PG 116Symeon Metaphrastes
Month of December
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected (sonnet, OCR-anchored) · Migne scan — scholarios OCR + scan in the Page/Facsimile views — PG column chips mark the printed columns.

Day 4Die 4

col. 301–302page 1 of 246
PG 116:301εἶναι τοῖς ζητοῦσιν ἀθέατον, ᾗ οἰκονομίᾳ οἶδα αὐτὸς, ὁ πλάσας καταμόνας τὰς καρδίας ἡμῶν, ἐπίβλεψον ἐξ ὕψους ἁγίου σου, Κύριε, καὶ ἐπὶ τὸν περιεστῶτα τοῦτον λαόν, καὶ ὁδήγησον αὐτοὺς τῷ φωτὶ τῆς σῆς ἐπιγνώσεως· δίδου δὲ καὶ τοῖς δι' ἐμοῦ καλοῦσι τὸ σὸν ἅγιον ὄνομα τὰ πρὸς τὸ συμφέρον αἰτήματα, ἵνα διὰ πάντων ὑμνηται τὰ σὰ μεγαλεία νῦν καὶ εἰς τοὺς αἰῶνας. Ταῦτα προσευξαμένη τοὺς στρατιώτας ποιεῖν τὸ κελευσθέν προετρέπετο· καὶ τούτων εἰς τὸ ξίφος ἀνατεινάμενος τὴν μακαρίαν αὐτῆς κεφαλὴν ἀποτέμνει ἐπὶ εἰκάδι τοῦ Νοεμβρίου μηνὸς ἄγοντος. θαυματουργεῖ δέ τι κἀνταῦθα Θεὸς, τὴν αὐτοῦ τιμῶν μάρτυρα, καὶ τὰς ἐκείνης ἄγων εἰς πέρας εὐχάς· γάλα τε γὰρ εἶδον οἱ παρόντες ῥυὲν ἀντὶ αἵματος, καὶ ἄγγελοι τὸ ἐκείνης σῶμα τὸ τίμιον παρ' αὐτὸν τῆς τελειώσεως τὸν καιρὸν περιστείλαντες, πρὸς τὸ Σινᾶ ὄρος προπέμπειν ἐῴκεσαν, εἰς δόξαν Πατρός, Υἱοῦ καὶ ἁγίου Πνεύματος, τῆς μιᾶς Θεότητός τε καὶ βασιλείας, ᾗ πρέπει πᾶσα τιμή, κράτος, μεγαλωσύνη τε καὶ μεγαλοπρέπεια νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΑΘΛΗΣΙΣ ΤΗΣ ΑΓΙΑΣ ΕΝΔΟΞΟΥ ΚΑΙ ΚΑΛΛΙΝΙΚΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΒΑΡΒΑΡΑΣ. Δ΄. Μαξιμιανῷ τῷ δυσσεβεῖ βασιλεῖ, πολλὴν περὶ τὴν τῶν εἰδώλων πλάνην εἰσφέροντι τὴν σπουδήν, ἦν τοῦτο τῶν ἄλλων ἐπιμελέστατόν τε καὶ φροντίδος διηνεκοῦς ἄξιον, τὸ δαίμονας μὲν θεραπεύειν καὶ τὴν ἀσέβειαν κρατύνειν ὁπόση δύναμις, τοὺς δὲ τὸ θεῖον ὄνομα τοῦ Χριστοῦ σεβομένους, ἢ τὴν εὐσεβῆ ταύτην ἐξόμνυσθαι πίστιν, ἢ ποικίλαις παραδοθέντας κολάσεσι, μετὰ τῶν προσόντων πάντων βιαίως ἐκπίπτειν καὶ τῆς ζωῆς. Χώρα δέ τις
col. 303–304page 2 of 246
PG 116:303κατ' ἐκεῖνο καιροῦ Ἡλιούπολις καλουμένη ἄνδρα τῶν ἐπισήμων ἔχουσα ἦν, Ἕλληνα μὲν τὴν θρησκείαν, πλούσιον δὲ κομιδῆ καὶ τῇ κατὰ κόσμον περιφανείᾳ λαμπρότατον. Οὗτος Διόσκορος μὲν ἐκαλεῖτο, μιᾶς δὲ παιδὸς πατὴρ ἐγνωρίζετο Βαρβάρα ταύτῃ τὸ ὄνομα. Καὶ τὰ φίλτρων οἷον, ἐπεὶ καὶ ἐπ᾽ αὐτῇ μόνῃ ἐσάλευε τὰς ἐλπίδας. Ταύτην, ὡς λίαν εὐπρόσωπον οὖσαν, καὶ τὸ κάλλος ἐξαίσιον, ἄγαμον περισώζειν βουλόμενος, καὶ διὰ τοῦτο μηδὲ θεατὴν εἶναι τοῖς ἔξω παραχωρῶν, πύργον δειμάμενος ὑψηλὸν ἐν αὐτῷ δὲ οἰκίαν φιλοτεχνήσας ἐκεῖ τὴν Βαρβάραν ἔθετο κατοικεῖν ἀπροΐτόν τε οὖσαν καὶ ὀφθαλμοῖς ἀνδρῶν πᾶσιν ἄψαυστον. Τὸ δὲ ἄρα θείας οἰκονομίας ἔργον ἦν, ἄνωθεν σκοπουμένης τὸ μέλλον· ἐν αὐτῷ γὰρ ἡ τοῦ Παρακλήτου χάρις τῶν ἀφανῶν αὐτῆς ὀφθαλμῶν ἀφανῶς ἐψαμένη, φωτί τε Θεογνωσίας ἐφώτισε καὶ τὸν ἀψευδῆ Θεὸν γνώριμον αὐτῇ παραδόξως κατέστησεν. Εἶχεν οὖν τὴν παρθένον ὁ πύργος, ἐπὶ τῷ θεμελίῳ ἤδη τῆς πίστεως ᾠκοδομημένην, καὶ εἰς πολλῶν γενέσθαι σωτηρίαν συντηρουμένην. Β´. Ἐπεὶ δὲ γάμου ἦν ἡ ὡραία, μέριμνα πολλὴ τῷ πατρί, τίς ὁ ληψόμενος αὐτὴν εἰς γυναῖκα. Καὶ πολλοὶ μὲν τῶν εὐγενείᾳ καὶ πλούτῳ διαφερόντων εἰς λόγους αὐτῷ περὶ συζυγίας συνῆλθον. Πᾶσι γὰρ τὸ κάλλος, εἰ καὶ μὴ θεατὸν, ἀλλ᾽ ὅμως ἀνευστὸν ὄν, περιμάχητον αὐτῆς ἐποίει τὸν γάμον. Πλὴν ἀλλὰ τῷ πατρὶ σκαιὸν ἐδόκει καὶ προφανῶς ἀνελεύθερον, εἰ μὴ καὶ τῇ θυγατρὶ πρὸς γνῶσιν ἔλθοι τὸ σπουδαζόμενον, καὶ συναιροῦσα δὴ καὶ αὐτὴ τῷ σκοπῷ γένοιτο. Ἀμέλει καὶ πρὸς αὐτὴν ἀφικόμενος, κοινολογεῖται περὶ τοῦ γάμου, καὶ ὅπως ἦν αὐτῷ μελετώμενος ἀπαγγέλλει. Ἡ δὲ, μηδὲ ἄκροις ὠσὶ τὸ πρᾶγμα μή τί γε εἰς καρδίαν πεσεῖν βουλομένη, ἀλλ᾽ ὥσπερ ἀποχές τι καὶ ἄτοπον ἀποσεισαμένη, αὐτόν τε ἀπώσατο μετ᾽ ὀργῆς τὸν πατέρα, καί, Ἢ μὴν μὴ δεύτερον, ἔφη, περὶ τούτου λόγον μοι προσαγάγῃς· ἐπεὶ καὶ σὺ πατὴρ τὸ λοιπὸν οὐ κληθήσῃ, κἀμὲ ἀναιρέτιν ἐμαυτῆς γενέσθαι παρασκευάσεις. Ὁ δὲ πατήρ, τὸ πείθειν εὐγενὲς μᾶλλον, οὐ τὸ βιάζεσθαι κρίνας, αὐτῆς τε τὴν ἔνστασιν οὐ ῥοπὴν αὐθέκαστον οὐδ᾽ ἀπείθειαν, ἀλλὰ πόθον ἁγνείας ἰσχυρὸν ἡγησάμενος, ἄλλως τε δὲ καὶ διασκέψεως αὐτῇ παρέχων καιρόν, εἴπως μεταβαλεῖ καὶ πειθήνιος αὐτῷ γένοιτο, πλέον οὐδὲν εἰπὼν κάτεισι μὲν εὐθέως τοῦ πύργου, πρὸς δὲ τὸ λουτρὸν ὃ κατασκευάζων ἔτυχε νεωστὶ γενόμενος, ὅλον ἑαυτὸν ἀπησχόλει· οὗ καὶ τὴν οἰκοδομὴν ἐπισπεύδων, πλῆθός τε τεχνιτῶν ἐφίστησι, καὶ ὅπως ἂν ἐργάσαιντο τὴν οἰκοδομὴν ἐπισκήψας, ἐντελῆ τε τὸν μισθὸν αὐτοῖς παρασχόμενος, εἰς μακροτέραν αὐτὸς ἀπεδήμει χώραν. Γ´. Ἐμβραδύνοντος δὲ τὴν ἀποδημίαν, ἡ τοῦ Θεοῦ δούλη Βαρβάρα κατῄει τοῦ πύργου, τὸ λουτρὸν ὅπως γίνοιτο, ἐπισκεψαμένη, καὶ δυσὶ φωτιζόμενον θυρίσι τὸ πρὸς μεσημβρίαν μέρος θεασαμένη, μέμψιν ἐπῆγε τοῖς τεχνίταις, Ὅτου χάριν, λέγουσα, ταῖς δυσὶ θυρίσι μὴ καὶ τὴν τρίτην προσέθεσθε,
col. 305–306page 3 of 246
PG 116:305πλείονος οὕτω τῆς φωταυγείας μετὰ καὶ τοῦ εὐτρεποῦς ἐγγίνεσθαι δυναμένης; Τῶν δὲ, Ὑπὸ τὸν πατέρα τὸν σὸν ἐπιστάξαι, φαμένων, ἡ Βαρβάρα καὶ τὴν ἑτέραν αὐτοῖς ἰσχυρίζετο προσθεῖναι. ὡς δὲ ἄχνουν αὐτοὶ τὴν προσθήκην, τοῦ πατρὸς τὸν φόβον ἀπολογίαν ὥσπερ εὐπρόσωπον προβαλλόμενοι, ἡ μακαρία τοὺς τρεῖς ἅμα τῶν δακτύλων παραδεικνύσα. Τὰς τρεῖς, ἔφη, τὰς τρεῖς θυρίδας ὑμῖν κατασκευαστέον. Εἴ τι δὲ ὑπὲρ τούτου δυσχεμαίνει ἂν ὁ πατήρ, αὐτὴ τὸν λόγον ὑφέξω. Εἴκουσιν οἱ τεχνῖται καὶ πληροῦσι τὸ κελευσθέν. Ὡς οὖν ὁ τοῦ λουτροῦ ἅπας κόσμος ἐξείργαστο, πυκνότερον ἡ ἁγία παραβάλλουσα πρὸς τὴν θέαν, ἐπεὶ καὶ ἡ καρδία ταύτης τῇ τοῦ ἀγαθοῦ Πνεύματος χάριτι κάτοχος ἦν, πίστει τε τῇ πρὸς τὸν Χριστὸν παῤῥησίας ἐμπέπληστο, πρὸς τῷ κολύμβῳ στᾶσα, καὶ εἰς ἀνατολὴν βλεψᾶσα, τοῖς ἐν αὐτῷ μαρμάροις τὸν τοῦ σταυροῦ τύπον διεχάραξε τῷ δακτύλῳ. καὶ ἵνα καὶ τοῖς μετέπειτα τὸ γενόμενον τοῦτο γνώριμον ἦν καὶ ἡ τοῦ Χριστοῦ κηρύττηται δύναμις, ὁ σημειωθεὶς δακτύλῳ τοῦ σταυροῦ τύπος, ὡς σιδήρῳ ἐγκολαφθείς, ἄχρι τῆς δεῦρο δείκνυται, τῷ μαρμάρῳ σεσημασμένος, οὐκ εἰς θαῦμα μόνον ἁπλῶς, ἀλλὰ καὶ εἰς μείζονα πίστιν ἐνάγων τοὺς θεωμένους. Οὐ μὴν ἀλλὰ καὶ αὐτὸ μέχρι καὶ νῦν τὸ λουτρὸν διασώζεται, ἴαμα παντὸς πάθους τοῖς φιλοχρίστοις γινόμενον, ὅπερ εἴ τις τοῖς Ἰορδάνου ῥεῖθροις, ἢ τῷ τοῦ Σιλοὰμ πηγῇ, ἢ καὶ τῇ προβατικῇ κολυμβήθρᾳ παρακαλεῖν ἐθελήσειεν, οὐκ ἂν ἁμάρτοι τῆς ἀληθείας. Καὶ δι᾽ ἐκείνου γὰρ ὁμοίως ἡ τοῦ Χριστοῦ δύναμις πολλὰ τῶν παραδόξων διενεργοῦσα δείκνυται. Διὰ τούτου ποτὲ τοῦ λουτροῦ ἡ μάρτυς περιερχομένη τὴν ὄψιν τε τοῖς εἰδώλοις ἐπιβαλοῦσα, ἃ τῷ πατρὶ ταύτης ἐτιμῶντο, καὶ θεοὶ κακῶς ἐνομίζοντο, ἀηδῶς μὲν ἤνεγκε πρὸς τὴν ὄψιν, βαρὺ δὲ καὶ τῆς ἀναισθήτων καταστενάξασα τοῦ σεβομένου ταῦτα ψυχῆς, εἶτα καὶ εἰς τὰ ἐκείνων ἐμπτύει πρόσωπα, ἐπειποῦσα· Ὅμοιοι ὑμῖν γένοιντο οἱ προσκυνοῦντες ὑμᾶς, καὶ πάντες ὅσοι δὴ βοηθείας τῆς παρ᾽ ὑμῶν δέονται. Οὕτως ἔφη, καὶ εἰς τὸν πύργον αὖθις ἀνελθοῦσα, προσευχαῖς ἐσχόλαζε καὶ νηστείαις, ὅλην τε ἑαυτὴν τῶν ἀγαθῶν ἐξήρτα τῶν οὐρανίων. Δ΄. Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ ὁ πατὴρ ἤδη ἐπίσης ἐπανελθών, τὰ ἐν τῷ οἴκῳ τε πάντα περισκοπῶν, ἐπεὶ καὶ τῷ λουτρῷ τὴν ὄψιν ἐπιβεβλήκει, θεασάμενος πρὸς ταῖς δυσὶ θυρίσι καὶ τρίτην ἐξειργασμένην, ἐπυνθάνετο, πῶς ἄρα τοῦτο παρὰ τὴν αὐτοῦ διάταξιν γένοιτο. ὡς δὲ ἐκεῖνοι τῇ θυγατρὶ ἀνέπεμψαν τὴν καινοτομίαν, μεταστειλάμενος αὐτὴν ἀνηρώτα. Ἡ δὲ οὐχ ὅπως ἔξαρνος ἦν, ἀλλὰ καὶ ὅτι οὕτως ἔδει πραχθῆναι, καὶ ὡς καλῶς πέπρακται διετείνετο. Καὶ ὅς, πρὸς ὀργὴν εὐθὺς κινηθείς, Καὶ λέγε μοι, ἔφη, τὸν τρόπον, καὶ παρὰ τί βέλτιον οὕτως ἔχειν. Ἡ δὲ παρ᾽ ὅ πολὺ διαφέρειν τῶν δύο τὰς τρεῖς ἔλεγεν. Αἱ γὰρ τρεῖς, ἔφη, θυρίδες φωτίζουσι πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν
col. 307–308page 4 of 246
PG 116:307κόσμον· τοῦτο δὲ εἶπε πάντως τὴν τῆς ἁγίας παραδηλοῦσα μεγαλειότητα. Εἶτα πρὸς τὸ ξενικὸν καὶ ἀσύνηθες ὁ πατὴρ διαταραχθείς, ταύτην παραλαβών, καὶ πρὸς αὐτῷ τῷ τοῦ λουτροῦ γενόμενος, Πῶς, ἔφη, τὸ τῶν θυρίδων φῶς παντὸς ἀνθρώπου φωτιστικὸν εἶναι; Ἡ δὲ, Πρόσχες, ἔφη, Πάτερ, καὶ τὸ εἰρημένον. Καὶ ἄμα τὸ τοῦ σταυροῦ ἱερὸν σημεῖον εἶτα καὶ τοῖς δακτύλοις ὑποδεικνύσα, ἔφη, Πατήρ, Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα· φωτὶ τούτῳ κτίσις πᾶσα νοερῶς καταλάμπεται. Τοῦτον ἄρα τὸν ἀληθῆ λόγον ἡ φαύλη ἀκοὴ πρὸς ψεῦδος γεγυμνασμένη μὴ ἐνεγκοῦσα, καὶ ὀργῆς ἐπληροῦτο. Καὶ ὁ πατὴρ, τοῦ πατὴρ ἐκλαθόμενος, τύραννος καὶ φονεὺς γενέσθαι, καὶ τὸ ξίφος ὃ παρήρτητο σπασάμενος, αὐτοχειρία τὴν Βαρβάραν ἀνελεῖν. Ἐκείνη δὲ χεῖρας ἅμα καὶ ὀφθαλμοὺς καὶ διάνοιαν εἰς οὐρανὸν ἄρασα τὸν σώζειν δυνάμενον ἐκάλει πρὸς ἀρωγήν. Καὶ ὃς οὐκ ἠμέλει τὰ εἰωθότα ποιῶν· ἀλλ᾿ ὥσπερ Θέκλα, τὴν πρωτομάρτυρα τῶν διωκόντων διέσωσε, πέτρᾳ τῇ προστυχούσῃ κελεύσας ῥαγῆναι, καὶ αὐτὴν ἐγκολπώσασθαι διακελευσάμενος· οὕτω καὶ τὴν ἀείδιμον ταύτην ὁμοίῳ τῷ θαύματι διασώζει· ὡς γὰρ ἐκεῖνος ὁ δήμιος, οὐδὲ γὰρ ὅσιον πατέρα τὸν μιαιφόνον καλεῖν, ξίφος ἄρας ἐχώρει κατὰ τῆς θυγατρός, πέτρα τμηθεῖσα θείῳ καὶ παντουργῷ νεύματι ταύτην εἰσεδέξατο, καὶ χερσὶ φονώσαις ἄληπτον διεφύλαξε, τόποις παραπέμψασα τοῖς ὀρεινοτέροις. Ἀλλ᾿ ἦν οὐδὲ οὕτω συνεῖναι τὸν καὶ λίθων αὐτῶν ἀναισθητότερον. ἔτι γὰρ εἶχε τῆς αὐτῆς ὁρμῆς, καὶ λαβεῖν ἐποθεῖ τὴν θυγατέρα, πατὴρ ὢν ἐκείνης, ἀλλ᾿ ὡς υἱὸς μᾶλλον τοῦ ἀνθρωποκτόνου, κατὰ τὴν θείαν φάναι γραφήν· εὑρὼν ἅμα καὶ θύσῃ καὶ ἀπολέσῃ. Ε΄. Ποιμέσι δὲ δύο περιτυχών, εἴ τι κἀκεῖναι περὶ ταύτης ἀνεπυνθάνετο. Τούτων δὲ ὁ ἕτερος γνώμης ὢν συμπαθοῦς, καὶ τὸ προδοῦναι τὴν διωκομένην οὐκ ἐπαινῶν, ἔξαρνος ἦν παρευθύς, καὶ τὴν ἄγνοιαν ὑπεκρίνετο, ψεῦδος σωτήριον ἀντὶ βλαπτούσης ἀληθείας ἑλόμενος· ἀλλ᾿ αἰσχυνέσθω φανερῶς ἐνταῦθα πρὸς ἡμῶν Ἡρώδης ὁ καλῶς εὐρκῶν, ἵνα τι καὶ παρενείρω τῷ διηγήματι, καὶ ἡδονῆς ἕνεκεν πονηρᾶς τοῦ ὅρκου τὴν τήρησιν ποιούμενος. Ὁ δὲ ἄλλος γλώττῃ μὲν οὐδαμῶς, δακτύλῳ δὲ κακουργότερον ὑποφαίνων, τὴν πρὸς αὐτὴν ἀπάγουσαν ὑπεδείκνυ. Τοιγαροῦν οὐκ ἠνέσχετο τὸ πραχθὲν ἡ δίκη, ἀλλὰ τιμωρίαν ἐπῆγε παραχρῆμα χρήμα τοῦ κακουργήματος, καὶ τὰ αὐτοῦ θρέμματα τῆς μάρτυρος ἐπαρασαμένης, οὐκ ἔτι θρέμματα ἦν, ἀλλ᾿ εἰς κανθάρων ὁμοιότητα μετεβλήθη, συνήγοροι τοῦ κακουργήματος ἄχρι τέλους τὸν τῆς ἁγίας τάφον περιπτάμενα. Τούτοις οὖν τοῖς ὑποδείγμασι τοῦ πονηροῦ Διόσκορος ἀκολουθήσας ὁ παραπλήξ, καὶ τὴν ἁγίαν ἐπ᾿ ὄρους καταλαβών, πρῶτα μὲν οὕτως ἐκ θυμοῦ πληγαῖς κατακόπτει· ἔπειτα τῆς κόμης
col. 309–310page 5 of 246
PG 116:309τος, καὶ πρὸς βίαν ἔλκων, τότε μὲν εἰκίσκῳ κατακλείει, φύλακας ἐπιστήσας καὶ τὴν σφραγῖσιν ἀσφαλισάμενος· εἶτα καὶ πολλῷ τι πρὸς τὸν ἡγεμόνα Μαρκιανὸν ἀπικόμενος, ἀρχὴν τότε τῶν ἐκεῖσε διεῖπεν, αὐτῷ πέντε πράγματος καταλέγει· καὶ τὸ κεφάλαιον ὡς μὲν τὸ θυγάτριον ἀρνηθείη, τὰ δὲ Χριστιανῶν ἕλοιτο παρ᾿ ἐλπίδα τιμᾶν. Ταῦτά τε ἔφη, ἀγαγών, χερσὶν αὐτὴν ἔκδοτον ταῖς ἐκείνου δόντα τῶν ἰδίων ὁρκώσας θεῶν μὴ φείσασθαι τοῦ θυγατρός (ὦ σπλάγχνων πατρικῶν! ὁ πατήρ), ἀλλ᾿ εἰ βιαιότατα μετελθεῖν, καὶ βασάνοις ἀναλωθῆναι χαλεπωτάταις. Ὁ τοίνυν Μαρκιανὸς δικαστήριον καθίσας καὶ τὴν ἁγίαν παραστησάμενος, τό τε τοῦ ἤθους κόσμιον καὶ τὸ τῆς μορφῆς πάγκαλον ἰδών, τος, τῶν τοῦ πατρὸς ὅρκων ἐπιλαθόμενος, θαυμάζειν τότε μᾶλλον ἢ κολάζειν ἕτοιμος ἦν. ἐχρῆτο γοῦν καὶ ῥήμασι χρηστοτέροις, οἰκτεῖρον ἔλεγεν, ὦ Βαρβάρα, καὶ μεθ᾿ ἡμῶν θύσαι τοῖς θεοῖς προθυμήθητι· ὡς ἔγωγε κήδομαί σου, καὶ τοιοῦτον κάλλος τοσοῦτον ὑποβαλεῖν φείδομαι. εἰ δὲ μὴ πεισθείης, ἀλλ᾿ ἐμὲ χρήσασθαί σοι καταναγκάσεις τὸ λοιπὸν ὡς οὐ βούλομαι. Ἡ δὲ μάρτυς· Ἐγὼ θυσίαν αἰνέσεως τῷ ἐμῷ, ἔφη, προσφέρω Θεῷ, ὃς οὐρανόν τε καὶ γῆν ἔκτισε, καὶ τὰ ἐν αὐτοῖς ἅπαντα. Περὶ δὲ τῶν ματαίων, φημί, θεῶν καὶ προείρηται μὲν ἐν θείῳ Πνεύματι τῷ Δαυΐδ ὅτι « Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον » καὶ χρυσίον, « ἔργα χειρῶν ἀνθρώπων, » καὶ ὅτι « Πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια. » Σύμφημι δὲ καὶ αὐτή, καὶ τὴν πρὸς αὐτοὺς ἐλπίδα κενήν καὶ ματαίαν διαρρήδην ὁμολογῶ. Ταῦτα τῆς μάρτυρος εἰπούσης, ὁ δικαστὴς πρὸς ὀργὴν ἀφθεὶς, περιδεθεῖσαν αὐτὴν κελεύει βοείοις νεύροις ἀνηλεῶς καταξαίνεσθαι. Εἶτα δριμυτέραν αὐτὴν αἴσθησιν ἐνθεῖναι βουλόμενος, καὶ τριχίνοις ῥάσμασιν ἐπιτάττει προστρίβεσθαι τὰς πληγάς. Οὕτως οὖν ἀπανθρώπως αἰκιζομένης, πηγαὶ τῷ σώματι καὶ ἀνώκεστοι ἀνεστομοῦντο τραύματα, ὡς τὸ ὅλον ἔδαφος τῆς παρθένου περιεῤῥάνθαι αἵμασιν. Ἔπειτα μετὰ τὰς πληγὰς τὸ δεσμωτήριον αὐτὴν διαδέχεται, τοῦ ἡγεμόνος πρὸς διάσκεψιν ἐνασχολουμένου, τίνι τὸ μετὰ ταῦτα τὴν μάρτυρα παραδώσει. Ἤδη δὲ μεσούσης νυκτός, φῶς τε αὐτὴν φανὲν ἄνωθεν περιλάμπει, καὶ Χριστὸς ἐπιφαίνεται, θυμόν τε αὐτῇ ἐντιθεὶς καὶ τὰ ἐξ ἀνθρώπων κακὰ μηδαμῶς ὅλως ἐγκελευόμενος. Ἐγὼ γὰρ εἰμι μετὰ σοῦ, ἔφη, καὶ ὑπὸ τῇ σκιᾷ τῶν ἐμῶν πτερύγων φυλαττομένη. Οὕτω τέλος εἶχον οἱ πρὸς τὴν μάρτυρα τοῦ Χριστοῦ λόγοι, καὶ τὸ τοῦ Ἡσαΐου ἐπὶ ταύτης πέρας εἶχε, ταχὺ τῶν ἰαμάτων ἀνατειλάντων αὐτῇ, καὶ τὰ τῶν πληγῶν, ὥσπερ ἐξ ἀρχῆς μηδὲ γενόμενα, ἀπελαθέντων τοῦ σώματος. Χαρὰ δὲ τὴν ἁγίαν εἶχε καὶ ἀγαλλίασις, εὐφροσύνη τε αἰώνιος ἐπάνω τῆς κεφαλῆς αὐτῆς, τὸ τοῦ Ἡσαΐου πάλιν εἰπεῖν. Γυνὴ δέ τις θεοσεβὴς καὶ φοβουμένη τὸν Κύριον, Ἰουλιανὴ ὄνομα, τῇ μάρτυρι τότε συνοῦσα, ἐπεὶ τῶν
col. 311–312page 6 of 246
PG 116:311εἰς αὐτὴν παραδόξων θεατής γέγωνε, καὶ ὅπως ἀφανεῖς ἐκ τοῦ παραχρῆμα κατέστησαν αἱ πληγαί, δοῦσά τε δόξαν τῷ Θεῷ, καὶ ἀδελφὰ τῇ μάρτυρι συμφρονήσασα, πρὸς πληγὰς ἑαυτὴν καὶ μάστιγας παρεσκεύαζεν. Εἶτα πρὸς δευτέραν καθίσας ὁ ἡγεμὼν τὴν ἐξέτασιν, καὶ τῆς ἁγίας προσαχθείσης αὐτῷ, καὶ φρικτὸν θέαμα πᾶσιν ὀφθείσης, ὅτι μηδὲ τὸ τυχὸν σπάραγμα τῷ σώματι αὐτῆς ἐδηλοῦτο, μηδὲ μώλωψ μηδείς, ὁ δικαστής, φεύ! φανερώς τυφλώττων πρὸς τὴν ἀλήθειαν, ἀπολιπὼν τῇ μεγάλῃ τοῦ Θεοῦ δυνάμει τὸ γεγονὸς ἐπιγράφειν, μετάμελόν τε λαβεῖν τοῦ προτέρου βίου καὶ τῆς ἀπάτης, ὁ δὲ καὶ μᾶλλον ἀπηναισχύντει, καὶ τοῖς αὐτοῦ θεοῖς τὴν ἴασιν ἐλογίζετο, καί, Ὁρᾷς, ἔλεγε, πῶς ἀντιποιοῦνταί σου οἱ θεοί, Βαρβάρα, καὶ κηδόμενοι σου τὰς πληγὰς ἐθεράπευσαν; Πρὸς ὃν ἡ τοῦ Χριστοῦ μάρτυς· Οἱ ὁμοίως σοι τυφλώττοντες, ἔφη, καὶ ἀνθρωπίνης χειρὸς δεόμενοι πρὸς τὴν τοῦ εἶναι παραγωγήν, πῶς ἄρα τοιοῦτον ἠδύναντο δρᾶν; Ἀλλ' εἰ τὸν ἐμὲ ἰασάμενον ὅστις εἴη βούλει μαθεῖν, Ἰησοῦς Χριστός ἐστιν ὁ Θεοῦ τοῦ ζῶντος Υἱὸς, ὃν σὲ καθαρᾶν ἀμήχανον βαθεῖ σκότῳ πηρωθέντα τῆς ἀσεβείας τοὺς τῆς ψυχῆς ὀφθαλμούς. Β΄. Τοῖς λόγοις τούτοις ὁ ἡγεμὼν εἰς μείζονα τὸν θυμὸν ἐκκαυθεὶς, καὶ μηδὲ κατέχειν ἑαυτὸν οἷός τε ὤν, τοῖς παρεστῶσι διακελεύεται σιδηροῖς ὄνυξι τὰς πλευρὰς τῆς μάρτυρος ἀποξέειν, πρὸς δὲ καὶ λαμπάσι πυρὸς τὰ ἤδη ξανθέντα τῶν μερῶν ἐπικαίειν, εἶτα καὶ σφύρᾳ παίειν τὴν τιμίαν αὐτῆς κεφαλήν. τῶν δὴ καὶ ὡς τάχιστα πραττομένων, ἡ θεοσεβὴς Ἰουλιανὴ καθορῶσα, καὶ τὴν ψυχὴν ἰσχυρῶς ἀλγοῦσα, ἐπεὶ μὴ βοηθεῖν ἐδύνατο, ὅπερ ἦν αὐτῇ δυνατὸν ἐποίει, καὶ τὸ φίλτρον ὡς εἶχεν ἐδείκνυ, μηδὲν τῶν παρόντων καὶ τοῦ ἄρχοντος ἐπιστρεφομένη, ἀλλ᾽ ἀστακτὶ τὸ δάκρυον τῶν ὀμμάτων προϊεμένη. Ὁ Μαρκιανὸς οὖν, εἰς αὐτὴν ἀποβλέψας, καὶ ἥτις εἴη μαθών, ἐπεὶ καὶ αὐτὴν εἶναι Χριστιανὴν ἤκουσε, καὶ τῇ πρὸς τὴν Βαρβάραν συμπαθείᾳ παθαίνεσθαι τὴν ψυχήν, συλληφθῆναι καὶ ταύτην κελεύει, καὶ τῷ ξύλῳ προσαναρτᾶσθαι, καὶ τῇ μάρτυρι παραπλησίως σιδηροῖς ξυστῆρσι τὰς πλευρὰς ἀποξέεσθαι. Ἡ μὲν οὖν πολύαθλος Βαρβάρα δεινῶς ξεομένη, ὑψοῦ τὸ ὄμμα διάρασα, Σὺ γινώσκεις, ἔφη, καρδιογνῶστα θεέ, ὅτι σὲ ποθοῦσα, καὶ τοὺς σοὺς στέργουσα νόμους, ὅλην ἐμαυτὴν σοι προσήγαγον, καὶ τῆς σῆς ἀπήρτησα δεξιᾶς. Αὐτὸς οὖν, Δέσποτα, μὴ ἐγκαταλίπῃς ἡμᾶς, ἀλλ᾽ ἀντιλαβοῦ κατὰ τὸ ἔλεός σου, καὶ τελειῶσαι τὸν παρόντα δρόμον ἀμφοτέρας ἐνίσχυσον. Ἀλλ' οὕτω μὲν ἡ τοῦ Χριστοῦ μάρτυς τὸν δι᾿ ὃν ταῦτα ὑπέμενε Δεσπότην ἠξία, τὴν φυσικὴν ἀσθένειαν ῥωσθῆναι τῇ παρ' αὐτοῦ βοηθείᾳ δεομένη. ᾔδει γὰρ τίς ὁ ἀψευδῶς εἰρηκὼς, ὡς· Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. Θ΄. Ὁ τύραννος δὲ, καθάπερ ἀντίπαλον ἑαυτῷ τοῖς ὅλοις ἀντιτιθεὶς, ἵνα ψυχῆς ἀνδρίαν ἀλγεινῶν ἥττήσῃ περιουσίᾳ, πρὸς ἑτέραν ἅμα τρέπεται τ
col. 313–314page 7 of 246
PG 116:313μωρίαν, καὶ σμίλῃ τοὺς μαστοὺς αὐτῶν ἐκκοπῆναι κελεύει. Οἶδ' ὅτι καὶ πρὸς τὴν ἀκοὴν μόνην τοῦ πάθους ἰλιγγιάσατε. Τί οὖν ἔμελλεν αὐτὸ τὸ πάσχειν ποιεῖν, καὶ ταῦτα γυναῖκας, εἰ μὴ φίλτρον ἄμαχον τοῦ Χριστοῦ, μηδὲ πίστις ἐνεῦρον τὰς ἐκείνων ψυχάς; Πλὴν ἀλλὰ καὶ τὴν τοῦ Χριστοῦ δούλην Βαρβάραν τι φάρμακον ἔσται αὐταῖς πρὸς τοσαύτην ὀδύνης ἀκμὴν ἐλάνθανεν οὐδαμῶς· διὰ ταῦτα καὶ τὴν ἐξ ὕψους πάλιν ἐκάλει βοήθειαν, « Μὴ ἀποστρέψῃς ἀφ' ἡμῶν, λέγουσα, τὸ πρόσωπόν σου, Χριστέ, καὶ τὸ πανάγιον σοῦ Πνεῦμα μὴ ἀντανέλῃς. Ἀπόδος ἡμῖν, Κύριε, τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ Πνεύματι ἡγεμονικῷ στήριξον ἡμᾶς ἐν τῷ φόβῳ σου. » Ὡς δὲ καὶ πρὸς ταύτην τὴν τιμωρίαν μία καὶ ἡ αὐτὴ ἀμφοτέραις ὑπῆρχε γνώμη καὶ καρτερία, ὁ ἡγεμὼν σοφώτερόν τι, μᾶλλον κακουργότερον, ἐννοήσας, διίστησιν αὐτὰς ἀπ' ἀλλήλων· καὶ Ἰουλιανὴν μὲν τῇ εἱρκτῇ παραδοθῆναι, Βαρβάραν δὲ γυμνωθεῖσαν κελεύει διὰ πάσης θριαμβευθῆναι τῆς χώρας, καὶ προσέτι πληγαῖς μαστίζεσθαι. Ἡ μάρτυς οὖν, τῇ ἀσχήμονι ταύτῃ περιαγωγῇ θεατριζομένη, τὰ συνήθη πάλιν ἐποίει, καὶ πρὸς οὐρανὸν ἀπιδοῦσα, Ὁ τὸν οὐρανὸν, εἶπε, περιβάλλων τοῖς νέφεσι, καὶ τὴν γῆν σπαργάνων ὁμίχλῃ, αὐτὸς καὶ τὴν ἐμὴν γύμνωσιν σκέπασον, βασιλεῦ, καὶ τὰ ἐμὰ μέλη, ἀθέατα γενέσθαι ὀφθαλμῶν ἀσεβῶν παρασκεύασον, ἵνα μὴ ἡ σὴ δούλη, Χριστέ, μυκτηρισμός τι καὶ χλευασμὸς γένωμαι τοῖς κύκλῳ ἡμῶν. Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ ὁ ταχὺς Θεὸς εἰς ἀντίληψιν, καὶ παραυτίκα ἐπιφανείς, χαρᾶς μὲν αὐτῆς πληροῖ τὴν καρδίαν, ἀόρατον δὲ στολὴν αὐτῇ περιτίθησι· καὶ οὕτω τὴν πομπὴν διανύσασαν, Μαρκιανῷ καὶ αὖθις παριστῶσι τῷ μικρῷ. Ἐπεὶ οὖν ἔγνω ταύτην τε καὶ τὴν τὰ ἴσα φρονοῦσαν πάγκαλον Ἰουλιανὴν μήτε ἀγαθῶν ἐπαγγελίαις μήτε κακῶν ἐπινοίαις μηδὲ βραχύ πειθομένας, τὸ πλείονα τὴν αἰσχύνην ὀφλεῖν ἀδυνάτοις ἐπιχειρῶν ὡς φανερὰν ἄνοιαν ἐκτρεπόμενος, τὴν ἀπόφασιν ἐπάγει κατ' ἀμφοτέρων ξίφει τὰς κεφαλὰς αὐτῶν ἐκκοπῆναι κελεύσας. Παρὼν οὖν ὁ παιδοκτόνος ταύτης πατήρ, καὶ θεατὴς ὑπάρχων τῶν πεπραγμένων, οὐκ ἠγάπησε τοῦτο μόνον, οὐδὲ ἠρκέσθη τῇ μεγέθει τῆς συμφορᾶς, τῷ πατρικοῖς ὀφθαλμοῖς θυγατέρα ἰδεῖν, καὶ θυγατέρα οὕτω καλήν, χερσὶ δημίων ἀναιρουμένην, ἀλλ' εἰ μὴ καὶ αὐτόχειρ ἐκεῖνος τῆς πληγῆς γένοιτο, ἀσθένειαν ἔκρινε τοῦτο καὶ μαλακίαν ψυχῆς, ὥσπερ τὸ μὴ κεντεῖν ὀρθῆναι κακὸς αἰσχύνην εἶναι φανερὰν λογιζόμενος. Διὰ ταῦτα γοῦν καὶ τῆς ἀποφάσεως τῆς ἐξενεχθείσης, παραλαμβάνει τὴν μάρτυρα, χερσὶν οἰκείαις τὴν σφαγὴν ἐργασόμενος. Ἐν τῷ ὄρει τείνων ἀπαγομένης, καὶ Ἰουλιανῆς ταύτης συνακολουθούσης, ἡ Βαρβάρα καὶ πρὸς τῷ τέλει οὖσα, τῆς φίλης ἐφρόντισε προσευχῆς, καὶ εἰς γόνυ κλίνασα, Ἄναρχε, ἔφη, Θεέ, ὁ τὸν οὐρανὸν τείνας ὡς καμάραν, τὴν δὲ γῆν ἐφ' ὑδάτων ἑδράσας, ὁ νεφέλαις βρέχειν προστάττων, ἥλιον τε φωταγωγῶν
col. 315–316page 8 of 246
PG 116:315παραστησάμενος, καὶ τὰς κοινὰς ταύτας ἀπολαύσεις δικαίοις τε καὶ ἀδίκοις, ἀγαθοῖς ἅμα καὶ πονηροῖς χορηγῶν, αὐτὸς καὶ νῦν ἐμοῦ δεομένης εἰσάκουσον, βασιλεῦ, καὶ ὃς ἂν τοῦ σοῦ ὀνόματος καὶ τῆς ἐμῆς ἀθλήσεως τῷ οἴκῳ αὐτοῦ ἐπισκήψειε, μὴ ἄλλο τι μηδὲν τῶν λωβᾶσθαι σώματα καὶ λυπεῖν δυναμένων. Οἴδας γάρ, Κύριε, ὅτι σάρκες ἡμεῖς καὶ αἷμα, ποίημα τῶν σῶν ἀχράντων χειρῶν καὶ εἰκόνι σῇ καὶ ὁμοιώσει τετιμημένοι. Ἔφη, καὶ φωνή τις οὐρανόθεν παραδόξως ἠκούετο, αὐτήν τε καὶ Ἰουλιανὴν τὴν σύναθλον ἐκκαλουμένη πρὸς οὐρανὸν καὶ τῶν αἰτηθέντων ἅμα τὴν ἐκπλήρωσιν ἐπαγγελλομένη. Ταύτης δὴ τῆς γλυκείας φωνῆς ἐνωτισθεῖσα Βαρβάρα, ὁδοῦ τε εἴχετο, καὶ πρὸς τὸν τοῦ τέλους τόπον ἐπείγετο. ΙΑʹ. Ἐπεὶ δὲ καὶ φθάσασα ἦν, τὴν κεφαλὴν κλίνασα, πατρικαῖς χερσὶ τῷ πατρικῷ ξίφει τὴν τελείωσιν δέχεται, καρπὸς ἀγαθὸς ἐκ πονηροῦ δένδρου παραδόξως ἀναφανεῖσα, καὶ Ἰουλιανῆς αὐτῇ πρός τινος τῶν ἐκεῖσε στρατιωτῶν συνάμα τελειωθείσης. Ἐν ᾧ δὲ ταῦτα γέγονε καὶ τὸν ἀσεβῆ πατέρα ἡ θεία μέτεισι δίκη, μηδὲ βραχὺ τῆς ἀγαθότητος ἐνταῦθα περιμεινάσης διὰ κακίας πάντως ὑπερβολὴν καὶ ἰάσεως ἀπαγόρευσιν. Ἐπανιὼν γὰρ ἀπὸ τοῦ ὄρους, κεραυνῷ βάλλεται, καὶ τῆς ζωῆς ὅλως ἐκβάλλεται, οὐ τῆς ῥευστῆς μόνον, ἀλλὰ καὶ τῆς μενούσης, ὁ ἄθλιος ὄντως ἐκεῖνος, καὶ ἀμφοτέρων ἀνάξιος. Διέβη δὲ καὶ εἰς τὸν ἡγεμόνα Μαρκιανὸν τὸ τοῦ θεηλάτου τοῦδε πυρὸς ὅρμημα, προοίμιον δήπου καὶ σύμβολον ἀψευδὲς τοῦ ἀΰλου πυρὸς ἐκείνου καὶ αἰωνίως αὐτὸν τιμωρήσοντος. Οὐαλεντῖνος δέ τις εὐσεβὴς ἀνὴρ καὶ φιλόθεος, ἀνελόμενος τὰ τῶν μαρτύρων ἱερὰ σώματα καὶ ἱεροῖς ἄσμασιν ὡς ἔδει τιμήσας, ἐν χωρίῳ Γελαστὸν καλουμένῳ, δώδεκα μιλίοις Εὐχαΐτων ἀπέχοντι, σεμνῶς τε καὶ θεοφιλῶς κατατίθησι, νόσων ἴαμα, ψυχῶν ἀγαλλίασμα, φιλοθέων ἀνδρῶν ἐντρύφημα πολυέραστον, εἰς δόξαν Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν ᾧ πρέπει τιμή, κράτος, μεγαλωσύνη τε καὶ μεγαλοπρέπεια νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Day 6Die 6

col. 317–318page 9 of 246
PG 116:317ΒΙΟΣ ΚΑΙ ΠΟΛΙΤΕΙΑ ΚΑΙ ΜΕΡΙΚΗ ΘΑΥΜΑΤΩΝ ΔΙΗΓΗΣΙΣ ΤΟΥ ΕΝ ΘΑΥΜΑΣΙ ΠΕΡΙΩΝΥΜΟΥ ΝΙΚΟΛΑΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΜΥΡΩΝ ΤΗΣ ΛΥΚΙΩΝ ΕΠΑΡΧΙΑΣ. ΠΡΟΟΙΜΙΟΝ. Σοφόν τι χρῆμα ζωγράφων χεὶρ, καὶ δεινὴ μὲν μιμήσασθαι τὴν ἀλήθειαν, δεινὴ δὲ τῶν πραγμάτων ἐναργῆ προθεῖναι τὰ σύμβολα, σοφώτερον δὲ ἄρα λόγος, καὶ πολλῷ γραφικῆς ἐναργέστερον δεῖξαι τε ὃ βούλεται, καὶ ὀφθαλμοῖς τὸ πράγμα παραβαλεῖν καὶ τοσούτῳ μᾶλλον, ὅσῳ καὶ πλέον ἐρεθίζειν οἶδε καὶ ζήλου τι κέντρον ἐνιέναι, καὶ διανιστᾷν πρὸς τὴν μίμησιν. Αὐτίκα γοῦν ὁ τῶν κατὰ Θεὸν πολιτευσαμένων βίος, τῷ λόγῳ διατυπούμενος, πολλοὺς ἂν ἐφελκύσηται καὶ διαθερμάνῃ ἀρετήν, καὶ ὅλους αὐτοὺς πρὸς τὸν ὅμοιον ὑποκινήσῃ ζῆλον, ὥσπερ δὴ καὶ ὁ τοῦ θείου Πατρὸς Νικολάου, καὶ τούτου γε μᾶλλον εἴπερ τινός, ὅσῳ καὶ ἀκοὴν πλέον ἡδύνει καὶ ψυχὴν εὐφραίνει, καὶ πρὸς τὴν τῶν καλῶν ἐργασίαν διανιστᾷ. Τὰ ἐκείνου τοίνυν καὶ διηγητέον ἡμῖν, καὶ τῷ λόγῳ περιληπτέον εἰς δύναμιν, καὶ πάλαι μὲν ἔκδηλα τοῖς πολλοῖς ὄντα, καὶ οὐδὲ μιᾶς οὐδ' ὅλως ἱστορίας δεόμενα, πλὴν ἀλλ' ὅσον ἀναλαβεῖν αὐτὰ καὶ εἰς μνήμην ἀναγκαῖν σήμερον, καὶ τὰς τῶν φιλαρέτων ὑμῶν εὐφρᾶναι ψυχάς. « Ἐγκωμιαζομένου γάρ, ὅ φησί, δικαίου εὐφρανθήσονται λαοί. » Δ'. Τῷ μεγάλῳ τοιγαροῦν τούτῳ καὶ θαυμασίῳ Πατρὶ Πάταρα μὲν ἡ πατρίς, πόλις Λυκίας καὶ τῶν ἐπιφανῶν πρότερον. Πατέρες δὲ τὰ μὲν εἰς γένος τῶν εὖ γεγονότων, οὐσίαν δὲ αὐτάρκη, καὶ ὅση μὴ περιττή, κεκτημένοι, ἄγευστοι κοσμικῆς δόξης καὶ ἐπάρσεως περιφανείας, καὶ τῷ παιδὶ καλὸς τύπος τοῦ μετρίου προσκείμενοι, περὶ μόνον σχολάζειν τὸ ἀγαθὸν, καὶ τοῦτο ἐκ παντὸς τρόπου μεταδιώκειν βουλόμενοι. Οὗτοι παρὰ τὰς διεξόδους τῶν ὑδάτων τῆς εὐσεβείας πεφυτευμένοι, ὁμοῦ τε καρπὸν ἐν καιρῷ ἀδοῦσι τὸν ὡραιότατον, ὁ θεῖος οὗτος Νικό-
col. 319–320page 10 of 246
PG 116:319λαος ἦν, καὶ ὁμοῦ πεδείται τὰς ὠδῖνας ἡ μήτηρ· ἄγονος ἐξ ἐκείνου μείνασα, οἱονεὶ τῆς φύσεως ἀπορευούσης τὸ μὴ τοιοῦτον ἄλλον προενεγκεῖν δύνασθαι. Ἀλλὰ τοῦτον δὴ πρῶτον ἅμα καὶ τελευταῖον ἡ μήτηρ τὸν εὐγενῆ κλάδον εἰς φῶς ἐνεγκοῦσα, πολύχουν ὅμως σὺν τῷ συζύγῳ τῷ πνεύματι δέδωκε τὸν καρπὸν, τὸν τῶν ἀρετῶν σωρὸν, τὴν τῶν ἀγαθῶν θάλασσαν, τὸν θαυμαστὸν ἐν πᾶσι δηλαδὴ Νικόλαον. Ἐκ τοιούτων αὐτὸς γεννηθεὶς, ὡς ἐοικέναι τῷ σπέρματι τὸν καρπὸν, δείγμα τῆς πρὸς τὸν βαπτιστὴν οἰκειότητος τὴν τῆς γεννησαμένης παρέχει στείρωσιν. Καὶ γὰρ ὁ μὲν μητέρος ὠδῖνας διαλύει τεχθείς· οὗτος δὲ κλείει ταύτας, ὥσπερ ὁ λόγος ὕστερον. Ἐπειδὲ δὲ καὶ θηλάξειν αὐτὸν κατὰ βρέφος ἐχρῆν, καὶ τῷ μητρῴῳ παρακεῖσθαι μαζί, ἐπισημαίνεται κἀνταῦθα Θεὸς ὁποῖος ἔσται Νικόλαος τὴν φρονοῦσαν ἡλικίαν ἀπολαμβάνων. Ὅλης μὲν γὰρ ἑβδομάδος ὅσα καὶ βρέφος τῇ θηλῇ ἐχρῆτο· ἐπειδὴ δὲ ἡ τετρὰς τῶν ἡμερῶν, ὡς δὲ καὶ ἡ Παρασκευὴ παρῆν, ἅπαξ ἐν ἑκατέρᾳ τούτων μετεῖχε γάλακτος, καὶ ταῦτα κατὰ τὸν τῆς ἑσπέρας καιρὸν, ὑπὸ κανόνι τελείῳ καὶ πρὸ τῆς παιδικῆς τιθηνούμενος ἡλικίας, καὶ τὸ πρὸς ἐγκράτειαν οἰκείως ἔχειν ὑποφαίνων ἐκ προοιμίων. Β΄. Οὕτω τοιγαροῦν ἀναγόμενος, καὶ τὰ χρηστὰ τῶν ἡθῶν τὰ μὲν αὐτῶν ἐκείνων ἀποματτόμενος τῶν πατέρων, τὰ δὲ φύων καὶ γεωργῶν αὐτὸς οἴκοθεν, ὥσπερ τις ἀγαθὴ γῆ καὶ γενναία, ἡλικίας τε ἤδη ἥπτετο καὶ γραμματιστῇ παρεδίδοτο. Ὁ δὲ μεγέθει τε φύσεως καὶ διανοίας ὀξύτητι μικρὸν ἐνακωλύτως δι' ἀέρος θέων, πλεῖστα τῶν παιδευμάτων ἐν βραχεῖ καρπωσάμενος. Τὸ μὲν οὖν δημοτικὸν τοῦτο καὶ ἀγοραῖον διέπτυσεν, ἑταιρίας δὲ ἀκόσμους φημὶ, καὶ ὁμιλίας ἀμαθεῖς ἐκκλίνας, καὶ τὸ γυναιξί δὲ συλλαλεῖν, ἢ καὶ διδόναι ὀφθαλμὸν ὅλως ἐπαγγερεύσας, τῆς ἀληθοῦς ἐπεμέλετο σωφροσύνης, εἶτα καὶ ταῖς ἔξω διατριβαῖς ἅπαξ χαίρειν εἰπὼν, τοῖς θείοις ἐσχόλαζεν οἴκοις, οἶκον αὐτὸς ἑαυτὸν ἄξιον τῷ Δεσπότῃ κατασκευάζων. Ἐπειδὴ δὲ πρός τε τὴν τῶν θείων Γραφῶν γνῶσιν καὶ τῶν περὶ Θεοῦ δογμάτων ἀρκούντως διαπεπόνητο, μυρίαις τε χάρισιν ἐκοσμεῖτο, καὶ τὴν προσήκουσαν ἱερεῦσιν ἀκρίβειαν ἀτεχνῶς ἔσωζεν, οὐ μὴν ἀλλὰ καὶ τὸ ἦθος αὐτῷ κανεάζοντι στάσιμόν τε καὶ πρεσβυτικὸν ἦν, πρεσβύτερον αὐτὸν ἠξίουν ψηφίζεσθαι. Ὥσπερ γάρ τοι γάμος σώζων τὴν προσήκουσαν σωφροσύνην ἔστιν ὃν καὶ διαβάλλομεν, οὕτω δὴ καὶ νεότητα κρείττω γινομένην τῶν οἰκείων ὁρμῶν, καὶ γήρως εὐκοσμίαν συντηρεῖν δυναμένην ἀγαμεθά τε προσηκόντως πολλῶν ἐπαίνων ἀξίαν κρίνομεν. Γνώμῃ τοίνυν πρὸς πατρὸς αὐτοῦ θείου ὑπὸ τοῦ τηνικαῦτα Μυρέων προέδρου χειροτονεῖται πρεσβύτερος, τῷ δεδωκότι Θεῷ ἀντιδίδοται, ὁ δῶρον ὄντως εὐχῆς τοῖς γεγεννηκόσιν αὐτὸν γενόμενος. Ὁ μέντοι ἀρχιερεύς τῆς Μυρέων οὗτος θείου Πνεύματος εὐμοιρίας ἠξιωμένος, τὴν τοῦ νέου ψυχὴν ἀρεταῖς κατεκόσμει καθορῶν, οὐδὲν ἐπιδοιάσας καὶ περὶ τῆς μελλούσης
col. 321–322page 11 of 246
PG 116:321τοῖς ἐν κινδύνοις πᾶσιν ἀναφανεῖται· ἅπερ εἰ τῷ αὐτῷ πλεονάσαι χάριτος, προηγόρευσεν οὕτως εἰπών, ὡς ἔσται μὲν εὐμενὲς λυπουμένων παραμύθιον, ποιμανεῖ δὲ καλῶς ψυχάς, καὶ πεπλανημένους μὲν πρὸς νομὰς τῆς εὐσεβείας ἀνακαλέσεται, σωτὴρ δὲ χρόνῳ ὕστερον διέβη, τὰ ἑξῆς τοῦ λόγου δηλώσει. Γ΄. Πῶς δ᾽ ἂν εἰς γνῶσιν ἔλθοι καλῶς ὁπόση μετὰ τὴν χειροτονίαν αὐτῷ πρὸς τὴν τῶν ἀρετῶν ἐργασίαν ἐπίδοσις ἦν; ἀγρυπνίαις τε καὶ νηστείαις καὶ προσευχαῖς οἴαις ἑαυτὸν ἐδεδώκει; ὥστε καθαρὰν καὶ ἄχραντον διασώσασθαι τὴν ἱερωσύνην, ἐξ ὧν τὴν τῶν ἀσωμάτων διαγωγὴν ἐν σώματι θνητῷ κατορθώσειν ἐφιλονείκει, καὶ παρὰ τοῦτο καὶ τὰ μεγάλα περὶ αὐτοῦ οἴεσθαι τοῖς πολλοῖς ἐδίδου. Ὡς ἤδη καὶ ὡς πρὸς μνήμην ἐλθὼν ἤδη θεῖος αὐτοῦ, Νικόλαος δὲ καὶ αὐτῷ ἡ κλῆσις, εἰς τοῦτο ἀρετῆς ἔχοντα τὸν νέον ἑώρα, τήν τε τοῦ θείου ναοῦ προστασίαν, ὃν πρότερον ἐπ᾽ ὀνόματι τῆς ἁγίας Σιών ἐκεῖνος ἐδείματό τε καὶ εἰς μοναστήριον συνεστήσατο, αὐτῷ ἐγχειρίζει, καὶ συνεργοὺς τῷ νέῳ τοῦ ἐγχειρήματος, ὅσους καὶ τῆς ἀρετῆς ᾔδει ποιεῖται, ὥστε νὰ συνδιαφέρειν αὐτῷ τὰς ἐκκλησιαστικὰς φροντίδας, καὶ τῶν ἱερῶν ἐπιμελέστατα προνοεῖν. δή ποτε καὶ τοῦ θαυμαστοῦ τούτου Νικολάου εἰς Παλαιστίνην ἀπάραντος, ἐς τοὺς ἁγίους παρεῖναι τόπους, ὥσπερ ὁ λόγος μετὰ ταῦτα δηλώσει, οὗτοι τὸν ἐκείνου τόπον ἐπλήρουν, καὶ τὰ τοῦ ναοῦ καὶ τὰ τῆς οἰκονομίας οὕτως ἐνήργουν, ὥσπερ ἂν εἰ ἐτύγχανε ἐκεῖνος παρών. Ἀλλὰ ταῦτα μὲν ὕστερον. Δ΄. Ἄρτι δὲ τῶν πατέρων αὐτοῦ τὸν βίον ἀπογινόντων, κληρονόμος τῆς οὐσίας οὗτος τῆς ἐκείνων, ἀπαλειφθεῖς, καὶ ὅσα εἰκὸς υἱὸν φιλοπάτορα ἐπὶ πατέρων ἀποδημίᾳ φιλοτίμως ἐπιδείξαι διατελέσας, τὸ πρὸς τὸν κλῆρον ἀπεῖδεν εὐθὺς, ὥσπερ ἄν τις ἄλλα πρὸς φιλοχρηματίαν ὁρῶσα ψυχή, οὐδ᾽ ὅπως ἂν αὐξηθείη ὁ πλοῦτος αὐτῷ καὶ διαμείνοι ῥέων ἀεί, πρόνοιάν γοῦν τινα καὶ σμικρὴν ἔθετο. Πάλαι γάρ κοσμικὰς ἀπαγορεύσας ἐπιθυμίας ἔσπευδεν ἀδελφὰ τῷ μετὰ ταῦτα βίῳ τὰ τοῦ βίου προοίμια σύμφωνόν τε τῇ ἀρχῇ καὶ τὸ ἑξῆς ἅπαν ἐπιθεῖναι. Ἔπους δὲ καὶ τοῦ θείου Δαυΐδ, «Πλοῦτος ἐὰν ῥέῃ,» λέγοντος, «μὴ προστίθεσθε καρδίᾳ,» καὶ τοῦ σοφοῦ Σολομώντος, «Ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλειπέτωσάν σε,» καὶ μὴ ἀπόσχῃ εἰ ποιεῖν ἐνδεῆ, διὰ τοῦτο τὰς ἑαυτοῦ χεῖρας οὐ πρὸς χρημάτων παρεῖχε συναγωγῆς· ἀλλ᾽ αὐτὸς μᾶλλον χεὶρ ἦν ἀνεκτὸς παντὶ δεομένῳ, κοινὴ πανδαισία καὶ ποταμὸς πολλῷ ῥέων καὶ ἡσύχῳ τῷ ῥεύματι, ἐκεῖνο διὰ τῆς ποιότητος τὸ δαψιλές, τοῦτο διὰ τὸ λανθάνον τῆς εὐεργεσίας. Ἀλλὰ γὰρ ἄξιον ἤδη καὶ τῶν κατὰ μέρος ἐπιμνησθῆναι, ἵν᾽ ὁ πλοῦτος αὐτοῦ τῆς χρηστότητος ἀκριβέστερον γνωρισθῇ. Ε΄. Ἀνήρ τις ἄδοξος ἐξ ἐνδόξου καὶ πένης ἐκ πλουσίων γενόμενος, οἷα δὴ τὸ τοῦ βίου περιπετὲς τοῦτο καὶ ἀνώμαλον σχεδιάζειν οἶδεν, ἐπειδὴ τοῖς ὅλοις κατεσταυρῶν ἦν, καὶ αὐτῶν ἤδη τῶν ἀναγκαίων ἐπι-
col. 323–324page 12 of 246
PG 116:323λιπόντων αὐτὸν, φεύ ! μέχρι καὶ τίνων ἡ ἔνδεια βιάζεται προχωρεῖν ! γνώμην ἔσχε τάς θυγατέρας (τρεῖς δὲ ἦσαν αὐτῷ πάγκαλοι καὶ διαφερόντως ἀγαθαὶ τὴν ὄψιν) μισθοῦ πρὸς ἀκολασίαν ἐκδοῦναι τοῖς βουλομένοις, καὶ τὸ ἐντεῦθεν αὐταῖς ποριζόμενον ἑαυτοῦ τε καὶ τῶν παίδων ποιεῖσθαι τροφήν, ὥσπερ ἐκ βορβόρου φασὶ βορβορολογείν βουλόμενος, καὶ πόρον ἑαυτῷ πορίζειν, ποίας ἄρα πενίας οὐ χαλεπώτερον ; Τὸ γὰρ ἀνδράσιν αὐτὰς νομίμῳ συναρμόσαι γάμῳ ἡβούλετο μὲν, οὐχ ἡδύνατο δὲ διὰ τὸ πολύ τῆς πενίας ὑπὸ πάντων εὐθὺς ἀτιμαζομένας, τοῦ σωμάτων ἔρωτος ἐνταῦθα πρὸς χρημάτων ἔρωτα τῶν δευτερείων ἀξιουμένου. Ὁ μὲν οὖν ἐν τούτοις ἦν, καὶ τὴν πονηρὰν ταύτην ὠδίνων ἔννοιαν· ἀλλὰ καὶ πρὸς ἔργον ἤδη ἐχώρει. Οὐδὲν γὰρ ἀνάγκης φησὶν ἰσχυρότερον. Τί δὲ σὺ, ὁ φιλάνθρωπος, ὁ ἀγαθὸς ἐν πᾶσι Θεὸς, ὁ ταῖς ἡμῶν ἀνάγκαις φιλανθρώπως ἐπικαμπτόμενος, τίνα μηχανήν εὑρίσκεις, καὶ τίνα δὴ θεραπείαν τοῦ ἁμάχου τούτου κακοῦ ; Εἰς ὦτα πεσεῖν τὸ γινόμενον τῷ θεράποντί σου παρασκευάζεις, καὶ ἄγγελον αὐτὸν ἀγαθὸν ἀνδρὶ καὶ κατὰ σῶμα πιεζομένῳ καὶ περὶ ψυχὴν κινδυνεύοντι θαυμαστῶς ἐπιπέμπεις, ὁμοῦ τε τὴν πρόνοιαν παραμυθούμενον, καὶ τῆς πρὸς ἀπώλειαν αὐτὸν φερούσης ἀπάγοντα. Πλὴν ὅρα μοι καὶ τοῦτο τῆς μεγάλης τοῦ ἁγίου ψυχῆς, πῶς συνάπτει φρονήσει τὸ συμπαθές. Οὐ γὰρ ὑπέμεινε τῷ ἀνδρὶ προσελθεῖν, οὐδὲ περὶ τούτου καὶ βραχύ τι διαλεχθήναι, οὐδὲ τὴν εὐεργέτιδα αὐτῷ καὶ μόνον παραδείξαι χεῖρα, ἃ σύνηθες μικροῦ πᾶσι ποιεῖν τοῖς μικροψύχοις τὸν ἔλεον. Ηδει γὰρ ὅτι φορτικὰ ταῦτα τοῖς ἐκ πλούτου καὶ δόξης εἰς τὸ ἀπορεῖν κατενηνεγμένοις, ἐντρέποντά τε τὰς ἐκείνων ψυχάς, καὶ εἰς μνήμην αὖθις ἐμβάλλοντα τῆς προτέρας εὐδαιμονίας. Ἀλλ' ὥσπερ ὑπερβαλέσθαι φιλονεικῶν καὶ τὴν εὐαγγελικὴν ἐκεῖνος παραγγελίαν, τὸ μὴ πιστευθῆναι τὴν ἀριστερὰν τὸ μυστήριον, οὐδὲ αὐτὸν ἠβουλήθη τὸν εὖ πάσχοντα μάρτυρα τοῦ πραττομένου παραλαβεῖν· οὕτω μακρὰν ἀπεῖχε τοῦ ἥττων εἶναι φιλοδοξίας· ἐπεὶ καὶ μᾶλλον αὐτὸς ἀγαθόν τι ποιῶν ἢ ἕτεροι πονηρὰ ὁρῶντες τὸ λαθεῖν ἔσπευδεν. Ἀμέλει καὶ ἀδρὸν ἀπόδεσμον εἰληφὼς χρυσίου, ἀωρὶ τῶν νυκτῶν ἔξεισι, καὶ πρὸς τὴν οἰκίαν τοῦ ἀνδρὸς ἐπιστάς, τὸ μὲν χρυσίον ἔκ τινος τῶν θυρίδων εἴσω καθίησιν, αὐτὸς δὲ ᾗ ποδῶν εἶχεν εὐθὺς ἐπάνεισιν, ὥσπερ αἰσχυνόμενος ὀρθῆναι διδούς. Ἑωθεν οὖν ὁ ἀνὴρ ἀναστάς, καὶ τὸ χρυσίον εὐθὺς εὑρών, ἔπειτα τὸν δεσμὸν λύσας, ἔκπληκτος ἦν, καὶ ἑαυτὸν μᾶλλον ἐξηπατῆσθαι ᾤετο, δεδιὼς μὴ οὐχὶ χρυσός ᾖ τὸ δρώμενον, ἀλλ᾽ ἀπάτη. Πόθεν γὰρ ἂν καὶ ὑπειλήφει τοιοῦτον, τὸ μὴ θελῆσαι τὸν εὐηργετηκότα μηδὲ συνέστορα τὸν εὖ παθόντα τῆς εὐεργεσίας παραλαβεῖν ; Ὅθεν ἄκροις ἐπιτρίβων αὐτὸ δακτύλοις, καὶ περιεργότερον ἐπαφώμενος, ἐπεὶ ἔγνω χρυσὸν ἀληθῶς εἶναι, ἥδετο, ἐθαύμαζεν, ἠπορεῖτο, θερμὸν ὑφ᾽ ἡδονῆς ἀπέσταζε δάκρυον, εἶχεν ὅ τι καὶ γένοιτο. ὡς δὲ πολλὰ στρέφων ἑαυτόν, οὐδένα εἶχε τῶν γινωσκομένων ᾧ ἐπιγράψειε τὸ γεγονὸς, ἐπὶ Θεὸν ἀνέφερε τοῦτο, καὶ δάκρυσιν εὐχαριστῶν οὐκ ἀνίει. Διὸ καὶ τοῦ πρὸς Θεὸν ἁμαρτήματος τὴν αἰτίαν ἐπείγετο πρὸ τῶν ἄλλων λύειν, καὶ μίαν τῶν θυγατέρων, ἡ πρώτη δὲ
col. 325–326page 13 of 246
PG 116:325αὕτη, πρὸς γάμον ἀνδρὶ συνάπτει, τοῦ αὐτομάτως ὥσπερ ῥυέντος χρυσοῦ ἢ Θεοπέμπτου, μᾶλλον εἰπεῖν, ἱκανῶς εἰς προίκα καταβληθέντος. Ὅπερ ἐπεὶ πρὸς γνῶσιν ἦλθε τῷ θαυμασίῳ, καὶ ἔγνω κατὰ τὴν γνώμην αὐτῷ πράξαντα τὸν ἄνδρα, τοῦτο γὰρ καὶ αὐτὸς ἔσπευδε, τὸ λύσαι διὰ τοῦ γάμου τὴν τοῦ κακοῦ πρόφασιν, εὐτρεπὴς ἦν τὰ ὅμοια καὶ πρὸς τὴν δευτέραν δρᾶσαι. Καὶ δὴ καὶ ἄλλον ἀπόδεσμον χρυσοῦ, ἰσοτάλαντον τῷ προτέρῳ, νυκτὸς ἐπιστὰς, καὶ οὐδενὶ αἴσθησιν δοὺς, αὐτῷ ἐπιπέμπει. Ὄρθρου δὲ μεταστὰς ὁ ἀνὴρ καὶ τὸ χρυσίον ἐπίσης εὑρηκὼς κείμενον, καὶ ἰδὼν ὅπως ὁ Θεὸς ἀπόνως αὐτῷ ὕει τὸν πλοῦτον, βίον τε δίδωσιν, ὥσπερ ὁ λόγος, ἀληλεσμένον, τῇ ὁμοίᾳ εἴχετο καὶ αὖθις ἐκπλήξει. Ταύτη τοι καὶ εἰς γῆν πεσών, καὶ τῷ ἐδάφει τὸ μέτωπον προσερείσας, θερμοτέροις αὐτῷ τοῖς δάκρυσιν ἔβαλλε, Θεέ, λέγων, ἀγαθέ, Θεὲ πάντων κηδεμὼν καὶ ἀγαθοῦ παντὸς αἴτιε, οἰκονόμε τῆς ἡμῶν σωτηρίας, ὁ καὶ πρότερον διὰ τὴν ἐμὴν ἐνανθρωπήσας παράβασιν, καὶ νῦν ἄμα παισὶ τῆς ἀναγκαίας ταύτης παγίδος τοῦ ἐχθροῦ ῥυόμενος, αὐτός μοι τοῦτον τοῦ σοῦ θελήματος ὑπουργόν, τὸν σὸν μιμητὴν, ζῶντα ἐν ἀνθρώποις ἄγγελον, ὃς οὕτω με ἀναπλάττει πάλιν, οὕτως ἐγκαινίζει μοι τὴν εὐημερίαν, οὕτως Ἐλευθερίου λύει βουλεύματος, αὐτός μοι τοῦτον ὅτίς ἐστι γνώρισον. Ἰδοὺ γὰρ τῷ ἐλέει τῷ σῷ, καὶ τὴν δευτέραν τῶν θυγατέρων ἀνδρὶ κατὰ νόμον ἐκδίδωμι, φυγούσαν ἤδη τὸ μνηστευθῆναι τῷ διαβόλῳ, ἐπὶ κέρδος ἐμοὶ προσφέρειν, ζημίας ὄντως ψυχικῆς πρόξενον. Ζ΄. Ταῦτά τε ἔλεγε, καὶ τῇ παιδὶ παραχρῆμα ἐτέλει τοὺς γάμους, μετέωρον ὥσπερ τὴν ψυχὴν ἔχων, ἐπὶ χρηστῶν τε ἐλπίδων ὀχούμενος, ὡς οὐδ᾽ ἐπὶ τῆς τρίτης ἂν εἰς μακρὸν ἀπορήσοι τοῦ συνοικήσαντος. Τὴν προίκα γὰρ ἤδη καὶ διὰ χειρὸς ἔχειν ᾤετο, θαῤῥῶν, ὡς εἰκὸς, ἀπὸ τῶν προτέρων. Ἔνθεν τοι καὶ προσεκτικὸς ἦν, καὶ τὴν ψυχὴν ἐμπαράσκευος, μὴ καὶ λάθῃ φοιτήσας ὁ εὐεργέτης, καὶ παρεσχὼν μὲν εὐφράνῃ, λυπήσῃ δὲ τῷ μηδὲ αὐτῷ γνώριμος γενέσθαι, τῷ εὖ πάσχοντι, μηδὲ τοῦτο μόνον ἐπιλαβεῖν θελήσαι, τὴν ὁμολογίαν τῆς χάριτος. Ὁ μὲν δὴ οὕτω πρὸς τὴν ἐκείνου ἔλευσιν διηγρύπνει· ἵσταται δὲ τὸ τρίτον ὁ εὐεργέτης βαθείας νυκτὸς ἐφύφῳ τοδί, καὶ παρὰ τῷ συνήθει τόπῳ γενόμενος ἴσον χρυσοῦ καὶ αὖθις ἀπόδεσμον διὰ τῆς αὐτῆς εἰσπέμπει θυρίδος, καὶ παραχρῆμα θέων ἐπανῄει· Αὐτὸς δὲ ὁ τὰς εὐεργεσίας συνήθως δεχόμενος, τοῦ ἐσπεσόντος χρυσοῦ τῶν ψόφων αἰσθόμενος, καὶ τούτῳ παρεῖναι πάλιν τὸν συνήθη πλουτοδότην μὴ ἀγνοήσας, ᾗ τάχους εἶχεν εὐθὺς ἐδίωκε· καὶ καταλαβὼν καὶ γνοὺς ὅστις εἴη, οὐδὲ γὰρ τῶν ἀσήμων ἦν εἰς ἀρετὴν οὐκ εἶχεν ἐκ περιχαρείας ὅ τι καὶ γένοιτο, ἐγκρατὴς ἤδη τοῦ θηράματος ὢν, καὶ τὸν εὐεργέτην ἐν χερσὶν ἔχων. Λαμβάνεται γοῦν ἡδέως τῶν ἐκείνου ποδῶν, καὶ λυτρωτὴν αὐτὸν καὶ βοηθὸν καὶ σωτῆρα ψυχῶν εἰς ἔσχατον ἀπωλείας ἐρχομένων ἐκάλει. Εἰ μὴ γὰρ τοὺς τοὺς, ἔλεγεν, οἰκτιρμοὺς ὁ μέγας ἐλέει διανέστησε Κύριος, πάλαι ἂν ἀπωλώλειν, πατὴρ ἄθλιος, μετὰ θυγατέρων, οἴ με! τριῶν. Ἀλλὰ νῦν σέσωκεν ἡμᾶς διὰ σοῦ, καὶ τοῦ μικροῦ τῆς ἁμαρτίας ἐῤῥύσατο πτώματος,
col. 327–328page 14 of 246
PG 116:327ἡγειρέ τε ἀπὸ κοπρίας πτωχούς, καὶ ἀπὸ γῆς ἀνέστησε πένητας. Ταῦτα ἐκεῖνος σὺν δάκρυσιν εὐφροσύνης καὶ θερμῷ πίστεως πνεύματι ἔφασκε πρὸς αὐτὸν, καὶ πολὺς ἦν, τοῖς μακαρίοις ἐκείνου ποσὶ προσκείμενος. Ὁ δὲ, ἐπειδὴ ἤδη φανερὸς ἤδη τῷ ἀνθρώπῳ γενόμενος, διανίστησι τε καὶ ὅρκοις αὐτοῦ τὴν ψυχὴν μεγίστοις καταλαμβάνει, μὴ ἂν πρὸς ἑτέρους παρ᾿ ὅλον αὐτοῦ τὸν βίον ἐξενεγκεῖν τὰ γεγενημένα, μηδὲ δημοσιεῦσαι τὸν ἔλεον. Ἓν μὲν δὴ τοῦ ἀνδρὸς τοῦτο, καὶ οὕτω μέγιστόν τε καὶ γνωριμώτατον· τὰς δὲ καθ᾿ ἕκαστον πρὸς τοὺς ἐν χρείᾳ διανομὰς καὶ τὸ χορτάζειν πτωχοὺς ἐν ἄρτῳ, καὶ διατρέφειν αὐτοὺς ἐν λιμῷ καὶ ψυχὰς πεινώσας ἀγαθῶν ἐμπιπλᾶν, ἀλλὰ ταῦτά γε οὐδὲ μετρίως ἄν τις εἰπεῖν ἐξαρκέσοι. Ἐπειδὴ δὲ καὶ τελεωτέρας ἀρετῆς ἤρα, καὶ μείζονος ἀπολαύσαι τῆς παρὰ Θεῷ οἰκειώσεως, λαμβάνει μὲν αὐτὸν ἡσυχίας ἔρως, ὠδίνει δὲ τὴν ἀποδημίαν οὕτω θερμῶς, ὡς μὴ ὂν ἄλλως αὐτῷ τοῦ ποθουμένου τεύξεσθαι. «Σχολάσατε γάρ, φησί, καὶ γνῶτε.» Διὸ καὶ μακρὰν ποιεῖν ἑαυτὸν ἔγνω, καὶ κατὰ τὸν Προφήτην εἰς ἔρημον αὐλισθῆναι. Ἐρημία μὲν γὰρ μήτηρ ἡσυχίας, ἡσυχία δὲ θείων ἐννοιῶν καὶ θεωρίας, οἰκειότατα Θεῷ συναπτούσης. Καὶ ποτε δόξαν αὐτῷ τὴν Παλαιστίνην ἰδεῖν, ὥστε τοῖς ἁγίοις ἐντυχεῖν τόποις, ἐν οἷς ὁ ὑπὲρ ἡμῶν παθὼν Κύριος τὰς ἐν κόσμῳ διατριβὰς ἐποιεῖτο, πλοίου ἐπιβὰς ἐξ Αἰγύπτου νῦν ἀναχθέντος ἐκεῖσε καταίρει, ὁμοῦ μὲν τὴν φίλην διψῶν ἐρημίαν, ὁμοῦ δὲ καὶ εἰς θέαν, ὡς ἤδη ἔφημεν, τῶν ἁγίων τόπων φερόμενος. Ἀλλ᾿ ὁ μὲν περὶ τούτου λόγος ἀναμεινάτω· ἡμεῖς δὲ τῷ πλῷ βραχύ τι προσδιατρίψωμεν. Ἔπλει μὲν οὖν εὐθὺ τῆς Αἰγύπτου. Τοῖς δὲ ναύταις οὐδὲν τοῦ μέλλοντος προγνωσθέν, τρικυμίαν οὗτος αὐτοῖς καὶ πνευμάτων ἀγριωτέρων ἐμβολὰς προαγγέλλει. Αὐτὸν γὰρ ἔφη τὸν πονηρὸν ἰδεῖν ἐπιβάντα μὲν τῆς νεώς, τὰ δὲ τοῦ ἱστοῦ καὶ τὰ τῶν πηδαλίων ἅμα καλώδια μαχαίρᾳ διατεμόντα, ὅλην τε περισχόντα τὴν ναῦν καὶ περιδινήσαντα, καὶ τῷ βυθῷ πειρώμενον αὔτανδρον καθεῖναι. Οὕτως ἔφη, καὶ παραχρῆμα ὥσπερ ἔκ τινος ἀπόπτου συνθήματος σφοδρά τις λαίλαψ, τῶν νεφῶν διαπνεύσασα, εἰς κλύδωνα μέγιστον τὸ πέλαγος αἴρει, αὐτοί τε οἱ συμπλέοντες οὐδὲν ἧττον ἐκυμαίνοντο τὰς ψυχὰς, καὶ παρὰ τῷ μεγάλῳ στάντες, ηὔχοντο μὲν τῷ Θεῷ, ἐδέοντο δὲ αὐτοῦ ἐπαμῦναι πικρῶς κινδυνεύουσι, καὶ μηδεμίαν ἐλπίζουσι τοῦ κακοῦ λύσιν, ὥσπερ ἀπὸ τοῦ προειπεῖν αὐτὸν καὶ τὸ δύνασθαι βοηθεῖν ἐλπίσαντες. Ὁ δὲ θαῤῥεῖν τε ἐκέλευε καὶ ταχεῖαν αὐτοῖς ἔσεσθαι τὴν ἀπαλλαγὴν τοῦ κακοῦ προεφώνει· διὸ καὶ συνῳδὰ τοῖς ῥηθεῖσι τὰ πράγματα ἠκολούθει, καὶ τὰ λυποῦντα πάντα ὀξέως λύετο. Ἥ τε γὰρ θάλασσα ἡμεροῦτο, καὶ εἰς γαλήνην ἀκριβῆ μετεβάλλετο, καὶ αὐτοὶ τῶν θρήνων εὐθὺς ἐκλαθόμενοι, πρὸς εὐθυμίαν ἐτράποντο. Ἐντεῦθεν Θεῷ μὲν καὶ τῷ αὐτοῦ θεράποντι τὴν χάριν διωμολόγουν. Διπλῇ δὲ τοῦτον θαυμάζοντες ἦσαν, τῷ τε προειπεῖν ἅμα τὴν τῶν σκυθρωπῶν ἔφοδον, καὶ τῷ λῦσαι ῥᾳδίως τὰ σκυθρωπά.
col. 329–330page 15 of 246
PG 116:329Θ'. Ἀλλὰ τούτων οὕτως ἐχόντων τῶν ναυτῶν εἰς (πάλιν γὰρ ὁ βάσκανος τὰ χρηστὰ ταῦτα πληγάς ἑαυτοῦ λογιζόμενος, ἀντιλυπεῖν ἐπειρᾶτο), ἐπὶ τὸ ἀκρότατον τῆς μέσης ἀνελθὼν κεραίας, ἐφ᾽ ᾧ τι τῶν τῆς νεὼς ὅπλων εὖ διαθεῖναι, ὡς ἤδη κατελθεῖν ἔμελλεν, ὁλισθήσας, ἐπὶ μέσην τὴν ναῦν καταπίπτει, καὶ ἔπνους ἔκειτο, καὶ νεκρὸς ἄντικρυς ἦν. Ὁ δὲ τὴν ταχίστην ἐπικουρεῖν εἰωθὼς προσευχῇ τοῦτον ῥᾷον ἢ τὸν ὑπνοῦντα διανιστᾷ, καὶ ζῶντα πάλιν αὐτόν τοῖς πλωτήρσιν ἀποκαθιστᾷ. Ἔπειτα ἱστία πάντα πετάσαντες, καὶ δι᾽ αὔρας λεπτῆς καὶ ἡδείας τὸ ἑξῆς τοῦ πλοῦ διανύσαντες, ὡς ἤδη τῇ γῇ προσέσχον πολλὰ τῶν παραδόξων εὐθὺς ἐτελεῖτο, καὶ θαυμασίων τις ἀνεκέχυτο θάλασσα. Εἰ γὰρ συνελόντα με δεῖ φάναι, οὐδεὶς ἦν ὁ ὑπὸ τοῦ πάθους ἢ νοσήματος πιεζόμενος, ἢ λύπῃ τινὶ βαρυνόμενος, ὃς ἐπὶ Νικολάῳ προσέλθοι, μὴ εὐθὺς ἰᾶτο, καὶ τὸ λυποῦν ἀπεβάλλετο. Οὕτως οὖν οὐ ῥᾳδίως μόνον, ἀλλὰ καὶ ἀμίσθου τῆς ἰάσεως γινομένης, πόσους μὲν εἶναι τοὺς ἰωμένους, πόσην δὲ πρὸς Θεὸν γίνεσθαι τὴν εὐχαριστίαν, καὶ πόσην ἄρα τῶν δοξολογούντων ἀθροίζεσθαι τὴν πανήγυριν, δίδωσιν ὁ λόγος ἐμπεσκοπεῖν. Τὰ γὰρ ἕκαστα τούτων διδύναι γραφῇ παρόμοιον εἴ τις καὶ θαλάττης ψάμμον καὶ ἀστέρων πλῆθος ἀριθμεῖν βούλοιτο. Ι. Ἐκεῖθεν ἀπάρας πρὸς τὴν τοῦ Χριστοῦ τάφον, καὶ παρὰ τὸν σεβάσμιον αὖθις Γολγοθᾶν ἔρχεται, γε καὶ ὁ σωτήριος ὑπὲρ ἡμῶν ἐπάγη σταυρός. Ἔπειτα καὶ τῷ τοῦ θείου σταυροῦ ξύλῳ νυκτὸς προσεισι, καὶ προσιόντι αὐτόματοι αἱ τοῦ ἱεροῦ διανοίγονται πύλαι, θερμὴν δὲ τὴν προσευχὴν καὶ συχνὴν ἐκεῖσε προσενεγκὼν τὴν προσκύνησιν, ἀφθονωτέραν καρπούται τοῦ ἀγαθοῦ Πνεύματος τὴν ἐνέργειαν. Ἐπὶ δὲ ἱκανῶς εἶχε τῆς ἐν Παλαιστίνῃ διατριβής, ἀσποντίῳ πρὸς τὴν ἐνεγκούσαν αὖθις χρῆται τῇ ἐπανόδῳ, ὄψεως αὐτῷ θείας τοῦτο ἐντειλαμένης, ὥστε μὴ ἐπὶ πλέον στέρεσθαι τῆς γλυκείας ἐκείνου φωνῆς τὰ αὐτοῦ πρόβατα. Ἐνταῦθα καὶ τοῦ πλοίου ἐπιβάντι τῷ θαυμασίῳ ἥ τε τῶν πλωτήρων ἐλέγχεται κακουργία, καὶ ἡ τοῦ θείου Πνεύματος ἐν αὐτῇ θαυματουργεῖται δύναμις. Ὁ μὲν γὰρ πρὸς τὴν πατρίδα πλεῖν ἔμελλε, καὶ τοῦτο πρότερον τοῖς καλοῖς ναύταις συνθέμενος, οὕτω δὴ τῆς νεὼς ἐπέβη· οἱ δ᾽ ἐπειδὴ ἀνείλοντο τὰς ἀγκύρας, οἴκου ἐμέμνηντο. Τοῦ λιμένος οὖν ἐξορμήσαντες, καὶ τὴν λόνην ἅμα διαπετάσαντες, τοῦ πνεύματος αὐτοῖς ἐπιφόρου πνέοντος, πρὸς τὴν οἰκείαν ἀπέπλεον. Ἔμελε δὲ οὐδαμῶς ἡ δίκη, ἀλλὰ παρὰ πόδας αὐτοῖς ἐπῄει, τὴν κακουργίαν κολάζουσα, καὶ βίαιός τις καταιγὶς εὐθὺς ἀντιπνεύσασα, τοὺς οἴακάς τε πάντρεψε, καὶ τὰ πηδάλια παρήνεγκε, καὶ αὐτοῖς τὸν ἐν βραχεῖ κίνδυνον ἠπείλει, τὸν δὲ τοῖς τῆς πατρίδος ἀπεδίδου λιμένι. Τί οὖν ἡ συμπαθὴς ἐκείνη καὶ μεγαλόφρων ψυχή; Οὐδὲ πικρίας οὐδὲ πού τινος στύφοντος ἐδεήθη πρὸς αὐτούς· ἀλλ᾽ εὐθὺς τοὺς μεταμελομένους εἶδε, καὶ αὐτὸς τῆς οἰκείας ἡττήθη χρηστότητος, καὶ πάλιν αὐτοὺς δι᾽
col. 331–332page 16 of 246
PG 116:331ἡ εὐπλοίας εἰς τὴν οἰκείαν ἀπέπεμπεν. Αὐτὸς μέντοι πρὸς τὴν τῆς ἁγίας Σιὼν ἱερὰν μονὴν, ἣν ὑπὸ τοῦ θείου αὐτοῦ ἤδη παγκάλως ᾠκοδομήσθαι ὁ λόγος ἐδήλωσεν, ἀναστρέψας, ἀσπάσιος τε αὐτοῖς ὠφθη, καὶ ἡδονῆς οἴας τοὺς ἐν αὐτῇ πάντας ἐπλήρου. Οἶδ' ὅτι πόθος ὑμᾶς κατέχει θερμός, καὶ διψάτε μαθεῖν, πῶς τε ἐπέβη τοῦ θρόνου, καὶ πῶς τὰ μετὰ τὴν προεδρίαν αὐτῷ διήνυσται. Ταῦτα γοῦν καὶ δηλώσων ὁ λόγος ἔρχεται. Ἐπεὶ γὰρ σοφῶς ἄνωθεν ἡ Πρόνοια τὰ κατ' αὐτὸν διετίθει, καὶ τὸ μέγα τοῦτο φῶς ἐπὶ μεγάλην ἔμελλε θήσεσθαι τὴν λυχνίαν, πάλιν αὐτὸν ἐπὶ τὴν πόλιν κατῆγε, φιλοπόνως τὸ θεῖον μέλι τῆς ἀρετῆς ἐργαζόμενον. Ι΄. Οὕτω δὲ μετιών ὥστε πάντων διαφεύγειν τοὺς ὀφθαλμούς, πλέον ἑαυτὸν δῆλον ἐποίει καὶ τοῦ παντὸς ἄξιον. Οὐ γὰρ ἔκρυπτε τὸν ἐργάτην ἡ ἀρετὴ, οὐχ ἧττον ἢ τὸ φῶς τοὺς ὑπ' ἐκείνῳ πορευομένους· καὶ οἱ τῶν αὐτοῦ δὲ πόνων καρποί ταχύ τοῦ δένδρου τὸ εὐγενές κατεμήνυον. Ἀλλὰ καὶ ὀφθαλμοὶ Θεοῦ τῶν ἀφανῶν ὄντες ἐπόπται, ἥκιστα καὶ ἔτι λανθάνειν αὐτὸν ἠνείχοντο. Ἀμέλει καὶ δῆλος γίνεται καὶ ὁ Πατὴρ ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδιδοὺς ἐκείνῳ κατὰ τὸ φανερόν δείκνυται, καὶ ὅπως, προσεκτέον τῷ διηγήματι. Ἄρτι τοῦ κατ' ἐκεῖνο καιροῦ τῆς Μυρέων προέδρου τὸν θρόνον ἄμφω καὶ τὸν βίον ἀπολιπόντος, ζῆλος εἰσῆλθε θεῖος τούς τε ὑπ' αὐτὸν ἐπισκόπους καὶ τοὺς λογάδας τοῦ κλήρου τὸν ἄξιον ἀποδοῦναι τῷ θρόνῳ· καὶ δή ποτε πάντων ἐκκλησιασαμένων, συνεβούλευε τις αὐτῶν, Θεοῦ δὲ τοῦτο καὶ τῆς ἐκείνου σοφίας οἰκονομία, εὐχῇ τὰ τοῦ πραγματος ἐπιτρέψαι, καὶ τὴν ἐκείνου χειροτονίαν τῇ ἄνωθεν ἐγχειρίσαι ψήφω. Οὕτως οὖν αὐτῶν τῇ εὐχῇ χρωμένων, ἤρεσε γὰρ ὁ λόγος, ὁ τὸ θελημα τῶν φοβουμένων αὐτὸν ποιῶν Κύριος, ἑνὶ τούτων τὸν προστησόμενον τῆς Ἐκκλησίας ποιεῖ γνώριμον. Ποιεῖ δὲ οὕτως· Εὐχομένῳ τῷ ἀνδρὶ τῷδε θεία τις ἐπιστᾶσα ὄψις, ἐπιτάττειν ἐδόκει παρὰ τὰς τοῦ ναοῦ εἰσόδους ἐλθόντι στῆναι, καὶ, Ὅσπερ ἂν, φάναι, Πρῶτος τὸν ναὸν εἰσελθοι, τοῦτον εἶναι τὸν τῷ ἐμῷ κινούμενον Πνεύματι. Νικόλαος ὄνομα τῷ ἀνδρὶ ᾧ καὶ τὴν ἐπισκοπὴν καὶ τὴν τῆς Ἐκκλησίας προστασίαν ἐγχειριστέον. Τοῦτο γὰρ αὐτῷ καὶ προώρισται. ΙΒ΄. Οὕτως ὁ θεῖος ἐκεῖνος ἀνὴρ μυηθείς, οὐκ ἀπόῤῥητα παρ' ἑαυτῷ κατέχει τὰ μυηθέντα, ἀλλὰ καὶ τῇ συνόδῳ ταῦτα καὶ τῷ κλήρῳ δῆλα ποιεῖ. Καὶ δὴ φιλοπονώτερον πάντων, τῆς εὐχῆς ἐχομένων, ὁ τὸν μέγαν ἐκκαλυφθείς, ἔνθα δὴ καὶ ἡ φανείσα ὄψις ἐκέλευεν, ἀφικνεῖται. Ἤδη δὲ περὶ τὸν ὄρθρον Πνεύματι θείῳ κινηθεὶς ὁ μέγας Νικόλαος, εἰς τὴν ἐκκλησίαν καὶ αὐτὸς ἀπήντα. Ἐπεὶ δὲ ἐν τῷ προναῷ γένοιτο, ἐντυχὼν αὐτῷ ὁ τῆς θείας ὄψεως ἐκείνης ἠξιωμένος· Πῶς ἄρα, ὦ τέκνον, καλῇ; εὐθὺς ἤρετο. Ὁ δὲ πράως οὕτω καὶ ἀφελῶς· Νικόλαος ἁμαρτωλός, δέσποτα, ἔφη, τῆς ἁγιότητος δοῦλος τῆς σῆς. Ὡς οὖν ὁ θεῖος ἐκεῖνος ἀνὴρ τὰ μέτρια ταῦτα καὶ ταπεινὰ πρὸς τοῦ μεγάλου ἀκούσειεν, ἅμα μὲν ἀπὸ τῆς τοῦ Νικολάου κλήσεως, ἣν καὶ ἡ θεία ὄψις αὐτῷ προειρήκει, ἅμα δὲ καὶ ἀπὸ τοῦ μεγέθους τῆς μετριοφροσύνης καὶ τοῦ συνάδοντος αὐτῇ σχήματος,
col. 333–334page 17 of 246
PG 116:333ματος, (οὐκ ἠγνόει γάρ, «Ἐπί τινα ἐπιβλέπειν οἶδε Θεός, ἀλλ' ὅτι ἐπὶ τὸν πρᾶον δηλαδὴ καὶ ἡσύχιον·) τοῦτον ἐκεῖνον εἶναι τὸν ὑπὸ τοῦ Θεοῦ δηλούμενον ἔγνω, καὶ παραυτίκα ἡδονῆς τε ἐπίπλατο, καὶ ἀγαλλόμενος διεδείκνυτο, οὕτω δὲ ἀγαλλόμενος, δεῖ γὰρ τὸ τῆς θείας φάνει Γραφῆς, ὡς ὁ εὑρίσκων σκύλα πολλὰ, καὶ ὁ θησαυρῷ τινι κεκρυμμένῳ περιτυχών, ὅθεν οὐκ ἀθεεὶ γενέσθαι τὴν τοῦ μεγάλου εὕρεσιν λογισάμενος, Ἀκολούθει μοι, τέκνον, ἔφασκε πρὸς αὐτόν. Καὶ παραλαβὼν ἤγαγεν ὡς τοὺς ἐπισκόπους. Οἱ δὲ συμβάλλουσί τε αὐτίκα τὸ πρᾶγμα εἰρημένον αὐτοῖς πρότερον ὑπὸ τοῦ ἀνδρὸς, καὶ μεστὴ θείας ἡδονῆς καὶ αὐτοῖς καθίσταται ψυχή, καὶ συμβαίνουσαν τῇ ἀπὸ Θεοῦ ψήφῳ τὴν τοῦ ἀνδρὸς κρίνουσιν ἀρετήν. Εἶτα τὸν ἅγιον, ὡς εἶχον, εὐθὺς παρὰ μέσον ἄγουσι τὸν ναόν. Πανταχῆ δὲ τῆς φήμης ὀξέως διαδραμούσης, φιλεῖ γὰρ ἐν οὕτω μεγάλοις πράγμασιν αὕτη συντόνῳ χρῆσθαι καὶ ταχεῖ τῷ πτερῷ, συῤῥεῖ μέν τι πλῆθος οὐκ ἐφικτὸν ἀριθμῷ. Πάντων δὲ ὁμοῦ συνελθόντων, εὐθὺς οἱ ἐπίσκοποι, Δέξασθε τὸν οἰκεῖον, ἀδελφοί, ποιμένα, γεγονοτέρᾳ λέγουσι τῇ φωνῇ, δέξασθε προθύμως, ὃν ἐν ὑμῖν ἔχρισε τὸ Πνεῦμα, ᾧ τὴν τῶν ὑμετέρων ψυχῶν κυβέρνησιν καὶ τὸν καταρτισμὸν ἐνεχείρισεν, ὃν οὐκ ἀνθρωπίνη ψῆφος, ἀλλὰ θεία προεχειρίσατο. Ἔχομεν τοιγαροῦν, ὃν θερμῶς ἐποθήσαμεν· ὃν ἐζητοῦμεν, ἀξιοπρεπῶς ἀπειλήφαμεν. Ὑπὸ τούτῳ ποιμαινόμενοί τε καλῶς καὶ ἀγόμενοι οὐκ ἀπορήσομεν ἐλπίδων τοῦ καὶ Θεῷ παραστήσεσθαι λαὸς περιούσιος, ἐν ἡμέρᾳ ἐπιφανείας αὐτοῦ καὶ ἀποκαλύψεως. Τούτοις τὸ πλῆθος προσετίθεσαν τὴν εὐχαριστίαν· ῥήματα τὰ πρὸς Θεὸν ἐφθέγγοντο εὐφροσύνης, οὐχ ὅπως καὶ λεχθῆναι ῥᾴδια. Ιγʹ. Ἡ μέντοι τῶν ἐπισκόπων ἱερὰ σύνοδος σὺν τῷ κλήρῳ, πᾶν εἴ τι νενομισμένον ἐπ᾿ αὐτῷ πρότερον διαθέντες, τῷ τῆς ἀρχιερωσύνης χρίσματι τελειοῦσιν, ἀναβαλλόμενον καὶ ὀκνοῦντα τὴν προεδρίαν διὰ δειλίαν ὄντως ἐπαινουμένην, μόλις δ᾽ οὖν ἐπὶ τὸν ἀρχιερατικὸν ἀναβάντα θρόνον, καὶ τῆς Μυρίων προκαθίσαντα, καὶ τὴν ἐπιστασίαν ἀναδεξάμενον ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας, καὶ τὰ τῆς εὐσεβείας δόγματα ὑγιῶς φρονοῦντά τε ὁμοῦ καὶ διδάσκοντα. Εἶεν· ἀλλ' ὁ πονηρὸς βάσκανον τούτοις ἐπιβαλὼν ὀφθαλμόν, ἀνθεῖν γὰρ οὕτως οὐκ ἤνεγκε τὴν εὐσέβειαν, ὀξὺς ὅτι μάλιστα τοὺς κρατοῦντας εἰσῄει, καὶ παρ' αὐτίκα σφοδρότερος τε ὁ διωγμὸς ἦν, καὶ βασιλικὰ διατάγματα κατὰ πάντων ἐφοίτα, πρὸς ἄρνησιν εὐσεβείας τοὺς πιστοὺς ἐκκαλούμενα. Εἰ δ᾽ οὖν, ἀλλὰ δεσμὰ καὶ φρουρά, καὶ βαρύταται βάσανοι, καὶ τέλος βίαιοι θάνατοι τοὺς ἀπειθοῦντας ἀμελλητὶ διεδέχοντο. Ταῦτα καὶ μέχρι τῆς Μυρίων ἐν βραχεῖ φθάνει πτηνοῖς ὥσπερ διακόνοις τοῖς ζέουσι τῆς ἀσεβείας χρώμενα. Ὁ θεῖος τοίνυν Νικόλαος, ἐπειδὴ πολὺς ἦν ἐν αὐτῇ τὰ Χριστιανῶν πρεσβείων καὶ τὴν εὐσέβειαν ἐλευθέρᾳ γλώσσῃ διακηρύττων καὶ τῷ εὐαγγελίῳ τοῦτο περιφανῶς ἐγκαλλωπιζόμενος, συλλαμβάνεται ὑπὸ τῶν τὰ πρῶτα φερόντων παρὰ τῇ πόλει, καὶ δεσμὰ καὶ στρέβλας καὶ παντοίαν ἄλλην βάσανον καταψηφισθείς, εἶτα καὶ φυλακῇ μετὰ πολλῶν καὶ ἄλλων Χριστιανῶν παραδίδοται, ἐν οἷς καὶ διέμεινε χρόνον οὐ τι μικρόν.
col. 335–336page 18 of 246
PG 116:335χρηστοῦ μὲν οὐδὲν μετέχων, τῶν ἐκ τῆς φύλακῆς δὲ λυπηρῶν ἀνεχόμενος, οὕτω γενναίως, ὥσπερ ἄν τις μᾶλλον ἡδέων κατατρυφῶν. Πλὴν οὐδὲ οὕτως ἀνίει ὁ τὰ πάντα γενναῖος, ἀλλ᾿ ὥσπερ τινὰ νεαρὰ φυτὰ τοὺς ὑπ᾽ αὐτῷ πάντας νάμασιν εὐσεβείας ἐπάρδων ἦν, ἐν ἀβραγεῖ τε θεμελίῳ τοὺς ἐκείνων πόδας ἱστῶν, καὶ γενναιοτέρου μὲν ἐμπιπλῶν ὁρμήματος, ἀξιομάχους δὲ στρατιώτας τῆς ἀληθείας αὐτοὺς παρεχόμενος. ΙΔ΄. ᾿Αλλ' εὐθύς ἥλιος μετὰ νέφος, καὶ ἠπία τις αὔρα μετὰ τὴν καταιγίδα καὶ φιλάνθρωπον, ὁ ἐμὸς Χριστὸς ἄνωθεν πρὸς τὸν αὐτοῦ λαὸν ἐπιβλέψας, καθαιρεῖ μὲν ἀσεβείας ἅπαντα σκῆπτρα, καὶ μετὰ τῶν φίλων αὐτοῖς δαιμόνων οἰμώζειν ποιεῖ· Διοκλητιανοὶ ταῦτα καὶ Μαξιμιανοί, καὶ ὅσοι μετ' αὐτοὺς τοῦ ἑλληνισμοῦ προειστήκεισαν. ᾿Ανίστησι δὲ κέρας σωτηρίας τῷ λαῷ αὐτοῦ, καὶ τύπῳ σταυροῦ δι' ἀστέρων τὸν Κώνσταντος καὶ Ἑλένης Κωνσταντίνον μετακαλεῖται, καὶ τὸ Ῥωμαίων αὐτῷ σκῆπτρον ἐγχειρίζει. Ὁ δὲ συνετὸς ὤν, καὶ τὸν καλέσαντα ὅστις εἴη μὴ ἀγνοήσας αὐτῷ τε ἐθάρσησε, καὶ ὑπ' ἐκείνου φραττόμενός τε καὶ δύναμιν ἐμπνεόμενος, οὐ μὴν ἀλλὰ καὶ τὰς χεῖρας μὲν εἰς παράταξιν, τοὺς δακτύλους δὲ εἰς πόλεμον διδασκόμενος, τρόπαιον κατὰ τῆς πλάνης περιφανὲς ἔστησεν· ὅτε καὶ ὑπερηφάνων μὲν ὀφθαλμοὶ τεταπείνωντο, καθῃροῦντο δὲ εἰδώλων ναοί, ἀνίεντο δὲ τῶν φυλακῶν οἱ διὰ Χριστὸν δέσμιοι· ἀνῳκοδομεῖτο δὲ τὰ Χριστιανῶν τεμένη, καὶ ταῖς τοῦ Θεοῦ ἐκκλησίαις ὁ προλαβὼν ἐδίδοτο κόσμος. Τοιούτου τοιγαροῦν δόγματος τὴν ὑπὸ χεῖρα πᾶσαν διαλαβόντος, ἐπὶ τὰς ἑαυτῶν πατρίδας οἱ τοῦ Χριστοῦ κατήγοντο ἕκαστος. Διὰ ταῦτα καὶ τὸν οἰκεῖον ἀρχιερέα Νικόλαον ἡ Μυρέων, μάρτυρά γε τῇ προαιρέσει, καὶ ἀναίμακτον ἀπελάμβανε στεφανίτην. Ὁ δὲ χαρίσματι Θεοδωρήτοις κατάκομος ὤν, πάθη τε πάντα ἰᾶτο, καὶ περίδοξος οὐ πιστοῖς μόνον, ἀλλὰ πολλοῖς ἐν βραχεῖ καὶ τῶν ἀπίστων ἐγένετο. Καὶ θαῦμα ἐν ταῖς ἀπάντων ἔκειτο ψυχαῖς, λόγου παντὸς ὑψηλότερον, ταύτῃ τοι καὶ τῶν εἰδωλικῶν πολλοῖς εἰς ἔτι βωμῶν συχνόν τι φύλον δαιμόνιον, ψωριάζον οἱονεὶ λείψανον ἀσεβείας, οὐκ ὀλίγοις τε τῶν Μυρέων ἀπωλείας αἴτιον καθιστάμενον, ζήλῳ μὲν θείῳ πίπρεται τὴν ψυχήν. ᾿Ανδρικώτατα δὲ διανίσταται καὶ τὴν ἐκείνων πᾶσαν περιελθών, ᾧ ἂν βωμῷ περιτύχοι, ὥσπερ τις ἀριστεὺς κατὰ δαιμόνων προχειρισθείς, εἰς ἔδαφός τε κατέσπα καὶ εἰς κόνιν αὐτοὺς ἐλέπτυνε σφόδρα πεποιθότως, καὶ οὕτως ἐκποδὼν τὴν τῶν πονηρῶν πνευμάτων πληθὺν ποιούμενος, καθαρᾶς ἀπολαβεῖν γαλήνης τῇ ποίμνῃ παρεῖχε. ΙΕ΄. Τοιαῦτα τῷ ἁγίῳ διαθλοῦντι κατὰ δαιμόνων ἔπεισί τις ἄνωθεν ἔννοια θειοτέρα, μηδὲ τοῦ τῆς Ἀρτέμιδος ἀποσχέσθαι ναοῦ, ὃς κάλλει τε κάλλιστος ἦν, καὶ μεγέθει τῶν ἄλλων μέγιστος, ἀπατηλοῖς δαίμοσι διατριβὴ πολυέραστος. Ὁρμῆς τοιγαροῦν ἐπὶ τοῦτον πλείονος αὐτὸν εἰσελθούσης, καὶ νεανικώτερον αὐτῷ ἐμβαλών, λέων, ὅ φασί, μετὰ ξίφους, οὐχ ὅσοις ὑπερανίστατο καθήρει, ἀλλὰ καὶ αὐτῶν ἐξανέσπα κρηπίδων, ἵνα μηδὲ μικρόν τι τῆς πλάνης ζώπυρον, μηδὲ ῥίζα ὑπολειφθῇ, δυναμένη καὶ ἔτι
col. 337–338page 19 of 246
PG 116:337τοὺς ἄφρονες πρὸς ταύτην παρακαλεῖν, καὶ συνελόντα φάναι, τὰ μὲν εἰς ἀέρα μετέωρα τοῦ ναοῦ τῷ ἐλάξει παρείχε, τὰ δὲ κάτω ὑπὸ γῆν εἰς ἀέρα ἧκε. Οἵ γε μὴν πονηροὶ δαίμονες, ὥσπερ βίαιόν τι καὶ τυραννικὸν ὑφιστάμενοι, δυνατοὶ μὲν ἀνθιστασθαι καὶ προσμένειν οὐδαμῶς ἦσαν, φεύγοντες δὲ ὅμως φωνὰς ἐφίεσαν, καὶ ἀδικεῖσθαι πρὸς αὐτοῦ τὰ ἔσχατα, καὶ τῶν οἰκείων ἀπελαύνεσθαι διετεί-νοντο. Καὶ οὕτω μὲν ταῦτα τῷ ἁγίῳ ἐχώρει, καὶ τέρας αὐτῷ χρηστὸν ἡ κατὰ δαιμόνων ἐλάμβανε στρατηγία. Ἀλλὰ μνησθῆναι πάλιν ὁ λόγος καὶ τῶν ἄλλων βούλεται, καὶ μὴ λήθῃ παραδοῦναι τὰ λόγου καὶ μνήμης ἄξια. Κωνσταντίνου τοῦ πρώτου βασιλέων πρεσβεύ-σαντος τὴν εὐσέβειαν τὰ Ῥωμαίων ἤδη διέποντος σκῆπτρα, καὶ τούτου δὴ τοῦ μεγάλου ἀρχιερέως τὸ περὶ αὐτὸν πλῆθος πρὸς ἀνάληψιν τῶν ὀρθῶν ἀσκοῦν-τος δογμάτων, καὶ πᾶν εἴ τι ἔκφυλον ἦν ἐν αὐτοῖς καὶ νόθον, ῥίζαις αὐταῖς ἀναιροῦντος, ἀθροίζεται κατὰ Νίκαιαν τὸ ὀρθόδοξον, ἐφ᾽ ᾧ τὸν εὐσεβῆ τῆς πίστεως ὅρον διακρατῦναι, τὴν Ἀρείου δὲ δύσφημον αἵρεσιν ἀειφυγίᾳ καταδικάσαι, καὶ στῆσαι μὲν κυμαινομένην τὴν Ἐκκλησίαν, ὁμότιμον τὸν Υἱὸν τῷ Πατρὶ δογματίσαντες, εἰς ἓν δὲ ἀμφό-τερα συνάψαι τὰ μέρη. Μέρος οὖν καὶ ὁ θαυμαστὸς οὗτος ἀρχιερεὺς τῆς ἱερᾶς συνόδου γενόμενος, στόμα κρεῖττον τῷ ὄντι κατὰ Ἀρείου γίνεται καὶ φθέγ-ματα κοιλίας μᾶλλον, οὐκ ἀληθείας, τὰ ἐκείνου δεί-ξας δόγματα, καὶ τοῦ τῶν κακῶν σπορέως ἀτεχ-νῶς σπέρματα, ἢ ὡς ἀράχνης νήματα λύσας ῥᾳδίως, καὶ κανόνα πᾶσι τῆς ὀρθῆς πίστεως ἀκριβῆ παρα-δούς, ἐντεῦθέν τε ἀναζεύγνυσι καὶ πρὸς τὴν οἰκείαν ἐπάνεισι ποίμνην. Καὶ τοῦτο δὲ πῶς ἄν τις εὐπετῶς παραδράμοι, φιλοθέων ὄντως διηγημάτων ἐραστὴς ὤν; λιμός ποτε τὴν Λυκίαν συνεῖχε δεινός· ἐσπά-νιζε δὲ καὶ ἡ Μυρέων τροφῆς καὶ τοῖς ἴσοις κακοῖς ἐπιέζετο. Ἐμπορίαν γοῦν τινι τῶν ναυτικῶν σίτου πεποιημένῳ ἐπιφανεὶς νυκτὸς ὁ μέγας Νικόλαος, καὶ τρεῖς αὐτῷ πρὸς ἀῤῥαβῶνα χρυσοῦς οὐ κατὰ φάντασμα δούς, ἀλλὰ καθαρῶς πρὸς ἀλήθειαν, εἰς τὴν Μυρέων κατᾶραι καὶ ἀποδόσθαι τὸν σῖτον τοῖς ἐκεῖ ἐπισκήπτει. Διυπνισθεὶς τοίνυν ὁ ἔμπορος, καὶ τὴν δεξιὰν εὑρὼν συμφθεγγομένην τῇ ἀληθείᾳ, τὸ γεγονός τε δι᾽ αὐτοῦ θαύματος ἐποιεῖτο, καὶ ὡς εἶχε τάχους πρὸς τὰ Μύρα κατήγετο. Εἶτα καὶ τὸν σίτον τῇ πόλει διαπωλήσας, ἑαυτῷ μὲν κέρδους, ἐκείνοις δὲ ζωῆς καθίστατο πρόξενος. Οὐδὲ τοῦτο παριδεῖν ἄξιον καὶ μὴ δοῦναι γραφῇ, εἰ καὶ περιφερόμενόν ἐστι πᾶσι καὶ καθωμιλημένον. Στάσις ὑπὸ τῶν Ταιφάλων κατὰ Φρυγίαν ἐνάπτεται τὴν μεγάλην· οὗ πυθόμενος ὁ βασιλεὺς Κωνσταντῖνος, καὶ κοινῇ περὶ τούτου διασκεψάμε-νος, τρεῖς τῶν ἀρχόντων ἅμα τοῖς ὑπ᾽ αὐτοὺς στρα-τεύμασι (Νεποτιανὸς ἦν καὶ Οὖρσος καὶ Ἑρπυλίων τὰ ὀνόματα), κατευνᾶσαι τὰ πράγματα καὶ τῆς εὐταξίας μεταγαγεῖν εἰς Φρυγίαν ἐκπέμπει. Οἱ δὲ πολλῷ τάχει τῆς Κωνσταντινουπόλεως ἀφορμη-θέντες, τινὶ λιμένι, οὗ Ἀνδριάκης τὸ ἐπίνειον ἐκαλεῖτο, τῆς Λυκίων κατήχθησαν ἐπαρχίας.
col. 339–340page 20 of 246
PG 116:339τοίνυν αὐτοῖς οὐ παρέχοντος τοῦ πελάγους, βραχύ πρὸς τῷ λιμένι διέτριβον. Ἐν τούτῳ δὲ τινες τῶν ὑπ' αὐτοὺς στρατιωτῶν· ἐξίασι τοῦ πλοίου, τὰ ἐπιτήδεια ὠνησόμενοι. Οἷα δὲ φιλεῖ τὸ στρατιωτικὸν (ἁρπαγῇ γὰρ τῶν ἀλλοτρίων καὶ βίᾳ τὰ πολλὰ χαίρουσιν), τὰ συνήθη κἀνταῦθα ἔπραττον, καὶ κακῶς τὰ τῶν προσοίκων ἐποίουν. Ἔπειτα καὶ εἰς στάσιν ἐχώρει τὸ πρᾶγμα, καὶ ταραχή τις πρὸς τῷ καλουμένῳ Πλακώματι ἀνηρέθιστο. Γνωσθὲν οὖν τῷ θαυμαστῷ Νικολάῳ, οἷος ἐκεῖνος ἐν τοῖς τοιούτοις πνεύματι τὴν ὁρμὴν ὅμοιος εὐθὺς ἐς τὸ ἐπίνειον ἧκεν. Ἐπεὶ δέ τισιν ὀλίγοις γέγονε δῆλος, τῇ φήμῃ διὰ πάντων ἐφοίτα, καὶ παραχρῆμα ἡ πόλις αὐτῷ πᾶσα, σύναμα καὶ τοῖς ἀπεσταλμένοις ἄρχουσι προσκυνήσοντες, ὡς ἔθος, ἀπήντων. Ἐρωμένῳ τοίνυν τοὺς ἄρχοντας ἐφ' ὅτῳ καὶ ὅθεν ἥκοιεν, ἐκεῖνοι πρὸς βασιλέως ἀπεστάλθαι εἶπον, ἐφ' ᾧ τοῖς κατὰ Φρυγίαν τὰς στάσεις καλῶς διαθεῖναι. Καὶ ὃς παραλαβὼν αὐτοὺς ἐν τῇ πόλει φιλοτίμως ἐξένιζεν. Εἶθ' οὕτω τὸν θόρυβον ἡπίως κοιμίσαντες τῶν στρατιωτῶν καὶ εὐλογίας ὥσπερ ἔδει τῆς παρ' αὐτοῦ τυχόντες. ΙΒ΄-Ι Γ΄. Ἐπεὶ ἔμελλον τῆς πρὸς Φρυγίαν ὁδοῦ ἔχεσθαι, προσελθόντες τινὲς τῶν τῆς πόλεως, θερμοτάτην οἵαν αὐτῷ καὶ περιπαθῆ προσφέρουσιν ἱκετείαν. Ἡ δὲ ἦν ἀμύνειν ἀδικουμένοις· καὶ τί γὰρ ἄλλ' ἢ ὅσον οὔπω καὶ αὐτοῦ τοῦ ζῆν κακῶς ἀπαλλαττομένοις; Ὁ γὰρ ἡγεμὼν Εὐστάθιος, ἔλεγον, χρημάτων ὅτι πλείστων ἥττων γενόμενος, ὑπὸ τῶν φθόνου καὶ κακίας δεινῶς ἡττωμένων τρεῖς τῶν ἐν τῇ πόλει ἄνδρας οὐδὲν ὅλως ἡμαρτηκότας οὐ μετρία τινὶ τιμωρίᾳ, ἦν γὰρ οὕτω τὸ χαλεπὸν φορητόν, ἀλλ' ἐσχάτῃ καταδίκῃ κολάζει. Ὑπὲρ οὗ καὶ ἡ πόλις ἐλεεινῶς κόπτεται, τὴν ἄδικόν τε ἀνοδύρεται τῶν ἀθώων σφαγήν, καὶ τὴν σήν, ὦ θαυμάσιε, παρουσίαν ἐπιβοᾶται. Εἰ γὰρ παρῆς, οὐκ ἂν τοιοῦτον ὁ ἥλιος μύσος ἔμελλε καθορᾶν. Τούτων ὁ τοῦ Θεοῦ ἄνθρωπος, καὶ τῆς ἐκείνου συμπαθείας ἀκριβέστατος μιμητὴς ἀκούσας, οὐχ ὑπερτίθεται τὴν βοήθειαν, οὐδὲ χρόνον ἐν μέσῳ τοῦ τε ἀκοῦσαι καὶ τῆς πρὸς ἐπικουρίαν ὁρμῆς, οὐδὲ βραχὺν τίθεται, ἀλλὰ τὸν ὑπὲρ τοῦ ἀγαθοῦ ζῆλον ὥσπερ τινὰ λεοντῆν ἐνδύς, εὐθὺς διανίσταται, καὶ παῤῥησίας πίπλαται τὴν ψυχήν· τοὺς εἰρημένους τε ἄρχοντας συμπαραλαβών, ὁδοῦ ἅπτεται. Ἔν τινι γοῦν τόπῳ, Λέων δὲ οὗτος ἐκαλεῖτο, γενόμενος, ἐπυνθάνετο τῶν παριόντων, εἴ τι περὶ τῶν ἀνδρῶν ἐκείνων εἰδεῖεν, καὶ ὅποι ἂν αὐτοὺς ἀπολίποιεν. Οἱ δὲ Κατὰ τοὺς καλουμένους, ἔφησαν, Διοσκόρους ἐν τῇ πλατείᾳ. Καὶ ὃς εὐθὺ τοῦ μαρτυρίου τῶν ἁγίων Κρίσκεντος καὶ Διοσκορίδου προῄει· καὶ ἐπειδὴ μάθοι τούτους ἄρτι τὴν πύλην ὑπερβαίνοντας παρὰ τὸν Βηρὰν ἄγεσθαι, τόπος δὲ οὗτος τῶν καταδίκων ἐπιθανάτιος, ἐπιτείνας τὴν πορείαν, καὶ τὸ ἐνδέον τῷ γήρει τῷ διαπύρῳ τῆς προθυμίας ἀναπληρῶν, ἐν βραχεῖ τὸν ὡρισμένον ἐπιφθάνει τόπον. Εἶτα ὁρᾷ πολὺν μὲν ὄχλον περιεστῶτα, τοὺς ἄνδρας δὲ ὀπίσω, φεῦ! τὰς χεῖρας δεδεσμημένους, καὶ τὰς ὄψεις κεκαλυμμένους, καὶ γυμνῷ τραχήλῳ τὴν πληγὴν ἀναμένοντας, αὐτόν τε τὸν δήμιον τὸ ξίφος ἤδη διεσπασμένον, καὶ φόνιόν τι καὶ μανικὸν βλέποντα, καὶ τὸ πρὸς σφαγὴν ὅρμημα τῷ προσώπῳ χαρακτηρίζοντα, ἐλεεινὸν θέαμα καὶ μηδὲ ὀφθαλμοῖς ῥᾳδίως ἀνασχετόν.
col. 341–342page 21 of 246
PG 116:341Γ΄. Ταύτα ἐκεῖνος ὡς εἶδε τὰ σκυθρωπά, πραότητι τὸ αὐστηρὸν κεράσας, οὔτε θρασύ τι καὶ τεταριγμένον ἄλλως ἐφθέγξατο, οὔτε ἀγεννώς προσήθη καὶ ὑφειμένως, ἀλλ' ὡς εἶχεν ἐπὶ τὸν δήμιον εὐθὺς παρελθών, τὸ ξίφος μὲν ἐκ τῶν ἐκείνου χειρῶν ἐξαιρεῖται, οὐδὲν ὑποδείσας, οὐ πτοηθείς, αὐτὸ δὲ βαλὼν κατὰ γῆς, τοὺς ἄνδρας τῶν κατεχόντων δεσμῶν ἀνίησιν. Ἀλλὰ τὸ πάντων θαυμασιώτατον. Ταῦτα γὰρ μετὰ πολλῆς ὁρῶντα τῆς αὐθεντίας πάντων ὁρώντων, οὐδεὶς ἦν ὁ κωλύσων, τὰ περιόντα, οἶμαι, τῆς ἀρετῆς, καὶ τὸν ὑπὲρ τοῦ δικαίου ζῆλον τοῦ ἀνδρὸς δυσωπούμενοι. Τοῖς μὲν οὖν σωθεῖσιν ἡ χαρὰ θερμὸν ἐκίνει τὸ δάκρυον καὶ ἡδὺ μεταβαλόντες καὶ χάριεν ἐκεκράγεισαν· τὸ δὲ πεδίον ὅλον θέατρον ἦν, εὐφημούντων, αἰνούντων, τὸ γεγονὸς ἀλλήλοις ἀπαγγελλόντων, ἐκπλήξει καὶ θαύματι νικομένων. καὶ ἐνταῦθα ὁ ἡγεμὼν Εὐστάθιος ἐπιφαίνεται, ὃς τοῦ θανάτου ποτήριον ἀδίκως αὐτοῖς ἐκίρνα. Ἀλλὰ παρεμφανέντα τοῦτον ὁ μέγας περιορᾷ, καὶ προσερχόμενον οὐ προσιέται, καὶ τοῖς ποσὶν αὐτοῦ προσπεσεῖν ἐπειγόμενον ἀπωθεῖται, κατειπεῖν τε αὐτοῦ πρὸς τὸν βασιλέα, καὶ καλέσαι κατ' αὐτοῦ τὸν Θεὸν, καὶ ὅλως κακοῖς περιβαλεῖν ἐκεῖνον ἐσχάτοις, διαπειλεῖται, ἀδικώτατα τῇ ἀρχῇ χρώμενον καὶ μεγάλοις ἐγχειροῦντα κακοῖς. Ὁ δὲ δεινῶς τοῖς τῆς μετανοίας κέντροις βαλλόμενος, καὶ συνειδότι πάντοτε τὴν ψυχὴν παθαινόμενος, δάκρυσι τὴν ἔλεον ἐθήρατο, καὶ ἱκέτης ἐλεεινὸς ἐγίνετο, τί μὴ, λέγων, τί μὴ ποιῶν, ὥστε καταλλαγῆναι αὐτῷ τὸν μέγαν καὶ παῦσαι τὴν ἀγανάκτησιν· Εἶτα καὶ τὴν αἰτίαν ἐπὶ Σιμωνίδην καὶ Εὐδόξιον τοὺς Μυρέων πρωτεύοντας μετετίθει. Τὸν δὲ ἄρα ψευδόμενος οὐκ ἐλάνθανεν. Ἤδει γὰρ ἀκριβῶς, ὅτι χρυσίου τὸ δίκαιον περὶ ἐλάττονος θείς, θάνατον ἀδίκως τῶν ἀθώων κατεψηφίσατο. Οὗτοι μὲν οὖν ὅλοι τῆς πρὸς αὐτὸν εὐχαριστίας ἐγένοντο, καὶ τὸ Νικολάου ὄνομα τῆς ἐκείνων γλώττης λάλημά τε καὶ λειτούργημα διηνεκὲς ἦν. Οἱ μέντοι ἄρχοντες ἀφ' οὗ ταῦτα εἶδον, τῶν παρ' αὐτοῦ θείων εὐχῶν καταξιωθέντες καὶ τούτους οἷόν τι καλὸν ἐφόδιον ἐπαγόμενοι, πρὸς τὴν Φρυγίαν ἀφίκοντο. Διαθέμενοί τε τὰ ἐν αὐτῇ πάντα καλῶς καὶ τὸ στασιάζον ἅπαν εἰς εἰρήνην μεταβαλόντες, ὅσα τε πρὸς βασιλέως αὐτοῖς ἐντέταλτο πέρατι δύντες, ἄσμενοι πρὸς τὸ Βυζάντιον εὐθὺς ἐπανῆλθον. Τούτοις ὑποδοχὴ φιλότιμος καὶ πολυτελὴς τῆς παρά τε βασιλέως καὶ τῶν ἐν τέλει παρεσκευάσθη, καὶ τὸ ἀπ' ἐκείνου ἀπόβλεπτοι καὶ ἐπίσημοι περὶ τὰ βασίλεια διήγον, καὶ πολλή τις ἦν ἡ περὶ αὐτοὺς αἴγλη. ΚΑ΄. Οὐκ ἄμελλε δὲ ταῦτα οἴσειν ὁ φθόνος, οὐδὲ ἀνεπτερωμένοις ὀφθαλμοῖς τὰ λαμπρὰ ταῦτα φορητὰ ἦν. ὥσπερ γὰρ ἥλιος νοσοῦσιν ὀφθαλμοῖς λυπηρός, οὕτω λαμπρότης πᾶσα τοῦ πλησίον καὶ εὔκλεια δάκνει τοὺς φθονερούς, καὶ προτιμῶσι μᾶλλον αὐτοὶ πάσχειν κακῶς ἢ τοὺς ἄλλους ὁρᾷν εὖ πράττοντας. Διὰ ταῦτα καὶ νῦν ἐντυχόντες τινὲς τῷ ἐπάρχῳ τῆς πόλεως, ἅτε παρευδοκιμούμενοι παρ' αὐτοῦ, δεινὴν συντιθοῦσι συκοφαντίαν, οὐ χρηστὰ λέγοντες τοὺς στρατηλάτας, οὐδὲ μὴν εἰς ἀγαθῶν τέχνων περιστήσεσθαι τέλος τὴν ἐκείνων σπουδήν.
col. 343–344page 22 of 246
PG 116:343ἀκοῦσαι, καὶ πονηρὰ τεκμαίρουσι κατὰ βασιλέως. Οὕτω τῶν ἀνδρῶν κατειπόντες, καὶ χρυσίου πολλοῦ τὸν ἔπαρχον ὠνησάμενοι, τὰς βασιλικὰς δι' ἐκείνου φθείρουσιν ἀκοάς. Εὐθὺς γὰρ εἰς ὄψιν αὐτὸς τῷ βασιλεῖ φενόμενος διέξεισί τε ἃ παρ᾽ ἐκείνων ἀκούσεις, καὶ πείθει ἐρήμην ἐπ᾿ αὐτοῦ ἀλῶναι τοὺς ἄνδρας, τὸ δὲ νῦν ἔχον, φυλακῇ δοθῆναι· Μὴ λαθόντες, φησὶν, δράσωσιν, ο πάντα μεμελετήκασι. Γέγονεν οὕτω, καὶ τοὺς ἄνδρας εἶχειν φυλακή, οὐδ᾽ αὐτὸ τοῦτο ἐπισταμένους, ὅτου χάριν τὸ δεσμωτήριον κατεκρίθησαν· τοσοῦτον ἀπεῖχον τοῦ πονηρόν τι βουλεύσασθαι κατὰ βασιλεως. ΚΒ΄. Χρόνος ὁ μεταξὺ συχνὸς, καὶ πάλιν ἡ πονηρία, καθάπερ οὐκ ἀρκουμένη τοῖς προλαβοῦσιν, ἀκόλουθον καὶ τέλος ἐπινοεῖ. Ετύγχανον μὲν γὰρ οὕτως οἱ ἄνδρες τῇ φυλακῇ προσκεκοπαθούντες· οἱ συκοφάνται δὲ, ἐπεὶ ὑποῤῥέοντα τὸν χρόνον ἑώρων, δείσαντες μή πού τι τῶν ἀδικήτων συμβὰν τὰ μὲν ἀποῤῥητα τοῦ δράματος διελέγξη, περιτραπῇ δὲ ὁ κίνδυνος κατ' αὐτῶν, καὶ ὧν ἔσπειραν αὐτοὶ τοὺς καρποὺς ἀμήσωνται, προσίασι τῷ ἐπάρχῳ πάλιν, καὶ δι᾿ ὄχλου πλείονος γεγονότες, ηξίουν μὴ οὕτως ἐᾶν τοὺς ἄνδρας μένειν ἐπὶ μακρῷ, ἀλλ᾽ ἀξίαν αὐττοῖς τὴν δίκην ἐπενεγκεῖν. Ἐκεῖνος οὖν, ἅτε φιλοχρημάτως ἔχων, καὶ ὑπὲρ τοῦ καταβληθέντος αὐτῷ χρυσίου τὴν καρδίαν διασεισθεὶς, μὴ καὶ ἀφαιρεθείη τοῦτον, πέρας τῶν ὑποσχεθέντων οὐκ εἰληφότων. δειλὸν γὰρ ὁ πλοῦτος· πρόσεισι τῷ βασιλεῖ καὶ αὖθις, τῇ τε τοῦ προσώπου ἐνστάσει καὶ τῷ ἀνθρωπῷ τῆς ὄψεως, κακῶν ἄγγελος ἥκειν ὑποφαινόμενος καὶ ἅμα δῆλος εἶναι βουλόμενος, τῆς ἐκείνου ζωῆς ἐκ παντὸς φροντίζων, εὐνοϊκῶς τε πρὸς τότον ἔχων, καὶ πιστότατα διακείμενος. Ενθεν τοι καὶ ποικίλως αὐτὸν ὑπιών, Οἱ κατὰ τοῦ κράτους, δέσποτα, ἔφη, τοῦ σοῦ μεμελετηκότες ἀνθ' ὧν ἀπέλαυσαν ἀγαθῶν, ὀλίγων γὰρ πάνυ τὸ σωφρόνως φέρειν εὐημερίαν, οὐδ᾽ ἐν τῇ φυλακῇ ὄντες ἀποστῆναι τοῦ κακῶς φρονεῖν πείθονται, οὐδέ τις αὐτοὺς αἱρεῖ μεταμέλεια, ἀλλὰ καὶ νῦν ἐμμένουσι τοῖς προτέροις, καὶ τὰ αὐτὰ πάλιν κακούργως ῥάπτουσιν. Εἰ μὲν οὖν ἔστι χαλεπά βεβουλευμένους παθεῖν χαλεπῶς, εἰ δ᾽ οὖν, ἀλλ᾽ ὅπως μὴ φθάσαντες οὗτοί πρότερον κακῶς ἡμᾶς δράσωσι. θορυβούσι ταῦτα τὸν βασιλέα καὶ εἰς ὑπονοίας ἐμβάλλουσιν, οὔμενουν εὐκαταφρονήτους. Αμέλει καὶ ἀνεῖναι φροντίδων τοὺς λογισμοὺς βουλόμενος, καὶ μὴ περιδεής οὕτω καὶ κατάφοβος ζῆν, θάνατον κατακρίνει τῶν ἀναιτίων. ΚΓ'. Ωριστο τοίνυν τὸ θανεῖν αὐτοὺς εἰς τὴν ἐπισοὖσαν. Η γὰρ ψῆφος ἐσπέρας δέδοτο, καὶ τῷ δεσμοφύλακι χαλεπός τις ἄγγελος προσελθὼν πάντα καταλέγει τὰ ψηφισθέντα. Ὁ δὲ πολλὰ πρότερον καθ' ἑαυτὸν θρηνήσας τὴν συμφοράν, ἦν γὰρ ὡς ἔοικε φιλάνθρωπος μᾶλλον ἢ ὅμοιος τῷ ὑπάρχῳ φιλόχρυσος, ἄλλως τε καὶ φίλος αὐτῶν καὶ συνήθης ἤδη γενημένος, εἶτα καὶ τοῖς ἀνδράσι πρόσεισι σκυθρωπὸς καὶ δεδακρυμένος, καὶ ἀπ' αὐτῆς ὥσπερ τῆς ὄψεως τὸ λυπηρὸν τοῦ πράγματος προαγγέλλων, καὶ, Ὄφελον, ἔφη, μηδὲ τὴν πρώτην ὑμῖν ἦλθον εἰς λόγους, μηδὲ τοσοῦτον ὁμοῦ διέτριψα χρόνον, μηδὲ τραπέζης μηδὲ ἀλῶν ὑμῖν ἐκοινώνησα δυστυχῶν.
col. 345–346page 23 of 246
PG 116:345Ῥᾷον γὰρ ἂν ὑπέστην τὴν συμφοράν, ἧττον ἤλγησε τὴν προκειμένην διάζευξιν, οὐκ ἄν μου τὸ παθος οὕτω καθίκετο τῆς ψυχῆς· αὔριον γὰρ ἀπ᾿ ἀλλήλων, ἀδελφοί, διαιρούμεθα τὴν πικράν, οἴμοι! καὶ τελευταίαν διαίρεσιν. Εἴ τι γοῦν περὶ τῆς οὐσίας βούλεσθε διαθέσθαι τῆς ὑμετέρας, μὴ καὶ φθάσῃ τὴν ὑμῶν γνώμην ὁ πικρὸς θάνατος. Ταῦτα ὁ μὲν εἶπε, θρηνών· οἱ δὲ τί γὰρ ἂν καὶ ἔδρασεν ἐπὶ τούτοις ψυχὴ μηδὲν ἑαυτῇ συνειδυῖα θανάτου ἄξιον;) περιεῤῥήγνυντο τὰς ἐσθῆτας, τὰς χεῖρας ἀλλήλοις συνέβαλλον, τὰς τρίχας ἔτιλλον, θρηνωδές τι καὶ γοερὸν ἀνακράζοντες, ἀπέβλεπον τε εἰς οὐρανόν, καὶ μάρτυρα τὴν θείαν ἐξεκαλοῦντο δίκην. Τίς ἡμῖν δαίμων ἐβάσκηνε, λέγοντες, τῆς ζωῆς; Τί δεινὸν ἡμεῖς εἰργασμένοι, τὸν τῶν κακούργων ὑποστῆναι θάνατον κατεκρίθημεν; Τίνες κατηγορούντες ἡμῶν, τίνες οἱ τὰ πεπραγμένα κακῶς διελέγχοντες; Ταῦτά τε ἔλεγον, καὶ τοὺς οἰκείους ὀνομαστὶ ἐκάλουν, τοὺς συγγενείς, τοὺς συνήθεις, τὸν θεῖον, ὡς μὴ ἐπιμαρτυροῦν αὐτοῖς τὴν ἄδικον σφαγήν. ΚΔ'. Οὕτω τὴν συμφοράν, φεύ! περιπαθῶς ἀποδυρομένων, εἷς τῶν τριῶν, Νεπωτιανὸς ὄνομα, εἰς μνήμην ἐλθὼν Νικολάου, καὶ ὅπως ἐν Μύροις ἀνωθεν ἐκεῖνος τριῶν προέστη, καὶ θανάτου ἐξείλετο, σωτήρ αὐτοῖς ἐκ παραδόξου καὶ ἀγαθὸς προστάτης γενόμενος, λόγον ἐμβαλών, ἐκίνει, καὶ τοῖς ἄλλοις ἐκοινολογεῖτο. Εὑρετικὸν γὰρ ἀνάγκη, καὶ πρὸς πολλὰς ἐννοίας ἐγείρουσα τὴν ψυχήν. Οὕτως οὖν πρὸς ἀλλήλους διομιλουμένοις αὐτοῖς μεσίτης κἀκείνοις τὰ πρὸς Θεὸν Νικόλαος αὐτίκα παρελαμβάνετο, καὶ, Κύριε ὁ τοῦ σοῦ Νικολάου Θεὸς, ὁ τοὺς τρεῖς ἄνδρας ἀδίκου πρότερον ἐξελὼν θανάτου, ἔπιδε καὶ νῦν ἐφ᾽ ἡμᾶς, ἔλεγον, μὴ ὄντος ἐν ἀνθρώποις ὁρᾷς, δέσποτα, τοῦ λυτρουμένου νῦν μηδὲ σώζοντος. Ἰδοὺ γὰρ συνέχεται ἡμῖν ἡ καρδία, καὶ αἱ βλέψεις αὐτῆς ἐπληθύνθησαν· ἰδοὺ καὶ ἡ φωνὴ πρὸ τῆς ψυχῆς ἡμᾶς ἐπιλείπει, καὶ ἡ γλῶττα τῷ πυρὶ τῆς καρδίας ὡσεὶ κηρὸς τήκεται, καὶ οὐκ ἔτι σοι οὐδὲ προσενεγκεῖν δυνάμεθα δέησιν, τῇ συνοχῇ τοῦ πνεύματος ἀφαιρεθείσης ἡμῶν τῆς φθογγῆς. Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε· ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς τῶν διψώντων ἡμῶν· σπεῦσον ὁ ἀγαθός, σπεῦσον εἰς τὴν ἡμῶν βοήθειαν. ΚΕ'. Τούτοις προσοχὼν ἡ τῶν φοβουμένων αὐτὸν, καὶ μᾶλλον ἢ πατὴρ προϊστάμενος, τὴν ταχίστην αὐτοῖς ἐκπέμπει βοήθειαν. Ὁ δὲ ἦν ὁ θεῖος αὐτοῦ θεράπων ὁ θαυμαστὸς τῷ ὄντι Νικόλαος, ὅς ὄναρ τῷ βασιλεῖ ἐπιστάς, Βασιλεῦ, ἔφη, τὸ τάχος ἀναστάς, τοὺς κατεχομένους ἐν τῇ φρουρᾷ στρατηλάτας τρεῖς ἀβλαβεῖς ἄνες. Συκοφαντία γὰρ πονηρὰ καὶ διαβολὴ ματαία τὸ κατ᾿ αὐτῶν. Εἶθ᾽ οὕτω καὶ οἷα πάσχουσιν ἀδικίαν ἐξετραγώδει καὶ τὰ τοῦ δράματος πρὸς ἀκρίβειαν διεξῄει, εἰ δ' οὖν, πόλεμον κατ' αὐτοῦ κινήσειν καὶ κακῶς αὐτὸν ἀπολεῖν ἠπείλει. Ἐκπλαγεὶς οὖν ὁ βασιλεὺς τὴν τοῦ ἀνδρὸς παῤῥησίαν τῇ τε ἄλλῃ καὶ ὅτι περὶ τῶν νυκτῶν τῶν βασιλείων ἔνδον ἐφαίνετο· Ἀλλὰ τίς, ἤρετο, σύ, ὁ τοιαῦτα ἐπισείων ἐμοὶ καὶ ἀπειλούμενος; Ὁ δέ· Νικόλαος ὁ ἐν τῇ Μυρέων μητροπόλει, ἔφη. Καὶ αὐτίκα μὲν ὑπὸ τῆς ὄψεως διαταραχθείς,
col. 347–348page 24 of 246
PG 116:347ἀνίστατο. Ὁ δὲ ἅγιος ἐπίσης καὶ τῷ ἐπάρχῳ Ἀβλαβίῳ ὑπνοῦντι ἐπιφανεὶς τὰ αὐτὰ περὶ τῶν ἀνδρῶν ἐπισκήπτει. Ἀβλαβίῳ δὲ ἐρομένῳ καὶ αὐτῷ ὄστις εἴη, Νικόλαος, ἀπεκρίνατο, τοῦ Χριστοῦ δοῦλος. Διυπνισθείς τοίνυν Ἀβλάβιος, ἔστρεφε τὴν ὄψιν καθ᾿ ἑαυτὸν, καὶ τί ποτε ἄρα τὸ φανὲν καὶ ὅ τι δηλούν, διεσκέπτετο· καὶ ἅμα ἤκει τις ὡς αὐτὸν ἐκ βασιλέως, μηνύων ἅπερ ὁ βασιλεὺς ἐν ὕπνῳ θεάσαιτο· καὶ ὃς ἀπαγγέλλει τὴν ὄψιν, καὶ τὰ φανέντα αὐτῷ διέξεισι. Πρὸς τὸ παράδοξον τοίνυν ἐκεῖνο τῆς θέας ἄμφω καταπλαγέντες, ὅ τε βασιλεὺς καὶ ὁ ἔπαρχος, καὶ ὅπως ὥσπερ ἀπὸ συνθήματος ἡ αὐτὴ ὄψις ἑκατέρῳ φανείη, ἐπειδὴ τὸν ὄνειρον συμβαλεῖν οὐκ εἶχον, μετακαλεσάμενος ἀπὸ τῆς φυλακῆς τοὺς στρατηλάτας ὁ βασιλεὺς, περιεστώτων ἁπάντων, Τίσι, φησί, μαγείαις ὑμεῖς χρησάμενοι, τοιούτους ἡμῖν ἐπέμψατε τοὺς ὀνείρους, πόλεμον οὕτω σφοδρὸν ἐπισείοντας, καὶ τὰ βαρύτατα καθ᾿ ἡμῶν ἀπειλοῦντας; Οἱ δὲ, μηδὲν τοιοῦτον ἑαυτοῖς συνειδότες, νεύμασιν ὥσπερ ἀλλήλους ἠρώτων εἴ τι ἂν τις εἰδείη, ἐκπεπληγμένον οἷον ἑκάστῳ τὸν ὀφθαλμὸν ἐπιβάλλοντες. Ὁ βασιλεὺς τοίνυν οὕτω τοὺς ἄνδρας ἔχοντας θεασάμενος, οὐδὲν τε τὸ παράπαν ἐοικότας εἰδέναι καὶ ξενιζομένους τὴν ἀκοὴν, ἐπὶ τὸ πραότερον εὐθὺς μεταβάλλει, καὶ προσχὼν αὐτοῖς ἀποκρίνασθαι πρὸς ταῦτα κελεύει. ΚϚʹ. Οἱ δὲ εἰς γῆν ἰδόντες καὶ δακρύων τοὺς ὀφθαλμοὺς πλήσαντες· Ἡμεῖς, εἶπον, βασιλεῦ, οὔτε μαγείαν ὅ τί ποτέ ἐστιν οἴδαμεν, οὔτε κατὰ τοῦ σοῦ κράτους, μάρτυς ὁ πάντα ἐφορῶν ὀφθαλμός, δεινόν τι μεμελετήκαμεν. Εἰ δὲ μὴ οὕτω ταῦτα, ἀλλά τι πονηρὸν ἡμῖν ἔσκεπται κατὰ σοῦ, μηδένα, ὦ βασιλεύ, μηδένα καθ᾿ ἡμῶν, μὴ πρὸς τῆς Τριάδος αὐτῆς, λέγης ἔλεον, μηδὲ ὅλου φείσῃ τοῦ γένους ἡμῶν, ἀλλ᾽ εἴ τι καὶ θανάτου βαρύτερον, ἀπόφηναι καθ᾿ ἡμῶν. Ἡμῖν, ὦ βασιλεῦ, οὗτος ἐκ πατέρων οἷα κλήρος εἰς ἀεὶ φυλαττόμενος, τὸ βασιλέα τιμᾶν καὶ τὴν εἰς αὐτὸν εὔνοιαν τοῦ παντὸς προτιμᾶν. Εἰ δὲ τις ταῦτα παραβαίνοι, ζημιοῦν αὐτὸν τὰ μέγιστα, καὶ ὡς πολεμίῳ τὸ λοιπὸν χρῆσθαι, ὥστε περὶ πλείονος μᾶλλον ἡμῶν τὴν σὴν ἤγομεν σωτηρίαν, καὶ διὰ ταῦτα ἔπαινοι, χάριτες, καὶ ἀμοιβαὶ φιλότιμοι παρὰ τῆς σῆς ἡμῖν ἐλπίζοντο δεξιᾶς. Ἐπειδὴ δὲ καὶ στασιώδης χείρ κατὰ τοῦ σοῦ κράτους κεκίνητο, καὶ τοιαύτην ἀνδρῶν ἀρετὴν ὁ καιρὸς ἐζήτει· τοὺς ἄλλους παραδραμών, ὅσοι τοῦ αὐτοῦ ἡμῖν ἐτύγχανον ἀξιώματος, ἡμᾶς, ὡς οὐκ ὤφελον, ἐκ πάντων προείλου, καὶ τὸν κατ᾽ ἐκείνων ἡμῖν ἐνεχείρισας πόλεμον. Ταῦτά τοι καὶ πρόθυμοι τῷ σῷ κελεύσματι εἴξαμεν, καὶ τὰ πρὸς αὐτοὺς εὐψύχως ἐπανειλόμεθα, καὶ τὴν οἰκείαν ἀρετὴν, σὺν Θεῷ δὲ εἰρήσθω, ἐπὶ τῶν ἔργων ἐπεδειξάμεθα. Ὅπερ εν οἶδ᾿ ὅτι συμφήσουσι πάντες, τοῦτο τὴν εὐδαιμονίαν πρότερον ἡμῖν παρασχόν, νῦν καθ᾿ ἡμῶν ὁ φθόνος ὁπλίζει· καὶ κρινόμεθα, φεῦ! ὦ Θεοῦ ὀφθαλμοί, γνώμης ἐπιβούλου, καὶ τὰ ἔσχατα πείσεσθαι προσδοκῶμεν. Ὥστε παριέστηκεν ἡμῖν, ὦ βασιλεῦ, ἡ τῆς πρὸς σὲ εὐνοίας ἀπόδειξις τιμωρίας μείζονος ὑπόθεσις εἶναι, καὶ ἀντὶ δόξης ἐλπιζομένης καὶ ἄλλων ἀμοιβῶν θανάτου
col. 353–354page 25 of 246
PG 116:353Α'. Λόγος γὰρ τις ἐκ μακροῦ τοῦ χρόνου καὶ εἰς ἡμᾶς φοιτήσας τὸν μακάριον τουτονί παραδίδωσι πρεσβυτικὸν μὲν τὸ ἦθος, ἀγγελικὸν δὲ τὴν θέαν, ἁγιασμοῦ δὲ καὶ χάριτος ἀποπνέοντα· καὶ ὡς, εἴ τις ἐκείνῳ καὶ ψιλῶς ἐντύχοι πολλὴ τῷ ἐντυχόντι παραχρῆμα καὶ διὰ μόνης δηλαδὴ τῆς θέας ἐπίδοσίς τε πρὸς τὸ βέλτιον καὶ μεταβολή τις ἐγίνετο. Καὶ ᾧ δ' ἂν ὑπῆρχε πάθει τινὶ καὶ λύπῃ βαρύνεσθαι τὴν ψυχὴν, οὗτος, εἰ καὶ μόνον αὐτῷ ἀτενίσειεν, ἱκανῆς ἀπέλαβε τοῦ λυποῦντος παραψυχῆς. Ἐξῄειν δὲ καὶ τις ὑπέρφωτος ἀστραπὴ τῆς ἐκείνου θέας, καὶ τὸ πρόσωπον κατέλαμπε μᾶλλον ἢ τὸ Μωσέως. Εἴ που τοίνυν συμβαίη τῶν ἑτεροδόξων αὐτῷ τινας καθ' ὁδὸν συνελθεῖν, μόνον εἰ τῆς ἐκείνου γλυκείας ἀπέλευσαν γλώττης, εὐθὺς ἀπῄεσαν τὴν ἐκ παίδων συναυξηθεῖσαν αὐτοῖς αἵρεσιν ἀποβεβληκότες, καὶ τὸν ὀρθὸν τῆς ἀληθείας λόγον ἐνστερνισάμενοι. Ὁ μὲν οὖν οὕτω βεβιωκώς, καὶ λαμπρῶς, κατά γε τὸν τῆς ἀρετῆς λόγον, καὶ ἀστείως πολιτευσάμενος, καὶ οἷόν τι μύρον ἥδιστον καὶ προσαγωγὸν ἐν μέσῃ τῇ Μυρέων πόλει τοὺς συνόντας μυρίσας, βαθύτατα τε γηράσας, καὶ πλήρης ἡμερῶν τῶν τε θείων καὶ τῶν λυομένων γένόμενος, ἐπεὶ καὶ αὐτὸν ἄνθρωπον ὄντα, ἔδει τῷ κοινῷ λειτουργῆσαι νόμῳ τῆς κοινῆς φύσεως, νόσῳ περιπίπτει βραχείᾳ. Ἡ δέ αὐτῷ εἰς εὐχαριστίας τὰς πρὸς Θεὸν καὶ ὕμνους ἐξοδίους καὶ προπεμπτηρίους διέβαινε, καὶ τῇ τῆς ἐκδημίας ἐλπίδι χαριέστατα ἐτίθει τὸν μέγαν. Ὅπερ γὰρ τοῖς ἄλλοις τὸ τῇ σαρκὶ παραμένειν, τοῦτο ἐκείνῳ τὸ διαζευχθῆναι τοῦ σώματος ἦν. Ἀλλ' ὁ μὲν οὕτω τὸν ἐπίκαιρον καταλείπει βίον καὶ πρὸς τὴν μακρὰν ἐκείνην καὶ μακαρίαν διαβαίνει ζωήν, λαμπρότησιν ἀγγέλων συνὼν καὶ συναγαλλόμενος, καὶ τὸ τῆς Τριάδος φέγγος ὁρῶν, τρανότερόν τε καὶ καθαρώτερον. Τὸ δὲ τούτου σώμα τὸ τίμιον, χερσὶν ὁσίαις ἐπισκόπων, τοῦ κλήρου παντὸς, καὶ λαμπροφορίᾳ τιμώμενον, τῷ ἐν Μύροις ναῷ κατοτίθεται, μύρον καὶ εἰς τότε χρόνον προχέον, νόσων ψυχικῶν καὶ σωματικῶν ἴαμα. ΑΔ'. Τῶν γοῦν ἀπανταχόθεν γῆς ἐκεῖ συῤῥεόντων καὶ ἀφθόνου μεταλαγχανόντων τῆς χάριτος, συνέβη εὐθύς τινας τῆς Λυκίων διῳκισμένους, καὶ ὁδῷ συχνῶν ἡμερῶν ἀπέχοντας, ἔρωτι ληφθῆναι χρηστῷ, τοῦ ἁγίου μνῆμα καταλαβεῖν, ἀρύσασθαί τε τοῦ μύρου καὶ κατατρυφῆσαι τοῦ ἁγιάσματος. Καὶ δὴ τὰ σιτία ἐνθέμενοι τῇ νηΐ, πρὸς τὴν Λυκίαν ἀποπλεῖν ἔμελλον. Πονηρὸν δὲ δαιμόνιον ἢ τῷ βωμῷ παρὰ τῆς Ἀρτέμιδος ἐνοικοῦν, ὁ πολὺς Νικόλαος ἐκεῖθεν μετὰ τῶν ἄλλων ἀπώσατο, εἰς ἔδαφος τὸν βωμὸν κατασείσας. Τοῦτο δὴ τὸ πονηρὸν πνεῦμα τὸν πλοῦν ἐκεῖνον αἰσθόμενον, καὶ ἅμα μὲν μνησικακοῦν τῷ ἁγίῳ τῆς τε τοῦ νεὼ καταστροφῆς καὶ τῆς ἐκεῖθεν ὑπερορίας· καὶ ὅση δύναμις ἀντιμάχεσθαι σπουδάζον, ἅμα δὲ καὶ τοῦ ἁγιασμοῦ τοὺς ἄνδρας ἀποστερῆσαι βουλόμενον, καὶ τὸν πόθον ἀμβλῦναι, γυναῖκα ὑποκριθέν, ἄγγος τι πλῆρες ἐλαίου μετακομίζειν ἐδόκει, καὶ αὐτὸ προθυμεῖσθαι μὲν
col. 355–356page 26 of 246
PG 116:355πολὺ τοῦ πλοῦ, καὶ τοῦτο τῆς ἐπιθυμίας εἰργεσθαι. Πῶς γὰρ καὶ τολμητήν, φησί, γυναικὶ πέλαγος τοσοῦτον; Δέομαι τοιγαροῦν ὑμῶν, τὸ ἀγγος τουτί λαβόντας, μετακομίσαι τὰ παρὰ τὸν τάφον, καὶ τῷ τοῦ ἁγίου λύχνῳ τὸ ἔλαιον ἐμβαλεῖν. Τοιαῦτα τὸ βδελυρὸν ἐκεῖνο δαιμόνιον ἔλεγέ τε καὶ ἐδεῖτο περὶ τοῦ ἄγγους τῶν φιλοθέων. Τὸ δὲ ἄρα πονηρά τις εἰσπεῖν ἐνέργεια, καὶ ὅλως ἀξία τοῦ δεδωκότος. Πείθει τοίνυν πολλὰ δεηθέν. Καὶ λαβοῦσιν αὐτὸ μετὰ χεῖρας, ἐπεὶ ὁ τῆς πρώτης ἡμέρας αὐτοῖς πλοῖς ἤνωστο, σὸν ἄρα καὶ τοῦτο ἔργον, μέγιστε τοῦ Θεοῦ θεράπον καὶ δεξιὲ τοῖς κινδυνεύουσι παραστάτη. Νύκτωρ ἑνὶ τῶν συμπλεόντων ἐπιφανεῖς καθεῖναι κατὰ βυθοῦ τὸ ἄγγος κελεύει. Ὁ δὲ καὶ τοῖς ἄλλοις ἐσήμαινε, καὶ ἀποφέρειν ὡς τὸν τοῦ ἁγίου τάφον, δεδοικέναι δέ τὸ παρ' αὐτίκα ὄρθρου διαναστάντες, τὸ κελευσθὲν ἐποίουν. Τὸ γοῦν πεπονηρευμένον ἑτοίμως, ὅπερ ἦν, ἀπηλέγχετο. Φλόξ γὰρ εὐθὺς μετέωρός τε εἰς ἀέρα ἤρετο, καὶ ὀδμαὶ δυσώδεις, τὸ ὕδωρ αὐτῷ διέσχε, κατωθέν τε ἀνακαχλάσαν, βρασμώδεις ψόφους ἀνεδίδου, καὶ σπινθῆρες αἱ σταγόνες ἦσαν, ἥ τε ναῦς κλύδωνι τοσούτῳ περιληφθεῖσα, καὶ ὀλίγου ἤδη κατεδύετο, καὶ οἱ ἄνδρες τῷ παραλόγῳ τοῦ κινδύνου κατάφοβοι γεγονότες, ἀπεγνωκός τι καὶ ἄγριον ἀπέβλεπον εἰς ἀλλήλους, καὶ ὅλως ἐν ἀπόρῳ ἅπαντα τὰ ἐκείνων ἦν. Ἀλλ' ὁ πόῤῥωθεν αὐτῶν τῆς σωτηρίας κηδόμενος, καὶ τὸ ἄγγος ἀφεῖναι κατὰ βυθοῦ κελεύσας, σὺ αὐτὸς κἀνταῦθα ἐπιφανείς, τοῦ χαλεπωτέρου κινδύνου παραδόξως ῥύῃ. Ὁμοῦ τε γὰρ ἡ ναῦς βραχύ του τόπου διεστη, καὶ τοῦ δέους αὐτοὶ ἀνείθησαν καὶ αὔρά τις περιέπνευσε τούτους μαλακὴ καὶ εὐώδης, καὶ ἤσθησαν τῇ πνοῇ, καὶ τὰς ψυχὰς ὡς ἥδιστα διεθέτησαν. ΛΒ. Ταῦτά σοι πρὸς Θεοῦ τὰ γέρα, Νικόλαε, αὗται τῶν πόνων οἱ ἀμοιβαί, ταῦτα τῶν ἀσκητικῶν ἄθλων τὰ ἔπαθλα, τὰ κατὰ τὴν παρόντα φημὶ βίον. Τὰ γὰρ τοῦ μέλλοντος ἐκεῖνα πάντως εἰσὶ, τὰ μήτε ὀφθαλμοῖς θεατὰ, μήτε ὠσὶν ἀκουστὰ, μήτε καρδίας ληπτὰ γενόμενα, ἃ ἑτοιμάσαι τὸν Θεὸν δεδιδάγμεθα τοῖς ἀγαπῶσιν αὐτόν. Ἐγὼ δὲ σε οὐδὲν ὀκνήσω καὶ λαμπρὸν μάρτυρα καλέσαι καὶ στεφανίτην ἀναίμακτον, ὅσα γε ἀναφέρειν εἰς προαίρεσιν ἐπιστάμεθα, εὐχῇ μόνῃ τὸ δυσσεβὲς κράτος καταβαλόντα, καὶ καλῶς τῆς ὑπερορίας ἀνακληθέντα, καὶ μετὰ λαμπρῶν τροπαίων ἐπανελθόντα Χριστιανοῖς, καὶ τὴν προτέραν τιμὴν τῇ δευτέρᾳ διαδεξάμενον ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ᾿ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ καὶ ἀγαθῷ Πνεύματι δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Day 8Die 8

col. 357–358page 27 of 246
PG 116:357ΒΙΟΣ ΚΑΙ ΠΟΛΙΤΕΙΑ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΑΤΑΠΙΟΥ.
col. 359–360page 28 of 246
PG 116:359Γ΄. Ὡς οὖν πολὺ τὸ συῤῥέον ἦν, καὶ πόλεως που ρεῖχε σχῆμα τῷ πλήθει τῶν προσιόντων ἡ ἔρημος, ἐκείνην μὲν φεύγει, καὶ τοὺς καλῶς εἰδότας αὐτὸν, ἄγνωστος δὲ τῇ Κωνσταντίνου ἐπιφοιτᾷ, καὶ πρὸς τῷ ἐν Βλαχέρναις τείχει τὴν κατοικίαν θέμενος, ἑαυτῷ μόνῳ καὶ τῷ Θεῷ προσέχων ἦν, ξένος, ἐρη μος, ἄμικτος τοῖς πολλοῖς καὶ ἀθέατος, καὶ ἅπερ ἄν ἄλλος πέρας ἔθετο τῶν ἀγώνων, ταῦτα ἐκεῖνος ἀρ χήν εἶναι νομίσας, τὰ προλαβόντα φημὶ καὶ αὐτῷ ἤδη κατορθωθέντα, θερμῶς ἐχώρει τοῖς ἔμπροσθεν, μειζόνων ὥσπερ τῶν ἀγώνων ἁπτόμενος, καὶ ἑαυτὸν ὅλον τῆς πρὸς τὸ σῶμα συμπαθείας ἀπείργων, οὐδὲν αὐτῷ μέλον στολῆς, οὐδὲν τροφῆς, ὕπνου οὐδὲν, τὸν μὲν ἀσκητικὸν εἴτουν πρακτικὸν ὑπερβάντι βίον, τὸν ἀγγελικὸν δὲ ζηλοῦντι καὶ μετὰ σώματος, τοῖς τε ἄλλοις καὶ τῷ νοερῷ συγγίνεσθαι, καὶ τὸν λογι σμὸν ἐπιστρέψαντα τὸ συγγενὲς ἐκεῖνο καὶ θεῖον κάλλος φαντάζεσθαι. Οὕτω τῇ πράξει συνδραμοῦσα ἡ θεωρία, ὅλον ἤδη μετέωρον εἶχε τὸν ἀσκητὴν, καὶ πρὸς αὐτὸν ἀνεπτέρου τὸν οὐρανόν. Πολλὴ δὲ καὶ ἡ θαυματουργὸς ὑπερήνθει χάρις, κρύπτειν ὥσπερ τῆς ἀρετῆς τὸν ἐργάτην μὴ δυναμένης, καὶ ἅμα τοῦ Θεοῦ δοξάζοντος τοὺς αὐτὸν δοξάζειν προηρημένους. Ἀλλ' ὅ μοι λέγειν ὁ λόγος ὥρμηται, ὅπως τῆς μὲν δόξης ὡς ἥκιστα φροντίζων, τοῦ δὲ λανθάνειν ὡς μάλιστα δῆλος, κἀνταῦθα ὁ μέγας τῶν θαυμάτων θησαυρὸς καὶ τῆς ἀρετῆς καθίσταται. Δ΄. Νεανίας τις, τὴν μὲν αὐγὴν τῶν ὄψεων ἐκ γενετῆς ἀπολωλεκώς, τῷ δὲ φωτὶ τῆς πίστεως ἄρι στα λαμπρυνόμενος, ἄνωθεν αὐτὸν ἐπὶ τοῦτο τῆς Προνοίας κινούσης, τῷ μεγάλῳ τούτῳ προσέρχεται. Καὶ μιμεῖται τὸν ἐν Εὐαγγελίοις τυφλόν· πλὴν ὅσον τῷ Χριστῷ μὲν ἐκεῖνος, οὗτος δὲ τῷ Χριστοῦ θερά ποντι πρόσεισι, καὶ φθέγγεται τὰ ἐκείνου μετὰ τῆς αὐτῆς θερμότητος καὶ τοῦ πάθους, Ἐλέησόν με, λέγων, καὶ φῶς μοι τοῖς ὀφθαλμοῖς ὄρεξον, ὁ τοῦ φωτὸς ὄντως υἱὸς καὶ τῆς χάριτος, ἵνα κἀγὼ, θεατής τῶν ὁρωμένων τούτων γενόμενος, θαυμάσω μὲν αὐτ ῶν τὸ ἐξαίρετον, ὑμνήσω δὲ διὰ τῶν κτισμάτων τὸν κτίσαντα. Καὶ ταῦτα μὲν ὁ τυφλός· ὁ δὲ τοῦ ἐλέους ἐκεῖνος ἄνθρωπος, ἰδὼν τοὺς μὲν ὀφθαλμοὺς μηδὲ μετρίας αὐγῆς μετέχοντας, τὴν δὲ πίστιν τοσαύτην ἣν φησιν ἡ θεία φωνὴ καὶ ὄρη ποιεῖν μεθ ίστασθαι, ἐπικλᾶται μὲν, πῶς γὰρ οὔ ; ψυχῆς ὢν ἡ μερωτάτης καὶ φιλανθρώπου, καὶ ἅμα τὴν ἐκείνου βασανίζων γνώμην. Τί μοι, νεανία, φησί, προσιών, τὰ ὑπὲρ ἐμὲ διδόναι ζητεῖς ; Τί τοιοῦτον ἐν ἐμοὶ θεασάμενος, ἔργον ἀπαιτεῖς τοσοῦτον, ὁ μόνος τελεῖν δυνατὸς ὁ τῶν ὅλων δημιουργός ; Ἐκεῖνος γὰρ ταῦτα ἔνθα καὶ ὅτε καὶ οἷς βούλεται, παραδόξως δίδωσι. Τούτοις ἠρέμα τοῖς ῥήμασι τὸν νεανίαν ἀποσοβών, οὐδέν τι μᾶλλον εὕρισκε τῆς πίστεως ὑφιέντα, οὐδὲ τῆς πρὸς αὐτὸν αἰτήσεώς τε καὶ τῆς ὁρμῆς ἐνδιδόντα, ἀλλ' οἰκτρὰς ἔτι φωνὰς ἀφίει. Καὶ ἐλεεινὸς μὲν ἑωρᾶτο τοῦ σχήματος, θαυμαστὸς δὲ τοῦ φρονήματος.
col. 361–362page 29 of 246
PG 116:361τος καὶ τῶν λόγων πείθων ῥήμασι, δάκρυσι δεόμενος, ἐλεούμενος, παντοῖος οὕτω γενόμενος, τέλος διαβεβαιούμενος ὡς οὐκ ἀποστήσεται, εἰδὼς ὅτι λήψεται παρ' ἐκείνου τὴν θεραπείαν. Τότε γοῦν ἀδίκανστόν τε καὶ ἀναμφίβολον παρ' αὐτῷ τὴν πίστιν εὑρών, μετρεῖ τὴν χάριν ὁ μέγας, καὶ ἐπεὶ λόγον εἶχεν ἀρκοῦντα πρὸς θεραπείαν, Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, λέγει, τοῦ καὶ τυφλοῖς φῶς καὶ ζωὴν χαριζομένου νεκροῖς, ἐφ' ᾧ καὶ αὐτὸς πεπιστευκὼς παραγέγονας, ἔσο βλέπων. Ὁ μὲν εἴρηκεν· ὁ δὲ ἑώρα, καὶ εὐθὺς οὕτως ἔχων ἑωρᾶτο, καὶ ἀπῄει πάντα ποιῶν, χαίρων, δοξάζων, εὐχαριστῶν, τοὺς ὀφθαλμοὺς πάντων ἐπιστρέφων πρὸς ἑαυτόν, ὡς καί τινας ἐπισημαίνεσθαι τῷ δακτύλῳ, Οὗτός ἐστι, λέγοντας, ὁ ποτὲ τυφλός. Αὕτη τῶν τοῦ μεγάλου Παταπίου θαυμάτων ἀρχὴ, καὶ οὗτος ὁ τρόπος τοῦ μὴ τὸ μέγα τῆς ἐκείνου χάριτος φῶς ἀμάρτυρον εἶναι καὶ τοῖς πολλοῖς ἀθέατον. Βούλεται δὲ ὁ λόγος καὶ ἕτερον ἐπ' αὐτῷ προσθεῖναι, οὐδὲν εἰς θαύματος λόγον τοῦ προτέρου λειπόμενον. Ε΄. Ἀνήρ τις ἐν Βυζαντίοις ἐπίσημος ὑδέρῳ εἴχετο, καὶ δεινῶς τὸ σῶμα πεφύσητο. Πάντα δὲ τὰ προσόντα εἰς ἰατρῶν ἐκκενώσας χεῖρας, ἐκείνους μὲν ὤνησε ἀποφήνας εὐπορωτέρους, ἑαυτὸν δὲ πρὸς τῇ ὑγείᾳ καὶ τὴν οὐσίαν ἀποβαλέσθαι πεποίηκεν. Οὗτος, τῶν μὲν ἀπογνούς, τὴν δὲ σωτηρίαν τῆς ἄνωθέν τε ῥοπῆς καὶ τῆς τοῦ μεγάλου ἀπαρτήσας εὐχῆς, ἔρχεται παρ' αὐτὸν, καὶ δείκνυσι τοῦ πάθους τὴν χαλεπότητα, τὴν δριμύτητά τε τῶν ὀδυνῶν ἐξαγγέλλει. Ὁ δὲ, πρᾶγμα καινὸν ἰδὼν καὶ οἰκτρὸν, δέρμα μὲν μετρίως διῳδηκὼς ὃν καὶ φύσης ὑπόπλεων, τὸν δὲ ὄγκον διόλου διαδραμόντα τοῦ σώματος, ἔμψυχον δέ τινα τάφον ὥσπερ τὸν ἄνθρωπον, οἶκτον λαμβάνει τῆς συμφορᾶς. Καὶ τρισὶ τούτοις χρῆται πρὸς θεραπείαν, εὐχῇ, καὶ σταυρῷ, καὶ δάκρυσιν· τῇ μὲν ὡς φαρμάκῳ, τῷ δὲ ὡς ὀργάνῳ, ᾧ καὶ τὰ περὶ τὴν γαστέρα πάντα σφραγίζει, τοῖς δὲ ὡς χρίσμασι. Ταῦτα γὰρ ἐλαίῳ συμμίξας, τὸ σῶμα κατέχρισεν, εἶτα καὶ τὸ Δεσποτικὸν ἐπάσας αὐτῷ ὄνομα, καὶ εἰπών· Ἰησοῦς Χριστὸς, ὁ καὶ πρὶν τῷ ὑδεριῶντι τὴν ἴασιν παρασχόμενος, αὐτὸς καὶ σὲ νῦν ἰᾶται, καὶ τῆς πιεζούσης ἐλευθεροῖ μάστιγος. Τοῦτο δὴ εἰπόντος αὐτοῦ, παραυτίκα οἱ μὲν δεσμοὶ τῶν ὑγρῶν τῆς κοιλίας ἐμφράξεων διελύοντο, οἱ δὲ φυτικοὶ πόροι πᾶν ὅσον ὑγρόν τε καὶ ἰχωρῶδες ἐξέπεμπον, καὶ ἡ ἔνδον πᾶσα τῶν σπλάγχνων οἰκονομία κεκάθαρτο, καὶ ὁ ἄνθρωπος ἔρρων ἦν. ΣΤ΄. Τρίτον ἐπὶ τούτοις ὁ λόγος διεξελθεῖν βούλεται, καὶ εἰπεῖν μεῖζον καὶ ἀκοῦσαι παραδοξότερον. Ἄλλος τις, τὴν μὲν ἡλικίαν νέος, ἄθλιος δὲ τὴν ψυχήν, ὑπὸ δεινοῦ τοῦ δαίμονος ἐλαυνόμενος, ποτὲ μὲν τὴν ἐσθῆτα περιῤῥηγνύς, γυμνὸς ἁλώμενος διεδείκνυτο, ποτὲ δὲ καὶ κατὰ κρημνῶν τε καὶ βοθύνων φερόμενος, ἄλλοτε εἰς ὄρη καὶ ἐρημίας ἀποπλανώμενος, ἔστι δὲ ὅτε καὶ καθ' ὑδάτων ἀθλίως βαλλόμενος, θάνατον ἑαυτῷ ἀπείλει τὸν οἴκτιστον. Οὗτος οὖν ὑπὸ τῆς συνήθους ποτὲ καὶ δαιμονίας μάστιγος ἐλαυνόμενος, κατὰ θαλάσσης οἴμοι! ὡς εἶχεν ἀκρατῶς
col. 363–364page 30 of 246
PG 116:363τῶς ἐφέρετο. Ἀλλ᾿ ἵστησι Θεὸς ἄνωθεν τὴν φορὰν ἐπὶ στόματι αὐτῷ παραδόξως τὸν μέγαν Πατάπιον. Τούτῳ γὰρ ἐξ ἀδοκήτου συναντήσας ὁ ἐπιμονῶν, ἄρχεται μὲν ταράττεσθαι, καὶ ἄλλα τὰ πρὸς κύκλον ἄλλεσθαι δυστυχή, ἀφρὸν δὲ τοῦ στόματος παραπτύειν, καὶ διαστρέφειν τοὺς ὀφθαλμούς, τρίζειν τε τοὺς ὀδόντας, καὶ πρὸς τὸν ὅσιον ἀφορῶν, οἷον ἀπειλητικόν τι καὶ φόνιον. Ἐπεὶ δὲ καὶ ἐγγὺς γένοιτο, οἰκτρὰς τὸ δαιμόνιον ἠφίει φωνάς, Οἴμοι, λέγων, τῆς συμφορᾶς! Τί τοῦτο; κἀνταῦθα πάλιν· Πατάπιος; Τίς γένωμαι; ποῖ τράπωμαι; Τίνα τοῦ λοιποῦ κατοικήσω, πολλὰ καμὼν ἤδη καὶ μόλις εὑρὼν οἰκητήριον, καὶ τούτου νῦν βιαίως ἀπελαυνόμενος; Δεινός, ὦ Ναζωραίε, σύ, δεινὸς ἄρα, καὶ πανταχοῦ πάντων κρατῶν. Ποῦ τοίνυν ἀφίξομαι; Ἄν εἰς ἔρημον, ἂν εἰς πόλεις, ἂν ὅπου τις εἴποι, φθάνεις αὐτὸς ἐκεῖσε, μόνῳ τῷ τοῦ σταυροῦ σου τύπῳ, μόνῳ τῷ σῷ ὀνόματι ἐλαύνων ἡμᾶς. Νενίκημαι, ἥττημαι, ὑποχωρεῖν ἐπείγομαι. Ταῦτα τὸ πονηρὸν ἐφθέγγετο πνεῦμα, καὶ τὴν νέον πρὸς ἀέρα μέσον τοῖς ἄλμασιν ἐξετίνασσεν. Ὁ δὲ μέγας τοῦ Θεοῦ ἀριστεύς, τὸ ἄμαχον ὅπλον, τὸν σταυρὸν, εἰς τὸν ἀέρα τῷ δακτύλῳ διατυπώσας, καὶ Δεσποτικὴν αὐτῷ ἐπαγαγὼν ἐπιτίμησιν, Ἔξελθε, φησί, τὸ ἀκάθαρτον πνεῦμα, ἔξελθε, καὶ μακρᾶν που καὶ εἰς ἐρήμους ἄπιθι. Χριστός σοι ταῦτα ἐγκελεύεται δι᾿ ἐμοῦ, οὗ σὺ τὴν δύναμιν καὶ ἄκων καθωμολόγησας. Ταῦτα τοῦ Παταπίου κελεύσαντος, σπαράξας τὸν νεανίαν τὸ πνεῦμα, τῇ γῇ προσέῤῥαξε, καὶ διὰ τοῦ στόματος οἷός τις καπνὸς ἐξῄει καὶ διεδίδρασκεν. Ὁ δὲ νέος, ἀνενεγκὼν καὶ ἐν αὐτῷ γενόμενος, ἐδάκρυς τε ὑφ᾽ ἡδονῆς, καὶ Θεῷ τὸ πρῶτον, τὸ δεύτερον δὲ Παταπίῳ τὴν σωτηρίαν ἐπέγραφεν. Ζ΄. Ἀρκούντα μὲν ἂν εἴη καὶ ταῦτα τῆς ἐκείνου χάριτος σύμβολα γενέσθαι καὶ παῤῥησίας· ἀλλ᾽ οὖν καὶ τούτοις ἓν ἔτι προσθείς, οὐκ ἄχαρι γὰρ τὸ διήγημα, τέλος ἐπιθήσω τῷ λόγῳ. Γυνή τις νόσῳ περιπεπτώκει δεινῇ· τὸ δὲ πάθος κρεῖττον ὥσπερ ἀνθρωπίνης ἰᾶσθαι χειρός, οὕτω καὶ ὑπὸ γλώττης λέγεσθαι. Ὁ γὰρ μασθὸς ταύτης σκώληκα, φεύ! ἐν ἑαυτῷ φύς, ὃν ἰατρῶν παῖδες καρκίνον καλοῦσι, σὺν πολλαῖς ταῖς ἀλγηδόσι διεβιβρώσκετο. Οὐδὲν δ᾽ ἧττον καὶ τὰ λοιπὰ μέλη τοῦ σώματος, τῷ ἑνὶ συμπάσχοντα, κατετήκετο. Χρόνος συχνὸς, καὶ σχεδόν τὸ μὲν μόριον ἅπαν ἠνάλωτο, αἱ δὲ ἀλγηδόνες δριμύτερον τῆς καρδίας καθήπτοντο· ταῖς δὲ ὀδύναις καὶ ὁ θάνατος γείτων ἦν. Οἱ δὲ σοφοὶ τὴν ἰατρικὴν, σοφιστικῶς τὴ γύναιον μετερχόμενοι, αὐτοί τε τὴν οὐσίαν, καὶ ὁ σκώληξ οὐδὲν ἧττον τὸν μασθὸν κατέκειρον. Αὕτη, τῆς τοῦ μεγάλου φήμης διὰ πάντων φοιτώσης, φρόνιμόν τι καὶ λυσιτελὲς ποιοῦσα, πρὸς αὐτὸν παραγίνεται, καὶ τῇ γῇ προσπράττει τὴν κεφαλήν, γονάτων τε ἄπτεται, καὶ οἰκτρόν τι καὶ γοερὸν ἀνακλαύσασα, Ἴασαι, δοῦλε τοῦ Θεοῦ, ἴασαι τὴν ἀθλίαν ἐμέ, γοερῶς ἔκραξεν, ἧς καὶ πρὸ τοῦ τάφου σκώληξ τὸ σῶμα κατενεμήσατο, καὶ δειναὶ κατέφαγον, καὶ τὸν φευκτόν πᾶσι θάνατον ἐπιθυμητὸν ἐμοὶ κατεστήσαντο. Ὁ δὲ, καὶ πρὸ τοῦ σώματος ἐμβλέψας εἰς τὴν ψυχήν, Εἰ καθαράν, φησί, τὴν πίστιν προσφέρεις τῷ ταῦτα δυναμένῳ Θεῷ, καὶ μηδὲν ἐπιδοιαζεις περὶ τὴν ἴασιν, ἀκόλουθον τῇ πίστει καὶ τὴν
col. 365–366page 31 of 246
PG 116:365αἰτήσεως ἔψεταί σοι τὸ πέρας. Ἤκουσεν ἡ γυνή, καὶ βύθιόν τι στενάξασα καὶ περιπαθές, Πιστεύω, Κύριε, μέγα ἀνέκραγεν, ᾧ πάντα δῆλα καὶ φανερά. Ἴασαί μου τὸ σύντριμμα, τὸ πολυπαθὲς τοῦτο κακὸν ἴασαι. Οὐ φέρω τὰς ἀλγηδόνας, αὐτῆς μου τῆς καρδίας διικνουμένας καὶ ὠδινούσας τὸν θάνατον. Οὕτως αὐτὴν λίαν περιαλγῆ γενομένην ἑωρακώς, ὑποδεικνύειν αὐτῷ τοῦ παθοῦς τὸν τόπον ἐκέλευε, καὶ δὴ τῷ τραύματι τὴν χεῖρα προσενεγκών, εἶτα καὶ τῷ σταυρῷ σφραγίσας, Ὦ γύναι, φησί, χαλεπὸν οἶδα τὸ πάθος, χαλεπὸν καὶ δυσίατον. Πλὴν ἀλλὰ καὶ ἡ πίστις τὸ πάθος νικᾷ, καὶ ἡ ἐλπὶς καρπούται τὴν ἴασιν. Ἄπελθε οὖν τὴν εἰρήνῃ, ἡγίασταί σου τὸ τραῦμα, καὶ ἡ ὀδύνη κεκοίμηται. Ἅμα ταῦτ' ἔλεγε, καὶ τῇ γυναικὶ τὸ πάθος ἐπαύετο, καὶ ὁ μαστὸς ὅλος ἐδείκνυτο ὑγιής. Τοιαύτης οὖν ἐκείνη τῆς χάριτος ἀπολαύσασα, μέρους πρὸς ἅπαντας καὶ κῆρυξ ἐγίνετο τῆς περὶ τὸν μέγα, θείας καὶ παραδόξου τῶν ἰαμάτων δυνάμεως. Β΄. Ἐξ ὀνύχων ὁ λέων, ἐκ τοσούτων δῆλος ἂν ἡμῖν γένοιτο καὶ Πατάπιος. Ὁποῖα μὲν γὰρ τὰ ὑπ' ἐκείνου τελούμενα, καὶ ταῦτα δύναται παριστάναι· ἅπαντα δὲ τὸ πλῆθος λέγειν βουλόμενος, πολλοῦ ἂν ἐδεήθην καὶ λόγου καὶ χρόνου. Ἀλλ' ὥσπερ ἐπὶ σφραγίδας μιᾶς καὶ τῆς αὐτῆς οὔσης οὐδὲν δεῖ πολυπραγμονεῖν χάριν ἧς ἔχει δυνάμεως, καὶ πλείω ᾗ τὰ τυπούμενα, καὶ ἐλάττω· οὕτω κἀνταῦθα οὐδὲν ἡμᾶς χρὴ τοῦ πλήθους χάριν περιεργάζεσθαι· παραπλησία γὰρ ἡ χάρις καὶ δύναμις ἡ αὐτή. Τοιγαροῦν ἐπὶ τὴν ἐκείνων τελευτὴν ἤδη τρεπτέον, καὶ τὸ τοῦ βίου τέλος αὐτῷ καὶ ἡμῖν τέλος τοῦ λόγου γινέσθω. Θ΄. Οὗτος ὁ μέγας τοῦ Θεοῦ ἄνθρωπος καὶ τῆς ἀρετῆς ἀληθοῦς ἔμψυχος τύπος, τὸν ἑαυτοῦ βίον κατεκόσμησας ἐν ἀγαθοῖς ἔργοις καὶ θαύμασιν, ὅτε ἀποδημεῖν ἔμελλε, μᾶλλον δὲ πρὸς τὴν ἑαυτοῦ πάλιν ἐπιδημεῖν, καὶ τὸ σημεῖον ἡμῖν ἐξ οὐρανοῦ παρῆν· μὲν αὐτῷ πᾶν ὅσον ἀσκητικῶν καὶ φιλάρετον, λελυπημένοι δεδακρυμένοι, τὴν ἐκείνου μετάστασιν κοινὴν ὀρφανίαν νομίζοντες, τὰ χωρὶς ἐκείνου ζῆν κοινὸν θάνατον ὀνομάζοντες, νικώμενοι τῷ πάθει τὸν λογισμόν, καὶ εἰς φανερὰ δάκρυα καταγόμενοι, καὶ τὸν χωρισμὸν αἰτιώμενοι, Πάτερ, λέγοντες, φίλτατε, Πάτερ γλυκύτατε, τί με φιλότεκνος ἐφάνης ἐν τούτῳ τὴν ἐκδημίαν ἐπιταχύνας; Τί, Πάτερ, ἐρημίαν τοῖς παισὶ προξενεῖς; Τί πρὸς ἄλλην ἀποδημεῖς πατρίδα; Τί μὴ πρότερον μετώκισας καὶ ἡμᾶς, εἴ τις δύναμις; Τίς ὁ μετά σε παύσων μὲν λύπην, θεραπεύσων δὲ σῶμα, ἐπτόμενος δὲ ψυχῇ λόγῳ, βίῳ καὶ θαύματι; Ποία λοιπὸν ἐλπίς; ποία τοῖς σοῖς τέκνοις ἀναψυχή; Φεῦ! πῶς τὴν πληγήν, πῶς τὴν συμφορὰν ἐνέγκωμεν; Ι΄. Ταῦτα μὲν ἐκεῖνοι, τὸ πάθος ὡς ἕκαστος εἶχεν παρῳδοῦντες. Ὁ δὲ, καὶ πρὸς τὸν θάνατον οὐδὲν πάσχων γενναῖον καὶ φιλόζωον, καὶ πρὸς τοὺς περιεστῶτας φιλοστόργως ἐπικλινόμενος, ἠρέμα ἄρας τὸ ὄμμα, καὶ πρὸς αὐτοὺς ἀποδούς, Μὴ οὕτως, εἶπε, φίλτατα τέκνα, μὴ οὕτω θρήνεις τὸν ἡμέτερον Πατέρα προπέμψητε, ἀλλὰ μᾶλλον εὐχαῖς. Τὸ μὲν γὰρ ἑαυτοῖς τε κἀμὲ βλάπτον ἐστί, τὰ δὲ

Day 10Die 10

col. 367–368page 32 of 246
PG 116:367βοήθειαν παρεχόμενον. Οὕτως αὐτοῖς στήσας τοὺς ὀδυρμούς καὶ τὰ δάκρυα, καὶ πολλὰ περί τε ψυχῆς καὶ τῆς ἐκεῖθεν ζωῆς φιλοσοφήσας αὐτοῖς καὶ δια λεξάμενος, καὶ πᾶσι κατὰ τὸ προσῆκον ἑκάστῳ καὶ τῆς ἡλικίας παραιτέτας καὶ τῆς ἀξίας, εἶτα καὶ ἐπευξάμενος, ὥσπερ εἰς ὕπνον κατενεχθείς, τὴν καθαρὰν ἐκείνην ἀφῆκε ψυχήν. Τὸ δὲ ἀσκητικὸν αὐτοῦ καὶ ἱερὸν λείψανον, χερσὶν ὁσίαις περισταλὲν, ὁ ἱερὸς λαμβάνει τοῦ Προδρόμου ναός, πολλῶν αὐτὸ προπεμπόντων καὶ δοξαζόντων Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΜΑΡΤΥΡΙΟΝ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΜΗΝΑ, ΕΡΜΟΓΕΝΟΥΣ ΚΑΙ ΕΓΡΑΦΟΥ. Α΄. Μετὰ τὴν ἐπὶ γῆς τοῦ Σωτῆρος Χριστοῦ πα ρουσίαν πολλοὶ μὲν καὶ ἄλλοι πρὸς ἀγῶνας τοὺς μαρτυρικούς ἀπεδύσαντο· ἀποδύεται δὲ μετὰ πάν των καὶ ὁ μέγας Μηνᾶς. Ἐπεὶ γὰρ ὅ τε διοκλητιανὸς ἅμα καὶ Μαξιμιανός μεγάλην μὲν ἔσχον ἀρχὴν, καὶ φοβεροὶ πᾶσι κατέστησαν, βουληθέντες δὲ καὶ πρὸς τὴν εὐσέβειαν ἀντιπνεῦσαι, καὶ τὴν εἰς Χρισ στὸν πίστιν καταγωνίσασθαι, ἣν κραταιοτέραν με τὸ ναι καὶ ᾄδου πυλῶν αὐτὸς ἀπεφήνατο, μετὰ τὸ πολλὴν εἰς τοῦτο προσενεγκεῖν σπονδὴν, καὶ πάντα κινήσαι λίθον, ἐπείπερ ἔγνωσαν ἀδυνάτοις ἐπιχειροῦντες, καὶ τὸ τοῦ λόγου πρὸς οὐρανὸν τοξεύοντες ἢ τὰ ἀκίνητα κινεῖν πειρώμενοι, ἑκάτερος αὐτῶν τὴν βασιλείαν ἀπεσκευάσαντο, πρὸς μὲν τοὺς ἄλλους κόρον τῆς τύχης, καὶ μεταβολῆς ἔρωτα προφασισάμενοι· οἷς δὲ τῶν ἀποῤῥήτων κοινωνεῖν εἶχον καὶ τὰ τῆς ψυχῆς ἐξεκάλυπτον, τοῦ Χριστοῦ τὴν ἰσχὺν εἰπόντες, καὶ τὴν ἐκ τῶν σημείων πειθώ· καὶ ὡς ἐπεὶ τοῦτο μὴ καταπράξασθαι δυνατοὶ γεγόνασι, δεύτερα τἆλλα καὶ μικρὰ νομίζοντες, οὐδὲ ἄρχειν ἠ ξίουν. Β΄. Οὕτως οὖν ἐκείνων τὴν βασιλείαν ἀποθεμένων, Μαξέντιος μὲν ὑπ᾽ αὐτῶν τῇ Ῥώμῃ, Κων στάντιος δὲ ταῖς Γαλλίαις, τῇ Ἑῴᾳ δὲ ὁ Μαξιμίνος χειροτονοῦνται εἰς βασιλεῖς. Ἦν οὖν εὐθὺς κατά τὴν Ἑῴαν διωγμός τε μέγας κατὰ Χριστιανῶν καὶ σύγχυσις τῶν κοινῶν πραγμάτων, καὶ ἁπλῶς πολλή τις ταραχὴ καὶ στάσις κατὰ γῆν τε καὶ θάλασσαν, τοῦ Μαξιμίνου κρατῦναι μὲν διὰ σπουδῆς ἔχοντος τὴν τῶν προγόνων ἀπάτην καὶ τὰ σεβάσματα, ἐξι
col. 369–370page 33 of 246
PG 116:369ραι δὲ, εἰ δυνατόν, ἀπὸ γῆς τὰ Χριστιανῶν, καὶ ὅλως ἐκ μέσου ποιήσασθαι. Ἐπεὶ δὲ ἀνηνέχθη αὐτῷ ὡς πᾶσα ἡ Ἀλεξάνδρεια, πόλις δὲ αὕτη περιφανής τῶν κατ᾿ Αἴγυπτον, στασιάζει μὲν καὶ καθ᾿ ἑαυτήν, πραγμάτων κοινῶν ἕνεκα, στασιάζει δὲ καὶ τοῦ κηρύγματος αὖθις ἐπιφοιτήσαντος αὐτῇ τοῦ Χριστοῦ, ἔδοξεν αὐτῷ, σκεψαμένῳ, ἐπεὶ μὴ δι᾿ ἑαυτοῦ παρὼν καταλλάττειν τὴν πόλιν ἠδύνατο, θεσπίσμασι τίας ἀναχαιτίσαι μὲν τὸ κήρυγμα, ἐπιλῦσαι δὲ τῶν ἀμφισβητήσεων, ὅσαι κοιναί τε καὶ πολιτικαί τυγχάνουσιν. ὡς δὲ κρείττων ἐφάνη τῶν θεσπισμάτων ἥ τε διαφορὰ τῶν στασιαζόντων καὶ ὁ λόγος ὁ τοῦ κηρύγματος, ἀνηνέχθη αὖθις καὶ ταῦτα τῷ βασιλεῖ. Ὁ δὲ ἐδυσχέρανε μὲν εὐθὺς οὐ μικρῶς ἐπὶ τῇ καταφρονήσει τῶν διατάξεων, ὠργίζετο δὲ ἐπὶ τῇ ἀθετήσει τῶν πατρίων θεῶν. Γ΄. Πρόσχημα γοῦν τῆς ὀργῆς πλασάμενος τῆς τοσαύτης πόλεως τὴν ἀποστασίαν, τότε μὲν ἐπέσχεν ἑαυτὸν τῆς ὁρμῆς, τοὺς συνεκκλησιάσαντας ὥστε, τῶν ἐν τέλει καταιδεσθείς· ὕστερον δὲ, μόνης γενόμενος τῆς τοιαύτης σπουδῆς, καὶ γνοὺς ὡς ἀναγκαῖον μὲν αὐτῷ δημοσίων χάριν πραγμάτων ἔτι πρὸς τὸ Βυζάντιον διατρίβειν, ἀσύμφορον δὲ καταλιπόντα τοῦτο φοιτῆσαι πρὸς Ἀλεξάνδρειαν, στέλλει πρὸς αὐτοὺς ἄνδρα, Μηνᾶν μὲν καλούμενον, καὶ Ἀθηναῖον τῷ γένει, καὶ ἕνα τῶν τῆς βουλῆς, ἐκ τῆς τῶν Ἑλλήνων δὲ παιδείας ὁρμώμενον, καὶ ἠσκημένον τήν τε ἄλλην ἅπασαν ἐπιστήμην εἰς ἄκρον, καὶ δὴ καὶ τέχνην ῥητορικήν, ὅση περὶ παλαίσματά τε καὶ ἀντιθέσεις, ἄμαχον δεδειγμένον, καὶ συνελόντα φάναι, λέγειν μὲν προχειρότατον, ἀκούειν δὲ συνετώτατον, λανθάνοντα δὲ τέως περὶ τὸ σέβας, καὶ κρυπτῶς τὰ Χριστιανῶν μετερχόμενον, μέχρι δὲ τότε τὸ τοῦ βασιλέως ὑποκρινόμενον θέλημα. Εὐλαβεῖτο γὰρ διὰ τὸ περὶ τοὺς ἀγῶνας ἐπισφαλὲς ἐθελοντὶ χωρῆσαι πρὸς τὸ μαρτύριον. Ὁ μὲν οὖν βασιλεὺς ἐκπέμπει τοῦτον ἐπὶ τὴν Ἀλεξάνδρειαν σὺν τάχει πολλῷ, ἵνα μὲν καὶ τὰς τῶν πολιτικῶν πραγμάτων συμπλοκὰς διαλύσηται, καὶ καταλλάξῃ τοὺς διὰ ταῦτα πρὸς στάσεις χωρήσαντας, τὸ δὲ πλέον καὶ καιριώτερον, ὡς ἂν ζήλῳ τῆς πατρώας θρησκείας καὶ τῇ τέχνῃ τοῦ λόγου καὶ τῷ μεγέθει τοῦ φρονήματος τὸ τοῦ Χριστοῦ κήρυγμα τῆς πόλεως ἀπελάσῃ, ἀναδιδάξῃ τε αὖθις τὸ βασιλικὸν σέβας τοὺς ἀπώμοτον ἐκεῖνο θεμένους, τιμωρίαις τοὺς μὴ πειθομένους ὑπαγαγών. Δ΄. Ὁ δὲ, τήν τε ἐξουσίαν καὶ τῶν τοσούτων πραγμάτων τὸν ὄγκον ὑποδύς, ἐν ὀλίγῳ τε τῇ πόλει ἐπιδεδημηκώς, οὕτω ταῖς ἐκ τῆς τέχνης ἀνάγκαις καὶ τῷ κράτει τῆς φύσεως, ῥᾷον τὰ ἀμφισβητούμενα διαλύσατο, καὶ τοῖς πολιτευομένοις μὲν τὴν παλαιὰν εἰρήνην, τὸ κράτος δὲ τῇ πόλει καὶ τὴν εἰς πάντα γαλήνην, ἀνενεώσατο, ὡς ὀλιγάκις μὲν αὐτὸν τοῦ βήματος, μηδὲ ἅπαξ δὲ δεηθῆναι πληγῶν. Ἐπεὶ δὲ περὶ τἆλλα μὲν σύμβασαν εἶδε τὴν πόλιν, ἀσύμβατον δὲ περὶ τὴν δόξαν τοῦ καινοῦ δόγματος ἔτι μένουσαν, γράψας πάντα δι᾽ ὀλίγων τῷ βασιλεῖ, αὐτὸς ἐπὶ τὸ κήρυγμα τοῦ Χριστοῦ αὐτίκα ἐτράπετο. Καθ᾿ ἑαυτὸν δὲ γενόμενος καὶ συνεὶς ὡς εὐχερῶς
col. 371–372page 34 of 246
PG 116:371ἔχει βουληθεὶς ἄρτι τὴν πόλιν πᾶσαν δι᾿ ἑαυτοῦ μεταθεῖναι πρὸς θεοσέβειαν, καὶ ὡς ἐν ἄλλῳ μὲν καιρῷ μαρτυρήσας, τὸν ὑπὲρ ἑαυτοῦ μόνον ἀπενέγκοιτο στέφανον, σήμερον δὲ, καὶ τὸν ὑπὲρ τῶν ἀγωνιζομένων αὐτῶν μισθὸν λήψεται, καὶ ἀπιδὼν πρὸς τοὺς τοσούτους στεφάνους, ἔγνω τήν τε ἀπάτην μᾶλλον ἐλέγξαι, καὶ μεταστῆσαι τῆς ἑλληνικῆς πλάνης τὴν πόλιν, καὶ πεῖσαι πάντας μεταμαθεῖν τὴν εὐσέβειαν· φανερόν τε ἑαυτὸν καταστῆσαι, καὶ τὰς ἀφορμὰς τῶν ἀγώνων ὡς λαβὰς τοῖς ἄλλοις αὐτὸν παρασχεῖν. Ἐπεῖ γοῦν συνεῖδε τὸ πλῆθος, τὰς μὲν ψιλὰς παραινέσεις οὔτε προσέχον, καὶ δι᾽ ὑποψίας ποιούμενον, πρὸς δὲ τὴν ἐξ ἔργων πίστιν εὐκόλως χειρούμενον, ὀλίγα διδάσκων, καὶ τοῦτο, ὅτε μόνον πυνθανομένους ἑώρα καὶ γλιχομένους μαθεῖν, τὰ πολλὰ διὰ τῶν σημείων αὐτοὺς ἐνάγων, οὕτως ἐν βραχεῖ πρὸς τὴν κρυπτομένην ἀλήθειαν μετεβίβασεν, ὥς ἑτοίμους πάντας γενέσθαι τά τε ἀφιδρύματα τῶν δαιμόνων καὶ τοὺς βωμοὺς καθελεῖν, καὶ εἴ ποτε παρῇ, τὸν ὑπὲρ τοῦ Χριστοῦ προθύμως ἀποθανεῖν θάνατον. Ὡς γὰρ ὁ μὲν μετὰ τῶν δημοσίων πραγμάτων καὶ αὐτὸν τὸν τοῦ ἀξιώματος ὄγκον ὥσπερ ἀποδυσάμενος ἐπῄει κατὰ πᾶσαν τὴν ἀγορὰν εὐκόσμῳ καὶ μετρίῳ τινὶ τῷ βαδίσματι, συνείπετο δὲ αὐτῷ καὶ πᾶς ὁ δῆμος σχεδὸν αἰδοῖ τῆς ἀρχῆς καὶ τῶν σημείων καὶ τῶν ἰάσεων, συνέβαινε δὲ κατά τινα τύχην, ἢ ἀῤῥωστοῦσι παραβάλλειν αὐτόν, ἢ ἐκείνοις συναντᾶσθαι, οἷς ἐν μέρει τινὶ τὸ σῶμα πεπήρωτο· ὁ δὲ μὲν περιπαθής τε εὐθὺς ἑωρᾶτο, καὶ τάς τε χεῖρας αὐτοῖς ἐπετίθει, καὶ τὸν Χριστὸν ἐπεβοᾶτο, καὶ τῷ τοῦ σταυροῦ σημείῳ αὐτοὺς ἐπεσφράγιζεν· οἱ δὲ αὐτίκα, χωλοί τε ὄντες, ἐν ὀφθαλμοῖς πάντων ἥλλοντο, κωφοὶ δὲ ἢ τυφλοί, ἀνέβλεπόν τε παραχρῆμα καὶ ἤκουον, ἄλαλοί τε ἐλάλουν, καὶ δαιμονῶντες ἐθεραπεύοντο. Ε΄. Ὡς οὖν ταῦτα οὕτως ἐνηργεῖτό τε καὶ ἐπράττετο, καὶ ηὔχετο μὲν ὁ μακάριος Μηνᾶς, συνέτρεχε δὲ πρὸς τὰς ἐπικλήσεις τὰ παντοδαπὰ θαύματα, δῆλον δὲ ἦν καὶ τοῖς συμπαροῦσι τίς ὁ μόνον ὀνομαζόμενος καὶ θαυματουργῶν, καὶ ὡς οὐκ ἄλλος ἢ Χριστὸς ὁ Θεὸς, ἐξαίφνης πᾶσα ἡ πόλις ἀποφαγεῖσα τῆς συντρόφου τῶν προγόνων ἀπάτης, καὶ πολλὰ μὲν διακωμῳδήσασα τοὺς πατρῴους θεούς, πολλὰ δὲ κατειποῦσα τοῦ βασιλέως, καὶ ἐπαρασαμένη τὰ χαλεπώτατα τοῖς τε σεβομένοις καὶ αὐτοῖς τοῖς σεβάσμασι, καὶ ὅλῃ ψυχῇ τὴν τῶν πατέρων ἀσέβειαν ἐξομοσαμένη, πάντες εὐθὺς τῆς τοῦ μάρτυρος γλώττης ἅμα καὶ γνώμης γεγόνασι. Καὶ τὴν ψυχὴν ὀπίσω αὐτοῦ ἐκολλήθησαν, φωνὰς Θεοῦ τὰς ἐκείνου φωνὰς ἡγησάμενοι, καὶ ῥήματα ζωῆς τὰ ἐκείνου μόνου γινώσκοντες ῥήματα, ὀλίγων τινῶν μυσάντων πρὸς τὰ σημεῖα καὶ κωφευσάντων πρὸς τὴν ἐπίγνωσιν. Καὶ τίνων τούτων; Οἷς πολλοῦ μὲν ἐτιμᾶτο ἡ τῶν δαιμόνων ἐπιβώμιος ἑορτὴ διὰ τὸν κῶμον καὶ τὴν μέθην, καὶ τὰς κοίτας καὶ τὴν ἀσέλγειαν· ἠτιμάζετο δὲ τὰ σεμνὰ τῶν Χριστιανῶν διὰ τὴν ἐγκρατὴ ζωὴν τε καὶ ἀπαθῆ καὶ τὴν μετὰ σώματος ἀσώματον βιοτήν. Ἐπεὶ οὖν οἱ τοῦ σκότους οὗτοι καὶ τῆς ἀπωλείας υἱοὶ τὰ τῆς πλάνης ἐγκαταλείμματα, τὴν τῶν ἰδίων σεβασμάτων αἰσχύνην οὐκ ἐνεγκόντες, ἐζήτουν τε τὸν ἅγιον ἀμύνα-
col. 373–374page 35 of 246
PG 116:373σθαι δῆθεν τῆς εἰς αὐτοὺς ἀδικίας, καὶ τὸν δῆμον τῆς εἰς τοὺς θεοὺς δάρεως, εὐλαβοῦντο δὲ τὴν τοῦ πλήθους ὁρμήν· ἀναφέρουσι καὶ ταῦτα λάθρα τῷ βασιλεῖ, ὡς ἂν δὲ διαφερόντως ἀνάψωσιν αὐτοῦ τὸν θυμὸν καὶ ὅλον αὐτὸν ἐπὶ τὴν δίκην ἐνέγκωσι, καὶ ἀπορίᾳ καὶ ὀργῇ πολιορκηθέντα ταχὺν γενέσθαι παρασκευάσωσι τοῦ τολμήματος τιμωρόν, τὸ ὁ Γαλιλαῖος ὄνομα πανταχοῦ τῆς ἐπιστολῆς ἐγκατέσπαρτο, καὶ τὴν ἀθέτησιν τῆς αὐτοῦ δεσποτείας καὶ τῶν θεῶν, καὶ τά κατ' ἀμφοτέρων σκώμματα καὶ τὸν γέλωτα καὶ τὴν καθάπαξ ἀποστασίαν τῆς πόλεως. Ο δὲ Μαξιμίνος, ἀναγνωσθέντων αὐτῷ τῶν γραμμάτων, εὐθὺς αἰσχύνης τε καὶ λύπης πεπληρωτο τὴν ψυχήν. Ἐλυπήτο μὲν γὰρ διὰ τὴν ἐπὶ τῇ πόλει ζημίαν, εἰς νοῦν λαβὼν, ὅπως τε αὐτῷ τὰ τῆς ἀρχῆς ἠκρωτηριάζεται, καὶ ὅσον μέρος αὐτῷ παρτερεῖτο τῆς ἐξουσίας· ᾐσχύνετο δέ, ἑαυτόν τε καθαρῶν ἡττώμενον, καὶ ξυριζομένους αὐτοῦ τοὺς θεούς. Προσποιησάμενος δὲ τὴν γενομένην αὐτῷ σύγχυσιν τῆς ψυχῆς, καὶ τὴν τοῦ προσώπου κατήφειαν, σύννοιαν μόνην εἶναι, καὶ τοῦ λυσιτελοῦντος διάσκεψιν, ἐπεὶ μὴ μέχρι πολλοῦ πρὸς τὴν ζάλην ταύτην ἀντέχειν ἡδύνατο, δῆλος εὐθὺς γίνεται, καὶ ὑπὸ τοῦ πάθους ἐλέγχεται, καὶ φανερῶς ῥήγνυσι τὴν ὀργήν. Δυσφημήσας οὖν πολλὰ κατὰ τοῦ Χριστοῦ, καὶ ἔλεγχον καταγνοὺς τοῦ μακαρίου Μηνᾶ, καὶ προσθεὶς ὡς ἀδύνατον μὲν ἀνθρώποις ἄνθρωπον διαγνῶναι καὶ διαλαβεῖν ἀκριβῶς, ἀσύγγνωστα δὲ ἁμαρτάνουσιν οἱ μηδὲν τοῖς εὐηργετηκόσιν ἔχοντες ἐγκαλεῖν, οὗτοι δὲ τὰς ἐκείνων ἐπ' αὐτοῖς ἐλπίδας ματαίας ὀρθῆναι παρασκευάζοντες, ἀνέστη, ἐν τοσούτῳ τῶν ἐπειγόντων πραγμάτων τὴν λύσιν παραδριτῶν. Ἑωθεν δὲ τῇ ἐξῆς ἐκκλησίασε μετὰ τῶν ἐν τέλει καὶ κοινῶς αὐτοῖς συνδιασκεψάμενος, καὶ ὁμωνοῦντας πάντας ἰδὼν ἐπί τινι Ἑρμογένει ἀνδρὶ, εὐγενεῖ μὲν καὶ περιδόξῳ, καὶ τἆλλ᾽ οὐ φαύλῳ, ἐπιτρόπῳ τε γάρ, καὶ τοῖς πένησιν ἀγαθὸς ἦν, καὶ τὸ τοῦ Ἀποστόλου, «Νόμον μὴ ἔχων, φύσει τὰ τοῦ νόμου ποιῶν ἦν,» ἀγνοοῦντι δὲ τέως τὴν τοῦ Χριστοῦ δύναμιν, καὶ μηδὲ τῷ αὐτοῦ βαπτίσματι τελετουργηθέντι, εἰ καὶ κατὰ Χριστὸν ἐλάνθανε πορευόμενος, καὶ πρόβατον μὲν αὐτοῦ ἦν, ἀσήμαντον δέ, καὶ τὴν τῆς οἰκειώσεως οὔπω σφραγῖδα δεξάμενον· ἐπεὶ οὖν ταῦτά τε προσῆν τῷ ἀνδρί, καὶ Ἀθηναῖος μὲν ἦν καὶ αὐτὸς τὸ γένος, καὶ τὴν Ἑλληνικὴν παιδείαν ἀκριβέστατα μεμελετηκώς, τήν τε φρόνησιν ἐκ πείρας τε καὶ φύσεως ἐπεπύκνωτο, καὶ ἐχώρει πρὸς τὸ λέγειν οὕτως, ὡς ἐσκεμμένον ἥκειν εἰς τοῦτο δοκεῖν, καὶ διὰ ταῦτα κατάλληλος ἔδοξε ταῖς τῶν ἀναμασσάντων τηνικαῦτα πραγμάτων πλοκαῖς τε καὶ περιστάσεσιν, αὐτός τε προσετέθη τούτῳ ὁ βασιλεύς, καὶ πᾶσαν ἰδὼν εἰς τοῦτο συνευδοκήσασαν τὴν βουλήν, μετέστησε μὲν εὐθὺς ἐφ' ὕβρει καὶ ἄκοντα τὸν μακάριον Μηνᾶν τῆς ἀρχῆς· ἐξαπέστειλε δὲ τὸν Ἑρμογένην, ἔπαρχον ὄντα τηνικαῦτα τῆς πόλεως, ἐπιτρέψας αὐτῷ τά τε κατὰ τὸν μέγαν Μηνᾶν ἐξετά
col. 375–376page 36 of 246
PG 116:375σαι, καὶ τὴν πόλιν τῆς πλάνης ὡς αὐτῷ δοκοῦν ἀνασώσασθαι, δούς τε οὐκ ὀλίγην μὲν χεῖρα καὶ ἐκ τοῦ Βυζαντίου αὐτῷ συνέπεσθαι, πλείονα δὲ καὶ ἐκ τῆς Ἀλεξανδρείας ὑπηρετεῖν. Ζ΄. Ὁ τοίνυν Ἑρμογένης, πλέων ἤδη τὸν ἐπὶ τὴν Ἀλεξάνδρειαν πλοῦν, καὶ πανταχόθεν ὑπηρεσία τε πολλῇ καὶ δορυφορία περιῤῥεόμενος, ἐν ἐκστάσει ὥσπερ κατὰ τοὺς ὕπνους γενόμενος, ὁρᾷ τρεῖς ἄνδρας φωτοειδεῖς, φάσκοντας πρὸς αὐτόν· Ἴδε, Ἑρμόγενες, ὡς οὐδὲ σπουδῆς βραχείας ὑπερορᾷ ὁ Θεός. Πυθομένου δὲ ἐκείνου, Καὶ τίς ἡ βραχεία αὕτη σπουδή; ἐκεῖναι, Τὴν ἀτελῆ σου, ἔφησαν ὑποδεξάμενοι, πρόθεσιν, τὴν πρὸς ναυάγια πολλῶν ἀποβλέπουσαν σου ὁδὸν, δόξης σοι τέθεικε πρόξενον καὶ ἀθανάτων τιμών. Σῴζε οὖν ταυτὶ τὰ εὐαγγέλια παρὰ σαυτῷ ἀνεπίσλητα. Καὶ γὰρ διὰ ταύτης σου τῆς πορείας ἕξεις ὅσον οὔπω βασιλέα ἀληθινὸν καὶ ἀΐδιον· εὐμοιρήσεις δὲ καὶ παρ᾽ ἡμῶν αὐτῶν ἀνδρὸς τοιούτου, δι᾽ οὗ ἂν φίλος τε ῥᾷστα γένῃ τῷ βασιλεῖ τούτῳ, καὶ προκοπῆς μετάσχης, ἣν ὁ σήμερον βασιλεύων δοῦναι σοι διαπορεῖ. Ἐπεὶ δὲ καὶ ἡ νὺξ ἤδη περὶ τὰς ἐσχάτας ἦν τῶν ἀλεκτρυόνων ᾠδάς, εὐθὺς ὁ Ἑρμογένης ἀποτιναξάμενος ἅμα τὸν τε ὕπνον καὶ τὸν ἐκ τῆς νυκτερινῆς ὄψεως θόρυβον, συμβαλεῖν οὐκ ἔχων τὰ ὀραθέντα, ὄνειρον ἁπλῶς εἶναι τὴν ὀπτασίαν ὑπώπτευε, παράλογον αὐτῷ μεταβολὴν πραγμάτων καταπόδας ἐπαγγελλόμενον, καὶ δόξαν ἴσως μονιμωτέραν μέν, ἀλλ᾽ ἐπίγειον. Περαιωθεὶς δὲ μετ᾽ ὀλίγας ἡμέρας τὸν πολὺν ἐκεῖνον ἀπόπλουν, καὶ ἡμέρῳ κύματι τοῖς λιμέσιν Ἀλεξανδρείας προσσχών, ἀπέβη τε τῆς νηός, καὶ εὐθὺς τῆς βασιλέως ἦν ὅλως ὑποθήκης τε καὶ κελεύσεως. ὡς γὰρ ὁ μὲν βασιλεὺς πολλὰ κατὰ τοῦ μακαρίου Μηνᾶ τῷ ἐπάρχῳ ἐπέσκηψεν, ἀπήντα δὲ καὶ πᾶσα ἡ πόλις πρὸ τῶν αἰγιαλῶν, τύμπανα δὲ καὶ εὐφημίαι καὶ σάλπιγγες τὴν ἀπαντὴν περιήχουν, καὶ μία τῶν εὐφημούντων ἦν ἡ φωνή, τὸν ἐκ βασιλέως ἀπεσταλμένον ἐξαίρουσα· ταξάμενος τὴν δορυφορίαν καὶ αὐτὸς ὁ ἔπαρχος κατὰ φάλαγγα, καὶ προοδεύειν τὴν ὑπηρεσίαν κελεύσας, μετὰ τοσαύτης τῆς καταπλήξεως ἐπὶ τὴν πόλιν ἀπῄει, μεθ᾽ ὅσης ἂν ἔδοξεν ἐκεῖνος τοῖς τότε κινεῖν καὶ τὴν γῆν, τῇ μελέτῃ τῶν πραγμάτων καὶ τῇ περὶ τὰ πάντα σπουδῇ, καὶ τῷ ἀκλινεῖ καὶ ἀτρέπτῳ τῆς ψυχῆς παραστήματι, τάς τε παρὰ βασιλέως ἐλπίζων κατορθώσαι τιμάς, καὶ τῶν ἀστηρίκτων ὑποσκελίσαι τὰ διαβήματα. Η΄. Ἐπεὶ δὲ καθ᾿ ἑαυτὸν ἐγένετο, πρὸς ἑσπέραν λυθείσης αὐτῷ τῆς πομπῆς, συνιδὼν ὁ μέγας Μηνᾶς ὡς ἰδιάζοντες μὲν ἄνθρωποι, καὶ μάλιστα τῶν ἐπιφανῶν τε καὶ περιβλέπτων, φέρουσι τοὺς ἐλέγχους, καὶ ὧν αὐτοῖς ἔδοξε πολλάκις ἀνασκευαζομένων ἀνέχονται, ἐκκλησιάζοντες δέ, δυσχεραίνουσί τε διελεγχόμενοι, καὶ πρὸς τὰ δεδογμένα ἐνστατικῶς ἔχουσι· τοῦτο ἐκεῖνος ἄριστα συνιδών, καὶ ὅτι λογιώτατος μὲν ὁ Ἑρμογένης, οὔπω δὲ καὶ δόγματος ὕψος τοσοῦτον καταλαβεῖν ἱκανός, καὶ ὡς, εἴπερ οὕτως εἰς τὸ βῆμα χωρήσοι μὴ προκατηχηθεὶς τὴν
col. 377–378page 37 of 246
PG 116:377εὐσέβειαν, μηδὲ τῶν πονηρῶν προλήψεων προδιασκισθεισῶν αὐτῷ, λόγου ἐπιστήμη, καὶ φύσεως κράτος, καὶ ἔρις ψυχῆς ἐν ἀρχοντικῷ τῷ φρυάγματι οὐ μόνον ἐμποδὼν ἔσονται πρὸς παράδοσιν εὐσεβείας, ἀλλὰ καὶ ἱκανῶς ἕξουσι πόλιν τοσαύτην, καὶ μάλιστα περὶ τὴν πίστιν νεοπαγή, διαφθεῖραί τε καὶ τὰ εὐσεβῆ ταύτης ἐξελεῖν σπέρματα, μετρίῳ καὶ φρονήματι καὶ τῷ σχήματι πρὸς τὸν ἔπαρχον εἴσεισι, καὶ προσαγορεύσας φησίν· Χάρις τῷ ἑνὶ καὶ μεγάλῳ Θεῷ. Προνοίᾳ γάρ, ὡς ἔοικε, τούτου νυν πρωτον ὁ ὑψηλὸς σὺ καὶ περιφανής, τὴν μεγάλην καὶ πρώτην καὶ βασιλεύουσαν ἐκλιπών, πρὸς τὴν ἐσχάτην τε καὶ μικρὰν ἐπεδήμησας. Καὶ μέλλοντος ἤδη τοῦ Ἁγίου τὸν περὶ τῆς εὐσεβείας λόγον αὐτῷ προηχεῖν, μᾶλλον δέ διασαλεύσαι πρότερον τὰς περὶ θεῶν φαύλας προλήψεις, ὁ ἔπαρχος, τόν τε ἕνα ἀκούσας θεόν, καὶ ὡς ἂν μὴ τοῖς συκοφάνταις εὐδιάβλητος τῇ ὡς τοὺς ἐχθρούς του βασιλέως προσιέμενός τε καὶ λόγου μεταδιδούς, ἄλλως τε δὲ καὶ ἤθους ἐμβρεθείς, καὶ αὐστηρίᾳ τῇ πρὸς τὸν ἅγιον τὴν βασιλικὴν θηρώμενος εὔνοιαν καὶ κλέπτων τὰς προκοτές, διακόψας, συσχεθῆναι αὐτόν αὐτίκα προσέταξε καὶ τηρηθῆναι ἐν φυλακῇ, τοσοῦτον πρὸς τοὺς παριστώντας μόνον εἰπὼν, ὡς τῆς αὔριον ἐπιστάσης, εἴσεται ὁ μάταιος οὑτοσὶ, τοῦ Γαλιλαίου μύστης, οἷος εγώ φίλος τοῖς ἐχθροῖς τῶν βασιλέων τε καὶ θεῶν, καὶ εἰ εἷς Θεὸς ἢ πολλοί. Θ΄. Καὶ ἁπλῶς τὰ μένοντα αὐτὸν ἐπ' ὄψει πάντων δεινά. Τῇ ἐπ᾿ αὔριον δὲ βήματος αὐτῷ ὑψηλοῦ προτεθέντος, τοῦ τε δήμου παντὸς θεωμένου, καὶ τῆς δορυφορίας παρισταμένης, προκαθίσας αὐτὸς ἐκέλευσε παραστῆναι τὸν ἅγιον. Οὗ γενομένου, καὶ παραστάντος τοῦ μάρτυρος φαιδρῷ τῷ προσώπῳ καὶ ἀπτοήτῳ ψυχῆς παραστήματι, ὁ ἔπαρχος εἶπε· Δίκαιόν ἐστιν, ὦ Μηνᾶ, βασιλέας τε τιμᾶν πάντα ἄνθρωπον, καὶ τοὺς αὐτῶν σέβεσθαι θεούς, καὶ πρὸς ἔτι τοῖς εὐεργέταις εὐγνωμονεῖν· ἢ τί δεῖ πρὸς ταῦτα ποιεῖν, αὐτὸς ἐν τῷ φανερῷ δίδαξον. Καὶ ὁ ἅγιος, Μέχρι τότε, ἔπαρχε, τοῖς εὐεργέταις, ἔφην προσήκον εὐγνωμονεῖν, μέχρις ἂν ἀμφοτέροις τὸ εὐγνωμονεῖν, αὐτῷ τε τῷ εὐγνωμονοῦντι, καὶ πρὸς ἂν τοῦτο γίνεται λυσιτελὲς ᾖ· ὅταν δὲ τοὐναντίον πολλὴν ἑκατέροις ἐπάγῃ τὴν βλάβην, τότε χρὴ τὴν μετὰ βλάβης εὔνοιαν ἀπωσαμένους, τὰ πρὸς ὠφέλειαν συντείνοντα προτιμᾶν. Βασιλέας δὲ τιμᾶν μὲν διὰ τὴν ἀρχὴν ὅσιον· ὅταν δὲ μὴ περὶ Θεὸν οὗτοι πρώτην ἀρχὴν καλώς τε καὶ ὑγιῶς ἔχωσι, μηδὲ τὴν τιμήν, ὡς δέον ἐστὶν, αὐτῷ νέμωσιν, οὐκ ἂν εἴπαμε χρῆναι τοὺς τοιούτους τιμᾶν. Ἀλλὰ καὶ τοὺς τῶν θεοὺς οὐχ ἁπλῶς δεῖ σέβειν μὴ προεξετάσαντες πρότερον, εἰ ἀληθῶς δύνανται ὅσα προσήκον ἔστι Θεὸν δύνασθαι, καὶ εἰ μὴ, ἐν γενέσει ὄντες καὶ ἀρχῇ, ἀτελεύτητοί εἰσι καὶ ἀθάνατοι. Εἰ δὲ καὶ μάτων τινὸς ἐνδεῶς ἔχουσιν, αὐτῶν μὲν ὑπερορᾶν χρήν· πῶς γὰρ ἂν εἴη Θεὸς ἀτελής; πόθου δὲ θερμοῦ τι καὶ ψυχῆς καθαρότητι τὸν ὄντων ὄντα Θεόν ἡμῖν. Γ. Ἐγώ τοίνυν, ὡς καὶ αὐτὸς οἴσθα, ἔπαρχε,
col. 379–380page 38 of 246
PG 116:379Αθηναῖος τε ὤν, καὶ τὸν πάτριον ἐκ πολλοῦ νόμον τιμῶν, ἐπὶ νέῳ σώματι τούς τεκόντας ἀποβαλών, φιλοπόνου ψυχῆς οὐκ οἶδ' ὅπως ὤν, πᾶσαν διελθεῖν ἔκρινα τὴν τῶν Ἑλλήνων μυθικὴν παίδευσιν, καὶ δὴ ἐν ὀλίγῳ τοῦτό μοι γέγονε, καὶ πᾶσαν αὐτῶν ἐπιστήμην τε καὶ τέχνην ἀκριβῶς ἐπῆλθον. Ὀψὲ δὲ μαθὼν καὶ παρὰ Χριστιανοῖς εἶναι τινας γραφάς, ἐπιμελὲς ἐθέμην καὶ αὐταῖς ἐντυχεῖν. Ἐντυχών οὖν, οὐδ᾽ ὅσον εἰπεῖν, ἐνενόουν ταύταις ἐγκεκρυμμένην ὠφέλειαν, καὶ παραβαλὼν αὐτὰς τῇ Ἑλληνικῇ παιδεία, πολλὴν τὴν διαφορὰν εὕρισκον, καὶ ὥσπερἐκ διαμέτρου ἐν ἐκείναις μὲν ἀρετὴν καὶ ἀλήθειαν, ἐν ταύτῃ δὲ πλάνην καὶ μοχθηρίαν. Αἱ μὲν γὰρ παρὰ Χριστιανούς Γραφαὶ θεοπρεπεῖς εἰσηγοῦντο τὰς τοῦ Χριστοῦ δυνάμεις καὶ ἁπλᾶς ἄλλως καὶ ἀκολούθους τῇ τε θείᾳ φύσει καὶ ἑαυταῖς· αἱ δὲ τῶν Ἑλλήνων ἀνθρωποπαθὲς εἶναι τὸ θεῖον εἰσάγουσι, καὶ μεσταὶ μὲν ψεύδους εἰσὶ, μεσταὶ δὲ παθῶν, καὶ ἀσελγείας, καὶ ἀταξίας ἔμπλεαι, θεοὺς ἔχουσαι μαχομένους ἀλλήλοις, καὶ ὑπὸ φθαρτῶν ἀνθρώπων ἡττωμένους καὶ πληττομένους, καὶ μυρίων ἄλλων κακῶν τε καὶ μύθων γέμουσαι· καὶ συνελόντα φάναι, τῶν μὲν τὸ τέλος σωτηρία ἐστὶ καὶ ἀληθοῦς Θεοῦ ἐπίγνωσις, τούτων δὲ σαφὴς ἀπώλεια καὶ ὁδηγία πρὸς ἄτιμα πάθη καὶ πλάνης εὕρεσιν. Ὅμως καὶ οὕτως ἐχουσῶν τῶν τῶν Χριστιανῶν Γραφῶν, οὐκ εὐθὺς ἔγνων αὐταῖς ἕπεσθαι, ἀλλὰ διάπειραν ἐζήτουν τῆς τοῦ Χριστοῦ δυνάμεως, ὥστε τὴν ἀλήθειαν ἔργῳ διδαχθῆναι. Καὶ ἀνθρώπῳ πηρωθέντι μέλη τινὰ τοῦ σώματος ἐντυχών, καὶ ἀγαθῆς ἐμοὶ τοῦτο τύχης εἰπὼν εὗρον τοῖς θείοις ῥήμασιν ἀκόλουθον καὶ τὸ ἔργον. Ὡς οὖν μόνον τὸ τοῦ Χριστοῦ ὄνομα τοῖς πεπηρωμένοις ἐπεῖπον ἐκείνοις μέλεσιν, αὐτίκα ἐκεῖνα, τὴν πήρωσιν ἀποβαλόντα, καθάπερ αὖθις μεταπλαττόμενα, πρὸς τὴν ἐξ ἀρχῆς ὑγείαν μετετίθετο. Ἔργῳ τοίνυν τὸν δημιουργὸν ἐπιγνούς, καὶ τὴν τῶν Ἑλλήνων δόξαν ἀπομοσάμενος, καὶ τὴν ἄλλην ἅπασαν ἀπωσάμενος ματαιότητα, βεβάπτισμαι, καὶ Χριστοῦ μόνου γεγένημαι. Ἐξ ἐκείνου δὲ καὶ μέχρι νῦν, ἔπαρχε, νόσους χαλεπὰς καὶ πάθη ἀνίατα, καὶ ἃ μόνῳ ἐξᾶσθαι θεῷ δυνατόν, ταχὺ καὶ ῥᾳδίως ἰῶμαι, τὸ τοῦ Χριστοῦ ὄνομα καὶ μόνον καλῶν. Καὶ μάρτυς τῶν ἐμῶν λόγων ὁ δῆμος ἅπας, καὶ τὸ περιεστὼς τοῦτο θέατρον. Καὶ οὐκ ἔχεις εἰπεῖν ὡς ψεῦδος ταῦτα καὶ λόγοι κενοί· πάρεστι γὰρ καὶ νῦν ἔργῳ τὰ λεγόμενα πιστωθῆναι. ΙΑ΄. Οὕτω τοῦ μάρτυρος διατρανώσαντος τὴν ἀλήθειαν ὅ τε δῆμος ἦσαν καὶ ἅπαν τὸ θέατρον ἀπὸ τρίτης ὥρας ἕως ἑβδόμης τῆς γλώττης ὥσπερ τοῦ μάρτυρος ἐκκρεμάμενοι, καὶ τῆς ἐκείνου μᾶλλον ὁμιλίας ἢ βρώσεως ἐφιέμενοι. Καὶ πέρας ὡς εἶδον αὐτὸν ὁμοῦ τε τοὺς τοῦ βασιλέως θεοὺς ἀπελέγξαντα, καὶ τὸν ἀληθῆ Θεὸν ἀποδείξαντα, καὶ ἅμα αὐτοὺς ἐκείνους τῶν θαυμάτων προβαλλόμενον μάρτυρας, γλῶττα μία καθάπερ πάντες γενόμενοι, Μὴ κάμνε, ἔλεγον, ἔτι, χρηστὲ ἔπαρχε· αὐτοὶ γὰρ ἡμεῖς τῶν
col. 381–382page 39 of 246
PG 116:381τεράτων θεαταί γεγενήμεθα, αὐτοὶ τῶν θαυμασίων ἀπολελαύκαμεν. Οὐδὲ ἓν ψεύδος παρέρπει, οὐδὲ ἀπάτη τις ὑποκάθηται τοῖς ὑπ' αὐτοῦ πραττομένοις. Ἔγνως καὶ αὐτὸς τὴν ἀλήθειαν συνετὸς ὤν, καὶ ὡς μὴ χρὴ Θεὸν ἄλλον ἡγεῖσθαι καὶ προσκυνεῖν ἢ τὸν αὐτοῦ. Ὁ δὲ ἔπαρχος, εὐλαβηθεὶς τὴν παρρησίαν τῆς πόλεως, καὶ ἰδὼν πάντα σχεδὸν τὸν δῆμον ἀπονεύσαντα πρὸς Χριστὸν, καὶ συναπαχθέντα τῷ ἀθλητῇ, καὶ φυλαξάμενον μή τι καὶ νεώτερον κατ' αὐτοῦ τολμηθῇ, καὶ τοῦτο μὲν μὴ ἔχων πρὸς τὴν ἀλήθειαν ἀντειπεῖν, τοῦτο δὲ καὶ τιμωρήσασθαι δυσωπούμενος τὸν οὕτω τὸν λόγον τῆς ἀληθείας ὀρθοτομήσαντα, ὡς πάντας τοὺς παρρόντας θέσθαι καταπειθεῖς, μεστὸς θορύβου καὶ κατηφείας γεγονώς, ἐγκλεισθῆναι πάλιν κελεύει τὸν Ἅγιον. Ἀνέστη γοῦν εὐθέως τοῦ βήματος, καὶ τὸ θέατρον ἔλυσε, καὶ συνεξέῤῥει τοῦ ἀγῶνος ὁ ὄχλος καὶ ἅπαν τὸ θέατρον· καὶ θροῦς τις ἦν ἐξ πάντων δι᾿ εὐφημίας ποιουμένων τὸν μάρτυρα. Ὁ μὲν οὖν ἅγιος ἐνεκέκλειστο· τὴν δὲ γλῶσσαν οὐδὲ οὕτως εἶχε σιγῶσαν καὶ τῶν εἰς Χριστὸν ὕμνων ἐπεχομένην· ἔψαλλε γάρ· « Ἔσωσας ἡμᾶς, Κύριε, ἐκ τῶν θλιβόντων ἡμᾶς, καὶ τοὺς μισοῦντας ἡμᾶς κατήσχυνας, ἤνοιξας ἐν παραβολαῖς τὸ στόμα ἡμῶν, καὶ ἐφθεγξάμεθα προβλήματα ἀπ' ἀρχῆς. » ΙΒ΄. Ὁ μέντοι ἔπαρχος, λογισάμενος ὁπόσον μὲν ἐκ πρώτης πείρας ἡ πόλις κατέγνω αὐτοῦ, ὁπόσον δὲ καταγνώσεται μαθὼν καὶ ὁ βασιλεὺς, καὶ σχετλιάσας οὐ μικρῶς διὰ ταῦτα, σχεδὸν ἀπόσιτος ἦν. Ὅμως τοὺς ὕπνους αὐτοὺς σκέψιν θέμενος, καὶ πᾶσαν εἰς τοῦτο τὴν νύκτα διενεγκών, ἐπεὶ ἡμέρας διηύγαζεν, ἤκουσε δὲ ὅτι καὶ αὖθις τὸ θέατρον ἠθροίσται, καὶ ὑπερβάλλει τὴν χθὲς πολυανθρωπίαν ἐπιθυμίᾳ τῆς κοινῆς πάλης τῶν λόγων καὶ τῆς τοῦ ἀθλητοῦ πιθανότητος, πάντα τἄλλα δευτέρας εἶναι φροντίδος εἰπών, ἐκάθισεν ἐπὶ βήματος. Περιειστήκει δὲ ἅπαν τὸ δορυφορικὸν ἔκπληκτον, προέκειτό τε ὑπ' ὄψιν πᾶν εἴ τι κολάσεως ὄργανον, αὐτοῦ τοῦτο κελεύσαντος, ὥστε δέος ἐμποιῆσαι τῷ μάρτυρι. Ὡς οὖν οὕτω ταῦτα, καὶ ὁ ἅγιος σχοινίοις ἀποδεθεὶς εἰσήχθη, ὁ ἔπαρχος ἔφη· Λέγε μοι σύ, κατάρατε, ποίᾳ τύχῃ τεθαρρηκώς, εἰς τοσοῦτον τόλμης προήχθης, ὡς παραπεῖσαι μὲν τὸν δῆμον ἐξουσίας ἀπονεῦσαι βασιλικῆς, κατειπεῖν δὲ ἀνέδην καὶ τῶν θεῶν, φρονῆσαι δὲ τὰ σά, καὶ οὕτως ἐξαίφνης τῆς σῆς ἅμα καὶ γλώττης καὶ γνώμης ἔχεσθαι, καὶ τὸ ξένα θρησκεύειν διεγκαλούμενος, ἐλευθερίας καὶ τυραννίδα μεμελετηκώς; Πρὸς ταῦτα ὁ ἅγιος, Ὅτι οὐ τυραννίς, εἶπεν, ἔπαρχε, τὰ ἐμά, τὸ μέτριον τουτὶ σχῆμα ἐφ' ᾧπερ εὗρες ἡμᾶς, πρὸ ἐμοῦ σοι ἀπολελόγηται. Τὸν δῆμον δὲ οὐκ αὐτὸς ἀποστῆναι παρέπεισα, ἀλλ᾽ ὁ ζῆλος τοῦ διὰ τῶν σημείων ἐπιγνωσθέντος αὐτοῖς Θεοῦ. Κατεῖπον δὲ τε καὶ τοῦ βασιλέως θεῶν, ὅτι δεῖ πάντα ἄνθρωπον λόγῳ καὶ κρίσει φωράσαντα τὸ ψεύδος, ἀπὸ μὲν μυσάττεσθαι, τὴν ἀλήθειαν δὲ προσκυ-
col. 383–384page 40 of 246
PG 116:383νειν. Ἀλήθεια δὲ παρὰ ἀνθρώποις, ἔπαρχε, ἀναμφίλεκτος ὁ Χριστός. ΙΓ΄. Ὁ ἔπαρχος εἶπε· Σοὶ τοῦτο δοκεῖ, ἀνόητε. Ἐπεὶ ὅτι γε οὐ δεῖ τὸν Ἐσταυρωμένον σέβεσθαί τε καὶ προσκυνεῖν, καὶ ὡς λῆρος ἦν καὶ κενολογία τὰ λεχθέντα πάντα τῇ χθὲς παρὰ σοῦ, ἐξ αὐτῆς σήμερον ἔσται καταφανές. Ὁπότε γὰρ ἐμοῦ μέλος τι τῶν σῶν ἀποτεμόντες ἢ καύσαντος, ὁ προσκυνῶν σὺ τὸν Χριστὸν καταστήσαι τοῦτο μὴ δυνηθῇς, πῶς ἂν ὀφθείης ἑτέροις ταῦτα σὺν ἀληθείᾳ, δούς, ὃ σαυτῷ χαρίσασθαι μὴ καθίσταται δυνατός; Καὶ ὁ δήμος ἅπας εἰς τοῦτο ἐπένευσεν. Ὁ ἅγιος εἶπεν· Εὔχομαι, ἔπαρχε, δοκιμὴν ἐν ἐμοί σε λαβεῖν τοῦ Χριστοῦ. Πέποιθα γὰρ ὡς ἀποδὺς εὐθέως ὁ περίκεισαι νῦν ἀξίωμα, εἷς καὶ αὐτὸς ὀφθήσῃ τῶν ἀρχομένων ὑπὸ Χριστοῦ. Ὁ γοῦν ἔπαρχος τήν τε οἰκείαν ὀργὴν ἐκδικῆσαι ζητῶν, ἐλπίσας δὲ καὶ τὸν ἅγιον ἐφ᾽ οἷς εἴρηκεν ἐπὶ πάντων ἐλέγξαι, κελεύει τὸ σαρκώδες ὅλον τοῦ τῶν ποδῶν αὐτοῦ πέλματος, ἐφ᾽ οὗπερ ἑκατέρα τῶν βάσεων ἵδρυται, μαχαίραις ἀποδαρῆναι, καὶ οὕτως ἐπὶ γυμνοῖς τοῖς ὀστέοις πρὸς τὰς περὶ θεῶν ἐρωτήσεις αὐτὸν ἵστασθαι, ὡς ἂν οὕτω μάλιστα τῷ δριμεῖ τῶν πόνων τὴν καρδίαν βαλλόμενος, πρὸς τὰ τὰς ἀποκρίσεις καὶ τὰς λύσεις τῶν προβλημάτων εὐχερῶς συμποδίζηται. Ὁ δὲ ἅγιος οὕτως ἀνηλεῶς τὴν σάρκα ταῖς μαχαίραις ὑποτεμνόμενος, τήν τε συμπαρακειμένην ἅπασαν φλέβα συνθρυπτόμενος, διασπώμενος δὲ καὶ τῶν νεύρων ὅσον τὴν κίνησιν διοικοῦν συμπεφυκὸς ἦν, ἔστενε μὲν ἐπ᾽ ὀλίγον, τῆς χάριτος ὥσπερ ὑποχωρούσης καὶ δοκιμαζούσης τὸν ἀθλητὴν, ἀλλὰ καὶ στεφάνων ἀφορμὰς αὐτῷ παρεχούσης· καρποὶ γὰρ πόνων σαφῶς οἱ στέφανοι· ἐνεκαρτέρει δὲ πρὸς τὰς ἀλγηδόνας ὥσπερ παρούσης μᾶλλον αὐτῆς, καὶ ὑποβασταζούσης αὐτὸν καὶ κουφιζούσης τῶν πόνων τὴν αἴσθησιν. Ἐπεὶ δὲ καὶ τῆς βασάνου ἀφείθη, ἀναπηδήσας εὐθὺς ὁ ἅγιος, ἐπὶ μόνοις ἔστη τοῖς ὀστέοις ὄρθιος, « Ὁ ποὺς μου ἔστη ἐν εὐθύτητι, » ψάλλων, « ἐν ἐκκλησίαις εὐλογήσω σε, Κύριε. » Ὑπέρρει δὲ τῶν ἰχνῶν αὐτοῦ πάντοθεν πλῆθος αἵματος· καὶ φαιδρὰν μὲν αὐτὸς εἶχε τὴν ὄψιν, ἀκμάζουσαν δὲ πρὸς τοὺς κινδύνους τὴν καρδίαν, παρρησιασμένην δὲ τὴν γλώτταν πρὸς ἔλεγχον τότε πλέον ἢ πρότερον· ἀκατάπληκτος δὲ ἦν καὶ πρὸς ἅπαν κολαστηρίων ὄργανον. Ἐκρότησε μὲν οὖν εὐθὺς ὡς ἐπὶ νίκῃ τὸ θέατρον. ΙΔ΄. Ὁ δὲ ἔπαρχος ἐν ταὐτῷ τε τοὺς ἐλέγχους φυγεῖν διανοηθείς, καὶ τὸν ἀνταγωνιστὴν ὥσπερ ἄοπλον θεῖναι καὶ ἄπρακτον, ὡς εὐχείρωτον οὕτως αὐτῷ ἐσόμενος, αὐτίκα κελεύει ἐξ αὐτοῦ τοῦ φάρυγγος ἐκτμηθῆναι τὴν γλῶτταν τοῦ μάρτυρος. Καὶ ὁ ἅγιος, Εἰ καὶ τὰς κόρας, ἔφη, τῶν ἐμῶν ὀφθαλμῶν ἀποσβέσεις, οὐδὲ οὕτως ἐγὼ προσκόψω. « Λύχνος γὰρ τοῖς ἐμοῖς ποσὶν ὁ νόμος ὁ τοῦ Χριστοῦ. » Τεθάρρηκα δὲ, λέγων, ὡς ἐπειδὰν ἀποβάλω τὴν γλῶτταν αὐτός, τότε σὺ γλώτταν ἀναλάβῃς εὐφώνως
col. 385–386page 41 of 246
PG 116:385ἔδουσαν τὰ μεγαλεῖα τοῦ Θεοῦ. Ἐπεὶ δὲ μηχανῇ τινι καὶ σπουδῇ τῶν ὑπηρετῶν ἡ γλῶττα τῷ μάρτυρι τοῦ ἱεροῦ στόματος ἀπηνέστερον ἐξειλκύσθη, καὶ αὐτοὶ τὰς τῶν σιδήρων ἀκμᾶς προσεμβάλλοντες κάτωθεν αὐτὴν ἀπέτεμνον ἤδη, ἔπασχε μὲν ὁ γενναῖος, καὶ πλήρης ἀγώνας ἦν τὴν ψυχήν· ἠνδρίζετο δὲ καὶ ἔφερε, καὶ πρὸς Χριστὸν ὅλην ἐνέτεινε τὴν διάνοιαν. ὡς δὲ τέλος εἶχεν ἡ βάσανος, ὁ μὲν τόνος τοῦ σώματος ἔκαμνε τῷ ἁγίῳ, αὐτὸς δὲ τὴν ψυχὴν τῷ πόθῳ τῷ πρὸς Χριστὸν νευρούμενος, ἠρέμα διάρας τὴν κεφαλὴν, ἀποπτύων δὲ τὸ πολὺ τοῦ αἵματος, καὶ ὅλως ταῖς καταῤῥοαῖς φοινισσύμενος, πρὸς πάντας ἠτένιζεν εὐθαρσῶς, καὶ νεύμασι τῷ τε ἐπάρχῳ τὴν περὶ τὰ δεινὰ γνώμην, καὶ τῷ δήμῳ τὴν καρτερίαν ἐσήμαινε· καὶ ὡς οὐ μόνον οὐκ ἐνδίδωσιν, ἀλλὰ καὶ τρυφὴν ἡγεῖται τὸ πρᾶγμα, καὶ θανάτου διψᾷ. Ὁ δὲ ἔπαρχος μανίᾳ ληφθείς, ὅτι καὶ καταπαίζων τῆς τιμωρίας, μάρτυρα τῆς ἀνδρίας ἐποιεῖτο τὸν δῆμον τοῖς ἑαυτοῦ νεύμασι, ἐτάττεν εὐθέως ἐκκοπῆναι αὐτοῦ καὶ τοὺς ὀφθαλμούς. Ὡς δὲ πολὺ τὸ τάχος εἰσῆγον οἱ πρὸς ταύτῃ διακονούμενοι, καὶ παραχρήμα μηδένα λόγον τῆς κοινῆς ποιούμενοι φύσεως, περισχόντες τὸν ἀθλητὴν ὁμῶς αὐτοῦ τοὺς ἱεροὺς ἐξώρυττον ὀφθαλμούς, ἀλγοῦντος μέν, πῶς γὰρ οὔ; καὶ τῆς ἀνθρωπίνης φύσεως ὑποσημαίνοντος τὴν ἀσθένειαν, φέροντος δὲ κἀν τούτῳ γενναίως καὶ τὴν κεφαλὴν ἐπικλίνοντος, ὁσάκις ἂν αὐτὴν ἄνετον ἔσχε, καὶ ὥσπερ τῷ Δεσπότῃ χάριν ὁμολογοῦντος ὅτι τοιούτων ἠξιώθη τῶν ἀγαθῶν· ὁ ἔπαρχος, παθὼν τὴν ψυχὴν ἐξαίφνης καὶ σκυθρωπάσας πρὸς τὰ ὁρώμενα, καὶ τοῦτο μόνον εἰπὼν, ὡς τὸ αὔριον τὸ περιλειφθὲν τοῦ σώματος ὄρνεοις ἐκδοθῆναι δεῖ, ὡς ἂν μηδὲ εἰς μνήμην λείψανόν τι καταλειφθῇ, καὶ οὕτως κελεύσας τηρεῖσθαι, τοῦ βήματος ἐξανέστη. ΙΒ'. Οἱ δὲ στρατιῶται, βραχύ τι τὸν ἅγιον ἐμπνέοντα ἔτι ἐπαγαγόντες, τῇ φυλακῇ προσῤῥίπτουσι. Νύκτωρ δὲ περὶ τρίτην ὥραν ἀστραπῆς ὥσπερ περιλαμψάσης τὸ δεσμωτήριον, ἐφίσταται ὁ Χριστὸς τῷ τόπῳ ἐφ᾽ οὗ ὁ ἅγιος ἔῤῥιπτο. Καὶ πρῶτα μὲν θάρσους αὐτὸν ἐμπίπλησι καὶ προθυμίας· ἔπειτα δὲ τὴν γλῶσσάν τε καὶ τοὺς ὀφθαλμοὺς τὸ πρότερον ἀναπλάττει, γιάσας δὲ καὶ τοὺς πόδας, οἷονεὶ τεθνηκότα ὅλον ἀναζωώσας, « Πρόσεχε, » ἔφη πρὸς αὐτὸν, « ὦ Μηνᾶ. Ἐγώ εἰμι Ἰησοῦς ὁ Χριστὸς, δι᾿ ὃν αὐτὸς πέπονθας, οὐκ ἀπολιμπανόμενός σου καὶ πρότερον, οὐδὲ μακράν που τῶν ἀγώνων ὑπάρχων, ἀλλ᾿ ἀναμένων γνωσθῆναί σου τὸ περὶ ἐμὲ φίλτρον καὶ ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις. Ἐπεὶ οὖν ἔγνωσται, τὸ λοιπὸν ἔσομαι μετά σου φανερῶς σοι τὰς ἀντιλήψεις ποιούμενος. Ἑρμογένην δὲ τὸν ἔπαρχον, ὃς τῷ ἐμῷ χαλεπαίνει ὀνόματι, αὔριον μὲν ἱκέτην ἕξεις, μετ᾿ ὀλίγον δὲ καὶ συναθλητὴν, ὡς καὶ σοὶ δῆλον, καὶ ὑπὲρ ἐμοῦ συμμαρτυροῦντά σοι, καὶ προθύμως συμπάσχοντα καὶ συστεφανούμενον. Ἀνάξιον γὰρ τῆς ἐμῆς φιλανθρωπίας ἀγνοίας ἕνεκα τὴν ἐν γνώσει χρηστότητα καὶ ἀγαθοεργίαν αὐτοῦ παραδραμεῖν. » Ταῦτα εἰπὼν, καὶ Πνεύμα ἅγιον προστάξας οὕτως αὐτὸν τηρεῖσθαι, τοῦ βήματος
col. 387–388page 42 of 246
PG 116:387νης. ΙΕ΄. Ὁ δὲ ἔπαρχος, ἐπεὶ αὐτός τε ἦν ἀγχίνους μάλιστα καὶ χρηστός, καὶ τὸν μακάριον ᾔδει Μη· νᾶν σοφόν τε εἶναι καὶ τὴν τύχην περιφανή, πρὸς ἔτι δὲ καὶ πατρίδος ὁρμώμενον τῆς αὐτῆς, μέσων νυκτῶν τοὺς ὕπνους ἀποτριψάμενος, καὶ τοῦ ἐπισσκοτοῦντος ἀνανήψας θυμοῦ, καὶ λογισάμενος, οἵας μὲν αὐτὸς τῷ ἁγίῳ τιμωρίας ἐπήνεγκεν, οἷον δὲ πρὸς ταύτας ἐκεῖνος ἀνάστημα ψυχῆς καὶ καρτερίαν εἰσήνεγκεν, οὐδὲν μικρόψυχον, οὐδὲν ἀγενὲς ἢ παθὼν ἢ φθεγξάμενος, καὶ ἀπώλετο ἀνὴρ, οὗ πάντες ἥττονες τῆς σοφίας καὶ τῆς ἄλλης σπουδῆς (νεκρὸν γὰρ ἤδη αὐτὸν ὑπελάμβανε πρὸς τοιαύτας μὴ διαρκέσαντα τιμωρίας), καὶ καταγνοὺς ἑαυτοῦ, ὅτι μὴ κολακείαις μᾶλλον Μηνᾶν ὑπηγάγετο, ἀγαπητὸν γὰρ καὶ οὕτως ἄνδρα τοσοῦτον ἑλεῖν, δακρύων τε πληροῦται τοὺς ὀφθαλμούς, καὶ τῆς ζημίας ἐπέστενεν ἑαυτόν. Ἔκρινεν οὖν, ὥσπερ δυσωπηθεὶς τὴν τοσαύτην τοῦ ἀνδρὸς ἀρετὴν, ἕωθεν ἀναστὰς, δημοσίᾳ τιμῆσαι τὸν ἐκείνου νεκρὸν, ὅσα δὴ καὶ τιμῶσι τοὺς κειμένους νεκροὺς οἱ προσήκοντες, καὶ οὕτως ἀπολογήσασθαι τῷ μάρτυρι τὰ τῆς ὕβρεως. Ἡμέρας δὲ ἤδη γενομένης, ἐπεὶ μεστὸν ἦν Ἀλεξανδρέων τὸ θέατρον (ἤθροιστο γὰρ παρὰ τῶν κηρύκων οὕτω προσαχθὲν παρὰ τοῦ ἐπάρχου), προκαθίσας αὐτός, ἐκέλευσε τιμῇ πολλῇ παρὰ τὸ βῆμα στρατιωτῶν χερσὶ τῆς εἰρκτῆς μετακομισθῆναι τὸ σῶμα τοῦ μάρτυρος. ΙΖ΄. Ὡς δὲ ἐντὸς τῆς φυλακῆς οἱ πεμφθέντες ἐγένοντο, θαῦμα εἶδον κρείττον λόγου καὶ διανοίας· φωτὸς μὲν πλήρη τὴν ἐζοφωμένην εἱρκτήν, ἄνδρας δὲ δύο, τὴν μορφὴν ἀῤῥήτους, καὶ ὡς δορυφόρους μὲν παρισταμένους, ὡς ὁπλίτας δὲ ἀμύνειν ἑτοίμους· τὸν μάρτυρα δὲ οὐ μόνον ζῶντα καὶ τὴν ὁλοκληρίαν τοῦ σώματος ἀβλαβῆ περισώζοντα, ἀλλὰ καὶ ἥμερόν τι προσβλέποντα, καὶ τὴν γλῶτταν κινοῦντα καὶ φαιδρῶς ᾄδοντα· «Ἐὰν καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά· ὅτι σὺ μετ' ἐμοῦ εἶ, Κύριε.» Καταπλαγέντες εὐθὺς πρὸς τὴν ὄψιν, ἔστησαν ἐνεοί. Ἐν ὀλίγῳ δὲ συνιδόντες ὡς οὐκ ἀπάτη καὶ ὄνειρος τὰ δρώμενα, ἀλλ᾽ ἐγρήγορσις καὶ ἀλήθεια καὶ θεία τις δύναμις, μεταβαλόντες, ἐβόησαν· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. Αὐτίκα γοῦν τά τε στρατιωτικὰ ξίφη πόῤῥω καταβαλόντες, εἰς οὐδὲν δὲ καὶ τὸν δικαστικὸν ἐκεῖνον θυμὸν θέμενοι, καὶ καταγνόντες μὲν τῶν ἀρχόντων, καταγνόντες δὲ καὶ τοῦ βασιλέως αὐτοῦ, ἐπίστευσαν τε εἰς Χριστὸν, καὶ τῷ ἁγίῳ παραμένειν εἰς τὸ ἑξῆς ἔκριναν. Ἐπεὶ δὲ καὶ ὑστερίζειν ἐντεῦθεν συνέβη τοὺς στρατιώτας, ἡ δὲ πόλις ἐγλίχετο μὲν ἰδεῖν καὶ τὸν τοῦ ἀριστέως νεκρόν, ἰδεῖν δὲ καὶ τί τὸ ἀποβησόμενον, εἱστήκει τὸ θέατρον, κατ' αὐτοῦ τε τοῦ ἐπάρχου καὶ τῶν στρατιωτῶν δυσχερείας καὶ θορύβου μεστόν. Ὁ μέντοι ἔπαρχος, χαρίσασθαι τῷ δήμῳ βουλόμενος, ἐπεὶ ἔγνω τὸ λυπῆσαν αὐτοὺς οὐδὲν ἕτερον ἢ τὴν βραδύτητα τῶν στρατιωτῶν
col. 389–390page 43 of 246
PG 116:389εἶναι, ἑτέροις πλείοσι καὶ σπουδαιοτέροις στρατιώταις τὴν ἀνακομιδὴν τοῦ μάρτυρος ἐπιτρέπει. Οἱ δὲ, ἐπεὶ καὶ αὐτοὶ πρὸς τὴν φυλακὴν πεφοιτήκασι, καὶ θεαταὶ πάντων ἐκείνων τῶν παραδόξων κατέστησαν, ἤκουσαν δὲ καὶ τοῦ μάρτυρος τρανέστατα διαλεγομένου καὶ τὴν γλῶτταν εὐφραδῶς κινοῦντος, εἶδον δὲ καὶ τοὺς στρατιώτας αὐτῷ καθάπερ Θεῷ τινι προσανέχοντας, θάμβους πλησθέντες καὶ παρπέντες μικροῦ τῷ θεάματι, παραχρῆμα καὶ αὐτοὶ ἔγνωσαν θείας εἶναι τὸ πρᾶγμα δυνάμεως, ἐπέστησαν ἀπὸ ὅλης ψυχῆς, μηδὲν τῆς ἐπάρχου φροντίσαντες ἐξουσίας, καὶ τοῖς λοιποῖς προσετέθησαν. ΙΗ΄. Ὁ ἅγιος τοίνυν, ἐπεὶ παρὰ τῶν στρατιωτῶν ἤκουσεν ὡς πᾶσα ἡ πόλις παρέστηκεν ἤδη, τὸ θέαμα περὶ πολλοῦ τιθεμένη, καὶ ὡς ἕτοιμοι πάντες πιστεύειν τῷ σῷ θεῷ, εἰ θεάσαιντο μόνον τὰ εἰς σὲ θαύματα, οὐδὲν μελήσας, ἐξῄει, καὶ τοὺς στρατιώτας πρώτους ἔχων συνεπομένους. ὡς δὲ ἐπιόντα αὐτὸν ἐπὶ τὸ θέατρον εἶδεν ὁ δῆμος ὑγιῶς οὕτω καὶ ἀρτίως ἔχοντα, ὥσπερ οὐδὲν ἀνήκεστον πεπονθότα, ψάλλοντος δὲ καὶ ὑπᾴδοντος, « Ἐὰν παρατάξηται ἐπ᾽ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου, » σκηνῆς εἶναι καὶ οὐδὲν πλέον σκηνῆς ὑπώπτευκε τὰ ὁρώμενα. Ἐπεὶ δὲ καὶ περιεργότερον τὰς ὄψεις ἐπιβαλόντες αὐτὸν ἐκεῖνον εἶναι τὸν Μηνᾶν ἀνεγίνωσκον, ὀφθαλμοῖς βλέποντα, καὶ γλώσσῃ λαλοῦντα, καὶ βαδίζοντα τοῖς ποσὶν, εὐθὺς μιᾷ φωνῇ πάντες, Ἐκράτησεν, εἶπον, ἡ τοῦ Χριστοῦ δύναμις, καὶ ἐπ᾽ αὐτοῦ θανάτου ἐκράτησεν. Εὐτυχὴς ἡ Ἀλεξανδρέων, ἥτις δι᾽ ἑνὸς τούτου ἀνδρὸς σήμερον τοσαύτην ἀπάτην ἀπεκρούσατο, καὶ μεταμαθοῦσα καλῶς τὴν ἀλήθειαν, τοῦ θεοῦ μόνου ἀναμφιλόγως ἡ ἐξουσία. αὕτη καὶ ἡ ἰσχύς. Αὔχει, ῥῆτορ ἀθλητὰ τοῦ ἀληθινοῦ Θεοῦ καὶ σώζοντος, αὔχει. Ὁ δὲ ἔπαρχος, ἐκπλαγεὶς τῷ καινῷ καὶ παραδόξῳ τοῦ πράγματος, καὶ δείσας μὴ καὶ παρ᾽ ἐλπίδας νεώτερόν τι πρᾶξαι τὸ θέατρον διανοηθείη, ἀνίστασθαι ἔκρινεν. ὡς δὲ εἶδε τὸ πλῆθος πλῆρες ὁρμῆς καὶ κινήσεως, ἤκουσέ τε καὶ πάντων βοώντων, Ἐπίμεινον, περίβλεπτε ἔπαρχε, μὴ φθονήσης πόλει τοσαύτῃ μεγίστου πράγματος, τὸν Θεὸν σήμερον ἐπιγνῶναι τὸν ἀψευδῆ, καὶ πρὸς τὸ φῶς εὐθυδρομῆσαι τῆς ἀληθείας· γίνεται καὶ αὐτὸς ὅλος τῆς εἰς τὸν μάρτυρα παραδοξοποιίας, καὶ τῷ πλήθει σιωπὴν παραγγέλλει. Τὸν δὲ ἅγιον παρ᾽ αὐτὸν ἥκειν κελεύσας, ἐπεὶ ἐγγύτατα ἦν, κατενόει. Ενύπνια γάρ πως ἐδόκει αὐτῷ τὰ φαινόμενα, οὔπω πεῖραν λαβὼν τῶν τοῦ Χριστοῦ. Ἐπεὶ δὲ τῶν δημίων οἱ παρεστῶτες καὶ ἡ ἄλλη πᾶσα δορυφορία, πρὸς δὲ καὶ αὐτὸς ὁ ἔπαρχος οἰκείαις χερσὶν ἕκαστα διαβασανίσαντες, ἀναντίρρητον ἔγνωσαν τὴν πίστιν τοῦ θαύματος, εὐθὺς τότε περιεστὼς ἅπας καὶ αὐτὸς ἀπεστομώθη ὁ ἔπαρχος. ΙΘ΄. Ἱκανῆς δὲ ὥρας παρελθούσης, τὸ πολὺ τῆς
col. 391–392page 44 of 246
PG 116:391ἐκπλήξεως ὥσπερ ὁ ἔπαρχος ἀποσκευασάμενος καὶ τοῦ πάθους ἀνενεγκών, πρὸς τὸν ἅγιον ἔφη· Λέγε μοι, ἄνθρωπε, φιλαληθῶς πρὸς τοῦ σοῦ Θεοῦ, τί βούλεται ταῦτα ; καὶ τί τὰ παραδόξως δρώμενα ; Θεῷ γὰρ μόνῳ δυνατὰ καὶ οὐκ ἄλλῳ ποιεῖν. Ὁ δὲ ἅγιος ἐν ὀλίγῳ, τὴν τε ἄναρχον ἀρχὴν τοῦ Θεοῦ τοὺς παρόντας ἀναδιδάξας, καὶ τὸ ἀναγκαῖον τοῦ Σταυροῦ καὶ σωτηριωδέστατον ἐξειπών, καὶ ἁπλῶς τὸ πᾶν αὐτοῖς τῆς οἰκονομίας μυστήριον διασαφήσας, πρὸς τῷ τέλει ἐπήνεγκεν· Ὁ Θεὸς τοίνυν, Ἔπαρχε, ἀγαθός τε ὢν καὶ φιλάνθρωπος, καὶ τῆς τῶν ἀνθρώπων ἕνεκα σωτηρίας ἐπὶ γῆς κατελθών, οὐ βούλεται οὐδένα τῶν ἁπάντων ἀπολέσθαι ποτὲ καὶ τῶν αἰωνίων ἀγαθῶν ἐκπεσεῖν· ἀλλ᾿ ὥσπερ μήτηρ μετὰ τὰς ὠδῖνας προνοεῖται μὲν εἰς ἅπαντα τοῦ παιδὸς, ἀνέχεται δὲ τοῦ ἀτελοῦς χάριν καὶ τῶν ἐξ αὐτοῦ ὕβρεων, οὐ παρὰ τοῦτο ἐχθραίνουσα τῷ παιδί (τῶν σπλάγχνων γὰρ ἡττηται, καὶ ἰσχυρῶς μᾶλλον ἐφίεται τελειότητος ἁψάμενον κατιδεῖν, δόξῃ τέ τινι καὶ λαμπρότητι διαπρέποντα)· οὕτω καὶ ὁ Θεὸς προνοεῖται μὲν μετὰ τὴν δημιουργίαν καὶ ὡς πατὴρ, ἀνέχεται δὲ καὶ τῶν εἰς αὐτὸν ἀθετημάτων διὰ τὴν ἄγνοιαν, καὶ σπλάγχνοις μᾶλλον οἰκείοις νικώμενος, εὐμενῶς ἔχει καὶ φιλανθρώπως, οὐδενὸς ἑτέρου ἐπιθυμῶν ἢ τοῦ ἐντὸς ἡμᾶς γενέσθαι τῆς αὐτοῦ δόξης, εἰς ἄνδρα τέλειον ἐλθόντας, εἰς μέτρον ἡλικίας πνευματικῆς, ὡς Παύλος ἡμᾶς διδάσκει, τοῦ πληρώματος τοῦ Χριστοῦ. Ἐπεὶ οὖν εἶδεν ὑμᾶς ὁ Σωτὴρ τοῖς δελεάσμασι τῶν δαιμόνων πρὸς τὴν αὐτοῦ ἐπίγνωσιν ὑστερίζοντας, καὶ παρεζηλοῦντας αὐτὸν ἐπ᾽ οὐ θεοῖς, καὶ παροργίζοντας ἐν τοῖς εἰδώλοις ὑμῶν, καὶ μὴ τὴν ἰσχὺν αὐτοῦ καὶ δύναμιν ὑποπτήσσοντας, κηδόμενος ὑμῶν, ἤλεγξεν ἐν ἐμοὶ σήμερον τὴν τε πλάνην τῶν σεβασμάτων ὑμῶν καὶ τὸν οὐ κατ᾽ ἐπίγνωσιν ζῆλον, ὡς παρόντες συνομολογεῖτέ μοι καὶ αὐτοί. Καταμαθέτω τοίνυν ἕκαστος ὑμῶν ἐν ἐμοὶ τὴν δύναμιν τοῦ Χριστοῦ, λογισάμενος ὅτι ἄνθρωπος ἤδη πρὸς γῆρας ὁρῶν, καὶ τὸ πλέον μὲν τοῦ σώματος, τὸ πᾶν δὲ τῆς ἰσχύος ἀπὸ βασάνων ἀναλωθεὶς, καί νεκρῷ ἐπίσης τῇ εἱρκτῇ ἐναποῤῥιφείς, πάρειμι νῦν ἐνώπιον ὑμῶν, ἄρατιος, ἀπαθής, ἀκέραιος ὥσπερ ὠδίνων ἄλλων τυχών, καὶ αὖθις ἀναγεννηθεὶς κραταιότερος. Καὶ εἴ τις τὸν ὄντως ἐφευρεῖν ἐθέλοι Θεόν, ἐπιγνοὺς τὸν ἐμοὶ σήμερον καὶ γλώτταν καὶ πόδας καὶ ὀφθαλμοὺς δωρησάμενον, αὐτὸν εἶναι πιστευσάτω τὸν ἐξ ἀρχῆς τά τε ἄλλα καὶ αὐτὸ τὸ φῶς, καὶ τὸν λόγον καὶ τὴν κίνησιν τοῖς κινητοῖς χαρισάμενον. Μὴ οὖν ἀνέχου ἐπὶ πολὺ, λαμπρότατε ἔπαρχε, συνετὸς ὢν ἀγνοεῖν τὸν κηδόμενόν σου, καὶ τὴν ἐπιστροφὴν ἀναμένοντα. Δεῖ γὰρ σε καὶ αὐτὸν προσδραμεῖν τῷ Χριστῷ, καθά μοι καὶ παρ᾽ αὐτοῦ ἔγνωσται, καὶ χαῖρε, ἀγαθῇ τε καὶ αἰωνίῳ βασιλεῖ μέλλων προσέρχεσθαι, καὶ εἰς τὸ τοῦ μαρτυρίου σὺν ἐμοὶ στάδιον ἀποδύεσθαι. Κ'. Ὁ δὲ ἔπαρχος, ἅτε ψυχῆς ἀγαθῆς ὤν, εὐπα
col. 393–394page 45 of 246
PG 116:393τοῦ τε πρὸς ἀλήθειαν, μάλιστα δὲ καὶ τῆς τῶν ὀφθαλμῶν αὐτοῦ τῆς ψυχῆς ἁψαμένης συνιέναι τοῦτο μὲν ἐκ τῶν λόγων, τοῦτο δὲ θαύματος τὸν ἀληθῆ Θεόν· καὶ αὐγὰς τῆς ας ἡρέμα πῶς ὑποδέχεσθαι. Συμβαλὼν δὲ καὶ τερον κατὰ τὸν ἀπόπλουν ἐθεάσατο ὄψιν καὶ ὁ φανείς Θεός, βούλεται τοῦτον συναρίθμιον τοῖς ὑπηρέταις αὐτοῦ καὶ τοῖς φίλοις, ἔχαιρε ἐπὶ μεγάλῳ τῷ πράγματι, διηπόρει δὲ πῶς ἐπὶ τοσοῦτον χρόνον τῇ πλάνῃ προστετηκώς ἀξιωθείη τοιούτῳ προσοικειωθῆναι Θεῷ. ἂν οὕτω ταῦτα καὶ καθ᾿ ἑαυτὸν ἔστρεφεν, ἡ χάρις ἔτι μᾶλλον αὐτὸν ἐκκαλουμένη πρὸς τὴν σεν, λαμπρότερα σύμβολα προτείνει τῆς ἀληΚαὶ ὁρᾷ ἐκεῖνος σὺν ὀλίγοις τισὶν ἄνδρας δύο ἐντας τὸν ἅγιον, ἀστραπῇ τὴν μορφὴν ἐοικοτερίγας τε περικειμένους, καὶ πολλὴν τοῖς τὴν κατάπληξιν ἐμποιοῦντας, καὶ ὁπλοφοροῦντας, ὡς πρὸς ἄμυναν, στεφάνῳ δὲ τὴν κεφαλὴν ταινιοῦντας. Ἐπεὶ οὖν καὶ ἑτέροις τὸ θεαθὲν κατο, καὶ αὐτοὺς εὕρισκε τὴν ἴσην ὄψιν θεαοὐδὲν ἔχων ἐπιδοιάζειν, ἔστη ἀθρόον ἀρὰς τοῦ θρόνου, καὶ πρὸς τὸ πλῆθος ἐβόηὌντως ἀληθινοῦ Θεοῦ ὑπηρέτης οὗτος, τῇ δείξας τὸν ἅγιον· καὶ μέγας τίς ἐστιν ὃς σέβειν ἐκδιδάσκει Θεόν. Ἐγὼ γὰρ τοῦτον ὁμοΘεὸν ἀληθῆ, τὸν οὕτω μὲν παραδόξως τοὺς ἀγωνιστὰς ἀναπλάττοντα, οὐρανόθεν δέ, ὡς τὰς νίκας βραβεύοντα, καὶ νοερᾷ συμμαχίᾳ ἀμύνοντα. Ἐλάνθανον δὲ ἄρα πονηροῖς προσανέχων, καὶ ὑμᾶς ἀναπείθων βουλομέὁ Χριστῷ καλῶς πείθεσθαι. Ταῦτα λέγων, ἕτοιμος μὲν ἦν ὁρμᾶν καὶ τοῦ μάρτυρος ποιῶν ἅπτεσθαι· ἐπείχετο δὲ πολύ τῇ καταπλήξει τῶν ἀγγέλων καὶ τῷ Αἰφνίδιον οὖν ἀφανεῖς μὲν οἱ ἄγγελοι· ὁ ποδραμών, καὶ τῶν τοῦ ἁγίου ποδῶν λαβόμελει τε ἡδέως, καὶ, Εὔξαι, πρὸς αὐτὸν ἔλεγεν, ῦ Θεοῦ ὑπηρέτα, καὶ πρὸς τῆς Ἀληθείαςἦν κηρύττεις, εὔξαι δοῦλόν κἀμὲ τὸν ἀνάξιον ἐκκλεῦσαι τῷ Θεῷ. Νῦν ᾐσθόμην ἐκ τῶν θεαμάτων, οἵοις χρώνται τοῖς δορυφόροις γνησίως Χριστῷ προσερχόμενοι· καὶ ὅθεν αὐτοῖς, καὶ τῶν καμάτων αἱ ἀμοιβαί, καὶ ὡς ξένοις τισὶ φοβεροῖς ὑπηρέταις δορυφοροῦνται. Καθάπερ σύ, οἳ καὶ ὡς ἐναγεῖς ἡμᾶς καὶ βεβήλους τινὸς ἀπωθοῦντο τῇ ὄψει καὶ ἀπετείχιζον, ὀψὲ φιλανθρωπευθέντες, παρεχώρησαν ἡμῖν τῆς ἁγνείας καὶ καθαρότητος. Καὶ δέδοικα, μήπως καὶ με προσελθόντα Χριστός, ἀξιοῦντα, καὶ τοῦτο καὶ ὑπὲρ ἡμῶν ἡγούμενον, τοῖς ἐσχάτοις τῶν δούλων αὐτοῦ συντάττεσθαι. Πλὴν ἀλλὰ οὕτως ἀγαπητὸν ἤγημαι, τοιούτου με τυχόντα καὶ δίκας εἰσπραχθῆναι τῆς προλαβούσης πλάνης καὶ παρανοίας. Καὶ ὁ ἅγιος, Θάρσει, ἔφη, λαμπρότατε ἔπαρχε, καὶ μηδὲν περὶ τὴν τοῦ Θεοῦ ἀνεξικακίαν νάσης. Ἐγὼ γὰρ ἐπ᾿ ἐμαυτοῦ πειραθεὶς τοῦ
col. 395–396page 46 of 246
PG 116:395Θεοῦ, καὶ εἰδὼς αὐτὸν φιλάνθρωπον τε καὶ ἐλέημονα, καὶ μετανοοῦντα ἐπὶ κακίαις ἀνθρώπων, τεθάῤῥηκα, ὅτι σὲ οὐ μόνον οὐκ ἀπώσεται προσελθόντα, ἀλλὰ καὶ τὴν εἰλικρινή σου πίστιν ταύτην ἀποδεξάμενος γεγράφηκε σου ἤδη τὸ ὄνομα ἐν βίβλῳ ζωῆς, καὶ ὅτι κέκρικέ σε, ὡς ἐμὲ γινώσκειν, διὰ μαρτυρίου τὸ θεῖον αὐτοῦ δοξάσαι σὺν ἐμοὶ ὄνομα. Οὕτως εἰπὼν, καὶ διημερεύειν τὸν δῆμον μαθὼν ἄσιτον, μετέωρόν τε ἰδὼν, ὑπ᾽ ἐκπλήξεως τῶν ὁρωμένων ἱστάμενον, ἔτι τε προσμένειν βουλόμενον, καὶ ὄψιν αὐτοῦ ὁρᾷν, καὶ λόγων ἀκούειν, αὐτὸς ὑποσχόμενος πρωϊαίτερον παρεῖναι, εὐθὺς ἀπῄει, καὶ τὸ θέατρον ἔλυσεν. Ἀλλ᾽ ὁ ἔπαρχος οὐδὲ οὕτως ἠνέσχετο τοῦ μάρτυρος ἀποστῆναι, ἀλλὰ σχολάσαντι μᾶλλον παρ᾽ ὅλην τὴν νύκτα συνῆν, ἀκριβέστερον τὸν τῆς ἀληθείας λόγον ὑπ᾽ αὐτοῦ κατηχούμενος. Ἐπεὶ δὲ ὄρθρος τε ἦν, καὶ ἡ πόλις οὕτω συνήθροιστο πολυπληθής, ὡς μηδὲ τὸν τοῦ θεάτρου τόπον χωρεῖν, ἔμελλε δὲ συνανιέναι τῷ ἐπάρχῳ πρὸς τὰς δημηγορίας ὁ ἅγιος, πλῆθος πολὺ τῶν Ἑλλήνων ἐκ μελέτης συναντήσαντες τῷ ἁγίῳ, καθάπερ ἐξ ἑνὸς στόματος, Πάντες ἡμεῖς, ἔλεγον, πιστεύομεν τῷ ὑπὸ σοῦ κηρυττομένῳ Θεῷ, καὶ ἤδη πάντα ἀρνούμεθα, καὶ αὐτῷ μόνῳ στρατεύεσθαι καὶ ὑπηρετεῖν προῃρήμεθα. Εὐχαριστήσας δὲ τῷ Θεῷ ὁ ἅγιος, καὶ τὸ πλῆθος τῆς ταχείας ἐπαινέσας ἐπιστροφῆς, καὶ εἰπὼν ὡς οὐδὲ τὸ εὐθὺς πιστεῦσαι ἀκούσαντας καὶ μὴ μελῆσαι τοῖς λογισμοῖς ἀμφιβάλλοντας ἄμισθον παρὰ τῷ Θεῷ, καὶ ὅτι οὔπω βαπτισθέντες, μέτοχοι γενήσεσθε καὶ τῶν δωρεῶν τοῦ Χριστοῦ, συνανελθὼν τῷ Ἐπάρχῳ ἔστη. ΚΓ΄. Ἐπεὶ δὲ πρὸς τὸ πλῆθος ἀπιδών. Ὁ Θεός ἡμῶν, εἶπε, καταρτήσαι [ὑμᾶς] αὐτοῦ τῇ σφραγίδι, καὶ εὐχρήστους πρὸς πᾶν ἔργον ἑαυτῷ ἀποδείξαι, αὐτίκα πυνθάνεσθαι, καὶ μανθάνειν ἕκαστον περὶ Θεοῦ ὃ βούλεται προετρέψατο. Ὁ οὖν ἔπαρχος σὺν παντὶ τῷ πλήθει, οὐδὲν ἡμῖν, εἶπεν, ἀμφίβολον περὶ τοῦ σοῦ Θεοῦ, ἀγιώτατε. Πάντα σαφῶς ἔγνωμεν, καὶ παντὶ τῷ παρὰ σοῦ ῥηθέντι πεπιστεύκαμεν. Ἓν μόνον ζητοῦμεν, οἰκειωθῆναι Θεῷ διὰ τοῦ βαπτίσματος. Συμφωνήσαντα τοίνυν τὸν ἔπαρχον ὁ δῆμος ἰδὼν, ὡς ἀληθῶς, εἶπον, ἀπροσωπόληπτος ὁ Θεὸς, σωφροσύνης ἕνεκα καὶ προστασίας πενήτων, τὴν αὐτοῦ ἐπίγνωσιν ἀντιδούς, καὶ θεοσεβείᾳ τὸν Ἔπαρχον ἀμειψάμενος. Ἐπεὶ δὲ παρῆσαν τε ἐκεῖσε καὶ τῶν πέριξ πόλεων Ἐπίσκοποί τινες εὐλαβεῖς καὶ θεοφιλεῖς, οἱ πάντες τρισκαίδεκα, οἱ μὲν κατὰ θέαν μόνην τῶν ἀγώνων τοῦ μάρτυρος, οἱ δὲ καὶ διὰ τοῦτο τῆς ἐρήμου κατελθόντες, ἵνα τοὺς ἐν τῇ πόλει πιστοὺς ἐπισκέψωνται, ἠνέχθη δὲ καὶ ὕδωρ, οὕτω κελευσθὲν ὑπὸ τοῦ ἁγίου, αὐτὸς δὲ ὁ ἅγιος τοῦ ὑψώματος ἀποβὰς, καὶ τὸν Ἔπαρχον μὲν ὑποκλῖναι τὴν κεφαλὴν τοῖς θεοφιλτάτοις ἐπισκόποις πεποιηκὼς, ἐπιχέειν δὲ αὐτῷ ἐπὶ κεφαλῆς ἐκείνους τὸ ὕδωρ, καὶ λέγειν, Δέχεται τὸ λουτρὸν τῆς ἀναγεννήσεως Ἑρμογένης εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, οὕτως ἐνώπιον αὐτὸν παντὸς τοῦ πλήθους βαπτισθῆναι ἐποίησε.
col. 397–398page 47 of 246
PG 116:397πεποίηκεν. Ἐπευφήμησε δὲ τὸν Χριστὸν ὁ δῆμος εἰς τοῦτο πολλά. ΚΔ΄. Ὡς οὖν ἥ τε ἀναγέννησις τοῦ ἐπάρχου ἑορτάξειν ἠνάγκαζε, καὶ πρὸς τοσοῦτον πλῆθος ἐξαρκέσαι ἄπορον ἦν, τότε μὲν ὁ ἅγιος διαλύει τὸ θέατρον· εἶτα πρὸς τοὺς ἐπισκόπους ἐπιστραφείς, οὐ δίκαιόν ἐστιν, ἔφη, τοιούτου τὴν Ἐκκλησίαν ἀνδρὸς στερηθῆναι, πολυπαθοῦς τε καὶ σώφρονος, καὶ τὴν διάνοιαν ὑψηλοῦ. Ταύτῃ τοι καὶ διὰ τὴν πολλὴν περὶ τὸν ἅγιον αἰδὼ, μηδὲν τὸν Ἑρμογένην ἀντιφθεγγόμενον, λαβόντες ἐκεῖνοι, τῷ κλήρῳ συναριθμοῦσιν. Εἶτα πρὸς τάξιν τοὺς ἐκκλησιαστικούς πάντας βαθμοὺς μετελθόντα, ἐπίσκοπον αὐτὸν τῆς πόλεως καθιστῶσιν. Ὃς καὶ μετὰ τὴν χειροτονίαν, ἑβδόμης ἐπιστάτης ἡμέρας, συναγαγὼν ὅσον προσῆν αὐτῷ χρυσίον, καὶ τὴν ἄλλην πᾶσαν περιουσίαν, καὶ χαίρειν εἰπὼν τρυφῇ καὶ βλακείᾳ καὶ τοῖς ἄλλοις εἰς ἃ χαίρουσι φιλοκόσμων ψυχαί, χερσὶ πάντα περιήτων ἐδίδου. Εἶτα καὶ τὰ ἄλλα πάντα διὰ μικρᾶς κάμενος τῆς φροντίδος, σὺν παντὶ τῷ πλήθει πρὸς ἓν κατὰ τῶν δαιμόνων ἐξωπλίσατο πόλεμον, οἷα μνησικακῶν αὐτοῖς τοῦ προτέρου βίου καὶ τῆς πλάνης κραταιῶς ἀμυνόμενος, καὶ ἐν ὀλίγῳ τά τε ἱδρύματα καὶ τοὺς βωμοὺς αὐτῶν καταστρέψας, καὶ πᾶν εἴδωλον καθελών, πανταχοῦ τόν τε σταυρὸν ἐπήξατο, καὶ θυσιαστήρια συνεστήσατο, καὶ τὸ τοῦ Χριστοῦ προσκυνεῖσθαι παρεσκεύασεν ὄνομα. Τοὺς μὲν οὖν ὄχλους μετὰ τοῦτο προσπίπτοντας καὶ βαπτισθῆναι δεομένους ἐβάπτιζεν ἑκάστης τοσούτους, ὡς μηδὲ ἀριθμῷ ῥᾳδίως αὐτοὺς ὑποβάλλεσθαι. Τοὺς δὲ ἐπιμονῶντας, ἢ ὑπὸ παθῶν ἑτέρων πιεζομένους, ἐπικλήσει μόνῃ Χριστοῦ παραχρῆμα καὶ τοῦ δαιμόνος καὶ τοῦ πάθους ἀπήλαττεν. Ἐδίδασκέ τε ἀεὶ ἁγνείας ἔχεσθαι καὶ θεοσεβείας, ταπεινοφροσύνης τε καὶ ἀγάπης, πραότητος καὶ ἀκτημοσύνης, καὶ τῆς ἄλλης ἀρετῆς ὁμοίως ἑαυτὸν τοῖς διδασκομένοις ὑπόδειγμα προτιθείς. ΚΕ΄. Ἐπεὶ οὖν οὐ πολλαὶ διῆλθον ἡμέραι, καὶ πάσης τῆς πόλεως εἰς ἓν φρόνημα συνελθούσης, μία τε ἐγένοντο ποίμνη Χριστοῦ, ἀνήρ τις δεισιδαίμων, τῶν τοῦ συνεδρίου εἷς Ῥουστίκιος ὄνομα, βασκήνας τῇ τε πόλει καὶ ἡμῖν τοῖς Χριστιανοῖς, καὶ ἅμα τὴν ἐν τοῖς βωμοῖς μέθην καὶ τὴν ἄλλην ἀσέλγειαν περὶ πλείονος ἔχων τῆς παρὰ Χριστιανοῖς ἐγκρατείας καὶ κοσμιότητος, ὡς εἶχε θυμοῦ καὶ ὀργῆς, πρὸς τὸν βασιλέα τὸ τάχος ἀναδραμών, ἐν βραχεῖ πάντα διαγορεύει. Ἠθέτηται, λέγων, πᾶσα θυσία, περιύβρισται τὰ σεμνὰ τῶν θεῶν, κατέστραπται τὰ τεμένη, βωμὸς ἅπας τῶν θεῶν καταβέβληται, καὶ ἁπλῶς τήν τε τῶν θεῶν καθαίρεσιν, εἶτα καὶ τὴν τοῦ ἐπάρχου μετάθεσιν καταλέγει, καὶ ὡς συνυπαχθεὶς ὁ ἔπαρχος Ἑρμογένης εὐνοίᾳ παλαιᾷ καὶ κέρδει πολιτικῷ τῷ δεινῷ τὴν γλῶτταν Μηνᾷ, σχεδὸν πᾶσαν τὴν ἀρχὴν, πρὸς τὸν ἐσταυρωμένον συναποκλίνει παρέπεισε· καὶ ἤδη προσκυνεῖται μὲν ἀδεῶς πανταχοῦ ὁ Χριστός. Ἀπῆλθε δὲ ὀπίσω αὐτοῦ πᾶσα ἡ Ἀλεξάνδρεια. Ταῦτα εἰπὼν, ἵνα καὶ πλέον αὐτὸν ἐξοργίσῃ, καὶ πρὸς τὴν κατὰ τῶν Χριστιανῶν τιμωρίαν ἐκμήνῃ, προστίθησιν ὡς,
col. 399–400page 48 of 246
PG 116:399μὴ διὰ πολλῆς τοῦτο θείης φροντίδος τε καὶ μελέτης, καὶ ἀνατραπῇ μὲν ἐπὶ σοῦ τὰ Χριστιανῶν, ἀναστῇ δὲ τὰ τῶν θεῶν, οἶδα ὡς καταστραφήσεται μὲν ἡ σὴ βασιλεία τάχει πολλῷ, βεβαιωθήσεται δὲ ἡ τοῦ λεγομένου Χριστοῦ. ΚϚ΄. Τοῦτο Μαξιμῖνος ἀκούσάς, ὡς πεσείται μὲν ἡ αὐτοῦ, ἀναστήσεται δὲ ἡ Χριστοῦ βασιλεία, τὸν μὲν Ῥουστίκιον τῆς τε εἰς αὐτὸν εὐνοίας, καὶ τῆς εἰς τοὺς θεοὺς ἀποδεξάμενος καὶ τιμήσας, ἀγριάνας δὲ σφόδρα κατά τε τοῦ ἐπάρχου καὶ πάσης τῆς πόλεως, καὶ τοῦ θυμοῦ μᾶλλον γενόμενος ἤ τοῦ συμφέροντος, ἔκρινεν εὐθὺς αὐτὸς ἐκεῖνος ἐπιστῆναι τῇ Ἀλεξάνδρου, παρασκευῇ πολλῇ καὶ σπουδῇ, δέκα χιλίαδας ἀνδρῶν μαχίμων εἰς τοῦτο κελεύσας αὐτῷ συνέπεσθαι, εἰπὼν ὅτι Αἰδούμενοι μόνον, ὡς ἔοικε, τοὺς βασιλεῖς οἱ πολλοὶ, τιμῶσιν οὓς δοκοῦσι σέβειν θεοὺς, καὶ τῆς ἄλλης ἑαυτοὺς κακίας ἀναχαιτίζουσιν. Ἐπεὶ, εἰ μὴ τοῦτο ἦν, ὡς ἡ τῶν πραγμάτων ἐλέγχει παράστασις, ἀπηρυθριασμένως ἂν ἐπράττετο τὰ κακὰ, καὶ οὐδ᾽ ἂν ἔσπευδέ τις τοῦ λαθεῖν. Ὅμως προνοίᾳ τῶν θεῶν ἐγὼ κατὰ τὴν Ἀλεξάνδρου γενόμενος αὐτῶν τε τιμωρὸς ἔσομαι, καὶ τὴν ἐμαυτοῦ ἐπανορθώσομαι ἄγνοιαν, τὴν περὶ τὸν ἐσταυρωμένον πλάνην, ἐκποδὼν ποιησάμενος. Εἶπε, καὶ οὐ πολὺ τὸ ἐν μέσῳ παρῆκε γενέσθαι, ἀλλὰ τὰ πολιτικὰ πάντα δευτέρας ἀξιώσας φροντίδος, τάχει πολλῷ τὴν Ἀλεξάνδρου καταλαμβάνει. Καὶ αὐτίκα συλληφθῆναι κελεύει τοὺς ἁγίους, καὶ ἅμα πρωί, τῆς τε πόλεως ἁπάσης ὁρωσης, καὶ τῆς στρατιωτικῆς παρισταμένης χειρός, καθίσας ἐπὶ τοῦ βήματος, γυμνούς αὐτοὺς ἐπέταττεν εἰσαχθῆσαι. ΚΖ΄. Καὶ ὡς μόνον εἶδεν εἰσαγομένους, μέγα ἀνακραγών, Ἆρ᾽, ὦ θεοί, ἔφη, τί μέλλει τοῦτο εἶναι, τὸ παρ᾽ ἐμοῦ μὲν τὸν ἀπατεῶνα τοῦτον, προνοίας τοσαύτης ἀξιωθῆναι, καὶ τὰς πρώτας ἀρχὰς ὡς οὐκ ἄλλῳ τινὶ τῶν ὑφ᾽ ἡμᾶς πιστευθῆναι· αὐθαιρέτως δὲ πάντων ὑπεριδεῖν καὶ αὐτομολῆσαι πρὸς τοιαύτην τύχης ἀφάνειαν, καὶ πρὸς ἔτι τῆς κεφαλῆς τὴν κόμην περιελεῖν, καὶ τῶν ἐν τῇ σκηνῇ γελωτοποιῶν διακεῖσθαι μηδὲν ἄμεινον. Καὶ προσωσχὼν ἔτι τῷ ἡγεμόνι· Λέγε μοι σύ, δύστηνε, ἔφη, τίνος χάριν πάσης σοι γῆς καὶ θαλάσσης τὴν ἐξουσίαν ἐπέτρεψα, καὶ τὴν ἀρχὴν ἀδιάδοχον ἐθέσπισα ἔχειν· οὐχ ὡς εἴνουν μὲν τοῖς θεοῖς, καὶ μηδ᾽ ἂν, εἴ τι καὶ γένοιτο, ἔξαρνον αὐτῶν τὸ παράπαν ἐσόμενον· εὔνουν δὲ καὶ ἡμῖν· καὶ ὡς ἂν τὸν λόγιον τουτονὶ καὶ σοφὸν ἄνδρα, τύχης πνεύματι παρὰ τὸ εἰκὸς φυσηθέντα, κἀντεῦθεν εἰς πλάνην ὠλισθηκότα, τέχνῃ, καὶ πείρᾳ, καὶ τῇ πειθοῖ τῶν λόγων, πρὸς τὴν πάτριον θρησκείαν ἐπαναγάγῃς· Τί οὖν παθών, ἤ θεασάμενος, ἐγχρονίσαι μὲν αὐτὸν συνεῖδες τῇ ματαιότητι, καὶ μὴ μόνον ἀνακτήσασθαι τῆς ἀπάτης, ἀλλὰ καὶ αὐτὸς ἴσης κοινωνῆσαι κακοδοξίας καὶ πρὸς ἔτι τὴν κεφαλὴν, ἀνόητε, περικείρασθαι, καὶ τῶν ἐν θεάτροις εἷς εἶναι λογισθήναι ὑποκριτῶν· εἰς τοῦτο θυμοῦ καὶ βαρύτητος ἐξενεχθέντος τοῦ βασιλέως, καὶ ὀργίλον τι καὶ μανικὸν περιβλέψαντος, εὐμενὲς τοῖς μάρτυσιν ὁ Θεὸς ἐπεῖδε, καὶ Ἄγγελοι αὐτοῖς ἐπιφαίνονται παραχρῆμα, θάρσους
col. 401–402page 49 of 246
PG 116:401τε καὶ δυνάμεως ἐμπιπλῶντες καὶ πρὸς τοὺς ἀγῶνας ἀλείφοντες· μὴ φοβηθῆναι τε ὑπαγορεύοντες τὴν τοῦ βασιλέως ὀργήν, ὡς τῆς νίκης μετ᾿ αὐτῶν ἐσομένης. ΚΒ'. Καὶ ὁ Ἑρμογένης εὐθὺς ἀπεκρίνατο· Εἰ ἀνέχῃ που εὐμενῶς ἀκοῦσαι, σοφώτατε βασιλέων, ὅτου χάριν καὶ τί θεασάμενος, τάς τε πρώτας παρά σοι νομιζομένας εὐδαιμονίας χαίρων ἀπεῤῥιψάμην, καὶ προθύμως εἰς τοῦτο τύχης κατῆλθον ὡς καὶ μωρὸς ἐθέλειν δοκεῖν, καὶ πένης, καὶ γελοῖος, καὶ ἄτιμος, καὶ Χριστοῦ λέγεσθαι μᾶλλον καὶ ἡδέως διὰ τοῦτο καὶ πλάνην ἐγκαλεῖσθαι καὶ ἄγνοιαν, καὶ ἕτοιμος εἶναι καὶ ξίφους, καὶ πυρὸς καὶ θηρίων καταφρονεῖν διὰ τὸν Χριστὸν, καὶ διψᾶν μὲν μᾶλλον τὸν ὑπὲρ ἐκείνου θάνατον, ἢ τὴν ζωήν· τοῦ συνεδρίου μοι μαρτυροῦντος παντός, τὰ μάλιστα δὲ καὶ τοῦ πράγματος ἱσταμένου κατ᾿ ὄψιν· πολλὰ τῆς ἀληθείας φροντίσας, καὶ τοῦ μηδέν τι τῶν κυρίων παραλιπεῖν, λέξω ὅπερ αὐτὸς ἐπεζήτης. Καὶ ὁ βασιλεύς, Τούτου πάντως, ἔφη, κἀγὼ καὶ οὐδ᾿ ἑνὸς ἑτέρου ἐφίεμαι· εἴ γε μὴ τῆς ἀληθείας τὸ ψεῦδος αὐτὸς ἄγεις ἔμπροσθεν τοῦτο διὰ τὴν ἀνάγκην πλέον τιμῶν. Καὶ ὁ Ἑρμογένης, Ἐμοί, κράτιστε βασιλέων, ἔφη, καταθρασυνομένῳ Χριστοῦ, καὶ θεραπεύειν μὲν τοὺς ποτε θεοὺς βουλομένῳ, θεραπεύειν δὲ καὶ τὸ σὸν κράτος, σπουδὴ ἦν, ὡς καὶ αὐτὸς οἶσθα μετὰ τοσαύτης ἐπιστῆναι τῇ πόλει φαντασίας καὶ καταπλήξεως, καὶ οὕτω τὸν ἄνδρα ταύτῃ μὲν θωπείᾳ, τοῦτο δὲ καὶ φόβῳ πρὸς τὴν κρατοῦσαν ταύτην πατρῴαν δυσσέβειαν ἐπαναγαγεῖν, μεθ᾿ ὅσης φαίην ἄν, οὐδὲ αὐτὸς ἐπῆλθες καθ᾿ ἡμῶν σήμερον, καὶ ὡς οὐκ ἂν οὐδὲ σὺ παρὼν τοῦ ἀνδρὸς κρατήσειν ἀπήλπισας. Συνομολογεῖ δέ μοι καὶ πᾶς οὗτος ὁ δῆμος, ὅπως ποικίλος ἦν αὐτὸς ἐκ πρώτης θωπείαις ἀπειλαῖς ἐκφοβῶν, πάντα γινόμενος, ὡς ἂν τῆς εὐσεβείας μεταστήσω τὸν ἄνδρα. Καὶ ἠγνόουν ὁ μάταιος οἵῳ δὴ τούτῳ ἀνδρὶ περιέτυγεν, ἀκαταπλήκτῳ τε καὶ στεῤῥῷ, καὶ πεπαῤῥησιασμένην ἔχοντι τὴν γλῶσσαν μὲν πρὸς τὰς ἀποκρίσεις, τὴν ψυχὴν δὲ πρὸς τὰς ἐπαγωγὰς τῶν κολάσεων, καὶ πάντα παθεῖν ἑτοίμῳ, ἢ Χριστὸν ἐξομόσασθαι. Πλήν, ἵνα τἄλλα ἐάσω, ἀναδυόμενον τὸ σέβας ἰδών, μήτε τοῦ κράτους καὶ τῆς ἐξουσίας ἐπιστρεφόμενον, μήτε τῶν βασάνων ἢ τῶν προκειμένων ὀργάνων λόγον ποιούμενον, ἀλλ᾿ οὕτω μὲν πιθανῶς ἀντιλέγοντα, ὡς ἡττᾶσθαι μὲν ἐμέ τῆς αὐτοῦ διανοίας, ἐλέγχεσθαι δὲ τοὺς θεοὺς καὶ τὸν δῆμον ἅπαντα συναγορεύειν αὐτῷ καὶ τὰ ἴσα περὶ τοῦ σέβας φρονεῖν, ἐσκεψάμην ἐν ὀλίγῳ τοιαύτας αὐτῷ βασάνους ἐπενεγκεῖν, ὡς ἄν, εἰ μὲν οἷός τε γένωμαι, τέλεον ἡττήσω τὸν ἄνδρα· εἰ δ᾿ οὖν, ἀλλὰ τῆς προθυμίας τέως ἐπίσχω, καὶ συμποδίσω τούτῳ τοῦ λόγου τὴν δύναμιν. Ἔδοξεν οὖν μοι τά τε πέλματα τῶν ποδῶν αὐτοῦ μαχαίραις ἀποτεμεῖν μέχρις ὀστῶν αὐτῶν, ἐκτεμεῖν δὲ καὶ τὴν ῥήτορα γλῶσσαν ὑφ᾿ ἧς τὰ πάντα κατηγωνίζετο, καὶ πρὸς τούτοις καὶ τοὺς ὀφθαλμοὺς ἐκκόψαι, ὡς ἂν καταρραθυμήσας μὲν ἐπὶ τῷ σκότῳ τῶν ὀφθαλμῶν, τῇ ὀδύνῃ δὲ τῶν ποδῶν ὀκλάσας ὀκνηρότερος μὲν παρ
col. 403–404page 50 of 246
PG 116:403Ἀριστῇ πρὸς τὰς ἀποκρίσεις, ἀσθενέστερος δὲ πρὸς τὴν ἔνστασιν. Οἱ μὲν οὖν δήμιοι ἅμα τε προστάξαντος ἤκουσαν, καὶ τὸ πᾶν ἔδρασαν. Ὁ δὲ εὐθὺς ἐλεγχθεὶς οἷα ἄνθρωπος, καὶ μηδέν τι πλέον τῆς κοινῆς φέρων φύσεως, παραπεμπόμενος τῇ εἰρκτῇ αὐτόχρημα νεκρὸς ἦν. Ὅμως, ὁμολογήσω γὰρ τὰ ληθές, τὸν ἄνδρα τε ὡς σοφὸν καὶ συμπατριώτην οἰ κτείρων, ἀλγῶν δὲ καὶ τὴν ψυχὴν, ὅτι κακῶς ἀπώλε λυτο γλώττης οὕτω καὶ σοφίας ἔχων ἀνήρ, μετεπεμπόμην ἄπνουν τὸ σῶμα ἅμα πρωί, κατανοῆσαι θέλων, εἰς τί τῷ τοιούτῳ περιέστη τὰ τῆς ἐνστάσεως. ΚΘ'. Ὡς δὲ μεταπεμφθέντα, βαδίζοντά τε ὑγιῶς εἶδον, καὶ καθαρῶς βλέποντα, εἶτα καὶ προσδιαλεγομένου τορῶς ἤκουσα, φάσμα βλέπειν ἐδόκουν, καὶ καινὸν ὄνειρον, καὶ τοὺς ὀφθαλμοὺς εὐθὺς ἔμυσα, τοῦ τῶν θεῶν ἐχθροῦ τερατευόμενον, καὶ αὐτὸ τὸ εἴδωλον μυσαττόμενος. Ὡς δὲ τοῦ θρόνου καταπηδήσας τὴν ὄψιν μετὰ τῶν ἄλλων περιειργαζόμην καλῶς, καὶ μὴ μόνοις τοῖς ὀφθαλμοῖς πιστεύων, ἀλλὰ καὶ χερσὶ βασανίζων καὶ διαψηλαφῶν, αὐτὸν ἐκεῖνον εἶναι τὸν Μηνᾶν κατεμάνθανον, ἡττήθην τῆς ἀλη θείας εὐθύς, ἀψευδῆ μάρτυρα τὴν συνείδησιν ἔχων. Πλὴν ἀλλὰ πάρεστι καὶ αὐτός, ὦ βασιλεῦ, καὶ λε γέτω μὲν ὁ δῆμος τὰς τιμωρίας· πολυπραγμόνει δὲ καὶ αὐτὸς ὅπως ἂν ἐθέλῃς τὸ θαῦμα πρὸ τῶν ὀμ μάτων σοι ὄν. Εἰπὲ δέ μοι, πρὸς τῶν σῶν θεῶν, ὦ βασιλεῦ, εἴ τις ἑωρακὼς τὸν Χριστὸν ὥσπερ αὐτὸς ἐγὼ ἑωράκειν, ἐξαίφνης ἀναπλάσαντα ὅλον ἄνθρωπον καὶ ψυχώσαντα, καὶ πιστούμενον μὲν ἐκ τού του τὴν ἑαυτοῦ δύναμιν, ὡς οὐκ ἄλλου τινὸς ταῦτα ὅτι μὴ Θεοῦ, καὶ ὅτι αὐτός ἐστιν ὁ καὶ τὴν πρώτην δημιουργήσας τὸν ἄνθρωπον, ὑπισχνούμενον δὲ καὶ τοῖς ἐκείνῳ ἀκολουθήσασιν ἐν οὐρανοῖς μὲν βασι λείαν ἀίδιον, ἐνταῦθα δὲ τοσαῦτα δύνασθαι, ὅσα γε μόνος αὐτός· εἴ τις, ταῦτα μαθὼν καὶ ἰδών, παρίδοι μὲν τὸ φίλος εἶναι καὶ λέγεσθαι τοιούτου Θεοῦ, παρίδοι δὲ καὶ τὸ δύνασθαι ἄγειν πάντα καὶ μετα βάλλειν οἷα μόνος αὐτός γε Θεός, καὶ τυφλοὺς μέν βλέπειν ποιεῖν, χωλοὺς δὲ ἄλλεσθαι, ὄρη τε κινεῖν, καὶ νεκροὺς ἀνιστᾶν, καὶ ἁπλῶς τὴν κτίσιν πᾶσαν μεταποιεῖν μόνῳ λόγῳ καὶ νεύματι· εἶτα καὶ τὸ χαίρειν καὶ βασιλεύειν αἰωνίως ἐχέγγυον ἔχειν, ὁ τοῦτον καταλιπών, καὶ πρὸς τοιαύτην μακαριότητα μύσας τοὺς ὀφθαλμούς, ἑλόμενος δὲ τοὺς ὑμετέρους σέβειν θεοὺς καὶ ὕπατος εἶναι καὶ βασιλεύς, τί ἂν σοι ἔδοξεν οὗτος; οὐχ ὡς ἀληθῶς μωρός; οὐκ ἔκ φρων; οὔ πολλοῦ δέων τὸ συνοῖσον φρονεῖν; Λ'. Διὰ ταῦτα τοίνυν ἐγώ, βασιλεῦ, τὴν πλάνην καὶ τοὺς μύθους τοὺς ὑμετέρους καὶ θεοὺς βδελυξάμενος, καὶ πᾶσαν τὴν φαινομένην ταύτην εὐδαιμονίαν ἐξαρνησάμενος, μόνῳ τε προσέδραμον τῷ Χριστῷ, καὶ κακοδαιμονεῖν, ὡς αὐτὸς εἶπας, ἠγά πησα, τὸ δοκεῖν τοῦ εἶναι μωρὸς προελόμενος. Τὰ μὲν οὖν ἡμέτερα ἐξ αὐτῶν ἡμῶν ἤδη ἀκούσας μεμάθηκας· τὰ δὲ τοῦ Χριστοῦ εἴ γε βούλει πείρᾳ μαθεῖν, μὴ μέλλε. Ἐπινόει δὲ πολλήν τινα ταχὺ καὶ δεινὴν καθ' ἡμῶν βάσανον· καὶ εἴ τί σοι ἐνδέει πρὸς τὸ ἐπινοεῖν κολαστήρια, ἐγώ, τῇ περὶ ταῦτα
col. 405–406page 51 of 246
PG 116:405πολλή γυμνασία πρὸς ἀκροτάτην πεῖραν ἐλθών, ὑπομνήσω τὰ καὶ λειπόμενα. Ὑπόβαλλε θηρίοις, ὤθει κατὰ κρημνοῦ, κατάδυε τῇ θαλάττῃ, τῇ γῇ κατόρυττε, τέμνε ξίφει, κατάκαιε τυρί, ἑκάστῳ τῶν μελῶν πρόσφορον ἐπινόει καὶ κόλασιν. Οὕτω γὰρ κἀγὼ πρὸ μικροῦ τυφλώττων πεποίηκα τῷ ἐμῷ φωστῆρι καὶ πρὸς τὴν ἀλήθειαν χειραγωγήσαντί με Μηνᾶ. Ὁ μὲν οὖν δῆμος, οὕτων σὺν τέχνῃ καὶ παρῥησίᾳ τοῦ Ἑρμογένους εἰπόντος, τῆς τε ἀνδρίας αὐτὸν καὶ τῆς πρὸς τὸ λέγειν δυνάμεως κατεπλάγησαν· ὁ δὲ βασιλεὺς, ἐπεὶ μήτε ἀντειπεῖν εἶχε τοῖς εἰρημένοις (ὅ τε γὰρ δῆμος ἐμαρτύρει, καὶ τὸ θαῦμα κατὰ πρόσωπον ἵστατο), ἅμα τε διανοηθείς, ὡς εἰ χωρήσοι πρὸς τὴν πάλην τῶν λόγων, αἰσχυνθήσεται μὲν αὐτὸς, ἐλεγχθήσονται δὲ καὶ οἱ τούτου θεοὶ, ἀπορίᾳ καὶ λύπῃ περισχεθεὶς ἐκέλευσεν αὐτίκα τάς χεῖρας τοῦ ἁγίου καὶ τοὺς πόδας, τὰς μὲν ἐκ τῶν ὤμων, τοὺς δὲ τῶν γονάτων ξίφει ἀποτεμόντας πί τὰ ἔνδον πάντα διαχυθῆναι παρασκευάσαντας, τὸ περιλειφθὲν ἔτι ἐμπνέον, ἀκοντίσαι κατὰ τοῦ τὴν πόλιν παραῤῥέοντος ποταμοῦ. Οἱ μὲν οὖν δήμισι γυμνὰ τὰ ξίφη φέροντες, καὶ ἀπηνὲς βλέποντες φοβεροί τινες ὄντες καὶ μόνον ἰδεῖν, τὸν ἅγιον περισχόντες εὐθὺς, νῦν μὲν αὐτοῦ τὰς χεῖρας ὁμῶς, εἶτα δὲ καὶ τοὺς πόδας ἀνηλεῶς ἔτεμνον. Ὁ δὲ ἔπινε μὲν ἐπαλλήλοις ταῖς ἀλγηδόσι βαλλόμενος, ἀνεκαρτέρει δὲ οὕτως, ὥσπερ οὐκ αὐτὸς πάσχων ἀλλ' ἑτέρων μᾶλλον αἰκιζομένων ὢν θεατής. ΛΑ΄. Ὡς δὲ καὶ τὰ αὐτοῦ μέλη τῷ πυρὶ ἑώρα κατατετρούμενα, διάρας μικρόν τι τὴν κεφαλὴν, καὶ πρὸς τὴν ἐσχάραν ἐμβλέψας, ὡς μακάριος, εἶπεν, ἐγὼ ὅτι μου τὰς χεῖρας διαπεπετασθείσας ποτὲ θεοῖς ἀλλοτρίοις καὶ τοὺς πόδας ἐν πλάνῃ περιπατήσαντας, ὁ Χριστὸς εἰς θυσίαν ὁλοκαρπούμενα σήμερον δέχεται. Αὐτίκα τοίνυν οἱ στρατιῶται μετὰ τὴν τῶν χειρῶν καὶ ποδῶν ἐκτομὴν πρὸς τὴν γαστέρα ἐχώρουν, κοντῷ μὲν αὐτὴν ἔτυψαν, τὰ ἔγκατα δὲ ἐῤῥύη. Αὐτὸς δὲ, ἐκλείπων μὲν ἦν ἤδη καὶ ἀδρανές τι περισώζων τὸ πνεῦμα, οὕτω δὲ εἶχεν εὐψύχως, ὥσπερ ἄρτι τῶν ἀγώνων ἀρχόμενος. Ἔτι οὖν ἐμπνέοντα τοῦτον οἱ στρατιῶται λαβόντες, ὥσπερ ἦσαν προστεταγμένοι, τῷ ποταμῷ κατεπόντωσαν. Ἐπεὶ Μαξιμῖνος τὴν περὶ τὸν μάρτυρα Ἑρμογένην φροντίδα ὀψέ που καὶ μόλις ἀπεσκευάσατο, εὐθὺς τῆς περὶ τὸν μακάριον Μηνᾶν εἴχετο διασκέψεως. Δείσας δὲ μή ποτε πρὸς λόγους αὐτῷ γενόμενος, ἐπεὶ κρείττων ἢ κατὰ ἄνθρωπον ἐνομίζετο τοῖς τε θαύμασι καὶ τῇ περὶ τὸ λέγειν ἰσχύι, αὐτὸς μὲν ἡττηθεὶς, αἰσχύνην ὄφλῃ, προσαπολέσῃ δὲ καὶ οὓς εἶχεν ἔτι τῇ πλάνῃ κατισχομένους, τοῖς τοῦ ἁγίου θαύμασιν ὑπαχθέντας πρὸς τὴν ἀλήθειαν, πάντα περιδραμὼν, κελεύει ζοφώδει τινὶ καὶ παραβύστῳ κατακλείσαντας φυλακῇ πρῶτα μὲν αὐτὸν, ἐκδήσαντας τῶν χειρῶν, ἐξαρτῆσαι τοῦ στέγους· ἔπειτα καὶ λίθον αὐτοῦ τῶν ποδῶν ἐκκρεμάσαι οὕτω βαρύν, ὥστε καὶ ἁμάξῃ τεθέντα μὴ φορητὸν εἶναι ῥᾳδίως· εἶτε καταλιπεῖν αὐτὸν, ὥστε διασπασθέντα βιαίως ἀποθανεῖν. ΛΒ΄. Εὐθὺς οὖν οἱ πρὸς ταῦτα διενεργοῦντες
col. 407–408page 52 of 246
PG 116:407κατὰ τὸ ἐπιτεταγμένον ἐποίουν, καὶ οὕτως αὐτὸν ἀφιᾶσιν ἐξηρτημένον, μηδένα τῶν πάντων ἐάσαντες δρᾷν εἰς παραψυχήν. Ο δὲ μακάριος, τοῖς τε ἀνέχουσιν ὑπὲρ κεφαλὴν δεσμοῖς τῷ τε ἄχθει τῆς λίθου, σφόδρα κατατεινόμενος, καὶ κατ' ὀλίγον διαλυομένων μὲν αὐτῷ τῶν ἁρμονιῶν, ἀποσπωμένων δὲ τῶν νεύρων, διασπαρασσομένων τε τῶν σαρκῶν, καὶ ἁπλῶς πάσης ἄλλης συναφείας χαλεπῶς ἀποῤῥηγνυμένης, ἕως μέν ἡ τοῦ σώματος ἰσχὺς ἐξήρκει πρὸς τὴν ἔνστασιν τῆς ψυχῆς, ἔπισχε μὲν δεινῶς, ἔψαλλε δὲ συνεχῶς, τὸ «Ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου,» καὶ τὸ «Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν.» Ἐπεὶ δὲ εἰς τέλος καταναλωθείσης αὐτῷ τῆς ἰσχύος, τὸν σύνδεσμον ἑαυτῆς ὅλως ἡ φύσις ἠρνήσατο, εἰπών, Εὐχαριστῶ σοι, Κύριε, ὅτι ἀπέλαυσά σου τῶν ἀγαθῶν, καὶ ὥσπερ τῷ βάρει τῆς τιμωρίας ἐπισχεθεὶς ἄφνω τὴν φωνὴν, εἰς ὕπνον κατενεχθεὶς ἐσιώπα. ΑΓ΄. Ὡς οὖν εἰς τοῦτο καρτερίας ἑκατέρῳ τῶν ἀθλητῶν ὁ μαρτυρικὸς ἀγὼν ἔληξεν, εὐθὺς παρῆσαν εἰς ἀντίληψιν οἱ προσφιλεῖς καὶ σύμμαχοι ἄγγελοι. Καὶ πρῶτα μὲν, τὸ τοῦ μάρτυρος Ἑρμογένους σώμα τοῦ βάθους τοῦ ποταμοῦ ἀνελόμενοι, ἀθρόον τε ἄρτιον ὅλον αὐτὸν ἀποκαταστήσαντες, εἶτα δὲ καὶ ψυχώσαντες, καὶ τὴν ἐπὶ τὸν ἀθλητὴν Μηνᾶν αὐτοὶ μέλλειν ἀπιέναι φθεγξάμενοι, προτρεψάμενοί τε συνέπεσθαι καὶ αὐτὸν, ὀλίγον ὁδεύσαντες, ἐπεὶ πρὸς τῇ φυλακῇ ἦσαν, ἔνδον ἐχώρουν εὐθὺς, ἀοράτῳ σθένει τῶν κλείθρων διαλυθέντων αὐτοῖς. Ὁ γοῦν Ἑρμογένης, ἑαυτὸν μὲν κατανοῶν, καὶ τὸ ὅλον ἠρέμα περισκοπῶν τοῦ δράματος, ἐξεπλήγετο· τὸν δὲ μακάριον Μηνᾶν, καὶ κρεμάμενον βλέπων, καὶ ἄπνουν ἤδη γενόμενον, τὴν βάσανον τε καθορῶν ὡς ἀνύποιστον, ἐσκυθρώπαζε. Νήφειν δὲ αὐτὸν καὶ ὁρᾶν οἱ ἄγγελοι προτρεψάμενοι, μετά τινος εὐθὺς αἰδοὺς καὶ τιμῆς προσίασι τῷ ἁγίῳ. Ἑκατέρων τε τῶν δεσμῶν ἀνέντες, καὶ ἣν ὑπέστη διάῤῥηξιν τῶν μελῶν συμπήξαντές τε καὶ ὑγιάναντες, καὶ χαρᾶς πάσης καὶ προθυμίας πληρώσαντες, λύουσι μὲν αὐτίκα τὴν Ἑρμογένους ἐπὶ τῷ μεγάλῳ Μηνᾷ λύπην· μέχρι δὲ ὄρθρου αὐτοῖς ὁμιλήσαντες, καὶ πρὸς τοὺς κινδύνους πλέον στομώσαντες, σπεύδειν τε αὐτοὺς ἐπιστρέψαντες ἐπὶ τοὺς ὅσον οὔπω πεμφθησομένους στεφάνους, ὑποσχόμενοί τε συνεῖναι καὶ τῶν ἀγώνων αὐτοῖς συνεφάπτεσθαι μέχρι καὶ τοῦ τῶν στεφάνων καιροῦ καὶ τῆς ἀναῤῥήσεως· εἶτα καὶ εἰρήνην δόντες, καὶ νίκην αὐτοῖς εὐαγγελισάμενοι, εὐθὺς αὐτῶν ἀπηλλάγησαν. ΛΔ΄. Ὁ δὲ βασιλεὺς, κελεύσας ἄμα πρωί τό τε θέατρον παραστῆναι, καὶ πάντα τὸν δῆμον εἰς τοῦτο παρεῖναι, ἐκάθισεν ἐπὶ τοῦ βήματος. Ἐπεὶ δὲ μαθὼν ἦν ὡς πᾶσα ἡ πόλις πεπίστευκε τῷ Χριστῷ, ἔγνω δὲ σκεψάμενος ἀσύμφορον μὲν εἶναι ἀτιμώρητον ταύτην καταλιπεῖν, ἀλόγιστον δὲ πάλιν τιμωρίαν πάντων καταψηφίσασθαι, προσποιησάμενος τοῦ
col. 409–410page 53 of 246
PG 116:409ὅλου ἄγνοιαν, ἔφη. Ὅτι μὲν, ὦ παρόντες ὑμεῖς, τοὺς μὲν θεοὺς θυσίαις καὶ ταῖς ἄλλαις σπονδαῖς, ἡμᾶς δὲ τοὺς βασιλεῖς αἰδοῖ καὶ φόβῳ καὶ τῇ περὶ τἄλλα ὑπακοῇ θεραπεύειν ἐγνώκατε, ἐκ πολλῶν αὐτὸς μαθών· ὅτι δὲ μὴ εὐθὺς ἀντείπετε πρὸς τοὺς ἀλιτηρίους ἐκείνους τὰ τοῦ ἐσταυρωμένου διδάσκειν τολμήσαντας, καὶ ἵν᾽ εἴπω τι, καὶ λίθοις αὐτοὺς πρὸ ἡμῶν κατελεύσατε, οὐκ ἐκτὸς ὀργῆς παρὰ τοῖς θεοῖς κεῖσθαι τοῦτο λογίζομαι. Ἐγὼ τοίνυν αὐτούς τε τοὺς θεοὺς διεκδικεῖν προθυμούμενος, καὶ μηδένα ὑμῶν θεοπέμπτῳ περιπεσεῖν συμφορᾷ προστάττω τήν τε πόλιν καὶ πάντας ὑμᾶς τῶν ἐκ παλαιοῦ ἑκατέροις ἀπονενεμημένων στερηθῆναι τιμῶν, ὡς ἂν γνῶτε ἐκ τε τῆς εἰς ὑμᾶς ταύτης ἐπιτιμήσεως, καὶ ἐκ τῶν εἰς τοὺς ἀνοήτους ἐκείνους κολάσεων, ὅτι ὅταν ὁ δικάζων μὴ προκατειλημμένος εἰ αὐτὸς ὤν, προδιδόναι τὰς ψήφους καὶ συντερατεύεσθαι τοῖς ὑποκριταῖς τούτοις βούληται, οὐ δύναται ποτε βοηθεῖν ὁ ἐσταυρωμένος ἢ κακῶν ῥύεσθαι, μόνον δὲ τοῦτο δύναται, θανάτων βιαίων καὶ ἀτυχίας ἐσχάτης τοῖς πειθομένοις γίνεσθαι πρόξενος. Πίστις ὑμῖν τῶν ἐμῶν λόγων οἱ ἀπατεῶνες ἐκεῖνοι καὶ γόητες, Ἑρμογένης τε καὶ Μηνᾶς, ἑκάτερος αὐτῶν πρὸ τῶν βασάνων ἄλλους ἀνιστὰν ὑπισχνούμενοι, ὑπ᾽ ἐμοῦ δὲ, ὡς ἔδει, ἐν ὀλίγῳ, χαλεπῷ θανάτῳ τὸν βίον ἐκπεσόντες, καὶ μηδὲ ἑαυτοῖς βοηθεῖν δυνάμενοι. Ποῦ δὲ καὶ ἐστιν ἡ τοῦ πλάνου ἐκείνου Χριστοῦ δύναμις; ΛΕ΄. Ὡς οὖν εἰς τοῦτο βλασφημίας ἧκεν ὁ βασιλεύς, θορύβου πολλοῦ μεστὸν ἦν τὸ θέατρον, πάντων πρὸς τὰς δυσφημίας δυσχερανάντων, καὶ νεωτερίζειν ἤδη προῃρημένων. Πλήν, ὑπὸ τῶν κηρύκων σιγῆς γενομένης, καὶ μέλλοντος αὖθις τοῦ βασιλέως τὰ κατὰ γνώμην εἰπεῖν, αἰφνίδιον ἀνακύπτει ἅπαν τὸ θέατρον, καὶ θεασάμενον τοὺς ἁγίους εἰς μέσον τὸ βῆμα καταπηδήσαντας (καὶ γὰρ ἦσαν ἀπρόσδοκον ἐπιφανέντες), γλώσσᾳ τε ὥσπερ ἐγένοντο μιᾷ, καὶ πάντες ἀνέκραξαν. Εἷς Θεὸς ἀληθῶς ὁ τῶν Χριστιανῶν Θεός. Τούτου γενομένου, Εὔγραφός τις εἷς καὶ αὐτὸς ἤσκητο μὲν τὴν τῶν Ἑλλήνων παιδείαν, πολιτευομένῳ δὲ ἔτι τῷ μακαρίῳ Μηνᾷ ἐξωτερικῶς ὑπηρετῶν ἦν· οὗτος οὖν, εἷς καὶ αὐτὸς τότε ὢν τοῦ θεάτρου, καὶ τὰ τελούμενα βλέπων, τὸ θαῦμα ἰδών, καὶ ὥσπερ ἀναφθεὶς τὸν ζῆλον, σφραγίδι τε τοῦ θείου σταυροῦ ἑαυτὸν περιφράξας, ἀνδρίας τε καὶ παῤῥησίας ἀποπλησθείς, εἰσεπήδησε τε μέσον, καὶ πρὸς τὸν βασιλέα θαῤῥούντως, Ἐγώ, βασιλεῦ, ἔφη, Χριστιανός εἰμι, καὶ τὰ προστάγματά σου διαπτύω, καὶ τὴν θρησκείαν σου ἐξόμνυμαι, καὶ ἤδη πρόσκειμαί σοι διὰ Χριστόν, οὐδένα οἰκτον τῶν σαρκῶν μου τούτων ποιούμενος. Μὴ νόμιζε δὲ ὡς ἀπειλαῖς ἢ θωπείαις κρατήσεις ὅλως ἐμοῦ ἢ ἄλλου δή τινος τῶν Χριστιανῶν. Ἡμῖν γὰρ θάνατος μὲν ἡ μεθ᾽ ὑμῶν τῶν ἀσεβούντων ζωή, ζωὴ δὲ ἀληθῶς ὁ ὑπὲρ τοῦ Χριστοῦ θάνατος. Καὶ οἶδα μὲν ὅτι ὡς λέων τις ὠρυόμενος ἐπέβης ταύτης τῆς πόλεως, ζητῶν τῷ θυμῷ συναρπάσαι, καὶ τῇ εἰδωλολατρείᾳ διασπαράξαι τὸ τοῦ Χριστοῦ ποίμνιον, καὶ ὡς ἐπεπήδησας καὶ ἡμῖν σήμερον μετὰ τῶν αὐτῶν ἐλπίδων καὶ ὅπλων. Ἀλλ᾽ ἀποστρεψόμεθά σε τῇ πρὸς Θεόν
col. 411–412page 54 of 246
PG 116:411νατον τόλμῃ, καὶ τῷ ἀμεταθέτῳ τῆς εὐσεβείας, ὥστπερ ἀλώπεκα τινα δολεράν, γελοιότητα διαπαιζομένην. ΑϚ'. Τούτων ἀκούσας ὁ βασιλεὺς, καὶ θυμῷ τὴν καρδίαν ἀναφλεχθείς, καὶ τὰς φρένας ἤδη διασεισθεὶς ἐκ τῆς τοῦ θαύματος καταπλήξεως, ἐκλαθόμενος ὥσπερ ὅτι καὶ βασιλεὺς ἦν, τοῦ θρόνου ἀναπηδήσας, καὶ μαργωσῇ χειρὶ τῶν ἐγγυτάτω τινὸς σπασάμενος μάχαιραν, πολλὰς ὁμοῦ καὶ καιρίας κατήνεγκε τοῦ Εὐγράφου· καὶ οὕτω δι' ἑαυτοῦ ἀναιρεῖ παρὰ τὸ βῆμα τὸν ἀριστέα καὶ μάρτυρα, τὰ πρῶτα μὲν καὶ ἀπτοήτως ἱστάμενον, καὶ φέροντα τὰς πληγάς, καὶ παρ' αὐταῖς ἔτι τὸν βασιλέα ἐλέγχοντα, ὕστερον δέ καὶ κατακλιθέντα εἰς γῆν, ἑστῶτι καὶ ἀκλινεῖ τῷ φρονήματι, καὶ χάριν ὁμολογοῦντα τῷ Θεῷ, ὅτι καὶ πρῶτος ἄλλων ὧδευε πρὸς αὐτὸν, καὶ οὐ μιᾷ τομῇ, ἀλλὰ πολλαῖς τὸ τέλλος ἐδέχετο, ἵνα καὶ πλειόνων εἴη τῶν στεφάνων ἠξιωμένος, καὶ οὕτω ταῖς πληγαῖς ταύταις καὶ ταῖς φωναῖς συνεκπνεύσαντα. Μεθύουσαν οὖν ἔτι τὴν ψυχὴν ἔχων ὁ βασιλεὺς, ὅτι, θυμοῦ ἡττηθείς, εἰς στρατιωτικὴν οὕτω καταβὰς ὑπηρεσίαν ἐξύβρισε τὸ διάδημα, ἀναδραμὼν καὶ αὖθις ἐπὶ τὸν θρόνον, ἐπ' ὀλίγον τε μείνας ἐφ᾽ ἑαυτοῦ, δι' ἀναδείας ἔγνω θεοραπεῦσαι τὴν ἀπορίαν, καὶ οὕτω τῷ δοκεῖν καταγωνίσασθαι τὴν ἀλήθειαν. Ἐξαίφνης οὖν ὥσπερ ἀνενεγκών, καὶ πρὸς τοὺς ἁγίους ἐναποβλέψας, Ὀμνυμι, ἔφη, τὸ τῶν θεῶν κράτος ὡς πολλὰ μέν ἄλλα τῶν ἀδοκήτων ἰδεῖν ἤλπισα· μάγους δέ τοιούτους ἰδεῖν οὐδέποτε προσεδόκητα. Πλὴν τί καὶ ξένον πράττειν δοκεῖτε, μαγείᾳ καὶ γοητείᾳ ἐξιστῶντες τὸν δῆμον, καὶ τοὺς ἀφελεστέρους τῆς τῶν θεῶν ἀπάγοντες ἐξουσίας, καὶ τοῦ ἐσταυρωμένου ὑπεραποθνήςκειν, οὕτως εὐχερῶς ἀναπείθοντες; Ἐγώ γοῦν τοὺς ἀθλίους ὑμᾶς διὰ πείρας ἔχων ἀκριβεστάτης, ἀπελέγξω τὸ τάχος ἢ ὅλως φάσματα ὄντας, ἢ τὴν ψευδομένην ταύτην ἀνάπλασιν τῶν ὑμετέρων μελῶν ἀπάτην ὀφθαλμῶν οὖσαν καὶ γοητείαν σαφῆ. ΛΖ'. Καὶ οἱ ἅγιοι εἶπον· Ἀκόλουθα ἔφης, ὦ βασιλεῦ. Ἐπεὶ γάρ σοι μωραίνει μέν ἡ διάνοια, τυφλώττει δέ ἡ ψυχή, πεπώρωται δέ ἡ καρδία, εἰκότως καὶ τοῦ παραδόξου πράγματος ἡ ἀλήθεια γοητεία εἶναι καὶ ἀπάτη δοκεῖ. Ἦ γὰρ οὐχί φανερῶς τυφλώττεις πρὸς τὰ καὶ φωτὸς λαμπρότερα καὶ ἡμέρας οὕτω διαπιστῶν; Εἰ δέ τι καὶ ἀμφιβάλλεις ἐφ᾽ οἷς ὁρᾷς ἐν ἡμῖν αὐτοῖς, καὶ ἔτι περιέργησαι τὴν ἀλήθειαν. Εἰ δέ χαλεπῶν ἀπειλεῖς, ἢ ἀγαθῶν ἐπαγγελίαις, κἂν βασιλείαν εἴπῃς αὐτήν, τὸ παρ' ἡμῖν μέγιστον καὶ μακαριώτατον, μεταπείθειν ἡμᾶς οἴει; Λέληθας, ὦ βασιλεῦ, ὅτι πρῶτον αὐτὸς μεταβαλὼν τῆς πλάνης ὁμολογήσεις Χριστὸν, ἤπερ ἡμεῖς ἀποστάντες τῆς ἀληθείας τῷ ψεύδει προσέξομεν. Ἀπόφηναι τοιγαροῦν καθ᾿ ἡμῶν, ἀκριβῶς εἰδὼς ὡς ὅπερ ἂν τὸ λοιπὸν εἴπῃς ἢ δράσῃς ἐπὶ ματαίῳ σοι ἔσται, καὶ πόῤῥω πίπτον οὐ διώκεις σκοποῦ. Ὁ δὲ βασιλεύς καὶ παρ' ἑαυτοῦ μέν τὴν ἀλήθειαν συνιδών, μάλιστα δέ καὶ ἀπὸ τῆς τῶν παρεσταμένων ἐκπλήξεως ταύτην καταμαθών, καὶ γὰρ ἁπτόμενοί τε τῶν ἁγίων,
col. 413–414page 55 of 246
PG 116:413καὶ ταῖς χερσὶ διαψηλαφῶντες ἐξίσταντο δείσας μὴ τὸ πλῆθος πεπεισμένας ἤδη τὰς ψυχὰς ἔχοντες ὑπὸ τῆς τοῦ πράγματος ἐναργείας, ἐκείνου δὲ πρὸς φα νερὰν ἀλήθειαν ἀντιπίπτοντος, δράσωσί τι καὶ νεώτερον κατ᾿ αὐτοῦ προστάξας τοῦτο μόνον, τὰς κεφα λὰς αὐτῶν ἀποτμηθῆναι, ἀνέστη τοῦ βήματος. Ἐπεὶ δὲ οἱ ἅγιοι μετὰ τῶν ἀπαγόντων αὐτοὺς στρατιωτῶν καὶ παντὸς τοῦ πλήθους περὶ τὸν τόπον ἐγένοντο, στάντες καὶ χεῖρας ἅμα καὶ ὀφθαλμοὺς εἰς οὐρα τοὺς ἄραντες, ἐπ' ὄψει πάντων ἐφ᾽ ἱκανὸν ηύξαντο τῇ τε πόλει καὶ Χριστιανοῖς πᾶσι, καὶ ἐκκλησίαις, κατάστασιν καὶ γαλήνην, καὶ τὸ μηδένα τῆς αὐτῶν Επικουρίας ἐπιδεῖ γενόμενον κενὸν ὑποστρέφειν. Έπειτα μετὰ τὴν εὐχὴν περιβαλόντες ἀλλήλους καὶ ἐρήνην δόντες καὶ ἀσπασμὸν, καὶ τοὺς αὐχένας Εκτείναντες ἑκάτερος αὐτῶν χαίρων παρὰ τοῦ λαχόντος στρατιώτου το μακάριον τέλος ἐδέξαντο. ΔΗ'. Ἐπεὶ δὲ ὁ μέγας Μήνας τὸν τε βασιλέα τήματο ζῶν ἔτι παρὰ τῷ Βυζαντίῳ τὸ αὐτοῦ σῶμα πεθῆναι, ἐπεσκηψε δέ καὶ τοῖς τότε πιστοῖς περὶ τούτου, καὶ τοῖς ἄλλως οἰκείοις εἰπὼν ὡς ταύ την την πόλιν κεκλήρωται κατοικεῖν, βασκήνας ὁ Μαξιμίνος αὐτῷ καὶ τῆς ταφῆς προσέταξε θήκην κατασκευάσαντας σιδήραν, ἐνθέσθαι ταύτῃ τὰ τῶν μαρτύρων σώματα, εἶτα καὶ τῷ τῆς θαλάσσης παρ ραπέμψαι βυθώ, μή τι φήσας καὶ προηγόρευσε περί τῆς ὁσίας τοῖς Γαλιλαίοις, καὶ ὡς κἀνταῦθα διαπέ το αὐτῷ τὸ προμάντευμα. Οἱ μὲν οὖν εἰς τοῦτο δικοῦντες σπουδῇ τὸ πᾶν ἐκτελέσαντες, σιδηρα λάρνακι τὰ τῶν ἁγίων συγκατεπόντωσαν σώματα. Ὁ δὲ βασιλεὺς τά τε παρὰ τῆς πόλεως σκώμματα μὴ φέρειν οἷός τε ὧν, καὶ ἅμα καταθρασύνεσθαι αὐτοῦ τὸν δῆμον μεμαθηκώς, καὶ ὑποπτεύων μή τι καὶ παρακεκινδυνευμένον ἐπ᾿ αὐτῷ γένηται, τὴν ἐπὶ τὸ Βυζάντιον ἐξ αὐτῆς ὤδευε, κατάφοβος τε καὶ ᾐσχυμμένος. Εἰς τοῦτο τοίνυν τῶν πραγμάτων ἐκβάντων, γίνεταί τι καὶ αὖθις τῶν προσ λαβόντων οὐκ ἔλαττον, ΑΘ'. φθάνει τὸν βασιλέα ἱππότην ὄντα ἡ τὰ τῶν μαρτύρων σώματα φέρουσα θήκη τοσαύτη τε οὖσα, καὶ σιδηρά, καὶ πέλαγος διαπλέουσα. Δυνάμει γάρ τη θειοτέρα τάχιστα τοῦ βυθοῦ ἀναδυσα, καὶ τὸ εύμα διαδραμούσα τί θαλάττιον, ἀνάῤῥουν ἔπλει, καὶ πτηνοῖς ἴσα τὸ τάχος ἔθει πρὸς τὸ Βυζάντιον, καὶ τὸν τὴν πόλιν καταδικάσαντα μὴ οἰκεῖν ἢ κατα δικασθεῖσα τάχει πολλῷ προελάμβανε. Ἐπεὶ δὲ καὶ θείς τις εμφάνεια τῷ τῆς πόλεως Επισκόπῳ νυκτὸς μέσῆς ἐγένετο, τούς τε μάρτυρας ὅσον οὔπω παρ είναι δηλοῦσα, καὶ ταχῦναι αὐτόν πρὸς τὰς ἐν ἀκρο πίλει ἀκτὰς ἐπιτρέπουσα, ὡς ἂν ἀποβαίνοντας τῆς θαλάσσης εὐθὺς ὑποδέξηται, συναγαγὼν αὐτὸς κατ' αὐτὴν τῆς νυκτὸς τὴν ὥραν τοῦ τε κλήρου τοὺς συμπαρόντας, καί τινας τῶν εὐλαβῶν καὶ πιστῶν, με τούτοις ἐχώρει πρὸς τοὺς αἰγιαλούς, οὓς αὐτῷ παρεδήλωσεν ὁ φανείς. ὡς δὲ τοὺς ὀφθαλμοὺς πρὸς τὸ πέλαγος εἶχον περισκοποῦντας, ἐξαίφνης Ιρῶσι φώς, οἷα στύλον ἐξ οὐρανοῦ μέχρις αὐτῆς τῆς αλάσσης διήκοντα, ἐπί τινὸς τε ἀκατίου καθαπερεί τηριζόμενον· δύο δέ τινας ἄνδρας τὴν ὄψιν λαμα
col. 415–416page 56 of 246
PG 116:415προὺς ἐξ ἑκατέρων μερῶν ὥσπερ ἐν τιμῇ καὶ σεβάσματι πλησιάζοντας· αὐτὸ δὲ τὸ ὁρώμενον ἐπὶ τοὺς λιμένας παρ᾽ οὓς ἐκεῖνοι εἱστήκεσαν, ἐγκαθορμιζόμενοι. Μ'. Ὡς δὲ κατ' ὀλίγον ἐγίνετο πλησιέστερον, καὶ ἤδη λάρναξ ἐγνώσθη εἶναι, καὶ οὐχὶ ναῦς, κατανοοῦντες αὐτὴν μήτε πρὸς τὰ κυρτώματα τῶν κυμάτων ἀνορμῶσαν, μήτε πρὸς τὰ κοιλώματα πάλιν κατολισθαίνουσαν, εὐθὺ τῶν ἀνδρῶν πλέουσαν, τό τε φῶς, πολύ τε καὶ λαμπρόν, καὶ τοσοῦτον, ὡς ἡλίου μὴ ἔλαττον τὸν τόπον περιαυγάζειν, καὶ τοὺς ἄνδρας ἐκείνους σύμβολα μὲν ἐν ἑαυτοῖς θείας τινὸς καὶ παραδόξου φέροντας φύσεως. Πεζεύοντας δὲ καὶ αὐτοὺς ὥσπερ ἐπὶ τοῦ ὕδατος καὶ προπεμπεύοντας μετά τινος αἰδοῦς τῆς σοροῦ· δέει πάντες καὶ φρίκῃ κατείχοντο. Ὁ μὲν οὖν τῆς θήκης παραπομποὶ ἄγγελοι ἐπεὶ καταφανεῖς ἤδη τοῖς παρεστῶσιν ἐγένοντο τοσοῦτον ὁραθέντες καὶ πλησιάσαντες, ὅσον μόνον ἐπισκῆψαι, ποῦ μὲν νῦν χρὴ τεθῆναι τοὺς μάρτυρας διὰ τὴν τοῦ βασιλέως ἀπόνοιαν, ποῦ δὲ μετ' ὀλίγον διὰ τὸ αὐτῶν βούλημα, καὶ ὅσα καὶ ὅπως δεῖ ποιεῖν, ἀθρόως ἐξ ὀφθαλμῶν αὐτῶν ἀπηλλάττοντο. Ὁ ἐπίσκοπος δὲ καὶ οἱ συμπαρόντες αὐτῷ, πρῶτα μὲν περιχυθέντες τῇ λάρνακι κατησπάζοντο· ὡς δὲ καὶ σιδηρᾶν αὐτὴν ὅλην εἶναι κατέμαθον, ἔκπληξις αὐτοὺς εἶχε, λογιζομένους πῶς οὕτως ἐπὶ λεπτῇς διέπλευσε τῆς ἐπιφανείας, τὸ παράπαν μὴ βυθισθεῖσα. Καὶ τότε μὲν ἀνωτέρω που τῆς ἀκροπόλεως ἀπενεγκόντες, ἔν τινι παρακειμένῳ ναῷ κατέκρυψαν, ὥσπερ ἄρα καὶ προσετάχθησαν. ΜΑ'. Ἐπεὶ δὲ ἀναζεύξας ὁ Μαξιμῖνος αὐτίκα, καὶ παραπόδας πληγῇ θεηλάτῳ πληγείς, τούς τε ὀφθαλμοὺς ἐξεκόπη, καὶ ἅμα μαστιχθεὶς ὑπ᾽ ἀγγέλων, ὡς αὐτὸς πρὸς τοὺς συνήθεις ἐξεῖπε, μετ' ὀλίγας ἐξέψυξε. Τοσοῦτον ἐπιβιοὺς μετὰ τὴν πληγὴν καὶ τὰς μάστιγας, ὅσον ἐκκαλύψαι καὶ τοῦτο τοῖς προσήκουσι τὸ ἀπόρρητον, ἵνα μὴ λάθῃ Κύριος κρίματα ποιῶν, καὶ ἡ θεία δίκη ἐνταῦθα τοὺς πονηροὺς κολάζουσα. Θάρσος ἀναλαβὼν ὁ ἐπίσκοπος, καὶ μόνην ἐξαρκεῖν τὴν πίστιν λογισάμενος εἰς βοήθειαν, μετενεγκὼν σπουδῇ καὶ τιμῇ πολλῇ τῶν ἀριστέων καὶ μαρτύρων Χριστοῦ σώματα, παρὰ τῷ τείχει τῆς ἀκροπόλεως αὐτοῦ ἐγκατέθετο, φύλακας μὲν τῆς πόλεως, σωτῆρας δὲ τῶν πλεόντων· τῶν ἐν συμφοραῖς καὶ νόσοις ἀψευδὲς παραμύθιον· εἰς δόξαν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας αἰώνων. Ἀμήν.

Day 12Die 12

col. 417–418page 57 of 246
PG 116:417Α'. Μέγιστον εἰς ψυχῆς ὠφέλειαν βίος γενναίων καὶ φιλοθέων ἀνδρῶν καὶ πολὺν τὸν πλοῦτον τῆς ἀρετῆς ἐμποιεῖν δυνάμενος. Οὐ μόνον γὰρ τοῦ χείμόνος ἐκκοπην, ἀλλὰ καὶ πολλὴν πρὸς τὸ βέλτιον μεταβολὴν ἀπεργάζεται. Εἴτε γάρ τις εἴη πάθεσι προκατειλημμένος, τοιούτων ἀπολαύων διηγημάτων, τῆς πρὸς ταῦτα ὁρμῆς ἀφίσταται, καὶ μισοπόνηρος γίνεται· εἴτε μὴν καὶ ἀρετῆς ἐπιμέλεται, θερμότερον ὑπὸ τῆς ἱστορίας περὶ αὐτὴν διανίσταται καὶ τῇ τοῦ ὁμοίου φιλία παροξύνεται πρὸς τὴν μίμησιν. Μίμησις δέ καὶ ζῆλος μεγάλων δήπου καὶ θαυμαστων ἀνδρῶν ὅσον δύναται, καὶ ἄλλοι μέν ἔδειξαν τῶν φθισάντων τὸ περὶ τὴν ἀρετὴν φιλόκαλον μιμησάμενοι, μάλιστα δέ πάντων ο θαυμάσιος τὸν βίον Σπυρίδων, Ἰακώβ τε ὁμοῦ καὶ τὸν θεῖον Δαυίδ εἰς ἄκρον ζηλώσας. καὶ πολὺ κατ' ἐκείνους τὸ πρᾶον καὶ ἄπλαστον ἀσπασάμενος, ὡς δέ καὶ πρός Ἀβραάμ τὸν φιλόξενον ἐμμελές βλέψας, καὶ κοινὰ τὰ ὄντα τοῖς χρήζουσι ποιησάμενος, κἀντεῦθεν οὐ τὴν γῆν διὰ τὸ πρᾶον ὡς ἡ ὑπόσχεσις, ἀλλ᾽ αὐτοὺς κληρονομήσας τοὺς οὐρανούς. Καὶ διὰ πλούτου, ὃν περιετοε, Χριστὸν ὅλως τόν θεῖον πλοῦτον ἐμπορευσάμενος, θαυμάτων τε ποταμούς πλουτήσας, εἴ ποτε μέν ἀντλουμένους, μηδέποτε δε μηδαμώς λέγοντας. Β'. Τοῦτον ἤνεγκε μέν Κύπρος ἡ νῆσος· ἦν δέ ἀστωμύλος τις, οὐδὲ κομψός τὸ ἦθος, οὐδέ πλήθει καὶ ἀγορᾷ χαίρων, ἀλλ᾽ ἁπλοῦς καὶ ἡσύχιος καὶ πραγμοσύνην εἴπερ τις ἕτερος ἀσπαζόμενος. Διὸ καὶ πρὸς τὴν τοῦ πατριάρχου, καθάπερ ἔφημεν, ὅλως πολιτείαν τὸ σύνολον ἑαυτόν τυπῶν, ποιμὴν αὐτὸς προβάτων ἐδείκνυτο, οὐ μὴν ἀκριβῶς ποιμὴν οὐδὲ ἀφελής οὕτως ἢ καὶ ἀγροικικός τό ἦθος
col. 419–420page 58 of 246
PG 116:419καὶ ἀνομίλητος, ἀλλ᾽ ἠθῶν μάλιστα χρηστῶν ἐπισμελητής, καὶ τῆς μὲν τῶν πολλῶν ὁμιλίας ἑαυτὸν ἀπάγων, πένησι δὲ ἀνδράσι καὶ ξένοις οὕτω τι εὐσπρόσιτος καὶ κοινωνικός, ὡς καὶ ὁμιλῆσαι πάντων ἀνθρώπων δείκνυσθαι χαριέστατος, καὶ μεταδοῦναι τῶν ὄντων φιλοτιμότατος. Ἀμέλει καὶ τὸ τινὰ τῶν παριόντων παραδραμεῖν ἐκείνῳ μὴ ἐπιξενωθέντα λυπηρὸν ἦν αὐτῷ σφόδρα, καὶ ἴσον τῷ μεγίστου τινὸς καὶ κερδαλεωτάτου διαμαρτεῖν. Καὶ τὰ μὲν ἄλλα ἐλεύθερον ἦν ἔχων τὸ φρόνημα καὶ ξένον πάσης ἀγεννοῦς κολακείας καὶ ταπεινότητος, κόσπους δὲ ὁδοιπορούντων ἐκθεραπεῦσαι, καὶ πόδας ἀπονίψαι πεπονηκότας, τράπεζάν τε παραθεῖναι καὶ τἄλλα διακονήσαι πάντα νόμῳ φιλίας καὶ μετριότητος, οὕτω θεραπευτικός τε καὶ δεξιώτατος, ὡς αὐτοῦ μόνου εἶναι ταῦτα, ἢ τῶν οἰκετῶν, τῶν εὐνοϊκώτατα περὶ τοὺς δεσπότας τοὺς ἰδίους διακειμένων. Ἐκέκρατο γὰρ αὐτῷ σεμνότητι μὲν ἡ ἁπλότης, ἀνδρίᾳ δὲ ἡ πραότης. Τῷ δέ σφόδρα συντόνῳ καὶ διαπύρῳ τῆς φύσεως τὸ χάριεν ἐπήνθει τῆς σωφροσύνης, ἧς ὡς οὐδενὸς ἠράσθη τῶν πάντων, καὶ θερμῶς περιείχετο γυναικὶ μὲν νομίμῳ καὶ σώφρονι χρόνον ὁμιλήσας οὐχὶ συχνὸν, καὶ πατὴρ παίδων ἐκ ταύτης γενόμενος· τὸ λοιπὸν δὲ κρείτων ἡδονῆς καὶ πάσης ἄλλης ὑλώδους ἐπιθυμίας μεμενηκώς. Ἐντεῦθεν καὶ τὸ τῆς ἀρετῆς μέλι φιλοπονώτερον ἐργαζόμενος, τῷ νόμῳ τε Κυρίου σπουδαίως ἐμμελετῶν, φιλανθρωπότατος τὴν ψυχὴν κατέστη καὶ τὴν γνώμην ἐπιεικέστατος, καὶ συνελόντα φάναι, θεῖόν τι Σπυρίδων ἀρχέτυπον καὶ πίναξ ἀρετῶν ἦν· πάσας μὲν ἐν ἑαυτῷ γεγραμμένας ἔχων, ὀλίγοις πρὸς μίμησιν ἐλθεῖν δυναμένας. Γ΄. Οὕτω διαλάμπων τοῖς κατορθώμασι, καὶ βίον ἐκεῖνος μέγαν εἰσενεγκών, πολλῷ μειζόνων ἀξιοῦται καὶ δωρεῶν, καὶ τέως τῶν ἐνταῦθα φημί, καὶ ὅσα δὴ τῶν μελλόντων ζωγραφεῖ τὴν μεγαλειότητα. Τὰ δὲ ἦν· ἐρώνου σώματα, νόσῳ κατειργασμένα, τηρώσεις ἰᾶτο θεραπείας ἰσχυροτέρας, πνεύματι πονηροῖς ἐπετίμα· καὶ τὸ μέσον τῆς ἐπιτιμίας καὶ τῆς φυγῆς οὐδὲν ὅλως ἦν, ἀλλ᾽ εὐθὺς ἀπηλλάττοντο. Καὶ ἄλλα δὲ μείζονα τούτων πολλὰ διεπράττετο, δυνάμεως αὐτῷ συνεργούσης. Δι᾽ ἃ καὶ ποιμὴν ἐκ ποιμένος καθίσταται, ἀνθρώπους ἀντὶ προβάτων διέπειν ἐγχειρισθείς, ὁπηνίκα Κωνσταντῖνος ὁ μέγας ἐκράτει Ῥωμαίων, αὐτὸς τῆς πόλεως Τριμιθούντων ἐπίσκοπος γνωρισθείς. Ὅσης δὲ καὶ μετὰ τὸν θρόνον εἶχε τῆς ἀρετῆς ἐπιμέλειαν, τὰ μετὰ τὸν θρόνον ὡσαύτως θαύματα δηλώσει. Πλὴν ἀλλὰ τὸ πάντα μὲν τὰ ἐκείνου διεξελθεῖν ἀπειρόκαλόν τε ὁμοῦ καὶ ἀδύνατον, ὥσπερ τὸ πάντα παραλιπεῖν ἀτεχνῶς ἐπιζήμιον· ὅσα δὲ καὶ εἰπεῖν δυνατὸν, καὶ ἀκοῦσαι λίαν ὠφέλιμον, ταῦτα δὴ καὶ ἐρῶ. Δ΄. Ἐκόλαζε τὴν νῆσιν ὁ Θεὸς ἀνομβρίᾳ, καὶ αὐχμὸς ἐφειστήκει δεινός· καὶ ἠκολούθει τῷ αὐχμῷ μὲν λιμός, τῷ λιμῷ δὲ λοιμός, καὶ τὸ πολὺ τοῦ πλήθους, τὸ μὲν ἤδη καὶ διεφθείρετο, τὸ δὲ ὅσον
col. 421–422page 59 of 246
PG 116:421οὔπω τοῦτο παθεῖν ἠλπίζετο. Ἐδεῖτο δὲ τὸ δεινὸν Ἡλιοῦ πάντως ἢ ἑτέρου τῶν κατ' ἐκεῖνον, εὐχῇ τὸν οὐρανὸν διανοίξαντος, καὶ οὗτος Σπυρίδων ἦν. Ὡς γὰρ ἡ μάστιξ ἐπέκειτο καὶ ἰσχυρῶς μετῄει τὸ πλῆθος, ὑπεραλγών αὐτὸς τοῦ ποιμνίου, καὶ πατρικοῖς σπλάγχνοις διακαιόμενος, δεῖται μὲν ὡς φιλάνθρωπος τοῦ φιλανθρώπου Θεοῦ, πληροῖ δὲ ἐκεῖνος αὐτίκα τὸν οὐρανὸν νεφέλαις ἐξ ἐσχάτου τῆς γῆς, καὶ τὸ δὴ θαυμαστὸν, ὡς μή τις νομίσοι φυσικῇ τινι τῶν στοιχείων ῥοπῇ τὸν ὅμορον ἀκολουθεῖν, δείκνυσι μὲν αὐτὰς πόρρωθεν ὁ Θεὸς, ἴστησι δὲ μὴ πρότερον ἐφιεὶς ἐπιβῆναι τῆς νήσου, πρὶν ἢ καὶ πάλιν αὐτοῦ δεηθῆναι τὸν ἅγιον. Οὔπω τοίνυν ἐκεῖνος σταλαγμὸν ἀφῆκε δακρύων, καὶ ὄμβρος αὐτίκα κατεῤῥάγη πολύς. Καὶ πιαίνεται μὲν ἡ γῆ, τρέφεται δὲ τὰ ὡραῖα, καὶ τὰ λήϊα αὐξεται, καὶ πάντα ὁμοῦ λύεται τὰ δεινά. Τούτῳ Σπυρίδων καὶ αὐτοῦ Ἡλιοῦ, ἵνα τι καὶ τολμήσω, φιλανθρωπότερος. Ὁ μὲν γὰρ, τὸν ὑετὸν ἐπισχών, εἶτα πάλιν ἀνῆκεν· ὁ δὲ τὸ πρῶτον οὐ μιμησάμενος ἴσος ἐν τῷ δευτέρῳ δείκνυται. Καὶ τοῦτο μὲν δὴ τοῖς οὕτω. Ἕτερον δὲ οὐδὲν ἐκείνου καταδεέστερον. Ε΄. Συμφορὰ πάλιν ἐκράτει κοινὴ, καὶ ἄγονος ἡ νῆσος καρπῶν. Οἱ σιτῶναι δὲ καὶ σιτοκάπηλοι, ἐν ἀπειλῇ τοιᾷδε Θεοῦ, τρυφὴν ἐκεῖνοι βουλόμενοι, καὶ σοφιζόμενοι τὸν καιρὸν, τὴν συμφορὰν μᾶλλον ἐπιτείνοντες ἦσαν, τιμιουλκοῦντες, ὅ φησιν ἡ θεία Γραφή, τὸν σίτον καὶ τοῖς τῶν πλησίον κακοῖς, κέρδος ἀνόσιον ἑαυτοῖς προσπορίζοντες. Ἑνὶ γοῦν τῶν οὕτω πλουτούντων, πένης τις προσελθών, καὶ χρήματα μὲν οὐκ ἔχων οἷς ἂν τὰ πρὸς τὴν χρείαν ὠνήσαιτο, δάκρυα δὲ φεῦ! ἅπερ εἶχε καταβαλλόμενος, καὶ φωνὰς γοερὰς ἐν οἰκτρῷ σχήματί τε καὶ βλέμματι προϊέμενος, ἐπειρᾶτο τὸν ἀμείλικτον ἐπικάμπτειν, ποδῶν ἁπτόμενος, οἰκίαν ὅλην ἀποκλαιόμενος, τί μὴ ποιῶν τί μὴ λέγων, ὅ πρὸς οἶκτον ἐπισπάσασθαι δυνατόν· ὡς δὲ οὐδὲν τούτων ὅλως τὴν λιθώδη ψυχὴν ἐκείνην ἔκαμπτε πρὸς συμπάθειαν, μίαν εὑρίσκει καταφυγὴν ὁ πένης, τὸν ὅσιον, ᾧ προσελθών, αὐτοῦ τε τὴν ἀπορίαν, καὶ τὴν πρὸς ἔλεον ἀκριβῆ πενίαν διέξεισι τοῦ πλουσίου. Τὸν δὲ ἀκούσαντα, τοῦτον μὲν, ἐλεῆσαι τῆς συμφορᾶς, τοῦ πλουσίου δὲ μισῆσαι τὴν ἀγριότητα, καὶ ὥσπερ ἔνθουν γενόμενον, προφητικώτατα προειπεῖν· Σὺ δὲ ἀλλὰ μὴ στέναζε μηδὲ κλαῖε· αὔριον γὰρ ὄψει τὸν μὲν σὸν οἶκον εὐθηνοῦντα τοῖς ἀγαθοῖς, τὸν δὲ νῦν πλούσιον ἐλεούμενόν τε ὁμοῦ καὶ γελώμενον, καὶ δίδοντά σοι ὧν χρήσεις παραχωροῦντα, καὶ προθύμως ἀξιοῦντα λαβεῖν. Ταῦτα ὁ μὲν πένης εἰς παραψυχὴν ἐδόκει μόνην λέγεσθαι τῷ ἁγίῳ τῆς ἐχούσης αὐτὸν συμφορᾶς. Ἔνθεν τοι καὶ σκυθρωπὸς ἀπῄει, καὶ αὐτήν, ὡς ἐδόκει, τὴν ἱερὰν ἄγκυραν, τὴν πρὸς τὸν μέγαν ἐλπίδα, κενὴν καὶ ἄπρακτον εὑρηκώς. ϚΤ΄. Νυκτὸς δὲ ἤδη καταλαβούσης, νεύει μὲν ὁ
col. 423–424page 60 of 246
PG 116:423Θεός, καταχέει δὲ τῆς γῆς ἀθρόως ὁ οὐρανὸς ὕδατα οὕτω δαψιλῶς, ὡς τῇ πολλῇ τούτων ῥύμῃ καὶ τοῦ πλουσίου παρασυρῆναι τὰς ἀποθήκας, τὸν δὲ καὶ ὅσος ἄλλος καρπὸς ἀποκέκλειστο χύδην ἐκρορηθῆναι, καὶ εἰς διαρπαγὴν ἔτοιμον κεῖσθαι τοῖς βουλομένοις. Ἡμέρας δὲ ἀνασχούσης, ὁ πλούσιος μὲν θρηνώδης, ἄθλιος, τῇδε περιτρέχων κἀκεῖσε, καὶ τὴν δικαίαν μετακλαιόμενος συμφοράν· εἶτα καὶ τῶν παριόντων ἐδεῖτο βοηθῆσαί οἶ, καὶ συνάρασθαι τῆς συναγωγῆς τῶν καρπῶν. Πολλῶν δὲ οἷα δήπου πεινώντων ἐφ᾽ ἁρπαγῇ συνδεδραμηκότων, πρόσεισι καὶ ὁ πένης, τὸ θαῦμα μὲν ἐκπληττόμενος, ἤδιστα δὲ καὶ τοῦ πλουσίου καταγελῶν, γέλωτα δικαιότατον, καρπῶν τε ἅμα πληρῶν τὴν οἰκίαν, καὶ πάντα ἔχων εὐπετῶς, τὸ τοῦ λόγου, ἄσπαρτα καὶ ἀνήροτα. Εἶτα συῤῥέον τὸ πλῆθος δρῶν ὁ ὠμὸς ἐκεῖνος καὶ ἄσπλαγχνος, ἔδει γὰρ ἀτέλεστον οὐδὲν μεῖναι τῶν Σπυρίδωνι προλεχθέντων, καὶ τὰ αὐτοῦ πάντα κατὰ πολλὴν ἄδειαν ἀμφοτέραις ἀντλοῦντας· ὡς δὲ καὶ τὸν χθὲς ἱκέτην, ἕνα τοῦ πλήθους γενόμενον, καὶ αὐτὸν, ὥσπερ ἔφημεν, ἀφθόνως ἀπολαύοντα τῶν προκειμένων, ὥσπερ κατὰ γνώμην αὐτῷ δωρεῖσθαι βουλόμενος, καὶ κοινωνικός τις εἶναι καὶ μεγαλόδωρος ὁ λίαν φειδωλός τε καὶ ἀκοινώνητος, ἐκέλευε τῶν παρόντων εἰς κόρον ἀδεῶς λαμβάνειν. Ὁ δὲ, τῆς ἀνοίας ἱκανῶς αὐτὸν διαμυκτηρίσας, οἴκαδε ἀνεχώρει, Θεῷ προηγουμένως, ἔπειτα δὲ καὶ Σπυρίδωνι τὴν χάριν ἐπιγραφόμενος. Οὕτως ᾔδει Σπυρίδων οὐ μόνον διὰ πολλούς, ἀλλὰ καὶ δι᾿ ἕνα γοῦν πολλάκις τὰς ἄνωθεν ἀνοίγειν πηγὰς, καὶ ὁμοῦ μὲν καθ᾽ ὃν ἔσται τοῦτο καιρὸν προειπεῖν ὁμοῦ δὲ καὶ πένητας ὠφελῆσαι, καὶ πλουσίους παιδαγωγῆσαι. Εἰ γὰρ καὶ οὐδὲν μᾶλλον, ὡς ἤδη λεχθήσεται, ὁ φειδωλὸς ἐκεῖνος κατέστη χρηστός, ἀλλ᾽ οὖν γε τῶν ὁμοίων πολλοῖς γέγονε προσβελτίωσιν ἀφορμή. Ταῦτα τίς ἡδέως οὐκ ἤκουσε τῶν παρόντων; Τίς δὲ καὶ ἀκούσας οὐχὶ καὶ πρὸς τὰ ἄλλα λιχνοτέραν ἔσχε τὴν ἀκοὴν, καὶ μαθεῖν ἐπεζήτησεν, ἐπιζητοῦντα δέ, τίς ὀκνηρός οὕτως ἢ φθονερός, ὡς ψυχὴν πεινώσαν τρυφῆς τοιαύτης ἀποστερεῖν; Ζ. Ἄλλος τοίνυν γεωργὸς ἀνήρ, τῶν συνήθων ὢν τῷ ὁσίῳ, καὶ εἰς ἄγαν τῷ λιμῷ πιεζόμενος, ἀπῄει καὶ οὗτος πρὸς αὐτὸν ἐκεῖνον τὸν πενιχρὸν πλούσιον, πολλὰς ἔτι καὶ ἄλλας ἀποθήκας ἔχοντα σίτῳ βαρυνομένας, ὑπολαβὼν πάντως, ὡς ἱκανῶς αὐτὸν ἡ προτέρα παιδαγωγήσεις συμφορά. Εῴκει δὲ οὗτος τὸν μὲν σίτον ἀποβαλών, τοῦ φειδωλοῦ δὲ καὶ τῆς περὶ τὸν πλησίον ὠμότητος τὸ παρέπαν οὐδὲν ἀποβεβληκώς, οὔτε μὴν ὅλως ἀμείνων ἑαυτοῦ γενόμενος, καίτοι καὶ εἰς ὥραν ὑπισχνουμένου τοῦ πένητος μετὰ προσθήκης τὸ καταβληθὲν ἀντιδοῦναι, ἀλλ᾽ ἐκεῖνος, τοῦτο δὴ τὸ τοῦ λόγου, τὰς ἐλπίδας ἔλεγε τοὺς ἄφρονας βόσκειν. Σὺ δέ, φησί, χρημάτων ἄνευ οὐδὲ κόκκου ἂν ἑνὸς οὐδὲ σκιᾶς αὐτοῦ μεταλάβοις. Ἀπογνοὺς οὖν καὶ ὁ πένης οὗτος, μιμεῖται τὸν προλαβόντα, καὶ ὥσπερ εἰς κοινὸν θησαυρὸν τὸν Σπυρίδωνα καταφεύγει ἀπαγγέλλει τε καὶ ὅσα πάθοι καὶ ἃ τοῦ πλουσίου δεόμενος ἐπακούσειεν. Ὁ δέ, τότε μὲν ἱκανῶς ψυχαγωγήσας αὐτὸν, οἴκαδε πλ-
col. 425–426page 61 of 246
PG 116:425ραπέμπει. Οὐ μὴν ἄχρι λόγων ἵστησι τὴν ψυχαγωγίας, ἀλλὰ τῆς ἐπιούσης ὁ μέγας ἀρχιερεὺς αὐτὸς ἐκεῖνος, πρὸς τὸν πένητα ἀφικνεῖται, χρυσούν τι εἶδος ἐπιφερόμενος, οὐκ εὐάγωγον τὴν ὁλκὴν, ὅπερ τί τε ἦν, καὶ ὅθεν, καὶ ὅπως εἴρηται τῷ ἁγίῳ, μετὰ μικρὸν ὁ λόγος δηλώσει. Τέως δ' οὖν ὁ μέγας τοῦτο Σπυρίδων ταῖς χερσὶ τοῦ πένητος ἐμβαλών, Δέξαι, ἔφη, καὶ τῷ πλουσίῳ τὸ προσφιλές αὐτῷ παρασχὼν εἰς ἐνέχυρον, τὰ σοι χρήσιμά τε καὶ ἀναγκαῖα παρ' αὐτοῦ λάμβανε. Ἥσθη τοῦτο λαβὼν ὁ πένης, καὶ πρὸς τὸν πλούσιον ᾗ ποδῶν εἶχεν, ἐκθύμως ἐχώρει, εἶτα ἰδὼν ἐκεῖνος τὸ ἐν χερσίν, ὁ πρὸ μικροῦ σκληρός τε καὶ ἀδυσώπητος, καὶ τὰ ὦτα πρὸς δέησιν ἐκκεχωρημένος, εὐθὺς ἀπὸ τῶν ὀφθαλμῶν κάμπτεται, καὶ ἡδὺς γίνεται καὶ φιλάνθρωπος. Κἀκεῖνο λαβών, οὕτω τοῦ σίτου δαψιλῶς μεταδίδωσιν, ὡς καὶ τὴν οἰκίαν αὐτοῦ πληρῶσαι, καὶ πρὸς σπερμάτων καταβολὴν αἷς εἶχεν ἀρούραις τὸ δοθὲν ἀρκέσαι, οὕτω τε πολύχουν τὸν καταβληθέντα γενέσθαι καρπόν, ὥστε καὶ τὸ χρέος ἀπομετρῆσαι τῷ δεδωκότι, τὸν εἰς ἐνέχυρόν τε χρυσὸν ἐκεῖθεν ἀναλαβεῖν, καὶ τῷ ἁγίῳ αὖθις εὐγνωμόνος προσενεγκεῖν. Η΄. Ἀλλ' ὁ μὲν πένης, τὴν ὀφειλὴν οὕτως βούλεται δὲ καὶ ὁ λόγος τὸ ἑαυτοῦ χρέος καταβαλεῖν, καὶ γνωρίσαι ὃ ἐπηγγείλατο, τί τε ὁ χρυσὸς πρότερον ἦν, καὶ ὅθεν εἴληπται. Ἀπολαβὼν γὰρ ὁ ὅσιος τὸ δοθέν, Δεῦρο, φησίν, ἀδελφέ, πρὸς τὸν πένητα, καὶ ἀποδῶμεν κοινῇ τῷ φιλανθρώπως αὐτὸ χρήσαντι. Οὕτως ἔφη, καὶ λαβὼν αὐτόν, ἄγει παρά τι κηπίον, ὅπερ ἦν τῷ μεγάλῳ μικροῖς λαχάνοις τὴν ἀπορίαν παραμυθούμενον. Καὶ στὰς παρ' αὐτὸ δὴ τὸ θριγκίον καὶ ἁψάμενος τοῦ φραγμοῦ, τὰ ὄμματά τε διάρας πρὸς οὐρανόν, Κύριέ μου Ἰησοῦ Χριστέ, εἰς ἐπήκοον τοῦ παρεστώτος αὐτῷ ἐξεφώνει, ὁ πάντα ποιῶν καὶ μετασκευάζων μόνῳ τῷ βούλεσθαι, ὁ ἐπὶ Μωϋσέως τὴν ῥάβδον εἰς ὄφιν ἐπ' ὄψει βασιλέως Αἰγύπτου μεταβαλών, αὐτὸς καὶ τουτὶ τὸ χρυσίον ὥσπερ ἐκ ζῴου πρότερον εἰς ταύτην μετέβαλες τὴν μορφήν, οὕτω καὶ νῦν νεῦσον εἰς ὃ ἐξ ἀρχῆς εἶδος ἀναδραμεῖν, ὅπως καὶ οὗτος τὴν περὶ ἡμᾶς σου μάθῃ κηδεμονίαν, καὶ πράγμασιν αὐτοῖς τὸ ἐν τῇ θείᾳ Γραφῇ διδαχθῇ, ὅτι Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν. Ταῦτα εὐξαμένου, τίς εἴποι τῶν σῶν θαυμασίων, Δέσποτα, τὴν ὑπερβολήν; Ὄφις ὁ χρυσὸς ἦν, πνέων καὶ ἕρπων, καὶ περὶ τὸ θριγκίον κινούμενός τε καὶ ἑλισσόμενος, ἀφ' οὗ δὴ καὶ τὸ πρῶτον χερσὶ τοῦ ἁγίου ληφθεὶς ἐκεῖνον δὴ παραδόξως μετήλλαξε τὸν χρυσόν. Τοῦτο παρὰ πᾶσαν ἔννοιαν ἀνθρωπίνην ὁ γεωργὸς θεασάμενος, καὶ τρόμῳ κατάσχετος γεγονώς, πίπτει τε ἐπ' ὄψιν εἰς γῆν, καὶ καταπάττει κόνιν ἐπὶ τῆς κεφαλῆς, δάκρυά τε τῶν ὀφθαλμῶν ἀφείς, καὶ ἀνάξιον ἑαυτὸν εἶναι λέγων οὐ τοιαύτης μόνον δωρεᾶς τε καὶ χάριτος, ἀλλὰ καὶ θέας μόνης, μᾶλλον δὲ καὶ ἀκούσματος. Πλὴν ἀλλὰ τοῦτον μὲν ὁ ὅσιος διανίστησι, καὶ ψυχὴν αὐτῷ ἅμα καὶ σῶμα ῥώννυσιν, ὁ ὄφις δὲ
col. 427–428page 62 of 246
PG 116:427θαῦμα λόγου πρὸς αὔξησιν· δείκνυται γὰρ αὐτόθεν ὁποῖον καὶ τέχνης ὅλως ἡ φύσις ἀνενδεής, οἰκείαν ἔχουσα τὴν ὑπερβολὴν. Λεγέσθω δὲ καὶ τὸ ἐφεξῆς συγγενὲς ὄν τοῖς προλαβοῦσι, καὶ τῆς αὐτῆς ἐκείνοις χάριτος καὶ δυνάμεως. Θ' Ἕτερος προσφιλής μὲν καὶ αὐτὸς τῷ ὁσίῳ, ἀρετὴν δὲ μετιών, καὶ ταύτῃ πονηρούς τε ἄνδρας ἐς φθόνον κεκινηκώς, καὶ τινων ἐγκλημάτων ὑποπένων συκοφαντίαν, ὑπὸ τοῦ τῆς ἐπαρχίας ἄρχοντος συσχεθεὶς τῇ εἱρκτῇ παραδίδοται, ὅσον δὲ οὔπω, καὶ θανάτῳ καταδικάζεται. Ὡς οὖν ἡ κυρία ἐγγὺς ἦν, φθάναι δὲ καὶ τοῦτο προγνοὺς ὁ ἅγιος, σπεύδει λῦσαι τῷ φίλῳ τὴν συμφοράν. ἦν δὲ τότε χειμῶνος τὸ ἀκμαιότατον, καὶ ὁ παραῤῥέων χείμαῤῥος ὕδασι πλημμυρήσας μάλα πολλοῖς, καὶ τῶν ἰδίων ὅρων ὑπερχυθείς, σφοδρὸς αὐτῷ κατὰ τὴν πάροδον ἔῤῥει, καὶ οὐδαμῇ οὐδ' ὅλως διαβατὸς ἦν. Ὁ δὲ Ἰησοῦν τε τὸν τοῦ Ναυῆ καὶ τὰ ἐκείνου ἐν νῷ τιθέμενος, τὴν διαβασίν τε τῆς κιβωτοῦ λογιζόμενος, τὸν αὐτὸν, ὥσπερ καὶ ἦν, πεπιστευκὼς εἶναι Θεὸν, καὶ τρόπον οἰκέτου τῷ χειμάρρῳ χρώμενος, Στήθι, ἔφη, ὁ κοινός σοι ἐπιτάττει Δεσπότης, καὶ διαβήσομαι μὲν ἐγώ, σωθήσεται δὲ ὁ ἀνήρ, ὑπὲρ οὗ σπεύδομέν τε καὶ πολλὰ τοῦ Θεοῦ ἐδεήθημεν. Οὕτως ἔφη, καὶ τὸ ῥηθὲν παραχρῆμα πέδη τῷ ποταμῷ γίνεται, καὶ τοῦ ῥεύματος ἵσταται. Παραχωρεῖ δὲ οὐ Σπυρίδωνι τῆς ὁδοῦ μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ὁδίταις, οὐκέτι τοῦ λοιποῦ πονηρόν τι συνάντημα ἐκεῖνος καὶ ἄπορον ὤν. Τὸ μὲν οὖν πάρεργον, οὐδὲν ἧττον αὐτῷ τοῦ ἔργου θαυμαστὸν εἴργασται. Ἐκ τούτου δὲ κἀκεῖνο κατώρθωτο μᾶλλον, ὡς γὰρ οἱ συμπορευόμενοι τὸ γεγονὸς ἐθεάσαντο, αὐτοῦ τε προδραμόντες καὶ τὴν πόλιν ὡς τάχος καταλαβόντες, λαμπροί κήρυκες τοῦ τελεσθέντος καθίστανται. Καὶ ὁ ἄρχων, τοῦτο μὲν ἐκπλαγείς, τοῦτο δὲ καὶ δέει καταληφθεὶς μὴ τοιαῦτα δυναμένῳ ἀνδρὶ προσκρούσας ὀρθῇ, ἀνίησί τε παραχρῆμα τὸν φίλον αὐτῷ τῶν δεσμῶν καὶ τῷ ἁγίῳ τοῦτον χαρίζεται. Ὁ δὲ λαβὼν ἐπανήει, ἐκ μιᾶς αἰτίας δύο κατειργασμένος, καὶ στήσας τῷ χειμάῤῥῳ μὲν τὴν φοράν, τῷ ἀνθρώπῳ δὲ φιλανθρώπως πάνυ τὴν συμφοράν. Προφητείας μὲν οὖν ἢ θαυματουργίας, ἢ πρὸς τοὺς ἐν συμφοραῖς συμπαθείας οὐδὲν οἶμαι τῶν λεχθέντων σημείων μεῖζόν ἐστιν. Ι' Ὁ δὲ λόγος καὶ πλέον τι τῶν εἰρημένων δεικνύειν ἕτοιμος εἰς προφητείαν ὁμοῦ καὶ συμπάθειαν· τὸ ἁμαρτίας ἀνθρώπων φημὶ ἐκ τοῦ ἀφανοῦς ὁρᾶν, καὶ ταύτας ἀφιέναι, γνώμης τε φιλανθρωπίᾳ καὶ χάριτος δαψιλείᾳ· πανταχοῦ τῶν ἑαυτοῦ τρόπον ὥσπερ ἀκίνητόν τινα νόμον ὁ μέγας φυλάττων, λιτότητι μάλιστα χαίρων ἦν, ἅτε δὴ τὸν ἑαυτοῦ Δεσπότην μιμεῖσθαι βουλόμενος. Οὔτε γὰρ ἵππῳ πρὸς τὰς ὁδοιπορίας ἐχρῆτο, οὔτε μὴν τὸ πρὸς πάντας ἀνομίλητόν τε καὶ ἄμικτον δή τι σεμνὸν ἑαυτῷ περιεποιεῖτο. Ἐπεὶ γοῦν ἔφθη ποτὲ συντόνως ὁδοιπορήσας καὶ ὁδοῦ μήκει τοὺς πόδας πεπονηκώς, ἔν τινι τε τῶν φίλων καὶ τῆς αὐτοῦ ποίμνης τῷ
col. 429–430page 63 of 246
PG 116:429θρέμματι ξενιζόμενος, αὐτὸς, οἷα τοῦ ἀγαθοῦ ποιμένος ἀγαθὸν πρόβατον, καὶ πρὸς τὸν ἐκείνου βίον ὥσπερ εἰς κάλλιστον ἀρχέτυπον ἀφορῶν, τὸ τοῦ διδασκάλον, μᾶλλον δὲ τὸ τοῦ Δεσπότων καὶ πρώτου διδασκάλου Χριστοῦ, ἐδείκν, μέτριον. Λαβὼν γὰρ Όπως καὶ τῷ νιπτῆρι βαλών, ἕτοιμος ἦν τῷ ἁγίῳ τοὺς πόδας ἐκθεραπεύσαι. Οἱ γε μὴν ἐν γειτόνων, ἐπεὶ τὸν ἅγιον ᾔσθοντο παρελθόντα, συνέθεον καὶ αὐτοὶ, καὶ οὐδὲν ἧττον ἐβούλοντο τοῖς ποσὶν ἐκείνου τοῦτο ποιεῖν, καὶ ὡς περιμάχητόν τι παρ' αὐτοῖς τὸ πράγμα ἐτίζουν, καὶ τῆς εὐλογίας ἀμφισβήτουν άλ λήλοις. ΙΑ΄. Εν αὐτοῖς οὖν καὶ γυνή τις τοὺς πλείους περεγκωνιζομένη πολλή τις ἦν, τοῦτο μάλιστα Είσαι βιαζομένη· ἦν δὲ αὕτη σαρκικῷ ἔρωτι ἀλοῦσα β μὲ πρὸ πολλοῦ, καὶ ἥττων, οἴμοι! γενομένη τῆς ἁμαρτίας· αὐτὸς δὲ εἰς καρδίαν ὄντως ὁρῶν, καὶ εἷς τὰ ἐκείνης εὖ ἐπιστάμενος, ἡρέμα μὲν τὸ ἤμερον ἐκεῖνο καὶ ἠδὲ αὐτῇ πρόσωπον ἀποστρέψει, ηρέμα δὲ καὶ πρὸς αὐτήν, Μη μου άπτου, φησί, γίνει· οὐχ ὡς ἄν τις εἶποι ἑαυτὸν ἀποσεμνύνων ἢ τὸ γύναιο» μυσαττόμενος (ποὺς γὰρ μαθητής ὢν ἐκείνων, του καὶ τελώναις καὶ πόρναις, καὶ ἁμαρτωλούς συν εσθίοντος:), ἀλλ' ἐντρέπων αὐτήν, καὶ εἰς ἔννοια» ἐμβάλλων τῆς πονηρᾶς πράξεως, καὶ ἠπίως οὕτω πρὸς μετάνοιαν ἐκκαλούμενος, ὃ δὴ καὶ πέρας εἶχε καὶ κατὰ σκοπὸν αὐτῷ διηνύετο. ς γὰρ ἡ μὲν ἀετείνετο καὶ ἔτι δρᾶσαι τὸ σπουδαζόμενον, καὶ πολλὴν εἰσῆγε τὴν ἔνστασιν, ὁ δὲ καὶ μᾶλλον αὐτῆς καθίκετο πληκτικώτερον, ὅπερ ἐκείνη πέπραγε, φανερούς ἐξειπών. τότε δὴ καὶ αὐτὴ τῷ μὲν σοφῷ τῆς ἐπιτιμήσεως τὴν ψυχὴν πληγεῖσα, ἐκπλαγείσα ἢ ὅτι καὶ πρὸς τοὺς τῆς ψυχῆς ἀθεάτους ἔβλεψε μώλωπες, ὕδασι μὲν οὐκ ἔτι, δάκρυσι δὲ τοὺς πόδας Επικαθαίρει, καὶ συντριβή καρδίας απαγγέλλει τὸ πραγμένον. Τί οὖν; ἡ μὲν πρὸς αὐτὸν τὰ τῆς πόρνης, ὁ δὲ τὰ τοῦ Δεσπότου παῤῥησιαστικώτατα πρὸς αὐτήν, «θάρσει, θύγατερ, φησίν, ἀφέωνταί σοι Η αμαρτίαι σου.» Καὶ αὖθις· «Ἰδε υγιής γέγονας, μηκέτι ἁμάρτανε, ο ἅμα καὶ τὴν νόσον κατὰ τοὺς σου τοὺς τῶν ἰατρῶν ἰώμενος καὶ τὸ μὴ τοῖς αὐτοῖς πάλιν περιπεσεῖν προμηθούμενος. Οὕτω μὲν οὖν ἐκείνη καρποῦνται τὰ τῆς ἰάσεως κάλλιστά τε καὶ ὑφελιμώτατα, ὡς μὴ μόνον αὐτῇ τὴν ὑγείαν ἀμετά θητον μεῖναι, ἀλλὰ καὶ τοῖς ἄλλοις διηγουμένην, ἀφορμὴν πολλοῖς πρὸς σωτηρίαν ὀφθῆναι. ΙΒ'. Ἐπεὶ δὲ τὸν μὲν βίον ἱκανὰ τεκμηριώσαι τὰ θεύματα, δεῖ δὲ γνωρίσαι οἷος ἦν αὐτῷ καὶ περὶ τὴν πίστιν ὁ ζῆλος, τὸ προκείμενον γνωριεῖ. Ὅτε Ρωμαίων ἦρχε μὲν Κωνσταντίνος ο μέγας και πρῶτος ἐν βασιλεῦσι Χριστιανὸς, ὑπάτευε δὲ Παν ῖνος καὶ Ἰουλιανός· ἀπὸ δὲ τῆς ᾿Αλεξάνδρου τοῦ ηλίππου βασιλείας, ἔκτον καὶ τριακοστὸν καὶ ἐξα ασιοστὸν ἠνύατο έτος· τό τε δὴ καὶ ἡ ἐν Νικαίᾳ τριώνυμος τῶν ἁγίων Πατέρων ήθροίζετο σύνοδος,
col. 431–432page 64 of 246
PG 116:431Ἀφ᾽ οὗ καθελεῖν μὲν τὸν Ἄρειον, κτίσμα τὸν Υἱὸν δυσσεβῶς ὀνομάζοντα, δογματίσαι δὲ τῷ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον· ἦσαν δὲ τῶν μὲν τῆς βλασφημίας αὐτῷ συναιρομένων οἱ πρῶτοι μάλιστα καὶ ἐπισημότατοι Εὐσέβιος ὁ Νικομηδείας, Μάρις τε σὺν ἐκείνῳ καὶ Θέογνις, ὧν ὁ μὲν Νικαίας, Μάρις δὲ, Χαλκηδόνος ἐπίσκοπος ἦν. Οὗτοι Ἀρείου τῆς λύσσης ἀφηγουμένου, τὸν τοῦ Θεοῦ Υἱὸν καὶ Θεόν, κτιστὸν, ὦ μανίας! τὰ πονηρὰ κτίσματα ἐδογμάτιζον. Τῶν γε μὴν ὑπὲρ τῆς εὐσεβείας διαγωνιζομένων οἱ πρόμαχοι, ὧν καὶ λόγος ἅμα καὶ βίος, τῶν ἄλλων διαφορώτατος ἦν, ἦσαν οὗτοι. Ὁ τε μέγας ἐν ἁγίοις Ἀλέξανδρος, πρεσβύτερος μὲν ὤν, ἄρτι δὲ τὸν τοῦ μακαρίου Μητροφάνους τόπον ἐπέχων, ὡς ἂν αὐτοῦ μὴ παρόντος, ἀλλ᾽ αἰτίαν τῆς ἀπολείψεως νόσον ἔχοντος, καὶ Ἀθανάσιος ὁ πολύς, οὔπω τότε τὸν ἱερατικὸν θρόνον ἀποσεμνύνων, ἀλλὰ τῇ Ἀλεξανδρέων ἐκκλησίας τὴν τοῦ διακόνου τάξιν ἀποπληρῶν· διὸ καὶ φθόνος κατ᾽ αὐτῶν οὐ μικρὸς ὑφεῖρπεν, ὅτι μήπω διαφέροντες ἀξιώμασι, πολὺ περὶ τὸν λόγον τῆς πίστεως τῶν ἄλλων ἐκράτουν. Ἦν δὲ ἄρα σὺν τούτοις καὶ Σπυρίδων ὁ μέγας, οὗπερ ὁ βίος μᾶλλον, καὶ ἡ συνοικοῦσα χάρις ἀνύσιμος εἰς πειθὼ ἢ τῶν ἄλλων αἱ γλῶσσαι, καὶ τῶν συλλογισμῶν αἱ ἄφυκτοι λαβαὶ, καὶ αἱ τῶν λόγων κομψαὶ περίοδοι. ΙΓ΄. Ὡς δὲ καὶ οὕτω παρῆν· ἐνταῦθα γὰρ ἤδη καὶ τὸ τοῦ πράγματος ἥδιστον), παρῆσαν δὲ καὶ φιλόσοφοι τῇ συνόδῳ, τῷ βασιλεῖ τοῦτο δοκοῦν, κόμπον περιπατητικὸν αὐχοῦντες, καὶ σοφιστικὴν ψυχαγωγίαν ἄκρως πεπαιδευμένοι. Εἷς δέ τις ἐν αὐτοῖς ἡγεῖτο τοῦ λόγου, ἄμαχον εἰς πειθὼ δύναμιν ἔχων, καὶ διὰ πάσης γλώττης τὴν εὐγλωττίαν ᾀδόμενος. Οὗτος τοῖς ἐπισκόποις συμμίξας, ἰσχυρῶς Ἀρείῳ συνέστη, καὶ λίαν ἀντεῖχε συνηγορῶν, ὡς καὶ τὸ πολὺ τοῦ πλήθους εἰς ἀκρόασιν ἐπισπάσασθαι, γλιχομένους μαθεῖν, πότεροι τῶν ἀντιλεγόντων νικῶντες ἔσονται· οὐδὲ γὰρ ἦν οὕτω πρὸς ἐπίλυσιν δυσαχερές, ὃ μὴ εὔλυτον ἐκεῖνος ἐτίθει τῇ πρὸς τὸ λέγειν περιουσίᾳ. Καὶ εἰς στενὸν δὲ πολλάκις τῆς ἀπολογίας αὐτῷ καταστάσης, δίκην ἐγχέλυος διωλίασθαινε πειθοῦς κλέμμασι καὶ σοφιστικοῖς δελεάμασιν. Ἦν οὖν ἀληθείας καὶ τέχνης ἅμιλλα, τῶν μὲν τἀληθῆ φιλολογούντων, νοήμασιν ἀραδιουργήτοις βαλλόντων τὸν σοφιστήν, τοῦ δὲ καθάπερ ὅπλα προσβαλλομένου τὸ ποικίλον τοῦ λόγου, καὶ παραλογιστικὸν καὶ κακότεχνον, καὶ τούτῳ μᾶλλον οἰομένου κρατεῖν. ΙΔ΄. Ἀλλ᾽ ἵνα μὴ τῶν λόγων τὸ νικᾶν εἴη, ἀλλὰ Χριστοῦ καὶ τῆς ἀληθείας, τοὺς ἄλλως λογίους παραδραμών, Σπυρίδωνος τοῦτο τοῦ ἁπλοῦ γίνεται, ὡς οὐδὲν ἄλλο τι πλέον εἰδὼς ὅτι μὴ Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον, ὡς φησιν Παῦλος. Ὡς εἶδε τὸν φιλόσοφον τοῖς σοφίσμασι βρενθυόμενον, φιλολοίδορον τε γλῶσσαν κινοῦντα κατὰ Χριστοῦ, καὶ τὰς
col. 433–434page 65 of 246
PG 116:433ἡμέτερα διαχλευάζει πειρώμενον, προσελθὼν ἐκεῖνας, ᾐτε τὸ μικρόν τι καὶ αὐτῷ πρὸς λόγους ἐλθεῖν. Οἱ δὲ τοῦ μέρους τῆς εὐσεβείας, τὸ ἁπλοῦν αὐτῷ καὶ ἀρχαϊκὸν συνειδότες, πρὸς ἔτι δὲ καὶ τὸ τῆς Ἑλληνικής παιδείας καθαρῶς ἄγευστον, ἐκώλυον εἰς μέσον ἐλθεῖν καὶ τῷ σοφιστῇ συμβαλεῖν. Τὸν δὲ, μηδὲν ἐκείνοις πεισθέντα· ᾔδει γὰρ τί μὲν ἡ ἄνωθεν σοφία, τί δὲ ἡ ἀνθρωπινὴ καὶ καταργουμένη δύναται, προσελθεῖν τῷ ἀνδρὶ, καὶ φάναι· ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ, ὦ φιλόσοφε, πρόσεχές τε ἄρτι καὶ ἐν ἐμοὶ τὸν νοῦν, καὶ ἃ βούλομαι λέγειν, αὐτὸς ἄκουσον. Τοῦ δὲ φήσαντος ὡς Σὺ μὲν λέξον, ἐγὼ δὲ ἀκούσομαι. Εἷς ἔστι, Σπυρίδων ἔφη, Θεός, οὐρανοῦ τε καὶ γῆς καὶ τῶν ἄλλων πάντων τῶν ἐν μέσῳ δημιουργός. Οὗτος, ὁ καὶ τὰς οὐρανίους δυνάμεις παραγαγών, οὗτος ὁ ἐκ γῆς τὸν ἄνθρωπον διαπλάσας καὶ πάντα ὁμοῦ ὁρατά τε καὶ ἀόρατα παραστήσας, τοῦτον τῷ λόγῳ τε καὶ τῷ Πνεύματι, παρήχθη μὲν ὁ οὐρανός, παρήχθη δὲ γῆ, ἀνεχέθη θάλασσα, ἐτάθη ἀήρ, ἐτέχθη ζώα, ἄνθρωπος διεπλάσθη, τὸ μέγα τῶν ζώων καὶ θαυμαστὸν δημιούργημα, πάντα μέρη, ἀστέρες, φωστῆρες, ἡμέρα, νύξ, τὰ λοιπὰ πάντα. Τοῦτον οὖν τὸν λόγον Θεοῦ ἡμεῖς εἰδότες Υἱὸν καὶ Θεὸν, ἐκ Παρθένου δι᾿ ἡμᾶς πιστεύομεν γεγεννήσθαι καὶ ἐσταυρώσθαι, καὶ τέλος, τεθάφθαι, εἶτα καὶ ἀναστάντα, καὶ ἡμᾶς συνεγείραντα, καὶ ἄφθαρτον ἡμῖν καὶ ἀΐδιον παρεσχηκότα ζωήν. Τοῦτον φαμὲν καὶ αὖθις ἐλεύσεσθαι πάντων κριτὴν καὶ τῶν ἡμετέρων καὶ ἔργων καὶ λόγων, καὶ λογισμῶν ἀπαραλόγιστον λογιστήν· τοῦτον ὁμοούσιον τῷ Πατρί, τοῦτον σύνθρονον, τοῦτον ὁμότιμον. Οὐκ ἄρα καὶ σὺ ταῦτα, ὦ φιλόσοφε, δοκεῖ; ΙΕ΄. Ὁ μὲν ἤρετο· ὁ δὲ ὥσπερ αὐτὴν ἔχων καὶ πρὸ τοῦ ψυχὴν, οὐ δὲ τὴν αὐτὴν καὶ φρένα καὶ γλώτταν, οὕτω ῥᾳδίως ἀντιτιθεμένην καὶ ἀντερίζουσαν, ἐπλήγη μὲν τὴν ἀκοὴν, ἐξεπλάγη δὲ τὴν ψυχήν, τὴν φωνὴν ἐσβέσθη καὶ ἀποσιωπήσας ἐφ᾽ ἱκανὸν, οὐδὲν ἕτερον ἔσχε φθέγξασθαι ἢ ὅτι ταῦτα οὕτως ἔχειν δοκεῖ. Ὁ δὲ ἅγιος, Ἄγε οὖν, ἔφη, ἐπεὶ καὶ ταῦτά μοι συνομολογεῖς, μηδὲ τοῖς ἔργοις διαφωνῶν ἔπο· ἀλλ᾽ εἰδὼς τίς τε ὁ Θεός, καὶ τὸ πᾶν τοῦτο πεποιηκὼς ἀναστὰς τῇ Ἐκκλησίᾳ πρόσελθε, καὶ τὸ σημεῖον τῆς ὀρθοδόξου λάμβανε πίστεως. Ταῦτα ἐπειδὴ ἤκουσεν ὁ φιλόσοφος, μετέβαλε μὲν αὐτίκα τοὺς ἀκριβῆ θεοσέβειαν, ἐπιστραφεὶς δὲ πρὸς τοὺς μαθητὰς καὶ τοὺς ἄλλους τῶν λεγομένων ἀκροαστὰς, Μέχρι μέν, ἔφη, ὦ ἄνδρες, ἐν λόγοις ἦν ὁ ἀγών, ἀντεῖχον τῇ τέχνῃ κἀγώ· ἡνίκα δὲ λόγοι μὲν οὐκ ἔτι, θεία δὲ δύναμις ἀντίθετος ἦν, καὶ ἄρρητόν τινα καὶ ἀπόρρητον ἐν ἁπλότητι ῥημάτων ἐπεδείξατο τὴν ἰσχύν, τό τε δὴ τὴν ἧτταν οὐκ ἐπαισχύνομαι, ἀλλὰ καὶ ἐμαυτῷ καὶ τοῖς ἄλλοις ἡδέως συμβουλεύσαιμι ἄν, εἴ τις μὴ τοσοῦτον σκαιός, ἢ περὶ τὴν ἀλήθειαν πελουργεῖν ἐθέλων πιστεῦσαι Χριστῷ, καὶ τῷ γέροντι ἕπεσθαι τούτῳ· ἢ μὲν γλώττα πάντως ἀνθρώπου, οἱ δὲ λόγοι Θεοῦ, πόσην οἴεσθε τοῦτο τοῖς μὲν ἀρειανίζουσιν αἰσχύνην, τοῖς εὐσεβοῦσι δὲ τιμὴν
col. 435–436page 66 of 246
PG 116:435ἅμα περιποιῆσαι καὶ ἡδονήν; Οἵ γε τοσοῦτον οἱ μὲν ἐκράτησαν, οἱ δὲ ἡττήθησαν ὡς, μικροῦ πάντων τῇ ὀρθῇ προσθεμένων δόξῃ, ἓξ μόνους τῷ ᾿Αρείῳ περι λειφθῆναι, μερίδα φαύλην καὶ μοχθηρὰν ἐσομένους τοῦ πατρὸς τοῦ ψεύδους καὶ τοῦ ἐξ ἀρχῆς ἀσπόντου τῆς ἀληθείας ἐχθροῦ. Οὕτω φανερῶς τῶν κακοδόξων ἐληλεγμένων, ὑπέστρεφον οἱ ἐπίσκοποι, ἠδόμενοι μὲν τῇ νίκῃ, ἐκπληττόμενοι δὲ τῷ θαύματι, καὶ Θεὸν δοξάζοντες ἐπ᾽ ἀμφοῖν τούτοιν, οἷς τε τὰ παράδοξα έθεάσαντο, καὶ οἷς τῆς ᾿Αρείου μανίας περιεγένοντν· καὶ ὁ κρατῶν δὲ αὐτὸς ὅλος ἐν ἐκπλήξει τῷ θαύματι γεγονώς, πάσῃ τε τιμῇ τὸν ἄνδρα τιμᾷ, καὶ ἵλεω δι᾿ αὐτοῦ τὸν Θεὸν ἔχειν ἐξαιτησί μενος, οἴκαδε παραπέμπει. 15΄ Ἐν ὅσῳ ταῦτα ἐτρίβετο θνήσκει μὲν τῷ ὁσίῳ ἐξάπινα ἡ θυγάτηρ ἥτις αὐτῷ ἐκ τιμίου γε νομένη του γάμων, καὶ τῆς γε καθ' ώραν ηλικίας παρὰ πολὺ τὸ σῶφρον ὡραιότερον ἐπειξαμένη, παρθένος τὸν ὅλον διήγαγε χρόνον, χρήμα τῷ και θαρῷ νυμφίῳ καὶ τῶν οὐρανίων θαλάμων ἄξιον Σπυρίδων δὲ ὁ μέγας ἐπανελθών, καὶ τὴν συμφορὰν ενεγκών ὥσπερ ἄρα τὸν τοιοῦτον εἶκος ἐνεγκεῖν, ἐπεὶ αὐτῷ ἄρτι ἐπιδεδημηκότι, γυνή τις προσῆλθε περιπαθῶς ἔχουσα καὶ ὀδυρομένη, ἀνθ' ὧν ἔτι αὐτοῦ τῇ θυγατρί περιουσῃ κόσμιον τι χρυσούν παρέθετο, κἀκείνης όξεταν οὕτω τὴν τοῦ θανάτου τομὴν δεξαμένης, τὸ πιστωθὲν παρ᾽ αὐτῇ ἔμεινεν, εμέλησε τῷ ἐσίῳ, καὶ πῶς γὰρ οὔ; τοιαύτη ἔχοντι φιλάνθρωπον τὴν ψυχὴν, καὶ ὥσπερ εἰ μὴ ἀνασω θείη τῇ παρακαταθεμένῃ τὸ ἴδιον, ἐσφάλθαι περὶ τὸ δίκαιον κρίνοντι καὶ ἀδικεῖν τὸ μέρος αὐτὴν οπο μένῳ. Ὡς οὖν ἅπαντα τὸν αὐτῆς οἶκον ἀκριβῶς διαψηλαφήσας, οὐδαμοῦ τὸ ζητούμενον εἶχεν εὑρεῖν, ? τί γίνεται, καὶ ποῖον ἡ πολύτροπος τοῦ Θεοῦ σοφία τὴ πέρας επάγει Πρόσεισι τῇ σορῷ, καθάπερ ὁ ἐμὸς Χριστος ἐπὶ Λαζάρῳ τὸ πρότερον, τούτου πάντως καὶ αὐτὸς μαθητής ὤν, καὶ ὡς οἷόν τε τὰ ἐκείνου μιμούμενος, εἴποντο δὲ αὐτῷ καὶ τῶν συνόντων πολλοί. Εἶθ᾿ ὥσπερ οὐκ ἐν τάφῳ, ἀλλ᾽ ἐν θαλάμω τῇ θυγατρὶ ἔτι ζώσῃ περιτυγχάνων, πρὸς όνομα καλέσα; εἰς ἀκοὰς πάντων, οι ἔτυχον αὐτῷ συμπα φύντες, Τέκνον, εἶπεν, Εἰρήνη, που τὸ παρακατατε ? θέν σοι τούτο δὴ κόσμιον; Η δὲ εὐθέως καθάπερ ἐξ ὕπνου τινὸς μαλακοῦ διαγρηγορήσασα, καὶ ὑγια σώζουσα καὶ τὴν πνοὴν ἅμα καὶ τὴν φωνὴν, Κύριέ μου, φησί, παρὰ τῷδε τῷ μέρει τοῦ οἴκου τὸ χρυσούν ἐκεῖνο κατετέθη μοι κόσμιον. "Εκπληξις ἐπὶ τούτοις ἐλάμβανε τοὺς παρόντας. Εἶτα καὶ θαυμά τι ἕτερον ἐπηκολούθει τῷ θαύματι. Ὥσπερ γὰρ ἐκεῖνος ζωῆς τε καὶ θανάτου κύριος ὢν καὶ ταύτῃ πρὸς τοῦ ποθουμένου Χριστοῦ τῇ δωρεᾷ τιμηθείς, ε κατά χρείαν ἐπὶ βραχὺ ζωώσας, θνήσκειν ἐκέλευε πάλιν, και, Κάθευδε, τέκνον, ἔφασκε, τὸ λοιπὸν, ἕως ὁ κοινὸς Δεσπότης μετὰ πάντων κοινῶς ἐγερε! σε. Αὐτὸς δὲ παρ᾽ ἐκεῖνον δὴ τὸν οἰκίσκον τῆς θυγα τρὸς ἀφικόμενος, καὶ ἤπερ, ἔφη τὸ κόσμιον εὑρης
col. 437–438page 67 of 246
PG 116:437καὶ ἀνελόμενος, ἐγχειρίζει τῇ γυναικὶ, αὔξησιν οὕτω καὶ πίστωσιν τῷ θαύματι παρασχών. Καὶ ταῦτα μὲν ἐν τῇ νήσῳ. ΙΖ΄. Ἵνα δὲ μηδὲ Ἀντιόχεια τῆς Σπυρίδωνος ἀρετῆς τε καὶ χάριτος ἀθέατος ᾗ μηδ' ἁμάρτυρος καὶ τοῦτο τελεῖται παραδόξως ὅσον καὶ θαυμαστώς. Τὸ δὲ ὅπως, ὁ λόγος ἤδη δηλώσει. Ἀπολείπει μὲν ἄρτι Κωνσταντίνος ὁ μέγας μετά γε τῆς ἀρχῆς, καὶ τὸν βίον· διαιρούνται δὲ ταύτην οἱ τούτου υἱεῖς. Καὶ Κωνστάντιος μέν, τῆς Ἑῴας ἄρχειν λαχών, εἰς τὴν μεγάλην τῆς Κοίλης Συρίας πόλιν, τὴν Ἀντιόχου φημι, διατρίβων ἦν· νόσος δὲ αὐτῷ ἐπισκήπτει μάλα δεινή, ἰατρῶν τέχνην καὶ χεῖρας ἐλέγχουσα. Ταύτῃ τοι καὶ τῶν ἄλλων πάντων ἀπογνούς, ἐδεῖτο μόνου τοῦ καὶ ψυχὰς εἰδότος καὶ σώματα θεραπεύειν. Συντονώτερον δὲ χρωμένῳ τῇ προσευχῇ, νυκτὸς ἵσταται ὄψις, ἄγγελος ὑποδεικνύων αὐτῷ πολλῶν ἁγίων ἐπισκόπων χορόν. Οἷς ὁ βασιλεὺς ἀτενίσας ἐν μέσοις αὐτοῖς, ὁρᾷ δύο τινὰς ἱσταμένους ἐπισκόπους μὲν καὶ αὐτοὺς ἐοικότας, προστάτας δὲ τῶν ἄλλων καὶ ἀρχηγοὺς εἶναι δοκοῦντας. Τούτους αὐτῷ ὁ ἄγγελος παραδείξας, μόνους ἔλεγεν εἶναι τῆς ἐπὶ νόσου θεραπευτάς. Ἐπεὶ δὲ καὶ ὁ ὕπνος ἐπῆκεν αὐτόν, διεσκοπεῖτο μέν, τίνες ἂν οὗτοι εἶεν, οὐκ εἶχε δὲ τὸν ὄνειρον συμβαλεῖν. Πῶς γάρ, ὧν μήτε κλῆσις μήτε πατρὶς ἐκείνῳ γνώριμος; Ἄλλως τε καὶ θατέρου τούτων φανέντος μὲν αὐτῷ κατ' ἐπίσκοπον, οὔπω δὲ τότε γενομένου ταῖς ἀληθείαις, ἀλλὰ τὸ μέλλον ἔσεσθαι, ὡς ἤδη φθάσαν γενέσθαι παρεστηκός. Πρὸς ταῦτα τοίνυν διαπορούμενος ὁ κρατών, καὶ ἅμα μὲν κινούμενος καὶ τῇ ὄψει, ἅμα δὲ καὶ ταῖς ὀδύναις ὑποβαλλόμενος, οὐκ εἶχεν ὅ τι καὶ δράσειε. Τὸ δὲ τῆς πίστεως ἐκεῖνο θερμὸν κάλλιστα ὑπετίθει μὴ ἂν οὕτω ματαίως τὴν ὄρασιν ἐπιστῆναι· ὅθεν καὶ πείθει φρονῆσαι, βασιλικόν τι καὶ γενναῖον, καὶ πρὸς τὸ νῦν ἔχον σοφίας οὐκ ἔμοιρον. Τοὺς γὰρ ἀπανταχοῦ τῆς Ῥωμαίων ἀρχῆς ἐπισκόπους, ὅσοι βίου ἐτιμέλοντο φιλαρέτου, ἐκέλευε συνδραμεῖν, ἵν', ὁμοῦ συνελθόντων, καὶ οἱ φανέντες αὐτῷ δύο γνώριμοι καταστῶσι. ΙΗ΄. Γράμματα δ' ἂν κατὰ πᾶσαν τὴν ὑποτελῆ Ῥωμαίοις ἐπέμπετο, καὶ τοὺς ἐπισκόπους ἐκάλει. Καὶ ἐπεὶ τῶν ἄλλων ἀφικομένων, οὐδεμία ἦν τῶν ζητουμένων ἐπίγνωσις, πέμπει καὶ πρὸς τὴν Κυπρίων νήσον, Σπυρίδωνα καὶ τὴν ἐκείνου χάριν μετακαλούμενος. Ὁ δὲ προήδει μὲν πάντα τὰ κατὰ τὸν κρατοῦντα τῷ πνεύματι, ἐσήμανε γὰρ αὐτῷ ἕκαστα δι' ὀνείρων ἡ χάρις· ἐπεὶ δὲ καὶ οἱ βασιλέως λόγοι συνωμολόγουν, οὐκ ἀβουλήτως πρὸς αὐτὸν ἀνατρέχει, ἐπαγόμενος καὶ τὸν ἄνδρα, ᾧ κατὰ τὴν γενεῖσαν ὄψιν συμπαρέστη τῷ βασιλεῖ· τούτῳ Τριπίλλιος ἦν ὄνομα, οὔπω μὲν τῆς ἱερωσύνης ἠξιωμένον, ἄνωθεν δὲ καὶ πρὸ τῆς ἀνθρωπίνης ψήφου τὴν χειροτονίαν ἀπειληφότα. Εἰσῄει γοῦν ἅμα τούτῳ Σπυρίδων εἰς τὰ βασίλεια, λιτῶς πάνυ καὶ ἀφελῶς διεσκευασμένος. Ἡ μὲν γὰρ ἐσθῆς δεινῶς εὐτελής· ἄλλον δὲ βάκτηρον εἶχεν ἡ δεξιά, καὶ τιάραν ἡ
col. 439–440page 68 of 246
PG 116:439κεφαλή· πρὸς δὲ καὶ ἀγγείδιόν τι κεραμεοῦν ἐξήρτητο τοῦ τραχήλου, ὥσπερ οὖν ἔθος τοῖς τὴν ἁγίαν πόλιν οἰκοῦσιν, ἔλαιον τοῦ θείου σταυροῦ φέρειν προηρημένοις. Ἐπεὶ δὲ ἔδει μὴ τῷ ἀπερίττῳ μόνον καὶ εὐτελεῖ, ἀλλὰ καὶ τῇ πρὸς τὰς ὕβρεις ἐπιεικείᾳ τὸν ἑαυτοῦ Δεσπότην μιμήσασθαι, εἴς τις τῶν ἐν βασιλείοις, τῆς εὐτελείας αὐτὸν διαμυκτηρίζων, ἄκοσμον εἶναι οἰόμενος τὸ εἰς βασιλέα οὕτως ἔχοντα εἰσιέναι, ῥαπίσματι τὴν ἱερὰν ἐκείνην ἔπαισε σιαγόνα. Σκηπτὸς δὲ ἄνωθεν οὐκ ἐπῆλθε κατά τῆς τοῦ παίσαντος κεφαλῆς, ἀλλ' ἐνείχετο πάντως, ὁ καὶ ἐφ' ἑαυτοῦ τοῦτο θεοπρεπῶς ἀνασχόμενος. Ο δὲ, ὢ τῆς γενναίας ἐκείνης ψυχῆς καὶ πρὸς τὸ παθεῖν φιλοτιμοτάτης! παρεχώρει καὶ τῆς ἑτέρας τῷ ὑβριστῇ, πληρωτής ὢν εὐτρεπῆς τοῦ Δεσποτικοῦ νόμου, καὶ νικῶν τῇ πρὸς τὸ πάσχειν ἑτοιμασία τὴν περιττὴν ἐκείνου ὀξυχειρίαν καὶ ἰταμότητα. Εἷλε τοῦτο τὸν ὑβριστήν, καὶ ἰσχυρῶς ἐδυσώπησεν, ἄλλως τε δὲ καὶ τὸ μαθεῖν ἐπίσκοπον εἶναι τὸν ὑβρισθέντα. Ὅθεν δὴ καὶ μεταβαλών, ἱκέτης γίνεται, καὶ συγγνώμην αἰτεῖται, ὀλίσθημα θράσους ἀπερισκέπτου θερμότητι μετανοίας θεραπεῦσαι φιλονεικῶν. Καὶ ὅς, μεμάθηκε γὰρ ὥσπερ τὰς ὕβρεις φέρειν, οὕτως ἀφιέναι καὶ τὰ ὀφλήματα, μᾶλλον δὲ καὶ ἀγαθοῖς ἀμείβεσθαι τὸν λελυπηκότα, λόγοις οἷς εἶχεν εὐεργέτει, πατρικῶς παραινέσας, καὶ βελτίω τὴν αὐτοῦ ψυχὴν θέμενος· ἀφ' οὗ δὴ καὶ οἱ τὰς πρώτας ἐκ βασιλέως τιμὰς φέροντες, δι᾿ αἰδοῦς τὸν ἄνδρα ποιούμενοι, προέπεμπόν τε καὶ εἰς βασιλέα, ὡς προσῆκον ἦν, ἄγουσιν. Κ΄. Οὐ δίκαιον δὲ καὶ τὰ μεταξὺ παρελθεῖν, ἀξιοσπούδαστα ὄντα, καὶ πολὺ τὸ ὠφέλιμον ἐνθεῖναι ταῖς φιλοσόφοις ψυχαῖς δυνάμενα. Ὁρῶν ὁ μέγας τὸν ἑαυτοῦ φοιτητὴν Τριφύλλιον τέλειον μὲν ὅσον οὔπω καὶ κατ' αὐτὸν ἐσόμενον, τὸ δὲ νῦν ἔχον ἔτι τὰ μεγάλα τοῦ βίου καὶ τοῖς πολλοῖς περιμάχητα μὴ μικρὰ εἶναι ὑπειληφότα, ἃ τε δή νέον ἔτι, καὶ τὴν ἡλικίαν ἔχοντα πρὸς τοῦτο συναιρομένην, καὶ θαυμάζοντα μὲν τὰ ἐν βασιλείοις, ἐσθῆτάς φημι λαμπρούς, καὶ χρυσοῦ περιλάμψεις, καὶ πρὸ γε πάντων αὐτὸν τὸν κρατοῦντα, ἐφ' ὑψηλοῦ μὲν προκαθήμενον, φοβερὸν δέ τινα καὶ περίδοξον τῷ σχήματι καθορώμενον· ἐπὶ πᾶσι τούτοις μετέωρον αὐτὸν ὁρῶν καὶ ἐξεστηκότα, καθάπερ λύων αὐτῷ τὸν ὕπνον, καὶ οὓς εἶχεν ὕπαρ ὀνείρους, ἁψάμενος τῇ χειρὶ καὶ διασείσας, Ἀλλ᾿ ἐμοὶ, ἔφη, Τριφύλλιε, αὐτὸν ἐκεῖνον δεῖξον τὸν βασιλέα· οὐδὲ γὰρ ὅστις οὗτος ἔχω μαθεῖν. Καὶ αὐτὸς τί ὁ μέγας ἠβούλετο μὴ συνείς, Οὗτος, ἔφη, τῇ χειρὶ δείξας τὸν βασιλέα. Τί οὖν, εἶπε Σπυρίδων, θαυμαστότερος οὗτος τῶν ἄλλων, εἰ μὴ καὶ δικαιότερον αὐτὸν εἴποις ἀπὸ τοῦ κόμπου καὶ τῆς περιφανείας; Οὐχὶ ὁμοίως μὲν καὶ αὐτὸς ἀγνώτι πένητι καὶ ἠμελημένῳ τεθνήξεται; Ὁμοίως δὲ τάφῳ παραδοθήσεται καὶ φθορᾷ; παραπλησίως δὲ τῷ ἀδεκάστῳ κριτῇ παραστήσεται; Τί τὰ ῥέοντα ὡς ἑστῶτα τιμᾶς, καὶ τὰ μηδὲν ὄντα θαύματος
col. 441–442page 69 of 246
PG 116:441ἄξιοις, παρὸν τὰ καλὰ μᾶλλον ζητεῖν καὶ ἀΐδια, καὶ τῆς ἀφθάρτου καὶ οὐρανίου δόξης μόνης ἐρᾷν, ΚΑ'. Ἐν ᾧ δὲ πρὸς τὸν Τριφύλλιον ἔλεγε ταῦτα, ὁ βασιλεὺς ἐξ ἀπόπτου τοῦ βήματος ἐπιβάλλει τῷ ὁσίω τοὺς ὀφθαλμούς· καὶ πρῶτα μὲν αὐτὸν τὸ σχῆμα καὶ ἡ ἀναβολὴ ἐπεσπᾶτο, τῇ δραθείσῃ μορφῇ συνάδουσα· οὕτω γὰρ ἐδόκει καὶ ὄναρ αὐτῷ ἐπιστῆναι, καὶ ἦν πάντα δὴ τὰ αὐτὰ, ἡ ῥάβδος, ἡ παρὰ τὸ ἐξηρτημένων τοῦ τραχήλου σκεῦος καὶ ἡ στολή. Τοῦτον μὲν οὖν εὐθὺς αὐτόθεν ἀνέγνω· τὸν δὲ Τριφύλλιον οὐκ εἶχεν ὅπως εἰκάσοι· οὐδὲ γὰρ ἔμελλεν αὐτῷ περιεργάσασθαι τὴν ἰδέαν· ἐπεὶ τοῦτον ἐπίσκοπον οὐχ ἑώρα, καθάπερ οἱ ὕπνοι αὐτὸν διεσήμαινον· ὅθεν καὶ τοῦ θρόνου παραχρήμα διαναστάς, χωρεῖ πρὸς τὸν μέγαν· ἡ γὰρ ἐπιθυμία τῆς ἀνερρώσεως τῶν ἄλλων ἐποίει καταφρονεῖν. Ἀμέλει καὶ βασιλικὸν ὄγκον, καὶ τὸ τῆς ἀρχῆς μέγεθος, μικρὰ καὶ δεύτερα τῆς πρὸς τὸν μέγαν τιμῆς θέμενος, πάνυ ἀδόξως αὐτῷ καὶ ταπεινῶς προσφέρεται, θηρώμενος οἶκτον τῇ εὐτελείᾳ, καὶ δεικνύς ὅσον τὸ μέσον προσκαίρου, φημί, βασιλέως καὶ ἀνδρὸς ἀνδρὸς Βασιλεῖ δουλεύοντος αἰωνίῳ. Ὑποκλίνας οὖν ἐκείνῳ τὴν κεφαλήν, σὺν δάκρυσιν ἱλεοῦτο, καὶ τὴν εὐχὴν ἐζήτει τὴν παρ' αὐτοῦ, καθάπερ τι φάρμακον ἰσχυρότατον, ῥᾳδίως λύειν δυνάμενον. Ὡς οὖν ἡ χεὶρ ἐκείνου τῆς τοῦ βασιλέως ἤπτετο κεφαλῆς, καὶ ἡ νόσος παραχρήμα ἐφυγαδεύετο, καὶ ὁ βασιλεὺς ἀνερρώννυτο. ΚΒ΄. Τίς ἂν τὰ ἐπὶ τούτοις τῶν παρόντων καὶ αὐτοῦ βασιλέως ἐκδιηγήσαιτο; ὅπως παρ' ὅλην δὴ τὴν ἡμέραν ἑορτὴν ἦγον, καὶ μικροῦ ἐσκίρτων, καὶ κάθεκτοι οὐδ' ὅλως ὑφ' ἡδονῆς ἐτύγχανον· μόνος Σπυρίδων ἐν τοῖς ἁπάντων χείλεσιν ἔκειτο. Σπυρίδων ἐκαλεῖτο μόνος, Σπυρίδων ἑωράτο, Σπυρίδων ἦν πᾶσι τὸ σπουδαζόμενον. Ἆρ' οὖν τὸ μὲν σῶμα τῷ βασιλεῖ ἔῤῥωτο· τὸ δὲ καὶ τὴν ψυχὴν αὐτὸν ὑγιῶς ἔχειν, ὡς μικρόν τι καὶ παροπτέον τῷ ἰατρῷ παρεβλέπετο; καὶ ποῦ τοῦτο τῆς ἱερᾶς ἐκείνου ψυχῆς; Ἀλλὰ καὶ ταύτῃ τὸ κατάλληλον πάντως ἐτίθει φάρμακον· μεμνῆσθαι μὲν τῆς εὐεργεσίας τοῦ Θεοῦ παραινέσας, εἶναι δὲ καὶ πρὸς τοὺς ὑπὸ χεῖρα, τοῖς πταίουσι μὲν καὶ λελυπηκόσι συγγνωμονικόν τε καὶ ἵλεων, τοῖς δ' ἄλλως ἔχουσιν εὐεργετικὸν καὶ φιλόδωρον, τοῖς δὲ καὶ τῶν ἀναγκαίων ἐστερημένοις πατρός, αὐτοῖς καὶ κηδεμόνος τάξιν ἀποπληροῦντα, καὶ χεῖρα τούτοις καὶ σπλάγχνα φιλανθρωπότατα διανοίγοντα. Ὅσῳ γὰρ τῶν ἄλλων διαφέρεις, φησίν, τοσοῦτον εἶναι σε χρὴ καὶ τὴν ἀρετὴν ὑψηλότερον. Ἐπεὶ τὸν μὴ οὕτω πρὸς τοὺς ὑποχειρίους διακείμενον τύραννον μᾶλλον ἢ βασιλέα καλεῖν δεῖ, οὐ τῆς ἐξουσίας μακαριζόμενον, ἀλλὰ τῆς ὑπεροψίας ἄθλιόν γε κρινόμενον καὶ μισούμενον. Ἐπὶ πᾶσι τὰ περὶ τὴν εὐσέβειαν ἀκριβῶς ἔχειν παρήνει, καὶ μηδὲν ὃ μὴ δοκεῖ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ μηδὲ βραχὺ παραδέχεσθαι. Καὶ ταῦτα μὲν ὁ μέγας.
col. 443–444page 70 of 246
PG 116:443ΚΓ΄. Ὁ δὲ βασιλεὺς, ἀμείβεσθαι τοῦτον τῆς θεραπείας βουλόμενος, χρυσού τι χρῆμα οὐκ εὐαρίθμητον ἐπεδίδου, τὸν δὲ χαριέντως εἰπεῖν πρὸς αὐτόν· Οὐχ᾽ οὕτως ἔδει, ὦ βασιλεῦ, μίσει τὴν φιλίαν ἀμείβεσθαι· ἃ μὲν γὰρ ἐμοὶ πέπρακται διὰ σὲ, φιλοῦντός ἐστιν ἀτεχνῶς, τό τε τὴν οἰκίαν ἀπολιπεῖν, καὶ τοσοῦτον διαπλεῦσαι πέλαγος χειμῶνός τε ὑπενεγκεῖν χαλεπότητα, καὶ ἀνέμων ἐν ὕδασιν ἀγριότητα. Τούτων οὖν ἐγώ χρυσὸν εἰς ἀμοιβὴν παραδέξομαι, τὸν κακοῦ παντὸς αἴτιον, καὶ ἅπαν δίκαιον εὐχερῶς λυμαινόμενον; Καὶ πῶς οὐκ ἂν εἴην ἐμαυτοῦ προδήλως κατηγορῶν, καὶ μοχθηρίαν σαφῆ καταψηφιζόμενος; Ταῦτα ἐκείνου λέγοντος καὶ λαβεῖν οὐδὲν διατεινομένου, ὁ βασιλεὺς ὅτι μᾶλλον πρὸς τὸ δοῦναι καθίστατο βιαιότερος, αἰσχύνην ὥσπερ ἡγούμενος τὸ εὖ παθόντα μὴ ἀντιμείψασθαι τὴν εὐεργεσίαν, ἀλλὰ νόσον ἀποβαλόντα σώματος, εἰς καλοκαγαθίαν ψυχῆς ἡττηθῆναι. Ὅθεν καὶ μᾶλλον προσέκειτο νικῆσαί πως οὕτω δοκῶν τὸν ἀήττητον. Καὶ πείθει μὲν ἐκεῖνον λαβεῖν, οὐ μὴν ὥστε καὶ μεῖναι παρ᾽ αὐτῷ τὸ δοθέν. ὡς γὰρ τῷ βασιλεῖ συνταξάμενος ἐπανήει, ἅπαν αὐτὸ τοῖς περὶ τὰ βασίλεια διανέμει, ἔργῳ διδάσκων, ὅπως χρὴ καὶ αὐτοὺς πρὸς πλοῦτον καὶ χρήματα διακεῖσθαι, εἴπερ ἄρα τὸ ἐλευθέρους αὐτοὺς εἶναι βουλομένοις ἐστίν. Ἡ γὰρ πολλὴ πρὸς ταῦτα ῥοπὴ καὶ τὸ λίαν ἡττᾶσθαι τῆς αὐτῶν κτήσεως, τί ἕτερον ἢ σαφὴς ἐθελοδουλία; Τοῦτο καὶ τὸν βασιλέα μαθόντα μηκέτι θαυμάζειν εἰπεῖν, εἰ ἀνὴρ οὗτος, οὕτω βιοὺς, καὶ θαυμάτων οὕτω μεγάλων αὐτουργὸς δείκνυται. Τοσοῦτον οὖν ἀπώνατο τῶν Σπυρίδωνος λόγων ὁ βασιλεύς, καὶ πρὸς φιλανθρωπίαν ἔβλεψε καὶ χρηστότητα, ὥστε δεομένοις πᾶσι, καὶ χήραις, καὶ ὀρφανοῖς, ταῖς μὲν τὴν χηρείαν, τοῖς δὲ τὴν ὀρφανίαν, τοῖς δὲ καὶ τὴν ἀπορίαν, μεγαλοψύχως παραμυθήσασθαι. Καὶ πᾶσι δὲ τοῖς τῆς ἐκκλησιαστικῆς μερίδος, ἱερεῦσί τε καὶ ὅσον ἐν διακόνοις, πρώτος οὗτος νομοθετεῖ τὴν ἀτέλειαν, ἄτοπον εἶναι κρίνας τοὺς ἀθανάτῳ Βασιλεῖ πρὸς ὑπηρεσίαν κεκληρωμένους θνητῷ, φόρους κατατιθέναι. Καὶ ταῦτα μὲν οὕτως ἔσχεν. ΚΔ΄. Ὁ δὲ λόγος βούλεται καὶ ἄλλων ἐπιμνησθῆναι θαυμάτων, φαιδρῷ τῷ τῶν χαρίτων ἄνθει κεκοσμημένων, καὶ πολλῆς πνεόντων μετὰ τοῦ ὠφελίμου καὶ ἡδονῆς. Ἐξιὼν γὰρ τῶν βασιλείων ὁ ἅγιος, ἐπιξενοῦται τῶν φιλοχρίστων τινὶ, πρόσεισι δὲ αὐτῷ γυνὴ βάρβαρος, καὶ γλώσσης Ἑλληνικῆς ἀμαθής, ἣ καὶ νεκρὸν ἑαυτῆς τὸ παιδίον ἐν χερσὶν φέρουσα, τοῖς ποσὶ τοῦτο παρατίθησι τοῦ ἁγίου· καὶ αὐτὴ δὲ ἅμα προσκατεβάλλετο, οἰκτρόν τι καὶ γοερὸν ἀνακλαίουσα, καὶ ἀσύνετα μὲν τοῖς παροῦσι, διὰ τὸ βάρβαρον λέγουσα, μόνοις δὲ τοῖς δάκρυσι φθεγγομένη καὶ ὅτι τοῦ παιδὸς χάριν ὁ θρῆνος, ἔνδηλον καθιστῶσα, καὶ ὡς αἰτεῖται δὴ παρὰ τοῦ ἀρχιερέως τὴν ἀναβίωσιν. Ἐπικλᾶται τούτοις ὁ συμπαθέστατος τὴν ψυχήν, καὶ διττοῖς πράγμασι, μετριότητι φρονήματος δηλαδὴ καὶ τῇ πρὸς τὴν γυναῖκα συμπαθείᾳ, μερίζεται. Ὅτε μὲν γὰρ τὸ πάθος αὐτῆς, καὶ τὸν τῶν σπλάγχνων ἀμπησμὸν ἔβλεψεν, ἐπ-
col. 445–446page 71 of 246
PG 116:445ἐχείρει τῷ θαύματι, καὶ ὁρμῆς ἅπτετο, δεηθῆναι Θεοῦ πρὸς τὴν τοῦ παιδὸς ἀναβίωσιν· ἡνίκα δὲ πάλιν πρὸς τὸ μέγεθος ἀπεῖδε τῆς ἀξιώσεως, μέτριος ὢν τὸ φρόνημα, καὶ τὴν καρδίαν οὐχ ἥκιστα εὐλαβῆς, ὑπεχώρει καὶ ἀνεβάλλετο, καὶ ἰταμὸν ἔκρινε τὸ ἐγχείρημα. Διά τοι τοῦτο, σύμβουλον ἕνα τῶν μεθ᾿ ἑαυτοῦ συμπαραλαβεῖν ἔγνω. Ἀρτεμίδωρος οὗτος ἦν, ἐν διακόνοις ἄρτι τελῶν, ἀνὴρ, ᾧ πάντα μὲν φιλοπόνως τὰ τῆς ἀρετῆς ἤσκητο, ἓν δέ τι πρὸς πάσας αὐτῷ καθάπερ τι χρώμα κοινὸν ἐκέκρατο, τὸ μηδενὶ δῆλον μηδαμῶς κατορθοῦντα γίνεσθαι. Τοῦτον οὖν ὁ ὅσιος ἤρετο περὶ τοῦ τί δήποτε ποιητέον αὐτοῖς. Καὶ ὅς πρὸς αὐτὸν, ὃ κἀκεῖνον ἔδει πάντως εἰπεῖν, καὶ τοῦτον ἀκοῦσαι, Τί γάρ, φησὶν, ὦ Πάτερ, καὶ ἤρου. Τί δὲ ἄλλο ποιητέον καὶ μάλιστά τοι ἢ τὸν ζωοδότην ἐπικλητέον Χριστὸν, ὃς ἤδη καὶ ἐκ πολλῶν δῆλος γέγονε τῶν σῶν ἀκούειν εὐχῶν· ἄλλως τε δὲ καὶ εἰ βασιλεὺς διὰ σοῦ σέσωσται, πένητες δήπου καὶ ἄδοξοι παροπτέοι κριθήσονται; ΚΕ΄. Πείθεται τῇ καλλίστῃ συμβουλῇ ὁ ἀρχιερεὺς, καὶ οἴκτῳ διαθερμανθεὶς τὴν καρδίαν, ὑπόπλεώς τε τοὺς ὀφθαλμοὺς δακρύων γενόμενος, κλιθεὶς τοῖς γόνασιν ἐπὶ γῆν, καὶ δάκρυσιν αὐτὴν διαβρέξας, εὔχεται πάνυ θερμόν τι καὶ πεπονθὸς, καὶ Χριστοῦ δεῖται φιλανθρώπως τοῦ ἀγαθοῦ, τῇ ταλαιπώρῳ γυναικὶ τὸν παῖδα ζωώσαι, καὶ μητέρα δεῖξαι κατὰ τὸ ἱερὸν λόγιον, ἐπὶ τέκνα εὐφραινομένην. Ὁ τοίνυν δι᾿ Ἐλισσαίου καὶ Ἡλιοῦ τῷ τῆς Σαραφθίας παιδὶ καὶ τῆς Σωμανίτιδος πνοὴν ἐνθεὶς καὶ τὸ ζῆν χαρισάμενος, αὐτὸς πάλιν καὶ Σπυρίδωνος ἤκουσε, καὶ τὸ παιδίον νεκρὸν κείμενον ζῶν εὗρε τε θαυμαστῶς καὶ κινούμενον, καὶ ὅτα παῖς, ἐν ὀφθαλμοῖς μητρῴοις κλαυθμυριζόμενον. Δακρύων ὑφ᾿ ἡδονῆς ἐπλήσθην ἐγὼ τὰ ὄμματα, οὕτω γάρ μου διέθηκε τὸ λεχθησόμενον τὴν ψυχὴν εἰς νοῦν ἐμπεσόν. Ἀκούοιτε δὲ καὶ ὑμεῖς· ὡς γὰρ τὸ φίλτατον ἡ μήτηρ ζῶν ἐθεάσατο, ὢ τῶν σῶν κριμάτων, Χριστέ, τῶν ἀῤῥήτων! τὴν ὑπερβολὴν οὐκ ἐνεγκοῦσα τῆς ἡδονῆς, παρὰ τῇ γῇ πεσοῦσα διαπεφώνησεν. Ἔδειξε τὸ πραχθέν, ὅτι τὸ μηδὲν ἄγαν ἀτεχνῶς ἄριστον. Ἰδοὺ γὰρ οὐ θανάσιμον λύπης μόνον ὑπερβολήν, ἀλλὰ καὶ χαρᾶς ἔγνωμεν ἀμετρίαν. Πεπόνθατε καὶ ὑμεῖς τὴν ψυχήν, οἶδα, ἐξ ἡδονῆς εἰς λύπην μεταπεσόντες. Φύσει γὰρ ἀνθρώποις τὸ συμπαθὲς καὶ φιλάνθρωπον· ἀλλ᾿ ἐγγὺς ὁ μέγας εἰς χαρὰν ὑμῖν μεταβαλεῖν τὴν κατήφειαν. Πείθεται γὰρ καὶ αὖθις Ἀρτεμιδώρῳ καὶ πρὸς τὸ δοῦναι καὶ τῷ παιδὶ τὴν μητέρα, ὁ μετριόφρων ἐφέλκεται. Πρὸς οὐρανὸν οὖν ἀπιδὼν καὶ τὸν ἐν αὐτοῖς κατοικοῦντα Κύριον εἰς καρδίαν λαβὼν ἐκείνου τε δεηθεὶς, τοῦ τοῖς νεκροῖς ζωὴν ἐμπνέοντος, καὶ τῷ βουλήματι μόνῳ πάντα μεταποιοῦντος καὶ μεταβάλλοντος, τῇ κειμένῃ, Ἀνάστηθι, λέγει, καὶ στῆθι ἐπὶ τοὺς πόδας σου. Ἡ δὲ παραχρῆμα, καθάπερ ὕπνῳ μᾶλλον ἢ θανάτῳ κατισχημένη, ἀνέστη τε καὶ παρέστη αὐτῷ, καὶ τὸ παιδίον ἐπὶ τῶν ἀγκαλῶν εἴληφε, κἀκεῖνο ζῶν ἦν, ὥσπερ εἴρηται, καὶ ταῖς μητρικαῖς ὠλέ-
col. 447–448page 72 of 246
PG 116:447ναις παρασκιρτών. Ταῦτα ὁ μὲν μέγας διὰ μετριοπαθείας, ὥσπερ ἔφην, ὑπερβολὴν ἀνέκφορα τοῖς πολλοῖς ἠβούλετο μεῖναι. Ἀμέλει καὶ Ἀρτεμιδώρῳ πολλὴν σιωπὴν, καὶ δι᾽ ἐκείνου τῇ γυναικὶ ἐντέλλεται. Ἀλλ᾽ ὁ Ἀρτεμίδωρος μετὰ τὴν αὐτοῦ τελευτὴν οὐ κρίνας ὅσιον ἄκουσμα οὕτω καλὸν, μᾶλλον δὲ θαῦμα, ζημιώσαι τοὺς φιλοθέους, δῆλον αὐτὸ ποιεῖ, καὶ πιστῶν ἀκοαῖς παραδίδωσι. Καὶ ταῦτα μὲν οὕτως. ΚΣΤ΄. Ἐπεὶ δὲ καὶ ἐξ Ἀντιοχείας ὁ μέγας ἐπανῆκεν εἰς Κύπρον, προσελθὼν αὐτῷ τις, αἴγας πρέπεσθαι τῆς ποίμνης βουλόμενος, τὸν ἀριθμὸν ἑκατὸν, ἐπιτραπείς πρὸς τοῦ ὁσίου τὴν τιμὴν πρότερον καταθέσθαι, εἶτα λαβεῖν, αὐτὸς τῶν ἐννέα μόνον καὶ ἐνενήκοντα καταθεὶς, τῆς μιᾶς ὑπεκράτησε κέρδος, αἰσχύνης ἄμεινον εἰπὼν, τὸ τοῦ λόγου, ἢ καὶ λήσειν οἰόμενος ἐν τούτῳ τὸ ἁπλοϊκὸν ἐκείνου καὶ κομιδῇ ἄπραγμον. Ἐπεὶ οὖν, εἴσω τῆς μάνδρας ἄμφω γεγόνασιν, ὁ μὲν ἐκέλευεν, ὅσον δὴ καὶ κατέθετο τιμὴν, τοσαύτας λαβεῖν, ὁ δὲ μηδὲ οὕτως συνεὶς, ἑκατὸν τῆς μάνδρας ἐξήλαυνεν. Μία γοῦν τῶν αἰγῶν οἷα θεράπαινα ἀγαθή, αἰσθομένη ὅτι μὴ ἀπέδοτο αὐτὴν ὁ δεσπότης, ὀξέως ἐπανῄει πάλιν, καὶ πρὸς τὴν μάνδραν ἐχώρει. Ὁ δὲ αὖθις ἀπῆγε, καὶ πρὸς βίαν εἷλκεν ὁ ἀναιδής· ἐπράχθη τοῦτο δὶς ἤδη καὶ τρὶς τὸ θαυμάσιον. Καὶ ἡ μὲν αἴξ ἐπανῄει· ὁ δὲ ἀνθεῖλεν ὀργώσῃ καὶ χειρὶ καὶ ψυχῇ. Τί οὖν; μηδὲν οὗτος ἀνύων, ἀφαρπάσας αὐτὴν χαμόθεν καὶ τοῖς ὤμοις ἀναθεὶς ἀπῆγεν· ἡ δὲ, καὶ οὕτως μέγα τι καὶ τραχύτατον ἐμβοῶσα, καὶ τοῖς κέρασιν αὐτὸν παίουσα, καὶ πρὸς τὴν κεφαλὴν ἐκείνου διακυριττομένη τὴν βίαν ἐκήρυττε φανερῶς, καὶ τὸν πλεονέκτην ὥσπερ ἐτιμωρεῖτο τῆς ἀδικίας, ὥστε καὶ τοὺς παρόντας ἐν ἐκπλήξει τὸ πρᾶγμα ποιεῖσθαι τὴν αἰτίαν οὐκ ἔχοντας συμβαλεῖν. Τὸν δὲ μέγαν οὐ φανερῶς ἐλέγξαι βουλόμενον, ἡρέμα πρὸς τὸν ἀδικοῦντα, Ὅρα, τέκνον, εἰπεῖν, μή ποτε οὐ μάτην ταῦτα τὸ ζῶον, οὔτε μὴν ἀλόγως ἄχθεται τῇ ἀπαγωγῇ, ἀλλ᾽ ὅτι μὴ καὶ αὐτῆς λαθὼν τὴν τιμὴν προκατέβου. Οὕτως ἐκεῖνος ἁλιεὺς πληγείς, νοῦν ἤνεγκε, καὶ εἰς αἴσθησιν ἐλαθὼν οὔπερ ἔδρασεν, αὐτό τε διωμολόγει, καὶ συγγνώμην ᾔτεῖτο, ἔπειτα καὶ τὴν ὑπὲρ τῆς μιᾶς τιμὴν καταθέμενος, οὐκ ἔτι βοῶσαν εἶχε καὶ ἀντιβαίνουσαν, ἀλλ᾽ ἡσύχως ταῖς ἄλλαις συνεπομένην. Καὶ οὗτος μὲν οὕτως. ΚΖ΄. Ἕτερος δὲ, ἀλλ᾽ ἄνωθεν τοῦτο ἐρῶ. Ἐν τῇ νήσῳ κώμη τίς ἐστιν Ἐρυθρὰ καλουμένη Κωνσταντίας δήπου τῆς μητροπόλεως οὐ μακράν. Σταδίοις γὰρ ἀπέχει οὐ πλέον τριάκοντα. Ἐνταῦθα κατά τινα χρείαν ὁ μέγας πεφοιτηκώς, εἴσεισι τὸν ναόν προσευχῆς χάριν, καὶ τῶν ἐπιχωρίων διακόνῳ τινὶ, ἐπίτομον θέσθαι τὴν ἱερολογίαν ἐκέλευε. Τῇ γὰρ ὁδῷ πολλῇ οὔσῃ πεπονηκὼς ἦν, καὶ μάλιστα θερείας οὔσης τῆς ὥρας, καὶ τοῦ καύσωνος τό τε πολὺν αὐτῷ τὸν κάματον ἐμβαλόντος. Ὁ δὲ σχολαίως μᾶλλον ἐχρῆτο, καὶ ἑκών, παρέτεινε φιλοτίμως δόξαν, ὡς ἔοικεν, ἐκ τοῦδε τὴν ματαίαν θηρώμενος. Δριμύ οὖν ὁ φύσει πραότατος ἐμβλέψας αὐτῷ, Σιώπα, πληκτικῶς ἔφη, καὶ ὅς, καθάπερ τινὶ γλωττοπέδῃ τὸ λέγειν ἀφαιρεθείς, ἄφθογγος ἦν, τὸν εἱρμὸν τῆς ὑπαδομένης εὐχῆς αὐτῷ τό τε παραχρήμα διακοπτόμενον
col. 449–450page 73 of 246
PG 116:449πείς. Ἀλλὰ τοῦ ὁσίου τὸν ἐλλείπον ἀναπληρώσαντος, προσπίπτει μετὰ τέλος ἐλεεινὸς, ὁ πρὸ μικροῦ παρ' ἑαυτῷ ὑψηλὸς, ἄφωνος ὁ πρότερον πληθύνων ἐν βήμασι καὶ μὴ εὐκαίρῳ διατριβῇ χαίρων. Τῶν δὲ τὴν κώμην οἰκούντων τοὺς παρόντας μὲν φόβος εἰσῄει· τοὺς δὲ ἀπόντας ἡ φήμη συντρέχειν ἐποίει, Καὶ πολλῶν εὐθὺς συῤῥεόντων, ἅμα μὲν ἐν θαύματι τοῦ μεγάλου, ἅμα δὲ καὶ τοῦ παθόντος ἐλέῳ, καὶ μάλιστα τῶν συγγενῶν αὐτοῦ καὶ οἰκείων, ὧν αὐτίκα καὶ δεομένων τῆς γενναίας ἐκείνης ψυχῆς, συγγνώναι τῷ τὴν ἀφωνίαν κατακριθέντι, καὶ ὑπαεἶναι αὐτῷ τὸν δεσμόν, ὅρα τί ποιεῖ ὁ ἐμμελής ἐκεῖνος καὶ λίαν τὴν ἀρετὴν εὐάρμοστος. Τῇ γὰρ δεήσει μὲν ἐπικλώμενος· τῷ δὲ παιδείας ἔτι δεῖσθαι τὸν διάκονον ἀνθελκόμενος (ἑώρα γὰρ καὶ τοῦτο διὰ τοῦ Πνεύματος), μερίζει τὴν ἐπιτιμίαν ἀστείως, καὶ χρῆσθαι μὲν τῇ γλώττῃ πρὸς πάντα λόγον ἀνίησιν, οὐ μὴν ὅλως ἐλευθερίως, οὐδ' οἷα πρότερον λαμπρωτάτῃ καὶ ᾠδινῇ συγχωρεῖ, ἀλλὰ ναρκώσῃ, καὶ νωχελεῖ, καὶ μικρά τινα προσπταιούσῃ, παιδεύων μηκέτι μέγα φρονεῖν ἐπὶ γλώττῃ, μηδ' ἐπιβρενθύεσθαι ῥήμασιν, ὁπότε μηδὲ αὐτοῖς πράγμασι τῷ σπουδαίῳ καλόν. ΚΕʹ. Τέλος ἐπιθεῖναι τῷ λόγῳ νῦν ἐβουλόμην, καὶ ἀγαπῆσαι τὴν σιωπήν, ἅτε μὴ τὴν γλῶτταν ἔχων θαύμασι τοιούτοις συνυψουμένην. Ἀλλ' ἐπεὶ καὶ αὐτὸς ὠδίνω τὴν ἐξήγησιν τῇ πρὸς τὸν μέγαν στοργῇ, καὶ ὑμᾶς οὐδὲν ἧττον ὁρῶ κεχηνότας πρὸς τὴν ἀκρόασιν, καὶ ἕτερα πάλιν τῶν θαυμάτων προσθήσω, βέλτιον ἡγησάμενος ὅπως ἂν ἔχω δυνάμεως ταῦτα διεξελθεῖν, ἢ οὕτω καταλιπεῖν ἀμνημόνευτα, πολλὴν ὑμῖν δυνάμενα τὴν ὠφέλειαν παρέχειν. Εἰσῄει ποτέ ναόν τινα τῆς αὐτοῦ πόλεως ὁ θεῖος οὗτος ἀνήρ, τὰς ἑσπερίους ᾠδάς, ὡς ἔθος, ἐπιτελέσων. Οὕτω δέ πως συνενεχθέν, οὐκ ἦν ὄχλος πρὸς τὸν ναόν. Ἐπεὶ οὖν οὐδεὶς παρῆν ἕτερος εἰ μὴ ὅσον ἐν νεωκόροις καὶ λειτουργοῖς, κελεύει πλείονα τό τε τῶν συνήθων ἀνάψαι τὰ φῶτα, καὶ αὐτὸς μὲν κατ ἀντικρὺ τοῦ θυσιαστηρίου φαιδρὸς ἵστατο, τὴν εἰωθυῖαν εἰρήνην ἐπιφωνῶν· ἐπεὶ δὲ καὶ τὸ πλῆθος οὐκ ἦν, ὡς εἴωθε, τὴν ἀπόκρισιν ποιησόμενον, φωνή τις ἄνωθεν πολλῶν ἀκούεται μυριάδων, Καὶ τῷ Πνεύματί σου, ὑποφωνούντων. Ἡ δὲ φωνὴ ἔμμοντός τις καὶ ἐναρμόνιος, καὶ πολὺ τὸ παραλλάττον ἔχουσα, ἢ ὥστε καὶ ἀνθρωπίνην εἰκάζεσθαι. Ὡς δὲ καὶ ὁ διάκονος τὴν εὐχὴν ἐπετέλει, φόβῳ κατάσχετος γεγονώς, ἤκουσε πάλιν (ὢ θαύματος!) τό, Κύριε, ἐλέησον, θεσπεσίως οὕτως ὑποφωνούμενον· καὶ ἐπεὶ ἡ βοὴ αὕτη ἑαυτὴν καὶ τοῖς ἔξω δήλην ἐποίει, συνέθεον πάντες, δεδοικότες ὁμοῦ καὶ θαυμάζοντες, καὶ πρὶν μὲν εἴσω θυρῶν γενέσθαι, πέπληκτο αὐτοῖς ἡ ἀκοὴ τῇ βοῇ· ἐπεὶ δὲ καὶ εἴσω γεγόνεισιν, οὐκ ὅτι οὐδενὸς ἤκουον οὐδ' ἑώρων οὐδένα, ὅτι μὴν τὸν δίκαιον, καὶ ὀλίγους τῶν ὑπ' αὐτόν, οἵγε φωνὴν δὲ προϊεμένων ἀκούειν θείας ἀγαλλιάσεως. ΚΘʹ. Οὐδὲ τοῦτο χρὴ σιωπῆσαι, καὶ ὅτι προσῆκον εἰπεῖν, ἀκούσαντες εἴσεσθε. Ποτὲ γὰρ πάλιν καὶ αὐτοὶ ἔφασκον μηδένα μὲν ἄχρι καὶ νῦν ὁρᾷν,
col. 451–452page 74 of 246
PG 116:451μὲν ἔλαιον ἐξέλιπεν ἤδη, ἕτερον δὲ οὕτω τυχόν, οὐ παρῆν. Τὸ γε μὴν θρυαλλίδιον ἐγγὺς ἦν ἀποσβῆναι. Ὁ δὲ ἠθύμει, ἀτελῆ τὴν λειτουργίαν παραλιπεῖν οὐ βουλόμενος. Αὐτίκα οὖν ἀοράτῳ δυνάμει ὑπερβλύζει μὲν ὁ λύχνος ἐλαίῳ. Ὑπερχεῖται δὲ τὸ ἔλαιον κρουνηδέν, καὶ σκεύη ὑποθέντες οἱ νεωκόροι, τὸ κατερῥέον ἐδέχοντο. Οὕτω δαψιλοῦς ὁ μέγας ἐτρύφα τῆς χάριτος, ὑπερβλυζούσης οὐδὲν ἧττον ἦν τῇ ἐκείνου ψυχῇ ἢ τῷ λόγῳ φημὶ τὸ αἰσθητὸν ἔλαιον. Ὅτι μὲν οὖν καὶ τὰ ἐν τῷ βάθει τῆς ψυχῆς ἀκωλύτως εἶχεν ὁρᾷν, ἔφθη καὶ πρότερον ὁ λόγος δηλώσας, ὅτε καὶ πόρνη τοῖς ἐλέγχοις ἐβελτιοῦτο· δηλώσει δὲ καὶ τὰ νῦν. Α΄. Ἔστι πόλις ἐν Κύπρῳ ὁμώνυμος ἐν Λιβύῃ Κυρήνη. Πρὸς ταύτην ἐκ Τριμιθούντων ὁ μέγας, ἐκάλει γὰρ χρεία τις, ἀπῄει. Ἑπόμενος δὲ αὐτῷ καὶ Τριφύλλιος ὁ φοιτητής ἦν, ἤδη τῆς τῶν Καλλινικησέων πόλεως κατὰ τὸν ὄνειρον τὴν προεδρίαν ἀπειληφώς. Δόξας οὖν διά τε Κυθερείας πόλεως, διά τε Πενταδακτύλου τοῦ ὅρους ἐλθεῖν, ἐπεὶ κατὰ τὴν λεγομένην Παρύμνην ἐγένοντο (χώρος δὲ οὗτος ἀγαθὸς καὶ τερπνός, καὶ πολλοῖς τῶν ἠλέων κατάκομος), ὁ Τριφύλλιος, τῷ τόπῳ ἐσθείς, ἐρᾷ καὶ αὐτός τινὸς ἐν Παρύμνη δεσπότης γενέσθαι, καὶ τῇ κατ' αὐτὸν ἐκκλησίᾳ τοῦτον ἀφοσιώσασθαι. Ταῦτα ὁ Τριφύλλιος περὶ πολλοῦ τι εἶχε, καὶ κατὰ νοῦν ἔστρεφεν, οὐ μὲν ἀθέατα ὅλως τοῖς ἔνδον τοῦ Σπυρίδωνος ὀφθαλμοῖς· ἀλλὰ καὶ εἶδεν ἐκεῖνος καλῶς, καὶ τὸν μαθητήν πρᾴως ἤλεγξεν, ὦ τί ποτε, λέγων, Τριφύλλιε, τὰ κενὰ ταυτὶ καὶ μάταια στρέφων ἐν καρδίᾳ διατελεῖς, ἀγρῶν καὶ ἀμπελώνων ἐρῶν, ἔστι μὲν πρὸς ἀλήθειαν οὐδενὸς, δοκοῦσι δὲ μόνον, καὶ θέλγουσι τῷ ὀνόματι; Ἔχομεν κτῆσιν ἐν οὐρανοῖς ἀναφαίρετον· ἔχομεν οἰκίαν ἀχειροποίητον· ἐκείνων ἔχου· ἐκείνων καὶ πρὸ τῆς ὥρας ἀπολαύε ταῖς ἐλπίσιν, ὧν οὐκ ἔστι μετάθεσις εἰς ἕτερον ἐξ ἑτέρου, ἀλλ᾿ ὃς ἂν ἅπαξ αὐτῶν ὀφθῇ κύριος, μένει, κλῆρον ἔχων οὐδαμῶς ἀφαιρούμενον. Ταῦτα ἀκούσαντα τὸν Τριφύλλιον, μὴ ἁπλῶς ἀκοῦσαι, ἀλλὰ καὶ βελτιωθῆναι τὴν γνώμην, καὶ καρδίας αὐτὰ ταμείοις ἐγκρύψαι, δεηθῆναι τε τοῦ ἁγίου, συγγνώμης τυχεῖν, καὶ τὸ μετὰ ταῦτα πρὸς ἀκρίβειαν ζῇν, ὥστε καὶ σκεῦος ἐκλογῆς γενέσθαι, κατὰ Παύλον, Χριστοῦ, καὶ μυρίων ἀξιωθῆναι τῶν χαρισμάτων. Οὕτως ὁ μέγας οὓς μὲν ἐκόντας, οὓς δὲ καὶ ἄκοντας ἐπαιδαγώγει, καὶ τοῖς μὴ βουλομένοις δέξασθαι τὴν παιδαγωγίαν, οὐ καλὸν ἀπήντα τὸ τέλος· οἷον δὲ καὶ τοῦτο. ΛΑ΄. Θαλαττουργός τις τῆς αὐτῆς τῷ ἁγίῳ πόλεως ἀπόδημος γεγονώς, καὶ χρόνον τῇ ἀποδημία τρίψας συχνόν, δύο ὅλων ἐτῶν ἐπανῆκεν, καὶ πατρίδα τὴν φίλην ἀπολαβὼν, τὴν οἰκίαν εὗρε κομιδῇ πολεμίαν. Μεμοίχευτο γὰρ αὐτῷ ἡ γυνή, φανερῶς. Ἐπεὶ καὶ μάρτυς ἦν ἀψευδῆς, ὅ τε τῆς γαστρός ὄγκος, καὶ τὸ κυοφορούμενον ἔμβρυον. Μικροῦ μὲν οὖν ἐκεῖνος
col. 453–454page 75 of 246
PG 116:453εὐθὺς καὶ τὸ γύναιον ἂν διεχρήσατο· Μεστός γάρ, μοῦ γενόμενος ἐγκρατής, και διασκεψάμενος ως οὔτε συνοικεῖν αὐτή του λοιπού καλὸν οὔτε μὴν ἀνας ταύτην μεν καταλείπει, πρὸς δὲ τὸν ἅγιον τε κα
col. 455–456page 76 of 246
PG 116:455ἔσχατον ὅτι μηδὲ οὕτω πειθομένην εὑρεῖναι τῆς ἀπονοίας, ἐλεεινῷ θανάτῳ παραπέμπωσι καὶ οἰκτίστῳ. Ταύτην ἄλλος μὲν ἄν τις τῆς συμφορᾶς φάτε.ρεν· ἐγὼ δὲ τῆς γνώμης τῆς πονηρᾶς καὶ ἀθεραπεύτου, ἐφ᾽ ᾧ καὶ τὸν ἅγιον, φασί, μᾶλλον περιπαθήσαντα, δάκρυόν τε ἀφεῖναι τῶν ὀφθαλμῶν καὶ προσθέντα, Οὐκ ἔτι τοῦ λοιποῦ, φάναι, δικάσω τινὶ ἀνθρώπων, οὕτως ὀξέως ἐπικαταλαμβανούσης τῆς ἀποφάσεως. Ταῦτα ὅσοις ὁρατά τε καὶ ἀκουστά γέγονε, πολλὴν αὐτοῖς ἐνῆγε τὴν πρὸς τὸν μέγαν αἰδῶ, καὶ διὰ τοῦτο εὐλαβῶς τε προσεῖχον αὐτῷ, καὶ φόβῳ προσέβλεπον, καθὰ καὶ πάλαι τοῖς ἀποστόλοις, ἄρτι τε θαυματουργηκόσι, τὰ περὶ Ἀνανίαν καὶ Σαπφείραν. ΛΒ'. Ἀλλὰ τοῦτο μὲν πονηρᾶς καὶ φαύλης γυναικὸς τὸ διήγημα· προκείσθω δὲ καὶ καλῆς. Γυνή τις τοὔνομα Σωφρονία, καὶ τὸν τρόπον δὲ σώφρων οὖσα καὶ εὐσεβής, οὐκ εἶχε τὸν ἄνδρα καὶ περὶ τὴν πίστιν ὁμόδοξον, ἀλλὰ πλάνης ἦν ἐκεῖνος τῆς τῶν Ἑλλήνων μεταποιούμενος. Ἡ δὲ οὐκ ἀνίει τῷ ἁγίῳ προσιοῦσα καὶ δεομένη θερμῶς τῆς μανίας ἀπαλλάξαι τὸν ἄνδρα. Οὐ μὴν οὐδὲ ὁ ταύτης ἀνὴρ τὰς πρὸς τὸν ἅγιον ἀφίξεις ἀπείργεν αὐτῇ, τοῦτο μὲν καὶ ὡς ἄγνοιαν ἔχων, οὐ χάριν αὐτῷ παραβάλλοι, τοῦτο δὲ καὶ ὡς τὸν μέγαν διὰ πολλῆς ὅσης αἰδοῦς τιθέμενος· ἐπεὶ καὶ αὐτὸς οὗτος παρ' ἐκεῖνον ἐφοίτα, καὶ ὡς φίλῳ τὰ πολλὰ ἐχρῆτο, καὶ τιμὴν ἰδίαν ἡγεῖτο τὸ ἐκεῖνον τιμᾷν· ἔστι δὲ ὅτε καὶ ὁ μέγας παρ' αὐτὸν ἀφικνεῖτο. Ὡς οὖν οὕτως ἐξένιζον ἀλλήλους καὶ ἐξενίζοντο συνεστιώμενοι ποτε καὶ συνδειπνοῦντες, ὁ ἅγιος εὐαφόρμως τὸν Ἕλληνα φίλον θηρᾶται βουλόμενος, στραφεὶς εἰς ἐπήκοον αὐτῶν τινι τῶν ὑπηρετούντων, Ὁ παῖς ὁ μικρός, ἔφη, ὁ τὸ ποίμνιον νέμειν μοι πιστευθείς, ὕπνῳ βαθυτέρῳ κατασχεθεὶς ἀπολωλέκει τὰ θρέμματα. Τοῦ ὕπνου δὲ ἀνέντος αὐτὸν πάνυ σφόδρα ἐρευνήσας, εὗρεν ἐν σπηλαίῳ τινὶ πάντα ὁμοῦ κρυπτόμενα· φθάνοι δὲ πρὶν ἢ ταῦτα εὑρεῖν, ἄγγελον ὡς ἡμᾶς ἀποστέλλων δῆλον τὸ συμβὰν ποιησόμενον. Καὶ ὃς, ἤδη παραγενόμενος, πρὸ τῶν πυλῶν ἴσταται. Ἀλλὰ σὺ κατελθὼν, ὦ οὗτος, γνώρισον αὐτῷ δὴ τῷ ἀγγέλῳ ὅτι εἴρηται ἀκριβῶς πάντα, καὶ οὐδὲ ἓν ἐνδεῖ τῷ ποιμνίῳ. Ἤκουσεν ὁ ὑπηρετῶν ταῦτα, καὶ ἀπελθὼν πρὸς τάχος, τῷ πρὸ τῶν πυλῶν διεσάφησεν. Οὔπω τῆς τραπέζης ἀρθείσης, ἕτερος αὖθις ἄγγελος παρελθὼν πάντα ὁμοίως ἀπήγγειλε τὴν εὕρεσιν καὶ τὸν τόπον, καὶ ὅτι μηδὲν ἐλλείπων ὁ ἀριθμὸς ἦν. Ταῦτα συνῳδὰ παντάπασι τῷ ἁγίῳ ῥηθέντα, πολλὴν ἔκπληξιν ἐμβέβληκε τῷ εἰδωλολάτρῃ, καὶ ὡς Θεῷ τῷ δικαίῳ προσέχων ἦν, καὶ τὰ αὐτὰ ποιεῖν ἐβούλετο, ἃ δή ποτε καὶ Λυκάονες πρὸς Βαρνάβαν καὶ Παῦλον ἐποίουν, θύειν αὐτῷ ταύρους, καὶ τοῦ πυλῶνος στέμματα ἐξαρτᾶν. Ὁ δὲ, ὥσπερ κἀκεῖνοι, πρὸς αὐτόν, Οὐκ ἐγὼ Θεὸς, εἶπεν, ἀλλὰ δοῦλος Θεοῦ μᾶλλον, ἄνθρωπος σοὶ ὁμοιοπαθής. Τὸ δὲ καλῶς εἰδέναι τὸν μόνον Θεὸν τοῦτο μοι καὶ τὸ ταῦτα εἰδέναι χαρίζεται. Ὃν εἰ καὶ σὺ Δεσπότην ὁμολογήσεις, εἴσῃ πάντως
col. 457–458page 77 of 246
PG 116:457ἀκριβεία, οἷον δή παρ' ἐκείνῳ κράτος ἰσχύς. Καὶ ὁ μὲν ὅσιος ταῦτα· ἡ δὲ φιλόχριστος πλέον ἢ φίλανδρος τοῦ παραδόξου τούτου πράγματος οἷα καιροῦ προσήκοντος λαβομένη, καὶ τὰ παρ' ἑαυτῆς ἀρμοδίως προσενεγκούσα, πείθει τὸν ἄνδρα, πᾶσαν μὲν τὴν ματαίαν ἐξομόσασθαι πλάνην, καὶ τὸ περὶ τὰ εἴδωλα σέβας ἐκμυκτηρίσαι, μεταμαθεῖν δὲ καλῶς τὴν εὐσέβειαν, καὶ τὸν Χριστὸν ἐνδύσασθαι διὰ τοῦ βαπτίσματος. ΑΓ. Εἰ τὸ ἐξῆς διήγημα σιωπῇ κρύψομεν, πῶς οὐχὶ τοὺς ἀκροατὰς μεγίστης ἂν ὠφελείας ἀποστερήσομεν, μάλιστα μετὰ τοῦ ὠφελίμου καὶ πολὺ τὸ χάριεν συνεπαγομένου; λεγέσθω τοιγαροῦν καὶ τοῦτο, καὶ ἀκοὰς ἑστιάτω τὰς φιλοκάλους. Φασὶ τὸν μέγαν κατὰ πολὺ τὸ μέτριον καὶ τύφου κεκαθαρμένον, θεοφιλῶς μὲν τῆς ἐπισκοπῆς ἔχεσθαι, οὐδὲν δὲ ἧττον, καὶ τῶν θρεμμάτων μεταποιεῖσθαι. Ἀωρίγοῦν ποτε τῶν νυκτῶν κλέπται, ταῖς ἐπαύλεσιν ἐπελθόντες, τινὰ τῶν αὐτοῦ θρεμμάτων ἐσύλων. Θεὸς δὲ ὁ τοῦ ποιμένος ἐπιμελόμενος οὐδὲ τῶν ὑπ' αὐτῷ ποιμαινομένων ἠμέλει. Ἀλλ' οἱ φῶρες οὗτοι, δεσμοῖς ἀφύκτοις ἀοράτως περιληφθέντες, τὰς χεῖρας ἐδέδεντο. Καὶ ἀναχωρεῖν οὐδ' ὅλως ἀνίεντο. Ὄρθρος ἤδη παρῆν, καὶ γνοὺς ὁ μέγας τὸ γεγονὸς, τὰς χεῖρας αὐτοὺς ἔχοντας ὀπίσω περιηγμένας καὶ δεδεμένας ἰδὼν, εὐχῇ μὲν αὐτοῖς τὸν δεσμὸν ἀνῆκε, πλεῖστα δὲ παραινέσας, ἐκ δικαίων πόνων τὰ ἀναγκαῖα πορίζεσθαι, καὶ κριὸν αὐτοῖς ἐπορέγει, ἵνα μὴ μάτην ἀγρυπνηκότες ἦτε, χαριέντως ἐπιφθεγξάμενος. Πλὴν ἀλλὰ καὶ ἄλλο τῷ ῥηθέντι ἀκολουθεῖν ὥρμηται, παρ' οὐδὲν ἐκείνου τὴν ἡδονὴν ἐλαττούμενον. ΔΔ'. Τριμιθούντιος τις ἀνήρ, νεὼς κύριος ὤν, καὶ πρὸς ἐμπορίαν χρυσοῦ δεηθείς, πρόσεισι τῷ ἁγίῳ περὶ αὐτοῦ ληψόμενος. Καὶ ἦν, μετὰ τῶν ἄλλων καὶ ταύτης πληρωτὴς ὢν τῆς ἐντολῆς, ἡ « Τὸν θέλοντα παρὰ σοῦ δανείσασθαι, φάσκει, μὴ ἀποστραφῇς· » ὅπερ αὐτῷ προσῆν ὀλίγον, καὶ τοῦτο ἀναγκαίας χάριν τῆς ἐπισκοπῆς χρείας, ἐγχειρίζει προθύμως. Ὁ δέ, τοῦτο λαβὼν, καὶ τὸν ἀπόπλουν δεξιῶς θέμενος, ἐπεὶ ἐπανῆκε σὺν κέρδει, πρόσεισι τῷ ἁγίῳ καταθήσων τὸ ὄφλημα· καὶ αὐτὸς οὐδὲν περιεργασάμενος, οὔτε τὸν ἀριθμὸν, ὥσπερ ἔθος τοῖς πολλοῖς, λογισάμενος, αὐτὸν ἐκεῖνον ἀναστάντα κελεύει, ἐν ἐκείνῳ καταθέσθαι τῷ σκεύει, ἐξ οὗ δὴ καὶ τὸ πρότερον αὐτὸ εἰληφὼς ἦν. Καὶ τότε μὲν τὸ χρηστὸν τοῦ δανειστοῦ καὶ ἀπράγμον ὁ ἔμπορος αἰδεσθείς, ἐκεῖ τὸν χρυσόν, ὥσπερ ἄρα καὶ ἐκελεύσθη, κατέθετο· ὡς δὲ καὶ αὖθις τῆς χρείας αὐτὸν ἐπειγούσης, οὕτω μὲν ἑτοίμως ἐλάμβανεν, οὕτω δὲ καὶ ἀδόλως αὐτὸς κατετίθετο· καὶ τὸν τρόπον τοῦτον πολλάκις ἐγίνετο· πάθος ὑποτρέχει φιλαργυρίας τὸν ἔμπορον, καὶ ἀπίστως πρὸς τὸν πιστεύοντα καὶ πονηρῶς διατίθεται, καὶ τὴν ἀλήθειαν διαφθείρει,
col. 459–460page 78 of 246
PG 116:459ὑπόθεσίν τε κακουργίας εὑρηκὼς τὴν ἐλευθερίαν, καταθέσθαι μέν ὑποκρίνεται, μηδὲν δὲ καταθεὶς, ἀλλὰ κενὸν τὸ σκεῦος ἀσφαλισάμενος ᾤχετο. Ἀλλ' οὐχ οὕτως ἐᾷν ἔμελλε παρακρουσθῆναι τὸν ἅγιον ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, ὡς τὰ ἱερὰ δήπου φασὶ λόγια, ἵνα μὴ τὸ ἁπλοϊκόν τε καὶ ἐλευθέριον εὐεξαπάτητόν τι, καὶ καταφρονῆται ῥᾳδίως ὑπὸ τῶν πανουργοτέρων καὶ ἀτιμάζηται. Ὅρα τοίνυν ὅπως ἡ σοφὴ καὶ δικαία τοῦ Θεοῦ πρόνοια τὸν ἀδικήσειν ἐπιχειρήσαντα ἑαυτὸν ἀδικῆσαι μᾶλλον παρασκευάζει. Δαπάναις γὰρ, ὡς ἔοικεν, οὐ πρὸς κέρδος ὁρώσαις τὸ χρυσίον ἀνηλωκώς, ἔπειτα πρὸς ἀπορίαν ἐλάσας, ὁδοῦ πάλιν μέμνηται τῆς προτέρας, καὶ πρὸς τὸν μέγαν ἐλθὼν, ὁ μὴ κατέθετο χρυσίον, ὡς καταθεὶς ἐπεζήτει. Τὸν δὲ οὐκ ἔλαθε μὲν τὸ κακούργημα, πράως δὲ οὕτως ἐκέλευεν, ὥσπερ ἔθος, ἀπελθόντα λαβεῖν. Ὁ δὲ, ὡς μηδὲν σκαιὸν δράσας καὶ ἀνελεύθερον, ἀπῄει τὸ δῆθεν καταβληθὲν ληψόμενος· καὶ διανοίξας, καὶ κενὸν τὸ σκεῦος εὑρών, ὥσπερ δὴ καὶ κατέλιπεν, ἀπαγγέλλει μὲν τοῦτο πρὸς τὸν ἅγιον λανθάνειν οἰόμενος, ἀκούει δὲ ἀκριβέστερον ἐκζητῆσαι· Ἐξ ὅτου γάρ, ἔφη, καὶ κατέθου σύ, οὐδενὸς ἄλλου χεῖρες τὸ καταβληθὲν εἰλήφασι. Καὶ ὃς πάλιν προσποιεῖται μὲν ἐρευνᾶν· ἐπεὶ δὲ ἀδύνατον εἶναι ὁ μὴ ἀληθὼς ἦν, σκηψάμενος ἄγνοιαν, οὐδὲν ἔφη πάλιν τὸ παράπαν εὑρεῖν. Ὁ δὲ χρηστὸς καὶ πρᾶος ἐκεῖνος ἀνήρ, Εἰ μὲν, ὦ φίλτατε, ἔφη, ἀληθῶς ἐτύγχανες τεθεικώς, εὗρες ἂν καὶ ὃ κατέθηκας εὐχερῶς· εἰ δὲ ὁ παρὰ σοὶ ἔμεινε, τοῦτο νῦν παρ' ἡμῶν λαβεῖν ἐκζητεῖς· ἴσθι σεαυτὸν μᾶλλον ἤπερ ἡμᾶς παραλογιζόμενος. Τοῦτο ἐκεῖνον ἀκούσαντα, καὶ τὸν κρυπτὸν ἅμα συνεφαπτόμενον ἔχοντα τῆς συνειδήσεως ἔλεγχον, μηδαμῶς ἐνεγκεῖν, ἀλλ' εὐθέως πρὸς γῆν τε καταπεσεῖν, καὶ τῶν ἱερῶν ἐκείνων ποδῶν ἁψάμενον συγγνώμην αἰτεῖν· τὸν δὲ ἑτοιμότερον μὲν ἀφεῖναι, ἢ ἐκεῖνον αἰτήσασθαι, παραινέσαι δὲ τοῦ λοιποῦ μὴ οὕτω τῶν ἀλλοτρίων ἐπιθυμεῖν, μηδὲ δόλοις καὶ ψεύδεσι καταμιαίνειν τὸ συνειδός. Τὸ γὰρ ἐκ τοιούτων, φησὶ, περιποιούμενον οὐ κέρδος ὅλως, ἀλλὰ ζημία σαφής. ΛΕ΄. Ἑνὸς ἔτι τῶν τοῦ ἁγίου μνησθεὶς ὁ λόγος, ἐπὶ τὴν τελευτὴν αὐτοῦ βαδιεῖται. Φασὶν ὅτι, περιόντος τοῦ ἁγίου καὶ τῆς ἐπισκοπῆς προεδρεύοντος, ὁ πατριάρχης Ἀλεξανδρείας, σύνοδον παραγγείλας τῶν ὑπ' αὐτῷ πάντων ἐπισκόπων τὰ Ἑλληνικὰ ξόανα καὶ ἀγάλματα, εὐχῆς κοινῆς τρόπαιον ἠβούλετο θέσθαι, καὶ εἰς γῆν ταῦτα καταβαλεῖν· ἔτι γὰρ ἀναπέπληστο τῶν τοιούτων ἡ πόλις, καὶ καθὰ Παῦλος ἐνεπίπρατο καὶ οὗτος τὸ πνεῦμα, καὶ θερμὸν ἔπνει κατὰ τῆς ἀσεβείας. Πάντων οὖν συνδεδραμηκότων, καὶ εἰς εὐχὴν ἑαυτοὺς ἐκδόντων, τὰ μὲν ἄλλα τῶν ξοάνων νεύματι τοῦ Θεοῦ καὶ ἰσχύϊ διεδοεῖτό τε καὶ εἰς γῆν κατεβάλλετο· ἓν δὲ τούτων μόνον, καίτοι πολλὰς καθ' ἕνα τε καὶ ὁμοῦ τὰς εὐχὰς σὺν αὐτῷ δήπου τῷ πατριάρχῃ ποιησαμένων, ἔμενε κατὰ χώραν, οὐ τοῦ Θεοῦ μὴ προσέχοντος ἢ
col. 461–462page 79 of 246
PG 116:461ἀτιμάζοντος τὰς ἐκείνων εὐχάς, ἀλλ' οἰκονομία τοι δὲ σοφῇ θέλοντος τὴν ἑαυτοῦ δοξάσαι θεραπευτήν, καὶ δεῖξαι τό γε τοῖς πολλοῖς ἀγνοούμενον, οἷος ἄρα Σπυρίδων ἐν ἐπισκόποις. Νυκτὸς οὖν ἤδη καταλαβούσης, αὐτὸς μὲν ὁ πατριάρχης καὶ ἔτι τῇ εὐχῇ προσκείμενος ἦν· θεία δέ τις ὄψις αὐτῷ παρισταμένη μὴ ἀθυμεῖν ἔφασκεν ὅτι μὴ τὸ εἴδωλον καταπέσοι, Σπυρίδωνι γὰρ τεταμίευται, τὸ ὑπ' ἐκείνου δὴ τοῦτο καὶ μόνου καταπεσεῖν, ἀλλὰ θᾶττον αὐτὸν ἐκ Κύπρου μετάκλητον ποιεῖν. Τῆς Τριμιθοῦντος γὰρ ἐπίσκοπος ὁ ἀνήρ. Πράττει κατ' αὐτὸ δὴ τὸ κεκελευσμένον ὁ πατριάρχης, καὶ γράμματα πέμψας, μετακαλεῖται τὸν ἅγιον. Τὰ γράμματα δὲ δήλου τήν τε αἰτίαν τῆς μετακλήσεως καὶ τὴν φανεῖσαν ὄψιν, καὶ ὡς οὐδαμῶς παραιτητέον τὴν ἔλευσιν. Ὁ δὲ εὐθὺς πείθεται, ἅμα γὰρ ἔληγέ τε τῆς ἐπιγνώσεως τῶν γραφέντων, καὶ τῆς ὁδοῦ ἤρχετο. πλοίου τε ἐπιβὰς ἀπέπλει πρὸς Ἀλεξάνδρειαν. Τὸ μὲν οὖν πλοῖον προσομίζει κατὰ τὴν Νέαν πόλιν ἐπίσημος δὲ οὗτος Ἀλεξανδρείας λιμήν)· αὐτὸς δέ, τῆς νεὼς ἀποβαίνων, ηὔχετο κατὰ νοῦν, καὶ ἅμα τε πόδες ἐκείνου τῆς γῆς ἐπέβαινον, καὶ τὸ μιατὸν ἄγαλμα καὶ εὐχῆς γενέσθαι πολλῶν κρεῖττον φιλονεικῆσαν, αὐτῷ δήπου ναῷ συγκατεστρέφετο, καὶ εἰς χοῦν ἐλεπτύνετο. Τοῦτο καὶ τὴν τοῦ ἁγίου ἐπιδημίαν μηδέπω δήλην οὖσαν τῷ Πάπᾳ γνωρίζει, ὡς γὰρ αὐτόματον ἐκεῖνο καταβληθῆναι τὸ εἴδωλον οἱ ἑωρακότες ἀνήγγειλαν, ὁ πάπας εὐθὺς, ὦ φίλοι, εἶπε, Σπυρίδων ἐκ Τριμιθοῦντος. Κἀκεῖνοι σπεύσαντες (ἀπαντᾶν γὰρ ἐκελεύοντο παρ' αὐτοῦ), ἔτι πρὸς τῇ ἀποβάσει τὸν μέγαν κατέλαβον. Τίς οὖν οὕτως ἐσχατιὰν γῆν οἰκῶν, ἀνήκοος τοῦδε περιελείφθη τοῦ θαύματος; Ἔγνωσαν μὲν Βυζάντιοι, ἔγνω δὲ αὐτὸς ὁ κρατῶν, ᾔσθοντο δὲ καὶ πᾶσαι πόλεις αἱ διαμέσου, καὶ μικροῦ πᾶσαν τὴν οἰκουμένην τὸ κῦμα διαδραμόν, οὐκ ἔστιν εἰπεῖν, ὅτην πιστοῖς τε ἀπίστοις ἐμνηστεύσατο τὴν ὠφέλειαν, ὡς τῶν μὲν μεταβαλλόντων πρὸς τὴν εὐσέβειαν, καὶ τὸ ἱερὸν βάπτισμα δεχομένων, τῶν δὲ βεβαιότερον ἐπὶ τῷ θεμελίῳ ταύτης στηριζομένων. Ταῦτα οὐ ψιλή τις καὶ ἀβασάνιστος ἀκοή, ἀλλὰ καὶ ἡ εἰκὼν φθέγγεται καὶ συμμαρτυρεῖ· ἥγε δὴ μεταξὺ ἔστηκε τοῦ τε Ἀρχοντικοῦ λεγομένου πυλώνος, καὶ τοῦ ναοῦ ψωμί, Τριμιθοῦντος, ἔνθα τὸ ἱερὸν Σπυρίδωνος λείψανον, κατὰ μέρος μετὰ καὶ ἄλλων ἐξηγουμένη. ἐπὶ τὴν θείαν ἐκείνου τελευτὴν βαδιστέον. ΑΓ. Θέρους ἦν ὁ καιρὸς, καὶ τὰ λήϊα δαψιλή, καὶ ὁ καρπὸς εὔσταχυς καὶ πολύχους ἦν τῷ ἁγίῳ. Ὁ δὲ αὐτουργὸς ὢν τὰ πλεῖστα, καὶ ταῖς χερσὶ χρώμενος, ἅρπην λαμβάνει τῇ δεξιᾷ, καὶ ἀμᾶν ἄρχεται. Ἄφνω δὲ ψεκάδες λίαν λεπταί, μηδαμοῦ τότε τοῦ Θεοῦ δόντος, μόνην τὴν ἱερὰν ἐκείνου βάλλουσι κεφαλήν, δεικνύντος αὐτῷ τοῦ Θείου ὅτι κἀκεῖνος θάλλων ταῖς ἀρεταῖς οἷά τι καλὸν λήϊον ταῖς δρόσοις βάλλεται, καὶ ὅτι περ ὅσον οὕπω, καὶ ὁ καρπὸς οὗτος τῷ δεσπότῃ καὶ γεωργῷ συγκομίζειται. Τούτῳ δὲ τῷ παραδόξῳ καὶ ἄλλο τι παραδοξότερον ἠκολούθει, ὡς γὰρ ἐκεῖνος, τὴν κεφαλὴν αὐτοῦ τῇ δεξιᾷ κατασχών, τοῖς παροῦσιν ἐδείκνυ τῇ δρόσῳ θάλλουσαν, τρίχες εὐθέως ξανθαί τε καὶ μέλαιναι καὶ λευκαὶ συνεξήνθησαν. Ἀλλὰ γὰρ τῶν ἄλλων ἀφεμένους, ὡς ἡ ὑπόσχεσις
col. 463–464page 80 of 246
PG 116:463λαιναι, καὶ λευκαί σύναμα ἐπήνθουν, οὐκ οἶδε μὲν ὅ τι τοῦ Θεοῦ διὰ τούτων ὑποσημαίνοντος· ἐκεῖνος δὲ, ὡς ἔοικε, γνούς, εἴστε, φίλοι, πρὸς τοὺς παρόντας εἶπεν, ὡς ἐγὼ μὲν ἤδη τοῦ σώματος ἐκδημῶ, πολλῇ δὲ δόξῃ ὁ Κύριος τὴν ἐμὴν τῆς ἀποδημίας μνήμην περιβαλεῖ καὶ πολλοῖς τῶν ἀνθρώπων ἡ τῆς τελευτῆς τῆς ἐμῆς ἡμέρα ὑπόθεσις ἑορτῆς ἔσται, καὶ φιλοτίμως ταύτην ἡλικία πᾶσα ἐπιτελέσει νέων τε καὶ μέσων καὶ παλαιῶν. Ταῦτα καὶ πολλὰ ἕτερα εἰπών τε καὶ προαγορεύσας, ἀλλὰ καὶ παραινέσας τὰ δέοντα, καὶ πᾶν καλὸν καὶ σωτήριον ἐν κεφαλαίῳ πρὸς τοὺς παρόντας διεξελθών, καὶ πολλῷ μᾶλλον περὶ τῆς γενικωτάτης καὶ πασῶν τῶν ἄλλων μείζονος ἀρετῆς, τῆς εἰς τὸν Θεὸν ἀγάπης, λέγω, καὶ τοῦ πλησίον, μετ' οὐ πολὺ, ὥσπερ δὴ καὶ ἔφη, τὴν ἁγνὴν ἐκείνην καὶ ἱερὰν ἀφῆκε ψυχήν, ἀγγέλοις μὲν ἄξιος συγχορευτής γενόμενος, οὐ μὴν οὐδὲ τέλεον ἀφιστάμενος τῶν ἀνθρώπων, ἀλλὰ καὶ μάλλιστα νῦν προϊστάμενον, ὅτε καὶ πλησιέστερός ἐστι τῷ Θεῷ, καὶ μείζον τῇ πρὸς αὐτὸν κέχρηται παρρησίᾳ. Πολλὰ μὲν οὖν καὶ τὰ μετὰ τὴν τελευτήν ὑπ' ἐκείνου γεγονότα τε καὶ εἰς ἔτι γινόμενα. Ἡμεῖς δὲ ἵνα μήτε τῷ τέλει τοῦ βίου συμπεριγράψωμεν εὐθὺς καὶ τὰ θαύματα, μήτε πάλιν ἐπὶ πολὺ τὴν γραφήν ἐκτείνωμεν, ἑνὸς ἢ δύο ἐπιμνησθέντες, τὸν λόγον ἐν θεῷ καταπαύσομεν. ΛΖ΄. Εἴρηκέ τις τῶν φιλοχρίστων, καὶ φιλούντων μὲν διαπύρως τὸν ἅγιον, φιλούντων δὲ οὐχ ἧττον καὶ τήν ἀλήθειαν, ὅτι τῆς ἑορτῆς αὐτοῦ τελουμένης (τελεῖται δὲ δωδεκάτην τοῦ Δεκεμβρίου μηνός ἄγοντος) προσῄει καὶ οὗτος τῷ τάφῳ, καθάπερ ζῶντι μέλλων περιτυχείν, πολλήν ἀπὸ τοῦ προσώπου σημαίνων τὴν πρὸς αὐτὸν αἰδὼ καὶ εὐλάβειαν. Ἐπεὶ δὲ καὶ πλησίον ἦν, καὶ παραθεῖναι τὰς ὄψεις ἔμελλε, Τοσαύτης, ἐκεῖνος ἔλεγεν, ἐπισκοπῆς θείας ᾐσθόμην ἔνδον ἐνεργουμένης, καὶ οὕτως αὐτήν μου διελήλυθε τὴν καρδίαν, ὡς μετέωρόν με γενέσθαι τῷ πνεύματι, καὶ μόνα τὰ ἐκεῖθεν φαντάζεσθαι κάλλη, ἐπιλαθόμενον μὲν τῶν γηίνων πάντων, ἐπιλαθόμενον δὲ καὶ αὐτοῦ σώματος, καὶ σχεδόν ἄφωνόν τε καὶ ἄφθογγον, ὡς δὲ καὶ ἄσιτον ὄντα, καὶ μήτε πρός τινα φωνὴν προϊέμενον, μήτε τροφὴν ἢ πόσιν παρ' ὅλην ἐκείνην τὴν ἡμέραν προσιέμενον ὅλως, ὅτι μὴ μόνου μεταλαχόντα τοῦ Δεσποτικοῦ καὶ θείου σώματός τε καὶ αἵματος. Ἄλλοτε μέντοι καὶ ἐναργέστερον αὐτῷ τὸ θαῦμα κατέστη, καὶ ὁ τρόπος διεξελθεῖν χαριέστατος. Ὁ μὲν, ὡς ἔφη, τῆς ἑορτῆς αὐτὸν αὖθις παρακαλούσης, εἰς Τριμιθοῦντα γενόμενος, καὶ τὴν σορὸν ἣ τὰ τοῦ ἁγίου λείψανα περιείχε, προσκυνῶν τε καὶ ἀσπαζόμενος, ἐπληρώθη μὲν ὁμοίως τὴν καρδίαν φωτός, ἐπλήσθη δὲ τήν ψυχήν ἡδονῆς, καὶ οἷα τὰ τοὺς ἁγίους περιμένοντα ἀγαθὰ διὰ τῶν παρόντων ὡς ἑνὸν ἐτεκμαίρετο· ἔπειτα καὶ εἰς τήν πανήγυριν ᾖει, ἐπίπλα δή τινα ὠνήσασθαι καὶ ἐσθήματα, πένησι καὶ ἀπόροις περιβολήν, ἅτε δή καὶ τῆς ὥρας εἰς τοῦτο καλούσης, ψύχος γὰρ ἦν. Ἐπεὶ οὖν ἐνεσκευάσατο, καὶ ἔδει φοιτᾷν οἴκαδε χρείας ἐπειγούσης, συνδρομή μὲν, οἷα χειμῶνος, νεφῶν ἦν, ὄμβρου δὲ κατα-
col. 465–466page 81 of 246
PG 116:465φορὰ ἠπειλείτο σφοδρά, καὶ ἡ φροντὶς οὐ μικρά οὕτω ταλαιπωρώντι, καὶ τὸν φόρτον παραδόντι τῷ ἱστῷ, τὴν ἐς τὰ οἰκεῖα τέμνειν ὁδόν. Προβάλλεται γοῦν τὴν ἀγαθὴν ἐλπίδα, καὶ τὰ ἔπιπλα, καὶ πᾶν ὅσον ἐν ἐσθήματι, τοῖς ὑποζυγίοις ἐνθέμενος, αὐτὸς τῷ τούτου προστρέχει ναῷ, καὶ ὡς εἶχε τῇ θήκῃ περιχυθείς, καὶ οἷα ζῶντι θερμῶς περιφὺς αἰτεῖται κοινωνῆσαι αὐτῷ τῆς ὁδοῦ, καὶ ἡγεμὼν ἀγαθὸς γενέσθαι αὐτῷ τε καὶ τοῖς σὺν αὐτῷ πᾶσιν, εὔπορόν τε αὐτοῖς τὴν ὁδὸν ποιῆσαι τῶν ὄμβρων τὴν ἀπειλήν καὶ πνευμάτων ἐπισχόντα τήν βίαν. Ο μὲν ταῦτα εὐξάμενος τῆς Τριμιθοῦντος ἐξῄει. Ο δὲ ἅγιος, ὥσπερ καὶ οὗτος ηὔξατο, οὐκ ἀοράτως μόνον, ἀλλὰ καὶ ὁρατῶς ἤδη διὰ πάσης αὐτῷ τῆς ὁδοῦ, καθάπερ τῶν ὀδοιπόρων εἷς, συμπαρῆν. Ο δέ γε ὄμβρος, τῇ τε τοῦ ἀέρος συγχύσει τῇ συνελεύσει τε τῶν νεφῶν, ὡς εἰπεῖν, ἐπήρτητο, τῇ τούτου δὲ δυνάμει κατείχετο, καὶ τῆς φορᾶς ἀνεστέλλετο. Ὅτε δὲ καὶ τὸν οἶκον κατέλαβεν ὁ ἀνὴρ, ὁ μὲν αὐτίκα γίνεται ἀφανής· τοῦ δὲ πάλιν ἡ καρδία φωτὶ ἀῤῥήτῳ περιελάμπετο, καὶ χαρᾷ διεχείτο, καθάπερ ἁψαμένης αὐτῆς τοῦ ἁγίου, καὶ τῆς οἰκείας μεταδόντος εὐφροσύνης καὶ ἡδονῆς. Ἡνίκα δὲ ὁ μὲν ἅγιος ἀφανής, ὁ δὲ ἀνὴρ εἴσω γέγονε τῆς οἰκίας, αὐτίκα καὶ ὑετὸς ἠκολούθει, πάνυ μὲν ῥαγδαῖος, οὕτω δὲ καὶ παρατείνας ἐπιπολύ, ὡς καὶ εἰς τρεῖς ὅλας ἡμέρας μὴ ἐκλιπεῖν. Καὶ τότε μὲν οὕτω τὴν δυσχέρειαν τῆς ὁδοῦ, ἄλλοτε δὲ καὶ ἄλλην ἀθυμίαν αὑτῷ διέλυσεν. ΛΗ'. Ἡμέρα μὲν τῆς ἑορτῆς ἤγετο τοῦ μεγάλου, ἄπορον δὲ τῷ ἀνδρὶ ἀπαντῆσαι πάλιν, καὶ τὸ πρᾶγμα συμφορὰ ἐδόκει αὐτῷ, καὶ δι᾿ εὐχῆς ἐποιεῖτο, τῆς συνήθους ἐπισκοπῆς τε καὶ χάριτος μὴ ἀποτυχεῖν. Τί οὖν οὔπω πέρας ἐλάμβανεν ἡ εὐχὴ, καὶ παρὰ τὸν ναὸν ἔδοξεν ἀπιέναι, καὶ ἅμα τῆς ἐκείνου ᾔσθετο παρουσίας καὶ τῆς ἐξ ἔθους ἑλλάμψεως καὶ γλυκύτητος ἐκοινώνει, πρός τε τὸν ναὸν συνεισελθεῖν αὐτῷ ἐῴκει καὶ αὐτὸς προσευξόμενος, καὶ συνεἶναι παρ' ὅλην αὑτῷ τὴν δοξολογίαν, εἶτα καὶ πάντας εὐλογήσαντα τοὺς παρόντας, ἐπὶ τέλους ἀποστῆναι. ΛΘ'. Ἐμοὶ μὲν ὁ λόγος εἰ καὶ μὴ τὰ ἐκείνου πάντα, ἀλλ᾽ οὖν ἀρκοῦντα τοῖς φιλαρέτοις εἴρηκεν. Ὅπως δὲ καὶ καθ᾿ ἑκάστην τῶν δεομένων αὑτοῦ περιέχεται, οὐκ ἂν ἄλλος ὡς προσῆκον εἴποι ὅτι μὴ αὐτοὶ μόνοι οἱ καὶ τῶν αὐτοῦ θαυμάτων ὅσαι ὧραι καὶ τῆς χάριτος ἀπολαύοντες. Χρὴ δὲ μηδὲ τοῦτο ζημιῶσαι τοὺς φιλοθέους, εἴ τίς ἄν ζητοίη διαπορῶν, πόθεν ἡ τοσαύτη Σπυρίδωνι τῶν θαυμάτων θάλασσα, καὶ τί ποτε ἄρα κατωρθωκώς, οὕτως ὤφθη, τῷ Δεσπότῃ κεχαρισμένος, ἴστω ὡς πάντα μὲν αὐτῷ καθάπερ ἐκ συμφωνίας συνέδραμε τὰ καλά, καὶ ὅρος οὗτος πολιτείας ἀρίστης γέγονεν. Ἓν δέ τι οἱονεὶ γνώρισμα καὶ παράσημον τῶν ἄλλων διαφέρον Σπυρίδωνος ἦν, ἡ τῆς ταπεινοφροσύνης καὶ μετριότητος εἰς ἄκρον ὑπερβολὴ, καὶ τὸ μικροῦ πάντας ὅσοι θαυμάτων χάριτος ἠξιώθησαν ὑπερβαλόντα, μηδὲν ἑαυτὸν ἡγεῖσθαι, μηδὲ τῶν εὐτελῶν τινος καὶ ἁμαρτιῶν πλήθει βαρυνομένων διαφέρειν.

Day 13Die 13

col. 471–472page 82 of 246
PG 116:471Θεοῦ, μεμαρτυρημένον τοῖς πᾶσιν ἐπ᾿ εὐλαβείᾳ, πρεσβύτερον τῷ τότε χρόνῳ ὑπάρχοντα τῆς ἐκκλησίας ταύτης, εἰσελθόντα τοῦ εὔξασθαι ἐπάραντα αὐτὴν, ἐᾶσαι ἔχειν τὴν ζώνην καὶ ἀναστρέφειν πρὸς αὐτόν· εἰ δὲ ἕτερός τις τοῦτο ποιεῖ, μηδαμῶς συγχωρεῖν αὐτῷ, ἀλλὰ ἀνακαλέσασθαι αὐτῷ τὴν αὐτὴν ζώνην, τοῦτο κρίνας ἐν τῇ διανοίᾳ ὡς, εἰ ὁ πρεσβύτερος ἀπενέγκοιτο τὴν ζώνην, οἰκονομίαν ἔσεσθαι θεϊκὴν προμηνύουσαν αὐτῷ τὴν τοῦ ἐπιθυμουμένου αὐτῷ μαρτυρίου ἐπιτυχίαν· εἰ δὲ μὴ ἀπαντήσοι τοῦτο, εἶναι αὐτὸν ἐν τῷ λεληθότι καὶ μηδαμῶς τολμῶν παῤῥησιάζεσθαι. Ε΄. Γενομένου οὖν τούτου καὶ τοῦ παιδὸς μετ᾿ ὀλίγας ἡμέρας ὑποστρέψαντος καὶ εἰρηκότος ὡς κατ᾿ αὐτὴν τὴν ὥραν τοῦ αὐτὸν τεθεικέναι τὴν ζώνην ἐν τῷ θυσιαστηρίῳ, καθὼς προσετέτακτο, τὸν πρεσβύτερον Αὐζέντιον, ὥσπερ ἐξ ἀποστολῆς τινος εἰσεληλυθέναι εἰς τὴν ἐκκλησίαν καὶ εἰληφέναι τὴν ζώνην, ἀκούσας ταῦτα ἐχάρη ὁ θεοσεβὴς οὗτοςἀνὴρ, καὶ λαβὼν ἀπὸ τοῦ Πραιτωρίου πάντας τοὺς φίλους αὐτοῦ ἐν τῇ ὥρᾳ τοῦ ἀρίστου, ἦλθεν εὐφραινόμενος, καὶ πολλήν τινα τῷ προσώπῳ αὐτοῦ ὡς οὐ πώποτε ἄλλοτε τὴν φαιδρότητα ἐπιδεικνύμενος ἐν τῷ συμποσίῳ, ὥστε ἐπὶ τῷ ἀσυνήθει τούτῳ θεάματι τοῦ ἀνδρὸς ξενίζεσθαι πάντας καὶ περὶ πολλοῦ ποιεῖσθαι μανθάνειν τὴν αἰτίαν. Εἷς δέ τις τῶν συνανακειμένων, νεώτερος τὴν ἡλικίαν ὑπάρχων, πάνυ φίλος αὐτοῦ καὶ συμπολίτης, Εὐγένιος τοὔνομα, θαρρήσας πυνθάνεσθαι παρ᾿ αὐτοῦ λέγων· Μήτι, μέγιστε Εὐστράτιε, διὰ τὸ προστετάχθαι ὑπὸ τοῦ ἄρχοντος ἡμῶν εὐτρεπισθῆναι εἰς τὴν αὔριον δημοσίων πρόοδον πάντα τὰ τῶν βασανιστηρίων ὄργανα κατὰ τῶν Χριστιανῶν, ἡ τοιαύτη τοῦ μειδιάματος φιλοτιμία προσετέθη σοι, κερδαίνειν τι προσδοκῶντι; Εἶπε δὲ τοῦτο διὰ τὸ εἰς ἐκεῖνον τὸν ἐνιαυτὸν κομενταρήσιον αὐτὸν ὑπάρχειν. Ὁ δὲ ἅγιος Εὐστράτιος ἀπεκρίνετο· Καλῶς ὑπέλαβες, φίλε. Καὶ γὰρ ἐκδέχομαι ἀναφαίρετον θησαυρὸν ἐκ τῆς τοιαύτης χρείας κἀγὼ τῇ ἐξῆς πορίσασθαι. Τῇ δὲ ἐπαύριον ὁ Λυσίας, βήματος αὐτῷ ἀρθέντος ὑψηλοῦ ἐν μέσῳ τῆς πόλεως ἐν τῷ σιγνοστασίῳ, προσέταξε τοὺς ἐν τῇ φρουρᾷ ἅπαντας ἀχθῆναι πρὸς τὴν ἐρώτησιν. Ὁ δὲ Εὐστράτιος ἀπελθὼν ἐν τῇ φυλακῇ παρεκάλει πάντας τοὺς ἁγίους εὔχεσθαι ὑπὲρ αὐτοῦ. Ἔφησε γὰρ καὶ αὐτὸς κατ᾿ ἐκείνην τὴν ἡμέραν μετέχειν τοῦ ἴσου αὐτοῖς ἀγῶνος. Καὶ εὐξάμενοι πάντες, καὶ ποιήσαντες γονυκλισίαν, καὶ τελέσαντες τὸ Ἀμήν, ἠκολούθησαν τῷ ἁγίῳ Εὐστρατίῳ, κατεχόμενοι ὑπὸ τῶν στρατιωτῶν. Ϛ΄. Τῆς δὲ τάξεως κατὰ τὴν εἰωθυῖαν ἀκολουθίαν παραστάσης τῷ δικάζοντι, ὁ Λυσίας πρώτους ἤδη καὶ πρώτην ἐρώτησιν δεξαμένους. Εὐστράτιος Κομενταρήσιος εἶπεν· Συλλαβὼν βασιλικῶν αὖθις ἀναγνωσθεισῶν τῇ προτεραίᾳ ἐπὶ τοῦ δικαστηρίου, τῶν θεσπιζουσῶν τοὺς ἁπανταχῆ εὑρισκομένους Χριστιανοὺς πάντας οἵας δηποτοῦν ἀξίας ὑπάρχοντας συλληφθέντας τῇ σῇ ὑπαχθῆναι κρίσει, Αὐξέντιος ὁ πάλαι μὲν περιφανὴς τύχῃ καὶ πολιτείᾳ, εὐδοκιμώτερός τε καὶ κοσμιώτερος ἐκ τῆς νῦν εὑρεθείσης αὐτῷ γενναιότητος, ἅτε τοῦ ἐπουρανίου βασιλέως Χριστοῦ δοῦλος ὑπάρχων, πρὸ ὀλίγων τούτων ἡμερῶν
col. 473–474page 83 of 246
PG 116:473εἶθ' οὕτω, γυμνὸς τῷ σώματι, σχοινίοις διαταθείς ρῶν παραστὰς ἐπὶ τοῦ βήματος τούτου, τὸν τῆς ἀθανασίας διήθλησεν ἀγῶνα, τὴν σὴν, ὦ δικαστά, ἀθεότητα ἐλέγξας, σοφία λόγων, καὶ ὑπομονῇ ἔργων, καὶ ἐπείπερ ἀπὸ τῆς τότε ἡμέρας κατειρχθέντα αὐτὸν ἐν δημοσίᾳ φυλακῇ προσέταξας τήμερον ἅμα τῇ συνούσῃ αὐτῷ ἁγίᾳ συνοδίᾳ αὖθις ἐπὶ τὴν ἐξέτασιν ἀχθῆναι, ἐστήκασιν ἅπαντες ἅμα ἐμοί, ἀνδρείῳ καὶ ῥωμαλεωτέρῳ τῷ φρονήματι τὰς μηχανὰς τὰς ὑπὸ τοῦ πατρός σου τοῦ διαβόλου ὑποβαλλομένας σοι καταισχύναι καὶ ἀφανισμῷ τελείῳ παραδοῦναι ὀφείλοντες. Ταῦτα ἀκούσας ὁ Λυσίας, καὶ τῇ ἀπροσδοκήτῳ ταύτῃ παρρησίᾳ τοῦ ἀνδρὸς ἐκθαμβηθείς, φονίῳ φωνίᾳ τε τῷ ὄμματι βλέψας εἰς αὑτὸν καὶ ἀπὸ κατωτάτου στήθους στεναγμὸν ἐκ τῆς ὀργίλου αὑτοῦ ψυχῆς ἀναπέμψας, ἐβρόντησε τῇ φωνῇ λέγων οὕτως· Φαιδρόν μοι τὴν τήμερον ὡς οἱ πώποτε τὸ δικαστήριον κατέστη, καὶ τῆς πατρώας Ἑλληνικῆς συστηρίας πεπληρωμένον, ῥήτοράς μοι τοῦ δημίου τούτου καὶ ἀλιτηρίου προκειμένου. Ἀρθήτω γοῦν ὁ ἑστὼς τῆς περικειμένης αὑτῷ χλαίνης καὶ ζώνης, καὶ ἐκ τούτων τῶν σημείων δεικνύτω ἑαυτὸν ξένον τοῖς πᾶσι τῆς προσούσης αὐτῷ ἄχρι τῆς δεῦρο στρατείας· χεῖρας καὶ πόδας ἡπλωμένος ἐν τῇ γῇ, ἐχέσθω τῆς δορυφορούσης αὐτὸν δημηγορίας. Ζ΄. Τούτου δὲ μετὰ πολλοῦ τοῦ τάχους γενομένου, ὁ δοὺξ εἶπεν· Μηδείς σοι μετάμελος, ὦ Εὐστράτιε, ἐπὶ τοῖς ὀλεθρίως σοι ἐναρχθεῖσιν, ἵνα ἅπαξ ἀποφύγῃς τῇ προσούσῃ μοι φιλανθρωπίᾳ τὴν τιμωρίαν· ἀλλὰ προοιμιάζων καὶ λέγε πρὸ τῶν βασάνων σὺν τῷ πατρῴῳ ὀνόματι καὶ τὴν ἐνεγκαμένην, καὶ τὸν καινισμὸν τῆς λανθανούσης ἐν σοὶ θρησκείας μάλα σαφήνισον ἡμῖν. Ὁ ἅγιος Εὐστράτιος εἶπεν· Ἐκ τῆς Ἀραυρακηνῶν ὥρμημαι πολίχνης, Εὐστράτιος τοὔνομα, Εὐρισίκης τὴν ἐπωνυμίαν, τῇ πατρῴᾳ διαλέκτῳ, δοῦλος δὲ ὑπάρχω τοῦ Δεσπότου τῶν ὅλων Θεοῦ, καὶ τοῦ προσκυνητοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· ἐκ σπαργάνων μητρικῶν τοῦτο τὸ σέβας διδαχθεὶς προσκυνῶ. Ὁ δοὺξ εἶπεν· Κατατιθέσθω ἡ τάξις, πόσον ἔτος διανύει οὗτος ἐν τῇ στρατείᾳ ταύτῃ; Ἡ τάξις εἶπεν· Εἰκοστὸν ἕβδομον ἔτος πληρούται ἐν τῷ παρόντι ἐνιαυτῷ, ἀφ᾽ οὗ χρόνου μικρὸς ὢν ἔτι τὴν ἡλικίαν, τὴν τοῦ ἐκσκέπτορος ἐπλήρωσε χρείαν. Ὁ δοὺξ εἶπεν· Νῦν ὁρῶν, ὦ Εὐστράτιε, τὸν ἐπηρτημένον ἐξ ἀπειθείας σοι κίνδυνον, καὶ ἀνασφήλας ἐκ τῆς προσπεσούσης σοι μανίας, σώφρονι τῷ λογισμῷ χρησάμενος, μὴ καταλίπῃς τὴν ἐν τοσούτοις ἔτεσιν ἐκτάκτως σοι συναχθεῖσαν στρατείαν, τὴν ἵλεω τῶν θεῶν δύναμιν ἐπικαλεσάμενος καὶ τὴν εὐμένειαν τῶν κρατούντων, καὶ τὴν τοῦ δικαστηρίου φιλανθρωπίαν. Ὁ ἅγιος Εὐστράτιος εἶπεν· Δαίμοσιν ἀλιτηρίοις καὶ κωφοῖς ξοάνοις ὑπὸ ἀνθρώπων κατασκευασθεῖσιν οὐδεὶς πώποτε ἀνθρώπου λογισμοῦ κύριος ὢν προσκυνεῖν προστάττει. Εἴρηται γάρ που ἐν ταῖς παρ' ἡμῖν θείαις Γραφαῖς· «Θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν.» Ὁ δοὺξ εἶπεν· Ἀλλὰ ἀνέχεται ἄνθρωπος λογισμοῦ κύριος ἐσταυρωμένῳ προσανέχειν θεῷ, ὥσπερ
col. 475–476page 84 of 246
PG 116:475ἡμεῖς οἱ κακοδαιμονίας ἀνάμεστοι; Εὐστράτιος εἶπεν· Εἴ σοι τὰ αἰσθητήρια τῶν φρενῶν μὴ ἠλλοίωτο, καὶ τῷ τῶν παθῶν φυράματι μὴ μετεσκεύαστο πρὸς τὸ γεώδες ἡ ψυχή σου, ἔδειξα ἄν σοι τὸν ἐσταυρωμένον τοῦτον, Σωτῆρα καὶ Κύριον ἀληθινὸν, καὶ πάσης κτίσεως δημιουργὸν ὄντα, πρὸ αἰώνων συνυπάρχοντα τῷ Πατρὶ, καὶ σοφίᾳ ἀῤῥήτῳ διὰ τῆς παλιγγενεσίας τὴν ἡμετέραν ἀνεγείραντα νέκρωσιν. Ε΄. Ἔτι δὲ τὸν λόγον συνείρειν ἐθέλοντος τοῦ ἁγίου, ἐκκόψας ὁ μικρὸς δοὺξ εἶπεν· Βεσταχθήτω τοῖς σχοινίοις εἰς τὸν ἀέρα ὁ γεννάδας οὗτος· σώρευμα δὲ πυρὸς ὑφαπτόμενον αὐτοῦ εἰς τὰ στέρνα ἐχέσθω εἰς τὸ φλέγεσθαι· ὕπερθεν δὲ τῶν ὤμων τριχῆ ἐν μιᾷ φορᾷ ῥάβδοις τυπτέσθω, ὅπως κομψοτέραν τὴν πρὸς ἡμᾶς ἐν τοῖς λόγοις ποιήσηται ἅμιλλαν. Γενομένου δὲ τούτου καὶ ἐν πολλαῖς ταῖς ὥραις τοῦ ἁγίου κάτωθεν τὰ σπλάγχνα καὶ τὴν κοιλίαν ὑπὸ τοῦ ὑποστρωθέντος πυρὸς καιομένου, καιρίαις δὲ βολαῖς τὸν νῶτον ταῖς ῥάβδοις μαστιγομένου, οὐδὲ μία ἀνεπέμπετο φωνή· ἀλλ᾽ οὔτε ἀλλοίωσίς τις τῷ προσώπῳ αὐτοῦ ἐφαίνετο, καὶ ἦν θεωρῆσαι καὶ εἰκάσαι, ὡς ἐν ἀλλοτρίῳ τῷ σώματι τὴν τιμωρίαν ὑπομένοντα. Ἐκπλαγεὶς δὲ ὁ μικρὸς δικαστὴς ἐπὶ τούτῳ, μόλις ποτὲ ἀνεθῆναι τῆς βασάνου τοῦτον ἐκέλευσε, καὶ ὑπογελῶν τῷ προσώπῳ εἶπεν· Ὁ ποιόν σου τὸ φρόνημα, ὦ Εὐστράτιε; φράσον ἡμῖν, βούλει μικράν τινα καὶ ἑτέραν ταῖς ἐπιτεθείσαις σοι πληγαῖς ἐπισχεδιάσωμαι τέρψιν; Ὁ ἅγιος Εὐστράτιος εἶπεν· Πάνυ μὲν οὖν. Ὁ δοὺξ εἶπεν· Οὐκοῦν, ἐπειδὴ ἅπαντα τὰ ἡμῖν δοκοῦντα ἀρετὰ τῷ κειμένῳ δεδοκίμασται, ἄλμην ὄξει συμφυραθεῖσαν, καὶ κράτματος πολλοῦ γενομένου, ἐπαχθῆναι τοῖς καταφλεχθεῖσι μέλεσιν ὑπὸ τοῦ πυρὸς προστάττω, καὶ ὀστράκοις ὀξέσιν αὐτόνως ἀνατρίβεσθαι, ἄχρις ὅτου τῆς ἡμετέρας ὑπουργίας ἐπὶ τοῖς ἡδέσιν αὐτῷ πολλὴν τὴν αἴσθησιν δεξάμενος κορεσθῇ. Θ΄. Μετὰ πολλῆς δὲ τῆς ταχυτῆτος καὶ ταύτης τῆς βασάνου προσενεχθείσης τῷ ἁγίῳ, ἡ αὐτὴ καρτερία ἦν αὐτῷ, καὶ οὔτε στεναγμός τις ἕως τοῦ τυχόντος ἠκούετο ἐκπεμπόμενος. Ὁ δοὺξ εἶπεν· Ὥσπερ ἐν σκηνῇ τῆς ἐν αὐτῷ δεισιδαιμονίας ἐπίδειξιν τὴν ὑπομονὴν ποιεῖται ὁ ἀθλητὴς οὗτος, ὥς φησι, τοῦ ἐσταυρωμένου. Νῦν γοῦν εἰπάτω, εἰ ἐν ταύταις σωφρονισθείς, πέπεικεν ἑαυτὸν τοῖς σωτηρίοις τῶν θεῶν προσιέναι βωμοῖς προσκυνήσων. Εὐστράτιος εἶπεν· Δεισιδαιμονίας χάριν τῆς ἐν σοὶ τὰς τιμωρίας ταύτας, ὡς νομίζεις, προσαγαγών μοι, λέληθας, ὦ δικαστὰ, τῶν διὰ πολλῆς εὐχῆς ἐπιθυμουμένων μοι ἀγαθῶν ἀξιώσας με τὴν τήμερον. Τὴν γὰρ περικειμένην ἀχλὺν καὶ ἀμαύρωσιν ἐκ τῆς σωματικῆς παχύτητος τῇ ἐμῇ ψυχῇ ταύταις ταῖς βασάνοις διεσκέδασας ἀπ᾿ ἐμοῦ, καὶ τὸν ἡγεμόνα λογισμὸν τῶν ἐν μακρῷ τῷ χρόνῳ ἐπικειμένων αὐτῷ πειρασμῶν νικητὴν τοῦ λοιποῦ διεφύλαξας, καὶ τροπὴν εἰργάσω τῶν ἀκαθέκτως μοι ἐπανισταμένων παθῶν, ἀπερικτύπητον τὸ φρούριον τοῦ ἐν ἀθανασίας πολιτευομένου ἔνδοθεν πνεύματος χαρισάμενος, ἐν ᾧ δὲ τῆς ἀφθαρσίας τεθησαύρισται πλοῦτος, καὶ ὑπέδειξας ὁδὸν ἐπίτομον καὶ ἀταλαίπωρον, δι᾿ ἧς δυνήσομαι ἐν τῷ ὀστρακίνῳ τούτῳ σώματι διατελῶν, τὴν ἀγγελικὴν ἀσπάσασθαι πολιτείαν, καὶ τῆς ἐπουρανίου ἀπολαύειν ἀϊδιότητος. Νῦν οἶδα ὅτι ναὸς Θεοῦ
col. 477–478page 85 of 246
PG 116:477εἰμι, καὶ τὸ Πνεῦμα αὐτοῦ τὸ ἅγιον οἰκεῖ ἐν ἐμοί. Ἀπόστητε οὖν ἀπ' ἐμοῦ, πάντες οἱ εἰργαζόμενοι τὴν ἀνομίαν, ὅτι εἰσήκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμού μου. Κύριος τὴν προσευχήν μου προσεδέξατο. Ἀγαλλιάσεται ὡς ἀληθῶς ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ. Πάντα τὰ ὀστᾶ μου ἐροῦσι· Κύριε, Κύριε, τίς ὁμοιός σοι βυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ, καὶ ἀπὸ τῶν διαρπαζόντων αὐτόν; » Σπεῦδε τοίνυν καὶ ἀγωνίζου, ὑπηρέτα τοῦ ἀντικειμένου, καὶ μὴ καθυφῇς τῷ προσόπῳ σου, καὶ δοκίμασόν με ὡς χρυσὸν ἐν καμίνῳ ἔτι καὶ ἔτι, καὶ οὐχ εὑρήσεις ἐν ἐμοὶ τὸν σοὶ ἐράσμιον καὶ ἔργῳ ἐπιζητουμένον. Οἱ γάρ θεοί σου βδελύγματα εἰσι, τῆς σῆς καὶ τῆς τοῦ βασιλέως σου ἀλογίας δεσπόζοντα. Γ΄. Ὁ δοὺξ εἶπεν· Τάχα, ὡς ἔοικεν, ἡ τῶν φρενῶν ἐναλλαγῆ τῇ τοῦ σώματος σαθρότητι ἐπηκολούθησεν· ὅθεν πολλήν τινα καὶ ἀσαφῆ βαττολογίαν διεξῆλθες. Εἰ γὰρ ἠδύνατο, ὡς σὺ λέγεις, ὁ Θεός σου ἐκεῖνος ἀθανασίας σε μέτοχον καταστῆσαι, τάχα ἂν καὶ τῆς παρούσης μάστιγος ἐρύσατό σε. Βάσας οὖν τὸ ἐπὶ ματαίαις ἐλπίσιν ὀνειροπολεῖσθαι, σπεῦδε εἰς τὴν παρ' ἐμοῦ σοι ὑποδεικνυμένην σωτηρίαν. Εὐστράτιος εἶπεν· Βούλει πεισθῆναι, πεπηρωμένε πᾶσαν τὴν τῶν αἰσθητηρίων ὄψιν, ὅτι οὐδὲν ἀδυνατεῖ τῷ Θεῷ μου; Πρὸς βασάνοις ὑπάρχειν, καὶ πάντων εἰσατενισάντων, αἰφνίδιον ὡς εἰ λεπίδες ἐκ τοῦ σώματος αὐτοῦ ἀποβλήθησαν, καὶ ἔστη ὁ ἅγιος ὅλος ὑγιὴς, μηδὲ τὸ τυχὸν σπάραγμα εἰς τὸ σῶμα αὐτοῦ ἔχων. Δοξασάντων δὲ πάντων ἐπὶ τῷ γεγονότι θαύματι τὸν Θεὸν, Εὐγένιος τις ἐκ τῆς Ἀραυρακηνῶν καὶ αὐτὸς ὑπάρχων πολίχνης, ὀφφικιάλιος τῆς αὐτῆς τάξεως, καὶ παραμένων τῷ ἁγίῳ Εὐστρατίῳ ἐβόησε φωνῇ μεγάλῃ λέγων· Λυσία, κἀγὼ Χριστιανός εἰμι, καὶ τὴν θρησκείαν σου ἀναθεματίζω, καὶ τῷ προστάγματι τῶν βασιλέων, καὶ τῷ σῷ θελήματι ἀντιτάσσομαι, ὡς καὶ ὁ κύριός μου Εὐστράτιος. Θυμωθεὶς οὖν ἐπὶ τούτοις ὁ δοὺξ, καὶ δυσφημήσας ἱκανῶς, ἐκέλευσε καὶ αὐτὸν συλληφθέντα ἀχθῆναι εἰς τὸ μέσον, καὶ διελάλησεν οὕτως· ΙΑ΄. Τῆς κατὰ τῶν δυστιμωρήτων τούτων ἐρωτήσεως εὐκαίρου δεομένης σχολῆς, τὰ νῦν δὲ ἐπειγόμενος εἰς τὴν τῶν δημοσίων πραγμάτων συνήθη ἀντίληψιν, τὸν μαγγανείαις τερατοποιὸν τοῦτον Εὐστράτιον καὶ Εὐγένιον τὸν ἀρτιφανῶς ὁμόφρονα αὐτῷ, σιδηρωθέντας κατὰ παντὸς τοῦ σώματος ἀναληφθῆναι εἰς τὸ δεσμωτήριον προστάττω, ἅμα τοῖς λοιποῖς φυλαχθησομένους μοι, ἐν ἑτέρᾳ ἐξετάσει. Καὶ ταῦτα ἀποφηνάμενος ἀνέστη τοῦ βήματος. Οἱ δὲ ἅγιοι ἤγοντο πάντες χαίροντες καὶ ἀγαλλιώμενοι ἐπὶ τῇ τοσαύτῃ ὑπομονῇ καὶ καρτερίᾳ τοῦ ἁγίου Εὐστρατίου, καὶ ἐπὶ τῇ γενομένῃ εἰς αὐτὸν σωτηρίῳ θαυματοποιίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὡς δὲ εἰσῆλθον εἰς τὴν φυλακὴν, ἔψαλλον πάντες μιᾷ φωνῇ· « Ἰδοὺ δή, τί καλόν, ἢ τί τερπνόν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; » τὰ ἑξῆς, καὶ μετὰ τὸ πληρῶσαι τὴν εὐχὴν ἐκαθί-
col. 479–480page 86 of 246
PG 116:479ζοντο διδασκόμενοι ὑπὸ τοῦ ἁγίου Εὐστρατίου, καὶ προθυμοποιούμενοι εἰς τὸν προκείμενον αὐτοῖς τῆς ἀθλήσεως ἀγῶνα. ΙΒ΄. Ἐν τούτῃ τῆς ἡμέρας ἐκείνης τελεσθείσης, τῇ ἐπιούσῃ νυκτὶ ἀναστὰς ὁ δούξ, ἐπὶ τὴν Νικοπολιτῶν ἐπείγεσθαι ἐπηγγείλατο πόλιν· καὶ ἐν τοσούτῳ τῆς συνήθους αὐτῷ ὑπηρεσίας κατὰ τὴν ὁδοιπορίαν εὐτρεπιζομένης, αὐτὸς εἰς τὴν φυλακὴν ἤλατο, ἔνθα ἦσαν οἱ ἅγιοι, καὶ μόνον τὸν μακάριον Εὐστράτιον κελεύει ἑλκυσθῆναι ἔξω. Ἀχθέντος δὲ αὐτοῦ, ὑπομειδιάσας τῷ προσώπῳ, εἶπεν πρὸς αὐτόν· Χαίροις, προσφιλέστατε Εὐστράτιε. Ὁ δὲ ἅγιος ἀπεκρίνατο· Ὁ Θεὸς ὁ παντοκράτωρ, ᾧ ἐγὼ λατρεύω, αὐτός σε ἀντασπάσοιτο ἀξίως, ὦ δικαστά. Ὁ δὲ εἶπεν· Περὶ τοῦ Θεοῦ σου ἐμοὶ μελέτω, εἰς τὸ παρὸν δὲ λαβὼν τὴν ἐπιδεδομένην σοι κρηπῖδα φόρει, ὅπως ἄσμενος τὴν μεθ᾿ ἡμῶν ὁδοιπορίαν ποιήσῃ. Ἡ δὲ κρηπίς ἦν διαπεπαρμένη ἥλοις μακροῖς καὶ ὀξέσιν, ὥστε διαπερνᾶσθαι ἅπαν τὸ μέρος τῶν ποδῶν αὐτοῦ. Ὑποδήσας οὖν αὐτὸν καὶ σφίγξας τοῖς ἱμᾶσι, τῷ δακτυλίῳ αὐτοῦ ἐσφράγισε, καὶ προσέταξε τυπτόμενον καὶ συρόμενον αὐτὸν ἄγεσθαι πᾶσαν τὴν ὁδὸν μετὰ καὶ τῶν λοιπῶν ἁγίων. Αὐτὸς δὲ εἴχετο ἅμα παντὶ τῷ συνόντι αὐτῷ στρατῷ τῆς ὁδοῦ, καὶ μετὰ δύο ἡμέρας εἰς τὸ πλησίον Ἀρυράκων κατήχθησαν κάστρον. Παραγενομένων δὲ τῶν ἁγίων, πάντες οἱ τῆς χώρας ἐκείνης ὡς εἰς θέαν ἐξῄεσαν, ἐπιποθοῦντες ἰδεῖν τὸν μακάριον Εὐστράτιον. Οὐδεὶς δὲ οὔτε συγγενῶν, οὔτε φίλων πλησιάσαι αὐτῷ ἐτόλμα, ἵνα μὴ καὶ αὐτοὶ συλληφθῶσι· παρήγγελτο γὰρ τοῦτο ἤδη τισὶν ὑπὸ τοῦ μικροῦ δουκός. ΙΓ΄. Μαρδάριος δέ τις ἀνήρ, ἰδιώτης τὴν τύχην καὶ ἐν αὐταρκείᾳ βιών, οἶκον ἑαυτῷ κατασκευάσας ἐν ταῖς ἡμέραις ἐκείναις, ἔσκεπε τὸ δωμάτιον. Ἀτενίσας δὲ εἰς πάντας τοὺς ἁγίους, εἶδε μέσον αὐτῶν ὡς περιφανῆ ἀστέρα τὸν ἅγιον Εὐστράτιον, καὶ ταχὺ κατελθὼν ἀπὸ τοῦ δωματίου εἶπε τῇ γυναικὶ αὐτοῦ τῇ Ἀρμενίων διαλέκτῳ· Ὁρᾷς, ὦ γύναι, τὸν κύριον τῆς περιοικίδος ἡμῶν, τὸν ἐν τοσαύτῃ περιφανείᾳ γένους καὶ χρημάτων ὑπάρχοντα, καὶ ἐν τηλικαύτῃ στρατείᾳ διαπρέψαντα, πῶς πάντων κατεφρόνησε, καὶ θῦμα εὐπρόσδεκτον τῷ Θεῷ ἀπέρχεται γενέσθαι, ἵνα καὶ τῆς ἐπουρανίου καταξιωθῇ βασιλείας; Μακάριος ἐκεῖνος ὅτι καὶ ἐν τῷ βίῳ τούτῳ εὐτυχὴς καὶ ἐπίδοξος ὑπῆρχε, καὶ πρὸς τὸν Δεσπότην ἡμῶν Χριστὸν μεγάλην ἕξει τὴν παρρησίαν, καὶ μετὰ ἀγγέλων τῆς ἀφθάρτου καταξιοῦται ἀπολαύσεως. Ἡ δὲ καλὴ ἐκείνη γυνὴ ἀπεκρίνατο· Γλυκύτατε ἄνερ, τί κωλύει καὶ σὲ φθάσαι αὐτὸν, καὶ τὴν αὐτὴν αὐτῷ πορευθῆναι ὁδόν, καὶ τῆς ἁγίας ἀξιωθῆναι μετ᾿ αὐτοῦ τελειώσεως, ἵνα προστάτης γένῃ καὶ ἐμοῦ, καὶ τῶν μικρῶν τούτων παιδίων καὶ παντὸς τοῦ γένους σου; Ὁ δὲ ἀνὴρ αὐτῆς εἶπε· Δός μοι τὰ ὑποδήματά μου, καὶ πορεύσομαι τὴν ἐπιθυμουμένην μοι ὁδόν. Ἡ δὲ ταχὺ τοῦτο ἐποίησε, καὶ μετὰ χαρᾶς προέπεμψεν αὐτόν. Καὶ λαβὼν ὑπεδήσατο, καὶ περιεβάλετο τὸ ἱμάτιον αὐτοῦ, καὶ περιπλέξας ταῖς ἀγκάλαις αὐτοῦ τὰ ὑπο
col. 481–482page 87 of 246
PG 116:481χαῖρε καὶ ἀγαλλία· σέ γὰρ καὶ τὰ παιδία μου, καὶ τὴν ψυχήν μου, εἰς χεῖρας παρατίθημι τοῦ τὰ πάντα δυναμένου ἀγαθοῦ Θεοῦ ἡμῶν. ΙΔ΄. Καὶ ταῦτα εἰπὼν, δρομαῖος ἐξῆλθε, καὶ πρός τινα Μουκάτορα τούνομα, ἐν τῇ Ἀρχυρακηνῶν τὴν οἴκησιν ἔχοντα, καὶ πρωτεύοντα ἐν αὐτῇ, ἄνδρα ἐπίσημον καὶ πλούσιον πάνυ, ἦλθε, καὶ προσαγορεύσας αὐτὸν εἶπεν· ἰδοὺ ἐγὼ πορεύομαι πρὸς τὸν φίλον σου καὶ συγγενέα Κυρισίκην, καὶ τοῦ Θεοῦ θέλοντος, συνοδία αὐτῷ γίνομαι, καὶ μετ᾿ αὐτοῦ τὸν τῆς ἀθλήσεως ὑπομενῶ ἀγῶνα. Σὺ οὖν γενοῦ μετὰ Θεὸν τῆς γυναικός μου προστάτης καὶ τῶν τέκνων μου ἐν τῷ βίῳ τούτῳ, καὶ γενήσομαί σοι κἀγὼ ἐργάτης ὑπὲρ ταύτης τῆς χάριτος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτε παριστάμεθα τῷ Θεῷ, καὶ τὸν μισθὸν ἀπολαμβάνεις. Ὁ δὲ εὐλαβὴς ἐκεῖνος ἀνὴρ εἶπεν· Ἄπελθε ἐν εἰρήνῃ, τέκνον, τὴν καλὴν πορείαν, καὶ μὴ φροντίσης περὶ τούτου, ἀλλὰ πλήρωσόν σου τὴν ἐπιθυμίαν· τῆς γὰρ γυναικός σου πνευματικῇ διαθέσει ἔσομαι ἀνὴρ, καὶ τῶν παιδίων σου πατήρ. Ταῦτα ἀκούσας ὁ Μαρδάριος καὶ συνταξάμενος αὐτῷ, ἤδη λοιπὸν πλησίον τοῦ κάστρου ἔφθασε τοὺς ἁγίους, καὶ ἐκάλεσε τὸν ἅγιον Εὐστράτιον οὕτω· Δεσπόσυνε Εὐρισίκη, ὡς πρόβατον ἄκακον πρὸς τὸν ἴδιον ποιμένα τρέχει, οὕτω κἀγὼ ἦλθον πρὸς σέ, θέλων ὑμῖν συνοδεῦσαι. Δέξαι οὖν με, καὶ συγκαταρίθμησόν με τῇ ἁγίᾳ σου συνοδίᾳ, καὶ προσάγαγε, εἰ καὶ ἀνάξιον, μάρτυρα τῷ Δεσπότῃ Χριστῷ. Καὶ ταῦτα εἰπὼν, ἐξόησε φωνῇ μεγάλῃ λέγων· Χριστιανός εἰμι κἀγὼ, ὡς καὶ ὁ κύριός μου Εὐστράτιος. Ἀκούσατε, ὑπηρέται τοῦ διαβόλου, ἀκούσατε. Τότε συλλαβόμενοι αὐτὸν οἱ στρατιῶται, συνέδησαν τοῖς λοιποῖς ἁγίοις, καὶ καθείρξαντες ἐν τῷ κάστρῳ ἐν δημοσίᾳ φυλακῇ, ἐνήνεγκαν καὶ περὶ αὐτοῦ τῷ δουκί. ΙΒ΄. Κατ᾿ αὐτὴν δὲ τὴν ὥραν ὥσπερ λέων βρύξας ἐκάθισεν εἰς τὴν ἐξέτασιν. Καὶ ὑποβαλούσης τῆς τάξεως κατὰ τὸ σύνηθες, προσήχθη γυμνός, σχοινίοις κατεχόμενος τὰς χεῖρας ὁ ἅγιος Αὐξέντιος, παρεστώτων τῶν ἁγίων καὶ ὁρώντων ἕκαστα, καὶ ἔστη φαιδρῷ τῷ προσώπῳ. Ὁ δοὺξ εἶπεν· Αὐξέντιε, ἡμᾶς μὲν κόπων ἀπαλλάττων, σαυτὸν δὲ σωτηρίας ἀξιῶν, νῦν γοῦν δίδαξον, εἰ τῆς ματαίας ἐκείνης καὶ ὀλεθρίας σοι ἀπέστης ἐνστάσεως, καὶ τῷ τῶν θεῶν ᾠκειώσαι εὐμενείᾳ. Ὁ ἅγιος Αὐξέντιος εἶπεν· Συντόμως ἄκουσον, ὦ Λυσία, ὄμνυμι σοι τὴν ἔφορον δίκην, ὡς ἀμετάθετός μου ἐστιν ἡ γνώμη, καὶ ἵνα θεὸν οἶδα καὶ αὐτὸν σέβομαι, κἂν μυρίας ἄλλας ἐπαγάγῃς μοι πληγὰς ἐπὶ τιμωρίᾳ, μείζους τῶν πάλαι μοι ἐπενεχθεισῶν, κἂν σιδήρῳ καὶ πυρὶ καταναλώσῃς με, οὐκ ἂν μου κάμψαι τὸν λογισμὸν ἰσχύσειας ποτε. Τὸ λοιπὸν, ποίει ὃ θέλεις.
col. 483–484page 88 of 246
PG 116:483Αὐξέντιος, ὁ μετὰ πολλὰς τὰς βασάνους καὶ τιμωρίας καὶ νῦν ἐν τῇ ὀλεθρίας αὐτοῦ ἐπιμένων ἀνοίᾳ, διὰ τῆς ταμιευθείσης αὐτῷ ὑπὸ τοῦ ζίφους ἐκκοπῆς τὴν σιδηρέαν αὐτοῦ καὶ ἀμείω λικτον ἀπολέσειε ψυχήν, ἐν τόπῳ τινὶ κατάλσει καὶ ἐρήμῳ τῆς τοιαύτης ψήφου τὴν περαίωσιν δεχόμενος, ὅπως τῆς νενομισμένης ταφῆς τὸ δύστηνον αὐτοῦ ἀμοιρήσειε σῶμα. Ὁ δέ γε ἀρτίως θαῤῥήσας ἐπιδοῦναι ἑαυτὸν τῇ τῶν λοιπῶν δημίων συλλογῇ, ἀχθήτω εἰς τὸ μέσον, τευξόμενος ἐν τάχει τῆς ἐπιζητουμένης αὑτῷ τιμῆς. ΙΕ΄. Τῶν δὲ στρατιωτῶν λυόντων τὸν ἅγιον Μαρδάριον τῶν περικειμένων αὐτῷ κλοιῶν, ὁ μακάριος εἶπε· Κύριέ μου Κυρισίκη, εὔξαι ὑπὲρ ἐμοῦ, δέομαι σου, καὶ διδαξόν με τί ἀποκρινοῦμαι τῷ λυμεώνι τούτῳ, μή ποτε ὡς χωρικὸν καὶ ἀγράμματον καταισχύνῃ με ὁ ἀνήμερος λύκος οὗτος. Ὁ δὲ ἅγιος Εὐστράτιος εἶπεν· Ἐπίμενε, ἀδελφὲ Μαρδάριε, μόνον λέγων, Χριστιανός εἰμι, Χριστοῦ δοῦλος ὑπάρχω, καὶ μηδὲν ἕτερον ἀποκρίνου, εἴ τι ἂν λέγῃ καὶ ποιῇ. Ἀχθέντος δὲ αὐτοῦ, ἡ τάξις εἶπεν, Ἕστηκεν. Ὁ δοὺξ εἶπεν· Ὁ ἀρτίως ἐπιδεδωκὼς ἑαυτὸν τῇ ἐρωτήσει, οὗτος διδαξάτω ὄνομα, ἐπιτήδευμα, ἐνεγκαμένην, τύχην, καὶ ὁποῖον αὐτῷ τὸ σέβας. Μαρδάριος εἶπεν· Χριστιανός εἰμι. Ἐρωτώμενος δὲ παρὰ τῶν ταξιωτῶν εἰπεῖν καὶ τὸ ὄνομα, καὶ τὴν τύχην καὶ τὴν πατρίδα, ἐπέμενε κράζων, Χριστιανός εἰμι· καὶ ἐπὶ πολὺ ἐρωτώμενος, οὐδὲν ἕτερον ἔλεγεν, εἰ μὴ μόνον, Χριστιανός εἰμι, Χριστοῦ δοῦλος ὑπάρχω. Ἑωρακὼς οὖν τὴν ἀκεραιότητα αὐτοῦ, ὁ μικρὸς δοὺξ εἶπεν· Τρυπηθήτωσαν οἱ ἀστράγαλοι τῶν ποδῶν αὐτοῦ τρυπάνῃ, καὶ σχοινίοις διαπερανθέντες τῆς ἄντυγος ἀναρτάσθωσαν· ὀβελίσκοι δὲ πεπυρακτωμένοι τοῖς μεταφρένοις αὐτοῦ προσενεχθήτωσαν, ὅπως ἐκ τῆς τοιαύτης περιόδου φρενήρης γένηται καὶ ἱκανὸς πρὸς τὰς ἀποκρίσεις. Τούτου δὲ γενομένου, καὶ ἐπὶ πολὺ κρεμαμένου αὐτοῦ ἀπὸ τῶν ἀστραγάλων καὶ καιομένου ταῖς σούβλαις ἀνέπεμψε φωνὴν λέγων· Κύριε Δέσποτα, εὐχαριστῶ σοι, ὅτι κατηξίωσας με τῶν ἀγαθῶν τούτων. Ἐπεπόθησα τὸ σωτηριόν σου καὶ ἠγάπησα αὐτὸ σφόδρα. Δέξαι μου ἐν εἰρήνῃ τὴν ψυχήν. Καὶ ταῦτα εἰπὼν, παρέδωκε τὸ πνεῦμα. ΙΖ΄. Κατενεχθέντος δὲ τοῦ ἁγίου αὐτοῦ λειψάνου, ὁ δοὺξ εἶπεν· Προσαγέσθω γυμνῷ τῷ σώματι καὶ ὁ ἐν τῇ Σαταλέων Εὐγένιος, τῆς κατὰ Εὐστράτιον ἐρωτήσεως γινομένης τολμήσας ἐπεισελθεῖν· ἐν τί λέγω Χριστιανὸν, ὡς αὐτοὶ πλανῶνται, ἀλλ᾽ ἄχρηστον. Παραστάντος δὲ αὐτοῦ, ἡ τάξις εἶπεν· Ἕστηκεν Εὐγένιος. Ὁ δοὺξ εἶπεν· Λέγε μοι, παμμίαρε, τίς σε πονηρὸς δαίμων, ἐπὶ κακὴν εἱμαρμένην ἑλάσας, ἐπὶ τοσοῦτον ἤγαγε θράσους, ὥστε μετὰ τοσαύτης εἰσελθεῖν ἀναιδείας, καὶ ἐν μηδενὶ θέσθαι τὸ αὐστηρὸν τοῦ δικαστηρίου; Ὁ ἅγιος Εὐγένιος εἶπεν· Ὁ Θεός μου ὁ καταργῶν σου τοὺς δαίμονας, οὓς σέβῃ, αὐτὸς ἐνεδυνάμωσέ με, καὶ ἐχαρίσατό μοι παῤῥησίαν, ἵνα καταπτύσω τῆς ταλαιπωρίας σου, ῥυπαρὰ κίων, τὸ κειμήλιον τοῦ Σατανᾶ, τοῦ σὺν σοὶ εἰς ἀπώλειαν παραδιδομένου. Ὁ δοὺξ εἶπεν·
col. 485–486page 89 of 246
PG 116:485Ἐπισπέτω ἡ ἐπίορκος αὐτοῦ γλώττα· ἀλλοτριωθήτω δὲ ξέρει ἑκατέρων τῶν χειρῶν, καὶ βύκλους συνθλασθήτω τὰ σκέλη τῶν ποδῶν αὐτοῦ, ὅπως φρονέστερον πρὸς ἡμᾶς διατεθῇ. Τούτων δὲ γενομένων, καὶ αὐτὸς παρέδωκε τὸ πνεύμα. ΙΒ'. Ταῦτα πράξας ὁ δοὺξ ἐν, εἰς τὸ πεδίον ἐξῆλθε, γυμνήσων τὸν στρατόν. Τοῦ δόμου δὲ γινομένου, ἕκαστος τὴν ἐν τοῖς ὅπλοις ἐμπειρίαν, θεωροῦντος τοῦ δουκός, ἐπεδείκνυτο. Καὶ τῆς Θρεαστίς τις τοὔνομα, ἀνὴρ εὐμεγέθης καὶ εὐπρεπής τῷ εἴδει, πρὸς ὄνομα καὶ τάξιν κληθείς, παρέστη τῷ Λυσίᾳ. Ἐπαινέσας δὲ αὐτοῦ τὴν θέαν, καὶ ἀληθῆ στρατιώτην ἀποκαλέσας, ἐκέλευσε κατὰ τοῦ σκοποῦ βαλεῖν τὴν λόγχην. Καὶ τούτου τὴν χεῖρα θύνοντος, καὶ τινάξαντος τὸ ὅπλον, τὸ πυρούμενον ἐν τῷ στήθει αὐτοῦ χρύσεον σταυρίον τοῦ ἱματίου αὐτοῦ ἐκτιναχθέν, ἔξωθεν ἀνεφάντη, ὥστε θεάσασθαι πάντες, ἀλλὰ μὴν καὶ αὐτὸν τὸν Λυσίαν. Παραχρῆμα τοίνυν προσαχθείς, ἔστη πλησίον τοῦ δουκός. Καὶ λαβὼν ὁ Λυσίας τῇ χειρὶ τὸν σταυρὸν, ἐπυνθένετο τί ἂν εἴη τοῦτο. Μὴ καὶ σύ, φησί, τοῦ ἐσταυρωμένου τυγχάνεις; Ὁ δὲ εἶπεν· Δοῦλός εἰμι τοῦ ἐσταυρωμένου Δεσπότου μου Θεοῦ, καὶ φυλακτήριον ἐπιφέρομαι πρὸς ἀποτροπὴν πάντων τῶν ἐπερχομένων μοι κακῶν. Ὁ δοὺξ εἶπεν· Καὶ ὁ θαυμαστὸς οὗτος στρατιώτης, συνδεθεὶς τῷ δημίῳ ἐκείνῳ Εὐστρατίῳ, σύνοδος αὐτῷ ἐν τῇ ὁδοιπορίᾳ γενέσθω· εὐκαίρως τῆς κατ' αὐτῶν ἐρωτήσεως ἐν τῇ Νικοπολιτῶν ἀχθησομένης. Παραγενομένου δὲ τοῦ Λυσίου ἐν τῇ Νικοπολιτῶν πόλει, πολὺ πλῆθος τῶν στρατιωτῶν τῆς λεγεώνας τῆς ἐν τῇ πόλει προσῆλθον αὐτῷ, καὶ πάντες μιᾷ φωνῇ ἔκραξον· Λυσία, καὶ ἡμεῖς στρατιῶταί ἐσμεν τοῦ Δεσπότου ἡμῶν Χριστοῦ· ποίει ὃ θέλεις. Ὁ δὲ τὸ μὲν πρῶτον ἐξεπλάγη, φοβηθείς, μή τι νεωτερισθείη κατ' αὐτοῦ· ἔπειτα δὲ ἐγνωκὼς ὅτι ὡς πρόβατα ἑαυτοὺς παρέδωκαν, λύσαντες καὶ τὰς ζώνας ἑαυτῶν, συλληφθῆναι τοὺς πάντας ἐκέλευσε, καὶ δεθέντας καθειρχθῆναι. Καθ' ἑαυτὸν δὲ γενόμενος, ἐσκέπτετο πῶς ἂν διάθοιτο τὴν κατὰ τῶν ἁγίων ἀπώλειαν, καὶ μὴ σύγχυσίς τις γένηται ἢ παρὰ συμπολιτῶν ἢ συγγενῶν αὐτῶν. Ἐξαιρέτως δὲ ἐδεδίει τὸν ἅγιον Εὐστράτιον μή ποτε αὖθις τῶν βασάνων αὐτῷ προσαγομένων ὁμοίως θαυματουργήσῃ τι, καὶ οὐ μόνον τοὺς ἤδη Χριστιανοὺς στηρίζῃ εἰς τὴν πίστιν, ἀλλὰ καὶ τοὺς Ἕλληνας μεταστήσῃ τῆς τῶν εἰδώλων θρησκείας. Ἔδοξεν οὖν αὐτῷ τῇ ἑξῆς ἀναστάντι πρωΐθεν, παραπέμψαι ἐν τῇ Σεβαστηνῶν πόλει τῷ Ἀγρικολάῳ τὸν ἅγιον Εὐστράτιον καὶ τὸν ἅγιον Ὀρέστην. Καὶ δὴ ἡμέρας γενομένης, τοῦτο προσέταξε γενέσθαι, γράψας ἐπιστολὴν δημοσίᾳ τῷ Ἀγρικολᾷ, περιέχουσαν οὕτω. ΙΘ'. «Τῷ μεγαλοπρεπεστάτῳ ἡγεμόνι Ἀγρικολᾷ Λυσίας δούξ. Ἐν πάσῃ τῇ ὑπ' ἥλιον ἐν οὐδενὶ ἑτέρῳ ἀκριβέστερον τὰ τῆς οἰκουμένης ἀπόῤῥητα διερευνέσθαι ὡς ἐν σοὶ εἰδότες οἱ θειότατοι ἡμῶν βασιλεῖς, τὴν τῆς ἀρχῆς ἐξουσίαν δεδώκασιν. Ἴσασι γὰρ σαφῶς δύνασθαι παρὰ σοὶ καὶ τὰς νύκτας ἴσας ταῖς ἡμέραις εἰς τὴν τῶν δημοσίων πραγμάτων ἀντίληψιν ἀναλίσκειν. Ἐδέμασαν γὰρ τοὺς ἀκοιμήτους
col. 487–488page 90 of 246
PG 116:487ἀστέρας οἱ ὕπνοι, ἢ τὰ σὰ ὄμματα ἐκοίμισαν, πρὶν ἢ τὸ φροντιζόμενον σοι ἐπὶ λυσιτελείᾳ τοῦ κοινοῦ ἐπιτελεσθείη, καὶ ἁπλῶς ἕκαστον ἀρετῆς ἀκρότατον μέρος παρὰ σοὶ μόνῳ ἑωρακότες, εἰκότως, τῆς παρὰ σοῦ νῦν ἰθυνομένης ἀρχῆς οὐδὲν εὐκαταφρόνητον ἐχούσης, τὴν ἐξουσίαν ἐπέτρεψαν. Διὸ κἀγὼ, μέρους ὢν τῶν τοιούτων σου πλεονεκτημάτων, Εὐστράτιον τοῦτον πέπομψά σοι δέσμιον, πολλῷ νοσήματι τῶν λεγομένων Χριστιανῶν κεκρατημένον, τῷ μάλιστα εἰρηκέναι οὐδὲν αὔταρκες τῇ πονηρᾷ αὐτοῦ φύσει πρὸς ἀποτροπήν τοῦ ἀτόπου τολμήματος, ἀλλὰ κἂν στρατείας τῆς ἐξυπηρετουμένης μοι καὶ τιμῆς ἔτυ χεν, ὑπεροψίᾳ μείζονι τὴν γνώμην ἀρθεῖς, εἰς ὕβριν ἐξέπεσε· κἂν φόβον δὲ ἤλπισεν, ἀπονοίᾳ πάλιν παρε γράψατο τὸ μέλλον, τὴν παροῦσαν ὁρμὴν τῆς ἐν αὐτῷ δεισιδαιμονίας κυριωτέραν ποιησάμενος· κἂν ἑτέρους εἶδεν ἐπὶ τοῖς αὐτοῖς κολασθέντας, οὐ τῇ ἐμπειρίᾳ τὴν τόλμαν τῆς ἐν αὐτῷ θρησκείας ἐκόλασεν. Ἀλλὰ τὸ συμβὰν ἡγήσατο τύχης ἐπήρειαν γε γενῆσθαι μᾶλλον, οὐκ ἀδικίαν τοῦ κολασθέντος. Τοῦτον δεξάμενος καὶ τὸν σὺν αὐτῷ Ὀρέστην τοῦ αὐτοῦ φρονήματος ὄντα, τῇ σῇ σοφωτάτῃ ὑπάγαγε κρίσει, τοῖς βασιλικοῖς ἐξακολουθῶν θεσπίσμασιν. Ἔρρωσο. » Λαβόντες τοίνυν οἱ στρατιῶται τὰ τοιαῦτα γράμματα, παραλαβόντες δὲ καὶ τοὺς ἁγίους δεδε μένους, εἴχοντο τῆς ὁδοῦ. Ὁ δὲ ἅγιος Εὐστράτιος ἅμα τῷ Ὀρέστῃ ἔψαλλε κατὰ τὴν ὁδόν· « Ὁδὸν δι καιωμάτων σου ᾑρετισάμην. Συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου. » Κ΄. Καὶ πληρώσας τὴν εὐχήν, ἠρώτα τὸν μακά ριον Ὀρέστην λέγων· Ἀδελφέ Ὀρέστα, διήγησαί μοι ἐν ποίᾳ προθυμίᾳ ἐτελειώθη ὁ ἅγιος Αὐξέντιος, καὶ ἐν ποίῳ τόπῳ. Ὁ δὲ ἅγιος Ὀρέστης εἶπεν· Μετὰ τὸ ἀποφήνασθαι τὸν δοῦκα κατ᾿ αὐτοῦ, πολλὰ παρεκάλεσε τοὺς ἀπάγοντας αὐτὸν στρατιώτας, ἵνα ἐλθὼν ἴδῃ τὴν σὴν ἀρετὴν καὶ συντάξηταί σοι. Καὶ οὐδεὶς ἀνέσχετο ἀκοῦσαι αὐτοῦ, ἢ συγχωρῆσαι τοῦτο πράξαι. Ἀλλ᾿ ἐπειδὴ ὥρα ἦν τοῦ ἀρίστου, ἔσπευδον οἱ κοιλιόδουλοι πληρῶσαι τὸ προσταχθέν. Καὶ εὐθὺς ἤγαγον αὐτὸν εἰς τὴν φάραγγα, ἣν ἡμεῖςκαλοῦμεν ὀρώρειαν. Ἐρχόμενος δὲ ὁ ἅγιος κατὰ τὴν ὁδὸν ἔψαλλε· « Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. » Καὶ ἕως αὐτοῦ τοῦ τόπου ἐπλήρωσε τὸν ψαλμόν, καὶ κλίνας τὰ γόνατα, προσηύξατο ἐπὶ πολύ· καὶ ἀπλώσας τὰς χεῖρας αὐτοῦ, ὥσπερ προσφορὰν δεχόμενος, ἔστη καὶ εἶπε τὸ Ἀμήν, καὶ περιβλεψάμενος, εἶδέ με πλησίον αὐτοῦ ἑστῶτα, καὶ καλέσας, εἶπέ μοι ἐν μυστηρίῳ· Ἀδελφέ Ὀρέστα, προσαγόρευσον τὸν κύριον Εὐ στράτιον, καὶ εἰπὲ αὐτῷ ἵνα εὔξηται ὑπὲρ ἐμοῦ καὶ ταχέως με φθάσῃ· ἐκδέχομαι γὰρ αὐτόν. Καὶ οὕτως ἀπεκεφαλίσθη, πάντων τῶν ὑπονοουμένων Χριστιανῶν ἐκδιωχθέντων, καὶ μηδενὸς ἱκανοῦ ὄντος τολμῆσαι προσεγγίσαι τῷ τόπῳ. Παρὰ δὲ τῶν ἐν Ἀρπυράκοις πρεσβυτέρων τὸ ἅγιον αὐτοῦ λεί ψανον ἐν νυκτὶ ἐκλάπη, ἐξ οὗ καὶ τῆς κεφαλῆς μὴ εὑρεθείσης, ἤρξαντο πάντες κλαίειν. Καὶ δὴ καὶ
col. 489–490page 91 of 246

párva ti; lävi za krim bouļi, 12 piese sos bandona im. imu į uzora irridors; a nens að ranın ifteris presbyteri, in qua sarnix saatclamans, vident bi jaceas prige cari dem. m Ağrını zimi, miten und ázoúsz; i kra; Ilsarıı;, klas, « Àisztem zizões ✓ mdat inum, ui tis a “lam 18. mars, TI SULSI zzi qpst;, imus złzona, plan, ti;» Leñar dihaa, sardaran zu tun iz kimi == ìn; 4) izniy = lin. b mun et tam ipsan honoráce msalimsen“. mustalarınt è ĝin sañetas ējas režīņuias, et eas runsturni a dan jarum et insignem. Hzc enn sarcas asset Estratius, devi, et Deen incavit, «äixot Oreste: Perganus nès quique.et ni cum venire destinemus. XII Quinque ameß ŞIR ZZÒN Maneti aŭducti sunt Sebasten: et trift sunt a mñññas: 8. acoņa Lysin spistala. Agrica'aus jums:: 48 ser vari in tatissima custodia: è Ĺe sortenti cum ja Shüte sedisset in fırı pes mbunali in sivitate Se šie jazza, uzhou; in mum bastenrum. „ussit Agricolans inci smetas. Un Ai zmodetru izrie IVY:Mur. in 1x iz hur: b a = xxut in vn, pász; m, za Hanı, nası ur.desert - da idara Itu A. • LiŒmızı, varsa zatem exvitate congregata al cos viienins, fixit Agriesians: Epistača missa ab ilustri Lysia, et quæ est chaseena scriptis mandata szaminate, Hum rulaga wɔhe postṛzın izin lecta sic buratus est Agriomans. Na exist, mes: Enstrati, simääter ressumum in finesse sum.Prinsquam erg facuas periculum, så mine te eficus imperatarum, 40 LOOMIARE. Kemica Dus Ērunt veri sangtis Ens Vada - jaiesingersame leges etiam impera tribus, an 111 ³ Dixit præses: Maxine. Nam e 10. Es servant. Samas fit Eustrations: Thi FFI UL ¡MISs, et ais etiam, pr tecum sunt, is Sengcs KÜS SLE sunt leges. Firit przses: Îar 14M DE ÄNNI.: ragaz ingium buis antequam sis est facere marra kapes 'Dixit sanctus Lastra Dis. Quinam se clatinecie na sgions Cesars Ts putem sosis (1 ictal termine et facts, per FIRRORS WILEM Dauns ni ministretur resano bra, et Kærın kurum igirtel, it at qui imperat, par sumisai si qui parut aņas imperis, uf assequalır en pue raçi:: ant qui park, järsuasus, ma spinte inchi su q hal lay In Da five sa mai; krasun zur nut botë. ") iyaç Elr siz• Xx. Tad 12:ime = da ":: " 1g". iuni, imi sin i was put jie ir E: rursus ide zote mis Lisa • Bảo L ni ky İsmaidas), † motoz. prì ăn sitim ryn inue pía má; às su do, tous i was a day va ɔ quina siquan, tim, i ham, SLAČANI VAFAL Santem, at pres2 ¸I inst misreas metam kizazi, zaçıs sieni quær necha sint Lifensi, it neque peceent prigter mitatem. Erc. 1 quies, ita scripta sunt.an we? Dress Same argi riga Ščem trói in ne Funque serveur faut præses: Et in ta, et in qm 1ės, lages rum ea, qua par est, reverentia recesse IR (USMT?. Šancias 11: Enstratius. Šit erga, Įrığı, was metas, lecitate contemņerz:15, 10 pui “AРɳ \miÙµ³n experientisk mas, veñis pačios žys; Firminaç farkel kus m. in permalar ymam persuntære (ulicans singula ra | Kali' star Sem bie 100 test, absque zla ruinne [xỉ txi mi, zx Rɔn = Si" MUKU" '0 iyaç Erpeza; Tea Pa zaśna syaalais i afro vi.. mpianę moke zien; an. Lina, KCHSIDE 13. jan, sonite, Lac quni veñīs. Frases tun Guns. Ix Wiaczar «ibere. cum gantzar, Micula lle petus shears jar rai in 1.". I ì xa ùi, iziç köyne 12.a. Ma̸Ų, ma i loss ziąsła;, zamanç un ni husmps BN” LÔNG TRzutz, [B'. ' a Lenka Tu u dies III Savecis met Lasy tuIS yn mhas i kanci, znakovi, tai il ne mcridare, majandus PARK, Gn M.

col. 491–492page 92 of 246
PG 116:491εἶπε· Καὶ Θεῷ, καὶ θεοῖς. Ὁ ἅγιος Εὐστράτιος εἶπεν· Μείζονι καὶ ἐλάττοσιν; Ὁ ἄρχων εἶπε· Ναί. Τῷ Διὶ πρότερον, καὶ τότε τῷ Ἀπόλλωνι, καὶ Ποσειδώνι. Ὁ ἅγιος Εὐστράτιος εἶπεν· Τίσι σοφοῖς ἢ ἐξηγηταῖς πειθόμενοι, τούτους εὕρετε προσκυνεῖσθαι; Ὁ ἄρχων εἶπε· Πλάτωνι, Ἀριστοτέλει, Ἑρμῇ, καὶ τοῖς λοιποῖς σοφοῖς, ὧν εἰ ἐγέν νου ἐν πείρα, ἔσεβες ἂν αὐτῶν τὰς μνήμας, ὦ Εὐ στράτιε, ὅπως θαυμαστοί καὶ θεῖοι ὑπάρχουσιν ἄνδρες. Ὁ ἅγιος Εὐστράτιος εἶπεν· Οὐδενὸς τού των ἀμύητος ὑπάρχω, ἀλλὰ πάντων ἐν πείρα γε γένημαι ἐκ νεαρᾶς ἡλικίας· κατώρθωκα γὰρ τὴν μουσικὴν πᾶσαν φιλαρέτου τυχών πατρός. Καὶ εἰ κελεύεις, ἀρξώμεθα πρότερον ἀπὸ Πλάτωνος. Ὁ ἄρχων εἶπεν· Εὑρίσκομεν Πλάτωνα ἐν τῇ πρὸς Τίμαιον βίβλῳ, εἰς τὸν Πειραιά κατελθόντα, προσ ευξόμενον τῇ θεῷ. Δοκεῖ σοι σοφὸς οὗτος εἶναι, ἢ οὔ; Ὁ ἅγιος Εὐστράτιος εἶπεν· Πάνυ καταγινώσκει Πλάτων Διὸς τοῦ Θεοῦ σοῦ, καὶ ἄκουε αὐτὰ τὰ ῥήματα Πλάτωνος. Ἐπειδὴ γὰρ ἀπὸ τοῦ Πειραιῶς ἄρξω καὶ ἀπὸ τῶν πολιτικῶν αὐτοῦ λόγων, ἐν τῷ δευτέρῳ αὐτοῦ βιβλίῳ κεῖται οὕτως· Ὁ Θεός, ἐπειδὴ ἀγαθός, οὐ πάντων ἂν εἴη αἴτιος, ὡς οἱ πολ λοὶ λέγουσιν, ἀλλ᾽ ὀλίγων μὲν τοῖς ἀνθρώποις αἴ τιος, καὶ τῶν μὲν ἀγαθῶν οὐδένα φαμὲν ἄλλον αἴ τιον εἶναι ἢ τὸν Θεόν· τῶν δὲ κακῶν ἄλλα δεῖ ζητεῖν τὰ αἴτια, ἀλλὰ οὐ τὸν Θεόν. Οὐκ ἄρα ἀποδεκτέον οὔτε Ὅμηρον οὔτε ἄλλον ποιητὴν, ὁπότε Ζεὺς ἀγαθῶν τε καὶ κακῶν αἴτιος τέτακται, τὴν τε τῶν ὄρκων καὶ τῶν σπουδῶν σύγχυσιν τὴν κατὰ τῶν Ἀχαιῶν, ἣν ὁ Πάνδωρος συνέχεεν, ἐάν τις τῇ δι᾽ Ἀθηνᾶς τε καὶ Διὸς γεγονέναι· οὐκ ἐπαινεσόμεθα, οὐδὲ θεῶν ἔριν τε καὶ κρίσιν, ἐφ᾽ ἣν αὐτὸς πέποιθε διὰ Θέμιδός τε καὶ Διὸς, οὓς σὺ νομίζεις θεούς· οὐδ᾽ οὖν ὡς Αἰσχύλος λέγει, ὅτι Θεὸς μὲν αἰτίαν φύει βροτοῖς, ὅτ᾽ ἂν κακῶσαι δῶμα Παμπήδην θέλῃ. Καὶ οὐδένα θέλει Πλάτων κατὰ τὴν ἑαυ τοῦ πόλιν οὔτε νεώτερον οὔτε γέροντα λέγειν τι καὶ ἀκούειν περὶ αὐτοῦ. Οὔτε γὰρ θεμιτὸν Θεὸν πατραλοίαν γεγενῆσθαι, ὡς ὁ Ζεὺς οὗτος ὁ παρ᾽ ὑμῶν σεβόμενος τὸν ἑαυτοῦ πατέρα ἐποίησε τὸν Κρόνον, ἐκ τῶν οὐρανῶν ῥίψας καὶ συντρίψας αὐτόν, οὔτε κύκνον γενέσθαι, ὅπως σοφίσηται θνητὴν γυναῖκα καὶ φθείρῃ αὐτήν. Ἀλλὰ πρὸς τούτοις πάνυ ἀπεχθάνεται Πλάτων Διὶ τῷ Θεῷ σου, ὅτι ὀδυρμῷ καὶ γυναικώδει μανίᾳ συσχεθεὶς ὁ Ζεὺς ὁ θεός σου, δι καστὰ, ὀδύρεται τὸν θάνατον τοῦ Σαρπηδόνος. Ἢ οὐκ ἔστιν οὕτως, ἢ οὐ γέγραπται ἐν τοῖς βιβλίοις ὑμῶν ταῦτα τὰ μυθικά; Εἰ δὲ αὐτὸς Πλάτων ὁ σο φὸς ὑμῶν συγγραφεὺς ἀπείπατο τοῦτον εἶναι Θεόν, καὶ παρεκελεύσατο μηδένα ἀνθρώπων ἀρετῆς φρον τίζοντα μιμεῖσθαι τὰ τοιαῦτα πάθη, διατί πρὸς ἃς αὐτοὶ ἑάλωσαν πράξεις ὑμεῖς ὑποκύπτετε, καὶ ἡμᾶς ἀναγκάζετε τούτοις προσκυνεῖν; ΚΓ'. Ὁ ἄρχων εἶπεν· Ἀνέχομαί σου τοῦ θράσους, Εὐ στράτιε, τῆς προσούσης μοι ἕνεκεν φιλανθρωπίας· λέ γε οὖν ἡμῖν καὶ σύ, ὅστις ὑπάρχει ὃν σέβει Θεόν, πῶς ἄνθρωπος ὤν, καὶ ὑπὸ δίκην ἀχθεὶς καὶ σταυρωθείς, Θεὸς ὑμῖν νενόμισται. Ὁ ἅγιος Εὐστράτιος εἶπεν· Εἰ προστάττεις καὶ ἀνεξικάκως ἀκούεις, ἐρωτήσωμεν
col. 493–494page 93 of 246
PG 116:493πρότερον λογισμῷ τὸ προκείμενον, καὶ τὸ τῆνικαῦτα κατὰ τάξιν λέξω ὅπερ ἐπεζήτησας. Ὁ ἄρχων εἶπεν· Ἅπαξ δοθείσης σοι ἀδείας εὐκαίρως, ἀκαίρως λέγειν, ὁ βούλει φράσον ἡμῖν. Ὁ ἅγιος Εὐστράτιος εἶπεν· Πάντα ἄνθρωπον τὸν εὖ φρονοῦντα προσήκει δίκαιον ἡγεῖσθαι τὸν Θεὸν, ἀκατάληπτον, ἀνείκαστον, ἀναλλοίωτον, ἀνεκδιήγητον, πάσης δυνάμεως ἀνωτέρω κεκτημένον τὰ θεῖα αὐτοῦ πλεονεκτήματα. Ἢ οὐχ οὕτω σοι δοκεῖ, σοφώτατε δικαστών; Ὁ ἄρχων εἶπεν· Οὕτως οἶ— Ὁ ἅγιος Εὐστράτιος εἶπεν· Προσθήσομεν πάντων ἕνεκεν καὶ ἀνελλιπῆ αὐτὸν εἶναι. Ὁ ἄρχων εἶπεν· Ἐκ παντός. Ὁ ἅγιος Εὐστράτιος εἶπεν· Τί οὖν; δώσομεν καὶ ἑτέρους εἶναι θεοὺς καὶ τῆς τοιαύτης ἀφθάρτου οὐσίας καὶ τούτους ἐντὸς καθεστάναι λέξομεν, κἂν μικρὸν τῆς εὐμοιρίας ταύτης ἐνδεεῖς ὦσιν; Οὐκ οἶμαι νομίζεσθαι αὐτοὺς παρ' ἀνθρώπων· ἀνελλιπὲς γὰρ τὸ θεῖον, ὡς προείρηται, ὃ καὶ πᾶσιν ἀνθρώποις πιστεύεσθαι καὶ προσκυνεῖσθαι ὀφείλει. Ὁ ἄρχων εἶπεν· Οὕτως ἔχει. Ὁ ἅγιος Εὐστράτιος εἶπε· Τί οὖν, οἱ πολλοί σου θεοὶ τῶν ἀχράντων τούτων καὶ ἀθανάτων πλεονεκτημάτων ἐντὸς ὑπάρχουσιν, ὡς ὑμεῖς λέγετε, καὶ ἰσοδυναμοῦσιν ἀλλήλοις οἱ κατ' οὐσίαν μὴ διεστηκότες; Καὶ εἰ οὕτως ἔχει, οἱ εἰς μίαν κορυφωθέντες θεότητα, δυνάμεώς τε καὶ ἀρχῆς ἰσομοιροῦντες μὴ λεγέσθωσαν θεοὶ μείζονες καὶ ἐλάττονες, ἀλλὰ Θεὸς ἐν ἀσυγκρίτῳ δυνάμει, μεμονωμένον τῆς θεότητος ὄνομα ἔχων, καὶ μὴ νομιζέσθωσαν παρ' ὑμῖν ὁ μὲν οὐρανὸν οἰκεῖν, ὁ δὲ θάλατταν, ὁ δὲ τὰ καταχθόνια. Ἢ οὐχ οὕτως σοι δοκεῖ; ΚΔ΄. Μὴ δυνάμενος δὲ πρὸς ταῦτα ἀντιλέγειν ὁ ἄρχων, ἐπὶ πολὺ ἐσιώπα· μόλις δὲ τελευταῖον ἀπεκρίνατο λέγων· Ἐάσας τοὺς συλλογισμούς τούτους, καὶ μακρὰν χαίρειν εἰπὼν τῇ πιθανολογίᾳ σου, ὃ ἐρωτήθης δίδαξον, πῶς ἐσταυρωμένον σέβεσθε Θεόν. Ὁ ἅγιος Εὐστράτιος εἶπεν· Ἄρξομαι κατὰ τὸν σὸν ποιητὴν Ἡσίοδον· Ἐν ἀρχῇ ἦν Ἔρεβος καὶ Χάος, τουτέστι ζόφος καὶ βυθὸς ὑδάτων. Ὁ οὖν Θεὸς διακοσμήσας τήνδε τὸν κόσμον, οὐκ ἐξ ὑποκειμένης ἢ προϋπαρχούσης ὕλης, ἀλλὰ ἅπαντα ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παραγαγών, λόγῳ καὶ κελεύσει τὴν κτίσιν πᾶσαν δημιουργήσας, ἐποίησε καὶ τὸν ἄνθρωπον κατ' εἰκόνα ἑαυτοῦ καὶ ὁμοίωσιν, ἄρχειν τε καὶ ἀπολαύειν τῆς ὁρωμένης κτίσεως, καὶ βασιλεύειν πάντων τῶν θηρίων τε καὶ τῶν κτηνῶν καὶ πετεινῶν καὶ ἐναλίων, ὃν ἐδοῦντο καὶ αἱ ὑπερκόσμιοι δυνάμεις, καὶ τῶν ἀγγέλων τὰ τάγματα. Εἷς δέ τις τῶν ἀρχαγγέλων, καὶ αὐτὸς πρωτεύων τάγματος ἀγγέλων, προαιρέσει ἰδίᾳ ἀφηνιάσας κατὰ τοῦ πεποιηκότος αὐτὸν, καὶ ὑπερηφανευσάμενος, ἀπεβλήθη τῆς τάξεως αὐτοῦ, καὶ τῆς προσεδρίας τοῦ Θεοῦ μετὰ τοῦ τάγματος αὐτοῦ. Τότε τοίνυν διὰ τὴν τοιαύτην αὐτοῦ ἀπείθειαν, ἔῤῥιψεν αὐτὸν ὁ Θεὸς τῆς ἄνωθεν ἐξουσίας, τῆς ἀγγελικῆς δόξης στερήσας αὐτόν. Τὸν δὲ ἄνθρωπον ἐν τῷ παραδείσῳ ἔθετο, ἐντολὴν αὐτῷ δεδωκώς, γυμνάζουσαν πρὸς ὑπακοήν, ἔχεσθαι μὲν καὶ ἀπολαύειν πάντων τῶν ἐν τῷ παραδείσῳ καρπῶν, ἑνὸς δὲ μόνου φυτοῦ ἀπέχεσθαι, ἀγώνισμα αὐτῷ τοῦτο ἐνστησάμενος, ὡς εἰ ἄρα προσεδρεύοντος τοῦ οὐκ ἔτι ἀγγέλου, ἀλλ' ἀπο-
col. 495–496page 94 of 246
PG 116:495στάτου καὶ πονηροῦ δαίμονος, καὶ πάντα μηχανωμένου κατ' αὐτοῦ, δυνηθῇ ὁ πρῶτος ἄνθρωπος οὗτος μὴ παραβῆναι τὴν ἐντολὴν τὴν δοθεῖσαν αὐτῷ παρὰ τοῦ Θεοῦ, καὶ καταισχύνῃ τὸν ἀντίπαλον τὸν φθονήσαντα αὐτῷ διὰ τὴν ὑπερβάλλουσαν τιμήν, ὡς εἰ τούτου γενομένου, ἀθάνατον εἶναι τὸν ἄνθρωπον, ἐν ἀφθαρσία διαιτώμενον· εἰ δὲ μή γε, οὐκ ἔτι ἐᾶσθαι αὐτὸν ἐν τῷ παραδείσει εἶναι, ἀλλ' ἐξορισθέντα βιοῦν καὶ ἀποθνήσκειν. Ὁ οὖν ἀντικείμενος δαίμων, φθόνῳ κατὰ τοῦ ἀνθρώπου φερόμενος, ποικίλαις μαγγανείαις κατ' αὐτοῦ ἐχρῆτο, καὶ διὰ συνεργίας τοῦ ὄφεως ἀπατήσας τὴν γυναῖκα τοῦ πρωτοπλάστου, δι' αὐτῆς παρήγαγε καὶ αὐτὸν παραβῆναι τὴν ἐντολήν· ὡς ἐντεῦθεν ἐξόριστον γενόμενον τοῦ παραδείσου ὑπὸ τοῦ Παντοκράτορος εἰς κόπους ἱδρώτων καὶ φθορὰν ἀχθῆναι. Εἴχετο οὖν τῆς νίκης ὁ πονηρὸς καὶ ἐνεκαυχᾶτο ἐπὶ τῇ τοιαύτῃ παραβάσει, ὡς ὑπεξούσιον λαβὼν τὸν ἄνθρωπον· καὶ λοιπὸν πληθύνοντος τοῦ γένους τῶν ἀνθρώπων, ὥσπερ τύραννος πᾶσαν κατεδουλώσατο ψυχὴν, καὶ εἰς ἀπώλειαν διέφθειρεν. ΚΕʹ. Ὅθεν, περὶ πολλὰς ἀπωλείας ἐξοκειλάντων αὐτῶν, κατακλυσμῷ τὴν γῆν ἐσκέπασεν ὁ Θεὸς, ἀπολέσας πᾶσαν ψυχὴν ζῶσαν. Νῶε δέ τινα ἄνδρα δίκαιον, καλῶς ἀγωνισάμενον κατὰ τοῦ πονηροῦ τούτου δαίμονος καὶ μὴ ἡττηθέντα, διεφύλαξεν ὁ Θεὸς ἐν λάρνακι ξυλίνῃ μετὰ γυναικὸς καὶ τέκνων. Ἀποκαταστήσας δὲ πάλιν πᾶσαν τὴν γῆν εἰς τὸ ἀρχαῖον σχῆμα, ὥσπερ τινὰ πολίτην νικητὴν τοῦτον αὖθις ἐν τῇ γῇ ἔθετο. Καὶ δὴ χρόνοις ὕστερον πληθυνόντων τῶν ἀνθρώπων, πᾶσα ἀσέβεια προέκοπτε, καὶ πάντες ἐχειροῦντο τοῖς ἁμαρτήμασι, καὶ ὑπήγοντο τῷ θανάτῳ, καὶ ἐν τῷ ᾅδῃ κατείχοντο δέσμιοι, ἐταζόμενοι εἰς ἀπώλειαν ὑπὸ τοῦ πονηροῦ τούτου διαβόλου. Ἐσπλαγχνισθεὶς οὖν ὁ πλάσας ἡμᾶς Θεὸς, καὶ μηκέτι ἐπὶ πολὺ παριδεῖν ἐθέλων τὸ ἑαυτοῦ ποίημα, πρῶτον ἐχαρίσατο τὴν σύνεσιν ταύτην τοῖς Ἕλλησιν, εἴ πως ἀκλινεῖ τῷ τῆς ψυχῆς ὄμματι ἐπιγνῶσι τὸν μόνον παντοκράτορα Θεόν, καὶ περιγένωνται τοῦ ἀντιτεταγμένου δαίμονος. Οὗτοι δὲ, εἰ καὶ ἔδοξαν μικρόν τι διανῆψαι καὶ ἐπιστῆναι τῇ θεοσεβεῖ πορείᾳ, ἀλλ' ὅμως ὥσπερ ἐν σκιᾷ λογισμῷ μόνῳ φαντασθέντες, ἄλλην ἄλλως τοπάσαντες, πάντως αὖθις τῇ προγονικῇ ὑπέπεσον πλάνῃ, ἡττηθέντες καὶ αὐτοὶ εἰς δεισιδαιμονίαν καὶ εἰς χείρονα ἐκπεσόντες ἀσέβειαν, καὶ ἀδιέκβατον πλανηθέντες ὁδόν. Ἀλλ' οὐδ' οὕτως ἀνέσχετο ἡ ἵλεως καὶ πολυύμνητος τοῦ Θεοῦ δύναμις κεῖσθαι ἡμᾶς ἐν τῷ παραπτώματι· ὅθεν καὶ νόμον ἔδωκε, καὶ προφῆτας ἐξαπέστειλε, πολυτρόπως τε ὑπέδειξε τῷ ἔθνει τῶν Ἑβραίων τὴν σωτήριον ὁδόν. Καὶ πάντες ἀναχαιτιζόμενοι, τῇ προγονικῇ περιεπείροντο ἀσθενείᾳ, καὶ πάντες ὑπέκειντο τῷ θανάτῳ διὰ τὴν ἁμαρτίαν. Ἐδικαίωσεν οὖν τὸ ἴσον ἡμῖν ἀγώνισμα αὐτὸ ἀναδέξασθαι ὁ Δεσπότης ἡμῶν Θεὸς Λόγος, καὶ ὑποδεῖξαι ἡμῖν τὴν κατὰ τοῦ ἀντιπάλου νίκην. Κατὰ πάντα ἴσος ἡμῖν γενόμενος χωρὶς ἁμαρτίας, καὶ ταπεινώσας ἑαυτὸν, καὶ ὁμοίαν ἡμῶν τῶν δούλων αὐτοῦ μορφὴν λαβών, ἐτέχθη ἐκ τῆς ἁγίας Παρθένου, μὴ τραπεὶς τῇ θεότητι, ἀλλὰ φορέσας τὴν τοῦ προβάτου δορὰν διὰ τὴν τοῦ λύκου πρόοδον. Εἰ γὰρ διὰ τῆς
col. 497–498page 95 of 246
PG 116:497ἄνωθεν θείας αὐτοῦ δυνάμεως επάταξε τὸν ἀντικείμενον τοῦτον· ἡδύνατο γὰρ ὡς πάντα δυνάμενος, ἃ ἐμοὶ ἦν ἀδύνατα· ἀλλ᾽ οὐκ ἔδωκεν αὐτῷ καιρὸν ἀπολογίας λέγειν · ὅτι Ανθρωπον ἐνίκησα, καὶ ὑπὸ Θεοῦ ἐνικήθην. Καὶ εὐαπολόγητος ἂν ὑπῆρχεν, ὡς εἰδὼς ὅτι θεῷ μεν πάντα ἐφικτά, ἐμοὶ δὲ τῷ τὸ σῶμα περιβεβλημένῳ τοῦτο κατορθῶσαι ἀδύνατον. Οἰκονομίας οὖν ἕνεκεν τὴν ἡμετέραν ὁ Δεσπότης Χριστὸς ἀνέλαβε σάρκα, ἵνα τὸ ὑπὲρ ἡμῶν ἀποτίση χρέος. ΚϚ'. Λάβωμεν δὲ καὶ εἰκόνα, δικαστά, ὁμοίαν ταύτης μου τῆς διηγήσεως. Εάν σὺ αὐτὸς ὁ κύριος τῆσδε τῆς πόλεως, ἄρκτον ἢ ἄλλο τι τῶν θηρίων ἐπελθὸν τῇ πόλει θεάσῃ, καὶ ἐρεῖς τῷ δούλῳ σου, Παρελθὼν φόνευτον αὐτὸ, ἐκεῖνος δὲ τῷ σῷ προστάγματι δουλεύσας, καὶ προσελθὼν ἀτέχνως καταβληθῇ ὑπὸ τοῦ θηρίου καὶ ἀναλωθῇ· μή τι ἀνέχῃ ἔτι ἐκ δευτέρου ἄλλῳ δούλῳ σου τὸ τοιοῦτο προστάξαι ἀγώνισμα, ἡ καταγνώναι τῆς ἐκείνου ἥττης, μᾶλλον δὲ ἀπωλείας ; καὶ οὐκ ἵνα μὴ φανῆς ἀδύνατα προστάσσων, παρορᾶς καὶ τοὺς συνόντας σοι συμμάχους, οὐ κέχρησαι δὲ οὔτε ἵππῳ οὔτε ὅπλοις τισίν, ἔχων καὶ δυνάμενος πάντα, ἀλλὰ διὰ τοὺς λοιποὺς σου δούλους, ἔμπροσθεν αὐτῶν ἴσος τῷ ἐπιταγέντι πάλαι καὶ ἡττηθέντι δούλῳ γενόμενος, ὡς ἐκεῖνος γυμνὸς ἐκτὸς οἰκτοῦν βοηθείας, προσέρχῃ τῷ θηρίῳ τούτῳ, καὶ πατάξας αὐτὸ, τὸ τηνικαῦτα τῆς μὲν τοῦ ἀναλωθέντος οἰκέτου ταλαιπωρίας ἐπὶ πάντων καταγνώσῃ, διδάξεις δὲ τοὺς λοιποὺς ὁμοίῳ ὁρμήματι καὶ ἐμπειρίᾳ κεχρῆσθαι, ὁσάκις ἐὰν τύχῃ τῷ τοιούτῳ προσιέναι συναντήματι, καὶ ἀπειλήσεις τότε, εἰ μὴ ἴσως, τῇ ὑποδειχθείσῃ αὐτοῖς νήψει χρήσονται διηνεκώς, καὶ φυλάξουσιν ἑαυτοὺς καὶ τὰ ἑαυτῶν. Εἰ δὲ ἀμελήσειαν, ἀπειλήσεις καὶ πρὸς ἀναπολόγητα αὐτοὺς ἔσεσθαι, καὶ ὑπὸ τιμωρίαν μεγάλην ἀχθήσεσθαι · τοὺς δὲ ἀνδριζομένους καὶ μιμουμένους τὴν σὴν τοῦ δεσπότου ὑποδειχθεῖσαν αὐτοῖς ἀρετὴν ὑπὸ τιμὴν πολλὴν καὶ δορυφορίαν ἔσεσθαι, ὡς καλῶν φύλακας καὶ γενναίους στρατιώτας. ΚΖ'. Οὕτως οὖν καὶ ὁ Δεσπότης ἡμῶν Χριστός, ὁ Σωτὴρ πάντων, τῶν αὐτοῦ δούλων ἐν τῇ κατὰ τοῦ Σατανᾶ τούτου πάλῃ τοῦ παρ᾽ ὑμῶν σεβομένου ἡττηθέντων καὶ συντριβέντων ὑπ' αὐτοῦ, αὐτὸς ἀῤῥήτῳ τινὶ καὶ μυστικῇ οἰκονομίᾳ ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν ἐν Παρθένῳ ἁγίᾳ καὶ σεμνῇ, καὶ ἐν πᾶσιν ὁμοιοπαθὴς ἡμῖν γενόμενος χωρὶς ἁμαρτίας, καὶ ἐν τῷ θεάτρῳ τοῦ βίου τούτου προελθὼν ἔλαθε τὸν τύραννον ἐν τῇ ἑκουσίῳ αὐτοῦ καὶ παντόφῳ καὶ σωτηρίῳ ἡμῖν ταπεινώσει, καὶ τὸν ἀλιτήριον τοῦτον δαίμονα τὸν παρ' ὑμῶν, ὡς προείρηται, νῦν σεβόμενον καταδραμόντα συνήθως κατ' αὐτοῦ ὡς κατὰ ἀνθρώπου ψιλοῦ, ἐχειρώσατο, καὶ ὤλεσε πᾶσαν αὐτοῦ τὴν δύναμιν διὰ τοῦ τιμίου αὐτοῦ καὶ σωτηρίου πάθους τοῦ ἐν τῷ σταυρῷ, παιδεύσας καὶ ἡμᾶς, θεωρητὰς γενομένους τῆς νίκης αὐτοῦ, ἐν ἴσῳ τῷ ὑπογραμμῷ ἀντιμάχεσθαι, καὶ τὴν δύναμιν αὐτοῦ καταβάλλειν. Αὐτὸς οὖν τὰ ἡμέτερα ἀνεδέξατο πάθη, καὶ τὴν ἑαυτοῦ ἀπάθειαν ἐδωρήσατο ἡμῖν· καὶ τοῖς ἐν τῇ γῇ καὶ τοῖς ἐν τῷ ᾅδῃ τὴν ἀνάστασιν χαρισά-
col. 499–500page 96 of 246
PG 116:499μενος, καὶ διδάξας ἡμᾶς, τῆς υἱοθεσίας καταξιωθέντας, ἀήττητον τὴν κατ᾿ αὐτοῦ χεῖρα φέρειν, εἴπερ ἀγωνισόμεθα, στεφανούμεθα. Τῷ οὖν σώματι ἡττώμεθα, καὶ νικῶμεν τῷ πνεύματι· πίπτομεν εἰς φθορὰν, καὶ εἰς ἀφθαρσίαν μεθίσταται ἡμῖν ἡ τοιαύτη πτώσις, λέγω δὴ τοῦ θανάτου. Ἀποστρεφόμεθα οὖν τὴν μεθ᾿ ὑμῶν τὴν δίκην ἀλόγων ζώων ζώντων ζωὴν καὶ δίαιταν, καὶ τὴν ἀγγελικὴν ἐπιζητοῦμεν ἀϊδιότητα. Οὐ βλέπομεν κάτω εἰς γῆν ὁμοίως τοῖς κτήνεσιν, ἢ καὶ ὡς οἱ κτηνώδεις ὀνομαζόμενοι ἄνθρωποι· ἀλλ᾿ ὄρθιοι εἰς τὸν οὐρανὸν ἀνανεύομεν, ὅπου ἡμῖν τὸ πολίτευμα ὑπάρχει· διαγωγὴν τὴν ἐκεῖ καὶ ἐν σώματι ὄντες ἀσπαζόμεθα, καὶ πνευματικὴν πολιτείαν ἐπανῃρήμεθα. Οἴδαμεν τὸν ἀκατάλλακτον τῆς ψυχῆς ἡμῶν καὶ τοῦ σώματος διηνεκῆ πόλεμον, καὶ λογισμῷ σώφρονι χρώμενοι τὴν πρὸς τὸ θνητὸν τοῦτο σῶμα ἀποστρεφόμεθα κοινωνίαν τῶν παθῶν, καὶ τοὺς γαργαλισμοὺς αὐτοῦ καὶ τὰς ἡδυπαθείας πάνυ εὐτόνως παραιτούμεθα, καὶ ὑπερπηδᾶν τῷ λογισμῷ, καὶ νεκροῦν τὰ μέλη διὰ καρτερίας καὶ ἀποχῆς τῶν ἡδέων ἀεὶ γυμναζόμεθα. Καθαραῖς δὲ καὶ διαυγέσι μνήμαις ταῖς πρὸς τὸν Κύριον ἡμῶν κεχρήμεθα, καὶ λόγος ἡμῖν πηγάζει ἀθόλωτος, λογικαί τε δυνάμεις ἀπαρεμποδίστως ἐνεργοῦσιν εἰς ἡμᾶς. Ταῦτα καὶ πλείονα τούτων ὁ Χριστὸς ἐνανθρωπήσας ἐχαρίσατο ἡμῖν. Ὑμεῖς δὲ φιλοσωματεῖτε, καὶ φιλοσωματοῦντες, εἰκότως θεοὺς ἀναγορεύετε τοὺς δεδρακότας τὰ ἄτιμα τῆς αἰσχύνης ἔργα, καὶ εἴδωλα αὐτῶν στήσαντες σέβεσθε, καὶ τῆς τῶν οὐρανίων ἀρετῶν συναφείας ἠλλοτρίωσθε, καὶ ὀδυνᾶσθαι καθ᾿ ἑκάστην οὐ μόνον ἐπὶ ταῖς ἀτυχίαις, ἀλλὰ καὶ ἐπὶ ταῖς ὑπερόγκοις καὶ ὀνειροπόλοις τοῦ βίου τούτου εὐτυχίαις. Ὑμεῖς οὐ μόνον σώματι, ἀλλὰ καὶ ψυχῇ ἀποθνήσκετε· ἡμεῖς δὲ ἅμα τῷ ζῶντι πνεύματι καὶ τὸ σῶμα, τὸ τοῖς πᾶσι κοινῇ λυόμενον φθορᾷ, ψυχαγωγεῖσθαι αὖθις καὶ εἰς ἀθανασίαν οὐσιοποιεῖσθαι ὑπὸ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐδιδάχθημεν. Ταῦτα τοίνυν ἐν ἐπιτόμῳ διεξῆλθον, ἵνα καὶ τῷ σοφῷ τοῦ Πλάτωνι πεισθεὶς, καὶ παρ᾿ ἐμοῦ τἀληθῆ διδαχθείς, ἀποτάξῃ τῷ πατραλοίᾳ Διὶ τῷ θεῷ σου, τῷ ἐπαφροδίτῳ κύκνῳ, τῷ πολλὰ κλαίοντι ἐπὶ τῷ θανάτῳ τῶν τέκνων αὐτοῦ. ΚΗ΄. Ἀγρικόλαος εἰπεῖν· Οὐκ οἷοί τε καθεστήκαμεν ἡμεῖς τὰς τῶν μεγάλων καὶ θειοτάτων βασιλέων ἀρετὰς διαγινώσκειν, ἀλλὰ μόνον εἴκειν τοῖς προστάγμασι τῶν κρατούντων. Ὅθεν πάσης περιττολογίας καὶ ἀναβολῆς ἀργούσης ἀποστὰς, προσελθὼν θύσον τοῖς θεοῖς· ἐπεὶ πειραθήσῃ βασανιστηρίων ὀργάνων, ὧν οὐ πώποτε ἤκουσας. Ὁ ἅγιος Εὐστράτιος εἶπεν· Τί οὖν κόπους ἡμῖν παρέσχες, καὶ μὴ πρὸ πολλοῦ τοῦτο εἰργάσω; Τότε κελεύει κλίνην σιδηρᾶν ἐνεχθῆναι, καὶ ὑποστρωθῆναι πῦρ πολύ, ὥστε αὐτὴν πυρακτωθεῖσαν σπινθηρικώδη γενέσθαι· καὶ τὸν ἅγιον Ὀρέστην πρῶτον ἐπ᾿ αὐτῇ ἐπιτεθῆναι κελεύσας, λέγει πρὸς τὸν ἅγιον Εὐστράτιον· Δίκαιόν ἐστι τὰς μενούσας σε τιμωρίας πρῶτον ἐν ἄλλοις θεωρῆσαι, καὶ τὸ τηνικαῦτα ὑπομεῖναι τὴν βάσανον, ἵνα εὐσταθεστέραν τὴν καρτερίαν ἀνε-
col. 501–502page 97 of 246
PG 116:501πιδείξῃ. Ο δὲ ἅγιος Ορέστης ἀπαγόμενος, ἐδειλίασε καὶ προσεσχηκὼς τῷ ἁγίῳ Εὐστρατίῳ εἶπεν· Εὖξαι ὑπὲρ ἐμοῦ, ὅτι κάμνει μου ὁ λογισμός. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· Μὴ ὀλιγώρει, ἀδελφὲ Ορέστα· ἡ θέα γὰρ μόνον ἔχει τὸν φόβον· αἴσθησις δὲ οὐ μὴ σοι γένηται, ἐὰν θαῤῥῶν προσέλθῃς· παρίσταται γὰρ ἡμῖν ὁ Θεὸς βοηθῶν καὶ ἀντιλαμβανόμενος. Μέμνησο τῆς γενναιότητος τοῦ ἁγίου Αὐξεντίου καὶ τῶν λοιπῶν ἁγίων, καὶ μὴ χείρων τινός φανῇς· μικρὸν γὰρ, μικρὸν ὅσον καὶ ἐκλείψει ταῦτα· μένει δὲ ἡμῖν ἐν οὐρανοῖς θησαυρὸς ἀτελεύτητος. Ταῦτα ἀκούσας ὁ Ορέστης ἐθάρσησε, καὶ ἀνδρείῳ τῷ φρονήματι προσελθὼν ἥλατο, καὶ ἔστη ἐπάνω τοῦ πυρακτωμένου κραββάτου ἐκείνου, καὶ κατασφραγίσας ἑαυτὸν, παραυτίκα ἀνακλιθείς, ἡπλώθη ὅλῳ τῷ σώματι ἐπὶ τοῦ πυρὸς, καὶ οὕτω κράξας φωνῇ μεγάλη, Κύριε, εἰς χεῖρας σου παρατίθημι τὸ πνευμά μου, παρέδωκε τὴν ψυχήν. Ἐπεφώνησε δὲ αὐτῷ ὁ ἅγιος Ευστράτιος τὸ Ἀμήν. Καὶ μετὰ ταῦτα προσέταξεν ὁ ἡγεμὼν τὸν ἅγιον Ευστράτιον εἰς τὴν φρουρὰν εἰσενεχθῆναι. Ἀχθεὶς δὲ εἰς τὴν φυλακήν, καὶ τὰς συνήθεις τῷ Θεῷ ἀναπέμψας εὐχάς, ἐκάλεσε τὸν συνόντα αὐτῷ οἰκέτην, καὶ λέγει αὐτῷ· Φέρε, τέκνον, διάθωμαι· ἐλπίζω γὰρ κἀγὼ τῇ αὔριον παραστῆναι τῷ Δεσπότῃ μου Χριστῷ. ΚΘ'. Ἐνεχθέντος δὲ αὐτῷ χάρτου, διέθετο σημάνας ἐν αὐτῷ, ὥστε τὸ ἅγιον αὐτοῦ λείψανον εἰς τὴν Ἀραυρακηνῶν ἀποκομισθῆναι πολίχνην καὶ κατατεθῆναι ἐκεῖ. Μηδενὶ δὲ ἐξεῖναι τὸ σύνολον ἅπτεσθαι τούτου, ἀλλὰ σῶον αὐτὸ κατατεθῆναι ἐν τόπῳ τινὶ καλουμένῳ Ἀναλιβόζορα ἅμα τοῖς τελειωθεῖσι σὺν αὐτῷ ἁγίοις Εὐγενίᾳ, Μαρδαρίῳ, Ὀρέστῃ καὶ Αὐξεντίῳ. Ἐπειδὴ οἱ ἅγιοι οὗτοι καθώρκωσαν τὸν ἅγιον Εὐστράτιον ὅτε κατασχέθησαν, ὥστε μετὰ τὸ τελειωθῆναι αὐτοὺς πρὸς τῷ ἁγίῳ αὐτοῦ λειψάνῳ καὶ τὰ τούτων κατατεθῆναι λείψανα σῶα καὶ ὁλόκληρα, καὶ τὸ ἐν Ἀρπυράκοις δὲ κτῆμα προσέταξεν εἰς ἀποτροφὴν τῶν μελλόντων παραμένειν τῇ ὑπηρεσίᾳ τοῦ μαρτυρίου αὐτῶν προσκαρτερεῖν· τὴν δὲ λοιπὴν πᾶσαν κινητὴν οὐσίαν, τὴν μὲν ἡμίσειαν πένησι διανεμηθῆναι, τὴν δὲ ἄλλην ταῖς ἀδελφαῖς αὐτοῦ παρασχεθῆναι, τοὺς δὲ οἰκέτας ἐλευθερίας τυχεῖν, λαβόντας καὶ λεγάτα. Τοῦτο δὲ διατυπώσας ἐνήστευσεν ὅλην τὴν ἡμέραν ἐκείνην. Λ'. Ὁ δὲ ἐπίσκοπος τῆς Σεβαστηνῶν πόλεως τῷ τότε χρόνῳ ἀποκρυπτόμενος ἦν διὰ τὸν διωγμόν. Ὅς τις ἐλθὼν ἐν τῇ νυκτὶ ἐκείνῃ πρὸς αὐτόν, καὶ χρήματα δοὺς τοῖς φυλάττουσιν, ἠξίωσεν ἐπισκέψασθαι τὸν ἅγιον Εὐστράτιον, ἦν γὰρ ἀκούσας περὶ τῆς σοφίας αὐτοῦ καὶ πολλῆς παῤῥησίας, καὶ ὅπως κατήσχυνε τὸν ἄρχοντα μετὰ τῶν θεῶν αὐτοῦ· καὶ εἰσελθὼν ἔσω, καὶ ἑωρακὼς αὐτόν, ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ ἐδεήθη αὐτοῦ εἰρηκώς· Μακάριος εἴ, τέκνον Εὐστράτιε, ὅτι οὕτως ἐνεδυναμώθης ὑπὸ τοῦ φιλανθρώπου Θεοῦ. Μέμνησο δὲ καὶ ἐμοῦ, δέομαί σου. Ὁ δὲ ἅγιος Ευστράτιος ἀπεκρίνατο· Μὴ ποίει οὕτω, Πάτερ πνευματικὲ κύριε, ἀλλ᾽ εἰς τὴν ἐπικειμένην σοι ἀξίαν ἀποβλέπων παρ᾿ ἡμῶν ἐκδέχου τὸ τοιοῦτον πληροῦσθαί σοι χρέος. Καθεσθέντων οὖν
col. 503–504page 98 of 246
PG 116:503αὐτῶν, ὁ ἅγιος Εὐστράτιος εἶπε τῷ ἐπισκόπῳ· Ἐπειδή μέλλω τῇ αὔριον χάριτι Θεοῦ ὥρᾳ τρίτῃ πορεύεσθαι πρὸς τὸν Δεσπότην μου Χριστὸν (καὶ ἔγνων τὴν προκειμένην μοι ὁδόν· τοῦτο γάρ μοι ἀπεκαλύφθη φανερῶς), λαβὼν τὸν χάρτην τοῦτον τῆς διατυπώσεώς μου ἀνάγνωθι. Ἀνεγνωκότος δὲ αὐτοῦ, ἠξίωσε καὶ αὐτὸν τὸν ἐπίσκοπον ὑποσημήνασθαι μετὰ τῶν συνόντων αὐτῷ κληρικῶν, καὶ ὥρκωσε πρὸς τὸ αὐτὸν ἐκεῖνον σκυλέντα ἀποκομίσαι τὰ λείψανα αὐτοῦ τε καὶ τοῦ ἁγίου Ὀρέστου εἰς τὴν χώραν αὐτῶν, καὶ καταθέσθαι, ὡς διετάξατο μετὰ τῶν λοιπῶν λειψάνων ἐν τῷ περιεχομένῳ ἐν τῇ διαθήκῃ τόπῳ, καὶ τὰ λοιπὰ ἕκαστα πληρῶσαι· εἰρηκὼς τὸν μισθὸν ὑπὲρ τοῦ τοιούτου καμάτου πληρούσθαι αὐτῷ ὑπὸ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῇ μέλλουσῃ ζωῇ. Συνθεμένου δὲ τοῦ ἐπισκόπου ταῦτα ποιεῖν ἕκαστα, ἠξίωσεν αὐτὸν τοῦ τὴν ἁγίαν κοινωνίαν δέξασθαι παρ' αὐτοῦ. Ἔλεγε γάρ, ὅτι· Ἀφ' οὗ κατεσχέθην οὐκ ἐκοινώνησα. Τῆς προσηκούσης τοίνυν ὑπηρεσίας ἐνεχθείσης, καὶ πληρωθείσης τῆς ἀναιμάκτου θυσίας, προσελθὼν ὁ ἅγιος Εὐστράτιος ἐδέξατο τὸν οὐράνιον μαργαρίτην, καὶ αἰφνίδιον ὥσπερ ἀστραπὴ ἔλαμψεν ἐν τῇ φυλακῇ, καὶ φωνὴ ἦλθε λέγουσα· Εὐστράτιε, καλῶς ἠγωνίσω· δεῦρο λοιπὸν ἀπόλαβέ σου τὸν στέφανον. Ταύτης οὖν τῆς φωνῆς ἀκούσαντες, πάντες ἔπεσον ἐπὶ πρόσωπον καὶ προσεκύνησαν τῷ Θεῷ. Πᾶσαν οὖν τὴν νύκτα παρέμεινεν ὁ ἐπίσκοπος, ἀκούων αὐτοῦ, καὶ εὐφραινόμενος ἐπὶ τῷ λόγῳ τοῦ ἁγίου μάρτυρος. Πρωίας δὲ γενομένης, ἀνεχώρησε συνταξάμενος αὐτῷ, παραγγελίαν δεξάμενος, εἰς μηδὲν τῶν παρ' αὐτοῦ διατετυπωμένων ῥαθυμήσειν. Ὁ δὲ Ἀγρικόλαος πρωίθεν ἀναστὰς ἀπὸ τῆς κοίτης αὐτοῦ, ἐκαθέσθη ἐπὶ τοῦ βήματος, καὶ κελεύει τὸν ἅγιον Εὐστράτιον ἀχθῆναι. Παραστάντος δὲ αὐτοῦ, ὁ ἄρχων, καλέσας τὸν ἅγιον Εὐστράτιον κατ' ἰδίαν, εἶπεν αὐτῷ ἐν μυστηρίῳ· Μάρτυς μου ἡ ἔφορος δίκη, Εὐστράτιε, ὅτι πάνυ θλίβομαι περὶ σοῦ, μὴ καταδεχομένου σου πεισθῆναι τοῖς θεραπίσμασι τῶν βασιλέων. Ἀλλὰ κἂν διὰ τὴν δημοσίαν ὄψιν, ὑποκρίνασθαι θέλησον προσκυνῆσαι τοῖς θεοῖς σχήματι· καθ' ἑαυτὸν δὲ πίστευε καὶ προσκύνει τῷ Θεῷ σου. Καὶ αἴτησαι συγγνώμην παρ' αὐτοῦ διὰ τὴν περικειμένην σοι ἀνάγκην, καὶ μὴ οὕτως, ἀνὴρ ἐν τοσαύτῃ σοφίᾳ ὑπάρχων, ἀπόλῃ κακῶς ὡς εἷς τῶν κακούργων· καὶ εἰ ἦν μοι ἀκίνδυνον, οὐδὲ τοῦτο ἂν ἐπεζήτουν παρὰ σοῦ. Πολλοὺς γὰρ τῆς θρησκείας σου ἀπώλεσα, καὶ οὐδένα ᾤκτειρα, οὐδὲ ἐπεκάμφθην τινί· σοῦ δὲ κήδομαι λίαν, καὶ πᾶσαν τὴν νύκτα σου ἕνεκεν ὠδυνήθην λυπούμενος. Ὁ ἅγιος Εὐστράτιος εἶπεν· Μὴ λυπηθῇς περὶ τούτου, μηδὲ κινδυνεύσης ἕνεκεν ἐμοῦ. Ἀλλὰ τὸ παριστάμενον τῇ ἀκριβείᾳ τῶν βασιλικῶν σου θεσπισμάτων τοῦτο ποίησον. Ἐγὼ γὰρ οὔτε μετὰ ὑποκρίσεως, οὔτε ἄλλως πως θύσω τοῖς θεοῖς σου, ἀλλὰ πάντοτε ἐξομολογήσομαι τῷ Κυρίῳ μου ἐπὶ πάντων καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν. Αἱ δὲ βάσανοί σου ἐμοὶ εἰς εὐωχίαν γίνονται, καὶ, εἰ δοκεῖ σοι, δοκίμασον τοῦτο. Ὁ δὲ ἄρχων ἐπὶ πολλὴν ὥραν τῇ χειρὶ τὴν ὄψιν αὐτοῦ σκεπάσας, ἐδάκρυσεν, ὡς καὶ πάντα
col. 505–506page 99 of 246
PG 116:505τὸν περιεστῶτα ὄχλον, ἔγνωκότα τὴν τοῦ ἄρχοντος ἐπὶ τῷ δικαίῳ συμπάθειαν, θρηνώδη ἀναπέμψαι φωνήν. Καὶ ἦν ὀδυρμός πολύς, σχεδὸν ἐν πάσῃ τῇ πόλει, ὡς καὶ τῶν Ἑλλήνων ἀνιωμένων. Ὁ δὲ ἅγιος Εὐστράτιος εἶπεν· Τί βραδύνομεν, ὦ δικαστά ; Ὁ Θεὸς ὁ παντοκράτωρ καταργήσει τὰς μηχανὰς τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου· αὐτὸς γὰρ ἐπινοεῖ μοι ταῦτα, ἵνα ἐμποδίσῃ εἰς τὸ προκείμενόν μοι βραβεῖον. Ποίει τοίνυν ὃ βούλει· δούλος γὰρ εἰμι τοῦ Χριστοῦ, καὶ ἀντιτάσσομαι τῷ προστάγματι τῶν βασιλέων, καὶ τῷ σῷ θελήματι. Καὶ τὰ βδελύγματα τῶν θεῶν ὑμῶν ἀποστρέφομαι καὶ καταρῶμαι αὐτοῖς, ὅτι ἐπικαταρατοί εἰσι καὶ αὐτοὶ καὶ οἱ σεβόμενοι αὐτούς. Ἑωρακώς οὖν ὁ ἄρχων τὴν ἔνστασιν καὶ τὴν πολλὴν αὐτοῦ προθυμίαν, μόλις ποτὲ ἀπεφήνατο κατ' αὐτοῦ οὕτως· Εὐστράτιον ἀπειθήσαντα τῷ προστάγματι τῶν αὐτοκρατόρων, καὶ τοῖς θεοῖς θύσαι μὴ βουληθέντα, προστάττω τὴν σιδηρέαν αὐτοῦ ψυχήν, πυρί φλεχθεῖσαν, τὸ πέρας τοῦ βίου λαβεῖν· Καὶ ταῦτα εἰπὼν δρομαῖος ἀνεχώρησεν εἰς τὸ πραιτώριον. ΑΚ΄. Ὁ δὲ ἅγιος Εὐστράτιος σταθείς πάντων ἀκουόντων προσηύξατο οὕτως· Μεγαλύνων μεγαλύνω σε, Κύριε, ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου, καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν, καὶ ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχὴν μου. Καὶ νῦν, Δέσποτα, σκεπασάτω με ἡ χείρ σου, καὶ ἔλθει ἐπ᾿ ἐμὲ τὸ ἔλεός σου, ὅτι τετάρακται ἡ ψυχή μου, καὶ κατώδυνός ἐστιν, ἐν τῷ ἐκπορεύεσθαι αὐτὴν ἐκ τοῦ σώματος τούτου. Μή ποτε ἡ πονηρὰ τοῦ ἀντικειμένου βουλή συναντήσῃ αὐτῇ, καὶ παρεμποδίσῃ ἐν σκότει διὰ τὰς ἐν ἀγνοίᾳ ἐν τῷ βίῳ τούτῳ γενομένας μοι ἁμαρτίας. Ἱλεώς μοι γενοῦ, Δέσποτα, καὶ μὴ ἰδέτω ἡ ψυχή μου τὴν ἐξυφωμένην ὄψιν τῶν πονηρῶν δαιμόνων. Ἀλλὰ παραλαβέτωσαν αὐτὴν ἄγγελοι σου φαιδροὶ καὶ φωτεινοί. Δὸς δόξαν τῷ ὀνόματί σου τῷ ἁγίῳ, καὶ τῇ σῇ δυνάμει ἀναγαγέ με εἰς τὸ θεῖόν σου βῆμα. Ἐν τῷ κρίνεσθαί με μὴ καταλάβη με ἡ χεὶρ τοῦ ἄρχοντος τοῦ κόσμου τούτου, εἰς τὸ κατασπᾶσαι με τὸν ἁμαρτωλὸν εἰς βυθόν ᾄδου. Ἀλλὰ παράστηθί μοι καὶ γενοῦ μοι σωτήρ καὶ ἀντιλήπτωρ· αἱ γὰρ σωματικαὶ αὗται τιμωρίαι εὐφροσύναι εἰσὶ τοῖς δούλοις σου. Ἐλέησον, Κύριε, τὴν ῥυπωθεῖσαν τοῖς πάθεσι τοῦ βίου τούτου ψυχήν μου· καὶ καθαρὰν αὐτὴν πρόσδεξαι, ὅτι εὐλογητὸς εἴ εἰς τοὺς αἰῶνας. Ἀμήν. ΑΓ΄. Ταῦτα εὐξάμενος, ἤδη ἀναφθείσης τῆς καμίνου καὶ ἐπὶ πολύ καιομένης, ποιησάμενος τὴν ἐν Χριστῷ σφραγῖδα, εἰσῆλθεν εἰς αὐτὴν ψάλλων καὶ ἀγαλλιώμενος, καὶ οὕτω παρεδωκε τὸ πνεῦμα. Ἐτελειώθη δὲ ὁ ἅγιος Εὐστράτιος τῇ τρισκαιδεκάτῃ τοῦ Δεκεμβρίου μηνός. Ὁ οὖν ἐπίσκοπος λαβὼν καὶ συστείλας τὸ λείψανον αὐτοῦ μετὰ σπουδῆς ἅπαντα τὰ ἐν τῇ διαθήκη προσταχθέντα ὑπὸ τοῦ ἁγίου μάρτυρος ἐποίησεν εἰς δόξαν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Day 14Die 14

col. 507–508page 100 of 246
PG 116:507Α΄. Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κοινωνίᾳ σαρκός, ὅ φησι Παῦλος, ἐπὶ γῆς φιλανθρώπως ἐπιδημήσαντος (ἐξαπέστειλε γὰρ ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικὸς γενόμενον ὑπὸ νόμον), εἰς ἐπίγνωσίν τε τῆς ἀληθείας ἡμᾶς ἐνάγοντος διὰ τεραστίων, διὰ σημείων, δι' ἀποστολικοῦ λόγου καὶ διδαγμάτων, διὰ τῶν μετὰ ταῦτα γενναίων καὶ θαυμασίων ἀνδρῶν καὶ πᾶσι τρόποις τὴν ἀπὸ κακίας ἀνάκλησιν ἡμῶν πραγματευομένου, ὁ ἄνωθεν τῷ ἡμετέρῳ γένει περιφανὲς πολέμιος ἀποδεδειγμένος ταῦτα ὁρῶν, καὶ τὴν ἡμῶν οὔμενουν ἀνόρθωσιν ἀνεχόμενος, πάντα λίθον, ὃ λέγεται, καθ᾿ ἡμῶν ἐπίνει, καὶ προσβαλεῖν οἴκοθεν αὐτὸς οὐκ ἔχων τῇ προτέρᾳ μηχανῇ καὶ αὖθις ἐχρῆτο, καὶ δι᾿ ἑτέρων στάσεις ἀνῆπτε καὶ πολέμοις ἠρέθιζε καὶ πᾶν εἶδος ἐπιβουλῆς ἐπεδείκνυτο. ἐπελθὼν γὰρ εὐτέχνως τὸν Δέκιον ὃς τηνικαῦτα Ῥωμαίων ἐκράτει, πολὺς ἦν Χριστιανοὺς ταράττων, σπαράττων, εἰς δικαστήρια ἔλκων, κολάσεις ἀνηκέστους αὐτοῖς ἐπάγων, καὶ τελευταῖον τὸν θάνατον. Ἡ δὲ αἰτία, ὅτι μὴ Θεὸν ἀψευδῆ μόνον ἀπολιπόντες, βδελύγμασι κενοῖς καὶ ματαίοις θεῶν ὀνόματι κατεψευσμένοις πείθονται προσκυνεῖν· ὅτε δὴ καὶ οἱ στεῤῥοὶ τῆς εὐσεβείας ἀγωνισταί, Λεύκιος, φημί, καὶ Θύρσος καὶ ὁ Καλλίνικος ὄντως καλλίνικος, διὰ Χριστὸν εἴλοντο θνήσκειν, πολλαῖς ὅτι πρότερον ταῖς τιμωρίαις ὑποβληθέντες καὶ πάσας αὐτὰς ὑπομονῇ διελέγξαντες, εἶτα καὶ αὐτὰ τὰ σώματα ὡς θυσίαν ἁγίαν τῷ ποθουμένῳ καθαγιάσαντες. Τούτους ἔνεγκε μὲν ἡ περιώνυμος χώρα τῶν Βιθυνῶν· γένει δὲ ὄντες καὶ δόξῃ λαμπροὶ πολλῷ μᾶλλον ἔσπευσαν τὴν ἀπὸ τῆς εὐσεβείας κτήσασθαι περιφάνειαν. Β΄. Ἐπεὶ οὖν ὁ κατὰ Χριστιανῶν ἔτι διωγμὸς ἐπεκράτει, μᾶλλον δὲ καὶ μείζων τὸ τηνικάδε ᾔρετο, πανταχοῦ τε τὰ τῆς ἀσεβείας κατεπέμπετο δόγματα καὶ πᾶσιν ἐρεῖτο κολάζειν Χριστιανούς, μάλιστα
col. 509–510page 101 of 246
PG 116:509τὴν προστασίαν τῶν δημοσίων τινὸς ἐπιτετραμμένους, παρέστησαν οὗτοι τυραννουμένοις τοῖς τοῦ Θεοῦ νόμοις, καὶ τοῖς τῆς εὐσεβείας ἀδικουμένοις θεσμοῖς βοηθήσοντες, καὶ πολλὴν ὅση καὶ δι᾽ ὧν εἶπον, καὶ δι᾽ ὧν ἔπαθον, τὴν ῥοπὴν ἐπεδείξαντο. Ερχεται γάρ τις ἀπὸ τῆς Νικομήδους διὰ Νικαίας ἐπὶ τὴν θρεψαμένην αὐτοὺς πόλιν, ἥτις Καισάρεια ἔκ τινος τῶν παλαιῶν ἐκαλεῖτο Καισάρων, Κουμβρίκιος ὄνομα, ναοὺς εἰδώλων καὶ βωμοὺς καὶ θυσίας, καὶ εἴ τι ἄλλο δαίμοσι χαριζόμενον ἦν, διὰ πάσης ἐπιμελείας τιθέμενος· οὐκ ἐκεῖνος δὲ ταῦτα μόνον ἀλλὰ καὶ τὴν πᾶσαν κοινωνεῖν αὐτῷ τῆς ἀσεβουργίας φιλοτιμούμενος, καὶ τοὺς μὲν ἀπειλαῖς καταπλήττων, τοὺς δὲ καὶ ἀγαθῶν ἐλπίσι παρακρουόμενος. Λεύκιος δὲ τῶν κατὰ τὴν πόλιν διά τε σύνεσιν καὶ παιδείαν ἐπίσημος ὤν, ἀλλὰ καὶ γένους ἐπιφανοῦς, ὥσπερ ἔφημεν, καὶ οἰκίας τῶν περιβλέπτων, ἠνιᾶτο δεινῶς ἐπὶ τούτοις καὶ ζήλῳ θείῳ τὴν ψυχὴν κατεπίμπρατο. Εντεύθεν οὐδὲ ἤνεγκε τοῦ λοιποῦ τὴν εὐσέβειαν λανθάνουσαν ἔχειν, οὐδὲ κατέχειν ἐπὶ πλέον τὴν παῤῥησίαν, ἀλλὰ τὸν τότε καιρὸν ἐπιτηδειότατον εἶναι ὥστε ταύτην δήλην ποιήσασθαι εἰηθεὶς καὶ ὃν ἐκ πολλοῦ ὤδινε ζῆλον ἐμφανῆ καταστῆσαι ὡς εἶχεν εὐθὺς τῷ τῆς ἀσεβείας ὑπασπιστῇ παραστάς· Ινατί, φησίν, ὦ Κουμβρίκιε, δυστυχῶς οὕτω καὶ ἀθλίως κατὰ τῆς οἰκείας ὁπλίζῃ ψυχῆς, ἀναίσθητα δαιμόνων καὶ κωφὰ τιμῶν εἴδωλα, καὶ εἰς κοινωνίαν πολλοὺς ταύτης παραλαμβάνων τῆς κακοδαιμονίας, ἵνα καὶ αὐτῶν λίθων καὶ ξύλων ἄνθρωποι φανώμεν ἀναισθητότεροι, δέον ἐπιγνῶναι μᾶλλον ἀληθῆ Θεὸν καὶ Σωτῆρα καὶ τῷ φωτὶ πορευθῆναι τῆς ἀληθείας, τὸ τῆς πλάνης σκότος καὶ πᾶσαν ταύτην ἀπολιπόντας τὴν ματαιότητα; Γ΄. Ταῦτα πρὸς τὸν ἡγεμόνα τοῦ Λευκίου ἐν ἀρχαῖς ἔτι καὶ προοιμίοις εἰπόντος, ὁ ἄφρων ἐκεῖνος καὶ ἰσχυρῶς ἀνόητος, δηχθεὶς τὴν ψυχὴν, καὶ ὡς ἀνόσιόν τι καὶ σκαιὸν μισήσας τὴν πεπαρρησιασμένην ἀλήθειαν, πληγὰς ἐντείνειν εὐθέως αὐτῷ κατὰ νώτων ἐκέλευεν, οὐ λόγου πρότερον μεταδούς, οὐ πεῖραν μεταγαγὼν εἰς μετάθεσιν, ἀλλ᾽ οὕτως ἄκριτόν τε καὶ ἀβασάνιστον ὥσπερ ἐκ πρώτης ἀνελπίστον εἶναι τὴν μεταβολὴν πιστεύσας, τιμωρίαις ἐξέδωκεν. Ὁ μάρτυς τοίνυν ἡδέως τὰς πληγὰς ἐκείνας δεχόμενος, καὶ τὸν Κύριον ἐπ᾿ αὐταῖς εὐλογῶν, εἰς μείζονα πολλῷ καὶ χαλεπωτέραν μανίαν τὸν ἡγεμόνα ἠρέθιζεν· ἀμέλει καὶ σφοδροτέρων ἑαυτῷ καθίστατο πληγῶν αἴτιος· τοῦτο γὰρ καὶ ἠβούλετο δι᾽ ἀμοιβῶν πάντως μειζόνων ἐπιθυμίαν· ἕως οἵ τε δήμιοι παίοντες ἔκαμον, καὶ τὸ αὐτοῦ ἀπείρηκε σῶμα, κατατριβὲν ἤδη γενόμενον ταῖς πληγαῖς. Αὐτὸς δὲ τὴν πρὸς Θεὸν ἀνάλυσιν ηύχετο, ἐντυχεῖν ἐκείνῳ ποθῶν, ἐφ᾽ ᾧ κατανεύοντα μάλλον καὶ τὸν ἡγεμόνα εἶχεν, οἷα δὲ τὴν πρὸς τοιοῦτον ἀπαγορεύοντα πάλην, καὶ τῆς ἐκείνου γλώττης τὴν παῤῥησίαν οὐ φέροντα. Τοιγαρουν, Επεί σοι, φησὶν, ὦ Λεύκιε, φίλον ὁ θάνατος, φέρε σου τῇ ἐπιθυμίᾳ καὶ ἡμεῖς χαρισώμεθα, καθάπερ καὶ πολλοῖς ἴσμεν πολλάκις τῶν ὁμοίως πλανωμένων Χριστιανῶν χαρισά-
col. 511–512page 102 of 246
PG 116:511μενοι. Καὶ αὐτίκα κελεύει τῆς πόλεως ἐκβληθέντα τὸν ἅγιον ἀποτμηθῆναι τὴν κεφαλήν. Ἤγετο οὖν ὑπὸ τῶν δημίων ὁ μάρτυς, οὐ σκυθρωπάζων, οὐ δειλιῶν, οὐδὲν κατηφείας ἴχνος ἐπὶ τῆς ὄψεως ὑποφαίνων, ἀλλὰ φαιδρὸς ὅλος καὶ εὔθυμος, ὥσπερ οὐκ ἀποτμηθῆναι μᾶλλον, ἀλλὰ στεφθῆναι τὴν κεφαλὴν ἀπαγόμενος, οὔπερ ἄρα καὶ τυχεῖν ἐν οὐρανοῖς ἔμελλε. Πόρρω τοίνυν τῆς πόλεως ἀπαχθεὶς, οὕτως τελειουται, καὶ τὴν μακαρίαν ὄντως ἀποτέμνεται κεφαλήν. Ἀλλὰ τοῦτον μὲν ἤδη λοιπὸν εἶχεν ὁ οὐρανὸς, στεφάνῳ τε ἀφθάρτῳ κατεστεμμένον, καὶ ἀγγέλοις συνευφραινόμενον. Δ΄. Πανταχοῦ δὲ τῆς κατὰ τὸν Κουβρίκιον φήμης διαδραμούσης, καὶ Χριστιανῶν ἁπάντων διὰ τὴν ἐκείνου κρυπτομένων ὠμότητα, ζήλῳ πάντοθεν Θύρσος θείῳ καθοπλισθεὶς (τῶν εὐγενῶν δὲ καὶ οὗτος ἦν), καὶ τῆς αὐτῆς τῶν Βιθυνῶν χώρας ὁρμώμενος, πρόσεισιν ἐπ' ὄψιν αὐτῷ, καὶ Χαίροις, φησίν, ὦ κράτιστε ἡγεμών. Τοῦ δὲ τὴν ἴσην καὶ αὐτοῦ πρόσρησιν ἀνθυπενεγκόντος, Ἔξεστιν, εἶπεν ὁ Θύρσος, λέγειν πρὸς ὑμᾶς τοὺς ἐπὶ τῶν ἀρχῶν ἅπερ ἄν τις καὶ βουλοιτο, ἢ μόνον ὑποκύπτειν δεῖ τοῖς ὑμετέροις προστάγμασι μηδὲ φθογγὴν ὅλως προϊεμένους ; Καὶ ὁ ἡγεμὼν, ὡς ἔοικεν, ἐπιλελησμένος, ὅπως ἐχρήσατο πρὸ τούτου Λευκίῳ. Ἔξεστι, φησί, καὶ οὐδεὶς μέχρι καὶ τήμερον τὴν ἐλευθερίαν ἀφῄρηται ταύτην, καὶ μάλιστα εἰ καὶ λόγους ἔχει λυσιτελοῦντας τῷ κοινῷ φθέγγεσθαι. Καὶ ὁ Θύρσος, Καὶ τὶς ἂν ἕτερος, ἔφη, λόγος τοῦ τὴν ψυχὴν ὠφελοῦντος λυσιτελέστερος ; Ἐγὼ γὰρ ὁρῶν πολλοὺς τῷ κεφαλαίῳ ζημιοῦντά σε τῆς σωτηρίας καὶ τῆς μὲν ὀρθῆς ἀφιστῶντα δόξης, πρὸς δὲ τὴν τῶν εἰδώλων ἀπάτην ἐλεεινῶς ἀπαγόμενον, καὶ ἀκριβῶς εἰδὼς ὅτι πυρὸς ὅλην γέενναν κατὰ τῆς οἰκείας κεφαλῆς ἀνάπτεις ἢ μᾶλλον ψυχῆς, συμφέρον ἔκρινα μετὰ τῆς προσηκούσης ἐλευθέρῳ παρρησίας προσενεχθῆναι σοι, καὶ φιλαληθῶς διαλεχθῆναι, καὶ μαθεῖν ὅτου χάριν Θεὸν ἀπολιπών οὐρανοῦ καὶ γῆς καὶ ἀνθρώπων δημιουργόν, ἔργα χειρῶν ὑπ' ἀνθρώπων πεποιημένα ᾑρετίσω προσκυνεῖν μᾶλλον, τῷ ξύλῳ εἰπών, ὅτι ὁ Πατήρ μου εἶ σύ, τὸ τοῦ θείου φάναι Ἱερεμίου, καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με, καὶ στρέφων ἐπὶ Θεὸν τὸν γεννήσαντά σε νῶτα καὶ οὐ πρόσωπόν σου, πᾶσαν τε εἰσφέρων σπουδήν, καὶ οὐδὲν βίας ἢ ἀνάγκης ἐλλείπων, τοῦ καὶ πάντας ἀνθρώπους, εἰ δυνατόν, πεῖσαι, τῆς ἴσης κοινωνῆσαι σοι κακοδοξίας. Ε΄. Πρὸς ταῦτα ὁ ἡγεμών· Τὸ ἄκαιρον τοῦτο τῆς παῤῥησίας καὶ περιττὸν τὰ τῶν λεγομένων Χριστιανῶν νοσοῦντα καὶ σὲ παραδείκνυσι. Πλήν ἀλλὰ τὰς μὲν τῶν ματαίων τούτων πεύσεων καὶ φλυαριῶν ἐπιλύσεις ἔπ τοῖς ἐπὶ σχολῆς καθημένοις, ὅσοι δηλονότι μὴ ταῖς τῶν δημοσίων ἀπασχολοῦνται φροντίσιν· ἐκεῖνοι γὰρ ἕκαστά σοι τούτων σαφῶς ἐπιλύσουσι· τὸ δὲ νῦν ἔχον τοῖς βασιλικοῖς προστάγμασιν εἶξον, καὶ θῦσον προσελθὼν τοῖς θεοῖς· εἰ δὲ μή, λόγων ἀκαίρων τιμωρίας εὑρήσεις ἀντίδοσιν ἐπικαιροτάτην. Ὁ δέ, Λογικά, φησί, Θεοῦ πλα-
col. 513–514page 103 of 246
PG 116:513σματα ὄντας, καὶ λόγῳ παρ᾽ ἐκείνου τετιμημένους, οὐδ᾽ ὁτιοῦν πράττειν ἡμᾶς ἀλόγως οὕτω καὶ ἀσυνστους χρή, ἀλλὰ κρίσει πάντα διδόναι καὶ διασκέψει λελογισμένῃ. Εἰ δὲ αὐτὸς εἰκῆ βούλει τοῖς ἀλόγως τῷ βασιλεῖ δόξασιν ἔπεσθαι, ἐμοῦ νῦν οὐ πειθομένου τὸν Χριστιανισμὸν ἐξομόσασθαι, τὸ διατεταγμένον πρὸς ποίει, κρίσεως καὶ λόγου φροντίζων οὐδέν. Καὶ ὁ Κουμβρίκιος, Τῷ προσηνῶς σοι τάχα προσφέρεσθαι, ἔφη, αὐθαδέστερον εἶναί σε παρεσκευάσαμεν. Πλὴν ἀλλὰ συνετὸν ὁρῶν οὕτως σε καὶ ἀγχίνουν, παραινῶ πεισθῆναι πρὸ τῶν κολάσεων. Καλὸν μὲν γὰρ ἡ πρὸς τὸ βέλτιον μεταβολὴ, καὶ ὅτε δήποτε γινομένη, ἀλλὰ τὸ μήτε αὐτὸν νοῆσαι τὸ δέον, μήθ᾽ ἑτέρῳ λέγοντι πεισθῆναι, πολλὰς δὲ πρότερον ὑπομείναντα τιμωρίας, ἔπειτα τὸ συμφέρον μεταμαθεῖν, οὐκ οἶμαι παρανοίας ὑπόνοιαν διαφυγείν. Χώρει τοιγαροῦν ἤδη πρὸς τὸν ναὸν καὶ ἀποδίδου θεοῖς τὰ νενομισμένα· οὕτω γὰρ καὶ τῶν προλαβόντων συγγνώμην λήψῃ, καὶ βασιλεῖ τῷ μεγάλῳ οἰκειωθήσῃ, καὶ μεθ᾿ ἡμῶν ἔσῃ διὰ βίου τιμώμενος. Καὶ ὁ μάρτυς· Ἐγώ πάλαι διέσκεμμαι περὶ τῶν παρόντων, καὶ οὐκ ἀμελετήτῳ μοι ὅλως προσέβαλες νῦν· ἐπεὶ πολλοῖς πρότερον τὸ πρᾶγμα λογισμοῖς βασανίσας, καὶ τῶν ἡμετέρων εἰδώλων, ἔτι δὲ τῶν ἀκαθάρτων βωμῶν τε καὶ θυσιῶν ἐσχάτως καταγελάσας, οὕτω τὴν ἀληθῆ καὶ καθαρωτάτην τῶν Χριστιανῶν πίστιν εἱλόμην. Ὥστε εἴ τί σοι παρὰ τοῦ κρατοῦντος καθ᾿ ἡμῶν ἐπιτέτραπται, μὴ ἀμέλει. Εὐθὺς οὖν ἐκεῖνος, καὶ πάλαι διοιδοῦντος αὐτῷ τοῦ θυμοῦ, νεανίσκους τινὰς κατὰ χεῖρα γενναίους, σφοδρῶς ἐναλλομένους, τὸν μάρτυρα ἐκέλευε παίειν, ἔπειτα ἱμᾶσιν αὐτὸν ἰσχυρῶς ἀπ᾽ ἄκρων χειρῶν ὁμοῦ καὶ ποδῶν διαδήσας, βιαίως ἐφ᾽ ἑκάτερα εἷλκεν, ὥστε λυθῆναι αὐτῷ τῶν ἄρθρων τὰς ἁρμονίας, καὶ εἰς μέρη καὶ μέλη τὸν ἄνδρα διασπασθῆναι. Ὁ δὲ, καὶ τοιαῦτα πάσχων, οὐ μόνον ὀδύνης οὐδὲν ἐπὶ τοῦ προσώπου σύμβολον ἐπεσήμαινεν, ἀλλὰ καὶ φαιδρότερος μᾶλλον ἑωρᾶτο καὶ θάλλων ταῖς παρειαῖς· οὗ δὴ χάριν οὐχ ἱκανὸν εἰς τιμωρίαν ὁ ἀπηνῆς τὸ πρᾶγμα νομίσας, ἄλλως τε δὲ καὶ τῇ φαιδρότητι καὶ τῷ ἄνθει τοῦ προσώπου βασκήνας, λύει μὲν τὸν μάρτυρα τῶν δεσμῶν, σιδήρῳ δὲ τὰ βλέφαρα καὶ τὴν ὄψιν κατακεντεῖσθαι κελεύει. Τούτου δὲ γενομένου, θείου τινός, καθάπερ ὁ Θύρσος, θάρσους ὑποπλησθείς, μετὰ πλείονος ἤλεγχε μᾶλλον τὸν ἡγεμόνα τῆς παῤῥησίας, καὶ οἷς ἔπασχε παρ᾽ ἐκείνου, πρὸς ἀπόδειξιν ἐχρῆτο τῶν λεγομένων· Πρόσεχε ἐπ᾽ ἐμὲ, λέγων, ὅντινα τό γε εἰς σὲ ἧκον μυρίοις παραδίδως θανάτοις, καὶ τὴν ἄφατον τοῦ ἐμοῦ Χριστοῦ δύναμιν κατανόει, ὅπως ἡμᾶς θάρσους ἐμπίπλησι, δύναμίν τε οὐρανόθεν περιζωννύει, καὶ τῆς γλυκείας αὐτοῦ κοινωνεῖν ἐφίησιν ὡραιότητος· ὅσῳ γὰρ πλειόνως μοι τὸ σῶμα λυμαίνῃ, τοσούτῳ καὶ πλείονά μοι περιβάλλεις τὴν εὐμορφίαν. Τὰ γὰρ ὑπὲρ τοῦ Δεσπότου στίγματα παντὸς ὡραιότερον κόσμου καὶ ψυχὰς καὶ σώματα
col. 515–516page 104 of 246
PG 116:515καλλωπίζουσι, καὶ τὸ ὑπὲρ αὐτοῦ χεόμενον αἷμα, καθάπερ ἄρδευον ἡμᾶς, ἀνθηροὺς τὴν ὄψιν καὶ φαιδροὺς εἶναι παρασκευάζει. Ζ΄. Πρὸς ταῦτα ὁ λυμεὼν ἐκεῖνος, οὐκ ἔχων ὅ τι καὶ δράσειεν, ἢ πῶς ἐπίσχῃ τῷ γενναίῳ τὴν παρρησίαν, καὶ τὰς ἀπὸ τῆς γλώττης αὐτοῦ μάστιγας διαφύγοι, ἐσφάδαζε δὲ ὁ θυμὸς, καὶ τὰ τῆς ὀργῆς αὐτῷ ἔκμαζε, κελεύει στροβίλοις χαλκοῖς τὰς σιαγόνας αὐτοῦ παιομένας αὐτοῖς ὁδοῦσιν ἐκκρουσθῆναι τοῦ μάρτυρος. Ἀλλὰ καὶ ταύτην ὑπομένοντα τὴν τιμωρίαν τὸν ἀθλητὴν, ἡ αὐτὴ φαιδρότης εἶχε καὶ γενναιότης, εὐλόγει τε τὸν Κύριον ἐν παντὶ καιρῷ, καὶ διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματι αὐτοῦ ᾔδετο· ἅπερ τοῦ θυμοῦ ἔτι τὴν κάμινον ἀνῆπτε τῷ ἡγεμόνι, καὶ τὴν φλόγα μᾶλλον διήγειρε. Τί οὖν; Μηδαμῶς, ἔφη, νόμιζε, θύρσε, ὅτι μέχρι τούτου σοι τὰ δεινὰ στήσεται. Τὰ μὲν γὰρ προλαβόντα μικρά τινα ἦν, καὶ οἷα ἡμῖν ὁ καιρὸς ἐσχεδίασε, τὰ δ' ἐντεῦθεν ἡ πεῖρά σοι δείξει, καὶ εἴσῃ λοιπὸν ὁποῖα κατὰ τῶν ἀπειθῶν τὰ ἐπίχειρα. Καὶ ὁ μάρτυς, Εὔγε, εἶπεν· ἀλλὰ μὴ φθονήσῃς ἡμῖν τῶν μεγίστων τούτων καλῶν. Οὐ φθονήσω, ἔφη, ἀλλὰ μᾶλλον σοι καὶ τὰ δυνατὰ ἐπιδαψιλεύσομαι· καὶ αὐτίκα μόλιβδος ὑπεράνω πυρὸς ἐτήκετο, καὶ προετίθετο κλίνη, καὶ πρηνὴς ἐπ' αὐτῆς ὁ δίκαιος κατετείνετο. Καὶ σκόπει μοι τοῦ ἡγεμόνος ἐνταῦθα τὸ κακοῦργον καὶ σκολιόν. Γόητας αὐτῷ τινας μεταξὺ παράγει καὶ πιθανούς, πειρώμενος ἐκλύειν τὸν τόνον τῷ μάρτυρι. Οἵ γε δὴ καὶ ἡδέως ὡμίλουν, καὶ συνεβούλευον ἐνδοῦναι τῆς πολλῆς ταύτης ἐνστάσεως, καὶ ὀψέ ποτε πεισθῆναι τῷ ἡγεμόνι. Οὕτω γὰρ καὶ τὸν ἐπικείμενόν σοι διαδράσεις, φασί, κίνδυνον καὶ ἀγαθῶν μεγάλων μεθέξεις· συγγνώσεται δὲ καὶ ὁ Θεός σου πάντως τῇ ἀσθενείᾳ τῆς φύσεως, καὶ οὐδὲν ἐπὶ τοῦτο χαλεπανεῖ, φιλάνθρωπος ὢν τὰ πολλὰ καὶ χρηστὸς, ὡς ἀκούομεν. Η΄. Καὶ ὁ μάρτυς, Δι' αὐτὸ μὲν οὖν τοῦτο, φησί, γενναίως στήσομαι μᾶλλον, καὶ τὰς ὑπὲρ αὐτοῦ βασάνους ὑπομενῶ. Εἰ γὰρ αὐτοὶ κολάσεις ἀτελευτήτους ἀκούοντες περιμενούσας ὑμᾶς, οὔμενον οὐδαμῶς ἐπιστρέφεσθε, οὐδὲ τὸν προφανῆ κίνδυνον ἐκκλίνετε τῆς ψυχῆς, τί παθὼν ἐγὼ μὴ γενναίως τὰς προσκαίρους ταύτας ὑπομείναιμι τιμωρίας, βασιλείαν οὐρανῶν ἐχούσας ἀντιμισθίαν, καὶ ἀγαθὰ τὰ μετὰ τέλος ἡμᾶς ἐκδεξόμενα καὶ διὰ παντὸς θάλψοντα; Ἀλλὰ μέχρι τίνος ἐθελοκακεῖτε, πρὸς οὕτω φανερὰν φιλονεικοῦντες ἀλήθειαν, ἵνα καὶ μόλιβδος οὗτος τῆς ὑμῶν κακίας μαρτύριον ᾖ, καὶ πολλοὺς τῷ ἀσβέστῳ παραδῷ πυρὶ, ἀνίατον ἀσέβειαν κολάζοντι αἰωνίως. Ὁ μὲν οὖν τοιαῦτα ἔλεγε, θείας χάριτος πληρούσης αὐτοῦ τὴν καρδίαν. Οἱ δὲ, «Φαῦλα γάρ, φησὶν ὁ θεῖος Ἰώβ, ἀνδρὸς ἀληθινοῦ ῥήματα,» ληρεῖν αὐτὸν οἰηθέντες καὶ εἰκῆ φθέγγεσθαι, ζέοντα τὸν μόλιβδον ἔτι καὶ διάπυρον ἰσχυρῶς ἐπὶ γυμνῶν τῶν νώτων αὐτοῦ καταχέουσι. Καὶ ὁ μόλιβδος ἐπιπολαίως αὐτὰ δίεισι
col. 517–518page 105 of 246
PG 116:517καὶ κούφως τὸ παράπαν οὐδὲν λυμηνάμενος. Ἐκεῖθεν δὲ ἀθρόον καθάπερ τι ρεῦμα μετενεχθείς (ἔργον τῆς τῆς τοῦτο, Χριστέ, δυνάμεως), πολλοὺς ἀναιρεῖ τῶν ἀπίστων. Ὁ μὲν οὖν μάρτυς ἀβλαβὴς τῆς κλίνης ἀνίσταται· τὸ θαῦμα δὲ περιδεεῖς σφόδρα τοὺς παρόντας ἐργάζεται, πάνυ δὲ καὶ αὐτὸν ἐκπλήττει τὸν ἡγεμόνα. Θ'. Πλὴν ἀλλὰ δέον συνεῖναι, καὶ τίς ὁ τοιαῦτα δυνατὸς ποιεῖν ἐπιγνῶναι, ὁ δὲ τυφλὸς ἦν αὐτόχρημα ἐθελούσιος· Εἴδετε γὰρ πλεονάκις, ὁ Ἡσαίας φησί, « καὶ οὐκ ἐφυλάξασθε. Ἀνεωγμένα τὰ ὦτα ὑμῶν, καὶ οὐκ εἰσηκούσατε·» καὶ ὠργίζετο κατὰ τοῦ μάρτυρος μᾶλλον, καὶ γόητα, καὶ φαρμακὸν, καὶ τὰ τοιαῦτα ἐκάλει. Ἔπειτα μέντοι καὶ πικροτέραις αὐτὸν ὑπέβαλλε τιμωρίαις. Ἀλλ' ἐκεῖνος διέμενε, ἔτι τὴν αὐτὴν ἀνδρίαν ἐπιδεικνυμένος, καὶ φωνή τις ἠκούετο ἄνωθεν ἐπιθαρρύνουσα πλέον τὸν ἀθλητὴν, καὶ τὰς μὲν τῶν ἀσεβῶν ψυχὰς θορυβοῦσα, καὶ εἰς ἀμηχανίαν ἐμβάλλουσα, τοὺς εὐσεβεῖς δὲ τῇ τῆς πίστεως πέτρα ἐπιστηρίζουσα, καὶ πλείονα τὴν προθυμίαν αὐτοῖς ἐνιεῖσα. Οὐ φέρων τοιγαροῦν τὴν αἰσχύνην ὁ ἡγεμὼν, τὸν ἅγιον αὐτίκα τῇ φυλακῇ παραπέμπει, δεσμὰ περιθεὶς, χρείαν εἶναι πλείονος εἰπὼν διασκέψεως καὶ καινοτέρων τιμωριῶν κατὰ τοῦ τερατοποιοῦ τοῦδε καὶ δεινοῦ τὴν ἀπόνοιαν. Ὁ δὲ θερμότερον τότε προσέπιπτε τῷ Δεσπότῃ, καὶ μείζονα τὴν πρὸς αὐτὸν οἰκείωσιν ἐπεζήτει, υἱοθετηθῆναί τε αὐτῷ διὰ τοῦ βαπτίσματος ηὔχετο. Ἔτι γὰρ ἀμύητος ἦν, καὶ τὰ Χριστιανῶν οὔπω τετελεσμένος, κἀκεῖνος αὐτῷ παρίσταται περὶ μέσας νύκτας, καὶ διπλῇ τὸ βάπτισμα δίδωσι, νῦν μὲν δι' ὕδατος, μετ' ὀλίγον δὲ καὶ διὰ μαρτυρίου, ὅπερ δὴ καὶ αὐτὸς ἐβαπτίσατο. Ι'. Εὐθὺς οὖν αἵ τε θύραι τῆς φυλακῆς αὐτόματοι διηνοίγοντο, καὶ τῶν δεσμῶν ὁ μάρτυς ἐλύετο, καὶ τῆς φυλακῆς ἐξελθών, πρός τινα Φιλέαν ἄνδρα τῆς Καισαρέων ἐκκλησίας ἐπίσκοπον ἀφικνεῖται, ὃς, διὰ τοὺς ἐκ τῶν ἀσεβῶν φόβους, τόν τε θρόνον καὶ τὰς συνάξεις ἐκτρεπόμενος, ἀφανίζων ἦν ἑαυτὸν καὶ κρυπτόμενος. Ὁ τοίνυν ἐπίσκοπος οὗτος καὶ πάλαι περὶ τοῦ Θύρσου καὶ τῆς παῤῥησίας ἧς ἐπεδείξατο καὶ ἀνδρίας ἀκούων, καὶ διὰ θαύματος αὐτὸν καὶ τιμῆς ἄγων, ἐπειδὴ προσελθόντα οἱ τηνικαῦτα εἶδεν, ἔπεσεν ὡς εἶχεν εὐθὺς πρὸς τοὺς πόδας αὐτοῦ· κἀκεῖνος προσπεσὼν ὁμοίως τῷ ἐπισκόπῳ, ἀνίστησί τε αὐτὸν, καὶ, Μὴ ἅρπαζε, τίμιε Πάτερ, ἔλεγε, τὸ παρ' ἡμῶν ὀφειλόμενον. Εὐλογηθῆναι γάρ, οὐκ εὐλογῆσαι, προσεληλύθαμεν. Τοῦ ἐπισκόπου δὲ χρῆναι μᾶλλον αὐτὸν εὐλογεῖν εἰπόντος, οἷα δοκίμιον ἀρετῆς ἱκανὸν παρασχόμενον, καὶ λαμπροτέραν τὴν στολὴν τοῦ Πνεύματος διὰ τῆς τῶν χαλεπῶν ὑπομονῆς ἐργασάμενον, ὁ μάρτυς, Δι' αὐτὸ μὲν οὖν τοῦτο καὶ παραγέγονα, ἔφη, ὥστε καὶ ἱμάτιον ἀφθαρσίας ἐνδύσασθαι, καὶ δι' ὕδατος ἁγίου καὶ Πνεύματος
col. 519–520page 106 of 246
PG 116:519ἡ ἀναγεννηθῆναι· οὔπω γάρ τοῦ θείου βαπτίσματος κατηξίωμαι. Μὴ μέλλε τοίνυν, ἀλλὰ ποίει τὰ κατὰ γνώμην ἐμοὶ καὶ τῇ θεοσεβείᾳ προσήκοντα. Τελε σθέντων οὖν εὐθὺς τῶν ἐν τούτῳ νενομισμένων, ὁ Θύρσος τὸ ἅγιον βάπτισμα δέχεται, καὶ προσθεὶς, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, λέγει, ὁ καταξιώσας με δι᾽ ὕδατος τελειωθῆναι καὶ Πνεύματος, καὶ τὸ βάπτισμα ὁ αὐτὸς ἐβαπτίσω βαπτίσασθαι, αὐτός με καὶ τὸ ποτήριόν σου πιεῖν, καὶ συμμορφωθῆναι τῷ θανάτῳ σου καταξίωσον. Εἶτα καὶ τῷ ἐπισκόπῳ μικρὰ συλλαλήσας, καὶ ἀντιδόντες ἀλλήλοις τὰς εὐλογίας, ὁ μάρτυς πρὸς τὸ δεσμωτήριον ἐπανῄει, φωτὸς αὐτῷ θείου προηγουμένου καὶ ἀγγέλων παρεπομένων, ὡς ἀκριβῶς εἶδον, οὓς ἰδεῖν ἄξιον ἔνθα καὶ πάλιν ταῖς συνήθεσι προσευχαῖς ἐπηγρύπνει, καὶ τῷ θεῷ κατὰ σχολὴν διελέγετο. ΙΑ΄. Ἀλλ᾽ οὐδὲ ἄλλων ἐν κακίᾳ νικᾶν σπουδάζοντος, καὶ τῷ δυσσεβεστάτῳ τῷ πλείονι τῆς πονηρίας χαρίζεσθαι βουλομένου καὶ Σιλβανός τις, κόμης μὲν τὸ ἀξίωμα, Πέρσης δὲ τὸ γένος, τὰς δὲ κατὰ τῶν εὐσεβῶν τιμωρίας ὠμός τε καὶ ἀπαραίτητος, χάριν ᾔτησε τὸν βασιλέα, ὥστε γενέσθαι τῶν Χριστιανοὺς κολάζειν ἐπιτετραμμένων ἐξεταστής. Ἀνεύθυνον οὖν ἐπ᾽ αὐτοῖς τὴν ἐξουσίαν λαβών, ἐπιδημεῖ τῇ Νικαίᾳ, σπονδὰς τοῖς δαίμοσι καὶ θυσίας ἐπιτελῶν, καὶ Χριστιανῶν αὐτοὺς ἐνεστιῶν αἵμασιν. Ἐνταῦθα μηνύεται τὰ κατὰ τὸν μέγαν Θύρσον τούτῳ, ὡς εἴη βασάνοις τε πάσαις ἀνάλωτος, καὶ θαύμασι καὶ τεραστίοις ἀνθρώπους ἐκπλήττων, καὶ αὐτίκα πέμπει τινὰς τῶν περὶ αὐτόν, ὥστε ὁμοῦ μὲν ἀσφαλέστερον τὸν ἄνδρα τηρεῖν, ὁμοῦ δὲ καὶ λόγους προτείνειν παρ᾽ ἑαυτῶν, καὶ συν ωθεῖν εἰς ἄρνησιν τοῦ σεβάσματος, καὶ τῇ τοῦ κόσ μητος φήμῃ τὴν ἐκείνου προκατασείειν ψυχήν. Εἶτα καὶ αὐτὸς παραγίνεται καὶ πρῶτα μὲν θύει μεγαλοπρεπῶς τῷ παρ᾽ αὐτοῖς μεγίστῳ Διί· τῇ δὲ ἐξῆς ἐπὶ βήματος ἅμα Κουμβρικίῳ καθίσας, καὶ τὸν Θύρσον παραστησάμενος εἰς ἐπήκοον πάντων ἀναγνωσθῆναι τὰ προεξητασμένα· οὗ γενομένου, Μὴ νόμιζε, εἶπεν, ὦ Θύρσε, παραπλήσιά σοι τὰ παρόντα τοῖς προλαβοῦσιν ἔσεσθαι, ἀλλ᾽ ὅσῳ μείζους αἱ παρ᾽ ἡμῶν σοι πρὸς τὸν αὐτοκράτορα οἰκειώσεις καὶ τιμαί γενήσονται, εἴπερ ἄρα καὶ τοῖς ἐκείνου πεισθῇς διατάγμασι, τοσούτῳ πάλιν καὶ πικροτέρων αἰσθήσῃ κολαστηρίων, εἰ τὴν αὐτὴν ἐπιμείνῃς πρεσβεύων κακοδοξίαν. Καὶ ὁ μάρτυς, Ὁ καὶ πρότερόν με, φησί, κρείττονα δείξας τοῦ συμπαρέδρου τοῦ σοῦ κολαστηρίων Κύριος μου Ἰησοῦς Χριστός, αὐτὸς παραστήσεται μοι καὶ νῦν, καὶ τῶν ὑμετέρων ἐξελεῖται χειρῶν, τὸν αὐτῷ μόνῳ λατρεύοντα, καὶ μόνον αὐτὸν εἰδότα Θεόν, εἴδωλα δὲ καὶ τοὺς Ἑλλήνων θεοὺς γέλωτα σαφῆ καὶ ἀπάτην ἀποκαλοῦντα. Ὅμως, εἰ τὸ βιάζεσθαι λυπρὸν πειθοῖ μᾶλλον βούλει καὶ κρίσει τοῦ ὑγιῶς ἔχοντος δικάζειν, λέγε μοι ἤδη τίνι καὶ ὅπως με θύειν κελεύεις· Ἐγὼ δέ, εἰ μή τι καὶ αὐτὸς ἀντιλέγειν δυνήσομαι, πεισθήσομαι πάντως, καὶ οὐ ματαίαν ἔνστασιν πράγμασι ἰσχυροῖς ἀντιθήσω. ΙΒ΄. Ὑπολαβὼν τοίνυν εὐθέως ὁ Σιλβανός, Ἀπίωμεν, ἔφη, πρὸς τὸν ναόν, καὶ τηνικαῦτα ᾧ μέλλεις
col. 521–522page 107 of 246
PG 116:521θύειν, φανερός σοι γενήσεται. Ἀφικομένων τοίνυν αὐτῶν εἰς τὸν πλησίον ναόν, ὃς δήπου καὶ Ἀπόλλωνος ἦν, ὁ κόμης, Οὗτος, ἔφη δείξας τὸ ἄγαλμα, οὗτος ὃν τιμῶμεν Θεός· τοῦτον ἐλεωσάμενος, Οὕρσε, καὶ θυσίαν προσενεγκών, φρουρό, τε ἀσφαλῆ ἕξεις, καὶ τὴν τῶν ἄλλων θεῶν κερδήσεις εὐμένειαν. Καὶ ὁ μάρτυς, Ὅρα, φησί, τίνα τε προσάξω θυσίαν, καὶ ὅπως αὐτὸν ἐλεώσομαι. Καὶ προσχόντων αὐτῷ πάντων, εἰς οὐρανὸν ἐκεῖνος χεῖρας ἅμα καὶ ὀφθαλμοὺς ἀνασχών, τὴν ἄρρητον τοῦ Θεοῦ δύναμιν ἐκαλεῖτο. Καὶ βροντῆς ἀθρόον καταῤῥαγείσης, ὁ τοῦ Ἀπόλλωνος ἀνδριὰς εἰς γῆν τε πέπτωκε καὶ εἰς κόνιν ἐλύετο. Ἐπιστραφεὶς τοίνυν πρὸς τοὺς περιεστῶτας ὁ μάρτυς, Ὁρᾶτε, εἶπεν, ὅτι πλάσματα μόνον οἱ παρ' ὑμῖν θεοί, μηδὲ ψιλήν τινα τοῦ ἀληθινοῦ Θεοῦ ὑπομεῖναι κλῆσιν δυνάμενοι· Πρὸς ταῦτα θυμοῦ πνεύσας ὁ Σιλβανός, Ἐγώ σου τὰς γοητείας, ἔφη, τέλεον ἐκτρίψας ἀφανιῶ καὶ δείξω, τί σοι τὸ ἀπ᾿ αὐτῶν ὄφελος. Καὶ αὐτίκα εἴς τι μηχάνημα σιδηροῦν ὁ μάρτυς ἐβέβλητο καὶ σιδηροῖ τοῦτον διέξαινον ὄνυχες, καὶ ἵνες μὲν τοῦ σώματος ἀπεσπῶντο, αἱ σάρκες δὲ εἰς γῆν συνεχεῖς κατέῤῥεον· τοῦ δὲ τὸ πρόθυμον οὐκ ἐξέλυον, ἀλλὰ καὶ πλέον αὐτοῦ τὸν ζῆλον καὶ τὸ θερμὸν ἀνηρέθιζον. ΙΓ΄. Ἐπεὶ δὲ λοιπὸν ἐκλείπειν ἐῴκει, καὶ οὐδὲ μικρὸν ὑπολελείφθαι αὐτῷ τῆς ζωῆς ἐνομίζετο, ἀνεται μὲν τῶν βασάνων, παραστησάμενος δὲ αὐτὸν ὁ κόμης. Βούλει, φησί, καὶ αὖθις ταῖς προτέραις ἐπῳδαῖς σου καὶ γοητείαις χρήσασθαι κατὰ τῶν θεῶν, ἵνα σοι καὶ δευτέραις πάλιν ἡμεῖς ταῖς ἀποίβαῖς ἀντιχαρισώμεθα· Καίτοι τὸ σῶμα ὅλον τὸ σὸν ἀνάλωται ταῖς βασάνοις μικροῦ δέ σε καὶ ἡ ψυχὴ καταλείπει· αὐτὸς δέ, ὃν σέβῃ καὶ βοηθὸν εἶναί σου λέγεις, Θεὸς ποῦ; Ἀλλὰ μέχρι τίνος ἐπιμένων ἔσῃ τοῖς ἀνανήτοις καὶ τὸ συμφέρον πρὸ τῶν ὀφθαλμῶν σοι κείμενον οὐ θεάσῃ; Καὶ ὁ μάρτυς, Τί δαί, οὐκ αἰσθάνῃ, φησί, τῆς ἐν ἐμοὶ τοῦ Χριστοῦ δυνάμεως, ἐπιδηλότατά μοι παρισταμένης καὶ πρὸς ἐπαγωγὰς τοιαύτας ἐνισχυούσης; Πῶς γὰρ ἂν γεῶδες οὕτω σῶμα καὶ ἀσθενὲς ἱκανὸν ἦν τηλικαύταις ἀντιπεσεῖν χαλεπότησι, μὴ τῆς ἄνωθεν αὐτῷ ῥοπῆς ἐπιβοηθούσης; Ὡς οὖν ἀκριβῶς εἰδὼς ὅτι μοι ἀμετάθετος ἡ ὁμολογία, καὶ τὰ τῆς γνώμης οὐκ ἂν, εἴ τι καὶ γένοιτο, μεταβάλοι, τὸ κατὰ νοῦν ποίει, καὶ μηδενὸς ἀπόσχου τῶν δεδογμένων. Τότε λέβητα μεγέθει μέγιστον διακομισθῆναι κελεύσας ὁ Σιλβανός, καὶ τοῦτον μὲν ὕδατος πληρώσας καὶ ἰσχυρῶς καύσας, σχοινίον δὲ τῶν τοῦ Θύρσου ποδῶν ἐκδήσας, καθίησιν αὐτὸν κατὰ κεφαλήν. Ὁ δέ, ἐν τοιούτῳ κινδύνῳ ληφθείς, οὐκ ἠπόρει τοῦ βοηθήσοντος. Ἀλλ' ὁ μὲν ἐκάλει Χριστόν, ὑπὲρ οὗ ταῦτα καὶ πάσχειν εἵλετο· ὁ λέβης δὲ αὐτίκα ἐῤῥήγνυτο, καὶ τὸ ὕδωρ ἐξεχεῖτο, καὶ ἀβλαβὴς ὁ μάρτυς ἐσώζετο. Ὁ δικαστὴς οὖν οὕτω φανερῶς ὑπὸ τοῖς ἀπάντων ὀφθαλμοῖς αἰσχυνθείς, σοβαρωτέροις δῆθεν τὴν αἰσχύνην περιεκάλυπτε ῥήμασι, Κατὰ σαυτοῦ κέχρησαι, λέγων, Θύρσε, ταῖς γοητείαις. Ὅσῳ γὰρ ἂν ἀντιτεχνᾶσθαι σπουδάζῃς,
col. 523–524page 108 of 246
PG 116:523ἐμοὶ μὲν πλείονα τὸν θυμὸν ἀνάπτεις, σαυτῷ δὲ πικροτέρας κατασκευάζεις τὰς τιμωρίας. ΙΔ΄. Ἀλλὰ τότε μὲν ἑτέραις φροντίσιν ἀσχοληθείς, φυλακῇ αἱ αὖθις τὸν μάρτυρα δίδωσι. Μετὰ ταῦτα δὲ πρὸς Ἀπάμειαν πόλιν τινὰ ἐπιθαλαττίδιον ἅμα τῷ ἐπὶ τοῦ τόπου ἄρχοντι μέλλων ἀπαίρειν, δεσμὰ τῷ Θύρσῳ περιβαλών, κελεύει διὰ τῶν ἐφεπομένων ὄπισθεν ἕλκεσθαι. Ἐπεὶ δὲ μὴ πόῤῥω ἤδη τῆς πόλεως ἦσαν, νομίσας ὁ Σιλβανὸς πρῶτα μὲν τὴν ἄτιμον περιαγωγήν, ἔπειτα δὲ καὶ τὴν ἐκ τῆς ὁδοῦ τε καὶ τῶν δεσμῶν κακοπάθειαν ὑπανεῖναι αὐτῷ τῷ μάρτυρι τὸν τόνον τῆς εὐσεβείας, πεῖραν αὐτῷ καὶ πάνλιν ἑτέραν προσάγει, καὶ τὴν πορείαν μικρὸν ἐπισχὼν παρίστησιν ὑπ' ὄψιν αὐτῷ τὸν Θύρσον, καὶ Ἢ θύσειν, ἔλεγεν, εἰπέ, ἢ τοῦ ζῆν ἀθλίως ἀπαλλαγήσῃ. Τοῦ δὲ καὶ ταύτην ἀκόλουθον τὴν ἀπόκρισιν ταῖς προλαβούσαις ποιησαμένου, ἐπειπόντος δὲ καὶ τι Μᾶλλον ὑμεῖς ὅσον οὔπω τὰς ψυχὰς ἀποῤῥήξετε, εἰς μείζονα τὸν θυμὸν αὐτοὶ διηγείροντο, καὶ συνέπεσθαι μετὰ πληγῶν αὖθις ἄχρις Ἀπαμείας αὐτὸν κελεύουσιν· Ἐκεῖσε δὲ αὐταῖς γοητείαις ἀπεῤῥίφθω, φησί, κατὰ τῆς θαλάττης, ἐν ᾗ κακῶς ἀπολεῖται, μηδὲ ταφῆς γοῦν τινος μετὰ θάνατον ἀξιούμενος. Οὔπω πρὸς τὴν πόλιν ἦσαν, καὶ ἡ τοῦ μάρτυρος ἐξέβαινε πρόῤῥησις. Σιλβανὸς μέν γὰρ παρεθεὶς ἀθρόον τὰ μέλη, Κουμβρίκιος δὲ πυρετῷ λάβρῳ ληφθείς, ἐλεεινῶς ἄμφω τὸν βίον τεταρταῖοι κατελυσαν. Τὰ σώματα δὲ αὐτῶν λόγος ἔχει τὴν γῆν μὴ προσίεσθαι, ἕως, προσευξάμενος ὁ μάρτυς, ἐπράϋνέ τε αὐτὴν παλλομένην, καὶ τοῖς ἐλεεινοῖς ἐκείνοις κατήλλαξε. ΙΕ΄. Τούτων δὲ οὕτω δυστυχῶς τὸν βίον καταστρεψάντων, καὶ ἀξίαν τῆς εἰς τὸν μάρτυρα παροινίας δεδωκότων τὴν δίκην, ὑπὸ φυλακῇ καὶ δεσμοῖς ὁ Θύρσος τρίτην ἐξ ἐκείνου καὶ εἰκοστὴν τετήρητο τὴν ἡμέραν. Εἶτα ἐφίσταται τις ἡγεμὼν ἕτερος, οὐ τῆς ἐξουσίας τοῦ προτέρου μόνης, ἀλλὰ καὶ τοῦ τρόπου διάδοχος, βαρβάρῳ γλώσσῃ Βάνδος ὀνομαζόμενος. Οὗτος, τὴν Ἀπαμέων καταλαβών, ἐπὶ τῆς ἀθροισθείσης τε θέας αὐτῷ καὶ πανηγύρεως καταστάς, καὶ τὰ συνήθη περὶ τοῦ βασιλέως διεξελθών, εἶτα καὶ τὰς τῶν πρὸ αὐτοῦ πράξεις ἀνερευνῶν, καὶ τὰ ἐκείνων ἐπιὼν ὑπομνήματα, ἐντυγχάνει τοῖς περὶ τοῦ μάρτυρος Θύρσου ἐψηφισμένοις· καὶ τοῦτο μὲν ἀπὸ τῶν ὑπομνημάτων, τοῦτο δὲ καὶ ἀπὸ τῶν περιεστώτων πάντα καταμαθών, δημόσιον εἰς τὴν ἑξῆς αὐτῷ θέατρον συναθροίζει, καὶ μέσον εἰς ἐξέτασιν τὸν Θύρσον παραγαγών, Σὺ εἶ Θύρσος, εἶπεν, ὁ εἰς τὰ τῶν αὐτοκρατόρων προστάγματα ἐξυβρίζων, καὶ τὸ τοῦ μεγάλου θεοῦ Ἀπόλλωνος συντρίψας ἄγαλμα; Καί, ὅς· Ἐγώ εἰμι, ἔφη, ὁ παρανόμοις δόγμασιν ἀπειθῶν, καὶ μηδὲ χειρῶν ἀνθρωπίνων ἔργοις θυσίαν προσάγων, ἀλλὰ μόνῳ θύων Χριστῷ θυσίαν αἰνέσεως, καὶ τοῦτον ἀψευδῆ Θεὸν ὀνομάζων. Ὁ δὲ καὶ αὐτὸς ὅμοια τοῖς προλαβοῦσι ληρῶν δικασταῖς, καὶ ἀπειλαῖς φοβῆσαι δοκῶν τὸν ἀπτόητον, Παραπλησίου, ἔφη, δικαστηρίου τοῖς προλά-
col. 525–526page 109 of 246
PG 116:525βοῦσι καὶ τὰ νῦν οἰόμενος ἐπιτεύξεσθαι, καὶ ἀνεκτῶν οὕτω τιμωριῶν, ἀδεῶς μεγαλορρημονεῖς καὶ ὑπὸ θράσους τὰ παραστάντα λέγεις. Ἀλλ' οὐδέν σε ταῦτα ὀνήσουσιν οὐδαμῶς εἰς πεῖραν ἐλθόντα τῶν παρ' ἡμῶν κολάσεων. Διὸ τῶν ματαίων λόγων πρέμενος, θύσον προσελθὼν τοῖς θεοῖς· εἰ δ᾽ οὖν, παθὼν εἴσῃ, καὶ ταχὺ πάντων ἐπιλήσῃ τῶν προλαβόντων. Καὶ ὁ μάρτυς, Οἶδα, φησίν, ὅπως ὑμῶν ἕκαστος ὠμότητι καὶ ἀσεβείᾳ νικῆσαι φιλονεικεῖτε τοὺς προλαβόντας. Ἀλλ᾿ ἐμοὶ πεποίθησις ἐν Χριστῷ ὅτι καὶ τὰς ὑμετέρας ἐπιβουλὰς εὐχερῶς ὑπερβήσομαι, καὶ τὸν τοῦ μαρτυρίου στέφανον ἀναδήσομαι. Καὶ οὕτω μὲν ὁ θαυμάσιος ἀθλητής. ΙΖ΄. Τὸν δὲ κοινὸν ἐχθρὸν ταῦτα ἔθραττεν ἰσχυρῶς, καὶ φέρειν ἐν τῷ μάρτυρι λαμπρυνομένην τὴν εὐσέβειαν οὐκ ἠνείχετο, ἀλλὰ τῷ ἡγεμόνι προσελθὼν ἀφανῶς, σύμβουλος αὐτῷ γίνεται, καὶ οἷα πρότερον ὑπεβεβλήκει τῷ πρὸ αὐτοῦ, εἰ ἡ θεία ψῆφος ἄνωθεν ἐπέσχε τὴν ἔκβασιν, τοιαῦτα γε καὶ τούτῳ νῦν ὑποτίθησι. Καὶ γνοὺς ἐκεῖθεν ὁ δικαστὴς ὡς εἴη τε πονηρότατος ὁ ἐν τοῖς ὕδασιν ὄλεθρος, καὶ ὡς ἐντεῦθεν δύο πάλιν συμβαίνει τὰ χαλεπά, αὐτό τε τὸ μαρτυρικὸν σῶμα ταφῆς ἀπορῆσαι, καὶ Χριστιανοὺς ὑπομεῖναι τοιαύτην ζημίαν, λειψάνων οὕτω στερουμένους κοινωφελῶν, περιδήσας πάντοθεν ἀσφαλῶς καὶ εἰς σάκκον αὐτὸν ἐμβαλών, ἀφίησι κατὰ τῆς θαλάσσης, τριάκοντα προσωτέρω τοῦ αἰγιαλοῦ σταδίοις. Ἀλλ' ἐνεδύσαντο καὶ νῦν αἰσχύνην καὶ ἐντροπὴν ἄντικρυς οἱ μεγαλορρημονοῦντες ἐπ' αὐτόν, καὶ διακενῆς ὤφθησαν βουλευσάμενοι. Τοῦ σάκκου γὰρ παραχρῆμα διαῤῥαγέντος χορὸς λευχειμονούντων ἀνδρῶν, ὦ τοῦ θαύματος! τὸν μάρτυρα ὑπεδέχοντο, καὶ ὥσπερ διὰ ξηροῦ πεζεύοντα τοῦ ἐδάφους, ἐπὶ τὴν χέρσον εὐθὺς ἤγαγον. Τοῦτο τοίνυν ἰδόντες οἱ τὸν ἄνδρα κατὰ τοῦ βυθοῦ ῥίψαντες, ὑπότρομοι καὶ περιδεεῖς αὐτίκα πρὸς τὸν ἡγεμόνα τε φοιτῶσι καὶ τὸ γεγονὸς ἀπαγγέλλουσιν. Ὁ δὲ παρὰ τὸν αἰγιαλὸν ὀξὺς ἔρχεται, φόνιόν τι βλέπων καὶ μανικόν· καὶ ἐπειδὴ μόνον ἑστηκότα τὸν μάρτυρα ἐθεάσατο, Ἦ που χαλεπαί τινές εἰσιν ὑμῶν, εἶπεν, αἱ ἐπῳδαί τε καὶ γοητεῖαι, δι᾽ ὧν οὕτω καὶ θάλασσαν, ὡς ὁρῶ, χαλινοῦτε καὶ στοιχείων φύσεις ἀποβιάζεσθε. Πλὴν ἀλλ᾽ ὀνήσουσιν ὑμῖν αὗται τὸ παράπαν οὐδέν, ὅτι μὴ καὶ κολάσεις πλείονας οἴσουσι, καὶ τέλος θάνατον προξενήσουσι βιαιότατον. Καὶ ὁ μάρτυς· Μέχρι τίνος οὐ διαβλέψεις, ἄθλιε, τυφλώττων ἀκριβῶς, καὶ θεοῖς ὅμοια πάσχων τοῖς σοῖς; Ποία γὰρ ἐπῳδὴ τοῦτο καὶ γοητεία, τὸ καὶ τὰ στοιχεῖα δοῦλα ποιεῖν καὶ τῷ θελήματι μόνῳ λαμβάνειν εἴκοντα; Τίς δὲ τῶν παρ' ὑμῖν θαυματοποιῶν ἢ οὓς ὑμεῖς θεοὺς ἐνομίσατε, ὧν αἱ γοητεῖαι καὶ ἡ ἀπάτη, ὧν αἱ φαντασίαι καὶ δολερὰ πάντα πλάσματα καὶ τεχνάσματα, τίς ἐκείνων τοιοῦτον ὅλως εἰργάσατο, ἵνα καὶ κατὰ βυθοῦ ῥιπτόμενος ἄνθρωπος χερσὶν ἀγγέλων ὑποδεχθείη, καὶ πεζεύσῃ θάλασσαν, καὶ πρὸς τὴν ἤπειρον ἀβλαβῶς ἔχων διασωθείη; ΙΖ΄. Πρὸς ταῦτα πάλιν ὁ ἡγεμών· Εἰ καὶ δύσκολον ἀτεχνῶς τὸ τὸν ἅπαξ ἁλόντα τῇ τῶν Χριστιανῶν ἀπάτῃ τοῦ ζῆν ἀπαλλάξαι ὃν ἄν τις καὶ βούλοιτο
col. 527–528page 110 of 246
PG 116:527τρόπον, δι᾿ ἂς αὐτοὶ πάλιν ἀντιμηχανῶνται ραδιουργίας, ἀλλ᾽ ἐγώ σοι χαλεπὸν ὁμοῦ καὶ ταχὺν ἐπινοήσω τὸν θάνατον. Τὰ δὲ νῦν ἐπειγομένῳ μοι πρὸς τὴν Καισάρειαν ἐμέσθω, φησὶ, καὶ οὗτος, πρὸς τοὺς περιεστῶτας εἶπεν ἰδὼν, ἑλκόμενός τε πρὸς βίαν, καὶ ῥάβδοις ἰσχυρῶς τὰ νῶτα παιόμενος, ὡς ἂν ἐκεῖ τῶν ἐπιθυμουμένων βραβείων τύχοι καὶ ἀμοιβῶν. Τούτου δὲ γενομένου, ἐπεὶ μάθοιεν οἱ ἐν Καισαρείᾳ τὸν νέον ἐπιφοιτᾶν αὐτοῖς ἡγεμόνα, τὸν Θύρσον ὑπὸ δεσμοῖς ἐπαγόμενον, ἐξήεσαν ὁμοῦ πάντες, τῷ μὲν δοκεῖν τῷ ἡγεμόνι προϋπαντήσοντες, τῷ ἀληθεῖ δὲ τὸν Θύρσον ὀψόμενοι· ἐπεὶ καὶ πόθος αὐτοὺς εἶχε τῆς ἐκείνου θέας, ὡς ἱκανὸν ἂν καὶ ἀπὸ μόνης γε ταύτης χάριτος μετασχεῖν. Ἐπεὶ δὲ καὶ κατὰ τὴν πόλιν ἦσαν, τὸν μάρτυρα μὲν εὐθὺς εἶχε τὸ δεσμωτήριον, σκεπτομένῳ δὲ τῷ ἡγεμόνι, ὅπως ἂν αὐτὸν καὶ τίσιν ἀναλώσῃ τρόποις, θηρίοις ἔδοξεν ἐπαφεῖναι· οὗτος γὰρ αὐτῷ καὶ θανάτων ἐκρίθη ὁ πικρότατός τε καὶ ἀφυλακτότατος. Κελεύει γοῦν πύργον τε πρὸς αὐτῷ ὄρει ξύλινον οἰκοδομηθῆναι καὶ θῆρας ἀγρίους εἴσω παντοδαπούς ἐπιβληθῆναι, πρὸς δὲ καὶ λιμῷ πολυημέρῳ διερεσθῆναι τούτοις τὴν ἀγριότητα, ἔπειτα εἰς μέσους αὐτοὺς ἀφεθῆναι τὸν μάρτυρα. Τούτων δὲ εἰς τριάκοντα τελεσθέντων ἡμέρας, πάνδημον παρὰ τῷ ναῷ τοῦ Διὸς ὁ κόμης ἀθροίζει πανήγυριν, καὶ πολυτελῆ θυσίαν παρασκευάζει· καὶ οὕτως ἀπὸ τῆς φυλακῆς ἄγει τὸν Θύρσον τοῖς θηρίοις ἐκδοθησόμενον. Ὁ δὲ πάντων ἦν χαλεπώτατον, καὶ ἰσχυρὸν ψυχὴν διασείσαι, καὶ παρακαλέσαι πρὸς ἄρνησιν, τοῦ ἐχθροῦ τάχα καὶ τοῦτο σοφισαμένου, πλῆθος αὐτὸν περιστάντες συγγενῶν καὶ φίλων φείσασθαι ἑαυτοῦ παρήνουν, καὶ τὸ φρικτὸν ἐκεῖνο διαφυγεῖν τῆς κολάσεως, πράξαντα τὸ κεκελευσμένον. Οὕτω γὰρ οὐ μόνον ἀπείρατος ἔσῃ κακῶν, ἔφασκον, ἀλλὰ καὶ τιμῶν ἀπολαύσεις, καὶ μεγίστην ἕξεις παρὰ βασιλεῖ τὴν οἰκείωσιν. Ὁ δὲ πρὸς ταῦτα τὸ τῶν προπατόρων μὲν οὐδαμῶς, τὸ τοῦ Δαυΐδ δὲ μᾶλλον ἐποίει μὴ διδοὺς τὰ ὦτα πικροῖς ὄφεσι καὶ δεινοῖς συμβούλοις, κωφὸς δὲ ἦν, ὡς ἐκεῖνος δηλαδή, καὶ ἄλαλος, μὴ ἀκοὴν, μὴ στόμα τὸ παράπαν ἀνοίγων. ΙΗ΄. Τῷ ἡγεμόνι δὲ, ὡς εἶχε, τὴν θυσίαν ἐπιτελοῦντι παρίσταται. Κἀκεῖνος τὸν μάρτυρα θεασάμενος, Ἰδού, φησὶ, καὶ πέρα τοῦ μετρίου φιλάνθρωποι σοι γεγόναμεν, τοσοῦτον ἀνέντες καιρὸν εἰς διάσκεψιν. Εἰ μὲν οὖν καὶ αὐτὸς σεαυτῷ τὰ δέοντα συμβεβούλευκας, καὶ τὸ συνοῖσον οἴκοθεν ἔγνως, ἐπεὶ καὶ τὴν πατρίδα πᾶσαν ὁρᾷς θύουσαν Διὶ τῷ μεγίστῳ θεῷ, θῦσον καὶ αὐτὸς προσελθὼν καὶ πάντων ὁμοῦ, τῶν ἀπειλῶν, τοῦ κινδύνου, καὶ τῆς πικρᾶς τοῦ βίου καταστροφῆς ἀπαλλάγηθι· εἰ δὲ μή, θηρίων ὄνυχές σε καὶ ὀδόντες διασπαράξουσιν, ἐφ᾽ οἷς οὐδεὶς ὅλως ὁ βοηθῶν ἔσται σοι καὶ τῶν δεινῶν ἐξαιρούμενος. Καὶ ὁ μάρτυς πλασάμενος δῆθεν τινα μεταμέλειαν, Ἐγώ πάλαι, φησὶν, ἱκανῶς ἐμαυτῷ συνεβούλευσα, καὶ εἴ γε μὴ ὁ Ἀπόλλων οἷα παροραθεὶς ἠγανάκτει, μόνου τιμωμένου παρ᾽ ἐμοὶ τοῦ Διὸς, οὐκ ἂν τῶν οἰκείων ἄρτι πολιτῶν ἀπελείφθην, ἀλλ᾽ ἔθυσα ἂν σὺν αὐτοῖς τὰ νενομισμένα. ἥσθη τούτων ἀκούσας ὁ
col. 529–530page 111 of 246
PG 116:529ἡγεμών, οἷα τὸν γενναῖον ἤδη Θύρσον ἐλών, καὶ ἀντίκα χαίρων σὺν αὐτῷ πρὸς τὸν ναὸν ἀφικνεῖται, καὶ, θῦτον, ἔλεγε, μόνον, ἐπεὶ ἐγώ σοι τούτου ἐγὼ γυητὴς ἀξιόχρεως ὡς οὐδείς σοι μηνίσειε τῶν θεῶν. Προσσχόντος τοίνυν τοῦ μάρτυρος, καὶ τινα πρὸς τὸν ἀληθῆ Θεὸν εὐχὴν ὑπειπόντος, ἀθρόον χρῆμά τι σεισμοῦ φοβεροῦ κατασκήψαν συντρίβει μὲν αὐτὸ τὸ τοῦ Διὸς ἄγαλμα καὶ εἰς ἔδαφος κατασπᾷ, κατασείει δὲ τῷ φόβῳ τὰς τῶν ἀπίστων ψυχὰς, καὶ τὴν θυσίαν ἀπολιπόντες, οἱ μὲν ᾗ ποδῶν εἶχον ἔφευγον, μόνος δὲ κατὰ τὸν ναὸν ἀθλητὴς ὑπελείπετο. Συνεὶς οὖν τὴν ἀπάτην ὁ ἡγεμὼν, ἑαυτῷ μὲν τῆς φιλανθρωπίας ὥσπερ καὶ τῆς χρηστότητος ἐπεμέμφετο, ἠγρίαινε δὲ μᾶλλον κατὰ τοῦ μάρτυρος, ἅτε ἠπατημένος, καὶ οὐ μόνον οὐ πείσας, ἀλλὰ καὶ αἰσχύνην οὕτως ὀφλήσας περιφανῆ, καὶ διὰ τοῦτο πικρῷ θανάτῳ μετελθεῖν ἔσπευδε τὸν καὶ κατ᾽ αὐτοῦ καὶ κατὰ τῶν ἐκείνου θεῶν χαλεπὰ τοιαῦτα ἐξυβρικότα. ΙΘ΄. Εἰδὼς τοίνυν ὡς ἔργον αὐτῷ γένοιτο τὸ ἐπιταγμα, καὶ ὅτι πύργος ᾠκοδομήθη, τά τε θηρία τῷ λιμῷ παρωξύνθη τὴν ἀγριότητα, καὶ οὐδὲ λιθίνης ἂν ἀπόσχοιντο φύσεως, βληθῆναι κατὰ μέσον αὐτῶν κελεύει τὸν ἀθλητήν. Ἀφίετο οὖν μόνος αὐτοῖς ὁ μάρτυς, μυρίων ἔξωθεν ὀφθαλμῶν πάντα βλεπόντων. Ἀλλ᾽ οὐκ ἦν μόνος, ἀλλά τις ἄνωθεν αὐτῷ καὶ θεία χάρις παρῆν, ἥτις καὶ μεθ᾽ ἑτέρων τριῶν ὁρᾶσθαι τοῦτον ἐποίει. Περιστάντα τοίνυν αὐτὸν κύκλῳ τὰ θηρία, πρᾷόν τι καὶ ἥμερον ἐνητένιζον· καὶ προσφιλὲς τὸν μάρτυρα περιέσαινον, ὥσπερ ἐκ πολλοῦ χειροήθη καὶ τιθασσὰ καὶ συνήθη τούτῳ γεγενημένα. Αὐτὸς δὲ χεῖρας εἰς οὐρανὸν ἀνασχών, Εὐχαριστῶ σοι, Κύριε Ἰησοῦ Χριστέ, εἶπεν, ὅτι ἐδόξασας ἐν ἐμοὶ τὸ ἅγιον ὄνομα σου, καὶ ἐθαυμάστωσας τὰ ἐλέη σου, στόματα μοι φιμώσας θηρῶν, καθάπερ Δανιήλ, τῷ σῷ θεράποντι. Αὐτὸς οὖν ὁ καὶ τότε καὶ νῦν παραδόξως οὕτω διενεργῶν τὰ παράδοξα εὐδόκησον, βασιλεῦ, καὶ ταυτὶ τὰ ἄγρια ζῶα ἀοράτῳ σου καὶ τελεσιουργῷ νεύματι εἰς τὰς συνήθεις ἕκαστον χωρῆσαι διατριβάς, τῶν παρόντων μηδενὶ λυμηνάμενα. Ταῦτα προσευξάμενος τῷ Θεῷ, πρὸς τοὺς θῆρας ἐπιστραφείς, Ἐν ὀνόματι, φησί, τοῦ ἀληθινοῦ Θεοῦ, ἐπάνιτε πάλιν ὅθεν ἕκαστον ἐληλύθατε, μηδὲ μίαν μηδενὶ βλάβην ἐπαγαγόντα. Αὐτίκα γοῦν οἱ μὲν θῆρες ὥρμων· τῶν δὲ περιεστηκότων δέει ληφθέντων καὶ ἄλλοι ἀλλαχόσε διαφυγεῖν ὡρμημένων, ἐκεῖνα δρόμου πολλῷ πρὸς τὴν ὕλην ἐχώρει, καὶ τὸ θαῦμα πολλοὺς ἐπηγάγετο τῶν ἀπίστων, καὶ τῷ Χριστῷ μερὶς προσετίθετο. Κ΄. Γνοὺς δὲ ταῦτα ὁ ἡγεμών, ἐν ἀπόρῳ ἦν τοῦ τί χρὴ ποιεῖν, καὶ πῶς ἂν ἀξίως αὐτὸν ἀμύναιτο. Διά τοι τοῦτο καὶ δεσμὰ περιθεὶς αὐτῷ κατὰ πᾶν μέρος τοῦ σώματος, τὸ μὲν νῦν ἔχον εἰς δεσμωτήριον ἐμβάλλει, ἐντὸς δὲ ἡμερῶν ὀλίγων εἰς Ἀπολλωνίαν ἀπιέναι μέλλων, πόλις δὲ αὕτη οὐ πολὺ Καισαρείας ἀπέχουσα, κελεύει καὶ τὸν Θύρσον ὑπὸ στρατιώταις συρόμενον ἕπεσθαι. Ἐπιστὰς τοίνυν τῇ πόλει, καὶ κατὰ γνώμην τὰ ἐκεῖ διαθέμενος, ἐπειδὴ καὶ τοὺς ἐν αὐτῇ πάντας τρόπαιον θέσθαι τῆς ἀσεβείας ἠβού-
col. 531–532page 112 of 246
PG 116:531ὥστε καὶ κρατεῖν αὐτῷ τῆς θυσίας, καὶ ἐκεῖνον τὸν ἐν θεοῖς δεῖν ἔγνω διὰ τῆς εἰς τὸν θέλουν ὠμότητας ἀπούς καταπλῆξαι, ὡς δὲ τῆς φίλος τῆς τῶν ὁποίων ἐπαγωγῆς ἀπειθήσῃ, μηδείς. Ἐλάθεν, τὸ τοῦ λόγου, καθ᾿ ἑαυτοῦ εἰν μάχαιραν ἀκονῶν. Πάνδημον μὲν γὰρ εἰς τὸν ναὸν τοῦ Ἀπόλλωνος, ὡς τῶν ἐκεῖ πάντων τῇ τε ἄλλῃ πολυτελείᾳ καὶ τῷ πλήθει τῶν ἀγαλμάτων ἐπισημότατος ἦν, ἀθροίζει πανήγυριν· κελεύει δέ τινας νέους, τὴν γνώμην ὠμούς, τὴν χεῖρα γενναίους, τῶν εἰς ὑλικῶν ἐκείνων ἀγαλμάτων περιστάντες τὸν μάρτυρα, ῥάβδοις βαρείαις αὐτὸν κατακύπτειν. Ὁ δὲ, καθάπερ ὄναρ τὰ παρόντα πάσχων, οὕτω πρὸς οὐδὲν τῶν ἀλγεινῶν ἐπεστρέφετο, ἀλλὰ τὴν διάνοιαν εὖ παραπέμψας ἐπὶ τὸν ἀληθῆ δικαστήν, τὸν καὶ ἀβύσσους ξηραίνοντα, καὶ ὄρη μόνῳ τῷ βλέμματι τήκοντα, Ἐλθέτω ἡ χείρ σου ἐπ᾿ ἐμέ, προσηύχετο, Κύριε, καὶ μὴ μακρύνῃς τὴν βοήθειάν σου ἀπ᾿ ἐμοῦ, ἀλλὰ πρόσεχε εἰς τὴν ἀντίληψίν μου, καὶ μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσάμην σε. Ταῦτα ἐκεῖνος μὲν ηὔχετο, Θεὸς δὲ ἄνωθεν ἐπετέλει. Κτύπος γὰρ ἀθρόον ἐν τῇ πόλει φρικτὸς ἠκούετο, καὶ ὀξυτάτοις μὲν κέντροις ὀδυνῶν ὁ δικάζων ἐβάλλετο, παρεῖντο δὲ τὰς δεξιὰς οἱ τοῦ μάρτυρος κολασταί, καὶ ἡ τῶν ἀγαλμάτων πληθὺς καθῃρεῖτο καὶ εἰς γῆν ἀτίμως ἐῤῥίπτετο. Θείας τοίνυν ὁ Θύρσος ἡδονῆς πληρωθείς, Διὰ τί μὴ χεῖρα τοῖς οἰκείοις ὀρέγεις θεοῖς, ἐπιχλευάζων ὥσπερ φησὶ πρὸς τὸν ἡγεμόνα, αἰσχρῶς οὕτω κειμένοις, καὶ τῆς παρὰ σοῦ δεομένοις ἐπικουρίας, ἀλλ᾽ ἐν μέσῳ περιορᾷς αὐτοὺς τῷ θεάτρῳ, γέλωτα προκειμένους τοῖς μὴ τυφλώττουσιν; Ὁ δὲ, καὶ ὀδύναις πικραῖς βαλλόμενος, τὴν κακίαν ὅμως οὐκ ἦν ἰάσιμος, ἀλλ᾽, Αἱ τοῦ ἀλιτηρίου, ἔφασκε, Θύρσου γοητείαι χαλεπωτέραν μοι θανάτου παντὸς ἐργάζονται τὴν ζωήν. ΚΑ΄. Ἦν δὲ παρὰ τῇ Ἀπολλωνίᾳ Καλλίνικός τις ἀνὴρ ὄνομα, εὐγενίᾳ καὶ συνέσει διαφανής, πολλὴν τε ἀεὶ περὶ τοὺς πατρώους θεοὺς τὴν δεισιδαιμονίαν ἐπιδεικνυμένος, καὶ ἱερεὺς ἐκείνων καὶ θεράπων τελῶν, καὶ διὰ ταῦτα ἴσα θεοῖς Ἑλλήνων παισί τιμώμενος. Οὗτος τοῖς παραδόξως ἄνωθεν τελουμένοις ὑπὸ τοῦ μάρτυρος καὶ πάλαι προσέχων τὸν νοῦν, ἐπειδὴ καὶ τῇ τῶν ξοάνων παρὼν ὑπῆρξε καταστροφῇ, καὶ τὸ κατασκῆψαν εἰς τὸν ἄρχοντα εἶδος κακόν, ἀσθένειαν μὲν πολλὴν τῶν οἰκείων κατέγνω θεῶν, τὸν σπόρον δ᾿ ἐν τῇ ψυχῇ τῆς εὐσεβείας δεξάμενος, ἠρέμα καθ᾿ ἑαυτόν, Ὁ ὑπὸ Θύρσου κηρυττόμενος, ἔφη, Θεός, ὁ τεράστια δι᾿ αὐτοῦ τοσαῦτα θαυματουργήσας, αὐτὸς οἷα νεόλεκτον κἀμὲ στρατιώτην ὑπόδεξαι, καὶ κατὰ τῶν ἐχθρῶν ἤδη τῆς ἀληθείας ἐνίσχυσον. Ταῦτα καθ᾿ ἑαυτὸν τῷ Θεῷ τῶν ὅλων διαλεχθείς, πρόσεισι μυκτηρίζων εὐτέχνως τὸν ἡγεμόνα, καί, Τὸ λαμπρότατε, φησίν, ἡγεμών, οὗτος ὁ ταῖς βασάνοις ἀθλίως κατατριβόμενος ἄνθρωπος, τὸν ὕπατον ἁπάντων θεὸν Δία, εἰς ἔδαφος κατασπάσας, συνέτριψε, τὸν Φοῖβον Ἀπόλλωνα τρίτον ἤδη κατέαξε· καὶ αὐτὸν δὲ τὸν ἐν πολέμοις ἀήττητον Ἡρακλέα ῥᾳδίως κατήνεγκεν, οὐ χειρῶν,
col. 533–534page 113 of 246
PG 116:533οὐχ ὅπλων, οὐ ξίφους ἐπ' αὐτῶν δεηθεὶς, ἀλλὰ ψιλῷ ῥήματι μόνῳ καὶ κλήσει Χριστοῦ, καὶ ταῦτα σταυρὸν ἐκείνου καὶ θάνατον ὑπομείναντος. Εἰ τοίνυν τῇ ὑμετέρᾳ δοκεῖ ἐξουσίᾳ, προσελθόντες κἂν γοῦν Ἡρακλέα τὸν Ἀλεξίκακον θεὸν ἀναστήσωμεν, καὶ δεηθῶμεν, αἰδεσθέντα τὰ πάλαι περὶ αὐτοῦ θρυλούμενα, παραστῆναι τυραννουμένοις τῷ πατρὶ Διὶ καὶ τῷ θείῳ Ἀπόλλωνι· οὗτοι γὰρ ἀπὸ βαθέος ὕπνου καθεύδειν δοκοῦσι· καὶ τεσσαρεσκαιδέκατον ἄθλον τοῦτον αὐτῷ ἀναγράψομεν. ΚΒ΄. Οὐ συνιδὼν τοίνυν τὴν χλεύην ὁ ἡγεμών, Ὡς οὖν ἐμοῦ, ἔφη, πονήρως ἄρτι διακειμένου, καὶ ἀσθενῶς ἔχοντος, πορευθεὶς αὐτὸς ἱλέωσαί τε ἡμῖν τοὺς θεοὺς, καὶ κατὰ τοῦ τερατοποιοῦ τούτου Θύρσου σπουδῇ διανάστησον. Καὶ ὁ Καλλίνικος, Ἀλλὰ νομίζω, εἶπε, μεγίστην εἶναι τοῦ καταβεβληκότος Θεοῦ τὴν δύναμιν, καὶ δέδοικα ὡς οὐδὲ σφίσιν αὐτοῖς ἐπαμύναι δυνήσονται. Ἐνταῦθα συνίησι τὴν ἀπάτην ὁ ἡγεμών, καί, Ἦπου σύ, Καλλίνικε, φησί, ταῖς τοῦ μικροῦ τούτου γοητείαις ἑάλως; Κἀκεῖνος οὐδὲ φθέγξασθαί τι πλέον αὐτὸν ἀναμείνας (οὐδὲ γὰρ ἐπικρύπτεσθαι τὸ λοιπὸν ἠνείχετο τὴν εὐσέβειαν) εἴς τε δωμάτιον εὐθὺς ὡς εἶχεν ἀποδραμών, κείρεται τὰς ἐπὶ τῇ κεφαλῇ τρίχας, περιαιρεῖται τὸν πώγωνα, ἀποδύεται τὰ ἱμάτια, καὶ ἑλόμενος αὐτὰ ταῖς χερσὶ κομίζει μέχρι τοῦ ἡγεμόνος, καὶ πρὸ τῶν ἐκείνου ταῦτα ποδῶν ἀποῤῥίψας, Δέξαι μου τὰς τρίχας, ὦ ἡγεμών, ἔφη, καὶ τὴν στολήν, ἃς θυμάτων κνίσσα καὶ καπνὸς καὶ χειμάρρους αἱμάτων, καὶ τελεταὶ δαιμόνων ἐμόλυναν. Συναποβάλλομαι γὰρ αὐτοῖς καὶ τὴν προτέραν ἀπάτην, ποδηφόραν καινὴν ἀλλαξάμενος, καὶ Χριστιανὸς ἤδη γεγενημένος. ΚΓ΄. Ὁ ἡγεμὼν οὖν τὴν ἀθρόαν μεταβολὴν ἐκείνην καταπλαγείς, Τί δέ, Καλλίνικε, φησί, τοσοῦτον αἱ τοῦ γόητος ἐκείνου ἴσχυσαν τερατεῖαι, ὡς καὶ σὲ τὴν γενναίαν ψυχήν, τὸν θεράποντα τῶν θεῶν, τὸν ὑποφήτην ἐκείνων, τὸν ἱερέα τὸν πολλῆς παρ' αὐτῶν τυγχάνοντα εὐμενείας, τῆς πατρίου μεταστῆσαι θρησκείας, καὶ εἰς ἐσχάτην ἀπώλειαν ἐπισπάσασθαι; Καὶ ὁ Καλλίνικος, Ἐκ πολλῶν μέν, φησί, πέπεισμαι καὶ ἄλλων, μάλιστα δὲ μοι τῆς τοιαύτης μεταβολῆς ὁ Ἡρακλῆς αὐτὸς αἴτιος, τοσούτους μὲν ἄθλους, ὡς οἱ περὶ αὐτοῦ ὕθλοι, πανταχοῦ διανύσας, νῦν δὲ μηδὲ πρὸς ψιλὸν τε ῥῆμα τοῦδε τοῦ ἀνδρὸς ἀντισχών, ἀλλ᾽ ἀθλίως οὕτω καταπεσὼν, καὶ δείξας ὡς ἄρα ἡδὺς μῦθος, ὅσα περὶ αὐτοῦ τε καὶ τῶν ἄλλων θεῶν τοῖς ἀνθρώποις διατεθρύληται. Αὖθις οὖν ὁ ἡγεμών, Οὐδαμῶς, ἔφη, ἀλλ᾽ ὁ τῆς ἐκείνου γοητείας καὶ τῶν ὁμοίων σε τεράτων ἀνέπεισεν ἔρως, οἰόμενον τὰ ἴσα καὶ αὐτὸν ἐπιδείκνυσθαι. Πλὴν οὔτε τὸν γόητα καὶ πλάνον ἐκεῖνον, οὔτε σε ταῦτα ὀνήσειεν, εἰ μὴ θᾶττον μεταβαλὼν ἐφ᾽ οἷς ἐπλημμέλησας τὰς προτέρας καὶ τιμὰς τοῖς θεοῖς ἀποδῴης. ΚΔ΄. Ὁ δὲ τὴν τοῦ ἡγεμόνος ἄνοιαν φανερῶς ἐλέγξαι βουλόμενος (ᾔδει γάρ, ᾔδει σαφῶς ὅτι καὶ αὐτῷ παρέσται πάντως ὁ τοῦ Θύρσου Θεὸς καὶ τὰ οἰκεῖα ἐπ' αὐτῷ δείξει τεράστια), Ἐπεί, φησίν, ὦ
col. 535–536page 114 of 246
PG 116:535ἡγεμών, ἀνωμάλως ἔχει σοι τὰ τοῦ σώματος, οἴει δὲ κἀμὲ πλάσμασι τισιν ἠπατῆσθαι καὶ φαντασίαις. προσέλθωμεν, εἰ δοκεῖ, τῷ μεγάλῳ Ἀσκληπιῷ, καὶ κοινῇ λιπαρήσωμεν ὥστε κοιμῆσαί σοι τὸ πάθος, καὶ τῶν ὀδυνῶν ἀπαλλάξαι, καὶ τηνικάδε εἴσῃ καὶ περὶ ἐμοῦ πάντως ὡς οὐδὲν μοι πλάσασθαι ἢ φαντασθῆναι τοιοῦτον ἐπῆλθέ ποτε. Τὸν τρόπον τοίνυν ἐκεῖνος τῶν λεγομένων οὐ συνιδών, ἀλλὰ νομίσας ἁπλῶς ταῦτα εἰρῆσθαι (μεταμέλειά τις ἤδη τὸν Καλλίνικον ἔχει), παραλαβὼν εὐθέως αὐτόν, χαίρων ἐχώρει πρὸς τὸν ναόν. Ἐπεὶ δὲ τῶν μικρῶν ἐκείνων ἀδύτων ἐντὸς ἐγένοντο, προσσχὼν ὁ Καλλίνικος, Κύριε Ἰησοῦ Χριστέ, ὁ διὰ τοῦ σοῦ θεράποντος Θύρσου ἀψευδὴς ἐπιγνωσθείς μοι Θεός, ὁ καὶ μυριάκις εἰς σὲ παρηνομηκότα με μὴ ἀπωσάμενος, αὐτὸς ἀνάστηθι καὶ νῦν εἰς τὴν βοήθειάν μου, καὶ δεῖξον καὶ ἐν ἐμοὶ πάλιν τὴν δυναστείαν σου. Καὶ ἰδοὺ φωνή τις ἠκούετο ἄνωθεν ἐπιθαῤῥύνουσα τε αὐτοῦ τὴν ψυχὴν καὶ εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως διεγείρουσα. Ὁ δὲ θάρρους ἐντεῦθεν γενόμενος ἔμπλεως, καὶ τὸ τοῦ Κυρίου ὄνομα ἐπειπών, τῷ τοῦ Ἀσκληπιοῦ εἰδώλῳ σφοδρόν τι καὶ ἀπειλητικὸν ἐπιτιμᾷ. Καὶ ὁ τηλικοῦτος ἀνδριὰς ἐκεῖνος μικρὰν οὐκ ἤνεγκεν ἐπιτίμησιν, ἀλλ᾽ εὐθέως πρὸ τῶν ἐκείνου ποδῶν καταπίπτει ὥσπερ τις βιασαμένης χειρός. Πρὸς τὸν ἡγεμόνα τοίνυν ἀπιδὼν ὁ Καλλίνικος, Οὗτος, φησίν, οὐδὲ ἀναστῆναι δυνατὸς ἔσται, εἰ μὴ που βοηθὸν αὐτὸς χεῖρα ὀρέξεις. Διάβλεψον τοιγαροῦν καὶ γνῶθι ὡς οὐ γοητεία τὰ παρόντα καὶ τέχνη, ἀλλά τις ἐνεργεῖ Θεὸς ἐν ἐμοί, τὰ ἴσα καὶ ἐπὶ σοὶ θαυματουργῆσαι δυνάμενος, μόνον εἰ ἐπ᾿ αὐτὸν πιστεύσειας. Σφόδρα γοῦν ἀθυμήσας ὁ ἡγεμών, ὅτι καὶ αὐτὸν ἤδη τὸν Καλλίνικον ἐζημίωτο, τηνικαῦτα μὲν εἱρκτῇ κατακλείει τὸν ἄνδρα. ΚΕ΄. Ἑωθεν δὲ ἀναστάς, ἐπεὶ κακῶν ἐπαγωγαῖς ἀχείρωτον αὐτὸν ἑπόμενον ᾔδει οἷα ζηλωτὴν τοῦ Θύρσου γενόμενον, τοιαύτην κατ᾿ ἀμφοτέρων ἐκφέρει τὴν ψῆφον· Τὸν μὲν ἀποῤῥαγέντα, φησί, πρὸ μικροῦ τῆς τῶν θεῶν οἰκειώσεως, καὶ τῇ τῶν ἀθλίων τούτων ἀπάτῃ οὓς Χριστιανούς καλοῦσι, προστεθέντα Καλλίνικον τὸν διὰ ξίφους θάνατον ὑποστῆναι κελεύω· τὸν δὲ γε πολλαῖς τερατείαις ἐπισεμνυνόμενον Θύρσον, ὃς καὶ τῷ δειλαίῳ τούτῳ Καλλινίκῳ τὴν διαστροφὴν ἐμνηστεύσατο, εἴς τινα γυμνὴν ἐμβληθέντα θήκην ὀξυτάτῳ σὺν αὐτῇ διακοπῆναι εἰς λεπτὰ πρίονι, ὡς ἂν τῆς μακρᾶς ἐκείνης ἀπάτης καὶ γοητείας ἀξίαν καὶ μετὰ τελευτὴν ὑπόσχῃ τὴν δίκην. Ὁ μὲν οὖν τοιαῦτα κατὰ τῶν μαρτύρων ἀποφηνάμενος, τῶν ἐν χερσὶ πραγμάτων φροντίδων ἥπτετο. Παραλαβόντες δὲ αὐτοὺς οἱ στρατιῶται τὸν μὲν Καλλίνικον ἐξαγαγόντες τῆς ἀγορᾶς, καὶ καιρὸν αἰτήσαντα προσευχῆς καὶ λαβόντα, εἶτα καὶ τῷ διὰ ξίφους θανάτῳ τελειοῦσι. Θύρσον δὲ τὸν γενναῖον εἴς τι μηχάνημα γυμνὸν ἐμβαλόντες ὡς τὸ πονηρὸν ἐπίταγμα Βιταλίῳ τινὶ καὶ Σαβίνῳ τὴν βάσανον ἐπιτρέπωσιν. Τῶν ἄνωθεν ἕλκειν ἐπιχειρούντων τὸν πρίονα, βαρὺς μὲν οὗτος αὐτοῖς ἐδόκει κομιδῇ καὶ δυσάγωγος, κοῦφος δὲ ὅμως κατὰ τοῦ ξύλου καὶ μετέωρος ἤρχετο· ὥστε τοὺς μὲν κάμνειν τῷ ἄχθει
col. 537–538page 115 of 246
PG 116:537καὶ ἱδρῶτι περιῤῥεῖσθαι συχνῷ, τὸ ξύλον δὲ ἀπαθὲς μένειν, οὐδαμῶς αὐτοῦ παραπτομένου τοῦ πρίονος. Τέλος δὲ σφοδρότερον τῶν ἀνδρῶν ἐγκειμένων διανοίγεται μὲν αὐτομάτως ἡ θήκη· ἔξεισι δὲ ὁ ἀθλητὴς φαιδρὸς τὴν ὄψιν καὶ θαλερός· ὥσπερ ἡδονῆς θείας τῆς ἐκείνου ψυχῆς καταχθείσης. Τοὺς μὲν οὖν περιεστῶτας ὅσοι τε πρὸς τὸ τιμωρεῖσθαι, καὶ ὅσοι κατὰ θέαν μόνην παρῆσαν, ἔκπληξις πάντας εἷλε καὶ θίγειν οὐδενὶ δύναμις ἦν διὰ τὴν ὑπερβολὴν τοῦ θαύματος. Κς'. Ὁ μάρτυς δὲ τὸν οἰκεῖον τῆς ἀθλήσεως δρόμον αἰσθόμενος ἤδη πρὸς τέλος ἥκοντα, καὶ τινος ἄνωθεν φωνῆς πρὸς τὰ βραβεία καλούσης ἀκούσας, χεῖρας ἅμα καὶ νοῦν εἰς οὐρανοὺς ἀνασχών, Εὐχαριστῶ σοι, Κύριε Ἰησοῦ Χριστέ, εἶπεν, ὅτι με ἀνάξιον ὄντα προσελάβου, καὶ τοῦ σοῦ κλήρου καὶ τοῦ χοροῦ τῶν εὐαρεστησάντων σοι κατηξίωσας. Καὶ νῦν δέξαι μου τὴν ψυχὴν ἐν εἰρήνῃ, καὶ εἰς τὸ ἅγιόν σου θυσιαστήριον ταύτην εἰσάγαγε τῆς ἀφράστου παρὰ σοὶ μεθέξουσαν εὐφροσύνης. Ταῦτα εἶπε, καὶ πάντοθεν τῇ τοῦ Χριστοῦ σφραγίδι σημειωσάμενος ταῖς ἐκείνου χερσὶ τὴν ἁγίαν ψυχήν παρατίθησιν. Οὕτως εὐμήχανός τε καὶ ἐν ἀπόροις εὔπορος ἡ τοῦ Θεοῦ ἄῤῥητος σοφία. Ἰδοὺ γὰρ ὁ παρὰ τῶν ἐχθρῶν τοσαύταις ἐκδοθεὶς τιμωρίαις, καὶ μηδὲν ἐκεῖθεν παθών χαλεπὸν ἀκολούθῳ καὶ φυσικῇ τελευτῇ καταλύει τὸν βίον. Κζ'. Πολὺς ὁ μεταξὺ χρόνος, καὶ Διοκλητιανὸς μὲν τῆς Ῥωμαίων ἀρχῆς τυραννικῶς ἐπιβαίνει· διατάγματα δὲ πάλιν πανταχοῦ καταπέμπει ἢ πάντας αὐτῷ κοινωνῆσαι τῆς ἀσεβείας, ἢ θάνατον ὑφίστασθαι τὴν ζημίαν. Ἀῤῥιανός τοίνυν ὁ τηνικαῦτα τῆς Θηβαίδος ἡγεμονεύων, μελλήσας οὐδὲν Ἀσκλᾶν αὐτίκα καὶ Λεωνίδην πρεσβεύοντας λαβών τὴν εὐσέβειαν, πολλαῖς καὶ μεγάλαις ὑποβάλλει βασάνοις, εἶτα καὶ αὐτῆς πικρότατα τῆς ζωῆς ἀπαλλάττει. Ὡς οὖν ἐκείνοις τὸ μαρτύριον ἤνυστο, κελεύει καὶ πάντας συλληφθῆναι τοὺς ἀνὰ τὴν πόλιν Χριστιανούς, καὶ μάλιστα ὅσοι τῶν ἄλλων ἦσαν ἐπισημότεροι τὴν εὐσέβειαν, καὶ προτεθῆναι μὲν παρ' αὐτῷ τὰ τῶν κολάσεων ὄργανα, ἔπειτα δὲ κατὰ πρόσωπον ἐκείνου καὶ αὐτοὺς παραστῆναι. Τῶν ὀξύτατα γενομένων αὐτὸς σοβαρῷ μὲν τῷ σχήματι, σοβαρωτέρῳ δὲ τῷ φρονήματι· Παρ' ὑμῖν ἐστι τοῦτο, καὶ ὑμᾶς κυρίους τοῦ πράγματος τίθεμεν, τοῦ ἢ θύοντας ἀδεῶς ζῆν καὶ ἐλευθερίως, ἢ ἀπειθοῦντας ποικίλαις τιμωρίαις, εἶτα καὶ αὐτῷ θανάτῳ ἐκδίδοσθαι. Ταῦτα τοῦ ἡγεμόνος εἰπόντος καὶ τῶν ὀργάνων εὐθέως ὑποδειχθέντων αὐτοῖς, ἄνδρες τὸν ἀριθμὸν ἑπτὰ καὶ τριάκοντα, ἄνδρες καὶ γνώμας καὶ ψυχὰς ἀήττητοι, τῶν λεγομένων καταγελώντες, τῶν ὁρωμένων πάντων ὑπερορώντες, ἀλλήλους παραθαῤῥύναντες καὶ ὅτι μὴ μόνον εἰπόντες τοῦ δυσσεβῶς ζῆν, ἀλλὰ καὶ τοῦ καλῶς ἐν εὐσεβείᾳ διάγειν τὸ ὑπὲρ αὐτῆς τεθνάναι πολλῷ βέλτιον, εἰς μέσους τοὺς κινδύνους πηδῶσι, καὶ τὸν καιρὸν εὐθέως ἁρπάζουσι. Πλὴν οἱ μὲν ἄλλοι προθυμίας ἐπὶ τῆς
col. 539–540page 116 of 246
PG 116:539αὐτῆς εἶχοντο, καὶ οὐδὲν τῶν παρόντων αὐτοὺς ἐθορύβει. ΚΗ'. Εἰς δέ τις τὴν κλῆσιν μὲν Ἀπολλώνιος, τὴν τάξιν δὲ ἀναγνώστης, τά τε εἴδη καὶ πλήθη τῶν βασανιστηρίων ἰδών, φόβου τὴν ψυχὴν πληρούται καὶ τὴν προθυμίαν ἐκλύεται· εἰττῷ δὲ φόβῳ καὶ τειλημμένος τῷ μὲν προστὰς ἐπηρτημένας βασάνους, τῷ δὲ πρὸς τὴν τῆς εὐσεβείας ἄρνησιν μέσην ἀμφοτέρων τρέπεται, ὡς μήτε τὴν ψυχὴν τοῖς δαίμοσι μήτε τὸ σῶμα τοῖς δημίοις ἐκδοίνοι, ἀλλ' ἐπ' ἴσης καὶ τὰς τούτων θυσίας καὶ τὰς παρ' ἐκείνων τιμωρίας διαφυγεῖν. Τὸ δὲ ὅπως ὁ λόγος ἤδη δηλοῦν ἕτοιμος. Ἐτύγχανε τις ἀνὴρ πλησίον ἐκείνου ἑστὼς Ἕλλην τὸ σέβας, τὴν κλῆσιν Φιλήμων, τὴν τέχνην αὐλητής· ὃς διὰ ταύτην ἐκαλεῖτο μὲν τοῖς ἐπιχωρίοις Χοραύλης· ἔτερπε δὲ καὶ Ἀῤῥιανὸν ὁπόταν καὶ οὗτος μικρὰ τῶν φροντίδων ἀπολυθείς. Τοῦτον ἐγγὺς ἰδὼν Ἀπολλώνιος καλεῖ τε πρὸς ἑαυτὸν καὶ ὑπισχνεῖται χρυσοῦς τέσσαρας, εἰ ἀντ' ἐκείνου τὴν θυσίαν ὑπέλθοι, καὶ τοῦτον μὲν τῶν βασάνων ῥύσαιτο, τοὺς ὁρῶντας δὲ καὶ αὐτὸν Ἀῤῥιανὸν ὡς αὐτὸς εἴη Ἀπολλώνιος, παρακρούσαιτο. Πείθεται τούτοις Φιλήμων, καὶ τὴν ἐκείνου στολὴν μετενδὺς καὶ τὸ πρόσωπον ὡς ἐνῆν καλυψάμενος ἐχώρει πρὸς τὴν θυσίαν. Θεὸς δὲ ἄρα ἦν ὁ ταῦτα πραγματευόμενος παραδόξως, καὶ Φιλήμονα μὲν δι' Ἀπολλωνίου πρὸς ἑαυτὸν ἐπισπώμενος, διὰ Φιλήμονος δὲ Ἀπολλωνίῳ τοῦ μαρτυρίου πλέκων τὸν στέφανον, καὶ οὕτω ἀφορμὰς δι' ἀλλήλων ἀμφοτέροις διδοὺς τὴν πρὸς αὐτὸν οἰκειώσεως. ΚΘ'. Περιαστράψας γὰρ τότε Φιλήμονι φωτισμὸν καὶ ὥσπερ ἅμα τῇ στολῇ καὶ τὴν ψυχὴν ἀμείψαι παρασκευάσας ταὐτὸ εἶναι πεποίηκεν, ὅπερ ἄρα καὶ ὑπεκρίνετο· σφραγισάμενος μὲν γὰρ οἷα Χριστιανὸς τῷ τοῦ σταυροῦ σημείῳ, ἵνα κἀν τούτῳ δείξῃ τὸν Ἀπολλώνιον, παρ' αὐτὸν εὐθέως τὸν ἡγεμόνα ἐχώρει. Ὁ δὲ τὸν ἄνδρα ἰδὼν, τίς οὗτος ἠρώτα τοὺς παρεστῶτας. Ὡς δὲ οἱ μέν, τῶν Χριστιανῶν, εἶπον, ὥσπερ ἔοικεν, εἷς, ὁ δὲ θύειν αὐτὸν παραχρῆμα ἐπέταττε, τότε δὴ τότε Φιλήμων ῥᾷον ἢ τὸ ἔνδυμα τὴν γνώμην μεταβαλὼν καὶ ὥσπερ ὃ ἐμιμεῖτο δυσωπηθεὶς ἢ τὸ δοκεῖν μᾶλλον καὶ αὐτὸ τὸ εἶναι προσθείς, λαμπρᾷ ὡς εἶχεν ἀνέκραγε τῇ φωνῇ· Οὐ θύω, Χριστιανὸς γὰρ εἰμι, Χριστοῦ δοῦλος, Χριστοῦ τοῦ ζῶντος Θεοῦ. Καὶ ὁ ἡγεμών, Οὐ πρὸ μικροῦ ἑώρακας, εἶπεν, ἡλίκων καὶ ὅσων οἱ περὶ Ἀσκλᾶν καὶ Λεωνίδην πειραθέντες κολάσεων, εἶτα καὶ θάνατον κατεκρίθησαν; Ὁ δέ, Αὐτὸ μὲν οὖν τοῦτο, ἔφη, καὶ ἀφορμὴ τοῦ μαρτυρίου μοι γέγονεν, ὅτι καὶ Ἀσκλᾶς καὶ Λεωνίδης οὕτω πρὸ μικροῦ διὰ Χριστὸν ἠγωνίσαντο, καὶ μεγίστης ὑπομονῆς ἐντεῦθεν ἐδρεψάμην διδασκαλίαν καὶ καρτερίας ὑπόθεσιν. Ἄλλως τε καὶ τὸ θαῦμα ὃ περὶ τὴν σὴν ἐκεῖνοι ναῦν ἐπεδείξαντο φερομένην αὐτὴν διὰ τοῦ ποταμοῦ κατὰ μέσον τὸν πόρον στήσαντες, τίνας οὐκ ἂν ἀποδύσασθαι πρὸς τὸν αὐτὸν ὑπὲρ εὐσεβείας ἀγῶνα παρασκευάσειεν; Μεταπείσαι τοίνυν οὕτως αὐτὸν ἀπαγορεύων ὁ ἡγεμών, πρὸς τοὺς περιεστῶτας
col. 541–542page 117 of 246
PG 116:541ἐπιστραφείς, Μεταπέμψατέ μοι, φησί, τὸν Χοραύλην Φιλήμονα· ἴσος ὑπὸ τῶν αὐλῶν ἐκείνου καὶ τῆς σειρῆνος πρὸς ἡδονὰς ἀνεθεὶς ῥᾴων ἂν οὕτω τὴν μεταβολὴν γένοιτο· ἀγνοῶν πάντως ὁ μάταιος ὅτι αὐτὸς οὗτος Φιλήμων ἦν καὶ τῇ αὐτῇ γλώττη χρώμενος, πλὴν ὅσον πρότερον μὲν ὑπὸ λύρα καὶ αὐλοῖς, τότε δὲ Πνεύματι θείῳ φθεγγόμενος. Α΄. Πάσης τοίνυν σχεδὸν τῆς περὶ αὐτὸν τάξεως τὸν δῆμον περιελθούσης καὶ οὐδαμοῦ Φιλήμονα δυνηθείσης εὑρεῖν, ὁ ἡγεμὼν, Τὸν ἀδελφὸν ἐκείνου Θέωνα, ἔφη, μετακλητέον, καὶ αὐτὸς ἔνθα πάντως Φιλήμων ἐστὶ διδάξει. Ἐπεὶ δὲ καὶ Θέων πάρεστι μηδὲν ἐκεῖνος εἰδὼς, οἷος εἴη σκοπὸς τῷ Φιλήμονι, Οὗτος, εἶπε, Φιλήμων, δείξας τὸν ἀδελφόν. Εὐθὺς οὖν ὁ ἡγεμὼν ἀνακαλύπτειν αὑτοῦ τὴν ὄψιν ἐκέλευε, καὶ ἰδόντι γελᾶν μὲν αὐτῷ ἐπῇει τερπνόν τι καὶ ἄνετον νομίσαντι πάντως εἰς γέλωτα τοῦτο θέσθαι Χριστιανῶν τὸν Φιλήμονα καὶ παρὰ τοῦτο καὶ τὸ προσωπεῖον ἐκεῖνο περιβαλέσθαι, ἵνα καὶ ἄλλοις παρείη γελάν. Εἶτα τὸ μὲν δράμα καὶ τὴν ὑπόκρισιν ἀποῤῥίπτειν ἐπέτταττε, προσελθόντα δὲ σὺν ἐκείνῳ θύειν. Ἐπεὶ δὲ Φιλήμων τοὐναντίον ἔφασκε μᾶλλον τῷ μὲν Χριστῷ λατρεύειν ταῖς ἀληθείαις, τὰ δὲ τῶν ἐκείνου θεῶν ἐν παιδιᾷ καὶ γέλωτι τίθεσθαι, πολλὴ ἔκπληξις εἶχε καὶ ἀπορία τὸν δικαστήν. Ἐμβλέψας οὖν πρὸς Φιλήμονα, Πρὸς αὐτῆς, ἔφη, τῆς ὑγείας Ῥωμαίων ἀληθῆ τὰ παρόντα, Φιλῆμον, ἢ χλεύη Χριστιανῶν καὶ μυκτήρ; Ὁ δὲ, Οὐ τὴν ὑγείαν ἐγὼ τὴν Ῥωμαίων, ἀλλ᾽ αὐτὴν ὄμνυμι, ἔφη, τὴν ἐμὴν τοῦ σωτηρίαν καὶ τὸν ἐμὸν Δεσπότην καὶ βασιλέα Χριστόν, οὐ γέλως, οὐ παιδιά, οὐ πλάσμα, οὐμενοῦν τὰ δρώμενα, ἀλλὰ καρδίας μετάθεσις ἀληθής, καὶ πρὸς Χριστὸν πίστις ἀψευδεστάτη· καὶ ὑπὲρ ταύτης ἐγὼ τῆς ὁμολογίας οὐχ ἕνα μόνον, ἀλλὰ καὶ μυρίους, εἰ οἷόν τε, θανάτους ἀποθανεῖν ἔτοιμος. ΛΑ΄. Ὀργῆς ἐπλήρωσε ταῦτα τὸν ἡγεμόνα, καὶ πρὸς τοὺς περιεστῶτας ἐπιστραφεὶς ἐπυνθάνετο Φιλήμονα παραχρῆμα κτείνειν οὕτω φανερῶς ἐξυβρικότα πρὸς τοὺς θεοὺς καὶ ἀσεβῆ ἐπίσημον ἀποδεδειγμένον, ἢ χρόνον παρασχεῖν εἰς ἐπίσκεψίν τε καὶ μεταμέλειαν τοῦ γεγενημένου. Ὁ μὲν οὖν δῆμος (ἰσχυρῶς γὰρ εἶχε πόθος αὑτοὺς Φιλήμονος καὶ πάντες τῆς ἐκείνου γλώττης καὶ τῶν αὐλῶν ἐξεκρέμαντο) αὐτίκα μάλα ἠξίουν τὸν ἡγεμόνα μὴ ἀπολλύναι λέγοντες τὴν κοινὴν τῆς πόλεως ἡδονήν. Ὁ δὲ τὸν τόνον αὑτῷ καὶ τὴν προθυμίαν ἑλκύσαι βουλόμενος, Ὁρᾷς, ὦ Φιλῆμον, εἶπεν, ὅπως σου καὶ τὸ πλῆθος λίαν ἐρωτικῶς περιέχεται, καὶ κοινήν μέν σε καλοῦσιν ἡδονήν, κοινὴν δὲ νομίζουσιν εὐφροσύνην; Σὺ δὲ κἄν γοῦν τοῦ παρ᾽ αὐτῶν κρότου καὶ τῶν ἐπαίνων ἐπιμνησθεὶς καὶ σκοπῷ καὶ τούτοις τὰ εἰθισμένα ποιῶν τοῖς σωτῆρσι θύσον θεοῖς. Ἰδοὺ γὰρ καὶ ἡ μεγίστη μετὰ μικρὸν τελεῖται πανήγυρις, ἐν ᾗ φιλοτιμότερον ᾄσεις, καὶ σὺ μὲν ἠσθήσῃ τὴν ψυχὴν τοῖς παρὰ τούτων ἐπαίνοις, ἡμῶν δὲ θέλξεις τὴν ἀκοὴν τοῖς ποιήμασι. Πρὸς ταῦτα Φιλήμων, Ἡ πανήγυρις αὕτη, φησὶν, ὦ ἡγεμών, τῆς ἐκεῖθεν ἀναμιμνήσκει με πανηγύρεως· ἡ δὲ φιλοτιμία τῆς μουσικῆς εἰς φαντασίαν
col. 543–544page 118 of 246
PG 116:543τῆς ἀγγελικῆς ἄγει με ὑμνῳδίας. ἴσθι τοιγαροῦν ὅτι ἄπρακτα πονήσεις ἐμὲ μεταπείσειν ἐπιχειρῶν καὶ οὐ μόνον οὐδὲν ἐνήσεις, ἀλλὰ καὶ πλείονα μοι πρὸς Χριστὸν ἀνάψεις τὸν πόθον. Καὶ ὁ ἡγεμών· Ἀλλ' εἰ καὶ πάντα, ὥσπερ ἔφης, διὰ Χριστὸν ὑποστήσῃ τὰ λυπηρά, τί τὸ κέρδος ἐντεῦθεν ἕξεις; Οὐδὲ γὰρ εἰς μαρτύριόν σοι τὸ πρᾶγμα, κἂν πάντα ἕλῃ παθεῖν, ἀποβήσεται· ἐπεὶ οὔτε Χριστιανὸς ὅμως γέγονας οὔτε μὴν κατὰ τοὺς ἐκείνων νόμους τὸ βάπτισμα εἴληφας. ΛΒ'. Τοῦτο Φιλήμων ὡς ἤκουσεν, τοῦ πνευματικοῦ πυρὸς, ἀνεβόησεν, ὅ ταῖς ἐμεῖς φρεσὶν ὑπανήψας· ὡς πολλὰς ὀφείλω σοι τάς χάριτας, ἡγεμών, ὅτι με καὶ ἄκων οὕτω τὰ μέγιστα εὐηργέτηκας ἱεροῦ βαπτίσματος ἀναμνήσας. Ταῦτα πρὸς τὸν ἡγεμόνα φθεγξάμενος ἐν μέσῳ τῶν ὄχλων ἔστη, καί, Δέομαι ὑμῶν, ἀνέκραγεν ἰσχυρῶς, εἴ τις ἐν ὑμῖν Χριστιανῶν εἴη προεστηκὼς καὶ βασάνων καταφρονῶν διὰ τὴν εὐσέβειαν, παρίτω τὸ τάχος καὶ βαπτίσματός με τοῦ θείου μεταδιδότω. ὡς δὲ πάντας ἑώρα δέει νικωμένους καὶ μηδὲν τοῦ καιροῦ ὁρᾶσαι δυναμένους νεανικώτερον, λύπῃ συγχυθεὶς τὴν ψυχὴν καὶ φωνὴν αἴρων, εὐθέως μετὰ θερμῶν τῶν δακρύων. Ὁ Θεός μου, ἔφη, Χριστέ, ὡς εὐμενές μοι βλέψας τῆς βαθείας πλάνης ἀνεκαλέσω με, μὴ οὕτω με περιίδης τοῦ θείου βαπτίσματος ἀκοινώνητον, ἀλλ' ἣν βούλει τρόπον ὑπόδειξόν μοι καὶ ἱερέα καὶ ὕδωρ παρ' οὗ καὶ ἐν ᾧ τοῖς ἄλλοις ὁμοίως Χριστιανοῖς βαπτισθήσομαι. Οὕτως εἰπόντος νεφέλη ἄνωθεν εὐθὺς ὑποκαταβᾶσα καὶ μέσον αὐτὸν ἑστηκότα κύκλῳ περιλαβοῦσα ἐβάπτισεν. Εἶτα ἡ νεφέλη μὲν ἄνεισι πάλιν· ὁ δὲ ὑπὸ τοῖς ἁπάντων ὀφθαλμοῖς οὐρανίῳ νάματι βαπτισάμενος, Ὁρᾷν ὑμῖν, ἔφη, πρόκειται πᾶσιν ὅσοι Χριστιανοὶ μέν ἐστε, οὔπω δὲ καὶ δῆλοι τὴν εὐσέβειαν εἶναι βούλεσθε, ὅπως οὐδενὸς ὑμῶν οὐδὲ προσελθεῖν μοι τάχα θαρσήσαντος αὐτὸς ἐπιφανῶς ἐλθὼν ὁ Δεσπότης τῆς μεγίστης μοι τοῦ βαπτίσματος ἐκοινώνησε δωρεᾶς. Ἴδετε τοιγαροῦν, καὶ φόβου καὶ δειλίας τῆς ἀγεννοῦς ἀπαλλάγητε. Καὶ σὺ δέ, περίβλεπτε ἡγεμών, μανίας οὐδὲν ἐχούσης λυσιτελὲς ἀποστάς, γνῶθι τίνι Θεῷ σεαυτὸν ἀλόγως ἐξεπολέμωσας, καὶ ὅπως ὑπ' αὐτῷ δικάζοντι μέλλεις τὴν κόλασιν ὑποσχεῖν. ΑΓ'. Οὕτω φθεγξαμένου τοῦ μάρτυρος ὁ ἡγεμὼν μήτε τούτοις οἷς ἤκουσε μήτε οἷς εἶδε παραδόξοις ὅμως προσεχών (τυφλὸν γὰρ ἀκριβῶς ἡ κακία), Ταῦτα μέν, εἶπε, Φιλῆμον, ἐᾷν· οὐδὲν γὰρ ὅτι μὴ ὀφθαλμῶν ἀπάτη μόνον καὶ τερατεία· σὺ δὲ ὅτου χάριν ἡδέων οὕτω πραγμάτων ἀμελῶς ἔσχες εἰπέ, ὡς μήτε τῶν οἰκείων αὐλῶν μηδένα λόγον ποιεῖσθαι μήτε τῆς μεγίστης ἡμῶν ἑορτῆς μηδ' εἰς βραχεῖαν ἀνάμνησιν ἔρχεσθαι, μήτε τοῦ σύμπαντος τούτου πλήθους πόθον λαμβάνειν, οἱ ἐπειδὰν ἀφίκωνται μὲν εἰς τὸ θέατρον, σὲ δὲ μὴ θεάσωνται τὸ ἐμμελὲς ἐκεῖνο καὶ γλαφυρὸν αὐλοῦντα, ἀλλὰ τοὺς αὐλοὺς ἕτερον ἀντὶ σου λαβόντα, πόσα δοκεῖς ἀνοιμώζουσι τῶν σῶν μεμνημένοι μελῶν καὶ τῆς γλυκείας ὄντως ἴυγγός τε
col. 545–546page 119 of 246
PG 116:545καὶ χάριτος ; Ἀλλὰ ταῦτα ὁ ἡγεμὼν γυναιξὶ μᾶλλον ἢ ἀνδράσι προσήκοντα λέγων, καὶ κολακείᾳ δουλοπρεπεῖ διαφθείρειν ψυχῆς εὐγένειαν προελόμενος. Φιλήμονι δὲ τοσοῦτον ἐμέλησε τῶν ῥηθέντων ὡς, ἐπεὶ ἔγνω τὸν ἡγεμόνα οἱονεί τι δέλεαρ αὐτῷ προτείνοντα τοὺς αὐλοὺς καὶ οὕτως αὐτὸν θηρεῦσαι πειρώμενον, ἐδεῖτο θερμότατα τοῦ Θεοῦ πῦρ κατὰ τῶν αὐλῶν ἀφεῖναι καὶ τέφραν αὐτοὺς ἀποφῆναι καὶ κόνιν, Εἰσάκουσόν μου καὶ νῦν, λέγων, Κύριε βασιλεῦ, καὶ ὥσπερ ἐπ᾿ ἐμὲ ὕδωρ, οὕτω καὶ ἐπὶ τοὺς ἐμοὺς αὐτοὺς πῦρ ἐλθέτω καὶ καταφαγέτω αὐτοὺς, οὓς ἐπὶ τὸ σὸν μαρτύριον καὶ ταῖς χερσὶν ἔχων παρεθέμην Ἀπολλωνίῳ. Ναί, Δέσποτα Ἰησοῦ, ἵνα μηδέν μου τῆσδε τῆς ματαιοτεχνίας ὑπολειφθῇ λείψανον, μηδέ τις ἰδὼν τῶν ἀπίστων, Οὗτοι, ἂν εἴποι, Φιλήμονος αὐλοί. ΛΔ΄. Οὔπω τέλος ἐλάμβανεν ἡ εὐχὴ, καὶ σκηπτός μὲν ἐπὶ τὰς Ἀπολλωνίου χεῖρας καθίετο· καὶ τῶν χειρῶν μὲν παραδόξως ἄγαν ἀπέσχετο, κατέφλεξε δὲ τοὺς αὐλοὺς καὶ εἰς χοῦν αὐτοὺς καὶ κόνιν εὐθέως διέθηκε, καθάπερ τινὸς τὸν σκηπτὸν περιάγοντος, καὶ τίνων μὲν χρὴν ἀπέχεσθαι, τίνων δὲ ἔψασθαι διαδεικνύντος. Ἐντεῦθεν ἀμφότερα κατωρθοῦντο ταῦτα· Φιλήμονι μὲν γὰρ ἡ εὐχὴ πέρας εἶχε καὶ εἰς ἔργον ἐξέβαινεν, Ἀπολλωνίῳ δὲ ἤδη θύρα πρὸς τὸ μαρτύριον διηνοίγετο. θέων γὰρ ὁ Φιλήμονος ἀδελφὸς εὐθέως, ὥσπερ ἔκ τινος ἀποστολῆς δραμὼν, πάντα τοῦ δράματος γνωρίζει τῷ ἡγεμόνι, ὅπως τε Φιλήμονι τὴν οἰκείαν στολὴν περιέβαλεν Ἀπολλώνιος, ὅπως τε ἀντ᾽ ἐκείνου χωρῆσαι πρὸς τοὺς ἀγώνας αὐτὸν παρεσκεύασε, καὶ ὡς αὐτὸς οὗτος εἴη τῆς ἐκείνου διαφθορᾶς αἰτιώτατος. Ἄγεται οὖν αὐτίκα καὶ Ἀπολλώνιος, ᾧ μανικόν τι καὶ ἄγριον ἐμβλέψας Ἀρριανός· Τί τοῦτο, φησί, μιαρώτατε πάντων ἀνθρώπων, ὅ καὶ ἡμᾶς καὶ τὴν πόλιν καὶ τουτονὶ τὸν δείλαιον εἴργασαι ; ὅτιπερ ἀπονοίᾳ μὲν καὶ θεῶν καὶ νόμων ὑπερφρονῶν, δειλίᾳ δὲ τὰς βασάνους ἐκκλίνων, ἤμειψάς τε πρὸς αὐτὸν τὴν ἐσθῆτα καὶ μαγγανείᾳ τινὶ τὴν αὐτοῦ καρδίαν διέτρεψας, μεγίστης ἡδονῆς τὴν πόλιν ἀποστήσας. Ἔδει σε τοινυν, εἰ τὰς κολάσεις οὕτως ἐδεδοίκεις, ἐμοὶ προσελθόντα τὴν γνώμην ἀποκαλύψαι. Ἐγὼ δέ σε πάντως ἀνῆκα ἂν νόμοις φιλανθρωπίας πειθόμενος· καὶ οὔτε ἂν αὐτὸς πράγματα εἶχες, οὔτε ἑτέροις παρείχες, ἀλλὰ δέους καὶ κινδύνων ἀπαλλαγεῖς ἀδεῶς ἔζης καὶ ἀπραγμόνως. ΛΕ΄. Ταῦτα τοῦ ἡγεμόνος εἰπόντος ὑπολαβών Ἀπολλώνιος· Ὅτι μὲν εὐλόγως ἡμᾶς διαλοιδορῇ καὶ ὕβρεσι πλύνεις, οὐδὲ αὐτὸς ἂν ἀντείποιμι πρῶτος ἐμαυτοῦ κατήγορος ὤν· πλὴν οὐχ ὅτι τοσούτων ἀγαθῶν ἐκείνῳ κατέστην αἴτιος, ἀλλ' ὅτι μὴ πολλῷ πρότερον ἐμαυτῷ· καὶ οὐχ ὅτι οὗτος τὴν ἐμὴν ἐσθῆτα ἐνέδυ, ἀλλ' ὅτι ταύτην ἐπενδύθην αὐτός. Ὅμως ἐπεὶ δι' αὐτῆς ἀμφότεροι σωτήριον ἀληθῶς πνεῦμα κρίμασιν οἷς οἶδεν ὁ ἀψευδὴς Θεὸς ἐνδεδύμεθα, ἴσθι σαφῶς ὡς οὔτε Φιλήμων τὸ μετὰ ταῦτα οὔτε μὴν Ἀπολλώνιος θεοῖς θύσομεν. Ἀλλ᾽ εἰ καὶ πρότερόν σοι δειλίας ὑπέσχομεν γραφήν, νῦν μεγίστην καὶ φανερὰν ἐπιδείξομαι τὴν ἀνδρίαν. Πρὸς ταῦτα θυμοῦ πνεύσας Ἀρριανὸς αὐτὸν μὲν μείζοσι
col. 547–548page 120 of 246
PG 116:547κελεύει τιμωρίαις ταμιευθῆναι, Φιλήμονα δὲ ὑπὸ τριῶν εὐτόνως στρατιωτῶν τὰς ὄψεις ῥαπίζεσθαι. Τοῦ δήμου δὲ τοῖς γινομένοις περιπαθήσαντος καὶ βοώντος τοὺς στρατιώτας ἀπέχεσθαι (ἐλελύπει γάρ τούτῳ πάσχοντος ἐξ οὗπερ ἡδονὰς εἶχον ἐκεῖνοι), ὁ ἡγεμών, Κἂν ἄρτι σεαυτόν, εἶπε, Φιλήμον, ἐλέησον· εἰ δ᾽ οὖν, ἀλλὰ τὸν δῆμον πικρῶς ὑπὲρ σοῦ τὰ σπλάγχνα διακοπτόμενον· λογίζεσθαι γάρ σε χρὴ ὡς, εἰ καὶ κούφην οὕτω καὶ μικρὰν ὑπέχοντος τιμωρίαν, τοιαύτην ἐπιδείκνυνται περιπάθειαν, τί ποτε ἂν οὗτοι πάθοιεν, μείζοσιν ἐκδοθέντος κακοῖς; Ἐγὼ γάρ, ἵνα σοι καὶ τὴν ἐμὴν ἐκκαλύψω γνώμην, οὐδὲ πιστεύειν ἁπλῶς ἔχω τοῖς ὁρωμένοις· ἀλλ᾽ ἐκεῖνό μοι ὅλως ὑπονοεῖν ὡς ἄρα τὸν περὶ σὲ τῆς πόλεως γυμνάσαι πόθον βουλόμενος τὸν Χριστιανὸν ὑπεκρίθης καὶ θύειν τοῖς θεοῖς ἀπηγόρευσας. Εἴπερ οὖν αὕτη σοι τῆς μεταβολῆς ἡ ἀληθὴς αἰτία, καὶ ἀκριβῶς ἔγνως ὅσον ἐπὶ σοὶ τοῦ δήμου τὸ φίλτρον, καὶ ὅπως σου ῥαπιζομένου τὰς ὄψεις αὐτοὶ τὴν καρδίαν μᾶλλον καὶ τὰς ψυχὰς πάσχουσι, θύσον καὶ αὐτός, Φιλήμων, καὶ τὴν ἐπὶ τοῖς ῥαπίσμασι λύπην αὐτῶν διὰ τῆς μετὰ ταῦτα χαρᾶς παραμύθηται. Ἀριστοποιηθῶμεν ἐν τῷ Σεραπείῳ, καὶ μεγίστης ἅμα καὶ τρυφῆς καὶ ἡδονῆς ἀπολαύσωμεν. ΛΕ΄. Καὶ ὁ Φιλήμων πρὸς μὲν τὸν δικαστήν, Ἐμοὶ τὸ δεῖπνον, εἶπεν, ἐν οὐρανοῖς εὐτρεπίζεται· πρὸς δὲ τὸν δῆμον ἐπιστραφείς, ἡμῖν δὲ ὅτου χάριν ἐμοῦ ῥαπιζομένου λύπη, φησί, καίτοι ὁπηνίκα αὐλητὴς ἤμην, ἔπαιον εἰς ἡμᾶς πολλοὶ τῶν κολάκων, ἔστι δ᾽ ὅτε καὶ χείρω καὶ βαρύτερα διεπράττοντο· ὑμᾶς δὲ πλατύ τε μᾶλλον καὶ ἥδιστον ἐγελᾶτε, καὶ τὸ πράγμα τρυφὴν οἰκείαν ἀτεχνῶς ἐνομίζετε. Ἀλλὰ νῦν ἔοικε τὴν ὑμετέραν λύπην χαρὰν ἀγγέλων εἶναι καὶ ἡδονήν, ὧν ἐμοὶ σφόδρα μέλει τῆς εὐφροσύνης· καὶ οὓς ἐγὼ τέρπειν δι᾿ ἐμαυτοῦ βούλομαι, Χριστιανὸς ὢν καὶ εὐσεβείας μεταποιούμενος. Τούτων δ᾽ ὁ ἡγεμὼν ἀκούσας καὶ τέλεον ἀπογνοὺς τὸν Φιλήμονα, τότε δὴ καὶ βαρυτέρων κατ᾽ αὐτοῦ κολάσεων ἅπτεται, καὶ κελεύει διατρηθῆναι Φιλήμονι καὶ Ἀπολλωνίῳ τοὺς τῶν ποδῶν ἀστραγάλους σχοίνους τε αὐτῶν ἐκδεθῆναι, καὶ οὕτω διὰ πάσης τῆς πόλεως τοὺς μάρτυρας ἕλκεσθαι. Θᾶττον δὲ τελεσθέντος τοῦ ἐπιστάγματος παρίστησι καὶ πάλιν αὐτούς, καὶ προσελθὼν τῷ Φιλήμονι, Ὁρᾷς, ὦ Φιλήμων, εἶπεν, ὅπως ἡ τῶν βασάνων ἐπαγωγὴ χαλεπὴ λίαν καὶ περιώδυνος; Ποῦ δὲ καὶ ἄμαχος ὑμῖν ἐκεῖνος Θεός, καὶ διὰ τί τῆς παρούσης ὑμᾶς ἀνάγκης οὐκ ἐξείλετο; Πρὸς ταῦτα ὁ Φιλήμων, Καὶ οὔπω, φησίν, ἔγνως, Ἀδριανέ, ὅπως οὐ λόγοις μόνον, ἀλλὰ καὶ ἔργοις τὴν καρτερίαν ἐπιδεδείγμεθα καὶ πείρᾳ τὰς βασάνους ἠλέγξαμεν; Τῆς δὲ τοῦ ἡμετέρου Θεοῦ δυνάμεως πολλὰ μὲν εἶδες ἐφ᾽ ἡμῖν σημεῖα καὶ ἄλλα, ὕδωρ ἐξ οὐρανοῦ, πῦρ ἐξ οὐρανοῦ, ἵνα μὴ καὶ ὅσα διὰ Ἀσκλᾶ λέγω καὶ Λεωνίδου τεθέασαι· εἰ δὲ καὶ πλείω ζητεῖς, ἐγώ σοι καὶ ἕτερα ἐπιδείξω, πρότερον δὲ καὶ ὅπως φυλάττομαι παρ᾽ αὐτοῦ, καθάπερ ἐν τύπῳ τινὶ παραστήσω σοι. Ταῦτα εἰπὼν ἔκνον αὐτῷ αἰτεῖται κατασκευασθῆναι χαλκοῦν. Βούλεται δὲ τοῦτο τοῖς ἐπιχωρίοις δίφρου τινὸς γυναικείου εἶδος εἶναι,
col. 549–550page 121 of 246
PG 116:549ΑΖ΄. Ἐπινεύσαντος τοίνυν τοῦ ἡγεμόνος, καὶ τοῦ δίφρου, ὡς ἐκεῖνος ᾔτησε, κατασκευασθέντος, παιδάριον ἀχθῆναι προστάττει, ἐμβληθῆναι τε εἰς αὐτὸν καὶ ἀσφαλῶς ἐγκλεισθῆναι· ἀθροισθέντας δὲ πάντας τοὺς ἀνὰ τὴν πόλιν τοξεύειν ἐπισταμένους ὡς κατὰ σκοποῦ βάλλειν τοῦ δίφρον, καὶ οὕτω μὴ παύρεσθαι τοξεύοντας, ἕως ὁ δίφρος ἅπας καλυφθείη τοῖς βέλεσιν. Ἐκεῖνοι μὲν οὖν ἀθροισθέντες οὕτως ἐποίουν, ὁ δὲ χαλκός (ἦν γὰρ οἷος πρὸς βελῶν ἀντέχειν ὀξύτητας ἔξω τὰς πληγὰς δεχόμενος) ἔνδον ἀβλαβῆ τὸν παῖδα διέσωζεν. Ἐπεὶ δὲ αὐτοί τε τοξεύοντες ἔκαμον καὶ τὰ βέλη τούτοις ἔλειπον, ἀπαθὲς ἐκβάλλεται τὸ παιδίον· καὶ οἱ περὶ τὸν ἡγεμόνα μὲν ἀποροῦντες εἱστήκεσαν ὅτου χάριν γένοιτο ταῦτα. Ὁ μάρτυς μέντοι πρὸς τὸν Ἀῤῥιανὸν, Τοῦτο, φησίν, ὦ ἡγεμών, ἐναργὴς ἔστω τῆς ἐμῆς σωτηρίας εἰκών. Ὥσπερ γὰρ ὁ παῖς οὗτος, καίτοι πρὸς μηδὲν ἑαυτῷ δυνάμενος συντελεῖν, ὅμως χαλεπὸν οὐδὲν ὑπὸ τοσούτων ἀνδρῶν καὶ βελῶν πέπονθεν ἀσφαλέστατα τῷ χαλκῷ διατετειχισμένος· τὸν αὐτὸν τρόπον κἀγὼ, κἂν μυρίαι μοι κολάσεις ἐπενεχθεῖεν, οὐδὲ μιᾶς τούτων ἐπιστραφήσομαι· ἀμβλύνει γὰρ αὐτὰς ἡ τοῦ ἐμοῦ Χριστοῦ δύναμις ἀδαμαντίνῳ με τείχει κύκλῳ περιτειχίζουσα. Θυμοῦ πρὸς ταῦτα πληροῦται Ἀῤῥιανὸς καὶ τοῦ μάρτυρος ἐλέγξαι τοὺς λόγους βουλόμενος εἰς ἔργα μᾶλλον αὐτοὺς ἐκβῆναι ποιεῖ. Φυτοῦ γάρ τινος τὸν δίκαιον ἀναρτήσας ὅπερ ἐχόμενον μὲν τοῦ βήματος ἦν ἑστηκὸς, τοῦ Περσέως δὲ οὕτω καλουμένου, τοξότας αὐτὸν πάντοθεν περιίστησι. Καὶ οἱ μὲν ἔβαλλον ἰσχυρῶς· ὁ δὲ τῇ πρὸς τὸν οἰκεῖον Δεσπότην εὐχῇ πάντα ὁμοίως ἀπεσόβει τὰ βέλη. Καὶ γὰρ τὰ μὲν εἰς γῆν ἔπιπτε, τὰ δὲ καὶ τῷ δένδρῳ περιεπήγνυτο· ἕτερα δὲ τοῦ ἀέρος θαυμαστῶς ἐξεκρέματο. ΛΗ΄. Ἐπεὶ δὲ κεκένωντο μὲν αὐτοῖς αἱ φαρέτραι, ὁ μάρτυς δὲ δεινὸν τὸ παράπαν οὐδὲν ἔπασχεν, ὁ ἡγεμών τε ταῦτα ὁρῶν οὐκ εἶχε τοῖς παροῦσι πιστεύειν. θαῦμά τι πάλιν ἐπιτρέχει τῷ θαύματι· Ὁ μὲν γὰρ ἐπείγετο μαθεῖν εἰ ἀληθῆ τὰ δρώμενα. Τῷ τόπῳ δὲ παραστὰς Φιλήμονα πρὸς τὸ δένδρον ἀκριβῶς ἐθεᾶτο. Ἐν τούτῳ δὲ τῶν ἀερίων ἐκείνων βελῶν ἓν ἐπικαταπτὰν τὸν δεξιὸν αὐτῷ βάλλει τῶν ὀφθαλμῶν, καὶ αὐτίκα πηροῖ. Ἡ δὲ πήρωσις αὕτη φωτισμοῦ καρδίας ἦρξε τῷ δικαστῇ. Ὁρᾷ γὰρ τὴν τοῦ θεοῦ σοφίαν ἐκ μακροῦ πλέκουσαν καὶ ποικίλλουσαν παραδόξως λυσιτελεῖς πραγμάτων οἰκονομίας. Ἀῤῥιανὸς γὰρ πολλὰ μὲν Χριστόν, πολλὰ δὲ καὶ Χριστιανοὺς κακῶς ἔλεγε σφόδρα τῇ ὀδύνῃ παρωξυμμένος· τοῦ κακοῦ δὲ ὅμως ἡττώμενος κατενεχθῆναι κελεύει τὸν ἀθλητήν. Εἶτα καὶ θεραπεύειν ἐδεῖτο τὸν ὀφθαλμόν, μαθὼν ὁ ἄφρων ἐκ τοῦ παθεῖν ὅτι ὅσπερ οὕτω παραδόξως πλῆξαι δυνατὸς γέγονεν, οὐκ ἂν ἄρα καὶ παραδόξως ἰάσασθαι ἀδύνατος καταστῇ. Ὁ δέ, Νῦν μέντοι, φησί, τὴν ἴασιν ἀναβάλλομαι, μὴ καὶ γοητείαν αὖθις καλέσῃς τὴν εὐεργεσίαν, καὶ ὑπεύθυνον αὐτὸς ἐμαυτὸν ἀλογίστως σοι καταστήσω· ἀλλ᾽ ἡνίκα τοῦ σώματος ἐκδημήσαιμι, ἤδη δὲ τὸ τέλος ἐγγύς, ἐπὶ τὸν ἐμὸν ἐλθὼν τάφον, καὶ κόνιν ἐκεῖθεν λαβών, ταύτῃ χρῆσαι τὸν ὀφθαλμόν, ἐπιλέγων
col. 551–552page 122 of 246
PG 116:551σὺ καὶ τὸ τοῦ Χριστοῦ ὄνομα, καὶ οὐκ εἰς μικρὰν ἀκολουθοῦσαν ἕξεις εὐθὺς καὶ τὴν ἵασιν. ΑΘ΄. Πρὸς ταῦτα οὐ μέλλων ᾿Αβριανὸς ἦν, ἀλλ᾽ ἀμφοτέρων ὁμοῦ, Φιλήμονος τε καὶ ᾿Απολλωνίου, τὰς κεφαλὰς ἀποτέμνει. Αν τε γὰρ ψεύδοιτο Φιλή μων, φησί, τὸν θυμὸν θεραπεύω· ἄν τε μή, τὸν ὀφθαλμὸν ἰαθήσομαι. Τοιαῦτα μὲν τοῖς ἀθληταῖς τοῦ μαρτυρίου αἱ ἀφορμοί· τοιαῦται δὲ καὶ αἱ τελευταί. Ἐπεὶ δὲ ἔδει καὶ ᾿Αῤῥιανόν μὴ τὸν ὀφθαλμὸν πηρωθῆναι μόνον, ἀλλὰ κἀκεῖνον ἅμα φωτισθῆναι καὶ τὴν ψυχὴν, καὶ τοῦτο τοῖς φθάσασιν ἐπακολουθεῖ. Τῶν γὰρ λειψάνων αὐτοῖς τιμῆς παρὰ τοῖς εὐσεβέσ σιν, ὥσπερ ἦν θέμις, ἀξιωθέντων, καὶ μετὰ ᾿Ασκλά καὶ Λεωνίδου τῶν θείων τοῦ Χριστοῦ μαρτύρων κατατεθέντων, εὐθέως Αῤῥιανός (οὐ γὰρ εἴα βλακεύειν ὁ ὀφθαλμός) πρόσεισιν, ὥστερ οὖν αὐτῷ ἡ ἐπαγγελία, καὶ τοῦ χοὺς ἄρας πάττει τὸν ὀφθαλμὸν, Ἐν τῷ ὀνόματί σου, Χριστὲ Ἰησοῦ, λέγων, δι᾿ ὃν καὶ οὗτοι τὸ θανεῖν εἵλοντο, ἐπιτιθώ μου τὴν κόνιν τῷ ὀφθαλμῷ, καὶ εἰ ἀναβλέψομαι, ἐρῶ καὶ αὐτὸς ὅτι οὐκ ἔστιν ἀληθῶς ἕτερος πλήν σου Θεός. Ταῦτα εἰπὼν διπλὴν εὐθὺς εὑρίσκει τήν ἴασιν καὶ ὀφθαλμοῦ καὶ ψυχῆς καὶ ἀμφότερα ὁμοῦ ταῦτα φωτίζεται· τῷ μὲν γὰρ ὁρᾷ τὸν ἥλιον, τῇ δὲ τὴν ἀλήθειαν. Ἐξεισιν οὖν χαίρων καὶ κράζων, Χριστιανός εἰμι, καὶ ὑπὸ πολλοῖς τοῖς μάρτυσι τὴν εὐεργεσίαν ὁμολογών. Ἐπανελθὼν δὲ οἴκαδε πάντας τε βαπτίζει τοὺς ἐν αὐτῷ καὶ Χριστιανοὺς ἓξ ἐπὶ τοῖς τριάκοντα τῶν δεσμῶν ἀνίησι. Τοσούτους γὰρ καὶ διὰ Χριστὸν τηνικαῦτα εἶχε τὰ δεσμωτήρια. Εἶτα καὶ σινδόνας τῶν πολυτίμων λαβὼν σὺν ἅμα καὶ ἄλλοις πολλοῖς ἀρώμασι, πρὸς δὲ μετὰ πολλῶν καὶ ἄλλων καὶ δύο τῶν ἐπισκόπων ἐπὶ τὰς θήκας τῶν ἁγίων αὖθις χωρεῖ καὶ τὰ σεπτὰ τούτων λείψανα πιστῶς ἅμα καὶ εὐλαβῶς τῇ γῇ κατακρύπτει. Μ΄. Τῆς δὲ περὶ αὐτοῦ φήμης καὶ εἰς Διοκλητιανὸν ἤδη ἀνενεχθείσης ὡς ἄρα Χριστιανὸς ἐξ Ἕλληνος Αῤῥιανὸς γένοιτο, καὶ ὡς οὐκ ἔτι θύειν ἀνέχοιτο, πέμπει τέσσαρας ἐκεῖνος τῶν προτεκτώρων τὸν ἄνδρα κελεύσας ἢ τάχιστα παρ' αὐτὸν ἀγαγεῖν, ὥστε μαθεῖν ἀκριβῶς εἰ ἀληθῆ τὰ λεγόμενα. Οὗτοι μὲν οὖν αὐτὸν συλλαβόντες πρὸς τὴν ὁδὸν ἔπειγον· ὁ δὲ πείθει τοὺς σπουδαστὰς ὀκτακοσίων τοῦτο νομισμάτων ἐωνημένος, ὥστε βραχὺν αὐτῷ χρόνον δοῦναι καὶ τοῖς τῶν μαρτύρων προσελθεῖν λειψάνοις. Λαβὼν τοίνυν καὶ προσελθὼν ἐδεῖτο, προσέπιπτεν, ἠξίου, τὴν κόνιν περιεπτύσσετο καὶ συνάρασθαι τούτῳ τῆς ἀθλήσεως ηὔχετο, καὶ παραχρῆμα φωνὴ τοῦ τάφου ἀκούετο· ἐδόκει δὲ ἡ φωνὴ Φιλήμονος εἶναι· Ἀνδρίζου, Αῤῥιανέ, λέγουσα, καὶ φόβος σε μηδαμώς ἐχέτω. Ἰδοὺ γὰρ σε πρὸς ἑαυτὸν ὁ Δεσπότης μετακαλεῖται καὶ πρὸς τοὺς ἀγῶνας ἄγει, καὶ διαπλέκειν ἄρχεταί σοι τοῦ μαρτυρίου τὸν στέφανον. Προπέμποντας δέ σε παρ' αὐτὸν καὶ τοὺς προτέκτωρας ἕξεις καὶ τῶν πόνων καὶ τῶν ἀμοιβῶν κοινωνοῦντάς σοι. Τούτων ἐκεῖνον ἀκούσαντα ἔκπληξίς τε μετὰ τῶν συνόντων εἰσῄει καὶ ἀδείας ὑπὸ τῶν προτεκτώρων ἐπιτυχὼν εἰς τὸν οἶκον τὸν αὐτοῦ ἐπανῆκεν. Ἔνθε
col. 553–554page 123 of 246
PG 116:553καὶ δαψιλεστέρας ἄνωθεν τῆς χάριτος ἀπολαύσας τόν τε χρόνον αὐτὸς ἑαυτῷ τοῦ τέλους καὶ τὸν τρόπον προαγορεύει. Καλέσας γὰρ τὰ κατὰ τὴν οἰκίαν παιδέρια, Νῦν μὲν, ἔφη, σὺν ἡμῖν ἄχρι καὶ τῆς Ἀλεξανδρέων ἐλεύσεσθε· ἔπειτα ἐγὼ μὲν ἀχθήσομαι πρὸς τὸν βασιλέα, καὶ Θεοῦ συλλαμβάνοντος ἄνωθεν τὸν προκείμενόν μοι τοῦτον ἀγῶνα τῇ ὀγδόῃ τελέσω τοῦ Φαμενώθ, εἰς σάκκον ἐμβληθεὶς καὶ κατὰ θαλάσσης ῥιφθείς· ὑμεῖς δὲ (καὶ γὰρ ἔστω διὰ φροντίδος ὑμῖν τὸ λεχθέν) κατὰ τὴν ἐνδεκάτην τοῦ αὐτοῦ μηνὸς περί που ὥραν ἕκτην ἔλθετε παρὰ τὸν αἰγιαλὸν, καὶ τὸ ἐμὸν σῶμα νώτοις δελφῖνος ἐποχούμενον εὑρόντες τοῖς ἄλλοις κατάθεσθε μάρτυσι. ΜΑʹ. Ταῦτα εἰπὼν ἄγεται παρὰ τὸν βασιλέα Διοκλητιανὸν, καὶ αὐτὸς πρῶτα μὲν γαληνῶς καὶ ἠπίως αὐτῷ προσφέρεται, εἶτα λουτρὸν εὐτρεπίζεται, καὶ πρὸ τοῦ λουτροῦ βωμός· ὁ δὲ βωμὸς ἦν Ἀπόλλωνος. Καὶ λούεται μὲν βασιλεὺς ὁμοῦ καὶ Ἀῤῥιανός· ἐξελθόντες δὲ τοῦ λουτροῦ καὶ τῷ βωμῷ πλησιάσαντες, Θῦτον, ὦ Ἀῤῥιανέ, ἔφη Διοκλητιανός, τῷ μεγάλῳ θεῷ Ἀπόλλωνι· οὕτω γὰρ, ὡς εἰκὸς, ἡσθέντες καὶ ἐπὶ τὸ δεῖπνον εὔθυμοι βαδιούμεθα. Ὁ δὲ, Καὶ πῶς ἂν, ἔφη, δυναίμην ἐγώ, βασιλεῦ, μετὰ τοσαῦτα καὶ τηλικαῦτα Χριστοῦ τοῦ μόνου ζῶντος Θεοῦ θαύματα ὧν οὐ μῦθοι καὶ φῆμαι κεναὶ, ἀλλ᾽ αὐτοὶ τὴν μαρτυρίαν ἡμῖν οἱ ὀφθαλμοὶ παρέσχοντο· πῶς ἂν οὖν ὁ τοσαῦτα ἰδὼν ἐγὼ τοῦτον μὲν καταλίπω, τοῖς δὲ ἀψύχοις τούτοις θύσω καὶ ἀναισθήτοις; Ἐνταῦθα ἡ προσποίησις Διοκλητιανῷ καὶ τὸ προσωπεῖον ἠλέγχετο, καὶ τὴν ἐπίχριστον πραότητα καὶ τὰς δεξιώσεις εὐθὺς ἀποδὺς ἐπὶ τὰ συνήθη μᾶλλον ἐχώρει καὶ τὸν Ἀῤῥιανὸν τοιούτοις ἡμείβετο, δεσμοῖς χειρῶν, καταπέλταις ποδῶν, ὁρύγματι κατὰ πεδίου βαθεῖ, λίθων πλήθει μεγάλων κομιδῆ καὶ μυλοειδῶν. Τούτοις γὰρ προσδεδεμένον αὐτὸν κατὰ τοῦ χάσματος ὤσαντες ἄνωθεν ἐπεχώννυον. ΜΒʹ. Μετὰ δὲ καὶ αὐτὸς, οἷα τὸν ἐχθρὸν δῆθεν καταβαλών, τὸν θρόνον ὑψηλότερον τίθησι. Καὶ ὁ μὲν σεμνός μάλα σεμνῶς ἐκάθητο· τοῖς στρατιώταις δὲ παίζειν ἐπέταττεν ἐπιχλευάζων καὶ βλάσφημα λέγων ὁ σεῖλαιος· Ἴδω τί αὐτὸν ὀνήσει Χριστὸς, καὶ ὅπως ἄρα τῶν ἐμῶν ἐξελεῖται χειρῶν, καὶ τὰ τοιαῦτα ἡ κόνις ἡ σαπρία σοβαρευόμενος. Ἔπειτα τοῦ ἵππου κομψῶς ἐπιβὰς, αὐτὸς μὲν καθάπερ τις ἀριστεὺς εἰς τὰ βασίλεια ἤρχετο. Ἡ δὲ τοῦ Θεοῦ οἰκονομία ὅπως ἀρίστη καὶ διὰ τῶν ἐναντίων ὁδεύουσα μᾶλλον δῆλον αὐτῷ μετ᾿ οὐ πολὺ γίνεται. Εἴσεισι μὲν γὰρ εἰς τὸν κοιτωνίσκον ὁ βασιλεὺς, ὥστε μικρόν τι διαναπαύσασθαι· ὁρᾷ δὲ θέαμα φρικτόν, (ὦ Δέσποτα καὶ Βασιλεῦ ἁπάντων Χριστέ, καὶ μόνης ὅτι τῆς σῆς ἀπεράντου καὶ ἀνεξερευνήτου δυνάμεως), πέδας μὲν ἐκείνας καὶ λίθους μεθ᾿ ὧν κατὰ τοῦ ὁρύγματος καθῆκε τὸν μάρτυρα τῇ βασιλικῇ κλίνῃ προσηρτημένους· αὐτὸν δὲ Ἀῤῥιανὸν ἐπὶ τῆς αὐτῆς ἀνακείμενον κλίνης καὶ βασιλικῶς αὐτῇ ἐπαναπαυόμενον. Τοιαῦτα Διοκλητιανὸς ἰδὼν θορύβου καὶ δείματος ἐπληρώθη τυραννίδος ἐπίθεσιν εἶναι τῶν ἐν τοῖς
col. 555–556page 124 of 246
PG 116:555βασιλείοις τινὸς οἰόμενος. Ἐβία οὖν καὶ συνεκάλει τοὺς βοηθήσοντας· Ἀῤῥιανὸς δὲ, Μὴ θορυβοῦ, πράως ἀπὸ τῆς κλίνης αὐτῷ ὑπερεφώνει, οὐδεὶς ἐπανέστη τῶν ὑπὸ χεῖρα, οὐδ᾽ ἐπιβουλή τις εἴργασται κατά σου, ἀλλ᾽ ἐγώ σοι ἐκεῖνος Ἀῤῥιανὸς ὁ ἡγεμὼν Θηβαίδος ἦν εἰς τὸ χάσμα βαλών, Ἰδωμεν, ἔλεγες, εἰ τῶν ἐμῶν αὐτῶν ἐξελεῖται χειρῶν ὁ Χριστός. ΜΓ΄. Πρὸς ταῦτα Διοκλητιανὸς ἐξεπλάγη τὴν ψυχήν, ἐπεσχέσθη τὸ φθέγμα, καὶ οὐδὲ φωνὴν ὅμως προέσθαι δυνατὸς ἦν. Βραδέως δὲ καὶ μόλις ἀνενεγκὼν ἔξω τε περιδεὴς ἐχώρει καὶ βοῆς τὰ βασίλεια ἐνεπίπλα, Τῆς κακοτεχνίας, λέγων, τῆς γοητείας! οὐδὲν οὐδέπω τοσοῦτον εἰργασται, καὶ πολλὰ τοιαῦτα λέγων. Εἶτα καὶ πρὸς μείζονα θυμὸν ἐξαφθεὶς σάκκον εὐθὺς ἐπέταττε κομισθῆναι ψάμμον ἔχοντα, πλὴν οὐ μεστόν, ἀλλ᾽ ἐπιχειλῆ καὶ διάκενον, ἵνα τῷ μὲν ἄχθει τῆς ψάμμου, φησί, καθέλκηται, τῷ δὲ διακένῳ τὸν Ἀῤῥιανὸν ὑποδέχηται· ᾧ ἐμβληθέντα προσωτέρω θαλάσσης ἐπέσκηπτεν ἀφεθῆναι. Ἐν τούτῳ δὲ καὶ οἱ προτέκτωρες, οἷα τῷ προλαβόντι αἵματι τὰς ψυχὰς προκεκινημένοι Χριστιανοὺς ἐπὶ τοὺς ἀνομολογοῦσι, καὶ προσελθόντες Διοκλητιανῷ, Ὅτου χάριν, εἶπον, ἄνθρωπον οὐδ᾽ ὁτιοῦν μὲν ἀδικήσαντα, Θεῷ δὲ μᾶλλον ἀψευδεῖ προσοικειωθέντα καὶ δι᾽ αὐτοῦ θαυμάσια οὐκ ὀλίγα ἐνεργηκότα, ὥστε θαῤῥεῖν ἅπαντας τοὺς Θεῷ τοιούτῳ πεπιστευκότας ὅτι, κἄν ἀποθάνοι τις, ζήσεται, κἂν ἐν βόθρῳ βληθῇ καὶ λίθοις καταχωσθῇ, κἂν ὑποκάτω πετρῶν ᾖ ἕρμα τι, κἂν ὁμοῦ πάθοι τὰ δεινὰ ἅπαντα, δυνατὸν αὐτῷ πάλιν ἐκ πάντων ἀνασωθῆναι· διὰ τί δὴ τοῦτον ὥσπερ τινὰ τῶν κακούργων ἀφεθῆναι κατὰ θαλάσσης ἐκέλευσας; Σὺν αὐτῷ οὖν καὶ ἡμεῖς ἑαυτοὺς ἐμπαρέχομεν, δεόμενοι τὸν ἴσον ἐκείνῳ θάνατον ὑποστῆναι. Πιστεύομεν γὰρ ὡς ὁ Ἀῤῥιανοῦ Θεὸς ὁ τοῦτον ἐκ μυχοῦ γῆς καὶ δεσμῶν καὶ λίθων τηλικούτων ἐξαγαγών, αὐτὸς δυνατὸς ἔσται πάντως καὶ ἡμᾶς ἀναστῆσαι καὶ εἰς κρείττονα ζωὴν καὶ μακαριωτάτην ἀναγαγεῖν. ΜΔ΄. Πρὸς ταῦτα μετὰ πολλῆς ἐκεῖνος τῆς εἰρωνείας, Ἐγὼ καὶ πρότερον, εἶπεν, ἡνίκα τῆς αὐτῆς ἐκοινωνεῖτέ μοι γνώμης καὶ περὶ τὴν ἐμὴν ἐσπουδάζετε θεραπείαν, οὐκ ἀγνοεῖτε πάντως ὡς οὐδὲ μίαν τῶν ὑμετέρων διωσάμην αἰτήσεων, ἀλλ᾽ ἐπήκοον ἐμαυτὸν ἀεὶ παρεῖχον ὑμῖν καὶ ὥσπερ τις πατὴρ παίδων γνησίων οὕτω περιειχόμην ὑμῖν· καὶ νῦν δὲ ἀσεβεῖς τε περὶ τοὺς πατρῴους θεοὺς καὶ περὶ ἡμᾶς ἀπίστους ἀναφανέντας οὐδὲ οὕτως ὑμᾶς ἀπώσομαι. Ἀλλ᾽ ἐπεὶ τὸν αὐτὸν Ἀῤῥιανῷ ἥψασθε θάνατον, ἐγὼ καὶ τοῦτο ὑμῖν προθυμότατα χαριούμαι. Θεότυχος δὲ ὁ πρῶτος ἐκείνων ὑπολαβών, Ὁ θεός, εἶπεν, ὦ βασιλεῦ, πρὸς ὃν ἐκδημοῦμεν καὶ εἰς ὃν ἀναλύομεν, ὁ τὸ θαυμαστὸν ἡμῖν περιποιησάμενος ὄνομα καὶ τὸν ὑπὲρ αὐτοῦ εὐδοκήσας θάνατον ἡμᾶς ὑποστῆναι, αὐτός σε τῆς πρὸς ἡμᾶς ἀξίως ἀμείψεται διαθέσεως. Πλὴν εἴ τις καὶ παρὰ τοιούδε χάρις, ἐγὼ καὶ τοῦτό σου δέομαι, βασιλεῦ, ὥστε τὴν οὐσίαν τὴν ἐμὴν ἐρεῖναι δυσὶ μοίραις διαιρεθῆναι, καὶ τὴν
col. 557–558page 125 of 246
PG 116:557μὲν ἀνατεθῆναι τῷ βασιλικῷ ταμιείῳ, τὴν δὲ ὀρφα νοῖς καὶ χήρεις διαδοθῆναι. Ἔτι δὲ αὐτοῦ λέγειν ὡρμημένου οἱ σὺν αὐτῷ τρεῖς, Αδελφές Θεότυχε, εἶπον, τὴν μὲν τούτων φρόνοιαν τῷ φροτιστῇ τῶν ἡμετέρων ἀναθῶμεν Θεῷ· τὸ δὲ νῦν ἔχον τοῦ οἰκείου τέλους αὐτοὶ φροντίσωμεν. Εφ᾽ οἷς ἐπὶ συννοίας ἔστη μέχρι πολλοῦ Διοκλητιανός, ἐοικώς τῶν ἀνδρῶν θαυμάζειν τὸ πρὸς τὸν θάνατον εὔψυχόν τε καὶ μετ γαλότολμον. ΜΕ΄, Οὕτω δὲ αὐτὸν ὁ γενναῖος Αῤῥιανὸς ἔχοντα θεασάμενος, ᾿Αλλὰ μὴ ἔτι βούλου, φησίν, παρατείνειν ἡμῖν τὴν μετάθεσιν, βασιλεῦ· τάχα γὰρ μεθο δεία καὶ τοῦτο τοῦ πονηροῦ ὥστε τὸν τῆς ἀθλήσεως ἡμῖν ἐπικόψαι δρόμον. Ενταῦθα τὴν τῶν ἀνδρῶν μεταβολὴν Διοκλητιανός παντάπασιν ἀπογνους, καὶ ἑτέρους μετὰ ψάμμου τέσσαρας ἐνεχθῆναι σάκκους κελεύει, καὶ τὸν ὅμοιον ᾿Αῤῥιανῷ θάνατον καὶ τοὺς προτέκτωρας ὑποστῆναι, μέρας οὕτω Φιλήμονι τῆς προῤῥήσεως δεξαμένης. Ριφέντων δὲ αὐτῶν κατὰ τῆς θαλάσσης, αὐτίκα δελφὶς προσελθὼν κρείττων ἢ κατὰ δελφίνα καὶ τὴν ἰσχὺν καὶ τὸ μέγεθος κήτει τὰ πολλὰ παραπλήσιος καὶ τὴν φύσιν οἷος ἀλλόκοτος τοὺς πέντε ὁμοῦ παραδόξως σάκκους ἐπὶ τῶν νώτων ἀσφαλῶς ἐπωμίζεται καὶ οἷά τις ναῦς φόρ τον εἰς 'Αλεξάνδρειαν ἄγει. Οἱ δὲ παίδες (ἐτύγχανον γὰρ πρὸς αὐτῷ ἔτι τῷ αἰγιαλῷ περιμένοντες, ὡς αὐτοῖς ὑπὸ ᾿Αβριανού εἴη προειρημένον καὶ την ὥραν φυλάττοντες ἀκριβῶς), ἐπεὶ τὸν δελφίνα μετὰ του φόρτου θεάσαιντο, ἐκπλήττονται μὲν καὶ αὐτοῦ τὴν ὑπερβολὴν, οὐδὲν δὲ ἧττον καὶ τὴν τῶν σάκκων ἀσφαλεία παραγωγὴν, ὥστε μηδένα τῶν νώτων δια πεσεῖν λείων φύσει καὶ ὀλισθηρῶν ὑπαρχόντων. Δια πορουμένους δὲ τοῖς παισὶν ὅπως ὁ μὲν δεσπότης αὐτοῖς ᾿Αῤῥιανὸς περὶ σώματος μόνου τοῦ ἑαυτοῦ τὴν ὑπὸ τοῦ δελφίνος μετακομιδὴν εἴρηκε, νῦν δὲ τέσσαρα καὶ ἄλλα πρὸς αὑτῷ βλέπουσι, φωνή τις αὐτοῖς ἀκούετο θειοτέρα, Ελθετε ὑμεῖς, λέγουσα, καὶ αὐτοῦ τε τοῦ δεσπότου καὶ τὰ τῶν προτεκτώρων κομιούμενοι σώματα. Ο γὰρ ἐκεῖνον εἰς τὴν ἑαυτοῦ ζωὴν μετακαλεσάμενος, καὶ τούτους ὁμοίως σὺν αὐτῷ κέκληκε. Λαβόντες οὖν ταῦτα μετὰ ᾿Ασαλᾶ καὶ Λεωνίδου ἐντίμως κατάθεσθε. Καὶ ἡ μὲν φωνὴ οὕτως. ΗϚ΄. Ο μέντοι δελφὶς τοὺς σάκκους τῷ αἰγιαλῷ παραθεὶς εἴσω θαλάττης πάλιν αὐτὸς ἐξενήχετο. Οἱ δὲ παῖδες εὐλαβῶς αὐτὰ ἀνελόμενοι καὶ εἰς πλοῖον ἐμβάνω τες διὰ τοῦ ποταμοῦ ἐκομίζοντο. Ημέρας δὲ τρεῖς κα τὰς ἴσας διαπλεύσαντες νύκτας τῇ ᾿Αντινοητῶν ἐγγίζουσι μητροπόλτι, ἔνθα καὶ ἔδει τὰ ἱερὰ ταῦτα κατατεθῆναι λείψανα. Ὕπνου δὲ αὐτοὺς ἐπισχόντος ἡ ναῦς πλήρεσιν ἱστίοις ἐφιπταμάνη, κατ' αὐτὸν ἐκεῖ νον τὸν τόπον ἐν ἀκαρεῖ ἔστη, φωνή τε παραδόξως ἀκούετο· Θεοδοτίων (τοῦτο γὰρ ὄνομα δήμιο τῷ κυβερνήτῃ), οὗτός ἐστιν ὁ τόπος ός γε μέλλει τῶν ἁγίων ὅς κληρωθῆναι τὰ σώματα. "Έξυπνος οὖν ἐκεῖνος γενό μενες καὶ τὴν ναῦν οἷα πεπεδημένην εὑρὼν, ἀπο Επίνει μὲν τοῦ πλοίου, τάχει δὲ παρὰ τὴν πόλιν χωρήσας μηνυτής τοῦ θαύματος γίνεται. Καὶ συβ ῥέουσιν αὐτίκα πανδημεί πάντες λαμπαδηφόροι, στεφανηφόροι, θείους ύμνους ὑπάδοντες. Καὶ οὕτω ΠΟΣ.

Day 21Die 21

col. 559–560page 126 of 246
PG 116:559λαμπρῶς αὐτὰ καὶ πολυτελῶς ἐκεῖ καταθέμε κι δαψιλεῖς τῶν θαυμάτων ἑκάστης δρέπονται τους καρ πούς, εἰς δόξαν Πατρὸς, ποῦ καὶ ἁγίου Πνεύματος, τῆς μιᾶς Θεότητός τε καὶ δυνάμεως νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.
col. 561–562page 127 of 246

dere, et rursus vadis illuc??» Cum autem illi non cruci affixerunt? Qui Thomæ non persuaserunt, possent persuadere (non enim oportebat infantiam, quomodo reputabuntur digni,qui admittantur a gen quæ tunc erat, discipulorum, morti opem ferre ad- tibus? Non te pudore afficiunt, et ad fidem attra versus Lazarum, neque impedimentum liberationis bunt, præcedentium ingentes turbæ miraculorum ex sepulcris, illorum cerni timiditatem), metu et leprosus mundatus; paralyticus integris membro desiderio distractis eorum animis, convertebantur rum compagibus restitutus; cæcus videndi facul ad animi ægritudinem. Sed Thomas prompte et tati redditus; manus morte affecta, quæ rursus alacriter solvens apostolis molestiam: Eamus et fuit ad vitam revocata; fluctus, per quos inceditur nus, inquit, et moriamur cum ipso.» Est enim pedibos; et Lazarus sepulcrum exuens, tanquam quavis vita melior, quæ cum Domino accipitur, vestem? quomodo, cujus admiraris opera, ejus occisio. Atque hæc quidem sic se habebant, et suspectam habes resurrectionem? Non credat Cai apostolorum animos detinebat admiratio, cogitan- phas; curiose scrutetur Nicodemus; calumnietur tes condiscipuli audaciam ad mortem subeundam. Judæus. Cur dubitat Thomas de resurrectione? Sed IV. Sed cum crux fixa fuisset, et mors esset sus- contra discipulus videtur dicere justiora: Cur mea pensa, et infernus traheretur captivus, et mutata dubitatio est a vobis reprehendenda, o apostoli? Ad esset lex sepulcri, et mors Christi effecta esset Judæos emittor præco resurrectionis; sicut vos, mors mortis, surgens Salvator post erecta apud in- proficiscor apostolus ad docendum gentes resur feros adversus mortem tropæa, apparet suis amicis rectionem. Quomodo ergo, quibus non fai socius lugentibus et flentibus, in hoc quoque fidem faciens spectaculi,suscipiam æque atque ipsi legationem? victoriæ qui rerum recte gestarum illos faciens Quomodo, quorum non habeo cognitionem, ea ego spectatores, certe nec ipsum quidem permisit esse docebo alios?Quomodo lingua ea dicet confidenter, expertem primorum miraculorum. In quadam do- quorum testes non habet oculos? Verbis credam muncula discipulos in arctum tunc metus cogebat solis? Sed Judæis ero in fide suspectus, meque fa Judæorum quæ quidem in loco, periculum præ- cilitatis damnabunt et levitatis. Gentiles quoque videntes,manebant. In medium ergo eorum laten- verba non admittent; potius autem meum ride tium accedit Jesus, non vocem emittens antequam bunt testimonium, qui ex solo auditu prædico re aspiceretur, non pulsatione ostii territis eorum surrectionem. animis: sed pedes, qui per mare sunt, ingressi, ostiis quoque non apertis intrarunt (negabat enim suas leges natura jussa a Domino), et qui omnia fecerat,in suur templum ingreditur clausis ostiis et qui per lignum mortem contrivit, nunc vim affert ipsi ligni naturæ. Venit ergo Christus in medium eorum, miraculo ingressus confirmans miraculum resurrectionis. Et sic quidem discipuli ipsis oculis ejus, quem desiderabant, fructum percipientes, lætitia afficiebantur. Solus autem Thomas abfuit a spectaculo: qui divino quodam,ut videtur, consilio non aderat,ut cum miraculum magis cxaminasset, esset præclarior præco resurrectionis Sed Salvator quidem cum sui spectaculo impertiisset apostolos, recessit protinus, perfectiorem contemplationis visionem Thomæ amico, ut videtur, reservans. V. Cum autem reversus esset Thomas, et ve nisset in mentem discipulis ei dicere: ▪ Vidimus Dominum, ille propter id quod audiebat, lætitia affectus, quo:1 fieri desiderabat, hoc factum esse audiens, non credebat. Solent enim ingentis lætitiæ exsuperationes esse tardiores ad ea credenda quæ dieuntur. Discipulis igitur: «Nisi, inquit, videro in manibus ejus fissuram clavorum, et mittam di gitum meum in locum elavorum, et mittam manum meam in latus ejus, non credam 3. Ad hæc forte apostoli: Quid sibi vult, o Thoma, sermo incredu litatis? Si non credit discipulus, quomodo credi derint Judæi? Si apostolus et amicus non admittit resurrectionem, quomodo eam admiserint ii qui 2 Joan. II, 8. 3 Joan. Joan. xx, 25. 4 lbid. 29. VI. Non multum intercessit temporis, et rursus ad fuit Dominus, ingressus miraculum nunc quoque similiter ostendens, ut quæ aliis simul discipulis, cea soli quoque Thomæ largiatur. Ostendit ergo ei signa crucis, ac vulneris quod accepit in latere, ostendit signaculum. deinde ostendit signaculum. deinde: «Quia vidisti me, inquit, credidisti. Beati qui non viderunt, et cre diderunt 4,» magnam nobis repositam ostendens beatitudinem, qui credidimus per sermonem discipulorum. Illud ergo divinum et admirabile spectaculum cum consecutus esset Thomas, fuit etiam causa apostolis, ut illa discerent, quæ prius non noverant; suum enim Deum et Dominum con fessus est eum quem aspexerat. Revera enim Dei est pulchrum facinus resurrectionis. Cum autem post hæc Christus a discipulis magna ex parte vi deri non posset, ut qui esset glorificatus incorru ptione corporis, et non posset conspici mortalibus oculis, seipsum manifestum reddebat, quando vo "lebat, et quando noverat futurum utile iis qui aspi ciebant. Itaque cum Domini eis deesset conspectus, curam gerebant veteris artis, in qua fuerant edu cati. Illa autem erat, scapham ascendere, et in profundum maris retia demittere. Quodam vero die, dum ipsi intenti erant piscationi, apparuit eis desideratus Jesus, stans in littore, et jubens ad dexteram partem navis rete demittere. Capta est autem multitudo piscium innumerabilis; erat enim divini jussus operatio. Tunc simul cum iis aderat etiam Thomas, et simul navigabat, et simul ope

col. 563–564page 128 of 246

rabatur, et diligenter curabat retia, et se paratis- longo temporo confirmata, inducebat consuetudi simum ostendebat ad obediendum. Experientia enim didicerat iis credere, quæ Deus fuerit ope ratus: et ideo una navigabat, et simul operabatur cum discipulis 5. nem, ratione quavis potentiorem. In hanc ergo regionem magnus ingrediens apostolus, nullum præ se tulit fastum et arrogantiam,neque elate aut gloriose quippiam est locutus, neque aliud fecit superbe et insolenter ad ostentationem: sed or natus Christi moderatione, et pro quovis alio or namento et lorica, ea indutus, coma sordido et trito pallidus, totus aridus et exsanguis, et plane succo carens, et ut semel dicam, non tam corpus, quam umbram corporis circumferens, sordido et trito amictus pallio, morbus lenis, sermone utilis, factis valde admirabilis, humilioribus se accommodabat. spiritus altiorum deprimens. VII. Cum autem jam adesset tempus Assumptio nis, quo cum eo quod ex nobis assumpserat, opor tebat Christum ascendere ad Patrem, ipse educit mystas extra Bethaniam usque ad Olivetum; et illic de se disserens, et ex Scripturis conjungens testimonia, cum et coram eis comedisset, et con firmasset se non esse spiritum, ut ipsi existimave rant, et deinde sublata manu eis immisisset bene dictionem, ille quidem ascendit in coelos: ipsis au tem cum magno gaudio fuit reditus in Jerusalem 3, IX. Cum talibus moribus et vita præditus ad In Quidni enim gauderet, et cum aliis lætaretur di- dos venisset, visumque ei esset gentis ingredi in scipulis, sacrosanctus iste et magnus apostolus, teriora, postquam vidit falsam dæmonum religio videns verba deducta esse ad effectum, et susce- nem eos comprehendisse, et imis eorum animis in ptæ carnis verum esse mysterium, neque frustra sedisse, non statim processit ad eos refellendos, in eo versatam fuisse incredulitatem? Alque dies non induxit reprehensiones,non tanquam medica quidem ille a Domino præstitutus, jam finem acci- mento usus est austeritate; sciebat enim, quod piebat convenienter iis, quæ ille dicerat: et di- quæ longa consuetudine in nostris confirmata sunt vinus Spiritus ad eos advolans, tanquam sonus animis non possunt facile deleri, et persuasione quidam flatus vehementis, statim in linguas igneas magis, quam vi mutantur. Propterea magis utitur dividebatur.Qui cum fuisset super unumquemque, mansuetudine, et bonis moribus, et blandis verbis, faciebat eos loqui linguis alienis, adeo ut, qui au- magnus et dignus, qui in honore haberetur non diebant, afficerentur magna admiratione 7. Tunc ex fastú et tumore, et verbis magnificis, sed ex fa ergo hic quoque magnus apostolus cum sederet una ctis et signis eis apparens, et insigni Christi, nempe cum reliquis discipulis, ipse quoque in igneis lin- humilitate, valde ornatus: quo quidem eos magis guis accepit gratiam: et cum in suum habitacu- capiebat et attrahebat ad agnitionem, quod esset lum totum intromisisset Spiritum, totus fuit illius operibus quidem admirabilis, spiritu autem mitis instrumentum, valde sapienter et opportune pulsa-et moderatus. Itaque moti admiratione Indi, rogare tum. Sic ergo Thomas ab alto confirmatus, fuit perpetuo accinctus, promptoque et alacri animo ad prædicationem, nihil timens eorum quæ sunt terribilia, nec stupens aliquid eorum quæ sunt clara et illustria. VIII.Cum ergo res apostolis se haberent ex ani mi sententia, oporteret autem Domini jussum fi nem accipere, qui quidem erat: «Euntes in mun dum,docete omnes gentes 8,» alius quidem ex apo stolis aliam orbis terræ partem sortitus est, sicut eis, qui advenerat, Spiritus, sortem definierat. Thomas igitur missus estin Indiam,quæ erat plane barbara, et in nefariis versabatur actionibus. Ipsa autem sita est longissime ab Ægypto; alluitur vero mari valde navigabili, et est quidem egena rerum necessariorum, abundat autem rebus pretiosis et ad luxum accommodatis. Eam habitat id genus, quod dictum est, quod est frequentissimum, et deditum mercaturæ, et magna ex parte nudum, et instar fetarum, quæ degunt in montibus, vitam agens. Quam ob causam corporum superficiem radii so lares invadunt ardentius, valdeque incendunt, et denigrant, el efficiunt visu deformiores. Colebant autem isti simulacra facta ex omne genus materia et quod in ea conferebatur studium, et cultura, cœperunt quisnam esset, et cujas genere, et quæ nam esset ejus religio, et quod studium. Ille autem habebat enim in se Christum magistrum leniter et modeste respondit, quod esset genere quidem Judæus, discipulus autem insignis illius Moysis, illius inquam Moysis, qui cum Deo est collocutus, deinde etiam Christi Fi'ii Dei discipulus, qui venit ad mundi salutem, et quod vitam æternam et ani marum salutem veniret annuntiatum: quibus qui crediderint, erunt ineffabilium bonorum partici pes. Præterea narrat Christi Dei Verbi demissio nem, refertque miracula quæ fecit, dum in terris in carne ageret; ipsamque passionem, quæ multis videtur probrosa; virtutem resurrectionis, et ad coelos ascensionem: Cujus discipulus, inquit, ego et minister admirabilium, quæ ipse fecit, miracu lorum, atque economiæ, quæ fuit Deus et homo, creatus sum præco; cujus annuntians in homines benignitatem, et immensam in ipsos misericordiam, ad vos usque accessi; cujus factus sum mysta et apostolus. Et cum ipsis oculis facta sit mihi fides eorum quæ dicuntur, non vi eos qui renuunt, sed omni charitate amplector eos qui persuadentur. X.His, et pluribus aliis divinitus prolatis verbis, Indorum populus ad mysterium introductus, suis Joan. XXI, 1 seqq. 6 Luc. XXIV, 36 seqq. 7 Act. 11, 1 seqq. 8 Matth. xxvIII, 48.

Day 23Die 23

col. 565–566page 129 of 246
PG 116:565ΜΑΡΤΥΡΙΟΝ ΤΩΝ ΑΓΙΩΝ ΔΕΚΑ ΜΑΡΤΥΡΩΝ ΤΟΥ ΕΝ ΚΡΗΤΗ. Α΄. Αλλος μὲν ἄλλο τι τῆς θρυλουμένης διεξιέτω τείχη καὶ λιμένας, ὁ δὲ τῶν ὡρῶν τὴν κρᾶσιν καὶ τὸ τῶν καρπῶν εὔφορον· ἐγὼ δὲ ὅ πάντα τάλλα νικά καὶ ἢν μόνην ἀξίαν εἴποιμι τοῦ ταύτης δημιουργοῦ φοράν, ταύτην πρὸ τῶν ἄλλων ἐρῶ. Τίς δὲ οὗτος ὁ καρπὸς καὶ τίς ὁ τοσοῦτος δῆς νήσου κόσμος; Τίς ἕτερος ἢ ὁ θεῖος των μαρτύρων χορός, ὁ ἐπαινούμενος ἀριθμός, τὸ πάντων μὲν θεαμάτων ἥδιστον, πάντων δὲ ἀκουσμάτων ὠφελιμώτατον; οἱ δέκα, φημί, τοῦ Χριστοῦ στεφανίται, οἱ ἐκ ταύτης μὲν προελθόντες, γενναιότατα δὲ καὶ ὑπὲρ Χριστοῦ παρ τυρήσαντες, οἳ καὶ καλά γε ὄντως ἀποδεδώκασι τὰ τροφεῖα τιμῆς ὅσης αὐτὴν ἀξιώσαντες τὸ μαρτυρι
col. 567–568page 130 of 246
PG 116:567κῶς ἐν ταύτῃ τελειωθῆναι. Ὅπως δὲ συνελὼν ἤδη ὁ λόγος ἐρεῖ. Β΄. Δέκιος ὁ πολὺς τὴν μανίαν καὶ τὸ κολάζειν Χριστιανούς, ἁπάντων ὁ βιαιότατος οὗτος καὶ σκήπτρα τότε Ῥωμαίοις διέπων, τῆς νήσου ταύτης ἀνθύπατον καθιστᾷ ἄνδρα τινά, Δέκιον μὲν καὶ αὐτὸν ὁμωνύμως καλούμενον, οὐχ ἧττον δὲ τοῦ ὀνόματος καὶ τοῖς τρόποις συνηρμοσμένον· ὃς ἐν Κρήτῃ γενόμενος μικρὸν ἔργον ἡγήσατο καὶ οὐδὲν ἔχοι ὠμὸν οὐδὲ ἄγριον, τὸ πάντας τοὺς ἐν ταύτῃ Χριστιανοὺς μετὰ τὸ μύριαις ὑπελθεῖν βασάνων ἰδέαις, εἶτα καὶ πικρῶς ἀνελεῖν. Ἀνεζητοῦντο τοίνυν καὶ ἀνευρίσκοντο πάντες καὶ πρὸς αὐτὸν συλλαμβανόμενοι ἤγοντο μεθ' ὧν καὶ ὁ ἱερὸς οὗτος χορός, ἡ τῶν ἀριστέων δεκάς, λογάδες ὥσπερ ἐξειλεγμένοι τῶν ἀρίστων πόλεων, ὧν τοὺς μὲν ἡ μεγίστη πασῶν τῶν ἐκεῖ παρεῖχε πόλις, οἱ δὲ ἄλλος μὲν ἐξ ἄλλης ὥρμητο, κοινῇ δὲ ὅμως πάντες πρὸς μίαν τὴν ἐν οὐρανοῖς πόλιν ἠπείγοντο. Οὗτοι, ὡς τῷ ἀνθυπάτῳ τότε παρέστησαν, τίνας μὲν οὐκ ἐφθέγξαντο παῤῥησίας λόγους, τίσι δὲ οὐκ ἀπέκρυψαν ἔργοις τοὺς λόγους; καὶ τίνα μὲν οὐκ ἐπῆλθον βασάνων ὁδόν; τίνα δὲ οὐ παρῆλθον τιμωρίαν τῇ καρτερίᾳ, ἐπὶ τριάκοντα τὰς πάσας ἡμέρας αἰκιζόμενοι, στρεβλούμενοι, κατὰ γῆς συρόμενοι, λίθοις βαλλόμενοι, προσγελώμενοί τε καὶ ἐμπτυόμενοι καὶ ἅπαν εἶδος μυκτηρισμοῦ φέροντες; Ἀλλὰ ταῦτα μὲν ἐκείνοις γυμνάσια τῶν μελλόντων καὶ οἷα προαγωνίσματα ἦν. Ἐπεὶ δὲ ἔδει τούτοις καὶ τὰ μεγάλα δραμεῖν Ὀλύμπια τὰ τῶν καιρῶν, βασάνων, φημί, ὥριστο δὲ καὶ ἡμέρα τῶν Ἰαννουαρίων καλανδῶν ἡ πρὸ δέκα, καὶ τὸ μὲν βῆμα ηὐτρέπιστο καὶ ὁ ἀνθύπατος προεκάθητο, οἱ δὲ ἀθληταὶ ἤγοντο· πλήρεις δὲ ἦσαν ἄμφω, οἱ μὲν προθυμίας, ὁ δὲ θυμοῦ καὶ ἀνοίας, καὶ τῷ μὲν κολάζειν μέχρι καὶ τελευτῆς ἡ ῥοπή, τοῖς δὲ ὑπομένειν καὶ τῆς ἐσχάτης ἄχρι πνοῆς ἡ παρασκευή· ὀργίλον αὐτοῖς ἐμβλέψας καὶ φονικόν, Τίς ἡ τοσαύτη, λέγει, τῶν φρενῶν ἔκστασις, ὥστε μήτε λόγος μήτε μὴν ὁ χρόνος τὸ συνοῖσον ἡμᾶς ἐδίδαξεν; Εἶτα ὥσπερ τῷ προσχήματι μόνῳ τῆς ὀργῆς καταπλήξας αὐτοὺς καὶ ἤδη πειθηνίους λαβών, Θύσατε, φησίν, ὦ οὗτοι· εἰ δὲ μή, ἀλλ' ἐγὼ μὲν οὐδὲν πλέον ἐρῶ, ὑμεῖς δὲ εἴσεσθε μετ' ὀλίγον τίς ἐστιν ᾧ νῦν ἀπειθεῖτε Δέκιος. Γ΄. Πρὸς ταῦτα οἱ μάρτυρες, Ἡμεῖς, ὦ ἄρχων, ἀπεκρίναντο, καὶ λόγῳ πολλῷ καὶ ἔργῳ, ἤδη δὲ καὶ χρόνῳ τὴν πεῖραν δεδώκαμεν ὡς οὔτε θεοῖς θύσομεν, οὔτε τινὸς ἄλλου πρὸς τοῦτο λόγους ὑπείξομεν. Οὔτε μὴν ἀλλ' ἐγκόψας ὁ δυσσεβής, οὐδὲ τῶν βασάνων οὐδὲν ἀνόσιοι, μέλον ὑμῖν; Οὐμενοῦν, εἶπον οἱ ἅγιοι· μικροῦ γάρ σοι καὶ χάριτας προσοφείλομεν, ὅτι ταύταις ἡμῖν ἐνευωχηθῆναι δέδωκας. Ἀλλ' οὔτι, φησὶν ὁ ἄρχων, τὸ ἐξῆς οὕτως ἔσται· ἀλλ' εἴσεσθε ἡ τῶν μεγίστων θεῶν δύναμις, οἷς ἡμῖν ἀναίδην οὐτωσὶ διαλοιδορεῖσθε μηδὲ τοὺς παρεστώτας τούτους
col. 569–570page 131 of 246
PG 116:569αἰδούμενοι, πολλούς τε ἅμα καὶ σοφεὺς ὑπάρχοντας, οἱ καὶ πρῶτον μὲν ἐν θεοῖς Δία, ἔπειτα Ἥραν τε καὶ Ῥέαν καὶ τοὺς λοιποὺς πρεσβεύουσιν. Ἃ γὰρ τὸ πρῶτον ὑπέστητε οἱονεὶ σκιαὶ μόνον ἦσαν κολάσεων, νυνὶ δὲ τοσαύταις ὑποβληθήσεσθε τιμωρίαις ὡς μὴ τὸ ὑμῶν θράσος ὑπ' αὐτῶν συσταλῆναι μόνον, ἀλλὰ καὶ ἑτέροις ἐμβαλεῖν φόβον τοῖς ἴσην ὑμῖν τὴν ἀπείθειαν, εἶχε καὶ τοιοῦτοί τινες εἶεν, ἐπιδεικνυμένοις. Δ΄. Πρὸς ταῦτα πάλιν οἱ ἀριστεῖς · Περὶ μὲν τοῦ Διὸς, ὦ ἄρχων, καὶ τῆς ἐκείνου μητρὸς Ρέας μηδὲν πρὸς ἡμᾶς· ἐπεὶ μὴ πρὸς ἀγνοοῦντας ὁ λόγος· ἴσμεν γὰρ ἐκ πατέρων ἀκηκοότες καὶ γένος αὐτοῦ καὶ τυχὴν καὶ τρόπον· τὸν δὲ τάφον, εἰ βούλει, καὶ σοὶ παριόντες δείξομεν. Καὶ γὰρ τῆς τῶν Κρητών καὶ αὐτὸς ὁρμᾶτο· γέγονε δὲ τῶν ἐπιχωρίων τύραννός. Οὕτω δὲ ἀσελγὴς ἦν καὶ πρὸς ἡδονὰς ἐπίφορος, ὥστε μὴ γυναιξὶ μόνον, ἀλλὰ καὶ ἄῤῥεσιν ἐπιμαίνεσθαι· γόης δὲ ἄνθρωπος καὶ κακότεχνος, πανούργως ἑαυτὸν ἐξαλλάττων δι᾿ ἀκολασίας ὑπερβολὴν καὶ ὅσαι ὧραι μίξεσιν ἀτόποις ἐμμιαινόμενος. Ἀμέλει καί τινες ὁμοιοπαθῶς ἔχοντες καὶ τὴν ἐκείνου βδελυρίαν ζηλώσαντες (τί γάρ οὕτω ῥᾷον ὡς ἡ τοῦ κακοῦ μίμησις;) θεόν τε τοῦτον ἀναγορεύουσι, καὶ νεὼς ἀνιστῶσι καὶ θύουσιν ἵνα τὸ κατὰ γνώμην αὐτοῖς καὶ θεῷ κατὰ γνώμην δοκῇ, καὶ οὕτως οὐ θεομισές μόνον, ἀλλὰ καὶ θεῖον, οἴμοι ! τὸ ἀσελγαίνειν νομίζηται. Ε΄. Ταῦτα τοῦ θείου φθεγγομένου χοροῦ ὁ μὲν ἀνθύπατος πρὸς τὸν ἔλεγχον ἀπεῤῥήγνυτο, πολὺ δὲ καὶ μᾶλλον καὶ ὁ δῆμος ἐκμανὴς ἦν καὶ ὥρμα τοὺς μάρτυρας συλλαβεῖν, καὶ μικροῦ ἂν καὶ χερσὶν αὐτοὺς διεσπάσαντο, εἰ μὴ ὁ Δέκιος καὶ χειρὶ καὶ φωνῇ στήσας αὐτοῖς τὴν ὁρμὴν καὶ ἠρεμεῖν διακελευσάμενος, πικρότερον αὐτοῖς ἐκεῖνος τὸν τοῦ θανάτου τρόπον ἐμηχανάτο. Εἶχον μὲν οὖν αὐτίκα τοὺς ἁγίους αἱ βάσανοι· εἶχον δὲ ἄλλως μὲν ἄλλη, πᾶσαι δὲ ὁμοίως τῇ πικρότητι καὶ τῇ τῆς ὀδύνης ὑπερβολῇ. Ὁ μὲν γὰρ αὐτῶν ἀναρτηθεὶς σιδηροῖς μὲν ὄνυξι διεξαίνετο, νεῦρα δὲ διεσπᾶτο, σάρκες δὲ ἐκείνου πρὸς γῆν κατέῤῥεον· ὁ δὲ ξύλοις καὶ λίθοις ὀξέσι τὰς πλευρὰς αὐτοῖς ὀστέοις διετιτρώσκετο, ἄλλος μολίβδου βάρει τυπτόμενος τὰς ἁρμονίας τε διελύετο καὶ τὰ ὀστᾶ συνεθλᾶτο καὶ διεθρύπτετο· ἕτερος δὲ ἑτέρως· ἀλγεινὸν γὰρ καὶ ἀκοῇ μόνῃ τὸ δριμὺ τῶν κολάσεων. Ἐπεὶ ὥσπερ καὶ ἰδεῖν ταῦτα τοῖς συμπαθεστέροις οὐ φορητόν, οὕτω καὶ τὸ κατὰ μέρος διεξιέναι τε καὶ ἀκούειν περὶ αὐτῶν οὐ μετρίως ὀνηρόν. Ἀλλ' οἱ μάρτυρες καὶ ταῦτα πάσχοντες οὕτω ῥᾳδίως, ἔτ᾽ ἀληθέστερον εἰπεῖν, ἡδέως ἔφερον, ὡς εἰκάζειν τοὺς παρεστώτας μὲ μᾶλλον ἐπὶ τοῖς γινομένοις ἀλγεῖν ἢ ὅτι μὴ καὶ πλείους ἦσαν οἱ βάσανοι δυσχεραίνειν. ΣΤ΄. Συνέῤῥεον οὖν ἐπ᾿ αὐτοὺς πάντες ὥσπερ ἐπί τι τῶν καινῶν τε καὶ παραδόξων, πιστοί τε ἅμα καὶ ὅσοι πρὸς τὴν εὐσέβειαν ἐπεπήρωντο· ἀλλ' οἱ μὲν
col. 571–572page 132 of 246
PG 116:571ὥστε θαυμάσαι τῆς καρτερίας τοὺς ἀθλητὰς καὶ βεβαιοτέραν θέσθαι παρ' ἑαυτοῖς τὴν εὐσέβειαν, οἱ δὲ πρὸς τὸ μυκτηρίσαι μᾶλλον τὴν ἐκείνων ὑπομονὴν καὶ οἷα ταῖς αὐτῶν πληγαῖς ἐφησθῆναι διὰ περιουσίαν ὡμότητος, δι᾿ ἣν αἰτίαν οὐ μόνον οὐδένα οἶκτον ἐλάμβανον οὕτω πασχόντων, ἀλλὰ καὶ πρὸς ἀγριότητα μᾶλλον αὐτόν τε τὸν ἄρχοντα καὶ τοὺς δημίους ἠρέθιζον. Καὶ οἱ μὲν οὕτω παρέθηγον· ὁ δὲ ἐκέλευσεν· οἱ δὲ ἐπετέλουν. Ἐπεβόα δὲ καὶ ὁ κήρυξ· Φείσασθε ἑαυτῶν, πείσθητε τοῖς κρατοῦσι, θύσατε τοῖς θεοῖς. Οἱ μάρτυρες δὲ καὶ πρὸς τοσαύτῃ χαλεπῶν ἀφθονίᾳ τούτων ὁμοῦ κρείττους ἦσαν, τοῦ ὄχλου, τοῦ κήρυκος, τῶν βασάνων, αὐτοῦ τοῦ ἄρχοντος, πρὸ δὲ τούτων πάντων τοῦ ἄρχοντος Σατανᾶ καὶ τῆς ὑπ' αὐτὸν ἁπάσης δυνάμεως. Ὥσπερ γὰρ ἐκ συνθήματος πάντες μίαν κρουσιν ὁμοῦ τὴν φωνὴν, Χριστιανοί ἐσμεν, Χριστοῦ θυσίαι, Χριστοῦ σφάγια. Κἂν μυριάκις δέῃ θανεῖν, ἡδέως ἀποθανούμεθα. Ζ΄. Ὡς οὖν πάντα τῶν μαρτύρων δεύτερα ἦν, ὁ πάνυ πρόθυμος ὑπηρέτης τοῦ Σατανᾶ Δέκιος, ἀπειπὼν καὶ τὸ πείθειν ἔτι καὶ τὸ βιάζεσθαι, τὴν τοῦ θανάτου κατ᾿ αὐτῶν ψῆφον ἐκφέρει. Ἄγοντο οὖν οἱ ἅγιοι διὰ ξίφους θανατωθῆναι παρὰ τὸν τόπον ὅς βραχὺ μὲν ἀπεῖχε τῆς πόλεως, τοῖς ἐγχωρίοις δὲ Ἀλώνιον ἐκαλεῖτο. Παρὰ τοῦτον οἱ μάρτυρες ἐπειγόμενοι καινόν τι καὶ δοκοῦν ἀσυνήθες ἑαυτοῖς ἐπεδείκνυντο. Παρὰ πάντα γὰρ τὸν τοῦ μαρτυρίου δρόμον σύμπνουν τι καὶ ὁμόψυχον ἀλλήλοις πνεύσαντες κατὰ τοῦτο μόνον ἐφιλονείκουν τίς ἂν αὐτῶν πρῶτος ὑπέλθοι τὸ ξίφος καὶ πρῶτος ἄρῃ τὸν στέφανον. Παύει δὲ τὴν ἔριν ταύτην Θεόδουλος, εἷς ἐν τοῦ θείου τοῦδε χοροῦ, ἐπειπὼν ὡς Οὗτος ἂν εἴη μᾶλλον ἐνταῦθα πρῶτος ὃς ἂν ἀπέλθοι τῶν πάντων ἔσχατος, μηδὲν ἀγεννὲς ἀποστὰς ἐκ τῆς τῶν ἄλλων θέας, ἀλλὰ καὶ πολύαθλος οὕτως ἐπιεικῶς γενόμενος διὰ τοῦτο καὶ πλειόνων ἄρα στεφάνων ἄξιος. Ἤρεσε τοῖς πᾶσιν ὁ λόγος· καὶ πρῶτα μὲν κοινὴν ποιοῦνται πρὸς Θεὸν τὴν ᾠδὴν, «Εὐλογητὸς εἶ, Κύριε,» ψάλλοντες, «ὃς οὐκ ἔδωκας ἡμᾶς εἰς θήραν τοῖς ὁδοῦσιν αὐτῶν,» καὶ ὅσα ἐπὶ τούτοις ὁ Ψαλμῳδός. Ἔπειτα καὶ παριόντες ἐπὶ τὸν τόπον ἕκαστος προσευχὴν ἐποιοῦντο, Φεῖσαι, Κύριε, τῶν δούλων σου, λέγοντες, καὶ δέξαι τὸ αἷμα ἡμῶν ὑπὲρ ἡμῶν, ὑπὲρ τῶν ἡμετέρων, ὑπὲρ πατρίδος, ὥστε τοῦ σκότους αὐτὴν τῆς ἀγνοίας ἀπαλλαγῆναι καὶ καθαροῖς ὄμμασι θεάσασθαι τὴν εὐσέβειαν καὶ σὲ τὸ ἀληθινὸν φῶς, αἰώνιε βασιλεῦ. Η΄. Οὕτως ἕκαστος προσευξάμενοι τὰς καλλινίκους αὐτῷ καὶ ἱερὰς ἀπετμήθησαν κεφαλὰς, διανείμαντες ἑαυτοὺς ταῖς πατρίσι· καὶ τὸ μὲν αἷμα τῇ κάτω δόντες, τῇ φθειρομένῃ τὸ φθειρόμενον, τὸ πνεῦμα δὲ τῇ ἄνω, τῇ ἀεὶ μενούσῃ τὸ διαμένον. Τῶν δὲ δημίων μετὰ τὴν τελείωσιν ὑποχωρησάντων, τῶν συγγενῶν αὐτοῖς τινες, περὶ τὸν τόπον ὑπολειφθέντες τὰ ἱερὰ τούτων λείψανα περιστέλλουσί τε τιμίως καὶ κατατίθενται. Καὶ τότε μὲν ἤπερ αὐτοὺς ἤνεγκεν, ἐκείνη καὶ τεθνηκότας εἶχεν· ὕστερον δὲ ὁπότε ἡ τῆς εὐσε

Day 25Die 25

col. 573–574page 133 of 246
PG 116:573βείας ἰσχὺς οἱονεί τις ζώνη χρυσῆ τὸ πλεῖστον τῆς οἰκουμένης περιείληφε, Παῦλος ἐπὶ τὴν νῆσον στέλλεται ἐφ᾽ ᾧ ταῦτα πρὸς τὴν νέαν ἀγαγεῖν Ρώμην, τὴν βασιλίδα φημὶ τῶν πόλεων· Παῦλος ἐκεῖνος οὗ πολὺ τὸ τῆς ἁγιωσύνης ὄνομα τῆς μεγαλοδόξου Ρώμης ἀρχιερέως καὶ τῷ τρόπῳ μᾶλλον ἢ τῷ θρόνῳ τὸ ἐπίσημον ἔχων, οὗ καὶ κλῆσις μόνον μάστιξ ἦν τοῖς δαίμοσιν ἐλατήριος, οὗτος λογάδας ἐκ βασιλέως λαβὼν τοῦ ἐγχειρήματος συνεργούς, ἐπὶ τὸ Κρητῶν παραγίνεται ἔθνος, καὶ τὴν ἐπικειμένην ἀφελὼν τοῖς λειψάνοις γῆν, εὑρίσκει ταῦτα, Χριστὲ βασιλεῦ, ζώσιν ἐοικότα καὶ φθορᾶς κρείττονα καθάπερ ἐνούσης ἔτι πνοῆς νοτίδος τε αὐτοῖς οἷα δὴ δρόσου ἐπικαθημένης ἑωθινῆς. Ἐκεῖθεν οὖν αὐτὰ σὺν θαύματι ἀνελόμενος τῇ λαμπρᾷ καὶ βασιλίδι τῶν πόλεων φέρων δίδωσι, καὶ νῦν εἰσιν οὗ καὶ τὰ ἱερὰ τῶν μαρτυρικῶν νηπίων τεθησαύρισται λείψανα, κοινοί σωτήρες καὶ πολιοῦχοι καὶ φύλακες ἐν πᾶσιν ἀνιαροῖς ἄγρυπνοι, ὧν γένοιτο ταῖς πρεσβείαις μετόχους καὶ ἡμᾶς γενέσθαι τῶν ἀποκειμένων αὐτοῖς ἀγαθῶν χάριτι καὶ φιλανθρωπία τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾿ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα καὶ κράτος νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΜΑΡΤΥΡΙΟΝ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΝΑΣΤΑΣΙΑΣ ΚΑΙ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΑΓΑΠΗΣ, ΕΙΡΗΝΗΣ ΚΑΙ ΧΙΟΝΙΑΣ ΚΑΙ ΤΩΝ ΛΟΙΠΩΝ. Α΄. Ἀναστασία γυναικῶν ἡ καλλίστη Ρώμης μὲν τῆς περιδόξου φυτὸν, γένεος δὲ περιφανείᾳ καὶ κάλλει σώματος, εὐγενείᾳ τε ψυχῆς καὶ ἡθῶν εὐκοσμίᾳ τῶν πασῶν ἐκράτει καὶ τοῖς ἀπάντων ᾔδετο χείλεσιν, ἀνδρὸς μὲν πραιτεξτάτου τινὸς θυγάτηρ οὖσα, παρά τινι δὲ ἀνδρὶ Χρυσογόνῳ τοὔνομα τὰ θεῖα σοφῷ παι-
col. 575–576page 134 of 246
PG 116:575δευθεῖσα, ὃς καὶ μαρτυρίου στεφάνω τὴν κεφαλὴν ὕστερον εκόσμησεν, ὥσπερ ἄρα καὶ προϊών ο λόγος δηλώσει, Διοκλητιανοῦ τότε τοῦ δυσσεβοῦς τὰ ῾Ρωμαίων σκῆπτρα διέποντος. Β'. Παρὰ Χρυσογόνῳ τοίνυν ᾿Αναστασία τὴν ἀλμυρὰν τῶν Ἑλλήνων δόξαν ποτίμοις ῥήμασιν ἀποκλυσαμένη τὸν ὄντως ὄντα θεὸν ἀντὶ τῶν δοκούντων ἐπιγινώσκει. Καὶ νῦν μὲν οὐ παῤῥησιάζεται τὴν εὐσσέβειαν, παρὰ δὲ τοῦ πατρὸς καὶ ἄκουσα πρὸς γάμον ἀνδρὶ Ελληνι ἐκδοθείση, Ποπλίμ τούνομα, πειρωμένου μιγνύειν, τὸ τοῦ λόγου, τὰ ἄμικτα, ἐκείνη τοῦτο μὲν τὴν παρθενίαν περὶ παντὸς ποιουμένη, τοῦτο δὲ καὶ τὴν αὐτοῦ θρησκείαν μάλα μυσαττομένη, οὐδ᾽ ὅλως αὐτῷ συνοικεῖν ἠγάπα, ἀλλὰ τὸ καθαρὰ προσελθεῖν Χριστῷ καὶ μηδὲ μίαν τῶν ἐντολῶν αὐτοῦ παριδεῖν, τοῦτο μελετῶσα νύ τα καὶ μεθ' ἡμέραν πρὸς αὐτῷ πᾶσαν ἀπηύθυνε τὴν διάνοιαν. ᾿Αμέλει καὶ τὴν ἐσθῆτα πολλάκις ἀμείβουσα καὶ φαύλην ἀντὶ τῆς λαμπρᾶς περιβαλλομένη, καὶ ὡς οἷόν τε κρύπτουσα ἑαυτὴν ἐκ τοῦ σχήματος, μιᾶς ἐπεφομένης θεραπαινίδες, πάσας τε τὰς φυλακὰς περιξει καὶ χρήμασιν ἀπὸ τῶν φυλάκων τὴν εἴσοδον ὠνουμένη τοὺς ἐν αὐταῖς ὑπὲρ Χριστοῦ καθειρχθέντας καὶ βασάνοις τὸ σῶμα πονήρως ἔχοντας, μεθ' ὅσης αἰδοῦς ἐθεράπευε καὶ τιμῆς, πόδας ῥύπτουσα, χεῖρας εὐλαβῶς ἀπονίπτουσα, κόμην ῥυπῶσαν ὡς οἷόν τε διακαθαίρουσα, καὶ τῶν τριχῶν τὸ παρέλκον ὅπερ ὁ πολὺς τῆς καθείρξεως ἐμήκυνε χρόνος θεραπευτικῶς περικείρουσα ἀπέκλυζεν, εἶτα καὶ ἠθονίοις καταδεσμούσε καὶ ἀσπασμοῖς ἁγίοις τὸ πρὸς αὐτοὺς ἐπιδεικνυμένη φίλτρον, τροφάς τε τὰς ἐπιτηδείους ἑκάστῳ παρεχουμένη, οὕτως ἐκεῖθεν ἐξῄει. Γ΄. Ταῦτα συνεχῶς γινόμενα, ἐπεὶ μὴ εἶχε τὸν ἄνδρα λαθείν, μανθάνει καὶ Πόπλιος, καὶ αὐτίκα φύλακε ἦσαν ᾿Αναστασία συχνοί, μήτ' αὐτὴν ἐξιέναι τῆς οἰκίας ἐῶντες, μήτε μὴν παρ' αὐτὴν εἰσιέναι, τινὰ τῶν κατ' ἐκείνους παραφθείρειν τὸ ἦθος δύοκούντων καὶ δυναμένων αὐτὴν πείθειν τῆς τοῦ Πουπλίου ἀπέχεσθαι συνοικίας. Τὴν δὲ καὶ τοῦτο μὲν ἐλύπει, τὸ τούς ἄλλους ἅπαντας τοὺς πρὸ τοῦ παρ' αὐτῆς θεραπευομένους μήθ᾽ ὁρᾶν ἔτι δύνασθαι μήθ' ὑπ᾽ ἐκείνων δρᾶσθαι· ὃ δὲ πλέων τῶν ἄλλων ἠνία καὶ μέσης αὐτῆς ἤπτετο τῆς καρδίας ὁ καθηγητής ἦν Χρυσόγονος, ὃς δι᾿ ὅλων ἐτῶν δύο πολλὰς καὶ βαρείας ὑπὲρ Χριστοῦ βασάνους ὑπενεγκών, εἶτα καὶ δεσμωτήριον ᾤκει, οὕτω Διοκλητιανοῦ προστάξαντος. Παρὰ τοῦτον καὶ τὰ πολλὰ, ὅτε καὶ ἦν αὐτῇ ἐπ' ἐξουσίας, ἐφοίτα. Τότε δὲ εἰργομένη διά τινος αὐτῷ γραός τά τε συμβάντα γνωρίζει καὶ πρὸς τὴν ὑπὲρ αὐτῆς εὐχὴν διὰ ταύτης ἠξίου· κεφάλαιον δὲ τίθεσθαι τῆς εὐχῆς, Πουπλίου μὲν τοῦ δυσσεβοῦς ἐκφυγεῖν, καιροῦ δὲ τυχεῖν τά τε κατὰ γνώμην εἰς πέρας ἀγαγεῖν καὶ τοὺς τοῖς μαρτυρικούς τραύμασιν ὡρατζομένους ὡς οἷόν τε θεραπεύουσαν διαμεῖναι, οὐ μὴν ἀλλὰ καὶ αὐτὴν ἐν ἀμεταθέτῳ τῆς εὐσεβείας σκοπῷ τήν ζωὴν καταλῦσαι. Ταῦτα τῷ Χρυσογόνο σημήνασα τελευταῖον καὶ τὴν τοῦ ἀνδρὸς ἀποδημίαν γνωρίζει. Ετύγχανε γὰρ κατ᾽ ἐκεῖνο καιρου Πούπλιος πρέσβυς ἐκ βασιλέως πρὸς Πέρσας ἀποσταλείς.
col. 577–578page 135 of 246
PG 116:577Χρυσόγονος χαίρειν αὐτῇ καὶ τὰ ἀγαθὰ πράττειν ἐδήλου τὰ τε παρόντα γενναίως φέρειν καὶ πρὸς τὸ μέλλον ἀκόλουθον καὶ τὸ πέρας προσδοκᾶν τῷ θελήματι. Δ΄. Ῥώννυται τούτοις Ἀναστασία καὶ αὐτὰ ταῦτα τῆς ἡδονῆς ἐποιεῖτο πρόφασιν καὶ τῆς ἀγαθῆς ἐλπίδος χάριν ἃ πρὸ τοῦ συμφορὰν ἐνόμιζε τὴν τε τοῦ ἀνδρὸς ὠμότητα καὶ τὴν πολλὴν ἀγριότητα τῶν φυλάκων, οἳ πάντες μὲν ὁμοίως ἀμείλικτοι καὶ πικροί, Κοδίσσιος δὲ τὴν πονηρίαν διαφορώτατος, ὃ καὶ Πουπλίῳ γνώριμος ὢν τούτῳ μάλιστα στελλόμενος ἐνετέλλετο, μήτε τὸν ἔξωθεν τοῦ θαλάμου ἀέρα ὁρᾶν μήτ' ἀναπνεῖν, εἰ δυνατὸν, ἐλευθερίως Ἀναστασίαν. Δεινὸν γὰρ ἐποιεῖτο εἰ τῆς πρεσβείας ἐπανήκων ζῶν ὄψαιτο τὸ γύναιον τὰς πρὸς αὑτὸν ἤδη συνθήκας ἠθετηκός. Πρὸς δὲ καὶ πολλῶν χρημάτων ὁμοῦ καὶ κτημάτων οὗτος ὀφθῆναι κύριος εὔελπις ἦν. Ἐκεῖνος μὲν οὖν κατὰ τὴν ὁδὸν ἀκόλουθον τῇ πονηρίᾳ καὶ τὸ πέρας εὑρίσκει, θνήσκει γὰρ κινδύνῳ διαφθαρείς, ἅπερ ἤλπισε ὁρᾶν αὐτὸς πρότερον σὺν δίκῃ παθών, καὶ χηρείας Ἀναστασίᾳ πρόξενος καταστὰς οὐ θρηνεῖν, ἀλλὰ σκιρτᾶν ἐμποιούσης. Ἀναστασία δὲ τοῦ δεσμοῦ καὶ τῶν φυλαττόντων αὐτὴν κυνῶν ἐλευθερωθεῖσα (οὕτω γὰρ αὐτοὺς εἰπεῖν οἰκειότερον) ἐπὶ τὴν σύννομον ἀγέλην καὶ τὴν συνήθη τῆς εὐσεβείας νομὴν ἐφέρετο σχημά τε μέτριον ὑποδῦσα πάλιν τάς τε φυλακὰς περιήρχετο καὶ σὺν πλείονι τῇ σπουδῇ οὐ τὰ τραύματα μόνον καὶ τοὺς ἰχώρας τοῖς ἁγίοις ἐξεθεράπευεν, ἀλλὰ γὰρ καὶ πρὸς τὸν ἀγῶνα τὸν προκείμενον εὐγενῶς ἤλειψεν. Οἷον δὲ τὸν καρπὸν ἐντεῦθεν τρυγᾷ τὸ ταύτης δηλώσει τέλος, τὸ δὲ τέλος πάντως ὁ λόγος τὸ δὴ νῦν ἔχον. Ε΄. Διοκλητιανὸς μὲν ὁ δυσσεβὴς ἐν Ἀκουϊλίᾳ διάγων ἦν· τούτῳ δὲ τὰ μὲν ἄλλα δευτέρας ἠξιοῦτο φροντίδος, τὸ διαφερόντως δὲ σπουδαζόμενον ὅπως μηδεὶς αὐτὸν ἐκφύγῃ Χριστιανῶν κρυπτόμενος. Ἀναφέρεται γοῦν αὐτῷ καὶ περὶ τῶν ἐν Ῥώμῃ πάντων ὡς πάμπολυ πλῆθος Χριστιανῶν φυλακαῖς τε παραδοθὲν καὶ βασάνοις ὅσαις ὑποβληθὲν οὐδέπω καὶ νῦν ἀπομαθεῖν ἠνέσχετο τὴν εὐσέβειαν, ὧν ἀλείπτην εἶναι Χρυσόγονον πειθομένους αὐτῷ πάντας καὶ ὅλως τῆς αὐτοῦ γλώττης ἐξηρτημένους ἔχοντα. Ὁ δὲ παραυτίκα τοὺς μὲν ἄλλους πάντας βασάνοις ἐκδοθῆναι, εἶτα καὶ θανάτῳ μὴ πειθομένους προσέταττε, Χρυσόγονον δὲ μόνον πρὸς αὐτὸν ἀναπεμφθῆναι, τοῦτο καθ᾿ ἑαυτὸν σκεψάμενος ὡς ἐκείνου κρατήσας πάντας εὐθὺς ἔσται νενικηκώς. Τούτῳ μὲν οὖν ἀγομένῳ πρὸς βασιλέα καὶ ἡ θαυμαστὴ συνείπετο Ἀναστασία, πάντοθεν συγκροτοῦσα καὶ τὰ πρὸς ἀνδρίαν ἀλείφουσα, καὶ δεικνῦσα γένους ἀσθένειαν εὐγενείᾳ φρονήματος νικωμένην. ΣΤ΄. Ὡς δὲ καὶ παρέστη τῷ βασιλεῖ Χρυσόγονος, ὁ μὲν αὐτίκα ῥήμασιν ἡπιωτέροις ἐχρῆτο, Πείσθητι, λέγων, ὦ Χρυσόγονε, συνθέσθαι τοῖς ἡμετέροις, καὶ θεοῖς μὲν χαρίσασθαι, σαυτῷ δὲ τὰ ἥδιστα τῶν ἀλγεινοτάτων καὶ τὰ συμφέροντα τῶν οὐ λυσιτελῶν ἀνθελέσθαι. Εὖ γὰρ ἴσθι ὡς οὐ μόνον σοι τάς τε βασάνους ἀνήσομεν, τό τε κάλλιστον τοῦτο καὶ πᾶσιν τὸ χαρούμεθα φῶς, ἀλλ᾽ αὐτίκα σε καὶ Ῥώμης τῆς
col. 579–580page 136 of 246
PG 116:579λικῆς ἐξουσίας τὸν ὄγκον καταπλαγείς, μήτε πρὸς τὸ τῆς δωρεᾶς μέγεθος καθυφείς, Ἐγώ, μετὰ παρῥησίας ἔφη, ἕνα μόνον οἷον Θεὸν καὶ τοῦτον παντὸς μὲν κρίνω φωτὸς ἡδύτερον, πάντων δὲ χρημάτων κερδαλεώτερον τοῦτον καὶ ψυχῇ λατρεύω καὶ χείλεσιν ὁμολογῶ καὶ πάντων ὁρώντων τοῖς γόνασι προσκυνῶ, θεῶν δὲ πλῆθος καὶ μύθους καὶ δαίμονας τοσοῦτον ἀπέχω λατρεύειν, ὥστε καὶ τῷ σῷ κράτει συμβουλεύσαιμι ἂν φεύγειν αὐτοὺς ἀνὰ κράτος ὡς ἀπάτην ἀνθρώπων καὶ ψυχῶν λύμην φανεράν ἀποδεδειγμένους. Τὰ δέ γε παρὰ σοῦ μοι προτεινόμενα δώρα καὶ τὰς τιμὰς οὐδὲν ὀνειράτων οὐδὲ σκιᾶς ἄμεινον ἔχειν ἡγοῦμαι καὶ παρ᾽ οὐδὲν τίθεμαι. Ζ΄. Οὐκ ἤνεγκε τὴν παῤῥησίαν ὁ βασιλεὺς, ἀλλ᾽ ὥσπερ ἅμα τῷ συμπλακήναι καταβληθείς, ὥρμησε μόνῳ γοῦν τῷ θυμῷ χαρίσασθαι, καὶ κελεύει τὸν Χρυσόγονον ἐν ἐρήμῳ τόπῳ λαβόντας τὴν κεφαλὴν ἐκτεμεῖν, ἄκων αὐτῷ μείζονα δοὺς τὴν εὐεργεσίαν ἢ ὅτε ἐκὼν ἐχαρίζετο μεταπαίσειν ὑπολαμβάνων. Τοῦ μὲν οὖν κατὰ τὸ διαταχθὲν ἐπράττετο καὶ τὸ ἱερὸνἐκεῖνο σῶμα πρὸς τῷ αἰγιαλῷ τῆς θαλάσσης ῥίπτεται, ἵνα καὶ τρεῖς ἀδελφοὶ καὶ γνώμας καὶ σώματα καὶ τὴν πρὸς Θεὸν εὐσέβειαν μετὰ Ζωίλου τινὸς εὐλαβοῦς καὶ πρεσβυτέρου τὴν οἴκησιν ἐποιοῦντο. Ταῖς ἀδελφαῖς δὲ τὰ ὀνόματα Ἀγάπη καὶ Χιονία καὶ Εἰρήνη. Οὗτος μέντοι ὁ Ζωίλος ἀποκαλυφθὲν αὐτῷ τὸ τοῦ μάρτυρος Χρυσογόνου λείψανον ἀνελόμενος ἅμα τῇ κεφαλῇ καὶ θήκῃ τινὶ μεθ᾽ ὅσης ἔδει τιμῆς καταθέμενος, ἐν τῷ δωματίῳ τῷ ἑαυτοῦ κατακρύπτει. Τριακοστῇ μὲν οὖν ἡμέρᾳ τῷ λειψάνῳ κειμένῳ Ζωίλῳ ὄναρ ὁ μάρτυς ἐπιφανεὶς Χρυσόγονος ταῦτά οἱ λέγειν ἐδόκει· ἴσθι τὸν δυσσεβῆ βασιλέα Διοκλητιανὸν, γνωσθὲν αὐτῷ περὶ τῶν τοῦ Χριστοῦ δούλων καὶ ἀδελφῶν Εἰρήνης, Ἀγάπης καὶ Χιονίας, εἴσω ἡμερῶν ἐννέα συλλαβέσθαι καὶ αὐτὰς βούλεσθαι. Σὺ δὲ ἀλλ᾽ Ἀναστασίαν τὴν τοῦ Θεοῦ δούλην παρασκεύασον ταύτας κατὰ τὸ δυνατὸν καὶ θεραπεῦσαι καὶ πρὸς τὸν ἀγῶνα ἐπιθαῤῥῦναι ἄχρι καὶ τὸν μαρτυρικὸν ἀναδήσονται στέφανον. Αὐτὸς δὲ τοὺς καρπούς σοι τῶν πόνων ἡδίστους ἀπολαβεῖν εὔελπις ἔσο. Μετ᾽ οὐ πολὺ γὰρ τῶν ἐνταῦθά τε ἐπιπόνων ἀπαλλαγήσῃ καὶ μετὰ τῶν ὑπὲρ Χριστοῦ ἀθλησάντων Χριστῷ παραστήσῃ. Η΄. Ἐγνώσθη ταῦτα καὶ τῇ σεμνοτάτῃ Ἀναστασίᾳ, καὶ Πνεύματι Θεοῦ κινηθεῖσα τὸν οἰκίσκον, ὃν οὐδέπω τεθέατο, παραχρῆμα καταλαμβάνει, καὶ τῷ πρεσβυτέρῳ παραστάσα Ζωίλῳ τὰς ἀδελφὰς ἐζήτει καὶ περὶ τῶν ὄναρ αὐτῇ γνωσθέντων ἀνεπυνθάνετο. Ἰδοῦσα δὲ τὰς παρθένους καὶ τὸν τόπον ἔνθα κατέκειτο τὸ τοῦ Χρυσογόνου λείψανον, τὸ μὲν περιπαθῶς ἅμα καὶ εὐλαβῶς προσκυνήσασα, ταῖς δὲ μίαν νύκτα συνδιαγαγοῦσα καὶ συνησθεῖσα καὶ πρὸς τοὺς μαρτυρικοὺς ἄθλους ἱκανῶς ὑπαλείψασα εἰς τὴν Ἀκυλείαν ἐπορεύθη. Ταύτας τε γὰρ μετὰ καὶ πολλῶν ἄλλων ἐκεῖσε τὸν δρόμον ᾔδει δραμουμένας τοῦ
col. 581–582page 137 of 246
PG 116:581μαρτυρίου καὶ ἅμα τῆς προνοίας καὶ αὐτὴν εὐαφόρμως ἐπὶ τὸν ἀγῶνα παραπεμπούσης. Αὕτη μὲν οὖν ἐπορεύετο, καὶ τὸ προῤῥηθὲν δὲ Ζωίλῳ πέρας ἐλάμβανε. Τῷ γὰρ Θεῷ τοῦτο δοκοῦν τῶν παρόντων μεθίστατο. Ἐπεὶ δὲ ἔδει μηδὲ τὰ κατὰ τὴν Ἀγάπην καὶ Εἰρήνην καὶ Χιονίαν εἰκῇ τῷ Χρυσογόνῳ ῥηθῆναι, μαθὼν καὶ τὰ κατ᾽ αὐτὰς ὁ πάντων ἐν δυσσεβείᾳ κρατήσας Διοκλητιανός μετακλήτους αὐτίκα ποιεῖ, ἴστησί τε αὐτὰς πρὸ τοῦ βήματος. Ἀγάμενος δὲ τοῦ σχήματος καὶ φρονήματος καὶ πρὸς τούτοις τῆς ὥρας καὶ τῆς ἐπανθούσης αὐταῖς τῷ προσώπῳ χάριτος, ἄλλως τε δὲ καὶ τοῦτο ἐκεῖνος εἰδὼς ὡς ἤθους βάρος καὶ ψυχῆς ἀξίωμα καὶ εὐγένεια οὐκ ἄν ποτε τραχύτητος ἡττηθείη, ἀλλ᾽ ἐπίοις μᾶλλον λόγοις εἴκει καὶ κλέπτεται θεραπείαις, ταύτην δὴ καὶ αὐτὸς ᾔει. Θ΄. Καὶ πρῶτα μὲν ὁμοῦ τῶν τριῶν διάπειραν ἐποιεῖτο, ἐπαινῶν τε ἅμα καὶ παραινῶν, Ὁρῶν ἐν ὑμῖν, λέγων, ἄνθος τε ἡλικίας καὶ ὥραν σώματος, πρὸ δὲ τούτων ψυχῆς παράστημα εὐγενὲς καὶ φρόνημα τῆς ἔξωθεν οὐχ ἧττον χάριτος διαλάμπον, οὐ μὴν ἀλλὰ καὶ ἀγαθὰς καὶ ἐξ ἀγαθῶν γεγονυίας ἀκούσας, πρὸς δὲ τούτοις καὶ λόγων ἱκανῶς μετασχούσας, οἶκτον ὑμῶν, μὰ τοὺς θεοὺς, οὐκ ὀλίγον λαμβάνω, εἰ περὶ ταῦτα πάντα καὶ τὴν ὑμετέραν ζωὴν τὸν κίνδυνον ὑποστήσεσθε καὶ μή τι χρηστὸν φθάσητε βουλεύσασθαι περὶ ἑαυτῶν. Τούτου γὰρ ἕνεκα καὶ κατ᾽ ὄψιν ὑμᾶς ἐμοῦ στῆναι καὶ λόγων μεταδούναι ἠξίωσα, ἵνα καὶ παρ᾿ ἐμοῦ καὶ παρ᾽ ἑαυτῶν τὰ δέοντα συνιδεῖν δυνηθεῖσαι ἀπόσχησθε μὲν λογισμῶν ἀφρόνων, θυσίαν δὲ τοῖς θεοῖς προσενέγκητε· καὶ διὰ τοῦτο τί μὴ τῶν ἀγαθῶν ἑαυταῖς πραγματεύσεσθε, θεῶν φιλίαν, ἐμὴν εὔνοιαν, δόξης ἀφθονίαν, νυμφίους τοῦ κάλλους ὑμῶν ἀξίους, πλοῦτον καὶ ἡδονὰς καὶ πᾶν ὅ τι περ εὔδαιμον τοῦ βίου καὶ ἀγαθόν ἔστι τε καὶ δοκεῖ. Ι΄. Πρὸς ταῦτα ἡ τὴν ἡλικίαν πρώτη, τὴν δὲ κλῆσιν Ἀγάπη, πρώτην καὶ τὴν εἰς Θεὸν ἀγάπην ὀφθῆναι σπεύδουσα αἰδοῖ μίξασα παῤῥησίαν, εὐκόσμως τε τὰ χείλη διάρασα, Μηδείς σου, φησί, πειθέτω λόγος, ὦ βασιλεῦ, ὡς ἡμᾶς ἢ φόβος πτοήσειεν ἢ πειθὼ δελεάσειεν ἢ κολάσεις διαπειλούμεναι ἢ ἀγαθὰ προτεινόμενα ἢ νεότητος οἴκτος ἢ κάλλους ἔλεος ἢ τοῦ γένους λαμπρότης μαλακόν τι πείσειεν ὅλως ὑπονοήσασθαι μὴ ὅτι γε καὶ εἰπεῖν, ἀλλ᾽ αὐτὰ δὴ ταῦτα πείθει καὶ μάλιστα θανάτου καταφρονεῖν, ὅτι τοσούτοις παρὰ Θεοῦ κοσμηθεῖσαι τοῖς ἀγαθοῖς καὶ οὕτω πολλοῖς πλεονεκτήμασι διαφέρουσαι πάντων ἂν ἀτοπώτερα διανοηθεῖσαι φανώμεν, εἰ τὸν δεδωκότα Θεὸν ἡμεῖς ἀρνηθείημεν ἀβούλως σφόδρα καὶ ἀγνωμόνως, καὶ μὴ τε παρ᾽ αὐτοῦ μᾶλλον ἐν αὐτοῖς ὑπὲρ αὐτοῦ πρόφασιν εὐνοίας καὶ πίστεως ἀσφαλοῦς ποιησόμεθα. ΙΑ΄. Ταύτην ὁ τύραννος τὴν παῤῥησίαν ἐκτόπως θαυμάσας καὶ νομίσας εἶναι μανίαν, ὡς δὲ καὶ καλέσας, οἴκοθεν ἀτεχνῶς τὴν κρίσιν ποιούμενος τῆς μὲν Ἀγάπης οὐ πλέον ἀπεπειρᾶτο, δευτέραν δὲ τὴν δευτέραν παριστᾷ καὶ τοὺς λόγους προσῆγεν. ὡς δὲ καὶ
col. 583–584page 138 of 246
PG 116:583αὐτῆς ὁμοίως, εἶτα καὶ τῆς τρίτης τὴν μεταβολὴν ἀπέγνω, τελευταῖον αὐταῖς ἐπειπὼν ὡς αἱ θρασεῖαι ὑμῶν ἀποκρίσεις αὗται οὐδαμῶς ἄλλως ἢ βασάνων ἐπιφοραῖς ἰαθήσονται, ἐκείνας μὲν τῇ εἱρκτῇ παραδίδωσιν, αὐτὸς δὲ περὶ τὴν διάσκεψιν τῶν τιμωριῶν ἀπησχόλει τὸν νοῦν, καινότατόν τινα καὶ χαλεπώτατον αὐταῖς θάνατον ἐξευρεῖν ἐπειγόμενος. Ἡ δέ γε καὶ πρὸ τῶν ἀγώνων τῇ προαιρέσει σύναθλος ταύταις Ἀναστασία τὰ εἰωθότα καὶ ἔτι ποιεῖν οὐκ ἔληγε, λόγοις μὲν πρὸς τὸν ἀγῶνα διαθερμαίνουσα, ἔργοις δὲ τὰ τῆς προνοίας ἐπιτελοῦσα, καὶ οὐχὶ τούτων μόνων οὐδὲ τῶν λοιπῶν πάντων τῶν ὁμοίως ἀθλούντων ὁμοίως εἴχετο, ἀλλὰ καὶ τῶν ἄλλως ἀπορούντων ὅσοι τὰ Χριστιανῶν πρεσβεύοντες ἦσαν οὐδαμῶς ἠμέλει τοῖς μὲν τροφάς, τοῖς δὲ στολάς, τοῖς δὲ καὶ ἄμφω φιλοτίμως παρέχουσα, ὧν ἀμοιβὴν μίαν ἐκείνους τε ἀπῄτει, καὶ αὐτὴ δι' εὐχῆς ἐποιεῖτο τὸ πᾶσι τούτοις χρυσῆν ἐπιθεῖναι σφραγίδα τὸν μαρτυρικὸν στέφανον. Καὶ αὕτη μὲν ὅτι τῆς ἐλπίδος οὐ διεψεύσθη ὅσον οὔπω καὶ ὁ λόγος δηλώσει. ΙΒ΄. Διοκλητιανὸς δὲ πολλὰ περὶ τῶν μαρτύρων διασκεψάμενος, ἐν ἀπόρῳ τε ἔτι τὴν γνώμην ἔχων, καὶ ἅμα τὴν ἐς Μακεδονίαν ἐλαύνειν ὑπό τινων ἐπειγόμενος, δημοσίων Δουλκιτίῳ ἐπάρχῳ τὴν τούτων ἐξέτασιν ἐπιτρέψας, πολλὰ περὶ τοῦ δεῖν αὐτὰς κολάζειν ἐπήγγελλεν. Ὁ δὲ πονηρᾷ φύσει πονηρὰν προσθεὶς βασιλέως διάταξιν, καὶ τὸν θυμὸν ὡς μάλιστα παραθήξας ἕτοιμος ἦν ἀπλήστως τῇ γνώμῃ χρήσασθαι. Ὡς δὲ καὶ ηὐτρέπιστο τὰ δεινὰ καὶ τὰς παρθένους παρίστη τῷ βήματι, ὁ τὴν διάνοιαν ἀκριβῶς τυφλώττων τυφλὸς ἐξάπινα καὶ τὰς ὄψεις ἦν, μᾶλλον δὲ βλέπειν δοκῶν καὶ τοὺς ὀφθαλμοὺς ἔχων ἀκλείστους, οὐδένα τῶν παρόντων ἑώρα· ᾧ δὴ καὶ μάλιστα τὸν θυμὸν ἐκκαυθεὶς τότε μὲν αὐτὰς καὶ ἄκων ἀπάγει τοῦ βήματος· ἐδεδίει γάρ μή τι καὶ πλέον παρισταμένων αὐτῷ πάθοι· ὕστερον δὲ ὡς τῇ εἱρκτῇ παρεδίδοντο καὶ ἤδη τῶν εἰς Θεὸν ὕμνων καὶ ᾠδῶν εἴχοντο, ὁρμᾷ μὲν εἰσπηδῆσαι καὶ θηράσαι τῷ ἀπροόπτῳ τὴν ἐκείνων φθάσας, ὡς ᾤετο μαγγανείαν· θείᾳ δὲ βουλῇ καὶ ταύτης ἐκεῖνος τῆς βουλῆς εἴργεται. Τῆς γὰρ εὐθείας παρατραπεὶς καί πως πρός τινα πλησίον οἰκίσκον παρενεχθείς, ὃς δὲ τοῖς φύλαξιν εἰς ὀπτάνειον ἐτέλει, ἐνταῦθα δὴ μαγειρικοῖς ἀγγείοις καὶ χύτραις περιτυχών, ἔκφρων τε τὸ σύνολον γεγονὼς καὶ αὐτὰς οἰόμενος τὰς παρθένους ἐν χερσὶν ἔχειν, ἀσβόλης μὲν τὴν ὄψιν, λιγνύος δὲ τὴν ἐσθῆτα καὶ καπνοῦ πλήρης καὶ δυσωδίας ἐδείκνυτο. ΙΓ΄. Ἐπεὶ δὲ τὰ κατὰ νοῦν, ὡς ὑπείληφε, δράσας ἐκεῖθεν ἐξῄει, τῶν ὑπὸ χεῖρα πάντων ἔξω περὶ τὴν θύραν ἀναμενόντων, ὡς εἶδον αὐτὸν ἐκεῖνοι φάσματῶδή τινὰ καὶ τεράστιον ὑπολαβόντες εἶναι, πρὸς φυγὴν ἐχώρουν. Ὁ δὲ περιφρόνησιν εἶναι τὸ γεγονὸς οἰόμενος καὶ οὔπω τῶν ὧν πέπονθεν αἴσθησιν εἰληφὼς οὐκ ἔτι μὲν ἐπὶ τὴν οἰκίαν, ἀλλ᾽ ἐπὶ τὰ βασίλεια ὀργῇ πολλῇ καὶ σπουδῇ ἐχώρει πολὺν τοῖς ὁρῶσι τὸν
col. 585–586page 139 of 246
PG 116:585γέλωτα συγκινών. Τῆς δέ βασιλικῆς αὐλῆς καὶ τῶν δορυφόρων εἰς μέσον ἐλθὼν θορύβου μεστὸς ὢν ἐξήτει τὸν βασιλέα, ἄτε δὴ καὶ κατὰ τῶν ὑπὸ χεῖρα τῶν ἑαυτοῦ ἐντυγχάνειν μέλλων ὡς ὑπ' αὐτῶν τὰ ἔσχατα περιυβρισμένος· οἱ δὲ ὑπόμωρόν τινα καὶ γελωτοποιὸν καὶ παράφορον καὶ πάντα μᾶλλον αὐτὸν ἢ τὸν ἔπαρχον ὑπονοοῦντες Δουλκίτιον πυγμαίς τε καὶ ὠθισμοῖς ἐξώθουν καὶ ἀπείργον αὐτῷ τὴν εἴσοδον. Ἐπεὶ δέ τινες τῶν σφόδρα συνήθων, ὀψέ καὶ μόλις ἀναγνόντες τῶν ἄνδρα καὶ τὸ γενόμενον συμβαλόντες καὶ τῆς παραφορᾶς ἐλεήσαντες, εἰς τὴν οἶκαν ἀπήγαγον, ὤφθη μέν κἀκεῖ γυναικί τε καὶ παισὶ καὶ τοῖς ἐν οἴκῳ πασιν αἰσχύνη. Πλὴν ἀλλ᾽ εἰς τὸ φῶς ἀναβλέψαι καὶ τὴν ἀλήθειαν ἐπιγνῶναι οὐδέ οὕτως αὐτὸν νοῦς εἰσῆλθεν, ἀλλ᾽ εἰς γοητείαν τὸ γεγονός ἀναφέρων, σφοδρότερον ἔτι καὶ μανικώτερον κατά τῶν παρθένων ἔπνει· ἀμέλει καὶ βήματος εὐτρεπισθέντος αὐτῷ ἀχθῆναι τὰς παρθένους κελεύει. ΙΔ΄. Ἐπεὶ δέ καὶ ἤχθησαν, γυμνὰς ἐπέταττε παραστῆναι. ὡς δὲ τὰς χεῖρας οἱ δήμιοι τοῖς παρθενικοῖς ἐπέβαλον σώμασιν, ὦ παραδόξων πραγμάτων δημιουργέ Κύριε! ) οἱ χιτῶνες ὡς δεύτεραι σάρκες καὶ δέρματα ταῖς παρθένοις περιταθέντες συμφυείς ταῖς πρώταις σαρξὶ καὶ τοῖς ὀστέοις ἐνέκειντο. Θάμβος ἐπὶ τῷ παραδόξῳ τοὺς ὁρῶντας εἶχε καὶ ἔκπληξις τοὺς ἀκούοντας. Τὸν δὲ τύραννον ἑτέρα πάλιν πληγή κατελάμβανεν. Ἤδη γὰρ καὶ τῶν ὁμοδόξων αὐτὸν εἰς ὠμότητα διασυρόντων καὶ πάσαις γνώμαις αὐθαίρετον αὐτοῦ τύφλωσιν καὶ μανίαν καταψηφιζομένων καὶ ἡ ἄνωθεν συνηγόρει ψήφος. Αὐτίκα γὰρ θείᾳ τινὶ καὶ οὐρανίᾳ δυνάμει ἀορασίᾳ πλήττεται, καὶ καθάπερ βαθυτάτῳ κατενεχθεὶς ὕπνῳ καὶ μηδέν τῶν πραττομένων συνεὶς, οὕτως ἐκάθητο καθεύδων ὥσπερ ἐπὶ κλίνης καὶ ῥέγχων. Ἄγουσι οὖν αὐτὸν οἱ προσήκοντες καὶ πάλιν εἰς τὴν οἰκίαν ὡς ἄψυχόν τινα φόρτον διαβαστάζοντες. Εἶτα μανθάνει ταῦτα καὶ βασιλεὺς καὶ τούτου μέν ἐλαφρίαν καταγινώσκει· Σισιννίῳ δέ τινι κόμητι τὴν κατὰ τῶν παρθένων ἐξέτασιν ἐπιτρέπει. ΙΕ΄. Ὁ δέ τὴν αὐτὴν ᾔει τῷ βασιλεῖ κατὰ μίαν διαιρῶν, καὶ πῆ μέν τυραννικῶς, πῆ δέ θωπευτικῶς αὐταῖς προσφερόμενος. Ἐπεὶ δέ πάντα καὶ λέγων καὶ πράττων σώματα μέν ἑώρα τῶν παρθένων πρὸς ἄλληλα διαφέροντα, γνώμην δέ μίαν καὶ ἓν καὶ τὸ αὐτὸ πάσας λεγούσας, ὡς Οὔτε ἀπειλῶν ἐκφοβήσεις, οὔτε θωπεύων ἀναπείσεις· ἡμῖν γὰρ τὸ μέν θανεῖν ὑπέρ Χριστοῦ ζωή, τὸ δὲ ζῇν οὐκ ἐν Χριστῷ θάνατος· ἐπεὶ ταῦτα διέγνω, τῆς μέν νεωτέρας αὐτῶν Εἰρήνης οὐδ᾽ οὕτως ἀπέγνω, ἀλλὰ τῶν λοιπῶν αὐτὴν διακρίνας, Ἀγάπης ἐπειρᾶτο τὰ τελευταῖα καὶ Χιονίας. Ὡς δέ καὶ αὖθις πολλοὺς ἀναλώσας λόγους ἀδύνατα θηρᾷν καὶ εἰς ἀέρα δέρειν ἀκριβῶς ἐγινώσκετο, τὸν διὰ πυρὸς αὐταῖς ἐπιψηφίζεται θάνατον. Ἡ μέν οὖν κάμινος εὐτρεπής ἦν· αἱ παρθένοι δέ τῷ καλλίστῳ τῶν ὅπλων τῇ εὐχῇ φραξάμεναι,
col. 587–588page 140 of 246
PG 116:587μιᾷ μὲν φωνῇ πρὸς ᾠδὴν, μιᾷ δὲ προθυμία πρὸς τὸ πῦρ ἐχώρουν καὶ οὕτως ἄδουσαί ἅμα τῇ φλογὶ ἐνήλαντο. Τὸ δὲ πῦρ οὐκ ἔτι παρῆν, ἀλλὰ μαλακὴ δρόσος. Μερίζει δὲ τὸ θαῦμα Θεὸς, τὸ μὲν τὴν ἐκείνων εὐχὴν πληρῶν, τὸ δὲ τὴν οἰκείαν παριστῶν δύναμιν. Αἱ μὲν γὰρ ἀλύπως τὰς ἑαυτῶν ψυχὰς εἰς χεῖρας Θεοῦ παρετίθεντο, τὸ δὲ πῦρ τὰ παρθενικά σώματα τῶν μαρτύρων οὕτως ἀπαθῆ καὶ ἄθικτα διαφανώς ἐγνωρίζετο ὡς μήτε τι τοῦ ἐνδύματος μήτε μὴν τῆς τριχός σημεῖον καύσεως μηδαμῶς ἀποφέρεσθαι. Αὖθις δὲ καὶ τὰ λείψανα τῶν γενναίων μύροις τε καὶ ἀρώμασιν ἡ φιλόμαρτυς Ἀναστασία μυρίσασα ἔν τινι θήκῃ σὺν αἰδοῖ πολλῇ τε καὶ εὐλαβείᾳ κατέθετο, κοινωνῆσαι ταύταις τοῦ μαρτυρίου εὐχῆς ἔργον ἑκάστοτε ποιουμένη. ΙΣΤ΄. Οὕτω τῶν δύο παρθένων ἐν Χριστῷ τελειωθεισῶν, τῆς Εἰρήνης ὁ κόμης παραστησάμενος θύειν ἐκέλευε τοῖς εἰδώλοις, Μή σε, λέγων, ὁ προλαβών ταῖς ἀδελφοῖς θάνατος καταλάβῃ. Ἡ δὲ πρὸς αὐτὸν, Εὔχομαι, ἔφη, τῷ Θεῷ μου ἐν μηδενὶ τούτων ἀπολειφθῆναι. Καὶ ὁ τύραννος σφόδρα δεινὸς ὢν καὶ εἰδὼς ὅπως βαρὺ καὶ ἀπώμοτον καὶ αὐτοῦ θανάτου πικρότερον τοῖς Χριστοῦ δούλοις ἀκολασία, Ἐν πορνείῳ σε, ἔφη, καταστήσομαι δημοσίῳ παντὶ τῷ βουλομένῳ προθείς, ἵν᾿ ἅμα καὶ ψυχὴν καὶ σῶμα διαφθαρεῖσα, ὡς τὰ τῆς σῆς Γραφῆς ἐκδιδάσκουσι λόγια, κακῶς παραπόλῃ. Καὶ ἡ μάρτυς εὐθὺς τὸ ὄμμα εἰς οὐρανοὺς ἄρασα καὶ βύθιόν τι καὶ τακερὸν στενάξασα, Πέποιθα, ἔφη, ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐκσπάσει παγίδος τοὺς πόδας μου καὶ τὴν ψυχήν μου ῥύσεται πάσης ἀκαθαρσίας. Πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος ὅτι οὐκ ἐάσει πειρασθῆναι ἡμᾶς ὑπὲρ ὃ δυνάμεθα. Ἐγὼ δὲ ἀλλὰ τοῖς θεοῖς σου οὐ λατρεύσω οὐδὲ θυσίαν αὐτοῖς προσοίσω ποτέ. Τὸ δέ γε πρὸς βίαν ἀδουλήτως πραττόμενον, ὁπόταν αἰσχρὸν ᾖ, τοῖς μὲν ἠναγκασμένοις τιμωρία μᾶλλον, οὐχ ἁμαρτία δοκεῖ, τοὺς δὲ βιασαμένους ὑπευθύνους ποιεῖ. Οὐκ ἂν οὖν εἴη τοῦτο ἐμὸν ἁμάρτημα, ὥσπερ οὖν οὐδὲ τοῖς πρὸ ἡμῶν μάρτυσιν οἷς βίᾳ τὰ μεμιασμένα κρέα, ὁ τῶν σπονδῶν οἶνος τῷ στόματι ἐπηνέχθη, ἃ οὐδὲν ὅλως αὐτοὺς παρέβλαψεν. Εἰ γὰρ μὴ πείθων, ἀλλὰ βιαζόμενος ἕλκειν βούλει πρὸς τὴν τῶν θεῶν σου λατρείαν, τί μὴ ταχὺ τῇ ἐξουσίᾳ χρώμενος καὶ ἄκοντας Χριστιανούς γόνυ κλίνειν παρασκευάζεις τοῖς δαίμοσι; ΙΖ΄. Τούτων ὁ ἄρχων ὡς ἤκουσε, στρατιώταις αὐτὴν παραδοὺς ἀπάγειν ἐκέλευεν εἰς πορνεῖον· Θεὸς δὲ οὐκ ἀνίει πάντως τῶν ἑαυτοῦ προϊστάμενος· ἀλλὰ τοῖς στρατιώταις ἄγγελοι εὐθὺς ἐπιστάντες, σχῆμα καὶ αὐτοὶ στρατιωτικὴν καὶ σκευὴν περιβεβλημένοι, καὶ ὡς δεύτεροι πρὸς τοῦ ἄρχοντος ἐκπεμφθέντες καὶ ἀλλαχόσε ταύτην μετενέγκαι προστεταγμένοι, ἀφαιροῦνται μὲν ἐκ τῶν κατεχόντων καὶ τοῦ πορνείου ἐξάγουσιν· εἴς τινα δὲ ἀκρώρειαν ὄρους θαυμαστοῦ τὸ ὕψος ἀπαγαγόντες, ἐκεῖσε ταύτην ἱστῶσι φόβου καὶ ταραχῆς ὅσον ἐπὶ τοῖς προτέροις ἔμπλεων, εἶτα
col. 589–590page 141 of 246
PG 116:589καὶ θεῷ τὰ τῆς εὐχαριστίας ὑπολαβοῦσαν βήματα. ὡς δὲ τὸ πραχθὲν ὁ κόμης ἐμάνθανεν, αὐτίκα ἐπιβὰς ἵππῳ τῷ ὄρει προσήλαυνε. Καὶ ὅρα μοι κανταῦθα Θεοῦ θαυμάσια, διάνοιαν μὲν εἰς ἔκπληξιν, γλῶτταν δὲ καλοῦντα πρὸς εὐφημίαν· ὡς γὰρ προσῆγε τῷ τόπῳ, τὰς φρένας ἀλλοιωθεὶς ὁρᾶν μὲν εἶχε τὴν μάρτυρα πόρρωθεν, προσεγγίσαι δὲ καὶ τῆς ὁρωμένης ἐπιλαβέσθαι, καίτοι σφόδρα βουλόμενος, ἀδύνατος ἦν, ὡς τὸ τοῦ θείου Ἡσαΐου καὶ ἐπ᾿ αὐτῷ πέρας ἔχειν, «Ψηλαφήσουσι,» λέγοντος, «ὡς τυφλὸς τοῖχον, καὶ ὡς οὐχ ὑπαρχόντων ὀφθαλμῶν ψηλαφήσουσι.» Τοιοῦτον αὑτῷ τειχίον ὀχυρόν τε καὶ ἀσφαλὲς πρὸ τῆς κόρης περιελήλατο. Ὅθεν καὶ κύκλῳ τὸν λόφον περιιὼν ἔμενε ἔωθεν ἄχρις ἡλίου δυσμῶν, μάτην πονῶν καὶ περιπλανώμενος. ΙΒ'. Ἐν ᾧ δέ ταῦτα ἐπράττετο, τὸ τόξον τις τῶν συνόντων ἐκείνῳ στρατιωτῶν εὐθύνας κατὰ τῆς μάρτυρος, καὶ βέλος ἀφεὶς πλήττει μὲν αὐτὴν Θεοῦ συγχωρήσαντος· ἐκείνη δέ τὰς χεῖρας διαπετάσασα καὶ εἰς εὐχὴν ἑαυτὴν σχηματίσασα, Δόξα σοι, Χριστὲ ὁ Θεός, ἐπιφθέγγεται, ὅτι με μὴ μόνον σεβάσματος μιαροῦ, ἀλλὰ καὶ παντὸς ἄλλου καθαρὰν μολυσμοῦ διετήρησας, τοῦ σοῦ τε ἠξίωσας ὑπαραθλήσαι ὀνόματος. Οὕτως εἰποῦσα χερσὶν ἀγγέλων ἀφίησι τὴν ψυχήν. Τὸ δὲ σῶμα ταύτης, ἐπεὶ καὶ ὁ κόμης ἐκποδὼν ἦν, ἡ Ἀναστασία ἐκεῖθεν ἀνελομένη καὶ μύροις καὶ ὀθονίοις ἐντίμως καὶ σεμνῶς περιστείλασα ταῖς προλαβούσαις ἀδελφοῖς ὁμοῦ καὶ συνάθλοις συγκατατίθησιν. ΙΓ'. Εἶτα δῆλα τῷ βασιλεῖ Διοκλητιανῷ καὶ τὰ περὶ τῆς μάρτυρος γίνεται Θεοδότης, ἥτις ὥρμητο μὲν ἐκ Βιθυνῶν πόλεως Νικαίας, τὸ δὲ σέβας οὖσα Χριστιανὴ καὶ τῷ περὶ τὸ σέβας ζήλῳ πολλή, μέτοικος καὶ αὐτὴ σὺν Ἀναστασίᾳ καὶ τρισὶ τέκνοις ἐν Μακεδονίᾳ γίνεται. Παραστάσης οὖν τῷ βασιλεῖ καὶ αὐτῆς Λευκάδιος τις τοὔνομα τῆς ὥρας κατ᾿ ἄκρας ἥλω (ἦν γὰρ καὶ τὴν ὄψιν ἡ Θεοδότη σφόδρα χαριεστάτη) πολύς ἦν τοῦ βασιλέως δεόμενος οἰκτεῖραι τοῦ κάλλους αὐτὴν καὶ μὴ οὕτως ἄωρον ἀπολέσαι κόρην μίαν περικαλλῆ. Ἐπεὶ δὲ καὶ πρὸς γάμον ᾐτεῖτο, ἄσμενος ὁ βασιλεὺς ἀσμένῳ δίδωσιν· ᾤετο γὰρ ἐπὶ τῆς αὐτοῦ συζυγίας διάζευξιν ἐκ τῆς τοῦ Χριστοῦ γενέσθαι ταύτῃ φιλοθεΐας. Παραλαβὼν οὖν ὁ Λευκάδιος τὴν Θεοδότην, τί μὲν οὐκ ἔλεγε, τί δὲ οὐκ ἔπραττε, ταύτην σπουδάζων τὴν μὲν ἁγνείαν καὶ τὴν εἰς Χριστὸν εὐσέβειαν ἐξομόσασθαι, συνθέσθαι δὲ τῇ ἀσεβείᾳ, καὶ οὕτως πρὸς γάμου κοινωνίαν αὐτῷ ἐλθεῖν; Κ'. Ἐπεὶ δὲ ταῦτα πράττων γράφειν εἰς ὕδωρ καὶ ᾄδειν ἄνεμον ἐδόκει, οἷα γὰρ πρὸς αὐτὸν τὰ τῆς Θεοδότης· Εἰ μὲν τοῦ ἐμοῦ πλούτου καὶ τῶν χρημάτων ἐρᾷς, καὶ διὰ ταῦτά με σπεύδεις ἀγαγέσθαι γυναῖκα, ἰδοὺ τούτων ἐξίσταμαι, μόνον ἐγὼ Χριστὸν ἀντὶ παντὸς πλούτου κληρωσαμένη· εἰ δὲ σωματικοῦ κάλλους ἐρᾷς, ἀδυνάτων ἴσθι τοῦτο ἐρῶν· πρότερον γὰρ ἂν μου τὴν μορφὴν ἢ τὴν γνώμην μεταβάλοις· κἂν εἰ πυρὶ καὶ σιδήρῳ καί τισιν ὁμοῦ κολαστηρίοις ἐκδαπανή-
col. 591–592page 142 of 246
PG 116:591σαις. Ὡς οὖν ταῦτα ἤκουσεν ὁ Λευκάδιος, ἐπεὶ παρεσκεύαστο ἐξορμῶντι τότε τῷ βασιλεῖ συνοίχεσθαι, τὴν μὲν Θεοδότην οἴκοι καταλείπει, ὁ δέ παραχρῆμα ὁδοῦ εἴχετο, τὸ περὶ Θεοδότης ἔργον οὐκ ἐν παρέργῳ τιθεὶς, ἀλλ' ἐν σχολῇ τοῦτο ταμιευόμενος καὶ καιρῷ προσήκοντι. Ἀνεθεῖσα τοίνυν ἡ Θεοδότη καὶ τὴν ὁμοίαν εἰς ἀρετὴν καὶ πίστιν Ἀναστασίαν παραλαβοῦσα μιᾷ προθυμίᾳ τε καὶ συμπνοίᾳ καὶ ἴσῳ ζήλῳ τὸν συνήθη δρόμον τῆς εὐσεβείας ἔτρεχον, πάντα τοὺς ἐν δημοσίαις φυλακαῖς εἰργομένοις Χριστιανούς γινόμεναι, τραυμάτων ἰατροί, χορηγοί χρημάτων, τῶν τε παρελθόντων δεινῶν παραψυχὴ καὶ πρὸς τὸ μέλλον ἰσχυροτάτη παράκλησις. Αἱ μὲν οὖν παρθένοι οὕτως. ΚΑ'. Διοκλητιανὸς δὲ μαθὼν καὶ αὖθις περὶ τῶν εὐσεβῶν ὡς αἱ μὲν φυλακαὶ τῷ πλήθει τῶν ἤδη κατασχεθέντων στεναί, κεναὶ δὲ πᾶσαι τῶν ἀλγεινῶν αἱ ἐπίνοιαι, μηδενὸς αὐτῶν τῆς ὁμολογίας ἀφισταμένου, τούτους μὲν κελεύει διαφόροις θανάτων ἐπαγωγαῖς ἐξ ἀνθρώπων ποιεῖν, καὶ οὕτω χώραν διδόναι ταῖς φυλακαῖς, ἑτέρους δὲ συλλαμβάνειν τὰ αὐτὰ φρονούντας, καὶ πρῶτα μὲν τοῖς δεσμωτηρίοις ἐγκατακλείειν, ἔπειτα δὲ μὴ πειθομένους τὸ οἰκεῖον ἐξόμνυσθαι σέβας ταῖς βασάνοις παραδιδόναι· τοσαύτη φιλονεικία τῷ παρανόμῳ κατὰ Χριστιανῶν. Τοῦ κρυπτοῦ τυράννου τοῦ κοινοῦ τῶν Χριστιανῶν ἐχθροῦ ἐκεῖνον διερεθίζοντος, τοὺς μὲν ἁγίους πολλοὶ καὶ ποικίλοι θανάτου τρόποι διεμερίζοντο· καὶ οὓς μὲν πῦρ, οὓς δὲ ὕδωρ, οὓς δὲ ξίφος, οὓς δὲ ἄλλο τι παρὰ ταῦτα τῶν καινῶν ἐκείνου ἐξευρημάτων ἀθρόως καὶ ἐν μιᾷ νυκτὶ πάντας ἐλάμβανεν. ΚΒ'. Ἡ δὲ φιλόμαρτυς καὶ ὅσον οὔπω καὶ αὐτὴ μάρτυς Ἀναστασία γνωσθὲν αὐτῇ τὰ περὶ αὐτοὺς (ἐπέστη γὰρ ἄρτι περὶ τὴν ἕω, τὸν συνήθη τρόπον τούτους ἐκθεραπεύουσα), ὡς τὴν εἱρκτὴν ἐμάνθανεν εἶναι κενήν, βοῆς τε τὸν ἀέρα ἐπλήρου καὶ δάκρυον δαψιλὲς τῶν ὀμμάτων κατέρρεε, στεναγμούς τε συνείχετο καὶ ὀδυρμοῖς ἐκόπτετο. Ἐρωτωμένη δὲ τὴν αἰτίαν τῶν ὀδυρμῶν, ἐκείνη μηδὲν δείσασα μηδὲ νυχτερινὴ μαθήτρια τυγχάνειν ἐθέλουσα τοῦ Χριστοῦ, ἀλλὰ τὸ μή τι παθεῖν μᾶλλον μηδὲ θανεῖν ὑπὲρ αὐτοῦ δεδοικυῖα, σὺν βοῇ, Τοὺς τοῦ Θεοῦ μου, ἔφη, δούλους ἐπιζητῶ τοὺς ἄρτι παρὰ τῇ φυλακῇ ὄντας. Ἐπεὶ δὲ Χριστιανὴν εἶναι ταύτην ἐμάνθανον, αὐτίκα συσχόντες πρὸς Φλῶρον τὸν ἔπαρχον τοῦ Ἰλλυρικοῦ παρήγαγον, Ταύτην εὕρομεν, λέγοντες, πρὸς τῇ φυλακῇ κλαίουσαν, καὶ μαθόντες ὅτι Χριστιανὴ καὶ Χριστιανῶν χάριν αὐτῇ τὸ δακρύειν τῷ δικαστικῷ σου βήματι παρεστήσαμεν. Ὁ ἔπαρχος τοίνυν ὡς ἤρετο μετ' ἐκπλήξεως· Σὺ δὲ ἄρα Χριστιανή; ἐκείνη λαμπρᾷ τῇ φωνῇ, Ναὶ Χριστιανή, ἔφη· καὶ γὰρ ὅπερ σοὶ ἕν τι τῶν ἀθεμίτων εἶναι δοκεῖ, τοῦτο ἐμοὶ κόσμος καὶ ὄνομα κυριώτατον. ΚΓ'. Ἐπεὶ δὲ καὶ τύχην ἐκεῖνος καὶ τὴν ἐνεγκαμένην καὶ τὸ γένος ἐμάνθανε καὶ ὅτι τῆς πρεσβυτέρας Ῥώμης ἐστὶ καὶ τῶν ἐπισήμων, Τί οὖν τὸ πεῖσαν, αὖθις εἴρηκε πρὸς αὐτὴν, τὴν μὲν Ῥώμην
col. 593–594page 143 of 246
PG 116:593ἀπολιπεῖν σε, τὰ δὲ ἐνταῦθα καταλαβεῖν; Ἡ μάρτυς, Καὶ τί γὰρ ἄλλο, φησίν, ἀλλ᾽ ἤ μόνον ἡ Θεοῦ μου Δεσπότου φωνή; ταύτῃ γὰρ ἑπομένη καὶ γονέων ἄμα καὶ συγγενῶν καὶ πλούτου καταφρονήσασα καὶ πατρίδος φίλον ἔδαφος ἐκλιπούσα τὸν τοῦ ἐμοῦ Χριστοῦ σταυρὸν ἦρα, καὶ ποσὶ προθύμοις αὐτῷ ἠκολούθησα. Καὶ ὁ ἔπαρχος· Ποῦ δέ ἐστιν οὗτος ὃν λέγεις Χριστόν; Πανταχοῦ, ἡ μάρτυς ἔφη, καὶ οὐδεὶς τόπος αὐτοῦ ἔρημος· ἔστιν ἐν οὐρανῷ, ἔστιν ἐν θαλάσσῃ, ἔστιν ἐν γῇ, οὐχ ἧττον δὲ καὶ ἐν πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν καὶ φοβουμένοις νοερῶς ἐλλάμπων καὶ συγγινόμενος. Καὶ ὅς, Καὶ ποῦ, φησίν, οὗτοι ἵνα γνῶμεν αὐτούς; Ἡ δέ, Ἄχρι μέν, ἔφη, τῆς δεῦρο τὴν ἐνταῦθα διατριβὴν εἶχον, καὶ σωματικῶς ὡμίλουν ἡμῖν· νυνὶ δὲ τὴν γῆν λιπόντες πόῥωθεν ἡμᾶς ὁρῶσι τοῖς οὐρανίοις ἐνδιατρίβοντες. Τούτων γὰρ ὁ διὰ Χριστὸν θάνατος αὐτοῖς πρόξενος, οἷσπερ εὔχομαι κἀγώ συνταγῆναι καὶ τὴν αὐτὴν ἐκείνοις πορείαν στείλασθαι. ΚΔ΄. Ὡς δὲ περὶ τῶν ἐν τῇ φυλακῇ ἀναιρεθέντων Χριστιανῶν ἐμάνθανεν ὁ ἔπαρχος εἰρηκέναι ταῦτα τὴν μάρτυρα, Ἐοικάς μοι, φησί, πρὸς αὐτήν, πολλῶν δεῖσθαι τιμωριῶν· ἰδοὺ γὰρ ὑπονοεῖν μοι δίδως ὡς αὐτὴ κἀκείνοις αἰτία τοῦ θανάτου κατέστης, κινοῦσα τε καθ᾽ ἡμῶν καὶ τὸν νοῦν ἀναπείθουσα τοῖς τῶν αὐτοκρατόρων θεσπίσμασιν ἀντιλέγειν. Ἀλλ᾽ οὐκ ἔμελλες λήσειν τοὺς ἀληθεῖς θεούς, οἵτινές σου τοῦ λογισμοῦ πολλὴν ἀχλὺν καταχέαντες μὴ προειδυῖαν τὰ ἑαυτῆς πρὸς ταῦτά τε συνώθησαν καὶ φανεράν ἡμῖν σεαυτήν καταστῆσαι παρέπεισαν. Ἐπεὶ δὲ τὸ γένους εἶναι τὴν Ἀναστασίαν περιφανοῦς οὐκ εἴα τὸν ἔπαρχον πρὸ γνώσεως βασιλικῆς αὐτὴν τιμωρεῖσθαι, ἀναφέρει πάντα τῷ βασιλεῖ. Ὁ δὲ (καὶ γὰρ ὑπῆρχε μαθὼν ὅπως πολύν τινα παραλαβοῦσα κληρον ἐκ τοῦ πατρὸς ἅπαντα τοῦτον Χριστιανοῖς διενείματο) ἀσφαλῶς αὐτὴν τηρεῖσθαι μέχρις ἂν ἐπιστητὴ πόλει προσέταττεν. Ἐπιστάντι δὲ ἄγεται αὐτῷ κατ᾽ ὄψιν ἡ μακαρία. Καὶ ὡς πρὸ τῶν ἄλλων περὶ τῆς οὐσίας διεπυνθάνετο· ταύτην γὰρ ἐφίλει μᾶλλον ἤ τοὺς θεούς. Καὶ ποῦ ἄρα, φησί, τὸ περιελθόν σοι χρυσίον ἐκ τοῦ πατρός; Ἡ δὲ καὶ λίαν μεγαλοψύχως· Εἴπερ ὅτι μοι καὶ νῦν χρυσίον περιελείπετο δι᾽ οὗ τοὺς μὲν τοῦ Χριστοῦ δούλους, ἐμοὶ δὲ ὁμοδούλους θεραπεύειν ἂν εἶχον, οὐκ ἂν ἐμαυτὴν παρέδωκα τοῖς ἐπιζητοῦσιν· ἐπειδὴ δὲ καλῶς ποιούσῃ πάντα εἰς δέον μοι δεδαπάνηται, ὃ παρελείφθη μοι μόνον καὶ αὐτὸ σπεύδω σῶμα τῷ Χριστῷ μου προσενεγκεῖν. Ὁ βασιλεὺς οὖν ῥήματα νοῦν ἔχοντα διακούσας, τῷ μὲν δοκεῖν ὑπερορῶν αὐτῆς ἄτε γυναικὸς καὶ νέας, τῇ δὲ ἀληθείᾳ δείσας μὴ μείζονα τὴν αἰσχύνην ὄφλῃ, καθἅπερ διὰ τῶν ῥημάτων, οὕτω δὴ καὶ μᾶλλον ἐκ τῶν πραγμάτων ἡττώμενος, ὁπηνίκα καὶ βασάνων αὐτῇ πεῖραν ἐπαγάγῃ, αὐτὸς μὲν οὐκ ἄξιον εἶναι φήσας γυναικὶ μεμηνυίᾳ προσδιαλέγεσθαι τὴν ἐξέτασιν ἀπειρήκει· τῷ ἐπάρχῳ δὲ τὰ κατ᾽ αὐτὴν ἐπιτρέπει. ΚΕ΄. Καὶ ὃς εὐθὺς τὴν ἀλωπεκῆν ὑποδύς, θωπευτικοῖς ῥήμασιν ἐπειρᾶτο ταύτην ἐπαγαγέσθαι· καί, Ἵνα τί, φησίν, ὦ γύναι, μὴ θυσίαν βούλει προσαγα-
col. 595–596page 144 of 246
PG 116:595γεῖν θεοῖς ὂν τρόπον καὶ ὁ σὸς προσῆγε πατήρ, ἀλλὰ τούτους ἀπολιπούσα σέβῃ Χριστὸν, ὃν οὐκ οἶδας, ἄνθρωπον παρὰ Ἰουδαίοις τε γεννηθέντα καὶ παρ' αὐτῶν ἐκείνον οἷα κακοῦργον ἀναιρεθέντα ; Καὶ ἡ ᾿Αναστασία· Ἐγὼ θεοὺς οὖς λέγεις αὐτὸς καὶ θεάς ἤμην ποτὲ τιμῶσα, ἡνίκα μοι νηπιῶδες καὶ τὸ φρο νεῖν ἦν· νῦν δὲ βεβαιοτέρου φρονήματος ἐπιλαβομένη, τούτους μὲν τῶν ἐπικειμένων αὐτοὺς ἀραχνῶν καὶ τῶν ἐξυβριζόντων εἰς αὐτοὺς ὀρνέων τῶν ἐνοι κούντων τε αὐτοῖς μυῶν ἀπαλλάττουσα πυρὶ δέδω κα, καὶ οὕτως εἰς χρήματα μεταβαλούσα πολλῶν πεινώσας γαστέρας ἐμπέπληκα, καὶ δεομένοις ἄλλοις τὰς πρὸς ζῆν ἀφορμάς παρέσχον, ταύτῃ τὰ πρὸς οὐδὲν χρήσιμον συντελούντα ἐνεργά σφόδρα καὶ χρειώδη γενέσθαι παρασκευάσασα. Καὶ ὁ ἔπαρχος αὐτίκα μετὰ πολλῆς ὅσης τῆς αὐστηρίας, Ἀλλ' οὐχ ὑπομενῶ, ἔφῃ, τὴν ἱερόσυλον ταύτην πράξιν ἐγὼ οὐδὲ τοῖς ὠσὶν ἀκοῦσαι. Μειδιάματι δὲ ἡ μάρτυς τὰ χείλη διακινήσασα. Ἀγαμαί σε τῆς ἀγχινοίας, ἔφη, ὦ δικαστά, ὅτιπερ ἱεροσυλίαν τὸ πρᾶγμα καλεῖς. Εἰ γὰρ τις αἴσθησις ἐν τοῖς ἀψύχοις τούτοις ἢ δύναμις ἦν, τί ἐκώλυε κατακλωμένοις αὐτοῖς καὶ κατασπωμένοις καὶ τἄλλα πάσχουσιν ἢ ἑαυτοῖς βοηθεῖν καὶ τοὺς ἐμπαροινοῦντας ἀμύνασθαι, ἤ γοῦν τοὺς ἄλλους πάντως ὑμᾶς πρὸς ἄμυναν τέως ἐπιβοήτασθαι ; Νυνὶ δὲ οὐδ᾽ αὐτὸ τοῦτο ἄντικρυς, ὅτι πάσχουσιν, ἴσασιν. Ἐγκόψας δὲ τὸν λόγον ὁ ἔπαρχος, Ὁ θειότατος ἡμῶν βασιλεύς, ἔφη, τἆλλα μὲν χαίρειν ἐᾶν, τοῦτο δὲ μόνον πράττειν ἐκέλευσεν, ἤ θύσαι τοῖς θεοῖς πεισθεῖσαν, ἤ κακῶς ἀπολέσθαι. ΚϚ΄. Ἐπεὶ δὲ ἡ μάρτυς, Οὐκ ἔστιν ἀπολέσθαι τὸ διὰ Χριστὸν ἀποθανεῖν, ἔλεγεν, ἀλλὰ ζωῆς μᾶλλον αἰωνίου βεβαίως ἀντιλαβέσθαι, πολλοὺς καὶ αὖθις κινήσας ὁ ἄρχων λόγων ἐσμούς, πολλῶν δὲ φόβων καὶ αὐτοῦ ὑπομνήσας θανάτου, ἐπεὶ πάντων ἐπίσης ἑώρα καταγελώσαν, ἀναφέρει καὶ αὖθις πάντα τῷ βασιλεῖ· ἐφ᾽ οἷς ἐκείνου μᾶλλον εἰς ὀργὴν ὑποκινηθέντος, καὶ τί δέοι πράττειν ἐπ᾿ αὐτῇ διασκεπτομένου, πρόσεισί τις τῶν συνόντων καὶ χαρίζεσθαι διὰ σπουδῆς τιθεμένων, καὶ, Κέλευσον, φησὶν, ὦ βασιλεῦ, Οὐλπιανῷ ταύτην τῷ ἀρχιερεῖ τοῦ καπιτωλίου παραδοθῆναι. Τούτῳ γὰρ καὶ μάλιστα ὡς ἀρχιερεῖ τῶν θεῶν μελήσει, καὶ ἤ πείσει πάντως, ἤ πικρότατα τιμωρούμενος ἀναιρήσει, τὴν δὲ γε περιουσίαν αὐτῆς πᾶσαν, εἴ τις ἄρα καὶ ὑπολέλειπται, τῷ καπιτωλίῳ ἀνάθηται. Ἤρεσκε ταῦτα τῷ βασιλεῖ, καὶ κατὰ τὰς ὑποθήκας Οὐλπιανὸν καλέσας ταύτην αὐτῷ παραδίδωσιν. Ὁ δὲ τῆς βασιλέως τραχύτητος τοὐναντίον ποιῶν, δεινότητι δὲ μᾶλλον περιέσεσθαι καὶ πεῖσαι θαῤῥῶν σὺν τιμῇ ταύτην εἰς τὸν αὐτοῦ οἶκον ἀπάγει. ΚΖ'. Καὶ πρῶτα μὲν πολλοῖς καὶ πιθανοῖς λόγοις διὰ τῆς ἀκοῆς ὥσπερ κατασχεῖν ἐφιλονείκει τὸ δηλητήριον· εἶτα καὶ δι᾿ ὄψεως τὴν ἀπάτην προσῆγε σφόδρα κακοτέχνως τὰ ἐναντία τοῖς ἐναντίοις ἀντιτιθείς· ἔνθεν μὲν γυναικείους κόσμους εὐανθεῖς καὶ πολυτελεῖς, ἐκεῖθεν δὲ παντοδαπά στρεβλωτήρια καὶ ποικίλων ὄργανα βασανιστηρίων, ἔνθεν λίθους το
col. 597–598page 145 of 246
PG 116:597μίους καὶ χάριεν ἀτεχνῶς ἀπολάμποντας, ἐκεῖθεν ξίφη φρικώδη καὶ φοβερὸν ἀποστίλβοντα, ἐνταῦθα μὲν κλίνας ἀργυρηλάτους καὶ στρώμασι φιλοκάλοις κεκοσμημένας, ἐκεῖθεν δὲ κλοιοὺς καὶ δεσμὰ κακούργων καὶ χαλεπὰς μάστιγας. Τί δὴ ταῦτα ποιῶν ὁ δεινὸς καὶ διὰ τί τοῖς χρηστοῖς συνάπτων τὰ δυσχερῆ; ἢ τοῖς φαιδροῖς ἐπαγάγηται ἢ καταπλήξη τοῖς φοβεροῖς. Ἀλλ' ἐψεύσατο ἡ ἀδικία ἑαυτήν, κατὰ τὸ θεῖον φάναι Δαυίδ, καὶ εἰς οὐδὲν ταῦτα τῇ μάρτυρι ἐλογίσθησαν. Φησὶ γὰρ μετὰ φρονήματος ἐλευθέρου καὶ συνετοῦ καταστήματος· Ἐπὶ σὲ ταῦτα πάντα, διάβολε, καὶ σοὶ ἔστωσαν μόνῳ ὅτιπερ σὺν αὐτοῖς τῇ ἀπωλείᾳ παραδοθήσῃ. Εἰ δὲ καὶ μαστίγων ἐν πείρᾳ με γενέσθαι παρασκευάσεις καὶ τοῖς δεσμοῖς τούτοις καὶ τοῖς κλοιοῖς βαρυνεῖς τὸν ἐμὸν αὔχενα, τότε δὴ καὶ μᾶλλον ὡς κόσμον τινὰ ἐπαυχένιον τὸν παρὰ σοῦ κλοιὸν φέρουσα ἀρεστὴ καὶ ἐπίχαρις τῷ Χριστῷ φανούμαι· ὅτι αὐτός ἐστι Σωτήρ μου καὶ ἀντιλήπτωρ μου καὶ ἐπ᾿ αὐτῷ ἤλπισεν ἡ καρδία μου. ΚΗ'. Τῆς οὖν μεγαλοψυχίας ἐκπλαγεὶς τὴν μάρτυρα ὁ Οὐλπιανὸς καὶ χρόνῳ μαλάξαι τὴν ἀνένδοτον οἰηθεὶς εἰς τρίτην ἡμέραν ἀναβαλέσθαι τὰ περὶ αὐτῆς διεσκέπτετο. Ἡ δὲ πρὸς αὐτὸν τῇ διατριβῇ δυσχεραίνουσα· Ἤδη μοι τὰς τρεῖς ταύτας ἡμέρας νόμιζε παρελθεῖν καὶ τοῖς ἐμοῖς λόγοις πρόσεχες τὸν νοῦν. Ἰδοὺ γὰρ τὰ αὐτά σοι καὶ νῦν ἐρῶ, ἅπερ ἂν εἴπω καὶ κατὰ τὴν διάσκεψιν, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύω καὶ τῷ σῷ θελήματι καὶ τῷ τοῦ αὐτοκράτορος ἀντιτάσσομαι. Θύω δὲ θυσίαν αἰνέσεως τῷ βασιλεῖ τῶν αἰώνων Χριστῷ τῷ ἐμῷ καὶ μόνῳ ἀθανάτῳ Θεῷ, ὑπὲρ οὗ καὶ τὴν ψυχὴν προΐεμαι καὶ τῶν σῶν βασάνων καταφρονῶ, ἵνα Χριστὸν μόνον κερδήσω τὴν αἰωνίαν ζωήν. Καὶ ὅς, Ἔγνων, ἔφη, πάντως, ὅτι τὸν ὅμοιον τῷ Χριστῷ σου θάνατον ἀνοηταίνουσα καὶ αὐτὴ αἱρῇ. Ἡ δὲ ἀκούσασα καὶ τῷ λόγῳ καθάπερ ἡσθεῖσα, Ἀμήν, ἀμήν, ἔφη, γένοιτό μοι, Χριστέ νυμφίε καὶ βασιλεῦ! Καὶ ὁ ἀρχιερεὺς εὐθὺς ἐπηρώτα· Τί τὸ Ἀμὴν αὐτὴ βούλεται; Ἡ δὲ μάρτυς, Ἀλλά σύ γε οὐκ ἄξιος, ἔφη, τοῦτο μαθεῖν· οὐδὲ γὰρ σαπρῷ δοχείῳ μύρον ἄν τις πιστεύσειεν εὖ φρονῶν. Οὐλπιανὸς οὖν ᾗπερ ἐσκέψατο καὶ πεποίηκε, καὶ τριῶν ἡμερῶν δοὺς αὐτῇ προθεσμίαν, γυναιξὶν Ἑλληνίσι καὶ κατὰ γένος αὐτῷ προσηκούσαις παραδίδωσι, τῇ τε ὁμιλίᾳ τῶν γυναικῶν καὶ τῇ παρατάσει τῶν ἡμερῶν ἴσως τι τῆς γνώμης αὐτὴν καὶ μεταβαλεῖν οἰόμενος. Ἡ δὲ ὥσπερ ἐπαυξῆσαι μᾶλλον, ἀλλ' οὐ μειῶσαι τὸν περὶ Χριστὸν πόθον ἑαυτὴν πείσασα, γυναῖκας ἐκείνας καὶ λόγους ἐκείνους ψόφους κενοὺς ἡγεῖτο μάτην αὐτῇ καταχεομένους τῶν ἀκοῶν, χεῖρας δὲ ἅμα καὶ φρένας εἰς οὐρανὸν αἴρουσα συνεργὸν ἐκάλει πρὸς τὸν ἄφωνα ὃν ἐφίλει Χριστόν, μηδὲ βρωτοῦ τινος ἢ ποτοῦ ταῖς τρισὶν ἡμέραις μετασχεῖν ὅλως ἀνασχομένη. ΚΘ'. Μετὰ δὲ τὴν τρίτην ἤκει πάλιν Οὐλπιανὸς ἐκ τοῦ σφόδρα βούλεσθαι μὴ ἀπογινώσκων, ἀλλ' ἐγγὺς
col. 599–600page 146 of 246
PG 116:599ἔχειν εἰκάζων τὸ θήραμα. Ἐπεὶ δὲ πυθόμενος ἀνεμάθανεν ὡς ἐπίτασις αὐτῇ γέγονε μᾶλλον τῆς γνώμης ἢ τοῦ καιροῦ παράτασις, καὶ ὅτι κρείττων οὐκ ἐπαγγελίας ἀγαθῶν μόνον, ἀλλὰ καὶ πείρας τιμωριῶν ἡ γυνή, πρὸς ἔτι δὲ καὶ τῆς φυσικῆς ἀνάγκης ὑψηλότερα, ἥτις οὐδὲ βρώματός τινος ἐπὶ τοσοῦτον ἢ πόματος ἐπεστράφη· ὡς τούτων ἤκουσεν ὁ τῶν ψευδωνύμων θεῶν ἱερεύς, ἐφάλλεται μὲν εἰς τὸ ταμιεῖον δι' ἑαυτοῦ ταύτην ἑλκύσαι φιλονεικών, καὶ τι καὶ βουληθεὶς ἄτοπον δρᾶσαι καὶ τῶν βεβήλων αὐτοῦ θεῶν ἄξιον· πλήττεται δὲ αὐτίκα θεηλάτῳ πληγῇ, καὶ τὰς ὄψεις ἀλλοιωθεὶς περιῄει ἅπαντα τὸν οἰκίσκον οὐχ ὁρᾶν ἔτι δυνάμενος, καὶ πρὸς τῇ τυφλότητι δὲ καὶ ἀλγηδὼν αὐτοῦ σφοδροτάτη καθίκνεῖτο τῶν ὀφθαλμῶν. Οὕτως οὖν λίαν περιαλγής γενόμενος ἐβόα ὁ μικρός, καὶ τοὺς αὐτοῦ θεοὺς εἰς ἄμυναν ἀθλίως ἐζεκαλεῖτο. Ταῦτα δὲ οὐ μάτην ᾠκονόμητο τῇ Προνοίᾳ, ἀλλ᾽ ἵνα καὶ τοῖς ἔξωθεν τῶν φωνῶν αἰσθομένοις καὶ πρὸς βοήθειαν ὥσπερ εἰκὸς συναθροιζομένοις ἐπίδηλον καταστῇ ὅθεν τε τὸ συμβάν, καὶ ὅπως καὶ μὴ ἐξῇ τῷ ἱερεῖ τὴν αἰτίαν μετατιθέναι ἢ τοῦ θαύματος καταψεύδεσθαι. Ὃ τοῖ καὶ γέγονε καὶ πρὸς τὴν οἰκίαν ὑπὸ πολλοῖς μάρτυσι τυφλὸς καὶ περιώδυνος ἀπαχθείς, εἶτα καὶ ὀριμυτέραις ταῖς ὁδύναις διακεντούμενος εἰς τὸν τῶν θεῶν αὐτοῦ μιαρόν μετακομισθῆναι ναὸν καὶ προτεθῆναι διακελεύεται οἰόμενος ἐκεῖσε γοῦν θεραπείας ἅτε θεραπευτὴς αὐτῶν τεύξεσθαι. Ἀμέλει καὶ καλά γε τούτων καὶ προσηκόντως ἀπώνατο· ἔτι γάρ σφοδρότερον αὐτῷ τῶν ἀλγηδόνων ἐπιθεμένων ἀπολείπει καὶ τὴν ψυχήν. Δ΄. Ἐντεῦθεν ἀδείας Ἀναστασία τυχοῦσα ἔξεισι μὲν ἐκεῖθεν, ἀφικνεῖται δὲ πρὸς τὴν Θεοδότην, ἣν φθάσας ὁ λόγος παρὰ τῷ κόμητι Λευκαδίῳ διάγειν ἐγνώρισε καὶ διέξεισι πρὸς αὐτὴν κατὰ μέρος πάντα ὅσα τε πάθοι καὶ ὅσα δι᾽ αὐτήν τε καὶ μετ᾽ αὐτῆς ὁ Θεὸς δράσειεν. Ἡμέραι ὀλίγαι, καὶ ὁ κόμης Λευκάδιος ἐκ Βιθυνίας ἀνασωθεὶς τῇ Θεοδότῃ καὶ αὖθις ὁμοίους τοῖς προτέροις προσῆγε λόγους ὑπαγαγέσθαι ταύτην πειρώμενος. ὡς δὲ πολλὰ λέγων αἰγιαλῷ λαλεῖν καὶ ὁμιλεῖν ἀνέμοις ἐγίνωσκε, μανθάνει καὶ περὶ τῆς Ἀναστασίας ὅτι παρ᾽ αὐτῇ διάγει καὶ μανίᾳ πληγεὶς ἀνθ᾽ ὧν ταῖς ὑποθήκαις μᾶλλον ἐκείνης ἡ Θεοδότη πείθεται τούτου καταφρονεῖν τὴν μὲν Ἀναστασίαν κλοιοῖς εὐθέως περιβαλὼν καὶ δεσμοῖς τῷ δικαστικῷ βήματι παραδίδωσιν. Οὐ μὴν ἀλλὰ καὶ τὴν Θεοδότην δέσμιον τῷ τῆς Βιθυνίας ὑπατικῷ παραπέμπει, γράμμασι τὰ κατ᾿ αὐτὴν ὡς εἶχε διὰ ταχέων ὑποσημήνας. ΛΑ΄. Ἐπεὶ δὲ τὴν Βιθυνίαν ἡ Θεοδότη καταλαβοῦσα τῷ τοῦ ὑπατικοῦ βήματι παρέστη, Δεῦρο, φησὶν ἐκεῖνος, ὦ Θεοδότη, τοῖς βασιλικοῖς προστάγμασι πειθαρχοῦσα θεοῖς θυσίαν προσενεγκεῖν προθυμήθητι· οὕτω γὰρ ἅμα καὶ τοῖς τέκνοις ζήσῃ καὶ πολλῶν μεθέξεις τῶν ἀγαθῶν. Εἰ γὰρ καὶ μὴ σοῦ αὐτῆς, ἀλλ᾽ οὖν τῶν παίδων ἕνεκεν δίκαιον ἂν εἴη σοι τὸ συνοῖσον ἐλέσθαι. Ἐν ὅσῳ δὲ ταῦτα ὁ ὑπατικὸς ἔφασκε πρὸς τὴν μάρτυρα, ὑπολαβὼν ὁ τῶν ἐκείνῃ
col. 601–602page 147 of 246
PG 116:601παίδων πρωτότοκος, Εὔοδος αὐτῷ ὄνομα. Ἀλλ' ἡμεῖς, ὦ ἡγεμὼν, ἔφη, τὰς τῶν ἀνθρώπων οὐδαμῶς δεδοίκαμεν τιμωρίας, αἳ σώματι μὲν ἀφθαρσίαν, ψυχῇ δὲ μᾶλλον ἀθανασίαν εἰώθασι προξενεῖν· ἀλλ᾽ ἐν ταύταῖς μικροῦ δέω λέγειν ἐν ἴσῳ καὶ εὐωχίαις ἐπευφραινόμεθα. Δεδίκαμεν δὲ θεὸν μᾶλλον, ᾧ δύναμις καὶ ψυχὴν καὶ σῶμα τιμωρήσασθαι ἐν γεέννῃ. Καὶ ὁ ὑπατικὸς τοὺς ὀφθαλμοὺς ἐπιβαλὼν τῷ παιδὶ, Ὁρῶν σε κομιδῆ τὴν ἡλικίαν ἀτελέστατον, ἔφη, θαυμάζειν ἔχω πῶς ποτε οὕτω ταῦτα καὶ παρὰ τίνος ἐξεπονήθης, ἃ μόλις πολλοὶ καὶ χρόνῳ μακρῷ καὶ πόνῳ πολλῷ κτάσθαι πεφύκαμεν. Ἐφ' οἷς εὐκαίρως ὁ παῖς ἀπεκρίνατο· Ὁ Σωτὴρ ἡμῶν καὶ Δεσπότης καὶ Κύριος Ἰησοῦς Χριστὸς αὐτός ἐστιν εἰρηκώς· «Ὅταν ἐπὶ βασιλεῖς ἀχθῆτε καὶ ἡγεμόνας, μὴ μεριμνήσητε τί λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε.» Νῦν οὖν οὐκ ἐμὰ ταῦτα οὐδὲ ἀνθρωπίνης σοφίας οἱ λόγοι· ἀλλ' ἡ μὲν γλῶττα πάντως ἡμή, Θεοῦ δὲ τὰ ῥήματα ἄντικρυς. Καὶ ὁ δικαστής, ὥσπερ τῆς μητρὸς ἀπογνοὺς καὶ τοῦ πρώτου τῶν παίδων, ἐπὶ τοὺς ἄλλους τὴν διάπειραν μεταφέρει, ἀτελεστέρους ἔτι τὴν ἡλικίαν ὁρῶν καὶ ταύτῃ δὴ καὶ παραπείσειν οἰόμενος. Ἐπεὶ δὲ πρὸς τὴν εὐγενῆ ῥίζαν οὐδὲν οἱ κλάδοι παραλλάττοντες ὤφθησαν, ἀλλ᾽ ἐδείκνυντο καὶ ταῖς γνώμαις οἱ παῖδες τῆς μὲν τέκνα, τοῦ δὲ ἀδελφοί, πάλιν πρὸς τὴν μητέρα καὶ τὸν πρῶτον τῶν αὐταδέλφων μεταχωρεῖ, Ἐπιστράφητε, λέγων, πρὸς τὰ ὑμέτερα σπλάγχνα, φείσασθε τῶν νηπίων τῶν ἀπαλῶν, τῶν ἀώρων· μὴ περιίδητε κατ' ὀφθαλμοὺς ὑμῶν κακῶς ἀπολλύμενα. ΑΒ΄. Πολλὰ τοιαῦτα εἰπὼν, ἐπεὶ τοὺς λόγους εἰς ἀέρα εἰκῆ χεομένους ἑώρα, τὸν παῖδα κελεύει κατ' ὄψιν τῶν μητρικῶν ὀφθαλμῶν ἀνηλεῶς ῥαβδίζεσθαι. Ἡ δὲ γενναία μήτηρ ὁρῶσα οὐχ ὅπως οὐδὲν ἀγεννὲς ἢ πέπονθεν ἢ ἐφθέγξατο, ἀλλ᾿ ὥσπερ ἐνηδομένη ταῖς τοῦ φιλτάτου πληγαῖς, φαιδρὰ παρίστατο τοῖς ὀφθαλμοῖς διανεύουσα τῷ σχήματι, παρορμῶσα τοῖς λόγοις, παρακαλοῦσα, Μὴ ὑποπέσῃς, λέγουσα, παῖ· στῆθι, τέκνον, γενναίως· μικρὸν, ὅσον καὶ τὰς διὰ Χριστὸν ταύτας πληγὰς τιμαὶ καὶ στέφανοι διαδέξονται. Τούτοις καὶ μάλιστα τὸν θυμὸν ὁ ὑπατικὸς ἐκκαυθεὶς πονηρὰ βουλεύεται ταῖς τοῦ πονηροῦ δαίμονος ὑποθήκαις. Ἀνδρὶ γὰρ ἀσελγεῖ καὶ πρὸς ἔρωτας ἀκρατεῖ τὴν σεμνοτάτην ἐκδίδωσιν. Ἀλλ' οὐκ ἔμελλε χαιρήσειν ὁ ὑβριστής. Ὡς γὰρ δὴ καὶ μόνον ὁ μικρὸς Ὑρτακὸς ἥψατο, τοῦτο γὰρ ἐκαλεῖτο, αὐτίκα τό τε πρόσωπον ἅπαν ἠλλοιοῦτο καὶ τῶν ῥινῶν αἷμα ποταμηδὸν ἀπέῤῥει, καὶ οὐδὲ ἐνορᾷν τῇ μάρτυρι δέους ἄνευ συνεχωρεῖτο, φωνῇ τοιγαροῦν μεγάλῃ πρὸς τὸν ὑπατικὸν ἀνέκραγεν, ἅμα λέγων τὴν χεῖρα τῇ Θεοδότῃ ἐπιβαλεῖν καὶ νέον τινὰ ἰδεῖν εὐπρεπῆ τὴν θέαν, εὐπρεπῆ τὴν στολήν, συμπαρεστῶτα τῇ Θεοδότῃ, ὃς αὐτὸν καὶ κατὰ κόρρης παίσας τούς τε μυκτήρας συνέτριψε καὶ τὸ καταῤῥέον αἷμα διὰ τῶν ῥινῶν φέρεσθαι παρεσκεύασεν. Ἀλλ' ὁ τυφλὸς οὐχ ἑώρα, καὶ ὁ ἀσύνετος ὑπατικὸς οὐ συνίει, οὐδ᾽ εἰ μή τι ἄλλο τὸ ἐναργὲς ηὐλαβήθη τοῦ θαύματος καὶ
col. 603–604page 148 of 246
PG 116:603τῆς πρὸς αὐτὴν ἐπέστη φιλονεικίας· ἀλλὰ καὶ αὖθις παραστησάμενος πάντων ἐδόκει δεινότατα ἠπείλει ταύτῃ ἐπαγαγεῖν, ἂν μὴ λατρεύσης, λέγων, τοῖς ἀθανάτοις θεοῖς σφαττόμενά σου πετεῖται τὰ τέκνα πρὸ ὀφθαλμῶν. Ἡ δὲ, Καὶ τοῦτο μάλιστα, ἔφη, πάλαι διψῶσα τυγχάνω· οὕτω γάρ μου τὰ τέκνα καὶ ζῶσα τῷ Χριστῷ προπέμψασα καὶ ὥσπερ ἐν ἀσφαλεῖ καταστήσασα τῷ λιμένι, ἔπειτα κἀγὼ κατὰ πόδας ἔψομαι, ὥστε προσᾴδειν ἐπιτηδείως· « Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἃ μοι ἔδωκεν ὁ Θεός. » ΑΓ΄. Τούτοις ἐπὶ πλέον ὁ ὑπατικὸς διαταραχθεὶς πυρὶ παραδοθῆναι ταύτην σὺν ἅμα καὶ τέκνοις ἐκέλευεν. ὡς δὲ καὶ ἡ κάμινος θάττον ἐξήφθη μᾶλλον ἢ προσετάγη, ἐκεῖνοι, καθάπερ εἰς πηγὴν ὕδατος, οὕτω σὺν ἡδονῇ τὴν κάμινον ὑπεισῄεσαν. Καὶ αὐλόγει μὲν τὸν Θεὸν ἡ μήτηρ, συνήδον δὲ καὶ οἱ παῖδες· καὶ οὕτως εὐχαρίστως ἄμφω εἰς χεῖρας Θεοῦ τὰς ἑαυτῶν ψυχὰς παρατίθεσαν. Καὶ τοὺς μὲν οὕτω τὸ μακάριον τέλος ἐδέξατο. Ἡ μέντοι γε τοῦ Χριστοῦ μάρτυς Ἀναστασία παρὰ τῷ ἐπάρχῳ, φημί, τοῦ Ἰλλυρικοῦ τηρουμένη ἦν· ὅς τὰ κατ᾿ αὐτὴν ἀκριβῶς διερευνησάμενος, καὶ μαθὼν ὅτι τε καὶ οἰκίας τυγχάνει λαμπρᾶς καὶ οὐσίας πολυτελούς, καὶ ὅτι τῶν πλούτῳ βαθυτάτῳ κομώντων ἐστίν, ἥττων καὶ κέρδους ὢν καὶ ἔρωτι χρημάτων ἁλοὺς ἰδίᾳ ταύτην παραστησάμενος, Οἶδά σε, φησίν, ὦ γύναι, πολυχρήματον γεγονέναι· Χριστιανὴ δὲ εἶναι σύ τε λέγεις· κἀγὼ πεπείραμαι ἤδη. Ἄγε οὖν τῷ σῷ πειθομένη νυμφίῳ τῷ παντὸς πλούτου νομοθετοῦντι καταφρονεῖν, χρημάτων μὲν ἐμοὶ καὶ κτημάτων καὶ πάσης σου τῆς περιουσίας ἔκστηθι· σὺ δὲ ταῦτα ποιοῦσα ἀμφοτέρωθεν κερδανεῖς, τοῦ μὲν πληροῦσα τὸν νόμον, ἐλευθέρα δὲ τοῦ παρ᾽ ἡμῶν φόβου καθισταμένη. Ἔσται γάρ σοι τὸ ἀπὸ τοῦδε καὶ θύειν ἀδεῶς καὶ λατρεύειν ἐλευθερίως τῷ ὑπὸ σοῦ προσκυνουμένῳ Θεῷ. ΑΔ΄. Πρὸς ταῦτα ὥσπερ διαναστᾶσα τὴν γνώμην ἡ τῆς ἄνωθεν σοφίας πλήρης Ἀναστασία, Ἀλλ᾽ ὦ, φησί, δικαστά, εἴρηται που ἐν τοῖς Εὐαγγελίοις τῷ ἐμῷ Χριστῷ· « Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ θησαυρὸν οὕτως ἕξεις ἐν οὐρανοῖς. » Σοὶ δὲ πλουσίῳ ὄντι τίς οὕτως ἄθλιος καὶ φρενῶν ἐνδεὴς ὃς δεομένοις ἐπαρκεῖν βουλόμενος τῷ πλουτοῦντι τὰ τῶν ἀπόρων καὶ τὰ τῶν λιμῷ τηκομένων τῷ τρυφῶντι παράσχοι; Ἐὰν δὲ πεινῶντα σε καὶ διψῶντα, εἶτα καὶ γυμνητεύοντα καὶ νοσοῦντα καὶ φυλακῇ καθειργμένον θεάσωμαι, τότε κατὰ τὸν τοῦ Χριστοῦ μου λόγον καὶ θρέψω, καὶ ποτιῶ, καὶ θάλψω, καὶ ἐπισκέψομαι, καὶ συναγάγω πάλιν, καὶ τοῖς ἀναγκαίοις φιλοτιμήσομαι. Ἀλλὰ γὰρ κατὰ σάρκα καὶ κόσμον σὺ καὶ λίαν πλουτεῖς· ὧν δὲ πένης εἶ καὶ κομιδῇ ἄπορος, καὶ ἃ δέον αἰτεῖν, πῶς οὐκ αἰτεῖς; Τοῦ ἐπάρχου δὲ πυνθανομένου· Καὶ τίνα ἂν εἴη ταῦτα, καὶ ποίαν ἂν ἐγὼ πενίαν πενοίμην; Τὴν περὶ τὰ μέγιστα, ἔφη ἐκείνη, τὴν πίστιν, καὶ τὴν γνῶσιν, καὶ τὴν ἀλήθειαν. ΛΕ΄. Καὶ ὁ ἔπαρχος ὀξυτέρας φρενὸς τὸ δοκεῖν
col. 605–606page 149 of 246
PG 116:605δόξαν θηρώμενος, τὸν λόγον ἁρπάσας, Ἀλλὰ σύ, ἐπειδὴ, ἔφη, τὴν πίστιν, ὡς λέγεις, πλουτεῖς, τοῖς ὄρεσιν εἰπὲ λόγῳ. Μετάβηθι, καὶ εἰ μεταβήσεται κατά γε τὰ ἐπηγγελμένα σοι παρὰ τοῦ διδασκάλου τοῦ σοῦ, καὶ πιστούομεν. Ἡ δὲ (πεπαίδευτο γὰρ ἱκανῶς), Καὶ ταῦτα μὲν, ἔλεγεν, ἡ πίστις ἡ ἡμετέρα, θάῤῥει, καὶ τὰ πολλῷ τούτων εἰ λέγεις μείζονα. Καὶ μαρτυροῦσι Μωσῆς μὲν οὐκ ἐν γῇ μόνον θαυματουργῶν, ἀλλὰ καὶ θάλασσαν διαιρῶν, καὶ αὖθις συνάπτων τὸν δὲ ὑπὲρ ἡμᾶς ἥλιον Ἰησοῦς ἱστῶν, καὶ Ἠλίας αὐτὸν ὅλον κλείων τὸν οὐρανόν, ἵνα μὴ τοὺς τοῦ Χριστοῦ μου μαθητὰς λέγω, ὧν καὶ ἱμάτια καὶ σκιαὶ μόναι νεκροὺς ἀνίστων, καὶ τοὺς παρ' ὑμῖν θεοὺς τοὺς δαίμονας ἤλαυνον, καὶ ὅσα καθ' ἑκάστην κατ' ὄψιν ὑμῶν διὰ τῶν ὑπεραθλούντων τοῦ ὀνόματος δηλαδὴ τοῦ Χριστοῦ γίνεται· εἰ καὶ μηδέν ὑμῖν τῶν γινομένων εἰς σύνεσιν, ἀλλ' ἐθελοκακοῦντες τυφλώττετε. Πλὴν οὐχ ὅταν ὑμῖν δοκῇ, τότε δὴ καὶ τὴν θείαν Χριστιανοῖς ἐπικλητέον δύναμιν τοῖς πειρασταῖς συνεπαγομένοις. Γέγραπται γάρ ὑμᾶς τοὺς ἀπίστους οὓς μὲν σημεῖα, οὓς δὲ καὶ σοφίαν ἐπιζητεῖν, ἡμᾶς δὲ κηρύττειν Κύριον Ἰησοῦν Χριστόν, καὶ τοῦτον ἐσταυρωμένον. Καὶ ὁ ἔπαρχος αὐτίκα τὸν λόγον ὑπολαβών, Τοῦτό με, φησί, τὸ ἐσταυρῶσθαι ταράττει, πῶς ὁ Χριστός σου Θεός, ὡς φής, ὢν σταυρὸν ὑπέστη, πρὸς ἔτι δὲ καὶ τὴν πλευρὰν ἐκεντήθη· ὅσπερ ἄρα Ζεὺς ὁ τῶν ἡμετέρων θεῶν μέγιστός τε καὶ ὕπατος οὐκ ἔχεις εἰπεῖν ὅτι πέπονθεν. Πῶς οὖν μὴ τὸν τοιοῦτον προσκυνεῖς μᾶλλον τὸν ἐσταυρωμένον διωσαμένη; Καὶ ἡ μάρτυς. Ὅτι πρὸς μὲν, εἶπε, καὶ θάνατος καύχημα καὶ Χριστῷ καὶ πᾶσι Χριστιανοῖς, ἀθανασίαν διὰ τούτων καὶ δόξαν τῷ μὲν δόντι, τοῖς δὲ λαβοῦσι· τὰ δὲ τοῦ σοῦ Διὸς ἔργα· ἀλλὰ μηδὲν ἐγὼ περὶ τούτων. Σὺ μὲν οὖν τὸν ὕπατον Δία τὸν σὸν, εἰ βούλει, ὥσπερ δὴ καὶ βούλει, μιμοῦ, κἀμὲ δὲ τὸν ἐμὸν ἕα μιμεῖσθαι Θεόν. ΑϚ'. Τούτων οὕτω λεχθέντων ἀνήπται σφόδρα τῷ ἄρχοντι ὁ θυμὸς, καὶ κελεύει ταύτην ἐν εἱρκτῇ μὲν ἀφεγγεστάτῃ κατακλεισθῆναι, πάντα δὲ ὑπ' ὄψιν αὐτῇ προτεθῆναι τὰ τῶν βασάνων ὄργανα, ἵν' ἢ πρὸς φόβον ἰδοῦσαν καθυφεῖναι πείσῃ τοῦ τόνου καὶ τῆς ἐνστάσεως, ἢ φροντίζουσαν εὐψυχίας εἰς πολυώδυνον ἀνίαν ἐμβάλῃ τῇ μνήμῃ τῶν ἀλγυνόντων. Καὶ τροφὴν δὲ αὐτῇ δίδοσθαι προστάττει βραχείαν, καὶ ταύτην ἡλίου μετὰ δυσμάς. Ἡ δὲ μάρτυς καὶ οὕτως οἰκοῦσα καὶ ταῦτα ὁρῶσα καὶ τροφῆς ὅλως μετέχειν μὴ βουλομένη ἀντὶ πάντων τὸν εἰς Χριστὸν ἐν ἑαυτῇ ἔστρεφε πόθον. Καὶ οὕτως ἦν ἐκείνη καὶ βρῶσις ἀρκοῦσα, καὶ τοῦ ζόφου παράκλησις. Ἑωρᾶτο δὲ αὐτῇ ἐφ' ἑκάστης νυκτὸς καὶ ἡ σύναθλος Θεοδότη τήν τε καρδίαν εὐφροσύνης πληροῦσα, καὶ πρὸς τοὺς ἀγώνας ἐπιῤῥωννύουσα, ἣν καὶ πολλάκις φοιτῶσαν, ἡ μηδὲν ἐάσασα τῶν ἀγαθῶν ἀνεξέταστον Ἀναστασία, καὶ τοῦτο ἤρετο, τίνα δὴ τρόπον, λέγουσα, μετὰ τὸ θανεῖν φοιτᾷ πρὸς αὐτήν. Ἡ δὲ δεδόσθαι ταῖς τῶν μαρτύρων ἔφη ψυχαῖς καὶ τοῦτο παρὰ Θεοῦ, τὸ
col. 607–608page 150 of 246
PG 116:607μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἐπιφοιτῶν παρ' οὓς ἂν καὶ βούλοιντο, καὶ ὁμιλίας καὶ παρακλήσεως αὐτοὺς ἀξίων. ΑΖ΄. Τριακοστῆς δὲ ἐπιστάσης ἡμέρας ὑπολαβὼν ὁ ἔπαρχος τῷ τε λιμῷ καὶ τῇ ἄλλῃ κακοπαθείᾳ κατεργασθῆναι τὴν μάρτυρα καὶ τῆς ἐνστάσεως ὑποδοῦναι, μεταπεμψάμενος ταύτην, ὡς εἶδε φαιδρὰν μᾶλλον καὶ πεπαρρησιασμένην ἢ πρότερον, ἐργάζετο κατὰ τῶν φυλάκων ὡς δή τινος παρ' αὐτῶν εὐπαθείας ἀπολαυούσης. Ἐκείνων μὲν οὖν ὡς ἔγκλημα τὴν φιλανθρωπίαν κατηγορήσας τῆς φυλακῆς αὐτοὺς ἐξίστησιν· ἑτέροις δὲ ταύτην ἐπιτρέπει εἰς οὓς ᾔδει καὶ μάλιστα πάντα κατὰ νοῦν αὐτῷ καὶ κεχαρισμένως ποιήσειν. Τούτους οὖν αὐτῇ ἐπιστήσας καὶ ἐπὶ ἑτέραις τριάκοντα φυλάττειν ἡμέραις προστάξας, πρὸς δὲ καὶ σφραγῖσι τὴν φυλακὴν ἐπισημηνάμενος, ᾤχετο. Ἡ δὲ κἂν τούτοις οὖσα οὐκ ἐπέλιπε τὰ συνήθη ποιεῖν, ἀλλ᾽ εὐχῇ τε συντόνῳ καὶ στάσει παννύχῳ καὶ ἀνατάσει χειρῶν ἀδιαλείπτῳ προσεκαρτέρει. Εἶτα ἐκεῖθεν αὐτὴν ἐξαγαγὼν ὁ ἔπαρχος τῷ βυθῷ τῆς θαλάσσης σὺν ἅμα καὶ ἄλλοις πολλοῖς καταδίκοις ἀφεθῆναι καταψηφίζεται. Συνῆν δὲ τούτοις καί τις ἀνὴρ εὐσεβής, Εὐτυχιανὸς ὄνομα, ὃς καὶ αὐτὸς διὰ τὴν εἰς Χριστὸν πίστιν γυμνωθεὶς τῶν ὄντων τὸν ἐν θαλάττῃ κατεδικάσθη θάνατον. ΛΒ΄. Ὡς δὲ δὴ κατὰ μέσον αὐτῆς δήπου τῆς θαλάττης ἦσαν οἱ τούτους ἄγοντες στρατιῶται, αὐτοὶ μὲν ἀκατίου τινὸς ἐπιβάντες πρὸς τὴν γῆν ἀπέπλεον, τὴν δὲ ναῦν ἣ τὴν τοῦ Χριστοῦ μάρτυρα σὺν Εὐτυχιανῷ, φημί, καὶ τοῖς καταδίκοις ἦγε, πάντοθεν διατρήσαντες, οὕτως ἐπισφαλῶς ἔχουσαν τοῖς κύμασιν ἀφιᾶσιν. Οὔπω τὴν ναῦν ἐκάλυπτε θάλασσα, καὶ παρὰ Θεοῦ ἕτοιμος αὐτοῖς βοηθὸς ἡ μακαρία Θεοδότη πεμφθεῖσα τῷ ἱστίῳ τε τῆς νηὸς ἐπικαθημένη καθεωρᾶτο, καὶ ὡς ἀσφαλέστατα διιθύνουσα τὸ πηδάλιον εὔδρομον μὲν αὐτοῖς παρεῖχε τὸν πλοῦν, πρὸς δὲ τὴν χέρσον ἀκινδύνως ἤγε τὴν ναῦν· ἐπεδείκνυτο δὲ καὶ τὸν Εὐτυχιανὸν ὡς εἴη καὶ αὐτὸς τοῖς μάρτυσι Χριστοῦ συναρίθμιος. Τότε γοῦν οἱ ἐν τῷ πλοίῳ κατάδικοι τῷ παραδόξῳ καταπλαγέντες προσέπιπτόν τε τῷ Εὐτυχιανῷ σὺν τῇ μάρτυρι, καὶ διδαχθῆναι τὸν τῆς πίστεως λόγον ἠξίουν. Τυχόντες τοιγαροῦν ὧν ἐδέοντο καὶ τὴν εὐσέβειαν ὡς χρὴ μυηθέντες τῷ τοῦ Χριστοῦ ποιμνίῳ συγκατελέχθησαν δῆμος ὅλος ἀνδρῶν εἰς εἴκοσι καὶ ἑκατὸν ἀριθμούμενοι. ΑΘ΄. Ταῦτα μετὰ τρίτην γνωστὰ τῷ ἐπάρχῳ γίνεται, καὶ αὐτίκα πολλῇ σπουδῇ τὸν ἀρτιτελῆ τοῦτον πάντα χορὸν συλλαβὼν τῷ βήματι παρεστήσατο· καὶ δὴ τὴν πρώτην αὐτοὺς καὶ ἔτι γνώμην διασώζειν ὑπολαβὼν χρυσὸν αὐτοῖς παρῆγε· καὶ πλοῦτον καὶ τιμὰς τὰς μὲν ἤδη παρεῖχε, τὰς δὲ ἐπηγγέλλετο, ἢν μόνον ἴδῃ μεταθεμένους καὶ τὴν Ἑλληνικὴν πάλιν θρησκείαν πρεσβεύοντας. Ἐπεὶ δὲ ἐψεύσθη παρὰ πολὺ τῶν ἐλπιζομένων, ἐρρωμένας αὐτῶν τὰς γνώμας ὁρῶν, τοὐναντίον αὐτοῖς ξίφη γυμνὰ ὑπεδείκνυε καὶ πῦρ καὶ καταπέλτας καὶ τήγανα. Εἰ μὴ θύσητε, λέγων, ἀλλὰ ταῦτα ὑμᾶς καὶ ἄκοντας θύσαι πείσει. ἃ δὲ ἐπίσης ἐκεῖνοι οὔτε τῶν κακῶν ἡττῶντο, οὔτε

Day 25Die 25

col. 609–610page 151 of 246
PG 116:609μὴν τῶν δοκούντων ἀγαθῶν ἐπεστρέφοντο, πολλαῖς πρότερον κολάσας βασάνοις, εἶτα καὶ θάνατον αὐτῶν παράνομον καταδικάζει. Τὴν μέντοι γενναίαν τοῦ Χριστοῦ μάρτυρα πάλοις κελεύει προσδεθεῖσαν τρισὶ καὶ πυρὶ πάντοθεν κυκλωθεῖσαν οὕτω τὸ μαρτυρικὸν ὑποστῆναι τέλος. Οὗ δὴ καὶ σὺν τάχει πραχθέντος εἰς χεῖρας καὶ αὐτὴ Θεοῦ τὸ πνεῦμα παρέθετο, δευτέραν ἐπὶ εἰκάδι τότε τοῦ Δεκεμβρίου μηνὸς ἄγοντος. Μ΄. Ἀπολλωνία δέ τις γυνὴ τὸ γένος ἐπίσημος τῆς τοῦ ἐπάρχου γυναικὸς δεηθεῖσα τὸ ἱερὸν Ἀναστασίας σῶμα λαμβάνει, καὶ λαμπρῶς αὐτὸ καὶ ὅπως ἐδεῖτο τοιοῦτον τιμήσασα ἐν τῷ τῆς οἰκίας αὐτῆς κατατίθησι κήπῳ. Ὕστερον δὲ καὶ ναὸν ἐγείρει τῇ μάρτυρι πολυτελῆ καὶ περίβλεπτον, καὶ ἑορτὴν ἐπὶ τούτοις ἐτησίαν διατελοῦσα μένει. Μετὰ δὲ χρόνους ἡ ἐν πόλεσι πανευδαίμων, ἡ Κωνσταντίνου, φημί, τὸ ταύτης ἀνακομισθὲν ἐκδέχεται λείψανον, καὶ τῷ μεγαλοπρεπεῖ ναῷ καὶ ἀξίῳ ταύτης ἐναποτίθεται θησαυρῶν ἀγαθῶν, θαυμάτων πηγήν, ῥῶσιν ψυχῆς, ῥῶσιν σώματος, εἰς δόξαν Πατρός, Υἱοῦ καὶ ἁγίου Πνεύματος, τῆς μιᾶς θεότητός τε καὶ βασιλείας, ᾗ πρέπει τιμὴ πᾶσα, μεγαλοσύνη τε καὶ μεγαλοπρέπεια νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Α΄. Κομόδου μετὰ Μάρκον τὸν αὐτοῦ πατέρα τὸ Ῥωμαϊκὸν σκῆπτρον ἔχοντος καὶ ἕβδομον ἔτος ἤδη τῇ ἀρχῇ διανύοντος, Φίλιππος ἀνήρ τις τῶν ἐπιφανῶν ἔπαρχος Αἰγύπτου καθίσταται, ὃς ἅμα γυναικὶ Κλαυδίᾳ καὶ τέκνοις ἀνὰ τὴν Αἴγυπτον στέλλεται. Τούτῳ παῖδες μὲν ἄῤῥενες δύο, Ἀμιτός τε καὶ Σέργιος, θυγάτηρ δὲ Εὐγενία ὄνομα, εὐγενὴς δὲ καὶ ψυχὴν ὥσπερ ἄρα καὶ σῶμα καὶ τὸ κάλλος ἀοίδιμος, ἧς καὶ τὸν βίον ὁ λόγος ἄρτι τοῖς φιλαρέτοις ὑπόθεσιν προεστήσατο. Ὁ μὲν οὖν Φίλιππος ὡς ἤδη τὴν Ἀλεξάνδρου πόλιν τὴν μεγάλην κατέλαβε, νόμοις τὰ ἐκεῖ πάντα διώκει Ῥωμαϊκοῖς, καὶ τοῖς πατρῴοις ἀκολουθῶν ἔθεσι, χαλεπὸς μὲν ἦν τοῖς τὴν μάγον τέχνην μεταχειρίζουσι, χαλεπὸς δὲ τοῖς Ἰουδαίζουσι τῶν
col. 611–612page 152 of 246
PG 116:611μὲν καὶ πολλοὺς ἀναιρῶν, Ἰουδαίους δὲ μηδὲ ὀνομάζεσθαι συγχώρων, Χριστιανούς γε μὴν ἐπιεικέστερον προσεφέρετο τῆς μὲν πόλεως καὶ αὐτοὺς ἐξωθῶν, πλησίον δέ που πρὸ τῶν τειχῶν, βασιλέως οὕτω κελεύσαντος, ἐφιεὶς διάγειν καὶ κατοικεῖν. Δῆλος δὲ ἦν Χριστιανοὺς μὲν διὰ τὴν ἀκριβῆ τοῦ βίου φιλοσοφίαν αἰδούμενος καὶ παρὰ τοῦτο καὶ πρὸ τῶν εἰδωλολατρῶν τιθέμενος. Αὐτὸς δὲ πάλιν ὑπὸ τῆς πατροπαραδότου δεισιδαιμονίας ἐχόμενος, παιδείας δὲ καὶ λόγων γενόμενος ἐραστὴς καὶ Εὐγενίαν τὴν αὐτοῦ θυγατέρα παιδεύμασιν ἐλευθερίοις ἀνέτρεφε, διδάσκων ἄμφω τὸν Ρωμαϊκόν τε καὶ Ἑλληνα λόγον, καὶ φιλοσοφίας ἐπὶ μέγα ἤκουσαν σπουδάζων ἰδεῖν. Ἐκείνη δὲ τῇ τῆς φύσεως εὐμαθείᾳ προσθεῖσα καὶ ἄσκησιν, ἀξίως πάνυ τοῖς λόγοις ἵστατο πᾶσι μὲν τοῖς ὠφελίμοις προσέχουσα, πάντα δὲ οἷς προσεῖχεν εὐχερῶς παραδιδούσα τῇ διανοίᾳ· ἃ δὲ μάθοι οὕτω τῇ μνήμῃ διακατέχουσα ὡς ἐν χαλκαῖς δοκεῖν πίναξιν ἐγγεγράφθαι αὐτῆς τῇ καρδίᾳ. Β΄. Οὕτω περὶ λόγους ἔχουσα οὐδὲν ἧττον καὶ τὴν ψυχὴν πρὸς ἀρετὴν εὖ ἐπεφύκει, καὶ ἦν ἰδεῖν μὲν ἀξιοθέατος, εἰπεῖν δὲ ἀξιάκουστος, ζηλῶσαι δέ πᾶσιν ὠφέλιμος καὶ σωτήριος, καὶ τό τε πάντων θαυμασιώτερον ὅτι μήπω τὸ πέμπτον ἔτος καὶ δέκατον ὑπερβᾶσα τῆς ἡλικίας εἰς εὐκοσμίαν ἔθους καὶ ἀρετῆς ἐπιμέλειαν τῶν πολλῷ πρεσβυτέρων τὴν ἡλικίαν ἐκράτει. Ἐπεὶ δὲ μὴ εἶχε λαθεῖν, τῆς φήμης διὰ πάντων χωρούσης, τὴν ἐνδοξοτάτην κατ᾿ ἀρετὴν ἡ ἐνδοξότατος τὴν πολιτικὴν ἀρχὴν ἐμνηστεύετο Ἀκυλίνος, ὕπατος ὢν τηνικαῦτα καὶ ἄλλως τὰ πρῶτα τῶν παρὰ Ρωμαίοις ἔχων εὐπατριδῶν. Ἐπεὶ γοῦν οἱ γονεῖς προσιόντες ἠρώτων, εἰ κατὰ νοῦν ὁ γάμος αὐτῇ καὶ ἀρεστὸς ὁ νυμφίος, ἐνταῦθα δὲ καὶ μάλιστα Εὐγενία τῆς ψυχῆς εὐγενείας ἐδείκνυ τὸ σύμβολον. Πάντα γὰρ μᾶλλον παθεῖν ὑπομένουσα ἢ τὴν φίλην αὐτῇ παρθενίαν ἀπώσασθαι καὶ τὴν ἁγνείαν ἀποβαλεῖν, σοφίζεται τοὺς τεκόντας. Καὶ τὸ μέν γένος ἐπῄνει τοῦ ἀνδρὸς, τὸν τρόπον δέ ἠτιᾶτο, καὶ ὅτι, φησίν, ἐκείνους δεῖ ὡς τὰ πολλὰ ἐκλέγεσθαι τῶν νυμφίων οἳ τὸ γένος κοσμοῦσι μᾶλλον, οὐχ οἳ διὰ τοῦ γένους κοσμεῖσθαι βούλονται. Πολλῶν δὲ καὶ ἄλλων ἐξαιτουμένων αὐτὴν παρὰ τῶν τεκόντων πλούτῳ τε λαμπρῶν καὶ τῷ γένει περιφανῶν οὐδόλως ἐπὶ πᾶσιν ἐκείνη εὐπροσώπου ἠπόρησεν ἀφορμῆς. Ἀλλὰ τῷ μὲν δοκεῖν τὸν γῆμαι νῦν βουλόμενον ἀπωθεῖτο, τῇ δὲ ἀληθείᾳ τὸν γάμον ὅλως ἐξώμνυτο καὶ τοῦτο μόνον αὐτῇ διὰ τέλους ἦν ἀγνεῦσαι τὸ σπουδαζόμενον. Οὕτω τὸ σκεῦος εὐπρεπῶς τε καὶ καθαρῶς ἔχον ἕτοιμον ἦν εἰς ὑποδοχὴν τοῦ θείου δηλαδή μύρου. Διὰ τοῦτο καὶ ὅσον οὔπω τοῖς καλοῖς ἔργοις καὶ ἡ καλῶς ἔχουσα πίστις ἐπηκολούθει καὶ ἡ καθαρὰ τῷ καθαρῷ τῆς εὐσεβείας προσῄει φωτί. Πρόφασις δὲ τοῦ πράγματος. Γ΄. Ἧκεν εἰς χεῖρας αὐτῇ Παύλου τοῦ θείου κήρυκος ἡ θεία τῶν Ἐπιστολῶν βίβλος, καὶ τῇ διανοίᾳ τῶν λόγων ἐρείσασα τὴν ψυχὴν καὶ γνοῦσα ὅτι εἷς Θεός ἐστιν ἀληθής, ὁ τὸ πᾶν τοῦτο πεποιηκώς, περι-
col. 613–614page 153 of 246
PG 116:613λάμπεται μὲν αὐτίκα τὸν νοῦν, ἅτε καὶ ἐκ πολλοῦ τοῦτον καθηραμένη, κατὰ ψυχὴν δὲ τό γε νῦν ἔχον τῷ Χριστῷ πιστεύσασα ἐν τῷ φανερῷ τὴν τῶν τε· κόντων λύσσαν ὑποβλέπουσα ἦν. Ἐπεὶ δὲ καὶ βασιλέως ἐφοίτα πρόσταγμα ἔξω τειχῶν τοὺς Χριστιανοὺς ἐξωθοῦν, καὶ ἡ ἔπαρχος ἤδη ἔργου ἤπτετο, αὕτη, γλιχομένη κατὰ πολλὴν ἄδειαν Χριστιανῶν τε καὶ τῆς ἐκείνων ἀπολαύσαι διδασκαλίας, σκήπτεται μὲν τῶν ἐν ἀγροῖς χάριν χαρίτων καί τῆς ἐκεῖθεν εὔχερίας ἐκχωρῆσαι τῆς πόλεως καὶ τὴν ψυχήν μετρίως τῶν τῆς παιδείας φροντίδων ἀνεῖναι· ἐπεὶ δὲ οἱ τεκόντες οὐδὲν ὑποπτεύοντες ἐφῆκαν, ἑτοίμως ἔξεισιν εἰς τὰς κώμας. Χωρίον δέ τι καταλαβοῦσα καὶ μουναχοῖς ἔν γε τούτῳ περιτυχούσα πολλοῖς τε καὶ κοσμίοις καὶ λίαν εὐτάκτως ᾅδουσι τῆς ἱερᾶς ἐκείνης ἀκούει φωνῆς· « Πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια. Ὁ δὲ Κύριος τοὺς οὐρανοὺς ἐποίησε. » Τοῦτο ἐκείνη ἀκούσασα καὶ ὥσπερ ἐπὶ τῇ πατρικῇ πλάνῃ βαθείας αἰσχύνης ὑποπλησθεῖσα στενάζει μὲν ἔκ καρδίας περιπαθές τι καὶ βύθιον. Δ΄. Στραφείσα δὲ πρὸς τοὺς ἐφεπομένους εὐνούχους, ὧν ὁ μὲν Πρωτέας, ὁ δὲ Υάκινθος ἐκαλεῖτο, λόγων δὲ οὗτοι σοφῶν καὶ φιλοσοφίας ἐπήκοοι, Οἵνα μὲν ὑμᾶς, ἔφη, καὶ παιδείας ἀπολαύσαντες ἱκανῶς καὶ δόγμασι περιτυχόντας σοφῶν ὅσα τε Σωκράτης καὶ ᾿Αριστοτέλης καὶ Πλάτων καὶ ἡ περιώνυμος ἐξῆλθε στου, ἥ τε τῶν Ἐπικουρείων δόξα παρέδωκεν, ὁμοίως δὲ καὶ ποιητῶν ἄλλων καὶ σοφιστῶν καὶ ὅσοι τὴν τῶν ὄντων αὐχοῦσι γνῶσιν οὐκ ἀμαθῶς ἔχοντας. Ὥστε γοῦν ὡς ταῦτα πάντα μυθολογία σαφῆς καὶ πιθανότης παρακρούεσθαι τοὺς πολλοὺς δυναμένη. ᾿Αλλὰ καὶ τῶν μέγα περὶ τὴν γνῶσιν αὐχούντων Ἑλλήνων οἱ μὲν οὐδ᾽ ὅλως εἶπον εἶναι Θεὸν, οἱ δὲ πολλοὺς εἶναι μείζονας καὶ ἐλάττονας ἐδοκίμασαν. Οὗτοι γοῦν ἑνὶ τούτῳ πάντες ἐκκρούονται ῥήματι, τῷ « Πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια. » Ἔστι γὰρ τῆς πολυθείας παντελὴς ἀναίρεσις. Τὸ δὲ « Κύριος τοὺς οὐρανοὺς ἐποίησε » τοῦτο δὲ μοναρχίαν ἀκριβῶς ἀντεισάγει καὶ τὸν κοινὸν ἡμῖν Δεσπότην γνώριμον καθιστᾷ. Συνῳδὰ δὲ τούτοις καὶ ἀπόστολος εἰσηγεῖται Παῦλος. Επάγεται γάρ με καὶ τούτου τὰ ῥήματα, ἃ χθὲς καὶ πρώην ἐπῆλθον αὐτὴ, ἕνα τῶν πάντων εἶναι διασαφοῦντα Θεόν. Οἷς καὶ ἡμεῖς πειθόμεθα πολὺ τὸ περιφανές καὶ ἀξιόπιστον ἔχουσιν, ἅτε ἀπὸ τῶν ἔργων τὰς ἑαυτῶν πίστεις παρεχομένοις. Ε΄. Βουλομένοις οὖν ὑμῖν ἕτοιμος τῆς σωτηρίας ὁ τρόπος καὶ εὐτρεπής. Ἐγὼ δὲ ὑμῖν οὐχ ὡς δέσποινα ἔτι προσενεχθήσομαι, ἀλλ᾽ ὁμόδουλος ἔσομαί τε καὶ ἀδελφὴ, ἐπεὶ καὶ κοινὸν Δεσπότην καὶ Πατέρα ἔξομεν τὸν Θεόν. Ατε γοῦν ποιμένος ἑνὸς ὄντες καὶ ὡς ἀδελφοὶ τὸ ἕν πνέοντες κοινῇ γνώμῃ πρὸς Χριστιανοὺς ἐλευσόμεθα· ἀκούω γὰρ καὶ Ἑλένῳ τινὶ φροντιστήριον ἐνταυθοί γενόμενον, κἀκεῖνον μὲν διὰ μέγεθος ἀρετῆς τὸν τῆς ἐπισκοπῆς ἀναβῆναι θρόνον,
col. 615–616page 154 of 246
PG 116:615Θεόδωρον δέ τινα εἰς τὸν ἐκείνου κλῆρον ἐγκαταστῆναι καὶ τῆς μάνδρας ἐγχειρισθῆναι τὴν προστασίαν, ὂν οὕτω δὴ φιλαρέτως τοῦ ποιμνίου προστῆναι εἰς τοῦτό τε προβῆναι θεϊκῆς χάριτος ὡς καὶ δαιμονῶσι καὶ ἀσθενοῦσι τοῖς μὲν τὸ ἐνοχλοῦν πνεῦμα, τοῖς δὲ τὴν νόσον εὐχερῶς ἀπελαύνειν, οὐ μὲν ἀλλὰ καὶ τυφλοῖς ὄμμασι τὸν ποθούμενον ἥλιον παρέχειν ὁρᾶν, καὶ τοῖς ὑπ᾽ αὐτὸν δὲ μοναχοῖς οὕτω τὴν ἄσκησιν ἐπιτείνειν ὡς μικροῦ μηδὲν αὐτοὺς ἀπολείπειν μέρος ἡμέρας τε καὶ νυκτὸς ὃ μὴ εὐχαῖς καὶ ᾠδαῖς ἀπαύστοις ἀναλωθείη. Τούτων οὐδέποτε γυναιξὶ βάσιμος ἡ μονή, οὔτε ὁρᾶσθαι γυναῖκα θεμιτὸν ἐκείνοις. Ὑμεῖς δὲ ἀλλὰ τὴν κόμην γοῦν τῆς κεφαλῆς ἀποκείρατε τῆς ἐμῆς, καὶ πλοκάμους δὴ περιέλετε τούτους, ἔπειτα καὶ ἀνδρικήν μοι περιθέντες στολήν, νυκτὸς ἀγάγετε παρ᾽ αὐτοὺς, ὑμῶν μὲν πλησίον τοῦ ὀχήματος παρεπομένων, τῶν δὲ λοιπῶν παίδων παραγόντων ὁμοῦ καὶ ἐφεπομένων· ἵν᾽, ὅταν καὶ πρὸς αὐτῷ γενώμεθα τῷ τόπῳ αἴσθησιν αὐτοῖς τὸ παράπαν μηδὲ μίαν δῶμεν τοῦ πεπραγμένου. Τὸ λοιπὸν μέλον ὑμῖν ἔστω ὅπως ἔσω τῶν θυρῶν γενόμενοι τῆς σωτηρίας ὡς προσῆκον ἐπιλαβώμεθα. Ε΄. Ἥρεσε τοῖς εὐνούχοις τὰ λαληθέντα, καὶ εἰς ἔργον ἔσπευδον ταῦτα προαγαγεῖν. Τυγχάνουσι δέ καί τινος αἰσίου συμβόλου. Οὔπω γὰρ ἔφθασαν ἐπιβῆναι καλῶς τοῦ φροντιστηρίου, καὶ ὁ μέγας ἐν ἐπισκόποις Ἐλένος ἐξ Ἡλιουπόλεως ἧκε καὶ σύναμα πλήθη ἀνδρῶν ὥσπερ ἐκ συνθήματος ταῦτα ψαλλόντων· «Ἡ ὁδὸς τῶν δικαίων κατηυθύνθη, ἡ ὁδὸς τῶν ἁγίων ἡτοιμάσθη.» Τοῦτο καὶ τοῖς περὶ τὴν Εὐγενίαν τὴν πίστιν ηὔξησε, κἀκείνην ἡσθῆναι διαφερόντως πεποίηκεν ἀμέλει. Καὶ ὥσπερ καιροῦ δραξαμένη μᾶλλον ἔτι τοὺς περὶ αὐτὴν πρὸς τὴν εὐσέβειαν ἀνεθέρμηνεν· ἄλλα τε πολλὰ καὶ τῷ καιρῷ καὶ τῷ τόπῳ συντείνοντα φθεγξαμένη· καὶ οὐ κατά τινα συντυχίαν, ἀλλ᾽ ἐκ θείας προνοίας καὶ ταῦτα, καὶ τὰ τοῦ Δαυΐδ πρότερον ἀκούσαι ψαλλόμενα· ἀλλ᾽ ἐκεῖνα μὲν εἶναι πρὸς εὐσέβειαν ἐνάγοντα ταύτην, τὰ δὲ νῦν ὑπαδόμενα πρὸς τὴν τῆς ἀρετῆς τρίβον παρακαλοῦντα. Ταῦτα εἰποῦσα, καὶ τοῖς ψάλλουσιν αὐτήν τε καὶ τοὺς περὶ αὐτὴν μίξασα τὴν ὁδὸν ἤνυε σὺν ἐκείνοις. Ὅτε δὴ καὶ τῶν ὄχλων ἄλλα τε θαυμαστὰ περὶ τοῦ Ἐλένου διεξιόντων ἤκουσεν· ὅσος ἦν τοῖς θαύμασιν ὁ ἀνήρ, καὶ ὅτι, πυρὸς αὐτῷ πολλάκις δεήσαν, ἄνθρακας ἐπὶ τῶν ἱματίων ἑωρᾶτο κομίζων, οὐδὲν ἐκείνων ἀπὸ τοῦ πυρὸς βλαπτομένων. Πρὸς τούτοις καὶ ἄλλα ὅσα θαυματουργῶν αὐτὸς διετέλει· ὁποῖον δὴ καὶ τοῦτο λόγου καὶ μνήμης ἄξιον. Ζ΄. Φασί τινα μάγον Ζαρέαν καλούμενον αὐτὸ τῆς κακοτεχνίας φθάσαντα τὸ ἀκρότατον, τοῖς ἐκεῖ τόποις ἐπὶ λύμῃ πολλῶν ἐπιχωριάσαι δεινῇ τῇ ἀπάτῃ καὶ πολλῇ χρώμενον, ὅν μετὰ τῶν ἄλλων καὶ τοιοῦτόν τι τολμῆσαι θεομισέστατον φήμῃ τινὶ σπουδάσαι περι-
col. 617–618page 155 of 246
PG 116:617λαβεῖν τοὺς ἐπιχωρίους ὡς αὐτὸς μὲν εἴη ἀπεσταλμένος ὑπὸ Χριστοῦ εὐεργέτης ἀνθρώπων καὶ διδάσκαλος ἀγαθός, ψευδῆς δὲ Ἕλενος μάτην ἑαυτῷ τὸ διδασκαλικὸν ἀξίωμα περιάπτων. Ἐνόμιζε γὰρ ὡς εἰ τὸν ποιμένα τῷ ποιμνίῳ ἐκπολεμώσοι, τοῦ λοιποῦ ῥᾳδίως αὐτοῖς ὥσπερ ἀφυλάκτοις ἐπελθὼν θρέμμασι, θήραμα οὐκ εὐκαταφρόνητον τῷ πατρὶ αὐτοῦ τῷ διαβόλῳ προσενεγκεῖν. Ταῦτα λέγων ἐκεῖνος καὶ πιθανὸς ἦν ἐκ κακουργίας. Ἴστε γὰρ ὅπως ἀνυσιμώτατον ἡ κακία καὶ τοὺς πολλοὺς ἑλκύσαι πάνυ ῥᾳδία· ὥστε καὶ τῷ Ἑλένῳ τὸν ὄχλον προσελθόντας εἰπεῖν ἢ κοινὸν καὶ αὐτὸν κοινωνὸν τῆς διδασκαλίας λαβεῖν, ἢ γοῦν πρὸς διάλογον ἀμιλληθῆναι, ἵνα τῷ νικῶντι καὶ αὐτοὶ πρόσθοιντο. Ἄσμενος οὖν ὁ Ἕλενος τὴν τῆς ἀμίλλης καταδέχεται πεῖραν· ἐθάρρει γὰρ τῷ Χριστῷ. Τὸ δὲ κοινωνὸν Ζαρέαν παραλαβεῖν ἄνθρωπον τερατείαις δαιμόνων ἐπικαυχώμενον, τοῦτο καὶ ἀκοῇ μόνῃ λαβεῖν ἀπευκτὸν ἡγεῖτο. Ὡς οὖν καὶ ἡ κυρία παρῆν, πρὸς τοὺς λόγους ἐχώρει καὶ τὴν διάλεξιν. Καὶ ἰσχυρῶς μὲν πρῶτα ἐπετίθετο καὶ πυκνοῖς ἅμα τὸν μάγον ἔβαλλε τοῖς ἐλέγχοις· ἐπεὶ δὲ ἑώρα τῇ αὐθαδείᾳ ὡς ὅπλῳ χρώμενον, καὶ τὸ νικᾶν οὐκ ἐκ τῆς ἀληθείας, ἀλλ᾽ ἐκ τῆς ἀναιδείας μᾶλλον ἑαυτῷ περιθέσθαι φιλονεικοῦντα, ἔργῳ τὴν κρίσιν ἐπέτρεπε, καὶ πῦρ πολὺ κατὰ μέσον τῆς πόλεως ἀναφθῆναι κελεύει, ἐπιβῆναι δὲ τῆς φλογὸς ἀμφοτέρους, καὶ ὃς ἂν αὐτῶν ἀπαγὴς μείναι καὶ τοῦ πυρὸς ἰσχυρότερος, τοῦτον εἶναι σαφῶς τὸν καὶ ὑπὸ Χριστοῦ μεμφθέντα καὶ τὸν ἐκείνου κλῆρον διδάσκειν ἄξιον. Ε΄. Ὡς οὖν ὁ λόγος ἔργου εἴχετο, καὶ ἡ φλὸξ ἤδη πρὸς ὕψος ᾑρετο, δειλίᾳ εὐθὺς ὁ Ζαρέας συνείχετο, καὶ τὸν Ἕλενον ἐπιβῆναι πρῶτον διεκελεύετο, τοῦτο καθ᾽ ἑαυτὸν, ὡς ἔοικε, διανοηθείς, ὡς εἰ μὴ θαρρήσας Ἕλενος αἰσχύνην ὀφλήσοι, ἢ γοῦν κατατολμήσας ἀποῤῥήξει τὴν ψυχὴν, καὶ οὕτως ἂν ῥᾷον τὸ κρατεῖν περιγένοιτο, ἀνταγωνιστὴν ἀποβαλόντι μάλα στερρὸν, καὶ παρὰ τοῦτο πάντα ὑφ᾽ ἑαυτὸν ἑλκύσαι δυνατὸς γένηται. Ἐπεὶ δὲ καὶ τὴν πεῖραν ὁ θεῖος ἀνὴρ ὑποστῆναι πρώτως διωμολόγησε, καὶ προσευξάμενος ἐπέβαινε τῆς πυρᾶς· τὴν δὲ οὐκ ἐλάνθανεν ὅτι εἴη καὶ οὐδὲ τρίχος ἐκείνου ψαύειν ἐτόλμα· τότε δὴ τὸν μάγον φόβου καὶ δειλίας ὑποπλησθέντα μάλιστα μὲν ἐκποδὼν γενέσθαι καὶ διαδρᾶναι τὴν πεῖραν φανερὸν καταστῆναι ἢ τὴν Ἅιδου κυνῆν ὑπελθόντα λαθεῖν, ὑπὸ δὲ τοῦ πλήθους καὶ ἄκοντα συνωθούμενον ἀναγκαίως τὴν κάμινον εἰσελθεῖν· εἶτα αὐτὸν θᾶττον οὕτω περιελάμβανεν ἤδη καὶ κατεβόσκετο ὡς οὐδὲ μίαν ὕλην ἑτέραν καῦσαι ῥᾴδιον· καὶ εἴ γε μὴ φθάσας ὁ μέγας Ἕλενος οἰκτείρων ὥσπερ τῆς συμφορᾶς τὸν ἄθλιον ἡμίφλεκτον εὐθὺς γενόμενον τοῦ πυρὸς ἀνεσώσατο, κἂν εἰς τέλος αὐτῇ μαγείᾳ καὶ τοῖς σοφίσμασι διεφθάρη, καλῶς οὕτω τοῦ πυρὸς τὴν ἀπάτην σὺν ἀληθείᾳ κολάσαντος. Ταῦτα ἐκείνων λεγόντων ἡ μακαρία παντοία ὑπὸ περιχαρείας ἐγίνετο, ἤδετο, ἐξεπλήττετο, τῶν ἀπαγγελλόντων ἐδέετο προσαχθῆναί τε δι᾽ αὐτῶν καὶ συστῆναι τῷ ἐπισκόπῳ αὐτήν τε καὶ οὓς ἐπάγεται ἀδελφούς, καὶ οὕτως ὑπὸ τῇ μονῇ τῇδε ζῆσαι κοινῇ συνδιάγοντας. Οὕτω
col. 619–620page 156 of 246
PG 116:619μετὰ πολλής δεομένη της προεδρίας πείθει δὴ τῶν παρόντων ένα τι Εὐτρόπιον εἴσω καλούμενον πέντε ταύτη γενέσθαι καὶ τῷ ἐπισκόπῳ τὴν δέησιν προσ αγγεῖλαι. Ὁπηνίκα δὲ καταλύσας, φησίν, εἶτα μι κρῶν διαναπαυσάμενος ἐκείνως καὶ κατὰ σχολὴν ἐκεῖνος ὑπέχει τὴν ἀκοὴν τῷ λέγοντι. Θ΄. Ἐν ᾧ δὲ ταῦτα πρὸς ἀλλήλους ὡμίλουν, ἤγγισαν τῷ μοναστηρίῳ, καὶ αὐτοί τε μετὰ τοῦ ἐπισκόπου εἰσήεσαν, καὶ τὴν Εὐγενίαν εἶχον συνεισώσα νεανίσκῳ πρὸς ἀκρίβειαν ἐοικυίαν τῇ τε κόμη καὶ τῇ στολῇ. Ἔπει δὲ ὡρμημένου τοῦ Εὐτροπίου γνω ρίσαι τῷ ἐπισκόπῳ τὰ κατ' αὐτήν, ὄνειρός τις ἐξ ίπταται τῷ Ἑλένῳ μετὰ τὴν θείαν μυσταγωγίαν πρὸς ὕπνον κλίναντι. Καὶ ὁ ὄνειρος γλυπτόν τι εἶχε γυναικὸς εἴδωλον ὑπ' ἀνόμων ἐντίμως διαπο ταζόμενον καὶ τοῦτο νομίζεσθαι παρ' αὐτοῖς ὡς θεόν· τὴν δὲ τῇ ἀπάτῃ τῶν ἀνθρώπων περιαλγήσαντα, εἰπεῖν πρὸς τὴν παρ' αὐτοῖς θεάν· Εἶτα, σὺ δὲ ἀνέχῃ κτίσμα τοῦ Θεοῦ καὶ ἡμῖν ὁμόδουλος ὑπ' αὐτῶν προσκυνεῖσθαι καὶ τῷ Θεῷ νομίζεσθαι; Τοῦτο ἐκεί νην ἀκούσασαν εὐθὺς ἔτι βασταζομένην ἀποστῆναι μὲν τῶν ἀνδρῶν, ἀκολουθεῖν δὲ αὐτῷ τοιαύτας ἀφιε σαν φωνάς· ἀλλ' ἔγωγε οὐδαμῶς ἀποστήσομαί σου ἕως ἂν τῷ κτίστῃ με προσαγάγης. Ταῦτα μὲν ὁ Ἕλενος ἑώρα κατὰ τοὺς ὕπνους. Διεγερθεὶς δὲ ἀπο ρεῖ καθ' ἑαυτὸν εἰς τί ἂν καὶ ἀποβαίη τὸ ὀφθέν. Καὶ αὐτίκα παρέστη ὁ Εὐτρόπιος, ὃς ἄρα καὶ ὡς περὶ ἀνδρὸς τῆς Εὐγενίας διεξελθὼν τὸν λόγον, Ἄνδρες, ἔφη πρὸς τὸν ἐπίσκοπον, τρεῖς, ἀδελφοὶ τὰς ψυχάς, ἀδελφοὶ τὰ σώματα, ὁμοφρόνως ἄρτι τε Ἑλλήνων ἐξομοσάμενοι, ἀνὰ τὴν σὴν διατρίβουσι ποίμνην Χριστῷ προσελθόντες τοῦ τε θείου βαπτίσματος ἀξιοῦντες τυχεῖν, εἶτα κείρασθαι τὰς κόμας καὶ τοῖς ὧδε μοναχοῖς ἐγκριθῆναι. Νέοι δὲ ὄντες καὶ ἀλλήλων ὑπερφυῶς ἠρτημένοι καὶ τοῦτο πρὸς τοῖς ἄλλοις αἰτοῦνται μίαν αὐτῶν ἐν μηδενὶ γενέ σθαι διάστασιν, μὴ κατὰ τὴν ἐργασίαν, μὴ κατὰ τὴν οἴκησιν, μήτε μὴν περί τινα ἄλλην ἀναστροφήν, ἀλλ' οὕτως ἀδιαιρέτους εἶναι Χριστοῦ τῷ ὀνόματι συνημμένους. Ταῦτα πρός με εἰρήκασι δακρύων αὐτῶν τοῖς προσώποις ὑποῤῥεόντων, καὶ πάντα πρὸς σὲ διασαφῆσαι θερμῶς ἠξίωσαν. Ι΄. Πρὸς ταῦτα τὸν ὄνειρον ὁ μακάριος Ἕλενος συμβαλὼν καὶ ὅπερ ἔδει χάριν Θεῷ ὑπὲρ πάντων ὁμολογήσας, ὑπ' ὄψιν αὐτῷ τοὺς τρεῖς ἅμα πρὸς αὐ τὸν στῆναι κελεύει. Ὡς δὲ παρέστησαν, λαβόμενος Εὐγενίας εὐθὺς ἐκ τῆς δεξίας, καὶ ἱλαρώτατος αὐτῇ ἐντυχὼν ἤθει τε εὐπροσίτῳ καὶ προσώπῳ φαιδρῷ ὀνόματα τούτων καὶ γένος καὶ πατρίδα διεπυνθάνετο. Ἡ δὲ μετὰ τῆς φίλης αἰδοῦς καὶ τοῦ παρθένῳ μάλιστα προσήκοντος ἐρυθήματος, Πατρὶς μὲν ἡμῖν, ἔφη, ὦ θεία μοι κεφαλή, καὶ γένος ἡ μεγαλόδοξος Ῥώμη, ἀδελφοὶ ἀλλήλων ἡμεῖς, ὀνόματα δὲ τῷ μὲν πρώτῳ Πρωτᾶς, τῷ δὲ μετὰ τοῦτον Ὑάκινθος, ἐμοὶ δὲ Εὐγένιος. Ἡδὺ δὲ αὐτῇ προσβλέψας ὁ μακάριος Ἕλενος, Εὐλόγως, ἔφη, Εὐγένιον σεαυτήν, ὦ Εὐγε νία, μετακαλεῖς, ἵνα δή σοι καὶ τὸ ὄνομα πρὸς τὸ φρόνημα ᾖ ἀνδρείαν τε ψυχὴν ἐχούσῃ καὶ πολὺ τὸ ἀῤῥενωπὸν ἐν ἅπασιν ἐπιδεικνυμένῃ. Ἀλλὰ νικῴης
col. 621–622page 157 of 246
PG 116:621καὶ ἔτι τῇ προθέσει τὴν φύσιν καὶ κατισχύσεις ἐν Χριστῷ, δι᾿ ὃν καὶ νῦν τὰ τῶν ἀνδρῶν ὑποκρίνῃ, γυνή οὖσα καὶ μεταλαβοῦσα διὰ τὸν πρὸς αὐτὸν ἔρωτα καὶ σχῆμα καὶ ὄνομα. Καὶ ταῦτα οὐ θριαμβεύειν τὰ σὲ βουλόμενος ὁ Θεὸς ἐμοὶ διευκρίνησεν, ἀλλ᾽ ἵνα γνῷς ὅσα μέλει τῷ Θεῷ σου, μηδὲν ἀποκρύψας τῶν σῶν ἔδειξεν ὅστις τε εἴης καὶ ὅπως ἔχεις, καὶ τίνες οἱ περὶ σὲ καὶ οἵας δόξης ἐν τῷ βίῳ καὶ γένους ἔτυχες. Σπεῦσον οὖν, Εὐγενία, μὴ ἔλαττον τὸ τῆς ψυχῆς εὐγενὲς ἢ τὸ τοῦ σώματος ἐπιδείξασθαι. Καὶ γὰρ δή μοι καὶ τοῦτο τῶν ἄλλων οὐχ ἧττον ἐγνώρισεν ὁ Θεὸς, ὅπως αὐτῷ καθαρὸν δοχεῖον σεαυτὴν προητοίμασας τὴν μὲν παρθενίαν ἄσπιλον, τὴν δὲ καρδίαν ἄμωμον τηροῦσα, καὶ τὴν μὲν τοῦ βίου δόξαν ἀδοξίαν νομίζουσα, τὸν δὲ πλοῦτον πενίαν, λύπας δὲ τὰς ἡδονάς, καὶ οὐδὲν ἔχουσα μέγα τὴν παρὰ ἀνθρώποις εὐγένειαν, ἐκείνης δὲ μόνης ἐρῶσα ἧς ἔκπτωτοι διὰ τὸν πρῶτον, καὶ κληρονόμοι διὰ τὸν δεύτερον Ἀδάμ γεγόναμεν. Καὶ ταῦτα μὲν πρὸς Εὐγενίαν ὁ Ἕλενος. ΙΑ΄. Πρὸς δὲ τὸν Πρωτᾶν καὶ Ἱάκινθον. Ὑμεῖς δὲ, φησίν, οὐδὲ γὰρ, οὐδὲ τὰ ὑμῶν εὐδόκησε λαθεῖν ὁ Χριστός, οἵ γε τὴν μὲν τύχην δοῦλοι, τὴν δὲ γνώμην ἐλεύθεροι τυγχάνετε ὄντες, καὶ τὸ τῆς ψυχῆς ἀδέσποτον σεμνύνετε ἀξίωμα διατηροῦντες τῇ ἀρετῇ, πρὸς οὓς καὶ ὁ Χριστός, « Οὐκέτι ὑμᾶς καλῶ δούλους, ἀλλὰ φίλους, » φησί· μακάριοι τῆς ἐλευθερίας, μᾶλλον δὲ τῆς πρὸς Χριστὸν φιλίας καὶ οἰκειώσεως· διότι τὸν ἐκείνου ζυγὸν ὑπελθεῖν ἑλόμενοι ἐν μιᾷ τῇ πρὸς ἀλλήλους συμπνοίᾳ οὐδὲν ἐμποδὼν οὐδὲ τῇ μακαρίᾳ ταύτῃ τοῦ ἀγαθοῦ κατέστητε ἐγχειρήματος, ἀλλὰ νῦν τε αὐτῇ προθύμως συμπάρεστε, καὶ ἀπιούσῃ τοῦ βίου κἀκεῖ συμπαρέσεσθε, καὶ τῶν ἴσων αὐτῇ στεφάνων καὶ γερῶν τεύξεσθε. Ταῦτα μηδενὸς ἄλλου παρόντος ὁ ἐπίσκοπος εἰρηκὼς τὴν μὲν Εὐγενίαν ἀφίησι τῷ ἀνδρικῷ σχήματι προσμένειν, οὐδενὶ τοῦτο γνωσθὲν οὔτε πρῶτον οὔτε μὴν μετὰ τὴν τοῦ ἐπισκόπου διάλεξιν. Ἥτις σύναμα καὶ τοῖς εὐνούχοις οὐ πρότερον αὐτὸν ἀνῆκεν ἕως ἐκείνου χερσὶ τοῦ θείου καταξιωθέντες βαπτίσματος τὸ σχῆμά τε ἤμειψαν καὶ τῇ τῶν μοναχῶν χορείᾳ συγκατελέγησαν. Τοιαῦτα μὲν ὅσα τὸ μέχρι τοῦδε διὰ Χριστὸν Εὐγενία διεσκέψατό τε καὶ θεοφιλῶς διεπράξατο· τὰ δὲ ἐντεῦθεν ὅπως τε οἱ τεκόντες ἐπ᾿ αὐτῇ διετέθησαν, καὶ οἷα μὲν περὶ αὐτῆς ἐλογίζοντο, οἷα δὲ μετὰ ταῦτα τῶν ἐλπίδων διαμαρτόντες ἤλγησαν· διψᾶτε γάρ, οἶδα, καὶ ταῦτα μαθεῖν· ἄξιον παρελθεῖν οὐδαμῶς. ΙΒ΄. Ἐπεὶ γὰρ ἀωρὶ τῶν νυκτῶν μηδενὸς αὐτοῖς τὸ πραχθὲν αἰσθομένου ἡ Εὐγενία μὲν τοῦ ὀχήματος ἀψοφητὶ κατῆλθεν, Ἰάκινθος δὲ καὶ Πρωτᾶς τῶν ἄλλων ὁμοίως ἐξεχωρίσθησαν, κενὸν δὲ τὸ ὄχημα τοῖς προπορευομένοις ἐπηκολούθησεν· οἱ προάγοντες παῖδες τοῦτο μὲν διὰ τὸν καιρὸν, τοῦτο δὲ καὶ διὰ τὴν τοῦ πραττομένου ἐπίκρυψιν μηδὲν τῶν ὄπισθεν
col. 623–624page 158 of 246
PG 116:623γενομένων αἰσθόμενοι, ἐπεὶ καὶ τί ζώων ἀκολουθούν εἶχον, ἄλλως τε δέ καὶ τοῦ Θεοῦ συλλαμβανομένου τῇ περὶ τοῦτο οἰκονομία, εὐθὺ τῆς Ἀλεξανδρείας ὡς εἶχαν ἔσευσαν. Ἐπεὶ δὲ ἤδη τῇ πόλει προσέσχον, οἱ μέν τῆς οἰκίας γνόντες ἐξήεσαν μεθ᾽ ὅστις ἂν εἴποις τῆς ἡδονῆς, Εὐγενίαν δῆθεν ἀποληψόμενοι, τῶν τε προπομπών τὸ πλῆθος ὁρῶντες καὶ τὴν ἄλλην τῶν παίδων ἐφεξῆς συνοδίαν. Ὡς δέ καὶ πλησίον γενόμενοι πάντες ἐκθύμως προσέδραμον τῷ σχήματι καὶ τὴν μὲν καθέδραν κενὴν οὕτως ἑώρων, τὴν Εὐγενίαν δὲ οὐδαμοῦ, στεῤῥῶς τῷ ἀδοκήτῳ πληγέντες εἰς δά κρυα τὸ λοιπὸν ἐχώρουν καὶ οἰμωγάς, καὶ κοινῇ τὸ κοινὸν ἀγαθὸν ἐδάκρυον, Τί γέγονε; τί πέπρακται; τί τὸ συμβὲν ἡμῖν ἄμαχον κακόν; λέγοντες. Εἶτα πρὸς ὄνομα τὴν Εὐγενίαν ἀνεκαλούντο, ὄψιν χερσὶ παίοντες, χεῖρας ἀλλήλαις πατάσσοντες, περιφανώς τῷ πάθει μεθύοντες. Ἀλλὰ ταῦτα μὲν τὰ τῶν ἔξω φημι φίλων καὶ γνωρίμων καὶ μηδέν κοινὸν ἐχόντων ἐξ αἵματος· τῶν δὲ ἔνδον δέ τίς ἂν ἐκτραγῳδοίη τὴν συμφοράν; Οἱ γὰρ τεκόντες μικροῦ καὶ ἐπὶ βρόχον ἦλθον, μικροῦ καὶ ξίφος καθ᾽ ἑαυτῶν ἐπεσπάσαντο, τί μὴ φωνοῦντες ἐλεεινόν; τί μὴ ὁρῶντες δακρύων ἄξιον; Ἔξαινον παρειάς, κόνιν τῆς κεφαλῆς κατα χέεον, αἰσχρῶς ἑαυτοὺς τῇ γῇ κατέβαλλον, ἐπεβοῶντο πικρώς, οἱ πατέρες τὴν θυγατέρα, οἱ ἀδελφοὶ τὴν γνησίαν, οἱ δοῦλοι τὴν δέσποιναν· οὐδεὶς ἄτρωτος, οὐδεὶς τοῦ πάθους ἐλεύθερος, ἀλλ᾽ οὕτω κομιδή κατα ειλήφει τὸν οἶκον χωρὶς πυρὸς ἐμπρησμός. ΙΓ΄. Ἐπεὶ δὲ ἄπρακτον τὸ δάκρυον ἑώρων, ἐπὶ τὴν ζήτησιν τῆς φιλτάτης ἦλθον. Ἠρωτῶντο οἱ ἔμ ποροι, περιειργάζοντο γεωργοί, χωρίων οἰκήτορες, ὁδῶν φύλακες, ἐπηρωτῶντο μάντεις, ἐγγαστρίμυθοι, πάντα τά τῶν δαιμόνων ἠρευνῶντο μαντεία, καὶ θυ σίαις ἐθεραπεύοντο. Ὡς δὲ οὐκ ἦν τῆς ζητουμένης ἡ εὕρεσις, ἐν τοῖς πατράσιν ἐπινοοῦσιν οἴ γε παρηγορεῖν δοκοῦντες τοῦ δεινοῦ παραμύθιον· μυθόν τινα πλάττουσι, τοῖς ἀδομένοις παρ᾽ Ἕλλησιν οὐδὲν ἀνό μοιον, ὅτιπερ Εὐγενίας οἱ θεοὶ ἔρωτα σχόντες εἰς οὐρανοὺς αὐτὴν ἀνηρπάσαντο. Ὅπερ τῷ πατρὶ ἅτε πολλοῖς τοιούτοις εἰθισμένῳ τὴν ἀκοὴν εὐπαράδεκ τον ἦν, τιμαίς τε τὴν θυγατέρα διαφερόντως ἐτίμα καὶ ἄγαλμα ταύτῃ χρυσοῦν ἀνεστήσατο καὶ ὡς κοινῇ θεᾷ θύειν ἤρξατο. Ἡ μήτηρ δὲ καὶ οἱ ἀδελφοὶ Ἀβί τας τε καὶ Σέργιος οὐκ εἶχον ὁμοίως, ἀλλὰ πιστεύειν οὕτω τοῖς λεγομένοις ὀκνήσαντες ἰσχυρῶς ἐπένθουν. Πλὴν ἀλλὰ τὰ μετὰ τὴν φυγὴν Εὐγενίας, καὶ ὅπως οὐ γονέων μόνον αὐτῇ, ἀλλὰ καὶ τῶν ἄλλων πρὸς αὐτὴν φιλίως διακειμένων καθίκετο, οὕτως ἔχει. ΙΔ΄. Τῇ Εὐγενίᾳ δὲ πολλὴ μὲν ἡ περὶ τὴν μελέτην τῶν θείων Γραφῶν προσεδρία, πολλὴ δὲ ἡ περὶ τὴν κτήσιν τῆς ἀρετῆς ἐπιμέλεια, παρ᾽ ὅ καὶ μὴ πλεῖον ἢ δύο ἔτη τῇ μονῇ συνδιενεγκοῦσα τῶν πάντων ἐκρά τει, γυνή φημι τῶν ἀνδρῶν. Ὥστε κοινὸν ἡ ἀρετὴ καὶ οὐδὲν ἀπὸ τοῦ γένους κώλυμα τῷ κατορθοῦν βου λομένῳ. Ἡ οὖν Εὐγενία κατ᾽ ἀρετὴν πρωτεύουσα,
Page scan enlarged

Notebook

Full View