PG 116Symeon Metaphrastes
Addendacorrigenda
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected (sonnet, OCR-anchored) · Migne scan — scholarios OCR + scan in the Page/Facsimile views — PG column chips mark the printed columns.
col. 793–794page 1 of 21
PG 116:793πλὴν γὰρ ὀλίγων μικροῦ πάντες οἱ πέριξ συνέδραμον ὅσον τε ἐν ἀσκήσει, καὶ ὅσον ἐν μιγάσι καὶ ὅσον ἐν ἱεροῖς ἢ καὶ ἄλλως ἐν πολιτικοῖς ἦν), κοινωφελή καὶ πρὸς τούτους ποιησαμένη παραίνεσιν, ἐξαιρέτως δὲ πρὸς τὴν ἀδελφιδῆν, περιπαθῶς ἄγαν ἐπὶ τῷ χωρισμῷ ταύτης διακειμένην, ἔπειτα καὶ πρὸς πάντης οδυνηρῶς ἔχοντας, ἐσχάτην ταύτην ἀνειπούσα φωνήν. Τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο, τὴν ἁγίαν ἐκείνην καὶ ἱερὰν ἀφῆκε ψυχήν, ἤδη περὶ τὴν ἐσχάτην τοῦ Δεκεμβρίου μηνός, ὄντος ἡμέρᾳ Κυριακῇ. Τοῦ δὲ καὶ τὸν νεκρὸν ὥσπερ ἔθος εὐσχημόνως τεθῆναι οὐδὲν ὅλως ἀλλοτρίων χειρῶν ἐδέησεν, ἀλλ᾽ αἵ τε χεῖρες αὐτομάτως αὐτῇ τῷ στήθει κατὰ σχῆμα ἐτέθησαν, καὶ οἱ πόδες μάλα σεμνῶς διετάθησαν, τὰ βλέφαρά τε ὥσπερ εἰς ἔτι ζῶσα, εὐφυῶς ἄγαν φιλοσόφως μύσασα ἦν. Δι' ὅλης οὖν τῆς νυκτὸς ἔσαντες ἐπ' αὐτῇ τὰ νενομισμένα, ἄρτι περὶ τὴν ἐν τῇ γῇ κρύπτουσι τὴν τῶν οὐρανῶν ὄντως ἀξίαν, τοῖς ἐκεῖ θαλάμοις οἰκοῦσαν καὶ τοῦ φωτὸς ἐκείνου διηνεκῶς ἀπολαύουσαν, εἰς δόξαν Πατρός, Υἱοῦ καὶ ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΜΑΡΤΥΡΙΟΝ ΤΟΥ ΑΓΙΟΥ ΚΑΙ ΕΝΔΟΞΟΥ ΜΑΡΤΥΡΟΣ ΣΕΒΑΣΤΙΑΝΟΥ. Α΄. Πολλῶν κατὰ διαφόρους καιρούς κατὰ Χριστοῦ καὶ τῶν ἐκείνου μανέντων θεραπευτών, Διοκλητιανὸς καὶ Μαξιμιανὸς ἡ ἐπίσημος ἐν κακοῖς ξυνωρὶς
col. 795–796page 2 of 21
PG 116:795πλέον τῶν ἄλλων εἰς τοσοῦτον τὸν καθ᾿ ἡμῶν ἐξέτειναν διωγμὸν, ὡς μηδενὶ τῶν πώποτε γενομένων ἀπολιτῶν μανίας ὑπερβολήν· τὴν γὰρ τύραννον ἀρχὴν συναιρομένην αὐτοῖς τῆς ἀπονοίας ἔχοντες, ἐφιλονείκουν πᾶσι τρόποις τοῦ ὄντος Θεοῦ τὸ ὑπήκοον ἀποστῆσαι, καὶ τὸ τῆς ἀσεβείας ἀναδείξασθαι κράτος. Β΄. Τούτων οὕτω γινομένων Σεβαστιανός τις, ἀνὴρ καὶ γένει περιφανὴς καὶ δόξῃ περίβλεπτος, τῆς Μεδιολάνων ὁρμώμενος, τοσοῦτον τοῖς τυράννοις αἰδέσιμος ἦν διὰ τὴν αὐτοῦ δοκιμότητα ὡς τοῖς πιστοτάτοις φίλοις ἐναριθμεῖσθαι, καὶ τοῦ στρατιωτικοῦ καταλόγου προτελεῖν. Οὗτος τὸν ὑγιοῦς τῆς πίστεως διαδαχθείς λόγου καὶ βουλόμενος μετὰ καὶ ἄλλων πλειόνων ὑπεραθλῆσαι Χριστοῦ κατ᾿ ἀρχὰς ἔσπευδε λανθάνειν, οὐ τὰς τιμωρίας δεδοικώς, ἀλλὰ ὅπως τῇ ὑποκρίσει ὡς δυσσεβής πιστευόμενος, διδάσκαλος εἴη τῆς ἀληθείας Χριστιανούς, καὶ πολλοὺς ἐντεῦθεν ἐνάγοι πρὸς τὴν εὐσέβειαν. Γ΄. Τοῖς δεσμωτηρίοις γὰρ προσιών, ἔνθα ἐτηροῦντο ὅσοι Χριστιανῶν συλληφθέντες ἐτύγχανον, λόγοις αὐτοὺς εὐσεβέσι πρὸς τοὺς ἄθλους τοῦ μαρτυρίου ὑπήλειψε, πείθων τοῦ μὲν παρόντος βίου ὡς ἐπικήρου καταφρονεῖν, πρὸς τὸν μέλλοντα δὲ μόνον δρᾷν, καὶ πράττειν πάντα ὅπως ἂν τῶν ἀκηράτων μὴ διαμάρτωσιν ἀγαθῶν. Τούτοις τοῖς ῥήμασι πολλοὺς μὲν καὶ ἄλλους ὑπήγετο ἕως θανάτου τοῖς δεινοῖς ἐγκαρτερεῖν· οἱ δὲ πάντων διὰ γένος καὶ πλοῦτον ἐπισημότατοι Μαρκελλίνος καὶ Μάρκος ἦταν, πατρὸς μὲν Τραγκυλίνου, μητρὸς δὲ Μαρκίας, οὐχ ἧττον ἀδελφοὶ τὴν προαίρεσιν δεδειγμένοι ἢ τὰ σώματα. Οἷς μετὰ τὴν χρόνιον κάθειρξιν καὶ τὴν πολλὴν τῶν βασάνων φορὰν ἤδη τῇ τελευταίᾳ μέλλουσιν ὑπάγεσθαι τοῦ ξίφους πληγῇ Χρωμάτιος ὁ τῆς πόλεως ἔπαρχος, προθεσμίας ἡμέρας τριάκοντα δοὺς, ἐκέλευε πάντας τοὺς κατὰ γένος αὐτοῖς προσήκοντας ἀφικνεῖσθαι καὶ τούτους ὁρᾷν, ὡς ἂν τῷ χρόνῳ καὶ ταῖς οἰμωγαῖς τῶν ἐπιτηδείων μαλακισθέντες εἴκοιεν πρὸς τὴν δυσσέβειαν. Δ΄. Καὶ πρῶτος ὁ πατὴρ ἐν ὄψει γενόμενος τῶν υἱῶν τὴν ἀπαιδίαν ὠδύρετο, Τίς μοι, ὦ τέκνα, λέγων, βακτήριον τοῦ γήρως γενήσεται; Τίς ἀποθανόντα περιστελεῖ; Τίς δώσει ταφῇ τὸ ταπεινὸν τοῦτο καὶ ταλαίπωρον σῶμα; Τίς διαδέξεται τὴν ὑμέτερον κλῆρον; Οἰκτείρατέ με, ὦ παῖδες, φείσασθε τῆς νεότητος καὶ τῆς ὥρας ὑμῶν. Μὴ παρίδητε ἐμὲ
col. 797–798page 3 of 21
PG 116:797μὲν ἔρημον παίδων γενόμενον, τὴν δὲ οἰκίαν πρὸς ἀλλοτρίους μεταβᾶσαν, καὶ ἴσως τοὺς μισουμένους, ἅτε τοὺς οἰκείους κληρονόμους μὴ ἔχουσαν. Καὶ ὁ μὲν πατὴρ τοιούτοις τισὶν ἐπλήρου τὸν θρήνον· ἑτέρωθι δὲ ἡ μήτηρ τοῖς ὄνυξι τὴν κόμην σπαραττομένη καὶ τοῦ κόλπου προτείνουσα τοὺς μαστούς, τῶν ὠδίνων τοῦ γάλακτος καὶ τῶν ἄλλων ἐν δάκρυσιν ὑπεμίμνεσκε πόνων, οὓς περὶ τὴν παιδοτροφίαν ἠνέσχετο. Τούς τεκόντας δὲ πάλιν γυναῖκες καὶ παίδων ἄνηβος χορὸς διεδέχετο, αἱ μὲν τὰ τῆς χηρείας δεινὰ καταλέγουσαι, οἱ δὲ φθέγγεσθαι μὴ δυνάμενοι ἀτενέσιν ὄμμασι τοὺς πατέρας προσβλέποντες, εἰς μνήμην αὐτοὺς τῆς ὀρφανίας ἀνέφερον. Πρὸς τούτοις ὅμιλος ὁμηλίκων καὶ φίλων παρήν, Ἀναμνήσθητε, λέγοντες, τῆς καλῆς μετ᾿ ἀλλήλων διατριβής· ἐννοήσατε τὸ γλυκὺ τοῦτο φῶς, οὗ τοῖς λαβοῦσι πεῖραν ἀνιαρὰ πάντως ἡ στέρησις. Τούτοις ἔπαν τὸ δωμάτιον θρήνων ἐπλήσθη· ὡς καὶ τοὺς εἰρημένους ἀθλητὰς πηγὰς ἀφιέναι δακρύων· ὅπερ ἰδὼν ὁ μακάριος Σεβαστιανός, καὶ δείσας μὴ τῷ οἴκτῳ μαλακισθέντες προδώσι τὴν εὐσέβειαν, στὰς ἐν μέσῳ, καὶ τοῖς πᾶσι καταφανὴς γεγονὼς ὡς Χριστιανὸς εἴη, τοιοῖσδε πρὸς τοὺς παρεστῶτας ἐχήσατο λόγοις· Ε΄. Εἰ μὲν μόνιμος, ὡς οὗτοι, καὶ ἀτελεύτητος ἦν ὁ παρών βίος, ἐδοκεῖτε ἂν ἴσως εἰκότα ποιεῖν, τοιούτου πάθους τοὺς ἀθλητὰς ἀποτρέποντες· ἐπεὶ δὲ τὰ παρόντα ῥεῖ καὶ παρέρχεται, καὶ βίος ἡμῖν ἕτερος διαδέχεται ἀτελεύτητός τε καὶ ἄῤῥευστος, τίνος χάριν πείθειν ἐπιχειρεῖτε τοὺς γενναίους ἀγωνιστάς τῶν μενόντων προκρίνειν τὰ διαπίπτοντα; Ἢ οὐκ ἴστε ὅτι μὲν παθεῖν ὑπὲρ Χριστοῦ τὴν τῶν οὐρανῶν προξενεῖ βασιλείαν, τὸ δὲ ἀρνήσασθαι αὐτὸν τὴν ταύτης ἔκπτωσιν τοῖς ἀπαρνουμένοις δίδωσι; Ὅστις γάρ, » φησίν, « ἀρνήσεται με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. » Ἀλλά δὴ δεδοίκατε μὴ οὐκέτι ἔσονται τόνδε τὸν βίον ἀπολιπόντες; Ἐγώ τούτου ἐγγυητής· ὅτι εἰς ἑτέραν ζωὴν μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν γινόμεθα, ἔνθα τὴν ἀμοιβὴν τῶν ἔργων ἕκαστος λήψεται, ἔνθα καὶ οὗτοι κατασκηνοῦντες καὶ Χριστῷ εὐφραινόμενοι μεμνήσονται καὶ γονέων καὶ παίδων καὶ γυναικῶν, τὰ χρηστὰ αὐτοῖς ἐξαιτοῦντες. Παύσασθε οὖν δακρύοντες καὶ μαλακωτέρους ταῖς προθυμίαις αὐτοὺς ἐργαζόμενοι. Ἔσονται γὰρ ὑμῖν σωτῆρες καὶ φύλακες, τῶν μὲν ἀοράτως ἐπιφοιτῶντες, μετὰ δὲ τὴν τοῦ βίου κατάλυσιν εἰς τὰς αἰωνίους δεχόμενοι σκηνὰς συγκοινωνήσονται αὐτοῖς τῆς τερπνότητος. Καὶ ταῦτα μὲν πρὸς τοὺς ἐληλυθότας.
col. 799–800page 4 of 21
PG 116:799Πρὸς δὲ τοὺς γενναίους ἀγωνιστάς, Ορᾶτε, εἶπεν, ὦ στρατιῶται τοῦ Χριστοῦ, τὰ τοῦ πονηροῦ σοφίσματα δι' ὧν ὑμᾶς τῆς σωτηρίας ἀποδουκλῆσαι ζητεῖ; Ο γὰρ διὰ τῶν βασάνων οὐκ ἔπραξε, τοῦτο διὰ τῶν ἐπιτηδείων ἀνῦσαι πειρᾶται. Αλλ' ὑμεῖς γε μὴ ἀγνοήσητε αὐτοῦ τὰ βουλεύματα, εἰδότες ὅτι πᾶσι τρόποις ἡμῖν ἐπιβουλεύει, ὃς νῦν ἰδὼν πρὸς τὸ τέλος τῶν ἀγώνων ἐλθόντας ὑμᾶς, καὶ τὴν ἧτταν μὴ φέρων σπεύδει μετὰ τὴν τῶν δεινῶν καρτερίαν στερώσαι τῶν βραβείων, ἔτι δὲ καὶ Χριστοῦ· τοῦτο γὰρ ἔργον αὐτοῦ καὶ τὰ δεινὰ ἐπιφέρειν. Αλλ' ὑμεῖς στῆτε γενναίως κατὰ τῆς μεθοδείας τοῦ διαβόλου, καὶ μὴ τῷ φόβῳ τῆς τελευταίας πληγῆς ἧς μόνης ὁ ἐχθρὸς κύριος, τὴν τῶν οὐρανῶν πρόησθε βασιλείαν, ἧς τυχεῖν μὲν καλῶν τὸ ἀκρότατον, διαμαρτῆσαι δὲ οὐδὲν ἀθλιώτερον· Τούτοις τοῦ μακαρίου Σεβαστιανοῦ προθυμοποιοῦντος τοὺς ἀθλητὰς τοῦ Χριστοῦ, φῶς οὐρανόθεν αὐτὸν περιήστραψε, καὶ νεανίας ὤφθη λαμπροφορῶν τούτου πλησίον ἑστὼς, ὡς πάντας τοὺς ἰδόντας καταπλαγῆναι, καὶ τῆς ἄνωθεν χάριτος ἔργον τοῦτο ὁμολογῆσαι ἐπιμαρτυρούσης τῷ ἀνδρὶ τὴν ἀλήθειαν. Επηκολούθησε δέ τι καὶ ἕτερον, ὃ μάλιστα τοὺς παρόντας ἔπεισε μόνῳ τῷ ἀληθινῷ προσανέχειν Θεῷ. Γυνὴ γὰρ τις Ζωὴ τοὔνομα σύζυγος Νικοστράτου, ὃς τὴν τοῦ πριμικηρινίου τάξιν ἐπεῖχεν (ἐν δὲ καὶ τοῦτο τῶν ὑπὸ τὴν ἐπαρχικὴν χεῖρα ἀξιωμάτων), νοσήματι περιπεσοῦσα δεινῷ, φθέγγεσθαι μὲν οὐκ ἐδύνατο, συνιέναι δὲ καὶ ἀκούειν τῶν λεγομένων ἀκώλυτον εἶχε τὴν αἴσθησιν. Αὕτη, ἐν νῷ λαβοῦσα τὰ τοῦ μακαρίου Σεβαστιανοῦ ῥήματα (ἐν γὰρ τῇ οἰκίᾳ αὐτῆς ἐτηροῦντο οἱ ἅγιοι), τοῖς ὀφθαλμοῖς ἐνανεύουσα πᾶσι, τὴν χεῖρά τε ἐπισείουσα, καὶ τῶν τοῦ ἁγίου ποδῶν ἁπτομένη, κῆρυξ καὶ σιωπῶσα τῆς ἀληθείας ἐγίνετο. Συνεὶς οὖν ἐκεῖνος ὁ θεῖος ἀνὴρ ὡς οὐρανόθεν ἦν τοῦ γυναίου ἡ κίνησις, καὶ θέλων πολλοὺς εἰς ἐπίγνωσιν διὰ τοῦ θαύματος ἀγαγεῖν, εἰς μέσον αὐτὴν στῆναι κελεύει, καὶ τὸν Χριστὸν ὀνομάσας τὸ λαλεῖν αὐτῇ παραχρῆμα χαρίζεται· ὅπερ ὁ Νικόστρατος ἰδὼν ἀνῆκε μὲν τῶν δεσμῶν τοὺς ἁγίους, συγγνώμην δὲ ὧν εἰς αὐτοὺς ἐπλημμέλησε πρὶν αἰτιασάμενος, ἠξίου ἀπιέναι πόῤῥω τοῦ ἄστεως. Τῶν δὲ μὴ βουλομένων, ἀλλὰ λεγόντων ὡς Οὐ τῶν μαρτυρικῶν στεφάνων ἑτέροις παραχωρήσομεν, Η γάρ, Νικόστρατος ἔφη, μακάριος ἂν εἴην, εἰ τῆς ὑμῶν ἕνεκεν σωτηρίας τὸ ἡμῶν αἷμα ἐξέχεα, ὥστε ἀπολύνασθαι τὸν ῥύπον ὅν μοι προεξένησεν ἡ τῶν δαιμόνων ὑπηρεσία. Αλλ᾽ εἰ τούτου φασί, βούλει τυχεῖν, χρὴ πρότερον τοὺς ἐν διαφόροις εἱρκταῖς τηρουμένους ἐνταῦθα συναθροίσαι, καὶ δῶρον αὐτοὺς τῷ Θεῷ προσαγαγεῖν, εἶτα καὶ πρὸς τὸ ποθούμενον τέλος ἐλθεῖν.
col. 801–802page 5 of 21
PG 116:801Η΄. Εὐθὺς οὖν ὁ Νικόστρατος ἐτέλει τὸ προσταττώμενον, καὶ πάντας τοὺς ἐν δεσμοῖς εἰς τὸν οἶκον αὐτοῦ ἀγαγών, τοῖς ἐκεῖσε Χριστιανοῖς ἐγκατέμιξεν. Οἱ παρὰ τοῦ μακαρίου Σεβαστιανοῦ τὸν λόγον διδαχθέντες τῆς εὐσεβείας προεκαθαίροντο εἰς ὑποδοχὴν τοῦ βαπτίσματος. Χρωμάτιος δὲ ὁ τῆς πόλεως ἔπαρχος, ταύτα μαθών, σὺν ὀργῇ κελεύει Κλαυδίῳ Κομεντερησίῳ ταχέως τὸν Νικόστρατον ἀγαγεῖν, καὶ ἀχθέντι λέγει αὐτῷ· Ἵνα τί, ἀνοσία κεφαλή, τοὺς ἐν δεσμωτηρίοις πάντας ἐν τῷ σῷ οἴκῳ συνήθροισας ; Ὁ δὲ παρακρούσασθαι τέως αὐτὸν βουλόμενος, οὕτω νουνεχῶς ἀποκρίνεται· Οὐ καταφρονῶν, ὦ δικαστά, τῆς σῆς ἐξουσίας εἰς τοῦτο ἦλθον, ἀλλὰ μείζονα Χριστιανοῖς ἐπιτείνων τὸν φόβον, ἵνα τὰς ἐπηρτημένας αὐτοῖς βασάνους ἐν ἑτέροις ὁρῶντες τοῖς τῶν βασιλέων πεισθώσι θεσπίσμασι. Τῆς ἐπινοίας τοίνυν θαυμάσας αὐτὸν ὁ ἔπαρχος, οὔπω γὰρ τὴν ἀπάτην συνίει, πρὸς τὸν οἶκον ἀπιέναι κελεύει· Ὁ δὲ Κλαυδίῳ Κομενταρησίῳ οἴκαδε συναπιών ἀγγεῖτο τὸ τοῦ μακαρίου Σεβαστιανοῦ φιλόθεον, καὶ ὅπως τὰ μέγιστα παρὰ τοῖς βασιλεῦσι δυνάμενος παρεῖτε καὶ δόξαν καὶ πλοῦτον καὶ δυναστείαν, καὶ τῶν σύνεστι Χριστιανοῖς, διδάσκων αὐτοὺς τὴν εὐσέβειαν καὶ τὸν λόγον τῆς ἀληθείας παραδόξοις θαύμασι βεβαιών. Θ΄. Τούτων ἀκούσας ὁ Κλαύδιος δρομαῖος ἀφικνεῖται πρὸς τὴν οἰκίαν, καὶ τοὺς δύο λαβὼν υἱοὺς, ὧν ὁ μὲν νοσήματι χαλεπῷ τὸ τοῦ ὕδρωπος προσεπάλαιεν, ὁ δὲ ὅλος τραυματίας ἦν καὶ λελεπρωμένος, ἦλθε πρὸς Νικόστρατον, ἔνθα ἦσαν καὶ ἅγιοι, καὶ πεσὼν εἰς γῆν προσεκύνει αὐτοὺς, ὁμολογῶν τὴν εὐσέβειαν καὶ τῶν υἱῶν θεραπείαν ἐπιζητῶν. Ὡς δ᾿ οὖν ἅπαν τὸ οἴκημα ἀνδρῶν καὶ γυναικῶν πλῆρες ἦν τῶν δεξαμένων τὸν λόγον τῆς πίστεως, Πολύκαρπός τις ἀνὴρ εὐσεβὴς καὶ πρεσβύτερος τὴν ἱερατικὴν στολὴν ἐνδυσάμενος καὶ τὰς συνήθεις τελέσας εὐχὰς τῷ θείῳ πάντας βαπτίσματι τελειοῖ· μεθ᾿ ὃ τοὺς ἐν ἀσθενείαις ἐξεταζομένους ἦν ἰδεῖν ῥῶσιν λαβόντας καὶ ἀλλήλους πρὸς τὴν ἄθλησιν παραθήγοντας. Ἐπεὶ δὲ ὁ δοθεὶς αὐτοῖς καιρὸς τῆς ἀναβολῆς διέρρευσεν, ὁ ἔπαρχος Τραγκυλίνον μετακαλεσάμενος τὸν Μαρκελλίνου καὶ Μάρκου πατέρα, οὔπω γὰρ ᾔδει ὅτι κἀκεῖνος Χριστιανός ἐστι, λέγει αὐτῷ· Ἔτι οἱ υἱοί σου ἀπειθοῦσι θύσαι τοῖς θεοῖς ; Ὁ δὲ πρὸς αὐτόν, Μακάριοι, εἶπεν, ἐκεῖνοι τῆς τοιαύτης γνώμης, ὅτι τῆς πλάνης ἀπαλλαγέντες, τὴν ἀλήθειαν ἔγνωσαν, κἀμὲ πρὸς ταύτην ὠδήγησαν. Ὁ ἔπαρχος εἶπεν· Ὄντως δὴ καὶ αὐτὸς ἠλλοιώθης τὰς φρένας λόγοις ἀπατηλοῖς πρὸς τὴν κακοδαίμονα ταύτην θρησκείαν μεταβαλών ; Καὶ ὁ Τραγκυλίνος, Εἶχον μὲν, φησί, καὶ αὐτός ποτε οὕτω γνώμης, ὦ δικαστά, καὶ Χριστιανοὺς ἀπατᾶσθαι ἐνόμιζον· ἐπεὶ δὲ τῷ γενναίῳ ἐνέτυχον Σεβαστιανῷ ἀνδρὶ περιφανεῖ καὶ προσφιλεῖ τοῖς κρατοῦσι, παρ᾿ αὐτοῦ τε τὰ τῆς
col. 803–804page 6 of 21
PG 116:803πίστεως ἔγνων ὡς σεμνά τινα καὶ σεβάσμια, ἀλλ' οὐχ οἷα τὰ ὑμέτερα, ῥυπαρά τε καὶ ἔμμυσα, πείρα μεμάθηκα τίνα δεῖ σέβειν Θεὸν, ὃν οἱ ἀγνοοῦντες, εἰ μὴ τολμηρὸν εἰπεῖν, ἐλεεινοὶ τῆς πλάνης. Ο ἔπαρχος εἶπε· Καὶ τίσι λόγοις ἢ ἔργοις πειθόμενος οὕτω μετεβλήθης ὡς καὶ Θεῷ προσανέχειν ὑπὸ σταυρὸν ἐλθόντι, καὶ τἄλλα παθόντι τὰ ἐπονείδιστα ; Τραγκυλίνος εἶπεν· Εἰ ἀνεξικάκως ἤκουες, ὦ δικαστὰ, ἔδειξα ἂν σοι τὸν ἐσταυρωμένον τοῦτον τὸν Θεὸν ὄντα ἀληθινὸν καὶ πάσης ἀοράτου καὶ ὁρατῆς δεσπόζοντα κτίσεως. Ο ἔπαρχος εἶπε· Μετὰ παῤῥησίας, μηδὲν ὑποστειλάμενος φράσον ἡμῖν, ἵνα, εἰ καλῶς ἔχει τὰ τοῦ Θεοῦ σου, κοινωνήσωμέν σοι τῆς θρησκείας. ΙΑ΄. Τραγκυλίνος εἶπεν· Ο Χριστὸς οὗτος, ἔπαρχε, ὃν ὑμεῖς βλασφημεῖτε, Θεὸς ὢν ἀπ᾿ ἀρχῆς ἄφθαρτός τε καὶ ἀναλλοίωτος καὶ τῷ Πατρὶ συνυπάρχων καὶ Πνεύματι, τὰ πάντα παρήγαγεν, ὑποστήσας πρῶτον μὲν τὰς ἀγγελικὰς δυνάμεις καὶ οὐρανίους, εἶτα τόνδε τὸν ὁρώμενον κόσμον, καὶ τελευταῖον τὸν ἄνθρωπον· ὃν καὶ χερσὶ διαπλάσας, βασιλέα τῶν ἐπὶ γῆς καθίστησι καὶ τῷ παραδείσῳ ἐγκατοικίσας κελεύει πάντων μὲν ἀπολαύειν τῶν ἐκεῖσε φυτῶν, ἑνὸς δὲ μόνου ἀπέχεσθαι, παιδεύων αὐτὸν πρὸς ὑπακοήν. Ἀλλ' εἷς τῶν ἀρχαγγέλων, τῆς θείας δόξης δι᾽ ἔπαρσιν, μεθ᾽ οὗ ἐπεστάτει τάγματος ἐκπεσών, οὐκ ἔφερεν ὁρᾶν τὸν ἄνθρωπον ᾠκειωμένον Θεῷ. Ὅθεν ἐλπίσιν ἀπατηλαῖς καὶ ᾧ αὐτὸς ἐκπέπτωκε τρόπῳ τῆς θείας δόξης ἀπογυμνοῖ, καὶ τοῦ παραδείσου καὶ τῆς ἀθανασίας ἀλλοτριοῖ, κἀντεῦθεν οὐ διέλιπεν οὗτος τὴν τῶν ἀνθρώπων φύσιν ποικίλοις περιβάλλων κακοῖς, ὡς ἀποστῆσαι μὲν τοῦ πεποιηκότος Θεοῦ, εἰς εἴδωλα δὲ καταγαγεῖν καὶ χειρῶν πλάσματα. Ὅθεν καὶ νόμος πρὸς διόρθωσιν δίδοται, καὶ προφῆται βοηθοῦσι τῷ τοῦ Θεοῦ πλάσματι. Ἐπεὶ δὲ τοῖς χείροσιν ἐπετείνετο, αὐτὸς ὁ τοῦ Πατρὸς μονογενὴς Υἱὸς ἐπὶ τῆς γῆς ὤφθη, καὶ κατὰ πάντα ἡμῖν ὁμοιωθεὶς χωρὶς ἁμαρτίας τόν τε ἀποστάτην καὶ τοὺς ὑπ᾽ αὐτὸν μετὰ σώματος νικήσας, οὓς ὑμεῖς ἡγεῖσθε θεούς, πρὸς τὴν ἀρχαίαν ἡμᾶς ἐπανάγει εὐγένειαν, καὶ πάλιν πρὸς τὸν Πατέρα μετὰ τοῦ προσλήμματος ἄνεισι, μεθ᾽ οὗ καὶ ἤξει πάλιν, καὶ πᾶν τὸ πλάσμα συνάξει, λόγον δώσον ὧν εὖ ἢ κακῶς διεπράξατο. ΙΑ΄. Ταῦτα, ὦ δικαστὰ, τὰ τῆς οἰκονομίας ἀπόρρητα. Διὰ τοῦτο σταυρὸς, καὶ θάνατος, καὶ ταφή, ἃ ὑμεῖς τῷ Χριστῷ ἐπ᾽ ἀτιμίᾳ προφέρετε, διὰ τοὺς
col. 805–806page 7 of 21
PG 116:805τοῦ δεικνύετε αὐτοῦ τὸ σεβάσμιον. Εἰ γὰρ καὶ ὡς ἄνθρωπος πέπονθεν, ἀλλ᾽ ἐγήγερται ὡς Θεός· εἰ καὶ ὑμεῖς ἀφέντες τὰ Θεὸν αὐτὸν περιστῶντα, τοῖς τῆς ἀνθρωπότητος ἐγκαταμένετε, τὴν οἰκονομίαν αὐτοῦ καὶ ἀσθένειαν λογιζόμενοι, καὶ οὐδὲ τὰ παραδόξως τότε καὶ νῦν ἐν τῷ ὀνόματι αὐτοῦ ἐνεργούμενα πέπεικεν ὑμᾶς ὀψέ ποτε ἐπιγνῶναι τὴν πλάσαντα, Η οὐχ ὁρᾷς οἷος κἀγὼ ἐκ τῆς πρὸς αὐτὸν ὁμολογίας καὶ τοῦ βαπτίσματος ἀναπέφηνα, ὁ πρὶν παρειμένος καὶ μηδὲ βαδίζειν σχεδόν δυνάμενος; ΙΒ΄. Ἐπεὶ τοῦτο ὁ ἔπαρχος ἤκουσε καὶ τὸ ἀληθὲς τῆς εὐσεβείας σαφὲς ἐδιδάσκετο, ἐκποδὼν τοὺς παρεστώτας ποιησάμενος, καλεῖ τὸν Τραγκυλίνον, καὶ λέγει αὐτῷ· Ὁρῶ, ἀδελφὲ, ὅτι οὐκ ἄλλος ἢ μόνος οὗτος Θεός, ὁ παρ᾽ ὑμῶν προσκυνούμενος, ᾧπερ εἰ βούλει καμὲ προσελθεῖν, νῦν μὲν ἄπιθι ἐν ἀποῤῥήτοις ἔχων τὸ βούλημα οἴκαδε, τῇ δὲ ἑξῆς τοὺς ἁγίους λαβών, οὓς προεστάναι φῆς τῶν συνειλεγμένων Χριστιανῶν, ἄγαγε πρός με σπεύδων μηδένα τούτους ἰδεῖν. Μέλλω γὰρ κἀγὼ δι᾽ ἐκείνων προσαχθῆναι Χριστῷ. Μετὰ ταῦτα ὁ Τραγκυλίνος εἰς τὸν αὐτοῦ οἶκον ἐλθὼν, καὶ τὰ κατὰ τὸν ἔπαρχον τοῖς ἁγίοις γνωρίσας, εὐφροσύνης τούτους πληρῶν μαθόντας τὸν πρότερον διώκτην θερμὸν ἐσόμενον ὅσον οὔτω τῆς εὐσεβείας ἀγωνιστήν. Ὅθεν μὲν ψαλμοῖς καὶ ὕμνοις τὴν νύκτα πᾶσαν διήνεγκαν, καὶ ἅμα πρωὶ λαβὼν ὁ Τραγκυλίνος τοὺς ἁγίους Σεβαστιανὸν καὶ Πολύκαρπον πρὸς τὸν ἔπαρχον ἔρχεται, οὓς ἐκεῖνος ἰδὼν, ἀνέστη καὶ τῶν ποδῶν αὐτῶν ἐφαψάμενος, ἐδεῖτό τε κατεχούσης νόσου ἀπαλλαγῆναι. ἦν γὰρ τὸ σῶμα αὐτοῦ σεσωρευμένον εἰς ὄγκους ἅπαντας πεπωρωμένον, ὡς ἐντεῦθεν αὐτῷ βραδεῖαν καὶ ναρκώδη τὴν κίνησιν γίνεσθαι. Τῶν δὲ ὑπισχνουμένων τὴν ἴασιν εἰ ἐξ ὅλης καρδίας πιστεύσοι τῷ Θεῷ, φωνῇ μεγάλῃ τοῦτο ἀνωμολόγησεν. Ἀλλὰ καὶ τὰ ἐν τῷ οἴκῳ αὐτοῦ ξόανα ταῖς τῶν ἁγίων ὑποθήκαις συντρίψας, καὶ ὡς χοῦν λεπτύνας, ἔργῳ τὴν πίστιν ἐπεδείξατο. ΙΓ΄. Ἔνθα καὶ γίνεταί τι λόγου καὶ μνήμης ἄξιον. Τιβούρτιος γὰρ ὁ υἱὸς Χρωματίου, ἔτι περὶ τὴν πίστιν ἀμφίβολος ὤν, ἐπεὶ τὰ μὲν ἄλλα τοῦ πατρὸς εἴδωλα συνετρίβη, ἓν δέ τι θαυμαστὸν ὑπολέλειπτο ἔργον ἐν ᾧ πᾶσα ἀστρολογία καὶ ἡ τῶν οὐρανίων κίνησις ἦν, τοῖς ἄλλοις ἐπιδυσχεράνας αὐτοῦ περιείχετο, καὶ οὐκ εἴα πρότερον συντριβῆναι ἢ πεῖραν δι᾽ αὐτοῦ τῶν ἁγίων λαβεῖν, καὶ ἔργῳ βεβαιωθῆναι πρὸς τὴν εὐσέβειαν· καὶ δὴ κλιβάνους ἐνεγκὼν καὶ πῦρ ὑποστρώσας ὥστε πυρακτωθῆναι, λέγει τοῖς ἁγίοις· Ἴστε σαφῶς ὡς, τοῦ καλοῦ τούτου συντριβέντος ἔργου, εἰ μὲν ῥῶσιν, ὡς ὑπέσχεσθε, ὁ ἐμὸς εὕροι πατήρ, ἀληθὴς ἔσομαι κἀγὼ Χριστοῦ μαθητής· εἰ δὲ καὶ μετὰ τὴν τούτου συντριβὴν ἡ
col. 807–808page 8 of 21
PG 116:807νόσος ἐπικρατοίη τῇ ὁρωμένῃ ταύτῃ δίκῃ ὡς ἀπατεῶνας ὑμᾶς ἐμβαλῶ. Ο μὲν οὖν πατὴρ διεκώλυεν αὐτὸν τῆς τοιαύτης πείρας ἀπέχεσθαι. Οἱ δὲ ἅγιοι, ἅτε Θεῷ πεποιθότες, τὰς συνθήκας ἀσμένως δεξάμενοι, πρὸς τοῦτο κατένευσαν. Οὗ γενομένου, φῶς εὐθὺς περιέλαμψε τὸν Χρωμάτιον, καὶ νεανίας τὴν ὥραν λαμπρὸς ὀφθεὶς εἶπεν αὐτῷ· Μακάριος εἴ, ὅτι ἐπίστευσας τῷ Χριστῷ, ὃς νῦν ἀπέσταλκέ με πρὸς σὲ δοῦναί σοι τῆς κατεχούσης νόσου ἀπαλλαγήν. Καὶ ἅμα τῷ λόγῳ ἡ τῶν μελῶν πάρεσις διαλέλυτο, καὶ ἦν ἰδεῖν τὸν πρὶν μόλις βαδίζοντα ἐλάφου δίκην τότε ἀλλόμενον. Εφ᾽ ᾧ καταπλαγείς ὁ Τιβούρτιος τοῖς ἁγίοις προσπίπτει, Θεὸν ἀληθινὸν ὁμολογῶν τὸν Χριστὸν, καὶ δεόμενος τοῦ θείου τυχεῖν βαπτίσματος. Οἱ ἁγίοι τοίνυν σὺν ἡδονῇ τεταγμένον αὐτῷ τε καὶ τῷ πατρὶ δόντες καιρὸν ὥστε τὸν ἐκ τοῦ προτέρου βίου μολυσμὸν ἀποπλύνασθαι, τοῦ θείου αὐτοὺς καταξιοῦσι λουτροῦ. Καὶ μετὰ ταῦτα προφάσει νόσου τὴν τοῦ ἐπάρχου ἀρχὴν ἀποσεισάμενος ὁ Χρωμάτιος (οὔπω γὰρ ἐβούλετο γνωσθῆναι αὐτοῦ τὴν μετάθεσιν), καὶ πᾶσαν τὴν κτῆσιν τοῖς δεομένοις σκορπίσας, τοῖς τε δούλοις ἐλευθερίαν παρασχών, τὸ λοιπὸν συνῆν τοῖς ἁγίοις, πλέον πρὸς τὴν εὐσέβειαν ὁδηγούμενος. ΙΔ'. Ἀλλ' εἶχε μὲν οὕτω ταῦτα ἕως Καρίνος τὰς Γαλλίας διεῖπεν, ὃς μαλακώτερον τοῖς Χριστιανοῖς ἐποίει τὸν διωγμόν. Ἐπεὶ δὲ οὗτος ἐτεθνήκει, βαρύτερος κατ' αὐτῶν ἐῤῥαγη διωγμός, καὶ στῆλαι πανταχοῦ τῆς πόλεως Ῥώμης ἀνηγείροντο, ἐν ἀγοραῖς, ἐν πηγαῖς, ἐν πολητηρίοις, ἔνθα τοὺς μὲν θύοντας τοῖς θεοῖς συνεχώρουν καὶ ὕδατος καὶ τῶν ἄλλων μεταλαμβάνειν, τοὺς δὲ ἀπειθοῦντας κεναῖς ἀπέπεμπον ταῖς χερσί. Τότε τοίνυν Χρωμάτιος σύμβουλον λαβὼν τὸν ἱεράρχην τῆς πόλεως. Γάϊος αὐτῷ ὄνομα, πρῶτον μὲν πάντας Χριστιανοὺς εἰς τὴν οἰκίαν ἀγαγὼν πᾶσιν ἐδεξιοῦτο τοῖς ἀγαθοῖς, καὶ οὐκ εἴα προσβαίνειν τοῦ δωματίου, τοῦτο γὰρ ἀσφαλέστερον διὰ τοὺς ἀσθενεστέρους ἐγίνωσκεν· ἐπεὶ δὲ οὐχ οἷόν τε ἦν λανθάνειν ἐπὶ πολὺ διὰ τὸ σφοδρὸν τοῦ διωγμοῦ, εἴς τι τῶν προαστείων ἔγνω ἀπαίρειν, πρός τε τὸ λαθεῖν καὶ πρὸς πᾶσαν καρποφορὰν ἐπιτήδειον, μετὰ τῶν ἀσθενεστέρων Χριστιανῶν, κἀκεῖσε διαδιδράσκειν τὸν κίνδυνον. Ἐπεὶ δὲ ὁ τοῦ Χριστοῦ λαὸς εἰς δύο μέρη διῄρητο, εἴς τε τὸ μένον καὶ εἰς τὸ ἀπιέναι βουλόμενον, ἐγένετό τις μεταξὺ τῶν μακαρίων Σεβαστιανοῦ καὶ Πολυκάρπου ἐπαινουμένη διαφορά· τοῦ γὰρ λαοῦ διαιρεθέντος ἔδει καὶ τούτους ἅτε τῶν ἄλλων προὔχοντας ἀλλήλους διαζευχθῆναι, καὶ τὸν μὲν τοῖς ἀποδημούσιν ἀκολουθεῖν, τὸν δὲ συγκαταλειφθῆναι τοῖς μένουσιν. Ἀμφότεροι δὲ ποθοῦντες τοῦ μαρτυρίου μετασχεῖν, ἑκάτερος μένειν ἐβούλετο, καὶ κίνδυνον ἡγεῖτο διαμαρτεῖν τῆς ἀθλήσεως. Ἀλλὰ ταύτην ἀγαθὴν ἔριν λύει Γάϊος οὕτως εἰπών·
col. 809–810page 9 of 21
PG 116:809ΙΕ΄. Εἰ μὲν μία ἦν πρὸς σωτηρίαν φέρουσα ὁδός, ὦ μακάριοι, καλῶς ἂν εἶχε, οὕτω τῆς ἀθλήσεων ἀντεχομένοις, ἵνα μὴ τῆς σωτηρίας ἐκπέσητε. Ἐπεὶ δὲ καὶ ἡ τοῖς ὁμολογίας τοῦτο δίδωσιν ἦν καὶ μᾶλλον ἀσφαλεστέραν οἶδα καὶ ἀκίνδυνον, εἰ μὴ τὴν διαμάχην ἀπολιπόντες παραχωρεῖτε ἀλλήλοις τῆς ἐπαινετῇς διαιρέσεως; Οὐ γὰρ ὅσιον οὓς τῷ Χριστῷ συνήψατε, τούτους ἀπαιμάντους ἀφεῖναι. Δοκεῖ δέ μοι μᾶλλον Πολύκαρπον τοῖς ἀπιοῦσι συνεπελθεῖν ἱερωσύνῃ διαλάμποντα, καὶ ἱκανὸν ὄντα καλῶς ἄγειν αὐτούς. Ταῦτα τοῦ μακαρίου Γαίου εἰπόντος, καὶ πάντων τοῖς λεγομένοις ἐπινευσάντων, Τιβούρτιος ὁ υἱὸς Χρωματίου ἠξίου μὴ συναποδημεῖν τῷ πατρὶ, ἀλλὰ τῇ πόλει ἐγκαταμένειν, καὶ τὸν τοῦ μαρτυρίου ἐκδέχεσθαι στέφανον. Καὶ συγχωρήσαντος τοῦ Γαΐου διὰ τὴν πολλὴν τοῦ παιδὸς ἔνστασιν, ὁ μὲν τὸ λοιπὸν συνῆν τοῖς ἁγίοις καὶ πρὸς τὴν ἄθλησιν ἡτοιμάζετο· ὁ δὲ μακάριος Γάϊος τοὺς καταλειφθέντας μακροῖς τισι λόγοις πρὸς τοὺς προκειμένους ἐπιθαρρύνας ἀγῶνας, καὶ Μαρκελλίον μὲν καὶ Μάρκον τῷ τῶν διακόνων τάγματι, τὸν δὲ τούτων πατέρα τῷ τῶν πρεσβυτέρων ἐγκαταλέξαι, Σεβαστιανὸν δὲ τὸν ἀοίδιμον τῆς ἐκκλησίας ἔκδικον καταστήσας, σὺν αὐτοῖς ἑσημέραι διέτριβε νηστείας σχολάζουσι καὶ προσευχαῖς, καὶ τοῦ Θεοῦ δεομένοις ἐν μαρτυρικὸν ἀναδήσασθαι στέφανον. Τινὲς δὲ νόσας πολυειδέσιν ἐξετόμενοι λάθρα πρὸς αὐτοὺς ἀφικνούμενοι ὑγιεῖς ἀπηλλάττοντο, καὶ θαύματα παρ᾽ αὐτῶν ἐτελεῖτο παράδοξα, ὧν τὰ μὲν ἄλλα παρήσω, φεύγων τοῦ λόγου προσκορές· ἑνὸς δὲ μόνον ἐπιμνησθήσομαι. ΙϚ΄. Κατιὼν ποτὲ ὁ Τιβούρτιος ἐκ τῆς οἰκίας, ἔνθα ἦσαν οἱ ἅγιοι, ἐνέτυχέ που κατὰ τὴν ἀγορὰν ἄνω ἐξ ὅμους πεσόντι, καὶ οὕτω δεινῶς ἔχοντι, ὡς τοὺς ἐπιτηδείους ἀπογνόντας αὐτοῦ τὴν σωτηρίαν, τοῦ ἑτέρου μόνου καὶ τῆς ὁσίας φροντίζειν. Πλησιάσας οὖν τῷ κειμένῳ καὶ τὴν συνήθη ἐπ᾿ αὐτῷ τελέσας εὐχήν, ὑγιὰ τοῦτον τοῖς προσήκουσιν ἀποδίδωσι, πρὸς οὓς καὶ φησίν· Εἰ βούλεσθε καὶ ὑμεῖς παράδοξα ἔργα τελεῖν, πιστεύσατε τῷ Χριστῷ, παρ᾽ οὗ κἀμοὶ τῶν θαυμάτων ἡ δύναμις. Ἐπεὶ δὲ πειθομένους εἶδεν αὐτῷ, πρὸς Γάϊον ἤγαγεν εἰπών, Δέξαι τούτους, πάτερ τίμιε, οὓς δι᾿ ἐμοῦ σήμερον κέρδανεν ὁ Χριστός. Ὁ δὲ κατηχήσας αὐτοὺς καὶ τῷ θείῳ τελειώσας βαπτίσματι τοῖς λοιποῖς συγκατέλεξεν ἁγίοις. Ἀλλ᾿ ἤδη καιρὸς εἰπεῖν ὅπως τὸ τέλος ἀπήντησε τῆς ἀθλήσεως· ὃ δὴ καὶ ποιήσω τῶν ἄλλων ἀφέμενος. ΙΖ΄. Ἡ μακαριωτάτη Ζωὴ ἐν τῇ σορῷ ποτε τοῦ
col. 811–812page 10 of 21
PG 116:811ἀποστόλου Πέτρου προσευχομένη παρὰ τῶν δυσσεβῶν συλλαμβάνεται, καὶ τῷ ἄρχοντι τῆς γειτονίας προσάγεται. Κελεύοντι οὖν αὐτῷ τῷ ἐκεῖσε τοῦ Ἄρεος ἀνδριάντι θύσαι μετ᾿ αἰδοῦς εἰποῦσα ὡς ἡ Ἀφροδίτη μᾶλλον τέρψειεν τοῦτον ἢ ἐγώ, ἡ μὲν τὸ λοιπὸν ἐσιώπα, τὰ ὄμματα εἰς γῆν ἐρείδουσα· ὁ δὲ πρὸς τὸν λόγον τοῦτον ἀγριάνας ἐκέλευσε αὐτὴν ἀσφαλῶς τηρεῖσθαι καὶ μήτε φῶς ὁρᾶν, μήτε σιτίων μεταλαμβάνειν. Ἓξ δὲ διελθουσῶν ἡμερῶν τῷ ἐπάρχῳ Φλαβιανῷ παραπέμπεται· ὃς ἀπειθοῦσαν αὐτὴν ἰδὼν ἐκέλευσεν ἐπί τινος ὑψηλοῦ δένδρου κατὰ κεφαλῆς ἀναρτηθεῖσαν καὶ πολλῷ τῷ καπνῷ κάτωθεν καταπνεομένης, οὕτως ἀποθανεῖν. Τούτου δὲ γενομένου οἱ μιαιφόνοι τῷ σώματι ταύτης λίθον προσδήσαντες κατὰ τοῦ Τιβέρεος ἀκοντίζουσι ποταμοῦ, τὰ μέγιστα ζημιοῦντες Χριστιανούς. ΙΕ΄. Ὡς οὖν τὸ μαρτύριον τῆς μακαρίας Ζωῆς τοῖς ἁγίοις ἐγνώσθη, τοσοῦτον ἅπαντας πρὸς τὸν ὅμοιον παρέπηξε ζῆλον, ὥστε τὸν Τραγκυλίνον πρὸς τὸν μακάριον Σεβαστιανὸν, Ὁρᾶς, ὦ κύριέ μου, ὅπως αἱ γυναῖκες τὸ τῆς φύσεως ἀσθενὲς τῇ προθυμίᾳ ἐπιβρώσκσαι τοὺς στεφάνους προαρπάζουσι. Καὶ ἅμα τῷ λόγῳ τοῦ δωματίου ἐξελθὼν, καὶ ἐν τῇ σεφῷ τοῦ μακαρίου ἀποστόλου Παύλου προσευχῆς χάριν γενόμενος, εὐθὺς συλλαμβάνεται, καὶ λίθοις καταλευσθεὶς τῷ ῥηθέντι ἐκδίδοται ποταμῷ. Τούτου τὸ σῶμα Νικόστρατος καὶ Κλαύδιος ἅμα Κάστορι παρὰ τὰς ὄχθας ζητοῦντες τοῦ ποταμοῦ ὥστε δοῦναι ταφῇ, ἐν χερσὶ τῶν ἀσεβῶν γίνονται, καὶ πρὸς τὸν ἔπαρχον ἀχθέντες, ἐπεὶ πάσαις προσβολαῖς ἀπερίτρεπτοι ὤφθησαν, κελεύσει βασιλικῇ, μετὰ τὸ πολλὰς ὑποστῆναι μάστιγας, θαλαττίοις ἐκδίδονται κύμασι. ΙΘ΄. Κουρτουνάτος δέ τις ἀνὴρ δυσσεβὴς μὲν τῇ ἀληθείᾳ, σχήματι δὲ εὐσεβὴς καὶ τὸν Χριστιανισμὸν ὑποκρινόμενος, τοῖς ἁγίοις ἑαυτὸν ἐγκαταλέξας, ἔργοις αὐτοῖς παρείχε τὸ ὕποπτον τῇ τε περιέργῳ τῶν τριχῶν θέσει, τῷ τε τρυφηλῷ τῆς διαίτης καὶ τῇ ἄλλῃ ἀκόσμῳ ἀναστροφῇ ὑπήγε τοὺς τοὺς ὁρῶντας ἀπατηλόν, ὅπερ ἦν, ἡγεῖσθαι τὸν ἄνθρωπον. Οὐ πολὺ τὸ μέσον, καὶ τὸν μακάριον Τιβούρτιον ἔν τινι τῶν ἱερῶν οἴκων εὐχόμενον τοῖς δυσσεβέσι καταμηνύσας συλλαμβάνεται καὶ αὐτὸς ἑκὼν μετὰ Τιβούρτιον, ἵνα μήτε προδότης εἶναι δόξῃ Χριστιανοῖς, καὶ τὴν προσποίησιν ἱκανῶς διαπαίξας οὕτω φανερωθῇ· Φλαβιανὸς οὖν ἑκατέρους τῷ οἰκίῳ παραστησάμενος βήματι, λέγει τῷ Κουρτουνάτῳ· Μὴ καὶ σὺ τῷ ἐσταυρωμένῳ προσανέχεις Θεῷ; Τοῦ δὲ μετὰ μειδιάματος εἰπόντος ἐκεῖνον ἡγεῖσθαι Θεὸν ὃν ὁ μακάριος οὗτος κηρύττει, τὸν Τιβούρτιον τῷ δακτύλῳ δείξας, δυσχεράνας ὁ θαυμαστὸς νεανίας ἐπὶ τῇ τοσαύτῃ ὑποκρίσει, λέγει αὐτῷ· Μὴ παραλογίζου σαυτόν, ὦ Κουρτουνᾶτε, λα-
col. 813–814page 11 of 21
PG 116:813θάνειν ἐν δόλοις πειρώμενος· οὐδεὶς συνεσθίων πόρναις καὶ μέθαις χαίρων, καὶ τἄλλα πράττων ἀναίδην, ὧν καὶ τὴν μνήμην μισῶ, Χριστοῦ μαθητὴς εἶναι δύναται. Ἢ ἀγνοεῖν ἡμᾶς δοκεῖς οἷος εἶ, καὶ ὅπως τὴν ἐμοὶ ἥδιστον ἐβούλευσας θάνατον, ὅς με ταχύ τοῦ ταπεινοῦ τούτου σώματος διαζεύξει, καὶ τῷ ποθουμένῳ συνάψει Χριστῷ; Κ΄. Φλαβιανὸς εἶπε· Τοῦτο μὲν ἄφες ληρεῖν, ὦ Τιβούρτις· ἐμοὶ δὲ πειθόμενος φεῖσαι τῆς εὐγενείας σου καὶ τῆς νεότητος, καὶ μὴ τὸν ἐπονείδιστον τοῦτον ἀσπάσῃ θάνατον. Ὁ δὲ πρὸς αὐτόν· Οὐ τοῦτο, φησὶν, αἰσχύνη, ὦ δικαστὰ, ἑνὶ ζῶντι λατρεύειν Θεῷ, ἀλλὰ δαίμοσι καὶ θνητοῖς ἀνθρώποις ἐκ παθῶν τιμωμένοις, οὓς οἱ σέβοντες ἐλεεινοὶ καὶ θρήνων ἄξιοι, ἐν οἷς προσκυνοῦσιν ἀτιμαζόμενοι. Τότε ὁ ἔπαρχος τῷ θυμῷ ζήσας, ἐκέλευσεν ἄνθρακας ἐνεχθῆναι, καὶ λέγει αὐτῷ· Ἑλοῦ σεαυτῷ, δυεῖν θάτερον, ἢ τοῖς θεοῖς θύσαι, ἢ τῶν ἀνθράκων γυμνοῖς ἐπιβῆναι ποσίν. Ὁ δὲ μακάριος Τιβούρτιος σταυρὸν χαράξας ἔστη ἐπάνω αὐτῶν, καὶ λέγει τῷ ἐπάρχῳ· Μάθε νῦν δι᾿ ἐμοῦ, ὅτι μόνος οὗτος Θεὸς ἀληθινὸς, ὃν ἐγὼ σέβω, καὶ γενοῦ ὀψέ ποτε Χριστιανός, τὸ σκότος τῆς ἀσεβείας λιπών. Ὁ δὲ δείσας μή τοῖς θαύμασι τούτοις ὑπαγάγηται πολλοὺς πρὸς τὴν εὐσέβειαν, ἐκέλευσεν ἀπαχθέντα τοῦτον πόῤῥω τοῦ ἄστεος ξίφει τμηθῆναι τὴν κεφαλήν. Καὶ ὁ μὲν τοῦτο πέρας εὑρίσκει τοῦ βίου. ΚΑ΄. Μετ᾿ αὐτὸν δὲ καὶ Κάστουλοςδιαιτάριος συλληφθεὶς μετὰ πολλούς τε βασάνους ἐν λάκκῳ βληθεὶς, ἐκεῖ τελευτᾷ τὸν βίον, καὶ μάρτυς τῷ Κυρίῳ προσάγεται. Ἔτι δὲ καὶ Μαρκελλίνος καὶ Μάρκος οἱ γενναῖοι τῆς εὐσεβείας ἀγωνισταὶ συσχεθέντες, καὶ τοὺς πόδας ἤλοις διαπαρέντες ἐπὶ τοσοῦτον ἔστασθαι παρὰ τοῦ δικάζοντος προσετάχθησαν, ἕως τοῖς θεοῖς θύσωσιν. Οἱ δὲ ἐν ταύτῃ τῇ χαλεπωτάτῃ βασάνῳ τό, «Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνόν,» καὶ τὰ ἑξῆς ἐπιλέγοντες, λόγχαις τὸ τελευταῖον τὰς πλευρὰς νυγέντες, ὡς ὁ Χριστὸς, ὑπὲρ οὗ ταῦτα ἔπασχον, ἀφῆκαν τὸ πνεῦμα. ΚΒ΄. Σεβαστιανὸς δὲ ὁ γενναιότατος μετάπεμπτος Διοκλητιανῷ τῷ βασιλεῖ γεγονώς, ἐπεὶ παρέστη τῷ βήματι, φησὶ πρὸς αὐτὸν ὁ τύραννος· Οὐκ ἐγώ σε, ὦ Σεβαστιανέ, διὰ μεγίστης ἦγον τιμῆς, καί σοι τὰ τῆς ἀρχῆς μᾶλλον ἐπίστευον; Καὶ νῦν τί παθὼν πρὸς τοσαύτην ἐξεκυλίσθης ἀπόνοιαν, ὥστε καὶ κατὰ τῆς σῆς ζωῆς, καὶ κατὰ τοῦ ἐμοῦ κράτους ἀπανθαδιάζεσθαι; Σεβαστιανὸς εἶπε· Τότε μὲν ἀγνοῶν, ὦ βασιλεῦ, τὸν ὄντος Θεόν, τοῖς σοῖς ὑπέκυπτον ἀλογίστοις τάγμασι· νῦν δὲ αὐτὸν ἐπιγνούς, παρείδον
col. 815–816page 12 of 21
PG 116:815καὶ πλοῦτον καὶ δόξαν καὶ τὰ ἐπὶ γῆς ἅπαντα, ποθήσας τὰ εἰς ἀεὶ διαμένοντα ἀγαθὰ, ἃ τοῖς τὸν Χριστὸν ἀγαπῶσιν ἡτοίμασται. Μανίας γὰρ ἐσχάτης θεοὺς ἡγεῖσθαι χειρῶν ἀνθρωπίνων ἔργα κωφά τε καὶ ὅλως ἀναίσθητα. Τούτοις ὁ τύραννος εἰς ὀργὴν κινηθείς, ἐκέλευσεν αὐτὸν ἐν μέσῳ τῷ πεδίῳ σταθέντα σκοπὸν τεθέντα πολλοῖς τοῖς βέλεσι βάλλεσθαι· καὶ τούτου γενομένου δόξαντες οἱ ὑπηρέται νενεκρῶσθαι τὸν ἅγιον ἀφέντες ἀπῆλθον. ΚΓ΄. Νυκτὸς δ᾽ ἐπιγενομένης πορευθείσα ἡ τοῦ διαιτηρίου σύζυγος ἐπὶ τὸ πεδίον, ὥστε θάψαι τὸ σῶμα αὐτοῦ, καὶ ζῶντα εὑροῦσα, πρὸς τὴν οἰκίαν ἀπήγαγε, καὶ δι' ὀλίγου χρόνου τὸ ὑγιαίνειν αὐτῷ ἐχαρίσατο. Τινὲς δὲ τῶν Χριστιανῶν τοῦτο μαθόντες ἱκέτευον ἀπᾶραι τοῦ ἄστεος, ἵνα μὴ πάλιν φωραθεὶς πλείοσι ταῖς βασάνοις παραδοθῇ. Ο δὲ οὐ μονονοὺκ ἐκρύπτετο, ἀλλὰ καὶ ἐπί τινος δωματίου ὑψηλοῦ στὰς, παριοῦσι τοῖς βασιλεῦσιν ἐπίδηλος γίνεται. Τοῦτον ἰδὼν Διοκλητιανὸς καὶ μεταπεμψάμενος, λέγει αὐτῷ· Οὐ σὺ εἶ Σεβαστιανός, ὃν ἡμεῖς ἤδη πρότερον ἀποκτανθῆναι τοῖς βέλεσιν ἐκελεύσαμεν ; Ὁ δὲ, Ἐγώ εἰμι, βασιλεῦ, ἔφη, καὶ ἤγειρέ με ὁ Κύριος μου ἐκ τῶν νεκρῶν ἵνα γνῷς ὅτι οὗτός ἐστιν ὁ πάντων Θεὸς, καὶ μηκέτι προσέχῃς τοῖς ἀκαθάρτοις δαίμοσι. Τότε κελεύει ροπάλοις ἅπαν τὸ σώμα καταξανθέντα τὸν ἅγιον, οὕτω βιαίως ἀποθάνειν. ΚΔ'. Καὶ μετὰ τὴν τούτου τελευτὴν οἱ μὲν ὑπηρέται, τοῦ τυράννου κελεύσαντος, τὸ σῶμα αὐτοῦ νύκτωρ ἄραντες, εἷς τινα τῶν ὑπονόμων ῥίπτουσιν, ἵνα μὴ θαύματα τελοῦν καὶ μετὰ τὴν διάζευξιν πολλοὺς ἀποστήσῃ τῶν εἰδώλων. Ο δὲ μακάριος οὗτος νυκτὸς γυναικί τινι τῶν ἐπισήμων καὶ εὐσεβῶν (Λουκίνη ὄνομα) ἐπιφανείς, λέγει αὐτῇ· Πορεύθητι κατὰ τόνδε τὸν τόπον, καὶ λαβοῦσα τὸ σῶμα μου, θάψον τῇ Κρυπτῇ λεγομένῃ παρὰ τοὺς πόδας τῶν ἀποστόλων. Ἡ δὲ ἀναστάσα καὶ γενομένη πρὸς τὸν ὑπόνομον, ἦρεν ἐκεῖθεν τὸ σῶμα τοῦ μάρτυρος, καὶ καθ᾿ ὃν εἴρηκε τόπον ὁ μάρτυς ἐπιμελῶς καὶ κοσμίως κηδεύσασα, παρέμεινε τῷ τάφῳ ἡμέρας τριάκοντα. Καὶ ποτε ταῖς ἐκκλησίαις εἰρήνης βραβευθείσης, ἱερὸν φροντιστήριον τὴν οἰκίαν αὐτῆς ποιησαμένη, ἕως μὲν οὖν τῷ βίῳ περιῆν τοῖς δεομένοις ἐπήρκει ἀφθονωτάτῃ χειρί· τελευτώσα δὲ, πᾶσαν τὴν κτῆσιν αὐτῆς Χριστιανοῖς ἐδωρήσατο, δοξάζουσα Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, τὴν μίαν θεότητά τε καὶ δύναμιν, ᾗ πρέπει δόξα, κράτος, τιμή, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
col. 817–818page 13 of 21
PG 116:817ΑΘΛΗΣΙΣ ΤΟΥ ΑΓΙΟΥ ΚΑΙ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΒΛΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΕΝΟΜΕΝΟΥ ΣΕΒΑΣΤΕΙΑΣ. Α΄. Ηνίκα ὁ καιρὸς τῶν εἰδώλων ἐπεκράτει καὶ πολλοὶ ἄνθρωποι πλάσμασι καὶ κτίσμασι προεσκύνουν, τότε ἤνθει καὶ ἡ πίστις πάντων τῶν ἁγίων, μεθ᾽ ὧν καὶ ἡ τοῦ ἁγίου καὶ ἐνδόξου Ιερομάρτυρος Βλασίου. Οὗτος γὰρ ὁ ὅσιος καὶ τίμιος ἀνὴρ Βλάσιος πάντα τὸν χρόνον τῆς ζωῆς αὐτοῦ ἤπιον διαγωγὴν ζήσας, ὡς ἐν τῷ Ἰὼβ γέγραπται ἦν ἄκακος, ἄμεμπτος, ἀληθινὸς, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος· ὅθεν διὰ τὸν καθαρὸν καὶ ἀνεπίληπτον αὐτοῦ βίον, οἱ ἐν τῇ πόλει Σεβαστεία τῆς Καππαδοκίας πιστοὶ προεχειρίσαντο αὐτὸν εἰς ἐπίσκοπον. Ο δὲ μακάριος Βλάσιος φοβηθεὶς τῶν τότε κρατούντων τὴν ἀσέβειαν καὶ παρανομίαν, ἀπελθὼν ἐν τῷ ὄρει τῷ λεγομένῳ Ἀργέω, ῴκει ἐν σπηλαίῳ. Καὶ συνήρχοντο πρὸς αὐτὸν τὰ ἄγρια ζώα, καὶ εὐλογοῦντο ὑπ᾽ αὐτοῦ, καὶ εἰ συνέβη ἓν ἐξ αὐτῶν ἀδολεσχία περιπεσεῖν ὥσπερ λογικὰ παρέμενον τῇ σπηλαίῳ· καὶ εἰ μὴ ἐπετίθει ἐπ᾽ αὐτὰ τὴν χεῖρα ὁ ἅγιος εὐλογῶν αὐτὰ, οὐκ ἀνεχώρουν ἀπ᾿ αὐτοῦ. Β΄. Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις ἐκέλευσεν Ἀγρικόλαος ὁ ἡγεμὼν ἀγρευθῆναι ζῶα παντοδαπὰ εἰς θηριομαχίαν καὶ ἀνάλωσιν τῶν τότε μαρτυρούντων ἁγίων, καὶ ἐξελθόντες οἱ θηρευταὶ ἐν τοῖς ὄρεσιν ἦλθον καὶ ἐν τούτῳ τῷ ὄρει τῷ ἐπονομαζομένῳ
col. 819–820page 14 of 21
PG 116:819Ἀργέῳ, ἐν ᾧ ἐκρύπτετο ὁ ὅσιος καὶ τίμιος ἀνὴρ καὶ ἐπίσκοπος Βλάσιος. Καὶ ὡς ἐπλησίασαν οἱ θηρευταὶ ἐν τῷ σπηλαίῳ καὶ εἶδον πρὸς τῇ εἰσόδῳ αὐτοῦ πλήθη ἀγρίων ζώων παρεστώτων καὶ σκιρτώντων, εἶπον πρὸς ἀλλήλους· Τί ἂν θέλοι τοῦτο εἶναι ; καὶ ἐλθόντες πλησιέστερον· εὗρον ἔνδον τοῦ σπηλαίου τὸν ἅγιον Βλάσιον ὥσπερ ἐν θαλάμῳ τινὶ καθήμενον καὶ τὸ χρειῶδες ἑκάστῳ διανεμόμενον διά τε τῆς εὐλογίας καὶ τῶν ἰάσεων, καὶ τὰς εὐχὰς αὐτοῦ ἀποδιδόντα τῷ Θεῷ. Καὶ εὐθέως ὑποστρέψαντες ἀπήγγειλαν τῷ ἡγεμόνι Ἀγρικολάῳ ἃ εἴδον. Ὁ δὲ ἡγεμὼν ἐκέλευε στρατιώτας πλείονας συμπορευθῆναι αὐτοῖς, ἵνα ὅσους ἐὰν εὕρωσιν ἐκεῖσε Χριστιανοὺς κρυπτομένους ἀγάγωσι πρὸς αὐτόν. Καὶ ἀπελθόντες οἱ ἀπεσταλμένοι στρατιῶται ἐν τῷ ὄρει, καὶ εἰσελθόντες ἔνδον τοῦ σπηλαίου εὗρον μόνον τὸν ἅγιον Βλάσιον προσευχόμενον καὶ δοξολογοῦντα τὸν Κύριον, καὶ εἶπον πρὸς αὐτόν· Ἔξελθε ἐν τάχει· καλεῖ σε ὁ ἡγεμών. Ἰδὼν δὲ αὐτοὺς ὁ ἅγιος Βλάσιος ἐχάρη πάνυ, καὶ εἶπε· Δεῦτε, τέκνα, πορευθῶμεν ἅμα· ἐμνήσθη γάρ μου σήμερον ὁ Κύριος· ἐν γὰρ ταύτῃ τῇ νυκτὶ ἐφάνη μοι τρίτον λέγων· Ἀναστὰς προσένεγκέ μοι θυσίας κατὰ τὸ ἔθος τῆς ἱερωσύνης σου. Νῦν οὖν, τέκνα μου, καλῶς ἤλθετε· ὁ Κύριός μου Ἰησοῦς Χριστὸς εἴη μεθ᾿ ὑμῶν. Γ'. Ἐν δὲ τῷ ἔρχεσθαι αὐτοὺς ἐν τῇ ὁδῷ ἐπέστρεφον Ἑλλήνων παῖδες εἰς θεογνωσίαν διὰ τῆς πραότητος αὐτοῦ καὶ διδασκαλίας. Καὶ γὰρ διὰ τῶν ἀκαταπαύστων αὐτοῦ προσευχῶν καὶ δεήσεων ἰάσεις ἐπετέλει ὁ Κύριος, καὶ προσφερομένων αὐτῷ ἀῤῥώστων ἐπιτιθεὶς ἐπ᾿ αὐτοὺς τὰς χεῖρας ὑγιεῖς ἀπέλυσεν ἅπαντας· οὐ μόνον δὲ τοὺς ἀνθρώπους ἰᾶτο, ἀλλὰ καὶ τὰ κτήνη καὶ τὰ ἄλογα. Ὡς οὖν ἐγένετό τινα ὀστοῦν καταπιεῖν ἢ ἄλλο τι τῶν τοιούτων ἐξαίφνης, ἔφερον πρὸς αὐτὸν τὸν πάσχοντα, καὶ διὰ τῆς ἁγίας αὐτοῦ προσευχῆς ὑγιῆ αὐτὸν παραχρῆμα ἀποκαθίστα. Ὅθεν συνέβη καὶ γυναικός τινος υἱὸν μονογενῆ αὐτὸν ἐχούσης ἰχθύος μέρος ἐσθίοντα ἀθρόον ὀστοῦν καταπιεῖν καὶ ἄφωνον μεῖναι. Ἡ οὖν μήτηρ τοῦ παιδὸς ἀκούσασα περὶ τοῦ ἁγίου ἐνέγκασα αὐτὸν ἔῤῥιψεν ἐν τοῖς ποσὶν αὐτοῦ ἡμιθανῆ, βοῶσα μετὰ ὀδυρμῶν καὶ λέγουσα τῷ ἁγίῳ· Ἐλέησόν μου τὸν υἱόν, δοῦλε τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ὅτι μονογενής μοί ἐστιν· καὶ διηγήσατο τῷ ἁγίῳ τὸ συμβὰν ἐξαίφνης τῷ τέκνῳ αὐτῆς. Ὁ δὲ ἅγιος τοῦ Θεοῦ καὶ μέγας ἱερεὺς Βλάσιος, ἐπιθεὶς τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν λαιμὸν τοῦ παιδός, προσηύξατο οὕτως ἀνατείνας εἰς τὸν οὐρανὸν τὸ ὄμμα αὐτοῦ καὶ λέγων πρὸς τὸν Θεόν· Ὁ τοῖς ἐπικαλουμένοις σε ἐν ἀληθείᾳ σύντομος ἰατρὸς γενόμενος σωτήρ, ἐπάκουσόν μου τῆς δεήσεως καὶ τὴν ἐμπαγεῖσαν ἄκανθαν τῷ παιδὶ τούτῳ ἀοράτῳ σου δυνάμει ἄφελε ἐξ αὐτοῦ ἰασάμενος αὐτόν, καὶ ἐὰν ἀπὸ τοῦ νῦν ἢ ἐν ἀνθρώποις ἢ ἐν βρέφεσιν, ἢ ἐν κτήνεσι τί τοιοῦτον συμβῇ ποτε, μνημονεύσει δέ τις ἐκεῖ τοῦ ὀνόματός μου λέγων· Ὁ Θεὸς τῇ πρεσβείᾳ τοῦ δούλου σου Βλασίου τάχυνον τὴν βοήθειάν σου, εὐθέως ποίησον ἐπ᾿ αὐτὸν τὴν ἴασιν εἰς δόξαν καὶ τιμὴν τοῦ ὀνόματός σου. Καὶ ἐν τῷ
col. 821–822page 15 of 21
PG 116:821εἰπεῖν αὐτὸν ταῦτα παραυτὰ ἀποκατέστησε τὸν παῖδα ὑγιῆ ὡς τὸ πρότερον, καὶ ἀπέδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ ἀσιγήτῳ στόματι αἰνοῦντα καὶ δοξάζοντα τὸν Θεόν. Διεβεβόητο δὲ ὁ τοῦ Θεοῦ μάρτυς καὶ ἐπίσκοπος Βλάσιος οὐ μόνον ἐν τῇ Σεβαστείᾳ, ἀλλὰ καὶ ἐν τῇ Νικοπόλει· πεπαιδευμένος γὰρ ἦν ὁ μάρτυς καὶ τὴν ἰατρικὴν ἐπιστήμην. Δ΄. Κατὰ δὲ τὴν ὁδὸν ἐρχομένου τοῦ ἁγίου συνέβη πενιχρᾶς τινος γυναικὸς ἕνα χοίρον ἐχούσης καὶ μηδὲν ἕτερον κεκτημένης αὐτῆς ἁρπαγῆναι ὑπὸ λύκου· ἡ δὲ γυνὴ πιστὴ οὖσα προσῆλθεν τῷ ἁγίῳ μάρτυρι κατὰ τοῦ θηρός. Ὁ δὲ ἅγιος τοῦ Χριστοῦ ἱερεὺς καὶ Μάρτυς Βλάσιος ὑπομειδιάσας ἔφη αὐτῇ· Μὴ λυποῦ, γύναι, μηδὲ δάκρυε· ἀποκαθίσταται γὰρ σοι ὁ χοίρος ζῶν καὶ ἀβλαβής. Καὶ ἤρχετο ὁ ἅγιος ἐπὶ τῆς ὁδοῦ· αὐτοῦ δὲ ἐπὶ τὴν ὁδοιπορίαν σπεύδοντος ὁ λύκος ἀβλαβῆ διαφυλάξας τὸν χοῖρον, ἀπέδωκεν αὐτὸν τῇ χήρᾳ γυναικί. Εἰσελθόντος δὲ τοῦ ἁγίου Βλασίου ἐν τῇ μητροπόλει Σεβαστείᾳ ἐκέλευσεν ὁ ἡγεμὼν Ἀγρικόλαος βληθῆναι αὐτὸν ἐν τῇ φυλακῇ. Καὶ τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος ὁ ἄρχων, ἐκέλευσεν ἀχθῆναι τὸν ἅγιον Βλάσιον. Τοῦ δὲ παραστάντος ἰδὼν αὐτὸν ὁ ἡγεμὼν ἤρξατο πρώτον θωπείαις κεχρῆσθαι πρὸς αὐτὸν, καὶ προτέρως αὐτὸν ἀσπάζεται λέγων· Χαίροις, προσφιλέστατε Βλάσιε, φίλε τῶν θεῶν καὶ ἡμέτερε. Ὁ δὲ ἅγιος Βλάσιος λέγει αὐτῷ· Χαίροις καὶ σύ, κράτιστε ἡγεμών· μὴ λέγε αὐτοὺς θεοὺς ἀλλὰ δαιμόνια ἀκάθαρτα καὶ πονηρά, ἅτινα τῷ αἰωνίῳ καὶ ἀτελευτήτῳ πυρὶ παραδοθήσονται μετὰ τῶν σεβομένων αὐτά· θυμωθεὶς δὲ ὁ ἡγεμὼν ἐπὶ τούτοις ἐκέλευσε βάκλοις ἀγρίοις τύπτεσθαι αὐτόν. Ἐπὶ πολλαῖς δὲ ὥραις τυπτόμενος ὁ τοῦ Χριστοῦ μάρτυς Βλάσιος λέγει πρὸς τὸν ἡγεμόνα· Ἀναίσθητε καὶ ψυχῶν ἀπατεών, ἀφιστᾶν με νομίζεις διὰ τῶν βασάνων σου ἐκ τῆς τοῦ Θεοῦ μου ὁμολογίας. Ἀλλ' οὐ δύνασαι· ἔχω γὰρ τὸν ἐνδυναμοῦντά με Ἰησοῦν Χριστόν. Τὸ λοιπὸν ποίει ὃ βούλει. Ε΄. Ὡς δὲ οὐκ ἴσχυσεν ὁ ἀσεβέστατος ἡγεμὼν μεταστῆσαι αὐτὸν ἀπὸ τῆς ἐν Χριστῷ πίστεως, πάλιν ἐκέλευσεν ἀπενεχθῆναι αὐτὸν ἐν τῷ δεσμωτηρίῳ. Μισθούσα δὲ ἡ εὐσεβὴς γραῦς καὶ χήρα γυνὴ τὴν καρτερίαν καὶ ὑπομονὴν τοῦ ἁγίου ἱερομάρτυρος Βλασίου καὶ τὴν ἐμμονὴν τῆς πίστεως αὐτοῦ, σφάξασα τὸν χοῖρον ὃν ἀπέλαβε παρὰ τοῦ θηρὸς διὰ τῆς τοῦ ἁγίου μάρτυρος ἐπιταγῆς, καὶ ἐψήσασα τὴν κεφαλὴν καὶ τοὺς πόδας, καὶ βαλοῦσα ἐν κανισκίῳ ἐκ τῶν σπερμάτων τῆς γῆς καὶ ἑτέρων τινῶν ἐκ τῆς πενίας αὐτῆς μετὰ καὶ ὀπώρας, κηρούς τε ἅψασα προσήνεγκε τῷ ἁγίῳ μάρτυρι ἐν τῇ φυλακῇ, καὶ προσέπεσεν αὐτῷ δεομένη καὶ ἱκετεύουσα μεταλαβεῖν ἐξ αὐτῶν. Εὐχαριστήσας δὲ ὁ ἅγιος τοῦ Χριστοῦ ἱερομάρτυς Βλάσιος καὶ μεταλαβὼν ἐξ αὐτῶν εὐλόγησεν αὐτὴν καὶ εἶθ᾽ οὕτως ἐνετείλατο αὐτῇ λέγων· Γύναι, τούτῳ τῷ σχήματι ἐπιτέλει τὴν μνήμην μου, καὶ οὐ μὴ ἐκλείψῃ ἐκ τοῦ οἴκου σου ἀγαθωσύνη πᾶσα παρὰ τοῦ Θεοῦ μου, ἀλλὰ καὶ εἴ τις μιμούμενός σε τούτῳ τῷ τρόπῳ ἐπιτελεῖ τὴν μνήμην μου, ἀνέκλειπτον ἕξει τὴν παρὰ τοῦ Θεοῦ μου δωρεὰν καὶ εὐλογίαν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ. Καὶ ἡ μὲν τιμία καὶ μακαρία γραῦς
col. 823–824page 16 of 21
PG 116:823κείνη λαβοῦσα τὴν ἐντολὴν παρὰ τοῦ ἁγίου Ἱερομάρτυρος Βλασίου δοξάζουσα τὸν Θεὸν ἀπῄαι χαίρουσα ἐπὶ τὸν οἶκον αὐτῆς, καὶ ἐπληρώθη καὶ ἐν ταύτῃ τῇ πιστῇ χήρᾳ ἡ Γραφὴ ἡ λέγουσα ὅτι λαληθήσεται πανταχοῦ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς. Γ'. Ὁ δὲ τύραννος ἐν δευτέρᾳ προόδῳ καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν ἀχθῆναι τὸν τοῦ Θεοῦ μάρτυρα. Ἀχθέντος δὲ αὐτοῦ λέγει αὐτῷ ὁ ἡγεμών· Βλάσιε, θύεις τοῖς θεοῖς ἢ θέλεις κακῶς ἀπολέσθαι; Ὁ ἅγιος Βλάσιος εἶπεν· Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν ἀπολέσθωσαν. Ὃν δὲ σύ, τύραννε, ἀπειλεῖς μοι θάνατον, ζωῆς αἰωνίου πρόξενός μοι γενήσεται. Ὁ δὲ ἡγεμὼν θεάμενος τὸ ἀμετάθετον αὐτοῦ τῆς πίστεως ἐκέλευσεν αὐτὸν ἐπὶ τοῦ ξύλου ἀναρτηθέντα ξέεσθαι εὐτόνως. Ξεόμενος δὲ ὁ τοῦ Θεοῦ μάρτυς Βλάσιος ἐπὶ πολύ, λέγει τῷ ἡγεμόνι· Ὦ ἀσεβέστατε καὶ παράνομε, νομίζεις με πληγαῖς καταπτοεῖν; Ἐγὼ Ἰησοῦν Χριστὸν ἐνδυναμοῦντά με, καὶ οὐ φοβοῦμαι σου τὰς βλεπομένας βασάνους, ἀποβλέπων εἰς τὰ προσδοκώμενα ἀγαθὰ τὰ ἐπηγγελμένα τοῖς αὐτὸν ἐκζητοῦσιν. Τότε ἐκέλευσεν ὁ ἡγεμὼν κατενεχθῆναι αὐτὸν ἀπὸ τοῦ ξύλου. Κατενεχθέντος δὲ αὐτοῦ πάλιν ἐκέλευεν αὐτὸν βληθῆναι ἐν τῇ φυλακῇ. Ἀπαγομένου δὲ τοῦ ἁγίου Ἱερομάρτυρος Βλασίου ἐν τῇ φυλακῇ, ἰδοὺ γυναῖκες ἑπτὰ εὐσεβεῖς καὶ φοβούμεναι τὸν Θεὸν ἠκολούθουν αὐτῷ, δεχόμεναι τὰ ἀποστάζοντα ἐξ αὐτοῦ αἵματα καὶ ἑαυτὰς ἐπαλείφουσαι. Ταύτας τοίνυν ἰδόντες οἱ δήμιοι τὰς γυναῖκας καὶ κρατήσαντες αὐτὰς ἀπήγαγον τῷ ἡγεμόνι λέγοντες αὐτῷ ὅτι καὶ αὗται Χριστιαναί εἰσιν. Ἰδὼν δὲ αὐτὸς ὁ ἡγεμὼν λέγει πρὸς αὐτάς· Πείσθητε, καὶ θύσατε τοῖς θεοῖς ἵνα καὶ δόξης καὶ τιμῶν μεγάλων ἀξιωθῆτε παρ᾿ ἐμοῦ· ἐπεὶ μέλλετε πικρῶς ἀποθνήσκειν. Αἱ δὲ τίμιαι καὶ ἅγιαι ἐκεῖναι γυναῖκες ἀποκριθεῖσαι εἶπον αὐτῷ· Εἰ θέλεις, ὦ ἡγεμών, ἵνα θύσωμεν τοῖς θεοῖς σου, πορευθῶμεν ὁμοῦ ἔγγιστα τῆς λίμνης, καὶ σὺ μὲν βάλε τοὺς θεοὺς σου εἰς σάκκον καὶ σφράγισον αὐτοὺς μολίβῳ, ἡμεῖς δὲ νιψάμεναι τὰ πρόσωπα ἡμῶν ἐν τῇ λίμνῃ προσελθῶμεν καὶ θύσωμεν αὐτοῖς. Ταῦτα ἀκούσας ὁ ἡγεμὼν καὶ περιχαρὴς γενόμενος προσήνεγκεν αὐταῖς τοὺς θεοὺς αὐτοῦ. Αἱ δὲ λαβοῦσαι ἐνέβαλον καὶ κατεπόντισαν εἰς τὸν βυθὸν τῆς λίμνης. Ζ'. Ἰδὼν δὲ ταῦτα ὁ ἡγεμὼν ἀλλοίωσεν αὐτοῦ τὴν ὄψιν, καὶ ἐμμανὴς γενόμενος σφόδρα βρύξας ὥσπερ λέων, καὶ κροτήσας τὰς χεῖρας αὐτοῦ ἐθυμώθη λίαν κατὰ τῶν στρατιωτῶν, καὶ εἶπεν· Ὦ κάκιστοι καὶ δεινοὶ ὑπηρέται, διὰ τί οὐ κατέσχετε τοὺς θεούς ἵνα μὴ ἐμβληθῶσιν ἐν τῷ βυθῷ τῆς λίμνης; Οἱ δὲ στρατιῶται ἀποκριθέντες εἶπον τῷ ἡγεμόνι· Ὦ κράτιστε ἡγεμών, δόλον σοι ἐλάλησαν αἱ γυναῖκες αὗται καὶ κατεπόντισαν τοὺς θεοὺς σου. Ἡμεῖς δὲ μὴ γινώσκοντες τοῦτο οὐκ ἐκρατήσαμεν αὐτάς. Αἱ δὲ τίμιαι ἐκεῖναι καὶ ἅγιαι γυναῖκες εἶπον· Θεὸς ἀληθινὸς δόλον οὐ πάσχει, εἰ μὴ ξύλα κωφὰ καὶ λίθοι καὶ χρυσὸς καὶ ἄργυρος καὶ πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτοῖς. Τότε ἐμμανὴς γενόμενος ὁ ἡγεμὼν ἐκέλευσεν ἐγκαῆναι κάμινον σφοδροτάτην, καὶ μόλιβδον λυθῆναι, καὶ κτένια σιδηρᾶ ἐνεχθῆναι, καὶ ἑπτὰ συμψέλλια χαλκᾶ πυρωθῆναι, ἁπλωθῆναι καὶ ὀθόνην λαμπρὰν ἐν ἑτέρῳ τόπῳ· καὶ εἶπε πρὸς τὰς ἁγίας· Ἐκλέξασθε ἓν ἐκ τῶν δύο, ἢ προσκυνῆσαι καὶ θῦσαι
col. 825–826page 17 of 21
PG 116:825τοῖς θεοῖς, καὶ σῶσαι τὰς ψυχὰς ὑμῶν περιπατοῦσι ἐν τῇ ὀθόνῃ, ἢ μὴ βουλομέναις πειραθῆναι τοῖς ἡτοιμασμένοις ὑμῖν κολαστηρίοις. Μία δὲ ἐξ αὐτῶν ἔχουσα παιδία δύο ἁρπάσασα τὴν ὀθόνην ἐμβαλοῦσα εἰς τὴν κάμινον κατέκαυσεν αὐτήν. Τὰ δὲ παιδία εἶπον πρὸς τὴν μητέρα αὐτῶν· Τιμία ἡμῶν μῆτερ, μὴ ἀφήσῃς ἐπὶ τῆς γῆς ταύτης ἀπολέσθαι, ἀλλ᾽ ὡς ἐνέπλησας ἡμᾶς τοῦ καλοῦ καὶ ἀδόλου καὶ γλυκυτάτου σου γάλακτος, οὕτως ἔμπλησον ἡμᾶς καὶ τῆς βασιλείας τῶν οὐρανῶν. Η'. Ὁ δὲ ἡγεμὼν ἐκέλευσε κρεμασθῆναι αὐτὰς, καὶ ξέεσθαι αὐτῶν τὰς σάρκας μετὰ τῶν κτενίων τῶν σιδηρῶν. Οἱ δὲ στρατιῶται ἐθεώρουν ὅτι ἀντὶ αἵματος γάλα ἔρρεον αἱ σάρκες αὐτῶν. Οὐ μὴν ἀλλὰ καὶ αἱ σάρκες αὐτῶν ἑωρῶντο λαμπραί ὡσεὶ χιών, ὅτι ἄγγελοι Κυρίου κατελθόντες καὶ θεραπεύσαντες ἔλεγον αὐταῖς· Μὴ φοβεῖσθε· ὁ καλὸς γὰρ ἐργάτης ἀρξάμενος ἐν θέρει καὶ τελέσας, καὶ εὐλογηθεὶς παρὰ τοῦ ἐργοδότου, καὶ λαβὼν τὸν μισθὸν αὐτοῦ, χαίρων πορεύεται εἰς τὸν οἶκον αὐτοῦ. Οὕτως οὖν καὶ ὑμεῖς ἀγωνίσασθε, ὅπως ἀπολάβητε παρὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὴν αἰώνιον καὶ ἀτελεύτητον ζωήν. Τότε ὁ ἡγεμὼν ἐκέλευσεν κατενεχθείσας αὐτὰς βληθῆναι ἐν τῇ καμίνῳ. Καὶ βληθέντων αὐτῶν εὐθέως ἐπαύσθη τὸ πῦρ, καὶ ἐξεβλήθησαν ἐκ τῆς καμίνου αἱ ἅγιαι γυναῖκες ἀβλαβεῖς φυλαχθεῖσαι τῇ τοῦ Κυρίου χάριτι. Λέγει οὖν πρὸς αὐτὰς ὁ ἡγεμών· Ἀποῤῥίψαντες τὰς γοητείας ὑμῶν προσέλθετε καὶ θύσατε τοῖς θεοῖς μου. Αἱ δὲ ἅγιαι ἑπτὰ γυναῖκες ὡς ἐξ ἑνὸς στόματος εἶπον αὐτῷ· Μή σοι γένηται τοῦτο, κύων αἱμοπότα, ἵνα ἡμεῖς καταλείψωμεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ προσκυνήσωμεν λίθους καὶ ξύλα ὅμοιά σου κωφὰ καὶ ἀναίσθητα. Τὸ λοιπὸν ποίει ὃ βούλει εἰς ἡμᾶς· καὶ γὰρ καὶ ἡμεῖς κεκλημέναι ἐσμὲν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Τότε χολέσας ὁ ἡγεμὼν ἔδωκεν τὴν κατ᾽ αὐτῶν ἀπόφασιν, καὶ λαβόντες αὐτὰς οἱ δήμιοι ἀπήγαγον ἐπὶ τὸν προκείμενον αὐταῖς τόπον. Θ'. Αἱ δὲ ἅγιαι ἑπτὰ γυναῖκες ἐλθοῦσαι ἐν τῷ τόπῳ ᾧ ἔμελλον τελειοῦσθαι παρεκάλουν τοὺς δημίους λέγουσαι· Συγχωρήσατε ἡμῖν προσεύξασθαι ἐπὶ μικρόν· καὶ κλίνασαι τὰ γόνατα αὐτῶν ἐπὶ τὴν γῆν εἶπον οὕτως· Δόξα σοι τῷ μεγάλῳ καὶ δεδοξασμένῳ ἡμῶν Θεῷ, δόξα σοι τῷ βασιλεύοντι εἰς αἰῶνας Ἰησοῦ Χριστοῦ, δόξα σοι τῷ ἡμᾶς καλέσαντι ἐν τῇ ὁδῷ τῆς ἀγαθότητος σου. Τίς γὰρ θεὸς μέγας ὡς σὺ ὁ θεὸς ἡμῶν, ὁ ἀποχωρίσας ἡμᾶς ἐκ τοῦ σκότους καὶ καλέσας εἰς τὸ φῶς τὸ ἀληθινὸν καὶ γλυκύτατον; Διὸ δεόμεθά σου, Κύριε, συναρίθμησον καὶ ἡμᾶς ἐν τῇ ἁγίᾳ καὶ πρωτομάρτυρι σου Θέκλη προσδεχόμενος τὴν πρεσβείαν τοῦ ὁσιωτάτου πατρὸς ἡμῶν καὶ ποιμένος Βλασίου τοῦ ὁδηγήσαντος ἡμᾶς πρὸς τὴν ἄθλησιν ταύτην καὶ ἀπόλαυσιν τῆς αἰωνίου ζωῆς. Ταῦτα τοίνυν εὐξάμεναι αἱ ἅγιαι γυναῖκες καὶ ἀναστᾶσαι ἐκ τοῦ ἐδάφους, καὶ ἐκτείνασαι τὰς χεῖρας αὐτῶν καὶ ἀνανεύσασαι τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐν καθαρᾷ καρδίᾳ καὶ μιᾷ ψυχῇ εἶπον πρὸς τὸν Θεόν· Δόξα σοι, Κύριε ὁ Θεὸς ἡμῶν, ὁ καταξιώσας ἡμᾶς εἰς τὸ θυσιαστήριόν σου τοῦτο παραστῆναι ὡς ἀσπίλους ἀμνάδας καὶ λογικάς. Πρόσδεξαι οὖν, Δέσποτα, καὶ τὰς ψυχὰς ἡμῶν ἐν τῷ
col. 827–828page 18 of 21
PG 116:827ἐπουρανίῳ σου θυσιαστηρίῳ ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. Τὰ δὲ παιδία προσελθόντα τῇ ἰδίᾳ μητέρι εἶπον αὐτῇ· Μῆτερ, οἱ στέφανοι ἡμῶν ἔτοιμοι εἰσι παρὰ τῷ ἐπουρανίῳ Θεῷ· παράθου οὖν ἡμᾶς τῷ ἁγιωτάτῳ καὶ γενναίῳ ἀθλητῇ τοῦ Χριστοῦ, τῷ ἐπισκόπῳ ἡμῶν καὶ καλῷ ποιμένι Βλασίῳ τῷ ἀοιδίμῳ. Τότε ὁ σπεκουλάτωρ ἀπέτεμε τὰς κεφαλὰς τῶν ἑπτὰ ἁγίων γυναικῶν, καὶ ἐτελειώθησαν ἐν Κυρίῳ μηνὶ Φεβρουαρίῳ. Ι΄. Μετὰ δὲ ταῦτα κελεύει ὁ ἡγεμὼν ἀχθῆναι τὸν ἅγιον Βλάσιον ἐκ τῆς φρουράς. Ἀχθέντος δὲ αὐτοῦ εἶπε πρὸς αὐτόν· Κᾶν ἄρτι θύεις τοῖς θεοῖς ἢ οὔ; Λέγει πρὸς αὐτὸν ὁ ἅγιος Βλάσιος· Ἀθλιε τυφλὸς ὢν οὐχ ὁρᾷς τὸ φῶς τοῦ Θεοῦ τὸ ἀληθινόν. Τίς γὰρ ἀνθρώπων ποτὲ γνωρίσας θεὸν ζῶντα, εἰδώλοις νεκροῖς θύει ἢ προσκυνεῖ; Σὺ οὖν, ἐσκοτισμένε καὶ ἄνομε, γνῶθι ὅτι Θεὸν ζῶντα ἀφῆκας, καὶ λίθοις ἀναισθήτοις προσκυνεῖς. Ἀλλ' ἐγὼ οὐ φοβηθήσομαι τὰς ἀπειλάς σου. Ὡς θέλεις οὖν, οὕτως με βασάνισον. Τὰς σάρκας μου παραδίδωμί σοι· τῆς δὲ ψυχῆς ὁ Θεὸς ἐξουσιάζει. Ὁ ἡγεμὼν λέγει πρὸς τὸν ἅγιον· Ἐὰν ῥίψω σε ἐν τῇ λίμνῃ, τί σε ὠφελήσῃ ἐπὶ τοῦ ὕδατος ὃν λέγεις Χριστὸν, ὃν καὶ προσκυνεῖς; Ὁ ἅγιος Βλάσιος εἶπεν· Τυφλὲ καὶ ἀναίσθητε, κίβδηλα προσκυνεῖς ἔψυχα, καὶ νομίζεις σωθῆναι· ἐγὼ δὲ Θεῷ ζῶντι λατρεύων οὐ δείξω σοι τὰς τοῦ Θεοῦ μου δυνάμεις ἐν τῷ ὕδατι; Τότε οὖν ἐκέλευσεν ὁ ἡγεμὼν βληθῆναι αὐτὸν ἐν τῇ λίμνῃ. Ὁ δὲ ἅγιος προλαβὼν κατεσφράγισεν τὸ ὕδωρ. Καὶ τούτου γενομένου ἔστη ὥσπερ γέφυρα, καὶ καθεσθεὶς ἀνὰ μέσον τῆς λίμνης ὁ μακάριος Βλάσιος εἶπε πρὸς τοὺς δημίους· Εἰ ἔχετε θεοὺς, δείξατε τὰς δυνάμεις αὐτῶν, καὶ εἰσέλθετε καὶ ὑμεῖς ὧδε πρός με. Καὶ εὐθέως εἰσελθόντες ἑξηκονταοκτὼ ἄνδρες κατεποντίσθησαν εἰς τὸν βαθὸν τοῦ ὕδατος. Τότε ἄγγελος Κυρίου κατελθὼν πρὸς τὸν ἅγιον λέγει αὐτῷ· Κεχαριτωμένη καὶ λαμπρὰ ψυχή, ἀρχιερεῖ τοῦ Θεοῦ, ἔξελθε ἐκ τοῦ ὕδατος, καὶ ἀπολάμβανε τὸν παρὰ τοῦ Θεοῦ σοι ἡτοιμασμένον στέφανον αἰώνιον. ΙΑ΄. Ὁ δὲ ἅγιος Βλάσιος ἀναστὰς ἀπὸ τοῦ ὕδατος περιπατῶν ὡς ἐπὶ γῆς ἐξῆλθεν ἀβλαβής, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὥσπερ φῶς ὥστε θαυμάζειν τοὺς ὁρῶντας αὐτὸν πάντας. Ὁ δὲ ἡγεμὼν εἶπε πρὸς αὐτόν· Τοσοῦτον ἔκρινας, ἄθλιε, τοῦ μὴ θύσαι τοῖς θεοῖς; Ὁ ἅγιος Βλάσιος εἶπε· Γίνωσκε, τύραννε καὶ αἱμοπότα, ὅτι Χριστοῦ δοῦλός εἰμι καὶ οὐ θύω δαίμοσί ποτε. Τότε χολέσας ὁ ἡγεμὼν ἔδωκε κατ' αὐτοῦ τὴν ἀπόφασιν λέγων· Βλάσιος ὁ ἐμοὶ ἀπειθήσας καὶ τοῦ αὐτοκράτορος βασιλέως καταφρονήσας καὶ τοὺς θεοὺς πλεῖστα ἀτιμάσας καὶ τοὺς ἑξηκονταοκτὼ ἄνδρας ἐν τῷ βυθῷ τῆς λίμνης ἀπολέσας, ξίφει ἀποτμηθήτω τὴν κεφαλὴν ἅμα τοῖς δυσὶ παιδίοις. Λαβὼν δὲ τὴν ἀπόφασιν ὁ μακάριος, καὶ ἐλθὼν ἐπὶ τὸν τόπον, στὰς ὁ ἅγιος προσηύξατο πρὸς Κύριον λέγων· Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ὁ ρυσάμενός με ἀπὸ τῶν εἰδώλων, ὁ τὸ σκότος φῶς ποιήσας καὶ τὴν πλάνην ἀλήθειαν, ὁ καθήμενος ἐπάνω τῶν χερουβίμ, καὶ ἀνοίγων καταρράκτας οὐρανῶν, ὁ ἐκτείνας τὸ τόξον σου ἐν τῇ χειρί σου, ὁ τὸν διάβολον ταπεινώσας, καὶ τὸν δράκοντα καθηλώσας, ἐπήκοος μου γενοῦ τοῦ δούλου σου· καὶ ὅστις ἂν προσέλθῃ τῷ θυσιαστηρίῳ σου, τούτῳ καὶ οἱανοῦν ἄκανθα ἢ ὀστοῦν
col. 829–830page 19 of 21
PG 116:829καταποίει ἢ ποικίλαις νόσοις περιπέσοι ἢ ἐν θλίψει ἢ ἐν ἀνάγκῃ διωγμοῦ ὑπάρχοι, πλήρωσον ἑκάστου τὸ αἴτημα τῆς καρδίας, Δέσποτα, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, καὶ τοῖς κατ᾽ ἔτος ἐπιτελοῦσι τὴν μνήμην μου ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ τῶν πενήτων σου μεμνημένοις μισθὸν οὐράνιον δώρησαι καὶ ζωὴν τὴν αἰώνιον· ὅτι δεδοξασμένος ὑπάρχεις πάντοτε νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ταῦτα δὲ αὐτοῦ προσευξαμένου κατῆλθεν ὁ Χριστὸς ὥσπερ νεφέλη ἐκ τοῦ οὐρανοῦ, καὶ ἐπεσκίασεν αὐτὸν, καὶ λέγει πρὸς αὐτὸν ὁ Σωτήρ· Ἀθλητά μου ἠγαπημένε Βλάσιε, πάντα τὰ αἰτήματα αὐτῶν πληρώσω διὰ σέ, καὶ οὐ μόνον ταῦτα, ἀλλὰ καὶ καθὼς ἐπηύξω τῇ χήρᾳ ποιήσω, καὶ εὐλογήσω πάντα τὸν οἶκον τὸν ποιοῦντα τὴν μνήμην σου, καὶ τὰ ταμιεῖα αὐτῶν ἐμπλήσω πάσης ἀγαθωσύνης διὰ τὴν καλὴν σου ὁμολογίαν καὶ πίστιν τὴν εἰς ἐμέ· καὶ τὰς ἁμαρτίας αὐτῶν συγχωρήσας ζωὴν αἰώνιον δωρήσομαι αὐτοῖς. Ταῦτα τοίνυν λαλήσαντος τοῦ Κυρίου πρὸς τὸν ἅγιον ἱερομάρτυρα Βλάσιον, ἐξενέγκας αὐτὸν ὁ σπεκουλάτωρ σὺν τοῖς δυσὶ βρέφεσιν ἐκ τοῦ πραιτωρίου, ἀπεκεφάλισεν αὐτοὺς ἐν Σεβαστείᾳ τῇ πόλει ἔσω τοῦ τείχους ἐπὶ πέτρας μηνὶ Φεβρουαρίῳ ἑνδεκάτῃ. Πιστοὶ δὲ ἄνδρες καὶ εὐλαβεῖς κατέθεντο αὐτὸν ἐνταφιάσαντες ἐν αὐτῷ τῷ τόπῳ μετ᾽ ἐπιμελείας πολλῆς· ἔνθα καὶ μέχρι τοῦ νῦν πολλαὶ δυνάμεις καὶ ἰάσεις ἐπιτελοῦνται εἰς δόξαν Θεοῦ. ΙΒ΄. Μαθοῦσα δὲ καὶ ἡ τιμία καὶ εὐσεβὴς γραῦς τὴν τελείωσιν τοῦ ἁγίου καὶ μακαρίου ἱερομάρτυρος Βλασίου ἐπετέλεσε τὴν μνήμην αὐτοῦ κατὰ τὸ σχῆμα ὃ ἐποίησεν ἐν τῇ φυλακῇ· καὶ οὐ μόνον συγγενέσιν ἀπήγαγε τὰς ἐκ τῶν σπερμάτων τῆς γῆς εὐλογίας καὶ τῶν λοιπῶν ἐδωδίμων, ἀλλὰ γὰρ καὶ πᾶσι φίλοις καὶ γνωστοῖς οἵτινες ἀντιμιμησάμενοι πάλιν ἐν τῷ καιρῷ τῷ αὐτῷ ἀνέπεμψαν οὐ μόνον τῇ αὐτῇ πιστῇ χήρᾳ, ἀλλὰ καὶ πᾶσι τοῖς αὐτῶν φίλοις καὶ συγγενέσιν. Ὅθεν ἔκτοτε μέχρι καὶ νῦν διεδόθη τοῦτο τὸ καλὸν καὶ ἀγαθὸν ὑπόδειγμα μέχρι τῆς σήμερον ἐν πᾶσι τοῖς πιστῶς ἐπιτελοῦσι τὴν τιμίαν καὶ σεπτὴν μνήμην τοῦ ἁγίου καὶ ἐνδόξου ἱερομάρτυρος Βλασίου μετὰ λαμπάδων καὶ ὕμνων καὶ εὐωχίας πολλῆς εἰς δόξαν Θεοῦ παντοκράτορος καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ δοξαζομένου ἐν τοῖς ἁγίοις αὐτοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ ἁγίῳ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
col. 831–832page 20 of 21
PG 116:831ΑΘΛΗΣΙΣ ΤΩΝ ΑΓΙΩΝ ΤΟΥ ΧΡΙΣΤΟΥ ΜΑΡΤΥΡΩΝ ΑΚΕΨΙΜΟΥ ΙΩΣΗΦ ΚΑΙ ΑΕΙΘΑΛΟΥ. Α΄. Ἐλύττα κατὰ Χριστιανῶν Σαπώριος ὁ Περσῶν βασιλεὺς, τοῖς μάγοις τε μέρος οὖσι Περσῶν τὸν κατ᾽ αὐτῶν ἐπέτρεπε διωγμόν. Οἱ καὶ ἰταμώτερον ἄτε ζηλωταὶ τῶν πατρῴων ἐθῶν, τοῖς διωκομένοις ἐπιτιθέμενοι πυρί τε καὶ ἡλίῳ τὸ σέβας νέμειν ἐξεδίαζοντο. Οἱ δὴ χάριν καὶ Ἀκεψιμᾶς ὁ μακάριος ὑπ᾽ αὐτῶν συλλαμβάνεται· ὃς ἐκ πατρίδος μὲν ἥρμητο Ναησσῶν, ὑπὸ τὰ Περσῶν ὅρια αὕτη τυγχάνει κειμένη, ἐπισκοπικῷ δὲ τετίμητο ἀξιώματι, γεραιὸς τὴν ἡλικίαν, ἔτος που ὀγδοηκοστὸν γενόμενος, γεραιὸς τὴν φρόνησιν, πρᾶος, ἀόργητος, ἐγκρατείᾳ συζῶν, τοῖς δεομένοις τῶν ὄντων μεταδιδοὺς, πρὸς εὐχῆς ἐπιμελόμενος, χαρίεις τὸ εἶδος, χαριέστερος τὴν ψυχὴν, καὶ τῷ ἐκτὸς ἤθει τὴν ἐντὸς κατάστασιν τοῖς ὁρῶσι διασημαίνων, ἔργῳ τε καὶ λόγῳ τὴν εὐσέβειαν καταγγέλλων, διδάσκαλος Χριστιανοῖς καὶ βίου καὶ δογμάτων. Ἐξ οὗ καὶ τὴν τῶν ἐναντίων τάραξιν, ὅτι πρὸς ἰσχυρότατον ἀνταγωνιστήν, εἰς ἑαυτὸν ὅλον ἐξεκαλέσατο, περὶ ὃν δὴ καὶ πρὸ τοῦ συλληφθῆναι τοιοῦτόν τι προφητικῶς γίνεται. Β΄. Πρός τε κατὰ κεφαλῆν, τῶν διαχλευαζόντων φθειρῶν ἐκβαλλόμενον·
col. 833–834page 21 of 21
PG 116:833ριά σου. Ἐπεὶ δέ τις συνήθης καὶ φίλος τῷ μακαρίῳ Ἀκεψιμᾷ λεγομένων τούτων παρῆν, ἐπίσκοπος δὲ καὶ αὐτὸς τῆς ἐν γειτόνων πόλεως ἦν, ἤρετο τὸ παιδίον ὑπομειδιῶν, Εἰπέ μοι, τέκνον, εἰπέ, εἴ τι καὶ παρ' ἡμῶν ἔγνωκας. Ὁ δέ γε θεοφορούμενος παῖς, Καί σοι, ἔφη, πρὸς τὴν πόλιν ἐπανιόντι τὴν σὴν οὐκ ἐξέσται ταύτην ἰδεῖν, ἀλλὰ κατὰ τὴν κώμην Ἀθρωδαρὰν καταλύσεις τὸν βίον· ὃ δὴ καὶ ἀμφοτέροις κατὰ τὴν τοῦ παιδὸς ἐξέβαινε πρόῤῥησιν. Ἀλλὰ ταῦτα μὲν πρὸ τοῦ τὸν μάρτυρα συλληφθήναι. Γ'. Ἐπεὶ δὲ καὶ ἐάλω καὶ διὰ τῆς αὐτοῦ οἰκίας ἤγετο, τῶν συνήθων τις πλησίον γενόμενος, Διάταξαι τι περὶ τοῦ οἴκου σου, πρὸς τὸ οὖς αὐτῷ ἔφη. Ὁ δέ, Αὕτη ἡ οἰκία, τῇ χειρὶ δείξας, οὐκ ἔστιν οἰκία μου· ἐγὼ γὰρ ἤδη πρὸς τὴν ἄνω ὅσον οὔπω καὶ μετοικίζομαι. Ἐν τῇ πόλει δὲ Ἀρβῇ γεγονὼς καὶ τῷ τῶν μάγων ἀρχηγῷ παραστὰς (ὄνομα αὐτῷ Ἀδραχὸς γὰρ ἦν), εἰ Χριστιανὸς εἴη ἐπηρωτᾶτο. Ὡς δὲ μεγάλῃ τῇ φωνῇ τοῦτο εἶναι διωμολόγησεν, Οὐκοῦν ἀληθῆ, ἔφη, τὰ περὶ σοῦ φημιζόμενα, ὡς βασιλικῶν τε εἴης προσταξεων καταφρονῶν, καὶ ὡς ἕνα κηρύττεις Θεόν ἀπεναντίας τῷ βασιλικῷ δόγματι. Τὸ δὲ μακάριον ἐκεῖνο γῆρας οὐδὲν ὑποδειλιάσαν, Πάντα ὅσα, φησί, τοιαῦτα περὶ ἡμῶν ἀκήκους ἀληθῆ τυγχάνουσιν ὄντα. Ἕνα γὰρ κηρύσσω Θεὸν κατὰ τὰς παρ' ἡμῶν θείας Γραφὰς καὶ τοῖς ὡς ἐμὲ φοιτώσι τούτου πρεσβευτὰς εἶναι τοῦ δόγματος ὑποτίθημι. Καὶ ὁ μάγος· Φρονήσει σε διαφέρειν τῶν πολλῶν ἀκηκόαμεν, ἥ τις τῷ μακρῷ χρόνῳ καὶ τῇ πείρᾳ δοκιμωτέρα καθίσταται. Νῦν δὲ οὐχ οὕτως ὥσπερ ἠκούσαμεν καὶ ὁρᾶν πάρεστι· διάκεισαι γὰρ παιδὸς ἀφραίνοντος κατ' οὐδὲν ἄμεινον· ἐπεί που τοῦτο συνέσεως ἢ καλῶς ἐχούσης φρενός, τῷ βασιλικῶν δογμάτων καταφρονεῖν καὶ μὴ προσκυνεῖν ἐθέλειν τῷ τε ἡλίῳ καὶ τῷ πυρί, οἷς δῆτα καὶ βασιλεὺς αὐτὸς προσκυνεῖ. Ὁ τοῦ Χριστοῦ ἀρχιερεὺς ἀπεκρίνατο. Πολλά μοι δοκεῖ ἡ τῶν Περσῶν ἀνοηταίνειν ἀρχή, ὅτι τοῦ κτίσαντος ἀφεμένη λατρεύειν ἔγνω τοῖς κτίσμασι. Τίς γὰρ εὐφρονῶν τὸ τοῦ Θεοῦ σέβας τοῖς ὑπὸ Θεοῦ περιθεῖναι πεποιημένοις ἀνέξοιτο, ὥσπερ ὑμεῖς ποιεῖτε, ἀνόσια ὁρῶντες, καὶ αὐτός γε οὗτος ὁ ὑμέτερος βασιλεύς; Ὁ δέ, Ἀνόσια δρᾶν ἡμᾶς λέγειν τολμᾷς, ἔφη, τηλικούτῳ προσκυνοῦντας στοιχείῳ καὶ ζωογόνῳ ἡλίῳ λατρεύοντας, ἀνόσιε τἀληθὲς σὺ καὶ λῆρε καὶ ματαίου προστάτη θρησκεύματος; Ἀλλ' εἰ μὴ τῷ τοῦ βασιλέως εἴξεις προστάγματι, καὶ προσκυνήσεις οἷς ἄρα καὶ αὐτὸς προσκυνεῖ, οὔτε τὸ γῆρας σε τοῦ μὴ ἀνήκεστά σε παθεῖν ἐξαιρήσεται, οὔθ' ὃν λατρεύεις ἐσταυρωμένον Θεόν. Δ'. Εἶτα ὁ θεῖος πρεσβύτης, Ἐμφραχθείη σου τὸ μικρὸν στόμα, κατάρατε, ἔφη, εἴ με δοκεῖς ταῖς ἀπειλαῖς σου μεταπείθειν, ὥστε πατρῴου δόγματος ἀποστῆναι, ὃ παιδόθεν μεμαθηκὼς καὶ εἰς τήνδε τὴν πολιὰν ἔσωσα. Εἰ δέ με οὔτε τὸ γῆρας ἐξαιρήσεται, ὡς σὺ ἔφης, οὔθ' ὅν σέβω Θεόν, τῶν ὑμετέρων χειρῶν, οὐ παρὰ τοῦτο χεῖρον ἐγὼ τοῦ κρείττονος ἀνταλλάξομαι. Τί γάρ μοι καὶ ταῖς ὀλίγαις τοῦ ζῆν ἡμέραις; Ἐπεὶ μετ' ὀλίγον τὸ κοινὸν τοῦτο τῆς φύ
Continue reading PG 116: Mensis Januarius →≣ entire volume
Page scan enlarged

Notebook

Full View