PG 116Symeon Metaphrastes
Month of April
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected (sonnet, OCR-anchored) · Migne scan — scholarios OCR + scan in the Page/Facsimile views — PG column chips mark the printed columns.

Day 22Die 22

col. 831–832page 1 of 26
PG 116:831ΑΘΛΗΣΙΣ ΤΩΝ ΑΓΙΩΝ ΤΟΥ ΧΡΙΣΤΟΥ ΜΑΡΤΥΡΩΝ ΑΚΕΨΙΜΟΥ ΙΩΣΗΦ ΚΑΙ ΑΕΙΘΑΛΟΥ. Α'. Ελύττα κατὰ Χριστιανών Σαπώριος ὁ Περσῶν βασιλεὺς, τοῖς μαγοις τε μέρος οὖσι περσῶν τὸν κατ' αὐτῶν ἐπέτρεπε διωγμόν. Οι καὶ ιταμώτερον ἄτε ζηλωταὶ τῶν πατρῴων ἐθῶν, τοῖς διωκομένοις ἐπι τιθέμενοι πυρί τε καὶ ἡλίῳ τὸ σέβας νέμειν ἐξεδιά ζοντο. Οἱ δὴ χάριν καὶ ᾿Ακεψιμᾶς ὁ μακάριος ὑπ' αὐτῶν συλλαμβάνεται ὃς ἐκ πατρίδος μὲν ἄρμητο Νζηασσῶν ὑπὸ τὰ Περσῶν ὅρια αύτη τυγχάνει κει μένη ἐπισκοπικῷ δὲ τετίμητο ἀξιώματα), γεραιός τὴν ἡλικίαν ἔτος που ὀγδοηκοστόν γενόμενος, για ραιος την φρόνησιν, πράος, όργητος, εγκρατεία συζῶν, τοῖς δεομένοις τῶν ὄντων μετα των προς ευχῆς ἐπιμελόμενος, χαρίεις το είδος, χαριέστερος τὴν ψυχὴν, καὶ τῷ ἐκτὸς ἤθει, τὴν ἐντὸς κατάσταση τοῖς ὁρῶσι διασημαίνων, ἔργον τε καὶ λόγῳ τὴν εὐ ειαν καταγγέλλων, διδάσκαλος Χριστιανός και βίν καὶ δογμάτων. Ἐξ οὗ καὶ τὴν τῶν ἐναντίων τείπ ν, στι πρὸς ἰσχυρότατον ανταγωνιστήν, ἐν ἑκατὸν ὅλον εξεκαλέσατο, περὶ ἐν δτι καὶ πρὸ τοῦ συλλη θῆναι τοιούτον η αχρησικώς γίνεται. Β΄. Προς της κατέσι την ενται καιής, που χλωτών στενών έκατέρων. Την την τον έστες με Μακαρία, είπεν, η μελέτη είτε ένα γάρ, στις με καὶ τὰ Χριστὸν μετρησε ο Σ Εσθης την προ και η Σαν Σε ένα
col. 833–834page 2 of 26
PG 116:833ριά σου. Ἐπεὶ δέ τις συνήθης καὶ φίλος τῷ μακαρίῳ Ακεψιμᾷ λεγομένων τούτων παρῆν, ἐπίσκοπος δὲ καὶ αὐτὸς τῆς ἐν γειτόνων πόλεως ἦν, ήρετο τὸ παι δίον ὑπομειδιῶν, Εἶπέ μοι, τέκνον, εἰπὲ, εἴ τι καὶ παρ' ἡμῶν ἔγνωκας. Ὁ δέ γε θεοφορούμενος παῖς,: ο Καί σοι, ἔφη, πρὸς τὴν πόλιν ἐπανιόντι τὴν σὴν οὐκ ἐξέσται ταύτην ἰδεῖν, ἀλλὰ κατὰ τὴν κώμην ᾿Αθρω δαρὰν καταλύσεις τὸν βίον· Ξ δὴ καὶ ἀμφοτέροις κατὰ τὴν τοῦ παιδὸς ἐξέβαινε πρόῤῥησιν. ᾿Αλλὰ ταῦ τα μὲν πρὸ τοῦ τὸν μάρτυρα συλληφθήναι. Γ'. Ἐπεὶ δὲ καὶ ἐάλω καὶ διὰ τῆς αὐτοῦ οἰκίας ἤγετο, τῶν συνήθων τις πλησίον γενόμενος. Διάταξαι τι περὶ τοῦ οἴκου, σου πρὸς τὸ οὖς αὐτῳ ἔφη. Ο δὲ, Αὕτη ἤ οἰκία, τῇ χειρὶ δείξας, οὐκ ἔστιν οἰκία μου ἐγὼ γὰρ ἤδη πρὸς τὴν ἄνω ὅσον οὔπω καὶ μετοικί ζομαι. Ἐν τῇ πόλει δὲ ᾿Αρβῇ γεγονὼς καὶ τῷ τῶν μάγων ἀρχηγῷ παραστὰς (ὄνομα αὐτῷ ᾿Αδραχὸς γὰρ ἦν), εἰ Χριστιανὸς εἴη ἐπηρώτᾶτο. ὡς δὲ μεγάλῃ τῇ φωνῇ τοῦτο εἶναι διωμολόγησεν, Οὐκοῦν ἀληθῆ, ἔφη, τὰ περὶ σοῦ φημιζόμένα, ὡς βασιλικῶν τε εἴης προσ τάξεων καταφρονῶν, καὶ ὡς ἕνα κηρύττεις Θεόν ἀπεναντίας τῷ βασιλική δόγματι. Τὸ δὲ μακάριον ἐκεῖνο γῆρας οὐδὲν ὑποδειλιάσαν, Πάντα ὅσα, φησί, τοιαῦτα περὶ ἡμῶν ἀκήκους ἀληθῆ τυγχάνουσιν ὄντα. Ένα γὰρ κηρύσσω Θεὸν κατὰ τὰς παρ᾽ ἡμῶν θείας Γραφὰς καὶ τοῖς ὡς ἐμὲ φοιτώσι τούτου πρεσβευτάς εἶναι τοῦ δόγματος ὑποτίθημι. Καὶ ὁ μάγος - Φρο νήσει σε διαφέρειν τῶν πολλῶν ἀκηκόαμεν, ἤ τις τῷ μακρῷ χρόνῳ καὶ τῇ πείρα δοκιμωτέρα καθίσταται. Νῦν δὲ οὐχ οὕτως ὥσπερ ἠκούσαμεν καὶ ὁρᾶν πάρ εστι· διάκεισαι γὰρ παιδὸς ἀφραίνοντος κατ' οὐδὲν ἄμεινον· ἐπεί που τοῦτο συνέσεως ἢ καλῶς ἐχούσης φρενός, τῷ βασιλικών δογμάτων καταφρονεῖν καὶ μὴ προσκυνεῖν ἐθέλειν τῷ τε ἡλίῳ καὶ τῷ πυρὶ, οἷς δῆτα καὶ βασιλεὺς αὐτὸς προσκυνεῖ. Ο τοῦ Χριστοῦ ἀρχιερεὺς ἀπεκρίνατο. Πολλά μοι δοκεῖ ἡ τῶν Περ σῶν ἀνοηταίνειν ἀρχὴ, ὅτι τοῦ κτίσαντος ἀφεμένη λατρεύειν ἔγνω τοῖς κτίσμασι. Τίς γὰρ εὐφρονών τὸ τοῦ Θεοῦ σέβας τοῖς ὑπὸ Θεοῦ περιθεῖναι πεποιημένοις ἀνέξοιτο, ὥσπερ ὑμεῖς ποιεῖτε, ἀνόσια ὁρῶντες, καὶ αὐτός γε οὗτος ὁ ὑμέτερος βασιλεύς; Ὁ δὲ, ᾿Ανόσια δρᾷν ἡμᾶς λέγειν τολμᾷς, ἔφη, της λικούτῳ προσκυνοῦντας στοιχείῳ καὶ ζωογόνῳ ἡλίῳ λατρεύοντας, ἀνόσιε τἀληθὲς σὺ καὶ λῆρε καὶ μα ταίου προστάτη θρησκεύματος; Αλλ' εἰ μὴ τῷ τοῦ βασιλέως εἴξεις προστάγματι, καὶ προσκυνήσεις οἷς ἄρα καὶ αὐτὸς προσκυνεῖ, οὔτε τὸ γῆρας σε τοῦ μὴ ἀνήκεστά σε παθεῖν ἐξαιρήσεται, οὔθ᾽ ὃν λατρεύεις ἐσταυρωμένον Θεόν. Δ' Εἶν ὁ θεῖος πρεσβύτης, Εμφραχθείη σου τὸ μικρὸν στόμα, κατάρατε, ἔφη, εἴ με δοκεῖς ταῖς ἀπειλαῖς σου μεταπείθειν, ὥστε πατρῴοῦ δόγματος ἀποστῆναι, ὅ παιδόθεν μεμαθηκώς καὶ εἰς τήνδε τὴν πολιὰν ἔσωσα. Εἰ δέ με οὔτε τὸ γῆρας ἐξαιρήσεται, ὡς σὺ ἔφης, οὔθ᾽ ὅν σέβω Θεόν, των ὑμετέρων χειρῶν, οὐ παρὰ τοῦτο χεῖρον ἐγὼ τοῦ κρείττονος ἀνταλλάξομαι. Τί γάρ μοι καὶ ταῖς ὀλίγαις τοῦ ζῆν ἡμέραις; Ἐπεὶ μετ' ὀλίγον τὸ κοινὸν τοῦτο τῆς φύ
col. 835–836page 3 of 26
PG 116:835σεως χρέος καὶ ὑμῶν ἄνευ ἀπαιτηθήσομαι. Οὐ προσκυνήσω ἡλίῳ, οὐ λατρεύσω πυρί. Οὐδείς μοι καταγελάσει τῆς πολιᾶς, οὐδεὶς ἐγκαλέσει μοι τὸ φιλόζωον, βραχείας ζωῆς, ἀγαθῶν τοσούτων ἀποδεδομένῳ μακαριότητα. θυμοῦ ἐπὶ τούτοις ὁ μικρὸς ὑποπίμπλαται, καὶ μάστιξι τὸ ἱερὸν γῆρας εὐθὺς κατοικτίζεται οὕτω βαρέως ὥστε τῷ αἵματι μὲν ἅπαν περιλιμνησθῆναι τὸ ἔδαφος, μὴ καταλειφθῆναι δὲ μηδένα τόπον τοῦ σώματος ἀπαθῆ. Βραχὺ δὲ τῶν πληγῶν ἀνεθέντα ἁλύσεσι δυσὶ περιδεθέντα κελεύει πάλιν τῷ βήματι παραστῆναι, καί, Ποῦ ὁ Θεός σου, ὃν σέβῃ, Ἀκεψιμᾶ; ἔλεγεν. Ἐλθέτω καὶ τῶν ἐμῶν χειρῶν ἐξελέσθω σε. Ὁ ἐμὸς, ἔφη, Θεός, μιαρώτατε, τὸν οὐρανὸν πληρῶν καὶ τὴν γῆν, δυνατός ἐστι καὶ τῶν σῶν χειρῶν ἐξελέσθαι με. Σὺ δὲ γῆ καὶ σποδός ὢν κατὰ τίνος ἄρα καὶ τολμᾷς ὑπερηφανεύεσθαι, οὗ ὑποκάτω στρωθήσεται σήψις, ᾧ ἡ ζωὴ βαρυτέρα θανάτου τὸν ζῶντα μὴ ἐγνωκότι Θεόν. Διὰ τοῦτο ὡσεὶ ἄνθος τοῦ ἀγροῦ οὕτως ξηρανθήσῃ, ἵν᾿ ὅπερ νῦν προσκυνεῖς, τοῦτο ἐκεῖ κολαζόμενος ἔργῳ μάθῃς οὐ τὸ πῦρ εἶναι Θεόν, ἀλλὰ καὶ αὐτὸ ἕτερον εἰδέναι δημιουργόν, ὃς καὶ πάντων ἐστὶ τῶν ὁρωμένων Θεός. Ε΄. Τούτοις θυμῷ πλείονι τοῦ μάγου διακαυθέντος, βαρύτεραι τὸν ἅγιον περιεδέσμουν ἁλύσεις, καὶ ἡ ἐσωτέρα τέως φυλακὴ ὑπεδέχετο. Τῇ δὲ ἑξῆς καὶ ὁ τιμιώτατος κατεσχέθη πρεσβύτερος Ἰωσὴφ ἀπὸ κώμης Βηθλαβουκὰ καλουμένης ὁρμώμενος, ὃ τοῦ γράφοντος καλῶς ἑρμηνεύεται· γηραιὸς δὲ αὐτὸς καὶ τῶν Δαυϊδικῶν ἐντὸς ὅρων ἑβδομήκοντα τούτοις ὑπάρχων. Ἔπρεπε δέ τις τῷ γήρᾳ καὶ χάρις ὡραιότης τε τὴν τιμίαν πολιὰν ἐπιμᾶλλον ἐφαίδρυνεν, ᾧ ζήλου μὲν ἔπνεεν ἡ ψυχὴ καὶ τοῦ Χριστιανῶν ἐκτόπως προΐστατο δόγματος σωφροσύνης τε ἀκριβοῦς εἴχετο. Πρὸς τοῦτο καὶ ὁ σεβασμιώτατος διάκονος Αειθαλᾶς συλλαμβάνεται, κώμη τοῦτον ἐθρέψατο Βηθροαδαρά, ἀνὴρ τότε πνεύματι ζέων καὶ τῇ τοῦ Χριστοῦ ἀγάπῃ σφοδρῶς ἐκπυρούμενος· ἐλεγκτικὸν δὲ αὐτῷ τὸ ἦθος καὶ παῤῥησίας μεστὸν τὸν Ἡλιοῦ τοῦ μεγάλου τρόπον τῷ ἐλευθερίῳ, οἶμαι, τοῦ βίου καὶ τὴν τῆς ψυχῆς ἐπόμενον καθαρότητι. Ἐπήνθει δέ τις αὐτῷ καὶ σεμνότης ἐκ πάντων περιποιοῦσα τῷ ἀνδρὶ τὸ αἰδέσιμον. Ἐπεὶ δὲ ἄμφω παρέστησαν τῷ δικάζοντι βλοσυρῷ ὄμματι πρὸς αὐτοὺς ἀποβλέψας, Ὦ δυσθανάτωτον, ἔφη, γένος, ἵνα τί τοὺς τῶν ἀνθρώπων ἀφελεστέρους ὑπιόντες τῇ τῶν Χριστιανῶν ὑπάγετε θρησκείᾳ; Ὁ μακάριος ἔφησεν Ἰωσήφ· Ἡμεῖς οὔτε γοητεύειν οὔτε ἀπατᾶν μεμαθήκαμεν· ἀληθοῦς δὲ καὶ βεβαίου προϊστάμενοι δόγματος τοὺς πλανωμένους περὶ τὸ σέβας χειραγωγοῦμεν πρὸς τὴν ἀλήθειαν, Θεὸν ἕνα διδάσκοντες προσκυνεῖν δεσπότην μετὰ τῶν ἄλλων ἡλίου τε καὶ πυρός. Καὶ ὁ μάγος φησίν· Ποῖον δὲ δόγμα ἀληθείας ἐχόμενόν ἐστιν, ὅπερ ὁ πάσης γῆς βασιλεύων αὐτός τε καὶ μεγιστάνες αὐτοῦ πρεσβεύουσιν, ἢ ὅπερ εὐτελεῖς καὶ ἠμελημένοι καθ᾿ ἡμᾶς τοὺς ἠπατημένους κηρύττουσιν;
col. 837–838page 4 of 26
PG 116:837Ϛ'. Εὑτελεῖς μὲν ἡμεῖς, ὁ τοῦ Χριστοῦ ἱερεὺς ἀπεκρίνατο, τοῦτο τῆς ἐντολῆς Χριστοῦ κελευούσης ἐπεὶ οὐκ ἐν πλούτῳ καὶ ὑπερηφανίᾳ εὐδόκησεν ὁ Θεός ἡμῶν ὁδὸν ἀνθρώπου κατευθύνεσθαι· διὰ τοῦτο καὶ πολλάκις γοῦν ἐκόντες ἑαυτοὺς ταπεινούμεν, τὰ ὄντα πένησι προϊέμενοι, πλοῦτον ἀντιλαβεῖν αἰώνιον ἐκδεχόμενοι καὶ δόξαν τὴν οὐδέποτε διαπίπτουσαν. Σὺ δὲ ὁ ἐπὶ πλούτῳ προσκαίρῳ καὶ ματαία δόξῃ τὰ μεγάλα φυσῶν ὡς καπνὸς παρελεύσῃ, καὶ ὡς χαὺς ὑπὸ πνεύματος ἐκφυσηθήσῃ. Ὁ μάγος, Ὑμεῖς, εἶπεν, ὄκνῳ δουλούμενοι ἀργίαν τε περὶ πλείονος ἔργου ποιούμενοι περιέρχεσθε τὰς οἰκίας προσαῖταί τινες ἄθλιοι καὶ χερσὶ προσέχοντες ἀλλοτρίαις. Ἐφ᾽ ᾧ δὲ ἐρχῆν ἐπαισχύνεσθαι, τούτῳ μᾶλλον ὑμεῖς ἐγκαυχάσθε· ὁ γὰρ πλοῦτος πᾶσιν ἀνθρώποις ἐπέραστός τε δεινῶς καὶ ἀξιοσπούδαστος, οὗ τίς ὑμῖν πιστεύσει μὴ ἐρᾷν; Ὁ μακάριος, Ἐπειδή, φήσίν, ἀργίαν ἡμῖν ὠνείδισες, καὶ προσαίτας ἐκάλεσας, ἐρωτῶν μάνθανε παρὰ τῶν εἰδότων ὡς εἴγε πλοῦτον ἀθλοῖσαι διὰ σπουδῆς ἡμῖν γέγονε, τοσοῦτον ἂν τῶν ἡμετέρων ἀπωνάμεθα χειρῶν ὅσος οὐδὲ σοι σχεδὸν πρόσεστιν ἀπὸ τῶν πενήτων αὐτὸν ἐρανιζομένῳ, πόνους τε ἀλλοτρίους καλαμωμένῳ. Ἡμεῖς μὲν γὰρ ἰδίαις χερσὶ πονούμενοι, περισμοῦ δικαίου κοινωνούμεν τοῖς δεομένοις· ὑμεῖς δὲ πλεονεξίᾳ προσκείμενοι οὐ μόνον οὐδ᾽ ὁτιοῦν αὐτοὶ ἐργάζεσθε, ἀλλὰ προσαφαιρεῖσθε καὶ τὰ ἀλλότρια. Ὅτι δὲ ἡμᾶς πλούτου ἔφης ἐρᾷν, τί τὸ προσὸν ἐκείνῳ κατανοήσαντες ἀγαθὸν, προσδεδέσθαι ἂν αὐτῷ εἴχομεν; Οὐχὶ δραπέτης ἐστὶν καὶ κομιδῆ ἄπιστος; Οὐχὶ τούτῳ μὲν πρόσεστι νῦν, αὔριον δὲ πρὸς ἄλλον μεταφοιτᾷ τὸν πρὸ τοῦ δεσπότην ὥσπερ ἐξαρνησάμενος; Οὐ πόνων οὗτος καὶ πολέμων δημιουργὸς ἄντικρυς; Οὐχὶ λῃστῶν καὶ κλεπτῶν ἐφέλκεται ὀφθαλμούς; Εἰ δὲ τὴν ἐκ τούτου φῇς ἡδονὴν ἢ δόξαν ᾗ μέγα τι τὴν δόξαν λογίζῃ, τί τῶν ὀνείρων αὕτη διαφέρει καὶ τῶν σκιῶν; Ὀλίγον εὔφρανεν, εἶθ᾽ ἑσπέρας καταλαβούσης, ἀπέσβη καὶ πρὸς τὸ μὴ ὂν ᾤχετο. Εἰ δὲ καὶ μικρόν τι τῷ παρόντι βίῳ συμπαραμείνοι, ἀλλ᾽ ὁ θάνατος ἤδη καταλαβὼν καὶ αὐτὴν ἔχει συναπιοῦσαν· πικραὶ δὲ κολάσεις τὸν ἐνταῦθα ταῖς ἡδοναῖς ἐφέντα διὰ παντὸς ἕξουσιν. Ζ΄. Οὕτω λεγομένων ἐγκόψας ὁ μάγος, Ἐάσας τοὺς μικροὺς λήρους, φησίν, τῷ μεγίστῳ Θεῷ Ἡλίῳ καὶ τῷ φανοτάτῳ πυρὶ τὴν προσκύνησιν ὡς θέμις ἀπόδος. Πρὸς ταῦτα Μὴ πλανῶ, εἶπεν ὁ προσκυνητὴς τοῦ Χριστοῦ, μηδὲ τοῦτο οἴου θεάσασθαί ποτε τοῖς σοῖς ὀφθαλμοῖς καταλιπόντα με τὸν ποιητὴν ἡλίου καὶ τοῦ πυρὸς τοῖς ἐκείνου ποιήμασι προσκυνῆσαι τοῖς τε λόγοις καὶ τῇ ἐμαυτοῦ διδαχῇ ἀπεναντίας οὕτω γινόμενον. Ὁ δὲ πολὺς τὴν ὠμότητα μάγος, ἐπεὶ τούτων ἤκουσε τῶν ῥημάτων, διακαυθεὶς τῷ θυμῷ κελεύει παραχρῆμα διαταθέντα ῥάβδοις ῥοιῶν θαμινοῖς ὄζοις ἠκανθωμέναις αὐτὸν μαστίζεσθαι. Ὡς δὲ τὰς ἱερὰς ἐκείνας σάρκας οἱ τῆς ἀπωλείας υἱοὶ κατέξαινον, Εὐχαριστῶ σοι, εἶπεν ὁ ἀθλητής, εἰς οὐρανὸν ἀνατείνας τοὺς ὀφθαλμούς, ὅτι με τῷ ἐμῷ κατηξίωσας αἵματι βαπτισθέντα τὸν τῆς ἁμαρτίας ῥύπον καθαρῶς ἀπολούσασθαι. Οἱ δὲ δήμιοι ἐφ᾽ οἷς εἴρηκεν ὀργῆς μᾶλλον ἐπ᾽ αὐτῷ πληρωθέντες οὕτω κατέκοψαν ταῖς πληγαῖς ὡς ἐκκοπῆναι τούτῳ καὶ τὴν φωνήν. Εἶτα δυσὶ περιβαλόντες ἁλύσεσι δεσμωτηρίῳ κατακλείουσι καλὸν αὐτῷ καὶ ἄκοντες παραμύθιον τὸν θεῖον δεδωκότες Ἀκεψιμᾶν, ἐκεῖ γὰρ ἔτυχε προκατακλεισθείς.
col. 839–840page 5 of 26
PG 116:839Η΄. Πρὸς δὲ τὸν τιμιώτατον ἀποβλέψας Αειθαλᾶν, ὁ τὴν ψυχὴν ἀμείλικτος δικαστής· Σὺ τί λέγεις, ἔφη, πληροῖς τὸ τοῦ βασιλέως πρόσταγμα, καὶ προσκυνεῖς τῷ μεγίστῳ ἡλίῳ, ἀπογεύσει τε αἵματος καὶ γυναικὶ ὁμιλεῖς καὶ ῥύῃ τῶν ἐπηρτημένων σοι ἀναγκῶν, ἢ καὶ αὐτὸς ἀπειθεῖς τοῖς ἄλλοις ὁμοίως ; Ὁ δὲ τοῦ Χριστοῦ μάρτυς Ἀειθαλᾶς, τὸ τῆς εὐσεβείας ὄντως ἀειθαλὲς φυτὸν καὶ οὐράνιον ἔργον, Τοῦτο, ἔφη, τῆς σῆς ἀκαθάρτου καὶ κυνώδους ὀρέξεως, τὸ αἷμάτος ἀπογεύεσθαι καὶ ἀντὶ τοῦ Θεοῦ τὰ τοῦ Θεοῦ σέβεσθαι. Ἐμοὶ δὲ μὴ γένοιτο χαλεπῶς οὕτω τυφλώτατειν καὶ τοὺς τοῦ σώματος καὶ τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς ὡς ὁρῶντι τόνδε τὸν ἥλιον μέχρις αὐτοῦ στῆναι, καὶ Θεὸν ἁπλῶς ἡγήσασθαι τὸ φαινόμενον, καὶ μὴ προσωτέρω χωρῆσαι, διανοίας ὀφθαλμῷ τρανοτέρῳ, καὶ Θεὸν μὲν τὸ κινοῦν, κτίσμα δὲ λογίσασθαι τὸ κινούμενον. Εἰ δέ μοι οὕτω κρίσεως ἔχοντι καὶ πληγὰς καὶ θάνατον ἀπειλεῖς, οὐ παρὰ τοῦτο με πείσεις τὸ σὸν δόγμα μεταμαθεῖν καὶ τὴν εὐσέβειαν ἀπαρνήσασθαι. Ὀργισθεὶς ἐπὶ τούτοις ὁ δυσσεβής, Ἀλλ᾿ οὐδεὶς ἀνθρώπων εὐφρονῶν, ἔφη, θάνατον ἂν πρὸ τῆς ζωῆς ἕλοιτο, καὶ ταῦτα ματαίας χάριν καὶ οὐ λεγομένης ἐνστάσεως· ὅθεν οὐδὲ πιστευτέον σοι λέγοντι, προθύμως ἔχειν ὑπὲρ τοῦ δόγματός σου καὶ τῆς θρησκείας ἀποθανεῖν. Ὁ ἅγιος ἀπεκρίνατο· οἱ καθ᾽ ὑμᾶς ἐπὶ κεναῖς αἰωρούμενοι ταῖς ἐλπίσι καὶ μή τινα προσδοκίαν μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἔχοντες ἀτελευτήτου ζωῆς, εἰκότως ἂν καὶ φιλοζωεῖν οὗτοι καὶ φιλοσωματεῖν νομίζοιντο. Οἷς δὲ ἀληθεῖς ἐλπίδες καὶ βέβαιοι τὴν ψυχὴν ὑποτρέφουσιν ὡς αὐτή τε ἀθάνατος εἴη καὶ τῷ ἰδίῳ πάλιν σώματι συνελθοῦσα μετὰ τὴν τοῦ θανάτου διάλυσιν αἰωνίου μέλλοι ζωῆς κοινωνεῖν, τούτοις ἄρα καὶ ἡ παροῦσα ζωὴ χρήμα σμικρὸν καὶ εὐκαταφρόνητον καὶ ὁ θάνατος ἥκιστα φοβερός. Ἀψευδής γὰρ ὁ ἡμέτερος Θεὸς καὶ διδάσκαλος, « Μὴ φοβηθῇς, » λέγων, « ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τήν δέ ψυχὴν ἀποκτεῖναι μὴ δυναμένων. » Θ΄. Τότε κελεύει ὁ θηριώδης ἐκεῖνος τὰς μὲν χεῖρας αὐτοῦ ταῖς ἰγνύαις προσδεθῆναι, ξύλον τε μακρὸν μέσον ἀμφοτέρωθεν διελαθῆναι, ἓξ δὲ ἄνδρας ἐξ ἑκατέρων ἄκρων τοῦ ξύλου ἐπιβεβηκότας ἀτεχνῶς ἰσχυροὺς ἐῤῥωμένως πιέζειν τοῖς ἐπίτηδες ἅλμασι τὸ ἱερὸν ἐκεῖνο σῶμα καὶ τὰ ὀστᾶ συνθλῶντας καὶ διαλύοντας, ἐπὶ τούτοις καὶ ῥάβδοις ῥοῶν ἀνηλεῶς αὐτὸν τύπτεσθαι. Ὁ δὲ ἀδάμας ἀθλητὴς ἐκεῖνος καὶ τὸ φρόνημα ὑπ᾽ οὐδενὸς ταπεινούμενος ὥσπερ ἀπόνως καὶ ἀναλγήτως πρὸς βασάνου τοιαύτην ὑπερβολὴν διακείμενος, εὐγενές τι καὶ μεγαλόφρον προςβλέψας τὸν δικαστήν· ὡς ἔοικεν, ἡδονήν σοι τινὰ τὰ τῶν ἀνθρώπων, ἔφη, σώματα διασπαρασσόμενα ἐμποιεῖ τὸν κυνῶν ἢ κοράκων τρόπον, ἐμπίπλασθαι τούτων ἐφιεμένῳ. Γνώθι τοιγαροῦν σαφῶς ὡς οὐδείς μοι λόγος τῶν παρὰ σοῦ τούτων ἐπαγομένων βασάνων. Ἢ τοίνυν καινοτέρας ἐπινόει, ἢ ταύτας ἴσθι τὸ μηδέν μοι λογιζομένας. Ὁ δὲ μάγος αὐτίκα πρὸς τοὺς δημίους ἐπιστραφείς, ἵνα τί πρὸς ἔλεον, ἔφη,
col. 841–842page 6 of 26
PG 116:841μαστίζετε τὸν ἀνύσιον; ὁρᾶτε γὰρ ὅπως φειδοῦς ἀξιούμενος πρὸς τὰς καθ᾿ ἡμῶν ὕβρεις κατὰ πολλὴν χωρεῖ τὴν ἐλευθερίαν. Οἱ δὲ, ὥσπερ τινὶ κέντρῳ τῷ λόγῳ διαναστάντες, οὕτως ἐπέθεντο κραταιῶς ὡς ἐκ τῆς τῶν ἐπιβεβηκότων τῷ ξύλῳ βαρύτητος καὶ τῆς τῶν τεινόντων σφοδρότητος τῆς ὠμότητός τε τῶν μαστιζόντων τέλεον παρεθῆναι μὲν αὐτῷ τὰς ἁρμονίας τοῦ σώματος, συνθλασθῆναι δὲ τὰ ὀστᾶ καὶ τὰς σάρκας καταξανθῆναι. Διαβαστάσαντες οὖν αὐτὸν, ἐπεὶ μὴ χρῆσθαι τοῖς ποσὶν ἠδύνατο ὥσπερ τι φορτίον τῇ φυλακῇ προσρίπτουσιν, ἔνθα δὴ καὶ ἡ τῶν ἁγίων δυὰς κατάκλειστος ἦν. Ι. Πέντε διῆλθον ἡμέραι, καὶ τούτους τοῦ δεσμωτηρίου ἐξαγαγόντες εἰς τόπον ὅς ἐκαλεῖτο Παράδεισος ἄγουσιν, οὗ δὴ καὶ πλησίον ναὸς ἐτύγχανεν ὢν τοῦ παρ᾿ αὐτῶν σεβομένου πυρός, ἐν ᾧ προκαθίσας ὁ μικρός, Εἴπατέ μοι τὸ τάχος, πρὸς τοὺς ἁγίους φησίν, ἔτι τῷ αὐτῷ τῆς ἀνοίας ἐπιμένετε λογισμῷ, ἢ τι κρεῖττον ὑμῖν μεταβεβούλευται καὶ σωτήριον; Οἱ ἅγιοι ὡς ἐξ ἑνὸς στόματος εὐθὺς ἀπεκρίναντο· Γνωστὸν ἔστω σοι, δικαστά, ὅτι ἂν ἐξ ἀρχῆς λογισμὸν εἴχομεν, τούτῳ καὶ εἰσέτι στοιχοῦντες ἐσμεν, καὶ μέχρι τέλους τὸν αὐτὸν ἕξομεν, οὐκ ἀπειλαῖς, οὐ βασάνοις, οὐ δωρεαῖς, οὐδενὶ ἄλλῳ τὸ παράπαν μετατιθέμενοι. Ἕνα γὰρ Θεὸν προσκυνοῦμεν, καὶ αὐτὸν μόνον Κύριον εἶναι τῶν ὄντων πάντων ἐγνώκαμεν. Τούτων ἀκούσας ὁ μάγος, βασάνου πάλιν ἑτέραν ἐπενόει καινοτομίαν, καὶ κελεύει σχοινίοις αὐτοὺς διά τε τῶν μασχαλῶν καὶ τῆς ὀσφύος καὶ τῶν κνημῶν περιζώσαι, καθ᾿ ἕκαστον δὲ ζωστήρα ξύλον ἐμβάλλεσθαι, καὶ περιδινεῖσθαι, καὶ τῷ σχοινίῳ στερρῶς στρεβλοῦσθαι· οὗ γενομένου θέαμα χαλεπὸν ἦν καὶ ὀφθαλμοῖς ἡμέροις δακρύων ἄξιον. Τὰ μὲν γὰρ ξύλα περιειλεῖτο, αἱ σχοῖνοι δὲ συνεστρέφοντο, κἀντεῦθεν σάρκες τε ἐπιέζοντο, καὶ ἡ συντριβὴ μάλα δεινή. Καὶ γὰρ τοῖς πόῤῥω διεστηκόσι ψόφος οἷος ἐκ τῶν ὀστῶν ἠκούστο. Ἦν δὲ τὸ τῇ βασάνῳ ἐπιλεγόμενον· Τῷ θελήματι τοῦ βασιλέως μὴ ἀντιτάσσεσθε. Εἶτα τὸ πρὸς τῶν ἁγίων ἀντιφθεγγόμενον· Οἱ τῷ τοῦ βασιλέως ὑμῶν θελήματι καθυπείκοντες τῷ τοῦ Θεοῦ θελήματι ἀντιλέγουσι. Τρίτη μὲν οὖν ὥρα ἦν ὅτε ἡ βάσανος ἤρχετο· μέχρι δὲ καὶ ἕκτης οὕτω πασχόντων τῶν ἀθλητῶν παρετείνετο. Α´. Ἀπαγορεύσας οὖν μᾶλλον ὁ δικαστὴς εἰς τὸ δεσμωτήριον αὐτοὺς πάλιν ἐκέλευσεν ἀπαχθῆναι. Διὸ δὴ καὶ ἀπήχθησαν οὐ ποσὶν οἰκείοις, ἀλλ᾿ ὑφ᾿ ἑτέρων αὐτοὶ διαβασταζόμενοι τῷ παντάπασιν νενεκρῶσθαι. Παρήγγελτο δὲ τοῖς φυλάττουσιν ὡς, εἰ φωραθείη τις τροφῆς αὐτοῖς κοινωνῶν ἢ ποτοῦ ἢ ἐνδύματος, ἐσχάταις ὑποβληθήσεται τιμωρίαις. Εἰς ταύτην οὖν τὴν εἰρημένην οἱ τοῦ Χριστοῦ στρατιῶται πᾶσαν κάκωσιν δι᾿ αὐτὸν ὑπομένοντες, ἐπὶ τρισὶ χρόνοις ἐγκεκλεισμένοι διέμειναν, οὐδεμίαν ἤ τοῦ λιμοῦ λύσιν, ἢ τῶν ἐν τῇ φυλακῇ κακῶν παραμυθίαν εὑρίσκοντες, εἰ μή τινες τῶν συνδεσμωτῶν κατοικτείραντες βραχύ τι τροφῆς κατὰ τὸ λεληθὸς αὐτοῖς ὤρεξαν. Οἱ γὰρ τῇ εἰρημένῃ προσκαθήμενοι φύλακες ἠλέουν μὲν αὐτοὺς τῶν συμφορῶν καὶ τοῦ γήρως,
col. 843–844page 7 of 26
PG 116:843οὐδὲν δὲ τῶν εἰς θεραπείαν δρᾶσαι διὰ τὸν τοῦ δικαστοῦ φόβον δυνάμενοι συνήλγουν αὐτοῖς μόνον καὶ τὸ τῆς συμπαθείας προσέφερον δάκρυον. ΙΒ΄. Εἶτα μετὰ τὴν πικρὰν ἐκείνην καὶ πολυχρόνιον κάκωσιν Σαβωρίου κατὰ τὸν αὐτόθι τόπον γενομένου (Βιθμαδα οὗτος ἐλέγετο), ἐξάγει τῆς φυλακῆς ὁ κολάζειν αὐτοὺς πιστευθείς. Εἶπες ἂν ἰδὼν ἐκείνους ἐοικέναι σκιᾷ· οὕτως ἦσαν ὑπὸ τῆς μακρᾶς κακοπαθείας ἐκτετηκότες. Εἶτα τῷ τοῦ Ἀρδασαβώρ παρίστησι βήματι· ἄρχων δὲ οὗτος πάντων τῶν ἐν Περσίδι μάγων ἐτύγχανεν ὤν. Καὶ ὅς εὐθὺς πρὸς αὐτούς· Τί δαί, Χριστιανοί ἐστε ; Καὶ οἱ ἅγιοι, Ναί, εἶπον, Χριστιανοί, καὶ τῷ μόνῳ ζῶντι Θεῷ προσκυνοῦντες καὶ αὐτῷ μόνῳ λατρεύοντες. Καὶ ὁ τύραννος· ὁρᾷς, εἶπεν, ὅπως αἱ ἐνεχθεῖσαι βάσανοι πολλὴν ὑμῖν τὴν ταλαιπωρίαν ἐμπεποιήκασιν, ἐπὶ πλέον δὲ, οἶμαι, καὶ ἡ χρονία κάκωσις τε καὶ κάθειρξις. Αὕτη γάρ τάς τε μορφὰς ὑμῖν ἠλλοίωσε, καὶ δεινὴν οὕτω τὴν σύντηξιν ἐνειργάσατο· διὸ καὶ συμβουλεύσαιμι ἂν ὑμῖν πεισθῆναί μοι τὰ λυσιτελοῦντα εἰσηγουμένῳ καὶ φείσασθαι ἑαυτῶν, ἡλίῳ τε τῷ φαεινῷ προσκυνῆσαι· εἰ δ᾽ οὖν, τὸ λειπόμενόν ἐστι θανάτῳ ὑμᾶς ὑπαχθῆναι χαλεπωτάτῳ. ΙΓ΄. Ὁ ἅγιος Ἀκεψιμᾶς ἀπεκρίνατο· Οὗ με διέλαθεν ὡς ὑπερβάλλουσά σοι σπουδὴ περὶ τὸ πάτριον δόγμα καὶ τοῦτο πρόθεσις, εἴπερ ἄρα καὶ δυνατὸν ἦν ἢ βίᾳ ἢ πειθοῖ σοι κατορθωθῆναι, τὰ πάντας πρὸς τὴν αὐτὴν ἑλκύσαι θρησκείαν. Τοῦτο δὲ περὶ ἡμῶν μηδὲ εἰς νοῦν ἀναβήτω σοι ὡς ἢ θωπείαις ἢ ἀπειλαῖς ἢ κακῶν ἄλλαις ἐπιφοραῖς μεταπείσεις ἡμᾶς ἀποστῆναι τοῦ ἅπαξ βεβαιωθέντος ἡμῖν δόγματος καὶ τῆς ὁμολογίας. Ἑτοίμως γὰρ ἔχομεν πάντα παθεῖν μᾶλλον ἢ τῆς πρὸς Χριστὸν ἀποστῆναι πίστεως. Οὐκ ἀγνοῶ, ἔφη ὁ τύραννος, ὡς παρ᾽ ὑμῖν τοῖς Χριστιανοῖς εἰς ἀνάπαυσιν εἶναι τοῦ θανάτου νομιζομένου σπουδὴ πᾶσα πρὸς τοῦτον διὰ τὴν τῶν ἐλπιζομένων ἀπόλαυσιν· ἀλλ᾽ οὐκ ἐξέσται ὑμῖν εἰς τάχος τοῦ ποθουμένου μεταλαχεῖν· πρότερον γὰρ ὑμῶν κατὰ βραχὺ τὰς σάρκας ἐκδαπανήσας, οὕτω πικρὸν ὑμῖν τὸ τέλος τῆς ζωῆς ἐπιθήσω. Καὶ ὁ ἅγιος· Ἤδη παρ᾽ ἡμῶν καὶ πρότερον ἤκουσας, καὶ νῦν μάνθανε περὶ τούτου βεβαίως ὡς οὔτε τῶν σῶν βασάνων, οὔτε τῶν ἀπειλῶν λόγος ἡμῖν τὸ παράπαν οὐδ᾽ ὁ τυχών. Ὁ γὰρ ἐν τοῖς προλαβοῦσι δεινοῖς χεῖρα βοηθὸν παρασχόμενος, αὐτὸς καὶ νῦν ἐπικουρῶν ἔσται, καὶ ἀπόνως φέρειν παρασκευάζων τὰ ἐπαγόμενα. Καὶ εἰ βούλει πεῖραν λαβεῖν τῆς ἐν τῷ βαθεῖ γήρᾳ καρτερίας ἡμῶν, οὐδὲν τὸ κωλύον· εἴσῃ γὰρ ἐπὶ ματαίῳ πονούμενος καὶ ἀνηνύτοις ἐπιχειρῶν. ΙΔ΄. Θυμοῦ πληρωθεὶς ἐν τούτοις ὁ δικαστὴς μαστίγας κελεύει βύρσης ὠμῆς ἐνεχθῆναι, τεθῆναι δὲ κατὰ πρόσωπον· εἶτα πρὸς τοὺς ἁγίους, Αὐτὸν ὄμνυμι τὸν μέγαν, ἔφη, Θεὸν καὶ τὴν εὐκλεᾶ τύχην Σαπωρίου, εἰ μὴ τῷ αὐτοῦ πεισθῆτε προστάγματι, τούτοις ὑμῶν ἀναλώσω τὰς σάρκας, οὐδένα οἶκτον ποιούμενος. Εἰ δὲ καὶ τάχιον ὑμῖν γένηται μαστιζομέν
col. 845–846page 8 of 26
PG 116:845νοις ἀποθανεῖν, ἀλλ᾽ ἐγὼ καὶ οὕτως αἰκίσομαι τοὺς νεκρούς, καὶ κατὰ μέλος διατεμὼν ὀρνέοις τε καὶ κυσὶν ἐπιρρίψω. Ὁ ἅγιος εἶπεν Ἀκεψιμᾶς. Εἰς κτίσμα ὀμόσαντί σοι καὶ οὐ Θεόν, ἀλλὰ καὶ τύχην ἀνθρώπου, δέδοικα μήπως οὐ μελήσει περὶ τῶν ὅρκων, οὐδ᾽ ἀπαράβατα φυλαχθήσονται τὰ ὀμωμοσμένα. Εἰ δ᾽ ἀσφαλῶς ἔχεις ταῦτα καὶ βεβαίως, ἰδού σου τὰ ἡμῶν σώματα, χρῶ κατὰ γνώμην μηδένα οἴκτον ἡμῶν, ὡς ἔφης, μηδὲ φειδώ ποιούμενος. Οὕτως εἰπόντος ὁ μικρὸς ἐκέλευε δικαστής τὰς χεῖρας διαταθέντα κατά τε νώτων καὶ στέρνων ἰσχυρῶς τύπτεσθαι. Εἰς τοῦτο δὲ προῆλθον ὠμότητος οἱ μαστίζοντες ὡς ἐνδοῦναι μηδ᾽ ὅλως, ἕως αἱ σάρκες ἀποσπώμεναι τῶν ὀστέων εἰς γῆν τῷ αἵματι συγκατέρρεον. Ὁ δὲ κήρυξ ἐβόα· Πείσθητι τῷ τοῦ βασιλέως θελήματι, καὶ ζῶθι. Τῷ δὲ τοῦ Θεοῦ ἀρχιερεῖ ἕως μὲν ἰσχὺς ἦν, ἀντεβόα· Ἐγὼ τὸ τοῦ ἐμοῦ Θεοῦ θέλημα μᾶλλον αὐτῷ δυναμούμενος τελειώσω· τοῦ δὲ βασιλέως ὑμῶν οὐδ᾽ ἄκροις ὠσὶ παραδέχομαι. Ἐπεὶ δὲ τὰ τε τῆς φωνῆς αὐτῷ διεκόπτετο, καὶ τὰ τῆς δυνάμεως ἤδη κατὰ βραχὺ διελύετο, ὁ θάνατός τε ὅσον οὔπω παρῆν, τὸ ὄμμα ὑψοῦ διάρας, καὶ τὴν εἰς Θεὸν ὁμολογίαν διὰ τῆς πρὸς αὐτὸν ἀνανεύσεως ἀπαράτρεπτον σώζειν βεβαιωσάμενος, ἐν αὐτῇ τῇ τῶν δεινῶν καρτερίᾳ τὴν ἀήττητον ἐκείνην ψυχὴν τῷ ἀγωνοθέτῃ Θεῷ παρέθετο. ΙΕ΄. Ἔτι δὲ θυμοῦ πνέοντες οἱ πικροὶ κολασταὶ καὶ νεκρὸν ἤδη σῶμα νόμῳ τῷ τῶν κοράκων ᾐκίζοντο. Εἶτα ὠθήσαντες ἐπὶ κεφαλὴν καὶ κατὰ τὴν πλατείαν ὡς τι τῶν βεβήλων οἱ μικροὶ ρίψαντες φύλακας ἐφιστῶσι τοῦ μηδὲ ταφῆς ὑπὸ τοῦ τῶν φιλοχρίστων ἀξιωθῆναι, δαιμόνων ἰσχυρότατον δέος ἐκτρίψαι φιλονεικοῦντες οἱ ἐκείνων ὄντες θεραπευταὶ προθυμότατοι. Τρισὶ δὲ ὕστερον ἡμέραις τῶν φυλάκων ἀσχολουμένων ἐπὶ τῇ παρουσίᾳ τῆς θυγατρὸς τοῦ τῶν Ἀρμενίων φημὶ βασιλέως, ἥτις εἰρήνης ὅμηρον τῷ τῆς Περσίδος τότε βασιλεύοντι παρεσχέθη, παρὰ Χριστιανῶν κλέπτεται, θησαυρὸς ὄντως οὐδέποτε δαπανώμενος. ΙΣΤ΄. Οὕτως οὖν τοῦ μακαρίου Ἀκεψιμᾶ δεκάτην ἄγοντος τοῦ Ὀκτωβρίου τρόπον ὃν εἴρηται τὸ πέρας τῆς ζωῆς δεξαμένου, ὁ ἱερώτατος Ἰωσὴφ μετ᾽ αὐτὸν εἰσήγετο, ᾧ προσσχὼν ὁ βέβηλος δικαστής, Ἑώρακας, εἶπε, τὸν ἑταῖρον τὸν σὸν οἵῳ πικρῷ τέλει τοῦ ζῆν ἀπηλλάγη· Καὶ σὺ τοίνυν, εἰ μὴ τοῖς ἐμοῖς λόγοις πεισθῇς, ταῖς ὁμοίαις ὑποβληθεὶς κολάσεσι τὸν αὐτὸν ἐκείνῳ θάνατον ὑποστήσῃ. Ὁ δὲ τοῦ Θεοῦ θεῖος ἱερεύς, Ὃ καὶ πρότερον, ἔφη, τῷ πρὸ σοῦ κρίναι λαχόντι τὰ ἡμέτερα εἴρηκα, τοῦτο καὶ πρὸς σὲ νῦν ἐρῶ, ὡς οὔποτε κτίσμα προτιμήσομαι τοῦ Δημιουργοῦ, οὐδὲ προσκυνήσω κτίσει παρὰ τὸν κείσαντα ἕως δὴ τοῦ ἐμοῦ κύριός εἰμι λογισμοῦ. Πολλῇ πρὸς ταῦτα ὁ ἄρχων τῇ λύσσῃ καταληφθείς, ἐκέλευσε καὶ αὐτὸν ὁμοίως τῷ προλαβόντι διατεθέντα ταῖς βοείαις μαστίζεσθαι, κήρυκά τε ἐπιφωνεῖν, τὸ τοῦ βασιλέως ποιοῦντα θέλημα σώζεσθαι. Ὁ δέ, Εἷς ἐστιν Θεός, ἀνεβόα, καὶ πλὴν αὐτοῦ οὐδαμῶς ἕτερος, ᾧ καὶ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ᾧ καὶ τὴν λο-
col. 847–848page 9 of 26
PG 116:847γικὴν λατρείαν προσάγομεν, βραχέα τῶν βασιλικῶν φροντίζοντες προσταγμάτων. ὡς δὲ ἐπὶ πολλαῖς ταῖς ὥραις τυπτόμενος σχεδὸν ἤδη καὶ νενέκρωτο, νομίσαντες αὐτὸν τεθνάναι ἐπὶ τῆς ἀγορᾶς ἄραντες ἔδε ριψαν. Εἶτα μαθόντες ἔτι λείψανον τι πνεύματος αὐτῷ παραμένειν, ἐπὶ τὴν εἱρκτὴν κατακλείουσι. ΙΖ΄. Μετὰ δὲ τοῦτον τρίτος Αειθαλᾶς ὁ σοφὸς εἰσήγετο, πρὸς ὃν ὁ δικάζων, Καὶ ζωῆς, ἔφη, καὶ θανάτου προκειμένων ἐν ὀφθαλμοῖς σου, δόξης τε καὶ ἀτιμίας, μὴ τὸ χεῖρον ἕλῃ, τὸ κρεῖττον καταλιπών, μηδὲ αὐτὴν βαδίσαι τοῖς προλαβοῦσιν, οἱ τῆς ἑαυτῶν ἀφροσύνης ἄξιον ἀπηνέγκαντο καὶ τὸ τέλος. Σὺ δὲ ἀλλὰ τῇ ἐμῇ πειθόμενος συμβουλῇ, τιμῶν τε μεγίστων ἀξιωθήσῃ καὶ βασιλικῶν οἵων ἐπιτεύξῃ τῶν δωρεῶν. Εἰ δ᾽ οὖν, μυρίων σεαυτῷ γενόμενος αἴτιος τιμωριῶν, εἶτα καὶ τοῦ ποθεινοῦ πᾶσι φωτὸς βιαιότατα στερηθήσῃ. Ὁ δέ γε θεῖος Αειθαλᾶς, Αἰσχυναίμην ἂν, ἔφη, τὸν οὐρανὸν καὶ τὴν γῆν, εἰ τῶν ἐμῶν ἑταίρων καὶ γήρᾳ τρυχομένων καὶ ἡλικίᾳ προβεβηκότων, ἔπειτα καρτερώτατα διηγωνισμένων, αὐτὸς φιλοζωῶν καὶ ὑποπτήσσων σου τὰς βασάνους ὀφθείην τὴν ἡλικίαν ἔχων ἀκμαιοτέραν. Οὐ, μὰ τὸν τοῦ ἐμοῦ Χριστοῦ θάνατον, οὐ φιλοψυχήσω, οὐ προδώσω τῶν δοκούντων ἀγαθῶν, οὐ τῶν χαλεπῶν τὴν εὐσέβειαν. θυμὸς τὸ ἐπὶ τούτοις πολὺς τοῦ ἄρχοντος· μαστίγων ἐπιφορὰ κατὰ τοῦ ἁγίου. Ὁ δὲ ῥυπαρὸν αὐτὸν ἀπεκάλει κύνα καὶ ἀγεννῆ καὶ, Ὥσπερ ὁ νοῦς ὁ σὸς ἔλεγε, σαθρός τε καὶ ἀσθενὴς, οὕτω δὴ καὶ αἱ βάσανοι μορμολύκεια ψυχῶν ἀθλίων εἰσὶ καὶ ταπεινῶν, ἀλλ᾽ οὐκ ἀνδρῶν γενναίων καὶ Χριστοῦ πόθῳ τὰς ψυχὰς ἐκπεπυρωμένων. ΙΗ΄. Ἐκπλαγεὶς ἐπὶ τούτοις ὁ φρενόληπτος δικαστής, Τί τοῦτο, πρὸς τοὺς συνεδριάζοντας ἔφη, πῶς οἱ λεγόμενοι οὗτοι Χριστιανοὶ τῆς παρούσης καταφρονοῦντες ζωῆς, ἐκτόπως οὕτω διψῶσι τὸν θάνατον; Οἱ δέ, Ὅτι πατροπαραδότοις, ἔφησαν, προσέχοντες διδαχαῖς, ἄλλον εἶναι κόσμον πιστεύουσι, τοῦ παρόντος κατὰ πολὺ βελτίω τε καὶ θαυμασιώτερον, οὗ χάριν καὶ τῆς παρούσης ὑπερορῶσι ζωῆς. Ἐν ὅσῳ δὲ ταῦτα ἐλέγετο τῇ τε τῆς ὥρας παρατάσει καὶ ταῖς τῶν αἰκιζόντων αὐτὸν σφοδροτάταις ἐπιφοραῖς αἱ μὲν τοῦ πολυάθλου σώματος ἁρμονίαι διελύοντο, σάρκες δὲ ξεόμεναι αὐτῷ αἵματι κατὰ γῆς ἔῤῥεον. Ἐπὶ βραχὺ δὲ τοῦτον ἀνεθῆναι κελεύσας, ὥσπερ ἔλεον αὐτοῦ λαβὼν ὁ δικάζων, Ἀλλ᾽ εἰ βουληθείης, ἔφη, τῷ βασιλικῷ πεισθῆναι προστάγματι, εἰσὶ παρ᾽ ἡμῖν ἰατροὶ οἵ σου τὸ τάχος ἰάσονται τὰς πληγάς. Πρὸς ὃν εὐθὺς ὁ μακάριος· Εἰ λόγῳ μόνῳ τὰς ἐμὰς εἶχες ἰᾶσθαι πληγάς, ὦ τραυματία σὺ καὶ φρένας καὶ τὴν ψυχὴν, οὐδ᾽ οὕτως ἄν σοι προσέσχον ἐφ᾽ οἷς ἀνόητα παραινεῖς. Πειράζων εἴρηκα, φησὶν ὁ δικάζων· ἐπεὶ καὶ θελήσαντί σοι τάχα τῷ τοῦ βασιλέως εἶξαι προστάγματι οὐδὲν ἦν παρὰ τοῦτο πλέον τῶν πληγῶν ἤδη τὸν θάνατον σοι μνηστευομένων· ὅθεν ἔγωγε Χριστιανοῖς πᾶσιν ὑπόδειγμα γενέσθαι σε παρασκευάσω τοῦ μὴ ἀδεῶς οὕτω τοῖς κατὰ τῶν ἀρχόντων ὕβρεσι χρῆσθαι. Ἀλλ᾽ εἰ καὶ ἐν ἄλλοις, ὁ ἱερώτατος
col. 849–850page 10 of 26
PG 116:849μάρτυς, ἀλλόκοτα πολλάκις εἴρηκας καὶ ψευδῆ, νῦν, ἄφης, καὶ μὴ βουλόμενος τὰ ἀληθῆ ἔλεξας, καὶ ὃ πάντως οὐκ εἰς μακρὰν ἀποβήσεται· ὑπόδειγμα γὰρ με τῷ ὄντι ἀγαθὸν καὶ τοῖς ἔπειτα θήσεις καρτερίας καὶ γενναιόφρονος, οἵ καθάπερ εἰς ἀρχέτυπον τι τὴν ἡμετέραν ἀφορῶντες ὑπομονὴν, ῥᾳδίως τοῦ τε καὶ τῶν ὁμοίως ἐχόντων τὰς βασάνους οἴσουσιν. ΙΘ΄. Ἔκπληξις ἐπὶ τοῖς ῥηθεῖσι κατέσχε τὸν δικαστήν, καὶ δή τινα τῶν παρ᾽ αὐτῷ μέγα δυναμένων προσκαλεσάμενος (ὃς Ἀδέσχε μὲν ἐλέγετο, ἐκ πόλεως δὲ ὥρμητο Ἀρβὴλ καλουμένης), Τούτους παραλαβών, ἔφη, πρὸς τὴν σὴν ἄπαγε πόλιν Χριστιανῶν χερσὶ καταλευσθησομένους· τοῦτο γάρ μοι τὸ δικαστήριον τὸ σὸν καταπράξασθαι βούλομαι, δι᾽ ἣν αἰτίαν οὐδὲ τὸν διὰ ξίφους αὐτῶν ἐπενεγκεῖν ἠθέλησα θάνατον. Παραυτίκα γοῦν ἀχθοφόροις ζώοις ὥσπερ τινὰ τῶν ἀψύχων ἐπιφορτίσας αὐτοὺς καὶ περιδεσμήσας, τὴν ἐπὶ τὴν πατρίδα ἐκεῖνος ἐστέλλετο· ἐπεὶ μὴ δυνατῶς εἶχον ἐγκαθῆσθαι τοῖς ζώοις, ἐσχάτην ὑποστάντες τῶν μελῶν πάρεσιν· ὅθεν ἐῤῥίπτοντο κατὰ γῆς ἐν οἷς ἔδει καταλύειν αὐτοὺς οἷά τινα νεκρὰ σώματα. Καὶ δῆτα κατὰ τὴν πόλιν ἀχθέντας Ἀρβὴλ δεσμωτήριόν τι δέχεται αὐτοὺς ζοφῶδες καὶ ἀλαμπές, ἐν ᾧ σήψεως τῶν σαρκῶν ἀπὸ τῶν πληγῶν αὐτοῖς ἐπιγενομένης ἰχώρ τε πολλὸς ἀπέῤῥει, καὶ ὀδύναι τῶν ἁγίων δριμύταται καθικνοῦντο, καὶ μάλιστα τῷ μὴ ἐφεῖσθαί τινι τῶν Χριστιανῶν ὡς αὐτοὺς εἰσελθεῖν καὶ μικρᾶς γοῦν τινος ἐπιμελείας αὐτοὺς ἀξιῶσαι. Γυνὴ δέ τις εὐσεβὴς καὶ φοβουμένη τὸν Κύριον ἐν τοῖς ὁρίοις τῆς αὐτῆς πόλεως παροικοῦσα ἀωρὶ τῶν νυκτῶν ἀφίκετο πρὸς τὸ δεσμωτήριον, καὶ χρήμασιν ἱκανοῖς τοὺς φύλακας θεραπεύσασα κατεπράξατο ἑαυτῇ τὸ τοὺς ἁγίους οὕτω λεληθότως ἀναλαβεῖν καὶ πρὸς τὸν ἑαυτῆς οἶκον οὐ μακρὰν ὄντα χερσὶ τῶν ἑαυτῆς θεραπόντων διαβασταζομένους ἀγαγεῖν. Εἶτα προθεῖσα τούτους οὐδὲ φθέγξασθαι δυναμένους, ἐκμάσσει μὲν αὐτοῖς τὸν ἰχῶρα, ἐπίσης δέ τισι φαρμάκοις παραμυθεῖσθαι τὰς ἀλγηδόνας, ὀθονίοις περιδεσμεῖ, καθαροῖς μύροις χρίει πολυτελέσι, καὶ οὕτω διὰ πάντων τὸ θεραπευτικόν τε καὶ φιλόχριστον ἐπιδείκνυται, καταφιλοῦσα μὲν τὰ μαρτυρικὰ μέλη, καὶ τούτοις ἐπιδακρύουσα, ἰχῶρι δὲ τῷ ἐξ αὐτῶν ἀποστάζοντι ἑαυτὴν ὑπαλείφουσα. Κ΄. Ὀψὲ δὲ καὶ μόλις ἀνενεγκὼν ὁ μακάριος Ἰωσήφ, Τὸ μὲν περὶ ἡμᾶς σου συμπαθὲς καὶ φιλότιμον, ὦ ἱερώτατον, ἔφη, γύναιον, ἀπόδεκτον καὶ Θεῷ καὶ τοῖς ὑπὲρ αὐτοῦ ἀθλοῦσιν ἡμῖν· τὸ δὲ οὕτως ἡμᾶς δακρύειν ἀμέτρως πόῤῥω τῆς ἀψευδοῦς τῶν Χριστιανῶν ἐλπίδος καὶ τῆς ἡμῶν πίστεως. Πρὸς ὃν ἡ σεμνοτάτη γυναικῶν. Ἐμοὶ μὲν χαρᾶς ἡ ψυχὴ πληροῦται, λογιζομένη ὅπως τοσαύτην ὑμῖν ὁ Χριστὸς ἐνέθηκε τὴν ἀνδρείαν, ὥστε πρὸς τηλικαύτην ὀδυνῶν δριμύτητα διακαρτερῆσαι· ᾔσθην δ᾽ ἂν ἐπιπλέον καὶ εἰ τῷ μαρτυρίῳ τελειωθέντας εἶδον ὑμᾶς. Τὸ δὲ δακρύειν φύσεως ἀνθρωπίνης ἴδιον οἶκτον ἐπὶ τῷ συγγενεῖ λαμβανούσης. Ἀλλὰ μὴ λυπεῖσθαί σε, ὁ θεῖος Ἰωσὴφ ἀπεκρίνατο, μηδὲ δακρύειν ἡμῶν ἔνεκεν χρὴ, ἐπισταμένην πάντως ὡς αἱ διὰ Χριστὸν
col. 851–852page 11 of 26
PG 116:851θλίψεις αἰωνίου πρόξενοι εὐφροσύνης καὶ βασιλείας οὐρανῶν καθίστανται. Ἤδη δὲ τῆς ἡμέρας ὑπαυγε ζούσης τῇ εἱρκτῇ πάλιν κατὰ τὸ λεληθὸς ἀποδίδον ΚΑ'. Εξ δὲ διεληλυθότων μηνῶν παραλύεται μὲν τῆς ἀρχῆς ὁ τοὺς ἁγίους ἐπὶ τῷ καταλευσθῆναι παραλαβών, ἕτερος δὲ τοῦτον δεινότερος διαδέχεται, τοὔνομα Ναζερώθ, ᾧ καὶ πρόσταγμα βασιλικόν ἦν ὥστε τοὺς συλληφθέντας Χριστιανοὺς χερσὶ Χριστιανῶν λίθοις βαλλομένους ἀναιρεῖσθαι. Ἐπιστάντι γοῦν τῇ πόλει καὶ τὸν τοῦ πυρὸς ναὸν εἰσελθόντι διὰ προσκύνησιν οἱ τοῦ πυρὸς λατρευταί, Εἰσί τινες, εἶπον, ἐνταῦθα Χριστιανοὶ συχνὸν ἤδη χρόνον ἐν ἀσφαλεῖ φρουρᾷ κατακεκλεισμένοι, οἳ καὶ πρότερον, ὡς ἡμῖν ἐγνώσθη, αἰκισμοῖς σφόδρα χαλεπῶς ὑπο βληθέντες τῆς ἰδίας οὐκ ἐπείσθησαν ἐξαρνοὶ γενέσθαι θρησκείας. Τούτων αὐτὸς ἀκούσας παραχρῆμα τοὺς ἁγίους τῷ βήματι παραστῆναι κελεύει, καὶ φησι πρὸς αὐτούς· Τοῦ βασιλέως Σαπωρίου πόλεις μὲν ὀχυρὰς καταστρεψαμένου, ἔθνη τε πλεῖστα καταδου λωσαμένου δυσκαταγώνιστα, πῶς ὑμεῖς ὑπὸ τὴν αὐ τοῦ μὲν χεῖρα τελοῦντες, τὴν αὐτοῦ δὲ καρπούμενοι γῆν, ὥσπερ ἀποστάται τινὲς πολλὴν αὐτοῦ κατέγνωτε τῶν προσταγμάτων ὀλιγωρίαν; Πρὸς ταῦτα ὁ θαυ μαστὸς Ἰωσήφ, Εἰ τυραννίδα τινὰ καὶ ἀποστασίαν, ἔφη, κατὰ τοῦ βασιλέως ὑμῶν κεκινήκαμεν, ἔδει πάντως αὐτὸν ὅπλα τε καὶ στρατὸν ἐπαγόμενον ἡμῖν ἐπιθέσθαι, ἤ γοῦν ἕτερον καθ᾿ ἡμῶν ἐκπέμψαι τὸν καὶ χεῖρα γενναῖον καὶ πεῖραν ἱκανὸν καὶ στρατηγεῖν δεξιώτατον. Ἀλλὰ τοσοῦτον ἡμεῖς ἀπέχομεν τοιούτοις ἐπιχειρεῖν, ὥστε οὐκ ἄλλον, ἀλλὰ σὲ καθ᾿ ἡμῶν ἐκπέμψαι, τὸν γυναιξὶ μᾶλλον θαλαμευομέναις ἢ ἄνδράσι διαμάχεσθαι μεμελετηκότα. Ἡμεῖς γὰρ ὡς πρόβατα ἑαυτοὺς ἐπὶ σφαγὴν ἐκδεδώκαμεν, ὡς ἂν ὑποτάσσεσθαι πάσαις ἐξουσίαις κεκελευσμένοι. ΚΒ'. Ὁ ἄρχων εἶπεν· Ὡς ἔοικε, τὸν ἐμὸν ἀνερεθίζων θυμὸν ἐπὶ τὸ τάχιον σε τοῦ ζῆν ἀπαλλάξαι ταῖς ὕβρεσι ταύταις καθ᾿ ἡμῶν κέχρησαι. Ἀλλ᾿ οὐκ ἐπιτεύξῃ τοῦ παθουμένου· χρόνῳ γὰρ καὶ τριβῇ παραδώσω σε καὶ πολλαῖς βασάνοις κατ᾿ ὀλίγον ἐξαναλώσω. Κελεύει τοίνυν σχοινίοις ἄκρων ἐκδεθέντα ποδῶν κατὰ κεφαλῆς κρεμασθῆναι, βοείαις δὲ ξηραῖς τὰς πληγὰς ἐπιξαίνεσθαι. Οὕτως οὖν αἱ φλέβες τῷ βιαίῳ τῶν αἰκισμῶν ἀναστομωθεῖσαι ὡς ἐκ πηγῆς παρεῖχον τὰ αἵματα καταῤῥεῖν. Τὸ δὲ περιεστὸς πλῆθος τὴν τοῦ δικαστοῦ μεμφόμενον ἀγριότητα πρὸς οἶκτον κινοῦντο καὶ δάκρυα, τὸν ἱερὸν πρεσβύ την τῆς ὑπομονῆς ἐκπληττόμενοι. Τινὲς δὲ τῶν περιεστώτων μάγων ἐν ἀποῤῥήτῳ προσιόντες τῷ μάρτυρι, Εἴσελθε μεθ᾿ ἡμῶν, ἔλεγον, εἰς τὸν τοῦ Θεοῦ ἡμῶν ναὸν ἐν κρυφῇ, εἴ γε καὶ τὴν τῶν πολ λῶν ὄψιν αἰσχύνῃ, καὶ θύσας, ἀπαλλάγηθι τῶν κο λάσεων. Ὁ δέ, Ἀπόστητε ἀπ᾿ ἐμοῦ, εἶπε λαμπρᾷ τῇ φωνῇ, ἀπόστητε, οἱ τὴν ἀνομίαν ἐργαζόμενοι, ὅτι Κύ ριος τῆς δεήσεως μου εἰσήκουσεν. Εἶτα τριῶν ὡρῶν ἤδη διελθουσῶν κελεύει ἀνεθέντα τῶν δεσμῶν αὐτῷ παραστῆναι καὶ, Τί, φησί, πείθῃ τῷ τοῦ βασιλέως προστάγματι, καὶ τὸ ζῆν τοῦ ἀποθανεῖν ἀνταλλάττῃ
col. 853–854page 12 of 26
PG 116:853ἢ οὔ; Ὁ ἅγιος ἀπεκρίνατο· Μὴ γένοιτό μοί ποτε τοιαύτης ἐπιθυμῆσαι ζωῆς ἐν ᾗ ἴδοι με ὁ ἥλιος αὐτῷ μᾶλλον ἢ τῷ ποιητῇ αὐτοῦ τὴν προσκύνησιν ἀπονέμοντα. Τί δαὶ, καὶ προτιμητέος σοι, εἶπεν, ὁ θάνατος τῆς ζωῆς; Ὁ ἅγιος ἔφη· Ναί· ὁ γὰρ θάνατος οὗτος προξενός μοι ζωῆς γίνεται αἰωνίου ἀγαθῶν τε πολλῶν ἡμῖν καθίσταται αἴτιος· οὔτε ὀφθαλμοῖς ἐστι θεατὰ οὔτε ὡσὶν ἀκουστά, οὔτε μὴν καταληπτὰ διανοίᾳ. Πρὸς ταῦτα ὁ εἴρων ἐκεῖνος καὶ χλευαστὴς οἷά περ ἐγγελῶν τῷ μάρτυρι τῆς ἀπολογίας, Μεγάλας οὖν ἡμῖν, ἔφη, τὰς χάριτας ὀφείλεις ὁμολογεῖν, εἴ σοι τηλικούτων ἀγαθῶν πρόξενοι καθεστήκαμεν. Πάντως δὲ καὶ ἡμᾶς κοινωνοὺς αὑτῶν γενέσθαι σοι παρασκευάσεις, ἅτε δὴ καὶ συνεργούς σοι γενομένους πρὸς τὴν κτῆσιν τῆς τοιᾶσδε μακαριότητος. Ὁ ἅγιος, Μὴ εἰρωνεύον, εἶπε, τὰ πρὸς ἡμᾶς, δικαστά· ἡμεῖς μὲν γὰρ καὶ τοὺς ἐχθροὺς ἀγαπᾶν καὶ τοὺς μισοῦντας καλῶς ποιεῖν παρὰ τῆς θείας ἐντολῆς πεπαιδεύμεθα· πλὴν ἀλλ᾽ ἕως ἐν τῷ παρόντι βίῳ ζῶντες ἐσμεν, ἀμέλει καὶ εὐχόμεθα τῆς πλάνης ὑμᾶς ἀποστάντας μεταμαθεῖν τὴν εὐσέβειαν ὡς ἂν εἴη καὶ ὑμῖν μερὶς καὶ κλῆρος ἐν τοῖς ἀφράστοις τοῦ Θεοῦ ἀγαθοῖς· ἐν δὲ τῷ μέλλοντι οὐχ ἡμῖν δέδοται κολάσεως ἐξαιρεῖσθαι ἢ τὰ ἀγαθὰ διδόναι· τοῦτο γὰρ τῷ Θεῷ κεῖται μόνῳ τῷ καὶ ἐξουσίαν ἔχοντι κρίνειν ζῶντάς τε καὶ νεκρούς. ΚΓ'. Ὁ ἄρχων ἔφη· Τὰς τοιαύτας ἐρεσχελίας ἐν τῷ παρόντι καταλιπὼν καὶ τὰ ὀνειροπολούμενά σου ταυτὶ ἀγαθὰ, τῷ βασιλικῷ προστάγματι πείσθητι. Ἐπεὶ τηλικαύταις ὑποβαλῶ σε τιμωρίαις ὡς διὰ σοῦ καὶ τοὺς ἄλλους πεισθῆναι Χριστιανοὺς τῶν ἐν χερσὶ τὰ ἐν ἐλπίσι μηδαμῶς ἀνταλλάττεσθαι. Ὁ ἅγιος, Τοῦτο γάρ μοι ἔφεσις, εἶπε, καθάπερ δὴ καὶ αὐτὸς ἔγνωκας, τὸ διὰ τάχους πρὸς τὰς αἰωνίους παραπεμφθῆναι μονάς. Κἂν ἄλλας δὲ μυρίας ἐπαγάγης μοι τιμωρίας, κἂν μετὰ σὲ ἕτερος, τετελειωμένος ἐν τῇ Χριστοῦ ἀγάπῃ εὑρεθήσομαι· ἔχω γὰρ τὸν ἐνισχύοντά με θεόν, δι᾿ ὃν καὶ ταῦτα ὑπομένειν προήρημαι. Χριστιανοῖς δὲ οὐ προτροπὴ πρὸς ἄρνησιν εὐσεβείας, ὡς σὺ ἔφης, διὰ τῶν σῶν ἔσομαι βασάνων, ἀλλὰ παράκλησις μᾶλλον πρὸς θεοσέβειαν· αὐτοὶ γάρ με καθορῶντες ἐν γήρᾳ τοιούτῳ τὰς σὰς παρὰ φαῦλον ποιούμενον τιμωρίας, ὑπόδειγμα καλὸν ἕξουσι γενναιότητος, καὶ τῆς μιμήσεως οὐκ ἀπολειφθήσονται. Τούτων ἀκούσας ὁ ἄρχων καὶ τὸ τοῦ μακαρίου γέροντος ἀκατάπληκτον ἐκπλαγείς, ὑπό τινων διαβασταχθέντα κελεύει, ἐπεὶ μὴ βαδίζειν ἠδύνατο, τῷ δεσμωτηρίῳ πάλιν κατακλεισθῆναι. ΚΔ'. Εἶτα πρὸς τὸν μακάριον ἀποβλέψας Αειθαλάν, καὶ σύ, φησί, τῆς αὐτῆς ἔχῃ παραπληξίας, καὶ τὴν τοῦ μεγίστου φωστῆρος διαπτύεις προσκύνησιν; Ὁ τῆς ἀληθείας κῆρυξ ἀποκρίνεται· Ζῇ Κύριος Ἰησοῦς Χριστὸς ὁ τοῦ ζῶντος Θεοῦ Υἱός, εἰς ὃν ἐκ νεότητος ἤλπισα, ὡς ἀμετάθετον ἔχω τὸν λογισμόν· καὶ οὐδεὶς μεταπείσει με τὴν τοῦ Θεοῦ τιμὴν τοῖς αὐτοῦ κτίσμασιν ἀπονεῖμαι. Ἐπεὶ τούτων ὁ ἀλαζὼν ἐκεῖνος καὶ βάρβαρος ἤκουσεν, ἐκδεθῆναι τῶν ἀστραγάλων κελεύει τὸν ἅγιον, τῷ ξύλῳ τε προσαναρτᾶσθαι, καὶ ταῖς βοείαις μαστίζεσθαι. Ὁ δὲ μεγάλῃ
col. 855–856page 13 of 26
PG 116:855τῇ φωνῇ Χριστιανὸν ἑαυτὸν ἀνεκήρυττεν. Ἀπειρήκει μαστίζων ὁ ἀσεβὴς μᾶλλον ἢ ὁ ἅγιος ὑφειμένον τι φθέγγεται καὶ τῆς ὑπὲρ Χριστοῦ καρτερίας ἀνά ξιον. Κελεύει τοιγαροῦν τοῦ ξύλου κατενεχθῆναι, καὶ τινα Μανιχαῖον ἐπ' ἀτόποις τισὶν ἁλόντα εἰς τὸ μέσον ἀχθῆναι, καὶ, Ὅρα, φησὶ τῷ μάρτυρι, τὴν οἰκείαν αὐτὸν θρησκείαν περιφανῶς ἐξομνύμενον. Αἰκίζεσθαι οὖν ἐπιτρέψας τὸν Μανιχαῖον ἠνάγκαζε πρὸς τὴν ἄρνησιν. Ὁ δὲ ἀντείχετο μὲν τὰ πρῶτα, καὶ πρὸς τὰς πληγὰς ἐῴκει διαγωνίζεσθαι. Ἐπεὶ δὲ βιαιότερον οἱ μαστίζοντες ἐπετίθεντο, καὶ ἰσχυ ρῶς αὐτοῦ καθίκοντο αἱ πληγαὶ, ἡττηθεὶς τῶν πό νων ἔξαρνος εὐθὺς γίνεται, καὶ, Ἀνάθεμα Μάνεντι καὶ τοῖς αὐτοῦ δόγμασιν, ἐξεβόα. Καὶ δῆτα προσ άγουσιν αὐτῷ μύρμηκα προστάσσοντες ἀνελεῖν. Ὁ δὲ ἀπέκτεινε παραχρῆμα λαβών. Ἐφ' ᾧ διαχυθεὶς ὁ ἅγιος καὶ οἷον ἐπιγελάσας τῷ γενομένῳ. τεταλαιπώρηται, ἔφη, ὁ τοῦ Μάνεντος λατρευτὴς, καὶ φόνου ἑάλω τὸν ἑαυτοῦ Θεὸν ἀνελών. Ἐγὼ δὲ μακάριον ἐμαυτὸν ἥγημαι κατὰ Παῦλον, ὅτι Χριστοῦ τῇ δυνά μει περιφανῶς κραταιούμενος τοῦ εἰπόντος, « Ἐγώ νενίκηκα τὸν κόσμον, » ἀήττητόν μου τὸ φρόνημα συντηρῶ. ΚΕ΄. Θυμοῦ πληρωθεὶς ἐπὶ τούτῳ ὁ παράφορος δικαστὴς ῥάβδοις ῥοῶν ἐξηκανθωμέναις προστάττει τύπτειν τὸν ἅγιον. Οὕτω δὲ κατειργάσαντο αὐτὸν αἱ πληγαὶ ὡς καὶ ἄφωνον σχεδὸν γενέσθαι, καὶ μηδὲ τῶν ἐπιφερομένων ἐπαισθάνεσθαι· ὅθεν καὶ ὡς ἤδη τεθνηκότα σύραντες ἔξω ῥίπτουσιν. Εἷς δὲ τῶν μά γων τὸ ταλαίπωρον ἐκεῖνο σῶμα γυμνωθὲν θεασάμενος, καί τι φιλάνθρωπον παθὼν πρὸς τὴν φύσιν, ῥάκει τοῦτο καλύπτει. Οἱ δὲ τῆς αὐτῆς ἐκείνης θρησκείας τὸ γεγονὸς θεασάμενοι διαβάλλουσιν αὐτὸν πρὸς τὸν ἄρχοντα, καὶ παραχρῆμα πικραῖς αἰκίζεται μάστιξι, καὶ μισθὸν τοῦτο τῆς συμπαθείας παρὰ τῶν λίαν ἀσυμπαθῶν δέχεται. Τὸν μέντοι μα κάριον Ἀειθαλᾶν ἐμπνέοντα ἔτι τῷ δεσμωτηρίῳ παραδιδοῦσι. Μαθὼν δέ τινα ὁ δικαστὴς ἄρχοντα τῶν μεγίστων Σαβώριον τοὔνομα τῇ αὐτοῦ κώμῃ ἐπιδεδημηκέναι, Μαρκελλαρία αὕτη ἐλέγετο φερωνύμως, τούτῳ τὴν τῶν μαρτύρων ἐξέτασιν ἐπιτρέπει. Ὁ δὲ τοῖς προλαβοῦσιν ὁμοίως ἔχων ἀσεβείας καὶ ἀγριότητος, ἀποβλέψας πρὸς τοὺς ἁγίους, Καὶ τὴν πολιάν ὑμῶν, εἶπεν, αἰδούμενος καὶ τῆς ταλαιπωρίας οἰκτείρων ὑμᾶς παραινῶ προσκυνῆσαι ἡλίῳ καὶ τοῦ ἐκ τῶν θυσιῶν αἵματος ἀπογεύσασθαι ἵνα πικροῦ θανάτου ῥυσθέντες τὴν γλυκεῖαν πᾶσι ζωὴν κερδήσητε. Οἱ ἅγιοι ὡς ἐξ ἑνὸς στόματος πρὸς αὐτὸν, Τοῖς σαρκοβόροις, εἶπον, εἴθισται κυσὶν αἵματος ἀπογεύεσθαι, οὐκ ἀνθρώποις. Σοὶ δὲ μᾶλλον ἐμφορεῖσθαι τοιούτων προσήκει κυνὸς ἔχοντι λύσσαν, καὶ τοῦ πεποιηκότος καθυλακτοῦντι καὶ ἀγριαίνοντι. ΚϚ΄. Ὡς δὲ καὶ μαστίζεσθαι τοὺς ἁγίους ἐκέ λευεν, ἔλεον δῆθεν αὐτῶν οἱ περιεστηκότες λαμβάνοντες, Ἑψήματος, ἔλεγον, ἀντὶ αἵματος κατὰ τὸ λανθάνον ἀπογευσάμενοι σώθητε, καὶ τῶν ἐπηρτημένων ἀπαλλάγητε τιμωριῶν. Οἱ δὲ, Μὴ γένοιτο ἡμῖν, ἀπεκρίναντο, μήτε σχήματι μήτε ἄλλως τὸ καθαρὸν ἐπηλυγάσαι τῆς ἡμῶν πίστεως καὶ τὸ πο
col. 857–858page 14 of 26
PG 116:857λυχρόνιον τοῦτο καταισχύναι γῆρας. Ὁ δὲ ποικίλος ἄρχων ἐκεῖνος καὶ κομιδῆ πονηρός, Ἀλλ' εἰ κρέας ὑμῖν, ἔφη, καθαρὸν ἐνεχθείη, οὐδὲ τούτου ἂν ἀπο γεύσοισθε ; Οἱ ἅγιοι εἶπον· Ἐξ ἀκαθάρτου τί καθαρὸν, καὶ ἐκ χειρῶν σῶν τῶν μεμολυσμένων τί ποτε ἂν ἀμόλυντον ᾖ ; Πισῶν τοίνυν τῶν τοιούτων σοι μηχανῶν ἀφέμενος ταχεῖαν τὴν καθ᾿ ἡμῶν ἀπόφασιν ἐπενεγκεῖν προθυμήθητι· εἰκῇ γὰρ κοπιᾷς, εἰς ἀέρα δέρων καὶ παίων ἀμαθῶς τὸν ἀδάμαντα. Κοινή τοιγαροῦν μετὰ τῶν συνεδρευόντων διασκεψάμενοι τε καὶ ψηφισάμενοι χερσὶ Χριστιανῶν τοὺς ἁγίους καταλευσθῆναι πλῆθος Χριστιανῶν συναθροίζουσι, μεθ' ὧν καὶ τὴν θαυμασίαν κατέλαβον Ἰσδάνδουλ. Καὶ δῆρε τὸν μακάριον Ἰωσὴφ πάλιν διαβαστάσαντες, εἰς τὸ κριτήριον παριστῶσι. Νεύει οὖν τῷ ἡγεμόνι ὁ ἅγιος πρὸς αὐτὸν ἐγγίσαι ὥς τι τῶν ἀποῤῥήτων ἀκουσομένῳ. Τοῦ δὲ εὐθέως παραγενομένου καὶ πλησιάσαντος, σιέλου τὸ στόμα πληρώσας ὁ μάρτυς, τοῦ μικροῦ ἐκείνου καταπτύει προσώπου· Οὐκ αἰσχύνει, ἐπειπών, ἀναιδέστατε, ἀγρίως οὕτω καὶ δυσμενῶς κατὰ τῆς κοινῆς ταύτης νεανιευόμενος φύσεως καὶ σώμα ἤδη νενεκρωμένον αὖθις εἰς ἐξέτασιν ἄγων ; Ὁ δὲ καὶ παρὰ τῶν συνεδρευόντων πολλὰ τῆς πέριττης ταύτης ὠμότητος κατονειδισθεὶς καὶ γέλωτα οὐδὲ ὅσον εἰπεῖν ὀφλήσας πρὸς τὴν ἰδίαν πάλιν καθέδραν ὑποστρέφει κατησχυμμένος. ΚΖ'. Τὸν δὲ ἅγιον ποῤῥωτέρω που διαστήσαντες καὶ ὀπίσω τὼ χεῖρε δεσμήσαντες βόθρον αὐτῷ διορύττουσι, καὶ καθέντες μέχρις ὀσφύος αὐτὸν χωννύουσιν. Εἶτα τοὺς συλληφθέντας περιιστῶσι Χριστιανούς, καὶ παίοντες βάλλειν τὸν ἀοίδιμον λίθοις διεκελεύοντο. Μεθ᾽ ὧν καὶ τὴν ἱερὰν Ἰσδανδοὺλ τὰ ὅμοια ποιεῖν ἐπειγόντων, ἐκείνη, Ἀπὸ τοῦ αἰῶνος, ἔφη, οὐδὲν ἤκουσται τοιοῦτον, ὥστε γυναῖκα κατ' ἀνδρῶν ὁσίων χεῖρα ἐκτείνειν καταναγκάζεσθαι, ὥσπερ νῦν ὑμεῖς ποιεῖτε, ἀποσχόμενοι μὲν τοῦ κατὰ τῶν ἐχθρῶν ἀγωνίζεσθαι καθ' ἡμῶν αἴροντες ὅπλα καὶ τὴν πατρίδα εἰρήνην ἄγουσαν αἱμάτων καὶ σφαγῶν ἐμπιπλῶντες. Οἱ δὲ ὀβελίσκον μακρῷ καλάμῳ παραδεσμήσαντες κεντεῖν αὐτῷ τὸν ἅγιον διεκελεύοντο. Κἀκείνη, Μὴ γένοιτό μοι, ἔφη, δρᾶσαι τοιοῦτον· ὡς ἔγωγε ἡδέως ἂν πρότερον τῇ ἐμῇ καρδίᾳ τοῦτο ἐκκαταπλήξαιμι ἢ πρὸς βραχὺ τοῦ ἁγίου δι' αὐτοῦ ψαύσω σώματος. Οὕτως ἡ μὲν ἀνδρικὴν ἐπιδειξαμένη τὴν ἔνστασιν, κρείττων τῆς ἐπινοίας ὤφθη τῶν μιαιφόνων· τὸν δὲ ἅγιον τοσαύταις νιφάδι λίθων συνέχωσαν ὡς μόνην ὁρᾶσθαι τὴν κεφαλὴν τοῦ λοιποῦ σώματος τῇ σωρείᾳ τῶν λίθων συγκεχωσμένου. Ἦν δή τις τῶν ἀσεβῶν ἀρχόντων ἔτι κινουμένην ἑωρακώς ἑνὶ τῶν δημίων κελεύει χειροπληθῆ λίθον λαβόντι ἄνωθεν αὐτῇ ἐπαρεῖναι· οὗ δὴ γενομένου καὶ τῷ τοῦ λίθου βάρει τέλεον αὐτῆς συντριβείσης, τὴν τιμίαν ψυχὴν ὁ μακάριος τῷ Χριστῷ παρατίθησι. Φυλάκων τοίνυν ἐπιστασίαις τὸ πολύτιμον ἐκεῖνο σώμα καθάπερ θησαυρός τις συνετηρεῖτο. Τριῶν δὲ διελθουσῶν ἡμερῶν καὶ τετάρτης ἤδη ἐπικαταλαβούσης, σεισμός μέγας οἷος καὶ φοβερὸς γίνεται· εἶθ' οὕτως ἀστραπῶν ὑποφαινομένων βροντῶν τε μεγίστων ἐπικαταρ-
col. 859–860page 15 of 26
PG 116:859Ἀναγνυμένων αὐτοῖς πῦρ οὐρανόθεν κατενεχθὲν ἀποτεφροί μὲν τοὺς φύλακας, τὸν σωρὸν δὲ τῶν λίθων οἷά τινα χοῦν ἐκφορεῖ τὴν ἐπὶ τῷ μάρτυρι τιμὴν τοῦ Θεοῦ φανερὰν πᾶσι καθιστῶντος· τὸ σῶμα δὲ ἀφανὲς γίνεται, εἴτε τοῦ Θεοῦ τοῦτο οἷς οἶδε τρόποις μεταθεῖναι οἰκονομήσαντος, εἴτε ἀνθρωπίνων ἀνελομένων χειρῶν. ΚΗ'. Ἀειθαλᾶν δὲ τὸν τιμιώτατον εἰς κώμην Πατριὰς καλουμένην ἀπαγαγόντες Χριστιανῶν χερσὶ καὶ αὐτὸν καταλευσθῆναι παρασκευάζουσιν· οὗ τὸ σῶμα μοναχοί τινες τῶν ἐκεῖ κατοικούντων νυκτὸς ἐπελθόντες καὶ διαλαθόντες τοὺς φύλακας ὑφαιρούσι, κλέμμα ὄντως ἐπαινετὸν ἐργασάμενοι καὶ πράγμα οὐ σκότους, ἀλλὰ φωτὸς ἄξιον. Εἶτα καὶ τὰ νενομισμένα δράσαντες ἐπ᾿ αὐτῷ ἐν τόπῳ τινὶ τῶν ἐπισήμων κατατιθοῦσιν. Ἔνθα δὴ τὸν ἅγιον ἀναιρεθῆναι συνέβη, θαυματουργεῖ Θεὸς ἄξιόν τι καὶ τῆς αὐτοῦ δυνάμεως καὶ τῆς τοῦ μάρτυρος δόξης. Φυτὸν γάρ τι μυῤῥίνη φυείσα νοσημάτων γίνεται παντοίων ἀπαλλαγή. Ἐπὶ πέντε τοιγαροῦν χρόνοις τῶν θαυμάτων οὕτω διὰ τοῦδε τοῦ φυτοῦ τελουμένων, οἱ τὰ Ἑλλήνων θρησκεύοντες φθόνῳ βαλλόμενοι τὴν ψυχήν, καὶ τὰ παράδοξα δὴ ταῦτα ἐπ᾿ ἐλέγχῳ τῆς αὐτῶν θρησκείας οὐ φέροντες καθορᾷν, αὐταῖς ῥίζαις ἐκτέμνουσι τε τὸ φυτὸν καὶ πυρὶ νέμουσι. Πολλοὶ δὲ τῶν τὴν ψυχὴν ἐκκεκαθαρμένων ἐφ᾿ ἱκανὸν χρόνον φῶτα περὶ τόνδε τὸν χῶρον ἑώρων καὶ δυνάμεις θείας ἀνιούσας ὥσπερ καὶ κατιούσας καὶ δόξαν ἀναπεμπούσας τῷ τοὺς ἁγίους αὐτοῦ δοξάζοντι. Ἐτελειώθη δὲ ὁ τοῦ Χριστοῦ μάρτυς Ἀειθαλᾶς κατὰ τὸν Ἰούνιον μήνα, τὴν ἴσην τοῖς πρὸ αὐτοῦ τελειωθεῖσι μάρτυσιν ἔνστασιν τε καὶ καρτερίαν ἄχρι θανάτου ἐπιδειξάμενος βοηθείᾳ καὶ χάριτι Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτῷ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Day 4Die 4

col. 861–862page 16 of 26
PG 116:861Οὗτος ὁ ἐν ἁγίοις Ἀμβρόσιος ἀνὴρ ἀξιέπαινος, ἐν τῇ τῆς Ῥώμης συγκλήτῳ ἐν πλείστοις ἀξιώμασιν διαπρέψας, ὃς καὶ τὴν ἡγεμονίαν ἐμπεπίστευτο πάσης τῆς Ἰταλίας παρὰ τῶν εὐσεβῶν βασιλέων Κωνσταντίνου καὶ Κώνστα υἱῶν τοῦ μεγάλου Κωνσταντίνου, ἀμύητος μὲν τοῦ θείου βαπτίσματος ὑπῆρχεν, βίον δὲ καθαρώτατον καὶ ἐνάρετον ἐκέκτητο, οὐ μὴν ἀλλὰ καὶ θείᾳ σοφίᾳ καὶ συνέσει τῆς γνώσεως τῶν Γραφῶν, τῆς τε ἔξω παιδείας καὶ τῆς θεοπνεύστου Γραφῆς ἔμπειρος ἦν, δικαιοκρίτης τε καὶ ἀπροσωπόληπτος δικαστὴς ἐν τῇ ἀρχῇ τῆς ἡγεμονίας γενόμενος πᾶσαν πονηρὰν πρᾶξιν καὶ παράνομον διελέγχων καὶ διορθούμενος. Ὅπως δὲ εἰς τὴν τῆς ἐπισκοπῆς ἀρχὴν προεχειρίσθη θεία ψήφῳ ἐρῶ. Α΄. Οὐαλεντινιανοῦ τοίνυν μετὰ τελευτὴν Ἰωβιανοῦ τὰ σκήπτρα τῆς βασιλείας δεξαμένου, τὸν ἴδιον ἀδελφὸν Οὐάλην ἐκ Πανονίας ἀγαγὼν κοινωνὸν ποιεῖται τῆς βασιλείας, καὶ τῆς Ἀσίας αὐτῷ παραδοὺς τὰ σκήπτρα καὶ μέντοι καὶ τῆς Αἰγύπτου, ἑαυτῷ τὴν Εὐρώπην ἀπένειμε, καὶ τὴν Ῥώμην καταλαβὼν πᾶσαν τὴν δύσιν εὐνομίαν ἐξεπαίδευσεν, ἀπὸ τῶν τῆς εὐσεβείας κηρυγμάτων ἀρξάμενος. Β΄. Αὐξεντίου γάρ, ὅς τὴν Ἀρείου μὲν εἰσεδέξατο λώβην, Μεδιολάνων δὲ τὴν Ἐκκλησίαν ἐμπεπιστευμένου ἐν πλείσταις ἀπεκηρύχθη συνόδοις, τὸν βίον ὑπεξελθόντος, μεταπεμψάμενος τοὺς τῆς ἐπισκοπῆς Οὐαλεντινιανὸς ὁ βασιλεύς, τοιοίσδε πρὸς αὐτοὺς ἐχρήσατο λόγοις· Ἴστε σαφῶς, ὅτι δὴ τοῖς θείοις λόγοις ἐντεθραμμένοι, ὁποῖον εἶναι προσήκει τὸν ἀρχιερωσύνης ἠξιωμένον, καὶ ὡς οὐ χρὴ λόγῳ μόνον, ἀλλὰ καὶ βίῳ τοὺς ἀρχομένους ῥυθμίζειν, καὶ πάσης ἀρετῆς ἑαυτὸν ἀρχέτυπον προτιθέναι, καὶ μάρτυρα ἔχειν τῆς
col. 863–864page 17 of 26
PG 116:863Γ΄. Ταῦτα τοῦ εὐσεβοῦς βασιλέως Οὐαλεντινιανοῦ εἰρηκότος ἡ σύνοδος αὐτὸν ἠξίου ψηφίσασθαι στοφόν τε ὄντα καὶ εὐσεβείᾳ κοσμούμενον. Ὁ δὲ ἔφη· Μείζον ἢ καθ᾿ ἡμᾶς τὸ ἐγχείρημα· ὑμεῖς γὰρ τῆς θείας ἠξιωμένοι χάριτος καὶ τὴν αἴγλην ἐκείνην εἰσδεδεγμένοι ἄμεινον ψηφιεῖσθε. Οὗτοι μὲν ἐξελθόντες καθ᾿ ἑαυτοὺς ἐβουλεύοντο· οἱ δὲ τὴν πόλιν ἐκείνην οἰκοῦντες ἐστασίαζον, οἱ μὲν τοῦτον, οἱ δὲ ἐκεῖνον προβληθῆναι φιλονεικοῦντες. Οἱ μὲν γὰρ τῆς Αὐξεντίου νόσου μετειληχότες τοὺς ὁμόφρονας ἐψηφίζοντο· οἱ δὲ τῆς ὑγιαινούσης μοίρας ὁμογνώμονα ἐζήτουν ἔχειν ἀρχιερέα. διδασκαλίας τὴν πολιτείαν. Τοιοῦτον δὴ οὖν καὶ νῦν τοῖς ἀρχιερατικοῖς ἐγκαθιδρύσατε θρόνοις, ὅπως καὶ ἡμεῖς οἱ τὴν βασιλείαν ἰθύνοντες εἰλικρινῶς αὐτῷ τὰς ἡμετέρας ὑποκλίνωμεν κεφαλάς, καὶ τοὺς παρ᾿ ἐκείνου γινομένους ἐλέγχους ὡς ἰατρικὴν ἀσπασώμεθα θεραπείαν· ἀνθρώπους γὰρ ἡμᾶς ὄντας καὶ προσπταίειν ἀνάγκη πάντως. Δ΄. Ταύτην τὴν στάσιν μαθὼν Ἀμβρόσιος ὁ ἀοίδιμος, ὁ τοῦ ἔθνους τὴν πολιτικὴν ἡγεμονίαν πεπιστευμένος, καὶ φοβηθεὶς μή τι νεώτερον γένηται, σὺν τάχει τὴν ἐκκλησίαν κατέλαβε, καὶ εἰρήνευσεν ἀμφότερα τὰ μέρη. Οἱ δὲ τῆς μάχης ἐκείνης παυσάμενοι κοινὴν ἀφήκαν φωνήν, αὐτὸν τὸν μακάριον Ἀμβρόσιον ἐξαιτοῦντες ποιμένα ἑαυτῶν προβληθῆναι· ἔτι δὲ οὗτος ἀμύητος ἦν. Ταῦτα μαθὼν ὁ βασιλεὺς προσέταξε παραυτίκα καὶ μυηθῆναι καὶ χειροτονηθῆναι τοῦτον τὸν ἀξιέπαινον ἄνδρα. ᾜδει γὰρ αὐτοῦ πάσης μὲν στάθμης εὐθυτέραν οὖσαν τὴν γνώμην, παντὸς δὲ κανόνος ἀκριβεστέρας τὰς ψήφους· ὑπέλαβε δὲ καὶ θείαν εἶναι τὴν ψῆφον τοῦ ἀνδρὸς ἐκ τῆς τὰ ἐναντία φρονούντων τεκμαιρόμενος συμφωνίας. Ε΄. Ἐπειδὴ δὲ καὶ τῆς θείας τοῦ παναγίου βαπτίσματος ἀπέλαυσε δωρεᾶς, καὶ τὴν ἀρχιερατικὴν ἐδέξατο χάριν τοῦτο, ὁ πάντα ἄριστος βασιλεὺς προσενηνοχέναι λέγεται τῷ Σωτῆρι καὶ Δεσπότῃ τὸν ὕμνον (καὶ γὰρ τοῖς γεγενημένοις παρήν)· Χάρις σοι, Δέσποτα παντοκράτωρ καὶ Σῶτερ ἡμέτερε, ὅτι τούτῳ τῷ ἀνδρὶ ἐγὼ μὲν ἐνεχείρισα σώματα, σὺ δὲ ψυχάς, καὶ τὰς ἐμὰς ψήφους δικαίας ἀπέφηνας. ΣΤ΄. Ἐπειδὴ δὲ ὀλίγων διελθουσῶν ἡμερῶν ὁ θεῖος οὗτος Ἀμβρόσιος σὺν παῤῥησίᾳ πλείστῃ τῷ βασιλεῖ διαλεγόμενος ἐμέμψατο ὡς οὐκ εὖ παρὰ τῶν ἀρχόντων γεγενημένοις τισίν· ὁ βασιλεὺς ἔφη· Ταύτην σου καὶ πάλαι ᾔδειν τὴν παῤῥησίαν, καὶ σαφῶς ἐπιστάμενος οὐ μόνον οὐκ ἀντεῖπον, ἀλλὰ καὶ σύμψηφος τῆς χειροτονίας γεγένημαι. Ἰάτρευε οὖν, ὡς ὁ θεῖος ὑπαγορεύει νόμος, τὰ τῶν ἡμετέρων ψυχῶν πλημμελήματα. Ζ΄. Ταῦτα μὲν ἐν Μεδιολάνῳ καὶ εἶπε καὶ δέδρακεν Οὐαλεντινιανὸς ὁ μέγας καὶ εὐσεβὴς βασιλεύς.
col. 865–866page 18 of 26
PG 116:865Οὗτος καλῶς διοικήσας πάντα τὰ τῆς βασιλείας καὶ ὀρθοδοξίᾳ διαλάμψας ἀνεπαύσατο βασιλεύσας ἐπὶ ἔτη ις'. Κατέλιπε δὲ διαδόχους τοὺς παῖδας αὐτοῦ Γρατιανὸν καὶ Οὐαλεντινιανόν τὸν νέον. Τῆς δὲ ἀνατολῆς ἐβασίλευεν Οὐάλης ὁ ἀδελφὸς Οὐαλεντινιανοῦ τοῦ μεγάλου, ὅστις τῆς Ἀρειανῆς λώβης μετεῖχεν. Οὗτος συμβαλών πόλεμον μετὰ τῶν Γότθων, ἡττηθεὶς καὶ προσφυγών εἰς ἀχυρῶνα ἐν αὐτῷ πυρὶ κατεκάη. Γρατιανὸς δὲ ὁ Οὐαλεντινιανοῦ μὲν υἱὸς, Οὐάλεντος δὲ ἀνεψιός, πᾶσαν τὴν τῶν Ῥωμαίων ἡγεμονίαν παρέλαβεν. Πρῶτον μὲν γὰρ τὰ τῆς Εὐρώπης καὶ πάσης τῆς Δύσεως παρὰ τοῦ πατρὸς παρειλήφει σκήπτρα· παρέλαβε δὲ καὶ τὴν Ἀσίαν καὶ τὰ λειπόμενα τῆς Λιβύης, ἄπαιδος ἀναιρεθέντος τοῦ Οὐάλεντος. Εὐσεβὴς δὲ ὢν κατὰ τὸν πατέρα ἀνεκαλέσατο πάντας τοὺς ἐπισκόπους οὕσπερ Οὐάλης ὁ θεῖος αὐτοῦ ἐξώρισεν ὑπερμαχῶν τῆς Ἀρειανῆς αἱρέσεως. Μαθὼν δὲ Γρατιανὸς τὴν Θράκην ληϊζομένην ὑπὸ τῶν τὸν Οὐάλεντα καυσάντων βαρβάρων, καταλιπών τὴν Ἰταλίαν εἰς τὴν Πανονίαν ἀφίκετο. Η΄. Κατ᾽ ἐκεῖνον δὲ τὸν καιρὸν Θεοδόσιος διά τε τὴν τῶν προγόνων περιφάνειαν καὶ διὰ τὴν οἰκείαν ἀνδρείαν ὀνομαστότατος ἦν, καὶ τούτου χάριν ὑπὸ τοῦ φθόνου τῶν ὁμοτίμων βαλλόμενος ἐν ταῖς Σπανίαις διέτριβεν. Ἐν ἐκείναις γὰρ ἔφυ τε καὶ ἐτράφη. Ἀπορῶν δὴ οὖν ὁ βασιλεὺς Γρατιανὸς ὅ τι χρὴ δρᾶσαι (φυσηθέντες γὰρ ἐκ τῆς νίκης οἱ βάρβαροι δύσμαχοι ἦσάν τε καὶ ἐδόκουν), τότε οὖν τὴν Θεοδοσίου στρατηγίαν λύσιν ὑπέλαβε τῶν κακῶν γίνεσθαι. Αὐτίκα δὴ οὐκ ἐκ τῶν Σπανιῶν τὸν ἄνδρα μεταπεψάμενος καὶ στρατηγὸν χειροτονήσας μετὰ τῆς συνειλεγμένης ἐξέπεμψεν στρατιᾶς. Ὁ δὲ τῇ πίστει φραξάμενος θαρσαλέως ἐξώρμησε, καὶ τῆς Θρᾴκης ἐπιβὰς καὶ συμβαλὼν πόλεμον μετὰ τῶν βαρβάρων κατὰ κράτος ἐνίκησεν· οὐκ ἐνεγκόντες γὰρ ἐκεῖνοι οἱ μὲν ἔφυγον, οἱ δὲ ἐδίωκον. Πολὺς δὲ φόβος τῶν βαρβάρων ἐγένετο· οὐ μόνον γὰρ ὑπὸ τῶν Ῥωμαίων, ἀλλὰ καὶ ὑπὸ ἀλλήλων ἐκτείνοντο. θ'. Οὕτω δὲ σχεδόν πάντων ἀναιρεθέντων τῶν βαρβάρων ὀλίγοι λαβεῖν δυνηθέντες διέβησαν τὸν Ἴστρον. Ἐσθεὶς δὲ ὁ βασιλεὺς Γρατιανὸς ὡς ἄριστα ψηφισάμενος αὐτὸν στρατηγὸν βασιλέα κεχειροτόνηκε, καὶ τῆς Οὐάλεντος μοίρας τὰ σκῆπτρα παρέδωκεν. Καὶ αὐτὸς μὲν ἐπὶ τὴν Ἰταλίαν ἐξώρμησεν, ἐκεῖνον δὲ εἰς τὴν δοθεῖσαν ἡγεμονίαν παρέπεμψεν. Εὐθὺς δὴ οὖν τὴν βασιλείαν παραλαβὼν τῆς τῶν Ἐκκλησιῶν πρὸ τῶν ἄλλων συμφωνίας ἐπεμελήθη, καὶ τοὺς τῆς οἰκείας ἡγεμονίας ἐπισκόπους εἰς τὴν Κωνσταντινούπολιν δραμεῖν παρηγγύησεν· αὕτη γὰρ μόνη τῆς Ἀρειανικῆς ἐμπέπληστο λώβης· ἡ γὰρ Ἑσπέρα τῆς νόσου ταύτης ἐλευθέρα διέμεινεν. Κωνσταντῖνος γὰρ καὶ Κώνστας οἱ Κωνσταντίνου τοῦ μεγάλου υἱοὶ τὴν πατρῴαν πίστιν ἀνήρατον διετήρουν, καὶ πάλιν Οὐαλεντινιανὸς ἀκραιφνῆ διεγύλαξε τὴν εὐσέβειαν· τὸ δὲ τμῆμα τὸ ἑῷον, πολλαχόθεν
col. 867–868page 19 of 26
PG 116:867τὴν λώβην ταύτην ἐδέξατο ἀπὸ Ἀλεξανδρείας ἀρξαμένης τῆς αἱρέσεως. Τούτου δή εἵνεκα μόνης τῆς οἰκείας βασιλείας τοὺς ἐπισκόπους εἰς τὴν Κωνσταντινούπολιν συναθροισθῆναι προσέταξε, ποιήσας τὴν σύνοδον. Ι΄. Ταῦτα μὲν Γρατιανοῦ ἔτι περιόντος ἐγένετο· ἐπειδὴ δὲ ἐκεῖνος ἔν τε πολέμοις ἀριστεύων καὶ τὰς πόλεις σωφρόνως τε καὶ δικαίως ἰθύνων ἐς ἐπιβουλῆς ἐτελεύτησε, παῖδας μὲν οὐ καταλιπὼν κληρονόμους τῆς βασιλείας, ἀδελφὸν δὲ κομιδῇ νέον ὁμώνυμον τοῦ πατρὸς διάδοχον τῆς βασιλείας καταλέλοιπεν· Μάξιμος δή, τῆς Οὐαλεντινιανοῦ καταφρονήσας νεότητος, ἥρπασεν. ΙΑ΄. Κατ᾽ ἐκεῖνον δὲ τὸν χρόνον Ἰουστίνα, Οὐαλεντινιανοῦ μὲν γαμετὴ τοῦ μεγάλου, τοῦ δὲ νέου μήτηρ, ἃ πάλαι τῆς Ἀρειανικῆς διδασκαλίας ἐδέξατο σπέρματα δῆλα πεποίηκεν τῷ παιδί. Τοῦ μὲν γὰρ ὁμοζύγου τὸ θερμὸν ἐπισταμένη τῆς πίστεως λαθεῖν ἅπαντα τὸν χρόνον ἐσπούδασε· τοῦ δὲ παιδὸς τὸ τῶν φρενῶν ἁπαλὸν καὶ εὐπαράγωγον θεωμένη, προσενεγκεῖν τὴν ἐξαπάτην ἐθάρρησεν. Ὁ δὲ τῆς μητρὸς τὰς ὑποθήκας ὀνησιφόρους ὑπολαβών, εἰς γὰρ τὸ τῆς φύσεως δέλεαρ ἀποβλέπων, τὸ θανατηφόρον ἄγκιστρον ἐν τῇ ψυχῇ περιέπειρεν. Ὁ δὲ μέγας Ἀμβρόσιος πᾶσαν μὲν καὶ πρώην Ἀρειανικὴν πλάνην ἐκ πάσης τῆς Ἰταλίας ἐκποδὼν ἐποίησεν· μαθὼν δὲ καὶ τὸν νέον Οὐαλεντινιανὸν ταύτην εἰσδέχεσθαι τὴν νόσον, ἔσπευδεν ἐκ τῆς τοῦ νέου ψυχῆς ἀποκιῶσαι ταύτην τὴν νόσον· αὐτὸς δὲ οἷον ἀντίπαλον τὸν ἄνδρα ἐδόκει εἶναι. ΙΒ΄. Ὁ δὲ τῆς τε τοῦ πατρὸς ἀνεμίμνησκεν εὐσεβείας, καὶ τὸν κλῆρον παρέβαλε φυλάττειν ὃν παρέλαβεν ἄσυλον. Ἐδίδασκε δὲ καὶ τὴν τῶν δογμάτων διαφοράν, καὶ ὅπως τὰ μὲν τῇ τοῦ Κυρίου διδασκαλίᾳ καὶ τοῖς τῶν ἀποστόλων συμβαίνει κηρύγμασιν· τὰ δὲ ἄντικρύς ἐστιν ἐναντία καὶ τῇ πνευματικῇ νομοθεσίᾳ μαχόμενα. Ὁ δὲ νέος οἷα δὴ νέος καὶ παρὰ μητρὸς ἠπατημένης θελγόμενος οὐ μόνον οὐ προσίετο τὰ λεγόμενα παρὰ τοῦ ἀρχιερέως, ἀλλὰ καὶ θυμοῦ πλήρης ἐγίνετο καὶ λόχοις ὁπλιτῶν τε καὶ πελταστῶν τοὺς ἐκκλησιαστικοὺς περιβόλους ἐκύκλου. ΙΓ΄. Ἐπειδὴ δὲ τὸν μέγιστον ἐκεῖνον ἀριστέα, τὸν θεῖον Ἀμβρόσιον, οὐδὲν ἐφόβησε τῶν ὑπ᾽ αὐτοῦ γινομένων (μορμολύκεια γὰρ ὑπέλαβε ταῦτα μειρακυλλίοις ὑπό τινων προσφερόμενα) τότε δὴ χαλεπήνας προφανῶς, αὐτὸν ἐκέλευσε τῶν ἱερῶν ἔξω βῆναι προθύρων. Ὁ δέ, Ἑκὼν μέν, ἔφη, τοῦτο οὐ δράσω, οὐδὲ προδώσω τοῖς λύκοις τὸν τῶν προβάτων σηκόν, οὐδὲ τοῖς βλασφημοῦσι τὸν θεῖον παραδώσομεν ναόν· ἀλλ᾽ εἴ σοι κτεῖναι δοκεῖ, ἔνδον ἐπένεγκαί μοι τὸ ξίφος ἢ τὴν ἀξίνην· ἀσπασίως γὰρ δέξομαι τὴν τοιαύτην σφαγήν. Καὶ ταῦτα μὲν ὁ θεῖος Ἀμβρόσιος. ΙΔ΄. Χρόνου δὲ συχνοῦ τριβομένου μεμάθηκε μὲν ὁ Μάξιμος τὰ κατὰ τοῦ μεγαλοφώνου κήρυκος τῆς ἀληθείας τολμώμενα· ἐπέστειλε δὲ τῷ Οὐαλεντινιανῷ, τὸν κατὰ τῆς εὐσεβείας πόλεμον καταλύσαι παρ-
col. 869–870page 20 of 26
PG 116:869Αγγυῶν, καὶ παραινῶν μὴ προέσθαι τὴν πατρώαν εὐσέβειαν· προστέθεικεν δὲ καὶ τοῦ πολέμου τὴν ἀπειλήν, εἰ μὴ πείθοιτο· καὶ μέντοι καὶ τὸ ἔργον τοῖς λόγοις ἐπέθηκεν. Τὴν γὰρ στρατιὰν ἀγείρας ἐπὶ τὴν Μεδιολάνων ὥρμησεν, ἔνθα ἐκεῖνος διήγεν. Ο δὲ μαθὼν τὴν ἔφοδον εἰς Ἰλλυριούς ᾤχετο φεύγων, τῇ πείρᾳ μαθὼν τίνων ἐκ τῆς μητρώας ἀπώνατο συμβουλῆς. ΙΕ΄. Πυθόμενος δὲ Θεοδόσιος ὁ πανεύφημος βασιλεύς τὰ παρὰ τοῦ νέου Οὐαλεντινιανοῦ πραχθέντα καὶ τὰ παρὰ Μαξίμου τοῦ τυράννου γραφέντα, ἔγραψε τῷ πεφευγότι νέῳ μὴ χρῆναι θαυμάζειν εἰ τῷ βασιλεῖ τὸ δέος, τῷ δὲ τυράννῳ τὸ κράτος συνέζευκται· τῇ γὰρ εὐσεβείᾳ πεπολέμηκε μὲν ὁ βασιλεύς, ὁ δὲ τύραννος ἐπικούρησεν· καὶ ὁ μὲν ταύτην προέμενος ἀποδιδράσκει γυμνός, ὁ δὲ ταύτῃ καθωπλισμένος τοῦ γεγυμνωμένου κρατεῖ· τῇ γὰρ εὐσεβείᾳ καὶ ὁ ταύτης σύνεστι νομοθέτης. 15. Ταῦτα μὲν οὖν πόῤῥω ὢν ἐπέστειλεν· ἐπειδὴ δὲ τὴν φυγὴν μεμαθηκὼς εἰς ἐπικουρίαν ἀφίκετο, καὶ τὴν μὲν οἰκείαν καταλελοιπότα βασιλείαν, εἰς δὲ τὴν αὐτοῦ παραγενόμενον εἶδεν· πρῶτον μὲν τῇ ψυχῇ τὴν θεραπείαν προσήνεγκε, καὶ τὴν ἐπιγενομένην τῆς ἀσεβείας ἐξήλασε νόσον, καὶ εἰς τὴν πατρώαν εὐσέβειαν ἐπανήγαγεν· εἶτα θαῤῥεῖν παρεγγυήσας καὶ κατὰ τοῦ τυράννου στρατεύσας ἀναιμωτὶ μὲν τῷ νέῳ τὴν βασιλείαν παρέδωκε, τὸν δὲ τύραννον ἀπέκτεινεν· ἀδικεῖν γὰρ ὑπέλαβε, καὶ τὰς πρὸς Γρατιανὸν γεγενημένας παραβαίνειν συνθήκας, εἰ μὴ ποινὴν τοὺς ἀπεκτονότας εἰσπράξαιτο τῆς σφαγῆς. Οὗτος ὁ πιστότατος βασιλεὺς κατὰ τῆς πλάνης τῆς ἑλληνικῆς μετέθηκε τὴν σπουδὴν πᾶσαν, καὶ νόμους ἔγραψε, τὰ τῶν εἰδώλων τεμένη καταλυθῆναι κελεύων. ΙΖ΄. Κωνσταντῖνος μὲν γὰρ ὁ πάσης ἀξιώτατος εὐφημίας πρῶτος, εὐσεβείᾳ τὴν βασιλείαν κοσμήσας, καὶ τὴν οἰκουμένην ἔτι μεμηνόταν ὁρῶν, τὸ μὲν τοῖς δαίμοσι θύειν παντάπασιν ἀπηγόρευσε, τοὺς δὲ τούτων ναοὺς οὐ κατέλυσεν, ἀλλὰ ἀβάτους εἶναι προσέταξεν· καὶ μέντοι καὶ οἱ τούτου παῖδες τοῖς πατρῴοις ἠκολούθησαν ἴχνεσιν· Ἰουλιανὸς δὲ ἀνενεώσατο τὴν ἀσέβειαν, καὶ τῆς παλαιᾶς ἐξαπάτης ἐξῆψε τὴν φλόγα. Ἰωβιανὸς δὲ τὴν βασιλείαν παραλαβών, πάλιν τὴν τῶν εἰδώλων διεκώλυσε θεραπείαν· καὶ Οὐαλεντινιανὸς δὲ ὁ μέγας τοῖς αὐτοῖς κεχρημένος νόμοις, ἴθυνε τὴν Εὐρώπην· ὁ δὲ Οὐάλης πᾶσι μὲν τοῖς ἄλλοις ἐπέτρεψε θρησκεύειν ᾗ βούλονται, καὶ τὰ θρησκευόμενα θεραπεύειν· μόνοις δὲ πολεμῶν διετέλει τοῖς τῶν ἀποστολικῶν ὑπερμαχοῦσι δογμάτων. Πάντα γοῦν τὸν τῆς ἐκείνου βασιλείας χρόνον καὶ τὸ ἐπιβώμιον ἥπτετο πύρ, καὶ σπονδὰς καὶ θυσίας τοῖς εἰδώλοις προσέφερον, καὶ τὰς δημοθοινίας κατὰ τὴν ἀγορὰν ἐπετέλουν, καὶ οἱ τὰ Διονύσου ὄργια τετελεσμένοι μετὰ τῶν αἰγίδων ἔτρεχον, τοὺς κύνας ἐπισπῶντες καὶ μεμηνότες καὶ βακχεύοντες καὶ τἄλλα δρῶντες ἃ τὴν τοῦ διδασκάλου πονηρίαν ἐδήλου.
col. 871–872page 21 of 26
PG 116:871ΙΗ΄. Θεοδόσιος δὲ ὁ πιστότατος βασιλεὺς ταῦτα περιεῖλε πάντα, ὥσπερ ἂν εἰ μηδὲ τὴν ἀρχὴν γεγονότα, καὶ πλείω Χριστιανοῖς ἀντεισηνέγκατο ἕτερα. Ἀλλὰ γὰρ τοῦ κοινοῦ τῶν ἀνθρώπων ἄνωθεν πολεμίου τὰς ἄρκους διαφυγεῖν ἁπάσας οὐ ῥᾴδιον· πολλάκις γάρ τις διαδράσας τῆς ἀσελγείας τὸ πάθος, τῇ τῆς πλεονεξίας ἴσως ἁλίσκεται παγίδι. Εἰ δὲ καὶ ταύτης κρείττων φανείη, ἑτέρωθεν ὑποφύεται πάλιν τοῦ φθόνου τὸ βάραθρον· κἂν τοῦτο δὲ πάλιν ὑπερπηδέσῃ, τὸ τοῦ θυμοῦ δίκτυον εὑρήσει προκείμενον· καὶ ἄλλας δὲ μυρίας τοῖς ἀνθρώποις τίθησι παγίδας ὁ πονηρός, ἀγρεύων εἰς ὄλεθρον. Καὶ τὰ μὲν πάθη τοῦ σώματος ὑπουργοῦντα ἔχει ταῖς κατὰ τῆς ψυχῆς τεκταινομέναις ὑπ᾽ αὐτοῦ μηχαναῖς· μόνος δὲ ἐγρηγορὼς ὁ νοῦς περιγίνεται, τῇ περὶ τὰ θεῖα τροπῇ τῶν μηχανημάτων διελέγχων τὴν κακουργίαν. Τῆς ἀνθρωπείας δὴ οὖν φύσεως καὶ ὁ θαυμάσιος βασιλεὺς μετασχὼν οὗτος οὐδὲ τῶν ἐκείνης παθῶν ἄγευστος ἔμεινεν· ἀλλά τις ἀμετρία τῷ δικαίῳ θυμῷ προσγενομένη ἀπηνές τι ὤδινε καὶ παράνομον, ὥσπερ δὴ οὖν αὐτίκα ῥηθήσεται· οὐ γὰρ κατηγορίαν ἔχει μόνον τοῦ θαυμαστοῦ βασιλέως, ἀλλὰ καὶ εὐφημίαν μνήμης ἀξιωτάτην, καὶ μάλιστα τὴν τοῦ γενναίου τούτου Ἀμβροσίου διαδεχθεῖσαν ἐνταῦθα παῤῥησίαν, καὶ τὸν πολὺν ἐκεῖνον ᾧ περὶ τὴν εὐσέβειαν ἐκέχρητο ζῆλον· δηλώσει δ᾽ οὖν ὅμως ὁ λόγος. ΙΘ΄. Θεσσαλονίκη πόλις ἐστὶ μεγάλη καὶ πολυάνθρωπος, τελοῦσα μὲν εἰς Μακεδόνας, ἡγουμένη δὲ καὶ Θετταλίας καὶ Ἀχαΐας καὶ ἄλλων πολλῶν ἐθνῶν ὅσα ὑπό τῷ τῶν Ἰλλυριῶν ὑπάρχῳ κεῖται. Στάσεως τοίνυν ἐν αὐτῇ γενομένης κατελεύσθησάν τε καὶ κατεσύρησαν τῶν ἀρχόντων τινὲς, καὶ τὸν βίον αἴσχιστα οὕτω κατέστρεψαν. Ὁ οὖν βασιλεὺς ταῖς τῶν συμβάντων ἀγγελίαις ἀναφλεγεὶς οὐκ ἤνεγκε πράως· ἀλλὰ πάντα θυμὸν πάντων ἀφεὶς καὶ ἄδικα ξίφη γυμνώσας, τοὺς ἀθώους μετὰ τῶν ὑπευθύνων ἀνεῖλεν, ἑπτὰ χιλιάδας ὥς λέγεται, μηδὲ μιᾶς αὐτῷ κρίσεως ἡγησαμένης. Κ΄. Ταύτην μαθὼν τὴν δακρύων γέμουσαν συμφορὰν ὁ μέγας Ἀμβρόσιος, ἀφικόμενον εἰς τὴν Μεδιολάνων τὸν βασιλέα καὶ συνήθως εἴσω τοῦ θείου παρελθεῖν βουληθέντα ναοῦ, πόῤῥωθεν προϋπαντήσας, οὐδὲ τῶν ἱερῶν εἴασε πυλῶν ἐπιβῆναι. Οὐκ οἶσθα, λέγων, ὡς ἔοικεν, ὦ βασιλεῦ, τῆς εἰργασμένης μιαιφονίας τὸ μεγέθος, οὐδὲ μετὰ τὴν τοῦ θυμοῦ λῆξιν ὁ λογισμὸς ἐπέγνω τὸ τολμηθέν· οὐκ ἐᾷ γὰρ ἴσως τῆς βασιλείας ἡ δυναστεία ἐπιγνῶναι τὴν ἁμαρτίαν, ἀλλ᾽ ἐπιπροσθεῖ ἡ ἐξουσία τῷ λογισμῷ. Χρὴ μέντοι τὴν φύσιν εἰδέναι, καὶ τὸ ταύτης θνητόν τε καὶ διαῤῥέον, καὶ τὸν πρόγονον χοῦν ἐξ οὗ γεγόναμεν καὶ εἰς ὃν ἀποῤῥέομεν, καὶ μὴ τῷ ἄνθει τῆς ἁλουργίδος ἀποβουκολουμένην, ἀγνοεῖν τοῦ καλυπτομένου σώματος τὴν ἀσθένειαν. Ὁμοφυῶν ἄρχεις, ὦ βασιλεῦ, καὶ μὴν δὴ καὶ ὁμοδούλων· εἷς γὰρ πάντων δεσπότης καὶ βασιλεὺς ὁ τῶν ὅλων δημιουργός. Ποίοις τοίνυν ὀφθαλμοῖς ὄψεις τὸν τοῦ κοινοῦ Δεσπότου νεών; Ποίοις δὲ
col. 873–874page 22 of 26
PG 116:873ὁ ἔδαφος ἐκεῖνο πατήσεις τὸ ἅγιον; Πῶς δὲ χεῖρας ἐκτενεῖς θερμοῦ ἔτι σταζούσας αἵματος; ὃς τοιαύταις ὑποδέξῃ χερσὶ τοῦ Δεσπότου τὸ ἅγιον σῶμα; Πῶς δὲ καὶ τῷ στόματι προσοίσεις αἵματι τὸ τίμιον, τοσούτων διὰ τὸν θυμόν παρανόμως αἷμα ἐκχέας; Ἄπιθι τοίνυν, καὶ μὴ πειρῶ τοῖς ἄλλοις τὴν προτέραν αὔξειν παρανομίαν, καὶ δέχου τὸν δεσμὸν ᾧ θεὸς ὁ τῶν ὅλων Δεσπότης ἄνωθεν ἐγένετο σύμψηφος. Ἰατρικὸς δὲ οὗτος καὶ ὑγιείας συμπαράξενος, εἰ μή που ἀθεράπευτα πάσχειν προήρησαι. ΚΑ΄. Τούτοις εἴξας ὁ βασιλεὺς τοῖς λόγοις (τοῖς τοιούτοις νόμοις ἐντεθραμμένος ὢν ᾔδει σαφῶς τίνα ἦν τῶν ἱερέων, τίνα δὲ τῶν βασιλέων ἴδια), στένων καὶ δακρύων ἐπανῆλθεν εἰς τὰ βασίλεια. Ὀγδόου παρελθόντος ἐξ ἐκείνου μηνὸς ἦκε μὲν ἡ τοῦ Σωτῆρος ἡμῶν γενέθλιος ἑορτή· καθῆστο δὲ πρὸς τοῖς βασιλείοις βαρύτατα πενθῶν Θεοδόσιος. Τοῦτο Ρουφῖνός τις μάγιστρος τηνικαῦτα ἰδὼν, προσελθὼν οἷα χρηστὸς αὐτῷ καὶ συνήθης ἐπυνθάνετο τὴν αἰτίαν. Ὁ δὲ πικρὸν ἀνοιμώξας καὶ θερμότερον προχέων τὸ δάκρυον. Σὺ μὲν, ὦ Ῥουφῖνε, παίζεις, ἔφη, τῶν γὰρ ἐμῶν οὐκ ἐπαισθάνῃ κακῶν· ἐγὼ δὲ στένω καὶ ὀλοφύρομαι, τὴν ἐμαυτοῦ συμφορὰν ἀναλογιζόμενος, ὅπως τοῖς μὲν οἰκέταις καὶ τοῖς προσαίταις ἀνέῳκται ὁ θεῖος νεώς, καὶ εἰσίασιν ἀδεῶς, καὶ τὸν ἴδιον ἀντιβολοῦσι Δεσπότην· ἐμοὶ δὲ καὶ αὐτὸς ἀπόκλειστος, καὶ πρὸς τοῦτο ὁ οὐρανὸς ἀποκέκλεισται· μέμνημαι γὰρ τῆς Δεσποτικῆς φωνῆς, «Ὃ ἂν δήσητε,» λεγούσης, «ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον καὶ ἐν τοῖς οὐρανοῖς.» ΚΒ΄. Ὁ δὲ Ῥουφῖνος ὑπουργῆσαι τῷ βασιλεῖ τὰ πρὸς θεραπείαν βουλόμενος καὶ χάριν εὔκαιρον παρασχεῖν. Δραμοῦμαι, εἰ σοι δοκεῖ, ἔφη, καὶ τὸν ἀρχιερέα· πείσω πολλά, φησί, δεηθεὶς λύσαί σε τῶν δεσμῶν. Ἀλλ' οὐ πεισθήσεται, ἔφη ὁ βασιλεύς· οἶδα γὰρ ἐγὼ τῆς Ἀμβροσίου ψήφου τὸ δίκαιον· οὐ γὰρ ποτε εἰς τῆς βασιλείας τὴν ἐξουσίαν τὸν θεῖον παραβήσεται ποτε νόμον. Ἐπειδὴ δὲ καὶ ἄλλοις πλείοσι χρησάμενος ὁ Ῥουφῖνος λόγοις πείσειν ὑπέσχετο τὸν Ἀμβρόσιον, ἀπελθεῖν αὐτὸν ὁ βασιλεὺς κατὰ τάχος ἐκέλευε, καὶ αὐτὸς δὲ ὑπὸ τῆς ἐλπίδος δελεασθεὶς ἠκολούθησε μετὰ βραχὺ ταῖς ὑποσχέσεσι τοῦ Ῥουφίνου πιστεύσας. Αὐτίκα γοῦν τὸν Ῥουφῖνον προσβαλόντα ᾿Αμβρόσιος, «Τὴν τῶν κυνῶν, ἔφη, ἀναίδειαν, ὦ Ῥουφῖνε, ζηλοῖς, καὶ οὔτε ἐρυθριᾷς, οὔτε δέδιας, τοσοῦτον κατὰ τῆς θείας λυττήσας εἰκόνος;» Ἐπειδὴ δὲ Ῥουφῖνος ἠντιβόλει, καὶ τὸν βασιλέα μετὰ μικρὸν ἥξειν ἔλεγεν, ὑπὸ τοῦ θείου ζήλου πυρποληθεὶς ὁ Ἀμβρόσιος, «Ἐγώ, ἔφη, ὦ Ῥουφῖνε, φημί ὅτι κωλύσω τῶν ἱερῶν αὐτὸν ἐπιβῆναι προθύρων· εἰ δέ τις τυραννίδα τὴν βασιλείαν μεθίστησι, δέξομαι μεθ᾿ ἡδονῆς τὴν σφαγήν.»
col. 875–876page 23 of 26
PG 116:875ΚΓ'. Τούτων ὁ Ρουφίνος ἀκούσας μηνύει τε αὐτίκα διά τινος τῷ βασιλεῖ τὴν τοῦ ἀρχιερέως γνώμην, καὶ μένειν εἴσω τῶν βασιλείων παρήνεσεν. Ὁ δὲ βασιλεὺς ἤδη κατὰ μέσην τὴν ἀγορὰν ταῦτα μαθών, Ἄπειμι, ἔφη, καὶ τὰς δικαίας δέξομαι παρανοίας. Ἐπειδὴ δὲ τοὺς ἱερούς περιβόλους κατέλαβε, εἰς μὲν τὸν θεῖον οὐκ εἰσεληλύθει ναών· ἐν δὲ τῷ ἀσπαστικῷ οἴκῳ καθῆστο, ἐκλιπαρῶν τῶν δεσμῶν ἀπολυθῆναι. ΚΔ'. Ὁ δὲ τυραννικὴν ἐκάλει τὴν παρουσίαν, καὶ κατὰ Θεοῦ μεμηνέναι τὸν Θεοδόσιον ἔλεγε, καὶ τοὺς ἐκείνου νόμους πατεῖν. Ὁ δὲ βασιλεὺς ἐν συντριβῇ καρδίας καὶ πνεύματι ταπεινώσεως, Οὐ θρασύνομαι, ἔφη, κατὰ τῶν κειμένων νόμων, οὐδὲ παρανόμως ἐπιβῆναι τῶν ἱερῶν προθύρων ἐφίεμαι· ἀλλὰ σέ μοι λύσαι τὸν δεσμὸν ἀξιῶ, καὶ τὴν τοῦ κοινοῦ Δεσπότου φιλανθρωπίαν λογίσασθαι, καὶ μὴ κλεῖσαί μοι θύραν, ἣν πᾶσι τοῖς μεταμελείᾳ χρωμένοις ὁ Δεσπότης ἀνέωξε. Καὶ ὁ ἀρχιερεὺς, Ποίαν ὅτι, ἔφη, μεταμέλειαν ἔδειξας μετὰ τοιαύτην παρακοήν; Ποίοις δὲ φαρμάκοις τὰ δυσίατα ἐθεράπευσας τραύματα; καὶ ὁ βασιλεὺς ἐν συντετριμμένῳ πνεύματι αὖθις, Σὸν ἔργον, ἔφησε, πάντως καὶ δεῖξαι καὶ κεράσαι φάρμακα. Τότε ὁ θεῖος Ἀμβρόσιος, Ἐπειδὴ τῷ θυμῷ δικάζειν ἐπιτρέπεις, ἔφη, καὶ εὐχῇ λογισμὸς τὴν γνῶσιν, ἀλλὰ ὁ θυμὸς ἐκφέρει, γράψον νόμον τοῦ θυμοῦ τὰς ψήφους ἀργὰς ποιοῦντα καὶ περιττάς, καὶ τριάκοντα ἡμέρας αἱ φονικαὶ καὶ δημευτικαὶ μενέτωσαν γνώσεις ἐν γράμμασι, τὴν τοῦ λογισμοῦ προσδεχόμεναι κρίσιν. Διελθουσῶν δὲ τῶν τριάκοντα ἡμερῶν οἱ τὰ ἐγνωσμένα γεγραφότες δεικνύτωσαν αὐτὰ, καὶ τηνικαῦτα τοῦ θυμοῦ πεπτωκότος καθ᾿ ἑαυτὸν δικάζων ὁ λογισμὸς ἐξεταζέτω τὰ ἐγνωσμένα, καὶ σκεπτέσθω ἄρά γε δίκαια ἢ μὴ οὕτως ἔχοντα εἶεν. Εἰ μὲν οὖν ἄδικα εὕροι, διαῤῥησσέτω τὰ γεγραμμένα, καὶ τὴν ψῆφον ἄκυρον ποιείτω· εἰ δὲ δίκαια, μένοι· οὕτω καὶ ὁ τῶν τριάκοντα ἡμερῶν ἀριθμὸς οὐ λυμανεῖται τοῖς ὀρθῶς ἐγνωσμένοις. ΚΕ΄. Ταύτην ὁ βασιλεὺς δεξάμενος τὴν εἰσήγησιν, καὶ ἄριστα ἔχειν ὑπολαβών, εὐθὺς γραφῆναί τε τὸν νόμον ἐκέλευσε, καὶ τοῖς οἰκείας χειρὸς ἐβεβαίωσε γράμμασι. Τούτου δὲ γενομένου διέλυσε τὸν δεσμὸν ὁ θεῖος Ἀμβρόσιος, καὶ ὁ βασιλεὺς εἴσω θαρρήσας γενέσθαι τοῦ θείου ναοῦ, οὐχ ἑστὼς τὸν Δεσπότην ἱκέτευσεν, οὐδὲ τὰ γόνατα κλίνας, ἀλλὰ πρηνὴς ἐπὶ γυμνοῦ πεσὼν τοῦ ἐδάφους τὴν Δαυιδικὴν ἀφῆκε φωνήν, «Ἐκολλήθη,» λέγων, «τῷ ἐδάφει ἡ ψυχή μου· ζησόν με κατὰ τὸν λόγον σου.» καὶ ταῖς χερσὶ τίλλων τὰς τρίχας, καὶ τὸ μέτωπον τύπτων, καὶ τοῖς τῶν δακρύων σταγόσι τὸ ἔδαφος καταῤῥαίνων, συγγνώμης ἠντιβόλει τυχεῖν. Ἐπειδὴ δὲ καὶ ὁ καιρὸς ἐκάλει τῇ ἱερᾷ τραπέζῃ τὰ δῶρα προσενεγκεῖν, ἀναστὰς μετὰ τῶν ἴσων δακρύων τῶν ἀνακτόρων ἐπέβη· προσενεγκὼν δὲ, ἔνδον, ὥσπερ εἰώθει, παρὰ τὰς κιγκλίδας μεμένηκεν. Ἀλλ' οὐδὲν ταῦτα ὁ ἱερὸς Ἀμβρόσιος σιγῆσαι ἠνέσχετο, ἀλλὰ καὶ τὸ τῶν τόπων διδάσκει διάφορον. Καὶ πρῶτα μὲν ἤρετο εἴ τις
col. 877–878page 24 of 26
PG 116:877οδόσιος ἀσμέ » μεμένηκεν, τὴν τῆς πίσ οῦ θαυμαστοῦ λεύς παιδευ ολιν ἐπανελ ἐς τὸν θετῶν δώρα προς τις ἐκκλησίας νας βασι ἐδιδάχθην τὸ είας ὁ βασι λὰ τὸν θεῖον μ θει δὲ συνε σε, οἷά τινα κα
col. 879–880page 25 of 26
PG 116:879Αλὴν ἀρδείαν καὶ πρόσφορον τοῖς τῆς ἀρετῆς ἀναδρὸς ἔφερε σπέρμασι. Προτέρα μέντοι τοῦ συζύγου ἐτελεύτησε, καὶ συνέβη μετὰ χρόνον τινὰ τῆς τελευτῆς τοιόνδε τι γενέσθαι ὅπερ τὴν πολλὴν ἐκείνην τοῦ βασιλέως περὶ αὐτὴν διάθεσιν καὶ φιλοστοργίας ἀπέδειξεν. Ὑπὸ γὰρ τῶν συχνῶν πολέμων ἀναγκαζόμενος ὁ βασιλεὺς καὶ χρημάτων σπανίζων, φόρους ταῖς πόλεσιν ἐπεγράψατο. Ἡ Ἀντιόχου τοίνυν πολογούμενας τὰς ἑτέρας πόλεις ὁρῶσα καὶ σὺν βίᾳ τὰ χρήματα καὶ ἀπαραιτήτως εἰσπραττομένας, τὸ κοινὸν τοῦτο τέλος οὐκ ἐνεγκοῦσα, ἀλλὰ τε ὁποῖα φιλεῖ ὄχλος πρόφασιν εἰς ἀταξίαν λαμβάνων ἔδρασε, καὶ τὴν χαλὴν εἰκόνα τῆς πανευφήμου Πλακίλλης (τοῦτο γὰρ ἦν ὄνομα τῇ βασιλίδι) κατένεγκε καὶ ἐπὶ πολὺ τῆς πόλεως καταθυράμενος. Α΄. Ταῦτα πυθόμενος ὁ βασιλεὺς καὶ χαλεπήνας, ὥσπερ εἰκὸς ἦν, τά τε τῆς πόλεως ἀφείλετο δίκαια, καὶ τῇ γείτονι πόλει Λαοδικείᾳ τῇ παρὰ θάλασσαν δέδωκε τὴν ἡγεμονίαν, ταύτῃ μάλιστα νομίζων εὐτοὺς ἁγιάσειν· ἐζηλοτύπει γὰρ ἡ Λαοδίκεια τὴν Ἀντιόχειαν ἄνωθεν. Μετὰ δὲ ταῦτα καὶ ἐμπιπρᾶν ἠπείλει καὶ καταλύειν καὶ εἰς κώμην τὸ ἄστυ μεταβαλεῖν. Οἱ δὲ ἄρχοντες καὶ ἀνεῖλόν τινας παρ' αὐτὸ συλλαβόντες τὸ τόλμημα πρὶν γνῶναι τὸν βασιλέα τὴν τραγῳδίαν. Ταῦτα δὲ πάντα ὁ βασιλεὺς ἠπείλει μὲν, οὐ μὴν παραχρῆμα ἐποίει, τοῦτο τοῦ νόμου κωλύοντος ὃν Ἀμβρόσιος ὁ μέγας τεθῆναι περήνισεν. Ἐπειδὴ δὲ παρὰ τὴν Ἀντιόχειαν ἧκον οἱ τὰς ἀπειλὰς ἐκείνας κομίζοντες (Ἑλλένιχός τε στρατηγός τηνικαῦτα ὢν καὶ Καισάριος τῶν βασιλείων ἡγούμενος, μάγιστρον δὲ οἱ Ῥωμαῖοι καλοῦσι τὸν ταύτην ἔχοντα τὴν ἀρχήν), ἐν δέει μὲν ἦσαν ἅπαντες τὰς ἀπειλὰς περιπεφρικότες· οἱ δὲ τὴν ὑπώρειαν οἰκοῦντες τῆς ἀρετῆς ἀθληταί (πολλοὶ δὲ ἦσαν κατ' ἐκεῖνο καιροῦ) συνήχθοντο τοῖς τῇ ἀπειλῇ ὑποδεβλημένοις, καὶ περιέτρεχον πανταχοῦ, καὶ ὑπὲρ τῶν κολαζομένων ὡς δυνατὸν παρεκάλουν. ΛΑ΄. Εἷς δέ τις ἐξ αὐτῶν ἀνὴρ ἅγιος, ἀρετῇ πάσῃ κεκοσμημένος καὶ νύκτωρ καὶ μεθ' ἡμέραν τῷ Σωτῆρι τῶν ὅλων καθαρὰς προσφέρων εὐχάς, οὗτος οὔτε τοῦ βασιλέως καταπλαγεὶς τὴν ὀργὴν οὔτε τῶν ἀποσταλέντων τὴν ἐξουσίαν εἰς νοῦν λαβών, κατὰ μέσον τὸ ἄστυ γενόμενος, καὶ τῆς χλανίδος θατέρου τῶν ἀποσταλέντων ἀρχόντων λαβόμενος, ἀμφοτέρους ἐκ τῶν ἵππων καταβῆναι κελεύει. Οἱ δὲ μικρόν τι γερόντιον εὐτελῆ ῥάκια περιβεβλημένον ἰδόντες, τὸ πρῶτον μὲν καὶ χαλεπῶς ἔφερον, ἔπειτα δέ τινες τῶν συνεπομένων τὴν τοῦ ἀνδρὸς ἐδήλωσαν ἀρετήν· κατεπήδησάν τε τῶν ἵππων εὐθύς, καὶ τῶν ἐκείνου γονάτων λαβόμενοι συγγνώμην ἐζήτουν. Ὁ δὲ ὅσιος ἀνὴρ τῆς θείας σοφίας ἐμφορηθεὶς τοιοίσδε πρὸς αὐτοὺς ἐχρήσατο λόγοις· Εἴπατε δή, ὦ φίλοι ἄνδρες, τῷ βασιλεῖ· Οὐ βασιλεὺς εἶ μόνον, ἀλλὰ καὶ ἄνθρωπος· μὴ τοίνυν πρὸς μόνην ὅρα τὴν βασιλείαν, ἀλλὰ καὶ τὴν φύσιν αὐτὴν λογίζου· ἄνθρωπος γὰρ ὤν, ὁμοφυῶν βασιλεύεις. Κατ' εἰκόνα δὲ θείαν καὶ ὁμοίως
col. 881–882page 26 of 26
PG 116:881σιν πάντως ἡ τῶν ἀνθρώπων δεδημιούργηται φύσις· μὴ τοίνυν ἐμῶς οὕτω καὶ ἀπηνῶς τοῦ Θεοῦ τὴν εἰκόνα κέλευε κατασφάττεσθαι· παροξύνει γὰρ οὕτω τὸν Δημιουργὸν, τὴν ἐκείνου κολάζων εἰκόνα. Σκόπησον γοῦν ὡς καὶ σὺ χαλκῆς ἕνεκα δυσχεραίνων εἰκόνος ταῦτα ποιεῖς. Ὅσον δὲ τῆς ἀψύχου διαφέρει ἡ ἔμψυχος καὶ ζῶσα καὶ λογική, δῆλον ἔπασι τοῖς τε νοῦν ἔχουσιν ὁμοίως καὶ αἴσθησιν. Πρὸς δὲ τούτοις λογισάσθω κἀκεῖνο· ὡς ἡμῖν μὲν ῥᾴδιον ἀντὶ τῆς εἰκόνος τῆσδε πολλὰς δημιουργῆσαι χαλκᾶς· αὐτῷ δὲ προφανῶς ἀδύνατον μίαν γοῦν τῶν ἀναιρεθέντων δημιουργῆσαι τρίχα. ΑΒ΄. Τούτων ἀκούσαντες οἱ θαυμαστοὶ ἄνδρες ἐκεῖνοι, μηνύουσι τῷ βασιλεῖ τὰ εἰρημένα καὶ τὴν τοῦ θυμοῦ κατέσβεσαν φλόγα· ὡς ἀντὶ τῶν ἀπειλῶν ἐκείνων ἀπολογίαν τε αὐτίκα γράψαι καὶ τῆς ὀργῆς τὴν αἰτίαν δηλώσαι. Οὐκ ἔδει γάρ, ἔφη, ἐμοῦ πλημμελήσαντος, γυναίκα πάσης εὐφημίας ἀξιωτάτην τοσαύτην μετὰ τελευτὴν δέξασθαι παροινίαν· κατ' ἐμοῦ δὲ ἐχρῆν τὸν θυμὸν τοὺς ἀγανακτούντας ὁπλίσαι. Προσετίθει δὲ τοῦτο, ὡς ἀλύει καὶ ἀνιᾶται τις νας ὑπὸ τῶν ἀρχόντων ἀνῃρῆσθαι μαθών. Οὕτω μὲν οὖν ὁ φιλόχριστος βασιλεὺς καὶ τοιαῦτα ὑπὸ τοῦ θαυμαστοῦ Ἀμβροσίου πεπαίδευτο, καὶ τοσαύτης παρ' αὐτοῦ τῆς χάριτος καὶ τῆς πνευματικῆς ὠφελείας ἀπέλαυσεν. ΑΓ΄. Ὁ δὲ θεῖος οὗτος Ἀμβρόσιος, ὃν εἴρηται τρόπον, ἐν τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ ἐν ὀρθοδόξοις δόγμασι διαλάμψας, ζηλωτής τε καὶ ὑπέρμαχος τῆς ἀληθείας γενόμενος, καὶ ἐποικοδομήσας ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, λόγους τε ὀρθοδοξίας καὶ διδασκαλίας ἐκθέμενος, καὶ πᾶσαν ὑπὸ Ἀρείου καὶ Ἀπολλιναρίου καινισθεῖσαν αἵρεσιν ἀπελάσας, πάντα τε τὰ τῆς αὐτοῦ ἐκκλησίας καλῶς διαθέμενος, καὶ εἰς βαθὺ γῆρας ἐλάσας, πλήρης τε ἡμερῶν γενόμενος, ἀνεπαύσατο ἐν εἰρήνῃ, τεθεὶς ἐν τῇ ἐκκλησίᾳ Μεδιολάνων, μνήμην ἀληθῆ τὸν αὐτοῦ βίον καταλιπὼν καὶ τὰ κατορθώματα· ὧν ζηλωτὰς καὶ ἡμᾶς γενέσθαι καταξιώσειε, καὶ τῶν αὐτῶν ἀμοιβῶν ἐκείνῳ καὶ τῶν στεφάνων ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπία τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Continue reading PG 116: Mensis Junius →≣ entire volume
Page scan enlarged

Notebook

Full View