PG 116Symeon Metaphrastes
Month of June
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected (sonnet, OCR-anchored) · Migne scan — scholarios OCR + scan in the Page/Facsimile views — PG column chips mark the printed columns.

Day 7Die 7

col. 883–884page 1 of 12
PG 116:883ΒΙΟΣ ΤΟΥ ΟΣΙΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΠΜΩΝ ΠΑΥΛΟΥ ΑΡΚΙΕΠΙΣΚΟΠΟΥ ΚΟΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΟΜΟΛΟΓΗΤΟΥ. ζετο σκήπτρα, διωγμὸν οἱ ἐξ ᾿Αρείου κατά των επο Κωνσταντ Υπερόριον εδέχετο τὰ Εσπέρια, Αλέξαντος; πάσας τέλει το ένα με διαδοχον ἐπιοῦ τῇ Ἐ Παύλο
col. 885–886page 2 of 12
PG 116:885χειροτονίας, καὶ Ἀρειανῶν καθίσας συνέδριον τὸν μὲν Παῦλον σχολάζειν κατεψηφίσατο, Εὐσέβιον δὲ τρίτον ἀμείβοντα θρόνον ἐκ Νικομηδίας τῆς βασιλίδος ἐπίσκοπον ἀναδείκνυσιν. Ἀλλ' ὁ μὲν δυσσεβῶς ταῦτα πράξας ὑποστρέφει πάλιν πρὸς Ἀντιόχειαν· Εὐσέβιος δὲ πάντα λίθον ἐκίνει ὥστε περιελεῖν τοῦ ἱεροῦ συμβόλου τὸ ὁμοούσιον. Γ΄. Ἄγεται δὴ τὰ ἐγκαίνια τῆς ἐν Ἀντιοχείᾳ ἐκκλησίας, ἣν Κωνσταντῖνος μὲν ὁ μέγας ἐκ βάθρων ἀνήγειρε, Κωνστάντιος δὲ καθιερωθῆναι σπουδὴν ἔθετο, καὶ τῇ τῶν ἐγκαινίων προφάσει ἐπίσκοποι συλλέγονται τὸν ἀριθμὸν ἐνενήκοντα. Μάξιμος δὲ ὁ τῶν Ἱεροσολύμων ἔφορος ἀνὴρ εὐσεβὴς οὐ παρῆν, ἀλλ᾽ οὐδὲ ὁ Ῥώμης Ἰούλιος οὔτ᾽ αὐτοπρόσωπος οὔτε διά τινος τῶν ὑποτελῶν. Συγκροτεῖται μὲν οὖν ἡ σύνοδος παρόντος καὶ Κωνσταντίου. Οἱ δὲ περὶ Εὐσέβιον σπουδὴν ἄγουσι πρὸ τῶν ἄλλων ἀποσκευάσασθαι Ἀθανάσιον. Ἐπάγουσι δὲ αὐτῷ πρώτην αἰτίαν τὸ παρὰ κανόνα λέγοντες πρᾶξαι, κανόνα ὃν αὐτοὶ τηνικαῦτα ἐξέθεσαν. Ἐπανελθὼν γάρ, ἔφασκον, τῆς ὑπερορίας οὐχὶ κοινῇ γνώμῃ καὶ ψήφῳ, ἀλλ' αὐτὸς ἑαυτῷ τὴν ἀρχιερωσύνην ἐπέτρεψε· καὶ δευτέραν ὅτι κατὰ τὴν εἴσοδον αὐτῷ στάσεως συρραγείσης πολλοὶ ἐναπέθανον· τρίτην δὲ τὰ ἐν Τύρῳ πεπραγμένα, ἐξ ὧν καὶ καταψηφισάμενοι τοῦ τῆς εὐσεβείας ἀθλητοῦ Γρηγόριον ἀντικαθιστῶσι τούτοις ὁμόφρονα, καὶ ταῦτα τολμήσαντες ἐπιτολμῶσι καὶ τὸν μεταπλασμὸν τῆς πίστεως, οὐδέν μὲν καταφανῶς τῶν ἐν Νικαίᾳ μεμψάμενοι, τῷ ὑφάλῳ δὲ καὶ κακοτέχνης τῆς διανοίας σπέρματα προκαταβάλλοντες πρὸς τὴν τοῦ ὁμοουσίου καθαίρεσιν. Καὶ ἡ μὲν κατὰ Ἀντιόχειαν σύνοδος, ταῦτά τε κρίνασα αὖθ᾽ ἕτερα τολμήματα καί τινα κανονίσασα, διαλύεται. Δ΄. Εὐσέβιος δὲ πρὸς τὸν Ῥώμης Ἰούλιον διαπρεσβεύεται, τὴν κατὰ Ἀθανασίου ψῆφον τεχναζόμενος κυρωθῆναι. Ἀλλ' οὐδὲ ὧν ἤλπιζεν ἤνυσε. Παῦλος δὲ ὁ ἀρχιερεὺς τὴν Ῥώμην καταλαβών, ἕτεροί τε ἐπίσκοποι οὐκ ὀλίγοι, ἀλλὰ καὶ αὐτὸς Ἀθανάσιος, οἳ καὶ κατὰ συσκευὴν ἀπηλάθησαν Εὐσεβίου, διῆγον ὁμοῦ ἐν τῇ Ῥώμῃ. Ὁ δὲ ἱερὸς Ἰούλιος, συκοφαντίαν εἶναι μαθὼν τὰ κατὰ τῶν ἀρχιερέων πεπραγμένα, γράμμασιν αὐτοὺς ὀχυρώσας ἐπὶ τὴν ἀνατολὴν ἀποστέλλει, τόν τε οἰκεῖον ἑκάστῳ θρόνον ἀποδιδούς, καὶ συναιτιώμενος τοὺς καθελόντας. Τὰς μὲν οὖν οἰκείας ἐκκλησίας οὗτοι πάλιν ἀναλαμβάνουσι, καὶ τὰς ἐπιστολὰς οἷς ἐγράφησαν διαπέμπονται. Εὐσεβίου γὰρ ἀποφθαρέντος, Παῦλος εἰς τὸν οἰκεῖον θρόνον ἀποκαθίσταται· οἱ δὲ ἀρειανίζοντες ἐν τῇ νῦν λεγομένῃ ἐπὶ Παύλον ἐκκλησίᾳ χειροτονοῦσι τὸν Μακεδόνιον, ὃς τὸν Υἱὸν μὲν τῷ Πατρὶ ἀνόμοιον ἐβλασφήμει, παραγραφόμενος τὸ ὁμοούσιον, τὸ δὲ πανάγιον Πνεῦμα καὶ παντελῶς ἀλλότριον τῆς θεότητος.
col. 887–888page 3 of 12
PG 116:887Ε΄. Ἀθανασίου δὲ τὴν ἰδίαν ἀναλαβόντος ἐκκλησίαν, οἱ ἐν Ἀντιοχείᾳ πάλιν συνεδρεύοντες (καὶ γὰρ συνήεσαν, ἀντεγκαλεῖν ἐπιχειροῦντες Ἰουλίῳ τῷ Ῥώμης) τὸν δυσσεβῆ Γρηγόριον διὰ τάχους, ὃν αὐτοὶ παρανόμως ἐχειροτόνησαν, εἰς τὴν Ἀλεξάνδρου ἐξαποστέλλουσι, καὶ κατήγεν αὐτὸν ὁ τῆς Ἀλεξανδρείας στρατηγός, ἑπτακισχιλίους στρατιώτας μεθ᾽ ἑαυτοῦ ἐπαγόμενος. Ὁ μαθὼν Ἀθανάσιος εἰς τὴν Ῥώμην πάλιν ἀπέπλευσεν. Ὁ δὲ τῶν Ἀλεξανδρέων λαὸς οὐκ ἐνεγκὼν τὸ ἔκθεσμον, τὴν καλουμένην Διονυσίου ἐκκλησίαν, οὐκ ὀρθῶς ποιοῦντες, ἐνέπρησαν. Μαθὼν δὲ Κωνστάντιος ἐν Ἀντιοχείᾳ διάγων ὡς Παῦλος ὁ τῆς ἀληθείας κῆρυξ εἰς τὸν ἴδιον ἀποκατέστη θρόνον, Ἑρμογένει τῷ στρατηλάτῃ ἐντέλλεται πρὸς τὰ τῆς Θράκης ἐκπεμπομένῳ μέρη, ἐξῶσαι τοῦτον τῆς Ἐκκλησίας. Καὶ ὁ μὲν τὴν Κωνσταντίνου καταλαβών, ἐσπούδαζεν ᾗ προστέτακτο δρᾶν· τὸ πλῆθος δὲ οὐκ ἠνείχετο, ἀλλὰ τήν τε οἰκίαν αὐτοῦ κατακαίουσι, καὶ αὐτὸν σύροντες διαφθείρουσιν· ὅπερ ἀκούσας Κωνστάντιος δι᾽ ὀργῆς τὸ πραχθὲν ἐποιήσατο, καὶ αὐτὸς τὴν πόλιν καταλαβὼν τὸν μὲν ὅσιον Παῦλον ἀπελαύνει ταύτης, ζημιοῖ δὲ καὶ τὴν πόλιν τὸ σιτηρέσιον ἀφελὼν αὐτῆς τὸ ἥμισυ τῆς δωρεᾶς ἣν ὁ ἐκείνου πατήρ, ὁ φιλάνθρωπος, δηλαδὴ Κωνσταντίνος, αὐτῇ ἐδωρήσατο. Ἦν δὲ τὸ ὅλον τῆς δωρεᾶς ἡμερήσιοι ἄρτοι μυριάδες ὀκτώ. Ὠργίζετο δὲ καὶ κατὰ Μακεδονίου οὐ μόνον ὅτι παρὰ τὴν αὐτοῦ κεχειροτόνητο γνώμην, ἀλλὰ καὶ διὰ τοὺς φόνους ὧν αὐτὸς στασιάζων γέγονε αἴτιος. Ϛ΄. Ὅμως ἐάσας αὐτὸν ὁ μακάριος Παῦλος καταλαμβάνει τὴν Ῥώμην, καὶ Ἀθανασίῳ συνῆν. Ἀναφέρει γοῦν ἃ πεπόνθοι τῷ Ῥώμης, καὶ αὖθις τοῖς παρ᾽ αὐτοῦ, ἔτι δὲ καὶ τοῖς Κώνσταντος τοῦ βασιλέως κατοχυρωθεὶς γράμμασι, παραυτίκα τε ἐπάνεισι, καὶ τῷ οἰκείῳ θρόνῳ μετὰ πολλῆς αὐτὸν εὐμενείας τῆς πόλεως ὑποδεξαμένης ἐγκαθιδρύεται. Καὶ πάλιν ὁ Κωνστάντιος δι᾽ ὀργῆς τὸ γινόμενον ἐτίθετο, καὶ πάλιν πρόσταγμα εἰς ὑπερορίαν ἄγον τὸν δίκαιον· καὶ γὰρ τοῦτο δεξάμενος ὁ ὕπαρχος Φίλιππος, ἐξορίζει μὲν τὸν ὅσιον, ἀντικαθίστησι δὲ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ τὸν Πνευματομάχον Μακεδόνιον. Τὸ δὲ τῆς ὑπερορίας οὐκ ἐκ τοῦ ἐμφανοῦς, ἀλλ᾽ ἐξ ἐνέδρας προῆλθεν· ὁ γὰρ τοῦ Ἑρμογένους φόνος σωφρονέστερόν τι κακουργῆσαι τὸν Φίλιππον ἀπειργάσατο· καὶ καλεῖ μὲν σὺν τιμῇ τὸν τοῦ Θεοῦ ἀρχιερέα εἰς τὸ λουτρὸν οὗ ἐπώνυμον Ζεύξιππος, ὡς ἐπὶ κοινωφελέσι δήθεν καί τισι βουλεύμασι μυστικοῖς, κἀκεῖθεν εἰς τὰς βασιλείους ἐκπέμπει αὐλάς, καὶ δι᾽ αὐτῶν εἰς Θεσσαλονίκην, ἣν καὶ οἱ αὐτοῦ πρόγονοι πατρίδα εἶχον, καὶ τοῖς μὲν τῆς ἀνατολῆς ἐπιβαίνειν μέρεσιν ἐκεκωλύτο, ταῖς δὲ πλησιαζούσαις οὐκ ἔτι. Ζ΄. Ὁ δέ γε δυσσεβὴς Μακεδόνιος, στρατιωτικῆς χειρὸς ὑπηρετούσης, συνεποχούμενος τῷ ὑπάρχῳ εἰς
col. 889–890page 4 of 12
PG 116:889τὴν τοῦ Θεοῦ Ἐκκλησίαν παρεισδύεται, τῆς διαφθορᾶς εἰς πεντήκοντα καὶ τρισχιλίους παραταθείσης. Ταύτῆς τῆς παροινίας καὶ Μαρκιανὸς συναπέλαυσε καὶ Μαρτύριος, ἀναγνῶσται καὶ τῷ θείῳ Παύλῳ ὑπογραφεῖς τυγχάνοντες, ἄτε δὴ καὶ αὐτῶν παῤῥησίᾳ συγκηρυττόντων τὸ ὁμοούσιον. Οὕτω τοίνυν ταῖς τῶν Χριστιανῶν σφαγαῖς ὁ τῆς Ἐκκλησίας ἐχθρὸς τοῖς ἐκκλησιαστικοῖς θρόνοις ἐγκαθιδρύεται· καθ᾽ ὅν δὴ καιρὸν καὶ Κωνστάντιος τὴν Μεγάλην ἐκκλησίαν, ἐπώνυμον δὲ αὐτῇ ἡ τοῦ Θεοῦ σοφία, νεουργεῖ, καὶ Παῦλος τὸ τρίτον ὁ θεσπέσιος μετ' ὀλίγον εἰς Ἰταλίαν παραγίνεται, καὶ Ἀθανάσιον τὸν σύναθλον λαβὼν, ἀναδιδάσκουσιν ἃ πεπόνθεσαν Κώνσταντα, τὸν τῆς ἑσπέρας μὲν βασιλεύοντα, ἀδελφὸν δὲ τυγχάνοντα Κωνσταντίου. Ὁ δὲ τὰ ἔκθεσμα ὧν ὑπέστησαν ἀκριβέστερον ἐκμαθών, γράφει τῷ ἀδελφῷ τρεῖς παρ' αὐτὸν ἀπὸ τῆς ἀνατολῆς ἐπισκόπους ἀφικέσθαι, οἳ λόγον ποιήσονται τῶν περὶ Ἀθανάσιον καὶ Παῦλον τολμημάτων, ἅμα δὲ καὶ τὴν τῆς πίστεως ἔγγραφον ἔκθεσιν διακομίσονται πρὸς αὐτόν. Καὶ μὴν δὴ καὶ τέσσαρες τῶν ἐπισκόπων πρὸς τὴν Ῥώμην ἐκπέμπονται, Νάρκισσος τε ὁ Κίλιξ καὶ Θεόδωρος ὁ Θρᾷς, Μάρκης ὁ Χαλκηδόνος καὶ Μάρκος ὁ Σύρος. Οὗτοι τὴν Ῥώμην καταλαβόντες τοῖς περὶ Ἀθανάσιον καὶ Παῦλον εἰς λόγους μὲν ἐλθεῖν οὐκ ἐθάρσησαν, τὴν δὲ ὑπ' αὐτῶν ἐν τῇ Ἀντιόχου ἐκτεθεῖσαν πίστιν ἀποκρύψαντες, ἑτέραν τε συνθέντες κατὰ τὸ φανερὸν μὲν οὐδὲν βλάσφημον περιέχουσαν, τὸ μέντοι ὁμοούσιον οὐ πρεσβεύουσαν, ἐπιδιδόασι τῷ βασιλεῖ, καὶ πλέον οὐδὲν οὔτε δράσαντες οὔτε παθόντες αὖθις ἀνέστρεψαν. Η΄. Τριετίας δὲ διαδραμούσης πάλιν οἱ τῆς ἀνατολῆς συναθροίζονται, καὶ πίστιν ἄλλην συντάττουσι, καὶ τοῖς ἐν Ἰταλίᾳ ἐκπέμπουσι. Διάκονοι δὲ ἦσαν τοιούτου συντάγματος Εὐδόξιος ὁ τηνικαῦτα Γερμανικείας ἐπίσκοπος καὶ Μαρτύριος καὶ ὁ τῆς Μοψουεστίας Μακεδόνιος. Ἡ δὲ τῆς πίστεως αὐτῶν ἔκθεσις καὶ αὕτη τὰ μὲν ἄλλα τῇ προεκτεθείσῃ παραπλησίως εἶχε, προσθήκαις δέ τισι ταῖς κατὰ τὸ τέλος ἀλλοκότοις εἰς τὸ μακρότερον ἐξετείνετο. Ὁ δὲ κατὰ τὴν Ῥώμην τῶν ἀρχιερέων σύλλογος οὐ προσεδέξατο ταύτην, ἀρκεῖσθαι φάμενοι τῷ συμβόλῳ τῆς πίστεως ὃ ἡ ἐν Νικαίᾳ προηγόρευσε σύνοδος. Οὕτω δὲ πάντα ταραχῆς κατεχούσης, καὶ συγκυτικῆς ἔριδος, κηρύσσεται σύνοδος οἰκουμενικὴ γνώμη τοῖν δυοῖν βασιλέοιν μετὰ ἐνδέκατον ἔτος τῆς τοῦ εὐσεβεστάτου Κωνσταντίνου τοῦ πατρὸς αὐτῶν τελευτῆς. Συνῆλθον οὖν ἐν Σαρδικῇ ἐκ μὲν Ἑσπέρας ἐπίσκοποι πλείους ἢ τριακόσιοι, ἐκ δὲ τῆς Ἀνατολῆς ἓξ μόνοι καὶ ἑβδομήκοντα. Καὶ οἱ τῆς Ἑῴας τοῖς ἐκ τῆς δύσεως εἰς ὁμιλίαν συνελθεῖν οὐκ ἐπένευον· τὸ δὲ αἴτιον ὅτι Παῦλος αὐτοῖς καὶ Ἀθανάσιος οἱ τῆς εὐσεβείας συνεδρίαζον ἀθληταί. Θ΄. Ὡς δὲ οὔτε οἱ τῆς εὐσεβείας τοὺς περὶ Ἀθανάσιον ἀπεσκευάζοντο, οὔτε οἱ τῆς αἱρέσεως τῆς
col. 891–892page 5 of 12
PG 116:891πρὸς τοὺς ἀθλητὰς ἔχθρας ὑπέλεγον, διασχίζοντα ἀπ' ἀλλήλων, καὶ τὴν ἐν Μακεδονία Φιλίππου οἱ ἐξ ᾿Ανατολῇς καταλαβόντες συναθροίζονται, καὶ τηνι καῦτα εἰς τὸ ἐμφανὲς τὸ ὁμοούσιον ἀναθεματίζουσιν· οἱ ἐν Σαρδικῇ δὲ τούτους μὲν ἐρήμῃ δίκῃ καταδικάζουσι, καὶ καθαιροῦσιν ὡς συκοφάντας· τὴν ἐν Νικ καίᾳ δὲ κυρωθεῖσαν πίστιν.... ὧν τὴν γνῶσιν ὁ τῶν Εσπερίων βασιλεὺς Κώνστας λαβὼν, ἀναδιδάσκει τε διὰ γραμμάτων τὸν ἀδελφὸν Κωνστάντιον, καὶ παραινεῖ εὐμονῶς διακεῖσθαι πρὸς Παῦλον καὶ ᾿Αθανασιον, καὶ μηδαμῶς αὐτοῖς ἐμποδὼν ἴστασθαι πρὸς τὴν τῶν οἰκείων ἀποκατάστασιν θρόνων, προστιθεὶς ὡς, εἰ μὴ ἑκὼν τοῖς δικαίως ἔχουσι κατανεύσει, αύτὸς παραγεγονὼς καὶ ἄκοντος τὸ δίκαιον τοῖς ἡδικημένοις ἀποδοίη. Δείσας οὖν τὴν τοῦ ἀδελφοῦ ἀπειλὴν ὁ Κωνστάντιος τὸν μὲν ὅσιον Παῦλον τῇ ἰδίᾳ ἐπίσκοπῇ οὐκ ἐκώλυσεν ἐνιδρύεσθαι, τὸν δὲ σύναθλον ᾿Αθανάσιον διαφόροις ἐπιστολαῖς παρ' αὐτὸν καλεῖ, καὶ ἐλθόντα εὐμενῶς προσδέχεται, καὶ τῷ οἰκείῳ θρόνῳ ἀποκαθίστησιν. Οὕτω μὲν ὁ πολὺς ταραχος ἐγαληνία, καὶ ἡ Ἐκκλησία τοὺς τῆς εὐσεβείας ἔχαιρειν ἔχουσα προμάχους. Ι. Μαγνεντίου δὲ τυραννίδα ἐπιθεμένου, καὶ Κώνσταντα τὸν τῆς Εσπέρας βασιλεύοντα ἀνελόντος, πάλιν ἡ τῆς ᾿Αρείου λύσσης καταιγὶς τὰς τῆς οἰκουμένης ἐτάραττε · καὶ φεύγει μὲν πάλιν ᾿Αθανάσιος, ἁρπάζει δὲ τὸν αὐτοῦ θρόνον Γρηγόριος, καὶ ὑπερορίζεται Παῦλος ἐν Κουκουσῷ τῆς ᾿Αρμενίας, ὁ τῆς εὐσεβείας ὑπέρμαχος. Ενθα καὶ τῷ δι᾽ ἀγχόνης τῶν δυσσεβών νύκτωρ ἐπισπευδόντων τελειούται μαρτυρίῳ. ᾿Αντεισάγεται δὲ τῇ Κωνσταντινουπόλει ὁ ουτοσεδης Μακεδόνιος, καὶ ἐξωθοῦνται καὶ τῶν ἄλλων ἐκκλησιῶν οἱ ποιμένες, ἐπεισπηδῶσι δὲ αὖθις οἱ λύκοι, καὶ τὴν κατὰ Χριστιανῶν Ελλήνων ὡμότητα ἡ Μακεδονίου μανία κρύπτειν ἐφιλονείκει. Καὶ πᾶσα μὲν ἡ ἀνατολὴ τοῖς δεινοῖς διεφθείρετο, ἡ Κωνσταντίνου δὲ κατὰ τὸ ἐξαίρετον, ὅτε καὶ ῾Αγγέλιος ὁ τῶν Ναυατιανῶν ἐπίσκοπος, οἷα δὴ καὶ αὐτὸς τὸ ὁμοούσιον πρεσβεύων, ὑπερορίζεται. Καὶ ἦν ἀδιήγητος τὸ κακόν, οὐ μέχρις ἀρχιερέων ὁδεύον, ἀλλὰ καὶ γυναῖκας καὶ παῖδας ὅσοι τὴν Μακεδονίου παρωθοῦντο κοινωνίαν, ἐπιτεινόμενον. Μαστοὶ γὰρ γυναικῶν, ὦ τῆς μανίας ! οἱ μὲν κιβωτῶν καλύμμασιν ἐμβαλλόμενοί τε καὶ συμπιεζόμενοι ἐξεκόπτοντο, οἱ δὲ σιδήρῳ, ἄλλαι τε κατ᾿ ἄλλων χαλεπαὶ κολάσεις ἐπενοοῦντο· ἃ γὰρ καὶ τοὺς ἀθέους Έλληνας κατὰ τῆς κοινῆς φύσεως ἐπινοεῖν αἰδὼς ἀνεχαίτιζε, πράττειν τότε τοῖς δυσσεβέσιν ἐπὶ νοῦν ἧκεν. ΙΑ΄. Εκτείνει τὴν λύσσαν Μακεδόνιος καὶ ἐπὶ τὴν τῶν Παφλαγόνων χώραν· πολλοὺς γὰρ ἠκηκόει καὶ τῶν ὀρθοδόξων καὶ τῶν ἀπὸ Ναυάτου ἐν αὐτῇ διατρίβειν· καὶ τέσσαρας φάλαγγας στρατιωτῶν ἐνόπλων παρασκευάζει σταλῆναι κατ᾿ αὐτῶν, καὶ τοῖς ὅπλοις
col. 893–894page 6 of 12
PG 116:893πρὸς τὴν ἀσέβειαν ἐκβάζεσθαι. οἱ δὲ κατὰ τὸ Μαντίνειον οἰκοῦντες εἰς πλῆθος συστάντες καὶ ζήλῳ τῆς εὐσεβείας, δρέπανα καὶ ἀξίνας καὶ πᾶν τὸ παρατυχὸν ὅπλα ποιησάμενοι, ἀντιπαρατάττονται τοὺς στρατιώταις· εἶτα συμβολῆς γενομένης, πολλοὶ μὲν διαφθείρονται καὶ τῶν Παφλαγόνων, τῶν δὲ στρατιωτῶν πλὴν ὀλίγων ἅπαντες. Αὕτη τοίνυν ἡ μιαιφόνος καὶ ἀναιδής πρᾶξις οὐ παρὰ τῶν ἠδικημένων μόνον, ἀλλὰ καὶ παρὰ τῶν οἰκείως ἔχειν Μακεδονίῳ δοκούντων μῖσος ἀνήγειρε δίκαιον· ἀλλὰ καὶ αὐτὸν τὸν βασιλέα παρώξυνε πρὸς ἀπέχθειαν. Οὐ τοῦτο δὲ μόνον, ἀλλ' ὅτι καὶ τὸ σῶμα Κωνσταντίνου τοῦ εὐσεβεστάτου, φημί, βασιλέως (ἐδόκει γὰρ ὁ οἶκος ἐν ᾧ κατέκειτο ἐγγὺς εἶναι τοῦ καταπεσεῖν) λαβὼν ἄνευ γνώμης αὐτοῦ εἰς τὸν τοῦ ἁγίου Ἀκακίου νεών μετεκόμισε, καὶ ἐπειδὴ πᾶσιν ἡ μετάθεσις οὐ συνεδόκει, ἀλλὰ πολλοῖς ἀνόσιον ἐνομίζετο τὰ τῶν κατοιχομένων ἀνορύττεσθαι σώματα, καὶ τότε βασιλέως ἐν εὐσεβείᾳ διαλάμψαντος, φόνος ἐῤῥύη πολύς, καὶ τῶν πολλῶν καὶ ἀνηκέστων κακῶν ὧν ἐτόλμα Μακεδόνιος, μικράν τινα δίκην ἀπέτισε, τοῦ ἀξιώματος τὴν καθαίρεσιν. ΙΒ΄. Ἐκράτει δ' οὖν ὅμως τὰ Ἀρείου δι' ὅλης τε τῆς Κωνσταντίου βασιλείας, καὶ ἔτι μᾶλλον κατὰ τοὺς Οὐάλεντος τοῦ δυσσεβεστάτου χρόνους, ἕως ἂν ἐκεῖνον μὲν ἡ θεία μετῆλθε δίκη, Θεοδόσιον δὲ τὸν ἐξ Ἱσπανίας ψήφῳ δικαίᾳ Γρατιανοῦ τοῦ τὰ Ἑσπέρια περιέποντος εἰς τὸν βασίλειον τῆς ἀνατολῆς ἀνεβίβασε θρόνον, καὶ τῇ ὀρθοδοξίᾳ δι' αὐτοῦ τὸ κράτος ἐβράβευσεν. Ἀλλ' οὕτω μὲν ἡ Ἀρείου αἵρεσις τὰς ἐκκλησίας ἐπὶ τεσσαράκοντα ἔτη κατανεμηθεῖσα, τῇ Θεοδοσίου εὐσεβείᾳ ἐξωστρακίζετο, καὶ τὸ ὀρθόδοξον τοῖς οἰκείοις ἐνεκαλλωπίζετο δικαιώμασι. Συγκροτεῖ γοῦν ὁ αὐτὸς θεοφιλέστατος βασιλεὺς σύνοδον, διὰ μελέτης ἔχων καὶ τοὺς ἀπὸ Μακεδονίου πρὸς ἕνωσιν συναγαγεῖν τοῖς ὀρθοδοξοῦσι καὶ πρεσβεύουσι τὸ ὁμοούσιον· διὸ καλεῖ καὶ τοὺς προεστῶτας αὐτῶν τῆς αἱρέσεως, καὶ συνῆλθον τῶν ὀρθοδοξούντων ἀπὸ μὲν Ἀλεξανδρείας Τιμόθεος, ἐξ Ἱεροσολύμων δὲ Κύριλλος, Μελέτιος δὲ ἐξ Ἀντιοχείας, Γρηγόριός τε παρῆν ὁ Θεολόγος, καὶ Ἀσχόλιος ὁ Θεσσαλονίκης, καὶ ὁ Νύσσης Γρηγόριος, καὶ ἄλλοι πολλοί· πεντήκοντα γὰρ καὶ ἑκατὸν ἦσαν αὐτῶν ὁ πᾶς σύλλογος. Τοῦ δ' αἱρετικοῦ στίφους ἡγεῖτο μὲν ὁ Κυζίκου Ἐλεύσιος, καὶ Μαρκιανὸς ὁ Λαμψάκου, καὶ ὁ Ἐφέσου Εὐήτιος, καὶ ἄλλοι τινές, ἓξ οἱ πάντες καὶ τριάκοντα συγκεφαλαιούμενοι. ΙΓ΄. Παρήνει δὲ βασιλεύς τε αὐτὸς καὶ ὅσον ὀρθόδοξον τοὺς τῆς αἱρετικῆς μοίρας συνελθεῖν εἰς ὁμοφροσύνην, καὶ πρεσβεῦσαι τὸ ὁμοούσιον, ὑπομιμνήσκοντες ὡς καὶ τὴν τῶν ὀρθοδόξων κοινωνίαν αὐτεπάγγελτα προσεδέχοντο. Τὸ δὲ αἱρετικὸν τῶν δικαίων ἐλέγχων καὶ φιλανθρώπων παραινέσεων οὐδένα ποιήσαντες λόγον, τῆς οἰκείας οὐ μεθίεντο δυσσεβείας. Ἐκβάλλονται τοίνυν διὰ τοῦτο καὶ τοῦ συνεδρίου καὶ τῆς πόλεως, καὶ ἡ σύνοδος χειροτονεῖ τὸν Νεκτάριον, συγκλητικοῦ μὲν αἵματος ὄντα, ἀρχὴν δὲ τὴν τοῦ

Day 19Die 19

col. 895–896page 7 of 12
PG 116:895πραίτωρος τότε μετιόντα. ἦν δὲ οὗτος τὸν τρόπον ἐπιεικέστατος. Βεβαιοῖ δὲ ἡ ἁγία σύνοδος αὕτη καὶ ἣν ἡ ἐν Νικαίᾳ διετυπώσατο τῆς πίστεως ἔκθεσιν. Καὶ σύμψηφος πᾶσιν ὁ βασιλεὺς γίνεται, ἀνακομίζει τε μετὰ πολλοῦ τοῦ σεβάσματος ἀπὸ Κουκουσοῦ καὶ τοῦ ὁμολογητοῦ Παύλου ἱερὸν λείψανον, καὶ ἀπαντῶσι τῶν ἐπισκόπων αὐτῷ πρὸ πολλοῦ τῆς Χαλκηδόνος, ὅσοι Νεκταρίῳ παρῆσαν, καὶ μετὰ πολλῆς ὑμνολογίας καὶ τῆς ἄλλης ὑποδέχονται τοῦτο δορυφορίας, διὰ μέσης τε τῆς πόλεως αὐτὸ κομίζοντες εἰς τὴν ἐκκλησίαν ἣ ἐπ' ὀνόματι μὲν Εἰρήνης ἵδρυται τῆς ἁγίας (ἡ ἀρχαία δὲ οὕτω προσαγορεύεται ἣν Κωνσταντῖνος ὁ βασιλεὺς εἰς πλάτος τε καὶ μέγεθος ἐκ βραχυτέρας ἀνήγειρεν, ἧς καὶ προήδρευε), πρὸς ὀλίγον ἀπέθεντο, καὶ παννύχιον ὑμνῳδίαν τελεσάμενοι, ὄρθρου πάλιν ἡ πόλις πᾶσα μετὰ τῆς ἴσης καὶ ὁμοίας τιμῆς καὶ δόξης εἰς τὴν νῦν ἐπώνυμον αὐτοῦ ἐκκλησίαν, πάντων τε τῶν ἀρχιερέων καὶ τοῦ κλήρου, καὶ αὐτοῦ συμπαρόντος τοῦ βασιλέως τῷ ἁγιοδόχῳ τάφῳ κατατιθοῦσι, μακραῖς καὶ παννύχοις αὐτὸν ὑμνῳδίαις καταγεραίροντες, ἀνθ' ὧν πόνοις μακροῖς καὶ τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσιν ἐγκαρτερήσας τῶν ἐν οὐρανοῖς ἀκηράτων γερῶν γέγονεν ἄξιος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ πρέπει τιμὴ πᾶσα, μεγαλωσύνη τε καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΠΟΛΙΤΕΙΑ ΚΑΙ ΑΘΛΗΣΙΣ ΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΕΝΔΟΞΩΝ ΤΟΥ ΧΡΙΣΤΟΥ ΜΑΡΤΥΡΩΝ ΝΑΖΑΡΙΟΥ, ΓΕΡΒΑΣΙΟΥ, ΠΡΟΤΑΣΙΟΥ ΚΑΙ ΚΕΛΣΟΥ. Α'. Νέρωνος ἄρτι τὰ Ῥωμαίων σκῆπτρα διέποντος ὁ θαυμαστὸς Ναζάριος οἷά τις τῶν διαφανῶν ἀστέρων ἐν τῇ οἰκείᾳ πατρίδι ἐξέλαμπεν· εἶχε γὰρ καὶ τοῦτον ἡ Ῥώμη ὥσπερ τι ἄγαλμα, τοῖς ἐκείνου τρόποις σεμνυνομένη. Πατρὶς μὲν γὰρ αὕτη τῷ Ναζαρίᾳ, πατέρες δὲ ὁ μὲν Λίβος, ἡ δὲ Ῥωμαία καὶ αὐτὴ τὸ γέν
col. 897–898page 8 of 12
PG 116:897νος, πλούσιοι μὲν ἄμφω καὶ βίον καὶ ἀρετὴν, ὑπὸ καθηγητῇ δὲ Πέτρῳ τῷ τοῦ χοροῦ κορυφαίῳ τῶν μαθητῶν τῷ Θεῷ μᾶλλον οἰκειωθέντες καὶ τελειωθέντες ὕδατί τε καὶ πνεύματι· τούτους ὥσπερ εὐσεβείας ὁ Θεὸς ἀμειβόμενος, καθάπερ πάλαι ποτὲ τὸν Ἀβραὰμ τῆς φιλοξενίας υἱὸν, αὐτοῖς καὶ κληρονόμον τῆς ἀρετῆς ἅμα καὶ τῆς περιουσίας τὸν Ναζάριον δίδωσιν. Ὁ δὲ οἷα πρὸς Θεοῦ δεδομένος, ὅλον Θεῷ πάλιν ἑαυτὸν ἀντιδίδωσι. Καὶ υἱοθετεῖται μὲν αὐτὸς ἀπὸ Λίνου τῷ θείῳ βαπτίσματι, ὃς ἦν Πέτρου μετὰ τοῦ θρόνου καὶ τῆς ἀρετῆς διάδοχος· τελεωτέρας δὲ ἀπτόμενος ἡλικίας, τελεωτέρας καὶ τῆς χάριτος ἀξιοῦται. Συνηύξανε γὰρ αὐτῷ αὐξομένῳ τὴν αὔξιν τὴν ἑαυτοῦ καὶ πολὺς ἐπὶ Χριστὸν ἔρως καὶ πλεῖον μᾶλλον ἐδείκνυτο, καὶ θερμότερος. Β'. Ἐπεὶ δὲ ὁ ἐν αὐτῷ τῆς εὐσεβείας πυρσὸς ἐπὶ μέγα ᾔρετο ἤδη, καὶ πολλοὺς ἐπὶ τὸν ἄνδρα ἐκάλει, τοὺς θορύβους ὥσπερ καὶ τὴν συνεχῆ ἄφιξιν τῶν εἰς αὐτὸν παραβαλλόντων ἐγκλίνων, ἔγνω πατρίδα καὶ οἰκείους ἀπολιπεῖν, καὶ ἐν ἀλλοτρίᾳ γενέσθαι, ὅπως τῷ ποθουμένῳ τε κατὰ μόνας συγγένοιτο, καὶ ἀνακηρύξῃ πολλοῖς τὴν εὐσέβειαν. Τὸν ἐπιβάλλοντα τοίνυν αὐτῷ κλῆρον παρὰ τῶν τεκόντων λαβὼν ἔξεισι τῆς πατρίδος, καὶ πόλιν ἐκ πόλεως ἀμείβων οἷς ἂν ἐπισταίη ἐκ τῶν ὄντων ἐπήρκει· ἔπειτα καὶ τὴν μείζονα χορηγίαν καὶ πρὸς τὴν ἀληθῆ τῆς Τριάδος γνῶσιν ἐχειραγώγει. Καὶ δήποτε παρὰ πόλιν ἀφικόμενος Πλακεντίναν καὶ τῇ Μεδιολάνων ἐπιστὰς, Προτασίῳ καὶ Γερβασίῳ τοῖς θαυμαστοῖς ἐντυγχάνει, κατακλείστοις μὲν ὑπὸ τοῦ ἄρχοντος Ἰταλίας Ἀνουλίνου διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν γενομένοις, ταῖς παραδοξοποιίαις δὲ καὶ τοῖς θαύμασι καὶ πρὸς τὰς ὁμόρους χώρας ἐφαπλομένοις. Γ'. Ἐντυχὼν οὖν τοῖς ἀνδράσιν ὁ θεῖος Ναζάριος τῇ τε τῆς πίστεως καὶ τῇ τῆς ἀρετῆς κοινωνίᾳ τούτους οἰκειωθείς (ἐγγίνεται γάρ τι φίλτρον τοῖς τῶν ἴσων ἐρῶσιν οὐχ ἧττον ἢ τοῖς τοῦ αὐτοῦ κοινωνοῦσιν αἵματος), πρὸς τὴν μαρτυρίαν αὐτοὺς ὑπαλείφει, καὶ θήγει τούτοις τὸν πρὸς Χριστὸν ἔρωτα. Ἐντεῦθεν τοῦ ἀνδρὸς φήμη πανταχόσε διαδοθεῖσα φθάνει καὶ μέχρι τοῦ ἄρχοντος Ἀνουλίνου. Ὁ δὲ παραστησάμενος τὸν Ναζάριον οἷα σύμβουλός τε αὐτῷ καθίσταται, καὶ μὴ ἀσεβεῖν μηδὲ ἐνυβρίζειν εἰς τοὺς ἐκείνου θεοὺς παραινεῖ· εἶτα ἐπειδὴ ἔγνω τὸν ἅγιον οὐδὲ ἀκοῆς ἀξίαν ἡγούμενον τὴν αὐτοῦ συμβουλήν, (τί γὰρ οὕτως ἐπιτήδειον εἰς ὕβριν ὡς τὰ βδελύγματα;) παίει κατὰ τῶν σιαγόνων πολλὰς, καὶ ὥσπερ τι ἄγος ὁ ἐναγέστατος ἀτίμως αὐτὸν τῆς πόλεως ἀπελαύνει. Τοῦτο δὲ ὅσῳ μέγα εἰς τιμωρίαν ἐδόκει τῷ δικαστῇ, τοσούτῳ μεῖζον εἰς εὐεργεσίαν ἐλογίσθη τῷ Ναζαρίῳ, ὅτι καὶ πληγῶν διὰ τὸν ὑπὲρ αὐτοῦ παθόντα Χριστὸν ἠξίωτο. Ἐξῄει τοίνυν οὐ σιωπῶν, οὐδὲ τὴν γλῶτταν ἄφθογγος καὶ τῷ δέει πεπεδημένος, ἀλλὰ τῆς συνήθους ἐχόμενος διδασκαλίας, καὶ πολλοὺς τῶν ἀπίστων εἴσω τῆς τοῦ Χριστοῦ σαγήνης ποιούμενος. Κατὰ γοῦν τὴν νύκτα ἐκείνην ἐδόκει Ναζαρίῳ ἡ μήτηρ
col. 899–900page 9 of 12
PG 116:899ἐπιστᾶσα προτρέπειν αὐτῷ καὶ τὰς τῶν Γαλλιών περιελθεῖν πόλεις, καὶ ταύταις τὰ σπέρματα της ἀληθείας καταβαλεῖν. Ὁ δὲ ὑπὸ τῆς μητρὸς αὐτῷ εἰρημένον ἐν τῇ Μελίᾳ (πόλις δὲ αὕτη τῶν Γαλλιών) γίνεται, πάντας τε οἷς ἂν συνενεχθείη πρὸς θεογνωσίαν καθοδηγεῖ, καὶ ἀνακηρύττει τρανῶς τὴν εὐσέ βειαν. Δ΄. Ἐν τούτῳ δὲ πρόσεισί τις αὐτῷ γυνή τῶν ἐπιφανῶν τε καὶ πρώτων τῇ πόλει, ὃς εἶχε παιδίον Κέλτιον προσάγουσα, τρίτον ἔτος ἤδη γεγονότα, καὶ ταῖς αὐτοῦ χερσὶ παρατίθεται· Ἀκολουθήσει σοι ὁ παῖς οὗτος ἐν πάσῃ ὁδῷ, εἰποῦσα, ἕως καὶ αὐτὸς ἄξιος γένηται τῷ τοῦ Δεσπότου Χριστοῦ θρόνῳ συμπαραστῆναι. Καὶ ἡ μὲν ἀπαλλάττεται· ὁ δὲ ἡδέως τὸν παῖδα δέχεται καὶ μόνον οὐκ ἐπὶ τῶν ἀγκαλῶν περιέφερεν, εὐχάς τε αὐτῷ τὰς συνήθεις ἐπιλέγει καὶ οἰκειοῖ Θεῷ διὰ τοῦ βαπτίσματος· ἐπεὶ μηδὲ τιμὴν ἑτέραν ᾔδει ἀληθινὴν ὅτι μὴ πρὸς τὸ θεῖον οἰκείωσιν. Οὕτω τοιγαροῦν ἔχων Ναζάριος καὶ οὕτω τὰς τῶν Γαλλιῶν πόλεις τῇ διδασκαλίᾳ περιλαμβάνων, οὐδὲ τὸν ἄρχοντα τοῦτον Δεινόβαον ἐλελήθει, ἀλλὰ μετα πεμπτός τε αὐτῷ μετὰ τοῦ παιδὸς ἥκει Κελσίου, καὶ οἴου μὲν γένους ἔφυ, τίνων δὲ πατέρων, τίνος δὲ θρησκείας ἐστὶ πυνθανομένῳ Δεινοβάῳ, Ἐγώ, ἔφη, τὸ μὲν γένος εἰμὶ Ῥωμαῖος, πρεσβεύω δὲ τὰ Χριστιανῶν, καὶ Θεὸν ὁμολογῶ τὸν ἐσταυρωμένον. Τότε λέγεται πρὸς ὀργὴν κινηθέντα Δεινόβιον, Δαι μόνιον ἔχεις, φάναι. Ἢ τί γε ἄλλο ἡ τοσαύτη βούλεται σοι φλυαρία; Οὐκ ἔστι σοι πατήρ; οὐκ ἔστι μή τηρ; Ὁ δέ, Εἰ δαιμόνιον εἶχον, εἶπεν, οὐκ ἂν οὕς σέβεις δαίμονας σὺ αὐτὸς, ᾔσχυνον καὶ καθύβριζον. Καὶ ὁ Δεινόβιος, μὴ κατασχὼν τὴν μανίαν, τὸν μὲν παῖδα Κέλσιον τῶν ἐκείνου χειρῶν ἀποσπάσας πλη γαῖς ἐπιβάλλει οὐ φορηταῖς, ὁ παῖς ταῖς φρεσὶ τὸν πολιὸν τὴν σύνεσιν· εἶτα καὶ τῇ εἱρκτῇ ἐμβάλλει, ταμιευόμενος εἰς τὴν ὑστεραίαν. Ἡ γὰρ πολλὴ ὠμό της καὶ ἀπάνθρωπος οὐδὲ ἡλικίας αὐτῷ τοιαύτης ἔλεον οὐδένα ἐδίδου, ὅπερ ἂν καὶ πρὸς ἄλογα ζῷα καὶ πρὸς νεκρὰ φυτὰ φιλάνθρωπος πάθοι ψυχή, καὶ φειδοῦς αὐτὰ ἀξιώσειεν. Ἐδέχετο μὲν οὖν τὰς ἀνυποίστους πληγὰς διὰ Χριστὸν ἡδέως ὁ παῖς Κέλσιος, τοῦτο μόνον ψελλίζουσῃ γλώσσῃ ἐπιφθεγγόμενος, Ὁ Θεός, ᾧ ἐγὼ λατρεύω, αὐτός σε κρινεῖ, δικαστά· καὶ παρακνίζων καὶ αὐτὸς Δεινόβαον τῷ περὶ τὸν Χριστὸν πόθῳ, καθάπερ πολλῷ πρότερον Ἰουδαίους ὁ τῶν ἡλίκων παίδων χορός, ὑμνοῦντες τὸν ἐμὸν Ἰησοῦν, καὶ αἶνον αὐτῷ καταρτίζοντες. Ε΄. Γυνὴ δέ τις τῶν περιβλέπτων, ὄνομα Δεινομένα, συμβουλεύει τῇ Δεινοβάου γυναικὶ οἶκτον τῆς τοῦ παιδὸς ἡλι κίας καὶ αὐτοῦ Ναζαρίου λαβεῖν, καὶ ἅμα δὲ Ναζά ριον ἀπολῦσαι. Ἡ δὲ τῷ ἀνδρί τε ταῦτα κοινολογεῖται, οἷς ποτε τάχα ἡ γαμετὴ τῷ Φιλάτῳ, καὶ τῇ ὑστε ραίᾳ ἐπὶ τὸν δικαστικὸν θρόνον ἀναβὰς Δεινόβιος τὸν Ναζάριόν τε ἀγαγὼν παρήνει ὡς οἷόν τε συνθέσθαι τῇ ἀσεβείᾳ. Κολάζειν γὰρ τέως αὐτὸν ἐκώλυον αἱ παραινέσεις τῆς γυναικός. Ἐπεὶ δὲ πείθειν οὐκ
col. 901–902page 10 of 12
PG 116:901εἶχε, τῆς πόλεως ἀπελαύνει τὸν ἄνδρα, πράως οὕτω πρὸς αὐτὸν φθεγξάμενος· Α' τῆς συζύγου μου συμβουλίαι πάσης ἐλεύθερον ἀφιᾶσί σε τιμωρίας. Ἄπεισιν οὖν ἐκεῖθεν Ναζάριος παρὰ τὴν γείτονα Τίμερον μετὰ τοῦ παιδὸς Κελσίου· πόλις δὲ ἡ Τίμερος αὕτη καὶ τῶν προσοίκων τῇ Μελίᾳ. Παρ᾽ αὐτῇ τοίνυν διῃτᾶτο ταῖς περὶ Θεοῦ καὶ θείαις ἐκείναις διδασκαλίαις τὴν τοῦ Χριστοῦ ποίμνην αὔξων καὶ τοὺς πολλοὺς πρὸς ἐπίγνωσιν ἐπαγόμενος. Οὐκ ἔφερε δὲ πάντως ὁ τὴν βασκανίαν ὠδίνων διάβολος τὰ τοῦ πράγματος ἔχοντα οὕτως. Πῶς γάρ, εἰ διάβολος ἦν ἐκεῖνος καὶ ἀπ᾿ ἀρχῆς τοῖς ἀγαθοῖς ἀντικείμενος; Ἀμέλει καὶ τὸν ἄρχοντα τῆς πόλεως ὑπελθὼν πείθει τὰ περὶ Ναζαρίου Νέρωνι τῷ Βασιλεῖ μηνύσαι. Ὡς οὖν ἐκείνῳ τὰ περὶ τοῦ ἀνδρὸς ἐγνωρίσθη, γράμματα κατὰ πάσης ἐφοίτα τῆς ὑπηκόου Ναζάριον ἐρευνᾶσθαι κατὰ σπουδὴν ἐπιτρέποντα, καὶ τὸν εὑρόντα γε ὡς αὐτὸν ἄγειν. Ε΄. Ἐπεὶ δὲ κρύπτεσθαι τὸν ἄνδρα οὐκ ἦν οἷόν τε ἐν τῷ περιφανεῖ τῆς ἀρετῆς ἑστῶτα καὶ ὑπ᾽ αὐτῆς μεγάλῳ στόματι κηρυττόμενον, ταχὺ τοῖς ἐρευνῶσιν εὑρίσκεται. Οἱ δὲ, ἐπεὶ δῆλος αὐτοῖς γέγονεν, ἤδη χαίροντες χαίροντα Νέρωνι παριστῶσι. Τί οὖν ἐκεῖνος; Τῶν κολαστηρίων αὐτῷ προκειμένων κολακείαις ὑπήρχετο τὸν Ναζάριον, ἵνα τοῖς μὲν φόβον, ταῖς δὲ μαλακίαν ἐνθεὶς πείσοι πρὸς τὸ αὐτοῦ βούλημα μεταθέσθαι. Ναζάριος δὲ τὸ παράπαν ἀμετάθετος ἦν, ὥσπερ ὑπὸ τούτων μᾶλλον πρὸς τὴν μαρτυρίαν στομούμενος, οὐ χαυνούμενος, καὶ διὰ τοῦτο καὶ πλείονι τῇ ἐνστάσει χρώμενος. Νέρων οὖν οὐκ ἔχων ὅ τι δράσειε, φυλακῇ τέως τὸν ἄνδρα μετὰ τοῦ παιδὸς δίδωσι. Βραχὺ τὸ ἐν μέσῳ, καὶ Νέρωνα μὲν πάλιν ὁ δικαστικὸς εἶχε θρόνος, Ναζάριος δὲ εἰσήγετο μετὰ τοῦ παιδός· καὶ πάλιν ὁμοίως νῦν μὲν πολὺς ἦν ὁ Νέρων ταῖς ἀπειλαῖς, νῦν δὲ ταῖς κολακείαις ἡδὺς καὶ ταῖς ὑποσχέσεσιν. ὡς δὲ ἐπὶ τῆς αὐτῆς ἐνστάσεως τὸν ἄνδρα ἑώρα, ἀπογνοὺς τῷ οὕτως ὑπαγαγέσθαι Ναζάριον, τῷ τῆς θαλάσσης ἐναποῤῥιφῆναι βυθῷ μετὰ τοῦ παιδὸς προστάσσει Κελσίου, ὅπως μηδὲ ὁρᾶν ἔχοι οὓς μηδὲ ζῇν οὕτω διακειμένους ἐβούλετο. Ἀλλ᾽ ἦσαν ἀληθεῖς πάντως οἱ τοῦ θεόφρονος Ἠσαίου λόγοι, ὥσπερ πρὸς αὐτοὺς εἰρημένοι· «Ἐάν διαβαίνης δι᾽ ὕδατος, μετὰ σοῦ εἰμι, καὶ ποταμοὶ οἱ συγκλείσουσί σε· καὶ ἐὰν διέλθῃς διὰ πυρός, οὐ μὴ κατακαυθῇς.» Ἐπεὶ γὰρ αὐτοὺς ὁ βυθός εἶχεν ἤδη, καὶ οἱ τῇ θαλάσσῃ ῥίψαντες προσεδόκων πολὺ τῶν ἰχθύων βρῶμα περιμάχητον αὐτοὺς γενέσθαι, ἀγγελική τις δύναμις ἄνωθεν καταβᾶσα τοῦ βυθοῦ ἀνεσώσατο, καὶ τῇ χέρσῳ ἀβλαβεῖς αὐτοὺς ἀποδέδωκε, τοῦ παιδὸς Κελσίου διὰ τὸ τῆς ἡλικίας ἀτελὲς ἔτι ναυτίας, ὥσπερ εἰκὸς, καὶ ἀηδίας ὑποπλησθέντος. Ἀλλ᾽ εὐχῇ τοῦτον καὶ τύπῳ σταυροῦ καὶ θείῳ φιλήματι ὑγιῆ Ναζάριος δείκνυσιν. Ζ΄. Ἀγρεύει τὸ θαῦμα τοῦτο καθάπερ ἰχθύας καὶ τοὺς ἐπὶ τῆς θαλάσσης αὐτοὺς καθέντας τοῦ Νέρωνος ὑπηρέτας. Τὸ γὰρ ἀπὸ τούτου ἀκόλουθοι γεγόνασι τῷ ἁγίῳ, καὶ οὕτω αὐτῷ προσετέθησαν ὡς καὶ τοῦ προτέρου βίου πολλὰ μεταμέλειν αὐτοῖς, καὶ ὅτι μὴ ἐκ πολλοῦ Νέρωνος ἀποστάντες ἐκείνῳ προσεῖχον,
col. 903–904page 11 of 12
PG 116:903δεινῶς ἄχθεσθαι. Ἀποδοθεὶς τοίνυν μετὰ τοῦ παιδὸς τῇ χέρσῳ Ναζάριος εἰς πόλιν Τένουσαν λεγομένην σὺν αὐτῷ μεταβαίνει, κἀκεῖθεν ἀπάρας ἐν Μεδιολάνοις γίνεται, τῆς προτέρας καὶ αὖθις διδασκαλίας ἐχόμενος, καὶ νέκταρ ἡδὺ τοὺς υἱοὺς ὄντως ποτίζων τῆς βασιλείας. Ἀλλὰ πάλιν αὐτὸν οἱ τῆς πόλεως τὸ τῆς εὐσεβείας κήρυγμα διαγγέλλειν οὐ παρείχον ἐλευθερίως, ἀλλὰ τῷ ἄρχοντι Ἀνουλίνῳ τῷ πολλὰς αὐτῷ καὶ πρότερον κατὰ κατὰ τῶν παρειῶν πείσαντι, συλλαβόντες παραδιδοῦσιν, ἢ δι' ἐκείνων, μᾶλλον φιλαληθῶς εἰπεῖν, ὁ ἐξ ἀρχῆς βάσκανος καὶ μισάνθρωπος. Ὁ δὲ εἰς τὴν προτέραν καὶ αὖθις φρουράν κατάκλειστον προστάττει γενέσθαι. Ναζαρίῳ δὲ ἡ φρουρὰ αὕτη πολλῶν βασιλείων τιμιωτέρα γίνεται, λειμὼν ἐξανθής, νέος παράδεισος. Ἐκεῖσε γὰρ εἰσελθὼν Γερβασίῳ τε καὶ Προτασίῳ τοῖς συνάθλοις συνήν, ὑφ' ὧν ὅσαι ὧραι καθάπερ ὑπό τινων ποταμῶν ἐκεί νης ἀρδευομένης τὰ ἤδιστα τῆς ἐκείνων ὁμιλίας ἄνθη δρεπόμενος ἦν, ὡς μικροῦ καὶ χάριν ὁμολογεῖν Ἀνου λίνῳ ὅτι καὶ πάλιν αὐτὸν συνῆψε τοῖς ποθουμένοις. Συγγενόμενος τοιγαροῦν τοῖς ἀνδράσι πολλῆς τε ἀπέλαυσεν ὠφελείας, καὶ αὐτὸς ἐν τῷ μέρει, τὰ πρὸς ὠφέλειαν ἀντεισήγαγεν, ἱκανῶς τε αὐτοὺς πρὸς τοὺς ἀγῶνας καὶ τὸν παῖδα Κέλσιον ὤλειψε, Κέλσιον ὃν παιδὸς μὲν ὁ λόγος, τέλειον δὲ ἡ πρᾶξις παρίστησιν. Η΄. Ἀνουλίνος δὲ (καὶ γὰρ τὸ μανικὸν ἐκεῖνο καὶ θηριώδες ᾔδει τοῦ Νέρωνος ἀκριβῶς) τὰ περὶ Ναζαρίου μαθὼν ἐν θαύματι ἐποιεῖτο, πῶς ἄρα καὶ Νέρωνα φυγεῖν ἠδυνήθη, τὸν λύκον, φασίν, ὁ ἀμνός. Ἐντεῦθεν καὶ γράμμασιν αὐτῷ τὰ περὶ τοῦ ἁγίου καὶ τῶν συνάθλων γνώριμα καθιστᾷ, προσθεὶς ὅτι καὶ πῶς αὐτῷ τὸ λοιπὸν προστάττει χρήσασθαι τοῖς ἁγίοις. Ὁ δὲ ἀκηκοὼς ἔτι Ναζάριον περιεῖναι, πολύ κατὰ τῶν ἐπιταγέντων αὐτὸν δημίων τῷ βυθῷ τῆς θα λάσσης ἐναφεῖναι τὸ φονικὸν ἐπνέει, ὑπὸ τῆς ὀργῆς τε καὶ τοῦ θρόνου ἀνέθορε, καὶ μετὰ βοῆς τὰ βασίλεια διέθει, τοὺς ἐπιβούλους κεκραγώς, τοὺς ἀχαρίστους, τοὺς περὶ τοὺς θεοὺς ἀσεβεῖς, ἐζήτει τε αὐτοὺς εὑ ρεῖν ἵνα καὶ συνανέλῃ τοῖς μάρτυσιν, ἀγνοῶν ὁ μά ταιος ὅτι δυνατὸν Θεῷ μὴ ὅτι γε θαλάσσης σῶσαι τὸν ἑαυτῷ πεποιθότα, ἀλλὰ καὶ αὐτὴν δήπου ξηράναι τὴν θάλασσαν. Καὶ μαρτυρεῖ Δαυὶδ ὁ θεῖος, θεῖναι λέγων αὐτὸν ποταμοὺς εἰς ἔρημον, ἔμπαλιν δὲ καὶ τὴν ἔρημον εἰς λίμνας ὑδάτων. Πολλὰ τοίνυν ἐκζη τήσας, ἐπεὶ μὴ ἐφεῦρε, γράμμασι τὴν κατὰ τῶν ἁγίων ἀπόφασιν ἐκτίθεται οὕτως· Ἐπειδήπερ οἱ πρὸ ἡμῶν ἐπὶ τὸν ὑψηλὸν τοῦτον τῆς βασιλείας ἀναβάντες θρόνον οὐ τοὺς περὶ μεγίστους μόνον δυσσεβοῦντας θεοὺς ψήφῳ θανάτου κατέκρινον, ἀλλ' εἰ καί τινες εὑρίσκοιντο μαγγανείαις ἄρα καὶ γοη τείαις τοὺς πολλοὺς ἀποφθείροντες, καὶ αὐτοῖς ἴσην τὴν τιμωρίαν ἐπεψηφίζοντο, θεσπίζει καὶ τὸ ἡμέτερον κράτος ὅτι τάχος αὐτοὺς τοῦ ζῆν στερηθῆναι, ξίφει τὰς κεφαλὰς ἐκτμηθέντας, εἶτα θηρσὶ τοὺς νεκροὺς αὐτῶν εἰς βορὰν προτεθῆναι, ὡς ἂν μηδὲ τῆς κοινῆς ἁπάντων ἀξιωθεῖεν ταφῆς. Ἐπιμελὲς οὖν τὸ παρόν σοι τοῦτο γενέσθω πρόσταγμα εἰς πέρας
col. 905–906page 12 of 12
PG 116:905ἐξενεγκεῖν· μέλει γάρ μοι τῆς εἰς τοὺς θεοὺς τιμῆς, μέλει πλέον ἢ τῶν τοῦ κοινοῦ φροντίδων. Θ'. Ταῦτα ἐπειδὴ Ἀνουλίνῳ τὰ γράμματα ἧκεν, εὐθὺς τὴν ἐπὶ θάνατον ἄγεσθαι τοὺς μάρτυρας ἐπιτάττει. Οἱ δὲ τῷ τοῦ σταυροῦ τύπῳ φραξάμενοι ἐξῄεσαν οὕτω φαιδρῶς, ὥσπερ οὐ πρὸς θάνατον, ἀλλὰ πρὸς ζωὴν μᾶλλον, ὅπερ καὶ ἀληθὲς ἦν, τὴν αἰωνίαν καλούμενοι, καὶ ἄλλος ἄλλον προφθάσαι φιλονεικούντες καὶ τὴν καλὴν ἅμιλλαν ἁμιλλώμενοι, δεδοικότες μὴ Νέρωνι μεταμελήσῃ τῆς ἀποφάσεως, καὶ τοῦ μακαρίου τέλους ἀπολειφθῶσιν. Ἐπειδὴ δὲ Κυρίῳ ἐξομολογούμενοι τὸν τῆς τελειώσεως κατέλαβον τόπου, φθονήσας ὁ πονηρὸς Χριστιανοῖς τῆς εὐεργεσίας πείθει τοὺς δημίους ἀπελάσαι πρότερον τοὺς ἐκεῖ παρόντας θεοσεβεῖς, ἵνα μὴ τοῦ ἁγιασμοῦ πάντως τοῦ ἐκκενουμένου αἵματος τῶν ἁγίων παραπολαύσαιεν, καὶ οὕτω τὰς τῶν μαρτύρων ἀποτεμεῖν κεφαλάς. Ἀλλ' ἐσφάλη τῆς ἐλπίδος, κἂν ταῦτα ὁ μιαρὸς καὶ ὀλίγα τῆς πονηρίας ἀπώνατο. Τὰ γὰρ τῶν ἁγίων τίμια λείψανα, Ναζαρίου φημὶ καὶ Γερβασίου σὺν τοῖς συνέθλοις, Χριστιανοί τινες οὐκ ἀθεεὶ μὲν κινηθέντες, λάθρα δὲ ὑφελόμενοι παρὰ τῇ τῆς πόλεως πύλῃ ᾗ καὶ Ῥωμαία καλεῖται, τιμίως κατέθεντο, τεσσαρεσκαιδεκάτην τότε τοῦ Ὀκτωβρίου ἐπέχοντος. Ὀλίγῳ δὲ ὕστερον οἱ θεῖοι μάρτυρες ὄναρ τινὶ τῶν φιλομαρτύρων ἐπιστάντες τὴν τῶν σωμάτων ἀνάληψιν ἐγγυώμενοι ἁγίων τούτῳ καὶ φιλανθρώπων ψυχῶν ἴδιον οὐχ ἵνα αὐτοὶ δοξασθῶσι, πῶς γάρ; οἵ γε διὰ τὴν ἐκεῖθε μακαριότητα πάσης τῆς ἐνταῦθα δόξης ὑπεριδόντες, ἀλλ᾽ ἵνα τῇ εὑρέσει τοὺς φιλευσεβεῖς ὠφελήσωσιν. Ὁ δὲ τῇ ὄψει λίαν ἡσθεὶς ἀναστὰς εὐθὺς τά τε ἅγια λείψανα σεβασμίως ἐκεῖθεν ἀναλαμβάνει, καὶ τῷ ἰδίῳ παρατίθεται οἴκῳ. Οἶδεν ἡ ἐκείνου παρημένη θυγάτηρ τὸ γεγονὸς τῇ τῶν μαρτύρων ἐπεστασίᾳ τὴν προτέραν εὐθὺς ῥεῦσιν ἀπολαβοῦσα. Ἐλάνθανε μὲν οὖν ἡ τῶν μαρτυρικῶν ἐκείνων λειψάνων θησαυρός, ἐν τῷ τοῦ ἀνδρὸς οἴκῳ κρυπτόμενος ἕως ἐπὶ τὸν μέγαν Θεοδόσιον, ὃς ἐξ Ἰβηρίας τῆς νῦν Ἱσπανίας καλουμένης εἷλκε τὸ γένος, τὰ Ῥωμαίων μετέπεσε σκήπτρα. Ι'. Ἐπεὶ δὲ οὗτος μετὰ τὴν Οὐάλεντος τοῦ θεομάχου κατὰ τὴν Θρᾴκην ὑπὸ τῶν βαρβάρων ἀναίρεσιν ἐπὶ τῆς ἀρχῆς κατέστη, τὰ περὶ τὸ θεῖόν τε ἀγαθὸς εἴπερ τις ἕτερος ἦν, καὶ δὴ καὶ μαρτύρων τιμαῖς εὐφραινόμενος· τότε καὶ τὰ ἱερὰ τούτων λείψανα τῇ Μεδιολάνων θησαυρίζεται ἐκκλησία, Ναζαρίου, φημί, καὶ Γερβασίου, Προτασίου τε καὶ Κελσίου, τῶν περιβλέπτων τοῦ Χριστοῦ μαρτύρων. Τίνες δὲ καὶ οἱ περὶ τὴν μετακομιδὴν τούτων καὶ τὴν κατάθεσιν ὑπουργήσαντες; Ἀμβρόσιος ὁ τὴν ἀρετὴν περιβόητος καὶ τῆς τῶν Μεδιολάνων Ἐκκλησίας τότε θρόνοις ἐμπρέπων. Οὗτος δὴ πρῶτος ἐλειτούργει τῇ μετaθέσει οὐκ ἀνίπτοις, ὡς λέγεται, χερσὶν ἀλλὰ καὶ λίαν καθαραῖς τὰ καθαρὰ πιστευόμενος· πρὸς δὲ καὶ κλῆρον ἅπας καὶ οἱ ἐν τέλει γλώσσαις ἀδούσαις, χερσὶ λαμπάδας φορούσαις, τὰ πολλῷ πλέον τῶν λαμπάδων τοῖς θαύμασι διαλάμποντα· Τυφλοί μὲν γὰρ ἕως αὐτῶν χειραγωγηθέντες φῶς τε εὐθὺς εἶδον, καὶ οὐχ ὑπὸ χειραγωγῷ ἔβαινον ἔτι, ἀλλὰ τοὺς ἑαυτῶν ἔχοντες
Continue reading PG 116: Mensis October →≣ entire volume
Page scan enlarged

Notebook

Full View