PG 116Symeon Metaphrastes
Month of November
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected (sonnet, OCR-anchored) · Migne scan — scholarios OCR + scan in the Page/Facsimile views — PG column chips mark the printed columns.

Day 8Die 8

col. 919–920page 1 of 25
PG 116:919τιστήρια πολλήν τινα καὶ παρὰ πολλῶν συλλέγων ὠφέλειαν ψυχικήν. ΙΓ΄. Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ φημίζεταί τις σημειοφόρος ἀνὴρ Πελάγιος ἐκδιος, πολλῇ τινι τῇ παρὰ τὸν βίον χρησάμενος ἀσκήσει καὶ ἀρετῇ. Καὶ αὐτίκα συνήθροιστο μὲν πλῆθος μοναχῶν, συνήθροιστο δὲ τῶν ἄλλως ἐπιεικῶν καὶ εὐλαβῶν, καὶ ὅσον μὲν παρῴκει τὸν Ἰορδάνην, ὅσον δὲ ἦν Νικοπόλεως καὶ Ἰεριχοῦντος καὶ τῶν πέριξ ἁπάντων συνερχομένων καὶ χαριζομένων τὰ προπεμπτήρια. Καὶ δὲ τῷ σώματι προσελθόντες καὶ χρίσαι μύρῳ τὰς χεῖρας ἐπιλαβόντες, ὁρῶσι θέαμα ξένον, γυναίκα λαθοῦσαν τὴν φύσιν, καὶ ἀνδρισαμένην τὰ τῶν ἀνδρῶν, καὶ τῶν γε πόνων πλεῖον ἀπενεγκαμένην τὸ κέρδος. Τότε γίνεται πᾶσιν ἴσως ἀγὼν, ἄλλον ἄλλου προφθάσαι ζητοῦντος καὶ πρὸς τὴν ἐκδημίαν ἁμιλλωμένων καὶ μόνῳ πλησιάσαι τῷ σώματι φιλοτιμουμένων, καὶ τούτου τι προσεφάψασθαι. Καὶ οὕτω πολλαῖς μὲν ταῖς λαμπάσι, πλείονι δὲ τῇ τιμῇ τὸ τίμιον Πελαγίας ἐξεκομίσθη λείψανον, ὑπὸ ἁγίων καὶ εὐλαβῶν ἀνδρῶν παραπεμφθὲν ἅμα καὶ βασταχθέν. ΙΔ΄. Οὗτος ὁ τῆς πόρνης βίος· ταῦτα τῆς ἀπεγνωσμένης τὰ κατ᾿ ἐχθροῦ στρατηγήματα· τοιαύτη ταύτης ἡ πρὸς τὸ βέλτιον μεταβολή, καὶ οὕτω ῥᾳδία ἡμῖν εἰς ὁδηγίαν τοῦ κρείττονος. Ἢ θαρρείτω τις, καὶ τὰ πρῶτα σύνοιδεν ἑαυτῷ μὴ καλά, μόνον εἰ τοῖς τελευταίοις προθυμηθείη τὰ πρότερον ἀπονίψασθαι· μεθ᾿ ἧς δῴη Κύριος καὶ ἡμῖν τὴν ἐκεῖθεν ἄρρητον ἀπολαβεῖν ἡδονήν, καὶ τῶν ἐκεῖθεν ἀξιωθῆναι στεφάνων· ὅτι αὐτῷ ἡ δόξα σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΒΙΟΣ ΚΑΙ ΠΟΛΙΤΕΙΑ ΚΑΙ ΑΣΚΗΣΙΣ ΤΗΣ ΟΣΙΑΣ ΜΗΤΡΟΣ ΗΜΩΝ ΜΑΤΡΩΝΗΣ. Α΄. Τοὺς σώφρονας τὸν βίον καὶ φιλαρέτους κατὰ δύναμιν ἐπαινεῖν ὅσιόν τε ὁμοῦ καὶ ὠφελιμώ-
col. 921–922page 2 of 25
PG 116:921στον. Αὐτοί τε γὰρ ἐπαίνων ἄξιοι, καὶ ὁ περὶ αὐτῶν λόγος τῶν ὁμοίων ἐφάπτεσθαι καὶ τοὺς ἄλλους διαθερμαίνει πρὸς ἔρωτα. Ὅταν δὲ καὶ τὸ ἐπαινούμενον γυνὴ ᾖ, τὸ ἀσθενὲς τῆς ἀνθρώπων φύσεως, πρὸς τὸ τῶν πόνων τραχὺ καὶ μαλακώτατον, ὡς οὐ λυσιτελὴς ὁ ἔπαινος ἀνδράσιν ἅμα καὶ γυναιξίν, ἀμφοτέρους πρὸς τὰ καλὰ διεγείρειν δυνάμενος, τὰς μὲν ἵνα τοῦ αὐτοῦ κοινωνήσασαι γένους καὶ τῶν αὐτῶν εἶεν ἐπειλημμέναι πόνων καὶ ἀμοιβῶν, τοὺς δὲ ἵνα μὴ ἄνδρες ὄντες δεύτεροι γυναικῶν ὀφθεῖεν καὶ πρὸς τὸ μονεῖν ἀγενέστεροι. Τούτων οὖν τῶν ἐπαινετῶν βίων καὶ φιλαρέτων καὶ Ματρώνης καθέστηκεν, ἀνδράσι μὲν ἀμιλληθεῖσα τὴν ἀρετὴν, παρενεγκούσης δὲ τούτους ὑπερεπὶ τοῖς κατορθώμασιν, ὡς προϊόντα δηλώσει τὰ λεχθησόμενα. Β΄. Χώρα τίς ἐστιν ὑποτεταγμένη τῇ Ῥωμαίωνἀρχῇ ἐν μεθορίοις Κιλίκων τε καὶ Ἰσαύρων κειμένη, ὄνομα Παμφυλία, ἣ καὶ διὰ τὸ κουροτρόφον ταύτης καὶ πολυάνθρωπον καὶ τὸ ἐξ ἀπασῶν τῶν πόλεων οἰκήτορας ἔχειν, τοιαύτης ἔτυχε τῆς προσηγορίας. Μία δὲ τῶν ὑπ᾽ αὐτὴν πόλεων Πέργη κατονομάζεται, ἣν θρεψαμένην ἔσχεν ἡ μακαρία αὕτη Ματρώνα, ἥτις ὑπὸ τῶν γειναμένων ἐλευθερίου τυχοῦσα παιδείας καὶ ἀγωγῆς εἰς ὥραν τε γάμου καταστᾶσα (ἦν γὰρ καὶ τῷ κάλλει περίβλεπτος), ἀνδρὶ συνάπτεται οὐ τῶν πολλῶν ἑνὶ καὶ τῶν τυχόντων, τοὔνομα Δομετιανῷ, μιᾶς τε παιδὸς γίνεται μήτηρ, ᾗ τὴν προσηγορίαν ἐκ τῶν ἐσομένων εὐθὺς ἠρμόσατο, Θεοδότην μὲν ὀνομάσασα, Θεῷ δὲ δοῦσα ταύτην ἐκ σπαργάνων αὐτῶν. Ὅπως μὲν οὖν μετὰ τὸν γάμον καὶ τὴν συνοίκησιν τὸ μέτριόν τε καὶ ἄτυφον αὐτῇ μεμελέτητο καὶ τὸ φιλόκοσμον οὐκ ἐν τοῖς ἐπιπλάστοις καὶ κομμωτικοῖς κάλλεσιν, ἀλλ᾽ εἰς τὸν ἐντὸς τῆς ψυχῆς ἄνθρωπον ἤσκετο, τιθεμένη διὰ σπουδῆς σωφροσύνῃ τε καὶ τῇ κατὰ βίον σεμνότητι διαζῇν. Γ΄. Ἐπαινετὸν μὲν καὶ ἄλλως ἀγαπητὸν τὸ περὶ τούτων ἐπεξιέναι, περιττὸν δὲ δόξειε πάντως εἰ τὰ μείζονα παρέντες καὶ τελεώτερα περὶ τὴν τούτων μνήμην ἀπασχολεῖν τοὺς ἀκροατὰς ἑλώμεθα. Ὃ δὲ τῶν ἄλλων αὐτὴ προτετίμηκε, τοῦτο καὶ προθεῖναι τῆς διηγήσεως ἁρμόζον ἐστιν. Ἔκρινε γὰρ τὸ τοῦ Ἀποστόλου εἰς ἄκρον αὐτῇ φυλαχθῆναι. Δεῖν γὰρ ἐκεῖνός φησι τοὺς ἔχοντας γυναῖκας ὡς μὴ ἔχοντας διακεῖσθαι. Ὅθεν ἑκοῦσα τῆς ἐνεγκαμένης ἐκστᾶσα κατὰ θείαν φημί πρόνοιαν, ἣν ἔσχε καὶ συμπράττουσαν τῷ βουλεύματι, εἰς τὴν προκαθεζομένην τῶν πόλεων τὸ Βυζάντιον τὴν ἀποδημίαν ἅμα τῷ συνοικοῦντι πεποίηται, ὃν εἶχε μὲν συναποδημοῦντα καὶ μηδὲ τὸ τυχὸν ἀφιστάμενον, οὐ μὴν τῶν μελετωμένων συνίστορα οὐδὲ ὅπερ εἶχεν αὕτη κατὰ νοῦν ἐπιστάμενον. Εἶτα τὴν βασιλεύουσαν εἰσελθοῦσα τοῖς ναοῖς ἀνὰ πᾶσαν ἡμέραν προσήδρευε τῶν ἁγίων νύκτα καὶ μεθ᾿ ἡμέραν αὐτῶν οὐκ ἀφισταμένη, νηστείας τε καὶ προσευχῆς ἐπιμελουμένη καὶ τῶν ὄντων κοινωνοῦσα τοῖς δεομένοις Θεοῦ τε διὰ παντὸς δεομένη κατευνασθῆναι ταύτῃ τὸν ἔμφυτον πόλεμον
col. 923–924page 3 of 25
PG 116:923τῆς σαρκός. Καὶ γὰρ ἦν τότε νέαν ἄγουσα τὴν ἡλικίαν, οὐ πλείω τῶν εἴκοσι πρὸς τοῖς πέντε χρόνοις γενομένη. Δ΄. Ἐδεῖτο γοῦν, ὥσπερ εἴρηται, τῶν ἐκ τῆς σαρκὸς ὀχλήσεων ἀνεθῆναι, ἵνα καὶ τοῦ ἀνδρὸς ἄνευ ζῆν δυναμένη σχολάζειν ἐλευθερίως ἔχῃ τοῖς πνευματικοῖς τε καὶ θειοτέροις. Ἡ δὲ πρὸς τὰ καλὰ ταύτην διερεθίζουσα Εὐγενία τις ἦν, φερωνύμους ὑπάρχουσα, μία τε τῶν ἐν ταῖς παννύχοις στάσεσι καὶ ἐντεύξεσι τὸν πάντα βίον καταναλίσκουσα· πρὸς ἣν ἤριζε καὶ αὕτη τὴν ἀγαθὴν ἔριν τῆς ἀσκήσεως, τὰ τῶν ἀσκητῶν φιλοπόνως γυμναζομένη. Τούτοις ὅσαι ἡμέραι πραττομένοις ὁ Δομετιανὸς ἀχθόμενος ἦν, καὶ εἰς ἀτόπους ἐννοίας ἐξέπιπτεν, οὐκ ἐπὶ καλῷ λέγων τὸ τῆς προόδου γίνεσθαι συνεχές, ἀλλὰ κατά τινα γνώμην εἰς φαύλας χωροῦσαν ἐπιθυμίας, τό τ᾿ ἀπ᾿ ἐκείνου τε πᾶσαν φυλακὴν ἐποιεῖτο, μηδὲ τοῦ δωματίου ταύτην προκύπτειν ἐῶν· ἀγών τε ἀμφιτέροις καθίστατο, τῷ μὲν μὴ ἀφιέναι ταύτην τὰ συνήθη ποιεῖν, τῇ δὲ τῶν ἱερῶν συνάξεων μὴ ἀπολιμπάνεσθαι. Ἀλλὰ γὰρ ἀπειθοῦντα τοῦτον ὀψὲ καὶ μόλις λίαν ἐγκειμένη ταῖς παρακλήσεσι λαμβάνει καταπειθῆ πράττειν ὅ τι καὶ βούλοιτο. Ε΄. Σπουδῇ τοίνυν τὴν τῶν ἱερῶν Ἀποστόλων καταλαμβάνει ναὸν, ἐφ᾽ οὗ γενομένη καὶ συντονωτέραν ποιουμένη τὴν δέησιν ἐζήτει μηδὲν ἐμποδὼν αὐτῇ γενέσθαι πρὸς τὴν ἀπὸ τοῦ κόσμου φυγήν, ἀλλὰ Χριστῷ καὶ ταύτην προσενεγκεῖν μετὰ τοῦ ἤδη πρότερον ὑπ᾿ αὐτῶν προσενεχθέντος πληρώματος. Οὕτως αὐτῆς δεηθείσης, ἑσπέρας ἤδη καταλαβούσης καὶ τῶν τὴν φυλακὴν τοῦ ναοῦ ποιουμένων ἐξιέναι πάντας διακελευομένων, αὕτη ἐπί τινα τῶν ἐκεῖσε στοῶν Σωσάννης τινός πάλαι συνήθους εὑροῦσα καταγωγὴν ἥτις ἐκ νεαρᾶς ἔτι τῆς ἡλικίας τὸ παρθενεύειν ὁμοῦ καὶ τὴν κατὰ Θεὸν πολιτείαν προείλετο, σὺν αὐτῇ τὴν νύχτα πᾶσαν διατελεῖ. Ἡμέρας οὖν ἤδη διαφαινούσης ἡ Ματρώνα πρὸς τὴν διδάσκαλον Εὐγενίαν φοιτᾷ περὶ τῶν προκειμένων αὐτῇ κοινολογουμένη. Ῥηθέντων δὲ λόγων πολλῶν ἐπ᾿ ἑκάτερα φερόντων ἡ διδάσκαλος, Τοῦτο πρὸ τῶν ἄλλων, ἔφη, σκοπεῖσθαι δεῖ, πῶς τὰ περὶ τῆς παιδὸς Θεοδότης διατεθῇ. Ἡ Ματρώνα δὲ μόνου γενομένη τοῦ κατὰ Θεὸν σκοποῦ καὶ πάσης ἄλλης φροντίδος καταφρονούσα, Ἐμέ, εἶπεν, ὁ ἀσκητικὸς καὶ μονότροπος λαμβανέτω βίος· Θεοδότην δὲ Σωσάννῃ καὶ Θεῷ παραδίδωμι, καὶ τῆς περὶ αὐτῆς ἤδη φροντίδος λύομαι. Εἵπετο τοῖς λόγοις καὶ τὸ ἔργον εὐθύς. Ϛ΄. Αὖθις δὲ περὶ τοῦ πῶς δεῖ καθ᾿ ἡσυχίαν βιῶναι καὶ εὐαρεστῆσαι Θεῷ ἡ Ματρώνα ζητοῦσα μαθεῖν διὰ τῆς κατὰ τοὺς ὕπνους ἐναργοῦς ὄψεως παρὰ Κυρίου διδάσκεται. Καὶ ἡ ὅρασις τοιάδε καὶ θαυμαστή. Ἐδόκει γὰρ τὸν ἄνδρα διώκοντα μέν, αὐτὴν δὲ φεύγουσαν ὑπό τινων σεσώσθαι μοναχῶν, ὅπερ συνιεῖσα ἐδίδου ὡς ἐν φροντιστηρίῳ δέον αὐτὴν ἀνδρῶν τὸν τῶν μοναχῶν βίον ὑπελθεῖν. Οὕτω γὰρ ἂν καὶ
col. 925–926page 4 of 25
PG 116:925τῷ συνοίκῳ καὶ τοῖς ἄλλοις ἔσται ἀγνοουμένη. Ἐν τῷ οὖν χειραμένη καὶ εἰς εὐνοῦχον ἑαυτὴν σχηματίσασα, πάλιν εἰς τὸν ρηθέντα σύναμα τῇ Εὐγενίᾳ τῶν θείων Ἀποστόλων ἧκε ναὸν, δήλωσίν τε τῶν ἀφανῶν ἐκ τῶν θειοτέρων βουλομένη μαθεῖν, τὸ ἱερὸν ἀνοίγνυσιν Εὐαγγέλιον, καὶ τοιούτῳ εὐθὺς ἐντυχάνει ῥητῷ· « Ὅστις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. » Ἐντεῦθεν ἀνενδοίαστον γνώμην σχοῦσαι τῶν ἀρεσκόντων τῷ Θεῷ, καὶ τούτῳ τὰ καθ᾿ ἑαυτὰς ἀναθέμεναι, καὶ τῶν πραττομένων ἕξειν αὐτὸν συλλήπτορα προσδοκήσασαι, ἀπ᾽ ἀλλήλων διεχωρίζοντο. Ἡ Ματρώνα μέντοι, ὡς εἴρηται, τὸν εὐνοῦχον προσποιηθεῖσα καὶ Βαβύλαν ἑαυτὴν ὀνομάσασα, τῷ τοῦ ὁσίου Βασιανοῦ παραβάλλει σεμνείῳ, καὶ παρὰ τῶν μοναχῶν εἰσδεχθεῖσα πρὸς ἀγῶνας πνευματικοὺς εὐθὺς ἀπεδύετο, οὐκ ὠχρότητι ὄψεως προσώπου τε σκυθρωπότητι τὴν εὐλάβειαν ὑποκρινομένη, ἀλλὰ γνησίως μᾶλλον καὶ ἀληθῶς τὴν ἀρετὴν μετιοῦσα καὶ παντί τρόπῳ λανθάνειν σπουδάζουσα, ὡς ἐν ὀλίγῳ πρὸς ἀκρότητα τοῦ κατὰ Θεὸν ὑψωθῆναι βίου, καὶ διὰ θαύματος πᾶσι καθίστασθαι, ὅτιπερ ἀνὴρ τὴν κατ᾿ εὐνοῦχον ἀσθένειαν περικείμενος οὕτω διακαρτερεῖ πρὸς τοὺς πόνους, καὶ τοὺς μοναχοὺς ἅπαντας παρελαύνειν φιλονεικεῖ, τοῦ θυμικοῦ τε γενναίως κρατῶν καὶ δόξης ὡς ματαίας καταφρονῶν, ὑπακοῆς τε πάσης κατὰ πολλὴν μετριοφροσύνην περιεχόμενος. Ζ'. Ἀμέλει καὶ βασκαίνειν μὲν οὐκ εἶχον αὐτῇ· ἐλεύθερος γὰρ ὁ κατ᾿ ἀρετὴν ζῆλος φθόνου παντός· ὡς διδασκάλῳ δὲ μᾶλλον προσέχειν ἠβούλοντο, ὡρμημένοι καὶ πρότερον πρὸς τὴν μίμησιν. Μικροῦ δὲ καὶ τὸ κρυπτόμενον ἐγινώσκετο ἄν, καὶ ὅτι γυνὴ ἦν, φανερὰ καθίστατο, εἰ μὴ τὴν ἐπισχοῦσαν ὑπόνοιαν τῇ πνευματικῇ σοφίᾳ διέλυσε. Κατά τινα γὰρ χρόνον οὕτω συμβὲν περὶ τὴν ἐκεῖσε τυγχάνουσαν κηπεύσιμον ἐργασίαν συμπονοῦσι τοῖς μοναχοῖς τοῦ ἔργου τε προθυμότερον ἐχομένῃ, ὁ σὺν ἐκείνῃ λαχὼν ἐργάζεσθαι μοναχός, Βαρνάβας αὐτῷ ὄνομα, περιεργότερον ἐπιβαλὼν τὴν ὄψιν αὐτῇ, ἅτε πρὸ μικροῦ τῷ τῶν μοναχῶν βίῳ ἀπὸ τῆς σκηνῆς προσελθών, κἂν εἰς ὕστερον προκύψας εἰς ἀρετὴν καὶ τὸ καθηγεῖσθαι τῶν μοναχῶν ἐπιστεύθη, ἠρώτα εἰπεῖν πόθεν ἀμφοτέρων τῶν ὤτων ταύτῃ τέτρηνται οἱ λοβοί. Ἡ μακαρία δὲ σύντομον ὁμοῦ καὶ λελογισμένην τὴν ἀπόκρισιν ἀπεδίδου, Πέπονθας, ἀδελφέ, λέγουσα, ἀνθρώπινον μέν, τοῦ καθ᾿ ἡμᾶς δὲ ἀλλότριον ἐπαγγέλματος· τῇ γῇ γὰρ δέον προσέχειν ἢ ὄψεις ἀνθρωπίνας περιεργάζεσθαι. Πλὴν ἀλλὰ καὶ οὕτω τὴν λύσιν μάνθανε τοῦ ζητήματος· ἡ γὰρ ἐμὲ πρότερον σχοῦσα καὶ θρεψαμένη φιλόστοργόν τινα πρός με κεκτημένη διάθεσιν ἐφιλοτιμήσατό μου καὶ χρυσᾶ κόσμια τοῖς ὠσὶν ἐμβαλεῖν. Οὕτως ἡ μακαρία τὸν μοναχὸν σοφῇ περινοίᾳ τῆς ὑπονοίας ἀπήγαγεν. Αὐτὴν δὲ πολύς τις εἰσῄει λογισμῶν ὄχλος, καὶ εἰς μνήμην τῶν τῆς Εὐγενίας καθίστατο παραινέσεων, Δυσχερές τι πρᾶγμα, λέ
col. 927–928page 5 of 25
PG 116:927γούσης, γυναίκα συνδιατρίβειν ἀνδράσι, καὶ ἄνδρα κατ' ἐκείνους πειρᾶσθαι δοκεῖν· ἀμήχανον γὰρ ἄχρι τέλους διαλαθεῖν τὴν ὑπόκρισιν. Ὅμως προσεχτι κωτέρα τῇ διανοίᾳ, μόνη τῷ μόνῳ Θεῷ ἐτυγχά νουσα, Τῷ σῷ νεύματι, Δέσποτα, ἔλεγε, τὸν τῶν μοναχῶν ἐπανῄρημαι βίον, ἀκολουθῆσαί τε κελεύσαντι ἀμετατρεπτὶ ἠκολούθησα· διὸ μήτε τῶν ἐλπισθέντων ψευσθῆναι παρασκευάσης, μηδὲ τῆς ἀγαθῆς ταύτης διαμαρτεῖν προθέσεως· ἀλλὰ τῆς ἐμῆς αὐτὸς προϊστάμενος ἀσθενείας κατάγγειλόν μου συνδραμεῖν τῷ σκοπῷ, καὶ τὸ τέλος ἐπίνευσον, Τοιαῦτα λέγουσα καὶ ὁρᾶν ἐδόκει τῷ καθαρῷ τῆς ψυχῆς χρηστοτέραν τὴν ἔκβασιν. Η'. Οὕτως οὖν ἐχούσης αὐτῆς καὶ ἀγωγῆς ἀντι χομένης πνευματικῆς ἐπὶ χρόνον συχνὸν τὰ κατ' αὐτὴν ἠγνοῖτο Βασιανῷ, καίτοι μηδὲ τοῦ διορατικοῦ χαρίσματος ἀμοιρούντι. Ἐλάνθανε δ' οὖν ὅμως Θεοῦ σοφίᾳ καὶ ἀποῤῥητοτέροις τοῖς κρίμασιν, ὥσπερ καὶ Ἐλισσαῖόν ποτε τὸ τῆς Σουμανίτιδος. ὀψὲ δὲ καὶ σὺν χρόνῳ μακρῷ δῆλα τὰ περὶ αὐτῆς αὐτῷ γίνεται· γίνεται δὲ οὕτως. Ἔδοξε κατὰ τοὺς ὕπνους ὁρᾶν ὁ μέγας Βασιανὸς ἄνδρα κόσμιον μὲν τὴν ἀναβολὴν, ἐκπρεπῆ δὲ τὴν ὄψιν, καὶ τινος θειοτέρας εἶναι δοκοῦντα φύσεως, καὶ τοῦτον τρὶς αὐτὸν προσ εἰπεῖν, ὅτι Βαβύλας ὁ εὐνοῦχος ὁ τῶν παρὰ τῇ σῇ ποίμνῃ μοναχῶν εἷς γυνὴ μὲν ἐστιν ἄντικρυς, εὐνοῦχος δὲ εἶναι διὰ τὸ λαθεῖν ὑποκρίνεται. Κατὰ ταὐτὸν δὲ καὶ Ἀκάκιός τις ἀνὴρ, ἐπ' εὐλαβείᾳ περι φανὴς, ὃς καὶ τῆς εἰς τρίτον μονῆς τοῦ θεοφόρου Ἀβραμίου ποιμὴν ἐτύγχανε, τὴν αὐτὴν ὅρασιν ἐθεᾶτο. Ἑωθὲν οὖν ὁ Βασιανὸς μεταπεμψάμενος ἕνα τῶν μοναχῶν Ἰωάννην τινὰ ὃς δεύτερος μετ' αὐτὸν ἐν τῷ σεμνείῳ καθίστατο, ὅπως εἶχε τὸ ὄναρ αὐτῷ διηγεῖτο. Ἐν ὅσῳ δὲ διελέγετο ταῦτα ἧκέ τις πρὸς Ἀκακίου πεμφθείς, τὰ τῆς ὄψεως ὥσπερ δὴ καὶ αὐ τὸς εἶδεν ἀπαγγέλλων Βασιανῷ. Τηνικαῦτα τοίνυν καὶ ὁ μέγας Βασιανὸς πλείονα πίστιν ἐθέλων ἐπὶ τούτῳ λαβεῖν, τὸ ἱερὸν ἐπὶ χεῖρας λαβὼν Εὐαγγέλιον, καὶ ἀναπτύξας, ἐκείνοις ἐντυγχάνει τοῖς λόγοις οἳ διελάμβανον ὁμοίαν εἶναι ζύμῃ τὴν τῶν οὐρανῶν βασιλείαν, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως ἐζυμώθη ὅλον. Θ'. Συνεὶς οὖν τὴν διὰ βάθους δηλουμένην διάνοιαν, τὸ μετὰ ταῦτα καθ' ἑαυτὸν ἐσκέπτετο πῶς ἂν μετ έλθοι δεξιῶς τὸ προκείμενον, καὶ μὴ δῆλον τοῦτο τοῖς πολλοῖς γένηται. Μετακαλεῖται τοίνυν τὴν μακ αρίαν, καὶ δριμὺ ταύτῃ ἐνατενίσας, Τί τὸ παρα σκευάσαν σε, γύναιον, ἔφη, τηλικοῦτον καθ' ἡμῶν ὑπελθεῖν τόλμημα, καὶ κατ' οὐδὲν ἡμῖν προσήκοντα πειρασμὸν καὶ ὄνειδος ἐπιτρίψασθαι τὸ λαθεῖν χρό νον τοσοῦτον ἐπιτηδεύσασαν; Ἡ δὲ, τὸ λεχθὲν συν εἶσα καὶ τὸ αὐστηρὸν ὑποπτήξασα τῶν ῥημάτων πρὸς δὲ καὶ τὸ περὶ τὴν ὄψιν ἐπιφανὲν αὐτοῦ τῆς πικρίας νέφος καταπλαγεῖσα, μάλιστα καὶ τὴν συν είδησιν ἔχουσα μαρτυροῦσαν τοῖς εἰρημένοις, κατα βάλλει μὲν ἑαυτὴν εὐθὺς εἰς τὸ ἔδαφος, τῶν τοῦ ὁσίου δὲ ποδῶν ἐπιλαβομένη λόγους πολὺ μὲν τὸ
col. 929–930page 6 of 25
PG 116:929ταπεινὸν ἔχοντας, μόλις δὲ ὑποφθεγγομένους προΐει, Οὐ πειρασμὸν, ὦ δέσποτα, λέγουσα, ἐπαγαγεῖν βουλομένη, τῇ ποίμνῃ ἐμαυτὴν ἐγκατέλεξα, ἀλλὰ τὸν ἀπὸ τῶν ἐναντίων μᾶλλον διαφεύγουσα πειρασμὸν καὶ τὰς ἐν τῷ βίῳ πάγας ἐκκλίνουσα. Πρὸς ἢν αὖθις ὁ Βασιανὸς ἀπεκρίνατο· Πῶς δὲ καὶ γυνὴ τυγχάνουσα τοῖς θεοίοις μυστηρίοις γυμνῇ προσήρχου τῇ κεφαλῇ, καὶ ἐν τῷ πρὸς εἰρήνην ἀσπασμῷ τὸ στόμα τοῖς ἀδελφοῖς ἀδεῶς ὑπεῖχες ; Ἡ δὲ, Περὶ μὲν τὰ θεῖα δῶρα, φησί, προσποιουμένη ἀσθένειαν, οὐ δι' ὅλου τὸ πρὸς τῇ κεφαλῇ κάλυμμα ἕλκουσα, οὕτω τῇ μεταλήψει τῶν μυστηρίων προσεφερόμην· τὸ δὲ τῆς ἀγάπης πρὸς τοὺς ἀδελφοὺς σύμβολον οὐδαμῶς παρῃτούμην· οὐδὲ γὰρ ἀνθρωπίνοις στόμασιν, ἀλλ᾽ ἀνθρώποις τὴν ἀγγελικὴν ζηλοῦσιν ἀπάθειαν προσάγειν ἐμαυτὴν ὑπελάμβανον. Ι. Πρὸς δὲ τὴν συνετὴν ταύτην ἀπόκρισιν ὁ Βασιανὸς ἐκπλαγείς, Καὶ διὰ τί μὴ ἑτέρῳ φροντιστηρίῳ, φησί, καὶ ᾧ γυναιξὶν ἐφεῖται διάγειν σεαυτήν ἐγκατέλεξας ; Ἡ δὲ μικρὸν ἐπισχοῦσα καὶ τὸ πολὺ τοῦ δέους ἀποθεμένη, ἅτε καὶ ἀφορμὴν λαβοῦσα πλείοσι πρὸς ἀπολογίαν χρήσασθαι λόγοις, κατὰ μέρος ὅπως εἶχε τὰ καθ᾿ ἑαυτὴν ἐξεκαλυπτεν, ὡς συναφθείη μὲν κατὰ νόμους ἀνδρὶ καὶ μιᾶς μήτηρ κληθείη παιδὸς, διάγοι δὲ ὅλας νύκτας τοῖς τῶν ἁγίων ἐνδιαιτήμασι διατρίβουσα, καὶ ὡς παρὰ τοῦ συνοικοῦντος ποτὲ μὲν ἀπειλοῦντος, ποτὲ δὲ καὶ πληγὰς ἐντείνοντος, τῆς τοιαύτης ἐπισχεθείη ὁρμῆς καὶ προθέσεως, καὶ ὡς ζητοίη τινὰ προφάσεως μηχανήν ἥτις καὶ τὸν ἄνδρα παρασκευάσει λαθεῖν καὶ ἑαυτὴν τὰ κατὰ γνώμην τελεῖν. Τούτοις ἐπεξῄει καὶ τὴν τῆς παιδὸς πρὸς τὴν Σωσάνναν ἐγχείρησιν, καὶ τέλος ἐπῆγε τὴν κατὰ τοὺς ὕπνους θέαν ὡς φεύγουσα τὸν ἄνδρα μοναζόντων ἐδόκει περισεσῶσθαι χερσὶν, ὅ καὶ συνεῖσα εἰς τόδε τὸ σχῆμα μετήμειψεν ἑαυτὴν καὶ αὐτὴν τὴν προσηγορίαν μεταβαλοῦσα. Τούτων ὁ Βασιανὸς ἀκούσας, καὶ τὸ περὶ σύνεσιν αὐτῆς ἐκτόπως ὀξὺ ἐν θαύματι ποιησάμενος, καὶ τὸ τῆς προαιρέσεως ἀπόδεκτον λογισάμενος, εἰ πρὸς τὸ λοιπὸν αἱρετὸς ὁ τῶν μοναχῶν βίος αὐτῇ ἐπυνθάνετο. Τῆς δὲ, Καὶ λίαν, εἰπούσης, διὰ γὰρ τοῦτο κόσμον τε καὶ τῶν τοῦ κόσμου γενέσθαι μακράν, θάρσει, τέκνον, περὶ τοῦ μέλλοντος, ὁ Βασιανὸς ἀπεφθέγγετο, νουθετήσας τε ὅσα συνοίσειν ἠπίστατο, Τὸ λοιπὸν, εἶπε, τέκνον, ἀνάδημα περιθέσθαι σε τῇ κεφαλῇ διὰ τὸν τῆς φύσεως νόμον προσήκει, προσμένειν τε οὕτως εὐδοκίαν τὴν ἄνωθεν, καὶ ὅτι καὶ αὐτὸς τὰ δυνατὰ συμπράττειν οὐ περιόψεται. ΙΑ΄. Οὕτω δὲ τηνικαῦτα ἐκεῖθεν διαναστάσης αὐτῆς, ὁ πάντα πρὸς τὸ συμφέρον οἰκονομῶν Κύριος καὶ τὴν τῆς Ματρώνης παῖδα τοῦ βίου μεθίστη, καὶ εἰς ἑαυτὸν προσελάμβανεν, ἵνα μὴ τῷ πονηρῷ γένοιτο κατ᾿ αὐτῆς ἀφορμὴ, καὶ ὡς ἤδη διαγνωσθεῖσαν ὅτι γυνὴ ἦν, τῇ προφάσει τῆς περὶ τὴν παῖδα φροντίδος, ἀπὸ τῆς θειοτέρας αὐτὴν κατάγοι μερίμνης, καὶ τῇ διανοίᾳ ταύτης λογισμοὺς ἐνσπείρῃ τοὺς κοσμικούς. Ὅθεν οὐ πένθος, ἀλλ᾽ ἡδονὴν ἐπὶ τῷ πράγματι προσελάμβανε, τὸ πραχθὲν οὐκ ἀποβολὴν τιθε-
col. 931–932page 7 of 25
PG 116:931μένη παιδὸς, ἀλλὰ τῶν περὶ ταύτην φροντίδων ἀπαλλαγὴν καὶ ἀπόθεσιν. Ἐκρύπτετο τοίνυν αὐτὴ παρὰ Σωσάννη, μᾶλλον δὲ ὁ Θεὸς διὰ Σωσάννης ταύτην ἐφύλαττεν. Ἡ φήμη δὲ τὰ κατὰ ταύτην ἀπανταχῆ διήγγελλε, καὶ διὰ πάσης ἐχώρει τῆς ἀκοῆς τὰ τοῦ δράματος. Ἀφ᾿ ἧς καὶ Δομετιανὸς ὁ ταύτης ἀνὴρ κατὰ μικρὸν θηρεύων τὴν τῶν γενομένων ἀλήθειαν, ἅτε μὴ παυσάμενος τὰ περὶ τῆς γυναικὸς τῆς ἰδίας ἰχνηλατεῖν, μετὰ τὸ καὶ τὰ λοιπὰ περιελθεῖν φροντιστήρια καὶ ἐπ᾿ ἐκεῖνο ἔνθα ἡ μακαρία διέτριψε γίνεται, ἀσήμους τινὰς ὑπὸ θυμοῦ καὶ ἀκόσμους φωνὰς ἀφιεὶς θυροκοπῶν τε ἀκαίρως καὶ θρασυνόμενος, Τίς ἡ περὶ ἐμέ, λέγων, βία, τί τὸ μέγα τοῦτο ἀδίκημα; Καλά γε, ὦ μοναχοί, καλὰ λίαν τὰ παρ᾿ ὑμῶν γενόμενα. Ἵνα τί τοὺς καλῶς συναφθέντας ὑμεῖς κακῶς διαιρεῖν βούλεσθε; Δότε μοι σύνοικον τὴν ἐμήν· δότε τὴν κατὰ νόμους ἐμοὶ συναφθεῖσαν. ΙΒ΄. Ταῦτα καὶ πλείονα τούτων πόθῳ κινούμενος καὶ ἀθυμίας ἡττώμενος καὶ τὴν φωνὴν ὑπὸ τοῦ πάθους ἐγκοπτόμενος ἐξεβόα. Ἤκουσε δὲ παρ᾿ αὐτῶν, ὡς Ἡμεῖς μὲν γυναῖκα οὐκ εἰσδεδέγμεθα· μηδὲ γὰρ εἶναι θεμιτὸν τῇ μονῇ γυναιξὶν ἐφεῖσθαι τὴν εἴσοδον· εὐνοῦχον δέ τινα μοναχὸν Βαβύλαν οὕτω καλούμενον ἴσμεν ἐπί τινος καιροῦ τὴν σύναμα ἡμῖν διαγωγὴν ποιησάμενον, εἶτα ἀθρόως μεταβάλλοντα τὴν ἐπὶ τὰ Ἱεροσόλυμα βουλεύσασθαι πορευθῆναι. Τοῦτον οὖν τοιαύτην ἔχοντα τῆς ἀποδημίας ὑπόθεσιν οὐ πρὸ πολλῶν τούτων τῶν ἡμερῶν ἀφ᾿ ἡμῶν διαστάντα γινώσκομεν. Ὅπου δὲ νῦν διάγει μόνῳ πάντως γνωστὸν οὗ μηδὲν τοῖς ὀφθαλμοῖς ἀθεώρητον. Ὅτι δὲ ἀληθῆ ταῦτα μαρτυρήσειεν ἂν καὶ τὸ πᾶν πλῆθος τῆς πόλεως. Τούτων ἀκούσας ὁ Δομετιανὸς καὶ τῆς περὶ τὴν ζήτησιν ἀποκρουσθεὶς ἐγχειρήσεως εὐπροσώπου τε πάσης ἀφορμῆς στερηθείς, παντοῖος ἐγίνετο, διὰ τὴν ἀποτυχίαν ἀνώμενος, διὰ τὸν ζῆλον θυμούμενος, διὰ τὸ πρὸς αὐτὴν φίλτρον τὴν ἐπιθυμίαν ἐρεθιζόμενος. Ἐκεῖνος μὲν οὖν οὕτως ἀπῄει τοιούτοις πάθεσι μεριζόμενος. ΙΓ΄. Τῷ δὲ Βασιανῷ φροντίδων ἐπετίθετο σμῆνος ὅπως ἂν ἐπιστεύθη τῆς Ματρώνης ψυχήν, μὴ τὴν ὄντως ἀπώλειαν ὑποστῇ, καὶ μεταστειλάμενος τοὺς τάξει τινὶ πρώτους τῶν μοναχῶν ἐν πλείονι, Σκεπτέον ἡμῖν, ἔλεγε, περὶ τῆς διαστάσης ἡμῶν ἀδελφῆς. Εἰ γὰρ καὶ τὴν φύσιν ἑτέρα τις ἦν, ἀλλ᾿ ἐπείπερ ἐνεγράφη κύκλῳ τῷ καθ᾿ ἡμᾶς, μέλους ἀφαίρεσιν λογίζεσθαι δεῖ τὴν ἀφ᾿ ἡμῶν ταύτης διάζευξιν. Διαθώμεθα γοῦν τὰ κατ᾿ αὐτήν, ὅπως εἰς πέρας καταλήξοι χρηστόν, μήπως ὁ πονηρὸς καὶ καθ᾿ ἑκάστην ἐπιβουλεύων ἡμῖν κατισχύσει ταύτης τὸ εὔτονον περὶ τὴν ἐπιβουλὴν ὀργάνῳ χρησάμενος τῷ ἀνδρί. Οὕτως μὲν οὖν ὁ Βασιανὸς ἔλεγεν, ἐν κοινῷ θέμενος τὴν διάσκεψιν. Μάρκελλος δέ τις τὸ τηνικαῦτα διάκονος γνώμην εἰσηγεῖται τοιαύτην, ἐν Ἐμέσῃ λέγων τῇ πόλει· ἐκ ταύτης γὰρ κἀκεῖνος ὁρμᾶτο, ἀσκητήριον εἶναι γυναικῶν ἐν ᾧ καὶ ἀδελφὴν αὐτοῦ μίαν εἶναι τῶν ἀσκουμένων. Εἴπερ οὖν ἀρεστόν σοι δοκεῖ, πρὸς τοῦτο πεμφθήτω· ἔσται σοι γὰρ οὕτω καὶ τὰς περὶ αὐτῆς ἐκοῦναι φροντίδας. Συνθεμένου δὲ τοῦ Βασιλ
col. 933–934page 8 of 25
PG 116:933νοῦ τῷ λόγῳ καὶ ἐπιτρέψαντος ὁ διάκονος παραυτίκα πλοίου ἐκεῖσε ἀναγομένου τυχὼν τούτῳ τὴν ἁγίαν ἐνθέμενος ἐπενῄει. ΙΔ΄. Ὁ δὲ εὐθύμως τὸ γεγονὸς ὡς οὐκ ἀθεσὶ πραχθὲν ἀποδεξαμένη, ὀλίγα τε ἄττα πρὸς τροφὴν συγκομισαμένη εὐφόρως ἅμα καὶ καλῶς τοῦ πνεύματος ἐπωθοῦντος τὸν πλοῦν διαβάσα, τὸ ἐν Ἐμέσῃ κατέλαβε φροντιστήριον. Φιλοφρόνως οὖν εἰσδεχθεῖσα καὶ δεξιῶς τῶν κατ᾿ ἀρετὴν εἴχετο πόνων οὕτω σπουδαίως ὡς οὐ ῥᾴδιον ὀφθῆναι ταύτην ταῖς μοναζούσαις ἀρχέτυπον πρὸς τοὺς ἴσους αὐτῆς ἀγῶνας ἀμιλλωμέναις. Ὅθεν καὶ συνεδόκει πάσαις μετὰ τὴν ἐνθένδε τῆς ἄρτι καθηγουμένης ἀπαλλαγὴν αὐτῇ πᾶσαν ἐπιτρέψαι τὴν τῆς μονῆς προστασίαν. Ὅσον δὲ ἄρα, Ματρώνα τὸ λανθάνειν ἐσπούδαζε, τοσοῦτον ἔμελε Θεῷ τὸ δήλην αὐτὴν ποιῆσαι, καὶ τὸ ἐκείνης φῶς ἐπὶ τῆς λυχνίας θεῖναι, καὶ τὴν ἀρετὴν φανερὰν καταστῆσαι. Κατ' ἐκεῖνο τοίνυν καιροῦ γεηπόνος τις τὸ γήδιον ἐργαζόμενος ἐπὶ συχναῖς ταῖς ἡμέραις ἀναδιδομένην ἑώρα φλόγα τῆς γῆς, καὶ ἡ ἀνάδοσις συνεχής τε καὶ οὐδαμῶς λήγουσα. Οὗτος οὖν, ἅτε δὴ γεωργὸς οὐδὲν δυνηθεὶς συμβαλεῖν ὑψηλότερον, τῷ ἐπισκόπῳ τῆς πόλεως προσελθὼν ἀπαγγέλλει. Καὶ ὃς ἐκ τοῦ φαινομένου μέγα τι συνεὶς τὸ δηλούμενον, ἅμα τῷ ὑπ᾽ αὐτὸν κλήρῳ τὸν τόπον καταλαβών, καὶ ὡς προσῆκον ἦν εὐχὴν ποιησάμενος, τὴν γῆν ἐπέτρεπεν ἀνορύττειν. Οὗ καὶ γενομένου σταμνος εὑρέθη οὐ χρυσὸν ἔνδον κρύπτουσα ἤ τι ἄλλο τοιοῦτον οἷον ἂν φιλόκοσμον θέλξῃ ψυχήν, ἀλλά τίμιόν τι χρῆμα καὶ τοῦ παντὸς ἄξιον, τὴν σεβασμίαν τῷ ὄντι τοῦ βαπτιστοῦ κεφαλήν. ΙΕ΄. Ταύτης πανταχοῦ διαδραμούσης τῆς φήμης οὐδεὶς ἦν ὅστις οἴκοι παρῆν, ἀλλὰ παμπληθεὶ πάντες πρὸς τὴν θέαν συνέῤῥεον· ὑφ᾽ ὧν ἡ τιμία κεφαλή αὕτη σὺν πάσῃ δοξολογίᾳ καὶ αἴνοις ἔνδον εἰσάγεται τοῦ ναοῦ. Ἐπεὶ δὲ καὶ ἡ μακαρία Ματρώνα σύναμα πάσαις ταῖς μοναζούσαις κατὰ θέαν τοῦ φανέντος παρῆν, προσῆλθέ τε, καὶ τοῦ προκειμένου τῆς κεφαλῆς ἠρύσατο μύρου, μετάδοσις αὐτοῦ καὶ ἀκούσης ταύτης πρὸς τοὺς παρόντας ἐγίνετο. Ὅπως δὲ τοῦτο καὶ πρὸς τί συνωθεῖτο παρὰ Θεοῦ τὸ ἀκούσιον προσέχειν ὁ λόγος ὥστε μαθεῖν ὑμᾶς βούλεται. Κατά μέσου γὰρ τοῦ πλήθους ἀποληφθεῖσα καὶ μὴ συγχωρουμένη τὴν ἔξοδον, ὡς πάντων πρὸς τὸ λαβεῖν ἑαυτοὺς εἰσωθούντων, ἐξ οὔπερ αὕτη εἴληφε μύρου καὶ τοῖς ἄλλοις ἠναγκάζετο κοινωνεῖν. Ἐν δὲ τῷ διαδοῦναι ταύτην πηρός τις τὰς ὄψεις ἐκ γενετῆς παραδραμὼν πάντας, ἦσαν γὰρ καὶ τῶν ἱερέων τινὲς οἳ καὶ τὴν τοῦ θείου μύρου τότε διάδοσιν ἐποιοῦντο, πρὸς αὐτὴν ἧκε, πολὺς ἐγκείμενος ταῖς δεήσεσιν. Ἡ δὲ τῷ τιμίῳ μύρῳ τοὺς τύπους τῶν ὄψεων ἐπιχρίσασα παραχρῆμα φωτὸς ἐποίει θεατὴν τὸν οὔποτε πρότε-
col. 935–936page 9 of 25
PG 116:935ρὸν αὐτὸ θεασάμενον. Τοῦτο μεγάλην αὐτὴν ἐκήρυξε καὶ λαμπρὰν καὶ παρὰ πᾶσιν εἶναι διαβόητον περεσκεύασεν, ὥστε λέγειν ἅπαντας αὐτὴν εἶναι τὴν λαθεῖν ἐπὶ χρόνον τοσοῦτον ἐπιτηδεύσασαν καὶ μετ᾿ ἀνδρῶν τὰ τῶν μοναχῶν διανύσασαν. 15. Ἡ λαμπρὰ αὕτη φήμη καὶ Δομετιανὸν αὖθις ἐκάλει, καὶ οἱονεὶ χειρὸς ἁψαμένη πρὸς τὸ μοναστήριον ἐποίει καταλαβεῖν. Ἐπεὶ δὲ τοῦτο ἀνδράσιν ἀκούετο κεκωλυμένην ἔχειν τὴν εἴσοδον, κρύψας ὅπερ ἠβούλετο, εὐλάβειαν ὑπεκρίνετο, καὶ διά τινων γυναικῶν ἀξιοῖ εὐχῆς χάριν καὶ προσκυνήσεως τὴν Ματρώναν ἰδεῖν. Ἡ δὲ δι᾽ ἀκριβεστέρων τῶν ἐρωτήσεων καὶ τῶν ἐν τῷ προσώπῳ συμβόλων ἀφ᾽ ὧν ἤκουε τὸν ἄνδρα ταύτης εἶναι καλῶς ἀναγνοῦσα, τί μηχανᾶται; Ἑπτὰ ἡμερῶν αἰτεῖται καιρὸν, καὶ μετ᾿ ἐκείνας ὑπὸ τὴν αὐτὴν ὄψιν ἐντυχεῖν ἐκείνῳ κατὰ σχολήν. Τοῦτο πρὸς τῶν γυναικῶν Δομετιανὸς ἀκούσας, αὐτὸς μὲν τῶν ἐλπίδων ἀναρτηθεὶς καθῆστο τὴν ὡρισμένην, ἐπὶ νοῦν στρέφων ἰδεῖν τε ἀναμένων ἤδη ἤδη ἐν χερσὶν ἔχειν αὐτὴν φανταζόμενος. Ἡ Ματρώνα δὲ σπεύδουσα καὶ αὖθις λαθεῖν εὐθὺ τῶν Ἱεροσολύμων ἐχώρει, οὐδὲν ἕτερον ἢ ῥάκος ἐνδεδυμένη τὸ τριχινον, καὶ ἄρτου τι ἐλάχιστον ὅσον τρύφος ἀπαγομένη. 12. Διαγενομένων δὲ τῶν ἑπτὰ ἡμερῶν κατὰ μὲν τὸ συντεταγμένον αἱ γυναῖκες ἧκον· παρὰ δὲ τῶν μοναζουσῶν ἤκουον πολλῇ καὶ αὐτῶν τῇ λύπῃ βεβαρημένων, ὅτι ἀφ᾽ οὔπερ εἰς λόγους ἦλθον αὐτῇ, οὔτε ἡμῖν τὸ λοιπὸν ὤφθη οὐδὲ ὅπου γῆς τυγχάνει γινώσκομεν. Ἐκεῖναι ταχὺ ἀπελθοῦσαι, ὡς ἔμαθον ταῦτα, τῷ Δομετιανῷ ἔλεγον, καὶ οὗτος λύπῃ στερρότερον τὴν καρδίαν πληγεὶς οὐκ ἀνίει τὰ κατ᾽ αὐτὴν περιεργαζόμενος ἕως καὶ εἰς Ἱεροσόλυμα παρεγίνετο. Καὶ αὖθις ἑτέραις περιτυχὼν γυναιξὶν ὅπως τε εἶχεν ἡ ζητουμένη κατὰ τὴν ἰδέαν ὑπογράφων αὐτοῖς, πάντα λίθον ἐκίνει, μαθεῖν ἐθέλων τὰς ἐκείνης διατριβάς. Αἱ δὲ ἰδεῖν μὲν τοιαύτην ὄψιν γυναικὸς ἔλεγον, οὐκ ἔχειν δὲ εἰδέναι σαφῶς ὅπου καὶ εἴη· ἔνθα γὰρ ἂν εἰς καταγωγὴν ὀφθείη, ἔν τινι μὲν τῶν ἐκεῖσε ναῶν καταλύει, σπεύδει δὲ πάλιν ἀλλαχοῦ μεταβαίνειν. Ὅμως ἡμεῖς σοι, φασί, πρὸς τὴν αὐτῆς εὕρεσιν ὑπουργήσομεν· ἑαυτὰς γὰρ κατὰ μίαν διελόμεναι σπεύσομεν ἥτις ἂν αὐτὴν πρώτη καὶ ἴδοι, τάχιστά σοι προσελθοῦσα καταμηνύσαι. Ἐκεῖναι μὲν οὖν ὥσπερ εἶπον ἐποίουν. ΙΕ΄. Ἡ Ματρώνα δέ, οὕτω συμβάν, ἐπιόντι τῷ Δομετιανῷ συναντήσασα καὶ γνωρίσασα, τὸ βλέμμα τε ἐπ᾽ ἐδάφους ἐρείσασα καὶ τὴν χεῖρα δῆθεν ἐπὶ τῷ λίθον ἄραι προσενεγκοῦσα τῇ γῇ ἀντιπαριόντα τοῦτον ἐλάνθανε συνετῶς. Κἀκείναις δὲ συναντήσασα ἐφ᾽ ᾧ κύκλῳ πᾶσαν ἐκπεριέρχονται τὴν περίχωρον ἐκείνην ἐπιμελῶς ἀνιχνεύουσαι, καὶ ὅτι δήλη γέγονεν ἀπὸ τῶν τῆς μορφῆς χαρακτήρων καὶ ὅσον οὔπω ἁλώσιμός ἐστι, σοφῇ ἐπινοίᾳ καὶ ταύτας ἀπεσκευάσατο, ἐνδοθῆναι αὐτῇ ἀπιούσης παρὰ τὸ Σίναιον τρεῖς τὰς ὅλας ἡμέρας αἰτησαμένη, καὶ μετ᾿ αὐτὰς ἥξειν τε τάχιστα, καὶ ἀνδρὶ τούτῳ εἰς ὄψιν ἐλθεῖν. Δομετιανὸς δὲ τοῦτο μαθὼν σκῆψίν τε εἶναι καὶ αὖθις
col. 937–938page 10 of 25
PG 116:937ἣν ἀπόκρισιν λογισάμενος, κατόπιν εὐθὺς ἄχους ἐδίωκεν. Ἡ Ματρώνα δὲ τοῦτο μεν, καὶ ὅτι πάρεστιν ὁ διώκων, καὶ αὕτη θήρας ἐστὶ, δέει συσχεθεῖσα πολλῷ ἐπί του ὅπερ ἀνὰ τὴν Βηρυτὸν ἦν εἰσελθοῦσα βέλτιον ἠγησαμένη δαίμοσιν περιπεσεῖν ἢ ταῖς Δομετιανοῦ ληφθῆναι χερσίν. Οἱ εἰ λάβωσι, τὸ σῶμα πάντως βλάψουσι· δέ γε ἀνὴρ, εἰ χειρώσεται, καὶ δαιμόνων θηρίων ὀλεθριώτερος, ἅτε μετὰ τοῦ σώματος καν ψυχήν βλάψαι δυνάμενος, πρὸς τὰ τοῦ κόσμου ἕλκων αὐτὴν καὶ ὡς γυναικὸς ἰδίας νεμόμενος. ΙΘ. τούτῳ τοίνυν αὕτη γενομένη καὶ προσκαρτεροῦσα ταῖς πρὸς Θεὸν ὑμνῳδίαις καὶ ταῖς εὐχαῖς τῶν δαιμόνων ἤκουσεν ἀντιψαλλόντων τὰς ὁμοίας ἀφιέντων φωνάς· καὶ τοῦτο πολλαῖς ἐγίνετο ταῖς ἡμέραις. Δειλίαν οὖν αὐτῇ πολλὴν ἐνίει τὸ δρώμενον. Εἶτα τῷ σταυρικῷ τύπῳ μένη ἐξῄει κατὰ τῶν φοβερῶν. Ἐπεὶ δὲ οὐδὲν ἐν ὁρᾷν, τῆς θείας ἐδεῖτο χάριτος δῆλον ποιῆσαί τῇ τὸ διαπορούμενον. Εὐθὺς οὖν δήλους εἶδε τοὺς ἀφανεῖς ἀσήμους τε φωνὰς ἀφιέντας καὶ πῦρ ἐπιφερομένους, αὐθίς τε παρ' αὐτῆς ἐπιτιμωμένους καὶ ἐκχωρούντας καὶ ὡσεὶ καπνὸς ἀφανιζομένους. Ἐνίοτε δίψους τὴν γενναίαν κατασχόντος ἐκεῖ ἐκείνη προσελθοῦσα τοῦ εἰδωλείου ἐπιστραφεῖσα παρὰ τὴν πόλη δροσώδεις βοτάνας χλωράς τε εἰς μετρίαν παραψυχὴν τῷ στόματι προσῆγεν. Ὁ δὲ παράδοξον τὸ μάννα ὑετίσας Κύριος, καὶ λαὸν ἐστιάσας ἄχρι κόρου, τὸν πονηρὸν καὶ ἀχάριστον, αὐτοσχέδιον ταύτῃ τὸ ποτὸν καὶ τὴν τράπεζαν ἀδείκνυεν. Ἐν καυσώδει γὰρ καὶ πολὺν τὸν ἥλιον δεχομένῳ τόπον εὑρεῖν τινὸς μικρᾶς ἐγκύμονα, καὶ τοῦτον ὀξέσι λίθοις ἐφικτὸν ἦν κοίλαις ἀρύεσθαι ταῖς χερσίν· ἐπιλαβούσης ἤδη νυκτὸς αὐτὴ μὲν τὰς εἰθισμένας εὐχὰς ἀποδώσουσα τῷ Θεῷ ἐπανῄει· τῇ δὲ ὑστεραίᾳ πάλιν ἀφικομένη μεστὸν εὑρίσκει τὸν τόπον ὕδατος, βρωσίμων τε βοτανῶν τράπεζαν οὐ μικρὰν τῇ ἑστιωμένῃ, ἀλλὰ πολλῷ μᾶλλον εὐφραίνουσαν εὐθήρους θεραπευουσῶν καὶ πλουσίων αὐτὴν εὐωχιῶν. Ὡς οὖν ἐχούσης αὐτῆς καὶ Θεῷ διὰ παντὸς εὐχομένης δεινὸν ὁ δεινὸς τοῦτο καὶ οὐκ ἀνεκτὸν ἐκρίνετο, ἔνδυθεν ἑαυτὸν εἰς οἷα εὐπρεπῆ γυναῖκα διασχηματίσας καὶ προσελθών, Ἵνα τί, κυρία μου, ἔλεγε, τοῦτο τὸ ἔκτοπον προῄρησαι κατοικεῖν; ἡ γὰρ ἐρημία μακρὰ καὶ ἡ τῶν ἐπιτηδείων σπάνις μεγάλη. Ἄλλως τε δὲ καὶ τὴν ἡλικίαν ἔτι νεάζουσα καὶ κάλλος διαπρεπής· καὶ λίαν δέδοικα περὶ σοῦ, μὴ ὁ ἐπέραστον τοῦτο πρόφασις ἐπιθυμίας ἀκολάστοις ὀφθαλμοῖς γένηται, καὶ διὰ τὴν τοῦ τόπου ἐρημίαν καὶ τὴν ἐρημίαν τοῦ βοηθήσοντος ὕβριν τινὰ τῷ ἑαυτῆς σώματι. Ἀλλ' εἴ μοι πειθομένη χάριν τὴν παράσχοις, καταγάγοιμι ἂν σε πρὸς τὴν πόλιν ἔνθα καὶ οἰκίαν κατὰ γνώμην εὑρήσεις, καὶ ὡς σοι φίλον ἀθορύβως οἰκήσεις, καί τῶν
col. 939–940page 11 of 25
PG 116:939εἰς χρῆσιν ἐπιτηδείων οὐδαμῶς ἀπορήσεις. Ἡ δὲ φωράσασα τοῦ ἐναντίου ταύτην εἶναι τὴν ἐπίβουλον συμβουλὴν ὡσεὶ λῆρον ταυτὶ τὰ ῥήματα ἐλογίσατο, καὶ ἀνωτέρα τῆς παγίδος διέβη. Ἀλλὰ πάλιν τὸ πονηρὸν ἐκεῖνο δαιμόνιον οὐκ ἀνίει διὰ πάσης τέχνης προσβάλλον, καὶ τῇ Ματρώνῃ ἐπιτιθέμενον. Ἀμέλει καὶ πρὸς ἀγύρτιδος μορφὴν ὑπελθὸν καὶ πῦρ τῶν ὀφθαλμῶν ἀφιέναι φαινόμενον ἐμμανῶς ὁμοῦ καὶ θρασέως τοῖς ποσὶν αὐτῆς ἐπεῤῥίπτετο δεδιττόμενον τε καὶ φθεγγόμενον ἄτοπα καὶ σαπρά· ὡς δὲ οὔτε παρ᾽ αὐτῆς ἠξιοῦτο οὔθ᾽ ὅλως ἐπιστρεφομένην χώραν τὴν μακαρίαν, χαλεπαίνων οἷα καὶ θρασυνόμενον, Εἰ καὶ νέαν οὖσαν, ἐβόα, σὲ τὴν γενναίαν ἡττήσαι οὐκ ἴσχυσα, ἀλλ᾽ ἐν τῷ γήρᾳ τὰ πάντων ἐπάξω σοι χαλεπώτατα. Τὸ δὲ νῦν ἔχον κατὰ σοῦ διαστήσω τοὺς ἐν Βηρυτῷ ὡς ἀτιμώσης τε τὸ εἰδωλεῖον αὐτῶν καὶ τὸ γε ἧκον εἰς σὲ παρεωρημένον αὐτῷ δεικνυούσης. Τὰς τοιαύτας δὲ κακομηχάνους ἐπιβουλὰς τοῦ πονηροῦ διεδέχοντο ἀποκαλύψεις καὶ ὀπτασίαι θειότεραι, ὅσπερ τρόπος Θεοῦ παρακαλεῖν ἐν ταῖς θλίψεσι καὶ τὰ σκυθρωπὰ λύειν διὰ τῶν χρηστοτέρων. Κατὰ τὸ πλῆθος γάρ, φησὶν ὁ θεῖος Δαυίδ, τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου ηὔφραναν τὴν ψυχήν μου. Εἶχε δὲ οὕτως. ΚΑ΄. Ἑσπέρας κατὰ τὸ σύνηθες τὰς εὐχὰς αὐτῆς ποιουμένης ἐπιστάντες τρεῖς ἄνδρες ἐν φανερῷ συμψάλλειν αὐτῇ ἐῴκεσαν, καὶ ὥραις ἐπὶ συχναῖς γονέων αὐτοῖς κλίσις Ματρώνης ὄπισθεν ἐτελεῖτο. Τῆς δὲ τὴν ὄψιν μεταστρεψάσης ὥστε τίνες εἶεν μαθεῖν, αὐτοὶ πράως οὕτω καὶ γαληνῶς τρὶς ἤδη τὸ Ὑπὲρ ἡμῶν εὔχου, εἰπόντες, εὐθὺς ἀπῄεσαν. Δήλην οὖν αὐτὴν ἐπιπλέον τῆς ἀρετῆς ποιούσης ἡ φήμη διὰ πάντων ἐχώρει ὅτι Ματρώναν καὶ τὰ πονηρὰ πνεύματα φεύγει, καὶ κενὰ δαιμόνων τὰ εἰδωλεῖα καθίσταται· ὅθεν καὶ πολλοὶ πρὸς αὐτὴν ἐφοίτων τὸ κἂν μόνον κοινωνῆσαι λόγων αὐτοῖς μέγα οἰόμενοι. Ἐξ οὗ καὶ γυνή τις καλουμένη Σωφρήνη σωφρονικῶς μὲν καὶ κατ᾽ ὄνομα ζῶσα, τῆς Ἑλληνικῆς δὲ θρησκείας ἀντεχομένη, σύναμα δὲ αὐτῇ καὶ ἄλλαι τῆς ἴσης κοινωνοῦσαι δόξης, γονεῦσί τε καὶ φίλοις καὶ τοῖς τοῦ κόσμου πᾶσιν ἀποταξάμεναι τῇ Ματρώνῃ ἑαυτὰς ἐνεχείρισαν καὶ οὖς αὐτῇ εὐπειθὲς πρὸς τοὺς λόγους ὑπεῖχον, αἳ καὶ ἐντὸς ὀλίγου ὑπ᾽ αὐτῆς τοῦ σωτηρίου βαπτίσματος ἠξιώθησαν. Ἐν αἷς καὶ παρθένος τις Ἑλληνὶς ἱέρεια τῶν εἰδώλων τυγχάνουσα τὰ περὶ τῆς ὁσίας ἀκούσασα καὶ τῶν ἑαυτῆς θεῶν καταγνοῦσα, ζήλου τε πληρωθεῖσα θείου, τὰ μὲν παρ᾽ Ἑλλήνων τοῖς δαίμοσι προσφερόμενα καὶ εἰς ἀθέσμους θυσίας καταναλίσκεσθαι μέλλοντα πένησι παρέσχεν· αὐτὴ δὲ πάντων ἀποστᾶσα τῇ Ματρώνῃ θερμῶς προσέρχεται, καὶ μίαν ἑαυτὴν ποιεῖ τῶν ἐκείνῃ ἀκολουθεῖν αἱρετισαμένων. ΚΒ΄. Ἐπεὶ δὲ ἡμέρα παρῆν καθ᾽ ἣν ἔδει τὰς θεοσίας τελεῖσθαι, πλῆθός τε λαοῦ καὶ οἱ κατὰ γένος ταύτῃ προσήκοντες συνηθροίζοντο, αὐτὴν μὴ εὑρίσκοντες οὐκ εἶχον ὅπως τὰ νενομισμένα τελέσωσι μὴ παρούσης τῆς ἱερείας. Ὡς δὲ συνιδεῖν οὐκ ἠδύναντο
col. 941–942page 12 of 25
PG 116:941μενον, ὀψὲ καὶ μόλις οἱ γονεῖς αὐτῆς τοῦτο ς εἰς τὸ εἰδωλεῖον ἔνθα ἡ ὁσία ἐτύγχανε, άχος χωρούσι, καὶ κατιδόντες τοῖς τῆς ὁσίας τροσκειμένην αὐτὴν προπετέστερον ἐχρῶντο ροις, ἵνα τί, λέγοντες, ὦ νεάνις, τῶν μεγίπεριδοῦσα θεῶν ἀτέλεστα μὲν τὰ τῶν θυσιῶν σιπας, πλῆθός τε καθ᾿ ἡμῶν ἀνηρέτισας τὴν θεοὺς ὕβριν οὐ φέρον, αὐτὴ δὲ ἀντὶ τῆς ἀρίστης καὶ ζηλουμένης διαγωγῆς τὴν ἄτιμον ταύτην καὶ ἐξουδενωμένην; Οὐκοῦν ἀποβαλοῦσα τὴν ἐπισχοῦσαν σε ἄνοιαν γενοῦ ποτε καὶ διανοίας τε καὶ ἔμφρονος, καὶ τὸ πένθιμον ἀποθεμένη σχῆμα φαιδρὰ πρὸς φαιδρούς ἡμᾶς ἔξιθι, μὴ ἀπωλείας ὁ τόπος τῆς δοκούσης σοι σωτηρίας Σοῦ γὰρ τὸ κελευόμενον μὴ πραττούσης εἰς οῦσαν ἀνάλωμα πυρὸς ἔσται τὸ παρὸν ἐνδιαίΤοιαῦτα εἰπόντες παρ᾿ αὐτῆς μὲν οὐδὲν Ἡ Ματρώνα δὲ πρὸς αὐτοὺς φιλίως τε καὶ εἰρηνικῶς, Ταύτην ἐᾶτε, ἔφη· αὕτη τοῦ Θεοῦ τῶν ὅλων θεῶν ἤδη δούλη καθέστηκεν. Οὐδὲν αὐτῇ καὶ ὑμῖν κοινωνόν. Ταῦτα ἀκούσαντες ἐκεῖνοι ὑπέστρεφον ἐμπρησμόν τε τοῦ ναοῦ, καὶ χαλεπώτατα ἀπειλούμενοι. Ἡ δὲ κόρη πρὸς ἀεὶ τῆς μακαρίας κειμένη πολλή τις ἦν δεομένη Χριστοῦ τῇ σφαγίδι ἐνσημανθῆναι καὶ τοῦ βαπτίσματος ὡς τάχος ἀξιωθῆναι. Προσμένειν Ματρώνα ταῖς λοιπαῖς ἐπιτρέψασα ἐπὶ συλλογῇ ξύλων ἐκείνη προῆλθεν ξηρᾶς, καὶ πολλήν τινα συλλέξασα καὶ ὑποστρέψασα, Τινὲς ἐξ ὑμῶν ἐλθέτωσαν κατὰ τάχος, εἶπεν, ὑπαγορεύσατε τοῖς μικροῦ ἔχους ἤκουσιν, ὅτι πῦρ ὑμῖν καὶ ὕλη ἄφθονος ἡτοίμασθη, τίνος δὲ χάριν ἡ ὑμῶν ἄφιξις ὑστερεῖ, ἵνα τέλος τὰ ἐπηπειλημένα παρ᾿ ὑμῶν λάβωσι, ἐκεῖνοι ἀκούσαντες καὶ τὸ τῆς ἐπινοίας συνετὸν τοῦ φρονήματος ἀγασάμενοι πάσης ἀποκρίσεως μηδὲ τὴν ἐκεῖσε ὑποστροφήν μετὰ ταῦτα ἀναθαρρήσαντες. Τότε δὴ ταῖς ἀνακάμψασαις ἑτέραν αὖθις ἡ μακαρία ὑπουργίαν ἔδωκεν ἀπιέναι τε καὶ τῷ ἐπισκόπῳ ἐντυχεῖν καὶ μεθ᾿ αὐτῶν ἀγαγεῖν τῶν ἱερέων ἕνα τινὰ καὶ διάκονον. Οὗ δὴ καὶ κατὰ πολλὴν γενομένου τὴν ταχυτῆτα τοῖς ἱερεῦσιν ἤδη ἀφικομένοις τὴν ἔναγχος προσελθοῦσαν ἱέρειαν παρεδίδου, κατηχῆσαί τε ἐπέτρεπε, καὶ βαπτίσαι, καὶ πρὸς αὐτὴν ἀναγαγεῖν. Ἀχθεῖσα οὖν μετὰ τὸ βάπτισμα ἡ Εὐχὴ (αὕτη γὰρ μετωνόμαστο), διὰ πάσης ἤγετο παιδείας πνευματικῆς, καὶ συνησκεῖτο τὰ θειότερα ταῖς λοιπαῖς εἰς ὀκτὼ περιισταμέναις τὸν ἀριθμόν. Οὕτω δ᾿ ἦν ἡ ὁσία τὴν ὁμιλίαν ἐπίχαρις καὶ εὐοδίας μεστὴ τῆς κατὰ Θεὸν, ὥστε πολλοὺς πολλάκις τῶν ἐντυγχανόντων αὐτῇ, μετὰ τὸ παύσασθαι τοὺς λόγους ἀπιέναι οἴκαδε βουλομένους δυσαπαραλλάκτως ἔχειν καθάπερ ὑπὸ δεσμῶν τινων τοῦ πρὸς αὐτὴν πόθου κεκρατημένους, ἢ τοὺς ἐν δίψῃ καλῷ ὕδατι ἐνδρὸν οὐ χρησαμένους, καὶ διὰ τοῦτο βαρέως φέρειν τὴν ἀναχώρησιν. Οὕτω μὲν οὖν ἐπέραστος ἦν κατὰ πνεῦμα τοῖς προσιοῦσιν· εἶχε δὲ καὶ
col. 943–944page 13 of 25
PG 116:943αὐτὴν πόθος ἐντυχεῖν πάλιν Βασιανῷ. Ἐπεὶ δὲ οὗτος εἰς τὴν βασιλεύουσαν τῶν πόλεων τὴν Κωνσταντινούπολιν ἦν, ἐν αὐτῇ δὲ παρῆν καὶ Δομετιανὸς ὁ ταύτης ἀνὴρ, διωθεῖτο τὴν ἔφεσιν ὁ τοῦ ἀνδρὸς φόβος μήποτε καὶ εἰς τὰς χεῖρας ἐμπέσοι καταλαβούσης τὴν βασιλεύουσαν· ὅθεν καὶ δυσὶ τούτοις μεριζομένη τοῖς λογισμοῖς πατρός τε πνευματικοῦ πόθῳ καὶ φόβῳ τοῦ κατὰ νόμους ἀνδρὸς, τὴν Ἀλεξάνδρειαν μᾶλλον ἐνενύει κατελαβεῖν, ἢ ταύτης ἀποτυχοῦσαν τὴν Ἀντιόχειαν. Ταύτῃ τοι καὶ συντονώτερον προσέκειτο ταῖς δεήσεσι, καὶ τὴν τοῦ συνοίσοντος δήλωσιν παρὰ Κυρίου προσεδόκα. ΚΕ'. Κατενεχθεῖσα γοῦν εἰς ὕπνον ἐδόκει τρεῖς ἄνδρας ὁρᾷν, διατείνεσθαί τε τούτων ἕκαστον καὶ ἰσχυρῶς ἀνθίστασθαι, τίς τῶν τριῶν προτιμητέος ἀγαγεῖν αὐτὴν εἰς γυναῖκα. Τῆς δὲ ὥσπερ ἐκτρεπομένης τὴν ἀκοὴν καὶ τὸ πρᾶγμα κομιδῆ ἄτοπον ἡγουμένης, θορυβεῖ γὰρ καὶ ὄναρ ἀπεναντίας τοῖς μεθ' ἡμέραν λογισμοῖς ὁρώμενον), Τίνες δὲ ὑμεῖς ἐστε, πρὸς αὐτοὺς ἡ ἁγία λέγειν δοκεῖ, καὶ τίνα ὑμῶν τὰ ὀνόματα; Οἱ δὲ τὸν ἕνα μὲν Ἀλέξανδρον ὀνομάζεσθαι, θάτερον δὲ Ἀντίοχον, τὸν δὲ λοιπὸν Κωνσταντίνον, καὶ τελευτώντας κλήρῳ πειράσαι διαλύειν τὴν ἀμφισβήτησιν· πεσεῖν δὲ τοῦτον εἰς τὸν καθ' ἡλικίαν νεάζοντα, Κωνσταντίνος οὗτος ἐτύχανε. Διυπνισθεῖσα γοῦν καὶ τὴν τῆς ὄψεως ἀποκάλυψιν ὅ τι βούλοιτο ἡ ἁγία συνεῖσα, τὴν μὲν πρὸς Ἀλεξάνδρειαν ἢ Ἀντιόχειαν μεθεῖναι διέγνω, ὅλη δὲ τῆς πρὸς Κωνσταντινούπολιν ἀποδημίας ἐγένετο· εἰς εὐαρέστησιν γὰρ εἶναι τοῦτο ἔλεγε τῷ τὴν τῶν ἀφανῶν δήλωσιν ἐναργῶς θεῷ παραστήσαντι. ΚϚ'. Κοινωσαμένη δὲ τὸ ὄναρ καὶ ταῖς περὶ αὐτὴν ἀδελφοῖς ἀντιπραττούσας ἑώρα ταύτας τῇ βουλήσει τῇ ἑαυτῆς, οὐχ ὡς ἕτερόν τι κρινούσας τὸ ὀφθὲν ἐκεῖνο δηλοῦν, ἀλλ' ὅτι λίαν αὐτῆς περιείχοντο καὶ ἀποστῆναι οὐδαμῶς ἠνείχοντο, ὥσπερ νεόφυτά τινα ὑπὸ τῶν ἐκείνης λόγων ἀρδόμεναι καὶ τῇ ταύτης στερήσει κινδυνεύουσι μαρανθῆναι. Ὅμως ἐπεὶ θεία τις, ἔφησαν, πρόνοια συνεργὸς κατέστη σοι τῷ βουλεύματι, τῆς προθέσεως ἀνακόπτειν οὐ οὐδαμῶς ἐσμεν δυναταί· ἀλλὰ δεύτερος, φασί, πλοῦς, τίσιν ἡμᾶς καταλήψεις μετὰ τὴν σὴν ἀναχώρησιν ἐς φροντίδος γενέσθω σοι. Ἡ δὲ εὐθέως τῷ ἐπισκόπῳ τὰ περὶ τούτων δῆλα καθίστησι, καὶ δύο τῶν διακόνων τινὰς αἷς ὁ χρόνος τὴν ἀρετὴν ἐβεβαίωσε πέμψαι παρ' αὐτὴν κατεμήνυε. Παραγενομέναις οὖν ἡ πολλάκις μακαρία τὰς ὑπ' αὐτὴν οἷά τινα παρακαταθήκην ἐπίστευε, παρήνει τε περὶ πλείονος τίθεσθαι τὰς πιστευθείσας ψυχάς, ἵνα μὴ ἃς ὁ Θεός, φησίν, παρεσκεύασε τὸν κόσμον ἀπολιπεῖν, ἐάσητε πάλιν τῇ τοῦ κόσμου ματαιότητι προσελθεῖν, καὶ τῶν συνθηκῶν ἀμελῆσαι. ΚΖ'. Ταύτα εἰποῦσα καὶ ἀσπασαμένη τὰ τελευταῖα, μίαν τε μόνην αὐτῶν τὴν Σωφρόνην μεθ' ἑαυτῆς λαβοῦσα τοῦ πλοίου ἐπέβη, εὐφόρῳ τε κατεχθεῖσα τῷ πνεύματι τὴν Κωνσταντίνου καταλαμβάνει. Εἶτα πρὸς τὸν ἐπ' ὀνόματι τῆς τοῦ Θεοῦ Εἰρήνης ἱδρυμένον παρὰ τῇ θαλάσσῃ ναόν γενομένη τὸν
col. 945–946page 14 of 25
PG 116:945διάκονον μετακαλεῖται Μάρκελλον, ἥτις ἦν ἑαυτὴν καταστήσασα δήλην. Οὗτος δὲ ἦν ἂν ὁ λόγος φθάσας ἐδήλωσε συμβουλεῦσαι Βασσιανῷ πρὸς τὸ ἐν Ἐμέσῃ πεμφθῆναι ταύτην σεμνείον. Ἀσμένως οὖν παρ' αὐτοῦ εἰσδεχθεῖσα ἠρωτᾶτο τίς εἴη ἡ αἰτία τῆς μακράς ταύτης ὁδοιπορίας. Ἡ δέ· Οὐδὲν ἕτερον ἔφη (τί γὰρ ἂν καὶ εἴη τὸ τοσούτου καταφρονῆσαι κόπου ποιῆσαι ταύτην δυνάμενον), εἰ μὴ ἄμαχός τις ἐπιθυμία τῆς αὐτῶν ὁμιλίας καὶ μάλιστα, φησί, τοῦ θείου Βασσιανοῦ, ὑφ᾽ ἧς καὶ γήρως ἤδη καὶ γυναικῶν ἀσθενείας καὶ φιλησύχου διαγωγῆς καὶ τῶν ἄλλων πάντων ὑπεριδοῦσα μόνης ἐγενόμην τῆς πρὸς ὑμᾶς φερούσης ὁδοῦ. Εἶθ᾽ οὕτως ἐπεξῄει συντετμημένως τήν τε τοῦ Δομετιανοῦ εἰς Ἱεροσόλυμα καὶ τὸ Σίναιον μεταδίωξιν καὶ τὴν εἰς τὸ εἰδωλεῖον ταύτης διατριβὴν, καὶ ὅπως ὄχλος οὐκ ἐφικτὴς ἀριθμῷ τῇ εὐσεβείᾳ δι᾿ αὐτῆς προσετίθετο. Ἐπεξῄει δὲ οὐκ ἐπιδεικτικῶς, ἀλλὰ φιλαλήθως· ἀλλότριον γάρ μετρίου φρονήματος καὶ τῆς οὐδὲν οὕτω σπουδαζάσης ὡς τὸ λαθεῖν ἡ ἐπίδειξις· ἄλλως τε δὲ καὶ τὸ λειποταξίου γραφῆναι τὴν ἅπαξ εἰς τὸν τῶν μοναχῶν ἀπόγραψαμένην βίον ἀσύμφορον ἔκρινεν εἶναι καὶ σκανδάλου πρόφασιν παρέχειν δυνάμενον. ΚΗ΄. Ὁ δὲ Μάρκελλος ἕκαστα τῷ θείῳ Βασσιανῷ παραχρῆμα διασάφει. Καὶ ὅς ἐπιστυγνάσας τῇ ἀκοῇ, ὡς εἶχε τάχους ἀπιέναι τοῦτον παρεκελεύετο, καὶ ἤρεμόν τινα καὶ ἀθόρυβον οὐ πόῤῥω που τῆς μονῆς ἀφορίσαι ταύτῃ καταγωγήν, ὥστε καὶ βουλομένῳ πρὸς αὐτὴν φοιτῶν ῥᾴδιον εἶναι. Ὁ δὲ ὀξέως ἀνήργει τὸ προσταττόμενον, καὶ οἰκίαν ἑτοιμάσας ἐπιτηδείαν ἔνθα ὁ μέγας Βασσιανὸς ἀφικόμενος ἐντυχών τε καὶ ὅσα δέον εἰπὼν, ἀλλὰ καὶ παρ' αὐτῆς πάλιν περὶ τῶν ταύτῃ συνενεχθέντων μαθών, καὶ ὧν ἔχρηζε μεταδούς, καὶ εἰ ἑτέρου δέοιτό τινος παρ' αὐτῆς ἐπυνθάνετο. Τῆς δὲ καὶ ἑτέρας εἶναι ἐν Βηρυτῷ ἀδελφὰς εἰπούσης, καὶ βούλεσθαι παρ' αὐτὴν ἀφικέσθαι ταύτας, καὶ συνδιάγειν, γράμμασιν εὐθὺς τῷ ἐπισκόπῳ Βηρυτοῦ ἐγνώριζε περὶ τούτου, καὶ ἃς ἡ Ματρώνα κατ᾿ ὄνομα ἐπεζήτει παρ' αὐτὴν ἐπέτρεπε τὸ τάχος ἐκπέμψαι. Αὗται τοιγαροῦν ἐκπεμφθεῖσαι καὶ συνοικήσασαι τῇ Ματρώνῃ ἄκραν ὑπεῖχον αὐτῇ τὴν εὐπείθειαν τύπον ἐκείνης ἑαυτὴν παρεχούσης εἰς ἀρετὴν ἀκριβέστατον, ἣ καὶ μεττον πολλῶν στομάτων ἐκήρυττε ταύτην καὶ καταφανῆ πᾶσιν ἐποίει. Μετὰ γὰρ πολλῶν ἄλλων καὶ ἡ βασιλὶς Βερίνα ἡ τοῦ μεγάλου Λέοντος γαμετὴ ὡς αὐτὴν ἐφοίτα, καὶ οὐκ ἐκείνην μᾶλλον, ἀλλ᾽ ἑαυτὴν ἔκρινεν ἐν τούτῳ τιμᾷν. Δεξιουμένη τε παρ' αὐτῆς μετρίως τοῖς δεξιώμασι καὶ οἷς εἰκὸς ἦν τὴν ἀπράγμονα καὶ φιλόσοφον ἐκείνην χαρίζεσθαι, ἀπῄει θαυμάζουσά τε τὴν αὐτῆς ἀρετήν, καὶ ὅτι μηδὲν ἄξιον λαβεῖν παρὰ τῆς πολλὰ δοῦναι καὶ δυναμένης καὶ βουλομένης. ΚΘ΄. Εὐφημία δέ τις Ἀνθίμου ποτὲ τοῦ Ῥωμαίων ἡγεμόνος σύνοικος, συνήθης τῇ ὁσίᾳ γενομένη καὶ πείρᾳ πιστωθεῖσα τὰ κατ' αὐτήν, κατ' ἐκεῖνο καιροῦ τὴν τῷ πατρικίῳ Σφορακίῳ εἰς γυναίκα συναφθεῖσαν, νόσῳ περιπεσοῦσαν δεινῇ καί
col. 947–948page 15 of 25
PG 116:947τέχνας ἱατρικὰς ἐλεγχούσῃ ἐλπίδα τε ζωῆς μηδεμίαν ὑποφαινούσας, ἐπεὶ οὕτως ἔχουσαν ἐθεάσατο, Εἴτε ἐμοὶ πείθῃ, ἔφη, ἰατροῖς χείρεσιν εἰποῦσα τὰς τὸ νῦν τῇ πόλει κοινὸν ἀγαθὸν ἐπιδημῆσαν σεαυτὴν ἐπίδος, Ματρώναν φημὶ τὴν ὁσίαν, ἥτις πολλοῖς εἶχε σωμάτων μόνον, ἀλλὰ καὶ ψυχῶν ἔλυσε νόσους ἀσεβείας μεταγαγοῦσα πρὸς θεοσέβειαν, καὶ ἔσῃ καὶ εἰς μακρὰν διὰ θαύματός τε αὐτὴν ποιουμένη καὶ πολλοὺς ἄλλους πρὸς αὐτὴν παραπέμπουσα. Τοῦτο εἰποῦσα καὶ οἵα τις ἦν, καὶ οἷον διήνυσε βίου ἐπ᾿ ἀρχῆς εἰς τέλος αὐτῇ διηγεῖτο. Τῇ ἑξῆς οὖν ἐπεσκέπτοντο γίνονται παρ᾿ αὐτῇ καὶ εἰς μακρὸν τῆς ὁμιλίας παραταθείσης ἡσυχῆ πως ἡ κάμνουσα τῆς νεξιᾶς λαβομένη τῆς μακαρίας τῷ πάσχοντι μέρει ταύτην ἐπέφερε, καὶ παραυτίκα τοῦ πάθους ἀπένετο κουφοτέρου. Ἡ Ματρώνα δὲ τὴν αἰτίαν τῆς ἐπαφῆς ἐπυνθάνετο. Τῆς δὲ καμνούσης τὸ ἀληθὲς εἰπούσης, Ὁ Κύριος, ἔφη, τοῦ συνέχοντός σε λύσει ἀνιαροῦ· τὰ γὰρ ἡμέτερα οὐχ οἷά τε ἐστι τρίς τοιαύτην ἐνέργειαν. Α΄. Ἡ πάσχουσα γοῦν ἐξ ἐκείνου ἠρεμένως προσβάλλουσα τὴν τοῦ πάθους ἐννοοῦσα βαρύτητα παρὰ τῇ ἁγίᾳ μένειν ἐσκέπτετο τελείαν ἀπαλλαγὴν τοῦ λυποῦντος προσμένουσα· διὰ τοῦτο καὶ τὰ πρὸς τὴν ὑπηρεσίαν ζῶα ἐκεῖσε διαμένειν προσέτασσε. Διαγγελθέντος δὲ αὐτῇ μὴ ἕτερον εἶναι τὸ ὑποκειμενον οἴκημα, ἓν γὰρ εἶναι καὶ τοῦτο οἰκεῖσθαι μισθοῦ, εὐθὺς εἰς λόγους συνελθοῦσα τῇ μακαρίᾳ Κτῆσιν ἐμοὶ περιττήν, ἔλεγε, τὸ τοῦ γένους προφανὲς ἐχορήγησε, καὶ δὴ καὶ οἰκιῶν ἀφθονίαν κάλλος ἐξειργασμένων καὶ μέγεθος. Τούτων ὅσας ἂν καὶ βούλῃ ὑπὸ μίαν τὴν περιοχὴν τυγχανούσας ἑτοίμη ἐγώ σοι χαρίζεσθαι, πολλῶν ἐσομένας ψυχῶν σώζεσθαι μελλουσῶν οἰκητήρια εἰς ἐμοῦ τε αὐτῆς προηγουμένως ὠφέλειαν. Ἡ δὲ κατὰ πνεῦμα γνοῦσα ὁπόσαις ἐκ τούτου ψυχαῖς θύρα διανοιγήσεται σωτηρίας, συνέθετο λήψεσθαι, καὶ τὸν διάκονον μεταστειλαμένη Μάρκελλον, καὶ αὐτῷ τὰ τοῦ πράγματος ἀναθεῖσα πέμπει θεάσασθαι τὰ ἐπαγγελθέντα, καὶ ἐπεὶ ἐθεάσατο, ἀναστρέψας εὐφυῶς μὲν ἔχειν τὸν τόπον θέσεως διηγόρευεν, ἐν δεξιᾷ μὲν τὴν θάλατταν ἔχοντα, ἑτέρωθι δὲ ἐκ γειτόνων παρέχοντα τὸ τοῦ Βασσιανοῦ φροντιστήριον, μὴ μικρᾶς δὲ καὶ τῆς τυχούσης, ἀλλὰ πολλῆς ὅτι μάλιστα δεῖσθαι τῆς ἐπιμελείας. ΛΑ΄. Οὔπω ταῦτα ἠγγέλλετο, καὶ τὰ τῆς ἐπαγγελίας πέρας ἐδέχετο, γράμμασι πιστωθείσης τῆς δωρεᾶς· καὶ εὐθὺς κἀκείνη παρὰ Θεοῦ τελεία ἡ τῆς ὑγείας ἀντεχαρίζετο δωρεά. Μετὰ ταῦτα δὲ καὶ φιλοτιμότερον ἐξειργάσατο τὰς οἰκίας ὅσων ἐδεῖτο τῶν ἀναλωμάτων πρὸς διόρθωσίν τε καὶ διακόσμησιν ἀφθόνως παρασχοῦσα χειρί, ἀφ᾿ οὗ μέχρι καὶ σήμερον ταύτας τὰ Σεβηριανὰ πάντες λέγουσιν. Ἐντεῦθεν ἡ ὁσία τῆς προτέρας οἰκήσεως μεταβᾶσα οὐδόλως τοῦ κατὰ Θεὸν μετέβη σκοποῦ καὶ τῶν ἔργων, εἰ μὴ τοῦτο καλοίης μετάβασιν τὴν ἀπὸ τῶν ἐλαττόνων ἐπὶ τὰ μείζονα, ἀφ᾿ ἧς καὶ ἐπὶ μέγα χωρήσει
col. 949–950page 16 of 25
PG 116:949τὴν ποίμνιον παρεσκεύασε, καὶ τῆς τῶν ἐναντίων διετήρησε βλάβης, συλλήπτορι τοῦ ἔργου τῶν ἀγαθῶν αἰτίῳ χρωμένη. Γίνεται δέ τι τοιοῦτον πρὸς τοῖς ἄλλοις καὶ ἕτερον, ὃ καὶ πλέον τὴν κατ' αὐτὴν ἐμεγάλυνεν. ΑΒ. Ἐτελεῖτο μὲν δημοτελὴς ἑορτὴ καὶ σεβάσμιος Λαυρεντίου τοῦ μάρτυρος, ὄχλος δὲ κατὰ τὸν τόπον εἰς πλῆθος συνέῤῥει καὶ διημέρευεν. Ὧν δύο ἐτύγχανον ἀδελφαὶ μὲν τὴν φύσιν, τὸν τρόπον οὐκ ἀδελφά φρονοῦσαι, ἀλλὰ κομιδῇ διαφερόμεναι, τὸ μέντοι γένος ἐπίσημοι καὶ περίβλεπτοι. Αὗται τοίνυν τῆς ἑορτῆς τελεσθείσης ἐπανιοῦσαι ἡνίκα γεγόνασι περὶ τὸν τόπον ἐν ᾧ τῆς ὁσίας φροντιστήριον ἦν, ἦχος τις ἐμμελὴς ὕμνων τοῖς αὐτῶν προσέβαλεν ἀκοαῖς· κατασχεθεῖσαι καὶ τίς ἡ τοῦ φροντιστηρίου καθηγουμένη μαθοῦσαι πρὸς ταύτην εἰσᾖεσαν. ὡς δὲ κατὰ πάντας τρόπους αὐτῇ συνῆλθον, καὶ τοῦτο μὲν ἐξ αὐτῶν τῶν λόγων, καὶ ἀπὸ τῆς τῶν ἠθῶν εὐκοσμίας πολλῆς ἀπέλαυσαν ὠφελείας, ἡ μία τούτων ἔρωτι ταύτης ληφθεῖσα πνευματικῷ, Σὺ μὲν ἄπιθι, ἔφη πρὸς τὴν ἀδελφήν· σὺ δὲ πρὸς ταύτῃ μενῶ· λήθη γάρ με ἀνδρὸς καὶ οἴκου καὶ συγγενῶν ἔσχε καὶ κατὰ τὸν θεῖον φάναι Δαυΐδ, Ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον ἢ τῆς κατὰ κόσμον ἀπολαύειν εὐημερίας. ὡς δὲ ταῦτα ἡ Ἀθανασία ἤκουσε, τοῦτο γὰρ αὐτῇ ὄνομα, πρὸς τὴν ἀδελφὴν οὐ μόνον οὐχ ἔσχεν αὐτὴν συμφρονοῦσαν, ἀλλὰ καὶ ἀντιφθεγγομένην καὶ κουφότητος εἶναι τὸ πρᾶγμα λέγουσαν καὶ ἀλόγου θερμότητος ῥᾴδιον χωροῦσαν μεταμέλειαν. Ταῦτα δὲ ἔλεγε γνώμη φιλοκόσμῳ μᾶλλον ἢ φρονήματι στεῤῥοτέρῳ. Ἡ δὲ ὁσία τὸν μὲν κατὰ Θεὸν αὐτῆς ἐπῄνει σκοπόν, ἀλλ' οὐκ αὐτὴ τὴν ἀθρόαν μετάθεσιν ἐδοκίμαζεν, συνεβούλευε δὲ πρὸς τὸν ἄνδρα πρότερον ἀπελθεῖν καὶ ἀνακοινώσασθαι περὶ τούτου, βίου τέ φησι ἐπιμελῆ γενέσθαι οἷόν τε τελειοτέρου, καὶ Θεοῦ δεῖσθαι διά παντός· καί σοι εὐοδωθήσεται τὰ κατὰ σκοπόν· καὶ τότε ἥξεις παρ' ἐμέ, κατὰ νοῦν δέ σοι ἀπαντήσει τὸ ποθούμενον. Εἰ γὰρ καὶ πόθος θεῖος εἰσῆλθέ σου τὴν ψυχήν, καὶ οὐκ ἀνίησι κατασχών, ἀλλὰ πολλά σε ἐπὶ τοῦτο παρρέῖν ἀπάγει αὐτό τε τὸ τῆς ἡλικίας νεάζον, καὶ τὸ περὶ τοὺς πόνους ἀνάσκητον, ὑπηρετεῖσθαι βουλόμενον, οὐχ ὑπηρετεῖν πεφυκός· τὸ δὲ μεῖζον πάντων, ἀνδρὸς κώλυσις. ΑΓ. Τούτοις εἰρημένοις ἡ Ἀθανασία ἡσυχάζουσα ἐτύγχανε μέν ὡς ἀπωθουμένη, μὴ βουλομένη δὲ ἀντιλέγειν καὶ τὰ ἑαυτῆς θέλημα συνιστᾶν· διὰ τοῦτο ἀνεχώρει τοῦ σκοποῦ τούτου καὶ τῆς προθυμίας ἐχομένη καὶ κατὰ τὴν τῆς ἁγίας ὑποθήκην σώφρονος βίου καὶ λιτότητος ἐπιμελουμένη, οἷόνει προπαιδείαν τοῦτο πρὸς τὸν ἀσκητικὸν ποιουμένη βίον. Καὶ δὴ κατά τινα τῶν αὐτῆς ἀγρῶν ἀπελθοῦσα καὶ μονωθεῖσα τοῦ συνοικοῦντος, ἐσπούδαζε μίμησιν τῆς ἁγίας καὶ αὐτὴ διατίθεσθαι, ἧς τε κατὰ τὸν αὐτὸν καιρὸν μνημονεύουσα
col. 951–952page 17 of 25
PG 116:951καὶ λιτῶς ὥσπερ ἐκείνη ἐσθίουσα, εὐχάς τε πρὸ τροφῆς καὶ μετὰ τὴν τροφὴν ποιουμένη καὶ τἆλλα ὅσα δύναμις μιμουμένη τῆς μακαρίας. Ἐν τούτῳ δὲ οὔσης αὐτῆς καὶ εὐπρεπῆ ζητούσης τὴν ἀπὸ τοῦ συνοικούντος διάζευξιν, τοιόνδε τι συνηνέχθη, λίαν εὐπρόσωπον παρέχοντα ἀπαλλαγήν. Ἀποδημούσης γὰρ ταύτης, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν, οὗτος πολυδάπανος ὢν καὶ τὸν τρόπον ἀκόλαστος, πλείστοις ἐχρῆτο τοῖς ἀναλώμασιν. Ἐν ἀπορίᾳ τοίνυν αὐτῶν γενόμενος πείθει τὸν παῖδα, λάθρα τι τῶν κιβωτίων ὑφελέσθαι τῶν τῆς δεσποίνης, καὶ τούτῳ προσαγαγεῖν. Ὅπερ γενόμενον οὐκ ἔλαθε τὴν θεράπαιναν ἢ τὰ τῆς κυρίας φυλάττουσα ἦν· παρ' ἧς πάλιν ἐκείνη μαθοῦσα τὸ λοιπὸν, ὡς εὐλόγου προσφάσεως δραξαμένη, παντοία ἦν ἡ Ἀθανασία μηχανωμένη τὴν διάλυσιν, καὶ τέλος τὸν ἄνδρα πείσασα τὸ πολύ τε τῆς οὐσίας καὶ ἐπιβάλλον αὐτῇ συγκομισαμένη τῇ Ματρώνῃ τὴν ἑαυτῆς ἐμπιστεύει ψυχήν, καὶ προσελθοῦσα καὶ τὸν πλοῦτον αὐτῇ προσαγεγοῦσα, Λάβε μοι, ἔφη, ταῦτα καὶ τοῖς ἀσύλοις κατάθου τοῦ Χριστοῦ θησαυροῖς· καὶ μὴ περιίδης ψυχὴν τῆς σῆς ἁγίας ἐξεχομένην ψυχῆς καὶ σοι πάντα τὰ καθ᾽ ἑαυτὴν ἀνατιθείσης. ΑΔ΄. Ἡ Ματρώνα δὲ τὸ μὲν περὶ τὴν διοίκησιν ὡς ὀχληρὸν καὶ ἄσχολον ἀποβαλλομένη, ἀποδεχομένη δὲ τὴν ἱκέτιν τῆς προαιρέσεως ἐν ἀπόρῳ γοῦν τί χρὴ καθίστατο διαπράξασθαι. Κοινοῦται τοιγαροῦν Βασιανῷ τὰ τοῦ πράγματος καὶ γνώμην παρ' αὐτοῦ λαβοῦσα δέχεται τὰ προσενεχθέντα καί τινα μὲν τῶν χρημάτων εἰς ἔργα τὰ κατὰ τὴν μονὴν ἀναλίσκει, τὸ ἀσκητήριον μὲν διατειχίσματι κυκλόθεν περιλαβοῦσα, τριώροφον δὲ ἀσκητήριον δειμαμένη. Τὸ μὲν πρῶτον καὶ περὶ γῆν πρὸς τάφους ἀφωρισμένον, τὸ δὲ μετ' ἐκεῖνο καὶ μέσον χειμάσαι τε ἀρμόδιον ὧν καὶ ναὸν ἔχον ἐν καιρῷ τοιούτῳ πρὸς σύναξιν ἐπιτήδειον· τὸ δὲ τρίτον καὶ τελευταῖον, καὶ αὐτὸ ναῷ καλλίστῳ κοσμούμενον καὶ πρὸς τὸ ἐαρίζειν εὖ διακείμενον. Ἃ καὶ εἰς δεῦρο διαμένει κηρύττοντα τὸ φιλότιμον τε καὶ μεγαλοπρεπὲς τῆς οἰκοδομῆς. Ἐν τούτοις μέν, ὥσπερ εἴρηται, ἔνια τῶν τῆς Ἀθανασίας ἀνηλώθη χρημάτων· τὰ δ' ἄλλα πρὸς τε τὰ ἐν Ἱεροσολύμοις σεμνεῖα διένειμε μοναστηρίοις τε ἑτέροις ἐνδεῶς ἔχουσι καὶ τοῖς ἄλλως τῶν ἀναγκαίων ἀπορουμένοις Μαρκέλλου πρὸς ταῦτα τοῦ σπουδαίου φιλοθέως ὑπηρετήσαντος. Ἡ Ἀθανασία μὲν οὖν, ὡς εἴρηται, πλοῦτον ἀποβαλοῦσα τὸν ῥέοντα πλοῦτον ἄφθαρτον ἀνεκτήσατο. ΛΕ΄. Δέκα δὲ πρὸς τοῖς πέντε ἔτη ἐν τῇ ἀγωγῇ ταύτῃ ἐπιβιώσασα τῶν παρόντων ἀπαλλαγεῖσα τὴν μακαρίαν πρὸς Θεὸν πορείαν ἀνετείλατο. Οὕτω τῆς Ματρώνης εἰς πλατυσμὸν ἐχώρει τὸ ποίμνιον πολλῶν καθ' ἑκάστην προσερχομένων καὶ ὑπὸ παιδαγωγῇ ταύτῃ ποιμαίνεσθαι βουλομένων. Ἐπεὶ δὲ ὁ τῆς ἀναλύσεως αὐτῆς ἐφειστήκει καιρός, δήλη ἦν ἡ ὁσία μήτε τῇ ἑτοιμασίᾳ τῶν ἔργων ταραττομένη πρὸς τὴν διάζευξιν· « Ἑτοιμάσθην γάρ, » φησὶν ὁ θεῖος
col. 953–954page 18 of 25
PG 116:953Δαυίδ, « καὶ οὐκ ἐταράχθην · » μήτε πάλιν τὸν χωρισμὸν ἐπισπεύδουσα, τὸ μὲν, ὥσπερ εἴρηται, διὰ τὸ θαῤῥεῖν, τὸ δ' αὖ πάλιν διὰ τοῦ ποιμνίου πόθον. Διὸ καὶ ἀναγκαιότερον ἦν αὐτῇ τὸ ἐπιμεῖναι τῇ σαρκὶ κατὰ Παῦλον καὶ χάριν τοῦ πλείονας καταβαλομένην τοὺς πόνους, πλείονας ἐκεῖθεν καὶ τοὺς καρποὺς δρέψασθαι· ὅθεν καὶ μείζοσιν ἑαυτὴν κατέτεινε πρὸς τῷ τέλει τοῖς κόποις, κατὰ τοὺς ἀγαθοὺς τῶν δρομέων, εὐχαῖς τε πλείοσι καὶ συντονωτέραις σχολάζουσα ἦν. Τοῦ Θεοῦ μέντοι βουλομένου μηδὲ ταύτης ἀποστερῆσαι Ματρώναν τῆς παρακλήσεως, τὸ καὶ πρὸ τῆς ἐντεῦθεν ἀπαλλαγῆς τὴν ἐκεῖθεν αὐτὴν διαδεξομένην γνῶναι κατάστασιν, ὕπνος αὐτὴν καὶ πλέον τοῦ συνήθους λαμβάνει, ᾧ ἐδόκει τόπον περιιέναι δένδρεσι μὲν ἐκτόπως κατάφυτον, δασί τε κατάῤῥυτον ἡδυτάτοις καὶ πολλῇ ὅσῃ τὸν χῶρον περιβάλλουσιν ἡδονῇ, ἐν ᾧ γυναῖκές τινες σεμναὶ καὶ κόσμιαι παρεστῶσαι καὶ σαφῆ τῆς ἀρετῆς ἴχνη δεικνύσαι τοῖς προσώποις οἰκίαν τινὰ ἐνδοτέραν ἐῴκεσαν αὐτῇ τῇ χειρὶ δεικνύειν ἀποῤῥήτῳ κάλλει, καὶ οἵῳ μήτε ἀνθρωπίνην χεῖρα ἐργάσασθαι, μήτε γλῶσσαν εἶναι δυνατὴν ἐξηγήσασθαι κατεσκευασμένην· καὶ παρ' αὐτὴν ἐκάλουν εἰσελθεῖν τὴν Ματρώναν σὴν εἶναι ταύτην λέγουσαι καὶ σοὶ κατ᾽ ἐξαίρετον ἀφωρίσθαι. Διυπνισθεῖσα δὲ ὅπη τείνει τὸ ὄναρ συνίει, εἶχέ τε λαμβάνειν εἰς πίστιν ὁποῖα μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν τὰ ἐκδεξόμενα ταύτην ἔσται. Παντὸς οὖν τοῦ τῆς ζωῆς χρόνου εἰς ἑκατὸν αὐτῇ διαμετρηθέντος, ἐξ ὧν εἴκοσι μόνοι τυγχάνουσι πρὸς τοῖς πέντε, ἐφ᾽ οἷς ὁ κοσμικὸς αὐτὴν εἶχε βίος· τοὺς δὲ λοιποὺς ἅπαντας τὴν κατὰ πνεῦμα ζῶσα διήνυσεν ἀγωγὴν, τὰ ἐνταῦθα λιποῦσα πρὸς τὸν ποθούμενον αὐτῇ Χριστὸν ἐξεδήμει, πράξεις καταλιπούσα παρὰ πάντων μὲν διαφερόντως θαυμαζομένας, ὀλίγους δὲ πρὸς μίμησιν ὑπάγεσθαι δυναμένας, αὐτὸν ᾧ καὶ προσῆλθε Χριστὸν διὰ παντὸς ἱκετεύουσα εἰρήνην τε ταῖς ἐκκλησίαις δωρήσασθαι καὶ παντὶ τῷ λαῷ αὐτοῦ σωτηρίαν, ἕνα τοῦτον τῆς ἀδιαιρέτου Τριάδος δοξάζοντι, ᾗ καὶ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

Day 25Die 25

col. 955–956page 19 of 25
PG 116:955ΒΙΟΣ ΚΑΙ ΠΟΛΙΤΕΙΑ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΜΦΙΛΟΧΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΕΝΟΜΕΝΟΥ ΙΚΟΝΙΟΥ. Α΄. Καὶ τί τῶν καλῶν ἔσται τις τῇ μνήμῃ παραδιδοὺς, εἰ τὸν Ἀμφιλοχίου παρέλθοι ἐν γῇ; Τῷ μεγίστῳ γὰρ ζημιώσει πάντως τὸ τῆς Ἐκκλησίας πλήρωμα μὴ λόγοις τὰ ἐκείνου κατορθώματα διηγούμενος καὶ τὰ ὑπὲρ τοῦ μονογενοῦς τοῦ Θεοῦ Παιδὸς ἀριστεύματα. Ἵν᾽ οὖν καὶ φιλεῖν δόξαιμεν τὰ καλὰ καὶ ἐπαινεῖν κατὰ δύναμιν, ἡτέον πρὸς τὴν διήγησιν, πατρίδα πρῶτον εἰπόντες καὶ οἵων ἔτυχε τῶν γεγεννηκότων ἀγωγήν τε βίου, καὶ οἷς ἐκεῖνος πρὸς φιλίαν ἐχρήσατο. Β΄. Οὗτος ὁ ἱερὸς ἀνὴρ καὶ τῷ Θεῷ καθηγιασμένος εὐγενὴς μὲν ἦν καὶ αὐτὸς τῶν ἀφ᾽ ἡλίου ἀνατολῶν, Καππαδόκης τὸ γένος· συμφοιτηταῖς δὲ καὶ φίλοις χρώμενος ἦν Βασιλείῳ, φημί, τῷ πάνυ καὶ Γρηγορίῳ, τοῦ ὁμοίως μὲν Καππαδόκαις, ὁμοίως δὲ καὶ βίῳ καὶ λόγῳ περιφανῶς διαλάμψασι. Δηλοῦσι τοῦτο σαφῶς αἵ τε πρὸς τὸν μέγαν Βασίλειον ἐπιστολεὶ τούτου ζητημάτων χάριν ἐκκλησιαστικῶν αὐτῶν συντεθεῖσαι, κἀκείνου πάλιν αἱ πρὸς αὐτὸν λύσεις τῶν ζητηθέντων, αἳ καὶ εἰς κανόνα τοῖς εὐσεβέσι τετήρηνται. Τὴν αὐτὴν οὖν ἐκείνοις πατρίδα λαχὼν καὶ τῆς αὐτῆς πίστεώς τε καὶ εὐσεβείας αὐτοῖς κοινωνῶν οὐδὲ τὴν ἀρετὴν δεύτερος ἦν, ἀλλὰ καὶ αὐτὴν ἰσοστάσιος. Εὐσεβῶν γὰρ γονέων ἐκφὺς καὶ ἀγωγῆς τυχὼν ἐμμελοῦς καὶ παιδείας, ἀνὴρ ἤδη γενόμενος τῷ πυρί τε φλεχθεὶς ἐκείνῳ τῷ ἐπὶ τῆς γῆς βληθέντι παρὰ Χριστοῦ, ἀπανίσταται μὲν τῆς πατρίδος κατὰ τὸν μέγαν Ἀβραὰμ ἐκεῖνον, καὶ συγγενῶν καὶ φίλων ἀποῤῥαγείς, μακράν τε τῶν βιωτικῶν καταστὰς θορύβων τὴν τῶν Λυκαόνων χώραν καταλαμβάνει· καί τι σπήλαιον ἐπ᾽ ἐρημίας εὑρὼν ἐπιτηδείως ἔχον μάλιστα τὸ ἐκείνου φιλήσυχον θεραπεῦσαι, τούτῳ φέρων ἑαυτὸν κατακλείει, εὐκτήριόν τε εἶχον τῇ ἀειπαρθένῳ τοῦ Θεοῦ Λόγου Μητρὶ ὡς οἷόν τε ἦν ἐν αὐτῷ σχεδιάσας, βίον ἦγεν ἐκεῖσε βραχὺ τοῦ ἀγγελικοῦ λειπόμενον. Ὅ τε γὰρ ὕμνος αὐτῷ εἶχεν ἀκαταπαύστως, ἡ νηστεία συντεταμένως, ἡ ἀγρυπνία μικροῦ τοῖς ἀσάρκοις ὁμοίως, χαμευνία, σκληραγωγία, δάκρυον, ἐργασία ἡ ἐν πνεύματι τῆς καρδίας διηνεκ-
col. 957–958page 20 of 25
PG 116:957πῆς· ἀπερίσπαστος προσευχή, νοῦς οὐδενὶ τῶν γηίνων προκείμενος, ἀλλ' ὅλος ἀεὶ μετάρσιος πρὸς Θεὸν ἐπαιρόμενος. Τούτοις τοῖς ἄκροις τῆς ἀρετῆς κατορθώμασι διαλάμποντα οἱ ἐν γειτόνων θεώμενοι, πίστει τε αὐτῷ πολλῇ προσεφοίτων παντὶ τῷ κόσμῳ ἀποτασσόμενοι καὶ τὸν αὐτὸν τρίβον ὁδεύειν αἱρούμενοι. Τεσσαρακοστὸν αὐτῷ ἔτος ἤδη που περὶ τὴν ἄσκησιν ἠνύετο, καὶ τελευτᾷ μὲν τὸν βίον Ἰωάννης ὁ προεδρεύων τότε τῆς Ἰκονιέων ἐκκλησίας· τὸν δὲ ἡ τοῦ Θεοῦ πρόνοια, ἡ πάλαι τὰ τῆς καρδίας γνώριμα ἦν, εἰς τὸν τοῦ μετακεχωρηκότος θρόνον μετακαλεῖται, καὶ ὅπως, προσῆκον εἰπεῖν. Γ΄. Νὺξ ἦν, καὶ ἄγγελος Κυρίου τῷ Ἀμφιλοχίῳ παραστάς, Ἀμφιλόχιε, εἶπεν, εἰς τῶν Ἰκονέων πορεύου μητρόπολιν τῶν λογικῶν μου προβάτων ποιμὴν ἐσόμενος. Ὁ δὲ πρὸς τὴν κλῆσιν ταύτην διαμέλλων ἦν, καὶ τὸ κελευσθὲν ποιεῖν ἀνεβάλλετο. Δευτέρα νὺξ ἦν, καὶ πάλιν ἡ αὐτὴ κλήσις καὶ προτροπή, καὶ ἡ ἐκείνου πάλιν ἐπίσης ἀναβολή, δαιμονικὴν ἀπάτην τὸ φαινόμενον ὑποπτεύοντος. Ἐπεὶ δὲ καὶ τρίτη κατέλαβε νύξ, καὶ ὁ αὐτὸς ἐπέστη τὰ ὅμοια προτρεπόμενος, τῆς στιβάδος ὁ γενναῖος διαναστὰς ἔδοξε λαβέσθαι τοῦ ὁμιλοῦντος, καὶ, Εἰ ἄγγελος εἶ, φησί, τοῦ Θεοῦ, δεῦρο στώμεν ἔμφω εἰς προσευχήν. Ὁ δὲ ἐπείθετο, καὶ τὴν κεφαλὴν κλίνας, Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ, ἀνεβόησε· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ. Κρατήσας τοίνυν τὸν Ἀμφιλόχιον τῆς χειρὸς τὴν ἐκκλησίαν ἄμφω καταλαμβάνουσιν, αὐτόματοι δὲ αὐτοῖς αἱ θύραι διεπετάσθησαν, φῶς τε μέγα καὶ ἄῤῥητον περιλάμπει τὴν ἐκκλησίαν, καὶ ἀνδρῶν πλῆθος λευχειμόνων περιηθροίσθη. Εἶτα λαβόντες τὸν Ἀμφιλόχιον τῷ θυσιαστηρίῳ προσάγουσιν, ἐπιδόντες δ' ὁ μετὰ χειρὸς ἔφερον, (Εὐαγγέλιον δὲ τοῦτο ἐῴκει εἶναι) ὁ Κύριος, εἶπον, εἴη μετὰ σοῦ. Εἷς δὲ ὁ τῶν ἄλλων πρωτεύειν φαινόμενος, Εὐχῇ, ἔφη, ἑαυτοὺς ἐπιτρέψωμεν, ὥστε καὶ τὴν χάριν αὐτῷ ἐπιφοιτῆσαι τοῦ ἀγαθοῦ Πνεύματος. Εὐξάμενοι οὖν, καὶ, Εἰρήνην σοι, ἐπειπόντες, εὐθὺς ἀπήεσαν μεσούσης νυκτός. Ὁ δὲ ἐπὶ τοῖς παραδόξοις τούτοις καταπλαγείς, εἰς γόνυ τε τῷ θυσιαστηρίῳ κλιθείς, ῥῆμα μὲν οὐδ' ὁτιοῦν εἶχε προέσθαι, μόνῃ δὲ τῇ κατὰ νοῦν ἐνεργείᾳ τοῦ Θεοῦ δεόμενος ἦν, διαλογιζόμενος τε καθ' ἑαυτὸν τί ἂν εἴη τοῦτο, καὶ πρὸς ὅ τέλος ᾔξει τὸ θεαθέν. Ὡς δὲ τῆς ἑβδόμης ὥρας ἐπιλαβούσης ὁ τῷ τοῦ ξύλου κρούματι τοὺς ἀδελφοὺς ἀφυπνίζων, διαναστὰς τῇ τοῦ οἰκίσκου αὐτοῦ θυρίδι ἐπέστη, καὶ τὴν συνήθη εὐλογίαν ᾔτει λαβεῖν κατὰ γῆς κείμενος, φωνὴ δὲ ἠκούετο τοῦ μάκαρος, οὐδαμῶς· δὶς καὶ τρὶς ἐπειπὼν τὸ Εὐλόγησον, ὑπεχώρησε καὶ τῷ ἀρχιμανδρίτῃ τὸ γεγονὸς εἴρηκεν. Ὁ δὲ κροῦσαι τὸ ξύλον ἐπέτρεψε, καὶ τοῦ λαοῦ συναθροισθέντος καὶ τῆς ὀρθρινῆς τελουμένης δοξολογίας ὁ Ἀμφιλόχιος ἔτι κείμενος ἄφωνος κατὰ γῆς ἑωρᾶτο. Ὥρας δὲ παρελθούσης τὸ ἀπὸ τοῦδε μιᾶς εἰς ἑαυτὸν ἐλθὼν ἀπὸ τῆς ἐκτάσεως καὶ φωτὶ θείῳ τὴν καρδίαν περιλαμφθεὶς διανέστη, καὶ τοῖς παροῦσιν ὤφθη τὸ πρόσωπον ἀποῤῥήτῳ αἴγλῃ λελαμπρυσμένος τῷ πλήθει τοῦ φωτισμοῦ τῆς χάριτος ὥσπερ καὶ πρὸς τὰ ἔξω διαδοθείσης. Οὐδεὶς μέντοι προσεγώ
col. 959–960page 21 of 25
PG 116:959γίσαι τούτῳ ἢ περὶ τοῦ συμβεβηκότος ἐτόλμα πυθέσθαι, προσπεσόντες δὲ μόνον τοῖς αὐτοῦ ποσὶ καὶ εὐλογίας ἀξιωθέντες ἀπῆλθον. Δ'. Εἶτα πρὸς τὸν οἰκίσκον αὐτῷ ἀπιόντι συναντώσιν ἐπίσκοποι τὸν ἀριθμὸν ἑπτὰ οὓς ἐμφάνεια θεία πρὸς αὐτὸν ἐκπέμπει τὸν χαρακτηρά τε παραδείξασα, καὶ ἐπίσκοπον Ἰκονίου προτρεψαμένη χειροτονῆσαι. Ἐγγίσαντες τοίνυν, Σὺ εἴ, εἶπον, ὁ κεχαρισμένος Θεῷ Ἀμφιλόχιος; Ὁ δὲ ἡπίᾳ καὶ γαληνῇ τῇ φωνῇ, Ἐγώ εἰμι, ἔφη, ὁ ἁμαρτωλός Ἀμφιλόχιος. Καὶ λαβόντες αὐτὸν ὁμοῦ πρὸς τὴν ἐκκλησίαν ἀφίκοντο εἰς ἔργον ἀγαγεῖν βουλόμενοι τὰ ὑπὸ τοῦ θείου πνεύματος αὐτοῖς ἐπιτετραμμένα. Ἤδη δὲ τὰς ἱερατικὰς στολὰς ἀμφιεννυμένων αὐτῶν, ὁ μακάριος συνεὶς ὅ ποιεῖν ὡρμηνται, Ἀδελφοὶ καὶ πατέρες, ἔφη, πᾶν ψεῦδος ἄντικρυς ἐκ τοῦ πονηροῦ· ἡ ἀλήθεια δὲ τοὐναντίον φίλη Θεῷ. Δεῖ οὖν τὰ τῆς ἀληθείας ἐρεῖν, ὥστε καὶ εἰς γνῶσίν τε καὶ κρίσιν ὑμετέραν τὸ πρᾶγμα πεσεῖν. Τῇ νυκτὶ ταύτῃ ἄγγελοί με Θεοῦ τὸν ἁμαρτωλὸν ἐπίσκοπον τῆς Ἰκονιέων Ἐῴκεσαν χειροτονεῖν πόλεως. Τοῦτο ἐκεῖνοι ἀκούσαντες εἰς ἀλλήλους ἑώρων τὸ παράδοξον τοῦ πράγματος ἐκπλαγέντες· συμβάλλοντές τε τὰ εἰρημένα οἷς αὐτοὶ ἐθεάσαντο ἔγνωσαν κατὰ θεῖον ἀληθῶς εἶναι βούλημα τὴν ἐκείνου χειροτονίαν. Ἅπαντας οὖν τοὺς τῆς ἐπαρχίας ἐπισκόπους καὶ κληρικοὺς συναθροίσαντες, τὰ τοῦ πράγματος αὐτοῖς ἀναγγέλλουσι, καὶ κοινῇ ψήφῳ ἀρχιερέα καθιστῶσιν αὐτὸν, καὶ τῷ τῆς Ἰκονιέων πόλεως θρόνῳ ἐγκαθιδρύουσι. Παραλαβὼν οὖν τὴν ἐκκλησίαν ἐποίμαινε ταύτην ἀξίως τοῦ αὐτὸν εἰς τοῦτο καλέσαντος, ῥεῦμα ζωῆς ποτίζων αὐτοὺς καὶ ἄρτῳ τρέφων θεοσεβείας. Ε'. Χρόνοις δὲ τρισὶν ὕστερον τῆς Ἀρείου λύσσης καὶ Σαβελλίου τῶν ἐκ διαμέτρου κακῶν, πρὸς δὲ Μακεδονίου καὶ Εὐνομίου τὴν ἐκκλησίαν λυμαινομένων, σύνοδον ἐν Κωνσταντινουπόλει ὁ μέγας Θεοδόσιος συναθροίζει, καὶ συζήτησις ἦν τοῖς ἐπισκόποις περὶ τῆς τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ δόξης, τῶν μὲν ὀρθοδόξων ὁμοούσιον καὶ ἴσον τῷ Πατρὶ πρεσβευόντων αὐτὸν, τῶν αἱρετικῶν δὲ καθαιρεῖν καὶ ὑποβιβάζειν τῆς πατρικῆς δόξης καὶ ὁμοουσιότητος διατεινομένων. Ἔδει δὲ πάντως τὴν νικῶσαν ἔχειν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ὡς δι᾽ ὀργάνου τινὸς οἰκείου τοῦ μακαρίου τοῦδε στόματος τοῦ θείου Ἀμφιλοχίου τὴν αἱρετικὴν κατασιγᾶσθαι κενοφωνίαν. Μετάκλητος οὖν καὶ ὁ θαυμαστὸς οὗτος ἀνὴρ γίνεται μεγάλη τοῖς ὀρθοδόξοις χεὶρ κατὰ τῶν ἐχθρῶν τῆς ἀληθείας ἀλισθησόμενος. Ἐπεὶ δὲ διὰ τῶν δημοσίων ὀχημάτων φοιτῶν ἐκελεύετο, συμπαραλαβὼν καὶ Θεόδουλον τὸν τῆς αὐτοῦ ἐκκλησίας ἀρχιδιάκονον, ἐξῄει τῆς πόλεως. Ἄνθρακα δὲ πυρὸς ἐκεῖθεν λαβὼν καὶ ὀθόνῃ τινὶ κατακρύψας, τῷ ἀρχιδιακόνῳ δίδωσιν εἰπὼν φυλάττειν παρ᾽ ἑαυτῷ ἕως εἰς χρείαν αὐτοῦ γένηται, καὶ τῆς ὁδοῦ ἁψάμενος ἄσιτος ἤνυσε ταύτην. Τῇ Κωνσταντινουπόλει δὲ ἐπιβὰς ξενίζεται παρά τινι γυναικὶ χήρᾳ καὶ φιλαρέτῳ. Μαθὼν δὲ ὡς αἱ ἐκκλησίαι πᾶσαι τῆς πόλεως ὑπὸ κλεισὶ καὶ σφραγίσι κεκλεισμέναι διέμενον, ἀπῄει προσευξόμενος ἐν αὐταῖς· τιθεὶς τὰ γόνατα παρὰ τὰ ἑκάστης προπύλαια ἐδέετο
col. 961–962page 22 of 25
PG 116:961τοῦ Θεοῦ τὴν ὀρθόδοξον Ἐκκλησίαν κρατῦναι καὶ αὐτῷ λόγον ὑπὲρ τῆς ἀληθείας σύμμαχον παρασχεῖν. Εὐθὺς οὖν αἱ τῶν ἐκκλησιῶν θύραι αὐτόματοι διηνοίγοντο· καὶ ὃς εἰσῄει, καὶ εὐχῆς μᾶλλον εἴχετο. Εὐχομένῳ δὲ ἀγγέλου θεία τις ἐπιφαίνεται παρουσία, καὶ πρὸς τὸν προκείμενον ἄθλον αὐτὸν ἐνισχύει. Ἀμφιλόχιος μέν οὖν παρὰ τῷ ῥηθέντι γυναίῳ ἐπιξενούμενος ἦν· ὁ Εὐνόμιος δὲ καὶ οἱ περὶ αὐτὸν, μαθόντες ὡς Ἀμφιλόχιος παραγένοιτο, καὶ ὅτι αὐτόματοι τούτῳ αἱ τῶν ἐκκλησιῶν ἀνεῴγησαν πύλαι, φθόνου κέντρῳ νυγέντες τὸν βασιλέα ἠξίουν εἰς λόγους ἐλθεῖν τῷ Ἀμφιλοχίῳ, ἅτε λόγων δυνάμει θαρροῦντες αὐτοὶ καὶ ἐκ πρώτης εὐθύς αἱρήσειν αὐτὸν οἰόμενοι. Καὶ δὴ μετὰ πλήθους καὶ προπομπῆς μεγίστης πρὸς αὐτὸν γενόμενος ὁ Εὐνόμιος, Σὺ εἶ, φησίν, ὁ περιώνυμος Ἀμφιλόχιος; Ὁ δέ, Ἐγώ εἰμι ὁ ἁμαρτωλός, ἀπεκρίνατο. Καὶ ὁ Εὐνόμιος, Ἵνα τί δέ, φησί, διαστρέφεις τὴν τοῦ Θεοῦ Ἐκκλησίαν; Οὐκ ἐγὼ διαστρέφω, εἶπεν ὁ μέγας, ἀλλὰ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου τοῦ Σατανᾶ. Καὶ ὁ Εὐνόμιος αὖθις· Τῶν εὐαγγελικῶν ῥημάτων ἕτερον τοῦ Πατρὸς τὸν Υἱὸν εἶναι κατὰ χρόνον λεγόντων καὶ ἥττονα τοῦ Πατρός, πῶς ὑμεῖς σύγχρονον καὶ ὁμοούσιον αὐτὸν εἶναί φατε; Φησὶ γὰρ ἡ θεολόγος φωνή· « Ἐν ἀρχῇ ἦν ὁ Λόγος. » Εἰ ἐν ἀρχῇ ἦν, δῆλον ὡς ὕστερός ἐστι τοῦ ἀνάρχου Πατρός· πᾶσα γὰρ ἀρχὴ ὑπὸ χρόνον ὑπέρχρονος δὲ ὁ Πατήρ. Ἦν τοίνυν χρόνος ὅτε οὐκ ἦν ὁ Υἱός. Ἀλλ᾽, ὦ βέλτιστε, ὁ Ἀμφιλόχιος ἀπεκρίνατο, κακῶς τὸ τῆς ἀρχῆς σημαινόμενον ἐκλαμβάνων κακῷ συμπεράσματι καὶ τὸν σὸν λόγον συνήγαγες· Εἰ γὰρ Θεὸς ἦν ὁ Λόγος, καὶ δι᾿ αὐτοῦ πάντα ἐγένετο, ἓν δὲ τῶν γεγονότων ἐστὶ καὶ ὁ χρόνος, «Δι᾽ οὗ γάρ, φησὶν ὁ Ἀπόστολος, « καὶ τοὺς αἰῶνας ἐποίησεν, » ἄρα καὶ ὁ Υἱὸς ὑπέρχρονος. Πῶς γὰρ ἂν εἴη πρότερον τὸ ὑπό τινος γεγονὸς τοῦ δι᾽ οὗ πρὸς γένεσιν ἦλθεν; Εἰ δὲ τοῦτο, πάντως ἄχρονος ἄρα καὶ ὁ Υἱὸς κατὰ τὴν θεολόγον, ὡς οἶσθα, φωνήν. Εἰ δὲ καὶ τὸ τῆς ἀρχῆς ὄνομα χρονικήν σοι δίδωσιν ὑπόνοιαν κατὰ τοῦ Υἱοῦ, καὶ ὑστερογενῆ τοῦτον ὑπείληφας τοῦ Πατρός, ἐμοὶ γοῦν τοῦτο σύγχρονον τῷ Πατρὶ τὸν Υἱὸν δίδωσιν ἐννοεῖν· τὸ γὰρ, « Ἐν ἀρχῇ ἦν ὁ Λόγος, » οὐ κατὰ τὰς ὑπολήψεις ἐν ἀρχῇ τῇ κατὰ χρόνον νοοῦμεν ἡμεῖς· οὕτω γὰρ ἂν καὶ χρόνου ὕστερος ὁ τῶν χρόνων εἴη δημιουργός· ἀλλ᾽ ἀρχὴν τὴν ὡς ἄν τις εἴποι ἀΐδιον ὕπαρξιν, καὶ τὸ ἀεί ποτε εἶναι τὸν Υἱὸν καὶ ἀπ᾿ ἀρχῆς, καὶ μὴ ὕστερον ἐπιγεγονέναι. Ὅτι δὲ τοῦτο βουλόμενος ὁ Εὐαγγελιστὴς παραστῆσαι τὸ ἐν ἀρχῇ εἶπεν, ὅρα μοι πῶς ἐπιστέλλων τὸ τοῦ λόγου πάλιν προήνεγκεν· ὃ γὰρ ἐν ἀρχῇ ἔφη πρότερον, νῦν αὐτὸ τοῦτο δηλῶν, ὃ ἦν ἀπ᾿ ἀρχῆς εἴρηκε· τί δ᾽ ἂν εἴη τοῦ ἀπ᾿ ἀρχῆς ἄλλο πρεσβύτερον; ἵνα σου πάντως τὸ περιεργον διαφύγῃ, καὶ διδάξῃ ὡς ἀεὶ ἦν ὁ Υἱός, καὶ συνῆν τῷ Πατρί, καὶ οὐ νεωστὶ ἐπεισώχθη, οὐδὲ καινός τις Θεὸς τῷ παλαιῷ προσετέθη. Τὴν Ἰουδαϊκὴν γὰρ ὑπόνοιαν ἀναιρῶν ἵνα μὴ δόξῃ νέον τινά, ἀλλὰ τὸν ἀεὶ ὄντα τὸν τοῦ Πατρὸς σύμβουλον, ᾧ εἶπεν, « Ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν, » ἐκεῖνον εἰσάγειν σάρκα γενέσθαι καὶ
col. 963–964page 23 of 25
PG 116:963σκηνῶσαι ἐν ἡμῖν, τούτου χάριν τό, « Ἐν ἀρχῇ ἦν ὁ λόγος, » ἀφθέγξατο. Ποῦ γὰρ τοῦτο τὸν θεολογικὸν ἐκεῖνον εἰσέδραμε νοῦν ὅ σὺ κακῶς ἐξηγῇ, ἵν᾽ ὕστε ρον ἀποδείξῃ τοῦ Πατρὸς τὸν Υἱόν, καὶ συνάψῃ τοῖς κτίσμασι τὸν τὴν κτίσιν πᾶσαν ἐν σοφίᾳ δη μιουργήσαντα, ἢ τὸν Λόγον αὐτὸν εἰσάγων, « Ἐγώ ἐν τῷ Πατρὶ, » λέγοντα, « καὶ ὁ Πατὴρ ἐν ἐμοί ; » Εἰ γὰρ ὕστερον οὗτος ἐπεγένετο, καὶ οὐκ ἀεὶ σύμφυτος ἐν τῷ Πατρί, κινδυνεύει πρὸ τοῦ γενέσθαι ἄλο γον εἶναι κατὰ σὲ καὶ ἄσοφον τὸν Πατέρα. Καὶ πῶς τῇ σοφίᾳ θεμελιῶσαι τὴν γῆν λέγεται καὶ ἐν αἰσθήσει αὐτοῦ ἀβύσσους διαῤῥαγῆναι ; Πῶς δὲ σοι δόξει καὶ τὸ τῷ λόγῳ Κυρίου ἐστερεώσθαι τοὺς οὐρανούς καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαν τὴν αὐτῶν δύναμιν ; Πῶς δ᾽ ἂν καὶ ἐνενόησέ τι τῶν ἐσομένων λόγου καὶ σοφίας ἐστερημένος, ἢ τὸν λόγον αὐτὸν πῶς τὸ καταρχὰς προήνεγκε καθ᾽ ὑμᾶς, εἴ γε λόγου καὶ σοφίας ἄμοιρος ἦν ; Πόθεν δ᾽ ἂν αὐτῷ ἐγένετο λόγον ἐθελῆσαι τὸν μὴ ὄντα παρενεγκεῖν ; Αὐτὸς γὰρ ὁ ἀνθρώπειός τε καὶ ἡμέτερος νοῦς, εἰ λόγου εἴη τὸ παραπὰν ἐστερημένος, καὶ οὐκ ἔχει τοῦτον τὸν ἐνδιάθετον, τί ἂν τοῦ κτηνῶν νοῦς διαφέροι, εἰ μή γε σύ μοι. . . . ἀλλ᾽ ἵλεως εἴη Θεός· σὺ γὰρ αἴτιος τοῦ βλασφήμου τούτου ῥήματος, κτηνώδη νοῦν εἶναι τὸ καταρχὰς τὸν τοῦ Θεοῦ καὶ Πατρὸς δογματίζεις Λόγου ἐστερημένον. Γ'. Καὶ ὁ Εὐνόμιος αὖθις φησι· Καὶ πῶς μοι ἐξη γήσῃ τὸ, « Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· πρὸ δὲ πάντων βουνῶν γεννᾷ με ; » Ὡς ἐκ προσώπου γὰρ τῆς σοφίας αὐτῆς ὁ Λόγος προήκτο ὁμολογούσης κτίσμα μὲν εἶναι, πρὸ πάντων δὲ τῶν κτιστῶν προῆχθαι. Κτίσας γὰρ αὐτὴν ὁ Θεὸς δι' αὐτῆς τὰ ὄντα ἐδημιούργησε. Καὶ ὁ Ἀμφιλόχιος· καὶ τί τοῦτο δύσλυτον ἔχει τῷ γε τὴν ῥῆσιν εὐγνωμόνως ἐκδεχομένῳ καὶ μὴ φιλονείκως πρὸς αὐτὴν ἔχοντι καὶ κακοήθως διακειμένῳ ; Εἰ γὰρ ἀδύνατον ἦν τῷ Θεῷ ἄλλως κτίσαι τὰ ὄντα, εἰ μὴ πρότερον οἱονεί τι ἐργαλεῖον τὴν σοφίαν ἐδημιούργησεν, ὥστε δι' αὐτῆς τὰ ὄντα παραγαγεῖν, ζητήσειεν ἄν τις ἕτερον τὸ οὗ πάλιν τὴν σοφίαν ἐδημιούργει. Ἄλλο γάρ τι πάν τως ἂν εἴη τὸ ταύτην δημιουργῆσαν καὶ τοῦτο ἐκτί σθαι παρὰ τοῦ ἀσόφου φεῦ! καὶ ἀλόγου Θεοῦ. Εἰ δέ, Κύριος, ἐρεῖς, ταύτην ἔκτισε, πῶς ἄσοφος ὢν ἔκτισε ; πῶς λόγου ἐστερημένος ; Ὁρᾷς εἰς οἵας πρόεισιν ἀτο πίας τὸ μὴ τὰς τῆς θείας Γραφῆς εὐγνωμόνως ἐκδέ χεσθαι ῥήσεις ; Δῆλον τῷ ἀγαθοθελῶς τὴν τοιαύτην περικοπὴν ἐκλαμβάνοντι, ὡς γεννᾷ μὲν τὸν Λόγον ὁ Πατὴρ πρὸ πάντων βουνῶν, οὐχ ὡς μὴ ὄντα δέ, ἀλλ᾽ ὡς ὄντα γεννᾷ· ἐπεὶ καὶ φυτὸν ἄνθος οὐχ ὃ μὴ εἶχε παρ' ἑαυτῷ, ἀλλ᾽ ὃ δυνάμει εἶχε γεννᾷ, καὶ κόκκος σίτου σίτον οὐχ ὃ μὴ εἶχε δυνάμει. Κτίζει δὲ καθ᾽ ὃ ἐν ὑστέρῳ εὐδόκησε τοῦτον τὴν κτιστὴν σάρκα ἀναλαβεῖν. Διὰ τοῦτο γὰρ καὶ Θεὸν αὐτοῦ τὸν Πατέρα καλεῖ ὁ Υἱός. « Ἀναβαίνω γάρ, » φησί, « πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. » Τοῦ κτίσματος γὰρ Θεὸς ὁ Θεός, οὐ τοῦ Λόγου. Εἰ δέ σοι τό, « Πρὸ πάντων βουνῶν γεννᾷ με, » ὑπονοεῖν δίδωσιν ὡς ὀλίγῳ πρότερον τοῦ γενέ
col. 965–966page 24 of 25
PG 116:965σθαι τοὺς βουνούς· τὸν Τόν γεγέννηκεν ὁ Πατήρ, ὥρα σοι καὶ ἀγγέλων αὐτὸν ἐν ὑστέρῳ τιθέναι. Πρότεροι γὰρ οἱ ἄγγελοι τῶν βουνῶν ὧν προγεγεννῆσθαι λέγεται ὁ Υἱός. Τούτοις τοῖς λόγοις οἷά τινι πέδῃ τὴν γλῶτταν ληφθεὶς ὁ Εὐνόμιος καὶ μὴ ἔχων ὃ ἀντεἶποι πρὸς οὕτω σαφῆ καὶ ὁμολογουμένην ἀλήθειαν, εὐπροσώπῳ λόγῳ τὰ τοῦ ἀγῶνος ὥσπερ ἀναβαλλόμενος, Οὐ νῦν, ἀλλ᾽ εἰς αὔριον, ἔφη, ἐνώπιόν σοι τοῦ βασιλέως καὶ πολλῶν διαλέξομαι, καὶ μάτην ληροῦντα δείξω, καὶ οὐδὲν ὅλως ὑγιὲς λέγοντα. Καὶ ὁ Ἀμφιλόχιος, Ἀλλ᾽ οὐ γὰρ ἐξέσται σοι καὶ βουλομένῳ διαλεχθῆναι. Ζ΄. Τὰ μὲν οὖν τῆς διαλέξεως οὕτω τὸ πέρας ἔσχεν. Ἀπιόντα δὲ τὸν Εὐνόμιον οἴκαδε πυρετός λαμβάνει σφοδρὸς, καὶ ἅμα κλινοπετής γίνεται. Ἡ δὲ πόλις ἅπασα μετέωρος ἦν τὴν ἐπηγγελμένην ταύτην ἐκδεχομένη διάλεκτον. Ὁ μέντοι τοῦ Θεοῦ δοῦλος παρ᾽ ὅλην τὴν νύκτα εὐχόμενος διετέλει δοθῆναι αὐτῷ λόγον παρὰ τῆς ἄνωθεν χάριτος ἐπὶ βεβαιώσει τῆς ὑγιούς τε καὶ ἀληθοῦς πίστεως. Ἡμέρας ἤδη ὑπαυγαζούσης τὸν ἀρχιδιάκονον αὐτοῦ καλέσας, Σήμερον, ἔφη, τέκνον, ἢ ζήσεσθαι ἡμῖν πρόκειται ἢ ἀποθανεῖν. Πλὴν ὃ λέγω σοι πρὸς πέρας ἀγαγεῖν προθυμήθητι· ἐπείπερ ἔθος ἐστὶν, ὡς οἶδας, ἐπισκόπων εἰσιὄντων πρὸς βασιλέα, τὸν διάκονον τὸ Ὀρθοὶ πάντες ἐκφωνεῖν. Σὺ τοῦτο ἐν τῷ μέλλειν καὶ ἡμᾶς εἰσιέναι ποίησον. Ὁ δὲ, Φοβοῦμαι, δέσποτα, ἔφη, ὅτι τοῦτό με ὁ βασιλεὺς ἴδων ποιήσαντα εὐθέως ἀποκτενεῖ. Ὁ δὲ, Αὐτὸν, εἶπεν, αἰδέσθητι τὸν κελεύοντα μὴ δεδιέναι τοὺς τὸ σῶμα ἀποκτεῖναι δυναμένους, ἀλλ᾽ ἐκεῖνον μᾶλλον τὸν ἀπολέσαι καὶ σῶμα καὶ ψυχὴν ἐν γεέννῃ δυνάμενον. Καὶ ὅς, ὡς ἐκέλευσας, ἔφη, καὶ τὸ ἔργον ἐκβήσεται. Ἐπεὶ δὲ τὸ παλάτιον εἶχεν αὐτόν, μέλλοντα ἤδη πρὸς βασιλέα ἰέναι, τὴν ἱερατικὴν ἐσθῆτα ἐνδύς, Τὴν παρακαταθήκην, ἔφη τῷ διακόνῳ, ἀπόδος μοι ἣν ἐξιὼν τῆς μητροπόλεως παρεθέμην σοι. Αὐτίκα τοίνυν τὴν ὀθόνην ᾗ ὁ ἄνθραξ ἐντετύλικτο ἀνελίξας εὑρίσκει πεπυρακτωμένον αὐτὸ ἔτι, ὦ τοῦ καινοῦ θαύματος! μήτ᾽ αὐτοῦ τῷ μεταξὺ σβεσθέντος, μήτε τῷ πυρὶ τῆς ὀθόνης τὸ παράπαν βλαβείσης. Τὸν οὖν ἄνθρακα θυμιατηρίῳ ἐνθείς, καί τι καὶ τῶν εὐόσμων ἐμβαλὼν ἐν αὐτῷ, ἐκφωνῆσαι τῷ διακόνῳ κατὰ τὸ ἐπιτεταγμένον ἐκέλευε. Καὶ ὃς γεγωνοτέρᾳ φωνῇ τὸ Ὀρθοὶ πάντες ἐξεβόησε. Θροηθέντες οὖν οἱ παρόντες τῶν θρόνων εὐθὺς ἐξανέστησαν. Ὁ μὲν οὖν βασιλεὺς τὴν ἀκαιρίαν δῆθεν τοῦ πράγματος καὶ ἐμέμψατο, καὶ θυμοῦ ἀναπέπληστο· οἱ δὲ τῆς αἱρέσεως ἀφηγούμενοι δραξάμενοι τοῦ καιροῦ, Οὐχ ἡμεῖς, τῷ βασιλεῖ ἔφησαν, περὶ τούτου τῷ σῷ προείπομεν κρατεῖ, ὅτι λῆρός ἐστι καὶ ἀνόητος; Ἐγγίσας δὲ ὁ Ἀμφιλόχιος, Χαίροις, ἔφησε, βασιλεύ, εἶτα ἐν δεξιᾷ τῷ παιδὶ αὐτοῦ καθημένῳ, Καὶ σὺ χαίροις, ἔφη, παιδίον, ἠμελημένως πως καὶ παρέργως τὴν προσαγόρευσιν ποιησάμενος. Ὁ δὲ βασιλεὺς τὸν καταπεφρονημένον τοῦτον τοῦ υἱοῦ ἀσπασμὸν ἐπακούσας, ἀνέζεσε τῷ θυμῷ καὶ μικροῦ διέσπα-
col. 967–968page 25 of 25
PG 116:967τὸν ἅγιον οὐδὲ καθεκτὸς ὢν, ἀλλ' ἐξαλλόμενος. Τί δὲ καὶ τοῦτο ἐποίησας, πρὸς τὸν ἅγιον ἔφη, ἐμὲ μὲν ᾗ προσηγόρευσας, ἐξουδενώσας δὲ τὸν υἱὸν τὸν ἐμὸν καὶ ὡς τῷ τυχόντι προσενεχθείς; Οὐχὶ βασιλεὺς καὶ αὐτός; Οὐχὶ στέφος καὶ ἀλουργίδα περίκειται καὶ τἄλλα ὅσα τῆς βασιλείας παράσημα; Νῦν οὐ στήσεται ἡ κεφαλὴ σου ἐπὶ τῶν ὤμων σου. Ὁ δὲ Ἀμφι λόχιος, Εἰ σύ, ἔφη, βασιλεῦ, ὁ σήμερον ὢν καὶ αὔριον τῇ κοινῇ φύσει λειτουργῶν καὶ διαλυόμενος τοῦ υἱοῦ σου μὴ ὡς προσηκόν ἐστι τιμηθέντος ἠγανάκτησας τε καὶ ὕβριν οἰκείαν τὸ πρᾶγμα νενόμικας, ὁ ἀθάνατος βασιλεὺς οὐ πολλῷ μᾶλλον ἀγανακτῶν ἔσται τοῦ Υἱοῦ αὐτοῦ καθυβριζομένου παρὰ τῶν ἀσεβῶν; Ἢ πῶς οἴει φέρειν αὐτὸν τὴν τοῦ Μονογενοῦς ἐλάττωσιν; Καὶ ὁ βασιλεὺς ἔτι τῷ θυμῷ νικώμενος. Διὰ τί, φησίν, ἀναίσχυντος εἶ γέρων κατὰ τοὺς κύνας τὸ ἀναιδὲς προβαλλόμενος; Ὁ δὲ Ἀμφιλόχιος, εὐστόχως, ἔφη, βασιλεῦ, εἴρηκας· γέρων γάρ εἰμι τῷ χρόνῳ, ἀναιδὴς δὲ διὰ τοὺς ἀτάκτους· τὰ δὲ τῶν κυνῶν ἐπιδείκνυμαι διὰ τοὺς λύκους οἳ τὴν τοῦ Θεοῦ Ἐκκλησίαν λυμαίνονται καὶ σπαράττουσιν. Ἕως γὰρ τούτους ὁρῶ τῇ τοῦ ἐμοῦ Χριστοῦ ποίμνῃ ἐπιόντας, καθυλακτῶν αὐτοὺς οὐκ ἀφέξομαι. Η΄. Ὁ δὲ βασιλεὺς, τῆς θείας χάριτος πάντος εἰς τὴν αὐτοῦ καρδίαν ἀγαθὰ λαλησάσης, τοῦ θυμοῦ κατέπαυέ τε, καὶ τῶν τοῦ μακαρίου ῥημάτων ἐν συναισθήσει γίνεται, καὶ ἀναστὰς περιέβαλέ τε αὐτὸν, καὶ ἡδέως κατεφίλει, Καλῶς καὶ εὐεπιδόλως, λέγων, ὁ ὑπὸ θείας ψήφου προχειρισθεὶς Ἀμφιλόχιος εἴρη κεν. Εἰ γὰρ ἐγὼ ἄνθρωπος ὢν τὴν περὶ τὸν υἱὸν ὕβριν πράως οὐκ ἤνεγκα, ὁ Θεὸς πῶς οἴσει τὴν τοῦ μονογενοῦς αὐτοῦ Παιδὸς ὕφεσιν; Κελεύει τοίνυν εὐθὺς τοὺς μὲν περὶ Εὐνόμιον καθαιρεθῆναί τε τῶν θρόνων καὶ ὑπερορίους παραπεμφθῆναι, πρότερον τυφθέντας καὶ σφοδρῶς καὶ καμήλοις ἐποχηθέντας, εἶτε διὰ μέσης θριαμβευθέντας τῆς πόλεως· τὸν δὲ Ἀμφιλόχιον παρ' ἑαυτῷ κατασχὼν ἡδέως τῶν τε λόγων καὶ διδασκαλίας τῆς αὐτοῦ ἤκουεν. Ἡμερῶν δὲ ἱκανῶν διαγενομένων, τῷ βασιλεῖ ὁ μακάριος, Καιρός, ἔφη, λοιπὸν τοὺς ποιμένας ἐπὶ τὰ ἴδια πρόβατα ἐπανέρχεσθαι. Ὁ δὲ βασιλεὺς τοὺς ἄλλους ἐκπέμπων αὑτὸν καὶ ἔτι παρακατέχειν ἐβούλετο. Ἐπειδὴ ἰσχυρῶς ἑώρα τῆς ἐπανόδου ἐχόμενον, αἴτησιν προτεῖναι ἣν βούλεται λέγει. Ὁ δὲ, Τὸ ἐμὸν, φησί, θέλημα θεὸς ἤδη διὰ σοῦ τετελείωκεν, ὃ καὶ μέχρι τέλους διαμενεῖ. Ἐρῶ δὲ οὐδενὸς τῶν ἐπὶ τῆς γῆς, ἵνα σου τοῦ κράτους ὑπὲρ αὐτοῦ δεηθείην. Ὡς δὲ ἐπὶ πολὺ παρὰ τοῦ βασιλέως αἰτήσασθαί τι κατηναγκάζετο, δύο οἰκοδομηθῆναι ναοὺς ἀξιοῖ ἐν τῇ πόλει τοῦ Ἰκονίου, ἕνα μὲν ἐπ' ὀνόματι τῆς τοῦ Θεοῦ σοφίας, ἕτερον δὲ τοῦ Βαπτιστοῦ Ἰωάννου· ὃ καὶ σὺν πολλῇ τῇ προθέσει ποιεῖν ὁ βασιλεὺς ἐπαγγέλλεται. Καὶ δὴ καὶ προπέμπεται παρ' αὐτοῦ σταυρὸν χρυσοῦν εἰληφὼς ἐν ᾧ καί τι μέρος ἦν τοῦ τιμίου ξύλου τοῦ ζωηφόρου σταυροῦ. Ἄσιτος δὲ πάλιν τὴν ἐπάνοδον διανύσας τὸ αὑτοῦ κατέλαβε σπήλαιον, ἔνθα καὶ τὸ βασιλικὸν ἀπέθετο δώρημα. Ὕπνῳ δὲ τὴν νύκτα μὴ μετασχών, ἕωθεν τοῦ κλήρου συναθροισθέντος ἐκτελεῖ τὴν θείαν μυσταγωγίαν, καὶ οὕτω τὴν τοῦ Ἰκονίου πόλιν εἰσε
Continue reading PG 116: Mensis December →≣ entire volume
Page scan enlarged

Notebook

Full View