PG 116Symeon Metaphrastes
Month of December
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected (sonnet, OCR-anchored) · Migne scan — scholarios OCR + scan in the Page/Facsimile views — PG column chips mark the printed columns.

Day 11Die 11

col. 969–970page 1 of 56
PG 116:969ἔρχεται. Μετὰ ταῦτα δὲ πέμψας κατὰ τὰ αἰτηθέντα ὁ βασιλεὺς τρεῖς ναοὺς ᾠκοδόμησε, δύο μὲν οὓς αὐτῆς ὁ μέγας εἴρηκεν Ἀμφιλόχιος, ἕτερον δὲ κατὰ θέλησιν Θεοδούλου τοῦ ἀρχιδιακόνου, καὶ αὐτὸν δὲ ἐπ' ὀνόματι τῆς τοῦ Θεοῦ σοφίας τετελεσμένον. Ἐπεὶ δὲ ἤδη οἱ ναοὶ ᾠκοδόμηντο, μετακαλεῖται τὸν μέγαν Βασίλειον ὁ ἱερὸς Ἀμφιλόχιος ἐφ' ᾧ τοὺς νεουργηθέντας τούτους ἐγκαινίσαι ναούς. Ὁ δὲ, καίτοι νόσῳ κατάσχετος ὤν, ἀλλ' οὖν ἐκείνης κρείττων γενόμενος ἀφικνεῖται, καὶ καθιεροῖ τοὺς ναούς, καὶ γίνεται εὐφροσύνη πνευματική, καὶ Πνεύματος ἁγίου ἐπισκόπησις. Δύο δὲ μετὰ ταῦτα παρελθόντων ἐνιαυτῶν τὸν μέγαν ἡ Τριὰς Βασίλειον εἰς τὸν ἀχειροποίητον μετακαλεῖται ναόν, οὗ τὸ ἱερὸν θάψας σῶμα ὁ ἱερὸς Ἀμφιλόχιος οἴκαδε πάλιν ἐπάνεισι, καὶ τῆς προτέρας ἅπτεται διδασκαλίας. Τρισὶ δὲ χρόνοις ὕστερον τῆς τοῦ μεγάλου τελευτῆς Βασιλείου καὶ αὐτὸς πρὸς Κύριον ἐκδημεῖ, τῶν μακρῶν πόνων τὰς ἀμοιβὰς κοιμιούμενος. θ'. Ἡ μέντοι πόλις ὥσπερ ἐπὶ κοινῇ τινι συντρέχουσα συμφορᾷ οὐκ εἶχε πράως τὴν τοῦ ποιμένος στέρησιν ἐνεγκεῖν, ἀλλὰ ἀθυμίᾳ συνείχετο, καὶ θρήνοις ἐκόπτετο, καὶ συναποθέσθαι τὰς ψυχὰς πάντες τῷ ποιμένι προῄρηντο. θάψαντες οὖν ἐντίμως τὸ τίμιον ἐκεῖνο ἀληθῶς σῶμα καὶ πολλὰ δάκρυα καταχέαντες μόλις ποτὲ πείθονται τὸν τάφον ἀπολιπεῖν. Πολλαὶ δὲ θεοσημείαι παρὰ τοῦ εἰδότος τοὺς δοξάζοντας αὐτὸν δοξάζειν Θεοῦ ἐκεῖθεν γεγόνασιν· ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ μονογενεῖ Υἱῷ καὶ τῷ παναγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν. ΒΙΟΣ ΚΑΙ ΠΟΛΙΤΕΙΑ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΔΑΝΙΗΛ ΤΟΥ ΣΤΥΛΙΤΟΥ. Α'. Ὥσπερ ἐπὶ τῶν ἀριστέων ὁπόταν περὶ πολέμων καὶ ἀγώνων καὶ τροπαίων τις διαλέγηται, αὐ-
col. 971–972page 2 of 56
PG 116:971τίκα τε αὐτοῖς ἡ ψυχὴ διανίσταται, καί που καὶ παρατάξεις ἐπιζητεῖ, καὶ πρὸς συμπλοκὴν πολεμίων ὁρμᾷ, καὶ ὅσπερ ἂν μᾶλλον τοὺς περὶ τούτων ἀκούωσι λόγους, ἐπὶ πλέον τε αὐτῶν ἡ ὁρμὴ αὔξεται, καὶ τοιούτων ἔργων εὐθὺς ὀρέγονται· οὕτω καὶ ἐπὶ τῶν τῆς ἀρετῆς ἐραστῶν· ἂν ἀσκητικούς τις αὐτοῖς διέρχηται βίους καὶ διὰ πάσης ἀρετῆς ἤκοντας ὁπόταν θεῷ οἰκειοῦσιν, ἅμα τε διαθερμαίνονται, καὶ τῶν ὁμοίων ἐφίενται, καὶ ὅλως οἰκείως διατίθενται τοῖς λεγομένοις, καὶ παρασκευάζονται πρὸς τὴν μίμησιν. Ὁ γοῦν τοῦ θαυμασίου τούτου Δανιὴλ βίος πῶς οὐχὶ καὶ μόνος ἱκανώτατός ἐστιν ἀρετῆς ἐρῶσαν ψυχὴν εἰς πλείονα ζῆλον ἐκκαῦσαι, καὶ ὅλως αὐτὸν κινῆσαι καὶ καταθέλξαι ; Β΄. Τούτῳ τοίνυν τῷ μακαρίῳ πατρὶς μὲν ἡ τῆς Εὐφράτου καὶ Τίγρητος μεταξὺ κειμένη Μεσοποταμία ἐστί τε καὶ οἰκείως κατονομάζεται· ἐν κώμῃ δὲ τίκτεται πόλει γείτονι Σαμοσάτων· Μαραθὰ ταύτην ἡ ἐγχώριος γλῶττα καλεῖ. Τούτῳ πατὴρ μὲν Ἠλιοῦ, μήτηρ δὲ Μάρθα· τρόπος δὲ τῆς συλλήψεως οὗτος. Πεπήρωτο γὰρ τὴν γαστέρα δεινῶς ἡ μήτηρ, καὶ στείρα ἦν πρὸς παίδων γονήν. Μυρίοις οὖν ἐν εἴδεσι καθεκάστην ὑποβαλλόντων αὐτὴν ἀνδρὸς, γνωστῶν, συγγενῶν, τῶν ἄλλων ἁπάντων, ἐκείνη κακῶς ὑπὸ τούτων πάσχουσα καὶ τὴν καρδίαν ἐδυνωμένη, τί ποιεῖ; Πρὸς τὸν δυνάμενον ταῦτα θεραπεύειν ἀποφεύγει Θεόν, καὶ λάθρα τῆς οἰκίας ἐκ μέσων νυκτῶν ἐξελθοῦσα καὶ τὰς χεῖρας εἰς οὐρανὸν ἄρασα, δάκρυσί τε τὴν γῆν βρέχουσα, Κύριε βασιλεῦ, ἔλεγεν, ὁ τὴν ἀρχὴν ἄρσεν καὶ θῆλυ ποιήσας, ὁ εἰπών, « Αὐξάνεσθε καὶ πληθύνεσθε »· ὁ δοὺς Σάρρᾳ μὲν τὸν Ἰσαάκ, Ἅννῃ δὲ τὸν Σαμουήλ, Ἐλισάβετ δὲ Ἰωάννην· αὐτὸς οὗτος τῆς ὁμοίας ἐλέησον κἀμὲ συμφορᾶς, καὶ πρὸς οἶκτον ἴδε, καὶ τὴν στείρωσιν λύσον, καὶ τὸν ὀνειδισμὸν ἄφελε, καὶ δός μοι τῆς ἀτέκνου κοιλίας καρπόν, ἵνα καὶ τοῦτόν σοι τῷ δεδωκότι προσάξω, καθάπερ ἡ πρὶν Ἅννα τὸν Σαμουήλ. Οὕτω πικρῶς ἐν συντριβῇ πνεύματος κλαύσασα, εἴσω πάλιν τῆς οἰκίας χωρεῖ, καὶ μικρὸν ἀφυπνώσασα φωστῆρας δύο λαμπροὺς τὸ κάλλος ὄναρ ὁρᾷ, τὸ μέγεθος μεγίστους, τὸ σχῆμα δίσκῳ προσεοικότας. Τούτους ἐδόκει τὸν οὐρανὸν λιπόντας, ἠρέμα τε ὑποκατιόντας ἄνωθεν αὐτῆς ὑπὲρ κεφαλῆς γενέσθαι. Ἑωθεν οὖν ἀναστάσης καὶ τῷ ἀνδρὶ τὴν ὄψιν καὶ τοῖς συγγενέσι κοινωσαμένης, ἄλλος μὲν ἄλλο τι τὸ ἀποβησόμενον ἔλεγε· τὸ δὲ ἄρα τοῦ ἐξ αὐτῆς ὑπὲρ ἀστέρα λάμψοντος προδήλωσις ἦν. Γ΄. Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ συλλαβοῦσα τέτοκε τὸν μακάριον Δανιήλ, καὶ τῶν ὠδίνων ἀμφοῖν στειρώσεώς τε καὶ ἀθυμίας εὐθὺς ἀπολύεται. Τοιαύτη τῷ μακαρίῳ τὰ τοῦ βίου προοίμια· οὕτω προσῆλθεν
col. 973–974page 3 of 56
PG 116:973εἰς φῶς τὸ τοῦ φωτὸς ὄντως γέννημα. Πέμπτου μὲν οὖν ὁ ταῖς ἐπέβαινε χρόνου· οὔπω δέ τινος πρὸς τῶν γεννητόρων ὀνόματος ηξίωτο, ἅτε δὲ παρὰ Θεοῦ καὶ τοῦτο βουλομένων τῷ παιδὶ γενέσθαι, ὥσπερ ἄρα καὶ τὴν εἰς τὸν βίον παραγωγήν. Ἀπῆγον μὲν οὖν οἱ γονεῖς εἴς τι σεμνεῖον τὸν παῖδα· συναπῆγον δὲ καὶ ὅσα προσφέρειν εὐσεβεῖς χεῖρες φιλούσι Θεῷ, ἵν᾿ ὁ ἱερὸς ὄντως καὶ ἐν ἱερῷ τόπῳ τὴν κλῆσιν δέξηται. Παραγενομένων οὖν καὶ λεγόντων τῷ τῆς πνευματικῆς μάνδρας προηγουμένῳ ἄλλο τι ὄνομα τῷ παιδὶ θεῖναι, ἔνθους ὥσπερ ὁ θεῖος ἀνὴρ ἐκεῖνος γενόμενος, τοῦτο ἔφη τεθήσεσθαι ὃ ἂν ὁ Κύριος πάντως ἀποκαλύψῃ· καὶ ἅμα πρὸς τὸν παῖδα βλέψας αὐτὸν δὴ τοῦτον, τὸν Δανιὴλ φημί, ἓν ἐκέλευε τῶν τῇ τραπέζῃ κειμένων ἀγαγεῖν βιβλίων (ἔθος γὰρ αὐτοῖς τοῦ ἱεροῦ θυσιαστηρίου προκεῖσθαι τὰς βίβλους κοινῆς ἕνεκα τῶν μοναχῶν ὠφελείας). Αὐτίκα τοίνυν ὁ παῖς ἐποίει τὸ κελευσθέν, καὶ κομίζει βιβλίον οὐχ ὡς ἂν τις εἴποι τύχῃ τινί, ἀλλὰ θείᾳ γνώμῃ καὶ ὁδηγίᾳ βιβάζον ἐκείνην ἢ τὰ τοῦ προφήτου Δανιὴλ εἶχε λόγια. Κρίνας οὖν ὁ ἀνὴρ ὡς ἐξ οὐρανοῦ τοῦτο σύμβολον, ὁμωνύμως εὐθὺς τῷ προφήτῃ τὸν ὁμότροπον ὀνομάζει, καὶ Δανιὴλ τὸν παῖδα θεαρέστως καλεῖ. Δ΄. Εἰ μὲν οὖν εἶξε τοῖς λόγοις τῶν γεννητόρων ὁ θεῖος οὗτος ἀνὴρ, τότε ἄν εὐθὺς ἀνετέθη Δανιὴλ τῷ Θεῷ, καὶ ἐκ πρώτης τριχὸς κατελέχθη τοῖς μοναχοῖς. Αὐτοῦ δὲ μὴ πεισθέντος, ἀλλὰ προβαλλομένου τὴν ἡλικίαν καὶ τὸ κομιδή νήπιον, τότε μὲν ἅμα τῷ Δανιὴλ οἴκαδε ἐπανῄεσαν, δόξαν οὕτω τῷ κρείττονι ἵνα μὴ τῇ ἑτέρων, τῇ ἑαυτοῦ δὲ γνώμῃ τὸ ἀγαθὸν ὁ παῖς ἕληται. Εὐθὺς μὲν οὖν πρώτη βλάστη ὁποῖον ἔσται τὸ φυτὸν παρεδήλου καὶ τῶν ἀρετῶν αἱ σκιαὶ ἤδη τῷ διὰ φωτὸς ὁδεύοντι ἠκολούθουν. Μετὰ μικρὸν δὲ τῆς ἡλικίας οὕτω προϊούσης καὶ φανερῶς ἔδειξεν ὅσην καὶ παρ᾽ ἡλικίαν αὐτὴν ηὔξησε τὴν τοῦ πνεύματος. Ἄρτι μὲν γὰρ τοῦ δεκάτου ἔτους ὁ Δανιὴλ ἐπὶ τοῖς δυσὶν ἤπτετο, καὶ μηδενί μηδὲν εἰρηκὼς μηδ᾽ ἐξαγαγὼν τὸ τῆς ψυχῆς βούλημα, ὑπερφρονεῖ μὲν γεννητήρων διὰ Χριστὸν, ὑπερφρονεῖ δὲ συγγενῶν, παρορᾷ δὲ καὶ βίον καὶ τὰ ἐν βίῳ, καὶ κώμην ἐκείνην ἥτις αὐτὸν ἤνεγκε. Πόῤῥω ταύτης ὡσεὶ σταδίοις γενόμενος δώδεκα ἀφικνεῖται μὲν εἴς τι κοινόβιον μοναχῶν· προσπεσὼν δὲ τοῖς ποσὶ τοῦ ἀφηγουμένου ἠξίου καὶ αὐτὸν ἐκείνοις καταλεγῆναι, καὶ τῶν μοναχῶν σχῆμα περιβαλέσθαι. ὡς δὲ τὸ ἀπαλὸν ἐκεῖνος αὐτῷ τοῦ σώματος καὶ νέον προφέρων οὐκ ἔλεγε δυνατὸν εἶναι τὰ τῶν μοναχῶν ὑπελθεῖν, ἐν βραχεῖ γὰρ ἔσται πρὸς τοὺς πόνους ἀπαγορεύων, οἳ πολλοί τέ εἰσι καὶ ἀνδράσιν αὐτοῖς χαλεποί, Ἐγὼ μὲν οὖν, ἔφη ὁ Δανιήλ, καὶ δι᾽ αὐτὸ τοῦτο παρεγενόμην, ἵν᾽ οὕτω ζήσω μὲν τῷ Χριστῷ, ἀποθάνω δὲ τῇ σαρκί. Εἰ δὲ καὶ μετιόντι μοι τοὺς καλοὺς τούτους πόνους ἔψεται τὸ θανεῖν, βέλτιον ἐμοὶ τοῦτο παθεῖν ἢ τὴν χεῖρα βαλόντα ἐπ᾽ ἄροτρον εὐαγγελικῶς στραφῆναι εἰς τὰ ὀπίσω.
col. 975–976page 4 of 56
PG 116:975Ε΄. Ὃς οὖν πολλὰ μὲν εἰπὼν, πολλὰ δὲ καὶ ἀκούσας ὁ τῆς ἱερᾶς ἡγούμενος μάνδρας, οὐκ ἔσχεν αὐτῷ τὴν ὁρμὴν ἀμβλύναι, συμβούλους λαμβάνει τοὺς ἀδελφούς, εἰ δέον αὐτὸν ἐν τῇ κατ᾿ αὐτοὺς εἰσδεχθῆναι μονῇ. Τῶν δὲ τὴν πολλὴν ἔνστασιν τοῦ παιδὸς καὶ τὸ τῆς προθυμίας σύντονον ἐκπλαγέντων καὶ θεῖον εἶναι καὶ τὸ κινοῦν τοῦτο ὑπειληφότων, καὶ πρὸς τὴν παραδοχὴν ἀσμένως καταθεμένων, γίνεται λοιπὸν καὶ Δανιὴλ μετ᾿ αὐτῶν· ὑπὲρ αὐτοὺς δὲ μᾶλλον τῷ κατὰ Θεὸν βίῳ καὶ τῇ πρὸς ἀρετὴν θερμότητι. Βραχὺς δ᾿ ἐν μέσῳ χρόνος, καὶ τοῖς γονεῦσι γνωσθὲν οὗ τέ ἐστι καὶ παρ᾿ οἷς, οἱ μὲν σὺν θαύμασι παραγίνονται πρὸς αὐτόν. Τὸν παῖδα δὲ θεασάμενοι ἑαυτὸν ἀναθέντα καὶ καθιερώσαντα τῷ Θεῷ, οὐδὲν ἀνθρώπινον πεπόνθασιν, οὐδέν πατρικόν· οὐδ᾿ ᾐτήσαντο τὸν φίλτατον αὖθις ἀναλαβεῖν καὶ πρὸς τὰ οἴκοι χωρεῖν, καὶ ταῦτα μήπω τελειωθέντα τῷ μοναχικῷ σχήματι, ἀλλ᾿ ἔργῳ δεῖξαι βουλόμενοι πατέρες ὄντες ἐκείνου, καὶ ἤσθησαν μᾶλλον τῷ γενομένῳ, καὶ πολλὰς δεήσεις τῷ προεστῶτι τῆς μονῆς προσήγον παρα τοῖς αὐτῶν ὀφθαλμοῖς περιβαλεῖν τῷ υἱῷ τὸ τῶν μοναχῶν ἔνδυμα. Ὁ δὲ περὶ τούτου πάλιν κοινολογεῖται τοῖς μοναχοῖς, καὶ ἐπεὶ κἀκείνους εἶχε συντιθεμένους, κελεύσας ἅπαντας ἐν τῷ κυριακῷ συναχθῆναι, καὶ τὸν ἱερὸν ἐπάσας κανόνα τῷ Δανιὴλ κείρει τε αὐτῷ τὰς τρίχας καὶ τὰ τῶν μοναχῶν ἐνδύει τὸν κατὰ μοναχοὺς ἤδη καὶ βιοῦντα καὶ ζῆν ἐλόμενον. Ἐντειλάμενος δὲ τοῖς αὐτοῦ πατράσι τῆς μονῆς προεστὼς μὴ πυκνὰς ποιεῖσθαι πρὸς τὸν παῖδα τὰς προσελεύσεις, χαίροντας ἐκπέμπει. ς΄. Ἦν οὖν ὁ μακάριος ἐκεῖ Δανιὴλ πνεύματι προκόπτων καὶ κραταιούμενος. Ὃ δὲ τῆς μείζονος αὐτῷ πολιτείας ἀρχὴ καὶ τῶν μετὰ ταύτα καρπῶν ἡ ῥίζα, τοῦτο δὲ καὶ λέξων ἄρχομαι. Ἔρως αὐτοῦ θεῖος τὴν καρδίαν διαθερμαίνει, καὶ σφοδρὸν ἀνάπτει πυρσὸν ἰδεῖν τόπους ἐκείνους ἐν οἷς ὁ Χριστὸς τὸ ὑπὲρ ἡμῶν ἀνεδέξατο πάθος, καὶ οὗ τέθαπται, καὶ ὅθεν ἐξαναστὰς πρὸς οὐρανοὺς ἀνελήλυθεν. Ἅμα δὲ καὶ θεία τις ἐπιθυμία διέφλεγε τὴν ψυχὴν τὸν ἐν ἀσκήσει μέγαν, τὸν ἐπὶ τοῦ στύλου, φημί, θεάσασθαι Συμεών. Καὶ δὴ τῷ παρεστῶτι τῆς μονῆς προσελθὼν ἐκίνει τε τὸ βούλημα, καὶ μὴ ἀποτυχεῖν τῆς αἰτήσεως ἠντιβόλει. Ὁ δὲ τότε μὲν ἑκὼν οὐκ ἐπέτρεπε· μετ᾿ οὐ πολὺ δὲ καὶ ἄκων ἐφῆκεν. Ὡς γὰρ ἦν αὐτῷ ἀναγκαῖον ἐπὶ τὴν Ἀντιόχου φοιτᾶν ἐκκλησιαστικῶν ἕνεκα φροντίδων, τότε δὲ καὶ τὸν Δανιὴλ μεθ᾿ ἑαυτοῦ καί τινας ἄλλους τῶν ἀδελφῶν συμπαραλαβών, τῆς πορείας ἄρχεται. Καὶ ἐπειδὴ κατὰ τὴν κώμην ἐγένοντο ἣ δὴ καὶ Τελαδὰ ὀνομάζεται, οὗ καὶ ὁ μέγας ἐν ὁσιότητι Συμεὼν τοὺς μακροὺς ἐκείνους τῆς ἀσκήσεως ἀγῶνας διήνυεν. Ἐπεὶ δὲ πρὸς αὐτῷ ἤδη τῷ στύλῳ γένοιντο, ἐθεῶντό τε τὸ τοῦ κίονος ὕψος καὶ τὴν τοῦ τόπου τραχύτητα, καὶ ὅπως ὁ γεννάδας ἐκεῖνος ἔφερε καὶ κρυμὸν χειμῶνος καὶ θέρους φλογμὸν καὶ ἀπειλὴν ὄμβρων καὶ πνευμάτων
col. 977–978page 5 of 56
PG 116:977βίαν καὶ τὴν ἄλλην πᾶσαν τοῦ σώματος κακοπάθειαν, ὡς ταῦτα εἶδον, οἱ μὲν ἄλλοι τῶν ἀνοητοτέρων δόξης ᾤοντο ματαίας τοὺς τηλικούτους τὸν ὅσιον ὑπομένειν ἀγῶνας. Ὁ δὲ μακάριος Δανιὴλ οὐ μόνον ἐξεπλήττετο καὶ ἐθαύμαζεν, ἀλλὰ καὶ πρὸς τὴν μίμησιν ἠρεθίζετο, καὶ κέντρον ἀγαθοῦ ζήλου τῇ ψυχῇ παρεδέχετο. ὡς δὲ καὶ κάτωθεν βοησάντων ὁ μέγας ἐκεῖνος προκύψας ἄνωθεν ἔφησε θεῖναι κλίμακα, καὶ πρὸς αὐτὸν ἀνελθεῖν ἦν τότε καλῶς ἰδεῖν ἀκριβὲς τῶν ψυχῶν δοκίμιον· ὁ μὲν γὰρ ποδῶν ἀσθένειαν, ὁ δὲ νεφρών, ὁ δὲ γήρως, ὁ δὲ ἄλλο τι αἰτιασάμενος παρῃτεῖτο τὴν ἄνοδον, ὁ Δανιὴλ δὲ δραμὼν καὶ τοῦ καθηγητοῦ δεηθεὶς καὶ παρ᾽ αὐτοῦ προτραπείς, ἄνεισί τε προθύμως καὶ τὸν μέγαν ἀνασπάζεται Συμεών σὺν ἡδονῇ καὶ θαύματι. Ζ΄. Ἀμέλει καὶ εὐλογίας, ὥσπερ ἔδει, παρ᾽ αὐτοῦ ἀξιωθεὶς τῇ τῆς χειρὸς ἐπιθέσει καὶ τὴν τοῦ μέλλοντος προαγόρευσιν δέχεται. Ἤκουσε γάρ· Ἀνδρίζου, τέκνον, καὶ κραταιούσθω ἡ καρδία σου. Πόνους γὰρ πολλούς τε καὶ χαλεποὺς ὑπομένειν μέλλεις διὰ Χριστόν, ὃς καὶ πρὸς τὸ γενναίως φέρειν ἐπιρρώσει σου τὴν ψυχήν. Κάτεισιν οὖν ὁ Δανιὴλ μετὰ τὴν γλυκεῖαν ταύτην τοῦ ἀνδρὸς ὁμιλίαν, καὶ πρὸς τὴν ἱερὰν μονὴν ταύτην ἐπάνεισιν. Ἐπεὶ δὲ τὸν τῆς μονῆς προεστῶτα ἐκάλει πρὸς ἑαυτὸν ὁ Θεὸς, ὁ δὲ καλὸς οὗτος Δανιὴλ καλῶς ποιμαίνεσθαι διδαχθεὶς ἄρτι καὶ καλῶς ποιμαίνειν ἐπενοεῖτο, καὶ βίᾳ πρὸς τοῦτο παρὰ τῶν συμφοιτητῶν εἴλκετο· αὐτὸς τῆς φίλης ἡσυχίας μεταποιούμενος, τοῖς μὲν ἐκείνων λόγοις οὐδαμῶς εἴκειν ἔγνω, ἀλλ᾽ ἕτερον αὐτοῖς εἰσηγεῖτο τὸν λυσιτελῶς προστησόμενον· ἑαυτῷ δὲ τὰ βέλτιστα συμβουλεύων ἦν, Ἰδού, λέγων, ἐλεύθερος γέγονας, Δανιήλ, οὐδενὸς κάτοχος. Ἰδοὺ καιρὸς οὗ πρόπαλαι ἤρας· ἔχου τοίνυν καὶ σκοποῦ καὶ ὁδοῦ, καὶ ὃ προσέθου καὶ εἰς πέρας ἀγαγεῖν ἐπείχθητι. Πάντα τοίνυν οὕτω καταλιπών, καὶ μηδενὶ τὸ τῆς ψυχῆς ἀπόρρητον ἐξειπών, λαθὼν ἔξεισι τῆς μονῆς, καὶ καταλαμβάνει μάνδραν ἐκείνην ᾗ καὶ ὁ τοῦ μακαρίου Συμεὼν ἤδραστο στύλος· ἦν γὰρ τι κάτω περὶ αὐτὸν καὶ κοινόβιον· ἔνθα καὶ τέσσαρας ὅλας ἡμέρας ἐπὶ ταῖς δέκα διενεγκόντα, Συμεὼν ἔτι παρ᾽ αὐτῷ μένειν τὸν Δανιὴλ ἤθελεν. Ἐπεὶ δὲ φίλον τῷ ὁμοίῳ τὸ ὅμοιον, ἐκεῖνος δὲ οὐκ ἠνείχετο ἑτέρῳ πόθῳ κατάσχετος ὤν, τῶν γὰρ ἱερῶν ἐγλίχετο τόπων, καὶ τὴν ἐνδοτέραν ἔρημον ἐπεξήτει· ἀλλὰ τὴν πρὸς τὴν Παλαιστίνην ἀκούων χαλεπὴν εἶναι καὶ ἀδιόδευτον, ἅτε Σαμαρειτῶν πολέμου νόμῳ Χριστιανοῖς ἐπιθεμένων, αὐτὸς τῆς προθυμίας ταύτης ὑφεῖναι μὴ ἀνεχόμενος, ἑαυτὸν ἐπιρρώσας καὶ πείσας θανάτου καταφρονεῖν, πρόθυμος ἦν ἀνύσαι τὸ σπουδαζόμενον. Η΄. Καὶ ἐπειδὴ τῆς ἀποδημίας ἥψατο, συναντᾷ τις αὐτῷ κατὰ τὴν ὁδὸν ἀνὴρ, ὑπὲρ ἡλικίαν πρεσβύτου,
col. 979–980page 6 of 56
PG 116:979ἡ στολὴ μοναχοῦ, ἡ θρίξ πολιοῦ, πάντα ὁμοίως ἔχων τῷ ἐπὶ τοῦ κίονος Συμεών. Προςειπών οὖν τῷ Δανιὴλ τῇ Σύρων γλώττη, καὶ ἀσπασάμενος ἠρώτα τίς τε αὐτῷ ἡ πορεία καὶ ποῦ φέρουσα. Ὁ δὲ, Εἰ δοκεῖ τῷ Θεῷ, φησίν, ἐπὶ τοὺς ἁγίους ἄπειμι τόπους. Κἀκεῖνος ὑπολαβών, Καλῶς εἴρηκας, εἶπεν, Εἰ δοκεῖ τῷ Θεῷ. Νῦν δὲ ἔστι σαφῶς ὡς οὐ κατὰ γνώμην θεοῦ τὸ προκείμενον· οὐ γὰρ ἀκήκοας τὴν ἐν Παλαιστίνῃ στάσιν καὶ ταραχήν. Καὶ ὃς, Ἀκήκοα, ἔφη· πλὴν ἀλλ᾽ ἐπὶ Θεῷ τεθάῤῥηκα βοηθὸν ἕξειν αὐτὸν, μάλιστα μὲν οὐδὲ τὴν ἀρχὴν ἐλπίζω πονηρόν με τι προσπεσεῖν· εἰ δέ τι καὶ τοιοῦτον συμβῇ, « εἴτε ζῶμεν, εἴτε ἀποθνήσκομεν, τοῦ Κυρίου ἐσμέν. » Δυσχεράνας οὖν ὁ πολιὸς ἐπὶ τούτῳ, ἀπέστρεφε τε τὴν ὄψιν, καὶ, Οὐκ ἀνέχομαι, ἔλεγε, μὴ γὰρ ἐπιτρέψαι τὸν Θεὸν ἐπιρρίπτειν ἑαυτοὺς παρὰ καιρὸν τῷ θανάτῳ καὶ βιάζεσθαι τὴν ἀναίρεσιν. Ἐκεῖνος ἐστιν ὁ εἰπών· « Ἐὰν διώκωσιν ὑμᾶς ἐκ τῆσδε τῆς πόλεως, φεύγετε εἰς τὴν ἄλλην. » Τοῦ δὲ μακαρίου εἴξαντος πρὸς τὴν ἔνστασιν, καὶ, Εἰ ἔστιν αὐτῷ δοκοῦν, εἰπόντος, οὐκ ἀναβάλλομαι τὴν ὑποστροφὴν, Οὐ συμβουλεύω δή σοι, φησίν ἐκεῖνος, πάντη τῆς ἀγαθῆς ταύτης ἐπιχειρήσεως ἀποστῆναι, μάταιος γὰρ ἂν εἴην· ἀλλ᾽ εἴ μοι πείθῃ, τὰ ἑῷα χαίρειν πολλὰ φράσας, τὴν ἐπὶ τὸ Βυζάντιον ἐπιστρέψας πορεύου δευτέραν εἰς ἁγιασμοῦ λόγου ὑπάρχουσαν Ἱερουσαλήμ, μᾶλλον δὲ καὶ πρώτην, Ἐπεὶ δὲ τὰ ἐκείνης πρεσβεῖα ταύτῃ νῦν παρὰ θεοῦ δέδοται, ἐν ᾗ πολλῶν μὲν ἀπολαύσεις νεῶν, πολλῶν δὲ θεαμάτων ἱερῶν· καὶ εἴ σοι καὶ καταθύμιον ἥσυχάζειν εἴτε ἐν τῇ ἀνωτέρω Θράκῃ, εἴτε πρὸς τῷ τοῦ Πόντου τῷ στόματι, εὐπορία πολλή, καὶ τὴν ἐπιθυμίαν σου Θεὸς ἐκπληροῖ. Πρὸς τούτοις οὐ χρὴ νομίζειν ἐν Ἱεροσολύμοις μὲν ἐντυχεῖν τῷ Θεῷ, ἐν δὲ τῇ Βύζαντος οὐδαμῶς· οὐ γὰρ περιγράφεται τὸ θεῖον, ἀγαπητέ. Θ΄. Ταῦτα τοῦ πολιοῦ τῷ Δανιήλ κοινολογουμένων ὁ ἥλιός τε ἤδη πρὸς δυσμὰς ἦν, καὶ αὐτοῖς συνήνει πρός τι μοναστήριον ἡ κατάλυσις. Πυθομένου τοίνυν τοῦ Δανιὴλ εἰ ἐνταῦθα δεῖ καταλῦσαι, Σὺ μὲν, εἶπεν ὁ γηραιός, προλαβὼν εἴσελθε· ἐγὼ δέ σοι κατὰ πόδας ἔψομαι. Ὑπολαβὼν οὖν ὁ μακάριος τῶν ἀναγκαίων τι τοῦ σώματος ἐπείγειν αὐτὸν, τῆς πύλης εἴσω γενόμενος, περιέμενεν. Ὡς δὲ μηκέτι ἐκεῖνος παρῆν, δόξας ὁ Δανιὴλ ἀλλαχοῦ που καταλύειν αὐτὸν προσελθὼν μόνος τῷ προεστῶτι τῆς μονῆς καὶ τοῖς ὑπ᾽ αὐτὸν μοναχοῖς σεμνὸν φίλημα τὸ τῆς ἀγάπης ἐδίδου σύμβολον. Εἶτα καὶ τροφῆς αὐτῷ παρατεθείσης μετελάμβανεν. Ὡς δὲ καὶ ὕπνου καιρὸν ἔγνω, παραστὰς αὐτῷ πάλιν ὁ γεραιὸς ἐκεῖνα παρήνει πράττειν ἃ καὶ πρόσθεν ἐδίδασκε, καὶ τὸ τάχος καταλαμβάνειν τὴν Βύζαντος. Ἐκεῖνος μὲν οὖν διυπνισθεὶς ἐλογίζετο τίς ἂν εἴη οὗτος, καὶ εἰ ἄνθρωπός τις ἢ τῶν ἀγγέλων εἷς. Ὁ δὲ ὁ μέγας ἦν Συμεὼν ὁ τὴν πολυανθρωποτά-
col. 981–982page 7 of 56
PG 116:981τὴν κελεύων αὐτὸν καὶ βασιλίδα καταλαβεῖν τῶν πόλεων, ἵνα καὶ πολλοῖς ὁδὸς οὗτος πρὸς σωτηρίαν γένηται. Δόξαν οὖν οὕτω ποιεῖν μηδενὶ μηδὲν ὁ Δανιὴλ εἰρηκώς· ἐπεὶ δὲ τὰς νυκτερινὰς ᾖσεν ᾠδὰς συνταξάμενος πᾶσι καὶ ἐξελθὼν ἐπὶ τὴν Κωνσταντίνου πόλιν σπουδαίως ἐχώρει, καὶ κατὰ τὸν τοῦ Πόντου εἴσπλουν γενόμενον ὁ τοῦ ἀρχιστρατήγου Μιχαὴλ ναός αὐτὸν ὑποδέχεται, ὃς ἐκεῖ καλῶς ἵδρυται, καὶ εἰς ἡμέρας εἶχεν ἑπτά. Ἀκούσας δὲ τινῶν καὶ περὶ ναοῦ ἑτέρου λεγόντων ὃς κατωτέρω μὲν τοῦ ἱεροῦ καλουμένου διέκειτο, ὁ δὲ τόπος οὕτω παρὰ τῶν ἐγχωρίων φιλέμπορος ὠνομάζετο, καὶ μαθὼν ὅτι τε ἐν αὐτῷ κατοικοῦσι πνεύματα πονηρά, καὶ ὅτι καὶ πλέοντας ἔστιν ὅτε βυθίζουσι, καὶ τοῖς παροδεύουσιν ἐπιτίθενται, καὶ τοῖς προσοικοῦσιν εἰσὶ πονηροὶ γείτονες, καὶ οὐκ ἔστιν ἐκεῖθέν τινα ἐλθεῖν ἀβλαβῆ οὐχ ἕωθεν, οὐχ ἑσπέρας, οὐ μεσημβρίας, ἐν νῷ λαβὼν Ἀντώνιόν τε τὸν μέγαν καὶ τὰ ἐκείνου, καὶ ὅσους κἀκεῖνος ἐκ τῶν δαιμόνων ὑπέμεινε πειρασμούς, καὶ ὡς εἰς ἅπαν αὐτῶν ἐν τέλει τῇ τοῦ Κυρίου δυνάμει περιεγένετο, καὶ ὅσων περιγενόμενος ἠξιώθη τιμῶν, ἐπὶ τὸν ἄθλον καὶ αὐτὸς ἀπέδυ· καὶ δεῖξαι τὸν ναὸν αὐτῷ τοὺς παρόντας εἰπὼν καὶ καταλαβὼν τὰ προπύλια, μέσος τοῦ ναοῦ γίνεται τὸν τοῦ Χριστοῦ σταυρὸν ὥσπερ ὅπλον ἄμαχον ἐπαγόμενος, καὶ ψάλλων ἅμα· « Κύριος φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθήσομαι ; » Διὸ δὴ καὶ πρὸ τῆς συμβολῆς αὐτὴν τὴν τῶν δαιμόνων φάλαγγα πτοήσας, ἑκάστην περιῄει γωνίαν δραπετεύοντας τοὺς πολεμίους ἐπιζητῶν, καὶ ἐφ᾽ ἑκάστῃ τούτων γονυκλισίας ἐπιτελῶν. Γ΄. Ἑσπέρα μὲν οὖν ἤδη ἦν, καὶ ὁ τοῦ σκότους ἄρχων παρῆν, καὶ λίθοι κατὰ τοῦ Δανιὴλ ἐῤῥιπτοῦντο, καὶ ἦχος ἠκούετο, καὶ βοὴ συμμιγής, καὶ θόρυβος διηγείρετο. Ὁ δὲ τῇ προσευχῇ καὶ αὖθις προσκαρτερῶν ἀτρέμας ἦν. Εἶτα καὶ πρὸς αὐτούς, « Ἐάν παρατάξητε ἐπ᾿ ἐμὲ παρεμβολήν, ἔλεγεν, οὐ φοβηθήσεται ἡ καρδία μου. » Νύκτα μὲν οὖν ἐκείνην τὴν πρώτην καὶ τὴν μετὰ ταῦτα δευτέραν οὕτω. Τὴν δὲ τρίτην ἀνθρώπους ἑώρα τῷ μεγέθει μεγίστους, τῇ μορφῇ ἀλλοκότους, τῇ ὠμότητι, ὡς εἰκάζειν ἦν, σαρκοβόρους, πάνυ δεινὸν τετριγότας καὶ ἀπειλοῦντας τῷ Δανιήλ, καὶ τῷ φόβῳ τὰς δικολογίας ἀναμιγνύντας, καὶ, Τίς σε, λέγοντας, ἄθλιε, τὰ ἐνταῦθα καταλαβεῖν ἔπεισεν ; ὅτε καὶ μηδὲν ἄλλο, ὅ γε χρόνος ὃν ἐμείναμεν ἐνταῦθα κυρίους ἡμᾶς ἤδη τοῦ τόπου δείκνυσι. Καὶ τούτων οἱ μὲν εἰς θάλατταν αὐτὸν ἐμβαλεῖν ἠπείλουν, οἱ δὲ καὶ αὖθις λίθους ἠφίεσαν εὐμεγέθεις· οὐδεὶς μέντοι αὐτῷ ἐγγίζειν ἐθάρρει. Τί οὖν ποιεῖ ; Πείθεται τῷ Δεσπότῃ, τοῦτο τὸ γένος εἰπόντι νηστείᾳ μόνῃ καὶ προσευχῇ φυγαδεύεσθαι. Καὶ πρῶτα μὲν αὐτὸς ἀντηπείλει, τοσοῦτον γὰρ ἐθάρρει τῇ τοῦ Χριστοῦ δυνάμει· ἔπειτα ὡς ὅτι μᾶλλον ἀναισχυντοῦντας ἑώρα καὶ θορυβοῦντας, πάντη καταφρονήσας αὐτῶν ἀναφράττει πᾶσαν τὴν εἴσοδον τοῦ ναοῦ δεικνύων ὅτι μόνος βούλεται πρὸς μόνους
col. 983–984page 8 of 56
PG 116:983αὐτοὺς παλαίειν, καὶ ὅτι οὐδὲ φυγῆς δεῖται προσβαλόντων αὐτῶν, μικρὰν δὲ μόνην διανοίγει θυρίδα θέας τῶν προσιόντων ἕνεκα, καὶ τοῦ τὴν βραχεῖαν τροφὴν τῷ σώματι δέχεσθαι. Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ κατήργηται μὲν πᾶσα τῶν δαιμόνων ἡ πονηρὰ ἐνέργεια δυνάμει Χριστοῦ, ἐλεύθερος δὲ πᾶς ὁ χῶρος τῆς ἐξ αὐτῶν ἐπηρείας δείκνυται, καὶ λοιπὸν πάντες ἀνεπιβούλως καὶ ἐλευθέρως ὧδευόν τε καὶ τὴν θάλατταν ἔπλεον. ΙΑ΄. Φήμη δὲ περὶ αὐτοῦ πανταχῇ διέῤῥει, καὶ ἦν ἰδεῖν ἄνδρας ὁμοῦ καὶ γυναῖκας, νέους καὶ γέροντας, πένητας καὶ πλουσίους, καὶ πᾶν ὅσον τοὺς πέριξ τόπους κατῴκει, ὥσπερ τι ῥεῦμα συνεχεῖ ὁλκῷ πρὸς αὐτὸν φερομένους καὶ διὰ θαύματος ποιουμένους πῶς ὅπου μὲν πρώην ὄλεθρος, ἐκεῖ σωτηρία, ὅπου δὲ δαιμόνων βοαί, ἐκεῖ καὶ νύκτως καὶ μεθ᾿ ἡμέραν ᾠδαὶ πρὸς Θεόν. Ὁ δὲ φθονερὸς Σατᾶν καὶ μισάνθρωπος, μήτε τὴν ἑαυτοῦ ἧτταν μήτε τὴν ὑπομονὴν τοῦ ὁσίου μήτε τὴν τῶν εὐσεβούντων ὠφέλειαν ὁρᾶν ἀνεχόμενος, ἐπὶ τὸ δεύτερον μετῇει σόφισμα, καί τισι τῶν ἐν τῷ ναῷ κεκληρωμένων τοιούτους ἐνίησι λογισμοὺς οἵους πάλαι τοῖς Ἰουδαίοις κατὰ Χριστοῦ, ὡς οὐ καλὸν συγχωρεῖν ἄνθρωπον ἐνταῦθα οἰκεῖν ἄν οὐκ οἴδατε πόθεν ἐστίν, ὃ δὲ καὶ πάντας τῇ φήμῃ πρὸς ἑαυτὸν ἑλκύει, καὶ ἡ ἐκείνου τιμὴ ἄφεσις πάντως ὑμῖν τῶν προσόδων γίνεται. Ἀλλὰ δῆλα ταῦτα τῷ ἐπισκόπῳ ποιήσαντες ἐξελαύνετε θᾶττον αὐτόν. Καὶ ὁ μὲν σπόρος οὗτος· ὁ δὲ σπόρος τοιοῦτος· οἱ δεξάμενοι δὲ τὰ ἄλλοθεν ἢ τοῦ εὐθὺς ταῦτα βλαστῆσαι γνώριμα. Ἅμα γοῦν ἔλαβον τὴν σποράν, ἤνεγκαν τὸν καρπὸν καὶ προσίασι τῷ ἐπισκόπῳ, καὶ ὡς ἡ βουλὴ τὰ κατὰ τὸν ὅσιον ἀπαγγέλλουσιν. Ὁ δὲ ἐπίσκοπος Κωνσταντινουπόλεως (Ἀνατόλιος ἦν), καὶ πῶς, φησίν, ἄνθρωπον κακῶς λέγετε, καὶ ἐξελαύνειν ἐπιχειρεῖτε ὃν οὔτε πόθεν ἐστὶν οἴδατε οὐδὲ οἷος ὁ τρόπος αὐτῷ τῆς διαγωγῆς; Τοὐναντίον μὲν οὖν δέον ἐᾶν αὐτὸν ἐνταυθοί, ἵν᾿ εἰ μὲν ἀγαθὸς εἴη καὶ ἡμῖν κοινωνήσει τῆς ὠφελείας· εἰ δὲ τοὐναντίον αὐτὸς μὲν δικαίως ἐντεῦθεν ἀπελαθῇ, ὑμεῖς δὲ κἀγὼ ὦμεν τά γε τοιαῦτα ἀνέγκλητοι. Οὕτως ἐκεῖνοι ἁλόντες ὑφ᾽ ἑαυτῶν τοιοῦτον γὰρ ἡ κακία ἑαυτῇ πανταχοῦ περιπίπτει, καὶ τοῖς οἰκείοις ἁλίσκεται, αἰσχύνῃ τὰ πρόσωπα καλυφθέντες τοῦ κακουργεῖν ἐπαύσαντο. ΙΒ΄. Ὡς δὲ καὶ ταύτην αὐτοῦ τὴν ἐπιβουλὴν οὕτω εἶδεν διαλυθεῖσαν ὁ πονηρός, μακρὸν ἂν εἴη λέγειν ὅσας μὲν πάλιν φαντασίας τῶν πρὶν δεινοτέρας ἐπῆγε τῷ μακαρίῳ, ὅσας δὲ τὰς ὀχλήσεις νῦν μὲν ἀπειλῶν αὐτὸν ἀνελεῖν, νῦν δὲ καταποντῶσαι, νῦν δὲ ἄλλο τι δρᾶσαι τῶν ἀβουλήτων, κἂν ὅτι μάλιστα ταῦτα παθεῖν ὑπ᾽ ἐκείνου αὐτός τε καὶ τὸ ὑπ᾽ αὐτὸν στράτευμα πονηρὸν ἔμελλον. Ὡς γὰρ δὴ κἀκεῖνος διαναστὰς προσηύξατο τε καὶ θαῤῥούντως ἐφθέγξατο, Ἰησοῦς ὁ Χριστός, ᾧ ἐπίστευσά τε καὶ πιστεύω, αὐτὸς
col. 985–986page 9 of 56
PG 116:985ὑμᾶς εἰς τὴν ἄβυσσον καταποντώσειε τὴν ἐσχάτην· ἐκεῖνοι τότε πικρὸν ὀλολύξαντες καὶ γοερὸν ἀνακράξαντες, καὶ τῷ δοκεῖν τὰ πρόσωπα τύπτοντες νυκτερίσιν ὁμοιωθέντες, αὐτοῦ ἐκείνου ταῦτα βλέποντος τοῦ ὁσίου ἐξῆλθόν τε, καὶ ἀπιόντες ᾤχοντο. Ο δὲ μηδέποτε τοῦ ἐπηρεάζειν παυόμενος, νομίζων, εἰ πυκνῶς αὐτῷ, καθάπερ ἐν πολιορκίᾳ, προσβάλοι, ὀψὲ γοῦν χαλάσαι τοῦ μακαρίου τὸ φρόνημα δυνατός ἔσται, καὶ ἐπὶ τρίτην πεῖραν καὶ κακουργίαν χωρεῖ, καὶ τοὺς προτέρους αὐτῷ συκοφάντας ἐπισείει καὶ αὖθις μετὰ τοῦ αὐτοῦ μηχανήματος. Οἱ δὴ καὶ προσελθόντες τῷ ἐπισκόπῳ, ὥσπερ ἤδη τὰ μέγιστα ἀδικούμενοι, κακοῦργον τὸν ὅσιον εἴρωνά τε καὶ ἀπατεῶνα ἐκάλουν, καὶ ὅτι Δύσχρηστος ἡμῖν ἐστι φορτικός τε καὶ μόνον βλεπόμενος. Κἀκεῖνος ἥττων ἤδη γενόμενος τῶν ὀχλήσεων, πέμψας εὐθὺς ἄγει τὸν Δανιὴλ παρ' αὐτὸν καὶ πυνθάνεται τίς τε ὢν καὶ πόθεν καὶ τίνων δεόμενος, καὶ ἐπὶ πᾶσι ποίας ἄρα περὶ τὸ θεῖον δόξης ἐχόμενος τούτοις τοῖς μέρεσιν ἐπεδήμησεν. Ὁ δὲ τοῦ μεγίστου καὶ πρώτου τῆς εἰς Χριστὸν ὀρθοδόξου πίστεως πρῶτα μνησθείς, οὕτω δὴ καὶ τἄλλα συνεῖρε, πατρίδα καὶ γένος, καὶ τέλος ὅτι θεία τοῦτον ἐκίνησεν ἀποκάλυψις τὸ Βυζάντιον τε ἰδεῖν καὶ τὰ ἐνταῦθα καταλαβεῖν. Ταῦτα ὡς ἤκουσεν ὁ ἐπίσκοπος, ὑπανέστη καὶ περιεπτύξατο, καὶ ὡς θεῖον ἀτεχνῶς ἄνδρα ἐτίμησε, καὶ τοῖς κατ' αὐτοῦ λέγουσιν ἐπετίμησε. Καὶ ταῦτα μὲν οὕτως ἐστρατήγηται καλῶς τῷ μεγάλῳ· οὐκ ἦν δὲ πάντως τὸν τὴν Χριστοῦ πολιτείαν ἐπανελόμενον μὴ καὶ τὴν τάξιν τῆς πολιτείας εἰς δυνατὸν φανῆναι μιμούμενον. Ὥσπερ οὖν ὁ τούτου Δεσπότης μετὰ τὸν πειρασμὸν φαίνεται τῶν σημείων ἀρχόμενος, οὕτω δὴ καὶ οὗτος, πλὴν ὅσον καὶ τοῦτον ἐκείνου κινοῦντος καὶ τούτου τῇ ἐκείνου δυνάμει κατορθούντος τὰ θαύματα. ΙΓ΄. Ἡμέραι παρῆλθον οὐχὶ συχναί, καὶ νόσος ἐπισκήπτει τῷ πατριάρχῃ δεινή, ἣ καὶ ἱκέτην αὐτὸν γενέσθαι τοῦ ὁσίου ποιεῖ, καὶ μεταστέλλεται τοῦτον εὐθύς, καὶ ὑπὲρ αὐτοῦ δεηθῆναι δεῖται Χριστὸν βοηθῆσαι κάμοντι. Τοῦ δὲ τὰ γόνατα μόνον εἰς εὐχὴν κλίναντος παρῆν ἐπήκοος ὁ Χριστὸς φθάνων μικροῦ καὶ τὴν αἴτησιν· καὶ ἡ νόσος ῥᾴων ἦν, καὶ ὁ ἀρχιερεὺς ἀπαθής. Καὶ οὕτω μὲν τὰ τοῦ θαύματος· οὐ μᾶλλον δὲ ἄν τις αὐτὸν ἐκπλαγείη τῆς θεραπείας ἢ τῆς ἐπὶ τῇ θεραπείᾳ χρηστότητος. Ὡς γὰρ ἰάσατο τοῦτον, ᾔτει μισθὸν τῆς ἰάσεως· ὁ δὲ ἦν ἀφεθῆναι τοῖς διαβεβληκόσι τὸ ὄφλημα. Ὁ δὲ ἀρχιερεὺς ἀσμένως τε πρὸς τὴν αἴτησιν διετέθη, καὶ, Πῶς γὰρ μὴ ἀφήσω, ἔφη, οἷς μικροῦ δέον καὶ χάριν ὁμολογεῖν ὅτι σὲ τὸν ἐμὸν σωτήρα παρέσχον ἰδεῖν, καὶ πρὸς ἡμᾶς φοιτῆσαι κατέστησαν αἴτιοι; Ἐπεὶ δὲ πρὸς αὐτὸν καὶ μοναστηρίου καὶ δώρων καὶ τοῦ συνεῖναι τούτῳ διαπαντὸς ἐμέμνητο, Εἴ με θέλεις, φησὶν ὁ μέγας, τὰ μέγιστα θεραπεύειν, ἔα τὰ τῷ Θεῷ καὶ ἐμοὶ δοκοῦντα ποιεῖν. Καὶ οὕτω δὴ πρὸς τὸν ναὸν σὺν πολλῇ καὶ λαμπρᾷ τῇ δορυφορίᾳ
col. 987–988page 10 of 56
PG 116:987παραπεμφθείς, καὶ πάλιν τὰ αὐτὰ τοῖς προτέροις ποιήσας, καὶ διαφράξας τὴν εἴσοδον διά τινος μικρᾶς ὀπῆς ὡμίλει τοῖς προσιοῦσιν. Ἐννέα τὰ μεταξὺ διῆλθον ἔτη, καὶ ἐπὶ τὴν τελεωτέραν αὐτὸν πολιτείαν ἡ πρόνοια καλοῦσα φανερῶς τὰ μέλλοντα προεδήλου. Ὁρᾷ γὰρ ἐν ἐκστάσει γενόμενος στύλον νεφέλης, καὶ οὗτος ὑψοῦ λίαν ἐπῆρτο, καὶ καταντικρὺ αὐτοῦ ἀπῃώρητο· καὶ ὁ θαυμαστὸς Συμεὼν ὑπὲρ κεφαλῆς τοῦ στύλου ἐφίστατο. Δύο δὲ αὐτῷ συμπαρίσταντο νεανίσκοι· καὶ ἡ ἐσθῆς αὐτοῖς λαμπρὰ καὶ ἀστράπτουσα. Ἄνωθεν οὖν ἀπὸ τῆς τοῦ στύλου κεφαλῆς ἀκούει φωνῆς, Δεῦρο πρός με, λεγούσης, Δανιήλ ἄνελθε. Τοῦ δὲ, Καὶ πῶς ἐγώ, κύριε, πρὸς τοσοῦτον ὕψος ἀρθῆναι δυνήσομαι; ἀποκριναμένου, ἐπιτρέψαι τοῖς συνοῦσιν αὐτῷ νεανίσκοις τὸν Συμεὼν κατελθεῖν, καὶ ἀναλαβόντας πρὸς αὐτὸν ἀγαγεῖν· οἱ καὶ κατακεκελευσμένα πεποιηκότες, αἴρουσί τε κεῖνον καὶ ἱστῶσι πλησίον αὐτοῦ. Κἀκεῖνος εὐθὺς τοῦτον περιπτυξάμενος εἰς οὐρανὸν ἀνεφέρετο, καὶ ἅμα μέγα ἐφώνει, Ἀνδρίζου, Δανιήλ, ἴσχυε, καὶ στῆθι γενναίως. Καὶ ἐπειδὴ πάνυ λαμπρὸν περιήχησεν ἡ φωνή, φοβερὰ γὰρ ἐῴκει εἶναι καὶ ὁμοία βροντῇ, ὁ Δανιὴλ πληγεὶς τὴν ἀκοὴν καὶ συνταραχθεὶς ἐξ ὀνειράτων ὥσπερ ἀνήνεγκε. ΙΔ΄. Τοῦτο τὴν μέλλουσαν αὐτῷ κατὰ τὸν Συμεὼν πολιτείαν προανεφώνει, καὶ ὅτι δεῖ αὐτὸν καὶ στύλου ἐπιβῆναι καὶ τόπον παραπολὺ τοῦ στύλου μεταλλάξαι ὑψηλότερον. Οὕτως αὐτῷ πάντα γνώμῃ τοῦ Κρείττονος ἐπεραίνετο, καὶ μετὰ μικρὸν καὶ ἡ μηλωτὴ Ἠλιοῦ τῷ κατὰ τρόπον Ἐλισσαίῳ ἐπέμπετο. Ἐπέμπετο δὲ οὕτως· Ἐστέλλετο μὲν παρὰ τοῦ Συμεὼν τῷ βασιλεῖ Σέργιος ὁ τούτου μαθητὴς δῶρον αὐτῷ παντὸς κακοῦ ἀποτρόπαιον τὸ ἐπὶ τῆς κεφαλῆς κάλυμμα (κουκούλλαν τόδε καλεῖν σύνηθες) κομίζον αὐτῷ· τοῦ δὲ βασιλέως πρὸς ἄλλοις τὴν ψυχὴν ἔχοντος καὶ φροντίσι δημοσίαις ἀσχολουμένου, Θεοῦ ταῦτα πάντως οἰκονομοῦντος, ὁ ῥηθεὶς οὗτος Σέργιος ἀναπλεῦσαι διέγνω, καὶ τὴν μονὴν ἣν Ἀκοιμήτων ἐπονομάζουσι καταλαβεῖν ἔσπευδεν. Ἐπεὶ γοῦν ἀναπλέων σύσσωμα τισὶ τοῦ Δανιὴλ προσήγγιζε τόπῳ, καθάπερ ἐκ συνθήματος εὐθὺς ἐν τοῖς ἁπάντων στόμασιν ὁ μακάριος ἦν. Καὶ οἱ μὲν αὐτοῦ τῆς ὑπομονῆς ἐμέμνηντο, οἱ δὲ τῶν εὐχῶν, οἱ δὲ τῶν ἰάσεων, οἱ δὲ ὅτι τὸν τόπον δαίμοσιν ὄντα κάτοχον εὐημέρωσε· καὶ νῦν ἀκινδύνως μὲν οἱ ἐν θαλάσσῃ πλέουσιν, ἀβλαβῶς δὲ οἱ ἐν γῇ πεζεύουσι. Μανθάνει ταῦτα καὶ Σέργιος ὁ τὸ πολύτιμον δώρημα πιστευθείς, καὶ τὴν ψυχὴν πρὸς ἔρωτα κινηθεὶς πυνθάνεται τίς ἐστος καὶ ὅπου, καὶ εἰ δυνατὸς αὐτῷ ἐντυχεῖν. Οἱ δὲ τόν τε τόπον προθύμως ὑπέδειξαν, καὶ τῇ γῇ προσορμίσαντες, αὐτοί τε πρὸς τὸν ὅσιον σύναμα Σεργίῳ ἀφικνοῦνται. ὃς καὶ σφόδρα φιλοφρόνως τὸν μακάριον ἀσπασάμενος, τὰ μὲν αὐτὸς ἐξηγεῖται, τὴν φημὶ τοῦ Συμεὼν τῶν ἐνθένδε ἀπαλλαγήν, καὶ ὃ παρ᾽ αὐτοῦ κομίζει τῷ βασιλεῖ δώρον. Πρός σε μᾶλλον
col. 989–990page 11 of 56
PG 116:989Εἰπὼν παρὰ τοῦ Θεοῦ ἀπεστάλθαι. Τὰ δὲ πάλιν παρὰ τοῦ Δανιὴλ ἀκούει ἢ ὁ Θεὸς αὐτῷ περί τε τοῦ Συμεὼν καὶ τῆς κατ' αὐτὸν ἐγνώρισε πολιτείας. Ἅπερ ἀκούσας ὁ Σέργιος καὶ τὸ ἱερὸν αὐτίκα δώρημα ἐκβαλὼν τῷ Δανιὴλ δίδωσι, καὶ ἑαυτὸν ἐκείνῳ προσπαραδίδωσιν ἀπὸ τοῦ πατρὸς τοῦ Συμεὼν πρὸς πατέρα μετοικίζεσθαι λέγων τὸν Δανιήλ. Καὶ ταῦτα μὲν ἐπράττετο τῇδε. ΙΕ΄. Τὸ θεῖον δὲ πάλιν τὰ συνήθη ποιοῦν ἠρέθιζε τὸν Δανιὴλ ὄψει τινὶ θειοτέρᾳ βίου παντὸς ὑψηλοτέρου καὶ μείζονος ἅψασθαι πολιτείας, ἐκλογῆς αὐτὸν σκεύος κατὰ Παῦλον προειδὼς ἐσόμενον. Καὶ ἡ ὄψις οὐ τῷ Δανιήλ, ἀλλὰ τῷ Σεργίῳ μᾶλλον παρίστατο. Ἐδόκει γὰρ τρεῖς αὐτῷ νεανίσκους ἐλθόντας εἰπεῖν· Ἀναστάς, Σέργιε, λέγε τῷ ἀββᾶ Δανιήλ· Ὁ τῆς ἐν τῷ ναῷ κατοικίας χρόνος ἤδη πεπλήρωται· δεῦρο λοιπόν, καὶ πρὸς μείζονας ἀγῶνας παρασκευάζου. Δήλην οὖν αὐτῷ τοῦ Σεργίου τὴν θείαν ὄψιν πεποιηκότος, ἐπείπερ ἔγνωστο τῷ ἀνδρὶ τοῖς τοῦ Κρείττονος νεύμασι τὸ παράπαν μὴ ἀντιλέγειν· ἄλλως τε δὲ καὶ τῇ προτέρᾳ τῆς ὀπτασίας ὄψει καὶ ἡ δευτέρα συνέβαινε, καὶ πρὸς τούτοις καὶ τὸ τοῦ Συμεὼν ἔνδυμα τῆς τοιαύτης πολιτείας ὁ ἀῤῥαβὼν ἦν, πέμπεται Σέργιος τούς τε λόφους καὶ τοὺς μᾶλλον ἐρημικούς τόπους ὅσοι ἐκεῖσε καταμαθεῖν οὗ κίονα προσῆκον ἱδρῦσαι καὶ βίον ζῆσαι τὸν φιλήσυχον ἐπιτήδειον· ὃς καὶ μέρη τινὰ τοῦ λόφου καλῶς διερευνησάμενος, ἐπειδὴ κατ᾽ ἐκεῖνο τόπου ἔνθα ἔδει στῆναι τὸν κίονα παραγένοιτο, σύ, Θεὲ πάντων, καὶ τοῦτο δεικνύεις. Ὁρᾷ γοῦν ὁ ῥηθεὶς Σέργιος περιστερὰν αὐτίκα λευκήν· καὶ αὕτη πτερυσσομένη πυκνὰ καὶ μικρὸν αὖθις ἀνιπταμένη πάλιν κατέπιπτε. Δόξας οὖν θήραμα ταύτην εἶναι καὶ βρόχοις ἡμμένην σπεύδει τε ἐπ᾽ αὐτήν, καὶ ὑπὸ χεῖρα λαβεῖν ἐπείγεται. Ἡ δὲ εὐθὺς ἀποπτᾶσα καὶ ὀφθαλμοῖς ἄληπτος ἦν. Οὕτω δῆλον τὸ σύμβολον δεξάμενος τῆς ἱδρύσεως, καταμαθὼν δὲ καὶ αὐτὸς ὅπως εἶχεν ὁ τόπος ἐπιτηδείως, κάτεισι πρὸς τὸν ἅγιον, καὶ πάντα κατὰ μέρος μεθ᾽ ἧς εἶδεν ὁράσεως ἀπαγγέλλει. Ὁ δὲ ἤσθη τε ἀκούσας, καὶ τὸν τόπον καταλαβεῖν ἔσπευδε. Δωρεῖται δὴ Μάρκος μὲν φίλος αὐτῷ καὶ τἄλλα συνήθης τὸν κίονα· γενομένου δὲ καὶ τοῦ συνήθως καλουμένου μοδίου καὶ τῇ κεφαλῇ τοῦ στύλου προσαρμοσθέντος, κελεύει περὶ μέσας αὐτῷ νύκτας τοῦ ναοῦ τὸν τοῖχον διατρηθῆναι, καὶ οὕτω πάντες λαθὼν ἀνῄει. Εἶτα καὶ προσευχὴν ἐπιλέγει μεθ' ἡδονῆς οὕτως ἔχουσαν· Δόξα σοι, Χριστὲ ὁ Θεὸς, ὅτι τοιούτων κἀμὲ ἀγαθῶν καὶ πολιτείας τοιαύτης ἠξίωσας. Ἀλλ' αὐτὸς οἶδας, Δέσποτα, ὅτι σοι μόνῳ θαῤῥῶν τὸν κίονα ἀναβαίνω καὶ τὸν ἀγῶνα τοῦτον ὑπέρχομαι. Δέξαι μου τὴν πρόθεσιν, ἐνίσχυσον πρὸς τὸν δρόμον, τελείωσον τὸ ἐγχείρημα. Οὕτως ὁ μακάριος οὐ κατὰ πνεῦμα μόνον τελεῖν οὐράνιος, ἀλλὰ καὶ ὡς οἷόν τε κατὰ σῶμα ἐξεδιάζετο, καὶ τοῦ λοιποῦ
col. 991–992page 12 of 56
PG 116:991μόνος ἦν ἐν τῷ κίονι, μεθόριον ἑαυτὸν θέμενος οὐρανοῦ τε καὶ τῆς γῆς, σαρκὶ μὲν καὶ πνεύματι ἀφιστάμενος, πρὸς δὲ τὸν ἐπειγόμενος. ΙΕ΄. Ταῦτα δὲ τὸν βάσκανον ὀφθαλμὸν οὐκ ἦν ἐνεγκεῖν, οὐδ᾽ αὐτῷ ἐκείνῳ τῷ τοῦ φθόνου πατρὶ φορητά. Ἀλλ᾽ ὁ τοῦ τόπου Κύριος εἰς γνῶσιν τούτων ἐλθὼν, Γελάσιος ἐκείνῳ τοὔνομα, ἀλογίστῳ θυμῷ τὴν ψυχὴν διαταραχθεῖς, ἢ μᾶλλον δαιμονίως σκαιότητι κινηθείς, καὶ κατὰ τοῦ ὁσίου ἀνδρὸς ἐκμανείς, καὶ ἡ αἰτία τὸ μὴ γνώμῃ ἐκείνου τὸν στῦλον ἐν τοῖς ἐκείνου ἱδρύσασθαι, ἀγγέλλει μὲν βασιλεῖ τὸ πραχθέν, ἀγγέλλει δὲ τοῦτο καὶ Γενναδίῳ, οὗτος γὰρ ἐπίσκοπος Κωνσταντινωπόλεως μετὰ τὴν Ἀνατολίου καθίστατο τελευτήν. Βασιλεῖ μὲν οὖν λέγων ἀνήκοος ἦν· ὁ δὲ ἐπίσκοπος εἴτε φθόνῳ εἴκων ἢ καὶ τῷ δεηθέντι χαριζόμενος, οὐ τοῦ στύλου κατενεχθῆναι μόνον, ἀλλὰ καὶ ἐπιτιμίῳ ὑποβληθῆναι τὸν ἅγιον ἐδικαίου. Ἀνεισιν οὖν ὁ Γελάσιος ὅλος ὀργῆς ὢν συχνοὺς καὶ ἄλλους μεθ᾿ ἑαυτοῦ συμπαραλαβών, καὶ τοῦ στύλου τὸν ἅγιον ἐθέλων κατενεγκεῖν. Ἀλλ᾽ ὁ ἀεὶ θαυμαστὸς ἐν τοῖς ἁγίοις αὐτοῦ Κύριος οἷα καὶ νῦν ἐποίει, ἐκεῖνόν τε θρασυνόμενον ἀναστέλλων καὶ τὸν αὐτοῦ θεράποντα δοξάζων κρυπτόμενον· εἰδίας γὰρ ἀκριβοῦς οὔσης καὶ τοῦ ἀέρος ἀλαμπὲς οὐδὲν ἔχοντος νέφη τε συνέδραμε παραυτίκα καὶ ὁμίχλη προσέπιπτε, καὶ ὑετὸς φαιδρὸς καὶ χάλαζα συγκατεφέροντο. Καὶ τοσοῦτον ταύτης ἡ ἐμβολὴ καὶ ἡ τῆς ἄνωθεν ὀργῆς ἀπειλὴ ὡς καὶ τὰ τῶν ἀμπελῶν ἀποῤῥεῦσαι φύλλα, μὴ ὅτι μετὸν καρπόν, τρυγητὸς γὰρ ἦν. Οὐδὲ ταῦτα ἐπέσχε τὴν τοῦ παραφρονοῦντος ἀσυνεσίαν· ἀλλὰ καὶ ἐγγὺς ἐκεῖνος τοῦ ἀπολέσθαι γενόμενος, οὐδὲ οὕτως ἐμάνθανε σωφρονεῖν, οὐδ᾽ ὅσον ἐπλούτει Δανιὴλ τὴν ἄνωθεν χάριν ἠξίου μαθεῖν· ἀλλὰ πνευστιῶν καὶ διάβροχος σὺν τοῖς ἀμφ᾽ αὐτὸν ἐπελθὼν ἠγανάκτει, διηπείλει, ἐβόα, κατενεγκεῖν τὸν ὅσιον ἐπεχείρει. ΙΖ΄. Ἐπεὶ δὲ οἱ συνέντες τὰ βέλτιστα εἰσηγοῦντο, ὡς οὔτε ὁ κίων ἔγγιστα τοῦ ἀγροῦ, λέγοντες, ἐντεῦθέν τε οὐδὲ μίαν ὄχλησιν ἕξει, ὅτι μὴ καὶ εὐχῶν μᾶλλον ἀπολαύσει πολλῶν, καὶ λυσιτελήσει αὐτῷ τὰ μέγιστα γείτων ἀγαθὸς ὤν· ἐπεὶ ταῦτα ἔλεγον, ἔπειθον. Καὶ τότε μὲν ἐκέλευε κατελθεῖν δι᾽ αἰδοῦς, οἶμαι, τοὺς παρόντας ποιούμενος, ἵνα μὴ μάτην ἀφικέσθαι δοκῇ, ὕστερον δὲ αὐτῷ καὶ τὴν ἄνοδον ὑπισχνεῖτο, καὶ ἀνελθόντα μένειν ἐφ᾽ ὅσον βούλοιτο. Ἐπεὶ γοῦν κλίμακος προσερεισθείσης τῷ κίονι κατῄει ὁ ὅσιος, καὶ δὴ πρὸς τὴν ἕκτην ἔτι βαθμίδα τὸν πόδα ἤρειδεν, οἶκτος ἔλαβε τὸν ἀμείλικτον, ὁρῶντα πόδας ἐκείνους ὡς ἑτέρους κίονας οὓς αἱ πάννυχοι στάσεις καὶ πανημέριοι οἰδοῦντας καὶ ἡλκωμένους καὶ τραυμάτων πλήρεις ἐδείκνυον· ὃ καὶ πρὸς ἔκπληξιν θεασάμενος ὥρκωσε τε πάλιν τὸν ὅσιον ἀνελθεῖν, καὶ συγγνώμην ᾔτει τοῦ ἐγχειρήματος. Ὕστερον δὲ αὐτῷ καὶ τὸν κίονα ἵστησιν ὑψηλότερον, καὶ τὸ πάχος στεῤῥότερον, καὶ τὴν βάσιν,
col. 993–994page 13 of 56
PG 116:993καὶ τἆλλα πολυτελέστερον, γνώριμα καὶ αὐτῷ βασιλεῖ τὰ τῆς ἀπομονῆς ἐκείνου καὶ τῆς καρτερίας θέμενος. Ἕρχει μὲν οὖν καὶ ταῦτα πλεῖστά τε καὶ μεγάλα τυγχάνοντα δεῖξαι τὸν τοῦ ὁσίου βίον καὶ ἧς αὐτὸς ἠξίωτο παρὰ Θεοῦ χάριτος. Ο δὲ λόγος μικρὰ ταῦτα καὶ οιονεί στοιχεῖα καὶ ἀρχὰς λογιζόμενος τὰ πολλῷ μείζονα τούτων δηλοῦν ἐπίγεται. ΙΒ'. Ηκέ τις μετὰ μικρὸν πρὸς τὸν ὅσιον τὸ γένος Θρᾷς, τὴν ἡλικίαν γεγηρακὼς, τὰς τοῦ βίου ἀφορμὰς ἔχων ἀπὸ τοῦ τὰ συμβόλαια γράφειν, νομικὸν τοῦτον εἶποι Ἕλλην ἀνήρ. Οὗτος παῖδα φέρων μονογενῆ πνεύματι πονηρῷ κάτοχον, θεὶς αὐτὸν πρὸ τοῦ κίονος δάκρυά τε ἔῤῥει τῶν ὀφθαλμῶν, καὶ ῥήματα προσετίθει τῶν δακρύων ἐλεεινότερα. Ορα γὰρ πόσας εἶχε πρὸς ὀδυρμὸν ἀφορμὰς, τὴν φύσιν, τὴν πολιάν, τὴν τοῦ παιδὸς νεότητα, τὸ ἐπὶ μόνῳ τούτῳ σαλεύειν, τὸ μακρὰν ἐστάλθαι καὶ πολλὴν ταλαιπωρῆσαι πορείαν, καὶ ταῦτα δαιμονῶντι καὶ οὕτως ἀτάκτως καὶ μανικῶς ἔχοντι. Καὶ τέλος προσθεὶς ὅτι Τριακοστὴ αὕτη ἡμέρα ἐζύτου τὸ σὸν ὄνομα τὸ πονηρὸν ἀνακράξει πνεῦμα, τὴν εὐκίνητον ψυχὴν πρὸς ἔλεον εὐθὺς εἶχεν αὐτῷ συμπαθοῦσαν. Καὶ πῶς γὰρ οὐκ ἔμελλε συμπαθεῖν ὁ τοῦ Χριστοῦ μιμητής ; Εἰ σὺ οὖν, ἔφη, δι᾿ ἐμοῦ πιστεύεις ἰαθῆναι τὸν παῖδα, δοθήσεταί σοι κατὰ τὴν πίστιν σου. Καὶ ἅμα τοῦ ἐλαίου αὐτὸν ἐκέλευε ποτισθῆναι τῶν ἐκεῖσε ἁγίων, οὐ γενομένου βάλλει μὲν αὐτὸν εὐθὺς ἐπ᾿ ἐδάφους τὸ χαλεπὸν δαιμόνιον, καὶ πολλοῖς αἰκίζει σπαράγμασιν, εἶτα μέγα βοῆσαν ἐν οἰμωγῇ, Εξέρχομαι. φεύ! ἐξέρχομαι. Ογδόης ἤδη παρούσης ἡμέρας μέλαν ὁ δαιμονῶν ἐξεμέσας αἷμα καὶ πεπηγὸς εὐχαῖς ἰᾶτο τοῦ ἀοιδίμου Πατρὸς, καὶ ὑγιῶς ἔχων τῷ ἑαυτοῦ πατρὶ παραδίδοται. Ὁ δὲ τὴν παῖδα λαβὼν τῇ μὲν γλώττη πρὸς εὐχαριστίαν ἐχρῆτο τοῖς δάκρυσι δὲ πρὸς χαράν. Ἔστι γὰρ καὶ ἡδονῆς δάκρυα, ὅταν ἐξ ἄκρας ἀθυμίας χαρᾶς ἀκρότητες τὴν ψυχὴν λαβοῦσαι τὸ πιεζόμενον νέφος εὐθὺς λύσωσι, καὶ τῇ τῶν δακρύων φυσικῇ λιβάδι σὺν ἡδονῇ χρήσωνται. Οὕτως ὁ παῖς οὐκ ἰᾶται μόνον τοῦ πονηροῦ δαίμονος, ἀλλὰ καὶ κατὰ δαιμόνων εὐθὺς ὁπλίζεται τῷ Θεῷ αὐτὸν τοῦ Πατρὸς μετὰ τὴν θεραπείαν καθιερώσαντος, καὶ τὸ τῶν μοναχῶν ἐνδῦναι σχῆμα καὶ τὸν βίον παρασκευάσαντος, τῷ ἰατρῷ τε τοῦ σώματος παραδόντος καὶ ἰατρὸν γενέσθαι καὶ τῆς ψυχῆς καταξιώσαντος· ὃς καὶ καθαρῶς τῷ καθαρῷ προσῆλθε τὴν τοῦ βίου πᾶσαν ἀπολιπών ματαιότητα. Εν μὲν δὴ τοῦτο καὶ οὕτως ἔχον· ὕστερον δὲ τούτου οὐδαμῶς ἔλαττον. ΙΘ'. Κύρῳ τινὶ ὑπάρχῳ μὲν γεγονότι τὸ πρότερον, ὕστερον δὲ καὶ θρόνου ἐπισκοπῆς ἐπιβάντι, τὸ ἐν τῇ Φρυγία Κοτυάειον οὕτη ἦν, καὶ ταύτης ἱκστάντι διά τινα κατ᾿ αὐτοῦ κινηθεῖσαν διαβολήν, θυγάτριον ἦν, Ἀλεξανδρία ταύτῃ τὸ ὄνομα. Αὕτη τῷ προτέρῳ τὰ ὅμοια ἐπεπόνθει, καὶ ὑπὸ δαίμονος ὠχλεῖτο δεινῶς. Ο οὖν ταύτης πατὴρ τὸν ὅσιον ἐπὶ νοῦν λαβὼν ἄγει πρὸς αὐτὸν τὴν παῖδα τῇ φυσικῇ στοργῇ θέρμην
col. 995–996page 14 of 56
PG 116:995ἄλλην κεράσας καὶ τὴν ἐκ πίστεως. Ἅμα οὖν αἱ τοῦ ἁγίου χεῖρες τῇ κεφαλῇ αὐτῆς ἐπετίθεντο, τὸ πνεῦμα ἐφυγαδεύετο, καὶ ὑγιὴς εὐθὺς ἡ πάσχουσα καθεωρᾶτο. Ἀμέλει καὶ τῷ τοιούτῳ θαύματι θαῦμα συνή πτετο ἕτερον. Ἤδη γὰρ ὁ Κῦρος τὰ μεγάλα θαῤῥῶν πρὸς τὸν ἅγιον τῇ αὐτοῦ χάριτι καταχρώμενος ἦν. Ὅθεν καὶ τὴν γυναῖκα τοῦ τῶν ἀγρῶν αὐτοῦ τὴν φροντίδα πεπιστευμένου δαιμονῶσαν καὶ ταύτην οὖσαν πρὸς αὐτὸν ἤγαγε, καὶ θαῤῥῶν οὐχ ἡμάρτι νεν, ἀλλὰ καὶ ταύτην μετὰ τῆς θυγατρὸς εἶχε δαι μονίας λύσης κεκαθαρμένην· ὑπὲρ ὧν δὴ καὶ με γάλας ὁμολογῶν χάριτας (καὶ γὰρ περὶ λόγους εἶχε καὶ τὴν Ἑλληνικὴν σοφίαν πεπαίδευτο) ἐπίγραμμα τῷ ὕστερον αὐτῷ ἱδρυθέντι κίονι ἐνεκόλαψεν ἔχον οὕτως· ἵσταται ἀνὴρ πάντοθεν ἀρνύμενος καὶ οὐ τρομένων ἀνέμους· τροφῇ δ᾽ ἀμβροσίῃ τρέφεται καὶ ἀναίμονι δίψῃ, τεύχεα ῥιζώσας κίονι διχθαδίῳ. Σι μεὼν δὲ ῥίζα ὑμνέων κηρύττων μητρὸς ἀπειρογάμου. Κ΄. Τὰ δὲ ἑξῆς ἡμέρα ἦν ἡ κυρία τῶν ἡμερῶν. Ἀνήρ δέ τις τῶν παρὰ τὴν Εὔξεινον πόντον οἰκούν των ἧκε παῖδα κομίζων δαίμονι μὲν καὶ αὐτὸν κατάσχετον ὄντα, πλὴν τἄλλα κωφόν τε καὶ ἄλαλον καὶ ὁποῖον δὴ τὸν Χριστὸν θεραπεῦσαι τὰ εὐαγγέλια. Ὡς οὖν ἤδη τῷ στύλῳ προσήγγιζον ὁ παῖς μετὰ τοῦ πατρὸς, ἐκτινάξας ὁ δαίμων τὸν παῖδα καὶ τῶν κρατούντων αὐτὸν ἀποσπάσας ὥλισε πρὸς τὴν κλί μακα ἥτις ἐρηρεισμένη τότε τῷ στύλῳ ἐτύγχανε. Καὶ ὁ μὲν εὐθὺς τῆς κλίμακος ἐπιβὰς ἀνήκει, ὁ δὲ ὅσιος ἄνωθεν ὁρῶν ἐδέετο τοῦ Θεοῦ. Καὶ πῶς γὰρ οὐκ ἂν ὑπὸ τοῦ δαίμονος ῥιφεὶς τῆς κλίμακος κατεάγη, εἰ μὴ προκατέσχεν οὗτος τὸν δαίμονα τῇ εὐχῇ; Οὔκουν αὐτῷ τὰς χεῖρας ἐπέθηκεν, οὐδὲ ἅπερ ἐπὶ τοῖς ἔμπροσθεν εἰώθει ποιεῖν ἔδρασεν, ἀλλ᾽ ἄνω μὲν ἐκεῖνος ηὔχετο, κάτω δὲ ὢν ὁ παῖς ἔτι καὶ μήπω τὰ μέσα τῆς κλίμακος ἐφθακὼς τῆς θεραπείας ἀπέλαυεν. Ἑνὸς ἔτι μόνου μνησθεὶς τῶν ἄλλων ἐν καιρῷ πάλιν ἰδίῳ μνησθήσομαι. ΚΑ΄. Λέων ὁ μέγας ἐκράτει μὲν τῆς Ῥωμαίων ἀρχῆς, ἥκιστα δὲ καὶ φύσεως εἶχε κρατεῖν, ἀλλ᾽ ἐξω μένος ἠμοίρει γονῆς. Τί οὖν ποιεῖ; Ἐπὶ τὸν πάντων κρατοῦντα καταφεύγει Θεόν, μεσίτῃ πρὸς αὐτὸν τὸν Δανιὴλ χρησάμενος. Καὶ ὃς ὑπήκουσε, καὶ ὅτι τέξεται ἡ γυνὴ τὸ ἐπιὸν ἔτος εὐθὺς ἐμήνυε. Γέγονεν οὖν αὐτὸ πρᾶγμα τὸ ῥῆμα, καὶ ταῖς εὐχαῖς εἶξεν ἡ φύ σις οὐ δοῦναι μόνον υἱὸν, ἀλλὰ καὶ κατ᾽ ἐκεῖνον δὴ τὸν καιρὸν δοῦναι καθ᾽ ὃν τὸ θεοφόρον στόμα τοῦ ἁγίου προέλεξεν. Οὕτως ἐκεῖνος οὐ μόνον εὐχῆς καρ πὸς ἦν, ἀλλὰ καὶ τοῖς ἄλλοις ἐδίδου ἔχειν δι᾽ εὐχῆς υἱούς. Ταῦτα καὶ βασιλεὺς αὐτῷ ἀμειβόμενος, τρίτου θε μέλιον κίονος αὐτῷ κατεβάλετο. ΚΒ΄. Τῆς φήμης οὖν τὸν ἅγιον ἀπανταχοῦ δια κηρυττούσης ἀφικνεῖται πρὸς αὐτὸν καὶ ἡ βασιλὶς Εὐ δοκία ἐκ τῆς Ἀφρικῆς ἄρτι χώρας ἀνασωθεῖσα, καὶ πολλὴν μὲν αἰτῶ, πολλὴν δὲ τιμὴν νέμουσα ἀξιοῦσα
col. 997–998page 15 of 56
PG 116:997τε αὐτὸν τοῦ μὲν κίονος κατελθεῖν, φοιτῆσαι δὲ πρὸς τοὺς αὐτῆς τόπους, καὶ τούτους οἰκῆσαι. Πολλοὶ δὲ μοι, ἔλεγεν, οὗτοι, καὶ ἅμα μὲν ἡσυχίας φίλοι, ἅμα δὲ καὶ παραμυθίαν ἄλλην ορέγειν δυνάμενοι. Ο δὲ τῆς ἀγαθῆς αὐτὴν γνώμης ἀποδεχόμενος οὐκ ἔκρινε μεταβαίνειν, ἀλλ' ἐνταῦθα δὴ διακαρτερεῖν ἔνθα καὶ παρὰ Χριστοῦ πεφύτευτο τῇ ἀρετῇ ῥιζοῦσθαι, καὶ τὸν καρπὸν διδόναι κατὰ καιρὸν τὸν προσήκοντα. Ταῦτα καὶ τοιαῦδ᾽ ἕτερα λέξας καὶ εὐλογίας αὐτὴν ἀξιώσας ἐκπέμπει. Καὶ τότε δὴ πρὸς τὸν τοῦ Γελασίου κίονα μεταβαίνει, καὶ ἅμα τῷ στύλῳ, ὑψηλότερος γὰρ ἦν, καὶ αὐτῷ τὰ τῆς ἀρετῆς ἐπεδίδου, καὶ πολιτείας ὑψηλοτέρας ἐπελαμβάνετο. Οὐκ ἔμελλε δὲ ἄρα οὔτε τῷ διαβόλῳ οὔτε τοῖς ἐκείνου ἐνεκτά ταῦτα εἶναι. Διά τοι ταῦτα αὐτὸς μὲν ὑπῆρχεν ὁ κάμινον αὐτῷ πάλιν τῶν πειρασμῶν ἀνάπτων, ἐκέχρητο δὲ τοῖς ἐν Βυζαντίῳ τῶν αἱρετικῶν παισὶν ὑπηρέταις. Οὗτοι γύναιόν τι τῶν ἑταιριζομένων παραλαβόντες ᾗ τὸ μὲν γένος Ἀσία, πλεύσασα δὲ εἰς Βυζάντιον, φορισμὸν ἑαυτῇ φεῦ! ἀπὸ τοῦ οἰκείου σώματος πονηρὸν ἐποιεῖτο. Ταύτην λόγοις ἐξαπατήσαντες καὶ ὅρκοις πείσαντες καὶ χρημάτων ἐπαγγελία ὅλην πρὸς ὅπερ ἠβούλοντο παρορμήσαντες, παρασκευάζουσι πρὸς τὸν ἅγιον ἀπελθεῖν, καὶ ἢ ἐκείνῳ ἢ ἕν γε τῶν αὐτοῦ μαθητῶν ἔρωτα ἐνσπεῖραι καὶ πρὸς ἐπιθυμίαν ἄτοπον ἐκκαλέσασθαι. Ἄνεισι τοιγαροῦν ἡ ἀκόλαστος πρὸς τὸν σώφρονα, πρὸς τὴν καθαρὰν ψυχὴν ἡ ἀκάθαρτος ἀκολούθων πλῆθος ἐπαγομένη, φαντάσμασί τε καὶ σχήμασι βδελυροῖς χρωμένη καὶ χρυσίων περιβολῇ, καὶ κοσμίων ἄλλων ἐπιπλοκῇ, κλέπτειν οἰηθεῖσα καὶ δελεάζειν ὀφθαλμοὺς ἐκείνους, οὐδὲν πρόσγειον, οὐδὲν τῶν ὑλικῶν ἀγαπήσαντας. Παραμείνασα δέ τινι τῶν ἀγρῶν ἧς του τε κίονος ἦν ἀντικρὺ καὶ τῆς μάνδρας τῶν λογικών θρεμμάτων τῶν τοῦ καλοῦ τοῦδε ποιμένος Δανιήλ, καὶ προσεποιείτο νοσεῖν, ἵν᾽ εἰ δυνατὸν καὶ αὐτῷ μὲν τῷ ἁγίῳ ψυχικῆς ἀῤῥωστίας αἰτία γένοιτο· εἰ δ᾽ οὖν, τοῖς γε μαθηταῖς ἐκείνου τὴν λύμην ἐνθείη. ΚΓ'. Ὡς δὲ ἐπὶ πολὺν χρόνον παραμεινάσῃ ἅπαν αὐτῇ τὸ σόφισμα μάταιον ἦν, κατέρχεται μὲν πρὸς τοὺς ἀποστείλαντας, λέγει δὲ ἡ κατάπτυστος, καὶ καταψεύδεται τοῦ ἁγίου, ἃ μὲν μήτι γε τῷ μεγάλῳ ἐκείνῳ ἐπὶ νοῦν ἦλθε (τοῦτο γὰρ ὁ σφόδρα τῶν λογισμῶν ἐκκρουσθεὶς ἐπίστευσεν), ἀλλ᾽ οὐδὲ τῶν ἐκείνου φοιτητῶν οὐδενὶ, πολλοῦ γε δεῖ. Τὰ δὲ ἦν ὡς Ἑάλω μὲν κατ' ἄκρας ἐμοῦ Δανιήλ, ἐδέξατο δὲ τῇ ψυχῇ τὸ βέλος, καὶ τέλος ὡς ἐπέτρεψε τοῖς μαθηταῖς ἀγαγεῖν με διὰ τῆς κλίμακος πρὸς αὐτόν· ἐμοῦ δὲ, φησὶ, μὴ ἀνασχομένης ἐβουλεύσαντο ἀνελεῖν τοῦ τὴν ἀκολασίαν ταύτην λαθεῖν· καὶ ἰδοὺ μόλις τὰς χεῖρας αὐτῶν διαδράσασα τῇ φυγῇ σέσωσμαι. Οὕτω τῆς μαινάδος ἐξέλεγκτα διαψευδομένης ἥρπαζον ἐκεῖνοι τοὺς λόγους ὡς ἀληθεστάτοις προσέχοντες· ὃ γὰρ ἐβούλοντο, ταῦτα καὶ ἀληθῆ εἶναι ᾤοντο, καὶ τοῖς ἄλλοις παρέπεμπον. Ἀλλὰ γὰρ ὁ αὐτὸς ἦν κἀνταῦθα Θεὸς καὶ τὸ τῆς δίκης ἄφυκτον καὶ ἀλάθητον. Τί οὖν γίνεται, καὶ πῶς ταῦτα οἰκονομεῖται; Πνεῦμα πονηρὸν ἐπὶ τὴν φαύλην καὶ ψευδολόγον εὐθὺς πέμπεται,
col. 999–1000page 16 of 56
PG 116:999καὶ ἄκον ἄκουσαν ἐξειπεῖν ἀναγκάζει τήν τε πρὸς ἐκείνην τῶν αἱρετικῶν ἀπάτην, καὶ τὴν αὐτῆς πάλιν ψευδολογίαν καὶ τὸ μηχάνημα. Λαβόντες οὖν τύπην οἱ τῆς πόλεως καὶ πρὸς τὸν ὅσιον ἀγαγόντες θεραπεύειν ἠξίουν. Ὁ δὲ ἀληθὲς Χριστοῦ μαθητής τοῦ φήσαντος ἐβδομηκοντάκις ἑπτὰ δεῖν τοῖς ἀδελφοῖς ἀφιέναι τὰ ὀφειλήματα, καὶ τοὺς ἐχθροὺς ἀγαπᾶν, ἀμφοτέρας ἅμα τὰς ἐντολὰς πράξει μιᾷ συνεπέρανε, τὴν μὲν τῷ τὸ ἀδίκημα συγχωρήσαι, τῇ δὲ τῷ καὶ τῇ συμφορᾷ συναλγήσει, μᾶλλον δὲ τὸ καὶ τέλεον αὐτὴν ἀνορθώσασθαι εὐχῇ τε χρησάμενος, καὶ ἔλαιον αὐτὴν τῶν ἁγίων οἷόν τι ποτίσας ἀλεξίκακον φάρμακον, τὸ μὲν πονηρὸν πνεῦμα ὥς τι τῶν ἰοβόλων εὐθὺς ἀπελαύνει, ὑγιᾶ δὲ τὴν πάσχουσαν παραδίδωσι τοῖς οἰκείοις. Ἣ καὶ τῷ ἐκείνου περιπλεκεῖσα κίονι πολλὰς μὲν τὰς εὐχαριστίας, πολλὰς δὲ καὶ τὰς πρὸς Θεὸν ἐπαγγελίας τὸ λοιπὸν ἐποιεῖτο, ἅτε διπλῆν ἐκφυγοῦσα νόσον, οὐ τὴν φαινομένην μόνον καὶ φαινομένου πράγματος βλάβην ἔχουσαν, ἀλλὰ πολλῷ πλέον τὴν ἀφανῆ καὶ αὐθαίρετον καὶ ψυχὴν ἀθάνατον κολάζειν ἀθάνατα δυναμένην. ΚΔ΄. Οὐ μόνον δὲ τὴν ἄρτι προσπεσοῦσαν ὁ μακάριος νόσον ἰάσασθαι δυνατός, ἀλλὰ κατὰ τοὺς ἀγαθοὺς τῶν ἰατρῶν καὶ τὴν ἐσομένην γνώναι, καὶ τὸ μάλλον προφητικῶς καὶ ἰδεῖν καὶ εἰπεῖν εὐστοχῶς. Μέλλουσαν γοῦν τῇ μεγάλῃ πόλει μεγάλην ἐπελθεῖν καὶ τὴν ἀπειλήν, ἄνωθεν δεξάμενος οὗτος τὴν ἀποκάλυψιν τῷ τε ἐπισκόπῳ Γενναδίῳ μηνύει συνανωτέρᾳ χρῆσθαι τῇ εὐχῇ κελεύσας. Ἀλλὰ δὴ καὶ τῷ βασιλεῖ Λέοντι προλέγει τὰ ὅμοια, καὶ δὶς τῆς ἑβδομάδος κοινὰς ἐπιτρέπει τὰς λιτανείας γίνεσθαι· ὅπως γὰρ αὐτοῖς ἐγγυᾶται καὶ τὴν τοῦ Θεοῦ ὁρμὴν ἐπόσθαι πραοτέραν. Οὗτοι μὲν οὖν τῶν τοῦ ἁγίου παραγγελμάτων ὀλιγωρήσαντες πείρᾳ μαθεῖν ἔμελλον, ἅπερ ἁμαρτιῶν πλῆθος εἰς ἔργον ἐλθεῖν παρεσκεύαζε. Δηλώσει δὲ προϊὼν ὁ λόγος. Ἐπεὶ δὲ καὶ θύτην ἄξιον τοῦ θείου ἀμνοῦ τὸν Δανιήλ ἔδει γενέσθαι, ἤδη τούτῳ προτεθυκότα καὶ σῶμα καὶ τὴν ψυχήν, κινεῖ μὲν ἄνωθεν τὸν κρατοῦντα τὸ πνεῦμα, κινεῖ δὲ καὶ Γεννάδιον ὁ κρατῶν, καὶ ἐπιστέλλει συχνούς τῆς ἐκκλησίας λαβόντα πρὸς τὸν μέγαν ἀνελθεῖν καὶ τῇ τοῦ ἱερέως αὐτὸν τελειώσαι χειροτονίᾳ. Τοῦ δὲ ὡς εἶχε ταῦτα πεποιηκότος, ὁ πολὺς τὰ μέλλοντα προορᾶν πρῶτον μὲν τὴν πρὸς αὐτὸν ἄφιξιν τῷ πνεύματι προγινώσκει· ἔπειτα ὡς ἐκεῖνος ἤδη κατὰ τὸν στύλον γενόμενος ἔκπαλαι μὲν ἐρᾶν ἔφη τῆς πρὸς αὐτὸν ἀνόδου, ἐκκλησιαστικαῖς δὲ φροντίσιν εἴργεσθαι τορὸς παρασχεῖν τῇ ἐπιθυμίᾳ, νυνὶ δὲ ἥκειν, αὐτόν τε ἰδεῖν καὶ εὐχῶν αὐτοῦ καὶ λόγων καταπολαῦσαι· ἠξίου δὲ καὶ τὴν κλίμακα στῆναι. Μάτην, φησὶν ὁ προφητικώτατος Δανιὴλ πρὸς αὐτόν, κόπου σοι κατέστη πρόξενος ὁ κινήσας σε πρὸς ἡμᾶς. Τοῦτο ἔκπληξιν ἅμα καὶ δέος ἐμβάλει τῷ ἱερεῖ, ἔκπληξιν μὲν ὅπως οὕτω τῆς ἀφίξεως αὐτοῦ τὸν τρόπον διέγνω, δέος δὲ ὅτι καὶ τὰ τῆς γνώμης αὐτοῦ τῷ μεγάλῳ φανερὰ ἦν· οὐδὲ γάρ, εἰ μὴ παρὰ τοῦ κρατοῦντος ἠνάγκαστο, ἐπένευσεν ἄν ποτε ἀνιέναι.
col. 1001–1002page 17 of 56
PG 116:1001ΚΕ΄. Ἐπεὶ δὲ πολλὰ μὲν τοῦ ἐπισκόπου, πολλὰ δὲ καὶ τῶν ἐπομένων τῷ ἐπισκόπῳ τεθῆναι τὴν κλίμακα δεηθέντων καὶ ἀνελθεῖν ἀπηγόρευσεν ὁ ἀήττητος, ἤδη δὲ καὶ ὁ ἥλιος κατὰ μέσας εἰστήκει τὰς κεφαλὰς θερμαῖς αὐτὰς βάλλων ταῖς ἀκτῖσι, καὶ τὸ πλῆθος δίψει καὶ καύσωνι ὁ ἐπίσκοπος φλεγομένους ἑώρα, τί ποιεῖς ; Κάτωθεν μὲν ἐπιτρέπει τῷ ἀρχιδιακόνῳ τὰς συνήθεις εὐχὰς ὑπαγορεύσαι αὐτὸς δὲ προσευξάμενος χειροτονεῖ τὸν μέγαν καὶ μὴ παρόντα πρεσβύτερον καὶ ἅμα τὸ πλῆθος, Καὶ ἄξιος, ἐπεβόων ἐπὶ τὸν ἀληθῶς ἄξιον. Οὕτω τοῦ πατριάρχου Γενναδίου ἱερέα τε τὸν Δανιήλ ὀνομάσαντος καὶ, Ἰδού, εἰρηκότος, καὶ ὁ λαός σοι τὴν γενομισμένην ἀφῆκε φωνὴν ἐπὶ τούτῳ, καὶ Θεὸς ἄνωθεν δι᾿ ἐμοῦ σοι τὴν χεῖρα ἐπέθηκε, καὶ ἁπλῶς πάντα τὰ τῆς ἱερωσύνης ἐδέξω σύμβολα· λείπεται γοῦν τὴν κλίμακα τῷ κίονι ἐρεισθῆναι, ἵνα καὶ τῆς ἱερᾶς μετάσχης θυσίας, καὶ πάντα ὑπείξῃς τῷ καλοῦντι Θεῷ. Τὸ γνοὺς ὁ μακάριος μὴ ἂν ἀθεεὶ ταῦτα γενέσθαι, ἀλλὰ κἀκεῖνον συνευδοκῆσαι τοῖς γενομένοις, τήν τε κλίμακα τεθῆναι κελεύει, καὶ τὸν οὐράνιον μαργαρίτην, τὴν θείαν φημὶ κοινωνίαν, καὶ δίδωσι καὶ λαμβάνει. Εἶτα καὶ τἄλλα πάντα τοῖς ἱερεῦσιν εἰωθότα ποιήσας καὶ τοῦ πλήθους ὑπερευξάμενος, ἀφῆκε χαίροντας ὁμοῦ καὶ θαυμάζοντας· τὸ μὲν διὰ τὴν πρόγνωσιν καὶ τὴν ἐπαινετὴν ὄντως δειλίαν, τὸ δὲ ὅτι μόγις μὲν, πείθεται δὲ ὅμως αὐτὸς μὲν τὴν ἱερωσύνην λαβεῖν, ἐκείνοις δὲ τὰ τῆς εὐχῆς παρασχεῖν καὶ τῆς εὐλογίας. Ταῦτα δηλα καὶ τῷ βασιλεῖ γίνεται, καὶ τῆς ὁμοίας αὐτὸν ἐμπίπλησιν ἡδονῆς καὶ ἐκπλήξεως. ΚϚ΄. Οὐδὲν οὖν μέγα οὐδὲ τῆς ἀρχῆς φρονήσας οἰκεῖον, ἀλλὰ μαθὼν ὅσον ἐστὶ βασιλείας ἀρετὴ τιμιώτερον, ἄνεισι καὶ αὐτὸς πρὸς αὐτὸν, καὶ ὥσπερ τὸν τύφον καὶ τὴν βασίλειον ὀφρὺν κάτω λιπὼν καὶ ἀπολυσάμενος, βάλλει μὲν ἑαυτὸν εἰς γῆν, ἅπτεται δὲ τῶν ἱερῶν ἐκείνου ποδῶν, καθαπερεὶ τῷ ταῦτα ποιεῖν μείζον ἢ κατὰ βασιλέα τιμώμενος. Ἁψάμενος δὲ πληρούται θαύματος ἢ πρότερον ὁ Γελάσιος· πόδες γὰρ ἐκεῖνοι λίαν ἐξῳδηκότες ἦσαν καὶ ὅλως βρύοντες ἕλκεσι, καὶ ἦν φρικτὸν ὁμοῦ καὶ οἰκτρὸν ἰδεῖν καὶ ἄψασθαι. Τότε γοῦν ὁ βασιλεὺς αὐτὸν καὶ διττῶν βάσιν κιόνων δωρεῖται οὓς αὐτὸς ἔδρυσε, διχθάδιον τὸν στῦλον ἐπονομάσας· οὗ καὶ Δανιήλ ἐπιβαίνων ἔχαιρεν. Ἐκεῖνός τε γὰρ τῷ ὕψει μάλλον ἐπῆρτο, καὶ οὕτως ἅμα πρὸς ἄσκησιν ἐπετείνετο, θέρους μὲν φλογοδέστερον αὐτὸν βάλλοντος τοῦ ἡλίου, χειμῶνος δὲ ψυχρότερον τοῦ ἀέρος. Ὡς δὲ καὶ τῆς τῶν ἀνέμων βίας, χιόνος τε καὶ χαλάζης ἰσχυρῶς ἐπιτεταμένων καὶ ἥκιστα φορητὴν ἐπιδεικνύντων τὴν καρτερίαν, ἀμέλει καὶ πολλὰ τὰ θαύματα ἠκολούθει· ὅπερ ἐμοὶ τὸ μῆκος φεύγοντι τοῦ λόγου οὐ πάντα ῥᾴδιον ἐξειπεῖν, ἀλλὰ τὰ καιριώτατα μόνον ὡς ἡ ὑπόσχεσις. Ὁ δὲ μηδὲ βουλομένῳ δυνατὸν παρελθεῖν, τοῦτο νῦν ὡς ἔχω λόγου πειράσομαι διηγήσασθαι.
col. 1003–1004page 18 of 56
PG 116:1003ΚΖ'. Ἄρτι μὲν ἀρχὴν εἶχε τοῦ ἐνιαυτοῦ ἡ περιοδος, καὶ μὴν ἐνειστήκει ὃν Ῥωμαίοι Σεπτέμβριον καλοῦσιν, ἐν ᾧ καὶ τῷ μεγαλομάρτυρι Μάμαντι ἑορτὴν ἄγουσιν οἱ φιλόθεοι. Ἑσπέρας οὖν, ὅτε τοῖς εὐσεβέσι τὰ τῆς ἑορτῆς προτελεῖται καὶ πάννυχος ἄγεται, τέλος ἡ προφητεία τοῦ μεγάλου λαμβάνει, καὶ ἄφνω τῇ μεγίστη βασιλίδι τῶν πόλεων ὁ ἐμπρησμὸς ἄρχεται, καὶ τοσοῦτον ἤρθη, καὶ οὕτως ἴσχυσεν, ὡς μικροῦ πᾶσαν ἐκτρίψαι τὴν πόλιν. Ἤρξατο μὲν γὰρ ἀπὸ τοῦ παραθαλασσίου τείχους, ὃ καὶ νεώριον ὀνομάζουσι, φθάνει δὲ καὶ εἰς τὸν τοῦ Κωνσταντίνου φόρον καὶ ἕως Ἰουλιανοῦ λιμένος περιχωρεῖ, ὡσανεὶ μέσην τὴν πόλιν περιζωσάμενον. Ἔνθεν τοι καὶ πᾶν σῶμα κατελαμβάνετο, πᾶν δὲ τὸ ληφθὲν εὐκόλως ἀπώλλυτο, καὶ τὸ πῦρ οὕτως ὑλοτροφούμενον ἐπὶ μεγίστην ἤρθη τὴν φλόγα· καὶ κακὸν ἄμαχον ἦν παντὸς τοῦ πρὸς ἄμυναν ἐπιφερομένου μηδὲν ἀνύειν ἐλεγχομένου. Διὰ ταῦτα καὶ πολλὰς μὲν οἰκίας, πολλοὺς δὲ ναούς, πρὸς δὲ καὶ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν διετρπεν ἐπινεμόμενον· πολλοὶ δὲ μέρη τε καὶ μέλη τοῦ σώματος ἃ τὸ πῦρ ἐπῆλθεν εὐθὺς ἀκρωτηριάζοντο. Καὶ ἦσαν οὕτως ἡμιφλεγεῖς καὶ ἡμίτομοι, ἐλεεινότεροι τῶν εἰς τέλος ἀπολωλότων τοῖς οἰκείοις γινόμενοι. Ἐν οὖν κίνδυνος τὸ θρυλλούμενον θαῦμα τῆς οἰκουμένης, τὴν Κωνσταντίνου φημί, τῷ τῶν Σοδόμων ἐμπρησμῷ πάσχουσαν ἰδεῖν παραπλήσια. Μόλις οὖ, ὡς ἐν τοσούτῳ κακῷ ἡ τε τοῦ ἁγίου πρόῤῥησις αὐτοῖς εἰσῄει, καὶ τῶν ἐκείνου μόνων εὐχῶν ἧττον γενέσθαι τὸ δεινὸν πιστεύουσιν. Ἔλεντοι καὶ ταχεῖ πολλῷ πρὸς αὐτὸν θέουσιν· ὁ μὲν χρημάτων ἀποκλαιόμενος στέρησιν, ὁ δὲ δούλων, οἰκίας, ἕτερος φίλων, καὶ ὁ μὲν συγγενῶν, ὁ δὲ γυναικὸς καὶ παίδων αὑτοῦ, ὁ δὲ καὶ πάντων ὁμοῦ τῶν προσόντων. Ἐφ᾽ οἷς οὕτω περιαλγῆ τὸν ἅγιον ἦκαν, ὡς καὶ δακρύων ὅλον ὑποπλησθέντα, ῥαθυμίαν αὐτῶν καταγνῶναι, ὅτι, πολλὰ τούτοις διαμαρτυρουμένου τε καὶ προλέγοντος μετανοίᾳ τὸ δεινὸν ἐκφυγεῖν οὐχ ἡγάπησαν, Νινευῖται μόνον ἐν τῷ πάθεῖν, οὐχὶ καὶ ἐν τῷ μεταγνώναι γενόμενοι. Ταῦτα λέγων ἐκείνοις μὲν καὶ οὕτως εὐχῆς τε καὶ νηστείας ἐπιμελεῖσθαι παρήνει, καὶ αὐτὸς δὲ τὰς χεῖρας εἰς οὐρανὸν ἄρας τὴν ἐκεῖθεν ἐπεκαλεῖτο βοήθειαν, καὶ μετὰ τὴν εὐχὴν ὥσπερ αὐτοῖς τὴν ἀρχὴν, οὕτω δὴ καὶ τὸ τέλος τῆς συμφορᾶς εἰρηκὼς τούτους ἀπέλυσεν. Ἑπτὰ γάρ, φησίν, ἡμέραι, καὶ ἡ τοῦ πυρὸς ἀπειλὴ στήσεται. Οὕτως ἐκεῖνός τε εἶπε, καὶ τὸ ἔργον ἀκόλουθον ἦν, καὶ τὸ πῦρ οὐκέτ᾽ ἦν. Τότε καὶ τοὺς ἄλλους καὶ τοὺς ἐν τέλει πάντας, καὶ αὐτὸν δὲ τὸν κρατοῦντα φόβος λαμβάνει, καὶ τὴν βασιλίδα παρελαβὼν οἰκτρὸς οἰκέτης τοῦ μακαρίου γίνεται, πρὸς μὲν τὸ παρελθὸν συμπάθειαν, πρὸς δὲ τὸ μέλλον ἀσφάλειαν ἐξαιτούμενος. ΚΗ'. Ἤδη μὲν οὖν μετὰ τὰς φθινοπωρινὰς τροπὰς τοῦ καιροῦ μεταβαλόντος χειμὼν ἦν, καὶ χειμὼν λόγου μὲν κρείττων, τῆς δὲ τοῦ γενναίου ψυχῆς ἡττώμενος, ὑετῶν δὲ πλείστη καταφορὰ καὶ καταγὶς ἀνέμων σφοδρά. Ἐστασίαζε δὲ καὶ πρὸς ἑαυτὰ τὰ πνεύματα, καὶ ἔπνεεν ἅμα πολλὰ καὶ οὕτως ἄγρια ὡς καὶ τὰς σιδηρᾶς τῶν κιόνων λαβάς, αἳ τὴν
col. 1005–1006page 19 of 56
PG 116:1005συμβολήν τε τῶν δύο συνεῖχον κιόνων καὶ τὸν Δανιὴλ ἄνωθεν ἔφερον βιαίως ἀποσπασθῆναι, μόνῳ δὲ συνειλῆφθαι τούτους στυλαρίῳ μικρῷ ὃ μεταξύ τούτων ἐτύγχανεν ἐμβληθέν. Ἅμα γοῦν προσέπιπτε καταιγίς, καὶ οἱ κίονες ἐκραδαίνοντο, καὶ ὁ δίκαιος ἄνωθεν ὡσεὶ κλάδος δένδρου τῇδε κἀκεῖσε περιεφέρετο καὶ συμπεριήγετο τῇ πνοῇ· βοαὶ δὲ σὺν δάκρυσι τῶν μαθητῶν κάτωθεν, καὶ ὀφθαλμοὶ πρὸς μόνον ἐκεῖνον βλέποντες, καὶ προσδοκία λυπηρὰ μία ἡ τοῦ πατρὸς αὐτῶν στέρησις. Ἀλλ' οὐκ ἤδη καὶ ἡ τοῦ Δανιὴλ ἐλπὶς ἡ πρὸς Κύριον ἐσαλεύετο, ἀλλ' ἐπὶ ταύτης τῆς ἀῤῥαγοῦς πέτρας ὁ μακάριος στηριζόμενος μηδενὶ μηδὲν φθεγγόμενος μηδὲ εἰ τοῦτο συμβῇ δεδοικὼς (τί γὰρ δεινὸν αὐτῷ τὸ θανεῖν, ᾧ τὸ ἐνταῦθα μένειν κατὰ τὸν Δαυΐδ φυλακή ;), ἄνω τὸν νοῦν ἔχων καὶ προσευχόμενος ἐκαρτέρει. Ἐκέκραξεν οὖν ὁ δίκαιος, καὶ ὁ Κύριος αὐθὺς εἰσήκουσεν αὐτοῦ, καὶ ἄνωθεν ἐξ οὐρανοῦ ὡς ἐκ τοῦ πλοίου πρὶν τοὺς ἀνέμους ἐπιτιμᾷ, καὶ παραχρῆμα γαλήνη καὶ νηνεμία πολλή. Καὶ τὰ μὲν τῶν ἀνέμων οὕτως. ΚΘ΄. Ἐπεὶ δὲ ἔδει μὴ τὰ πνεύματα μόνον, ἀλλὰ καί τινας τῶν τὴν Ἀρείου μαινομένων μανίαν σχεῖν καὶ τῆς ταραχῆς, καὶ τοῦτο δι' ἐκείνου σοφώτατα, ὥσπερ εἴωθεν, οἰκονομεῖται. Καὶ σκοπεῖτε ὅπως τὴν οἰκονομίαν ποικίλην καὶ δι' ἄλλων ἕτερα πλέκειν πολλάκις οἶδεν ἡ πρόνοια. Ἔγνω βασιλεὺς ἃ συμβέβηκε τῷ ὁσίῳ, καὶ τὸν στῦλον ἰδεῖν ἔσπευδε, τοῦτο μὲν δίκας ἐπιθήσων τοῖς μὴ βεβαίως τὰς λαβὰς εἰργασμένοις, τοῦτο δὲ τοῦ λοιποῦ ταύτας πρὸς ἀσφάλειαν συναρμόσαι. Ἀλλ' ἐκείνους μὲν ἡ τοῦ μεγάλου πραότης τῆς αὐτοκράτορος ἀπειλῆς ἐξαιρεῖται θάνατον αὐτοῖς ἀπειλοῦντος, κατιόντι δὲ τοῦ ὄρους τῷ βασιλεῖ κίνδυνος οὐ μικρὸς συνηνέχθη. Δέος γὰρ κατὰ τὴν τύχην ἐκταράξαν τὸν ἵππον, οὗ ἐπιβεβηκὼς αὐτὸς ἦν, καὶ πτοηθεὶς καὶ τοὺς ἐμπροςθίους πόδας πρὸς τὸ ὄρθιον ἀνατείνας ὕπτιος μὲν ἐπὶ τοῦ ἐδάφους ὁ ἵππος εὐθύς, ὕπτιος δὲ καὶ ὁ βασιλεὺς σὺν αὐτῷ, τὸ δὲ τῆς βασιλικῆς καθέδρας ἔμπροσθεν ὑπερανεστηκὸς ἐπιτρίβει τῷ βασιλεῖ τὸ μέτωπον, καὶ τὸν ἐπὶ τῆς κεφαλῆς στέφανον πόῤῥωθεν ἐκκρούει· ἔνθα συμβαίνει τοὺς ἐν αὐτῷ μαργάρους ἄλλον ἀλλαχοῦ διασκεδασθῆναι. Ἀλλὰ καὶ Δανιὴλ τῇ εὐχῇ προφθάσας τὸν πονηρὸν χαλεποῦ θανάτου σώζει τὸν βασιλέα, καὶ χωρὶς οὕτω κινδύνου τὴν ἐπάνοδον ἐποιεῖτο. Ἀλλ' ἐνταῦθά μοι τῆς διηγήσεως τὸ κεφάλαιον καὶ ὅπως οἶδεν ἡ Πρόνοια παραδόξως οἰκονομεῖν. Λ΄. Ὁ τοῦ βασιλέως ἱπποκόμος, ὡς δὲ ἡ κοινὴ ἂν εἴποι καὶ συνήθης γλῶττα, τῶν ἵππων ὁ κόμης Ἰορδάνης οὕτω καλούμενος, ἐνόσει μὲν πάντα τὸν πρὸ τοῦ χρόνον τὴν ἄθεσμον Ἀρείου μανίαν. Τότε δὲ τὸν τοῦ βασιλέως κίνδυνον ὑποπτήξας καί, μήπως ὀργῆς αἴτιον αὐτῷ γένηται τὸ συμβάν, δρόμῳ πρὸς τὸν ὅσιον ἀφικνεῖται. Ὁ δὲ οὐ μόνον αὐτῷ τὴν ἐκ τοῦ κρατοῦντος φόβον λύσειν ὑπέσχετο, ἀλλὰ καὶ τῆς πονηρᾶς αὐτὸν ἀπαλλάξαι κακοδοξίας, ἣ παντὸς ἄλλου κίνδυνός ἐστι χαλεπώτερος, ἤκουσε
col. 1007–1008page 20 of 56
PG 116:1007τούτων ὁ ἱπποκόμος καὶ πραείαις αὐτοῦ καὶ μελιχραῖς παραινέσεσι τὴν τοῦ Ἀρείου δόξαν ἐξομοτάμενος τὰ τῶν ὀρθοδόξων φρονεῖ. Ὁ μὲν οὖν ὅσιος πέμπει πρὸς βασιλέα ὅτι τε Ἰορδάνης τὴν ἀπάτην ἀπαρνησάμενος τοῖς ὀρθοῖς στοιχεῖ δόγματι, καὶ ὅτι δίκαιός ἐστι μάλιστα καὶ δι᾽ αὐτὸ τοῦτο, ἀλλὰ καὶ τὴν πρὸς ἐμὲ ἄφιξιν τῆς παρὰ σοῦ συγγνώμης τυχεῖν. Ὁ δὲ ἀντεπιστέλλει ὅτι τῆς μὲν τοῦ κινδύνου αἰτίας οὐκ ἄλλος τις αἴτιος ἢ αὐτὸς ἐμαυτῷ οὕτω πρὸ τῶν σῶν ὀφθαλμῶν τοῦ ἵππου ἐπιβῆναι τολμήσας, ἀλλὰ μὴ πολὺ πεζὸς τοῦ ἱεροῦ κίονος ἀποστάς. Ἀπὸ γοῦν τοῦ παρόντος τοῦτο πάσῃ κηλακῇ φυλάξομαι. Ἰορδάνῃ δὲ οὐ μόνον οὐ χαλεπαίνω, ἀλλὰ καὶ πολὺ μᾶλλον ἥδομαι ὅτι τὸ ἐμὲ τοῦ ἵππου πεσεῖν ἀφορμὴ αὐτῷ πρὸς τὸ προκείμενον ἀναστῆναι γεγένηται. Τοσαύτη δὲ ἦν τοῦ λοιποῦ πρὸς τὸν ὅσιον ἡ αἰδὼς, ὥστε οὐ μόνον αὐτὸς τοῖς προσήκουσιν ἐτίμα τοῦτον, ἀλλὰ καὶ τοῖς ἄλλοις ὥς τι χρῆμα οὐράνιον τὸν ἄνδρα ἐδείκνυ. ΛΑ΄. Μετὰ μικρὸν γοῦν συμβὰν τὸν βασιλέα Λαζῶν πρὸς τὸν αὐτοκράτορα Ῥωμαίων παραγενέσθαι συνθηκῶν ἕνεκα, τάλλα μὲν ὑπερβὰς, λαβὼν δὲ αὐτὸν καὶ πρὸς τὸν ὅσιον ἀγαγών, Τοῦτο, ἔφη, τῆς ἐμῆς βασιλείας τὸ θαῦμα. Κἀκεῖνος πρὸς τοσοῦτον ἐξέστη τὴν καρτερίαν ἰδὼν, ὥστε μὴ τὸν ἅγιον μόνον, ἀλλὰ καὶ τὸν κίονα ἐφ᾽ οὗ ἴδρυτο σὺν δάκρυσι προσκυνῶν ὁ βάρβαρος πολλὰς ἀφίει φωνὰς πεπαιδευμένης φρενὸς καὶ μαθούσης πολλά, Εὐχαριστῶ σοι, λέγων, ἐπουράνιε βασιλεῦ, ὅτι με πρὸς τὸν ἐπὶ γῆς βασιλέα παραγενόμενον οὐράνιον ἀνδρὸς πολιτείαν ἔλαξας, καὶ τοιούτων με μυστηρίων γενέσθαι θεατὴν κατηξίωσας. Οὕτως ἀμφοτέροις ὁ μέγας ἀξιοθαύμαστος ἐνομίσθη ὥστε καὶ τῶν συνθηκῶν ἄρα ἐκεῖνον ὁριστὴν καταστῆσαι, καὶ πρὸς τὴν οἰκείαν δὲ αὖθις Γουβάζιος ὁ Λαζῶν βασιλεὺς ὑποστρέψας τοῖς τε ὑπὸ χεῖρα διηγεῖτο τὸ θαῦμα, καὶ διὰ μνήμης ἀεὶ τὸν ὅσιον ἐποιεῖτο, καὶ οὐκ ἔστιν ὅτι πρὸς τὸ Βυζάντιον στέλλων οὐχὶ καὶ πρὸς αὐτὸν ἔπεμπε γράμματα οὐ μόνον ταῖς προσρήσεσιν ὁριζόμενα, ἀλλὰ καὶ περὶ πλείστου ποιούμενα τὸ μεμνήσθαι τούτου καὶ τῆς ἐκείνου ὑπερεύχεσθαι βασιλείας. Οὕτω πάντες τὴν δικαίαν τῆς ὑπομονῆς ἐξεπλήττοντο καὶ οἰκεῖοι καὶ ξένοι, καὶ ἰδιῶται καὶ βασιλεῖς, καὶ Ῥωμαῖοι καὶ βάρβαροι, καὶ προσιόντες ὡς ἀγγέλῳ προσήεσαν, καὶ ἀπιόντες πόῤῥωθεν εἰς ἐπικουρίαν ἐκάλουν, καὶ ᾔτουν τι δι᾽ εὐχῆς, καὶ ἐτύγχανον. ΛΒ΄. Ἱκανὰ μὲν οὖν καὶ τὰ πρώην τὴν ἐκείνου καρτερίαν γνωρίσαι, καὶ ὅτι οὐ κατὰ ἄνθρωπον οἱ ἀγῶνες αὐτῷ καὶ τὰ σκάμματα. Ἐπεὶ δὲ μοι τὸ σπουδαζόμενον μηδέν τι τῶν καιριωτάτων παραλιπεῖν, προσθήσω τι καὶ ἕτερον τοῖς εἰρημένοις μεῖζον εἰς καρτερίας λόγον καὶ θαῦμα τοῦ δυναμώσαντος. Χειμὼν ἦν, καὶ χειμὼν κρυμώδης καὶ χαλεπός· θύελλαι δὲ αὖθις τῶν ἀνέμων σφοδραὶ καὶ δεινότεραι τῶν προλαβουσῶν· ἅμα δὲ τῇ πνοῇ καὶ νιφετὸς χιόνος συχνῆς. Τὰ μὲν οὖν πνεύματα σφοδρότερον ἐπιῤῥάξαντα τὸ ἐκ δέρματος αὐτῷ κουκούλιον ἐκριπίζουσι τοῦ τραχήλου, καὶ πρός τινα τῶν ὑποκειμένων ἀκοντίζουσι φάραγγα· σὺν τοῖς πνεύμασι δὲ ἡ
col. 1009–1010page 21 of 56
PG 116:1009χιών κατὰ πρόσωπον προσβάλλει πολλὴ καὶ ψυχρά. Ὁ δὲ οὐ γὰρ ὑπὸ στέγην εἶχε δραμεῖν ὅλης νυκτός, ὦ ψυχῆς ἀχειρώτου δεσμοῖς τοῦ σώματος!) δέχεται γυμνῷ τῷ σώματι πάντα ὁμοῦ, τὸ δριμὺ τῆς ὥρας, τὴν χιόνα, τὰ πνεύματα, τὴν πῆξιν τὴν περὶ τὴν ἔω τὴν ἀλγεινήν. Ἔφανεν ἡμέρα, καὶ τὸ δεινὸν οὐκ ἔληγεν, ἀλλ᾽ ἴσχυε μᾶλλον, καὶ ὁ χειμὼν ἐπετείνετο. Τοῖς δὲ φοιτηταῖς μηχανὴ οὐδὲ μία τῆς θύρας προσκύψαι, καὶ ὁ βοηθήσων οὐδεὶς. Ἡμέραν μὲν ἐκείνην ὅλην καὶ τὴν ἐπιοῦσαν νύκτα πολὺ δριμυτέραν οὖσαν οὕτως ὁ γενναῖος διακαρτέρει. Ἄρτι δὲ τρίτη μὲν ἦν τῷ χειμώνι, τὸ δὲ ἄγριον τοῦ κρυμοῦ ὑπελώρα, καὶ τὴν κλίμακα τῶν μαθητῶν οἱ θερμότεροι προσερείσαντες, καὶ αὐτίκα σπουδῇ πολλῇ ἀναβάντες, ὁρῶσι θέαμα φρικτόν, ὦ Δέσποτα καὶ Θεέ, καὶ πρὸ τοῦ ἰδεῖν μὲν αὐτοῖς ὁ ἐλπισθεὶς ὅμως δέ τι καὶ μᾶλλον φοβερώτερον πρὸς τὴν ὄψιν φανέν, τὸν ὅσιον τοῦ περιβολαίου μὲν ἤδη γεγυμνωμένον, τῷ δὲ κρυστάλλῳ πάντοθεν περιεσταμένον καὶ τὴν κεφαλὴν καὶ τὴν ὄψιν καὶ τὰ λοιπὰ μέρη τοῦ σώματος, οὐ μόνον δὲ ἀλλὰ καὶ αὐτὸ τὸ σῶμα ἀποπαγέντα καὶ πρὸς κρύσταλλον τά γε εἰς ψυχρότητα καὶ πῆξιν μεταβληθέντα κρυστάλλινον ἄν τις ὠνόμασεν αὐτὸν ἄνθρωπον (καὶ τί γὰρ ἄλλο;) ἢ νεκρὸν ἕνεκά τε τοῦ μηδὲ πνοὴν ἔχειν νομίζεσθαι. Θερμοῖς οὖν ὕδασι μόλις τὸν πάγον λύσαντες, ἀλλὰ δὴ καὶ τὸ σῶμα περιῤῥαντίσαντες, καὶ σπόγγοις ἐξαπονίσαντες, ἐπειδὴ μεθ᾽ ἱκανὸν εἰς ἑαυτὸν ἐκεῖνος ἐλθὼν καὶ ὥσπερ ἐκ θανάτου τὴν πνοὴν αὖθις λαβὼν ἀπειλήφει καὶ τὴν φωνήν, Ἵνατί μοι, φησί, πράγματα παρέχειν ὑμεῖς βούλεσθε, καὶ ἡδέως ὑπνώττοντι ἐνοχλεῖτε; Ἄρτι γάρ τὸν Κύριον εἰς ἐπικουρίαν ἐκκαλουμένῳ μικρὸν ἀρυπνώσαί μοι γέγονε. Πλὴν ἀλλ᾽ εἴη γε ὑμῖν, ὦ τέκνα, τοῦ πατρὸς οὕτω φροντίζουσι. Καὶ, Δότε δή μοι, ἔφη, καὶ περιστείλασθαι, αἰσχυνόμενος, οἶμαι, διὰ τὴν γύμνωσιν, ἀλλ᾽ οὐχὶ θέρμης δεόμενος. Οἱ δὲ προσήνεγκάν τε αὐτῷ περιβόλαια ἕτερον, καὶ ἐνέδυσαν θείας εὐφροσύνης χιτῶνα κατὰ τὸν προφήτην ἐνδεδυμένον. ΑΓ΄. Πολλὰ γοῦν μετὰ ταῦτα καὶ τοῦ φιλοχρίστου βασιλέως ἀξιοῦντος καὶ δεομένου (ἧκε γὰρ καὶ μέχρις αὐτοῦ ταῦτα), ὡς Εἰ καὶ μὴ σοῦ χάριν, ἀλλ᾽ ἕνεκά γε ἡμῶν καὶ τῆς ὠφελείας τῆς ἡμετέρας, φεῖσαι τῶν παραβόλων τούτων κινδύνων, καὶ μὴ οὕτως αὐτόχειρ, μικροῦ, ἑαυτοῦ γενόμενος ἡμᾶς τε ὀρφανοὺς ἀπολίπῃς, αὐτὸς δὲ ἐξάγειν ἑαυτὸν δόξῃς τοῦ βίου καὶ πρὸ καιροῦ. Ταῦτα καὶ τούτων πλείω σὺν δάκρυσι τοῦ κρατοῦντος δεομένου καὶ ἅμα τῶν ποδῶν ἁπτομένου μόλις ἠνέσχετο μικρόν γοῦν αὐτῷ γενέσθαι στέγην, αἰδεσθεὶς τὰ τοῦ βασιλέως δάκρυα. Καὶ τοῦτο εἴρηκε μέντοι πολλάκις, οὐδὲν δὲ ἧττον καὶ νῦν ἐρῶ, ὡς οὐδὲν ἦν τῷ βασιλεῖ θαῦμα οὐδὲ ἐδύνει μείζον τῆς τοῦ μεγάλου καρτερίας καὶ τῆς πολιτείας ἐκείνης. Πάντας οὖν οἳ διαπρεσβεύοντο πρὸς αὐτόν, εἴτε βασιλεῖς εἶεν εἴτε πρέσβεις, εἴθ᾽ οὑ·
col. 1011–1012page 22 of 56
PG 116:1011μάζουσι ῥῆγας, τοὺς μὲν δι᾽ ἑτέρων, τοὺς δὲ καὶ δι᾽ ἑαυτοῦ πρὸς τὸν ὅσιον ἀνῆγεν. Κἀκεῖνοι μᾶλλον ὁρῶν τες ἤ ἀκούοντες ἐξεπλήττοντο, καὶ οὕτως ὑπέστρεφον εὐλογούμενοι καὶ τὴν ψυχὴν βελτίους γενόμενοι. Ὅτι δὲ καὶ τὰ μέλλοντα ὡς ἤδη παρόντα ὁρᾶν ἄνω θεν εἶχε λαχών, πολλαχῆ μὲν τοι καὶ ἐκ τῶν ἀνωτέρω δεδήλωται· ἔστι δὲ καὶ δεῖγμα σαφές. Φήμη τις πανταχοῦ διέῤῥει Γιζήριχον τῶν ῥῆγα τῶν Βανδάλων Ῥωμαίοις ἐπιστρατεύειν πολλῇ τῇ παρεσκευῇ καὶ πλείονι τῷ θράσει χρώμενον, καὶ ὡς ἤδη τὴν Ἀλεξάνδρειαν βαρείᾳ καταλαμβάνει χειρὶ ἆθλον ἑαυτῷ ταύτην ποιῆσαι βουλόμενος. Ἦν οὖν ἀγὼν οὐ μικρὸς τοῖς ἐν τέλει καὶ αὐτῷ βασιλεῖ, ὃς καὶ ταχὺ ἐπὶ τὸ εἰωθὸς τρέχει τῆς ἀθυμίας φάρμακον, καὶ γνωρίζει τῷ ὁσίῳ τὴν φήμην. Ὁ δὲ ὥσπερ οὐ προορῶν, ἀλλ᾽ ἐν ὀφθαλμοῖς ὁρῶν ἤδη τὰ συμβησόμενα, εὐθὺς ἔφη οὐ μόνον Γιζήριχον τὴν Ἀλεξάνδρειαν οὐχὶ κατα λήψεσθαι, ἀλλὰ καὶ κατὰ πάντα τἄλλα ἄπρακτον πρὸς τὴν οἰκίαν ἐπαναζεύξαι. Πάντως οὐδὲν δεῖ τὸ ἐκβὰν προστιθέναι τοῖς τὸν ἄνδρα γινώσκουσι· γέγονε γὰρ οὐ μετὰ πολὺ καθὼς ἡ θεοφέρος γλῶσσα τοῦ Δανιὴλ προηγόρευσεν. ΛΔ΄. Τούτων δὲ οὖν καὶ ἄλλων πλειόνων ἕνεκα καὶ θαυμασιωτέρων ἀμείβεσθαι τὸν μέγαν ὁ βασιλεὺς βουληθεὶς, ἐπεὶ ἄλλως οὐκ ἦν, οἰκίσκους γοῦν τοῖς ἐκείνου μαθηταῖς γενέσθαι παρακαλεῖ, ἵν᾽ ἔχωσι, φησὶν, εἰς κατοικίαν οὗτοι τῷ σώματι. Ὁ δὲ ὅσιος· Ἤν μὲν εἴρηκας, φησὶ πρὸς αὐτὸν, καταβαλέσθαι οἰκοδομὴν οὐ στέργειν ἔχω· οὐδὲ γὰρ τῷ μακαρίτῃ Συμεὼν προσεγένετό ποτε. Σὺ δὲ, εἴ τί μοι βούλει καὶ καθ᾽ ἡδονὴν ποιεῖν, ἀγαγεῖν μοι τὸ ἐκείνου λείψανον ἐνταυθοῖ σπεῦσον καὶ πᾶσαν ἀπέχων τὴν ἀμοιβὴν ἀξιόχρεων. Τότε δὴ ἄσμενος ὁ κρατῶν ἐπιτάττει τοῦτο μὲν ἱερὸν οἶκον τῷ Συμεὼν πρὸ τοῦ στύλου Δανιὴλ πρὸς βορρᾶν οἰκοδομηθῆναι, τοῦτο δὲ καὶ οἰκίας θέσθαι τοῖς ἁναβαίνουσιν ἐπὶ τὸ ὄρος ξένοις καὶ τοῖς μαθηταῖς τοῦ μεγάλου, πολλὰ καὶ τότε πρὸς τοῦτο τοῦ ὁσίου ἀπαγορεύοντος. Ὡς δὲ θᾶττον οἱ ἐπὶ τὴν Ἀντιόχειαν σταλέντες βασιλέως οὕτω παρακελευσαμένου ἀνήγοντο, δηλοῖ μὲν ὁ μέγας τῷ ἐπισκόπῳ τῆς πόλεως τὴν ἀνακομιδὴν τοῦ σκή νους κηρύξαι αὐτόν τε τοῦτον ἐπὶ βασιλικοῦ καθε ζόμενον ὀχήματος τὰ λείψανα τοῖς κόλποις περικρατοῦντα καὶ οὕτω τὴν πορείαν ψαλμοῖς καὶ ὕμνοις ποιεῖσθαι, καὶ ἀγαγόντας πρὸς τὸ τοῦ ἀρχιστρατήγου ἱερὸν θέσθαι ἐκεῖ τὴν θείαν μυσταγωγίαν ἐπιτελέσαντας. Τούτων δὴ καὶ τελουμένων καὶ σὺν πολλῇ καὶ λαμπροτάτη δορυφορίᾳ τῶν λειψάνων προπεμπομένων πολλὰ δι᾽ αὐτῶν κατὰ τὴν πάροδον τερατουργῶν ὁ Κύριος διεδείκνυτο· ἃ δὴ καθεξῆς διηγεῖσθαι πάντως οὐ τοῦ παρόντος καιροῦ. Ἐπεὶ δὲ τέλος εἶχε καὶ τὰ τῶν λειψάνων αὐτοῦ τε τοῦ ἱερέως καὶ πάντων τῶν συνεπομένων σὺν ἡδονῇ πρὸς τὸν ὅσιον ἀνελθόντων, τοσαύτας αὐτῶν ἡ ἡδίστη ψυχὴ διὰ τῶν λόγων κατέχει χάριτας, καὶ τοσοῦτον τὸ ἀληθῶς μέλι τὰς ἐκείνων ψυχαῖς ἐναπέλυσε, περὶ φιλοπτωχίας αὐτοῖς καὶ φιλαδελφίας καὶ ἀγάπης τε καὶ κρίσεως καὶ ἀνταποδόσεως καὶ τῶν ἄλλων τῶν τοιούτων διαλεξάμενος, καὶ πείσας οὕτω δακρύειν ὑφ᾽ ἡδονῆς ὅσον ἐν πείρᾳ γεγενημένοι.
col. 1013–1014page 23 of 56
PG 116:1013ΛΕ΄. Οὐ μόνον δὲ ἐφ᾽ οἷς αὐτὸς ἐποίει τὸ περιὸν ἐδήλου τῆς ἀρετῆς, ἀλλὰ καὶ ἐφ᾽ οἷς ἔπασχον οἱ κακίζειν αὐτὸν οὐκ ἐρυθριῶντες. Τινός γοῦν ποτε τῶν ἐγγιζόντων αὐτῷ (ἔσφαλτο δὲ οὗτος περὶ τὸ σέβας) λοιδορουμένου τῷ ὁσίῳ καὶ τῶν παρόντων καὶ ἀκουόντων ἐπιτιμώντων αὐτῷ, ἔσωθεν τοῦ ἐνδύματος αὐτὸς τὴν χεῖρα βαλὼν καὶ ἰχθὺν ὠπτημένον ἐξαγαγών, Ἴδε, φησί, τοῦτον καὶ ἄλλους πολλούς πρὸ τοῦ καταλαβεῖν ὑμᾶς ἤσθιεν ὁ παρ' ὑμῖν κριταῖς ἐγκρατής. Εἶπε, καὶ εὐθὺς ἡ δίκη τὸν ἄνδρα μετῄει. Ἐπεὶ γὰρ μετὰ μικρὸν αὐτός τε ἀληθῶς μετέλαβε τοῦ ἰχθύος, καὶ γυναικὶ καὶ τέκνοις φαγεῖν ἔδωκε, μανία τούτους λαμβάνει, καὶ δαιμονῶντες πάντες ἐδείκνυτο. Οἱ παρόντες τοίνυν, τὴν αἰτίαν αἰσθόμενοι καὶ τῆς διπλῆς μανίας τοῦτον οἰκτείραντες, λαβόντες ἄγουσι πρὸς τὸν ὅσιον. Ὁ δὲ μὴ μόνον πρᾶος πρὸς τοὺς ἁμαρτάνοντας ὤν, ἀλλὰ καὶ τὰς συμφορὰς αὐτῶν εἰς τοὐναντίον περιιστῶν, ἐπειδὴ ἐξομολογουμένους ἑώρα καὶ δεομένους, εὐξάμενος τῆς τε μανίας ἀπήλλαττε καὶ τοῦ χαλεπωτέρου δαίμονος τῆς κενοδοξίας. Οἱ καὶ μετὰ ταῦτα τοσοῦτον ἀπώναντο τῆς αὐτοῦ θεραπείας ὡς καὶ τὴν εὐχαριστίαν ἀνάγραπτον εἶναι βουλόμενοι ἀργύρῳ τὸν ἐκείνου χαρακτῆρα τυπώσαι, καὶ ἑαυτοὺς ὑπὸ τοὺς πόδας παραθείναι, γράψαι τε τοὔνομα καὶ τὴν εὐχαριστίαν προσπαραγράψαι, καὶ αὐτῷ τῷ τοῦ ἀρχιστρατήγου ναῷ παραθεῖναι. Τοσαύτη δὲ ἦν ἐν τοῖς χείλεσι τῷ μακαρίῳ πειθώ, καὶ οὕτως ὁ λόγος αὐτῷ μικροῦ τῷ βίῳ ταυτὸν ἠδύνατο θέλξαι ψυχὴν καὶ πεῖσαι τὴν στενὴν ἐλέσθαι ὁδὸν, ὥστε οὐ μόνον τοὺς ἐπ' αὐτὸ τοῦτο πρὸς αὐτὸν ἀνιόντας ἢ καὶ ἄλλως ἐπιεικεῖς καὶ ἡμέρους δακρύειν καὶ περιέχεσθαι τούτου ἐρωτικῶς ἔπειθεν, ἀλλὰ καὶ αὐτοὺς τοὺς ἰταμοὺς καὶ ἀγρίους τὰ ὅμοια διετίθει. Καὶ δεῖγμα σαφές. ΛΕ΄. Ἔδρανός τις τὴν κλῆσιν, τὸ γένος ἐκ Γαλατῶν, ἄλλως ἀνδρικὸς καὶ κατὰ χεῖρα γενναίος, αἵμασι καὶ πολέμοις ἐντεθραμμένος, καὶ μέντοι καὶ πολλὰς ἀριστείας ἀπενεγκάμενος, ἔχων δὲ καὶ ὑφ᾽ αὐτὸν συχνοὺς καὶ πάντας ἀγαθοὺς τὰ πολέμια, τοῦτον ἡ φήμη φέρουσα καὶ ταῖς βασιλέως δίδωσιν ἀκοαῖς. Ὁ δὲ εὐθὺς ἐκεῖνον καὶ τοὺς ὑπ᾽ ἐκεῖνον μεταπεμψάμενος τούτους μὲν ἄλλαις δωρεῖται τιμαῖς, τῷ δὲ τὴν ἐπιμέλειαν τῶν αὐτοῦ ἵππων ἐγχειρίζει, κόμητα τοῦτον καλεῖν σύνηθες, ὡς καὶ ἀνωτέρω φθάσας ὁ λόγος ἐδήλωσε. Στέλλει δὲ καὶ αὐτὸν, ὡς εἰώθει, ἰδεῖν τε τὸν μέγαν καὶ εὐλογίας ἐκείνου μεταλαβεῖν. Ὁ δὲ πρὸς αὐτὸν ἀπελθὼν, καὶ τόν τε βίον καταμαθὼν καὶ τοῖς λόγοις τὰ ὄντως ὠφέλιμα διδαχθείς, καὶ ἀλλοίωσιν οἷόν τινα θείαν ἀλλοιωθείς, καὶ εἰς πρόβατον ἐκ λύκου μεταβληθείς, στρατείαις μὲν καὶ πολέμοις μακρὰ χαίρειν εἶπε καὶ ταῖς ἐκ βασιλέως τιμαῖς, καὶ ὁ πρὸ τοῦ χρόνον ἅπαντα πρὸς αἵματα καὶ σφαγὰς ἐγγεγυμνασμένος (καὶ τί γὰρ ἄλλο ἐστὶ στρατιώτης, καὶ ταῦτα βάρβαρος ;) φιλόσοφος οὗτος εὐθὺς καὶ Χριστοῦ τοῦ πράου μαθητὴς ἦν, κείρασθαί τε τὴν κόμην καὶ συνταγῆναι τοῖς αὐτοῦ φοιτηταῖς ἐδεῖτο. Ἐπεὶ δὲ καὶ τὸν μέγαν δώρα ταῖς αὐτοῦ δεή-
col. 1015–1016page 24 of 56
PG 116:1015σεσιν ἥκοντα, ὁ μαθητὴς ἐκείνου πολλῶν ἄλλων διδάσκαλος γίνεται, καὶ τοὺς σὺν αὐτῷ πάντας προσκαλεσάμενος οἰκείους τε καὶ γνωστοὺς καὶ ἄλλως προσήκοντας παραινεῖ κἀκείνους τὴν αὐτὴν ὁδεῦσαι τούτῳ. Ἡ δὲ παραίνεσις οἷα καὶ πρὸς ῥητόρων γλώσσαν ἀμιλληθῆναι, καὶ τὴν νικῶσαν λαβεῖν· ἧς καὶ ἥδιστα διαμνημονεύσω, καὶ ὑμᾶς οἶδ' ὅτι μετ' ὀλίγον ἔξω συνηδομένους. ΛΖ'. Ἐγώ, φησί, τοῦ λοιποῦ τῷ ἐπουρανίῳ ἔγνων στρατεύεσθαι βασιλεῖ· πέπεικα γὰρ ἐμαυτὸν ὅτι μηδὲν ὠφελήσει ἄνθρωπον, ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ. Τί δὲ καὶ τὸ τοῦ πολέμου κέρδος ἡμῖν ἢ πάντως ξίφη καὶ φόνοι καὶ αἵματα καὶ σφαγαί; Ποία δὲ καὶ τούτοις οὐ πρόσεστι συμφορὰ καὶ προσέτι βλάβη ψυχῆς, ἐν οἷς ὅ τε πεσὼν δικαίως πέπτωκε; Τί γὰρ ἐπολέμει καὶ τοῖς ὁμογενέσιν; ἥ τε τὸν ἀναιρῶν ἀνδροφόνος πάντως καὶ ἐναγής; Τί γὰρ καὶ χρημάτων ἢ δόξης χάριν κενῆς τὸ τοσοῦτον ἐτόλμα; Ἀλλὰ λέοντες μὲν, ὦ ἄνθρωποι, καὶ παρδάλεις καὶ λύκοι καὶ εἴ τι τούτων ἐστὶν ἀγριώτερον, οὔποτε κοινὴν ἱστῶσι πρὸς ἀλλήλους τὴν μάχην· ἡμῖν δὲ οἷς καὶ φύσει τὸ ἥμερον καὶ λόγος πρόσεστι τὸ παρὰ φύσιν ἄγριον καταστέλλων, ἀλλὰ δὲ καὶ οἶκτον ἐγείρων καὶ τῆς κοινῆς ὑπομιμνήσκων φύσεως, πρὸ δὲ πάντων οἷς μήτε ἀδικεῖν μήτε ἀντιλέγειν ὅλως ἀδικουμένοις ἡ μεγίστη τῶν ἐντολῶν, καὶ ταῦτα ἐγγύθεν ἔχουσι τὸ παράδειγμα αὐτὸν ἐκεῖνον τὸν ἡμέτερον δηλαδὴ Δεσπότην, ὃς ἐπὶ σφαγὴν ἑλκόμενος ἠκολούθει (ἄπιτοι πόσον ἐπὶ τὸ διάφορον Δεσπότου καὶ δούλων·) πῶς ἔχει πάντα καλῶς, ὅτε καὶ τοῦ μὴ ταῦτα ποιεῖν πολλὰς καὶ ἀμοιβὰς ἔχομεν, καὶ τοῦ ποιεῖν πολλὰς τὰς κολάσεις; Εἰ δέ τι χρὴ καὶ τοῖς ἀδικοῦσιν ἀντεπιτίθεσθαι, δέον πάντως τὴν μεγάλην χεῖρα καὶ ὑψηλὴν εἰς ἐκδίκησιν ἡμῶν ἐκκαλεῖσθαι, ἵν' οὕτω μᾶλλον ἡμεῖς τὰ ἐκείνης ποιοῦντες σφοδροτέραν τοῖς ἐχθροῖς δῶμεν καὶ τὴν πληγήν. Τοίνυν εἰ βούλεσθε, ταῦτα μὲν ἐᾶτε, μείνετε δὲ σὺν ἐμοὶ, καὶ τὸν κατὰ Θεὸν ἑλώμεθα βίον. Εἰ δ' οὖν, ἕκαστος τὴν ἑαυτοῦ πορευέσθω· οὐδέν πλέον προσαναγκάσω· Χριστῷ κἂν τούτῳ ἑπόμενος, ὃς πολλοῖς ἡμᾶς καὶ ἄλλοις τιμήσας τῷ αὐτεξουσίῳ πρώτῳ τετίμηκε. ΛΗ'. Ταῦτα εἰ μὴ καὶ κατὰ ἄνδρα βάρβαρον ἦν, ἀλλ' εἴ τις τὴν χάριν τοῦ θείου Πνεύματος λογισθείς, καὶ ὅτι οὗτος ἄξιος ἐκείνης τυχεῖν, εὑρήσει πάντως ὅτι δυνατὸς ἦν καὶ ταῦτα καὶ τὰ τούτων φθεγγέσθαι ὑψηλότερα. Δέδεικται δὲ αὐτίκα καὶ τῆς παραινέσεως ἡ ἰσχύς. Δύο γὰρ βαρβάρους κομιδῇ θείας ἀνηκόους διδασκαλίας ἔπεισε πάντων ἀτεμένους σὺν αὐτῷ βιοτεύειν· τοῖς ἄλλοις δὲ χρήματα τῶν προσηκόντων αὐτῷ δοὺς καὶ κατασπασάμενος ἐφῆκε πορεύεσθαι ὅποι ἂν αὐτοὶ βούλοιντο. Ἐκεῖνος μέντοι καὶ οἱ σὺν αὐτῷ τῷ ἱερῷ τῆς ἀποταγῆς κανόνι στοιχήσαντες τὸ σχῆμα τῶν μοναχῶν ταῖς ἁγίαις χερσὶ δέχονται, καὶ Τίτος ὁ Ἔδρανος φιλοθέως μετονομάζεται.
col. 1017–1018page 25 of 56
PG 116:1017μὲν οὐδὲ βασιλεὺς αὐτὸς ἡγνόησε τὸ πραχθὲν, ἀλλὰ καὶ μαθὼν βαρέως τὸ γεγονὸς ἔφερε, καὶ τὸν ονειδίσιντα τῷ ᾿Εδράνῳ τὴν ἀναχώρησιν ἀποστέλλει. Ὡς δὲ ἐκεῖνόν τε ἀμετάθετον εὗρε τῆς γνώμης, καὶ γράμμασιν ἐπιστώθη τοῦτο τοῖς τοῦ ὁσίου, ἀπογνοὺς τὴν ὑποστροφὴν οὐδὲν ἔγνω προστιθέναι πλέον. Αὐτὸν δὲ τὸν Τίτον τοσοῦτον εἰσέδυ τοῦ μεγάλου ζῆλος καὶ μίμησις ὥστε καὶ τὴν ἐκείνου τροφήν πολυπραγμονεῖν καὶ περὶ πολλοῦ ποιεῖσθαι τί ἂν ἐσθίῃ μαθεῖν. Καὶ ἐπειδὴ οὐχ ἑώρα τῶν ἄλλων ἀδελφῶν μετὰ τὰς ἑσπερίους ᾠδὰς πρὸς ἀνάπαυσιν τρεπομένων, αὐτὸς ἐξιὼν λάθρα τοῦ κοιμητηρίου τῶν κιόνων ὄπισθεν ὑπεκρύπτετο τὸν ὅσιον περιεργαζόμενος· ὥστε διὰ ταῦτα καὶ τῆς νυκτερινῆς πολλάκις ψαλμῳδίας ἀπολιμπανόμενος ῥαθυμίας παρείχε τοῖς ἀδελφοῖς δόκησιν. Ἐπεὶ δὲ ὅλαις ἑπτὰ ἡμέραις οὐδὲν ἐμάνθανε πλέον, ἐκκαλύπτει τὸν λογισμὸν τῷ ὁσίῳ, καὶ εἴ τι ἄρα ὅλως ἐσθίει καὶ πίνει μαθεῖν ἐπηρώτα. Τοῦ δὲ τοῦτο μὲν διαβεβαιώσαντος, ἀλλὰ προσθέντος ὅτι Τοσοῦτον χρῶμαι τροφῆ ὅσον τὸν δεσμὸν τοῦ σώματος συγκρατεῖν· οὐ γὰρ ζῶμεν ἵνα τρυφῶμεν, ἀλλὰ τρεφόμεθα μᾶλλον ἵν᾿ ἔχοιμεν ζῇν· ἐκείνῳ μὲν προσκυνήματι τὴν ὑποταγὴν γνωρίσας ἀπῆλθεν· οὕτω δὲ τοῦ λοιποῦ πρὸς τροφὴν εἶχε καὶ πρὸς ὕπνον πεφυλαγμένως ὡς τροφῆς μὲν τοσοῦτον μετέχειν ὅσον ἀποζῇν μόνον. ΚΘ'. Πρὸς ὕπνον δὲ οἶαν ἐπεδείξατο ὁ γεννάδας λύτταν; Σχοινίοις τῶν μασχαλῶν ἑαυτὸν πρὸς μέσον ἐξαρτήσας ἀέρα, σανίδα παρὰ τὸ στῆθος ἁπλοῖ, καὶ τῇ σανίδι βιβλίον ἐπιτίθησιν, ἵν᾽ ἄμφω καὶ οὕτως ἀνηρτημένῳ ἀναγινώσκειν παρῇ, κἂν ὑπὸ τοῦ καμάτου δεήσῃ ποτὲ πρὸς ὕπνον τραπῆναι ἡ σανὶς τὴν κεφαλὴν δέχεται μικρά τινα παραμυθουμένη τὴν βίαν τῆς φύσεως. Ἦν μὲν οὖν καὶ αὐτῷ βασιλεῖ διὰ τὴν ἀρετὴν ὁ Τίτος ἐράσμος· καὶ ὁπότε παρὰ τὸν ὅσιον ὁ βασιλεὺς ἀνῄει, καὶ πρὸς αὐτὸν ἀπῄει, καὶ ὑποέστρεφε πολλὴν καρπούμενος τὴν ὠφέλειαν. ᾿Εκεῖνος μὲν οὖν οὕτω πολιτευσαμένος ἐν εἰρήνῃ ἐπὶ ταὐτὸ ἐκοιμήθη. Οὐ μόνος δὲ ἐκεῖνος πρὸς ἀρετὴν ἔβλεψεν οὕτως, ἀλλὰ καὶ τῶν οἰκετῶν αὐτῷ εἷς, ᾿Ανατόλιος ὄνομα τῷ ἀνδρί· καὶ ζῶντος ἐκείνου σὺν ἐκείνῳ τὴν τῆς κατὰ Θεὸν πολιτείας ζυγὸν ἔφερε, καὶ ἀπιόντος πλέον ἔτι τὴν ἀρετὴν ἤσκει, καὶ πολλοῖς ἄλλοις ἐκοινώνει τῆς ὠφελείας, οὕτως ἡ τοῦ πνευματικοῦ πατρὸς κατὰ τριγονίαν ἐσώζετο χάρις, καὶ γέγονεν οὕτω τὸ γένος τά γε πρὸς ἀρετὴν εὔφορον ᾿Ανατολίῳ. Δώδεκα γὰρ αὐτῷ μαθηταὶ τὸν χορὸν ἐπλήρουν τὸν ἴσον ἐκείνῳ ζῆλον πρὸς τὰ καλὰ πνέοντες· καὶ οἶκος ὕστερον αὐτῷ συνίστατο ἱερὸς καὶ σεμνεῖον, καὶ περιβόητος ἦν ὁ ἀνήρ. ᾿Αλλὰ ταῦτα μὴν εἰς τοσοῦτον. Μ'. Ἡμῖν δὲ πάλιν ἐπανιτέον ὅθεν ἐξέβημεν. Τίνα δὲ τὰ ἐπὶ τούτοις τῷ θαυμαστῷ Δανιὴλ, καὶ ποίοις θαύμασιν ἀναλόγως ἐδοξάσθη τοῦ βίου; Ζεύγνυσι μὲν ὁ βασιλεὺς Λέων Ζήνωνι τῷ ἐξ Ἰσαυρίας ᾿Αριάδνην τὴν θυγατέρα ὡραίαν ἤδη γάμου γεγενημένην, ἐπ' αὐτοῦ τε αὐτὸν ἐπιθαλαμίῳ δοξάζει τιμῇ.
col. 1019–1020page 26 of 56
PG 116:1019εἶτα καὶ κατὰ τῶν βαρβάρων ἐκπέμπει λείαν τέ θρακῶν ποιουμένων. Ὁ δὲ σύναμα τοῖς ὑπ᾽ αὐτὸν ἄρχουσιν ἐπὶ τὴν ἐξεταν βοήθειαν, ἐπὶ τὸν μακάριον ἄνεισι Δανιήλ. Κἀκεῖνος προφητικῶς ἀποφθέγγεται καὶ ἀπαθῆ κακῶν ὑποστρέψειν προαγορεύει τον Ζή νωνα, καὶ ὅτι πρὸς τίνων μὲν ἐπιβουλευθήσεται ὕστερον περιέσται δὲ τῆς ἐπιβουλῆς. Ἤρκέι ταύτα, καὶ οὐδὲν ἔδει πλέον εἰπεῖν, ἀλλ' ἐκ τῶν προλαβόντων ὅτι καὶ ταῦτα οὕτως καθὼς ἔφη γέγονεν ἀκριβῶς εἰδέναι. Όμως λεχθήσεται ταῦτα καὶ κατὰ μέρος· πρὸς γὰρ φιλοθέους ἀκοὰς ὁ λόγος καὶ πάντα διψώ σας μαθεῖν. Ηδη μὲν ὁ βασιλεὺς Λέων ἐξ ἀνθρώπων ἐγένετο, καὶ ὁ ἐξ ᾿Αριάδνης τῷ Ζήνωνι παῖς, ὁ μικρός, φημί, Λέων, ὃς καὶ παρὰ τοῦ πάππου βα σιλεὺς ἀνηγόρευτο, ἐπεί δια τὸ τῆς ἡλικίας κομιδή νήπιον οὐκ εἶχεν ὅλως ἐπιτηδείως πρὸς τηλικαύτην ἀρχὴν, Ζήνων ὁτοῦ παιδὸς πατὴρ παρὰ τῆς συγκλή του βουλῆς ἐπὶ τὸ σκῆπτρον ἀνήγετο. Τούτω γούν τῷ Ζήνωνι ὁμοῦ μὲν συνάρχων παῖς εὐθὺς ἐτελεύτε ἡ δὲ βασιλεία μόνῳ συνάγεται τῷ πατρί. Πάντων δ' ἐν ἠρεμίᾳ τῶν Ρωμαϊκών καθεστώτων, φθόνος αὐτῷ παρὰ τῶν συγγενῶν ἀνῆπτο δεινος, και, κατά τόν προφήτην μέσος ἄδικον ἐμίσουν αὐτόν. Καὶ οἱ έπιβουλεύοντες ῎Αρματος και Βασιλίσκος. Ἐπεὶ γοῦν Ζήνων πολλάκις ᾔσθετο τῆς ἐπιβουλῆς, πάσης μὲν ἄλλης βοηθείας ὑπερορᾷ, ὁ δὲ πρὸς τὸν ὅσιον ἄνεισι, καὶ ἀναγγέλλει τὸ πᾶν. Κἀκεῖνος τί μὲν οὐχί προεφήτευσε τῶν συμβησομένων αὐτῷ ; τί δὲ οὐ τῶν προφητευθέντων ἐγένετο ; Ὁ μὲν αὐτὸν τῆς βασι λείας ἐκβληθῆναι προείπε, καί ἐν τῇ ὑπερορίᾳ τρα φῆναι, καὶ τροφῆς ἀπορία χλόην φαγεῖν, καὶ πάλιν ὕστερον παρὰ τῶν μισούντων ἀνακληθῆναι, καὶ κατὰν βασιλείαν ἐπανελθεῖν, καὶ ἐν αὐτῇ τὸ τοῦ βίου δέξασθαι πέρας. Ὁ δὲ πρῶτον μὲν, ὡς οἱ προλεχθέντες διὰ τῆς βασιλίδος αὐτῷ Βηρίνης τὴν ἐπιβουλὴν ἔῤῥαπτον, ἐκὼν ὑπεξέστη τῆς βασιλείας, εἰδὼς ὡς οὐκ ἂν ἄλλος γένοιτο, νυκτὸς αὐτῷ πρὸς τὴν φυγὴν συνεπιλαβούσης καὶ ὑετοῦ πολλοῦ καὶ τὸν πορθμόν λάθρα του πόντου διαπεράσας εἰς τὴν Ισαυρίαν εὐθύς μετά γυναικὸς ἦν. ΜΑ'. ᾿Αλλ' ἐνταῦθα τοῦ λόγου γενόμενος οὐκ οἶ ὅπη τράπωμαι πολλῶν ἅμα παρακαλούντων καὶ ἀνα θελκόντων καὶ τὴν ὠφέλειαν ὁμοτίμων καὶ τὴν τάξιν συγχρόνων. Πολλά γὰρ τῷ μεγάλῳ ἐν ταυτῷ καταρ θοῦτο, ἅμα τε τὰ τῆς προφητείας ἐξετελεῖτο, καὶ αὐτὸς ὑπὲρ εὐσεβείας ἵστατο. Πότερον οὖν ἐκεῖνα ἢ ταῦτα διηγητέων ; Οἶμαι δὴ τῶν μὲν προβῥήσεων κόρον ἔχειν ὑμᾶς καὶ μὴ πλειόνων ἐρᾷν, τὸν δὲ ὑπὲρ εὐσεβείας ζῆλον ἐπιζητεῖν. ᾿Αρπάζει μὲν, ὡς ὁ λό γος, τὸ σκήπτρον ὁ Βασιλίσκος· δεινὸν δὲ καὶ κατά τῆς Ἐκκλησίας εὐθὺς τοῦ Θεοῦ συρίττει, καὶ περί τὴν ἔνσαρκον οικονομίαν Χριστου βλάσφημα τινα καὶ νόθα ληρεί. ᾿Ακάκιον δὲ τὸν τῆς ἀρχιερωσύνης
col. 1021–1022page 27 of 56
PG 116:1021θρόνον κοσμοῦντα τοῦ μὲν ὀρθοῦ προϊστάμενον λόγου, τῇ δὲ τῶν ἐκείνου δογμάτων ζάλη θερμότητι πνεύματος καὶ παρρησίᾳ σφοδρῶς ἀντιπνέοντα, σφαγῇ παρανόμῳ δοῦναι βουλεύεται. Τοῦτο πολλούς μὲν τῶν μοναστῶν, πολλοὺς δὲ συνῆξε καὶ τῶν μιαγάδων, καὶ συνδραμὼν ἅπαν τὸ ποίμνιον ἔσωζε τὸν ποιμένα διαφθαρῆναι κινδυνεύοντα. Ἐκέκριτο δὴ οὖν καὶ τὸν μέγαν εἰς ἐπικουρίαν καλεῖν, καὶ δηλοῖ τῷ πραΰ τὰ τῆς λύττης ἡ ἱερεύς. Ὁ δὲ τὴν κακουργίαν σοφὸς ὁ βασιλεὺς τοῦτο γνοὺς γνωρίζει τῷ Δανιήλ καὶ αὐτὸς τοῦτον αὐτὸν εἶναι μᾶλλον τὸν ἱερέα τῆς τοιαύτης ταραχῆς αἴτιον. Τήν τε γάρ πόλιν, φησίν, ἐπανίστασθαί μοι ποιεῖ, καὶ τὸ στρατιωτικὸν διαστρέφει, καὶ σκώμματα συμφορεῖ, καὶ ψόγους ἐπιτρίβει, καὶ μυρίοις χρῆται τοῖς καθ᾿ ἡμῶν· τῷ τοι καὶ δι' εὐχῆς μᾶλλον κατὰ τοῦ ἐπισκόπου δέον τῷ βασιλεῖ συμμαχεῖν. ΜΒ'. Ἀλλ' ἐνταῦθά μοί τις σκοπείτω τοῦ θαυμαστοῦ Δανιὴλ καὶ τὸ ἐν διακρίσει σοφώτατον καὶ τὸ πρὸς Χριστοῦ παράταξιν γενναιότατον· ὧν τὸ μὲν ἐν τῷ φωρᾶται τὴν κακουργίαν ἔδειξε, τὸ δὲ τὸ μὴ μόνον ὑβρίσαι τὸν εἰς τὴν ἐνανθρώπησιν τοῦ ἀληθινοῦ Θεοῦ ἐνυβρίζοντα, ἀλλὰ καὶ τὰ μέγιστα ἀπειλῆσαι, καὶ προφητικῶς αὐτῷ φθέγξασθαι, Διαῤῥήσσων, φησί, διαῤῥήξει τὴν βασιλείαν σου ὁ Θεὸς, καὶ ἄλλα δὲ τούτοις προσθεῖναι ἃ τοσοῦτον εἶχε τὸ δάκρυον, καὶ καθικέσθαι τῆς καρδίας ἠδύνατο ὡς μηδὲ τὸν τοὺς λόγους διακομίζοντα διὰ στόματος θαῤῥῆσαι ταῦτα τῷ βασιλεῖ. Οὕτω μὲν οὖν ἐκεῖνος ἀπῄει· ὁ δὲ ἀρχιερεὺς μικροῦ πάντας τῶν ἐπισκόπων συναγαγὼν στέλλει πρὸς τὸν μέγαν ἐπὶ τὴν ὑπὲρ Χριστοῦ συμμαχίαν παρακαλῶν, καὶ ὅτι τῆς ἐκείνου μόνης ἂν εἴη καὶ γλώττης καὶ ἀρετῆς πρὸς ἔκτοπον οὕτω βλασφημίαν διαμάχεσθαι καὶ τὸν ὑπὲρ τῆς Ἐκκλησίας πόλεμον ἀναδέξασθαι. Οὗτοι μὲν οὖν ἀπελθόντες ἀπήγγελλον ταῦτα· ἐπειδὴ δὲ τοῦ στύλου κατελθεῖν τὸν μακάριον ἄγαν αὐτῷ δυσχερές, καὶ ἀνένευε, τί μηχανᾶται πάλι, ὁ πατριάρχης; Κάμψαι πρὸς τοῦτο βουλόμενος πέμπει καὶ αὖθις τοὺς ἐπισκόπους πενθήρεις αὐτῷ φανῆναι κελεύσας, ἐλεεινοῖς τε χρήσασθαι καὶ λόγοις καὶ σχήμασι, δάκρυά τε προχέειν, ἰσχυρότατον εἰς πειθὼ φάρμακον, καὶ πάντοθεν κάμψειν ἐπιχειρεῖν, Μίμησαί σου, λέγοντας, τὸν πρῶτον καθηγητὴν καὶ διδάσκαλον. Ἐν γὰρ τοῖς ὑπὲρ Χριστοῦ τὰ Χριστοῦ μιμεῖσθαι καλόν. Ἔκλινε κἀκεῖνος οὐρανοὺς, καὶ κατέβη τὴν τῶν ἀνθρώπων πραγματευόμενος σωτηρίαν. Τί οὖν ἄτοπον καὶ σὲ τοῦ στύλου πρὸς βραχὺ κατελθεῖν, καὶ κινδυνεύουσαν ἀπολέσθαι σῶσαι τὴν Ἐκκλησίαν, ὑπὲρ ἧς ὃν αὐτὸς φιλεῖς καὶ τοῦ ἰδίου αἵματος οὐκ ἐφείσατο; Αὐτὴν σοι δόκει παρεστάναι τὴν Ἐκκλησίαν, καὶ φωνὴν ἀφιέναι, καὶ χεῖρας εἰς ἐπικουρίαν ἐκτείνειν. ΜΓ'. Τούτοις καὶ ἄλλοις πλείοσι τοὺς ἐπισκόπους οἱονεὶ προπαιδεύσας ὁ πατριάρχης, καὶ ὅλως περιπα-
col. 1023–1024page 28 of 56
PG 116:1023θέστατα τὴν αἴτησιν ὑπελθεῖν προγυμνάσας, ἐκπέμπει. Τῶν δὲ τὰ ἐπιτεταγμένα ποιούντων καὶ κάτωθεν ἐν ἱκετῶν σχήματι σὺν δάκρυσιν ἐκβοώντων, τὸ μὲν πρῶτον ὁ ὅσιος ἠγανάκτει τοῖς δρωμένοις, καὶ ἠνιᾶτο. Ἔπειτα, ὡς ἔτι μᾶλλον προσκαρτερούντας εὕρα, καὶ πληθύνοντας δέησιν, δάκρυά τε θερμὰ μετὰ κραυγῆς οἰκτρᾶς ἀφιέντας, οὐκ εἶχεν ὅ τι καὶ δράσειεν ἡ συμπαθὴς ἐκείνη ψυχὴ πρὸς ἑκατέρας μεριζομένη τῆς διανοίας. Ὅταν μὲν γὰρ εἰς τοὺς ἱερέας καὶ τὰ τῶν ἱερέων ἀπεῖδε δάκρυα πρὸς τὴν δέησιν ἐπεκλᾶτο· ὅταν δὲ πρὸς τὸν στύλον καὶ τοὺς ἐν τῷ στύλῳ πόνους καὶ τὴν περιπόθητον ἡσυχίαν, ἄτεγκτος ἦν. Οὕτως οὖν τῶν λογισμῶν αὐτῷ μαχομένων καὶ ὥσπερ ἰσοστατούντων τὴν ἐκ τῆς ἄνωθεν κρίσεως ἐζήτει ῥοπήν· καὶ εἰς προσευχὴν αὐτοῦ στάντος, εὐθὺς ἐξ οὐρανοῦ φωνὴ τὴν τε κάθοδον αὐτῷ παρακελευομένη καὶ τὴν πρὸς τὸν στῦλον πάλιν ὑποστροφήν. Οὕτως οὖν αὐτὸν οἱ ἐπίσκοποι σὺν χαρᾷ λαβόντες εἰς τὸν ἱεράρχην ἀπῆγον, οὐκ ἔστιν εἰπεῖν οἵας ἐκεῖνου πάλιν πληρωθέντος τῆς εὐφροσύνης καὶ μεθ᾽ ὅσης τοῦτον τῆς τιμῆς ὑποδεξαμένου. Εὐθὺς μὲν οὖν ὁ τοῦ Χριστοῦ στρατιώτης τρέπει τὸν ἀντιτεταγμένον, αὐτὸν μὴ φανείς· τοῖς λόγοις δὲ μόνον ὥσπερ ἀκροβολισμοὺς χρησάμενος, οἷς καὶ δι᾽ ἐπιστολῆς πρότερον νέον προσαγορεύσας Διοκλητιανὸν καὶ δι᾽ ἀμφοῖν φοβήσας, ταῖς τε τοῦ παρόντος αἰῶνος τιμωρίαις, οἷόν τι ποιηρὸν ἀνδράποδον φεύγειν ἔπεισε. Τὴν γὰρ ἀπειλὴν δείσας, καὶ ἀπόκρισιν δοὺς ὡς Ἰδού σοι καὶ τὴν πόλιν χαρίζομαι, καὶ τοὺς ἐν τῇ πόλει πάντας, αὐτὸς γυμνασίας πρόφασιν ἔξω τῶν τῆς πόλεως ὅρων ἐχώρει. ΜΔ'. Ἀλλ᾽ οὐδὲ οὕτως ἀνῆκεν ὁ ἀριστεύς, ἀλλὰ τὸν δραπέτην ὡς ῥίψασπιν ἐδίωκε στρατιώτην, καὶ λαβεῖν εἰς ἔλεγχον ἐπεζήτει, καὶ πρὸς αὐτὸν διαμιλληθῆναι τὰ μονομάχια. Ἅπτεται γοῦν τῆς ἐκεῖσε φερούσης. Καὶ ὅρα μοι ζῆλον ἀγωνιστοῦ. Τῶν γὰρ ποδῶν αὐτῷ τῇ ἀσκήσει πεπονηκότων καὶ ὁδεύειν οὐ δυναμένων, ἀλλοτρίους δανείζεται πόδας, καὶ ὑπ᾽ ἑτέρων ἤγετο βασταζόμενος. Ἆρ᾽ οὖν ἡ πορεία τούτῳ κενὴ καὶ θαυμάτων ἐκτός; Οὐμενοῦν· καὶ ἥδιστα μὲν ἂν καὶ πάντων ἐμνήσθην· ἀλλὰ τριῶν ἐξειργόντων, τοῦ τῆς διηγήσεως μήκους, τῆς ἀσθενείας τοῦ λόγου, καὶ ἵνα μὴ τῷ πάντα ἐθέλειν εἰπεῖν ἀπόκορον ὑμᾶς θέμενος ῥᾳθύμους ἔχω ἐν τοῖς καιριωτέροις, τὰ πολλὰ παρεῖς, ὀλίγων μνήμην ποιήσομαι. Λεπρός τις αὐτῷ καθ᾽ ὁδὸν προσελθὼν ἀφῆκε φωνήν, ἣν καὶ ὁ πάλαι λεπρὸς τῷ Χριστῷ· πλὴν ὅσον ὁ μὲν Υἱόν, ὁ δὲ δοῦλον ἐκάλει Θεοῦ, καὶ θεραπείας ἐδεῖτο τυχεῖν· καὶ τὸν ταῦτα δυνάμενον θεραπεύειν ἀπολιπὼν ὁμοιοπαθεῖ προσῆλθες ἀνθρώπῳ τῶν ὑπὲρ δύναμιν ἐπαιτῶν; Πλὴν ἀλλ᾽ εἴ τι πιστεύεις οὐκ ἐκεῖνον μόνον, ἀλλὰ καὶ τοὺς αὐτοῦ θεράποντας δυνατοὺς εἶναι ταὐτὸ θεραπεύειν, ἔσται σοι καὶ δι᾽ ἡμῶν ἴασις, ὡς πεπίστευκας. Ὡς δὲ ἐκεῖνος ταῦτά τε ὡμολόγει, καί ἔτι μᾶλλον ἠξίου τὴν ἴασιν, οἶκτος ἅμα καὶ θαῦμα τὸν μέγαν εἰσῄει, τὸ μὲν πρὸς τὴν νόσον, τὸ δὲ πρὸς τὸ ζέον τῆς πίστεως· καὶ στραφεὶς σημεῖα
col. 1025–1026page 29 of 56
PG 116:1025νει τοῖς ἑπομένοις, χείράς τε αἴρειν εἰς οὐρανὸν, καὶ δάκρυσι τὸ θεῖον ἐξιλεοῦσθαι. Εἶτα κατ' ἐκείνου πρόσταγμα τῇ θαλάσσῃ τὸ σῶμα λουσάμενος καὶ καθαρισθεὶς (οὐ μακρὰν γὰρ ἦν), ὑγιὴς ὅλος τοῖς παροῦσι ἐδείκνυτο. Οἳ καὶ τὸ πραχθὲν θεασάμενοι καὶ λαβόντες ὡς εἶχε τὸν ἰαθέντα γυμνόν, τί μὲν οὐκ ἐποίουν, τί δὲ οὐκ ἔλεγον, τί δὲ οὐκ ἔπασχον; Ἐθαύμαζον, ἐβόων, ἐδόξαζον, ἐξεπλήττοντο. Ἐκίνει μὲν αὐτοῖς ἡ πίστις πρὸς εὐχαριστίαν τὴν γλώτταν, ἐπεῖχε δὲ τοὺς λόγους τὸ θαῦμα, καὶ πρὸς τὴν ἔκπληξιν ἀφώνους ἐδείκνυε. Καὶ μὴν καὶ λέγοντες οὐκ εἶχον ὅ τι καὶ λέξουσι, τὴν τούτου πίστιν ἢ τὴν ἐκείνου χάριν ἢ τὴν τοῦ Θεοῦ δύναμιν. Ὀφθαλμοὶ δὲ πάντων πρὸς μόνον ἐκεῖνον, καὶ μία φωνὴ καὶ διήγησις, ὁ λεπρός τε καὶ ἡ ἐκείνου κάθαρσις. Ἵνα καὶ πλείονες ὦσι τοῦ παραδόξου μάρτυρες, καὶ εἰς τὸν μέγιστον τοῦ Θεοῦ ναὸν ἀφικνοῦνται καὶ ἐπὶ ἀκρίβαντος ἱστῶσι τὸν ἄνδρα παρόμοια τῷ Ζακχαίῳ ποιοῦντες. Καὶ γὰρ κἀκεῖνον ἡ πίστις ἐπὶ συκομορέαν ἀνελθεῖν ἐπεισε· καὶ τούτοις αὖθις ἐφ' ὑψηλοῦ στῆναι τὸν ἰαθέντα ἡ ὁμοία ζέσις τοῦ Πνεύματος. Τίς τὰ ἐπὶ τῷ μακαρίῳ τότε γενόμενα διηγήσαιτο; ΜΕ'. Συῤῥέουσιν ἐπ' αὐτὸν ὀλίγου δεῖν πᾶσα ἡ πόλις, οἱ μὲν νοσοῦντες ἐφέσει τῆς θεραπείας, ἐγγύθεν ἔχοντες τὸ παράδειγμα, τὸν ἰαθέντα λεπρόν, οἱ δὲ ὑγιαίνοντες ἰδεῖν τε τοὺς θεραπευομένους καὶ τῆς τῶν θαυμάτων θέας μὴ ἀμοιρῆσαι. Ἡ δὲ ἠκολούθει τῇ πίστει τῶν προσιόντων θαύματα καὶ λόγου κρείττω καὶ ἀκοῆς. Ἐπεὶ δὲ καὶ λαμπρῶς οὕτω προπεμπόμενος ὁ μέγας ἔνθα δὴ καὶ ὁ βασιλεὺς ἦν ἔγγιστα τῶν τοῦ Ἑβδόμου ἀνακτόρων ἐγένετο, ἀνήρ τις Γότθος τὸ γένος διὰ θυρίδος προκύψας ἄνωθεν, καὶ οὕτω τὸν ὅσιον ἰδὼν προπεμπόμενόν τε καὶ βασταζόμενον εἰς μαλακίαν αὐτόν ἀποσκώπτει καὶ εἰρωνικῶς ἀποφθέγγεται· Ἰδού, φησὶ, καὶ ὁ νέος ὕπατος. Ταῦτα ἔφη, καὶ εὐθὺς ἀπώνατο τοῦ ληρήματος. Κατενεχθεὶς γὰρ ἐκεῖθεν νεκρὸς ἐπὶ γῆς ἔκειτο. Ὁρῶσι τὸ γεγονὸς οἱ σωματοφύλακες, καὶ λύπης ἅμα καὶ ὀργῆς πληρωθέντες, ἄλλως τε δὲ καὶ δέει περιληφθέντες μήτι καὶ ἕτερος τῶν περὶ αὐτοὺς ἢ αὐτὸς βασιλεὺς ὅμοιόν τι πρὸς τὸν μέγαν παραφθεγξάμενος τοῖς αὐτοῦ περιπέσοι, οὐκ εἴων εἴσω τὸν ὅσιον χωρήσαι τῶν βασιλείων. Ὡς δὲ καὶ πολλὰ πειρωμένων τῶν σὺν αὐτῷ παρεισοῦναι, ἄλλως ἡ ὄχλησις ἦν, τότε καὶ τὸν κονιορτὸν εὐαγγελικῶς ἀποτινάξασθαι τῶν ποδῶν τοὺς περὶ αὐτὸν ὁ ὅσιος παραινέσας, καὶ αὐτὸς πρώτος τοῦτο ποιήσας ἀνέστρεφεν. Οὐ μὴν οὐδὲ τότε κενός· συχνοὶ γὰρ τῶν στρατιωτῶν καὶ μόνον ἐπὶ βραχὺ φανέντα τοῦ ἀγγελικοῦ τρόπου καὶ σχήματος ἐκπλαγέντες αὐτὸν εὐθὺς ὡς εἶχον συνείποντο. Ἀμῄει μὲν οὕτω τὴν ἐπὶ Βύζαντος ὁ τοῦ Θεοῦ ἄνθρωπος. ΜϚ'. Ὁ δὲ κρατῶν δυσωπηθεὶς ὥσπερ τὴν τοῦ ἀνδρὸς ἀρετὴν, καὶ δείσας μή τι καὶ αὐτῷ χαλεπὸν ἐπέλθοι διὰ τὴν πρὸς ἐκεῖνον ὑπεροψίαν, πέμψας ὅτι τάχος ὑποστρέψαι παρακαλεῖ.
col. 1027–1028page 30 of 56
PG 116:1027καμφθείς, ἀλλὰ καὶ μάλλον παροξυνθεὶς καὶ φήσεις ὡς τὸν οὐράνιον βασιλέα παραπικραίνειν ἐπιχειρῶν, αὐτὸς πολὺ μᾶλλον ἑαυτῷ θησαυρίζει κακά, εἶτα καί προσθεὶς ὡς καὶ τῆς ἐντεῦθεν ἐκπεσεῖται μετ' ὀλίγον ἀρχῆς, καὶ τὴν ἐκεῖθεν οὐκ ἐκφεύξεται ἀπειλήν· ταῦτα εἰπὼν κἂν εἴ τις ἐνὴν ἀπολειφθεὶς κονιορτός τῷ χιτώνι καὶ αὐτὸν ἀποτινάξάμενος, ἐχώρει θαρῥῶν. Ἅμα ταῦτα τῷ βασιλεῖ διηγγέλλετο, καὶ ὁ τῶν ἀνακτόρων αὐτομάτως κατέπιπτε πύργος, καθαπερεί διὰ τῶν ἀψύχων τὸν ἀλαζόνα τοῦ Θεοῦ παιδεύειν ἐθέλοντος. Τίνα δὲ καὶ προσιόντι τῷ ὁσίῳ τὰ θαύματα (ὥσπερ γὰρ τῆς πόλεως μετὰ τούτων ἐξῄει, οὕτω καὶ εἰσιόντι πάλιν αὐτὰ συνείπετο, οἷς καὶ τὸ τῆς φάναι τῆς τοῦ Θεοῦ δυνάμεως τὴν θεραπεύοντε προπεμπούσης), ἐκ τούτων ὀλίγα διὰ τὸν χώρον ὡς ἐν παραδρομῇ θεὶς ἐπὶ τὰ λειπόμενα μετελεύσομαι. ΜΖ΄. Δύο μὲν αὐτῷ νεανίσκοι τὸ πρῶτον ἰῶντο δαίμοσιν ἐνοχλούμενοι· ἔπειτα γυνή τις ἄλλη Συνγαία τὴν πίστιν, θυγάτριον ἔχουσα καὶ οἷα μάρτυρας τῆς φλεγμαινούσης ψυχῆς τὰ τῶν ὀφθαλμῶν προχέουσα δάκρυα, καὶ δι' αὐτῶν ζητοῦσα τὴν θεραπείαν, ὑγιᾶ μὲν τὴν παῖδα λαμβάνει, χαρὰν δὲ ἀντὶ λύπης κομισαμένη οἴκαδε ἐπανῄει. Εἶτα καὶ διὰ τῆς πόλεως μέσης τῷ ὁσίῳ χωροῦντι τῶν τῆς βουλῆς τις πατρικίων τὰ Ζακχαίου καὶ αὐτὸς μιμησάμενος καὶ τῷ ἰδίῳ οἴκῳ κατὰ θερμὴν τὴν πίστιν εἰσοικισάμενος, τῆς ὁμοίας ἔτυχεν εὐλογίας. Ἐπεὶ δὲ καὶ πρὸς αὐτῷ ἤδη τῷ μεγίστῳ τοῦ Θεοῦ ναῷ ἦν, καὶ τῷ πατριάρχῃ συνὴν μετὰ πολλῆς αὐτὸν δεξαμένῳ τῆς ἡδονῆς ὁμοῦ καὶ τιμῆς, κἀνταῦθα τοῖς μὲν ἄλλοις καινά, ἑαυτῷ δὲ συνήθη θαυματουργεῖ. Ὄφις ποθὲν ἐρπύσας καὶ τοῖς τοῦ μεγάλου ποσὶ συσπειρηθεὶς φοβερὸν θέαμα ἦν καὶ πρὸς ἄμυναν τῶν παρόντων ἐπιδραμόντων κἀκείνοις μὲν τὴν δειλίαν κατονειδίζει, αὐτὸς δὲ τῷ ὄφει θαρρούντως ἀπειλησάμενος καὶ ὡς ὑπηρέτῃ κατὰ πολλὴν αὐθεντίαν ἐγκελευσάμενος, Πορεύου, φησί, καὶ φωλεοῦ τοῦ συνήθους ἔχου καὶ τῶν ὑπὸ γῆν καταδύσεων. Ὁ δὲ ὥσπερ μὴ ἀντιλέγειν δυνάμενος ἕρπει τε πρὸς τὸν τοῖχον αὐτίκα καὶ ὑπὸ τοῖς πάντων ὀφθαλμοῖς διαῤῥήγνυται. ΜΗ΄. Ταῦτα καὶ Ῥαῒς περὶ τοῦ μεγάλου μαθοῦσα, γυνὴ τὴν μὲν πίστιν τῶν πάνυ θερμοτάτων καὶ εὐσεβῶν, τὴν δὲ δόξαν τῶν ἄγαν ἐπιφανῶν, προθύμως τε συνδραμοῦσα καὶ παραπλησίως τῇ πόρνῃ τοὺς ἐκείνου πόδας δάκρυσι βρέχουσα, παρεκάλει δι' εὐχῆς αὐτῇ γενέσθαι υἱόν. Ὡς δὲ κάτω κειμένη τοῦ ποδὸς αὐτοῦ τὸν ταρσὸν ἐκκεκομμένον τῇ ἀσκήσει τοῦ τένοντος ἐθεάσατο, καταπλήττεται τὴν ὑπομονήν, καὶ φωνὰς τῇ Χαναναίᾳ παραπλησίας ἀφίησι. Διδοῦσα γὰρ σπαρτίον ἠξίου τῷ ποδὶ ἐκείνῳ περιελίξαντα πάλιν αὐτῇ δοῦναι τοῦτο βοῶσα πλήρωμα τῆς αἰτήσεως. Ὁ δὲ πρῶτον μὲν οὐκ ἠνείχετο· ἔπειτα καὶ τοῖς ἐκείνης δυσωπηθεὶς δάκρυσι, πρὸς δὲ καὶ τοῖς τοῦ ἐπισκόπου καὶ τῶν λοιπῶν καμφθεὶς ῥήμασιν, οὐ μόνον αὐτῷ σπαρτίον περιελίξας δέδωκεν, ἀλλὰ καὶ παιδίον αὐτὴν τεκεῖν προεσήμανε, καὶ τὴν τοῦ
col. 1029–1030page 31 of 56
PG 116:1029παιδὸς κλῆσιν προανεφώνησε, Ζήνωνα, φάσκων, ὦ γύναι, τὸν πατέα καλέσεις. Καὶ οὕτω μὲν ὁ ἅγιος, Εγὼ δὲ οὐδὲν ἄρτι πλέον ἐρῶ· δῆλον γὰρ ὅτι γέγονεν ἐπεὶ μηδὲν διέπιπτε τῶν ὑπ᾽ ἐκείνου προλεγομένων. Διὰ ταῦτα καὶ τὸν ὅσιον ὁ βασιλεὺς δεδοικώς, καὶ τὸ πρὸς αὐτὸν ἀντιπνέειν ὅλως ἐκκλίνων τέχνῃ καὶ κοι λακείᾳ τοῦτον μετελθεῖν ἐπεχείρει· καὶ ἐπειδὴ πολὺ λάκις αὐτὸν παραγενέσθαι καὶ διὰ πολλῶν δεηθείς οὐκ ἔπειθεν, αὐτὸς πρὸς αὐτὸν ἦλθε, καὶ ἐν οἰκέτου σχήματι προσκυνεῖ, καὶ ποδῶν ἅπτεται τῶν ἐκείνου, συγγνώμης δῆθεν ἀξιωθῆναι δεόμενος. Ὁ δὲ καὶ τίς γὰρ ἐκείνου διορᾷν ταῦτα ὀξυωπέστερος;) ἐκεῖνον μὲν τότε πολλοῖς τοῖς ὀνείδεσι πλύνει· ὕστερον δὲ καὶ τὸ τοὺς πολλοὺς λανθάνον ἀνακαλύπτει, Τὸ τα πεινὸν ἐκεῖνο καὶ συντετριμμένον, εἰπὼν, ὑπόκρισις καὶ μηχάνημα ἦν, ὑπὸ δασεῖ κωδίῳ τὸ χαλεπὸν αὐ τοῦ καὶ ἄγριον συγκαλύπτων. ᾿Αλλὰ διὰ τάχους ὄψε ται τὸν πάντα διορῶντα τοῦ Θεοῦ ὀφθαλμὸν καὶ τὴν κραταιὰν χεῖρα καὶ τοὺς δυνατούς καταβάλλουσαν, Ο μακάριος τοσαῦτα θαυματουργήσας καὶ τὸν τοῦ Θεοῦ πολέμιον τρέψας, καὶ τὰ τῆς Ἐκκλησίας εἶκα ταστήσας, ἀλλὰ δὴ καὶ προφητεύσας τὰ μέλλοντα, πάλιν ἐπὶ τὸν στῦλον γίνεται, καὶ τῶν ἀγώνων τε καὶ πόνων εὐψύχως ἀντιλαμβάνεται. ΜΘ΄. Οὐ πολὺς ἐν μέσῳ χρόνος, καὶ Βασιλίσκος μὲν, ὡς ἡ τοῦ Δανιὴλ πρόῤῥησις, τῶν βασιλείων ἐκβάλλεται, Ζήνων δὲ πάλιν τῶν σκήπτρων τε πε ριέχεται, καὶ αὐτῷ τὰ τῶν προῤῥήσεων πέρας ἐλάμ βανε, πρὸς τὸν μέγαν τε καὶ μετὰ τῆς γυναικός ἄνεισι καταλλήλους μὲν τῶν προῤῥήσεων τὰς ἐκβί. σεις ἰδὼν, ἀξίας δὲ τῶν ἐκβάσεων ἀποδώσων εὐχαριστίας. "Ηδη δὲ τοῦ λόγου τὸ τέλος ζητοῦντος καὶ τῷ τοῦ μεγάλου βίῳ συναναπαυθῆναι προθυμουμένου, μικρὸν ἔτι τοῖς ἐκείνου θαύμασιν ἐντρυφήσωμεν, Ανήρ τις χρυσοχόος τὴν τέχνην παιδίον ἔσχεν ἑβδό μου μὲν ἤδη τοῦ ἔτους ἁπτόμενον, οὕπω δὲ καὶ βα δίζειν δυνάμενον, ἀλλὰ κατὰ τὰ ἑρπυστικὰ τῶν ζώων ἐν τῷ κινεῦσθαι τῇ κοιλίᾳ χρώμενον. Τοῦτον οἱ τοκεῖς λαβόντες προτιθοῦσι τοῦ στύλου, καὶ αὐτοὶ κατωθεν οἰκτρόν τι καὶ δακρυῶδες ἐπικωχύοντες καὶ αὐτοὺς τοὺς ὁρῶντας ἐξεκαλοῦντο πρὸς δάκρυα. Ο δὲ ὅσιος ἄνωθεν διακύψας, καὶ τοῦτο μὲν ἐπιτιμήσει, τοῦτο δέ καὶ παραινέσει τὸ τέντος αὐτοῖς στή σας, τῷ ἱερῷ προσκαρτερείν κελεύει τῷ Συμεών οἴκῳ, καὶ τοῖς σεπτοῖς χρῆσθαι λειψάνοις, καὶ οἷόν τι λυτήριον ταῦτα τοῖς ποσὶ τοῖς νόσῳ πεδεδημένοις ἐπιτιθέναι. Εἶπε, καὶ γέγονε. Καὶ κατὰ τὴν ἑβδόμην " εὐχῆς ὡς ἔθος ὑπὸ τοῦ μάκαρος τελουμένης (ὦ θαυ μασίων έργων!) δημιουργό Κύριε, αλλόμενον εὐθὺς τὸ παιδίον ὁρῶσι τῶν κιόνων τε τοὺς βαθμοὺς ἀνα βαῖνον καὶ τῷ στύλῳ περιπλεκόμενον, Ν."Ετερός τις ἐκ τῆς ἀνατολῆς τὴν πορείαν ποιούμενος περιπίπτει λῃσταῖς. Οἱ δέ πληγὰς αὐτῷ, κατὰ τοὺς Ἱεροὺς λόγους εἰπεῖν, ἐπιθέντες καὶ λαβόντες & ἐπεφέρετο, οὐ μὴν δὲ ἀλλὰ καὶ τὰ τῶν γονάτων αὐτῷ; νεύρα συγκόψαντες, ημιθανή καταλείπουσι. Τοῦτον ὁδοιπόροι τινές οὕτωσὶ κείμενον θεασάμενοι καὶ φιλανθρώπως διαβαστάσαντες εἰς τὴν πόλιν "Αγκυραν ἀποφέρουσιν, ἐκ γειτόνων οὖσαν, καὶ τῷ (ο
col. 1031–1032page 32 of 56
PG 116:1031ἐπισκόπῳ τῆς πόλεως δῆλον ποιοῦσι, παρ' οὗ πολλῶν ἰατρῶν χερσὶν ἐκδοθεὶς καὶ πολλῆς τῆς σπουδῆς παρ' ἐκείνων ἀξιωθεὶς τὰ τραύματα μὲν ὑγιάζεται, κύριος δὲ τοῦ βαδίζειν οὐδαμῶς γίνεται. Οὕτω γὰρ τῆς ἱερᾶς ἀγκύρας ὁ Δανιὴλ αὕτη κατὰ τὸ ἀληθές δραξάμενος ἦν. Πολλοῖς οὖν δάκρυσι τὸν ἐπίσκοπον πείσας ἐπὶ τὸν μέγαν αὐτὸν ἀποστεῖλαι, τούτου γάρ ἕνεκα καὶ διώμνυτο τὴν πορείαν ποιήσασθαι, οἷος φόρτος ἄψυχος τοῖς ὑποζυγίοις ἐπιτεθείς, ἀπάγεται πρὸς τὸν ὅσιον. Εἶτα τῷ στύλῳ παρατεθείς, τί μὴ πρὸς οἶκτον ἔλεγε, τί μὴ πρὸς ἔλεον ἐποίει, ποίων θρήνων ὑπερβολὴν ἀπελίμπανεν; Ἐβόα, ἐδάκρυε, ταῖς χερσὶν ᾐτεῖτο, τοῖς ὀφθαλμοῖς τῆς δι' αὐτὸν ὁδοῦ ὑπεμίμνησκε, τὰ ἐκ τῶν λῃστῶν ἐδείκνυ κακά. Ἀλλ' ἐνταῦθά μοι σκόπει τοῦ δικαίου τὸ ἄτυφον καὶ μισό δοξον· καὶ ὅπως τοσαύτην εἶχε πρόνοιαν τοῦ φεύγειν τιμὴν ὅση τοῖς ἄλλοις τοῦ δόξης ἀπολαύειν ἐπιθυμία. Ἵνα γὰρ ἑτέρῳ τὴν ἴασιν ἐπιγράφωνται, τῷ τοῦ Συ μεὼν αὐτοὺς εὐστηρίῳ παρέπεμπεν, εἰ καὶ οὕτω μάλιστα μεῖζον αὐτῷ ἡ δόξα περιηχεῖτο. Ἀλλ' ἐπαν ιτέον ὅθεν ἐξέβημεν. Ὡς γὰρ ἐκεῖνος τοῖς βαστάσασιν εἰς ὃν προσετέτακτο τοῦ Συμεὼν ἀπηνέχθη νεών, καὶ τῷ ἐκ τῶν λειψάνων ἐλαίῳ καθεκάστην ἐχρίστο, ἕκτη μὲν ἦν ἄρτι περὶ τὴν ἕω, τοῦ δὲ μεγάλου περὶ τὰς ἑωθινὰς ᾠδὰς ἱσταμένου ταὐτὸν τῷ προτέρῳ καὶ περὶ τοῦτον ἐγίνετο. Ἄφνω τε γὰρ ἐπὶ τοὺς πόδας ἵσταται, καὶ δρομαίως τοὺς βαθμοὺς ἀναβαίνει, καὶ τῷ στύλῳ περιπλακεὶς τῷ θεῷ τε καὶ τῷ τούτου θεράποντι τὴν εὐχαριστίαν ἐδίδου. Ἀλλὰ τί μὴ μεῖζον λέγω; Ἱππάσιός τις τὴν ἀξίαν καὶ τὴν πί στιν ἑκατοντάρχης, ὥσπερ πρώην ὁ ἐν τοῖς Εὐαγγελίοις περιᾳδόμενος· οὗτος τοίνυν, εἴποτέ τινα τῶν οἰκείων ἢ συγγενῶν ἢ παίδων ἢ δούλων νόσῳ ἐναγ κοτισχεθέντα, ῥῆμα μόνον διὰ γραφῆς ἐπεζήτει τοῦ ὁσίου, καὶ τὴν ἐπιστολὴν τῷ νοσοῦντι ἐπιτιθεὶς εὐθὺς ὥσπερ τινὰ δραπέτην τὴν νόσον φεύγειν ἐποίει. Ἑνὸς ἔτι μνησθεὶς ἐπὶ τὴν τοῦ μεγάλου μετάστασιν βαδιοῦμαι. ΝΑ'. Γυνή τις υἱὸν ἔχουσα δύο πρὸς τοῖς δέκα χρό νοις τὴν ἡλικίαν ἐκ γενετῆς ἄλαλον, αὕτη κατὰ τὸ λεληθὸς προσελθοῦσα καὶ τῇ μάνδρᾳ τοῦ ὁσίου προ θεῖσα τὸν φίλτατον μετὰ χρηστῶν ἄπεισι τῶν ἐλπί δων. Ὁρῶσι τοίνυν οἱ μοναχοὶ τὸν παῖδα, καὶ λαβόντες ἄγουσι πρὸς τὸν ὅσιον. Ὁ δὲ καὶ μόνον ἰδών ἐκέλευε συνεῖναι τούτοις λειτουργὸν αὐτὸν τοῦ θεοῦ ἐσόμενον. Ἐπειδὴ δὲ καὶ τὸ ἄλαλον εἶναι τὸν παῖδα τῷ μακαρίῳ ἐγνώρισαν, χρίεσθαι τῷ τῶν ἁγίων ἐλαίῳ τὴν ἐκείνου γλῶτταν προστάσσει. Τίς ἂν περι δράμοι τὰ μετὰ ταῦτα; Ὑποπτεύουσι τὴν μητέρα ἀπὸ πενίας ἐπιψεύσασθαι τῷ φιλτάτῳ τὴν ἀφωνίαν, ἵν' αὐτόθεν ὁ παῖς αὐτῇ διατρέφοιτο· καὶ προσιόντες μὲν αὐτῷ φόβους ἵστων καὶ δείματα, ἵνα ἐκταραχθεὶς φθέγξηται, οἱ δὲ καθεύδοντα βέλεσιν ἔπλησσον ἢ ξύλοις ὀξέσι, καὶ αἰφνιδίως τῶν ὕπνων ἀνίστων, ἵνα καὶ βοήσας ἤ τι παρειπὼν φωραθῇ. Ὁ δὲ πολλὰ μὲν καὶ αὐτὸς ὑπὸ τῆς ὀδύνης ἐθέλων εἰπεῖν, τῷ δὲ τοῦ πάθους ἰσχυρῷ δεσμῷ τὴν γλῶτταν πεπεδημένος
col. 1033–1034page 33 of 56
PG 116:1033ἄφωνος ἦν, πολλά βοῶν τῷ τῆς καρδίας πρὸς τὸν Θεὸν στόματι. Ἦκεν ἡ πρώτη κυρία τῶν ἡμερῶν, καὶ τοῦ διακόνου τὸ τοῦ Χριστοῦ Εὐαγγέλιον συνήθως μέλλοντος ὑπαναγινώσκειν, ὡς πρότερον, τὸ τοῦ εὐαγγελιστοῦ ὄνομα τοῖς λαοῖς ἐξεφώνησε, προφθάσας πάντας ὁ παῖς, τὸ, Δόξα σοι, Κύριε, καθαρᾷ, ἔφη, καὶ μεγίστη φωνῇ· καὶ τὸ λοιπὸν οὕτω τῆς ἱερᾶς λειτουργίας συμψάλλων τῷ πλήθει καὶ συναποκρινόμενος διετέλεσε. Πολλὰ μὲν οὖν καὶ ἄλλα τῷ μεγάλῳ κατώρθωτα μήτε λόγῳ ῥητά, μήτε διὰ τὸν κόρον ἀκοῇ χωρητά. ΝΒ΄. Πλὴν ἀρκέσει καὶ ταῦτα δεῖξαι ὅσην ἐκεῖνος ἐπλούτει τὴν πρὸς Θεὸν παῤῥησίαν, καὶ ὅσην κἀντεῦθεν εἶχε τὴν πρὸς ἐκεῖνον ἐγγύτητα. Τοῦτο δὲ μόνον ἐρῶ καὶ ὡς περὶ τὰ ῥηθέντα ἐπισφραγίσομαι, ὅτι τοσοῦτον ἦν αὐτῷ μετὰ πολλῶν καὶ μεγίστων θαυμάτων τὸ ἐπιεικές τε καὶ μέτριον, καὶ οὐχ ἁπλῶς μέτριον, ἀλλὰ καὶ συντετριμένον, κατὰ τὸν θεῖον φάναι Δαυίδ, καὶ εἰς ἄκρον ἧκον τῆς ταπεινώσεως, ὥστε οὐ μᾶλλον ἄν τις ἐθαύμασεν αὐτὸν τῆς ἐνεργείας τῶν παραδόξων ὅσον τοῦ τοιαῦτα διενεργοῦντα μηδὲν πλέον ἔχειν τῶν πολλῶν οἴεσθαι. Ἀμέλει καὶ τοσοῦτον εἰς ἀρετὴν προσέχων σφόδρα περὶ τοῦ κρίνειν τὰ τῶν ἄλλων εὐλαβῶς εἶχε καὶ πεφεισμένως. Καὶ τὸ ἐν παντὶ δὲ περὶ Θεοῦ καὶ τῶν ὑπὲρ ἡμᾶς τι διδάσκειν οὕτως ἐπίφοβον ἦν αὐτῷ καὶ πεφυλαγμένον, ὡς καί ποτέ τινων περὶ θεολογίας φιλοπευστούντων, καὶ ἄτοπά τινα δῆθεν ὑπὸ ἱερέων τολμώμενα προτεινόντων καὶ διενοχλούντων αὐτῷ, Εἰ μὲν περὶ Θεοῦ, φησίν, ἐστὶν ὁ ἀγών, αὐτάρκης ἡμῖν ὁ τῶν ἀποστόλων χορὸς καὶ αἱ θεολόγοι τῶν Πατέρων φωναί, καὶ οὐδὲν δέον περαιτέρω περιεργάζεσθαι· εἰ δὲ καὶ περὶ ἀνθρωπίνων πραγμάτων καὶ ἱερέων ὑμῖν τὸ ἀμφίβολον, ταῦτα πάντα τῇ τοῦ Θεοῦ κρίσει συγχωρητέον καὶ τοῖς ἐξ ἐκείνου τὴν τοιαύτην παραλαβοῦσιν ἀρχήν. Ἡμῖν δὲ ἀγαπητὸν καὶ ὑφ᾽ ἑτέρων ποιμαίνεσθαι καὶ τὰ καθ᾿ ἡμᾶς σκοπεῖν, ἀλλὰ μὴ τῶν περιττῶν τούτων καὶ βλαβερῶν ἔχεσθαι ζητημάτων. Καὶ ταῦτα μὲν οὕτως. ΝΓ. Ὁ δὲ λόγος ἤδη πρὸς τὸ τέλος ἥκοντος τοῦ ἁγίου, καὶ αὐτὸς μέλλει καταλήγειν εἰς σιωπήν. Πλὴν ἀλλὰ μικρά τινα κανταῦθα πρὸ τοῦ τέλους εἰπόντες οὕτω τὸν λόγον διαναπαύσομαι. Ἔγνω μὲν ὁ προφητικὸς ἐκεῖνος σὺν ἅπασι τοῖς λοιποῖς καὶ τὴν ἑαυτοῦ πρὸς Κύριον ἐκδημίαν καὶ τοῖς μαθηταῖς τοῦτο φανερῶς προηγόρευσεν. Ἐπεὶ δὲ καὶ ἡ κυρία ἤδη ἐγγίζουσα ἦν ἐγγράφως αὐτοῖς τὰ τῆς εὐλογίας ὥσπερ τινὲς ἄλλοι τὰ τῆς οὐσίας χαρίζονται, καὶ ὑπογραφεὺς αὐτῷ διηκόνει, καὶ οὕτως ἔχουσα ἡ διάταξίς· Ἐγώ, φησί, τέκνα καὶ ἀδελφοὶ (ἀμφότερα γὰρ ὑμεῖς), τὸ μὲν ὅτι πνευματικῶς ὑμᾶς ἔτεκνα, τὸ δὲ ὅτι κοινῶς ἅπαντας ὁ Θεός· πρὸς τοῦτον ἤδη τὸν κοινὸν Πατέρα πορεύομαι. Πλὴν οὐκ ὀρφανοὺς ἐάσω τοὺς ἐμοὶ ποθεινούς, πατρὸς ἐρημίαν ὀδυρομένους, ἀλλ᾽ ὑπ᾽ ἐκείνῳ πατρὶ τὴν ὑμῶν πρόνοιαν καταλείπω, ὃς δὴ τὰ πάντα ὑμῶν ἐμὲ πεποίηκεν. Αὐτὸς οὖν ὁ
col. 1035–1036page 34 of 56
PG 116:1035πάντα λόγῳ καὶ σοφίᾳ δημιουργήσας, εἶτα καὶ οὐρανοὺς κλίνας, καὶ κατελθὼν ἐπὶ γῆς, καὶ ὑπὲρ ἡμῶν θανών τε καὶ ἀναστὰς, αὐτὸς ἔσται μεθ' ὑμῶν· ὡς μὲν σοφὸς, φυλάττων ἀπὸ τοῦ πονηροῦ, ὡς δὲ δεσπότης εἰς τὸ αὐτοῦ θέλημα συντηρῶν, ὡς δὲ καὶ πατήρ, κἂν εἴ τι σφαλῆτε, φιλανθρώπως ἀνακαλούμενος καὶ πνευματικῶς ὑμῖν τὰς ἀγκάλας ἁπλῶν· ὡς δὲ καὶ ὑπὲρ ἡμῶν εἰς θάνατον προέμενος ἑαυτόν, καὶ ὑμᾶς ἀλλήλοις ὁμονοίᾳ συνάψει, καὶ ἓν εἶναι παρασκευάσει τῷ πνεύματι. Ταπεινοφροσύνης ἔχεισθε, ὑπακοῇ δουλεύετε, φιλοξενίας ἐρᾶτε, νηστείας, ἀγρυπνίας, ἀκτημοσύνης, τῆς πρώτης καὶ μεγίστης τῶν ἐντολῶν ἀγάπης, τὰ πρὸς εὐσέβειαν ὀρθῶς ἔχοιτε, τὰ ζιζάνια τῶν αἱρετικῶν φυλάττεσθε, τῆς μητρὸς ὑμῶν τῆς Ἐκκλησίας κομιδῆ μὴ χωρίζεσθε. Ἄν ταῦτα πάντα ποιῆτε, τέλειοι τὴν ἀρετὴν ἔσεσθε. ΝΔ'. Ταῦτα φιλοθέοις χείλεσιν ὑπηγόρευσε, καὶ ὑπαναγνωσθῆναι πᾶσι τοῖς μοναχοῖς ἐκέλευσε, περὶ τοὺς βαθμούς τῆς κλίμακος ἱσταμένοις, καὶ τὸν ἐκείνου χωρισμὸν ὀλοφυρομένοις. Λέγεται δὲ καὶ τοῦτο περὶ αὐτὸν θεαθῆναι τρισὶ πρότερον τῆς τελευτῆς ἡμέραις· νυκτὸς ἤδη μεσούσης συνδραμεῖν πάντας· καὶ πρὸς αὐτὸν ἀπαντῆσαι τοὺς ἀπ' αἰῶνος ἁγίους, προφήτας, Ἀποστόλους, μάρτυρας καὶ πάντας ὁσίους, ἀλλὰ καὶ δυνάμεις τινὰς οὐρανίους, οἳ φιλοφρόνως τὸν μέγαν ἠσπάζοντο, καὶ τὴν θείαν ἐπιτελέσαι μυσταγωγίαν ἐπέτρεπον, ἣν καὶ ὤφθη τελέσας αὐτός τε τῶν ἀχράντων μυστηρίων μετελαβὼν καὶ μεταδεδωκὼς οἷς ἦν ἄξιον. Ἄρτι μὲν οὖν ὁ μέγας περὶ τὰς ἐσχάτας ἀναπνοὰς ἦν, καὶ αὐτὸς ὁ τῶν ἱερέων πρόεδρος, Εὐφήμιος οὗτος ἦν (ἤδη γὰρ Ἀκάκιος ἐτεθνήκει), μετὰ τῶν εἰς τὴν ἐκδημίαν παρῆν, παρῆν δὲ καὶ ἡ πιστοτάτη Ῥαΐς, καὶ τις ἀνὴρ δαίμονι κάτοχος πρὸς τὸν στύλον ἐχώρει, ὡς τήν τε τῶν ἁγίων ἐπιδημίαν τὴν πρὸς τὸν ὅσιον φανερῶς ἐβόα, ὀνομαστί τε τούτους ἐκάλει, καὶ τῶν ἀγγέλων ὡς δραμόντων ἐμέμνητο, εἶτα καὶ προσετίθει ὅτι τρίτην ὥραν τῆς ἡμέρας ἐχούσης αὐτὸς πρὸς Κύριον ὁ Δανιὴλ ἐπελεύσεται, καὶ τὸ ἀκάθαρτον πνεῦμα τῆς χρονίας οἰκήσεως θεοκινήτως ἀπελαθήσεται, ἃ δὴ καὶ ἀμφότερα κατὰ τὸν καιρὸν ἀπήντα. Ἡ μέντοι προρρηθεῖσα Ῥαΐς φιλοτίμως τὰ πρὸς ταφὴν ἐνήρχει, καὶ συχνοὺς τῶν τεχνιτῶν ἀγαγοῦσα στύρακά τε ἐνεσθαι προστάξασα κάτωθεν τοῦ στύλου βάσεως καὶ μέχρι τῆς κορυφῆς δᾳδούχους κατ' ἑκατέρου μέρους τοῦ στύρακος περιέστησε, ταῖς χερσὶ λαμπάδας κατέχοντας καὶ ᾄδοντας τὰ ἐξόδια, καὶ οὕτω τὸν νεκρὸν ἐκείνη κατενεγκοῦσα ἐν σορῷ τίθησι μολυβδίνῃ, σώζουσα κἀν τούτῳ τὴν τοῦ μεγάλου διάταξιν. Ἐπέσκηψε γὰρ ἐκεῖνος τοῖς μαθηταῖς ὅτι κἂν βασιλεῖς κἂν ἄλλοι τινὲς εἶεν πολυτελείᾳ τὴν σορὸν ὑπερβαλεῖν ἀλλήλους φιλονεικοῦντες μὴ παραδέξασθαι, ἀλλ' ἐκεῖσε δὴ καὶ οὕτως τὸ σῶμα κατατεθῆναι, ἔνθα δηλαδὴ καὶ ὅπως ἡ πιστοτάτη Ῥαΐς βούλοιτο. Καὶ ὁ ἀκάθαρτος δαίμων πολλὰ σπαράξας τὸν ἄνθρωπον ἀπηλαύνετο. ΝΕ'. Καὶ ἄλλα δέ τινα θαύματα κατεπράχθη. Τρεῖς

Day 26Die 26

col. 1037–1038page 35 of 56
PG 116:1037γὰρ δι᾿ ἀστέρων σταυροὺς ἡμέρας οὔσης τοῦ ἡλίου λαμπρότατον ἀπολάμποντος σὺν πολλῷ τῷ κάλλει καὶ ἀνθηρᾷ τῇ αὐτῇ φανῆναι λέγεται, καὶ τούτοις ἐπάνω τῆς τιμίας ἐκείνης στῆναι σορού· ἀλλὰ δὴ καὶ περιστερὰς ἵπτασθαι λευκοτάτας, τὴν ἀεὶ συνοῦσαν αὐτῷ χάριν δηλούσης τοῦ Πνεύματος. Οὕτω μὲν οὖν τὸ ἱερὸν τοῦ Δανιὴλ σῶμα χερσὶ τοῦ πρώτου κατετέθη ἀρχιερέως, κἀκείνῳ πάλιν τὰ λείψανα τῶν ἐν Βαβυλῶνι τριῶν παίδων ἄνωθεν ἐπετέθη, τοῦ ὁσίου καὶ τοῦτο ἐντειλαμένου ὅπως μὴ τῷ ἐκείνου λειψάνῳ μᾶλλον, ἀλλὰ τοῖς ἐπικειμένοις αὐτῷ προσκυνῶσιν οἱ προσιόντες. Οὕτω τῆς ἀνθρωπίνης δόξης ἔσπευδε καὶ μετὰ τελευτὴν ὁ μακάριος ξένος δείκνυσθαι. Τοιοῦτος ὁ ἐκ γενετῆς τῷ μεγάλῳ βίος μέχρι καὶ τελευτῆς· τοιαῦτα τὰ κατορθώματα. Ὃς, διὰ πάσης ἀσκήσεως καὶ παντοδαπῆς ἀγώνων ἰδέας ἐλθὼν καὶ τοσούτοις διαλάμψας ἔργοις πλήρης τε ἡμερῶν γεγονὼς τῶν τε ἀνθρωπίνων καὶ τῶν τοῦ Πνεύματος, ἐν γήρᾳ καλῷ καταλύει τὸν βίον εἰς ὀγδοήκοντα παρατείνας ἔτη καὶ μῆνας τρεῖς. ΝϚ'. Φασὶ δὲ αὐτὸν καὶ τὰς τρίχας τῆς κεφαλῆς τοσοῦτον γενέσθαι τῷ χρόνῳ κατάκομον, ὡς τέσσαρσι μὲν διαιρεῖσθαι βοστρύχοις, τὸ δὲ μήκος καὶ εἰς πάχεις τέσσαρας παρατείνεσθαι· βαθὺς δὲ καὶ τὸν πώγωνα ἦν εἰς δύο καὶ τοῦτον βοστρύχους ἔχων διῃρημένον. Ἐκεῖνος μὲν οὕτω ζήσας ἀπανεπαύσατο· ἡμῖν δὲ ἀρχέτυπον ἀγαθὸν τὸν ἑαυτοῦ καταλελοιπε βίον, οὐχ ἵνα μόνον ἐπαινῶμεν ἢ καὶ θαυμάζωμεν, ἀλλὰ καὶ ὡς δυνατὸν μιμώμεθα. Ὁ μὲν γὰρ ἔπαινος πρὸς αὐτὸν φέρεται μόνον· ἡ δὲ μίμησις τῶν ὀφειλομένων αὐτῷ ἀγαθῶν καὶ ἡμᾶς μετέχειν παρασκευάζει χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΜΑΡΤΥΡΙΟΝ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΙΝΔΟΥ ΚΑΙ ΔΟΜΝΑΣ ΚΑΙ ΤΩΝ ΑΓΙΩΝ ΔΙΣΜΥΡΙΩΝ ΤΩΝ ΕΝ ΝΙΚΟΜΗΔΕΙΑ ΜΑΡΤΥΡΗΣΑΝΤΩΝ. Α'. Ἄρτι Μαξιμιανοῦ δεύτερον ἔτος ἄγοντος ἐν τῇ Ῥωμαίων ἀρχῇ καὶ τοῦ τῆς ἀσεβείας χειμῶνος χα-
col. 1039–1040page 36 of 56
PG 116:1039λεπὸν ἀπειλοῦντος καὶ ὅσον οὕτω κατὰ τῶν εὐσεβῶν ἐκραγήσεσθαι μέλλοντος, ἤνθει μὲν καὶ οὕτω τὰ τῶν Χριστιανῶν, καὶ ὥσπερ ἐν ἡδίστῳ τῆς εὐσεβείας ἔαρι φαιδρυνόμενα ἦν. Τοῦτο δὲ τὸ ἔαρ καὶ ἄλλοι μὲν ἐποίουν τῶν ὀρθοδόξων ὅσοι καὶ τῶν καιρῶν ἀνώτεροι ἦσαν, καὶ τὸ δόγμα τῆς εὐσεβείας φανερῶς ᾖδον κατὰ τὸν τέττιγα, πρὸ δὲ πάντων ἡ τῆς ἡμετέρας Ἐκκλησίας μουσικὴ χελιδών, ὁ πολὺς τὴν ὀρθοδοξίαν καὶ τὴν ἐπὶ ταύτην παῤῥησίαν Κύριλλος. Οὗτος, τὴν Νικομήδους τῷ τρόπῳ μᾶλλον ἢ τῆς ἐπισκοπῆς θρόνῳ κοσμῶν, καὶ τὸν βίον δηλαδὴ τῷ λόγῳ σύμφωνον ἔχων, ἱερά τε φροντιστήρια συνεκράτει, καὶ ἀσκητηρίων ἐπεμελεῖτο· τά τε ἤδη γεγονότα συνεῖχον καὶ καινὰ τοῖς παλαιοῖς ἐποικοδομῶν. Ἀνῆπτο οὖν, ἀνῆπτο τὸ πῦρ ἐκεῖνο τῆς εὐσεβείας, ὃ καὶ ἡ θεία φησὶ καὶ βασιλικὴ φωνή· «Πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;» Ὃ καὶ τοσοῦτον ἐτράφη καὶ ἴσχυσεν ὡς καὶ αὐτῶν ἐπιλαβέσθαι τῶν βασιλείων καὶ συχνοὺς τῶν περὶ αὐτὰ πεῖσαι καὶ χρυσὸν καὶ πλοῦτον ἀφέντας, ὃς τοῦτο μᾶλλον σβέννυσι τὸ πῦρ, χερσὶν αὐτῶν πενήτων ἐγκαταθεῖναι, καὶ ὅλους Χριστοῦ καὶ τῆς αὐτοῦ μερίδος γενέσθαι. Βʹ. Ταῦτα δὲ ἀκούσαντι Μαξιμιανῷ ἀνεκτὰ ὅλως οὐκ ἦν· ἀλλὰ καὶ διπλοῦ αὐτῷ περιῤῥαγέντος πολέμου, ὧν τὸν μὲν αὐτὸς ἦν κατὰ τῆς εὐσεβείας κινῶν, τὸν δὲ ἔθνη τινὰ πρὸς αὐτὸν ἐκπολεμωθέντα, μερίζεται μὲν ἐπὶ πολὺ τὴν ψυχήν. Λογιζόμενος δὲ προσῆκον εἶναι τὸ τῶν βαρβάρων πρότερον, ἅτε καὶ φοβερώτερον, διενεγκεῖν, τὸν τῆς εὐσεβείας αὖθις ἐπιστρέψας ἀσφαλῶς, ἔφη, κινήσω, καὶ διδάξω καλῶς μετὰ τῶν προπατόρων θεῶν τοὺς πρὸς αὐτοὺς ὑβρίζοντας μὴ ἄν ἄλλοτέ ποτε τοιαῦτα κατ᾿ ἐκείνων νεανιεύεσθαι. Οὗτος μὲν δὴ τοιαῦτα κινήσας χείλη τε δόλια ἐν καρδίᾳ καὶ γλῶσσαν μεγαλοῤῥήμονα καὶ τῶν βαρβάρων ἐξῄει· ὁ δὲ τῶν εὐσεβῶν πυρσὸς ἔτι μᾶλλον ἀνῆπτο, καὶ οἱ τοῦ Χριστοῦ στρατιῶται πρὸς παράταξιν ηὐτρεπίζοντο. Ἐν τούτοις ἤνθησέ τι ἁδρὸν καὶ καλὸν φυτὸν εὐσεβείας, παρθένος σφόδρα καλὴ τὴν κλῆσιν Δόμνα, τὴν δόξαν ἐπιφανής, ἐν θαλάμῳ τεθραμμένη βασιλικῷ παρὰ τοῦ ψευδωνύμου βασιλέως πρότερον τοῖς ψευδωνύμοις θεοῖς καθιερωθεῖσα, οἳ ἔνδον τῶν βασιλείων ἱδρύντο, πρώτη τε τῶν ἱερειῶν καταστᾶσα καὶ θυσίας πάσης καὶ τελετῆς τῶν ματαίων θεῶν κατάρχουσα. Ἀλλὰ γὰρ ἐζήτει τὸ ἀγαθὸν δένδρον καὶ γῆν ἀγαθὴν καὶ ἡ κατάκαρπος ἐλαία ἐν οἴκῳ στῆναι Θεοῦ καὶ τὸν καρπὸν εὔχρηστον ἀποδοῦναι. Αὕτη γοῦν τοῦ τῆς πίστεως λόγου πλατυνομένου, εἰς ἀκοὴν ἐλθοῦσα τῶν θείων Γραφῶν καὶ οἰκειότητι γνώμης τὸν σπινθῆρα τῆς εὐσεβείας ἁρπάσασα ἔρωτος ἐν βραχεῖ πληροῦται πνευματικοῦ, καὶ λαβοῦσα βίβλον ἐκείνην Παύλου, φημί, τοῦ τῷ λόγῳ τὴν οἰκουμένην περιλαβόντος καὶ τὰς πράξεις τοῦ λοιποῦ τῶν ἀποστόλων χοροῦ πάνυ σπουδαίως καὶ προσεχῶς διεξῄει· καὶ γνοῦσα τοὺς λόγους ὡς μὲν ἀληθεῖς, ὡς δὲ ἡδεῖς, ὡς δὲ, τὸ μεῖζον πάντων, ψυχωφελεῖς, παντοία ἦν· ἤδετο, ἐξεπλήττετο, λύπης
col. 1041–1042page 37 of 56
PG 116:1041τὴν ψυχὴν ἐπληροῦτο· Ἥδετο μὲν ἐφ᾽ οἷς τοιούτῳ ἔτυχε θησαυρῷ· ἐξεπλήττετο δὲ τὴν τῶν Χριστιανῶν πίστιν κατανοοῦσα καὶ τὸ φιλάληθες αὐτῆς καὶ οἰκεῖον πρὸς ἀρετὴν ἀποδεχομένη· ἠνιᾶτο δὲ τὴν ζημίαν τὴν μέχρι τούτου λογιζομένη καὶ νύχτα βαθεῖαν τὰ προλαβόντα νομίζουσα. Γ΄. Ἀμέλει καὶ τῆς εὐσεβοῦς ταύτης πίστεως γλιχομένη μηδὲν ὅλως μελλήσασα μεταστέλλεται τινα κρυφίως ἑνὸς τῶν τῆς βουλῆς θυγατέρα, τὴν μὲν δόξαν Χριστιανήν, παρθένον δὲ καὶ αὐτὴν εἰς ἀκρίβειαν τὰ τῆς ἀληθοῦς λατρείας ἐρῶσα μαθεῖν καὶ ὁδηγῷ ταύτῃ χρήσασθαι πρὸς τὴν θεοσέβειαν, παρ᾽ ἧς καὶ τὰ κάλλιστα μυσταγωγηθεῖσα, ἐπὶ τὸ βάπτισμα σπεύδει καὶ τὸν ἀρχιερέα Κύριλλον μέσων νυκτῶν κλέψασα τὴν αἴσθησιν πάντων, καταλαμβάνει. Κἀκεῖνος ἐμμελῶς τὰς θείας ἁπάσας αὐτῇ Γραφάς, εἶτα καὶ τῷ τιμίῳ σταυρῷ τοῦ Χριστοῦ σφραγίσας, τότε μὲν κατηχουμένην αὐτὴν ποιεῖ, καὶ προτελεῖσθαι τὰ εθισμένα παρὰ τοῦ τῶν εὐλαβῶν διακόνων ἐπιτάττει. Ἡ δὲ τούτοις τε ἅμα καὶ νηστείᾳ καὶ προσευχῇ προσέχουσα οὐκ ἔλαττον τοῦ ταῦτα ποιεῖν τὸ λανθάνειν ποιοῦσαν εἶχε διὰ σπουδῆς. Οὐκ ἔστιν οὖν ὅστις αὐτῇ ταῦτα συνήδει ὅτι μὴ μόνος ὁ καὶ τὴν ἀρετὴν παραπλήσιος εὐνοῦχός τις ὄνομα μὲν Ἴνδης, τὸ δὲ γένος βάρβαρος, εἰ καὶ τὸ ἦθος αὐτῷ μὴ κατὰ βάρβαρον ἦν, ἀλλ᾽ ἥμερόν τε καὶ προσηνὲς καὶ πολλὴν διαγγέλλων τὴν ἔνδον ἡρεμίαν καὶ γαληνότητα. Οὗτος οὐ μόνον ὁμοίως αὐτῇ τῇ πίστει προσέδραμεν, ἀλλὰ καὶ πρὸς τὸ μαρτύριον, τοῦ καιροῦ καλοῦντος πρῶτον ἑαυτὸν φέρων ἐπέδωκεν. Ἄμφω μὲν οὖν, ὡς ἡ προθεσμία παρῆν τοῦ βαπτίσματος, ἀξιοῦνται, καὶ τὸν οὐράνιον δέχονται μαργαρίτην, καὶ οὕτως ἐπὶ τῇ πρώτῃ γεννήσει τυχεῖαν ἡ παῖς ἀναγεννᾶται καὶ τὴν δευτέραν, οὔπω πλεῖον ἢ δέκατον μόνον ἐπὶ δυσὶν ἔτος γενομένη. Δ΄. Ἐπεὶ δὲ τὸν θεμέλιον ἰσχυρῶς κατεβάλετο καὶ ἐν τῇ πέτρᾳ ἤδη τῇ ἀῤῥαγεῖ ἐῤῥίζωτο τῷ Χριστῷ τότε καὶ τἄλλα ἐποικοδομεῖ, τροφῆς μὲν αἰσθητῆς καὶ πομάτων ἀμελῶς ἔχουσα, ἄρτου δὲ νοητοῦ μᾶλλον καὶ θείων ῥημάτων ἐξεχομένη, πρὸς δὲ καὶ ζητοῦσα οὐχ᾽ ὅπως αὐτῇ τὸ ῥηθὲν μόνον εἰς νοῦν ἐμπαγῇ, ἀλλὰ καὶ ὅπως ἂν εἰς ἔργον ἐκβαίη· μᾶλλον δὲ οὐδὲ χρόνου πρὸς ταῦτα ἐδεῖτο· ἅμα γὰρ ἤκουσέ τι τῆς θείας Γραφῆς, καὶ τὸ ἀκουσθὲν εὐθὺς εἰς ἔργον προῆγε. Τὴν θείαν γοῦν ποτε βίβλον τῶν ἀποστολικῶν ἐπιοῦσα πράξεων, ἐπεὶ κατ᾽ ἐκεῖνο τοῦ λόγου ἐγένετο ἔνθα οἱ τὰ κτήματα πωλοῦντες τὰς τιμὰς ἔφερον, καὶ παρὰ τοὺς πόδας ἐτίθουν τῶν ἀποστόλων, εἰς νοῦν τοῦτο καὶ ἐκείνη βάλλεται, καὶ ὅσος ἦν αὐτῇ χρυσὸς καὶ ἄργυρος ἐσθής τε πολυτελὴς ἀθροίσασα, εἶτα τοῖς ἰδίοις οἰκέταις ἐπιθεῖσα νυκτὸς ἄπεισι, καὶ τὸν ἅγιον ἀξιοῖ Κύριλλον δέξασθαι ταῦτα, ἐπεὶ καὶ αὐτῇ τὴν ἀποστολικὴν πρὸς ἐκεῖνον αἰδὼ διασώζει, καὶ ἰδίαις χερσὶ πένησι διανεῖμαι. Ἃ δὴ καὶ ὡς αὐτῇ βούλημα διαπραξαμένη οὐδενὸς εἰδότος
col. 1043–1044page 38 of 56
PG 116:1043ὑπέστρεφε, καὶ ὁ συνήθης αὐτὴν θάλαμος αὖθις εἶχεν. Ε΄. Κύριλλος μὲν οὖν μετὰ μικρὸν ὁ ταύτης κατὰ πνεῦμα πατὴρ πρὸς τὸν πάντων Πατέρα καὶ θεὸν ἐκδημεῖ πολλῶν παραδόξων ἐν τῷ τέλει τῷ αὐτοῦ συνδεδραμηκότων· ἡ δὲ μακαρία παῖς τὰς αὐτοῦ παραινήσεις οὐχ ἁπλῶς ἤκουσεν, ἀλλὰ καὶ τῷ τῆς διανοίας ἐνέκυψε βάθει. Τοιγαροῦν ἡμέρας μὲν ὅλης ἐκείνη τε καὶ ὁ τὴν ἀρετὴν αὐτῇ ἐοικὼς Ἵνδης νηστείᾳ καθαιρόμενοι τὰς ψυχὰς, προσευχῇ τε καὶ τοῖς ἱεροῖς λόγοις προσκείμενοι ἑσπέρας τροφῆς ἐμέμνηντο. Καὶ ἡ τροφὴ ἄρτος ἦν ξηρός, καὶ ἡ πόσις ὕδωρ· ἃ δὲ λαμβάνειν ἐκ βασιλέως ετάχθησαν, πενήτων ἐτρύφων γαστέρες, ἵν᾿ ὁμοῦ καὶ φιλανθρωπίαν κατορθοῦντες ὦσι. Καὶ τὴν ἐγκράτειαν οὕτω ποιοῦντες, λανθάνειν μὲν ἔσπευδον τοὺς πολλούς· δυνατὸν δὲ οὐκ ἦν τὸ ὄρος κρυβῆναι καὶ τὸν λύχνον ὑπὸ τὸν μόδιον κεῖσθαι, καὶ τὸν θησαυρὸν ἀφανῆ κατὰ γῆς κρύπτεσθαι, ἀλλὰ καθ᾿ ὃν ἐρῶ τρόπον φανέντες τοῖς μὲν ὀρθοδόξοις σωτήριον ὑπόδειγμα γίνονται, τοῖς ἀσεβέσι δὲ καὶ μοχθηροῖς ἔλεγχος, οἱ τοσοῦτον ἀπέσχον ἀπολαῦσαι τῆς ἀρετῆς ἐκείνων, ὅσον καὶ δίκας ἀπήτουν καὶ ἔγκλημα αὐτοῖς προέτεινον τὴν ἐγκράτειαν· τὸ γὰρ τῆς εὐσεβείας ἐλάνθανον ἔτι, καὶ οὕπω φωραθέντες αὐτοῖς ἐτύγχανον. Ϛ΄. Ἐπεὶ δὲ τὰ τῆς νηστείας δῆλα τῷ τῆς βασιλικῆς θεραπείας κατέστησαν φροντιστῇ, δέον τῆς φιλανθρωπίας θαυμάσαι, δέον ἐκπλαγῆναι τῆς ἐγκρατείας, ὁ δὲ καὶ μᾶλλον ἐπὶ μάστιγας τρέπεται καὶ ξαίνων πολλὰς ἠνάγκαζε λέγειν οὗ αὐτοῖς τὰ διδόμενα προχωρεῖ. ὡς δὲ ἐκεῖνοι μαθόντες τὰ κατορθώματα, καὶ μάλα γενναίως διεκαρτέρουν ἀποθανεῖν μᾶλλον ἢ εἰπεῖν προαιρούμενοι, καὶ ἵνα μὴ καὶ τὸ τῆς φιλανθρωπίας ῥεῦμα τὸ εἰς τοὺς δεομένους ἀνακοπῇ, εἴς τις τῶν εὐνούχων τῷ ἄρχοντι παραστὰς καὶ τὸ γένος Πέρσης καὶ τὴν ἀσέβειαν, ἀναδεικνὺς αὐτῶν τὴν ἀρετὴν ὡς κακίαν διέξεισι, καὶ κατηγορεῖ ὅτι τε ἀγνεύουσι, καὶ βρωμάτων ἀπέχονται, καὶ ἃ λαμβάνουσι πρὸς τροφὴν νυκτὸς ἐνδεέσι Χριστιανοῖς παρέχουσι, καὶ ὅτι δὴ τὰ παρὰ τοῦ βασιλέως τοῖς κατὰ τοῦ βασιλέως τροφὴ γίνεται. Εἰ βούλει δέ καὶ σαφέστερον γνῶναι, πάρεστί σοι καὶ τὸ ταμεῖον ἀνοίξαντι ὄψιν ἀδήλων ποιήσασθαι τὰ φαινόμενα. Ἤκουσεν ὁ ἄρχων, καὶ ἄσμενος τὸν ἐναργῆ δεξάμενος ἔλεγχον τὰς κλεῖς ἀπ᾿ αὐτῶν ἀφαιρεῖται, καὶ διανοίξας εὗρεν εὐθὺς, οὐ μὴν ὥσπερ αὐτὸς ἤλπιζεν, ἀλλὰ τὰ ἀληθῶς τίμια, τόν τε τοῦ θείου Σωτῆρος τύπον καὶ βιβλίον ἱερὰν, τὰς τῶν ἀποστόλων θεοφιλεῖς Πράξεις, καὶ πρὸς αὐτοῖς τὴν ἀκτημοσύνην ἐν μέγαν τῶν εἰς οὐρανοὺς θησαυριζόντων πλοῦτον, ἧς τὰ κείμενα ψίαθοι δύο κατὰ ψιλοῦ τοῦ ἐδάφους κείμεναι, ἡ φιλότιμος στρωμνὴ Δόμνης καὶ Ἵνδης τῶν εὐγενῶν τῷ ὄντι καὶ μακαρίων, πρὸς δὲ καὶ κεραμοῦν τι θυμιατήριον καὶ λύχνον ξύλινόν τι λαρνακίδιον ἐν ᾧ τὴν ἱερὰν προσφορὰν ἧς μετελάμβανον ἀπετίθεσαν. Ταύτην οὖν τὴν βιβλον καὶ τὸ λαρνάκιον
col. 1045–1046page 39 of 56
PG 116:1045διον εὐαγῆς εὐνοῦχος λαβών, ἠρώτα ποῦ τε αὐτοῖς ὁ χρυσὸς, καὶ ἡ πολυτελὴς ἐσθὴς καὶ ἡ κομψὴ ἄλλη σκευὴ καὶ περιβλεπτος. ὡς δὲ καὶ αὖθις ἐκεῖνοι μηδένα τῶν ἐρωτήσεων ποιούμενοι λόγον σκώπτοντες εἰστήκεσαν, βασάνοις αὐτοῖς ἐξεδίδου. Ἀλλὰ καὶ οὕτως ἠλέγχετο παίων εἰς κενὸν τοὺς ἀδάμαντας· ἤκουε γὰρ παρ' αὐτῶν τὸ παράπαν οὐδέν. Τὸ μέντοι ἱερὸν ἐκεῖνο βιβλίον, πρὸς δὲ καὶ τὸ λαρνακίδιον, ὡς οὐδὲν αὐτῷ χρήσιμα, αὐτοῦ καταλείπει παρὰ τῷ ταμιείῳ. Τούτους δὲ ἀλλαχοῦ κατακλεισθῆναι κελεύει ἕως ἀνενέγκῃ τῷ βασιλεῖ. Ἡ μὲν οὖν παρθένος, ὡς ἐξήγετο ἤδη τοῦ ταμιείου διαλαθοῦσα πάντας καὶ τὸ βιβλίον εὐφυῶς ἄρατα (μικρὸν γὰρ ἦν καὶ οἷον εὐχερῶς κρύπτεσθαι), τῷ ἱματίῳ αὐτῆς περιέστειλε· κατ' αὐτὴν δὲ καὶ ὁ θαυμαστὸς Ἰνδῆς τὸ ξύλινον σκεῦος ἦρε· καὶ οὕτως ἔχοντες ἀπήχθησαν τε καὶ ἐνεκλείσθησαν. Τούτοις οὕτω καθειργμένοις χρόνου συχνὸν μόνος ὁ ζῶν ἄρτος τροφὴ ἦν, καὶ τὸ τῆς θείας χάριτος πόμα ποτόν. ἂν δὲ καὶ τὸ σῶμα κοινωνεῖν ἀναγκαῖον, τοσοῦτον ἐστέρηντο ὅσον οὐδὲν ὕδατος ἀπολαύσαι παρῆν· τοῦτο γὰρ ἡ τοῦ ἀπηνοῦς ἄρχοντος ἐντολή, ὅπως αὐτοὶ γαστέρας δεομένων ἐπλήρουν, λιμῷ τοιούτῳ κατεργασθέντες διάφθαρεῖεν, καὶ δίκην φιλανθρωπίας ὑπόσχωσι τὴν ὠμότητα. Ζ'. Τοσαύτη γοῦν ἡ τῆς ἀπηνείας ἐπίτασις ἦν, καὶ τὸ τῆς κακοπαθείας ἀφόρητον, ὡς καὶ νόσῳ τὴν παρθένον ἀλῶναι, νεαροῦ σώματος πρὸς τοσαύτην οὐκ ἀντισχόντος ταλαιπωρίαν. Ἀλλ' οὐκ ἦν πάντως ἐπὶ πολὺ παριδεῖν ἐκείνους, ᾧ καὶ πτηνῶν μέλλει καὶ τῶν θηρίων. Ἀλλὰ νὺξ μὲν ἦν· ἐπίστανται δὲ οὐρανίων δυνάμεις ἀγγέλων, οἳ πολλῷ τῷ φωτὶ τούτους περιαστράψαντες, καὶ τὴν τράπεζαν ὑποπλήσαντες ἐδεσμάτων, αὖθις πρὸς οὐρανὸν ἀνεφοίτων. Οἱ δὲ τῶν προκειμένων μετεῖχον εὐθύς, οὐδεμίαν μνήμην τῶν προλαβόντων ἀλγεινῶν ποιούμενοι· καὶ τοῦτο μὲν ἡσθέντες τῇ τῶν φανέντων αὐγῇ, τοῦτο δὲ καὶ τῇ τῶν προσφερομένων ἡδονῇ, τὸ Δαυϊδικὸν ἐκεῖνο ὑπέψαλλον ἄγαν ἐπικαίρως, ὡς· «Ἐν στέατος καὶ ποιότητος ἐπλήσθη ἡ ψυχή μου, καὶ χείλεσιν ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου.» Ἡμέρα μὲν οὖν ἤδη παρῆν· παρῆν δὲ καὶ ὁ ἄρχων ἐπὶ σκοπῷ τοῦ μαθεῖν εἰ τοῦ λιμοῦ ἥττηνται, ἵν᾿ οὕτω χρήσηται πειθομένοις. Ἐπεὶ δὲ τοὐναντίον ἑώρα φαιδροὺς μὲν καὶ χαρίεντας τὴν ὄψιν, πολλῷ δὲ χαριεστέρους ὄντας καὶ τὴν ψυχὴν, ἀπολιπὼν τὸ βιάζεσθαι ἅτε μηδὲν ἐπ' ἐκείνοις ἀνύσιμον ὄν, ἐπὶ τὸ πείθειν ἐχώρει. Καὶ τὸν πρᾶον ὑποκρινάμενος, ἐκέλευε τὸ λοιπὸν ἀπαθεῖς κακῶν διάγειν αὐτοὺς καὶ τῶν εἰς χρείαν κατακόρως μετέχειν, βρωμάτων τέ φημι καὶ χρημάτων, πρὸς δὲ καὶ ἐσθῆτος οὐδὲν τῶν προλαβόντων ἔλαττον. Ἀλλ' οὐκ ἐδεῖτο χρημάτων ἡ παρθένος καὶ ἱματίων· ἐδεῖτο μὲν, ἀλλ' οὐχ᾽ ἑαυτῆς, τῶν πενήτων δὲ εἵνεκα· παρ' ἢ δὴ καὶ συχνῶν ἡμερῶν ἄσιτος αὐτὴ διετέλει, ἵνα πλουσίως τοῖς ἄλλοις μεταδιδόναι τροφῆς. Καὶ δήποτε πλῆθος ἐπ' αὐτὴν συῤῥέον πενήτων θεασαμένη
col. 1047–1048page 40 of 56
PG 116:1047καὶ ὥσπερ τροφοῦ φίλης λύσαι τὸν λιμὸν αὐτοῖς δεομένων, ἀπορία ληφθεῖσα, καὶ οὐδὲν ἀναλώσει πρὸς τοσοῦτον πλῆθος ἐξαρκοῦν ἔχουσα, πρὸς τὸν κόσμον ἀπεῖδε τὸν ἑαυτῆς, καὶ ζώνην ἐκείνην ἡ λίθοις βρίσθουσα καὶ μαργάροις ἦν, ἄλλα τε ὅσα χρυσὸς διεκόσμει καὶ ἄργυρος, πάντα ἐν ἀποδέσμῳ περιλαβοῦσα, καθίησι διὰ τῆς θυρίδος, καί τινι τῶν εὐλαβῶν διακόνων, Ἀγάπιος αὐτῷ τοὔνομα, παραπέμπει, ἀξιοῖ τε πωλεῖν, καὶ τὸ ἐντεῦθεν χρυσίον διελεῖν πένησι. Ταῦτα οὐκ ἔστιν εἰπεῖν ὅσῳ πλήθει τῶν δεομένων ἐξήρκεσεν εἰς τροφὴν, ἀλλὰ καὶ ὅσους κατὰ μίμησιν τῶν πλουσίων πρὸς τὸν τῶν δεομένων ἔλεον παρεκάλεσεν. Ἐπεὶ δὲ οὐκ ἔδει τὴν οὕτω μὲν ἁγνὴν, οὕτω δὲ καὶ τὴν ἄλλην ἅπασαν ἀρετὴν μετιοῦσαν, εἴτε καὶ πρὸς εὐποιίαν πολλῷ ῥέουσαν ἐν σκηνώμασιν ἁμαρτωλῶν καὶ βασιλείοις αὐλαῖς κατοικεῖν, ἄνωθεν καὶ τοῦτο οἰκονομεῖται. Καὶ σκοπεῖτε δὴ τὴν οἰκονομίαν ὅπως σοφή. Η΄. Εἰς νοῦν αὕτη βαλομένη τὸν θεοπάτορα, καὶ ἃ ἐκεῖνος ὑπεκρίθη σκηνὴν ἐν καιρῷ τοῦ φεύγειν ἀπὸ προσώπου Σαούλ, καὶ ὅπως ἑαυτῷ τὸ πρόσωπον ἀλλοιώσας τὸν ἔκφρονα ὑπεκρίθη, καὶ οὕτω τὰς τῶν ἀληθῶς ἀφρόνων ἐξέφυγε χεῖρας, καὶ ἦρε τὸ τρόπαιον, τοιοῦτο δή τι καὶ αὐτὴ μηχανᾶται καὶ ὑποκρίνεται τοὺς ὀφθαλμοὺς διαστρέφουσα, καὶ τὰ σίελα παραπτύουσα χείρας τε κροτοῦσα καὶ ἀτάκτους ἀφιεῖσα φωνὰς, καὶ ποτὲ μὲν κλαίουσα, ποτὲ δὲ παρελώσα σὺν οὐδενὶ καιρῷ τε καὶ κόσμῳ. Ταῦτα τῶν ἐν τοῖς βασιλείοις δρώντων τοὺς μὲν οἶκτος, τοὺς δὲ καὶ θαῦμα εἰσῄει, ἔστι δὲ οὕς καὶ ἀμφότερα εἶχεν ὁμοῦ τε καὶ ἔκπληξις. Ὅπερ οὖν καὶ ὁ ὠμότητας τὴν ψυχὴν ἄρχων ἐκεῖνος παρὰ τοῦ τῶν προσεδρευόντων αὐτῇ πυθόμενος, ἀλλὰ δὴ καὶ ὄψει τοὺς τὸ γινόμενον ἀλγεῖν ἐῴχει καὶ παθαίνεσθαι τὴν ψυχήν· ἐπεὶ καὶ τότε μάλιστα σφοδρῶς ἡ μάρτυς ὑπεκρίθη τὸ πάθος, τότε δὴ καὶ ὁ ἄρχων τοὺς ὀφθαλμοὺς αὐτῇ ἐπιβεβληκὼς ἦν. Ὅθεν καὶ περιδεὴς γίνεται καὶ πολλοὺς ἐφίστησιν αὐτῇ φύλακας μή τι καὶ πάθοι βασιλέως ἀπόντος δεινὸν καὶ κατὰ κρημνοῦ ἑαυτὴν ὠθησαμένη κινδύνου πρόξενος αὐτῷ καταστῇ. Ἐπεὶ οὖν χρόνος μὲν τοῖς φύλαξιν ἐτρίβη συχνός, ἡ δὲ τὴν σκηνὴν οὐκ ἔλυσεν, ἀλλὰ πάνυ σώφρονι λογισμῷ προσεποιεῖτο τὸν ἄφρονα, ἦν δὲ καὶ τοῖς φυλάττουσιν ὀχληρὰ τὴν μὲν ἀκοὴν αὐτῶν ἀσήμοις λυποῦσα φθόγγοις, σχήματι δὲ παραφόροις ἀηδίαν τοῖς ὀφθαλμοῖς ἐμβάλλουσα, ἔστι δ' ὅτε καὶ τὸν ὕπνον ταῖς κραυγαῖς ἀφαιροῦσα, καὶ ὅλως ἦν αὐτοῖς λυπηρὰ, οὐ μόνον καὶ ἄκοντες αὐτὴν πρὸς Χριστιανοὺς πέμπουσιν, οὗ καὶ ἐκ πολλοῦ ἤρα, ἀλλὰ καὶ τὴν τῶν Χριστιανῶν δύναμιν ὁμολογοῦσι καὶ μὴ βουλόμενοι. Προσελθόντες γὰρ τῷ εὐνούχῳ ἠξίουν μάλα θερμῶς εἰς Χριστιανοὺς ἐκπεμφθῆναι ταύτην· αὐτούς τε γὰρ ἔφησαν καμάτου ἀπαλλαγήσεσθαι οὐκέτι φορητοῦ, κἀκείτην ὡς τάχιστα ἰαθήσεσθαι πρὸς αὐτῶν. Εἰσὶ γέ τοι, εἶπον, παρ' αὐτοῖς καὶ ἄλλοι τὴν μανίαν αὐτῇ παρόμοιοι, οὓς οὐκ οἶδα μὲν ὅπως, σώφρονας ποιεῖν
col. 1049–1050page 41 of 56
PG 116:1049ὅμως καὶ ὑγιάζειν λέγονται. Τοῦτο ἐκεῖνοι μὲν ὑπὲρ ἑαυτῶν ᾔτησαν ὀχλήσεως δήπου πάσης ἀπαλλαγῆναι γλιχόμενοι· ὁ δὲ Θεὸς τὸ τῇ παρθένῳ διὰ πολλῆς ὑπάρχον ἐπιθυμίας χωρῆσαι αὐτῇ κατὰ γνώμην παρασκευάζει· ἐλάνθανον γὰρ, τὸ τοῦ λόγου, ἵππον εἰς πεδίον ἀνέντες, καὶ δελφίνα καθ᾽ ὕδατος. Ἀκούει ταῦτα ὁ ἄρχων, καὶ δὴ καὶ αὐτὸς ἀνεθῆναι τῆς περὶ αὐτὴν φροντίδος ἐρῶν τὸν ἅγιον εὐθὺς Ἄνθιμον (ἐπίσκοπος δὲ οὗτος τότε Νικομηδείας μετὰ Κύριλλον ἦν) μεταστέλλεται. Ὃς καὶ παρελθὼν εὐθὺς καὶ ἅτε λαβὼν ἐκ Θεοῦ τὰ ἐν μυχῷ καρδίας εἰδέναι, γινώσκει τε τὰ κατὰ τὴν παρθένον τῷ πνεύματι καὶ ὅσον αὐτῇ φρενῶν βάθος ὑπὸ πλάσματι τῆς μωρίας ἐκρύπτετο συνιδών, αὐτὸς μὲν σιωπῶν εἱστήκει, καὶ ἡ παρθένος δὲ ὁμοίως ἰδοῦσα τὸν ἱεράρχην οὐδὲν ἔτι παράφορον ἢ μανικὸν ἐπεδείκνυ, ἀλλ᾽ ὥσπερ ἂν καὶ αὐτὴν ἐκείνου τὴν ὄψιν δυσωπηθεῖσα τὸ μετὰ ταῦτα σωφρόνως εἶχε καὶ γαληνίως, ὡς καὶ αὐτοὺς ἐκπλήττεσθαι τοὺς παρόντας ἐπιλογιζομένους ὅσον ἴσχυσε καὶ μόνον εὐσεβὴς ὀφθεὶς ὀφθαλμός. Ὁ μὲν οὖν ἄρχων παραλαβεῖν τὸν ἐπίσκοπον τὴν παρθένον ἠξίου σὺν ταύτῃ δὲ καὶ τὸν Ἰνδὴν καὶ ἀμφοτέρους φυλακῇ δοῦναι πρεπούσῃ παρά τινι τῶν οἴκων τῶν ἱερῶν καὶ χρήματα δὲ συμπαρεδίδου τά γε εἰς τροφὴν καὶ χρείαν σώματος ἱκανά. Ὁ δὲ τούτους μὲν καὶ λίαν ἀσμένως, οὐ μὴν ἐδέξατο καὶ τὰ χρήματα, ἀλλ᾽ ἐκείνους ἀσκητηρίῳ τινὶ παρέπεμψεν οὐκ ἔστιν εἰπεῖν ὅσον ἡδομένους ἅτε κατὰ νοῦν αὐτοῖς ἐκβάσης τῆς μεταθέσεως. Θ΄. Ἦν δὲ τότε καὶ Μαξιμιανῷ τρόπαια κατὰ τῶν ἐναντίων ἐξειργασμένα, τοῦ Θεοῦ αὐτοῦ σοφῶς παρανοίγοντος τὴν πρὸς σωτηρίαν ὁδόν, ἵνα οὔτινος χειρὶ κατορθοῦται ταῦτα ζητήσας ἐπιγνῶναι τὴν ἀλήθειαν. Ἀλλ᾽ ἐκεῖνος τυφλώττων ἀκριβῶς ἐν τούτοις ἐπικουρίᾳ θεῶν ψευδωνύμων τὴν νίκην ἐπιγράφων ἦν, καὶ τοσοῦτον ἀπεῖχεν ἀληθεῖ θεῷ τὴν χάριν ὁμολογεῖν, ὅσον καὶ θεομαχεῖν ἐπείγετο καὶ τἄλλα δεύτερα θεὶς ἐκθύμως κατὰ Χριστιανῶν ὠπλίζετο, ἑορτάς τε τοῖς δαίμοσι καὶ θυσίας ἐπιτελῶν, κἂν τὰ πρῶτα τὴν ἀλωπεκῆν ὑποδὺς δώροις τε καὶ τιμαῖς ὑπεποιεῖτο τὸ πλῆθος καὶ ἀφανῆ εἶναι τὴν κακίαν ἠβούλετο. Θέατρον οὖν πολυανθρωπότατον αὐτῷ συνηθροίζετο, καὶ ὁ ἀγὼν οὗτος πρὸς Χριστιανοὺς οὐ δῆλος ἦν κατ᾽ ὄψιν αὐτοῖς συνιστάμενος, ἀλλὰ πολὺ τὸ ἀσαφὲς ἔχων καὶ δολερὸν καὶ κακότεχνον· ἃ γὰρ εἴδωλα τὰ χρυσῷ μὲν τοῖς ἀσεβέσι τιμώμενα, βόθυνον δὲ ἀπωλείας αὐτοῖς ἀντιχαριζόμενα, ταῦτα δὴ τὰ χρυσᾶ καὶ ὅσα πάλιν ἀργύρου πεποίητο προφέρων ὁ δυσσεβὴς εἰς θρόνους προετίθει βασιλικούς, καὶ στέμμασιν ἐστεφάνου, καὶ τέλος ταύρους αὐτοὺς καταθύων περιρραντίζειν τὰ πλήθη τοὺς μικροῖς ἐπέταττεν ἱερεῦσι βοηθοῦ τυγχάνων καὶ τοῦ καιροῦ. Καὶ γὰρ ἦσαν τότε τερπνοῖς ἀκούσμασι τοῦ θεάτρου προσκεχηνότες. Ὅσοι μὲν οὖν ἦσαν ἀσφαλεῖς τὴν εὐσέβειαν καὶ τὰ Χριστιανῶν αὐτοῖς οὐ μόνον τῶν ὀνομάτων, ἀλλὰ καὶ εἰς καρδίαν ἐνδεδυκότα, οὗτοι φωράσαντες τὸ γινόμενον καὶ
col. 1051–1052page 42 of 56
PG 116:1051μηδὲ αὐτὴν τὴν ὅρασιν ἐνεγκόντες ἁγνοῦ θεά­τρου, τὸ ἑαυτῶν αἷμα δοῦναι μᾶλλον ἢ αἵματι μολύν­θῆναι τοιούτοις εὐγενῶς προελόμενοι· οἷς δὲ ἡδονὴ καὶ ἄνεσις περὶ πλείονος ἦν, ἐπ' αὐτοῖς ἐμι­έχραίνοντο καὶ τὰ σώματα μετριωτάτης ἀπο­λαύσεως κἀκεῖθεν τὰς τιμωρίας ἑαυτοῖς ταμιεύσαντες. Ι'. Ἀλλὰ γὰρ ὁ πολὺς οὗτος καὶ πρόθυμος εἰς ἀσέ­βειαν Μαξιμιανὸς οὐκέτι λαθραίως, ἀλλὰ φανε­ρῶς ἀσεβεῖν βουλόμενος, λόγους καθῆκε πρὸς τοὺς συνειλεγμένους, χαλεπῆς ὅπως ἀσεβείας ἀθέτης, Ποῖ, λέγων, φέρεσθε, ἄνθρωποι, τὸ σκότος τοῦ φωτὸς προτιμῶντες καὶ μὴ θεοὺς εἶναι νομίζοντες, ἀφ' ὧν τόδε τὸ πᾶν ἐξήρτηται; Οὐχ ὁρᾶτε τὰς νίκας καὶ τρο­παῖα; οὐχ ὁρᾶτε πλῆθος ἀγαθῶν ἐπ' ἀγαθοῖς τιθέ­μενον, καὶ ὅπως τὰ μὲν ὄντα καλῶς ἔχει καὶ καλῶς, τὰ δὲ προσγίνεται καθ' ἑκάστην, καὶ ὧν πρότερον ἦμεν κύριοι, δεσπόζομεν νῦν; εἰ τὴν δόξαν αὐξανομένην; οὐ τὴν βασιλείαν εὐρυνομένην; οὐ πόλεις, τὰς μὲν ὑποφόρους οὖσας, τὰς δὲ μελλούσας, καὶ τὰς μὲν ἑαλωκυίας ἤδη, τὰς δὲ καὶ ἁλη­φθησομένας; οὐκ ἐθνῶν βασιλεῖς ἐν ἀνδραπόδων μοίρᾳ λογιζομένους; οὐ πάντα κατὰ γνώμην ἡμῖν ἀν­αινόμενα; Τίνων ἄρα προνοίᾳ παραχωρεῖ ταῦτα; πεισάτωσαν ὑμᾶς ὡρῶν εὐκρασίαι, ὄμβρων συμμε­τρίαι, καρπῶν εὐφορίαι, μᾶλλον δὲ ὁ σύμπας χρόνος καρποφορῶν καὶ πάντα πρὸς εὐθηνίαν βλέποντα. ΙΑ'. Οὕτως ἐκείνου γλώσσῃ περιττῇ φθεγγομένου, καὶ τοῖς μὴ οὖσι τὰ ὄντα ψευδῶς ἐπιγράφοντος, ἔτι τε καὶ ἄλλα συνείρειν ἐθέλοντος, οὐκ ἀνῆκεν ὁ οὗ τὰ κρίματα ἀληθινὰ δεδικαιωμένα τὸ ψεῦδος πλέον τῆς ἀληθείας κατακαυχήσασθαι, ἵνα μὴ καὶ ἄλλοις πρὸς διαστροφὴν εὐκόλοις ἀπωλείας πρόφασις καταστῇ· ἀλλὰ μεταξὺ λέγοντος, αἰθρίας οὔσης καὶ ἡλίου τὸ μεσημβρινὸν φλέγοντος ἄφνω κτύπος πολ­λὺς κατεῤῥάγη βροντῶν, καὶ πῦρ ἐκ νεφελῶν ἐξέ­βλητο, καὶ σκότος ἅμα βαθὺ, καὶ χάλαζα μετὰ πνευμά­των συχνή, καὶ τὸ δεινὸν μικροῦ καὶ φωνὴν ἀφίει χαλεπὴν εἶναι Θεοῦ κινηθέντος ὀργήν. Οἱ μὲν γὰρ καὶ μόνῃ τῇ βροντῇ καὶ ἀκοὴν καὶ ψυχὴν πληγέν­τες αὐτοῦ που παρὰ τὴν γῆν ἡμιθνῆτες κατέπιπτον· οἱ δὲ ὥρμησαν μὲν εἰς φυγήν, πολλῷ δὲ χαλεπώτε­ρον ἑαυτοὺς διέθηκαν ὑπ' ἀλλήλων συμπατηθέντες, καὶ βίαιαν οὕτως εὑρόντες τοῦ βίου κατάστρεφον. Καὶ αὐτὸς δ' ἂν ὁ δυσσεβὴς βασιλεὺς μικροῦ ἐξα­πώλετο, εἰ μὴ ἐλάττων ἴσως ἡ τιμωρία παρὰ Θεοῦ δοκίμαστο, τῆς ἄξιος ἦν ἐκεῖνος παθεῖν. Οὐ μέντοι τῶν εἰρημένων τὰ τῶν φόβων ἵστησιν ὁ Θεός, ἀλλὰ καὶ ποταμοὶ τῇ τῶν ὑδάτων φορᾷ πλημμυρήσαντες, ἄρδην τὰ λήϊα παρασύραντες, τοὺς τῶν γεωργῶν πόνους θαλάσσῃ παρέδοσαν, καὶ ταῦτα θέρους ὄντος, καὶ πολλῆς μᾶλλον ἐλπιζομένης τῆς ἀφθονίας. Ἀλ­λὰ τῆς Μαξιμιανοῦ καθικέσθαι ψυχῆς καὶ πεῖσαι
col. 1053–1054page 43 of 56
PG 116:1053τῆς ἀσεβείας ἀνεγκεῖν κούφον κομιδῆ τὸ γεγονὸς καὶ μικρόν. Ὅτι γὰρ αὐτὸς ἐκεῖνος Μαξιμιανὸς ἦν μηδὲν διατεθείς, ἄμεινον δείξει τὰ παρὰ πόδας. Ζητήσας γὰρ μετὰ ταῦτα τὸ γραμματεῖον ᾧ τὰ ὀνόματα τῶν τοῖς πρώτοις τῶν ψευδωνύμων δώδεκα θεῶν ὑπηρετωμένων ἐγκείμενα ἦν, ἐπεὶ δὲ καὶ μὴ Δόμνα καὶ Ἰνδὴς σὺν τοῖς ἄλλοις εὑρίσκετο, καὶ σφόδρα σπουδαίως ὅπως εἶχε τὰ κατ᾽ αὐτοὺς ἐπυνθάνετο. ΙΒ΄. Ὡς δὲ ἤκουσε παρὰ τοῦ ἀρχιευνούχου ὅτι Δόμνα μὲν τῶν φρενῶν ἐκπέσοι, ἔστι δὲ νῦν παρὰ τοῖς ταῦτα θεραπεύειν ἐπισταμένοις, σύνεστι δὲ καὶ Ἰνδὴς αὐτῇ φυλακῆς χάριν καὶ ὑπουργίας, ἐκεῖνος ἤδη τῷ θυμῷ φλεγμαίνων καὶ μέγα ἀνακραγών, Ὦ κάκιστε ἀνθρώπων, ἔφη, Δόμναν μὲν δαιμονῶσαν ἴσως οὐκ ἀπὸ τρόπου τῆς τῶν θεῶν ἀπέστησας λειτουργίας· τί δὲ παθὼν καὶ Ἰνδῆν θεραπευτὴν ὄντα τῶν μεγάλων θεῶν αὐτῇ συναπέστησας καὶ τό γε εἰς σὲ ἧκον ἐρήμους ὑπηρεσίας ἀνῆκας αὐτούς; Ἐγὼ δὲ ἀλλ᾽ αὐτοὺς ὄμνυμι τοὺς θεοὺς ὡς οὐμενοῦν οὐ παρελεύσεται ἡ ἀξία τοῦ τολμήματος δίκη, εἶπε καὶ οὐκ ἠμέλει, ἀλλὰ τὸ λειτούργημα τῶν καμήλων αἱ ἐν τῇ χώρᾳ Κλαυδιουπολιτῶν ἐτύγχανον οὖσαι, ἐγχειρισθῆναι οἱ ἐπέταττεν ὄγκου αὐτὸν ἀρχοντικοῦ καταγαγὼν καὶ πρὸς ἐσχάτην ἀδοξίαν περιιστάς· εἶτα καὶ Ἰνδῆν ἐκέλευσε παραστῆναι καὶ τὰ πρὸς θεοὺς εἰωθότα καὶ αὖθις ποιεῖν. Ὁ δὲ παρελθὼν τὰ συνήθη πρὸς ἀλήθειαν ποιῶν ἦν, καὶ θεοῖς μὲν καὶ θεαῖς καὶ τοῖς τούτων ἱερουργοῖς πολλὰ χαίρειν ἢ οἰμώζειν μᾶλλον εἰπὼν αὐτὸς προσανεῖχε μόνῳ Θεῷ προσευχαῖς τε καὶ νηστείαις ἐνασχολούμενος, καὶ μὴ μόνον οὐδὲν πρὸς τὴν ἐκείνων ἀσέβειαν καθυφείς, ἀλλὰ καὶ πολλοὺς τῶν ἠπατημένων εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν ἐκκαλούμενος. Ἐπαγωγὸν γὰρ εἰς πειθὼ λόγος, ὁπόταν ἔχῃ καὶ βίον αὐτῷ συμφθεγγόμενον· ὥσπερ οὖν εἶχε καὶ Ἰνδής, καὶ διὰ τοῦτο πολλοὺς τῷ Θεῷ προσῆγε, καὶ ἅλας ἀτεχνῶς θεῖον ἦν ἑαυτόν τε συγκρατῶν καὶ τοὺς ἄλλους διακρατεῖν δυνάμενος. Ἀλλὰ τὰ μὲν ἐκείνου τοιαῦτα· Μαξιμιανῷ δὲ οὐκ ἦν ἀνεκτὸν βαρβάρων μὲν πάντων περιγενέσθαι δοκεῖν καὶ βλέμματι μόνῳ μυριάδας ὄχλων φοβεῖν, ἡττᾶσθαι δὲ τῶν οἰκείων, καὶ ταῦτα νέων οὕτω καὶ ἀτελῶν ὅτι τὴν ἡλικίαν. ΙΓ΄. Ἀμέλει γοῦν καὶ λύσας κατὰ μικρὸν ὅπερ εἶχε πρόσχημα γοῦν τι φιλανθρωπίας, φανερῶς μὲν ἦν τῷ Χριστῷ μαχόμενος, ναούς τε ἱεροὺς καθαιρῶν καὶ οἴκους δαίμοσιν ἀνοικοδομῶν, ἄρχοντας δὲ δεινοὺς μὲν εἰπεῖν, ὠμοὺς δὲ κολάσαι κατὰ πᾶσαν πέμπων τὴν οἰκουμένην, οἷς οὐκ ἤρκει κατὰ Χριστιανῶν ἡ παρ᾽ ἑαυτῶν ὠμότης, ἀλλὰ καὶ ἡ τοῦ βασιλέως ἀπήνεια προσετίθετο. Παρήγγελλε γὰρ ἀπειθοῦσι Χριστιανοῖς μηδὲν ἀφιέναι, ἀλλ᾽ οὕτω κολάζειν, ὡς τῶν ὀφθαλμῶν ἐκείνου συνεξεταζόντων αὐτῷ καὶ θεωμένων τὴν τοῦ βήματος αὐστηρίαν, τὴν περὶ τὸ ἐξετάζειν περιέργειαν, τὸ περὶ τὰς κολάσεις καινουργὸν καὶ φιλόνεικον, καὶ ὡς ἐκεῖνος ἂν εἴη ὁ πλεῖον αὐτῷ χαριζόμενος, ὁ καὶ πλείονα δήπου κολάζων Χριστιανούς. Οὕτω τοὺς ἄρχοντας διεμεθίσας ἐξέπεμπεν. Οὐ μὴν ἀλλὰ καὶ παράδειγμα
col. 1055–1056page 44 of 56
PG 116:1055ἑαυτὸν ἐδίδου καὶ πρωτότυπον εἰς ἀπανθρωπίαν· ἐπεὶ καὶ πρῶτος αὐτὸς ἦν κτείνων, κολάζων, αἴρων, ἐλαύνων, τί μὴ βίαιον καὶ τυραννικὸν ἐργαζόμενος; μᾶλλον δὲ καὶ πολλάκις οὐκ ἄκρατον ἐπάγων τὴν βίαν, ἀλλὰ καὶ πειθοῖ κεραννὺς καὶ οἱονεὶ δέλεαρ αὐτὴν προτεινόμενος, ἵνα καὶ μᾶλλον οὕτως ἀγριώτερος γίνηται, καὶ τοῦ κολάζειν εὐλογωτέρας ἔχῃ τὰς ἀφορμὰς τῷ μὴ λόγοις ἐθέλειν μόνοις τοὺς εὐσεβεῖς πείθεσθαι. Οὗτος, ἐπειδὴ καὶ τὸν ἀγιώτατον Ἄνθιμον πολλὰ ζητήσας μὴ εὕροι, αὐτὸς εἴσω τῆς Ἐκκλησίας, οἷόν τι θηρίον ποικίλον καὶ δολερὸν εἰσελθών, πλήθει τε στρατευμάτων καὶ δορυφόρων ταύτην περιλαβών, εἶτα καὶ ἐπιείκειαν ὑποδύς, ἵν' οἱ μὲν τὸ πλῆθος καὶ τὴν ἰσχὺν ὑποπτήξωσιν, οἱ δὲ πρὸς τὴν ἐπίχρηστον ὁρῶντες φιλανθρωπίαν πειθοῖ συναρπάζωνται, καὶ οὕτως ὥσπερ δεσμοῖς δυσὶν ἰσχυροῖς, φόβῳ καὶ πειθοῖ τοὺς εὐσεβεῖς συνδήσας αἰχμαλώτους ἀγάγῃ πρὸς τὴν ἀσέβειαν, τοιαῦτα σκεψάμενος λόγου πρὸς τὸ πλῆθος ἤρξατο τοιούτου. ΙΔ΄. Ἐγὼ καὶ πρὸς ἔθνη βάρβαρα τὸν ἐμὸν ζυγὸν δυσχεραίνοντα καὶ Ῥωμαίων νόμοις μὴ πειθαρχοῦντα οὐκ εὐθὺς τὸ δόρυ κινῶ, οὔτε μὴν χρῶμαι τοῖς βέλεσιν, οὐδὲ τὴν διὰ ξίφους ἐπάγω σφαγήν· ἀλλὰ τοὺς ἀγαθοὺς μιμοῦμαι τῶν ἰατρῶν, ῥήμασι μαλακοῖς τὸ πρῶτον καὶ φιλανθρώποις ὥσπερ ἐλαίῳ διαμαλάσσων τὸ οἴδημα. Εἶθ' οὕτως ἐπειδὰν ἴδω σφόδρα δυσιάτως ἔχοντας καὶ τὸ ἕλκος ὕπουλον καὶ πάνυ βαθύ, τότε δὴ καὶ καυτῆρι χρῶμαι, καὶ ἐν τομῇ οὕτω λίαν αὐστηρῶς καὶ περιωδύνως, ὡς μήποτε τινὰ τὴν ἀρχὴν ἐμοῦ φανῆναι φιλανθρωπότερον, μήτε μετὰ τὸν ἔλεον καὶ τὴν ἐπιείκειαν βιαιότερον. Ὑμᾶς δὲ μὴ γένοιτό ποτε πειραθῆναί μου τετελεσμένου καὶ πρὸς ὀργὴν ἔχοντος· ἀλλὰ προσελθόντες τοῖς μεγάλοις θεοῖς σπένδετε καὶ εὐμενέσιν ὑμᾶς ὀφθαλμοῖς ἰδεῖν ἐκκαλεῖσθε, ἵν' οὕτω καὶ τὰ παρ' ἡμῶν προσυπάρξῃ, τιμαὶ καὶ ἀρχαὶ καὶ χρήματα καὶ τὸ ἐν πρώτοις ὑμᾶς εἶναι τῶν ἐμῶν ἑταίρων καὶ φίλων. Πῶς γὰρ οὐκ ἄτοπον βαρβάρους μὲν ἀλλογλώσσους τοσαύτης παρ' ἡμῶν ἀπολαύειν τῆς ἀνεξικακίας, ὑμᾶς δὲ Ῥωμαίων νόμοις ἐντεθραμμένους, καὶ τὰ Ἑλλήνων πεπαιδευμένους, πρὸς δὲ καὶ ἐμοὺς ὑπηκόους ὄντας, μὴ διὰ πάντων σώζειν τὸ εὐπειθές, ἀλλὰ περὶ τὰ καιριώτατα μᾶλλον ἀπειθεῖν δείκνυσθαι, καὶ πόλεμον ἄντικρυς πρὸς τὸν ὑμέτερον αἴρεσθαι βασιλέα, ὡς ἐντεῦθεν βασιλικῆς ἐκπίπτειν εὐμενείας καὶ πλουσιοδώρου χρηστότητος; Ἀπόστητε τοιγαροῦν τῆς ἀτόπου ταύτης θρησκείας, ἀπόστητε· εἰ δ' οὖν, ἀλλ' οὐ μακρὰν ἡ δίκη. Ὁράτε τοῦτον τὸν οἶκον ἐφ' ᾧ καὶ πεποίθατε· πυρὶ δοὺς αὐτόν, κἀμᾶς ὁμοῦ συνδιαφθερῶ, καὶ εἴσεσθε πάντως ὅσον κακὸν θράσος ἄλογον καὶ γνώμης ἐντιτυπία. ΙΕ΄. Οὕτω τοῦ δεινοῦ Μαξιμιανοῦ ἐπιείκειαν ἀπηνείᾳ συνάψαντος κακῶν τε ἀπειλαῖς καὶ ἀγαθῶν ὑποσχέσεσι τὸν λόγον ποικίλαντος, Γλυκέριος ὁ σοφός, ὁ θεῖος ὄντως θύτης καὶ ἱερεύς, καὶ τοὺς λόγους αὐτοὺς καταθύσαι σπεύδων τῷ ὑπ' αὐτοῦ ἱερουργουμένῳ Χριστῷ, ἐπίτομον πάνυ καὶ καιρίαν δοὺς τὴν
col. 1057–1058page 45 of 56
PG 116:1057ἀπολογίαν τήν τε γλῶσσαν ἐπέδησε Μαξιμιανῷ, καὶ τὰς φρένας διέσεισε, καὶ σὺν ὀργῇ θαύματος ἐπλήρωσε τὴν ψυχήν. Ἔφη γάρ· οὔτε τῶν ἐπαγγελιών σου καὶ δωρεῶν ἐφιέμεθα, βασιλεῦ, οὔτε τῶν ἀπειλῶν ὅλως ἐπιστρεψόμεθα. Τὰς μὲν γὰρ πόσας ἂν καὶ ποίας ὀρέξεις ὡς δυτηθῆναι θέλξαι ψυχὴν τῶν ἴσας καὶ ὀνείροις τοῖς τοῦ κόσμου πᾶσι προσεχόντων τερπνοῖς, κακὸν δὲ τί ἂν καὶ ἀπειλήσεις τοῖς ζημίαν μᾶλλον λογιζομένοις τὸ μὴ τὰ χαλεπώτατα ὑποστῆναι διὰ Χριστόν; Ἂν δὲ λέγεις καὶ ἐφ᾽ οἷς ἄρα καὶ ἐγκαυχά, τοῖς κατὰ τῶν ἐθνῶν δήπου τροπαίοις ταῦτα μᾶλλον πρὸς ἡμῶν ἔσονται, καὶ τοῖς ἐμοῖς συμφθέγξονται λόγοις. Ὅταν γὰρ οὐ ὁ πλείστους νενικηκὼς ὅσον οὔπω γυναικῶν καὶ παίδων ὀρθῇ ἡττημένος, τῶν τὰ Χριστιανῶν, φημί, σεβομένων, πῶς οὐχὶ πολλῷ πλέον ἡ τοῦ ἐμοῦ Χριστοῦ δύναμις ἔσται καταφανής; Καὶ πρὸς τούτοις τίς οὕτως ἐμβρόντητος καὶ ἠλίθιος, ὡς εὐθὺς ἐκλαθέσθαι τῶν τῷ πρὸ μικροῦ βροντῶν τε καὶ κεραυνῶν, καὶ τῆς φρικτῆς ἐκείνης θεοσημείας θανάτων τε τῶν βιαίων καὶ τοῦ μικροῦ δεῖν καταποντισμοῦ καὶ τῆς τῶν καρπῶν ἀπωλείας, καὶ θεοῖς ταῦτα σοῖς, ἀλλὰ μὴ τῷ ἀληθεῖ μᾶλλον ἐπιγράψαι Θεῷ, εὐκαίρως, ὦ βασιλεῦ, τὴν ὀργὴν ἐπάγοντι κατὰ τῶν ἐκείνους καὶ τιμώντων καὶ σεβομένων; Μὴ γοῦν οὕτω θαῤῥήσης τὸν καθ᾿ ἡμῶν πόλεμον· ἔστι καὶ ἡμῖν ἄνωθεν ὅπλα, οἷς ὥσπερ οἱ σοὶ δορυφόροι παρὰ σοῦ σήμερον, οὕτω δὴ καὶ παρὰ τοῦ βασιλέως τῶν ὅλων ἡμεῖς φυλαττόμεθα, δι᾿ ὧν καὶ ἀντιταξόμεθά σοι καὶ νικήσομεν νίκην κομιδῆ παραδοξοτάτην. Βαλλόμενοι γὰρ ἀνελοῦμεν, καὶ πίπτοντες τὸ κατὰ σοῦ στησόμεθα τρόπαιον. ις. Ἤκουσε ταῦτα ὁ βασιλεύς, καὶ τῷ τομῷ τῶν λόγων ὥσπερ εἰς μέσην διακοπεὶς τὴν καρδίαν κρύψαι νῦν τὸ πάθος ἐν ἀποῤῥήτῳ τῆς ψυχῆς διανοηθεὶς οὐδὲν πλέον εἰπὼν ἢ δράσας τοῦ ναοῦ ἔξεισιν. Ὁ μέντοι εὐσεβὴς ἐκεῖνος λαὸς τῷ μὲν Θεῷ δόξαν, Γλυκερίῳ δὲ τῷ σοφῷ τοιαύτας ἕκαστος προσιόντες ἐδίδοσαν τὰς φωνάς· ὡς γλυκέα τῷ λαρυγγί μου τὰ λόγια σου, ὑπὲρ μέλι τῷ στόματί μου. Μαξιμιανῷ δὲ οὐκ ἔμελλεν ὁ θυμὸς ἐπὶ πολὺ καθεκτὸς εἶναι, ἀλλὰ σφύζων ἐν αὐτῷ πείθει χερσὶ στρατιωτικαῖς τῇ ἐκκλησίᾳ προσιόντα Γλυκέριον συλληφθῆναι, ἀνάρπαστόν τε πρὸς αὐτὸν ἀχθῆναι· ὃν δὴ καὶ τῷ ἐκείνου βήματι παραστάντα, μηδὲν ἐρωτήσας τύπτεσθαι βουνεύροις ἐκέλευεν οὕτω σφοδρῶς, ἕως τοὺς μὲν τύπτοντας ἡ ἰσχύς, ἐκεῖνον δὲ μαστιζόμενον ἐξέλιπεν ἡ φωνή· καὶ κήρυκι δὲ τοιαῦτα ἐπιλέγειν αὐτῷ τυπτομένῳ, Φείδου τὰ πολλὰ γλώττης, Γλυκέριε. Μὴ ἀλαζών, μὴ στασιαστής, μὴ αὐθάδης. Τίμα Ῥωμαίων ἔθη, αἰδοῦ βασιλεῖς. Οὕτω μὲν ἐπέταττε Μαξιμιανός· ἀλλ᾽ οὔτε βασανίζων ἔπεισεν, οὔτε ταῦτα ἐπάδων κατεδυσώπησεν, ἀλλὰ κρείττων ὁ μάρτυς καὶ τῶν δημίων χειρῶν, καὶ τῶν ἐπαδομένων φωνῶν τὸν ἑαυτοῦ βασιλέα ἐζήτει, καὶ τὴν ἐκεῖθεν ἐξεκαλεῖτο βοήθειαν ὅπως εἶχε καὶ φωνῆς καὶ δυνάμεως, Κύριε Ἰησοῦ Χριστέ, λέγων, ὥσπερ δή με ὑπὲρ σοῦ λέγειν ἐῤῥώσας, οὕτω δὴ καὶ ὑπὲρ σοῦ πάσχειν ἐν-
col. 1059–1060page 46 of 56
PG 116:1059ἴσχυσον, ἀγαθὲ, ἵνα τῇ προσθήκῃ τῶν ἀλγεινῶν μείζων μοι καὶ ἡ τῶν βραβείων ἀντίδοσις γένηται. Τοῦτο καθάπερ πυρὶ πῦρ προστεθὲν Μαξιμιανῷ πλείονα τὸν θυμὸν ἀνῆψεν. Αὐτὸς δὲ τοὺς παίοντας εἰς τοσοῦτον ἠρέθισε τύπτειν, ἕως τὸ σῶμα τοῦ μάρτυρος οὐδὲν τῶν ἀψύχων ἀπεοικὸς ἐπὶ γῆς ἔκειτο τοῦ αἵματος μὲν ἤδη κενωθέντος, αὐτῆς δὲ σαρκὸς προδαπανηθείσης, καὶ τῶν ὀστῶν μόνων ψιλῶν ὑποφαινομένων. ὅπερ οἶκτον ἐνέβαλεν οὐ ταῖς εὐσεβέσι μόνον καὶ φιλανθρώποις ψυχαῖς, ἀλλὰ δὴ καὶ ταῖς τῶν ἀπίστων· ἀλλ᾽ οὐχὶ καὶ Μαξιμιανῷ τῷ καὶ αὐτοῦ λίθου τὴν ψυχήν σκληροτέρῳ. ΙΖ΄. Ἀλλ᾽ ἐπεὶ Γλυκέριον ἑώρα καὶ οὕτως ἔχοντα, καὶ νεκροῦ μὲν οὐδὲν μικροῦ διαφέροντα, τὴν γλώτταν δὲ κινοῦντα μόνην ἐν θερμῷ πνεύματι καὶ, Χριστιανός εἰμι, λέγοντα, Χριστοῦ δοῦλος τοῦ μόνου Θεοῦ. Εἷς ἐμοὶ κύριος, εἷς δεσπότης, εἷς βασιλεύς· μὴ ἐνεγκὼν ἐκεῖνος τὴν παῤῥησίαν λυθῆναι μὲν αὐτὸν τῶν δεσμῶν κελεύει, ἔξω δὲ τῆς πόλεως ἀπαχθέντα τὸν διὰ πυρὸς ὑποστῆναι θάνατον. Ἀχθεὶς οὖν ὁ γεννάδας ἐπὶ τὸν ὁρισθέντα τόπον, καὶ πρὸς ἕω στάς, τοῦτο μὲν χάριν ὡμολόγει τῷ ἐκ πολλῶν αὐτὸν παγίδων ῥυσαμένῳ Χριστῷ, τοῦτο δὲ καὶ ἑαυτοῦ καὶ τῶν ἀπανταχοῦ θερμῶς ὑπερηύξατο εὐσεβῶν. Εἶτα τὴν τοῦ Χριστοῦ σφραγίδα τῷ ἑαυτοῦ ἐπιβαλὼν σώματι προσηλώθη τῷ ξύλῳ, ἱερὸν θύμα κριὸς ἄμωμος τῷ δι᾽ ἡμᾶς ξύλῳ προσηλωθέντι· καὶ τοῦ πυρὸς δὲ κάτωθεν ἀναφθέντος ὁλοκαυτώθη τῷ Ἰησοῦ θυσία εὐπρόσδεκτος, καλλιέρημα θεῖον τῷ ἄνω προσήκον Χριστοῦ θυσιαστηρίῳ. Τί δὴ τὸ ἐντεῦθεν; ἆρα συνῆκε Μαξιμιανὸς ἐκ τούτων τὸ τῶν εὐσεβῶν ἀμετάθετον; Πολλοῦ γε καὶ δεῖ· ἀλλ᾽ ἀγομένων τῶν μικρῶν αὐτοῦ θυσιῶν, ἐν τῷ ἐντὸς τῶν βασιλείων δώδεκα θεῶν παρῆσαν μὲν οἱ ἀσεβοῦντες λευκαῖς καὶ φιλοτίμοις στολαῖς τὴν ἑαυτῶν ἀπώλειαν ἑορτάζοντες. Μόνος δὲ Ἴνδης μελανειμονῶν, καὶ αὐτῶν σφόδρα τῶν τελουμένων ὑπεραλγῶν ἐν οἰκίσκῳ καθείρξας ἑαυτὸν μάλα σκοτεινῷ τὴν τῶν ἀσεβῶν ἀπώλειαν κατωδύρετο. ΙΗ΄. Ἀγγέλλεται καὶ ταῦτα τῷ βασιλεῖ, καὶ ἀνάγπαρτος αὐτῷ καὶ οὗτος εὐθὺς γίνεται, καὶ ὑπ᾽ ἐκείνῳ δικαστῇ παρίσταται κριθησόμενος. Ὡς δὲ καὶ πρὸ τῆς φωνῆς ἀπήγγειλεν ἡ ἐσθής, ὅτι πένθους αὐτῷ τὰ γινόμενα, κατηφείας ἐκρίνετο ἄξια, κελεύει χερσὶν αὐτοῦ καὶ ποσὶν ἁλύσεις περιβαλόντας καὶ τῷ τραχήλῳ κλοιὸν κατάκλειστον ἐν δεσμωτηρίῳ. Ἴνδην μὲν οὖν εἶχεν ἡ φυλακή· Μαξιμιανὸς δὲ καὶ Δόμναν ἐζήτει, καὶ ὥσπερ μέθῃ τῇ μανίᾳ τὰς φρένας βλαβεὶς καὶ ὧν ἤκουσε περὶ αὐτῆς ἐκλαθόμενος, Ποῦ, ἔλεγε συχνῶς, Δόμνα; ποῦ ἡ θεράπαινα τῶν θεῶν; ποῦ Ἀρτέμιδός τε καὶ Ἀθηνᾶς ἱέρεια; Αὖθις οὖν ἐξ ὑπαρχῆς αὐτῷ τὰ δοκοῦντα τῇ παρθένῳ συμβῆναι λέγουσι καὶ τὰ κατὰ τὸν εὐνοῦχον ὡς εἶχε γνωρίζουσιν. Ὁ δὲ πολλὰ τοῦ ἀρχιευνούχου κατειπὼν καὶ
col. 1061–1062page 47 of 56
PG 116:1061οὐχ ἥκιστα δυσχεράνας, ὅτι καὶ ζῶν ὅλως τετήρητο, κελεύει αὐτοῦ μὲν ἀποτμηθῆναι τὴν κεφαλὴν, τὴν δὲ παρθένον ἐν τοῖς ἀσκητηρίοις ἀναζητεῖσθαι, καὶ πρὸς τοὺς ἐκείνου θεοὺς ἀνασώζεσθαι. Ταῦτα μαθοῦσα ἡ τοῦ ἀσκητηρίου προεστώσα, παρ' ᾧ ἡ ἁγία ἀνδρικώτατα διανοηθεῖσα, ἀνδρείᾳ καὶ κουρᾷ καὶ στολῇ κοσμήσασα τὴν παρθένον, εὐχάς τε αὐτῇ σὺν δάκρυσι τῆς ὁδοῦ φύλακας παρασχούσα, καὶ ἡγεμόνας τοῦ ἱεροῦ θαλάμου ταύτην ἐκπέμπει λαθούσα. ΙΘ'. Ἀλλ' ὁ μικρὸς ζητῶν οὐκ ἐπαύετο, καὶ ἀπορῶν κατὰ πάντων ἐλύττα κοινῇ τῶν ἀσκητηρίων. Σεμνεῖα μὲν οὖν ἱερὰ πάντα δεινῶς κατελύετο· αἱ παρθένοι δὲ πρὸς ὕβριν αἰσχρῶς ἐξεδίδοντο, παρθένοι φεῦ! ἃς οὔποτε οὐδὲ ὀφθαλμοῖς ἀρρένων ἰδεῖν ἀνεκτόν. Καὶ ἦν οὕτω διὰ πάντων ἡ συμφορὰ καθάπερ ὑπὸ πολεμίων ἁλισκομένης πόλεως. Ὅσαις γοῦν αὐτῶν ἐῤῥωμένως εἶχε τὰ σώματα, καὶ οὔτε γῆρας οὔτε τις νόσος ἀπεῖργε τοὺς πόδας, αὗται πρὸς φυγὴν εὐθὺς εἶδον, καὶ πρὸς ὄρη καὶ σπήλαια καὶ τὰς ἀδήλους ἐσχατιὰς πρὸς τάχος ἐχώρουν, τὴν μετὰ θηρίων διαγωγὴν ἑλόμεναι μᾶλλον ἢ ἀνθρώποις συνοικείν, πολλῷ θηρίων ἀγριωτέροις καὶ ὑβρίζειν εἰς σώματα παρθενίαν μελετήσαντα μηδὲν ἄσεμνον ἡγουμένοις. Ἀλλ᾽ ἐψεύσθης ὄντως τῆς ἐπινοίας ὁ πάντων ἐχθρός· καὶ δι᾿ ὧν ἤλπισας τυραννῆσαι, δι' αὐτῶν τούτων ἔσχες καταλυομένην τὴν τυραννίδα. Οὐδὲ γὰρ ἡμέλησεν ὁ ἐκ Παρθένου Θεὸς μὴ καὶ ταύτας ἐν μέσῳ δημίων τὰς παρθένους διατηρῆσαι, καὶ ὥσπερ τὴν πίστιν, οὕτω δὲ καὶ τὴν σωφροσύνην αὐτὰς προδοῦναι μὴ συγχωρῆσαι. Ἐν ταύταις ὥσπερ οὖν ἐν διαφανέσι καὶ λαμπροῖς ἄστρασι μία τις ὑπερέλαμπε θαυμασίως τὸν σελήνης τρόπον ὥρᾳ καὶ γένει καὶ ἀρετῇ πρὸς τὰς ἄλλας διαφερόντως ἔχουσα. Αὕτη Θεοφίλα μὲν ἐκαλεῖτο· πολὺ δὲ μᾶλλον ἐπὶ τῶν ἔργων τοῦτο ἐδείκνυτο. Κ'. Ὡς γὰρ οὕτως ἦν ἐκείνη τὴν ὄψιν περικαλλής, εἵλκετο δὲ τοῖς δημίοις, καὶ ἤδη πρὸς τὸ τῆς ὕβρεως ἐργαστήριον βιαίως εἰσήγετο, χεῖρας ἅμα καὶ ὀφθαλμοὺς ἄρασα καὶ εἰς οὐρανὸν περιπαθὲς βλέψασα, Ἰησοῦ μου, εἶπεν, ὁ ἐμὸς ἔρως, ὁ ἐμὸς ἐραστής, τὸ ἐμὸν φῶς, ἡ πνοή, ὁ ἐμὸς τῆς ἁγνείας φύλαξ καὶ τῆς ζωῆς, ἴδε τὴν σοὶ νυμφευθεῖσαν, ἴδε, ἄμωμε νυμφίε, καὶ σπεῦσον, ὅτι μηδὲ εὔξασθαί σοι καιρός. Μὴ ψευσθῶ τῆς ὁμολογίας· μὴ προδῷς με θηρίοις· μὴ λύκοι τὸ σὸν θρέμμα διασπαράξωσι. Τήρησον ἀγνείαν, ἀγνείας πηγή, ἵνα καὶ τὸ ὄνομά σου νῦν μάλιστα δοξασθῇ, τὸ καὶ ὑπ᾿ ἀγγέλων νοερῶς δοξαζόμενον. Ταῦτα ἐκείνη μὲν σὺν δάκρυσιν ηὔξατο· ἐτέλει δὲ ὁ Θεός. Ἀλλὰ καὶ προσεκτέον τῷ διηγήματι. Εἰσάγεται πρὸς τὸ καταγώγιον ἡ παρθένος. Ἡ δὲ καὶ ἐν καιρῷ τοιῷδε καὶ τόπῳ τῶν προσηκόντων οὐκ ἐξελάθετο· ἀλλ᾽ ὅπερ εἶχεν εἰς κόλπον εὐθὺς ἐκβαλοῦσα τὸ ἱερὸν Εὐαγγέλιον ἄνοιξέ τε καὶ ἀναγνώσεως ἤρχετο. Εἷς δὲ τῶν ἀκολάστων οἴστρῳ κατάσχετος ἐκμανεῖ παρ᾽ αὐτὴν εἰσῄει, ὡς ἄχρι μέν τινος ἤκουεν ἀναγινωσκούσης. Ὡς δὲ ἐγγὺς ἤδη ἦν φόβῳ τε ἀμέτρῳ παραχρήμα συνείχετο, καὶ τρόμῳ ἰσχυρῶς ἐκλογεῖτο, καὶ εἰς γῆν νεκρὸς κατεβάλλετο.
col. 1063–1064page 48 of 56
PG 116:1063καὶ ἦν οὕτω πρὸς τοῖς ποσὶ Θεοφίλης ἄπνευστὶ κείμενος. Ὧραι παρῆλθον συχναὶ, καὶ τοῖς ἄλλοις δόξαν, ἐπεὶ μὲν ἐξῄει, ἀκορέστως ἔχειν αὐτὸν τῆς παρθένου. ὡς δὲ εἰσῇει καὶ ἕτερος καὶ αὐτὸς ἤδη καταστὰς πλησίον, φωτὶ μὲν ἀποῤῥήτῳ περιαστράπτεται, εἶτα σκότος ἐκ τοῦ φωτὸς δέχεται καὶ πηρωθεὶς τὰς ὄψεις, ἐζήτει περιιὼν οὐ τὴν παρθένον ἔτι, ἀλλ' ὅπως ἂν ἀπτώτως ἐξέλθοι τὴν θύραν. ΚΑ'. Ταῦτα πολλῶν μὲν παθόντων, ἐνίων δὲ καὶ τὰ φρικωδέστερα, οὐκέτι λοιπὸν οὐδενὶ καταθύμιον εἰσελθεῖν· ἀλλ᾽ εἴπερ τις καὶ εἰσῄει, οὐκ ἔρωτι ληφθεὶς ἐκεῖνος, ἀλλ᾽ ἱστορῆσαι μόνον ἐρῶν τὰ γεγενημένα. Ἐπεὶ δὲ καὶ πλείους εἰσῆλθον, ὁρῶσιν ἐ καὶ ἰδεῖν φοβερὸν καὶ εἰπεῖν τοῖς ἄλλοις παραδοξότατον, τὴν παῖδα μὲν εὐκόσμως καθεζομένην καὶ τῇ βίβλῳ ἐγκύπτουσαν, νεανίσκον δέ τινα ταύτῃ παρεστῶτα φωτὶ μὲν ἀῤῥήτῳ, κάλλει δὲ ἀποῤῥήτῳ βολίδας ὥσπερ ἀστραπῆς τῶν ὄψεων ἀποπέμποντα. Ταῦτα ὡς εἶδον ἀπεπάγησάν τε τῷ δέει καὶ ὀψὲ καὶ μόλις, Τίς Θεὸς ὡς ὁ Χριστιανῶν Θεός, ἐξεβόησαν, καὶ ἅμα τὴν θέαν οὐ φέροντες φεύγειν ἠπείγοντο, καὶ σὺν πολλῷ τῷ τάχει τῆς οἰκίας ἐξῄεσαν, πάντες μὲν ἀσελγείας ἐπιλαθόμενοι, ἔνιοι δὲ καὶ αὐτὴν ἐξομοσάμενοι τὴν ἀσέβειαν. Οὐ μὴν οὐδὲ Μαξιμιανὸς ἠγνόησε ταῦτα· ἀλλὰ μαθὼν ὅπως ἡ μὲν παρθένος ἀχείρωτος καὶ αὐτοῖς ἄρα τοῖς φυλάττουσι στρατιώταις, πολλοὶ δὲ τῶν ἐκείνου μᾶλλον κεχείρωνται καὶ θεοσεβεῖν ἐδιδάχθησαν, γοητείᾳ τὴν τοῦ Θεοῦ χάριν ἐπέγραφε, καὶ ὅτι τέχναις οἱ Χριστιανοί, λέγων πρὸς ἀπάτην ταῦτα τῶν πολλῶν πράττουσιν. Ἀλλ' ἐκεῖνος μὲν ταῦτα λέγων ἑαυτὸν μᾶλλον ἠπάτα, καὶ ὅσοι τοιούτοις ἦσαν λήροις προσέχοντες. ΚΒ'. Ὁ δὲ πλήρης φωτὸς ἐκεῖνος, ὁ τῇ κόρῃ παρεστάναι φαινόμενος, τῆς οἰκίας αὐτὴν ὑπεξαγαγὼν τῷ οἰκείῳ φωτὶ προάγων ὡδήγει· εἶτα καὶ μέχρι τῆς ἱερᾶς ἐκκλησίας ἀπαγαγὼν τῷ πυλῶνι ἐφίστησι, καὶ, Εἰρήνη σοι, προσειπὼν, ἀπιὼν ᾤχετο. Ἡ δὲ φόβῳ συνείχετο καὶ χαρᾷ· φόβῳ μὲν διὰ τὴν ἐκείνου κατάλειψιν, χαρᾷ δὲ, ὅτι ἀσελγῶν οὕτω χεῖρας ἐκφύγοι μηδὲν ἄσεμνον ὑπομείνασα. Προσελθοῦσα τοίνυν κόπτει τὴν θύραν ἤδη τοῦ λαοῦ ἠθροισμένου καὶ τὰ νυκτερινὰ συνήθως τῷ Θεῷ ᾄδοντος. Ὡς δὲ τοῦ τῶν πυλῶν ψόφου ἤσθετό τις τῶν διακόνων, καὶ ἥτις ἦν ἐκείνη μαθὼν τοῖς ἔνδον τῆς ἐκκλησίας ἀπήγγειλε, συρρέουσι μὲν ὡς αὐτὴν πάντες· ἦν γὰρ καὶ ἄλλως ἐκ γένους τῶν ἐπισήμων, ὥσπερ ἠκούσαμεν, πολλῷ δὲ τὴν ἀρετὴν ἐπισημοτέρα. Ταύτην οὖν ἰδόντες, καὶ τίνος μὲν διέδρα, εἰδὲ καὶ βουλομένους μεμαθηκότες, καὶ οἷα κατ' αὐτῶν ἐκείνη τῶν ἀκολάστων θαυματουργήσασα, ποίας μὲν οὐκ ἐκίνουν δακρύων πηγὰς, ποίας δὲ οὐκ ἠφίουν πρὸς Θεὸν φωνάς, ἐν ἀρχῇ μὲν τὴν παρθένον τῆς ἁρπαγῆς οἰκτείροντες, ἐπὶ τέλει δὲ τοὺς μὲν ἀσεβεῖς ταλανίζοντες, ἐκείνην δὲ τίνων οὐκ ἀξιοῦντες μακαρισμῶν; Ἡ δὲ ῥίπτει μὲν ἑαυτὴν εἰς γῆν καὶ τῶν
col. 1065–1066page 49 of 56
PG 116:1065ἱερῶν θυσιαστηρίου ἅπτεται κιγκλίδων, δακρύει δὲ οὕτως, ὡς καὶ τοὺς ὁρῶντας εἰς ὅμοιον κινῆσαι πάνθος καὶ δακρύων βοάς, κοινή τε πρὸς Θεὸν εὐχαριστία ἐκ καρδίας θερμῆς γίνεται. Ἀλλὰ τὰ μὲν τῆς παρθένου τοιαῦτα καὶ οὕτως ἔχοντα. ΚΓ'. Μαξιμιανῷ δὲ ἄρα τῷ πονηρῷ καὶ τοὺς ὑπηρετοῦντας ἔδει πονηροὺς εἶναι καὶ τῆς αὐτῆς, ὡς φασι, κεραμείας. Ὅσοι τοίνυν Μαξιμιανὸν εὐσεβοῦντες ἐλάνθανον, οὗτοι καθάπερ οἱ θηρατικοὶ τῶν κυνῶν ἀνιχνεύοντες κατεμήνυον. Οἵ γε καὶ κατὰ Δωροθέου τὸν αὐτοῦ θυμὸν ἀνεκαίωσι, Δωροθέου τοῦ τὴν μὲν δόξαν καὶ τὴν πολιτικὴν ἀξίαν ἐπιφανούς (πραιπόσιτον Ἰταλῶν γλῶττα ταύτην οἶδε καλεῖν), ἐπιφανεστέρου δὲ τὴν εὐσέβειαν. Κατὰ τούτου γοῦν καὶ Μαρδονίου καὶ Μυγδονίου καὶ τοῦ προῤῥηθέντος Ἰνδοῦ καὶ ἄλλων δή τινων θερμοτάτων μὲν τὴν εἰς Χριστὸν πίστιν, περιβλέπτων δὲ τὴν εἰς βασιλέα τιμήν, βέλη διαβολῆς πέμπουσιν· οὗτοι δηλαδὴ ὧν οἱ ὁδόντες ὅπλα καὶ βέλη, καὶ ἡ γλῶσσα, κατὰ τὰ ἱερὰ φάναι λόγια, μάχαιρα ὀξεία. Εἰ παῖδας, λέγοντες, ὦ βασιλεῦ, καὶ τούτους οἰκοῦντας ἐν τοῖς βασιλείοις τοῖς σοῖς καὶ τῶν σῶν ὄντας ὑπηκόων ὑποτάττειν ἀδυνατεῖς, τί δὴ καὶ τοὺς ἄλλους πείθειν ἀπιχειρεῖς, ἀνήνυτα κάμνων καὶ ματαίως ταλαιπωρῶν; Σχολῇ γὰρ ἂν οὗτοι μεταπεισθεῖεν τοῦ δόγματος, ἐκείνους ὁρῶντες ἡδέως ἡμῶν καταμοκωμένους καὶ παρ' οὐδὲν τὸ αὐστηρὸν τοῦ σοῦ βήματος τιθεμένους. Ὅρα γὰρ εἰς ὅσον ἡ περιφρόνησις· ὅτι μὴ μόνον ἀντιδοξοῦντες αὐτοὶ κατολιγωροῦσιν, ἀλλὰ καὶ ἄλλοις ἀποκρυπτομένοις τῶν ὁμοδόξων τροφάς τε παρέχουσι, καὶ πρὸς τοὺς κινδύνους ἀλείφουσιν· οὐ μὲν ἀλλὰ καὶ τοῖς πολλῷ διεστῶσι γράμματα διαπέμπουσιν, ἅμα τε τὴν δόξαν αὐτοῖς ἐπιρρωνύντες καὶ παρακαλοῦντες πρὸς ἔνστασιν. Ἄλλως τε δὲ καὶ ὃ ἂν κατ᾿ αὐτῶν τε καὶ ἧς ἔχονται θρησκείας τὸ σὸν κράτος ἐπινοήσεις, τοῦτο ἐκείνοις κατάφωρον δι᾿ αὐτῶν εὐθὺς γίνεται. ΚΔ'. Ἀνήφθη πρὸς ὀργὴν ἐντεῦθεν ὁ Μαξιμιανός, καὶ θᾶττον ἢ λόγος παραστῆναι αὐτῷ τοὺς ἁγίους ἐκέλευε. Καὶ οἱ μὲν παρέστησαν, οὐδὲν δείσαντες οὐδὲ ἴχνος τι φόβου τοῖς προσώποις ἐπισημήναντες. Ὁ δὲ δριμύτατον ἐμβλέψας αὐτοῖς, ὁ κάκιστα ἀπολούμενοι, ἔφη, ὦ πάντων ἀνθρώπων ἀχαριστότατοι, τί δήποτε τοσαύτης παρ' ἡμῖν ἀπολαύοντες τῆς ἐπιφανείας καὶ μικροῦ μόνοι τὰ βασίλεια σκήπτρα πεπιστευμένοι οὕτω κακοὶ περὶ τὸν εὐεργέτην ἠλέγχθητε; οἱ γε ἀντὶ πολλῶν ἡμᾶς τῶν εὐεργεσιῶν οἵαις ἀμείβεσθε Ἰησοῦν τινα βασιλέα ἑαυτοῖς τε ἐπιγράφοντες καὶ τοῖς ἄλλοις ἐπιφημίζοντες καὶ τοὺς ἡγεμόνας τῆς καινῆς ταύτης θρησκείας ἐπιμελῶς κρύπτοντες, προνοίας τε πάσης ἀξιοῦντες καὶ περιθάλποντες, οὓς ἐξώλεις ἐγὼ θέσθαι καὶ ἀνωνύμους τὸ κάλλιστόν τε καὶ πρῶτον τῶν ἐμῶν εἶναι τροπαίων ἐλογισάμην. Ἢ οὐ ταῦτα ἀληθῆ, ἢ οὐ πάντως οὕτως ἔχει καὶ τοῦ λόγου μᾶλλον τοῖς πράγμασιν; Οἱ δὲ κυνὸς ὥσπερ ὑλακτοῦντος μηδὲ μετρίως
col. 1067–1068page 50 of 56
PG 116:1067ἐπιστρεφόμενοι μηδὲ μὴν ἀποκρίσεως εἶναι τὴν καιρὸν ἡγούμενοι, σιωπῶντες εἱστήκεσαν. Ὁ Μαξιμιανὸς καὶ ἔτι τὴν σιωπὴν παράθηκεν τοῦ θυμοῦ θέμενος. Οὐ μὰ τοὺς ἀθανάτους, ἔφη, θεούς, οὐ φειδοῖ χρήσομαι καθ' ὑμῶν, ἀλλὰ πᾶν εἶδος κολαστηρίων ἐπαγαγών σάρκας τε δαπανήσας καὶ ὀστᾶ συντρίψας καὶ πυρὶ φλέξας ἀτάφους κυσὶ καὶ ὄρνεσι ἐκδώσω βοράν, αὐτούς τε ὑμᾶς ἀξίως κολάζων καὶ τοῖς ἄλλοις φόβον ἐμβάλλων τοῦ μὴ τοῖς ἴσοις ἐπιχείρειν. ΚΕ΄. Οὐδὲ ταῦτα τοῖς ἁγίοις εἰς φόβον· ἀλλ᾽ εὐθὺς καὶ ζώνας λύσαντες καὶ χλανίδας ἀποδυσάμενοι πρὸς τὸν τοῦ μαρτυρίου δρόμον ἔστησαν εὐτρεπεῖς, ὁμοῦ καὶ ψυχῇ καὶ γλώττῃ Χριστιανοὺς ἑαυτοὺς καὶ Χριστοῦ δούλους εὐθαρσῶς ὀνομάζοντες. Εἶτα καὶ πρὸς τὸν Μαξιμιανόν, Ἡμῖν, ὦ τύραννε, εἶπον, εἰς παρὰ σοῦ τιμῆς καὶ τῶν ματαίων τούτων ἀξιωμάτων οὐδὲν ἐμέλησεν οὐδέποτε καὶ βραχύ. Τί γὰρ δεήσει τοιαύτης τιμῆς, ὅ γε μέλλοι Θεοῦ διιστῶσι δουλοῦν δαίμοσι; Τοιαῦτα γὰρ τῶν ἀσεβῶν ὑμῶν τὰ χαρίσματα, ἃ δὴ καὶ φεύγοντες μᾶλλον, οὐχὶ διώκοντες, οὐ μόνον σοι τούτων, ἀλλὰ καὶ αὐτοῦ τοῦ σώματος καὶ τῆς ζωῆς ἐξιστάμεθα. Ἐπεὶ ταύτῃ κοὕτως εἶχον παρασκευῆς καὶ φρονήματος, ἐκέλευσεν Μαξιμιανὸς χείρας ὁμοῦ καὶ πόδας διαταθέντας βουνεύροις ὠμοῖς ἰσχυρῶς τύπτεσθαι. Καὶ αὐτίκα ἓξ ἐφ᾽ ἑνὶ ἑκάστῳ δήμιοι περιστάντες ἄχρι πέρατος τῆς ἡμέρας αὐτοὺς ἔτυπτον, οὐδένα οἶκτον οἱ μιαροὶ τῆς κοινῆς λαμβάνοντες φύσεως, καὶ ταῦτα τὴν γῆν ὁρῶντες τῷ ἐκείνων αἵματι πρὸς βάθος φοινισσομένην. Οἱ δὲ μάρτυρες ταῦτα μὲν ἔφερον γενναίως, μηδὲ φθογγὴν ἀφιέντες· τοῖς ἔνδον δὲ κινήμασι τῆς ψυχῆς τὸν δι᾽ ὃν ταῦτα ὑπέμενον δοξάζοντες ἦσαν. Φρουρὰ τὰς μάστιγας διεδέχετο κλοιοῖς μὲν τοὺς τραχήλους, ἀλύσεσι δὲ τὰς χεῖρας καὶ τοὺς πόδας ξύλῳ διαδεθέντας. Μαξιμιανὸς δὲ καθάπερ χειμάρῥους κατὰ ληΐον φερόμενος ἤδη κατὰ πάντων λοιπὸν τῶν εὐσεβούντων ἐχώρει. Καὶ ἄρχοντες μὲν πρὸς ταῦτα ὑπηρετεῖν ἐκελεύοντο οἵ γε διαφορώτατοι τὴν ἀσέβειαν, πᾶν δὲ τὸ ἀρχόμενον ὁ Θεὸν εἶναι τὸν Χριστὸν ὡμολόγει, τοῖς κολασταῖς τε ὁμοῦ παρεδίδοτο, καὶ πολλαῖς βασάνοις ἐλεεινῶς κατεκόπτετο. Καὶ οὕτω μὲν καθεκάστην τῷ ὑπὲρ ἡμῶν ἑαυτὸν θύσαντι θύματα λογικὰ προσήγοντο τῷ μαρτυρικῷ φιλοθέως ὁλοκαυτούμενα. ΚϚ΄. Ἔδει δὲ ἄρα καὶ τὴν μεγίστην τῶν ἑορτῶν τὴν Χριστοῦ γένναν ἀφθονώτερα τῷ τικτομένῳ προσενεγκεῖν θύματα. Ἤγετο μὲν γὰρ ἡ τῶν γενεθλίων αὕτη τοῦ Χριστοῦ ἑορτή, πᾶν δὲ ὅσον εὐσεβὲς εἰς δοξολογίαν ἠθροίζετο. Οἱ δὲ ὅσον τοῦ βεβήλου Μαξιμιανοῦ θεραπευταὶ βέβηλοι προσελθόντες, Ἐπειδή, φασίν, ὦ βασιλεῦ, κατὰ τήνδε τὴν ἡμέραν ἑορτῶν ὧν οἴδασι τὴν μεγίστην τελοῦσι Χριστιανοί, ἅτε καὶ τὸν Θεὸν αὐτῶν τεχθῆναι σήμερον μυθευόμενοι, καὶ πανδημεὶ πάντες εἰς τὴν ἑορτὴν συναθροίζονται· ἄγε δὴ μὴ ἐκ μέσης ἡμᾶς τῆς σαγήνης τὸ θήραμα διαδράσει· ἀλλὰ στρατιώταις μὲν αἱ τοῦ ναοῦ εἴσοδοι προκαταληφθήτωσαν, βωμὸς δὲ στήτω πρὸ τῶν πυλῶν. καὶ κήρυκες παραστάντες ὑποφωνείτωσαν
col. 1069–1070page 51 of 56
PG 116:1069μὲν τοῦ ναοῦ πάντας καὶ μηδὲν ἀναδυομένῷ βωμῷ θύειν. Εἰ δὲ μὴ πείθοιντο, σὸν τὸ ταῦτα καὶ τῆς σῆς ἀρχῆς τε καὶ σοφῆς κρίΕἰ δὲ καὶ τοῦτο λέγειν ἐπιτρέπεις ἡμῖν, περιτὸν ναὸν οἱ στρατιῶται διαλαβόντες τοὺς ς εὐθέως διαφθειράτωσαν, καὶ οὕτως ἐκείἐν ἐκ μέσου ποιήσεις λύπην ὄντας περὶ τὰ τατα τῶν σῶν ὑπηκόων, σαυτὸν δὲ φροντίδος ίξεις τὴν σὴν πιεζούσης ψυχήν οὐ μετρίως, ἄρα καὶ ἡμῖν γνώριμον. Οὔπω πέρας ὁ λόγος καὶ ὑπολαβὼν Μαξιμιανός, Ὄμνυμι, τοὺς μεγίστους θεοὺς ἐκ πολλοῦ μὲν τὰ εἰρηκαὶ αὐτὸς στρέφειν εἰς νοῦν, οὐκ οἶδα δ᾽ ὅ εἰς ἔργον οὐκ ἤνεγκα τὴν ἐπινοίαν. Ἀλλὰ ὑμῖν, ὦ θεοί, ἀνθ' ὧν ἐννοῆσαι καὶ αὐτοὺς, ως τὸ λυσιτελοῦν πρόθεσθε. Καὶ ἅμα κελεύει νοτεκτήρων τοὺς πρώτους χειρὶ μεγάλη στρατὴν ἐκκλησίαν περιλαβόντας φρύγανα καὶ τι ἄλλο εὔπρηστον ὕλης κύκλῳ συμφορήσαντας παραθεμένους, βωμὸν στῆσαι πρὸς τῇ τοῦ ναοῦ εἶτα τοὺς κήρυκας ὑπὸ λαμπρᾷ τῇ φωνῇ εἴπειν ἐξιέναι τε πάντας καὶ προσέρχεσθαι τῷ θύοντας. Εἰ δὲ καὶ ἀπειθῶς ἔχοιεν, αὐτίκα τὰς πύρας αὐτοῖς ἀσφαλῶς ἐπικλείσαντας καὶ ἄλλαθεν ἂν καὶ εἴη ἔξοδος ἐπιφραξαμένους ὑφάπτειν πῦρ, ὡς ἂν οὕτω πάντες αὐτῶν ἅμα συνδιαφθεῖρεν, καὶ τοῦ πυρὸς ἀξία δαπάνη γένωνται. Καὶ μὲν ὁ βασιλεύς. Ἄγγελος δὲ παραχρῆμα πρὸς τὴν ἐκκλησίαν πέμπεται τὰ κεκελευσμένα παρὰ βασιλέως εἰπεῖν. Ἐλθὼν οὖν εἰς μέσον, καὶ μέγα βοήσας, Ἄνθρωποι, Μαξιμιανός, εἶπεν, ὁ τῆς οἰκουμένης δεσπότης, πρὸς ὑμᾶς ἐκπέμψας δυοῖν ὑμῖν δίδωσι αἵρεσιν, ἢ θύσαι (πάρεστι γὰρ καὶ βωμὸς εὐτρεπής), ἢ μὴ θύοντας ὁμοῦ σύμπαντας διαφθαρῆναι· τὸ γὰρ πῦρ ἑτοῖμον. Ὃ τοίνυν βούλεσθε, τὸ τάχος αἱρεῖσθε. Ὁ μὲν τοσαῦτα εἰπὼν ἐπαύετο. Ὁ δὲ τῆς ἐκκλησίας ἀρχιδιάκονος πυρὶ θείας χάριτος τὴν καρδίαν διακαιόμενος, στὰς παρὰ τὸ τοῦ θυσιαστηρίου κέρας, Ὦ φίλτατοι, εἶπεν, ἐμοὶ καὶ ἀλλήλοις ὁμόψυχοι ἀδελφοί, οὐκ ἴστε ὅπως ἄρτι καὶ αὐτοὶ τὰ τῶν τριῶν παίδων ἐπιόντες οὐκ ἔστιν εἰπεῖν ὅσον αὐτοὺς ἐθαυμάζομεν τε τῆς ἀνδρίας καὶ τῆς πρὸς τὴν εὐσέβειαν καρτερίας ἐξεπληττόμεθα, καὶ ὅπως οὐχ ὡς πυρὸς μέσον ἑστῶτες, ἀλλ᾽ ἐν μαλακῇ τινι πόᾳ χορεύοντες, αὐτοί τε ὕμνουν, καὶ τὴν κτίσιν ὅλην εἰς ὕμνον ἐκάλουν τοῦ τῶν ὅλων Θεοῦ; Τούτους ἡμεῖς οὐ μακαρίους μόνον ἐκρίνομεν, ἀλλὰ καὶ κοινωνοί γενέσθαι τῶν στεφάνων αὐτοῖς ἐπιθυμητικῶς εἴχομεν. Ἐπεὶ οὖν καὶ νῦν καιρός ἐστιν ὁ καλῶν καὶ τρόπος τῶν βασιλευόντων ὅμοιος (εἰ γὰρ καὶ τοῖς ὀνόμασι διαφέρουσιν, ἀλλὰ τῇ γε ὠμότητι καὶ τῇ ἀσεβείᾳ καὶ ταῦτα συμβαίνουσι), γενώμεθα καὶ ἡμεῖς ὅμοιοι κατ᾽ εὐσέβειαν τοῖς τότε διαγωνισαμένοις. Πῶς γὰρ οὐκ ἄτοπον ἐκείνους μὲν καὶ παῖδας ὄντας καὶ οὐδὲ τριῶν πλείονας, ἄλλως τε δὲ καὶ μήπω μηδὲν παράδειγμα παραλαβόντας εἰς εὐσεβείας παράστασιν, οὕτω περιβλέπτως διαγωνίσασθαι, ἡμᾶς δὲ καὶ τὸ πλῆθος οὐκ εὐαριθμήτους ὑπάρχοντας, ἀλλὰ καὶ
col. 1071–1072page 52 of 56
PG 116:1071παραδειγμάτων ἐφορώντας τοσούτων, ὀρθῶς εὐχόμεναι καὶ γενναίως ἔχοντες, καὶ μέ τι τὸν καιρὸν ἁρπάσει, καὶ καταφρονήσει μὲν χείρας ζωῆς ὑπὲρ τοῦ πεποιηκότος ἡμᾶς θα τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ ἡμῶν εἰς θάνατον δε μαρτύριον δὲ τῆς ἐξηγοῦς ἡμῶν πίστεως τὴ τῶν θάνατον παρασχεῖν; Ταῦτα δέ φημι κα ἐπεὶ δ μία τις ὑπὲρ τούτων ἀντάσεις ἦν λίαν τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὰ μισθαποδοσίας παραβαλλόμενα, καὶ ζωὴ μὲν τις καὶ αἰώνιος ἀντὶ τῆς ἐπιπόνου ταύτης καὶ χείας, δόξα δὲ οὐδαμῶς λήγουσα ἀντὶ τῆς ἐ καὶ ῥᾳδίως μεταπιπτούσης, πλοῦτός τε ἄσυλ ἡδονή μηδέποτε πρὸς λύπην μεταχωρούσα ἔτι συμπαραμένειν ἀγαπήσομεν τοῖς πέρος οὐχὶ πρόφασιν μᾶλλον πρὸς τὴν ἐκεῖ δόξαν τὸ Χριστοῦ θάνατον εὑρόντες ὡς τάχος μεταθησ καὶ τὸ ἄλλο ποιοῦντες, ἄξιοι θρηνεῖσθαι τα φρονούντων ἐν κριθησόμεθα; Μνήσθητε, μέλ καὶ πρὸς τὸ θυσιαστήριον ἀποβλέψατε. Τόν ὑπὲρ ἡμῶν ὁ ἡμέτερος ἀληθὴς Δεσπότης. Ο ἡμεῖς ὑπὲρ τούτου ἐν τόπῳ τότε ἁγίῳ τις προησόμεθα, καὶ ὥς τινα θυσίαν ἐκείνῳ τ ταύτης ὁλοκαυτώσομεν; ΚΘ΄. Οὕτως εἰπών, παρέθηκε πάντας ἐδ ἠρέθισε, καὶ πρὸς τὸν θάνατον ἑτοίμως ἔχι διφητικῶς παρεσκεύασεν. Αὐτίκα τοίνυν ὁμ ἐκείνῳ τὴν μακαρίαν φωνήν, Χριστιανοί ἐσμεν, Χριστιανοί, καὶ τοῖς θεοῖς σου, βασι λεῦ, οὐ λατρεύσομεν. Ταῦτα ἠγγέλλετο μὲν Μαξιμια δὲ μηδὲ τὸ τοῦ λόγου πέρας ἀναμείνας τὸ τὸ λενε κατ᾽ αὐτῶν ἀνάψαι, καὶ σὺν τῷ ναῷ κι σαι πάντας, ὡς μηδένα τούτων μήτ᾽ ἐλέους μήτε μὴν ἄλλως λαθόντα, δυνατὸν γενέσθαι γεῖν. Οἱ γοῦν εὐσεβεῖς τοὺς κατηχουμένους συναγαγόντες ἄνδρας τε καὶ γυναῖκας καὶ παισίν, καὶ τούτους εἰς τέσσαρα διαστήσαν ἂν ταχύτητος τοῦ καιροῦ δεομένου, τῷ θείῳ σματι τελειοῦσι, μύρῳ τε χρίουσι, καὶ τῶν τῶν μυστηρίων μεταδιδούσι. Παρῆσαν δὲ καὶ βασιλέως ἀντίκα, καὶ τὸ πῦρ ἀνῆπτον· πανταχόθεν εἰς ὕψος ἤρετο, καὶ τὴν ἐκκλησί περιλαβὸν εἰς μίαν κορυφὴν ἀνήει, πάντα τε καὶ τὰ ἔνδον ἐπινεμόμενον. Τὸ μὲν οὖν βρέμον ἐπῄει· οἱ δὲ ἔνδον μέγα πρὸς Θεὸν ὁ ξον, καὶ τὴν τῶν παίδων ᾄδον φωνήν, πάρε χορείαν καλοῦντες τὴν κτίσιν· καὶ οὐ πρὶν γοῦντες ἐπαύσαντο ἢ τέλεον ὁλοκαρπωθῆνε θύματα, ἱερεῖα ἁγνά, τῷ ὑπὲρ τοῦ κόσμου σ σθέντι ἀμνῷ. ΚΘ΄. Πέντε διῆλθον ἡμέραι, καὶ τὸ πῦρ τί ἐνέμετο. Ἤδη δὲ τῆς φλογὸς παυσαμένης μὲν οὐδεμία ἦν ἀπό τε τῆς καύσεως τῶν σω καὶ τοῦ καπνοῦ· εὐωδία δὲ μᾶλλον ὑπῄτι σφόδρα ἡδεῖα, ἀκτίς τε διεφαίνετο χρυσ ποικίλον τι καὶ χαρίτων μεστὸν ἱλαρῶς ἀπ
col. 1073–1074page 53 of 56
PG 116:1073πουσα, οἷον ἥλιος διαυγάζει. Μαξιμιανὸς δὲ πάντων ἤδη νομίσας κεκρατηκέναι καὶ τῶν τοῦ ἀγῶνος ἀνεθῆναι φροντίδων, θεάτροις εἱστία τοὺς ὀφθαλμοὺς καὶ δρόμοις ἵππων δηλαδὴ καὶ ἀνθρώπων. Τὸ δὲ ἄρα οὐ κρατῆσαι, ἀλλὰ κρατηθῆναι πολλῷ πλέον ἦν, καὶ μᾶλλον ἔτι τοὺς εὐσεβεῖς προῆγε παῤῥησιάζεσθαι. Δηλώσει δὲ τὰ ἑξῆς. Προσῳκοδόμητο μὲν τὸ θέατρον μέγιστον ἱερὸν Δήμητρος τῆς παρ' αὐτοῖς μεγίστης θεᾶς. Παρελθὼν δὲ ἐκεῖνος σὺν παντὶ τῷ δήμῳ καὶ τῷ στρατῷ τὰ τῶν θυσιῶν μύση τελῶν ἦν. Εἷς δέ τις τοῦ στρατιωτικοῦ καταλόγου, Ζήνων ὄνομα, ζήλου πνέων κατὰ τῶν ἀσεβούντων, οὐ φέρων οὕτω τὴν εὐσέβειαν ὑβριζομένην ὁρᾶν, ἐφ' ὑψηλοῦ στάς, Πλανᾷ, βασιλεύ, ἔφη, λίθοις ἀναισθήτοις θύων καὶ ξύλοις κωφοῖς· τοῦτο γὰρ τὸ φαινόμενον· τὸ δέ γε ἀληθῶς καὶ νοούμενον ἀπάτη δαιμόνων τοὺς λατρευτὰς ἀπάγουσα πρὸς ἀπώλειαν. Σύνες, ὦ Μαξιμιανέ, καὶ τοὺς ὀφθαλμοὺς τούτους δὴ καὶ τοὺς ἔνδον διάρης εἰς οὐρανὸν ζήτησον ἐκ τῶν ὁρωμένων τὸν κτίστην, τὸν δημιουργὸν ὁποῖος ἐστιν· ἀπὸ τῶν κτισμάτων κατάμαθε, καὶ σέβειν Θεὸν εὐσεβῶς διδάχθητι, οὐχ αἵμασι καὶ κνίσσαις ἀλόγων, ἀλλὰ ψυχαῖς ἀνθρώπων καθαραῖς καὶ καρδίαις ἁγναῖς ἡδόμενου. Λ'. Ταῦτα Μαξιμιανός, ἀκούσας λίθων ἐκέλευε βάρει τὰς σιαγόνας αὐτοῦ θλάττεσθαι, καὶ ἅμα ἐβόα τοῖς μὲν δημίοις εὐτονωτέρας τὰς καταφοράς ποιεῖσθαι, τῷ δὲ ἁγίῳ, μὴ λοιδορείσθαι θεοῖς. Οὕτω γοῦν πάσχοντι τῷ ἁγίῳ πάντες μὲν οἱ ὀδόντες ἀπηνῶς ἐξεκρούσθησαν, αἱ σιαγόνες συνετρίβησαν, καὶ ἤδη μικρὰ πνέοντα καὶ ὅσον οὔπω πρὸς τὸ θανεῖν συνωθούμενον ἔξω τῆς πόλεως ἀπαχθῆναι κελεύει, καὶ ξίφει τὴν παρρησιασαμένην κεφαλὴν ἐκτμηθῆναι. Καὶ οὕτως ὁ γενναιότατος Ζήνων τάχει πολλῷ τὸ μακάριον διανύσας τοῦ μαρτυρίου στάδιον τὴν κεφαλὴν ἀποτέμνεται, καὶ πρὸς Χριστὸν τὴν πάντων κεφαλὴν ἀναφέρεται. Ἔμελλε δὲ καὶ ὁ περὶ τὸν Δωρόθεον ἱερὸς χορός, ὑφ' οὕτω καλῷ ταττόμενος διδασκάλῳ, τῷ θείῳ, φημί, Ἀνθίμῳ, μὴ οὕτως ἀστεφανώτους ἔχειν τὰς κεφαλάς· ἀλλ' ᾠκονομεῖτο καὶ ταῦτα παρὰ τῆς θείας ἄνωθεν χάριτος· καὶ γράμματα μὲν τοῦ ἱεροῦ Ἀνθίμου ἐπέμπετο πρὸς αὐτοὺς, ἐν χώρᾳ μέν τινι αὐτοῦ κρυπτομένου, ἐκείνοις δὲ φανερῶς ἀγωνιζομένοις εὐχῇ τῶν ἀγώνων ἄριστα συνεφαπτομένου. Τοῦτο ἐπεὶ τοῖς τοῦ παρανόμου βασιλέως ὑπασπισταῖς δῆλον γέγονεν, αὐτά τε τὰ γράμματα καὶ τὸν ἐκεῖνα πεπιστευμένον τῷ βασιλεῖ παριστῶσιν. Ὁ δὲ τοῦτον ἰδὼν, ἐπελθὼν δὲ καὶ τὰ γεγραμμένα (ἐγγέγραπτο δὲ οἷα εἰκὸς ἀβούλητα μὲν ἐκείνῳ χαρίεντα δὲ καὶ σωτήρια), θυμῷ πολλῷ ῥέων ἐπέταττε τὴν εἰς τάχος αὐτῶν παράστασιν. Εὐθὺς οὖν ἐκεῖναι παρίσταντο. ΛΑ'. Καὶ ὁ βασιλεύς. Ἆρα μὴ μάταιος τὴν εἴκασίαν ἐγὼ προλέγων ὡς ἐμοῦ μέν ἀπέστητε· μᾶλλον δὲ ἤδη, κατάρατοι, καὶ κατεξανέστητε, πρὸς ἕτερον δὲ λίαν ἐκπεπολεμωμένον ἡμῖν ἀπεκλίνατε. Καὶ
col. 1075–1076page 54 of 56
PG 116:1075ἅμα τὴν ἐπιστολὴν ἀναγινώσκειν ἐδίδου. Ἐπέτρεπε δὲ καὶ τὸν ἐπιφερόμενον εἰσαχθῆναι· ὃν ἄρα καὶ οἱ μάρτυρες θεασάμενοι πάνυ τὴν ψυχὴν ἤσθησαν, καὶ οὕτως ὡς εἶχον καὶ πόῤῥωθεν ὄντες σχήματι καὶ νεύματι κατησπάζοντο. Μαξιμιανὸς δὲ ὄγκον ἑαυτῷ περιθεὶς ἀρχικὸν, καὶ ἀπηνὴς πρὸς ἐκεῖνον βλέψας, Λέγε μοι, ἔφη, δύστηνε, τίς ὁ ταῦτά σοι δοὺς, καὶ ποῦ δήποτε γῆς εἴη κρυπτόμενος. Ὁ δὲ διάκονος μέγα πρὸς Θεὸν πρότερον σιωπῇ βοήσας, αἰτησάμενός τε στόματος παροχὴν κατὰ τὴν ἀψευδεστάτην ἐπαγγελίαν. Ὁ μὲν τὰ γράμματα δούς, ἔφη, ποιμὴν ὢν καὶ μακρὰν ὑπάρχων τὸ ποίμνιον συγκροτεῖ καὶ παραθήγει πρὸς τὴν εὐσέβειαν, καὶ μάλιστα ὅτι ἂν καὶ λύκων αἴσθηται καὶ θηρίων ἐπιδρομῆς· τότε γὰρ καὶ διάτορόν τι σημαίνει τῷ ποιμνίῳ καὶ πάνυ λαμπρόν· ἃ δὲ καὶ λέγει οὐχ ἑαυτοῦ, ἀλλὰ τοῦ πρώτου ποιμένος ἔχει παραλαβών, «Μὴ φοβηθῆτε, λέγοντος, ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι.» Τίς μὲν οὖν τὰ γράμματα δοὺς εἴρηκα· ὅπου δὲ καὶ ἔστιν οὐκ ἂν εἴποιμι· μανία γὰρ ἂν εἴη σαφὴς ποιμένος προδότην γενέσθαι τὸν πολλῆς ἀπονάμενον ἐκείνου τῆς ὠφελείας· ὅς γε καὶ χωρὶς ἡμῶν ὅσον οὔπω φανερὸς καταστήσεται. Μηδὲ γὰρ δύνασθαι πόλιν κρύπτεσθαι ἐπάνω ὄρους κειμένην ἡ θεία καὶ φιλαλήθης ἔφη φωνή. ΛΒ΄. Ταῦτα τῆς ἁγίας γλώττης ἀνδρειότατα λεχθέντων ὁ Μαξιμιανός, οὐχ ὑπομείνας τὴν παῤῥησίαν, ἐκτομὴν αὐτῆς κατακρίνει· εἶθ' οὕτω λίθοις ἐπὶ κελεύει καταλευσθῆναι. Καὶ ὁ μὲν οὕτω μετὰ τὴν τῆς ἱερᾶς γλώττης ἀφαίρεσιν, εἶτα καὶ τοῖς λίθοις βαλλόμενος, τῶν μὲν βελῶν ἐφρόντιζεν οὐδαμῶς· ἀλλὰ τοῦ σώματος τοῦ μὲν ἤδη ταῖς βολαῖς ἐκτριβέντος ἡ ψυχὴ ἔτι καὶ μᾶλλον ἤρετο, καὶ ὑψοῦτο, καὶ πρὸς οὐρανοὺς ἀνεφέρετο, τῷ ἀκρογωνιαίῳ λίθῳ Χριστῷ συναφθησομένη. Ἔτι Μαξιμιανῷ πολὺς ὁ θυμός· διὸ καὶ τοὺς περὶ Δωρόθεον βάσανοι πολυειδεῖς περιελάμβανον. Καὶ τοῖς μὲν δημίοις αἱ χεῖρες ἔκαμαν, ἐκείνοις δὲ ἡ ἔνστασις οὐδαμῶς ἔλεγε, τὸν βασιλέα ἐπιβοωμένοις Χριστὸν, καὶ τῶν βασάνων ὡς φαύλων καὶ ἀσθενῶν ἥκιστα ἐπιστρεφομένοις, μᾶλλον δὲ καὶ ὡς τρυφὰς ἐκείνας λογιζομένοις καὶ τῷ τυράννῳ ὀξύτερον τὴν ἀσέβειαν ὀνειδίζουσιν. Ἐφ' οἷς καὶ αὐτὸς ἤδη καμών, ἀπαγορεύσας, τὸ μὲν θανεῖν κοινῶς ἀπάντων καταψηφίζεται, διαφόρους δὲ τὰς ἀποφάσεις ἐκφέρει, Δωρόθεον μὲν ξίφει τὴν κεφαλὴν ἐκτμηθῆναι, Μαρδόνιον δὲ ζῶντα καυθῆναι, καὶ Μυγδόνιον εἰς βόθρον βληθέντα καταχωσθῆναι, Γοργόνιον δὲ καὶ Ἰνδὴν καὶ Πέτρον λίθοις μυλικοῖς τοὺς τραχήλους περιδεθέντας εἰς θάλασσαν ἐκριφῆναι. Καὶ οὕτως ἐτελειώθησαν οἱ καλλίνικοι τοῦ Χριστοῦ μάρτυρες καὶ διαφόροις τῆς τελευτῆς τρόποις μιᾷ τῇ πρὸς τὸν δεσπότην ὁδῷ χρησάμενοι. Ταῦτα καὶ ἡ εὐγενὴς Δόμνα μαθοῦσα τοῦτο μὲν τὴν ψυχὴν ἤδετο, καὶ μάλιστα Ἰνδοῦ ἕνεκεν τοῦ πάντα αὐτῇ σύμπνου καὶ ὁμοψύχου· τοῦτο δὲ καὶ πρὸς μίμησιν ἠρεθίζετο καὶ τῶν αὐτῶν ἄθλων αὐτοῖς καὶ τῶν ἐπάθλων ἐγλίχετο. Ὅθεν
col. 1077–1078page 55 of 56
PG 116:1077παρείδε Κύριος τὴν αὐτοῦ νύμφην οὕτω καθαρὰν μὲν τοῦ γάμου τὴν στολὴν ἔχουσαν, οὕτω δὲ καὶ δάκρυσιν αὐτὴν καθεκάστην ἐπιλευκαίνουσαν, μὴ καὶ μαρτυρικῷ αἵματι ταύτην φοινίξαι καὶ ὅλην ἐξίαν τοῦ κάλλους αὐτοῦ δεῖξαι τὴν νύμφην, καίτοι καὶ τοῦ παρόντος αὐτῇ βίου μηδὲν ἀπολειπομένου μαρτυρικοῦ ἀξιώματος, ἅτε δὴ τῷ πολυχρονίῳ τε τῆς ἀσκήσεως καὶ τῷ σκληρῷ τῆς διαίτης πιέζοντας ἰσχυρῶς, ἄντρῳ μὲν κρυπτομένης αὐτῆς ὑπογαίῳ, καὶ τοῦτο, ὡς ἂν εἴποις, τάφῳ καταχθονίῳ, ποτὸν δὲ ποιουμένης τὴν ἔνδον οὖσαν πηγήν, καὶ τροφὴν ὁμοίως τὰς παρὰ τὸ χεῖλος δήπου τοῦ ἄντρου βοτάνας. ΑΓ'. Οὕτω πρὸς ἄσκησιν ἔχουσα, τότε τοῦ ὄρους κατῄει, καὶ παριοῦσα τὴν πόλιν ἐν ἀνδρικῷ σχήματι (τούτῳ γὰρ Ἀγάπη ἡ κατὰ πνεῦμα μήτηρ αὐτὴν ἀμφιάσασα τῶν ἀκολάστων ἐκείνων χειρῶν ἐξεκλεψε) τὴν μακαρίαν ταύτην Ἀγάπην ἐζήτει. Ἐπεὶ δὲ καὶ ἔμαθεν ὡς καὶ αὐτὴ τὸν μαρτυρικὸν ἤνυσε δρόμον, ὁλοκαύτωμα τῷ Κυρίῳ σύναμα καὶ ἄλλαις πολλαῖς παρθένοις ἐν τῷ πυριφλέκτῳ γενομένη ναῷ, πάσχει τὴν ψυχὴν ἡ γενναία, οὐχ ὅτι τέθνηκεν ἡ Ἀγάπη περιαλγήσασα, ἀλλ᾽ ὅτι μὴ καὶ αὐτὴ μᾶλλον συντέθνηκε τῇ Ἀγάπῃ, καὶ ἴσης κεκοινώνηκε τελευτῆς· καὶ στᾶσα πρὸς τῷ καυθέντι ναῷ κλαυθμῷ τὴν σποδὸν ἐκίρνα. Ἤδη δὲ κλινούσης ἡμέρας θεία χάριτι πρὸς τὴν ὁδὸν τοῦ μαρτυρίου φωτιζομένη καὶ ἀγομένη πρὸς τοῦτο πάντοθεν, κατῄει ἐπὶ τὴν θάλατταν. Καὶ ἰδοὺ παρὰ τὸν αἰγιαλὸν ἁλιεῖς ἤδη τὰ δίκτυα καταρτίζοντες, καὶ τὰς κώπας ἔχοντες εὐτρεπεῖς. Ἢν ἰδόντες ἐκεῖνοι οὕτω τε ἐσταλμένην καὶ κατ᾿ ἄνδρα τὴν ἀναβολὴν ἔχουσαν οὐκ ἀπὸ τοῦ ὄντος, ἀλλ᾽ ἀπὸ τοῦ δοκοῦντος μᾶλλον, ἐκάλουν, Ἐλθέ, λέγοντες, νεανίσκε, τοῦ πόνου ἡμῖν συλληψόμενος, ἵνα καὶ κοινωνόν σε θῶμεν τῆς ἄγρας. Ἡ δὲ πρόθυμον ἀκοὴν ἐπεῖχε, καὶ ἐμβᾶσα τοὺς τῶν ἀλιέων καὶ ὀφθαλμοὺς αὐτίκα καὶ ψυχὴν ἔθραττεν, ὁρῶντας ἄνδρα μὲν τὸ φαινόμενον, ἦθος δὲ καὶ κάλλος παρθενικόν, καὶ πολλὴν τὴν εἰδὼ ταῖς ὄψεσιν αὐτῆς ἐπικαθημένην. Πλὴν ἀλλὰ καθέντες πρὸς ἄγραν εὐθὺς τὰ δίκτυα, σὺν πολλῷ καμάτῳ τῆς γῆς ἀνεῖλκον ὡς ἂν μεγάλου τινὸς περὶ αὐτὰ βάρους αἰσθόμενοι. Ἤδη δὲ καὶ παρὰ τὸν αἰγιαλὸν ἐλθόντες, ὁρῶσιν ἀνὰ τὴν νύκτα, σελήνης τὸν ζόφον διασαφούσης, καὶ πλῆθος μὲν ἰχθύων περιληφθέν, καὶ σώματα περὶ τὴν γαστέρα τοῦ δικτύου νεκρά. ΑΔ'. Ἐκεῖνοι μὲν οὖν περὶ τὴν ὄψιν ἐκταραχθέντες, λύπῃ τε καὶ δέει τὰ σώματα τῶν δικτύων ἐκτιναξάμενοι, καὶ τῇ γῇ παραθέντες, αὐτά τε τὰ δίκτυα συλλεξάμενοι εἰς τὴν ἀντιπέραν ἠπείγοντο μεθορμίσασθαι, σύμπλουν αὐτοῖς ἔχειν ἀξιοῦντες καὶ τὴν παρθένον. Ἐπεὶ δὲ μὴ ἔπειθον, ἄρτον αὐτῇ τὸν μισθὸν καὶ ἰχθύας ἐπιδόντες ἀπέπλεον. Ἡ δὲ Ἰνδοῦ καὶ τῶν ἐκείνῳ συνάθλων τὸν θάνατόν τε καὶ τὸν τοῦ θανάτου τρόπον, ὥσπερ ἔφημεν, ἤδη μαθοῦσα, ἐπέστη μὲν τοῖς σώμασιν, ἀνεσκόπει δὲ καὶ περιέστρεψεν ἱκανῶς, εἶτα καὶ πρὸς ἀκρίβειαν ἕκαστα κατεμάνθανεν. Ἐπεὶ οὖν οἱ χαρακτῆρες αὐτῇ καὶ τὰ σύμβολα ὅλου τοῦ σώματος τοὺς ἁγίους εἶναι σαφῶς ὑπηγόρευον, χερσὶ τοῦτα περιλαβοῦσα καὶ χείλη
col. 1079–1080page 56 of 56
PG 116:1079ποθεινῶς αὐτοῖς περιθεῖσα, θερμῶς ἠσπάζετο καὶ αὐτὴν ὅλην ἔχουσα τὴν ψυχὴν συνασπαζομένην, εἴθ᾽ οὕτω καὶ δάκρυον ἡδὺ κατασπείσασα τῶν σωμάτων. Ἐν ᾧ ταῦτα ἐποίει, ὁρᾷ πλοῖον πρὸς αὐτὸν ἤδη φερόμενον τὸν αἰγιαλὸν τὴν ὀθόνην ἄρτι χαλάσαν καὶ κώπαις ἠρέμα μόναις σαλεύον εἰς γῆν. Προσελθοῦσα γοῦν ἡ παρθένος καὶ τὸ τῶν ναυτῶν πλήρωμα προσαγορεύσασα ὡς ἐχρῆν ὑποδείκνυ καὶ τοὺς ἰχθύς. Ὁ δὲ ναύκληρος πωλεῖν αὐτὴν οἰηθεὶς ἐπυνθάνετο παραχρῆμα πόσου ἂν πρίαιτο. Ἡ δὲ προίκα ἔλεγε καὶ πρὸς χάριν διδόναι. Ὡς δὲ ἐκεῖνος μὲν ἀπιστῶν ἐμέμνητο καὶ αὖθις τιμῆς, ἡ δὲ σιωπῶσα εἱστήκει, καὶ χεῖρα προέτεινε χαρίζεσθαι ἐοικυῖαν, Πρὸς αὐτοῦ τοῦ, ὁ ναύκληρος, τοῦ Χριστοῦ, πόσον, ἔφη, πωλεῖς; Τότε τῷ ὅρκῳ ἡ γενναία εὐσεβῆ εἶναι τὸν ἄνδρα μαθοῦσα, οὐδὲν ἠβούλετο κρύπτειν, ἀλλ᾽ ἔξω παρὰ τὸν αἰγιαλὸν ἐκκαλεσαμένη ἐδείκνυ τε τὰ σώματα τῶν ἁγίων, καὶ κοινωνὸν ἐποιεῖτο τῆς περὶ αὐτὰ καλλίστης ὑπηρεσίας, ὧν τε εἴη διασαφήσασα, καὶ ὅπως ὑπὲρ Χριστοῦ θάνοιεν οἱ μάρτυρες ἐξηγησαμένη. ΛΕ΄. Ὁ ναύκληρος οὖν ἀκούσας σινδόνας καινὰς καὶ στολὰς λευκὰς μύρα τε αὖθις καὶ θυμιάματα τοῦ πλοίου εὐθὺς ἐξῆγε, καὶ διεπονεῖτο πρὸς τὴν κατέθεσιν. Δόμνα δὲ οἷς εἶχεν ὕδασι καθαροῖς τὰ σώματα καὶ πολλῷ πρότερον τοῖς δάκρυσι πλύνασα, καὶ σὺν τῷ ναυκλήρῳ αἰδοῖ πάσῃ τιμίως αὐτὰ περιστείλασα, εἶτα καὶ κοινῇ ταῦτα διαβαστάσαντες παρὰ τῷ τῆς πόλεως τείχει ἐχόμενα τοῦ χειμάρρου πρὸς τῇ πύλῃ τῇ παρὰ θάλασσαν, οὗ δὴ οἱ περὶ τὸν Δωρόθεον τὸ τέλος ἐδέξαντο, ἐκεῖσε ταῦτα κατορύξαντες ἔθηκαν. Ὁ μέντοι ναύκληρος τὴν παρθένον, ἅτε ὁμόδοξον ἀδελφὸν εἶναι κρίνας κατὰ Χριστὸν (ἄνδρα γὰρ εἶναι ἔτι ᾤετο), ἐδεῖτο συνεῖναι, καὶ μηδαμῶς ἀποστῆναι τούτου παρ᾽ ὅλην αὐτοῦ τὴν ζωήν. Ἡ δὲ οὐκ ἦν εἴκουσα, ἀλλ᾽ ἠξίου αὐτὸν μὲν ὁδοῦ ἔχεσθαι, ἐκείνην δὲ παραμένειν εἰποῦσα, ὅτι τό γε τῆς ἐμῆς ζωῆς τέλος ἐγγύς. Ὅθεν οὔτε σῶμα τὸ ἐμὸν τῶν σωμάτων τούτων οὔτε τῶν ψυχῶν ὅλως ἀποστῆναι δεῖ τὴν ψυχήν. Ἐκεῖσε τοιγαροῦν ὑπομείνασα ἀδιασπάστως εἴχετο τῶν λειψάνων, ἀσπαζομένη, προσευχομένη, ἀρώμασί τε καὶ θυμιάμασι τὴν πρὸς αὐτὰ δεικνύσα τιμήν, προσκαταβαλομένου καὶ τοῦ ναυκλήρου πρὸς τὴν χορηγίαν τούτων ἱκανὰ χρήματα. ΛϚ΄. Οὐκ ἦν δὲ πάντως τοὺς ἐν σκότει καθεζομένους τὸ τοῦ φωτὸς ἔργον διαλαθεῖν, μηδὲ τὴν πρὸς τὸ μαρτύριον Δόμνας ἐπιθυμίαν ἀτελῆ ὀφθῆναι. Ὅθεν καὶ δῆλα ταῦτα Μαξιμιανῷ γίνεται, καὶ μαθὼν ὡς οὕτως ἐκείνη τῶν ἁγίων ἐρωτικῶς περιέχεται, μέγα ἀνακαγχάσας, ὁ πολλοῦ γέλωτος ἢ μυρίων μᾶλλον δακρύων ἄξιος, Προσῆκόν ἐστιν, εἶπε, καὶ ταύτην τὸν ἴσον ἐκείνοις θάνατον ὑποσχεῖν καὶ οὕτως ἔργῳ μαθεῖν ὅτι μάτην ἀνθρώποις οὐδὲν πλέον μετὰ θάνατον ἔχουσι τοσαύτας ἐκείνη προσφέρει τιμάς. Εἶπε καὶ τοὺς ἀποκτενοῦντας ἐξ αὐτῆς ἔπεμπεν. Ἐν ᾧ προσευχομένην ἐκεῖνοι παρ᾽ αὐτῷ δὴ τῷ τόπῳ καταλαβόντες, ξίφει τὴν κεφαλὴν ἀποτέμνουσι, καὶ τὸ σῶμα παραδιδοῦσι πυρί. Προστίθεται ταύτῃ μετὰ βραχὺ καὶ Ἄνθιμος ὁ σοφὸς, πολλοὺς πρότερον
Page scan enlarged

Notebook

Full View