PG 116Symeon Metaphrastes
Third Passion
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected (sonnet, OCR-anchored) · Migne scan — scholarios OCR + scan in the Page/Facsimile views — PG column chips mark the printed columns.

Chapter ICaput I

col. 1185–1186page 1 of 9
PG 116:1185α'. Εἶχε μὲν τὰ Ῥωμαίων σκῆπτρα Μαξιμιανὸς ὁ Ερκούλιος, πολὺς κατὰ Χριστιανῶν πνέων τε καὶ φερόμενος· εἰδωλικῆς δὲ πλάνης τὴν ὑπ᾽ οὐρανὸν ἅπασαν ἐκάλυπτε νέφος, εἰ καὶ λαμπροί καθάπερ ἀστέρες ταύτην διαλαχόντες οἱ διὰ Χριστὸν παθόντες ἐξέλαμπον. ὧν εἰς τότε καὶ ὁ θαυμαστὸς Δημήτριος ἐγνωρίζετο· Δημήτριος, ὁ καὶ τὴν εἰς Χριστὸν πίστον περίβλεπτος, καὶ τοῖς ἐν Χριστῷ θαύμασι περιβόητος. Ὃν ἤνεγκε μὲν ἡ μεγάλη Θεσσαλονίκη· τό γε τὴν εἰς πατέρας ἠκον ἐπίσημος ἦν, καὶ τὴν εἰς τοὺς ἄνω τοῦ γένους ἀναφοραν τῶν Μακεδόνων ἐπιφανέστατος. β'. Ἀλλ᾽ οὐχ οὕτω περιφανείᾳ προγόνων, ὡς οἰκείῳ κόσμῳ τῆς ἀρετῆς ἐλαμπρύνετο. Τοσοῦτον γὰρ εὐγενείᾳ ψυχῆς τοὺς ἐπὶ τούτῳ λαμπροὺς παρέδραμεν, ὅσον ὥρα σώματος τοὺς ἐπὶ κάλλει σεμνυνομένους ὑπερβάλετο· φύσις γὰρ αὐτῷ μαθήματα μὲν παραλαβεῖν ἱκανή, συλλέξαι δὲ ἤθη καὶ κεράσαι πρὸς τὸ χρηστότερον ἀγαθή· τό τε τοῦ προσώπου λίαν ἐπίχαρι τὴν τῆς ψυχῆς εὐγένειαν ὑπεδήλου. Τὸν μὲν οὖν ἐκ παίδων εἰς ἤδην χρόνον πάντων ὁμοῦ τῶν ἡλίκων ἐκράτει· καὶ ἦν οὐδὲν τῶν ἀληθῶς ἀγαθῶν, ἐφ᾽ ᾧ μὴ τῶν ἄλλων πολλῷ τῷ μέσῳ διέφερεν· ἀλλὰ δῆλον ἦν ἐξ ἀρχῆς τὸ φυτόν, ὅπως μὲν γένοιτο χαριέστατον, ὅπως δὲ πολύν τε καὶ ἀγαθὸν τὸν καρπὸν ἐνέγκοι. γ'. Εἰς ἄνδρας δὲ ἥκων, φύσεως μὲν ἰσχὺν ἐπεδείκνυτο, ἀνδρίαν δὲ ἤσκει καὶ ῥώμην, πρὸς μάθησιν τε τῶν πολεμικῶν ἑαυτὸν ἐξεπόνει, μετὰ χρηστοῦ τοῦ ἤθους καὶ τῆς ἤδιστον αὐτῷ ἐπανθούσης αἰδοῦς τε καὶ κοσμιότητος· αὐτό τε τὸ διαβεβοῆσθαι πρὸς ἅπαντας, γνώριμον τὸν ἄνδρα καὶ βασιλεῖ καθιστᾷ. Λαμπρᾶς οὖν καὶ μεγαλογνώμονος οὕτως ἔχοντα φύσεως ὁ βασιλεὺς τὸν Δημήτριον ἐννοήσας, ἐπὶ πολὺ δόξης ἐκ πρώτης εὐθὺς αἴρει, καὶ ἀνθύπατον προβάλλεται τῆς Ἑλλάδος ὡς καὶ ὑπατικὸν ἅμα περι-
col. 1187–1188page 2 of 9
PG 116:1187βαλεῖν ὁρατίωνα. Ὁ δὲ (ἦν γὰρ τὸ δέον συνιδεῖν ἱκανώτατος, καὶ τὸ κρεῖττον προελέσθαι τῶν ἄλλων ἀξιωματικώτατος) τούτων μὲν βραχὺν ἐποιεῖτο λόγον, τῶν δὲ πρὸς θεραπείαν φερόντων Θεοῦ διαφερόντως εἴχετο. Καὶ διὰ τοῦτο πάντα μὲν ἐπίσης τὰ ἐνταῦθα τερπνὰ διέπτυε, πρὸς ἓν δὲ τοῦτο μόνον εἶχεν ἐρωτικῶς, τὴν εὐσέβειαν, καὶ τὸν ὑπὲρ Χριστοῦ θάνατον ἐδίψα, καὶ τὴν ἐκεῖθεν μακαριότητα. δ'. Ἐκήρυττεν οὖν οὐ φόβῳ τινὶ καὶ ὑποστολῇ, ἀλλὰ καὶ λίαν εὐπαῤῥησιαστῶς τὸ τοῦ Θεοῦ σωτήριον ὄνομα· καὶ οὐδὲν ὅτι μὴ Χριστὸς αὐτῷ διὰ στόματος ἦν. Τὸν δὲ τῆς ζωῆς ἄρτον, ὃν λόγον εἶναι τῆς ἀληθείας γινώσκομεν, πᾶσι τοῖς πτωχοῖς τὴν εὐσέβειαν φιλοθέως διένειμε, παράγων ἀπὸ τῶν θείων Γραφῶν, καὶ διδάσκων ὅτι τῆς μακαρίας ἐκείνης ἐν τῷ παραδείσῳ διαγωγῆς τὸν ἄνθρωπον ἐκπεσόντα, καὶ δουλωθέντα τῇ ἁμαρτίᾳ, αὐτὸς ὁ τῷ Πατρὶ συνάναρχος Λόγος, οὔτε τῆς θεότητος ἀποστὰς καὶ σάρκα λαβὼν ἐκ Παρθένου, δούλου τε μορφὴν ἑκουσίως ἀναλαβών, θειοτέρας ἠξίωσε πολιτείας, καὶ τὴν προτέραν ἐλευθερίαν αὐτῷ ἐχαρίσατο. Ταῦτα καὶ ἕτερα διδάσκων τε καὶ διερμηνεύων αὐτοῖς ἐξηγεῖτο, καὶ οἰονεὶ ἀφορμὰς παρεῖχε καὶ σπέρματα πρὸς τὸ καὶ υἱοὺς γενέσθαι τε καὶ κληθῆναι Θεοῦ, καὶ τῆς ἐν Χριστῷ κρυπτομένης ἀξιωθῆναι ζωῆς. ε'. Ἐντεῦθεν πολλοὶ τῆς ἡδίστης ἐκείνης διδασκαλίας τοῦ μάρτυρος ἀπολαύοντες, τοῦ μὲν πικροῦ τῆς ἀπάτης ἀφίσταντο σκότους, τῷ δὲ γλυκεῖ τῆς ἀληθείας φωτὶ προσετίθεντο. Ἀλλ' ἐκεῖνος πολὺν ὠδίνων τὸν εἰς Χριστὸν ἔρωτα, καὶ ἀπλήστως τῆς τῶν ἀνθρώπων ὀρεγόμενος σωτηρίας, εἰ μὴ πάντας τῶν τοῦ ἐχθροῦ χειρῶν ἐξελέσθαι δυνατὸς γένοιτο, ζημίαν τοῦτο πλείστην ἡγεῖτο, καὶ οὐδὲν ὅλως κατορθοῦν ἐνόμιζεν. Ἐχώρει τοίνυν αὐτῷ κατὰ γνώμην τὸ πρᾶγμα, καὶ ἡ φήμη πανταχοῦ τὸν ἄνδρα παρέπεμπε κηρύττοντα τὴν Τριάδα, μὴ ὅτι τοῖς ἀνὰ τὴν Ἑλλάδα τε καὶ Θεσσαλονίκην, ἀλλ' ἤδη καὶ οἷς οὐδὲ λόγος περὶ αὐτοῦ ἀφίκετο πρότερον. Ἐν τούτῳ δὲ ὄντος καὶ τὸ καλὸν ἐκεῖνο τῆς διδασκαλίας νᾶμα προχέοντος, ἥκουσί τινες παρ' αὐτόν, οἷς ἔργον Χριστιανοὺς ἐρευνᾶν, καὶ τὴν εἰς βασιλέα οἰκείωσιν ἑαυτοῖς διὰ τῆς ἐκείνων προδοσίας περιποιεῖσθαι. ς'. Δημήτριος δέ, ὡς ἤδη φθάσαντες ἐδηλώσαμεν, οὐκ ἐν γωνίαις τὰ Χριστιανῶν μετιών, οὐδὲ νυκτερινὸς ὢν Χριστοῦ μαθητής, μᾶλλον δὲ τῆς ἀληθείας διδάσκαλος, ἀλλ' ἀνακεκαλυμμένος καὶ φανερῶς ὁμολογῶν τὴν εὐσέβειαν, συλλαμβάνεται τε αὐτῶν καὶ δῆλα τῷ βασιλεῖ τὰ κατ' αὐτὸν γίνεται, ὅτι τὰ μὲν τῶν Χριστιανῶν πρεσβεύων ἐστί, τὰ δὲ τῶν ἡμετέρων, φασί, θεῶν σαφῆ γέλωτα καὶ μυκτηρισμὸν τιθέμενος. Μαξιμιανὸν δὲ ἄρα Θεσσαλονίκῃ
col. 1189–1190page 3 of 9
PG 116:1189τότε παρ' ἑαυτῇ εἶχε, μέγαν μὲν τῷ ἐπὶ Σαυρομάτας πολέμῳ καὶ Σκύθας γενόμενον, πολλῷ δὲ μείζω τῇ κατὰ τῶν εὐσεβῶν ὠμότητι γνωριζόμενον. Ἀκούσαντα τοίνυν εὐθέως τὸν βασιλέα πάντα εἶχεν ὁμοῦ, ἔκπληξις, ἀνία, δέος, ὀργή· ἐξεπέπληκτο τῆς ἀκοῆς τὴν καινότητα, ἠνιᾶτο τῇ τοῦ ἀνδρὸς ζημίᾳ· ἐδεδίει μὴ καὶ ἄλλους τοιοῦτος ὢν ἑλκύσῃ πρὸς θεοσέβειαν, δι' ὀργῆς εἶχεν ὡς τῆς παρ' αὐτοῦ τιμῆς ἀλογήσαντα. Πλὴν ἀλλὰ πιστεύειν ἀκοῇ τοσοῦτον οὐκ ἔχων, ἅτε μηδὲ φέρων ὅλως ἄνδρα τοιοῦτον ζημιωθῆναι (καὶ γὰρ ὁ μὴ βούλεταί τις, οὐδὲ ῥᾳδίως πιστεύειν δύναται), ἤθελε καὶ ὀφθαλμούς μάρτυρας τοῦ ἀκουσθέντος παραλαβεῖν. Ἄγειν οὖν κελεύει τὸν ἄνδρα παρ' αὐτόν. ζ'. Ὁ δὲ παραστὰς οὐκ ἔφριξε τὸ μέγεθος τῆς ἀρχῆς, οὐ τὰς ἐλπιζομένας ὑπεστάλη κολάσεις, οὐ τὴν ἀγριότητα τοῦ δικάζοντος ἐδειλίασεν· ἀλλὰ τὴν ὠμότητα ταύτην ὕλην ἐκεῖνος τοῦ φανῆναι μᾶλλον τὸν πρὸς Θεὸν αὐτοῦ πόθον νομίσας, λέων εὐθὺς εἰς ἀγῶνα εἰσῄει, μαλακὸν οὐδὲν οὐ βλέπων, οὐ λέγων, ἀλλὰ πιστούμενος μᾶλλον τοῖς παρ' ἑαυτοῦ λόγοις τὰ τῷ τυράννῳ προακουσθέντα, ὡς εἴη μὲν στρατιώτης Χριστοῦ καὶ αὐτοῦ μόνου προσκυνητής· τοὺς δὲ παρ' αὐτῶν λεγομένους καὶ σεβομένους θεοὺς τοσοῦτον ἀπέχει τιμᾷν, ὅτι καὶ μυκτηρίζει σαφῶς καὶ βδελύττεται· ὡς δὲ καὶ ἀπειλοῦσιν αὐτοὶ βασάνους, τότε ἀνιαθήσεται πάσχων, ὅταν εἰδῇ τοὺς κολαστὰς ἢ φιλανθρώπως αὐτάς, ἢ ἐλάττους ἐπάγοντας τῆς ἐπιθυμίας. Τιμαὶ δέ, φησίν, αἱ παρὰ σοῦ, βασιλεῦ, καὶ ἅπερ δίδως τοῖς πειθομένοις σοι ἀγαθά, πῶς ἂν θέλξωσι τὸν καὶ αὐτὸν σοὶ τὸν ἐπίφθονον τῆς ἀρχῆς, αὐτὴν ἐκείνην τὴν βασιλείαν, σὺν ἅμα πλούτοις καὶ θησαυροῖς, ὅσον καὶ λεπτῇ κόνει περιφρονοῦντά τε καὶ ἀτιμάζοντα; Εἰ δὲ καὶ θάνατον ἐπαγάγοις, τότε μοι τὸ εὐκταιότατον ἴσθι ποιῶν καὶ πρὸς τὴν ἀληθῆ ζωήν, καὶ τὸν αὐτῆς πλέον ἐμοὶ ποθούμενον παραπέμπων Χριστόν. η'. Τούτων ἐπειδὴ Μαξιμιανὸς ἤκουσε, μετὰ φρονήματος ἀτρέπτου καὶ γενναίου τοῦ παραστήματος, ἐλευθέρου τε στόματος εἰρημένων, τὸ παραυτίκα τὴν βάσανον ἀναβάλλεται, σοφώτερόν τι μᾶλλον ποιῶν, οὐ φιλανθρωπότερον. Ἠβούλετο γὰρ μετάνοιαν αὐτῷ ἐμβαλεῖν καὶ πάρεσιν τῆς θερμῆς ἐνστάσεως τὸν μεταξὺ χρόνον, καὶ διὰ τοῦτο τό γε νῦν ἔχον αὐτοῦ που τὸν Δημήτριον δημοσίου γειτονοῦντος λουτροῦ καμάραι καμίνων εἰς φρουρὰν ἐλάμβανον. Μαξιμιανὸς δὲ τοῦ θεάτρου ἐπιβάς, ὃ κατ' ἐκεῖνο συνεκρότει τῆς ὥρας, τοὺς παγκρατιαστάς τε συναγαγών, τὴν πόλιν ἐκκλησιάζων ἦν, καὶ τὴν ἀγωνίαν διατιθέμενος, αὐτὸς ἐπὶ μετεώρου τοῦ βήματος προκαθήμενος. θ'. Ὁ μάρτυς δὲ πρὸς τὴν εἱρκτὴν ἀπαγόμενος

Chapter IICaput II

col. 1191–1192page 4 of 9
PG 116:1191ἥδετό τε ὁμοῦ καὶ ἀνιαρῶς διέκειτο· ἤδετο μὲν, ὅτι μικρὸν ὅσον οὔπω τοῦ μαρτυρίου ἀξιωθήσεσθαι ἔμελλεν· ἠνιᾶτο δὲ, ὅτι μὴ καὶ θάττον ἐπιόντας αὐτῷ τοὺς κολαστὰς ἐθεᾶτο, καὶ πρὸς βασάνους ἤδη καὶ τὸν θάνατον συνηρπάζετο. Τοσοῦτος γὰρ Δημητρίῳ τοῦ διὰ Χριστὸν ἀποθανεῖν ἀγὼν ἦν, ὅση Μαξιμιανῷ πάλιν τοῦ τὸν ἄνδρα ἐλεῖν διὰ τῶν χρηστοτέρων σπουδή. Τὴν εἱρκτὴν τοίνυν ὁ μάρτυς καταληφώς, ὁ Θεός, ἔλεγεν, εἰς τὴν βοήθειαν μου πρόσχες· Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεύσον. Ὅτι σὺ ἡ ὑπομονή μου, Κύριε, ἡ ἐλπίς μου ἐκ νεότητός μου. Ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός· ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής. Ἐν σοὶ ἡ ὕμνησίς μου διαπαντός. Ψαλῶ τῷ θεῷ μου ἕως ὑπάρχω. Διὰ τοῦτο ἀγαλλιάσεται τὰ χείλη μου, ὅταν ψάλλω σοι, καὶ ἡ γλώσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου. ι. Καὶ τῆς εὐχῆς αὐτῷ τελεσθείσης, ὁρᾷ σκορπίον ἕρποντα κατὰ γῆς τὸ κέντρον τε ἀρκότα, καὶ αὐτοῦ τὸν πόδα βαλεῖν μέλλοντα. Ὁ δὲ τῷ σταυρῷ σφραγισάμενος, καὶ τὸν ἐπάνω ὄφεων καὶ σκορπίων τῷ οἰκείῳ πλάσματι δόντα πατεῖν ἐπικαλεσάμενος, νεκρὸν ἐκεῖνον εὐθέως, μᾶλλον δὲ τὸν ἐν αὐτῷ νοητὸν σκορπίον ὑποκρυπτόμενον, ἀπεργάζεται. Καὶ παραχρῆμα θεῖος ἄγγελος ἐπιφανείς, στέφανον αὐτοῦ τῇ κορυφῇ ἐπιτίθησι, προσειπών, Εἰρήνη σοι, ἀθλητὰ τοῦ Χριστοῦ, ἴσχυε καὶ ἀνδρίζου. Οὕτως ὁ ταχὺς εἰς παράκλησιν τῶν φοβουμένων αὐτὸν Κύριος ἅμα τῇ τῆς εἱρκτῆς κατακλείσει καὶ πρὸς τὸ παρὸν ἡμέρως ἄγαν παραμυθεῖται τὸν ἀθλητήν, καὶ πρὸς τὸ μέλλον προθυμίας ἐμπιπλησιν. Ἀλλὰ Δημήτριον μὲν οὕτως ἡ φρουρὰ εἶχε. ια΄. Μαξιμιανῷ δὲ τὸ τῶν μονομάχων συνεκροτεῖτο θέατρον, καὶ τἄλλα ὅσα τὰ τοῦ πεντάθλου θεάματα ἐπλήρου. Ὁ δὲ ἐκ περιωπῆς καθῆστο, εἴνα δὴ τριβὴν ἡδίστην τὸν ἀγῶνα ποιούμενος. Ἥδετο γάρ, ὡς ἔοικεν, αἱμάτων ἀνθρωπίνων ὁρῶν ἔκχυσιν. Ἦν δέ τις ἀνὴρ βάρβαρος τῶν ἐπιτηδείων Μαξιμιανῷ, πρός τε χεῖρα γενναίος, καὶ πρὸς πάλην οὐχ ἥκιστα ἀγαθός, μέγεθός τε τοῦ μετρίου μείζων, καὶ παρὰ τοῦτο σφόδρα κεχαρισμένος αὐτῷ, καὶ λόγου καμφθεὶς πολλοῦ ἀξιούμενος· Λύαιος ὄνομα τῷ ἀνδρί, πατρὶς Οὐάνδαλα. ιβ΄. Οὗτος τά γε εἰς ῥώμην σώματος πάντων κατεῖν ἀλαζονευόμενος, ἐπ᾽ ἀκρίβαντος τότε στάς, ὡς ἐπίδηλος εἴη τῷ θεάτρῳ παντί, τὸν βουλόμενον εἰς
col. 1193–1194page 5 of 9
PG 116:1193πάλην προεκαλείτο. Εἴργαστο δὲ ἄρα τῷ Μαξιμιανῷ κύκλος σανίσι διειλημμένος συχναῖς· ἐφ᾽ ὧν οἱ μονομαχεῖν μέλλοντες εἰσῄεσαν, καὶ τὸ παγκράτιον ὑπήρχοντο καὶ τὴν πάλην. Ἐπεὶ τοίνυν τῇ τοῦ σώματος ρώμῃ πάντων ἐκράτει Λυαίος, καὶ πᾶς ὅστις εἰς χεῖρας αὐτῷ ἐρχόμενος, χαμαὶ κείμενος εὐθὺς ἐθεᾶτο, ἢ καὶ θάνατον ἐκ τοῦ παραχρῆμα σπασάμενος, τοσοῦτον ἤδεσθαι τῷ τυράννῳ παρείχεν, οὓς κατέβαλλε τοὺς συμπλεκομένους, ὅσον οὐ πολλῷ ὕστερον λύπῃ περιβαλεῖν αὐτὸν ἔμελλεν. ιγ. Ἀνήρ γάρ τις, ὄνομα Νέστωρ, τὴν μὲν ἡλικίαν κομιδῇ νέος, ἄρτι τὸν ἴουλον ἐπανθοῦντα φέρων, ἰδεῖν δὲ ἥδιστος, καὶ κάλλει διαπρεπέστατος, γνωστὸς τῷ περιδόξῳ μάρτυρι Δημητρίῳ τελῶν, ὁρῶν οὕτω Μαξιμιανὸν περὶ τὸν βάρβαρον διακείμενον, καὶ πολλὰ πρὸς τοῖς μονομαχίας ἄθλοις καὶ χρήματα προτιθέντα, τοῦτο μὲν τὸ ὑπερήφανον Λυαίου μισήσας, τοῦτο δὲ καὶ τὰ ὑπὸ τοῦ θείου μάρτυρος γινόμενα θαύματα κατιδών, καὶ ὅπως αὐτῷ πλείστοι προσιόντες τὴν εἰς Χριστὸν θεοσέβειαν ἐδιδάσκοντο, ἓν δὲ τοῦτο θελήσας γενέσθαι τῶν Δημητρίου θαυμάτων, τὸ ταῖς εὐχαῖς ἐκείνου καθοπλισθέντα λύσαί τε Λυαίου τὸ θράσος καὶ τὴν ὀφρὺν αὐτοῦ τοῦ βαρβάρου καταβαλεῖν, προστρέχει τῷ μάρτυρι, καὶ τῶν ποδῶν ἐκείνου τῶν ἁγίων προκείμενος, Δοῦλε τοῦ Θεοῦ Δημήτριε, λέγει, πρόθυμός εἰμι καὶ ὁρμᾷ μοι ἔνδον ἡ ψυχὴ Λυκίῳ πρὸς συμπλοκὴν συνελθεῖν, εἰ μόνον αὐτὸς ὁπλίσεις με ταῖς εὐχαῖς, καὶ ταύταις τὴν κραταιὰν χεῖρα συμμαχοῦσαν παράσχης. ιδ. Τί οὖν ὁ θεῖος Δημήτριος; Ὥσπερ αἰτήσας αὐτὸς μᾶλλον ἢ αἰτηθείς, μικροῦ τῇ τελειώσει τὴν αἴτησιν ἐπιφθάνει· καὶ ταχέως ἐπιβαλὼν αὐτῷ τὴν ἐν Χριστῷ σφραγίδα εἰς τό τε μέτωπον καὶ τὴν καρδίαν, ἀφίησιν, ἐπειπών· Καὶ τὸν Λυαίον νικήσεις, καὶ ὑπὲρ Χριστοῦ μαρτυρήσεις· ὅπερ ταὐτὸν ἦν εἰπεῖν. Καὶ τὸν φανερὸν ἀντίπαλον καὶ τὸν ἀφανῆ νικήσεις. Οὕτως οὐ μόνον θάρσος ἐνῆκεν αὐτοῦ τῇ ψυχῇ, ἀλλὰ καὶ περὶ τοῦ μέλλοντος ἀσφαλέστατα προσεφθέγξατο. Αὐτίκα γοῦν ὁ Νέστωρ ἀφικόμενος εἰς τὸ στάδιον καὶ διὰ τῶν βαθμίδων καταπηδήσας, τόν τε χιτῶνα ἀποτίθεται, καὶ ἑαυτὸν δῆλον καθίστησι τῷ βασιλεῖ παραστάς. Μαξιμιανὸς δὲ τὴν πολλὴν τόλμαν ἐκείνην τοῦ νεανίσκου καταπλαγείς, καὶ ἄλλο τι εἶναι ὑπολαβὼν ἢ ἀνδρείας ἐπίδειξιν τὸ γινόμενον, ἐγγυτέρω παραστῆναι κελεύει, καί, Ὦ νεανίσκε, συμβουλεύων φησίν, οἶδ᾽ ὅτι χρημάτων ἔνδεια εἰς τοῦτό σε τόλμης ἠνάγκασεν ἐπαρθῆναι, ἵνα ἢ περιγενόμενος πλοῦτον σεαυτῷ ἀθρόον περιποιήσῃ, ἢ ἀποτυχών, πενίαν ὡς ἐχθρὸν ἄσπονδον μετὰ καὶ ζῆν ἀποφύγῃς. Ἐγὼ δέ σε καὶ τῆς ἡλικίας, καὶ τῆς καλὸν ἐπιλαμπούσης σοι ὥρας οἰκτείρων, παρέξω καὶ ὑπὲρ μόνης γε τῆς τόλμης ἄξια καὶ ἱκανὰ χρήματα.
col. 1197–1198page 6 of 9
PG 116:1197τον φανερὸς ἄθλος ὁ Λυαίου θάνατος, ὃς κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ Σηών εἰ μυρίους ἄλλους πολλῷ μᾶλλον ἢ Λυαίον ἐπιφανεῖς εὐγερῶς ἀνεῖλεν, οὐ καθ᾿ ἕνα ἀλλὰ καὶ κατὰ πλῆθος συναθροισαμένους. Τί τὰ ἐκείνου μόνον ἀληθῶς ἄξια, οὗ ἔργον, ἡ γῆ καὶ τὰ ἐν αὐτοῖς ἅπαντα; Οὐκ ἤνεγκε ταῦτα ἡ φαύλη Μαξιμιανοῦ ἀκοὴ, ἀλλὰ λόγων μισθούς, καὶ τῆς νίκης αὐτῷ βραβεῖα διὰ ξίφους ἐπάγει θάνατον. Νέστωρ μὲν οὖν διὰ τὸν Χριστὸν μακαρίου τέλους ἐπιτυγχάνει, καὶ τῷ ξίφει δέχεται τὴν τομήν, οὕτω μὲν Μαξιμιανοῦ κελεύσαντος, ἵνα κἀκεῖνο τάχα μαρτυρικῷ αἵματι ἁγιασθῇ, Μινουκιανοῦ δὲ προτίκτωρος τὴν σφαγὴν ὑπουργήσαντος. Καὶ οὕτω πρὸς Χριστόν, ὃν ἐφίλησε, παραπέμπεται, παρ᾿ οὗ καὶ τῆς διπλῆς νίκης ἀπολήψεται τοὺς στεφάνους. Ἐντεῦθεν ὑποβολαὶ κατὰ Δημητρίου πάλιν καὶ πιθανώτεραι, ὡς αὐτὸς εἴη τοῦ Λυαίου αἴτιος. Αὐτίκα γοῦν Μαξιμιανὸς ὀξύτατα χαλεπήνας, καὶ ἅμα οἰωνισάμενος ὡς οὐκ ἀγαθὸν αὐτῷ σύνταγμα Δημήτριος γένοιτο πρὸς τὸ στάδιον κελεύει τὸν μάρτυρα ἐν αὐταῖς αἷς ἐφρουρεῖτο κατοικίαις λόγχαις ἀναιρεθῆναι. Ὃ δὴ καὶ γίνεται. Καὶ καλὸς σὺ τὰ πάντα, Δημήτριος, ὁ λίαν τοῦ Δεσπότου περιεχόμενος, ὁμοίως αὐτῷ τὴν πλευρὰν βάλλει, καὶ τοῦτο ἀφορμὴν καὶ ὁδὸν εὑρίσκεις πρὸς ἐκεῖνον ἀφίξεως· μακάριος μὲν τοῦ βίου, μακαριώτερος δὲ τοῦ τέλους καὶ τῶν στεφάνων γενόμενος, καὶ τῆς εἰς αἰῶνας αὐτῷ τῷ ποθουμένῳ συγκατοικήσεως. Εἶχε μὲν οὖν οὕτω ταῦτα, καὶ ὁ νεκρὸς τοῦ μάρτυρος κατὰ γῆς ἔῤῥιπτο, καὶ οὐδεὶς αὐτοῦ λόγος ἐγίνετο. Πάντως δὲ οὔτε ὅσιον ἦν, οὔτε Θεοῦ ἄξιον, ὑπὲρ οὗ πέπονθεν ἐκεῖνο τὸ ἱερὸν σῶμα, τοῦτο παριδεῖν. Οὔκουν οὐδὲ παρεῖδεν. Ἀλλὰ τῶν φιλοχρίστων τινὲς ὑποβολαῖς ἐκείνου νυκτὸς ἐλθόντες, καὶ ἀτίμως κείμενον τὸ κομιδῆ τίμιον εὐλαβῶς περιστέλλουσιν. Εἶτα καὶ κόνιν ἐπιβαλόντες ἐν αὐτῷ τῷ τόπῳ ἔνθα δὴ καὶ τετελείωτο φιλῶς θάπτουσιν. Εἷς δέ τις τῶν οἰκετῶν τοῦ ἁγίου παραστὰς αὐτῷ τὴν μακαρίαν ὑφισταμένῳ σφαγὴν, καὶ ὡς οἷόν τε ἦν, τὸ θεῖον ἐκεῖνο αἷμα εἰς τὸ ἐπώμιον τοῦ μάρτυρος ἀνελόμενος, ἀλλὰ καὶ τὸν κατὰ χεῖρα δακτύλιον, καὶ αὐτὸν συλλαβὼν καὶ τῷ μαρτυρικῷ αἵματι περιχρίσας πολλὰ τῶν ἐραστίων εἰργάζετο δι᾿ αὐτοῦ. Καὶ οὐδὲν ἦν οὔτε τῶν νοσημάτων, οὔτε τῶν πονηρῶν πνευμάτων οὕτως ἰσχυρὸν, ὥστε εἰς ἐκεί-
col. 1199–1200page 7 of 9
PG 116:1199νου πεῖραν ἐλθὸν, μὴ εὐθὺς ἡττᾶσθαι καὶ πρὸς φυγήν τρέπεσθαι· ὡς πλήρη γενέσθαι τῆς τοιαύτης φήμης τῶν τεραστίων τὴν πόλιν Θεσσαλονικέων ἅπασαν. Ὅθεν οὐδὲ εἰκὸς ἦν ταῦτα οὔτε Μαξιμιανὸν λαθεῖν, οὔτε τὸν φθόνον ὑπενεγκεῖν. Καὶ διὰ τοῦτο χειρονται παραχρῆμα καὶ ὁ τῶν ἀγαθῶν δή τούτων ἐπίτροπος οἰκέτης, καὶ ἀναιρεῖται. Τρίβουνάλιον τῆς ἐκτομῆς χωρίον. Λοῦπος ὁ καλὸς οἰκέτης κατωνομάζετο. Χρόνου δὲ περιόντος καὶ τῶν σημείων ᾧ τὸ τοῦ μάρτυρος ἐκρύπτετο σῶμα, τοῦτο μὲν Μακεδονίαν, τοῦτο δὲ καὶ Θετταλίαν διατρεχόντων, τῆς δὲ καὶ τῆς εἰδωλικῆς ἀχλύος εἰς ἀκριβῆ αἰθρίαν μεταβαλούσης, Λεόντιος τις ἀνὴρ τήν τε δόξαν λαμπρός, τήν τε πρὸς Χριστὸν πίστιν μάλα θερμός, τοὺς ἐπαρχικοὺς τότε τῶν Ἰλλυρικῶν κατακοσμῶν θρόνους, εἰς δὲ τὴν Δακῶν ἀπιών, νόσῳ βαρυτάτῃ κατέχεται γίνεται, οὕτως αὐτὸν πιεζούσῃ, ὡς καὶ σίτου ἄγευστον καὶ ποτοῦ πιεῖν, τὸν δὲ πᾶσι φευκτὸν θάνατον τοῦ χρῆμά τι νομίζειν ἐπιεικῶς ποθεινότατον, καὶ τοῦ συνενεχθέντος αὐτῷ δεινοῦ μόνην ἐλευθερίαν. κβ'. Ἐπεὶ οὖν ἰατροὶ μὲν τῆς νόσου φανερῶς ἡττῶντο, φίλων δὲ παρουσίαι πρὸς παραμυθίαν τοῦ πάθους κόπος κενὸς ἐνομίζοντο, ἐλπίς τε ἦν ἐμφανὴς τοῦ νοσήματος οὐδεμία, ἐν τούτῳ τῷ χαλεπῷ κλύδωνι καὶ ἀφύκτῳ ἱερά τις ἄγκυρα τῷ ἐπάρχῳ ἡ πρὸς τὸν θεῖον τοῦ μάρτυρος ναὸν καταφυγὴ γίνεται. Ἔνθα δὲ καὶ κλινοπτὴς εἰσαχθεὶς καὶ κατὰ τὸν τόπον ἐν ᾧ τὸ ἱερὸν ἐκεῖνο ὑπὸ γῆν κέκρυπτο σῶμα, κατατεθείς (ὢ θείας ἐπισκοπῆς! ὢ πράγματος καινοτάτου!), ἤρκει μὲν εἰς δεῖγμα σαφὲς τῆς Δημητρίου χάριτος καὶ δυνάμεως, καὶ εἰ τεθεὶς καὶ χρόνον τινὰ προσμείνας καὶ θερμότατα δεηθεὶς ᾔσθετο τῆς βοηθείας. Νῦν δὲ τοῦτό ἐστι τὸ καινότατον, τοῦτο ἐκείνου θαυμάτων τὸ χαριέστατον, ὅτι ὁμοῦ συνέτρεχε πάντα, ἡ ἐν τῷ ναῷ τοῦ νοσοῦντος κατάθεσις, ἡ τοῦ μάρτυρος διὰ τῶν ἐκείνου χειλέων ἀνάκλησις, καὶ ἡ τοῦ νοσήματος εὐχερὴς ἀπόθεσις. Οὕτω δὲ ταχείας Λεόντος τῆς θεραπείας τυχών, ταχείαν καὶ αὐτός, ὡς εἶχε, τὴν ἀμοιβὴν ἀποδίδωσι. κγ'. Καὶ τὸν μικρὸν οἰκίσκον, ὃς τὸ ἱερὸν τοῦ μάρτυρος σῶμα, ἐπὶ βραχέος κομιδῇ καὶ στενοῦ σχήματος ὄντα, τοῖς περιβόλοις τε τοῦ λουτροῦ καὶ τῷ σταδίῳ ἀπειλημμένον, καταστρέψας αὐτός, ναὸν αὐτῷ τῷ ἄστει Θεσσαλονίκης ἐξ αὐτῶν ἐδεμάτωσε τῶν κρηπίδων· ὅς καὶ νῦν ὁρᾶται μέσος τοῦ δημοσίου λουτροῦ καὶ τοῦ σταδίου κάλλιστα διηρμένος,
col. 1201–1202page 8 of 9
PG 116:1201λλων ὅσοι πρὸς θαῦμα καὶ ἡδονὴν ὀφθαλ οι κάλλους ἢ μεγέθους, ἀπολειπόμενος. ὁ φιλευσεβής οὗτος καὶ πρὸς τὸ ᾿Ιλλυρικόν τινα τῶν μερῶν τοῦ ἱεροῦ σώματος λα εἰς, ὥστε κἀκεῖσε ναὸν τῷ ἐκλεεῖ μάρ ίσαι, οὐκ ἔσχε συνευδοκούντα τὸν ἅγιον, ριναῖς αὐτὸν ἐπιφανείαις εἴργει τοῦ ἐπι Διὰ ταῦτα καὶ δεύτερον πλοῦν, ὃ λέγεται, κ τοῦ μάρτυρας σεπτοῖς αἵμασι τοῖς ἐκεί γμένην, καί τοῦ ἐπωμίου λαβών, ὃ σύνη ὀνομάζειν, καὶ κιβωτῷ τιμίᾳ τὸ ἀληθῶς τί μενος, οὕτω τῷ μάρτυρι μὲν ἀφοσιοῖ τὸν μ δὲ τὴν μεγίστην περιποιεῖται ἀσφάλειαν. λει καὶ τὴν ἐπὶ τὸ Σίρμιον ώρα χειμῶν τιν μέλλων, ἤδη παρὰ τοῖς ὄχθαις τοῦ όμενος, ἐπὶ πολὺς ἦν ἐκεῖνος, καὶ ἐπὶ εθρον ἐξαίρων ἐντεῦθεν τε οὐδενὶ τῶν Βατὸς γινόμενος καὶ ὁ μὲν χρόνος πολὺς ἔληγε δὲ οὐδαμῶς τὸ ῥεῖθρον, ἀλλὰ καὶ συλομένοις ἀπηγόρευε τὴν διάβασιν, ἐν ἀνὴρ ἦν λογισμοί; τε ἐβάλλετο καὶ ἀπο το. Επιφανείς οὖν ὁ θεῖος αὐτῷ Δημή ν ἀθυμίαν, ἔφη, καὶ ἀπιστίαν ὅτι πόρρω τῆς ψυχῆς, ὁ ἐπιφέρῃ μετά χείρας ἔχων ποταμον ἀδιστάκτως. εται τῷ φανέντι ὁ ἔπαρχος, καὶ ἔωθεν τος ἐπιβὰς ἐχώρει διὰ τοῦ ῥείθρου μετά σορὸν ἔχων, ἄνω δὲ τοὺς ὀφθαλμούς αχῆς, ἡσυχῆ τοῦ ῥεύματος ὑποχωροῦντος ἴκοντος νεύμασιν ἀθεάτοις, ἀξίαν μὲν θαύ ὴν ἀναξίαν καὶ τῆς πρὸς τὸν μάρτυρα πί διάβασιν ὑποστάς. Οὕτως οὖν ἀβλαβής διελ ὺς τῷ Σιρμίῳ γενόμενος τὴν ἱερὰν ἐκείνην τοῦ ἐν αὐτῇ θησαυροῦ τῷ παρ' αὐτοῦ ναῷ τῷ μάρτυρι δίδωσιν. Ἐν γειτόνων ῷ τῆς καλλινίκου μάρτυρος Αναστασίας ῷ· ἵνα καὶ μάρτυρες μάρτυσιν ἄνω τε ις σκηναίς πλησιάζουσι. Πολλῶν μὲν τῶν ηλαδὴ καὶ ἰάσεων, καὶ παρ' αυτήν γε εἴστοι τῆς ἁγιαστικῆς ἐκείνης φερομένης ἀπέλαυσαν χάριτι καὶ δυνάμει Χριστοῦ οῦ Θεοῦ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, η οσκύνησις, νῦν καὶ εἰς τοὺς ἀτελευτήτους αἰώνων. Αμήν.
col. 1195–1196page 9 of 9
PG 116:1195Α΄ τ΄, Καὶ χαδὼν ἄπιθι μετὰ τοῦ ζῇν ἀπολαύων καὶ τῶν χρημάτων. Λναίῳ δὲ σεαυτὸν τὸ παράπαν μὴ ἀντιστήσῃς " πολλοὺς γὰρ τοῦ ζῇν ἀπήλλαξε, χαὶ τῶν χαταπολὺ σοῦ ῥωμαλεωτέρων, Ταῦτα ὁ Νέστωρ ἀχούσας, οὔτε ἥρπασε τὴν τοῦ βασιλέως φιλοτιμίαν, οὔτε πάλιν πρὸς τὸν τοῦ Λυαίου ἔπαινον ἐδειλίασε. Τῷ δὲ βασιλεῖ, Οὐ χρημάτων ἐπιθυμῶ, ἔφη, οὐδὲ παρὰ τοῦτο ἐμαυτὸν εἰς τόνδε τὸν ἀγῶνα χαθῆχα, ἀλλὰ δόξης ἐρῶν μᾶλλον, καὶ Λναΐου κρείττων ἄναφανῆναι βουλόμενος, ᾿Ἀπώμοτον γὰρ ἐμοὶ μὴ ὅτι γε τὸ πλουτεῖν, ἀλλὰ καὶ αὐτὸ τὸ ζῇν, δύξης εἴξαντι Δυαίῳ, καὶ τῶν πρωτείων ἐκείνῳ παραχωρήσαντι. Ταῦτα οὕτω λεχθέντα καὶ βασιλέα καὶ τοὺς περὶ αὐτὸν ἅπαντας ἠρέθισαν εἰς ὀργήν " ὅπως γὰρ ὠπλίσθη, καὶ ἐφ᾽ ᾧ πεποιθὼς ἐκεῖνος οὕτως ἐφθέγγετο, αὐτοὶ β ἀγνοοῦντες, ἀλαζονείας μόνης καὶ κενοῦ τύφου τὰ ἐήματα ὑπελάμθανυν. Ὃ μὲν οὖν βασιλεὺς πολὺς ἦν εἰς τὸν ἀγῶνα διεγείρων Λνοῖον καὶ τὴν ὁρμῆς χαὶ θάρσους ἔμπλεων παροξύνων ψυχήν. τς΄. Νέστορι δὲ τὸ θάροος οἱ Δημητρίου λόγοι καὶ Χριστὸς ἦν, πρὸς ὃν ἀνατείνας τοὺς ὀφθαλμοὺς, Ὃ Θεὸς, ἔλεγε, Δημητρίου, δὸς ἐμὲ τὸν βραχὺν τὴν ἡλικίαν Δαδιὸ Γολιὰθ ἄλλον χαταισχῦναι Λυαῖον, Σοὶ γὰρ πεποιθὼς τὸν ἀγῶνα τοῦτον ἐν μέσῳ πολλῶν ἢράμην, ἵνα τὸ σὸν ὄνομα δοξασθῇ τοῦ μόνον ἀληθῶς Θεοῦ, κεὶ τοῖς ἐν σοὶ δύναμιν ποιουμένοις ἐπιπέμποντος βοήθειαν ἐξ ἀγίου, Οὕτως ἔφη, καὶ ἅμα τὸν ἀχινάνην σπασάμενος, χαὶ τὺ θέατριν εἰσπηδὴσας, τῆς συμπλοκῆς ἤδη γενομένης βάλλει καιρίως . κατὰ τῆς καρδίας τὸν βάρδαρον " χαὶ εὐθὺς τὸν μὲν "ἀναιρεῖ, σχεδὸν δὲ καὶ Μαξιμιανὸν τῇ περὶ αὐτὸν λὐττῃ " πολλῷ δὲ μᾶλλον εἰπεῖν καὶ πλάνην αὐτὴν, καὶ σὺν ἐχείνῃ τὸν ταύτης αἴτιον, τὸν κρυπτὸν, φημὶ, Μαξιμία ὃν θανατοῖ. ιζ΄, Μαξιμιανῷ μέντοι τῷ βασιλεῖ οὐκ ἦν ἔτι ἀνεχτὸν ἡ καθέδρα" ἀλλὸ πλήρης ὀργῆς χαὶ χατηφείας εὐθὺς ἐξανέστη, καὶ πρὸς τὰς βασιλείους αὐλὰς δεινὰ στρέφων χαθ᾽ ἑαυτὸν ἀπεχώρει, ἐπισχοτῆσαι τῷ φέγγει τῆς ἀληθείας ὁ δυσσεδὴς βουλόμενος, Νέστορύς τε τὴν νίκην καὶ δι᾽ ἐκείνου τὸ πρὸς Χριστὸν ὁμαυρῶσαι σέδας, γοητείαν ἐχ πολλῆς ἀνοίας τὸ πρᾶγμα καλῶν. Ἐπεὶ οὐχ ἂν, φησὶ, παρὰ τοιοῦδς τοιαύτας ἀνδραγαθίας ἐπιδειξάμενος ἀνῃρεῖτο. ᾿Αμέλει χαὶ Νέστορα τὸν γενναῖον μεταπεμψάμενος, ὡς ἐτὴ πράγματι ὁμολογουμένῳ καὶ οὐδεμιᾶς δεομένου ἡ ζητήσεως, Εἰπέ μοι, νεανίσχε, λέγει, τίσι μαγείαις χρησάμενος ἢ τίνας ἔχων τοὺς συνεργοὺς, Λυαῖον ἀνρηκας τὸν τοσοῦτον ; Πρὴς ταῦτα ὁ Νέστωρ οὐδὲν ὑποδειλιάσας, ἀλλὰ θαῤῥήσας πάντως, ὅτι ὁ δοὺς ἐχεῖνον τὴν ὑπερίφανον ἀνελεῖν, αὑτὸς δώσει καὶ προσήκουσαν τὴν περὶ αὑτοῦ θέσθαι ἀπολογίαν, Οὐδὲν, ἔφη, βασιλεῦ, τοιοῦτον οὐδὲ ἐμοὶ, οὔτε ἄλλῳ Χριστιανῶν " συνεργὸς δέ μοι πρὸς τοῦτο τῶν ἀνθρώπὼν οὐδεὶς, ὅτι μὴ μόνος ὁ Δημητρίου Θεὸς, ὁ Θεὸς, βασιλεῦ, τῶν Χριστιανῶν.
Continue reading PG 116: Miracula →≣ entire volume
Page scan enlarged

Notebook

Full View