PG 118cumenius Bishop of Trikka
Another Argument to the Acts of the Apostles
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 31–32page 1 of 20
PG 118:31Χριστοῦ προῤῥήσεων, διὰ τοῦ βιβλίου τούτου φανε ροῦται ἡ διέξοδος. Τὸ γὰρ. «Μείζονα τούτων ποιήσε τε,» διὰ τῆς σκιᾶς τῶν ἀποστόλων θαυματουργούσης, καὶ τῶν σιμικινθίων καὶ τοῦ χρωτός, τὰ παράδοξα ἐνεργούντων, ἀπείληφε πέρας. Ωστε καλῶς ἔχει, τὸ μὲν Εὐαγγέλιον, Χριστοῦ πράξεις λέγειν, τὸ δὲ βιβλίον τῶν Πράξεων τὰς τοῦ ἁγίου Πνεύματος. Η ΤΩΝ ΕΠΙΣΤΟΛΩΝ ΥΠΘΕΣΙΣ ΔΙΑ ΙΑΜΒΩΝ. Ὁ Παῦλος ὁ ἄυλος ἐκ τῶν πραγμάτων, "Η γραμμάτων πέφηνε τῇ διαστάσει. Τὸ π γὰρ αἴρων, τοῦτο γνώσῃ ῥᾳδίως. Μάλιστα προσχών οἷς β:οὺς ἦν καὶ γράφων. Η Παῦλον αὐτὸν τοῦ Παρακλήτου λέγε. Αραν τὸ πρῶτον γράμμα, καὶ τόνον τέλει Ενθείς, διαγνῷς Πνεύματος τοῦτον. λύραν, ὡς ὄργανόν τε τῆς Θεοῦ μουσουργίας. Ως δάκτυλος γὰρ τοῦτον ἡ θεία χάρις Μερικροτοῦσα καὶ δονοῦσε τὴν κτίσιν, Ελκυσεν, εξήγειρε πρὸς εὐπιστίαν, Δι' ἧς τὸ σωσίκοσμον ἤχησε μέλος. Απολλον ἔῤῥε, καὶ συνεβρέτω τρίπους.. Ζήτω δὲ Παῦλος ἐκ πόλου λαλῶν τρίτου, θέλγων, συνέλκων πάντας εἰς τριττὸν σέβας. Επιστολῶν τούτου γὰρ ἂν δὶς ἑπτάδα Πιστῶς διέλθοις, ζῶντα καρδίας μέσον Τούτου διαγνῷς καὶ λαλοῦντα τὸν λόγον, Ὃς Χριστὸς ὁ ζῶν ἐστι τοῦ Πατρὸς Λόγος. Ακουε τοίνυν τῶν ἐπιστολῶν βάθη Υψη δὲ μᾶλλον συντομωτάτῳ λόγῳ. Επιστολὴν πρώτην δὲ πρὸς 'Ρώμην γράφει, Ως οἷα πρώτην Χριστὸν εἰσδεδεγμένην. Τῇ δευτέρα πλήττει δὲ τοὺς Κορινθίους, Ως πίστιν οὐ τηρούντας ηκριβωμένως. Πάλιν δὲ τούτοις τοὺς ὀνειδισμούς γράφει, Καὶ τὴν ἑαυτοῦ προστιθεὶς παρουσίαν. Τὴν δ' αὖ τετάρτην πρὸς Γαλάτας μὴ κόπους Δύνῷ παρασχεῖν ἐγχαράττει, πρὸς πλάνην Ιουδαϊστῶν, ἐκκυλισθέντας πάλιν. Πρὸς τοὺς Εφεσίους δὲ καὶ Ῥώμης, ένα Σκοπὸν τέθεικεν οἷα πιστοῖς ἐκ λόγων. Τοῦτον γὰρ ἦσαν οὐδαμῶς δεδορκότες Ἔκτην Φιλίππων τοῖς κατοίκοις ἐγγράφει, Ηλείους ἐπαίνους τῶν Κορινθίων πλέκων, Καύχημα τούτου καὶ στέφανον δεικνύων. Εἰς ἑβδόμην δὲ τοῖς Κολοσσαῖς μηνύει, Ως εὐσεβοῦσι πᾶσαν ἐκφεύγειν πλάνην. Καὶ νουθετεῖν ἔγραψεν 'Αρχίππῳ πλέον. Πρὸς Θετταλοὺς δὲ δὶς γράφων, εὐφημίας λόγους ἔγραψεν ὥς τι καὶ πεπονθότας Ἐκ συγγενῶν, καθώς περ ἐν Σιών τινες. Πάλιν δὲ τούτοις ἦν γράφων εὐθυμίας, Καὶ καρτερεῖν τε συμφορῶν ἀθυμίαις. Οἷς καὶ σοφῶς ἔλεξεν αἰῶνος τέλος. Εξῆς ἔγραψε τὴν πρὸς Εβραίους μίαν, Φαίνων άμειψιν πίστεως ἐκ τῶν λόγων, Φωνὰς προφητῶν πρόσθεσίν τε τῶν ὄχλων. Ἡ πρὸς Τιμόθεον δὲ πρώτη, τὸν τρόπον Αρχῆς διδάσκει καὶ τύπους Εκκλησίας. Τὴν τάξιν αὐτὴν καὶ διδάσκεσθαι πόθῳ. Αἰνεῖ δὲ τοῦτον ἡ δὶς ἔξ, καὶ δεικνύει Τὴν πίστιν ἐκ μάμμης τε καὶ μητρός φέρειν, Ψέγει δὲ λοιποὺς, οὐ τὸν Ονησιφόρον. Τιμοθέω δηλοῖ δὲ φεύγειν πᾶν ῥέον, Καὶ τὴν ἑαυτοῦ νῦν τελευτὴν μηνύει. Τὰς αἱρέσεις φῆναι δὲ καὶ μὴ θαυμάσειν Γράψας πρὸς αὐτὸν τοῦ πορευθῆναι τάχος. Τὸ σπένδομαι γὰρ δεῖγμα τρανὸν τοῦ τέλους. Ἐξῆς δὲ Τίτῳ κληρικών καταστάσεις. Καὶ θεσμὸν ἐκοίθησι τῆς ἐκκλησίας. Δέδεκτο καὶ Φιλήμων τὴν δὶς ἑπτάδα, Τὸν δοῦλον Ονήσιμον εἰς ἐλευθέρων Ἐλθόντα τάξιν καὶ μεμαρτυρηκότα, Σκελῶν τε θλάσιν ὡς κεκαρτερικότα Ῥώμης ἐπ' αὐτῆς ἐν χρόνοις τοῦ Τεοτύλου. Ἐν τοῖς χρόνοις δὲ Καίσαρος Τιβερίου, ἂν ἦν ἀριθμὸς ἑπτὰ σὺν δὲς ἐξάδι Παῦλος διδάσκειν ήρκτο τοῦ κηρύγματος, Ἕως Κλαυδίου τῶν χρόνων τρεῖς καὶ δέκα, Οθ᾽ ἡγεμὼν ἦν τῆς Ἰουδαίας Φήλιξ. Υφ᾽ οὗ καθείρχθη Παῦλος ἐν δυσὶ χρόνοις Ἐν Καισαρεία. Καὶ πάλιν τῷ Μορκίῳ. Φήστῳ παραστάς τοὺς ἐτασμούς ἦν φέρων. Καὶ μηχανᾶται τοῦτον ἐκπεφευγέναι, Ζητῶν ἀπελθεῖν ἔνθα Καῖσαρ τυγχάνει. Καὶ στέλλεται τάχιστα πρὸς Ρώμην πόλιν, ἂν ὁ βδελυκτὸς Καίσαρ ἐπρόβει Νέρων. Συνἦν δὲ Παύλῳ συγγραφεὺς τῶν Πράξεων Λουκᾶς, Αρίσταρχός τε συν προθυμία
col. 33–34page 2 of 20
PG 118:33Τούτου μέχρι γράφει δέ. Παῦλος γὰρ δύο Χρόνους καθεῖρατε καὶ πέπαυτο τοῦ γράφειν. Καὶ Λουκᾶς αὐτὸν ἐκλέλοιπεν αὐτίκα Σὺν Αριστάρχῳ, καὶ διήγεν, φεῦ, μόνος. Ἐξῆς γράφει Παύλου δὲ πᾶν ἀθλημάτων Ευσέβιος κάλλιστα και δρόμου χρόνου. Καὶ πῶς ἄδειαν ἐκ Νέρωνος ἦν ἔχων. Καὶ πῶς διδάσκων ἦν χρόνοις μέτρῳ δέκα. Εκστηθι τὴν Νέρωνος ὡμὴν καρδίαν. Ὅς οὐ μόνον δέδεικτο, φεύ, μητροκτόνος, 'Αλλ᾽ οὖν μανεὶς ἀνεῖλεν Οκταονίαν Τούτου βοηθόν, συγγενεῖς τε μυρίους, Ἔπειτα κ᾿ αὐτοὺς τοὺς μαθητὲς Κυρίου Ωμῶς ἀναιρεῖν ἦρκτο θηριωδία. Ο καὶ προσήχθη Παῦλος, ἦν δ᾽ ἔχων πάλιν Λουκὰν αὐτῷ, καὶ νενέκρωται ξίφεῖ, Ο ζῶν ἀεί τε καὶ λαλῶν καθημέραν. Νέρωνος ἦν δὲ τρεῖς τε καὶ δέκα χρόνος. Ἐκ τοῦ πάθους δὲ Κυρίου χρόνων δέκα Τριστουμένων ἦν ὁ δρόμος σὺν ἐξάδι. Η βίβλος αὐτὴ ταῦτα συμπεριγράφει. Τὴν Ἐκκάλυψιν τὴν Ἰωάννου δέχου, Τοῦ φῶς ἀπεστράψαντος ὡς βροντῆς γόνου. Ο μητροραίστης καὶ γένους ἀναιρέτης, Ὁ τοῦ Διὸς, φεῦ, τὸν τρόπον ὑπηρέτης, Νέρων ὁ δεινὸς καὶ κατεβδελυγμένος, Ωμῆς λεαίνης σκύμνος ἡγριωμένος Ψυχὴ Νέρωνος ή τυραννικωτάτη, Κεῖται νεκρὰ δύσφημος ήτιμωμένη Δεσμοῖς ἀφύκτοις εἰς ἀεὶ πεδουμένη. Εσφαξον, εἶχον άσχετον πάλαι πόθον, Οὓς πλάστα πάντων οὐχ ὅλη χωρεῖ κτίσις, Λόγους χαράξαι σῶν μαθητῶν καὶ φίλων Ἐν παγκάλῳ δὴ καὶ διαυγεῖ πτυκτίῳ, Ἔχειν τε τούτους φῶς, πνοήν. βίου κλέος. Έληξα τοῦ πόθου δὲ νῦν κατ' ἀξίαν, Εκτοσθεν, ἐντὸς, πανταχού καλλωπίσας. Καὶ τοῦτο προστέθεικα τῇ τεχνουργία. Ως βήττα γάρ τις πάντας εὕροι τοὺς τόπους, Κτείνας σύνεινον, εἶτα Χριστοῦ ποιμένος Τὸν ἂρνα Παῦλον γῆς ὅλης τὸν ποιμένα, Νῦν ἐστὶ βρῶμα τοῦ κυνὸς τοῦ Κερβέρου. Παῦλος τρυφᾷ, τρυφῇ δὲ τῆς ζωηφόρου, Φῶς τριττὸν ἁπλοῦν ὡς ὁρῶν θεαρχίας, *Επαθλον εὑρὼν τὴν ἄνω σκηπτουχίαν. Εἰς τὸν ἅγιον Παῦλον. Αἰωνίᾳ μάστιγι συντηρουμένη. Παῦλος δὲ καὶ ζῇ καὶ λαλεῖ καθημέραν, Τὸ τοῦ Θεοῦ πρόσωπον ἐμφανώς βλέπων. Εφ᾽ οἷς μετελθεῖν βούλεται πόνου δίχα, Ὡς εὐθείᾳ πρὶν στάθμῃ προσχὼν ἐμπείρως Τοῖς ἐν πίνακι προσφυώς γεγραμμένοις ᾿Αλλ᾽, ὦ βλύσας ἄβυσσον ἐνθέων λόγων, ὡς ἐκ κρήνης ρεύσεσαν σῶν μυστῶν γλώττης Ψυχὴν ἐμὴν ἄνικμον ἐν καιρῷ δίκης Είης ποτίζω, καινὸν ἄμβροτον πόμα, Ο τοὺς μαθητάς εἶπας ἐκπίνειν τότε. Μονόστιχα εἰς ἕκαστον τῶν συγγραμμάτων τῶν ἐν ταύτῃ τῇ βίβλῳ περιεχομένων. Τῶν Πράξεων ἡ βίβλος ἂς Λουκᾶς γράφει Πιστοῖς Ἑβραίων ἐξ Ιακώβου λόγοι. Πιστοῖς ὁ Πέτρος πρῶτα συντάττειν τάδε. Χριστωνυμοῦσι δεύτεροι Πέτρου λόγοι. Ἤχημα πρῶτον ἐνθέου βροντῆς γόνου. Σύνταγμα τοῦτο δεύτερον τοῦ παρθένου. Επιστολῆς φῶς τῆς τρίτης Ιωάννου. Κλητοῖς ἄπασι ταῦτα μύστης 'ιούδας. Οπερ πέπομφε Παῦλος ἐν Ῥώμῃ λόγον. Πρῶτον σταλέντες ἐν Κορινθίοις λόγοι. Τοῖς ἐν Κορίνθῳ δευτέρα γραφή Παύλου. Ο πρὸς Γαλάτας εὐσεβὴς Παύλου λόγος. Ο Επιστολὴ γραφεῖσα τοῖς Ἐφεσίοις. Ἐπιστολὴ γραφεῖσα Φιλιππησίοις. Κολοσσαεῦσιν ἔνθεος γραφὴ Παύλου. Τὰ βετταλοῖς γραφέντα τὸ πρῶτον Παύλου. Τὰ δεύτερον γραφέντα Θετταλοῖς Παύλου. Τῷ Τιμοθέῳ Παῦλος ἄ πρῶτον γράφει. Πρὸς Τιμόθεον δευτέρα γραφὴ Παύλου. Ἐπιστολὴ γραφεῖτα τῷ Τίτῳ Παύλου. Φιλήμονι γραφείσα ῥῆτις ἐκ Παύλου. Τοῖς εὐσεβοῦσι Παύλος Εβραίοις τάδε. Ἰωάννου μύησις ἡ κεκρυμμένη. Ο ΤΗΝ ΒΙΒΛΟΝ ΕΠΑΝΟΡΘΩΣΑΣ ΤΟΙΣ ΑΝΑΓΙΝΩΣΚΟΥΣΙ Ίστεον, ὦ ἀναγινώσκοντες, ὅτι ἐν ταύτῃ τῇ βίβλῳ μοῦ τοὺς Ῥωμαίους ἰδόντες τὴν αὐτὴν τῇ προειρη οὐχὶ τὴν αὐτὴν τάξιν εὑρήσετε τῶν τοῦ ἁγίου Παύ λου Ἐπιστολῶν, ἣν καὶ οἱ προγεγραμμένοι στίχοι σημαίνουσι, καὶ τὸ ἀντίγραφον περιεῖλεν, ἐξ οὐ πάντα ταυτί τὰ ἐντυπωθέντα ἐλήφθησαν. Αλλ' ἐλήφθησαν. Αλλ' ἡμεῖς γὰς ἑτέρος δυσὶν ἀντιγράφοις οὐχ ήττον ἐκείνου τῇ τε παλαιότητι καὶ τῇ ὀρθογραφία προϋ χουσι καὶ τιμίοις ἀκολουθήσαντες, ἔτι δὲ καὶ μηδα μένη τηρήσαντας σύνταξιν, ταύτην μάλιστα προειλόμεθα, καὶ τῆς νῦν ἐκδόσεως ἠξιώσαμεν. Ἐκεῖ μὲν γὰρ τὴν πρὸς Εβραίους ἐπιστολὴν πρὸ τῶν δύο των πρὸς Τιμόθεον καὶ τῶν ἐφεξῆς τεταγμένην δωρῶμεν, ὥστε τὴν πρὸς Φιλήμονα τελευταίαν καθίστασθαι, Ενταῦθα δὲ τὴν αὐτὴν πρὸς Ἑβραίους ἐσχάτην πάντων γεγραμμένην ἐφυλάξαμεν. Εῤξωσθε.
col. 35–36page 3 of 20
PG 118:35ΚΕΦΑΛΑΙΑ ΤΩΝ ΠΡΑΞΕΩΝ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ. α. Περὶ τῆς ἐξαναστάσεως διδασκαλίας Χρι στοῦ, καὶ ὀπτασίας πρὸς τοὺς μαθητάς, καὶ περὶ ἐπαγγελίας τῆς τοῦ ἁγίου Ηνεύματος δωρεᾶς, θέας τε καὶ τρόπου τῆς ἀναλήψεως τοῦ Χριστοῦ, καὶ περὶ τῆς ἐνδόξου καὶ δευ τέρας αὐτοῦ παρουσίας. β'. Πέτρου διάλογος πρὸς τοὺς μαθητευθέντας περὶ θανάτου καὶ ἀποστολῆς Ιούδα τοῦ προ δότου· ἐν ᾧ περὶ ἀντεισαγωγής Ματθίου κληρωθέντος χάριτι Θεοῦ διὰ προσευχῆς. γ. Περὶ θείας τοῦ ἁγίου Ηνεύματος ἐπιφοιτήσεως ἐν ἡμέρᾳ Πεντηκοστής γενομένης εἰς τοὺς πιστεύσαντας, ἐν ᾧ Πέτρου κατήχησις περὶ τούτου ἐκ τῶν προφητῶν, περὶ πάθους καὶ ἀναστάσεως καὶ ἀναλήψεως Χριστοῦ, δωρεάς τε τοῦ ἁγίου Ηνεύματος· περὶ πίσ στεως τῶν παρόντων, καὶ τῆς διὰ τοῦ βα πτίσματος αὐτῶν σωτηρίας, περὶ ὁμονοίας κοινωφελούς, καὶ προσθήκης τῶν πιστευόν των. δ'. Περὶ τῆς ἐν Χριστῷ θεραπείας τοῦ ἐκ γενε τῆς χωλοῦ, Πέτρου τε κατηχήσεως ἐκλεκτῆς, συμπαθητικής, συμβουλευτικῆς πρὸς σωτη ρίαν αὐτῶν. Ἐν ᾧ ἐπιστασίᾳ τῶν ἀρχιερέων ξήλῳ τοῦ γεγονότος, καὶ κρίσις τοῦ θαύμα της. ε. Περὶ ἀπίστων ἀρχιερέων προσταττόντων, ὡς οὐ δεῖ παρρησιάζεσθαι ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ, καὶ ἀνανεώσεως τῶν ἀποστόλων εὐχαριστία ἀπὸ τῆς Ἐκκλησίας ὑπὲρ τῆς τῶν ἀποστόλων πιστῆς καρτερίας· περὶ ὁμο ψύχου καὶ καθολικῆς κοινωνίας τῶν πιστευσάντων. Ἐν ᾧ περὶ ᾿Ανανίου καὶ Σαπφείρας, καὶ πικρᾶς αὐτῶν τελευτῆς. ς. Ἔτι τοὺς ἀποστόλους ἐμβληθέντας τῷ δε σμωτηρίῳ, ἀγγελος Θεοῦ νύκτωρ ἐξέωσεν, ἐπιτρέψας ἀκωλύτως κηρύσσειν τὸν Ἰησοῦν, ἐν ᾧ ὅτι τῇ ἐξῆς αὐτοὺς οἱ ἀρχιερεῖς πάλιν συλλαβόμενοι, ἐφ᾽ ᾧ μηκέτι διδάσκειν, μα στίξαντες ἀπέλυσαν. Γαμαλιήλ γνώμη πιστή περὶ τῶν ἀποστόλων μετὰ παραδειγμάτων τινῶν καὶ ἀποδείξεων. Γ' Περὶ χειροτονίας τῶν ἑπτὰ διακόνων. η'. Ἰουδαίων ἐπανάστασις καὶ συκοφαντία περι Στεφάνου, αὐτοῦ τε δημηγορία περὶ τῆς πρὸς 'Αβραὰμ διαθήκης τοῦ Θεοῦ, καὶ περὶ
col. 37–38page 4 of 20
PG 118:37τῶν δώδεκα πατριαρχών· ἐν ᾧ περὶ τῆς λι μοῦ καὶ πυρωνίας αναγνωρισμοῦ τῶν υἱῶν Ἰακώβ, καὶ περὶ τῆς γενέσεως Μωυσέως, καὶ τῆς πρὸς αὐτὸν αὐτὸν γενομένης θεοφανείας ἐν ὄρει Σινά, περὶ τῆς ἐξόδου και μοσχοποιίας τοῦ Ἰσραὴλ ἄχρι χρόνων Σολομῶντος καὶ τῆς τοῦ ναοῦ κατασκευῆς. Ὁμολογία τῆς υπερουρανίου δόξης Ἰησοῦ Χριστοῦ ἀποκαλυφθείσης Στεφάνῳ, ἐφ' ᾗ λιθόλευτος γε γονώς, ὁ αὐτὸς Στέφανος, εὐσεβῶς έχοι μήθη. Θ΄. Περὶ διωγμοῦ τῆς Ἐκκλησίας καὶ ταφῆς Στε φάνου, ἐν ᾧ περὶ Φιλίππου τοῦ ἀποστόλου πολλοὺς ἰασαμένου ἐπὶ τῆς Σαμαρείας. ι. Περὶ Σίμωνος τοῦ Μάγου πιστεύσαντος καὶ βαπτισθέντος σὺν ἑτέροις πλείοσιν· ἐν ᾧ περὶ τῆς Πέτρου καὶ Ἰωάννου πρὸς αὐτοὺς ἀποστολῆς, καὶ ἐπίκλησις τοῦ ἁγίου Πνεύ μπτος ἐπὶ τοὺς βαπτισθέντας. ια. Ὅτι οὐκ ἀργυρίου οὐδὲ ὑποκριταῖς, ἀλλὰ ἁγίοις διὰ πίστεως ἡ μετοχὴ τοῦ ἁγίου Πνεύ ματος δίδοται· ἐν ᾧ τὰ περὶ ὑποκρίσεως καὶ ἐπιπλήξεως Σίμωνος. ιβ. Ὅτι τοῖς ἀγαθοῖς καὶ πιστοῖς εὐοδοῖ τὴν σω τηρίαν ὁ Θεὸς, δῆμον ἐκ τῆς κατὰ τὸν εὐνοῦχον ὑποθέσεως. ιγ. Περὶ τῆς οὐρανόθεν θείας κλήσεως Παυλου εἰς ἀποστολὴν Χριστοῦ. Ἐν ᾧ περὶ ἰάσεως καὶ βαπτίσματος Παύλου διὰ ᾿Ανανίου κατὰ ἀποκάλυψιν Θεοῦ, παῤῥησίας τε αὐτοῦ συν τυχίας τῆς διὰ Βαρνάβα πρὸς τοὺς ἀποστόλους. ιδ. Περὶ Αἰνέα παραλυτικοῦ ταθέντος ἐν Λύδδῃ διὰ Πέτρου ἐν ᾧ τὰ περὶ Ταβηθὰ τῆς φιλο χήρου, έγειρεν ἐκ νεκρῶν ὁ Πέτρος διὰ προσευχῆς ἐν Ἰώππῃ. ιε'. Περὶ Κορνηλίου, ὅσα τε πρὸς αὐτὸν ὁ ἄγγε λος εἶπε, καὶ ὅσα πάλιν Πέτρῳ οὐρανόθεν περὶ κλήσεως ἐθνῶν ἐξεθη. Ἐν ᾧ ὅτι μετα σταλεὶς ὁ Πέτρος ἦλθη προς Κορνήλιον. ἐπανάληψις παρὰ τοῦ Κορνηλίου, ὧν ὁ ἄγγελος ἐπεμαρτύρησε καὶ ὑφηγήσατο αὐτῷ Κοργη λίῳ. Πέτρου κατήχησις εἰς Χριστὸν τοῦ τε ἁγίου Πνεύματος ἐπὶ τοὺς ἀκούοντας δω ρεά· καὶ ὅπως ἐβαπτίσθησαν οἱ ἐξ ἐθνῶν πιστεύσαντες. ις. Ως Πέτρος τὰ καθεξῆς καὶ τὰ ἕκαστα των γεγονότων διηγεῖται τοῖς ἀποστόλοις διακριθεῖσι πρὸς αὐτὸν τὸ τηνίκαδε τὸν Βαρνά σαν εκπέμψασι πρὸς τοὺς ἐν Ἀντιοχεία ἀδελφούς. ις, Προφητεία Αγάβου περί λιμοῦ οἰκουμενικοῦ, καὶ καρποφορία πρὸς τοὺς ἐν ᾿Αντιοχείᾳ ἀδελ φούς. ιη'. Ἰακώβου τοῦ ἀποστόλου κατασφαγή, ἐν ᾧ Ηρώδου· όπως τε Πέτρου σύλληψις προς αὐτὸν ὁ ἄγγελος θείῳ κελεύσματι ἐξείλετο τῶν δεσμῶν. Καὶ ὁ Πέτρος ἐμφανής γενόμε
col. 39–40page 5 of 20
PG 118:39νος νύκτωρ τοῖς ἀδελφοῖς ὑπανεχώρησεν. ἐν ᾧ περὶ τῆς φυλάκων κολάσεως. Καὶ μετέπειτα περὶ τῆς τοῦ ἀσεβοῦς Ηρώδου πικρᾶς τε καὶ ὀλεθρίου καταστροφής. ιθ'. ᾿Αποστολή Βαρνάβα και Παύλου πρὸς τοῦ θείου Πνεύματος εἰς Κύπρον, ὅσα τε εἰργάσαντο ἐν ὀνόματι Χριστοῦ εἰς Ελύμαν τὸν μάγον. κ. Παύλου εὐθαλής διδασκαλία εἰς Χριστὸν ἔκ τε τοῦ νόμου καὶ καθεξῆς τῶν προφητῶν, ἱστορικὴ καὶ εὐαγγελική, ἐν ᾧ ἐκλεκτικὴ καὶ συλλογιστική. Περὶ μεταθέσεως τοῦ κηρύ γματος εἰς τὰ ἔθνη, διωγμοῦ τε αὐτῶν ἐκεῖ, καὶ ἀφίξεως εἰς Ικόνιον. καὶ. Ὅπως ἐν Ἰκονίῳ κηρύξαντες τὸν Χριστὸν, πολλῶν Το πιστευσάντων εδιώχθησαν ἀπόστολοι κβ'. Περὶ τοῦ ἐν Δύστροις ἐκ γενετής χωλού ἰαθέντος διὰ τῶν ἀποστόλων· δι' όπερ εἶνα τε θεοί, καὶ μανῆναι τοῖς ἐγχωρίοις ἔδοξαν. Ενθα δὴ καὶ μετέπειτα λιθάζεται ὁ Παῦλος παρὰ τῶν ἀστυγειτόνων Ἰουδαίων. κγ'. Ὅτι οὐ περιτέμνεσθαι τοὺς ἐξ ἐθνῶν πιο στεύσαντας, δόγματι καὶ κρίσει τῶν ἀπο στόλων· ἐν ᾧ Ἐπιστολὴ Ἐπιστολὴ τῶν ἀποστόλων πρὸς τοὺς ἐξ ἐθνῶν περὶ ὧν ὧν φυλακτέον. Αντίρρησις Παύλου πρὸς Βαρνάβαν διὰ Μάρκον. κδ. Περὶ κατηχήσεως Τιμοθέου, καὶ τῆς κατὰ ἀποκάλυψιν ἀφίξεως Παύλου εἰς Μακεδονίαν, ἐν ᾧ περὶ πίστεως καὶ σωτηρίας τινὸςγυναικός Λυδίας· περὶ ιάσεως τῆς πνεῦμα πύθωνος ἐχούσης παιδίσκης, δι᾿ ἣν τὸν Παῦ λον καθείρξαν οἱ δεσπόται. Περὶ τοῦ συμβάνο τος ἐκεῖ σεισμοῦ καὶ θαύματος, καὶ ὅπως πιο στεύσας ὁ ε!ρκοτοφύλαξ ἐν αὐτῇ τῇ νυκτὶ ἐβαπτίσθη παραχρῆμα Πανέστιος, ὅτι, παρ ρακληθέντες ἐξῆλθον ἐκ τοῦ δεσμωτηρίου τότε οἱ ἀπόστολοι. κε'. Περὶ στάσεως γενομένης ἐν Θεσσαλονίκη κηρύγματος ένεκεν, φυγῆς τε Πούλου εἰς Βέροιαν, κἀκεῖθεν εἰς ᾿Αθήνας. κς'. Περὶ τῆς ἐν ᾿Αθήναις ἐπιβωμίου γραφής, φιο λοσόφου τε κηρύγματος καὶ εὐσεβείας Μαύ λου. κι'. Περί Ακύλα καὶ Πρισκίλλης, καὶ τῆς Κορινθίων ἀπειθείας, τῆς τε κατὰ πρόγνωσιν ἐπ' αὐτοὺς εὐδοκίας τοῦ Θεοῦ ἀποκαλυφθείσης Παύλῳ ἐν ᾧ περὶ Κρίσπου αρχισυναγώγου πιστεύσαντος σὺν ἑτέροις τισὶ καὶ βαπτισ σθέντος, ὅτι στάσεως κινηθείσης ἐν Κορίνα θῳ, ὁ Παῦλος ὑπανεχώρησεν, ἐλθών τε εἰς Εφεσον καὶ διαλεχθεὶς ἐξῆλθε· περὶ ᾿Απολο λὼ ἀνδρὸς λογίου τε καὶ πιστοῦ. κη'. Περί βαπτίσματος καὶ τῆς τοῦ ἁγίου Πνεύ ματος δωρεάς δοθείσης διὰ προσευχῆς Ηαύ λου τοῖς ἐν Ἐφέσῳ πιστεύσασι, καὶ περὶ Τάσεως τοῦ λαοῦ· ἐν ᾧ περὶ τῶν υἱῶν Σκευά, καὶ ὅτι οὐ δεῖ προσχωρεῖν ἀπίστοις καὶ ἀν
col. 41–42page 6 of 20
PG 118:41αξίοις τῆς πίστεως γενομένοις. Καὶ περὶ ἐξομολογήσεως τῶν πιστευόντων· περὶ τῆς ἐν Ἐφέσῳ κινηθείσης στάσεως ὑπὸ Δημη τρίου τοῦ ἀργυροκόπου κατὰ των ἀποστόλων. κι'· Περίοδος Παύλου, ἐν ᾗ τὰ περὶ θανάτου καὶ ἀνακλήσεως Εὐτύχου διὰ προσευχῆς ἐν Τρῳάδι. Παραίνεσίς τε αὐτοῦ ποιμαντικὴ πρὸς τοὺς ἐν Ἐφέσῳ πρεσβυτέρους· ἐν ᾧ παράπλους Παύλου ἀπὸ Ἐφέσου ἄχρι και σαρείας τῆς Παλαιστίνης. λ. Αγάβου προφητεία περὶ τῶν συμβησομένων τῷ Παύλῳ ἐν Ἱερουσαλήμ. λα΄. Παραίνεσις Ἰακώβου πρὸς Παῦλον περὶ τοῦ μὴ δοκεῖν Εβραίους περιτέμνεσθαι. τε λβ'. Περὶ τῆς ἐν Ἱερουσαλὴμ κατὰ τοῦ Παύλου κινηθείσης ἀταξίας, ὅπως αὐτὸν ὁ χιο λίαρχος τοῦ πλήθους ἐξαιρεῖται, ἐν ᾧ Παύ λου κατάστασις περὶ ἑαυτοῦ καὶ τῆς εἰς ἀποστολὴν αὐτοῦ κλήσεως. Περὶ ὧν ὁ ᾿Ανανίας εἶπε πρὸς τὸν Παῦλον ἐν Δαμασκώ, ὀπτασίας τε καὶ φωνῆς Θεοῦ γενομένης ποτέ πρὸς αὐτὸν ἐν τῷ ἱερῷ· ὅτι μέλλων ἐπὶ τού τοις ὁ Παῦλος τύπτεσθαι, εἰπὼν ὅτι 'Ρωμαῖός εἰμι, ἀνέθη. λγ'. Οσα ὁ Παῦλος καταβὰς εἰς τὸ συνέδριον ἔπαθέ τε καὶ εἶπε· καὶ εὐθυβόλως ἔπραξε. λδ'. Περὶ ἐπιβουλῆς μελετωμένης ὑπὸ Ἰουδαίων κατα Παύλου, και μηνύσεως αὐτῆς πρὸς Λυσίαν. Εν ᾧ ὅτι παρεπέμφθη ὁ Παῦλος τῷ ἡγεμόνι εἰς Καισαρειαν μετὰ στρατιωτῶν καὶ γραμμάτων. λε. Τερτυλλου περὶ Παύλου κατηγορία, καὶ αὐ τοῦ ἀπολογία ἐπὶ τοῦ ἡγεμόνος. λς. Περὶ τῆς Φήλικος διαδοχῆς, καὶ τῆς Φήστου προαγωγῆς, τῆς τε ἐπ' αὐτοῦ ἀνακρίσεως Παύλου καὶ ἐφέσεως. λζ. Αγρίππα και βερνίκης παρουσία, καὶ πεύσεις τῶν κατὰ Παύλον· ἐν ᾧ Παύλου ἀπολογία ἐπ' αὐτῶν περὶ τῆς ἐννόμου θρησκείας αὐτ τοῦ καὶ κλήσεως εἰς τὸ Εὐαγγέλιον· ὡς οὐ δὲν ἀδικεῖ Ἰουδαίους ὁ Παῦλος, Αγρίππας ἔφη τῷ Φήστῳ. λη. Πλούς Παύλου ἐπὶ Ρώμην, κινδύνων τε πλείστων καὶ μεγίστων ἔμπλεως· ἐν ᾧ παρ αίνεσις Παύλου πρὸς τοὺς σὺν αὐτῷ περὶ ἐλπίδος σωτηρίας. Ναυάγιον Παύλου, όπως τε διεσώθησαν εἰς Μελίτην τὴν νῆσον, καὶ ὅσα ἐν αὐτῇ ὁ Παῦλος ἐθαυματούργησεν. λθ'. Ὅπως ἀπὸ Μελίτης, εἰς Ρώμην κατήντησεν ὁ Παῦλος. μ΄. Περὶ διαλέξεως Παύλου τῆς πρὸς τοὺς ἐν Ῥώμη Ἰουδαίους. Εἰσὶ τὰ μὲν αὐτοτελή πεφάκαια μ' Τὰ δὲ τούτοις υποκείμενα μζ.
col. 43–44page 7 of 20
Caput Primum
PG 118:43ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΑΛΑΙ ΑΓΙΩΝ ΑΝΔΡΩΝ ΥΠΟ ΑΝΩΝΥΜΟΥ ΗΚΑΙΥΠΟ ΟΙΚΟΥΜΕΝΙΟΥ Ἐκ διαφόρων ὑπομνημάτων συλλεχθεῖσά τε καὶ ἀκριβωθεῖσα εἰς συνοψιν, εἰς τὰς Πράξεις τῶν ᾿Αποστόλων. ΚΕΦΑΛ. Δ'. Περὶ τῆς ἐξ ἀναστάσεως διδασκαλίας Χριστοῦ καὶ ὀπτασίας πρὸς τοὺς μαθητάς· καὶ περὶ ἐπαγ γελίας τῆς τοῦ ἁγίου Ηνεύματος δωρεάς, θέας τε καὶ τρόπου τῆς ἀναλήψεως τοῦ Χριστοῦ, καὶ περὶ τῆς ἐνδόξου καὶ δευτέρας αὐτοῦ παρ ουσίας «Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντ «των, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοτος ποιεῖν τε καὶ «διδάσκειν, ἄχρι ἧς ἡμέρας, ἐντειλάμενος τοῖς ἀπο «στόλοις διὰ Πνεύμανος ἁγίου, οὓς ἐξελέξατο, ἀνε «λήφθη. «» Λόγον» εἶπε «πρῶτον,» οὐκ Εὐαγγέλιον, καὶ τοι 2: Παύλου Εὐαγγέλιον τὸν ἑαυτοῦ καλοῦντος, ἡνίκα φά «» σκει, «Κατὰ τὸ Εὐαγγέλιον μου.» Το κομπῶδες γὰρ πανταχοῦ φεύγουσιν. ὡς καὶ ὁ Ματθαῖος, ο Βίβλος, φάσκων, γενέσεως. Εἰ δὲ ὁ Μάρκος, ᾿Αρχή, φη σι, τοῦ Εὐαγγελίου Ἰησοῦ Χριστοῦ, ἀλλ' οὐ τήν ἑαυτοῦ συγγραφὴν καλεῖ Εὐαγγέλιον, ἀλλὰ τὸ τοῦ Χριστοῦ κήρυγμα. ᾿Αρχὴ γὰρ τοῦ κηρύγματος τοῦ Χριστοῦ ἡ ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου πρόοδος. Τῆς δὲ τοῦ κατὰ Χριστὸν μυστηρίου ἀποκαλύψεως, καὶ τῆς ἐναθρωπήσεως αὐτοῦ ἀρχὴ, ἡ ἐκ παρθένου γεννησις, καὶ ὅσα ἐπὶ τούτοις. Ητινι καὶ ἀρχῇ ἐχρήσατο τῶν οἰκείων συγγραφῶν Ματθαῖος, καὶ αὐτὸς ὁ Λουκᾶς οὗτος· ἃ καὶ Εὐαγγέλια οἱ πιστοὶ μετὰ ταῦτα ἐδικαίωσαν καλεῖν, ὡς τὸ ὄντως Εὐαγ γέλιον, τουτέστι, τήν τοῦ Χριστοῦ διδασκαλίαν πε «» * ριέχοντα. Τῷ δὲ, «περὶ πάντων,» εἰπεῖν, δοκεῖ ἐναν τιοῦσθαι τῷ εὐαγγελιστῇ Ἰωάννη· εἶχε ὁ μέν φησιν οὐκ εἶναι δυνατὸν ταῦτα γράψαι· μηδὲ γὰρ χωρῆσαι τὰ γραφόμενα βιβλία τὸν κόσμον· ὁ δὲ περὶ πάντων & φησὶ τὸν λόγον πεποιῆσθαι απ' αρχής μέχρι τῆς ἀναλή όπως. Τί οὖν φαμεν Ὅτι περὶ παντων οὗτός φησι Β.
col. 45–46page 8 of 20
PG 118:45τῶν συνεχόντων καὶ κατεπειγόντων μηδὲν παραλιπεῖν, ἐξν ὧν ἡ τοῦ κηρύγματος θειότης καὶ ἀλήθεια καταλαμβάνεται. Καὶ γὰρ αὐτὸς ὁ Ἰωάνης περὶ πάνω των τούτων διέλαβεν. Οὐ γὰρ ἐνέλιπόν τι δι' ὧν ἥ τε κατά σάρκα τοῦ Λόγου οικονομία πιστεύεται τε καὶ ἐπιγινώσκεται, καὶ ἡ κατὰ τὴν θειότητα αὐτοῦ μεγαλειότης διαλάμπει τε καὶ ἐμφανίζεται. «" Θεό φιλε.» Ἡγεμὼν ἦν ουτος ὁ Θεόφιλος. Μὴ θαυμάσης δὲ εἰ ἕνεκεν ἀνδρὸς ἑνὸς τοσαύτην φροντίδα κατελάβετο, ὡς δύο αὐτῷ γράψαι πραγματείας ὁλοκλήρους. Καὶ γὰρ φύλαξ ἦν τῆς Δεσποτικῆς φωνῆς τῆς λεγούσης· «Οὐκ ἔστι θέλημα τοῦ Πατρός μου, ἵνα ἀπό ληται εἷς τῶν μικρῶν τούτων.» - «Ποιεῖν τε καὶ διδά σκειν·» τὸν παθόντα λέγει καὶ τὰ θαύματα πεποιηκέναι. Η ὅτι δι' ὧν ἔπραττε παρήνει, «"Αχρι ς ἡμέρας.» Τὸ ἑξῆς· Αχρι ἧς ἡμέρας ἀνελήφθη. Τὰ δὲ λοιπά, διὰ μέσου. Τὸ δὲ, «Εντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος ἁγίου,» ἢ ὅτι πνευματικά τὰ ἐντάλματα δηλοῖ, οὐδὲν κοσμικὸν ἐπιφαίνοντα· ή ἵνα καὶ τὸ Πνεῦμα σύμφυτον ἑαυτῷ παραδείξῃ, ὡς οὐδὲν ἄν ὑπὸ Θεοῦ τελεῖται ἐλλείπον ἔχοντι τῆς ἁγια στικῆς ὑποστάσεως. Τί δὲ τὰ ἐντάλματα; «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αυ τοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» «Ανελήφθη» δὲ εἶπεν, οὐκ, ᾿Ανέβη· ἔτι γὰρ ὡς περὶ ἀνθρώπου διαλέγεται. Οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παι «θεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις.» «᾿Ανελήφθη» εἰπὼν, ἵνα μή τις νομίσῃ ἑτέρου δυνάμει τοῦτο γενέσθαι, ἐπήνεγκεν εὐθὺς καὶ τὸ, ἀπὸ τῆς οἰκείας αὐθεντίας. • Οἷς καὶ παρέστησεν εαυ τὸν ζῶντα.» Τὸν αὐτὸν δὲ δεικνὺς καὶ πεπονθότα και ἀναστάντα, συνῆψε τῷ λόγῳ· «Μετὰ τὸ παθεῖν αὐτ τόν.» «Δι' ἡμερῶν» δὲ εἶπε «τεσσαράκοντα,» Οὐκ, Εν ἡμέραις· οὐ γὰρ συνεχῆ τὴν μετ' αὐτῶν διατριβὴν ἐποιεῖτο, ὡς καὶ πρὸ τοῦ πάθους, ἀλλὰ διεσταλμένως, ἅμα μὲν καὶ ποθεινοτέραν αὐτοῖς τὴν ἑαυτοῦ ἐμφάνειαν παρασκευάζων, ἅμα δὲ καὶ τὸ ὑψηλότερον καὶ θεοπρεπὲς αὐτοῦ ἐμφανίζων. «Οπτανόμενος αὐτοῖς.» Τίνος ένεκεν οὐ πᾶσιν, ἀλλὰ τοῖς ἀποστόλοις ἐφά νη; Ὅτι φάντασμα ἔδοξεν ἂν τοῖς πολλοῖς. οὐκ εἰ δόσι τὸ ἀπόρρητον τοῦ μυστηρίου. Εἲ γὰρ καὶ αὐτοὶ οἱ μαθηταὶ ἠπίστουν τὴν ἀρχὴν καὶ ἐθορυβοῦντο, τί τοὺς πολλοὺς εἰκὸς ἦν παθεῖν; Διά τοι τοῦτο ἐκ τῶν σημείων ὧν ἔλαβον χάριν ποιεῖν οἱ ἀπόστολοι, ἀναμε φίβολον ποιεῖ τῆς ἀναστάσεως τὴν ἀπόδειξιν καὶ κοι νήν· ὥστε μὴ τοῖς τότε μόνον, ὅπερ ἐκ τῆς ὄψεως ἔμελλε γίνεσθαι, ἀλλὰ καὶ πᾶσι τοῖς μετὰ ταῦτα φανερὰν γενέσθαι τὴν ἀνάστασιν. Καὶ λόγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ,»
col. 47–48page 9 of 20
PG 118:47συναλίζων, ἀλῶν, από Εντεῦθεν μανθάνομεν. ὡς καὶ μετὰ τὴν ἀνάστασιν ἐδίδασκε τοὺς μαθητάς. «Καὶ συναλιζόμενος.» Συνεσθίων καὶ πίνων. Τουτέστι κοινωνῶν ἀλῶν, κοινωνῶν τραπέζης. Παρήγγειλεν αὐτοῖς, ἀπὸ Ἱεροσολύμων μή χωρί α ζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πα τρός.» ᾿Απὸ Ἱεροσολύμων μὴ ἀφίστασθαι παρηγγύα, βουλόμενος τῇ προσεδρία βεβαιότερον τὸν τῆς ἀνα στάσεως αὐτοῖς καταστήσασθαι λόγον, διὰ τῶν θαυ μάτων, ἅ δι' ἐπικλήσεως ἐγίνετο τοῦ σταυρωθέντος, διὰ τῶν θλίψεων ὧν ἔπασχον μὲν ὑπὸ τῶν Ἰουδαίων οὐκ ἀφίσταντο δὲ τῆς τοῦ σταυρωθέντος καὶ ἀνα στάντος φιλίας, ἀλλ' ὑπεραπέθνησκον τούτου. Εἰ δὲ εὐθὺς ἐχωρίσθησαν Ἱεροσολύμων, καὶ τούτων οὐδὲν ἐπηκολούθησεν, υποπτος ἂν ἡ ἀνάστασις ὑπῆρξεν. "Αλλως τε καὶ πολλοὶ ἦσαν οἱ μέλλοντες πιστεύειν αὐτόθι. "Αμα δὲ καὶ ἔδει περιμένειν αὐτοὺς, ἵνα μή τινες λέγωσιν, ὅτι τοὺς γνωρίμους ἀφέντες, παρὰ τοῖς ξένοις ἦλθον κομπάσαι. "Αμα δὲ καὶ μή πω τῇ τοῦ Πνεύματος θωρακισθέντες δυνάμει, ἄχρηστοι και θίσταντο ἂν πρὸς τὰ τῶν ἀντιπάλων συμπλοκάς. «Τὴν ἐπαγγελίαν τοῦ Πατρός.» Καὶ ποῦ τοῦτο ὁ Πατὴρ ἐπηγγείλατο; Φαμὲν οὖν, ὅτι ἤτοι ἐλλειπτικῶς τῆς, ἀπὸ, προθέσεως δεῖ τὸ ῥητὸν ἐκλαμβάνειν, ἵνα ᾖ, περιμένειν ἀπὸ τοῦ Ηα τρὸς τὴν ἐπαγγελίαν, ἣν ὑμῖν ἐποιησάμην τοῦ ἁγίου Πνεύματος, ἢ καὶ ὅτι, ὡς αὐτός φησιν· παρὰ τοῦ Πατρὸς ἀκήκοα, ταῦτα ἀπαγγέλλω ὑμῖν· καὶ ἡ τοῦ ἁγίου Πνεύματος ἐπαγγελία, εἰ καὶ δι' αὐτοῦ γέ γονεν, ἀλλὰ καὶ παρὰ τοῦ Πατρὸς ὑπῆρξεν. Εἰ δὲ καὶ παρ' αὐτοῦ ζητεῖς τοῦ Πνεύματος, ὁ Ἰωὴλ ἐχέγο γυος πιστώσασθαι τὸν λόγον, «Εκχεῶ, φάσκων, ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα.» «Ἡν ἡκούσατέ μου.» Πότε δὲ ἤκουσαν; Ὅτε ἔλεγε «Συμφέρει ὑμῖν ένα ἐγὼ ἀπέλθω, ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ Παράκλησ τος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς.» Καὶ πάλιν «Εγώ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον πέμψει ὑμῖν.» Ατὰρ εἰ μηδέπω παρεγένετο τὸ Πνεύμα, πῶς ἔλεγε·. Λάβετε Πνεῦμα ἅγιον;» ἤ ὅτι τοῦτο ἔλεγε, δεκτικοὺς αὐτοὺς καὶ ἐπιτηδείους ποιῶν εἰς τὴν ὑπο δοχὴν τοῦ Πνεύματος· ἔλαβον δὲ ὅτι κατῆλθεν. Η ὅτι τὸ μέλλον ὡς ἤδη παρὸν εἴρηκεν. "Η ὅτι τοῦ Πνεύ ματος ή δόσις, ἡ μὲν καθαρτική, ἡ δὲ τελειωτική. Ι οὖν τελεία καὶ τελειοποιός, ὥστε καὶ ἑτέρους τε λειοποιεῖν, τοῦ Πνεύματος, τοῖς ἀποστόλοις ἐπιφοίτησις, κατὰ τὸν καιρὸν τῆς Πεντηκοστῆς γέγονεν, οὐκ ἦλθε δὲ παρόντος αὐτοῦ, ὅτι, εἰ ὁ μὲν ἀπῆλθε, τὸ δὲ ἔμεινεν, οὐκ ἦν τοσοῦτον τὸ τῆς παραμυθίας. Σφόδρα γὰρ αὐτοῦ δυσαποσπάστως εἶχον. Οὐ κατῆλθε δὲ τὸ Πνεῦμα εὐθέως, ἀλλὰ μετὰ ὀκτὼ τυ χὸν ἢ ἐννέα ἡμέρας, ἵνα, καὶ μικρὸν ἀθυμήσαντες, καὶ ἐν ἐπιθυμίᾳ καὶ χρείᾳ τῆς ἐπαγγελίας καταστάντες, καθαρὰν καὶ ἀπηρτισμένην δέξωνται τὴν ἐπὶ τῇ Σιν,
col. 49–50page 10 of 20
PG 118:49παρουσίᾳ ἡδονήν. Ρλλως δὲ ἔδει ἐν οὐρανῷ φανῆναι τὴν ἡμετέραν φύσιν. καὶ τὰς καταλλαγάς γενέσθαι ἀπηρτισμένας, καὶ τότε ἐλθεῖν τὸ Πνεῦμα. Σκόπει δὲ, ἵνα πάλιν μετὰ τὴν ἀνάληψιν μὴ φύγωσι, πῶς τῇ προσδοκία ταύτη καθάπερ τινὶ δεσμῷ κατέχει πάντας αὐτοὺς ἐκεῖσε. «Οτι Ιωάννης μὲν ἐβάπτισεν ὕδατι.» Παρὰ τὴν ἀρχὴν οἱ ἀπόστολοι ὕδατι ἐβαπτίσθησαν, μετὰ ταῦτα δὲ καὶ ἁγίῳ Πνεύματι. Ενταῦθα φανερῶς ἤδη τὸ πρὸς Ιωάννου αὐτοῦ ὑπερβαλλον παριστᾷ, οὐχ ὡς ὅτε ἔλεγεν. «Ο μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, μείζων Ιωάννου ἐστίν.» Ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.» Βαπτισθήσεσθε, εἶπεν, ἀλλ᾽ οὐ Βαπτίσω, τὸ ἀκόμ ιταστον μεταδιώκων. "Αλλως τε καὶ Ἰωάννου τοῦτο προδιδάξαντος, ἐν τῷ εἰπεῖν·. Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί,» περιττή δι' αυ τοῦ προσθήκη. Χωρὶς δὲ ὕδατος οὐ βαπτίζει ἐν τῷ ὑπερών χάριτι; καὶ γὰρ τὸ κυριώτερον τὸ Πνεῦμά ἐστι, δ᾽ οὗ καὶ τὸ ὕδωρ ἐνεργεῖ. Ἐπεὶ καὶ Χριστὸς αὐτὸς Χριστὸς ἄνευ ἐλαίου γέγονε. «Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν, λέγον «τες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;» Σκόπει ἐνταῦθα. Ἐπεὶ πρὸ τοῦ πάθους ἠρώτησαν τὰ περὶ συντελείας τοῦ κόσμου, οὐκ ἔτι περὶ τούτου ἐπερωτῶσιν· ἀλλὰ περὶ βασιλείας κοσμικῆς. Ἔτι γὰρ ἀτελέστερον διέκειντο. Ομοῦ δὲ συνελθόντες ἠρώτων, ἵνα τῷ πλήθει δυσωπήσωσιν. Ακούσαντες δὲ πρὸ τοῦ πάθους, ὅτι οὐδεὶς οἶδε τὴν ἡμέραν, ὅμως καὶ νῦν πάλιν ἐρωτῶσιν Ἐπεὶ γὰρ ἤκουσαν ὅτι μέλλουσι λαμβάνειν τὸ Πνεῦμα, ὡς ἄξιοι λοιπὸν ἤθελον μαθεῖν, καὶ ἀπαλλαγῆναι τῶν δυσχερῶν ἐπει θύμουν. Οὐκ εἶπον δὲ, Πότε; ἀλλ'. Εἰ ἐν τῷ χρόνῳ τούτῳ; εἰ νῦν; φασίν. Οὕτως ἐπεθύμουν τὴν ἡμέν ραν. Ἐμοὶ δὲ δοκεῖ οὐδὲ τετρανῶσθαί πως αὐτοῖς, τί ποτ᾽ ἦν ἡ βασιλεία. Οὔπω γὰρ ἦν διδάξα, τὸ Πνεῦμα. Εἶπεν δὲ τὸν «Αποκαθιστάνεις,» ὅτι μεί ζονα λοιπόν περὶ αὐτοῦ ἐφαντάζοντο. Διὸ καὶ αὐτὸς ἀνη μένως αὐτοῖς διελέγετο Οὐ γὰρ εἶπεν, Οὐδὲ ὁ Γιός οἶδεν, ἀλλ', «Οὐχ ὑμῶν ἐστι.» Καὶ ἵνα μὴ ἀθυ μήσωσιν, ἐπήγαγεν. «᾿Αλλὰ λήψεσθε δύναμιν,» καὶ τὰ ἑξῆς. Καὶ ἐκεῖνοι μὲν οὐ περὶ τῆς συντελείας ἠρώτησαν, αὐτὸς δὲ δ' οὐκ ἠρώτησαν διδάσκει· ὅτι ἀρίστου διδασκάλου ἐστὶ, μὴ ἢ βούλονται οἱ μαθηταί, ἀλλ᾽ ἄ συμφέρει μαθεῖν, διδασκειν. Διά τοι τοῦτο οὐ πρὸς τὴν ἐρώτησιν ἀπήντησεν, ὡς μηδὲν ἔχου σαν χρηστόν, ἀλλὰ τὸ κατεπείγον ἐδίδασκε· τοῦ Πνεύματος γὰρ ἦν χρεία μάλιστα αὐτοῖς τότε. «Εἶπε δὲ πρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιρούς.» Πανταχοῦ τῆς τῶν μελλόντων αὐτοὺς ἀποτειχίζει
col. 51–52page 11 of 20
PG 118:51γνώσεως, οὐχ ὡς ἀγνοῶν, ἀλλ' ὡς μηδὲν αὐτούς, ἐκ η τούτου κερδαίνειν τῶν εἰς ψυχικὴν σωτηρίαν, εἰδώς ἐντεῦθεν καὶ ἀνωτέρω ἀορίστως φησὶ πρὸς αὐτούς Ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ οὐ μετά πολλὰς ταύτας ἡμέρας. Εἰ δὲ ζητεῖς διὰ τί μὴ παρευθὺ τὸ Πνεῦμα καταπέμπει, ἢ μὴ καὶ τὴν προ θεσμίαν ἐσήμανε, μάνθανε ὅτι παραυτίκα μὲν τῆς ἀνόδου τὸ Πνεῦμα οὐ παραγίνεται, ἵνα ποθεινοτέραν αὐτοῦ καταστήσῃ τὴν ὑποδοχήν. Οὐχὶ εἰς ῥητὴν δὲ ἡμέραν, ἀναγωνίους αὐτοὺς καὶ πρὸς τὴν παρουσίαν εὐπρεπεστέρους ποιῶν. Οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ.» Προσεκτέον εἴ τινα ροπὴν δίδωσι τοῦτο τοῖς βου λομένοις τὸν ὄρον τῶν ἀνθρωπίνων πραγμάτων ἀναι ρεῖν, ἤτοι τὴν εἶμαρμένην. Τῷ γὰρ εἰπεῖν, «Οὺς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσία, ο αναιρεῖ τὸ εἱμαρμένον. ᾿Αλλ' εἰ ὁ Πατὴρ ἔθετο, δῆλον ὅτι καὶ ὁ Υἱός πάντα γὰρ τὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ εἰσι. «᾿Αλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἐν «τε Ἱερουσαλήμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ, καὶ Σα «μαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς.» Ἐπειδὴ πρὸ τούτου παρήγγειλεν. «Εἰς ὁδὸν ἐθω νῶν μὴ ἀπέλθητε,» καὶ τὰ ἐξῆς· μόνοις γὰρ ἀπε στάλθαι τοῖς ἐξ Ισραήλ· νῦν μετὰ τούτων, καὶ Στο μαρεῦσι καὶ τοῖς λοιποῖς ἔθνεσι τὸ κήρυγμα κατα κοινοῖ. Αμα δὲ καὶ προκαταγγέλλει τὸ, μέχρι πάσης τῆς οἰκουμένης, τὸν τῆς εὐσεβείας λόγον χεθῆναι. Τὸ γάρ, «Ἕως ἐσχατου τῆς γῆς,» τί ἂν ἄλλο ἤν τοῦτο σημαίνει. «Καὶ ταῦτα εἰπὼν, βλεπόντων αὐτῶν, ἐπήρθη.» ᾿Απάγων αὐτοὺς ἄλλης ἐρεσχελίας, ἵνα μὴ πάλιν αὐτὸν ἐρωτῶσιν, εὐθὺς ἤρξατο τῆς εἰς οὐρανοὺς ἀνό δου. Προστίθησι δὲ τὸ, «Βλεπόντων αὐτῶν,» ἐπειδὴ ἐνταῦθα τὸ πᾶν τῆς πίστεως καὶ τῆς χρείας· αὐτῶν ἡ ἀρχὴ ἴσχυσε τοῦ πράγματος, τὸ δὲ τέλος οὐκ ἔτι. Διὰ τοῦτο δὲ καὶ παρέστησαν οἱ διδάσκοντες ἄνδρες, ὅτι εἰς τὸν οὐρανὸν καταπαύει· οὐδὲ γὰρ ἡ δρασις ἐξικνεῖτο πρὸς τὸ τέλος. Ἐπὶ δὲ τῆς ἀναστάσεως, τοὐναντίου, ἡ μὲτ ἀρχὴ οὐχ ὡράθη· παρέλκον γὰρ ἦν, αὐτοῦ τοῦ ἀναστάντος φαινομένου ζῶντος, καὶ τοῦ μνήματος κενοῦ· τὸ δὲ τέλος δῆλον, ζῶν γάρ αὐτοῖς ἐνεφανίζετο. «Καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν «αὐτῶν.» Νεφέλη μὲν ὑπέλαβε τὸν Κύριον, ἵνα τὸ πρὸς τὸν Πατέρα ὁμότιμον παραστήσῃ. «Νεφέλη γὰρ καὶ γνόφος κύκλῳ αὐτοῦ,» περὶ τοῦ Πατρὸς εἴρηται. Καὶ ὁ μὲν σαρκωθείς Θεός, νεφέλῃ ὀχήματι κέχρηται, (Κύριος γάρ), ὁ δὲ Ἡλίας, πυρί. Ὁ μὲν γὰρ, ἅτε Δεσπότης τοῦ παντὸς, καὶ οἰκείᾳ δυνάμει ἀνιών, γεῶδές τι καὶ κατωφερὲς πρὸς τὴν ἄνοδον παραλαμβάνει, οὐ μᾶλλον ἀγόμενος ἢ ἀνάγων τὸ ὄχημα. Δοῦ λος δὲ ὁ Ἠλίας, καὶ διὰ τοῦτο ἀνωφερούς δίφρου
col. 53–54page 12 of 20
PG 118:53δεόμενος, και ἵππων τὸ τάχος αὐτῷ κατανυόντων τῆς ἄνω πορείας. Διὸ καὶ ἐπ' ἐκείνου μὲν εἴρηται Ανέβη Ηλίας ἐν συστεισμῷ ὡς εἰς τὸν οὐρανόν. Ἐπὶ δὲ τοῦ Κυρίου, το Ηορευομένου αὐτοῦ εἰς τὸν οὐρανόν. Δύο δὲ ἄνδρες λευχείμονες πιστοῦνται τὴν εἰς οὐρανοὺς ἀποκατάστασιν τοῦ Κυρίου, διὰ τὸ, «Ἐπὶ δύο ἤ τριῶν μαρτύρων τὸν λόγον καθίστασθαι βέβαιον.» «Καὶ ὡς ἀτενίζοντες ἦσαν, εἰς τὸν οὐρανὸν που ρευομένου αὐτοῦ, καὶ ἰδοὺ ἂνδρες δύο παρειστήκεισαν «αὐτοῖς ἐν ἐσθῆτι λευκῇ.» Ανδρες διὰ τὴν ἐνέργειαν οἱ ἄγγελοι φαινόμενοι χρηματίζουσι, κατὰ τὸ συγγενὲς τοῦ δράματος, ἵνα μη τέλεον ἐκπλήξωσι τοὺς ἤδη τῷ ξένῳ τῆς ἀναλήψεως ἐκπεπληγμένους. Οἱ καὶ εἶπον· "Ανδρες Γαλιλαῖοι, τί ἑστήκατε «ἐμβλέποντες εἰς τὸν οὐρανόν;» Ανδρες ἀνδράσιν ἐλάλουν, καὶ ὅμως οὐκ ἦσαν ὁμοούσιοι ἀλλήλοις. Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ᾽ ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐ «τὸν πορευόμενον εἰς τὸν οὐρανόν. Ἵνα μὴ θορυβῶνται οἱ μαθηταί, καὶ ὡς οίχομέν νου τοῦ διδασκάλου, καὶ τοῦ σώματος αὐτῷ διαρ βυέντος, ἀνέλπιστοι λοιπὸν ὦσι τῆς ἐπ᾿ αὐτῷ προσ δοκίας, καὶ διὰ τοῦτο ἄλλος ἀλλαχοῦ διασκεδασθῶσι δειλίᾳ καὶ φόβῳ· τούτου χάριν ἐφίστανται οἱ ἄν δρες, καὶ τὴν εἰς οὐρανὸν ἄνοδον αὐτοῖς δηλοῦντες, καὶ τὴν τοῦ προσειλημμένου σώματος διαμονήν τε καὶ σωτηρίαν, δι' ὧν φασιν. Οὗτος ὁ Ἰησοῦς οὕτως ἐλεύσεται πάλιν. Διὰ δὲ τοῦ εἰπεῖν· Τί ἑστήκατε; ὑπαγορεύουσιν αὐτοῖς, τῆς περὶ τοῦτο ἀφεμένους – ἀσχολίας, πρὸς τὴν Ἱερουσαλὴμ παραγενέσθαι, κατὰ τὸ τοῦ Κυρίου παράγγελμα, τὸν ᾿Απὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι. Διὸ καὶ παραγενόμενοι, ἔτι ὑπότρομοι ὄντες διὰ τὴν τοῦ διδασκάλου ἀπουσίαν, οὐκ εἰς τὴν πόλιν ἀνεστρέφοντο, ἀλλ᾽ εἰς τὸ ὑπερῶον ἀνέ βησαν, ὡς εἰς ἀσφαλέστερον καὶ κρύφιον τόπον. Λέγει δὲ ὁ Χρυσόστομος, ὡς ἐν ἡμέρᾳ Σαββάτου γέγονεν ἡ ἀνάληψις. Διὸ καὶ ἐπισημαίνεται τὸ, Σαβ βάτου ἔχον ὁδόν· ἵνα μὴ δόξωσιν ὡς ἐν Σαββάτῳ πλείονι τῆς διατάξεως τῆς ἀπὸ τοῦ νόμου χρησάμενοι πεζοπορία. «Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὅρους τοῦ καλουμένου Ελαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ Σαββάτου ἔχον ὁδόν.» Μίλιον ἔν, ἡ τοῦ Σαββάτου ὁδὸς, ὥς φησιν Ὠριγένης ἐν τῷ πέμπτῳ Στρωματεῖ, δισχιλίων πηχών ὑπῆρχε. Καὶ μᾶλλον ἡ ἁγία σκηνὴ καὶ κιβωτός του σοῦτον διάστημα προελάμβανε τὴν παρεμβολὴν, καὶ ἀπὸ τοσούτου διαστήματος ἐσκήνουν. Ὁ διάστημα ἐξῆν τοῖς προσκυνοῦσι τὴν ἁγίαν σκηνὴν βαδίζειν ἐν Σαββάτῳ. «Καὶ ὅτε εἰσῆλθον, ἀνέβησαν εἰς τὸ ὑπερῷον, οὗ * ἦσαν καταμένοντες, ὅ τε Πέτρος, καὶ Ἰάκωβος, καὶ «Ιωάννης, καὶ ᾿Ανδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρ ΣΙΣ, Στρωματων
col. 55–56page 13 of 20
Caput II
PG 118:55««θολομαῖος καὶ Ματθαῖος, Ἰάκωβος ᾿Αλφαίου καὶ Σίμων ὁ Ζηλωτὴς, καὶ Ἰούδας Ἰακώβου. Οὗτοι οι πάντες ήσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ «προσευχῇ καὶ τῇ δεήσει, σὺν γυναιξὶ καὶ Μαρία «τῇ Μητρὶ τοῦ Ἰησοῦ, καὶ σὺν τοῖς ἀδελφοῖς αὐ «τοῦ.» ἀποστόλων. Ὁ δὲ Πέτρος καὶ συνῆν, καὶ πρὸς τοῦ διδασκάλου διὰ τοῦ τρισσοῦ τῆς ἐρωτήσεως ἀνακέκληται. Εἰ δὲ τὴν τοῦ Χριστοῦ Μητέρα λαβεῖν τὸν Ιωάννην ἀναγέγραπται εἰς τὰ ἴδια, ἀλλ᾽ οὖν παρόντος Ἰωάννου τοῖς ἀποστόλοις, καὶ αὐτὴ συμπαρῆν. Πέτρος, ἐπιλύων ἤ ἐπιγνούς. Ἰάκωβος, πτερνιστὴς πόνου. Ἰωάννης, χάρις Θεοῦ. ᾿Ανδρέας, δύνα 03 μις εὐπρεπής, ἢ κατακρινόμενος. Φίλιππος, στόμα χερῶν, ἢ στόμα λαμπάδος. Θωμᾶς, ἄβυσσος ἢ δίδυμος. Βαρθολομαῖος, υἱὸς κρεμάσας ὕδατα. Ματθαῖος, 9 δεδωρημένος. Ἰάκωβος ᾿Αλφαίου, πτερνισμός. Σί μων ὁ Ζηλωτής, μάθησις ζωῆς. Ἰούδας Ιακώβου, οὗτος καὶ Θαδδαῖος ἐκαλεῖτο. Καταλέγει τοὺς μαθη τὰς ὀνομαστὶ, ἵνα δείξῃ, ὡς σφαλέντας περὶ τὸ πά θος, Ιούδας μὲν πάντη ἑαυτὸν ἔξωσε τοῦ χοροῦ τῶν "Αλλως. Οὐ μάτην τὸν καταλογον ποιεῖται τῶν μαθητῶν, ἀλλὰ βουλόμενος παραστῆσαι καὶ τῶν πα θόντων μέν τι, καὶ μὴ ἐναπομεινάντων δὲ τῷ πτώ ματι. Ο μὲν γὰρ ἀρνησαμενος Πέτρος, πικρῷ δα κρύῳ τὴν ἄρνησιν ἀπελύσατο, ὡς δῆλον, ἀφ᾽ ὧν μι κρὸν ὕστερον τὸ λογικὸν πιστεύεται ποίμνιον. Ὁ δὲ ἀπιστήσας Θωμᾶς, ἐάθη τὴν ἀπιστίαν τῇ ψηλαφήσει τῶν χειρῶν τραυμάτων καὶ τῆς πλευρᾶς. Ὥστε παν των συνόντων τῶν ἄλλων, μόνος ἀπελείπετο Ἰουδας. Καὶ Μαρία δὲ ἡ Θεοτόκος παρῆν· ἐπεὶ καὶ ὁ ταύτην " παραλαβὼν εἰς τὰ ἴδια Ιωάννης, καὶ οἱ ἀδελφοὶ παρ ἦσαν. Εἰ δὲ καὶ Ἰωσὴφ ὁ μνηστήρ ἔζη, παρῆν ἄν καὶ αὐτός. Καὶ μάλιστα οὗτος ὁ μηδέ ποτε, ὥσπερ οἱ ἐξ αὐτοῦ, περὶ τὴν οἰκονομίαν ἐνδοιάσας. ᾿Αλλὰ δῆλον ὅτι πάλαι ἐτεθνήκει. Ἐπεὶ μηδὲ ὅτε διδάσκον τα τὸν Ἰησοῦν ἡξίουν οἱ συγγενεῖς θεάσασθαι, καὶ αὐτὸς παρῆν. Τί γάρ φησιν; «Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ζητοῦσί σε ἔξω,» ἀλλ' οὐχὶ, Καὶ ὁ πα τήρ. ΚΕΦΑΛ. Β'. Πέτρου διαλογος πρὸς τοὺς μαθητευθέντας περί θανατου καὶ ἀποστολῆς Ἰούδα τοῦ προδότου· ἐν ᾧ περὶ ἀντεισαγωγής Ματθίου κληρωθέντος χάριτι Θεοῦ διὰ προσευχής. «Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν «μέσῳ τῶν μαθητῶν εἶπεν· ἦν τε ὄχλος ὀνομάτων «ἐπὶ τὸ αὐτὸ ὡς ἑκατὸν εἴκοσιν.» ᾿Ανίσταται ὁ Πέτρος, οὐχ ὁ Ἰάκωβος, καὶ ὡς θερ μότερος, καὶ ὡς τὴν προστασίαν τῶν μαθητῶν ἐγε κεχειρισμένος. Αλλων τε καὶ ἐπιεικὴς ἦν ὁ Ἰάκω βος, καὶ μᾶλλον τῇ προσευχῇ καὶ τῇ ἡσυχία ὠφέλιμος, τῶν ἄλλων δηλονότι μεταχειριζόντων τὸ πρᾶ γμα. Διὸ καὶ τῆς ἐν Ἱεροσολύμοις αὐτῷ καθέδρας παραχωροῦσιν. Ὅρα δὲ πάντα κατὰ κοινῆς αὐτὸν γνώμης ποιοῦντα, καὶ οὐκ ἀρχικῶς οὐδὲ μετὰ ἐξου
col. 57–58page 14 of 20
PG 118:57σίας. Εκατὸν δὲ εἴκοσι συμπαρῆσαν ἀπὸ τῶν πι στευσάντων τῷ Κυρίῳ. Ησαν γὰρ καὶ ἑβδομήκοντα καὶ πεντακόσιοι, οὕς θεάσασθαι τὸν Κύριον. κριτοτέρων εἶναι καὶ θερμοτέρων. καὶ ἀναστάντα λέγει Ηαῦλος Ἀλλ᾿ εἰκὸς τούτους τῶν ἐγὼ τῶν πρὸς τὸ παρρησιάζεσθαι Ανδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν Γραφὴ ταύτην, ἢν προείπε τὸ Πνεῦμα τὸ ἅγιον διὰ στό «ματος Δαυίδ.» Παραμυθεῖται αὐτοὺς ἀπὸ τῆς προῤῥήσεως. Καὶ οὐ λέγει, Ην Δαυὶδ εἶπεν, ἀλλὰ, Τὸ Πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυίδ. Τ δὲ τοῦτο ἦν; Ὅσα ὁ ρη' περιέχει ψαλμός· ὧν καὶ αὐτὸς μικρὸν ὄπισθεν μνημονεύσει. Περὶ Ἰούδα δὲ εἰπὼν, ἐπιεικῶς ἅμα μετα χειρίζεται καὶ ἀφιλαπεχθημόνως τὸν λόγον. Οὐ γὰρ λέγει, Τοῦ καταράτου, τοῦ μικροῦ, ἀλλ᾽ ἁπλῶς τὸ γεγενημένον δηλοῖ. Ἐπαγαγὼν δὲ τὸ, Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας, καὶ ὅτι πρηνής γενόμενος ἐλάκησεν, ἤτοι, διεσχίσθη, τὸ μὲν κτήσασθαι οὐκ εἰς τὸν Ἰούδαν ἀναφέρων εἴρηκεν. Οὐ γὰρ αὐτὸς ὠνήσατο τὸ χωρίον, ἀλλ' οἱ ἱερεῖς, ἀπὸ τῶν ῥιφέντων ὑπ᾽ αὐτοῦ ἀργυρίων ἐν τῷ ναῷ. Ἐπεὶ δὲ μισθὸς ταῦτα τῆς προδοσίας Ἰούδα, ἐκείνῳ καὶ ἡ κτήσις λογίζεται. Καὶ πάλιν, ἐπεὶ εἰς ταφὴν τοῦτο ἀφώρισται, πεπλήρωται ἡ Γραφή. Τό, «Καὶ ἡ ἔπαυλις αὐτοῦ ἠρημωμένη.» Τί γὰρ ἐρημότερον τάφων; Διὰ δὲ τοῦ εἰπεῖν, Πρηνής γενόμενος ἐλά κησε μέσος, ἔδειξεν ὅτι ἅμα τῷ προδοῦναι, ἐκ τῆς ἄγαν ὀλιγωρίας καὶ ῥᾳθυμίας ἐχρήσατο δι' ἀπογνώσεως τῷ τοιούτῳ τέλει. Αγχόνῃ δὲ χρησάμενον εἰ πόντων τῶν ἱερῶν Εὐαγγελίων, εἰ οὗτος νῦν, πρηνῆ γενέσθαι αὐτὸν, καὶ ὅσα ἐξῆς, ἀναγράφει, οὐδὲν εἰς διαφωνίαν. Αμφότερον γὰρ γέγονε, διαῤῥαγέντος τοῦ καλωδίου ὑφ' οὗ ἡ ἀγχόνη, καὶ οὕτω πρηνοῦς ἐπὶ γῆς κατενεχθέντος καὶ λελακηκότος. Εν ὅσῳ δὲ ταῦτα μετὰ μ' ἡμέρας περὶ αὐτοῦ διεξηγεῖται, τὸ παραχρῆμα τῆς προδοσίας ταῦτα γενέσθαι πιστοῦται. Περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλα «βοῦσι τὸν Ἰησοῦν, ὅτι κατηριθμημένος ἦν συν α ἡμῖν, καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης. Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ τοῦ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνής γενόμενος ἐλάκησε μέσ «σος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ. Καὶ «γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ α διαλέκτῳ αὐτῶν, ᾿Ακελγαμα, τουτέστι, χωρίον αἵματος. Γέγραπται γὰρ ἐν βίβλῳ Ψαλμών. Γενη θέλω ἡ ἔπαυλις αὐτοῦ ἔρημος. καὶ μὴ ἔστω ὁ κατ «οικῶν ἐν αὐτῇ, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος» Ο Ιούδας οὐκ ἐναπέθανε τῇ ἀγχόνῃ, ἀλλ᾽ ἐπε βίω, κατενεχθεὶς πρὸ τοῦ ἀποπνιγῆναι. Καὶ τοῦτο δηλοῦσιν αἱ τῶν ἀποστόλων Πράξεις, ὅτι πρηνής γενόμενος ἐλάκησε μέσος. Τοῦτο δὲ σαφέστερον Ι,
col. 59–60page 15 of 20
PG 118:59ἱστορεῖ Παπίας ὁ Ἰωάννου τοῦ ἀποστόλου μαθητής, διόπτρας, λέγων· Μέγα ἀσεβείας ὑπόδειγμα ἐν τούτῳ τῷ κόσμῳ περιεπάτησεν Ἰούδας. Πρησθεὶς γὰρ ἐπὶ τοσοῦτον τὴν σάρκα, ὥστε μὴ δύνασθαι διελθεῖν, ἀμάξης ρα δίως διερχομένης, ὑπὸ τῆς ἁμάξης ἐπιέσθη, ὥστε τὰ ἔγκατα αὐτοῦ ἐκκενωθῆναι. Αλλως. Επρήσθη γὰρ ἐπὶ τοσοῦτον τὴν σάρκα, ὥστε μηδὲ ὁπόθεν ἅμαξα ῥᾳδίως διέρχεται, ἐκεῖνον δύνασθαι διελθεῖν, ἀλλὰ μηδὲ αὐτὸν μόνον τὸν τῆς κεφαλῆς ὄγκον. Τὰ μὲν γὰρ βλέφαρα τῶν ὀφθαλμῶν αὐτοῦ φασι τοσοῦ τον ἐξοιδῆσαι, ὡς αὐτὸν μὲν καθόλου τὸ φῶ; μὴ βλέ πειν. Τοὺς ὀφθαλμοὺς δὲ αὐτοῦ μηδὲ ὑπὸ ἱατρικής διόπτρας ὀφθῆναι δύνασθαι, τοσοῦτον βάθος εἶχον ἀπὸ τῆς ἔξωθεν ἐπιφανείας· τὸ δὲ αἰδοῖον αὐτοῦ πά σης μὲν αἰσχύνης ἀηδέστερον καὶ μεῖζον φαίνεσθαι. Φέρεσθαι δὲ αὐτοῦ, τοὺς ἐκ παντὸς τοῦ σώματος συῤῥέοντας ἰχωράς τε καὶ σκώληκας εἰς ὕβριν δι' αὐτῶν μόνον τῶν ἀναγκαίων. Μετὰ δὲ πολλὰς βασά νους καὶ τιμωρίας, ἐν ἰδίῳ φασὶ χωρίῳ τελευτήσαντος, ἀπὸ τῆς ὀσμῆς ἔρημόν τε καὶ ἀοίκητον τὸ χω ρίον μέχρι τῆς νῦν γενέσθαι. ᾿Αλλ' οὐδὲ μέχρι τῆς σήμερον δύνασθαί τινα ἐκεῖνον τὸν τόπον παρελθεῖν, ἐὰν μὴ τὰς ῥῖνας ταῖς χερσὶν ἐπιφράξῃ. Μνημονεύει δὲ ὁ Λουκᾶς ἐνταῦθα τοῦ πάθους τοῦ Ἰούδα τοῦ παρο αυτίκα. Τῶν γὰρ ἀσθενεστέρων αἱ ψυχαὶ τοῖς πα ροῦσι μάλιστα σωφρονίζονται. Ηὔξησε δὲ οὐ τὴν ἁμαρτίαν, προδότην αὐτὸν ἀποκαλέσας, ἀλλὰ τὴν τιμωρίαν, ὅτι τόδε καὶ τόδε ἔπαθε διεξιών. Ἀκελδαμὰ δὲ τὸ χωρίον οὐχ ὑπὸ τοῦ Ἰούδα, ἀλλ᾽ ὑπὸ τῶν Ἰουδαίων κεκλῆσθαι. Φησί γάρ· Τῇ ἰδίᾳ διαλέκτῳ, μαρτυρούντων Ιουδαίων τὸ παρανόμημα. «Δεῖ οὖν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρό «νῳ, ἐν ᾧ εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφ' ἡμᾶς ὁ Κύριος «Ἰησοῦς, ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάν «νου, ἕως τῆς ἡμέρας, ἧς ἀνελήφθη ἀφ᾽ ἡμῶν, μάρ «τυρα τῆς ἀναστάσεως αὐτοῦ γενέσθαι σὺν ὑμῖν ἕνα «τούτων. Καὶ ἔστησαν δύο, Ιωσήφ, τὸν καλούμενον Βαρσαβάν, ὅς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν. «Καὶ προσευξάμενοι εἶπον· Σύ, Κύριε, καρδιογνώ «στα πάντων, ἀνάδειξον ὅν ἐξελέξω ἐκ τούτων τῶν δύο, ἕνα λαβεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἐξ ἧς παρέβη Ἰούδας πορευθῆναι «εἰς τὸν τόπον τὸν ἴδιον.» ᾿Ανακοινοῦται αὐτοῖς, ἵνα μὴ τὸ πρᾶγμα περιμάχητον γένηται, καὶ εἰς φιλονεικίαν ἐμπέσωσι. Δια τοῦτο καὶ ἀρχόμενος, άνδρες ἀδελφοί, φησί, δεῖ έκλέξασθαι ἐξ ὑμῶν, τῷ πλήθει τὴν κρίσιν ἐπιτρέπων, καὶ ἅμα καὶ τοὺς ἐκλεγομένους αἰδεσίμους ποιῶν, καὶ ἑαυτῶν ἀπαλλάσσων τῆς πρὸς τοὺς ἄλ λους ἀπεχθείας. Καὶ ὅτι μὲν ἔδει γενέσθαι, καὶ τὸν προφήτην εἰσάγει λέγοντα· Τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Ἐκ τίνων δὲ δεῖ; Εκ τῶν διὰ τῆς συνο ελεύσεως τῆς πρὸς αὐτοὺς τῷ χρόνῳ παρασχομένων τὸ δοκίμιον ἑαυτοῦ. Διὸ οὐδὲ, Ἐκ τῶν ἐπιεικῶν, εἶπεν, ἵνα μὴ τοὺς ἄλλους λυπήσῃ, ὑβρίζειν δοκῶν. ᾿Αρξάμενος δὲ προσέθηκεν·» ᾿Απὸ τοῦ βαπτίσματος Ιωάννου.» Τὰ γὰρ περὶ τούτου, αὐτῶν οὐδεὶς ᾔδει μαθὼν καὶ παγών, εἰ μὴ μόνος ὁ ἐκλεξάμενος, ἀλλὰ Πνεύματι ἐμάνθανον. Τῆς ἀναστάσεως δέ φησι
col. 61–62page 16 of 20
PG 118:61μάρτυρα. Τοῦτο γὰρ μάλιστα τῆς Ἰησοῦ θεότητος τὸ κεφάλαιον. Ἐπεὶ καὶ τῶν θαυμάτων αὐτοῦ τῶν πρὸ τοῦ πάθους, πολλοὶ ἦσαν μάρτυρες καὶ τῶν τε θεαμένων ἀπίστων. Αναπληροῦν δὲ τὸν ἀριθμὸν ἔσπευδον τῶν ἀποστόλων, ἵνα μὴ ἡ τοῦ διδασκάλου ἐκλογὴ ὥσπερ ἡκρωτηριασμένη ᾖ. Οὐχὶ πολλοὺς δὲ ἔστησαν, ἀλλὰ δύο μόνους, ἵνα μὴ μείζων ἡ ἀθυμία γένηται, πολλῶν ἀπεκλεγομένων. Βαρσαβᾶς δὲ καὶ Ἰωσὴφ καὶ Ἰοῦστος, ἢ διαστολῆς ὀνόματα ἢ σπου δῆς. Εὐκαίρως δὲ καρδιογνώστην καλοῦσι· καὶ οὐ λέγουσιν, Εκλεξαι, ἀλλὰ, Ανάδειξον τὸν ἐκλεγέντα. Πάντα γὰρ ἔγνωσται καὶ ὥρισται παρὰ τῷ Θεῷ, καὶ πρὸ τῶν ἐνθυμήσεων ἡμῶν. Κλῆρον δε καλεῖ, τὸ πᾶν τῆς τοῦ Θεοῦ φιλανθρωπίας δεικνὺς καὶ ἐκλο γῆς, καὶ τῶν παλαιῶν ἀναμιμνήσκων, ὅτι καὶ τοὺς λενίτας οὕτως ἐκληρώσατο. ὡρισμένως δέ, Τῆς διαβ κονίας ταύτης, φησίν· ἦταν γὰρ καὶ ἄλλαι. Τόπον δὲ ἴδιον, ἤτοι τὴν ἀγχόνην καλεῖ, τουτέστιν, ἧς ἄξιον ἑαυτὸν παρεσκεύασεν ὁ Ἰούδας διὰ τῆς προ δοσίας. “Η ὅτι τοῦ Ἰούδα ἐξαπωσμένου, οὗτος ἴδιον σχοίη, τὴν ἐκείνου λαμβάνων ἐπισκοπήν. «Καὶ ἔδωκαν κλήρους αὐτῶν, καὶ ἔπεσεν ὁ κλῆς «ρος ἐπὶ Ματθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἔνδεκα ἀποστόλων.» Οὕτω τέλεον κατηρτισμένοι κλήρῳ, καὶ οὐ ση μείῳ τὸν ἄξιον μανθάνουσιν. Οὐκ ἀδόκιμον δὲ τὸ τοῦ κληροῦ. Εἰ γὰρ ἐπὶ τοῦ Ἰωνᾶ ἔσχυσε, χυδαίων ἀνθρώπων κληρωσαμένων, τί ἄν ἐπὶ ἁγίων καὶ προσο ευχῇ τὸ πρᾶγμα ἐπιτρεψάντων; Εἰ γὰρ ἐκείνων ὀρθὴ γνώμη μόνη κατηύθυνε, πολλῷ μᾶλλον ἐνθέων ἀνδρῶν, ΚΕΦΑΛ. Γ. Περὶ θείας τοῦ ἁγίου Πνεύματος ἐπιφοιτήσεως ἐν ἡμέρᾳ Πεντηκοστής γενομένης εἰς τοὺς πιστεύσαντας, ἐν ᾧ Πέτρου κατήχησις περὶ τούτου ἐκ τῶν προφητῶν· περὶ πάθους καὶ ἀναστάσεως καὶ ἀναλήψεως Χριστοῦ, δωρεᾶς τε τοῦ ἁγίου Πνεύματος, περὶ πίστεως τῶν παρόντων, καὶ τῆς διὰ τοῦ βαπτίσματος αὐτ των σωτηρίας· περὶ ὁμονοίας κοινωφελούς, καὶ προσθήκης τῶν πίστευόντων. Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς «Πεντηκοστῆς, ἦσαν ἅπαντες ὁμοθυμαδὸν ἐπὶ τὸ «αὐτό. Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν «ὅλον τὸν οἶκον, οὗ ἦσαν καθήμενοι. Καὶ ὤφθησαν «αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός. Εκά «θισέ τε ἐφ᾽ ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν άπαντες Πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν «Εταιραις γλώσσαις.» «Ἐν τῷ συμπληρούσθαι τὴν ἡμέραν τῆς Πεν τηκοστής.» Τουτέστι, πρὸς τῇ Πεντηκοστῇ, περὶ αὐτὴν ἤδη τὴν ἑορτήν, ὅτι καιρὸς ὡρίμῳ τῷ πνευ ματικῷ θέρει τὸ δρέπανον ἐπαγαγεῖν, ὅτε διὰ τὴν ἑορτὴν πολλοὶ παρῆσαν καὶ τῶν σταυρωσάντων αὐτὸν, καὶ ἵνα λαμβάνωσι τῆς ἑαυτῶν μιαιφονίας τὸν ἔλεγ χον. Αρνω δὲ ἦχος καὶ οὐκ ἀνεπαισθήτως ἡ τοῦ Πνεύματος ἐπιφοίτησις, καὶ ἐκ τοῦ οὐρανοῦ, ἵνα τῷ μὲν ἀθρόῳ καταπλήξῃ καὶ διαναστήσῃ μᾶλλον, καὶ
col. 63–64page 17 of 20
Caput III
PG 118:63πάντας συνδραμεῖν παρασκυάσῃ. Τῷ δὲ μετ' αἰσθή ὥσπερ, ὡσεὶ πυρός,i Ο πιν, σεως, ὡς ἂν ἀδιάβλητον τὸ θαῦμα καταστήσῃ. Εἰ γὰρ καὶ τούτου γενομέμου εἰς μέθην τὸ παράδοξον ἐνδιέβαλλον, τί οὐκ ἂν εἶπον μὴ οὕτως γενομένου; Ἐκ τοῦ οὐρανοῦ δὲ μετὰ πολλῆς τῆς ῥύμης. Τοῦτο γὰρ διὰ τῆς βιαίας πνοῆς βούλεται δηλοῦν, ἵνα δείξῃ, ὅτι τοῦ εἰς οὐρανοὺς ἀναληφθέντος τὸ ἔργον, καὶ τῆς θεϊκῆς δυνάμεως· ὡς καὶ ἐπὶ τῆς Ἐρυθράς θαλάσσης τὸ βίαιον πνεῦμα τοῦ νότου. Καλῶς δὲ ἐπὶ πάντων τούτων, τὰ κατὰ παραβολὴν τὸ, ὥσπερ, φημὶ, καὶ τὸ, ὡσεὶ πυρὸς, ἵνα μὴ αἰσθητόν τι περὶ τοῦ Πνεύματος νομισθῇ. Επλήρωσε δὲ τὸν οἶκον ὅλον ἡ πνοή, κολυμβήθρας δίκην ἀναπληροῦσα, ἐπεὶ καὶ ἐπήγγελτο αὐτοῖς. «Εν Πνεύματι βαπτισθήσεσθε καὶ πυρί.» Καὶ τῆς δαψιλείας δὲ τοῦτο τεκμήριον, καὶ τῆς σφοδρότητος. Πῦρ γὲ οὐκ ἐπλήρωσε τὸν οἶκον, ἵνα μὴ πάντη ἐκστήσῃ, καὶ φυγεῖν τοὺς ὁρῶντας παρασκευάση, μηδὲν ἔχοντας μαρτυρεῖν τῶν μετὰ ταῦτα γενομένων. Μερίζεται δὲ εἰς γλώσ σας πυρὸς τὸ Πνεῦμα, καὶ ἐπικάθηται ἐφ᾿ ἕνα ἕκαστον, τῶν ἑκατὸν εἴκοσι δηλονότι, οἳ καὶ τῷ οἴκῳ προσήδρευον. Ἐκ μιᾶς γὰρ ἦν ῥίζης ἡ χάρις τοῦ Παρακλήτου εἴς διάφορα χαρίσματα μεριζομένη. Καὶ γλώσσης ἔδει τρανούσης τὰ μεγαλεῖα τοῦ Θεοῦ, πυρὸς δίκην ἀναλισκούσης πᾶν τὸ ἀντίθετον. Πυρὸς δὲ ἐν εἴδει, ὅτι καὶ τὸ Πνεῦμα, Θεὸς, καὶ ἵνα καὶ διὰ τούτου τὸ ὁμοφυὲς πρὸς τὸν Πατέρα παραστήσῃ, ὃς οὕτω τῷ Μωϋσῇ ἐπὶ τοῦ βάτου ὀπτάνεται. Εφ' ἕνα δὲ ἕκαστον κάθηται, τὸ ἑδραῖον καὶ μόνιμον δηλοῦν. Τὸ γάρ, δηλοῦν. Τὸ γὰρ, «Ἐκάθισε,» τὸ, παρέμεινε καὶ επανεπαύσατο, σημαίνει. Σκόπει δὲ ὅτι ἐπὶ μὲν Ἰωάννου ἑνὶ μέλλον ἀνθρώπῳ γνωσθῆναι, ὡσε περιστερὰ βλέπεται, τῇ κεφαλῇ τοῦ Χριστοῦ ἐπιόν. Ὅτε δὲ πλῆθος ὅλον ἐπιστραφῆναι ἔδει, ὡς πῦρ. Καὶ ὁ εἶχον ἐκ παλαιοῦ Ἐβραῖοι περὶ Θεοῦ διανοεῖσθαι, ὅτι πῦρ ἐστι καταναλίσκον. ᾿Αλλὰ καὶ ὅτε τῇ προσευχῇ προσεκαρτέρουν οἱ μαθηται καὶ τῇ δεήσει, καὶ τῇ πρὸς ἀλλήλους ἀγάπῃ, τότε αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον παραγίνεται. «Καθὼς τὸ Ηνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. Αποφθέγματα γὰρ ἦσαν, ἃ ταῖς γλώσσαις ταῖς διαφόροις προέφερον. «Ησαν δὲ ἐν Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι «ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν «οὐρανόν.» Οτι εὐλαβεῖς δείκνυσι τὸν τὰς πατρίδας καταλιπόντας, καὶ κτήσεις ἀφέντας καὶ οἰκίας, τὴν Ἰε ρουσαλήμ ελέσθαι κατοικεῖν, ἵνα ἔχωσι κατὰ τὸν πάτριον νόμον τρὶς τοῦ ἐνιαυτοῦ ὁπτάνεσθαι Θεῷ. Γενομένης δὲ τῆς φωνῆς ταύτης, συνῆλτε τὸ «πλῆθος, καὶ συνεχύθη, ὅτι ἤκουον εἰς ἕκαστος τῇ «ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. Ἐξίσταντο δὲ «πάντες καὶ ἐθαύμαζον, λέγοντες πρὸς ἀλλήλους «Οὐκ ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλι «λαῖοι; Καὶ πῶς ἡμεῖς ἀκούομεν, ἕκαστος τῇ ἰδίᾳ «διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν; Πάρθοι, καὶ
col. 65–66page 18 of 20
PG 118:65«Μῆδοι, καὶ Βλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν « «Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν. «Πόντον καὶ τὴν ᾿Ασίαν, Φρυγίαν τε καὶ Παμφυλίαν. Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυ α ρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, Ιουδαϊοί τε «καὶ προσήλυτοι, Κρήτες καὶ "Αραβες, ἀκούομεν ο λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ «μεγαλεῖα τοῦ Θεοῦ Ἐξίσταντο δὲ πάντες, καὶ διηπόρουν, ἄλλος πρᾶς ἄλλον λέγοντες· Τί ἂν «θέλοι τοῦτο εἶναι;» Συνεχύθη τὸ πλῆθος, ἤτοι ἐταράχθη, εἰκότως ἐνόμιζον γὰρ παρέχειν αὐτοῖς πράγματα, διὰ τὰ κατὰ τοῦ Χριστοῦ τολμηθέντα, καὶ τὸ συνειδὸς κατέσειεν αὐτῶν τὰς ψυχάς. Καὶ οἱ μὲν μια φόνοι οὕτως οἱ δὲ εὐλαβεῖς ἐθαύμαζον. Γαλιλαίους μὲν ἐπιγινώσκοντες αὐτούς, ταῖς δὲ πατρίοις γλώσσαις αὐτῶν λαλοῦντας. Αλλ' οἱ μὲν ἀποστολοι ᾔδεσαν ἃ λέ γούσιν, ὅτι τὰ μεγαλεῖα τοῦ Θεοῦ, ποίαις δὲ γλώσ. σαις οὐκ ᾔδεσαν, εἰ μὴ οἱ ἀκούοντες ἄνδρες εὐλαβεῖς, οἷον ὁ Σκύθης τυχόν, ἢ ὁ Ἰνδὸς ὅτι Σκυθιστὶ, ἢ δια λέκτῳ Ινδῶν οἱ ἀπόστολοι φθέγγονται. «Ετεροι δὲ Χλευάζοντες ἔλεγον, ὅτι Γλεύκους μεμεστωμένοι εἰσίν.» Ήσαν δὲ καί τινες τῶν συνιέντων, χυδαιότεροι ἴσως, ἀπὸ μέθης τὰ τελούμενα εἶναι χλευάζοντες. Εἰ γὰρ μὴ συνίεσαν, οὐδ᾽ ἂν εἰς μέθην τὸ πρᾶγμα διέβαλλον. Εἰ δὲ λαλούντων αὐτῶν συνίεσαν, ἐρεῖς, πῶς ἂν χλευάζειν ἐτόλμησαν; 'Αλλ' ἡ κακία ἐξ ὑπερβαλλούσης πονηρίας, οὐδενός ἐστιν ἄλλου ἢ μόνης τῆς διαστροφῆς αὐτῆς, ὅπως ὅτι δήποτε ἀνευ ροῦσα τὸ παρὸν διακρούσηται Ὁποῖον καὶ τοῦ Χριστοῦ θαυματουργοῦντος, οὐκ εἶχον μὲν ἀμφιβάλλειν προς τὴν ἐνέργειαν, τῷ δὲ Βεελζεβούλ μεμηνότως ἐπ εγράφοντο τὸ πρᾶγμα. Ἐθνῶν δὲ μέμνηται πολε μίων τοῖς Ἰουδαίοις, Κρητών Αράβων, καὶ τῶν ἄλλων, ὧν ταῖς γλώσσαις λαλοῦντες, σύμβολον τοῦτο παρείχοντο, ὡς πάντων τούτων τῇ πίστει κρατήσουσιν Πανταχοῦ δὲ μετὰ τῆς ἀρετῆς ἡ μοχθηρία. Οἱ μὲν εὐ λαβεῖς ἐθαύμαζον, οἱ δὲ ἐχλεύαζον. Ορη δὲ τὴν ἄνοιαν τῶν χλευαζόντων. Γλεύκους, φασί, μεμεστωμένοι εἰσί. Καί το: οὐ τούτου καιρὸς ἦν. Πεντηκοστὴ γὰρ ἦν, ὅτε γλεύκος οὐκ ἔστι. Γλεῦκος γὰρ κυρίως ὁ ἀπ' αὐτῆς τῆς ληνοῦ γλυκὺς ῥέων οἶνος. ᾿Αλλὰ καὶ ἡ ὥρα τρίτη ἦν, ἐν ᾗ ἀπίθανον μεθύειν, καὶ μάλιστα ἀνθρώπους ἐν κινδύνοις καὶ φόβοις ὄντας. Λοιπὸν οὖν τῇ ποιότητι τὸ πᾶν ἐπιγράφουσι, «Γλεύκους, λέ γοντες, με μεστωμένοι εἰσίν.» Ἡ γὰρ ιταμότης ἔν ζητεῖ μόνον, εἰπεῖν ὅ τι δήποτε, οὐχ ὅπως τι λόγου ἐχόμενον εἴποι. Τὸ δὲ δεινότερον, ὅτι ἐκείνων θαυμαζόντων καὶ ὁμολογούντων, Ἰουδαίων ὄντων. Γωμαίων, προσηλύτων, τῶν σταυρωσάντων ἴσως, ἐθνῶν σχεδὸν ἁπάντων τοῦτο κηρυττόντων, ὅτι ταῖς γλώσσαις αὐτῶν λαλοῦσιν, εὑρέθησαν ὅμως τινὲς χλευάζοντες. – Αλλως. Τὸ γλεύκους μεμεστωμέ νους φάσκειν τοὺς ἀποστολους· εἶναι, ἀπὸ τῆς ποιό πι,
col. 67–68page 19 of 20
PG 118:67ἐστιν οἶνος, ὃς καὶ μᾶλλον εἰς μέθην ἐπιφορος, τῇ γλισχρότητι τῆς γλυκύτητος, ἀθρουστέραν τὴν πρὸς τὰ κοῖλα τοῦ ἐγκεφάλου πλήρωσιν τῆς ἀναθυμιάσεως ἐμποιῶν. Πότερον δὲ συνίεσαν οἱ χλευάζοντες τῶν λεγομένων, ἢ οὔ; Ε: μὲν γὰρ οὐ συνίεσαν, οὐδὲ ἡ χλεύη αὐτῶν εἶχε λόγον. Τί γάρ τινα περιλυ πεῖ φλυαρία τις άσημος εἰκῆ προφερόμενος; ᾿Αλλὰ δῆλον ὅτι συνίεσαν μὲν καὶ αὐτοὶ, καὶ ταῦτα δὲ παρὰ πόδας ἔχοντες τοὺς εἰς θαῦμα καταλογιζομένους τὸ πράγμα. Αὐτὶ δὲ κακούργως αὐτὸ ἐνδιέβαλλον, ὅπως ἔθος τοῖς κακούργοις. — "Αλλως. Συνίεσαν μὲν, οὐκ ἠρέσκοντο δὲ τοῖς λεγομένοις. Τὰ γὰρ μεγαλεία ἔλεγον τοῦ Θεοῦ. Ἔθος γὰρ τοῖς πολλοῖς ἂν μὴ ἀρέσ σκωνται τοῖς λεγομένοις, δαιμονὴν ἢ παραπαίειν ἡγεῖσθαι τὸν λέγοντα. ὡς καὶ ἐπὶ τοῦ Χριστοῦ, τητος διαβαλλόντων ἐστί. Γλεῦκος γὰρ ὁ γλυκός συνίεσαν μὲν τῶν θαυμάτων, δέον δὲ ὑμνεῖν, ὡς ἐν Βεελζεβούλ γινομένων, διέσυρον. Σταθεὶς δὲ Πέτρος σὺν τοῖς ἔδεκα, ἐπῆρε τὴν «φωνὴν αὐτοῦ, καὶ ἀπεφθέγξατο αὐτοῖς· Ανδρες «Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ ἅπαν κ τες, τοῦτο ὑμῖν γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου.» Ανω μὲν τὴν κηδεμονίαν ἐνδείκνυται, ἐν οἷς τῷ πλήθει ἐπιτρέπει τὴν ἐκλογὴν τοῦ μέλλοντος τοῖς ἔνδεκα συντάττεσθαι, ἐνταῦθα δὲ τὴν παρρησίαν. Καί τοι μηδὲ εὐγνώμονας ἔχων τοὺς ἀκροατάς, ἀλλὰ καὶ γελῶντας καὶ μυκτηρίζοντας καὶ φωνῶντας, καὶ ἰδιώτης ὢν καὶ ἀγράμματος. Πῶς οὖν οὐχὶ ὑπὲρ ἄν θρωπον τὸ πραττόμενον; τὸ ῥῆξαι φωνὴν δηλαδή. «Σὺν τοῖς ἕνδεκα» δὲ λέγει, δηλῶν ὅτι κοινῇ γνώμῃ καὶ φωνῇ πάντων αὐτὸς ἦν στόμα, μάρτυρες δὲ παρειστήκεισαν οἱ ἔνδεκα τοῖς λεγομένοις. Επῆρε δὲ τὴν φωνὴν, τουτέστι μετὰ πολλῆς παῤῥησίας, ἵνα εὐθέως ἀρχομένου μάθωσι τὴν χάριν τοῦ Πνεύ ματος. Ο γὰρ πρὸ τούτου μὴ ἐνεγκών ἐρώτησιν κορασίου εὐτελοῦς, οὗτος ἐν μέσῳ δήμου, φωνώντων ἀπάντων, οὗτος ἀνυποστόλως δημηγορεῖ, ὡς ἀμφι σβήτητον τῆς ἀναστάσεως γενέσθαι τοῦτο τεκμήριον. «Οὐ γὰρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύου «σιν.» Οὐκ εἶπεν, ὡς ὑμεῖς χλευάζετε, ἀλλ', ὡς ὑπο λαμβάνετε, ἐπιεικέστερον μεταχειριζόμενος τὸν λό γον· καὶ οὐκ ἄντικρυς ἀπὸ κακουργίας βουλόμενον αὐτοὺς δεῖξαι τοῦτο λέγοντας, προοδοποιῶν αὐτοῖς τὴν ἐπιστροφὴν καὶ μεταμέλειαν. Ἔστι γάρ, φησίν, ὥρα τρίτη τῆς ἡμέρας. Καὶ τί τοῦτο; Οὐκ ἔστιν ἐν ὥρᾳ τρίτῃ μεθύειν; Αλλ᾽ οὐκ ἔστη πρὸς τοῦτο. Οὐδὲ γὰρ ἐκεῖνοι οὕτως εἶχον περὶ αὐτῶν, ἀλλὰ χλευάζοντες καὶ διασύροντες ἔλεγον. «Εστι γὰρ ὥρα τρίτη τῆς ἡμέρας· ἀλλὰ τοῦτό α ἐστι τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ. Και α ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεὸς, ἐκ χνῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα. «καὶ προφητικούουσιν οι υιοί όμως και ως θυγατέρες
col. 69–70page 20 of 20
PG 118:69ὑμῶν. Οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται. Και «γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου κ ἐν ταῖς ἡμέραις εκείναις ἐκχεῶ ἀπὸ Πνεύματός μου και προφητεύσουσι. Καὶ δώσω τέρατα ἐν τῷ ουρανῷ ἄνω, καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα α καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ. Ὁ ἥλιος μεταστρα «φήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν «ἤ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπι «φανῆ. Καὶ ἔσται, πᾶς ὅς ἐὰν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται.» Τοῦτο προσεκτικωτέρους αὐτοὺς τέως ἐποίησε τὸ δὲ, ἐν τρίτῃ ὥρᾳ ταῦτα γεγενῆσθαι, οὐχ ἁπλῶς. Τότε γὰρ τὸ λαμπρὸν τοῦ πυρὸς δείκνυται, ὅτε οὔτε πρὸς ἔργα ἔχουσιν οἱ ἂνθρωποι, οὔτε πρὸς ἄριστον, ὅτε λαμπρὰ ἡ ἡμέρα, ὅτε πάντες εἰσὶν ἐπ᾿ ἀγορᾶς. Εἶτα τὴν προφητείαν παρήγαγεν τοῦ Ἰωήλ, οὐδαμοῦ τοῦ Χριστοῦ μνημονεύσας ἐνταῦθα, καὶ τῶν σημείων ὧν ἦσαν αὐτόπται, καὶ ὅτι αὐτοῦ τοῦτο ἐπαγγελία. Εἰ γὰρ τοῦτο εἶπε, πάντα ἀνέτρεψεν ἂν, καὶ καταλευσθῆναι ἐποίησεν· ἀλλὰ τὸν Πατέρα τέως εἰσάγει διὰ τοῦ προφήτου ταῦτα αὐτοῖς ἐπαγγειλάμενον, καὶ τὸν φθόνον ὑποτεμνόμενον· οὐ τοῖς ἀπο στόλοις μόνον, φησὶ, ἀλλὰ πάσῃ σαρκί, δηλονότι εἰλι κρινῶς πιστευούσῃ, καὶ μετὰ διαθέσεως. Οὐ γὰρ ὁ λέγων μοι, φησί, Κύριε, Κύριε, ἀλλ᾽ ὁ μετὰ βίου ἀρίστου τοῦτο ποιῶν. Οὐ προστίθησι δὲ τοῦτο, αν επαχθέστερον τὸν λόγον τῆς ἐπαγγελίας καὶ κούφον ποιῶν, ὅτι μόνη ἡ ἐπίκλησις ἀρκεῖ πρὸς σωτηρίαν. Τὸ δὲ, «Ο ήλιος μεταστραφήσεται εἰς σκότος,» καὶ τὸ πρὸ τούτου, «Αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ,» ταῦτα περὶ τῆς μελλούσης φησὶ κρίσεως, οἰκειότερον δὲ καὶ περὶ τῶν Ἱεροσολύμων καὶ τῆς τότε αἱ χμαλωσίας, εἴρηται, ἀπὸ τῆς διαθέσεως τῶν παρ σχόντων. "Αλλως τε καὶ κατὰ τὸν Ιώσηπον, πολλὰτοιαῦτα ἐπροοιμιάσατο τὴν τῶν Ἱεροσολύμων κατα στροφήν. Τὸ δὲ τὴν σελήνην μεταστραφῆναι εἰς αἷμα φασκειν, τῆς σφαγῆς δηλοῖ τὴν ὑπερβολὴν, ὡς προσ γειοτέρας τε οὔσης, καὶ δυναμένης ἀπὸ τῆς τοῦ αἰ. ματος ἀναθυμιάσεως τοῦτο πάσχειν. Τὸ μέν τοι, «Πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου την μεγαλην καὶ ἐπιφανή, ο φοβοῦντός ἐστι καὶ κατασείοντος αὐτοὺς τοῖς ἐλπιζομένοις δεινοῖς. Μὴ γὰρ, ἐπειδὴ, φησίν, ἀτιμωρητὶ νῦν ἁμαρτάνετε, θαῤῥεῖτε, ἀλλὰ, προ εισόδια ταῦτα ἴστε μεγαλης ἡμέρας καὶ χαλεπῆς εἰς ἀνταπόδοσιν. ᾿Αλλὰ ταῖς ἀπειλαῖς ἐπάγει τινὰ καὶ χρησότητα, προσθεὶς τὸ, «Καὶ πᾶς ὃς ἐὰν ἐπι καλέσητα: τὸ ὄνομα Κυρίου, σωθήσεται.» Καὶ τοῦτο μὲν Παῦλος ὁ ἀπόστολος περὶ Χριστοῦ εἰρή σθαί φησι, νῦν μέντοι, τούτου καιρὸν οὐκ ἔχοντος, οικονομῶν τὸν λόγον παρῆκεν αὐτό. Η Άνδρες Ισραηλῖται, ἀκούσατε τοὺς λόγους τούς κ τους. Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀπὸ τοῦ Θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ «σημείοις, οἷς ἐποίησε δι' αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς καὶ αὐτοὶ οἴδατε, τοῦτο τῇ ὡρι σμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον λα
Page scan enlarged

Notebook

Full View