PG 119cumenius Bishop of Trikka
Commentary on the Catholic Epistle of James
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Chapter ICaput Primum

col. 455–456page 1 of 28
PG 119:455ΙΑΚΩΒΟΥ ΑΠΟΣΤΟΛΟΥ Η ΚΑΘΟΛΙΚΗ ΕΠΙΣΤΟΛΗ. ΚΕΦΑΛ. Α'. «Περὶ ὑπομονῆς καὶ πίστεως ἀδιακρίτου. Καὶ περὶ τα πεινοφροσύνης, πρὸς πλουσίους. Εν ᾧ περὶ τῆς ἐν ἡμῖν πυρώσεως καὶ τῶν ἐξ αὐτῆς παθῶν, ὅτι οὐ παρὰ Θεοῦ τὸ αἴτιον. Εἴ τι γὰρ ἀγαθὸν ἡμῖν, παρ' αὐτοῦ.» «Ιάκωβος Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος, ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ, χαίρειν. Πᾶ σαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περ ριπέσητε ποικίλοις. Θεοῦ μὲν τοῦ Πατρὸς, Κυρίου δὲ τοῦ Υἱοῦ. Ὥστε εἰ ἐξ ἴσου Πατρὸς καὶ Υἱοῦ δοῦλος, ὁμότιμός ἐστι τῷ Πατρὶ καὶ ὁ Υἱὸς, καὶ κατ᾽ οὐσίαν καὶ κατ' ἐν έργειαν. Ὑπὲρ πᾶν δὲ κοσμικὸν ἀξίωμα οἱ τοῦ Κυρίου ἀπόστολοι τῷ δοῦλοι Χριστού είναι λωπιζόμενοι, τοῦτο γνώρισμα ἑαυτῶν βούλονται ποιεῖσθαι, καὶ λέγοντες, καὶ ἐπιστέλλοντες, καὶ διδά σκοντες. • Πᾶσαν χαράν.» Τὴν κατὰ Θεὸν λύπην καὶ τοὺς πειρασμούς τούτους καὶ ἐπαινετοὺς οἵδε καὶ χαρᾶς ἀξίους· δεσμὸς γὰρ οὗτοί εἰσιν ἀῤῥαγής, καὶ αὔξησις ἀγάπης και κατανύξεως. Ὅθεν κάτ κεῖνο εἴρηται· «Τέκνον, εἰ προσέρχῃ δουλεύειν τῷ Κυρίῳ, ἐτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν.» Καὶ ὁ Χριστὸς, • Ἐν τῷ κόσμῳ, φησί, θλίψιν ἕξετε, ἀλλὰ θαρσείτε.» Και, «Στενή και τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν.» Οὐ γὰρ ἔστιν ἐκτὸς γυμνασίων, οὔτε κοσμικῶν, οὔτε τῶν κατὰ Θεὸν στεφάνων ἀξιωθῆναι. Μετριοφρονῶν δὲ ἀδελφοὺς αὐτοὺς, οὐχὶ τέκνα καλεῖ. Χαρᾶς δὲ πάσης οἱ πειρασμοί παραίτιοι τοῖς σπουδαίοις, ὅτι τὸ δοκίμιον αὐτῶν διὰ τούτων γίνεται φανερόν. Τὸ δὲ δοκίμιον εἰς ἔργον τέλειον παραπέμπει. Αλλ' ἐρεῖ τις· Εἰ τοῦτο τὸ τῶν πειρασμῶν ἔργον, πῶς εἰς πειρασμὸν ὁ Χριστὸς μὴ εἰσενεχθῆναι ἐν τῇ εὐχῇ διδάσκει ἡμᾶς τὸν Θεὸν παραιτεῖσθαι; φαμένου, ὅτι διττοί εἰσιν οἱ πειρασμοί. Οἱ μὲν ἀφ᾿ ἡμῶν τὴν ἀρχὴν ἔχοντες, οἱ δὲ ἀπὸ Θεοῦ, γυμνασίας χάριν καὶ ἀναῤῥήσεως ἡμῖν ἐπαγόμενοι. Διττοὶ δὲ καὶ οἱ ἀφ᾿ ἡμῶν τὴν ἀρχὴν ἔχοντες. Οἱ μὲν γὰρ δι' ἀλόγιστον ἀνδρείας, ὁ καὶ θράσος καλοῦμεν, ὁ καὶ φυλάττεσθαι εἰσηγεῖται ὁ Κύριος, ὡς τοῦ μὲν πνεύματος προθύμου ὄντος, μεταξὺ δὲ ἀγώνων τῆς
col. 457–458page 2 of 28
PG 119:457προθυμίας ἀποσβεσθείσης, καὶ οὐκ εἰς ἀγαθὸν τοῖς & χρησαμένοις τελευτησάσης· οἱ δὲ δι᾿ ἁμαρτίαν ἐπαγόμενοι ὡς τοῖς Σοδομίταις ὁ ὄλεθρος. Τούτους τοὺς πειρασμούς, ὅση ὅση δύναμις, φευκτέον, ἀν αμαρτήτως βιούντας. Ἐπεὶ τούς γε ἀπὸ Θεοῦ, ὡς τῷ Ἰώβ, ὡς τῷ ᾿Αβραάμ, μὴ μόνον οὐ φευκτέον, ἀλλ᾽ εἴ τι καὶ δυνατόν, διὰ τῆς ὑπομονῆς καὶ τῆς εὐχαριστίας ἐπισπαστέον. Ὁ γὰρ Θεὸς πειράζων, ἐπ᾽ ὠφελείᾳ καὶ ἀναῤῥήσει τοῦτο ποιεῖν οἶδεν. πειρασμοῖς δὲ ποικίλοις εἶπε, διὰ τὸ τοὺς μὲν, ὡς ἔφημεν, ἀπὸ Θεου, τοὺς δὲ ἀφ᾿ ἡμῶν εἶναι. Ότι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν. Ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι.» Δοκίμιον, τὸ κεκριμένον λέγει, τὸ δεδοκιμασμένον, τὸ καθαρόν. Ὡς καὶ τὸ, «Αργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ.» Πῶς δὲ τὸ δοκίμιον ὑπο μονὴν κατεργάζεται; Εκείνη γὰρ ἡ πίστις καθαρὰ ἐλέγχεται, ἡ ἐν ὑπομονῇ καὶ καρτερίᾳ τῶν ἐπι φερομένων πειρασμῶν διατελοῦσα.. Πιστοῦ γὰρ ὡς ἀληθῶς ἔργον, τὸ μετὰ μακροθυμίας τε καὶ εὐχαριστία;, τὰς τοιαύτας ἐπιφορᾶς δέχεσθαι. Ὁποῖόν τε καὶ ὁ Ἰὼβ ἔπραττεν ἐν πᾶσιν εὐχαριστῶν. • Εργον τέλειον ἐχέτω.» Σκόπει· οὐκ εἶ πε τὴν ὑπομονὴν ὁριστικῶς, ὅτι, Εργον τέλειον ἔχει, ἀλλὰ προστακτικώς, Ἐχέτω. Οὐ γὰρ προϋποκειμένην ἀρετὴν ἐξαγγέλλει, ἀλλὰ νῦν ἐγγινομένην, ὡς χρή γίνεσθαι νομοθετεῖ. Εἰ δέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος Θεοῦ πᾶσιν ἁπλῶς, καὶ μὴ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ. Αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος. Ὁ γὰρ διακρινόμενος ἔοικε κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ. Μὴ γὰρ οἰέσθω ἄνθρωπος ἐκεῖνος, ὅτι λήψεται τι παρὰ τοῦ Κυρίου. Ανήρ δίψυχος, ἀκατάστατος ἐν πάσαι; ταῖς ὁδοῖς αὐτοῦ.» Δοκίμιον Τὸ αἴτιον τοῦ τελείου ἔργου τὴν σοφίαν λέγει. Αἰτείτω παρὰ Θεοῦ. Ἐπειδὴ οἶδε τὸ τῆς πίστεως δοκίμιον, καὶ τὴν ὑπομονὴν τὴν ἐν τοῖς πειρασμοῖς, οὐ τῶν τυχόντων ἀνθρώπων κατόρθωμα, ἀλλὰ τῶν κατὰ Θεὸν σοφῶν, διὰ τοῦτο ἐπὶ σοφίας αἴτησιν παρ ορμᾷ τοὺς ταῦτα κατορθοῦν ἐπιποθοῦντας. δὲν διακρινόμενος.» Εἰ γὰρ πιστεύει αἰτείτω, εἰ δὲ διακρίνεται, μηδὲ αἰτείτω. Οὐδὲ γὰρ λήψεται ἀπι στῶν ὅτι λήψεται. «Έοικε κλύδωνι θαλάσσης.» γὰρ διακρινόμενος ἀμφίβολος ὢν περὶ τὰς ἑαυτοῦ αἰτήσεις, μικρὸν προσκαρτερήσας, εὐθὺς ἀναχωρεῖ. Πάσχει δὲ τοῦτο ἐξ ὑπερηφανία;, ἀπαγορεύων ταχέως, ὅτι μὴ παρὰ πόδας ἐπηκολούθησε τὰ αἰτούμενα, ὡς δὴ μεγάλα οιόμενος περὶ ἑαυτοῦ, καὶ ὡς οὐκ ἀνάξιος ἀστοχεῖν ὧν ποιεῖται την αἴτησιν. Τούτῷ δὲ ἀπ εναντίας ὁ ταπεινόφρων. • Μὴ γὰρ οἰέσθω ἄνθρωπος ἐκεῖνος.» Ὁ μεθ᾽ ὑπεροψίας αἰτῶν δηλαδὴ καὶ ὀλι
col. 459–460page 3 of 28
PG 119:459γωρίας. Ἆρον σεαυτοῦ τὴν διψυχίαν, καὶ μηδὲ Ο ΙΙ, ὅλως διψυχήσῃς αἰτήσασθαι παρὰ Θεοῦ λέγειν ἐν σεαυτῷ, ὅτι, Πῶς δύναμαι αἰτῆσαί τι παρὰ τοῦ Κυρίου καὶ λαβεῖν, ἡμαρτηκώς τοσαῦτα εἰς αὐτόν; Μὴ διαλογίζου ταῦτα, ἀλλ' ἐξ ὅλης καρδίας ἐπίστρεψον ἐπὶ Κύριον, καὶ αἰτοῦ παρ' αὐτοῦ ἀδιστάκτως καὶ γνώσῃ τὴν πολυσπλαγχνίαν αὐτοῦ, ὅτι οὐ μή σε ἐκγαταλίπῃ, ἀλλὰ τὸ αἴτημα τῆς ψυχῆς σου πληροφορήσει. Οὐκ ἔστι γὰρ ὁ Θεὸς ὡς οἱ ἄν θρωποι, οι μνησικακοῦντες ἀλλήλοις, ἀλλ' αὐτὸς αμνησίκακός ἐστι, καὶ σπλαγχνίζεται ἐπὶ τὴν ποίη σιν αὐτοῦ. • Ανήρ δίψυχος.» Δίψυχον ἄνδρα τόν ἀνεπέρειστον, τὸν ἀστήρικτον λέγει, τὸν μήτε πρὸς τὰ μέλλοντα παγίως, μήτε πρὸς τὰ παρόντα ἀσφα λῶς ἡδρασμένον, ἀλλὰ τῇδε κἀκεῖσε ἀγόμενον καὶ περιφερόμενον, καὶ ποτὲ μὲν τῶν μελλόντων, ποτὲ δὲ τῶν παρόντων ἀντεχόμενον. Τὸν δὲ τοιοῦτον καὶ κλύ δωνι ἀπείκασε θαλάσσης οὐκ ἔχοντι τὸ ἔδραῖον καὶ στάσιμον, καὶ ἄνθει χόρτου οὐδὲ αὐτῷ παραμένοντι, ἀλλ᾽ ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον, ἀπορυϊσκομένῳ. Σκόπει δὲ ὅτι οὐκ εἶπε, χόρτῳ ἐοικέναι τὸν τοιοῦτον, ἀλλ᾽ ἄνθει χόρτου, τὸ τελέως ὀλιγοχρόνιον διὰ τοῦ ἄνθους δηλῶν. Ἐπειδὴ δὲ τῶν καλῶν ἁπάντων μπι εύτριαν οἶδε τὴν ταπεινοφροσύνην, καὶ ἄνευ ταύτης οὐδὲν κατορθούμενον τῶν σπουδαίων, διὰ τοῦτο ἐπισ φέρει τὸ, Καυχάσθω ὁ ἀδελφὸς ὁ ταπεινὸς, καὶ τὰ ἐξῆς Πῶς δὲ δίψυχος εἴρηται καὶ διὰ τί; Ως μήτε πρὸς τὴν παροῦσαν ζωήν, μήτε πρὸς τὴν μέλλουσαν ἡδρασμένος. Ψυχὴ γὰρ καὶ ἡ ζωὴ λέγεται, ὡς ἐν τῷ, «Πάντα ὅσα ἔχει ἀνθρωπος δώσει ὑπὲρ τῆς ψυχῆς αὐτοῦ.» - «Ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, ὁ ὁδοὺς, τὰς ψυχικὰς λέγει κινήσεις, αἷς ἐλπίδες ἐπαιωροῦνται εἴτε χρησταὶ εἴτε καὶ μὴ, καθό φησι καὶ ὁ Δαυίδ, Καὶ πάσας τὰς ὁδούς μου προείδες. Η Καυχάσθω δὲ ὁ ἀδελφὸς, ὁ ταπεινὸς, ἐν τῷ ὕψει αὐτοῦ· ὁ δὲ πλούσιος ἐκ τῇ ταπεινώσει αὐτοῦ. ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται. ᾿Ανέτειλε γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι, καὶ ἐξήρανε τὸν χόρτον, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε, καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο. Οὕτως καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται, η Επειδή κλύδωνι ἀνέμου τὸν διακρινόμενον ἀπει κάζει, ὃς μετεωρίζεται μὲν τοῖς πνεύμασιν ἐξογκούμενος, θᾶττον δέ ἢ ὑψωθῆναι καταστορεῖται τε καὶ κοιμίζεται, ταὐτὸ δὲ τοῦτο καὶ ὁ διακρινόμενος πάσχει, ἐξ ὑπερηφανίας καὶ ὑπεροψίας πρὸς οὐδὲν τῶν δεόντων ἐπιστηρίζων τὰς ἑαυτοῦ αἰτήσεις, διὰ τοῦτο ἐπιφέρει τὸ, Καυχάσθω ὁ ἀδελφὸς ὁ ταπεινός. τοιοῦτόν τι λέγων· Ὁ βουλόμενος αἰτεῖν τι πρῶτον μὲν αἰτείτω τὰ δέοντα, ἐν οἷς οὐδὲ ἀστοχήσει τῶν αἰτουμένων. Ταῦτα δέ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ καὶ ἡ δικαιοσύνη. Επειτα καρτερείτω περὶ τὴν τῶν τοιούτων αἴτησιν, ἀλλὰ μὴ ἐπ' ὀλίγον εὐξάμενος, εὐθὺς ἀναχωρείτω, (αλαζόνος γὰρ τοῦτο, ἀλλὰ περι μενέτω τὴν λῆψιν ἐν ταπεινώσει προκαρτερών. «Ο ταπεινός, ἐν τῷ ὕψει αὐτοῦ, ὁ Ἐκ τοῦ κατὰ
col. 461–462page 4 of 28
PG 119:461Θεὸν ταπεινοῦσθαι πᾶν ἀγαθὸν ἡμῖν περιγίνεται. Η 448 Πλούσιον δὲ τὸν κατοροφρυωμένον λέγει, ὃν καὶ ταπεινὸν καλεῖ, ὡς ἐν τῷ ἐπαίρεσθαι καταβαλλόμενον. . Ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ,» ἀκόλουθον ἦν εἰπεῖν. Ὁ δὲ πλούσιος αἰσχυνέσθω ἐν τῇ τα πεινώσει αὐτοῦ, ἀλλὰ τὸ ἀνεπαχθέστερον μεταδιώκων. παρῆκεν αὐτό • Καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ.» Πρόσωπον καταχρηστικώς εἴρηκε. Τούτο γὰρ ἐπὶ μόνου λέγεται ἀνθρώπου, ἐπὶ δὲ τῶν ἄλλων ζώων, οὔ. Αλλ' ἐπὶ μὲν τῶν τετραπόδων, ρύγχος οὐ πρόσωπον λέγεται. Ἐπὶ δὲ τῶν πτηνών, ράμφος, «Ἐν ταῖς πορείαις αὐτοῦ. «Πορείας τοῦ πλουσίου, τὰς ἐν εὐπραγία-διεξόδους καλεῖ, εἴτουν διοικήσεις, ὧν μεταξὺ ἀνελπίστως κομίζεται τὴν ἐπὶ τὴν δυστυχίαν μεταβολήν. Πρόσωπον, ῥύγχος, ράμφος, Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμὸν, ὅτι δόκιμος γενόμενος λήψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν. Μηδεὶς πειραζόμενος λεγέτω, ὅτι ᾿Απὸ Θεοῦ πειράζομαι. Ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι Ο κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα. Εκαστος δὲ πειράζεται, ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος. Εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν. Ἡ δὲ ἁμαρτία ἀποτελεσθείσα ἀπολύει θάνατον. Μὴ πλανᾶσθε, ἀδελφοί μου ἀγαπητοί, ο Εοικεν ὁ μακάριος οὗτος ἀσφαλέστερον χρησάμενος τῷ περὶ πειρασμῶν λόγῳ, ἐν οἷς φησι· Πᾶσαν χαρὰν ἡγεῖσθε ἐν πειρασμῶν περιπτώσει. Εἶτα τῆς τοῦ Κυρίου μνησθεὶς εὐχῆς, ἥτις μὴ εἰς πειρασμὸν ἐμπεσεῖν ἡμᾶς ἐξιλεουμένους τὸ κρεῖττον παρεγγυά, 8, ἐπαναλαμβάνει διὰ τῶν προκειμένων τὸν λόγον, σαφηνίζων τίς μὲν ὁ ἀπὸ Θεοῦ πειρασμὸς, ὃς καὶ περιχαρείας πρόξενος, τίς δὲ ὁ παρ᾽ ἡμῶν εὐθαίρε τος. Πλὴν καλῶς ἔχει τὸν μὲν Κύριον καὶ Θεὸν Ἰη σοῦν Χριστὸν πρὸς τὸ ἀσθενέστερον τῆς ἀνθρωπίνης ἀποσκοπήσαντα φύσεως, τὴν ἐπιφορὰν ἀπεύξασθαι τῶν πειρασμῶν ὑποθέσθαι, ἀτελέστερον ἔτι τῶν μαθητῶν διακειμένων. Ὃν καὶ ἐν ἄλλοις πεποίηκε πολλοῖς, τὰ τελεώτερα τέως ὑπερθέμενος. Ἐπεὶ δὲ τῇ διὰ τῆς ἀναστάσεως αὐτοῦ ἐπιγνώσει, καὶ τῇ εἰς οὐρανοὺς ἀναλήψει, ἐπεῤῥώσθη ἡ ἀσθενὴς ἡμῶν φύσις, μηκέτι τοὺς πειρασμούς δεδωκέναι ὁ ἀδελφὸς αὐτοῦ κατὰ σάρκα εἰσηγεῖται, ἅτε οἵας τε οὔσης 446 λοιπὸν τοῖς τοῦ Κυρίου πάθεσιν ἐπιῤῥωσθείσης) και ταπαλαίειν πᾶσαν ἐπερχομένην ἐπήρειαν. Διττῶν δὲ η ὄντων, ὡς ἔφαμεν, τῶν πειρασμῶν, συμφέρει καθ' ἑκάτερον ἡ ὑπομονή. Ἐπὶ μὲν τῶν ἀπὸ τοῦ Θεοῦ, ὅτι ἀναρρήσεως μετὰ ταῦτα τυγχάνομεν, ὡς ᾿Αβραάμ. Ἐπὶ δὲ τῶν ἀφ᾿ ἡμῶν, ὅτι ὑπομένοντες μετὰ εὐχα ριστίας, οἱονεὶ ἀντισήκωσιν ταύτην εἰσφέρομεν τῶν ἡμαρτημένων. Ὁ γὰρ ἐπιγνώμων τῶν ἑαυτοῦ, ἀρχὴν ἑαυτῷ κατεβάλετο σωτηρίας, καὶ εἰς χαρα κτήρα κικαίου ἑαυτὸν ἀφωμοίωσεν, εἴπερ ἀνήρ δίκαιος, ἐν πρωτολογία ἑαυτοῦ κατήγορος. • Μηδείς πειραζόμενος λεγέτω. Εἰ διττοὶ οἱ πειρασμοί, τί νῦν πάντα πειρασμὸν ἐκβάλλει τῆς ἀπὸ τοῦ Θεοῦ αἰ
col. 463–464page 5 of 28
PG 119:463ραζόμενος. Τον γὰρ ἑαυτῷ διὰ πλημμέλειαν καὶ ἀκολασίαν ἐκπορίζοντα τοὺς πειρασμούς, ὥστε ἐν διηνεκεῖ σάλῳ εἶναι, τοῦτον λέγει μὴ ἀπὸ Θεοῦ πειράζεσθαι, ἀλλ' ἀπὸ τῆς ἰδίας ἐπιθυμίας. Ὁ γάρ τοι τὸν ἐπενεχθέντα νικήσας πειρασμόν, ἀσφαλέστερον ἑαυτὸν καταστήσας, δυσάλωτος ἔτι καθίσταται πειρασμοῖς, μάλιστα τοῖς ἀφ' ἑαυτοῦ κινουμένοις. Πρὸς γὰρ φιλοσοφωτέραν ἀποκλίνας ζωήν, ἀνέφραξε τὴν τοὺς πειρασμούς νάουσαν πηγήν, καὶ ἐν ἀνέσει λοιπὸν τῶν πειρασμῶν διατελεῖ. ᾿Απείραστος δὲ ὁ Θεὸς κακῶν, κατὰ τὸν εἰρηκότα (κἂν τῶν θύραθεν ἐστιν ἡμῖν)· Τὸ θεῖόν τε καὶ μακάριον, οὔτε αὐτὸ πράγματα ἔχει, οὔτε ἑτέροις παρέχει. Περὶ τὴν θνητὴν γὰρ φύσιν καὶ περίγειον ταῦτα πάντα, περὶ ἣν ἀλλοίωσις ὁρᾶται καὶ μεταβολή, τά τῆς φύσεως ἡμῶν προκατάρχοντα. Επιθυμία δὲ καὶ ἁμαρτία, καὶ ὁ ἐκ ταύτης ἐπιφυόμενος τῇ ψυχῇ θάνατος, βα θμοί τινες τῆς ἀνθρωπίνης καθεστήκασιν ἀπωλείας. Ἡ γὰρ ἐπιθυμία χώραν λαβούσα παραδοχῆς, καὶ μονὴν ἀνευροῦσα ἐνειργάσατο τὴν ἁμαρτίαν. Στις ἀπέτεκε θάνατον, ἂν μὴ διανοίας αὐτὴν ἐκριζώσαντες, δευτέρας ἡμῖν ζωῆς ἀνευρήσομεν ἀρχήν. Επεὶ οὖν ἀποχρώντως ἔδειξε τὴν θείαν φύσιν, μήτ' αὐτὴν οἵαντε οὖσαν πειράζεσθαι, μήτ' ἄλλοις τοῦτο παρ έχουσαν, λέγει δὲ πειρασμοὺς ἐνταῦθα, τοὺς τὸ εὐσταθὲς τῆς ψυχῆς λογισμούς ταράσσοντας καὶ συγχέοντας. Οἱ γὰρ ἀπὸ Θεοῦ, μάλιστα καταστημα τικοὶ τῆς ψυχῆς, λαμπρύνοντες ταύτην, καὶ τοῖς πολλοῖς τὸ ἀπόῤῥητον αὐτῆς ἐκπομπεύοντες κάλλος. Διὰ τοῦτο ἐπάγει τό τίας ᾿Αλλὰ σκόπει· οὐκ εἶπε Πειρασθείς, ἀλλὰ Πει «Πᾶσα δόσις ἀγαθὴ, καὶ πᾶν δώρημα τέλειον, ἄνωθεν ἐκ τοῦ Πατρὸς τῶν φώτων ἐστὶν, παρ ᾧ οὐκ ἔνι παραλλαγή, ἢ τροπῆς ἀποσκίασμα. Βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας, εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτι σμάτων.» Ανωθεν ἐκ τοῦ Πατρὸς τῶν φώτων, ο Ὡς τῶν παρ' ἡμῶν ἐπαγομένων οὔτε τὸ τέλειον, εἰ μὴ καὶ πολὺ τὸ ἀτελὲς ἐχόντων, οὔτε τὴν ψυχὴν λαμπρο νόντων. Πῶς γὰρ τέλειον, τὸ ἀπὸ τῶν ἐκ προκοπῆς τὸ τέλειον λαμβανόντων, καὶ μόγις καμάτῳ πολλῳ τὸ ἐκ γενέσεως αἴσχος ἐποκαθαιρομένων, εἶτα πρὸς τὴν λαμπρότητα τὴν θείαν ἀφικνουμένων; «Παρ' οὐκ ἔνι παραλλαγή.» Αὐτὸς γὰρ βοᾷ διὰ τοῦ προ φήτου, «Εγώ εἰμι, καὶ οὐκ ἀλλοίωμαι.» Τὸ δὲ, Τροπῆς ἀποσκίασμα, ἀντὶ τοῦ, οὐδὲ μέχρις ὑπο νοίας τινὸς ὑποβολή, «Βουληθεὶς ἀπεκύησεν.» Τὸ, Βουληθείς, εἶπεν, ἐπιστομίζων τοὺς αὐτομάτως ὑποστῆναι τόδε τὸ Πᾶν ληροῦντας. Ἐπειδὴ γὰρ άνωτέρω εἶπε, Παρ᾽ ᾧ οὐκ ἔνι παραλλαγή, καὶ ἔδει ξεν ἐκ τούτου ἀναλλοίωτον τὸ θεῖον, ἐπάγει τὸ, Βου ληθεὶς ἀπεκύησεν ἡμᾶς. Εἰ γὰρ γεννητοὶ ἡμεῖς, δῆλον ὅτι καὶ ἀλλοιωτοί. Πῶς γὰρ ἀναλλοίωτον τὸ ἐκ τοῦ μὴ ὄντος ἐξ ἀλλοιώσεως εἰς τὸ εἶναι προϊόν; Εἶτα ἐπειδὴ εἶπεν, ᾿Απεκύησεν ἡμᾶς, ἵνα μή τις
col. 465–466page 6 of 28
PG 119:465υπολάβῃ ὁμοίως ἡμῖν καὶ τὸν Υἱὸν ἀποτελεῖν αὐτὸν, καὶ μεθ᾿ ἡμῶν καὶ τὸν Υἱὸν γεγεννῆσθαι, ἐπάγει τό, Λόγῳ ἀληθείας. Πάντα, γὰρ, κατὰ τὸν θεῖον Ιωάννην, διὰ τοῦ Υἱοῦ ἐγένετο. Ὥστε εἰ διὰ τοῦ τῆς ἀληθείας Λόγου ἡ πρόοδος ἡμῖν, οἱ τὸ εἶναι ἔχοντες ἀπὸ τοῦ Λόγου, οὐχ ὁμογενεῖς τῷ ὑφ᾽ οὐ γεγόναμεν. «Εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν.» ᾿Αντὶ τοῦ πρώτους και τι μιωτάτους. Κτίσματα δὲ αὐτὴν τὴν ὁρωμένην κτίσιν φησί. Κτίσματα Ωστε, ἀδελφοί μου ἀγαπητοὶ, ἔστω πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι, βραδύς εἰς ὀργήν. Οργὴ γὰρ ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐ κατεργάζεται. ο Τὸ, Ταχὺς, οὐχὶ εἰς ψιλὴν ἀκρόασιν περιίστησιν, 448 ἀλλ' εἰς μὲν ἐνεργον, καὶ τὸ ἀκοῦσαι πρὸς τὴν μεταχείρισιν τῶν ἡκουσμένων ἀφορμῶσαν. Ἐπίσταται γὰρ τὸν μετὰ σπουδῆς ὑπέχοντα τοῖς λεγομένοις την ἀκοὴν, καὶ πρὸς τὴν ἐργασίαν τούτον, ἕτοιμον παρέξοντα ἑαυτόν· ὥσπερ ἀπ' ἐναντίας, τὸν μετὰ βραδυτήτος πρός τι διατιθέμενον τῇ ἀναβολῇ, καὶ πάμπαν εἰργόμενον ἔσθ' ὅτε τῆς ἐγχειρήσεως. Διό ἐπὶ μὲν τῆς τῶν θείων διδασκαλίας ταχυτῆτα ἐντέλο λεται, ἐπὶ δὲ τῶν ἐπισφαλῆ τὴν μεταχείρισιν εχόν των, την βραδυτητα. Ταῦτα δέ ἐστι, τὸ λαλῆσαι, τὸ ὀργισθῆναι. Η τε γὰρ ἀπρομηθὴς λαλία, ὅτε ἀπερίσκεπτος ὀργή, οὐκ εἰς ἀγαθὸν ἔσθ' ὅτε οἶδεν ἀπο τελευτῶν. Δι' ὅ καί τις ἀνὴρ θετός φησιν· Ὁ λαλήσας μετέγνω πολλάκις, ὁ δὲ σιωπήσας οὐδέ ποτε. Καὶ μακάριος δὲ πάλιν Δαυΐδ· Οργίζεσθε καὶ μὴ ἁμαρτάνετε. Τουτέστι, μὴ ὀργιζόμενοι, εὐθέως καὶ τὴν ὑποβαλλομένην ἐκ τῆς ὀργῆς ἐπάγετε μανίαν. 13:» Σύμφωνα τούτοις καὶ τὰ παρόντα. Τό τε γὰρ περὶ τὸ λαλῆσαι ἀργὸν, τό τε περὶ τὸ ὀργισθῆναι νωθρόν, τῇ περὶ ταῦτα μελλήσει ἐπανήγαγε τὸν μεταχειριού μενον πρὸς τὸ δέον καὶ τὸ εὐθές. Καὶ ἡ παντελῶς τὴν περὶ ταῦτα ἐξέλυσεν ὁρμὴν διὰ τῆς κεκριμένης ἐπισκέψεως, ἢ κατὰ τὸ προσῆκον τῶν πραγμάτων ποιήσασθαι τὴν διέξοδον τούτων εἰσηγήσατο, μά λιστα τῆς ὀργῆς. Ητις αλογίστως προενε προενεχθεῖσα τῆς τοῦ Θεοῦ δικαιοσύνης ἀποστερεῖ. Διὸ καὶ τὴν αἰτίαν ἐπάγει ταύτην, τό, Οργή γάρ ἀνδρὸς δι καιοσύνην Θεοῦ οὐ κατεργάζεται. Εἰ γὰρ δικαιοσύνη ἐστὶν ἕξις ἐν ψυχῇ τοῦ κατ᾽ ἀξίαν ἑκάστῳ ἀπονεμητική, ὀργὴ δέ, κατὰ τὸν εἰπόντα, ἀπόλλυσι καὶ φρονίμους, πῶς αὕτη ἡ διὰ τὴν ἀγαν ἐμπάθειαν σκοτοῦσα τὸν νοῦν, ὡς καὶ φρονίμους ἀπολλύναι, τὴν κεκριμένως ἀπονέμουσαν ἑκάστῳ τὸ κατ᾿ ἀξίαν συστήκειεν; ο Βραδὺς εἰς ὀργήν, η Βραδὺς εἰς ὀργήν. Την βραδυτητα διχώς βούλεται ἐνεργεῖσθαι παρ' ἡμῶν εἴς τε τὸ λαλῆσαι, καὶ τὸ ὀργισθῆναι. Ο δε γὰρ ἢ μέλλησις καὶ ἀποχὴν ἐργάζεσθαι τῆς ὁρμῆς. ΚΕΦΑΛ. Β΄. Περὶ πραότητος καὶ ἁγνείας καὶ πράξεως ἀγαθής μεταδοτικῆς ἐπί μακαρισμῷ· καὶ περὶ ἐπιστήμης καὶ συμμετρίας λόγου. Δι᾿ ὃ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισ

Chapter IICaput II

col. 467–468page 7 of 28
PG 119:467σείαν κακίας, ἐν πραύτητι δέξασθε τὸν ἔμφυ τον λόγον, τόν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν.» Τῇ ρυπαρία προστίθησι καὶ τὸ, Περισσείαν και κίας, τοῦτο βουλόμενος παραστῆσαι, τὸ, Εἰ καί τινι πολλάκις περιέπεσε τις ῥυπαρία, ταχέως αὐτῆς ὑπε εξίστασθαι, ἀλλὰ μὴ τῇ κατ᾽ αὐτὴν ἐπιμονῃ τε καὶ ἐγχρονίσει διὰ τῆς συνηθείας βεβαιότερον καὶ δυσεκ νιπτότερον τὸ κακὸν ἀπεργάζεσθαι, πεφυκότων τῶν συνεχέστερον ἡμῖν καὶ περιττότερον ἐπιτελουμένων, εἰς φύσιν ἀποκαθιστῶν τὸ τελούμενον, ἤτοι φύσεως ἕξιν αὐτῷ περιποιεῖν, «Ἐν πραύτητι,» Εν πραύτητι γάρ, ἀλλ᾽ οὐκ ἐν θορύβῳ καὶ ταραχῇ ἡ τῆς διδασκαλίας γίνεται παραδοχή.» Εμφυτον λόγον. ο Εμφυτον λόγον καλεῖ, τὸν διακριτικὸν τοῦ βελτίονος καὶ τοῦ χείρονος. Καθ' ὃ και λογικοί ἐσμεν καὶ λεγόμεθα.» Γίνεσθε δὲ ποιηταὶ λόγου, καὶ μὴ μόνον ἀκροπ ταί, παραλογιζόμενοι ἑαυτούς. "Οτι εἴ τις ἀκροπ της λόγου ἐστὶ, καὶ οὐ ποιητής, οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν Ἐσόπτρῳ. Κατενόησε γὰρ ἐαυτὸν καὶ ἀπελήλυθε, καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν. Ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας, καὶ παραμείνας, οὗτος οὐκ ἀκροπτὴς ἐπιλησμονῆς γενόμενος, ἀλλὰ ποιητὴς ἔργου, οὗτος μακάριος ἐν τῇ ποιώσει αὐτοῦ ἔσται, κ Επειδή οἶδε καὶ τοὺς σπουδῇ ἐπακούοντας του λόγου πολλάκις τὴν θερμότητα καὶ ἐν αὐτῷ τῷ ἀκροᾶσθαι ἀποσβεννύντας, διὰ τοῦτο νῦν ἐπιφέρει ταῦτα, δυνάμει ταῦτα παρακελευόμενος· Μὴ ἐν τῷ ἀκροᾶσθαι μόνον τὴν σπουδὴν ἐπιδείκνυσθε, ἀλλὰ πολὺ μᾶλλον ἐν τῷ ποιεῖν. Τὸ δὲ, Παραλογιζόμενοι ἑαυτοὺς, ἀντὶ τοῦ ᾿Εξαπατῶντες, ο Παραλογιζόμενοι ἑαυτούς. Πρόσωπον φενέσεως, τὸ διὰ τοῦ νόμου λέγει ἑαυτὸν ἔγνωκέναι. Αιὸ καὶ τῷ Προσώπῳ, ἐγήγαγε τό, Γενέσεως. Διὰ γὰρ τοῦ νόμου μανθάνοντες οὔοι γεγόναμεν, κατανοοῦμεν οἷους γενομένους δ πνευματικὸς ἡμᾶς ἀποτελεῖ νόμος διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας. Εἶτα μὴ ἐμμένοντες τῇ τοιαύτῃ θέᾳ διὰ τῆς πράξεως, καὶ τοῦ χαρίσματος ἐπιλανθανόμεθα ὁ γὰρ πράξεσιν ἑαυτὸν ἐκδοὺς πονηραῖς, οὐδὲ ὅτι εὐηργέτηται παρὰ τοῦ Θεοῦ μνη μονεύει. Εἰ γὰρ ἐμνημόνευεν, ὅτι υἱοθετήθη καὶ ἐδι καιώθη καὶ ἡγιάσθη, ἃ πνευματικά ἐστι χαρίσματα, «» οὐκ ἂν ἑαυτὸν παρεδίδου τοῖς ἀθετοῦσιν ἔργοις τὴν χάριν. Ἐν ἐσόπτῳ. ᾿Απὸ τοῦ συνήθους τούτου ἐσόπτρου, ἐπὶ τὸ νοητὸν ἔσοπτριν διαβιβάζει τὸν λόγον, μηδὲν ἐπενέγκης τῶν εἰς παράδειγμα ἀφοριζόντων τὸ εἰρημένον, οἷον ἵνα εἴπῃ οὕτως· Εἴ τις ἀκροατής λόγου καὶ οὐ ποιητής, οὗτος ἔοικεν ἀνδρι κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ. Ως γὰρ ἐκεῖνος κατενόησεν ἑαυτὸν καὶ ἀπελήλυθε, καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν· οὕτω καὶ οὗτος ὁ διὰ τοῦ Μωσέως νόμου κατανοήσας τὸ, διὰ τί γέγονεν, ὅτι πρὸς δόξαν Θεοῦ, καὶ τὸ κατ' εἰς κόνα γενέσθαι τοῦ πεποιηκότος Θεού, μετὰ τὸ κατα νοῆσαι, οὐδὲν τῶν κατανοηθέντων εἰργάσατο, ἀλλ' ὡσαύτως τῷ πρώτῳ περὶ τὴν κατανόησιν διο
col. 469–470page 8 of 28
PG 119:469γως α ετέθη. Οὕτως οὖν ᾧ λόγῳ χρήσασθαι δέον, οὐ κέχρηται. Τοῦτο δὲ οὐ μάτην ποιεῖ ὁ τοῦ Κυρίου μαθητής Ιάκωβος, ἀλλὰ συντόμως ἅπαντα φθέγγεται, ὡς τοῦ συντετμημένου μαθητής λόγου, καὶ ἅμα συνά γων τὸν ἀκροατὴν, καὶ συντείνων εἰς τὸ μὴ παρέρ τούτων ἀκούειν. «Ὁ δὲ παρακύψας Σκόπει ὅτι Παρακύψας εἶπεν, ἀλλ᾽ οὐκ Εἰσελθών.» Ὁ γὰρ πνευματικὸς νόμος τὸ ἐφετὸν πανταχοῦ καὶ μεγα λεῖον ἔχων, καὶ ἀπ᾿ αὐτῆς τῆς βραχείας ἐντυχίας οἶδεν ἐφέλκεσθαί τε καὶ τελειοποεῖν, καὶ ἅτε τὸ τέ λειον ἔχων καὶ περὶ πάντα ἀνελλιπές, τὴν ἐνδοιάζειν περί τι τῶν ἐν αὐτῷ ἀπαλλάξας τὸν ἐτυγχάνοντα, καὶ παραμένειν πέπεικε τοῖς τεθεαμένοις. • Εἰς νόμον τέλειον.» Ἐπειδὴ μέγα ἐφρόνουν Ἰουδαῖοι ἐν ταῖς τοῦ νόμου παρατηρήσεσι, καὶ ταύταις τὸν πᾶν τῆς περὶ Θεὸν εὐσεβείας κατορθοῦν ᾤοντο, καὶ περὶ ταύτας ἀσχολούμενοι μόνας, αὐτοὶ μὲν τὸ τέλειον ἑαυτοῖς περιπεποιηκέναι ἐλογίζοντο, πρὸς δὲ τοὺς ἄλλους ἀνθρώπους ὑπερηφάνως καὶ ὀνειδιστικῶς διέκειντο, ὡς δῆλον ἀπὸ τοῦ ἐν Εὐαγγελίῳ φα ρισαίου καὶ τῶν κατὰ τοῦ τελώνου ἀπηυθαδίσατο ταύτην τὴν οἴησιν καταστέλλων ὁ μακάριος Ιάκω ἕως τὰ προκείμενα φησι. Μνησθεὶς γὰρ ποιητοῦ ἔργων καὶ μακαρίσας αὐτὸν, ἐπανορθοῦται εὐθὺς καὶ τὸ ἐν τῇ ποιήσει παρὰ τοῖς πολλοῖς ἐπιφυόμενον κακόν, καί φησι· Μὴ ὑπολάμβανε, ὁ ἀπὸ τῆς ποιή σεως τοῦ νόμου λαχὼν τὸ μακάριον, ὡς μόνη ἡ ποίησις ἔχει καὶ τὸ ἀπόδεκτον παρὰ Θεῷ. Οὐ γάρ ἀλλ' ἐκεῖνος ὁ μετὰ του ποιεῖν, μὴ ἐξονειδιστικώς τῶν ἄλλων μηδὲ ἀφιλανθρώπως πρὸς τοὺς ὁμο γενεῖς διακείμενος. «Τὸν τῆς ἐλευθερίας.» Εἰπὼν Νόμον τέλειον, ἐπήνεγκε, Τὸν τῆς ἐλευθερίας, τὴν ἐλευθερίαν ἐπίσημον αὐτοῦ ποιούμενος. Ὁ γὰρ κατὰ Χριστὸν νόμος, τῆς περὶ πᾶν τὸ σαρκικὸν ἀπηλλάξας δουλείας, σαββατισμῶν, καὶ περιτομῆς, καὶ τῆς περὶ τοὺς ἄλλους ἀγνισμούς λατρείας, ἐν ἐλευθερία τούτων καὶ ἀνέσει τὸν προσιόντα καθίστησι. Καὶ διὰ τὸ ἐλευθέριον, καὶ τὸ ἀπὸ τῆς ἐλευθερίας ἡδὺ, καὶ προσεκτικὸν εἰργάσατο τοῦτον, καὶ τῆς λυμαινομένης ἅπασι τοῖς καλοῖς ἀπήλλαξεν ἐπιλησμονῆς. Οὐ. δὲν γὰρ οὕτω περιέχεσθαί τινος πείθει, ὡς τὸ περὶ τὸ πρᾶγμα ἐνθεωρούμενον ἄνετόν τε καὶ ἐλευθέριον, Προσέτι καὶ μακάριον ἀπέφηνε τὸν τοιοῦτον, «'Ακροz τῆς ἐπιλησμονῆς. • Τῇ ἀκροασει συνῆψε τὴν ἐπιλησμονὴν, ὡς εἰ ἐνδεῖ τῆς ποιήσεως ἡ ἀκρόασις, οὐδὲν πράγμα μὴ καὶ τὴν ἐπιλησμονὴν ἐπακολουθῆσαι, ὡς κατὰ πάρεργον οὐκ ἐνεργῶς τὴν ἀκροάσεως γενομένης. «Εἴ τις δοκεῖ θρῆσκος εἶναι ἐν ὑμῖν, μὴ χαλιναγωγῶν γλώσσαν αὐτοῦ, ἀλλὰ ἀπατῶν καρδίαν αὐτοῦ, τούτου μάταιος ή θρησκεία. Θρησκεία καθαρὰ καὶ ἁμίαντος παρὰ τῷ Θεῷ καὶ Πατρί, αὕτη ἐστὶν, ἐπισκέπτεσθαι ὀρφανούς και χήρας ἐν τῇ θλίψει αὐτῶν· ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.» Η θρησκεία, πλέον, τι δοκεῖ τῆς πίστεως ἔχειν. κρυφίων γάρ τινῶν γνώσιν τὸ ὄνομα ἐπαγγέλλεται, Θρησκεία

Chapter IIICaput III

col. 471–472page 9 of 28
PG 119:471καὶ βεβαιότητα τῶν κατὰ τὴν πίστιν ἐνθεωρουμέ. νων. Διά τοι τοῦτο καὶ νυν δ μακάριος Ιάκωβος τῇ λέξει ταύτῃ ἐχρήσατο, Θρῆσκος εἰπὼν, ώσπερεί ἔλεγε, Γνώστην ἑαυτὸν οἴει τῶν ἐν τῷ νόμῳ ἀπορ ῥήτων καὶ ἀκριβῆ φύλακα. Πῶς Οσγε τὴν γλῶσ σαν μὴ ἐπιστάμενος χαλιναγωγείν, καταλαλεῖς τοῦ πλησίον, καὶ ὑπεροπτικῶς διαβιοὺς οὐδένα τῶν ἀπο 489 14 ρούντων οἰκτείρεις, τοῦ νόμου μήτε τὸν καταλα oc-λοῦντα προσιεμένου, ἀλλὰ καὶ τοὺς ἐχθροὺς οἰκτεί η ρειν καλεύοντος, καὶ τῷ ὑπὲρ τὸν νόμον τὸ ἑαυτοῦ κτῆνος ἐμπεπτωκὸς ἔχοντι καταλαμβανομένῳ ἐχθρῷ συναντιλαμβάνειν τούτῳ καλεύοντος. Εἴπερ οὖν θρῆ σκος εἶναι βούλει, μὴ ἐν τῇ γνώσει τοῦ νόμου ἐπι δείκνυσον τὸν θρῆσκον, ἀλλ᾽ ἐν τῇ ποιήσει. Τοῦτο δέ ἐστι τὸ τοὺς πλησίον, οἰκτείρειν. Ὁ γὰρ εἰς τὸν πλησίον οἰκτιρμὸς ἀφομοίωσίς ἐστι πρὸς τὸν Θεόν. Γίνεσθε γάρ, φησίν, οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί.» Αλλά καὶ ὁ οἰκτιρμὸς μὴ ἐν προσωποληψία ἔστω. Ἐπεὶ μηδὲ ὁ Θεὸς ἀπομεμερισμένας τὰς ἑαυτοῦ ποιεῖται εὐεργεσίας, ἀλλὰ ἀδιαστάκτως πάντας, πλουσίους καὶ πένητας, πονηροὺς καὶ ἀγαθοὺς εὐεργετεῖ. Τὸ δὲ, χαλιναγωγῶν, οἱονεὶ κατάγχων, καὶ μὴ ἐξ οἰή σεως ὡς ποιητής νόμου ἀπατῶν τὴν συνείδησιν αὐτοῦ. Τοῦτο γὰρ ἡ καρδία βούλεται σημαίνειν. Ὡς ἐν τῷ, Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην. α θρησκεία καθαρά. Ισως έρετ τις Εἰ τῆς κατὰ Χριστὸν διαθήκης διδάσκαλος ὁ Ἰάκωβος. πῶς νῦν οὐχὶ καταργεῖ τὰ τοῦ νόμου, ἀλλὰ μᾶλλον ? ἐξαίρει, τοὺς ἐν τῇ τούτου θρησκεία ἀποδεχόμενος, καὶ μὴ ἐπιτιμῶν τούτοις καὶ τῆς τοῦ νόμου ἀπανιστῶν παρατηρήσεως; Πρὸς ὃν ἐροῦμεν ἐκεῖνο, ὡς εἰσαγωγικώτερον αὐτοῖς νῦν διαλέγεται, καὶ συγκαταβαίνει τῇ τούτων ἀσθενεία. ἵνα μὴ ἐκ προθύρων ἀνατρέπων τὸν νόμον, ὀπίσω χωρεῖν αοιήσῃ τῇ και νότητι τῶν διδαγμάτων ναυτιῶντας, καὶ πρὸς ἀπείθειαν ἀποκλίναντας. Οἰκονομικώτερον δὲ μετα χειρισάμενος τὸ πρᾶγμα, καὶ ὑπενδοὺς ὅσον αὐτὸν οὐκ ἔβλαπτεν εἰς τὴν καινὴν διαθήκην ταῖς νομικαῖς δεισιθείαις· τί γὰρ σαββατισμὸς, ἢ νηστεία, ἢ ἀποχὴ βρωμάτων εἰς τὴν κατὰ Χριστὸν παραβλάψει πίστιν;) καὶ τούτοις προσεκτικωτέρους αὐτοὺς τοῦ ἑαυτοῦ λόγου λαβών, οὕτως ἠρέμα καὶ κατὰ μικρὸν τῶν μὴ ἀφίστασθαι παραινεῖ τῶν τοῦ νόμου, ὡς ἐγκό πων μὲν ἀνωφελῶν δὲ, καὶ ὡς πρὸς δουλείαν οὐ πρὸς ἐλευθερίαν μετακαλούντων τὴν ἐν Χριστῷ. Σοφώς τοιγαρούν ταῖς βραχείαις ὑπαλλαγαῖς χρησάμενος, ὅτε μὰ δυσανασχετούντας εἶχε τοῖς λεγομένοις τότε τὰ «» προσήκοντα Χριστιανούς παρατίθεται. «Εαυτόν τηρεῖν ἀπὸ τοῦ κόσμου. Κόσμον ἐνταῦθα τὸν δημώδη καὶ συρφετὸν ὄχλον ἀκουστέον, τὸν κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης αὐτοῦ φθειρόμενον. ΚΕΦΑΛ. Γ΄. «Περὶ τῆς πρὸς ἕκαστον ἀγάπης ἀπροσωπολήπτου κατὰ νόμον.» μὴ ἐν προσωποληψίαις ἔχετε Αδελφοί μου,
col. 473–474page 10 of 28
PG 119:473τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης. Ἐὰν γὰρ εἰσέλθῃ εἰς τὴν συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρή, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἔν ῥυπαρᾷ ἐσθῆτι, καὶ ἐπιβλέψητε ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν, καὶ εἴπητε αὐτῷ, Σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε, Σὺ στῆθι, ἐκεῖ, ἢ κάθου ὧδε ὑπὸ τὸ ὑποπόδιόν μου. Καὶ οὐ διεκρίθητε ἐν ἑαυτοῖς. Καὶ ἐγένεσθε κριταί διαλογισμών πονη ρῶν.» «Μὴ ἐν προσωποληψίαις.» Ὁ γὰρ ἐν προσωποληψία τι ποιῶν, πολλοῦ σπίλου, πολλῆς κηλίδος ἑαυτὸν ἀναπίμπλησι, τὸ ὁμογενὲς ἀτιμάζων. καὶ πρὸ ἐκείνου ἑαυτὸν, εἴ γε ἡ πρὸς τὸ ὅμοιον ἐπίδειξις, καὶ πρὸς ἑαυτὸν παραπέμπεται τὸ πραττόμενον. Καὶ οὐ διεκρίθητε.» Ο. Καὶ, σύνδεσμος παρέλκει ᾿Αντὶ τοῦ, Τὸ διακριτικὸν ὑμῶν διεφθείρατε, μηδε μίαν συζήτησιν ποιήσαντες πότερον τιμητέον, τὸν πένητα μὲν, σπουδαῖον δὲ, ἢ τὸν πλούσιον μὲν, ῥᾷ θυμον δὲ, ἀλλ᾽ οὕτως ἀδιακρίτως καὶ ἐν προσωποληψία τὸν μὲν ἐτιμήσατε διὰ τὸν πλοῦτον, τὸν δὲ ἡτιμήσατε διὰ τὴν πενίαν. • Καὶ ἐγένεσθε κριταὶ διαλογισμών πονηρών.» Τουτέστιν, ἄδικοι κριταί, τῇ πονηρίᾳ ἐκ προσωποληψίας προσθέμενοι. Ὁ, Και, σύνδεσμος, παρέλκει ἐνταῦθα ὡς εἴρηται, συνή θως ἀρχαϊζούσῃ φράσει. Ἐπεὶ ἀποδόσεως οὔσης ἐν ταῦθα τοῦ ἀνωτέρω εἰρημένου, περιττὸς ὁ σύνδεσμος. Ἔστι γὰρ οὕτως. Ἐὰν γὰρ εἰσέλθῃ εἰς τὴν συναγωγὴν ὑμῶν, ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρὰ ἐσθῆτι καὶ ἐξῆς, οὐ διεκρίθητε ἐν ἑαυτοῖς, καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν· τουτέστι, Τὸ διακριτικὸν ὑμῶν διαφθείραντες, γεγόνατε ἐν ἐκλογῇ τῶν πονηρῶν διαλογισμῶν, τὸν νὲν τιμήσαντες, τὸν δὲ ἀτιμήσαντες, καίτοι τῆς φύσεως τῆς αὐτῆς ἐνυπαρχούσης ἀμφοτέροις. «᾿Ακούσατε, ἀδελφοί μου ἀγαπητοί. Οὐχ ὁ Θεὸς ἐξελέξατο τοὺς πτωχούς τοῦ κόσμου τούτου, πλουσίους ἐν πίστει, καὶ κληρονόμους της βα σιλείας, ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν; Ὑμεῖς δὲ ἠτιμήσατε τὸν πτωχόν. Οὐκ οἱ πλού στο καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; Οὐκ αὐτοὶ βλασφημοῦσι τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ' ὑμᾶς; Εἰ μέν τοι νόμον τελεῖτε βασιλικόν κατὰ τὴν Γραφήν, ᾿Αγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε. Εἰ δὲ προσωποληπτείτε, ἁμαρτίαν έργά ζεσθε ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου, ὡς παραβά Ἐπειδὴ ἡ πενία δυσχερές ἐστι τοῖς πολλοῖς καὶ μόνον ἀκουσθῆναι· διὰ τοῦτο εἰπὼν, τοὺς πτωχούς δοῦ κόσκου, εὐθέως ἐπήγαγε, Πλουσίους. Περὶ τί δὲ πλουσίους; Περὶ τὴν πίστιν καὶ ἐν τῇ πίστει. Καὶ γὰρ οὕτως ἔχει. Τὸ γὰρ περὶ τὸν κόσμον ἀπερίσπαστον τῶν πενήτων, ενεργοτέρους αὐτοὺς καὶ πρακτικωτέρους τῶν πλουτούντων, ἐπειδὰν προσέλθωσι τῇ πίστει, ποιεῖ. Διὸ καὶ ὁ Κύριος τοιούτους τοὺς μαθητὰς ἐπελέξατο, οἷς καὶ κληρονόμους τῆς βασι και,
col. 475–476page 11 of 28
PG 119:475λείας ἀνέδειξεν. Βλασφημοῦσι τὸ καλὸν ὄνομα, «Τὸ καλὸν ὄνομα Όνομα καινόν, τὸ κατὰ τὸν προφή τὴν τὸν φάσκοντα. Τοῖς δὲ δουλεύουσι μοι κληθή 19. σεται ὄνομα καινόν, ὁ εὐλογηθήσεται ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς.» - «Κατὰ τὴν Γραφήν.» Το Δευτερονόμιον λέγει. "Οστις γὰρ ὅλον τὸν νόμον τηρήσῃ, πταίσῃ δὲ ἔν ἐνὶ, γέγονε πάντων ἔνοχος. Ο γὰρ εἰπών, μοιχεύσῃς, εἶπε καὶ, Μὴ φονεύσης. Εἰ δὲ οὐ μοιχεύσης φονευσης δὲ, δὲ, γέγονας παραβάτης νόμου. Οὕτως λαλεῖτε, καὶ οὕτως ποιεῖτε, ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι. Ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος. Κατακαυχάται δὲ ἕλεον κρίσεως.» » «Πταίσῃ δὲ ἐν ἑνί.» Τοῦτο περὶ ἀγάπης εἴρηκε, δι' ἦν καὶ πάντα τὸν πρὸ τούτου κατέτεινε λόγον εἰς κατασκευήν. Τὸ δὲ, Οὐ μοιχεύσεις, οὐ φονεύσεις, 455 ὑποδείγματος εἴρηκε χάριν. Σκόπει δὲ ὅτι καὶ τὰ ὑποδείγματα ἐκ τοῦ εἰς ἀγάπην συντελοῦντος εἰσι νόμου. Ο γὰρ τέλεον ἐγαπῶν τὸ πλησίον, οὗτος οὐδὲ μοιχεύσει, οὐδέ φονεύσει. Εχθροῦ γὰρ ταύτα οὕτω διατιθέντος τὸν πλησίον. Ἐπεὶ εἰ μὴ τοῦτο, οὐδεὶς ἂν ἀνθρώπον σωθείη, οὐδενὸς ἔχοντος τὸ διὰ πασῶν τῶν ἐντολῶν ἀνελλιπές. Ὁ γὰρ ἀγνείαν, φέρε, και τωρθωκώς, θυμοῦ ἔσθ' ὅτε ἡττᾶται. Καὶ ὁ ἐλεημοσύνη περιανθιζόμενες, βασκανία, εἰ τύχοι, ἠμαύρωται. Ωστε οὐ περὶ παντὸς εἴρηται, τοῦ κατὰ νὰς ἀρετὰς ἀνελλιπούς, ἀλλὰ περὶ ἀγάπης, ὡς οὐ χρὴ προσωποληπτοῦντες ἀνελλιπῶς ταύτην ἀνύειν, ἀλλ᾽ ολοτελώς. Τοῦτο δὲ καὶ περὶ τῶν ἄλλων ἀρετῶν φασο μεν. Ὃς γὰρ μὴ διὰ τέλους τῶν σωφρονικών, φέρε, ἢ τῶν δικαίων ἀντίσχηται, ἀλλ᾽ ἐλλιπέστερον χρήσ σηται, οὗτος χωλεύων περὶ τὴν μεταχείρισιν, τῷ παντὶ τῆς ἀρετῆς ἐλυμήνατο σώματι. Ὅλον οὖν τὸν νόμον τὸν περὶ τῆς ἀγάπης ἀκουστέον, περὶ οὗ προη γουμένως αὐτῷ ὁ σκοπός. Νόμον, δὲ ἐλευθερίας, τὸν ἀπροσωπόληπτόν φησιν, ὅς ἐστιν ὁ τοῦ Χριστοῦ. Ὁ γὰρ προσωπολήπτης, οὐκ ἐλεύθερος, ἀλλὰ δοῦλος. «Ο γάρ τις ήττηται, τούεὼ καὶ δεδούλωται.» - Η γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος. Τῶν «εἰς ἑαυτοὺς ἁμαρτημάτων ἀφιέντας ἡμᾶς τοῖς πλη 20¸» σίον, καὶ τοῖς τῶν ὑπαρχόντων ἡμῖν μεταδόσεως κοινωνοῦντας τοῖς ἐνδεέσιν, ὁ ἀπὸ τοῦ Θεοῦ εἰς ἡμᾶς ἕλεος ἐν τῇ τῶν βαβαιωμένων ἀναλήψεται διαγνώσει. η Μέγα γὰρ τὰ κατόρθωμα, ὥσπερ ἀπεναντίας βαρύ τὸ κατάκριμα τοῖς μὴ πρὸς τὸ ὑμόφυλον εὐσυνειδότως διατεθεῖσιν. Επί τε γὰρ τῶν εἰς ἑαυτοὺς ὑπὸ τῶν πλησίον πλημμεληθέντων ἀσυμπαθώς διαγενομένων, τὸ τοῦ πονηροῦ δούλου κατάκριμα περιστοι χίσει, μετὰ καί τοῦ ἐν τῇ εὐχῇ ἀνταποδόματος. Καὶ γὰρ ἀφιέναι ἡμῖν ἐκεῖ ἡ αἴτησις πρὸς Θεὸν, καθώς καὶ ἡμεῖς τοῖς εἰς ἡμᾶς πλημμελήσασιν ἀφίεμεν. Καὶ τοῖς ἀνηλεῶς ἤτοι ἀκοινωνήτως και σκληρῶς πρὸς τοὺς χρήζοντας σωματικῆς παραμυθίας δια κειμένοις, ἄνίλεως καὶ ἡ κρίσις ἀπαντήσει κατὰ τὸν παρόντα λόγον, «Κανακαυχάται δὲ ἔλεον κρίσεως, ο οἱ γὰρ ἐλεήμονες ἐλεηθήσονται, κατὰ τὴν τοῦ Κυ
col. 477–478page 12 of 28
PG 119:477ρίου ἀπόφασιν. Αλλως τε καὶ εἰ εἰδωλολάτραις ὁ ἐν πένησιν οἰκτιρμὸς ἐξαλείφειν δύναται ἁμαρτίας (ὡς ἐν τῷ Δανιὴλ ἠκούσομεν), τί οὐκ ἂν ἐργάσαιτο ἐπὶ πιστῶν ἀνθρώπων; Τυιοῦτο δὲ τί μοι δοκεῖ οὗτος ὁ Έλεος διαπράττεσθαι, ὅπερ ἐπὶ τῶν ἀθλητῶν τοῦτο δὴ τὸ ἀπὸ τῶν δένδρων ἐπαλειφόμενον ἔλαιον. Διο λισθαίνειν γὰρ οὐτοὺς δίδωσι τὰς τῶν ἀντιπαλων λαβάς. Οὕτω καὶ ἐν τῇ παγκοσμίῳ κρίσει, τὰς παρὰ τῶν κατηγόρων ἡμῶν δαιμόνων ἐπιφοράς διαδιδράσκειν παρέξεται ὁ εἰς τοὺς πλησίον ἡμῶν ἔλεος. "Αλλως. «Ἡ γὰρ κρίσις ἀνέλεος, ο Η αιτιολογία πρὸς τοὺς ἐξ ἀπηνείας ἄγαν τὸ ὑπεροπτικὸν εἰς τοὺς εὐτελεστέρους ἐν προσωποληψίᾳ ἐπιδεικνυμένους. Μαλάσσει οὖν αὐτῶν τὸ ἀπηνὲς καὶ σκληρὸν τῇ ἀποφάνσει ταύτῃ φοβῶν, τοιοῦτόν τι λέγων· Ὁ νόμος ἀγαπᾶν τὸν πλησίον παρεγγυά ὡς ἑαυτόν. "Ωσπερ η δὲ πρὸς ἑαυτὸν οὐ προσωποληωτεῖ τις (μανία γάρ " τοῦτο), οὕτω μηδὲ σὺ πρασωπολήπτει. Εἰ δὲ ἐξ ἀπο νοίας καὶ σκληρότητος ἐπὶ προσωποληψίαν χωρεῖς, φοβοῦ μήπως καὶ αὐτὸς τῶν ὁμοίων τεύξῃ παρὰ τοῦ δικαίου κριτοῦ, καὶ ἀποκλείσῃς σεαυτῷ τὸν ἀπ᾿ ἐκείνου ἕλεον. Ἡ γὰρ κρίσις ἀνέλεος. «κατακαυχᾶται δά, ο ἀντὶ τοῦ, νικά, καταγωνίζεται, ἀπαμβλύνει. ΚΕΦΑΛ. Δ΄. Ὅτι οὐκ ἐκ πίστεως μόνον, ἀλλὰ καὶ ἐξ ἔργων καὶ οὐκ ἔκ θατέρου ἰδίκως, ἀλλ᾽ ἐξ ἀμφοῖν ἅμα δικαιοῦτὰ ἄνθρωπος.» Τί τὸ όφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν, ἔργα δὲ μὴ ἔχῃ; Μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν; Ἐὰν δὲ ἀδελφὸς ἢ ἀδελφὴ γυμνοί ὑπάρχωσι, καὶ λειπόμενοι ὦσι τῆς ἐφημέρου φῆς, εἴπῃ δὲ τις αὐτοῖς ἐξ ὑμῶν, Υπάγετε ἐν εἰρήνῃ. θερμαίνεσθε καὶ χορτάζεσθε· μὴ νώτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί τὸ ὄφελος; Οὕτω καὶ ἡ πίστις, ἐὰν μὴ ἔργα ἔχῃ, νεκρά ἐστι καθ᾿ ἑαυτήν. Αλλ' ἐμεῖ τις Σὺ πίστιν ἔχεις, κἀγὼ ἔργα ἔχω. Δετξόν μοι τὴν πίστιν σου κἀγὼ δείξω σοι ἐκ τῶν ἔργων μου τὴν πίστιν μου. Σὺ πιστεύεις ὅτι ὁ Θεὸς εἰς ἔστι; Κάλῶς ποιεῖς. Καὶ τὰ δαιμόνια πιστεύουσι καὶ φρίσσουσι.» Σκόπει πνευματικὴν σύνεσιν. Οὐ γὰρ είπε μόνον, Ἐὰν πίστιν ἔχῃς, ἀλλὰ, Τί τὸ ὄφελος; Ωσπερει ἔλεγε Δετξόν μοι τὸ πρᾶγμα, ἀφ' οὗ σοι τὴν προσεγορίαν ταύτην λογίσομαι. Τοῦτο γὰρ τὸ τῆς πίστεως ὄφε λος. «Οὕτω καὶ ἡ πίστις, ἐὰν μὴ ἔργα ἔχῃ, νεκρά ἐστι καθ᾽ ἐαυτήν.» Οὐκ ἀντιφάσκει ταυτα τῷ μακα ρίῳ Παύλῳ, κατὰ δύο σημαινομένων τοῦ τῆς πίστεως ονόματος φερομένου. Επί τε γὰρ τῆς ἁπλῆς τοῦ φαινομένου συγκαταθέσεως, πίστιν εἰώθαμεν λέγειν Καθὰ καὶ τοὺς δαίμονας ἔγνωμεν πιστεύειν ὅτι Θεοῦ Γιός, Καὶ πάλιν τὴν ἐκ διαθέσεως ἐπακολούθησιν μετὰ βεβαίας συγκαταθέσεως τῷ τῆς πίστεως προσ ρήματι καλούντων ἡμῶν, Ιάκωβος μὲν τὴν ἁπλῆν

Chapter IVCaput IV

col. 479–480page 13 of 28
PG 119:479ροῦσαν τῶν ἀναζωπυρούντων ἔργων. Παῦλος δὲ τὴν έκδιαθέσεως λέγει, ἥτις οὐκ ἐστέρηται ἔργων μας λιστα. Οὐκ ἂν γὰρ αὕτη διακένῳ σεμνῶν ἔργων ἐγγένοιτο. Οὐδὲ γὰρ οὐδὲ ᾽Αβραὰμ ἔτυχε ταύτης μὴ πρότερον διηγωνισμένος τὴν πατρικὴ ἡ ἀπώσασθαι ἀθείαν. τινι ἀγωνίσματι ἡ πίστις ἄπαθλον ἐβραβεύετο. 'Αλλ' ἔργων ταύτην προέκρινεν ὁ Παῦλος, τῶν κατὰ νόμον σαββατισμῶν, καὶ περιτομῆς, καὶ νῶν λοιπῶν ἁγιασμῶν. Δύο γὰρ καὶ ἐπὶ τῶν ἔργων ὁρᾶται τὰ σημαινόμενα. Έργα γὰρ καὶ τὰ πίστιν βεβαιοῦντα λέγεται, ὧν ἡμοιροῦσα ἡ πίστις νεκρά. Έργα πάλιν ταὶ τὰ τοῦ νόμου. ὧν καὶ χωρὶς ᾽Αβραὰμ καὶ πάντες οἱ κατὰ Χριστὸν δικαιοῦνται. 'Επεὶ ὅτι πίστις οὐκ ἂν ἀκαθάρτῳ προσγένοιτο (λέγω δὴ τὴν ὄντι πίστιν), τίς ἀντεραῖ; οὔτε γὰρ βορβόρου πλήρει ἀγγείῳ μύρον ναμιευθείη, ούτε ἀκαθάρτῳ ἀνθρώπῳ πίστις ἐγγένοιτο Θεοῦ. Οὐκ ἄρα διάφωνοι οἱ θεῖοι ἀπόστολοι, ἀλλὰ περὶ τὸ διάφορον τοῦ σημαινομένου στρεφόμενοι, πρὸς τὴν χρείαν ἕκαστος τοῦ σημαινομένου, τὸ προτεθὲν αὐτῷ διεξ άγει καὶ ἐκπεραίνεται. ; φησι συγκαταθησιν, νεκρὰν εἶναι πίστιν, καὶ ἀμοι Θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρίς τῶν ἔργων νεκρά ἐστιν ἡ ᾽Αβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη ἀνενέγκας Ἰσαὰκ τον υἱόν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; Βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ, τῶν ἔργων ἡ πίστις ἐτελειώθη; Καὶ επληρώθη ἡ Γραφῆ ἡ λέγουσα Επίστευσε δὲ ᾽Αβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος Θεοῦ ἐκλήθη. ὁρᾶτε τοίνυν ὅτι ἐξ ἔργων δικαιούται ὁ ἄνθρωπος, καὶ οὐκ ἐκ πίστεως μόνον; Ὁμοίως δὲ καὶ Ραπβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη ὑποδεξαμένη τοὺς ἀγγέ λους, καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα; Ωσπερ γὰρ τὸ σῶμα χωρίς πνεύματος νεκρόν ἐστιν, οὕτω καὶ ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά έστι, ο Κενὸν ἐκάλεσεν ἄνθρωπον τὸν ψίλῇ τῇ πίστει αὐ χοῦντα, μηδὲν τῆς διὰ τῶν ἔργων ὑποστάσεως κε κτημένον εἰς πληρωσιν. «᾿Αβραὰμ ὁ πατὴρ ἡμῶν. Τὸν αὐτὸν ᾿Αβραὰμ ἀμφότεροι, ὅτε Παῦλος καὶ ὁ Ἰάκωβος οὗτος εἰς υπόδειγμα τοῦ τῆς πίστεως λόγου λαμβάνουσιν ὁ μὲν πίστιν τῶν ἔργων κρείττω δεικνὺς δι᾽ ὑποδείγματος τοῦ κατὰ τὸν ᾿Αβραάμ, ὁ δὲ πάλιν τὰ ἔργα τῆς πίστεως διὰ τοῦ αὐτοῦ ᾽Αβραὰμ Καὶ εἴρηται μὲν ἄνω, ὡς περὶ τὸ διττὸν τοῦ σημαινομένου ἐκάτερος στρέφεται, τὸ συντελοῦν αὐτῷ πρὸς τὴν ἀπόδειξιν ἐπαγόμενος. Τινές μέντοι τῶν Πατέρων καὶ οὕτω περὶ τούτου ἔγνωσαν. Φασὶ γὰρ τὸν αὐτὸν ᾿Αβραὰμ τοῖς χρόνοις διαστελλόμενον, εκατέρας πίστεως εἶναι εἰκόνα, καὶ τῆς πρὸ τοῦ βαπτίσματος τῆς μὴ ἐπιζητούσης ἔργα, εἰ μὴ τὴν πίστιν μόνην καὶ τὴν ὁμολογίαν τῆς σωτηρίας καὶ τὸ ῥῆμα ᾧ δικαιούμεθα πιστεύοντες εἰς Χριστὸν, καὶ τῆς μετὰ τὸ βάπτισμα, τῆς συνεζευγμένης τοῖς ἔργοις, οὕτως οὐκ ἐναντίον φαίνεται τὸ ἐν τοῖς
col. 481–482page 14 of 28
PG 119:481ἀποστόλοις λαλῆσαν πνεύμα. ᾿Αλλὰ τῆς μὲν δι᾿ ὁμο λογίας μόνης δικαιούσης τὸν προσιόντα, εἰ παρα χρῆμα ἀπέλθοι τοῦ βίου· τούτῳ γὰρ οὐ πάρεισιν ἔργα, ἀλλ᾽ ἐφόδιον αὐτῷ ἱκανὸν ἡ διὰ τοῦ βαπτίσματος κάθαρσις)· τῆς δὲ τὸν ἤδη βεβαπτισμένον ἀπαι τούσης καὶ ἀγαθὼν ἔργον ἐπίδειξιν. Τούτῳ καὶ ὁ Παῦλος συμφωνεῖ ἑτέρωθι λέγων οὕτως καὶ διδά σκων τὴν μετὰ τὸ βάπτισμα πίστιν, τὴν διὰ τῶν ἔργων τελείωσιν ἀπαιτεῖν, ἐν οἷς φησιν, «Οὔτε πε ριτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι' ἀγάπης ἐνεργουμένη.» Ἡ δὲ ἀγάπη. πολλης φιλο σοφίας δεῖται εἰς τὸ πληρωθῆναι. Αλλως. Τῆς μὲν ἐκ μόνης πίστεως δικαιώσεως εἰκὼν ἦν ᾿Αβραάμ, ὅτε πιστεύσας ελογίσθη αὐτοῦ εἴς δικαιοσύνην, τῆς δὲ ἔξ ἔργων, ὅτε τὸν υἱον ἀνενέγκας ἐπὶ τὸ θυσιαστήριον. Καὶ γὰρ οὐ μόνον τὸ ἔργον ἐποίει, ἀλλὰ καὶ τῆς πίστεως οὐκ ἀπέστη, 38. ὅτι ἐν Ἰσαὰκ μέλλει τὸ σπέρμα αὐτοῦ πληθύνειν ὡς τὰ ἄστρα, λογισαμένος ὅτι καὶ ἐκ νεκρῶν ἐγεῖραι δυνατὸς ὁ Θεός. Όμως καὶ τὸν Δαυίδ ὁ Παῦλος προκομίζει μάρτλρα, σοφῶς διασκευάζων τὰ ἑαυτοῦ. 30 Ηδει γὰρ τῷ θείῳ Πνεύματι τὴν μέλλουσαν ἐν Χριστῷ παρέσεσται κατὰ καιροὺς πίστιν. Διό φησι ριος ἀνὴρ ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν.» «Ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστι, κ Την 31. μετὰ τὸ βάπτισμα πίστιν λέγει. Οὐδὲν γὰρ πίστις ὠφελεῖ χηρεύουσα ἔργων, εἰ μὴ καὶ μείζονος ἡμᾶς ἁμαρτήματος ὑποδίκους καθίστησι, τὸ τάλαντον μὲν λαβόντας, μὴ ἐπιφερομένους δὲ τὴν ἐργασίαν. Οθεν καὶ ὁ Κύριος υπογραμμὸν διδούς, ὡς μετὰ τὸ βάπτισμα καὶ ἔργον ἡμῖν δεῖ, βαπτισθεὶς ὑπὸ Ἰωάννου τὴν ἔρημον ἔφθασε, καὶ τοὺς κατὰ τοῦ διαβόλου ἀνεδέχετο ἀγῶνας. Καὶ Παῦλος δὲ τοῖς ἤδη τῶν μυστηρίων ἀξιωθεῖσι παραινεῖ, λέγων, ο Σπου- 39. δάσωμεν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ο ὡς οὐκ ἀρκούσης τῆς πίστεως, ἀλλ᾽ ὀφειλούσης προστεθῆναι καὶ τῆς καθαριότητος τοῦ βίου, καὶ πολλὴν περὶ τούτου γενέσθαι σπουδήν. «Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μείζον κρίμα ληψόμεθα. Πολλὰ γὰρ πταίομεν ἅπαντες. Εἰπὼν ἀνωτέρω καὶ διδάξας τὴν πίστιν μὴ διάκενον ἔργων σπουδαίων κεκτῆσθαι τοὺς πιστούς, μετέβη καὶ ἐφ᾽ ἕτερον ἀδελφὸν πούτοῦ παράγγελμα, (Καὶ γάρ τινες διδάσκειν ἐπιχειροῦσιν ἃ μὴ κατώρθωσαν αὐτοί). Καί φησιν ὅτι μέτζον τὸ κρῖμα των τοιούτων μετά τοῦ μηδὲν κερδαίνειν. Ὁ γὰρ τὰ μὴ προσόντα διδάσκον ὡς ὄντα ἀὐτῷ, κατάριτος ἐστιν ὡς διὰ τῆς αὐτοῦ γλώσσης ολισθαίνων. Καὶ βεβαιῶν τοῦτο ἐκ περουσίας φησίν. Εἰ γὰρ καὶ ἄλλως ἡ γλῶσσα πέφυκεν ολισθαίνειν ἐξ ἀπροσεξίας ὧν καὶ τὸ κρῖμα οὐκ ἀποδιδράσκει ὁ ταύτην κεκτημένος, ὡς Σολομῶν φησι, λέγων, «Δι᾿ ἁμαρτίαν χειλέων ἐμπίμπτει εἰς παγίδα ἁμαρτωλός·» ἤπου ἂν ὁ: 460 « ἐκ προνοίας ἁμαρτάνων, διδάσκων τῇ γλώσσῃ ἄ μή 34;

Chapter VCaput V

col. 483–484page 15 of 28
PG 119:483τῇ πείρα μεμάθηκεν, ἀποφύγοι τὴν ἀδιάδραστον δίκην. ΚΕΦΑΛ. Ε΄. Ὅτι ἡ προπετῆς καὶ ἄτακτος γλῶττα θανατοί τὸν κεκτημένον, ἧς κρατεῖν ἀνάγκη εἰς εὐφη μίαν καὶ δόξαν τοῦ Θεοῦ. Εν ᾧ περὶ ἀνα στροφῆς ἀγαθῆς καὶ ἀμάχοι πρὸς ἀλλήλους ἐκ φιλοδοξίας τῆς ἐπὶ σοφία ἀνθρωπίνῃ, καὶ περὶ θείας σοφίας, καὶ ὅτι ἐκ βαθυμίας καὶ φιληδονίας, ἔρις καὶ ἀκαταστασία καὶ ἡ πρὸς Θεὸν ἔχθρα γίνεται, καὶ περὶ μετανοίας εἰς σωτηρίαν, καὶ περὶ τοῦ μὴ κρίνειν τὸν πλη στον, σ «Εἴ τις ἐν λόγῳ σύ πταίει οὗτος τέλειος ἀνήρ, ὅλον τὸ σῶμα. Εἰ δυνατός χαλιναγωγῆσαι καὶ δὲ τῶν ἵππων τοὺς χαλινούς εἰς τὰ στόματα ἐμβάλλομεν πρὸς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα μετάγομεν. Ἰδοὺ καὶ τὰ πλοῖα ὄντα καὶ ὑπὸ τηλικούτα σκληρῶν ἀνέμων ἐλαυνόμενα μετάγεται ὑπὸ ελαχίστου πηδα λίου ὅπου ἂν ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούλης ται. οὗτος Τὸ ἀδιάφευκτον τοῦ μή τινα ἐκτὸς ἁμαρτίας δια βιώσκειν ἀνθρώπων, ἀπὸ τοῦ τῆς γλώσσης ενολί σθου πιστοῦται Ἐκ τούτου δὲ καὶ τὸ μηδενὶ προσ είναι τὸ τέλειον περίστησι. Τίς γὰρ ὡς οὐχ ἥμαρτεν ἐν τῇ γλώσσῃ αὐτοῦ; Εἰ δὲ τοῦ εὐολίσθου περιεγένετο τῆς γλώσσης ἑαυτοῦ τις, πῶς οὐχὶ καὶ ὅλον οὗτος ἱκανὸς τὸ σῶμα περιαγεῖν καλῶς; Ὁ γὰρ τοῦ πρὸς τὸ πταίειν εὐκόλου κρατήσας σχολῇ γε ἂν εἰ τοῦ νωθεστέρου μὴ κυριεύοι, «Εἰ δὲ τῶν ἵππων τοὺς χαλινούς. • Η σύνταξις οὕτως· Εἰς τὰ στόματα τῶν ἵππων ἐμβάλλομεν τοὺς χαλινούς. Εἰ γὰρ μὴ οὕτω συνταγείη, ἀιανόητος ὁ λόγος. Κατασκευαστικὰ δὲ ταῦτα τοῦ περὶ τῆς γλώσσης εἰρημένου, καὶ ἐκ τοῦ μᾶλλον ἐπιχειροῦντος, ὅτι ὁ του πρὸς μεταγωγὴν εὐκόλου κυριεύων, καὶ τοῦ δυσμεταχειρίστου κατακρατήσει. ᾿Αντιπίπτον δὲ ἐν ταύτῷ λύει. Εἰκὸς γάρ τινα ἐπαγαγεῖν, ὅτι, Καὶ τίς κόπος μικρὸν οὕτω κυβερνῆσαι μέλος; τις ἀπὸ τοῦ ἐλάχιστον γενησομένη βλάβη; Καὶ δείκνυσι καὶ ταῦτα ἔκ τε του χαλινοῦ καὶ τοῦ πηδαλίου καὶ τοῦ σπινθῆρος, & μικρὰ μὲν ἔστι, μεγάλα δὲ ἀποτελεῖ. "Αλλως. Ετι καὶ ταῦτα περὶ τοῦ μὴ δεῖν ὡς ἔτυχε τὴν γλῶσσαν κινεῖν, ἀλλ᾽ ἐπὶ τὰ κρείττω μεταφέρειν, ὡς ἵππω θράσος τῷ χαλινῷ, καὶ πλοίο, ὁρμὴν τῷ πηδαλίῳ. Οὕτως οὖν καὶ τὴν γλῶσσαν εἰς τὸ εὖ ἔχον τῷ ὀρθῷ λόγῳ μετάγειν ὀφείλομεν. Τὸ γὰρ, Οὕτω καὶ ἡ γλῶσσα, τούτο σημαίνει, ὅτι οὕτων ὀφείλει καὶ ἡ γλῶσσα μετάγεσθαι τῷ ὀρθῷ λόγῳ, ἀλλ' οὐ τοῦτο ποιεῖν ὅ ποιεῖ. Μικρά γάρ τις ούσα μεγάλα ποιεῖ διὸ καὶ μεγαλην ἡμῖν ἀνάπτει πυράν. Επεὶ καὶ αὐτὴ πῦρ, Καὶ τίνα 2 ποιεῖ; Κοσμεῖ τὰν ἀδικίαν διὰ τῆς τῶν ῥητόρων εὐγλώττου δεινόττητος. Σπιλοτ τὸ σῶμα. πείθουσα ταῖς προσαγωγίαις τὰ γύναια. Φόνους δι᾿ ἀπάτης ἐργάζεται. Ἐπικρίαις τὰ ἀλλό τρια καρποῦται. Καὶ ἐπὶ πᾶσι, φλογίζει τὸν τροχόν τῆς γεέννης. Τουτέστιν, ἐκκαίεῖ καὶ ἐρεθίζει καθ' ἡμῶν τὴν γέενναν, ώσπερεί κατατρέχειν ἡμῶν
col. 485–486page 16 of 28
PG 119:485ποιοῦσα τὸ πῦρ. ᾿Αλλὰ καί αὐτή, φησί, φλογίζεται ὑπὸ τῆς γεέννης. Ὡς δῆλον ἀπὸ τοῦ τὴν γλῶσσαν ἀποτηγανιζομένου πλουσίου. Τὴν γλῶσσαν γὰρ οὐκ ἄλλο κολάζεται, διὰ τὸ πρὸς ἀπόλαυσιν καὶ φλυαρίαν εὐτρεπές. Εἰ μὲν οὖν Τῆς γεέννης ἔχει, ως τινα τῶν ἀντιγράφων ἔχει, οὕτω τὸ ῥητὸν ἀναπτυκτέον. Εἰ δὲ τὸν τροχὸν τῆς γενέσεως ἔχει, τοιαύ της τυγχάνει τῆς λύσεως· Τροχὸν γενέσεως, την ζωὴν ἡμῶν φησι, φλογίζουσα οὖν τὸν τροχὸν τῆς γενέσεως, σπιλοῖ τὴν ζωήν. Καὶ πως Προπετώς κινουμένη. ᾿Αφ' οὗ ὁ βίος ἡμῶν ἐκτραχύνεται, ἤτοι χρόνος τῆς ζωῆς ἡμῶν. Τοῦτον γὰα καὶ ὁ Μελῳδὸς, στέφανον εἰπὼν τοῦ ἐνιαυτοῦ. Στέφανος δὲ καὶ τρο-:? χὺς οὐ διενηνόχασι κατὰ τὸ κυκλικὸν καὶ τροχοειδές 462 Τροχὸς δὲ ὁ βίας ὡς εἰς ἑαυτὸν ἀνελιττόμενος. Πώς δὲ σπιλοῖ τὸν βίον ἡμῶν Οὕτω κινουμένη ὡς ἀνω τέρω εἰρήκαμεν, Αφ᾽ ὧν καὶ ἐῤῥυπωμένος καὶ πολυστένακτος ο βίος ἀποτελεῖται. Οὕτως οὖν ἡ γλώσσα μεταγέσθω τῷ ὀρθῷ λόγῳ. Κἂν γὰρ κόσμος ἐστὶ τῆς ἀδικίας, οἱονεὶ πρὸς τὸν συρφετώδη ὄχλον καὶ δημώδη ἐκφερομένη καὶ βλέπουσα. Κόσμον γὰρ ἐνταῦθα τὸ πλῆθος ἀκουστέον. Ἡ κόσμος ἐστὶν, ἤτοι κοσμοῦσα τὴν ἀνθρωπίνην φύσιν. Ταύτη γάρ ἀλλήλοις κοινωνούμεν τῶν ἑαυτῶν νοημάτων. Επεὶ καὶ οὕτω τινὲς βούλονται τὸν κόσμον λαμβάνειν πρὸς σημασίαν. ᾿Αλλ᾽ οὖν πρὸς τὸν δημώδη ὄχλον φερόμενον ἀδικεῖ, παὶ σπιλοῖ ὅλον τὸ σῶμα, καὶ φλογίζει τὸν τροχὸν τῆς γενέσεως, καὶ φλογίζεται ὑπὸ τῆς γεέννης. Όμως οὐ χαλεπὸν μεταχειρίσασθαι ταύτην πρὸς τὸ εὐλόγως κινεῖσθαι, καὶ ὡς ἂν ὁ μεταχειριζόμενος βουληθείηι. Εἰ γὰρ πᾶσα φύσις " θηρίων τε καὶ πετεινῶν, ἐρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ διδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ, ἄρα τὴν γλώσσαν ὅτι ἀκατάσχετον κανόν, ὅτι μεστή τοῦ θανατηφόρου οὐδεὶς ἀνθρώπων θύναται δαμάσαι; Οὐκ ἂν εἴποιμι. Εἰ γὰρ ἀδάμαστος καὶ οὔποτε πρὸς τὸ κρείσσον ἀπονεύουσα, πῶς ἐν αὐτῇ εὐλογοῦμεν τὸν Θεὸν καὶ Πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους Ἰδοὺ πρὸς τὸ βούλημα μετάγεται τοῦ χρωμένου. ᾿Αλλ' οὐ χρή, ἀδελφοί μου, ταῦτα οὕτω γίνεσθαι. Εἰ γὰ, δι' αὐτῆς εὐλογοῦμεν, ἄρα τοὺς καθ᾽ ὁμοίωσιν Θεου γεγονότας ἀνθρώπους οὐκ αἰσχύνη καταρᾶσαι Ἡ δίδαιον ἵνα ἐκ τοῦ αὐ τοῦ στόματος εξέρχηται εὐλογία καὶ κατάρα; οὗ χρή. Οὕτω καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστὶ, καὶ μεγαλαυχεί. Ιδού ἡλίκον πῦρ ἠλίκην ύλην ἀνάπτει. Καὶ ἡ γλῶσσα τὸ πῦρ. Ὁ κόσμος της ἀδικίας. Οὕτως ἡ γλῶσσα παθίσταται ἐν τοῖς μέλεοιν ἡμῶν, ἡ σπιλοῦσε ὅλον τὸ σῶμα, καὶ φλογίζουσα τον τροχὸν τῆς γενέσεως, καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης. Πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν, ἐρπετῶν τε καὶ ένα λίων δαμάζεται και δεδάμασται τῇ φύσει τῇ
col. 487–488page 17 of 28
PG 119:487ἀνθρωπίνῃ δύναται τὴν δὲ γλῶσσαν οὐδεὶς ἐνθρώπων δαμάσει; Ακατάσχετον κακὸν με του θανατηφόρου. Εν αὐτῇ εὐλογοῦμεν τὸν Θεὸν καὶ Πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τους ἀνθρώπους καθ' ὁμοίωσιν Θεοῦ γεγο νότας. Οὕτω καὶ γλῶσσα.» 'Αντὶ τοῦ· Τὸν αὐτὸν τρό πον καὶ ἡ γλῶσσα ὀφείλει κινεῖσθαι καλῶς, ὁ καν μικρόν μέλος ἐστὶν, ἀλλὰ μεγάλα ἐργάζεται, καλὰ δηλαδὴ καὶ κακά. Οὐκ ἐξηπλωται δὲ οὕτως, ὅτι τοῦ συντετμημένου λόγου μαθητής, ὁ ταῦτα φράφων. «Ο κόσμος τῆς ἀδικίας.» Κόσμον τινὲς ἐνταῦθα τὸ πλῆθος βούλονται σημαίνειν, ὥσπερ καὶ ἐν τῷ, «Ο κόσμος αὐτὸν οὐκ ἔγνω,» ἀντὶ, τοῦ, τὸ δημῶδες πλῆθος. Κόσμος οὖν καὶ ἡ γλῶσσα τουτέστι, πλῆθος ἀδικίας, καὶ ὅσον πλήθους, εἴρηται, δι' ὧν ἔφη, ἡλίκην ὅλην. • Πᾶσα γὰρ φύσις.» Τὰ τῆς ἀντιλογίας ταύτης πρὸς τὰ ἀνωτέρω εἰρημένα ἀκουστέον. Εἰπὼν γὰρ καὶ δείξας διὰ τοῦ χαλινού, διὰ τοῦ πηδαλίου, ἃ μικρὰ μὲν ἔστι, μεγάλα δὲ κατορθοί, καλῶν κινούμενα, καὶ ἐπενέγκας ὅτι οὕτω καὶ ἡ γλῶσσα οφείλει μετάγεσθαι τῷ ὀρθῷ λόγῳ. δείκνυσι νῦν οὐκ ἀδύνατα προστάσσειν, διὰ τῶν ὑποκειμένων ὑποδειγμάτων, ὥσπερ εἰ ἔλεγε,· 'Αλλ' ἐρεῖ τις ὅτι καν μικρὸν μέλος ἡ γλῶσσα, ἀλλ᾽ οὖν μεγάλα έργα ζομένη καλὰ καὶ κακά, οὐκ εἴπειθὴς οὐδ᾽ εὐάγωγος ἡμῖν ἐστι πρὸς ἃ βουλόμεθα. Οὐδὲν τοῦτο πρὸς ἀπολογίαν. Εἰ γὰρ ἀνοίκεια τῇ ἑαυτοῦ φύσει δαμάζει ἄνθρωπος θόρία χαλεπὰ μὲν ἰδεῖν, χαλεπώτερα δὲ μεταχειρίσασθαι, οὐ πολλῷ μῦλλον τὸ ἑαυτοῦ μέλος εὐείκτως μεταχειρίσαιτο; Ειὸ καὶ τὸ, Τὴν δὲ γλῶσ σαν οὐδεὶς ἀνθρώπων δαμάσαι δύναται, μὴ κατὰ ἀπόφανσιν ἀναγνωστέον, ἀλλὰ κατ' ἐπαπόρησιν. Ἵνα ᾗ οὕτως. Εἰ τὰ ἀτίθασσα θηρία ἄνθρωπος τιθασσεύει καὶ χειρονοήθη ποιεῖ, ἄρα τὴν ἑαυτοῦ γλῶσσαν οὐ δαμάσει; Οὖν ἀναγνωστέον. Εἰ γὰρ κατὰ ἀπόφανσιν, οὐκ ἂν δέξῃ προϊὼν καλῶς κεχρῆσθαι τῷ νουθετήματι, λέγω δὲ τῷ, Οὔ, ἀδελφοί μου, ταῦτα οὕτω γίνεσθαι. Εἰ γὰρ ἀδύνατον μεταῤῥυθμίσαι, ὁ ἀδυνάτοις ἐπιχειρεῖν παραινῶν, οὐκ ἀσφαλῆ τὴν παραίνεσιν ποιεῖ. Φήσειέν τις· Τὸ δὲ, ἀκατάσχετον κακόν, μεστὴ τοῦ θανατηφόρου, κατὰ ἀπόφανσιν προσενεκτέον. Αυξητικὰ γὰρ ἐστι τοῦ δυσ μεταχειρίστου τῆς γλώσσης. ᾿Αλλὰ καὶ τὸ, Εκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία και κατάρα, κατ' ἐπαπόρησιν ἀναγνωστέον. Εντρέποντος γὰρ ὁ λόγος τοὺς ἀκροατάς ἐστιν, εἰ εὐλογεῖν πάντας κελευόμεθα· Λοίδοροι γὰρ βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Αρα οὐκ κἰσχύνη τῷ αὐτῷ ὀργάνω χρῆσθα. ὑπουργῷ κακίας καὶ καλοκαγαθίας; Οὐδεὶς τῶν σωφρονοῦντων τῷ αὐτῷ ὀργάνω βόρβορον διὰ ταράξεις και μύρον. Προσεύχη; Μὴ καταρῶ τὸν ἐχθρόν. Εὐχὴ γὰρ καὶ κατάρα πολὺ τὸ μέσον ἔχουσιν. Εἰ μὴ ἀφίης τῷ λελυπηκότι, οὐδὲ ἀφεθήσεταί σοι, ἀλλὰ καταρώμενας σεαυτὸν ἀλώσῃ, ἀνίκα εὔχη ἀφεθῆναι σοι τὰ ὀφειλήματα, καθώς ἂν καὶ αὐτὸς ἀφίης τοῖς σεαυτοῦ ὀφειλέταις. ᾿Αλλὰ καλὸν τοῦ
col. 489–490page 18 of 28
PG 119:489εὐπαρακολουθήτου χάριν καὶ ὅλον τὸ χωρίον? θέσθαι, πρὸς τὴν οἰκείαν τάξιν τῆς φράσεως, τινὰ τῶν ἐλλιπόντων προστιθέντας. Εσται δὲ οὕτως Ἰδοὺ τῶν ἵππων τοὺς χαλινούς εἰς τὰ στόματα βάλλομεν πρὸς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν, ἰδοὺ καὶ τὰ πλοῖα τηλικαῦτα ὄντα, καὶ ὑπὸ σκληρῶν ἀνέμων ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου, ὅπου ἂν ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούληται. Οὕτως οὖν καὶ ἡ γλῶσσα μεταγέσθω τῷ ὀρθῷ λόγῳ. Καὶ οὐ χαλεπὸν τοῦτο. Πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν, ἔρπετῶν τε καὶ εναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ. Εἰ δὲ ταῦτα οὕτως, τὴν γλῶσσαν οὐδεὶς δύναται δαμάσαι; οὐκ ἂν εἴποιμι. Ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία 10-18. καὶ κατάρα; Οὐ χρή, ἀδελφοί μου, ταῦτα οὕτω γίνεσθαι. Μήτι ἡ πηγή ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν· Μή δύναται, ἀδελ φοί μου, συκὴ ἐλαίας ποιῆσαι, ἢ ἄμπελος σύκα; οὕτως ουδεμία πηγή ὑλικὸν καὶ γλυκὺ ποιῆσαι ὕδωρ, Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; Δει ξάτω εκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραύτητι σοφίας. Εἰ δὲ ζῆλον πικρὸν ἔχετε, καὶ ἐρίθειαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχάσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας, Οὐκ ἔστιν 468 αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, ἀλλ' ἐπί γειος, ψυχική, δαιμονιώδης. Όπου γάρ ζήλος καὶ ἐρίθεια, ἐκεῖ ἀκαταστασία, καὶ πᾶν φαῦλον πράγμα. Ἡ δὲ ἄνωθεν σοφία, πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστή ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος καὶ ἀνυπόκριτος. Καρπὸς δὲ τῆς δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ἐποιοῦσιν εἰρή νην.» Ἐκ τοῦ αὐτοῦ στόματος.» Τοῦ κατηξιωμένου -» τοι πύτως μυσταγωγίας μηδὲν πικρὸν ἐκβαλλέσθω, μηδὲν ἀηδές.» Τίς σοφὸς ἐν ὑμῖν, ὦ φίλαρχοι ὄντες «» οἱ ἄνθρωποι, καὶ τῇ σοφίᾳ τοῦ κόσμου τούτου αὐ χούντες, κατ' ἔριν καὶ ζῆλον τῶν ὀρθῶν διδασκάλων ἑκήρυττον, οχλαγωγοῦντες ἁπλῶς καὶ φθόνων πρὸς τούτοις ἔχοντες, καὶ παραμιγνύντες τοῖς θείοις τὰ ἀνθρώπινα, ἵνα τῇ καινότητι τῶν λεγομένων ἐπι σπώνται τοὺς ἀκούοντας. "Οθεν καὶ αἱρέσεις ἐξῆλθον. Πληρώσας οὖν τὸν περὶ προπετείας λόγον καὶ ἀκρα σίας γλώσσης, μέτεισι λοιπὸν καὶ ἐπὶ τὸν ἐξ ὁμοίας εμπληξίας ἐγγινόμενον ἀνθρώποις φθόνον. Καί φησι ταύτας τὰς διδασκαλίας οὐ καθεστηκότων εἶναι, άτε μηδὲ ἐκ σοφίας οὔσας θείας, ἀλλὰ δαιμονιώδους. Ταῦτα δὲ εἶπε προεπαινέσας τὸν ἀγαθὸν διδάσκαλον, ἐκ πραότητος λέγων αὐτοῦ τὴν σοφίαν δι' ἔργων χρηστῶν. Ἐπειδὴ δὲ τὸ τοῦ ζήλου ὄνομα ἐν μεσό τητι ὁρᾶται χρηστῶν τε καὶ φαύλων (ἔστι γάρ ζῆλος κίνησις ψυχῆς ἐνθουσιώδης ἐπί τι μετά τινος ἀφομοιώσεως τοῦ πρὸς ἡ σπουδή ἐστι.) Διὰ τοῦτο
col. 491–492page 19 of 28
PG 119:491Πικρὸν ἐπήνεγκε, δεικνὺς τὸ πρὸς τί ὁ ζῆλος. Ερίθεια δέ ἐστιν ἐπίψογος φιλονεικία, ο Πρῶτον μὲν ἁγνή ἐστιν.» ᾿Αγνή, καθαρὰ καὶ ἀρύπαρος, μηδενὸς τῶν Ερίθεια σαρκικῶν ἀντεχομένη. ο 'Αδιάκριτος.» Μὴ διακρινοῦσα «» παρατηρήσεις βρωμάτων, καὶ διαφόρων βαπτισμών. «᾿Ακριβῶς δὲ περὶ τούτων ἐν τῇ πρὸς Κολοσσαεῖς διαλέγεται ὁ Παῦλος, 1-4.? «Πόθεν πόλεμοι καὶ μάχαι ἐν ὑμῖν; Οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν, τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; Επιθυμεῖτε, καὶ οὐκ ἔχετε. Φονεῖτε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν 466 Μάχεσθε καὶ πολεμεῖτε, καὶ οὐκ ἔχετε διὰ τὸ αἰτεῖσθαι ὑμᾶς. Αἰτεῖτε, καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ἡμῶν δαπανήσητε. Μοιχοὶ καὶ μοιχαλίδες, οὐκ οἴδατε, ὅτι ἡ φιλία τοῦ κόσμου, ἐχθρὰ τοῦ Θεοῦ ἐστιν ἡ ὃς ἂν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται.» θέσιν ἄρσιν, τε Δείκνυσιν ὡς κἂν ὑποπλάττωνται λόγον διδασκαλικὸν, ὅμως ὅλοι σαρκικοί εἰσι, καὶ τὰ χαλεπώτατα πράττουσιν, ἡδονὰς ἑαυτοῖς ποριζόμενοι. Οἱ μὲν άδροτέρας τραπέζης, (δ καὶ Παύλος αὐτῶν καταγινώσκων φησίν. Οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ οὐ δου λεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ,» οἱ δὲ κτήσεως λαμπρῶν ἀγρῶν ἢ οἰκιῶν ὀριγνώμενοι. Αλλοι, οι κετείαν περιβαλέσθαι ἢ συνοικίας. "Αλλος δὲ δι' άλλο τι. Περὶ ἃ ὁ πονηρὸς αὐτοῖς ὑποτίθησιν, ἀποσυλών αὐτοὺς τῆς ἑαυτῶν μηχανώμενος σωτηρίας. • Επισ Κατὰ θέσιν καὶ ἄρσιν θυμεῖτε καὶ οὐκ ἔχετε, πρόεισι τῆς θέσεως, ἀναιρουμένης διὰ τὸ ἄτοπον. Τὸ δὲ ἄτοπον διὰ τὸ ἡδονῆς ὑπεκκαύματα μέλλειν ἔσεσθαι τὰ ἐπὶ τῇ θέσει ἐνθεωρούμενα. Είτε γὰρ ἐπιθυμία ἐν ἡδονῶν ἐπιτελέσει ἀποτελευτᾷ δ φόνος καὶ ὁ ζῆλος, καὶ δὴ καὶ ἡ μάχη τε καὶ ὁ πό λεμος οὐκ ἀγαθά. Διόπερ οὐδὲ τυγχάνουσι τούτων, ὧν ἕνεκεν ταῦτα ἐπιτηδεύουσιν. Επιστατέον δὲ ὡς φόνον ἐνταῦθα καὶ πόλεμον οὐ τὸν σαρκικόν φησι. Τοῦτο γὰρ βαρύ καὶ κατὰ λῃστῶν ἐννοεῖν, μὴ ὅτι γε κατὰ ποσῶς πιστῶν καὶ τῷ Κυρίῳ προσερχομένων. 'Αλλ' ὡς γέ μοι δοκεῖ, φονεύειν φησὶ τοὺς τὴν ἑαυτῶν ψυχὴν ἀποκτιννύντας ταῖς τολμηραῖς ταύταις ἐπιχειρήσεσι, δι᾽ ἃς καὶ ὁ πρὸς τὴν εὐσέ βειαν αὐτοῖς πόλεμος. Καὶ ὥσπερ προϊών μοιχούς καὶ μοιχαλίδας ἐρεῖ, οὐ πάντως τοιούτους αὐτοὺς ὄντας, ἀλλ' ὡς τὰ θεῖα καὶ καλῶς ἔχοντα προστάγματα τῇ πρὸς ἕτερα νόθα ἀποκλίσει πορεύοντας οὐκ ἂν γάρ τις πόρνου ἀνάσχοιτο διδασκάλου, καν χοίρων ή βορβορωδέστερος οὕτω καὶ φόνους καὶ πολέμους, οἱ τοὺς σωματικούς, ἀλλὰ τοὺς ψυχικούς λέγει, «Αἰτεῖτε καὶ οὐ λαμβάνετε.» ὡς ὁ φαρισαῖος ὁ ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ. Οσῳ γὰρ πλείονα κατέλεγε τῶν αὐτοῦ κατορθωμάτων, τοσούτω πλέον τὴν θείαν ἀπέδυεν ἀκοὴν, καὶ ὁ τῶν ῥημάτων ὄγκος κενὸς περὶ τὰ χείλη κατέῤῥει, καὶ εἰς ἀφρὸν διελύετο, καθάπερ παφλάζοντος κύματος. Αλλ' έρετ τις, Εἰ
col. 493–494page 20 of 28
PG 119:493δ τοῦ Κυρίου Ἰησοῦ ἐπαγγελία ἀληθὴς τοῦ ἀψευδούς διδασκάλου, τό, ε Πᾶν ὁ αἰτῶν λαμβάνει,» πῶς νῦν 467 ταῦτά φησιν ὁ παρὼν ἀπόστολος; Αλλά φαμεν, ὡς ὁ ἐδῳ τῇ ἀκολούθῳ ἐπὶ τὸ αἰτεῖν χωρῶν ἔχει καὶ τὴν ἐπαγ γελίαν ἀκεραίαν μηδενὸς ἀστοχῶν τῶν αἰτουμένων. Εἰ δέ τις ἔξω χωρήσας τοῦ σκοποῦ τῆς παραδοθείσης αἰτήσεως δόξει αἰτεῖν, οὐχὶ αἰτῶν ὃν δεῖ τρόπον,? οὐδὲ αἰτεῖ· διὸ οὐδὲ λήψεται. Ὡς γὰρ διδασκάλου, φέρε, γραμματικοῦ ἐπαγγελλομένου πάντα τὸν προσ ιόντα αὐτῷ διδάξειν τὴν τῶν γραμματικῶν ἐπιστήμην αὐτὸς δὲ ἐκμελῶς ωροσέλθῃ καὶ μὴ συντείνας ἑαυτὸν ὁ μαθητιῶν πρὸς τὴν τῶν ἐπηγγελμένων ἀνάληψιν, εἶτα ὅμοιος ἀποφανθείη τῇ ἐκμελείᾳ, ἆρά γε δικαίως ἄν τις ψεύδους γράψαιτο τὸν διδάσκαλον; Οὐ σώφρον οὗτος ποιῶν. Οὐ γὰρ προσῆλθεν ὁ μέλλων μανθάνειν ὡς ὁ διδάσκαλος προετρέψατο. Καὶ πῶς " δὲ, ἢ τί χρὴ αἰτεῖν, εἴποι τις ἄν Αὐτοῦ τὴν ἐπαγ γελίαν ποιησαμένου ἐπάκουσον. Αἰτεῖτε τὴν βασι λειαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ. Δῆλον οὖν ὡς ὅτι οὕτως αἰτῶν, καὶ περὶ τοιούτων προ ηγουμένως, οὐδὲ τῶν ἄλλων ἀστοχήσει, ὧν ὁ λαμβάνων οὐκ ἔξω πεσεῖται τῆς ἑαυτοῦ σωτηρίας. Ὁ δὲ ἐπιβλαβῆ καὶ ἐπιζήμια αἰτῶν, οὐχ ἕξει παρέχοντα τοῦτον, παρ᾽ οὗ πᾶσα δόσις ἀγαθή. ᾿Αλλὰ καὶ γνῶ- 41.» σιν θείαν αἰτῶν καὶ μὴ λαμβάνων, ἤ τι πνευματικὸν χάρισμα, διὰ φιληδονίαν αἰτῶν οὐ λήψεται. Κακώς γὰρ αἰτεῖ καὶ κακὸν ἐπ' ἀπωλείᾳ ἑαυτοῦ. Οὐ δήπου δὲ κακῶν πάροχος ὁ Θεός. Μοιχοὶ καὶ μοιχαλίδες. Οὐκ οἴδατε, ὅτι ἡ φιλία τοῦ κόσμου. Ἐπειδὴ ἀνωτέρω μικρὸν διήλεγξέ τινας ψευδοσόφους την θείαν καταπορνεύοντας Γραφὴν, καὶ ἐνδιαστρόφως αὐτῇ χρωμένους πρὸς τὸ ἑαυτῶν βούλημα, ἵνα ἔχω σιν ἐκ τούτου ἐφόδιον τῆς ἑαυτῶν ἐνηδόνου ζωῆς, < τοῦτο δὲ οὐκ ἄλλοθέν ποθεν ἢ ἐξ ἀλαζονείας συνίσταται καὶ ὑπερηφανίας, διὰ τοῦτο νῦν καὶ ἐμβριθέστερον πρόεισι, καὶ ἀλλοτριώτερον τῆς ἑαυτοῦ πραότητος κέχρηται τοῖς ὀνειδιστικοῖς λόγοις, μοιχοὺς καὶ μοιχαλίδας ἀποκαλῶν τοὺς τοιούτους, καὶ ἐλεγκτικῶς καταισχύνων, τοιούτοις σχεδὸν κεχρημένος ἐλέγχοις. Εἰπέ μοι, μάταιε· σοφὸν ἑαυτὸν ἀποφαίνειν βούλει καὶ πόθεν ὑμῖν τὸ μετ᾿ ἔριδος καὶ διηνεκῶς πολέμου ζῆν, καὶ τὸ ἀεὶ προσπεφυκέναι τοῖς παροῦσι Καὶ τὸ ἡδὺ τοῦ παρόντος βίου μεταδιώκειν ἀμεταστρεπτὶ Οὐκ ἔστι τοῦτο σοφῶν, ἀλλὰ χυδαίων ἀν δρῶν, καὶ πρὸς τὴν φιλίαν τοῦ κόσμου ἀποκλινάν. των. Ο καὶ μοιχοὺς ὑμᾶς δείκνυσι τοῦ ἐναποθέτου 468 καὶ θείου καὶ σώφρονος κάλλους, τὸ θυμώδες προτιμῶντας καὶ βέβηλον καὶ αἰσχρὸν, καὶ τῇ πρὸς τὸν παρόντα προσπαθείᾳ τὴν πρὸς Θεὸν ἔχθραν ἔπαναι ρουμένους. Η οὐκ οἴδατε ὅτι ἡ τοῦ κόσμου φιλία ἀλλοτριοι τῆς θείας φιλίας, ἡ ἐχθροὺς ἀποφαίνει Θεοῦ Κόσμον ἐνταῦθα πᾶσαν τὴν ὑλικὴν ζωὴν ἀπο καλῶν, ὡς μητέρα τῆς φθορᾶς. Ἧς ὁ μετασχεῖν σπεύδων, ἐχθρὸς γίνεται τοῦ Θεοῦ. Διὰ γὰρ τὴν περὶ τὰ ἀνωφελῆ σπουδήν, ὀλιγώρως ἔχει τῶν θείων καὶ? ὑπεροπτικῶς. Ὁ πρὸς μόνους τους μισουμένους καὶ ἐχθροὺς ἡμῶν πάσχομεν. Δύο τοιγαροῦν ὄντων τῶν
col. 495–496page 21 of 28
PG 119:495περὶ ἃ σπεύδουσιν ἄνθρωποι, Θεοῦ καὶ κόσμου, καὶ καθ᾿ ἑκάτερον τούτων δύο στρεφομένων, φιλίας καὶ μίσους, περὶ ὁπότερον τούτων σπουδάζοντες ληφθείη μεν, πάντως τοῦ ἑτέρου ἀφειδοῦντες ὁρώμεθα. Ποιεῖ δὲ, ἡ μὲν σπουδὴ φιλίαν, ἡ δὲ ὀλιγωρία, μίσος, ὃς οὖν τῶν θείων ἀντίσχηται, φίλος Θεοῦ καὶ ἔστι καὶ λέγεται. Οστις δὲ Θεοῦ μὲν κατολιγωροίη, τῶν δὲ τοῦ κόσμου ἀπρίξ ἐξεχόμενος φωρῷτο, οὗτος ἐν τοῖς μάλιστα ἐχθροῖς καταλογισθείη Θεοῦ. Ἐπεὶ δὲ ταῦτα καὶ πᾶν τὸ τῶν τοιούτων κακὸν ἐξ ἀλαζονείας καὶ ὑπερηφανίας τῶν ψευδοσόφων ἐδείχθη διδασκάλων φυόμενον, δευτέρῳ πάλιν ἐλέγχω κέχρηται, ἀνανῆ και βουλόμενος τῆς μέθης αὐτοὺς τῶν τοιούτων καὶ τοῦ κάρου ἀπαλλάξαι, καί φησιν 8, 6. «Η δοκεῖτε ὅτι κενῶς ἡ Γραφή λέγει πρὺς φθόνον; Επιποθεῖ τὸ πνεῦμα, ὃν κατῴκησεν ἐν ἡμῖν, μείζονα δὲ δίδωσι χάριν; Υπερηφανία οἴησις Τοιοῦτό τι διὰ τούτων δῆλοι, ελλειπτικώς χρώ μενος τῷ λόγῳ, καὶ πάλιν, διὰ τὴν τοῦ συντετμημένου λόγου χρήσιν. Φησὶν οὖν· Ἐγὼ μὲν ὑμᾶς τοῖς οἰκείοις επέστησα λόγοις περὶ τὸ εὐθὺ καὶ ἀκατάγνωστον τῆς χρήσεως τῆς σοφίας ὑμῶν, ὡς ἂν μὴ ἐξ ὑπερηφανίας παραχρώμενοι ταύτῃ νοθεύητε καὶ δολοῖτε τὸν τῆς διδασκαλίας λόγον. Εἰ δὲ καὶ ἀπὸ τῆς Γραφῆς τοῦτο ζητεῖτε, ἀκούετε. Αὕτη γάρ φησι· Κύριος ὑπερηφάνοις ἀντιτάσσεται. η ώστε οὐκ ἀσκόπως ἔφην, τὴν ἐξ ὑφερηφανίας καταφρόνησιν μὲν τῶν τοῦ Κυρίου δογμάτων, κατάσπευσιν δὲ πρὸς τὸν κόσμον, ἔχθραν ἐμποιεῖν εἰς Θεόν. Εἰ γὰρ τοῖς ὑπερηφάνοις ἀντιτάσσεται, ἐχθροῖς δὲ εἰ Gθαμεν ἀντιτάσσεσθαι, πάντως που καὶ οἱ ὑπερήφανα ἐν τοῖς ἐχθροῖς καταλογισθείεν. Οὐ γὰρ κενῶς ἤτοι ματαίως, ἢ πρὸς φθόνον ἡ Γραφὴ τὰ ἀμήχανα ἡμῖν καὶ ἀποτείνοντα τὴν ἡμετέραν δύναμιν παραγγέλματα διαγορεύει, ἀλλ' ἐπιποθοῦσα, ἤτοι ἐπιζητοῦσα τὴν διὰ τῆς παρακλήσεως αὐτῆς ἐγκατοικι ζομένην ἡμῖν χάριν· εὑρίσκοντα δὲ ταύτην ἐνεργον ἐν ἡμῖν διὰ τῆς ταπεινώσεως τῆς πνευματικῆς, μεί ζονα δίδωσι χάριν. "Ωστε εἰ πειθήνιοι ἐστε τῇ Γρα φῇ, ταπεινώθητε ἐνώπιον τοῦ Θεοῦ, καὶ εὑρήσετε τὴν διὰ τῆς αὐτοῦ ὑψώσεως χάριν. Υπερηφανία δέ ἐστιν ἡ εἰς τέλος επηρμένη κακία, διαφέρουσα τῆς οιήσεως, ὅτι ἡ μὲν ἐπὶ ὑπηργμένοις αὐτῇ κατεπαίρεται, ἡ οἴησις δὲ ἐπὶ μηδαμῶς ὑπάρχουσι. Κατὰ διάμετρον δὲ ἡ ἀτυφία, ἤτοι ταπείνωσις, μέγα αγα θόν ἐστι. Καὶ ἐπειδὴ ἀμφότερα προαιρετικῶς ἡμῖν εγγίνεται, πᾶς ὁ κατὰ ἀλαζονείαν ὑψῶν ἑαυτὸν, πρὸς τῷ ὑπὸ Κυρίου κατακεκρίσθαι, ἔτι δὲ ταπεινοῦται ὑπ' αὐτοῦ, ὑψουμένου ἐν καιρῷ τοῦ κατὰ ἀτυφίαν ταπεινώσαντος ἑαυτὸν, ἅτε τῶν ἐπ' αὐτῇ ἄθλων ξεναγούντων τὸν κεχρημένον πρὸς ὕψος πνευματικόν. «Η δοκεῖτε ὅτι κενῶς ἡ Γραφὴ λέγει, ἢ πρὸς φθόνον;» Οὐδὲν τού των. ᾿Αλλ᾽ ἐπιποθεῖ ἤτοι ἐπιζητεῖ τὴν διὰ τῆς παρα κλήσεως αὐτῆς ἐγκατοικισθεῖσαν ὑμῖν χάριν. Εστι δὲ ὅμοιον κατὰ ἀποσιώπησιν τῆς ἀναιρέσεως τῷ ἐπὶ
col. 497–498page 22 of 28
PG 119:497τοῦ Ἰώβ· Οἴει με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Καὶ γὰρ ἐνταῦθα ἡ ἀναίρεσις, Οὔ, διὰ τοῦτο ἀπεσιωπήθη. • Επιποθεῖ τὸ πνεῦμα, ο Πνεῦμα τὴν ἀγαθήν φησι προαίρεσιν, ὡς καὶ ὁ Δαυΐ φησι· «Πνεύματι ἡγεμονικῷ.» Τουτέστι, προαιρέσει Δεσποτικῇ τῶν παθῶν. Καὶ πνεῦμα εὐθὲς, προ αίρεσιν εὐθεῖαν. Υποτάγητε οὖν τῷ Θεῷ. ᾿Αντίστητε τῷ δια- 7-13. βόλῳ, καὶ φεύξεται ἀφ᾽ ὑμῶν. Ἐγγίζετε τῷ Θεῷ, καὶ ἐγγιετ ὑμῖν. Καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἀγνίσατε καρδίας, δίψυχοι. Ταλαιπωρήσατε 470 καὶ πενθήσατε καὶ κλαύσατε. Ὁ γέλω; ὑμῶν εἰς πένθος μεταστραφήτω, καὶ ἡ χαρὰ εἰς κατήφειαν. ] Ταπεινώθητε ἐνώπιον τοῦ Κυρίου, καὶ ὑψώσει ὑμᾶς. Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί. Ὁ καταλαλῶν ἀδελφοῦ, καὶ κρίνων τὸν ἀδελφὸν αὐτοῦ, καταλαλεῖ νόμου, καὶ κρίνει νόμον. Εἰ δὲ νόμον κρίνεις, οὐκ εἴ ποιητὴς νόμου, ἀλλὰ κριτής. Εἷς ἐστιν ὁ νομοθέτης ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι. Σὺ τίς εἶ, ὃς κρίνεις τὸν ἕτερον; ο Αγνίσατε καρδίας, δίψυχοι.» Διψύχους καὶ ἄνω «» καὶ ἐνταῦθα τοὺς μὴ καθ᾿ ἕνα τρόπον ζήν αἱρουμένους λέγει, ἀλλὰ ἀγομένους καὶ περιφερομένους ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων. Οὐ γάρ εἰσι μονότροποι ἐν οἴκῳ ὑπὸ Κυρίου κατοικιζόμενοι. Οτι δὲ ψυχὴ καὶ ἡ ζωὴ λέγεται, ἱκανῶς τὸ ἐν Ἰὼβ ἡμᾶς διδάξει, τό, Δέρμα ὑπὲρ δέρματος, καὶ πάντα ὅσα ἔχει ἄνθρωπος, δώσει ὑπὲρ τῆς ψυχῆς αὐτοῦ.» • Μή καταλεῖτε 44, ἀλλήλων.» Οἶὸς τὴν ὑπερηφανίαν ἐξ ὑπεροψίας καὶ καταλαλιᾶς κατὰ τῶν ἐπιεικῶν κινεῖν τους ταύτη χρωμένους ἐπειγομένην εἰς παντελῆ τούτων ἐξουδες νωσιν. Τούτου οὖν ἀπάγων αὐτοὺς, διὰ τῶν προκειμένων σωφρονίζειν βούλεται λέγων· Καταλαλετ νόμου καὶ κρίνει νόμον.» 'Αντὶ τοῦ Κατακρίνει, Κατα: « φρονεί. Ο γάρ κατακρίνων ἀπὸ καταφρονήσεως: « τοῦτο ποιεῖ. Ποῖον δὲ νόμον Πρῶτον μὲν τὸν δι αγορεύοντα, «Μὴ κρίνετε ἵνα μὴ κριθῆτε.» Επειτα: « καὶ τὸν ἐν Ψαλμοῖς· Τὸν καταλαλοῦντα λάθρα του 45.» πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Καὶ ὅτι ἀπὸ καταφρονήσεως τοῦτο γίνεται, ἐπάγει. Εἰ δὲ νόμον 46. κατακρίνεις, οὐκ εἴ ποιητὴς νόμου· Οὐ γάρ τις και ταφρονεῖ, πῶς ἀνέξεται ὑπ᾽ αὐτὸν ἔτι ζῇν Μὴ οὖν, φησίν, ἐξουδενῶν καὶ ὥσπερ ἀντινομοθετών διά κεισο. Οὐ γὰρ ἐφεῖταί σοι, ἑνὸς μόνου νομοθέτου ὑπάρχοντος Θεοῦ τοῦ δυναμένου τοὺς παραβάτας τοῦ νόμου αὐτοῦ σῶσαι καὶ ἀπολέσαι. Τοῦτο γὰρ νόμου καὶ νομοθέτου, τὸ τοὺς παραδετες αὐτοῦ ὑποδίκους τιμωρίας ποιῆσαι, ἀλλ᾽ οὐχὶ σύ, ὃς πρὸς οἷς οὐδὲν πλέον τοῦ φλυαρεῖν ἔχεις, ἔτι καὶ ἑαυτῷ περιπίπτεις, κατὰ σκυτοῦ τὴν ψῆφον ἄγων. Τὰ γὰρ αὐτὰ ποιῶν τῷ καταλαλουμένῳ ὑπὸ σοῦ, ἐν ὅσῳ τοῦτον κατακρίνεις, σεαυτὸν πρότερον πολὺ κατακρίνεις. Σὺ τις εἴ, ὃς κρίνεις τὸν ἕτερον Εξουδενωτικώς. Αντί τοῦ, τοιοῦτος ὢν πῶς τολμᾷς κρίνειν τὸν ὁμοιο 471 « παθῆ;

Chapter VICaput VI

col. 499–500page 23 of 28
PG 119:499δέ ΚΕΦΑΛ. Γ'. «Οτι οὐκ ἐν ἀνθρώπῳ, ἀλλ' ἐν Θεῷ τὰ διαβήματα ἀνδρὸς κατευθύνεται. Ε, ᾧ περὶ πλεονεξίας, πλουσίων, καὶ τῆς ἐν κόσμῳ τρυφῆς αὐτῶν καὶ περὶ δικαιοκρισίας τοῦ Θεοῦ, κ «Αγε νῦν οἱ λέγοντες, Σήμερον καὶ αὔριον πορευσώμεθα εἰς τήνδε τὴν πόλιν, καὶ ποιήσω μεν ἐκεῖ ἐνιαυτὸν ἕνα· καὶ ἐμπορευσώμεθα, καὶ κερδήσωμεν· Οτινες οὐκ ἐπίστασθε τὸ τῆς αὐ ριον. Ποία γὰρ ἡ ζωὴ ὑμῶν; Ατμὶς γὰρ ἔσται ἡ ὀλίγον φαινομένη, ἔπειτα δὲ ἀφανιζομένη. 'Αντὶ τοῦ λέγειν ὑμᾶς Ἐὰν ὁ Κύριος θε λήσῃ, καὶ ζήσωμεν, καὶ ποιήσωμεν τοῦτο ἢ ἐκεῖνο. Νῦν δὲ καυχᾶσθε ἐν καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν. Πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. Εἰδότι οὖν καλὸν ποιεῖν, καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.» Οἱ λέγοντες Σήμερον. Οὐ τὴν ἐξουσίαν ἀντι ρεῖ, ἀλλὰ δείκνυσιν ὅτι οὐ τὸ πᾶν αὐτοῦ ἐστιν, ἀλλὰ δεῖτα καὶ τῆς ἄνωθεν χάριτος. Εξεστι μὲν γὰρ καὶ ἀθλεῖν καὶ τρέχειν καὶ ἐμπορεύεσθαι, καὶ πάντα τὰ πρὸς τὸ ζῆν ἐνεργεῖν, ἀλλὰ μὴ τοῖς οἰκείοις πόνοις τοῦτο λογίζεσθαι, ἀλλὰ τῇ τοῦ Θεοῦ φιλανθρωπία. «Φησὶ γὰρ Ιερεμίας· «Κύριε, οὐκ ἐν τῷ ἀνθρώπῳ 47.»: «ἡ ὁδὸς αὐτοῦ.» Καὶ ὁ Παροιμιαστής· Μὴ καυχῶ τὰ εἰς αὔριον. Οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. 48.» «— «Ποία γὰρ ἡ ζωὴ ὑμῶν;» Τὸ μάταιον καὶ οὗτι » δανὸν τῆς ἡμετέρας ὑποφαίνων ζωῆς, καὶ καταισχύνων ἡμᾶς ὡς περὶ τοῦτο τὸ πᾶν ἡμῶν κατατρίβοντας τῆς ζωῆς, ταῦτά φησιν, ὅτι ἐν προσκαίροις κακοῖς, καὶ ἅμα τῷ ὑποστῆναι ἀφανιζομένοις, ὁ κόσ 479 πος ἡμῶν ἅπαξ ἐκτελεῖται. Τοῦτο καὶ Δαυΐδ διαχω μωδῶν φησι.» Μέντοι γε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσεται, η τουτέστι, περὶ 49,» τὸ μὴ ὄν, ἀλλ' ὅσον ἐν φάσματι ὑποστῆναι. Τοιοῦτο γὰρ ἡ εἰκών. Η περὶ τὴν μὴ αὐθυπόστατον, ἀλλ' ; ὅσον ἐν ἀφομοιώσει καὶ εἰκασμῷ τῆς ὄντως προβαινούσης ζωῆς Ατμίς γάρ ἐστιν. Ατμίς ἐστι «σύστασις ἀερώδης ἀπὸ πυρὸς θάλψεως, ἐξ ὑγρότητα; » ἀναθυμιωμένη, ἐλαχίστην τὴν ὑπόστασιν ἔχουσι. Διὰ γὰρ τὴν ἅγαν λεπτότητα ταχέως τῷ περιέχοντι ἐναφανίζεται χωρούσα πρὸς τοῦτο καὶ διαλυομένη, καθάπερ πρὸς ὕδωρ μικρὰ νοτίς. Τοιούτῳ ἀπείκασε τὴν ἡμετέραν ζωήν. Καὶ μάλα εὐστόχως. μεσολαβήσας δὲ τῷ τοιούτῳ ὑποδείγματι τὸν λόγον, πάλιν η ἐξ ὑποστροφῆς ἀποδίδωσι τὸ ἀκόλουθον αὐτῷ. Εστι γὰρ ὅλον τὸ χωρίον οὕτως Αγε νῦν, οἱ λέγοντες, Σήμερον καὶ αὔριον πορευσώμεθα εἰς τήνδε τὴν πό λιν, καὶ ποιήσωμεν ἐκεῖ ἐνιαυτὸν ἕνα, καὶ ἐμπορευσώμεθα καὶ κερδήσωμεν· ἀντὶ τοῦ λέγειν ὑμᾶς, Ἐὰν ὁ Κύριος θελήσῃ, καὶ ζήσωμεν καὶ ποιήσωμεν τοῦτο ἢ ἐκεῖνο. Νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· Οὕτως ὄντος τοῦ ἀκολούθου, οὐ τοῦτο ποιεῖ, ἀλλὰ διακόψας τῷ παραδείγματι τὴν συνέχειαν τοῦ λόγου, μετὰ ταῦτα ἐπήνεγκε τὸ ἐλλεῖπον φθάσας διὰ τῆς τοῦ πράγματος εἰκόνος τὸ μάταιον ὑποστῆσαι τοῦ ἐξ ἀλαζονείας περὶ τόνδε τὸν κόσμον ἡμῶν
col. 501–502page 24 of 28
PG 119:501περισπωμένου. Εστι γὰρ οὕτως· Καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν. Τίνες; Οἵτινες οὐκ ἐπίστασθε τὸ εἰσαύριον. Ποία γὰρ ἡ ζωὴ ὑμῶν Καὶ ἐξῆς. Διὰ δὲ τοῦ, Ποία ἡ ζωὴ ὑμῶν; ἐξουδενώσας τὴν ζωὴν, καὶ προδοποιήσεις διὰ τούτου τῷ εἰς εὐτέλειαν παραδεί-? γματι, οὕτως ἐπάγει καὶ τὸ ὑπόδειγμα, καιριώτατον? τοῦτο ποιῶν, «Καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν.» ᾿Αλαζὼν καὶ ἀλαζονεία μὴ ὑφεστώτων πραγμάτων ἐστὶ σπουδή. Διὸ καὶ ἀλαζὼν λέγεται ὁ μετὰ ὅλης ζών, τουτέστι, μετὰ ἀστάτου καὶ μὴ ἔχοντος ὑπό στασιν πράγματος, ο Πᾶσα καύχησις τοιαύτη πονηρά αλαζών ἐστιν,» Επαναλαμβάνει τὴν διάκενον καύχησιν, ἢ ὁ μετὰ ἄλης ζῶν, τις ἐξ ὑπερηφανίας φιλεῖ τίκτεσθαι. Καὶ οἱονεὶ συμ περαίνων τὸν ἑαυτοῦ λόγον, ἐπιφέρει, ὅτι πονηρά ἐστιν. Εἰ δὲ πονηρά, πάντως ὅτι καὶ ἀπὸ τοῦ Πονη ροῦ ἐστι. Οὐ δεῖ δὲ τοὺς τῷ Κυρίῳ διὰ τοῦ ἁγίου βαπτίσματος ἀνατεθέντας τοῦ Πονηροῦ παραδέχεσθαι ἐπισποράς. Ἐπιφέρει δὲ καὶ τὸ, Εἰδότι οὖν και λὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστι· καὶ 478 τοὺς ψευδοδιδασκάλους παιδεύει πάλιν. Μὴ ταῦτα παιδεύειν τολμᾷς, ἃ μὴ πρότερον κατώρθωσας Μακάριος γάρ, φησίν, οὐχ ὃς διδάξει, ἀλλ᾿ ὃς ποιήσει καὶ διδάξει.» Προηγεῖσθοι γὰρ δεῖ τὰ ἔργα? « τοῦ λόγου. Καθότι καὶ ἐπιδεικνυμένην πίστιν ἀπαγ γέλλει δίκαιος, ο Ὁ γὰρ λύων, φησί Κύριος, μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων, καὶ διδάσκων οὕτως τοὺς ἀνθρώπους, τουτέστι, διακένως, ἐφ᾽ οἷς οὐκ ἐκοπίασεν, ἐλάχιστος κληθήσεται, μέγας δὲ ὃς μετὰ τοῦ πρᾶξαι διδάξει, ο Ἐπεὶ καὶ αὐτὸς ὁ θεάν θρωπος, ὧν ἤρξατο ποιεῖν, τούτων καὶ διδασκαλίαν; ἐποιεῖτο. Τοιοῦτό μοι δοκεῖ καὶ τὸν Ο καυχώμενος, ἐν Κυρίῳ καυχάσθω, ἀντὶ τοῦ, κατὰ Κύριον, ἐκείνῳ χρώμενος ὑποδείγματι πολὺ πρότερον, καὶ 4 οὕτω ποιῶν, οὕτω διδάσκων. Ἐπεὶ καὶ ὅταν φησὶν ὁ Δαυίδ Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου, οὐκ ἄλλο φησιν, ἥ ὅτι κατὰ τὰς ἐντολὰς πορευόμενος τοῦ Κυρίου ἐπαινεθείη. Αγε νῦν, οἱ πλούσιοι, κλαύσατε ὁλολύζοντες 1.6. ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις. Ὁ πλοῦνος ὑμῶν σέσηπε. Τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν. Ο χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται. Καὶ ὁ ἱὸς αὐτῶν εἰς μαρτύριον υμιν ἔσται, καὶ φάγεται τὰς σάρκας ὑμῶν ὡς πῦρ. Εθησαυρίσατε ὀργὴν ἐν ἐσχάταις ἡμέραις. Ιδού ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν, ὁ ἀπεστερημένος ἀφ᾽ ὑμῶν κράζει. Καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαώθ εἰσεληλύθασιν. Ετρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε. Ετρέψατε τὰς καρδίας ὑμῶν, ὡς ἐν ἡμέρᾳ σφαγής. κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον. Οὐκ ἀντιτάσσεται ὑμῖν.» Αγε νῦν.» Τὸ φειδωλὸν καὶ γλίσχρον τῶν πλου σίων θρήνον αὐτῶν ποιεῖται, ολολύζειν αὐτοὺς παρα κελευόμενος, τουτέστι, θρηνεῖν, ὡς εἰς ἀνύπαρκτον καὶ φθορὰν ταμιευομένους τὸν πλοῦτον αὐτῶν, καὶ

Chapter VICaput VI

col. 503–504page 25 of 28
PG 119:503474 μὴ τοῖς δεομένοις δαπανώντας αὐτόν. Μόνη γὰρ ἡ πρὸς τούτους πλούτου δαπάνη οὐκ ἀπόλλυται, ἀλλ' ἀκέραιος τῷ δαπανώντι φυλάττεται. Διὰ τοῦτο καὶ δ Παροιμιαστής φησι· Απόστειλον τὸν ἄρτον σου ἐπὶ πρόσωπον ύδατος, τουτέστιν, ἐπὶ δοκούσῃ μὲν διαλύσει καὶ φθορᾷ τοῦτο γὰρ τῷ καθ᾿ ὕδατος ῥιπτουμένῳ ἄρτῷ πέφυκεν ἐπακολουθεῖν)· οὐ μέν τοι καὶ ἀπολλυμένῳ, ἀλλὰ τῇ διαλύσει ἀναψυχὴν «ἡμῖν προξενοῦντι, ἐπηνίκα μέλλοιμεν τὴν γλῶσσαν » ἐν τῇ φλογὶ ἀποτηγανιζόμενοι ῥανίδος ὕδατος προσ δεῖσθαι, Ὁ πλοῦτος ὑμῶν. Προσυπακουστέον τὸ Ὃ, ἵν᾽ ᾖ οὕτως· Ὁ πλοῦτος ὑμῶν, ὃν ὡς πύρ ἐθησαυρίσατε, καταφάγεται τὰς σάρκας ὑμῶν, ο Σέσηπε καὶ τὰ ἱμάτια ὑμῶν. Ἡ σήψις, φησί, τοῦ πλούτου καὶ τὸ θριπήδεστον ήτοι σιτόβρωτον τῶν ἱματίων, καὶ ὁ ἱὸς τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου καταμαρτυρήσει ὑμῶν, ἐλέγχων τὸ ἀμετάδοτον ὑμῶν, Δι᾿ ὃ καὶ ἐν ἐσχάταις ἡμέραις λέγει δὲ τὴν τοῦ Κυρίου παρουσίαν), εὑρήσετε τὸν πλούτον ὑμῶν ὡς πῦρ τα μιευθέντα ὑμῖν εἰς ὄλεθρον. Οπερ καὶ ὁ ἐν εὐαγγελίῳ πλούσιος πέπονθεν. Ετρυφήσατε. καταδρομή τῶν Ἰουδαϊκῶν ἀρχόντων καταβοσκομένων τοὺς πένητας, καὶ πιαινομένων ταῖς παρὰ πάντων τιμαῖς, ἀλλ᾽ εἰς σφαγὴν ταῖς Ῥωμαϊκαῖς χερσὶν εὐτρεπιζομένων. Καὶ μάλιστα ὅτι τὸν μόνον δίκαιον Κύριον κατεδίκασαν καὶ ἐφόνευσαν οὐκ ἐρίζοντα οὐδὲ κραυγάζοντα. ᾿Αναντιῤῥήτως τὸ, ο Ἐφονεύσατε τὸν δί καιον, ἐπὶ τὸν Χριστὸν ἀναφέρεται. Τῇ μέντοι ἐπιφορᾷ τῇ, Οὐκ ἀντιτάσσεται ὑμῖν, ἐκοίνωσε τὸν λόγον καὶ πρὸς τοὺς ἄλλους τοὺς τὰ ὅμοια παρὰ τῶν Ἰουδαίων παθόντας. Ἴσως δὲ καὶ προφητικῶς τὸ περὶ ἑαυτὸν ὑπεμφαίνει πάθος. ΚΕΦΑΛ. Ζ΄. Περὶ μακροθυμίας καὶ ὑπομονῆς παθημάτων, καὶ περὶ ἀληθείας. Εν ᾧ παραινέσεις ἰδικαὶ ἑκάστῳ προσήκουσαι μετὰ πίστεως. Καὶ ὅτι διακονητέον τῇ τοῦ πλη στον σωτηρία. ο 7-11. • Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ Κυρίου. Ἰδοὺ ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπ' αὐτῷ, ἕως λάβῃ δετὴν πρώϊμον καὶ ὄψιμον. μακροθυμήσατε καὶ ὑμεῖς. Στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ Κυρίου ἤγγικε. Μὴ στενά ζετε κατ᾽ ἀλλήλων, ἀδελφοί, ἵνα μὴ κατακριθῆτε. Ιδού ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν. Υπό δειγμα λάβετε τῆς κακοπαθείας, ἀδελφοί μου, καὶ τῆς μακροθυμίας, τοὺς προφητάς, οἱ προφητὰς, οἱ ἐλάλησαν τῷ ὀνόματι Κυρίου. Ιδού μακαρίζομεν τους υπου μένοντας. Τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος Κυρίου εἴδετε, ὅτι πολύσπλαγχνός ἐστιν ὁ Κύριος καὶ οἰκτίρμων. Διαβαλὼν τὴν τῶν Ἰουδαϊκῶν ἀρχόντων σπατάλην, καὶ τὸ πρὸς τοὺς πένητας αὐτὸν σκληρὸν καὶ ἀπάνθρωπον, μεταβαίνει καὶ ἐπὶ τοὺς πιστοὺς, καί φησι· Μὴ ταῦτα ὁρῶντες, ἀδελφοί, σκανδαλίζεσθε, μηδὲ ἀθυμεῖτε, ὡς ἢ μὴ ἐκδικήσεως ἀποκειμένης, ἢ ἀποκειμένης μὲν, βραδυνούσης δέ. Εστι γὰρ ἐκδί κησις καὶ κατὰ πόδας. Λέγει δὲ τὴν Ῥωμαϊκὴν
col. 505–506page 26 of 28
PG 119:505ἔφοδον, καὶ τὴν ὑπὸ τούτων αἰχμαλωσίαν τῶν ᾿Ιουδαίων. Εν καὶ παρουσίαν καλεῖ τοῦ Κυρίου ὡς ὁ Ἰωάννης ὁ ἐπὶ τὸ στῆθος ἀναπεσὼν τοῦ Κυρίου, δι' ὤν, φησί, περὶ τῆς αὐτοῦ ἀποβιώσεως, τὸν αὐτὸν εἰσε άγων Κύριον λέγοντα - «Ἐὰν αὐτόν, θέλω μένειν: « ἕως ἔρχωμαι.» Καὶ γὰρ παρετάθη καὶ τούτῳ ὁ τῆς 34.» 476 ζωῆς ταύτης χρόνος, ἕως τῆς ἁλώσεως Ἱερουσαλήμ, καὶ μικρὸν ἐπέκεινα. Καὶ ὅτι ἡ τοῦ Κυρίου παρουσίᾳ καὶ ἐνταῦθα καὶ ἐπὶ τοῦ Ἰωάννου ἡ τῆς Ἱερουσαλὴμ πανωλεθρία ἐστὶ, δῆλον καὶ ἀπὸ τοῦ προφήτου λέγοντος· «Ιδού Κύριος ἔρχεται, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὑτοῦ. ὡς τῆς τοῦ Κυρίου παρ ουσίας τιμωρίαν φερούσης κατὰ τῶν ἀσεβῶν, ᾿Αλλὰ καὶ ὁ Χρυσοστόμος Ἰωάννης ἔν τινι τῶν ἐξηγητικών αὐτοῦ, τοῦτο αὐτὸ τὸν ἕως έρχομαι, ἀναπτύσσων, Τοῦτο δηλοῦν βούλεται τὸ ῥητὸν, τὴν πανωλεθρίαν τῆς Ἱερουσαλήμ. Καὶ πιστοῦται τοῦτο ἀπὸ τῆς εἰ χῆς τῶν τριῶν παίδων, φασκόντων· Οὕτω γενέσθω ἐνώπιόν σου ἡ θυσία ἡμῶν σήμερον, καὶ ἐκτελέσαι 56.» Επισθέν σου, ο Φησί γάρ τί τὸ, Οπισθέν σου Μετὰ τὸ παρελθεῖν τὸν θυμόν σου. Καὶ πότε παρ εγένετο; "Οτε Ναβουχοδονόσορ ἐδῄου τὰ Ἱεροσόλυμα. Καί περὶ μὲν τῆς παρουσίας ταῦτα. Φασὶ δέ τινες μακροθυμίαν τῶν Πατέρων καὶ τοῦτο, ὡς μακροθυμίαν μὲν ἐν ταῦθα των πρὸς ἀλλήλους φησίν, ὑπομονὴν δὲ τὴν ὑπομονήν πρὸς τοὺς ἔξω. Μεκροθυμεί γάρ τις πρὸς ἐκείνους, οὕς δυνατὸν καὶ ἀμύνασθαι. Υπομένει δὲ οὓς οὐ δύὑπομένει ναται ἀμύνασθαι. Διὰ τοῦτο ἐπὶ μὲν Θεοῦ οὐδέποτε ὑπομονὴ λέγεται, ἀλλὰ μακροθυμία, ἐπ' ἀνθρώπων υπομονή μακροθυμία, δὲ ὑπομονή. «"Εως λάβῃ ὑετὸν πρώϊμον. • Πρώτα ὑπομονή.» μας δετός, ἡ ἔν νεότητι μετὰ δακρύων μετάνοια, ὄψιμος, ἡ ἐν τῷ γήρα. Πάντα δὲ τῆς τοῦ Θεοῦ ἤρ τηται φιλανθρωπίας, δι' θ λέγει ἕως ἂν λάβῃ. «Πρὸ πάντων δὲ, ἀδελφοί μου, μὴ ὀμνύετε μήτε τὸν οὐρανὸν, μήτε τὴν γῆν, μήτε ἄλλον τινὰ ὅρκον. Ἐτω δὲ ὑμῶν τὸ Ναί, Ναὶ, καὶ τὸ Οῦ, ου, ἵνα μὴ εἰς ὑπόκρισιν πέσητε.» ἄν Αλλ' έξει τις, Εἰ βιάζεται τις ὀμνύναι, τί ποιη τέον Εροῦμεν, ὅτι ὁ φόβος τοῦ Θεοῦ ἰσχυρότερος ἔσται τῆς τοῦ βιαζομένου ἀνάγκης. Επαπορήσειε δ' τις, Πῶς τοῦ παλαιοῦ νόμου τὸν κατὰ τοῦ ὀνόματος τοῦ Κυρίου ὀμνύοντα ἐπαίνου ἀξιοῦντος, ἡ χάρις μὴ τοῦτο ποιεῖν διαστέλλεται. Εροῦμε, οὖν, ὡς ὁ παλαιός νόμος, ἀπάγων Ιουδαίους μὴ κατὰ τῶν δώλων ομνύειν, προσέτατε κατὰ Θεοῦ ὀμνύειν, ὥσπερ καὶ θύειν ἐκέλευε τῷ Θεῷ, ἀποσπῶν αὐτοὺς τῆς πρὸς τοὺς δαίμονας θυσίας. Ὅτε δὲ ἱκανῶς αὐ τοὺς θεοσεβεῖν ἐδιδάξατο, τότε καὶ τὰς θυσίας ὡς ἀνωφελεῖς ἀπώσατο, θυσίαν οὐ τὴν διὰ τῶν ζώων ἀλλὰ τὴν συντετριμμένην ψυχὴν ἐπιζητῶν εἰς θυ σίαν. Τίς δὲ αὕτη; Ἡ διὰ ταπεινώσεως τῷ τῆς ἀγάπης ὁλοκαυτουμένη πυρί. Οια καὶ ἡ Παύλου, ὃς διὰ τό τινας σκανδαλίζεσθαι τῶν πιστῶν, ὑπερβαλω λόντως, ἦν πυρούμενος. «Ητω δε ὑμῶν τὸ, Ναί, Ναί. ο 'Αντὶ τοῦ, Ἡ κατάθεσις ὑμῶν βεβαία καὶ ἐπὶ
col. 507–508page 27 of 28
PG 119:507ἤτοι τὴν κατάκρισιν λέγει, ἥτις ἐπακολουθεῖ τοῖς ἀφειδῶς ομνύουσι, καὶ διὰ τῆς συνηθείας τῶν ὅρκων ἐπὶ τὸ ἐπιορκεῖν ἐκφερομένοις. Ἡ καὶ αὐτὸ τὸ ὑπο κρίνεσθαι σημαίνει ἐνταῦθα τὸ ὄνομα, ο ἄλλο ὂν, ἕτερον φαίνεται. Πῶς οὖν εἰς ὑπόκρισιν ὁ ὀμνὺς πίσ πτει; Πιστευόμενος μὲν διὰ τῶν ὅρκων ἀληθὴς εἶναι, παραβάσεως δὲ ἐπακολουθούσης, ψεύστης ἀντὶ τοῦ ἀληθοῦς ἀποφαινόμενος. Ἡ καὶ τὸ, Ναί, μὴ ἐπὶ βεβαίου προφέρων, μηδὲ τὸ, Οὔ, ἐπὶ τοῦ μὴ οἴου πε πράχθαι. Κωλύει δὲ κατὰ Θεοῦ ὀμνύειν διὰ τὴν ἐπιορκίαν, κατὰ δὲ τοῦ οὐρανοῦ καὶ τῶν ἄλλων, διὰ τὸ μὴ καὶ ταῦτα εἰς Θεοῦ τιμὴν ἀνάγειν. Πάντες γὰρ οἱ ὀμνύοντες κατὰ τοῦ μείζονος ὀμνύουσι. βεβαίου, καὶ ἡ ἀπαγόρευσις ἐπὶ μὴ οἴοις γενέσθαι. » Υπόκρισιν κατάκριο ἵνα μὴ εἰς ὑπόκρισιν πέσητε.» Τὴν ὑπόκρισιν σιν, ὑπόκρισιν μήνας Ε. Καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανός, αὐτῆς. «Κακοπαθεί τις ἐν ὑμῖν; προσευχέσθω. Ευθυ με τις; Ψαλλέτω. Ασθενεί τις ἐν ὑμῖν; προστ καλεσάσθω τοὺς πρεσβυτέρους της Εκκλησίας, καὶ προσευξάσθωσαν ἐπ᾿ αὐτὸν, ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου. Καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ οὐτὸν ὁ Κύριος, καν ἁμαρτίας ή πεποιηκὼς, ἀφεθήσεται αὐτῷ. Εξομολογεῖσθε ἀλλήλοις τὰ παραπτώματα, καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, τα όπως ἰαθῆτε. Πολὺ ἰσχύει δέησις δικαίου ἐνα εργουμένη. Ηλίας ἄνθρωπος ἦν ὁμοιοπαθής ὑμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτούς τρεῖς καὶ ὑετὸν ἔδωκε, καὶ ἡ γῆ ἐβλάστησε τὸν καρπὸν Τῇ κακοπαθεία προσευχή παρομαρτεί, ἵνα κου φοτέρα τῷ πειραζομένῳ αὐτῷ ἡ διέξοδος τῶν πει ρασμῶν γένηται. Εἶτα ἐπειδὰν διὰ τῆς προσευχῆς κατευνασθῇ τὰ διοχλώντα ἡμῖν. Καὶ πρὸς τὴν οἱ κίαν κατέστοσιν καὶ αταραξίαν ἀφίκηται ἡ ψυχὴ, τηνικαῦτα ψαλλέτω ἵνα τὰ χρηστὰ αὐτῷ πολυπλασιασθῇ, καὶ ἐντρυγώῃ τῷ πνευματικῷ ἀγαλλιάματι. Τὸ γὰρ ἱλαρὸν καὶ ἄλυπον κατάστημα τῆς ψυχῆς. κατὰ τὸν ἡμέτερον καὶ μέγαν Βασίλειον, αἱ τῶν ὕμνων παρηγορίας χαρίζονται. Ο γάρ τοι μὴ οὕτω προβὰς μηδὲν τὸ τοιοῦτο κατάστημα φθάσας, ὁ καὶ Δαυὶδ ὁσιότητα καλεῖ. • Ψάλατε γὰρ, φησί, τῷ Κυ ρίψ, οἱ ὅσιοι αὐτοῦ.» Λῆρον μακρὸν ἐξανύει την άλλως καὶ κενὴν ψάλλων, ὡς οἱ παροιμιαζόμενοι φασιν, «᾿Αλείψαντες ἐλαίψ.» Τοῦτο καὶ τοῦ Κυρίου ἔτι τοῖς ἀνθρώποις συναναστρεφομένου οἱ ἀπόστολοι ἐποίουν, ἀλείφοντες τοὺς ἀσθενοῦντας ἐλαίῳ καὶ ιώμενοι, ο Λέησις ενεργουμένη,» Ενεργεῖται ἡ τοῦ δικαίου εὐχὴ, ὅταν καὶ ὁ ὑπὲρ οὗ εὔχεται συμ πράττῃ διὰ κακώσεως πνευματικής τῷ εὐχομένῳ, ἂν γὰρ ἑτέρων ὑπὲρ ἡμῶν εὐχομένων, σπατάλαις ἡμεῖς σχολάζωμεν καὶ ἀνέσεσι καὶ ἐκδεδιητημένῳ βίῳ, ἐκλύομεν διὰ τούτου τὸ σύντονον τῆς εὐχῆς τοῦ ὑπὲρ ἡμῶν ἀγωνιζομένου. Καὶ γίνεται ἐφ' ἡμῖν τὸ τοῦ μακαρίου Πέτρου· Εἷς οἰκοδομῶν καὶ εἰς καθα αίρων, οὐδὲν ὠφέλησεν ἢ κόπους.
col. 509–510page 28 of 28
PG 119:509Αδελφοί, ἐὰν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς 19-20. ἀληθείας, καὶ ἐπιστρέψῃ τις αὐτόν, γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἀμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ, σώσει ψυχὴν ἐκ θανάτου, καὶ καλύψει πλῆθος ἁμαρτιῶν.» «Καὶ ἐπιστρέψῃ τις αὐτὸν, γινωσκέτω.» Ότι διακονητέον τῇ τοῦ πλησίον σωτηρία. «"Οτι ὁ ἐπι στρέψας ἁμαρτωλόν.» Τοῦτο καὶ Ἱερεμίας φησί. Καὶ ἐὰν ἐξαγάγης τίμιον ἀπὸ ἀναξίου, ὡς στόμα μου ἔσῃ.» Στόμα γὰρ γίνεται Θεοῦ πᾶς ὁ τοὺς λό τους αὐτοῦ ἀπαγγέλλων, «Οὐ γὰρ ὑμεῖς ἐστε, φησίν, οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρός μου. τὸ λαλοῦν ἐν ὑμῖν. Δι᾿ ὁ καὶ τὸν ἁμαρτωλὸν ἀπο κωλύει διὰ τοῦ Δαυίδ, εκδιηγείσθαι τὰ δικαιώματα αὐτοῦ, καὶ τὴν διαθήκην ἀναλαμβάνειν διὰ στό ματος. Τέλος σὺν Θεῷ, τῆς Ἰακώβου καθολικῆς Ἐπι στολῆς.» ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΕΤΡΟΥ ΚΑΘΟΛΙΚΗΣ ΠΡΩΤΗΖ ΕΠΙΣΤΟΛΗΖ Ταύτην ὁ Πέτρος αὐτὸς τοῖς ἐν τῇ διασπορᾷ οὖσιν Ἰουδαίοις καὶ γενομένοις Χριστιανούς, γράφει την Ἐπιστολὴν διδασκαλικήν. Ἐπειδὴ γὰρ ἀπὸ Ἰου δαίων ἐπίστευσαν ἐπιστηρίζει αυτούς. Καὶ πρῶτον μὲν ἐξηγεῖται, καὶ ἀποδείκνυσιν, ὅτι ἡ εἰς Χριστὸν πίστις ἀπὸ τῶν προφητῶν κατηγγέλη, καὶ δι' αὐτῶν ἐμηνύθη ἡ διὰ τοῦ αἵματος αὐτοῦ ἀπολύτρωσις. Καὶ ὅτι αὐτοῖς καὶ τοῖς ἔθνεσιν εὐηγγελισθη τὰ πάντα, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι. Εἶτα συμ βουλεύσας, ἀξίως τοῦ καλέσαντος ἀναστρέφεσθαι, προτρέπει καὶ βασιλέας τιμήν. Γυναιξί τε καὶ ἀν δράσιν ὁμοφροσύνην παραγγέλλει. Καὶ εἰς τὰ ἤθη παραινέσας ὀλίγα σημαίνει ὅτι καὶ εἰς τὸν ᾅδην τοῦτο γέγονε παρὰ τοῦ Κυρίου τὸ κήρυγμα τῆς σωτηρίας καὶ ἀναστάσεως, ἵνα οἱ προαποθανόντες ἀναστῶσι μὲν καὶ κριθῶσιν ἐν τῷ σώματι, τῇ δὲ χάριτι τῆς ἀναστάσεως, διαμείνωσι. Καὶ ὅτι τὸ τέλος πάντων λοιπὸν ἤγγισε. Καὶ ὀφείλουσι πάντες ἔτοι μοι γίνεσθαι, ὡς λόγον ἀποδώσοντες τῷ κριτῇ. Καὶ οὕτω τελειοῖ τὴν Επιστολήν. ΚΕΦΑΛΑΙΑ ΤΗΣ ΠΕΤΡΟΥ ΠΡΩΤΗΣ ΚΑΘΟΛΙΚΗ ΕΠΙΣΤΟΛΗΣ. «π' Περὶ τῆς ἐν Χριστῷ ἀναγεννήσεως, καὶ περὶ Ι.
Page scan enlarged

Notebook

Full View