PG 119cumenius Bishop of Trikka
Catholic Epistle of 1 John
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Chapter ICaput Primum

col. 623–624page 1 of 32
PG 119:623εἰπούσης Εγώ εἰμι ἡ ζωή, ο Αελέξεται καὶ οὕτως περὶ τοῦ ἐν ἀρχῇ ὄντος Λόγου, ὅτι ἀκηκόαμεν διὰ «τοῦ νόμου αὐτὸν καὶ τῶν προφητῶν, ὡς ἐλεύσεται, 4.» Τοῦτον οὖν ἐλθόντα μετὰ σώματος ἐμφανῶς εἴδομεν καὶ ἐψηλαφήσαμεν. Γυμνὸν γὰρ Θεὸν οὐδεὶς ἑώ ρακε πώποτε. Οὐ γὰρ ὡς ἔτυχε συγκατεθέμεθα τῷ ὀφθέντι, ἀλλὰ μετὰ πολλὴν ψηλάφησιν, τουτέστι, συν ζήτησιν τῶν νομικῶν τε καὶ προφητικῶν περὶ τού 4, του μαρτυριῶν, ἐπιστεύσαμεν τῷ ὀφθέντι σαρκὶ Λόγῳ. Ἡ τὸ, Ο εθεασάμεθα, ἀντὶ τοῦ, ὁ ἰδόντες τους ὀφθαλμοῖς τεθαυμάκαμεν. Θεᾶσθαι γάρ ἐστι τὸ μετὰ θαύματος καὶ θάμβους ὁρᾶν. Οὐχ ὁ οὖν ἦν ἐθεασάμεθα ἢ ἐψηλαφήσαμεν· τούτου γὰρ τὴν γενεὰν τις Θεᾶσθαι διηγήσεται; ἀλλ' ὃ γέγονεν, ἤτοι γνωστικαῖς ἐπαφαῖς, ὡς εἴρηται ἤδη, ἢ καὶ αἰσθηταῖς, ὡς καὶ θωμᾶς μετὰ τὴν ἀνάστασιν. Εἰς γὰρ ἦν καὶ ἀδιαίρετος. Ὁ αὐτὸς ? 564 5 καὶ θεατὸς καὶ ἀθέατος, καὶ κρατούμενος καὶ μὴ περιδρασσόμενος, καὶ ἀναφὴς καὶ ψηλαφητός, καὶ άνθρωπίνως φθεγγόμενος, καὶ ὡς Θεὸς ἐνεργῶν τὰ 49. θαύματα. Τοῦτο δὲ διὰ τὴν ἀκραν ἑνότητα τοῦ Λόγου πρὸς τὴν σάρκα φαμέν. Τὸ ἑξῆς· Ὁ ἦν ἀπ᾿ ἀρχῆς, 8 ἀκηκόαμεν καὶ ἑωράκαμεν καὶ ἐθεασάμεθα τοῖς ὀφθαλμοῖς ἡμῶν, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησε, περὶ τοῦ λόγου τῆς ζωῆς, ἥτις ζωή εφανερώθη, ἣν καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν, λέγω δὲ τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἐστὶ πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη ἡμῖν. Ο τοίνυν έωράκαμεν, τοῦτο καὶ ἀπαγγέλλομεν ὑμῖν. ἐνταῦθατοίνυν ἐστὶν ἡ ἀπόδοσις, ἐν τῷ. Ο τοίνυν ἑωράκαμεν. Οὐχ οὕτω δὲ ἐποιήσατο τὴν ἐπαγγελίαν ὥσπερ ἡμεῖς, πρῶτον μὲν διὰ τὴν τοῦ συντετμημένου λόγου χρήσ σιν, ἔπειτα δὲ καὶ τὴν Ἑλληνικὴν ἐρεσχελίαν ἀτιμάζων, καὶ δεικνὺς ὡς οὐκ ἐν λόγοις ἡ σωτηρία ἡμῶν, ἀλλ' ἐν ἔργοις. Καὶ ἐπὶ τούτοις ἐπιστατικωτέρους ἡμᾶς ἐργαζόμενος, ἵνα μὴ αὐτόθεν προχείρως εὑρίσκοντες τὸ προκείμενον, ὑπτιώμεθα. "Αλλως τε καὶ θεολόγων ἐβουλήθη ασαφείᾳ κρύψαι τὰ βεβήλων ἀνώτερα ἀκοῶν, καὶ μὴ ἂν ἀσφαλῶς αὐταῖς ἔκφορα. Τὸ γὰρ βάλλειν τὰ ἅγια τοῖς κυσί, καὶ ῥίπτειν τοὺς μαργαρί της ἔμπροσθεν τῶν χοίρων, οὐ σώφρονος λογισμού, οὐκ ἀνδρός. 2-7. «Καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη ἡμῖν. "Ο ἑωράκαμεν καὶ ἀκηκόαμεν ἀπαγγέλλομεν ὑμῖν, ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ' ἡμῶν. Καὶ ἡ κοινωνία δὲ ἡ ἡμετέρα μετὰ τοῦ Πατρὸς καὶ μετὰ τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ. Καὶ ταῦτα γράφομεν ὑμῖν, ἵνα ἡ χαρὰ ὑμῶν ᾗ πε πληρωμένη. Καὶ ἔστιν αὕτη ἡ ἐπαγγελία, ἣν ἀκηκόαμεν ἀπ' αὐτοῦ καὶ ἀναγγέλλομεν ὑμῖν, ὅτι ὁ Θεὸς φῶς ἐστι, καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία. Ἐὰν εἴπωμεν ὅτι κοινωνίαν έχου μεν μετ' αυτού, καὶ ἐν τῷ σκότει περιπατῶμεν χιν, ΧΧ,
col. 625–626page 2 of 32
PG 119:625ψευδόμεθα καὶ αὐ ποιοῦμεν τὴν ἀλήθειαν. Ἐὰν δὲ ἐν τῷ φωτὶ περιπατῶμεν, ὡς αὐτός ἐστι ἐν τῷ φωτὶ, κοινωνίαν ἔχομεν μετ᾿ ἀλλήλων, καὶ τὸ αἷμα πάσης ἁμαρτίας.» «Καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωήν, ο ο τοίνυν ἑωράκαμεν καὶ ἀκηκόαμεν, ἀπαγγέλλομεν ὑμῖν, φησί. Τί τοῦτο; ὅτι ζωὴ αἰώνιος ὢν ἐφανερώθη ἡμῖν, καὶ θεαταὶ αὐτοῦ γεγόναμεν, καὶ πρὸ τοῦ σταυροῦ, καὶ μετὰ τὴν ἀνάστασιν. Ὁ γὰρ αὐτὸς καὶ τῷ σταυρῷ σαρκικώς προσηλώθη, καὶ τῇ αὐτῇ ἐξανέστη σαρκί. Καὶ τί κέρδος ἐκ ταύτης ὑμῖν τῆς ἀπαγγελίας κομίζομεν; φησί· τὸ, ὥσπερ κοινωνούς ὑμᾶς λαμβάνομεν διὰ τοῦ λόγου ὧν εἴδομέν τε καὶ ἀκηκόαμεν, οὕτω κοινωνοὺς καὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ. Τούτου δὲ τυχόντες, χαρᾶς ἂν πληρωθείημεν, ὡς τῷ θεῷ κεκολλημένοι, ἢ ὅτι ὑμῶν ἡμῖν κοινωνούντων, πληρεστάτην ἔχομεν τὴν χάριν ὑμῶν, ἣν τοῖς θερισταῖς ὁ χαίρων σπου ρεὺς ἐν τῇ τοῦ μισθοῦ ἀπολήψει βραβεύσει, χαι ρόντων καὶ τούτων, ὅτι τῶν πόνων αὐτῶν ἀπο λαύουσι. Ταῦτα εἰπὼν ἐπαναλαμβάνει πάλιν τὸν λόγον, σαφηνίζων τίς ἡ ἀγγελία, ἣν ἀκήκος. Καί φῆσιν ὅτι αὕτη ἐστίν· Ὁ Θεὸς φῶς ἐστι, καὶ σκου τία ἐν αὐτῷ οὐκ ἔστι. Καὶ ποῦ τοῦτο ἤκουσεν; ἀπ' αὐτοῦ τοῦ Χριστοῦ, «Εγώ εἰμί τό φῶς τοῦ κόσ Εγώ εἰμὶ τὸ φῶς τοῦ κό σμου, ο λέγοντος. Καὶ, ο Φῶς εἰς τὸν κόσμον ἐλή λυθα.» Φῶς οὖν ἐστι, καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστι. Φῶς δὲ νοερόν, τοὺς τῆς ψυχῆς ἡμῶν ὀφθαλμοὺς εἰς τὴν αὐτοῦ ἀντίληψιν ἀνακινοῦν, καὶ τούτων τῶν ὑλικῶν ὑποστρέφον ἁπάντων, καὶ πρὸς αὐτὸ μόνον τὴν ὄρεξιν ἐρωτικῷ πάθει ἀκατασπεύδον. Σκοτίαν δὲ ἤτοι τὴν ἄγνοιαν ἢ τὴν ἁμαρτίαν φησιν. Ἐν γὰρ τῷ Θεῷ οὔτε ἄγνοια ἐνορᾶται, οὔτε ἁμαρτία. Περὶ τὴν ὕλην γὰρ ταῦτα, καὶ τὴν καθ' ἡμᾶς σύνθεσιν. Εἰ δέ που εἴρηται, ο Ἔθετο σκότος ἀποκρυφήν αὐτοῦ,» ἀλλ', «Εθετο, ο εἶπεν, οὐχὶ, Εστι σκότος, ὥσπερ επεν, Εστι φῶς. Ετερον γὰρ τὸ τιθέμενον τοῦ τιθέντος. Τὸ σκότος οὖν ἐνταῦθα, τὴν ἐν ἀκαταληψίᾳ ἀγνωσίαν τοῦ Θεοῦ δηλοῦντος ἐστίν· ἡμῶν δὲ τοῦτο, οὐ τοῦ Θεοῦ ἐστί. Τίθεται γάρ τι τῶν μὴ ἐνυπαρχόντων τινὶ, καὶ οὐχ ἑαυτοῦ χάριν, ἀλλὰ τινος τῶν περὶ αὐτόν. Οτι δὲ καὶ τὴν ἁμαρτίαν σκότος καλεῖ, ἀπὸ τῶν ἐν τῷ Εὐαγγελίῳ εἰρημέ των αὐτῷ, δῆλον. Τί γὰρ ἐκεῖ φησι; «Καὶ τὸ φῶς ἐν τῇ σκοτία φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε. σκότος τὴν ἁμαρτυρικὴν ἡμῶν λέγων οὐσίαν. Εν Τι γενόμενος, ἤτοι προσλαβόμενος ταύτην, τῶν ἀπ᾿ τῆς οὐ μετείληφε μολυσμῶν· ἁμαρτίαν γὰρ οὐκ ἐποίησε, καὶ ἑξῆς. Ἐπεὶ οὖν κοινωνοὺς ἡμᾶς, φησί, παραλαμβάνομεν Θεοῦ, φωτὸς αὐτοῦ ὑπάρχοντος· ἐν δὲ τῷ τοιούτῳ φωτὶ οὐκ ἂν ὑποσταίη σκότος, ὡς ἐδείχθη, μηκέτι μηδὲ ἡμεῖς οἱ τῷ φωτὶ κοινωνοῦντες σκότος παραδεξώμεθα ἐν ἑαυτοῖς, ἵνα μὴ ψεύδους ὑπόσχωμεν δίκα;, καὶ μετὰ τοῦ ψεύδους, τῆς τοῦ φωτὸς ἀποῤῥαγωμεν κοινωνίας. "Ωστε τῆς κοινωνίας ἐχόμενοι τῆς ἀλλήλων, (δῆλον δὲ ὅτι τῆς ἡμῶν τε καὶ τοῦ φωτός, ἀναλώτους ἑαυτοὺς καθιστάνωμεν Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ
col. 627–628page 3 of 32
PG 119:627ἁμαρτίας. ᾿Αλλὰ πῶς ἔσται τοῦτο, φησὶν, ἡμῖν τοῖς πρότερον πολλαῖς ἐνισχημένοις ἁμαρτίαις; Οὐδεὶς ? γὰρ ἂν ἀληθὴς καὶ ἀληθεύειν ἐπανῃρημένος τολμήσει ἐρεῖν ὡς ἀναμάρτητός ἐστιν. Εἴ τις οὖν τῷ φόβῳ τούτῳ περικατείληπται, θαῤῥείτω, φησί. Γῷ γὰρ αἵματι τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τῷ ἐκχυθέντι ὑπὲρ ἡμῶν κεκάθαρται ὁ τὴν κοινωνίαν αὐτοῦ ἀσπασάμενος. Σκόπει δὲ ὅπως διὰ τὴν ἄκραν ἕνωσιν, Υἱοῦ τοῦ Πατρὸς καὶ τὸ ἐξ ἡμῶν καλεῖ πρόσλημμα, οὗ πάντως ἀναμφιβόλως τὸ αἷμα, ἀλλ᾽ οὐχὶ τοῦ Θεοῦ. Πῶς οὖν οὐ λῆρος καὶ ἀσεβὴς Νεστόριος, διαιρῶν τοῦ Υἱοῦ τὴν σάρκα, καὶ Θεοτόκον μὴ ἀνεχόμενος τὴν αὐτοῦ μητέρα καλεῖν ᾿Εὰν δὲ ἐν Θεοτόκον, τῷ φωτὶ περιπατῶμεν ὡς αὐτός ἐστιν.» Ιστέον ὅτι ? ὅλως ὁ νοῦς τοῦ ῥητοῦ, ἀνατροπὴ τῆς Ἰουδαίων βλασ φημίας ἐστί. Αὐτοὶ γὰρ ἔφασαν περὶ τοῦ Χριστοῦ, ὅτι· Ἡμεῖς οἴδαμεν, ὅτι ἁμαρτωλός ἐστι. Φησὶν «οὖν, ὅτι εἰ φωτὸς ἔργα πράττομεν, κοινωνοὶ αὐτοῦ 48.»: έσμεν, εἰ δὲ μὴ πράττομεν, ἀλλοτριούμεθα αὐτοῦ. Πῶς οὖν οὐκ ἀληθὲς, φησὶν, ἐστὶ τὸ, Καὶ ἁμαρτίαν οὐδεμίαν οὐκ ἐποίησεν, εἰ καὶ ἐν τοῖς ἀνόμοις ὑφ᾽ 49, ἡμῶν ἐλογίσθη; Ἐὰν οὖν, φησίν, ἡμεῖς οἱ εἰπόντες ? «Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν, ο εἴτ πωμεν ἀναιδώς, ὅτι οὐχ ἡμάρτομεν, ἑαυτοὺς πλα νῶμεν, τουτέστιν, ἀπατῶμεν, ὡς μὴ οὔσης ἁμαρ τίας του σταυρῶσαι τὸν Χριστόν. Εστι γὰρ καὶ μεγάλη διὸ οὐκ εἶπε, Ψευδόμεθα, ἀλλ᾽ Εαυτούς ἀπατῶμεν.» Οτι ἡ πλάνη ἐκτὸς τῆς ἀληθείας ἐστίν. » Εἰ δὲ ἐπιγνῶμεν τὴν ἁμαρτίαν καὶ ὁμολογήσομεν, ἀφήσει ἡμῖν. Τῇ κοινότητι δὲ τοῦ λόγου ἐλέχνε τὸ ἄγαν αὐστηρὸν τοῦ ἐλέγχου λέγων, Ἐὰν εἴπω μενο Πιστός Ἐὰν εἴπωμεν, Αμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς, πλανῶμεν, καὶ ἀλήθεια οὐ ἔστιν ἐν ἡμῖν. Ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστι καὶ δίκαιος, ἵνα ἀφῇ ἡφῆ ἡμῖν τὰς ἁμαρτίας, καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας. Εάν εἴπωμεν, ὅτι οὐκ ἡμαρτήκα μεν, ψεύστην ποιοῦμεν αὐτὸν ὁ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν.» Ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας, ο ἐπαναλαμβάνει τὸν λόγον φιλοτιμότερον χρώμενος, ὡς ἂν τῷ κατακόρῳ τῆς τοῦ ἐλέγχου προαγωγής, αυτούς τε επιστήσῃ τῷ τοῦ ἐγκλήματος μεγέθει, καὶ ἐπὶ ὁμολογίαν παρακαλέσῃ. Ὅσον δὲ τὸ ἀπὸ τῆς ὁμολογίας τίκτεται ἀγαθὸν, ἐδήλωσεν εἰπών· • Λέγε σ πρῶτος τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς.» Τούτο δὲ καὶ ἔθος τὸ τοῦ παρόντος ἠγαπημένον μαθητοῦ διδασκάλῳ, τὰ αὐτὰ πολλάκις ἀνακυκλεῖν, μετριώτερον πρῶτον, εἶτα τελεώτερον, ἐναργεστέραν τὴν γνῶσιν τῶν λεγομένων ποιεῖν βουλομένῳ, καὶ Έξιν αὐτῶν τοῖς ἀκρύαταῖς ἐμποιῆσαι σπεύδοντι. «Πιστὸν δὲ τὸν Θεόν,» ἀντὶ τοῦ ἀληθῆ εἴρηκε. Πιστὸς γὰρ οὐ μόνον ἐπὶ τοῦ πεπιστευμένου, ἀλλὰ καὶ ἐπὶ τοῦ πιστωτικοῦ εἴρηται, ὃς ἀπὸ τοῦ ἑαυτοῦ ἀληθοῦς τρόπου ἔχει καὶ τὸ τοῖς ἄλλοις τούτου μετα
col. 629–630page 4 of 32
PG 119:629διδόναι. Πιστὸς μὲν οὖν οὕτω Θεὸς, δίκαιος δὲ ὡς μὲ τοὺς αὐτῷ προσιόντα: ἀπωθούμενος, ὁποῖα ἂν ὦσιν ἡμαρτηκότες. Αφίησιν οὖν τὰς ἁμαρτίας ἀναμφιβαλως τοῖς διὰ μετανοίας ἁγίῳ προτρέχουσι βαπτίσματι, εἴτε εἰς αὐτὸν, εἴτε εἰς ἕτερον πεπλημμελήκασιν. Εἰ μὲν οὖν ὁμολογοῦμεν, φησί, τευξόμεθα καὶ τῆς κατ' ἀλλήλων συγγνώμης. Εἰ δὲ ἀναιδευόμενοι λέγομεν οὐχ ἡμαρτηκέναι, διπλούν ἐργασόμεθα τὸ κακὸν, καὶ ἑαυτοὺς ψεύστας ἀποφαίνοντες, καὶ τὸν ὑπὲρ πᾶσαν ἀλήθειαν εἰς ψεῦδος βλασφημοῦντες Θεόν. Αὐτός γάρ φησι διὰ του Προφήτου ᾿Ανταπεδίδοσαν μοι πονηρὰ ἀντὶ ἀγαθῶν.» Καὶ δι' ἑαυτοῦ πάλιν Εἰ κακῶς ἐλαλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;» Εἰ τούτων δὲ οὕτως ἐχόντων, αὐτοὶ λέγομεν μὴ ἡμαρ τηκέναι, τὸν λόγον αὐτοῦ ἀρνούμεθα, ὅς ἐστι πνεῦμα καὶ ζωή. • Τα βήματα γάρ, φησὶν, ἃ ἐγὼ λαλῶ, πνεῦμά ἐστι καὶ ζωή.» Καὶ οὐκ ἔτι ἔχομεν τὸν λόγον αὐτοῦ ἐν ἡμῖν ἐμφιλοχωροῦντα. Οὗ τ' ἂν ἔσται βαρύτερον; Τεκνία μου, ταύτα γράφω ὑμῖν, ἵνα μὴ ἁμάρ τητε. Καὶ ἐάν τις ἁμάρτη, παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα, Ἰησοῦν Χριστὸν, δίκαιον. Καὶ αὐτος ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν· οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου. Καὶ ἐν τούτῳ γινώ σκομεν, ὅτι ἐγνώκαμεν αὐτὸν, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. Ο λέγων, Εγνωκα αὐτὸν, καὶ τὰς ἐντολὰς αὐτοῦ μη τηρών, ψεύστης ἐστὶ, καὶ ἐν τούτῳ ἡ ἀληθεια οὐκ ἔστιν. Ο δ' ἂν της αὐτοῦ τὸν λόγον, ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη του Θεοῦ τετελείωται. Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν αὐτῷ ἐσμον. Ὁ λέγων ἐν αὐτῷ μένειν, ὀφείλει, καθὼς ἐκεῖνος περιεπάτησε, καὶ αὐτὸς οὕτως περιπατείν, ο Τὸ ἀστάθμητον καὶ πλημμελὲς τῆς φύσεως ἡμῖν ἐπιστάμενος, καὶ ὅτι ἀεὶ σύνοικον ἔχοντες τὴν ἐπὶ τα χείρω ροπὴν, καὶ τὸν ἐφεδρεύοντα τῇ σωτηρίᾳ ἡμῶν φθονερὸν δαίμονα, ἀνάγκη μὴ προσεχόντως βιοῦντας ἁμαρτάνειν τοὺς ἤδη δι᾿ ἐξομολογήσεως οἰκειωθέντας θεῷ, ἐπάγει ταύτα, ὅτι κἂν μετὰ τὴν ἄφεσιν πταίσωμεν, μὴ ἀπογνῶμεν ἑαυτῶν. Επι στρέφοντες γὰρ τύχωμεν καὶ πάλιν τῆς σωτηρίας, διὰ τῆς του Κυρίου Ιησού Χριστού μεσιτείας. Αὐτὸς γὰρ τῷ Πατρὶ περὶ ἡμῶν ἐντυγχάνων, ἱλάσεται περὶ τῶν ἁμαρτιῶν ἡμῶν· καὶ οὐ περὶ τῶν ἡμετέρων μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου. Τοῦτο δὲ εἶπεν, ἤτοι ὅτι πρὸς Ἰουδαίους ἔγραφε, καὶ ἵνα μὴ μόνοις ἐκείνοις περικλείσῃ τὰ τῆς μετανοίας, ἀλλὰ καὶ πρὸς τὰ ἔθνη ἐξαπλώσῃ ταύτην. Η ὅτι μὴ τοῖς κατ' ἐκεῖνο καιροῦ ἡ ἐπαγγελία μόνον, ἀλλὰ καὶ τοῖς μετέπειτα πᾶσι Παράκλητον δὲ τὸν ὑπὲρ ἡμῖν φησι τὸν Πατέρα παρακαλοῦντα, ἤτοι προτρεπόμεν». Ανθρωπινώτερον δὲ ταυτα καὶ οἰκονομικώτερον, εἴρηται, ὡς τὸ, «Οὐδὲν δύναται ποιεῖν ἀφ' ἑαυτοῦ ὁ Μός. * Διὰ γὰρ μὴ τὸ ἀντίθεος δέξαι ταῦτά φη σιν, ἐπεὶ ὅτι καὶ ὁ Υἱὸς ἐξουσίαν ἔχει ἀφιέναι άμαρ τίας, ἔδειξεν ἐπὶ τοῦ παραλύτου. ᾿Αλλὰ καὶ τοῖς
col. 631–632page 5 of 32
PG 119:631μαθηταῖς τοῦτο δοὺς τὸ ἀφιέναι ἁμαρτίας ἐνέφηνεν, ὡς αὐτοδεσπότως τοῦτο παρέχει. Αλλ' ὡς ἔφημεν, ἢ οἰκονομικῶς τοῦτο νῦν ὁ ᾿Απόστολός φησιν, ἢ παριστῶν τὸ πρὸς τὸν Πατέρα τοῦ Υἱοῦ ὁμοφυές τε καὶ ὁμοδύναμον, καὶ ὅτι δ᾽ ἂν ποιῇ τὸ ἐν τῶν τριῶν ἁγιαστικῶν ὑποστάσεων, κοινόν ἐστι καὶ τῶν λοι πῶν. Καὶ ἐν τούτῳ γινώσκομεν. Εἰρηκώς άνω «τέρω τοὺς εἰς τὸν Κύριον πεπιστευκότας κοινωνίαν έχειν πρὸς αὐτὸν, πιστωτικά, τῆς κοινωνίας τῆς πρὸς αὐτὸν παρατίθεται νῦν, καί φησιν, ὅτι καὶ ἐν τούτῳ γινώσκομεν, ὅτι ἐγνώκαμεν αὐτόν. "Εθος γὰρ τῷ μακαρίῳ τούτῳ ἀνδρὶ ταῖς ὁμωνυμίαις χρῆσθαι κατὰ ταυτὸν, ὥσπερ καὶ ἐν τῷ, ο ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ «κόσμος αὐτὸν οὐκ ἔγνω. • Οὕτως οὖν καὶ νῦν χρῆται .. " τῷ, Εγνω. Τὸ δὲ, "Οτι ἐγνώκαμεν αὐτὸν, ἀντὶ τοῦ ότι συνανεκρίθηκεν αὐτῷ ἐν τούτῳ ἐπιστάμεθα ἐν τῷ τὰς ἐντολὰς αὐτοῦ τηρεῖν. Δύο γὰρ σημαίνοντος μάλιστα παρὰ τῇ θείᾳ Γραφῇ τοῦ γινώσκειν, το γινώσκειν, τε ἐπίστασθαί τι, ὡς ἐν τῷ, «Εγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τῶν πτωχῶν. Καὶ δὴ καὶ «τῆς παντελούς πρός τινα ἀνακράσεως, γνώσεως λεγομένης, ὡς ἐν τῷ, Γινώσκει Κύριος τὰς ὁδοὺς τῶν ἀμώμων, καὶ ὡς Παῦλος· Επιγινώσκειν ἡμᾶς φησὶ τὸν Θεόν, καθὼς καὶ ὑπ' αὐτοῦ ἐπ εγνώσμεθα. Ωσαύτως δὲ καὶ τοῦ ἐναντίου τούτῳ, 60, «τουτέστι τοῦ ἀγνοεῖν, διχώς νοουμένου, (μία γάρ ὡς καὶ τοῖς ἔξω δοκεῖ, ἢ τῶν ἀντικειμένων γνώσις,) κατὰ τοῦτο νῦν καὶ τὸ Γινώσκειν διχώς είληπται ἐνταῦθα, Τὸ μὲν γὰρ, Ἐν τούτῳ γινώσκομεν, ο κατὰ τὸ ἐπίστασθαι· τὸ δὲ, Ἐγνώκαμεν αὐτὸν, κατά τὸν ᾿Ανεκράθημεν αὐτῷ. Ὁ γὰρ κοινωνῶν τινι, καὶ ἀνακέκραται αὐτῷ καθὸ κοινωνεῖ. Διὸ καὶ ἐπάγει, » Τὰς ἐντολὰς αὐτοῦ τηρεῖ. Ἐκ τούτου λυθείη ἂν καὶ τό, Εγνω Κύριος τοὺς ὄντας αὐτοῦ· ἡ καὶ τὸ, Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρ τίαν ἐποίησε· κ καὶ εἴτι ἕτερον παρὰ τῇ θείᾳ Γραφῇ περὶ τὸ ἔγνωκέναι ἢ ἀγνοεῖν στρέφεται Εἶτα ἀπὸ τοῦ ἐναντίου τοῦτο αὐτὸ κατασκευάζει, «περιουσιαστικώτερον χρώμενος τῇ ἀποδείξει, καί «φησιν· Ὁ δὲ λέγων, Εγνωκα αὐτὸν, ἤτοι κοινωνίαν 3:» ἔχω μετ' αὐτοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρών, ψεύστης ἐστί. Πῶς γὰρ οἷόν τε καὶ ἀνακεκρᾶσθαι καὶ μὴ, τὸν αὐτόν; Εἴπερ τὸ μὲν ποιεῖν τὰς ἐντολὰς, τὴν ἀνάκρασιν ὑποφαίνει· τὸ δὲ μὴ τηρεῖν, τὸ μη δαμῶς ᾠκειώσθαι. Ὥστε ὁ ἐγνωκὼς τὸν Θεὸν, καὶ ὑπὸ τοῦ Θεοῦ ἔγνωσται, ἤτοι ᾠκείωται θεῷ, καὶ ἀνείληπται ὑπὸ Θεοῦ. Καὶ ἐν τούτῳ ἡ ἀγάπη τοῦ Θεοῦ ἐνθεωρεῖται· δι᾿ ἧς ἀγάπης καὶ τὸ ἐν Θεῷ τέλειον ἕξει, καὶ γνώρισμα τούτο ποιήσει τῆς πρὸς Θεὸν οἰκειώσεως αὐτοῦ. Διὰ γὰρ τῶν ἔργων ἡ τε λεία διαδείκνυται ἀγάπη. Πλὴν ἐπειδὴ ἔστι τινὰ ὀρθὰς μὲν καὶ ἀκριβεῖς ποιεῖν ἐντολὰς, αὐτὸν δὲ νωθρότερον διακείσθαι, ὅπερ ἀπὸ Θεοῦ πόῤῥω 867 ἐστὶ, διὰ τούτο φησὶν, ὅτι ὁ ἐν Θεῷ, ᾠχειωμένος κατ' ἐκεῖνον ὀφείλει καὶ αὐτὸς τὰς ἑαυτοῦ πορείας κατευθύνειν τοῦ βίου. Ο
col. 633–634page 6 of 32
PG 119:633ΚΕΦΑΛ. Β΄. Περὶ ἀγάπης, ἧς ἄνευ ἀσέβεια. Ἐν ᾧ παραίνε. σιν περὶ χάριτος ἐκάστου καθ᾿ ἡλικίαν. Καὶ περὶ ἀποτροπῆς τῆς πρὸς τὸν κόσμον ἀγάπης.» Αδελφοί, οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν, ἀλλὰ ἐντολὴν παλαιαν, ἣν εἴχετε ἀπ᾿ ἀρχῆς. Ἡ ἐντολὴ ἡ παλαιά ἐστιν ὁ λόγος, ὃν ἠκούσατε ἀπ' ἀρχῆς. Πάλιν ἐντολὴν κοινὴν γράφω ὑμῖν. Ο ἀστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν, ὅτι ἡ σκοτία παράγεται, καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει. Ὁ λέγων ἐν τῷ φωτὶ εἶναι, καὶ τὸν ἀδελφὸν αὐ τοῦ μισῶν, ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι. Ὁ ἀγα πῶν τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ φωτὶ μένει, και σκανδίλον ἐν αὐτῷ οὐκ ἔστιν. Ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῇ σκοτίᾳ ἐστὶ, καὶ, ἐν τῇ σκοτίᾳ περιπατεί, καὶ οὐκ οἶδε ποῦ ὑπέγει, ὅτι ἡ σκοτία ἐτύφλωσε τους ὀφθαλμοὺς αὐτοῦ». Περὶ ἀγάπης λοιπὸν τῆς πρὸς τοὺς πλησίον τρέ πεται, καὶ φησιν, ὅτι ἡ πρὸς Θεὸν ἀνάκρασι; ἤτοι ἀγάπη ἐκ τῆς εἰς τὸν πλησίον πρῶτον γινώσκεται ἀγάπης. Οὐδὲ γὰπ ἐνδέχεται τὸν ἀπὸ τῆς τοῦ Θεοῦ γνώσεως πεφωτισμένον, καὶ τῆς ἀγάπης οὐτοῦ πε πληρωμένον, τὰ ἀπὸ τοῦ πρὸς τὸν ἀδελφὸν αὐτοῦ μίσους σκότος ἔχειν. Φῶς γὰρ καὶ σκότος κατὰ ταυ τὸν καὶ περὶ τὸ αὐτὸ ἀσυνύπαρκτα. "Ωστε ὁ ἀπὸ τῆς πρὸς τὸν Θεὸν ἀγάπης πεφωτισμένος, ἀπὸ τῆς τοῦ ἀδελφοῦ ἀνάπτεται ἀγάπης· ὁ τὸν Θεὸν ἔχων, ἔχει καὶ τὸ πρὸς τὸν ἀδελφὸν φῶς. Ὁ δὲ τὸν Θεὸν μὲν ἀγαπῶν λέγων, μισῶν δὲ τὸν ἀδελφὸν, ἐν σκότῳ ὑπὸ άρχει διηνεκεί, τυφλώττων ἀεὶ τοὺς γνωστικούς ὀφθαλμοὺς, ἅτε τὸ ἀπὸ τῆς ἀνακράσεως της τε πρὸς τὸν Θεὸν, τῆς τε πρὸς τὸν ἀδελφὸν ἀπολωλεκώς φῶ;. Καὶ οὐκ οὔδε λοιπὸν ὅ τι χρήσαιτο ἑαυτῷ. Ἐπειδὴ δὲ καθολικῆς τῆς Ἐπιστολης οὔσης καὶ κοινῶς πρὸς ἅπαντας Ἰουδαίους τε καὶ ῾Ελληνας, πρὸς μὲν Ιου δπίους ἔχει λόγον τὸ εἰπεῖν οὐ καινὴν αὐτοῖς ἐντο λὴν τὴν περὶ ἀγάπης γράφειν, ἀλλὰ παλαιάν. Καὶ γὰρ ἐν ταῖς πλαξὶ Μωσέως, τό, «᾿Αγαπήσεις μετὰ Θεὸν καὶ τὸν πλησίον σου ὡς σεαυτὸν,» ἀναγέγραπται. Πρός γε μὴν ῾Ελληνες, τί ἂν εἶποι τις περὶ παλαιᾶς ἐντολῆς οὐδαμοῦ τούτου εβρισκομένου; Φαμὲν οὖν ὡς καὶ τούτοις γέγραπται ὁ πρὸς τοὺς πλησίον νόμος ὁ περὶ ἀγάπης. Ποῦ καὶ πῶς; ἐν τῷ τῆς καρδίας πυξίν φυσικαῖς ἐννο!τι; ἐγγεγραμμένος. Καὶ ὅτι αἱ ἐνεσπαρμέναι ἡμῖν φυσικαὶ ἔννοιαι νόμος λέγονται, Παύλος ἱκανὸς πιστώσασθαι τον λό γον, οὕτως εἰπών Βλέπω δὲ ἕτερον νόμον ἀντι στρατευόμενον τῷ νόμῳ τοῦ νούς μου, τῷ ὄντι ἐν ἐμοί. • Νόμον οὖν, ἤτοι ἐντολὴν παλαιὰν, καὶ ῞Ελληνες έλαβον, νομογραφούσης της φύσεως, ἡμέρους εἶναι πρὸς τὸ συγγενές ἅπαν καὶ φιλαλλήλους, καθό καὶ συναγελαστικὸν ζώον ὁ ἄνθρωπος. Ο οὐκ ἂν ἐκτὸς γένοιτο ἀγάπης. ᾿Αλλὰ καὶ ἀλλήλων υπεραπο θανόντας ἀνθρώπους πολλούς παλαιαὶ ἀναγράφουσιν Ιστορίαι, " τῆς μείζονος ἀγάπης γνώρισμα, ή α

Chapter IICaput II

col. 635–636page 7 of 32
PG 119:635ημέτερος Σωτήρ ἀποφαίνεται, «Μείζονα ταύτης, 66,» φήσας, οὐδεὶς ἔχει ἀγάπην, ἢ ἵνα τις θῇ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν φίλων αὐτοῦ. Οὕτως ἐντολῆς τῆς περὶ τοὺς πλησίον ἀγάπης ἐκ παλαιοῦ καὶ ῾Ελλησι καὶ Ἰουδαίοις κειμένης, φησίν, ὅτι Πρὸς τῇ παλαιᾷ ἐντολῇ ἡ ἠκούσατε περὶ τῆς τοῦ πλησίον ἀγάπης, ἔτι καὶ καινὴν ἐντολὴν γράφω ὑμῖν, τὴν τὸ ἀληθὲς ἔχουσαν ἐν τε τῷ οἰκειωσαμένῳ ὑμᾶς Θεῷ διὰ τῆς «,» πρὸς αὐτὸν κοινωνίας, καὶ ἐν ὑμῖν τοῖς κεκοινωνηκόσιν αὐτῷ. Ἐπεὶ γὰρ ἐκεῖνος φησιν, Εγώ φῶς ἐλήλυθα εἰς τὸν κόσμον, ο καὶ τὸ φῶς τὸ ἀληθινὸν κατὰ τὸν ἐκείνου λόγον φαίνει ἡδη· ἐν δὲ τῷ φωτὶ οὐ πέφυκεν ὑφίστασθαι σκότος· λαμψάτω λοιπὸν τὸ 569 τῆς ἀγάπης φῶς τὸ ἀληθὲς ἐν τῇ πρὸς τὸν ἀδελφὸν άνυποκρίτῳ διαθέσει, καὶ ἡ τοῦ μίσους παραγέσθω σκοτία, τουτέστιν, οἰχέσθω, ἀφανιζεσθω. Τοῦτο γὰρ 68, τὸ παράγειν καὶ ἐν τῷ μακαρίῳ Παύλω σημαίνει, νίκα λέγει, Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τού του. Άλλως εἰς τὸ, Εντολὴν καινὴν γράφω ὑμῖν. Εντολή καινή αὕτη, καθόσον ἡ Μωϋσέως «ἐντολὴ οὐ καθολική, ἀλλὰ διεσταλμένη ἀπὸ τοῦ ὁμο 70.» γενούς καὶ ὁμοφύλου, μόνους εἰσηγουμένη ἀγαπᾶν τοὺς φίλους, τοὺς δὲ ἐχθροὺς μισεῖν, δι' ών φησιν, «• 'Αγαπήσεις τὸν φίλον σου, καὶ μισήσεις τὸν ἐχθρόν σου, ἡ δὲ τοῦ Κυρίου καὶ τῶν αὐτοῦ ἀποστόλων » πολὺ τὸ καινοπρεπὶς ἐνεστέρνισται, ο ᾿Αγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, ἐντελλομένη, καὶ καλῶς ποίετε τους μισοῦσιν ὑμᾶς, ο τῇ φυσικῇ προσέχοντες ὑποστάσει, »: οι τῇ ἐκ πονηρίας των κακοσχόλων ἀνθρώπων τῇ η φυσική διαθέσει ἐπιφυομένων, Ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ. Τοιοῦτόν τι διὰ τούτων φησίν Ὁ λέγων ἑαυτὸν εἶναι τοῦ Χριστοῦ, καὶ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, ψεύδεται, καὶ οὐκ ἔστι τοῦ Χριστοῦ. ? Εἰ γὰρ ὁ Χριστὸς ἡγάπησεν αὐτὸν ὡς καὶ τὴν ψυχὴν αὐτοῦ θεἶναι ὑπὲρ αὐτοῦ, πῶς ὁ αὐτοῦ εἶναι λέγων μισεῖ τὸν ἀδελφὸν αὐτοῦ ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν; 71,») Η καὶ οὕτως· Ο λέγων ἑαυτὸν εἶναι τοῦ Θεοῦ, καὶ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, ὅς ἐστιν ὁ Χριστὸς (αὐτὸς γάρ φησιν, ο 'Απαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου), οὐκ ἔστι τοῦ Θεοῦ, ἀλλὰ τοῦ διαβόλου. Εἰ γὰρ ἦν τοῦ Θεοῦ, ἐφίλει ἂν τὸν ἀδελφὸν αὐτοῦ, καὶ δι' αὐτοῦ τὸν Χριστόν. Γράφω ὑμῖν, τεκνία, ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸν ὄνομα αὐτοῦ. Γράφω ὑμῖν, παρ τέρες. ὅτι ἐγνώκατε τὸν ἀπ᾿ ἀρχῆς. Γράφω ὑμῖν, νεανίσκοι, ὅτι νενικήκατε τὸν πονηρόν. Γράφω παδία, ὅτι ἐγνώκατε τον Πατέρα. Έγραψα ὑμῖν, ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ' ἀρχῆς. Έγραψα ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί έστε, καὶ ὁ λόγος τοῦ Θεοῦ ἐν ὑμῖν μένει, καὶ νενικήκατε τὸν πονηρόν.» Επειδὴ εἶπεν. Εντολὴν καινὴν γράψω ὑμῖν, ἐπι σημαίνεται καὶ τὴν διάθεσιν τῶν τὴν ἐπιστολὴν δε ξομένων. Επισημαίνεται δὲ διὰ τῆς κατὰ τὴν σω ματικὴν αὔξησιν προαγωγῆς τε καὶ προκοπής. "Ηδει γάρ, ὡς οὐχ ὁμοτίμως πάντες δέξονται τὸν λόγον, οὐδὲν μετὰ τῆς ἴσης σπουδῆς, ἀλλ᾽ οἱ μὲν ὡς παῖδες, εἰσαγωγικώτερον. Οἷς καὶ παρεγγυάται ἄφεσιν
col. 637–638page 8 of 32
PG 119:637ἁμαρτιῶν διὰ τῆς εἰς Χριστὸν πίστεως. Οἱ δὲ ὡς προκόψαντες εἰς ἄνδρα τέλειον τῆς ἡλικίας τοῦ πλη ρώματος τοῦ Χριστοῦ, καὶ οὕτως ὡς καὶ ἑτέρους δύνασθαι τεκνοποιεῖν, οἷς καὶ ἔχειν τὴν γνῶσιν τοῦ ἀπ' ἀρχῆς μαρτυρεῖ. Τίς δὲ ὁ ἀπ' ἀρχῆς, εἰ μὴ ὁ Θεὸς λόγος, ὃς ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν; Οἱ δὲ ὡς νεανίσκοι, οἷς ὡς νεάζουσι καὶ σφριγώσι, κατὰ τῶν τῆς ἀτιμίας παθὸν τὸν ἐπινίκιον μαρτυρετ. Εἶτα καθ᾿ ἑτέραν ἐπιβολὴν τὸ αὐτὸ ἐπαναλαμβάνει, πρὸς τὸ μέτρον τῆς πνευματικῆς ἡλικίας τὸν διδασκαλικόν λόγον ἀρμοζομένος. Ἐπεὶ οὖν, φησίν, οὕτως ὑμᾶς οἶδα κατὰ τὰς τῶν ἡλικιῶν διαφορᾶς δεξομένους τὰ παρ' ἐμοῦ γραφόμενα, ἀνάγκη καμὲ παραμετρῆσαι τῇ διαθέσει τῆς ἡλικίας ὑμῶν τὴν διδασκαλίαν, καὶ ταῖς μὲν ὡς παιδίοις ἐπεγνωκόσι τὴν Πατέρα (λέγει δὲ τὸν Θεὸν), διαλεχθῆναι· τοῖς δὲ ὡς πατράσιν, οι πλέον ἔχουσι τῶν παιδίων κατὰ τὴν γνώσιν, τὴ μὴ ὡς πατέρα μόνον ἐπεγνωκέναι, ἀλλὰ καὶ ὡς ἄνω αρχος καὶ ἀδιεξίτητος. Ην γὰρ ἐν ἀρχῇ. Τούτοις δὲ καὶ τελεωτέρων ἄξιον παράθεσιν ποιήσασθαι λό γων. Τοῖς δὲ ὡς νεανίσκοις ἰσχυροῖς οὖσι καὶ πρὸς πάλην καὶ ἀγῶνας ἐπιτηδείοις ὑπαλείφεσθαι. Οἷς καὶ τὸ ἀπὸ τῆς νικῆς ἀοίδιμον προσεῖναι λέγων, γενναίων δείκνυσι καὶ στρατεγικωτέρων δεῖσθαι λόγων. Οὕτω ταῖς τοῦ πνεύματος ἡλικίαις τὸν ἐχυ τοῦ λόγον διαιτήσας, τῶν μὲν ὡς οὕτω διατεθησο μένων τοῖς τούτου λόγοις, τῶν δὲ ὡς τοιούτων ὄντων τῶν προσιόντων τῇ πίστει, καὶ καταλλήλως κατ ηγεῖσθαι τῇ ἑαυτῶν ποιότητι οφειλόντων, ἐπιφέρει λοιπὸν τὸν τῆς παρακλήσεως λόγων, καί φησι ἀγαπᾶτε τὸν κόσμον. Ταῦτα ὡς παιδίοις λέγει. 'Επτόηται γὰρ ἀεὶ τὰ παιδία περὶ τὸ φαινόμενον ἡδύ. Εἶτα τὴν αἰτίαν εἰπὼν τοῦ διότι οὐκ οφείλει τις τὸν κόσμον καὶ ἐν τῷ κόσμῳ ἀγαπᾷν, λοιπὸν πρὸς» τοὺς πατέρας καὶ τοὺς νεανίσκους ἐναπερείδει τήν διδασκαλίαν. Τελεωτέρας γὰρ ἔξεως ή τούτων ἀντίληψις. Καὶ ἵνα μὴ νομίσῃς κόσμον το σύστημα τὸ ἐξ οὐρανοῦ καὶ γῆς σημαίνειν αὐτὸν τῷ λόγῳ, ἐπάγει τίς ὁ κόσμος, καὶ τί τὰ ἐν τῷ κόσμῳ. Καὶ κόσμον μὲν τὸν συρφετόν ἔχλον φησίν, ὃς οὐδὲ τὴν τοῦ πατρὸς ἔχει ἀγάπην ἐν ἑαυτῷ. Τίνα δὲ τὰ ἐν τῷ κόσμῳ τὰ κατὰ τὴν ἐπιθυμίαν τῆς σαρκὸς ἐκ τελούμενα· ὰ διὰ τῶν αἰσθητηρίων τὴν ἐπιθυμίαν ἀνακινεῖ. Διὰ γὰρ τῶν ὀφθαλμῶν, τοῦ κυριωτάτου τῶν αἰσθητηρίων, καὶ τὰ λοιπὰ περιέλαβε. Περὶ δὲ 557 τὴν ἐπιθυμίαν πᾶν ἐνθεωρεῖται κακόν, μοιχεται, πότοι, έρωτες ἀπρεπεῖς, ἀλαζονεῖαι, τὸ ὑπὲρ πάντας εἶναι, ὑποβαλλούσης τῆς ἐπιθυμίας, ὡς ἂν ἀδεῶς πᾶν τὸ ἐπελθὸν κατεργασθείη τῷ ἀλαζονι φόνοι. Οἱ μὲν διὰ πλεονεξίαν, οἱ δὲ διὰ τὸ τοὺς ἀντικειμένους ἀφανίσαι. Δόλοι, καὶ οὗτοι να υποχείριον τῷ δόλῳ ποιήσαμεν ἅπαν τὸ ἐμποδὼν καὶ ἁπλῶς ἅπαντα τὰ ἐχθρὰ Θεῷ, δι' ἐπιθυμίας των σαρκικών πέφυκεν ἐπιτελεῖσθαι. «Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσ 15-17. σμῳ. Εάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἐν ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ. Ὅτι πᾶν τὸ ἐν τῷ

Chapter IIICaput III

col. 639–640page 9 of 32
PG 119:639κόσμῳ ἡ ἐπιθυμία τῆς σαρκὸς, καὶ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου οὐς ἐστιν ἐκ τοῦ Πατρός, ἀλλ' ἐκ τοῦ κόσμου ἐστί. Καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ. Ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα.» Εἶπομεν ἤδη ὅτι κόσμον τὸν συρφετὸν ὄχλον και λεῖ. Δι' δ καὶ ὁ Κύριος τοῖς μαθηταῖς φησιν· «Εκ τοῦ κόσμου οὐκ ἐστὲ, καθὼς ἐγὼ ἐκ τοῦ κόσμου οὐκ εἰμί.» Τούτου δὲ τοῦ κόσμου πατήρ, ὁ διάβολος, τῆς κοσμικής φημι ήδυπαθείας καὶ συγχύσεως. Διὸ καὶ ὁ Κύριος περὶ τῶν ἑαυτοῦ μαθητῶν πρὸς τὸν Παν τέρα φησίν· Οὐκ ἐρωτοῦ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ' να τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ, ήτοι του κόσμου· ὅν καὶ ἐν τῷ Πονηρῷ ἀλλαχοῦ κεῖσθαι φησιν. "Αλλως δέ. Εἰ ὁ Πονηρὸς ἀντίκειται τῷ ἀγαθῷ Πατρὶ, ὁ δὲ τοῖς ἐπιθυμίαις τοῦ κόσ σμου δουλεύων, οὐκ ἔστιν ἐκ τοῦ Πατρός, ἀλλ᾽ ἐκ τοῦ κόσμου, εκδηλον ὅτι ὁ ἐκ τοῦ Πατρὸς μὴ ὤν, ἀλλ᾽ ἐκ τοῦ κόσμου, ἐκ τοῦ διαβόλου ἐστὶ, καθὰ καὶ ἐν Εὐαγγελίοις φησὶ πρὸς Ιουδαίους· «Υμεῖς ἐκ τοῦ Πατρός; Οι ᾿Αλλ' ἐκ τοῦ διαβόλου ἐστέ.» Τουτο έστιν, ἐκ τῶν κοσμικῶν ἐπιτηδευμάτων, ὧν ὁ διά βολος σπορεύς τε καὶ φυτοκόμος. Καὶ ταῦτα δέ, φησί, τὰ κοσμικὰ ἐπιθυμήματα οὐκ ἔχει τὸ μένον τε καὶ ἑστὼς ἀλλὰ παράγεται. Τὰ δὲ κατὰ τὸ θέλημα τοῦ Θεοῦ διαρκὴ καὶ διαιωνίζοντα. Οὐκ ἔστι δὲ σωφρό νων͵ τὰ μὲν ἐστῶτα καταφρονητικώς παρορᾷς, τῶν δὲ ἀφανιζομένων ἀντέχεσθαι, ταυτόν τι ποιούντων τῷ περιφάσματι οἰκοδομεῖν ἐπιχειροῦντι ποιῶν τὸ θέλημα τοῦ Θεοῦ.» Τί δὲ τὸ θέλημα του Ο Πατρός; "Ινα πιστεύσωσιν εἰς ὅν ἐκεῖνος ἀπέστειλεν. ΚΕΦΑΤ. Γ΄. ῃ «Περί ψευδαδέλφων ἀρνησιθέων. Καὶ ὅτι ἡ εἰς Χριστὸν εὐσέβεια, πατρὸς ὁμολογία. Η γὰρ τοῦ Πατρὸς δοξολογία, τοῦ Υἱοῦ ἐστι θεολογία. Εν ῷ περὶ θείου καὶ πνευματικού χαρίσματος ἐν ἁγιασμῷ, ἐπ' ἐλπίδι, εἰς γνῶσιν Θεου. Ὅτι πᾶς ὁ ἐν Χριστῷ, ἐκτὸς ἁμαρτίας. Ο γὰρ ἁμαρτάνων ἐκ του διαβόλου έστιν, ο Παιδία, ἔσχατη ὥρα ἐστὶ, καὶ καθὼς ἡκούσατε ὅτι ὁ ᾿Αντίχριστος ἔρχεται, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν. Όθεν γινώσκομεν ὅτι ἐσχάτη ώρα ἐστιν.» Το «Εσχάτη ὥρα ἐστὶν, ο ανεπαχθέστερον οὔ τως· Ἐπεὶ καθολικὴ ἡ Ἐπιστολὴ ἁρμόζουσα παντὶ τῷ καθέκαστα ἀνθρώπῳ, οὐ μία δὲ ὀροθεσμία ζωῆς παντί, ἄδηλον δὲ ἑκάστῳ τὸ οἰκεῖον τέλος, εἰκότως τῷ οἰκείν τέλει ἐπέστησεν ἕκαστον, ἵνα ὡς περι ἐσχάτης τῆς ζωῆς ὥρας ἑκάστῳ ἐνεστηκυίας, νήψις ἐπακολουθῇ, καὶ οὕτως βίος ἄμωμος καὶ καθαριότης πράξεων εἰς ἀεὶ Χριστιανοῖς ἐμπολιτεύηται. Οὐκ ἔχει χώραν ὁ διαπαίζειν ταύτα μελαγχολῶν, εἰ πρὸ τοσούτων ἐτῶν εἰραμένου του. Εσχάτη ώρα ἐστὶ, μέχρι τοῦ νῦν οὐκ ἀνεμετρήθη τὸ ἔσχατον. Πρὸς γὰρ τὸ ἀπ' ἀρχῆς τοῦ χρόνου διάστημα, πόσον τὸ ἀπ' ἐκείνου μέχρι τοῦ νῦν; λέγω δὲ τὸ ἀπὸ Χριστοῦ. "Αλλως τε εἰ καὶ παντὸς πράγματως εἰς τρία μερι ζομένου, πρώτου καὶ μέσου καὶ τελευταίου, πάντως
col. 641–642page 10 of 32
PG 119:641τὸ ἀπὸ τοῦ μέσου πᾶν, ἔσχατον λέγεσθαι οὐδὲν ἀπεικός.. “Ωστε εἰ κατὰ τὸ μέσον τῆς χιλιοετούς δε κάδος ὁ Κύριος παρεγένετο (σχεδόν γὰρ ἐν τῷ πεντ τακισχιλιοστῷ ἡ ἐν γῇ παρουσία αὐτοῦ), τὸ ἀπὸ τούτου, ὡς ἀπὸ τοῦ μέσου πᾶν, ἔσχατον λέγεσθαι, οὐδεὶς ἂν μέμψοιτο. Τῶν γὰρ ἐκατὸν φέρε ἐτῶν, καὶ τὰ πρῶτα, ἤτοι τὰ δέκα, καὶ τὰ εἴκοσι, καὶ ἐξῆς, ἔσχατον ἄν ῥηθείη. Οὕτως οὖν κάνταῦθα, ἐπεὶ τὸ μέσον ἀπὸ τῆς τοῦ Κυρίου ἐλεύσεως ή χιλιοετής ὑπερέβη σωρεία, καλῶς ἂν ἅπαν τὸ ἀπὸ τούτου ἔσχατον λέγοιτο. Τοῦτο μὲν οὖν τὸ ἀληθέστατον καὶ κατὰ τὸν χρυσοῦν Ιωάννην. Εστι δὲ τὸ ἔσχατον καὶ κατὰ τὸ χείριστον ἐκλαβεῖν, ὡς ὅταν φαμὲν, Εἰς ἔσχατον ἀφίγμαι κακοῦ. Ἐπεὶ οὖν ὁ κόσμος τηνι καῦτα ἐπὶ μεγάλων ἐσέλευε κακῶν, τοῦ διαβόλου ταῦτα μετὰ τὴν τοῦ ἀγαθοῦ παρουσίαν πραγματε μένου, ἤτοι πείρας ἕνεκεν τῶν ἀγαθῶν, ἢ καὶ συγ χύσεως τῶν χρηστοτέρων, ὡς ἂν μὴ ἔχοι τις διακρίνειν τί τὸ καλόν τε καὶ οὐ καλὸν, διὰ τοῦτο ἐσχάτην εἴρηκεν ὥραν τὸν χρόνον ἐκεῖνον, ὡς τοῦ ἐσχάτου τὸ χείριστον εἰσηγουμένου, ὡς ἂν τρυγός ἢ ὑποστάθμης ἐπέχοντος λόγον. Πιστοῦται δὲ τὸ τῆς ἐσχάτης ὥρας. ὗτοι τῆς χειρίστης, ἢ καὶ τῆς τοῦ χρόνου οὐ σίας, ἀπὸ τοῦ ᾿Αντιχρίστου. Εἰ γὰρ, φησί, τὸν ᾿Αντί χριστον ἐν ἐσχάτοις καιροῖς προσδοκώμεν, νῦν δὲ ἀντίχριστοι πολλοί ἐπεπόλασαν τῷ βίῳ (λέγει δὲ Κήρινθον καὶ τοὺς ὁμοίους ἐκείνῳ), εὔδηλον ὅτι καὶ καιρὸς τῆς συντελείας ἐφέστηκε, προοδοποιούντων τῶν πολλῶν ἀντιχρίστων ἐνί. Εἶτα τοῦτο εἰ πὼν ἐπιφέρει καὶ ἀπὸ τίνων οἱ ἀντίχριστοι, ὅτι ἐξ ἡμῶν. Εξ ἡμῶν ἐξῆλθον, ἀλλ᾽ οὐκ ἦσαν ἐξ ἡμῶν Εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκε σαν ἂν μεθ' ἡμῶν. 'Αλλο ἵνα φανερωθώσιν, ὅτι οὐκ εἰσὶ πάνω τες ἐξ ἡμῶν, καὶ ὑμεῖς χρισμα; ἔχετε ἀπὸ τοῦ ἁγίου, καὶ οἴδατε πάντα, οὐκ ἔγραψα ὑμῖν ὅτι οἴδατε τὴν ἀλήθειαν, ἀλλ' ὅτι οἴδατε αὐ τήν, καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ οὐκ ἔστι, ν Εξ ἡμῶν ἐξῆλθον.» Επιφέρει δὲ καὶ τοῦτο, μηδὲν εἰς σαφήνειαν τοῦ λόγου διοικησάμενος. Λέγω δέ ὥσπερ ἔρωτήσαντα ἑαυτὸν, ὅτι, Καὶ πόθεν οἱ ἀντίχριστοι οὗτοι; εἶτα τότε ἔπενεγκεῖν τὸ, Εξ ἡμῶν ἐξῆλθον. Οὕτως δέον ποιῆσαι, οὐ τοῦτο ποιεῖ, ἀλλὰ συγκεχυμένως οὕτως, ἴσως τῇ συγχύσει του λόγου, τὸ περὶ αὐτοὺς ἀηδὲς ἐνδεικνύμενος. ᾿Αλλὰ διὰ τί ἀπὸ τῶν τοῦ Κυρίου μαθητῶν οἱ ἀντίχριστοι; "Ιν' ἔχοιεν τὸ πιστὸν τοῖς πλανωμένοις κομίζειν, ὡς ἀπὸ τῶν μαθητῶν ὄντες, καὶ κατὰ τὴν τοῦ διδασκά του γνώμην ποιούντες τοῦ κηρύγματος τὸν λόγον, ἀλλ' οὐ πάντη ἀπεναντίας φερόμενοι τοῦ κηρύγματος. Διὰ τοῦτο οὖν ἀπὸ τούτων. «Εξ ἡμῶν δὲ, φησὶν ἐξῆλθον.» Γεγονότες γὰρ μαθηταὶ ἀπέστησαν τῆς ἀληθείας, καὶ ἰδίας βλασφημίας ἐξεῦρον. προσυπακουστέον δὲ τὸ, Καὶ πόθεν οὗτοι οἱ ἀντίχριστοι; ἵνα σαφέστερον ὁ λόγος γένηται, ο οὐ γὰρ ἦσαν ἐξ επ
col. 643–644page 11 of 32
PG 119:643ἡμῶν. Τουτέστι, τῆς τῶν σωζομένων μοιρας. Εἰ γὰρ τοῦτο ἦν, μετὰ τῶν ἰδίων ἄν ἐμενον, Νῦν δὲ τοῦτο πεπόνθασιν, να φανερωθώσι, τουτέστι, κατά δηλοι γένωνται, ὅτι πάντη ἀπηλλοτρίωνται ἡμῶν, καὶ μετὰ τῶν οὐχ ἡμετέρων προσεκολλήθησαν. Εἰσὶ γάρ τινες ἐν τούτοις, καὶ οὐκ ἐξ ἡμῶν ὄντες, οἷς δηλαδή συνήψαν ἑαυτοὺς οἱ ἐξ ἡμῶν ἐξελθόντες. Δι' οὔς, φησίν, εἴρηκα καὶ τὸ, ο Οὐκ εἰσὶ πάντε; ἐξ ἡμῶν. Ἡμῶν γὰρ ἀποῤῥαγέντες τῶν οἰκείων, ἄλ «λοις ἐκολλήθησαν τοῖς ἀλλοτρίοις ἡμῶν, μᾶλλον ἑλό μενοι ἐθνικῶς ζῆν ἀσωφρονίστως, ἢ μεθ᾿ ἡμῶν σωφρόνως. Ταῦτα εἰπών, ἵνα μὴ δόξῃ ἑαυτῷ μόνῳ τὴν τούτων γνῶσιν ἀνατιθέναι, καὶ καταλαζονεύεσθαι διὰ τούτων κατὰ τῶν πιστῶν, ὡς μόνος εἰδὼς ταῦτα, ἐπιφέρει τὸ, ο Καὶ ὑμεῖς χρίσμα ἔχετε,» ώσπερεὶ ἔλε γεν· ᾿Αλλὰ τί ταῦτα πρὸς ὑμᾶς ἐγὼ διεξέρχομαι ὡς πρὸς ἀγνοοῦντες; Οὐκ ἔστι παρ' ὑμῖν ἄγνοια τού «. των. Ελάβετε γὰρ διὰ τοῦ ἁγίου βαπτίσματος τὸ χρίσμα τὸ ἱερὸν, καὶ διὰ τούτου τὸ εἰς πᾶσαν τὴν ἀλήθειαν ὁδηγοῦν ὑμᾶς θεῖον Πνεῦμα, Ἐπεὶ δὲ τοῦτο, ἴστε ὅτι οὐχ ὡς ἀγνοοῦσιν ὑμῖν γράφω ταῦτα, ἀλλ' ὡς εἰδόσι. Τίνα ταῦτα; Τὸν ἔσχατον καιρὸν, τὴν τῶν ᾿Αντιχρίστων φοράν, τὸ πάντα ψεύδους εἶναι μετά. Διὰ τὸ πλεονάσαι οὖν τὸ ψεῦδος, διὰ τοῦτο, φησί, λέγω καὶ τοὺς ἀντιχρίστους πολλοὺς γενέσθαι. Εἰ γὰρ ὁ Χριστὸς ἀλήθειά ἐστιν, ὃν καὶ ὑμεῖς ἔγνωκότες, την ἀλήθειαν ἔχετε ἐν ἑαυτοῖς, πάντως ὁ ψεύστης έναν τίος ὧν τῇ ἀληθείᾳ, ώτοι τῷ Χριστῷ, ἀντίχριστος ἐστιν. «Τίς ἐστιν ὁ ψεύστης, εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ιησούς οὐκ ἔστιν ὁ Χριστός; οὗτός ἔστιν ὁ 'Αντίχριστος, ὁ ἀρνούμενος τὸν Πατέρα καὶ τὸν Υἱόν. Πᾶς ὁ ἀρνούμενος τὸν Υἱόν, οὐδὲ τὸν Πατ τέρα ἔχει. Ὑμεῖς οὖν ὁ ἡκούσατε ἀπ' ἀρχῆς, ἐν ὑμῖν μενέτω. Ἐὰν ἐν ὑμῖν μείνῃ ὁ ἀπ᾿ ἀρχῆς ήκούσατε, καὶ ὑμεῖς ἐν τῷ Υἱῷ καὶ ἐν τῷ Πατρὶ μενεῖτε. Καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία ἦν αὐτὸς ἐπηγγείλατο ἡμῖν, την ζωήν αἰώνιον. Ταῦτα ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς. Καὶ ὑμεῖς τὸ χρίσμα δ ἐλάβετε ἀπ' αὐτοῦ, ἐν ὑμῖν μένει, Καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς. ᾿Αλλ᾽ ὡς τὸ αὐτὸ χρίσμα διδάσκει ὑμᾶς περὶ πάντων. καὶ ἀληθές ἐστι, καὶ οὐκ ἔστι ψεύδος, καὶ καθὼς ἐδίδαξεν ὑμᾶς, μεςεῖτε ἐν αὐτῷ.» Κάνταῦθα προσυπακουστέον τὸν, καὶ σύνδεσμον, σαφηνείας χάριν, ἵν᾽ ἦ οὕτως· Καὶ τίς ἐστιν ὁ ψεύ στης, εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ιησούς οὐκ ἔστιν ὁ Χριστός; Τοῦτο δὲ Σίμων ὁ ἀνόσιος ἐλήρει, ἄλλον εἶναι τὸν Ἰησοῦν, καὶ ἄλλον τὸν Χριστόν. Τὸν μὲν Ἰησοῦν, τὸν ἀπὸ τῆς ἁγίας Μαρίας, τὸν δὲ Χριστόν, τὸν ἐπὶ τοῦ Ἰορδάνου καταβάντα ἀπ᾿ οὐρανοῦ. Ὁ τῷ ψεύδει οὖν περικροτούμενος, φησί, τούτῳ, οὗτος 'Αντίχριστος ἐστι. Καὶ τὸ, Οὗτός ἐστιν ὁ ᾿Αντίχρι στος, διττῶς ἐκληπτέον, καὶ ἐπὶ τοῦ ἀρνουμένου, ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ Χριστὸς, καὶ ἐπὶ τοῦ ἀρνουμένου τὸν Πατέρα καὶ τὸν Υἱόν. ᾿Αλλὰ καὶ ὁ ἀρνούμενος, φησί, τον Πατέρα καὶ τὸν Υἱὸν, καὶ οὗτος
col. 645–646page 12 of 32
PG 119:645ψεύστης ἐστὶ καὶ ᾿Αντίχριστος. Έλεγον γὰρ ἄλλοι πάλιν αἱρεσιῶται, ὧν ὁ κατόρατος Οὐαλεντῖνος ἀπε γεννήθη, ἄλλον εἶναι Πατέρα ἀκατονόμαστον, παρὰ τὸν λεγόμενων Πατέρα τοῦ Χριστοῦ. Αὐτοὶ δὲ οὗτοι καὶ τὸν Υἱὸν ἀρνοῦνται διὰ τοῦ ἄνθρωπον ψιλόν λέο γειν αὐτὸν καὶ μὴ κατὰ φύσιν Θεὸν ὡς ἐκ Θεοῦ ὄντα. Δι' δ ἐπιφέρει·. Πᾶς ὁ ἀρνούμενος νὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα ἔχει·, ὥσπερ Ἰουδαῖοι ἀρνούμενοι μὲν τὸν Υἱόν, προσποιούμενοι δὲ τὸν Πατέρα εἰδέναι, Αλλ᾽ ἴστωσαν οὗτοι ὅτι οὐδὲ τὸν Πατέρα ἐπίστανται. Εἰ γὰρ ἔδεσαν, ᾔδισαν ἂν ὅτι καὶ Υἱοῦ Πατὴρ ἐστι Μονογενούς, Τό δ' αὐτὸ καὶ οἱ ἀπὸ Σίμωνος ἐφλυξ ρουν. Ἐκεῖνοι μὲν οὖν οὕτως, φησίν, ὑμεῖς δὲ ὁ ἠκούσατε ἀπ' ἀρχῆς, τουτέστι, θεολογούμενον τὸν Χριστόν, φυλάττετε παρ' ἑαυτοῖς. Τοῦτο γὰρ διὰ τοῦ, Μενέτω ἐν ὑμῖν, βούλεται παριστῶν. • Ἐὰν γὰρ νυξις, « ἐν ὑμῖν μείνῃ τοῦτο ὃ ἀπ᾿ ἀρχῆς ἠκούσατε, και ὑμεῖς ἐν τῷ Υἱῷ, καὶ ἐν τῷ Πατρὶ μενεῖτε. Τουτο ἐστι, κοινωνοὶ αὐτοῦ ἔσεσθε. • Αὕτη γάρ ἐστιν ἡ» και, ἐπαγγελία.» Τον γὰρ καὶ σύνδεσμον, αιτιολογικώς ἐκληπτέον. Ποία ἐστὶν ἡ ἐπαγγελία; ἡ φάσκουσα, ἵνα ο Οσπερ ἐγὼ ἐν σοὶ, Πάτερ, καὶ σὺ ἐν ἐμοὶ, καὶ αὐτοὶ ἐν ἡμῖν ἐν ὦσι,» Καὶ πάλιν· «Ιντ ἔχωσι τὴν: « ζωήν τὴν αἰώνιον. Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὅν ἀπέ στειλας Ἰησοῦν Χριστόν, ο ᾿Απαρτίσας δὲ τὸν περὶ 74. τούτων λόγον, προστίθησι τὸ, ο Ταῦτα ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ύμας, ο τοοτέστι, διὰ τὰς ἐξ εληλυθυίας αἱρέσεις. Εἶτα πάλιν επιφέρει, ὃ καὶ πρὸ τούτου εἴπομεν, τὸ ἀνεπαχθὲς αὐτοῖς περιποιούμε- « νος, ὅτι Καὶ αὐτοὶ δὲ τὸ χρίσμα ὁ ἐλάβετε. (τι δὲ τοῦτο, εἴρηται ἤδη, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον λέγει.) Ο οὖν ἐλάβετε Πνεῦμα ἅγιον, ἐπειδὴ βέβαιον ἔχετε παρ' ἑαυτοῖς, οὐ χρείαν ἔχετε, ἵνα τις διδάσκῃ ὑμᾶς. ᾿Αλλ' ὡς τὸ αὐτὸ χρίσμα, ἤτοι τὸ Πνεῦμα διδάσκει ὑμᾶς περὶ πάντων, καθὼς ἐδίδαξεν ὑμᾶς, μενεῖτε ἐν αὐτῷ. Αληθὲς γὰρ ἐστι, καὶ οὐκ ἔστι ψεῦδος, ὃ δηλονότι ἐδίδαξεν ὑμᾶς· «Καὶ ὑμεῖς τὸ χρίσμα ὃ. ἐλάβετε.» Τὸ ἐξῆς οὕτως· Καὶ ὑμεῖς ἐπεὶ τὸ χρίσμα» δ ἐλάβετε ἀπ᾿ αὐτοῦ ἐν ὑμῖν μένει, οὐ χρείαν έχετε ἵνα τις διδάσκῃ ὑμᾶς. «Καὶ νῦν, τεκνία, μένετε ἐν αὐτῷ, ἵνα ὅταν φα νερωθῇ ἔχωμεν παρρησίαν, καὶ μὴ αἰσχυνθῶμεν ἀπ' αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ. Ἐὰν εἰδῆτε ὅτι δικαιός ἐστι, γινώσκετε, ότι πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην, ἐξ αὐτοῦ γεγένηται. Ιδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν ὁ Πατήρ, ἵνα τέκνα θεού κληθῶμεν. Διὰ τοῦτο ὁ κόσμος το γινώσκει ἡμᾶς ὅτι οὐκ ἔγνω αὐτόν. ᾿Αγαπητοί, νῦν τέκνα θεοῦ ἐσμεν, καὶ οὔπω ἐφανερώθη ὅ τι ἐσό μεθα. οἴδαμεν δε, ὅτι ἐὰν φανερωθῇ ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστι. Καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπ᾿ αὐτὸν, ἀγνίζει ἑαυτὸν καθὼς ἐκεῖνος ἁγνός ἐστι.» Εἰρηκὼς τὴν τῶν ἀντιχρίστων φοράν, καὶ πᾶσαν τὴν ἐνδιάστροφον αὐτῶν διδασκαλίαν, ἀφ᾿ ἧς ὥσπερ
col. 647–648page 13 of 32
PG 119:647χαρακτῆρι τινι διαδήλους αὐτοὺς κατεστήσατο, καὶ ἱκανῶς στηρίξας άμεταθέτως ἔχειν περὶ ἢ κατηχήθησαν, ἐπάγει λοιπὸν καὶ τὸν ἀποκείμενον διὰ ταῦτα μισθόν, ὥσπερ ἰσχυροποιῶν αὐτοὺς διὰ τῆς τῶν επάθλων λαμπρότητος, και φησιν, ὅτι· Μένετε «ἐν αὐτῷ.» Διὰ τί; Ἵνα ἔχωμεν παρρησίαν ἐν αὐτῷ ὅταν φανερωθῇ. Τί γάρ περιφανέστερον ἢ ζηλωτότερον παῤῥησίας, ἐπειδὰν ᾧ ἐπιδείκνυσθαι μέλλωμεν τοὺς ἐν τῷ βίῳ πόνους ἡμῶν, μετὰ παῤῥησίας τοῦτο ποιούμεν καὶ μηδὲν αἰσχυνόμενοι ἐν τῇ παρουσία αὐτοῦ; ἐπειδὴ εἰκός τινας ζητεῖν, τίνα κατορθωκότες εὐάρεστοι αὐτῷ γένοιντο, διδάσκει καὶ τοῦτο καί φησιν, ὅτι, Εἰ ἐγνώκατε αὐτὸν, ὅτι δίκαιός ἐστι, πάντως καὶ τοῦτο γινώσκετε, ὅτι ὁ ποιῶν τὴν δικαιοσύνην, ἐξ αὐτοῦ γεγένηται. Ὁ δίκαιος γὰρ δικαίους γεννᾷ. Ὅσον δὲ τοῦτο εἰς καύχημα καὶ παῤῥησίαν ὑμῶν οὐδεὶς ἀγνοεῖ, ἀλλ᾽ οὐδὲ τὴν τοῦ παρασχομένου πρὸς ὑμᾶς ἀγάπην τε καὶ χρηστότητα, ὅση τις καὶ οἷα ἐστίν· εἴδετε γὰρ ὅτι ἔδωκεν ἡμῖν τέκνα αὐτοῦ γενέσθαι τε καὶ κληθῆναι. Εἰ δὲ τοῖς ἐν τῷ κόσμῳ φησὶν ἄδηλον τοῦτο, λέγω δὲ τὸν οἱοὺς ἡμᾶς εἶναι Θεοῦ, μὴ θαυμάζετε τοῦτο. Διὰ γὰρ τοῦτο σύ γινώ σκει ὑμᾶς, ὅτι οὐδὲ τὸν υἱοθετήσαντα ὑμᾶς ἔγνω. "Οτι δὲ κόσμον τὸν συρφετὸν ὄχλον λέγει, πολλαχοῦ παρεστήσαμεν. Εἶτα ἐπειδὴ τὸ τῆς υἱοθεσίας κατε σκεύασε, λέγει ἐπὶ τούτοις τρανότερον καὶ τὴν ἀπο κειμένην δόξαν καὶ παῤῥησίαν τῶν υἱοθετηθέντων, καί φησιν· ᾿Αγαπητοί, νῦν τέκνα θεοῦ ἐσμεν. Ωστερεί ἔλεγε Πάντως, ἀγαπητοί, διὰ τῶν προλαβόντων ἔγνωτε, ὅτι εἰς υἱοὺς Θεοῦ ἀνελήφθημεν. Εἰ δὲ μὴ ἤδη ἐφανερώθη τούτο, μὴ θορυβείσθε. Τὸ γὰρ νῦν ἄδηλον, φανερὸν γενήσεται, ἐκείνου ἀποκαλυπτομένου. Όμοιοι γὰρ αὐτῷ ἀναφανέντες, τὸ τῆς υιοθεσίας λαμπρὸν παραστήσομεν. Οἱ γὰρ υἱοὶ πάνω τως όμοιοι τῷ πατρί. ᾿Αλλὰ καὶ τὴν πρὸς αὐτὸν παρρησίαν ἔχοντες ὡς υἱεῖ, οψόμεθα αὐτὸν καθώς ἐστιν, οὐ κατὰ τὴν φύσιν δηλονότι. (Το το γὰρ ἀμής χανον γενητῇ φύσει.) ᾿Αλλὰ τί; δίκαιον δίκαιοι, ἁγνὸν ἀγνοί. Τῷ γὰρ ὁμοίῳ προσφύσονται καὶ οἱ ὅμοιοι. Διὰ γὰρ τοῦτο καὶ μικρῷ κατόπιν εἶπον ὅτι ὅμοιοι· αὐτῷ ἐσόμεθα, οὐ κατὰ τὴν φύσιν. Εἶπε γὰρ 878 ἂν οὐχ Ομοιοι, ἀλλ' οἱ αὐτοί. Νῦν δὲ ἐπεὶ μὴ τοῦτο ἔσται, εἶπε τὸ Όμοιοι, κατὰ τὴν τῆς δόξης ποιότητα δηλαδή. Επισημαντέον δὲ ὅτι οὐκ εἶπεν ἀνωτέρω, Πᾶς ὁ ποιήσας τὴν δικαιοσύνην, ἡ Ὁ ποιήσων, ἀλλ' ο ποιών. Πρακτικαὶ γὰρ αἱ ἀρετπὶ, καὶ ἐν τῷ γίνεσθαι ἔχουσι τὸ εἶναι. Παυσάμεναι γὰρ ἡ μέλλουσαι, οὐδὲ τὸ εἶναι ἔχουσι. Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, καὶ τὴν ἀνομίαν ποιεῖ, καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη, ἵνα τὰς ἁμαρτίας ἡμῶν αἵρῃ. Καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστι. Πᾶς ὁ ἁμαρ τάνων οὐχ ἑώρακεν αὐτὸν. οὐδὲ ἔγνωκεν αὐτόν Τεκνία, μηδεὶς πλανάτω ὑμᾶς Ὁ ποιῶν τὴν δι καισσύνην δίκαιός ἐστι, καθὼς ἐκεῖνος ἐστιν, Ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστιν, ὅτι ἀπ᾿ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει. Εἰς τοῦτο ἐφα νερώθη ὁ Γιὸς τοῦ Θεοῦ ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλων.
col. 649–650page 14 of 32
PG 119:649αμαρτία ἀνομία Κατασκευάσας τὸν περὶ δικαιοσύνης λόγον διὰ τῶν ἀνωτέρω ἀπὸ τῶν τῆς δικαιοσύνης καλῶν, νῦν καὶ ἀπὸ τοῦ ἐναντίου καὶ τῶν ἐνυπαρχόντων αὐτῷ ἐφορ μὲ τῇ ἀποδείξει, καί φησι· «Πᾶς «Πᾶς ὁ ποιῶν τὴν ἁμαρ τίαν.» τοιοῦτόν τι λέγων, ὅτι ἡμεῖς οἱ υἱοθετηθέντες, ἐργάζεσθε τὴν δικαιοσύνην, καὶ μὴ ἀργοὺς ἑαυτοὺς ἀποφαίνετε ταύτης, ὡς γὰρ ἐπὶ τῆς ἁμαρτίας οὐχ ὁ ποιήσας ἢ ὁ ποιήσων, ἐκεῖνος ἐστιν ὁ ἄνομος ἢ ὁ ἁμαρτωλὸς, ἀλλ᾽ ὁ ἐχόμενος τοῦ κακοῦ καὶ ἐνεργὸς, οὕτω καὶ δίκαιος οὐχ ὁ ἀπρακτῶν, ἀλλ' ὁ ἐνεργός. Ιστέον δὲ ὡς ἁμαρτία μὲν ἡ τοῦ ἀγαθοῦ ἀπόπτωσις ἐστιν, ἀνομία, δὲ περὶ τὸν θετὸν νόμον πλημμέλεια. Καὶ ταύτην ἔχουσιν ἀρχὴν ἔκάτερον τούτων, τὸ μὲν τὴν ἀπὸ τοῦ ἀγαθοῦ ἔκπτωσιν, τὸ δὲ τὴν περὶ τὸν θετὸν νόμον πλημμέλειαν. Συμφέρονται δὲ ταύταις καὶ κατὰ ταὐτόν. Ο τε γὰρ ἁμαρτάνων, τοῦ κατὰ τὴν φύσιν καὶ ἐν τῇ φύσει ἀπέτυχε σκου ποῦ. Σκοπὸς γὰρ τῇ ἀνθρωπεία φύσει, τὸ κατὰ τὸν λόγον ζῆν, τῆς ἀλογίας πόῤῥω ἀπῳκισμένη. Ωσαύ τως καὶ ὁ ἀνομῶν, πλημμελεῖ περὶ τὸν ἐν τῇ φύσει δεδομένον νόμον, διαγινόμενος ἀκρατως. Καλῶς οὖν ὁ μαθητὴς τοῦ Κυρίου εἰς ταὐτὸν ἀμφοτερα περιέστησεν, «Καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη. • Οι μεν γε, φησί, χώραν ἔτι σχοίητε τοῦ ἁμαρτάνειν. Χριστοῦ γὰρ ἐπ᾽ ἀναιρέσει τῆς ἁμαρτίας παραγενομένου, καθ' ὅτι ἀμέτοχος ἦν ἁμαρτίας, οὐδὲ ὑμῖν ὑπολείπεται ἔτι ἁμαρτάνειν τοῖς ἐν αὐτῷ γενομένοις καὶ βεβαιωθεῖσι τῇ εἰς αὐτὸν πίστει. Τοῦτο γὰρ βούλεται σημαίνειν διὰ τοῦ, Πᾶς ὁ ἐν αὐτῷ μένων. Οὗτος δέ ἐστιν ὁ ἀνενδότως τὰς ἀρετὰς μετιών, καὶ μηδέποτε τῆς τούτων ἀπολήγων ἐργασίας. «Καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἐστι. ο Πᾶς ὁ ἐν αὐτῷ μένων Πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει. Τό, Καί, ἀντὶ τοῦ, Διοτι. «Πᾶς ὁ καὶ « ἁμαρτάνων, • καὶ ἑξῆς. Εἰπὼν ὅτι ἐφανερώθη, καὶ» τὴν αἰτίαν δι᾽ ἣν ἐφανερώθη, ὅτι ἵνα ὡς μὴ ἁμαρ τίαν ποιήσας τὰς ἁμαρτίας ἡμῶν ἄρῃ, τουτέστιν, ἀφανίσῃ, ἐπιφέρει, ὅτι, ο Πᾶς ὁ ἁμαρτάνων οὐχ Πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτόν. Εἰ γὰρ ὑμεῖς, φησίν, οἵτινες φανερωθέντος αὐτοῦ ἑωράκατε αὐτὸν, καὶ σημεῖον τοῦ ἑωρακέναι αὐτὸν ἐλάβετε, τὸ μὴ εὐχείρωτοι εἶναι τῇ ἁμαρτία ἄτε τελέως ἐν αὐτῷ ἡδρασμένοι, πάντως που οἱ ἁμαρτάνοντες οὔτε ἑωράκασιν αὐτόν. Δι' δ οὐδὲ ἔγνωσαν, ἑωρακέναι καὶ ἐγνωκέναι οὐ τὸ κατὰ ψιλὴν τῶν ὄψεων λέγων ἐπαφὴν, οὐδὲ τὸ κατὰ προ χειρον φαντασίαν ἐνηργηκέναι αὐτοὺς περὶ τὸ γνω στὸν, ἀλλὰ τὸ μετά τινος κρίσεως καὶ ἐσπιστήμης τὴν πρὸς αὐτὸν πεποιηκέναι προσαγωγὴν αὐτοὺς, ὡς ἀνωτέρω εἰρήκαμεν. Εἰρηκὼς δὲ ταῦτα, πρόεισι βεβαιωτικώς, ὅτι Μηδεὶς πλανάτω ὑμᾶς. γὰρ ἄλλως ἔχει ἢ οὕτως· Ὁ ποιῶν τῶν δικαιοσύνην:. ἔγνωκε τὸν δίκαιον, καὶ δίκαιός ἐστιν ὡς καὶ ἐκεῖ νος, τουτέστιν, ὁ Θεός. Καὶ ὥσπερ τοῦτο, οὕτω καὶ τὸ ἀπεναντίας πάλιν· Ο τὴν ἁμαρτίαν ποιῶν, ἐκ τοῦ ἁμαρτωλοῦ ἐστιν. Οὗτος δέ ἐστιν ὁ διάβολος, ὃς ἀπ' ἀρχῆς ἁμαρτάνει. Δι' δ καὶ κηδόμενος ὁ Θεὸς τοῦ ἑαυτοῦ πλάσματος, δικαιοσύνη καὶ ἁγιασμός ὑπάρχων, ἐφανερώθη, ἤτοι εἰς τὸν κόσμον ἐφάνη, ἵνα ἀφανίσῃ τὰ ἔργα τοῦ διαβόλου, ἢ ἐστιν ἡ ἁμαρ

Chapter IVCaput IV

col. 651–652page 15 of 32
PG 119:651«τίχ. ο Ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν.» Επείπερ τραπεὶς ὁ διάβολος ἐν τῷ ἁμαρτάνειν γέγονεν, ἐξ αὐτοῦ χρηματίζει πᾶς ὁ ἁμαρτητικῶς ἐνεργῶν. Προέρχεται γὰρ ἐν τῷ ἁμαρτάνοντι δι' ὑποβαλῆς λογισμῶν πονηρῶν ὡς ἐπὶ τοῦ Ἰούδα. ᾿Αλλ' ἐρεῖ τις ὅτι Πῶς γίνεται ὁ διάβολος ἐν τοῖς ἁμαριά νουσιν, αὐτῶν πρὸ αὐτοῦ ἡμαρτηκότων ἐν τῷ διδό ναι αὐτῷ τόπον; Πρὸς ὃν λεκτέον, ταὐτὸν εἶναι τὸ ποιεῖν τὴν ἁμαρτίαν τῷ ἁμαρτάνειν ἐν τῷ διδόναι τόπον τῷ διαβόλῳ, δίδωσι γὰρ αὐτῷ τόπον ὁ ἁμαρτάνων ἐπιθυμίᾳ ὑπαχθεὶς μετὰ τὸ δέξασθαι αὐτὸν, πρακτικῶς ἐπιτελῶν τὴν ἁμαρτίαν. Τοῦτο γὰρ ση μαίνει τὸ ποιεῖν αὐτήν. Εὖ δὲ εἶπε καὶ τὸ, Ὁ ποιῶν, ἀλλ' ούχ, Ὁ ποιήσας, τοῦ μετανοήσαντος οὐκ ἔτι ὄν τος ἐκ τοῦ διαβόλου, ἀλλὰ μόνου τοῦ ἐνεργοῦντος αὐτὴν ἔτι. Οὕτω γὰρ τῆς ἁμαρτίας δοῦλος ἐστί τις, ποιῶν, ἀλλ' οὐ ποιήσας. Δι' δ φησι, Πᾶς ὁ ποιῶν τὴν ἁμαρ τίαν δοῦλός ἐστι τῆς ἁμαρτίας. ΚΕΦΑΛ. Δ΄. «Περὶ ἀγάπης τῆς εἰς τὸν πλησίον καὶ διαθέσεως μεταδοτικῆς. Ἐν ᾧ περὶ συνειδήσεως ἀγαθῆς τῆς ἐν πίστει Ἰησοῦ Χριστοῦ. Περί διακρίσ σεως πνευμάτων ἐφ᾽ ὁμολογία τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως.» Πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ, ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει, καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ Θεοῦ γεγέννηται. Εν τούτῳ φανερὰ ἐστι τὰ τέκνα τοῦ Θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου. Πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελ φὸν αὐτοῦ. "Οτι αὕτη ἐστὶν ἡ ἐπαγγελία. ἣν ἠκούσ σατε ἀπ᾿ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους, οὐ καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν, καὶ ἔσφαξε τὸν ἀδελφὸν αὐτοῦ. Καὶ χάριν τίνος ἔσφαξεν αὐτόν "Οτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια. Μὴ θαυμάζετε ἀδελφοί μου, εἰ μισεῖ ὑμᾶς ὁ κόσμος. Ἡμεῖς οἴδαμεν, ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς. Ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν μένει ἐν τῷ θανάτῳ. Πᾶς δ μισῶν τὸν ἀδελφὸν αὐ τοῦ, ἀνθρωποκτόνος ἐστί. Καὶ οἴδατε ὅτι πᾶς ανθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν αὐτῷ μένουσαν. Ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην, ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκε, καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυ Οχὰς τιθέναι. ὡς δ᾽ ἂν ἔχῃ τὸν βίον τοῦ κόσμου, καὶ θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα, καὶ κλείσῃ τὰ σλάγχνα αὐτοῦ ἀπ᾿ αὐτοῦ, πὼς ἡ ἁγάπη τοῦ Θεοῦ μένει ἐπ' αὐτῷ; Τεκνία μου, μὴ ἀγαπῶμεν λόγῳ, μηδὲ γλώσσῃ, ἀλλ' ἔργῳ καὶ ἀληθεία.» «Πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ.» Επεὶ πᾶς ὁ τὴν ἁμαρτίαν ποιῶν ἐκ τοῦ διαβόλου ἐστὶ κατ' αὐτὸ τὸ ἁμαρτάνειν, καὶ υἱὸς τοῦ διαβόλου λέγεται, ὡς ὁ μακάριος Παῦλος πρὸς τὸν Ελύμαν φησίν, «Η πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὸ πάσης δικαιοσύνης, ο εὔδηλον ὅτι καὶ ὁ ἐκ τοῦ Θεοῦ γεγεννημένος, ὡς Θεοῦ υἱὸς οὐχ ἁμαρτάνει. Καὶ ἡ αἰτία, ὅτι σπέρμα αὐτοῦ, τοῦ Θεοῦ δηλονότι ἐστὶν, ἤτοι τὸ Πνεῦμα δ διὰ τοῦ χα-, ρίσματος ἐλάβομεν. Ὅπερ ἐν ἡμῖν μένον, τουτέστιν
col. 653–654page 16 of 32
PG 119:653ἡδρασμένον, ἀνεπίδεκτον ἁμαρτίας τὸν νοῦν ἡμῶν ποιεῖ. Ἡ καὶ αὐτὸς ὁ Χριστὸς, ὡς ἐνοικῶν ἐν τοῖς πιστοῖς, ποιεῖ αὐτοὺς υἱοὺς Θεοῦ. Καθὸ καὶ ἐν τῷ σπέρματι ᾿Αβραάμ, ὅς ἐστιν ὁ Χριστὸς, εὐλογοῦνται 77. πάντα τὰ ἔθνη. Προέβη δὲ οὕτω τῷ λόγῳ νῦν, τὸ ἀνωτέρω εἰρημένον αὐτῷ βεβαιών, λέγω δὲ τό, τέκνα εἶναι Θεοῦ τοὺς πιστούς. Καὶ ἀναντίῤῥητον αὐτὸ ποιῶν, ἔκ τε τοῦ πράγματος αὐτοῦ φημὶ τοῦ μὴ ἁμαρτάνειν, καὶ ἐκ τοῦ ἐναντίου, ὡς μικρῷ πρόσθεν εἴπομεν. Εἰ γὰρ, τῷ ἐναντίῳ τὸ ἐναντίον, καὶ τὸ ἐναντίον τῷ ἐναντίῳ, κατὰ τὰς διαλεκτικὰς ἐπιχειρήσεις. Σκόπει δὲ τὴν ἀκρίβεια τοῦ ῥητοῦ. Οὐ γὰρ πρότερον εἶπεν, ἐκ Θεοῦ γεγεννᾶσθαι ἢ τοῦ διαβόλου, εἰ μὴ τὰ ἔργα προέλαβον, ἤτοι τῆς δι καιοσύνης, ἢ τῆς ἀνομίας. Ἐκ τούτων γὰρ ἡ υἱοθεσία, ἥ τε τοῦ Θεοῦ, ἥ τε τοῦ διαβόλου. Κἂν γὰρ ριτι σεσώσμεθα, ἀλλὰ διὰ τὸ ὑπερβάλλον λέγεται τῆς τοῦ Θεοῦ χρηστότητος, ὅτι καίτοι ἀνιάτως 76. προσκεκρουκότων ἡμῶν, αὐτὸς οὐκ ἐμνησικάκησε τῇ σωτηρίᾳ ἡμῶν· ἐπεὶ ὅτι μὴ ἀργοῖς δίδωσι τὴν παρ' ἑαυτῷ σωτηρίαν, Παύλος πιστοῦται βοῶν Τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. Ωσαύτως καὶ οἱ τῷ διαβόλῳ υἱοθετηθέντες, κἂν ἀπηλλοτριώθησαν 80, ἀπὸ μήτρας καὶ μήπω τὴν κατὰ πρόθεσιν άμαρ-: 589 τίαν ἐνεργηκότες, ἀλλὰ διὰ τὸ ἄγαν φιλοπόνηρον αὐτῶν εἴρηται τοῦτο. Οὐ γὰρ ἔστιν ἀνενέργητον τοῦ κακοῦ, τῷ διαβόλῳ οἰκειωθῆναι. Αλλ' ὁ ποιῶν τὴν ἁμαρτίαν, ἐκεῖνος καὶ τῷ διαβόλῳ ἀνείληπται, ἤτοι εἰς υἱὸν, τῷ πλέον ἐνεργεῖν καὶ αὐθαίρετον τὸ κακὸν, ἢ εἰς δοῦλον, τῷ καταπαλαισθῆναι τῷ πονηρῷ καὶ χειρωθῆναι ὑπ' αὐτοῦ, καὶ τὴν λατρείαν κατακριθῆναι. Σκόπει δὲ καὶ τοῦτο, ὅτι τὸν ἐκ Θεοῦ γεγεννημένον, οὐκ εἶπεν ὅτι οὐχ ἁμαρτάνει, ἵνα μὴ καὶ τὰ βρέφη συμπεριλάβῃ ἐξ ἡλικίας ἔχοντα τὸ μὴ ἁμαρτάνειν, ἀλλ᾽ εἶπεν ὅτι ἡμαρτίαν οὐ ποιεῖ. Τὸ μὲν γὰρ, Οὐχ ἁμαρτάνει, ἀποφάσει ἔοικεν ἁπλῶς· τὸ δὲ, Οὐ ποιεῖ, τὸ ἐκ δια θέσεως μὴ ὑπάρχειν δῆλοι. Δι᾿ ὅ καὶ προστίθησι, καὶ ὅτι οὐ δύναται ἁμαρτάνειν, οὐ κατὰ φυσικὴν ἀδυναμίαν τουτο λέγων, ὡς ἐπὶ τῶν ἀλόγων φαμὲν, μὴ δύνα σθαι ἐπιστήμην ἀναλαμβάνειν, ἀλλὰ κατὰ προαιρετικὴν τῆς ἁμαρτίας ἀργίαν. Ταῦτα διεξελθών, καὶ τὸ γνώρισμα τῶν τοῦ Θεοῦ τέκνων, τὸ μὴ ἁμαρτίαν ποιεῖν, εἶναι φήσας, ὡς ἔμπαλιν, τῶν τοῦ διαβόλου υἱῶν, τὸ ἁμαρτάνειν· διεξελθὼν οὖν ταῦτα, ἀναλαμβάνει πάλιν μετὰ πολλὰ τὰ μεταξὺ τὴν περὶ τὸν πλησίον ἀγάπην, ὥσπερ χάριν ἐκείνης πάντα τὰ διὰ μέσου πραγματευσάμενος, ἐπεὶ καὶ πλήρωμα πάνω των ἡ ἀγάπη, καί φησιν· Ὁ μὲν ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ.» Καὶ κατὰ 81,: « τούτου γὰρ τοῦ κώλου τέτακται, τὸ, Οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, τοῦτο λέγων· Ἐπεὶ ὁ ποιῶν δικαιοσύνην ἐκ τοῦ Θεοῦ γεγέννηται, ἔπεται τῷ οὕτω γεννηθέντι, ἀγαπᾶν τοὺς ἀδελφούς. Ὁ δὲ μὴ ποιῶν δικαιοσύνην, τῷ μὴ ποιεῖν αὐτὴν μισῶν τοὺς ἀδελφοὺς αὐτοῦ, ἐκ τοῦ Θεοῦ οὐκ ἔστιν οὐ κατὰ ἄλλον τρόπον ἢ τῷ μὴ γεγεννῆσθαι ἐξ αὐτοῦ. Καὶ πῶς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ δείκνυσι λέγων, ὅτι «Αὕτη ἐστὶν ἡ ἀγγελία,
col. 655–656page 17 of 32
PG 119:655«ἣν ἡκούσατε ἀπ᾿ ἀρχῆς.» Τίς δὲ ἡ ἀγγελία αὕτη 89., ἤδη εἰρήκαμεν, ὅτι καὶ φυσικὴ καὶ διδακτή· ἀλλὰ καὶ μετὰ τῆς νομικῆς ἐντολῆς τῆς περὶ τοῦ ἀγαπᾶν ; τὸν πλησίον, καὶ τῆς τοῦ Κυρίου τῆς λεγούσης, «Εν τολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους ἔτι καὶ ἢ πρὸς τὸ ὁμογενὲς φυσική, τοῦτο καταναγ 85.» καστικῶς πράττειν ἐνάγει. Ἐπεὶ οὖν τοιαῦται καὶ τοσαῦται αἱ ἐντολαὶ κατὰ τὴν τοῦ Κυρίου ἀπόφανσιν, ὁ τὸν λόγον αὐτοῦ τηρῶν καὶ ποιῶν αὐτὸν ἔχει ζωὴν αἰώνιον καὶ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. η Διὰ ταῦτα τοίνυν ἀγαπῶμεν τοὺς ἀδελφοὺς, μηδὲν παραβλαπτόμενοι πρὸς ζῆλον, φησίν, ἐκ τοῦ κόσμου μισούμεθα, ἵνα καὶ ἡμεῖς μισῶμεν τοὺς ἀδελφοὺς, ἀλλ' ὁ τοῦ Κυρίου λόγος ἐνεργέστερος ἔστω ἐν ἡμῖν. Ὁ γὰρ τοὺς ἀδελφοὺς αὐτοῦ μισῶν, πρὸς οἷς ἐκβέ βληται τῆς αἰωνίου ζωῆς, ἔτι καὶ ἀνθρωποντόνος ἐστίν. Επεται γὰρ τῷ ἀνθρωποκτόνῳ τὸ μηδὲ ζωὴν αἰώνιον ἔχειν. Ορᾶτε γάρ, φησί, τὸν Κάϊν, ὅτι καὶ αὐτὸς, μισήσας τὸν ἀδελφὸν, ἐπέκτεινεν αὐτὸν καί τοι γε ἀδελφὸν ὄντα. ᾿Αλλ᾽ ἐπεὶ ἔργα πονηρὰ ἔχων υἱὸς ἦν τοῦ διαβόλου, ὁ δὲ ᾿Αβελ δίκαια ἐργαζόμενος υἱὸς ἐχρημάτιζε Θεοῦ. ᾿Αντίκειται δὲ καὶ ὁ διάβολος τῷ Θεῷ καὶ τὰ πονηρὰ ἔργα τοῖς ἀγαθοῖς· διὰ τοῦτο καὶ ὁ Κάϊν τῷ ἀδελφῳ ἀντικείμενος ἀπέκτεινεν αὐτ τόν. Οὕτω κατὰ τὸ ἀκόλουθον ἡ τοῦ λόγου διέξοδος. Ὁ μέντοι μακάριος Ιωάννης ἐνήλλαξε τὴν τάξιν, τοῦ κατεπείγοντος ἀεὶ γινόμενος. Κατήπειγε γὰρ αὐτὸν, ἐπεὶ τοῦ διαβόλου ἐμνήσθη, καὶ τῶν αὐτῷ διὰ πονηρᾶς πράξεως υἱοθετουμένων, τὸν ἐξ ἀρχῆς κα σμου διὰ τῶν πονηρῶν ἔργων εἰς τέκνον ἀποδραμόντα τοῦ πονηροῦ, παράδειγμα παραβαλέσθαι. ᾿Απηλ λαγμένος δὲ τοῦ Κάϊν, καὶ τῶν οἱ τοῦτον ζηλοῦντες κληρονομεῖν ἔχουσι, πάλιν ἀνατρέχει ἐπὶ τὴν ἀγα πην, καὶ ὅσα ἐκ ταύτης συμβέβηκεν ἀγαθά, και φησιν, ὅτι ἡ ἀγάπη ὑπὲρ ἡμῶν ἔπεισε τὸν Κύριον τὴν ψυχὴν ὑτοῦ θεῖναι, καὶ ὅτι ἐκ τούτου τοῦ ὑπο δείγματος, ὀφείλομεν καὶ ἡμεῖς ὑπὲρ τῶν ἀδελφῶν τὴν ψυχὴν τιθέναι. Καὶ ἐπειδὴ σπάνιον τούτο καὶ παρ' ὀλίγοις, ώσπερ ἐντρέπων αὐτοὺς ἀπὸ τῶν μετριωτέρων ἄρχεται τὴν παράκλησιν τῆς φιλαδελφίας ποιεῖσθαι, οὕτως πως τὸν λόγον οἰκονομῶν· Τί φημι τὴν ψυχὴν ὑπὲρ τῶν ἀδελφῶν τιθέναι; ὅπου δρώμεν, μηδὲ τὴν τῶν ἀναγκαίων χρείαν ἀναπληροῦντας τινας τῶν ἀδελφῶν· καὶ οὐ τοὺς βίου σπανίζοντας λέγω, ἀλλὰ καὶ τοὺς ὅλον τὸν κόσμον σχεδόν ὕπαρξιν ἔχοντας πλούτου, Διὰ τούτου Αἰσχυνέσθωσαν, ὅτι εἰ περὶ τὰ μικρὰ ταῦτα, τὰ σπλάγχνα ἀπέκλεισαν, καὶ ἀναξίους ἑαυτοὺς ἐκ τούτου ἀπ έφηναν, καὶ διακένους τῆς τοῦ Θεοῦ ἀγάπης, τί ἂν περὶ τὸ μεῖζον τοῦ προαποθανεῖν τῶν ἀδελφῶν ἐπε εδείξαντο; Εἶτα καὶ ἄλλο ἐντρεπτικὸν αὐτῶν ἐπιφέρει, τῶν ἀποδεχομένων μὲν ἐν λόγῳ τὴν ἀγάπην καὶ ἐπιδεικνυμένων, τῇ γλώσσῃ δὲ μόνῃ, καί φησι, «Μὴ ἀγαπῶμεν λόγῳ καὶ γλώσσῃ, ἀλλ᾽ ἐν τῷ ἔργῳ καὶ τῇ ἀληθείᾳ.
col. 657–658page 18 of 32
PG 119:657«Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν, καὶ ἔμπροσθεν αὐτοῦ πείσομεν τὰς καρ δίας ἡμῶν, ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία, μείζων ἐστὶν ὁ Θεὸς τῆς καρδίας ἡμῶν, καὶ γι νώσκει πάντα. Αγαππητοὶ, ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παῤῥησίαν ἔχομεν πρὸς τὸν Θεὸν, καὶ ὁ ἐὰν αἰτῶμεν, λαμβάνομεν παρ' αυ τοῦ· ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν, καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν. Καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα πιστεύσωμεν τῷ ὀνόματι τοῦ αὐτοῦ Ἰησοῦ Χρισ τοῦ. ΙΠ, Εν τούτῳ γινώσκομεν. Εν τίνι Ἐν τῷ μὴ λόγῳ ἀγαπᾶν, ἀλλ᾽ ἔργῳ καὶ ἀληθείᾳ. Καὶ τί γινώ σκομεν Ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν. Πῶς Ὁ γὰρ ἄλλο μὲν λέγων, ἄλλο δὲ ποιῶν, μὴ σύμφωνον ἔχων τῷ λόγῳ τὴν πρᾶξιν, ψεύστης ἐστὶ καὶ οὐκ ἀληθή. Η «Καὶ ἔμπροσθεν αὐτοῦ πείσομεν τὰς καρδίας ἡμῶν.» « Τοῦτό φησιν, ὅτι Διὰ τούτου, διὰ του ἀληθεύειν (ἀληθεύσομεν δὲ ὅταν κατὰ τοὺς λόγους καὶ τὰ ἔργα προβαίνῃ ἡμῶν), πείσομεν τὴν συνείδησιν ἡμῶν, Τοῦτο γὰρ βούλεται διὰ τοῦ, Τὰς καρδίας, σημαίνειν. Καὶ πῶς πείσομεν; Τοῦτο καθ᾿ ἑαυτοὺς θέμενοι,? ὡς ὑπὸ Θεῷ μάρτυρι ποιούμεθα τους λόγους. Το γὰρ ἔμπροσθεν τοῦτο σημαίνει. Ἐὰν γάρ, φησί, μή οὕτω ποιῶμεν, ἀλλ᾽ ἡ συνείδησις, ἤτοι ἡ καρδία ἡμῶν, καταγινώσκῃ ἡμῶν, οὐ λανθάνομεν ἡμαρτά νοντες. Εἰ γὰρ τὴν συνείδησιν ἡμῶν βραχεῖαν οὖσαν, ὡς ἐκ βραχέος ζώου, οὐ δυνάμεθα λαθεῖν ἐν τῷ ἁμαρτάνειν, πολλῷ μᾶλλον τὸν ἀπεριόριστον καὶ πανταχού παρόντα θεὸν οὐκ ἂν λάθοιμεν. Ὅλος οὖν ὁ λόγος ἐστὶ τοιοῦτος· Τεκνία μου, μὴ ψευδώμεθα εἰς ἀλ λήλους ἐν τῷ τῇ γλώσσῃ μόνῃ ἀγαπᾷν, ἀλλὰ καὶ ἔργῳ τὴν ἀγάπην ἐπιδεικνύωμεν. Ἐν τούτῳ γὰρ γνωσόμεθα ὅτι ἐκ τῆς ἀληθείας, τουτέστιν, ἐκ τοῦ Θεοῦ ἐσμεν. Καὶ ὁ λέγομεν, ὡς τοῦ Θεοῦ ἐπισκοποῦντος; λέγωμεν. Οὐκ ἂν δέ τις ἀνάσχοιτο. κἂν εἰ τῶν δαι μόνων ἀναιδέστερος ᾖ, ὑπὸ Θεῷ μάρτυσι ψεύσασθαι. Εἰ γὰρ μὴ οὕτω ποιμεν, ἀλλὰ λεγόντων ἡμῶν ἀγαπᾶν, ἡ καρδία ἡμῶν καταγινώσκῃ ἡμῶν ψεύ δους, ἁμαρτάνομεν. Πῶς; Οἰόμενοι λανθάνειν τὸν? πανταχού παρόντα θεὸν, καὶ οὐδὲ τοῦτο συνιέντες,? ὅτι εἰ τὴν καρδίαν ἡμῶν βραχεῖαν οὖσαν οὐκ ἔστι λαθεῖν ἡμᾶς, πῶς τὸν μηδαμόθεν ἀπολειπόμενον 585 λήσομεν. Οὕτως οὖν, φησίν, ἀγαπητοί, παρεσκευακότες ἑαυτοὺς, ἀκαταγνώστως ἑαυτοὺς ἡμῖν αὐτοῖς ἐν τῷ πρὸς ἀλλήλους δηλονότι ἀληθεύειν, παῤῥησίαν ἕξο μὲν πρὸς τὸν Θεὸν, ἀφ᾿ ἧς παῤῥησίας καὶ ὃν ἐὰν αἰτήσωμεν, πάντως ληψόμεθα παρ' αὐτοῦ. Διὰ τί Οτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν. Μέγιστον γὰρ? πρὸς τὸ εἰς ὑπακοὴν ἐκκαλέσασθαι τὸν αἰτούμενον, ἡ παρὰ τῶν αἰτούντων εὐπείθεια, ὅταν ἀναμφιλέκτως πρὸς ἐν ἡ αἴτησις γίνηται. Ἐπεὶ οὖν καὶ ἡμεῖς τὰς ἐντολὰς αὐτοῦ τηρούμεν, καὶ τὰ ἀρεστὰ αὐτῷ ποιοῦ μεν, θαῤῥῶμεν ὡς οὐχ ἁμάρτωμεν τὴν αἰτήσεων, ἀντιδίδοσθαι φιλούσης τῆς παρ' ἀμφοῖν διαθέσεως ἀνυπερθέτως, τῷ πρὸς τὴν χρείαν θατέρου ἥκοντι, Καὶ ποίαν ἐντολὴν αὐτοῦ ἐφυλάξαμεν; Τὴν λέγουσαν, ᾿Αγάπην ἔχετε ἐν ἀλλήλοις. Ἐπεὶ οὖν ἔχοντες ἐντο λιν, ἵνα τῇ πίστει τῇ ἐν τῷ ὀνόματι τοῦ Υἱοῦ αὐτοῦ
col. 659–660page 19 of 32
PG 119:659καμεν, ἐκ τούτου γινώσκομεν, ὅτι ἕδρασται ἐν ἡμῖν ἡ ἐκ τοῦ πνεύματος αὐτοῦ χάρις οὗ ἔδωκεν ἡμῖν. Ιστέον δὲ ὅτι πολλαχοῦ τῆς Νέας Γραφῆς, τὸ, Ἐν τῷ ὀνόματι Ἰησοῦ τοῦ Κυρίου ἡμῶν πιστεύειν, κεῖται. Τί δὲ τοῦτο σημαίνειν βούλεται; Οὐδὲν ἄλλο ἢ τὴν δόξαν, τὴν βούλησιν, τὴν εὔκλειαν· τὴν δόξαν μὲν καὶ τὴν εὔκλειαν, ὡς ἐν τῷ, κ θαυμαστὸν τὸ ὄνομά σου ἐν πάση τῇ γῇ·» τὴν βούλησιν δὲ, ὡς ἐνταῦθα, καὶ ἐν τῷ, «Μετανοήσατε καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ·» ἀντὶ γὰρ τοῦ, Εν βουλήσει. Τίς δὲ ἡ τοῦ Κυρίου Ἰησοῦ βούλησις; Βαπτίζειν πάντα τὰ ἔθνη εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύμα Ἰησοῦ Χριστοῦ ἀγαπῶμεν ἀλλήλους, τοῦτο πεποιη τος. «Καὶ ἀγαπῶμεν ἀλλήλους, καθὼς ἔδωκεν ἐντο λήν. Καὶ ὁ τήρῶν τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν αὐτῷ. Καὶ ἐν τούτῳ γινώ σκομεν, ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ πνεύματος οὗ ἡμῖν ἔδωκεν.» ᾿Αντὶ τοῦ, ᾿Αληθινῇ, φησὶ, διαθέσει ἀγαπᾶν ἀλλήλους. Καὶ ποῦ τοῦτο Εν ᾧ ἔλεγε, Καθώς θέλετε να ποιῶσιν ἔμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ὁμοίως ποιεῖτε αὐτοῖς. Εἰ οὖν τοὺς πλησίον ἡμῶν ἀγαπῶμεν ἀλη θινῶς καὶ ἀδόλως πρὸς ἡμᾶς διακεῖσθαι, ὡσαύτως πάντως καὶ ἡμεῖς διατεθείημεν πρὸς αὐτούς. Αλλ' εἰ ἐντολὴ τοῦτο τοῦ Κυρίου πολλῷ μᾶλλον ἡμῶν ἐν 586 αὐτῷ μενόντων ἤτοι ἡδρασμένων, καὶ αὐτὸς ἑαυτὸν ἡμῖν παρέξει. Αρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται. 90.: Τουτέστιν, οὐκ ἐπὶ διακένοις ληφθείη, τὰς ἐντολὰς αὐτοῦ ἡμῖν ἐπιχορηγῶν, ἀλλ' ἐν ἑαυτῷ πρώτως ταύ τας βεβαιώσαιτο. Εἰ δὲ τοῦτο, πάντως εἰ ὰ ἐντέλλεται ποιοῦμεν, ἕξομεν αὐτὸν ὑπήκοον καὶ ἡμεῖς ἐν οἷς ἂν αἰτῶμεν, καὶ τὸ χάρισμα αὐτοῦ βέβαιον ἐν ἡμῖν. Ὁ δὲ ὅλος νοῦς τῆς συντάξεως, τοιοῦτος· ἶνα πιστεύσωμεν τῷ ὀνόματι τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χρι στοῦ, καὶ ἀγαπῶμεν ἀλλήλους ἀληθινῶς, ὡς ἡ ἐνα τολὴ αὐτοῦ. Ὁ γὰρ τηρῶν τὰς ἐντολὰς αὐτοῦ, ἐν αὐ τῷ μένει, καὶ αὐτὸς ἐν αὐτῷ. Ἐκ τούτου δὲ γινώσ χομεν ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ πνεύματος ἤτοι τοῦ χαρίσματος, οὗ ἡμῖν ἔδωκεν. Ασύλου γὰρ τού του μένοντος, ἀναντίῤῥητον ἔχομεν τὸ ἀναφαίρετον της δόσεως αὐτοῦ. Πῶς δὲ ἄσυλον ἔσται; Ἐν τῷ μηδὲν ? ἡμᾶς παραβλάπτειν ἐξ ὀλιγωρίας ὧν ἐνετείλατο ἡμῖν περὶ ἀγάπης. ὅτι πολλοὶ τον κόσμον. «Αγαπητοί, μή παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ Θεοῦ ἐστιν, ψευδοπροφῆται ἐξεληλύθασιν εἰς Ἐν τούτῳ γινώσκετε τὸ πνεῦμα τοῦ Θεοῦ. Πᾶν πνεῦμα ὁ ὁμολογεῖ Ἰησοῦν Χρι στὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ ἐστι. Καὶ πᾶν πνεῦμα ἢ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐν τοῦ Θεοῦ οὐκ ἔστι. Καὶ τοῦτό ἐστι τὸ τοῦ ᾿Αντιχρίστου, ὁ ἀκηκόατε ὅτι
col. 661–662page 20 of 32
PG 119:661ἔρχεται. Καὶ νῦν ἔν τῷ κόσμῳ ἐστὶν ἤδη. Ὑμεῖς ἡ ἐκ τοῦ Θεοῦ ἐστε τεχνία, καὶ νενικήκατε αὐτοὺς, ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν, ἡ ὁ ἐν τῷ κόσμῳ. Αὐτοὶ ἐκ τοῦ κόσμου εἰσὶ, διὰ τοῦτο ἐκ τοῦ κό σμου λαλοῦσι, καὶ ὁ κόσμος αὐτῶν ἀκούει. Ἡμεῖς ἐκ τοῦ Θεοῦ ἐσμεν. Ὁ γινώσκων τὸν Θεὸν, ἀκούει ἡμῶν. ὃς οὐκ ἔστιν ἐκ τοῦ Θεοί, οὐκ ἀκούει ἡμῶν. Ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας, καὶ τὸ πνεῦμα τῆς πλάνης.» Διελθὼν τὸν περὶ τῆς ἀγάπης τῆς εἰς τοὺς πλη στον λόγον, καὶ ταύτην εἶναι γνώρισμα ἀποφηνάμενος τῆς τοῦ Πνεύματος διαμονῆς οὗ ἐλάβομεν, νῦν ἐπιφέρει καὶ διάκρισιν τῶν ὄντως ἀδελφῶν, καὶ τῶν παραπλησίων, ἵνα ταύτην ἔχοντες, μὴ διὰ τὴν ἐντολὴν τὴν περὶ τῆς ἀγάπης, περιπίπτωμεν τοῖς ψευδαδέλφοις καὶ ψευδαποστόλοις καὶ ψευδοπροφήταις, μεγίστην έαυ τοῖς βλάβην ἐκ τούτου πορίζοντες. Ὡς γὰρ ὁμοτρόποις περιφυόμενοι, πρῶτον μὲν ἑαυτοὺς βλάψομεν, άσε- 187 βέσι τοῦ λόγου κεκοινωνηκότες τῆς πίστεως, καὶ τὰ ἅγια τοῖς κυσὶ παραθέμενοι, ἔπειτα καὶ τοὺς ἡμῖν προσανέχοντας. Ἡ γὰρ πρὸς αὐτοὺς ἡμῶν ἀγάπη πολλοὺς πείσει λαμβάνειν αὐτοὺς διδασκάλους, καὶ πιστεύειν τοῖς ὑπ' αὐτῶν λεγομένοις ἀφυλάκτως ἐκ της μεθ᾿ ἡμῶν κλεπτομένους αὐτῶν συναναστροφῆς. Καὶ τί τὸ γνώρισμα τούτων, ἀλλ᾽ ἢ τοῦτό φη σιν· Πᾶν πνεῦμα ὁ ὁμολογεῖ. Πᾶν πνεῦμα, ἤτοι προφητείας ἢ ἀξίωμα ἀποστολῆς, ὁ ὁμολογεῖ Κύ ριον Ἰησοῦν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ ἐστιν. Ο δὲ τοῦτο μὴ ὁμολογεῖ, ἐκ τοῦ Θεοῦ οὐκ ἔστιν, ἀλλὰ τὸ ἀξίωμα τοῦτο ἐκ τοῦ ᾿Αντιχριστου ἐστὶν, ὃ ἀκηκόατε. Πότε; Ἐξ οὗ πρὸ μικρῶν ἔλεγεν ὅτι Πολ λοὶ ᾿Αντίχριστοι ἐν τῷ κόσμῳ· τουτέστιν, οἱ πρός δρομοι τοῦ ᾿Αντιχρίστου. Τὴν δὲ ὁμολογίαν τῆς τοῦ? Κυρίου ἐν σαρκί παρουσίας, οὐχὶ γλώσσῃ φησί γί νεσθαι, ἀλλὰ τοῖς ἔργοις. Πῶς ὡς ὁ μακάριος Παϋ λός φησι Πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ περι φέροντες ἐν τῷ σώματι, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. Ὃς οὖν ἐνεργόν ἔχει τὸν Ἰησοῦν καὶ τῷ κόσμῳ ἀπέθανε, καὶ οὐκ ἔτι τῷ κόσμῳ ζῇ, ἀλλὰ τῷ Χριστῷ, καὶ περιφέρει τοῦτον, οὐκ ἐν τῇ τοῦ Χριστοῦ μόνον σαρκί, ἀλλὰ καὶ ἐν τῇ ἑαυτοῦ, οὗτος ἐκ τοῦ Θεοῦ ἐστιν. Οστις δὲ οὐχὶ Χριστῷ, ἀλλὰ τῷ κόσμῳ ζῇ, τουτέστι, ταῖς τοῦ κόσμου ἡδυπαθείαις, ὁ τοιοῦτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ. Διὸ καὶ Παυλός φησιν Όπου γε ὑμῖν ἔριδες καὶ διχαστασίαι, οὐχὶ σαρκικοί έστε, και κατὰ ἄνθρωπον περιπατεῖτε. ο Ὁ δὲ κατὰ ἀνθρώπου περιπατῶν, πνεῦμα Χριστοῦ οὐκ ἔχει. Ὁ δὲ 92?, lιο Χριστοῦ πνεῦμα μὴ ἔχων, τουτέστιν, ὁ μὴ κατὰ Χριστὸν ζῶν, τῷ κόσμῳ νεκρώσας ἑαυτὸν δηλονότι, οὗτος οὐκ ἔστι Χριστοῦ. «Ἐν τῷ κόσμῳ εἶναι ἤδη, ο τὸν ᾿Αντίχριστόν φησιν, οὐ σωματικῶς, ἀλλὰ διὰ τῶν προοδοποιούντων αὐτῷ τὴν παρουσίαν, ψευδοπροφη τῶν καὶ ψευδαποστόλων καὶ αἱρεσιωτῶν. Οὗτος δὲ ὁ ᾿Αντίχριστος, ἄνθρωπος τὸν Σατανᾶν περιφέρων ἔσται, ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα. Διὸ καὶ τὰ εἴδωλα σέβειν ἀθετήσει, οὓς Θεοὺς λεγομένους ἐσήμανε.. Διὰ δὲ τοῦ, πᾶν σέβα ἐν

Chapter VCaput V

col. 663–664page 21 of 32
PG 119:663σμα καὶ τὸν χριστιανισμόν· καὶ ἑαυτὸν μόνον ἀπο φαίνειν ἐπιχειρήσει Θεόν. Τούτοις γνωρίσας τοὺς τοῦ Κυρίου προφήτας καὶ ἀποστόλους, ἐπιφέρει· Ὑμεῖς δὲ οἱ ἐκ τοῦ Θεοῦ ὄντες, τεκνία, νενικήκατε αὐτοὺς, 188: ἤτοι τοὺς ψευδοπροφήτας. Πῶς; Ὅτι ὁ ἐν ὑμῖν Θεὸς μείζω ἐστὶν ἢ ὁ ἐν τῷ κόσμῳ, καθ᾽ ἂν οἱ ψευδοπροφῆται ζῇν εἴλοντο. Εἶτα τούτοις ἐπιφέρει καὶ ἕτερον αὐτῶν γνώρισμα τῶν ψευδοπροφητῶν, ὃ μάλιστα καὶ τοὺς ἡπλουστέρους τῶν πιστῶν ἐλύπει. Εἰκὸς γάρ τινας τούτων καὶ ἀσχάλμειν ὁρῶντας ἐκείνους μὲν τοῖς πολλοῖς περισπουδάστους, ἑαυτοὺς δὲ καταφρονουμένους. Καί φησι· Μὴ λυπεῖσθε, εἰ ὑπὸ τῶν πολ λῶν καταφρονεῖσθε ὑμεῖς, ἐκεῖνοι δὲ ὑπὸ τούτων προσλαμβάνονται. Τῷ γὰρ ὁμοίῳ τὸ ὅμοιον προσ τρέχει. Αὐτοὶ ἐκ τοῦ κόσμου εἰσὶ, καὶ ἐκ τοῦ κόσ σμου λαλοῦντες τουτέστι, κατὰ τὰς σαρκικὰς « ἐπιθυμίας διδάσκοντες ἔχουσιν αὐτοὺς κατηκόους, » ἐνδιάστροφοι ἐνδιαστρόφους. Ὑμεῖς, δὲ, ἅτε ἐκ τοῦ, Θεοῦ ὄντες, καὶ τῶν κοσμικῶν ἐπιθυμιῶν ἀλλοτριω μένοι, ἀπαράδεκτοι αὐτοῖς καθιστάμεθα. Ακούει δὲ ἡμῶν ἐκεῖνος ὁ σωφρόνως ζῶν, καὶ διὰ τοῦτο Θεὸν ἐπιγινώσκων ἕτοιμος ὑπέχειν ἡμῖν τὴν ἀκοήν. Διὸ καὶ ὁ Χριστός φησιν, Ὁ ἔχων ώτα ἀκούειν, ἀκουέτω, τὸν πρὸς εὐπείθειαν παρεσκευασμένον, ἐκείνῳ καὶ τὰ ὦτα μαρτυρῶν ἔχειν. Ταῦτα διαστειλάμενος, ἐπι 95:» φέρει λοιπὸν ὡς ἐπισφράγισμα των εἰρημένων αὐτῷ ἤδη, ὅτι ἐκ τούτου γινώσκομεν τοὺς τὸ πνεῦμα τῆς ἀληθείας, ἤτοι τὸ ἀληθὲς ἔχοντας προφτικὸν ἀξίω μπ, καὶ τὸ πνεῦμα τὸ πλάνον, τὸ τῆς ψευδοπροφητείας. ΚΕΦΑΛ. Ε΄. «Περὶ φιλαδελφίας εἰς θεοσέβειαν.» «᾿Αγαπητοί, ἀγαπῶμεν ἀλλήλους. ὅτι ἡ ἀγάπη ἐκ τοῦ Θεοῦ ἐστι. Καὶ πᾶς ὁ ἀγαπῶν ἐκ τοῦ Θεοῦ γεγέννηται, καὶ γινώσκει τὸν Θεόν. Ὁ μὴ ἀγαπῶν οὐκ ἔγνω τὸν Θεὸν, ὅτι ὁ Θεὸς ἀγάπη ἐστίν. Ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ Θεοῦ, ὅτι τὸν Υἱὸν αὐτοῦ μονογενῆ ἀπέσταλκεν ὁ Θεὸς εἰς τὸν κύ σμον, ἵνα ζήσωμεν δι' αὐτοῦ. Ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, οὐχ ὅτι ἡμεῖς ἀγαπήσαμεν τὸν Θεὸν, ἀλλ' ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς, καὶ ἀπέστειλε τὸν Υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν. ᾿Αγαπητοί, εἰ οὕτως ἠγάπησεν ἡμᾶς ὁ Θεὸς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν, ο Καὶ μετὰ ταῦτα ἀναλαμβάνει παλιν τὸν περὶ τῆς ἀγάπης λόγον. Δείξας γὰρ τίνα χρὴ ἀγαπᾶν, ὅτι τοὺς ὁμοιοτρόπους, ἔχεται λοιπὸν τῶν ἐξ ἀρχῆς, ἐκ τοῦ Θεοῦ εἶναι λέγων καὶ τὴν ἀγάπην καὶ τὸν ἀγα πῶντα, καὶ μόνον τοῦτον τὸν ἀγαπῶντα ἐκ τοῦ Θεοῦ γεγεννῆσθαι, καὶ ἐγιγινώσκειν Θεὸν, τὸν δὲ μὴ ἔχοντα τὴν ἀγάπην, καὶ τὸν Θεὸν ἀγνοεῖν, τοῖς ἐναντίοις τὰ ἐναντία πιστούμενος. Πῶς δὲ ὁ μὴ ἀγαπῶν οὐκ ἔγνω Θεόν, κατασκευάζει οὕτως·: Ὁ Θεὸς ἀγάπη ἐστί. ο Πόθεν δῆλον; Αφ᾿ οὗ ἀπέστειλε τὸν Υἱὸν αὐτοῦ τὸν μου νογενῆ εἰς τὸν κόσμον, ἵνα τὴν ὄντως ζωὴν παράσχει
col. 665–666page 22 of 32
PG 119:665ἡμῖν, καὶ ζήσωμεν δι' αὐτοῦ. Ωσπερ γὰρ ἀγαθότης λέγεται, ὅτι δι᾿ ἀγαθότητα απέκτησε τὸν νοητὸν κό σμον καὶ τὸν αἰσθητόν, ἵνα ἔχῃ τοῦ ὄντως ὄντος ἑαυτοῦ κοινωνούς, οὕτω καὶ δι᾿ ἀγάπην τὴν εἰς ἡμᾶς δοὺς τὸν μονογενῆ αὐτοῦ Υἱὸν εἰς τὸν κόσμον, ἔδειξε καὶ διὰ τούτου ὅτι ἀγάπη ἐστὶ, διὸ καὶ αὐτὸς ἐπι φέρει. «Ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, ἀντὶ τοῦ, Εν τούτῳ δείκνυται ὅτι ἀγάπη ἐστὶν ὁ Θεός. Εἶτα ἐξαί ρων τὸ τῆς τος Θεοῦ ἀγάπης καλόν, φησίν, οὐχ ὅτι δὲ ἡμεῖς ἀγαπῶμεν αὐτὸν, τοῦτο ἐποίησεν ὁ Θεὸς, τὸν ἑαυτοῦ Υἱὸν, ὑπὲρ ἡμῶν δούς· ὅπερ ἐποφείλεται τοῖς ἀγαπωμένοις, ἀντιδιδόναι ἀγαπῶσι τὴν ἴσην διάθεσιν, ἀλλὰ προκατάρχων τῆς εἰς ἡμᾶς εὐ εργεσίας δι' ἀγάπης, ἀπέστειλε τὸν Υἱὸν αὐτοῦ. Καί οὐ μόνον ἀπεστειλεν· ἀλλὰ καὶ ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν διὰ τοῦ ἰδίου αἵματος ἐξιλάσασθαι. Εἰ οὖν οὕτως, " φησὶν, ἠγάπησεν ἡμᾶς ὁ Θεὸς, καίτοι μηδὲν εἰς φύσιν αὐτῷ κοινωνοῦντας, πολλῷ πλέον ὀφείλομεν καὶ ἡμεῖς τοὺς ἀμοφυεῖς ἡμῖν ἀγαπᾶν καὶ γνόντες τὸ ἀπὸ τῆς ἀγάπης καλὸν, ἀλλήλοις τοῦτο διακονεῖν. "Ωσπεπ γὰρ ἔγκλημα τῷ μὴ αἰρουμένῳ τὸ αἱρετὸν, καὶ τῷ μὴ φιλοῦντι τὸ φιλητὸν, οὕτως ἔπαινον περιποιεῖν τοῖς ἀγαπῶσι τοὺς ἀξίους ἀγάπης, διὰ τὸ εἶναι ἀγαπητοὺς Οὕτω δὲ διατεθέντες ἔχομεν ἀμφότερα, καὶ τὸ ἀγαπητοί, διὰ τὸ ὑπὸ Θεοῦ ἠγαπῆσθαι καὶ προσληφθῆναι ὑπ' αὐτοῦ, καὶ τὸ ἀγαπητικοί, διὰ τῆς πρὸς τοὺς πλησίον ἀγάπης· ἀγάπης δὲ τῆς εἰλικρινούς καὶ καθαρᾶς, ἀλλ᾽ οὗ τῆς ἐμπαθούς τε καὶ ῥυπαρᾶς ἥτις λῃσταῖς ἂν καὶ τοῖς ἄλλοις κακούργοις ἐγγέ νοιτο. Θεὸν οὐδεὶς πώποτε τεθένται. Ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει, καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν. Εν τούτω γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν, Καὶ ἡμεῖς τεθεαμεθα καὶ μαρτυροῦμεν, ὅτι ὁ Πατὴρ ἀπέσταλκε τὸν Υἱὸν Σωτῆρα τοῦ κόσ σμου.» Εἴπομεν καὶ πρὸ τούτου, ὡς ἔθος τῷ μακαρίν τούτῳ, τὰ αὐτὰ περὶ τῶν αὐτῶν ἀναλαμβάνειν, τοῦ τε ἐξιν βούλεσθαι τῶν λεγομένων τοῖς μαθητευομένοις περιποιεῖν, καὶ ἐπὶ τὸ τρανώτερον τὸν λόγον ἄγειν καὶ τελεώτερον. Ἑτέρως γὰρ καὶ ἑτέρω; ἐπιχειρῶν ἀπὸ τῶν ἐν τῷ πράγματι ἐνθεωρουμένων, καὶ οἷον τὸ ἐλλιπὲς τοῦ λόγου αναπληρών, τελεωτάτην την τῶν λεγομένων ποιεῖται ἀπόδειξιν. Κατὰ ταύτην καὶ νῦν τὴν ἀγωγὴν χρώμενος τῷ λόγῳ φησί· «Θεὸν οὐδεὶς πώποτε τεθέαται, ο Ἐπεὶ γὰρ περὶ τῆς ἀγά πης τῆς εἰς τοὺς ἀδελφοὺς ποιούμενος τοὺς λόγους τὸν Θεὸν εἰς ὑπόδειγμα προήγε, ούντα τὸν Υἱὸν αὐ τοῦ τὸν μονογενῆ διὰ τὴν περὶ ἡμᾶς ἀγάπην εἰς θά νατον. ᾿Ακόλουθον δὲ ἦν εἰπεῖν τινα, Καὶ πόθεν τοῦτο λέγεις περί πραγμάτων ἀθεάτων καὶ ἀνεφίκτων, καὶ διαβεβαιοῖς ἡμᾶς οἷς μήπω τις ἔγνωκε; συντρέχων οὖν τοῖς οὕτω λέγουσι φησ καὶ αὐτὸς, ὅτι Θεὸν μὲν οὐδείς ἑώρακε πώποτε. Σύμφημι καὶ αὐτός. ᾿Αλλ᾽ ἐκ τῆς εἰς ἀλλήλους ἀγάπης, φησί, γινώσκομεν, ὅτι ὁ Θεὸς ἐν ἡμῖν ἐστι. Καὶ καλῶς τοῦτο λέγει, αγαπητοί, ἀγαπητικοί,
col. 667–668page 23 of 32
PG 119:667εἰσὶ καταλαμβάνομεν. ᾿Αμέλει ὥσπερ οὐδὲ ψυχήν τις ἑώρακεν, ἀλλ᾽ ἐκ τῶν ἐνεργειῶν γοῦν καὶ τῶν κινη μάτων κατανοεῖ ὡς ἐνυπάρχει, οὕτω ἡμῖν καὶ τὴν εἰς ἡμᾶς αὐτοῦ ἀγάπην, ὡς διὰ τινος κινήσεως καὶ ἐνερ γείας γινώσκομεν. Εἰ δέ τοῦτο οὐκ ἔξω τοῦ εἰκότος, οὐδὲ ὁ θεῖος οὗτος ἀνὴρ παρὰ τὸ εἰκὸς ἐκ τῆς ἐνεργείας εἶναι τὸν Θεὸν καὶ ἐν ἡμῖν δείκνυσι. Καὶ τίς ἡ ἐνέργεια; Ἡ εἰς τοὺς πλησίον ἡμῶν καθαρὰ καὶ ἄδολος ἀγάπη. Πολλὰ γὰρ τῶν ἀθεάτων ἡμῖν ἐκ τῶν ἐνεργειῶν, ὅτι Αὕτη γὰρ καὶ ἐνεργής καὶ ἀνελλιπής, ἐν τῷ καθαρά δηλονότι εἶναι. Τοῦτο το γνώρισμα τῆς τε ἡμῶν ἐν αὐτῷ μονῆς καὶ τῆς ἐν ἡμῖν ἐκεί νου, καὶ ὅτι, φησί, τοῦτο ἐκ τοῦ Πνεύμανος αὐτοῦ δέδωκεν ἡμῖν, Ὁ γὰρ καθαρός καθαρὰ καὶ ἄχραντα παντὸς ρύπου χαρίζεται. Ἐπεὶ οὖν διὰ τῆς καθαρᾶς ἀγάπης αὐτῷ κοινωνοῦμεν, ἐκ τούτου καὶ ἡμεῖς, φη σιν, οἱ κατὰ σάρκα τεθεαμένοι αὐτὸν ἔγνωμεν καὶ μαρτυροῦμεν, ὅτι ὁ Πατὴρ ἀπέσταλκεν αὐτὸν Σω τῆρα τοῦ κόσμου. ᾿Αλλὰ καὶ πρὸς τῇ ἡμετέρα γνώ σει, καὶ αὐτὸς ἐξηγήσατο, τελεώτερον ἡμᾶς τῇ «τοιαύτῃ ἐμβιβάζων γνώσει, ποτὲ μὲν λέγων, «Εξω ἦλθον ἀπὸ τοῦ Πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον,» τοῦτο περὶ τοῦ καταπέμψαι ὑπὲρ τῆς ἡμετέρας ἀγάπης ἀπ᾿ οὐρανοῦ τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ εἰς τὸν κόσμον· καὶ δι᾿ ἑτέρων δὲ πάλιν τρανότερον ο «Τοσούτον γάρ, φησίν, ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ μὴ ἀπόληται· ο καὶ, «Οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ᾽ ἵνα σώσω τὸν κόσμον. 97. Εχομεν τοίνυν καὶ ἀπὸ τῆς αὐνοψίας, φησὶ, καὶ ἀπὸ τῆς τοῦ Μονογενοῦς ἐξηγήσεως τοῦ ὄντος, εἰς τὸν κόλπον τοῦ Πατρὸς, ὡς ἐν Εὐαγγελίοις εἴρηται, καὶ ἀπὸ τῆς ἐνεργείας διὰ τῆς εἰς ἀλλήλους ἀγάπης, ὅτι ὁ Θεὸς ἐν ἡμῖν, καὶ ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδω καν ἡμῖν, καὶ κοινωνοῦμεν αὐτῷ. «Ος ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἀν τῷ Θεῷ. Καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην, ἢν ἔχει ὁ Θεὸς ἐν ἡμῖν. Ὁ Θεὸς ἀγάπη ἐστὶ, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει, καὶ ὁ Θεὸς ἐν αὐτῷ. Ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθ᾿ ἡμῶν, ἵνα παῤῥησίαν ἔχωμεν ἐν τῇ ἡμέρα τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστι, καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ, ο Τοῦτο πρὸς τὸ πρὸ βραχέος εἰρημένον ἀναφέρεται τό, ὅτι πᾶν πνεῦμα ὁ ὁμολογεῖ ᾿Ιησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ ἐστι. Ἐπεὶ γὰρ ἱκανῶς ἀπέδειξεν, ὅτι καὶ τέκνα εἰσὶ Θεοῦ, καὶ ὁ Θεὸς ἐν αὐτοῖς μέσ νει, ἀπέδειξε δὲ τοῦτο διὰ τῆς εἰς ἀλλήλους ἀγάπης, ήτις ὅτι ἐδόθη αὐτοῖς Πνεῦμα ἅγιον, ἤτοι πνευματικὰ χαρίσματα, βεβαιοῦται, ἐπαναφέρει πάλιν ἐπ' ἐκεῖνα τὸν λόγον, καὶ φησιν, «Ὃς ἐὰν ὁμολογήσῃ ὅτι ᾿Ιησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει • τοιοῦτο λέγων· εἴρηκεν ἀνωτέρω, Πᾶν πνεῦμα ὁμολογοῦν Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐλη
col. 669–670page 24 of 32
PG 119:669σει λυθότα, ἐκ τοῦ Θεοῦ εἶναι. Προϊὼν δέ μοι ὁ λόγος, φησὶ, καὶ ἕτερόν τι ἐξέφηνε. Καὶ τοῦτο τοίνυν προ τίθημι, ὅτι οἱ ὁμολογοῦντες ταῦτα, καὶ μένων ἔχου σιν ἐν ἑαυτοῖς τὸ Πνεῦμα, ἤτοι τὸν Θεὸν, καὶ τὰ τούτου πνευματικά χαρίσματα, καὶ αὐτοὶ ἐν Θεῷ μένουσι. Καὶ τοῦτο οὐχ ὡς ἔτυχε φαμεν, ἀλλὰ βε βαίᾳ γνώσει καὶ πίστει διὰ τῆς εἰς ἀλλήλους ἀγά πης. ᾿Αγάπης δὲ μνημονεύσας, ἐπιφέρει καὶ πάντα τὰ περὶ ἀγάπης ἅπερ φθάσας εἴρηκε, πίστιν πολλήν « τῷ περὶ ἀγάπης παρεχόμενος λόγῳ. Εν τούτῳ τετελειῶται ἡ ἀγάπη, η Βουλόμενος, φησὶν ἡμᾶς τετελειῶσθαι ἐν τῇ ἀγάπῃ, ἵνα παῤῥησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, πρὸς τὸν ἐνανθρωπήσαντα δηλονότι, ὅτι καὶ αὐτός ἔστιν ὁ χρόνων κατὰ τὴν αὐτοῦ ἀπόφανσιν, τήν, ὅτι Ὁ Πατήρ οὐδένα κρί νει, ἀλλὰ τὴν κρίσιν ἅπασιν δέδωκε τῷ Υἱῷ. Καὶ ὅτε πρὸς τὸν ἐνανθρωπήσαντα ἡ παῤῥησία ἡμῖν ἔσται, ἐδήλωσε διὰ τῶν ἐπομένων εἰπὼν, ὅτι Καθώς ἐκεῖνος ἐστι, καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ, τοῦτο λέγων, προσποδεδειγμένου ὅτι ὁ Θεὸς ἐν ἡμῖν καὶ ἡμεῖς ἐν αὐτῷ, τὸ τέλειον, φησὶ, καὶ ἑαυτοῖς ἐπιμαρ τυρόμεθα τῆς ἀγάπης. Ὡς οὖν ἐκεῖνος ἦν ἐν τῷ κόσμῳ ἄμωμος καὶ καθαρὸς, διὸ καὶ ἔλεγεν, Ερ χεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρή οὐδέν » οὕτω καὶ ἡμεῖς ἐσόμεθα ἐν τῷ κόσμῳ, τι χρονία, φησί. Τὸ γὰρ, ἔστι καὶ ἐσμέν, ἤτοι κατὰ ἀντι χρονίαν κεῖται, ὡς τῇ Γραφῇ ἔθος, ἢ βαθύτερόν τι σημαίνει διὰ τούτου. Εἴρηκε γὰρ πολλάκις, ὅτι ἡμεῖς ἐν τῷ θεῷ, καὶ ὁ Θεὸς ἐν ἡμῖν. Εἰ οὖν τοῦτο, ἀγνῶς, δὲ ἐκεῖνος ἐστιν ἐν ἡμῖν, τουτέστιν, ἁγνείας ἡμῖν ὑφηγητὴς καὶ ὕπαρχος, οὕτω καὶ ἡμεῖς αὐτὸν περιφέρωμεν ἐν τῷ κόσμῳ τούτῳ, ἀγνῶς καὶ καθα ρῶς, τεθνεῶτες τῷ κόσμῳ, πάντοτε τὴν νέκρωσιν αὐ τοῦ ἐν τῷ σώματι περιφέροντες. Οὕτω δὲ βιοτεύοντες, φησὶ παῤῥησιασόμεθά τε πρὸς αὐτόν, καὶ φόβου παν τὸς ἐκτὸς τότε ἐσόμεθα. Τετελειωμένοι γὰρ ἐν τῇ ἀγά- 595 διὰ τῶν ἀγαθῶν ἔργων, πόῤῥω τοῦ φόβου ἐσόμεθα. Καὶ ἐπιφέρει τούτου πιστωτικὸν τὸ, ὅτι ἡ τελές ἀγά πη ἔξω βάλλει τὸν φόβον; Ποῖον δὲ φόβον αὐτός φησιν, ὅτι τὸν κολαστικόν. Εσται γάρ τινα καὶ ἀγαπᾶν διὰ φό ον τοῦ κολασθῆναι. Οὗτος δὲ ὁ φόβος οὐ τετελείωται, τουτέστιν, οὐ τῆς τελείας ἐστὶν ἀγάπης. Ταῦτα εἰ ρηκὼς περὶ τῆς τελείας ἀγάπης, καὶ στικῶς δείκνυσιν ὡς ὠφείλομεν ἀγαπᾶν τὸν Θεὸν, ὅτι καὶ αὐτὸς, φησί, πρῶτος ἠγάπησεν ἡμᾶς. Οφεί λομεν δὲ τὸν προκατάρχοντα ἡμῖν ἀγαθοῦ σπου δαιότερον πρὸς τὴν ἀνταμοιβήν τούτου ἐπείγεσθαι καὶ ἡμεῖς, ὥσπερ ἀνωτέρω διεξοδικώτερον ἡμῖν εἴ ρηται, Εζήτησαν δέ τινες πῶς τοῦ Δαυίδ λέγοντος, Φοβήθητε τον Κύριον πάντες οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑςτέρημα τοῖς φοβουμένοις αὐτὸν, νῦν οὗτός φησιν, Η τελεία ἀγάπη ἔξω βάλλει τον φό. βον. Οὐ δήπου γὰρ οἱ ἅγιοι τοῦ Θεοῦ τετελείωνται ἐν τῇ ἀγάπῃ, οἷς τὸ φοβεῖσθαι προστάσσεται. Φαμὲν οὖν ὡς διττός ἔστιν ὁ φόβος. Ὁ μὲν προκατ αρτικός, ὃς καὶ σύνδρομον ἐπιφέρεται τὴν κόλασιν διὰ τὰ πεπραγμένα αὐτῷ δεινά, τοῦ προσιόντος Θεῷ πη καταναγκα χιν, ΧΧΧΙΙΙ,
col. 671–672page 25 of 32
PG 119:671φοβουμένου, καὶ διὰ ταῦτα προσιόντος ἵνα μὴ κοι «λασθῇ. Καὶ οὗτος μὲν ὁ προκαταρκτικός. Ὁ δὲ τε λειωτικὸς δέους μὲν τοιούτου ἀπήλλακται. Διὸ καὶ ἁγνὸς εἴρηται, καὶ διαμένων εἰς αἰῶνα αἰῶνος. Ο φόβος γάρ, φησί, Κυρίου ἁγνὸς διαμένων εἰς αιώνα αἰῶνος, ο τού προκαταρκτικοῦ οὔτε ἀγνοῦ οὔτε μονίμου ὄντος, ἀλλ᾽ ἐν τῇ τελείᾳ ἀγάπῃ ἐκλείποντος. Τίς οὖν, καὶ διὰ τί ὁ τελειωτικὸς φόβος; Ὁ διὰ τὸ τε λείως εἰς ἀγάπην ἀναληφθῆναι, σπουδὴν ποιούμενος μὴ ἔλλειπειν τι αὐτῷ ὡς εἰκὸς τὸν σφόδρα ἀγαπῶντα ἐπιτελεῖν τῷ ἀγαπωμένῳ. Φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλ᾽ ἡ τελεία ἀγάπη έξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβοι κόλα σιν ἔχει. Ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ. Ἡμεῖς ἀγαπῶμεν αὐτὸν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμας. Εάν τις εἴπῃ, ᾿Αγαπώ τὸν Θεὸν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισή, ψεύστης ἐστιν. Ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν έώρακε, τὸν Θεὸν ὅν οὐχ ἑώρακε, πῶς δύναται αγαπᾷν; Καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ' αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεόν, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ.» Ὁ γνησίως ἀγαπῶν τὸν Θεὸν, οὐ διὰ τὴν ἀπειλὴν τῶν κελάσεων ποιεῖ τὰ θεάρεστα, ἀλλὰ τῷ τῆς ἀρε της φίλτρῳ, καὶ τῇ ἀγάπῃ τῇ πρὸς τὸν Θεόν, οὐ μὴν οὐ διὰ τὸν γνήσιον φόβον ἑαυτὸν ἀσφαλιζόμενος, δς ἐστιν έρως τοῦ καλοῦ. ῾Η πάλιν ὁ φόβῳ τοῦ ἐμπε σεῖν εἰς κόλασιν ποιῶντι, ὃ αὐτός ἐστι τῷ προτέρῳ. Διὸ ἐπάγει Ο φόβος κόλασιν ἔχει. 'Εάν τις εἴπῃ, ὅτι, ᾿Αγαπῶ τὸν Θεόν, ο Διαβιβαστικὴν εἶναι τὴν ἀγάπην, ἀπό τε τοῦ Θεοῦ πρὸς ἡμᾶς, καὶ ἡμῶν πρὸς αὐτὸν καταναγκαστικῶς ἀποδείξας. καὶ τοῦτο προσ θεὶς πάλιν, ὅτι εἰ οὕτως ἠγάπησεν ἡμᾶς ὁ Θεὸς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν, νῦν αὖθις πρὸς τοῦτο ἀναφέρων τὸν λόγον φησὶν, ὅτι ἐπειδὴ χρεωστικῶς ἡμῖν ἀπόκειται τὸν ἀδελφὸν ἀγαπᾶν, ἐξ ὑποδείγματος τῆς τοῦ Θεοῦ πρὸς ἡμᾶς ἀγάπης, ἢ καὶ ἀντεισφέροντες καὶ ἀνταποδιδόντες Θεῷ, τὴν ὀφειλὴν ἀποπληροῦντες ἐσόμεθα, χρή φησιν, ἀνα υπερθέτως τὸν ἀδελφὸν ἀγαπᾶν, εἰς τελεώτατον γνώρισμα τῆς πρὸς Θεὸν ἀγάπης. Εἰ γὰρ μὴ τοῦτο, οὐδὲ ἡ πρὸς Θεὸν ἀγάπη ἡμῶν σωθείη, ὡς τῆς «οφειλῆς τῆς πρὸς ἀλλήλους διαπιπτούσης, ἣν ἔκ τῆς η πρὸς Θεὸν ἀγάπης ἐσχήκαμεν. Ὁ γὰρ μὴ ἀγα τῶν τὸν ἀδελφόν, Επιφέρει δὲ καὶ τούτου ἐναργέστατον εἰς ἔλεγχον λόγον τῶν ἐπιχειρούντων νοθεύειν τὴν θείαν ἀγάπην, τοιοῦτόν τι λέγων· Ἡ ἀγάπη πάντως ἐκ τῆς πρὸς ἀλλήλους συνίσταται συν ηθείας. Ἡ δὲ συνήθεια ἐπόμενον ἔχει τὸ ὁρᾶν τὸν ἀδελφὸν αὐτοῦ, καὶ ταύτῃ μάλιστα συνδεῖσθαι πρὸς τὴν ἀγάπην αὐτοῦ. Εφελκυστικὸν γὰρ ὅρασις πρὸς ἀγάπην. Εἰ δὲ τοῦτο, ὁ τὸ μᾶλλον ἐφελκόμενον εἰς ἀγάπην παρ᾽ οὐδὲν ποιούμενος, καὶ τὸν ἀδελφὸν ὃν ἐώρακε μὴ ἀγαπῶν, πῶς τὸν Θεὸν ὃν οὐχ ἑώρακε φάσκων ἀγαπῶν, ὃς μηδὲ συνήθης ἐστὶν αὐτῷ, μηδὲ αἰσθήσει μηδεμιᾷ ληπτός, ἀληθεύων φωρα θείη; Εἰ τοῦτο οὖν τις ἀναιδευόμενος λέγοι, φησί, xvΙΙΙ,
col. 673–674page 26 of 32
PG 119:673τὸν μὲν Θεὸν ἀγαπᾶν, μισεῖν δὲ τὸν ἀδελφὸν, οὐ πρὸς οἷς τὴν ἀγάπην τὴν θείαν νοθεύει, ἔτι καὶ τῆς ἐντο-??: « λῆς αὐτοῦ παραβάτης ευρίσκεται; Ποίας; τῆς λεγούς σης. «Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Ὁ οὖν τὸν Θεὸν ἀγα πῶν, καὶ τούτου μαθητής διισχυριζόμενος εἶναι, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ κατὰ τὴν ἐκείνου ἐντολήν. ΚΕΦΑΛ. Γ'. Περὶ θεολογίας Υἱοῦ ἐν δόξῃ Πατρὸς, καὶ περὶ νίκης τῆς κατὰ τοῦ πονηροῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ εἰς ζωήν, ο «Πᾶς ὁ πιστεύων, ὅτι Ἰησοῦς ἐστὶν ὁ Χριστὸς, ἐκ τοῦ Θεοῦ γεγέννηται. Καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαννα, ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ. Ἐν τούτῳ γινώσκομεν, ὅτι ἀγαπῶμεν τὰ τέκνα του Θεοῦ, ὅταν τὸν Θεὸν ἀγαπῶμεν τὰ εὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. Αὕτη γάρ ἐστιν ἡ ἀγάπη του Θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρώμην. Καὶ αἱ ἐντολαί αὐτοῦ βαρεῖαι οὐκ εἰσι. "Οτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ, νικᾷ τὸν κόσμον, καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον ἡ πίστις ἡμῶν, Τίς ἐστιν ὁ νικῶν τὸν κόσμον εἰ μὴ ὁ πιστεύων, ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ; Ταῦτα εἰρηκώς, καὶ ἑτέροις πάλιν πιστοῦται τὸν λόγον, οὕτω πως κατασκευάζων· Εἰ ἐντολὴν ἐλάβο μὲν ἀπὸ τοῦ Διδασκάλου ἀλλήλους ἀγαπᾶν, πάντως εἰ πιστεύομεν ὅτι ὁ διδάσκαλος ἡμῶν Ἰησοῦς ἐστιν ὁ Χριστὸς, ὃς ἐν τούτῳ ἐστι Χριστὸς ἐν τῷ Θεὸς εἶναι καὶ ἄνθρωπος, φυλάξομεν καὶ τὰς ἐντολὰς αὐτοῦ, ὡς διδασκάλου, ὡς Θεοῦ. Πιστεύοντες δὲ Θεὸν αὐτὸν εἶναι, υἱοὶ αὐτοῦ χρηματίζομεν, καθὼς καὶ ἐν Εὐαγ γελίοις εἴρηται. Οσοι δὲ ἔλαβον αὐτὸν,» τουτέστιν, ὅσοι ἐπίστευσαν εἰς αὐτὸν, «ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. ο Εἰ γεγεννήμεθα δὲ ἐξ αὐτοῦ, 5.» πάντως καὶ τὸ καθῆκον τῷ γεγεννηκότι ἐπιδειξόμεθα. Τί τοῦτο Τὸ ἀγαπᾶν τὸν γεγεννηκότα, φύσει τού του τοῖς τέκνοις πρὸς τοὺς πατέρας ἐπακολουθοῦντος. Ἐπεὶ δὲ, φησὶν, τοῦτο, πάντες οἱ πεπιστευκότες ἐξ αὐτοῦ γεγεννήμεθα, (εἰ δὲ ἐξ αὐτοῦ γεγεννήμεθα, ὀφειλέται ἐσμὲν καὶ διὰ τοῦτο ἀλλήλους ἀγαπᾶν, καὶ ὡς ἀδελφοὶ, καὶ ὡς ἐξ αὐτοῦ γεγεννημενοι,) ἐπιφέρει καὶ τούτου πίστιν, ὡς ὁ ἀγαπῶν τὸν γεννήσαντα, καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ ἀγαπᾷ, εἶτα ἀντιστρόφως χρῆται τῷ λόγῳ, καὶ φησιν ὅτι ν ἡ πρὸς τοὺς ἀδελφοὺς ἤτοι τὰ τέκνα τοῦ Θεοῦ ἀγάπη, τὴν εἰς τὸν τεκόντα ἀγάπην βεβαιοτ. 'Ανω μὲν γὰρ ἔλεγεν, Ὁ ἀγαπῶν τὸν Θεὸν, καὶ τὸν ἀδελ φὸν αὐτοῦ ἀγαπᾶν,» νῦν δὲ ἀντιστρέψας λέγει, ὅτι: « ὁ ἀγαπῶν τὰ τέκνα τοῦ Θεοῦ, καὶ τὸν Θεὸν ἀγαπᾷ. Καὶ δεῖγμα τῆς εἰς Θεὸν ἀγάπης, τὴν εἰς τὸν ἀδελ φὸν ἀγάπην τίθεται. Εἶτα τὴν εἰς Θεὸν ἀγάπην, καὶ τῶν ἐντολῶν αὐτοῦ ποιητικὴν φησι, καλῶς τοῦτο λέγων. Ο γὰρ ἀγαπῶν με, αὐτός γησιν ὁ Σωτὴρ, τὰς ἐντολᾶς μου τηρεῖ. Αὕτη γάρ ἐστιν ὁ ἀγάπη τοῦ Θεοῦ. ὁ Ἐν ὑπερόπτῷ ἀκουστέον τὸ προκείμενον οὕτως Αὕτη γὰρ ἐστιν ἢ ἀγάπη, ἵνα τὰς ἐντο λὰς αὐτοῦ τηρῶμεν, ὅτι πᾶν τὸ γεγεννημένον ἐκ

Chapter VICaput VI

col. 675–676page 27 of 32
PG 119:675α τοῦ Θεοῦ. Τὸ δὲ, Βαρεται οὐκ εἰσὶ παρεμβέβληται. Καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσί. Οὐκ εἶ πεν ὥσπερ ὁ Χριστός, ὅτι • Ο ζυγός μου ἐλαφρός «;» ἐστι, ο καὶ αὐτός, ὅτι αἱ ἐντολαὶ ἐλαφραι εἰσιν, ἀλλ' ὅτι βερεται οὐκ εἰσι. Τῷ γὰρ ἀναγομένῳ κατ' ἀρε τὴν καὶ τὰ πάνω βαρέα κούφα λογίζεται, ὥσπερ τῷ ἀποβεβληκότι τὴν πάντα κατορθοῦσαν τὰ καλὰ εὐ ρωστίαν, καὶ τὰ πάνυ ἐλαφρὰ βαρέα λογίζεται. Ἐπειδὴ γάρ ἐδόκει τισὶ τὰς ἐντολὰς τοῦ Θεοῦ βαρείας είναι ἅτε Θεοῦ, διὰ τοῦτό φησιν ὅτι Εἱ ἐνα τολαί αὐτοῦ Βαρεται οὐκ εἰσι. Τί γὰρ βαρὺ τὸ ἀγα πᾶν τὸν ἀδελφόν; ἀλλὰ καὶ τὸ ἐν φυλακῇ ἐπισκέπτεσθαι τί βαρύ; Οὐ γὰρ ἐξαιρεῖσθαί φησι τὸν ἐν φυλακῇ, ὃ δυσχερές, ἀλλ' ἐπισκέπτεσθαι μόνον οὐδὲ τὸν ἀσθενοῦντα ἀπαλλάττειν τῆς νόσου, ἀλλὰ μόνον ἐπισκέπτεσθαι· οὐδὲ τῷ πεινῶντι πολυτελῆ τράπεζαν παρατιθέναι κελεύει, ἢ τῷ γυμνῷ ἱμάτιον διδόναι περιττῇ ποικιλία κατεκευασμένον, ἀλλὰ τὰ τὴν ἀναγκαῖαν χρείαν παρεχόμενα, ἣν ὁ πεινῶν καὶ ή γυμνητεύων ἐπιζητεῖ. Οὕτως τὰ περὶ τούτων διοικησάμενος, ἐπιτίθησι τούτοις τοῖς ἤδη εἰρημένοις καὶ ἕτερον ἐπακτικὸν πρὸς μεταχείρισιν τῆς ἀγά πης. Τί τοῦτο; Τὴν νίκην. Φησὶ γὰρ, ὅτι διὰ τῆς πρὸς τὸν ἀδελφὸν ἀγάπης, τέκνα συνιστῶντες ἐχυ τοὺς τοῦ Θεοῦ, ἔχετε καὶ τοῦτο ἤδη τοῦ κατορθώματος τούτου ἐπακολούθημα, τὸ τὸν κόσμον νικᾷν. Τὸ γὰρ γεγεννημένον ἐκ τοῦ Θεοῦ νικᾷ τὸν κόσμον. Εἶτα παρατίθησι καὶ τὴν νίκην, καὶ τὸ διὸ ἡ νίκη, τὴν – πίστιν ἀμφότερον εἶναι λέγων, δηλονότι τὴν πρὸς τὸν Θεόν, ἤ τις καὶ ἐκ τοῦ Θεοῦ γεννηθεῖσα ἐνίκησε πᾶσαν ἀπιστίαν καὶ ἀπήλασε, καὶ Ἰουδαῖος, οὔτε Ελλην, οὔτε αιρετικός δύναται πρὸς αὐτήν. Καὶ 596 ἐπειδὴ ἡ πίστις οὐ ψιλή νικᾶς, ἀλλὰ μετὰ τοῦ ἔχοντος αὐτὴν, διὰ τοῦτο προστίθησι· «Καὶ τίς ἐστιν ὁ νι κῶν τὸν κόσμον, εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ; Καὶ τίς οὗτός ἐστὶν Ιησούς Ὁ δι᾽ ὕδατος καὶ ἵματος Ἰησοῦς ὁ Χριστός. η δ Οὗτός ἐστιν ὁ ἐλθὼν δι᾽ ὕδατος καὶ αἵματος Ιησοῦς Χγιστός, οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλ' ἐν τῷ ὕδατι καὶ τῷ αἵματι. Καὶ τὸ Πνεῦμά ἐστι, τὸ μαρτυροῦν, ὅτι τὸ Πνεῦμά ἐστιν ἡ ἀλήθεια. Οτι τρεῖς εἰσιν οἱ μαρτυροῦντες, τὸ Πνεῦμα, καὶ τὸ ὕδωρ, καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς τὸ ἔν εἰσιν. Εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ Θεοῦ μείζων ἐστίν. Ὅτι αὕτη ἐστὶν ή μαρτυρία του Θεοῦ, ἢν μεμαρτύρηκε περὶ τοῦ Υἱοῦ αὐτοῦ, Ὁ πιστεύων εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, ἔχει τὴν μαρτυρίαν ἐν ἑαυτῷ. Ὁ μὴ πιστεύων τῷ Θεῷ, ψεύστην πεποίηκεν αὐτὸν, ὅτι οὐ πεπί στευκεν εἰς τὴν μαρτυρίαν, ἢν μεμαρτύρηκεν ὁ Θεὸς περὶ τοῦ Υἱοῦ αὐτοῦ. Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία, ότι ζωὴν αἰώνιον ἔδωκεν ἡμῖν ὁ Θεός͵ Καὶ αὕτη ἡ ζωὴ ἐν τῷ Υἱῷ αὐτοῦ ἐστιν. Ὁ ἔχων τὸν Υἱόν, ἔχει τὴν ζωήν. Ο μὴ ἔχων τὸν Υἱὸν τοῦ Θεοῦ, τὴν ζωὴν οὐκ ἔχει, ο Επειδὴ τεκνώσεως ἐμνήσθε Θεοῦ καὶ τόκου, εἰ
col. 677–678page 28 of 32
PG 119:677πών, Πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ, ταῦτα δὲ διὰ τοῦ ἁγίου βαπτίσματος ἡμῖν περιγίνεται, διὰ τοῦτό φησιν, «Οὗτός ἐστιν ὁ ἐλθὼν δι᾽ ὕδατος καὶ αἴμα τος Ἰησοῦς Χριστός.» Καὶ τίνος χάριν ἦλθεν; γεννῶν ἡμᾶς καὶ υἱοὺς ποιῶν Θεοῦ. Καὶ γὰρ τοῦτο ὡς ἐπόμενον τῷ λόγῳ καὶ ἐξακούεται, ἵνα ᾖ οὕτως Καὶ πᾶν τὸν γεγεννημένον ἐκ τοῦ Θεοῦ νικᾷ τὸν κόσμον. Καὶ πῶς ἐγεννήθη; Δι᾽ ὕδατος, φησὶ, καὶ αἴ ματος. Ὁ γὰρ ἐλθὼν Ἰησοῦς ὁ Χριστός, δι᾿ ὕδατος ἀναγεννᾷ καὶ αἵματος. Προστίθησι δὲ πάλιν ἐπαναλαμβάνων τὸν λόγον, οὐκ ἐν τῷ ὕδατι φάσκων μό νον, ἀναγεννῶν δηλονότι, ἀλλ᾽ ἐν τῷ ὕδατι καὶ τῷ αἴματι. Βούλεται γὰρ πρῶτον δεῖξαι τοῦ υἱοθετούν τος ἡμᾶς Χριστοῦ τὴν ἀνάδειξιν, ὅτι ὁ ἐν αὐτῷ ἄν θρωπος πρῶτος υἱοθετηθεὶς ὑπὸ Θεοῦ, καὶ ἡμῖν διὰ τῆς ἑαυτοῦ υἱοθεσίας ἐχαρίσατο τὸ τοιοῦτον ἀξίωμα, Ο καὶ κατὰ καιροὺς τρεῖς ἐξεφάνθῃ, ἐπὶ του βα πτίσματος ἐν τῷ Ἰορδάνῃ, ἄνωθεν τοῦ Πατρὸς μαρ τυροῦντος τὸν βαπτιζόμενον Υἱὸν ἀγαπητόν. Τίς δὲ ὁ ἐμβαίνων τὸ ὕδωρ, ἢ ὁ συνειλημένος τῷ Θεῷ λό γῳ ἄνθρωπος; Ὁ φαινόμενος τῷ κρυπτώ· τούτῳ γὰρ καὶ ἔδει τὴν μαρτυρίαν γενέσθαι. Διὰ τοῦ ὕδατος οὖν, τουτέστιν. ἐν τῷ δι᾽ ὕδατος βαπτίσματι Εξεφάνθη Υἱὸς Θεοῦ ὁ Ἰησοῦς διὰ τῆς τοῦ Πατρὸς μαρτυρίας. Διὰ δὲ τοῦ αἵματος· ὅτε μελλων σταυροῦσθαι ἔλεγε, «Δόξασόν με σύ, Πάτερ,» καὶ ἠνέχθη ἡ φω Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω,» ἢν καὶ βροντὴν ἐνόμισαν οἱ ἀκούσαντες. Διὰ δὲ τοῦ Πνεύματος, ὅτε ὡς Θεὸς ἀνέστη ἐκ νεκρῶν. Θεοῦ γὰρ τοῦτο μόνου λοιπὸν, τὸ ἀνιστῶν ἑαυτόν. Τῇ δὲ τοῦ Πνεύματος φω-C νῆ, σημαίνεται ὁ Θεός· ἐπεὶ καὶ Πνεῦμα ὁ Θεός. Τριῶν οὖν μαρτυρούντων, τοῦ βαπτίσματος, τοῦ σταυροῦ, τῆς ἀναστάσεως τὴν νοῦ Ἰησοῦ υἱοθεσίαν, ἀναμφίλεκτος ἡ τοῦ Κυρίου υἱοθεσία, δι᾿ ἧς υἱοθεσίας, καὶ ἡμῖν ὡς ἀπαρχὴ τοῦ ὅλου ἀνθρωπείου φυράματος ὤν, ἐχαρίσατο τὸ υἱοὺς εἶναι Θεοῦ. Καὶ τὰ τρία ταῦτα εἰς ἕνα τὸν Χριστόν εἰσι. Τοῦτο γὰρ σημαίνει διὰ τοῦ εἰπεῖν, «Οἱ τρεῖς εἰς τὸ ἔν εἰσι,» τουτέστιν, εἰς τὴν περὶ τοῦ Χριστοῦ μαρτυρίαν. Ιστέον δὲ ὡς τινες τῶν Πατέρων τὸ Πνεῦμα οὐ διὰ τὴν ἀνάστασιν ἔφασαν, ἀλλὰ τὸν Πατέρα, ὅτε ἐν τῷ Ἰορδάνῃ ἐβόησε τὸ, «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγα πητός,» καθόνι καὶ Πνεῦμα, ὡς προειρήκαμεν, ὁ Θεὸς λέγεται. Ταῦτα εἰπὼν, ἐπιφέρει πίστιν τῶν λεη γομένων ἀπὸ τοῦ ἐλάττονος αὕτως εἰπών. Εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων περί τινος ὁτουοῦν λαμ βάνομεν, οὐ πολλῷ δικαιότερον λάβοιμεν τὴν ἀπὸ τοῦ Θεοῦ τοῦ μείζονος; ἡ γὰρ οὐχὶ αὕτη ἡ μαρτυρία περὶ τοῦ Υἱοῦ αὐτοῦ, ἤτοι τοῦ Χριστοῦ ἀπὸ τοῦ Θεοῦ ἐστιν; Ὁ πιστεύων οὖν εἰς τὸν Γιὸν τοῦ Θεοῦ, ὅτι Θεός ἐστιν ὡς Υἱὸς Θεοῦ, ἔχειν τὴν μαρτυρίαν ἐν αὐτῷ, τουτέστιν, ἐν ἑαυτῷ, πιστεύων ὅτι καὶ αὐτὸς υἱοθετεῖται διὰ τοῦ υἱοθετηθέντος Ἰησοῦ ὑπὸ Θεοῦ. Ὁ μὴ πιστεύων δὲ δυσὶ ἔνοχος ἐστι κακοῖς, ἀπιστίας, ψεύστην ποιῶν τὸν Θεὸν, ἀλλὰ καὶ ἑαυτὸν ἀποστερῶν ὑἱοθεσίας, καὶ διὰ τούτου καὶ τῆς αἰωνίου ζωῆς, ἣν ἐπηγγείλατο τοῖς υἱοθετουμένοις ὑπ᾽ αὐτοῦ ὁ
col. 679–680page 29 of 32
PG 119:679Εν Χριστὸς, ἂν καὶ αὐτὸς ἔχει ἐν ἑαυτῷ, ὡς ἐν τῷ Εὐ αγγελίῳ γέγραπται Ἐν αὐτῷ ζωή ἦν. "Ωστε ὁ ἔχων τὸν Υἱὸν διὰ τοῦ ἁγίου βαπτισματος, ἔχει καὶ τὴν ζωήν. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθημεν, τουτέστι, κατὰ τὴν ἐντολὴν αὐτοῦ, Χριστὸν ἐνεδυσάμεθα. Ὅστις δὲ μὴ ἔχει τὸν Υἱὸν τοῦ Θεοῦ διὰ τοῦ 12 βαπτίσματος, οὐδὲ τὴν ζωὴν ἔχει, καὶ νενέκρωται. 599 Νεκροὺς γὰρ λαμβάνων ἡμᾶς τοῖς παραπτώμασιν, ἐγείρει διὰ τοῦ ἁγίου βαπτίσματος, Πῶς; ως πολ λάκις εἴρηται, ὅτι ὁ συνταφείς Χριστῷ διὰ τῆς ἐν βα πτίσματι, καταδύσεως, οὗτος νεκρός ἐστι τῷ κόσμῳ, ἦτο ταῖς κοσμικαῖς ἐπιθυμίαις, καὶ οὐκέτι ἐαυτῷ, ἀλλὰ Χριστώ ζῇ, κατὰ τὰς ἐντολὰς αὐτοῦ ἐν καινότητι τητι ζωῆς περιπατῶν καὶ παρείσδυσιν τῇ ἁμαρτία μηκέτι διδούς. Εἰ Ταῦτα ἔγραψα ὑμῖν τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἵνα εἰδῆτε, ὅτι ζωὴν αἰώνιον ἔχετε, καὶ ἵνα πιστεύητε εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ αὕτη ἐστὶν ἡ παῤῥησία, ἣν ἔχομεν πρὸς αὐτὸν, ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ ἀκούει ἡμῶν. Καὶ εἰ οἴδαμεν ὅτι ἀκούει ἡμῶν, ὁ ἄν αἰτώμεθα, οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα παρ' αὐτοῦ.» ὡς ἐν ἐπιλόγῳ ἀνακεφαλαιούται καί φησιν Εγραψα ὑμῖν ταῦτα ὡς κληρονόμοις αἰωνίου ζωῆς οὐκ ἂν γὰρ ταῦτα γραφείη τοῖς μὴ κατ' ἐλπίδα βιοῦ σι τῆς αἰωνίου ζωῆς. Ὅτι μηδὲ τὰ ἅγια διδόναι τοῖς κυσί, μηδὲ τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων ἀξιέπαινον ῥιπτεῖν. Ὡς οὖν κληρονόμοις τῆς αιωνίου γράφων ταῦτα ζωῆς, ἐπαναλαμβάνει, ὡς εἰ ρήκαμεν διά βραχέων ὑπομιμνήσκων αὐτοὺς τῶν εἰρημένων ἤδη· πρῶτον ὅτι δεῖ πιστεύειν ἀδιστάκτως εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ, τουτέστιν, εἰς τὴν ὑπ᾽ ἐκείνου παραδοθεῖσαν ἡμῖν θεοσέβειαν. Τούτο γάρ βούλεται σημαίνειν τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ, ὡς φθάνομεν εἰρηκότες. Ης ὁδοποιὸς ἡ τοῦ ἁγίου δηλαδὴ βαπτίσματος χάρις. Εἶτα ὅτι ση με τον ταύτης τῆς ἀδιστάκτου πίστεως οὐδέν ἐστιν ἄλλο, ἢ ἡ παῤῥησία, ἢν διὰ τῆς ἀμώμου πίστεως εὐ ρίσκομεν πρὸς αὐτὸν, ὡς καὶ ἀνωτέρω εἰρήκαμεν. Καὶ πάλιν σημεῖον τῆς τοιαύτης παῤῥησίας, τὸ μὴ ἀστοχεῖν πάντων τῶν παρ' ἡμῶν αἰτουμένων, τέτ θεικεν. 'Αλλ' ἐπειδὴ οὐ πάντων τῶν αἰτουμένων πάντες τυγχάνουσιν, οὐδὲ εἰσακούονται εἰς ἃ αἱ τούσι, προστίθησι τὸ Κατὰ τὸ θέλημα αὐτοῦ, ὡς ὁ γε παρὰ τὸ θέλημα τοῦ διδασκάλου αἰτῶν, οὐδὲ εἰσ ακουσθησόμενος, συνειδὰ τῷ μακαρίῳ Ἰακώβῳ ἀπο φαινόμενος· ἐπεὶ καὶ οὗτος, «Αἰτεῖτε, φάσκει, καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖτε, ο οἰονεί, ἀσυμφόπως ὑμῖν. ᾿Αντιστρέφων δὲ τὸ τοιοῦτον σημεῖον εἰς σας φέστερον γνώρισμα φησί· καί ἐὰν οἴδαμεν ὅτι εἰσακούει ἡμῶν εἰς πᾶν ὃ ἂν αἰτώμεθα, οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτέκαμεν αὐτὸν, ο τοιοῦτό τι λέγων· Εἰ κατά το θέλημα αὐτοῦ εἰτούμεθα, ἀκούει ἡμῶν. Καὶ εἰ ἀκούει ἡμῶν εἰς ὃ ἂν αἰτώμεθα, οἴδα
col. 681–682page 30 of 32
PG 119:681μὲν ὅτι κατὰ τὸ θέλημα αὐτοῦ ποιοῦμεν τὰ αἰτήι. ματα ἡμῶν, καὶ ἔχομεν ἐν ἑαυτοῖς, τὰ αἰτήματα & ἠτηκάμεν. Ταῦτα δέ ἐστι ἡ βασιλεία καὶ ἡ δικαιοσύνη αὐτοῦ, ἃ καὶ αἰτεῖν αὐτὸς ἡμῖν ἐνετ: (λατο. Ταῦτα εἰπὼν καὶ ῥητῶς παρατίθεταί τι, ὧν αἰτεῖν ἡμᾶς βούλεται τῶν κατὰ τὸ θέλημα τοῦ Θεοῦ. Ἐπεὶ γὰρ πολοὺς ἐστι σχεδόν δι' ὅλης τῆς ᾿Επιστολῆς, τὴν εἰς τὸν ἀδελφὸν ἀγάπην ἐξυμνῶν, καὶ τοῦτο βούλεσθαι τὸν Θεὸν τὴν εἰς τὸν ἀδελφὸν ἀγάπην ἀνόθευτον τηρεῖν, τοῦτο εἶναί φησι νῦν ἔν τῶν θελημάτων αὐτοῦ, ἵνα ἐὰν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα μὴ πρὸς θάνατον, αἰτήσῃ, καὶ δώσει αὐτῷ. Καὶ τί δώσει; Ζωὴν αἰώνιον. Τίσι; Τοῖς μὴ πρὸ θάνατον ἁμαρτάνουσιν. ΚΕΦΑΛ. Ζ΄. Περὶ ἀντιλήψεως τοῦ ἁμαρτάνοντος ἀδελφοῦ διὰ προσευχῆς, καὶ περὶ τοῦ μὴ ἁμαρτάνειν ἐν ᾧ περὶ ἀπονῆς δαιμονικού σεβάσματος. Εάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει, καὶ δώσει αὐτῷ ζωήν τοῖς ἁμαρτάνουσι μὴ πρὸς θάνατον. Εστιν ἁμαρτία πρὸς θάνατον, οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ. Πᾶσα ἀδικία ἁμαρτία ἐστὶ. Καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον. Οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ οὐχ ἁμαρτάνει, ἀλλ' ὅ γεννηθεὶς ἐν νοῦ Θεοῦ τηρεῖ ἑαυτὸν, καὶ ὁ πονη ρὸς οὐχ ἄπτεται αὐτοῦ. Οἴδαμεν ὅτι ἐκ τοῦ Θεοῦ ἐσμεν, καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται. Οἴδαμεν δὲ ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ δέδω κεν ἡμῖν διάνοιαν, ἵτα γινώσκωμεν τὸν ἀληθινὸν Θεόν. Καὶ ἐσμεν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ,» εἰ Εάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα,» Τοῦτο ἐν τῶν θελημάτων ἐστί. Δικαιοσύνης γὰρ τὸ τῷ ἡματηκότι ἀδελφῷ συναλγεῖν, καὶ συμπράττειν εἰς σωτηρίαν, «"Εστιν ἁμαρτία πρὸς θανάτων.» Τὸ» ἑξῆς. Ἔστιν ἁμαρτία πρὸς θάνατον, καὶ ἔστιν ἁμαρ τία οὐ πρὸς θάνατον. Οὐ περὶ τῆς πρὸς θανάτον λέγω ἵνα αἰτήσῃ, ἀλλὰ περὶ τῆς μὴ πρὸς θάνατον Εἶτα διασαφεῖ τὸν λόγον, τὴν διαίρεσιν ποιούμενος τῆς πρὸς θάνατον ἁμαρτίας, καὶ τῆς μὴ πρὸς θά νατον. ὡς γὰρ ἀπὸ γένους τῆς ἁπλῶς ἁμαρτίας ποιεῖ τὴν διαίρεσιν, καί φησι· Πᾶσα ἀδικία, άμαρ τία, ἐστί· τουτέστι, καὶ ἡ πρὸς θάνατον καὶ ἡ μὴ πρὸς θάνατον. ᾿Αλλὰ περὶ μὲν τὴν πρὸς θάνατον, μὴ ἐρωτάτω φησὶν ἦτοι αἰτείτω. Οὐ γὰρ εἰσακουσθήσεται, ὅτι κακῶς αἰτεῖ, περὶ τοῦ μηδεμίαν λέγων ἐπιδεικνυμένου ἐπιστροφήν. Πρὸς θάνατον γὰρ αὕτη ἐστὶν ἁμαρτία μόνη, ἡ μη πρὸς μετάνοιαν ἀφορῶσα, ἦν, καὶ Ἰούδας νοσήσας τῷ αἰωνίῳ ὑπήχθη θανάτῳ. ᾿Αλλὰ καὶ οἱ μνησικακοῦντες, οἳ πρὸς θάνατον ἀ μαρτάνουσιν. Οδοί γάρ μνησικάκων εἰς θάνατον, φησί Σολομῶν. Οὐδὲ γὰρ οὐδὲ οὗτοι μετανοοῦντες ἐπιστρέφουσι, μνησικακίας ἐχόμενοι, καὶ διατηροῦντες τὴν κατὰ τοῦ πλησίον ὀργήν, ἀλλὰ ἀμετ άγνωστα ἁμαρτάνουσι. Ταῦτα δηλώσας. ἐπισημαίνεται λοιπὸν καὶ τίνων ἐστὶ τὸ πρὸς θανάτου άμαρ τάνειν, καί φησιν, ὅτι ὁ υἱοθετηθεὶς ἐκ Θεοῦ οὐκ

Argument of the Second Catholic Letter of JohnArgumentum secundae Joannis Epistolae catholicae

col. 683–684page 31 of 32
Caput VIIArgumentum secundæ Joannis Epistolæ catholicæ
PG 119:683ἂν ποτε οὗτος οὔτε τὴν πρὸς θάνατον, οὔτε τὴν μὴ πρὸς θάνατον ἁμαρτίαν νοσήσῃ. "Απαξ γὰρ ἑαυτὸν ἐκδοὺς τῷ ἐνοικοῦντι ἐν αὐτῷ διὰ τῆς υἱοθεσίας Χριστῷ, ἐνέπαφος διαμενεῖ ἁμαρτίας, πλὴν ἵνα μὴ τις οἰηθῇ πάντη τὴν φύσιν τὸν τοιοῦτον μεταπεποιῆσθαι, ὡς ἀνάλωτον εἶναι λοιπὸν τῇ ἁμαρτίᾳ, ἐπισ φέρει τὸ, Τηρεῖ ἑαυτὸν, ὡς εἴ γε μὴ τηρῇ ἑαυτὸν φυλάσσῃ ἐκ τοῦ πονηροῦ, πάντως ἁμαρτησό μενος. Οὐ φύσει οὖν εἰς ἀναμαρτησίαν προβαίνει, φησὶν, ἀλλ' ἐκ τῆς τοῦ Θεοῦ μεγαλοδωρεας. Ος δια τοῦ υἱοθετῆσαι ἡμᾶς, ταύτης ἠξίωσε τῆς χάριτος, "να φυλάσσοντες ἡμεῖς καὶ τηροῦντες ὁ δωρηθέν ἡμῖν αὐτοῦ, καὶ τὸ μὴ ἁμαρτάνειν ἔχωμεν, ἐπεὶ ἄλλως, φησὶ, τοῦ κόσμου ἐν τῷ πονηρῷ κειμένου (λέγει δὲ κόσμον τοὺς μὴ διὰ δεξιῶν ἔργων εἰς υἱο θεσίαν ἑαυτοὺς τοῦ Θεοῦ μετατάξαντας), οὐδὲν ἂν ἐκώλυε τοῖς ἀπολλυμένοις συνεξετάζεσθαι ἡμᾶς, καθότι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ, ὡς ἐπὶ τοῦ κατα κλυσμοῦ ὁ Θεὸς ἀπεφήνατο· ἀλλ᾽ ἐπεί, φησίν, δ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ δέδωκεν ἡμῖν διάνοιαν, ἤτοι διάγνωσιν τοῦ ἐνδιαθέτῳ γνώσει ἐπιγινώσκειν αὐτὸν ἀληθινὸν Θεὸν, καὶ εἶναι ἐν αὐτῷ τῷ ἀληθινῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ, ἔγνωμεν διὰ τῆς μεγαλοδωρεᾶς ταύτης, ὅτι οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς, καὶ ζωή αἰώνιος, καὶ γνόντες μένομεν ἀνεπηρέαστοι ἐκ τοῦ πονηροῦ, καὶ τῶν σκανδάλων αὐτοῦ. «Οὗτός ἐστιν ὁ ἀληθινός Θεός.» Κάνταῦθα τὸ, Οὗτος, ἀντὶ ἀναφορικοῦ ἄρθρου κεῖται. • Φυλάξατε ἑαυτοὺς ἀπὸ των ειδώλων.» Εξήτησάν τινες. Εἰ πρὸς τελείους πιστούς ταῦτα γράφει, τίνος χάριν νῦν παρεγγυά φυλάττεσθαι αὐτοὺς ἀπὸ τῶν εἰδώλων; Φαμὲν οὖν, ὡς ἐπειδὴ Ἐκκλησίᾳ ὁλῃ ταῦτα ἔγραφεν, ἥτις οὐ πᾶσα κεκριμένῳ λαῷ συνεπληρούντο, ἀλλ᾽ ἦν τις ἐν ταύτῃ καὶ νωθέστερον διακείμενος πρὸς τούτους ταῦτα παρεγγυά, τὸ εὐόλεσθον αὐτῶν ὑφορώμενος. Τέλος, σὺν Θεῷ, τῆς Ἰωάννου καθολικῆς πρώτης, Επιστολῆς.» ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΙΩΑΝΝΟΥ ΚΑΘΟΛΙΚΗΣ ΔΕΥΤΕΡΑΣ ΕΠΙΣΤΟΛΗΣ Ταύτην ὡς πρεσβύτερος γράφει κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς. Ἡ δὲ πρόφασις τῆς Ἐπιστολῆς αὕτη Ορῶν τὰ τέκνα αὐτῆς καλῶς ἀναστρεφόμενα ἐν τῇ
col. 685–686page 32 of 32
PG 119:685πίστει, καὶ πολλοὺς πλάνους περιερχομένους καὶ λέγοντας μὴ εἶναι τὴν παρουσίαν τοῦ Χριστοῦ ἐν σαρκί, γράφει τὴν Ἐπιστολὴν, καὶ πρῶτον μὲν ἀπο δέχεται αυτῆς τὰ τέκνα, καλῶς περιπατοῦντα. Εἶτα διδάσκων μὴ νεώτερον· εἶναι τὸ καθ᾿ ἡμᾶς μυστήριον, παραινεῖ πάλιν περὶ ἀγάπης, καὶ ἵνα μείνωσιν ἐν τῇ διδαχῇ τῇ παραδοθείσῃ αὐτοῖς. Καὶ λοιπὸν διδά σκει ᾿Αντίχριστον εἶναι τὸν λέγοντα μὴ ἐν σαρκ ἐνηλυθέναι τὸν Χριστόν. Παραγγέλλει δὲ τοὺς τοιούτους μὴ δέχεσθαι τινα εἰς οἰκίαν, μηδὲ λέγειν τοῖς τοιούτοις χαίρειν. Καὶ οὕτως τελειοῖ τὴν ᾿Επιστολήν. ΚΕΦΑΛΛΙΑ ΤΗΣ ΙΩΑΝΝΟΥ ΚΑΘΟΛΙΚΕΣ ΔΕΥΤΕΡΑΣ ΕΠΙΣΤΟΛΗΣ. α΄.. Μετὰ τὸ προοίμιον περὶ ὀρθοῦ βίου ἐν ἀγάπῃ Θεοῦ, διὰ πίστεως εὐσεβοῦς ἀμεταθέτου· ἐν ᾧ τὸ, Οὐ δεν αἱρετικὸν εἰσοικίζειν, ἢ χαιρετίζειν ἐφ' ἁμαρτία.» β'. «Επαγγελία παρουσίας αὐτοῦ ἐπ' ἐλπίδι πρὸς ὠφέλειαν.» ΙΩΑΝΝΟΥ ΑΠΟΣΤΟΛΟΥ Η ΚΑΘΟΛΙΚΗ ΔΕΥΤΕΡΑ ΕΠΙΣΤΟΛΗ ΠΡΟΟΙΜΙΟΝ. Ο πρεσβύτερος Εκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλή θειαν, διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν (καὶ μεθ' ἔσται εἰς τὸν αἰῶνα), ἔσται μεθ' ὑμῶν χάρις, ἔλεος, εἰρήνη παρὰ Θεοῦ Πατρὸς, καὶ παρὰ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ Πατρὸς, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ. Τινὲς ᾠήθησαν ταύτην καὶ τὴν μετ' αὐτὴν Ἐπισ στολὴν μὴ εἶναι Ιωάννου τοῦ ἠγαπημένου ἀλλ᾽ ἑτέρου ὁμωνύμου τούτῳ, καθότι καὶ πρεσβύτερον ἑαυτὸν ἐν ταύταις γράφει, καὶ πρὸς γυναῖκα και ἕτερον Γάϊον, ἵνα καὶ αὐτὸν, ὥσπερ καὶ τὴν γυναῖκα μίαν, ὅπερ οὐ κατ' Επιστολὴν καθολικήν. Καὶ τὴν προγραφὴν δὲ ὅτι μὴ κατὰ τὴν πρώτην πεποίηται Επιστολήν· οὐ γὰρ ἐν ἐκείνῃ οὕτως ἀπήρξατο. ᾿Αλλά φαμεν, ὅτι ἐν τῇ πρωτῇ οὐκ ἐποίησε τοῦτο οὕτω προγράψας· οὐ γὰρ πρὸς ὡρισμένον ἔγραψε πρόσ ωπον, οὐδὲ πρὸς Ἐκκλησίαν τόπων τινών, ὥσπερ ἐποίησεν ὁ μακάριος Πέτρος, ἀφωρισμένως πρὸς τοὺς ἐν τῇ διασπορᾷ Επισημαινόμενος Ἰουδαίους γράφειν, καὶ πρὸ τούτου ὁ θεῖος Ἰάκωβος ταῖς δώ
Page scan enlarged

Notebook

Full View