PG 119cumenius Bishop of Trikka
Second Catholic Epistle of John
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

ProemProoemium

col. 687–688page 1 of 6
Proœmium
PG 119:687ἀλλὰ πᾶσι πιστοῖς κοινὸν ποιούμενος τὸν λόγον, ἔχω κλησιάζουσι καὶ μὴ ἐκκλησιάζουσι, τὸν τῆς προγραφῆς παρέλιπε τύπον. Πρεσβύτερον δὲ ἑαυτὸν γράφει ἐνταῦθα καὶ οὐκ ἀπόστολον, οὐδὲ δούλον Ἰησοῦ Χριστοῦ, ὡς οἱ λοιποὶ ἀπόστολοι. ᾿Απόστολον μὲν οὖν οὐ γράφει ἑαυτὸν, ἴσως ὅτι μὴ πρώτος κατήγο γειλεν ἐν τῇ ᾿Ασίᾳ τὸν λόγον, ἀλλὰ μητὰ Παύλον, καὶ οὐ κατὰ πάροδον ὥσπερ ἐκεῖνος, τὸν τοῦ Εὐαγ γελίου διατρέχων κύκλον, ἀλλὰ μένων Επεῖ, καὶ παρὼν παροῦσιν ἐκτίθεται τὸν λόγον. Αλλ' οὐδὲ δου λον Ἰησοῦ Χριστοῦ. Ἰησοῦ Χριστοῦ. Εθάρρει γάρ, διὰ τὸ ἄγαν Αγαπῆσθαι, ἔξω τοῦ τῆς δουλείας εἶναι φόβου. Πρε σδύτερον δὲ μόνον ἑαυτὸν ἔξιωσε καλέσαι, ἤτοι ὅτι γηραιός ὧν ἤδη ἔγραψε ταύτας, ἢ καὶ ἐπίσκοπον καλῶν ἑαυτὸν διὰ τοῦ πρεσβυτέρου, ειωθότος κατ ἐκεῖνο καιροῦ, καὶ ἐπὶ τῶν ἐπισκόπων φέρεσθαι τοῦ ὀνόματος τοῦ πρεσβυτέρου, ὡς καὶ ἀπὸ τῶν Πράξεων δῆλον, ὧν ὁ μακάριος ἔγραψε Λουκᾶς, καὶ διὰ τοῦ Πέτρου τῆς ᾿Επιστολῆς. Πρὸς δὲ γυναῖκα γράφων πιστήν, οὐδὲν ὑπεστύλατο, ὅτι ἐν Χριστῷ Ιησσοῦ οὐκ ἄῤῥεν οὐδὲ θῆλυ οἶδε. Πρὸς τε Γατον ἕνα γράφων έχει Παύλον Τιτῳ τε γράφοντα καὶ Τιμοθέῳ. καὶ πρὸς Φιλήμονα δὲ ἰδιώτην. Ταῦτα μὲν περὶ τῆς προγραφής. Δείκνυται δὲ ἀπὸ τῆς ἀπαγγελίας καὶ τῆς ἄλλης τοῦ λόγου οἰκονομίας τὸ γνήσιον τῶν Ἐπιστολῶν. Ἐπεὶ κάνταῦθα πολλάκις ἐπανάγει τὸν λόγον τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγων, μετὰ τοῦ μικρᾶς παρεμπίπτειν ἀφορμῆς, καὶ ταύτῃ κατασφαλίζεσθαι τὸν λόγον. Δύο δὲ τῇ Εκλεκτῇ ταύτῃ ἐπιμαρτυρεῖ, ἐν μὲν, τὸ ἐν ἀγάπῃ περιπατείν, ἕτερον δὲ ἐκτρέπεσθαι τοὺς αἱρετικοὺς. Εκλε κτὴν δὲ, ἢ ἀπὸ τοῦ ὀνόματος, ἢ ἀπὸ τῆς περὶ τὴν ἀρετὴν φιλοτιμίας, καλεῖ. Ἡν καὶ ἀγαπᾶν φησιν ἐν ἀληθείᾳ, καὶ οὐ μόνον αὐτὴν, ἀλλὰ καὶ πάντας τοὺς ὁμοτρόπους αὐτῇ, τοὺς τὴν τῷ ὄντι ἀλήθειαν ἔχον τες ἐν ἑαυτοῖς ἡδρασμένην. Τοῦτο γὰρ σημαίνει διὰ τοῦ. Τὴν μένουσαν ἐν ἡμῖν. Τοῦτο δὲ ἐστιν ἡ εἰς Χριστὸν πίστις. Εν ἀληθείας δὲ ἀγαπην λέγει. Εστι γὰρ καὶ ἐπιπλάστως ἀγαπᾷν, στόματι, ὡς αὐτὸς οὗτος ἐν τῇ πρώτῃ Επιστολῇ περί τινων νωθρευομέ νων έδήλωσε πιστῶν Εἰπὼν δὲ, «Τὴν μένουσα, ἐν ἡμῖν,» οἷον τὴν ἀληθῆ καὶ ἐδραίαν καὶ μὴ κατα εσχηματισμένην, ἐπήνεγκε τὸ, «Καὶ μεθ᾿ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα,» τὸ ἀναπόβλητον τοῦ χερίσμα τος σημαίνων. Εστι γὰρ καὶ τοὺς ἤδρασμένους ἐπί τινος, πάλιν σαλευθῆναι, μὴ καλῶς τῇ τῇ ἐδραιότητε κεχρημένους. Τούτοις δὲ πάλιν ἐπιφέρει τό. «"Εσται μεθ᾿ ἡμῶν χάρις καὶ ἔλεος, ο ἐμφαίνων τὰ ἀπό τῆς τελείας ἀγάπης ἐπανθοῦντα καλά. Από Θεοῦ δὲ Πα τρός φήσας καὶ παρὰ Κυρίου Ἰησοῦ Χριστῶν, ἐπε ήγαγε τό, «Τοῦ Υἱοῦ τοῦ Πατρός.» Μόνος γάρ κυ ρως οὗτος Πατήρ. Διό καὶ Παύλος, Ἐξ οὗ πᾶσα πατριά, φησίν, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται. Καὶ πάλιν δὲ τό, «Εν ἀληθείᾳ, ἐπιφέρει, καὶ ἀγάπῃ. ἡ ἀσφάλειαν τῷ λόγῳ περιποιῶν καὶ γνώ ρισμα ἧς φησιν ἀγάπης. δεκα φυλαῖς τῶν Ἰουδαίων ἀφοριζόμενος γράφειν ΧΧ. δέ
col. 689–690page 2 of 6
PG 119:689ΚΕΦΑΛ. Α. Μετὰ τὸ προοίμιον περὶ ὀρθοῦ βίου ἐν ἀγάπῃ Θεοῦ, διὰ πίστεως εὐσεβοῦς ἀμεταθέτου. Εν ᾧ τὸ, οὐ δεῖ αἱρετικον εἰσοικίζειν, ἢ χαιρετίζειν ἐφ' ἁμαρτία.» Εχάρην λίαν, ὅτι εἴρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας, ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλά βομεν παρὰ τοῦ Πατρός. Καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν γράφων σοι καινὴν,· ἄλλο ἐν εἴχομεν ἀπ' ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους. Καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὴν ἐντολὴν αὐτοῦ. Αὕτη ἐστὶν ἡ ἐντολὴ καθώς ἠκούσατε ἀπ' ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε, ὅτι πολλοὶ πλάνοι εἰσῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί.» Εχάρην λίαν.» Καὶ γὰρ ἐστιν ὡς ἀληθῶς χαρᾶς 008.» αἴτιον τῆς μεγιστῆς τὸ εὑρεῖν τινα ἀπροσκόπως οδεύοντα τὸν ἐν τῇ πίστει Χριστοῦ δρόμον κατὰ τὴν ἐντολὴν αὐτοῦ. Τίς δὲ ἡ ἐντολή; ἡ παρὶ ἧς ἐν Εὐαγ γελίοις ὁ Χριστὸς, «Ὁ ἀγαπῶν με, φησί, τὰς ἐντολὰς: « μου τηρήσει, ο Πατέρα δὲ νῦν τὸν Χριστὸν καλεῖ, 9. ἐπεὶ καὶ πατήρ ἐστι τῶν διὰ τῆς οἰκονομίας αὐτῷ παρὰ τοῦ ἑαυτοῦ Πατρὸς δοθέντων υἱῶν. Καθὸ εἴρη ται Ιδού ἐγὼ καὶ τὰ παιδία α μοι ἔδωκεν ὁ Θεός.» Σκόπει δὲ καὶ τὸ γνήσιον τῆς Ἐπιστολῆς ταύτης, ὅτι συμφωνεῖ διὰ τούτων, τῷ ἐν τῇ πρώτη εἰρημένῳ, τῷ, καὶ οἴδαμεν, ὅτι ὁ ἀγαπῶν τὸν Θεὸν τὰς ἐντολὰς αὐτοῦ τηρεῖ. Ταὐτὸν δὲ ἐστι τὸ περιπατεῖν κατὰ τὰς ἐντολὰς τῷ τηρεῖν αὐτὰς, Πρακτικοί γὰρ οἱ 23. ἀρεταὶ, καὶ κατὰ τὸ ἐνεργεῖσθαι ἔχουσαι τὸ εἶναι. Ώστε ἡ παυσάμενος τοῦ κατὰ ταύτας οδεύειν, οὐδὲ τερεῖ ἤτοι φυλάσσει αὐτάς. Τὸ περιπατεῖν δὲ κατὰ προκοπὴν εἴρηται. Οσον γάρ τις κατ᾿ ἀρετὴν ἐνερ γεῖ, ἐπὶ τὸ πρόσω ἴεται, ἕξιν ἑαυτῷ περιποιῶν τοῦ καλού πλείους "Απειρος γερ καὶ ἀνελλιπής ἡ τῆς ἀρετῆς ὁδός. Κατὰ τοῦτο δὲ οἶμαι εἰρῆσθαι καὶ τὸ, Εἰς ἃ ἐπιθυμούσιν ἄγγελοι παρακύψαι. Τῶν γὰρ δεδωρημένων ἡμῖν παρὰ τοῦ ἐνανθρωπήσαντος: « ἀγαθῶν τοσοῦτον τὸ μεγαλεῖον, ὡς καὶ ἀγγέλοις ἐφετὸν εἶναι βραχείαν τούτων λαβεῖν κατανόησιν. Τοῦτο γὰρ τὸ παρακύψαι αἰνίσσεται. Εφίεται δέ τις σωφρονῶν, οὐ τοῦ παυτομένου, ἀλλὰ τοῦ ξενα; νέως προϊόντος, καὶ ἀκηρέτῳ δόξῃ φαιδρυνομένου. παρακύψαι. Καὶ ἐπειδὴ τὸ ἀνεξάντλητον οὐχ οἷόν τε ὅλον περι λαβεῖν, ἀγαπητὸν κἂν ποσῶς γοῦν ἐν μετουσία τούτου γενέσθαι. Εἴρηκε δὲ, • Οὐχ ὡς ἐντολὴν γράφων σοι καινήν, σύμφωνον καὶ τοῦτο λέγων τοῖ; ἔν τῇ πρώ τῇ, καὶ ἅμα παριστῶν, ὡς τοῖς ἤδη ἐφωδευμένοις: « αὐτὴν παριστᾷ, καὶ ὧν πεῖραν ἔλαβον ἐκ τοῦ ἑνερ-:» γῆσαι κατ' αὐτά, ἀλλ' οὐ ξενίζουσι καὶ δυσκόλοις, ἵν' ἀποκναίηται τῷ ἀήθει τῆς ἐγχειρήσεως. Οὐχ ὡς ἐντολὴν γράφων σοι καινήν. Προστίθησι δὲ καὶ τὸ τῆς ἐντολῆς ἔργον, ἵνα ἀγαπῶμεν ἀλλήλους. Καὶ τὴν ἀγάπην ἐξηγεῖται. Οτι ἐν τῷ κατ᾿ αὐτὴν που ρεύεσθαι ἔχειν τὸ εἶναι, καὶ τὸν ἐντολὴν πάλιν τὴν « ἀπ᾿ ἀρχῆς οὐκ ἄλλου τινὸς ἕνεκεν δεδόσθαι, εἰ μὴ • Οι ἵνα ἐν αὐτῇ περιπατῆτε, φησίν, ἄνω καὶ κάτω τὰ πιν,

Chapter ICaput Primum

col. 691–692page 3 of 6
PG 119:691αὐτὰ στρέφων. Καὶ διὰ μὲν τῆς ἀγάπης τὸ ἀδιά σπαστον αὐτοῖς προμηθούμενος, καὶ μὴ πρὸς τοὺς πλάνους ἀποσχίζεσθαι, τοὺς ἤδη ἐν τῷ κόσμῳ περι πατοῦντας, καὶ τὴν διὰ σαρκὸς ἐπιδημίαν τοῦ 600 Κυρίου ἀθετοῦντας. Διὰ δὲ τοῦ Κυρίου κατὰ τὴν ἐντολὴν πεπιπατεῖν τὴν ἀπ' ἀρχῆς, τὴν πεπλανημένην τῶν αἱρετιζόντων δόξαν ἐμφανίζων πρόσω φατον οὖσαν, καὶ παρακαλῶν τῆς ἀπ᾿ ἀρχῆς ἐντολῆς αὐτοὺς ἐχομένους, μὴ ὑπάγεσθαι τῇ ἀπάτῃ αὐτῶν. Καὶ γὰρ ἐνετείλατο ὁ Χριστὸς τοῖς μαθηταῖς περὶ τῶν πλάνων τούτων, λέγων • Πολλοι ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες Ἐγὼ εἰμι ὁ Χρισ στὸς, καὶ πολλοὺς πλανήσουσι. Μὴ οὖν πορευθῆτε ὁπίσω αὐτῶν.» Ταύτας οὖν, φησί, τὰς ἐντολὰς τηροῦντας, κελεύει μὴ ἀπατᾶσθαι, ἀλλὰ τὸν ταῦτα λέγοντα, ᾿Αντίχριστον ἡγεῖσθαι Οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος. Βλέ πετε ἑαυτοὺς, μὴ ἀπολέσωμεν ἢ εἰργασάμεθα, ἀλλὰ μισθὸν πλήρη απολάβωμεν. Πᾶς ὁ παρα βαίνων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ, Θεὸν οὐκ ἔχει. Ο μένων ἐν τῇ διδαχῇ τοῦ Χρισ στοῦ, οὗτος καὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν ἔχει. Εἴ τις ἔρχεται πρὸς ὑμᾶς, καὶ ταύτην διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν αὐτῷ, καὶ χαίρειν αὐτῷ μὴ λέγετε. Ὁ γὰρ λέγων χαίρειν κοινωνεῖτοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.» » «Οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος.» Προσ υπακουστέον τούτοις εἰς ἐντελεστέραν δήλωσιν, τὸ, » οὖν μὴ ταῦτα ὁμολογεῖ, ἵνα εὐστόχως ἐπε η άγηται, «Οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ᾿Αντίχριστος.» χωρὶς γὰρ τούτου ασυνάρτητος ὁ λόγος, ὡς πληθυντικοῦ εἰς ἐνικὸν μεταβαίνων. Οὗτός ἐστι, φησὶν ὁ 'Αντίχριστος καὶ ὁ πλάνος. Εἰπὼν δὲ, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί, ἀλλ' οὐκ ἐλθόντα, ἐμφαίνοντός ἐστιν. ὡς τοὺς ἀθετοῦντας λέγει τὴν δευτέραν τοῦ Κυρίου παρουσίαν, ἐπεὶ καὶ αὐτὸς ὁ Κύριος λέγων, «Πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου μου, ν οὐ περὶ τῆς πρώτης αὐτοῦ φησι παρουσίας, ἀλλὰ περὶ τῆς δευτέρας. Όμως ἀληθεῖ λόγῳ οἱ τὴν δευτέραν ἀθετοῦντες, καὶ τὴν πρώτην ἀποβάλλονται, Εἰ γὰρ ὁ ἐν σαρκὶ παραγενόμενος καὶ τὴν δευτέραν ἐπηγγείλατο, πάντως ὁ τὴν δευτέραν ἀθετῶν, παὶ τὴν πρώτην ἀθετεῖ. Εἰ γὰρ πιστεύει παραγενόμενον, καὶ τὴν ἐπαγγελίαν πιστὴν ἠγήσεται του παραγενομένου. Εἰ δὲ τὴν ἐπαγγελίαν, ἀθετεῖ, οὐδεὶς λόγος μηδέ τὴν πρώτην αὐτὸν ἀπιστεῖν. Διὰ τοῦτο οἶμαι οὕτως ἐχρήσατο τῇ φωνῇ ταύτῃ ἡ ἠγα πημένος, Ερχόμενον εἰπὼν, ἀλλ᾽ οὐκ Ελθόντα, ἵνα τοὺς ἀμφοτέρας αρνουμένους τὰς παρουσίας τοῦ Κυρίου τὰς ἐν σαρκί, περιλάβῃ. Διαστέλλεται οὖν αὐτοῖς φυλάττεσθαι ἀπ' αὐτῶν καὶ τὸ αἴτιον προστ τίθησιν, ἵνα μή φησι διὰ τῆς πρὸς αὐτοὺς ἀνακράσεως, ἀπολέσητε & προειργάσασθε, ἀλλὰ ἀνελλιπή τὸν μισθὸν ὑμῶν λάβητε. ᾿Αλλ᾽ ἴσως ἐρεῖ τις τῶν τοιούτων· Τί δὲ εἰ μὴ τὴν παρουσίαν πιστεύσω του
col. 693–694page 4 of 6
PG 119:693Χριστοῦ τὴν ἐν σαρκί, διὰ δὲ ἀγαθοεργίας βιώσω οὐ δύναμαι διὰ τῶν ἔργων τούτων μετὰ τῶν εὐσεβοὖν των συντετάχθαι, οὐδὲ τὴν ὑπὲρ τούτων ἀπολαβεῖν μισθόν Ταύτην τὴν ἀντίθεσιν προαναιρῶν ὁ ἀπό στολος οὕτων φησίν. ὅτι Μηδείς οἰέσθω, ὁ τὴν ἐν σαρκὶ ἐπιδημίαν τοῦ Κυρίου ἀθετῶν ὡς δύναναι ἢ ἔργων ἀμοιβὴν ἀθολαβεῖν τελείαν ἔτις καὶ πιστοῖς ἐποφείλεται, ἢ ὅλως θεοσεβής νομισθῆναι, ἀλλὰ πᾶς ὁ παραβαίνων τὴν ἐντολὴν αὐτοῦ, τοῦ Χριστού δηλον ότι παραγενομένου, καὶ μὴ μένων ἐν τῇ διδαχῇ αὐτοῦ, Θεὸν οὐκ ἔχει. Εἰ γὰρ ὁ θεογνωσίαν ἤκων ἀνθρώπους τελείαν διδάξαι, οὗτος ἀθετούμενος ὁρῷτο, πῶς ἂν ἔτι θεοσεβής εἴη, ὁ τῶν θείων θεαμάνων τὸν ὑφηγητὴν ἀποσκορακίζων; Αθεος οὖν οὗτος, ὥσπερ ἀπεναντίας ἔνθεος καὶ θεοφιλής, καὶ πᾶν τὸ τῆς ἄθεος θεότητος ἔχων ἐν ἑαυτῷ πλήρωμα, Πατέρα δηλαδή " ἔνθεος, καὶ Υἱὸν καὶ Πνεῦμα ἅγιον, ὁ ἡδρασμένος ἐν τῇ διδαχῃ τοῦ Χριστοῦ. Αὐτὸς γὰρ περὶ μὲν τοῦ τρὸς διδάσκει λέγων, ο Πάντα όσα έχει ὁ Πατὴρ ἐμά ἐστι. ο Καὶ πολλαχοῦ διδάσκει περὶ ἑαυτοῦ καὶ τοῦ Πατρὸς, ὅτι ὁ μέν ἐστι Πατὴρ, ὁ δὲ Υἱός. Περὶ δὲ: « τοῦ Πνεύματος ὅταν λέγῃ· «Τὸ Πνεῦμα τὸ ἅγιον ὃ:» παρὰ τοῦ Πατρὸς ἐκπορεύεται ο Τελεώτερον δὲ τού των ηνίκα λέγει «Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα; τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.» • 27.» Εἰ δὲ περὶ τοῦ Πατρὸς μόνον καὶ τοῦ Υἱοῦ εἴρηται ἐνταῦθα τῷ μαθητῇ τοῦ Κυρίου, οὐ μέντοι καὶ περὶ 28. τοῦ ἁγίου Πνεύματος, μηδὲν σκανδαλισθῆς. Περὶ γὰρ τούτων μόνου κατήπειγεν ἐνταῦθα εἰρῆσθαι νῦν, τοῦ Πατρός φημι καὶ τοῦ Υἱοῦ. Καὶ ταῦτα μὲν πρὸς το παρόν, ἵνα μὴ μακρολογωμεν. Μένει δὲ ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ, ἤτοι τῇ εὐαγγελική διδασκαλία ὁ κατ' αὐτὴν φρονῶν καὶ πράττων, θεωρητικῶς ἅμα καὶ πρακτικῶς βιῶν· ὁ δὲ ταύτης ἀπάγων ἑαυτόν, ἄθεος. Ὡς γὰρ ὁ δι᾿ ἀκριβούς πολιτείας οἰκειῶν ἑαυτὸν τῷ Θεῷ, ὥσωερ ὁ ᾿Αβραάμ, καθὸ καὶ ἥκουε ἄθεος παρ' αὐτοῦ, Ἐγὼ Θεὸς σός, ο οὕτως ὁ ἔξω τῆς ἐντολῆς τοῦ Εὐαγγελίου βιούς, ἄθεος, ἑαυτὸν ἀπο σχοινίας τοῦ ἔχειν Θεόν. ᾿Αθέου δὲ τούτου ὄντος, τοῦ ἑαυτὸν, φημί, τῆς θείας ἀλλοτριώσαντος παιδείας, » ὁ μένων ἐν αὐτῇ, οὗτος καὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν ἄθεος ἔχει. Περὶ γὰρ τοῦ τοιούτου καὶ ὁ Υἱὸς ἔφη, ὅτι ἄθεος Ελευσόμεθα παρ' αὐτὸν, μετὰ τοῦ Πατρὸς δηλονότι, καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα, ο Ἐκ γὰρ τῆς τῶν ἐντολῶν τηρήσεως, ναὸν ἑαυτὸν καὶ οἰκητήριον: « ἐποίησε Θεοῦ, καὶ Θεὸν ἔνοικον ἔχει, διττοῦ ὄντος τοῦ ἔχειν Θεόν. Λέγεται γὰρ ἔχειν Θεὸν καὶ τὰ κτ'- 30 σματα πάντα, πρὸς ὁ καὶ Παῦλος εἴρηκεν· Ε, αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καί ἐσμεν.» Τούτο 31, δὲ κατὰ τὸν τῆς οὐσιώσεως εἴρηται τρόπον. Ετέρω δὲ τοῦ διὰ καλοκάγαθίας θεραπεύοντος Θεόν, πάλιν ἔχειν λεγομένου Θεόν. καθ' ὅ σημαινόμενον, καὶ τοῦ ᾿Αβραάμ Θεός εἴρηται ὁ Θεός, καὶ τοῦ Ἰσαάκ, καὶ ὅλων τῶν θεοφιλών Εβραίων, ἐπιστατέον τοῖς νυν εἰρησομένοις. ὁ ἔχων τὸν Υἱὸν ἔχει καὶ τὸν Πατέρα. Ο γάρ εωρακώς τὸν Υἱόν, ο ὡς καὶ αὐτός φησιν ὁ Υιός, ἑώρακε τὸν Πατέρα. Καὶ ἔμπαλιν

Chapter IICaput II

col. 695–696page 5 of 6
PG 119:695φησι Σωτήρ. "Ωστε καὶ ἐκ τούτου, τὸ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ὁμοούσιον γινώσκεσθαι. Εἰ δέ τις έρετ, ὅτι κατὰ τοῦτο καὶ ὁ τοὺς μαθητὰς δεχομενος ἔχει καὶ τὸν Υἱὸν καὶ τὸν Πατέρα· (φησὶ γὰρ καὶ περὶ τούτων ὁ Σωτηρ, «Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται γὰρ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί, ὁ αὐτὸς η ὁ δὲ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με· ο ἴστω κακῶς οὕτως λέγων, και, οὐχ ἂν δεῖ τρό πον ἐνιστάμενος. Περὶ γὰρ τῆς διδασκαλίας εἴρηται ταῦτα, ἐπεὶ ὁ δεξάμενος τοὺς ἀποστόλους συγκαταθέσει τῆς διδασκαλίας αὐτῶν, ἐδέξατο δι᾽ αὐτῶν Υἱὸν καὶ Πατέρα διδάσκοντας. — Καὶ ἑτέρως· Ἐπεὶ ὁ μένων ἐν τῇ διδαχῇ ἔχει καὶ τὸν Υἱὸν καὶ τὸν Πατέρα, μετ νον δὲ οἱ ἀπόστολοι ἐν τῇ διδαχῆ, ὡς καὶ κηρύσσειν αὐτήν, ὁ δεξάμενος οὖν αὐτοὺς ναοὺς ὄντας Θεοῦ, δι' αὐτοῦ, τοῦ δέχεσθαι αὐτοὺς, ἔχει τὸν ἐν αὐτοῖς Υἱὸν καὶ Πατέρα. «Εἴ τις ἔρχεται πρὸς ὑμᾶς.» Εξασφαλίζεται τοὺς πρὸς οὓς ἡ Ἐπιστολὴ, ὅτι εἴτις μή μετὰ τῆς ὁμολογίας ταύτης ἔρχεται πρὸς ὑμᾶς μὴ μόνον σκέπης παρ' ὑμῶν μὴ τυγχανέτω, ἀλλὰ μηδὲ προῤῥήσεως ἀξιούσθω, ἀκριβῶς ταῦτα λέγων, ὡς τῆς προῤῥήσεως ταύτης τοῖς ὁμοτρόποις ἡμῶν μόνοις καὶ ὁμοπίστοις ὀφειλομένης. Τίνι γὰρ χαίρειν εὐξόμεθα, ἀλλ᾽ ὢ τοῖς ὁμοτρόποις καὶ ὁμοπίστοις; Ὥστε εἰ τοῖς ἀσεβέσι προσενεχθείη παρ' ἡμῶν ἡ τοιαύτη πρόῤῥησις, πάντως ὡς ὁμοτρόποις καὶ πιο στους προσηνέχθη, καὶ κοινωνοὶ ἡμῶν ἐλήφθησαν διὰ τούτου, καὶ ἐπὶ τὸ ἑαυτῶν ἡμᾶς κατέσπασαν βάρα θρον. ΚΕΦΑΛ. Β΄. Επαγγελία παρουσίας αὐτοῦ ἐπ᾿ ἐλπίδι πρὸς ὠφέλειαν,» Πολλὰ ἔχων ὑμῖν γράφειν, οὐκ ἠβουλήθην διὰ χάρτου καὶ μέλανος. ᾿Αλλὰ ἐλπίζω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ ἡμῶν τ πεπληρωμένη. Ασπάζεται σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς Ἐκλεκτῆς. ᾿Αμήν.» Τὴν δὲ αἰτίαν τοῦ σύντομον ἐκθέσθαι τὴν ἐπιστολὴν, καὶ ἐνταῦθα κρὶ ἐν τῇ μετὰ ταύτην, αὐτὸς ἐδί δαξε, τὸ ἐλπίζειν παραγενέσθαι, καὶ δι᾽ αὐτοψίας τὰ ἐλλείποντα προσθεῖναι. Διὰ δὲ τοῦ προσθεῖναι, ἀσπάζεται οὐ τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ᾿Εκλε κτῆς, βούλονται τινες βεβαιούν, ὡς οὐ πρὸς γυναῖκα ἡ Ἐπιστολὴ, ἀλλὰ πρὸς ᾿Εκκλησίαν. Περὶ οὗ σὐδὲν τῷ βουλομένῳ διενεχθείην. Τέλος, σὺν Θεῷ, τῆς ᾿Ιωάννου δευτέρας Επιστολῆς.»
col. 697–698page 6 of 6
PG 119:697ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΙΩΑΝΝΟΥ ΚΑΘΟΛΙΚΗΣ ΤΡΙΤΗΣ ΕΠΙΣΤΟΛΗΣ Εστιν ἡ Ἐπιστολὴ περὶ φιλοξενίας. Καὶ πρῶτον 613 μὲν ἀποδέχεται τον Γάϊον, μαρτυρούμενον παρὰ πάντων ἐπὶ φιλοξενίᾳ, καὶ προτρέπει τῇ αὐτῇ προς θέσει ἐμμένειν, καὶ προπέμπειν καὶ δεξιοῦσθαι τοὺς ἀδελφούς. Πάλιν τε αὐτοῦ μὲν τὴν προσφορὰν ἀπο δέχεται, αἰτιᾶται δὲ Διοτρεφῆ, ὡς μήτε αὐτὸν παρ έχοντα τοῖς πτωχοῖς, ἀλλὰ καὶ κωλύοντα τοὺς ἄλλους, καὶ πολλὰ φλυαροῦντα. Τοὺς δὲ τοιούτους λέγει ἀλ. λοτρίους εἶναι τῆς ἀληθείας, καὶ μηδὲ εἰδέναι τὸν Θεόν. Δημήτριον δὲ συνίστησι, μαρτυρῶν αὐτῷ τὰ κάλλιστα. ΕΤΕΡΩΣ Η ΥΠΟΘΕΣΙΣ, Καὶ ταύτην τὴν Ἐπιστολὴν γράφει, συνιστῶν τινας ἀδελφούς. Τράφει δὲ Γαΐῳ, καὶ μαρτυρεῖ τούτῳ. φιλοξενίαν πολλήν, ἦν καὶ μεγάλων ἐπαίνων ἀξιοῦ. – Τὸν γὰρ ἀγαθοποιοῦντα ἐκ τοῦ Θεοῦ εἶναι λέγει. Πλεῖον δὲ αὐτὸν διεγείρει καὶ ἐξ ὧν διαβάλλει τὸν μὴ τοῦτο ἔγνωκότα ποιεῖν Διοτρεφή. Επαινεῖ δὲ καὶ Δημήτριον τὸ αὐτὸ πράσσοντα, καὶ μαρτυρίαν α' τῷ παρέχεται πιστήν. Σύντομος δὲ αὕτη ἡ Επιστολή, διὰ τὴν προειρημένην αἰτίαν ἐν τῇ πρώτῃ Επι στολῇ. ΚΕΦΑΛΑΙΑ ΤΗΣ ΙΩΑΝΝΟΥ ΚΑΘΟΛΙΚΗΣ ΤΡΙΤΗΣ ΕΠΙΣΤΟΛΗΣ α΄. • Εὐχὴ τῆς τελειώσεως, καὶ εὐχαριστία έφ' ὁμολογία φιλοξενίας τῶν ἀδελφῶν διὰ Χρι στόν Ἐν ᾧ περὶ τῆς Διοτρεφούς φαυλότητος καὶ μυσανθρωπίας.» β'. • Περί Δημητρίου, ᾧ μαρτυρεῖ τὰ κάλλιστα.» γ. «Περὶ ἀφίξεως αὐτοῦ πρὸς αὐτοὺς ἐν τάχει ἐπ' ὠφελεία.»
Page scan enlarged

Notebook

Full View