PG 119cumenius Bishop of Trikka
Catholic Epistle of the Apostle Jude
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Chapter ICaput Primum

col. 707–708page 1 of 10
PG 119:707Δαυΐδ φθεγγόμενος, γινώσκουσί σε η Παράτεινον τὸ ἔλεός σου τοῖς ΚΕΦΑΛ. Α΄. Περὶ προσοχῆς τῆς εἰς Χριστὸν πίστεως, διὰ τὴν ἐπανάστασιν τῶν ἀσεβῶν καὶ ἀσελγῶν ἀνδρῶν ἐν ᾧ περὶ μελλούσης αὐτῶν κολάσεως, καθ' ὁμοίωσιν τῶν πάλαι ἁμαρτησάντων καὶ πονηρῶν.» «᾿Αγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν· παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείση τους ἁγίοις πίστει. Περιέσδωσαν γάρ τινες ἄνθρωποι οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα ἀσε εἴς· τὴν τοῦ Θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν κτὶ τὸν μόνον Δεσπότην Θεὸν καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι.» Τὴν ὑπόθεσιν τῆς Ἐπιστολῆς διὰ τούτων μηνύει, ὅτι προμηθείᾳ τῆς αὐτῶν σωτηρίας, τοῦ μὴ ἁλῶναι δι' ἁπλότητα τοῖς μιαρωτάτοις αἱρετικούς, τους περόν τας ἐκτίθεται λόγους, ώσπερεί στίζων αὐτοὺς καὶ διαδήλους ποιῶν τοῖς ἀγνοοῦσι διὰ τῆς ἐκθέσεως τοῦ ἀσελγοὺς αὐτῶν βίου. Περὶ τούτων δὲ καὶ Πέτρος εἴρηκε μὲν, πλατύτερον δὲ καὶ διεξοδικώτερον οὗτος νῦν. Προγεγραμμένους δὲ αὐτοὺς λέγει, ὅτι καὶ Πέτρος καὶ Παῦλος περὶ αὐτῶν εἴρηκεν, ὅτι ἐν ἐσχά τοις καιροῖς ἐλεύσονται πλάνοι τοιοῦτοι. Καὶ πρὸ τούτων δὲ αὐτὸς ὁ Χριστὸς φάσκων, «Πολλοὶ ἐλεύ σονται ἐπὶ τῷ ἐμῷ ὀνόματι, καὶ πολλοὺς πλανήσουσι. Μὴ οὖν πορευθῆτε ὀπίσω αὐτῶν, ο Χριστιανοὺς γὰρ ἑαυτοὺς ὀνομάζοντες, ἐπὶ τῷ ὀνόματι τού τῳ πολλοὺς ἀπατῶσι. Λέγει δὲ τοὺς ἀπὸ Νικολάου καὶ Οὐαλεντίνου καὶ Σίμωνος τῶν μιαρωτάτων καὶ ἀκαθάρτων. Οὗτοι γὰρ γαστρίμαργοι ὄντες καὶ ἀκόλαστοι, ὑπεκρίναντο τὴν διδασκαλίαν, ἵνα δι᾿ αὐτῆς παρείσδυσιν εἰς τὰς οἰκίας εὕρωσι, καὶ αἰχμαλωτίσωσι γυναικάρια σεσωρευμένα ἁμαρτίαις. Τελετάς γὰρ νυκτερινὰς πλασάμενοι, κοίταις καὶ ἀσελγείαις ἑαυτοὺς ἐκδεδώκασι. Τὸ δὲ, «Μετατιθέντες εἰς ἀσέλ γείαν,» ἀντὶ τοῦ, Παραχαράττοντες ἀπὸ τῆς σωφροσύνης εἰς ἀσέλγειαν. Αφ' οὗ καὶ ἀρνεῖσθαι συμ βαίνει αὐτοῖς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Καὶ πῶς γὰρ οὐκ ἀρνοοῦνται, οἱ διὰ τῆς τοῦ βίου ἀκα θαρσίας τὸν πάσης σωφροσύνης διδάσκαλον οιονεί τινι διατόρῳ φωνῇ ἀπότομον ποιούμενοι; Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; «Παρακαλῶν ἐπαγωνίζεσθαι.» Επαγωνίζεσθαι παρακαλεῖ τοὺς ἅπαξ τὸν Χριστὸν καταδεξαμένους Σωτῆρα, καὶ τούτῳ πεπι στευκότας, τουτέστι, μὴ ἐκλελυμένως διατεθῆναι, ἀλλὰ συντείναντας ἑαυτοὺς, ἔτι μᾶλλον ἔχεσθαι τῆς περὶ τοῦτο σπουδῆς. Δεξάμενοι γὰρ τὸν ἐνανθρωπήσαντα Λόγον, εἰ λέγοιμεν ἕτερον μὲν εἶναι τὸν πρὸ αἰώνων ἐκ τοῦ Πατρὸς, ἕτερον δὲ τὸν ἐπ᾿ ἐσχά των ἐκ τῆς Μητρὸς καὶ κατ' ἰδίαν ὑπόστασιν, πως οὐκ ἂν ἀρνηθείημεν τὸν ἕνα Κύριον καὶ Δεσπότην; Εἷς
col. 709–710page 2 of 10
PG 119:709γὰρ Κύριος Ἰησοῦς καθ᾿ ἔνωσιν οἰκονομικήν. Ο γὰρ πρὸ αἰώνων Θεοῦ λόγος καὶ Θεὸς, εἰς τὴν τῆς θεότητος δόξαν ἀναφοιτώσαν ἔχων τὴν σάρκα, ἢ ἀπὸ τῆς ἁγίας Παρθένου ἐξ ἀρχῆς συλλήψεως ἀνέλαβεν, εἷς καὶ ὁ αὐτός ἐστιν ἁπάντων δεσπότης, ο Χάριν μετα τιθέντες. • Μετατιθέντες, ἀντὶ τοῦ, μεταποιοῦντες, παραποιούντες.» Υπομνήσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ὑμᾶς ἅπαξ τοῦτο, ὅτι ὁ Κύριος λαὸν ἐκ τῆς Αἰγύπτου σώσας, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπὸ ώλεσεν. Αγγέλους τε τούς μή τηρήσαντας την ἑαυτῶν ἀρχὴν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οίκη τήριον, εἰς κρίσιν μεγάλης ἡμέρας, δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν. Ὡς Σόδομα και Γόμορρα, καὶ αἱ περὶ αὐτὰς πόλεις, τὸν ὅμοιον τούτοις τρόπον ἐκπορνεύσασαι, καὶ ἀπελθοῦσαι 5 ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δείγμα, πυρὸς αἰωνίου δίκην ὑπέχουσαι· ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι, σάρκα μὲν μιαίνουσι, κυ ριότητα δὲ ἀθετοῦσι, δόξας δὲ βλασφημούσι. Ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ότε τῷ διαβόλῳ δια κρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώμα. τος, οὐκ ἐτόλμησε κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλ᾽ εἶπεν, Επιτιμήσαι σοι Κύριος. Ούτοι δὲ ὅσα μὲν οὐκ οἴδασι βλασφημοῦσιν, ὅσα δὲ φυσικώς, ὡς τὰ ἄλογα ζῶς, ἐπίστανται, ἐν τούτοις φθείρονται, ο Εἰρηκὼς τὴν ἀσέλγειαν τῶν ἀκαθάρτων Νικολαϊτῶν καὶ Οὐαλεντινιανῶν, καὶ Μαρκιωνιστῶν, καὶ ὥσπερ ἐγκαύσει τινὶ ἐπισήμους αὐτοὺς ποιήσας ἀπὸ τῆς προσούσης αὐτοῖς βορβορότητος, ἐπάγει καὶ ταῦτα· Ὁ Κύριος λαὸν ἐκ γῆς Αἰγύπτου, καὶ ἑξῆς. Ὁμοῦ μὲν διὰ τούτων δεικνύς, ὡς ὁ αὐτὸς Θεὸς τῆς παλαιᾶς ἐστι καὶ νέας εἰσηγητής, ἀλλ᾽ οὐχ ὡς οἱ μικροὶ οὗτοι, ἄλλον μὲν τὸν τῆς παλαιᾶς φά σκοντες τιμωρητικὸν καὶ ὠμόν, ἄλλον δὲ τὸν τῆς νέας, προσηνῆ καὶ φιλάνθρωπον ἔφοβον εἶναι Θεὸν, ἅμα δὲ καὶ ὡς οὐδὲ οἱ νῦν ἀτιμώρητοι μείνειαν. Ως οὐδὲ οἱ ἐξ Αἰγύπτου, διὰ μὲν τὴν ὑπερβάλλουσαν δύναμιν, καὶ τὴν πρὸς τοὺς πατέρας αὐτῶν όρκω μοσίαν, τοῦ Θεοῦ τῆς Αἰγυπτιακῆς αὐτοὺς ἀπαλλάξαντος βίας, οὐ μέντοι καὶ παρανομήσαντες ἀτιμώρητοι διαμεμενήκασιν, ἀλλ᾽ ἔδοσαν δίκας ἀξίας οὐδὲν αὐτοὺς ὠφελήσαντος τοῦ πρὸς τοὺς αὐτῶν πατέρας; τοῦ Θεοῦ εὐμενους, οὐδὲ τῆς τῶν θαυμάτων ὑπερ φυοῦς διὰ τούτους ἐναργείας, ὡς οὐδὲ μοὺς ἐκπεπτωκότας ἀγγέλους, τὸ ἀπὸ Θεοῦ γενέσθαι, καὶ νοερᾷ φύ σει τετιμῆσθαι, οὐδὲ τοὺς Σοδομίτας ἡ μετὰ τοῦ Λώτ συναυλία. Αλλ' οἱ μὲν τὴν Ἐρυθράν θάλασσαν διὰ: 697 ξηρᾶς διελθόντες διὰ πίστεως, ὕστερον ἀπιστήσαντες ἀπώλοντο. Τούς δὲ τῆς ἀγγελικῆς ἀξίας λαχόντας τὸ τίμιον, ἐκ ῥᾳθυμίας μὴ ἐμμείναντας τῇ ἐαυ τῶν ἀρχῇ, ἀλλ᾽ ἀθετήσαντας τὴν δεδομένην αὐτοῖς δι' ἀγαθότητα δίαιταν ἐπουράνιον, εἰς κρίσιν, ἤτοι εἰς κατάκρισιν μεγάλης ἡμέρας τη τιμωρία και ἀνυποίστου τεταμίευκεν. Τοῦτο γὰρ καὶ νῦν τὸ τετήρηκε σημαίνει. Καθὸ καὶ ὁ Χριστός φησι Τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις τετήρησε αὐτοῦ.» Καὶ δὴ οἱ Σοδομίται τεκμήριον τοῦ ὑποδες
col. 711–712page 3 of 10
PG 119:711ξαμένω αὐτοὺς ἀτελευτήτου πυρὸς πρόκεινται, Οπίσω σαρκὸς ἑτέρας ἀπελθόντες, καὶ πορνεύ » σαντες, τουτέστιν, ἐκκλίναντες. Ο τὸ πορνεύειν πορνεύειν σημαίνει. Σάρκα δὲ ἑτέραν τὴν ἀῤῥενα φύσιν λέγει, ὡς μη προς συνουσίαν γενέσεως συντελούσαν. Η γὰρ πρὸς συνουσίαν σὰρξ, τοῦ θέλεός ἐστι κατὰ τὸ υπό τοῦ προπάτορος εἰρημένον, Οστοῦν ἐκ τῶν οστέων μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Ἡ δὲ » τῶν ἀρρένων σὰρξ, ἑτέρα τῆς συνουσίας φημί. Πλὴν καὶ ἐπὶ τοῦ θήλεος, ἡ μὲν κατὰ νόμους ἑνὶ μία, ἰδία σάρξ καὶ οἰκεία, ἡ δὲ ἐκκεχυμένη καὶ δημοσία, ἑτέρα καὶ ἀλλοτρία, καὶ μικρῷ τῆς ἀῤῥενικῆς εἰς μίασμα λειπομένη. Εἰρηκὼς δὲ ταῦτα τὰ ὑποδείγματα, κατέλιπε τὸ ἀκόλουθον τούτοις ἐννοεῖν τὸν ἀκροατήν. Τί δὲ τοῦτο; Τὸ ἐπενεγκεῖν· Εἰ οὖν τούτοις οὕτως ἀπεχρήσατο μηδὲν δυσωπηθείς τῇ προτέρα αὐτῶν εὐκληρία, ἄρα τούτου; νῦν ἀσελγοῦντας ἐξαι ρήσεται τὸ τὸν Υἱὸν τοῦ Θεοῦ δι᾿ ἀνθρωπους εἰς τὸν κόσμον ἐλθεῖν καὶ ἀνασχέσθαι ὑπὲρ τούτων ὕβρεων καὶ παθῶν οὐκ ἂν εἴποι τις τοῦτο. Κἂν γὰρ φιλάνθρωπος ἐστιν, ἀλλὰ καὶ δίκαιος ἀληθείᾳ. Καὶ διὰ μὲν ἀληθῆ δικαιοσύνην, τῶν ἡμαρτηκότων οὐκ εφείσατο, διὰ δὲ φιλανθρωπίαν, πόρτας καὶ τελώνας εἰς τὴν βασιλείαν εἰσήγαγεν. Οὕτω τοῦ ἀκολούθου ὄντος χρήσασθαι, αὐτὸς παρῆκε, καὶ δι᾽ ἃ μὲν προ είπομεν, ἢ καὶ ὡς τῷ μακαρίῳ Πέτρῳ προειρημένου, ὅτε ἔλεγεν· Εἰ γὰρ ὁ Θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο,» καὶ ἐξῆς. Καὶ περὶ μὲν τού των οὕτως. Τὸ δὲ, Σάρκα μὲν μιαίνουσιν ἐνυπνια ξόμενοι, η θαυμάζειν ἄξιον τῆς σεμνότητος τοῦ λόγου. Πολλὴν γὰρ αὐτῶν ἀσέλγειαν καταμαρτυρεί, «» φάσκων ὅτι καὶ βίῳ εἰσὶν ἀκάθαρτοι, καὶ γλώσσῃ ἀσελγέστατοι. Τὸ γὰρ ἄγαν αἰσχρὸν τῆς πράξεως, 628 διὰ τοῦ ᾿Ενυπνιαζόμενοι περιέστειλεν. Ο μικρόν ἡμεῖς, καὶ ὅσον προσῆκε, παραγυμνώσομεν, ἐκ τοῦ πεπονημένου τῷ μακαρίῳ Επιφανίῳ τῷ Κύπρου περὶ τούτων, ὁ καὶ Πανάριον εκάλεσε, τὴν γνῶσιν ἐνυπνιαζόμενοι εἰληφότες. Φησί γάρ οὗτος· Τούς μικρούς τούτους Βορβορίτας αἰσχρῶς γυναιξὶν ἐπιμιγνυμένους, μὴ τῇ μήτρα τὴν γονὴν κατασχεῖν, ἀλλ᾽ ἀτελέστῳ τῇ βδελυρίᾳ ταῖς ἑαυτῶν ὑπολαβόντες ταύτην χερσὶν, εὐ θὺς τῷ στόματι ταύτην προσάγειν μεθ' ών συναφθε ρησαν γυναίων, καὶ οὕτως ἀπέρχεσθαι ἀπ' ἀλλήλων τοὺς ἀκαθάρτους, μέγα τι οἰηθέντας ἐπιτετελεκέναι. Τοῦτο τὸ ἀκάθαρτον δράμα διὰ τὸ ἀτέλεστον, ἐν υπνίασμα καλεῖ, ἐπεὶ καὶ τοιαῦτα τὰ ἐν τοῖς ἐνα υπνιασμούς. Μιαίνοντες τοίνυν διὰ τῆς βορορώδους ταύτης προσφορᾶς τὴν ἑαυτῶν σάρκα, ἔτι, φησὶ, καὶ κατὰ τῆς θείας φύσεως μαίνονται τὴν κυριότητα ταύτης ἀθετουν ες, καὶ τὴν τοῦ παντὸς αὐτῆς δεν σποτείαν. Πλατύτερον δὲ περὶ τούτων ὁ μακάριος Εἰρηναῖος ὁ Λουγδούνου εἴρηκεν ἐν τῷ ἐλέγχῳ τῆς ψευδωνύμου γνώσεως, παρ᾽ οὗ ὁ βουλόμενος λαμβανέτω τὴν γνῶσιν, Η κυριότητα, τὴν τοῦ κατὰ Χρισ στον μυστηρίου τελετὴν ἀθετοῦσιν, ἐν τάξει μυστηρίων ἀγγελικῶν τὰς ἑαυτῶν ἀσελγείας ἐκτελοῦντες. Δόξας δὲ τὴν παλαιάν φησι διαθήκην καὶ τὴν νέαν,
col. 713–714page 4 of 10
PG 119:713ὡς Παυλός φησι Εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ. Καὶ πάλιν Εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον ἡ διακονία τῆς δικαιοσύνης δόξα. Η καὶ Δόξας, τὰς ἐκκλησιαστικὰς ἀρχάς φησιν, ἃς ἐβλασφήμουν ὡς ἔστι καὶ ἀπὸ τῆς τρίτης Ἰωάννου τοῦ ἠγαπη- Δόξας μένου Επιστολῆς μαθεῖν. Ἐν οἷς φησι τὸν Διοτρεφή λόγοις πονηροῖς καταφλυαρεῖν αὐτῶν. Ἐπεὶ δὲ βλασ φημίας, εμνήσθη, σωφρονίζων οὐκ αὐτοὺς μόνους, 31.» ἀλλὰ καὶ πάντας ἀνθρώπους καθαρὰς ἔχειν τὰς γλώσσας τοῦ τοιούτου κακοῦ, καὶ μηδὲ κατὰ τῶν ἀξίων βλασφημίας τούτῳ κεχρῆσθαι, φησίν· Ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, καὶ ἑξῆς. Τί τοῦτο λέγων ὡς οὗτοι μὲν προχείρως καὶ ἀκρατῶς κέχρηνται κατά πάντων τῇ βλασφημία. Οὐ χρὴ δὲ τοῦτο, ὅπου γε οὐδὲ τοὺς ἀξίους βλασφημίας, δίκαιον βλασφημεῖν, ὡς δῆλον ἀπὸ τοῦ ἀρχαγγέλου Μιχαήλ. Παρὸν γὰρ αὐτῷ κρινομένῳ μετὰ τοῦ διαβόλου περὶ τοῦ Μωϋσέως σώματος βλασφημῆται τὸν διάβολον διὰ τὴν ἀναίδειαν αὐτοῦ, τοῦτο οὐκ ἐποίησεν, εἰ μὴ τὸ, Επιτιμήσαι σοι:» μόνον ὁ Θεὸς, διάβολε, ἀπήνεγκεν αὐτῷ. Εἰ δὲ ὁ ἀρχ- 699 άγγελος οὐδὲ ἀνδρὸς βλαφημουμένου ἤνεγκε, πώς οὗτοι τὸν πάντων Θεὸν βλασφημεῖν ὅλως τολμῶσι Καὶ ἄλλως γράφεται· Εἰ δὲ ὁ ἀρχάγγελος οὕτως, οὐκ ἐν δίκῃ ἂν ἀνδρὸς ἀδελφοῦ καὶ ὁμογενούς βλα σφημίας συμπλέκοιμεν. Καὶ ταῦτα μὲν περὶ τούτων. Ἡ δὲ περὶ τοῦ Μωϋσέως κώματος κρίσις ἐστὶ αὕτη, Λέγεται τὸν Μιχαὴλ τὸν ἀρχάγγελον τῇ τοῦ Μωϋ σέως ταφῇ δεδιηκονηκέναι. Τοῦ γὰρ διαβόλου τοῦτο μὴ καταδεχομένου, ἀλλ' ἐπιφέροντας ἔγκλημα διὰ τὸν τοῦ Αἰγυπτίου φόνον, ὡς αὐτοῦ ὄντος τοῦ Μωυσέως, καὶ διὰ τοῦτο μή συγχωρεῖσθαι αὐτῷ τυχεῖν τῆς ἐντίμου ταφῆς. Ἡ καὶ διὰ τούτου τὸ πᾶσιν ἀνθρώποις ἐποφειλόμενον μετὰ τὴν ἀπὸ τοῦ σώματος ἔξοδον λογοθέσιων σημαίνειν βουλόμενος ὁ ᾿Απόστολος, καὶ ὅτι αὐτὸς εἴη ὁ Παλαιᾶς καὶ Καινῆς Διαθήκης Θεὸς, τοῦτο προφέρει νῦν. Δεῖξαι γὰρ βουλόμενος, ὁ Θεὸς τοῖς τότε παχύτερον δια κειμένοις ἀνθρώποις διὰ τοῦ φανεροῦ τὸ ἀφανές, ὅτι μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν ταῖς ἡμετέραις ψυχαῖς ἀνθίσταται ὁ διάβολος μετὰ τῶν ἑαυτοῦ που νηρῶν δαιμόνων, ἐκκόψαι βουλόμενος τὴν ἐπὶ τὰ ἄνω πορείαν αὐτῶν (καὶ ὁ μὲν ἀνθίσταται, οἱ δὲ ἀγαθοὶ Θεοῦ ἄγγελοι συμμαχούσιν αὐταῖς, ὡς καὶ ὁ μακάριος ᾿Αντώνιος τεθέαται), ταῦτα τότε πραχθῆναι συνεχώς ρει. Πλὴν τὸν Μιχαὴλ τότε, τὸν διάβολον ἀποσοβῆσαι μὲν, μὴ μέντοι ἐξουσιαστικῶς ἐπιτιμῆσαι, ἀλλὰ τῷ Κυρίῳ τῶν ὅλων παραχωρῆσαι τὴν κρίσιν, καὶ εἰ πεῖν Επιτιμήσαι σοι ὁ Θεὸς, διάβολε, Οὗτοι δὲ οὐκ οἴδασι, ο Ὁ μὲν Μιχαήλ, φησίν, οὕτως, οὐδὲ κατὰ ἀνδρὸς, ἤτοι τοῦ Μωϋσέως ἠνέσχετο βλασφημίας. Οὗτοι δὲ περὶ δογμάτων ἃ οὐκ οἴδασι, βλασφήμους συν τιθέασι λόγους, ὅσα δὲ φυσικῇ ὁρμῇ ἀδιακρίτως, ὡς τὰ ἄλογα, ἐπίστανται ζώα, ταῦτα μεταδιώκουσιν, ὡς ἵπποι θολυμανεῖς ἢ χοίροι. η

Chapter IICaput II

col. 715–716page 5 of 10
PG 119:715ἀγάπας, ΚΕΦΑΛ. Β΄. Ταλανισμὸς αὐτῶν ἐπὶ τῇ πλάνῃ καὶ ἀσεβείᾳ καὶ ἀσελγείᾳ καὶ βλασφημία, καὶ ἐπιπλάστῳ ὑποκρίσει, τῇ εἰς ἀπάτην δωροδοκία. Οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαάμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογία του Κορὲ ἀπώλοντο. Οὗτοι εἰσιν ἐν ταῖς ἀγάπαις ὑμῶν, σπιλάδες, στνευ ωχούμενοι ἀφόβως, ἑαυτοὺς ποιμαίνοντες, νεφέ λαι ἄνυδροι ὑπὸ ἀνέμων περιφερόμεναι, δένδρα φθινοπωρινὰ ἄκαρπα, δὶς ἀποθανόντα καὶ ἐκριζωθέντα, κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύ ἀστέρες πλανῆται· οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰώνα τετήρηται, ο Οδῷ τοῦ Κάϊν.» Τουτέστι, διὰ τῆς ἀδελφοκτονίας. Καὶ γὰρ καὶ αὐτοὶ τοιαύτα διδάσκοντες τοὺς ἀδελφοὺς, ἤτοι τοὺς ὁμογενεῖς ἀνθρώπους ἀποκτιννύουσιν αὐτοὺς ταῖς πονηραῖς διδασκαλίαις. Ἡ καὶ σπερμοφαγοῦντες, τὸν δυνάμει ἀδελφὸν ἀποκτιννύουσιν, ὃν ἡ τοῦ σπέρματος τελεσφορία ἤνεγκεν ἂν βίον. Τῇ δὲ τοῦ Βαλαὰμ ὁδῷ, ὅτι κέρδους χάριν και αὐτοὶ ὡς ἐκεῖνος ταῦτα πράσσουσι. Τῇ δὲ τοῦ Κορέ, ὅτι καὶ αὐτοὶ ὡς ἐκεῖνος διδασκαλικὸν ἀξίωμα ἀνάξιοι ὄντες ἥρπασαν, «Οὗτοί εἰσιν ἐν ταῖς ἀγάπαις ὑμῶν.» Ησαν ἔτι κατὰ τὸν χρόνον ἐκεῖνον ἐν ταῖς ἐκκλησίαις γινόμεναι τράπεζαι, ὡς καὶ Παυλός φησιν ἐν τῇ πρὸς Κορινθίους. Ας καὶ ἀγάπας ἐκάλουν. Εν ταύταις, φησί, συνέρχονται, οὐ διὰ χρείαν τὴν ἐν ταύ ταις γινομένην, ἀλλ᾽ ἵνα καιρὸν εὕρωσι, ψυχὰς ἀστηρίκτους δελεάζειν, ὡς καὶ Πέτκος φησὶν ἐν τῇ δευ τέρῃ ἐπιστολῇ. Τὸ δὲ, ᾿Αφόβως ἑαυτοὺς ποιμαίνοντες, ἤτοι πρὸς τὸ σπιλώδες συντακτέον, ἵνα ᾖ τὸ νόημα οὕτως· Σπιλάδες ἀφόβως συνευωχούμενοι, τουτέστι, μηδένα φόβον τοῖς συνδείπνοις προσδοκῶσιν, ἐξαί φνης ὥσπερ σπιλάδες ἐπάγοντες αὐτοῖς τὸν ὄλεθρον τῶν ψυχῶν. Ἡ πρὸς τὸ, ποιμαίνοντες, τὸ, ἀφόβως ἑαυτοὺς συντάττοντες. Οὐ δεδιότες, φησί, τὸ ἀπὸ τοῦ μὴ ἐπίστασθαι ποιμαίνειν κρίμα, ἀλλὰ τυφλοί το φλούς ὁδηγοῦντες, καὶ εἰς βόθυνον, τὸ τοῦ Κυρίου ἐρεῖν, μετὰ τῶν ποιμαινομένων εμπίπποντες. Σπι λάσι δὲ αὐτοὺς παρεικάζει, καὶ ἀνύδροις νεφέλαις, καὶ δένδροις φθινοπωρινοῖς, καὶ κύμασιν ἀγρίοις, καὶ ἀστροις πλανήταις. γὰρ ἐκείνοις υπάρχει κατὰ φύσιν, ταῦτα τούτοις κατὰ προαίρεσιν. Αἵ τε γὰρ σπιλάδες τοῖς πλέουσιν ἀλέθριοι, ἀπροσδοκήτως ἐπιγινόμεναι, ὡς καὶ αὐτοὶ τοῖς συνδείπνοις ἐνέλ πιστον κακὸν ἐπιφύονται. Αἵ τε ἄνυδροι νεφέλαι ὑπὸ ἀνέμων έλαυνόμεναι, οἷς ἂν τόποις ἐπενεχθῶσιν, οὐκ ἀναψύχουσι τῷ ὄμβρῳ οὐ γὰρ ἔχουσιν), ἀλλὰ ζόφον αὐτοῖς ἀπεργάζονται. Ὡσαύτως καὶ οὗτοι, οὐ λόγῳ σωτηριώδει τὰς ψυχὰς ἄρδουσι τῶν ἐντυγχανόντων, ἀλλὰ ζοφοῦσι ταῖς μιαρωτάταις αὐτῶν εἰσηγήσεσιν, ἐλαυνόμενοι τοῖς τῶν δαιμόνων πονηροῖς ἐπιτη
col. 717–718page 6 of 10
PG 119:717δεύμασιν. ᾿Αλλὰ καὶ τὰ φθινοπωρινὰ δένδρα δὶς ἀπο θνήσκοντα, ἔν τε τῇ τοῦ καρποῦ αὐτῶν ἀποβολῇ, καὶ ἐν τῇ τῶν φύλλων ἀποῤῥου (ξηρά γὰρ δοκεῖ τότε τοῦ κάλλους ἐστερημένα, τῆς ἀπό τε τοῦ καρποῦ ἀγλαίας, καὶ τῆς τῶν φύλλων ἀνθηρᾶς εὐπρεπείας), αὐτοῖς τι κατάλληλον πάσχει Δὶς γὰρ καὶ οὗτοι ἀπο βαλλόμενοι διὰ τῆς σπερμοφαγίας, καὶ τὴν ἀπὸ τῆς σώφρονος πολιτείας ευκοσμίαν σφαιρούμενοι. Διό καὶ ἐκριζοῦνται ἀπὸ τοῦ παραδείσου τοῦ Κυρίου τῆς Εκκλησίας. Καὶ ἔξω ῥιπτούμενοι τούτου, συλλέγονται τῷ αἰωνίῳ πυρί. Ποίαν γὰρ ἔχει στάσιν ἢ ῥίζαν ὁ διὰ τὸν τῆς ἡδονῆς συρφετὸν ὑπὸ πάντων βαλλόμενος; Αστέρες δὲ πλανῆται χρηματίζουσι καὶ αὐτοὶ, οὐχ ὅτι τῷ τῆς πίστεως ἡμῶν στερεώματι μετα πρέποντες, τὸν τῆς δικαιοσύνης ἥλιον Χριστὸν ἔχουσι δι' αὐτῶν προερχόμενον, καὶ τὰς τῶν ἀρετῶν ὥρας ἀποτελοῦντα, καὶ ζωογονοῦντα τοὺς κατὰ ταύτας τεταγμένους πιστοὺς, ἀλλ' ὅτι δοκοῦντες εἰς ἄγγελον φωτός μετασχηματίζεσθαι, ὡς ὁ προκατάρχων αὐτῶν πονηρὸς δαίμων, ἀπεναντίας μόνον τῶν τοῦ Κυρίου φέρονται δογμάτων, οἷς καὶ ζοφοῦσι τους προσπελάζοντας, καὶ ζόφον τὸν αἰώνιον ἑαυτοῖς ἐκπορίζονται. ᾿Αλλὰ καὶ κύμασιν ἀγρίοις παρεικασθέντες, τὴν πρὸς αὐτὰ ὁμοιότητα οὐκ ἀναίνονται. Μανικῶς γὰρ καὶ αὐτοὶ καὶ ἀκατασχέτως ταῖς κατὰ τοῦ Θεοῦ βλασφημίαις, ἐλαυνόμενοι ὑπὸ τῶν τῆς πονηρίας πνεύ μάτων, ἐπαφρίζουσι τὰς ἑαυτῶν αἰσχύνας, εἰς ἀφρὸν ἀποτελευτώντες μετὰ τὸν κόμπον τῆς βλασφημίας, ἐκ 6,2 τῆς τοῦ βίου αὐτῶν ἀνυποστάτου καὶ εὐδιαλύτου αἰσχρότητος. Τοιοῦτος γὰρ ὁ πρὸς ὂν παρεικάσθησαν ἀφρὸς τῶν δ κυμάτων. Προεφήτευε δὲ καὶ τούτοις ἕβδομος ἀπὸ ᾿Αδάμ Ενώχ, λέγων. Ἰδοὺ ἦλθε Κύριος ἐν ἁγίαις μυ ριάσιν αὐτοῦ, ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐξελέγξαι πάντας τοὺς ἀσεβεῖς αὐτῶν περὶ πάν των τῶν ἔργων ἀσεβείας αὐτῶν, ὧν ἐσέβησαν, καὶ περὶ πάντων τῶν σκληρών, ὧν ἐλάλησαν, κατ' αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς. Οὗτοί εἰσι γογγυσταί, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι, Καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες προ σωπα ὠφελείας χάριν.» Ταῦτα εἰπὼν, ἐπιφέρει καὶ τὸν Ενώχ τὴν ἀποκειμένην αὐτοῖς προφητεύοντα ὑπὸ τοῦ Θεοῦ κάκωσιν ἐν τῇ ἐσχάτῃ δηλονότι τοῦ Θεοῦ δικαιοκριη σία. «Καὶ ἐξελέγξαι πάντας τοὺς ἀσεβεῖς» Ασεβής ἁμαρτωλοῦ διαφέρει, καθὸ ὁ μὲν ἀσεβὴς περὶ Θεὸν ἔχει τὸ πλημμελὲς, ὁ δὲ ἁμαρτωλὸς περὶ τὰ κατὰ τὸν βίον πραττόμενα, τοῦ τῆς δικαιοσύνης σκοποῦ τὸ ἀστόχημα. Μετὰ δὲ ταῦτα ἀφέμενος τούτων τῶν ἀσελγῶν ὁμοιώματος, ἤδη καὶ εἰς αὐτόχρημα τῆς κατ' αὐτῶν ἐνδείξεως χωρεί, γογγυστὰς αὐτοὺς καὶ με ψιχιμοίρους καλῶν. Ἔστι δὲ γογγυστὴς μὲν, ὁ ὑπ᾽ ὀδόντα καὶ ἀπαῤῥησιάστως τῷ δυσαρεστουμένῳ ἐπιμεμφόμενος. Μεμψίμοιρος δὲ ὁ πάντα καὶ ἀεὶ σκώπτειν ἐπιτηδεύων. Γογγυσταὶ δὲ καὶ μεμψία α γογγυστής, μεμψίμοιρος

Chapter IIICaput III

col. 719–720page 7 of 10
PG 119:719μοιροι οὗτοι οἱ μιαροί, φησίν. Οὐ γὰρ ἔχουσι παῤῥη δοξολογία Εἰ ἀποδιορίζειν, η ψυχικός, ψυχή, σίαν τῇ διδασκαλίᾳ ἑαυτῶν δι' αἰσχρότητα χρήσασθαι. Οὐ γὰρ ἀκίνδυνον δημοσιεύειν τὴν μετὰ ἀσε βείας καὶ βλασφημίας ασέλγειαν. Μεμψίμοιροι δὲ, ὡς τὰ τῶν ἄλλων καὶ τὰ τῆς ἀληθείας διαβάλλοντες, ἵνα τὰ οἰκεῖα κατὰ δῆθεν καὶ ἀσελγήματα στήσωσιν. Οπερ δὲ περὶ τοῦ Βαλαάμ εἴρηκεν, ὅτι μισθοῦ καὶ οὗτοι ὡς ἐκεῖνος ἐξεχύθησαν, νῦν σαφέστερόν φησιν, ὅτι πρόσωπα θαυμάζουσιν ὠφελείας χάριν, θαυμάζειν μὲν, τὸ κολακικῶς αὐτοὺς χρῆσθαι τοῖς ἐν τέλει λέγων ὠφέλειαν δὲ τὸ κέρδος. ΚΕΦΑΛ. Γ΄. Περὶ ἀσφαλείας αὐτῶν ἐπὶ τῇ πίστει, συμπαθείας τε καὶ φειδοῦς εἰς τὸν πλησίον ἐπὶ σωτηρία ἐν ἁγιασμῷ. Εὐχὴ αὐτῶν εἰς ἁγιασμὸν, καὶ παρρησία καθαρά σὺν δοξολογία Χριστοῦ.» «Υμεῖς δὲ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων προειρημένων ὑπὸ τῶν ἀποστόλων του Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι ἔλεγον ὑμῖν, ὅτι ἐν ἐσχάτῳ χρόνῳ ἔσονται εμπαίκται, κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειών. Ουτοί εἰσιν οἱ ἀποδιορίζοντες ψυχικοί, πνεῦμα μὴ ἔχοντες. Ὑμεῖς δὲ ἀγαπηποί, τῇ ἁγιωτάτη ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτοὺς ἐν Πνεύ ματι ἁγίῳ προσευχόμενοι ἑαυτοὺς ἐν ἀγάπῃ Θεοῦ τηρήσατε, προσδεχόμενοι τὸ ἔλεος τοῦ Κυ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον. Καὶ ούς μὴ ἐλεεῖτε διακρινόμενοι, οὓς δὲ ἐν φόβῳ σώζετε, ἐκ πυρὸς ἁρπάζοντες, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα. Τῷ δὲ δυ ναμένω φυλάξαι αὐτοὺς ἀπταίστους, καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλ λιάσει, μόνῳ σοφῷ Θεῷ Σωτῆρι ἡμῶν, δόξα καὶ μεγαλωσύνη, κράτος καὶ ἐξουσία, νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας. ᾿Αμήν.» Μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων, ο τῶν ὑπὸ Πέτρου ἐν τῇ δευτέρα Επιστολῇ, καὶ ὑπὸ Παύλου ἐν πάσῃ σχεδὸν Επιστολῇ. Εκ τούτου δὲ δῆλον, ὅτι ἔσχατον μετὰ τὸ παρελθεῖν τοὺς ἀποστόλους ἔγραφε ταῦτα. «Οὗτοι εἰσιν οἱ ἀποδιορίζοντες.» Ἰδοὺ ἕτερον ἔγκλημα τῶν μιαρωτάτων τούτων ἀνθρώπων. Οὐ γὰρ αὐτοὶ μόνοι, φησὶν ἀπόλλυνται, ἀλλὰ καὶ τοὺς τῆς Ἐκκλησίας ἀποσυλῶσι τροφίμους, (τοῦτο γὰρ τὸ ἀποδιορίζοντες, βούλεται αὐτῷ σημαίνειν), τουτέστιν, ἔξω τῶν ἐκε κλησιαστικῶν ὅρων ποιοῦντες, ἤτοι τῶν τῆς πίστεως. ἢ καὶ αὐτοῦ τοῦ ἱεροῦ τῆς ᾿Εκκλησίας σκηνώματος. Σπήλαια γὰρ λῃστῶν τὰς ἑαυτῶν συναγωγὰς ἀποδείξαντες, ἀπὸ μὲν τῆς ᾿Εκκλησίας ἀπάγουσιν, ἑαυτοῖς δὲ προσάγουσι. Ποιοῦσι δὲ τοῦτο, ψυχικοὶ ἄνθρωποι ὄντες, τουτέστι, κατὰ τὴν τοῦ κόσμου συμπεριφορὰν ζώντες. Εἴπομεν γὰρ ἤδη, ὅτι ψυχὴν πολλάκις καὶ τὴν ζωὴν εἴωθε καλεῖν ἡ θεία Γραφή, ὡς ἐν Ἰώβ· «Πάντα ὅσα ἔχει ἄνθρωπος, δώσει ὑπὲρ τῆς ψυχῆς αὐτοῦ, ἡ εἴτουν τῆς ζωῆς αὐτοῦ. Οὓς καὶ Παυλός φησι ψυχικούς ὄντας, μή δύνασθαι δέχεσθαι τὰ τοῦ πνεύματος τοῦ Θεοῦ. Ψυχικοί τοίνυν ὄντες, καὶ ψυχικῇ χρώνται διδασκα
col. 721–722page 8 of 10
PG 119:721λίᾳ, περὶ ἧς εἴρηται· Οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν ἀπὸ τοῦ Πατρὸς τῶν φώτωνα καταβαίνουσα, ἀλλ᾽ ἐπί γειος, δαιμονιώδης, πνεῦμα μὴ ἔχουσα θεῖον λαλοῦν. Υμεῖς δὲ, ἀγαπητοί. Ἐκεῖνοι μὲν οὖν οὕτως φησὶν, ὑμεῖς δὲ τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδο •» μοῦντες, ἤτοι ἑαυτοὺς ἀνακτώμενοι ἐν Πνεύματι ἁγίῳ, τουτέστι, κατὰ τὴν τοῦ ἁγίου Πνεύματος δι δασκαλίαν τὰς ἑαυτῶν ἀθροίσεις ἐν ταῖς προσευχαῖς ὑμῶν ποιούμενοι, Ἑαυτοὺς ἐν ἀγάπῃ Θεοῦ τηρή σατε,» τουτέστιν, ἑαυτοὺς διαφυλάττετε, τὸν ἀπὸ του «:» Κυρίου προδεχόμενοι ἔλεον, τὸν εἰς τὴν ἐσχάτην ἡμέραν τῆς αἰωνίου ζωῆς βραβευόμενον ὑμῖν. Κά κείνους δὲ, εἰ μὲν ἀποδιίστανται ὑμῶν, τοῦτο γὰρ σημαίνει τό, Διακρίνεσθαι), ελέγχετε, τουτέστι, φα νεροῦτε τοῖς πᾶσι τὴν ἀσέβειαν αὐτῶν. Εἰ δὲ πρὸς η ἴασιν ἀφορῶσι, μὴ ἀπωθεῖσθε, ἀλλὰ τῷ τῆς ἀγάπης ὑμῶν ἐλές προσλαμβάνεσθε, σώζοντες ἐκ τοῦ ἠπει λημένου αὐτοῖς πυρός. Προσλαμβάνεσθε δὲ μετὰ τοῦ ἑλεῖν αὐτοὺς καὶ μετὰ φόβου, περισκεπτόμενοι μή πως η πρόσληψις τούτων, ἀμελῶς ὑμῶν τὰ πρὸς αὐτοὺς διακειμένων, λύμης ὑμῖν γένηται αἰτία, τῶν ἤδη ἐστηριγμένων κλεπτομένων ὅπ' αὐτῶν εἰς τὴν αὐτὴν τῆς ἀσεβείας αὐτῶν ἀνάχυσιν. Εὐζήλωτον γὰρ ἡ κακία. Εστω οὖν ἡ πρόσληψις αὐτῶν, φησίν. ᾿Αλλὰ μετά φόβου προσίεσθε αὐτοὺς, ἤτοι μετά περι σκέψεως, καὶ τῷ ἐλέει τῷ πρὸς αὐτοὺς συνεπέσθω τὸ μίσος, τὸ πρὸς τὰ μικρὰ αὐτῶν ἔργα, μισούντων ὑμῶν καὶ βδελυσσομένων, καὶ τὸν ἀπὸ τῆς σαρκὸς αὐτῶν ἐσπιλωμένον, ἤτοι μεμιαμμένον αὐτῶν χιτῶνα, 688 ὡς τῇ πρὸς τὴν αὐτῶν σάρκα προσψαύσει, καὶ αὐτοῦ βδελυροῦ χρηματίζοντος. Η προσλαμβάνοντες αυ τοὺς τῷ φόβῳ τῆς μελλούσης κολάσεως, φησί, ἑλέους ἀξίους δρᾶσθαι, μετανοοῦντας παρασκευάζετε. Ταῦτα εἰπὼν, εὐχῇ λοιπὸν ἐπισφραγίζει τὴν ᾿Επιστολήν. Τέλος, σὺν Θεῷ, τῆς Ἰούδα Καθολικῆς Ἐπι στολής.» Εκ τῶν Οἰκουμενίῳ τῷ μακαρίῳ ἐπισκόπῳ Τρίκ-D της Θεσσαλίας θεοφιλῶς πεπονημένων εἰς τὴν Αποκάλυψιν Ἰωάννου τοῦ Θεολόγου, σύνοψις σχολικὴ μετὰ τῆς δεούσης ὅσον κατά σύνοψιν ἀνελλιπούς αὐταρκείας. Χριστὲ ὁ Θεὸς, σύμπραξον ἡμῖν.» Οτι καὶ τοῦτο τὸ σύγγραμμα, μύησις τῆς ἀπὸ τοῦ ἐπὶ τὸ στῆθος ἀνακλήσεως (ι ἀνακλίσεως) τῆς

Anonymous Synopsis of Oecumenius on the ApocalypseSynopsis Anonymi ex Oecumenio in Apocalypsint

col. 723–724page 9 of 10
Synopsis Anonymi ex Œcumenio in Apocalypsint
PG 119:723ὑπερθέου σοφίας τοῦ ἠγαπημένου, ἅτε θεόπνευστον ὄν καὶ ὠφέλιμον, ἀναμφιλόγως κατείληπται· ἀλλ' οὐ τῶν νόθων, ὥς τινες πλάνῳ συγκροτούμενοι πνεύ ματι ἐληρώδησαν, εἰ μὴ καὶ γνήσιον, καὶ τοῦ τῆς βροντῆς ἐπάξιον υἱοῦ, εἴ γε πιστέον ᾿Αθανασίῳ τῷ παμμεγίστῳ ἐν τῇ Ἐκθέσει τῶν κανονιζομένων τῆς Παλαιᾶς τε καὶ Νέας βιβλίων, τοῖς γνησίοις καὶ τοῦτο ἐγκρίνοντι· ἀλλὰ καὶ Βασιλείῳ τῷ θείῳ τουτο ἐν τῇ περὶ Υἱοῦ συζητήσει συντόμῳ ἔδοξε, καὶ Γρηγορίῳ τῷ θείῳ τὸν λόγον ἐν τῷ συντακτηρίῳ αὐτοῦ λόγῳ, καὶ Μεθοδίῳ τῷ σοφωτάτῳ Επισκόπῳ Πατάρων ἐν τῷ περὶ ἀναστάσεως, Κυρίλλῳ τε τῷ μεγάλῳ ἐν τοῖς περὶ τῆς ἐν πνεύματι προσκυνήσεως καὶ λατρείας αὐτοῦ πόνοις, πρὸς τού τοις καὶ Ιππολύτῳ τῷ Ῥώμης προέδρῳ ἐν τῇ τοῦ εἰς τὸν Δανιὴλ ἐρμηνεία λόγου, καὶ ἄλλοις δὲ πολ λοῖς, ἵνα μὴ μακρολογῶμεν· οἷς εἰς νόθον καὶ ἀπόβλη τον οὐκ ἔδοξεν ἀπεῤῥιφθαι, εἰ μὴ γνήσιον κριθῆναι. Οὐκ ἦν τοιούτοις καὶ τοσούτοις ἀκριβασταῖς τοῦτο 80 κοῦν, εἰ μὴ τὸ μέτριον αὐτῷ ᾔδεσαν σπουδαζομένον. Εἰ γὰρ μὴ τοῦτο. μηδὲ τὸ ἔντριτον σπαρτίον κατὰ τὸν ἐκκλησιάζοντα. Σολομῶντα, ο "Αῤῥηκτον μένον οὐ ταχέος διαῤῥαγήσεται.» Πολλῷ ἂν τὸ ἐξάπλοκον. Διὰ τῆς Αποκαλύψεως οὖν ταύτης δείκνυσιν ὁ Χρι 58-59.» στοῦ μαθητής, ὡς καὶ τὸ προφητικὸν καταπλοῦτετ χάρισμα· εἴπερ τῶν ἐνεστώτων καὶ τῶν παραχη μένων τε καὶ μελλόντων γνῶσιν τὸ μετὰ χεῖρας σύγγραμμα θησαυρίζει, ὧν καὶ πᾶσα ἐγκύμων προφητεία, ὅ καὶ τοῖς παρ' ἡμῖν θυραυλοῦσιν ἐν λόγῳ σοφοῖς. Ἐπεὶ δέ τινες αὐθαδίσαντο, ᾗ καὶ προσέλε κται νοθείας ἐγκλήματι τὸ θεοτελὲς τοῦτο χρησμῴδημα ἀχρειούν· παρ᾽ ὅσον ὁ θεόληπτος οὗτος τοῦ Λόγου Πατὴρ εἰωθὼς αὐτῷ θεολογία σεμνύνειν τῶν θεοπρεπῶν αὐτοῦ τόκων τὸν ἐκ βαλβιδος αὐτῶν ὡς ἂν εἴποι τις πρόοδον, οὐ νῦν τοῦτο ποιεῖ περὶ δὲ τὸ καθ᾿ ἡμᾶς πρόσλημμα διὰ φιλανθρωπίαν ἄφατου ; τὴν περὶ ἡμᾶς τὸ προοίμιον προσευκαιρεί· ἀναγκαῖον ἐκεῖνο ἐρεῖν, ὡς ἀδιάφορον εἰδὼς τὸ περὶ τὸ ἐν καὶ νὸ αὐτὸ ὑπάρξαν τῇ ἀποῤῥήτῳ ἑνώσει τῶν συνελθόντων, ὅπως οὖν ἑκατέρως χρῆσθαι, εἴτ' ἀπὸ τῶν θειοτέρων τοῦ Σωτῆρος Χριστοῦ ἀρξάμενον, ἢ, ἀπὸ τῶν ἀνθρωποπρεπῶν. Ἐν τοῖς πρώτοις αὐτοῦ γράμ μασιν ἀπὸ τῶν θεοπρεπεστέρων ἀρξαμενος, ἐπὶ τὰ ἀνθρώπινα χωρεῖν οὐκ ἠνήνατο, ἀφ᾽ ὧν φάσκει Καὶ ὁ Λόγος σὰρξ ἐγένετο ἐν τῷ μετὰ χεῖρα; αὖθις συγγράμματι ἀπὸ τῶν ἀνθρωποπρεπῶν ἀρω «ξάμενος, ὡς ἂν μὴ δόξαι ἀπὸ τῶν θειοτέρων μόνων 60:» αὐτὸν γινώσκειν, οὗ μέντοι καὶ ἀπὸ τῶν ἀνθρωπίνων, οὐκ ἠνέσχετο τοῖς ἀνθρωποπρεπέσιν ἐπαναπαῦσε τὴν λόγον· ἀλλὰ κάν τούτοις τὰ θεοπρεπέστερα προσνέμειν οὐ κατοκνεῖ, δι' ὧν καὶ τῷ ἀνθροπίνῳ τοῦ Κυ ρίου τὰ ὑπὲρ ἄνθρωπον ἐνθεωρεῖσθαι βούλεται. Ος καὶ Παύλῳ τῷ θείῳ σκοπὸς ἐν τῇ πρὸς Κολασσαεῖς Επιστολή • «Εν αὐτῷ, περὶ τοῦ Χριστοῦ φάσκοντι, ἐκτίσθη τὰ πάντα, τὰ τε ἐν οὐρανῷ καὶ τὰ ἐπὶ γῆς
col. 725–726page 10 of 10
PG 119:725πάντα δι' αὐτοῦ ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάνω: « των, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν, καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας, ὃς ἐστιν ἀπαρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν· ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων. Ο προσ ληφθείσα γὰρ αὐτοῦ σὰρξ ἐψυχωμένη νοερώς, ἵν᾽ ἐκ δύο φύσεων ἀσυγχύτως νοοῖτο ὁ Ἐμμα νουήλ συνημμένων θεότητι καὶ ἀνθρωπότητι, τελείως ἐχούσης ἑκατέρας κατὰ τὸν οἰκεῖον λόγον καὶ τὴν κατὰ ποιότητα φυσικὴν ἰδιότητα και διαφοράν, οὐ συγχυθέντων, οὐκ ἀλλοιωθέντων τῶν συνδεδραμηκό των, οὐδ᾽ αὖ διαιρουμένων τῇ ὁλοκληρίᾳ τῶν φύσεων; μετὰ τὴν ἄφραστον ἔνωσιν· ἵνα καὶ Νεστόριος κατω αισχύνοιτο, καὶ Εὐτυχής συναπόλλοιτο. ᾿Αλλ' ὅπως μὲν ᾖ τὸ περὶ τοῦ Σωτῆρος ἐν τοῖς ἄλλοις θείοις ἀκριβὲς καὶ ἀπεξεσμένον δόγμα, ἐνδιατρίψας ὡς εἴ ρηται ἐνταῦθα τοῖς ἀνθρωπίνοις κατεχρήσατο ῥή μασιν, πλήν οὔτε τὰ θεῖα τῶν ἀνθρωπίνων ἀπήλ λακται, οὐκ ἔμπαλιν τὰ ἀνθρώπινα τῶν θείων· κατὰ τὸ μᾶλλον κὲ καὶ ἧττον ἡ χρῆσις πρόεισιν, ΑΠΟΦΑΣΕΙΣ ΣΥΝΟΔΙΚΑΙ ΚΑΙ ΔΙΑΤΑΞΕΙΣ ΑΡΧΙΕΡΑΤΙΚΑΙ ΤΩΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΑΡΧΙΕΠΙΣΚΟΠΩΝ ΚΑΙ ΠΑΤΡΙΑΡΧΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ «Περὶ ἐπιτιμίας τῶν ἁμαρτανόντων, ο Οὐκ ἁπλῶς πρὸς τὸ τῶν ἁμαρτημάτων μέτρον δεῖ τὴν ἐπιτιμίαν ἐπάγειν, ἀλλὰ καὶ τῆς τῶν ἁμαρτανόντων στοχάζεσθαι προαιρέσεως· μήποτε ῥάψαι τὸ διερρωγός βουλόμενος, χεῖρον το σχίσμα ποιήσης
Page scan enlarged

Notebook

Full View