PG 120Leo Presbyter
On Job
Printed pages · scan text
diplomatic · pgworks
Diplomatic text · pgworks clean digital edition (verified) | placement: non-Migne (Leontius CP In Job; no PG120 Ebind entry / no facsimile match) -> col cleared — PG column chips mark the printed columns.
In Job (homilia 4) Λεοντίου πρεσβυτέρου Κωνσταντινουπόλεως λόγος εἰς τὸν Ἰώβ Ἄγε δὴ καὶ σήμερον, φίλε, γνησιώτερον τοῦ γενναιοτάτου Ἰὼβ τὸν ἄσυλον θησαυρὸν διαψηλαφήσωμεν τῷ λόγῳ· θησαυρὸν οὐ βαλλαντίῳ πεφυλακισμένον , ἀλλ' ἐν οὐρανοῖς ὠχυρωμένον· θησαυρὸν οὐ χρηματικῇ ποσότητι σταθμιζόμενον , ἀλλὰ ψυχικῇ γοργότητι φυλαττόμενον. Διὸ δεῖ τῷ ψυχικῷ θησαυρῷ μᾶλλον ἀγρυπνεῖν ἤπερ τῷ χρηματικῷ θησαυρῷ, ὅπου λῃσταὶ παρακαθέζονται καὶ πολλάκις ἐπαγρυπνοῦσιν, ὅπως τὸν οἰκοδεσπότην νυστάξαι παρασκευάσωσι καὶ τὸν δραπέτην συλήσωσιν. Τῷ δὲ ψυχικῷ θησαυρῷ λῃσταὶ οὐ παρακαθέζονται, ἀλλὰ δαίμονες παραπέμπονται, πῶς τὸν ὀρθὸν λογισμὸν ἀποσυλήσωσιν, πῶς τὴν ἀκίβδηλον πίστιν ἀποβουκολήσωσιν, πῶς τὸν πλοῦτον τῆς ὑπομονῆς διασκεδάσωσιν. Ἄνδρα γὰρ κυρίως φιλόθεον οὐ χρηματικὴ ζημία στυγνάσαι παρασκευάζει, ἀλλὰ λογισμῶν ἐρημία. Διὸ καὶ ὁ κύριος μεγάλην ζημίαν τὴν ψυχικὴν ἀπώλειαν ὑπομνηματίζων ἔλεγε τοῖς ὑπηκόοις· Τί ὠφελήσει ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδάνῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Καὶ πάλιν τοῖς αὐτοῦ μαθηταῖς διαρρήδην ἐκτιθέμενος ἔλεγεν· Γρηγορεῖτε καὶ προσεύχεσθε, ὅτι ᾗ οὐκ οἴδατε ὥρᾳ ὁ κλέπτης ἔρχεται. Καὶ τίς ὁ κλέπτης; Ὁ τῷ Ἰὼβ ἐπαγρυπνήσας καὶ μηδὲν εὑρών, ἀλλὰ κεναῖς χερσὶ τὸν κόλπον ῥιπίσας. Περὶ τοῦ ψυχικοῦ τοίνυν θησαυροῦ ὁ κύριος παραινῶν ἔλεγεν· Τί ὠφελήσει ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδάνῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Τοῦτο σαφῶς ἐπιστάμενος ὁ γενναιότατος Ἰὼβ πάσης τῆς ὑπάρξεως κατεφρόνησεν, ἵνα ψυχικὴν ζημίαν μὴ ὑπομείνῃ· βόας παρεῖδεν, ἀρετὰς οὐ παρεῖδεν· προβάτων κατεφρόνησεν, κατορθωμάτων οὐ κατέπτυσεν· τῶν τέκνων τὴν λύπην ἀπεδύσατο , τῶν ἁγίων τὸ κλέος ἐνεδύσατο. Διὸ καὶ ὡς εἶδεν τὸν Ἰὼβ ὁ διάβολος πανταχόθεν ἠσφαλισμένον καὶ μᾶλλον ἔργοις θεοφιλέσι τετειχισμένον ἢ λίθοις λελαξευμένοις, ἀντέβαλλε πρὸς ἑαυτὸν ὁ διάβολος λέγων· Τί ποιήσω; Πῶς τοῦ Ἰὼβ τὸν πλοῦτον συλήσω; Πῶς αὐτὸν ἀποκοιμίσω, ἄνθρωπον ἐν βιωτικοῖς πράγμασιν ἐξεταζόμενον; Πλουτεῖ καὶ οὐ βλασφημεῖ· τοσαύτη δορυφορία καὶ οὐδαμοῦ ἁμαρτία· βασιλεύει καὶ οὐ πταίει, ἀλλ' ἐν πᾶσι βασιλεύει. Αὐτὸς ἐν βασιλείοις, κἀγὼ ἐν ἐρημίᾳ· αὐτὸς δίκαιος καὶ ἄμεμπτος καὶ ἀληθινὸς προσαγορεύεται, ἐγὼ δὲ "ὄφις" καὶ "σκορπίος" καὶ "διάβολος". Τί ποιήσω; Τὸν Ἀδὰμ ἐδελέασα, τὸν Ἄβελ ἐφόνευσα, τὸν Κάϊν ἐκέρδησα, τὸν Νῶε μέθῃ παρέπεμψα, τὸν Χὰμ δουλεύειν παρεσκεύασα, τὸν Ἰακὼβ ἐφυγάδευσα, τὸν Ἡσαῦ τῶν πρωτοτοκίων ἐστέρησα, τὸν Ἰὼβ οὐχ εὑρίσκω παρασαλεῦσαι; Ἔγνων τὸ πρᾶγμα, οἶδα τί πράξω· ἄνωθεν βοηθεῖται, καὶ διὰ τοῦτο εἰς βλάβην οὐ συνωθεῖται. Εἰ συνεχώρησέ μοι ὁ ἐπὶ πάντων θεὸς παραστῆναι μετὰ τῶν ἀγγέλων, ἤμελλον λέγειν πρὸς αὐτόν· "Τί μάτην ὁ Ἰὼβ μακαρίζεται; Μισθῷ σε σέβεται· φυλάττεις αὐτόν, καὶ διὰ τοῦτο μικρὰν εὐχαριστίαν σοι προσφέρει." Ταῦτα πρὸς ἑαυτὸν ὁ διάβολος ἀντιβάλλων προσετίθει πάλιν λέγων ἐν ἑαυτῷ· Καὶ ταῦτά μου λέγοντος πρὸς τὸν κύριον ἀπεκρίνατο λέγων ὁ κύριος πρός με· "Εἰ διὰ τοῦτο μέγαν νομίζεις εἶναι τὸν Ἰώβ, διὰ τὴν τῶν χρημάτων περιουσίαν, δίδωμί σοι τὴν ἐξουσίαν· θέρισον αὐτοῦ τὰ χρήματα, ἵνα μάθῃς ὅτι οὐ χρήμασιν ἀλλὰ κατορθώμασιν ἐπερείδεται." Εἰ ταύτην τὴν ἀπόκρισιν ἔλαβον παρὰ τοῦ κυρίου, καὶ ἔγνων ἀσφαλῶς ὅτι οὐκέτι ἀντέχεται τῷ Ἰώβ, ἐγνώριζον πᾶσι τοῖς παροῦσι καὶ τῷ ἐπάνω πάντων οἷος βλάσφημός ἐστιν ὁ Ἰώβ. Ἄκουε συνετῶς. Ταύτας τοῦ διαβόλου τὰς κατὰ διάνοιαν κατὰ τοῦ Ἰὼβ μηχανὰς ἡ θεία γραφὴ ἐπροσωποποίησε καὶ
ὡς τὸν διάβολον ἀποκρινόμενον τῷ κυρίῳ καὶ τὸν κύριον τῷ διαβόλῳ παρέστησεν. Προσωποποιΐας χάριν, οὐχὶ δὲ ἀληθείας· οὐ γὰρ πρὸς λέξιν ἤδη καὶ τὸ νόημα· ἄλλως αἱ λέξεις ἔγκεινται, ἄλλως τὰ νοήματα σαφηνίζονται. Διὸ πάντας χρὴ σαφῶς εἰδέναι τοὺς παρόντας, ὅτι ἐξ ἧς ὁ διάβολος ἔπεσεν ἐκ τῶν οὐρανῶν οὐκ εἶδεν τὸ πρόσωπον τοῦ θεοῦ, οὐ κατηξιώθη τῆς προτέρας διαγωγῆς. Ὥσπερ γὰρ ἐπίγειος βασιλεὺς ἀπ' ὄψεως τύραννον ποιήσας οὐ προσδέχεται αὐτὸν ἐπ' ὄψεσιν, ἀποστρεφόμενος αὐτὸν διὰ τὴν τυραννίδα, οὕτω καὶ τοῦ διαβόλου ἀνταρσίαν μελετήσαντος ὁ κύριος αὐτὸν ἀποβαλὼν οὐκέτι κατηξίωσε τῆς πρὸς αὐτὸν θέας, οὐχ ὅτι ὁ κύριος αὐτὸν ἐμίσησεν , ἀλλ' ὅτι ἐκεῖνος πρὸς ἐπιστροφὴν οὐκ ἔκλινεν. Τούτων οὕτως ἐγνωσμένων ἵδωμεν τὰ παραναγνωσθέντα, ἵνα σαφηνίσωμεν τὰ προτεθέντα. Ἤκουες τοῦ ἱστοριογράφου Μωϋσέως ἐν τῇ παρούσῃ ἑσπέρᾳ, ἣν ἑσπέραν προσειπεῖν οὐκ ἤθελον ἀλλὰ μᾶλλον ὄρθρον. Ποίαν γὰρ δεῖ ἑσπέραν προσειπεῖν ταύτην ἢ τὰς ἀδελφὰς ταύτης, ἐν ᾗ πάντες οἱ παρόντες ὡς ἀπὸ κλίνης νήστεις καὶ νηφάλαιοι παραγεγόνατε ἐκτὸς τῶν καθαρῶν ῥυπαρῶν; Οὗτοι γὰρ μόνοι ἰουδαϊκῶς βρωμοῦσιν. Διὸ ἡ παροῦσα τῆς νηστείας ἑσπέρα πάλιν ὄρθρος διὰ τὴν ἐλαφρότητα τῆς γαστρὸς καὶ τὴν νηφαλιότητα τῆς ψυχῆς, ἐκείνοις δὲ νὺξ διὰ τὴν καρηβαρίαν τοῦ οἴνου καὶ τὴν σαρκοφαγίαν τῶν κρεῶν. Τί οὖν ὁ ἱστοριογράφος Μωϋσῆς; Ἤκουες αὐτοῦ ἀρτίως λέγοντος· Ἐγένετο δὲ ὡς ἡ ἡμέρα αὕτη, καὶ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον τοῦ κυρίου, καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν. Ἐγένετο δὲ ὡς ἡ ἡμέρα αὕτη. Ποία ἡμέρα; Ἡ τοὺς ἀγῶνας τοῦ Ἰὼβ ἐμφανίζουσα. Ἐγένετο ὡς ἡ ἡμέρα αὕτη. Ποία ἡμέρα; Ἡ τὰς ἐπουρανίους ἀρχαγγελικὰς δυνάμεις πρὸς θέαν τῆς πάλης παραστήσασα. Μόνον γὰρ εἶδεν ὁ κύριος τὸν διάβολον διανοηθέντα κατὰ τοῦ Ἰώβ , πάλιν εὐθὺς ἐπέταττε ταῖς ἄνω δυνάμεσιν ὁ κύριος λέγων· Παρακύψατε, βλέπετε πάλην ἐξαίρετον· παρακύψατε, βλέπετε πῶς ὁ ἐξ ὑμῶν ὑμᾶς καὶ τὰ ὑμῶν καταλιπὼν κάτω τῷ μηδὲν κοινωνοῦντι κατ' οὐσίαν μα νικῶς προσπαλαίει· παρακύψατε, βλέπετε πῶς ὁ ἅπαξ πεσὼν πάλιν πίπτει· παρακύψατε, βλέπετε, ἵνα μηδεὶς ὑμῶν ὡς ἐκεῖνος γένηται· παρακύψατε, βλέπετε τὸν Ἰὼβ νευρούμενον καὶ τὸν διάβο λον ἐκλυόμενον, τὸν ἐν τῷ παραδείσῳ φρυαττόμενον καὶ ἐπὶ τῆς κοπρίας αἰσχυνόμενον. Ἐγένετο ὡς ἡ ἡμέρα αὕτη. Ὄντως ἡμέρα ἡ τοῦ Ἰώβ·εὐγενὴς γὰρ ἦν τῶν ἀφ' ἡλίου ἀνατολῶν· τῷ Ἰὼβ ἡμέρα, τῷ διαβόλῳ νύξ· ἐψηλάφησεν γὰρ καὶ οὐχ εὗρεν. Ἐγένετο ὡς ἡ ἡμέρα αὕτη, καὶ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον τοῦ κυρίου, καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν. Ἀρκεῖ αὐτῷ τῆς προσηγορίας ἡ διαβολὴ πρὸς ἐγκωμίων παράστασιν. Διάβολος ἤκουσεν· ὃ ἐποίησεν ἔλαβεν, ὃ ἐζήτησεν ἐκλήθη, ὃ ἠθέλησεν ἐκληρονόμησεν· οὐκέτι ἄγγελος, τὸ τῆς φύσεως ὄνομα, ἀλλὰ διάβολος, τὸ τῆς προθέσεως παρεγγύημα· ἄγγελοι ἀπὸ τοῦ ἀγγέλλειν ἄγγελοι, διάβολος ἀπὸ τοῦ διαβάλλειν διάβολος. Ἐγένετο ὡς ἡ ἡμέρα αὕτη, καὶ ἦλθον οἱ ἄγγελοι παραστῆναι ἐνώπιον τοῦ κυρίου, καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν. Ἦλθεν ἐν μέσῳ, οὐκέτι τὸ τῆς παρρησίας ἀλλὰ τὸ τῆς αἰσχύνης πρόσωπον ἐπιφερόμενος, οὐκέτι τὸ βασιλικὸν πέπλον ἀλλὰ τὸ σατανικὸν ῥάκκος ἐπαγόμενος. Καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν, καὶ εἶπεν ὁ κύριος πρὸς τὸν διάβολον· Πόθεν παραγέγονας; Ὢ τῶν παραδόξων πραγμάτων. Ἠγνόει ὁ κύριος πόθεν ὁ διάβολος παραγέγονεν, ὁ γινώσκων βαθέα καὶ ἀπόκρυφα, ὁ τῶν καρδιῶν ἰχνηλάτης; Πόθεν παραγέγονας; Οὐχ ὡς ἀγνοῶν ἠρώτα, ἀλλ' ὡς βουλόμενος αὐτὸν ἐκ τοῦ στόματος αὐτοῦ κατακρῖναι· οὕτως γὰρ τὸν ὁμοιότροπον αὐτοῦ Κάϊν ἤλεγξε λέγων πρὸς αὐτόν· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; Οὐχ ὡς ἀγνοῶν ἠρώτα ὁ τῆς φωνῆς τοῦ αἵματος ἀκούων, ἀλλὰ βουλόμενος αὐτὸν ἐντελέστερον κατακρῖναι. Καὶ ὁ διάβολός φησιν
ἦλθεν ἐν μέσῳ αὐτῶν, καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ· Πόθεν παραγέγονας; Ὁ δὲ διάβολος πρὸς τὸν κύριον· Πόθεν παραγέγονα; Περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν πάρειμι. Ὁ δὲ κύριος πρὸς τὸν διάβολον· Περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας αὐτὴν ἦλθες; Τί λέγεις, ἀπατεών; Τὴν γῆν περιώδευσας; Καὶ τί ἐποίεις ἐν τῇ γῇ; Τίνα σε πεποίηκα, ἄνθρωπον ἢ ἄγγελον; Τὴν γῆν τοῖς ἀνθρώποις δέδωκα, τὸν οὐρανὸν τοῖς ἀγγέλοις· ἑνὶ ἑκάστῳ τάγματι ἴδιον χῶρον ἀπεκλήρωσα. Πῶς κατέλιπες τὸν οὐρανὸν καὶ τὴν γῆν περινοστεῖς; Τί ὄφελος, ἐν τῷ οὐρανῷ θεῷ σε λατρεύειν ἢ ἐπὶ τῆς γῆς ἀνθρώποις παρασιτεύειν; Μὴ ἐδεήθης τινός, ὅτι κατέλιπες τὸν ἄνω πλοῦτον καὶ κάτω κλέπτεις; Τί σοι βέλτιον, ἄνω ὡς ἄγγελον δοξάζεσθαι ἢ κάτω ὡς δραπέτην ἁλύσεσι δεσμεῖσθαι; Τὴν γῆν περιτρέχεις, διάβολε; Τὰ γήϊνα ἠγάπησας, ἔσο ἐν τοῖς γηΐνοις. Τὸν γὰρ ἄνθρωπον εἰς τὸν οὐρανὸν ἀνασφαιρίζω· ὅθεν σὺ ἐξωρίσθης ἐκεῖνον ἐκεῖ φυτεύσω. Ὅμως λέγε μοι, διάβολε, περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν ἦλθες; Τί στυγνάζεις, τίνι προσέκρουσας, τίς σε λυπεῖ; Οἶδας τί ἔπαθες; Οὗ προσεδόκησας βασιλεύειν, αὐτός σου δεσποτεύει. Ὁ δὲ διάβολος πρὸς τὸν κύριον ἔτι φρυαττόμενος ὡς μηδέπω τῆς ἥττης γευσάμενος· Στυγνάζω, δέσποτα; Οὐ μὴν οὐδαμῶς. Πάντων δεσποτεύω, πάντων περιγέγονα , οὐδεὶς ἀνθρώπων ἀντοφθαλμεῖ μοι. Σὺ μὴ ἐνανθρωπήσῃς καὶ βλέπε πῶς πάντων δεσποτεύω. Ὁ δὲ κύριος πρὸς τὸν διάβολον· Οἴει με κρύπτειν, ὦ διάβολε; Οὐδένα δέδοικας; Οὐδείς σου δεσπόζει; Οὐ παριστῶ πολλούς, ἑνὸς μόνου μνημονεύω. Προσέσχες τῷ θεράποντί μου Ἰώβ, τῷ σῷ μὲν βασιλεῖ, ἐμοῦ δὲ στρατιώτῃ, ὅτι οὐκ ἔστιν αὐτῷ ὅμοιος ἐπὶ τῆς γῆς ἄνθρωπος ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος; Εἰ σφάλλομαι μαρτυρῶν, ἀντίλεγε· εἰ μὴ ἀληθεύω, ἀνάτρεπε· εἰ δὲ δίκαια λέγω, πῶς ἔφης· "Οὐδείς μου δεσπόζει"; Ὁ δὲ διάβολος πρὸς τὸν κύριον· Τῷ Ἰὼβ μαρτυρεῖς, δέσποτα; Τί ὅσιον διεπράξατο; Τί ἄξιον μετῆλθε πρᾶγμα; Ἐκτὸς μακαρισμῶν ὁ Ἰώβ. Ὅτι οὐ βλασφημεῖ σε μέγας,ὅτι οὐχ ἁρπάζει τίμιος, ὅτι ξενοτροφεῖ θαυμαστός; Εἰ μὲν σκάπτων καὶ θερίζων καὶ κοπιῶν μισθὸν λαμβάνων προΐστατο τῶν πτωχῶν, εἰκὸς αὐτὸν μακαρίζεσθαι· εἰ δὲ ἐκ περιουσίας δίδωσι τοῖς πένησιν, τί μακαρίζεται; Τί δὲ καὶ ὡς μὴ πλεονέκτης γεραίρεται; Λείπει τῷ Ἰώβ; Ζητεῖ καὶ οὐχ εὑρίσκει; Μικράν σοι προσφέρει χάριν· πολλὰ λαμβάνων ὀλίγα προσφέρει. Οὐ σὺ περιέφραξας αὐτοῦ τὰ ἔξω καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ καὶ πάντων τῶν ὄντων αὐτοῦ κύκλῳ; Τὰ ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγησας καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς. Οὐ μὴν ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων ὧν ἔχει, εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. Ὢ τῆς τοῦ διαβόλου πανουργίας. Τὴν βλασφημίαν εὐλογίαν προσαγορεύει ὁ ἀπρόσωπος, σεμνολογεῖ ὁ ἄσεμνος. Ἐξ ἐκείνου καὶ νῦν ἄχρι τῆς δεῦρό τινες πολλάκις τὴν κατάραν εὐλογίαν προσαγορεύουσι, καὶ βουλόμενοί τινα ἀράσασθαι πρὸς ὃν ἡ μάχη, ἀποκρίνονται πρὸς αὐτὸν λέγοντες· Ἄπιθι, ἄνθρωπε, ὁ θεὸς εὐλογήσει σε, τουτέστι θεόθεν καταραθείης. Τί λέγεις, ἄνθρωπε; Τὴν τοῦ διαβόλου μετέρχῃ φωνήν. Ταύτην πρώτην ὁ διάβολος ἔρρηξε φωνὴν λέγων· Οὐ μὴν ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων ὧν ἔχει, εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. Τί ἐστιν ἀπόστειλον τὴν χεῖρά σου; Τουτέστι μικρὸν ἐπίσχες τὴν προνοητικήν σου δύναμιν· μὴ προστῇς τοῦ Ἰώβ, ἀλλ' ἄφες αὐτὸν μικρὸν λυπηθῆναι, ζημίαν ὑπομεῖναι· μὴ προνοήσῃς αὐτοῦ μικρόν, καὶ βλέπε πῶς ἀναισχυντότερον πάντων σε βλασφημεῖ. Ἐξαπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων ὧν ἔχει. Ὁ δὲ κύριος πρὸς τὸν διάβολον· Ἐξαποστελῶ τὴν χεῖρά μου καὶ ἅψομαι πάντων ὧν ἔχει. Ἤρξω τὴν ἧτταν ὁμολογεῖν, διάβολε; Ποῦ σου τῆς ἀντάρσεως τὰ φρυάγματα; Οὐ σὺ εἶ ὁ λέγων· Θήσω τὸν θρόνον μου ἐπὶ τῶν
νεφελῶν καὶ ὅμοιος ἔσομαι τοῦ ὑψίστου; Πῶς ὄνων καὶ καμήλων οὐ περιγίνῃ, ἀλλὰ τὴν ἐμὴν χεῖρα εἰς συμμαχίαν ζητεῖς; Ἀλλ' ὅμως ἐπινεύω τῇ αἰτήσει σου, οὐ σοὶ παραχωρῶν, ἀλλὰ τὸν ἐμὸν στρατιώτην φαιδρότερον ἀποδεῖξαι βουλόμενος. Ὁ γὰρ ἐν πλούτῳ εὐάρεστος, καὶ ἐν πενίᾳ δόκιμος. Πλοῦτος πενίας φορτικώτερον καὶ πρὸς ἁμαρτίαν τιμιώτερον· ὅπερ γάρ ἐστι χόρτος πυρί, τοῦτο πλοῦτος ματαιόφρονι. Ἀλλ' ὅμως ὁ Ἰὼβ ὁ τοιοῦτος, ὡς ἐν πλούτῳ ἤνθησε καὶ ἐν πενίᾳ στεφανωθήσεται· πενίαν γὰρ ἀνάγκη παιδεύει, πλοῦτον δὲ πρόθεσις στεφανοῖ. Διάβολε, ἤδη προλέγω σοι, ὅτι πᾶσαν μὲν τὴν ὕπαρξιν τοῦ Ἰὼβ θερίσεις, τὴν δὲ ἀνδρείαν αὐτοῦ οὐ μὴ ἐκλύσῃς. Ἰδοὺ πάντα ὅσα ἔστιν αὐτῷ δίδωμι ἐν τῇ χειρί σου, ἀλλ' αὐτοῦ μὴ ἅψῃ, οὐχ ὅτι ἀσθενὴς ὁ ἀθλητής, ἀλλ' ὅτι πρὸς τὴν αἴτησίν σου δίδωμι καὶ τὴν συγχώρησιν. Εἶπες ὅτι "Διὰ χρημάτων σε σέβεται"· λάβε τῶν χρημάτων μόνον τὴν ἐξουσίαν, ὅπως μάθῃς πότερον τῶν χρημάτων δεσπόζει ἢ τὰ χρήματα αὐτοῦ περιγίνεται. Ταύτην τὴν ἐξουσίαν λαβὼν ὁ διάβολος ἐξῆλθε χαίρων ἀπὸ προσώπου κυρίου, ὁ ἀεὶ ἐκ προσώπου κυρίου ἐκπορευόμενος. Ἐξελθὼν δὲ μυριόσαλον κλύδωνα ἐξήγειρε τῷ Ἰώβ, εὐθέως καταστρέφων, ἐμπυρίζων, ἀπολλύων, αἰχμαλωτίζων, δοκῶν ὅτιπερ τῷ πλεονασμῷ τῆς ζάλης δύναται βυθίσαι τὸ σῶμα, τὸ ἔμψυχον τοῦ Ἰὼβ σκάφος, μὴ συνειδὼς ὅτι ἔσω λιμένος παρώρμισται τῇ τῆς πίστεως ἀγκύρᾳ πανταχόθεν ἠσφαλισμένος. Καὶ ὅτι ποικίλους πειρασμοὺς καὶ χειμῶνας ἐξήγειρεν ὁ διάβολος κατὰ τοῦ Ἰώβ, ἤκουες ἀρτίως τοῦ συγγραφέως λέγοντος· Ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος λέγων τῷ Ἰώβ· Τὰ ζεύγη τῶν βοῶν ἠροτρία καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο ἐχόμεναι αὐτῶν· καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν στόματι μαχαίρας· καὶ ἐσώθην ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. Ἔτι τούτου λαλοῦντος· συνεχεῖς τοὺς ἀγγέλους πληθύνει δοκῶν τὸν στρατιώτην ἐκλύειν. Μὴ ἄγγελον νομίσῃς, ἀλλ' αὐτὸν τὸν διάβολον νόει· αὐτὸς γὰρ ὁ διάβολος, ὡς πανοῦργος καὶ σοφὸς εἰς τὸ κακοποιῆσαι, αὐτὸς ἑαυτὸν μετασχηματίζων εἰς τοὺς οἰκέτας τοῦ Ἰώβ, ποτὲ μὲν ὡς ποιμένος, ποτὲ δὲ ὡς βουκόλου, ποτὲ δὲ ὡς τοῦ βόσκοντος τὰς καμήλους, οὕτω συχνῶς αὐτὸς δι' ἑαυτοῦ βαδίζων τὰς προσόδους αὐτῷ τῶν πειρασμῶν προσέφερεν. Ἀλλ' ὁ μὲν διάβολος ἐν τούτοις, ὁ δὲ Ἰὼβ ὡς πέτρα τις τοῖς βιαίοις κύμασι προσανέχουσα ἀκύμαντος καὶ ἀσάλευτος ἔστη. Διὸ τὴν μὲν τῶν βοῶν καὶ πάσης τῆς λοιπῆς ὑπάρξεως ἀπώλειαν γενναίως ὁ Ἰὼβ ἤνεγκεν. Μόνον δὲ ἤκουσε τοῦ τετάρτου ἀγγέλου τὸν ὁμοιόσχημον τῶν τέκνων θάνατον φέροντος, εὐθέως ὁ Ἰὼβ ἐκάμφθη μικρὸν πατρικοῖς σπλάγχνοις λυγισθείς, ἵνα γνωσθῇ ὅτι ἄνθρωπος ἦν. Διὸ καὶ μόνον ἤκουσε τοῦ τετάρτου ἀγγέλου λέγοντος πρὸς αὐτόν· Τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ υἱῷ σου τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ ἐξαίφνης πνεῦμα μέγα ἐξῆλθεν ἐκ τῆς ἐρήμου καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου καὶ ἐτελεύτησαν, ταῦτα ἀκούσας ὁ Ἰὼβ εὐθέως ἐπέσχε καὶ κατέσχε τὸν ἄγγελον, περιεβλέπετο τὰς ὄψεις, ἵνα γνωρίσῃ τίς ἐστιν ὁ μηνύων καὶ τίς ὁ τοιαύτην ἀγγελίαν προσενέγκαι τολμήσας. Ὁ δὲ διάβολος κατεχόμενος τὰς ὄψεις ἀπέστρεφεν, δραπετεύειν ἠβούλετο, ὑπὸ δικαίου κρατεῖσθαι τὸ σύνολον οὐκ ἠνείχετο. Διὸ καὶ ὁ Ἰώβ, ὡς εἶδεν αὐτὸν θορυβούμενον καὶ ὧδε κἀκεῖσε περιστρεφόμενον καὶ τὸ πρόσωπον δεῖξαι μὴ βουλόμενον, μὴ εἰδὼς ἔτι τίς ἐστιν, τραχυνόμενος ἐπηρώτα τοῦτον· Λέγε μοι σύ, ἡ τῶν κακῶν προσθήκη, πνεῦμα μέγα ἦλθεν ἐκ τῆς ἐρήμου. Μὴ σὺ εἶ τὸ πνεῦμα; Μὴ σὺ εἶ ὁ τῆς ἐρήμου πολίτης; Πνεῦμα μέγα ἦλθεν ἐκ τῆς ἐρήμου, ἀνθρώπινον τὸ σχῆμα καὶ τὸ πρόσωπον ἀπρόσωπον. Πνεῦμα μέγα ἐξῆλθεν ἐκ τῆς ἐρήμου καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας. Λέγε μοι, ἔνδον ἦς τῆς οἰκίας ἢ ἔξω; Εἰ ἔνδον ἦς, πῶς διεσώθης; Εἰ
ἔξω διῆγες, πῶς ἔγνως ὅτι τὰ παιδία τετελευτήκασιν; Ὅμως λέγε μοι, ἐχωνεύθησαν οἱ ἑπτά, οἱ τῆς ἐμῆς ἀρρενογονίας ἰσοστάχυες χρύσεοι στύλοι; Ἀπεσβέσθησαν τῶν θυγατέρων μου αἱ παρθενικαὶ ἰσοφαεῖς τρεῖς λαμπάδες; Κατεστράφη τῶν λογικῶν νεοττῶν ἡ δεκάστρουθος νοσσιά; Γέγονεν ὁ οἶκος τάφος, ἡ τράπεζα τύμβος, ὁ κρατὴρ ἐκπιαστήρ; Μεγάλης μοι συμφορᾶς γέγονας μηνυτής. Ἀλλ' ὅμως σφόδρα χαίρω, ὅτι οὐκ ἀπεζεύχθησαν οἱ ἑπτὰ πῶλοι οὐδὲ τῶν ἑπτὰ πώλων αἱ τρεῖς δαμάλεις· ὡς ἔζησαν, καὶ ἀπέθανον, οὔτε ἐν τῇ ζωῇ αὐτῶν ἐχωρίσθησαν, οὔτε ἐν τῷ θανάτῳ διεμερίσθησαν. Μεγάλα μοι κακὰ συμβέβηκεν. Πᾶσαν τὴν ὕπαρξιν ζημιωθεὶς μικρὸν ἐλυπούμην τῶν τέκνων περιόντων, ὡς μὴ ἔχων τινὰ κληρονομίαν αὐτοῖς καταλεῖψαι· ὡς δὲ καὶ τὰ τέκνα τῷ δοτῆρι δῶρον προσήνεγκα, οὐκέτι στυγνάζω ἔργῳ τὴν τοῦ Ἀβραὰμ θυσίαν πληρώσας. Τῷ δὲ θεῷ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
In Job (homilia 5) \ Εὔκαιρον ἐν τῷ παρόντι τὸν ἀήττητον τοῦ θεοῦ στρατιώτην Ἰὼβ λέγειν τὰ τοῦ προφήτου Δαυΐδ. Εἶπα· Φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου· ἐθέμην τῷ στόματί μου φυλακὴν ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου. Ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη. Ὄντως ὁ Ἰὼβ εἴπέρ τις ἐφύλαξεν ἀπὸ βλασφημίας τὸ στόμα αὐτοῦ , ἐχαλίνωσεν ἀπὸ λοιδορίας τὴν γλῶσσαν αὐτοῦ, ἐχαράκωσε θεοφοβίᾳ τὰ χείλη. Ἐταπεινώθη, ἀλλ' οὐκ ἠπορήθη· ἐκωφώθη, ἵνα μὴ τοῦ δράκοντος ἀκούσῃ· ἐσίγησεν ἐξ ἀγαθῶν, ἀλλ' οὐκ ἀπέστη τῶν ἀγαθῶν· ἀνεκαινίσθη αὐτοῦ τὸ ἄλγημα, ἀλλ' οὐ διεφθάρη αὐτοῦ τὸ κατόρθωμα. Τὸν ἐξ ἐναντίας αὐτοῦ συνεστῶτα διάβολον ἐματαίωσεν, κενὸν αὐτὸν τῆς ἐλπίδος ἀπέδειξεν. Ὃ ἤθελεν, ἔπραξεν ὁ διάβολος· ὃ προσεδόκησεν, οὐκ ἤκουσεν. Τὴν φαρέτραν τῶν βελῶν ἐκένωσεν, ἀλλὰ τὸν στρατιώτην οὐκ ἐλύγισεν· τὸ σκάφος διέλυσεν, ἀλλὰ τὸν ἐπιβάτην οὐκ ἐβύθισεν· τοὺς δέκα κλάδους τῶν τέκνων ἀπέτεμεν, ἀλλὰ τὴν ῥίζαν τῆς ὑπομονῆς οὐκ ἐσάλευσεν· τοιχορυγίας τῷ σώματι προσήνεγκεν, ἀλλὰ τὴν ἡγεμονεύουσαν ψυχὴν οὐκ ᾐχμαλώτισεν· τοὺς φίλους ἐχθροὺς παρεσκεύασεν, ἀλλὰ τὸν φίλον τοῦ θεοῦ τῆς πρὸς αὐτὸν φιλίας οὐκ ἠλλοτρίωσεν. Διὸ καὶ ὁ σοφώτατος Ἰὼβ ὡς εἶδε τοὺς τρεῖς φίλους, καθὼς ἀρτίως ἤκουες, ἐπὶ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας συγκαθεσθέντας , τὴν μὲν συμπάθειαν ἐθαύμασεν, τὴν δὲ συμβουλίαν οὐκ ἐγνώρισεν. Διὰ τί; Ὅτι ὠνείδισαν οἱ φίλοι δικαίως αὐτὸν πάσχειν ἀποφηνάμενοι· ἁμαρτιῶν ἀντίδοσιν γενέσθαι διεσάφησαν. Διὸ καὶ ὁ Ἰὼβ ὡς εἶδεν αὐτοὺς ἐν τούτοις, μετὰ πολλὰς ἀντιρρήσεις ἀπεκρίθη πρὸς αὐτοὺς λέγων, καθὼς ἡ γραφὴ τοῦ Ἰὼβ περιέχει· Ἀτὰρ δὴ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως, ἰατροὶ κακῶν πάντες. Ἔδει τὸν φίλον παραμυθήσασθαι· μὴ γὰρ τραυματίζειν; παρακαλεῖν· μὴ γὰρ λοιδορεῖν; Πειρασμοὶ πειρασμῶν μοι γίνεσθε· οὐχ ὁρᾶτε πῶς χαλεπὰ τῶν ἰχώρων τὰ ῥεύματα; Οὐ νοεῖτε πῶς πικρὰ τῶν ὀστράκων τὰ ξέσματα; Οὐκ αἴσθεσθε πῶς σκληρὰ τῆς κοπρίας τὰ ὑποστρώματα; Οὐκ ἠκούσατε πῶς ψυχοφθόρα τῆς γυναικὸς τὰ συμβου λεύματα; Ὃ ἔδει ὑμᾶς κουφίζειν ἐπιφορτοῦτε, τῷ διαβόλῳ πειθαρχεῖτε. Τί ἐπιξέετέ μου τὰ τραύματα; Τί τῇ γλώσσῃ με τοξεύετε; Τί τῷ στόματι πολεμεῖτε; Οὐκ ἠρκέσθη ὁ ἡττηθείς, ἔτι πυκτεύει ὁ κάτω κείμενος καὶ ἐπὶ κοπρίας ἠκολούθησεν. Πᾶσαν μου τὴν ὕπαρξιν ἀπέτεμεν, τὴν δεκάδα τῶν τέκνων, τὴν γυναῖκά μοι μόνην ἐφύλαξεν, καὶ αὐτὴν οὐχ ὡς παρηγορίαν ἀλλ' ὡς ἐπιβουλήν. Ὡς δὲ καὶ δι' αὐτῆς ἐματαιώθη, δι' ὑμῶν με πάλιν ὑποσύρειν ἐπείγεται. Ἀπόστητε τοίνυν, ὦ φίλοι, ἔγνων τοῦ πανούργου τὰ ἐπιχειρήματα· πρῶτον καὶ ὑμᾶς συμπαθεῖς ἀνέδειξε καὶ ἐπὶ κοπρίας καθέζεσθαι παρεσκεύασε καὶ ἐπὶ ἑπτὰ ἡμέρας ἀσίτους καὶ ἀλάλους ἀνέδειξεν, ὅπως ἐγὼ θαρρήσας τῇ συμπαθείᾳ θᾶττον δέξωμαι τὴν ἐπιβουλήν. Ἀπόστητε, φίλοι, οἶδα πότε καὶ τὰ τῶν φίλων ὑμᾶς λαλεῖν παρασκευάζει, οἶδα πότε καὶ τὰ τῶν ἐχθρῶν ὑποσπείρει· πρῶτον τὸ συμπαθὲς καὶ τότε τὸ δόλιον. Ἀπόστητε τοίνυν, ὧ φίλοι, οὐ μή με πείσητε βλασφημῆσαι· οἶδα προλέγειν τὰ τοῦ Δαυΐδ· Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Ἔστι δὲ πάντως εἰπεῖν τινα· Τί οὖν; Ὁ Ἰὼβ οὐχ ἥμαρτεν οὔτε ἐβλασφήμησεν οὔτε ἐλάλησεν ἐναντίον; Πᾶσαν τὴν κτίσιν κατηράσατο καὶ μετ' ὀδύνης ἐβόησεν· Ἀπόλοιτο ἡ ἡμέρα ἐν
ᾗ ἐγεννήθην καὶ ἡ νὺξ ἐν ᾗ εἶπον· Ἰδοὺ ἄρρεν. Ὕβρισε τῆς μητρὸς τὴν εὐγένειαν, τύμβον τὸν κόλπον τῆς μητρὸς προσεδόκησεν, διέβαλε τῶν μαζῶν τὴν εὐγένειαν, τὴν κοινὴν γαλακτοτροφίαν ἐνύβρισεν. Οὐ ταῦτα καὶ τὰ παραπλήσια τούτων μετῆλθεν; Πῶς οὖν οὐχ ἥμαρτεν Ἰώβ; Ἐπειδὴ κέκραγεν ἡ γραφή·Οὔτε ἐν τοῖς χείλεσιν αὐτοῦ ἥμαρτεν Ἰώβ. Ἄκουε συνετῶς. Ἐν παντὶ πράγματι τὸν σκοπὸν ζήτει τοῦ πράγματος καὶ οὐδαμῶς τῆς ἀληθείας οὐ μὴ διαπέσῃς. Ἄκουε συνετῶς. Ὡς μὲν πρὸς τὰς λέξεις ἔπταισεν ὁ Ἰώβὡς πρὸς τὰς λέξεις, οὐχ ὡς πρὸς τὰς ἐννοίας τὴν κτίσιν τοῦ θεοῦ ἐλοιδόρησενὡς δὲ πρὸς τὴν πρότασιν τοῦ διαβόλου, οὐδ' ὅλως ἥμαρτεν ὁ Ἰὼβ κατὰ τὴν θείαν γραφήν. Ἔστι δὲ πάντως εἰπεῖν τινα· Οὐδ' ὅλως ἥμαρτεν ὁ Ἰώβ; Ἄκουε συνετῶς. Ὁ διάβολος προσελθὼν τῷ κυρίῳ κατὰ διάνοιαν οὐ κατ' ἔμφασιν τοῦτο γὰρ καὶ χθὲς ἐλέγετο, ὅτι κατὰ διάνοιαν ὁ διάβολος ἀπεκρίνατο τῷ κυρίῳ, οὐχὶ δὲ ἐπ' ὄψεσιν. Τὴν γὰρ γραφὴν τοῦ Ἰὼβ ὁ ἱστοριογράφος Μωϋσῆς ἀνεγράψατο. Οὗτος δὲ οὐκ ἦν ἐν τοῖς χρόνοις τοῦ Ἰώβ, ἀλλὰ σφόδρα μετὰ τὸν Ἰώβ· πέμπτος ἦν μετὰ τὸν Ἀβραὰμ ὁ Ἰώβ. Ὁ δὲ Μωϋσῆς μετὰ πολλὰς γενεάς, μετὰ τὴν ἐξ Αἰγύπτου ἔξοδον , ἀλλ' ὅμως ἀνεγράψατο τὰ κατὰ τὸν Ἰώβ, οὐκ οἰκείῳ βουλήματι ἀλλ' ὑπαγορεύσει τοῦ ἁγίου πνεύματος. Τὸ ἅγιον τοίνυν πνεῦμα, ὡς πάντα ἐπιστάμενον τὰ κατὰ τὸν σκοπὸν καὶ τὴν διάνοιαν τοῦ διαβόλου, ὑπηγόρευσε τῷ Μωϋσῇ ὡς ἱστορίαν πάντα ταῦτα ἐκθέσθαι. Ἐπίστατο γὰρ τὸ ἅγιον πνεῦμα καὶ τὴν τοῦ διαβόλου καὶ τὴν πρὸς τὴν τούτου ἰδίαν τοῦ θεοῦ ἀντίρρησιν. Οἶδε γὰρ τὸ ἅγιον πνεῦμα καὶ τὰ τοῦ θεοῦ κατὰ τὸν μακάριον Παῦλον τὸν λέγοντα· Οὐδεὶς οἶδε τὰ τοῦ θεοῦ εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ τὸ ἐν αὐτῷ, καὶ πάλιν· Τὸ γὰρ πνεῦμα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ θεοῦ. Τὴν διάνοιαν τοίνυν τοῦ διαβόλου τὸ ἅγιον πνεῦμα θεωρῆσαν ἱστορίαν ὑπηγόρευσεν , ὅπως ἡμεῖς οἱ ἀκούοντες σαφέστερον ἐπιβάλωμεν τοῖς λεγομένοις. Εἴ τι οὖν ἀκούεις τοῦ διαβόλου λέγοντος, κατὰ διάνοιαν ἄκουε· εἴ τι δὲ τοῦ θεοῦ, κατὰ ἀπόφασιν· τοῦτο γὰρ ἐξέδωκε τὸ ἅγιον πνεῦμα. Κατὰ διάνοιαν τοίνυν προσελθὼν ὁ διάβολος τῷ κυρίῳ ἐξῃτήσατο τὸν Ἰὼβ λέγων· Δός μοι αὐτοῦ τὴν ἐξουσίαν πᾶσαν καὶ δείκνυμι πῶς ἀναισχυντότερον πάντων σε βλασφημήσει. Τουτέστι δός μοι αὐτοῦ τὴν πᾶσαν ἡγεμονίαν καὶ παρασκευάζω τὸν Ἰὼβ κατὰ πρόσωπόν σε βλασφημῆσαι , τουτέστι τὰ ἐναντία σοι διαπράξασθαι, ἀπρονόητόν σε κηρῦξαι, εἴδωλα προσκυνῆσαι καὶ σὲ καταλεῖψαι, ἀγάλμασι θυσιάσαι καὶ σοὶ μὴ προσενέγκαι, βωμοὺς ναῶν ἐγείρειν καὶ θυσιαστήρια καταστρέφειν. Τοῦτον τὸν σκοπὸν ἐξήνυεν ὁ διάβολος καὶ εἰς ταῦτα προσεδόκα τὸν Ἰὼβ καθιστᾶν. Εἰ δὲ τούτων τοίνυν μετῆλθέ τι ὁ Ἰώβ, ἐβλασφήμησεν, ἐπειδὴ τὰ τοῦ διαβόλου διεπράξατο· εἰ δὲ οὐδὲν τούτων μετῆλθεν, δίκαιος ἦν καὶ ἄμεμπτος καὶ θεοσεβὴς κατὰ τὴν τοῦ κυρίου διδασκαλίαν· ὃν γὰρ ὁ θεὸς δικαιοῖ τίς κατακρίνει; Οὐδ' ὅλως οὖν ἥμαρτεν ὁ Ἰὼβ ἀνθρώπινα ῥήματα λαλήσας· ὡς ἄνθρωπος ἐλάλησε πληττόμενος ὑπὸ τῶν ὀδυνῶν. Εἰ μὴ γὰρ ἧν ταῦτα λαλήσας ὁ Ἰὼβ καὶ τὴν ἡμέραν ἀρασάμενος, εἶχον λέγειν τινὲς ὅτι ἀναίσθητος γέγονεν ὁ Ἰώβ, ἢ ὅτι ὑπερέβη τὰ ἀνθρώπινα μέτρα. Ἔνθεν γὰρ δείκνυται ἀπὸ τῆς ἀρᾶς τοῦ Ἰὼβ ὅτι μεγάλαις βασάνοις περιεβλήθη, ἐξ ὧν τὴν ὀδύνην μὴ φέρων ἀνθρωπίνως ἐβόα λέγων· Διὰ τί ἐκ κοιλίας μητρός μου οὐκ ἐτελεύτησα, ἐξῆλθα δὲ καὶ οὐκ εὐθὺς ἀπωλόμην; Διὰ τί δὲ συνήντησάν μοι γόνατα; Διὰ τί δὲ μασθοὺς ἐθήλασα μητρός μου; Ταῦτα πρὸς ἑαυτὸν ἔλεγεν, οὐχ ὡς τὸν δημιουργὸν ἐβλασφήμει. Τουτέστιν Διὰ τί μὴ γέγονεν ὁ μητρῷος κόλπος τύμβος, ἵνα μὴ παλαίω καὶ μὴ γνωρίζω τίνι παλαίω; Εἰ εἶχον πρὸς ὁμοιόσχημόν τινα, ᾔδειν πῶς κρατῶ καὶ κρατοῦμαι. Διὰ τοῦτο προσετίθει λέγων ὁ Ἰώβ· Πρὸ γὰρ τῶν σίτων μου στεναγμός μοι ἥκει, δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ· φόβος γὰρ ὃν ηὐλαβούμην ἧλθέ
μοι, καὶ ὃν ἐδεδοίκειν συνήντησέ μοι. Πρὸ γὰρ τῶν σίτων μου στεναγμός μοι ἥκει. Ἀνθρώπινα τὰ ῥήματα διὰ τὸ πάθος ἀνηγόρευται. Εἰ μὴ γὰρ ταῦτα ἦν ἐκθέμενος ὁ Ἰώβ, ἤμελλον λέγειν τινές, ἅπερ καὶ νῦν λέγουσιν, ὅτι μεγάλας μὲν πληγὰς ἐδέξατο ὁ Ἰώβ, ὅμως δὲ οὐκ ᾔσθετο τῶν πληγῶν, ὅτι ὁ θεὸς αὐτὰς ἐκούφιζεν. Ταῦτα λέγουσί τινες καὶ ἐν τῷ παρόντι, ὅτι οὐκ ᾔσθετο τῶν πληγῶν. Τί λέγεις, ὦ φίλε; Ἤισθετο τῶν πληγῶν ὁ Ἰὼβ ἢ οὐκ ᾔσθετο; Μισθὸν ἐδέξατο ἢ οὐκ ἐδέξατο; Παντί που δῆλον ὅτι ᾔσθετο· ὁ γὰρ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. Ὁ θεὸς τὸν ὑπὲρ αὐτοῦ ἀγωνιζόμενον καὶ πληγὰς μαρτυρικὰς δεχόμενον ποιεῖ αἴσθεσθαι καὶ τῆς πληγῆς, οὐ περιαίρει τὴν πληγήν. Ὑπομονὴν μὲν παρέχει καὶ ἰσχὺν χορηγεῖ πρὸς ἧτταν τῶν ἀντιπάλων, ποιεῖ δὲ αὐτὸν αἴσθεσθαι, ἵνα ἔμμισθος ᾖ ὁ ἀγών. Καὶ τούτου μάρτυς ὁ μακάριος Παῦλος βοῶν· Ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι. Ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα, ἵνα ἀποστῇ ἀπ' ἐμοῦ. Καὶ εἴρηκέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ὄντως ἐν ἀσθενείᾳ ἡ τοῦ θεοῦ δύναμις τελειοῦται. Ἠσθένησεν ὁ Ἰώβ, καθὼς ἀρτίως ἤκουες, ἀσθένειαν οὐ φυσικῶς ἀτακτοῦσαν ἀλλὰ διαβολικῶς αὐθεντοῦσαν. Εἱλκοῦτο ἀπὸ κεφαλῆς ἕως ὀνύχων, οὐκ ἦν φάρμακον ἐπιθεῖναι, οὐκ ἰατρὸν παραμυθήσασθαι, οὐκ ἔλαιον ἐπιχέαι, οὐκ ἄλλην τινὰ βοήθειαν προσενέγκαι, οὐδὲ ἓν τῶν σωματικῶν προσαγαγεῖν, εἰ μὴ μόνον τὴν θεοδώρητον τῆς ὑπομονῆς ἔμπλαστρον· ταύτῃ γὰρ ὁ Ἰὼβ χρησάμενος ἑαυτὸν μὲν περιώδευσεν, τὸν δὲ διάβολον ἐτραυμάτισεν. Ἤκουες ἀρτίως τοῦ συγγραφέως λέγοντος· Ἐξῆλθε δὲ ὁ διάβολος ἀπὸ προσώπου κυρίου καὶ ἔπαισε τὸν Ἰὼβ ἕλκει πονηρῷ ἀπὸ ποδῶν ἕως κεφαλῆς. Καὶ ἔλαβεν ὁ Ἰὼβ ὄστρακον ἵνα καταξέῃ τὸν ἰχῶρα αὐτοῦ. Εἶδες περιοδίαν σκληροτέραν τοῦ πάθους; Ἔλαβεν ὄστρακον καὶ ἀπέξεε τοὺς ἰχῶρας· τίς εἶδεν ὀστράκινον σπόγγον; Ὀστράκῳ τοὺς ἰχῶρας ἀπέξεεν· ὄστρακον καὶ ὁλοκλήρῳ σώματι προσαγόμενον ἐγείρει τραύματα, οὐχὶ δὲ εἱλκωμένον παραμυθεῖται. Καὶ ἔλαβεν ὄστρακον καὶ ἔξεε τοὺς ἰχῶρας· ὀστράκῳ τὸ ὄστρακον παρεμυθεῖτο καὶ τὸν θησαυρὸν τῆς πίστεως οὐ κατεμόλυνε πειθόμενος Παύλῳ τῷ λέγοντι· Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν. Ἔλαβεν ὄστρακον καὶ ἀπέξεε τοὺς ἰχῶρας αὐτοῦ. Ὢ φοβερᾶς περιοδίας, μᾶλλον δὲ ὢ γενναιοτάτης καρτερίας. Ὀστράκῳ τοὺς ἰχῶρας ἀπέξεεν. Μόνον εἶδεν ὁ Ἰὼβ ὅτι εἵλκωται πανταχόθεν καὶ ὅτι ῥερύπωται ἀπὸ κεφαλῆς ἕως ὀνύχων, θεασάμενος ἑαυτὸν καὶ συλλογισάμενος ὅτι βασιλεύς ἐστι λογικὸς ἀνδριάς, θᾶττον λαβὼν τὸ ὄστρακον ὡς ἐν γενεθλίῳ πανδήμῳ ἀποξέει τὸν ἀνδριάντα ὅπως καθαρὸν ἀποδείξῃ τῇ ὑπομονῇ. Διὸ καὶ ὁ διάβολος ὡς εἶδε ταύτην τὴν ἐργασίαν τὸν Ἰὼβ μετιόντα, ἐδυσχέραινεν, συνέπεσεν, ἑαυτὸν κατέτεμνε λέγων ἐν ἑαυτῷ· Τί ποιήσω; Ἥττημαι τῷ Ἰώβ, δικαίως αὐτῷ ὁ κύριος προσεμαρτύρησεν· ἐσφάλην προσελθὼν τῇ πάλῃ, γενναιότερον αὐτὸν ἀπέδειξαν οἱ πειρασμοί· ἐγὼ πᾶσαν αὐτοῦ τὴν ὕπαρξιν ἔλαβον καὶ οὐ μόνον οὐ κατεκάμφθη λυπηθείς, ἀλλὰ τοὐναντίον καὶ ὃν ἐφόρει χιτῶνα ὡς ῥάκκος μοι προσέρριψε λέγων μεγαλοφώνως· Ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο· ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Τί ποιήσω; Διὰ πάντων γενναιΐζει, ὡς ἀθλητής μοι παρίσταται, τὴν κόμην ἐκείρατο, κόνιν κατεπάσατο, πεσὼν προσεκύνησε τῷ ἀγωνοθέτῃ, ὡς νικητὴς ἤδη πτερύσσεται. Τὴν γυμνότητα λαμπροτέραν ἡγεῖται τῆς ἁλουργίδος· τὸν βασιλικὸν αὐτοῦ θρόνον συνέτριψα καὶ λαμπρότερος ἐπὶ τῆς κοπρίας καθέζεται. Εἰ αὐτὸς μηδένα πρὸ αὐτοῦ θεωρήσας οὕτω μου κατεξανίσταται, οἱ μετ' αὐτὸν τοῦτον βλέποντες τί κατεργάσονται; Οὐχὶ παίγνιόν με λογίσονται; Ἐγὼ καὶ προσάγων τὰ πάθη κάμνω καὶ οὗτος οὐ δυσχεραίνει· πανταχόθεν αὐτὸν τῷ πάθει κατεζωγράφησα καὶ οὗτος ἐπιτείνει
τὴν ὀδύνην, ὀστράκῳ με καταξέων· οὐ τοσοῦτον γὰρ αὐτὸς δάκνεται, ὅσον ἐγὼ κατεσθίομαι. Τί ποιήσω; Ἧτταν προβλέπω, πᾶσαν μηχανὴν προσήνεγκα, καὶ οὐδ' ὅλως αὐτὸν ἐξέλυσα. Μία μοι μόνη τις ἐλπὶς ὑπολέλειπται, δι' ἧς τὸν Ἀδὰμ ἐπλάνησα· ἔχω δευτέραν Εὕαν. Ταύτῃ θαρρῶ, οἶδα ὅτι νικητὴν ἀποδείξει με· θᾶττον ἀνὴρ ὑπὸ γυναικὸς σκελίζεται. Διὰ τοῦτο αὐτῆς καὶ τὰ ὄντα τέκνα ἀπώλεσα, ἐλπίζων δι' αὐτῆς τῆς θήρας ἐπιλαβέσθαι. Καὶ ὅτι ταύτην τελευταίαν ὁ διάβολος ἐτήρησε καὶ ἐνθηκιάσας ἀπέστειλεν, ἤκουες ἀρτίως τοῦ ἱστοριογράφου Μωϋσέως λέγοντος· Χρόνου δὲ πολλοῦ προβεβηκότος, ἵνα μάθῃς τὴν ὑπομονὴν τοῦ Ἰώβ, ὅτι οὐ πέντε ἢ δέκα ἡμέρας ἐπάλαισεν, ἀλλ' ἐπὶ πολὺν χρόνον. Χρόνου δὲ πολλοῦ προβεβηκότος εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ· Μέχρι τίνος καρτερήσεις λέγων· Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρόν; Στράφηθι πρὸς τὴν ἐμὴν συμβουλίαν, ἐπίγνωθί σου τὴν γαμετήν, βλέπε τίς εἰμι. Δίκαιά σοι συμβουλεύω· εἰπέ τι ῥῆμα πρὸς κύριον καὶ τελεύτα. Ὁ δὲ Ἰὼβ πρὸς αὐτήν· Ἐπιστραφῶ πρὸς σέ; Καλῶςεἶπες· "Ἐπιστράφηθι καὶ ἴδε εἰ γνωρίζεις με"· οὐ γνωρίζω σὲ τίς εἶ. Οὐκ ἔχεις τὸ πρὸ τῶν πειρασμῶν πρόσωπον, ἄλλο μοι νυνὶ ἐπιφέρεις σχῆμα, ὃ ἐν τῷ ὄφει καὶ ἐν σοὶ κατοικεῖ. Οὐ πείθομαί σου, γύναι· οὐκ ἀπόλλω διὰ σοῦ τὸν παράδεισον. Ἄπιθι ἀπ' ἐμοῦ, γύναι· οὐ ῥάπτω φύλλα συκῆς, οὐκ ἀκούω διὰ σὲ τοῦ κυρίου ὀνειδιστικῶς λέγοντος· "̓Ιώβ, ποῦ εἶ;" Ἄπιθι, γύναι· οὐκ ἔξεστι γυναῖκα ἐν ἀγωνιστικῷ σκάμματι παρακαθέζεσθαι. Πυκτεύω, καὶ συμφοράς μοι μηνύεις; Ταῦτα κατ' οἶκον ἐξετάζεται· μὴ γὰρ ἐν Ὀλυμπίοις γυμνάζεται; Ἄπιθι, γύναι. Τῷ δὲ θεῷ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
In mesopentecosten (homilia 10) Λεοντίου πρεσβυτέρου Κωνσταντινουπόλεως λόγος εἰς τὴν μεσοπεντηκοστὴν καὶ εἰς τὸν ἐκ γεννητῆς τυφλὸν καὶ εἰς τὸν ἅγιον Πέτρον ὑπὸ Ἡρῴδου ἐν τῇ φυλακῇ ἀποκλεισθέντα Τοῖς φιλοῦσι τὸν κύριον ἑορτῆς οὐ λείπει καιρός· ἤδη γὰρ καὶ σήμερον ἡμῶν ἑορταζόντων ἄγγελοι μὲν ἀγάλλονται, ἀρχάγγελοι δὲ σκιρτῶσιν, καὶ πᾶσαι αἱ οὐράνιαι δυνάμεις σὺν ἡμῖν ἑορτάζουσιν. Ἑορτάζομεν δὲ οὐχ ὅτι τῆς Αἰγυπτιακῆς δουλείας ἐλυτρώθημεν ὡς Ἰουδαίων παῖδες, ἀλλ' ὅτι τῆς πνευματικῆς εὐωχίας κατηξιώθημεν ὡς Σιὼν τέκνα. Ἑορτάζομεν οὐχ ὅτι τῆς πλινθοποιΐας ἀπηλλάγημεν, ἀλλ' ὅτι τῆς εὐλογίας ἀπολαύομεν. Ἑορτάζομεν οὐχ ὅτι ὁ φαραὼ βεβύθισται, ἀλλ' ὅτι ὁ διάβολος ἠφάνισται. Ἑορτάζομεν, ἵνα συντόμως εἴπω, οὐχ ὅτι Μωϋσῆς τὴν θάλασσαν ἔρρηξεν, ἀλλ' ὅτι ὁ δεσπότης Χριστὸς τὸ μεσότοιχον τῆς ἔχθρας κατέλυσεν, ὡς ἔστιν ἀκοῦσαι τοῦ μακαρίου Παύλου λέγοντος· Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας. Καὶ ποῖον μεσότοιχον φραγμοῦ ἔλυσεν ὁ δεσπότης Χριστός; Ποῖον; Ὅπερ ὁ Ἀδὰμ ᾠκοδόμησε τῇ παρακοῇ ἐργάτην τῆς ἔχθρας τὸν γηφάγον δράκοντα μισθωσάμενος. Τούτου γὰρ χάριν ἑορτάζομεν σήμερον, ὅτι ὁ μεσίτης Χριστὸς τὸν φραγμὸν τῆς ἔχθρας κατέλυσεν. Μέση γὰρ ἡ παροῦσα ἑορτὴ σήμερον. Μέση τίνος; Τῆς δεσποτικῆς ἀναστάσεως καὶ τῆς τοῦ ἁγίου πνεύματος ἐλεύσεως. Ταύτην μηνύει, κἀκείνης οὐ χωρίζεται· ταύτην κηρύσσει, κἀκείνην ἀσπάζεται· ἐκείνην θεολογεῖ καὶ ταύτην κυριολεκτεῖ· ὁ γὰρ κύριος τὸ πνεῦμά ἐστιν. Ὄντως τοῖς φιλοῦσι τὸν κύριον οὐ λείπει ἑορτῆς καιρός· πειθόμεθα γὰρ Παύλῳ τῷ λέγοντι· Ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Ζύμην δὲ πονηρίας καὶ κακίας οὐ τὴν ἀπὸ ἅλωνος καὶ σίτου καὶ ἀλεύρου πεπτομένην ὁ ἀπόστολος λέγει, ἀλλὰ τὴν ἀπὸ κακίας καὶ πονηρίας Ἰουδαϊκῆς προβαλλομένην, τὴν ἀεὶ ὀξίζουσαν ἐν ἀσεβείᾳ, τὴν ἀνάρτυτον καὶ ἀνωφελῆ ὡς τὸ ἅλας τῆς γνώσεως μὴ κεκτημένην. Ποία γὰρ ἑορτὴ Ἰουδαίων οὐ γέγονεν ἐκκοπή; Ποία δὲ αὐτῶν πανήγυρις οὐ γέγονεν αἵρεσις; Ποῖον δὲ αὐτῶν πάσχα οὐκ ὤρυξε δικαίοις χάσμα; Ἤκουες γὰρ ἀρτίως τῶν δύο εὐαγγελιστῶν Ἰωάννου καὶ Λουκᾶ, τῶν γνησίων συμφοιτητῶν, τῶν θεοσφίγκτων ἀδελφῶν, τῶν ὁμοπίστων φίλων, τῶν πνευματικῶν ῥητόρων, τῶν καλῶς μερισαμένων τὰ θεῖα λόγια. Ὁ γὰρ Λουκᾶς οὐ μόνον τὸ εὐαγγέλιον ἀλλὰ καὶ τὰς Πράξεις τῶν ἀποστόλων συνεγράψατο. Διὰ τί; Ἵνα ἡμεῖς μὲν φαιδρυνθῶμεν, Ἰουδαῖοι δὲ καταισχυνθῶσιν. Εἰ γὰρ καὶ τὸν κορυφαιότατον τῶν ἀποστόλων Πέτρον, καθὼς ἀρτίως ἤκουες, εἰρκτῇ κατέκλεισαν, ἁλύσεσι δυσὶ καταδήσαντες καὶ τέτρασι τετραδίοις στρατιωτῶν φυλάσσον τες, ἵνα μετὰ τὸ πάσχα δίκην μόσχου καταθύσαντες διασπαράξωσιν, ἀλλ' ὅμως ὁ ἑαυτὸν ἐγείρας ἐκ νεκρῶν Χριστός, ὁ ὡς ἀγράμματος παρ' αὐτῶν σήμερον ὀνειδιζόμενος, καὶ τὸν Πέτρον ἐκ τῆς φυλακῆς παραδόξως ἠλευθέρωσεν, ἵνα γνῶσιν οἱ παρδάλεοι θῆρες ὅτι ματαιοπονοῦντες κενοὶ τῆς ἐλπίδος εὑρέθησαν. Οὔτε γὰρ τὸν δεσπότην Χριστὸν τάφῳ κατακλείσαντες, καὶ τὴν στρατιωτικὴν κουστωδίαν παρακαθίσαντες, καὶ λίθον μέγαν τῷ μνημείῳ ἐπικυλίσαντες, καὶ σφραγῖδα ἔντεχνον κολάψαντες, ἠδυνήθησαν αὐτὸν κρατῆσαι, εἰ μὴ ὅσον αὐτὸς βουληθεὶς
συνεχώρησεν αὐτοῖς· οὔτε τὸν δοῦλον αὐτοῦ Πέτρον ἐν τῇ φυλακῇ κατακλείσαν τες, καὶ πανταχόθεν συνδήσαντες, καὶ στρατιώτας ἐπιμελῶς φυλάττειν ὁρίσαντες, ὡς βάρβαρον τὸν ἁλιέα φρίττοντες, ἠδυνήθησαν ἐγκρατεῖς γενέσθαι τοῦ σπουδαζομένου, ἀεὶ αἰσχύνην ἀντὶ δόξης κληρονομήσαντες, οὓς καὶ ὀνειδίζων ὁ προφήτης Ἡσαΐας ἔλεγεν· Κύριε, ἰσχυρός σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν, γνόντες δὲ αἰσχυνθήτωσαν. Ὄντως γὰρ αἰσχύνης ἀνάμεστον, τὸ Ἡρῴδην τὸν βασιλέα, δεσμά τε καὶ κλεῖθρα καὶ φύλακας, ἀρχιερεῖς τε καὶ γραμματεῖς καὶ φαρισαίους καὶ ὅλον τὸ τῶν Ἰουδαίων συνάθροισμα, ἕνα μαθητὴν τοῦ κυρίου μὴ δυνηθῆναι φυλάξαι, ἰδιώτην, ἄπορον, ἰχθύων συνόμιλον. Τί ἐροῦσι πρὸς ταῦτα Ἰουδαίων παῖδες, οἱ καὶ ἀρτίως ἀπηρυθριασμένῳ προσώπῳ καὶ στόματι τολμήσαντες εἰπεῖν πρὸς τὸν κύριον· Δαιμόνιον ἔχεις, τίς σε ζητεῖ ἀποκτεῖναι; Δαιμόνιον ἔχειν λέγετε, ὦ Ἰουδαῖοι, ὃν οὔτε ἰδεῖν ὑπομένει ὁ πατὴρ ὑμῶν ὁ διάβολος; Ὑπὸ τίνος ἀοράτως μαστιζόμενος ὁ λεγεὼν καὶ φέρειν μηκέτι δυνάμενος ἀναφανδὸν ἐβόησε τὴν ἀλήθειαν λέγων· Τί ἡμῖν καὶ σοί, Ἰησοῦ; Ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, ὁ υἱὸς τοῦ θεοῦ; Ὁ δαίμων πυρακτούμενος ἀπολογεῖται, καὶ ὑμεῖς εὐεργετούμενοι δαιμονιῶντα τὸν κύριον Ἰησοῦν Χριστὸν προσφωνεῖτε; Τίνι εἶπεν ὁ λεγεὼν τῶν δαιμόνων· Εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν εἰς τὴν ἀγέλην τῶν χοίρων εἰσελθεῖν, Σολομῶντι τῷ τὰ Ἱεροσόλυμα κτίσαντι ἢ τῷ δεσπότῃ Χριστῷ τῷ τὰ σύμπαντα ἐν τῇ χειρὶ βαστάζοντι; Ἀλλ' ἐροῦσιν εὐθέως οἱ φιλοδαίμονες Ἰουδαῖοι· Τί οὖν; Σολομὼν οὐκ ἐδεσπότευσε τῶν δαιμόνων; Οὐχὶ πάντας ὑφ' ἓν ὡς ἕνα συνέκλεισεν; Οὐχὶ ἰουδαΐζουσι χαρακτῆρσι τούτους ἐπέδησεν; Οὐχὶ ἄχρι τῆς σήμερον τοῦτον δεδοίκασιν; Ἀλλ' ὦ Ἰουδαῖοι πεταλοράπται, μαγγανοδαίμονες, μάτην ταῦτα προβάλλεσθε· μόνος γὰρ ὁ δεσπότης Χριστὸς κραταιῶς τὸν ἰσχυρὸν ἔδησε καὶ τὰ σκεύη αὐτοῦ διήρπασεν. Σολομὼν γὰρ οὐ μόνον οὐκ ἐδεσπότευσε τῶν δαιμόνων βασιλικῶς, ἀλλὰ καὶ ὑπ' αὐτῶν ἐδεσποτεύθη πρὸς τῷ τέλει διαφθαρείς. Ἀγαπήσας γὰρ τὸν τῆς πολυγαμίας ἔρωτα τῇ τοῦ διαβόλου μαστροπότητι δελεασθείς, καὶ εἰς ἀγέλην γυναικῶν ἀλλοφύλων ὡς ἵππος θηλυμανὴς ἐπιχρεμετίσας, ἐρρύπωσε τὸν τῆς θεογνωσίας θάλαμον. Καταλιπὼν γὰρ τὸν θεὸν τῶν πατέρων αὐτοῦ, ᾦ καὶ τὸν ναὸν ἐδείματο, εἰδώλοις σπήλαια κατεσκεύαζεν. Πῶς οὖν δαιμόνων δεσπότης ὁ τῶν δαιμόνων δοῦλος; Ὢ τῆς Ἰουδαϊκῆς κακίας, ὢ τῆς τοῦ δεσπότου Χριστοῦ μακροθυμίας. Ὀνειδιζόμενος παρακαλεῖ, λοιδορούμενος προσίεται, ῥαπιζόμενος ἐλευθεροῖ, σταυρούμενος ὑπὲρ τῶν σταυρούντων προσεύχεται, τὸν ἐκ γεννητῆς τυφλὸν ὀμματοῖ, καὶ ὡς ἁμαρτωλὸς διαβάλλεται. Ἦ γὰρ οὐκ ἴστε ἄσυλον τὴν μνήμην φέροντες, ὅτιπερ Ἰουδαίων παῖδες οἱ ψυχικῶς τυφλώττοντες πρὸς τὸν σωματικῶς ἀναβλέψαντα ἐβόων λέγοντες τῇ προτεραίᾳ· Δὸς δόξαν τῷ θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν; Ὢ Ἰουδαϊκῶν ἀθυρώτων χειλέων. Ἁμαρτωλὸς ὁ Χριστός; Καὶ πῶς ἁμαρτωλὸς ὁ ἁμαρτίας ἀφαιρούμενος; Πότε δοῦλος δοῦλον ἐλευθεροῖ; Πότε ὑπεύθυνος ὑπεύθυνον λυτροῦται; Πότε χρεώστης χρεώστου τὸ χειρόγραφον διαρρήσσει; Ἐλεύθερος δοῦλον ἐλευθεροῖ· μὴ γὰρ δοῦλος δοῦλον; Ἀνεύθυνος κατάδικον λυτροῦται· μὴ γὰρ κατάδικος κατάδικον; Εὔπορος χρεωφειλέτου τὸ χειρόγραφον διαρρήσσει· μὴ γὰρ δέσμιος δέσμιον λύει; Τί δὲ καὶ ἐθεάσασθε τοῦ δεσπότου Χριστοῦ ἁμαρτωλοποιὸν δεῖγμα; Τὴν τοῦ ὕδατος εἰς οἶνον μεταβολήν; Τοῦτο θεότητος κέλευσμα, οὐχὶ δὲ ἁμαρτίας ἔρευγμα. Ἀλλὰ τὴν ἐκ νεκρῶν τοῦ Λαζάρου κλῆσιν; Καὶ τοῦτο ὡς ζωοποιὸς ηὐθέντησεν, οὐχὶ δὲ ὡς ἁμαρτωλὸς ἐβαττολόγησεν. Ἡμῶν δὲ σιωπησάντων, ὦ Ἰουδαῖοι, λάβετε τῆς πλάνης ὑμῶν ὁδηγὸν αὐτὸν τὸν τυφλόν. Μὴ αἰσχυνθῆτε ὑπὸ τοῦ τυφλοῦ ὁδηγηθῆναι· οὐ γὰρ εἰς βόθυνον ὑμᾶς ῥίπτει, ἀλλ' ἐπὶ πέτραν ἵστησιν· ἔχει γὰρ λάμπουσαν, ἄσβεστον τὴν λαμπάδα τῆς
πίστεως. Τί οὖν ὁ τυφλὸς πρὸς τοὺς Ἰουδαίους; Οὐκ ἠκούσθη φησὶν ἀπὸ τοῦ αἰῶνος ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς ἐκ γεννητῆς τυφλοῦ. Ὢ τῶν παραδόξων πραγμάτων. Ὁ ἀγράμματος τῶν νομικῶν διδάσκαλος γίνεται λέγων πρὸς αὐτοὺς πεπαρρησιασμένῃ γλώσσῃ· Μάτην τῷ νόμῳ ἐπαναπαύεσθε. Οὐ λέγετε τὸν Ἀβραὰμ δίκαιον καὶ Μωσέα καὶ Ἡλίαν καὶ Ἐλιςσαῖον καὶ πάντας τοὺς προφήτας δικαίους, τὸν δὲ Χριστὸν ἁμαρτωλόν; Τίς τῶν παρ' ὑμῖν δικαίων ἐκ γεννητῆς τυφλὸν ὠμμάτωσεν; Εἰ δὲ ἐκείνων οὐδεὶς ἴσχυσε τοῦτο ποιῆσαι, ὁ δὲ ἁμαρτωλὸς φημιζόμενος πάντας ἐκείνους ὑπερηκόντισεν, φθόνῳ τὸ ἐπ' ἐμοὶ θαῦμα καλύψαι βούλεσθε; Οἱ δὲ Ἰουδαῖοι πρὸς τὸν τυφλόν· Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; Τοὺς προφήτας ὑβρίζεις, ὑποβολιμαῖε τυφλέ; Ἡλίας ὁ προφήτης νεκρὸν οὐκ ἀνέστησεν; Ἐλισσαῖος ὁμοίως τὰ ὅμοια αὐτοῦ οὐ διεπράξατο; Μωσῆς, ὁ μέγιστος προφήτης, τὴν πλωτὴν θάλασσαν ἤπειρον οὐκ ἐποίησεν; Οὐρανόθεν οὐκ ἐθήλασε μάννα; Πέτρας ἀγόνου λαγόνας οὐκ ἤνοιξεν; Τὴν θάλασσαν ἐμέσαι ὀρτυγομήτραν οὐ παρεσκεύασεν; Παῦσαι τοίνυν, τυφλέ, παῦσαι· οὐ μείζω ταῦτα τῆς σῆς πεφαντασμένης ἀναβλέψεως; Ὁ δὲ τυφλὸς πρὸς τοὺς Ἰουδαίους· Ἀντιλέγεται ὑμῶν ἡκαταρρητόρευσις· μάτην αὐχεῖτε. Οὐκ ἔχετε πρὸς ἀπαίδευτον· ὅπερ ἡ ὄψις ἐζημίωσεν, ἡ ἀκοὴ ἀνεπλήρωσεν. Μωσῆς καὶ Ἡλίας καὶ Ἐλισσαῖος, ἐφ' οἷς ἀναπαύεσθε καὶ ἐναβρύνεσθε ὅτι ἐθαυματούργησαν, οἶδα κἀγώ, ἀλλ' ὅμως προσευξάμενοι, ἱκετεύσαντες, δακρύσαντες, στενάξαντες, χρόνῳ δεηθέντες, ἔλαβον τοῦ δώρου τὸ χάρισμα· ὁ δὲ παρὼν Ἰησοῦς, ὁ παρ' ὑμῶν μὲν ἁμαρτωλὸς νομιζόμενος, παρ' ἐμοὶ δὲ θεὸς γνωριζόμενος, σύνδρομον ἔχων τῇ θελήσει τὴν δύναμιν βουλήσει μόνον τὸ λεῖπον ἀνεπλήρωσεν. Τί οὖν οἱ φαρισαῖοι πρὸς τὸν τυφλόν; Πολλὴ γὰρ ἡ γενομένη κατ' ἐκεῖνο καιροῦ ἀντίρρησις, ἣν οὐκ ἔχω δυνάμεως ἐν τῷ παρόντι παραθέσθαι διὰ τὴν τοῦ καιροῦ στενοχωρίαν καὶ τὴν τῶν προκειμένων ἐπιθυμίαν. Διὸ χρεώστην ὑμῖν ἐν τῷ παρόντι ἑαυτὸν καθυπογράψας ἐπὶ τὸ προκείμενον βαδιοῦμαι. [Τί οὖν οἱ φαρισαῖοι πρὸς τὸν ποτὲ τυφλόν; Εἰ θεὸν ὀνομάζεις τὸν ὀμματώσαντά σε, πῶς πηλὸν μόνον ἐπέχρισέ σου τοὺς ὀφθαλμοὺς καὶ ἀπέστειλέ σε εἰς τὸν Σιλωὰμ νίψασθαι; Ὁ Σιλωάμ σε οὖν ἐθεράπευσεν, μὴ ὁ ἀποστείλας σε ἐκεῖ ὃν λέγεις θεόν. Ὁ δὲ τυφλὸς πρὸς τοὺς Ἰουδαίους· Οὐχ ὁ Σιλωάμ, ἀλλ' ὁ ἀποστείλας με ἐθεράπευσεν· ὁ γὰρ Σιλωὰμ ὁ ἀπεσταλμένος ἑρμηνεύεται. Εἰ δὲ διὰ τὸ ἀποσταλῆναί με ἐν τῷ Σιλωὰμ κἀκεῖ νίψασθαι, τῷ Σιλωὰμ οὐχὶ δὲ τῷ ἀποστείλαντι ἐπιγράφετε τὸ θαῦμα, ἐξ ἀνάγκης καὶ τὸ ὑπὸ Ἐλισ σαίου γενόμενον θαῦμα, ὅτε τὸν Νεεμὰν τὸν Σύρον ἐν τῷ Ἰορδάνῃ ποταμῷ ἀπέστειλεν εἰπών· Λοῦσαι καὶ καθαρίσθητι, τῷ Ἰορδάνῃ ποταμῷ ἐπιγράψατε καὶ μὴ Ἐλισσαίῳ τῷ τοῦτο κελεύσαντι. Εἰ δὲ βούλεσθέ φησιν, ὦ Ἰουδαῖοι, ἀκριβέστερον μαθεῖν, οὐ δι' οἰκείαν ἀτονίαν ἀλλὰ διὰ τὴν ὑμετέραν πληροφορίαν ἀπέστειλέ με ὁ δεσπότης Χριστὸς εἰς τὸν Σιλωάμ. Ὥσπερ γὰρ τὸν παράλυτον συσφίγξας ἐκέλευσεν αὐτὸν τὴν κλίνην ἐπ' ὤμοις βαστάζειν, ἵνα τῆς κλίνης θεωρουμένης μὴ δυνηθῇ κλαπῆναι τὸ θαῦμα, οὕτως καὶ ἐνταῦθα πηλὸν τοὺς ὀφθαλμοὺς ἐπιχρίσας ἐκέλευσέ με τρέχειν εἰς τὸν Σιλωάμ, ἵνα πλειόνων μαρτύρων καταδραμόντων μὴ δυνηθῆτε ὑμεῖς συκοφαντῆσαι τὴν ἀλήθειαν. Εὔκαιρον οὖν λοιπὸν ἐπὶ τὸ προκείμενον χωρῆσαι.] Ἤκουες γὰρ ἀρτίως τοῦ εὐαγγελιστοῦ Ἰωάννου βοῶντος· Μεσούσης τῆς ἑορτῆς ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν, καὶ ἐθαύμαζον πάντες οἱ Ἰουδαῖοι λέγοντες· Πῶς οὗτος οἶδε γράμματα μὴ μεμαθηκώς; Ὦ θαῦμα Ἰουδαϊκόν, καταγνώσεως πεπληρωμένον. Πῶς οἶδε γράμματα μὴ μεμαθηκώς φησι γράμματα; Τούτων δέεται ὁ τῶν γραμμάτων ποιητής; Πρὸς διδάσκαλον ἔδει φοιτᾶν τὸν τῆς γλώττης τορνευτήν; Παιδείας δεῖται ὁ σοφίαν
ἀποστάζων; Δέλτων χρῄζει ὁ πτύχας οὐρανῶν ἁπλώσας; Γραφεῖον ἔδει κρατεῖν τὸν τὰς πλάκας δακτύλῳ ὑπογράψαντα; Πῶς οὗτος γράμματα οἶδε μὴ μεμαθηκώς; Τὰ μείζονα καταλιπόντες ἐπὶ τὰ ἐλάχιστα παραγίνεσθε· εἰ βούλεσθε ἐρευνᾶν τὰ ἀνεξερεύνητα, εἴπατε πρῶτον πῶς τὸν ἐκ γεννητῆς τυφλὸν ὠμμάτωσεν. Μὴ γὰρ ἀκόνην ἐγύμνωσεν, ἢ κολλύριον ἔλυσεν, ἢ μήλην ἐπέδειξεν, ἢ σπογγίον ἔβρεξεν, ἢ τὴν κεφαλὴν τοῦ πηροῦ ἐξύρησεν, ἵνα τὸ ῥεῦμα προσαναχαιτίσῃ; Μὴ λεπτῇ διαίτῃ τοῦτον ἐρρύθμισεν; Μὴ ἀντίδοτον αὐτῷ δέδωκεν, ἵνα τὴν χολὴν προκαθάρῃ; Μὴ τραχώματος ξέσιν εἰργάσατο; Μὴ νεφελοχυσίαν παρεκέντησεν; Οὐχὶ ξένῃ καὶ ἐπιβλαβεῖ καὶ ἐναντίᾳ περιόδῳ ὅσον τὸ ἐπ' ἀνθρώποις τοῦτον ὠμμάτωσεν· πηλὸν γὰρ μόνον τοὺς ὀφθαλμοὺς ἔχρισεν. Πηλὸς δὲ καὶ τοὺς βλέποντας τυφλοῖ, οὐχὶ δὲ τοὺς μὴ βλέποντας ὀμματοῖ. Ὥσπερ τοίνυν, ὦ Ἰουδαῖοι, τὸν ἐκ γεννητῆς τυφλὸν ἄνευ τέχνης ἰατρικῆς θεραπεύσας τῆς θεϊκῆς δυνάμεως αὐτοῦ ἐνεφάνισε τὸ αὐτεξούσιον, οὕτως καὶ ἐνταῦθα ἄνευ μυθολογίας ῥητορικῆς καὶ πλεκτάνης σοφιστικῆς καὶ ματαιοπονίας ποιητικῆς καὶ περιεργίας γραμματικῆς καὶ βαττολογίας ἀστρονομικῆς ἐδίδασκε τοὺς παρόντας, ἵνα καὶ ἐπὶ τοῦ τυφλοῦ μάθωσιν οἱ παρόντες, ὅτι αὐτός ἐστιν ὁ χοῦν λαβὼν ἀπὸ τῆς γῆς καὶ τὸν Ἀδὰμ πηλοπλαστήσας, καὶ ὧδε μάθωσιν ἀριδήλως μετὰ τὴν τοσαύτην παίδευσιν, ὅτι αὐτός ἐστιν ὁ εἰρηκὼς διὰ τοῦ προφήτου· Ἄνοιξον τὸ στόμα σου καὶ πληρώσω αὐτό. Τί οὖν ὁ κύριος; Ἀποκριθεὶς πρὸς τοὺς Ἰουδαίους ἔφη,καθὼς ἀρτίως ἤκουες· Τί με ζητεῖτε ἀποκτεῖναι; Οὐ Μωσῆς ἔδωκεν ὑμῖν τὸν νόμον; Καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. Οἱ δὲ Ἰουδαῖοι πρὸς τὸν κύριον· Οὐ ποιοῦμεν τὸν νόμον; Οὐ διὰ τοῦτο βουλόμεθά σε ἀποκτεῖναι, ὅτι λύεις τὸ σάββατον παραλύτους σφίγγων καὶ τυφλοὺς ὀμματῶν; Καὶ λέγεις οὐ ποιοῦμεν τὸν νόμον; Ὁ δὲ κύριος πρὸς αὐτούς· Τοῦτο οὐκ ἔστι ποιῆσαι τὸν νόμον, ἀλλὰ ὑβρίσαι τὸν νόμον. Εἰ γὰρ ἄνθρωπός φησιν ἐν σαββάτῳ περιτέμνεται, ἵνα μὴ λυθῇ ὁ νόμος Μωσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ, καὶ λογικοῦ τυφλὰς θυρίδας ἀνέῳξα; Τί ἀναγκαιότερον ἐν σαββάτῳ, ὧ Ἰουδαῖοι, σάρκας περιτέμνειν ἢ παράλυτον σφίγγειν; ἀκροβυστίαν ἀκρωτηριάσαι ἢ ψυχὴν ἁμαρτιῶν ἀπαλλάξαι; ξίφος ὀξῦναι ἢ τυφλὸν ὀμματῶσαι; δικαστήριον παράνομον συγκροτῆσαι ἢ χάριν οἰκουμενικὴν πληθῦναι; Εἰ ἄνθρωπον περιτέμνετε ἐν σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ὢ τῶν παραδόξων πραγμάτων. Θεὸς ἀνθρώποις λέγει περὶ ἑαυτοῦ· Τὴν δικαίαν μοι κρίσιν κρίνατε. Τῆς ἑαυτοῦ θαυματουργίας τοὺς ἐχθροὺς αὐτοῦ κριτὰς ἐπισπᾶται λέγων πρὸς αὐτούς· Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Μὴ ὡς ἐπὶ Σωσάννης τὸν ἀναίτιον καταδικάσητε· ἐγὼ γὰρ κἀκεῖ τὸν Δανιὴλ ἐξήγειρα, ἵνα τοὺς μὲν αἰτίους κολάσῃ, τὴν ἀνεύθυνον δὲ εὐλυτώσῃ. Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Μὴ ὡς ἐπὶ τοῦ Ναβουθὲ παρανόμως με λιθοβολήσητε, ἵνα μὴ μισθὸν τῆς παρανομίας ὡς ὁ Ἀχαὰβ αἱματολουσίαν πορνικὴν ὑπομείνητε. Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ἀεὶ γὰρ παρεκρίνατε, καὶ νῦν δικαίως κρίνατε. Οὐχ ὑμᾶς ὀνειδίζων ὁ προφήτης Μιχαίας ἔλεγεν· Ἀκούσατε δὴ ταῦτα, οἱ ἡγούμενοι οἴκου Ἰακὼβ καὶ οἱ κατάλοιποι οἴκου Ἰσραήλ, οἱ βδελυσσόμενοι κρίμα καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες; Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε· ὀστᾶ γὰρ ἀνθρωπαρέσκων ἀπολοῦνται. Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Τί τὰ χείλη πρὸς συκοφαντίαν κινεῖτε; Τί τὴν γλῶσσαν πρὸς δηλατόρευσιν ὀξύνετε; Τί τὸ στόμα κατὰ τοῦ ἀνευθύνου χαλκεύετε; Οὐκ εἶπον ὑμῖν ὅτι καὶ περὶ ἀργοῦ λόγου δεῖ ὑμᾶς δίκην εἰσπρα χθῆναι; Τί τὸν διάβολον τέρπετε καὶ
ἑαυτοὺς κατακρίνετε; Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ὅπου ὑμνολογία, ἐκεῖ σαρκοφαγία; Τί ἐβόησε Δαυῒδ λέγων· Τὸ στόμα μου λαλήσει σοφίαν; Μὴ γὰρ "Τὸ στόμα μου λαλήσει συκοφαντίαν"; Καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Μὴ γὰρ "διαβολήν"; Τί τιμιώτερον ἀκούειν παρὰ τοῦ πνεύματος τοῦ ἁγίου, Στόμα φρονίμου ζητηθήσεται ἐν ἐκκλησίᾳ ἢ "Ὧν τὸ στόμα ἐπλεόνασεν ἀδικίαν"; Τί ἄμεινον ἀκούειν, Στόμα δικαίου ἀποστάζει σοφίαν ἢ Ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει; Τί ἐπωφελέστερον ἀκούειν, Ἀληθινὸν στόμα ἐμπλήσει γέλωτος ἢ Στόμα καταψευδόμενον ἀναιρεῖ ψυχήν; Τί τιμιώτερον ὑμᾶς λέγειν πρὸς τὸν κύριον, Τὰ χείλη μου ἐπαινέσουσί σε ἢ Τὰ χείλη ἡμῶν παρ' ἡμῖν ἐστιν· τίς ἡμῶν κύριός ἐστιν; Πείσθητε τοίνυν τῷ εἰρηκότι· Φυλάξασθε γογγυσμὸν ἀνωφελῆ καὶ ἀπὸ καταλαλιᾶς φείσασθε γλώσσης, ὅτι φθέγμα λάθριον κενὸν οὐ παρελεύσεται, στόμα δὲ καταψευδόμενον ἀναιρεῖ ψυχήν. Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε, ἀναμέσον ἐμοῦ καὶ Μωϋσέως. Μωϋσῆς γὰρ διὰ περιτομὴν τὸν νόμον ἀκυροῖ, νόμον νόμῳ λύων, ἵνα περιτμηθῇ τὸ βρέφος· ἐγὼ δὲ καὶ τὸν νόμον πληρῶ καὶ τὴν χάριν τιμῶ, οὔτε γὰρ ξίφος τεχνικὸν ὀξύνω οὔτε μισθὸν πραγματευτικὸν ζητῶ. Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Τί με ζητεῖτε ἀποκτεῖναι; Μάτην ταράσσεσθε, οὐδέπω βούλομαι παθεῖν· ὅτε θέλω πάσχω, οὐχ ὅτε ὑμεῖς τοὺς ἥλους χαλκεύετε. Οἰκονομίαν μετέρχομαι· μὴ γὰρ ἀνάγκην ὑφίσταμαι; Ἑαυτὸν ἐταπείνωσα, οὐδείς με ἔκδοτον ἔλαβεν. Ἤκουες δὲ καὶ τοῦ εὐαγγελιστοῦ Ἰωάννου τὰ αὐτά μοι συνηγοροῦντος· τί γὰρ προσέθηκε λέγων; Ἐζήτουν αὐτὸν πιάσαι καὶ οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. Τί βούλεται λέγειν οὐκ ἐληλύθει ἡ ὥρα αὐτοῦ; Ἀντὶ τοῦ οὐδέπω ἦν πληρώσας τὰ δοκοῦντα αὐτῷ. Μὴ γάρ τις νομιζέτω ἀκούων τοῦ εὐαγγελιστοῦ βοῶντος· ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ, ὅτι ἡ ὥρα αἰτία, καθὼς Ἑλλήνων παῖδες ματαιολογοῦσιν, ὅτι ὥρισται ἑνὶ ἑκάστῳ τῶν ἀν θρώπων καὶ ὁ τρόπος τοῦ θανάτου καὶ ἡ ἡμέρα καὶ ἡ ὥρα καὶ τὸ πῶς δεῖ ἀποθανεῖν, καὶ οὐχ οἷόν τέ ἐστιν ἀποθανεῖν τινα, εἰ μὴ ἔλθῃ τῆς εἱμαρμένης ἡ ἀπόφασις. Ἄπαγε τῆς ἀτοπίας. Γραώδης ἡ τοιαύτη διήγησις καὶ σφόδρα ληρώδης καὶ τῆς ἀληθείας ἀντίδικος. Εἰ γὰρ ὥρισται ἑνὶ ἑκάστῳ ὁ τρόπος τοῦ θανάτου καὶ ἡ ἡμέρα καὶ ἡ ὥρα καὶ τὸ πῶς δεῖ ἀποθανεῖν, καὶ οὐχ οἷόν τέ ἐστι διαφυγεῖν, διὰ τί ἀρρωστοῦντες ἰατρικὴν βοήθειαν ἐπισπώμεθα, ἵνα θᾶττον τὸ λυποῦν ἐπικόψωμεν; διὰ τί δὲ καὶ πλέοντες λιμένας ἐπιζητοῦμεν καὶ ἄστρον παραφυλαττόμεθα; διὰ τί δὲ καὶ ὁδοιποροῦντες τοὺς λῃστρικοὺς τόπους ἐκκλί νομεν; διὰ τί δὲ καὶ πολεμεῖν πρὸς ἐχθροὺς παρασκευαζόμεθα καὶ θυρεοὺς συμπλέκομεν καὶ βέλη ὀξύνομεν καὶ τειχομαχίας ἐγείρομεν, εἰ ὥρισται ἑκάστῳ καὶ οὐχ οἷόν τέ ἐστι διαφυγεῖν τινα; Ἄλλως δέ, διὰ τί τὸν Κάϊν βδελυττόμεθα, εἰ ὥριστο τῷ Ἄβελ τοιουτότροπος θάνατος; Διὰ τί δὲ καὶ τοὺς φονεῖς φονεύομεν, εἰ κεχρεώστητο ἐκείνους οὕτως ἀποθανεῖν; Διὰ τί δὲ καὶ προσευχόμεθα πολυετίαν ἐτῶν δέξασθαι καὶ μὴ ἐμπεσεῖν εἰς πειρασμόν; Οὐχ ὅτι ἀληθής ἐστιν ὁ δεσπότης Χριστὸς ὁ εἰρηκὼς περὶ τοῦ πιστοῦ· Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου, καὶ πάλιν· Ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με; Ἦ γὰρ οὐκ ἴσμεν σαφῶς ἐκ τῶν ἀρτίως ἡμῖν ὑπαναγνωσθέντων ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, ὅτι ὁ κορυφαῖος τῶν ἀποστόλων Πέτρος ἐν θλίψει τὸν κύριον ἐπικαλεσάμενος ἐν τῇ φυλακῇ τῆς παρ' αὐτοῦ βοηθείας τετύχηκεν; Μόνον γὰρ ἐν θλίψει ἐβόησεν ὁ μακάριος Πέτρος, εὐθέως ὁ κύριος ὑψόθεν ἄγγελον πέμψας, ὁ μεγάλης βουλῆς τῆς τοῦ πατρὸς ἄγγελος, τοῦ Πέτρου τὴν φυλακὴν ἐφώτισεν, ὡς καὶ τῶν τριῶν παίδων τὴν κάμινον ἐδρόσισεν. Εἷς γὰρ καὶ ὁ αὐτὸς κύριος, ὁ κἀκεῖ τοὺς ἄνθρακας ῥόδα δείξας καὶ ὧδε τὰ δεσμὰ διαρρήξας· ὁ κἀκεῖ τὴν εἰκόνα
συντρίψας καὶ ὧδε τὴν ἀσέβειαν ἀφανίσας· ὁ κἀκεῖ τὸν Ναβουχοδονόσορ αἰσχύνας καὶ ὧδε τὸν Ἡρῴδην πατάξας· ὁ κἀκεῖ τοὺς Βαβυλωνίους συγκαύσας καὶ ὧδε τοὺς Ἰουδαίους αἰχμαλωτίσας. Τίς δὲ καὶ ἡ ἀρχὴ τοῦ ἀναγνώσματος; Ἀναγκαῖον τὰ μὲν παραθέσθαι, τὰ δὲ ἐν ἑτέρῳ καιρῷ ταμιεύσασθαι. Ἤκουες γὰρ ἀρτίως τοῦ συγγραφέως Λουκᾶ λέγοντος· Κατ' ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. Ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. Ἰδὼν δὲ ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις προσέθετο συλλαβεῖν καὶ Πέτρον, ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. Ὄντως ἑορτάζομεν σήμερον, ὅτι οὐ μόνον δεσποτικοὺς ἀλλὰ καὶ μαρτυρικοὺς ἀγῶνας θεωροῦμεν· Ἰάκωβος σφάζεται καὶ Ἰωάννης ἀγάλλεται, Πέτρος φυλακίζεται καὶ ἡ ἐκκλησία προσεύχεται, τὰ δεσμὰ διαρρήσσεται καὶ ὁ διάβολος περισχίζεται, τὸ πάσχα τῶν Ἰουδαίων πεπλήρωται καὶ ὁ ζητούμενος οὐχ εὑρίσκεται, Ἡρῴδης τοὺς φύλακας κατακρίνει καὶ Πέτρος τὸ θαῦμα καταγγέλλει, ἡ σιδηρᾶ πύλη ἠνοίγετο καὶ ἡ Ἰουδαϊκὴ καρδία οὐ κατηνοίγετο. Κατ' ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας. Ποῖον καιρόν; Καθ' ὃν τὸ βασιλικὸν τοῦ σωτῆρος ὄνομα χωλοῖς δρόμον ἐχαρίζετο, σιμικινθίοις νόσους ἐφυγάδευσεν, σκιαῖς πυρετοὺς ἀπεσπόγγιζεν, μαρτυρικοὺς στεφάνους συνέπλεκεν, Ἰάκωβον στεφάνῳ μαρτυρικῷ κατεκόσμησεν, Ἰωάννην θεολόγον ἐδείκνυεν, Πέτρον παλαιστὴν γενναῖον ἐφύλαττεν. Κατ' ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας. Ποῖον καιρόν; Ὅτε ξόανα τῆς βάσεως ἔπιπτον καὶ εἴδωλα χλευάζειν οὐκ ἴσχυον, ὅτε βωμοὶ ἀνεσκάπτοντο καὶ ἱερεῖς ἐκόπτοντο, ὅτε ἐγγαστρίμυθοι ἐφιμοῦντο καὶ περιάπτων μαγγανεῖαι ἐρρίπτοντο. Κατ' ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας. Ποῖον καιρόν; Καθ' ὃν ἡ συναγωγὴ διελύετο καὶ ἡ ἐκκλησία συνεσφίγγετο, καθ' ὃν οἱ νομικοὶ ἠπόρουν καὶ οἱ ἀπόστολοι ηὐπόρουν, καθ' ὃν ἡ περιτομὴ τῆς σαρκὸς ἐμειοῦτο καὶ ἡ σφραγὶς τῆς καρδίας ἐπληθύνετο, καθ' ὃν τὰ ἄζυμα ἐφθίνει καὶ ὁ ἐπουράνιος ἄρτος ἤνθει, καθ' ὃν ἡ ἑπτάμυξος λυχνία ἐσβέννυτο καὶ ὁ δωδεκάκτινος σταυρὸς ἀνήπτετο. Κατ' ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. Ὦ βασιλέως φρόνησις, μᾶλλον δὲ τυράννου ἐπιχείρησις. Ποῖος γὰρ βασιλεύς, ὁ μὴ ὢν ἐν τῇ χειρὶ τοῦ θεοῦ, ἀλλ' ἐν τῇ βουλῇ τοῦ διαβόλου; Πέτρον σπεύδεις φονοκτονῆσαι, ὦ Ἡρῴδη; Διὰ τί; Μὴ γὰρ ἀνταρσίαν ἐμελέτησεν; Μὴ γὰρ διάδημα κατεσκεύασεν; Μὴ γὰρ πορφύραν ἐκτήσατο; Μὴ γὰρ θησαυροὺς χρημάτων ἐπλήθυνεν; Μὴ γὰρ ὁπλίτας ἐμισθώσατο; Μὴ γὰρ πόλεις ἰσχυρὰς ἤγειρεν; Γυμνὸς καὶ ἄπορος ὑπάρχει ὁ Πέτρος ἐν τοῖς σωματικοῖς, κατέλιπε καὶ τὰ πατρῷα δίκτυα καὶ τὴν ἁλιευτικὴν σκάφην καὶ τῆς τῶν ἰχθύων ἄγρας κατεφρόνησεν. Ἐπείσθη τῷ δι' ἡμᾶς πτωχεύσαντι Χριστῷ λέγοντι· Μὴ κτήσησθε χαλκὸν ἢ πήραν ἢ βαλλάντιον μηδὲ διπλοῦν χιτῶνα. Ὦ Ἡρῴδη, τί τοὺς βαρβάρους καταλιπὼν τοῖς ἀποστόλοις πολεμεῖς; Τί τειχομαχίας ἀργῶν τὴν ἐκκλησίαν διορύττεις; Τί τὰς χεῖρας ἐκτείνεις, οὐχ ἵνα τυράννου τὴν κώμην κατάσχῃς, ἀλλ' ἵνα θυσιαστήριον τοῦ βασιλέως Χριστοῦ στρέψῃς; Κατ' ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. Ὦ χεῖρες Ἡρῴδου εἰς προσευχὴν μὴ ἐκτεινόμεναι, ἀλλ' εἰς δικαιοκτονίαν ὁπλιζόμεναι. Αὗται γὰρ αἱ χεῖρες, ὡς ἴστε, κατὰ τοῦ στύλου τῆς ἐκκλησίας ὡπλίσθησαν. Ταύτας τὰς χεῖρας θεωρήσας ὁ Πέτρος ἐβόα καὶ προσηύχετο ἐν τῇ φυλακῇ τὰ τοῦ Δαυῒδ ῥήματα λέγων· Μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου, ὧν ἐν χερσὶν αἱ ἀνομίαι· ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων. Εἰ μὴ γὰρ μισθὸν ὁ Ἡρῴδης
παρὰ Ἰουδαίων ἐλάμβανεν, οὐκ ἂν τὸ φάσγανον τῆς παρανομίας ὤξυνεν, Ἰάκωβον ἀνεῖλε μαχαίρᾳ, Πέτρον δυσὶν ἁλύσεσι συνέδησε βουλόμενος αὐτὸν μετὰ τὸ πάσχα ἀναγαγεῖν τῷ λαῷ. Ὦ πάσχα Ἰουδαϊκόν, ἀεὶ μεταξὺ αἱμάτων ἀθῴων μιγνύμε νον. Τὸν δεσπότην Χριστὸν πρὸ τοῦ πάσχα ἐσταύρωσαν, τὸν μαθητὴν αὐτοῦ Πέτρον μετὰ τὸ πάσχα ἀνελεῖν ἐβούλοντο. Ὦ πάσχα ἄναγνον, ὦ συναγωγὴ αἱματοποσίας φίλη. Καλῶς ὁ Σολομὼν ἐκ πολλῶν τῶν χρόνων τὴν τῶν Ἰουδαίων συναγωγὴν βδέλλαν προσηγόρευσεν. Διὰ τί; Ὡς ἀλλοτρίων αἱμάτων ἑλκύστριαν. Βουλόμενος αὐτὸν μετὰ τὸ πάσχα ἀναγαγεῖν τῷ λαῷ. Διὰ τί δὲ μὴ ἐν τῷ πάσχα; Τιμῶσι δῆθεν τὴν ἑορτὴν τοῦ πάσχα. Ὦ τιμὴ ὕβρεως πεπληρωμένη. Εἰ οὐκ ἐξὸν ἐν τῷ πάσχα φονεῦσαι, μηδὲ δήσητε ἐν τῷ πάσχα. Τὴν ἑορτὴν δοκεῖτε τιμᾶν τὸν φόνον θησαυρίζοντες; Τὸ θῦμα κατέχετε καὶ θύειν οὐ νομίζετε; Ὦ εὐλάβεια κατακρίσεως πεπληρωμένη, μᾶλλον δὲ ὦ παρανομία ἄχρι τῆς δεῦρο παρά τινων φυλαττομένη, ἐκεῖθεν ἀρχὴν λαβοῦσα καὶ τέλος εὑρεῖν μὴ ἐπιζητοῦσα. Ἦ γὰρ οὐκ ἴσμεν ὅτι πολλάκις τινὲς τῶν ἐν δυναστείᾳ ἐξεταζομένων ἀνεύθυνόν τινα ἐν φυλακῇ δημοσίᾳ κατακλείσαντες, μόνον ἐπιστῇ τὸ τίμιον πάσχα, εὐθέως δῆθεν τῆς δημοσίας φυλακῆς ἀπαλλάττουσιν, ἑτέραν φυλακὴν χαλεπωτέραν ἐπινοοῦντες ἢ παρ' ἑαυτοῖς φυλάττοντες καὶ λιμῷ ἄγχοντες ἢ εἰς τὸν οἶκον τοῦ ἐκβιβαστοῦ συγκλείοντες τοῦ ἀκόρεστα κεχηνότος, μὴ συνορῶντες ὅτι τοῦτο οὐκ ἔστι τὴν ἑορτὴν τιμῆσαι, ἀλλὰ τὸν δεσπότην Χριστὸν ὑβρίσαι. Θέλεις ἑορτάσαι, τῆς συκοφαντίας ἐλευθέρωσον τὸν σύνδουλόν σου· τότε γάρ τις κυρίως ἑορτάζει, οὐχ ὅτε σηρικὴν στολὴν ἐγκαινίζει, ἀλλ' ὅτε τεθλιμμένην ψυχὴν ἐλευθερώσει. Τῷ δὲ θεῷ χάρις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
In natale sancti Joannis prophetae (homilia 1) Λεοντίου πρεσβυτέρου Κωνσταντινουπόλεως εἰς τὸ γενέθλιον τοῦ ἁγίου ̓Ιωάννου τοῦ προφήτου προδρόμου Εὐλογητὸς κύριος ὁ θεὸς τοῦ ̓Ισραήλ, οτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ· ἐπεσκέψατο γὰρ ἡμᾶς καὶ σήμερον ἀνατολὴ ἐξ υψους. ̓Εκαθεύδομεν γὰρ τῇ ῥαθυμίᾳ, καὶ διύπνισεν ἡμᾶς τῇ φιλανθρωπίᾳ· ἐσάλευσε τὰ δώματα, ινα στηρίξῃ ἡμᾶς ἰασάμενος τὰ τραύματα· ἐμάστιξε τὰ αψυχα, ινα παιδεύσῃ τὰ εμψυχα· ἐτάραξε τὴν γῆν, ινα πληροφορηθῶσιν οἱ ἐν ὑπεροχῇ. ̓Εσάλευσεν, οὐκ ἀπώλεσεν· ἐπεσκέψατο, οὐκ ἀπεφήνατο· ον γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ον παραδέχεται. Σεισμὸς τὸν Πέτρον ἐκ φυλακῆς ἠλευθέρωσεν, σεισμὸς τὸν Παῦλον τῶν κλοιῶν ελυσεν, ἐν σεισμῷ ̔Ηλίας ὡς εἰς τὸν οὐρανὸν ἀνελήφθη, σεισμὸς τῆς δεσποτικῆς ἀναστάσεως πρου λαβεν. [̓Ανάστασις γὰρ ἡ παροῦσα ἡμέρα.] Διὰ τί σεισμός; Οπου θεότητος κίνησις, ἐκεῖ καὶ τῶν στοιχείων θόρυβος. ̓Ελέησον τὸν πέλας, καὶ σεισμὸς οὐ σκύλλει σε· νήστευσον ἀπὸ κακίας, καὶ θεὸς οὐκ ὀργίζεται. Εἰπὲ καὶ σὺ προθύμως τὰ τοῦ Δαυῖδ προσευχόμενος· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με· μὴ ὡς τοὺς γίγαντας κατακλύσῃς με, μηδὲ ὡς Σοδομίτας καταφλέξῃς, ἀλλ' ὡς Νινευΐτας ἐλέησον.
Ευ καιρον ουν τοὺς αἰσθομένους τῆς τοῦ κυρίου παιδείας εἰπεῖν τὰ τοῦ προφήτου· ̔Η παιδεία κυρίου ἀνοίγει μου τὰ ωτα. Οσοι τοίνυν τὸν θεῖον λόγον ἀπαιτοῦσιν ευτονον, καὶ αὐτοὶ χρεωστοῦσι παρέχειν τὴν ἀκοὴν ὑπήκοον, ινα καὶ οἱ λέγοντες εὐσεβῶς καὶ οἱ ἀκούοντες εἰλικρινῶς δυνηθῶσι θερίσαι τὸ τῆς πίστεως πολύσταχυν δράγμα· ανευ γὰρ πίστεως ουτε <ἡ> ἠχὼ τῆς ἀκοῆς πλατύνεται, ουτε τῶν χειλέων ἡ θύρα διανοίγεται, ουτε τῆς γλώττης τὸ πλῆκτρον κινεῖται, ουτε τῶν φωνιαίων ὀργάνων οἱ αὐλοὶ εὐρύνονται. Καὶ τούτου μάρτυς Ζαχαρίας ὁ ἱερεύς, ὁ παιδευθεὶς δι' ἀπιστίαν πρὸς παιδείαν τῶν ἀπιστούντων, ὁ τῆς ἀρχαγγελικῆς ἀποκαλύψεως σημεῖον ἐπιζητῶν, ὁ τῆς δεσποτικῆς μηνύσεως ἐγγυητὴν ἀπαιτῶν. Τοῦ γὰρ ἀρχαγγέλου Γαβριὴλ εἰρηκότος πρὸς τὸν Ζαχαρίαν, καθὼς ἀρτίως ηκουες τῇ προτεραίᾳ· Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἰδοὺ ἡ γυνή σου ̓Ελισάβετ γεννήσει υἱόν σοι , ἀποκριθεὶς ὁ Ζαχαρίας ειπεν, ὡς ιστε· Κατὰ τί γνώσομαι τοῦτο; ̓Εγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Απιστα ὡς ἀληθῶς τοῦ πρεσβύτου τὰ ῥήματα, καὶ πολλῆς ἀντιλογίας γέμοντα.
Τὸ γὰρ εἰπεῖν Κατὰ τί γνώσομαι τοῦτο; ἀντὶ τοῦ Ποίαν μοι δίδως ἀπόδειξιν τῶν λεγομένων πληροφορίαν; Κατὰ τί γνώσομαι τοῦτο; ̓Εγὼ γάρ εἰμι πρεσβύτης. Πῶς πατὴρ γνησίου παιδὸς εὑρεθήσομαι; Τὸ γῆρας ἀπωθεῖται τὴν πίστιν, ξωφύσεως λοιπὸν τὸ πρᾶγμα , διαλέλυται τὰ γεννητικὰ μόρια, ῥάβδον κατέχων ἐπιβαίνω, καὶ νεογάμου μοι πεῖραν ἀναζέεις; Οτε τάφος, τότε γόνος; Κατὰ τί γνώσομαι τοῦτο; Φράσον μοι, ω μέγιστε Γαβριήλ. ̓Αναγκαῖον δὲ καὶ τοὺς ἀγνοοῦντας γνῶναι, οτιπερ Γαβριὴλ θεοῦ ανθρωπος ἑρμηνεύεται, ὡς διακονῆσαι τῷ ἐνανθρωπήσαντι, ὡς προοδοποιῆσαι τῷ ἐπιφανέντι, ὡς μὴ μόνον τῇ στείρᾳ, ἀλλὰ καὶ τῇ παρθένῳ τὰ εὐαγγέλια κομίσαι. Ουτος γάρ ἐστιν ὁ Γαβριήλ, ὁ καὶ τὸν Δανιὴλ συνετίσας, καὶ τὴν αφιξιν τοῦ κυρίου σὺν ἀκριβεῖ χρόνῳ δηλώσας, καὶ τὸν ̔Αμβακοὺμ τῆς κόμης μετενέγκας, καὶ τοὺς λέοντας τῷ Δανιὴλ ὡς ἀσκητὰς ἐν τῷ λάκκῳ ὑποτάξας. Τί ουν ὁ Ζαχαρίας; Καλὸν γὰρ τῆς ἀκολουθίας μὴ δραπετεῦσαί ποτε. Κατὰ τί γνώσομαι τοῦτο; ̓Εγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Κατὰ τί γνώσομαι τοῦτο; Ιδε φησίν, τὰ τρέμοντα τῶν μελῶν, καὶ τὸ γῆρας τῶν ἀμφοτέρων εἰς γῆν νενευκός.
Εἰ μέρος ἐνέαζε καὶ μέρος πεπαλαίωται, μικρά τις η ν ἐλπὶς τῶν λεγομένων· νυνὶ δὲ τῶν ἀμφοτέρων τὸ σῶμα σεσάθρωται, οὐδὲν ε τερον περιμένομεν η τὸ δρέπανον τοῦ θανάτου, ὡς στάχυες πέπειροι. ̓Αληθεύεις, δέσποτα Γαβριήλ; Δὸς δήλους προοδεύσεις, σημεῖον ἀρραβῶνά μοι πίστευσον. Τὴν ἐπαγγελίαν οὐ δέχομαι, εἰ μὴ θαυματουργίαν θεάσομαι. Κατὰ τί γνώσομαι τοῦτο; ̔Ο ̓Ααρὼν οὐκ ἐπίστευσεν, εἰ μὴ ἡ ῥάβδος ηνθησεν· Μωϋσῆς οὐκ ἐπληροφορήθη, εἰ μὴ ἡ χεὶρ αὐτοῦ ἐλευκάνθη· καὶ Γεδεὼν οὐ συνῆκεν, εἰ μὴ ἐπὶ τὸν πόκον ὑετῶν μόνον γέγονε δρόσος. Κατὰ τί ουν γνώσομαι τοῦτο; Δὸς σημεῖον, καὶ χορεύσω νεανικά. Δὸς σημεῖον, ινα μὴ < ̓Ελισάβετ> ὡς ἡ Σάρρα προπετῶς γελάσῃ. Κατὰ τί γνώσομαι τοῦτο; Εἰ δεύτερος ̓Αβραὰμ ἀποφαίνομαι, ὑπάρξει μοι κατὰ τοῦ ̓Αβραὰμ δικαιώματα καὶ ἰδιώματα. Εισελθε ἐπὶ τὸ δῶμα μου, νίψω τοὺς πόδας σου, ὁδοιπορίαν στείλαντι παραθήσω σοι τράπεζαν μυστηρίου πεπληρωμένην, ἀλεύρου σάτα τρία ̓Ελισάβετ φυράσει, τὴν ἐκκλησίαν προζωγραφοῦσα, ζητήσω μόσχον, ινα δωρήσῃ παῖδα. Κατὰ τί γνώσομαι τοῦτο; Τί μοι τοῦ παιδὸς τὸ ονομα προλέγεις, καὶ τούτου μὴ παρόντος τὰς ἀρετὰς ἀπαριθμεῖς; Δεῖξόν μοι τί παρὰ φύσιν, ινα πιστεύσω τὸ ὑπὲρ φύσιν.
̓Εὰν ὁ οὐρανὸς ἀνακαμαροῦται, κἀγὼ ἀνανεοῦμαι· ἐὰν ἡ θάλασσα μετρῆται, καὶ ἡ γυνή μου μαιοῦται· ἐὰν ὁ ηλιος καταλαμβάνηται, καὶ οἱ ξηροὶ μαζοὶ γάλα ῥυήσονται· ἐὰν ἡ σελήνη τειχίζηται, καὶ ἡ ξηρὰ μήτρα νοτίζεται. Κατὰ τί γνώσομαι τοίνυν τοῦτο τὸ παράδοξον μυστήριον; ̓Εγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς.
̔Ο δὲ αγγελος πρὸς τὸν Ζαχαρίαν· Θεὸν ἐνέχυρον ἀπαιτεῖς; ̓Αρχάγγελον πειράζεις ἐπὶ γῆς; Τὴν σωματικὴν ἀσθένειαν βεβαιοτέραν τῆς δεσποτικῆς ἐπαγγελίας ὁρίζων, ἀνακρίνειν οὐ δέδοικας· Κατὰ τί γνώσομαι τοῦτο; Μὴ γὰρ εἰς Αιγυπτον ἀποστέλλῃ, ινα φοβηθῇς τοῦ φαραῶ τὸν ογκον, καὶ παραιτήσῃ λέγων· "Προχείρισαι αλλον, ἐγὼ γὰρ ἰσχνόφωνος καὶ βραδύγλωσσος"; Κατὰ τί γνώσῃ τοῦτο, Ζαχαρία; Οὐδὲν ὑπὲρ φύσιν θεὸς ἐργάζεται; Η φύσεως ἀκολουθίαν ζητεῖς, οὐχὶ θεότητος παραδοξοποιΐαν; Εἰπέ μοι· τῆς γῆς οἱ στύλοι ποῦ πεπήγασιν; Οὐρανοῦ δὲ τὸ κύτος ποῦ καθίδρυσται; Νεφελῶν δὲ κύται ποῦ εὑρίσκονται; ̔Υετῶν δὲ σταγόνες ποῦ στημονίζονται; Βῶλοι δὲ χιόνος ποῦ λατομοῦνται; ̔Ηλίου δὲ δρόμος τίς ἡνιοχεῖ; Σελήνης δὲ μείωσιν τίς ὁροθετεῖ; Αστρων δὲ πλήθη τίς ἀριθμεῖ; Θάλασσα δὲ μαινομένη πῶς ψάμμον αἰδεῖται; Ποταμοὶ δὲ θερμόρρυτοι πῶς συγκιρνῶνται; ̓Ομίχλη δὲ σκότους ποῦ ἐξυφαίνεται; Ανθρωπος δὲ ἐν μήτρᾳ πῶς διαπλάττεται; Τοῦ δὲ αρρενος τὸ θῆλυ πῶς δειλότερον εὑρίσκεται; Θεοείκελος δὲ ψυχὴ πῶς ἀθρόον ἐν τῷ σώματι εὑρίσκεται; Τὸν ̔Ησαῦ δὲ καὶ τὸν ̓Ιακώβ, ους ὁ κόσμος ολος οὐκ ἐχώρησεν , πῶς ὁ τῆς ̔Ρεβέκκας σκοτεινὸς πόρος ἀστενοχωρήτους ἐφύλαξεν; Κατὰ τί γνώσομαι λέγεις τοῦτο, Ζαχαρία; Φύσεως ἀκολου θίαν ζητεῖς, οπου θεότητος ἐνέργεια; Τὴν στεῖραν ἀπιστεῖς γεννῆσαι; Τί ἐὰν ἀκούσῃς περὶ τῆς παρθένου; Οὐχὶ Σαμψὼν τοῦ Ναζωραίου ἐν σιαγόνι ο νου χιλίους ἀλλοφύλους πατάξαντος, ἐν ἀνύδρῳ καὶ δίψει συσχεθέντος, καὶ μικροῦ δεῖν ἐκλείψαντος, καὶ πρὸς τὸν θεὸν εἰλικρινῶς βοήσαντος , εὐθέως τὸν ολμον τῆς ο νου ηνοιξεν, καὶ υδωρ ἐλίμνασεν, καὶ τὸν Ναζωραῖον ἐπότισεν; Εἰ ουν ἐν σιαγόνι ο νου τοιοῦτον σημεῖον ἐπεδείξατο καὶ ἐξ ὀστέου ξηροῦ ποταμοὺς ἀφῆκεν ὑδάτων, καὶ πεπαλαιωμένους ἡμερῶν πρὸς τεκνογονίαν ὀκνήσει καλέσαι; Κατὰ τί γνώσῃ, Ζαχαρία; Οὐκ εχεις ὑπόδειγμα τὸν ̓Αβραὰμ καὶ τὴν Σάρραν; Οὐχὶ κἀκεῖνος πρεσβύτης, κἀκείνη στεῖρα καὶ ἐκλείπουσα τὸν ἐθισμὸν τῶν καθαρσίων διὰ τὸ πεφθάρθαι τῷ γήρει τὴν υλην; Οὐκ ηκουσας Αννης καυχωμένης· ̔Η στεῖρα ετεκεν ἑπτά, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησεν; Οὐκ ηκουσας τοῦ προφήτου λέγοντος, Ζαχαρία, Τὰ σημεῖα τοῖς ἀπίστοις; Εδει μέν σε μὴ ἀνανεῦσαι , Ζαχαρία, τοῖς λεχθεῖσιν, προφητικῆς λειτουργίας μείζονα διακονίαν λαχόντα; ̓Επειδὴ δὲ ὡς απιστος σημεῖα παρὰ θεοῦ ζητεῖς, ἐν τοῖς οἰκείοις μέλεσι μαστιγοφόρον κομίζου σημεῖον· εσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι.
Οπου τῆς προπετείας τὸ θράσος, ἐκεῖ καὶ τῆς παιδείας ὁ χαλινός. Εσῃ σιωπῶν· οπου υβρις ἐλάλησεν, ἐκεῖ τῆς ἐπιτιμήσεως ἡ ἀπόφασις. Ηθελε μὲν ὁ θεός, Ζαχαρία, κήρυκά σε τοῦ τοιούτου θαύματος γενέσθαι· στρατοπεδάρχης γὰρ τοῦ ἐπουρανίου βασιλέως τίκτεται καὶ τῆς κοσμικῆς τῶν ἁμαρτιῶν λυτρώσεως προκαθαρτής. ̓Επειδὴ δὲ τὴν ἀσθένειαν τοῦ σώματος βεβαιοτέραν τῆς ἐπαγγελίας ὡρίσω τοῦ δεσπότου, ε σῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι, αχρι η ς ἡμέρας γένηται ταῦτα, ἀνθων οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οι τινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν. ̔Ορᾷς ο τι ανευ πίστεως οὐδὲν τῶν δεόντων γίνεται. Μόνον ηκουσε Ζαχαρίας τὰ ῥήματα ταῦτα, εὐθέως ἐξῆλθεν ἐκ τοῦ ναοῦ μισθὸν τῆς ἀπιστίας τὴν φίμωσιν βαστάζων. Αλλους εἰσῆλθεν ἐλευθερῶσαι, καὶ αὐτὸς καταδεδικασμένος ἐξῆλθεν· ὁ θυμιατῆρα λειτουργικὸν βαστάζων τίτλον ἐξορίας περιέφερεν. ̔Ο λαὸς περιέμεινε τί ἀγαθὸν ἀκοῦσαι παρ' αὐτοῦ, κἀκεῖνος διένευεν· Μηδείς μοι πλησιάσῃ, δεσποτικῆς ἀγανακτήσεως φρίκην βαστάζω. Ω τῶν παραδόξων πραγμάτων.
Ζαχαρίας φιμοῦται καὶ ̓Ελισάβετ εὐωχεῖται, ἀπεστόμωται γλῶσσα καὶ ὀγκοῦται μήτρα, ἡ γλῶσσα στειρεύει καὶ ἡ στεῖρα γίνεται μήτηρ μετοικεῖ τὸ πάθος τῆς μήτρας ἐπὶ τὴν γλῶσσαν, ἡ φωνὴ χαλινοῦται καὶ ἡ γονὴ ἐλευθεροῦται, Ζαχαρίας σιγᾷ καὶ ̓Ιωάννης σκιρτᾷ. Μόνον γὰρ ει δεν ἡ στεῖρα τὴν παρθένον καὶ κατενόησεν ὁ ἑωσφόρος τὸν η λιον, ἐσκίρτησε μέγα ὁ ̓Ιωάννης ἐν τῇ μητρικῇ νηδύϊ τὴν βραδυτῆτα τῆς φύσεως αἰτιώμενος· Δεσπότου φησὶ κήρυξ εἰμί. Τί τοῖς ὁμοδούλοις ὁμοίως πεπέδημαι νόμοις; Μὴ περιμένων τὸν τόκον ἀπολέσω τὸν δρόμον; Μὴ δεσπότης προλάβῃ τὸν περὶ τὰς ὠδῖνας εἰλούμενον <δοῦλον>; Μὴ γένηται τῆς φύσεως ἀκολουθία παρανομία τῆς τάξεως; ̓Επέγνων τὸν παρόντα καὶ σιγᾶν οὐκ ἀνέχομαι· σαλεύω τὰ δεσμὰ τῆς φύσεως· κηρύττειν γὰρ ἐπείγομαι, δυεῖν παραδόξων πραγμάτων σύντομον γίνομαι σήμαντρον· θεϊκὴν παρουσίαν σαλπίζω καὶ πατρικὴν γλῶσσαν ἐκλύω. Ταῦτα τῶν παραλειφθέντων ἡμῖν τῇ προτεραίᾳ κεφαλαίων οἱ τόκοι· πᾶν γὰρ κεφάλαιον τόκον τίκτει, οθεν καὶ τὸ βρέφος τόκος ὀνομάζεται· ὡς κεφάλαιον γὰρ ὁ ἀνὴρ τὸν σπόρον τῇ γυναικὶ δανείζει κεφαλὴ γὰρ γυναικὸς ὁ ἀνήρ, τίκτει δὲ τῷ κεφαλαίῳ τὸν τόκον ἡ γυνή ...
In nativitatem Christi (homilia 12) (olim sub nomine Joannis Chrysostomi) ̓Ιωάννου ἀρχιεπισκόπουΚωνσταντινουπόλεως εἰς τὴν γέννησιν τοῦ κυρίου ἡμῶν ἸησοῦΧριστοῦ Πολλαὶ μὲν καὶ ἀναρίθμητοι τῶν Χριστιανῶν αἱ θεοφιλεῖςπανηγύρεις· τί δὲ τῆς παρούσης πανηγυρικώτερον, ὅτι ὁδεσπότης Χριστὸς ἐγεννήθη καὶ ὁ κόσμος ἀνεγεννήθη;Ὁ Χριστὸς ἐγεννήθη καὶ ὁ Ἀδὰμ ἀνεκλήθη· ὁ Χριστὸς ἐγεννήθη καὶ ἡ Εὕα τῆς λύπης ἐλυτρώθη·ὁ Χριστὸς ἐγεννήθη καὶ ὁ δράκων ἠφανίσθη·ὁ Χριστὸς ἐγεννήθη καὶ ὁ παράδεισος ἀνεκαινίσθη·ὁ Χριστὸς ἐγεννήθη καὶ ὁ διάβολος κατεκρίθη·ὁ Χριστὸς ἐγεννήθη καὶ ὁ ᾅδης ἠλλοιώθη·ὁ Χριστὸς ἐγεννήθη καὶ ἡ γῆ ἀνεκτίσθη·ὁ Χριστὸς ἐγεννήθη καὶ ὁ ἀὴρ ἐκαθάρθη·ὁ Χριστὸς ἐγεννήθη καὶ ὁ οὐρανὸς ηὐφράνθη·ὁ Χριστὸς ἐγεννήθη καὶ ὁ Ἰουδαϊσμὸς ἐμειώθη·ὁ Χριστὸς ἐγεννήθη καὶ ὁ Χριστιανισμὸς ἐπυκνώθη·ὁ Χριστὸς ἐγεννήθη καὶ ἡ συναγωγὴ ἐκαπνίσθη·ὁ Χριστὸς ἐγεννήθη καὶ ἡ ἐκκλησία εὐωδιάσθη·ὁ Χριστὸς ἐγεννήθη καὶ τὸ φῶς προσετέθη. Σήμερον γὰρ καὶ τοῦ σωματικοῦ φωτὸς αὔξησις καὶ τοῦπνευματικοῦ ἔλλαμψις.
Τοῦ γὰρ ἡλίου τῆς δικαιοσύνης Χριστοῦ ἐκ τῆς παρθενικῆς ἀδιαφθάρτου παστάδος ἀνατείλαντος, τὸ σκότος τῆς ἀσεβείας ἀπελάθη καὶ τὸ φῶς τῆς εὐσεβείας διεδόθη, ὁ παγετὸς τῆς βλασφημίας διελύθη, ὁ δὲκαρπὸς τῆς θεογνωσίας ἐπιάνθη καὶ ὁ ἀστὴρ τῆς ἀληθείαςεἰς πάντας ἀνέτειλεν. Ὅθεν τοῦτο τὸ φῶς θεωρήσαντες οἱπροφῆται ἐκ πολλῶν τῶν χρόνων ἐβόων πρὸς αὐτὸν λέγοντες· Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Τί ἐστιν Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς; Ἐν σοί φησι τὸν πατέρακατανοήσομεν· φῶς γὰρ εἶ φωτὸς μηνυτικόν.Πῶς οὖν πανηγυρίζομεν σήμερον, τοῦ ἀΰλου φωτὸς Χριστοῦ ἀΰλως παρακύψαντος ἐκ τῆς ἀτοιχωρύχου παρθενικῆς πηγῆς; Οὐκέτι τὰ εἴδωλα ψηλαφῶμεν,ἀλλὰ τὰ θυσιαστήρια κατανοοῦμεν·οὐκέτι ἐγγαστριμύθους ἀξιοῦμεν,ἀλλὰ προφήτας παρακαλοῦμεν·οὐκέτι ἐπαοιδοὺς θεραπεύομεν,ἀλλ' ἀποστόλους ἐγκωμιάζομεν·οὐκέτι ὑπὸ δένδρον εἰδωλολατροῦμεν,ἀλλ' ὑπὸ τὸν σταυρὸν κυριολογοῦμεν·οὐκέτι τὰ τέκνα ἡμῶν τοῖς δαιμονίοις θύομεν,ἀλλὰ τὰς καρδίας ἡμῶν ἀναγινώσκομεν,ἀλλ' εὐαγγέλια τῷ θεῷ θυμιῶμεν·οὐκέτι μυθολογίας ἐπιγινώσκομεν·οὐκέτι Πλάτωνα καὶ Ἀριστοτέλην σεμνύνομεν,ἀλλὰΠέτρον καὶΠαῦλον ἐκθειάζομεν· οὐκέτι τὴν σάρκα περιτεμνόμεθα, ἀλλὰ τὴν ψυχὴν σφραγιζόμεθα· οὐκέτι πικρίδας Ἰουδαϊκὰς ἐσθίομεν, ἀλλὰ τὸ μέλι τῆς χάριτος καταπίνομεν· οὐκέτι ἐνΒαβυλῶνι αἰχμαλωτιζόμενοι λέγομεν·Πῶς ᾄσωμεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας; ἀλλὰ πανταχοῦ τῆς γῆς εὐφραινόμενοι βοῶμεν·Τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς·οὐκέτι μερικῶς πανηγυρίζοντες πενιχρῶς παρατρύζομεν λέγοντες·Γνωστὸς μόνον ἐν τῇ Ἰουδαίᾳ ὁ θεός, ἀλλὰ καθολικῶς γενεθλιάζοντες πλουσίως ὑποψάλλομεν·Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.Μηκέτι τὸνΒάαλ προσκαλεῖσθε, ἀλλὰ τὸν θεὸν παρακαλεῖτε· ἐκεῖνος ἀδολεσχεῖ, οὗτος θαυματουργεῖ· ἐκεῖνος καθεύδει, οὗτος γρηγορεῖ.Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.Τί ἐστιν ἀλαλάξατε; Ἀντὶ τοῦ εὐχαριστήσατε τῷ νικοποιῷΧριστῷ· ἀλαλαγμὸς γὰρ νίκης ἀναγνωρισμός.
Ἀλαλάξωμεν τοίνυν τῷ νικοποιῷΧριστῷ, καὶ μὴ τοῖς ψευδωνύμοις εἰδώλοις προσκυνήσωμεν, διότι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, ὁ δὲ κύριος τοὺς οὐρανοὺς ἐποίησεν.Ἤκουες γοῦν ἀρτίως τοῦ εὐαγγελιστοῦΜατθαίου λέγοντος·Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐνΒηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου, ἰδοὺ μάγοι παρεγένοντο ἀπὸ ἀνατολῶν ἐν Ἱεροσολύμοις λέγοντες·Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; Εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. Ὢ τοῦ παραδόξου θαύματος, ὢ τοῦ φρικτοῦ ἱλαστηρίου, ὢ τοῦ ἀκαταλήπτου μυστηρίου. ἘνΒηθλεὲμ τῆς Ἰουδαίας ὁ δεσπότηςΧριστὸς γεννᾶται,καὶ πρὸ πάντων ὑπὸ μάγων ὁρᾶται· ἐν ἡμέραις Ἡρῴδου, καὶ ἀρχὴν ἡμερῶν λαμβάνει ὁ ἄναρχος· ἐν σπηλαίῳ τίκτεται, καὶ τῇ χειρὶ τὰ πάντα βαστάζει· ἐν φάτνῃ τίθεται, καὶ τροφὴ πάντων γίνεται· σπαργάνοις κατειλεῖται, καὶ λύσιν ἁμαρτιῶν δωρεῖται· ἐκ μήτρας προέρχεται, καὶ τὴν μητέρα παρθένον τηρεῖ· εἰςΑἴγυπτον φεύγει, καὶ εἰς οὐρανοὺς ἀνάγει· ὡς παιδίον βαστάζεται, καὶ ὡς θεὸς γνωρίζεται· Ἀρχέλαον κάμπτει,καὶ τὸν διάβολον τύπτει· μάγους προσκαλεῖται, καὶ Ἰουδαίους ἀπωθεῖται· κύνας τρέφει, καὶ τὰ τέκνα τύπτει.
Ἀλλὰ ταῦτα ἀκούων μὴ ἀσπλαγχνίαν τοῦ δεσπότουΧριστοῦ καταψηφίσῃ, ἀλλὰ ῥᾳθυμίαν τῶν Ἰουδαίων· ἀντεστράφη γὰρ ἡ τάξις οὐ τῇ φύσει ἀλλὰ τῇ γνώμῃ, καὶ γέγοναν οἱ κύνες τέκνα, τὰ δὲ τέκνα κύνες. Ἠμείφθη γὰρ ἡ προσηγορία, ἐπειδὴ καὶ ἠλλοιώθη ἡ πολιτεία· οἵα κύων ἡΧαναναία γυνὴ τοὺς εἰδωλικοὺς μακέλλους ἐκλείχουσα, καὶ οἵα θυγάτηρ γέγονε τὸνΧριστὸν καὶ τοὺς μαρτυρικοὺς τύπουςτῶν ἀποστόλων ἀγαπήσασα. Ὅτε μὲν γὰρ τῷ Ἑλληνισμῷ προσεῖχεν, τότε ἔλεγε πρὸς αὐτὴν ὁ κύριος ὀνειδιστικῶς·Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ δοῦναι τοῖς κυναρίοις· ὅτε δὲ τῷΧριστιανισμῷ προσετέθη, τότε ἤκουσεν ἐγκωμιαστικῶς·Θάρσει, θύγατερ, γενηθήτω σοι ὡς θέλεις. Ὅτι δὲ καὶ Ἰουδαίων παῖδες ἀπὸ τέκνων κύνες προσηγορεύθησαν, μὴ παρ' ἐμοῦ δεηθήσῃ μαθεῖν, ἀλλὰ παρὰ τοῦ μακαρίου Παύλου τοῦ ἀπὸ κυνὸς γεγενημένου·Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας. Ὅτι δὲ μᾶλλον τῶν Ἰουδαϊκῶν τέκνων οἱ Ἑλληνικοὶ κύνες καὶ ἐπέγνωσαν καὶ ἐπέδραμον τῷ δεσπότῃΧριστῷ, ἐκ τῶν ἀρτίως ἀναγνωσθέντων λάμβανε τὴν ἀπόδειξιν.
Οἱ μάγοι ἐθνικοὶ ὑπῆρχον καὶ ἀκροθήνιοι τῶν κακῶν, ἀλλ' ὅμως μόνον εἶδον τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, εὐθέως ἐν Ἱεροσολύμοις κατέδραμον καὶ κόπον ὑπέμειναν, ἵνα θεάσωνται τὸν εἰρηκότα·Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.Καὶ οὐ μόνον κόπους ὑπέμειναν, ἀλλὰ καὶ δῶρα προσήνεγκαν τῷ δεσπότῃΧριστῷ μηδέπω ἀνεγνωκότες τὸν εἰρηκότα·Μὴ ὀφθῇς ἐνώπιον τοῦ θεοῦ σου κενός.Βλέπε μάγων πίστιν· οὐκ ἐσκανδάλισεν αὐτοὺς ἡ φάτνη, οὐκ ἤγαγεν αὐτοὺς εἰς ἀπιστίαν τὸ σπήλαιον,οὐκ εἶπον ἑαυτοῖς τῷ τῆς ἀμφιβολίας λόγῳ κλονούμενοι· Οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων;Πόθεν τοῦτο; Ἀντὶ πορφύρας ῥάκκος περιβέβληται· ἀντὶ χρυσοστρώτου κλίνης εἰς τοὔδαφος ἔρριπται· ἀντὶ βασιλικῶν αὐλῶν σπήλαιον ὑαίνης κατέλαβεν.Ποῦ τῶν δορυφόρων τὸ πλῆθος;Ποῦ τῶν ὑπασπιστῶν ἡ θεραπεία;Ποῦ τῆς χαρμοσύνης ἡ εὐωδία;Οὐδεὶς αὐτῷ παρακαθέζεται, μία μόνη γυνὴ παρέπεται καὶ αὐτὴ δεδοίκουσα φαίνεται μὴ γνωσθῇ ὁ τεχθείς.Οὐδὲν τῶν ἐπιτηδείων ἔχει· οὐδὲν βασιλικὸν ὁρῶμεν ἐν αὐτῷ· πτωχοῦ τινός ἐστι τοῦτο τὸ γέννημα. Ἐξέλθωμεν, ὑποστρέψωμεν, τὸν ἀστέρα μετὰ ἀκριβείας ἴδωμεν, μὴ ἄλλον ἀντ' ἄλλου προσκυνήσωμεν καὶ τὸ κέρδος ἀπολέσωμεν.
Ἀλλ' οὐδὲν τούτων οἱ μάγοι οὔτε εἶπον οὔτε ἐνενόησαν· μόνον δὲ εἶδον τὸν δεσπότην, εὐθέως καὶ ἐπέγνωσαν καὶ προσεκύνησαν καὶ δῶρα προσεκόμισαν. Ἔπειθε γὰρ αὐτοὺς οὐχ ἡ πτωχότης τοῦ σπηλαίου,ἀλλ' ἡ τοῦ ἀστέρος πλουσιότης· οὐκ ἤγαγεν αὐτοὺς εἰς ἀπιστίαν ἡ εὐτελὴς τοῦ κυρίου τῆς ὁράσεως θέα, ἀλλ' ἔπειθεν αὐτοὺς ἡ περιαστράπτουσα αὐτὸν τῆς θεότητος αἴγλη.Ἐροῦσι δὲ πάντως τινές· Τί οὖν; Ἡ προφητεία αὕτη οὐκ ἠδύνατο ὑπὸ Ἰουδαίων γενέσθαι, ἀλλ' ὑπὸ ἐθνικῶν μάγων;Διὰ τί οὖν φησιν ὁ τῶν ὅλων θεὸς διὰ μάγων τὴν προφητείαν ταύτην ἐποιήσατο;Διὰ τί; Ἄκουε συνετῶς.Πρὸς κατάκρισιν τῶν Ἰουδαίων· ἐπειδὴ γὰρ μόνον ἤκουον προφήτου περὶ τῆς ἐνσάρκου παρουσίας τοῦ κυρίου, εὐθέως ἐφονοκτόνουν, τούτου χάρινὁ κύριος εὐδόκησε δι' ἐθνικῶν μάγων τὴν προφητείαν ποιήσασθαι, ἵνα γνῶσιν ἐντεῦθεν Ἰουδαῖοι ὅτι ἡ εὐλογία τοῦ Ἀβραὰμ εἰς τὰ ἔθνη μετηνέχθη. Ὅθεν καὶ ὁ κύριος τοῦτο μηνύων ἐκ πολλῶν τῶν χρόνων εὐλογῶν τὸν Ἀβραὰμ ἔλεγεν·Πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης. Ψάμμον τοὺς υἱοὺς Ἰσραὴλ ὀνομάζει διὰ τὸ ἄκαρπον τῆς ψυχῆς καὶ διὰ τὸ ἁλμυρὸν τῆς γνώσεως, ἀστέρας δὲ τὰ ἔθνη διὰ τὸ φέγγος τῆς γνώσεως.
Ὅθεν καὶ ὁ μακάριοςΠαῦλος τοῖς ἔθνεσι γράφων ἔλεγεν· ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ.Ἐλθόντες οὖν οἱ μάγοι ἐν Ἱεροσολύμοις ἐπηρώτων τοὺς Ἰουδαίους λέγοντες·Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων;Εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; Ἢ ἀναγγείλατε, ἢ ἀκούσατε.Βασιλεὺς ὁ τεχθείς, οὐράνιον τὸ δῶρον, λογικὸς ὁ ἀστήρ, ἀνατολικὸν τὸ χάρισμα, καθολικὸν τὸ μήνυμα· ἀνάλογος ὁ ἀστὴρ τοῦ γεννηθέντος. Ὁ κήρυξ μάτην κρύπτεται τὸν σκεπασθῆναι μὴ δυνάμενον· ὥσπερ δὲ οὗτος ὁ ἥλιος οὐ δύναται ὑπό τινος κρυβῆναι– πανταχοῦ γὰρ καθ' ἑκάστην ἐκλάμπει–, οὕτω καὶ ὁ δεσπότηςΧριστὸς ὁ τῆς δικαιοσύνης ἥλιος, θεὸς ὢν πανταχοῦ πιστευθήσεται.Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
In pentecosten (homilia 11) Λεοντίου πρεσβυτέρου Κωνσταντινουπόλεως λόγος εἰς τὴν ἁγίαν πεντηκοστήν Ὅσοι περὶ τὴν παροῦσαν ἑορταστικὴν ἀένναον χάριν ἐπείγεσθε, τῇ πηγῇ τῶν ἀγαθῶν Χριστῷ προσδράμωμεν. Πηγὴ περὶ ἧς ὁ προφήτης βοᾷ πρὸς τὸν πατέρα τῶν φώτων· Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· τουτέστιν ἐν τῷ σῷ μονογενεῖ υἱῷ τὸ πνεῦμα τὸ ἅγιον. Καλῶς οὖν ὁ προφήτης τὸν δεσπότην Χριστὸν πηγὴν προσηγόρευσεν. Ἔστι μὲν ἔστιν, ὦ φίλοι, καὶ κοσμικὴν πηγὴν ἐν διαφόροις τόποις ἀργυρόχροον κατιδεῖν, καὶ τὰς ἐν βάθει ψηφῖδας ἐν τῷ πέλματι κειμένας τῇ καθαρότητι τοῦ ὕδατος ἐπάνω σκοπῆσαί τινα ἐπικύπτοντα. Τοῦ γὰρ ἐμπύρου χρυσοτόξου τούτου ἡλίου ἐν ἡμέρᾳ θερινῇ πλατύτερον τὰς ἑαυτοῦ ἀκτῖνας ἀβρόχως ἐναναπαύσαντος τῇ τοῦ ὕδατος νωτοφορίᾳ, εὐθέως ὁ τῇ τοιαύτῃ πηγῇ προσπελάσας ὁδοιπόρος ἀζήμιος οὐ παρέρχεται· τὰς χεῖρας γὰρ ἀντὶ κρατῆρος κοιλάνας καὶ ὅλον ἑαυτὸν ἡδέως κυρτώσας, τοῦ ὕδατος ἀρύεται, τὴν δίψαν ἰᾶται, τὸν καύσωνα παραμυθεῖται, τὸ πρόσωπον διαθερμανθὲν δροσίζει, τὰς αἰσθήσεις διαλυθείσας συνάγει, τὴν ψυχὴν στενοχωρουμένην πλατύνει, τὴν καρδίαν λιθουμένην λεαίνει , τὰ γόνατα βαδίζειν μὴ βουλόμενα παλινδρομεῖν ἀναγκάζει. Ἀλλ' αὕτη μὲν ἡ ἀργυρόχροος πηγὴ δίψαν μὲν πολλάκις ἰᾶται, σπλῆνα δὲ βλάπτει, καὶ καύσωνα μὲν πολλάκις παραμυθεῖται, τὸ δὲ ἧπαρ νοσεῖν παρασκευάζει, καὶ τὴν ψυχὴν μὲν πολλάκις ἐκπηδῆσαι τοῦ σώματος βουλομένην παρακατέχει, ψύξιν δὲ τῷ θώρακι ἐνθηκιάσασα πολυχρόνιον πάθος γεννᾷ. Ὁ δέ γε δεσπότης ἡμῶν Ἰησοῦς Χριστὸς ὁ καλῶς πηγὴ προσαγορευθείς, οὐχ ὡς βρύων ἀργυρόχροα νάματα, ἀλλ' ὡς λιμνάζων θεόκρατα διδάγματα, οὐ μέρος μέν τι τῶν πιστῶν θεραπεύει, μέρος δέ τι τραυματίζει· ἐξ ὁλοκλήρου δὲ τὴν ὁλοκληρίαν δωρούμενος, ἐκεῖνα τοῖς προστρέχουσι χαρίζεται, ἅπερ αὐτὸς παρὰ μηδενὸς δανεισάμενος κέκτηται. Οὐ γὰρ εἰς μακρὰν ὁ δεσπότης Χριστὸς τοὺς πιστοὺς πέμπει τὸ ζῶν ὕδωρ ἀρύσασθαι, ἀλλ' ἐν τῇ κοιλίᾳ τῆς γνώσεως ἔχειν αὐτὸ προτρέπεται· ἤκουες γὰρ αὐτοῦ ἀρτίως λέγοντος· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω· ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Ἔστι μέν, ὦ φίλε, καὶ τετραρόων ποταμῶν μήτηρ πηγὴ ἐν τῷ Ἐδὲμ παραδείσῳ, ἀλλ' ἐκείνη ἐπὶ γῆς ἐκοιλάνθη, καὶ κάτωθεν ἔχει τὸ ῥεῖθρον, καὶ τῷ παρόντι συνδιαλύεται βίῳ· τῶν βαπτιζομένων γὰρ μὴ παρόντων περιττὴ ἡ τῶν ὑδάτων χρῆσις. Ὁ δέ γε δεσπότης ἡμῶν Ἰησοῦς Χριστός, ἡ ἀένναος πηγή, οὐκ ἐκ τῆς γῆς ἀναδίδοται, ἀλλ' ἐκ τῶν οὐρανῶν διαδίδοται· οὐκ ἐν μέρει περιγράφεται, ἀλλὰ πανταχοῦ δοξάζεται· οὐ τοῖς φθαρτοῖς συμφθείρεται, ἀλλὰ τοῖς φθειρομένοις ἀφθαρσίαν χαρίζεται. Καὶ τὴν μὲν τοῦ ἐν Ἐδὲμ παραδείσου πηγὴν τέσσαρες μόνοι ποταμοὶ θηλάζουσιν· Γηῶν, Φισῶν, Τίγρις, Εὐφράτης. Ἀλλ' οὗτοι μὲν μερικοὶ καὶ ὀλιγόροοι, καὶ οὐ πᾶσαν τὴν γῆν ἀρδεύοντες, καὶ ἐν χειμῶνι μὲν πλημμυροῦντες, ἐν δὲ θέρει ὀλιγοροῦντες· τῆς δὲ τοῦ ἐκκλησιαστικοῦ τούτου παραδείσου πηγῆς οἱ ἀποστολικοὶ ποταμοὶ ποταμοὶ πολλοὶ μὲν καὶ ἄπειροι, εἰ καὶ Ἰούδας ἐψύγη. Κατανόησον δὲ μετὰ πάντων καὶ τοὺς τέσσαρας εὐαγγελικοὺς μεγάλους ποταμούς, Ματθαῖον,
Λουκᾶν, Μάρκον, Ἰωάννην, οἵτινες πᾶσαν κώμην καὶ πατρίδα καὶ πόλιν ἀρδεύουσι τοῖς θείοις διδάγμασιν. Εἰ γὰρ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ, κατὰ τὴν τοῦ Παύλου διδασκαλίαν, πῶς οὐχὶ τῶν σαρκικῶν τὰ πνευματικὰ προύχει; Τί τοιοῦτον ὁ ἐν Ἐδὲμ παράδεισος ἔχων εὑρίσκεται, οἷον ὁ ἐκκλησιαστικὸς οὗτος λειμὼν φέρων γνωρίζεται; Ἐκεῖ ὁ Ἀδὰμ ὡς δραπέτης κρυπτόμενος, ὦδε ὁ δεσπότης Χριστὸς ὡς θεὸς προσκυνούμενος· ἐκεῖ Εὕα πτερνιζομένη, ὧδε Μαρία δοξαζομένη· ἐκεῖ ξύλον θάνατον ὀλυνθίζον, ὧδε ξύλον ζωὴν βλαστάνον· ἐκεῖ ὄφις ψευδολογίαν γλωσσίζων, ὧδε τὸ ἅγιον πνεῦμα θεολογίαν σοφιστεῦον· ἐκεῖ νομοθεσία παρακουσθεῖσα, ὧδε θεογνωσία βεβαιωθεῖσα· ἐκεῖ ῥοδωνιά, ὧδε παρθενία· ἐκεῖ κρίνον λευκόφυλλον, ὧδε νεοφώτιστος λαμπρόψυχος· ἐκεῖ ἀναδενδράδες μεγαλορῶγοι, ὧδε ἄνδρες φιλόλογοι· ἐκεῖ φυλλάδες ἄγριαι, ὧδε γυναῖκες ἅγιαι· ἐκεῖ πηγὴ ἄφωνος, ὧδε ποταμοὶ μεγαλόφωνοι. Ἤκουες γὰρ ἀρτίως τοῦ ποταμοῦ Εὐφράτου, λέγω δὴ τοῦ εὐαγγελιστοῦ Ἰωάννου βοῶντος καὶ λέγοντος· Ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραζε λέγων· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. Τί λέγεις, ὦ φίλε, μᾶλλον δὲ τί βραδύνεις; Χριστὸς καλεῖ, μηδεὶς ὀκνείτω· πηγὴ βοᾷ, μηδεὶς παραιτείσθω. Πάντες διψῶμεν, πάντες προσέλθωμεν· ὅσον ἀρυόμεθα, τοσοῦτον περιττεύει. Βοήσωμεν, οἱ τοῦ Δαυῒδ φίλοι, τὰ τοῦ Δαυῒδ πρὸς τὴν ἀένναον πηγὴν λέγοντες· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός. Καλῶς οὖν ἔλεγεν ὁ εὐαγγελιστής· Ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς. Καλῶς καὶ ἐσχάτην ταύτην τὴν ἑορτὴν καὶ μεγάλην προσηγόρευσεν· ἔστι γὰρ ἐσχάτη καὶ μεγάλη καὶ πρώτη. Ἐσχάτη πρὸς Ἰουδαίους· τὰ ἔσχατα γὰρ αὐτοῖς συνέβη κακὰ διὰ τὴν εἰς Χριστὸν παρανομίαν, καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀπεκαλύφθη. Ὅθεν ὁ κύριος ὀνειδίζων τὴν μητρόπολιν αὐτῶν Ἱερουσαλὴμ ἔλεγεν· Ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας. Ἐσχάτη οὖν πρὸς Ἰουδαίους, πρώτη πρὸς Χριστιανούς· ἐκείνων ἡ τρυγία, ἡμῶν ἡ καθαροποσία· ἐκείνων τὰ γίγαρτα, ἡμῶν τὰ ὑπολήνια. Καλῶς οὖν ἐσχάτην καὶ μεγάλην ἑορτὴν ταύτην ὁ εὐαγγελιστὴς προσηγόρευσεν. Τί γὰρ μεγαλειότερον ταύτης τῆς παρούσης ἑορτῆς; Πᾶσα ἑορτὴ δεσποτικὴ τοὺς ζῶντας μόνον ἱλαρύνει, αὕτη δὲ ἡ τῆς πεντηκοστῆς ἑορτὴ οὐ μόνον τοὺς ζῶντας ἱλαρύνει, ἀλλὰ καὶ τοὺς τεθνεῶτας προσαγορεύει. Αὕτη ἡ τῆς πεντηκοστῆς ἑορτὴ καὶ τὰς ἐκκλησίας φωτίζει καὶ τὰ μνήματα ῥοδίζει· αὕτη ἡ τῆς πεντηκοστῆς ἑορτὴ καὶ τοὺς οἴκους εὐωδιάζει καὶ τοὺς τύμβους μυρίζει. Τί γὰρ μεγαλειότερον ταύτης τῆς ἑορτῆς, ἐν ᾗ τὸ ἅγιον πνεῦμα τὴν ἐμφάνειαν ποιησάμενον τὸν φωτισμὸν τῶν γλωσσῶν τοῖς ἀποστόλοις ἐχαρίσατο; Σήμερον ὁ Χριστιανισμὸς ἐρριζώθη, σήμερον ὁ Ἰουδαϊσμὸς ἐμαράνθη, σήμερον ὁ Ἑλληνισμὸς ἐκαπνίσθη, σήμερον ὁ αἱρετισμὸς ἐνεφράγη, σήμερον ὁ θεῖος δογματισμὸς ἐπλατύνθη. Ἐροῦσι δὲ πάντως τινές· Καὶ πῶς σήμερον ὁ αἱρετισμὸς ἐνεφράγη, ὁ δὲ θεῖος δογματισμὸς ἐπλατύνθη; Πῶς; Ἐκ τῆς τοῦ κυρίου διδασκαλίας. Σήμερον γὰρ ὁ κύριος ἡμᾶς σαφέστερον ἐδίδαξε διὰ ὑποδείγματος ἐναργοῦς μίαν οὐσίαν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἐν τρισὶ διαφόροις ὑποστάσεσιν. Εἰ γὰρ πηγὴν καὶ ὕδωρ καὶ ποταμὸν οὐδεὶς δύναται χωρίσαι, πῶς οἱ τῶν αἱρετικῶν παῖδες μερίζειν τολμῶσι τὸν πατέρα τοῦ υἱοῦ καὶ τὸν υἱὸν τοῦ ἁγίου πνεύματος; Τὰ ἐπὶ τῆς γῆς ἀμέριστα, καὶ τὰ πνευματικὰ μεριστά; Ἐροῦσι δὲ πάντως τινές· Καὶ τίς ἡ πηγή; Τίς δὲ τὸ ὕδωρ; Τίς δὲ καὶ ὁ ποταμός; Τίς ἡ πηγή; Ὁ πατὴρ τῶν φώτων. Τίς δὲ τὸ ὕδωρ; Ὁ μονογενὴς υἱός. Τίς δὲ ὁ ποταμός; Τὸ ἅγιον πνεῦμα. Καὶ πόθεν τοῦτο δῆλον; Λάμβανε τὴν ἀπόδειξιν μὴ ἐκ τῶν ἐμῶν λόγων, ἀλλ' ἐκ τῶν θείων γραφῶν. Καὶ ὅτι πηγὴ ὁ πατήρ, ἄκουε αὐτοῦ τοῦ πατρὸς διὰ τοῦ προφήτου πρὸς τοὺς Ἰουδαίους τοὺς ἔχοντας
τοὺς βλασφήμους καὶ βορβορώδεις λάκκους βοῶντος οὕτως· Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συσχεῖν. Ὅτι δὲ ὕδωρ ὁ υἱός, ἄκουε αὐτοῦ λέγοντος πρὸς τὴν Σαμαρεῖτιν· Εἰ ᾔδεις, γύναι, τὴν δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι· Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. Ὅτι δὲ ποταμὸς τὸ ἅγιον πνεῦμα, ἤκουες περὶ τούτου ἀρτίως τοῦ κυρίου λέγοντος· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω· ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Εἶτα προσθεὶς ὁ εὐαγγελιστὴς ἔλεγεν, ἵνα μὴ δόξωσι περὶ κοσμικοῦ ποταμοῦ τὸν κύριον λόγον ποιεῖσθαι· Τοῦτο δὲ ἔλεγεν περὶ τοῦ πνεύματος, οὗ ἤμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν. Εἶδες ὀρθοδοξίας ἀένναον πηγήν; Εἶδες εὐσεβείας ἀτάραχον ὕδωρ; Εἶδες θεογνωσίας ἀθόλωτον ποταμόν; Καλῶς οὖν τὴν παροῦσαν ἑορτὴν τῆς πεντηκοστῆς μεγάλην ὁ εὐαγγελιστὴς προσηγόρευσεν· ἔστι γὰρ αὕτη μεγάλη. Σήμερον γὰρ οἱ ἀπόστολοι τὸ βέβαιον ἔσχον, σήμερον οἱ ἁλιεῖς σοφισταί, σήμερον οἱ ἀγράμματοι διδάσκαλοι, σήμερον οἱ μονόγλωσσοι ποικιλόγλωσσοι, σήμερον οἱ ψελλίζοντες ῥωμαΐζοντες, σήμερον οἱ στυγνοὶ φαιδροί, σήμερον οἱ πήλινοι πύρινοι, σήμερον οἱ ἀγκιστρευταὶ δογματισταί, σήμερον οἱ τὴν λίμνην ἁλιεύοντες τὴν οἰκουμένην σαγη νεύοντες, σήμερον οἱ ἰχθύας ψηλαφῶντες ἀνθρώπους κατηχοῦσιν, σήμερον οἱ θῆρας φεύγοντες δαίμονας πατοῦσιν, σήμερον οἱ ἀνένθηκοι εὐένθηκοι, σήμερον οἱ ἄπρακτοι ἔμπρακτοι, σήμερον οἱ πτωχοὶ δανεισταί, σήμερον οἱ διωκόμενοι παρακαλούμενοι, σήμερον οἱ γυμνητεύοντες ὑπερβασιλεύοντες, σήμερον οἱ ἐν γωνίᾳ κρυπτόμενοι ἐπὶ τῆς συναγωγῆς εἰσι διαλεγόμενοι. Καὶ τί ἔτι μακρολογῶ; Σήμερον οἱ ὀρφανίαν πενθοῦντες πατρωνυμίαν βοῶσιν. Ἄκουε συνετῶς. Τοῦ γὰρ δεσπότου Χριστοῦ ἐπ' ὄψεσι τῶν ἀποστόλων εἰς οὐρανοὺς ἀναλαμβανομένου καὶ τοῖς ἀποστόλοις ἐπαγγειλαμένου τὸν ποταμὸν τοῦ ἁγίου πνεύματοςἔπρεπε γὰρ τῇ πηγῇ ἀναλαμβανομένῃ ποταμὸν ἐπαγγέλλεσθαι, ἔχαιρον μὲν οἱ ἀπόστολοι καὶ τὰς ψυχὰς ὡς δεξαμενὰς εὐτρέπισαν, πότε δὲ ὁ ποταμὸς πυρφόρος γενήσεται τὸν καιρὸν οὐκ ἐγίνωσκον. Ὁ γὰρ κύριος ἀναλαμβανόμενος τὴν μὲν ἐπαγγελίαν τοῦ ἁγίου πνεύματος ἐσήμανεν, τὸν δὲ καιρὸν πότε γενήσεται οὐδ' ὅλως ἐγνώρισεν. Διὰ τί; Ὅτι ὁ θεὸς ὡρισμένως οὐκ ἐργάζεται, ἀλλ' ὅτε βούλεται τότε καὶ ἐμφανίζεται. Ἔμενον τοίνυν οἱ ἀπόστολοι μετὰ τὴν ἀνάληψιν τοῦ κυρίου τὴν μὲν ἐλπίδα τοῦ ἁγίου πνεύματος φέροντες καὶ συνσφίγγοντες ἑαυτοὺς καὶ τὴν πρὸς ἀλλήλους παρρησίαν συνάγοντες. Ὡς δὲ εἶδον μίαν καὶ δευτέραν καὶ τρίτην ἡμέραν ὅτι τῆς ἐπαγγελίας τὸ δῶρον εἰς πέρας οὐκ ἤγετο, ἀνθρωπίνοις λογισμοῖς κινηθέντες οἱ ἀπόστολοι ἤρξαντο πρὸς ἑαυτοὺς ἀντιβάλλοντες λέγειν· Τί ποιήσωμεν, ἄνδρες ἀδελφοί; Ἤδη δεκάτην ἡμέραν ταύτην διατελοῦμεν καὶ οὐδὲν τῶν λεχθέντων παρὰ τοῦ διδασκάλου εἰς πέρας ἐλθὸν ὁρῶμεν. Τί τὸ ξένον καὶ παράδοξον τοῦτο; Ἆρα τῆς προτεραίας ἁλείας ἐπιλαβώμεθα ἢ τὴν ἐπαγγελίαν ἔτι μικρὸν ἐκδεξώμεθα; Ταύτην δεκάτην ἡμέραν ἄγομεν ἀργοῦντες. Τί τὸ ξένον; τί τὸ παράδοξον; Ἐλισσαῖος ὁ μαθητὴς τοῦ Ἡλία παραυτὰ τὴν μηλωτὴν δεξάμενος ἐθαυματούργησεν, ὁ μαθητὴς τοῦ μαθητοῦ, καὶ ἡμεῖς ἀργοῦμεν; Τί τὸ παράδοξον; Μὴ ἆρα ὁ Ἡλίας τοῦ ἡμετέρου διδασκάλου δραστικώτερος; Ἀλλ' οὐ τολμῶμεν λέγειν· εἴδομεν γὰρ κατὰ πρόσωπον ἐν τῷ ὄρει τῆς μεταμορφώσεως πῶς οὐ μόνον Ἡλίας, ἀλλὰ καὶ Μωϋσῆς τῷ διδασκάλῳ ἡμῶν ὡς θεῷ προσεκύνησαν. Τί τὸ ξένον; τί τὸ παράδοξον; Ἐλισσαῖος ὁ ζευγηλάτης παραυτὰ ἐθαυματούργησεν ἀλόγου ζῴου κεντρόνυκτον δορὰν δεξάμενοςτί γὰρ ἔπρεπε νομικῷ ἐργάτῃ ἀλλ' ἢ τὴν μηλωτὴν κληρονομῆσαι; καὶ ἡμεῖς οἱ μὴ ὄντες μαθηταὶ μαθητοῦ ἀλλ'
ἀπόστολοι θεοῦ δεκάτην ἡμέραν ἀργοὶ διατελοῦμεν; Ταῦτα τῶν ἀποστόλων πρὸς ἑαυτοὺς ἀντιβαλλόντων καὶ εἰς μακρὰν ἔτι τῆς ἐλπίδος τὴν ἐπαγγελίαν καραδοκούντων, ἰδοὺ ἀθρόον οὐρανῶν μὲν ἀνοίγονται πύλαι, ἀρχαγγελικῶν δὲ δυνάμεων ἔκραζον στρατιαί, τὸ δέ γε τοῦ ἀέρος πέλαγος ἐθορυβεῖτο δειλίᾳ, τὰ δὲ τῶν νεφῶν κύμβαλα βασιλικῶν πατάγων ἦχον ἐξέπεμπον, ἅπαν δὲ τὸ ἐπίγειον χωρίον ὡς κάλαμος ὑπὸ ἀνέμου τοῖς σεισμοῖς ἐδονεῖτο, τὸ δέ γε τῆς θαλάσσης ἄπειρον κύτος πυρίνῃ σινδόνι κατεσκέπετο. Καὶ μαρτυρεῖ μου τῷ λόγῳ ὁ συγγραφεὺς τῶν ἀποστολικῶν Πράξεων Λουκᾶς λέγων, καθὼς ἀρτίως ἤκουες· Ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν ἅπαντες ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτὸ οἱ ἀπόστολοι. Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι, καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ἐκάθισέ τε ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. Καθὼς ἐδίδου, οὐ καθὼς ἐκελεύετο. Εἶδες ἑορτῆς μέγεθος; Εἶδες ἁγίου πνεύματος δωρεάν; Εἶδες αἰσχύνην τῶν πνευματομάχων αἱρετικῶν; Πεντηκοστὴν ἑορτάζουσι καὶ τὸ πνεῦμα τοξεύουσιν. Τίς γλώσσας χαλκεύει, εἰ μὴ ὁ τῶν γλωσσῶν πηλοπλάστης; Τίς μέγα τορνεύει στόμα, εἰ μὴ ὁ τὴν ὄνον ἔναρθρα λαλεῖν παρασκευάσας; Τίς τοὺς ἀγραμμάτους σοφιστεύει, εἰ μὴ μόνον τὸ ἅγιον πνεῦμα; Ἀλλ' εὐθέως ἐροῦσιν οἱ ἐξ ἐναντίας· Καὶ πόθεν τοῦτο δῆλον, ὅτι τὸ ἅγιον πνεῦμα δίδωσι τὴν σοφίαν καὶ τὴν εἴδησιν τῶν γλωσσῶν; Πόθεν; Ἄκουε τοῦ κυρίου , αἱρετικέ, λέγοντος πρὸς τοὺς ἑαυτοῦ μαθητὰς ἐκ πολλῶν τῶν χρόνων· Μὴ μεριμνήσητε ὅταν προσάγωσιν ὑμᾶς ἐπὶ ἄρχοντας καὶ ἡγεμόνας πῶς ἢ τί λαλήσητε , οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν. Ὢ τῶν παραδόξων πραγμάτων. Ἐν πυρὶ κατῆλθε τὸ ἅγιον πνεῦμα, ὡς πῦρ ἐκαθέσθη ἐφ' ἕνα ἕκαστον τῶν ἀποστόλων, καὶ πῦρ ὑπάρχον οὐκ ἔκαυσε τοὺς ἀποστόλους, ἀλλ' ἐφώτισεν. Διὰ τί; Ὅτι οὐκ ἦν καυστικόν, ἀλλὰ φωτιστικόν, μᾶλλον δὲ καὶ καυστικὸν καὶ φωτιστικόν, τοὺς βλασφήμους καῖον, τοὺς εὐσεβεῖς φωτίζον. Ὥσπερ γὰρ τὸ κοσμικὸν καὶ ὑλῶδες πῦρ ἀκάνθας μὲν καίει, κηρὸν δὲ τήκει, μόλιβδον δὲ λύει, πηλὸν δὲ ξηραίνει, ἄργυρον δὲ λαμπρύνει, χρυσὸν δὲ καθαίρει, οἶκον δὲ φωτίζει, οὕτω καὶ τὸ ἄϋλον πῦρ, τὸ ἅγιον πνεῦμα, ἁμαρτίας ἐξαλείφει, καρδίαν πλεονεκτοῦσαν μαραίνει, ἄνθρωπον δόλιον ἐξαλείφει, ψυχὴν ἐπιστρέφουσαν καθαίρει, ἄνδρα πιστὸν λαμπρύνει, ἐκκλησιαστικὸν οἶκον φωτίζει. Ἄλλως δέ, ἐν πυρὶ κατῆλθε τὸ ἅγιον πνεῦμα, ἵνα γνῶμεν σαφῶς ὅτι τῆς θεϊκῆς ἐστιν οὐσίας τὸ ἅγιον πνεῦμα. Αὐτὸς γὰρ κύριος ὁ θεὸς ἡμῶν πῦρ ἐστι κατὰ τὸ φάσκον ῥητόν· Ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον. Καὶ ὅπου δ' ἂν ζητήσῃς τὸν θεὸν θεϊκὸν σημεῖον ἐπιδεικνύμενον καὶ μυστήριον παρέχοντα, ἐν πυρὶ αὐτὸν εὑρήσεις ποιοῦντα. Οὕτω γὰρ καὶ τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου ἐξαγαγὼν στύλον πυρὸς αὐτοῖς παρεκατέστησεν, οὐ πυρπολοῦντα ἀλλ' ὁδηγοῦντα. Οὕτω καὶ πρώτην ἐμφάνειαν ὁ θεὸς τῷ Μωϋσεῖ ποιούμενος διὰ φλογὸς πυρὸς βάτου τὴν ἑαυτοῦ φωνὴν ἐξέπεμψεν , οὐχ ἵνα ἀκούσῃ ἀλλ' ἵνα διδάξῃ. Οὕτω καὶ τῷ Δανιὴλ ἐμφαίνων ἑαυτὸν ὁ θεὸς ἐν θρόνῳ πυρὸς ἑαυτὸν καθήμενον ἔδειξεν, οὐχ ἵνα ζημιώσῃ τὸν προφήτην ἀλλ' ἵνα δείξῃ πανταχοῦ ἐν τίσι θεός . Ἐροῦσι δὲ πάντως τινὲς ὅτι ταῦτα τῆς παλαιᾶς διαθήκης τὰ γνωρίσματα. Δεῖξον ἡμῖν φησιν ὅτι καὶ ἐν τῇ καινῇ διαθήκῃ ὁ θεὸς ἐν πυρὶ θαυματουργεῖ· ἐκεῖνα γὰρ τῆς παλαιᾶς μηνύματα. Ἄκουε, φίλε· εἰ μὲν ἀγνοεῖς, μάνθανε· εἰ δὲ οἶδας, ὑπομνήσθητι.
Φέρεις ἐν μνήμῃ πάντως, ὦ φίλε, ὅτι ὁ θεὸς πρὸ πάντων τοὺς μάγους ὁδηγῶν, δι' ἀστέρος αὐτοὺς ὡδήγησεν· παντί που δῆλον ὅτι πῦρ ὁ ἀστήρ. Ὁμοίως ὁ κύριος τὸ ἑαυτοῦ σῶμα τὸ τῆς ἱερᾶς τραπέζης ἄνθρακα πυρὸς προσηγόρευσεν. Καὶ πότε τοῦτο; Ἄκουε Ἡσαΐου ἐκ πολλῶν τῶν χρόνων βοῶντος· Ἀπεστάλη πρός με ἓν τῶν σεραφίμ, καὶ ἐν τῇ χειρὶ αὐτοῦ εἶχεν ἄνθρακα ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου καὶ ἥψατο τῶν χειλέων μου καὶ εἶπέ μοι· Ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου καὶ ἀφελεῖ τὰς ἀνομίας σου καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ. Ποῖος δὲ ἄνθραξ ἁμαρτίας ἀφίησιν, εἰ μὴ ἡ δεσποτικὴ κοινωνία; Ὡσαύτως ὁ κύριος καὶ τὸ βάπτισμα τῆς ἀναστάσεως ἡμῶν πῦρ προσηγόρευσεν. Καὶ πόθεν τοῦτο δῆλον; Ἄκουε Ἰωάννου τοῦ βαπτιστοῦ βοῶντος· Ἔρχεταιὀπίσω μου ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἄξιος τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί. Τὸ δέ γε πάντων κεφαλαιωδέστερον, ὅτι ἐν πυρὶ κατῆλθε τὸ ἅγιον πνεῦμα. Ταύτην τὴν παράδοξον ἐνέργειαν τοῦ ἁγίου πνεύματος οἱ συνετώτεροι τῶν Ἰουδαίων κατανοήσαντες, καὶ ὅτι οἱ πρὸ τούτου μονόλαλοι ἀπόστολοι ἄνευ ἑρμηνευτοῦ πρὸς ἕνα ἕκαστον τῶν προσιόντων αὐτοῖς ἐκ παρηλλαγμένων πατρίδων τῇ ἐπιχωριαζούσῃ γλώσσῃ παρεῖχον τὰ διδάγματα τῆς εὐσεβείας, καθὼς ἀρτίως ἤκουες, καταπλαγέντες οἱ συνετώτεροι τῶν Ἰουδαίων ἤρξαντο λέγειν πρὸς ἑαυτούς· Οὐχ ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; Καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν, Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ θεοῦ; Κατεπλάγησαν οἱ Ἰουδαῖοι θεωροῦντες τοὺς ἀποστόλους ποικιλογλωττοῦντας· ὅθεν καταπλαγέντες ἔλεγον πρὸς ἑαυτούς· Οὐχ ἰδοὺ πάντες οὗτοι οἱ λαλοῦντές εἰσι Γαλιλαῖοι, πένητες καὶ ἰδιῶται; Οὐκ εἰσὶν ἀγράμματοι καὶ δικτυοπλόκοι; Οὐ παρὰ τούτων συχνῶς ἰχθύας ἠγοράσαμεν; Πόθεν αὐτοῖς ἡ γνῶσις αὕτη; Μὴ ἆρα ἀντὶ ἰχθύων γλώσσας ἐσαγήνευσαν οὗτοι; Ἀλλ' ὁρῶμεν αὐτοὺς πρὸ τούτου μονογλώσσους. Πόθεν τῆς οἰκουμενικῆς ἐνθήκης τὰς διαφόρους ὁμιλίας ὡς ἐκ βαλλαντίου τοῦ λάρυγγος προβάλλονται; Πόθεν αὐτοῖς ἡ γνῶσις αὕτη; Νῦν ἐμάθομεν ὅτι ἀληθῶς θεὸς ὁ τούτων διδάσκαλος· νῦν ἐμάθομεν ὅτι τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε καινὰ τὰ πάντα. Πέτρος ῥωμαΐζει, ὅπερ Μωϋσῆς οὐκ ἴσχυσε ποιῆσαι. Οὐκ ἠκούσαμεν αὐτοῦ λέγοντος· Ἰσχνόφωνός εἰμι καὶ βραδύγλωσσος; Καὶ παρῃ τεῖτο τὴν ἀποστολικὴν θείαν πρόσταξιν διὰ τὸ τῆς φωνῆς σπινῶδες, καὶ διόρθωσιν οὐκ ἐδέξατο, ἀλλ' ἔμεινεν ἔχων ὅπερ ἡ φύσις ἐχαρίσατο. Μωσέα καταλείψωμεν καὶ τούτους μακαρίσωμεν, μᾶλλον δὲ τὸν ἐν αὐτοῖς παραδοξοποιοῦντα θεὸν δοξάσωμεν, τὸν διὰ τὴν κοινὴν τῶν πάντων ὠφέλειαν τὸ μονοειδὲς τῶν ἁλιέων γλωττιαῖον ὄργανον πρὸς τὴν χρείαν τοῦ προσιόντος μεταρρυθμίζοντα. Τί τοιοῦτον τῷ Ἀβραὰμ παρεσχέθη; Ὑπερηκόντισαν οὗτοι πάντας· χρημάτων διαπτύουσιν, δόξης καταφρονοῦσιν, ἀμισθὶ θεραπεύουσιν, δι' ὅλου νηστεύουσιν, ὡς τρυφῶντες φαιδρύνονται, τοῖς νεκροῖς ἐπιτάττουσιν, νόσους φυγαδεύουσιν καὶ δαίμονας μαραίνουσιν, ἀγγαρευόμενοι χαίρουσιν, ῥαπιζόμενοι ἀντιστρέφουσι καὶ τὴν ἄλλην σιαγόνα, ἄνευ ῥάβδου καὶ πήρας καὶ διπλοῦ χιτῶνος πορεύονται, χρυσὸν καὶ ἄργυρον καὶ χαλκὸν οὐδὲ ἀκοῇ προσδέξασθαι βούλονται. Τούτοις προσδράμωμεν τοῖς λαλοῦσι τὰ μεγαλεῖα τοῦ θεοῦ, τοὺς λοιποὺς ἀποστραφῶμεν τοὺς φλυαροῦντας καὶ μηδὲν ὀνοῦντας. Ἀλλὰ ταῦτα μὲν οἱ συνετώτεροι τῶν Ἰουδαίων ἔλεγον, οἱ δὲ παράνομοι πάλιν τῶν Ἰουδαίων ἐξ
ἀντιστρόφου κινηθέντες τῷ φθόνῳ, καὶ οὗτοι ἤρξαντο ἀντιλέγειν, καθὼς ἀρτίως ἤκουες, ὅτι γλεύκους μεμεστωμένοι εἰσίν. Τί ἐστι γλεύκους μεμεστωμένοι εἰσίν; Ἀντὶ τοῦ μεθύουσι σφόδρα καὶ διὰ τοῦτο ἀλλόκοτα φθέγγονται. Ταῦτα ἀκούσας ὁ μακάριος Πέτρος καὶ φέρειν μηκέτι δυνάμενοςἐκείνει γὰρ αὐτὸν ἔνδον λοιπὸν ὁ πυρσὸς τοῦ ἁγίου πνεύματος σταθεὶς ἐν μέσῳ, καθὼς ἀρτίως ἤκουες, ἤρξατο λέγειν· Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ πάντες,τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. Οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεθύουσιν· ἔστι γὰρ ὥρα τρίτη τῆς ἡμέρας. Καλῶς ὁ μακάριος Πέτρος μάρτυρα τῆς νηφαλαιότητος τὴν τρίτην ὥραν ἐκάλεσεν. Καὶ τίς ἡ τρίτη ὥρα; Τὸ ἅγιον πνεῦμα. Πρώτη ὥρα ὁ πατήρ, ὡς τὸν νόμον βραβεύσας. Δευτέρα ὥρα ὁ υἱός, ὡς τὴν χάριν δωρησάμενος. Τρίτη ὥρα τὸ ἅγιον πνεῦμα, ὡς τὰς γλώσσας ποικίλας τῶν ἀποστόλων ἐργασάμενον. Φησὶν οὖν ὁ Πέτρος· Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ πάντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. Οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεθύουσιν. Μηδεὶς τὴν δωρεὰν τοῦ θεοῦ μέθην ἡγήσηται· ἢ ὀσφράνθητε, ἢ ἀκούσατε. Πλησιέστερον χωρήσατε, καὶ μάθετε ἀκριβῶς. Οἶνον ὄζουσιν, ἢ χάριν πνέουσιν; Ψελλίζουσιν, ἢ ῥητορεύουσιν; Ὡς φύλλα κινοῦνται τῇ μέθῃ, ἢ ὡς στύλοι πεπήγασι τῇ νηφαλαιότητι; Νυστάζουσι τῇ οἰνοφλυγίᾳ, ἢ διδάσκουσι τῇ θεογνωσίᾳ; Μέθην ἡγεῖσθε τὸ πρᾶγμα, ναὶ Ἰουδαῖοι; Μέθη τὴν γλῶσσαν δεσμεῖ, τὸ στόμα διαστρέφει, τοὺς ὀφθαλμοὺς πελιδνοῖ, τοὺς τοίχους πλευρίζει, λοξὰ καὶ δίδυμα βαδίζειν ποιεῖ. Μέθῃ γυμνοῦταί τις καὶ οὐκ αἰσθάνεται· παρ' ὧν ἔδει τιμᾶσθαι, γελᾶται. Μεθύουσιν οἱ ἀπόστολοι, ναὶ Ἰουδαῖοι; Ὁ τὴν κιβωτὸν τεκτονεύσας Νῶε ἐμεθύσθη, ἢ ἡμεῖς οἱ τὸν σταυρὸν κηρύττοντες; Μεθύουσιν οἱ ἀπόστολοι, ναὶ Ἰουδαῖοι; Ὁ πρόγονος ὑμῶν ἐμεθύσθη Λὼτ ὁ θυγατρογαμίας ὕπνον ὑπνώσας· μὴ γὰρ ἡμεῖς οἱ τῆς ἁγνείας κήρυκες; Καλῶς μὲν εἴπατε, ὦ Ἰουδαῖοι, ὅτι μεθύομεν. Οὐκ ἀπὸ οἴνου καθὼς νοεῖτε ὑμεῖς, ἀλλ' ἀπὸ τῆς θείας χάριτος· περὶ ταύτης γὰρ τῆς μέθης ἐκ πολλῶν τῶν χρόνων ὁ προφήτης ἐβόα· Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν Χειμάρρουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς, ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. Πρόσεχε συνετῶς. Καιρὸς γὰρ λοιπὸν σφραγίσαι τὸν λόγον καὶ συντομώτερον ὑμᾶς ἀπολῦσαι σήμερον· οἷμαι γὰρ ὑμᾶς προσαγορεῦσαι τοὺς τάφους καὶ τὴν μνήμην τῶν προκοιμηθέντων τιμῆσαι τῇ ἐπιστασίᾳ. Ἀλλ' ὅμως, ὦ φίλε, σπεῦσον τιμῆσαι καὶ μὴ ὑβρίσαι· μὴ διαπτύσῃς αὐτοῦ ὡς τεθνεῶτος· ζῇ γὰρ ὁ τούτου δεσπότης καὶ γνωρίζει τῷ προτελευτήσαντι τί σὺ διαπράττῃ. Ἀπέρχῃ σήμερον τὸν προτελευτήσαντα ῥοδίσαι· καλῶς ποιεῖς, ἐπαίνων εἶ ἄξιος. Ἀλλ' ὅμως ῥόδισον αὐτὸν εὐποιΐᾳ, μὴ οἰνοφλυγίᾳ· στεφάνωσον τὸν προτελευτήσαντα τῇ εὐσεβείᾳ, μὴ τῇ κρεοφαγίᾳ· πρότρεψαι αὐτὸν τῇ προσφορᾷ, μὴ τῇ συμφορᾷ. Ἐὰν ἐπάνω τοῦ μνήματος σὺ ἐν τῷ παρόντι οἰνοποτήσῃς, ἢ κρεοφαγήσῃς, τί ὠφέλησας τὸν προτελευτήσαντα; Μετάδος εἰς λόγον αὐτοῦ ὀβολὸν τῷ πτωχῷ, κἀκεῖνος εὐφραίνεται· θυμίασον τὴν κοιλίαν τοῦ πεινῶντος ἄρτῳ, κἀκεῖνος ἡδύνεται. Ὢ τῆς ἀνθρωπίνης ἀδιαφορίας. Τὰ βλάπτοντα φιλοῦμεν, τὰ σῴζοντα μισοῦμεν. Ποῖον εὔλογον σήμερον ἐπάνω τοῦ τάφου στιβάδας στρῶσαι, καὶ συμπόσιον δημόσιον συναθροῖσαι καὶ ὡς ἐν γάμῳ πλατύτερον γέλωτα ποιεῖσθαι; Ἄλλο γάμος καὶ ἄλλο τάφος. Τί ἐπάνω τοῦ μνήματος σήμερον ὡς ἐν γενεθλίῳ κοσμικῷ σκιρτῶσιν; Ἄλλο γενέθλιον κοσμικὸν καὶ ἄλλο ἐπιτάφιον πενθικόν. Ἀπέρχεται πολλάκις σήμερον ἐν τῷ τάφῳ γυνὴ ῥοδίσαι τὸν ἑαυτῆς ἄνδρα· καὶ οὐ τοσοῦτον ῥοδίζει, ὅσον θλίβει. Παραλαβοῦσα γὰρ τὸν παρείσακτον φίλον, μετεωρισθείσης χειρὸς ἐκλάσθη κανδῆλα ἐπάνω ἀξιωματικῶν τινων. Καὶ πρὸς τοῦτο ὁ ὁμιλητὴς φησίν· Μηδένα λυπείτω τὸ
πραχθέν, μήτε ὁ ῥύπος τῆς ἐσθῆτος τὴν ψυχὴν κηλιδωσάτω. Ἔστι γὰρ καὶ τοῦτο ἐνέργεια τοῦ ἁγίου πνεύματος· ἔστι γὰρ καὶ ὕδωρ καὶ ἔλαιον καὶ πῦρ. Ἡ δὲ τοιαύτη γυνὴ ἐπάνω τοῦ ἀνδρικοῦ τάφου σκιρτῶσα καὶ μετὰ θάνατον τὸν ἄνδρα παροξύνουσα, πῶς ἂν κλαύσῃ τὸν ἄνδρα τῷ φίλῳ προσγελῶσα; Τῆς εὐταξίας, ὦ φίλοι, φροντίσωμεν, τὴν τοῦ ἁγίου πνεύματος ἐπιστασίαν τιμήσωμεν, τῆς γραφῆς ἀκούσωμεν, καὶ τῷ κυρίῳ πειθαρχήσωμεν. Ἤκουες τῇ προτεραίᾳ πάντως, ὦ φίλε, τί ἐλθὼν ὁ κύριος εἰς τὸ μνημεῖον Λαζάρου διεπράξατο. Τὰ ὅμοια καὶ σὺ διαπράττου ὡς Χριστιανός. Τί δὲ ἐλθὼν ὁ κύριος διεπράξατο; Συμμέτρως ἐδάκρυσεν, ἢ ἀμέτρως ᾠνοπότησεν; Ἐνε βριμήσατο τῷ πνεύματι προσευξάμενος, ἢ ἐσκίρτησε καὶ μάχην εἰργάσατο; Παντί που δῆλον ὅτι καὶ προσηύξατο καὶ ἐδάκρυσεν καὶ ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτὸν συμπαθείας ὑπογραμμὸν ἑαυτὸν ἡμῖν παρεχόμενος. Κατόπιν τοίνυν ἀκολουθήσωμεν τῷ κυρίῳ καὶ τῆς γραφῆς λεγούσης ἀκούσωμεν· Κλαῦσον ἐπὶ νεκρῷ, ὅτι ἐξέλιπε φῶς. Κλαῦσον εἶπεν, οὐχὶ δὲ ἑόρτασον. Ἐν ἐκκλησίᾳ ἑόρτασον, ἐν τῷ τάφῳ Κλαῦσον, καὶ τοῦτο συμμέτρως, ὡς ὁ κύριος τὸν Λάζαρον. Ἄκουε τοῦ Ἐκκλησιαστοῦ λέγοντος· Καιρὸς τοῦ κλαῦσαι καὶ καιρὸς τοῦ γελάσαι. Τί ἐπάνω τοῦ τάφου ποδοκρουστοῦσι σήμερον, καὶ κύμβαλα σατανικόφωνα κινοῦσιν, καὶ ᾄδουσι μέλη θεατρικά; Μὴ γὰρ ἐχθρὸν ἐνίκησαν, ἢ τύραννον κατέστρεψαν, ὅτι χοροὺς σατανικοὺς συστησάμενοι οὕτω διὰ τῆς ἀγορᾶς πομπεύουσιν; Ὢ τῶν ἀτόπων πραγμάτων. Τί τῶν ἀτόπων οὐ διαπράττονται σήμερον οἱ ταφομεθυσταί; Σήμερον τοὺς τάφους ἀρχιτεκτονεύουσιν, σήμερον οἰκοδομεῖν ἐπαγγέλλονται τὰ μνήματα , σήμερον φλυαροῦντες δαψιλεύονται· Ἐὰν δέῃ με τὰς τρίχας μου πωλῆσαι, οὐ μὴ καταλείψω τὸν τάφον ἀτρίχωτον. Οὐ θέλω τὸν γείτονα διοδεύειν ἐντεῦθεν, οὔτε χήρους παρέρχεσθαι. Καὶ μόνον ἀποστῶσι τοῦ μνημείου, εὐθέως καὶ τὴν μνήμην ἀποδύονται. Μέθη γὰρ μνήμης ἀρίστης ἀφανίστρια, ἀσέμνων λογισμῶν ἐπινοήτρια , θεϊκῶν διδαγμάτων καταφονήτρια. Ἐκκλίνωμεν τοίνυν τὴν μέθην, δείξωμεν συκοφάντας τοὺς Ἰουδαίους, τοὺς ἀρτίως εἰρηκότας ὅτι γλεύκους μεμεστωμένοι εἰσὶν οἱ ἀπόστολοι, περαιώσωμεν τὴν τοῦ κυρίου διδασκαλίαν τὴν λέγουσαν, καθὼς ἀρτίως ἠκούσαμεν· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω· ὁ πιστεύων εἰς ἐμέ , καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Ἄκουε συνετῶς. Περὶ ὕδατος ζῶντος ἐδίδαξεν, οὐχὶ δὲ περὶ οἴνου μεθύσκοντος. Ἐροῦσι δὲ πάντως τινέςοὐ λείπει γὰρ ἀντιλογία μεθυστῇ· Τί οὖν; Κακὸς ὁ οἶνος, ἐπειδὴ διαβάλλεις τοῦτον; Εἰ δὲ κακὸς ὁ οἶνος, διὰ τί ὁ δεσπότης ἡμῶν Χριστὸς τὸ ὕδωρ εἰς οἶνον μετέβαλεν; Οὕτω φησὶ κάλλιστος ὁ οἶνος ὑπάρχει. Ἄκουε συνετῶς. Οὐ τὸν οἶνον ὑβρίζομεν, θεοῦ γὰρ δῶρόν ἐστιν, ἀλλὰ τὴν μέθην βδελυττόμεθα, διαβόλου γὰρ ἔργον ὑπάρχει. Ὅμως πρὸς τοῖς εἰρημένοις ἄκουε καὶ τοῦτο· ἤδη γὰρ ὁ λόγος τὴν σιωπὴν περιβλέπεται. Μετέβαλε μὲν ὁ κύριος τὸ ὕδωρ εἰς οἶνον. Ἀλλ' ὅμως τοῦτο πεποίηκεν ἐν Κανᾷ τῆς Γαλιλαίας ἐν τοῖς γάμοις, οὐχὶ δὲ ἐν Βηθανίᾳ τῆς Ἰουδαίας ἐπὶ Λαζάρου τοῦ τεθνεῶτος. Μετέβαλεν ὁ κύριος τὸ ὕδωρ εἰς οἶνον, ἐπὶ τῶν γαμούντων τοῦτο πεποιηκώς, οὐχὶ δὲ ἐπὶ τῶν πενθούντων τὸν Λάζαρον. Ὅπου γάμος, ὕδωρ εἰς οἶνον μετήνεγκεν· ὅπου νεκρός, δάκρυον ἐχορήγησεν. Τῷ δὲ θεῷ τῷ τὰ πάντα πληροῦντι δόξαν ἀναπέμψωμεν, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
In pentecosten (homilia 13) (olim sub nomine Joannis Chrysostomi) ⌧ \ \
Ἔξεστί μοι πρὸς τὸν παρόντα καιρὸν ἀφορῶντι μεγαλοφωνότερον τὴν Δαυϊτικὴν ἐκείνην ῥῆξαι φωνήν, ἣν οὐκ ἄνθρωπος ἐξηγόρευσεν, ἀλλὰ θεὸς ἐχάλκευσεν. Ποίαν ταύτην φησίν; Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Διὰ τί; Ὅτι κύριος τῆς δόξης εἰς οὐρανοὺς ἀνῆλθεν, καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ τῆς γῆς κατῆλθεν· ὅτι τὸ δεσποτικὸν πῦρ ἀνήφθη, καὶ ὁ δεσποτικὸς ἄρτος ὠπτήθη· ὅτι τὸ ἅγιον πνεῦμα θεολογεῖται, καὶ ὁ Μαραθώνιος ἀποτυφλοῦται· ὅτι τὴν ἐπαγγελίαν τοῦ ἁγίου πνεύματος ἐδεξάμεθα, καὶ ὀρφανίας τὸ σύνολον οὐκ ἐγευσάμεθα· ὅτι ὁ νυμφίος Χριστὸς ἀνελήφθη, χηρείαν οὐχ ὑπεμείναμεν. Ἀναγκαῖον γὰρ ἀποδημήσαντος τοῦ νυμφίου, συμπαρεῖναι αὐτὸν τὸν φύλακα, ἐπειδὴ πολλοὶ φθορεῖς ἐπὶ γῆς πελάζονται. Ἀποδημήσας οὖν ὁ νυμφίος Χριστὸς κόσμον ὅλον τῇν νύμφῃν παρέθετο, καταλείπων αὐτίκα τὰ χρειώδη πάντα ὡς προνοητὴς τῆς κόρης. Ποῖα χρειώδη; Οἶνον, τὸν μυστικόν· ἔλαιον, τὸ τοῦ χρίσματος· ἄρτον, τὸ τίμιον σῶμα· πρόσοδον, τὴν τῶν πιστῶν καρποφορίαν· ἔριον, τὸ τῷ νεοφωτισμῷ περιβόλαιον· λῆνον, τὴν τῆς φιλαδελφίας λευκότητα. Ταύτης γὰρ τῆς νύμφης τὴν ἐργασίαν θεωρήσας ὁ παροιμιαστὴς ἔλεγεν· Δισσὰς στολὰς καὶ χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς. Ποίας δισσὰς στολάς; Λευκὰς καὶ πορφύρας· λευκὰς μὲν τὰς ἀποστολικὰς μὴ ῥυπωθείσας τῇ ἀσεβείᾳ, πορφύρας δὲ τὰς μαρτυρικάς, ἃς ἐκογχύλευσαν τῷ ἰδίῳ αἵματι. Τί δὲ καὶ ὁ συγγραφεὺς τῶν ἀποστολικῶν Πράξεων Λουκᾶς; Ἀναγκαῖον γὰρ αὐτὸν ἐπισκέψασθαι. Ἤκουσεςαὐτοῦ βοῶντος· Ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν ἅπαντες ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό· καὶ γίνεται ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι οἱ τοῦ κυρίου μαθηταί. Διὰ τί δὲ ἐκάθηντο; Ὅτι οὐδέπω τὴν ποικιλίαν τῶν γλωσσῶν ἐδέξαντο, ὅτι πλὴν τῆς ἀγροικιζούσης λέξεως οὐδὲν ἕτερον ἐπίσταντο. Ἐκάθηντο οἱ τοῦ κυρίου μαθηταὶ πρὸ τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου πνεύματος, ἀργίαν τιμῶντες, τῆς ἐπαγγελίας τὴν σαγήνην συρράπτοντες, πρὸς τὴν θήραν τῶν λογικῶν ἰχθύων ἑαυτοὺς εὐτρεπίζοντες. Ἔλεγον γὰρ πρὸς ἑαυτοὺς οἱ μαθηταὶ τοῦ κυρίου καθήμενοι· Μηδεὶς ἡμῶν πρὸ τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου πνεύματος πρὸς διδασκαλίαν ὁρμήσει. Ἡμεῖς οἱ ἰδιῶται καὶ ἀγράμματοι, πλὴν τοῦ ψελλίζειν μηδὲν ἐπιστάμενοι· οἱ δὲ ἀντικείμενοι ἡμῖν, νομικοὶ καὶ φιλόσοφοι, καὶ πρὸς καταρρητόρευσιν ἕτοιμοι. Διδασκάλους ἡμᾶς τῶν ἐθνῶν ὁ κύριος [ἡμᾶς] ἀπεφήνατο· πῶς δυνώμεθα Ῥωμαίους κατηχῆσαι, ἢ Πάρθους παιδεῦσαι, ἢ Γαλάτας φωτίσαι, ἐὰν μὴ τῶν ποικίλων γλωσσῶν δεξώμεθα τὴν ἐνθήκην; Ταῦτα τῶν ἀποστόλων πρὸς ἑαυτοὺς ἴσως ἀμφιβαλλόντων, ἐγένετο ἄφνω ἦχος ἐκ τοῦ οὐρανοῦ, καθὼς ἀρτίως ἤκουες. Ἄνωθεν ἦχος ἐπέμπετο, οὐχὶ δὲ κάτωθεν κτύπος ἀνεδίδετο. Διὰ τί; Ἵνα μὴ δόξωσιν οἱ ἀπόστολοι τὸν δράκοντα κάτωθεν συρίζειν, ἀλλὰ ἄνωθεν τὸ πνεῦμα δροσίζειν. Ἦχος ἐγένετο, ἐπειδὴ νόμος ἐπαύετο· ἦχος ἐγένετο, ἐπειδὴ γλῶσσαι μετετορνεύοντο. Διὰ τί οὖν τοῦ θαύματος ἦχος προέδραμεν, καὶ πρὸ τῶν
γλωσσῶν ὁ κτύπος ἐνήργησεν; Ἐπειδὴ καὶ περὶ τὴν νομο θεσίαν φωνὴ τῆς σάλπιγγος ἤχει μέγα, καὶ † πάνσταγος † φοβερὸν τὸ ὕδωρ συνέτρεχεν, ἵνα σὺν ἡσυχίᾳ καὶ φόβῳ τὸν λόγον ἀκούσωσιν. Ἀλλὰ καὶ ἐπὶ τοῦ Σαμουὴλ διαμαρτυρουμένου τοῦ λαοῦ ἔδωκε φωνὰς καὶ βροντὰς σὺν χαλάζῃ πολλῇ. Ὅπου γὰρ θεότητος κίνησις, ἐκεῖ καὶ τῶν στοιχείων ὁ θόρυβος. Ὅμως οὖν γνῶθι ὅτι καὶ τὸ ἅγιον πνεῦμα σὺν πατρὶ καὶ υἱῷ θαυματουργεῖ, κἀκεῖ πνέει ὅπου βούλεται. Τούτου χάριν ἦχος προέτρεχεν. Καὶ ὁ οἶκος ἐπληροῦτο, ἐπειδὴ καὶ πάντα τὸν κόσμον ὡς οἶκον ἐπλήρουν, κατὰ τὸ φάσκον ῥητόν· Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; καὶ πάλιν· Τὸ πνεῦμα κυρίου ἐπλήρωσε τὴν οἰκουμένην. Οἰκουμένην δὲ τὸν ἄνθρωπον λέγει, ὡς οἶκον τοῦ ἐπὶ πάντων θεοῦ, καὶ κόσμον τοῦ κοσμοποιοῦ, καὶ εἰκόνα τοῦ εἰκονογράφου, καὶ ποίημα τοῦ ἀνθρωποπλάστου. Πλὴν γὰρ ἀνθρώπου πᾶν ζῷον τῇ γῇ προσενένευκε κἀκεῖ τὴν ὄσφρησιν πέμπει ὅπου τὴν ὕπαρξιν ἔχει, μόνον δὲ ὁ ἄνθρωπος καὶ τὴν γῆν πατεῖ καὶ τὸν οὐρανὸν κατανοεῖ. Διὰ τί; Ἵνα τὰ μὲν κάτω ὡς γήϊνα καταπατῇ, τὰ δὲ ἄνω ὡς οὐράνια ἐπιποθῇ· μόνος γὰρ ὁ ἄνθρωπος, ἵνα ὡς σαφέστερον φράσω, καὶ <τῇ γῇ> γειτνιάζει, καὶ τῷ οὐρανῷ συγγενειάζει. Ἀλλ' ὅμως, εἰ καὶ τῶν ἀμφοτέρων ἔχεται, τὸ κυριώτερον ἄνωθεν κέκτηται· ὅθεν ἡ κεφαλὴ μὲν τοῦ ἀνθρώπου τῷ οὐρανῷ παρείκασται κἀκείνου φέρει τὸ σχῆμα· ἔχει γὰρ μικρὸν οὐρανίσκον καὶ δύο φωστῆρας κατὰ Παῦλον βοῶντα· Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει. Εἰ τοίνυν τὸν πάντα κόσμον πληροῖ τὸ πνεῦμα τὸ ἅγιον, ὅπέρ ἐστιν ἀνθρωπότης, πῶς κτίσμα τὸ πνεῦμα τὸ ἅγιον κατὰ τὴν Μαραθωνίου μανίαν; Τοῦτο γὰρ Μαραθώνιος μανεὶς ἐδογμάτισεν, ὅτι κτίσμα τὸ πνεῦμα τὸ ἅγιον. Ἀλλ' ὦ Μαραθώνιε, κτίσμα ἐν κτίσματι κατοικεῖν οὐ δύναται. Ὃ δὲ λέγω τοιαύτην ἔχει τὴν ἀπόδοσιν· κτίσμα θεοῦ ἄνθρωπος, ἀλλὰ καὶ οἶκος θεοῦ ὁ ἄνθρωπος. Παντί που δῆλον ὅτι θεὸν τὸν ἐνοικοῦντα ἔχει· ποῖος γὰρ ναός, ὃν οὐ τρέφει τὸ ἄγαλμα; Εἰ δὲ θεὸν τὸν ἐνοικοῦντα ἔχει, πλὴν θεοῦ οὐδεὶς ἐνοικεῖ ἐν ἀνθρώπῳ. Ἄκουε αὐτοῦ τοῦ κυρίου λέγοντος· Ἐλεύσομαι ἐγὼ καὶ ὁ πατήρ μου καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν, καὶ πάλιν· Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν θεός. Ἀλλ' ἐρεῖ εὐθέως ὁ Μαραθώνιος· Ὁ πατὴρ καὶ ὁ υἱὸς ἐκεῖ ἐνῴκησεν, μὴ γὰρ τὸ πνεῦμα τὸ ἅγιον; Ἀλλ' ὦ Μαραθώνιε, ἄκουε Παύλου λέγοντος· Οὐκ οἴδατε ὅτι ναὸς τοῦ θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἰ δὲ καὶ ναὸς τοῦ θεοῦ ὁ ἄνθρωπος καὶ οἶκος τοῦ ἁγίου πνεύματος, τί ἐρεῖς πρὸς ταῦτα; Ἀλλ' ἐροῦσι πρὸς ταῦτα Μαραθωνίων παῖδες, οἱ τὴν πεντηκοστὴν ἀριθμῶντες καὶ τὴν ἑορτὴν μὴ κρατοῦντεςπῶς γὰρ ἑορτάσωσιν ἐὰν μὴ εὐσεβήσωσιν, ἐὰν μὴ τὸ πνεῦμα θεολογήσωσιν; ἐροῦσιν εὐθέως ὅτι ταῦτα ὁ ἀπόστολος κεχαρισμένως ἐμαρτύρησε περὶ τοῦ πνεύματος. Δεῖξόν μοι αὐτὸν τὸν πατέρα λέγοντα, ὡς εἶπε περὶ αὐτοῦ καὶ τοῦ υἱοῦ, ὅτι ἐνοικήσω ἐν ἀνθρώπῳ, ὅτι καὶ περὶ τοῦ πνεύματος ταῦτα λέγει, καὶ πείθομαι. Ἀλλ' ὦ Μαραθώνιε, καὶ τίς ἐλάλησε περὶ τοῦ μακαρίου Παύλου; Οὐχὶ ὁ δεσπότης Χριστός; Οὐκ ἤκουσας αὐτοῦ λέγοντος· ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; Παῦλον παραγράφῃ, Μαραθώνιε, τὸ σκεῦος τῆς ἐκλογῆς, τὸ μύρον τῆς χάριτος, τὸ στόμα τῆς ἐκκλησίας, τὸν κιχρῶντα τῷ θεῷ τὸ στόμα; Καὶ πόθεν τοῦτο; Ὅτι Παῦλος κιχρᾷ τῷ θεῷ τὸ στόμα, ἄκουε τοῦ κυρίου λέγοντος πρὸς αὐτόν· Λάλει, Παῦλε, καὶ μὴ σιωπήσῃς, διότι ἐνταῦθα λαός μοι πολύς ἐστιν. Θεὸς λέγει Παύλῳ· Λάλει, καὶ σὺ ἀπιστεῖς Παύλῳ λέγοντι περὶ τοῦ ἁγίου πνεύματος; Παῦλον παραγράφῃ, Μαραθώνιε, τὸν πνευματοφόρον, τὸν θεοῦ λόγον, τὸν τὰ στίγματα τοῦ κυρίου βαστάζοντα; Ἄκουε αὐτοῦ ἀπαριθμοῦντος ὅσους πειρασμοὺς ὑπέμεινε διὰ τὸ εὐαγγελικὸν κήρυγμα. Ἄκουε· Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς πολλάκις, ἐν θανάτοις
πολλάκις. Ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐρραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· ἐν ὁδοιπορίαις πολλάκις, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐν ψευδαδέλφοις, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίαις. Παῦλον παραγράφῃ, Μαραθώνιε; Ἔδει μέν σε μὴ παραγράφεσθαι Παῦλον, τὸν ἕως τοῦ τρίτου οὐρανοῦ ἁρπαγέντα, καὶ σὺν αὐτῷ τῷ σώματι εἰς τὸν παράδεισον μετενεχθέντα, κἀκεῖ τὸν λῃστὴν τὴν πίστιν τρυγήσαντα θεασάμενον, καὶ ἄρρητα ῥήματα ἀκούσαντα. Καὶ βοᾷ ταῦτα· Ἀλήθειαν λέγω, οὐ ψεύδομαι. Εἰ δὲ βούλει, ὦ Μαραθώνιε, παρὰ τοῦ σωτῆρος λαβεῖν τὴν ἀπόδειξιν ταύτην, ἄκουε τοῦ κυρίου ταῦτα λέγοντος πρὸς τοὺς ἑαυτοῦ μαθητάς· Ὅταν ἄγωσιν ὑμᾶς ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Εἶδες τὴν ἔνθεον τοῦ ἁγίου πνεύματος ἐνέργειαν, καὶ ὅτι μία οἴκησις πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος; Ὦν τοίνυν ἡ οἴκησις μία, τούτων καὶ ἡ οὐσία μία. Εἰ δὲ μικρὰ ταῦτα πρὸς ἀπόδειξιν, λάμβανε καὶ τὰ ἀρτίως ἡμῖν παραναγνωσθέντα· καλὸν γάρ ἐστι τὸ πνευματικὸν ἄριστον ὀψάνοις παραθεῖναι. Τί οὖν ὁ συγγραφεὺς τῶν ἀποστολικῶν Πράξεων Λουκᾶς; Ὤφθησαν δὲ αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ἐκάθισέ τε ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν πάντες πνεύματος ἁγίου , καὶ <ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς> τὸ πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. Ἄκουε συνετῶς. Καθὼς τὸ πνεῦμα ἐδίδου, <οὐ> καθὼς ἐκελεύετο· καθὼς τὸ πνεῦμα ἐδίδου, οὐ καθὼς ἐμάνθανεν. Τί τῆς ἀληθείας ταύτης θεοφεγγέστερον; Τὸ πνεῦμα τὸ ἅγιον σήμερον, καθὼς ἤκουες, τὸν οὐρανὸν ἀνεπέτασεν, τὰς γλώσσας ἐπλήθυνεν, τὸν κόσμον ἐφώτισεν, τοὺς ἀποστόλους ἐφαίδρυνεν, τοὺς Ἰουδαίους ἐθάμβησεν, τὰ ἔθνη ἐξέπληξεν, τοῖς κάτω προσετέθη , ἀλλὰ καὶ τῶν ἄνω οὐκ ἐχωρίσθη· ἐκ τοῦ πατρὸς ἐξῆλθεν, ἀλλὰ τοῦ πατρὸς οὐκ ἀπελήφθη· ἀπὸ τοῦ υἱοῦ ἀπεστάλη, ἀλλὰ τόπον οὐ μετῆλθεν. Διὰ τὰς ὑποστάσεις ἡ διαφορὰ τῶν λέξεων, οὐ διὰ τὴν μίαν οὐσίαν τῆς θεότητος. Ὡς δυνάμεθα ἀκούειν , διδασκόμεθα· οὐχ ὡς ἐστὶ θεὸς ἰδεῖν δυνάμεθα. Καὶ ὅτι ἦν τὸ πνεῦμα τὸ ἅγιον καὶ ἀπεστάλη καὶ κατελθὸν ἐκ πατρὸς καὶ υἱοῦ οὐκ ἐχωρίσθη, μὴ τοῖς ἐμοῖς ῥήμασι παρακαθέζου, ἀλλὰ τὴν διδασκαλίαν τοῦ μακαρίου Πέτρου μάνθανε. Ἤκουες γὰρ αὐτοῦ ἀρτίως λέγοντος πρὸς Ἰουδαίους τοὺς ἀπὸ τοῦ φθόνου μεθύοντας· Φρικτὸν περιβόλαιον δέχεται, οὔτε ἐν τοῖς νεκροῖς καταλογίζεται οὔτε ἐν τοῖς ζῶσιν εὑρίσκεται ὁ μεθύων. Πρὸς πᾶσαν γλῶσσαν ἀπταίστως δικαιολογεῖ, ὡς ὁρᾶτε τοὺς ἀποστόλους ἀσφάλτως πάντας παιδαγωγοῦντας; Τί τῶν μεθυόντων ἐν τοῖς ἀποστόλοις κατίδετε; Τὴν νηφαλαιότητα μέθην προσαγορεύετε, καὶ τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος οἰνοφλυγίαν καλεῖτε; Τὰ ἔθνη μακαρίζουσι καὶ ὑμεῖς διαβάλλετε; Μεθύουσιν οἱ ἀπόστολοι; Νῶε καὶ Λὼτ ἐμεθύσθησαν· μεθυσθέντες ἐκεῖνοι, ὁ μὲν κατάρας γραμματείων δουλικῶν ἀπηγόρευσεν, ὁ δὲ θυγατερομιξίας παράνομον κοίτην ἔστρωσεν. Οὐ μεθύουσιν οἱ ἀπόστολοι, Ἰουδαῖοι· εἰ δὲ καὶ μεθύουσιν, ἀπὸ τοῦ χειμάρρου τοῦ πνεύματος μεθύουσιν, οὐχὶ δὲ ἀπὸ οἴνου. Περὶ αὐτῶν γὰρ ἔλεγεν ὁ προφήτης· Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάρρουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. Ἀλλ' ἔστιν εἰπεῖν <τινα>· Καὶ ποίους χειμάρρους ἐμέθυσαν οἱ ἀπόστολοι τὴν σεμνοπρεπὴν τῆς ψυχῆς μέθην; Ποίου χειμάρρου; Τῆς τοῦ πνεύματος τοῦ ἁγίου ἐνοικήσεως. Καὶ τίς τούτου μάρτυς; Ὁ δεσπότης Χριστός, ὁ τὴν πλευρὰν νυχθεὶς καὶ αἷμα καὶ ὕδωρ προβάλλων, ἵνα τὸν μὲν ποτίσῃ, ***. Ἤκουες γὰρ ἀρτίως τοῦ δεσπότου Χριστοῦ βοῶντος· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμέ, καθὼς
εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ ἔλεγέ φησι περὶ τοῦ πνεύματος τοῦ ἁγίου οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν. Ἀπὸ τούτου τοῦ χειμάρρου ἐποτίσθησαν οἱ ἀπόστολοι, καὶ μεθυσθέντες ποταμοὺς διδασκαλίας ἐπαφῆκαν καὶ πᾶσαν τὴν οἰκουμένην ἤρδευσαν τῷ θείῳ λόγῳ, καὶ τὸν νεόλυχον στάχυν τῆς εὐσεβείας ἔθρεψαν. Οὐ γὰρ τὴν Αἴγυπτον μόνον ἐλίμνασαν ὡς ὁ Νεῖλος ὁ ποταμός, οὐδὲ πηχυσμῷ τὴν χάριν ἐξέχεαν, οὐδὲ τὴν Εὐΐλατον μόνην ἐπότισαν ὡς ὁ Φυσσών, οὐδὲ τὴν Αἰθιοπίαν μόνην ἤρδευσαν ὡς ὁ Γεών, οὐδὲ τὴν Ἀσσυρίαν μόνην ἐνέπλησαν ὡς ὁ Τίγρις, οὐδὲ τὴν Αὐγούστου Εὐφρασίαν μόνην ἐπίανα ὡς ὁ Εὐφράτης, ἀλλὰ πᾶσαν ὁμοῦ πόλιν καὶ πατρίδαν καὶ χώραν καὶ νῆσον ηὔφραναν, διὰ τῆς τοῦ ἁγίου πνεύματος χάριτος ἐνέπλησαν. Καὶ μαρτυρεῖ μοι τῷ λόγῳ ὁ Δαυῒδ βοῶν· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Οὐ γλεύκους οὖν μεμεστωμένοι ἦσαν οἱ ἀπόστολοι, ἀλλὰ πνεύματος ἁγίου πεπληρωμένοι. Ὅθεν καὶ ὁ μακάριος Πέτρος ὀνειδίζων τοὺς Ἰουδαίους ἔλεγεν , καθὼς ἀρτίως ἤκουες· <Οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε> οὖτοι μεθύουσιν, ἔστι γὰρ ὥρα τρίτη τῆς ἡμέρας. Ὢ τοῦ παραδόξου θαύματος. Τρίτῃ ὥρᾳ ἐπέστη τὸ πνεῦμα τὸ ἅγιον. Πρώτῃ ὥρᾳ ὁ πατὴρ τὸν Ἀδὰμ ἔπλασεν, δευτέρᾳ ὥρᾳ ὁ υἱὸς τὴν Εὕαν ἐδημιούργησεν, τρίτῃ ὥρᾳ τὸ πνεῦμα τὸ ἅγιον τὰς γλώσσας τῶν ἀπο στόλων ἐπλήθυνεν. Ποθήσωμεν τοίνυν ταύτην τὴν μέθην· ἕστηκε γὰρ ὁ κύριος κράζων· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. Ὢ τῆς τοῦ κυρίου δαψιλείας. Οὐκ εἶπεν· Εἴ τις διψᾷ, ἔλθῃ πρός με καὶ πινέτω, ἀλλ' Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. Τοῦτό ἐστιν Ἀρρυέσθω καθ' ἑκάστην τοῦτο τὸ πόμα, καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ θεραπεύει. Οὐ γὰρ σωματικὸν καύσωνα παύει, ἀλλὰ ψυχικὸν ἔρωτα πείθει· οὐδὲ κοιλίας ὄγκον ἐγείρει, ἀλλὰ διανοίας πόθον ὀξύνει· οὐδὲ ψυχροποσίας βλάβην ἐντίθησιν, ἀλλὰ θεογνωσίας κέρδος παρέχει. Ταύτην τὴν δίψαν ποθήσας καὶ ὁ μακάριος Δαυῒδ ἐβόα λέγων· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός. Λέγε καὶ σύ, ὦ ἄνθρωπε, μετὰ τοῦ Δαυΐδ· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός. Βλέπε μὴ ψεύσῃ θεῷ, μὴ τῆς ἐλάφου εὑρεθῇς ἀργότερος. Μίμησαι τὴν ἔλαφον ἐκείνην, ταχυδρόμησον πρὸς τὸν κύριον· εὐσκελὲς γὰρ τὸ ζῷον. Τὸ σταυρικὸν κέρας ἐπὶ τοῦ μετώπου βάσταζε· ἐξοχῇ γὰρ κεράτων καὶ τὸ ζῷον πεποίκιλται. Τῶν ἀποστολικῶν ὀρέων μὴ χωρίσῃς ποτέ· ἡδέως γὰρ καὶ ἡ ἔλαφος τοῖς ὄρεσι φιλοχωρεῖ. Τὰ ἰοβόλα τῶν αἱρετικῶν θηρία τῷ εὐσεβεῖ λόγῳ κατάσφαξε [τῶν αἱρετικῶν ὄφεων]· καὶ γὰρ ἡ ἔλαφος ***. Τεθολωμένον ὕδωρ πνευματομαχίας μὴ πίῃς ποτέ· ἀμήχανον γὰρ ἔλαφον τεθολωμένον ὕδωρ πιεῖν. Ἐπίβηθι ἐπὶ τῷ ὕψει τῶν εὐαγγελικῶν νοημάτων καὶ καταρτίσαι τοὺς πόδας σου εἰς τὴν ἄμωμον τῆς εὐσεβείας ὁδόν, ὅπως δυνηθῇς καὶ σὺ εἰπεῖν εὐχαρίστῳ στόματι τοῦ προφήτου· Ὁ θεὸς ὁ περιζωννύων με δύναμιν καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου, καταρτιζόμενος τοὺς πόδας μου ὡσεὶ ἐλάφου καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με. Ἤθελον δὲ μετὰ συμφήμης πολλῆς καὶ τὸν δεσπότην Χριστὸν ἔλαφον εἰπεῖν· αὐτὸς γὰρ ἡμῖν ἀνέτειλε τὸ σταυρικὸν τῆς σωτηρίας κέρας. Ὅθεν θαρροῦντες τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν· ὥσπερ γὰρ ἡ σωματικὴ ἔλαφος *** ἐκ τῶν ἀβύσσων τῶν βαπτισμαίων ὑδάτων τὸν βυθονήκτην διάβολον ὡς πολυκέφαλον εἷλε δράκοντα. Ὅθεν ὁ προφητικὸς χορὸς τὸν ἐπινίκιον ὕμνον ἀναμέλπων πρὸς αὐτὸν ἔλεγεν· Σὺ συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος ἐπὶ τοῦ ὕδατος. Καὶ ὥσπερ τῆς σωματικῆς πάλιν ταύτης ἐλάφου τὸ κέρας μετὰ † τῶν αὐτῶν †
τοῦ ζῴου εἰς οἶκόν τινα καπνιζόμενον τοὺς ἐμφωλεύοντας θήρας ἀπελαύνει, οὕτω καὶ τὸ σταυρικὸν κέρας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τὸν ἑκούσιον τοῦ κυρίου θάνατον πάντα τὸν τόπον ὅπου ἂν ἐγγίσῃ, τὴν ἀγέλην τῶν δαιμόνων ἀπελαύνει. Ποθήσωμεν τοίνυν, ὦ φίλοι, καὶ τιμήσωμεν τὴν παροῦσαν ἑορτήν. Διὰ πάντων αὐτὴν τιμήσωμεν· ἀπέρχῃ σήμερον τὸν νεκρὸν ῥοδίσαι, μὴ ἐν μέθῃ ἐπάνω τοῦ μνήματος θυμίαμα βάσταζε, μὴ κρατῆρα συγκίρνα. Δακρύων χρείαν, ***; Συμπαθείας χρεία, μὴ γὰρ ὀρχήσεως; Στεναγμῶν χρεία, μὴ γὰρ κουρταλισμῶν; Ψαλμῳδίας χρεία, μὴ γὰρ κιθαρῳδίας; Εὐλαβείας χρεία, μὴ γὰρ μάχης; Ἐγκωμίων χρεία, μὴ γὰρ περισχισμάτων; Εὐχαριστίας χρεία, μὴ γὰρ ἀγανακτήσεως; Σήμερον τὴν τοποθεσίαν ζητεῖς, καὶ διαγράφειν καὶ ἀρχιτεκτονεύειν καὶ οἰκοδομεῖν ἐπαγγέλλει, καὶ τῇ ἑξῆς πάντα κεκοίμηται. Ὦ διάθεσις ἅμα βλάστῃ μαρασμὸν ὑπομένουσαν. Τίμησον τὸν προοδοιπορήσαντα, μὴ λυπήσῃς αὐτοῦ τὴν ψυχὴν τῷ πνεύματι. Ὁ προτελευτήσας ἀγωνίζεται πῶς τὸν κριτὴν δυσωπήσει, καὶ σὺ μεθύσκει ὅπως τὸν διάβολον τέρψῃς; Μίμησαι τὸν δεσπότην Χριστόν, ὦ ἄνθρωπε. Τί παραγενάμενος ὁ κύριος εἰς τὸ μνῆμα Λαζάρου πεποίηκεν; Ἔκλαυσεν ἢ ὀρχήσατο; Ὅτι αὐτῷ τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ πρέπει δόξα, μεγαλωσύνη καὶ μεγαλοπρέπεια, ἅμα τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
In ramos palmarum (homilia 2) Λεοντίου πρεσβυτέρου Κωνσταντινουπόλεως λόγος εἰς τὰ βαΐα Τοὺς εὐσεβείας καθήκει μύστας μὴ τὴν χάριν μόνον ἀσπάζεσθαι, ἀλλὰ καὶ τὸν νόμον περιπτύσσεσθαι· ἃ γὰρ ἡ χάρις ἐβεβαίωσεν, ταῦτα καὶ ὁ νόμος προεκήρυξεν· καὶ ἃ ὁ νόμος προεζωγράφησεν, ταῦτα καὶ ἡ χάρις ἐσφράγισεν. Καὶ τούτου μάρτυς αὐτὸς ὁ κύριος, ὁ καὶ τὸν νόμον ὡς λύχνον ἅψας καὶ τὴν χάριν ὡς λαμπάδα φωτίσας, λέγων πρὸς Ἰουδαίους· Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν ἃ παρ' ἐμοῦ μεμάθηκεν. Καὶ ὅτι εἷς καὶ ὁ αὐτὸς κύριος, ὁ καὶ διὰ τῶν προφητῶν τὰ μέλλοντα ἀναφωνήσας καὶ διὰ τῶν εὐαγγελιστῶν τὰ προλεχθέντα βεβαιώσας, ἐκ τῶν ἀρτίως ἀναγνωσθέντων λάμβανε τὴν ἀπόδειξιν. Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ Ἰωάννου βοῶντος· Τῇ ἐπαύριον ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι Ἰησοῦς ἔρχεται εἰς Ἱεροσόλυμα, ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτοῦ καὶ ἔκραζον· Ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ. Ἁρμόζουσα ὄντως τῷ σωτῆρι ἡ ὑμνολογία, πρέπουσα τῷ τροπαιούχῳ ἡ εὐλογία. Ἐπινίκιον τὸ τοῦ ὄχλου μέλος· ἤδη γὰρ ὠσφράνθησαν τὴν ζωηφόρον τοῦ Χριστοῦ εὐωδίαν, τὴν τοῦ θανάτου ἧτταν ἐμφαίνουσαν. Εὐλογημένος ὁ ἐρχόμενος δοῦναι ἡμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, οὐ ποδῶν στερρότητι, ἀλλὰ πίστεως ἑδράσματι. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ἵνα καὶ τὸν αὐτὸν μισθὸν ἀποδώσῃ τοῖς ἀπὸ τῆς πρώτης ὥρας καὶ τοῖς ἑνδεκάτῃ ὥρᾳ εἰς τὸν πνευματικὸν τούτου ἀμπελῶνα ἐργαζομένοις· αὐτοῦ γὰρ ἀγαθοῦ τυγχάνοντος Ἰουδαϊκὸς πονηρὸς ὀφθαλμὸς οὐ ταράττει ἡμᾶς. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου τὸ διαβολικὸν μεσότοιχον λῦσαι καὶ τοῖς ἐπουρανίοις τὰ ἐπίγεια συνάψαι· ὅπου γὰρ μία βασιλεία, ἐκεῖ καὶ πᾶσα τυραννὶς διαλέλυται. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ. Διὰ τί βασιλεὺς τοῦ Ἰσραὴλ μόνον, οὐχὶ δὲ πάντων τῶν περάτων τῆς γῆς ὁ Χριστὸς ἀναδέδεικται; Ἄκουε συνετῶς. Ἰσραὴλ νοῦς ὁρῶν θεὸν ἑρμηνεύεται. Ὅσοι οὖν ἀπὸ διανοίας ὁρῶσι θεόν, οὗτοι βασιλεύονται ὑπὸ τοῦ δεσπότου Χριστοῦ. Οὐ γὰρ ἀνάγκῃ καλεῖ Χριστός, ἀλλὰ διαθέσει πείθει, ὡς ἔστιν αὐτοῦ ἀκοῦσαι λέγοντος· Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. Βαΐα φοινίκων ὁ ὄχλος ἔλαβεν, ἵνα τὸν φοίνικα τῆς δικαιοσύνης Χριστὸν εὐφημήσωσιν. Περὶ γὰρ αὐτοῦ ὁ προφήτης ἔλεγεν· Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡς ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Διὰ τί φοῖνιξ καὶ κέδρος ὁ δεσπότης Χριστὸς προσαγορεύεται; Διὰ τὸ πάθος τῆς σαρκός, ὅπερ ἑκουσίως διὰ σταυροῦ ὑπομεῖναι κατεδέξατο, καὶ τὸ ἔγκαρπον τῆς θεότητος. Καὶ γὰρ τῆς σαρκὸς αὐτοῦ παθούσης ἡ θεότης ἀπαθὴς διέμεινεν, καθώς φησιν ὁ προφήτης περὶ τῆς σαρκὸς τοῦ κυρίου ἐν τῷ πάθει· Εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἐκλεῖπον παρὰ πάντας ἀνθρώπους, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. Κέδρος δὲ πάλιν ὀνομάζεται διὰ τὸ ὑψηλὸν τῆς θεότητος καὶ τὸ ἄσηπτον τῆς ἀνθρωπότητος. Εἰ γὰρ καὶ ἐτάφη, ἀλλ' ἡ σὰρξ αὐτοῦ οὐκ εἶδε διαφθοράν· ἐμείωσε δὲ μᾶλλον τοὺς διαβολικοὺς σῆτας καὶ ἔμεινε σῶος. Ταύτην τὴν εὐλογημένην φωνὴν τοῦ ὄχλου τὴν εὔφημον ἐκ πολλῶν τῶν χρόνων ὁ δεσπότης Χριστὸς προθεωρήσας τῷ ἀπλανεῖ τῆς θεότητος βλέμματι, ἐβόα διὰ Ἡσαΐου τοῦ προφήτου
λέγων· Εὐλογήσει με πάντα τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες καὶ θυγατέρες στρουθίων. Ἐροῦσι δὲ πάντως τινὲς ὅτι ἐνταῦθα ὁ δεσπότης Χριστὸς περὶ θηρίων ἀγροῦ καὶ σειρήνων καὶ στρουθίων διελέγετο, οὐχὶ δὲ περὶ ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων. Ἄκουε συνετῶς· οὐδὲν γὰρ παρ' ἡμῶν λεχθήσεται ἀναπόδεικτον. Πολλαχοῦ γὰρ ἡ θεία γραφὴ τοὺς ἀπὸ πονηρίας ἀνθρώπους ἐπιστρέφοντας θηρία οἶδε καλεῖν, οὐκ ἐκ τῆς φύσεως, ἀλλ' ἐκ τῆς πράξεως τὴν προσηγορίαν ποιουμένη. [Καὶ τούτοις μάρτυς αὐτὸς ὁ κύριος λέγων περὶ τοῦ Ἡρῴδου· Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ, οὐχ ὅτι ἀλώπηξ ἦν ὁ Ἡρῴδης βασιλεὺς γὰρ ἐτύγχανεν, ἀλλ' ἐκ τῆς γνώσεως καὶ γνώμης τὴν ὀνομασίαν ἐλάμβανεν. Ὥσπερ ἡ ἀλώπηξ ἄλλην ὁδὸν ἀνῄει καὶ ἄλλην περινοστεῖ διάστροφον πορείας ποιουμένη, τὸν αὐτὸν τρόπον καὶ ὁ Ἡρῴδης ἄλλα μὲν τοῖς χείλεσιν ἐλάλει , ἄλλα δὲ τῇ καρδίᾳ κατελάλει διαβολικά, μηδὲν ἐξανύων. Πειθέτω δὲ σὲ καὶ ὁ μακάριος Παῦλος θριαμβεύων Κρῆτας καὶ λέγων ὁ αὐτός· Κρῆτες ἀεὶ ψεῦσται, θηρία ἀνήμερα, γαστέρες ἀργαί. Διὰ τί; Ὄφις μὲν ἄλογος ἅπαξ καθήψας τῆς χειρὸς τοῦ μακαρίου Παύλου μηδὲ αὐτὸν βλάψας, Κρῆτες δὲ οἱ ἀνθρωπόμορφοι θῆρες ἐπιδραμόντες τῷ μακαρίῳ Παύλῳ θανάτῳ περιβαλλεῖν ἠγωνίσαντο, καὶ ταῦτα συχνῶς παρ' αὐτοῦ θεραπευόμενοι. Οὕτω καὶ ὁ προφήτης Δανιὴλ ὑπὸ τῶν λεόντων μὴ βλαπτόμενος, ἀλλ' ὡς φίλος τιμώμενος, νηστεύτας αὐτοὺς ἔδειξεν· καὶ αὐτοὶ μὲν ἐτίμων, ἄνθρωποι δὲ πονηροὶ τοῦ διαβάλλειν αὐτὸν κόρον οὐκ ἐλάμβανον. Οὕτω καὶ Ἰωάννης ὁ βαπτιστὴς ὑπὸ θηρίων ἀγρίων ἐν τῇ ἐρήμῳ δουλευθείς, ἐν δὲ τῇ πόλει ὑπὸ πονηρῶν ἀνθρώπων ἀποκεφαλισθείς, θριαμβεύων δὲ πάλιν τοὺς θηριοψύχους ἔλεγεν· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Εἰ ὅλως ἐπιστρέψατε καὶ τὸν τῆς προφητοκτονίας ἰὸν ἐξεμέσατε , καρποὺς ἀξίους ποιήσατε τῆς μετανοίας. Τοῦτο γὰρ ὑπὲρ ἡμῶν ὁ κύριος εἶπεν· Εὐλογήσουσί με τὰ θηρία τοῦ ἀγροῦ. Θηρία τοὺς ἀπὸ πονηρίας ἐπιστρέφοντας ἀνθρώπους λέγει, ἀγρὸν δὲ τὸν παρόντα κόσμον. Καὶ τούτου μάρτυς αὐτὸς ὁ κύριος λέγων· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ σπείροντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ. Καὶ ἑρμηνεύων τὴν παραβολὴν ὁ κύριος ἔλεγεν· Ἀγρός ἐστιν ὁ κόσμος. Θηρία τοὺς ἀπὸ πονηρίας ἐπιστρέφοντας ἀνθρώπους λέγει, οἵτινες ἐτύγχανον οἱ ἅγιοι ὡς τὸν Χριστὸν εὐλογοῦντες. Σειρῆνες δὲ αἱ τῶν ἁγίων ψυχαί, αἵτινες τὸν κλύδωνα τοῦ βίου διαπεράσασαι τὸ τῆς εὐχαριστίας μέλος καθ' ἑκάστην βοῶσι καὶ λέγουσιν· Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Θυγατέρας δὲ στρουθῶν τὰς ἁγίας γυναῖκας καλεῖ τὰς ἐκ τῶν προφητῶν κατηχημένας, ἃς ὁ ἱέραξ τῆς ἀπωλείας διάβολος ἁρπάσαι οὐδὲ δύναται, αἵτινες τυγχάνουσι Μάρθα καὶ Μαρία ἀδελφαὶ τοῦ Λαζάρου, αἵτινες ἡμῖν ἀρτίως ἐκελάδησαν τῷ στόματι καθάπερ πνεύματι καὶ ὥσπερ ἀηδόνες τινὲς τὴν ἀνάστασιν τοῦ σωτῆρος εὐηγγελίσα<ν>το. Στρουθοὺς δὲ ὁ λόγος τοὺς προφῆτας αἰνίττεται· καὶ τούτοις μάρτυς ὁ Δαυῒδ ἐκβοῶν· Ἐγενήθην ὡς στρουθίον μονάζον ἐπὶ δώματος. Διὰ τί; Ἵνα μὴ ὁ Σαοὺλ ὁ τοῦ φθόνου γὺψ ἀδικήσῃ με. Καὶ πάλιν ὁ αὐτὸς προφήτης πρὸς τοὺς διαβόλους κόρακας τοὺς συμβουλεύοντας αὐτῷ τὰ μάταια ἀποκριθεὶς ἔφη· Πῶς ἐρεῖτε τῇ ψυχῇ μου· Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; Ἰδοὺ γὰρ ὁ ἀετὸς ὁ μέγας θεὸς λόγος τοῖς πτέρυξι τῆς ἐνανθρωπήσεως σκέπει.] Ἀλλ' ἵνα μὴ τὸν λόγον ἐν παρεκβάσεσιν ἀναλώσωμεν, φέρε καὶ ἡμεῖς συμφώνως τὰ βαΐα τῶν φοινίκων ἀναλεξάμενοι, τουτέστι τὰ κατὰ τῆς τοῦ διαβόλου νίκης πέπλαβαΐα γὰρ νίκης σημαντικά, εὐφημήσωμεν μεγάλως τῷ στόματι καὶ τῇ καρδίᾳ τὸν ἀγωνοθέτην Χριστόν, τὸν ἐπὶ πῶλον μὲν ὄνου καθεζόμενον οἰκονομικῶς, ἐπὶ δὲ τῶν χερουβὶμ καὶ τῶν
σεραφὶμ ἀναπαυόμενον θεοπρεπῶς· ὅπου γὰρ δούλου μορφή, ἐκεῖ ὀνάριον τὸ βαστάζον· ὅπου δὲ θεοῦ μορφή, ἐκεῖ πατρικὸς κόλπος ὁ θάλπων. Ἤκουες ἀρτίως καὶ περὶ τούτου τοῦ εὐαγγελιστοῦ λέγοντος· Εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ' αὐτό. Ὢ τῶν παραδόξων πραγμάτων. Μὴ γὰρ οὐκ ἴσχυεν ὁ δεσπότης Χριστός, ὁ οὐρανὸν θρόνον ἔχων, τὴν δὲ γῆν ὑποπόδιον, ὁ πάντα τὰ ὄντα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι νεύματι παραγαγών, πλῆθος ἐξάσπρων ἡμιόνων παραστῆσαι, ἢ ἅρματα μαργαριτοειδῆ χρυσοκόλλητα, ἢ ἵππων ποικιλοστρώτων ἀγέλην, ἢ δορυφόρων ὡραιομόρφων ἥσυχον συνδρομήν, ἢ ἀρχόντων ἐπισήμων εὔρυθμον προοδοιπόρησιν, ἢ πᾶσαν τὴν λοιπὴν θεραπείαν ἣν ἡδέως οἱ τοῦ κόσμου φίλοι περισύρουσιν; Ἀλλ' οὐδὲν τούτων μετέρχεται. Διὰ τί; Ἵνα μὴ ἐκκόψῃ τὴν οἰκονομίαν, ἵνα μὴ φαντασίᾳ ἐπιγραφῇ τὸ κατόρθωμα, ἵνα μὴ τῷ σχήματι, ἀλλὰ τῷ πράγματι προσδράμωσιν οἱ πιστεύοντες, ἵνα μὴ μέλλωσι λέγειν Ἰουδαίων καὶ Ἑλλήνων παῖδες, ὅτιπερ τὸ βασιλικὸν ἀξίωμα τοῦ παραγενομένου ἢ ἡ τιμὴ ἢ ἡ δορυφορία ἢ ἡ φαντασία ἔπεισε τοὺς ἀκεραιοτέρους, οὐχὶ δὲ ἡ ἀλήθεια τῶν πραγμάτων. Ἵνα οὖν πᾶν στόμα φαῦλον φράξῃ καὶ πᾶς ὁ κόσμος ὑπόδικος γένηται τῷ θεῷ, τούτου ἕνεκεν ὁ δεσπότης Χριστὸς εὐτελεῖ ὀναρίῳ καθεσθεὶς καὶ δεκαδύο μόνους μαθητὰς ἐκλεξάμενος εὐτελεῖς, ἰδιώτας, πένητας, ἀφώνων ἰχθύων θηρευτάς, τὴν οἰκουμένην πᾶσαν δι' αὐτῶν ἠγκίστρευσεν, οὐχ ὁρμιὰν εἰς βυθὸν ῥίψας, ἀλλὰ λόγον εἰς κόσμον πέμψας. Ποῖον λόγον; Ὃν ἀκούσας Λάζαρος ἐξεπήδησε τοῦ μνημείου, οὐ φύσεως ἀκολουθίᾳ ἀλλὰ θεότητος ἐνεργείᾳ τὴν ἀκοὴν ἀνοίξας ὁ τεθνεώς. Ἤκουες γὰρ ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος· Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ νεκρῶν. Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα. Ἄκουε τὴν ἡμέραν, ὁ ποθῶν τὴν ἡμέραν κυρίου. Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα. Ἀρίθμει τὰς ἡμέρας, ἵνα ἀπολαύσῃς τῆς ἡμέρας. Ἐγγὺς ἡ παρουσία, ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· ὁ χειμὼν τῆς ἀγνωσίας παρῆλθεν , τὸ ἔαρ τῆς γνώσεως παρέκυψεν. Τὸν τῆς τεσσαρακοστῆς δρόμον ἀθλητικῶς διάνυσον καὶ τῆς ἑορτῆς τὸν στέφανον περίμενε. Καλὸν γὰρ ὑμᾶς ὑπομνῆσαι καὶ περὶ τούτου, ὅτιπερ ἡ τεσσαρακοστὴ σὺν εὐμενείᾳ θεοῦ πεπλήρωται, τοῦ δὲ κυριακοῦ πάθους ἡ ἑβδομὰς ἀπὸ τῆς σήμερον ἀνέῳκται· οὐχ ὅτε γὰρ ἐνήστευσεν ὁ δεσπότης Χριστός, τότε καὶ ἔπαθεν. Ἄκουε συνετῶς. Ἐνήστευσε γὰρ μετὰ τὸ βάπτισμα, ὅτε πυκτεύσας τῷ διαβόλῳ τοῦτον κατέρραξε καὶ τὴν νίκην τῷ Ἀδὰμ ἐχαρίσατο. Οὐ γὰρ δι' ἑαυτὸν ἔπαθεν ὁ δεσπότης ἡμῶν Χριστός, ἀλλὰ διὰ τὸν κάτω κείμενον· οὔτε δι' ἑαυτὸν ἐνήστευσεν, ἀλλὰ διὰ τὸν τὴν παρακοὴν καταπιόντα· οὐδὲ δι' ἑαυτὸν ἐβαπτίσθη, ἀλλὰ διὰ τὸν ῥυπωθέντα τῇ ἁμαρτίᾳ. Ἐνήστευσεν οὖν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς μετὰ τὸ βάπτισμα. Ἀλλ' ὅμως καὶ τοῦτο ἐν παρεκβάσει ζητήσωμεν, διὰ τί μὲν ἡμεῖς πρὸ τοῦ βαπτίσματος νηστεύομεν, ὁ δὲ δεσπότης Χριστὸς μετὰ τὸ βάπτισμα ἐνήστευσεν. Διὰ τί; Ὅτι ἡμεῖς μὲν ὠγκωμένοι ταῖς ἁμαρτίαις καὶ πεφορτισμένοι τὴν ψυχικὴν γαστέρα, ἀναγκαίως πρὸ τοῦ βαπτίσματος τὴν νηστείαν ὡς θεοδώρητον ἀντίδοτον δεχόμεθα, ἵνα καθάραντες ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος εἰς ὄρεξιν ἔλθωμεν τοῦ ἐπουρανίου ἄρτου. Ὁ δὲ δεσπότης Χριστὸς ὡς ἁμαρτίας ἐλεύθερος μετὰ τὸ βάπτισμα νηστεύει τύπον δωρούμενος, οὐχ ἁμαρτίας ὀδυρόμενος. Εἰ γὰρ ἀρὰ καὶ ἁμαρτία ἐκλήθη ὁ δεσπότης ἡμῶν Χριστός, ἀλλ' ὅμως οὐκ αὐτὸς ῥερύπωται, ἀλλὰ τὰς ἁμαρτίας τὰς ἡμετέρας ἀνεδέξατο· ὁ δὲ ἀνάδοχος πᾶν ὁτιοῦν οὐχ ὡς αὐθέντης, ἀλλ' ὡς μεσίτης εὐθύνεται. Ὅθεν ὡς τοῦ Ἀδὰμ τὸ χρέος ἀναδεξάμενος καὶ τοῦτο ἀποτίσας, καὶ τὸ χειρόγραφον ἡμῶν τῶν ἁμαρτημάτων ἐν τῷ σταυρῷ τῷ σπόγγῳ τῆς φιλανθρωπίας ἀπήλειψε καὶ οὐκ
ἐχάραξεν. Διὰ τί δὲ ἀπήλειψε καὶ οὐκ ἐχάραξεν; Διὰ τί; Ἄκουε. Εἰ ἐχάραξε καὶ οὐκ ἀπήλειψεν, ἤμελλε φέρειν κἂν μικρὸν λείψανον τοῦ προτέρου χρέους. Ὅθεν τοῦτο θεωρήσας καὶ ὁ μακάριος Παῦλος ἐβόα λέγων· Τὸ χειρόγραφον ἡμῶν τῶν ἁμαρτιῶν ἦρκεν ἐκ μέσου Χριστὸς τῷ σταυρῷ αὐτὸ προσηλώσας. Διὰ τί δὲ τῷ σταυρῷ αὐτὸ προσήλωσεν; Ἵνα πᾶς παραπορευόμενος μάθῃ τὴν τούτου ἀκυρωσίαν. Ἐνήστευσε τοίνυν ὁ δεσπότης ἡμῶν Χριστὸς μετὰ τὸ βάπτισμα, ἔπαθε δὲ τοῦτο τὸ ἑκούσιον πάθος οὐκ εὐθὺς μετὰ τὸ βάπτισμα, ἀλλὰ μετὰ τριετῆ χρόνον, τὸ πρὸ ἓξ ἡμερῶν ὡς σημαινόμενον, τὸ παντὸς πάθους ἀναιρετικόν, τὸ τῆς ἐκκλησίας νυμφοστολικόν. Ἔπαθεν οὖν τοῦτο τὸ πάθος μετὰ τὸ πολλὰ καὶ θαυμαστὰ σημεῖα ἐργάσασθαι, μετὰ τὸ νεκροὺς ἀναστῆσαι, μετὰ τὸ παραλύτους σφίγξαι, μετὰ τὸ τυφλοὺς ὀμματῶσαι καὶ λεπροὺς καθαρίσαι. Ἀλλ' ὅμως οἱ ἀπόστολοι πνεύματος ἁγίου ἐμπλησθέντες ταύτας τὰς δύο πανηγύρεις, τὴν νηστείαν καὶ τὸ πάθος συνάψαντες, μίαν ἑορτὴν πάνδημον τῷ γένει τῶν Χριστιανῶν παρέδωκαν. Ἀγαλλιαθῶμεν οὖν καὶ εὐφρανθῶμεν, ὅτι πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν. Διὰ τί; Ἵνα Ἰουδαίους δριμύξῃ καὶ τὰ ἔθνη διασώσῃ. Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν. Διὰ τί; Ἵνα πληρώσῃ τὸ μυστήριον καὶ ἀνοίξῃ τὸ ἱλαστήριον, ἵνα τῷ Λαζάρῳ συνδειπνήσῃ καὶ τὴν ταφὴν προθυμιάσῃ, ἵνα ὡς δοῦλος πειρασθῇ καὶ ὡς υἱὸς ἐλευθερωθῇ. Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν. Διὰ τί; Ἵνα ὑπὲρ τῶν καταδίκων φραγελλωθῇ καὶ ὡς φιλάνθρωπος τούτους μαστίγων ἀπαλλάξῃ. Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν. Διὰ τί; Ἵνα τὴν πλευρὰν λόγχῃ νυχθεὶς τὴν πλευρὰν τοῦ Ἀδὰμ ἰάσηται, ἵνα Ἰούδας ὁ Ἰσκαριώτης τὸ μὲν ὑλικὸν μύρον τριακοσίων δηναρίων διατιμήσηται, τὸν δὲ δεσπότην Χριστὸν τριάκοντα ἀργυρίων συμφωνήσῃ. Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν. Διὰ τί; Ἵνα τὸν σταυρὸν ῥιζώσῃ καὶ τὴν σφραγῖδα ἀνθήσῃ, ἵνα τὸν ᾅδην ἐμφράξῃ καὶ τὸν παράδεισον ἀνοίξῃ. Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν. Διὰ τί; Ἀκάνθινον στέφανον φορέσαι καὶ τὰς ἁμαρτίας ἡμῶν ἐκριζῶσαι, ἵνα τοῖς πιστοῖς συντάξηται καὶ πρὸς τὸν πατέρα ὁδεύσῃ. Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκώς, ὁ λήθῃ παραπεμφθῆναι μὴ δυνάμενος, ὁ πόλεως ἀρχιπολίτης , ὁ ἅπαξ τεθνηκὼς καὶ δεύτερον τῷ βίῳ παραπεμφθείς, ὁ φυσικῷ θανάτῳ κλαπεὶς καὶ δεσποτικῇ χάριτι ἐγερθείς, ὁ ὑπὸ τοῦ τυράννου ταρτάρου ἁρπαγεὶς καὶ ὑπὸ τοῦ βασιλέως Χριστοῦ ἀποσπασθείς, ὁ νόσῳ καταρρυπωθεὶς καὶ λόγῳ ἀνανεωθείς. Ἴστε γὰρ πάντες σαφῶς, οἱ τοῦ Λαζάρου φίλοι, μᾶλλον δὲ οἱ τοῦ κυρίου μαθηταί, ὅτιπερ τοῦ Λαζάρου θανόντος καὶ τάφῳ παραδοθέντος μετὰ τέσσαρας ἡμέρας ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ἵνα τὸν Λάζαρον διυπνίσῃ. Παρ' αὐτῷ γὰρ κεκοίμητο, ἦν γὰρ αὐτοῦ καὶ φίλος ὡς τὰ φίλων διαπραττόμενος. Μάρθα δὲ καὶ Μαρία αἱ ἀδελφαὶ τοῦ Λαζάρου τῷ σωτῆρι προσῆλθον. Ἁπλῆ μὲν ἡ Μαρία οὖσα ἡσυχίαν ἦγεν, συνετώτερον γὰρ ἦν τὸ γύναιον· ἡ δὲ Μάρθα προεκπηδήσασα καὶ ὡς ἐν λύπῃ ὑπάρχουσα παρεκάλει τὸν κύριον βοῶσα· Κύριε, εἰ ἦς ὧδε οὐκ ἄν μου ἀπέθανεν ὁ ἀδελφός· ἀλλὰ καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεόν, δώσει σοι ὁ θεός. Ὁ δὲ κύριος πρὸς τὴν Μάρθαν· Μάρθα, τί ἐσφαλμένα φθέγγῃ; Τί οὐκ οἶδας ὃ λέγεις; Ἐμποδίζεις τῷ ἀδελφῷ σου, οὐ συγχωρεῖς τοῦτον ἀναστῆναι, τῇ λύπῃ μεθύεις. Οὐδέπω ὁ Ἄρειος ἐβλάστησε καὶ σὺ ἀσθενοθεΐας ζιζάνιον προφέρεις λέγουσα· Εἰ ἦς ὧδε οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός. Οὐκ ἤμην ὧδε, Μάρθα; Ἐρώτησον τοὺς μαθητάς μου καὶ μάθε ὅτιπερ εἰ καὶ ἀπὼν ἤμην τῷ σώματι, παρὼν ἤμην τῷ πνεύματι. Μόνον γὰρ ἀπέθανεν ὁ ἀδελφός σου καὶ ὁ συνὼν αὐτῷ ἄγγελος τὴν μετάθεσιν αὐτοῦ ἀνήνεγκέ μοι ὡς βασιλεῖ, εὐθέως
ἔφην πρὸς τοὺς μαθητάς μου· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι τοῦ ἐξυπνίσαι αὐτόν. Θεῷ λέγεις, Μάρθα· Εἰ ἦς ὧδε οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός. Παῦσαι τοίνυν, Μάρθα, συγχωρῶ σοι σφαλλομένῃ, τὸ μὲν διὰ τὴν φύσιν, τὸ δὲ διὰ τὴν θλίψιν. Ἀναστήσεται ὁ ἀδελφός σου. Λέγει αὐτῷ Μάρθα ἔτι προσκόπτουσα τῇ πίστει· Οἶδα, κύριε, ὅτι ἀναστήσεται ὁ ἀδελφός μου ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ, ὅτε καθολικὸν τὸ δῶρον, οὐχὶ δὲ μερικὸν τὸ χάρισμα. Ὁ δὲ Χριστὸς πρὸς αὐτήν· Τί μακρὰν ὁδεύεις, ὦ Μάρθα; Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. Εἰ πιστεύεις, παρακάλει· εἰ δὲ ἀπιστεῖς, ἄπιθι, γύναι· καὶ γὰρ διδάσκειν οὐκ ἐπιτρέπω σοι. Πιστεύεις τοῦτο; Λέγει αὐτῷ Μάρθα· Ναί, κύριε· ἐξ ὅτε γὰρ ἤρξω τῇ δούλῃ σου λαλεῖν, ἄλλη ἀντ' ἄλλης γεγένημαι. Τότε ὁ κύριος ἀποκριθεὶς ἔφη τοῖς παροῦσιν· Ποῦ τεθήκατε αὐτόν; Λέγουσιν αὐτῷ· Ἔρχου καὶ ἴδε. Καὶ ἐπορεύετο ὁ Ἰησοῦς ὡς μὴ εἰδὼς τὸν τάφον ὁ τὴν ψυχὴν τοῦ Λαζάρου βαστάζων· ἐπορεύετο γὰρ οὐκ ἀγνοῶν τὸν τάφον, ἀλλ' ὡς πλείονας βουλόμενος ἑλκύσαι μάρτυρας τῆς ἀναστάσεως. Εἶτα τοῦ Ἰησοῦ πορευομένου ἡ Μάρθα πάλιν δελεασθεῖσα προσῆλθε τῷ σωτῆρι λέγουσα· Κύριε, ποῦ ὑπάγεις; Ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν. Ποῦ ὑπάγεις; Μέλλεις γελᾶσθαι, οὐκ ἐνδέχεται τοῦτον ἀναστῆναι. Ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν. Αἱ τρίχες ἐξέπεσαν, αἱ σάρκες ἐμειώθησαν, αἱ φλέβες διελύθησαν, τῶν ὀστέων αἱ σάρκες τὴν φύσιν ἠρνήσαντο. Κύριε, ποῦ ὑπάγεις; Γέλως γινόμεθα· σκώληκες βόσκονται, ἰχῶρες λιμνάζουσιν. Τὸν υἱὸν τῆς χήρας ἀνέστησας, δέσποτα, ἐπειδὴ πρόσφατος ἦν ὁ νεκρὸς καὶ ἔτι ἡ ψυχὴ αὐτοῦ εἰς τὸ σῶμα περιεπέτατο καὶ ἡ σὰρξ νοτίδα θερμότητος ἐκέκτητο. Οὗτος δὲ ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν. Εἰ καὶ αὐτὸς βούλει, ἀλλ' ὅμως ἡ ψυχὴ οὐ κα ταδέχεται εἰς ὀδῶδες ἀγγεῖον εἰσελθεῖν. Ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν. Ὁ δὲ Χριστὸς πρὸς τὴν Μάρθαν· Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψῃ τὴν δόξαν τοῦ θεοῦ, καὶ εἶπες· Ναί, κύριε, ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ, ὁ εἰς τὸν κόσμον ἐρχόμενος; Τίς σε πάλιν ἐδελέασε μὴ πιστεύειν; Μὴ τῇ Εὕᾳ συνέτυχες; Μὴ τῷ ὄφει συνήντησας; Παῦσαι τοίνυν, ἀσθενόψυχε Μάρθα, καὶ γνῶθι ὅτι οὐκ ἀδυνατεῖ ῥῆμα παρὰ τῷ θεῷ. Θεῷ λέγεις· Ἤδη ὄζει. Πότε μύρον δυσωδίαν αἰδεῖται; Ἄνθρωπος μουσικὸς κεχαυνωμένην κιθάραν διατείνει, καὶ θεὸς νεκρὸν διαλελυμένον οὐκ ἐγείρει; Ταῦτα φήσας ὁ κύριος ἦλθέ φησιν εἰς τὸ σπήλαιον καὶ θεασάμενος τὸν τάφον ὁ Ἰησοῦς ἐδάκρυσεν. Ὢ τῶν πραγμάτων. Ἐδάκρυσεν ὁ δακρύων ἀφαιρέτης. Διὰ τί δὲ ἐδάκρυσεν ὁ κύριος ὃν ἤμελλεν ἐγείρειν; Διὰ τί; Ἵνα καὶ τῆς ἐνανθρωπήσεως πιστώσηται τὴν ἀλήθειαν, καὶ παραστήσῃ τὴν συμπάθειαν , καὶ τῆς θεότητος τὴν ἐξουσίαν γνωρίσῃ. Ἐδάκρυσεν ὁ Ἰησοῦς. Διὰ τί; Ἵνα πληρώσῃ τὸ φάσκον ῥητόν· Κλαίειν μετὰ κλαιόντων καὶ χαίρειν μετὰ χαιρόντων. Ἐδάκρυσεν ὁ Ἰησοῦς. Ἀλλ' εἰ δεῖ ἀκριβέστερον εἰπεῖν διὰ τί ἐδάκρυσεν ὁ Ἰησοῦς, ἐδάκρυσεν οὐ τὸν Λάζαρον, ἀλλὰ τοὺς ἀπίστους Ἰουδαίους. Τότε λέγει ὁ Ἰησοῦς τοῖς παροῦσιν· Ἀποκυλίσατε τὸν λίθον ἀπὸ τοῦ μνήματος. Τί γάρ, δέσποτα, αὐτὸς οὐκ ἰσχύεις τοῦτο ποιῆσαι; Νεκρὸν ἐγείρεις καὶ λίθον οὐ κυλίεις; Οὐκ αὐτὸς εἶπες τοῖς μαθηταῖς σου· Ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν; Ἐκείνοις ὀρέων ἐπαγγέλλῃ μετάθεσιν καὶ σὺ λίθον οὐκ ἰσχύεις ἀποκυλίσαι; Ναί, οὐκ ἀπὸ ἀσθενείας κελεύω, ἀλλ' ἀπὸ σοφίας ἰδίας ἐπιτάττω τοῖς Ἰουδαίοις, ὅπως μὴ μόνον τῇ ὄψει καὶ τῇ ὀσφρήσει πληροφορηθῶσιν, ὅτι ἀλήθεια καὶ οὐ φαντασία τὸ γινόμενον, καὶ ὅτι ἐγώ εἰμι ὁ νεκρῶν καὶ ζώντων κύριος. Εἶτα μετὰ τὸ ἀποκυλίσαι τὸν λίθον ἀνεκραύγασεν ὁ κύριος· Σοὶ λέγω, Λάζαρε, δεῦρο ἔξω , ἵνα κἂν οὕτως παύσηται Μάρθα λέγουσα· "Κύριε, εἰ ἦς ὧδε οὐκ ἄν μου ἀπέθανεν ὁ ἀδελφός." Λάζαρε, δεῦρο ἔξω, ἵνα μάθωσιν οἱ παρόντες ὅτι οὐκ ἀτονῶ διαλελυμένον
ἐγεῖραι. Λάζαρε, δεῦρο ἔξω· ἐγώ σε τοῦ τάφου ἠλευθέρωσα, σύ με ἐν τῷ σταυρῷ πρόπεμψον. Λάζαρε, δεῦρο ἔξω, καὶ λοιπὸν ὡς φίλος συνδείπνει μοι. Εἰ γὰρ καὶ βούλονται Ἰουδαίων παῖδες ἀνελεῖν σε, ἀλλ' ὅμως ἐγὼ συνδειπνῶ σοι. Οὐκ ἐκδίδωμί σε· ἦλθον γὰρ οὐχὶ προδοῦναι, ἀλλ' ὑπὲρ φίλων τὴν ψυχήν μου θεῖναι. Ὅτι δὲ ἐβούλοντο Ἰουδαίων παῖδες ἀνελεῖν τὸν Λάζαρον, οἱ ἀεὶ αἱμοχαρεῖς ὄντες, ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος· Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι ἐβουλεύσαντο ὅπως καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὅτι πολλοὶ δι' αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν. Ὢ τῆς τῶν ἀρχιερέων, μᾶλλον δὲ ἀνιερέων μανίας. Ὃν γὰρ ὁ τάρταρος φρίξας ἀπέδωκεν, οὗτοι θανάτῳ πάλιν περιβαλεῖν ἠβούλοντο. Διὰ τί, ὦ Ἰουδαῖοι, Λάζαρον ἀνελεῖν ἐπιχειρεῖτε; Μὴ γὰρ καὶ αὐτὸς τὸ σάββατον λύει; Τὴν ἀνάστασιν μηνύει· τί δὲ αὐτὸν καὶ βούλεσθε ἀνελεῖν; Ἐὰν γὰρ ὑμεῖς αὐτὸν ἀνέλητε, πάλιν Χριστὸς αὐτὸν ἀναστήσει. Αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
In ramos palmarum (homilia 3a) (sub nomine Joannis Chrysostomi) ̓Ιωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου λόγος εἰς τὰ βαΐα Ηδη τῆς δεσποτικῆς πανηγύρεως προλάμπει τὰ χαρίσμα τα, ἤδη τῆς πανευφήμου ἑορτῆς προτρέχει τὰ μηνύματα, ἤδη τῆς καθολικῆς ἀναστάσεως ἀρραβῶνα δεξάμενος Λά ζαρος τῷ κυρίῳ συνανάκειται, ἤδη τῆς δωρεᾶς τὸ μυστήριον τοὺς τῷ βαπτίσματι προσ τρέχοντας εὐωδιάζει, ἤδη ὁ πιστεύσας λαὸς εἰς ὑπάντησιν τῷ κυρίῳ προσδραμὼν βοᾷ λέγων, καθὼς ἀρτίως ἤκουες· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ. Εὐλογημένος ὁ ἐρχόμενος, ὁ ἀεὶ ἐρχόμενος καὶ ὢν μεθ' ἡμῶν καὶ ἔξω τῶν πιστῶν μηδαμῶς γινόμενος. Ὄντως ὁ ὄχλος ἐκεῖνος βασιλικὴν ἐγνώρισεν εἴσοδον· ὥσπερ γὰρ ἐν τοῖς παροῦσι βασιλέως ἐπιστρατεύσαντος τυράννῳ καὶ μετὰ νίκης ὑποστρέφοντος πάντες οἱ πολῖται τῆς αὐτοῦ πόλεως πρὸ τῆς πόλεως συναντῶσιν ἐγκωμίοις τὴν νίκην ἀμειβόμενοι ἄγει δὲ αὐτοὺς πρὸς τοῦτο οὐκ ἔνδοξος ἔρως ἀλλ' ἐπινίκιος πόθος, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ δεσπότου Χριστοῦ ὡς ἐπὶ βασιλέως τροπαιούχου ἅπαν τὸ πλῆθος καὶ ἐκ τῶν λόγων καὶ ἐκ τῶν βαΐων ἐμήνυον, ὅτι νικητὴς ὁ παραγενάμενος, μᾶλλον δὲ ὅτι θεὸς ὁ γνωριζόμενος· θεῷ γὰρ μόνῳ ἁρμόδιοι αἱ φωναὶ αἱ τότε μὲν λεχθεῖσαι, νῦν δὲ παραναγνωσθεῖσαι καὶ τοῖς συνετοῖς θεῖα μυστήρια παραγυμνοῦσαι. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Τί ἐστιν Ὡσαννὰ ἐν τοῖς ὑψίστοις; Τουτέστι Σῶσον δὴ ὁ ἐν τοῖς ὑψίστοις· τὸ γὰρ Ὡσαννὰ σῶσον δὴ ἑρμηνεύεται τῇ Ἑβραΐδι φωνῇ. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Τουτέστιν ὡς ἄνω σωτηρία καὶ κάτω φιλανθρωπία. Ὦ ὄχλου θεογνωσία ἀγγελικῆς διακονίας μετεσχηκότος, γῆν πατοῦντος καὶ οὐρανὸν χωροβατοῦντος, σῶμα περικειμένου καὶ τὰ τῶν ἀσωμάτων μετερχομένου, Ἰουδαῖοι τὴν προσηγορίαν καὶ Χριστιανοὶ τὴν ἐργασίαν, κοσμικοὶ τὴν διαγωγὴν καὶ ἀποστολικοὶ τὴν ὁμολογίαν. Ἄνωθεν καὶ οὗτοι ὡς Πέτρος τὴν ἀποκάλυψιν ἐδέξαντο· ὥσπερ γὰρ ὁ κορυφαιότατος τῶν ἀποστόλων Πέτρος οὐκ ἐξ οἰκείας μελέτης, ἀλλ' ἐκ θείας ἀποκαλύψεως ἔλεγε πρὸς τὸν κύριον· Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, καὶ ὁ κύριος δεικνύων ὅτι οὐκ ἐξ οἰκείων λογισμῶν, ἀλλ' ἐκ τοῦ πατρὸς ἔλαβε τὴν ἀποκάλυψιν μακαρίζων αὐτὸν ἔλεγεν· Μακάριος εἶ , Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς, τὸν αὐτὸν τρόπον καὶ ὁ ὄχλος ἄνωθεν τὴν ἀποκάλυψιν δεξάμενος ἁρμοδίους φωνὰς ἐβόα πρὸς τὸν κύριον λέγων· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ. Ἔστι δέ τινας ὡς εἰκὸς εἰπεῖν· Καὶ πόθεν ἡμῖν ἀποδείξεις ὅτι ὁ Ἰουδαϊκὸς οὗτος ὄχλος ἄνωθεν ἔλαβε τὴν ἀποκάλυψιν; Πόθεν ὑμῖν ἀποδείξω; Ἐξ αὐτῶν τῶν τοῦ κυρίου ῥημάτων. Ἰδόντες γάρ φησιν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τοὺς παῖδας κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας· Ὡσαννὰ τῷ υἱῷ Δαυΐδ, ἠγανάκτησαν καὶ εἶπαν τῷ Ἰησοῦ· Ἀκούεις τί οὗτοι λέγουσιν; Ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς· Ναί· οὐδέποτε ἀνέγνωτε· Ἐκ στομάτων νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; Καὶ οὐκ ἐκ μόνων δὲ τῶν τοῦ κυρίου ῥημάτων, ἀλλὰ καὶ ἐκ τῆς παραδόξου τῶν ὄχλων συστροφῆς καὶ ἀπαντήσεως καὶ τῶν ἔργων ὧν ἐποίουν, οὐ μόνον κράζοντες, ἀλλὰ καὶ τοὺς κλάδους τῶν ἐλαιῶν καὶ τὰ βαΐα τῶν φοινίκων κόπτοντες καὶ ταῖς χερσὶ φέροντες, καὶ τὰ ἱμάτια αὐτῶν ὑποστρωννύοντες, καὶ σωτῆρα καὶ βασιλέα καὶ κύριον προσαγορεύοντες. Ὅθεν καὶ παντί που δῆλον ὅτι ἄνωθεν
ἐδέξαντο τὴν ἀποκάλυψιν. Πόθεν ἐγνώριζεν ὁ ὄχλος βασιλέα τὸν κύριον; Οὐκ ἐφόρει διάδημα βασιλέως κοσμικοῦ, οὐ περιεβέβλητο ἁλουργίδα, οὐκ ἐπεφέρετο πλῆθος στρατοῦ, οὐ προέτρεχον αὐτοῦ ἵπποι καὶ ἅρματα καὶ ἀσπίδες χρυσο κόλλητοι, οὐκ ἐπωχεῖτο ἅρματι πορφυροστρώτῳ βασιλικῷ· πώλῳ δὲ ἐκαθέζετο ἀλλοτρίῳ, μικρῷ, δώδεκα μαθητὰς μόνους ἐπαγόμενος. Πόθεν οὖν ὁ ὄχλος ἔγνω αὐτὸν βασιλέα τυγχάνειν, εἰ μὴ ἄνωθεν ἔλαβε τὴν ἀποκάλυψιν; Διὸ καὶ οὐκ ἐζήτουν ἐπὶ τοῦ κυρίου διάδημα κοσμικόν· ἔγνωσαν γὰρ αὐτὸν ἀνάρχως βασιλεύοντα. Οὐκ ἐζήτουν ἁλουργίδα· ἐθεώρουν γὰρ αὐτὸν ἀναβαλλόμενον φῶς ὡς ἱμάτιον. Οὐ περιεβλέποντο πλῆθος στρατοῦ, πεισθέντες τῷ εἰρηκότι προφήτῃ· Μύριαι μυριάδες ἀγγέλων ἐλειτούργουν αὐτῷ, καὶ χίλιαι χιλιάδες ἀρχαγγέλων παρειστήκεισαν αὐτῷ. Οὐκ ἐπεζήτουν ἵππους καὶ ἅρματα· ἐγνώρισαν γὰρ Χριστὸν ἁρματηλατοῦντα καὶ τοὺς εὐαγγελιστὰς καθάπερ ἵππους παρακολουθοῦντας, πεισθέντες τῷ εἰρηκότι προφήτῃ Ζαχαρίας δὲ οὗτός ἐστιν, ὅτι Ὀπίσω αὐτοῦ ἵπποι λευκοὶ καὶ πυρροὶ καὶ ποικίλοι καὶ ψαροί. Λευκὸς ἵππος Ματθαῖος, ὡς τὰ τῆς ἐνανθρωπήσεως τοῦ κυρίου σαφέστερον ἐκθέμενος· ψαρὸς ἵππος Μάρκος, ὡς διανθέστερον τὸ εὐαγγέλιον γράψας· ποικίλος ἵππος Λουκᾶς, ὡς εὐγλωττότερον καὶ ποικίλα τὰ κατὰ τὸν κύριον ἐκθέμενος· πυρρὸς ἵππος Ἰωάννης, ὡς τὴν θεότητα τοῦ Χριστοῦ καθάπερ ἀστραπῇ πυρὸς τοῖς ἑαυτοῦ λόγοις ἐκλάμψας, ἐν ἀρχῇ ἦν ὁ λόγος λέγων καὶ θεὸς ἦν ὁ λόγος. Θεόθεν τοίνυν ὁ Ἱεροσολυμιτικὸς ἐκεῖνος πιστὸς ὄχλος τὴν ἀποκάλυψιν δεξάμενος οὐκ ἐσκανδαλίσθη ὑπὸ τοῦ εὐτελοῦς πώλου, ἀλλ' ἐνεδυναμώθη ὑπὸ τῆς δεσποτικῆς παρουσίας. Διὸ μόνον εἶδον τὸν κύριον ἐπιβεβηκότα τῷ πώλῳ, εὐθέως προφητικαῖς προρρήσεσι νυχθέντες, ἀναλαβόντες τὰ βαΐα τῶν φοινίκων ἔλεγον πρὸς ἀλλήλους οἱ ὄχλοι· Τί ἀναμένομεν καὶ οὐκ ἐξερχόμεθα εἰς ἀπάντησιν τοῦ νοητοῦ φοίνικος κρατοῦντες τὰ βαΐα τῶν φοινίκων; Ὁ καρπὸς αὐτοῦ γλυκασμοῦ καὶ ἀθανασίας πλήρης· τὰ φύλλα αὐτοῦ τῆς οἰκουμένης ἰάματα· τὸ στέλεχος αὐτοῦ, τουτέστι τὸ ξύλον τοῦ σταυροῦ, τοῦ κόσμου παντὸς σωτηρία καὶ τρόπαιον τῆς κατὰ τοῦ διαβόλου νίκης. Ἠκούσαμεν τῆς ἐξ ἐθνῶν ἐκκλησίας ἐν τοῖς Ἄισμασι τῶν ᾀσμάτων βοώσης· Ἀναβήσομαι ἐπὶ τὸν φοίνικα, κρατήσω τῶν κλάδων αὐτοῦ. Προλάβωμεν τὴν ἐξ ἐθνῶν ἐκκλησίαν καὶ ὡς φοίνικα νοητὸν καὶ ὡς βασιλέα κραταιὸν ἀσπασώμεθα. Ταῦτα τῶν ὄχλων λεγόντων καὶ διαπραττομένων καὶ τὸν κύριον εὐφημούντων, οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι δριμυχθέντες σφόδρα, ἐπετίμουν τοῖς ὄχλοις λέγοντες· Τί ποιεῖτε, τί ματαιολογεῖτε, προπετέστατοι; Ὡς θεῷ τῷ υἱῷ τοῦ τέκτονος προσέρχεσθε τὰ βαΐα κρατοῦντες; Κύριον ὀνομάζετε τὸν μὴ ἔχοντα ποῦ τὴν κεφαλὴν κλῖναι; Βασιλικὰς φωνὰς βάλλετε τῷ ἐπὶ πώλῳ ὄνου καθεζομένῳ; Οὐχὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ παρ' ἡμῖν εἰσιν; Παύσασθε, προπετέστατοι· εἰ δὲ μή, κολασθήσεσθε. Διὰ τοῦτο γάρ ἐσμεν, ὅπως τοὺς ἐν ὑμῖν προπετεστάτους σημειωσώμεθα δίκας τῆς τόλμης ἀποτιννύντας. Ταῦτα ἀκούσαντες οἱ ὄχλοι τῶν ἀρχιερέων λεγόντων οὐ κινοῦνται μὲν πρὸς στάσιν τῆς εἰρήνης παρούσης, ἀποκρίνονται δὲ πρὸς αὐτοὺς τῆς χάριτος συνεργούσης· Μέμφεσθε ἡμῖν, φαρισαῖοι, καὶ κόλασιν ἀπειλεῖτε ὡς βλασφημίαν προϊεμένοις; Τίνες κολάσεως ἄξιοι, ὑμεῖς οἱ τὰς γραφὰς ἀναγινώσκοντες καὶ μὴ νοοῦντες, ἢ ἡμεῖς οἱ ἀκούοντες καὶ κρατοῦντες; Σφαλλόμεθα βαΐα τῶν φοινίκων τῷ κυρίῳ προσφέροντες; Οὐκ αὐτός ἐστιν ὁ τῆς δικαιοσύνης φοῖνιξ; Οὐ περὶ αὐτοῦ κέκραγεν ὁ προφήτης· Δίκαιος ὡς φοῖνιξ ἀνθήσει; Οὐκ αὐτὸς ἤνθησε τῶν τυφλῶν τὴν ἀνάβλεψιν; Οὐ χωλοῖς ἀκώλυτον τὸν δρόμον ἐχαρίσατο; Οὐ τὸν παράλυτον τὴν βαστάσασαν κλίνην βαστάσαι πεποίηκεν; Οὐ τὸν τεταρταῖον Λάζαρον ἐξήγειρεν ἐκ θανάτου; Οὐ διὰ τοῦτο βούλεσθε τὸν Λάζαρον
πάλιν ἀποκτεῖναι; Οὐχ ὑμεῖς τὸν λίθον ἀπεκυλίσατε, καὶ τῇ ἀπιστίᾳ ὡς λίθοι σκληρύνεσθε; Οὐχ ὑμῖν ἐπέτρεψε λῦσαι τὰς κειρίας, ἵνα μὴ ὡς ἐπὶ τοῦ ἐκ γεννητῆς τυφλοῦ ἄλλον ἐξ ἄλλου τάφου παραπηδήσαντα ψευδολογήσητε; Ἀεὶ ὑμεῖς τοῖς καλοῖς βασκαίνετε, ὦ φαρισαῖοι, καὶ τῷ πλήθει· πιστεύοντι ἐναντιοῦσθε. Διὰ τοῦτο πάλιν τὸν Λάζαρον ἐβουλεύσασθε φονοκτονῆσαι, ἵνα τοῦ ὄχλου τὴν πίστιν ἐκκόψητε. Κείσθω ὅτι φονεύετε τὸν Λάζαρον, οὐ δύναται πάλιν αὐτὸν ἀναστῆσαι; Ἴδωμεν τίς κοπωθήσεται, ὑμεῖς φονεύοντες ἢ ἐκεῖνος ἐγείρων. Ὑμεῖς ἔργῳ καὶ κόπῳ φονεύετε, αὐτὸς λόγῳ ἀνίστησιν. Τίς μᾶλλον κοποῦται; Οὐχ ὁ λόγος τοῦ ἔργου κουφότερος; Σφαλλόμεθα, ὦ φαρισαῖοι, ὅτι ὡς βασιλεῖ προσήλθομεν τῷ κυρίῳ; Τὸν πῶλον θεωροῦντες μᾶλλον ἐνεδυναμώθημεν· διὸ καὶ βασιλέα κραταιὸν γνωρίζομεν καὶ ἔχομεν τὴν γραφὴν παρὰ πόδας, ἵνα μάθητε καὶ συνῆτε ὅτι οὐχ ἡμεῖς σφαλλόμεθα, ἀλλ' ὑμεῖς πλανᾶσθε. Ἔχετε τὸν προφήτην Ζαχαρίαν· τούτου τοὺς λόγους ἀναπτύξατε, φοβήθητε αὐτοῦ τὸ δρέπανον τῆς ἐκδικήσεως, ὅτι οὗτος ὁ προφήτης ἐκ πολλῶν τῶν χρόνων τὴν Ἰουδαίαν εὐαγγελιζόμενος κέκραγεν· Χαῖρε σφόδρα, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἥσυχος, καθήμενος ἐπὶ πῶλον ὄνου υἱὸν ὑποζυγίου. Μὴ σφαλλόμεθα τὴν γραφὴν ἀναγινώσκοντες καὶ τὸν βασιλέα γνωρίζοντες καὶ ἑαυτοὺς εὐεργετοῦντες καὶ τοὺς ἀμφιβάλλοντας ἐπιστρέφοντες; Τὸν προφήτην κατέχετε καὶ τὸν προφητευθέντα νοεῖν οὐ θέλετε; Ἀπόστητε τοιγαροῦν, ὦ φαρισαῖοι· ὅσον ἡμῖν ἐπίκεισθε, τοσοῦτον μᾶλλον ἡμῶν τὸν ζῆλον διεγείρετε. Διὸ οὐ παυόμεθα βοῶντες· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. Γνωρίζομεν τὸ ὄνομα, ὦ φαρισαῖοι· τοῦτο τὸ ὄνομα τῆς Αἰγύπτου ἡμᾶς ἠλευθέρωσε καὶ τὴν θάλασσαν βατὴν πεποίηκε καὶ τὴν ἔρημον ἐπόλισε καὶ εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι ἐνῴκισε, τὸν προφήτην βοᾶν παρεσκεύασεν· Γνώτωσαν ὅτι ὄνομά σοι κύριος, σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. Καὶ ὅτι μὲν ὁ ὄχλος εὐπειθὴς ὑπῆρχεν, οἱ δὲ ἀρχιερεῖς ἀπειθεῖς, ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος· Καὶ συνεβουλεύσαντο οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀπο κτείνωσιν, ὅτι πολλοὶ δι' αὐτὸν τῶν Ἰουδαίων ὑπῆγον καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν. Εἶδες τῶν ἀρχιερέων τὴν μανίαν; Ἵνα ἐκκόψωσι τῆς πίστεως τὸ πλῆθος , ἐζήτουν τὸν Λάζαρον ἀποκτεῖναι λέγοντες πρὸς ἑαυτούς· Ἐὰν τὸν Ἰησοῦν ἀποκτείνωμεν, καταλείψωμεν δὲ τὸν Λάζαρον ζῶντα, οὐδὲν ὠφελοῦμεν· τοῦτον γὰρ ὁρῶντες εἰς ἐκεῖνον πιστεύουσιν. Ὅπως οὖν μὴ καὶ μετὰ θάνατον πρόσκομμα ἡμῖν γένηται τοῦ πιστεύειν πάλιν τινὰς εἰς τὸν Ἰησοῦν, ἀποκτείνωμεν τὸν Λάζαρον, ἵνα πάντῃ τὴν μνήμην αὐτοῦ ἐξαλείψωμεν. Ταῦτα δὲ ἔλεγον οἱ ἀρχιερεῖς ὡς ἄνθρωποι ματαιόφρονες, μὴ συνιέντες ὅτι ὁ κύριος μέλλων τὸν ἑκούσιον θάνατον καταδέχεσθαι ὑπὲρ τῆς τοῦ κόσμου ἀθανασίας, οὐκ ἤμελλε τὸν Λάζαρον μόνον καὶ τὴν τούτου ἔγερσιν μνήμην τῷ κόσμῳ καταλιμπάνειν, ἀλλὰ καὶ τὸν ἀκαταμάχητον σταυρόν, ὃν οὐ δυνήσονται οὔτε πορθῆσαι οὔτε κρύψαι οὔτε ματαιῶσαι, διὰ πάσης τῆς οἰκουμένης δεικνύντα τῆς ἐνεργείας αὐτοῦ τὴν δύναμιν. Ποῖος γὰρ οἶκός ἐστιν ὁ μὴ ἔχων τοῦ σταυροῦ τὸ σημεῖον, τρόπαιον κατὰ δαιμόνων καὶ φυλακτήριον ψυχῶν ὑπάρχον; Τί οὖν ὁ εὐαγγελιστής; Καλὸν γὰρ καὶ τὴν κεφαλὴν τῆς πάσης περικοπῆς ψηλαφῆσαι. Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος· Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὃν ἤγειρεν ἐκ νεκρῶν. Καὶ ποία αὕτη ἡ Πρὸ ἓξ ἡμερῶν ἡμέρα; Ἡ παροῦσα ἡμέρα, ἡ τὸν πρόδρομον Ἰωάννην χαρακτηρίζουσα. Ὥσπερ γὰρ Ἰωάννης προέδραμε τοῦ κυρίου, οὕτω καὶ αὕτη προέδραμε τῆς ἀναστάσεως· καὶ ὥσπερ ὁ Ἰωάννης δακτυλοδεικτῶν τὸν κύριον ἔλεγεν· Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν
ἁμαρτίαν τοῦ κόσμου, οὕτω καὶ αὕτη δακτυλοδεικτοῦσα τὴν μέλλουσαν κυριακὴν κέκραγε λέγουσα· Ἴδε ἡ μήτηρ τῶν μελλόντων ἀναγεννᾶσθαι. Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα. Ἀκούσατε τὴν ἡμέραν· οὐ γὰρ ἁπλῶς κεῖται τὸ Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα, ἀλλ' ἵνα σὺ μάθῃς ἑαυτὸν προκαθαίρειν ἀπὸ πάσης κηλῖδος, ἵνα λύσῃς ἔχθραν, ἵνα παύσῃς ὀργήν, ἵνα σβέσῃς διαβολήν, ἵνα σφίγξῃς ἀγάπην καὶ πλατύνῃς φιλοπτωχίαν, ἵνα μὴ μόνος σὺ ἑορτάσῃς ἀλλὰ καὶ ὁ ἐνδεούμενος συνεορτάσῃ σοι· ἐὰν γὰρ μὴ μεταδῷς τῷ χρείαν ἔχοντι, σὺ μὲν ἑορτάζεις, ἐκεῖνος δὲ στυγνάζει. Ὅπως οὖν μὴ γένηται ἐπὶ σοῦ τὸ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου, μετάδος τῷ χρείαν ἔχοντι, εὐποίησον τῷ ἐνδεουμένῳ, ὅπως καὶ σὺ διὰ παντὸς ἑορτάσῃς κἀκεῖνος συνευωχηθῇ. Τί οὖν ὁ εὐαγγελιστής; Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὃν ἤγειρεν ἐκ νεκρῶν. Ὢ τῆς τοῦ κυρίου σοφίας. Ἤγειρε τὸν Λάζαρον, ἵνα ἐρεθίσῃ τὸν διάβολον. Ἄκουε διὰ βραχέων. Ὡς εἶδεν ὁ διάβολος τοῦ κυρίου βοήσαντος· Λάζαρε, δεῦρο ἔξω, καὶ πάντα τὰ καταχθόνια διαλυθέντα καὶ τὰς κάτω δυνάμεις μὴ ὑποφερούσας κρατεῖν ὡς βασιλικοῦ προστάγματος καταπεμφθέντος, μᾶλλον δὲ ὡς θεϊκοῦ βουλήματος ἐνεργοῦντος, καὶ ὅτι παραυτὰ αἱ μὲν τρίχες Λαζάρου ἄνωθεν ἐρριζοῦντο, τῶν δὲ νεύρων αἱ διαλύσεις συνεσφίγγοντο, τῶν δὲ σαρκῶν αἱ μειώσεις ἀνεπληροῦντο, τῶν δὲ ὀστέων ὁ χωρισμὸς συνηρμόζετο, τῶν δὲ ἰχώρων τὰ ῥεῖθρα συνεστέλλοντο, τὸ δὲ πνεῦμα τὸ ζωτικὸν ὑπεισήρχετο, ἡ δὲ δέσποινα ψυχὴ τὴν ἀρχαίαν προτέραν μονὴν ἀπελάμβανεν, ὡς εἶδε ταῦτα καὶ τὰ παραπλήσια τούτων γινόμενα, θορυβηθεὶς καὶ ἐναγώνιος γενόμενος ἐπέτασσε ταῖς ὑπ' αὐτὸν δυνάμεσι λέγων· Ἀντιτάξασθε, κραταιώθητε, τὴν ἐμὴν βασιλείαν μὴ προδῶτε. Ὦ τί πέπονθα; Καταλύεται τὸ κράτος τοῦ θανάτου, ὅπερ διὰ τῆς ἁμαρτίας ἐκτησάμην· ὃν ἔχω τέσσαρας ἡμέρας κρατῶν νῦν ἀναδίδωμι βίᾳ. Μεγάλῃ συμφορᾷ περιπέπτωκα· ἠρξάμην ἐξεμεῖν οὓς κατέπιον. Οὐ διὰ τὸν Λάζαρον μόνον κλαίω, φοβοῦμαι μὴ καὶ τοὺς ἄλλους οὓς κατέχω ἀπὸ τοῦ Ἀδὰμ μεχρὶ τοῦ νῦν ἀπολέσω. Σπουδῆς μοι χρεία καὶ πολλῆς ἰσχύος· εἰ μὴ προκαταλάβω τὸν τῷ λόγῳ συλοῦντά με, πάσης μου τῆς ὑπάρξεως κενὸν ἀποδείξει με. Εὗρον ὃ πράξω, ἔγνων τί ποιήσω· ἔχω τοὺς Ἰουδαίους συνδρόμους, μισθοῦμαι τὸν Ἰούδαν, ἀεί μοι οὗτος ὑπουργεῖ καλῶς. Φιλάργυρος γὰρ ὢν προσελθούσης γυναικὸς τὸ μύρον τριακοσίων δηναρίων διετιμήσατο κόπους παρέχων αὐτῇ· καὶ τὸ μὲν μύρον διετιμήσατο τριακοσίων δηναρίων, τὸν δὲ δεσπότην τοῦ μύρου τριάκοντα δηναρίων πωλήσει. Πολλῆς μοι οὖν σπουδῆς χρεία σταυρὸν κατασκευάσαι· αὐτός μου τὸν Λάζαρον ἔλαβεν, ἐγὼ αὐτὸν ὧδε ὅλον καθελκύσω καὶ τοῖς νεκροῖς συναριθμήσω, ἵνα μάθῃ κατὰ μείζονος μὴ στρατεύεσθαι. Ταῦτα καὶ τὰ παραπλήσια τούτων βουλεύσασθαι καὶ εἰπεῖν τὸν διάβολον ἠρέθισε τὸ τὸν Λάζαρον ἐκ νεκρῶν ἀναστῆναι. Διὸ καὶ τοὺς Ἰουδαίους εἰς μείζονα φθόνον διήγειρεν ὥστε ὑπουργῆσαι τῇ βουλῇ αὐτοῦ καὶ σταυρὸν τῷ κυρίῳ κατασκευάσαι, ἵνα γένηται ἡ κατάρα εὐλογία καὶ τὸ ξύλον τοῦ σταυροῦ τοῖς πᾶσι σωτηρία. Διὰ γὰρ τῆς τοῦ Λαζάρου ἀναστάσεως ὁ μὲν διάβολος ἐταράχθη, οἱ δὲ φαρισαῖοι συνήχθησαν, ἡ Μάρθα ἐπληροφορήθη, ἡ Μαρία ἐδοξάσθη, ἡ ἀνάστασις προανεδείχθη, οἱ μαθηταὶ κραταιότεροι ἐγένοντο, καὶ πολλοὶ τῶν Ἰουδαίων πιστεύσαντες εἰς τὸν κύριον Ἰησοῦν Χριστὸν ὑπήντησαν αὐτῷ μετὰ κλάδων καὶ βαΐων κράζοντες καὶ λέγοντες· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
In ramos palmarum (homilia 3) (olim sub nomine Joannis Chrysostomi) Λεοντίου πρεσβυτέρου Κωνσταντινουπόλεως λόγος εἰς τὰ προφωτίσματα καὶ εἰς τὰ βαΐα καὶ εἰς τὴν ἔγερσιν τοῦ Λαζάρου Ἤδη τῆς δεσποτικῆς πανηγύρεως παρακύπτει τὰ χαρίσματα, ἤδη τῆς πανευφήμου ἑορτῆς προτρέχει τὰ σήμαντρα, ἤδη τοῦ ἀΰλου νυμφίου προλάμπει τὰ πέπλα, ἤδη τῆς καθολικῆς ἀναστάσεως προεαρίζουσιν αἱ ἡδοναί, ἤδη ὁ τῆς ἀναστάσεως ἀρραβὼν προλάμπει ὃν δεξάμενος ὁ Λάζαρος τῷ κυρίῳ συνέστιος γίνεται, ἤδη τῆς δωρεᾶς τὸ μύρον τοὺς προστρέχοντας εὐωδιάζει, ἤδη οἱ τοῦ βασιλέως πιστοὶ φύλακες τὴν μεγαλόπολιν ταύτην κατέλαβον, ἤδη ὁ πιστὸς λαὸς εἰς ἀπάντησιν τῷ κυρίῳ προσδραμὼν βοᾷ λέγων, καθὼς ἤκουες· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ, ὁ ἄρρητος. Εὐλογημένος ὁ ἐρχόμενος καὶ μεθ' ἡμῶν εὑρισκόμενος καὶ ἔξω τῶν πάντων μηδαμῶς γινόμενος. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ. Ὄντως ὁ ὄχλος ἐκεῖνος βασιλικὴν ἐγνώρισεν εἴσοδον· ὥσπερ γὰρ ἐν τοῖς παροῦσι κοσμικοῦ βασιλέως ἐπιστρατεύσαντος τυράννῳ, καὶ ἐκ τῆς νίκης ὑποστρέφοντι πάντες οἱ πολῖται τῆς αὐτοῦ πόλεως συναντῶσιν ἄνθη βαστάζοντες, ἐπαίνους πλέκοντες, ἀντὶ ῥόδων ἐγκώμια βάλλοντες ἄγει δὲ αὐτοὺς πρὸς τοῦτο οὐ κενόδοξος ἔρως ἀλλ' ἐπινίκιος πόθος, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ δεσπότου Χριστοῦ ὡς ἐπὶ βασιλεῖ τροπαιούχῳ ἅπαν τὸ πλῆθος καὶ ἐκ τῶν λόγων καὶ ἐκ τῶν βαΐων ἐγνώριζον ὡς νικητὴς ὁ παραγενάμενος, μᾶλλον δὲ ὡς θεὸς <ὁ> γνωριζόμενος· θεῷ γὰρ μόνῳ ἁρμόδιοι αἱ τότε μὲν βληθεῖσαι φωναί, νυνὶ δὲ παραναγνωσθεῖσαι, ἐν τοῖς θείοις δὲ μυστηρίοις ἀνθοῦσαι. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Τί ἐστιν Ὡσαννὰ ἐν τοῖς ὑψίστοις; Τουτέστι Σῶσον δὴ ὁ ἐν τοῖς ὑψίστοις· τὸ γὰρ Ὡσαννὰ σῶσον δὴ ἑρμηνεύεται τῇ Ἑβραΐδι φωνῇ. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Τουτέστιν ὡς ἄνω σωτηρία, οὕτως καὶ κάτω φιλανθρωπία. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ. Ἀγγελικὴν διακονίαν μετῄεισαν, γῆν πατοῦντες καὶ οὐρανὸν χωροβατοῦντες, σῶμα περικείμενοι καὶ τὰ τῶν ἀσωμάτων μετερχόμενοι, Ἰουδαῖοι τὴν προσηγορίαν καὶ Χριστιανοὶ τὴν ἐργασίαν, κοσμικοὶ τὴν διαγωγὴν καὶ ἀποστο λικοὶ τὴν καλλονήν, ἄνωθεν καὶ οὐ κάτωθεν τὴν ἑρμηνείαν δεξάμενοι. Ὥσπερ γὰρ ὁ κορυφαιότατος τῶν ἀποστόλων Πέτρος οὐκ ἐξ οἰκείας μελέτης, ἀλλ' ἐκ τῆς θείας ἄνωθεν πατρόθεν ἀποκαλύψεως ἔλεγε πρὸς τὸν κύριον· Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντοςδιὸ καὶ ὁ κύριος ἐμφαίνων αὐτῷ καὶ μακαρίζων καὶ γνωρίζων ὅτι οὐκ ἐξ οἰκείας μελέτης, ἀλλὰ πατρόθεν ἔλαβε τὴν ἀποκάλυψιν ἔλεγεν· Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς, τὸν αὐτὸν τρόπον καὶ ὁ ὄχλος ἄνωθεν τὴν ἀποκάλυψιν δεξάμενος ἁρμοδίους φωνὰς πρὸς τὸν κύριον ἔβαλλε λέγων· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ. Ἔστι δὲ πάντως εἰπεῖν τινα· Καὶ πόθεν ἡμῖν ἡ ἀπόδειξις ὅτι ὁ Ἰουδαϊκὸς ὄχλος ἄνωθεν ἔλαβε τὴν μαρτυρίαν; Πόθεν; Ἐξ αὐτῶν τῶν φωνῶν καὶ τῆς ἁρμοδίου εὐφημίας. Εἰ μὲν γάρ τινας λιτὰς ἔβαλλον φωνάς, οἴκοθεν ἐποιοῦντο τὴν εὐφημίαν· εἰ δὲ καὶ σωτῆρα καὶ βασιλέα καὶ κύριον καὶ ὡσαννὰ προσηγόρευον, παντί που δῆλον ὅτι ἄνωθεν ἐδέξαντο τὴν ἀποκάλυψιν. Πόθεν γὰρ ἐγνώριζεν ὁ ὄχλος τὸν κύριον βασιλέα; Οὐκ ἐφόρει διάδημα κοσμικόν, οὐ περιεβέβλητο ἁλουργίδα, οὐκ ἐπεφέρετο πλῆθος στρατοῦ, οὐ προέτρεχον αὐτοῦ ἵπποι καὶ ἅρματα χρυσοκόλλητα, οὐκ ἐπωχεῖτο ἅρματι
πορφυροστρώτῳ βασιλικῷ· εὐτελεῖ πώλῳ ἐκαθέζετο, ἀλλοτρίῳ, μικρῷ, δώδεκα μαθητὰς μόνους ἐπαγόμενος. Πόθεν οὖν ὁ ὄχλος ἔγνω αὐτὸν βασιλέα τυγχάνειν, εἰ μὴ ἄνωθεν ἔλαβε τὴν ἀποκάλυψιν; Διὸ καὶ οὐκ ἐζήτουν ἐπὶ τοῦ κυρίου διάδημα κοσμικόν· ᾔδεισαν γὰρ αὐτὸν ἀνάρχως βασιλεύοντα. Οὐκ ἐζήτουν ἁλουργίδα· ἐπείσθησαν τῷ εἰρηκότι· Ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Οὐκ ἐζήτουν πλῆθος στρατιωτῶν· ἐπείσθησαν γὰρ τῷ εἰρηκότι· Μύριαι μυριάδες ἀγγέλων ἐλειτούργουν αὐτῷ, καὶ χίλιαι χιλιάδες ἀρχαγγέλων παρειστήκεισαν αὐτῷ. Οὐκ ἐζήτουν ἐπὶ τοῦ κυρίου ἵππους καὶ ἅρματα· ἐγνώριζον γὰρ ὅτι αὐτός ἐστιν ὁ τὸν Ἡλίαν ἐν ἅρματι πυρίνῳ ἀναλαβών, καὶ τοὺς εὐαγγελικοὺς ἵππους παρακολουθοῦντας αὐτῷ γινώσκοντες, πεισθέντες τῷ εἰρηκότι προφήτῃ· Ὀπίσω αὐτοῦ ἵπποι πυρροὶ καὶ λευκοὶ καὶ ποικίλοι καὶ ψαροί. Πυρρὸς ἵππος Ματθαῖος, ὡς τὰ τῆς ἐνανθρωπήσεως τοῦ κυρίου λαμπρῶς ἐκθέμενος· ψαρὸς ἵππος Μάρκος, ὡς διανθέστερον τὸ εὐαγγέλιον γράψας· ποικίλος ἵππος Λουκᾶς, ὡς εὐγλωττότερον καὶ ποικιλώτερον τὰ κατὰ τὸν κύριον ἐκθέμενος· λευκὸς ἵππος Ἰωάννης, ὡς λευκότερον πᾶσαν αἵρεσιν στηλιτεύσας. Ἵππους δὲ ταχυδρόμους εἰς πᾶσαν τὴν γῆν τὸ εὐαγγέλιον κομίζοντας καὶ Ἁμβακοὺμ τοὺς ἀποστόλους ὠνόμασεν εἰπών· Καὶ ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου, θάλασσαν τροπικῶς τὸν ἅπαντα κόσμον καλέσας. Οὐκ ἐζήτουν οὖν ἐπὶ τοῦ κυρίου ὄχημα λιθοκόλλητον, πορφυρόστρωτον, βασιλικοῖς ὅπλοις διηνθισμένον· ᾔδεισαν γὰρ τὰ χερουβὶμ καὶ τὰ σεραφίμ, τὰς ἑξαπτερύγους λαμπάδας ὄχημα κεκτημένον, πεισθέντες τῷ εἰρηκότι· Ὁ καθήμενος ἐπὶ τῶν χερουβίμ, ἐμφάνηθι. Θεόθεν τοίνυν ὁ Ἱεροσολυμιτικὸς ἐκεῖνος ὄχλος τὴν ἀποκάλυψιν δεξάμενος οὐκ ἐσκανδαλίσθη ὑπὸ τοῦ εὐτελοῦς πώλου, ἀλλ' ἐνεδυναμώθη ὑπὸ τῆς δεσποτικῆς παρουσίας. Διὸ μόνον εἶδε τὸν κύριον ἐπιβάντα τῷ πώλῳ ὁ πιστὸς ἐκεῖνος ὄχλος, εὐθέως προφητικαῖς προρρήσεσι νυγέντες, ἀναλαβόντες τὰ βαΐα τῶν φοινίκων ἔλεγον πρὸς ἀλλήλους οἱ ὄχλοι· Τί ἀργοῦμεν καὶ οὐκ ἐξερχόμεθα εἰς ἀπάντησιν τοῦ φοίνικος ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων ὀνομαζομένου; Δρεψώμεθα οὖν τὰ βαΐα τῶν φοινίκων· ὁ γὰρ καρπὸς αὐτοῦ ἀθανασίας πλήρης, τὰ φύλλα αὐτοῦ τῆς αἱμορροούσης ἰάματα, τὸ στέλεχος αὐτοῦ τὸ σταυριαῖον ῥίζωμα. Ἠκούσαμεν τῆς ἐξ ἐθνῶν ἐκκλησίας καὶ ὡς φοίνικα νοητὸν καὶ ὡς βασιλέα κραταιὸν εὐφημούσης αὐτόν. Διὰ τῶν βαΐων τοίνυν καὶ ἡμεῖς ἀσπασώμεθα αὐτὴν καὶ δι' αὐτῆς τὸν δεσπότην Χριστόν. Ταῦτα τῶν ὄχλων διαπραττομένων καὶ τὸν κύριον εὐφημούντων, οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι δριμυχθέντες σφόδρα, ἐπετίμουν τοῖς ὄχλοις λέγοντες· Τί ποιεῖτε, τί ματαιο λογεῖτε, τί προπετεύεσθε; Ὡς θεῷ τῷ υἱῷ τοῦ τέκτονος προσέρχεσθε; Βαΐα φοινίκων προσφέρετε τῷ μὴ ἔχοντι ποῦ τὴν κεφαλὴν κλῖναι; Βασιλικὰς φωνὰς βάλλετε τῷ ἐπὶ πώλῳ ὄνου καθεζομένῳ; Οὐχὶ ὁ πατὴρ καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ πάντες παρ' ἡμῖν εἰσιν; Παύσασθε μήπως κατακριθέντες οἱ ἐν ὑμῖν προπετεῖς κολασθήσονται. Διὰ τοῦτο γὰρ ἀπεστάλημεν, ὅπως τοὺς ἐν ὑμῖν προπετεῖς σημειωσώμεθα, εὐκαίρως δίκας τῆς τόλμης ἀποτιννύντας. Ταῦτα ἀκούσαντες οἱ ὄχλοι τῶν ἀρχιερέων λεγόντων οὐ κινοῦνται πρὸς στασιασμὸν τῆς εἰρήνης παρούσης, ἀποκρίνονται δὲ πρὸς αὐτοὺς τῆς χάριτος συνεργούσης· Μέμφεσθε ἡμῖν, ὦ φαρισαῖοι, καὶ κόλασιν ἀπειλεῖτε ὡς βλάσφημα προϊεμένοις; Τίνες κολάσεως ἄξιοι, ὑμεῖς οἱ τὰς γραφὰς ἀναγινώσκοντες καὶ μὴ νοοῦντες, ἢ ἡμεῖς οἱ ἀκούοντες καὶ κρατοῦντες; Σφαλλόμεθα βαΐα φοινίκων τῷ κυρίῳ προσφέροντες; Οὐκ αὐτός ἐστιν ὁ τῆς δικαιοσύνης φοῖνιξ; Οὐ περὶ αὐτοῦ κέκραγεν ὁ προφήτης· Δίκαιος ὡς φοῖνιξ ἀνθήσει; Οὐκ αὐτὸς ἤνθησε τῶν τυφλῶν τὴν ἀνάβλεψιν; Οὐ χωλοῖς παλινδρομίαν
ἐχαρίσατο; Οὐ παραλύτοις κλινοβασταξίαν ἔδωκεν; Οὐ τὸν τεταρταῖον Λάζαρον ἄνωθεν πάλιν ἐξήγειρεν; Διὰ τοῦτο βούλεσθε πάλιν τὸν Λάζαρον ἀποκτεῖναι. Οὐχ ὑμεῖς τὸν λίθον ἀπεκυλίσατε, καὶ τῇ ἀπιστίᾳ ὡς λίθοι σκληρύνεσθε; Οὐχ ὑμῖν ἐπέτρεψε λῦσαι τὰ νεκροτάφια, ἵνα μὴ ὡς ἐπὶ τοῦ ἐκ γεννητῆς τυφλοῦ ἄλλον ἐξ ἄλλου τοῦ τάφου παρεκπηδήσαντα ψευδολογήσητε; Ἀεὶ ὑμεῖς τοῖς καλοῖς βασκαίνετε, ὦ φαρισαῖοι, καὶ τῷ πλήθει πιστεύοντι ἐναντιοῦσθε. Διὰ τοῦτο πάλιν τὸν Λάζαρον ἐβουλεύσασθε φονοκτονῆσαι, ἵνα τοῦ ὄχλου τὴν πίστιν θερίσητε. Κείσθω ὅτι φονεύετε τὸν Λάζαρον, οὐ δύναται πάλιν αὐτὸν ἀναστῆσαι; Ἴδωμεν τίς κοπωθήσεται, ἢ ὑμεῖς φονεύοντες ἢ αὐτὸς ἐγείρων. Ὑμεῖς κόπῳ φονεύετε, αὐτὸς λόγῳ ἀνίστησιν. Τίς μᾶλλον κοποῦται; Σφαλλόμεθα, ὦ φαρισαῖοι, ὅτι ὡς βασιλεῖ προσήλθαμεν τῷ κυρίῳ; Τὸν πῶλον θεωροῦντες μᾶλλον ἐνεδυναμώθημεν· διὸ καὶ βασιλέα κραταιὸν αὐτὸν γνωρίζομεν καὶ ἔχομεν τὴν γραφὴν παρὰ πόδας, ἵνα μάθητε συνετῶς ὅτι οὐχ ἡμεῖς σφαλλόμεθα, ἀλλὰ ὑμεῖς πλανᾶσθε. Ἔχετε τὸν προφήτην Ζαχαρίαν· ἀναπτύξατε τοῦτον, φοβήθητε αὐτοῦ τὸ δρέπανον τῆς ἐκδικήσεως. Οὐχὶ αὐτὸς ὁ προφήτης ἐκ πολλῶν τῶν χρόνων τὴν Ἰουδαίαν εὐαγγελιζόμενος κέκραγε λέγων· Χαῖρε σφόδρα, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾶος καὶ ἥσυχος, καθήμενος ἐπὶ πῶλον ὄνου υἱὸν ὑποζυγίου; Μὴ σφαλλόμεθα τὴν γραφὴν ἀναγινώσκοντες καὶ τὸν βασιλέα γνωρίζοντες καὶ ἑαυτοὺς εὐεργετοῦντες καὶ τοὺς ἀμφιβάλλοντας ἐπιστρέφοντες; Τὸν προφήτην κατέχετε καὶ τὸν προφητευθέντα νοεῖν οὐ θέλετε; Ἀπόστητε τοιγαροῦν, ὦ φαρισαῖοι· ὅσον γὰρ ἐπιτρίβεσθε, τοσοῦτον μᾶλλον ἡμῶν τὸν ζῆλον διεγείρετε. Διὸ οὐ παυόμεθα βοῶντες· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. Γνωρίζομεν τὸ ὄνομα, ὦ φαρισαῖοι· τοῦτο τὸ ὄνομα τῆς Αἰγύπτου ἡμᾶς ἠλευθέρωσε καὶ τὴν θάλασσαν βατὴν πεποίηκε καὶ τὴν ἔρημον ἐπόλισε καὶ εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι ᾤκισε καὶ τὸν προφήτην βοᾶν ἠρέθισεν· Γνώτωσαν ὅτι ὄνομά σοι κύριος, σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. Καὶ ὅτι ὁ μὲν ὄχλος εὐπειθὴς ὑπῆρχεν, οἱ δὲ ἀρχιερεῖς ἀπειθεῖς, ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος· Συνεβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀπο κτείνωσιν, ὅτι πολλοὶ δι' αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν. Εἶδες τῶν ἀρχιερέων τὴν μανίαν; Ἵνα ἐκκόψωσι τοῦ πλήθους τὴν πίστιν, ἐζήτουν καὶ τὸν Λάζαρον ἀποκτεῖναι λέγοντες πρὸς ἑαυτούς· Ἐὰν τὸν Ἰησοῦν μόνον ἀποκτείνωμεν, καταλείψωμεν δὲ τὸν Λάζαρον ζῶντα, οὐδὲν ὠφελοῦμεν· τοῦτον ὁρῶντες εἰς ἐκεῖνον πιστεύσουσιν. Ὅπως οὖν μὴ καὶ μετὰ θάνατον πρόσκομμα ἡμῖν γένηται τοῦ πιστεύειν τινὰς εἰς τὸν Ἰησοῦν, ἀποκτείνωμεν τὸν Λάζαρον, ὅπως ἂν πάντῃ τὴν μνήμην αὐτοῦ ἐξαλείψωμεν. Ταῦτα δὲ ἔλεγον οἱ ἀρχιερεῖς ὡς ἄνθρωποι ματαιόφρονες, μὴ συνιέντες ὅτι ὁ κύριος, ὁ μέλλων τὸν ἑκούσιον θάνατον καταδέχεσθαι ὑπὲρ τῆς τοῦ κόσμου ἀθανασίας, οὐκ ἤμελλε τὸν Λάζαρον ἐν μνημείῳ καταλιμπάνειν. Ὅθεν στήσαντες τὸν σταυρὸν τὸν ἀκαταμάχητον, οὐ δύνανται τοῦ λοιποῦ τοῦτον πορθῆσαι οὔτε κρύψαι· διὰ πάσης γὰρ τῆς κτίσεως ἐνεργεῖ. Ποῖος γὰρ οἶκος ὁ μὴ ἔχων τὸν σταυρὸν θεμέλιον; Ποῖον πλοῖον τὸ μὴ πηδαλιουχούμενον ὑπὸ τοῦ σταυροῦ; Ποία πόλις ἡ μὴ ἔχουσα τὸν σταυρὸν φρούριον; Ποῖος βασιλεὺς ὁ μὴ ἀναδεσμούμενος τὸν σταυρόν; Ποία παρθένος ἡ μὴ ἔχουσα τὸν σταυρὸν βακτηρίαν; Ποία ἐκκλησία ἡ μὴ τῷ σταυρῷ τετειχισμένη; Ποία χήρα ἡ μὴ ἔχουσα βακτηρίαν τὸν σταυρόν; Ποῖος ὀρφανὸς ὁ μὴ ἔχων ἀρωγὸν τὸν σταυρόν; Σταυρὸς ἐν νυκτὶ φωτίζει, ἐν ἡμέρᾳ λαμπαδουχεῖ, χειμῶνας συμφορῶν παύει, ἔαρ καλεῖ, θέρος ἐπισπᾶται, συζυγίαν συσφίγγει, ὀρφανοὺς ἀνατρέφει, φιλίαν αὔξει, διὰ πάντων τῶν ἀγαθῶν ἐνεργεῖ. Τί οὖν ὁ εὐαγγελιστής; Καλὸν γὰρ καὶ τὴν κεφαλὴν τῆς
πάσης περικοπῆς διαψηλαφῆσαι. Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος· Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὃν ἤγειρεν ἐκ νεκρῶν. Ἄκουε συνετῶς. Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν. Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα. Καὶ ποία αὕτη ἡ Πρὸ τῶν ἓξ ἡμερῶν ἡμέρα; Ποία αὕτη; Ἡ παροῦσα ἡμέρα, ἡ τὸν πρόδρομον Ἰωάννην προχαρακτηρίζουσα. Ὥσπερ γὰρ Ἰωάννης προέδραμε τοῦ κυρίου, οὕτω καὶ αὕτη προέδραμε τῆς ἀναστάσεως· καὶ ὥσπερ Ἰωάννης δακτυλοδεικτῶν τὸν κύριον ἔλεγεν· Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, οὕτω καὶ αὕτη δακτυλοδεικτοῦσα τὴν μέλλουσαν κυριακὴν κέκραγε λέγουσα· Ἴδε ἡ μήτηρ τῶν μελλόντων ἀναγεννᾶσθαι. Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα. Ἄκουε τὴν ἡμέραν καὶ ταύτην περιβλέπου· ὁ τῆς ἡμέρας, τὴν ἡμέραν· ὁ τοῦ φωτός, τὸ φῶς· ὁ τοῦ ἡλίου, τὸν ἥλιον· ὁ τῆς νύμφης, τὸν νυμφίον. Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν. Ἄκουε τὴν ἡμέραν· οὐχ ἁπλῶς κεῖται Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα· μηνύει τὴν ποσότητα, ἵνα καθαρίσῃς ἑαυτὸν ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· προκαθάρσιον γάρ ἐστιν αὕτη ἡ ἡμέρα. Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα, ἵνα προκαθαρίσῃς ἑαυτὸν ἀπὸ πάσης κηλῖδος, ἵνα λύσῃς ἔχθραν , ἵνα παύσῃς ὀργήν, ἵνα σβέσῃς διαβολήν, ἵνα συσφίγξῃς ἀγάπην, ἵνα πλατύνῃς φιλοπτωχίαν, ἵνα μὴ μόνον σὺ ἑορτάσῃς ἀλλὰ καὶ ὁ ἐνδεόμενος συνεορτάσῃ σοι· ἐὰν γὰρ σὺ μὴ μεταδῷς τῷ χρείαν ἔχοντι, σὺ μὲν ἑορτάζεις, ἐκεῖνος δὲ στυγνάζει. Ὅπως μὴ γένηται καὶ ἐπὶ σοῦ ἡ τοῦ πλουσίου ἐκείνου ἀνταπόδοσις, ὅστις εὐφραινόμενος καθ' ἡμέραν λαμπρῶς τῷ Λαζάρῳ ψιχίων οὐ μετέδωκεν, μετάδος οὖν ἐκ τῆς σῆς τραπέζης τῷ χρείαν ἔχοντι καὶ εὐποίησον τοὺς ἐνδεομένους, ὅπως καὶ σὺ διὰ πάντων ἑορτάσῃς καὶ ὁ πένης συνευωχηθῇ, ἵνα μὴ οἱ κύνες φιλανθρωπότεροί σου γένωνται. Ἄκουε συνετῶς. Ἐὰν γὰρ σὺ μὴ εὐποιήσῃς τὸν ὁμόδοξόν σου πένητα, τὸν χρείαν παραμυθίας ἔχοντα, ἐκεῖνος δὲ ἀπ' ἀνάγκης παρὰ σοῦ μὴ εὐεργετηθεὶς προσέλθῃ αἱρετικῷ, κἀκεῖνος αὐτὸν παραμυθήσηται, γέγονεν ὁ κύων σοῦ φιλανθρωπότερος· πᾶς γὰρ αἱρετικὸς καθυλακτεῖ τοῦ ποιμένος. Τί οὖν ὁ εὐαγγελιστής; Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὃν ἤγειρεν ἐκ νεκρῶν. Ὢ τῆς τοῦ κυρίου εὐεργεσίας. Ἐγείρει τὸν Λάζαρον , ἵνα ἐρεθίσῃ τὸν διάβολον. Τί ἐστιν Ἐγείρει τὸν Λάζαρον, ἵνα ἐρεθίσῃ τὸν διάβολον; Ἄκουε διὰ βραχέων· καλὸν γὰρ καταπαῦσαι τὸν λόγον διὰ τὴν ἐπικειμένην ἐργασίαν. Ὡς εἶδεν ὁ διάβολος τὸν κύριον βοήσαντα· Λάζαρε, δεῦρο ἔξω, καὶ πάντα τὰ καταχθόνια διαλυθέντα καὶ τὰς κάτω δυνάμεις μὴ ὑποφερούσας ὡς βασιλικοῦ προστάγματος ἐμφανισθέντος, μᾶλλον δὲ ὡς θεϊκοῦ βουλήματος ἐνεργοῦντος, καὶ ὅτι παραυτὰ αἱ μὲν τρίχες Λαζάρου ἄνωθεν ἐρριζοῦντο, τῶν δὲ νεύρων αἱ διαλύσεις συνεσφίγγοντο, τῶν δὲ ὀστέων ὁ χωρισμὸς συνεγομφοῦτο, τῶν δὲ ἰχώρων τὰ ῥεῖθρα συνεστέλλοντο, τὸ δὲ πνεῦμα τὸ ζωτικὸν συνεισήρχετο, ἡ δὲ δέσποινα ψυχὴ τὴν προτέραν νομὴν ἀπελάμβανεν, ὡς εἶδεν ὁ διάβολος ταῦτα καὶ τὰ παραπλήσια τούτων γινόμενα, θορυβηθεὶς καὶ ἐν ἀγωνίᾳ γενόμενος ἐπέταττε ταῖς ὑπ' αὐτοῦ δυνάμεσι λέγων· Ἀντίσχετε, κρατήσατε, τῆς ἐμῆς βασιλείας μὴ προκρίνητε. Τί πέπονθα, ἄνανδροι; Ἀναλύεται τὰ κράτη τοῦ θανάτου· ὃν γὰρ ἔχω τέσσαρας ἡμέρας κρατῶν ἀναδίδωμι βίᾳ. Μεγάλῃ συμφορᾷ παρεμπέπτωκα· ἠρξάμην ἐμεῖν οὓς κατέπιον. Οὐ διὰ τὸν Λάζαρον μόνον κλαίω, φοβοῦμαι μὴ καὶ τὸν Ἀδὰμ ἀπολέσω. Σπουδῆς μοι χρεία καὶ γοργότητος· εἰ μὴ προκαταλάβωμαι τὸν συντελοῦντά με , πάσης με τῆς ὑπάρξεως κενὸν ἀποδείξει. Οἶδα τί πράξω· ἔχω τοὺς Ἰουδαίους συνδρόμους, μισθοῦμαι τὸν Ἰούδα, ἀεί μοι λῃστὴς συμπράττει. Καλῶς τὸ μύρον
τριακοσίων διετιμήσατο δηναρίων· ἤδη συνέπεισα τὸν Ἰούδα τὸ μὲν μύρον τριακοσίων διατιμήσασθαι δηναρίων, τὸν δὲ δεσπότην τοῦ μύρου τριάκοντα ἀργυρίων πωλῆσαι. Σπουδῆς μοι χρεία· σταυρὸν κατασκευάσω· αὐτὸς τὸν Λάζαρον ἔλαβεν, ἐγὼ ὅλον αὐτὸν συγκαθελῶ, τοῖς νεκροῖς αὐτὸν συναριθμήσω, ἵνα μάθῃ κατὰ μείζονος μὴ στρατεύεσθαι. Αἱ δὲ κάτω δυνάμεις πρὸς αὐτόν· Ὅλον τὸν Ἰησοῦν ὧδε κατασπάσαι βούλει, καὶ νεκροῖς αὐτὸν συναριθμῆσαι βούλει; Βλέπε μὴ καθ' ἑαυτοῦ σκέπτῃ· ἔχεις αὐτοῦ πεῖραν, ἐπάλαισας αὐτῷ ἐν τῇ ἐρήμῳ· οὐχὶ τρίτον προσῆλθες καὶ τρισσῶς ἔπεσας; Εἰ ἀπὼν τοσαῦτα δύναται, ἐὰν κατέλθῃ, τί μέλλεις πράττειν; Διὰ ταῦτα καὶ τὰ παραπλήσια τούτων ἐγείρει τὸν Λάζαρον ὁ κύριος, ἵνα τὸν διάβολον ἐρεθίσῃ σταυρὸν πελεκῆσαι, ἵνα γένηται ἡ κατάρα εὐλογία καὶ ὁ σταυρὸς πᾶσι βοηθός. Ἡ γὰρ τοῦ Λαζάρου ἀνάστασις τὸν μὲν διάβολον ἐδρίμυξεν , τοὺς δὲ φαρισαίους ἐκάπνισεν, τὴν δὲ Μάρθαν ἐπληροφόρησεν, τὴν δὲ Μαριὰμ ἐδόξασεν, τὴν δὲ ἀνάστασιν προηρραβωνίσατο, τοὺς δὲ μαθητὰς κραταιοτέρους ἀπέδειξεν. Ἔστι δὲ πάντως εἰπεῖν τινα· Καὶ πῶς ἡ ἀνάστασις τοῦ Λαζάρου τοὺς μαθητὰς κραταιοτέρους ἀπέδειξεν; Πῶς; Ἄκουε διὰ βραχέων. Ἴστε πάντες σαφῶς ὅτι πέραν τοῦ Ἰορδάνου τυγχάνοντος τοῦ κυρίου Λάζαρος ἀπέθανεν ἐν Βηθανίᾳ. Βουλόμενος τοίνυν ὁ κύριος τοὺς ἑαυτοῦ μαθητὰς πληροφορῆσαι πρὸ πάντων ὅτι οὐκ ἦν ἐν μέρει ἀλλὰ πανταχοῦ ὡς θεός, καὶ ὅτι οὐδὲν αὐτὸν λέληθε τῶν γινομένων, λέγει πρὸς τοὺς ἑαυτοῦ μαθητάς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. Οἱ δὲ ἀπόστολοι ἀνθρωπινώτερον ἀκούσαντες, τοῖς ῥήμασι καὶ οὐ τῇ δυνάμει προσεσχηκότες, φυσικώτερον ἀποκρίνονται πρὸς τὸν κύριον λέγοντες· Κύριε, εἰ κεκοίμηται, σωθήσεται. Ὅμως λέγε ἡμῖν, ἐπιστάτα· σὺ ἐνταῦθα πέραν τοῦ Ἰορδάνου, Λάζαρος ἐν Βηθανίᾳ, πῶς ἔγνως ὅτι κεκοίμηται; Ὁ δὲ Χριστὸς πρὸς αὐτούς· Εἶπον ὑμῖν ὅτι κεκοίμηται, καὶ χαίρω δι' ὑμᾶς, ἵνα γνῶτε ὅτι οὐκ ἤμην ἐκεῖ σώματι· κατανοήσατε τὴν ἀπερίγραπτον τῆς θεότητός μου δύναμιν, ὅτι καὶ ὧδε κἀκεῖ εἰμι καὶ πανταχοῦ. Ὅπως δὲ μὴ μόνον τῶν ῥημάτων ἀλλὰ καὶ τῶν πραγμάτων ἐπόπται γενήσεσθε, ἄγωμεν πρὸς αὐτόν. Ἐλθὼν τοίνυν ὁ Ἰησοῦς εἰς τὸ μνημεῖον ἐβόησεν· Λάζαρε, δεῦρο ἔξω, καὶ εὐθέως ἐξῆλθε γνωρίσας τοῦ δημιουργοῦ τὴν φωνήν. Ἐξῆλθεν ἔχων τὰς χεῖρας δεδεμένας καὶ τοὺς πόδας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. Ὢ τῆς ὑπερβολῆς τῶν θαυμάτων. Τί πλέον ἦν θαυμάσαι; Τὸν ἐγερθέντα ἐκ νεκρῶν, τὸν δεδεμένον τρέχοντα; Ἀλλ' ἵνα μὴ φαντασίαν τὸ πρᾶγμα νομίσωσιν οἱ ἄπιστοι Ἰουδαῖοι, οἰκείαις χερσὶ τοῦτον λῦσαι προσέταξεν αὐτοῖς εἰπών· Λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν. Αὐτόν φησι μάρτυρα δέξασθε· αὐτὸς ὑμᾶς γνωρίσει τίς εἰμι, ὁ δεσπόζων οὐρανίων καὶ ἐπιγείων καὶ καταχθονίων. Αὐτῷ τῷ Χριστῷ ἡ δόξα σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
In resurrectionem domini (homilia 9) Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Λεοντίου πρεσβυτέρου Κωνσταντινουπόλεως εἰς τὴν ἀνάστασιν τοῦ κυρίου Εὔκαιρον καὶ παναρμόνιον καὶ πρέπον τῷ παρόντι καιρῷ πεισθέντας ἡμᾶς τῷ ἱεροψάλτῃ Δαυῒδ λέγειν ἅπερ ἀρτίως ὑπεψάλλομεν· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Ὄντως ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν, ὅτι εἴδομεν ὃ ἐπεθυμήσαμεν, ὅτι ἐψηλαφήσαμεν ὃ ἐζητήσαμεν, ὅτι κατενοήσαμεν ὃ προσεδοκήσαμεν, ὅτι τὸ ἔαρ τῶν Χριστιανῶν ἀνέτειλεν, ὅτι ἀνέτειλε τῶν ὁσίων τὰ ἄνθη, ὅτι ὑψώθη τῶν νεοφωτίστων τὰ κρίνα, ὅτι λάμπει τῆς κολυμβήθρας τὰ τέκνα. Ὄντως αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Ὦ ἡμέρα, πάσης ἡμέρας ἡμέρα, ὦ ἡμέρα, ἡ τὸ σκότος τῆς ἀγνωσίας παύσασα καὶ τὸ φῶς τῆς γνώσεως γνωρίσασα, ὦ ἡμέρα, ἡ τὴν νύκτα τῆς συναγωγῆς ἀχρειώσασα καὶ τὸν ὄρθρον τῆς ἀναστάσεως ὑποδείξασα, ὦ ἡμέρα, ἡ τὸν ζόφον τῶν ἀπίστων καταργήσασα καὶ τὸν λόγον τῶν πιστῶν κατευνάσασα, ὦ ἡμέρα , ἡ βασιλέα καὶ ἰδιώτην ὡσαύτως γνωρίσασα, ὦ ἡμέρα, ἡ τὸν διάβολον συλήσασα καὶ μηδένα χρεώστην καταλείψασα, ὦ ἡμέρα, ἡ τοὺς πρὸ τούτου δούλους νῦν τῶν δεσποτῶν ἱερεῖς ἀναδείξασα, ὦ ἡμέρα, ἡ τοσαύτας λογικὰς περιστερὰς τῷ θυσιαστηρίῳ παραστήσασα. Ποῦ νῦν τῶν Σαββατιανῶν οἱ κόρακες βόσκονται; Ποῦ τῶν συλησάντων τὸ πάσχα τὰ μάταια προβλήματα; Πότε ὁ διάβολος ἀθρόως ἀπώλεσε παῖδας, τότε ἢ νῦν; Πότε τὸ δεσποτικὸν τῆς διδασκαλίας δίκτυον τοσούτους λογικοὺς νεοττοὺς ἐζώγρησεν, τότε ἢ νῦν; Πότε ὁ οὐρανὸς τῆς ἀναστάσεως τοσούτους λογικοὺς ἀστέρας ἐπὶ γῆς ἀνέδειξεν, τότε ἢ νῦν; Πότε τὰ ἐλαίῳ καὶ κηρῷ ἀρδευόμενα φῶτα τὰς ἡλιακὰς ἀκτῖνας ὑπερηκόντισεν, τότε ἢ νῦν; Πότε οἴκων θυρίδες, πυλῶνές τε καὶ προπύλαια τοσαύτην λύχνων ἐφόρεσαν πεζίδα, τότε ἢ νῦν; Οὐ πείθει σε, κλεψοπασχίτα, τὰ ῥήματα; Πληροφορείτω σε τὰ μηνύματα.
Οὐχ ὁρᾷς σήμερον πάντα τὰ ὑπ' οὐρανὸν λαμπροῖς πέπλοις καλλωπιζόμενα; Σὺ δὲ οὔτε ἐν τῷ προσαγορευομένῳ σου πάσχα δεδοικὼς καθαρὰν ἐφόρεσας ἐσθῆτα, οὔτε νῦν ἐν τῇ πανδήμῳ ἑορτῇ ἐρυθριῶν λαμπρὰν περιβέβλησαι στολήν. Πῶς οὖν ἑώρτασας, ὁ μηδέποτε καθαροῖς ἠμφιεσμένος; Ἔστι δὲ πάντως εἰπεῖν τινα ἐξ αὐτῶν· Τί οὖν; Καθαρὸν ἔνδυμα σῴζει τὸν ἄνθρωπον; Εἰ μὴ δέ τις ἀμφιάσηται τὴν στολὴν ἑορτάζων, οὐκ ἑορτάζει; Ἄκουε, ὁ ταῦτα λέγων· κυρίως μὲν ἔνδυμα καθαρὸν οὐ σῴζει τὸν ἄνθρωπον, ἀλλὰ ψυχὴ ἔκλαμπρος καὶ βίος ἐνάρετος· δεῖ δὲ παντὶ τρόπῳ τὸν τὴν ἀνάστασιν ἑορτάζοντα ἀναλόγως τῆς ἑορτῆς φορεῖν τὸ ἔνδυμα, καθ' ὅσον ἔχει, οὐ καθ' ὃ οὐκ ἔχει. Οὕτω γὰρ καὶ σήμερον παρ' ἡμῖν καὶ οἱ πτωχοὶ βασιλικοῖς τοῖς πέπλοις τῇ προθέσει κοσμοῦνται.
Διὸ δεῖ τοὺς υἱοὺς τῆς ἀναστάσεως καὶ τῷ ψυχικῷ ἐνδύματι καὶ τῷ σωματικῷ ἐξάσπρους καὶ καθαροὺς ὑπάρχειν, μήποτε ἀνεπιτηδείων ἡμῶν εὑρεθέντων ἀκού σωμεν παρὰ τοῦ νυμφίου Χριστοῦ· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; Οὕτω γὰρ καὶ αὐτὸς ὁ τῆς ἀναστάσεως τροπαιοῦχος Χριστὸς τὴν ἀνάστασιν μηνύων ἐν τῷ ὄρει τῆς μεταμορφώσεως, οὐ μόνον τὸ πρόσωπον ἔξασπρον ἀπέδειξεν, ἀλλὰ καὶ τὸν ἱματισμὸν ὑπερήστραψεν, ὡς ἕνα τῶν εὐαγγελιστῶν ἀπομνημονεύσαντα λέγειν· Καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένοντο στίλβοντα, λευκὰ ὡς χιών, οἷα οὐ μὴ δυνηθῇ κναφεὺς ἐπὶ γῆς λευκᾶναι. Διὰ τοῦτο καὶ οἱ υἱοὶ τῆς ἀναστάσεως, καθὼς ὁρᾶτε, οὐ μόνον τὴν στολὴν λαμπράν, ἀλλὰ καὶ τὰ ὑποδήματα ὁμοιόσχημα φοροῦσιν, τὴν παλαιότητα τοῦ Ἀδὰμ ἀποδυσάμενοι καὶ τὴν καινότητα τοῦ δεσπότου Χριστοῦ ἠμφιεσμένοι, κατὰ τὸν μακάριον Παῦλον τὸν λέγοντα· Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.
Ὅτι δὲ πάντα ἐν τῇ ἀναστάσει λευκὰ καὶ ἔξασπρα οὐ μόνον ἐπὶ γῆς ἀλλὰ καὶ ἐν οὐρανοῖς δεῖ κεκτῆσθαι ἡμᾶς, ἤκουες Ματθαίου λέγοντος· Ὀψὲ σαββάτων ἐπιφωσκούσης κυριακῆς ἦλθε Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία εἰς τὸν τάφον τοῦ Ἰησοῦ, καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· κατελθὼν γὰρ ἄγγελος ἐκ τῶν οὐρανῶν ἀποκυλίσας τὸν λίθον· ἐκάθητο ἐπάνω αὐτοῦ· ἦν δὲ ἡ εἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών. Ὄντως αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ, ὅτι οὐκέτι ὁ ζυγὸς τοῦ νόμου βαρεῖ, ἀλλὰ τὸ ἐλαφρὸν τῆς χάριτος παρακαλεῖ. Ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ, ὅτι οὐκέτι ἡ κιβωτὸς τὸν Νῶε μόνον διασῴζει, ἀλλ' ὁ ἐκ τῆς παρθένου πάντα τὸν κόσμον διασῴζει. Ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ, ὅτι οὐκέτι γιγαντιαῖος οἶκος καταστρέφεται, ἀλλ' εὐκτήριος οἶκος ἐγείρεται· ὅτι οὐκέτι πῦρ ἐπὶ Σόδομα βρέχει , ἀλλ' ὑετὸς ἐπὶ τὴν παρθένον δροσίζει· ὅτι οὐκέτι στήλη ἁλὸς ἡ γυνὴ τοῦ Λὼτ σχηματίζεται, ἀλλ' ἐν ἡμέρᾳ φωτὸς ἡ τοῦ κυρίου νύμφη δοξάζεται. Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Ἡμεῖς εὐφρανθῶμεν· Ἰουδαῖοι γὰρ πενθοῦσιν, μὴ πεισθέντες Δαυῒδ τῷ προφήτῃ, ἐκ πολλῶν τῶν χρόνων περὶ τῆς ἀφθάρτου τοῦ κυρίου ἀναστάσεως διαγορεύοντος καὶ λέγοντος οὕτως· Οὐκ ἐγκατελείφθη ἡ ψυχὴ αὐτοῦ εἰς ᾅδην, οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. Τί λέγεις, Ἰουδαῖε; Εἰ ἕτερος ἀνέστη ἐκ νεκρῶν ἄφθαρτος, λέγε καὶ πιστεύομεν. Εἰ δὲ οὐδεὶς ἕτερός ἐστιν εἰ μὴ ὁ δεσπότης Χριστός, ὁ ἐκ πολλῶν τῶν χρόνων βοήσας διὰ τοῦ προφήτου πρὸς τὸν ἐθνικὸν λαόν· Ὑπόμεινόν με εἰς ἡμέραν ἀναστάσεώς μου, λέγει κύριος, διότι τὸ κράτος μου εἰς συναγωγὰς ἐθνῶν, τί οὐ προστρέχεις, ἀλλὰ φεύγεις; Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Ἡμεῖς εὐφρανθῶμεν· φαρισαίων γὰρ παῖδες πενθοῦσιν. Διὰ τί; Μὴ πεισθέντες τῷ πατριάρχῃ Ἰακώβ, ἐκ πολλῶν τῶν χρόνων περὶ τῆς βασιλικῆς τοῦ κυρίου ἀναστάσεως ἐκβοήσαντος καὶ λέγοντος οὕτως· Ἀναπεσὼν ἐκοιμήθη ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγείρει αὐτόν; Τί λέγεις, Ἰουδαῖε; Δὸς ἡμῖν ἕτερον βασιλικῶς ἀναστάντα καθ' ὁμοιότητα λέοντος, καὶ πιστεύομεν οἷς λέγεις.
Εἰ δὲ οὐδεὶς ἕτερος εἰ μὴ μόνος ὁ δεσπότης Χριστὸς ὡς λέων ἐκαθεύδησε τὸ τριήμερον καὶ ὡς σκύμνος ἀνέστη, ὡς ἔστιν αὐτοῦ τοῦ κυρίου ἀκοῦσαι λέγοντος ἐκ πολλῶν τῶν χρόνων πρὸ τῆς ἐνανθρωπήσεως· Ἐγὼ ὡς πανθὴρ τοῦ Ἐφραὶμ καὶ ὡς λέων τοῦ οἴκου Ἰούδα, τί οὐ προσκυνεῖς τῷ ἀναστάντι; Ἔστι δὲ πάντως εἰπεῖν τινα· Καὶ διὰ τί καθ' ὁμοιότητα ὁ κύριος τοῦ λέοντος ἐν τῷ τύμβῳ ἐποίησεν; Διὰ τί; Διὰ τὴν φυσικὴν ἕξιν τοῦ λέοντος· λέων ὑπνῶν ἐν τῷ οἰκείῳ σπηλαίῳ ἐν ᾧ καθεύδει, τοὺς ὀφθαλμοὺς ἀνεῳ γμένους ἔχει· τὸν αὐτὸν τρόπον καὶ ὁ δεσπότης Χριστὸς καθευδήσας ἐν τῷ θανάτῳ τριήμερον τὰ τῆς θεότητος ὄμματα οὐκ ἐκάμμυσεν. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
In sanctam parasceven (homilia 7) Λεοντίου πρεσβυτέρου Κωνσταντινουπόλεως λόγος εἰς τὴν ἁγίαν παρασκευὴν καὶ εἰς τὸ πάθος τοῦ Χριστοῦ καὶ εἰς τὸν δίκαιον Ἰώβ Μεγάλα τῆς προσευχῆς τὰ χαρίσματα, ἀνεξάλειπτα ταύτης τὰ κατορθώματα. Ὅπου δ' ἄν τις περιστρέψῃ τὸ τῆς διανοίας ὄμμα, οὐδὲ προσευχῆς τιμιώτερον εὑρήσει. Προσευχὴ τὸν Νῶε διεκυβέρνησεν καὶ τοῦ θεηλάτου κατακλυσμοῦ ἀναυάγητον διετήρησεν· προσευχὴ τὴν στείρωσιν τῆς Ἄννας διέλυσεν καὶ τῆς ἐπαράτου κατάρας παραδόξως ἀπήλλαξεν· προσευχὴ τῷ Ἰωνᾶ τὴν κοιλίαν τοῦ κήτους εὐκτήριον οἶκον εἰργάσατο καὶ Νινευΐταις τὴν πόλιν ἄτρωτον διετήρησεν· προσευχὴ Ἐζεκίᾳ τῷ βασιλεῖ πεντεκαιδεκαετῆ χρόνον ἐχαρίσατο. Καὶ ἵνα μὴ μακρολογῶ πόσον δύναται προσευχή, αὐτὸν τὸν κύριον εἰς μέσον ἀγάγωμεν, τὸν ποιήσαντα καὶ διδάξαντα, τὸν μὴ μόνον προσευξάμενον ἀλλὰ καὶ προσεύχεσθαι παραινέσαντα, ὡς ἔστιν αὐτοῦ ἀκοῦσαι λέγοντος πρὸς τοὺς ἑαυτοῦ μαθητάς· Ὅταν προσεύχεσθε, λέγετε· Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου. Ὡς τέκνα πατέρα παρακαλεῖτε, ὡς στρατιῶται τὸν βασιλέα περιμένετε, ὡς πολιτογραφηθέντες εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, πλὴν τοῦ δεσποτικοῦ ὀνόματος μηδὲν ἕτερον ἐπιβοᾶτε. Οὐ μόνον δὲ ὑπὲρ ἑαυτῶν τοὺς μαθητὰς ὁ κύριος ἐδίδαξε προσεύχεσθαι, ἀλλὰ καὶ ὑπὲρ τῶν ἐπηρεαζόντων καὶ ἐχθραινόντων καὶ ἐπιβουλευόντων, ὡς ἔστιν αὐτοῦ ἀκοῦσαι τοῦ κυρίου λέγοντος πρὸς αὐτούς· Προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς. Ὃ ἐδίδαξεν ὁ κύριος καὶ ἐποίησεν· προσηύξατο καὶ αὐτὸς ὑπὲρ τῶν ἀθετούντων αὐτὸν ἐχθρῶν. Καὶ πότε προσηύξατο ὑπὲρ τῶν ἐχθρῶν ὁ κύριος; Πότε; Τῇ παρούσῃ παρασκευῇ, ὅτε παρέστη τῷ σταυρῷ. Σήμερον γάρ, ὡς ἴστε, ὁ πάντων κριτὴς σταυροῦται. Διὸ καὶ ὡς εἶδεν ἑαυτὸν ὁ κύριος ὑπὸ τῶν Ἰουδαίων σταυρούμενον καὶ τοὺς Ἰουδαίους ὑπὸ τῶν ἀψύχων στοιχείων κατακρινομένους, καὶ ὅτι ὁ ἥλιος ἐσκοτίζετο, ἐκεῖνοι δὲ οὐκ ἐστύγναζον, καὶ ὅτι σεισμὸς καθολικὸς ἐγίνετο, ἐκεῖνοι δὲ τῆς κακίας οὐ μετεφέροντο, καὶ ὅτι τὸ καταπέτασμα τοῦ ναοῦ διερρήγνυτο, ἐκείνων δὲ αἱ καρδίαι οὐ κατηνοίγοντο, καὶ ὅτι πολλὰ μὲν ἠνοίγοντο μνήματα, ἐκείνων δὲ αἱ ψυχαὶ οὐκ ἐφωτίζοντο, καὶ ὅτι νεκροὶ μὲν ἀνίσταντο, ἐκεῖνοι δὲ τοῖς νεκροῖς συνελογίζοντο, οὕτως καὶ ὁ κύριος φιλανθρωπευόμενος τὸ τῶν ἀνθρώπων γένος ἐν αὐτῷ τῷ σταυρῷ προσηύχετο πρὸς τὸν ἑαυτοῦ πατέρα τῇ παρούσῃ παρασκευῇ λέγων· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην, οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Εἶδες, ὦ φίλε, πῶς ὃ ἐδίδαξε καὶ ἐπλήρωσεν, πῶς ὑπὲρ τῶν ἐχθρῶν προσεύχεται; Διὰ τί; Ἤθελεν ὁ πατὴρ τοῦ κυρίου ὡς ἀγανακτῶν ὑπὲρ τῆς ὕβρεως τοῦ υἱοῦ θανατῶσαι τὸ τῶν Ἰουδαίων φῦλον, τοὺς ἀντὶ προσκυνήσεως σταυρὸν πελεκῶντας, καὶ ἀντὶ παρακλήσεως ἥλους χαλκεύοντας, καὶ ἀντὶ προσφορᾶς ὄξος προσάγοντας, καὶ ἀντὶ δώρων καλάμῳ τύπτοντας, καὶ ἀντὶ κειμηλίων ἀκάνθινον στέφανον πλέκοντας, καὶ τολμηρῶς βοῶντας· Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Διὰ ταῦτα βουλευομένου τοῦ πατρὸς ἐξαλεῖψαι παραυτὰ τὸ τῶν Ἰουδαίων φῦλον, ὁ μονογενὴς υἱὸς ὡς μεσίτου τάξιν εἰληφὼς παρεκάλει τὸν πατέρα λέγων· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην, οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Πολλοὶ γὰρ ἐξ αὐτῶν ἐπιστρέψουσιν· διὸ παρακαλῶ, μὴ συνθερισθῇ ζιζανίοις σῖτος, μὴ συναπόλλωνται λύκοις ἀρνειοί, μὴ συνφθαρῶσι κόραξι περιστεραί, μὴ συγκαυθῶσιν ἀκάνθαις ῥόδα. Οὐ μόνον Καϊάφας ἐνταῦθα μαστίζων, ἀλλὰ καὶ Παῦλος ἐπιστρέφων· οὐ
μόνον ὁ δοῦλος τοῦ ἀρχιερέως ῥαπίζων, ἀλλὰ καὶ Στέφανος τὸ μαρτύριον εὐτρεπίζων. Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Ταῦτα δὲ ὁ υἱὸς ἔλεγε πρὸς τὸν πατέρα οὐχ ὡς τοῦ πατρὸς ἀγνοοῦντος τί βούλεται ὁ υἱὸς ἢ τοῦ υἱοῦ ἀμφιβάλλοντος τί θέλει ὁ πατήρ– μία γὰρ βούλησις πατρὸς καὶ υἱοῦ· ἐκεῖνο γὰρ οἶδεν ὁ λόγος ὃ θέλει ὁ νοῦς, <καὶ ἐκεῖνο οἶδεν ὁ νοῦς> ὃ θέλει ὁ λόγος–, οὐχ ὡς ἀγνοῶν τοίνυν τὴν τοῦ πατρὸς βούλησιν ἔλεγε ταῦτα, ἀλλ' ὡς βουλόμενος καὶ ἐν αὐτῷ τῷ σταυρῷ ὁ μονογενὴς υἱὸς τὴν ἐμφάνειαν τοῦ πατρὸς ποιήσασθαι, ἵνα μὴ ὡς ξένος καὶ νόθος διαβληθῇ, ἀλλ' ὡς γνήσιος καὶ τῆς αὐτῆς οὐσίας ὤν. Διὰ ταῦτα προσεύχεται ὁ μονογενὴς υἱός, ὅπως τοῦ πατρὸς τὴν ἐμφάνειαν ποιήσηται, ὅπως ὃ ἔλαβε παρὰ τοῦ πατρὸς ἀντιδῷ καὶ αὐτὸς τῷ πατρί. Ἔστι δὲ πάντως εἰπεῖν τινα· Τί ἐστιν ὃ ἔλαβε παρὰ τοῦ πατρός, ἵνα ἀντιδῷ καὶ αὐτὸς τῷ πατρί; Ἄκουε ἅπερ οὐκ ἀγνοεῖς· διὸ ὑπομιμνήσκω, οὐ διδάσκω. Ἤκουες ἐν τῷ βαπτίσματι τῷ Ἰορδανιαίῳ ἄνωθεν τοῦ πατρὸς βοῶντος· Οὖτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα, αὐτοῦ ἀκούετε. Ὁ πατὴρ τὸν υἱὸν σημαίνει καὶ γνωρίζει τοῖς ἀνθρώποις. Βουλόμενος τοίνυν ὁ υἱὸς ἀνταποδοῦναι ταύτην τὴν μαρτυρίαν τῷ πατρὶ ἐν αὐτῷ τῷ σταυρῷ ἐβόα· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην, οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Καὶ ὅτι δι' ἐμφάνειαν ταῦτα ὁ μονογενὴς υἱὸς ἐφώνησεν, ἄκουε αὐτοῦ τοῦ υἱοῦ πρὸς τὸν πατέρα λέγοντος· Πάτερ , ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις. Τούτου γὰρ χάριν καὶ ἡ οἰκονομία, ἵνα ὁ πατὴρ γνωρίσῃ τὸν υἱόν, ἵνα ὁ υἱὸς γνωρίσῃ τὸν πατέρα, ὡσαύτως μεταξὺ πατρὸς καὶ υἱοῦ γνωρισθῇ καὶ τὸ ἅγιον πνεῦμα. Ὁμοίως πάλιν ἄκουε τὸν υἱὸν προσευχόμενον καὶ λέγοντα πρὸς τὸν πατέρα· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Ἀλλὰ σύ, ἀκρόατα, μὴ ἀρνήσῃ τὴν γνώμην, μὴ σμικρύνῃς τὸν ἀκατάληπτον. Ἐὰν γὰρ τὸν υἱὸν σμικρύνῃς, καὶ τὸν πατέρα σμικρύνεις· ἐκεῖ γάρ ἐστιν ὁ πατήρ, ὅπου ἐστὶν ὁ υἱός. Διὰ τοῦτο καὶ υἱὸς προσηγόρευται ἀπὸ τοῦ οἷος, τουτέστιν οἷος ὁ πατήρ, τοιοῦτος καὶ ὁ υἱός. Διὸ ἀκούων τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν προσευχόμενον , κατὰ τὸν τῆς ἐνανθρωπήσεως λόγον ἐκλάμβανε. Προσεύχεται γὰρ οἰκονομικῶς, θαυματουργεῖ δὲ θεοπρεπῶς· οὐκ ἄλλος ὁ πάσχων καὶ ἄλλος ὁ θαυματουργῶν. Εἷς καὶ ὁ αὐτὸς ὁ καθεύδων καὶ ὁ νεκροὺς ἐγείρων, εἷς καὶ ὁ αὐτὸς ὁ πεινῶν καὶ ὁ χορτάζων, εἷς καὶ ὁ αὐτὸς ὁ μονογενὴς υἱὸς ὁ καὶ ἐν τῷ παρθενικῷ σηκῷ ἀστενοχωρήτως οἰκήσας, καὶ ἐν τῷ σταυριαίῳ ξύλῳ ἀρρήτως παγείς, καὶ ἐν τῷ λελαξευμένῳ μνημείῳ τὸ τριήμερον καθευδήσας, καὶ ἐν τῇ νεφέλῃ τῆς ἀναλήψεως τὴν ἀπαρχὴν τῆς ἀνθρωπότητος ἀνασφαιρίσας, καὶ ἐν τῷ πατρῴῳ κόλπῳ ἀφράστως καὶ ἀχρόνως αὐλι ζόμενος, καὶ ἄνω καὶ κάτω μηδαμοῦ λειπόμενος. Μεγάλα τοίνυν τὰ τῆς προσευχῆς χαρίσματα, ἀνεξάλειπτα τὰ ταύτης δωρήματα. Προσευχὴ θλίψεως ἀπουσία, εὐφροσύνης ἐπιστασία, φίλων παραμυθία, τοῦ ἐπὶ πάντων θεοῦ δωροδοσία. Ἔστι δὲ πάντως εἰπεῖν τινα· Τί ἐστι προσευχὴ τοῦ ἐπὶ πάντων θεοῦ δωροδοσία; Τί ἐστιν; Ἤκουες ἀρτίως τοῦ συγγραφέως Μωσέως λέγοντος· Εἶπεν ὁ κύριος Ἐλιφὰζ τῷ Θεομανείτῃ· Ἥμαρτες σὺ καὶ οἱ δύο σου φίλοι· οὐ γὰρ ἐλαλήσατε ἐνώπιόν μου οὐδὲν ἀληθές, ὥσπερ ὁ θεράπων μου Ἰώβ. Καὶ νῦν λάβετε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς καὶ πορεύθητε πρὸς τὸν παῖδά μου Ἰώβ, καὶ ποιήσει καρπώσεις ὑπὲρ ὑμῶν, καὶ ζήσεσθε, ὅτι εἰ μὴ πρόσωπον αὐτοῦ ἔλαβα, ἀπώλεσα ἂν ὑμᾶς. Εἶδες προσευχὴν φίλων εὐεργεσίαν, καὶ πῶς ὁ θεὸς ἀνθρώποις διὰ προσευχῆς λύσιν πλημμελημάτων χαρίζεται; Εἶπεν ὁ κύριος τῷ Ἐλιφάζ· Ἥμαρτες σὺ καὶ οἱ δύο σου φίλοι. Πορεύθητε οὖν πρὸς τὸν παῖδά μου Ἰώβ, καὶ προσεύξηται ὑπὲρ ὑμῶν ὁ θεράπων μου Ἰώβ. Καλῶς ὁ κύριος ἐν ταὐτῷ τὸν Ἰὼβ καὶ παῖδα καὶ θεράποντα προσαγορεύει· παῖδα τὸ τῆς δουλείας ὄνομα, θεράποντα τὸ τῆς εὐσεβείας κατόρθωμα.
Πορεύθητε πρὸς τὸν παῖδά μου Ἰώβ, ὁ θεράπων μου προσεύξηται ὑπὲρ ὑμῶν καὶ ζήσεσθε. Ὢ τῆς τοῦ κυρίου ἀγαθότητος. Αὐτὸς φιλανθρωπεύεται καὶ τῷ Ἰὼβ τὴν χάριν παρέχει. Σφόδρα καλῶς. Ὥσπερ γὰρ ἐν τοῖς παροῦσι κοσμικοῖς βασιλεὺς βουλόμενος τὸν ἔγγιστα αὐτοῦ καὶ πλουτίσαι καὶ δο ξάσαι, δι' αὐτοῦ δέλτους δωρεῖται καὶ σωτηρίαν καταδίκοις χα ρίζεται, ὅπως κἀκείνους εὐεργετήσῃ καὶ τὸν ἔγγιστα πλουτίσῃ, οὕτω καὶ ὁ τῶν πάντων βασιλεὺς θεὸς βουλόμενος τὸν Ἰὼβ ὡς ἴδιον ἄνδρα δοξάσαι, δι' αὐτοῦ τὴν ἁμαρτίαν τοῖς φίλοις συγχωρεῖ, ὅπως καὶ αὐτὸς δοξασθῇ κἀκεῖνοι τῆς ἁμαρτίας ῥυσθῶσιν. Πορεύθητε πρὸς τὸν παῖδά μου Ἰώβ. Εἰ μὴ παρ' αὐτοῦ παρακληθῶ, συγγνώμην οὐ δίδωμι. Πορεύθητε πρὸς τὸν παῖδά μου Ἰώβ· ὃν ὑβρίσατε παρακαλέσατε, ὃν ἠθετήσατε δοξάσατε, τὸν εἱλκωμένον ἱερέα δέξασθε, τὸν ἐπὶ τῆς κοπρίας ἐπὶ τῷ θυσιαστηρίῳ κατανοήσατε. Οὐ γὰρ ὡς ἁμαρτωλὸν αὐτὸν ἐγκατέλιπον, ἀλλ' ὡς δίκαιον ἐδόξασα. Χρυσὸς ἐν καμίνῳ δοκιμάζεται, καὶ δίκαιος ἐν πειρασμοῖς λαμπρύνεται. Μὴ ἐζημίωσεν αὐτὸν ἡ κοπρία; Μὴ οὐ γέγονεν ἐνδοξότερος; Μὴ κακῶς ἐπραγματεύσατο; Οὐκ ἔδωκεν ἁπλᾶ, καὶ διπλᾶ ἔλαβεν; Πορεύθητε πρὸς τὸν παῖδά μου Ἰώβ, τὸν ἀπὸ καμάτου καὶ συγκοπῆς εἰς ἄνεσιν ἐλθόντα. Μάθετε φίλου πιστοῦ προκοπήν· ἐκεῖνος πιστός, ὑμεῖς δὲ ἄπιστοι. Ἐξ ὧν εἴδατε, μάθετε ὅτι οὐδεὶς πιστεύσας εἰς κύριον ἐγκατελείφθη. Πορεύθητε πρὸς τὸν παῖδά μου Ἰώβ, ὅτι εἰ μὴ δι' αὐτὸν ἀπώλεσα ἂν ὑμᾶς. Ταῦτα ἀκούσας Ἐλιφὰζ εὐθέως παραλαβὼν τοὺς δύο φίλους, Βάλδαν καὶ τὸν Σοφάρ, ἐπορεύθησαν δρομαίῳ ποδὶ πρὸς τὸν γενναιότατον Ἰώβ, καὶ πορευθέντες προσέπεσαν, ἐδεήθησαν, ἠξίωσαν , παράκλησιν ᾔτησαν λέγοντες πρὸς τὸν Ἰώβ· Ἐσφάλημεν γενναιότατε, οὐκ ᾔδειμεν τὸ συμβάν σοι. Νῦν ἔγνωμεν τοὺς ἀγῶνας σου, νῦν ἔγνωμεν ὅτι ἐρράγη ὁ ἀντίπαλος , ἐξ ὧν σὺ στεφανηφόρος ἀνεδείχθης. Πρέσβευσον ὑπὲρ ἡμῶν· καταλλαγείη ἡμῖν ὁ ἡμέτερος βασιλεύς, σὸς δὲ καὶ θεὸς καὶ ἀγωνοθέτης. Αὐτὸς ἡμᾶς ἀπέστειλε πρὸς σὲ εἰρηκώς, ὡς δίχα τῆς σῆς παρακλήσεως συγγνώμην ἡμᾶς τῶν πλημμελημάτων μὴ δέξασθαι. Ταῦτα ἀκούσας ὁ φιλόφιλος Ἰὼβ οὐκ ἀνεβάλετο, οὐκ ἐδίστασεν, οὐκ ὠνείδισεν, οὐκ ἀπεστράφη· ᾔδει καὶ φίλων πταίσματα συγχωρεῖν. Διὸ παραυτὰ τὴν θυσίαν τῆς προσευχῆς πληρώσας, τὸν μὲν θεὸν ἐδυσώπησεν, τοὺς δὲ φίλους εὐεργέτησεν, ἑαυτὸν δὲ πρὸς εὐχαριστίαν παρέστησεν. Τί οὖν ὁ συγγραφεὺς Μωϋσῆς; Καλὸν γὰρ καὶ τὰ ἀκόλουθα μηνύσαι. Προσευξαμένου δέ φησι τοῦ Ἰὼβ περὶ τῶν φίλων αὐτοῦ ἀφῆκεν αὐτοῖς ὁ κύριος τὴν ἁμαρτίαν αὐτῶν. Προσέθηκε δὲ ὁ θεὸς τῷ Ἰὼβ διπλᾶ πάντα ὧν εἶχεν ἔμπροσθεν. Ἀκούσαντες δὲ οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ πάντα τὰ συμβάντα αὐτῷ παρεγένοντο πρὸς αὐτόν· φαγόντες δὲ καὶ πιόντες παρ' αὐτῷ παρεκάλεσαν αὐτόν. Ὦ ἀδελφῶν καὶ συγγενῶν καταδρομή. Ἐν πένθει οὐδείς, ἐν εὐωχίᾳ πολλοί. Ὅτε ἐπὶ τῆς κοπρίας ἐκαθέζετο, πάντες ἀπέφευγον· ὅτε ἐν τοῖς βασιλείοις ηὐλίζετο, πάντες ἔτρεχον. Τοῦτο δὲ οὐ μόνον τότε, ἀλλὰ καὶ νῦν συμβαίνει. Πολλάκις τις πένεται, καὶ οὐ μόνον ὑπὸ τῶν συγγενῶν οὐ γνωρίζεται, ἀλλὰ καὶ τοὐναντίον ὅρκους δέχεται μηδέποτε τῷ γένει πλησιάζειν. Ἐὰν δὲ προνοίᾳ τοῦ τὸν Ἰὼβ ἐκ δευτέρου πλουτίσαντος πλουτήσῃ καὶ οὗτος καὶ ἀξιώματος ἐπιλάβηται, εὐθέως πάντες οἱ συγγενεῖς κατατρέχουσιν, παρακαλοῦσιν, θάλπουσιν, πολλάκις λέγουσιν· Ἃ ηὐξάμεθα, εἴδαμεν, ὡς εἶναι τοὺς τοιούτους τῆς ὑπάρξεως καὶ οὐ τῆς φύσεως συγγενεῖς. Τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ γενναιοτάτου Ἰώβ· ὅτε ἐπὶ τῆς κοπρίας ἐκαθέζετο καὶ τοὺς ἰχῶρας ἀπέξεε καὶ κάμνων ἀνελέγετο καὶ στένων ἔλεγεν· Διὰ τί ἐν κοιλίᾳ μητρός μου οὐκ ἐτελεύτησα; Διὰ τί δὲ ἐξελθὼν εὐθέως οὐκ ἀπωλόμην; Διὰ τί δὲ συνήντησάν μοι γόνατα; Διὰ τί δὲ μαζοὺς ἐθήλασα μητρός μου; τότε οὐκ ἀδελφὸς δακρύων, οὐκ ἀδελφὴ
πενθοῦσα, οὐ συγγενὴς στενάζων. Μόνον δὲ τῆς βασιλείας ἐπελάβετο καὶ διπλῆς ὑπάρξεως δεσπότης γέγονεν, εὐθέως οἱ ἀδελφοὶ παρατασσόμενοι, αἱ ἀδελφαὶ σοβαρευόμεναι, οἱ φίλοι ἐπερειδόμενοι. Τί δὲ λέγω περὶ τῶν ἀδελφῶν καὶ τῶν συγγενῶν καὶ οὐ μεταφέρω θᾶττον τὸν λόγον διὰ τὸ τῆς ὥρας ὀψὲ ἐπὶ τὴν γαμετὴν τοῦ Ἰώβ; Καὶ γὰρ καὶ αὐτὴ κάμνοντος τοῦ Ἰὼβ καὶ ἐν ἀγωνίᾳ διάγοντος σκληροτέρα πάντων γεγένηται, τουτέστιν ὀνειδίζουσα, λοιδοροῦσα, βλασφημεῖν παρακελευομένη, λέγουσα πρὸς τὸν ἄνδρα· Μέχρι τίνος καρτερήσεις λέγων· Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; Ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς· υἱοὶ καὶ θυγατέρες, τῆς ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, ἐτελεύτησαν, οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων· σύ τε αὐτὸς ἐν σαπρίᾳ σκωλήκων κάθῃ διανυκτερεύων αἴθριος, ἐγὼ δὲ πλανῆτις καὶ λάτρις τόπον ἐκ τόπου καὶ οἰκίαν ἐξ οἰκίας περιερχομένη. Πότε δύσεται ὁ ἥλιος, ἵνα ἀναπαύσωμαι τῶν μόχθων καὶ τῶν ὀδυνῶν, αἵ με νῦν συνέχουσιν; Ἀλλ' εἶπόν τι ῥῆμα πρὸς κύριον καὶ τελεύτα. Εἶδες ἀνελπιστίας ῥήματα; Μέχρι τίνος καρτερήσεις λέγων· Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρόν; Τουτέστιν· Ἕως πότε φρεναπατᾷς σεαυτὸν προσδοκίαν ἀγαθῶν καραδοκῶν; Ποία σοι ἐλπὶς ὑπολέλειπται; Τί δέ σοι ὤνησε τὸ συχνῶς τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπαίρειν καὶ τὰς εὐχὰς πλατύνειν; Ἄνωθεν ἐπολεμήθης καὶ ἐκ τοῦ οὐρανοῦ πῦρ κατηνέχθη. Ταῦτα τῆς γυναικὸς λεγούσης ἔτι τοῦ Ἰὼβ ἐν τῷ πειρασμῷ διάγοντος, τότε μὲν ὁ Ἰὼβ οὐδὲν ἀπεκρίνατο· μόνον δὲ τῆς βασιλείας ἐπελάβετο καὶ τῆς ὑπάρξεως τετύχηκεν καὶ εἶδεν ἀδελφοὺς καὶ φίλους καὶ συγγενεῖς καὶ πάντας εὐωχουμένους, ὁμοίως καὶ τὴν γαμετὴν τῷ βασιλικῷ πέπλῳ φαιδρυνομένην καὶ τῶν αὐτῶν τέκνων μητέρα γινομένην, στραφεὶς πρὸς τὴν γυναῖκα ὁ Ἰὼβ ἔλεγεν· Τί λέγεις, γύναι; Οὐ σὺ εἶ ἡ πάντων μοι χαλεπώτερον ἐπιπλήττουσα; Οὐκ ἔλεγές μοι· Μέχρι τίνος καρτερήσεις λέγων· Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; Ἦλθεν ἡ ἐλπὶς τῆς σωτηρίας μου. Ἦ ὁ γεωργὸς τὸν στάχυν οὐκ ἐκδέχεται; Κἀγὼ τὸν θεὸν οὐ περιμένω τὸν ἀνιστῶντα ἀπὸ γῆς πένητα καὶ ἀπὸ κοπρίας ἐγείροντα πτωχόν; Μὴ οὐκ ἦλθε τὸ θέρος τῶν ἀγαθῶν; Μὴ οὐκ ἔφθασε τὸ ἔαρ τῆς ἀπολαύσεως; Οὐχὶ μᾶλλον νῦν πλουτεῖς ἢ πρότερον; Περίβλεψαί σου τὰ τέκνα· μὴ ἀμορφότερα ταῦτα τῶν πρώτων; Μὴ οὐ γέγονας ἄμπελος δίφορος; Ἐκείνους ἐτρυγήθης, ἀλλὰ τούτους κρατεῖς· κἀκεῖνοι ζῶσι καὶ οὗτοι σκιρτῶσιν. Οὕτω γὰρ διπλᾶ ἀπέλαβα τὰ πάντα· εἰ ἤκουσά σου, γύναι, καὶ βλασφημήσας τὸν βίον ἐξῆλθον, πόθεν ἡ ἀνάστασις τῶν ἀγαθῶν; Εἶδες ἡ κοπρία τῆς ὑπομονῆς πόσον καρπὸν ἐβλάστησεν; Διό, γύναι, ἀπὸ τοῦ λοιποῦ μὴ ἄρξῃ λέγειν· Ἐγὼ πλανῆτις καὶ λάτρις. Ἔπεσε γὰρ ὁ πλάνος καὶ κατήργηται ὁ εἰδωλολάτρης. Ὄντως ἔπεσεν ὁ πλάνος διάβολος, ὁ ἀεὶ καθ' ἑαυτοῦ τοὺς βοθύνους ἐγείρων. Σήμερον γὰρ καὶ σταυρὸς πλέκεται καὶ Ἰὼβ στεφανοῦται, σήμερον καὶ ὁ Ἀδὰμ ἀνακαινοῦται καὶ λῃστὴς ἐπαινεῖται, σήμερον καὶ τάφος σφραγίζεται καὶ οὐρανὸς ἀνοίγεται, σήμερον ὁ δεσπότης ῥαπίζεται καὶ ἡ ἀνθρωπότης τὴν ἐλευθερίαν δέχεται. Καὶ μαρτυρεῖ μοι τῷ λόγῳ Παῦλος βοῶν· Τῇ ἐλευθερίᾳ Χριστὸς ἡμᾶς ἐξηγόρασεν, στήκετε ἑδραῖοι. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
In sanctum pascha (homilia 8) \ \
Σύμβολα πάντα τῆς δεσποτικῆς ἀναστάσεως τῇ τε σωματικῇ εὐωχίᾳ καὶ ψυχικῇ σωτηρίᾳ· πέπαυται δόλος, ἐξώρισται φθόνος, ἄπωσται μάχη, καταπεπάτηται ἡ ἔχθρα, διαλέλυται πόλεμος, εἰρήνη τιμᾶται, ἀσπασμὸς πληθύνεται, ἀγάπη γνωρίζεται, διάθεσις συμπλέκεται, τὸ φάσκον ῥητὸν πεπλήρωται· Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό, κἀκεῖνο εἶναι τῇ γνώμῃ ὅπερ πάσχουσι τῇ φύσει. Ὄντως σύμβολα τῆς δεσποτικῆς ἀναστάσεως τὰ παρόντα. Διὰ τί; Ὅτι οὐκέτι τὸν Ἀδὰμ πενθοῦμεν, ἀλλὰ τὸν Χριστὸν δοξολογοῦμεν· οὐκέτι τὴν Εὕαν ὀνειδίζομεν, ἀλλὰ τὴν παρθένον Μαρίαν μακαρίζομεν· οὐκέτι τὸ ξύλον ἀποστρεφόμεθα, ἀλλὰ τὸν σταυρὸν βαστάζομεν· οὐκέτι τὸν ὄφιν φοβούμεθα, ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον δυσωπούμεθα· οὐκέτι εἰς γῆν ἀπερχόμεθα, ἀλλ' εἰς οὐρανοὺς ἀνερχόμεθα· οὐκέτι ἔξω τοῦ παραδείσου γινόμεθα, ἀλλ' ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ αὐλιζόμεθα· οὐκέτι ἀκούομεν ἰουδαϊκῶς· Νυκτὶ ὡμοίωσα τὴν μητέρα σου· ἐγενήθη ὁ λαός μου ὡς οὐκ ἔχων ἐπίγνωσιν, ἀλλὰ ψάλλομεν πνευματικῶς· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Διὰ τί; Ὅτι οὐκέτι ὁ ἥλιος σκοτίζεται, ἀλλὰ πάντα φωτίζεται· ὅτι οὐκέτι τὸ καταπέτασμα ῥήγνυται, ἀλλὰ ἡ ἐκκλησία στηρίζεται· οὐκέτι βαΐα φοινίκων βαστάζομεν, ἀλλὰ τοὺς νεοφωτίστους περιφέρομεν. Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος. Αὕτη καὶ οὐχ αὗται· μία γὰρ βασίλισσα καὶ οὐ πολλαὶ τυραννίδες. Αὕτη ἡ ἡμέρα, ἡ κυριώνυμος, ἡ τροπαιοῦχος, ἡ τῆς ἀναστάσεως βαβαλίστρια, ἡ τῆς χάριτος καλλωπίστρια, ἡ τῶν πιστῶν εὐωχήτρια, ἡ τοῦ λογικοῦ ἀμνοῦ διαμελίστρια, ἡ τῶν ἀναγεννηθέντων γαλακτοδότρια, ἡ καμνόντων ἀναπαύστρια. Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ, μὴ εἰς καπηλεῖα τρέχοντες ἀλλ' εἰς μαρτύρια σπεύδοντες, μὴ μέθην τιμῶντες ἀλλὰ συμμετρίαν ἀγαπῶντες, μὴ ἰουδαϊκῶς σκιρτῶντες ἀλλὰ ἀποστολικῶς τρυφῶντες, μὴ ἐν ταῖς ἀγοραῖς παίζοντες ἀλλ' ἐν τοῖς οἴκοις ψάλλοντες. Ἀναστάσεως γὰρ ἡ παροῦσα ἡμέρα, οὐχὶ δὲ ὕβρεως· οὐδεὶς ὀρχούμενος εἰς οὐρανοὺς ἀνέρχεται, οὐδεὶς μεθύων βασιλεῖ παρίσταται. Μηδεὶς ὑμῶν τὴν ἡμέραν ταύτην λυπήσῃ, ἀλλὰ θεϊκῶς ψάλλῃ· ἐν ταύτῃ γὰρ τῇ ἡμέρᾳ ὁ Ἀδὰμ ἠλευθερώθη, ἡ Εὕα τῆς λύπης ἀπηλλάγη, ἡ ἀνθρωπότης τῆς ὀδύνης ἐλυτρώθη. Σήμερον γὰρ ὁ δεσπότης ἡμῶν Χριστὸς νυκτίων ἐκ νεκρῶν ἀναστὰς πρὸ πάντων Μαρίᾳ τῇ Μαγδαληνῇ καὶ τῇ ἄλλῃ Μαρίᾳ ἐφάνη καὶ πρὸς αὐτὰς ἔφησεν· Χαίρετε, καὶ δι' ὑμῶν ἅπαν τὸ γένος. Χαίρετε, ὁ κύριος πρὸς τὰς γυναῖκας. Ἐροῦσι δὲ πάντως τινές· Καὶ διὰ τί ὁ κύριος ἐγερθεὶς ἐκ νεκρῶν τοῖς ἀποστόλοις πρῶτον οὐκ ὤφθη ἀλλὰ ταῖς γυναιξὶ καὶ ταύταις ἔφη· Χαίρετε; Διὰ τί; Ἐπειδήπερ διὰ γυναικὸς ἡ λύπη ἤνθησεν, ὁ κύριος πάλιν διὰ γυναικὸς τὴν χαρὰν ἐβλάστησεν, ἵνα πληρωθῇ τὸ φάσκον ῥητόν· Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Ἀλλὰ μὲν τοῦ κυρίου σταυρωθέντος καὶ τάφῳ προσομιλήσαντος δι' ἡμᾶς, οὐ δι' ἑαυτόν, πάντες οἱ ἀπόστολοι φυγῇ τὴν σωτηρίαν πορισάμενοι διεσκορπίσθησαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα· αὗται δὲ αἱ γυναῖκες τῷ φόβῳ ἀγρυπνοῦσαι καὶ παννυχίζουσαι τὸν σωτῆρα προσδεχόμεναι, ὅθεν μέχρι σήμερον
φιλοπαννύχιον τὸ τῶν γυναικῶν ὑπάρχει γένος. Ἐπεὶ οὖν αὗται παρέμειναν ἐν τῷ τάφῳ, ἀναγκαίως συναντήσας αὐτὰς ὁ κύριος ἔφη· Χαίρετε, ἐπειδὴ καὶ ἐκλαύσατε· οἱ γὰρ σπείροντες ἐν δάκρυσιν , ἐν ἀγαλλιάσει θεριοῦσιν. Χαίρετε, τὴν φωνὴν γνωρίσατε· τὸ σχῆμα γὰρ παρήλλαγμαι, οὐ κατὰ τὸν τῆς ὑπάρξεως λόγον, ἀλλὰ κατὰ τὸν τῆς ἀμφιάσεως. Χαίρετε, γυναῖκες ὑμεῖς· ἐκεῖ γὰρ στρατιωτικὴ κουστωδία κόπτεται τὸν τάφον τὸν ἐν τῷ τάφῳ μὴ ὁρῶντες, τὴν σφραγῖδα κατέχουσι τὸν θησαυρὸν ἀπολέσαντες, ἀργύρια σπείρουσιν ἵνα τὸ ψεῦδος θερίσωσιν. Ἔδοξάν με τεθνάναι Ἰουδαίων παῖδες τὸν τῶν νεκρῶν ἐγέρτην. Μάθωμεν νεκροῦ δύναμιν. Ἴστε γὰρ πάντες ὑμεῖς οἱ γνήσιοι τῆς ἀναστάσεως υἱοί, οἱ ἔμψυχοι τοῦ κόσμου φωστῆρες, οἱ λόγον ζωῆς ἐπέχοντες, οἱ τῆς ἄνω Ἱερουσαλὴμ πολιτάρχαι, ὅτιπερ μετὰ τὴν τοῦ κυρίου ἑκούσιον ταφὴν οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι προσελθόντες τῷ Πιλάτῳ εἶπον αὐτῷ· Κύριε, ἐμνήσθημεν ὅτι ὁ πλάνος ἐκεῖνος εἶπεν ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Νῦν οὖν κέλευσον ἀσφαλισθῆναι τὸν τάφον ἕως τρίτης ἡμέρας. Ὁ δὲ Πιλᾶτος πρὸς αὐτούς· Ἔχετε κουστωδίαν στρατιωτικήν, ὡς οἴδατε ποιήσατε. Οἱ δὲ Ἰουδαῖοι ἀπελθόντες φησὶν ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας. Ὦ νεκροῦ φόβος, ὧ τάφου τρόμος. Οἱ ζῶντες τὸν νεκρὸν δεδοίκασιν, οἱ ἀποστρεφόμενοι τὸν κύριον Ἰουδαῖοι νῦν τὸν τάφον τοῦ κυρίου παρακαθέζονται, στρατιώτας παρεκατέστησαν τῷ μνήματι, ἄκοντες ὁμολογοῦσιν ὅτι βασιλεὺς ἦν ὁ κατακείμενος· στρατιῶται γὰρ βασιλέως φρουροί. Ἀλλ' ὦ φαρισαῖοι, εἰ πλάνος ἦν ὁ δεσπότης Χριστός, τί δεδοίκατε τὸν πλάνον; Τί στρατιώτας μισθοῦσθε εἰς βοήθειαν; Τίς νεκρὸν ποτὲ πολεμεῖ; Τίς ποτὲ τάφον ἀντιπαρατάττεται; Εἰ ἐφοβήθη, ὦ Ἰουδαῖοι, ὁ δεσπότης Χριστὸς τὴν σφραγῖδα καὶ τὸν λίθον καὶ τὴν κουστωδίαν τὴν στρατιωτικήν, ὁ κάτω μὲν τῷ σώματι κείμενος, μηδαμοῦ δὲ ἀπολειπόμενος τῇ θεότητι, καὶ οὐκ ἀνέστη ἐκ νεκρῶν, καλῶς καλεῖτε πλάνον. Εἰ δὲ ἀνέστη, καθὼς εἶπεν, τί Πιλᾶτον παρακαλεῖτε; Οὐχὶ μᾶλλον τὰς γραφὰς κατανοεῖτε; Μὴ γὰρ ἐν τῇ ἐνανθρωπήσει μόνον εἶπεν ὁ κύριος ὅτι Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι; Ἀκούσατε αὐτοῦ, ὦ Ἰουδαῖοι, ὅτι πρὸ πολλῶν τῶν χρόνων διὰ τοῦ προφήτου Σοφονίου προεγνώρισε καὶ προέλεγε τὴν μέλλουσαν ἀνάστασιν, ἵνα γνῶτε ὅτι οὐ νεαρὸν τὸ πρᾶγμα ἀλλὰ παλαιὸν τὸ βράβευμα. Ἀκούσατε αὐτοῦ λέγοντος πρὸς τὴν τῶν ἐθνῶν συναγωγὴν διὰ Σοφονίου τοῦ προφήτου· καλὸν γὰρ ἐν τῇ ἀναστάσει τὰ τῆς ἀναστάσεως προβάλλεσθαι. Τί οὖν ὁ κύριος πρὸς τὴν τῶν ἐθνῶν συναγωγήν; Τῇ Ἰουδαϊκῇ συναγωγῇ βιβλίον δέδωκεν ἀποστασίου, τῇ δὲ ἐθνικῇ προϊκῷον χάριτος ὑπηγόρευσεν. Ὑπόμεινόν με, λέγει κύρι ος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον, διότι τὸ φῶς μου εἰς συναγωγὴν ἐθνῶν. Τί ἐρεῖς πρὸς ταῦτα, ὦ Ἰουδαῖε, ὁ τὸ γράμμα κατέχων καὶ τὸ πνεῦμα λακτίζων; Τίς λέγει ὅτι Ὑπόμεινόν με εἰς ἡμέραν ἀναστάσεώς μου; Μὴ ἆρα Δαυῒδ ἢ εἰς τὸν Δαυῒδ εἴρηται τοῦτο; Ἀλλὰ ψεῦδος τὸ λεγόμενον· μετὰ γὰρ τὸν Δαυῒδ ταῦτα ἐλέχθη· ἄλλως τε δὲ ὁ Δαυῒδ τῶν Ἰσραηλιτῶν ἦν βασιλεύς, οὐχὶ δὲ τῶν ἐθνῶν καθηγητής. Εἰ δὲ φιλονεικοῦσιν Ἰουδαίων παῖδεςπολεμικὸν γὰρ τὸ τούτων φῦλον ὅτι εἰς τὸν Δαυῒδ εἴρηται, ἀκουσάτωσαν ὅτι οὐ μόνον ταῦτα οὐκ εἰς τὸν Δαυῒδ προεφητεύετο, ἀλλὰ καὶ αὐτὸς ὁ Δαυῒδ περὶ τῆς ἐνσάρκου τοῦ κυρίου ἀναστάσεως πρὸ πολλῶν τῶν χρόνων κελαδῶν ἔλεγεν· Οὐκ ἐγκατελείφθη ἡ ψυχὴ αὐτοῦ εἰς τὸν ᾅδην οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. Εἰ ταῦτα ἀληθῶς εἴρηται, ὦ Ἰουδαῖοι, τί στρατιώτας μισθοῦσθε ἵνα τὴν ἀνάστασιν κλέψητε; Ἥλιον τάφῳ ἐναποκλείει τίς; Ἀκούσατε αὐτοῦ, ὦ Ἰουδαίων παῖδες, διὰ Ἡσαΐου τοῦπροφήτου ὀνειδίζοντος ὑμᾶς καὶ τὸν πατέρα ὑμῶν τὸν διάβολον καὶ
ταύτην προσαλπίζοντος τὴν ἀνάστασιν καὶ λέγοντος οὕτως· Νῦν ἀναστήσομαι, λέγει κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι. Νῦν φοβηθήσεσθε. Ματαία ἐστὶν ἡ ἰσχὺς τοῦ πατρὸς ὑμῶν. Καὶ τίς ὁ πατὴρ τῶν Ἰουδαίων; Ὁ διάβολος. Καὶ τίς τούτου μάρτυς; Αὐτὸς ὁ κύριος λέγων πρὸς αὐτοὺς αὐτοψὶ ὅτι Ὑμεῖς ἐκ τοῦ διαβόλου ἐστέ, καὶ ὁ πατὴρ ὑμῶν ὁ σατανᾶς. Ματαία ἡ ἰσχὺς τοῦ πατρὸς ὑμῶν, καὶ ἀληθὴς ὁ λόγος· ἐκεῖνος γὰρ ξύλον κατάρας ἔπηξεν, ἐγὼ σταυρὸν εὐλογίας τεκτονεύω· ἐκεῖνος τάφον ἐλατόμησεν, ἐγὼ θυσιαστήριον αὐτὸ κατεργάζομαι· ἐκεῖνος Ἰουδαίοις με κατέλιπεν εἰς θάνατον, ἐγὼ θᾶττον αὐτὸν ἀποπνίγω. Ὄντως ματαία ἡ ἰσχὺς τοῦ πατρὸς αὐτῶν, τοῦ διαβόλου· ἤδη γὰρ καὶ σήμερον ἄθρει πόσους ζεζημίωται παῖδας, τοὺς παρόντας νεοφωτίστους λέγω· ἡ γὰρ τούτων λαμπρότης <ἐκείνου σκοτία>, ἡ τούτων εὐωχία ἐκείνου ἀηδία· <οὗτοι ἐν ἐκκλησίᾳ,> ἐκεῖνος ἐν ἐρημίᾳ· οὗτοι μετ' ἀγγέλων, ἐκεῖνος μετὰ χοίρων· ὅθεν ἐκεῖνος ἐξέπεσεν, οὗτοι ἀνεσφαιρίσθησαν καὶ ἐκεῖ ἐρριζώθησαν· οἱ πάλαι δοῦλοι νῦν δὲ ἐλεύθεροι, καὶ ὁ ποτὲ ἀρχάγγελος νῦν διάβολος· οἱ ποτὲ ἐχθροὶ νῦν φίλοι, καὶ ὁ ποτὲ φίλος νῦν κατάκριτος· οἱ ποτὲ πένητες νῦν πλούσιοι, καὶ ὁ ποτὲ πλούσιος νῦν ῥακοδύτης· οἱ ποτὲ ἄδοξοι νῦν ἔνδοξοι, καὶ ὁ ποτὲ ἔνδοξος νῦν ἐν χειροπέδαις σιδηραῖς· οἱ ποτὲ αἰχμάλωτοι νῦν δὲ λελυτρωμένοι, καὶ ὁ ποτὲ αἰχμαλωτίζων νῦν μηδένα κατέχων. Καὶ ὅτι ὡς ἀπὸ αἰχμαλωσίας οἱ νεοφώτιστοι ἐρύσθησαν τῇ τοῦ βασιλέως Χριστοῦ ἐπιστασίᾳ, ἄκουε τοῦ ἁγίου πνεύματος διὰ τοῦ προφήτου Δαυῒδ λέγοντος περὶ τούτων τῶν νεοφωτίστων ἐκ πολλῶν τῶν χρόνων· Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ κυρίου οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθρῶν, καὶ ἐκ τῶν χωρῶν συνήγαγεν αὐτοὺς ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης. Ἀψευδῆ τὰ λεχθέντα· ἀπὸ παντὸς γὰρ γένους καὶ πάσης φυλῆς καὶ χώρας τούτους λογικοὺς ἰχθύας διὰ τῶν ἁλιέων ἀποστόλων ἡ σαγήνη τῆς κολυμβήθρας ἐζώγρησεν. Τοιαύτη γὰρ ἡ τέχνη τῶν ἁλιέων Χριστοῦ· οὐ λίνας ἱστῶσιν ἀλλὰ πίστει ζωγροῦσιν. Εἰπάτωσαν οἱ λελυτρωμένοι παρὰ κυρίου ἐκ χειρὸς ἐχθροῦ, τοῦ ζιζανιοσπόρου διαβόλου, τοῦ σπείραντος καὶ μὴ θερίσαντος· ἡ γὰρ ἔρημος παράδεισος γέγονεν, οὐκέτι κνίδας ἐχθρῶν προβάλλουσα, ἀλλὰ κρίνα νεοφώτιστα ἀνθοῦσα. Τούτους γὰρ θεωρήσας καὶ Ἡσαΐας πρὸ πολλῶν χρόνων ἔλεγεν· Ἀγαλλιάσθω ἡ ἔρημος τοῦ Ἰορδάνου καὶ ἀνθείτω ὡς κρίνον. Διὰ τί δὲ καὶ κρίνα οἱ νεοφώτιστοι προσαγορεύονται; Διὰ τὸ λευκὸν μὲν τῆς ἀμφιάσεως ἔξωθεν, χρυσαυγὲς δὲ τῇ πίστει ἔνδοθεν. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ κυρίου. Τί εἰπάτωσαν; Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Ἡ παγὶς συνετρίβη καὶ ἡμεῖς ἐρρύσθημεν. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ κυρίου· Ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσωμαι αὐτόν; Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης περιέθηκέ μοι. Ποῖον ἱμάτιον; Τὸ τῆς πίστεως ἔνδυμα. Καὶ Χιτῶνα εὐφροσύνης, ποῖον; Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, δηλαδὴ τὴν τῆς ἀδιαιρέτου τριάδος ὁμολογίαν. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ κυρίου. Εἰπάτωσαν καὶ μὴ σιωπάτωσαν, μὴ λήθῃ τὴν εὐεργεσίαν παραπεμψάτωσαν. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ κυρίου· Εἷς κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς θεὸς ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν. Μὴ ἄλλα κάτω εἰπάτωσαν ἐν τῇ κολυμβήθρᾳ καὶ ἄλλα ἄνω φλυαρείτωσαν. Ὡς ἐδιδάχθης, ὦ νεοφώτιστε, θρήσκευε· ὡς ἐβαπτίσθης, δόξαζε· ὡς ἀνεγεννήθης, πίστευε καὶ αὔξανε· ὃ ἐπιστεύθης, φύλαξον· ὃ ἐνεδύσω, μὴ περίσχιζε· ὃ ἐκτήσω, <μὴ> πίπρασκε· ὡς ἀετὸς ἀνεγεννήθης, τὰ ἄνω ζήτει· ἐκ Σοδόμων ἐξῆλθες, μὴ ὑποστρέψῃς εἰς τὰ ὀπίσω, ἵνα μὴ γένῃ στήλη ἁλὸς ὡς ἡ γυνὴ τοῦ Λώτ· τέκνον ἐκλήθης, τὸν Ἀβεσσαλὼμ μὴ μιμήσῃ· μαθητὴς ἐγένου, τὸν Ἰούδαν μὴ συντύχῃς· εἰς τὴν κιβωτὸν εἰσῆλθες, τῷ κόρακι
μὴ πλησιάσῃς· τῆς Αἰγύπτου ἠλευθερώθης, βουκέφαλον μὴ θεοποιήσῃς· δαιμόνων ἐλυτρώθης, μὴ ὑπολάβῃς ἀστέρας εἶναι ἁγίους· ἐλευθερίας ἠξιώθης, μὴ γίνου δοῦλος ἡδονῶν. Ἐξεδύσω τὸν παλαιὸν ἄνθρωπον καὶ ἐνεδύσω τὸν νέον, ὅς ἐστι Χριστός· ἀσφαλῶς τήρει σου τὴν ψυχὴν καὶ τὸ σῶμα ἀπὸ μολυσμῶν, ἐκ τῶν ἐθνῶν ἀπεσπάσθης, τὸν ἥλιον μὴ προσκυνήσῃς· ὁ ἥλιος γὰρ διὰ σέ, οὐ σὺ διὰ τὸν ἥλιον. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ κυρίου. Τί εἰπάτωσαν; Ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος. Ταῦτα ἡμῖν ἀρτίως Ἰωάννης ὁ εὐαγγελιστὴς παρέθηκεν, ὁ τῶν ἐπουρανίων ἰχνηλάτης, ὁ ἄτρωτος τοῦ ἁγίου πνεύματος στύλος, ὁ μόνος τολμήσας πολυπραγμονῆσαι τὸν πατρῷον κόλπον, ὁ τὸν Ἑλληνισμὸν διαλύσας, ὁ Ἰουδαϊσμὸν ἀφανίσας, ὁ πᾶσαν αἵρεσιν ὡς ἀράχνην διασπάσας, ὁ τοσοῦτον ὕψος ἐν τῇ πηλίνῃ γλώσσῃ βαστάξας, ὁ εἰς τὸ στῆθος τοῦ κυρίου ἀναπεσὼν ὡς εἰς ἀέναον πηγὴν κἀκεῖθεν τὸ νᾶμα τῆς θεογνωσίας τῷ κάδῳ τῆς πίστεως ἀρυσάμενος. Ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος. Ἄκουε συνετῶς. Πανταχοῦ τὸ ἦν, οὐδαμοῦ τὸ ἐγένετο ἢ ἐκτίσθη· πανταχοῦ θεός, ******** πανταχοῦ ποιητής, οὐδαμοῦ τὸ ὑπεξούσιον. Τίνι πεισθῶμεν; Ἰωάννῃ τῷ θεολόγῳ ἢ Ἀρείῳ τῷ βλασφη μολόγῳ; Οὐδείς μοι λόγος πρὸς Ἄρειον τὸν τῆς θεότητος ζυγοστάτην. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ κυρίου. Τί εἰπάτωσαν; Οὐδεμία μοι κοινωνία πρὸς Μαρ<α>θώνιον τὸν τοῦ ἁγίου πνεύματος τομέα. Ἀλλ' ἐν ἡμέρᾳ ἀγαθῇ ἀμνησία κακῶν· διὸ πάντα αἱρετικὸν τῶν ἱερῶν περιβόλων καὶ σήμερον ὡς κύνα λαθροδάκτην διώξαντες ἡμεῖς πεισθῶμεν τῷ προπάτορι Ἰακὼβ λέγοντι καὶ αὐτῷ συνεισφέροντι περὶ τῆς τοῦ κυρίου ἀναστάσεως οὕτως· Ἀναπεσὼν ἐκοιμήθη φησὶν ὡς λέων καὶ ὡς σκύμνος λέοντος· τίς ἐγείρει αὐτόν; Ταῦτα Ἰακὼβ εἰς τὸν δεσπότην ἡμῶν Χριστὸν προεφήτευσεν. Διὰ τί δὲ ὡς λέων ἐκοιμήθη ὁ Χριστός; Τὸ μὲν διὰ τὸ βασιλικὸν ἀξίωμα, τὸ δὲ διὰ τὸ δυνατὸν τῆς ἀναστάσεως· ὥσπερ γὰρ λέοντα καθεύδοντα οὐδεὶς διυπνίσαι ἀνέχεται, εἰ μὴ αὐτὸς ἑαυτὸν διυπνίσει, οὕτω καὶ τὸν δεσπότην Χριστὸν οὐδεὶς ἀνέστησεν ἐκ νεκρῶν, ἀλλ' αὐτὸς ἑαυτὸν ἤγειρεν, ὡς ἔστιν αὐτοῦ ἀκοῦσαι λέγοντος· Ἐξουσίαν ἔχω τὴν ψυχήν μου θεῖναι καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν· καὶ αὖθις· Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγείρω αὐτόν. Ἀναπεσὼν ἐκοιμήθη ὡς λέων φησίν, ἐπειδὴ λέων προσηγόρευται ὁ Χριστός. Διὰ τί; Ὥσπερ ὁ σωματικὸς λέων καθεύδων ἀνεῳγμένους ἔχει τοὺς ὀφθαλμούςτοῦτο γὰρ φύσις τῷ λέοντι, οὕτω καὶ ὁ δεσπότης ἡμῶν Χριστὸς καθευδήσας τῷ λόγῳ τῆς ἐνανθρωπήσεως τῷ τριημέρῳ οὐκ ἔκλεισε τὸ ὄμμα τῆς θεότητος, ὅτι αὐτῷ πρέπει τιμὴ καὶ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
In transfigurationem (homilia 14) (olim sub nomine Joannis Chrysostomi) Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου λόγος εἰς τὴν μεταμόρφωσιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Ἄγαν αἰδέσιμον ἡμῖν ὁ δαψιλὴς ἑστιάτωρ Χριστὸς καὶ σήμερον προέθηκε τράπεζαν οὐ τῇ συνηθείᾳ τιμωμένην, ἀλλὰ τῇ θεογνωσίᾳ γνωριζομένην· τράπεζαν οὐ τῶν ἐπιγείων γλιχομένην, ἀλλὰ τῶν ἐπουρανίων ἐχομένην· τράπεζαν οὐ τοῖς Σολομωνιακοῖς ὄψοις φαιδρυνομένην, ἀλλὰ τοῖς θεϊκοῖς νόμοις στεφανουμένην· τράπεζαν οὐ πλήθει σιτίων μακαριζομένην, ἀλλὰ θείοις νοήμασι σεμνυνομένην. Τί γὰρ τῆς Σολομωνιακῆς τραπέζης πλουσιώτερον τῆς δαπανησάσης καθ' ἑκάστην ἡμέραν, καθὼς ἡ τρίτη τῶν Βασιλειῶν περιέχει, τριάκοντα κόρους σεμιδάλεως καὶ ἑξήκοντα κόρους ἀλεύρου κεκοπανισμένου καὶ δέκα μόσχους ἁπαλοὺς καὶ ἐκλεκτοὺς καὶ εἴκοσι βόας νομάδας καὶ ἑκατὸν πρόβατα, ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν; Ἀλλ' οὐδὲν τὸν μέγιστον Σολομῶνα ἡ τοσαύτη τῶν ὄψων πληθὺς εὐεργέτησεν ἢ πρὸς τελείαν ἀρετὴν ἴθυνεν· τοὐναντίον δὲ αὐτὸν πρὸς τῷ τέλει διαφθεῖραι πεποίηκεν ἀμέτρως βακχεύσασα. Ἡ δέ γε τοῦ κυρίου τράπεζα καὶ σήμερον ἡμῖν δαψιλῶς προτεθεῖσα, ἡ ἄϋλος, ἡ ἀπέριττος, ἡ ἄφθαρτος, ἡ ἀθάνατος, ἡ ἀπερίγραπτος, ἡ ἀλογοθέτητος, οὐ μόνον τὰ ἐπίγεια ἀλλὰ καὶ τὰ ἐπουράνια βραβεύει· οὐ γὰρ τριάκοντα κόρους σεμιδάλεως προΐεται, ἀλλὰ τὴν βασιλείαν τῶν οὐρανῶν εἰς ἀλεύρου σάτα τρία ἐζυμωμένην χαρίζεται· οὐδ' αὖ ἑξήκοντα κόρους ἀλεύρου προβάλλεται, ἀλλ' αὐτὸν τὸν ἐπουράνιον ἄρτον, λέγω δὴ αὐτὸς ἑαυτῷ ὁ δεσπότης Χριστὸς πᾶσι τοῖς πιστοῖς καθ' ἑκάστην βραβεύει. Ἀλλ' οἶμαι περιττολογεῖν, τὸ τοῦ Σολομῶνος αἰσθητὸν ἄριστον τῇ τοῦ κυρίου πνευματικῇ τραπέζῃ συγκρίνων· ἐκεῖ γὰρ δέκα μόσχοι ἐκλεκτοί, ἐνταῦθα δὲ ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· ἐκεῖ εἴκοσι βόες νομάδες, ἐνταῦθα δὲ μάρτυρες ἀναρίθμητοι ψυχὰς καὶ σώματα εὐεργετοῦσιν· ἐκεῖ ἔλαφοι ἐξοχῆς κεράτων ποικιλλόμενοι, ἐνταῦθα προφῆται πνευματικὰ πνευματικοῖς συγκρίνοντες· ἐκεῖ δορκάδες τοξεύματι τὸ ἧπαρ πληττόμεναι, ἐνταῦθα ἀπόστολοι θείοις γράμμασι τὴν οἰκουμένην φωτί ζοντες· ἐκεῖ ὄρνεις ἀλόγως πτερυσσόμεναι, ἐνταῦθα λαὸς εὐσεβὴς πνευματικῶς σκιρτῶντες· ἐκεῖ ἑκατὸν ἄλογα πρόβατα τὸν οἶκον Σολομῶνος μόνον εὐφραίνοντα, ἐνταῦθα δὲ τὸ λογικὸν ἡμῶν πρόβατον Χριστός, παν ταχοῦ γῆς μεριζόμενον καὶ μηδαμῶς μείωσιν δεχόμενον. Ἤκουες ἀρτίως αὐτοῦ τοῦ λογικοῦ προβάτου Χριστοῦ λέγοντος πρὸς τοὺς ἀποστόλους τοῦ κυριακοῦ πάθους τὸν καιρόν, ὅπως ἐν τῷ καιρῷ τοῦ πάθους πάθος μὴ ὑπομείνωσιν. Τί γάρ φησιν ὁ εὐαγγελιστὴς Ματθαῖος; Καθὼς ἀρτίως ἤκουες· Τότε ἤρξατο ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀνελθεῖν καὶ πολλὰ παθεῖν παρὰ τῶν ἀρχιερέων καὶ γραμματέων καὶ πρεσβυτέρων τοῦ λαοῦ καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. Εἶδες δεσποτικὴν τράπεζαν νεκροέγερτον ὀψώνιον κεκτημένην; Τί τοιοῦτον εἶχεν ἡ Σολομῶνος τράπεζα; Ἐκεῖ πάντα σφαγιασθέντα ἀβουλήτως εἰς ἀνυπαρξίαν ἐχώρησεν, ἐνταῦθα τὸ λογικὸν ἡμῶν πρόβατον Χριστός, εἰ καὶ ἐσφάγη, ἀλλ' ὅμως βουλήσει ἐσφάγη, βουλήσει ἐτάφη, βουλήσει ἀνέστη, βουλήσει εἰς οὐρανοὺς ἀνῆλθεν, βουλήσει ἐλεύσεται ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ, ἀποδι δοὺς ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. Τότε ἤρξατο· καλῶς ὁ
εὐαγγελιστὴς προέθηκε Τότε ἤρξατο ὁ Ἰησοῦς· ἑτέρας γὰρ πραγματείας ἤρξατο ἐμφάνειαν ποιεῖσθαι ὁ δεσπότης Χριστός. Οὐκέτι ὡς νηπίοις μαθηταῖς διαλέγεται, ἀλλ' ὡς τελείοις τοῖς ἀποστόλοις προσφθέγγεται· οὐκέτι αὐτοὺς τὸ γάλα τῆς παρακλήσεως ποτίζει, ἀλλὰ τὸν στερρὸν ἄρτον τῶν πειρασμῶν ἐπιδείκνυσιν· οὐκέτι ὡς ἀσθενεῖς ἐπαλείφει, ἀλλ' ὡς ἐρρωμένους στύφει. Καὶ μάλα εἰκότως. Ὥσπερ ἄριστος παιδαγωγὸς ἐν μὲν τοῖς προοιμίοις τοὺς παραδιδομένους αὐτῷ παῖδας κολακεύει, τῆς κεφαλῆς κατέχει, ὑπομειδιᾷ τῷ προσώπῳ, ἡδέως συμψελλίζει, συγχωρεῖ πλημμελοῦσιν, ἐπὰν δὲ μικρὸν προκόψουσι τῇ παιδεύσει, αὐστηρὸν ἐπιδείκνυσι τὸ πρόσωπον, ἀπειλῶν μεγάλα, πληγὰς ἐπιφέρων, οὐχ ἵνα βλάψῃ ἀλλ' ἵνα βελτιώσῃ, τὸν αὐτὸν τρόπον ὁ πάνσοφος παιδαγωγὸς Χριστὸς ἐν μὲν τοῖς προοιμίοις τοῦ εὐαγγελικοῦ κηρύγματος ἁπλοῦς τινας λόγους καὶ λείους προΐεται τοῖς ἑαυτοῦ μαθηταῖς λέγων πρὸς αὐτούς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων, καί· Οὐδεὶς οὐ μὴ ἀδικήσει ὑμᾶς, ἀλλὰ μὴν καὶ συχνῶς αὐτῶν ἀπιστησάντων καὶ σφαλέντων συγχωρεῖ τούτοις ὁ δεσπότης Χριστός· μόνον δὲ ἐθεάσατο αὐτοὺς προκόψαντας τῇ εὐσεβείᾳ, μυηθέντας τῇ θεογνωσίᾳ, πληροφορηθέντας τῇ τῶν σημείων ἐπιδείξει, νευρωθέντας τῇ τοῦ πατρὸς μαρτυρίᾳ, ὀχυρωθέντας τῇ τοῦ ἁγίου πνεύματος φωταγωγίᾳ, οὐκέτι συγχωρεῖ αὐτοῖς σφαλλομένοις, ἀλλὰ δριμυτέρας διδασκαλίας ἀπάρχεται λέγων πρὸς αὐτούς· Εἴ τις θέλει τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ' ἂν ἀπολέσῃ αὐτὴν ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν, καὶ αὖθις· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. Δεῖ γὰρ τὸν ἄριστον μαθητὴν κατόπιν ὁδεύειν τοῦ διδασκάλου· ὅθεν καὶ ὁ μακάριος Παῦλος τοιαύτης διδασκαλίας ἀρεσθείς, γράφων ἔλεγεν· Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ταῦτα ἀκούσας καὶ ὁ μακάριος Πέτρος τὰ ῥήματα, ἀμέτρῳ θερμότητι ζέσας κατεξανίσταται τῶν τοῦ κυρίου ῥημάτων. Εἰρηκότος γὰρ τοῦ κυρίου ὅτι δεῖ αὐτὸν ἀνελθεῖν εἰς Ἱεροσόλυμα καὶ πολλὰ παθεῖν παρὰ τῶν ἀρχιερέων καὶ γραμματέων καὶ πρεσβυ τέρων τοῦ λαοῦ καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι, τούτων ἐπακούσας τῶν σοφῶν ῥημάτων ὁ Πέτρος, δόξας ἀλλόκοτα τὸν ἄσφαλτον φθέγγεσθαι, ἐπιλαβόμενος τοῦ κυρίου, καθὼς ἀρτίως ἤκουες, ἤρξατο ἐπιτιμᾶν αὐτῷ λέγων· Ἵλεώς σοι, κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. Οὐκ οἶδας τί φθέγγῃ, δέσποτα· ἐναντία ἑαυτῷ παρατίθης. Ὁ τοὺς δαίμονας πάντας ὑφ' ἓν φυγαδεύσας τοὺς πρεσβυτέρους τῶν Ἰουδαίων φοβῇ; Ἵλεώς σοι, κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. Ὁ τὴν θάλασσαν τοῖς ἑαυτοῦ ποσὶν ὑποστρώσας καὶ τοὺς ἀνέμους ταραττομένους κατευνάσας καὶ τὸ πέλαγος μαινόμενον καταστείλας, τοὺς ἀρχιερεῖς τῆς Ἱερουσαλὴμ δέδοικας; Ὁ τὴν συκῆν λόγῳ ξηράνας καὶ τὴν ξηρὰν χεῖρα εἰς ζῶσαν ἐκτείνας, τοὺς ἀνθρώπους ἀγωνιᾷς; Ἵλεώς σοι, κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. Ὁ Ἑνὼχ μηδὲν σημεῖον ποιήσας σὺν αὐτῷ τῷ σώματι μετάρσιος γέγονεν, καὶ σὺ ὁ τοσαῦτα δημιουργήσας, τάφῳ μέλλεις καλύπτεσθαι; Εἰ μὴ ἔφριξέ σε ὁ θάνατος, πῶς ἀπεδίδου σοι τὸν Λάζαρον; Εἰ μὴ ἐφοβήθη σε ὁ λεγεὼν τῶν δαιμόνων, πῶς παρεκάλει σε ἐξελθὼν τοῦ ἀνθρώπου εἰς τὴν ἀγέλην τῶν χοίρων ἀπελθεῖν; Εἰ μὴ ᾔδει σε τὸ ὕδωρ ὅστις εἶ, πῶς τῷ νεύματί σου ἐν Κανᾷ τῆς Γαλιλαίας εἰς οἶνον μετεβάλλετο; Εἰ μὴ ἐγνώρισέ σε ὁ Σιλωὰμ ὅτι σὺ εἶ ὁ πάσης τῆς οἰκουμένης κτίστης , πῶς τοῦ ἐκ γεννητῆς τυφλοῦ τὸν πηλὸν ἀποπλύνας καὶ τῷ νεύματί σου τὸ βλέπειν ἐχαρίσατο; Οὐ περὶ σοῦ ἐβόησεν ὁ πατὴρ τῶν φώτων· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε; Ὁπότε οὖν ὁ υἱὸς θεοῦ νεκρός, ἐν τίσιν ἡ ἡμετέρα ἐλπίς; Ἵλεώς σοι, κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. Τί μοι ἐπαγγέλλει ἀνάστασιν; Οὐδεὶς νεκρὸν
ὄντα ἑαυτὸν ἤγειρε ποτέ. Εἰ δ' ὑφ' ἑτέρου ἐγείρῃ, ἐκεῖνόν μοι δεῖξον, ὅπως σὲ καταλείψας ἐκείνῳ μαθητεύσω. Ἵλεώς σοι, κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. Οὐ παρῄνεσας ἡμῖν, δέσποτα, λέγων· Ἐγώ εἰμι τὸ φῶς καὶ ἡ ἀνάστασις καὶ ἡ ζωή; Πότε φῶς εἰς σκότος μεταβάλλεται; Πότε ἀνάστασις τάφῳ καλύπτεται; Πότε ζωὴ νεκροταφίοις περισφίγγεται; Ἄπιθι, δέσποτα, ἄπιθι. Ἵλεώς σοι, κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. Τί οὖν ὁ δεσπότης Χριστός, ὁ πάνσοφος παιδαγωγός; Οὐκέτι συνεχώρει τῷ Πέτρῳ σφαλλομένῳ, ὀργίζεται δὲ καὶ ταράττεται τὸν σκανδαλίζοντα αὐτὸν διάβολον λέγων, καθὼς ἀρτίως ἤκουες· Ὕπαγε ὀπίσω μου, σατανᾶ, ὁ τὸν ἐμὸν Πέτρον ἀπιστεῖν ὑπονοθεύσας. Σκάνδαλόν μου εἶ, Πέτρε, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων. Εἰ μὴ ἐγὼ ἀποκτανθῶ, οὐδεὶς ὑμῶν ἀθανασίας γεύεται. Σκάνδαλόν μου εἶ, Πέτρε. Εἰ μὴ ἐγὼ φονευθῶ, οὐδεὶς ὑμῶν τὸν ἀμπελῶνα κληρονομεῖ. Σκάνδαλόν μου εἶ, Πέτρε, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων. Κόκκος ὑπάρχω τοῦ σίτου κατὰ τὸν λόγον τῆς ἐνανθρωπήσεως· Ἐὰν μὴ πεσὼν ὁ κόκκος εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν δίδωσιν. Σκάνδαλόν μου εἶ, Πέτρε, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων. Εἰ μὴ ἐγὼ κατέλθω εἰς τὸν ᾅδην, οὐδεὶς τὸν Ἀδὰμ τῆς δουλείας ἐλευθεροῖ. Σκάνδαλόν μου εἶ, Πέτρε, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων. Εἰ μὴ ἐγὼ σφαγιασθῶ, οὐδεὶς ὑμῶν τὸ μυστικὸν ὀψώνιον ὀψωνεῖ. Εἰ μὴ ἐγὼ σταυρωθῶ, Πέτρε, τὸν παράδεισον ὁ λῃστὴς οὐκ ἀνοίγει. Σκάνδαλόν μου εἶ, Πέτρε, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων. Ἦλθον οὐ μόνον τοὺς ζῶντας περιοδεῦσαι, ἀλλὰ καὶ τοὺς κοιμηθέντας εὐεργετῆσαι. Οὐκ ἐψευσάμην δή, Πέτρε, εἰρηκώς· Ἐγώ εἰμι τὸ φῶς καὶ ἡ ἀνάστασις καὶ ἡ ζωή. Ἐπεὶ οὖν φῶς ὑπάρχω , Πέτρε, δεῖ με τοῖς ἐν σκότει λάμψαι. Ποῖον δὲ φῶς τὸ μὴ φυγαδεῦον σκότος; Ἀνάστασίς εἰμι, Πέτρε, δεῖ με τοὺς προκατεχομένους ἀναστῆσαι. Ποία γὰρ ἀνάστασις ἡ τοὺς κεκοιμημένους μὴ ἐγείρουσα; Ζωή εἰμι, Πέτρε, δεῖ με τὸν θάνατον θανατῶσαι· πάσχω γὰρ ὡς ἄνθρωπος, καὶ σῴζω ὡς φιλάνθρωπος. Νῦν γὰρ οἰκονομικῶς πάσχω , Πέτρε· μετ' οὐ πολὺ δὲ δεσποτικῶς ἐλεύσομαι, οὐκ ἐν τῇ τοῦ δούλου μορφῇ ἐμφανιζόμενος, ἀλλ' ἐν τῇ πατρῴᾳ δόξῃ ὑπ' ἀγγέλων δορυφορούμενος. Νῦν ἀθετούμενος συγχωρῶ διὰ τὴν εὐτέλειαν τῆς ὁράσεως· μετ' οὐ πολὺ δὲ αὐθεντικῶς κρινῶ διὰ τὴν ἐξουσίαν τῆς θεότητος. Καὶ ὅτι ταῦτα μετήρχετο ὁ δεσπότης Χριστός, ἤκουες αὐτοῦ ἀρτίως λέγοντος· Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ἐμφραττέσθω καὶ τὰ νῦν Ἄρειος ὁ μὴ δεδοικὼς τὸ ἀπροσωπόληπτον τοῦ κυρίου κριτήριον. Εἰ ὑπεξούσιος ὁ δεσπότης Χριστὸς καθὸ θεὸς λόγος καὶ υἱὸς ἀνόμοιος καὶ μηδὲν κοινωνῶν κατ' οὐσίαν τῷ γεννήσαντι, καθὼς ἐκεῖνος μανικῶς ἀποφθέγγεται , πῶς ἐν τῇ δόξῃ τοῦ πατρὸς ἐλεύσεται; Ἰδού, ὁμοούσιος ἐν τῇ πατρῴᾳ δόξῃ ἐλεύσεται· ὧν γὰρ ἡ οὐσία διαφέρει, τούτων καὶ ἡ δόξα διενήνοχεν· ὧν δὲ ἡ οὐσία ἡ αὐτή, τούτων καὶ ἡ δόξα ἡ αὐτή. Ἀλλ' ἐροῦσιν εὐθέως οἱ Ἀρειανῶν παῖδεςοὐδὲν γὰρ αὐτοῖς ἀτόλμητον· ἐμπεσόντες γὰρ εἰς ὕλην κακῶν καταφρονοῦσινη· Ταύτην φησὶ τὴν δόξαν ὁ μονογενὴς παρὰ τοῦ πατρὸς εἴληφεν, δεηθεὶς καὶ προσευξάμενος καὶ ἱκετεύσας. Ἠκούσαμεν γὰρ αὐτοῦ συχνῶς προσευχομένου καὶ λέγοντος· Πάτερ , δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Εἰ τοίνυν παρὰ τοῦ πατρὸς εἴληφε τὴν δόξαν, πῶς ὁμοούσιος τοῦ πατρός ἐστιν; Ταῦτα Ἀρείου τὰ ῥήματα. Ἀλλ' ὦ Ἄρειε, ταῦτα ὁ δεσπότης Χριστὸς καθὸ θεὸς λόγος προσηύχετο ἢ καθότι ἄνθρωπος; Εἰ καθὸ θεὸς λόγος προσηύχετο, μετὰ τὸν κόσμον, κατὰ σέ
, ἀπώλεσε τὴν ἔμφυτον δόξαν; Λέγει γάρ· Δόξασόν με, πάτερ, τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Ἐξ ὧν δείκνυται ὅτιπερ ἐνταῦθα ὁ δεσπότης Χριστὸς οὐκ ἐκ προσώπου τοῦ θεοῦ λόγου ἀλλ' ἐκ προσώπου τῆς ἀνθρωπότητος προσηύχετο. Ὁ γὰρ θεὸς λόγος ἔμφυτον ἔχει τὴν δόξαν, ἐνούσιον, ἀχειροποίητον, ἀδιάδοχον, ἀναφαίρετον· οὐδὲν γὰρ δεύτερον ἢ ὕστερον γένει κέκτηται. Εἰ γὰρ ἀπώλεσε τὴν δόξαν τὴν ἔμφυτον, κατὰ σέ, πῶς ἀληθεύει ἡ γραφὴ ἡ λέγουσα· Δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία, καὶ αὖθις· Δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου, καὶ ἑτέρωθι· Ὄψονται ἔθνη τὴν δόξαν σου, καὶ βασιλεῖς τὴν δικαιοσύνην σου. Ἐξ ὧν δείκνυται σαφῶς ὅτιπερ οὐκ ἐκ προσώπου τῆς θεότητος ἀλλ' ἐκ προσώπου τοῦ Ἀδὰμ ἔλεγεν ὁ δεσπότης Χριστός. Ἄκουε συνετῶς. Ἐπειδὴ γὰρ ὁ δεσπότης Χριστὸς δεύτερος Ἀδὰμ γέγονε καὶ ἀνέλαβε τὸν παλαιὸν ἄνθρωπον, ὁ δὲ παλαιὸς Ἀδὰμ ἀπώλεσε τὴν δόξαν ἐν τῷ παραδείσῳ τῇ τοῦ διαβόλου δολοκλεψίᾳ, τούτου χάριν ὁ δεσπότης Χριστὸς ἐκ προσώπου τοῦ Ἀδὰμ προσηύχετο λέγων· Πάτερ, δόξασόν με τῇ δόξῃ ᾖ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί, τῷ προγνωστικῷ λόγῳ. Ὅθεν καὶ αὖθις ὁ πατὴρ λαμπρᾷ τῇ φωνῇ ἐβόησε λέγων· Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. Τί ἐστι Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω; Ἐδόξασά σέ φησιν ἐν τῷ παραδείσῳ, ἀλλ' ἐπειδὴ τὴν δόξαν ὁ διάβολος εἰς ἀδοξίαν μετέβαλεν, πάλιν δοξάσω ἐγώ, ἐν τῷ σταυρῷ τὴν ἀδοξίαν μεταβαλών. Ἐνταῦθα οὖν ἐκ προσώπου τῆς ἐνανθρωπήσεως προσηύχετο, ἐν δὲ τοῖς προτεθεῖσι λόγοις ἐκ προσώπου τῆς θεότητος. Ἀκούων δὲ ταῦτα μὴ δύο πρόσωπα τὸν υἱὸν φαντασθῇς, ἀλλ' ἕνα θεὸν λόγον γνώριζε μετὰ τῆς ἰδίας σαρκός. Ἐπεὶ οὖν ἐπεραιοῦτο λοιπὸν ὁ τῆς ἐνανθρωπήσεως αὐτοῦ λόγος, οὐκέτι ἐκ προσώπου τῆς ἐνανθρωπήσεως ἀλλ' ἐκ προσώπου τῆς θεότητος ἐποιεῖτο τὴν διδασκαλίαν λέγων· Μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. Ποίαν δόξαν πατρῴαν λέγει; Τὴν ἀδιάδοχον βασιλείαν, τὴν ἀπερίγραπτον, τὴν ἄχρονον, τὴν ἀχειροποίητον. Ἡ γὰρ τοῦ πατρὸς δόξα τοῦ υἱοῦ βασιλεία τυγχάνει, ἡ ἐπουράνιος, οὐχ ἡ ἐπίγειος. Καὶ ὅτι ἡ πατρῴα δόξα τοῦ υἱοῦ βασιλεία τυγχάνει, ἤκουες αὐτοῦ τοῦ δεσπότου Χριστοῦ ἀρτίως λέγοντος· Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες τῶν ὧδε ἑστώτων οἳ οὐ μὴ γεύσονται θανάτου, ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ. Εἶδες ὅτι μία δόξα πατρὸς καὶ υἱοῦ; Πρὸ βραχέως ἔλεγεν· Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρός, ἐνταῦθα· ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ, ὡς εἶναι τὴν Χριστοῦ βασιλείαν πατρῴαν δόξαν, τὴν δὲ πατρῴαν δόξαν υἱοῦ βασιλείαν. Τίς τοίνυν διαιρεῖ τὰ ἀδιαίρετα; Τίς ζυγοστατεῖ τὰ ἀζυγοστάτητα; Τίς πολυπραγμονεῖ τὸν πατρῷον κόλπον; Τίς μεμηνὼς μερίζει νοῦν καὶ λόγον καὶ πνεῦμα; Ἀμὴν λέγω ὑμῖν· εἰσί τινες τῶν ὧδε ἑστώτων οἳ οὐ μὴ γεύσονται θανάτου, ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ. Τινὲς δὲ τῶν πάλαι ἑρμηνευσάντων, οὐκ οἶδα τί σκοπήσαντες, ταῦτα τὰ ῥήματα τοῦ κυρίου εἰς τὴν δευτέραν ἔνδοξον αὐτοῦ παρουσίαν ἐξέλαβον. Ὅθεν καὶ ἐβεβαίωσαν τὸν εὐαγγελιστὴν Ἰωάννην θανάτου μὴ μετεσχηκέναι, ἀλλὰ περιμένειν τὴν τοῦ κυρίου ἔνδοξον παρουσίαν διὰ τὸ εἰπεῖν τὸν κύριον· Εἰσί τινες τῶν ὧδε ἑστώτων οἵτινες οὐ μὴ γεύσονται θανάτου, ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ. Ἔχει δὲ οὕτω τὸ νόημα· δεῖ γὰρ μὴ φαντάζειν ἀλλ' ἀληθεύειν, καὶ μάλιστα νῦν ὅτε καὶ τὰ βρέφη πρὸς διάλεκτον ὤξυνεν. Ἐνταῦθα οὖν οὐ περὶ τῆς δευτέρας παρουσίας αὐτοῦ τῆς ἐνδόξου λέγει ἀλλὰ περὶ τῆς ἐν τῷ ὄρει μεταμορφώσεως. Καὶ γὰρ ἐν τῷ ὄρει μεταμορφωθείς, μικρῶς πως ὁ δεσπότης Χριστὸς ἔδειξε τοῖς ἑαυτοῦ μαθηταῖς τῆς
ἀθεάτου θεϊκῆς αὐτοῦ βασιλείας τὴν δόξαν. Ἀλλ' εὐθὺς ἐροῦσιν οἱ θηρευτικὴν περιφέροντες γλῶτταν· Καὶ εἰ ἀθέατος ἡ θεϊκὴ τοῦ θεοῦ λόγου δόξα, πῶς ἐπέδειξεν αὐτὴν τοῖς ἀποστόλοις; Εἰ γὰρ ὁρατή, οὐκ ἀθέα τος· εἰ δὲ ἀθέατος, οὐχ ὁρατή. Διὸ ἄκουε συνετῶς. Ἐνταῦθα ὁ δεσπότης Χριστὸς τοῖς ἑαυτοῦ μαθηταῖς ἐπέδειξε τῆς ἀθεάτου αὐτοῦ βασιλείας τὴν δόξαν καὶ οὐκ ἐπέδειξεν, τὸ μὲν πληροφορῶν, τὸ δὲ φειδόμενος. Πληροφορῶν γὰρ ἔδειξεν αὐτοῖς τῆς ἀθεάτου βασιλείας τὴν θεϊκὴν δόξαν, οὐχ ὅση τις ἦν, ἀλλ' ὅσον ἠδύναντο φέρειν οἱ σωματικοὺς ὀφθαλμοὺς περιφέροντες· φειδόμενος δὲ αὐτῶν καὶ οὐχὶ φθονῶν, οὐκ ἔδειξεν αὐτοῖς τῆς ἀθεάτου θεϊκῆς βασιλείας αὐτοῦ τὴν πᾶσαν δόξαν , ἵνα μὴ σὺν τῇ ὁράσει καὶ τὴν ζωὴν ἀπολέσωσιν. Καὶ τούτου μάρτυς ὁ τῶν ὅλων θεὸς λέγων πρὸς Μωϋσῆν ποθοῦντα αὐτὸν θεάσασθαι, καθά φησι τὸ θεῖον λόγιον· Τότε Μωϋσῆς ἀποκριθεὶς πρὸς τὸν θεὸν ἔφη· Εἰ εὗρον χάριν ἐνώπιόν σου , ἐμφάνισόν μοι σεαυτὸν ὅπως ἴδω σε γνωστῶς πρόσωπον πρὸς πρόσωπον. Τί οὖν ὁ θεὸς πρὸς αὐτόν; Σφάλλῃ, Μωϋσῆ, ταῦτα ζητῶν· οὐ φθονῶ σοι τῆς ὁράσεως , φείδομαι δέ σου τῆς σωτηρίας. Οὐδεὶς ἀνθρώπων θεὸν ἰδὼν ζήσεται. Ἐνταῦθα οὖν καὶ ἐπέδειξε καὶ οὐκ ἐπέδειξεν, τὸ μὲν πληροφορῶν, τὸ δὲ φειδόμενος. Καὶ ὅτι οὐ περὶ τῆς δευτέρας αὐτοῦ ἐνδόξου παρουσίας ἀλλὰ περὶ τῆς ἐν τῷ ὄρει μεταμορφώσεως, καὶ οὐ περὶ Ἰωάννου μόνου ἀλλὰ καὶ Πέτρου καὶ Ἰακώβουοὐ γὰρ μοναδικῶς ἀλλὰ πληθυντικῶς ἐξεφώνησεν· Εἰσί τινες τῶν ὧδε ἑστώτων· οὐκ εἶπέ τις, ἀλλά τινες, ἄκουε τῶν ἑξῆς· δεῖ γὰρ ὑμᾶς ὑπομνῆσαι, οὐ διδάξαι. Καὶ μεθ' ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀνέρχεται εἰς ὄρος ὑψηλὸν κατ' ἰδίαν, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς· καὶ ἰδοὺ φωνὴ λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα· αὐτοῦ ἀκούετε. Ὁρᾷς ὅτι οὐ περὶ τῆς δευτέρας αὐτοῦ ἐνδόξου παρουσίας ἀλλὰ περὶ τῆς ἐν τῷ ὄρει μεταμορφώσεως εἶπεν; Τί οὖν ὁ κύριος; Ἀκολουθίᾳ προβῶμεν, ὅπως ταῖς ὑμετέραις εὐχαῖς τῶν προκειμένων μὴ ἐκπέσωμεν. Καὶ μεθ' ἡμέρας ἓξ παραλαμβάνει Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην. Ἀλλ' ἔστιν εἰπεῖν τινα· Καὶ διὰ τί τοὺς δώδεκα μαθητὰς αὐτοῦ ὁ δεσπότης Χριστὸς οὐ παρέλαβε μεθ' ἑαυτοῦ καὶ ἀνήνεγκεν εἰς τὸ ὄρος, ἀλλὰ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην; Διὰ τί; Ὅτι οὐκ ἦν ἄξιος ὁ Ἰούδας τοῖς τῆς προαιρέσεωςὀφθαλμοῖς θεάσασθαι τὴν τοσαύτην τοῦ κυρίου δόξαν. Ἀλλ' εὐθέως ἐροῦσί τινες· Καὶ εἰ τοῦτο ἦν τὸ αἴτιον, διὰ τί τὸν Ἰούδαν οὐ κατέλιπε μόνον κάτω, καὶ τοὺς ἕνδεκα σὺν αὐτῷ ἀνήνεγκεν; Ἀλλ' οὐκ ἐσμὲν σοφώτεροι τοῦ δεσπότου Χριστοῦ. Εἰ γὰρ συνέβη τὸν Ἰούδαν καταλειφθῆναι μόνον κάτω, τοὺς δὲ λοιποὺς ἕνδεκα ἀνελθόντας ἐν τῷ ὄρει τῆς αὐτῆς θέας ἀπολαῦσαι, εἰκὸς λέγειν τινὰς ὅτι τούτου χάριν ὁ Ἰούδας ὡς παραπονηθεὶς ἐπὶ τὴν προδοσίαν καὶ κυριοπρασίαν ἔφθασεν. Ἵνα οὖν μηδὲν τοιοῦτον μηδὲ παρ' ἡμῶν λεχθῇ, μηδὲ παρ' ἐκείνου προφασισθῇ, τούτου χάριν ἔνατον αὐτὸν καταλιμπάνει κάτω, ἵνα οἱ μὲν τρεῖς ὄψει πληροφορηθέντες δοξασθῶσιν, οἱ δὲ ἐννέα ἀκοῇ πιστεύσαντες μακαρισθῶσιν. Ὅθεν καὶ ὁ κύριος τοὺς ἀκοῇ πιστεύσαντας μακαρίζων ἔλεγεν· Μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. Ἄλλως δέ, τοὺς τρεῖς μόνους ἀνήνεγκεν, Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, ἵνα πληρωθῇ τὸ φάσκον ῥητόν· Ἐπὶ δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα. Τριῶν μὲν Πέτρου καὶ Ἰακώβου καὶ Ἰωάννου τῆς ἀδιαστάτου τῆς εὐσεβείας τριπλόκου σειρᾶς, δύο δὲ Μωϋσῆ καὶ Ἡλία τῶν ἀκλινῶν τοῦ νόμου στύλων. Ἤκουες γὰρ ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος· Καὶ ὤφθησαν αὐτοῖς ἐν τῷ ὄρει Μωϋσῆς καὶ Ἡλίας συλλαλοῦντες αὐτῷ. Τίνος οὖν χάριν
Μωϋσῆν καὶ Ἡλίαν ἐν τῷ ὄρει μετέστησεν, καὶ τοσαύτη ἡ μεταμόρφωσις γέγονεν, νεφέλη ἐπισκιάζουσα φωτεινὴ καὶ ἡ πατρῴα φωνὴ βροντῶσα; Τίνος χάριν; Ἐπειδήπερ οἱ ἀπόστολοι ἐδόκουν τὸν δεσπότην Χριστὸν ὡς ψιλὸν ἄνθρωπον εἶναι, οὐχὶ δὲ ὡς θεὸν ἐν σαρκί. Ὅθεν καὶ νομίζοντες αὐτὸν λιτὸν ἄνθρωπον ὑπάρχειν διὰ τὰ οἰκονομικὰ δάκρυα καὶ τὴν τροπικὴν δειλίαν καὶ τὰς προσευχὰς καὶ τὴν παραίτησιν, συχνῶς οἱ ἀπόστολοι καὶ ἀντέλεγον καὶ ἠπίστουν καὶ κατεπλήττοντο. Ἵνα οὖν τῆς τοιαύτης αὐτοὺς ὑπονοίας ἐκκόψῃ, ἀνενέγκας αὐτοὺς ἐν τῷ ὄρει καὶ μικρὸν παρανοίξας τὴν θύραν τῆς ἐνανθρωπήσεως, ἐδείκνυε σαφῶς πόση τις παρ' αὐτῷ ἐκέκρυπτο δόξα. Ἄλλως δέ, καὶ ἐπληροφόρει τοὺς ἀποστόλους ὅτι αὐτός ἐστιν ὁ τῶν ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων δεσπότης. Ἄνωθεν μὲν τὸν Ἡλίαν ἴξευσεν, κάτωθεν δὲ τὸν Μωϋσέα ἠγκίστρευσεν, ἐκ τῶν ἐπιγείων δὲ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην παρέστησεν· ἀπὸ γὰρ τῶν ἄκρων τὸ πᾶν γνωρίζεται. Ὅθεν ὁ Πέτρος θεασάμενος τὴν τοσαύτην δόξαν, Μωσέα τε καὶ Ἡλίαν δουλικῶς παρεστῶτας καὶ ἠρέμα ὑποτρύζοντας, οὐκέτι ἐπιπλήττει, προσκυνεῖ δὲ καὶ αρακαλεῖ λέγων, καθὼς ἀρτίως ἤκουες· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι καὶ μὴ ἀναβαίνειν εἰς Ἱεροσόλυμα. Ἐκεῖ Πιλᾶτος καὶ Καϊάφας θάνατον πνέοντες, ἐνταῦθα Μωϋσῆς καὶ Ἡλίας ἀνάστασιν μηνύοντες. Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· καὶ εἰ θέλεις, ποιήσωμεν τρεῖς σκηνάς, μίαν σοὶ καὶ Μωϋσῇ μίαν καὶ Ἡλίᾳ μίαν. Ἀλλ' ὦ μακάριε Πέτρε, τί τῷ φόβῳ κατεχόμενος καὶ τῇ δειλίᾳ κλονούμενος, ἀλλοκτίστους σκηνὰς λυγιδοπλεκτεῖν ἐπείγει, τὸν δεσπότην τοῖς δούλοις συντάττων; Ὃν νεφέλη δορυφορεῖ, τοῦτον καλύβη χωρῆσαι οὐ δύναται. Πλήρης γὰρ ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ, τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
In uxorem Job et in proditionem Judae (homilia 6) Λεοντίου πρεσβυτέρου Κωνσταντινουπόλεως λόγος εἰς τὴν προδοσίαν τοῦ Χριστοῦ Ὥσπερ κανόνος παρατεθέντος τὸ στρεβλὸν τῶν ξύλων ἐλέγχεται, οὕτω τῆς δεσποτικῆς ταύτης πέμπτης παρούσης οἱ τὸ ἀδιάλυτον λύοντες δημοσιεύονται. Ποῦ τῆς καθημερινῆς συσφίγξεως τὰ σκιρτήματα; Ἐκκλησιῶν καπηλεῖα προκρίνονται καὶ λουτρὰ θυσιαστηρίου. Εὐθέως ὄνομα βεβαιοῦν τῶν ἀκρίτων τὴν πρόθεσιν. Διαλύεις, εἰπέ μοι, τὴν νηστείαν; Ὅπου τὸ καλόν, σύσφιγξον καὶ μὴ λύσῃς· ὅπου φαῦλον, λῦσον μὴ σφίγξῃς. Τί τὸ κινοῦν σε πρὸς διάλυσιν τῆς νηστείας, φίλε; Εἰ μὲν διὰ σαρκὸς ἀσθένειαν μετέχεις οἴνου, ἀπόλαυε καὶ σήμερον· οὐδὲν γὰρ ὑπὲρ δύναμιν παρὰ σοῦ ζητεῖ ὁ θεός. Εἰ δὲ ἐν ταῖς παρελθούσαις ὑδροποτήσας σκληροφαγίαν μετῆλθες, καὶ σήμερον ὑπόμεινον, ἵνα μὴ ἐν τῷ λιμένι ναυαγήσῃς. Ὃ οὐ θέλεις παθεῖν μὴ ποιήσῃς.
Οἷόν τι λέγω· παρατίθει πολλάκις βαλλάντιον ἐσφραγισμένον μαργαριτῶν πεπληρωμένον· ἐὰν ὁ δεξάμενος τοῦτο ὡς παραθήκην ἐκ πλαγίων λύσας τὸ βαλλάντιον ἀφέληται μαργαρίτην, οὐ παραδίδως, οὐ τιμωρῆσαι τοῦτον , οὐχ ὡς ἄπιστον δημοσιεύεις; Τὸν αὐτὸν τρόπον ὁ τῶν πάντων θεὸς ἐπίστευσέ σοι τὸ βαλλάντιον τῆς νηστείας, ἐν ᾧ οἱ μαργαρῖται τῆς ἀπολαύσεως ἐσφραγισμένοι τῷ δακτύλῳ τοῦ ἁγίου πνεύματος· μὴ ἀφέλῃ, μὴ διαλύσῃς, μὴ διὰ μίαν ἡμέραν ἢ ὥραν τῶν στεφάνων ἀποτύχῃς. Τί τὸ κινοῦν σε πρὸς διάλυσιν; Οὐδεὶς σήμερον εὐφραίνεται, εἰ μὴ ὁ διάβολος καὶ οἱ τούτου σύνδρομοι Ἰουδαῖοι. Οὐκ ἤκουες ἀρτίως πῶς Ἰουδαίων παῖδες συναχθέντες εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως ἅμα τοῖς πρεσβυτέροις συμβούλιον ἔλαβον πῶς τὸν Ἰησοῦν κρατήσωσι καὶ ἀποκτείνωσι δόλῳ; Σήμερον ὁ δεσπότης Χριστὸς λύπῃ συνέχεται, διὰ πάντων γὰρ πληροῖ τὰ ἀνθρώπινα μέτρα· σήμερον οἱ μαθηταὶ ἐναγώνιοι γίνονται, ἄνθρωποι γάρ εἰσι δειλίαν ἠμφιεσμένοι· σήμερον ἡ κτίσις ἐν πένθει τοῦ κτίστου πάντων ὑβριζομένου , καὶ σὺ ἐν μέθῃ καὶ ἐν κραιπάλῃ καὶ ἐν τοῖς ἐναντίοις πράγμασι διατελεῖς; Μὴ ὑβρίσῃς τὴν ἑορτήν, ὧ φίλε· μὴ ἀθετήσῃς τὴν ἀνάστασιν, μὴ δύο πάσχα ποθήσῃς, μὴ προφασίσῃ τὸ μυστήριον· οὐκ ἔστιν ὃ βλέπεις, οὐκ ἔστι βρῶσις καὶ πόσις.
Διὰ τοῦτο μυστήριον λέγεται, ἐπειδὴ πρὸς κόρον οὐ δίδοται. Στόμωμα ψυχῆς ὑπάρχει τὸ μυστήριον, σωφροσύνης ἀρραβών, φιλίας σύσφιγξις, διεστώτων ἕνωσις· σαρκοφαγεῖς, οὐκ ἀρτοφαγεῖς· αἱμοποτεῖς, οὐκ οἰνοποτεῖς. Ἤκουες ἀρτίως· ἡ παραναγνωσθεῖσα ἡμῖν γυνὴ ἐν τοῖς θείοις εὐαγγελίοις, αὕτη μύρον κατέχεεν· μὴ γὰρ οἶνον ἐξέχεεν; Ἀρτίως ὁ δεσπότης Χριστὸς τὸ μυστήριον παρέδωκεν· μὴ γὰρ μεθυστήριον; Οὐδεὶς ἐμεθύσθη σήμερον, εἰ μὴ μόνον ὁ Ἰούδας μέθην ψυχοφθόρον. Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος· Ὀψίας δὲ γενομένης συνανέκειτο ὁ Ἰησοῦς μετὰ τῶν δώδεκα μαθητῶν αὐτοῦ. Ὢ τῶν παραδόξων πραγμάτων, ὢ τῆς τοῦ κυρίου φιλανθρωπίας. Καὶ τὸν Ἰούδαν ἑαυτῷ συνανέκλινεν. Οὐκ ἔδει τὸν προδότην ἀπώσασθαι; Συνανεκλίθη αὐτῷ. Διὰ τί; Ἵνα μὴ πρόφασιν εὕρῃ τῆς προδοσίας. Εἰ μὴ συνανέκλινεν αὐτὸν μετὰ τῶν λοιπῶν μαθητῶν, ἤμελλε λέγειν ὁ Ἰούδας ὅτι Ἠθετήθην, ἐξουθενήθην, καὶ διὰ τοῦτο ἐπὶ τὴν κυριοπρασίαν ἤλασα. Ὅπως οὖν πανταχοῦ τὴν πρόφασιν αὐτοῦ θερίσῃ, καὶ αὐτὸν σὺν τοῖς μαθηταῖς ἀνακλίνει. Ἐν αὐτῷ δὲ ὁ κύριος καὶ τὸ προγνωστικὸν πᾶσιν ὡς θεὸς μηνύων τοῖς συνανακειμένοις , ἔλεγε τοῖς μαθηταῖς· Ἀμὴν λέγω ὑμῖν, εἷς ἐξ ὑμῶν παραδώσει με.
Ταύτην τὴν πικρὰν φωνὴν πρῶτον οἱ μαθηταὶ ἀκούσαντες λύπῃ κατηνέχθησαν καὶ ὃν κατεῖχον ἄρτον κατέλιπον· εἷς ἕκαστος αὐτῶν ὑπὸ τοῦ συνειδότος ἐλαυνόμενος προσῄει τῷ κυρίῳ· Ἐγώ σε παραδώσω, δέσποτα; Νεκροὺς ἐξυπνίζω τῷ σῷ ὀνόματι κεχρημένος , χωλοῖς τρέχειν παρέχω, τυφλῶν καταρράκτας ἀνοίγω, θάλασσαν χωροβατῶ, ὄχλον παθῶν ἀνατρέπω, ἀγέλην δαιμόνων φυγαδεύω, καὶ τῆς τοσαύτης εὐεργεσίας προδοσίαν σοι μισθὸν προσοίσω; Ὅμως λέγε μοι, δέσποτα, ἐπειδὴ οὐκ οἶδα τί τέξεται ἡ ἐπιοῦσαοὐκ ἐν τῷ ἀνθρώπῳ γὰρ ἡ ὁδὸς αὐτοῦ, σοὶ δὲ τὰ μέλλοντα ὡς παρόντα ἔγνωσται, λέγε ἡμῖν τίς ὁ παραδιδούς σε, ἵνα μὴ πάντες ἀπὸ λύπης ἐκλείψωμεν. Ὁ δὲ κύριος πρὸς τοὺς μαθητάς· Τίς ἐστιν ὁ παραδιδούς με; Ὁ ἐμβάψας μετ' ἐμοῦ ἐν τῷ τρυβλίῳ, αὐτός με παραδώσει. Ἤδη καταφρονεῖ μου, ἤδη κατεξανέστη. Ὁ δὲ Ἰούδας ἀκούσας ταῦτα, δέον αὐτὸν προσπεσεῖν, ἐξομολογήσασθαι, μετάνοιαν δέξασθαι , τούτων μὲν οὐδὲν πεποίηκεν, ὡς ἀγνώστῳ δὲ τῷ κυρίῳ προσέρχεται λέγων, καθὼς ἀρτίως ἤκουες· Μήτι ἐγώ εἰμι, ῥαββί; Ὁ δὲ κύριος πρὸς αὐτόν· Εἰ ἀγνοεῖς, ἐπερώτα· εἰ οὐκ οἶδας, μάνθανε· εἰ οὐκ ἐμβάπτεις ἐν τῷ τρυβλίῳ, πείραζε.
Τὴν τιμήν μου βαστάζεις καὶ ἐρωτᾷς· Μήτι ἐγώ εἰμι, ῥαββί; Οὐδὲ τῷ προφήτῃ με Ἐλισσαίῳ συγκρίνεις; Ἐλισσαῖος ὁ προφήτης τὸν ἑαυτοῦ παῖδα Γιεζεὶ ἐκ τοῦ Νεεμὰν ὑποστρέψαντα, ὅτε μισθὸν τῆς θεραπείας ἐλάμβανεν, ἐπερωτῶν, καὶ δοκῶν ὁ Γιεζεὶ ἄνθρωπον πλανᾶν ἔλεγε πρὸς αὐτόν· Οὐ πεπόρευται ὁ δοῦλός σου ἔνθεν καὶ ἔνθεν· δημοσιεύων δὲ αὐτὸν ὁ Ἐλισσαῖος ἔλεγεν· "Οὐχὶ ἡ καρδία μου ἦν μετὰ σοῦ, ὅτε κατέβης μετὰ Νεεμάν;" Ἐλισσαίου ἡ καρδία οὐκ ἐπλανήθη καὶ ἡ ἐμὴ θεότης σφάλλεται; Ὡς ἀγνοοῦντί μοι προσῆλθες, Μήτι ἐγώ εἰμι, ῥαββί; λέγων. Συνετάξω τοῖς Ἰουδαίοις, ἔδωκες αὐτοῖς σημεῖον λέγων· Ὃν ἐὰν φιλήσω αὐτός ἐστιν, κρατήσατε αὐτόν. Ἐὰν μὴ θέλω, οὐ κρατοῦμαι. Οὐκ οἶδας τί ἔπαθεν ἡ συκῆ; Οὐκ οἶδας ποῦ ἀπέστειλα τὸν λεγεῶνα; Οὐκ ἤκουες τῶν δαιμόνων ὁμολογούντων τὴν δεσποτείαν; Οὐκ εἶδες τὸν Ἰορδάνην ἀναχαιτίζοντα; Οὐκ ἐθεάσω τὴν θάλασσαν φεύγουσαν; Οὐκ ἔγνως τοὺς ἀνέμους δειλιῶντας; Οὐκ εἶδες τὰ κύματα γαληνιῶντα; Ἡ κτίσις γνωρίζει καὶ σὺ πιπράσκεις; Ὅμως, Ἰούδα,πορεύου πρὸς τὴν πρότασιν , συντάττου τοῖς Ἰουδαίοις, ἀνάστρεφε πρός με, δός μοι τὸ φίλημα. Καταδέχομαι τοῦ φιλῆσαί σε, οὐχ ὅτι ἄξιος εἶ τοῦ φιλήματος, ἀλλ' ὅτι δεῖ με λαβεῖν ὅπερ ἔδωκα. Ἀλλὰ τὰ μὲν κατὰ τὸν Ἰούδαν ἀρκούντως εἰρήσθω.
Ὅπωςδὲ καὶ τῆς λοιπῆς περικοπῆς ἐφαψώμεθα, οἱ ἀρτίως τῶν παραναγνωσθέντων ἀκηκοότες εὐκαίρως βοήσατε τὰ τοῦ μακαρίου Παύλου· Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Ἔστι δὲ πάντως εἰπεῖν τινα· Τί ἐστιν Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις; Τί ἐστιν; Καθὼς προεῖπον, ἐκ τῶν ἀρτίως παραναγνωσθέντων λάμβανε τὴν ἀπόδειξιν. Τῇ πρὸ ταύτης ἑσπέρᾳ ἡ γυνὴ τοῦ Ἰὼβ τὸν ἄνδρα βλασφημεῖν προετρέπετο, ἡ δὲ ἀρτίως ἡμῖν παραναγνωσθεῖσα γυνὴ τὸν κύριον ἐμύριζε καὶ τὴν οἰκουμένην εὐωδίαζεν. Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Κἀκείνη γυνὴ καὶ αὕτη γυνή, μία φύσις ἀλλὰ διάφορος ὁ τρόπος. Ἐκείνη τῆς Εὕας συνόμιλος, αὕτη τῆς παρθένου σύνδρομος· ἐκείνη τοῦ διαβόλου ὑπηρέτρια, αὕτη τοῦ κυρίου διακονήτρια· ἐκείνη τὴν γλῶσσαν πρὸς βλασφημίαν ὤξυνεν, αὕτη τὸ ἀλάβαστρον τοῦ μύρου τῷ κυρίῳ κατέχεεν. Τί οὖν ὁ εὐαγγελιστὴς Ματθαῖος; Ἤκουες αὐτοῦ ἀρτίως λέγοντος· Τοῦ δὲ Ἰησοῦ παραγενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, προσῆλθεν αὐτῷ γυνὴ ἔχουσα ἀλάβαστρον μύρου πολυτίμου καὶ κατέχεεν αὐτὸ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ. Εἶδες ἐργασίαν γυναικός; Μικρὰ πᾶσα γλῶσσα πρὸς τὸν ταύτης ἔπαινον.
Ὑπερηκόντισε τὸν Ἀβραάμ· ὁ Ἀβραὰμ τοὺς πόδας ἔνιψε τοῦ κυρίου, αὕτη τὴν κεφαλὴν ἤλειψε τοῦ κυρίου. Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Ὑπερηκόντισεν αὕτη πάσας τὰς γυναῖκας· ἡ Χαναναία ψίχας ἔλαβε συμπαθείας, ἡ Σαμαρεῖτις ὕδωρ ἤντλησεν εὐεργεσίας, ἡ αἱμόρρους πτερὸν ἔτιλεν ἰάσεως, αὕτη δὲ τὴν δεσποτικὴν κορυφὴν κατέχεεν, ὅπου τῆς οἰκουμένης ὁ θησαυρός, ὅπου τῆς ἀναστάσεως ἡ ῥίζα. Ἀσύγκριτος ἡ γυνή· ἥψατο τῆς κεφαλῆς τοῦ κυρίου, ἱερέως τάξιν μετῆλθεν, θυσιαστήριον ἐμιμήσατο, τῶν χερουβὶμ τὸν τόπον ἐπλήρωσεν, τὰς ἄνω δυνάμεις ἐζήλωσεν. Ταύτην τις προσειπὼν λογικὴν περιστερὰν οὐκ ἂν ἁμάρτοι· καλῶς τοῦ οὐρανοῦ περιεπετάσθη, καλῶς τῷ ἡλίῳ συνέδραμεν ὡς πτέρυξι ταῖς χερσὶ χρησαμένη. Πάντας ὑπερηκόντισεν αὕτη ἡ γυνή, οὐ μόνον γυναῖκας ἀλλὰ καὶ ἄνδρας. Καὶ μηδεὶς στυγνάσῃ τῶν παρόντων ἀνδρῶν γυναῖκα κατανοῶν προκρινομένην ἀνδρός· ἓν γὰρ τὸ κέρδος κἄν τε γυνὴ ἐγκωμιάζηται κἄν τε ἀνήρ· μία ζύμη, ἓν καὶ τὸ αὐτὸ φύραμα. Καὶ τούτου μάρτυς ὁ μακάριος Παῦλος λέγων· Οὐ δύναται ἡ κεφαλὴ τοῖς ποσὶν εἰπεῖν· Χρείαν ὑμῶν οὐκ ἔχω. Εἰ τοίνυν ἡ κεφαλὴ τῶν ποδῶν χρῄζει καὶ οἱ πόδες τῆς κεφαλῆς δέονται, πολλῷ μᾶλλον κεφαλὴ πλευρᾶς· μία γὰρ ἡ οὐσία καὶ ἡ κοινωνία.
Ἔστι δὲ πάντως εἰπεῖν τινα· Καὶ πῶς αὕτη ἡ καταχέουσα τῷ κυρίῳ τὸ μύρον ὑπερηκόντισε πάντας; <Π>ῶς; Ἐκ τῆς τοῦ κυρίου μαρτυρίας. Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος· Τοῦ δὲ Ἰησοῦ παραγενομένου ἐν Βηθανίᾳ εἰς οἰκίαν Σίμωνος τοῦ λεπροῦ, προσῆλθεν αὐτῷ γυνὴ ἔχουσα ἀλάβαστρον μύρου πολυτίμου καὶ κατέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἠγανάκτησαν λέγοντες· Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γεγένηται; οὐκ ἠδύνατο πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς; Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· Τί κόπους παρέχετε τῇ γυναικί; Καλὸν γὰρ ἔργον εἰργάσατο εἰς ἐμέ. Εἶδες γυναῖκα συνήγορον τὸν κύριον ἔχουσαν; Καλὸν δικαιολόγον ἐκτήσατο· αὕτη σιωπᾷ καὶ ὁ κύριος ὑπὲρ αὐτῆς δικαιολογεῖ λέγων πρὸς τοὺς μαθητὰς ἑαυτοῦ· Τί κόπους παρέχετε τῇ γυναικί; Οὐδὲν ἄκαιρον κατειργάσατο , τὴν ἐκκλησίαν προζωγραφεῖ, τὴν ἀνάστασιν προμηνύει, τὸν διάβολον προλυπεῖ , τὴν σωτηρίαν τοῦ κόσμου προθεωρεῖ, τὸν Ἰούδαν προτιμωρεῖ, τὰς γυναῖκας προχαροποιεῖ. Τί κόπους παρέχετε τῇ γυναικί; Οἶδεν ὃ ἔπραξεν, πρὸ ὑμῶν ἐγνώρισε τὸ μυστήριον. Ἰούδας πιπράσκει καὶ αὕτη μυρίζει, ὑμεῖς φεύγετε τὸ παθεῖν με καὶ αὕτη προτρέπεται. Οἶδεν τί συμφέρει τῇ ἀνθρωπότητι.
Τί κόπους παρέχετε τῇ γυναικί; Καλὸν ἔργον εἰργάσατο εἰς ἐμέ· τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ' ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε· κατέχεεν γὰρ αὕτη τὸ μύρον ἐπὶ τοῦ σώματός μου, εἰς τὸ ἐνταφιάσαι με ἐτήρησεν αὐτό. Ἀμὴν λέγω ὑμῖν, ὅπου δ' ἂν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς. Εἶδες, ὦ φίλε, πῶς ὑπερηκόντισεν αὕτη πάσας τὰς γυναῖκας ὁμοῦ τε καὶ ἄνδρας; Πέτρος ὁ κορυφαῖος τῶν ἀποστόλων, ὁ τοσοῦτος καὶ τηλικοῦτος, ἀκούσας τοῦ κυρίου λέγοντος ὅτι Δεῖ με ἀνελθεῖν εἰς Ἱεροσόλυμα καὶ πολλὰ παθεῖν παρὰ τῶν γραμματέων καὶ ἀρχιερέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι, ἔλεγεν· Ἵλεώς σοι, κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. Αὕτη δὲ ἐβάσταζε τὰ πρὸς τάφον, ἵνα ὅτε νεύσῃ ὁ κύριος, εὐθὺς προενταφιάσῃ. Διὸ καὶ ὁ κύριος μεγάλην αὐτῆς τὴν ἐργασίαν θεωρήσας ἀπεκρίνατο λέγων· Ἀμὴν λέγω ὑμῖν, ὅπου δ' ἂν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς. Ὢ τῶν παραδόξων πραγμάτων. Οὐδέπω τὸ εὐαγγέλιον οὔτε ἐξεδίδοτο οὔτε συνετάττετο οὔτε ἐγράφετο οὔτε ἐδημοσιεύετο, καὶ αὕτη προεκηρύττετο. Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Τῷ δὲ θεῷ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Continue reading PG 120: Leo Grammaticus →≣ entire volume
Page scan enlarged

Notebook

Full View