Diplomatic text · pgworks clean digital edition (verified) — PG column chips mark the printed columns.
Adversus Aphthartodocetas
I. 1. Εἰ ἄφθαρτον φύσει τὸ σῶμα τοῦ Χριστοῦ καὶ φθορᾶς ἀνεπίδεκτον, πῶς ἡμῖν ὁμοούσιον, περὶ ὧν εἴρηται· Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν; Τὸ γὰρ ἐκ μεταβολῆς γενόμενον ἄφθαρτον φύσει ἔχει τὴν φθοράν. 2. Ἀλλ' ἴσως ὁ δι' ἐναντίας ἐρεῖ· Ἐὰν ἄφθαρτον τὸ σῶμα τοῦ Χριστοῦ ὑπάρχον πρὸ τῆς ἀναστάσεως τοῖς νῦν τῶν ἀνθρώπων σώμασιν οὖσι φθαρτοῖς οὐκ ἔστιν ὁμοούσιον, ἆρα καὶ ὑμεῖς οἱ ὁμολογοῦντες μετὰ τὴν ἀνάστασιν ἄφθαρτον τὸ σῶμα τοῦ Χριστοῦ, οὐκέτι φατὲ αὐτὸ ἡμῖν ὁμοούσιον; 3. Πρὸς οὓς ἀποκριτέον ὅτι κατὰ τοῦτο τοῖς ἡμετέροις ἐστὶν ὁμοούσιον· ὥσπερ γὰρ δεκτικὸν ὑπάρχον ἀφθαρσίας, ἄφθαρτον γέγονεν ἐκ φύσεως φθαρτῆς, οὕτως καὶ τὰ ἡμέτερα, φύσει ὄντα φθαρτά, ἐν τῇ ἀναστάσει ἄφθαρτα γενήσεται. Καὶ εἰ ἄφθαρτον ἦν τὸ σῶμα τοῦ Χριστοῦ, πῶς διῃρέθη τῇ λόγχῃ; Τῶν γὰρ διαιρουμένων ἴδιον τὸ φθείρεσθαι, εἰ καὶ μὴ φθείροιντο πολλάκις βουλήσει θεοῦ συγκροτούμενα, ὡς καὶ τὸ τοῦ κυρίου σῶμα φθαρτὸν ὑπάρχον φύσει τῇ τοῦ λόγου ἐπιβάσει κατὰ τὴν οἰκείαν φύσιν οὐκ ἐφθάρη διαλυθὲν ἐν τῷ τάφῳ εἰς τὰ ἁπλᾶ ἐξ ὧν συνετέθη. 4. Ὅτι δὲ φθαρτὸν φύσει ἐβούλετο ὁ θεὸς λόγος σαρκωθεὶς εἶναι τὸ οἰκεῖον σῶμα καὶ ὅτι τὸ ἡμέτερον ἀνέλαβε καὶ δι' ἑαυτοῦ καὶ ἐν αὐτῷ τοῖς πᾶσιν ἡμῖν σωτηρίαν προξενῶν, δι' ὧν ἤρξατο ποιεῖν τε καὶ διδάσκειν καὶ δωρεῖσθαι τὰ ὑπὲρ φύσιν τοῖς ἀνθρώποις, φησὶν ὁ μακάριος Κύριλλος ἐν τῷ πρώτῳ κεφαλαίῳ περὶ ἐνανθρωπήσεως· «Εἶτα γέγονεν ἁμαρτίας ἐλεύθερος, ἵνα ἐν αὐτῷ καὶ μόνῳ τοῖς τῆς ἀναμαρτησίας αὐχήμασιν ἡ ἀνθρώπου φύσις στεφανουμένη καταπλουτήσῃ τὸ πνεῦμα τὸ ἅγιον», καὶ πάλιν πρὸς τὰς βασιλίδας, κεφάλαιον κγʹ· | «Καὶ καθὸ φύσει καὶ ἀληθῶς ἐστι θεός, δέχεται μὲν ἀνθρωπίνως οὐχ ἑαυτῷ μᾶλλον, ἀλλὰ τῇ τοῦ ἀνθρώπου φύσει δι' ἑαυτοῦ καὶ ἐν αὐτῷ πρώτῳ προξενῶν αὐτό, δίδωσι δὲ θεϊκῶς ἐξ ἰδίας αὐτοῦ φύσεως τοῖς ἀξίοις τοῦ λαβεῖν». 5. Πρὸς τούτοις τοῖς ἀγαθοῖς εἰς ὑπογραμμὸν ὡς γραφὴν καὶ διδασκαλίαν ἡμῶν τὸ ἡμέτερον ἀνέλαβε σῶμα. Πῶς δὲ ἡμῖν ὑπογραμμὸν τοῖς φθαρτὸν ἔχουσι σῶμα, αὐτὸς δὲ ἄφθαρτον καὶ καθ' ἡμᾶς λοιπὸν δοκήσει καὶ οὐκ ἀληθείᾳ; Ὅμοιον γάρ ἐστι τοῖς δογματίζουσιν ἄφθαρτον Χριστὸν εἰληφέναι σῶμα τοῖς λέγουσι φαντασίαν τὴν οἰκονομίαν. 6. Ἐπεὶ οὖν μετὰ τὴν παράβασιν φύσει φθαρτὸν Ἀδὰμ γέγονε τὸ σῶμα διὰ τὸν ἐκ θεοῦ ὅρον, ὃς μετὰ τὸν Ἀδὰμ διέδραμεν εἰς ὅλον τὸ γένος ἡμῶν, τοῦτο τὸ φθαρτὸν βουλόμενος σῶσαι Χριστὸς ἀνείληφε σῶμα. Πῶς γὰρ ἰατρείας ἀπέλαυε τὸ μὴ προσειλημμένον; 7. Εἰ δὲ τολμῶσι λέγειν ὡς οὐ γέγονεν ἡμῖν ὑπογραμμὸς σαρκωθεὶς ὁ λόγος– ἴσως μαχόμενοι πᾶσι τοῖς τῆς ἐκκλησίας διδασκάλοις καὶ αὐτοῖς Χριστοῦ μαθηταῖς καὶ ἀποστόλοις, πανταχοῦ γὰρ κηρύσσουσι τὸ ἡμῖν ὑπογραμμὸν γεγονέναι–πῶς δὲ αὔξει, εἰ ἄφθαρτον ἦν; Ἐν γὰρ φθαρτῇ μόνῃ οὐσίᾳ γίνεται ἡ ἐν ποσῷ ἀλλοίωσις. 8. Ἐπεὶ οὖν μὴ νοοῦντες προβάλλονται λόγιον γραφικὸν ὅτι εἴρηται Ἡ σὰρξ αὐτοῦ οὐκ εἶδε διαφθοράν, εἰσὶν ὄντως μὴ νοοῦντες. Οὐ γὰρ εἶπεν ἄφθαρτον φύσει, ἀλλ' ὅτι φθαρτὸν
ὑπάρχον οὐ μέντοι φθορὰν ὑπέστη καὶ διάλυσιν τὴν εἰς τὰ στοιχεῖα διὰ τὸ ἄνευ φθορᾶς ἀναστῆναι τῇ δυνάμει τοῦ λόγου, διὸ καὶ οὐκ εἶδε διαφθοράν. 9. Τοῦτο δέ ἐστιν εὑρεῖν καὶ ἐπὶ τῶν ἐν τῇ συντελείᾳ εὑρισκομένων ζώντων περὶ ὧν εἴρηται ἐν τῇ πρὸς Θεσσαλονικεῖς πρώτῃ ἐπιστολῇ· Ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Καὶ πάλιν· Ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα. 10. Ὁρᾷς ὅτι τοὺς νεκροὺς καὶ ἐφθαρμένους τὸ σῶμά φησιν ἀναστήσεσθαι, ὡς δὲ ζῶντας ἁρπαζομένους εὐθὺς ἐν νεφέλαις ἐπὶ τὸ ἀθάνατον καὶ ἄφθαρτον τὴν ἐναλλαγὴν ὑφισταμένους, τὴν ἀπὸ τῆς φθαρτότητος ἥτις ἐνεργείᾳ οὐ γέγονεν αὐτοῖς· οὔτε γὰρ ἐφθάρησαν εἰς τὰ στοιχεῖα, εἰ καὶ φθαρτὴν εἶχον τὴν φύσιν τὴν ἐπὶ τοῦ σώματος. Καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται, ὡς καὶ ἐν τῇ πρὸς Κορινθίους πρώτῃ φησίν· Πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα. Δῆλον καὶ ὧδε ὅτι ἐν τῇ συντελείᾳ οὐκ ἀποθνήσκουσι, καθάπερ οἱ πρὸ τῆς συντελείας, ἀλλ' ἐν ἀκαριαίῳ τινὶ χρόνῳ τῆς ἀφθαρσίαν λαμβάνουσιν. 11. Εἰ οὖν ἐκεῖνοι φθαρτὸν ὡς ἀληθῶς ἔχοντες σῶμα διαφθορὰν οὐκ εἶδον, ἀλλὰ μόνον μὲν | στάσιν ἐπὶ τὸ ἄφθαρτον, πῶς καὶ ἐπὶ τοῦ δεσποτικοῦ σώματος τοῦτο μὴ ὑποθώμεθα, τοῖς ἀπὸ γῆς σώμασιν ὁμοούσιον, διαφέρον μὲν αὐτοῖς κατὰ τοῦτο· τοῖς ἀνθρώποις μὲν ἄκουσι τὰ φυσικὰ προσγίνεται πάθη, τῷ δὲ κυρίῳ οὐ κατ' ἀνάγκην, ἀλλ' αὐτοῦ μᾶλλον ἐνδιδόντος τῇ φύσει τὰ οἰκεῖα ἐνεργῆσαι, ὡς ἡμᾶς ἡ τῶν ἁγίων πατέρων ἐπαίδευσε διδασκαλία. 12. Πῶς δὲ πάλιν νοήσομεν τὸ ἐν ταῖς Πράξεσιν, Ὅτι ἀνέστησεν αὐτὸν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν. Τὸ γὰρ μηκέτι δείκνυσιν ἐπιδεκτικὸν φθορᾶς πρὸ τῆς ἀναστάσεως. Πῶς δὲ πάλιν ὁ ἀπόστολος ἔφη· Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς· ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεύς; καὶ πάλιν· Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν παίδων, φθαρτὸν ἐχόντων τὸ σῶμα. Οὐδαμῶς παραπλήσιον τὸ φθαρτὸν τῷ ἀφθάρτῳ. II. Χρήσεις ἁγίων πατέρων ὅτι φθαρτὸν τὸ σῶμα τοῦ Χριστοῦ πρὸ τῆς ἀναστάσεως 1. Ἰουστίνου φιλοσόφου ἐκ τοῦ κατὰ Ἑλλήνων λόγου τρίτου· Οὕτω γεγονὼς ὁ ἄνθρωπος καὶ πρὸς τὴν παράβασιν εὐθὺς ἰδών, τὴν φθορὰν φυσικῶς εἰσεδέξατο. Φύσει δὲ τῆς φθορᾶς προσγενομένης, ἀναγκαῖον ἦν τῷ σῶσαι βουλομένῳ αὐτήν, τὴν φθοροποιὸν οὐσίαν ἀφανίσαι. Τοῦτο δὲ οὐκ ἦν ἑτέρως γενέσθαι, εἰ μὴ ἡ κατὰ φύσιν ζωὴ προσεπλάκη τῷ τὴν φθορὰν δεξαμένῳ, ἀφανίζουσα μὲν τὴν φθοράν, ἀθάνατον δὲ τοῦ λοιποῦ τὸν δεξάμενον διατηροῦσα. 2. Ἀθανασίου κατὰ Ἀπολιναρίου· Ὅπως θανάτῳ καταλύσῃτὸν θάνατον ἐν ἐπιδείξει ψυχῆς, ἐν δὲ τῷ τάφῳ καταργήσῃ τὴν φθορὰν ἐν ταφῇ σώματος· ἐξ ᾅδου καὶ ἐκ τάφου τὴν ἀθανασίαν καὶ τὴν ἀφθαρσίαν ἐπιδεικνύμενος, ἐν μορφῇ τῇ καθ' ἡμᾶς τὴν ἡμετέραν ὁδεύσας ὁδόν. 3. Ἐκ τοῦ αὐτοῦ λόγου· Διὰ τοῦτο ἐν μὲν ψυχῇ θεοῦ ἡ κράτησις τοῦ θανάτου ἐλύετο καὶ ἡ ἐξ ᾅδου ἀνάστασις ἐγίνετο καὶ ταῖς ψυχαῖς εὐηγγελίζετο, ἐν δὲ σώματι θεοῦ ἡ φθορὰ κατηργεῖτο καὶ ἡ ἀφθαρσία ἐκ τάφου ἐδείκνυτο. 4. Ἐκ τοῦ πρὸς τὰς αἱρέσεις τρίτου λόγου· Οὐ γὰρ ἐν ἀσωμάτῳ τὰ τοῦ σώματος ἐγεγόνει, εἰ μὴ σῶμα λαβὼν ἦν φθαρτὸν καὶ θνητόν· θνητὴ γὰρ ἦν ἡ Μαρία ἐξ ἧς ἦν
καὶ τὸ σῶμα. Διὸ καὶ ἀνάγκη ἐν πάσχοντι σώματι καὶ κλαίοντι καὶ κάμνοντι γενομένου αὐτοῦ, αὐτοῦ λέγεσθαι μετὰ τοῦ σώματος καὶ ταῦτα ἅπερ ἐστὶν ἴδια τῆς σαρκός. 5. Ἐκ τοῦ εἰς τὸν σταυρὸν λόγου· Ἕνεκα μὲν οὖν τοῦ δειχθῆναι τὸν θάνατον ἐν τῷ σώματι, τριταῖον ἀνέστη τοῦτο· ἵνα δὲ μὴ ἐπὶ πολὺ μεῖναν καὶ φθαρὲν τέλεον, ὕστερον ἀναστήσας ἀπιστηθῇ, ὡς οὐκ αὐτὸ ἀλλ' ἕτερον σῶμα φέρων, διὰ τοῦτο | οὐ πλέον τῶν τριῶν ἡμερῶν ἠνέσχετο. 6. Ἀμβροσίου· Ἄλλη γὰρ σαρκὸς ἀσθένεια καὶ ἄλλο τὸ τῆς θεότητος ἀΐδιον, καὶ σαρκὸς μὲν ὁ θάνατος, τῆς δὲ δυνάμεως τὸ ἀθάνατον· εἰ δὲ τοῦτο πεποίηκεν ἡ θεότης ὥστε μὴ ἰδεῖν τὴν σάρκα διαφθοράν, ὑποκειμένην δηλονότι κατὰ φύσιν φθορᾷ, πῶς αὐτὴ τελευτᾶν ἡ θεότης ἠδύνατο; 7. Τοῦ ἁγίου Ἐφραὶμ περὶ ἀγάπης· Ἀφθαρσία ἐστὶν ἡ ἀνάστα-σις, ἀλλὰ τὰς οὐλὰς οὐκ ἠφάνισεν, ἵνα γένωνται μάρτυρες θεοῦ, ὅτι ἐνήργησεν, οὐ τὸ φθαρτὸν ἐνυβρίσας τῇ τῶν οὐλῶν παραμονῇ, τοὐναντίον δὲ δοξάσας τῇ ἀφθαρσίᾳ, ὅτι ἀπὸ τοῦ φθαρτοῦ σώματος τὴν φθορὰν ἐφυγάδευσεν. 8. Τοῦ θεολόγου εἰς τὰ φῶτα· Διὰ τοῦτο τὰ ἄμικτα μίγνυται· οὐ γενέσει μόνον θεός, οὐδὲ σαρκὶ νοῦς, οὐδὲ χρόνῳ τὸ ἄχρονον, οὐδὲ μέτρῳ τὸ ἀπερίγραπτον, ἀλλὰ καὶ παρθενίᾳ γέννησις, καὶ ἀτιμίᾳ τῷ καὶ τιμῆς ἁπάσης ὑψηλοτέρῳ, καὶ πάθει τὸ ἀπαθές, καὶ τῷ φθαρτῷ τὸ ἀθάνατον. 9. Ἐπιφανίου ἐκ τοῦ Ἀγκυρωτοῦ· Εἰσῆλθε μὲν θυρῶν κεκλει-σμένων, ἵνα δείξῃ τὸ παχυμερὲς λεπτομερὲς καὶ τὸ θνητὸν ἀθάνατον καὶ τὸ φθαρτὸν ἄφθαρτον· ἵνα δὲ πάντας ἐλέγξῃ τοὺς ἀπιστοῦντας εἰς τὴν ἡμῶν σωτηρίαν, φημὶ δὴ τὴν ἀνάστασιν, ὁ εἰς λεπτότητα μεταβάλλων τὸ σῶμα καὶ εἰς πνεῦμα συγκεράσας τὴν ἀνάστασιν οὐκ ἀπήλειψε τὰς οὐλὰς τῶν ἥλων οὐδὲ τὸν τύπον τῆς λόγχης, ἀλλ' ἔδειξεν αὐτὸ τὸ ἐπὶ τοῦ σταυροῦ πεπονθός, ὅτι οὐκ ἄλλο ἦν τὸ ἀναστάν, οὐδὲ ἀπ' αὐτοῦ ἕτερον φυέν, ἀλλ' αὐτὸ τὸ πεπονθὸς ἀπαθὲς καὶ αὐτὸς ὁ πεσὼν κόκκος ἀναστὰς ἄφθαρτος. 10. Τοῦ Χρυσοστόμου ἐκ τῆς κατὰ Ἰωάννην ἑρμηνείας· Ἐφάνη οὖν τῇ ἑσπέρᾳ καὶ ἀπέπτη· εἶτα μετὰ ὀκτὼ ἡμέρας καὶ πάλιν ἀπέπτη· εἶτα μετὰ ταῦτα ἐπὶ τῆς θαλάσσης. Τί δέ ἐστι τὸ Ἐφανέρωσεν; Ἐκ τούτου δῆλον ὅτι οὐχ ἑωρᾶτο, εἰ μὴ συγκα-τέβη, διὰ τὸ λοιπὸν ἄφθαρτον εἶναι τὸ σῶμα καὶ ἀκήρατον. 11. Ἐκ τοῦ αὐτοῦ· Δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ. Τί οὖν ἐνταῦθά φησιν; Περὶ τῆς οἰκονομίας ὁ λόγος· ἐπεὶ οὔπω δεδόξαστο τῆς σαρκὸς ἡ φύσις, οὔτε ἀφθαρσίας ἀπολαύσασα, οὔτε τοῦ θρόνου κοινωνήσασα τοῦ βασιλικοῦ. Καὶ διὰ τοῦτο οὐκ εἶπεν Ἐπὶ τῆς γῆς, ἀλλὰ Παρὰ σοί. Ταύτης καὶ ἡμεῖς ἀπολαυσόμεθα τῆς δόξης κατὰ τὸ ἡμέτερον μέτρον, ἐὰν νήφωμεν. Διὰ τοῦτο καὶ Παῦλός φησιν· Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν. 12. Ἐκ τοῦ κατὰ Ματθαῖον εἰς τὸ Οὐ μὴ πίω ἀπ' ἄρτι ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου· Ὑμῶν μαρτυρούντων· ὑμεῖς γάρ με ὄψεσθε ἀναστάντα. Τί δέ ἐστι καινὸν καὶ καινῶς; Τουτέστι ξένως, οὐ σῶμα παθητὸν ἔχοντα, ἀλλ' ἀθάνατον λοιπὸν καὶ ἄφθαρτον καὶ οὐ δεόμενον τροφῆς· οὐ γὰρ διὰ χρείαν μετὰ τὴν ἀνάστασιν ἔφαγέ τε καὶ ἔπιεν· οὔτε γὰρ ἐδεῖτο λοιπὸν τὸ σῶμα τούτων, ἀλλὰ διὰ τούτων τὰ τῆς ἀναστάσεως πληροφορῶν. 13. Κυρίλλου ἐκ τοῦ κατὰ Ἰωάννην εὐαγγελίου· Οἰκονομικώτατα τοίνυν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, οὔπω πρὸς δόξαν τὴν αὐτῷ πρέπουσαν τὸν οἰκεῖον
μεταστοιχειώσας ναόν, ἐν τοῖς πρώτοις ἔτι διεφαίνετο σχήμασι, τὴν τῆς ἀναστάσεως πίστιν οὐκ ἐφ' ἕτερόν τι σῶμα μετακομίζεσθαι θέλων ἢ εἰς ὅπερ ἔλαβεν ἐκ τῆς ἁγίας παρθένου, τῆς τοῦ θανάτου δυνάμεως κατὰ μόνης τρεχούσης τῆς σαρκός, ἐξ ἧς καὶ ἀπελήλαται. Εἰ γὰρ μὴ ἀνέστη τὸ τεθνηκὸς αὐτοῦ σῶμα, ποῖος νενίκηται θάνατος, ποῦ δὲ ἠτόνησε τὸ τῆς φθορᾶς κράτος, οὐδενὸς ἀποθανόντος τῶν λογικῶν κτισμάτων, οὐ ψυχῆς, οὐκ ἀγγέλου, μήτοι γε καὶ αὐτοῦ τοῦ θεοῦ λόγου; 14. Καὶ μετ' ὀλίγα· Τὸ δὲ εἰσελθεῖν τῶν θυρῶν κεκλεισμένων τοῖς ἄλλοις αὐτοῦ σημείοις συντετάξεται παρά γε τοῖς σώφροσιν. 15. Ἐκ τοῦ δωδεκάτου βιβλίου τοῦ κατὰ Ἰωάννην εὐαγγελίου· φθορᾶς γὰρ σωματικῆς ἀπόδειξιν ἔχει καὶ χειρῶν καὶ πλευρᾶς ἔτι μένουσα καὶ σῳζομένη διάτρησις, τραυμάτων ἰδέαι καὶ ἀποκεντήσεων τῶν διὰ σιδήρου γεγενημένων. 16. Καὶ μεθ' ἕτερα· φθορᾶς γὰρ ὅλως σῳζομένης οὐκέτι μετὰ τὴν ἀνάστασιν τῆς ἁγίας μάλιστα σαρκός, ἐπείπερ ἀνεβίω πρὸς ἀφθαρσίαν, ἀλλ' οὐδὲ τροφῆς τῆς συνήθους δεδεῆσθαι πεπιστευ-μένης, καθὰ πρότερον, τύπους ἥλων ἐπεδείκνυ καὶ τροφῆς μεταλαχεῖν οὐκ ἀνένευσεν, ἵνα τὸ μέγα τῆς ἀναστάσεως ῥιζώσῃ μυστήριον καὶ τὴν ἐπὶ τούτῳ πίστιν ταῖς ἁπάντων ἡμῶν ἐμφυτεύσῃ ψυχαῖς. 17. Ἐκ τοῦ δευτέρου βιβλίου τοῦ Θησαυροῦ· Πρωτότοκος δὲ καὶ ἐκ τῶν νεκρῶν· πρῶτος γὰρ αὐτὸς εἰς ἀφθαρσίαν ἀνέστησε τὴν ἑαυτοῦ σάρκα καὶ πρῶτος αὐτὴν εἰς οὐρανοὺς ἀνήγαγεν. Διὸ καί φησιν· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἐγώ εἰμι ἡ θύρα. Δι' αὐτοῦ γὰρ ἡ φύσις ἡ ἀνθρωπεία καὶ τὴν καινὴν τῆς ἀναστάσεως βαδίζειν ὁδὸν ἐκδιδάσκεται καὶ ὡς διά τινος θύρας εἰς αὐτὸν εἰσέρχεται τὸν οὐρανόν. 18. Καὶ πάλιν· Ὥσπερ πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς ἐκλήθη διὰ τὸ κεκλῆσθαι πρὸς υἱοθεσίαν θεοῦ καὶ χάριν τοὺς δι' αὐτοῦ σεσωσμένους· καὶ πάλιν πρωτότοκος καὶ ἀπαρχὴ τῶν νεκρῶν διὰ τὸ αὐτὸν εἰς ἀφθαρσίαν ἐγηγέρθαι πρὸ πάντων· οὕτως ἀρχὴ ὁδῶν ἐκτίσθαι λέγεται διὰ τὸ πάντας δι' αὐτοῦ δύνασθαι τρέχειν εἰς σωτηρίαν. 19. Ἐκ τοῦ πρώτου τόμου τοῦ κατὰ Ματθαῖον· Πῶς οὖν ἀπέθανεν ἀθάνατος ὤν, ἵνα καὶ ἐγερθῇ καὶ νεκρώσῃ τὸν θάνατον, εἰ μὴ προσέλαβε σῶμα τὸ τοῖς τοῦ θανάτου νόμοις ὑποκείμενον; Ἢ πῶς ἂν κατέλυσε τὴν φθοράν, ἐξελὼν τὸ ὑπ' αὐτῇ πρᾶττόν τε καὶ ὑποκείμενον γένος, εἰ μὴ ἔλαβε τὸ φθείρεσθαι πεφυκός; 20. Ἐκ τῆς πρὸς Σούκενσον ἐπιστολῆς· Μετὰ δὲ τὴν ἀνάστασιν ἦν μὲν αὐτὸ τὸ σῶμα τὸ πεπονθός, πλὴν οὐκέτι τὰς ἀνθρωπίνας ἀσθενείας ἔχον ἐν ἑαυτῷ· οὐ γὰρ ἔτι πείνης ἢ κόπου ἢ ἑτέρου τινὸς τοιούτου, ἀλλὰ λοιπὸν ἄφθαρτον καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ καὶ ζωοποιόν. III. 1. Χρὴ γινώσκειν ὅτι ἐπειδὴ παρά τισι τῶν πατέρων εἴρηται ἄφθαρτον | τὸ σῶμα τοῦ Χριστοῦ, ἰστέον ὡς τὸ ἄφθαρτον πολλαχῶς νοεῖται. Ἔστι γὰρ ἄφθαρτον τὸ μηδαμῶς πεφυκὸς φθείρεσθαι, ἀλλ' ἀεὶ συγκροτούμενον ἐν ταὐτότητι παρὰ θεοῦ καὶ μηδέποτε ἀλλοίωσιν κατ' οὐσίαν δεχόμενον, οἷαί εἰσιν αἱ νοεραὶ οὐσίαι ἄτρεπτοι κατ' οὐσίαν ὡς κατὰ γνώμην ὑπάρχουσαι. `2. Λέγεται ἄφθαρτον καὶ τὸ πεφυκὸς φθείρεσθαι, μὴ μὴν φθειρόμενον ἐνεργείᾳ καὶ διαλυόμενον εἰς τὰ ἁπλᾶ ἐξ ὧν συνετέθη, οἷοι ἔσονται οὕς φησιν ὁ Παῦλος καθὼς καὶ πρόκειται· Ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Εἰ καὶ ἐνεργείᾳ οὐ φθαρήσονται, ὅμως φθαρτοί εἰσι φύσει.
3. Λέγεται ἄφθαρτον καὶ τὸ ἀναμάρτητον πολλάκις. Διαφθορὰν γὰρ καλεῖ τὴν ἁμαρτίαν ὁ Δαυίδ. Φησὶ γάρ· Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν, ὡς καὶ Μωσῆς φησιν ἐν τῇ Γενέσει· Καὶ εἶδε κύριος τὴν γῆν καὶ ἦν κατεφθαρμένη, ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς. 4. Εἰ οὖν εὕρεις περὶ τοῦ σώματος τοῦ Χριστοῦ τὸ ἄφθαρτον παρὰ τοῖς διδασκάλοις τῆς ἐκκλησίας, ὡς μὴ διαφθαρὲν τῇ ἐνεργείᾳ καὶ διαλυθὲν εἰς τὰ ἁπλᾶ ἐξ ὧν συνετέθη ἢ κατὰ τὴν τοῦ ἀναμαρτήτου σημασίαν νόει. Ἄφθαρτον δὲ κατὰ τὴν φύσιν μὴ λέγε, ἀλλὰ μᾶλλον φθαρτόν· τὴν γὰρ κατὰ τοῦ προπάτορος Ἀδὰμ ἀπόφασιν ἐξενεχθεῖσαν θεραπεῦσαι βουλόμενος ὁ Χριστὸς τὸ μετὰ τὴν παράβασιν φθαρτὸν ἀνεδέξατο σῶμα, ἵνα ἐν αὐτῷ τὴν φθορὰν καταργήσῃ ἁμαρτωλοῖς συμπολιτευσάμενος. Εἰ γὰρ ἦν ἄφθαρτον φύσει, οὐκ ἂν ἦν πάθους δεκτικὸν οὐδενός. 5. Πάλιν ὁ μακάριος Βασίλειος ἔλεγεν· «Ὥσπερ οὖν κατεδέξατο τὴν πεῖναν ὁ κύριος, τῆς στερεᾶς τροφῆς διαπνευσθείσης, καὶ τὴν δίψαν προσήκατο, τῆς ὑγρότητος ἀναλωθείσης, τῆς ἐν τῷ σώματι, καὶ ἐκοπίασε, τῶν μυῶν καὶ τῶν νεύρων διὰ ταλαιπωρίας τῆς ὁδοιπορίας ὑπερταθέντων, οὐ τῆς θεότητος τῷ καμάτῳ δαμαζομένης, ἀλλὰ τοῦ σώματος τὰ ἐκ φύσεως παρακολουθοῦντα συμπτώματα δεχομένου». «Ἐδίδου γὰρ ὅτε ἐβούλετο καιρὸν τῇ φύσει τὰ ἑαυτῆς ἐνεργῆσαι ὁ κύριος», καθώς φησι καὶ ὁ θεολόγος. 6. Πῶς οὖν ταῦτα ἐνήργει ἡ φύσις ἐν τῷ Χριστῷ ὡς ἑαυτῆς ὄντα, εἰ ἄφθαρτός ἐστιν; Περὶ γὰρ φύσιν ἀνεπίδεκτον φθορᾶς ταῦτα γίνεσθαι χώραν οὐκ ἔχει. Ἀλλὰ μὴ βουλόμενος κωλύειν ὁ λόγος ἀπὸ τῆς οἰκείας σαρκὸς φθαρτῆς οὔσης, ταῦτα καρτερεῖν τὰ πάθη οὐκ ἐκώλυεν, ἀλλ' ἐνεδίδου τὰ οἰκεῖα ὑφίστασθαι τῇ σαρκὶ πρὸς βεβαίωσιν τοῦ ἀληθῆ εἶναι αὐτὴν καὶ οὐ κατὰ φαντασίαν. Ἄλλως τε τὴν σάρκα κατεδέξατο, οὐχ ἵνα φύγῃ τὰ ἀνέγκλητα πάθη, ἀλλ' ἵνα καταργήσῃ | σὺν τοῖς πάθεσι καὶ τὴν φθορὰν ἐν τῇ οἰκείᾳ σαρκί. 7. Ἱππολύτου Πρὸς Μαμμείαν βασιλίδα· Ἦν μὲν γὰρ τοῦ Χριστοῦ τύπος ἡ κιβωτὸς ἐξ ἀσήπτων ξύλων σημαίνουσα τὴν αὐτοῦ ἄσηπτον δύναμιν, ὅτι μὴ εἶδε διαφθοράν. Συμπεριέλαβε δὲ πέντε καὶ ἥμισυ μέτρα τὴν κιβωτὸν οὐκ ἀργῶς· διὰ γὰρ τῶν μέτρων ἐσήμανε τὸν ἐπιβαλόντα τῷ χρόνῳ ἀριθμόν, ὡς τῷ μέτρῳ τούτῳ συγκείμενος πληρωθεὶς ... φέροντα τὴν ἄσηπτον κιβωτόν, τὸ ἑαυτοῦ σῶμα, ἐν ᾧ πᾶν δικαίωμα χωρούμενος ἀνάπαυλαν λαμβάνει. 8. Ἀθανασίου ἐκ τοῦ κατὰ Ἀρειανῶν λόγου τρίτου· Ἔπρε-πε γὰρ φθαρτὴν οὖσαν τὴν σάρκα μηκέτι κατὰ τὴν ἑαυτῆς φύσιν μένειν θνητήν, ἀλλὰ διὰ τὸν ἐνδυσάμενον αὐτὴν λόγον ἄφθαρτον διαμένειν. Ὡς γὰρ αὐτός, γενόμενος ἐν τῷ ἡμῶν σώματι τὰ ἡμῶν ἐμιμήσατο, οὕτως ἡμεῖς, δεξάμενοι τοῦτον τῆς παρ' ἐκείνου μεταλαμβάνομεν ἀθανασίας. 9. Μεθοδίου Μύρων Λυκίας περὶ παρθενίας· Ἔτι πηλουργούμενον τὸν Ἀδάμ, ὡς ἔστιν εἰπεῖν, καὶ τηκτὸν ὄντα καὶ ὑδαρῆ καὶ μηδέπω φθάσαντα, δίκην ὀστράκου, τῇ ἀφθαρσίᾳ κραταιωθῆναι, ὕδωρ ὥσπερ καταλειβομένη καὶ καταστάζουσα διέλυσεν ἡ ἁμαρτία. Διὸ δὴ πάλιν ἄνωθεν κηροπλαστῶν τὸν αὐτὸν εἰς τιμὴν ὁ θεὸς ἐν τῇ παρθενικῇ κραταιώσας καὶ συγκεράσας τῷ λόγῳ ἄτηκτον καὶ ἄθραυστον ἐξήγαγεν εἰς τὸν βίον, ἵνα μὴ πάλιν τοῖς τῆς φθορᾶς ἔξωθεν ἐπικλυσθεὶς ῥεύμασι τηκεδόνα
γεννήσας διαπέσῃ. 10. Γρηγορίου Νύσσης ἐκ τοῦ Κατηχητικοῦ· Ἄνθρωπος μὲν γὰρ ἐκ συνδυασμοῦ τίκτεται καὶ μετὰ θάνατον ἐν δια-φθορᾷ γίνεται. Εἰ ταῦτα περιεῖχε τὸ κήρυγμα οὐκ ἂν θεὸν εἶναι πάντως ᾠήθης τὸν τοῖς ἰδιώμασι τῆς φύσεως ἡμῶν μαρτυρούμενον. [̓Επεὶ δὲ γεγεννῆσθαι μὲν αὐτὸν ἀκούεις, ἐκβεβηκέναι δὲ τῆς φύσεως ἡμῶν τὴν κοινότητα τῷ τε τῆς γενέσεως τρόπῳ καὶ τῷ ἀνεπιδέκτῳ τῆς εἰς φθορὰν ἀλλοιώ-σεως. 11. Ἰδοὺ τὸ ἄφθαρτον τοῦ Χριστοῦ φασι τὸ ἀναμάρτητον ὥσπερ οἱ πατέρες. Ἦν ἄρα τὸ μὴ διαλύεσθαι ἐν τάφῳ τὸ σῶμα τοῦ Χριστοῦ εἰς τὰ ἐξ ὧν συνετέθη ὡς θείᾳ δυνάμει συγκροτούμενον καὶ οὐ φύσει τὸ ἄφθαρτον κεκτημένον· εἰ καὶ ἀναμάρτητος, ἀλλ' οὖν φθαρτὸς ἦν κατὰ φύσιν, ὡς τὸν ὑπὸ ἁμαρτίαν γενόμενον Ἀδὰμ ἐνδυσάμενος, οὐ τὸν πρὸ τῆς παραβάσεως ἐν ἀφθαρσίᾳ γεγενημένον. Ὅτι δὲ ἐξ ἀφθάρτου φθαρτὸς γέγονεν ὁ Ἀδάμ, ἄκουε τῆς τῶν πατέρων διδασκαλίας ὅτι ἄφθαρτος ἦν ὁ Ἀδὰμ πρὸ τῆς παραβάσεως...
Adversus Manichaeos (homilia 1) ΙΩΑΝΝΟΥ ΑΠΟ ΓΡΑΜΜΑΤΙΚΩΝ ΟΜΙΛΙΑ ΠΡΩΤΗ ΠΡΟΣ ΜΑΝΙΧΑΙΟΥΣ 1. Καλὸν ἦν, ἀγαπητοί, τὴν εἰς οὐρανοὺς ἄνοδον ὑμῖν ὑποδεικνύναι τῷ λόγῳ τε καὶ διαγράφειν πολιτείαν ἣν ὁ Χριστὸς τοῖς ἑαυτοῦ μαθηταῖς διετάξατο καὶ οὕτως ὑμᾶς, ὡς τοὺς ἀγαθοὺς τῶν ἀθλητῶν οἱ παιδοτρίβαι, τοῖς τῆς ἀρετῆς παλαίσμασι παραπέμπειν. Τοιούτοις γὰρ εἴωθεν ἡ ἐκκλησία τοὺς ἑαυτῆς θιασώτας | ὑπαλείφειν διδάγμασιν. Ἀλλ' ἐπειδή τινες τῆς τοῦ Μάνεντος ἐμφορηθέντες μανίας διορύττειν καὶ τοὺς τῆς ἐκκλησίας διασαλεύειν τροφίμους ἐπιχειροῦσι, τῷ σίτῳ παραμιγνύντες ζιζάνια καὶ τοῖς ὀρθοῖς δόγμασι τῶν ἀποστόλων ὑποσπείροντες γέλωτος πλήρεις μυθολογίας, τῆς ὑμῶν ἕνεκεν ἀσφαλείας ὡς ἐν βραχεῖ τὸν πρὸς ἐκείνους πόλεμον ἀναδέξομαι καὶ τὰς ἀκάνθας προρρίζους ἀνασπῶν ἐλεύθερον ἀσεβείας τῆς ἐκκλησίας ἀναδείξω τὸ λήϊον. 2. Πολλάκις μὲν κατὰ τῆς τοῦ Χριστοῦ ποίμνης ὁ μισόκαλος δαίμων εἰσεκώμασεν ἀναρριπίζων κατὰ τῆς εὐσεβείας ψευδῶν δογμάτων εἰσηγητάς, οἷος ἦν Σίμων τε καὶ Μαρκίων καὶ ὅσοι τῆς ἐκείνων τε καὶ μετ' ἐκείνους τερατολογίας τε καὶ ψευδοδοξίας μιμηταὶ πάλαι πεφήνασιν. Ἀλλ' ἐκείνων μὲν ἀπέσβη τὰ παμμίαρα δόγματα καὶ τῶν μύθων ὁ λῆρος καὶ ὅσα πρὸς ἀσέβειαν ἠκονημέναις γλώσσαις καὶ θεομάχοις ἐφθέγξαντο. Ἡ δὲ τῶν Μανιχαίων ἄθεσμος αἵρεσις ἐκεῖθεν ἔχουσα τὰς ἀρχὰς ἔτι πικρὸν ἰὸν ἀνερεύγεται τῷ ζῶντι θεῷ καὶ τοῖς οὐσιωδῶς ὑφεστῶσι τὴν τῶν ἀνυπάρκτων ἀντιτιθεῖσα ματαιότητα· ὕλην γὰρ ἀντιστρατεύει τῷ ἀληθεῖ καὶ μόνῳ θεῷ καὶ τὸ σκότος ἀντιπαρατάττει τῇ φαιδρότητι τοῦ φωτὸς καὶ τῷ ἀγαθῷ τὸ κακὸν ἰσόρροπον εἶναί φησιν, τὸ μόνον ἐν ἀνοσίοις πράξεσι γνωριζόμενον. Φέρε τοίνυν τῇ τοῦ θεοῦ λόγου πανοπλίᾳ χρησάμενοι τὸ μέγιστον τῶν παρ' αὐτοῖς ἀθέων δογμάτων ὀχύρωμα κατασπάσωμεν, τὴν ἑτέραν τῆς αὐτῶν ἀσεβείας ὑπερβάντες ἀδολεσχίαν καὶ ὅσα μυθικῶς ἡμῖν ἀναπλάττουσιν. Τοῦ γὰρ παρ' αὐτοῖς πύργου καθαιρεθέντος, εὐεπίβατος ἔσται τῶν λοιπῶν δογμάτων, μᾶλλον δὲ βλασφημίας, καὶ τοῖς ἄγαν ἀμαθέσιν ἡ διάγνωσις. 3. Φασὶ τοίνυν οἱ πάσης ἀσεβείας ἐφευρεταὶ ὅτι ἄναρχος, ζῶσά τε καὶ ἀγένητος ὑπῆρχεν ἡ ὕλη. Πρὸς οὕς ἐστιν οὕτως ἀπαντῆσαι τῷ λόγῳ· Πᾶν ὅπερ οὐσιωδῶς ὑφέστηκεν ἢ σῶμα ἢ ἀσώματον ἢ ἐξ ἀμφοῖν τούτων καθ' ἕνωσίν ἐστι γεγονός. Καὶ ἀσώματοι μὲν αἱ νοεραί τε καὶ λογικαὶ φύσεις, σώματα δὲ τὰ ἐκ στοιχείων συνεστηκότα· ἐξ ἑκατέρας δὲ τούτων οὐσίας τὸ τῶν ἀνθρώπων ὑφέστηκε γένος. Τὰ χρωμάτων ὁρᾶται ἢ γὰρ παρὰ ταῦτα, οἷον πικρότης τε καὶ γλυκύτης καὶ ὅσα διὰ γνωρίζεται, τῷ ποσῷ ἢ πρός τι τυγχάνει ἢ διὰ πράξεων ἐπιτελεῖται· ἀνυπόστατα πέφυκε καθ' ἑαυτὰ καὶ ἄνευ τῶν δεχομένων αὐτὰ οὐσιῶν οὔτε ἦν, οὔτε ἔσται. Ἀλλ' αἱ μὲν οὐσίαι, ὅ ἐστι τὰ ὑποκείμενα, ἀμεταβλήτως ἔχουσι πρὸς τοὐναντίον· οὐ γὰρ ἡ ἀσώματος οὐσία σῶμα γενήσεται, οὔτε τὸ σῶμα ἀσώματον ἔσται. Τὰ μέντοι ἐν αὐταῖς χρώματά τε καὶ σχήματα καὶ ὅσα περὶ τὴν οὐσίαν ὁρᾶται, μεταβάλλεταί τε καὶ μετατίθεται· οὐ γὰρ πέφυκεν αὐθυπόστατος. 4. Τί τοίνυν τῶν εἰρημένων τὴν ὕλην φασί; Εἰ μὲν γὰρ ἀσώματον, πῶς γέγονε σῶμα, τῶν οὐσιῶν ἀμεταβλήτως ἐχουσῶν πρὸς τοὐναντίον, ὡς εἴρηται. Αἱ γὰρ μεταβολαὶ περὶ τὰς ποιότητάς τε καὶ ποσότητας καὶ ἐνεργείας | εἰώθασι γενέσθαι· τὸν γὰρ ὠχρὸν ὑπὸ δέους γινόμενον ἐρυθρόν ἐστιν ἰδεῖν, τοῦ θυμοῦ πολλάκις τὸ
περικάρδιον αἷμα περὶ τὴν ἔξωθεν ἐπιφάνειαν διαχέοντος, καὶ μεταβολὴ γέγονεν, διὰ πάθους τε καὶ ἐνεργείας, καὶ τῆς περὶ τὸ χρῶμα ποιότητος. Εἰ δὲ τὴν ὕλην διὰ τῆς πρὸς τὸν θεὸν συγκράσεώς τε καὶ καταπόσεως, ὡς αὐτοῖς φίλον ἐστὶ μυθοποιεῖν, σῶμα γενέσθαι φασίν, οὐδὲν αὐτοὺς ὠφελήσει τὸ βλάσφημον· σύντομος γὰρ καὶ ἀληθὴς λόγος ἀνατρέψει τὸ ψεῦδος. Πῶς γὰρ τῶν ἐναντίων, καθὼς αὐτοί φασι, καὶ ἀμίκτων γέγονε σύνοδος ἄνευ τεχνίτου τοῦ ταῦτα πρὸς σύνθεσιν ἄγοντος; Πῶς δὲ τῶν ἀσωμάτων ἡ κρᾶσις σῶμα πεποίηκεν; Ὡς γὰρ οὐκ ἂν λογικὸν ποιήσειε πολλῶν ἀλόγων συνδρομή, οὕτως οὐκ ἂν θεοῦ τε καὶ ὕλης, ἀσωμάτων ὄντων, ἡ συνάφεια σώματος φύσιν ἀποτελέσειεν. 5. Εἰ δὲ μεταβάλλοντες τὸν λόγον σῶμα τὴν ὕλην φήσουσιν εἶναι, καὶ οὕτως ἀνατραπήσεται τὸ σοφὸν αὐτοῖς κατὰ τῆς ἐκκλησίας μηχάνημα· πᾶν γὰρ σῶμα σύνθετον ὑπάρχον, ἀλλότριον ὑπάρχει τῶν ἀγενήτων, τοῖς γενητοῖς συναριθμούμενον. Πάσης γὰρ συνθέσεως αἴτιος ὑπάρχει δημιουργὸς καὶ οὕτως οὐ μόνον γενητή, ἀλλὰ καὶ ἀρχὴν ἔχουσα ἡ πρεσβευομένη παρὰ τοῖς μανεῖσιν ἄναρχος ὕλη δειχθήσεται, ἐξ ἑτέρου τὸ εἶναι λαχοῦσα. Εἰ δὲ λέγοιεν ἀσώματον μὲν εἶναι τὴν ὕλην, δυνάμει δὲ σῶμα, ἰστέον ὡς τὸ δυνάμει ἐπὶ τῶν ἐνδεχομένων εὑρίσκεται, οἷον τὸ ὕδωρ δυνάμει θερμόν, τὸ παιδίον δυνάμει γραμματικόν· ἐνδέχεται γὰρ τὸ ὕδωρ θερμαίνεσθαι καὶ τὸ παιδίον εἶναι γραμματικόν. Ἀσώματον δὲ σῶμα γενέσθαι τῶν ἀδυνάτων. Πῶς οὖν δυνάμει σῶμα τὴν κατ' αὐτοὺς ἀσώματον ὕλην ὑποληπτέον; 6. Καὶ ταῦτα μὲν συντόμως εἰρήσθω· οὐ γὰρ οἷόν τε διατρίβειν ταῖς ἀποδείξεσιν, ἑτέρας ζητήσεως κατεπειγούσης. Φῶς γὰρ καὶ σκότος εἶναί φασιν ἄμφω ἀγένητά τε καὶ συναΐδια, ὑπάρχοντά τε καὶ ζῶντα· ἑκάτερον γὰρ οὐχ ὡς ἔχει φύσεως καταλαβόντες οἱ τοῦ Μάνεντος μυσταγωγοί, πρὸς τὸ βάραθρον ἐκπεπτώκασι τῆς ἀπωλείας, ἀντικειμένην τῷ θεῷ δύναμίν τινα τὸ σκότος ὑποστησάμενοι. Φασὶ γάρ· Εἰ φῶς ἐστι, τὸ τούτου πολέμιον σκότος ἂν εἴη, οὐκ ἐξ αὐτοῦ γεγονός· οὐδὲν γὰρ τῶν ἐναντίων παρὰ τοῦ ἐναντίου τὴν σύστασιν ἔχει· ἀΐδιον οὖν ἔσται τὸ σκότος, μὴ ὄντος δημιουργοῦ. Ὁ γὰρ θεός, φῶς καὶ ἀγαθὸς ὑπάρχων, οὐκ ἔστι τοῦ σκότους δημιουργός. Ταῦτα δαίμονός τινος ὑπάρχει κυήματα· τούτοις ὁ Σατανᾶς τοὺς ἁπλουστέρους σαγηνεύει καὶ ὑποσκελίζει τοῖς λογισμοῖς, ὅταν τῆς τοῦ Χριστοῦ διδασκαλίας ὑπερορῶντες ἑαυτοῖς ἐκ τριόδων ἐπισωρεύσωσι διδασκάλους, κνηθόμενοι τὴν ἀκοήν, καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψωσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσωνται, ὥς φησιν ὁ θεῖος ἀπόστολος. Σὺ δὲ τῆς τοῦ Χριστοῦ στρατιώτης ὑπάρχων αὐλῆς, ἀμύνου τοὺς προσιόντας κατακοντίζων τοῖς λόγοις. 7. Μίᾳ γὰρ καὶ μόνῃ φωνῇ τροπὴν ποιήσει τῶν ἀντιπάλων, λαμπρῶς τοιαῦτα βοῶν· Ἀποδειξάτω τις τοῦ σκότους τὴν ὕπαρξιν αὐτοῦ καὶ τότε δικαίαν σχήσει τῆς πλάνης τὴν ἀφορμήν. Ἀλλ' οὐκ ἂν ἔχοιεν σκότους ὑπόστασιν εἰπεῖν, οὐκ ἀϊδίως προκόσμιον, οὐχ ὕστερον ὑποστᾶσαν. Εἰ δὲ ὅλως πρὸς τὸ τῆς ἀληθείας φέγγος ἀτενίζειν ἐθέλοιεν, ἀλλὰ μὴ ὡς σκότους υἱοὶ διαλέγεσθαι, εὑρήσουσι τὸ σκότος οὐ | πρᾶγμα καθ' ἑαυτὸ ὑφεστός, ἀλλ' «ἀέρα τινὰ ἀφώτιστον ἢ τόπον ἐξ ἀντιφράξεως σώματος σκιαζόμενον» ἢ ἁπλῶς εἰπεῖν «τόπον φωτὸς ἐστερημένον», ὡς καὶ ὁ μέγας εἶπεν Βασίλειος, ὁ τὴν τοῦ παντὸς κτίσιν ἐπ' ἀκριβείας κατὰ τὴν τοῦ Μωϋσέως προφητείαν ἐξηγησάμενος. Σκότος οὖν ὁριστέον τὸ ἀφεγγὲς τοῦ ἀέρος στερήσει φωτός, οὐκ οὐσίᾳ ὑφεστηκός· ὃ οὖν οὐχ ὑφέστηκε καθ' ἑαυτό, πῶς θεοποιεῖν ἡμᾶς οἱ τῆς μανείσης αἱρέσεως ἀναγκάζουσιν; 8. Ὅτι γὰρ οὐδὲ ὅλως τὸ σκότος ἰδιάζουσαν ἔχει τὴν ὕπαρξιν, καὶ διὰ τῶν νυνὶ παρ' ἕκαστα γινομένων ἕτι σαφέστερον ἀποδειχθήσεται· τρία γὰρ δεῖ πρότερον συνδραμεῖν εἰς τὸ σκότος ἤτοι σκιὰν ἐπισυμβῆναι, τὸ φῶς, τὸ σῶμα, τὸν ἀλαμπῆ τόπον,
ἵνα οὕτως ἐξ ἀντιφράξεως, στερεμνίου σώματος μεσολαβοῦντος, ὁ κατ' ἀντίθετον τοῦ φωτὸς κείμενος σκιάζοιτο τόπος ἐν ἀπουσίᾳ τῆς ἡλιακῆς ἀκτῖνος. Πῶς οὖν τὸ παρεπόμενον σκότος τοῖς δημιουργηθεῖσι, φημὶ δὴ σώματι καὶ τόπῳ καὶ φωτί, τῶν δημιουργημάτων πρωτεύειν ὑπειλήφασι, μηδενὸς συγχωροῦντος λόγου τὸ γινόμενον πρὸ τοῦ ποιοῦντος ὑπάρχειν; Εἰ δὲ πρὸς ἀνατροπὴν τῆς ἀληθείας καὶ τὸ φῶς ἐν ἀπουσίᾳ τοῦ σκότους ὑφίστασθαι φιλονεικήσουσιν ὡς διὰ τὴν ἐν ἑκατέροις ἰσότητα ἀλλήλοις ἀντιπαραχωρεῖν καὶ μεθίστασθαι, τούτους ὁ λόγος ἐλέγξει διὰ τῶν παρ' ἕκαστα γινομένων τὰς ἀποδείξεις ποιούμενος. Οὐδὲ γὰρ τὸ φῶς ἐξίσταται τῷ σκότει, ὡς ἔστιν ἰδεῖν ἐκ τοῦ διὰ πυρὸς γινομένου φωτός· παρουσίᾳ γὰρ τούτου τὸ σκότος ἐξίσταται, εἰ καὶ λίαν ἀφεγγὲς καὶ ζοφῶδες ὑπάρχοι· φωτὸς δὲ παρόντος, παρείσδυσις οὐδεμία τῷ σκότει γενήσεται. Εἰ δὲ καὶ τοῦτο δοθείη, καὶ ὡς αὐτοί φασιν ἀληθὴς ὁ λόγος, τὸ ἀντιπαραχωρεῖν ἀλλήλοις τὸ φῶς τε καὶ τὸ σκότος, οὐ παρὰ τοῦτο ἀγένητον ἔσται τὸ σκότος. Εἰ γὰρ τὸ φῶς τὸ αἰσθητὸν γενητὸν ὑπάρχει καὶ τὸ ἀντικείμενον σκότος ἔσται γενητόν· ἐν γὰρ μόνοις γενητοῖς ἡ ἐναντιότης, οὐκ ἐν τοῖς ἀγενήτοις εὑρίσκεται· ἐναντίον δὲ τὸ φῶς καὶ τὸ σκότος. 9. Εἰ δέ φασι μὴ περὶ τοῦ παρ' ἕκαστα γινομένου σκότους ζητεῖν, περὶ δὲ τοῦ ἐξ ἀρχῆς καὶ περὶ τοῦ φωτὸς συστάντος, περὶ οὗ γέγραπται· Καὶ σκότος ἦν ἐπὶ τῆς ἀβύσσου, ὃ οὐκ ἄν τις εἴποι γεγονέναι σώματος ἀντιπράττοντος τὴν ἐκ τοῦ φωτὸς λαμπηδόνα–οὔπω γὰρ τὸ φῶς ἐδεδημιούργητο–φαμὲν πρὸς αὐτούς, ὑπερβάντες τὰ τῷ μακαρίῳ Βασιλείῳ πρὸς εὐγνώμονας εἰρημένα ἀκροατάς· φιλόνεικοι γὰρ ὄντες τοῖς ἡμετέροις διδασκάλοις ἀπεχθάνονται· οὕτως οὖν πρὸς αὐτοὺς ἀπαντητέον· Μόνος ὁ ἀὴρ τῶν σωμάτων, κατὰ φύσιν ἔχων καὶ μὴ ἐξ ἀτμίδος τινὸς παχυνθείς, οἰκεῖον οὐ κέκτηται χρῶμα, ὅπερ ἴδιόν ἐστι τῆς ὄψεως αἰσθητόν· ὡς γὰρ ἡ γεῦσις χυμῶν πικρῶν τε καὶ γλυκέων καὶ στυφόντων διακρίνει τὰς διαφοράς, ἡ δὲ ὄσφρησις τῶν ὀδμῶν ἀντιλαμβάνεται καὶ ἡ ἀκοὴ ψόφων τε καὶ ἤχων καὶ ἁφὴ πάσης ἀντιτυπίας λείας τε καὶ τραχείας, οὕτως καὶ ἡ ὄψις ἰδιαζόντως τῶν χρωμάτων ἐστὶ διακριτική. Ἐπεὶ οὖν ὁ ἀὴρ ἀχρωμάτιστός ἐστιν, ὡς ἔφην, εἰκότως καὶ ἀόρατος κατὰ φύσιν ὑπάρχει, | οὐ μόνον ἄνευ φωτὸς ὑπάρχων–τοῦτο γὰρ ἐπὶ τῶν ἄλλων, τῶν ὁρατῶν φύσει σωμάτων, εὑρήσεις· ἄνευ γὰρ φωτὸς καὶ τούτων οὐδέν ἐστιν ὁρᾶν –ἀλλὰ καὶ ὅταν αὐτῷ τῷ ἀέρι φῶς ἐπιγένηται, οὐχ ὁρᾶται, ἀχρωμάτιστος ὤν, οὐδὲ συγκεκραμμένον δι' ὅλου τοῖς ἑαυτοῦ μέρεσιν ἔχει τὸ φῶς, καὶ τοῦτο σοφῶς τοῦ θεοῦ πεποιηκότος, ὅπως, μηδενὸς ἐμποδὼν γινομένου χρώματος τοῦ φυσικῶς ἐνυπάρχοντος τῷ ἀέρι, τὰς ἡμῶν ὄψεις ἀχρόνως παραπέμποι πρὸς τὰ ὁρώμενα διὰ τῆς τοῦ φωτὸς δι' ὅλου πρὸς αὐτὸν ἀνακράσεως. 10. Τὸ οὖν ἀχρωμάτιστον φύσει τοῦ ἀέρος καὶ μήπω πεφωτισμένον ὁ Μωϋσῆς σκότος ὠνόμασεν. Οὐ τοῦτο δὲ λέγω ὅτι τὸν ἀέρα τὸν μήπω πεφωτισμένον καὶ ἀχρωμάτιστον σκότος ὠνόμασεν· οὕτω γὰρ ἡμῶν λεγόντων ὑπολήψεταί τις ὡς ὅτι ὁ ἀὴρ σκότος ὠνόμασται καὶ οἰήσεται τὸ σκότος ὑφεστηκός, ἐπείπερ ὑφέστηκεν ὁ ἀήρ, ὃν σκότος εἶναι προσωμολογήσαμεν. Οὐ τοῦτο οὖν φημι, ἀλλ' ὅτι τὸ μὴ πεφωτισμένον καὶ ἀχρωμάτιστον τοῦ ἀέρος, ἅτινα μὴ ὄντα ἐστί, κατὰ στέρησιν εἰρημένα, ταῦτα ἐκάλεσε σκότος. Εἰ δὲ τὸ ἀχρωμάτιστον καὶ μὴ πεφωτισμένον στέρησις καὶ οὐκ ὄντα τυγχάνει, φανερὸν ὅτι καὶ αὐτὸ τὸ σκότος ἀνυπόστατον καθ' ἑαυτό. τὸ γὰρ δι' ἀνυποστάτων γνωριζόμενον καὶ οὐ καθ' ἑαυτό, πολὺ μᾶλλον αὐτὸ ἀνυπόστατον ἔσται. Οὐκ ἀπουσίᾳ δὲ φωτὸς τὸ σκότος ἐκεῖνο, τὸ ἐπὶ τῆς ἀβύσσου, Φαμέν· τὸ γὰρ ἐν ἀπουσίᾳ τινὸς γινόμενον δείκνυσι τοῦτο πρότερον ὄν, εἶτα ἀφεστηκέναι καὶ τῇ τούτου ἀπουσίᾳ γεγονέναι τὸ γεγονός. Οὔπω δὲ τὸ φῶς ἦν· οὐ γὰρ ἐγεγόνει. Πῶς οὖν ἀπουσίᾳ τοῦ μήπω
ὄντος φωτὸς εἴπω τὸ σκότος; Μᾶλλον οὖν, ὡς εἶπον, τὸ μήπω πεφωτισμένον τοῦ ἀέρος σκότος ὀνομαστέον. 11. Εἰ δέ τις καὶ λογικαῖς μεθόδοις τὴν τοῦ φωτὸς ἐξερευνήσειε φύσιν, οὐκ ἐναντίον ἔσται τὸ σκότος πρὸς τὸ φῶς, ἀλλὰ μᾶλλον στέρησις τὸ σκότος. Τὸ δὲ φῶς οὐσία σωματικὴ καὶ ὑφεστῶσα δειχθήσεται διὰ τῆς ἐξ αὐτοῦ γινομένης ἀντανακλάσεως· αἱ γὰρ ἀντανακλάσεις μόνων σωμάτων ὑπάρχουσιν. Τὸ γὰρ κλώμενον γωνίαν ποιεῖ, γωνία δὲ μέγεθος, τὸ δὲ μέγεθος ἐν γραμμῇ τε καὶ ἐπιφανείᾳ καὶ σώματι δείκνυται. Ἀλλὰ τὸ φῶς οὐκ ἔστι γραμμὴ οὔτε μὴν ἐπιφάνεια· ἑκάτερον γὰρ τούτων διὰ παντὸς τοῦ στερεοῦ σώματος φοιτᾶν ἀδυνατεῖ. Μία γὰρ ἐν γραμμῇ τυγχάνει διάστασις μῆκος ἀπλατὲς διαγράφουσα. Ἡ δὲ ἐπιφάνεια δύο ἔχει τὰς διαστάσεις ἐν μήκει καὶ πλάτει θεωρουμένας. Πῶς οὖν αὗται διὰ στερεοῦ σώματος διαφοιτήσειαν, τοῦ φωτὸς ἀεὶ τοῦτο ποιοῦντος καὶ ἀκαριαίως, ἄνευ χρονικῆς παρατάσεως, ὀξείᾳ τινὶ ῥοπῇ ἀνακιρναμένου δι' ὅλου τῇ τοῦ ἀέρος λεπτῇ τε καὶ ἀραιοτάτῃ φύσει; Λείπεται τοίνυν τριχῇ διαστατὸν εἶναι τὸ φῶς, ὅπερ ἴδιον σωμάτων ὑπάρχει. Μωϋσῆς μαρτυρεῖ ὅτι σῶμα τὸ φῶς. Ἐν γὰρ τῇ τῶν σωμάτων ἐξηρίθμησε δημιουργίᾳ, μετὰ τὴν οὐρανοῦ καὶ γῆς σύστασιν πρώτην φωνὴν θεοῦ τὸ Γενηθήτω φῶς ἀναγραψάμενος. 12. Εἰ δὲ τὸν θεὸν φῶς καλεῖν εἴωθεν ἡ γραφή, μὴ παρὰ τοῦτο φαντάζου ἀσώματον εἶναι τὸ φῶς, ἐπειδὴ τὸ θεῖον ἀσώματον. Τοῖς γὰρ παρ' ἡμῖν φαιδροτέροις τε καὶ καλλίστοις ὁ θεὸς ὀνομάζεται, οὐ ταῦτα τυγχάνων, | ἀλλὰ πολύ τε καὶ ἀμέτρως τούτων ὑπεραναβεβηκὼς τὴν οὐσίαν, ὅση τοῦ ποιοῦντος πρὸς τὸ γινόμενον ὑπάρχει διαφορά. Κατὰ παράδειγμα τοίνυν ἀμυδρότατον τὸν θεὸν εἴωθε φῶς ὀνομάζειν ἡ θεία γραφή. Ἐπειδὴ γὰρ ὁ θεός, πάσης γνώσεως αἴτιος ὤν, ταῖς νοεραῖς οὐσίαις αὐτὸς ἑαυτὸν δίδωσι πρὸς κατανόησιν, χορηγῶν τε τὸ νοεῖν καὶ διὰ τῆς ἑαυτοῦ χάριτός τε καὶ χορηγίας, ὡς οἷόν τε, ταύταις ἐπιγινωσκόμενος, οὕτω δὴ καὶ τὸ αἰσθητὸν φῶς αἴτιον τοῦ ὁρᾶν ἐπιγινόμενον τοῖς ὀφθαλμοῖς αὐτὸ πρῶτον ὑποπίπτει τῇ θέᾳ, ἐντεῦθεν ἡ θεόπνευστος διδασκαλία ἐν παραδείγματι φῶς τὸν θεὸν ἐπωνόμασε, τοῖς τῷ παχεῖ τοῦ σώματος ἐνδεδεμένοις διὰ τῶν αἰσθητῶν παραδειγμάτων τὸν ὑπὲρ αἴσθησιν καὶ διανόησιν ὑπογράφουσα. 13. Καὶ περὶ μὲν σκότους καὶ φωτὸς ἐπὶ τοσοῦτον εἰρήσθω, μήπως εἰς ἄπειρον τοῦ λόγου διεξιόντος τῶν ἐφεξῆς ἡ ζήτησις ἡμᾶς διαλάθῃ. Φασὶ γὰρ τὸ ἀγαθόν τε καὶ κακὸν ἀγενήτως ὑπάρχειν, ἀλλήλοις ἐναντία καὶ οὐδαμῶς συμβῆναι δυνάμενα· πρὸς οὕς ἐστιν εἰπεῖν· Πλανᾶσθε, μὴ διακρίνειν εἰδότες τῶν πραγμάτων τὴν φύσιν· ἡ γὰρ τῶν ποιοτήτων ἐναντιότης ἐν τοῖς γενητοῖς, οὐκ ἐν τοῖς ἀγενήτοις γνωρίζεται. Ἐν μὲν γὰρ τοῖς γενητοῖς ὡς ἐξ οὐκ ὄντων εἰληφόσι τὴν γένεσιν διαφορὰν γενέσεώς ἐστιν ἰδεῖν· οὐ γὰρ μία τῶν γεγονότων ἐστὶν ἡ γένεσις, ὅθεν εἰκότως ἐν ταῖς διαφοραῖς ἐναντιότης εὑρεθήσεται, φυσικῶς μὲν περὶ τὴν τοῦ σώματος κρᾶσίν τε καὶ ἐπιφάνειαν, αὐθαιρέτως δὲ περὶ τὰς τῆς ψυχῆς ἐνεργείας, ἃς ἀρετήν τε καὶ κακίαν ὀνομάζειν εἰώθαμεν. Ἀγενησίας δὲ ποίαν τις διαφορὰν εὕροι ποτέ, ὥστε καὶ ἐναντιότητα διδόναι τοῖς ἀγενήτοις; Εἰ οὖν ἡ ὕλη ἀγένητος καθ' ὑμᾶς, ὡς πάντα τολμῶντας εἰπεῖν, ἀγένητος δὲ καὶ ὁ θεός, ἄμφω ἀγαθοὶ τυγχάνουσιν· οὐ γὰρ ἂν μανείην καθ' ὑμᾶς ἐναντιότητα τοῖς ἀγενήτοις ἐπιφημίσαι ποτέ. 14. Ἵνα δὲ καὶ ἐκ τῶν ὡμολογημένων ὑμῖν φληνάφων ὑμᾶς ἀπελέγξω, πῶς τὸ χεῖρον, ἣν ὕλην εἶναί φατε, ὑποτάττεται τῷ βελτίονι, ὅς ἐστι θεὸς καὶ καθ' ὑμᾶς, εἴπερ ἐπ' ἴσης εἰσὶν ἀγένητα καὶ ἀρχηγετικά; Πῶς δ' ἂν εἴη φύσει κακὸν ἡ ὕλη, εἰ δέχεται τὸ
κοσμεῖσθαι ὑπὸ τοῦ ἀγαθοῦ; Εἰ μὲν γὰρ ἐφιεμένη κοσμεῖται ὑπὸ τοῦ θεοῦ, ἔστι τις ἐν αὐτῇ τοῦ ἀγαθοῦ ἔφεσις καὶ οὐκ ἂν εἴη ἀμιγῶς κακὴ ἡ τοῦ ἀγαθοῦ ἐφιεμένη. Εἰ δὲ τοῦ θεοῦ διδόντος αὐτῇ τὰ ἀγαθά, πέφυκε καὶ οὕτω δέχεσθαι τὰ ἀμείνονα, πῶς φύσει κακὴ ἡ πεφυκυῖα δέχεσθαι τὰ ἀγαθά; Λέγετε γὰρ ὑμεῖς ἐφίεσθαι μὲν τὴν ὕλην παρασπάσασθαι τι τοῦ ἀγαθοῦ, τὸν δὲ θεὸν ἀναιρεῖν αὐτήν. Εἰ δὲ τοῦτο δοθείη, πῶς οὐ μᾶλλον ἡμῖν ἐστιν ἀγαθοειδὴς ὡς ἐφιεμένη τοῦ ἀγαθοῦ; Ὁ δὲ ἀναιρῶν αὐτὴν καὶ μὴ διακοσμῶν, πῶς οὐκ ἂν φθαρτικὸς εἴη τῶν ὄντων καὶ οὐκ ἀγαθός; Καὶ εὑρεθήσεται τὸ ἐναντίον τῶν παρ' ἡμῖν δογματιζομένων. 15. Ἔτι, εἰ τὸ ἀγαθὸν καὶ κακὸν οὐσίαι ἀντικείμεναι, ἡ δὲ ζωὴ καθάπερ τι εἶδος τὰς ὑποκειμένας | οὐσίας εἶδος ποιεῖ, ἔσονται κατὰ τὴν ζωὴν καὶ τὸ εἶναι κοινωνοῦσαι ἀλλήλαις καὶ οὐ διὰ πάντων ἐναντίαι, ὡς ὑμεῖς ἠπατημένοι φατέ· οὐδεμία γὰρ ἀντίθεσις ἐξ ὅλων ἐναντίων ἀντίκειται, τῷ καὶ κοινὰ ὑπάρχειν τινὰ τοῖς ἐναντίοις, οἷον τὸ λευκόν, ἐναντίον ὑπάρχον τῷ μέλανι, κατὰ μόνας τὰς διαφορὰς ἔχει τὴν ἐναντίωσιν, ὄντων αὐτοῖς κοινῶν τῶν τῆς ποιότητος χρωμάτων. Οὐδὲν δὲ τῶν τοιούτων τὴν περὶ αὐτὰ ἐναντιότητα προτέραν ἔχει, ὑστέραν δὲ καὶ μετὰ τὰ κοινὰ ἐπιθεωρεῖσθαι τοῖς πράγμασι πέφυκεν· ἐν δὲ τοῖς κοινοῖς, καθὰ κοινὰ τυγχάνει, οὐκ ἔστιν ἡ ἐναντιότης. Δεῖ δὲ κοινὸν χρῶμα καὶ ποιότητα εἶναι, ἵνα οὕτω τὸ λευκὸν καὶ μέλαν εἴη. Ὡσαύτως καὶ μετὰ τὸ ποιόν, τὴν διάθεσιν, ἡ ἀρετὴ καὶ ἡ κακία. 16. Εἰ τοίνυν ἀγένητοι δύο ἀρχαὶ καὶ αὐταὶ ἐναντίαι, ἢ ἐξ ὅλων εἰσὶ τὴν ἐναντιότητα ἔχουσαι ἢ ὑπάρχει τινὰ αὐταῖς κοινά. Ἀλλ' οὐδὲν ἐξ ὅλων δέχεται ἐναντιότητα, ἔχουσιν ἄρα καὶ αὐταὶ κοινὰ τὸ εἶναι καὶ τὸ οὐσίαι εἶναι καὶ εἴ τι ἕτερον εὑρίσκεται περὶ αὐτὰς κοινόν. Ἐναντίας δὲ ποιεῖ αὐτὰς τὸ τὴν μὲν ἀγαθόν, τὴν δὲ βδελυκτὸν εἶναι καὶ τὴν μὲν φῶς, τὴν δὲ σκότος. Προεπινοεῖται δὲ τὸ εἶναι αὐτὰς οὐσίας τοῦ ἀγαθὸν εἶναι ἢ κακόν. Ἐναντιότης ἄρα οὐ κατὰ τὸ κοινόν, ὅπερ ἐστὶν ἀρχή, ἀλλὰ κατὰ τὴν ἰδιότητα. Τίθενται δὲ αὐτὰς ἀγενήτους εἶναι· οὐδὲν δὲ πρὸ ἀγενήτου· πρὸ τοῦ κακοῦ δὲ καὶ τοὺ ἀγαθοῦ ἐστιν αὐτὸ ὃ εἶπον κοινὸν αὐταῖς ὑπάρχειν τὸ ἀγένητον· οὐκ ἄρα ἀγένητοι ἀρχαί, ἀλλὰ μία ἀγένητος ἀρχή, αὐτὸ τὸ εἶναι ἀγένητον. Εἰ δὲ λέγοιεν μὴ κοινὸν αὐτῶν εἶναι τὸ ἀγένητον, φαμὲν οὐκοῦν εἰ θατέρῳ ὑπάρχει, τῷ λοιπῷ οὐχ ὑπάρχει. Ἔσται τοίνυν ἀγένητον ἢ τὸ ἀγαθὸν ἢ τὸ κακόν· ἀμφότερα ἀδύνατον, τό τε ἀγαθὸν καὶ τὸ κακόν. 17. Ταῦτα τοῦ Μάνεντος δόγματα· τούτοις ὡς ἀρραγέσι κατὰ τῆς ἀληθείας ἐξώπλισται· οὕτω τὰ τούτου παμμίαρα δόγματα ὑπὸ τῆς ἀληθείας ἀνατέτραπται. Τὴν γὰρ τῆς ὕλης ἀταξίαν πρὸς ἑαυτὴν καὶ ὅσα περὶ τοὺς ἱδρῶτας τῆς ὕλης ἐμυθολόγησεν, ἐκεῖθεν τοὺς ὑετοὺς τοῖς ἐπὶ γῆς καταρρήγνυσθαι φάσκων, καὶ ὅσα τούτοι προσελοιδόρησεν οὐδὲ λέγειν οἶμαι καλόν. Φεύγετε τοίνυν, ἀγαπητοί, τοὺς εἰσδεδεγμένους τοῦ Μάνεντος τὴν σηπεδόνα, οἳ πολλάκις ὠχρότητι σώματος τὸ δοκεῖν ἐγκρατεῖς εἶναι θηρώμενοι, τῷ σχήματι καὶ τῷ βλέμματι καὶ τῇ τοῦ Χριστοῦ προσηγορίᾳ τοὺς ἁπλουστέρους ἐξαπατῶσι καὶ κῳδίῳ προβάτου τὸν ἔνδοθεν λύκον ὑποκρυπτόμενοι ἐπεισπηδῶσι καὶ τὴν Χριστοῦ ποίμνην διασπαράττειν ἐπιχειροῦσιν. Φεύγετε τοίνυν καὶ τοῖς τοιούτοις χαίρειν μὴ λέγετε· Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. Εἰ δέ τις ἐν ὑμῖν πρότερον τούτοις ἐρρυπωμένος τοῖς δόγμασιν, νῦν τῷ τῆς ἀληθείας κατηυγάσθη φωτί, φυλαττέτω τῶν προφητῶν καὶ ἀποστόλων τὰ δόγματα. Εἷς γὰρ τούτων ὁ σκοπὸς ἐξ ἁγίου πνεύματος εἰρημένος· ἕνα τὸν τοῦ παντὸς δημιουργὸν ἀνακηρυττέτω, ἐξ οὐκ ὄντων τὰ πάντα πεποιηκότα· ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Adversus Manichaeos (homilia 2) ΤΟΥ ΑΥΤΟΥ ΙΩΑΝΝΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΟΜΙΛΙΑ ΔΕΥΤΕΡΑ 1. Ἤρκει μὲν οὖν ὅσα πρὸς ἔλεγχον τῆς ἀθέου πλάνης τῶν Μανιχαίων ἐν τοῖς προλαβοῦσι διελέχθημεν. Ἀλλ' ἵνα μή τις ἑτέραις ἀκάνθαις ἀσεβείας περιπειρόμενος πληγείη τὸν νοῦν, οὐκ ὀκνήσω καὶ ζητημάτων ἑτέρων ἐπιμνησθῆναι, δεικνὺς τί τέ ἐστι τὸ κακὸν καὶ πόθεν ἐστίν· τοῖς τοιούτοις γὰρ ζητήμασι κεχρημένοι παρατρέπειν ἐγχειροῦσι τοὺς ἁπλουστέρους. Πρότερον οὖν διαληπτέον περὶ τοῦ ἀγαθοῦ καὶ τοῦ καλοῦ, τί δηλοῖ τούτων ἑκάτερον· ἕτερον γὰρ δηλοῖ τὸ καλόν, ἕτερον δὲ τὸ ἀγαθόν. Καὶ καλὸν μέν ἐστι τὸ συμμετρίᾳ μελῶν εὐηρμοσμένον καὶ ἀνελλιπῶς ἔχον πρὸς ὃ γεγένηται ὑπὸ τοῦ δημιουργήσαντος. Διὸ γέγραπται· Ἰδοὺ καλὰ λίαν περὶ τῆς τῶν κτισμάτων οὐσίας· πάντα γὰρ καλὰ πεποίηκεν ὁ θεός, αἰσθητά τε καὶ νοητά. Περὶ πάντων γὰρ ἐπιφέρει λέγων· Καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε καὶ ἰδοὺ καλὰ λίαν, συμπεριλαβὼν τοῖς αἰσθητοῖς τῶν ἀσωμάτων τὴν ποίησιν. Μετὰ γὰρ τὴν ἀνθρώπου δημιουργίαν, τὴν ἐκ ψυχῆς νοερᾶς καὶ σώματος συνεστῶσαν, τοῦτό φησι Μωϋσῆς. 2. Τὸ δὲ ἀγαθὸν διττόν ἐστι τῇ σημασίᾳ. Καὶ ἐπὶ μὲν θεοῦ τὸ ἀγαθὸν οὐσία τυγχάνει· ἀγένητος γὰρ ὢν ὁ θεὸς πάντα ὅσα κέκτηται οὐσιωδῶς ἔχει καὶ οὐδὲν ὕστερον αὐτῷ ἐπιγίνεται ὃ μὴ ἀεὶ ἦν ἐν αὐτῷ. Διὰ τοῦτο, ἐπεὶ ἀσχημάτιστος ἦν ὁ θεός, ἀεὶ ἀσχημάτιστος ἔσται· καὶ ἐπειδὴ ἄποιος ἦν, ἀεὶ ἄποιος ἔσται· καὶ ἐπειδὴ παντοκράτωρ ἐστίν, ἀεὶ παντοκράτωρ ἦν· καὶ ἐπειδὴ δημιουργός ἐστιν, ἀεὶ δημιουργὸς ὑπάρχει, εἰ καὶ μὴ εἴη τὰ δημιουργηθέντα καὶ κρατούμενα παρ' αὐτοῦ. Καὶ γὰρ ὁ θεὸς οὐσιωδῶς ἔχει πάντα ὅσα καὶ ὀνομάζεται καὶ οὐ σχετικῶς ἔχει ἅπερ ἐστίν. Αἱ γὰρ σχέσεις περὶ [οὐσίαν] εἰσί, μὴ οὖσαι οὐσίαι. Ἄσχετος οὖν ἐστιν ὁ θεός· οὐ γὰρ πρός τινα τῶν γενητῶν ἔχειν τινὰ δυνατὸν αὐτὸν σχέσιν. Αὔταρκες γὰρ τὸ θεῖον καὶ αὐτὸ ἑαυτοῦ συμπληρωτικόν, ἐν οὐδεμιᾷ σχέσει τῇ πρὸς τὰ ἔξωθεν τὸ εἶναι ἔχον, ἵνα μή τι τῶν ὑπ' αὐτοῦ τελουμένων συμπληρωτικὸν εἶναι αὐτοῦ λέγειν ἀναγκαζώμεθα τῆς δυνάμεως. 3. Καὶ ἐπὶ πάντων δέ, οὐκ ἐπὶ θεοῦ μόνον, ὁ αὐτὸς λόγος. Αἱ γὰρ συμπληρωτικαὶ τῶν οὐσιῶν δυνάμεις οὐκ ἐν τῇ πρὸς τὰ ἔξωθεν σχέσει τὸ εἶναι ἔχουσιν, ἀλλ' ἀσχέτως τοῖς πράγμασιν ἐνυπάρ-χουσι καθ' ἑαυτὰς θεωρούμεναι. Σκόπει δὲ τὸν λόγον οὑτωσί· τὸ ἐν ὀφθαλμῷ βλεπτικὸν ἢ τὸ ἐν ἡλίῳ φῶς συμπληρωτικὰ τῆς ὀφθαλμοῦ τε καὶ ἡλίου ἐστὶν οὐσίας. Καὶ εἰ μηδὲν ὑπόθοιτό τις εἶναι τῶν ὑπὸ τοῦ ὀφθαλμοῦ θεωρουμένων ἢ τῶν ἔξωθεν μετ-εχόντων τῆς φωτοειδοῦς τοῦ ἡλίου δυνάμεως, οὐδ' ὄντως ἀτελὴς ὁ ἥλιος ἢ ὁ ὀφθαλμὸς κατὰ τὴν οὐσίαν τοῖς ὀρθῶς κρίνουσιν ὑποληφθήσεται. Οὕτως οὖν, εἰ καὶ ἀμυδρὸν ὑπάρχει τὸ παράδειγμα, πρὸ τοῦ δημιουργηθῆναι τὸν κόσμον φύσει καὶ ἀσχέτως δημιουργὸς ὁ θεός, οὐ τῇ πρὸς τὰ ἔξωθεν σχέσει γινόμενος ποιητής. Τοῦτο γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ τὸν θεὸν ἐξυβρίζειν καὶ σχέσιν ἐπίκτητον διδόναι θεῷ, οἷον ἔχουσι πρὸς ἄλληλα τὰ ἐξ ἀπιστίας εἰς ἐπιστήμην προκόπτοντα, καὶ ἐξισάζειν τοῖς οὐσιωδῶς | ἐνυπάρχουσι τὰ ὕστερον ἐπιγεγονότα. 4. Καὶ ἡ ὕλη οὖν, ὡς ἔφην–ἐπαναληπτέον γὰρ ὅθεν ἐξέβη ὁ λόγος–εἰ ἀγένητος ἦν, ἀσχημάτιστος καὶ ἄποιος οὖσα, πῶς οὖν δημιουργηθήσεται ἀγένητος οὖσα καὶ μὴ δυναμένη προσλαβεῖν ὃ μὴ ἀεὶ ἦν ἐν αὐτῇ; Εἰ δὲ σχῆμα καὶ ποιότητα καὶ ποσότητα τὴν ὕλην ἔχειν φασίν, οὐκ ἀγένητος ὑπάρχει, ὡς ἀποδέδεικται, ἀλλὰ μᾶλλον γενητὴ ἐξ οὐκ ὄντων σὺν τοῖς σχήμασι καὶ ποιότησι παρὰ θεοῦ παραχθεῖσα. Ποιότης γὰρ καὶ ποσότης ἴδια τῶν γενητῶν.
5. Ὃ οὖν ἔφην, τὸ ἀγαθὸν ἐπὶ θεοῦ οὐσία τυγχάνει. Ἐπὶ δὲ τῶν γενητῶν ἐνέργειά τίς ἐστι περὶ τὸ ἐκτὸς γινομένη καὶ συμβεβηκὸς ὑπάρχει, διὰ πράξεως ἢ νοητῆς θεωρίας καὶ προσοχῆς κατορθούμενον. Καὶ διὰ πράξεως μὲν ἄνθρωποι, σαρκὶ συζῶντες, κατορθοῦσι τὸ ἀγαθόν, αἱ δὲ νοεραὶ δυνάμεις διὰ θεωρίας καὶ προσοχῆς. Ἐπεὶ οὖν συμβεβηκός ἐστι τὸ ἀγαθὸν ἐπὶ τῶν γενητῶν, πάντως ἐπὶ τούτων καὶ προτερεύει τὸ εἶναι τοῦ ἀγαθὸν εἶναι· δεῖ γὰρ εἶναι τὸ ὑποκείμενον, ἵν' οὕτως τὸ συμβεβηκὸς ἐν αὐτῷ θεωρηθείη, εἴτε χωριστὸν ἢ ἀχώριστον εἴη. Ἐπὶ δὲ τοῦ ἀγενήτου θεοῦ, ἀεὶ ὢν ὁ θεός, ἀεὶ καὶ ἔστιν ἀγαθός· οὐ γὰρ ἕτερον ἔχει τὸ εἶναι καὶ ἕτερόν τι τὴν ἀγαθότητα, ἀλλ' αὐτῷ τῷ εἶναι ἔχει τὴν ἀγαθότητα. Διὰ τῶν εἰρημένων οὖν πᾶσι προφανὲς ὅτι τὸ πονηρὸν οὐκ ἔστιν ἐναντίον τῷ θεῷ, οὐσίᾳ ὄντι ἀγαθῷ· τῇ γὰρ οὐσίᾳ οὐδὲν ὅλως ἀντίκειται. Τῷ δὲ κατὰ τὸ συμβεβηκὸς ἀγαθῷ, τῷ ἐν τοῖς γενητοῖς θεωρουμένῳ, ἀντίκειται τὸ πονηρόν· διὰ γὰρ φαύλης πράξεως γινόμενον ἀντίκειται τῷ διὰ πράξεως ἀγαθῆς γινομένῳ. 6. Τούτων οὕτως ἀποδεδειγμένων, πῶς οὐ βδελυκτέον τοὺς Μανιχαίους οἵ φασιν· Ἦν θεὸς καὶ ὕλη, ἀγαθὸν καὶ πονηρὸν ἐν τοῖς πᾶσιν ἄκρως ἐναντία, ὡς κατὰ μηδὲν ἐπικοινωνεῖν θάτερον θατέρῳ, ἀγένητά τε καὶ ζῶντα ἄμφω. Ῥητέον οὖν πρὸς αὐτούς· Πῶς οὐκ ἀλλόκοτος ὑμῶν ἐστιν ὁ λόγος; Εἰ γὰρ ἄκρως ἐναντία κατὰ τοὺς ὑμῶν φληνάφους θεός τε καὶ ὕλη, ὡς μηδὲν ἐπικοινωνεῖν θάτερον θατέρῳ, κατὰ τὸ δοκοῦν ὑμῖν ὡς ἔτυχεν ἀποφαινόμενοι, πῶς ὅλως ἐναντία ἔσται ἀλλήλοις κοινωνοῦντα κατὰ μηδέν; Ἴδιον γὰρ τῶν ἐναντίων κοινωνεῖν ἀλλήλοις κατὰ τὸ γένος, οἷον μέλαν καὶ λευκὸν κοινωνοῦσι τῷ ἑκάτερον εἶναι χρῶμα, καὶ πάλιν θερμὸν καὶ ψυχρὸν τῷ ἑκάτερον εἶναι ποιότητα, ὅπερ ἐπὶ τῆς μυθευομένης ὑμῖν ὕλης καὶ θεοῦ διδόναι οὐ βούλεσθε, ἀνοήτως φάσκοντες ἐναντία τε εἶναι καὶ μηδὲν ἐπικοινωνεῖν θάτερον θατέρῳ. Ἄλλως τε τὰ ἐναντία ἀλλήλων ἐστὶν ἀναιρετικὰ καὶ οὐ δύνανται κατ' ἐνέργειαν ἅμα συμβῆναι τῷ αὐτῷ κατὰ τὸ αὐτὸ ὑπὸ τὸν αὐτὸν χρόνον. Πῶς οὖν ἐν τῷ αὐτῷ κτίσματι, οἷον τῷ καυστικῷ καὶ φωτιστικῷ πυρὶ ἢ θρεπτικῷ καὶ πνικτικῷ ὕδατι, καθ' ὑμᾶς ἅμα ὑπάρχουσι κατ' ἐνέργειαν, δι' ὅλου κατὰ τὸ αὐτὸ θεός τε καὶ ὕλη, ὡς αὐτοὶ μυθολογεῖτε, ἐναντία φάσκοντες εἶναι τὰ μηδαμῶς ἐναντία τυγχάνοντα; 7. Ἄλλως τε τὰ ἐναντία ἢ ἄμεσά ἐστιν ἢ ἔμμεσα. Τὰ ἄμεσα κρᾶσιν οὐκ ἐπιδέχεται, ἀλλὰ μᾶλλον ἀλλήλων ἐστὶν ἀναιρετικά, οἷον τάξις καὶ ἀταξία, ἄρτιος ἀριθμὸς καὶ περιττός. Τὰ ἔμμεσα δὲ ἕτερόν τε τὸ μέσον ἔχει παρὰ τὰ ἄκρα, οἷον μέλαν καὶ λευκόν· καὶ τούτων τὸ φαιὸν μέσον ἐστίν. Εἰ οὖν ὕλη καὶ ὁ θεὸς ἄμεσά ἐστι, πῶς κρᾶσιν ἐπιδέχεται καὶ τὸν κόσμον ἀποτελεῖ κατὰ τὴν ὑμῶν μυθολογίαν; Τὰ γὰρ ἄμεσα οὐ πέφυκε κιρνᾶσθαι. Εἰ δὲ ἔμμεσα φήσουσιν, ἔσται τι διὰ μέσου τούτων ἕτερον παρὰ ταῦτα καὶ λοιπὸν τρίτον ἀγένητον τοῖς δύο συναριθμηθήσεται. 8. Ἀλλ' ἴσως φήσουσι· καὶ πῶς οἷόν τε ἐξ οὐκ ὄντων τι γεγονέναι; Οὐδὲν γὰρ ἐκ μὴ ὄντων ὁρᾶται γινόμενον. Πρὸς οὕς ἐστιν εἰπεῖν· Πλανᾶσθε μὴ εἰδότες τὴν δύναμιν τοῦ θεοῦ, ἀλλὰ μόνον τοῖς ἐξ ἀνθρώπων γινομένοις ἐνορῶντες τὸ θεῖον εἶναι τοιοῦτον ὑπειλήφατε. Ἄνθρωπος μὲν γὰρ ἐξ ὄντων ἐργάζεται, ξύλα καὶ λίθους σχηματίζων ὡς βούλεται καὶ τὸ μὴ ὂν ἐν τούτοις ποτὲ σχῆμα διὰ τῆς οἰκείας τέχνης ἐντίθησιν· μόνον γὰρ σχημάτων ἐστὶ δημιουργὸς ὁ ἄνθρωπος ἐξ οὐκ ὄντων τὸ σχῆμα διὰ τῆς τέχνης ἐντιθεὶς τῷ δημιουργήματι. Καὶ φύσις δὲ ὁμοίως ἐξ ὄντων ἐργάζεται, μείζονα δὲ τῆς ἀνθρώπου τέχνης τὸ διὰ τῆς φύσεως τεχνασθὲν ἔχει τὴν ἐργασίαν. Οὐ μόνον γὰρ σχημάτων ἐστὶν ἡ φύσις δημιουργός, κρᾶσιν καὶ σύνθεσιν τῶν στοιχείων ἐργαζομένη, ἀλλὰ καὶ τὰς διαφόρους οὐσίας καὶ τὰ εἴδη τῶν πραγμάτων ὑφίστησιν οὐ πρότερον ὄντα. Ἐκ
στοιχείων γὰρ εἶδος ὀστέου ἐργάζεται καὶ σαρκός, φλεβῶν τε καὶ νεύρων, καὶ τῶν φυτῶν τὰς μυρίας ἰδέας, χρωμάτων τε καὶ χυμῶν καὶ μετάλλων τὰς ποικίλας διαφοράς. 9. Εἰ τοίνυν τοσοῦτον ὑπερέχει τῆς ἀνθρώπων τέχνης ἡ φύσις, πῶς οὐκ ἀνάγκη καὶ τὴν τοῦ θεοῦ δημιουργίαν ἀσυγκρίτως ὑπερβεβηκέναι καὶ τὴν τῆς φύσεως ἐργασίαν; Οὐκοῦν εἰ ἤδη ἡ φύσις τὰ εἴδη μὴ ὄντα παράγει, ἐν ὑποκειμένῳ μέντοι προϋπάρχοντι ταῦτα δημιουργεῖ διὰ τὸ ἀδυνάτως ἔχειν ἄλλως τὴν δημιουργικὴν αὐτοῖς ἐνδείκνυσθαι δύναμιν ἄνευ τινὸς προϋποκειμένου, ἀνάγκη πᾶσα, εἴπερ καὶ ὁ θεὸς δημιουργεῖ καὶ εἰς τὸ εἶναι παράγει τὰ ὄντα, ἔχειν τι πλέον τὴν αὐτοῦ δημιουργίαν τῆς φύσεως· οὐδὲν δὲ ἂν ἔχοι πλέον, εἰ μὴ δύναιτο ἐκ τοῦ μηδαμῇ μηδαμοῦ ὄντος εἰς τὸ εἶναι παράγειν τὰ πράγματα, ἀλλὰ δέοιτο καὶ αὐτός, ὥσπερ ὁ τεχνίτης ἄνθρωπος καὶ ἡ φύσις, ὑποκειμένου τινὸς προϋπάρχοντος, ἐν ᾧ τὴν ἑαυτοῦ δημιουργικὴν ἐνέργειαν ἐπιδείξεται, καὶ μηδὲ τοσοῦτον ὑπερέχοι τῆς φύσεως, ὅσον ὑπερέχει τῆς τέχνης ἡ φύσις, οὐ σχημάτων μόνον κατὰ τὴν τῶν ἀνθρώπων τέχνην, ἀλλὰ καὶ διαφόρων οὐσιῶν οὖσα δημιουργός. 10. Ἄλλως τε πάσης ἀτοπίας ἀνάμεστον τὸ διὰ τῶν μερικῶν καὶ παρ' ἕκαστα γινομένων τοῦ ὅλου τὰς ἀποδείξεις ποιεῖσθαι. Εἰ γὰρ τοῖς μερικοῖς δημιουργήμασιν ἐνορῶντές φασιν· «Ἐπεὶ οὐδεὶς δημιουργὸς ἄνευ ὕλης ποιεῖ, διὰ τοῦτο καὶ ὁ θεὸς ἄνευ ὕλης οὐ ποιήσει», ἴστωσαν ὅτιπερ ἡ παντὶ τεχνίτῃ ὑποκειμένη ὕλη ἐκ προτέρας δημιουργηθεῖσα προνοίας ἢ τέχνης ὑπόκειται, ὡς τὰ ξύλα καὶ σίδηρον καὶ λίθοι, ἀνθρώποις τεχνίταις πρὸς τὸ σχηματίζεσθαι μόνον ὑποκείμενοι, ἐκ φύσεως | τεχνικῆς ἀπὸ γῆς βεβλαστήκασι, καὶ ἡ φύσις δὲ ἐξ ὄντων δημιουργοῦσα, ἐκ προνοίας τινὸς εὑροῦσα προϋπάρχουσαν ὕλην δημιουργεῖ. Εἰ οὖν ἡ ὕλη καὶ αὐτῷ τῷ δημιουργοῦντι τὸ ὅλον ὑπόκειται, τῷ θεῷ, λεγέτωσαν ποία τέχνη ταύτην προϋπεστήσατο, καὶ οὕτω τὸ σοφὸν αὐτῶν ἐλεγχθήσεται· πάντως γὰρ θείαν φήσουσι τοιαύτην προϋποστήσασθαι τέχνην. Ἀλλὰ δὴ καὶ ἐκ τῶν παρ' αὐτοῖς ὁμολογουμένων ἀπελέγξω τὸν ἰσχυρὸν αὐτῶν, ὡς οἴονται, λόγον, ὡς οὐ δεῖ τοῖς μερικοῖς τὴν τοῦ ὅλου ποιεῖσθαι ἀπόδειξιν· ἀστρονομίαν γὰρ δῆθεν ἀσπάζονται καὶ κίνησιν τοῦ παντὸς ὑποτίθενται. Εἰ οὖν τὴν ἀπόδειξιν ἐκ τῶν μερικῶν τοῦ ὅλου ποιοῦνται καί φασιν· Ἐπείπερ τῶν μερικῶν ἕκαστον ἐξ ὄντων ὁρᾶται γινόμενον, οὕτω καὶ τὸ πᾶν ὑπὸ θεοῦ ἔκ τινος πρότερον ὄντος γενέσθαι χρή, εὔλογον αὐτοὺς καὶ τὸ τοῖς μερικοῖς ἑπόμενον καὶ τῷ παντὶ συμβαίνειν ὑποτίθεσθαι. Καὶ ἐπειδὴ τῶν μερικῶν ἕκαστον κινεῖται καὶ τὸ πᾶν δὲ κινεῖται, ἄρα ὡς κινεῖται τὸ μερικὸν κινηθήσεται καὶ τὸ πᾶν. Ἀλλ' οὐχ ὁμοία τούτων ἡ κίνησις· τὰ μὲν γὰρ μερικὰ ἐξ ὅλου τὸν τόπον ἀμείβει, τὸ δὲ ὅλον οὐ μεθίσταται τοῦ οἰκείου τόπου, ἀλλὰ περὶ τὸ ἴδιον κέντρον ἐκπεριέρχεται, ἐπεὶ μὴ ἔστιν ἑτέρα χώρα εἰς ἣν μετασταίη ποτέ. 11. Καὶ πρὸς ἄλληλα δὲ καὶ αὐτῶν ἐκ τῶν μερικῶν τὴν τοῦ παντὸς γένεσιν κανονίζειν ἐπιχειρούντων, καὶ ὡς τὰ μερικὰ ἐξ ὄντων γίνεσθαι, οὕτω καὶ τὸ πᾶν ἐξ ὄντων γεγενῆσθαι φασκόντων, τὰ αὐτὰ ῥητέον ὅσα πρὸς ἔλεγχον Μανιχαίων διῆλθεν ὁ λόγος. Προσθετέον δὲ ὅτι ἀνάγκη τὰ τῶν μερικῶν καὶ ἐπὶ τοῦ ὅλου θεωρεῖσθαι· ἐπειδὴ τὰ μερικὰ ἐν γενέσει καὶ φθορᾷ θεωρεῖται, ἄρα καὶ τὸ ὅλον γενέσει καὶ φθορᾷ ὑποκείσεται καὶ οὐκέτι ἀγένητος καὶ ἄφθαρτος ἔσται κατὰ τοὺς τῶν Ἑλλήνων σοφοὺς ὁ κόσμος, ἀλλὰ γενητὸς ἅμα καὶ φθαρτός· ἅπερ ὁμολογεῖν οὐκ ἀνέχονται. Καὶ τούτοις μὲν τοῖς λόγοις ἀποδέδεικται μὴ ἀγένητον εἶναι τὴν ὕλην. 12. Ἰστέον δὲ ὡς οὐδὲ τέχνη ἄνευ τῆς φύσεως καὶ θεοῦ ἐνεργήσει, οὔτε φύσις
ἄνευ θεοῦ· οὐ γὰρ θέμις τοῖς δευτέροις ἄλλως ἢ μετὰ τῶν ὑπερκειμένων ποιεῖν ἃ ποιοῦσι, τὴν μὲν τέχνην μετὰ τῆς φύσεως καὶ θεοῦ –ἄνευ γὰρ θεοῦ οὐδὲ τὸ κινεῖσθαι τοῖς ἀνθρώποις ὑπάρχει– τὴν δὲ φύσιν μετὰ τοῦ θεοῦ. Εἰ γὰρ καὶ διὰ μέσων τινῶν γίνεταί τινα τῶν ποιημάτων, ἀλλ' οὖν φανερὸν ὅτι αἴτιον καὶ τούτων ὑπάρχει τὸ καὶ τοῖς μέσοις αἰτίοις τὴν δύναμιν τοῦ εἶναι αἰτίοις παρέχον. Τῇ τέχνῃ δὲ καὶ τῇ φύσει τοῦ εἶναι αἰτίοις ὁ θεὸς δέδωκε δύναμιν. Οὐκοῦν πρῶτον αἴτιον τῶν ὄντων ἐστὶ θεὸς καὶ ὅσα μὲν ἀμέσως εἰς τὸ εἶναι παράγει ἄνευ ὕλης ἐξ οὐκ ὄντων δημιουργεῖ, ἅμα καὶ φύσιν ἐντιθεὶς τοῖς γενομένοις πρὸς διαμονήν τε καὶ ἀκολουθίαν τῶν ἐφεξῆς ἐξ αὐτῶν ἐσομένων, ὅσα δὲ διὰ μέσης τέχνης ἢ φύσεως ταῦτα ἐξ ὄντων ἐργάζεται. 13. Ἀλλά φησιν· Εἰ ἐξ οὐκ ὄντων γέγονεν ὁ κόσμος, εἰς τὸ μηδαμῶς ὂν πάλιν ἀναλυθήσεται. Τὰ γὰρ ἐξ οὐκ ὄντων γινόμενα εἰς τὸ μὴ ὂν ἀναλύονται, ὡς τὰ σχήματα ὑπὸ τοῦ τεχνίτου τοῖς δημιουργουμένοις ἐπιτιθέμενα καὶ τὰ ἔνυλα εἴδη τὰ ὑπὸ τῆς φύσεως παραγόμενα· ταῦτα γὰρ μὴ ὄντα πρότερον, γενόμενα δὲ πάλιν, εἰς ἀνυπαρξίαν χωρήσει διαλυθέντα ἐν τῷ χωρισθῆναι τῆς ὕλης. | Οὕτως οὖν, εἰ ἐξ οὐκ ὄντων γέγονεν ὁ κόσμος, εἰς τὸ μηδαμῶς ὂν χωρήσει πάλιν φθορὰν ὑποστάς. Ἀλλ' ἀγνοοῦσιν οἱ ταῦτα προβαλλόμενοι ὅτι ἐπὶ μὲν τῶν ὑπὸ φύσεως ἢ τέχνης ἀνθρώπων γινομένων ἀληθὴς οὗτος ὁ λόγος, ἐπὶ δὲ τῶν ἀμέσως ὑπὸ θεοῦ τὸ εἶναι λαχόντων οὐκ ἀληθής· ὧν γὰρ ἡ γένεσις ὑπὲρ φύσιν τε καὶ τέχνην ἐστί, τῇ ἀπείρῳ τοῦ θεοῦ δυνάμει συστᾶσα, τούτων καὶ ἡ διαμονὴ λήψεται τὸ ὑπὲρ φύσιν ἐκ θεοῦ διακρατουμένη διὰ παντός. Οὕτω καὶ αἱ νοεραὶ δυνάμεις οὐκ εἰς τὸ μὴ εἶναι ἀναλυθήσονται, καὶ ταῦτα ἐξ οὐκ ὄντων ὑπὸ τοῦ ἀεὶ ὄντος δημιουργηθεῖσαι θεοῦ. Οὕτω καὶ ὁ κόσμος· καὶ αὐτὴ δὲ ἡ ὕλη ἀμέσως ὑπὸ τοῦ θεοῦ γεγονυῖα εἰς τὸ μηδαμῇ μηδαμῶς <ὂν> οὐ χωρήσει ποτέ· καινοὺς γὰρ οὐρανοὺς καὶ καινὴν γῆν ἀπεκδεχόμεθα· ἀλλὰ μὴν καὶ ὁ ἄνθρωπος, καὶ ταῦτα ἐκ προϋποκειμένης ὕλης τῆς γῆς ὑποστὰς τὸ κατὰ σάρκα, ἐπείπερ ἀμέσως αὐταρκοῦντος θεοῦ γεγένηται· Χοῦν γὰρ λαβὼν ἀπὸ τῆς γῆς ὁ θεὸς ἔπλασε τὸν ἄνθρωπον, οὐκ ἐπιτρέψας τῇ φύσει δημιουργεῖν ὡς ἐπὶ τῆς τῶν ἄλλων γενέσεως, Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν καὶ ἐξαγαγέτω τὰ ὕδατα λέγων, ἀλλ' αὐτὸς δι' ἑαυτοῦ ἐργαζόμενος τὸν ὅλον ἄνθρωπον χερσί τε καὶ ἐμφυσήματι, οὐκ εἰς τὸ μὴ εἶναί ποτε σχήσει τὴν ἀλλοίωσιν ὁ ἄνθρωπος, ἀλλ' ἐπὶ τὸ κρεῖττον ἀλλοιωθήσεται. Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν. Καὶ ὅτι μὲν οὐκ ἀγένητος ἡ ὕλη ἣν καὶ πονηρὰν εἶναι φύσει φασὶν οἱ Μανιχαῖοι, ἀρκεῖν ἡγοῦμαι τὰ εἰρημένα. 14. Ἐντεῦθεν οὖν λοιπὸν ἀνακύπτει τὸ παρὰ τοῖς ἀθέοις θρυλλούμενον· Εἰ μηδέν ἐστιν ἔξω τῆς τοῦ θεοῦ δημιουργίας, ὁ δὲ θεὸς ἀγαθός, δηλονότι ἀγαθὰ τὰ δι' αὐτοῦ γεγενημένα. Πόθεν οὖν τὰ κακά; Εἰ μὲν οὐσίαν ὑπειληφότες εἶναι τὸ κακὸν τοῦτο πυνθάνονται, μωρίας ἀνάμεστός ἐστιν ἡ πεῦσις. Οὐ γὰρ ὑφέστηκε τὸ κακόν· ἐνέργεια γάρ τίς ἐστιν. Πᾶσα δὲ ἐνέργεια ἐν τῷ γίνεσθαι ἔχει τὸ εἶναι, οὔτε πρὸ τῆς τοῦ ἐνεργοῦντος κινήσεως ἤτοι πράξεως οὖσα, οὔτε μετὰ τὴν κίνησιν διαμένουσα. Μόνον δὲ τὸ ἀποτελεσθὲν πολλάκις πρὸς μνήμην τῆς πράξεως καταλιμπάνει. Ἢ οὖν πρᾶξίς ἐστιν ἢ ἐνέργεια· πᾶσα δὲ πρᾶξίς τινος οὐσίας ἐστὶ πρᾶξις καὶ ἄνευ οὐσίας οὐκ ἔστιν. Πῶς οὐσία τὸ μηδαμῶς καθ' ἑαυτὸ ὑφεστηκός, ἀλλὰ ἑτέρου δεόμενον εἰς τὸ εἶναι; Ἐπεὶ οὖν οὐκ ἔστιν οὐσία τὸ κακόν, ὡς ἀποδέδεικται, κἂν οἱ Μανιχαῖοι πρὸς τὴν ἀλήθειαν ἀπεχθῶς ἔχοντες διαφιλονεικήσωσιν, οὑτωσὶ περὶ τούτου διαληπτέον. 15. Τὸ κακὸν διττὴν ἔχει τὴν σημασίαν· δηλοῖ γάρ ποτε μὲν τὴν κάκωσιν, ποτὲ δὲ τὴν ἁμαρτίαν, καὶ κυρίως μὲν κακὸν ἡ ἁμαρτία, καταχρηστικῶς δὲ ἡ κάκωσις κακὸν ὀνομάζεται. Ἡ γὰρ κάκωσις οὐ πάντως κακή· πολλάκις δὲ καὶ σωτηρίας πρόξενος
γίνεται, ἢ φυσικῆς τινος νόσου ἐπιγενομένης ἢ καὶ ἔξωθεν συμπτώματος ἡμῖν κακωτικοῦ συμβάντος. Εἰ δὲ ταῦτα κακὰ κυρίως ὑπῆρχε καὶ οὐ μᾶλλον παιδευτικὰ ἐκ θεοῦ προνοίας πρὸς σωφρονισμὸν ἀνθρώπων ἐξηυρημένα, οὐκ ἂν αἰτία τινὸς ἀγαθοῦ ἐγίνετο. Νῦν δὲ πολλάκις καὶ ἡ τούτων ἐλπὶς ἄγχει καὶ τοὺς ἄγαν εὐολίσθους πρὸς ἁμαρτίαν | καὶ θεὸν δεδοικέναι ποιεῖ καὶ ἀμύνειν τὴν ἐκ τούτων ἐπήρειαν, ἱκετεύειν <δὲ> ἡμᾶς διανίστησι τὸν θεὸν εἴτε θηρίον ἢ ἑρπετὸν ἢ πόλεμος ἢ λοιμὸς ἢ λιμὸς ἢ ἀσθένειά τις εἴη τὸ ἐλπιζόμενον ἢ συκοφαντία καὶ ἐπιβουλὴ ἐκ φαύλης προαιρέσεως ἀνθρώπων μηχανωμένη, ἥτις κυρίως μὲν κακόν ἐστι τῷ ποιοῦντι, ἁμαρτία τυγχάνουσα, τῷ δὲ πάσχοντι οὐ κυρίως κακόν, κακωτικὸν μέντοι· καὶ τὰ κακωτικὰ οὐ πάντως κακά, ἀλλὰ καὶ τοῖς κατὰ θεὸν ἀνδρείοις πρόξενα μεγίστης εὐδοξίας γίνεται παρ' ἀνθρώποις, εὐεργεσίας τε καὶ ἀμοιβὰς αἰωνίους θησαυρίζει τούτοις παρὰ θεῷ. 16. Μὴ οὖν τις ἀπατάσθω τὰ κακωτικὰ ὀνομάζων κυρίως κακά. Εἰ γὰρ κακόν ἐστι τὸ κακωτικὸν καὶ οὐ μᾶλλον παιδευτικὸν καὶ πρὸς δικαιοσύνην καὶ παντοίαν ἀρετὴν προκαλούμενον, μηδεὶς τυπτέτω τὸν υἱὸν ἁμαρτάνοντα, μηδεὶς ἐπαινείτω τὸν ἀρχήν τινα πεπιστευμένον λῃστὴν καταβάλλοντα ξίφει ἢ θηρίοις πρὸς βρῶσιν ψήφῳ δικαστικῇ κυροῦντα παραδίδοσθαι, μηδεὶς τὸν ἰατρὸν ἐπαινῇ τῷ σιδήρῳ πάθος σεσηπὸς ἀποτέμνοντα· κακοῖ γὰρ τὸν ἰατρευόμενον. Μηδεὶς συγχωρείτω θηριακὰ ἐξ ἐχιδνῶν συντιθέναι, εἴπερ κακά, ὥς φασιν οἱ Μανιχαῖοι, τὰ ἑρπετά. Ἀλλ' ἀγνοοῦσιν οἱ ταῦτα ἀπείρως διαλοιδορούμενοι ὅτι καλόν ἐστι πᾶν ὅπερ ἀνελλιπῶς ἔχει πρὸς ὃ δεδημιούργηται παρὰ θεοῦ. Εἰ δέ, ὡς ἀποδέδεικται, πρὸς σωφρονισμὸν ἡμῶν ἐξηύρηται ταῦτα καὶ ἔστι προνοίᾳ θεοῦ, πῶς οὐ καλὰ λίαν ταῦτα, εἰ καί τινα αὐτῶν μὴ οὐσίαι τυγχάνουσιν, ἀλλὰ μόνον ἐκ φυσικῆς ἀσθενείας ἐπισυμβαίνουσιν. 17. Τῶν δὲ φυσικῶν τὰ μὲν ἀνάγκῃ φύσεως ἐπιτελεῖται. Ἀνάγκῃ δὲ φύσεως λέγω ταῦτα τελεῖσθαι ὅσα αὐτομάτως καὶ ἀκόντων ἡμῶν ὑπὸ τῆς φύσεως γίνεται, ὡς τὸ ἀποθνήσκειν καὶ αὔξειν μέχρι τῆς ὡρισμένης ἡλικίας τὸν ζῶντα. Τινὰ δὲ ἀκολουθίᾳ μὲν φύσεως γίνεται, ἐνδέχεται δὲ καὶ μὴ γενέσθαι, οἷον τὸ παιδοποιεῖν διὰ μίξεως· τοῦτο γὰρ τῶν ἐνδεχομένων ἐστίν· οὐ γὰρ πάντως ἐπακολουθεῖ τῇ μίξει παιδοποιΐα. Ταῦτα οὖν πάντα ὅσα ἀνάγκῃ φύσεως γίνεται ἄνευ ἁμαρτίας ἀποτελεῖται καὶ παρὰ τοῖς ἀνθρώποις τοῖς τῷ λόγῳ διοικουμένοις. Ὅσα δὲ ἐνδέχεται γίνεσθαι καὶ μὴ γίνεσθαι, ἐπὶ μὲν τῆς ἀλόγου φύσεως ἀνεύθυνα τυγχάνει, οἵαν δ' ἂν ἔχοι τὴν ἐνέργειαν· οὐ γὰρ ἔχουσι λόγον κατὰ φύσιν δοκιμάζοντα τὰ πρακτέα· ἐπὶ δὲ τῶν ἀνθρώπων, ἅτε δὴ λόγῳ ῥυθμιζομένων, ἐστὶν ἐνίοτε ταῦτα κυρίως κακά, ὅτε δὴ μὴ λόγος ὀρθὸς ἡγεῖται τῆς πράξεως ἐκ ῥαθυμίας ἡμῶν ἀσθενήσας ἢ καὶ παντελῶς πυρωθεὶς ταῖς ἐπιθυμίαις τῶν ἡδυπαθειῶν. Ἁμαρτία γάρ ἐστιν ἡ τῶν κατὰ φύσιν ἐνδεχομένων γενέσθαι τε καὶ μὴ γενέσθαι ὑπὸ τῶν λογικῶν ἀλόγιστος αἵρεσίς τε καὶ χρῆσις· ἀρετὴ δὲ ἀνθρώπου τὸ δύνασθαί τι πράττειν, ὑπό τε τῆς φυσικῆς κινήσεως ἐρεθίζεσθαι, εἰ δὲ ἄτοπον εἴη τοιῶσδε γινόμενον ἢ καὶ παντελῶς γινόμενον, ἀπέχεσθαι τῆς πράξεως τούτου κυβερνήτῃ λογισμῷ κεχρημένον καὶ καταπατεῖν τῆς ἡδυπαθείας τὸ δέλεαρ. 18. Ἀλλά φασιν· Τί γὰρ | οὐκ ἀνεπιδέκτους πεποίηκεν ὁ θεὸς τοῦ ἁμαρτάνειν ἡμᾶς, ἵνα μηδὲ ἑκόντες ἁμαρτάνοιμεν; Οἱ δὲ τὰ τοιαῦτα προβαλλόμενοι ἐοίκασιν ἀγανακτεῖν ὅτι μὴ λίθους καὶ ξύλα πεποίηκεν αὐτοὺς ὁ θεὸς καὶ μέμφεσθαι τὸν εὐεργέτην ὅτι λογικοὺς τοὺς ἀνθρώπους εἰργάσατο καὶ οὐ μᾶλλον ἀκινήτους πρὸς αἵρεσιν ἀγαθοῦ τε καὶ πονηροῦ. Εἰ δέ φασιν· Ἔδει ἡμᾶς πεποιῆσθαι λογικοὺς καὶ εἰδέναι ἀγαθόν τε καὶ πονηρόν, ἀτρέπτως δὲ ἐν τῇ τοῦ ἀγαθοῦ ἵστασθαι πράξει, οὐδὲν ἕτερον ἔοικασί μοι ζητεῖν, ἀλλ' ὅτι οὐκ ἔδει ἡμᾶς ἀνθρώπους γεγονέναι, ἀλλὰ τῆς
αὐτῆς φύσεως εἶναι τῷ θεῷ· μόνος γὰρ ὁ θεὸς ἀδυνάτως ἔχει πρὸς τὸ ποιεῖν τὴν ὄντως κακίαν. Ὅθεν φησὶν ὁ ἀπόστολος ἐπεὶ ἀδύνατον ψεύσασθαι θεόν. Ἡ γὰρ κακία ἀσθένειά τίς ἐστιν ἐνθεωρουμένη τοῖς γενητοῖς· παρὰ δὲ τῷ ἀγενήτῳ ποῖον ἴχνος ἔσται τῆς ἀσθενείας; Εἰ δὲ τῆς αὐτῆς ἦμεν φύσεως τῷ θεῷ, οὐκέτι ἦμεν αὐτοῦ δημιουργήματα, ὄντες φύσει θεοί, ὡσπεροῦν ἐκεῖνός ἐστι θεός. Ἀλλ' ἐπειδὴ οὐδεὶς τοσοῦτόν ἐστι παραπλὴξ ὡς ὑπεραίρεσθαι καὶ ἀπαιτεῖν ἑαυτὸν εἶναι θεὸν ἄνθρωπος ὤν– τὰ γὰρ τοιαῦτα φρονεῖν τῶν παρανόμων Μανιχαίων ἴδιον, οἰομένων τὰς ἡμῶν ψυχὰς συναϊδίους εἶναι τῷ θεῷ καὶ ὁμοίους– ἐξεταστέον τὸ τῆς λογικῆς φύσεως μέτρον καὶ οὕτω τὸν περὶ τοῦ ἁμαρτάνειν λόγον διεξιτέον. 19. Φαμὲν οὖν ὡς παντὶ τῶν λογικῶν κτισμάτων μέτρον τι ὥρισται πρὸς ἀρετὴν καὶ τέλειόν ἐστί τε καὶ γνωρίζεται, ᾧ μηδὲν ἐλλείπει τῆς οἰκείας πρὸς τελειότητα φύσεως· τὸ δὲ τοιοῦτο ὑπερβῆναι μὲν ἀδύνατον, ἀφικέσθαι δὲ πρὸς τὸ ὡρισμένον μέτρον ἐντελὴς ἀρετή. Οὔτ' οὖν ἀνθρώπους τοὺς ἔτι θνητοὺς καὶ ἐπικήρους ἀπαιτητέον ἀγγελικὴν ζωήν, οὔτε μὴν ἀγγέλους ἀπομιμεῖσθαι τὴν ὑπὲρ πάντα νοῦν καὶ κατάληψιν τοῦ θεοῦ δύναμιν. Τὸ γὰρ ὑπὲρ δύναμιν ἀπαιτεῖν ἕκαστον τῆς ἑαυτοῦ δυνάμεως παραφρονοῦντος λογισμοῦ τυγχάνει γνωρίσματα. Τί τοίνυν μέτρον ὥρισται ἀνθρώπῳ πρὸς ἀρετὴν ἐπειγομένῳ; Δῆλον ὡς κατόρθωσιν φήσουσι σωφροσύνης, δικαιοσύνης, ἀνδρείας καὶ ὅσα τοιαῦτα τυγχάνει. Ταῦτα δὲ διακρίνειν οὐχ οἷόν τε ἦν, εἰ μὴ φρονήσεως σπέρματα τῇ φύσει ὁ θεὸς προκατεβάλετο, ὡς διακρίνειν ἡμᾶς τῶν ἐναντίων τὴν φύσιν· καὶ καθάπερ οἱ τέκτονες σπάρτῳ τῶν ξύλων τὰ σκολιὰ διευθύνουσι τὸ περιττὸν καὶ ἔξω τῆς εὐθείας γραμμῆς περικόπτοντες, οὕτω καὶ ἄνθρωποι τῶν ἐναντίων πράξεων τὸ διάφορον, ὡς μὴν στάθμῃ τινὶ τῷ λόγῳ κεχρημένοι τὸ μὴ δεόντως γινόμενον ὡς ἀπόβλητον ἐκκαθαίρουσι τῆς ἑαυτῶν ἐργασίας πόρρω τιθέμενοι. 20. Καὶ οὗτος μὲν ὁ λόγος τῆς φρονήσεως <καὶ> δι' ἣν αἰτίαν ταύτην ἐνετύπωσε ταῖς λογικαῖς ψυχαῖς ὁ θεός· σωφροσύνης δὲ καὶ δικαιοσύνης ἅμα δὲ καὶ ἀνδρείας δύναμιν ἡμῖν ἐνεποίησε πρὸς κατόρθωσιν ὁ θεός, οὐ τὴν πρὸς τὰ ἐναντία δύναμιν ἀφελόμενος. Βούλεται γὰρ διὰ τῆς τῶν ἀντικειμένων ἐν ἐξουσίᾳ παραθέσεως εὐδοκίμους τοὺς ἀνθρώπους ἀποδείκνυσθαι. Εἰ γὰρ αἱ ἀρεταὶ καθ' ἑαυτὰς ὑπῆρχον, οὐκ ἂν ἐγνωρίζοντο· οὐ γὰρ ἐξ ἀδυναμίας τοῦ ποιεῖν τὰ ἐναντία γνωρίζεται τῆς ἀρετῆς ἡ εὐπρέπεια. Τίς γὰρ ἐπαινέσει λίθον σωφρονοῦντα, ᾧ μὴ πάρεστι καὶ τὸ ἐναντίον πρὸς ἐργασίαν; Ὁμοίως τίς ἐπαινέσει ξύλον μὴ συκοφαντοῦν ἢ ἵππον ἢ ὄνον μὴ ψευδόμενον; Καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ὁ αὐτὸς παρὰ πᾶσι διασῴζεται λόγος. Ἀρετὴ οὖν γνωρίζεται | ἐκ τοῦ δύνασθαι ποιεῖν καὶ τῶν ἐπαινουμένων πράξεων τὰ ἐναντία. Πῶς οὖν ὁ σώφρων γνωρισθείη μὴ κατ' ἐξουσίαν προκειμένης τῆς ἀσελγείας καὶ ταύτην πράττειν δυνάμενος εἰ βουληθείη; Πῶς δὲ ὁ ἀνδρεῖος, μὴ τῶν πτοούντων ἐπανισταμένων; Πῶς δὲ καὶ δίκαιος, εἰ μὴ καὶ ἡ πλεονεξία χώραν ἔχει γίνεσθαι παρ' αὐτοῦ; 21. Οὐχ ὅτι ἀνάγκῃ δεῖ τὴν κακίαν ἐνεργὸν εἶναι, ἵνα ἡ ἀρετὴ διὰ τῆς ἀντιπαραθέσεως δειχθείῃ, ἄπαγε τῆς δυσφημίας, ἀλλ' ἵνα μὴ γίνοιτο ἡ κακία τοῦ πράττοντος ἐπ' ἐξουσίας ἔχοντος ταύτην ἐργάζεσθαι. Φέρε γὰρ εἰ ὑπό τινος ἀλήθειά τις ῥηθείη, ἆρα οὐχ ὁ τοιοῦτος ἐδύνατο ταύτην ἀποκρυψάμενος ψεῦδος ἀντὶ τῆς ἀληθείας δημοσιεῦσαι, ὡς ἑκάτερον ἔχων ἐπ' ἐξουσίας; Εἰ δὲ τὸ ψεῦδος ἀπεκρύψατο δι' ἀρετήν, οὐ παρὰ τοῦτο τοῦ ἐναντίου τὴν ἐργασίαν ποιεῖν οὐκ ἐδύνατο; Ἴσχυε γὰρ τοῦτο ποιεῖν, εἴπερ ἠβουλήθη. Ἀσθενὴς γάρ ἐστι τῶν ἀνθρώπων ἡ φύσις καὶ ἀσθενοῦσα πρὸς ψεῦδος
ἐπιρρεπὴς τυγχάνει καὶ πρὸς τὰς ἄλλας κακίας, εἰ μὴ λογισμὸς ὀρθὸς αὐτὴν νευρώσας ἀνακρούσειεν τῆς ἐπὶ τὸ κρεῖττον φορᾶς. Ἰδοὺ καὶ τὸ θρυλλούμενον ἀποδέδεικται ὅτι τε ἀναγκαῖον πρὸς ἀρετὴν τὸ τῆς αὐτεξουσιότητος δώρημα τοῖς ἀνθρώποις καὶ ὅτι ἐκ μόνης προαιρέσεως καὶ αὐτεξουσιότητος ὑπάρχει τὰ κυρίως κακά· τὰ δὲ ἕτερα, ὅσα κακὰ ὑπάρχει, παρὰ θεοῦ γινόμενα, παιδευτικὰ τῶν ἀνθρώπων εἰσί, παιδαγωγοῦντα μᾶλλον πρὸς ἀρετήν. Διὸ οὔτε κυρίως κακὰ ταῦτα λεκτέον· πῶς γὰρ τὸ κακὸν αἴτιον ἔσται τινὸς ἀγαθοῦ; 22. Ἀλλ' ἴσως φασίν· Ἔστω καθ' αἵρεσιν γίνεσθαι τὴν ἁμαρτίαν καὶ μὴ γίνεσθαι καὶ τῶν ἐνδεχομένων ἑκάτερον εἶναι. Πόθεν οὖν ἡμῖν αἱ ἐνθυμήσεις τῶν φαύλων πράξεων ἐπανίστανται, εἰ μὴ πονηρά τις δύναμις ταύτας ἡμῖν ὑπετίθετο; Πρὸς οὓς συντόμως ἐστὶν εἰπεῖν ὅτι τῆς τῶν λογικῶν φύσεως ἴδιον γνῶσιν ἔχειν τῶν ἐναντιότητα καὶ διαφορὰν ἐχόντων πρὸς ἄλληλα, ὡς ἤδη διὰ πλειόνων ἀποδέδεικται. Φρόνησις γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ δύναμις λογική, διακριτικὴ τῶν οὐχ ὁμοίως ἐχόντων. Ἀναγκαῖον οὖν ὧν τὴν ἐπιστήμην εἰλήφαμεν πρὸς διάκρισιν τούτων δι' ἐνθυμήσεως ἀκαριαίως τὸν νοῦν ἀντιλαμβάνεσθαι. Ἡ μὲν γὰρ γνῶσις ἀναγκαία τοῦ διειδέναι τῶν ἐναντίων τὴν φύσιν, δοκιμάζεται δὲ τὰ ἐγνωσμένα, κινοῦντος τοῦ νοῦ ταῦτα ἐν ἑαυτῷ διὰ τῆς ἐνθυμήσεως· οὐ γὰρ ἔξωθεν ὑποσπείρεται καὶ ἀνατυποῦται τῷ νῷ ὑπὸ τοῦ διαβόλου τῆς ἁμαρτίας ἡ ἐνθύμησις, ἀλλ' ἀπὸ τῶν ἐν ἡμῖν κινημάτων τὴν πεῖραν ἡμῖν προσάγει, συνεργῷ πρὸς τοῦτο κεχρημένος τῇ κινήσει τῆς φύσεως. 23. Ἡ δὲ τῆς σαρκὸς κίνησις οὐχ ἁμαρτία καθ' ἑαυτήν, ὡς ἀποδέδεικται· ἄλογος γὰρ ἡ σάρξ, οὐδὲν δὲ ὑπὸ ἀλόγου γινόμενον ἁμαρτία. Τῇ δὲ τῆς ψυχῆς πρὸς τὴν σάρκα συναφείᾳ γίνεται τοῦ συναμφοτέρου ἡ ἁμαρτία, τοῦ χείρονος κρατοῦντος τοῦ κρείττονος, οὐκ ἀδυναμίᾳ τοῦ κρείττονος, ἀλλ' ἡμῶν περὶ τὴν εὐεξίαν τοῦ σώματος πᾶσαν σπουδὴν τιθεμένων, ὑπερορώντων δὲ τὴν λογικὴν καὶ κρείττονα μοῖραν. Εἰ δέ τις δι' ἀσκήσεως | ἀρετῆς μικρὰ τῆς σαρκὸς καὶ ὅσον ἐστὶν ἀναγκαῖον ἐπιμελόμενος τὸ πλέον ἀπονέμει τῷ καθηγεμόνι λογισμῷ, οὗτος ἄπταιστον, ὡς ἔστιν ἐφικτὸν ἀνθρώπῳ, διακυβερνήσει τὸν βίον, ῥυθμίζων τὴς σαρκὸς τὰς ὀρέξεις ἐπὶ τὸ εὖ ἔχον καὶ εὐάρεστον τῷ θεῷ· ὥστε οὐχ ἡ κίνησις τῆς σαρκὸς ἁμαρτία, ἀλλ' ἡ τοῦ συναμφοτέρου παράλογος πρᾶξις, ὅταν ὁ ἐφεστηκὼς λόγος τὰς ἡνίας ἐπιτρέψειε θυμῷ τε καὶ ἐπιθυμίᾳ τῇ ἀλόγῳ συνωρίδι ἑαυτὸν ὑποκλίνας, οὐκ ἄγειν κατὰ τὴν ἀξίαν, ἄγεσθαι δὲ μᾶλλον ἑλόμενος. 24. Ἀλλὰ πρὸς τοῦτό φασιν· Τί δὲ ὅλως κίνησιν ἔχειν τὴν σάρκα πεποίηκεν ὁ θεός; Ἐγώ σοι περὶ τούτου πυνθανομένῳ διευρύνων τὸν λόγον, ὡς οἷόν τε διασαφήσω τὸ βουληθέν. Λογικοὺς ἡμᾶς πεποίηκεν ὁ θεός, μεγίστῃ δωρεᾷ τῷ λόγῳ διακοσμήσας. Τοῦτο τοίνυν ἐνεργὸν ἐν ἡμῖν εἶναι βουλόμενος, ἐναντίως ἔχειν πρὸς ἑαυτὰ πλεῖστα τῶν φαινομένων πεποίηκεν, ὡσπεροῦν τὴν νύκτα πρὸς τὴν ἡμέραν, τάς τε τροπὰς τοῦ ἔτους πρὸς ἑαυτὰς καὶ τῶν στοιχείων τὰς ποιότητας, ἵνα ἐν τούτοις ὥσπερ τις ἡμῖν γυμνασία τοῦ λογικοῦ προσγένηται τὴν διάγνωσιν αὐτῶν δυναμένοις κατὰ παράθεσιν ποιεῖσθαι. Οὕτω δῆτα καὶ διὰ τῆς τῶν λοιπῶν σωματικῆς δημιουργίας οὐδ' ἓν εἶδος, πλείστας δὲ διαφορὰς πρὸς τὴν τοῦ λόγου γυμνασίαν ἐδημιούργησεν ὁ θεός. Τὰ μὲν γὰρ τῶν σωμάτων ὄγκῳ καὶ σχήματι καὶ ποικιλίᾳ χρωμάτων διεκόσμησεν· τὰ δὲ πρὸς τοῖς εἰρημένοις ἔχειν πεποίηκε τὸ τρέφεσθαι τὴν πλησίον ἰκμάδα τῆς γῆς ἐπισπώμενα, αὔξειν τε καὶ τίκτειν καρποὺς καὶ ὁμογενῆ βλαστάνειν φυτά. Ἕτερα πάλιν τὴν τούτων φύσιν ἐπαναβεβηκέναι ποιεῖ, προσθεὶς αἴσθησιν ἄλογον, οἷα τυγχάνει τῶν ὀστρέων καὶ σπογγίων τὰ γένη καὶ ὅσα τοιαῦτα. Οὐκ ἠρκέσθη ταῖς τοσαύταις διαφοραῖς, ἀλλὰ καὶ κίνησιν ὀρεκτικήν τε καὶ μεταβατικὴν ἑτέροις προσεφιλοτιμήσατο, τὴν πάνσοφον
αὐτοῦ δύναμιν ἐπιδεικνύμενος. 25. Τούτων δὲ τῶν εἰρημένων οὐδὲν τῆς κρείττονος ἔτυχε φιλοτιμίας μὴ πρότερον τῆς ἥττονος ἀπολαῦσαν. Δεῖ γὰρ πρότερον εἶναι καὶ οὕτω τῆς ἑξῆς δωρεᾶς ἀπολαύειν καὶ μετὰ ταύτην τῆς ἔτι κρείττονος. Ἐπεὶ οὖν ἔδει καὶ λογικῷ ζῴῳ τουτονὶ τὸν αἰσθητὸν κόσμον δι' ἀγαθότητα τοῦ θεοῦ κεκοσμῆσθαι καὶ λογικὴν φύσιν ἀναμεμίχθαι τοῖς αἰσθητοῖς τῶν ὁρωμένων, ὅσα κάλλιστα τυγχάνει τῷ σωματικῷ τῆς ψυχῆς ὀργάνῳ ἐνεδημιούργησεν· τρέφεται γὰρ καὶ αὔξει, γεννᾷ τε καὶ αἴσθησιν ἔχει καὶ κίνησιν ὀρεκτικήν τε καὶ μεταβατικήν, ἃ πάντα διακυβερνᾶν ἐπιτέτραπται παρὰ τοῦ δημιουργοῦ τὸ ἐν ἡμῖν λογικόν τε καὶ νοερόν. Ἄτοπον γὰρ ἦν τοῦ κρείττονος τὸ σῶμα τυχεῖν, φημὶ δὲ τῆς λογικῆς ψυχῆς, μὴ πρότερον τῶν ἡττόνων τὴν εὐκληρίαν κτησάμενον. Τίς γὰρ τῶν εὖ φρονούντων, μή τί γε δὴ θεός, τὰ μεγίστα δωρούμε νος, φθονήσειε τὼν | μικρῶν; Ἔχεις τῆς ἀπορίας τὴν λύσιν, δι' ἣν αἰτίαν τὴν σάρκα κίνησιν ἔχειν πεποίηκεν ὁ θεός. 26. Ἐπεὶ οὖν τὸν ἄνθρωπον οὕτω δεδημιούργηκεν ὁ θεὸς μεθόριον ὄντα λογικῶν τε καὶ ἀλόγων, θνητῶν τε καὶ ἀθανάτων, τῇ μὲν ψυχῇ τὴν τοῦ καλοῦ τύπωσιν ἐτύπωσεν, ὑπερορᾶν τε πεποίηκε τῶν ἐπικήρων τε καὶ μηδαμῶς ἱσταμένων, ὀρέγεσθαι δὲ τῆς τῶν αἰωνίων καὶ καταλλήλως ἐχόντων τῇ τῆς ψυχῆς φύσει καλῶν· ἀθάνατος γὰρ αὐτὴ τυγχάνουσα, τῶν ἀθανάτων ἐρᾷ. Τῷ δὲ σώματι δέδωκε πρὸς τὰ γήϊνα ῥέπειν, τὰ μηδαμῶς ἑστηκότα, μεταβολὴν δὲ ἄλλοτε ἄλλην ἐπιδεχόμενα· τὸ γὰρ ἐκ γῆς δημιουργηθὲν τοῦ συγγενοῦς ἐπιποθεῖ τὴν ἀλλοίωσιν καὶ ὡς αἰσθητικὸν τῶν λείων τε καὶ τῶν αἰσθήσει προσηνῶν ἀπολαύειν ἐπείγεται καὶ ὡς ἐπίκηρον τῶν προσκαίρων ἀντέχεται. 27. Σύνθετος οὖν ἐκ ψυχῆς καὶ σώματος ὑπάρχων ὁ ἄνθρωπος, ἀμφοτέρων ἀρχὴν εἰληφότων τοῦ εἶναι διὰ τῆς πανσόφου τοῦ θεοῦ δημιουργίας, πρὸς ἑκατέραν φύσιν μερίζεται, ἀνθελκόμενος πρὸς γῆν τε καὶ οὐρα-νόν· ὁμοφυῶς γὰρ ἔχει ψυχῇ τε καὶ σώματι πρὸς ἑκάτερα. Ἐντεῦθέν ἐστι μὲν ἀνθρώπων οὐδεὶς ὃς οὐχὶ τῷ λογικὸν εἶναι ἐπίσταται τὸ καλὸν ὃ τί ποτέ ἐστι· κἂν ἕτερον ἀδικεῖν ἐθέλῃ, ἀδικεῖσθαι αὐτὸς οὐκ ἀνέχεται, ἐντεῦθεν ἔλεγχον ἔχων τὴν τοῦ κρείττονος εἴδησιν. Εἰ γὰρ καὶ τῆς ψυχῆς ἀπαμβλύνεται τῆς ἐνεργείας ἡ κατὰ φύσιν ὀξύτης, τῇ τοῦ σώματος νωθρείᾳ συνεζευγμένης, ἀλλ' οὐκ ἀποβάλλει τελέως τὰς ἑαυτῆς δυνάμεις, ἀλλ' ὡς τὴν ζωὴν μεταδιδοῦσα τῷ σώματι αὐτὴ τοῦ ζῆν οὐ παύεται, οὕτω καὶ τῶν λοιπῶν αὐτῷ κοινωνοῦσα οὐκ ἀπόλλυσι τὴν ἐμπειρίαν. Ἀλλὰ μὴν καὶ τὴν ἐπὶ τὰ χείρω ῥοπήν, τὴν ἐκ σώματος ἡμῖν ἐπιγενομένην, δείκνυσιν ἡ δυσκολία, μεθ' ὅσης κατορθοῦν τὴν ἀρετὴν ἔθος τοῖς βουλομένοις. Ἑκάτερον οὖν, ψυχή τε καὶ σῶμα, μεγίστην ἔχει τὴν δύναμιν πρὸς ὃ πέφυκε γεγονός, οὔτε τῆς περὶ τὸ χεῖρον ῥοπῆς ἀφελεῖν ποτὲ δυνηθείσης τῆς ψυχῆς τοῦ καλοῦ τὴν μάθησίν τε καὶ γνῶσιν, οὔτε μὴν τῆς ἐνούσης ἡμῖν εἰδήσεως τοῦ καλοῦ τὴν περὶ τὸ ἐναντίον ἀφελο-μένης ῥοπήν. Εἰ μὲν γὰρ μετὰ τῆς τοῦ καλοῦ μαθήσεως καὶ τὴν ῥοπὴν ἐπὶ τὸ καλὸν πᾶσαν ἡμῖν ἐνεῖναι πεποίηκεν ὁ θεός, ἀγυμνάστως καὶ ἀδιστάκτως μᾶλλον δὲ ἀλόγως ἡ τοῦ καλοῦ πρᾶξις ἡμῖν προσεγίνετο. Ἐπειδὴ δὲ τῷ μὲν σώματι ἔνεστιν ἡμῖν ἡ ἐπὶ τὸ ἐναντίον ῥοπή, τῇ δὲ ψυχῇ τὸ καλὸν διδασκόμεθα, τοῦτο τοῦ θεοῦ σοφῶς τεχνιτευσαμένου, ἵνα σὺν ἱδρῶτι καὶ πόνῳ ὁ ἀπὸ γῆς πλασθεὶς ἄνθρωπος ἐπιδειξάμενος ἔχῃ καὶ τοῖς οἴκοθεν ἀποσεμνύνεσθαι κατορθώμασιν, ὑπὸ μὲν τῆς τοῦ σώματος φύ-σεως ἐπὶ τὰ προσηνῆ καὶ φίλα τοῖς προσκαίροις καὶ συγγενέσι τῆς γῆς κατασπώμενος, τῇ δὲ ψυχῇ τοῖς παρὰ θεοῦ κεκελευσμέ-νοις ἑπόμενος, τί τε πρακτέον καὶ τίνος πράξεως ἀφεκτέον μαθὼν
ἀήττητος μείνῃ, τῷ τῆς ψυχῆς λόγῳ ἄγχων τὰς ἐνδεχομένας γενέσθαι τε καὶ μὴ γενέσθαι φυσικὰς | τοῦ σώματος ὀρέξεις ἢ περικόπτων· ὥστε γυμνασίας χάριν πεποίηκεν ὁ θεὸς τὰς τῆς σαρκὸς κινήσεις, ἵνα μὴ ἀστεφάνωτος <ὁ> ἄνθρωπος γένηται, ὡς ῥᾷστα κατορθώσας τὴν ἀρετὴν ἄνευ τινὸς ἀντιπαλαίοντος. Τοῦτο δὲ οὐκ ἀγένητον, οὔτε μὴν ἐξ ἀντικειμένης τῷ θεῷ δυνάμεως δείκνυσι τὴν κακίαν, ἀλλὰ μᾶλλον τῶν ἐνδεχομένων γενέσθαι καὶ μὴ γενέσθαι φυσικὴν κίνησιν, ἥτις καθ' ἑαυτὴν ἁμαρτίας ἴχνος οὐκ ἐπιδείκνυται. Εἰ δὲ ἡ ψυχὴ κατασπασθείη καὶ τὴν οἰκείαν τάξιν ἀφεῖσα τοῖς τοῦ σώματος κινήμασιν ἀλόγως ἑαυτὴν ἐπιδῴη, τότε τὸ γενόμενον ἁμαρτία τυγχάνει ψυχῆς ἐξυπηρετουμένης τοῖς τοῦ χείρονος δόγμασιν καὶ ὡς ἕν τι ζῷον ὁ ἄνθρωπος ἁμαρτάνων κολάζεται ψυχῇ τε καὶ σώματι.
Apologia concilii Chalcedonensis (excerpta Graeca) ̓Εκ τῶν Εὐλογίου συνηγοριῶν περὶ τοῦ αὐτοῦ κεφαλαίου I. Πᾶν ὃ κοινῶς καὶ ἐν πολλοῖς θεωρεῖται, οὐ τινὶ μὲν πλέον, τινὶ δὲ ἔλαττον ὑπάρχον, οὐσία ὀνομάζεται. Ἐπεὶ οὖν τῷ καθέκαστον ἀνθρώπῳ ἐξ ἴσου πρόσεστι τὸ εἶναι σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ, ὅ ἐστιν ἀνθρωπότης, κατὰ τοῦτο τὴν ἀνθρωπότητα καὶ δύο οὐσιῶν ὑπάρχουσαν γνώρισμα μίαν φαμὲν οὐσίαν, ὡς κοινῶς ἐν πᾶσιν ἀνθρώποις καὶ ἐξ ἴσου θεωρουμένην· ἐπὶ δὲ τῆς ὑποστάσεως τοῦ Ἐμμανουὴλ οὔ φαμεν ποιῆσαι μίαν οὐσίαν τὴν ἕνωσιν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος, ἐπεὶ ἀνάγκη καὶ ἐν πολλοῖς θεωρεῖσθαι τὴν τοιαύτην οὐσίαν. Ἡ γὰρ φύσις, ὅ ἐστιν οὐσία, ἐν πολλοῖς ἐξ ἴσου θεωρεῖται, ὡς ἀποδέδεικται. Εἰ οὖν μίαν οὐσίαν φασὶ γενέσθαι τὰ δύο, πάντως που τῆς τοιαύτης οὐσίας μετειλήφασι καὶ ἕτεροι καὶ ἔσονται πολλοὶ ἐξ ἴσου τῷ Ἐμμανουήλ, ὅπερ οὐκ ἔστι, μηδὲ τοσοῦτον παραφρονήσειαν οἱ νῦν συκοφάνται, εἰ καὶ λίαν θεομάχοι καὶ τῆς ἀληθείας ἐχθροὶ καθεστήκασιν. II. Καὶ μεθ' ἕτερα. Τὴν ἀνθρωπότητα σύνθετον οὖσαν ἐξ ἀνομοίων πραγμάτων μιᾶς οὐσίας φαμὲν οὐ πρὸς τὴν διαφορὰν τῆς ψυχῆς καὶ τοῦ σώματος, ἀλλὰ πρὸς τὸ κοινὸν ἀφορῶντες, ὅτι κοινῶς ἐν πᾶσι τοῖς ὑπὸ τὸ αὐτὸ εἶδος ἀναγομένοις θεωρεῖται. Οὗτος γάρ ἐστι τῆς οὐσίας ὁ ὅρος, ὡς Βασίλειος ἐπαίδευσε λέγων· «ὅτι ὃν ἔχει λόγον τὸ κοινὸν πρὸς τὸ ἴδιον, τοῦτον ἔχει ἡ οὐσία πρὸς τὴν ὑπόστασιν». Κατὰ τοῦτον οὖν τὸν τῆς κοινότητος λόγον μιᾶς οὐσίας φαμὲν τὴν ἀνθρωπότητα, ὅτι κοινῶς ἐν πᾶσιν ἀνθρώποις τοῖς καθέκαστον καὶ ἐξ ἴσου ὑπάρχει τὸ εἶναι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν. Οὗτος γὰρ ὁ ὅρος τῆς ἀνθρωπότητος. Ἐπὰν δὲ τὰ ἐξ ὧν ἐστι λογισώμεθα καὶ ψυχὴν ὀνομάσωμεν καὶ σῶμα σκοπήσωμεν, τὸ ἑτεροφυὲς καὶ τὰ ἴδια τῶν οὐσιῶν καὶ μετὰ τὴν ἕνωσιν οὐκ ἀρνηθείημεν. Εἰ γὰρ τῆς αὐτῆς οὐσίας τὸ σῶμα καὶ ἡ ψυχή, τῶν δὲ ὁμοουσίων ὁ αὐτὸς λόγος, φθαρτὸν δὲ τὸ σῶμα, οὐκοῦν ἄρα καὶ ἡ ψυχὴ διαφθείρεται καὶ τὸ λέγειν ἀθάνατον εἶναι τὴν ψυχὴν ψευδὲς ἀναδειχθήσεται διὰ τὰς ὑμῶν ἀνοήτους κενοφωνίας.
III. 1. [Ἐκ τῶν συνηγορικῶν Εὐλογίου Ἀλεξανδρείας] πρὸς τοὺς λέγοντας· εἴ φατε τὸν Χριστὸν δύο ἔχειν οὐσίας, πάντως ἡ ἁγία τριὰς πᾶσαν σεσάρκωται τὴν ἀνθρωπότητα. Ταῦτα τῶν ἐναντίων ὑπάρχει τὰ προβλήματα. Οἴονται γὰρ ἴσως μεριστὴν εἶναι τὴν τῆς θεότητος οὐσίαν, καὶ τὸ μὲν αὐτῆς ἐν πατρὶ θεωρεῖσθαι, τὸ δὲ ἐν υἱῷ, τὸ δὲ ἐν ἁγίῳ πνεύματι, ὡς ἑκάστης ὑποστάσεως ἐκ μέρους, ἀλλ' οὐκ ἐν πᾶσι τοῖς τῆς θεότητος ἰδιώμασι γνωριζομένης. Ἡμεῖς δὲ οὐκ εἰς τοσοῦτον ἀσεβείας ἠλάσαμεν, ὡς μερισμὸν ἡγεῖσθαι καὶ κατατομὴν περὶ τὴν θείαν ὑπάρχειν οὐσίαν, ἀλλά φαμεν ἑκάστην χαρακτηριστικὴν ὑπόστασιν ἀνελλιπῶς τὰ τῆς θεότητος ἔχειν γνωρίσματα, τὸ ἀγαθὸν, τὸ δημιουργικὸν καὶ ὅσα περὶ τὴν ἄκτιστον φύσιν ὑπάρχει. Οὕτω γὰρ καὶ ὁμοούσιον τὴν τριάδα φαμέν, ὡς τῆς αὐτῆς οὐσίας ὁλοτελῶς ἐν τρισὶ προσώποις γνωριζομένης. Καὶ γὰρ ὁ πατὴρ τελείαν ἔχει τὴν τῆς θεότητος οὐσίαν, ὁμοίως ὁ υἱός, ὁμοίως τὸ πνεῦμα τὸ ἅγιον. Ὅθεν τέλειος θεὸς ὁ πατήρ, τέλειος θεὸς ὁ υἱός, τέλειος θεὸς τὸ πνεῦμα. Τούτοις καὶ ὁ τῆς ἀληθείας κῆρυξ Παῦλος συνηγορεῖ φάσκων· Ἐν αὐτῷ
γὰρ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. Οὐ γὰρ τὸν πατέρα φησὶ σεσαρκῶσθαι, ἀλλ' ὅτι πᾶσα ἡ θεότης ἐν ταῖς τρισὶν ὑποστάσεσιν ἀνελλιπῶς ὑπάρχει, ἐν πατρί, ἐν υἱῷ, ἐν ἁγίῳ πνεύματι, ἐν ἑκάστῃ ὑποστάσει τελείως ἐνυπάρχουσα κατὰ τὴν φωνὴν τοῦ σωτῆρος τὴν λέγουσαν. Πάντα τὰ τοῦ πατρὸς ἐμά ἐστι, τουτέστιν ὅσα τῆς τοῦ πατρὸς οὐσίας ὑπάρχει γνωρίσματα, ταῦτα τοῦ θεοῦ λόγου καὶ σαρκωθέντος ἐστίν, οὐχ ὡς τοῦ πατρὸς ὄντος υἱοῦ ἢ τοῦ υἱοῦ ὄντος πατρός· ταῦτα γὰρ ὀνόματα σημαντικὰ τῆς πρὸς ἀλλήλους σχέσεως ὑπάρχει. Πῶς οὖν μὴ εἴπωμεν τὴν οὐσίαν τῆς θεότητος ἀνελλιπῶς ἐν τῷ Χριστῷ εἶναι, ὁπότε τέλειον <θεὸν> αὐτὸν εἶναί φαμεν; Πῶς δὲ καὶ τέλειον αὐτὸν ἄνθρωπον ὁμολογοῦντες οὐ πᾶσαν ἀνθρωπότητος οὐσίαν ἐνυπάρχειν αὐτῷ προσομολογήσωμεν; Οὐ γὰρ μέρος αὐτῆς προσείληφεν, ὡς Ἀπολινάριός φησι, σάρκα δίχα λογικῆς ψυχῆς, ἀλλὰ πᾶσαν τὴν οὐσίαν, ὅ ἐστι σὰρξ ἐψυχωμένη ψυχῇ λογικῇ καὶ νοερᾷ. Αὕτη γὰρ κοινῶς ἐν τοῖς καθ' ἕκαστον ἀνθρώποις τελείως ἐνυπάρχουσα, οὐσία εἰκότως ἂν ῥηθείη. Χωρίζονται γὰρ ἀλλήλων οἱ κατὰ μέρος οὐ τῇ οὐσίᾳ, τοῖς δὲ παρεπομένοις ἰδιώμασι, μεγέθει καὶ χρώματι καὶ ἁπλῶς εἰπεῖν ταῖς χαρακτηριστικαῖς τῶν προσώπων ποιότησιν. 2. Πῶς δὲ καὶ ἐκ δύο φύσεων φήσουσι τὸν Χριστόν, εἰ μὴ ἀντὶ οὐσιῶν αὐτοῖς νοηθείη τὸ τῆς φύσεως ὄνομα; Οὐ γὰρ ἀντὶ ὑποστάσεων χαρακτηριστικῶν τολμήσουσι λέγειν, ἐπεὶ καὶ ἐκ δύο προσώπων ἀναγκασθήσονται εἰπεῖν. Ἡ γὰρ ὑπόστασις ἡ χαρακτηριστικὴ πρόσωπον δίδωσιν ἐννοεῖν. Ἐν χαρακτῆρι δέ φημι, μήπως τῇ συνήθει τῶν αἱρετικῶν ἀπάτῃ δίχα χαρακτῆρος ὑπόθωνται τὴν ὑπόστασιν. Τότε γὰρ τὴν τῆς οὐσίας σημασίαν ἀποφέρεται. Πῶς δὲ καὶ ὁμοούσιον τῷ πατρὶ καὶ ἡμῖν ὁμοούσιον τὸν Χριστὸν μετὰ τὴν ἕνωσιν ὑποτίθενται καὶ οὐ ναρκῶσι δύο μὲν ὁμοούσια ὁμολογοῦντες, ἀρνούμεναι δὲ τὰς δύο οὐσίας;
Ἐκ τῶν συνηγοριῶν Εὐλογίου Ἀλεξανδρείας IV. 1. Ἤκουσά τινος αὐτῶν γενναίως οἰομένου διαλέγεσθαι ὅτι οὐκ ἔστι φύσις ἀπρόσωπος, ἀλλὰ παρέπεται τῇ φύσει καὶ πρόσωπον. Εἰ οὖν δύο φύσεις, πάντως καὶ δύο πρόσωπα. Πῶς οὐκ ἄν τις τοὺς τὰ τοιαῦτα προβαλλομένους ἐλεήσειεν, οἳ σαφῶς οὕτω προσπταίουσι καὶ Νεστορίῳ προσποιούμενοι πολεμεῖν τοῖς αὐτοῦ προβλήμασι κέχρηνται καὶ τὴν ἐκείνου νόσον τό γε ἐπ' αὐτοῖς ἀσφαλίζονται; Εἰ γὰρ οὐκ ἔστι φύσις ἀπρόσωπος, ἀλλὰ παρέπεται τῇ φύσει καὶ πρόσωπον, φασὶ δὲ ἐκ δύο φύσεων τὴν ἀπόρρητον ἕνωσιν ἐν Χριστῷ γεγονέναι, ἄρα ἐκ δύο προσώπων κατ' αὐτοὺς ὁ Ἐμμανουήλ, καὶ ἀνέῳκται λοιπὸν τοῖς βλασφημοῦσι παρρησία δύο πρόσωπα λέγειν ἐν Χριστῷ, ὅπερ μανίας ἀνάμεστον. Οὐ γὰρ ἂν Πέτρον ἢ Παῦλον, εἴ τις ἑνώσειεν, μίαν ὑπόστασιν καὶ ἓν πρόσωπον εἴποι. Αἱ γὰρ ὑποστάσεις, ὅ ἐστι πρόσωπα, τὴν κατ' οὐσίαν καὶ σχέσιν ἕνωσιν ἐπιδέχονται, οὐ τὴν ἐνυπόστατον καὶ ἓν πρόσωπον ἀποτελοῦσαν. Κατ' οὐσίαν μὲν οὖν αἱ ὑποστάσεις ἑνοῦνται, ὡς ἐπὶ τῆς ἁγίας τριάδος· τρεῖς γὰρ ὑποστάσεις μιᾶς οὐσίας ὑπάρχουσιν. Ἡ δὲ κατὰ σχέσιν ἕνωσις κατὰ πολλοὺς νοεῖται τρόπους· ἐν ὁμωνυμίᾳ, ἐν ἰσοτιμίᾳ, ἐν ταυτοβουλίᾳ, καὶ ὅσα τούτοις παραπλήσια. Ὁμωνυμίᾳ μέν, ὡς Ἰούδας ὁ Ἰακώβου καὶ ὁ Ἰσκαριώτης· ἰσοτιμίᾳ δὲ καὶταυτοβουλίᾳ, ὡς Πέτρος καὶ Ἰωάννης· ἑκάτερος γὰρ ἀπόστολος, καὶ αὔξειν ἠβούλοντο τὸ κήρυγμα τοῦ Χριστοῦ. Ὃ οὖν ἔφθην εἰπών, αἱ δύο ὑποστάσεις ἤγουν πρόσωπα ἑνούμενα οὐδέποτε μίαν ἀποτελοῦσιν ὑπόστασιν καὶ ἓν πρόσωπον. Εἰ οὖν ἐκ δύο φύσεων ὁ Ἐμμανουήλ, ἡ δὲ φύσις πρόσωπόν ἐστι κατ' αὐτούς, ἔσται ἄρα καὶ ἐκ δύο προσώπων,
ἅπερ οὐκ ἐπιδέχονται τὴν ἐνυπόστατον ἕνωσιν. Καὶ οὕτω κατὰ τὸν αὐτῶν διεφθαρμένον λόγον τὸ τῆς ἀθέου διαιρέσεως δόγμα χώραν εὑρήσει, καὶ Κύριλλος ἐκβληθήσεται πάλαι κατὰ Νεστορίου τοιαῦτα βοῶν· «Ὀνήσει δὲ κατ' οὐδένα τρόπον τὸν ὀρθὸν περὶ τῆς πίστεως λόγον εἰς τὸ οὕτως ἔχειν, κἂν εἰ προσώπων ἕνωσιν ἐπιφημίζωσί τινες». Ἀλλ' οὐχ οὕτως οὔτε ἡ ἀλήθεια ἀπαιτεῖ, οὔτε ἡμεῖς ἀνεξόμεθα, ἀλλὰ τὴν ἀκλινῆ καὶ μέσην ὁδὸν βαδιούμεθα, τοὺς μὲν δυάδα προσώπων εἰσάγοντας ἀναθεματίζοντες, τὴν δὲ ἀλήθειαν τῶν ἐν Χριστῷ οὐσιῶν ὁμολογοῦντες. 2. Ἀλλ' ἴσως ἐξ ἀπορίας διαστρέφειν πειρώμενοι τὴν τοιαύτην πεποίηνται πρότασιν. Ἡμῶν γὰρ ἐνυποστάτως ἡνωμένας δύο φύσεις λεγόντων ἐθελοκωφοῦσι καὶ περιξύοντες τῆς ὁμολογίας ἡμῶν τὸ ἐνυποστάτως ἡνωμένας, προβλήματι κέχρηνται καθ' ἡμῶν τῆς ἡμετέρας ὁμολογίας ἀπᾴδοντι καί φασιν· οὐκ ἔστι φύσις ἀπρόσωπος. Τί τοίνυν αὐτοῖς τὸ σοφὸν τοῦτο βούλεται πρόβλημα; Εἰ μὲν ὅτι οὐ δυνατὸν τὰς φύσεις ἄλλως ἢ ἐν προσώποις θεωρεῖσθαι, τούτοις πᾶς τις καὶ τῶν μικρὰ εἰδότων συνομολογήσειε. Τίς γὰρ ἀγνοεῖ, ὅτι καθόλου ἐν τοῖς κατὰ μέρος προσώποις, ὅπερ ταῖς χαρακτηριστικαῖς ὑποστάσεσι θεωρεῖται, οἷον ἡ τῆς θεότητος φύσις ἐν πατρί, ἐν υἱῷ, ἐν ἁγίῳ πνεύματι, ὁμοίως ἡ ἀγγελικὴ φύσις ἐν Μιχαήλ, ἐν Γαβριὴλ καὶ τοῖς λοιποῖς, καὶ ἡ τῆς ἀνθρωπότητος φύσις ἐν τοῖς καθ' ἕκαστον γνωρίζεται προσώποις; Εἰ δὲ τοῦτο βούλονται κατασκευάζειν ὅτι πάσῃ φύσει ἰδιάζον παρέπεται πρόσωπον, ἐπὶ τῶν μὴ καθ' ὑπόστασιν ἡνωμένων φύσεων, ὅ ἐστιν οὐσιῶν, καὶ τοῦτον ὀρθῶς ἔχειν ἡγοῦμαι τὸν λόγον, ἐπὶ δὲ τῶν ἐν συνθέσει καὶ ἐνυποστάτως ἡνωμένων πόρρω τῆς ἀληθείας καθέστηκεν. Ἔστι γὰρ ὅτε διάφοροι φύσεις συνερχόμεναι κατὰ τὴν ἀδιαίρετον ἕνωσιν ἓν πρόσωπον καὶ μίαν ἀποτελοῦσιν ὑπόστασιν, οἷον τὰ τέσσαρα στοιχεῖα διάφοροι ὑπάρχουσιν οὐσίαι, ἀλλ' ὅμως ἓν ἀποτελοῦσι σῶμα τοῦδε τυχὸν τοῦ ξύλου ἢ λίθου τοῦ ἐν ἰδιότητι θεωρουμένου, ὅπερ ἐστὶν ὑπόστασις. Ἀλλ' ἐπείπερ τὸ παράδειγμα κρᾶσιν δοκεῖ πως ἐμφαίνειν καὶ σύγχυσιν, ληπτέον ἡμῖν τὸ κατὰ τὸν ἄνθρωπον παράδειγμα τὸν ἐν μιᾷ ὑποστάσει. Ἐν ἑκάστῳ γὰρ ἡμῶν ἡ οὐσία τῆς ψυχῆς ἑτέρα ἐστὶν ὡς πρὸς τὴν οὐσίαν τοῦ σώματος, ἀλλ' ὅμως αἱ δύο οὐσίαι συνελθοῦσαι ἐν τοῖς καθέκαστον ἓν πρόσωπον ἀποτελοῦσι, φέρε εἰπεῖν Ἰωάννου ἢ Παύλου ἢ ἄλλου τινός, μείνασαι δύο. Οὔτε γὰρ ἡ ψυχὴ σὰρξ ἐγένετο, οὔτε μὴν ἡ σὰρξ ψυχὴ γέγονε. Μάρτυς δὲ τούτου Παῦλος ὁ κῆρυξ τῆς ἀληθείας φάσκων· ὁ ἔσω ἄνθρωπος καὶ ὁ ἔξω, ἵνα τὸ διάφορον σημαίνῃ τῶν οὐσιῶν. Τούτῳ κατ' ἴχνος ἑπόμενος Ἰωάννης ὁ τῆς Κωνσταντινουπόλεως ἐπίσκοπος καὶ πάσης ἐκκλησίας διδάσκαλος τοιαῦτα γράφει ἐν τῷ ἐπιγεγραμμένῳ λόγῳ εἰς τὴν ἀσάφειαν τῆς παλαῖας διαθήκης· «διπλοῦν γὰρ τοῦτο τὸ ζῷον ὁ ἄνθρωπος ἐκ δύο συγκείμενον οὐσιῶν, τῆς μὲν αἰσθητῆς, τῆς δὲ νοητῆς, ψυχῆς λέγω καὶ σώματος, καὶ ἐν οὐρανῷ καὶ ἐν γῇ συγγένειαν ἔχον· διὰ γὰρ τῆς νοητῆς οὐσίας κοινωνεῖ ταῖς ἄνω δυνάμεσι, διὰ δὲ τῆς αἰσθητῆς τοῖς ἐπὶ γῆς συνῆπται πράγμασι, σύνδεσμος ὢν ἀκριβὴς ἑκατέρας τῆς κτίσεως». Οὕτως οὖν ἐν Χριστῷ τῶν δύο οὐσιῶν γέγονεν ἕνωσις εἰς μίαν ὑπόστασιν καὶ ἓν πρόσωπον, εἰ καὶ ἀμυδρῶς διὰ τῶν παραδειγμάτων ἀποδέδεικται. Πᾶσαι γὰρ ἕνωσιν ἡ ἐν Χριστῷ οἰκονομία ὡς ἀληθῶς ὑπεραίρουσα τὴν ἀνθρωπίνην διαδιδράσκει κατάληψιν. 3. Ἀλλὰ πάλιν τοῖς αὐτοῖς ἐμφιλοχωροῦσι νοσήμασιν, ὗς κατὰ τὸν λόγον τῷ βορβόρῳ ἐγκυλιόμενος. Τὰ αὐτὰ γὰρ πάλιν διαφόρως προβάλλονται. Φασὶ γάρ· Οὐκ ἔστιν οὐσία ἀνυπόστατος· πῶς οὖν οὐκ ἐν δύο ὑποστάσεσι ῥητέον, εἴπερ ἄρα δύο οὐσίας φατέ; Ὁρᾶτε τῶν κομψῶν τούτων τὴν ἄγνοιαν; τὴν γὰρ αὐτὴν ἡμῖν ἀνοήτως εἰσήγαγον πρότασιν, τὰ ὀνόματα πάλιν ὑπαλλάξαντες. Τίς γὰρ διαφορὰ οὐσίας καὶ φύσεως; Τίς δὲ προσώπου πρὸς τὴν ἐν χαρακτῆρι
ὑπόστασιν; Ὅθεν ὁ αὐτὸς ἡμῖν καὶ ἐπὶ τοῦ παρόντος ἀρκέσει λόγος. Εἴποιμι γὰρ ἂν πρὸς αὐτούς· καὶ ἐμὲ τὸν ἐκ ψυχῆς καὶ σώματος ἐν ἰδιώμασι χαρακτηριστικοῖς θεωρούμενον ἄνθρωπον πολλὰς ὑποστάσεις καὶ πολλοὺς ἀνθρώπους δοκεῖτε ποιεῖν. Οὐ γὰρ δὴ τοσοῦτον ἠλίθιοι πεφύκατε, ὥστε ἀγνοεῖν ἑτέραν μὲν εἶναι κατ' οὐσίαν τὴν ψυχὴν πρὸς τὸ σῶμα, ἕτερον δὲ τὸ σῶμα τὸν περὶ τῆς οὐσίας λόγον ἐπέχειν. Εἰ δὲ ἑκάστη οὐσία καθ' ὑμᾶς ἰδικὴν ὑπόστασιν χαρακτηριστικὴν ἀναδέχεται, κενά μοι τὰ τῆς ἑνώσεως καὶ ὁ εἷς γέγονα δύο, ἵνα ὑμῖν δόξῃ καὶ τοῖς ματαίοις σκινδαλάμοις. Εἰ δὲ ἐγὼ ἐκ δύο οὐσιῶν διαφόρων συγκείμενος οὔκ εἰμι δύο ἄνθρωποι, ἀλλὰ καὶ τὰς δύο ἔχω οὐσίας τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ ἐν ὑποστάσει μιᾷ θεωροῦμαι, τίς ἀνάγκη καὶ ἐπὶ Χριστοῦ τὰς δύο οὐσίας ὁμολογοῦντα δύο φάναι καὶ ἰδικὰς ὑποστάσεις; Αὐτοῦ μὲν γὰρ τῇ φύσει τὰ θεῖα, αὐτοῦ δὲ διὰ τὴν ἐνυπόστατον ἕνωσιν καὶ τὰ ἀνθρώπινα· οὐ γὰρ ἐν ἑτέρῳ, ἀλλ' ἐν αὐτῷ ἡ ἰδικὴ αὐτοῦ ὑπέστη σάρξ, ὡς προείρηται. Τὸ κοινὸν γὰρ ἔχουσα τῆς ἀνθρωπίνης οὐσίας, τουτέστι τὸ εἶναι σὰρξ ἐψυχωμένη ψυχῇ λογικῇ, ἐν μόνῳ τῷ θεῷ λόγῳ ἔσχε τὰ ἰδικά, τουτέστι τὸ εἶναι τοῦ θεοῦ λόγου καὶ οὐχ ἑτέρου σάρξ. Πῶς οὖν ἑτέρα ὑπόστασις ἡ μηδόλως καθ' ἑαυτὴν ὑποστᾶσα; 4. Ἄλλως τε μηδὲ τοῦτο ἀγνοείτωσαν ὅτι ἀντὶ οὐσίας ἡ ὑπόστασις τοῖς ἁγίοις πατράσι πολλάκις νενόηται, ὡς καὶ Κυρίλλῳ δοκεῖ. Ἐν γὰρ τῷ τρίτῳ ἀναθεματισμῷ φησιν· «Εἴ τις ἐπὶ τοῦ ἑνὸς Χριστοῦ διαιρεῖ τὰς ὑποστάσεις μετὰ τὴν ἕνωσιν». Τὸ γὰρ ὑφεστηκὸς ἐνταῦθα δηλοῖ ἡ ὑπόστασις· οὐ γὰρ ἂν ὁ θεοφόρος ἐπὶ τοῦ ἑνὸς Χριστοῦ ὑποστάσεις ὠνόμαζεν ὁ ταῖς Νεστορίου βλασφημίαις ἀεὶ πολεμῶν, εἰ μὴ ἀντὶ οὐσιῶν αὐτὰς ἐδέχετο. 5. Ὁμοίως καὶ ὁ ἅγιος Ἀθανάσιος ἐν τῇ πρὸς Ἄφρους ἐπιστολῇφησιν· «Ἡ δὲ ὑπόστασις οὐσία ἐστὶ καὶ οὐδὲν ἄλλο σημαινόμενον ἔχει ἢ αὐτὸ τὸ ὄν, ὅπερ ὁ Ἱερεμίας ὕπαρξιν ὀνομάζει λέγῳν· Καὶ οὐκ ἤκουσαν φωνὴν ὑπάρξεως. Ἡ γὰρ ὑπόστασις καὶ ἡ οὐσία ὕπαρξίς ἐστιν· ἔστι γὰρ καὶ ὑπάρχει». 6. Εἰ οὖν τις ἐνυποστάτους κατὰ τοῦτον τὸν λόγον εἴποι τὰς οὐσίας, ὅ ἐστιν ὑπαρχούσας, οὐδὲ ἡμεῖς ἀρνηθείημεν. Ἡ γὰρ ὑπόστασις πρὸς τὴν οὐσίαν τῷ εἰναι μέν τι οὐ διαφέρει, ἀλλὰ τῷ τὴν μὲν κοινῶς εἶναι, φημὶ δὴ τὴν οὐσίαν, τὴν δὲ ὑπόστασιν ἰδικῶς, ὅταν μετὰ τῶν καθόλου καὶ ἰδικόν τι ἔχοι. Οὐ κατὰ τοῦτο οὖν φαμεν τὴν ἡμετέραν ἐν Χριστῷ οὐσίαν ἐνυπόστατον εἶναι, οἷον ὑπόστασιν καθ' ἑαυτὴν χαρακτηριστικὴν καὶ πρόσωπον οὖσαν, ἀλλὰ καθὸ ὑφέστηκέ τε καὶ ἔστιν. Ἐνίοτε γὰρ τὸ ὑφεστηκέναι δηλοῖ ἡ ὑπόστασις, ὅ ἐστιν οὐσία, ὡς ἀποδέδεικται, ὅταν τῶν χαρακτηριστικῶν ἰδιωμάτων καὶ περὶ πρόσωπον θεωρουμένων ἐστέρηται.
[Ἐκ τῶν Εὐλογίου συνηγοριῶν] πρὸς τοὺς λέγοντας ὅτι εἰ δύο φατὲ οὐσίας. ὅ ἐστι φύσεις ἡνωμένας, πάντως μία γέγονε φύσις· τὰ γὰρ ἑνούμενα πάντως ἕν τι γίνεται. Εἰ μὲν τὸ ἕν τι γενέσθαι κατὰ τὴν χαρακτηριστικὴν ὑπόστασιν βούλονται κατασκευάζειν, ὀρθῶς καὶ λίαν εὐσεβῶς καὶ συνῳδὰ τοῖς ἐν Χαλκηδόνι δογματίζουσιν· κἀκεῖνοι γὰρ μίαν ὑπόστασιν ἀποφαίνονται, δύο δὲ τὰς οὐσίας. Ἡ σὰρξ ἔμεινε σάρξ, εἰ καὶ τοῦ θεοῦ λόγου σὰρξ ἐγένετο, ὅ ἐστι προσείληφε σάρκα καὶ ἥνωσεν ἑαυτῷ ἀδιαιρέτως. Οὐ γὰρ τροπὴν ὑπέστη τὴν εἰς σάρκα· καὶ γὰρ θεὸς ἀναλλοίωτος ὑπάρχει τῆς τριάδος ἡ φύσις. Ὡς ἔφην οὖν, ἀσύγχυτοι μεμενήκασιν ἐν τῷ Ἐμμανουήλ, τῷ ἑνὶ Χριστῷ τῷ υἱῷ τοῦ θεοῦ, μετὰ τὴν ἐνανθρώπησιν αἱ δύο οὐσίαι. Εἰ δὲ μίαν οὐσίαν φασὶ γεγονέναι τὰς δύο φύσεις, λελήθασιν ἑαυτοὺς ἀπατῶντες καὶ σύγχυσιν ἢ τροπὴν ὑποτιθέμενοι, ὡς τῆς μιᾶς τραπείσης εἰς τὴν ἑτέραν ἢ συγχυθείσης. Ὅτι γὰρ τὰ
ἑνούμενα ἀτρέπτως καὶ ἀσυγχύτως φυλάττεται ἐν τῇ οἰκείᾳ ποσότητι, τοῦτο σαφῶς ὑμῖν παραστήσω διὰ παραδείγματος τῶν τριῶν ὑποστάσεων ἀδιαιρέτως καὶ ἀσυγχύτως ἡνωμένων κατὰ τὴν οὐσίαν, φημὶ δὴ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Οὐ γὰρ διὰ τὸ ἡνῶσθαι αὐτὰς μία ὑπόστασις γεγόνασιν, ἀλλ' ἡνωμέναι μέν εἰσι κατὰ τὴν οὐσίαν, ἐν τρισὶ δὲ καὶ ἡνωμέναις γνωρίζονται ὑποστάσεσιν. Οὕτως καὶ ἐπὶ τῆς οἰκονομίας τοῦ Χριστοῦ δύο οὐσίαι ἡνωμέναι ἀδιαιρέτως καὶ ἀσυγχύτως ὑπάρχουσι, μείνα-σαι μὲν δύο οὐσίαι, ἀποτελέσασαι δὲ μίαν ὑπόστασιν τοῦ θεοῦ λόγου σεσαρκωμένην, ἐν ᾗ καὶ ἡνωμέναι ὑπάρχουσιν. Κείσθω δὲ τὸ παράδειγμα εἰς μόνον τὸ παραστῆσαι τὸ πρόβλημα τὸ σαθρόν, ἐπεὶ τὸ τῆς ἐν Χριστῷ ἑνώσεως «ἔμπαλιν ἢ ἐπὶ τῆς τριάδος ἔχει. Ἐκεῖ μὲν γὰρ ἄλλος καὶ ἄλλος, ἵνα μὴ τὰς ὑποστάσεις συγχέωμεν, οὐκ ἄλλο δὲ καὶ ἄλλο· ἓν γὰρ τὰ τρία καὶ ταὐτὸν τῇ θεότητι». Ἐν δὲ τῷ Ἐμμανουὴλ ἄλλο μὲν θεότης, ἄλλο δὲ ἀνθρωπότης, ἵνα μὴ τὰς οὐσίας συγχέωμεν· οὐ γὰρ «ταὐτὸν τὸ ἄχρονον τῷ ἐν χρόνῳ καὶ τὸ ἀόρατον τῷ ὁρατῷ. Οὐκ ἄλλος δὲ καὶ ἄλλος, μὴ γένοιτο»· τὰ γὰρ ἀμφότερα τῇ ἑνώσει ἓν πρόσωπον ἀπετέλεσαν καὶ μίαν ὑπόστασιν χαρακτηριστικήν.
Ἐκ τῶν Εὐλογίου συνηγοριῶν VI. Μὴ τοίνυν πράγματα ἡμῖν παρεχέτωσαν οἱ μηδὲν ὑγιὲς νο-εῖν βουλόμενοι, ἀλλὰ μάτην εἰκαιολογοῦντες καὶ τὴν ὀρθὴν καὶ ἀμώμητον πίστιν διαταράττειν ἐπιχειροῦντες. Ἡμεῖς γὰρ ἕνα Χριστὸν υἱὸν θεοῦ προσκυνοῦμεν σαρκὶ ὀφθέντα τοῖς ἐπὶ γῆς. Διαφορὰν μέντοι τῆς θεότητος πρὸς τὴν σάρκα γινώσκομεν. Καὶ γὰρ ὁ θεὸς λόγος ἄχρονος, ἄκτιστος, ἀπαθής, καὶ ὅσα πρέπει τῇ θείᾳ μεγαλωσύνῃ. Ἡ δὲ σὰρξ αὐτοῦ ἕν τι ὑπάρχουσα πρὸς αὐτὸν διὰ τὴν ἄκραν καὶ ἐνυπόστατον ἕνωσιν, δι' ἣν καὶ ὁ θεσπέσιος Ἰωάννης βοᾷ· Ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, ἔγχρονος ὑπάρχει, κτιστή, παθητή. Πάντα δὲ ταῦτα τῆς σαρκὸς ὁμολογοῦμεν γενέσθαι τοῦ θεοῦ λόγου. Εἰ γὰρ ἰδία αὐτοῦ ἡ σάρξ, δῆλον ὅτι καὶ τὰ τῆς σαρκὸς πάντα αὐτοῦ ἔσται· οἰκειοποιεῖται γὰρ αὐτά, εἰ καὶ μὴ ὑπέκειτο τούτοις ἡ θεία αὐτοῦ φύσις. Ὅτι γὰρ πάντα τοῦ θεοῦ λόγου ἐστὶ μετὰ τὴν ἐνανθρώπησιν τὰ τῆς σαρκὸς αὐτοῦ, ἡ θεία γραφὴ ἡμᾶς παιδεύει. Φησὶ γάρ· Ἑωράκαμεν τὸν κύριον, τὸ συναμφότερον λέγουσα· ὁ γὰρ ἑωρακὼς τὴν σάρκα τοῦ Χριστοῦ ὅλον ἐθεάσατο, εἰ καὶ ἀθέατος τὸ κατὰ φύσιν ἡ θεότης ὑπῆρχε. Καὶ πάλιν· οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν, καίτοι τῇ θείᾳ φύσει αὐτοῦ μὴ παθόντος, ἀλλὰ τῇ οἰκείᾳ σαρκί. Διδασκόμεθα οὖν ἐν πᾶσι τούτοις, ὅτι τοῦ θεοῦ λόγου σαρκωθέντος ἦν τά τε θεοπρεπῆ καὶ τὰ ἀνθρώπινα· ἀλλ' ἐν οἷς φησιν ὅτι ἐπείνησεν ἢ ἐδίψησεν ἢ ἐψηλαφήθη ἢ ὡράθη, νοῶ ὅτι οὐ τῇ θείᾳ φύσει ταῦτα πέπονθεν, ἀλλὰ τῇ προσληφθείσῃ σαρκί, καθ' ἣν ἄνθρωπος ἐχρημάτισεν.
Capitula xvii contra monophysitas ΙΩΑΝΝΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ ΚΑΙ ΠΡΕΣΒΥΤΕΡΟΥ ΠΡΟΣ ΤΟΥΣ ΑΚΕΦΑΛΟΥΣ ΚΕΦΑΛΑΙΑ ΙΖʹ 1. Εἰ ὁ λέγων θεὸν μόνον τὸν Χριστὸν μανιχαΐζει καὶ ὁ λέγων μόνον ἄνθρωπον τὸν Χριστὸν παυλιανίζει καὶ ὁ λέγων θεὸν τέλειον τὸν Χριστόν, ἄνθρωπον δὲ οὐ τέλειον, ἀπολιναρίζει καὶ ὁ λέγων θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον, ἰδιοσυστάτως καὶ ἀνὰ μέρος θεωρουμένου τοῦ ἀνθρώπου καὶ ὑπὸ τοῦ λόγου ἐνεργουμένου, νεστοριανίζει, ὁ δὲ λέγων θεὸν τέλειον τὸν αὐτὸν Χριστὸν καὶ ἄνθρωπον, ὡς ἑνώσαντος ἑαυτῷ τοῦ θεοῦ λόγου τὸ ἡμέτερον φύραμα, ὅ ἐστι τὴν καθ' ἡμᾶς ἀνθρωπότητα, ὀρθοδόξως φρονεῖ, οἱ τὸ θεάνθρωπον ἡμῖν ἐπινοήσαντες λέγειν ἴσως ἕτερόν τι καὶ παρὰ ταῦτά φασι τὸν Χριστόν, ὡς καὶ τὸν τραγέλαφον οὔτε τράγον, οὔτε ἔλαφον εἴποι τις ἄν, ἀλλ' ἕτερόν τι τῷ γένει. Μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην ὁμολογῶν, ἀπολιναρίζεις μὴ λέγων τελείαν τὴν ἀνθρωπίνην φύσιν ἀνειλῆφθαι καὶ σεσῶσθαι· προσθεὶς δὲ σάρκα ἐψυχωμένην ψυχῇ νοερᾷ, ὀρθόδοξος ὑπάρχεις, εἰ ἄρα τὸν νοῦν φυλάξεις τῆς ὁμολογίας. Εἰπὲ οὖν· μίαν φύσιν ὁμολογεῖς τοῦ λόγου σεσαρκω|μένην σαρκὶ ἐψυχωμένῃ ψυχῇ λογικῇ· μίαν φύσιν καὶ μόνον ὁμολογεῖς ἐπὶ Χριστοῦ ἢ δύο; Ἀλλ' εἰ μὲν μίαν φύσιν ὁμολογεῖς ἐπὶ Χριστοῦ, ἢ μανιχαΐζεις ἢ παυλιανίζεις.
Εἰ δὲ δύο τελείας λέγεις, διῃρημένας μέντοι καὶ ἀνὰ μέρος κεχωρισμένας, νεστοριανίζεις. Εἰ δὲ δύο τελείας καὶ ἐν μιᾷ χαρακτηριστικῇ ὑποστάσει σῳζομένας ὁμολογεῖς, ὀρθόδοξος ὑπάρχεις. Εἰ δὲ οὔτε μίαν μόνον, οὔτε δύο διῃρημένας, οὔτε μὴν ἡνωμένας ἐνυποστάτως ὁμολογεῖς, εἰπὲ πόσας τὰς φύσεις ἐπὶ Χριστοῦ <λέγεις> ὁμολογῶν μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην ἐν προσλήψει σαρκὸς ψυχὴν ἐχούσης νοεράν; 2. Εἰ μία φύσις τοῦ θεοῦ λόγου καὶ τῆς σαρκὸς καθ' ὑμᾶς, οὐ μία δὲ φύσις τοῦ πατρὸς καὶ τῆς σαρκός, πῶς μία καὶ ἡ αὐτὴ φύσις τοῦ θεοῦ λόγου καὶ τοῦ πατρός; Πῶς δὲ ἀκτίστου θεότητος καὶ κτιστῆς σαρκὸς ἢ τῆς ἀχρόνου θεότητος καὶ τῆς ὑπὸ χρόνον τοῦ λόγου σαρκὸς μία ἔσται φύσις, μὴ τῆς θεότητος τραπείσης εἰς σαρκὸς φύσιν, μήτε τῆς σαρκὸς ἀλλοιωθείσης εἰς θεότητος φύσιν, ἀλλ' ἑκατέρας φύσεως σῳζομένης ἀτρέπτως καὶ ἀδιαιρέτως ἐν τῷ Ἐμμανουήλ; 3. Ἐκ δύο φύσεων λέγων τὸν Χριστόν, ἀναθεματίζων δὲ τοὺς λέγοντας ἐν Χριστῷ τὰς δύο φύσεις ὑπάρχειν ἀδιαιρέτως ἐν μιᾷ ὑποστάσει ἡνωμένας, πῶς νοήσεις τὸ ἐκ δύο φύσεων; Ἢ γὰρ πρὸ τῆς ἑνώσεως εἴποις δύο, ἢ ἐν τῇ ἑνώσει. Ἀλλ' εἰ μὲν πρὸ τῆς ἑνώσεως | εἴποις, προϋπάρχειν δίδως ἑκάτερον πρὸ τῆς ἐνώσεως, ὅπερ ἀσεβές.
Εἰ δ' ἐν τῇ ἑνώσει τὰς δύο φύσεις λέγεις, σῴζεται δὲ ἡ ἕνωσις εἰς αἰῶνας, ἄρα σῴζονται εἰς αἰῶνας καὶ αἱ δύο φύσεις ἐν τῷ Ἐμμανουήλ. 4. Εἰ μένων ὁ θεὸς λόγος ὃ ἦν γέγονεν ὃ οὐκ ἦν, καὶ οὐκ ἦν μὲν ὃ γέγονεν, ἔμεινε δὲ ὃ ἦν, πῶς οὐκ ἔμεινε μὴ ὢν ὃ γέγονεν; Εἰ δὲ ταῦτ' ἀληθῆ, ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν <εἰπών, τὴν> τῶν ἐν Χριστῷ φύσεων ἀδιαίρετον καὶ ἀσύγχυτον ἕνωσιν ἡμᾶς ἐκδιδάσκει ὁ εὐαγγελιστής. 5. Εἰ σαρκωθεὶς ὁ λόγος ἔμεινεν ὃ ἦν, ἦν δ' ἄσαρκος, πῶς οὐκ ἔσται ἄσαρκος κατὰ τὴν τῆς θεότητος φύσιν, εἰ καὶ ἐσαρκώθη, τῆς ἡμετέρας φύσεως προσλαβὼν τὸ φύραμα; Εἰ δὲ τοῦτ' ἀληθές, πῶς τὸν ἕνα Χριστόν, ὅ ἐστι θεὸν λόγον σαρκωθέντα, οὐκ εἴποιμι τὰς δύο ἔχειν φύσεις, ὅ ἐστιν οὐσίας, <τὴν> τοῦ πατρὸς λέγω καὶ τὴν ἐκ τῆς θεοτόκου Μαρίας ληφθεῖσαν ἀνθρωπίνην οὐσίαν; 6.
Εἰ ἔστιν ὁ πατὴρ ἀπαθὴς θεὸς καὶ ἀθάνατος, ὁ δὲ υἱὸς σαρκωθείς, ὅ ἐστι Χριστός, ἐστὶν ἀπαθὴς καὶ παθητός, ἀθάνατος καὶ θνητός, τὸ μὲν ἀπαθὲς καὶ ἀθάνατον ἔχων κατὰ τὴν τῆς θεότητος φύσιν, τὸ δὲ πάθος καὶ τὸν θάνατον ἔχων κατὰ τὴν ἀνθρωπότητος φύσιν, εἷς ὢν καὶ ὁ αὐτός, πῶς μὴ εἴπω τὰς δύο φύσεις ἐν αὐτῷ, τὴν μὲν δεκτικὴν πάθους καὶ θανάτου, τὴν δὲ τούτων ἀνεπίδεκτον; Εἰ δὲ τὸν θάνατον καὶ τὰ πάθη καὶ ὑμεῖς σαρκὶ δέξασθαι αὐτόν φατε, ὀρθῶς μὲν λέγετε· ζητῶ δὲ εἰ ἡ σὰρξ φύσις ἐστὶ τῆς θεότητος αὐτοῦ ἢ ἑτέρα κατ' οὐσίαν· καὶ εἰ μὲν ἡ αὐτὴ τῇ θεότητι, | θεοπάθειαν ἡμῖν δογματίζετε· εἰ δ' ἑτέρα ἐστὶ τῇ φύσει, ἡνωμένη μέντοι τῷ θεῷ λόγῳ ἐνυποστάτως, τί τὰς δύο φύσεις οὐχ ὁμολογεῖτε ἐν τῷ ἑνὶ Χριστῷ; 7. Πᾶσα ὑπόστασις ἐν κοινότητι, ὅ ἐστιν οὐσίᾳ, θεωρεῖται· καὶ εἰ μὲν ἡ ὑπόστασις ἁπλῆ εἴη, καὶ ἡ κοινότης ἁπλῆ· εἰ δὲ σύνθετος ἡ ὑπόστασις εἴη, καὶ ἡ κοινότης σύνθετος ἔσται ἢ ἐν διαφόροις κοινότησιν ἡ σύνθετος ὑπόστασις ἔσται. Οἷον ἁπλῆ ἡ ὑπόστασις τοῦ λόγου, ἁπλῆ καὶ ἡ κοινότης ἣν ἔχει <αὐτὸς καὶ> ὁ πατὴρ καὶ τὸ πνεῦμα· σύνθετος ἡ οὗτινος ἀνθρώπου ὑπόστασις, σύνθετος καὶ ἡ κοινότης ἡ ἐν πᾶσι κοινῶς τοῖς ἀνθρώποις θεωρουμένη. Πᾶς γὰρ ἄνθρωπος ζῷον λογικὸν θνητόν.
Εἰ δὲ μὴ τὴν σύνθετον κοινότητα βουληθείημεν νοῆσαι, πάντως ὁ δεῖνα ἄνθρωπος ἐν δύο κοινότησιν εὑρεθήσεται, ἡ μὲν ψυχὴ ἐν κοινότητι τῇ πρὸς τὰς ἄλλας ψυχάς, τὸ δὲ σῶμα ἐν κοινότητι τῇ πρὸς τἄλλα σώματα. Ἐπὶ δὲ Χριστοῦ ἡ ὑπόστασις σύνθετος οὖσα οὐ θεωρεῖται ἐν συνθέτῳ κοινότητι. Οὐδεὶς γὰρ ἄλλος Χριστὸς θεὸς καὶ ἄνθρωπος ὑπάρχων ταῖς ἀληθείαις σύνθετός ἐστιν, εἰ μὴ ὁ ἐκ παρθένου τῆς θεοτόκου τεχθείς. Εἰ οὖν οὐδεμίαν σύνθετον ἔχει κοινότητα, πάντως ὑπολείπεται ἐν διαφόροις κοινότησι θεωρεῖσθαι, ἐν τῇ τοῦ πατρὸς καὶ ἁγίου πνεύματος κοινότητι, καθ' ἥν ἐστι θεός, καὶ ἐν τῇ πρὸς πάντας ἀνθρώπους κοινότητι, οἷς ὅμοιός ἐστι κατὰ τὸ εἶναι ἄνθρωπος. Κοινότητα δὲ ἐν τοῖς πᾶσι τούτοις φαμὲν τὴν οὐσίαν, ὅ ἐστι φύσιν· αὗται γὰρ κοινῶς πᾶσι τοῖς ὑπὸ τὸ αὐτὸ εἶδος | ἐνθεωρουμένοις ὑπάρχουσιν, οὐ τῷ μὲν πλέον, τῷ δὲ ἔλαττον ἐνυπάρχουσαι. 8. Τῆς ἄκρας ἑνώσεως ἴδιόν ἐστι τὸ ἔχειν ταὐτότητα καὶ ἑνότητα καὶ ἑτερότητα, οἷον ἡ καθ' ὑπόστασιν ἕνωσις· αὕτη γάρ, ὡς ἐπὶ ψυχῆς καὶ σώματος, ἑτερότητα οὐσίας καὶ ταὐτότητα ὑποστάσεως ἔχει. Ἑτέρα γὰρ ἡ τῆς ψυχῆς οὐσία καὶ ἑτέρα ἡ τῆς σαρκός, κἂν ἓν ζῷον ἀποτελεσθῇ ὁ ἄνθρωπος.
Καὶ οὐκ ἄν τις εἴποι φύσει τὴν μὲν ψυχὴν θνητήν, τὴν δὲ σάρκα νοητήν· καὶ ἀσθενούσης δὲ τῆς σαρκὸς ἐρρῶσθαι τὴν ψυχὴν λέγομεν. Εἷς δὲ ὁ ἑκατέρων συγκείμενος ἄνθρωπος καὶ ἐν τῷ ἑνὶ ὁμοίως ἑκάτερόν ἐστί τε καὶ νοεῖται. 9. Εἰ οὐσία ἐστὶ ἐν τοῖς καθ' ἕκαστον τῶν ὑπὸ τὸ αὐτὸ εἶδος ἀνα-γομένων ἐξ ἴσου πᾶσιν ἐνυπάρχουσα, δίχα δὲ τῶν καθ' ἕκαστον ἀνύπαρκτος οὖσα τυγχάνει, οἱ λέγοντες ἐκ δύο οὐσιῶν, ἆρ' ἔν τισι τῶν καθ' ἕκαστον ἑκάστην ἰδιαζόντως ἐνυπάρχειν; Ἆρ' ἐξ ἀνυπάρκτων ἡ σύνοδος; Εἰ δ' ἔν τισι τῶν καθ' ἕκαστον ἰδια-ζόντως, ἆρ' αἱ δύο φύσεις ἐν δύο θεωρούμεναι προσώποις συνῆλθον, ὅπερ ἐστὶ Νεστορίου καὶ τῶν ψιλὸν λεγόντων εἶναι τὸν Χριστὸν ἄνθρωπον πρὸ τῆς ἑνώσεως; Ἡμεῖς δὲ οὐχ οὕτω φαμὲν ἐν δύο φύσεσι τὸν Χριστόν, ἀλλ' ὅτι ἐνδέχεται δύο καὶ πλείονας φύσεις ἐν ἑνὶ καὶ τῷ αὐτῷ θεωρεῖσθαι προσώπῳ, ὅτ' ἐστὶν αὐτῶν ἡ ἕνωσις ἐνυπόστατος. Εἰ γὰρ ἦσαν διῃρημέναι, πάντως ἑκάστη ἐν ἰδιοϋποστάτῳ νοηθήσεται προσώπῳ. 10. Οὐ μόνον ἐπὶ τῶν ἁπλῶν ὑποστάσεων ἤγουν προσώπων τὸ ἓν λέγεται, ἀλλὰ καὶ ἐπὶ τῶν συνθέτων.
Ποία οὖν ἔσται διαφορὰ ἁπλοῦ τε καὶ συνθέτου, εἰ μὴ τὸ μὲν ἐν μιᾷ οὐσίᾳ, τὸ δὲ ἐν δύο οὐσίαις γνωρίζομεν; Οὔτε τοίνυν διαιροῦμεν ἀπ' ἀλλήλων τὰς φύσεις μετὰ τὴν ἕνωσιν· μίαν γὰρ ὑπόστασιν σεσαρκωμένην κηρύττομεν. Οὔτ' ἀλλήλας εἰς μίαν οὐσιότητα συγχέομεν· τὴν τῶν φύσεων γὰρ διαφορὰν οὐκ ἀναιροῦμεν διὰ τὴν ἕνωσιν, ἀλλὰ καὶ τὴν σύνθεσιν ἐν τῷ ὅλῳ γνωρίζομεν καὶ τὸ ὅλον ἐν τῇ συνθέσει θεωροῦμεν, ὅλον θεὸν τὸν Χριστὸν κηρύττοντες μετὰ τοῦ σώμα-τος, ἀλλ' οὐ κατὰ τὸ σῶμα, καὶ ὅλον ἄνθρωπον τὸν αὐτὸν ὁμολογοῦντες καὶ μετὰ τῆς θεότητος, ἀλλ' οὐ κατὰ τὴν θεότητα. 11. Ὅσαι ἂν ὦσι φύσεις ἐνυποστάτως διῃρημέναι, ἐν ἰσαρίθ-μοις προσώποις θεωροῦνται. Ὅσαι δ' ἂν ὦσι φύσεις ἐνυπο-στάτως ἡνωμέναι, ἐν ἑνὶ προσώπῳ θεωροῦνται. 12. Ἡ σὰρξ σάρξ ἐστι καὶ οὐ θεότης, καὶ ἡ θεότης θεότης ἐστὶ καὶ οὐ σάρξ. Εἰ οὖν ταὐτὸν τὰ δύο ταῦτα, πῶς ἀλλήλων διαφέρουσιν; Κατὰ φύσιν ἢ καθ' ὑπόστασιν ἢ μόνον κατ' ὀνομασίαν ψιλὴν καὶ οὐ κατὰ διαφορὰν φύσεων; Ποίας τῶν ἐν Χριστῷ φύσεων θεός ἐστιν ὁ πατὴρ καὶ ποίας αὐτῶν πατήρ; Ἆρα θεός ἐστι τῆς πάσης μιᾶς φύσεως τοῦ λόγου σεσαρκωμένης; Οὐκοῦν καλῶς οἱ Ἀρειανοὶ θεὸν τοῦ λόγου τὸν πατέρα λέγουσιν.
Εἰ δὲ οὐ θεὸς τοῦ λόγου, πῶς λέγει· Πατέρα μου καὶ πατέρα | ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν; 13. Τὰ ἀνόμοια ἀλλήλοις πρὸ τῆς ἑνώσεως, ἤγουν τὸ σῶμα καὶ ὁ θεὸς λόγος μεμενήκασι μετὰ τὴν ἕνωσιν ἀνόμοια ἢ γεγόνασι κατὰ φύσιν ἀλλήλοις ὅμοια; Εἰ τὸ λέγειν δύο φύσεις προσθήκην φύσεως λέγεις ἐπὶ τῆς ἁγίας τριάδος, πάντως καὶ ὁ λέγων δύο γεννήσεις εἰς τὸν Χριστὸν προσθήκην γεννήσεως λέγει ἐν τῇ ἁγίᾳ τριάδι. 14. Ἀναληφθέντος τοῦ Χριστοῦ, τί ἐξ ἡμῶν ἀνήγαγε τῷ πατρί; Φύσιν ἢ ὑπόστασιν; Σῶμα ὅμοιον τῷ λόγῳ ἢ οὐχ ὅμοιον; Καὶ εἰ μὲν ὅμοιον τῷ λόγῳ, πάντως καὶ ὁ λόγος περιγραπτὸς ἢ τὸ σῶμα ἀπερίγραπτον. Εἰ δὲ μὴ ἀπερίγραπτον, ποῦ ἀνήρχετο τὸ ἀπερί-γραπτον, ὥστε φαντασίαν οἱ ἅγιοι μαθηταὶ ἑώρων καὶ οὐκ ἀλήθειαν; 15. Αὕτη ἡ μία τοῦ θεοῦ λόγου φύσις σεσαρκωμένη μετὰ τὴν ἄφραστον ἀνάληψιν ὁμοία ἐστὶ τῷ πατρὶ κατὰ πάντα τρόπον καὶ ὁμοούσιος αὐτῷ, ἢ ἔχει ὁ Χριστὸς τὸ μὲν ὁμοούσιον τοῦ ἰδίου πατρός, τὸ δὲ ἑτεροούσιον. Καὶ εἰ ὁμοούσιος ὅλος ὁ Χριστὸς τῷ πατρί, δῆλον ὅτι κτιστὸς ὁ πατήρ· κτίσμα γὰρ ἡ σάρξ. Εἰ δὲ ἑτεροούσιον τὸ σῶμα παρὰ τὸν θεὸν λόγον, πῶς οὐ δύο φύσεις; 16.
Εἰ μὲν εἶπεν ὁ Χριστός· Λύσατέ με καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ ἑαυτόν, εἴχομεν εἰπεῖν ὡς πᾶσα ἡ μία τοῦ θεοῦ λόγου φύσις ἡ σεσαρκωμένη λέλυται καὶ τέθνηκεν. Ἐπειδὴ δὲ Λύσατε τὸν ναὸν τοῦτον εἶπε καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν, εἴπωσιν ἡμῖν ποία μὲν φύσις λέλυται, ποία δὲ τὴν λυθεῖσαν ἀνέστησεν. Εἰ δὲ οὐ τοῦτο βούλονται, εἴπωσιν ἡμῖν· Πᾶσα ἡ μία | σεσαρκωμένη τοῦ θεοῦ λόγου φύσις τέθνηκεν ἢ μέρος καὶ μέρος ἢ ἥμισυ καὶ ἥμισυ ἢ τρίτον καὶ δίμοιρον; 17. Εἰ ὁ λέγων θεότητα παθοῦσαν μανιχαΐζει καὶ ὁ λέγων ἄνθρωπον παθόντα καὶ σταυρωθέντα νεστοριανίζει, πάντως ὁ λέγων σῶμα θεοῦ ἀχώριστον παθὸν ὀρθῶς δοξάζει.
Disputatio cum Manichaeo ΔΙΑΛΕΞΙΣ ἸΩΑΝΝΟΥ ὈΡΘΟΔΟΞΟΥ ΠΡΟΣ ΜΑΝΙΧΑΙΟΝ 1. ὈΡΘΟΔΟΞΟΣ. Εἰ τὸ σῶμα <ἐκ> τῆς ὕλης, ἡ δὲ ψυχὴ ἐκ τῆς οὐσίας τοῦ ἀγαθοῦ θεοῦ καθ' ὑμᾶς, ἐναντία δὲ ταῦτα, τὰ δ' ἐναντία οὐ συντίθεται ἄνευ τεχνίτου τινός, οἷον τὸ μέλαν καὶ λευκὸν ὑπὸ ζωγράφου καὶ ὑπὸ ἰατρῶν τὰ θερμὰ εἴδη τοῖς ψυχροῖς, τίς ὁ συναγαγὼν τὰ ἐναντία, ψυχήν τε καὶ σῶμα, καὶ ἓν ζῷον ἐργασάμενος; 2. ΜΑΝΙΧΑΙΟΣ. Ὁ ἀγαθὸς θεός, ἀτάκτως κινουμένης τῆς ὕλης, λαβὼν μοῖράν τινα τῆς ἑαυτοῦ δυνάμεως τῇ ὕλῃ προσέπεμψε, δελεάσαι αὐτὴν βουλόμενος· ἡ δὲ λαβοῦσα κατέπιε. Καὶ οὕτως ἐκ τῆς κράσεως ἀμφοτέρων τὰ σύνθετα γέγονεν. 3. ὈΡΘ. Ταῦτα μῦθοί τινές εἰσιν, πλέον τῆς ἀσεβείας τὸ ἀπίθανον ἔχοντες· πρῶτον μὲν ὅτι οὐδεὶς ἑαυτὸν συντίθησι πρὸς ἑτέρου γένεσιν· πρὸς τούτοις δὲ παθητὸς καὶ μεριστὸς ὁ θεὸς ἐντεῦθεν εὑρίσκεται, εἴ γε μέρος αὐτοῦ λαβὼν τῇ ὕλῃ προσέρριψεν· ἀλλὰ καὶ ἡ ὕλη τοῦ εἶναι κακὴ ἐλευθερωθήσεται, ἐρασθεῖσα τοῦ ἀγαθοῦ καὶ τὸ ἐξ αὐτοῦ φῶς καταπιοῦσα. Ἄλλως τε δὲ ἀπόκριναί μοι ἐρωτῶντι· ἀσώματος ὁ θεός; 4. ΜΑΝ. Ναί, ἀσώματος. 5. ὈΡΘ. Πῶς οὖν ὁ ἀσώματος καὶ ἁπλοῦς τομὴν καὶ διαίρεσιν ὑπομένει; 6. ΜΑΝ. Ἀλλ' οὐ διαίρεσιν ἢ τομὴν γεγονέναι λέγω τῆς θείας οὐσίας, ἀλλὰ προβολὴν ὁμοούσιον τῷ προβαλλομένῳ, καὶ πρὸς τοῦτο διαμάχεσθαι χριστιανοὺς ὄντας ὑμᾶς οὐκ οἶμαι. Τὸν γὰρ υἱὸν τοῦ θεοῦ καὶ λόγον οὐ τμῆμα τῆς τοῦ πατρὸς οὐσίας φατέ, καὶ ὅμως ὁμοούσιος τῷ πατρὶ καὶ παρ' ὑμῖν ὁμολογεῖται καὶ εἰς τὸν κόσμον ἀπεστάλθαι ὑπὲρ τῆς σωτηρίας τῶν ἀνθρώπων ὑπὸ τῆς ἁγίας γραφῆς κηρύττεται· οὕτως οὖν, τομῆς μὴ γενομένης, ὁ ἀγαθὸς θεὸς δύναμίν τινα θείαν προεβάλετο πρὸς τὸ ἐπισχεῖν τῆς ὕλης τὴν ἀταξίαν. 7. ὈΡΘ. Καὶ οὕτως ἐλεγχθήσει τῷ τῆς τομῆς ἐγκλήματι περιπίπτων. 8. ΜΑΝ. Ἔλεγξον, καὶ πείσομαι τοῖς παρὰ σοῦ. 9. ὈΡΘ. Διῃρῆσθαι τὴν ὕλην καὶ τὸν θεὸν ἰδίοις τόποις οἶδα, πολλάκις ἀκηκοὼς παρὰ τῶν Μανιχαίων, καὶ ὡς τὸ μὲν νότιον τῇ ὕλῃ, τὸ δὲ βόρειον καὶ ἀνατολικὸν καὶ δυτικὸν προσνέμεται τῷ ἀγαθῷ θεῷ. 10. ΜΑΝ. Οὕτως γὰρ ὁμολογοῦμεν. 11. ὈΡΘ. Πῶς οὖν οὐ δέδοικας τὴν τῆς τοσαύτης βλασφημίας ὑπερβολήν, περιγραπτὸν εἰσάγων τὸ θεῖον, ὃν ἀγαθὸν καὶ παντοδύναμον ὁμολογεῖς, καὶ ταῦτα ἀπὸ τῆς κακίστης ὕλης περιγραφόμενον; Πέρας γὰρ τῷ θεῷ δίδως, ἐν τόπῳ τοῦτον ὑποτιθέμενος· τόπος γάρ ἐστι πέρας τοῦ περιέχοντος, καθὸ περιέχει τὸ περιεχόμενον· περιεχόμενος δὲ ὁ θεὸς περιγραπτὸς πάντως ἐστίν, καὶ αὐτὸς δὲ ὁ τὸν θεὸν περιέχων τόπος περιγράφεται κατ' ἐκεῖνο τὸ τέλος, καθὸ τῆς ὕλης τοῦ τόπου ἐφάπτεται. Καὶ οὕτως ὑπὸ περιγραφομένου τόπου περιγραφήσεται ὁ θεὸς καθ' ὑμᾶς, τοὺς τόπῳ τινὶ περιορίζοντας τὸν θεόν. Ἀλλὰ τοῦτο μὲν παρείσθω· εἰπὲ δέ μοι, ἐν τῷ οἰκείῳ τόπῳ μένοντα τὸν θεὸν φὴς προβάλλεσθαι τὴν ἐξ αὑτοῦ δύναμιν καὶ ἐπὶ τὸν τῆς ὕλης ἐξαποστεῖλαι τόπον; 12. ΜΑΝ. Ναί, τοῦτό φημι. 13. ὈΡΘ. Εἰ οὖν ἡ ἐκ θεοῦ προβολὴ ἐν ἑτέρῳ γέγονε τόπῳ, τοῦ θεοῦ ἐν ἑτέρῳ χωρίῳ διαμείναντος, πῶς οὐκ ἐμερίσθη τῆς τοῦ πατρὸς ὑποστάσεως; Τὰ γὰρ διεστῶτα τοῖς τόποις πάντως καὶ ἀλλήλων διαιρεῖσθαι ἀνάγκη· καὶ οὕτως οὖν ἡ τοῦ θεοῦ
δύναμις κατὰ σὲ οὐκ ἐν τῷ θεῷ, ἀλλ' ἔξω τῆς αὐτοῦ γέγονεν ὑποστάσεως; Τὸ δὲ ἔξω τινὸς ὑπάρχον πάντως καὶ τῆς ὑποστάσεως αὐτοῦ διῄρηται· ἡμεῖς δὲ οὐχ ἑπόμεθα ταῖς ὑμῶν ἀσεβείαις, οὐδὲ δύο ἀρχὰς διῃρημένας τοῖς τόποις φαμέν, ἀλλ' ἕνα τοῦ παντὸς δημιουργὸν καὶ μίαν τὴν πάντων ἀρχὴν λέγοντες, πατέρα τε καὶ υἱὸν τὰ πάντα πληροῦν δογματίζομεν, πατέρα ἐν υἱῷ καὶ υἱὸν ἐν πατρὶ προσομολογοῦντες κατὰ τὸ λόγιον τὸ φάσκον· Ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, καὶ Πάντα τὰ τοῦ πατρὸς ἐμά ἐστι. Διὸ καὶ Ἰωάννης ὁ θεοφόρος, ὡς τὰ πάντα πληρούσης τῆς ἁγίας τριάδος, περὶ τοῦ θεοῦ λόγου φησίν· Εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Καθ' ὑμᾶς δὲ τοὺς Μανιχαίους οὐκ εἰς τὰ ἴδια ἦλθεν, ἀλλὰ μᾶλλον εἰς τὰ ἀλλότρια, εἴ γε τῷ τῆς ὕλης ἐπῆλθε τόπῳ, τὰς ψυχὰς ἐν ἀλλοτρίῳ τόπῳ πεπεδημένας καθ' ὑμᾶς βουλόμενος ἀνασῶσαι, ὥστε καὶ δι' ὧν ἀνεκαλέσω τὴν τομήν, τὴν πολλάκις ὑπὸ σοῦ λεχθεῖσαν, οἰόμενος ἐκφεύξεσθαι τῆς θείας οὐσίας τὴν διαίρεσιν, οὐδ' οὕτως ἐκπέφευγας· εἰς τὴν αὐτὴν γὰρ ἀσέβειαν περιπέπτωκας. Ἀλλ' ὅθεν ἐξέβην τῷ λόγῳ, πάλιν ἐπάνειμι. Ἀπόκριναι οὖν· ἡ ὕλη καθ' ἑαυτήν, ἄνευ τῆς πρὸς θεὸν συγκράσεως, ἁπλῆ ἐστιν ἢ σύνθετος; 14. ΜΑΝ. Σύνθετος. 15. ὈΡΘ. Ἐξ ἁπλῶν δὲ τὸ σύνθετον γίνεται; 16. ΜΑΝ. Οὕτως ἔχει. 17. ὈΡΘ. Εἰ τοίνυν σύνθετος ἡ ὕλη, δῆλον ὡς ὑπό τινος ἑτέρου συντέθειται· οὐδεὶς γὰρ ἑαυτὸν πρὸς σύνθεσιν ἄγει. Πῶς οὖν ὑφ' ἑτέρου συντεθεῖσα ἄναρχός ἐστιν; Ἄλλως τε τὰ σύνθετα ἐκ διαφόρων συντέθειται, ἢ προϋπαρχόντων ἢ καὶ συνθεωρουμένων ἀλλήλοις, ἐκ προϋπαρχόντων μὲν ὡς τὸ ἤλεκτρον τὸ ἐκ χρυσίου καὶ ἀργύρου συντεθέν, <ἐκ> συνθεωρουμένων δὲ ὡς ἥτις κεφαλὴ ἐξ ὀστέων καὶ σαρκῶν καὶ ὑμένων καὶ νεύρων· ταῦτα γὰρ ἅμα συνέστη διάφορα ὄντα, καὶ οὐδαμῶς ἕκαστον προϋπέστη τῆς ἐξ αὐτῶν συντεθείσης κεφαλῆς. Ἡ ὕλη οὖν, εἰ σύνθετός ἐστι καὶ αὕτη, οὐκέτι ἔσται μία ἀρχή, ἀλλὰ πολὺ πλείους, αὐτὴ καθ' ἑαυτὴν σύνθετος οὖσα καὶ ἄνευ τῆς πρὸς θεὸν συνθέσεως. 18. ΜΑΝ. Ἁπλῆν οὖν φὴς εἶναι τὴν ὕλην; 19. ὈΡΘ. Οὐχ ἁπλῆν εἶναι λέγω τὴν ὕλην, ἀλλὰ δεικνύναι βούλομαι ὅτι οὐκ ἄναρχός ἐστιν, οὐδὲ ἀγένητος ὡς σὺ φής, καὶ ὅτι σὺν ταῖς ποιότησιν ὑπὸ τοῦ ποιοτήτων ἀλλαττομένων ἀεὶ καὶ δημιουργοῦ παρήχθη, τῶν περὶ αὐτὴν μεταβαινουσῶν ἄλλης εἰς ἄλλην ὅταν παρασταίη τῷ ταύτην παραγαγόντι θεῷ. Εἰ γὰρ ἁπλῆ ἐστι, πῶς ἐξ ἑνὸς ἁπλοῦ, φημὶ δὲ τῆς ὕλης, τὰ σύνθετα γέγονε σώματα; Πῶς δὲ ἐν τῷ ἑνὶ ἁπλῷ, τῇ ὕλῃ, δύο ἐναντία εὑρίσκομεν, γένεσιν καὶ φθοράν; Εἰ δὲ ἐξ αὐτῆς τὰ σώματα, σῶμα ἐξ ἀνάγκης καὶ αὕτη ἔσται· τὸ γὰρ γεγενημένον ἔκ τινος σώματος σῶμα ὑπάρχει· εἰ δὲ σῶμα ἡ ὕλη καὶ σύνθετος· σύνθετος δὲ τυγχάνουσα, οὐκ ἔστιν ἀγένητος, ὡς ἀποδέδεικται. 20. ΜΑΝ. Πόθεν οὖν νόσοι καὶ θάνατοι καὶ τοιαῦτα κακά; Εἰ γὰρ μὴ ἐξ ὕλης ἀνάρχου καὶ ἀγενήτου καὶ φύσει κακῆς ταῦτα τυγχάνει, ὁ θεὸς αἴτιος ἔσται τῆς τούτων γενέσεως. 21. ὈΡΘ. Τί γὰρ κακὰ νομίζεις τὰς νόσους καὶ τὸν θάνατον; Καίτοι θάνατος μὲν ἐλευθεροῖ τοῦ σώματος τὴν ψυχὴν καὶ τοῦ δεσμοῦ τῆς ὕλης ἀπαλλάττει, νόσος δὲ πάλιν τήκει τὸ σῶμα, ὅπερ σῶμα σὺ νομίζεις κακὸν ὑπάρχειν. Πολλάκις δὲ καὶ ἁμαρτίας ἐνεργεῖν κωλύει ἡ νόσος, ἃς ἔπραξεν ἂν ὁ νοσῶν, εἰ μὴ τῇ νόσῳ πεπέδητο. Ἄλλως τε ἀπόκριναί μοι πυνθανομένῳ· Δεῖ τὴν κακίαν μισεῖν; 22. ΜΑΝ. Ναί. 23. ὈΡΘ. Πῶς οὖν ταύτην, ἣν μισεῖν προσποιεῖ, μεγίστως τιμᾷς, ὁμοίαν αὐτὴν λέγων τῷ ἀγαθῷ θεῷ, ἀΐδιόν τε καὶ ἄναρχον καὶ ἀγένητον;
24. ΜΑΝ. Οὐχ ὁμοίαν αὐτὴν ποιοῦμεν τῷ ἀγαθῷ θεῷ. Οἴδαμεν γὰρ τὸν θεὸν ὕψιστον, ἀγαθόν, φωτοειδῆ, παντοκράτορα. Εἰ καὶ ἄναρχος οὖν ἡ κακία, ἀλλὰ πολὺ τοῦ θεοῦ ἀποδέει. 25. ὈΡΘ. Ἔοικας ἀγνοεῖν ὅτι τὸ ἀγαθὸν καὶ φωτοειδὲς τοῦ θεοῦ καὶ εἰς τοὺς ἁγίους ἀγγέλους, καὶ εἰς ἡμᾶς τοὺς ἀνθρώπους κατὰ μετουσίαν ἤτοι χάρισμα φθάνει. Ὃ μέντοι τῆς θείας φύσεώς ἐστι χαρακτηριστικόν, τὸ ἄναρχον καὶ ἀγένητον, τοῦτο ἐν οὐδενὶ τῶν ἄλλων ἐνθεωρεῖται. Εἰ δὲ τῇ κακίᾳ δίδως τὰ κυρίως καὶ πρώτως τῆς θείας φύσεως χαρακτηριστικά, πῶς οὐχ ὁμότιμος ἔσται τῷ θεῷ; Εἰπὲ δέ μοι πῶς παντοκράτορα λέγεις τὸν θεόν, εἴ γε κατὰ σὲ τῆς ὕλης καὶ τῶν ἐξ αὐτῆς οὔπω κεκράτηκεν; 26. ΜΑΝ. Ἀλλ' ἔσται καιρὸς ὅτε καὶ αὐτῆς κρατήσει. 27. ὈΡΘ. Οὐκοῦν οὔπω νῦν παντοκράτωρ ἐστίν, ἐπεὶ οὔπω κεκράτηκε τῆς ἀϊδίως αὐτῷ συνούσης ὕλης, ὕστερον δὲ ὃ μὴ νῦν ἔχει προσγενήσεται αὐτῷ κατὰ σέ· δυνάμει γὰρ νῦν παντοκράτωρ ὑπάρχων, ὕστερον ἐνεργείᾳ γενήσεται ἐξ ἀτελοῦς εἰς τελειότητα ἐρχόμενος. Ἀπόκριναι δέ μοι πῶς νῦν οὐκ ἔστι παντοκράτωρ, ὡς μὴ δυνάμενος ἢ ὡς μὴ βουλόμενος; Εἰ μὲν ὡς μὴ δυνάμενος, πῶς ὅλως παντοκράτωρ; Χρὴ γὰρ εἶναι τὸν παντοκράτορα ἀεὶ καὶ παντοδύναμον. Εἰ δὲ ὡς μὴ βουλόμενος, πρῶτον μὲν βασκαίνει τῇ σωτηρίᾳ τῶν ἀνθρώπων, ἔπειτα δὲ καὶ αἴτιος τῆς κακίας εὑρίσκεται, δυνάμενος μέν, μὴ βουλόμενος δὲ αὐτὴν ἀνελεῖν. 28. ΜΑΝ. Πόθεν οὖν τὰ κακά; 29. ὈΡΘ. Οὐκ ἀκολουθίᾳ τινὶ λογικῇ ἡ παρὰ σοῦ πεῦσις γεγένηται. Χρὴ γὰρ εἰδέναι εἰ ἔστι κακόν, καὶ τί ἐστι τὸ κακόν, εἴθ' οὕτω ζητῆσαι πόθεν συνίσταται. 30. ΜΑΝ. Οὕτω ζητήσωμεν. 31. ὈΡΘ. Τῶν ὄντων τὰ μέν ἐστιν οὐσία, τὰ δὲ ποιότης, τὰ δὲ ἐπιτηδειότης, τὰ δὲ ἐνέργεια. Καὶ οὐσία μέν ἐστιν ἐγώ, σύ· ποιότης δὲ λευκόν, μέλαν, γλυκύ, πικρόν, καὶ ὅσα τοιαῦτα ἐν ὑποκειμένοις σώμασι θεωρεῖται· ἐπιτηδειότης δὲ πρὸς ἣν πεφύκασι τὰ γεγονότα δυνάμει τοιαῦτα τυγχάνοντα, οἷον ἐπιτηδείως ἔχουσιν αἱ χεῖρες τέχνας ἐργάζεσθαι, γλῶσσα δὲ λόγῳ διακονεῖν, πόδες δὲ πρὸς βάδισιν, παιδίον δὲ πρὸς μάθησιν τεχνικήν· ἐνέργεια δέ ἐστιν ἡ τοῦ κατὰ φύσιν πρᾶξις, ἡ τοῦ ἀλόγου ὡς ἀλόγου, ἡ τοῦ λογικοῦ ὡς λογικοῦ. Τί τοίνυν τῶν εἰρημένων ὁρίζῃ τὸ κακὸν εἶναι; 32. ΜΑΝ. Ἐνέργειαν· δῆλον δὲ ὅτι πᾶσα ἐνέργεια οὐσίας ἐστὶν ἐνέργεια. 33. ὈΡΘ. Πᾶσα μὲν ἐνέργεια οὐσίας ἐστὶν ἐνέργεια. Ἐρωτῶ δέ σε· ἡ κακία ἐνέργεια οὖσα καὶ οὐσία εἶναι δύναται; 34. ΜΑΝ. Οὕτω φημί. 35. ὈΡΘ. Πρῶτον μὲν ἐναντίος σεαυτῷ ὑπάρχεις, ἐξ οὐσίας γενέσθαι λέγων τὴν ἐνέργειαν καὶ πάλιν οὐσίαν εἶναι τὴν ἐνέργειαν ὑποτιθέμενος· ὅθεν πάσης ἀμαθίας ὑπερβολὴν καὶ παρὰ τοῖς ἄγαν ἀπείροις διαλεκτικῆς οὐ διαφεύξῃ νοσῶν· ἐρωτῶ δέ σε, ἆρα πᾶσα ἐνέργεια κακή; 36. ΜΑΝ. Οὐ πάντως. 37. ὈΡΘ. Ποίαν οὖν λέγεις κακὴν ἐνέργειαν; 38. ΜΑΝ. Φόνον, μοιχείαν, ἀδικίαν, καὶ ὅσα τοιαῦτα. 39. ὈΡΘ. Εἰ ὁ φόνος κατὰ σὲ φύσει κακός, οἱ δικασταὶ τυμβωρύχους καὶ ἀνδροφόνους φονεύοντες κακῶς ποιοῦσιν; Καὶ πάλιν· τί δήποτε ὁ μὲν τῇ ἰδίᾳ γαμετῇ μιγνύμενος οὐχ ἁμαρτάνει, ἐν ἀλλοτρίᾳ δὲ τοῦτο ποιῶν ἁμαρτάνει, καὶ ταῦτα μιᾶς ἐνεργείας οὔσης τῆς μίξεως; Οἶμαί σε διὰ τούτων καὶ ἄκοντα προσομολογεῖν ὅτι πᾶσα ἐνέργεια μέσῃ ἐστί, ποικίλλεται δὲ τῇ γνώμῃ τοῦ μετιόντος, ἀρετὴ ἢ κακία γινομένη· ὁ
μὲν γὰρ σωφρόνως τῇ ἰδίᾳ μίγνυται, ὁ δὲ ἀκολάστως τῇ ἀλλοτρίᾳ. 40. ΜΑΝ. Ἡ ἐπιθυμία οὐκ ἔστι κακή; 41. ὈΡΘ. Οὐ πάντως· μέση γάρ ἐστι καὶ αὕτη, καὶ δυνατὸν αὐτὴν κοσμηθῆναι τῇ τοῦ νοῦ ἐπιστασίᾳ. Ἀμέλει καὶ καλῶν ἐστιν ἐπιθυμῆσαι· ὁ μὲν γάρ ἐστι φιλόπτωχος, ὁ δὲ φιλάργυρος, καὶ ὁ μὲν παιδοποιίας χάριν τῇ μίξει κέχρηται, ὁ δὲ χάριν ἡδονῆς. 42. ΜΑΝ. Τοῦτό μοι εἰπέ, ἐκ τοῦ ἀγαθοῦ καὶ ἀφθάρτου θεοῦ ἡ φθορὰ τῶν σωμάτων καὶ ἡ σῆψις ἐγένετο; 43. ὈΡΘ. Τὸ ἔκ τινος πολλαχῶς λέγεται· ἔστι γὰρ ἐξ ἐμοῦ μὲν ὁ υἱός μου ὁμοούσιος ἐμοί, ἐκ δὲ τοῦ τέκτονος τὸ βάθρον, ἐκ δὲ τῆς γῆς οἱ καρποί, ἐκ τοῦ βασιλέως δημεύσεις. Ἡμεῖς τοίνυν οὐκ ἐκ τῆς οὐσίας τοῦ θεοῦ φαμεν εἶναι τὴν φθοράν, βουλήσει δὲ αὐτοῦ ἐνεργεῖσθαι συμφερόντως ἡμῖν. Εἰ γὰρ φθαρτῶν ὄντων τῶν πραγμάτων, οὕτω περὶ αὐτὰ μεμήναμεν, ὡς δικαστήρια καὶ πολέμους κατ' ἀλλήλων κινεῖν, τί οὐκ ἂν ἐτολμήσαμεν, εἰ ἄφθαρτα ταῦτα παρήγαγεν; Πῶς δὲ καὶ αἴσθησιν ἐμέλλομεν τῆς δωρεᾶς λαβεῖν τῆς ἀφθάρτου ζωῆς, ἣν ἡμῖν ἐφιλοτιμήσατο ὁ κύριος ἡμῶν, εἰ μὴ πρότερον ἐν πείρᾳ γεγόναμεν τῆς φθαρτῆς ταύτης καὶ ἐπικήρου ζωῆς, εἰς ἣν ἡμᾶς προαγωνίσασθαι καλῶς ἔχειν ἐδοκίμασεν; Ἄλλως τε δέ, εἰ ἡ φθορὰ κακόν, ἡ γένεσις πάντως ἀγαθόν, ἀλλὰ μὴν περὶ τὸ αὐτὸ σῶμα γένεσις καὶ φθορά, οὐκ ἄρα τὸ σῶμα φύσει κακόν, ὡς ὑμεῖς διαβεβαιοῦσθε τὸ σῶμα τῆς κακίας εἶναι δογματίζοντες. Διὰ τί δὲ ἃ μὲν νομίζεις εἶναι κακὰ τῶν σωμάτων θεωρεῖς τε καὶ λέγεις, τὰ δὲ ἐξ αὐτῶν ἀγαθὰ παρατρέχεις; Πρῶτον μὲν γὰρ ἀπὸ τῶν ἐκ γῆς ἀναδιδομένων καρπῶν τρεφόμεθά τε καὶ συνιστάμεθα· ἐκ δὲ λίθων καὶ ξύλων, οἴκους κατασκευάζομεν, δι' ὧν ὄμβρου καὶ κρύους ἐλευθερούμεθα, ἀλλὰ καὶ τοῦ ἡλίου τὸ καυσῶδες ἐκκλίνομεν, ὃν σὺ θεοποιῶν οὐκ αἰσχύνῃ, σιδήρῳ δὲ οὐ μόνον τὴν γῆν ἀροῦμεν, ἀλλὰ καὶ πολεμίους ἐπιόντας φυλαττόμεθα. Εἰ δὲ τούτοις ἐλεγχόμενος ἐπιμένοις σῆψιν καὶ δυσωδίαν προβαλλόμενος, ἴσως ἀγνοεῖς ὅτι τὰ τῆς ψυχῆς μετασχόντα μᾶλλον τὴν σῆψιν καὶ δυσωδίαν ὑφίσταται. Τοῦ ἀγαθοῦ δὲ θεοῦ καθ' ὑμᾶς ἡ ψυχὴ οὐσία ἐστίν· ὁ ἀγαθὸς οὖν θεὸς αἴτιος ἔσται ὧν νομίζεις κακῶν, τῆς σήψεώς τε καὶ δυσωδίας. 44. ΜΑΝ. Εἰ μὴ ἔστι κακά, διὰ τί νόμοι κολάζουσιν αὐτά; 45. ὈΡΘ. Τοῦτο μάλιστα ἐλέγχει τὴν σὴν φρενοβλάβειαν· εἰ γὰρ μὴ ἐφ' ἡμῖν ἦν τὸ κακὰ καὶ ἀγαθὰ ποιεῖν, οὐκ ἂν ἐκόλαζον τοὺς κακούργους οἱ νόμοι, οἵτινες πολλάκις οὐ τὴν πρᾶξιν σκοποῦσιν, ἀλλὰ τὴν διάθεσιν τοῦ πράξαντος ἐξετάζουσιν· οἷον ἔρριψέ τις ξύλον καὶ ἄκων ἀνεῖλέ τινα, οὐ κρίνουσι φόνου τὸν ἐργασάμενον· ἐμίγη τις ἄκων ἀλλοτρίᾳ τινὶ γυναικί, ἐπὶ κλίνης αὐτοῦ κοιμωμένην εὑρών, ὡς τῇ ἑαυτοῦ μιγνύμενος γαμετῇ, ἀπολύουσι μοιχείας τὸν κατηγορούμενον, εἰ τοῦτο δειχθείη. Ἀπόκριναι δέ μοι, διὰ τί τὸν ἥλιον προσκυνεῖτε; 46. ΜΑΝ. Ὅτι φωστήρ ἐστι τοῦ κόσμου, τοῦ ἀγαθοῦ θεοῦ γέννημα. 47. ὈΡΘ. Σῶμά ἐστιν ἢ ἀσώματος; 48. ΜΑΝ. Ἀσώματος. 49. ὈΡΘ. Καὶ πῶς ὁ ἀσώματος σωματικῶς ὁρᾶται; Τὰ μὲν γὰρ ἀσώματα νοητῶς θεωρεῖται, ὁ δὲ ἥλιος αἰσθητοῖς ὀφθαλμοῖς καὶ περιγραφῇ σώματος καταλαμβάνεται. Ἄλλως τέ ἐστί τι τῶν ἀσωμάτων σωματικὰς ἔχον ποιότητας; 50. ΜΑΝ. Οὐ νομίζω. 51. ὈΡΘ. Ἀλλὰ μὴν ὁ ἥλιος σωματικὰς ἔχει ποιότητας· θερμός τε γάρ ἐστι καὶ ξηρός· αὗται δὲ σωμάτων ποιότητες· σῶμα ἄρα ἐστὶ καὶ ὁ ἥλιος. Πῶς δὲ οὐκ ἐρυθριᾶτε, σέβοντες ὃν μισεῖν ὠφείλετε ὡς ἐναντία ποιοῦντα τοῦ δόγματος ὑμῶν;
52. ΜΑΝ. Διὰ τί ἐναντία; 53. ὈΡΘ. Ὅτι τὰ σώματα, ἃ τῆς κακίας ὑμεῖς εἶναι λέγετε, τρέφει τε καὶ συγκροτεῖ. Καὶ τούτοις οὐδεὶς ἀντερεῖ, μὴ τῇ πείρᾳ μαχόμενος. Εἰπὲ δέ μοι καὶ τοῦτο, κρίσιν ὁμολογεῖς; 54. ΜΑΝ. Ναί. 55. ὈΡΘ. Τίς ὁ κρίνων καὶ τίς ὁ κρινόμενος; 56. ΜΑΝ. Κρίνει μὲν ὁ ἀγαθὸς θεός, κρίνεται δὲ ἡ ἁμαρτήσασα ψυχή. 57. ὈΡΘ. Ἀλλ' ἑαυτὸν ἁμαρτήσαντα κολάζων εὑρίσκεται ὁ θεός, εἴπερ ἐκ τῆς οὐσίας αὐτοῦ ἐστιν ἡ κρινομένη ψυχή. Πῶς δὲ ὅλως κρίνεται μὴ ἑκουσίως ἐργασαμένη τὸ πονηρόν; Ἀνάγκῃ γὰρ φύσεως καὶ οὐ προαιρέσει γίνεσθαί φατε τὰ κακά. 58. Ἀλλ' ἐπειδὴ δύο ἀρχὰς εἶναί φατε, θεὸν καὶ ὕλην, καὶ τὸν μὲν θεὸν ἀγαθόν, τὴν δὲ ὕλην πονηράν, καὶ ἑκάστῃ φύσει κεχωρισμένον καὶ ἰδιάζοντα τόπον ἀφορίζειν τολμᾶτε καὶ ἑτέρους δὲ τούτοις ἐπισυνάπτετε μύθους, ὅτι θεωρήσασα ἡ ὕλη τὸ φῶς τοῦ θεοῦ εἰς ἔρωτα ἦλθε, καὶ ὥρμησε πρὸς τὸ φῶς· ἣν ἰδὼν ὁ ἀγαθὸς θεὸς πρὸς πόλεμον παρασκευαζομένην τῆς οἰκείας οὐσίας μέρος ἀποτεμὼν ἐνέβαλε ταύτῃ, ἡ δὲ λαβοῦσα ἐγέννησε πάντα τὰ σώματα, ἐπεὶ οὖν ταῦτά φατε, ἀνατροπὴν τούτων σύντομον ποιήσομαι. 59. Πρῶτον οὖν ἐξεταστέον τὴν πρᾶξιν, εἰ ἁρμόττουσα καὶ κατάλληλός ἐστι τῇ φύσει τοῦ θεοῦ, εἶτα τῆς πράξεως τὸν σκοπόν, εἶτα τὸ τέλος. Εἴδωμεν τοίνυν ἐπὶ θεοῦ πρῶτον, εἰ ἁρμόττει τῇ τοῦ θεοῦ φύσει τὸ πραχθὲν ὑπ' αὐτοῦ. Τί τοίνυν κατὰ φύσιν ἐστὶ τῷ θεῷ; Δηλονότι τὸ ἀγένητον καὶ τὸ ἄφθαρτον καὶ τὸ ἀγαθὸν καί, καθ' ὑμᾶς τοὺς Μανιχαίους, τὸ ἐν τῷ οἰκείῳ μεῖναι τόπῳ. Ἀλλ' ἡ πρᾶξις, κατὰ τὴν ὑμῶν ὑπόθεσιν, ἐναντία τῇ φύσει δείκνυται· λυμαίνεται γὰρ πᾶσι τοῖς εἰρημένοις. Οὔτε γὰρ εἷς ἀγένητος διαμένει ὁ εἷς ἀγαθὸς θεός, ὅταν εἰς δύο ἢ καὶ πλείονα ἀγένητα διαιρεθῇ. Οὔτε μὴν ἄφθαρτος ὁ μερισθεὶς διαμένει, ἀλλ' οὔτε ἀγαθός. Πῶς γὰρ ἀγαθὸς ὁ ἑαυτῷ ἐχθράνας, καὶ μέρος τι ἑαυτοῦ προδοὺς τοῖς πολεμίοις; Πῶς δ' ἂν εἴη ἀγαθός, ἑαυτὸν μὲν ἐλευθερῶν διὰ τῆς τοῦ κόσμου ποιήσεως, ἐπ' ὀλέθρῳ δὲ τῶν δημιουργηθέντων τοῦτο ποιῶν; Ἀλλ' οὔτε ἐν τῷ οἰκείῳ τόπῳ διέμεινε παντελῶς· μετέπεσε γὰρ αὐτοῦ μέρος ἐπὶ τὸν τόπον τῆς ὕλης. 60. Δεύτερον ζητητέον εἰ τῷ σκοπῷ ἀκόλουθός ἐστιν ἡ πρᾶξις. Τίς οὖν ὁ σκοπός; Δῆλον ὅτι ἡ νίκη. Δείκνυται δὲ καὶ τῷ σκοπῷ ἐναντίως ἔχουσα ἡ πρᾶξις· δῆλον γὰρ ὅτι ὁ ἡνωμένος τοῦ μερισθέντος ἰσχυρότερος, καὶ ὁ κατὰ φύσιν τοῦ παρὰ φύσιν τραπέντος δυνατώτερος, καὶ ὁ ἐν τῷ ἰδίῳ τόπῳ μένων τοῦ μεταπεσόντος εἰς ἕτερον τόπον. Τί οὖν ἀκόλουθον καὶ πρεπῶδες τῷ σκοπῷ; Τηρῆσαι μᾶλλον τὴν ἰσχύν, καὶ μὴ τῇ διαστάσει ἀσθενεστέραν ταύτην ποιῆσαι. 61. Εἴδωμεν δὲ καὶ τὸ τρίτον, εἰ κατάλληλος τῷ τέλει ἡ πρᾶξις. Τί οὖν τὸ ἐκ τῆς νίκης τέλος φατέ; Ἢ γὰρ τὴν φυλακὴν τῆς συστάσεως τοῦ θεοῦ ἐρεῖτε πάντως, ἢ τὴν ἐλευθερίαν, ἢ τὸ τοῦ οἰκείου τόπου μὴ μεταστῆναι, ἢ ἵνα ἀναιρεθῇ ἡ ὕλη, ἢ ἵνα μεταβληθῇ ἐπὶ τὸ κρεῖττον. Ἀλλ' ἡ πρᾶξις τὸ ἐναντίον τούτοις ὑπαγορεύει νοεῖν. Οὔτε γὰρ ἡ σύστασις τοῦ θεοῦ ἐν τῷ κατὰ φύσιν διέμεινε, προδοθέντος τοῦ μέρους, οὔτε ἡ ἐλευθερία· ἐδούλευσε γὰρ τῇ γενέσει τοῦ κόσμου, ἐξ ἑαυτοῦ μέρος τοῖς δημιουργηθεῖσιν ἐνθείς. Οὔτε δὲ ἐν τῷ οἰκείῳ διέμεινε τόπῳ, μεταστάντος τοῦ μέρους ἐπὶ τὴν ὕλην. Οὔτε δὲ ἡ φύσις τῆς ὕλης ἀνῃρέθη ἢ μετεβλήθη· ἔμεινε γὰρ ὃ ἦν ἐξ ἀρχῆς ἀμετάτρεπτος, ὥστε πανταχόθεν ἕωλον καὶ μωρὰν δείκνυσθαι τὴν ὑπόθεσιν ἣν μυθολογοῦντες συνεθήκατε.
62. Ἔστι δὲ καὶ ἐκ τῶν ἐνεργειῶν καὶ τῆς αἰτίας κἀκ τῶν τόπων, ὧν ὑποτίθεσθε, τῆς ἀσεβείας ὑμῶν ἐλέγξαι τὴν ἀτοπίαν. Ἐκ μὲν οὖν τῆς ἐνεργείας ἀνατρεπτέον οὕτως· εἰ ἐναντίαι αἱ φύσεις, ἐναντίαι καὶ αἱ ἐνέργειαι. Εἰ οὖν ἡ τοῦ θεοῦ ἐνέργεια ποιητικὴ ὁμολογεῖται, ἡ τῆς ὕλης παθητικὴ ἔσται. Εἰ δὲ τοῦτο, ὑπόκειται ἄρα τῷ θεῷ καὶ δουλεύει ἡ ὕλη· εἰ δὲ ὑπόκειται καὶ δουλεύει, οὐκ ἄρα ἀγένητός ἐστιν. Ἄλλως τε ἢ αἱ δύο ποιοῦσιν, ἢ αἱ δύο πάσχουσιν, ἢ ἡ μὲν ποιεῖ, ἡ δὲ πάσχει, ἢ αὐταὶ καὶ ποιοῦσι καὶ πάσχουσιν. Ἀλλ' εἰ μὲν αἱ δύο ποιοῦσιν, θεοὶ ἔσονται, εἴ γε τὸ ποιεῖν θεοῦ μετὰ τοῦ καὶ ὕλας ἐπινοεῖν. Εἰ δὲ πάσχουσιν ἀμφότεραι, ὗλαι ἔσονται αἱ δύο, καὶ ἕτερος ὁ ποιητὴς ζητηθήσεται. Εἰ δὲ ἡ μὲν πάσχει, ἡ δὲ ποιεῖ, ἡ μὲν πάσχουσα γενητή, ἡ δὲ ποιοῦσα ἀγένητος. Εἰ δὲ αἱ δύο πάσχουσι καὶ ποιοῦσι, καθὸ μὲν ποιοῦσι, θεοὶ ἔσονται, καθὸ δὲ πάσχουσιν, ὗλαι. Αἱ αὐταὶ οὖν ἔσονται θεοὶ καὶ ὗλαι, γενηταὶ καὶ ἀγένητοι. 63. Κἀκ τῆς αἰτίας δὲ ἐλεγκτέον ὑμᾶς. Τί τὸ αἴτιον τοῦ εἶναι τὴν ὕλην κακὴν ὑποτίθεσθε; Ἢ γὰρ διότι ἀγένητος καὶ ἀρχή, ἢ διότι ὕλη, ἢ διότι σῶμα, ἢ διότι διαιρεῖται καὶ μεταβάλλεται; Ἀλλ' εἰ μὲν διότι ἀγένητος καὶ ἀρχή, καὶ ὁ θεὸς τοιοῦτος. Εἰ δὲ διότι ὕλη, ὕλη δὲ προσαγορεύεται διὰ τὸ ὑποκεῖσθαι εἰς γένεσιν τῶν ἐξ αὐτῆς, διὰ τοῦτο κατὰ τὴν αὐτὴν ὑπόθεσιν οὐκ ἀγαθὸς ὁ θεός· ὑπόκειται γὰρ εἰς γένεσιν τῶν ἐξ αὐτοῦ ψυχῶν καὶ ἀγγέλων, ὡς ὑμεῖς οἱ Μανιχαῖοι δογματίζετε. Εἰ δὲ διότι σῶμα, οὐχὶ αὐτὴ ἡ αἰτία τοῦ εἶναι σῶμα, ἀλλ' ὁ θεός, εἴ γε πρὸ τοῦ ἐμβαλεῖν τὸ ἐξ αὑτοῦ μέρος τῇ ὕλῃ οὐκ ἦν σῶμα. Εἰ δὲ διότι διαιρεῖται καὶ μεταβάλλεται, καὶ ὁ θεὸς καθ' ὑμᾶς τοῖς αὐτοῖς ἐνεχόμενος κακοῖς ἔσται· εἰ γὰρ διαιρεῖται εἰς γενέσεις ἀγγέλων καὶ ψυχῶν, τὰ δὲ ἐξ αὐτοῦ οὐ θεοί, δῆλον ὅτι οὐ μόνον διῃρέθη, ἀλλὰ καὶ μετεβλήθη. Εἰ δὲ οὐδὲν τούτων φατὲ αἴτιον εἶναι τοῦ κακὴν ὑπάρχειν τὴν ὕλην, ἀλλὰ τὸ ταύτην ἁμαρτάνειν, ἰστέον ὡς οὐδὲν τῶν κατὰ φύσιν ἐξ ἀνάγκης γινομένων ἁμάρτημα τυγχάνει· πᾶσα γὰρ ἁμαρτία ἐκ προαιρέ-σεως γίνεται. Ἡ δὲ προαίρεσις ἐκ ψυχῆς, ἡ δὲ ψυχὴ οὐσία θεοῦ καθ' ὑμᾶς· ἐκ θεοῦ ἄρα ἡ ἁμαρτία καὶ οὐκ ἐκ τῆς ὕλης, κατὰ τὸ ὑμῶν ἀσεβέστατον δόγμα. 64. Κἀκ τῶν τόπων δέ, ὧν ὑμεῖς ὑποτίθεσθε τὸν μὲν τῷ θεῷ, τὸν δὲ τῇ ὕλῃ προσνέμοντες, ὑμᾶς ἀπελέγξω μηδὲν ὑγιὲς δογμα-τίζοντας. Εἰ γὰρ ἀγένητος ὁ θεὸς καὶ ἡ ὕλη, ἑκάτερος δὲ ἐν τόπῳ τυγχάνει καθ' ὑμᾶς, ὁ δὲ τόπος ἕτερός ἐστι κατ' οὐσίαν τῶν ἐν αὐτῷ περιεχομένων, συμβήσεται τοὺς τόπους συναγενήτους εἶναι τοῖς ἐν αὐτοῖς. Καὶ οὕτως οὐ δύο τὰ ἀγένητα, ἀλλὰ τέσσαρα, θεὸν καὶ ὕλην καὶ ἑκατέρου τὸν τόπον, εὑρήσεις. Εἰ δὲ τοὺς τόπους πρεσβυτέρους φατὲ τῶν ἐν αὐτοῖς, οὐκέτι ὁ θεὸς καὶ ὕλη ἀγένητοι ἔσονται, ἀλλὰ μᾶλλον οἱ τούτων προϋπάρχοντες τόποι. Εἰ δὲ τὸν θεὸν καὶ τὴν ὕλην πρὸ τῶν τόπων εἶναί φατε, ἄρα οὐκ ἦσαν κεχωρισμένοι θεὸς καὶ ὕλη, ἀλλ' ἐν ἀλλήλοις ὑπῆρχον· οὐ γὰρ ἦν οὔπω τόπος ὁ διορίζων. Καὶ οὕτως ὁ τῆς παρ' ὑμῖν ἐναντιότητος διαλυθήσεται λόγος· οὐ γὰρ ἐν ἀλλήλοις ὑφίστασθαι δύναται τῶν ἐναντίων ἡ φύσις, ὥστε πανταχόθεν ὑμῶν ἀπελήλεκται ἡ μυθώδης τερατολογία. 65. Μὴ οὖν ἑαυτούς τε καὶ ἑτέρους τοῖς τῆς ἀσεβείας περιπεί-ρετε δόγμασιν, ἀλλὰ προσδραμόντες τῷ φωτὶ τῆς ἀληθείας, τὸν ζόφον τῆς ἀγνοίας ἐκκαθάρατε τῶν ψυχῶν. Αὐτεξουσιότητι γὰρ καὶ οὐκ ἀνάγκῃ φύσεως ἄνθρωποι τὸ δοκοῦν ἐν αἱρέσει ποιούμεθα.
In evangelium secundum Joannem (excerpta duo) (e cod. Vallicell. E 40) In Ioh. 8, 44 Ἰωάννου γραμματικοῦ· Ὥσπερ ὁ Κάϊν φθόνῳ τηκόμενος φό-νου πρωτουργὸς γέγονεν, οὕτως καὶ Ἰουδαῖοι φθόνῳ φερόμενοι τὸν Χριστὸν ἀνελεῖν ἐπιθυμοῦσιν. Διάβολον γὰρ ἐνταῦθα τὸν Κάϊν ἐκάλεσεν, ὃν καὶ πατέρα αὐτῶν ὠνόμασεν ὡς εἰς τύπον αὐτῶν ὄντα. Καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν. Ἐρωτώμενος γὰρ παρὰ τοῦ θεοῦ· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; ψευδοεπεῖ ὁ δείλαιος, οἰόμενος ἀποκρούσασθαι τὸν πάντα γινώσκοντα. In Ioh. 10, 18 Ἰω<άννου> γραμματικοῦ· Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου, τοῦ ὑπὲρ τῶν ἰδίων προβάτων ἔχειν ἐξουσίαν τιθέναι τὴν ψυχὴν καὶ πάλιν λαμβάνειν αὐτήν, ἐπεί με ὁ πατὴρ ἀγαπᾷ· τοῦτο δὲ ἀναγκαστικῶς πρὸς τὴν τῶν Ἰουδαίων εἴρηται ἀπείθειαν, λεγόντων αὐτὸν ἀντίθεον καὶ ὡς οὐκ ὄντα ἐξ αὐτοῦ· ἀναμιμνήσκεται δὲ αὐτοὺς ἐκείνην τὴν ἐντολὴν πληροῦν, ἣν ὁ πατήρ φησι τῷ Μωσῇ· Προφήτην ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σε καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ καὶ λαλήσει αὐτοῖς καθότι ἂν ἐντείλωμαι αὐτῷ.
Syllogismi sanctoruum patrum 1. Πᾶν κακὸν κολαστέον· οὐδὲν δὲ κολαστέον ἄφθαρτον· οὐδὲν ἄρα κακὸν ἄφθαρτον. 2. Οὐδὲν φθαρτὸν ἀγένητον· ἔστι δὲ τὸ κακὸν φθαρτόν· τὸ ἄρα κακὸν οὐκ ἀγένητον. 3. Αἱ θεῖαι γραφαὶ κολάσει παραδίδοσθαι <οὐ τοὺς ἄλλους κακοὺς μόνον, ἀλλὰ καὶ αὐτὸν> τὸν διάβολόν φασιν· πᾶν δὲ <τὸ> κολάσει παραδιδόμενον τρεπτόν· οὐδὲν δὲ τρεπτὸν ἀγένητον· οὐδὲν ἄρα τῶν κακῶν ἀγένητον. 4. Οὐδὲν ἀγένητον τρεπτόν· τρέπεται δὲ τὸ κακὸν κρατηθὲν ὑπὸ τοῦ ἀγαθοῦ· τὸ ἄρα κακὸν οὐκ ἀγένητον. 5. Τὸ μερικὸν ἀγαθὸν καὶ τὸ κακὸν τρέπεται· οὐ γάρ ἐστιν ἀγένητα. Τὸ δὲ οὐσιῶδες ἀγαθὸν ἄτρεπτον. Τὸ δὲ κακόν, ὅ φασιν οἱ Μανιχαῖοι οὐσιῶδες εἶναι, τρεπτόν ἐστιν, εἴ γε καὶ αὐτοὶ ὁμολογοῦσιν αὐτὸ εἶναι κολαστέον. 6. Οὐδὲν κατ' οὐσίαν κακόν, τῷ τὸ κακὸν ποιὸν εἶναι· οὐδὲν δὲ ποιὸν οὐσία. Τὸ ἄρα κακὸν οὐκ οὐσία. 7. Πάντα τὰ ἐναντία ἀλλήλων ἐστὶ φθαρτικά· τὰ δὲ ἀγένητα ἄφθαρτα· τὰ ἄρα ἐναντία οὐκ ἀγένητα. 8. Πᾶς ὁ εὐλόγως ὀρεγόμενός τινος ἐπιτετευγμένην ἔχει τὴν ὄρεξιν, ἧς εὐλόγως ὀρέγεται· θεὸς δὲ φθεῖραι τὴν κακίαν ὀρέγεται· τῶν φθαρτῶν ἄρα ἐστὶν ἡ κακία· τῶν δὲ φθαρτῶν οὖσα ἀφανισθήσεται· ἀφανιζομένη δέ, οὐκ ἔστιν ἀγένητος. 9.
Εἰ ἀγένητον τὸ κακόν, κατὰ φύσιν αὐτῷ ὑπάρχει τὸ κακὸν εἶναι· οὐδεὶς δὲ τὸ κατὰ φύσιν ἐνεργῶν ἁμαρτάνει· τὸ ἄρα κακὸν οὐχ ἁμαρτάνει· τὸ μὴ ἁμαρτάνον οὐχ ὑπαίτιον· ὑπαίτιος δὲ ὁ Σατανᾶς· οὐκ ἄρα ἀγένητος. 10. Φασί τινες, εἰ μεταποιεῖ τοὺς φαύλους ἡ κόλασις, ἀγαθὴν αὐτὴν εἶναι· εἰ δὲ ἡ κόλασις ἀγαθή, ἐναντία δὲ ταύτῃ ἡ ἐπαγγελία τῶν ἀγαθῶν, τὰ δὲ ἐναντία οὐ δύναται ἅμα ἀγαθὰ εἶναι, ἡ ἄρα ἐπαγγελία κακόν. <Ἀλλὰ θεὸς ὑπισχνεῖται ταύτην· οὐκ ἄρα κακόν.> Μὴ κακοῦ δὲ τῆς ἐπαγγελίας, ἀλλ' ἀγαθοῦ οὔσης, ἡ κόλασίς ἐστι κακόν. Εἰ δὲ κακὸν ἡ κόλασις, ἄρα οὐχ ὁ θεός, ἀλλ' ὁ Σατανᾶς αὐτὴν ἐπιφέρει· ἐπιφέρει δὲ τὴν κόλασιν οὐ τοῖς ἑαυτοῦ· εἰσὶ γὰρ ὡς αὐτὸς πονηροί, καὶ ἀνάγκη καὶ αὐτὸν ὄντα πονηρὸν ὑποπίπτειν τῇ κολάσει. Τῷ ἄρα ἀγαθῷ ἐποίσει αὐτήν· ἀλλ' ἀδύνατον τοῦτο· οὐκ ἄρα ὁ πονηρὸς αὐτὴν ἐπιφέρει, ἀλλ' ὁ θεός. Πρὸς οὓς ῥητέον· πᾶν τὸ ὑπὸ θεοῦ ἐπιφερόμενον χρησίμως ἐπιφέρεται, τυγχάνον ἀγαθὸν ἢ ἀγαθοῦ ποιητικὸν ἢ κωλυτικὸν κακοῦ· ὁ γὰρ θεὸς κωλύειν τὸ κακὸν βουλόμενος ἐπιφέρει τοῦτο· οὐκ ἂν δὲ ἐπεχείρει κωλύειν τὸ κακόν, εἰ μὴ δυνατὸν ἦν κωλύεσθαι τὸ κακόν· κωλυόμενον δὲ τοῦτο οὐ δύναται εἶναι φύσει καὶ ἀγένητον. 11.
Τὸ κακὸν ἐν ταῖς ἐνεργείαις εὑρίσκεται· κακὸν γάρ ἐστι τὸ μεταχειρίζεσθαι τοὺς λογικοὺς τὰ κατὰ φύσιν οὐ δέοντας ... 12. Τὸ ἀγένητον οὐκ ἔστι ὀρεκτικὸν φθορᾶς τινος, οὐδέ γε φθαρτικόν, τὸ δέ γε κακὸν ὀρεκτικὸν φθορᾶς· τὸ ἄρα κακὸν οὐκ ἀγένητον. 13. τῶν δι' ὅλων ἐναντιουμένων οὐδὲν κοινόν, ὥστε πᾶσα ἀνάγκη τὸ θατέρῳ ὑπάρχον τῷ λοιπῷ μὴ ὑπάρχειν· ὑπάρχει δὲ τῷ ἀγαθῷ τὸ εἶναι ἀγένητον· τῷ ἄρα κακῷ οὐδέτερον τούτων ὑπάρχει. Μὴ ὂν ἄρα τὸ κακόν.
Continue reading PG 120: Epiphanius Monachus →≣ entire volume