Diplomatic text · TLG_UC clean (diplomatic Greek) reading text ON TOP; scholarios OCR Page view + facing Latin UNDERNEATH; khazarzar second witness — PG column chips mark the printed columns.
PG 121:25ΣΥΝΟΨΙΣ ΙΣΤΟΡΙΩΝ ΑΡΧΟΜΕΝΗ ΑΠΟ ΚΤΙΣΕΩΣ ΚΟΣΜΟΥ ΚΑΙ ΜΕΧΡΙ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΙΣΑΑΚΙΟΥ ΤΟΥ ΚΟΜΝΗΝΟΥ, ΣΥΛΛΕΓΕΙΣΑ ΠΑΡΑ ΚΥΡΟΥ ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΚΕΔΡΗΝΟΥ ΕΚ ΔΙΑΦΟΡΩΝ ΒΙΒΛΙΩΝ. Πολλοὶ τῶν πρὸ ἡμῶν φιλοθέων ἀνδρῶν καὶ φιλιστόρων τὴν ἐπιτομὴν τῆς ἱστορίας ἐπραγματεύσαντο· ὅ τε γὰρ μοναχὸς Γεώργιος καὶ σύγκελλος ἀπὸ καταβολῆς ἀρξάμενος κόσμου εἰς Μαξιμιανὸν καὶ Μαξιμῖνον τοὺς τυράννους κατέληξε, καὶ ὁ ὁμολογη 1.4 τὴς Θεοφάνης τὸ ἐκείνου τέλος ἀρχὴν ποιησάμενος οἰκείαν ἄχρι τοῦ τέλους Νικηφόρου τοῦ ἀπὸ γενικοῦ κατήντησε. μετὰ δὲ τοῦ τον καὶ ἄλλοι ἐπεχείρησαν, οἷον ὁ Σικελιώτης καὶ ὁ ὑπέρτιμος Ψελλὸς καὶ ἕτεροι σὺν τούτοις. ἀλλὰ τῆς ἀκριβείας ἀποπεπτώ κασιν, ἀπαρίθμησιν μόνην ποιησάμενοι τῶν βασιλέων καὶ διδά ξαντες τίς μετὰ τίνα γέγονεν ἐγκρατής, καὶ πλέον οὐδέν. ὁ γὰρ Δαφνοπάτης Θεόδωρος, Νικήτας ὁ Παφλαγών, καὶ οἱ λοιποὶ Βυζάντιοι, Νικηφόρος τε διάκονος ὁ Φρύξ, Λέων ὁ Καρίας, Θεόδωρος ὁ Σίδης, καὶ ὁ τούτου ὁμώνυμος Σεβαστείας, καὶ ὁ Κυζίκου Δημήτριος, καὶ ὁ μοναχὸς Ἰωάννης, οἰκείαν ἕκαστος 1.5 ὑπόθεσιν προστησάμενοι, ὁ μὲν ἔπαινον φέρε εἰπεῖν βασιλέως, ὁ δὲ ψόγον πατριάρχου, ἅτερος δὲ φίλου ἐγκώμιον, πόρρω τῆς τῶν εἰρημένων ἀνδρῶν διανοίας ἀποπεπτώκασι καὶ πρὸς ἀλλήλους δι ηνέχθησαν. ὁ δὲ πρωτοβεστιάριος Ἰωάννης ὁ Θρᾳκήσιος τὸ ἐπώνυμον, συντομωτέραν ἐνδιδόναι κατάληψιν τῶν ἐν διαφόροις συμ βεβηκότων καιροῖς, τὰς τῶν ἄνωθεν λεχθέντων συγγραφέων ἱστο ρίας ἀναλεξάμενος καὶ ἐγκατάσκευον ποιησάμενος τὴν γραφὴν ἀπὸ τοῦ τέλους ἤρξατο τοῦ ἀπὸ γενικῶν Νικηφόρου, καὶ τὰ ἐμ παθῶς ἢ καὶ πρὸς χάριν λεχθέντα ἀποδιοπόμπησε, γυμνὴν τὴν ἱστορίαν παραδέδωκεν. ἡμεῖς δὲ τὰς τούτων ἐπελθόντες βίβλους 1. τὰ εἰκότα συνελέξαμεν, προσθέντες καὶ ὅσα ἀγράφως ἐκ παλαιῶν ἀνδρῶν ἐδιδάχθημεν. ἀλλὰ μὴν καὶ ἀπὸ τῆς Λεπτῆς Γενέσεως οὐκ ὀλίγα συλλέξαντες καὶ ἀπὸ ἐκκλησιαστικῶν ἱστοριῶν καὶ ἀφ' ἑτέρων βιβλίων, καὶ ὑφ' ἓν ἐπιδρομάδην συνθέμενοι, τοῖς μετα γενεστέροις καταλελοίπαμεν τροφὴν ἁπαλὴν καὶ ἀληλεσμένην, ἵν' οἱ μὲν τὰς τῶν ῥηθέντων ἱστορικῶν βίβλους ἐπελθόντες ἔχοιεν ὑπομνήματα (οἶδε γὰρ ἡ ἀνάγνωσις ἀνάμνησιν ἐμποιεῖν, ἡ δ' ἀνάμνησις τρέφειν καὶ μεγαλύνειν τὴν μνήμην, ὥσπερ τοὐναντίον ἡ ἀμέλεια καὶ ῥαστώνη ἐπιφέρειν ἀμνηστίαν, ᾗ τινὶ πάντως ἕπε ται λήθη, ἀμαυροῦσα καὶ συγχέουσα τὴν μνήμην τῶν πεπραγμέ νων), οἱ δὲ μήπω ἐντετυχηκότες ταῖς ἱστορίαις ὁδηγὸν ἔχοιεν τήνδε τὴν ἐπιτομήν. Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. παχυ μερῶς εἰπὼν τὰ συνεκτικώτατα τῶν στοιχείων, μετὰ ταῦτα λεπτο μερῶς ἐξηγεῖται τὴν ἀρχὴν τῆς κτίσεως, λέγων "καὶ εἶπεν ὁ θεός, γενηθήτω φῶς." ἰστέον οὖν ὅτι πᾶν ὃ ἦν πρὸ τῆς τοῦ κόσμου τούτου συστάσεως, ἐν φωτὶ ἦν· οὔτε γὰρ αἱ τῶν ἀγγέλων χορεῖαι ἐν σκότει διῆγον οὔτε πᾶσαι αἱ ἐπουράνιοι στρατιαί, ἀλλ' ἐν τῷ φωτὶ καὶ πάσῃ εὐφροσύνῃ πνευματικῇ τὴν πρέπουσαν αὐταῖς λει τουργίαν ἐκπληροῦσαι. τὸ γὰρ σκότος ἐκ τῆς τοῦ οὐρανοῦ ἐφα πλώσεως καὶ τὰ ὑπὸ τούτου σκεπόμενα γέγονεν. ἐπὶ τούτων τοί νυν εἶπεν ὁ θεὸς γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· ἐχωρίσθη γὰρ 1. ἀπὸ τῶν σκότους, καὶ ἡμέρα ὠνομάσθη παρὰ τοῦ δημιουργοῦ. ἣ πρώτη ἐστὶ τοῦ παρ' Ἑβραίοις λεγομένου Νισὰν τοῦ πρώτου μηνός, εἰκοστὴ δὲ πεμπτὴ τοῦ παρὰ Ῥωμαίοις Μαρτίου μηνός, παρὰ δὲ Αἰγυπτίοις ζʹ Φαμενὼ τοῦ κθʹ καλουμένου παρ' αὐτοῖς μηνός. ἐν ταύτῃ καὶ Γαβριὴλ τὸν ἀσπασμὸν ἐπὶ τῇ θείᾳ συλλή ψει τοῦ
PG 121:31σωτῆρος ἡμῶν θεοῦ τῇ παναχράντῳ θεοτόκῳ ἐφθέγξατο. ἐν ταύτῃ καὶ ὁ μονογενὴς υἱὸς τοῦ πατρὸς μετὰ τὴν ἐξ αὐτῆς ἄρρητον γέννησιν πᾶσαν πληρώσας οἰκονομίαν ἐκ νεκρῶν ἀνέστη· ἥνπερ καὶ κυριακὸν πάσχα οἱ ἅγιοι πατέρες ὠνόμασαν, ἀρχὴν λα βόντες κατὰ τὴν αὐτὴν ἁγίαν τῆς ζωηφόρου ἀναστάσεως ἡμέραν τοῦ πεντακισχιλιοστοῦ πεντακοσιοστοῦ τριακοστοῦ ἐννάτου ἔτους ἀπὸ κτίσεως κόσμου. καὶ τινὲς δὲ τῶν ἁγίων θεοφόρων πατέρων ἐν τῇ αὐτῇ ἔφασαν τῇ ἡμέρᾳ, δηλονότι τοῦ Μαρτίου μηνός, καὶ τὴν ἐπὶ γῆς δευτέραν τοῦ υἱοῦ καὶ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν γενήσεσθαι παρουσίαν, ἐν ᾗ κρινεῖ πᾶσαν πνοήν, ὡς τοῦ μέλλον τος αἰῶνος ἀπ' αὐτῆς πάλιν τὴν ἀρχὴν λαμβάνοντος. ὅτι ἐν αὐτῇ τῇ πρώτῃ ἡμέρᾳ, ἥτις ἦν κυριακή, ἤγουν τῇ μιᾷ τῶν σαβ βάτων, ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, πνεῦμα καὶ φῶς καὶ νυχθήμερον καὶ ἐκ τοῦ συμβεβηκότος τὸ σκότος, ὁμοῦ ἔργα ἑπτά. ὁ δὲ Ἀφρικανὸς τὴν πρώτην ἡμέραν νοητὴν λέγει διὰ τὸ ἀδιάγνωστον εἶναι τέως τὸ πρωτόκτιστον φῶς καὶ κεχυμένον. ἐν 1. τῷ δευτέρῳ δὲ νυχθημέρῳ ἐγένετο στερέωμα, ἔργον ἕν. στερέωμα δὲ ἐκλήθη τὸ δημιούργημα διὰ τὸ τὴν φύσιν τῶν ὑπερκειμένων ἢ ὑποκειμένων λεπτὴν εἶναι καὶ ἀραιάν, οὐρανὸς δὲ διὰ τὸ καθορᾶσθαι τρόπον δέρρεως ὑπὲρ κεφαλῆς ἡπλωμένος. ἐν τῷ τρίτῳ νυχθημέρῳ φανέρωσις γῆς καὶ ἀναξήρανσις, παράδεισος, δένδρα παντοῖα, βοτάναι καὶ σπέρματα, ἔργα τέσσαρα. ξηρὰ δὲ ἐπε κλήθη ἡ γῆ, ἐπειδὴ καὶ ἴδιον αὐτῆς ἐστὶ κατὰ φύσιν τὸ πρόσρημα· τὸ γὰρ κυρίως ξηρὸν γῆ ἐστίν. ἐπειδὴ ὥσπερ τι βάρος ἀπέθετο τὰ ἐπικείμενα αὐτῇ ὕδατα, λοιπὸν βλαστάνειν προσετάχθη. ψυ χὴν δὲ ζῶσαν ἐξαγαγεῖν ἐκελεύσθη, ἵν' ἐκ τούτου γινώσκηται τῆς τε ἀλόγου ψυχῆς ἡ διαφορὰ καὶ τῆς ἀνθρωπείας· ἐκ γὰρ γῆς ἐφύη τῶν ἀλόγων ἡ ψυχή, ἡ δὲ τοῦ ἀνθρώπου ἐκ τοῦ θείου ἐμφυσή ματος συνέστη. καὶ ὅτι γεηρά ἐστι τῶν ἀλόγων ἡ ψυχή, ἐξ αὐ τῆς ἔστι γνῶναι πάλιν τῆς γραφῆς· εἴρηται γάρ, ψυχὴ παντὸς κτήνους τὸ αἷμα αὐτοῦ ἐστίν. αἷμα δὲ πηγνύμενον εἰς σάρκα μεταβάλλεται, σὰρξ δὲ φθειρομένη εἰς γῆν ἀναλύεται. εἰκότως οὖν γεώδης ἡ τῶν ἀλόγων ψυχή. τῇ τετάρτῃ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν ἥλιον, τὴν σελήνην καὶ τοὺς ἀστέρας, ἔργα τρία. τῶν φωστήρων γενομένων πολυμερὲς τῷ παντὶ παρεσχέθη ὄφελος, ἔκ τε τοῦ φαίνειν καὶ ταῖς οἰκείαις λαμπηδόσι καταυγάζειν τὸν κόσμον πλουσίως, ἔκ τε τοῦ ἀνίσχειν καὶ καταδύεσθαι τὴν τῶν χρόνων ἀπαρίθμησιν γίνεσθαι. ἀλλὰ καὶ τῶν σημείων, οἷά ἐστι διὰ τῆς σελήνης φαίνεσθαι. λεπτὴ γὰρ οὖσα ταῖς κεραίαις καὶ καθαρὰ 1. περὶ τὴν ἡμέραν σταθηρὰν εὐδίαν κατεπαγγέλλεται, παχεῖα δὲ ταῖς κεραίαις καὶ ὑπέρυθρος φαινομένη ἢ ὕδωρ λάβρον ἀπὸ νεφῶν ἢ χειμῶνα ἔσεσθαι μηνύει. ὡσαύτως καὶ ὁ ἥλιος ἀνθρακώδης γενόμενος καὶ ὕφαιμος ταῖς ἀκτῖσιν ἢ τὸ ἀπαύγασμα βιαίαν κίνη σιν δηλοῖ ἐπιγενέσθαι. καὶ μάρτυρες τούτων πλωτῆρες καὶ γεωρ γοὶ καὶ ὁδοιπόροι. τῇ εʹ ἡμέρᾳ τὰ ἑρπετά, τὰ νηκτὰ πάντα, κήτη ἰχθύες καὶ ὅσα ἐν τοῖς ὕδασιν, ἔτι τε καὶ πετεινά, ἔργα τρία. τῇ ϛʹ ἡμέρᾳ τὰ τετράποδα, τὰ ἑρπετὰ τῆς γῆς, τὰ θηρία καὶ τὸν ἄνθρωπον, ἔργα τέσσαρα. ὁμοῦ πάντα τὰ ἔργα εἰκοσιδύο, ἰσάριθμα τοῖς Ἑβραϊκοῖς γράμμασι καὶ ταῖς εἰκοσιδύο αὐτῶν βί βλοις καὶ ταῖς ἀπὸ Ἀδὰμ ἕως Ἰακὼβ εἰκοσιδύο γενεαρχίαις, ὡς ἐν Λεπτῇ φέρεται Γενέσει, ἣν καὶ Μωσέως εἶναί φασί τινες ἀποκάλυψιν. αὕτη τὰς οὐρανίους δυνάμεις τῇ πρώτῃ ἡμέρᾳ λέγει ἐκτί σθαι. τίνος δὲ χάριν τὴν ζʹ ἡμέραν εὐλόγησεν ὁ θεός, καὶ οὐ πάσας; φασί τινες. λέγομεν οὖν ὅτι ἑκάστη τῶν ἄλλων ἐκ τῆς ἐν αὐτῇ γενομένης δημιουργίας ἔσχε τὴν εὐλογίαν· ἐπειδὴ δὲ ἔμελ λεν αὕτη μόνη μένειν ἀγέραστος, μηδεμιᾶς ἐν αὐτῇ γενομένης δημιουργίας, τούτου χάριν ηὐλογήθη καὶ αὕτη ὑπὸ τοῦ θεοῦ καὶ ἡγιάσθη, καὶ σάββατον ὡς καταπαύσιμος προσηγορεύθη, καὶ ὡς τύπος τῆς ἑβδόμης χιλιοετηρίδος καὶ τῆς τῶν ἁμαρτωλῶν συντε λείας, ὡς Ἰώσηπος μαρτυρεῖ καὶ ἡ Λεπτὴ Γένεσις.
PG 121:33Τὰ θηρία καὶ τὰ τετράποδα καὶ τὰ ἑρπετὰ ὁμόφωνα ἦσαν 1.10 πρὸ τῆς παραβάσεως τῷ ἀνθρώπῳ, διότι, φησίν, ὁ ὄφις ἀνθρω πίνῃ φωνῇ ἐλάλησε τῇ Εὔᾳ. πᾶσα δὲ λογικὴ φύσις κατ' εἰκόνα θεοῦ, ταῦτα δὲ οὐκ εἰσὶ κατὰ εἰκόνα θεοῦ· τὸν γὰρ ὄφιν ὁμο λογοῦμεν λελαληκέναι τῇ Εὔᾳ, στόμα γενόμενον τῷ νοητῷ ὄφει, ἐν ᾧ ἐνεργήσας ὡς συνήθει ὄντι τῷ ἀνθρώπῳ παρὰ τὰ λοιπὰ θηρία δι' αὐτοῦ ἠπάτησε τοὺς προπάτορας, ὁ μετὰ τοῦτο καὶ ἐν ἀψύχοις εἰδώλοις λαλήσας τοῖς ὑπ' αὐτοῦ δελεασθεῖσι πολυτρόπως εἰδωλολάτραις. τὸ δὲ εἶναι τὸν ὄφιν τετράπουν τὸ πρὶν καὶ μετὰ τὴν πονηρὰν εἰσήγησιν ἑρπυστικόν, καὶ ἰὸν αὐτῷ ἐπὶ τὴν γλῶσσαν ἐντεθῆναι, οὐκ ἀπιστοῦμεν. φρόνιμος δὲ ὁ ὄφις ἐκλήθη, ὅτι τὸ λογικὸν ζῷον τὸν ἄνθρωπον, καὶ τῶν ἄλλων ἀγχινοίᾳ διαφέρον, ἐξαπατᾶν ἔμελλεν. ἄλλοι δέ φασιν ὅτι οὐ τῷ κατὰ προφορὰν λόγῳ ὁ ὄφις ἐχρήσατο· ἀλλ' οἱ πρωτόπλαστοι, ἅτε κακίας ὄντες ἀμι γεῖς, ἀκριβεστάτας εἶχον τὰς αἰσθήσεις καὶ πολὺ τῶν ἡμετέρων διαλλαττούσας, ὥστε τὴν ἀκοὴν αὐτῶν πάσης ὑπάρχειν φωνῆς ἀκουστικήν. ἐπειδὴ γὰρ βασιλεὺς ὥσπερ προήχθη ἐν τῷ κόσμῳ ὁ ἄνθρωπος, εἰκότως κατ' εἰκόνα θεοῦ γεγέννηται· ἔδει γὰρ τὸν μέλλοντα ἄρχειν τῶν ἄλλων ὥσπερ τινὰ εἰκόνα εἶναι ἔμψυχον τῆς τοῦ παμβασιλέως ὁμοιότητος, οὐκ ἐν πορφυρίδι καὶ σκήπτρῳ καὶ διαδήματι τὴν ἀξίαν ἐμφαίνοντα, ἐπεὶ μηδὲ τὸ ἀρχέτυπον ἐν τού τοις ἐστίν, ἀλλ' ἐν τῷ κεκοσμῆσθαι τῇ ἀφθαρσίᾳ καὶ ἀθανασίᾳ καὶ ἀρετῇ· τούτοις γὰρ τιμηθεὶς ὁ ἄνθρωπος τὴν πρὸς τὸ πρωτό 1.11 τυπον εἰκόνα καὶ ὁμοιότητα διασώζει. ἔτι δὲ καὶ ἡ αὐτεξουσιότης τὸ βασιλικὸν καὶ ἐπῃρμένον τῆς φύσεως τοῦ ἀνθρώπου καὶ πρὸς τὴν θείαν εἰκόνα ἐμφερὲς προφανέστατα δείκνυσι. κατὰ τοῦτον τὸν λόγον καὶ χειρῶν θεοῦ ἔργον ὁ ἄνθρωπος διὰ τὴν τιμὴν τῆς κατασκευῆς· καὶ γὰρ βουλῆς ἐνέργεια τὸ πᾶν. τὸ "ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτόν" διὰ τὸ μέλλον τῆς παιδογονίας λέγει· συνεργεῖ γὰρ τὸ θῆλυ τῷ ἀνδρὶ πρὸς τὴν τοῦ γένους αὔξησίν τε καὶ διαμονήν. πλασθείσης δὲ τῆς γυναικός, ὡς ἑώρα αὐτὴν ὁ Ἀδάμ, οὐχ ὡς γυναῖκα θεώμενος ἔπασχεν, ἀλλ' ὡς ἑαυτὸν ὁρῶν πνευ ματικῶς ηὐφραίνετο, τὴν ὁμοίαν βλέπων καὶ ταύτην ἔχουσαν κα τασκευήν. ὡσαύτως καὶ ἡ γυνὴ ὁρῶσα τὸν ἄνδρα μεγάλως ἠγάλ λετο, κατ' αὐτὸν οὖσαν ἑαυτὴν ἐννοοῦσα. τὸ δὲ "θανάτῳ ἀπο θανεῖσθε" θνητοὶ ἔσεσθε σημαίνει, ὡς καὶ ὁ Σύμμαχος ἡρμή νευσεν. ἐργάζεσθαι καὶ φυλάσσειν σημαίνει, ἐργάζεσθαι μὲν τὴν εὐχαριστίαν καὶ τὴν αἴνεσιν τῷ τοσούτων καὶ τηλικούτων ἀγαθῶν παροχεῖ, φυλάσσειν δὲ καὶ τηρεῖν, μή πως ἀπονοηθεὶς καὶ λήθην τοῦ εὐεργέτου λαβὼν τῆς ἐν χερσὶν ἀποπέσῃ μακαριότητος καὶ εὐ ζωΐας. Ἀδὰμ δὲ ἑρμηνεύεται γήϊνος, Εὔα δὲ ζωή· καὶ γὰρ αὐτοὶ τῆς γηΐνης καὶ σαρκικῆς ζωῆς ἀρχηγοὶ καὶ πατέρες τῷ ὄντι χρημα τίζουσιν, ὥσπερ τῆς οὐρανίας καὶ πνευματικῆς Ἰησοῦς ὁ Χριστὸς ὁ νέος Ἀδάμ, καὶ ἡ ἀπειράνδρως αὐτὸν τεκοῦσα, ἀπαρχὴ καὶ αἰτία τοῖς πᾶσι τοῦ θεοῦ τέκνοις εἰσίν. 1.12 Ὅτι τινὲς ἐκ παραδόσεως ἑκατὸν ἔτη τὸν Ἀδὰμ ἐν τῷ παραδείσῳ φασὶ πεποιηκέναι. ἄλλοι δὲ τρίτην μὲν ὥραν πεπλάσθαι, ἕκτην δὲ παραβῆναι, ἐννάτην δὲ ἐκβεβλῆσθαι, τὸ ἐν ἕκτῃ μὲν ὥρᾳ ἐσταυρῶσθαι τὸν Ἰησοῦν, ἐννάτῃ δὲ τοῦτον ὑπὲρ ἡμῶν ἀποθανεῖν τεκμήριον τιθέμενοι. ἴσως δέ, ὅτι καὶ τὸ δειλινὸν ἦλθεν ὁ Κύριοςπρός αὐτούς, εἰς ταύτην ὑπενεχθῆναι τὴν ὑπόνοιαν. στενὸν δὲ κομιδῇ τὸ τρίωρον τῆς ἐν παραδείσῳ διατριβῆς τοῦ προπάτορος διάστημα, καὶ λίαν ἀπίθανον ὡς τῆς μεγαλοπρεπείας τοῦ τὰ πάντα δυσθεωρήτοις σοφίας κρίμασιν οἰκονομοῦντος ἀνάξιον. πότε γὰρ ἐν τρισὶν ὥραις χερσαίοις τε καὶ πτηνοῖς πᾶσιν ὀνόματα καλεῖν εἶχε καιρόν; πότε δὲ τῶν ἄλλων ἐν τῷ παραδείσῳ καρπῶν μετασχών, καὶ τῆς αὐτῶν μεταλήψεως κόρον λαβών, εἰς ἐπιθυμίαν τῆς τοῦ ἀπηγορευμένου ξύλου γεύσεως ἐλήλυθεν; ἵνα μὴ λέγω τὴν ἐπή ρειαν τῆς βασκανίας καὶ τῆς τοῦ ὄφεως πρὸς τὴν γυναῖκα προσβο λῆς καὶ συμβουλίας· καὶ γὰρ αὐτὴ πλείονος ἐδεῖτο τῆς τοῦ χρόνου
PG 121:37τριβῆς. διὰ τοῦτο μὲν ἐν ἕκτῃ ἡμέρᾳ καὶ ἐν ἕκτῃ ὥρᾳ τετολμῆ σθαι τὴν παράβασιν, ἐννάτῃ δὲ ὥρᾳ τῆς αὐτῆς ἡμέρας τοῦ παραδείσου καὶ τῆς ἐν αὐτῷ ζωῆς τοὺς ἀθετήσαντας ἐκπεσεῖν σφόδρα πιθανὸν καὶ πιστόν, δι' ἐτῶν δὲ ἑπτὰ τοῦτο γενέσθαι, ὡς τῶν πρεσβυτέρων τινὲς ἀπεφήναντο. ὁ δέ γε μέγας ἐν διδασκάλοις Ἰωάννης ὁ Χρυσόστομος, ἐν τῇ ἑρμηνείᾳ τοῦ κατὰ Ματθαῖον ἁγίου εὐαγγελίου, τῇ ἕκτῃ ἡμέρᾳ τῆς πρώτης ἑβδομάδος, τουτέ 1.13 στι τῇ αὐτῇ ἡμέρᾳ τῆς πλάσεως αὐτοῦ, λέγει τὸν Ἀδὰμ ἐκβλη θῆναι τοῦ παραδείσου καὶ τὴν Εὔαν· ᾧ καὶ ἡμεῖς πειθόμεθα. καὶ οὐ χρὴ ζητεῖν περαιτέρω τὰ τῇ θεοπνεύστῳ γραφῇ ὑπὸ τοῦ ἁγίου πνεύματος σεσιγημένα, ἵνα μὴ ἀντὶ κέρδους μικροῦ μεγάλην ἐπι σπασώμεθα ζημίαν. Τὸ δὲ εἰρημένον ὅτι Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, οὐχ ὡς δι' ἀπειθείας ἐπὶ κακίαν προκόψαντος, ἀλλὰ διὰ τὸ εἰρηκέναι "κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν." ἀλλὰ μή τις ὑπολάβῃ ὅτι τὸ ξύλον τοιαύτης ἦν φύσεως ὡς γνῶσιν παρέχειν καλοῦ καὶ κακοῦ. οὐ γὰρ ἦν τι βλαβερὸν ἐν παραδείσῳ, ὅρος δὲ ἐτέθη ἐπὶ τῷ φυτῷ πρὸς γυμνασίαν τῆς ἐλευθεριότητος. καὶ ὅτι οὐ τὸ ξύλον αἴτιον γνώσεως τῷ Ἀδὰμ γέγονε, δῆλον· ἡ γὰρ ἐντολὴ ὡς πρὸς εἰδότα ἄμφω ἐδόθη, τό τε καλὸν καὶ πονηρόν, τήν τε ὑπακοὴν καὶ τὴν παρακοήν, ὥστε ἡ γνῶσις προύλαβε τὴν ἐντολήν. δέδοται δὲ αὕτη διὰ τό, ὡς εἴρηται, αὐτεξουσίῳ βουλήματι κινούμενον τὸν ἄνθρωπον, ἐπ' ἀδείας τε ἔχοντα ἀπὸ πάντων μεταλαμβάνειν τῶν ἄλλων δένδρων, ἑνὸς δὲ μόνου νόμῳ προσταττόμενον ἀπέχεσθαι, καὶ γινώσκειν ὡς ὑπὸ δεσπότην ἐστὶ τὸν καὶ τὴν ἐντολὴν δεδωκότα. τὸ δὲ "διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοί" οὐχ ὡς τότε βλεψάν των τῶν πρωτοπλάστων εἴρηται (δείκνυνται γὰρ καὶ πρὸ τῆς βρώσεως ὁρῶντες ἐκ τοῦ λέγεσθαι "καὶ εἶδεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ὅτι ἀρεστόν ἐστι τοῖς ὀφθαλμοῖς ἰδεῖν")· ἀλλ' ὡς τὸ ἀπειρόκακον ἀποθεμένων διὰ παραβάσεως, ὃ καὶ τὴν 1.14 γύμνωσιν ἀδιάφορον παρέσχεν, ἐρρήθη ὅτι διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοί. πέφυκε γὰρ ὁ ὀφθαλμὸς ἅπας ὑπὸ τοῦ λογισμοῦ διεγείρεσθαι πρὸς ἃ βλέπει· σύνεσιν γὰρ καθ' ἑαυτὸν αὐτὸς οὐκ ἔχει. ὥστε πολλάκις πρὸς ἕτερα τῆς διανοίας ἀσχολουμένης τυφλοῦ δίκην παρερχόμεθα ἐνίοτε καὶ τὸν πάνυ γνώριμον, καὶ ἐπειδὰν ἐγκληθῶμεν, τῇ ἀσχολίᾳ τοῦ λογισμοῦ τὸ αἴτιον ἀνατιθέντες ἀπο λογούμεθα. οὕτως οὖν ὁ Ἀδὰμ καὶ ἡ Εὔα τῇ αἰσθήσει τοῦ νοῦ πρὸς τὴν ὄψιν διηγέρθησαν. τὸ γὰρ "ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν" ἀποκάλυψιν σημαίνει τὴν ἐγγενομένην τῷ λογισμῷ, οὐκ ἀνάβλε ψιν ὀφθαλμῶν. λεχθήσεται δὲ κἀκεῖνο, ὅτι πρὸ τῆς ἀπειθείας, ἐπειδὴ καιρὸν οὐκ εἶχε τὰ τῆς παιδοποιίας, οὐκ ἐδέδοτο παρὰ θεοῦ ἡ παρατήρησις τῆς γυμνώσεως, ἀλλὰ διετέλουν ὡς ἄσαρκοι, σαρκικῆς διαθέσεως οὔπω καιρὸν ἔχοντες. ἐπειδὴ δὲ ἡ ἀπείθεια ἐπισυμβᾶσα τὸ θνητὸν ἐπηγάγετο, εἰκότως λοιπὸν ἐνεδόθη τούτοις ἡ πρὸς ἀλλήλους αἰδώς· καὶ νενοήκασιν ὕστερον τῶν σχημάτων τὴν διαφοράν, προθεωρηθεῖσαν τῷ πλάσματι πρὸς τὸ ἀναγκαῖον τῆς τοῦ γένους διαδοχῆς. ἐκ φύλλων δὲ συκῆς ἐποίησαν ἑαυτοῖς περιζώματα, αἰνιττομένων διὰ τοῦ ξύλου τὸν τρόπον τῆς κακο πραγίας· ὡς γὰρ ἡδὺς ὁ καρπὸς τῆς συκῆς, τραχὺ δὲ καὶ πικρό τατον τὸ φύλλον, οὕτω πᾶσα ἁμαρτία ἐν μὲν τῇ πράξει δείκνυται ἡδεῖα, μετὰ δὲ ταῦτα ὀδύνην παρέχει τῷ πεπραχότι. περὶ δὲ τῶν δερματίνων χιτώνων φησὶν ὁ θεολόγος Γρηγόριος ὅτι θνητὸν αὐ τὸν ἀπεφήνατο ὁ θεὸς νεκρότητι περιβάλλων. τοῦτο γὰρ οἱ δερ 1.15 μάτινοι χιτῶνες σημαίνει ἀπὸ τοῦ λόγου τῆς τῶν ζῴων νεκρότητος, ὅπως διὰ τῆς λύσεως τοῦ σώματος καὶ τῆς ὄψεως ἡ ἁμαρτία πᾶσα αὐτόπρεμνος διαφθαρῇ. διὰ γὰρ τοῦτο καὶ τοῦ παραδείσου ἐκ βάλλεται, ἵνα μὴ τῇ αὐτεξουσιότητι κεχρημένος λάβῃ τοῦ ξύλου τῆς ζωῆς καὶ γένηται τὸ κακὸν ἀθάνατον. Ὅτι ὁ Σατανᾶς κατὰ τὴν τῶν Ἑβραίων φωνὴν ἀποστάτης λέγεται καὶ ἀντικείμενος, διάβολος δὲ ὡς τὸν θεὸν πρὸς τοὺς ἀν θρώπους συκοφαντήσας εἴρηται. Ὅτι ὁ Κάϊν ἐν ἀνθρώποις πρῶτος φονεὺς ἐγένετο, δεύτερος
PG 121:39δὲ ὁ Λάμεχ, δύο γυναῖκας λαβών, καὶ δύο φόνους ἐτέλεσε. οὓς δὲ ἀνεῖλεν, ἄνδρα καὶ νεανίσκον, ἀδελφοὶ ἦσαν τοῦ Ἐνώχ, ὃς καὶ πίστει προσευξάμενος τοῦ μὴ ἰδεῖν ἔτι τοιοῦτον θάνατον, ἀκουσθεὶς μετετέθη. Ὅτι Ἄβελ δικαιοσύνης ἐφρόντιζε· διὸ καὶ τὸ σῶμα αὐτοῦ φασὶν ἀφανὲς γεγονέναι, τοῖς μετέπειτα δικαίοις ἀγαθὰς ἐλπίδας ὑποφαῖνον. ὁ δὲ Κάϊν πρῶτος ἄροτρον εὗρε, καὶ πόλιν ἔκτισε ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνών. καὶ ὅτι μετὰ τὴν καταδί κην ἅρπαξ καὶ πλεονέκτης ἐγένετο, μέτρα καὶ σταθμὰ καὶ ὅρους γῆς πρῶτος ἐπινοήσας, καὶ τοὺς οἰκείους εἰς ἓν συναγαγὼν ἐν πο λέμοις ἀσχολεῖσθαι ἐδίδασκεν. οὗτος χθαμαλὸς ἦν ἀπὸ τῆς κατά ρας τοῦ θεοῦ, καὶ πάντες οἱ ἐξ αὐτοῦ γενόμενοι. ᾤκει δὲ τὴν γῆν, ἥτις ἐστὶ τρέμουσα, χθαμαλὴν οὖσαν, κεχωρισμένος ὑπάρχων ἀπὸ 1.16 τῆς τοῦ Σὴθ γενεᾶς κατὰ πρόσταξιν τοῦ Ἀδάμ. οὗτος ὁ Κάϊν, ὡς ἡ λεπτὴ Μωσέως Γένεσις φησίν, τῆς οἰκείας πεσούσης ἐπ' αὐ τὸν τελευτᾷ· λίθοις γὰρ τὸν ἀδελφὸν Ἄβελ ἀπέκτεινε, καὶ λίθοις ὁμοίως καὶ αὐτὸς ἀπεκτάνθη. Ὅτι ὁ Σὴθ τρίτος υἱὸς ἀναγέγραπται Ἀδάμ· ὃς τὴν ἰδίαν ἀδελφὴν Ἀσουὰμ καλουμένην γήμας ἐγέννησε τὸν Ἐνώς. σημαίνει δὲ Σὴθ ἐξανάστασιν. ὠνομάσθη δὲ καὶ θεὸς διὰ τὴν λάμψιν τοῦ προσώπου αὐτοῦ, ἣν ἔσχεν ἐν ὅλῃ αὐτοῦ τῇ ζωῇ. ταύτην δὲ τὴν χάριν καὶ Μωσῆς ἔχων, τὸ κάλυμμα τιθεὶς ὡμίλει τοῖς Ἰουδαίοις. * * ἐπὶ χρόνοις τεσσαράκοντα, τοῖς τε ἑπτὰ πλανήταις ὀνόματα τεθεικώς, καὶ τὴν τῶν οὐρανίων κινήσεων σοφίαν ἐπενόησε. καὶ στήλας δύο, λιθίνην τε καὶ πλινθίνην, κατασκευάσας ἐκεῖ ταῦτα ἔγραψεν, εἰδὼς τὴν τοῦ παντὸς φθοράν, καὶ ὡς εἰ μὲν ἐξ ὕδατος γένηται, τὴν λιθίνην σώζεσθαι, εἰ δὲ διὰ πυρός, τὴν πλινθίνην· ἥτις σώζεται, ὡς Ἰώσηπος μαρτυρεῖ, εἰς τὸ Σίριδον ὄρος ἕως καὶ νῦν. οὗτος καὶ τὰ Ἑβραϊκὰ γράμματα συνεγράψατο. τῷ γὰρ διακοσιοστῷ τριακοστῷ ἔτει τοῦ Ἀδὰμ ἐγεννήθη ὁ Σήθ, καὶ γε νόμενος ἐτῶν δώδεκα ἀπεγαλακτίσθη· καὶ τῷ διακοσιοστῷ ἑβδο μηκοστῷ ἔτει τοῦ Ἀδὰμ ὁ Σὴθ ἁρπαγεὶς ὑπὸ ἀγγέλου ἐμυήθη τὰ περὶ τῆς παραβάσεως μέλλοντα ἔσεσθαι τῶν υἱῶν αὐτοῦ (ἤτοι τῶν Ἐγρηγόρων, οἵτινες καὶ υἱοὶ θεοῦ ἐλέγοντο) καὶ τὰ περὶ τοῦ κατακλυσμοῦ καὶ τῆς παρουσίας τοῦ σωτῆρος. ἡμέρᾳ δὲ τεσσα ρακοστῇ ἄφαντος γεγονώς, ἐλθὼν διηγήσατο τοῖς πρωτοπλάστοις 1.17 ὅσα ἐμυήθη διὰ τοῦ ἀγγέλου. εὐειδὴς δὲ ἦν καὶ εὐδιάπλαστος σφόδρα αὐτός τε καὶ οἱ ἐξ αὐτοῦ γεννώμενοι, Ἐγρήγορες καὶ υἱοὶ θεοῦ διὰ τὴν λάμψιν τοῦ προσώπου τοῦ Σὴθ λεγόμενοι· καὶ τὴν ὑψηλοτέραν γῆν τῆς Ἐδὲμ ᾤκουν, πλησίον τοῦ παραδείσου ἀγγε λικῶς βιοῦντες, ἕως τοῦ χιλιοστοῦ κοσμικοῦ ἔτους. τούτων τὴν ἐνάρετον πολιτείαν μὴ φέρων ὁ ἀρχέκακος βλέπειν, εἰς τὴν ὡραιότητα τῶν θυγατέρων τῶν ἀνθρώπων ἤτοι τοῦ Κάϊν αὐτοὺς ἔτρωσεν. Ὅτι τὸ "Ἐνὼς ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ πρῶτος" προσαγορεύεσθαι ὀνόματι θεοῦ ἐστίν. Ἐνὼς γὰρ ἑρμηνεύεται ἄνθρωπος κατὰ τὸν Ἑβραϊκὸν νοῦν· οὕτως ὁ σωτὴρ υἱὸς ὄντως ἀνθρώπου, κατὰ τὸν φυσικὸν λόγον Ἀφρικανοῦ. Ἐνὼς δὲ γεννᾷ τὸν Μαλελεήλ, ὁ δὲ τὸν Ἰάρεδ, ἐξ οὗ Ἐνώχ. οὗτος πρῶτος γράμματα μανθάνει καὶ διδάσκει, καὶ θείων μυστηρίων ἀποκαλύψεως ἀξιοῦται. καὶ πρώτη περίοδος τῶν πεντακοσίων τριάκοντα δύο ἐτῶν πληροῦται· ἦν δὲ χρόνος τοῦ μὲν Σὴθ τρια κόσιοι δύο, τοῦ δὲ Ἐνὼχ ἐννενηκονταοκτώ. Ὅτι Ἀδὰμ τῷ ἑξακοσιοστῷ ἔτει μετανοήσας ἔγνω δι' ἀπο καλύψεως τὰ περὶ τῶν Ἐγρηγόρων καὶ τοῦ κατακλυσμοῦ, καὶ τὰ περὶ μετανοίας καὶ τῆς θείας σαρκώσεως, καὶ περὶ τῶν καθ' ἑκά στην ὥραν ἡμερινὴν καὶ νυκτερινὴν ἀναπεμπομένων εὐχῶν τῷ θεῷ ἀπὸ πάντων τῶν κτισμάτων δι' Οὐριὴλ τοῦ ἐπὶ τῆς μετα νοίας ἀρχαγγέλου, οὕτως. ὥρᾳ πρώτῃ ἡμερινῇ πρώτη εὐχὴ ἐπι 1.18 τελεῖται ἐν τῷ οὐρανῷ, δυτέρᾳ εὐχὴ ἀγγέλων, τρίτῃ εὐχὴ πτηνῶν, τετάρτῃ εὐχὴ κτηνῶν, πέμπτῃ εὐχὴ θηρίων, ἕκτῃ ἀγγέλων παρά στασις καὶ διάκρισις πάσης κτίσεως,
PG 121:43ἑβδόμῃ ἀγγέλων εἴσοδος πρὸς θεὸν καὶ ἔξοδος ἀγγέλων, ὀγδόῃ αἴνεσις καὶ θυσίαι ἀγγέλων, ἐν νάτῃ δέησις καὶ λατρεία ἀνθρώπου, δεκάτῃ ἐπισκοπαὶ ὑδάτων καὶ δεήσεις οὐρανίων καὶ ἐπιγείων, ἑνδεκάτῃ ἀνθομολόγησις καὶ ἀγαλλίασις πάντων, δωδεκάτῃ ἔντευξις ἀνθρώπων εἰς εὐδοκίας. τῷ δὲ ἐννακοσιοστῷ τριακοστῷ ἔτει Ἀδὰμ ἐκοιμήθη κατ' αὐτὴν τῆς παραβάσεως ἡμέραν, καὶ εἰς τὴν γῆν ἐξ ἧς ἐλήφθη ἀπῆλθε, κατα λείψας ἄρρενας υἱοὺς λγʹ καὶ θυγατέρας κζʹ. οὗτος ἡγεμόνευσε τοῦ γένους τῶν ἀνθρώπων δι' ὅλης αὐτοῦ τῆς ζωῆς. ἡ δὲ ταφὴ αὐτοῦ κατὰ τὴν τῶν Ἱεροσολύμων γέγονε γῆν, ὡς Ἰώσηπος ἱστορεῖ. τῷ αὐτῷ χρόνῳ καὶ Κάϊν ἀπέθανε, πεσόντος ἐπ' αὐτὸν τοῦ οἰκήματος, μετ' ἐνιαυτὸν ἕνα τῆς τοῦ Ἀδὰμ τελευτῆς. Σὴθ μετὰ Ἀδὰμ ἡγεμόνευσε τῶν ἀνθρώπων. οἱ δὲ ἐκ γέ νους αὐτοῦ Ἐγρήγορες διακοσιοστῷ χιλιοστῷ τῆς κοσμογενείας ἔτει, τεσσαρακοστοῦ δὲ ὄντος τοῦ Ἰάρεδ, αὐτοῦ δὲ τοῦ Σὴθ ἑπτα κοσιοστοῦ ἑβδομηκοστοῦ, πλανηθέντες κατέβησαν, καὶ ἔλαβον ἑαυτοῖς γυναῖκας ἐκ τῶν θυγατέρων τῶν υἱῶν τῶν ἀνθρώπων ἤγουν τοῦ Κάϊν, καὶ ἐγέννησαν τοὺς γίγαντας τοὺς ὀνομαστούς. οἱ δὲ γίγαντες οὗτοι διὰ μὲν τὸν δίκαιον Σὴθ ἐγένοντο ἰσχυροὶ καὶ μέγιστοι καὶ τὸ μέγεθος τοῦ σώματος ὑπερμήκεις, τερατώδεις τε 1.19 καὶ ἀπευκτοί (ὅθεν καὶ τὴν προσωνυμίαν ἐσχήκασι), διὰ δὲ τὸν βέβηλον Κάϊν ἄλκιμοι καὶ κραταιότατοι καὶ στερροὶ καὶ τὴν ἀλκήν, τὸν δὲ τρόπον φονικώτατοι καὶ ἀσεβέστατοι καὶ ἀσελγέστατοι· οὓς καὶ δρακοντόποδάς τινες προσηγόρευσαν, ἢ ὡς τεθηριωμένους ταῖς γνώμαις καὶ μηδὲν ἀγαθὸν λογιζομένους, ἢ ὥς τινες ἱστο ροῦσιν, ὅτι πόλεμον ἔχοντες μετά τινων οἰκούντων ἐν ὑψηλοῖς, εἶτα χερσὶ καὶ ποσὶ καὶ κοιλίαις ὡς δράκοντες ἀνέρποντες κατ' αὐτῶν, ὑφ' ὧν καὶ πολλοὶ πολλάκις ἄνωθεν ἀνῃροῦντο βαλλόμενοι, δρακοντόποδες ἐκέκληντο. τούτων οὐκ ὀλίγους μὲν σφαίραις πυρὸς ἤτοι κεραυνοῖς οὐρανόθεν ὁ ὕψιστος ἐξανάλωσε βαλών· ἀνεπαισθήτους δὲ τοὺς περιλοίπους καὶ ἀδιορθώτους ἐπιμένοντας κατακλυσμῷ μετὰ ταῦτα τοὺς πάντας ἐξανάλωσεν ὁ θεός. οὗτοι ὤμοσαν ἐν τῷ ὄρει τῷ Ἑρμονιεὶμ ἐκλέξασθαι γυναῖκας ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων ἤγουν τῆς τοῦ Κάϊν γενεᾶς, καὶ ἐκάλεσαν τὸ ὄρος Ἑρμών, καθότι ὤμοσαν καὶ ἀνεθεμάτισαν ἀλλήλους ἐν αὐτῷ. οὗτοι διδάσκουσι τὰς γυναῖκας αὐτῶν φαρμακείας καὶ ἐπαοιδίας. καὶ πρῶτος Ἀζαὴλ ὁ δέκατος ἄρχων αὐτῶν (καὶ γὰρ οἱ ἄρχοντες τῶν κατελθόντων διακόσιοι ἦσαν) ἐδίδαξεν αὐτοὺς ποιεῖν μαχαίρας καὶ θώρακας καὶ πᾶν σκεῦος πολεμικόν, καὶ τὰ ἐκ τῶν μετάλλων τῆς γῆς, οἷον χρυσίον ἀργύριον καὶ τὰ λοιπά. καὶ ἕκαστος ὁμοίως, ὁ μὲν καλλωπισμὸν σώματος, ὁ δὲ ἐκλεκτοὺς λίθους καὶ τὰ βαφικά, ὁ δὲ ῥίζας βοτανῶν, ὁ δὲ σοφίαν καὶ ἐπαοιδῶν λυτήρια, ὁ δὲ ἀστρονομίαν καὶ ἀστροσκοπίαν, ἄλλος 1.20 ἀστρολογίαν, ὁ δὲ ἀεροσκοπίαν, ὁ δὲ σημεῖα γῆς, ἄλλος ἡλίου καὶ σελήνης. ὥστε οὐδὲ Βαβυλωνίων ἦν οὐδὲ Χαλδαίων βασιλεία, ὡς τῷ Βηροσσῷ καὶ τοῖς ἑπομένοις δοκεῖ πρὸς ἀνατροπὴν τῶν θείων γραφῶν, οὔτε Αἰγυπτίων δυναστεία, ὡς τῷ Μανέθῳ ψευδομένῳ καὶ μεγαλύνοντι τὸ τῶν Αἰγυπτίων ἔθνος· ἡ γὰρ ἀρχὴ τῆς τῶν Βαβυλωνίων βασιλείας ἤτοι Χαλδαίων ἀπὸ Νεβρὼθ τοῦ μετὰ τὸν κατακλυσμὸν εἰς ἔτη ἑξακόσια τριάκοντα ἀκμάσαντος γέ γονεν. οἵτινες δὲ ἄλλως περὶ τούτων μυθικώτερον γεγράφασιν, ἀπὸ τῶν θεοπνεύστων ἡμῶν γραφῶν κλέψαντες γεγράφασιν ἰδιο ποιησάμενοι· δι' ὧν οἱ ἁπλούστεροι καὶ τοῖς λοιποῖς τούτων ληρή μασι προσέχοντες εὐχερῶς βλάπτονται. Ὅτι τῷ αυπηʹ ἔτει τοῦ κόσμου Ἐνὼχ μετετέθη ἐν τῷ παρα δείσῳ, τριακοσίων ἑξήκοντα πέντε χρόνων γενόμενος. εὐηρέστησε τῷ θεῷ· καὶ οὐχ ηὑρίσκετο διότι μετέθηκεν αὐτὸν ὁ θεός. Ὅτι κατὰ τοὺς λεγομένους γεωμέτρας, ἐστὶ τὸ ἥμισυ τῆς κατοικουμένης τῆς εἰς τὸ μῆκος μίλια χιλιάδες δώδεκα, εἰς δὲ τὸ πλάτος μίλια χιλιάδες δέκα ἕξ. Ὅτι τὰ ὄρη Ἀραρὰτ ἴσμεν ἐν Παρθίᾳ τῆς Ἀρμενίας εἶναι· τινὲς δέ φασιν, ἐν Κελαιναῖς τῆς Φρυγίας.
PG 121:45Ὅτι ἐπὶ ἑκατὸν χρόνοις ἐσκευάζετο ἡ κιβωτός, ἐπληρώθη δὲ τῷ φςθʹ ἔτει τῆς ζωῆς τοῦ Νῶε, μηνὶ τινὶ Μαΐῳ κςʹ, ἡμέρᾳ πρώτῃ· ὁ πῆχυς δὲ τῆς κιβωτοῦ ὀργυιὰ μεγίστη ἐστὶ κατ' Αἰγυ 1.21 πτίους. μʹ δὲ ἡμέρας κατήρχετο ὁ ὑετὸς καὶ μʹ νύκτας. Ἀπριλ λίῳ δὲ μηνί, ἡμέρᾳ πρώτῃ τῆς ἑβδομάδος, ἐξῆλθε Νῶε ἐκ τῆς κιβωτοῦ. τινὲς δέ, καθ' ἣν ἡμέραν ἐκλείσθη πρῶτον ἡ κιβωτός, κατ' αὐτὴν τῷ ἐπιόντι καιρῷ ἀνοιγῆναί φασιν, ἐν τῷ δισχιλιοστῷ διακοσιοστῷ τεσσαρακοστῷ τρίτῳ ἔτει τῆς τοῦ κόσμου γενέσεως. καὶ θυσίας προσάγων τῷ θεῷ ἱκετεύει μηκέτι ποιεῖν κατακλυσμόν. ἀποδεξάμενος οὖν ὁ θεὸς τὴν τοῦ ἀνδρὸς ἀρετὴν ὑπέσχετο τοῦτο, σημεῖον ἐπιθεὶς τὸ τόξον τῆς ἴριδος. Ὅτι ὁ Νῶε Ξίσουθρος παρὰ Χαλδαίοις ἐλέγετο. Ὅτι πρὸ τοῦ κατακλυσμοῦ οὔτε ἔθνος ἦν οὔτε βασιλεία· ἐτῶν δὲ περίοδος ἦν. περιέχεται δὲ ἐν τῷ βιβλίῳ τῶν ἀποκρύφων Ἐνὼχ ὅτι Οὐριὴλ ὁ ἄγγελος ἐμήνυσε τῷ Ἐνώχ, τί ἐστι μὴν καὶ τροπὴ καὶ ἐνιαυτός, καὶ τὸν ἐνιαυτὸν ἔχειν νβʹ ἑβδομάδας. Ὅτι ἡ Αἴγυπτος ὑπὸ τοῦ Μεστρὲμ τοῦ δευτέρου υἱοῦ Χὰμ κατὰ τὴν γραφήν, θείου δὲ τοῦ Νεβρώδ, υἱοῦ Χοῦς, υἱοῦ Χὰμ τοῦ πρώτου, οἰκισθεῖσα καὶ βασιλευθεῖσα ἕως τοῦδε παρ' Ἑβραίοις καὶ Σύροις καὶ Ἄραψι Μεστραία καλεῖται. Ὅτι τῷ δισχιλιοστῷ διακοσιοστῷ πεντηκοστῷ πρώτῳ ἔτει Νῶε ἐφύτευσεν ἀμπελῶνα ἐν ὄρει Λουβὰν τῆς Ἀρμενίας, θύσας τε τῷ θεῷ καὶ πιὼν οἶνον ἐγυμνώθη. Ὅτι ἡγεμονεύοντος Νεβρὼδ ἐκτίσθη ἡ Βαβυλὼν καὶ ὁ πύρ γος ἐπὶ χρόνοις τεσσαράκοντα τρισίν. ἦν δὲ Νεβρὼδ υἱὸς μὲν τοῦ Χάμ, ἔκγονος δὲ Ἐνώχ. ἐκαλεῖτο δὲ ὁ Νεβρὼδ καὶ Εὐήχιος. 1.22 ἦσαν δὲ τὰ πάντα τῶν οἰκοδομούντων ἔθνη ἑβδομήκοντα, φωνὴ δὲ αὐτοῖς πᾶσιν ὑπῆρχε μία. Νεβρὼδ δὲ αὐτοῖς ὁ γίγας, ὁ τοῦ Αἰθίοπος Χοῦς υἱός, εἰς βρῶσιν ἀγρεύων ἐχορήγει ζῷα. ὁ δὲ τοῦ Σάλα υἱὸς Ἕβερ ἐγκεχείριστο τὴν οἰκοδομὴν ἔτει γʹ. εἶτα τῶν γλωσσῶν συγχυθέντων ὑπὸ τοῦ θεοῦ καὶ πάντων διασκορπισθέν των, αὐτὸς ὁ Νεβρὼδ ἐκεῖ κατῴκει μὴ ἀφιστάμενος τοῦ πύργου, μερικοῦ τινὸς πλήθους βασιλεύων· ἐφ' ὃν ὁ πύργος ἀνέμῳ βιαίῳ, ὡς ἱστοροῦσί τινες καὶ αὐτὸς Ἰώσηπος, καταπεσὼν συνετρίβη, καὶ θείᾳ κρίσει τοῦτον ἐπάταξεν. αὕτη πρώτη βασιλεία ἐπὶ τῆς γῆς, ἀφ' οὗ ἐπλάσθη ὁ Ἀδάμ, γέγονεν· οἱ δὲ λέγοντες καὶ ἄλλα γεγο νέναι ψεύδονται. ἐκ τούτου γεννᾶται Ἀσσούρ, ὃς οἰκοδομεῖ τὴν Νινευὶ καὶ τὴν Ῥοβὼθ καὶ τὴν Χαλὰχ τὰς πόλεις. καὶ φανερόν ἐστιν ὅτι μετὰ χλʹ ἔτη τοῦ κατακλυσμοῦ γέγονεν ἡ ἀρχὴ τῆς βασι λείας Χαλδαίων ἤτοι Βαβυλωνίων διὰ Νεβρώδ. φασὶ δὲ ὅτι μόνος ὁ Ἕβερ ὁ τοῦ Φάλεκ πατὴρ οὐ συνέθετο τῇ πράξει τῆς πυργοποιίας· διὸ καὶ τῆς τῶν ἄλλων φωνῆς συγχεθείσης ἡ τοῦ Ἕβερ οὐκ ἀπώλετο. αὕτη δὲ ἐστὶν ᾗ καὶ Ἀδὰμ ἐλάλει· καὶ ταύτην οἱ τοῦτον διαδεξάμενοι ἀπόγονοι πατρωνυμικῶς ἑαυτοὺς Ἑβραίους προσηγόρευσαν καὶ Ἑβραΐδα τὴν φωνὴν ἐκάλεσαν. τεκμήριον δὲ ταύτην εἶναι τὴν πρὸ τῆς συγχύσεως φωνὴν τὰ τῶν παλαιῶν ὀνό ματα· ἐφ' ὧν γὰρ κατ' οὐδεμίαν γλῶσσαν ἔστι τὸ σημαινόμενον ἐπιλύσασθαι, κατ' αὐτὴν τὸ ζητούμενον ἑρμηνεύεται· οἷον Ἀδὰμ καθ' ἑτέραν μὲν οὐδεμίαν φωνὴν τὸ δηλούμενον εὑρίσκεται, κατὰ 1.23 δὲ ταύτην ἄνθρωπος ἑρμηνεύεται· καὶ ἡ τοῦ Νῶε προσηγορία δι καιοσύνην σημαίνει, καὶ Χοὺς Αἰθίοψ, καὶ Μεστρὲμ Αἴγυπτος, καὶ Φαλὲκ μερισμός, καὶ Βαβυλὼν σύγχυσις. Ὅτι μετὰ τὸν κατακλυσμὸν ἕως τῆς διασπορᾶς μόνοι οἱ τρεῖς ἡγήσαντο τῶν πολλῶν εὐσεβῶς, Νῶε Σὴμ καὶ Ἀρφαξὰδ ὁ υἱὸς τοῦ Σήμ, ἔτη φλδʹ. τοῦ δὲ κόσμου ἔτος ἦν βψοϛʹ· τῷ γὰρ #βφϟβʹ ἔτει καὶ Νῶε ὁ δίκαιος ἐκοιμήθη, ὢν ἐτῶν ἐννακοσίων πεντήκοντα. τῶν δὲ φλδʹ χρόνων ὁ ἀριθμὸς οὗτος· Νῶε τὰ μετὰ τὸν κατα κλυσμὸν ἔτη τνʹ, Σὴμ ἔτη ρνʹ, καὶ Ἀρφαξὰδ ἔτη λγʹ. ὁμοῦ ἔτη φλγʹ, τῆς ἀρχῆς τῶν ἄλλων ἐν τῷ τετάρτῳ χρόνῳ λαμβανομένης. συγγραφεῖς δὲ τῶν Αἰγυπτίων καὶ Χαλδαίων οὗτοι, Μάνεθος ὁ τὴν τῶν Αἰγυπτίων ποιησάμενος συγγραφήν, Βηροσσὸς
PG 121:49ὁ τὰ Χαλ δαϊκὰ συναγαγών, Μῶχός τε καὶ Ἑστιαῖος, καὶ πρὸς τούτοις Αἰγύπτιος Ἱερώνυμος. οἱ δὲ τὰ Φοινικὰ συγγραψάμενοι Ἡσίοδόςτε καὶ Ἑκαταῖος, Ἑλλάνικος καὶ ὁ Ἀκουσίλαος, Ἔφορός τε και Νικόλαος. Τῷ #βφοβʹ ἔτει τοῦ κόσμου, ἐνακοσιοστῷ τριακοστῷ ἔτει τοῦ Νῶε, κατὰ θεῖον δηλονότι χρησμὸν ἐμέρισε Νῶε τοῖς τρισὶν υἱοῖς αὐτοῦ τὴν γῆν οὕτω. Σὴμ τῷ πρωτοτόκῳ αὐτοῦ υἱῷ, ἄγοντι ἔτος τετρακοσιοστὸν τριακοστὸν πρῶτον, ἔδωκεν ἀπὸ Περσίδος καὶ Βάκτρων ἕως Ἰνδικῆς μῆκος, πλάτος δὲ ἀπὸ Ἰνδικῆς ἕως Ῥινκουρούρων τῆς Αἰγύπτου, ἤτοι τὰ ἀπὸ ἀνατολῆς ἕως μέρους τῆς μεσημβρίας, τήν τε Συρίαν, ἣ καὶ Ἰουδαῖα λέγεται (καὶ γὰρ καὶ οἱ παλαιοὶ Σύρους τοὺς Παλαιστηνοὺς ὠνόμαζον), καὶ Μηδίαν, 1.24 καὶ ποταμὸν δισρίζοντα αὐτοῦ τὰ ὁρία τὸν Εὐφράτην. Χὰμ δὲ τῷ δευτέρῳ αὐτοῦ υἱῷ, ἄγοντι ἔτος υζʹ, ἔδωκε τὴν πρὸς νότον καὶ λίβαν καὶ μέρος τῆς δύσεως ἀπὸ Ῥινοκουρούρων τῆς Αἰγύπτου, Αἰθιοπίαν καὶ Αἴγυπτον καὶ Λιβύην, Ἀφρικὴν καὶ Μαυριτανίαν, ἕως Ἡρακλείων στηλῶν ἤτοι ἕως τοῦ δυτικοῦ καὶ Λιβυκοῦ ὠκεανοῦ, ποταμὸν δὲ διορίζοντα τὸν Νεῖλον, ὃς καὶ Γεῶν καὶ Χρυ σορρόας λέγεται. Ἰάφεθ δὲ τῷ τρίτῳ αὐτοῦ υἱῷ, ἄγοντι ἔτος υκεʹ, ἀπὸ Μηδίας τὰ πρὸς ἄρκτον καὶ δυσμὰς ἕως Γαδείρων καὶ Βρεττανικῶν νήσων, Ἀρμενίαν Ἰβηρίαν Πόντον Κόλχους καὶ τὰςκατ' Ἰόπην χώρας καὶ νήσους ἕως Ἰταλίας καὶ Γαλλιῶν Ἱσπανίαςτε καὶ Κελτιβηρίας καὶ Λυσιτανῶν. οὕτω μερίσας καὶ ἐγγράφως διαθέμενος, ὥς φασιν, ἐπαναγνούς τε αὐτοῖς τὴν διαθήκην αὐ τοῦ ἐσφραγίσατο, παρ' ἑαυτῷ κατασχὼν ἕως τοῦ #βφϟβʹ ἔτους ἀπὸ Ἀδάμ, ἐν ᾧ καὶ ἐκοιμήθη. μέλλων δὲ τελευτᾶν ἐνετείλατο τοῖς τρισὶν υἱοῖς αὐτοῦ μηδένα ἐπελθεῖν τοῖς τοῦ ἀδελφοῦ ὁρίοις καὶ ἀτάκτως ἐνεχθῆναι πρὸς τὸν ἕτερον, ὡς τούτου γενησομένου αἰτίου στάσεως αὐτοῖς καὶ πολέμων τῶν πρὸς ἀλλήλους. τὴν δὲ διαθήκην αὐτοῦ δέδωκε τῷ Σὴμ ὡς πρωτοτόκῳ υἱῷ καὶ θεοφιλε στέρῳ, ὃς καὶ τὴν ἡγεμονίαν διεδέξατο μετ' αὐτὸν καὶ τὰς ἐξαι ρέτους τῶν παρ' αὐτοῦ εὐλογιῶν ἐκληρώσατο, ὡς καὶ ἐν τῇ Γενέ σει φέρεται. καὶ ἐκοιμήθη ἐν ὄρει Λούβαρ. Ἐν δὲ τῷ #βψϟαʹ ἔτει τοῦ κόσμου, ἤτοι μετὰ διακόσια ἔτη τῆς τελευτῆς Νῶε, νεωτερίσας ὁ τοῦ Χὰμ υἱὸς Χαναὰν ἐπέβη τοῖς 1.25 ὁρίοις τοῦ Σὴμ καὶ κατῴκησεν ἐκεῖ, παραβὰς τὴν ἐντολὴν Νῶε, σὺν τοῖς ἐξ αὐτοῦ γενομένοις ἔθνεσιν ἑπτά, Ἀμορραίοις Φερεζαίοις Εὐαίοις Γεργεσαίοις Ἰεβουζαίοις καὶ Χαναναίοις· οὓς διὰ Μωσέως καὶ Ἰησοῦ τοῦ Ναυῆ ἐξωλόθρευσεν ὁ θεός, καὶ μετά τινας και ροὺς διὰ τῶν κριτῶν ἀπέδωκε τοῖς υἱοῖς Ἰσραὴλ τὴν πατρῴαν γῆν, δίκαιος καὶ ἐν τούτῳ φανεὶς ὁ θεός, ὡς ἐκ τοῦ Σὴμ καταγομένοις διὰ γενεῶν ληʹ. ἐτῶν χιλίων ἑξακοσίων ὀγδοήκοντα ἑπτά .... ἕως Μαστουσίας τῆς κατὰ Ἴλιον. αἱ χῶραι δὲ αὐτῶν Μηδία, Ἀλβανία, Ἀρμενία μικρὰ καὶ μεγάλη, Ἀμαζονίς, Παφλαγονία, Καππαδοκία, Γαλατία, Κολχίς, Βοσπορηνοί, Μαιῶτις, Δέρρις, Σαρματία, Ταυριανοί, Βακτριανοί, Σκυθία, Θρᾴκῃ, Μακεδονία, Ἑλλάς, Θετταλία, Βοιωτίς, Λοκρία, Αἰτωλία, Ἀχαΐα, Πελοπόννησος, Ἀκαρνανία, Ἠπειρῶται, Ἰλλυρίς, Λυχνῖται, Ἀδρική, ἀφ' ἧς τὸ Ἀδριατικὸν πέλαγος ἐκλήθη, Καλαβρία, Ἰταλία, Γαλλία, Θουσκηνή, Λυσιτανία, Κελτική, Μασσαλία, Κελτο γαλλία, Ἰβηρία, Ἱσπανία ἡ μεγάλη καὶ μικρά. ἐνταῦθα καταλήγει τὰ ὅρια τοῦ Ἰάφεθ, ἕως Βρεττανικῶν νήσων τὰ πρὸς βορ ρᾶν βλέποντα. ἔχει δὲ νήσους Βρεττανίαν, Σικελίαν, Εὔβοιαν, Ῥόδον, Χίον, Λέσβον, Κύθηραν, Ζάκυνθον, Κεφαληνίαν, Ἰθάκην, καὶ τὰς Κυκλάδας, καὶ μέρος τῆς Ἀσίας τὴν Ἰωνίαν καλουμένην, ποταμὸν δὲ Τίγριν, διορίζοντα μεταξὺ Μηδίας καὶ Βαβυ λωνίας. ἐν τούτοις οὖν πληροῦται τὰ τοῦ Ἰάφεθ ὅρια διὰ τὸ εἰρη 1.26 κέναι τὴν γραφὴν "πλατύναι ὁ θεὸς τῷ Ἰάφεθ·" τὴν πᾶσαν γὰρ Εὐρώπην καὶ μέρος οὐ μικρὸν τῆς μεγάλης Ἀσίας ἀπηνέγκατο· διὸ καὶ εἴρηται "καὶ κατασκηνώσαι ἐν τοῖς σκηνώμασι τοῦ Σήμ." οὐ μόνον δὲ ἀλλὰ καὶ κατὰ ἀναγωγικὸν τρόπον, ὅτι πᾶσα ἡ μερὶς τοῦ
PG 121:53Ἰάφεθ σχεδὸν τῷ βαπτίσματι καὶ τῇ εἰς Χριστὸν πίστει προσ ετέθη, ἅτινά ἐστι σκηνώματα τοῦ Σήμ, ἐπεὶ καὶ ἐξ αὐτοῦ ὁ Ἀβραὰμ καὶ οἱ πατριάρχαι, ἐξ ὧν καὶ αἱ λοιπαὶ γενεαρχίαι ἕως Χριστοῦ ἡγουμένου σαφῶς γενεαλογοῦνται. τοῦ δὲ Χὰμ πλεῖστα μέχρι καὶ νῦν ἔθνη ἐστὶν ἐν ἀποστασίᾳ, κατά γε τὰς Ἰνδίας καὶ Αἰθιοπίας καὶ Μαυριτανίας· ἐν οἷς καὶ αἱ Ἀρραβίαι καὶ Ἰδουμαία κατὰ θεοῦ καὶ τῶν ἁγίων αὐτοῦ θρασύνονται, τῇ τοῦ Χὰμ καὶ τοῦ Χαναὰν κατάρᾳ καθυποβεβλημένοι· διὸ καὶ παῖδα οἰκέ την τὸν Χὰμ τοῦ Σὴμ καὶ τοῦ Ἰάφεθ ἡ γραφὴ ἀπεφήνατο, διὰ τοῦ Χαναὰν τοῦ υἱοῦ καὶ αὐτὸν σημαίνουσα. Ὅτι δύο κατακλυσμοὶ κατὰ τὴν Ἑλλάδα γῆν διαβεβοημένοι γεγόνασι, πρῶτος μὲν ἐπὶ Ὠγύγου ἐν τῇ Ἀττικῇ, χρόνοις δὲ ὕστερον σμηʹ ἐν Θετταλίᾳ ἐπὶ Δευκαλίωνος βασιλεύοντος Ἀθήνησι, δευτέρου Κραναοῦ αὐτόχθονος. τούτου τοῦ κατακλυσμοῦ, τοῦ ἐπὶ Δευκαλίωνος δηλονότι, δοκοῦσι μεμνῆσθαι καὶ Αἰγύπτιοι, φάσκοντες τὴν χώραν αὐτῶν μὴ κατακεκλύσθαι. καὶ δικαίως φιλονεικοῦσι μὴ κατακεκλύσθαι τότε τὴν Αἴγυπτον· τοπικὸς γὰρ γέγονεν οὗτος ὁ κατακλυσμός. τὸν γὰρ πρότερον ἤτοι τὸν καθο λικὸν κατακλυσμὸν οὐδὲ γινώσκουσιν· οὔπω γὰρ ἦν ὁ πατριάρχης 1.27 αὐτῶν γεννηθείς. Χὰμ δὲ ὁ υἱὸς τοῦ Νῶε πατὴρ ἦν Μεστρέμ, ἀφ' οὗ Αἰγύπτιοι. Ὅτι τὸν Νεβρὼδ ἀποθεώσαντες οἱ Ἀσσύριοι ἐν τοῖς ἄστροις τοῦ οὐρανοῦ ἔταξαν, καὶ καλοῦσιν Ὠρίωνα. οὗτος κατέδειξε τὴν κυνηγετικήν· διὸ καὶ τὸν καλούμενον κύνα ἄστρον τῷ Ὠρίωνι συνῆψαν. τοῦτον καλοῦσιν καὶ Κρόνον εἰς τὴν ἐπωνυμίαν τοῦ πλάνητος. Ὅτι διαμερισθέντων τῶν ἐθνῶν ἀνεφάνη τις ἀνὴρ Ἰνδός, ἐκ τοῦ γένους Ἀρφαξάδ, τοὔνομα Ἀνδουβάριος, ὃς παρέδωκε τοῖς Ἰνδοῖς ἀστρονομίαν. Ὅτι τῷ δισχιλιοστῷ πεντακοσιοστῷ ὀγδοηκοστῷ εʹ ἔτει διο δεύων Καϊνᾶν ἐν τῷ πεδίῳ εὗρε τὴν γραφὴν τῶν γιγάντων καὶ ἔκρυψε παρ' ἑαυτῷ, καὶ αὐτὸς μὲν ἐν αὐτοῖς ἐξημάρτανε, καὶ τοὺς ἄλλους τὴν αὐτὴν ἀτοπίαν ἐξεπαίδευσεν. οἱ δὲ τὸν Σάλα φασὶ ταύτην εὑρηκέναι. Ὅτι ἐν τῷ ὄρει τοῦ Λιβάνου ἰχθύες θαλάσσης εὑρέθησαν, ἐν κοίλοις τόποις ὑδάτων, τὴν τοῦ κατακλυσμοῦ πιστούμενοι πανωλεθρίαν. Ὅτι πρῶτος Λάμεχ πρὸ τοῦ ἰδίου πατρὸς τελευτᾷ, ἤγουν τοῦ Μαθουσάλα. Ὅτι ἀπὸ τοῦ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ, κατὰ τοὺς ἑβδο μήκοντα, ἔτη #βσμβʹ, οἷς καὶ ἡ ἀλήθεια ἐπιμαρτυρεῖ καὶ αἱ ἀνέ καθεν πάσαις ταῖς ἐκκλησίαις ἐπικρατήσασαι παραδόσεις, ἐπὶ δὲ 1.28 τὸ πρῶτον ἔτος Ἀβραὰμ ἔτη γτιβʹ. καὶ μετὰ ἕτερα οεʹ ἔτη ἐξῆλ θεν ἐκ Χαρράν, παροικήσας εἰς γῆν Χαναὰν τὴν νῦν Παλαιστίνην λεγομένην. Ὅτι ὁ Φάλεκ πρὸ τοῦ πατρὸς αὐτοῦ Ἕβερ τελευτᾷ, συνά γεται δὲ τὰ πάντα ἔτη ἀπὸ τοῦ Ἀδὰμ ἐπὶ τὴν τοῦ Φάλεκ τελευτὴν ἔτη τρισχίλια. ἔνθεν ἀρχὴν τῶν Ἑλληνικῶν θεῶν λαμβάνουσι τὰ ὀνόματα. Ἐγεννήθη δὲ ἐκ τῆς φυλῆς τοῦ Σὴμ ἀνὴρ ὄνομα Χοῦς Αἰθίοψ, ὃς ἐγέννησε τὸν Νεβρὼδ τὸν τὴν Βαβυλῶνα κτίσαντα, τὸν καὶ Ὠρίωνα ἐπικληθέντα. οὗτος δυνατὸς γενόμενος ἐβασίλευσε πρῶτος ἐπὶ τῆς γῆς ἐν τοῖς Ἀσσυρίοις· ὃς καὶ ὠνομάσθη Κρόνος εἰς τὴν ἐπωνυμίαν τοῦ πλάνητος. οὗτος ἔσχε γυναῖκα ἐκ τῆς αὐ τῆς φυλῆς, καλουμένην Σεμίραμιν. αὕτη τοῖς ποταμοῖς περιέβαλε στόμια, καὶ τὰς καλουμένας πυραμίδας ἀνήγειρε. ταύτην καὶ Ῥέαν ὠνόμασαν ὡς ἐν δυνάμει καὶ ἐξουσίᾳ καὶ ὑπερβάλλοντι φόβῳ τῶν ἀνθρώπων ἄρχουσαν. αὕτη ἡ Σεμίραμις ἔσχεν υἱὸν οὗ τὸ ὄνομα Πῖκος, ὃς καὶ μετωνομάσθη Ζεύς· καὶ ἄλλους δὲ ἔσχεν υἱοὺς Βῆλόν τε καὶ Νῖνον, καὶ θυγατέρα τὴν Ἥραν. καὶ ὁ μὲν Νῖνος, ὃς καὶ τὴν Νινευὶ τὴν μεγάλην ἔκτισε, τὴν ἰδίαν μητέρα Σεμίραμιν ἔσχε γυναῖκα. ὡς δὲ Ἀφρικανός φησι, καὶ ἕτερον υἱὸν ἔσχεν ὁ Κρόνος τὸν Ἄφρον, ἐξ οὗ Ἄφροι· ὃς γήμας Ἀστυνόμην ἐποίησε θυγατέρα τὴν Ἀφροδίτην. ὁ δὲ Κρόνος
PG 121:55ἐξωσθεὶς τῆς βασιλείας ὑπὸ τοῦ ἰδίου υἱοῦ Διός, κατελθὼν ἐν τῇ δύσει κρατεῖ τῆς Ἰταλίας. εἶτα ὁ Ζεὺς ὑποχωρήσας τῶν Ἀσσυρίων 1.29 παραγίνεται πρὸς τὸν πατέρα· ὁ δὲ παραχωρεῖ αὐτῷ βασιλεύειν τῆς Ἰταλίας. καὶ πολλοῖς ἔτεσι βασιλεύσας, εἶτα τελευτήσας κατατίθεται ἐν τῇ Κρήτῃ. μετὰ δὲ Νῖνον ἐβασίλευσε τῶν Ἀσσυ ρίων Θοῦρος ὁ καὶ Ἄρης κληθεὶς ὡς πολεμικώτατος, τοῦτον οἱ Ἀσσύριοι Βάαλ θεὸν ἤτοι Βῆλ μετονομάσαντες καὶ ἀναστηλώ σαντες σέβονται. μετὰ δὲ τὴν τοῦ Διὸς τελευτὴν Φαῦνος ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν, ὃς μετωνομάσθη Ἑρμῆς· ἦν γὰρ λογικώτα τος πάνυ καὶ μαθηματικός· ὃς καὶ τοῦ χρυσοῦ τὴν φύσιν ἐξεῦρεν ἐκ μετάλλων ἀνθρώποις. ἡ μέντοι Ἀφροδίτη λογικὴ καὶ ποικίλη λεγομένη ἐγαμήθη τῷ Ἀδώνιδι τῷ υἱῷ τοῦ Κινύρου, φιλοσόφῳ ὄντι καὶ αὐτῷ· οὓς καὶ ἄχρι θανάτου φιλοσοφοῦντας σὺν ἀλλή λοις βιῶσαι ἱστοροῦσι. μετὰ δὲ τὸ βασιλεῦσαι Ἀσσυρίων Πῖκον τὸν καὶ Δία ἔτη τριάκοντα, τὸν υἱὸν αὐτοῦ Βῆλον ὀνομαζόμενον καὶ Ἥραν τὴν γυναῖκα τὴν καὶ ἀδελφὴν ἐπὶ τῆς ἀρχῆς καταλιπὼν πρὸς τὸν αὐτοῦ πατέρα Κρόνον παραγίνεται, ἤδη γεγηρακότα καὶ ταλαιπωρήσαντα· ᾧ καὶ παραχωρεῖ τῆς βασιλείας εὐθύς, καὶ οὗτος δυνατὸς ὢν ἄλλα ἔτη ἑξήκοντα δύο κατὰ τὴν Ἰταλίαν βασι λεῦσαι λέγεται. Βῆλος δὲ ὁ υἱὸς διὰ τὸ ὀξυκίνητος εἶναι οὕτως ἐκλήθη, καὶ δύο ἔτη βεβασιλευκὼς Ἀσσυρίων τελευτᾷ. Νῖνος δὲ ὁ τούτου θεῖος ἐγκρατὴς γενόμενος τῆς ἀρχῆς νβʹ ἔτη τῶν Ἀσσυ ρίων ἐβασίλευσεν. ἐκ τοῦ γένους οὖν αὐτοῦ καὶ Ζωροάστρης ὁ περιβόητος ἀστρόνομος ἐν Πέρσαις γενόμενος ηὔξατο ὑπὸ πυρὸς ἀερίου κεραυνωθῆναι καὶ ἀναλωθῆναι, ἐντειλάμενος τοῖς Πέρσαις 1.30 τὰ ὀστᾶ αὐτοῦ μετὰ τὴν καῦσιν ἀναλαβεῖν καὶ φυλάττειν αὐτοὺς καὶ τιμᾶν· καὶ ἕως οὗ, φησί, σώσεσθε ταῦτα, τὸ βασίλειον τῆς ὑμῶν χώρας οὐκ ἐκλείψει. οὕτως οὖν τούτου πυρὶ οὐρανίῳ τε φρωθέντος τὰ λείψανα αὐτοῦ διὰ τιμῆς εἶχον οἱ Πέρσαι, ἕως τού του καταφρονήσαντες καὶ τῆς βασιλείας ἐξέπεσον. τοίνυν μετὰ Νῖνον τὸν τοῦ Διὸς ἀδελφὸν Θοῦρος τῶν Ἀσσυρίων βασιλεύει. τοῦτον ὁ πατὴρ αὐτοῦ Ζάμις, ὃς ἦν τῆς Ῥέας ἀδελφός, ἐπὶ τῷ ὀνόματι τοῦ πλάνητος ἀστέρος Ἄρεα ἐκάλεσεν. ἦν δὲ ὁ Ἄρης οὗτος πικρὸς καὶ ἄγαν δυσκαταγώνιστος πολεμιστής, ὃς Καυκάσῳ τινὶ ἀνδρὶ γιγαντογενεῖ δυνατῷ, ἐκ τῆς φυλῆς Ἰάφεθ ὡρμημένῳ, ἐπελθὼν καὶ καταπολεμήσας καὶ ἀνελὼν παρέλαβε τὴν χώραν αὐ τοῦ, καὶ ἐπὶ τὴν Θρᾴκην ἐλθὼν καὶ τελευτήσας ἐκεῖ θάπτεται. τούτῳ τῷ Ἄρεϊ πρώτην στήλην ἀνέστησαν οἱ Ἀσσύριοι, καὶ ὡς θεὸν προσκυνοῦσι, Βάαλ ὀνομάζοντες, ὃ ἑρμηνεύεται Ἄρης πολέμων θεός. μετὰ τοῦτον Λάμις τῶν Ἀσσυρίων ἐβασίλευσεν, εἶτα Σαρδανάπαλος ὁ μέγας, ὃν καὶ ὁ Διὸς καὶ Δανάης υἱὸς Περσεὺς ἀποκτείνας, καὶ ἀπὸ Ἀσσυρίων τὴν βασιλείαν ἀφελόμενος, εἰς τὸ ἴδιον ὄνομα Πέρσας μετωνόμασεν αὐτούς, καὶ ἐβασίλευσεν αὐτῶν ἔτη νγʹ. Μὴ λανθανέτω δὲ μηδένα ἀνθρώπων τῶν ἀληθείας ἀντι ποιουμένων, ὅτι Πῖκος οὗτος ὁ Ζεὺς πάντων ἀνθρώπων τῶν ἀπ' αἰῶνος ἐξεγηγερμένων πλάνων, γοήτων, φαντασιαστῶν, μάγων δεινῶν, μυσαρῶν, τελεστῶν ἐκτόπων, αὐτὸς ἦν μυσαρώτερος καὶ 1.31 δραστικώτερος καὶ βδελυρώτερος, μοιχείαις καὶ ἀνδρομανίαις καὶ ἀρρητοποιίαις τε πάσαις καὶ μιαρίαις καὶ ἀκαθαρσίαις καὶ πάσαις ἀθεμιτουργίαις καὶ αἰσχρουργίαις ἐναγεστάταις ἐκ νηπίου ἕως ἑκατὸν εἴκοσι χρόνων τῆς ζωῆς αὐτοῦ (τοσαῦτα γάρ φασιν αὐτὸν ζῆσαι) ἐσχολακώς, πάντας τοὺς πρὸ αὐτοῦ καὶ μετ' αὐτὸν ἀθεμίτους ὑπερβα λών. πνεῦμα γὰρ θεομάχον καὶ ἀκαθαρτότατον πάντων πνευμάτων πονηρῶν ἦν ἐπ' αὐτῷ, ὃς ἐπὶ πλείους χρόνους τῆς Ἰταλίας βασι λεύσας δι' ὑπερβολὴν τοῦ ὑψίστου καὶ μόνου θεοῦ μακροθυμίας, καὶ πάσας κόρας ὡραίας, ὅσας λίχνοις εἶδεν ὀφθαλμοῖς, δια φθείρας, εἰς οʹ ποσουμένας, καὶ ταῖς πολλαῖς αὐτῶν μετὰ φαν τασιῶν ἀρρήτων καὶ μυστικῶν συναπτόμενος, οὐ μὴν δὲ ἀλλὰ καὶ ταῖς πλείοσι τῶν αὐτοῦ θυγατέρων, θεὸν φημίζεσθαι τοῦτον καὶ ἀνακηρύττεσθαι τοῖς πολλοῖς ἀνέπεισε. καὶ τὸ δὴ χεῖρον ἔτι τού του καὶ ἀτοπώτερον, ὅτι καὶ μετὰ τὴν
PG 121:59αὐτοῦ τελευτὴν καὶ ταφὴν τὴν ἐν τῇ Κρήτῃ, κατὰ πρόσταξιν αὐτοῦ, οἱ οἰκεῖοι αὐτοῦ ναὸν καὶ μνημεῖον οἰκοδομήσαντες κατέθαψαν, ᾧ καὶ οὕτως ἐπέγραψαν "ἐνθάδε κεῖται θανὼν Πῖκος ὁ καὶ Ζεύς." καὶ μετὰ ταῦτα ἡ τοῦ θεομισοῦς αὐτοῦ καὶ ὑπερηφανοῦ πνεύματος ὀσμὴ τὴν οἰκουμένην διατρέχουσα, βασιλέων τε καὶ ἀρχόντων καὶ λαῶν ἀσυνέτων καὶ ἐθνῶν καρδίας πληρώσασα, ἕως τῆς τοῦ λόγου θεοῦ σαρκώσεως καὶ ἐπὶ τὰ ἔθνη δι' ἀποστόλων ἁγίων καὶ μαρτύρων ἀναδείξεως πᾶσαν ψυχὴν ἀγνοίᾳ καὶ ἀσεβείᾳ κρατουμένην εἰς λατρείαν καὶ προσκύνησιν τοῦ ψευδωνύμου θεοῦ τούτου τοῦ Διὸς προετρέπετο 1.32 καὶ τῶν ὁμοίων αὐτοῦ δαιμόνων καὶ συγγενῶν. εἶναι δὲ τὴν τού του μητέρα Σεμίραμιν καὶ αὐτὸν τὸν Δία καὶ τὴν γενεὰν αὐτοῦ κατὰ τοὺς χρόνους ἱστοροῦσι τοῦ Ἀβραάμ· ἔπρεπε γὰρ τοῦ δια βόλου εἰς λύμην πολλῶν τὴν κατὰ τὸν ἔχθιστον τοῦτον Δία γενεὰν ἐκλεξαμένου, τότε καὶ τὸν θεὸν τὸν ἀληθῆ εἰς πολλῶν σωτηρίαν τὸν δίκαιον καλέσαι Ἀβραάμ. οὗτος ὁ Ζεὺς πρὸς τοῖς ἄλλοις υἱοῖς ἔσχε καὶ Φαῦνον καὶ Περσέα καὶ Ἀπόλλωνα· ἀλλὰ τὸν μὲν Φαῦνον ἐπ' ὀνόματι τοῦ πλάνητος ἀστέρος ἐκάλεσεν Ἑρμῆν, ὃς καὶ μετὰ τὴν Διὸς τελευτὴν ἐβασίλευσε τῆς Ἰταλίας ἔτη τριάκοντα πέντε, ἦν δὲ πανοῦργος ἀνὴρ καὶ μαθηματικὸς καὶ λογιώτατος. ἐπεὶ δὲ ὑπὸ τῶν ἄλλων ἀδελφῶν ἐπεβουλεύθη (αὐτὸς γὰρ Μαιά δος γυναικὸς ἦν υἱός, ἣν πρώτην ἔσχεν ὁ Ζεὺς ἐν Ἰταλίᾳ, Ἀλκμήνην δὲ τὴν Θηβαίαν μετ' αὐτήν, ἐξ ἧς τὸν τριέσπερον ἔσχεν Ἡρα κλέα), πολὺν χρυσὸν ἐγκολπωσάμενος εἰς Αἴγυπτον ἦλθε, καὶ τῇ τούτου ἐπιδόσει καὶ τῷ λόγῳ καὶ τῇ μαντείᾳ καὶ τοῖς χρησμῳδή μασιν ἀγαπηθεὶς καὶ ὑπ' αὐτῶν ἀποθεωθείς, Μέστρεμ τοῦ υἱοῦ Χὰμ τοῦ ἐκεῖ βασιλεύοντος ἀποθανόντος εὐθὺς ἀναγορεύεται, καὶ ἐν ὑπερηφανίᾳ καὶ τῶν μελλόντων προρρήσει ὡς θεὸς κλεϊζόμενος ἐπὶ λθʹ ἔτη Αἰγύπτου βασιλεύει. ὁ δὲ Ἀπόλλων πνεύματι Πύθω νος ἐκ νεότητος κάτοχος ὢν ἕως τελευτῆς αὐτοῦ, οὐδὲ μετὰ τελευ τὴν αὐτοῦ τῆς φληναφείας ἐπαύσατο ὁ πονηρός· ἔστι γὰρ τοῦτο εἶδος πνεύματος μαντικώτατον, πολλὰ μὲν ἀληθῆ, τὰ δὲ πλεῖστα 1.33 λέγον ἀμφίβολα καὶ ἀμφιρρεπῆ διὰ τὴν ἄγνοιαν. ὁ δὲ Ἡρακλῆς πρῶτος κατέδειξε φιλοσοφεῖν ἐν τοῖς ἑσπερίοις μέρεσι. τοῦτον ἀπεθέωσαν οἱ ἐκ τοῦ γένους αὐτοῦ μετὰ τὴν αὐτοῦ τελευτήν, καὶ ἐκάλεσαν ἐν τῷ οὐρανῷ ἀστέρα ἐπ' ὀνόματι αὐτοῦ. ὅντινα Ἡρα κλέα ἐγγράφουσιν ἀντὶ χιτῶνος δορὰν λέοντος ἠμφιεσμένον καὶ ῥόπαλον φέροντα καὶ τρία μῆλα κρατοῦντα, ἅπερ ἀφελέσθαι αὐ τὸν ἐμυθολόγησαν τῷ ῥοπάλῳ φονεύσαντα τὸν δράκοντα, τουτέστι νικήσαντα τὸν πονηρὸν καὶ ποικίλον τῆς ἐπιθυμίας λογισμὸν διὰ τοῦ ῥοπάλου ἤτοι τῆς φιλοσοφίας, ἔχοντα περιβόλαιον γενναῖον φρόνημα ὡς δορὰν λέοντος, καὶ οὕτως ἀφελόμενον τὰ τρία μῆλα, ὅπερ ἐστὶ τὰς τρεῖς ἀρετάς, τὸ μὴ ὀργίζεσθαι, τὸ μὴ φιληδονεῖν, τὸ μὴ φιλαργυρεῖν. διὰ γὰρ τοῦ ῥοπάλου, τῆς καρτερικῆς ψυχῆς, καὶ τῆς δορᾶς, τουτέστι τοῦ σώφρονος λογισμοῦ, ἐνίκησε τὸν γήϊνον τῆς φαύλης ἐπιθυμίας ἀγῶνα, φιλοσοφήσας ἄχρι θανάτου, καθὼς Ἡρόδοτος ὁ σοφώτατος συνεγράψατο, ὃς καὶ ἄλλους Ἡρακλεῖς ἱστόρησε γενέσθαι ἑπτά. Ὁ γοῦν Ἑρμῆς γνοὺς τὴν κατ' αὐτοῦ συσκευὴν τῶν ἀδελ φῶν αὐτοῦ, ὡς εἴπομεν (περί που γὰρ τοὺς οʹ ὑπῆρχον ἀπὸ δια φόρων γυναικῶν γεννηθέντες τῷ Διί), ἀνεχώρησεν εἰς Αἴγυπτον πρὸς τὴν φυλὴν τοῦ Χὰμ υἱοῦ Νῶε, οἵτινες ἐδέξαντο αὐτὸν ἐν τιμῇ· ὃς καὶ διέτριβεν ἐκεῖ ὑπερηφανῶν πάντας καὶ φορῶν χρυ σῆν στολήν. καὶ ἐφιλοσόφει παρὰ τοῖς Αἰγυπτίοις, λέγων αὐτοῖς μαντείας· λογικὸς γὰρ ἦν φύσει. καὶ προσεκύνουν αὐτὸν Ἑρμῆν 1.34 ὡς λέγοντα τὰ μέλλοντα καὶ διακονοῦντα αὐτοῖς τὴν τῶν μελλόν των ἐκ τοῦ θεοῦ δῆθεν ἀπόκρισιν καὶ παρέχοντα αὐτοῖς χρήματα· ὃν καὶ πλουτοδότην ἐκάλουν ὡς τοῦ χρυσοῦ θεὸν νομίζοντες. Ἐν τοῖς μετὰ ταῦτα δὲ χρόνοις, ἐπὶ τῆς βασιλείας Φοίνι κος, ἦν Ἡρακλῆς ὁ φιλόσοφος ὁ λεγόμενος Τύριος, ὅστις ἐφεῦρε τὴν κογχύλην. μετεωριζόμενος γὰρ εἰς
PG 121:61τὸ παράλιον μέρος τῆς Τύρου εἶδε ποιμενικὸν κύνα ἐσθίοντα τὴν λεγομένην κογχύλην, καὶ ποιμένα νομίζοντα αἱμάσσειν τὸν κύνα, ἀπὸ τῶν προβάτων πόκον ἐρέας λαβόντα καταμάσσειν τὰ καταφερόμενα ἐκ τοῦ στόματος τοῦ κυνός. ὁ δὲ Ἡρακλῆς προσεσχηκὼς καὶ ἰδὼν αὐτὸ βάμμα τι ἐξαίσιον ἐθαύμασε· καὶ γνοὺς ὅτι ἐκ τῆς κογχύλης ἐστίν, εἰληφὼς τὸν πόκον ὡς μέγα δῶρον προσήνεγκε τῷ βασιλεῖ τῆς Τύρου Φοί νικι, ὃς καὶ ἐκπλαγεὶς ἐπὶ τῇ θεᾷ τοῦ βάμματος ἐκέλευσεν ἐξ αὐ τοῦ βαφῆναι ἐρέαν καὶ γενέσθαι αὐτῷ βασιλικὸν περιβόλαιον, ὃ περιβαλόμενος αὐτὸς πρῶτος ἐθαυμάζετο ὑπὸ πάντων· πρὸ τού του γὰρ οὐκ ᾔδεισαν οἱ ἄνθρωποι βάπτειν χροιάς. μετὰ γοῦν χρόνους πολλοὺς οἱ Ῥωμαῖοι τὴν Φοινίκων χώραν κατασχόντες τὸ ἐξ ἀρχῆς ἀληθινὸν ἐκ τῆς κογχύλης σχῆμα βασιλικὸν ἐφόρεσαν. μετὰ δὲ Ῥέμον καὶ Ῥωμύλον Νουμᾶς βασιλεύσας Ῥωμαίων, καὶδεξάμενος πρεσβευτὰς ἐκ τῆς χώρας τῶν λεγομένων Πελασγῶν φοροῦντας χλαμύδας ἐχούσας ταβλία ῥούσια καθάπερ οἱ ἀπὸ τῆς Ἰσαυρίας χώρας, καὶ τερφθεὶς τῷ σχήματι, ἐπενόησε πρῶτος ἐν τῇ Ῥώμῃ χλαμύδας φορεῖσθαι τὰς μὲν βασιλικὰς πορφύρας, ἐχού 1.35 σας ταβλία χρύσεα, τὰς δὲ τῶν συγκλητικῶν καὶ τὰς τῶν ἐν ἀξίαις καὶ στρατείαις χλαμύδας ἐχούσας σήμαντρα τῆς βασιλικῆς φορε σίας, ταβλία πορφυρᾶ δηλοῦντα ἀξίαν Ῥωμαϊκὴν πολιτείας καὶ ὑποταγὴν διαγωγήν, κελεύσας μηδένα εἰς τὸ αὐτοῦ παλάτιον εἰσελθεῖν συγχωρεῖσθαι ἄνευ τοῦ σχήματος τῆς τοιαύτης χλαμύδος. Φοῖνιξ δὲ ὁ υἱὸς τοῦ Ἀγήνορος ἀνὴρ ἐγένετο σοφός, ὃς συνεγράψατο Φοινικοῖς γράμμασι τὴν ἀριθμητικὴν φιλοσοφίαν, ὑπεξέθετο δὲ καὶ ἀσωμάτους ἀρχάς, καὶ σώματα δὲ μεταβάλλε σθαι, καὶ τὰς ψυχὰς εἰς ἀλλογεννῆ ζῷα εἰσιέναι. οὗτος πρῶτος ἐξέθετο ταῦτα, ὡς Κλήμης συνεγράψατο ὁ σοφώτατος. Μετὰ δὲ τὴν Ἑρμοῦ τελευτὴν ὁ Ἥφαιστος ἐπὶ τέσσαρα ἥμισυ ἔτη τῆς Αἰγύπτου ἐβασίλευσεν. ἦν δέ, φασί, πολεμιστής, ὃν συμπεσόντα τῷ ἵππῳ πληγῆναι τὸν πόδα καὶ χωλεύοντα ἄχρι τέλους διαρκέσαι. ἀπεθεώθη δὲ ὁ Ἥφαιστος ὑπὸ Αἰγυπτίων διὰ τὸ νομοθετῆσαι μονανδρεῖν καὶ σωφρόνως βιοῦν τὰς γυναῖκας τῶν Αἰγυπτίων, τὰς δὲ μοιχευομένας τιμωρεῖσθαι, ἀλλὰ μὴν καὶ ὡς ὁ Πλάτων, πολεμικῶν καὶ γεωργικῶν ἐργαλείων τὴν ἐκ σιδήρου κατασκευὴν αὐτοῖς ὑποδείξαντα· λίθοις γὰρ καὶ ῥοπάλοις ἐπολέ μουν πρὸ αὐτοῦ, τοῦτον δέ φασι διὰ μυστικῆς εὐχῆς τὴν ὀξυλά βην δεξάμενον ἐκ τοῦ ἀέρος, οὕτω τὴν χαλκευτικὴν Αἰγυπτίοις παραδοῦναι. 1.36 Μετὰ δὲ Ἥφαιστον ὁ υἱὸς αὐτοῦ Ἥλιος καλούμενος ἐπὶ εἴκοσι καὶ ἥμισυ ἔτη τῆς Αἰγύπτου ἐβασίλευσε, καὶ μετ' αὐτὸν Σῶσις, εἶτα Ὄσιρις, μεθ' ὃν Ὧρος, καὶ μετ' αὐτὸν Θούλης,ὃς καὶ ἕως τοῦ Ὠκεανοῦ πᾶσαν τὴν γῆν παρείληφεν. ἐπὶ δὲ τὴν Ἀφρικὴν ὑποστρέφων εἰς τὸ μαντεῖον ἐπυνθάνετο τίς πρὸ αὐτοῦ καὶ τίς μετ' αὐτὸν οὕτω δυνήσεται· ἀκοῦσαι δὲ τοῦ χρησμοῦ οὕ τως "πρῶτα θεός, μετέπειτα λόγος, καὶ πνεῦμα σὺν αὐτοῖς· σύμ φυτα δέ εἰσι τάδε, ὧν κράτος αἰώνιον. ὠκέσι ποσὶ βάδιζε, θνητέ, ἄδηλον διανύων βίον." τοῦτον εὐθὺς τοῦ μαντείου ἐξεληλυθότα οἱ ἴδιοι ἐν αὐτῇ τῇ Ἀφρικῇ κατέσφαξαν. μετὰ δὲ τοῦτον Σέσωστρις τῶν Αἰγυπτίων ἐπὶ εἴκοσιν ἔτη ἐβασίλευσεν. οὗτος Ἀσσυρίους καὶ Χαλδαίους καὶ Πέρσας ἕως Βαβυλῶνος ὑπέταξε, καὶ τὴν Ἀσίαν Εὐρώπην καὶ Μυσίαν καὶ Σκυθίαν. ὑποστρέφων δὲ δεκαπέντε χιλιάδας ἀνδρῶν νεανίσκων, Σκυθῶν μαχιμωτάτων ἐπιλέκτων, ἐν τῇ Περσικῇ γῇ κατῴκισεν. ἐπὶ τούτου Ἑρμῆν φασὶν ἐν Αἰγύπτῳ θαυμαστὸν ἄνδρα γνωσθῆναι καὶ φοβερὸν ἐπὶ σοφίᾳ· ὃς ἔφρασε τρεῖς μεγίστας εἶναι δυνάμεις τοῦ δημιουργοῦ τῶν ὅλων θεοῦ, μίαν θεότητα εἶναι εἶπε· διὸ καὶ τρισμέγιστος Ἑρμῆς κατωνόμα σται. ὃς οὕτω πρός τινα Ἀσκληπιὸν αὐτοῖς ῥήμασιν ἔφη "ἦν φῶς νοερὸν πρὸ φωτὸς νοεροῦ, καὶ ἦν ἀεὶ νοῦς νοῦ αἴτιον, καὶ οὐδὲν ἕτερον ἦν ἢ ἡ τούτου ἑνότης. ἀεὶ ἐν αὐτῷ ὢν ἀεὶ τῷ ἑαυτοῦ νοῒ 1.37 καὶ φωτὶ καὶ πνεύματι πάντα περιέχει. ἐκτὸς τούτου οὐ θεός, οὐκ ἄγγελος, οὐ δαίμων, οὐκ οὐσία τις ἄλλη· πάντων γὰρ κύριος καὶ θεὸς καὶ πατήρ· καὶ
PG 121:65πάντα ὑπ' αὐτοῦ καὶ ἐν αὐτῷ ἐστίν. ὁ γὰρ λόγος αὐτοῦ προελθὼν παντέλειος καὶ γόνιμος καὶ δημιουργός, ἐν γονίμῳ φύσει πεσών, ἐν γονίμῳ ὕδατι, ἔγκυον τὸ ὕδωρ ἐποίησεν." οὕτως εἰπὼν ὁ Ἑρμῆς ηὔξατο "ὁρκίζω σε, οὐρανοῦ μεγάλου ἐργάτα, ὁρκίζω σε, φωνὴ πατρός, ἣν ἐφθέγξατο πρώτην τὸν μονογενῆ λόγον αὐτοῦ, ἵλεως ἔσο." τῶν φωνῶν τούτων καὶ ὁ ἱερὸς Κύριλλος ἐμνήσθη εἰπὼν ὅτι καὶ ὁ τρισμέγιστος Ἑρμῆς τριάδα ὡμολόγει. ὁ δὲ Σέσωστρις μετὰ τὴν νίκην τὴν Αἴγυπτον καταλαβὼν τελευτᾷ. ἀνέστη δὲ μετ' αὐτὸν βασιλεὺς ἐπ' Αἴγυπτον Φαραὼ ὁ καὶ Ναρεχὼ καλούμενος, κρα τήσας ἔτη, ὥς φασι, πεντήκοντα· ἐκ τούτου οἱ ἀπὸ τοῦ γένους αὐτοῦ καταγόμενοι βασιλεῖς Φαραὼ προσαγορεύονται. ἕως ὧδε αἱ τῶν Αἰγυπτίων βασιλεῖαι. Ἐν δὲ τοῖς χρόνοις Πίκου τοῦ καὶ Διὸς ἀνεφάνη τις ἐκ τῆς φυλῆς τοῦ Ἰαφὲθ ἐν χώρᾳ τῶν Ἀργείων, Ἴναχος λεγόμενος. ὃςκαὶ ἐν αὐτῇ βασιλεύσας κτίζει πόλιν Ἰώ, καὶ Ἰώπολιν ἐκάλεσε ταύτην εἰς ὄνομα τῆς σελήνης· οἱ γὰρ Ἀργεῖοι τὴν σελήνην Ἰὼ καλοῦσιν. ἔσχε δὲ καὶ θυγατέρα Ἰώ· ἐκ ταύτης ὁ Ζεὺς θυγατέρα ἔσχε τὴν Λιβύην. αὕτη ἡ Ἰὼ ἐπεὶ ἐμίγη τῷ Διί, αἰσχυνθεῖσα τὸν πατέρα φεύγει εἰς Αἴγυπτον, ἐκεῖσε δὲ τὸν Ἑρμῆν βασιλέα εὑροῦσα ἐπὶ τὸ Σίλπιον ὄρος τῆς Συρίας μεταβαίνει, ὅπου Σέλευ 1.38 κος ὁ Μακεδὼν ὕστερον εἰς ὄνομα τοῦ ἰδίου υἱοῦ τὴν μεγάλην Ἀντιόχειαν ᾠκοδόμησεν. ἐκεῖ οὖν ἡ Ἰὼ τελευτᾷ. Ἴναχος δὲ ὁταύτης πατὴρ πολλοὺς εἰς ἀναζήτησιν αὐτῆς πεπομφώς, ἀλλὰ μὴν καὶ τοὺς αὐτῆς ἀδελφούς, παρήγγειλεν, εἰ μὴ αὐτὴν ἀγά γοιεν, μηδὲ αὐτοὺς ἐπανελθεῖν. οἱ δὲ τὴν Αἴγυπτον διαβάντες καὶ πρὸς Συρίαν ἐλθόντες ὄναρ θεωροῦσι δάμαλιν ἀνθρωπίνῃ φωνῇ χρηματίζουσαν οὕτως "ἐνθάδε εἰμὶ ἐγὼ ἡ Ἰώ." διυπνισθέντες οὖν ἐκεῖ ἱερὸν καὶ πόλιν, ἣν καὶ Ἰώπολιν ὠνόμασαν, οἰκο δομήσαντες ἔμειναν, μὴ τολμῶντες πρὸς Ἴναχον ἐπανελθεῖν. Λι βύη δὲ ἡ θυγάτηρ αὐτῆς, ἣν ἐκ Διὸς ἔσχεν, ἐγαμήθη Ποσειδῶνι τῷ Κρόνου μὲν υἱῷ ἀδελφῷ δὲ Διός. τούτοις τρεῖς παῖδες, Ἀγήνωρ καὶ Βέλος καὶ Ἐνυάλιος ἐτέχθησαν. ὧν ὁ Βέλος μὲν τὴν Σίδα γεγάμηκεν, ἀφ' ἧς Αἴγυπτον καὶ Δαναὸν ἔσχεν υἱούς, ἐξ οὗ καὶ ἡ χώρα Αἴγυπτος κέκληται· ὁ Ἀγήνωρ δὲ ἐπὶ τὴν Φοι νίκην ἐλθὼν ἠγάγετο τὴν Τυρώ, ἐξ ἧς Κάδμος ἐγεννήθη καὶ Φοῖνιξ καὶ Σύρος καὶ Κίλιξ καὶ θυγάτηρ Εὐρώπη καλουμένη. κτίζει δὲ Ἀγήνωρ τὴν Τύρον, ἐπ' ὀνόματι Τυροῦς τῆς αὐτοῦ γα μετῆς, βασιλεύει δὲ τῶν μερῶν ἐκείνων ἔτη ξγʹ. φασὶ δὲ τὸν Ταῦρον τοῖς χρόνοις ἐκείνοις τῆς Κρήτης βασιλεύοντα, ναυμαχίᾳ κατὰ τῆς Τύρου ἐπιθέμενον τοῦ Ἀγήνορος ἀλλαχοῦ μετὰ τῆς οἰκείας δυνάμεως πόλεμον ποιουμένου, πρὸς ἑσπέραν τὴν Τύρον ἑλεῖν, ἄλλους τε πολλοὺς αἰχμαλώτους καὶ δὴ καὶ τὴν Εὐρώπην θυγατέρα Ἀγήνορος, ἣν καὶ γυναῖκα ποιησάμενος πᾶσαν τὴν γῆν 1.39 Ἰάφεθ Εὐρώπην ὠνόμασεν, ὥσπερ Λιβύην ὁ Ποσειδῶν τὴν τοῦ Χὰμ γῆν διὰ Λιβύην τὴν αὐτοῦ γαμετήν. ἐντεῦθεν ὡμολόγησαν οἱ ποιηταὶ ὡς ὁ Ζεὺς ταύρῳ ὁμοιωθεὶς Εὐρώπην ἥρπασεν. οὗτος ὁ Ταῦρος καὶ Γόρτυναν πόλιν ἐπ' ὀνόματι τῆς αὐτοῦ μητέρος ᾠκοδόμησεν ἐν Κρήτῃ, καὶ υἱὸν ἔσχεν ἀπὸ τῆς Εὐρώπης ὃν Μίνω προσηγόρευσεν. ὁ Ἀγήνωρ δὲ τελευτᾶν μέλλων χρήματα πολλὰ ἐν Κρήτῃ διὰ τοῦ υἱοῦ Κάδμου πρὸς τὴν θυγατέρα Εὐρώπην ἀπο στέλλει. τοῖς υἱοῖς δὲ αὐτοῦ τὴν ὑποτεταγμένην αὐτῷ γῆν καταμερίζων, Φοίνικι μὲν Τύρον καὶ τὰ πέριξ αὐτῆς ἀπονείμας Φοινί κην τὴν ὑπ' αὐτὸν ὠνόμασε γῆν. ὁμοίως δὲ καὶ Συρίαν καὶ Κι λικίαν τὰς ἐπιλαχούσας τοῖς υἱοῖς Σύρῳ καὶ Κίλικι χώρας προσω νόμασεν. ἐν τοῖς χρόνοις τούτου τοῦ Φοίνικος καὶ Ἡρακλῆν φασὶ τὸν φιλόσοφον, τὸν λεγόμενον Τύριον, τὴν οὕτω καλουμένην κογχύ λην ἐξευρεῖν, ὡς εἴρηται. Ὁ μέντοι Ζεὺς πρὸς ταῖς ἄλλαις καὶ τοῦ ἐξ Ἀργείων κατα γομένου Ἀκρισίου θυγατέρα Δανάην, εὐπρεπῆ πάνυ οὖσαν καὶ ἐν κουβουκλείῳ πρὸς θάλασσαν φυλαττομένην, πολλῷ χρυσῷ τοὺς τηροῦντας πείσας καὶ ταύτην ἁρπάσας καὶ φθείρας ἔσχεν ἐξ αὐτῆς παῖδα Περσέα ὀνόματι. ἔνθεν οἱ μυθολόγοι τὸν Δία φασὶ χρυ
PG 121:67σὸν γενόμενον ῥυῆναι διὰ τοῦ στέγους εἰς τὸν θάλαμον καὶ Δανάην διαφθεῖραι. τοῦτον τὸν Περσέα καὶ πτερωτὸν εἶναι ἔφασκον ὡς ὀξύτατον ὄντα παιδόθεν καὶ τῇ φύσει γοργότατον καὶ ἐντρεχέστα τον. ᾧ καὶ Ζεὺς ὁ πατὴρ αὐτοῦ τὰς κρυφίους καὶ μυστικὰς καὶ 1.40 μυσαρὰς πάσας μαγείας καὶ μαγγανίας ἐδίδαξε, νικᾶν τοὺς πολε μίους ἐν τούτοις παρεγγυῶν. τοίνυν εἰς ἡλικίαν ἀνδρὸς ἐλθὼν φεύγει τοὺς υἱοὺς Νίνου τοῦ θείου αὐτοῦ, καὶ πρὸς Ἀσσυρίους ἔρχεται. πρὸς δὲ Λιβύην διαβαίνοντι παρθένος κόρη χωριτική, ἀπηγριωμένους ἔχουσα τοὺς ὀφθαλμοὺς καὶ τὰς τρίχας, κατὰ πρόσωπον συναντᾷ. ἣν καὶ στήσας τὸ αὐτῆς ὄνομα ἠρώτα. ἡ δὲ "Μέδουσα" ἔφη "λέγομαι." καὶ αὐτίκα τὴν κάραν αὐτῆς ἀπο τέμνει· καὶ ταύτην ταριχεύσας κατὰ τὰς ἀρρήτους καὶ μιαρὰς ὑποθήκας Διὸς τοῦ πατέρος αὐτοῦ, ταῖς χερσὶ κρατῶν καὶ ταῖς μαγείαις θαρρῶν κατὰ τῶν ἐχθρῶν ἐχώρει. Γοργόνα δὲ τὴν κάραν ἐκάλει διὰ τὸ τῆς γοητείας ἐνεργὲς καὶ ὀξύ. ἐκεῖθεν πρὸς Αἰθιοπίαν διαβὰς ὑπὸ Κηφέως τότε βασιλευομένην, καὶ τὴν αὐτοῦ θυγατέρα Ἀνδρομέδαν καλουμένην καὶ ἱέρειαν οὖσαν ἁρπάσας, κατέπλευσε διὰ Συρίας πρὸς Λυκαονίαν. οἱ δὲ Λυ κάονες τούτῳ ἐναντιωθέντες τῇ τῆς Γοργόνος πρώτῃ βοηθείᾳ κατενικήθησαν. ἐκεῖ καὶ πόλιν κτίσας Περσίδα τῷ ἰδίῳ κέκληκεν ὀνόματι. στήλην δὲ ἔξω τῆς πόλεως στήσας, καὶ τὸ ἀπεικόνισμα τῆς Γοργόνος ἐπιθείς, Εἰκόνιον ταύτην ἐπωνόμασεν. ἐκεῖθεν ἐπὶ Ἰσαυρίαν καὶ Κιλικίαν διαβάς, χρησμὸν λαβὼν ὅτι ἔνθα ἐκ τοῦ ἵππου ἀποβὰς τὸν ταρσὸν ὀδυνηθῇς τοῦ ποδός, νίκην λάβῃς καὶ πόλιν οἰκοδομήσῃς, τὴν Ταρσὸν κτίζει καὶ κατὰ τῶν Ἀσσυρίων ὁρμᾷ, τούτους τε νικήσας καὶ τὸν Σαρδανάπαλον καὶ τοὺς τοῦ γένους αὐτοῦ ἀπεκτονὼς εἰς τέλος αὐτοὺς ὑποτάσσει. καὶ Ἀσσυ ρίων τὴν βασιλείαν ἀφελόμενος ἐπὶ τῷ ἰδίῳ ὀνόματι Πέρσας αὐ 1.41 τοὺς ἐκάλεσε, βασιλεύσας ἐπ' αὐτοὺς ἔτη νγʹ. οὗτος καὶ τὴν κα λουμένην περσέαν ἐν τῷ ἰδίῳ ὀνόματι εἰς πᾶσαν τὴν ὑποκειμένην αὐτῷ κατεφύτευσε γῆν, καὶ τὴν τοῦ μυσαροῦ σκύφου τῆς Μεδούσης οὓς ἠγάπα τῶν Περσῶν ἐν μυστηρίῳ μυσταγωγήσας μαγείοις Μήδους αὐτοὺς καὶ Μηδίαν τὴν χώραν αὐτῶν μετωνόμασεν. εἶτα εἰς τὸ Σίλπιον ὄρος ἐλθὼν εὗρε τοὺς ἀπὸ Ἄργους Ἰωνίτας, ὑφ' ὧν καὶ ἐδέχθη ὡς ὁμόφυλος. χειμῶνος δὲ πολλοῦ πεσόντος καὶ τοῦ προσπαρακειμένου ποταμοῦ τοῖς Ἰωπολίταις Ὀρόντου καθ' ὑπερβολὴν πλημμυροῦντος, ἐπεὶ ηὔξατο, ἄφνω κεραυνὸς ὡς σφαῖρα πυρὸς οὐρανόθεν κατηνέχθη, καὶ οὕτως ὅ τε χειμὼν ἐπε σχέθη καὶ τὰ ῥεῖθρα τοῦ ποταμοῦ ἀνείθη. καὶ γοῦν τοῦ πυρὸς ἐκείνου πῦρ ἀνάψας ὁ Περσεὺς εἶχε μεθ' ἑαυτοῦ βαστάζων, εἴς τε τὰ ἴδια βασίλεια ἀγαγὼν καὶ ἱερὸν τοῦ πυρὸς κατασκευάσας καὶ ἱερεῖς εὐλαβεῖς ἄνδρας ἐπιστησάμενος· ἀλλὰ μὴν καὶ ἐν Ἰωπόλει καὶ ἐν πάσῃ τῇ ὑπ' αὐτὸν γῇ καὶ ὡς ἐξ οὐρανοῦ κατενεχθέντα θεὸν σέβεσθαι τὸ πῦρ ἐκεῖνο θεσπίσας ἐδίδαξε πυρσολατρεῖν, μά γους τοὺς τοῦ πυρὸς ἱερεῖς καλέσας. ἔρχεται οὖν πρὸς αὐτὸν ἐν πολέμῳ ὁ τῆς Ἀνδρομέδας πατὴρ ὁ Κηφεύς. καὶ ἐπεὶ ὁ Περσεὺς ἐξελθὼν τὴν τῆς Γοργόνος κεφαλὴν ἐπεδείκνυε, Κηφεὺς δὲ ὑπὸ τοῦ γήρως ἀμβλυωπῶν, ὡς ἔφιππος κατ' αὐτοῦ ἐπέβαινεν ὁ Περσεύς, ἀγνοῶν ἀμβλυωπεῖν τὸν Κηφέα, ἐλογίσατο μὴ ἐνεργεῖν ἔτι ἣν κατεῖχε τῆς Γοργόνος κεφαλήν, καὶ στρέψας ταύτην πρὸς ἑαυ τὸν καὶ ἐμβλέψας ἀτενῶς παραυτὰ τυφλωθεὶς ἀνῃρέθη. καὶ λοι 1.42 πὸν προβάλλεται ὑπὸ Κηφέως βασιλεὺς Περσῶν Μέρως ὁ Περ σέως καὶ Ἀνδρομέδας υἱός. Κηφεὺς δὲ τὴν τῆς Γοργόνος κεφα λὴν καύσας ἀνεχώρησεν εἰς τὴν χώραν αὐτοῦ. Ἀγήνορα δὲ τὸν ἀπὸ Φοινίκης ὁ πατὴρ εἰς ἀναζήτησιν τῆς αὐτοῦ θυγατρὸς Εὐρώπης ἀποστείλας, μαθὼν ὁ Κάδμος ὡς αὐτὴ σὺν Ταύρῳ τῷ ἁρπάσαντι ταύτην τῆς Κρήτης βασιλεύει, ὥρμησεν εἰς Βοιωτίαν καὶ αὐτοὺς ἀγνοοῦντας τὰ Φοινίκων γράμματα ἐδί δαξε, καὶ ἐβασίλευσεν ἐπ' αὐτοῖς ἔτη ξβʹ. καὶ γυναῖκα ἠγάγετο τὴν Ἁρμονίαν καλουμένην, ἥτις αὐτῷ ἓξ τίκτει θυγατέρας, Ἰνὼ Ἀγαύην Σεμέλην Εὐρυνόμην Κλεανθὼ καὶ Εὐρυδίκην. αὗται ἐλέγοντο Καδμίδες. οὗτος ὁ Κάδμος καὶ πόλιν τὴν
PG 121:69μεγάλην τὴν Καδμείαν ἐκεῖ κτίζει. ὃς καὶ τὸν Τειρεσίαν Βοιωτῶν ὄντα φιλό σοφον, τὸν αὐτομάτως φέρεσθαι τὰ πάντα καὶ ἀπρονόητον εἶναι τὸν κόσμον δογματίσαντα καὶ εἰς τὸ τοῦ Δαφναίου Ἀπόλλωνος ἱερὸν διὰ ταῦτα ἐξόριστον γενόμενον, ἀνεκαλέσατο. τοῦτον τὸν Τειρε σίαν μυθολογοῦσιν, ὡς ἑωρακότα Παλλάδα λουομένην, εἰς γυναι κὸς αὐτίκα μεταβληθῆναι φύσιν, καὶ πολυπραγμονεῖν αὐτῇ πῶς γυνὴ μετὰ ἀνδρὸς συλλαμβάνει, καὶ πῶς ἡ μία φύσις τοῦ αἵματος εἰς ὀστᾶ καὶ φλέβας καὶ σάρκας καὶ τὰ λοιπὰ μερίζεται, καὶ βρέ φος ζῳογονούμενον τίκτεται, καὶ τοῦ δημιουργοῦ τὴν σοφίαν μὴ δυνηθέντα καταλαβεῖν εἰς αὐτοματισμὸν ἐξολισθῆσαι· διὸ καὶ παίζοντες αὐτὸν εἰς γυναικῶν φύσιν ἔφρασαν μεταβληθῆναι. οὗτος ὁ Κάδμος ὁ τῆς Βοιωτίας βασιλεὺς Ἀγαύην τὴν αὐτοῦ θυγατέρα 1.43 Ἐχίονι δοὺς γυναῖκα εἰς Χίον ἀποστέλλει. γεννᾶται οὖν ἐξ αὐτῆς ἀνὴρ φρόνιμος καὶ συνετὸς ὁ Πενθεύς· ᾧ καὶ τὴν διοίκησιν τῆς βασιλείας ὕστερον παρεχώρησε Κάδμος, ὡς αὐτοῦ μετὰ Τειρεσίου ἐπὶ τὸ Κιθαιρώνειον ὄρος τὸν βίον διατελέσαντος. τὴν δὲ Σεμέ λην Πολυμήδων ὁ υἱὸς τοῦ Αἰθερίωνος γήμας, ἐκ τοῦ γένους ὢν τοῦ Διός, ἀπὸ Σεμέλης ἑπταμηνιαῖον γεννᾷ βρέφος διὰ τὸ ὑπὸ ἀστραπῶν καὶ βροντῶν ἐξαισίων τὴν μητέρα ἀποθανεῖν. τοῦτο τὸ βρέφος εἰς Νυσίαν τὴν χώραν ὁ Κάδμος ἐκτραφῆναι ἔπεμψεν, ὃ καὶ Νύσειον ὠνομάσθη. μυθολογοῦσι δὲ ὅτι τοῦτο ὁ Ζεὺς ἐν τῷ ἰδίῳ κόλπῳ ἐπὶ δευτέρῳ μηνὶ ἐφύλασσε, διότι μέρος ζωῆς ἔσχε πρὸς τοῦ θεοῦ παρὰ τὸν ὡρισμένον χρόνον ἐκτρωθείς. ἄλλοι δὲ τοῦτον ὡς ἐξ ἡλιακῶν εὐχῶν μυστικά τινα καὶ θαυμαστὰ δρῶντα καὶ ὡς περὶ ἀμπελικὴν γεωργίαν ἐκτιθέμενον ἀπεθέωσάν τε καὶ Διόνυσον μετεκάλεσαν, ὡς ἐκ γένους ὄντα Διός. τοῦτον εἰς Πέρ σας φασὶν ἀπελθεῖν, καὶ φαντασίας τινὰς θαυμασίων ἔργων καὶ πολέμων ἐν αὐτοῖς ἐπιδείξασθαι. μετὰ ταῦτα ἐπὶ Πενθέα σὺν ὄχλῳ βαρεῖ ἔρχεται, καὶ τοὺς μὲν ἄνδρας σκιρτοὺς ἐκάλεσε διὰ τὸ ἅλλεσθαι καὶ πηδᾶν, τὰς δὲ γυναῖκας βάκχας. τήν τε τῶν Βοιωτῶν βασιλείαν σφετεριζόμενος μετὰ Πενθέως πόλεμον συμ βαλὼν χειροῦται, ὑπὸ δὲ Ἀγαύης τῆς Πενθέως μητρὸς ὡς θείας οὔσης Διονύσου λυτροῦται τῶν δεσμῶν. μετὰ ταῦτα ἐνεδρεύσας ἀποκτείνει Πενθέα. τῶν δὲ Βοιωτῶν αὐτὸν βασιλέα μὴ παρα δεχομένων εἰς Δελφοὺς ἀπέρχεται καὶ θανὼν θάπτεται. μετὰ Κάδμον ἐβασίλευσε τῆς Βοιωτίας Νυκτεύς. τούτου τὴν θυγατέρα 1.44 Ἀντιόπην, ἱέρειαν οὖσαν τοῦ Ἡλίου, Θεόβοιος ὁ υἱὸς Βράτωνος, ἐκ τοῦ γένους τοῦ Διὸς καταγόμενος, ἀδελφὸς δὲ τοῦ Νυκτέως, μιγεὶς γεννᾷ δίδυμα, Ἀμφίωνά τε καὶ Ζῆθον, οὓς τῇ κελεύσει τοῦ ἀδελφοῦ ῥίπτουσι πλησίον τοῦ Κιθαιρωνείου ὄρους. Ὀρδίων δέ τις γεωργὸς ἄπαις ὢν ἀνελάβετο καὶ ἀνεθρέψατο αὐτά. τῆς δὲ Ἀντιόπης παρὰ τῇ Δίρκῃ φυλαττομένης ἐπὶ τὸ τιμωρηθῆναι διὰ τὸ παρανομῆσαι, ἐπεὶ πόλεμος ἐν τῇ Ἀργείων ἐκινήθη χώρᾳ, τοῦ Λύκου χρονίζοντος ἐκεῖσε, ἡ Δίρκη τὸν Νυκτέα θωπευτικῶς ἠρώτα ἀπολῦσαι Ἀντιόπην. ὁ δὲ μᾶλλον προσέταξε ταύρῳ ἀγρίῳ ταύτην προσδεθῆναι καὶ ἀποθανεῖν, ὡς τὴν παρθενίαν βεβηλώ σασαν. ἀκούσαντες δὲ τοῦτο Ζῆθος καὶ Ἀμφίων, καὶ παρὰ τοῦ ἀναθρεψαμένου τούτους μαθόντες ὡς αὕτη ἐστὶν ἡ μήτηρ αὐτῶν Ἀντιόπη, ἅμα πλείοσιν ἀγροίκοις ἐπεισπεσόντες τοὺς μὲν στρα τιώτας κατακτείνουσι, Δίρκην δὲ τῷ ταύρῳ προσδεσμοῦσι καὶ φονεύουσι. σὺν τῇ μητρὶ δὲ Ἀντιόπῃ εἰς τὴν Βοιωτίαν ἐλθόντες, ἐπεὶ ὁ Νυκτεὺς τέθνηκεν, οἱ μουσικοὶ Ζῆθος καὶ Ἀμφίων τῶν Βοιωτῶν ἔτη πολλὰ βασιλεύουσι. κτίζουσι δὲ πόλιν μεγάλην εἰς ὄνομα τοῦ πατέρος, ἣν καὶ Θεοβοίου Θήβας ὠνόμασαν. ὁ μὲν Εὐριπίδης τῷ ἔθει τῶν ποιητῶν μυθολογῶν τὸν Δία φησὶν εἰς Σάτυρον μεταβληθέντα τὴν Ἀντιόπην φθεῖραι; ἐξ ἧς Ἀμφίων καὶ Ζῆθος οἱ μουσικοί. τοῦτο δέ, φασίν, εἶπεν ὡς καταχθέντος Θεο βοίου ἐκ τοῦ Πίκου τοῦ καὶ Ζηνὸς κατὰ μετεμψυχώσεως μετάστα σιν· τοῦτο γὰρ σημαίνει τὸ σάτυρος ὄνομα κατὰ τὴν τῶν Βοιω 1.45 τῶν γλῶσσαν, τὸ εἰς ἄλλο σῶμα χωρήσειν εὐτελέστερον. μετὰ τούτους τοὺς μουσικοὺς οἱ ἐκ τοῦ γένους αὐτῶν
PG 121:71ἐβασίλευον Θη βαίων ἕως Οἰδίποδος υἱοῦ Ἰοκάστης καὶ Λαΐου. οὗτος γὰρ ὁ Λάϊος βασιλεὺς ὢν Θηβαίων μετὰ Ἰοκάστης ἔσχεν υἱὸν πρῶτον Ἰοκᾶν· χρησμὸν δὲ λαβὼν περὶ αὐτοῦ ὡς τῇ ἰδίᾳ μητρὶ συναφθή σεται, ἐν ξύλῳ τοὺς πόδας καθηλώσας, ὃ δὴ καὶ κοῦσπος λέγεται, εἰς ἀπώλειαν ἐν τοῖς ὄρεσιν ἔρριψεν. ἄγροικος δέ τις ὀνό ματι Μελίβιος τοῦτον εὑρὼν ἀνεθρέψατο, Οἰδίποδα μετονομάσας διὰ τὸ τοὺς πόδας αὐτοῦ ἐν τῷ ξύλῳ διῳδηκότας ὀγκωθῆναι. μετὰ ταῦτα γυνή τις ὀνόματι Σφίγξ, δυσειδής, κατάμαστος, χωριτική, μετὰ πλήθους ἀγροίκων εἰς κορυφὴν μίαν μόνην εἴσοδον καὶ ταύτην στενωτάτην ἔχουσαν καθίσασα, λῃστρικῶς τοὺς παρά γοντας δι' ἐκείνης ἀνῄρει καὶ τὰς αὐτῶν ὑπάρξεις ἀφῃρεῖτο, ὡς ἀποστενοῦσθαι τὰς Θήβας δι' αὐτῆς μήτε στρατοῦ μήτ' αὐτοῦ τοῦ βασιλέως Λαΐου ἰσχύοντος κατ' αὐτῆς διὰ τὸ δύσβατον τοῦ ὄρους καὶ ὀχυρόν. ταῦτ' οὖν Οἰδίπους ἀκούσας σοφόν τι καὶ γενναῖον ποιεῖ· καὶ ὀλίγους ἐπιλεξάμενος καὶ τὴν Σφίγγα ἐλθὼν ᾐτεῖτο σὺν αὐτῇ εἶναι καὶ συλλῃστρεύειν αὐτῇ. ἡ δὲ τῇ ὥρᾳ καὶ γενναιότητι τούτου τερφθεῖσα αὐτὸν εἰσδέχεται. ὁ δὲ καιρὸν ἐσχηκὼς αὐτὴν μὲν λόγχῃ ἀναιρεῖ καὶ πολλοὺς τῶν μετ' αὐτῆς, λαβὼν δὲ καὶ τὸ σῶμα καὶ ὅσα χρήματα εὗρε πρὸς Λάϊον εἰς Θήβας ἤνεγκε, μισθὸν τῆς ἀνδραγαθίας κομιούμενος. Θηβαῖοι δὲ τοῦ 1.46 τον ὡς βασιλέα ἀνύμνουν. ἀλλ' οὐκ ἤρεσε ταῦτα τῷ Λαΐῳ, ἀλλὰ στρατὸν ἐφοπλίσας κατ' αὐτοῦ ἐξῄει, καὶ πληγεὶς τελευτᾷ. ἡ τοίνυν Ἰοκάστη τῆς βασιλείας ἐκπεσεῖν οὐ θέλουσα, καὶ ὡς υἱὸς αὐτῆς ἐστὶν ὁ Οἰδίπους οὐκ εἰδυῖα, ἅμα δὲ καὶ πρὸς θεραπείαν τῆς πόλεως σπουδάζουσα, προσκαλεῖται τοῦτον· ἐξ οὗ καὶ ποιεῖ δύο υἱούς, τὸν Ἐτεοκλέα καὶ τὸν Πολυνείκην, καὶ θυγατέρας δύο, Ἰσμήνην καὶ Ἀντιγόνην. καὶ οὕτως ἐπὶ ἔτη ιθʹ τῶν Θηβῶν ἐβασίλευσαν, ἀγνοοῦντες ἑαυτούς. μετὰ ταῦτα τῆς Ἰοκάστης τὴν πατρίδα καὶ τὸ γένος πυθομένης, ἐπεὶ Μελίβιος αὐτὸν ἀνεθρέ ψατο ἤκουσε, παρ' αὐτοῦ τε ἔμαθε τὸν τρόπον τῆς αὐτοῦ ἀνευ ρέσεως καὶ βεβαιωθεῖσα ἀνεβόησε. Οἰδίπους δὲ πληροφορηθεὶς ὡς καὶ μήτηρ Ἰοκάστη καὶ γυνὴ τυγχάνει, τοῖς μὲν υἱοῖς Ἐτεοκλεῖ καὶ Πολυνείκει ἐνιαυτὸν παρ' ἐνιαυτὸν βασιλεύειν ἐκέλευσε τῶν Θη βῶν, αὐτὸς δὲ παραυτὰ δύο ἥλους κατὰ τῶν ἰδίων ἐμπήξας ὀφθαλ μῶν τελευτᾷ. οἱ δὲ υἱοὶ αὐτοῦ ἑκάτερος τῆς βασιλείας ἀντιποιούμενοι εἰς πόλεμον ἦλθον μονομαχήσαντες, καὶ ὑπ' ἀλλήλων ἄμφω κατελύθησαν. καὶ οὕτως ἡ τῶν Θηβῶν ἤτοι Βοιωτῶν κατελύθη βασιλεία, διαρκέσασα ἔτη τριακόσια ἑξηκονταεννέα. Ἀναγκαῖον οὖν ἐστὶ λοιπὸν ἀναδραμεῖν ἐπὶ τὸ προκείμενον. καταλήξαντες δὲ ἐπὶ τὴν ἐκ Φαλὲκ τοῦ Ῥαγὰβ γέννησιν ἀρξώμεθα ἀπ' αὐτοῦ. 1.47 Ῥαγὰβ γενόμενος ἑκατὸν τριακονταδύο ἐτῶν ἐγέννησε τὸν Σερούχ. ἐπὶ τούτου οἱ ἄνθρωποι τὸν κατ' ἀλλήλων αὐξήσαντες τῦφον στρατηγούς τε ἑαυτοῖς κατεστήσαντο καὶ βασιλεῖς. καὶ τότε πρώτως πολεμικὰ κατασκευάσαντες ὄργανα πολεμεῖν ἀλλήλοις ἐνήρξαντο. καὶ εὐθὺς οἱ ἀπὸ Χαναὰν ἡττῶνται καὶ πρῶτοι τῆς δουλείας ὑποκύπτουσι τῷ ζυγῷ, κατὰ τὴν τοῦ Νῶε κατάραν. Σεροὺχ γενόμενος ἑκατὸν τριάκοντα ἐτῶν ἐγέννησε τὸν Να χώρ. ᾤκει δὲ ὁ Σεροὺχ ἐν τῇ Χαλδαίων, ἐν πόλει Ὤρ. αὐξη θέντα δὲ τὸν Ναχὼρ ἐδίδαξεν ὁ πατὴρ πάντων ἐπίλυσιν οἰωνῶν, τῶν τε ἐν οὐρανῷ σημείων διακρίσεις καὶ τῶν ἐπὶ γῆς ἁπάντων, καὶ πᾶσαν Χαλδαϊκὴν μαντείαν. Ναχὼρ δὲ γενόμενος οθʹ ἐτῶν ἐγέννησε τὸν Θάρρα. Νίνου δὲ τοῦ πρώτου βασιλέως τῶν Ἀσσυ ρίων τεσσαρακοστὸν τρίτον ἄγοντος ἔτος τῆς βασιλείας γεννᾶται Ἀβραάμ. κατὰ δὲ τοὺς αὐτοὺς χρόνους παρ' Αἰγυπτίοις ἑξκαιδεκάτῃ δυναστεία, καθ' ἣν ἐβασίλευον Θηβαῖοι. Θάρρα δὲ γενό μενος ἐτῶν οʹ ἐγέννησεν ἐκ γυναικὸς Ἔδνας, θυγατρὸς Ἀβραὰμ πατραδέλφου αὐτοῦ, τὸν Ἀβραάμ, ὅντινα ἡ μήτηρ ἐκάλεσεν ἐπ' ὀνόματι τοῦ ἑαυτῆς πατρός· ἔφθη γὰρ ἐκεῖνος πρὸ τῆς τούτου γεννήσεως τετελευτηκέναι. ἐγέννησε δὲ ἔτι ὁ Θάρρα τὸν Ἀρὰμ καὶ τὸν Ναχώρ. ὁ δὲ Ἀβραὰμ λαμβάνει παρὰ τοῦ πατρὸς γυναῖκα τὴν Σάρραν. οὗτος μόνος,
PG 121:75τῶν ἁπανταχοῦ τὴν ἐπὶ τὰ εἴδωλα πλάνην νοσούντων, τὸν ἀληθῆ θεὸν ἐπέγνω καὶ δημιουργὸν τῶν ὅλων ἀνεκήρυξε. καὶ πρῶτος τὸ θυσιαστήριον κλάδοις φοινίκων 1.48 καὶ ἐλαιῶν ἐκύκλου, καὶ ἐπὶ αὐτοῦ πρώτως ὠνόμασται ἄγγελος ἐν τῇ θείᾳ γραφῇ. καὶ παρ' αὐτοῦ Αἰγύπτιοι τὴν τῶν ἀστέρων θέσιν καὶ ποίησιν καὶ τὴν ἀριθμητικὴν ἐπιστήμην ἔμαθον. Ὅτι τῷ κδʹ ἔτει τῆς ἡλικίας αὐτοῦ ὁ Ἀβραὰμ ἐπιγνοὺς τὸν τῶν ὅλων θεὸν προσεκύνει. ἄγγελος δὲ κυρίου ἐδίδαξεν αὐτὸν τὴν Ἑβραΐδα γλῶσσαν, καθὼς αὐτὸς ὁ ἄγγελος τῷ Μωϋσῇ εἶπεν, ὡς ἐπὶ τῇ λεπτῇ κεῖται Γενέσει. καὶ ὁ Ἀρὰμ δὲ ἀγόμενος γυναῖκα ἐγέννησε τὸν Λώτ, θυγατέρα δὲ Μελχάν. ταύτην ὁ Ναχὼρ λαμ βάνει γυναῖκα. Ἤδη δὲ ἑξηκοστὸν ἔτος ἄγων ὁ Ἀβραάμ, ὡς οὐκ ἐδόκει τὸν πατέρα πείθειν καὶ τοὺς ἄλλους οἰκείους τῆς περὶ τὰ εἴδωλα ἀπο σχέσθαι δεισιδαιμονίας, λανθάνει νυκτὸς τῶν εἰδώλων ἐμπρήσας τὸν οἶκον. αὐτῶν δὲ ἐξαναλουμένων οἱ ἀδελφοὶ νοήσαντες ἀνα πηδῶσι, βουλόμενοι ἐκ μέσου τοῦ πυρὸς ἐξελέσθαι τὰ εἴδωλα. φιλοτιμότερον δὲ ὁ Ἀρὰμ τῷ πράγματι προσφερόμενος ἐν μέσῳ διαφθείρεται τοῦ πυρός. καὶ θάψας αὐτὸν ὁ ἀγαλματοποιὸς πατὴρ ἐν Ὢρ τῇ πόλει Χαλδαίων μετανίσταται καὶ εἰς Χάρραν τῆς Μεσοποταμίας ἔρχεται. ἔνθα ὁ Ἀβραὰμ δεκαπέντε ἔτη τῷ πατρὶ συνοικήσας ἐννοεῖ ποτὲ νυκτὸς ἐκ τῆς τῶν ἄστρων κινήσεως τοῦ ἐπιόντος καιροῦ κατασκέψασθαι τὴν ποιότητα· ἦν γὰρ οὐ μετρίως ὑπὸ τοῦ πατρὸς ἅπασαν τὴν τοιαύτην ἐξασκηθεὶς ἐπιστή μην. καὶ δὴ μετὰ τὴν ἑκάστου τῶν ζητουμένων διάγνωσιν, συνίησι περιττὴν ἅπασαν εἶναι τὴν τοιαύτην περιεργίαν· δύνασθαι γὰρ 1.49 αὖθις τὸν θεόν, εἰ βούλοιτο, μετασκευάσαι πρὸς τὸ οἰκεῖον βούλημα 1.49 τὰ προεγνωσμένα. πᾶσιν οὖν τούτοις καὶ τοῖς τοιούτοις ἐξ ὅλης ἀπο ταξάμενος ψυχῆς καὶ σπουδῆς, καὶ τελείαν τῆς περὶ τὸ θεῖον εὐσεβείας δοὺς τὴν ἀπόδειξιν, ἀκούει παρὰ τοῦ θεοῦ "ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου." καὶ ἐξελ θὼν ἅμα τῇ γυναικὶ Σάρρᾳ καὶ Λὼτ τῷ ἀδελφιδῷ μετοικίζεται εἰς τὴν Ἀρφαξὰδ τοῦ πατρὸς αὐτοῦ μερίδα, ἣν οἱ Χαναναῖοι κατασχόν τες γῆν Χαναναίων προσηγόρευσαν, ὢν ἐτῶν οεʹ· τοῦ δὲ κόσμου ἦν ἔτος τρισχιλιοστὸν τριακοσιοστὸν ὀγδοηκοστὸν ἕβδομον. ἐλθὼν δὲ Ἀβραὰμ εἰς Συχὲμ κατὰ θεῖον χρησμὸν ᾠκοδόμησε θυσιαστήριον ἀνὰ μέσον Βαιθὴλ καὶ Ἀγγαί. διαπεράσας δὲ τὸν Εὐφράτην τὴν προσωνυμίαν ἔλαβεν· Ἑβραῖοι γὰρ περᾶται λέγονται. οἱ δὲ ἀπὸ Ἕβερ λέγουσιν αὐτοὺς καλεῖσθαι Ἑβραίους. καὶ τῷ παʹ ἔτει αὐτοῦ, ἤτοι τῷ ζʹ ἔτει τῆς αὐτοῦ παροικίας, κατῆλθεν εἰς Αἴγυ πτον μετὰ Σάρρας. Τούτοις τοῖς χρόνοις ἤκμασε Μελχισεδέκ, παρθένος ἱερεὺς ἀγενεαλόγητος, ἐν ἄρτῳ καὶ οἴνῳ προτυπῶν τὴν ἀναίμακτον θυ σίαν Χριστοῦ τοῦ θεοῦ ἡμῶν. υἱὸς δὲ ἦν ὁ Μελχισεδὲκ Σίδου βασιλέως, υἱοῦ Αἰγύπτου, ὃς καὶ κτίζει Σιδῶνα πόλιν. ἀπάτωρ δὲ καὶ ἀμήτωρ καὶ ἀγενεαλόγητος λέγεται διὰ τὸ μὴ ἐξ Ἰουδαϊκῆς γενεᾶς κατάγεσθαι καὶ διὰ τὸ τοὺς γονεῖς αὐτοῦ πονηροὺς ὄντας μὴ ἀριθμεῖσθαι μετὰ ὁσίων. καὶ ὅτι τῶν Χαναναίων ἄρχων τῆς Ἱερουσαλὴμ ἐβασίλευε· μελχὶ γὰρ βασιλεὺς ἑρμηνεύεται, σεδὲκ δὲ δικαιοσύνη. Ἱερουσαλὴμ δὲ καὶ ἡ πόλις ὠνομάσθη, πρῴην 1.50 Ἰεβοῦς λεγομένη διὰ τὸ Ἰεβουσαίους οἰκεῖν ἐν αὐτῇ. τὸ γὰρ Ἰεβοῦς κατὰ τροπὴν τοῦ β εἰς ρ γίνεται Ἱεροῦ· τὸ δὲ σαλὴμ προστι θέμενον Ἱερουσαλὴμ ὄνομα ἀποτελεῖ. σαλὴμ γὰρ εἰρήνην ση μαίνει. τοῦτο δὲ ὠνομάσθη ἢ διὰ τὸ τὸν Μελχισεδὲκ ἱερατεύειν θεῷ ἐν αὐτῇ, ἢ διὰ τὸ ἱερὸν εἶναι τοῦ θεοῦ κατὰ τόπον. τοῦτο δὲ καὶ ἐπὶ τοῦ Ἰορδάνου γέγονε· δύο γὰρ ποταμοὶ ὅ τε Ἰὸρ καὶ ὁ Δὰν μιγνύμενοι καὶ ἕνα ποταμὸν ἀποτελοῦντες καὶ τὰς ἐπωνυμίας ἥνωσαν. ἐπεὶ δὲ ἀπὸ ἀλλοτρίου ἔθνους καὶ οὐκ ἀπὸ τοῦ Ἀβραὰμ ὁ Μελχισεδὲκ κατάγεται, οὐκ ἐγράφη δὲ πότε ἐγεννήθη καὶ ἀπὸ ποίου πατρὸς καὶ μητρὸς ἢ πότε ἀπέθανε, δικαίως ἂν λέγοιτο μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχειν αὐτόν· οὐ γὰρ ἠδύνατο γενεαλογηθῆναι, ἐκ τῶν παραλειφθέντων ἐθνῶν καταγόμενος. Τῷ δὲ πϛʹ ἔτει τοῦ Ἀβραὰμ ἔτεκεν Ἄγαρ τὸν Ἰσμαήλ·τοῦ δὲ
PG 121:77κόσμου ἦν ἔτος #γτϟηʹ. καὶ πῦρ κατὰ τῆς Πενταπόλεως ὑετίζει θεός, καὶ ἀναλίσκει μὲν ἐξ αὐτῆς ἅπαν τὸ γένος τῶν ἀνθρώ πων, διαφθείρει δὲ καὶ αὐτὸ τὸ ἀνάστημα τῆς γῆς, καὶ τῆς προκειμέ νης θαλάσσης νεκροῦται τὰ ὕδατα. μετὰ ταῦτα τῆς κατὰ Μαβρῆ δρυὸς ἀπαναστὰς ὁ Ἀβραὰμ ἐπὶ τὸ φρέαρ κατασκηνοῖ τοῦ ὅρκου. ἑαυτῷ δὲ ἰδίᾳ καὶ τοῖς οἰκέταις αὐτοῦ κατὰ συγγενείας πηξάμενος σκηνάς, τότε πρῶτον Ἀβραὰμ τῆς σκηνοπηγίας ἐπὶ ἑπτὰ ἡμέρας ἐπιτελεῖ τὴν ἑορτήν, ἣν εἰσέτι καὶ νῦν ὁ Ἰουδαῖος ἑορτάζει σκηνο πηγῶν. ἐκ γοῦν τοῦ Ἰσμαὴλ Ἰσμαηλῖται οἱ Σαρακηνοὶ ὀνομάζονται. Σαρακηνοὺς δὲ ἑαυτοὺς μετωνόμασαν, ἀπαξιοῦντες καλεῖ σθαι δουλικῶς Ἀγαρηνοί· οἱ δέ φασιν ὅτι Σάρρα τὴν Ἄγαρ 1.51 κενὴν ἐξαπέστειλε κληρονομίας. παροικήσας δὲ ἐν Γεράροις, τὴν νῦν Ἀσκάλωνα λεγομένην, μετὰ τὴν τῆς Σάρρας τελευτὴν ἔλαβε τὴν Χεττοῦραν εἰς γυναῖκα, ἐν τῷ γήρᾳ αὐτοῦ· ἀφ' ἧς ἔσχεν υἱοὺς πέντε, Ζεμβρίαν Ἰεξὰν Μαδὰμ Μαδιὰμ Ἰεσβών. Ὅτι ὁ Λὼτ χωρισθεὶς τοῦ Ἀβραὰμ κατῴκησεν εἰς Σόδομα δι' ἀρετὴν καὶ κάλλος τῆς γῆς, ἐχούσης πέντε πόλεις, Σόδομα Γόμορρα Ἄδαμα Σεβόϊν καὶ Σηγώρ, καὶ τοσούτους βασιλεῖς. τούτοις οἱ πλησιόχωροι τέσσαρες βασιλεῖς Σύρων ἐπολέμησαν, ὧν ἡγεῖτο Χοδολλογομὸρ βασιλεὺς ὁ Ἰλάμ. συνέβαλον δὲ παρὰ τὴν θάλασσαν τὴν ἁλικήν. καὶ καλεῖται νῦν θάλασσα νεκρά, πλεῖ στα θαυμάσια ἔχουσα, ἃ ἐγὼ ἐθεασάμην. ζῷόν τε γὰρ οὐδὲν ἐκεῖνο φέρει τὸ ὕδωρ, καὶ νεκρὰ μὲν σώματα ὑποβρύχια γίνεται, ζῶν δέ τις οὐδ' ἂν ῥᾳδίως βαπτίσαιτο. καὶ λύχνοι μὲν καιόμενοι ἐπιφέρονται, σβεννύμενοι δὲ καταδύουσιν. ἐνταῦθά εἰσιν αἱ τῆς ἀσφάλτου πηγαί. φέρει δὲ στυπτηρίαν καὶ ἅλας ὀλίγον τι τῶν ἄλλων διαφέροντα· πικρά τε γάρ εἰσι καὶ διαυγῆ. ἔνθα δ' ἂν καρπὸς εὑρεθῇ, καπνοῦ πλέον εὑρίσκεται οὐδέν. τὸ δὲ ὕδωρ ἰᾶται τοὺς χρωμένους αὐτῷ, λήγει τε παντὶ ὕδατι πάσχον τὰ ἐναντία. εἰ δὲ μὴ Ἰορδάνην εἶχεν ὁ τόπος τροφὴν ὡς πορφύραν διατρέχοντα καὶ ἐπὶ πολὺ ἀντέχοντα, ἔληξεν ἂν θᾶττον ἢ φαίνε ται. ἔστι δὲ παρ' αὐτῇ πάμπολυ τὸ βαλσάμου φυτόν. ὑπονοεῖται δὲ ἀνατετράφθαι ὑπὸ τοῦ θεοῦ διὰ τὴν τῶν περιοικούντων ἀσέ βειαν. 1.52 Ὅτι ὁ Ἰσαὰκ γέλως μεθ' ἡδονῆς ἑρμηνεύεται· διὰ γὰρ τὸ ἐπιμειδιᾶσαι τὴν Σάρραν τῇ θείᾳ τοῦ ἐν γήρᾳ τοκετοῦ ἐπαγγελίᾳ κέκληται οὕτω κατὰ τὴν Ἑβραϊκὴν διάλεκτον. γεννηθέντος Ἰσαὰκ ἔτος ἦν κόσμου #γυιγʹ. Κατὰ τούτους δὲ τοὺς χρόνους ἐν οἷς Ἰσαὰκ ἐγεννήθη, ἐν Κρήτῃ ἄρξαι Κρόνον καὶ Ῥέαν Ἕλληνες ἱστοροῦσι. τοῖς δὲ τὸνἈτλάντιον κόλπον οἰκοῦσι τοῦ ὠκεανοῦ πρῶτον Οὐρανὸν τοὔνομα βασιλεῦσαι, γήμαντα Τιτάν, ἀφ' οὗ Τιτᾶνας ὀνομασθῆναι. τοῦ τον λέγουσι γενόμενον ἐπιμελῆ παρατηρητὴν τῶν ἄστρων πολλοῖς· προλέγειν τὰ κατὰ κόσμον. Τῷ δὲ πεʹ ἔτει Ἀβραὰμ λιμοῦ γενομένου κατέβη αὐτὸς εἰς Αἴγυπτον. ἐν τούτῳ τῷ ἔτει τῆς Κρήτης βασιλεύει Ζεὺς ὁ τοῦ Κρόνου υἱὸς καὶ Ἥρα. γίνεται δὲ καὶ ὁ Τιτάνων πρὸς Δία πόλεμος. καὶ Διόνυσος, οὐχ ὁ τῆς Σεμέλης ἀλλ' ἄλλος τούτου πολὺ ἀρχαιότερος, τὸν οἶνον ἐξεῦρε καὶ ἐν τοῖς ληνοῖς ἀπέθλιψεν, ἀφ' ὧν καὶ Ληναῖος ὠνομάσθη. ὡς καὶ Δήμητρα λέγεται ἐφευ ρεῖν τὸν σῖτον καὶ τὴν κριθήν. αὕτη δέ ἐστιν ἡ παρ' Αἰγυπτίοις τιμωμένη Ἶσις. ὁ δὲ Διόνυσος παρ' Αἰγυπτίοις Ὄσιρις λέγεται. ἐνταῦθα δὲ καὶ ἡ Μαρσύου τοῦ Φρυγὸς ἔρις κατὰ τοὺς μύθους πρὸς Ἀπόλλωνα διὰ τὴν κιθάραν· ἐλθεῖν πρὸς Διόνυσον εἰς Νύσσαν, κἀκεῖ τὸν Μαρσύαν ἡττηθέντα ἐκδαρῆναι ζῶντα παρὰ τοῦ Ἀπόλλωνος διὰ τὴν ὀργήν, τάς τε χορδὰς ἐκρῆξαι καὶ τὴν 1.53 εὑρημένην ἁρμονίαν ἀφανίσαι. ὕστερον δὲ Μούσας καὶ Ὀρφέα ταύτην ἀνευρεῖν Λίνῳ. Τότε καὶ τοὺς παῖδας τοῦ Οὐρανοῦ ἀκμάσαι, ὧν τὸν μὲν Ἄτλαντα ἐπιφανέστατον γενόμενον λαχεῖν τοὺς παρὰ τὸν ὠκεανὸν τόπους. καὶ πρῶτόν φασι τὴν ἀστρολογίαν ἐξακριβῶσαι καὶ τὸν σφαιρικὸν λόγον ἐξενεγκεῖν, ἀφ' ἧς αἰτίας δόξαι τὸν κόσμον ἐπὶ τῶν Ἄτλαντος ὤμων ὀχεῖσθαι. Ἐν τῇ λεπτῇ Γενέσει κεῖται ὅτι Μαστιφὰτ ὁ ἄρχων τῶν δαιμονίων προσελθὼν τῷ θεῷ εἶπεν "εἰ
PG 121:81ἀγαπᾷ σε Ἀβραάμ, θυσάτω σοι τὸν υἱὸν αὐτοῦ." τῷ κεʹ ἔτει τοῦ Ἰσαὰκ προσήνεγκεν αὐτὸν Ἀβραὰμ εἰς θυσίαν ἐν τῷ ὄρει Σιών· εἰς ἐκεῖνον γὰρ τὸν τόπον τὸ θυσιαστήριον ᾠκοδόμησεν Ἀβραάμ, ἔνθα ὕστερον ὁ Δαβὶδ τὸ ἱερὸν ἱδρύσατο. τύπος δὲ τῆς μὲν θεότητος ὁ Ἰσαάκ, τῆς δὲ ἀνθρωπότητος ὁ κριός. καὶ αὐτὸς δὲ ὁ χρόνος ἰσάριθμος· τρεῖς γὰρ ἡμέραι καὶ τρεῖς νύκτες ἐνταῦθα κἀκεῖ. Ὅτι πρὸ τῶν προφητῶν τῷ Ἀβραὰμ ὁ τοῦ θεοῦ λόγος φα νεὶς ἐν ἀνθρώπου σχήματι τὴν τῶν ἐθνῶν κλῆσιν θεσπίζει, ἣν καθ' ἡμᾶς ὁ τοῦ θεοῦ λόγος εἰς πέρας ἤγαγεν διὰ τῆς εἰς πάντα τὰ ἔθνη εὐαγγελικῆς διδασκαλίας. καθὼς δέ φησιν ὁ Ἰώσηπος, πρῶτος Ἀβραὰμ δημιουργὸν τὸν θεὸν ἐκήρυξε, καὶ πρῶτος κατελ θὼν εἰς Αἴγυπτον ἀριθμητικὴν καὶ ἀστρονομίαν Αἰγυπτίους ἐδί δαξε· κἀντεῦθεν ἐπέραστος καὶ παγγέραστος γενόμενος, ἠξίωσεν ὁ βασιλεὺς ὑπ' αὐτοῦ γυμνασθῆναι τὰ περὶ ἀστρολογίαν καὶ μα 1.54 γείαν ἅτε πολυπείρου καὶ Χαλδαίου τυγχάνοντος. ἀστρολογία γὰρ καὶ μαγεία ἀπὸ Μαγουσαίων ἤτοι Περσῶν ἤρξατο· οἱ γάρ τοι Πέρσαι Μαγὼγ ὑπὸ τῶν ἐγχωρίων ὀνομάζονται. καὶ δὴ τῶν ἀστρολόγων καὶ μάγων συναθροισθέντων ὁ βασιλεὺς ἅμα τῷ Ἀβραὰμ καὶ τοῖς συνήθεσιν ἐκαθέσθη, καὶ ἡσυχίας γενομένης ὁ Ἀβραὰμ ἔφη "μαθεῖν βούλομαι παρ' ὑμῶν τῶν σοφῶν, εἰ δύ ναται γένεσις καὶ μαγεία βλάψαι τινὰ ἢ ὠφελῆσαι κατὰ τὴν ὑμε τέραν δόξαν." ἀφ' ὧν ἀποκριθεὶς ἀστρολόγος εἶπεν ἀδύνατον εἶναι ἄνθρωπον παρὰ γένεσιν τελευτῆσαι. ὑπὸ δὲ τοῦ Ἀβραὰμ κραταιῶς ἐξελεγχομένων τῶν ἀστρολόγων κελεύει ὁ βασιλεὺς ἀχθῆ ναί τινα δέσμιον, ὑποβαλόντος Ἀβραάμ, προκαταδικασθέντα πυ ρόκαυστον γενέσθαι. ἀχθέντος δὲ προσέταξεν ὁ βασιλεὺς τὴν αὐτοῦ γένεσιν ἀκριβῶς ἐξερευνησαμένους τὸν τρόπον ζητῆσαι τοῦ θανάτου. τῶν δὲ συνεχῶς διασκεψαμένων, καὶ εἰπόντων ὅτι πυρποληθεὶς πάντως ἀποθανεῖται, τῆς γενέσεως μάλα σαφῶς τοῦτο διαγορευούσης, ἀλλ' οὐ νῦν, ἔχει γὰρ ἔτι χρόνους ζωῆς, καὶ οὔπω ἐληλύθει ἡ ὥρα τῆς τελευτῆς αὐτοῦ. καὶ ὁ βασιλεὺς "ἐγὼ σήμερον τοῦτον" φήσας "ἀπαλλάξω τοῦ διὰ πυρὸς θανάτου, τῷ ὕδατι ἀνελών," καὶ οὕτω παραυτὰ ποιήσας, ἔργῳ παρέστη σεν ὅτι δύναταί τι παρὰ γένεσιν γενέσθαι. ἡσυχασάντων δὲ πάν των φησὶν ὁ Ἀβραὰμ "οὐ μόνον οἱ ἄνθρωποι ἀλλὰ καὶ τὰ ἄλογα ζῷα ὑπόκεινται γενέσει. ἀλλὰ καὶ οἱ ἄνθρωποι μὲν ἔχουσι τὸ ἐλευθέριον ἐν ἑαυτοῖς, μὴ ὑποκείμενοι γενέσει, καθότι τῆς γενέ 1.55 σεως ἐκεῖνο πρεσβύτερον, ὅπερ ἐστὶν ἔννοια καὶ αὐτεξουσιότης, ἐκ θεοῦ δηλαδὴ δεδωρημένη. ὅθεν τῶν ἀλόγων κρείττους ὄντες ἡμεῖς μὲν κατ' ἐξουσίαν ἀναιρεῖν αὐτὰ πεφύκαμεν. ἡμῶν δὲ ὡς κρειττόνων τῶν ἀλόγων σὺ πάλιν ὡς βασιλεὺς κρείττων ἡμῶν ὑπάρχεις, κατ' ἐξουσίαν ὑπερέχων. ὡς οὖν ἡμεῖς κατὰ τὸ λογι κὸν τῶν ἀλόγων ζῴων, οὕτω σὺ ὦ βασιλεῦ κατὰ τὸν τῆς ἀρχῆς λόγον ἐξουσιάζεις ἡμῶν, ὥσπερ δὴ καὶ σοῦ πάλιν κρείττων ἀν θρώπων μὲν οὐδείς, θεὸς δὲ ἀόρατος καὶ πάντων δεσπότης καὶ ποιητής, παρ' οὗ καὶ τὸ συμφέρον αἰτεῖσθαι καὶ προσεύχεσθαι δεῖ." φασὶ δὲ καὶ τούσδε τοὺς λόγους τὸν Ἀβραὰμ εἰπεῖν, πολ λὴν εἶναι μεταξὺ ἀληθείας καὶ συνηθείας τὴν διαφοράν. καὶ γὰρ ἡ ἀλήθεια μὲν γνησίως καὶ ζητουμένη μόλις εὑρίσκεται· τὸ ἔθος δέ, ὁποῖον ἂν ᾖ, εἴτε ἀληθὲς εἴτε ψευδές, ἀκρίτως ὑφ' ἑαυτοῦ κρατύνεται. καὶ οὔτε ἀληθεῖ ὄντι ἥδεται ὁ πατρόθεν αὐτὸ παρα δεξάμενος, οὔτε ψευδεῖ ἄχθεται, ὅτι οὐ κρίσει ψυχῆς ἰδίᾳ ἀλλὰ προλήψει πιστεύει καὶ γνώμῃ τῶν πρὸ αὐτοῦ. ἐπ' ἀδήλῳ δὲ τύχῃ τὴν ἰδίαν ἐπιδεδωκὼς ἐλπίδα, οὐ ῥᾳδίως ἔχει τὴν πάτριον ἀποδύ σασθαι περιβολήν, κἂν πάνυ μωρὰ τούτῳ καὶ καταγέλαστος οὖσα σαφῶς ἀποδείκνυται. οἱ μὲν οὖν πολλοὺς καὶ παντοπαθεῖς εἰση γούμενοι θεούς, τὰ ὅμοια δὲ αὐτοῖς καταπραττόμενοι, οὐδὲ αἰ δοῦνται τῷ τῆς κακίας παραδείγματι ἐπερειδόμενοι. οἱ εἱμαρμέ νην δὲ ἀναπλάττοντες καὶ γένεσιν, μηδὲν οὔτε ποιεῖν οὔτε πάσχειν 1.56 δύνασθαι παρὰ ταύτας τερατολογοῦντες, ἀδεῶς ἁμαρτάνουσιν, οὐκ εὐλαβούμενοι, ὡς ὑπὸ γενέσεως ταῦτα ποιεῖν ἀναγκαζόμενοι·
PG 121:83εἱμαρμένην γὰρ ἀναγκαστικὴν εἶναί τινα δύναμιν καὶ τῆς ὕλης φασὶ κινητικήν. οἱ δὲ πάλιν ἀπρονόητον φορὰν καὶ ἄθεον ἢ τυ χαίαν εἰσηγούμενοι ὡς αὐτομάτως τῶν πάντων φερομένων (τύχην γὰρ αἰτίαν κατὰ συμβεβηκὸς καὶ σύμπτωμα φύσεως ἢ προαιρέ σεως εἶναι λέγουσι), καὶ οὗτοι πάλιν τοῖς ἴσοις περιπίπτοντες εἰς ἐσχάτους βυθοὺς ἀπωλείας καὶ βάραθρα ᾅδου καταντῶσιν. Ἰδὼν οὖν ὁ προειρημένος βασιλεὺς Γεράρων Ἀβιμέλεχ ἐν παντὶ ἔργῳ εὐοδούμενον τὸν Ἀβραάμ, Ὀχοζὰδ τὸν νυμφαγωγὸν καὶ Φίλοχ τὸν ἀρχιστράτηγον αὐτοῦ παραλαβὼν ἧκε πρὸς Ἀβραάμ, φιλίαν ἐπικυρῶν κραταιοτέραν, καὶ ὅρκον ἀπαιτῶν μὴ ἀδικήσειν μήτ' αὐτὸν μήτε τὸ σπέρμα αὐτοῦ. καθὼς ἐγὼ ἐποίησα μετὰ σοῦ δικαιοσύνην ἐν ταύτῃ τῇ γῇ ᾗ παρῴκησας, οὕτω καὶ σὺ μετ' ἐμοῦ καὶ τοῦ σπέρματός μου, ὅταν βασιλεύσεις ταύτης τῆς γῆς. δεινοὶ γὰρ οἱ βασιλεῖς τὸν μέλλοντα τούτους διαδέχεσθαι παντο δαποῖς τεκμαίρεσθαι συμβόλοις· καὶ γὰρ ἔμελλε διὰ τῶν ἐξ αὐτοῦ γεννωμένων ἐκείνης τῆς γῆς βασιλεύειν Ἀβραάμ. προσωνείδισε δὲ τὸν Ἀβιμέλεχ περὶ τῶν ἀφῃρημένων φρεάτων ὑπὸ τῶν αὐτοῦ παίδων. ἐκεῖ οὖν παρὰ τὸ φρέαρ γενόμενοι, καὶ πρόβατα καὶ μόσχους τεθυκότες, διαθήκην εἰρήνης ἀμφότεροι διέθεντο, ἐν ἑπτὰ δὲ ἀμνάσιν ἑτέραις τὸν ὁρκισμὸν κατ' ἔθος ποιήσαντες εἰς ἀπόδειξιν ὅτι ὤρυξεν αὐτός, διὸ καὶ φρέαρ ὅρκου ὠνόμασται. 1.57 Καὶ οὕτως ἐκεῖσε εἰρηνικὰς διαθέμενοι, Ἀβιμέλεχ μὲν μετὰ τῶν οἰκείων οἴκαδε ἐπανῆλθεν, Ἀβραὰμ δὲ ἄρουραν ἢ λειμῶνα ἐπὶ τῷ τοῦ ὅρκου φρέατι φυτεύσας τὸ ὄνομα ἐπικέκληκε κυρίου, θεὸς αἰώνιος. εἰς βαθὺ οὖν γῆρας ἐλάσας Ἀβραάμ, καὶ γενόμενος ἐτῶν ροϛʹ, μετέστη πρὸς τὸν θεόν. τοῦτον Ἰσαὰκ καὶ Ἰσμαὴλ οἱ υἱοὶ αὐτοῦ ἐν τῷ διπλῷ σπηλαίῳ μετὰ Σάρρας κατέθεντο. Μετὰ ταῦτα ἀνδρωθέντος Ἰσαὰκ ἐγένετο λιμὸς ἐν τῇ γῇ αὐτῶν. κωλύεται δὲ παρὰ τοῦ θεοῦ εἰς Αἴγυπτον κατελθεῖν, πανοικὶ δὲ εἰς Γέραρα πρὸς Ἀβιμέλεχ ἔρχεται τὸν βασιλέα Φιλιστιεὶμ. φησὶ δὲ καὶ αὐτὸς περὶ Ῥεβέκκας ὡς Ἀβραὰμ περὶ Σάρρας, ὅτι ἀδελφή μου ἐστίν· ἦν γὰρ ὡραία σφόδρα. ἐκ δὲ τῆς παιδιᾶς γνοὺς Ἀβιμέλεχ γυναῖκα αὐτοῦ εἶναι, αὐτὸν μὲν μέμφε ται ὡς τἀληθὲς ἀποκρυψάμενον, ἀποφαίνεται δὲ πάντα τὸν ἁπτό μενον Ἰσαὰκ καὶ Ῥεβέκκας ἐνέχεσθαι θανάτῳ. οὕτως εὐλόγησε κύριος τὸν Ἰσαὰκ ἕως τέλους ὥστε ζηλῶσαι τοῦτον τοὺς Φιλιστιείμ, καὶ πάντα τὰ φρέατα ἃ ὤρυξεν Ἀβραὰμ ἐμφράξαι. μετὰ τοῦτο ἐν τῇ φάραγγι Γεράρων μεταβεβηκὼς ἀνεκάθηρε τὰ πατρικὰ φρέατα. ὤρυξε δὲ καὶ αὐτὸς φρέατα τρία, ὧν τὸ μὲν ἀδικίαν, τὸ δὲ ἔχθραν, τὸ δὲ τρίτον εὐρυχωρίαν ὠνόμασεν. ἐντεῦθεν ἀνέβη ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου Ἰσαάκ, καὶ ὤφθη αὐτῷ κύριος ἐν ὁράματι τῆς νυκτὸς λέγων "ἐγώ εἰμι ὁ θεὸς τοῦ πατρός σου Ἀβραάμ, καὶ ἐγώ εἰμι μετά σου, καὶ εὐλογήσω σε, καὶ πλη θυνῶ τὸ σπέρμα σου ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, δι' Ἀβραὰμ τὸν 1.58 πατέρα σου." ἐκεῖ οὖν ὁ Ἰσαὰκ θυσιαστήριον δειμάμενος θυ σίαν τῷ κυρίῳ ἀνέπεμψε, καὶ τὴν σκηνὴν αὐτοῦ ἐν αὐτῷ τῷ τόπῳ κατέπηξεν. ὥσπερ δὲ πρὸς Ἀβραὰμ πρότερον, οὕτω καὶ πρὸς Ἰσαὰκ μετὰ ταῦτα αὐτός τε Ἀβιμέλεχ ὁ Γεράρων βασιλεὺς καὶ Ὀχοζὰδ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φιλὸχ ὁ ἀρχιστράτηγος τῆς δυ νάμεως αὐτοῦ, εἰδότες ὅτι κύριος ἦν μετ' αὐτοῦ, πρὸς αὐτὸν ἐλθόντες διαθήκην εἰρήνης πρὸς ἀλλήλους ἐποιήσαντο, καὶ πρωῒ ἀναστάντες καὶ ὀμόσαντες ἀπῴχοντο μετὰ σωτηρίας ἀπ' αὐτοῦ. Γίνονται δὲ ἀπὸ τοῦ διαμερισμοῦ τῆς συγχύσεως, ἕως οὗ ἦλθεν Ἀβραὰμ ἐκ Μεσοποταμίας ἐκ πόλεως Χαρρὰν καὶ τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ κατὰ κέλευσιν θεοῦ εἰς γῆν Χαναάν, ἥ ἐστι Παλαιστίνη, ἔτη χιϛʹ. ὑπῆρχε δὲ τότε ἐτῶν οεʹ. διατρίψας δὲ εἰς Χαναὰν ἔτη κεʹ ἐγέννησε τὸν Ἰσαάκ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη οεʹ, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη ροϛʹ. ὃς καὶ τὰς εὐ λογίας τοῦ Μελχισεδὲκ τοῦ θεσπεσίου βασιλέως Σαλὴμ ἐδέξατο, ἄρτους καὶ οἶνον· ἦν γὰρ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, ὡς προεί ρηται. Τοῦ Ἰσαὰκ ὄντος χρόνων λβʹ τελευτᾷ Σάρρα, ἐτῶν οὖσα ἑκατὸν ὀκτώ. καὶ θάπτεται ἐν Χεβρών,
PG 121:85ἥτις νῦν Ἐλευθερόπολις καλεῖται, ἐν τῷ σπηλαίῳ ὃ ὠνήσατο ὁ Ἀβραὰμ παρὰ Ἐφρὼν τοῦ Χετταίου τετρακοσίων δραχμῶν, ἐπὶ μαρτυρίᾳ τῶν υἱῶν Χέτ· ἀφ' οὗ καὶ τὰ διὰ γραμμάτων συμβόλαια οἱ Ἕλληνες ὁμολογοῦσι παρειληφέναι. Ἰσαὰκ δὲ τεσσαράκοντα ἐτῶν γενόμενος ἔλαβε 1.59 τὴν Ῥεβέκκαν, θυγατέρα Βαθουήλ, ὃς υἱὸς Ναχὼρ ἦν ὄγδοος καὶ τελευταῖος· ὀκτὼ γὰρ ἦσαν ἀπὸ Μελχᾶς αὐτῷ παῖδες. Να χὼρ δὲ ὁ πατὴρ Βαθουὴλ ἦν ἀδελφὸς Ἀβραάμ. τούτου ἔσχατος υἱὸς Βαθουὴλ πατὴρ ἦν Ῥεβέκκας καὶ Λάβαν τοῦ πενθεροῦ Ἰακώβ. τούτου νέμει τὰ πρόβατα ἐφ' ὅλοις ἔτεσιν εἴκοσι. Ῥεβέκκα δὲ στεῖρα οὖσα μετὰ εἴκοσιν ἔτη ἐγέννησε δύο ἐπὶ τὸ αὐτὸ υἱούς, τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ, ἐν τῷ ξʹ ἔτει Ἰσαάκ. τοῦ δὲ κόσμουἦν ἔτος #γυοβʹ. Ὅτι κολλυρίδα ποιήσασα Ῥεβέκκα δέδωκε τῷ Ἰακώβ, καὶ εἰσήγαγε μεθ' ἑτέρων δώρων διὰ Ἰσαὰκ πρὸς Ἀβραάμ· ὃν κατέχων ἐν τῷ κόλπῳ αὐτοῦ, εὐλογῶν πολυτρόπως, ἐτελεύτησεν ἀφυ πνώσας ὁ Ἀβραάμ, τῷ ιεʹ ἔτει τῆς ζωῆς Ἰακώβ. Τῷ δὲ μεʹ ἔτει τῆς ζωῆς Ἰακὼβ ὁ Ἠσαῦ καὶ αὐτὸς ὁμόχρονος ὢν αὐτῷ ἔλαβε δύο γυναῖκας, Ἰουδὶθ τὴν θυγατέρα Βεὴρ τοῦ Χετταίου καὶ τὴν Μασεμὰθ θυγατέρα Ἐλὼν Ἐβαίου. Ἰακὼβ δὲ ἐτῶν ὑπάρχων ἑξήκοντα τριῶν οὐκ ἔγνω ὅλως γυναῖκα, ὡς αὐτὸς ἐξεῖπε τῇ μητρὶ Ῥεβέκκᾳ. τῷ δὲ ογʹ ἔτει αὐτοῦ, τοῦ δὲ κόσμου ἔτει #γφμεʹ κατὰ τὸν ἀκριβῆ λόγον, ἀπέδρασεν Ἰακὼβ ἀπὸ προσώπου Ἠσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ δουλεύσας ἔτη ζʹ ἔλαβε τὴν Λεῖαν, καὶ μετὰ ἕτερα ἑπτὰ ἔλαβε τὴν Ῥαχήλ. ἐκ μὲν οὖν τῆς Λείας ἐγέννησε τὸν Ῥουβείμ, τὸν Συμεών, τὸν Λευί, τὸν Ἰούδαν, τὸν Ἰσσαχάρ, τὸν Ζαβουλὼν καὶ τὴν Δίναν, ἐκ δὲ τῆς Ῥαχὴλ τὸν Ἰωσήφ, ἐκ δὲ τῆς παιδίσκης Βάλας τὸν Δὰν καὶ 1.60 τὸν Νεφθαλίμ, ἐκ δὲ τῆς Δελφᾶς τὸν Γὰδ καὶ τὸν Ἀσήρ. εἰκο στὸν τοίνυν ἔτος διατρίψας μετὰ τοῦ Λαβὰν ἀπέδρα ἐξ αὐτοῦ, ὄντος τοῦ Ἰωσὴφ χρόνων τριῶν. διαβαίνων δὲ τὸν Ἰορδάνην ἐπευλογήθη καὶ μετεκλήθη Ἰσραήλ. ὁ δὲ Ἰακὼβ τῆς ὁράσεως ὑπομνησθεὶς ἣν ἐθεάσατο κατὰ τὴν ἄφιξιν τὴν εἰς Μεσοποταμίαν, ἀνέρχεται εἰς Βαιθήλ. ἔνθα κατακοιμηθεὶς εἶδε τὸ ὅραμα. καὶ πάντα ἀποδεκατώσας ἃ ἐκέκτητο, τελευταῖον ὑποβάλλει κλήρῳ τοὺς παῖδας, καὶ τὸν Λευὶ τῷ θεῷ ἀφιεροῖ, ἐτῶν ὑπάρχοντα ιηʹ, καὶ ἀρχιερέα ἀναδείκνυσι, δέκατον ὄντα ἀπὸ ἐσχάτου κατὰ τὸν τῆς ἀστρολογίας. Ῥουβεὶμ γὰρ διὰ τὴν παλλακὴν τοῦ πατρὸς ἐστερήθη τῆς τε βασιλείας καὶ τῆς ἱερωσύνης, πρωτότοκος ὤν. ἐλθόντος δὲ τοῦ Ἰακὼβ πλησίον Σικίμων εἰς πόλιν Σαλήμ, ὑφί σταται ὑπὸ Σιχὲμ τὴν βίαν ἡ Δίνα· καὶ ἐκδικεῖται παρὰ Συμεὼν καὶ Λευί, παντὶ τρόπῳ διαχρησαμένων τοὺς περὶ τὸν Σιχέμ. ἔτι δὲ τίκτει ἡ Ῥαχὴλ τῷ Ἰακὼβ τὸν Βενιαμίν, καὶ τελευτήσασα θάπτεται ἐν τῷ Εὐφρανθᾷ, ἔνθα νῦν ἐστὶν ἡ Βηθλεέμ· μεταξὺ γὰρ τῆς Βηθλεὲμ καὶ τῆς Ἱερουσαλήμ, εἰς τὸν ἱππόδρομον, ἡ λάρναξ ἐστὶ τῆς Ῥαχήλ, ὑπερκειμένη τῆς γῆς. καὶ ἐπειδὴ τὸ ἐκ Λευὶ γένος ἐπὶ Ἀαρὼν κατατρέχει καὶ Μωϋσῆν, ὧν ὁ μὲν ἱερατεύει ὁ δὲ στρατηγεῖ τῷ λαῷ, εἰκότως ἐξ αὐτῶν λαμβάνεται ἡ ἐκ τοῦ Ἰακὼβ γενεαλογία. Ῥεβέκκα δέ, ὥς φησιν Ἰώσηπος ἐν τῇ ἀρχαιολογίᾳ, ἠξίωσε τὸν Ἰσαὰκ ἀγαγεῖν Ἠσαῦ καὶ Ἰακὼβ καὶ διαλ 1.61 λάξαι αὐτούς. ὃ δὴ καὶ ποιήσας, καὶ παρακαλέσας αὐτοὺς ἅμα, καὶ ἐνορκίσας εἰρήνην ἄγειν πρὸς ἀλλήλους καὶ τῆς πνευματικῆς οἰκειότητος ἀσπάζεσθαι τὴν διάθεσιν, προεῖπε τῷ Ἠσαῦ ὅτι ἐὰν ἐπαναστῇς τῷ Ἰακώβ, ἐμπεσῇ εἰς τὰς χεῖρας αὐτοῦ. Μετὰ τὴν τελευτὴν Ἰσαὰκ οἱ υἱοὶ Ἠσαῦ παρώξυναν τὸν πατέρα αὐτῶν κατὰ Ἰακὼβ καὶ τῶν υἱῶν αὐτοῦ. καὶ καθοπλι σθεὶς μετὰ ἐθνῶν ἦλθε πρὸς πόλεμον. Ἰακὼβ δὲ ἀποκλείσας τῆς πόλεως τὰς πύλας παρεκάλει τὸν Ἠσαῦ μνησθῆναι τῶν προγονι κῶν ἐντολῶν καὶ παραινέσεων. τοῦ δὲ μὴ ἀνεχομένου ἀλλὰ καὶ μᾶλλον ὑβρίζοντος, τοῦ Ἰούδα παρακαλέσαντος ἐνέτεινε τὸ τόξον Ἰακώβ, καὶ πλήξας κατὰ τοῦ δεξιοῦ μαζοῦ τὸν Ἠσαῦ κατέβαλε· καὶ τούτου τελευτήσαντος ἐξῆλθον τῆς πόλεως οἱ υἱοὶ Ἰακώβ, καὶ πάντας σχεδὸν ἀνεῖλον. τελευτῶσι δὲ πρότερον μὲν ἡ Ῥεβέκκα, μετ' οὐ πολὺ δὲ καὶ ὁ Ἰσαάκ, τῷ Ἰακὼβ τῆς πρωτοτοκίας
PG 121:89καταλιπόντες τὰ γέρα. Ὅτι ὁ Ἰσαὰκ ἑκατὸν ἐτῶν ἦν, ὅτε τὰς εὐλογίας τοῦ Ἠσαῦ Ἰακὼβ ἔκλεψεν. Ὅτι ἐν τοῖς χρόνοις Ἀβραὰμ καὶ Ἰσαὰκ πολυσωμάτους ἀνθρώπους Αἰγύπτιοι ἱστοροῦσι γενέσθαι, τοὺς ὑπὸ Ἑλλήνων Γί γαντας ὀνομαζομένους, τοὺς καὶ δρακοντόποδας. τότε δὲ καὶ τοὺς Κουρῆτας λέγουσι γενέσθαι. οἳ δὲ ἀπογόνους τῶν Ἰδαίων, 1.62 οἳ ἐλέγοντο παρ' Ἕλλησιν εἶναι· καὶ Ἡρακλῆς εἷς τῶν Ἰδαίωνδακτύλων. Ὅτι οἱ Χαλδαῖοι ἀπὸ τοῦ Σὴμ κατάγονται, ἐξ ὧν ὁ Ἀβραάμ. Ὅτι δεκαεπτὰ ἐτῶν ὁ Ἰωσὴφ ὑπὸ τῶν ἀδελφῶν ἐπράθη, μετὰ πέμπτον ἔτος τῆς τελευτῆς Ῥαχήλ, χρυσῶν ὀκτώ. Ὅτι τῷ ρκʹ ἔτει τοῦ Ἰακὼβ Ἰωσὴφ ἦρξε τῆς βασιλείας Αἰγύπτου, τριακονταετὴς ὤν. καὶ τῷ αὐτῷ ἔτει τελευτᾷ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ, ζήσας ἔτη ρʹ ὀγδοήκοντα· καὶ ἐτάφη ὑπὸ Ἰακὼβ καὶ Ἠσαῦ τῶν υἱῶν αὐτοῦ. τῷ δὲ ληʹ ἔτει τοῦ Ἰωσὴφ ἤρξατο ὁ λιμός· οὐ γὰρ ἀνέβη ὁ Νεῖλος ἐν ὅλοις τοῖς ἑπτὰ ἔτεσι τοῦ λιμοῦ, ὡς Ἰώσηπος μαρτυρεῖ. μετὰ δὲ δύο ἔτη κατέβη Ἰακὼβ εἰς Αἴγυπτον ἐν οεʹ ψυχαῖς, ἑκατὸν τριάκοντα ἐτῶν ὤν, ὁ δὲ Ἰωσὴφ τεσσαράκοντα. τελευτᾷ δὲ Ἰακὼβ ἑκατὸν τεσσαρακονταεπτὰ ἐτῶν, καὶ θάπτεται ὑπὸ Ἰωσὴφ ἐν Χεβρών. Γεσαῒμ δὲ ἡ πρὸς Αἴγυπτον Ἀρραβία ἐστίν. μετὰ γὰρ οʹ χρόνους τῆς ἐν Αἰγύπτῳ καθόδου Ἰακώβ, ἐτελεύτησεν Ἰωσὴφ ἑκατὸν δέκα ἐτῶν. Μετὰ γοῦν τὸν θάνατον Ἰωσὴφ δουλεύουσιν Ἑβραῖοι τοῖς Αἰγυπτίοις ἔτη ρμδʹ. τὰ πάντα τοίνυν τῆς τῶν Ἑβραίων ἐν Αἰγύπτῳ διατριβῆς ἔτη σιεʹ. λαμβάνουσι δὲ τὴν εὐλογίαν τῶν πρω τοτοκιῶν ἀντὶ τοῦ Ῥουβεὶμ οἱ υἱοὶ Ἰωσὴφ διὰ τὸ τοῦ πατρὸς αὐτῶν σῶφρον, καθὸ ὁ μὲν Ῥουβεὶμ τῇ παλλακῇ συνῆλθε τοῦ πα 1.63 τρός, ὁ δὲ Ἰωσὴφ τῇ Αἰγυπτίᾳ οὐ συνεφθάρη. ἀλλὰ καὶ δεκα τριῶν ἀδελφῶν ὄντων εἰς δώδεκα ἐμερίσθη ἡ γῆ διὰ τὸ τὸν Λευὶ ἀποδεκατοῦν τοὺς λοιποὺς πάντας. Ὅτι Ἰωσὴφ κομιδῇ νέος ὢν ἔτι πρόβατα τοῦ πατρὸς ποι μαίνων ἦν, καὶ μᾶλλον τῶν ἄλλων ἠγαπᾶτο τῷ πατρί. διὸ καὶ οἱ ἀδελφοὶ διαφθονούμενοι οὐδὲν πρὸς αὐτὸν εἰρηνικὸν ἐλάλουν. προσετίθουν δὲ καὶ μῖσος τῶν ἐνυπνίων αὐτοῦ ἀκούοντες. καὶ γὰρ ἔφη "δράγματα δεσμευόντων ἡμῶν ἐν τῷ πεδίῳ ᾤμην μὲν ἀνορθωθῆναι τὸ ἐμόν, τὰ δὲ ὑμέτερα περιστραφέντα προσκυνεῖν αὐτῷ." τούτου γοῦν ἀκούσαντες, καὶ ὡς βασιλεύσει ἐπ' αὐτοὺς ὀρθῶς ἐπικρίναντες, λίαν ἐπέτειναν τὸ μῖσος. προσθεὶς δέ "αὖθις ἐνυπνισάμην" ἔφη, "καί γε ᾤμην τὸν ἥλιον καὶ τὴν σελήνην καὶ ἕνδεκα ἀστέρας προσκυνοῦντάς με καθορᾶν." διαπαίζων δὲ τὸ ὅραμα Ἰακὼβ ἔφη "ἆρα ἐγὼ ὁ πατήρ σου καὶ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἥξομεν προσκυνῆσαί σοι ἐπὶ τῆς γῆς;" καὶ ἐπιτιμή σας παρῄνει σιγᾶν. οὕτω μὲν οὖν τὰ ὁράματα ἀμυδρὰ τῆς ἀλη θείας προτύπωσις ἦν· καὶ γὰρ τοῦτο προφητείας εἶδος, καὶ ἐν πολλοῖς ἐθεωρήθη πολλάκις δι' ὀνείρων ἡ τοῦ μέλλοντος προ δήλωσις, ἐν οἷς διὰ κρείττονος γίνεται κατοχῆς, ὥσπερ ἐν τῷ Φαραὼ καὶ τῷ Ναβουχοδονοσὸρ καὶ ἄλλοις πλείστοις. Ἄξιον δὲ εἰδέναι τὰς διαφορὰς τῶν προφητειῶν. ἡ μὲν γάρ ἐστι πνευματικὴ καὶ ἀληθὴς πάντῃ, ὡς ἡ τοῦ θεοῦ καὶ τῶν ἁγίων, 1.64 ἐν καιρῷ τῷ ἰδίῳ τὸ πέρας τῶν προφητευομένων ἐπιφέρουσα. ἄλλη δὲ δαιμονική, ἐν τοῖς τῶν δαιμόνων θεραπευταῖς ἐνεργου μένη· πολύτροπος δὲ αὕτη, οἵα ἡ τῶν ἀλευρομαντῶν καὶ κριθο μαντῶν λεγομένη, οἵα ἡ Πυθία καὶ ἡ διὰ τῆς Δωδωναίας λη ροῦσα δρυός, ἡ διὰ τῶν σπλάγχνων μαντεία καὶ ἡ δι' ὀρνέων πτήσεως, καὶ ἡ διὰ κλαγγῶν καὶ πταρμῶν συμβολική· οἵα ἡ διὰ βροντῆς, μυῶν, γαλῆς, τρισμοῦ ξύλων, ὠτὸς ἤχων, παλμῶν σώματος, συμβολικὴ καὶ οἰωνιστικὴ λεγομένη. ἧς τὸ μέν ἐστιν ὀρνεοσκοπικόν, τὸ δὲ παλμωτικόν, τὸ δὲ οἰωνοσκοπικόν, τὸ δὲ χειροσκοπικόν, τὸ δὲ ἐνόδιον ἢ κληδονιστικόν, οἷον ὅταν ἐκ τοῦ παρατυχόντος εἰρημένου τεκμαίρηταί τις τὸ ἐσόμενον, καὶ ὅταν δι' ὀνομάτων νεκρῶν ἐπικλήσεως, καὶ ὅταν δι' ἄστρων καὶ ὑδά των ἢ ὀνείρων ματαίων, οἷοι καθ' ἑκάστην πᾶσι προσπίπτουσι· σπάνιοι γὰρ λίαν οἱ ἄνωθεν ἥκοντες. οὗτοι δὲ πάντες δαιμονιώ δεις οἱ τρόποι τῆς προφητείας καὶ
PG 121:93στοχαστικοί, οἳ κατὰ συμβε βηκὸς ἀληθεύοντες ἔν τισιν ἐν τοῖς πλείστοις ἁμαρτάνουσιν. ἄλλη δὲ προφητεία φυσική, ὡς ἡ διὰ τῶν ἀλόγων· χελιδόνες γὰρ καὶ μύρμηκες καὶ γέρανοι ἐχῖνοί τε καὶ ἀλκυόνες χειμῶνος ἐπιόντος φυσικῶς ἐπαισθάνονται. ἄλλη δὲ τεχνητή, ὡς ἡ παρ' ἰατροῖς καὶ κυβερνήταις ὁρωμένη, ἥτις στοχασμὸς μᾶλλον ἢ προφητεία μετωνόμασται. καὶ παρὰ ταύτας ἡ δημώδης τε καὶ κοινή, ὡς ὅταν εἴπῃ τις ὅτι μετὰ τρεῖς ἡμέρας ἔσται χειμών, ὅτι ἐκ φιλο 1.65 νεικίας ψυχῆς πολλάκις μῖσος ἐγείρεται, ἐκ τοῦ μίσους δὲ ἔριδος ἀνισταμένης καὶ κρατυνομένης ζῆλος ἐγένετο πικρός, ἐκ δὲ τοῦ φθόνος ἐνέσκηψε κρυπτός, ἐκ δὲ τοῦ ὁ θυμὸς ἀνῆπται δεινός, ἐκ τοῦ θυμοῦ δὲ θάνατος ἀνακύπτει πονηρός, εἰ μὴ κρείττοσι δη λονότι προνοίαις ἀνακόπτοιτο. Ἐν τῷ πραθῆναι τὸν Ἰωσὴφ ἐν Αἰγύπτῳ Πετεφρῇ εὐνούχῳ τῷ ἀρχιμαγείρῳ Φαραώ, καὶ ἐν δεσμωτηρίῳ ἐγκλεισθῆναι, συνέβη τὸν ἀρχισιτοποιὸν καὶ τὸν ἀρχιοινοχόον, τοὺς εὐνούχους Φαραώ, ἐγκλεισθῆναι ἐν τῷ αὐτῷ δεσμωτηρίῳ ἔνθα καὶ Ἰωσήφ. ἡμερῶν δὲ διελθουσῶν ἀμφότεροι εἶδον ἐνύπνια. ὁ μὲν ἀρχιοινοχόος ἄμ πελον εἶδε θάλλουσαν βλαστοῖς καὶ πεπείρους βότρυας σταφυλῆς προβάλλουσαν, τρεῖς δὲ ταύτην ὑπέχουσαν κάτωθεν πυθμένας. "ἐγὼ δέ" φησίν "ᾤμην τῷ ποτηρίῳ τὴν σταφυλὴν ἐκθλίβων εἰς τὴν χεῖρα διδόναι Φαραώ." καὶ ὁ Ἰωσὴφ τοὺς τρεῖς πυθμένας ἔτι τρεῖς ἡμέρας ἔσεσθαι φησί, καὶ τῆς ἀρχῆς σου μεμνήσεται ὁ Φαραώ, καὶ ἀποκαταστήσει σε εἰς τὴν προτέραν ἀρχιοινοχοΐαν. ἀλλὰ μνήσθητι κἀμοῦ, ὅταν εὖ σοι γένηται, ὅτι μάτην διαβλη θεὶς τῷ ὀχυρώματι τούτῳ κατακέκριμαι. ἐπὶ τούτοις καὶ ὁ ἀρχι σιτοποιὸς ἔφη "τρία κανᾶ χονδριτῶν σιτοποιοῦ, ἐξ ὧν ἔργων ὁ βασιλεὺς ἐσθίει, ἐπὶ τῆς κεφαλῆς μου ἔχειν ὑπελάμβανον· καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐπιόντα κατήσθιεν αὐτά." καὶ ὁ Ἰωσήφ "ἔτι τρεῖς ἡμέραι" ἔφη, "καὶ ἀφελεῖται Φαραὼ τὴν κεφαλήν σου ἀπό σου, καὶ ἐπὶ ξύλον κρεμάμενον τὰ ὄρνεά σε καταθοινήσονται. 1.66 κατὰ τὴν κρίσιν οὖν τοῦ Ἰωσὴφ οὕτω καὶ ἐγένετο. μετὰ ταῦτα δύο ἐτῶν παρῳχημένων αὐτὸς ἐνύπνιον εἶδε Φαραώ. ἑπτὰ βόας καλὰς τῷ εἴδει καὶ ταῖς σαρξὶ λιπαράς, ἀναβαινούσας ἐκ τοῦ πο ταμοῦ καὶ ἐν τῷ ἄχιν νεμομένας ᾤετο ὁρᾶν, ἄλλας δὲ ἑπτὰ βόας ἑπομένας ταῖς πρώταις, αἰσχρὰς τῷ εἴδει καὶ λεπτάς, αἳ καὶ κατέφαγον τὰς λιπαρὰς καὶ ἐκλεκτάς. εἶτα ἐγερθεὶς καὶ αὖθις δεύτερον ἐνυπνισθεὶς ὁ βασιλεὺς ὁρᾶν ἐδόκει ἑπτὰ στάχυας ἐν ἑνὶ πυθμένι ἀνιέναι, καλοὺς καὶ ἐκλεκτούς, καὶ μετ' αὐτοὺς ἄλλους ἑπτὰ ἀναφύεσθαι ἀνεμοφθόρους καὶ λεπτούς, οἳ τοὺς ἐκλεκτοὺς καὶ πλήρεις κατέπιον. ταῦτα ἰδὼν Φαραὼ ἐταράχθη, καὶ ὁ ἀπαγγέλλων αὐτῷ τὴν σύγκρισιν οὐκ ἦν. ἀναμιμνήσκεται οὖν ὁ ἀρχιοινοχόος τοῦ Ἰωσήφ, ὃς καὶ παραστὰς τὰς μὲν ἑπτὰ βόας τὰς καλὰς καὶ τοὺς ἑπτὰ στάχυας τοὺς καλοὺς ἑπτὰ ἔτη εὐθηνίας εἶναι φησί, τὰς δὲ ἑπτὰ βόας τὰς ἰσχνὰς καὶ τοὺς ἑπτὰ στάχυας τοὺς λεπτοὺς καὶ κενούς, ἑπτὰ ἔτη λιμοῦ ἰσχυροῦ ἐπακολουθήσει, ἅπερ ἐξαναλώσει πάντα τὰ ἀγαθὰ τῶν ἐτῶν τῆς εὐθηνίας. τὸ δὲ δευτερῶσαι τὸ ἐνύπνιον, ἀληθές ἐστι δηλοῖ. τὸ δὲ καὶ διὰ τῶν ἀσταχύων δευτερωθῆναι τὸ διὰ τῶν γεωργημάτων τῆς γῆς σημαί νει· ὅπερ καὶ ταχυνεῖ τοῦ ποιῆσαι ὁ θεός. ἦν μὲν οὖν ἐτῶν τριά κοντα ὁ Ἰωσήφ, ὅτε παρέστη τῷ Φαραώ· ᾧ καὶ γυναῖκα τὴν Ἀσενὲθ ἐδίδου, θυγατέρα τοῦ ἱερέως Πετεφρῆ, μεθ' ἧς καὶ δύο υἱοὺς ἐτετόκει, Μανασσῆν καὶ Ἐφραΐμ. τοῦ λιμοῦ δὲ ἐπὶ ἑπταετίᾳ 1.67 γενομένου πάντα μὲν χρυσὸν καὶ κτήνη καὶ γῆν, ἀλλὰ μὴν καὶ ἐξ ἀνθρώπων ἀνδράποδα τῷ οἴκῳ Φαραὼ εἰσεποιήσατο· ἐν δὲ τῷ ἑβδόμῳ ἐνιαυτῷ σπέρματα δοὺς πάσῃ τῇ γῇ Αἰγύπτου, τὸ πέμ πτον μέρος ἀποκληροῦν ἐποίησε τοῖς βασιλείοις. ὅπερ καὶ μέχρι τῆς νῦν κρατεῖ ἐν Αἰγύπτῳ, μόνων τῶν ἱερέων ὑπεξῃρημένων· τὴν ἱερατικὴν γὰρ γῆν ἀτελῆ καταλέλοιπε μόνην. οἱ δὲ Αἰγύπτιοι σωτηρίαν μεγίστην καὶ εὐεργεσίαν τοῦτο ἡγησάμενοι, ἄχρι τοῦ δεῦρο ἀποπεμπτοῦν παρειλήφασι τῷ Φαραὼ πάντας τοὺς καρ ποὺς τῆς γῆς αὐτῶν. Ἑπτακαίδεκα μὲν ἔτη ὁ Ἰακὼβ ἐπέζησεν ἐν
PG 121:97Αἰγύπτῳ τῷ Ἰωσήφ, τῆς ζωῆς δὲ αὐτῷ αἱ πᾶσαι ἡμέραι εἰς ρμζʹ ἔτη ἐξεμετρήθησαν. ἤγγιζε μὲν οὖν ἡ ἡμέρα τῆς αὐτοῦ τελευτῆς, αὐτὸς δὲ τὸν Ἰωσὴφ προσκαλούμενος θεῖναι τὴν χεῖρα ὑπὸ τὸν μηρόν, ὡς ἔθος, καὶ ὀμόσαι αὐτῷ κατεδυσώπει μὴ θάψαι αὐτὸν ἐν Αἰ γύπτῳ, ἀλλ' ἐν τῷ τάφῳ τῶν πατέρων αὐτοῦ ἀναγαγεῖν. αὐτοῦ δὲ καταθεμένου καὶ ὀμωμοκότος εὐθὺς προσκυνῆσαι τὸν Ἰσραὴλ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου Ἰωσήφ. μετὰ ταῦτα ἀκούσας ὁ Ἰωσὴφ ὅτι ἐνοχλεῖται ὁ πατήρ, τοὺς δύο υἱοὺς Μανασσῆν καὶ Ἐφραῒμ ἀναλαβόμενος ἧκεν εἰς ἐπίσκεψιν. Ἰσραὴλ δὲ ἀνεκάθισε, καὶ ἀνοίξας τὸ στόμα τῶν εὐλογιῶν τοῦ θεοῦ καὶ τῶν ἐπαγγελιῶν, ὧν αὐτῷ ἐν γῇ Χαναὰν χρηματίζων ἐπήγγελται, ὑπομιμνήσκει. ἰδιο ποιεῖται δὲ τοὺς δύο υἱοὺς αὐτοῦ, τοὺς γενομένους αὐτῷ ἐν γῇ 1.68 Αἰγύπτου, Ἐφραῒμ λέγω καὶ Μανασσῆν, εἰπών "ὡς Ῥουβεὶμ καὶ Συμεὼν οὗτοί μοι ἔσονται, τὰ δέ γε ἔκγονα τούτων σοὶ ἔσον ται." ὅτι γὰρ ἔμελλεν ὥσπερ τἆλλα οὕτω καὶ τοὺς υἱοὺς τῷ θεῷ ἀποδεκατοῦν ὁ Ἰσραὴλ (καὶ γὰρ ὁ Λευὶ εἰς κλῆρον ἀφώρι σται μετὰ ταῦτα τῷ θεῷ), ἵνα μὴ ὁ τῶν δώδεκα φυλῶν ἀριθμὸς ἐλαττωθῇ, τούτου χάριν οἶμαι ὁ Ἰσραὴλ τὸν Ἰωσὴφ ἀντὶ δύο υἱῶν ἡγησάμενος τοὺς υἱοὺς αὐτοῦ εἰς φυλὰς διετάξατο δύο, Ἐφραῒμ δηλαδὴ καὶ Μανασσῆν. καὶ οἱ μὲν ὀφθαλμοὶ τοῦ Ἰσραὴλ βαρυωποῦντες ἀπὸ τοῦ γήρως ἦσαν, ἀμυδρὰ δὲ ὁρῶντες ὁρῶσι τοὺς υἱοὺς Ἰωσήφ, καὶ ἐπυνθάνετο τίνες ἂν εἶεν. οὓς καὶ προσεγγίσαντας περιέλαβε καὶ κατεφίλησεν, καὶ φησὶ πρὸς Ἰωσήφ "ἰδοὺ τοῦ προσώπου σου οὐκ ἐστέρησέ με ὁ θεός, ἀλλ' ἔδειξέ μοι καὶ τὸ σπέρμα σου." ἐξαγαγὼν δὲ Ἰωσὴφ αὐτοὺς ἀπὸ τῶν γο νάτων Ἰσραὴλ τοῦ προσκυνῆσαι αὐτῷ, εἶτα τὸν Μανασσῆν μὲν ἐν τῇ δεξιᾷ ἐξ ἀριστερῶν δὲ τὸν Ἐφραΐμ, αὐτὸς τὰς χεῖρας ἀμείβων τὴν μὲν δεξιὰν ἐπὶ τοῦ νεωτέρου τὴν ἀριστερὰν δὲ ἐπὶ τοῦ πρεσ βυτέρου τὴν κεφαλὴν τιθείς, εἰς μυστήριον σταυρικοῦ τύπου, οὕ τως εὐλόγησεν αὐτοὺς ὥστε πληθυνθῆναι αὐτοὺς ἐπὶ τῆς γῆς καὶ ὥστε αὐτοὺς ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ καὶ τῶν πατέρων αὐτοῦ. βαρὺ δὲ κατεφάνη τοῦτο τῷ Ἰωσήφ, καὶ τῆς πατρικῆς δεξιᾶς ἀντελάβετο, ἀφελεῖν βουλόμενος ἀπὸ τῆς κεφαλῆς Ἐφραῒμ καὶ ἐπιθεῖναι ἐπὶ τὴν κεφαλὴν Μανασσῆ, "οὗτός ἐστι, πάτερ," εἰ 1.69 πών, "ὁ πρεσβύτερος, καὶ τούτῳ ἐπίθες, ὡς καθήκει, τὴν δε ξιάν." αὐτὸς δέ "οἶδα, τέκνον, οἶδα" ἀπεκρίθη· "αὐτὸς ἔσται εἰς λαὸν καὶ ὑψωθήσεται, ἀλλ' ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μεί ζων αὐτοῦ ἔσται," καθάπερ ὁ νέος καὶ ἐν πνεύματι Ἰσραὴλ τοῦ πρεσβυτέρου καὶ κατὰ σάρκα Ἰσραὴλ ὁμολογουμένως μείζων ἐστί. μετὰ ταῦτα τοὺς πάντας υἱοὺς ὁ Ἰσραὴλ συγκαλούμενος διετίθετο αὐτοῖς ἀπὸ τοῦ πρώτου ἕως τοῦ ἐσχάτου, οἷς μὲν ἐπὶ τοῖς πε πραγμένοις διέλεγξιν καὶ μέμψιν, οἷς δὲ προφητείαν τοῦ μέλλον τος καὶ τῶν ἐσομένων δήλωσιν, οἷς δὲ εὐλογίαν καὶ ἔπαινον· καὶ καθὼς ἐδίδου τὸ πνεῦμα, ἑκάστῳ τὸ δέον ἐπιφθεγξάμενος ὁ μα κάριος οὕτως ἐτελεύτα. καὶ πρώτην μὲν ῥῆσιν, οὐκ εὐλογίας ἀλλὰ μέμψεως καὶ ἐλέγξεως, τῷ πρωτοτόκῳ Ῥουβεὶμ ἐπιφωνεῖ, ἰσχὺν μὲν αὐτὸν καὶ τῶν τέκνων ἀρχὴν ἀποκαλῶν, σκληρῶς δὲ καὶ αὐθαδῶς φερόμενον ὑβρίζειν ἔν τε ἄλλοις πλείστοις καὶ ἐν τῷ ἐπὶ τὴν κοίτην ἀναβαίνειν καὶ μιαίνειν τοῦ πατρὸς τὴν στρωμνὴν μετὰ Βάλας τῆς αὐτοῦ παλλακῆς. παραγγέλλει τοίνυν μηκέτι ὡς ὕδωρ ἐκζέσαι τοῦτον ἀσελγεῖ πόθῳ καὶ ἐπ' ἀνομίᾳ προσθεῖναι ἀνο μίαν. δεύτερον δὲ τὸν θυμὸν Συμεὼν καὶ Λευὶ καὶ τὴν μῆνιν ἐπικαταρᾶται, ὡς αὐθάδη τε καὶ σκληρὰν τὴν εἰς τοὺς Σιχιμίτας μιαιφονίαν καὶ πᾶσαν αὐτῶν τὴν κατὰ ἀθώων ὕβριν διασύρων, καὶ τὴν ἀδικίαν τῆς αὐτῶν προαιρέσεως, ὥσπερ καὶ ἣν διὰ τὴν ἀδελφὴν αὐτῶν Δίναν ἀναιτίοις ἐπήγαγον, μήποτε ἐπερεῖσαι τὰ σπλάγχνα ἤτοι συναινέσαι τῇ βουλῇ αὐτῶν ἐπευχόμενος. τῷ Ἰούδα δὲ σαφῶς, διὰ τὸν ἐξ αὐτοῦ μέλλοντα βλαστάνειν Χρι 1.70 στόν, αἴνεσιν καὶ προσκύνησιν καὶ νίκην κατὰ τῶν ἐχθρῶν αὐτοῦ πάντων εὐαγγελίζεται· ὃν καὶ ὡς σκύμνον λέοντος διὰ τὸ φύσει βασιλικὸν τοῦ μονογενοῦς, ὡς ἐκ βλαστοῦ δὲ αὐτοῦ ἀναβῆναι διὰ τὴν ἐκ παρθένου γέννησιν ἢ
PG 121:99σάρκωσιν, καὶ αὐτὸν δὲ τοῦτον ἀνα πεσόντα κοιμηθῆναι καὶ ἐγερθῆναι διὰ τὸ πάθημα τοῦ θανάτου καὶ τὴν ἀνάστασιν, ἀριδήλως ὁ θεῖος ἐκεῖ πρῶτος προηγόρευσεν Ἰσραήλ. μὴ ἐκλείψειν δὲ ἄρχοντα ἐξ Ἰούδα ἢ ἡγούμενον, ἕως ἄν, φησίν, ἔλθῃ ὃ ἀπόκειται, τουτέστιν ὁ Χριστός, ὅς ἐστιν ὄν τως προσδοκία τῶν ἐθνῶν· ὃς τὸ ἐπὶ τῇ βασιλείᾳ καὶ ἡγεμονίᾳ καὶ ἀρχικῇ ἐξουσίᾳ πάσῃ γαυρίαμα ἀφελόμενος τῶν Ἰουδαίων, καὶ εἰς ἑαυτὸν πᾶν τὸ κράτος τῶν ὅλων ὡς παντοκράτωρ ἀναρτησάμενος, οἷς βούλεται τοῦτο καὶ χαρίζεται. οὗτος πρὸς τὴν ἄμπελον αὐ τοῦ, ἥ ἐστιν ἐκ περιτομῆς τῶν ἁγίων ἐκκλησιῶν, τὸν πῶλον τῆς ὄνου, τὰς ἐξ ἐθνῶν ἐκκλησίας, ἐν τῇ ἕλικι τῆς ἀμπέλου ἤτοι τῷ πνεύματι τῆς ἀγάπης προσεδέσμευσεν. οὗτος τὴν αὐτοῦ στολὴν καὶ τοῦ σώματος τὴν περιβολήν, ὡς ἐν οἴνῳ τῷ αἵματι τῆς στα φυλῆς βεβαμμένην, ἐν τῷ οἰκείῳ αἵματι πλυνεῖ, ὅ ἐστιν, ἐκ τῆς φυσικῆς φθορᾶς εἰς ἀφθαρσίαν μεταβαλεῖ, ἐν σταυρῷ αἱματού μενος καὶ ἐκ νεκρῶν ἀμίαντος καὶ ἄφθαρτος ἀνιστάμενος. τού του καὶ οἱ ὀφθαλμοὶ χαροποί, ὡς ἀπὸ οἴνου τοῦ πνεύματος πε πληρωμένοι τοῦ ἁγίου, οἱ ὀδόντες δὲ ὑπὲρ τὸ γάλα λευκοί, τὸ ὑπερφυῶς φωτοειδέστατον τῶν αὐτοῦ λόγων καὶ καθαρώτατον ἐμφαίνοντες. Ζαβουλὼν παράλιον πρὸς ὅρμον πλοίων προελόμε 1.71 νος κατοικεῖν ἕως Σιδῶνος τῆς πόλεως τὴν αὐτοῦ κατοίκησιν παρα τενεῖ. ὁ Ἰσσαχὰρ δὲ τὴν ἐν μέσῳ τῶν κλήρων ἰδὼν γῆν, ὅτι πίων, ὅτι εὔκαρπος καὶ καλή, φιλοπονεῖν αἱρετίσεται καὶ ἀνὴρ γεωργὸς ἔσται. καὶ Δὰν μὲν τὸν λαὸν αὐτοῦ, φησί, κρινεῖ, ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραήλ, ὡς ἡ βασιλικὴ τοῦ Ἰούδα φυλή, καθάπερ πάλαι ὁ Σαμψὼν καὶ ὕστερον ὁ τῆς ἀνομίας υἱός, ὥσπερ τις ὄφις ἐφ' ὁδοῦ τοῦδε λανθανόντως τοῦ βίου λοχῶν, καὶ πτέρναν ἵππου, τοῦ ἀπερισκέπτως τὸν βίον τουτονὶ τρέχοντος τὴν ὁδόν, διαστρέψας. τοῦτον γὰρ δάκνων καὶ λοιπὸν πανούργως ὑπὸ τοῦ θεοῦ ὑποσκελίσας, πεσεῖται χαμαὶ ὁ ἱππεύς, πιστὸς καὶ εὐσεβὴς ἄνθρωπος, μετανοῶν καὶ τὴν ἐκ θεοῦ σωτηρίαν αὖθις ἀνακαλού μενος. τὸν Γὰδ δὲ πειρατήριον, φησί, πειρατεύει, οἷα πολλὰ κατὰ τοὺς πολλοὺς καιροὺς πειρατήρια τῷ Γὰδ μὲν ἀπὸ τῶν πλη σιοχώρων συνέπεσεν ἐχθρῶν, αὐτοῖς δὲ αὖθις ὁ Γὰδ πειρατήριον κατὰ πόδας ἐπενήνεκται. καὶ Ἀσὴρ μὲν οὕτως τῷ ἄρτῳ περισ σεύει ὡς καὶ τοῖς ἄρχουσι διδόναι τροφήν, Νεφθαλεὶμ δὲ στελέχει φυτοῦ ἀνειμένῳ παρεικασθήσεται, ἐπιδιδοὺς εἰς πλῆθος καὶ κάλ λος δυνάμεως ὡς γεννήματα πληθύϊ καρπῶν. τοῖς μὲν οὖν τὰ τοιαῦτα προφητεύων ἐπέλεγεν ὁ Ἰσραήλ. σφόδρα δὲ τὸν Ἰωσὴφ ὡς λίαν ἠγαπημένον εὐλογῶν "υἱὸς ηὐξημένος καὶ δεδοξασμένος, ὡς ζηλωτὸς ἢ ἐπίζηλος καὶ μακάριός μου ὁ υἱὸς ὁ νεώτερος. Ἰωσήφ, πρός με ἀνάστρεψον, πρός με τὸν πατέρα τὸν σόν. ὅρα 1.72 λοιπὸν μὴ πρὸς Φαραώ, μὴ πρὸς Αἰγυπτίους ἀσεβεῖς, ἀλλὰ πρὸς ἐμέ, φησί, καὶ τὴν εὐσέβειαν τῶν πατέρων ἐπιστρέφου τῶν σῶν. καὶ γὰρ κατά σου διαβουλευόμενοι ἐλοιδοροῦντο καὶ ἐνεῖχον τοξόται, τρῶσαι θέλοντες καὶ ἀποκτεῖναι· ἢ ὥσπερ οἱ ἀδελφοὶ διαφθονούμενοι πρότερον, καὶ ἄλλοι τοῦτο δράσουσι μετέπειτα εἰς ἐκγόνους τοὺς σούς. ἀλλὰ διὰ χειρὸς δυνάστου τοῦ ἐμοῦ θεοῦ τοῦ κατισχύσαντος Ἰσραὴλ συνετρίβη τὰ τόξα αὐτῶν, καὶ τὰ νεῦρα τῶν βραχιόνων αὐτῶν ἐξελύθη. καὶ εὐλόγησέ σε ὁ θεὸς ὁ ἐμὸς εὐλογίαν οὐρανοῦ καὶ γῆς, οὐρανίοις χαρίσμασιν ἀγαθῶν ἀρετῶν καὶ ἐπιγείοις καταπλουτίσας ἀγαθοῖς πᾶσι. καὶ διὰ τὰς ἀπὸ μα στῶν καὶ μήτρας τῆς μητρός σου εὐλογίας καὶ διὰ τὰς τοῦ πατρός σου ἐκ νηπίου ἐπιθυμίας καὶ ἀγαπήσεις ὑπερίσχυσας καὶ ἐδυνά σθης ὑπὲρ εὐλογίας ὀρέων μονίμων, ἤτοι βασιλέων πολυχρονίων, καὶ ἐπιθυμίας θινῶν αἰωνίων, ἤτοι βουνῶν καὶ ἀρχόντων μακρο βιότητι διευθηνουμένων πάντων ὑπερέσχες. αὗται γοῦν, φησίν, αἱ εὐλογίαι εἴησαν ἐπὶ κεφαλὴν Ἰωσὴφ καὶ ἐπὶ κορυφὴν ὧν αὐτὸς ἡγεῖται ἀδελφῶν. Βενιαμὶν δὲ λύκος ἅρπαξ· τὸ πρωϊκὸν αὐτὸς ἔδεται, καὶ εἰς τὸ ἑσπέρας διαδώσει τροφήν. τοιοῦτον γοῦν τι πέπονθεν ἡ τούτου φυλή.
PG 121:101Εἰδέναι δὲ δεῖ ὅτι ἐάν τις ἐκ παρατάσεως ἁμαρτάνει πειράζων τὸν θεὸν ὡς μὴ ἐπεξιόντα τοῖς πονηροῖς, ὁ τοιοῦτος οὔτε μετα νοίας ἀξιοῦται οὔτε ἀφέσεως, ὥσπερ γε καὶ ἄλλοι πλείους καὶ οὗ τος Φαραώ. κἂν λέγῃ τις παρ' ἑαυτῷ, ὅσιά μοι γένοιτο, ὅτι 1.73 πορεύσομαι ἐν τῇ ἀναστροφῇ τῆς καρδίας μου τῆς πονηρᾶς, καὶ ὀψέ ποτε μετανοήσω, ὥσπερ Ἀμὼς ὁ τοῦ Μανασσῆ. διὸ καὶ τὸ τάχος ἐξωλόθρευσεν αὐτὸν ὁ θεός. Ὅτι γεωμετρίαν μὲν Αἰγύπτιοι πρῶτοι ἐξεῦρον, ἀστρολο γίαν δὲ καὶ γενεθλιαλογίαν Χαλδαῖοι, Ἄραβες καὶ Φρύγες οἰωνο σκοπίαν, θεοῖς δὲ θύειν Χαλδαῖοι εἴτ' οὖν Κύπριοι (διφοροῦν ται γάρ, ἔθνος Περσικὸν ὄντες), ἀστρονομίαν δὲ Βαβυλώνιοι διὰ Ζωροάστρου, ἐξ ὧν παρέλαβον Αἰγύπτιοι, μαγείαν δὲ καὶ γοη τείαν καὶ φαρμακείαν Μῆδοι καὶ Πέρσαι. ἔστι δὲ μαγεία μὲν ἐπίκλησις δαιμόνων ἀγαθοποιῶν δῆθεν πρὸς ἀγαθοῦ τινὸς σύστα σιν, ὥσπερ τὰ τοῦ Τυανέως Ἀπολλωνίου· γοητεία δὲ καλεῖται ἀπὸ τῶν γόων καὶ θρήνων τῶν περὶ τοὺς τάφους τοῖς τὰ τοιαῦτα ἐπι τηδεύουσι γινομένων· φαρμακεία δέ, ὅταν συσκευασία θανατηφόρος ᾖ πρὸς φίλτρον δοθεῖσά τινι διὰ τοῦ στόματος. Ἰστέον ὅτι τὸ Φαραὼ κοινὸν ὄνομα πάντων τῶν Αἰγύπτου βασιλέων ἐστίν, ἀπὸ τοῦ πρώτου Φαραώ, ὥσπερ καὶ Πτολεμαῖοι ὕστερον, καὶ Αὔγουστοι οἱ βασιλεῖς Ῥωμαίων ἀπὸ τοῦ Αὐγού στου ἐκαλοῦντο. ἰδίῳ δὲ ὀνόματι ἕκαστος ἐχρῆτο, ὥσπερ καὶ ὁ σκληροκάρδιος οὗτος Φαραὼ Πετισσώνιος, ὡς ἱστοροῦσιν οἱ πα λαιοί, ἰδίῳ ὠνόμαστο ὀνόματι, ὃς ὑπὸ τῶν θεηλάτων πληγῶν περιστατούμενος, εἰς τὸ περιβόητον ἐν Μέμφει μαντεῖον γενόμενος καὶ θυσιάσας, ἐπύθετο παρὰ τῆς Πυθίας οὕτω φάσκων 1.74 "σαφήνισόν μοι, τίς ἐστι πρῶτος ὑμῶν καὶ μέγας θεὸς τοῦ Ἰσραήλ." καὶ εὐθὺς ἀπεφθέγξατο χρησμολογοῦν οὕτω τὸ πνεῦμα "ἔστι κατ' οὐρανοῦ μεγάλοιο βεβηκός, φλογὸς ὑπερ βάλλον, αἴθριον ἀέναον ἀθάνατον πῦρ, ὃ τρέμει πᾶν, οὐρανὸς γαῖά τε καὶ θάλασσα, ταρτάριοι βύθιοί τε δαίμονες ἐρρίγησαν. οὗτος θεὸς ἀπάτωρ, αὐτοπάτωρ, πατὴρ υἱὸς αὐτὸς ἑαυτοῦ τρισόλβιος. εἰς μικρὸν δὲ μέρος ἀγγέλων ὑμεῖς. μαθὼν ἄπιθι σιγῶν." οὕτως ἀκούσας Φαραὼ αὐτίκα πλακὶ λιθίνῃ γραφῆναι ταῦτα κελεύει τὰ ῥήματα· καὶ ἔστιν ἐκεῖ γεγλυμμένα ἐν τῷ ἱερῷ ἐν Μέμφει. ἐκεῖθεν καταβὰς ἀπέλυσε παραχρῆμα τὸν λαόν. Ὅτι ἀπὸ Ἀδὰμ ἕως τῆς τελευτῆς τοῦ Ἰωσὴφ γενεαὶ κγʹ, ἔτη #γχοβʹ. Ὅτι Μωϋσῆς καὶ Ἄδμωσις καὶ Τέθμωσις ὠνομάζετο, υἱὸς Ἀβραάμ, ἔγγονος Καγὰθ υἱοῦ Λευί· ὁ γὰρ Λευὶ ἐγέννησε τὸν Καγαθάθ, ὁ δὲ τὸν Ἀβραάμ. ὁ δὲ τὴν Ἰοχαβὲδ τοῦ ἀδελφοῦτοῦ πατρὸς αὐτοῦ λαβὼν γυναῖκα ἐγέννησε πρῶτον τὸν Ἀαρών, εἶτα Μωϋσῆν καὶ τὴν ἀδελφὴν αὐτῶν Μαριάμ. ἐκ φυλῆς δὲ Λευὶ ἦν Μωϋσῆς, καὶ διὰ τοῦτο οὐ γενεαλογεῖται μετὰ Ἰωσήφ. ξεʹ δὲ ἔτη εἰσὶν ἀπὸ τῆς τελευτῆς Ἰωσὴφ ἕως γεννήσεως Μωϋ σέως. καὶ πληροῦται τὰ τετρακόσια τριάκοντα ἔτη ἀπὸ τοῦ οεʹ ἔτους Ἀβραὰμ ἕως τοῦ πρώτου ἔτους Μωϋσέως. εἰ δὲ τετρακό 1.75 σια μόνα ζητεῖς, ἀπὸ τοῦ ἑκατοστοῦ ἔτους Ἀβραὰμ ἀριθμήσας εὑρήσεις. ἀριθμοῦνται γὰρ παρά τινων τὰ τῆς δουλείας ἔτη ρμεʹ ἀπὸ τῆς τελευτῆς Ἰωσὴφ ἕως παʹ ἔτους Μωϋσέως. λέγουσι δὲ ὡς τοῦ Μωϋσέως γεννηθέντος Μελχίαν παρὰ τοῦ πατρὸς κληθῆναι, ὅπερ ἐστὶ βασιλεύς. τὸ δὲ καλεῖσθαι Μωϋσέα, ἐξ ὑδάτων τοῦτο ἐτέθη ὕστερον, προϊστοροῦν τὰ ἐπὶ τῆς ἐρυθρᾶς δι' αὐτοῦ γενό μενα θαύματα. θεοφιλὴς δὲ ὢν ὁ πατὴρ αὐτοῦ ἐχρηματίσθη τὰ κατ' αὐτὸν ἅπαντα. ἀναιρεῖσθαι δὲ προσέταξε Φαραὼ τὰ τῶν Ἑβραίων ἄρρενα δεινοῦ τινὸς ἱερογραμματέως ἀκούσας πρόρρησιν, εἰπόντος ὅτι τὸ γενόμενον παιδίον τούτῳ τῷ καιρῷ τὴν τῶν Αἰγυ πτίων ἀρχὴν καταλύσει. Μούθιδις δὲ ἡ θυγάτηρ Φαραώ, ἡ καὶ Φαρηΐς, βασιλὶς οὖσα, τοῦτον ἀνελομένη τοῦ ὕδατος, ταῖς συμ πορευομέναις γυναιξὶ τοῦτον θηλάζειν ἐπέτρεψεν. αὐτὸς δὲ πάσας ἀπεστράφη. Μαρία δὲ ἡ τούτου ἀδελφὴ τῇ Μούθιδι συνοῦσα, ἥτις καὶ ῥιφέντος Μωϋσέως ἐσκόπει τὸ ἐκβησόμενον, τὴν ἰδίαν μητέρα Ἰοχαβέτην λεγομένην καλεῖ ὡς ἀλλοτρίαν, καὶ μισθοὺς ὑποσχεθέντας αὐτῇ τῆς τιτθείας ἀνατρέφειν δοῦσα, μετὰ τὴν
PG 121:105πρώτην ἡλικίαν ἀνδρωθέντα Μωϋσέα ὀνομάζει· ἐκ τοῦ ὕδατος γάρ, φησίν, αὐτὸν ἀνειλόμην. ὡραιότατον δὲ ὄντα υἱοποιή σατο. τούτου τοῦ κάλλους καὶ Θαρβῆ μετὰ ταῦτα, ἡ θυγάτηρ βασιλέως Αἰθιόπων, ἐπιθυμήσασα, τὴν Σαββὰ μητρόπολιν Αἰ θιοπίας προύδωκεν· ἣν χρόνοις ὕστερον Καμβύσης ἑλὼν ὁ Κύρου Μερόην εἰς ὄνομα τῆς ἀδελφῆς ἐκάλεσε. φασὶ δὲ ὅτι ποτὲ τοῦ 1.76 τον ἡ θετὴ μήτηρ Φαρία τῷ Φαραὼ προσαγαγοῦσα, ἐκεῖνος τὸν ἐπὶ τῆς κεφαλῆς στέφανον αὐτοῦ τὸν βασιλικὸν ἀφελὼν περιέθηκε τῷ Μωϋσῇ νηπιάζοντι· ὁ δὲ τοῦτον ῥίψας κατεπάτησεν. Ὅτι Μωϋσῆς ἐν τοῖς χρόνοις Ἰνάχου ἦν ἀκμάζων τοῦ κατὰ Πελοπόννησον. ἐν ἄλλοις δὲ εὕρηται ὅτι κατὰ μὲν Ἴναχον τὸν πρώτως βασιλεύσαντα Ἄργους Ἰσραὴλ γενόμενος, ἐξ οὗ τὸ δωδεκάφυλον τοῦ Ἰουδαίων ἔθνους τῆς τοῦ Ἰσραὴλ ἐπωνυμίας ἠξιώθη, κατὰ δὲ τὴν Σεμίραμιν τὸν Ἀβραάμ. Μωϋσέα δὲ τού των μὲν νεώτερον, τῶν δὲ παρ' Ἕλλησιν ἀρχαιολογουμένων ἁπάν των πρεσβύτατον, Ὁμήρου λέγω καὶ Ἡσιόδου καὶ αὐτῶν τῶν Τρωϊκῶν, καὶ ἔτι Διοσκούρων Ἀσκληπιοῦ Διονύσου ἡρώων τε πάντων, Ἑρμοῦ τε καὶ Ἀπόλλωνος τῶν τε λοιπῶν παρ' Ἕλλησιθεῶν μυστηρίων τε καὶ τελετῶν, Διός τε αὐτοῦ καὶ τῶν παρ' Ἕλλησι μνημονευομένων πράξεων. τούτων γὰρ ἁπάντων τὴν ἱστορίαν νεωτέραν καὶ τῆς Κέκροπος ἡλικίας Ἑλλήνων παῖδες παραδιδόασι, Μωϋσέα δὲ ἡ παροῦσα συνεξέτασις κατὰ Κέκροπα τὸν διφυῆ γενέσθαι δείκνυσιν, ὃς πρῶτος, ὥς φασι, τῆς Ἀττι κῆς ἐβασίλευσε, πρὸ τνʹ ἐτῶν τοῦ Ἰλίου. Ὅτι ἐκ τοῦ Ἀβραὰμ καὶ τῆς Χεττούρας γεννᾶται Ἰεξάν, ἐκ τούτου Δαδάμ, ἐκ τούτου Ῥαγουὴλ καὶ Ἰοθὸρ ὁ καὶ Ἰοβάβ,ἐκ δὲ Ἰοθὸρ Σεπφόρα, ἣν ἔγημε Μωϋσῆς, καθὼς ἱστορεῖ Δη μήτριος, ὡς φάσκει καὶ Εὐσέβιος ἐν τῷ χρονικῷ. καὶ Μωϋσῆς μὲν ἀπὸ Ἀβραὰμ ἕβδομος, ἡ δὲ Σεπφόρα ἕκτη. ὡς δὲ λέγει ὁ 1.77 Ἀφρικανός, ὅτι ἐκ τοῦ Ἠσαῦ ἄλλοι τε πολλοὶ καὶ Ῥαγουὴλ γεννᾶται, ἀφ' οὗ Ζαρέθ, ἐξ οὗ Ἰώβ, ὃς κατὰ συγχώρησιν θεοῦ ὑπὸ διαβόλου ἐπειράσθη καὶ ἐνίκησε τὸν πειράζοντα. ὁ δέ γε θεῖος Ἀβραὰμ ἐγέννησε πάλιν υἱοὺς ἐκ τῆς ἐσχάτης αὐτοῦ γυναι κὸς Χεττούρας πέντε, ἀφ' ὧν ἐστὶ Μαδιάμ, ἐξ οὗ Μαδιανῖται, καὶ Ἄφαρ, ἐξ οὗ Ἀφρική, ἐν ᾗ παρῴκησεν, ἡ χώρα προσηγορεύθη παρωνύμως, ὥσπερ Αὐσῖτις ἡ χώρα ἐκ τοῦ Ἠσαῦ, ἐν ᾗ ἀνεβλάστησεν ὁ μακάριος καὶ πολύτλας καὶ διαβόητος Ἰώβ· ὃν ἐγκωμιάζων ὁ θεῖος Χρυσόστομος λέγει "ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι," κηρύττων αὐτὸν καὶ ἀπὸ τῆς φύσεως καὶ ἀπὸ τῆς χώρας, ἵν' ὥσπερ ἀκούσας αὐτὸν ἄνθρωπον θαυμάζεις ὅτι ὑπὲρ ἄνθρωπον ἐπολιτεύσατο, οὕτω μαθὼν καὶ τὴν χώραν ἐξ ἧς ὁ τοιοῦτος καρπὸς ἤνθησεν, ἐκπλαγῇς ὁποῖον ῥόδον ἐν μέσῳ τῶν ἀκανθῶν ἐβλάστησεν. ἐπίγονος γάρ ἐστι τοῦ διαβαλλομένου Ἠσαῦ, καθὼς ἡ γραφὴ πέμπτον αὐτὸν ἀπὸ τοῦ Ἀβραὰμ λέγει. Ἀβραὰμ γάρ, φησίν, ἐγέννησε τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ τὸν ἨσαῦἨσαῦ δὲ τὸν Ῥαγουὴλ καὶ τὸν Ζάρα, Ζάρα δὲ τὸν Ἰώβ, ὃςἐγένετο ἄνθρωπος σώφρων καὶ σεμνός, λέγων οὕτως "εἰ δὲ καὶ ἐπηκολούθησεν ὁ ὀφθαλμός μου γυναικὶ ἀλλοτρίᾳ, καὶ διαθήκην διεθέμην τοῖς ὀφθαλμοῖς μου." οὐ μὴν δὲ ἀλλὰ καὶ ὑπὲρ τῶν οἰκείων τέκνων θυσίας προσῆγε καθ' ἡμέραν, φάσκων "μήποτε κακὰ ἐνενόησαν πρὸς τὸν θεόν." εἰκότως οὖν ἔφη "καὶ ἦν ὁ ἄν θρωπος ἐκεῖνος ἄμεμπτος δίκαιος θεοσεβὴς" καὶ τὰ ἑξῆς. οἱ μὲν γὰρ ἔξω φιλόσοφοι τὸν ὅρον δηλοῦντες τοῦ ἀνθρώπου φασίν· 1.78 ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητόν, ἡ δὲ θεία γραφὴ οὐχ οὕτως, ἀλλ' ἄνθρωπός ἐστι θεοσεβής, ἄμεμπτος, δίκαιος, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος, ὡς ὅγε τούτοις μὴ μεμαρτυρη μένος οὐδὲ ἄνθρωπος ἀλλὰ κτῆνος ἐστίν. ἐὰν γὰρ ἔχῃ τὸν χαρα κτῆρα τῆς φύσεως ὑβρίζῃ δὲ αὐτὸν τῇ κακίᾳ τῆς προαιρέσεως, ἀκούσεται παρὰ τοῦ προφήτου λέγοντος "ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς." ὥσπερ τοίνυν καὶ ἡμεῖς ἀποστέλλοντες υἱὸν ἢ οἰκέτην ἐπί τινα πρᾶξιν λέγομεν "ὡς ἄνθρωπος ἅψαι τῆς πρά ξεως" καὶ τὸ κοινὸν ποιούμεθα ἴδιον, οὕτως εἰ καὶ πάντες ἄν θρωποι λέγονται, μόνος ἐκεῖνος ἀληθῶς
PG 121:107ἐστὶν ὁ τὴν εἰκόνα σώζων καὶ τὸ πρωτότυπον μὴ ἀφανίζων. εἶπεν οὖν τὸν Ἰὼβ ἄνθρωπον καὶ ἀπὸ τῆς Αὐσίτιδος χώρας, ὅπως ἐκ τῆς κομώσης γῆς τὴν ἀσέ βειαν τὸν καρπὸν ἀνυμνήσεις. ὃν ὁ ἀρχέκακος ὁρῶν, καὶ φθόνῳ βαλλόμενος, αἰτεῖται παρὰ θεοῦ τὸν κατὰ τοῦ δικαίου πειρασμόν, ἵνα σὺ θάρσος λάβῃς, καὶ μάθῃς ὅπως οὐκ ἔχει ἐξουσίαν δαίμων κατὰ θεοσεβοῦς καὶ ὄντως Χριστιανοῦ καὶ φοβουμένου τὸν θεόν, ἐὰν μὴ ἐπιτροπὴ ἄνωθεν γένηται ἢ διὰ παιδείαν ἢ διὰ συγχώρη σιν. ὅταν γὰρ ἐπάγῃ ὁ θεὸς παιδευτήρια, ἢ δίκας ἀπαιτεῖ τῶν ἁμαρτημάτων ἢ τὴν ἀρετὴν γυμνάζει τῶν θείων κατορθωμάτων. οὐ γὰρ ἠδυνήθη πολεμῆσαι τῷ Ἰώβ, ἕως ἐπετράπη. καὶ μὴ θαυμάσῃς· οὐδὲ γὰρ κατὰ χοίρων ἐξουσίαν ἔχει, καθὼς ἐν τοῖς 1.79 εὐαγγελίοις ἤκουσας. οἱ μὲν οὖν θεῖοι ἄγγελοι διακονοῦσι ταῖς τῶν ἀγαθῶν ἀνθρώπων σωτηρίαις· πάντες γάρ φησι λειτουργικὰ πνεύματα εἰσίν, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν· οἱ δὲ πονηροὶ δαίμονες ταῖς κατὰ τῶν ἁμαρτωλῶν τιμωρίαις· ἐξαπέστειλε γάρ φησιν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν, ἀποστολὴν δι' ἀγγέ λων πονηρῶν. οἱ τοίνυν δαίμονες, εἰ καὶ ἀφηνίασαν τῇ προθέ σει, ἀλλ' ὑπὸ ζυγὸν κεῖνται τῆς δουλείας, καὶ κελεύονται πρᾶξαι ὡς δήμιοί τινες τὰ προσταττόμενα παρὰ τοῦ θεοῦ καὶ τῶν ἁγίων. καὶ δηλοῖ Παῦλος περὶ τῶν Κορινθίων λέγων "οὓς παρέδωκα τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν." ἵνα γὰρ μὴ νομι σθῶσιν οἱ δαίμονες ὅτι πάντα κατ' αὐθεντίαν πράττουσι, κε λεύονται καὶ ἄκοντες ποιεῖν τὰ προσταττόμενα. καὶ τοῖς μὲν ἁγίοις ἀποστέλλει ὁ θεὸς διακόνους ἁγίους ἀγγέλους εἰς σωτηρίαν, τοῖς δὲ ἁμαρτωλοῖς ἐπιτρέπει δαίμονας εἰς τιμωρίαν. καὶ γὰρ ὅτε κατὰ τοῦ Ἀχαὰβ ὁ θεὸς ἀπεφήνατο λέγων "τίς πορεύσεται καὶ ἀπατήσει τὸν Ἀχαάβ, καὶ πεσεῖται;" ἀπεκρίθη πνεῦμα πο νηρόν "ἰδοὺ ἐγώ," πάντως γινῶσκον ὡς εἰς τοῦτο τέτακται. καὶ ἀποστέλλονται μὲν εἰδικῶς εἰσπράξασθαι τιμωρίαν παρὰ τῶν πο νηρῶν, ἀποστέλλονται δὲ καὶ πρὸς δικαίους, οὐχ ἵνα τιμωρήσων ται ἀλλ' ἵνα πειράσωσιν· ἐπειδὴ γὰρ ἄγγελος ἅγιος ὑπουργῆσαι τῇ πείρᾳ οὐ κελεύεται (οὐδὲ γὰρ ὁ θεὸς κελεύει τὸ ἀπρεπὲς ἀγ γέλῳ θείῳ), διὰ τοῦτο δαίμονες ταύτην ἐπιτρέπονται τὴν πεῖραν. καὶ μὴ θαυμάσῃς εἰ πρὸς δικαίους δαίμονες ἀποστέλλονται· 1.80 ἀνήχθη γὰρ ὁ πάντων δεσπότης ἀπὸ τοῦ Ἰορδάνου εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. εἰ τοίνυν τὸν τοῦ παντὸς κύριον ὁ διάβολος ἐπείρασε, τί θαυμάζεις εἰ καὶ τοῖς δικαίοις εἰς γυμνά σιον ὑπομονῆς δαίμων ἀποστέλλεται; ἀποστέλλεται δὲ οὐ θεοῦ κελεύοντος αὐτῷ, ἀλλὰ παραχωροῦντος· σχηματίζει γὰρ τὸν λόγον ἡ γραφὴ ὡς ἐν προσωποποιίᾳ, ὡς ὅταν λέγει "τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός." καὶ ὁ μέγας δὲ Κύριλλος ἔφη "μετροῦνται δὲ τῶν ἀνὰ πᾶσαν τὴν γῆν ἀνθρώπων τὰ κατὰ καιροὺς πλημμελή ματα, ἃ καὶ μέχρι ποσότητός τινος ἐκδήλου τῆς ἁμαρτίας ἡμῶν ἡκούσης, ἐπάγει δὴ τηνικαῦτα λοιπὸν τὰς δίκας λελυπημένος ὁ νομοθέτης καὶ κύριος, διακαρτερεῖ δὲ ἐξ ἐμφύτου φιλανθρωπίας ἔσθ' ὅτε, καὶ πλημμελούντων ἀνέχεται, οὐκ εἰσάπαν ἀγανακτῶν· καὶ γὰρ ἔφη πρὸς τὸν Ἀβραάμ «οὔπω ἀναπεπλήρωνται αἱ ἁμαρ τίαι τῶν Ἀμοραίων ἕως τοῦ νῦν,» πρὸς δέ γε τοὺς Φαρισαίους ἀκαθέκτως λελυπηκότας φησί «καὶ ὑμεῖς ἀνεπληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν.» οὐκοῦν εἰ βούλοιτό τις διαβιῶναι μὲν ὀρ θῶς, εὐβουλοτάτας δὲ καὶ ἐπιεικεστάτας ἐν τῷδε τῷ βίῳ ποιεῖσθαι τὰς διατριβάς, ὀρθοποδίσαι τε καὶ διανήξασθαι τὰ δεινὰ γνώμης ἐχόμενος ὀρθῆς καὶ ἀδιαστρόφου, καρποῦται τὸ μὴ ἐναλῶναι κακοῖς. καὶ ἀτρεκὴς ὁ λόγος. ἐφ' ἡμῖν γάρ ἐστι τὸ ἐπ' ἄμφω βλέπειν, πρός τε τἀγαθόν, φημί, καὶ τοὐναντίον. καὶ οἱ μὲν ἐν λόγῳ πεποιημένοι τὸ θαυμάζεσθαι πεφυκὸς ἐν καλῷ γενήσονται 1.81 τῆς ἀρετῆς· οἱ δ' ἀποκλίναντες εἰς τοὐναντίον καὶ τῶν ἀμεινόνων προθέντες τὸ ἀδικοῦν τὴν οἰκείαν καταφθείραντες ζωὴν ἁλοῖεν ἄν, αὐθένται καὶ ὀλετῆρες δεινοὶ κατὰ τῆς σφῶν αὐτῶν κεφαλῆς ἐξε ληλεγμένοι. ταύτῃ τοι καὶ ὁ
PG 121:111ἱερὸς Ἰσίδωρός φησιν· ἡ τῶν ἁμαρ τημάτων ἐπίτασις ἀναγκάζει ὥσπερ τὴν θείαν καὶ ἀπαθῆ φύσιν ἐκ τῆς κατὰ φύσιν ἀγαθότητος εἰς τὴν παρὰ φύσιν ὀργὴν χωρεῖν. ὅθεν καὶ Ἰουδαίοις ἔφη Χριστός· ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν ὑμᾶς, καὶ οὐκ ἠθελήσατε; ἐπειδὴ γάρ, φησίν, οὐ δέχεσθε τὴν φιλανθρωπίαν, ἐπιγνώσεσθε τὴν ἐξουσίαν τῆς τιμωρίας. ὅταν γὰρ ἴδῃ ὁ θεὸς εἰς ἄκρον κακίας ἐκκλίναντα τὸν ἄνθρωπον, ἐπαί ρει τὴν ἑαυτοῦ χάριν ἐξ αὐτοῦ· ἧς ὁ ἄνθρωπος στερούμενος ἐπὶ πλεῖον τραχύνεται ἐκ τοῦ διαβόλου, καὶ μὴ ἔχων τὸν θεὸν ἐν ἑαυτῷ καταλαμβάνει αὐτὸν ἡ ὀργὴ τοῦ θεοῦ. Ἐν δὲ τοῖς ἀνωτέρω προγεγραμμένοις χρόνοις ἐκ τῆς φυλῆς τοῦ Ἰάφεθ ἐγεννήθη Σερούχ, ὅστις πρῶτος ἤρξατο τοῦ ἑλληνισμοῦ καὶ τοῦ δόγματος τῆς εἰδωλολατρείας, καθὼς Εὐσέβιος ὁ Παμφίλου συνεγράψατο· αὐτὸς γὰρ ὁ Σεροὺχ καὶ οἱ σὺν αὐτῷ τοὺς πάλαι γενομένους ἢ πολεμιστὰς ἢ ἡγεμόνας καί τι πράξαντας ἀνδρίας ἢ ἀρετῆς ἄξιον ἐν τῷ βίῳ τοῦ μνημονεύεσθαι, καὶ ὡς ὄντας αὐτῶν προπάτορας, ἀνδριᾶσι στηλῶν ἐτίμησαν, καὶ ὡς θεοὺς προσεκύνουν αὐτοὺς καὶ ἐθυσίαζον. οἱ δὲ μετὰ ταῦτα ἄν θρωποι ἀγνοοῦντες τὴν τῶν προγόνων γνώμην, ὅτι ὡς προπά τορας καὶ ἀγαθῶν εὑρετὰς ἐτίμησαν μνήμαις μόναις, ὡς θεοὺς 1.82 ἐπουρανίους ἐτίμων καὶ ἐθυσίαζον αὐτοῖς. ἦν δὲ τὸ τῆς ἀποθεώ σεως σχῆμα τοιοῦτον. ἐν ταῖς ἱερατικαῖς αὐτῶν βίβλοις ἐτάσ σοντο τὰ ὀνόματα αὐτῶν μετὰ τελευτήν, καὶ κατ' ἐκεῖνον τὸν καιρὸν ἑορτὴν αὐτῷ ἐπετέλουν, λέγοντες τὰς αὐτῶν ψυχὰς εἰς τὰς τῶν μακάρων νήσους εἶναι καὶ μηκέτι κρίνεσθαι ἢ καίεσθαι πυρί. καὶ διέμειναν ἕως τῶν χρόνων Θάρρα τοῦ πατρὸς Ἀβραὰμ ταῦτα. ἀλλὰ καὶ ὁ σοφώτατος Σοφοκλῆς ἐν τοῖς αὐτοῦ συγγράμμασιν ἐξέ θετο ταῦτα· εἷς ταῖς ἀληθείαισιν, εἷς ἐστὶν θεός, ὃς οὐρανὸν τέτευχε καὶ γαῖαν μακρὰν πόντου τε χαροπὸν οἶδμα κἀνέμων βίας. θνητοὶ δὲ πολλοὶ καρδίᾳ πλανώμενοι ἱδρυσάμεσθα πημάτων παραψυχὴν θεῶν ἀγάλματ' ἐκ λίθων τε καὶ ξύλων ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους, θυσίας τε τούτοις καὶ καλὰς πανηγύρεις τεύχοντες ἡμεῖς εὐσεβεῖν νομίζομεν. μοναρχίαν γὰρ ἔδοξε δοξάζειν ὁ αὐτὸς Σοφοκλῆς. Ἴωνες δὲ οἱ ἐκ τῆς Ἰοῦς, τῶν Ἑλλήνων ἀρχηγοὶ γεγονότες, τοῖς ξοάνοις προσεκύνουν, οἷστισι μέμφεται ὁ Χερρονήσιος Πλού ταρχος ὡς πλάνην ἀγαλμάτων τινῶν εἰσάγουσι, τοὺς κατ' οὐρα νὸν φωστῆρας θεοποιούμενοι τὸν ἥλιον καὶ τὴν σελήνην, ὡς ἡ τῶν 1.83 Αἰγυπτίων θεογονία περιέχει. αὐτοὺς γὰρ λέγει τὸν σύμπαντα κόσμον διοικεῖν καὶ τρέφειν, αὐξάνοντας τὰ πάντα τῇ τριμερεῖ κινήσει τῶν πέντε πλανήτων καὶ τῆς λοιπῆς ἀστροθεσίας κατὰ γενέσεις καὶ ἀστέρας. Ἐν τοῖς χρόνοις δὲ τοῦ Μωϋσέως ἐβασίλευσεν Ἀσσυρίων Ἐρεχθεύς, Αἰγυπτίων δὲ ἐβασίλευσε Πετισώνιος ὁ καὶ Φαραώ, ὅστις εἶχε μάγους τὸν Ἰαννῆν καὶ Ἰαμβρῆν. ἐπὶ τῆς βασιλείας δὲ τούτου ἐπληθύνθη ἐν Αἰγύπτῳ τὸ τῶν Ἑβραίων γένος. ὁ δὲ Μωϋσῆς ἦν πεπαιδευμένος πάσῃ σοφίᾳ Αἰγυπτίων· οἱ δὲ Αἰγύ πτιοι ἐφοβοῦντο τοὺς Ἑβραίους ὡς γενομένους πολλούς, καὶ ἐκά κουν αὐτοὺς τῇ πλινθείᾳ καὶ τῷ πηλῷ, ἐπιστήσαντες αὐτοῖς ἐπι στάτας βαρεῖς, καὶ ἐστέναζον θλιβόμενοι. καὶ προσέσχε Μωϋσῆς καὶ Ἀαρὼν τῷ στεναγμῷ αὐτῶν, καὶ ηὔξαντο τῷ θεῷ, ὃς καὶ ἐκέλευσε τῷ Μωϋσεῖ εἰσελθεῖν πρὸς Φαραώ, καὶ εἰπεῖν αὐτῷ ἀπο λῦσαι τὸν λαὸν τοῦ Ἰσραήλ, λατρεῦσαι κυρίῳ τῷ θεῷ αὐτῶν. καὶ εἰσελθὼν Μωϋσῆς καὶ Ἀαρὼν πρὸς Φαραὼ ἀνήγγειλεν αὐτῷ τὴν τοῦ θεοῦ κέλευσιν. ὁ δὲ Φαραὼ λέγει αὐτοῖς "εἰ ἀληθεύεις ὅτι ὁ θεός σου ταῦτα ἐκέλευσεν, ἰδού, εἰσὶν Αἰγύπτιοι σὺν ἐμοὶ ποιοῦντες θαύματα· ἐὰν νικήσῃς αὐτοὺς διὰ τοῦ θεοῦ σου, παρέξω σοι ἅπερ ἐκέλευσε." καὶ ἔστησεν ἐναντίον ἀλλήλων τὸν Ἰαννῆν καὶ τὸν Ἰαμβρῆν καὶ τὸν Μωϋσέα καὶ Ἀαρών. καὶ ἐποίησαν οἱ μάγοι διὰ γοητείας τὰς ῥάβδους αὐτῶν ὄφεις· καὶ ῥίψας Μωϋσῆς τὴν ῥάβδον αὐτοῦ εἰς τὴν γῆν, ἐγένετο ὄφις μέγας καὶ κατέπιε 1.84 τοὺς ὑπὸ τῶν μάγων γενομένους ὄφεις. καὶ κατίσχυσεν ἡ καρδία Φαραώ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐλάλησεν αὐτοῖς κύριος ὁ θεός. καὶ εἶπε κύριος
PG 121:113πρὸς Μωϋσῆν "βάδισον πρὸς Φαραώ, καὶ ἐξελεύσεται μετά σου εἰς τὸν ποταμόν, καὶ τύψον τῇ ῥάβδῳ σου τὰ ὕδατα τοῦ ποταμοῦ, καὶ μεταβαλεῖς αὐτὰ εἰς αἷμα." καὶ τούτου γενομένου μετεβλήθη πάντα τὰ ὕδατα εἰς αἷμα, καὶ ἀπέθανον οἱ ἐν τῷ ποταμῷ ἰχθύες, καὶ οὐκ ἠδύναντο πιεῖν ὕδωρ οἱ Αἰγύπτιοι, ὅτι πάντα τὰ ὕδατα μετεστράφη εἰς αἷμα. ἐποίησαν δὲ καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμα κείαις αὐτῶν ὡσαύτως· ἐσκληρύνθη δὲ ἡ καρδία Φαραώ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν. καὶ μετὰ ἑπτὰ ἡμέρας παρακληθεὶς Μωϋσῆς ὑπὸ τοῦ Φαραὼ προσηύξατο, καὶ πάλιν ἐγένετο τὰ ὕδατα καθαρά. καὶ λέγει Μωϋσῆς τῷ Φαραώ "ἰδού, εἶδες τὴν τοῦ θεοῦ Ἰσραὴλ δύναμιν· ἀπόλυσον τὸν λαόν, ἵνα λατρεύσωμεν τῷ θεῷ." ὁ δὲ Φαραὼ συντασσόμενος ἀνεβάλλετο. καὶ ηὔξατο Μωϋσῆς πρὸς τὸν θεὸν πέμψαι πληγὰς τοῖς Αἰγυπτίοις, ἵνα ἀναγκασθῇ Φαραὼ ἀπολῦσαι τὸν Ἰσραήλ. καὶ ἔπεμψε κύριος ὁ θεὸς τοῖς Αἰγυπτίοις τὴν δεκάπληγον ὀργήν, ὥστε παρακαλέσαι τὸν Μωϋσέα καὶ εἰπεῖν αὐτῷ "εὖξαι τῷ θεῷ σου, ἵνα ῥυσθῇ ἡ χώρα αὕτη τῶν τοσού των κακῶν· καὶ ζῇ κύριος ὁ θεός σου, οὐ κωλύσω σε λαβεῖν τὸν λαόν σου τὸν Ἰσραὴλ εἰς τὸ λατρεῦσαι ὑμᾶς αὐτῷ." ὁ δὲ Φαραὼ ἀπελθὼν ἐν Μέμφει εἰς τὸ περιβόητον μαντεῖον, καὶ λαβὼν τὸν προρρηθέντα χρησμὸν καὶ ὑποστρέψας εὐθέως ἀπέλυσε τὸν 1.85 Ἰσραὴλ μετὰ Μωϋσέως καὶ Ἀαρών. ἔλαβε δὲ ὁ λαὸς ἐν χρήσει ἀπὸ τῶν Αἰγυπτίων σκεύη χρυσᾶ καὶ ἀργυρᾶ καὶ ἱματισμὸν πο λύν. καὶ μετὰ τὸ ἐξελθεῖν αὐτοὺς μετεμελήθη Φαραώ, καὶ κατε δίωξεν ὀπίσω αὐτῶν μετὰ τῶν ἁρμάτων αὐτοῦ, καὶ κατέλαβεν αὐτοὺς παρὰ τὴν ἐρυθρὰν θάλασσαν. οὓς θεασάμενοι οἱ Ἰσραη λῖται ἀνεβόησαν πρὸς τὸν θεόν. καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ Μωϋσῆς ἔπληξε τὴν θάλασσαν ῥάβδῳ, καὶ διῃρέθη τὰ ὕδατα, καὶ διέβη πᾶς ὁ λαὸς ὡς διὰ ξηρᾶς. ὄπισθεν δὲ τούτου εἰσῆλθον καὶ οἱ Αἰγύπτιοι πάντες ἅμα τῷ Φαραὼ μετὰ τῶν ἁρμάτων αὐ τῶν. ἰδόντες δὲ αὐτοὺς οἱ Ἰσραηλῖται διερχομένους φόβῳ συνε σχέθησαν ἀπείρῳ. ὁ δὲ Μωϋσῆς ἐκτείνας τὴν ῥάβδον αὐτοῦ ἐπι στρεπτικῶς ἀποκατέστησε τὸ ὕδωρ εἰς τὸν τόπον αὐτοῦ. καὶ ἔφυ γον πάντες οἱ Αἰγύπτιοι ὑπὸ τὸ ὕδωρ, μηδενὸς ὑπολειφθέντος. ὅπερ θεασάμενοι οἱ Ἰσραηλῖται τὸν ῥυσάμενον αὐτοὺς θεὸν ἐδοξολόγουν, προηγουμένων τοῦ Μωϋσέως καὶ τοῦ Ἀαρών, καὶ λεγόν των "ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται," ἐφεπομένης τῆς ἀδελφῆς αὐτῶν Μαρίας μετὰ τῶν γυναικῶν, καὶ ἀνακρουο μένης τὸ τύμπανον. Ὅτι ἐν τῇ λεπτῇ Γενέσει κεῖται μόνους δέκα μῆνας ῥιφῆναι τὰ βρέφη τῶν Ἰσραηλιτῶν ἐν τῷ ποταμῷ, ἕως οὗ ἀνελήφθη Μωϋσῆς ὑπὸ τῆς βασιλίσσης· διὰ τοῦτο δέκα πληγαὶ ἐδόθησαν ἐν δέκα μησὶ τοῖς Αἰγυπτίοις, καὶ τέλος ἐν τῇ θαλάσσῃ κατεστρά φησαν ὃν τρόπον τὰ βρέφη τῶν Ἑβραίων ἐν τῷ ποταμῷ ἀπέπνι γον, χιλίων ἀνδρῶν ἀποπνιγέντων ἰσχυρῶν Αἰγυπτίων ἀνθ' ἑνὸς 1.86 βρέφους Ἰσραηλιτικοῦ. αὐτὸν δὲ τὸν Μωϋσῆν εἰς τὸ βασιλικὸν γένος εἰσεποιήσατο ἡ θυγάτηρ Φαραώ, οὐ μέντοι ἀνῆκε τῆς ἐπι ταγείσης ἐργασίας τοὺς Ἰσραηλίτας. ἀνδρωθέντος δὲ τοῦ Μωϋ σέως ὑπερβάντες Αἰθίοπες τὸν Ἰνδὸν ποταμὸν δεινῶς τὴν Αἴγυ πτον ἐληίζοντο, ὡς τὰς πόλεις σχεδὸν πάσας ἀνατρέψαι καὶ τὸν στρατὸν αὐτῆς ἀφανίσαι καὶ τοὺς στρατηγοὺς ἀποσφάξαι. ἔμειναν οὖν Αἰγυπτίοις πολεμοῦντες ἐπὶ ἔτη πέντε. ἐν ἀπορίᾳ γοῦν πολλῇ καταστάντες Αἰγύπτιοι χρησμεύονται ὡς τῷ Μωϋσῇ τὴν στρατη γίαν ἐγχειρίσαι, καὶ παρακαλοῦσι τὴν Θέρμουθιν ἐπιτρέψαι αὐτῷ τὴν στρατηγίαν· ἡ δ' ὠνείδιζεν αὐτοὺς καὶ κακοὺς ἀπέφαινε σὺν τοῖς ἱερογραμματεῦσιν εἰς θάνατον ἐπιβουλεῦσαι τῷ παιδὶ βουλη θέντας· ὅμως ὡς ὑπὲρ πατρίδος πολεμήσαντα ἐξαπέστειλεν, ἀσμενέστατα τοῦ παιδὸς δεξαμένου τὴν ἐπιταγὴν καὶ μηδὲν ἀγωνιάσαν τος. ηὐξήθη γὰρ πάσῃ ἀρετῇ κοσμηθεὶς καὶ παιδευθεὶς πᾶσαν σοφίαν Αἰγυπτίων, ὡς βασιλέως υἱὸς καὶ φύσιν ἔχων δεξιάν, ἀν δρεῖός τε ἐν τοῖς πολέμοις. ὃς τριακοντούτης τυγχάνων τοιοῦτον πόλεμον ἀνεδέξατο· καὶ ἐπὶ δέκα ἔτη ἐσχάτως τοὺς Αἰθίοπας πολεμήσας καὶ Αἰθιοπίαν πᾶσαν ἀφανίσας, τήν τε Σαβὰ
PG 121:115μητρό πολιν βασιλεύουσαν Αἰθιόπων παραλαβών, τὴν Αἴγυπτον ἐλευθε ροῖ πάσης πολεμικῆς ἐπιβουλῆς. ἐντεῦθεν ἄρχεται αὐτῷ ὁ φθόνος παρ' Αἰγυπτίοις, ἐξαιρέτως δὲ αὐτῷ παρὰ τῷ Χενεφρῇ· ἐν τού τοις γὰρ τετελευτήκει ὁ Παλμανώθης καὶ ἡ Θέρμουθις. καὶ τοί 1.87 νυν ἐπιβουλεύεται αὐτῷ ποικίλως βασκαίνων, Χαναθώθῃ δὲ ἐπι τρέπει τὴν τοῦ Μωϋσέως σφαγήν· ἣν γνοὺς Μωϋσῆς ἀναιρεῖ αὐ τόν, καὶ οὕτω φεύγει διὰ τῆς ἐρήμου εἰς τὴν Ἀρραβίαν πρὸς Ἰοθόρι τὸν καὶ Ῥαγουήλ, καὶ ἔλαβεν αὐτοῦ τὴν θυγατέρα πρὸς γά μον, ἐξ ἧς ἐπαιδοποίησε τὸν Ἰηρσὰμ καὶ τὸν Ἐλεάζαρ. Μωϋσῆς δὲ ὢν ἐν Αἰγύπτῳ κτίζει πόλεις δύο ἐπ' ὀνόματι τῆς μητρὸς αὐτοῦ τῆς βασιλίσσης . Ὅτι Εὐπόλεμός φησι τὸν Μωϋσέα πρῶτον σοφὸν γενέσθαι, καὶ γράμματα παραδοῦναι Ἰουδαίοις πρῶτον, παρὰ δὲ Ἰουδαίων Φοίνικας παραλαβεῖν, Ἕλληνας δὲ παρὰ Φοινίκων· νόμους δὲ πρῶτον Μωϋσῆς γράφει τοῖς Ἰουδαίοις. καταλιπὼν δὲ Μωϋσῆς τὰς κατ' Αἴγυπτον διατριβὰς εἰς τὴν ἔρημον ἐφιλοσόφει, διδα σκόμενος παρὰ τοῦ ἀρχαγγέλου Γαβριὴλ τὰ περὶ τῆς γενέσεως τοῦ κόσμου καὶ τοῦ πρώτου ἀνθρώπου καὶ τῶν μετ' ἐκεῖνον, καὶ τοῦ κατακλυσμοῦ, καὶ τῆς συγχύσεως καὶ ποικιλίας τῶν γλωσσῶν, καὶ τῶν περὶ τὸν πρῶτον ἄνθρωπον, καὶ τῶν μέχρις αὐτοῦ χρόνων, καὶ περὶ τῆς νομοθεσίας τῆς μελλούσης παρ' αὐτοῦ δίδοσθαι τῷ Ἰουδαίων ἔθνει, καὶ τὰς τῶν ἄστρων θέσεις καὶ τὰ στοιχεῖα καὶ ἀριθμητικὴν καὶ γεωμετρίαν καὶ πᾶσαν σοφίαν, ὡς ἐν τῇ λεπτῇ Γενέσει κεῖται. καὶ ὅτι ἐν ρμδʹ ἔτει τῆς ἐν Αἰγύπτῳ δουλείας ἤρξαντο Αἰγύπτιοι δέχεσθαι τὴν δεκάπληγον. ἐν μηνὶ Ἰουνίῳ τὰ ὕδατα εἰς αἷμα μετεβλήθη, Ἰουλίῳ βάτραχοι, Αὐγούστῳ σκνῖπες, Σεπτεμβρίῳ κυνόμυια, Ὀκτωβρίῳ κτηνῶν πτῶσις, Νοεμβρίῳ 1.88 φλυκτίδες καὶ ἕλκη, Δεκεμβρίῳ χάλαζα, Ἰανουαρίῳ ἀκρίς, Φε βρουαρίῳ σκότος ἡμέρας τρεῖς, Μαρτίῳ τὰ πρωτότοκα. τῇ ιδʹ τούτου τοῦ μηνὸς σκυλεύσαντες τοὺς Αἰγυπτίους ἐξῆλθον, προσ τάξει θεοῦ τοῦτο πεποιηκότες. μετὰ δὲ τὴν ἔξοδον Ἰοθὸρ ὁ πενθερὸς Μωϋσέως, λαβὼν Σεπφόραν τὴν γυναῖκα Μωϋσέως καὶ τοὺς δύο υἱοὺς αὐτοῦ, κατέλαβε πρὸς Μωϋσῆν ἐν τῇ ἐρήμῳ ἔτι πολεμοῦντα τὸν Ἀμαλήκ. καὶ ἐν τῷ τρίτῳ μηνὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ τὰ ἐν τῷ Σιναίῳ ὄρει νομοθετεῖται, καὶ ἡ δεκάλογος δίδοται Μωϋσῇ καὶ Ἀαρὼν καὶ παντὶ τῷ λαῷ. καὶ μετὰ τοῦτο πάλιν κελεύεται ὑπὸ τοῦ θεοῦ Μωϋσῆς μετὰ Ἰησοῦ ἀνελθεῖν ἐν τῷ ὄρει καὶ λαβεῖν τὰ πυξία γεγραμμένα, ἃ προενομοθέτησεν ὁ θεός. τότε καὶ τὸν τύπον τῆς σκηνῆς θεωρεῖ καὶ τὰ περὶ αὐτὴν πάντα. μοσχοποιεῖ δὲ ὁ λαός, καὶ συντρίβει Μωϋσῆς τὰς θεουρ γηθείσας πλάκας. εἶτα πάλιν κελεύεται λαξεῦσαι πλάκας καὶ ἀνελθεῖν ἐν τῷ ὄρει. καὶ ἰδοὺ ἡ δεκάλογος παρὰ θεοῦ τρίτον παραδέδοται, πρῶτον ἐπὶ τοῦ ὄρους Σινᾶ, ἡνίκα αἱ σάλπιγγες καὶ ὁ γνόφος, δεύτερον ἡνίκα τὸ παράδοξον τῆς σκηνῆς καὶ τὰ περὶ τὴν σκηνήν, τρίτον μετὰ τὴν μοσχοποιίαν. καὶ τότε γὰρ τεσσα ράκοντα ἡμέρας διέτριψεν ἐν τῷ ὄρει, ἄρτον μὴ φαγὼν μηδὲ ὕδωρ πιών· ἀλλὰ καὶ ἡ δόξα τοῦ προσώπου αὐτοῦ τότε ἐξέλαμ ψεν εἰς τὸν λαόν. Καὶ ἐν τῷ ἑνδεκάτῳ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ κε λευσθεὶς Μωϋσῆς ἐξαριθμῆσαι τὸν λαὸν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω τοὺς ἐξελθόντας ἐξ Αἰγύπτου, χωρὶς γυναικῶν παιδίων καὶ 1.89 τῆς Λευιτικῆς φυλῆς, εὗρε μυριάδας ἑξήκοντα καὶ τρισχιλίους πεντακοσίους πεντήκοντα, ἀπὸ τῶν εἰσελθόντων εἰς Αἴγυπτον οεʹ ψυχῶν, εἰς ἔτη σιεʹ. πάντες δὲ οὗτοι ἐν τῇ ἐρήμῳ διεφθάρησαν ποικίλως, οἱ μὲν διὰ βλασφημίαν, οἱ δὲ δι' εἰδωλολατρείαν, οἱ δὲ δι' ἀπιστίαν, ἐκτὸς Ἰησοῦ καὶ Χάλεβ. ἔζησε δὲ Ἰησοῦς ὁ τοῦ Ναυῆ ἔτη ἑκατὸν δέκα, ὁ δὲ τοῦ Ἰεφονῆ Χάλεβ ἔτη ἑκατὸν ἑξήκοντα. Ὅτι ἐν τῇ δευτέρᾳ ἐξαριθμήσει, ἡνίκα Μωϋσῆς καὶ Ἐλεά ζαρ ἠρίθμησαν τὸν λαόν, οὐχ εὑρέθη ἄνθρωπος ἐκ τῆς πρώτης ἀριθμήσεως, ἡνίκα Μωϋσῆς καὶ Ἀαρὼν ἠρίθμησαν τὸν λαόν. γέγονε δὲ ἡ πρώτη ἀρίθμησις περὶ τὸ Σίναιον, ἡ δὲ δευτέρα παρὰ τὸν Ἰορδάνην. Ὅτι δεήσεις μεγάλας ποιησάμενος πρὸς
PG 121:119τὸν θεὸν εἰς τὸ δια βῆναι τὸν Ἰορδάνην καὶ ἰδεῖν τὴν γῆν τῆς ἐπαγγελίας οὐχ ὑπηκού σθη, ἀλλ' εἶπεν αὐτῷ ὁ θεός "ἱκανούσθω σοι, ἀνάβηθι ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, καὶ ἴδε τοῖς ὀφθαλμοῖς σου, ὅτι οὐ διαβήσῃ τὸν Ἰορδάνην." καὶ ἐτελεύτησε Μωϋσῆς ἐν τῷ ὄρει ἐκείνῳ ἐτῶν ἑκατὸν δέκα. καὶ ἡγεῖται τοῦ λαοῦ Ἰησοῦς ἔτη κζʹ, ζήσας τὰ πάντα ἔτη ἑκατὸν δέκα. Ἀλλὰ δέον ἡγησάμην σαφέστερον τὰ περὶ τοῦ μακαρίου Μωϋσέως διεξελθεῖν. μέλλων γὰρ ὁ θεσπέσιος οὗτος τὸν δεύτε ρον νόμον δέχεσθαι ἀνέβη εἰς τὸ ὄρος, καὶ κατέβη κύριος ἐν νε 1.90 φέλῃ, καὶ παρέστη αὐτῷ ἐκεῖνος ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα· ἄρτον οὐκ ἔφαγε καὶ ὕδωρ οὐκ ἔπιε. καὶ ἔγραψεν ἐπὶ τῶν πλακῶν τὰ ῥήματα τῆς διαθήκης, τοὺς δέκα λόγους. καὶ λαβὼν τὰς πλάκας καὶ καταβὰς ἀπὸ τοῦ ὄρους δεδοξασμένος, εἶδεν Ἀαρὼν καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ τὸ πρόσωπον Μωϋσέως, καὶ ἦν δεδοξασμένον, καὶ ἐφοβήθη αὐτῷ προσεγγίσαι· καὶ διὰ τοῦτο κάλυμμα ἐπετίθει, ἡνίκα πρὸς αὐτοὺς ὡμίλει. μετὰ γὰρ ἡμέρας τεσσαράκοντα κατελθών, καὶ διὰ τὴν μοσχοποιίαν θυμω θείς, εὐθέως τὰς πλάκας συνέτριψε καὶ αὐτίκα προσέταξεν ἡβη δὸν πάντας τοὺς παρατυχόντας ἀναιρεθῆναι. καὶ τὸν μόσχον ἐξα φανίσας, καὶ τρισχιλίους αἰσχίστους ἄνδρας ἐξολοθρεύσας ἐν μιᾷ ἡμέρᾳ, τῇ ἐπιούσῃ θᾶττον ἀνῆλθεν εἰς τὸ ὄρος πρὸς κύριον, δυσωπήσων αὐτόν. καὶ ἄκουσον τί φησιν ἡ γραφή. καὶ ἐγένετο μετὰ τὴν αὔριον, εἶπε Μωϋσῆς πρὸς τὸν λαόν "ὑμεῖς ἡμαρτήκατε ἁμαρτίαν μεγάλην· καὶ νῦν ἀναβήσομαι πρὸς τὸν θεόν, ἵνα ἐξι λάσωμαι περὶ τῆς ἁμαρτίας ὑμῶν." καὶ ἐπέστρεψε Μωϋσῆς πρὸς κύριον, καὶ εἶπε "δέομαι, ἡμάρτηκεν ὁ λαὸς οὗτος ἁμαρτίαν με γάλην καὶ ἐποίησαν ἑαυτοῖς θεούς. καὶ νῦν, εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν αὐτῶν, ἄφες, εἰ δὲ μή, ἐξάλειψόν με ἐκ τῆς βίβλου ἧς ἔγραψας." καὶ εἶπε κύριος πρὸς Μωϋσῆν "εἴ τις ἥμαρτεν ἐνώπιόν μου, ἐξαλείψω αὐτὸν ἐκ τῆς βίβλου μου. νυνὶ δὲ βάδιζε, καὶ ὁδήγησον τὸν λαὸν τοῦτον εἰς τὸν τόπον ὃν εἴρηκά σοι, καὶ ἰδοὺ ὁ ἄγγελός μου προπορεύσεται ἔμπροσθέν σου· ᾗ δ' ἂν 1.91 ἡμέρᾳ ἐπισκέπτωμαι, ἐπάξω ἐπ' αὐτοὺς τὴν ἁμαρτίαν αὐτῶν." ὥστε λοιπὸν ἀναμφήριστόν ἐστιν ὡς ὀγδοηκονθήμερον ἐφεξῆς ἀπό σιτος ἔφυ θεοφορούμενος ὁ θεσπέσιος Μωϋσῆς, θείῳ λόγῳ τρε φόμενος κατὰ τὴν τοῦ κυρίου φωνήν. ἡνίκα δ' ἂν εἰσεπορεύετο Μωϋσῆς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, εἱστήκει πᾶς ὁ λαὸς σκο πεύοντες. ὡς δ' ἂν εἰσῆλθε Μωϋσῆς ἐν τῇ σκηνῇ, κατέβαινεν ὁ στῦλος τῆς νεφέλης καὶ ὁ θεὸς ἐπὶ τὴν σκηνήν. ὁ δὲ λαὸς ἑώρα τὸν στῦλον τῆς νεφέλης, καὶ προσεκύνουν ἕκαστος ἐκ τῆς σκηνῆς αὐτοῦ. καὶ οὕτως ἐλάλει κύριος μετὰ Μωϋσέως ἐνώπιον τοῦ λαοῦ. καὶ τὸν μὲν λαὸν ἐκ τῆς ὀργῆς κυρίου διαφόρως ἐπαγωνιζόμενος ἐξελέσθαι, τοσοῦτον ἠλόγησε τῆς οἰκείας σωτηρίας ὡς καὶ ἐν τῇ θραύσει τοῦ θεοῦ κατὰ τὸν Δαβὶδ στῆναι. οἱ δὲ ἀχάριστοι ὄντες μᾶλλον κατεξανίσταντο τοῦ προφήτου. ὅσοι δὲ κατεξανέστησαν αὐτοῦ, οἱ μὲν κατεπτώθησαν εἰς γῆν ζῶντες, οἱ δὲ θείου πυρὸς γεγόνασι παρανάλωμα. φησὶ γάρ "καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ θραύσει χιλιάδες δεκατέσσαρες καὶ ἑπτακόσιοι, χωρὶς τῶν τε θνηκότων ἕνεκεν Κορέ." Καὶ μετὰ ταῦτα οὐκ ἦν ὕδωρ τῇ συναγωγῇ, καὶ ἐλοιδόρει ὁ λαὸς τῷ Μωϋσῇ καὶ Ἀαρών. καὶ καταβοήσαντες, εἶπε κύριος πρὸς Μωϋσῆν "λάβε τὴν ῥάβδον ταύτην, καὶ ἐκκλησίασαι τὴν συν αγωγὴν σὺ καὶ Ἀαρὼν ὁ ἀδελφός σου, καὶ λαλήσατε πρὸς τὴν πέτραν ἐναντίον αὐτῶν, καὶ δώσει τὰ ὕδατα αὐτῆς." καὶ ἔλαβε Μωϋσῆς τὴν ἀπέναντι κυρίου ῥάβδον, καὶ ἐξεκλησίασε τὴν συν 1.92 αγωγὴν ἀπέναντι τῆς πέτρας. καὶ εἶπε κύριος πρὸς αὐτούς "ἀκού σατέ μου οἱ ἀπειθεῖς. μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομαι ὑμῖν ὕδωρ;" καὶ ἐπάρας Μωϋσῆς τὴν χεῖρα αὐτοῦ καὶ πατάξας τὴν πέτραν δὶς τῇ ῥάβδῳ, ἐξῆλθεν ὕδωρ πολύ, καὶ ἔπιεν ἡ συναγωγὴ καὶ τὰ κτήνη αὐτῶν. καὶ εἶπε κύριος πρὸς Μωϋσῆν καὶ Ἀαρών "ἀνθ' ὧν οὐκ ἐπιστεύσατε ἁγιάσαι με ἐναντίον τοῦ λαοῦ, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν ἣν ἔδωκα αὐτοῖς. διὸ προστεθήτω Ἀαρὼν πρὸς τὸν
PG 121:121λαὸν αὐτοῦ, καὶ ἀποθανέτω, διότι παρωξύνατέ με ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλο γίας." καὶ ἀνεβίβασε Μωϋσῆς τὸν Ἀαρὼν εἰς τὸ ὄρος, καὶ ἐξ έδυσεν αὐτὸν τὰ ἱερατικὰ ἱμάτια, καὶ ἐνέδυσεν αὐτὰ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ. καὶ ἀπέθανεν Ἀαρὼν ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραήλ, ζήσας ἔτη ρκγʹ. καὶ ἔκλαυσεν αὐτὸν ὁ λαὸς ἡμέρας τριάκοντα. καὶ μετὰ ταῦτα εἶπε κύριος πρὸς Μωϋσῆν "ἀνάβηθι εἰς τὸ ὄρος Ναβᾶν, καὶ ἴδε τὴν γῆν ἣν δίδωμι τοῖς υἱοῖς Ἰσραήλ, καὶ τελεύτα ἐκεῖ ὃν τρόπον ἀπέθανεν Ἀαρὼν ὁ ἀδελφός σου, διότι ἠπειθήσατε τῷ ῥήματί μου ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλο γίας Κάδδης." τοῦ δὲ Μωϋσέως πολλὰ καὶ πολλάκις δεηθέντος τοῦ θεοῦ περὶ τούτου, καὶ λέγοντος "διαβὰς οὖν, ὦ κύριε, τὸν Ἰορδάνην ὄψομαι τὴν ἀγαθὴν γῆν ἐκείνην," εἶπε κύριος πρὸς αὐ τόν "ἱκανούσθω σοι. ὅρα μὴ προσέλθῃς μοι ἔτι περὶ τούτου λα λῆσαι, ἀλλ' ἰδὼν τὴν ἀγαθὴν γῆν τοῖς ὀφθαλμοῖς σου τελεύτα." καὶ γράψας ἐκ προστάγματος κυρίου τὴν μεγάλην ᾠδήν, καὶ ἐπι θεὶς τὰς χεῖρας ἐπὶ Ἰησοῦν τοῦ Ναυῆ εἰς τὸ διαδέξασθαι αὐτόν, 1.93 ἐτελεύτησεν ἐκεῖ διὰ ῥήματος κυρίου, ζήσας ἔτη ρκʹ. καὶ θάψας αὐτὸν ὁ λαὸς καὶ κλαύσας ἡμέρας μʹ, οὐδεὶς εἶδε τὴν ταφὴν αὐ τοῦ. καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ἰσραὴλ ὡς Μωϋσῆς. ἐκ τότε οὖν καὶ μέχρι τοῦ νῦν φωτοειδὴς νεφέλη ἐπισκιάζει τὸν τόπον ἐκεῖνον, ἀμαυροῦσα καὶ ἀποτειχίζουσα τὰς ὄψεις τῶν ὁρώντων, ἵνα μὴ γινώσκοιεν αὐτοῦ τὸν τάφον εἰς τὸν αἰῶνα. Μετὰ δὲ Μωϋσέα διεδέξατο τὴν ἀρχὴν Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ περάσας τὸν Ἰορδάνην, καὶ ποιήσας ἐν τῇ γῇ τῆς ἐπαγγελίας ἔτη λβʹ πολεμῶν καὶ κατακληροδοτῶν αὐτὴν τοῖς υἱοῖς Ἰσραήλ, ἀπέθανε ζήσας ἔτη ριʹ. καὶ ὁ μὲν Μωϋσῆς πατάξας τὸν Σηὼν βασιλέα τῶν Ἀμοραίων καὶ τὸν Ὢγ βασιλέα τῆς Βασάν, ὃς ὑπελείφθη ἐκ τῶν γιγάντων, κατοικῶν ἐν τῷ Ῥαφαῒν ἐν Ἀσταρώθ, ἀπόγονον ὄντα τοῦ Ῥαφαΐν, οὗ καὶ ἡ κλίνη σιδηρᾶ, τὸ μῆκος ἔχουσα πήχεις ἐννέα, τὸ πλάτος τέσσαρας, ἀφείλετο πᾶσαν τὴν γῆν αὐτῶν. ὁ δὲ Ἰησοῦς χειρωσάμενος πᾶσαν τὴν γῆν αὐτῶν καὶ τοὺς Χαναναίους καὶ Φερεζαίους καὶ Γεργεσαίους καὶ Χετταίους καὶ Ἰεβουσαίους καὶ Ἀμοραίους καὶ Εὐαίους καὶ πάντας αὐτῶν τοὺς βασιλεῖς, ὄντας τὸν ἀριθμὸν τριακονταδύο, πᾶσαν τὴν γῆν αὐτῶν δέδωκε τοῖς υἱοῖς Ἰσραήλ. ἐν δὲ τῷ φεύγειν αὐτούς, φησίν, ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραὴλ καὶ κύριος ἐπέρριψεν αὐτοῖς λί θους χαλάζης ἐκ τοῦ οὐρανοῦ, καὶ ἐγένοντο πλείους οἱ ἀποθανόν τες διὰ τοὺς λίθους τῆς χαλάζης ἢ οὓς ἀπέκτειναν οἱ υἱοὶ Ἰσραὴλ μαχαίρᾳ στρατηγοῦντος Ἰησοῦ. 1.94 Ὅ γε μὴν μέγας καὶ τερατουργὸς καὶ θεοφιλὴς πάνυ οὗτος ἀναδειχθεὶς οὐκ ἄμοιρος λύπης καὶ πειρασμῶν διαφόρων ἐγένετο. περὶ οὗ καὶ ὁ θεορρήμων Χρυσόστομος ἔφη "ἐννόησον ὅσον ἐστὶ δίκαιος ἄνθρωπος. εἶπεν Ἰησοῦς τοῦ Ναυῆ «στήτω ὁ ἥλιος κατὰ Γαυαὼδ καὶ ἡ σελήνη κατὰ φάραγγα Ἐλώμ.» καὶ ἐγένετο· φησὶ γάρ «καὶ ἔστη ὁ ἥλιος κατὰ μέσον τοῦ οὐρανοῦ εἰς τέλος ἡμέρας μιᾶς, καὶ οὐκ ἐγένετο ἡμέρα τοιαύτη πρότερον καὶ ἔμπροσθεν, ὥστε ὑπακοῦσαι θεὸν ἀνθρώπου.» τοῦτο τοῦ Μωϋσέως μεῖζον. ἀλλά γε δὴ καὶ οὗτος ὁ θαυμαστὸς καὶ μέγας καὶ τερατουργός, διαδεξάμενος τὸν Μωϋσῆν, συναπήλαυσεν αὐτῷ πάντων ὡς ἔπος εἰπεῖν τῶν ἀνιαρῶν. οὐ γὰρ ἔτι μόνον ὅτε ἔζη Μωϋσῆς, τὰ ἱμά τια διέρρηξε καὶ σποδὸν κατεπάσατο, ἀλλὰ καὶ τελευτήσαντος πάλιν εἰς μείζονα ταύτης κατέστη ἀνάγκην δι' ὅλης ἡμέρας πρηνὴς κείμενος διὰ τὴν ἁμαρτίαν Ἄχαν καὶ τὴν τοῦ λαοῦ ἧτταν. φησὶ γάρ «καὶ διέρρηξεν Ἰησοῦς τὰ ἱμάτια αὐτοῦ, καὶ ἔπεσεν ἐπὶ πρόσ ωπον ἐναντίον κυρίου ἕως ἑσπέρας, αὐτὸς καὶ οἱ πρεσβύτεροι Ἰσραήλ. καὶ ἐπέβαλον χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτῶν, καὶ εἶπεν Ἰησοῦς· δέομαι, κύριε, ἵνα τί διεβίβασεν ὁ παῖς σου τὸν λαὸν τοῦτον τὸν Ἰορδάνην, παραδοῦναι αὐτὸν τῷ Ἀμοραίῳ ἀπολέσαι ἡμᾶς; καὶ τί ἐρῶ, ἐπεὶ μετέβαλεν Ἰσραὴλ τὸν αὐχένα ἀπέναντι τοῦ ἐχθροῦ αὐτοῦ; καὶ ἀκούσας ὁ Χαναναῖος καὶ πάντες οἱ κατοι κοῦντες τὴν γῆν περικυκλώσουσιν ἡμᾶς
PG 121:123καὶ ἐκτρίψουσιν ἀπὸ τῆς γῆς.» ὁρᾷς ὅπως καὶ οὗτος οὐχ ἧττον Μωϋσέως ἀδημονεῖ καὶ 1.95 θορυβεῖται; καί που τάχα καὶ αὐτὸς ὁμοίως τὴν ζωὴν ἐξ ἀπορίας ἀπελέγετο. ἐῶ λέγειν τοὺς διαφόρους πολέμους καὶ τὰς μάχας καὶ τὰς φροντίδας καὶ τῶν Γαυαωνιτῶν τὴν ἀπάτην. καὶ μέντοι καὶ ἡ τῶν κληρῶν διανομὴ πολὺν μὲν τὸν πόνον πολλὰς δὲ παρ εῖχεν αὐτῷ τὰς δυσκολίας καὶ θλίψεις. οὕτω τοίνυν ἅπαντες ὅσοι τῷ θεῷ μεγάλως εὐηρέστησαν, διὰ θλίψεων καὶ πειρασμῶν δοκι μασθέντες καὶ δόκιμοι ἀναφανέντες τῆς πρὸς θεὸν ἀγάπης καὶ παρρησίας ἐπέτυχον, καὶ οὐκ ἔστιν οὐδείς, ὧν πολὺς παρὰ τῷ θεῷ λόγος, θλίψεων ἐκτός, κἂν ἡμεῖς ἀγνοῶμεν τοῦτο καὶ τὰ τοῦ θεοῦ περὶ αὐτῶν κρίματα." Μετὰ δέ γε Ἰησοῦν διὰ τῶν κριτῶν ὁ θεὸς ἔσωζε τὸν λαόν, θλιβόμενον ὑπὸ τῶν περιλειφθέντων ἀλλοφύλων. ἐν οἷς ὑπῆρξε πρώτιστος Ἰούδας καλούμενος, καὶ ἔκρινε τὸν λαὸν ἔτη ζʹ, χειρω σάμενος καὶ τὸν Ἀδωνιζεβὲκ βασιλέα τῶν ἀλλοφύλων, καὶ ἀκρω τηριάσας αὐτοῦ χεῖρας καὶ πόδας. εἶπε δὲ Ἀδωνιζεβέκ "ἑβδομή κοντα βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν καὶ τῶν ποδῶν αὐτῶν ἀποκε κομμένοι ἦσαν, συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου. καθὼς οὖν ἐποίησα, οὕτω καὶ ἀνταπέδωκέ μοι ὁ κύριος." μετὰ δὲ Ἰού δαν γέγονε κριτὴς Γοθονιὴλ καὶ μετὰ τοῦτον Ἀώδ. μετὰ δέ γε Ἀὼδ γέγονε κριτὴς Σαμέγαρ ἔτη ἑπτά, πατάξας καὶ ἐκ τῶν ἀλλο φύλων ἐν ἡμέρᾳ μιᾷ ἐν τῷ τοῦ ἀρότρου ποδὶ τῶν βοῶν ἄνδρας ἑξακοσίους. μετὰ Σαμέγαρ γέγονε κριτὴς Βαράκ, μεθ' οὗ καὶ Δεβόρρα ἡ προφῆτις. ἐφ' ὧν Προμηθεὺς καὶ Ὀρφεὺς ὁ Θρᾲξ 1.96 οἱ σοφώτατοι παρ' Ἕλλησι, καὶ Ἀσκληπιὸς ὁ ἰατρός, καὶ Λυκοῦργος ὁ Σπαρτιάτης καὶ νομοθέτης τῶν Ἑλλήνων ἐγνωρίζοντο. μετὰ δὲ Βαρὰκ γέγονε κριτὴς Γεδεών, ὁ καὶ Ἱεροβάαλ, ἔτη μʹ. πατάξας τὸν Μαδιὰμ μετὰ τῶν λαψάντων τριακοσίων, ὡς λελέξε ται, καὶ τοὺς ἄρχοντας αὐτῶν ἠλόησεν ἐν ταῖς ἀκάνθαις. μετὰ Γεδεὼν γέγονε κριτὴς Ἀβιμέλεχ υἱὸς αὐτοῦ ἔτη τρία, πατάξας δὲ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐκ τῶν ἐλευθέρων ἄνδρας οʹ ἐπὶ λίθον ἕνα, ἐξ ὧν οὐκ ἀπελείφθη πλὴν Ἰωάθαν τοῦ νεωτέρου· ὃς καὶ ἀνελθὼν ἐν τῷ ὄρει εἶπε τοῖς Σικιμίταις τὴν παραβολὴν τῶν δέν δρων, τῆς τε ἐλαίας καὶ τῆς συκῆς καὶ τῆς ἀμπέλου καὶ τῆς ῥά μνου, καθ' ἣν καὶ συνέβη αὐτοῖς. καὶ τὰ λοιπὰ τῶν κριτῶν εὑ ρήσεις ἔμπροσθεν. Ἰστέον οὖν, φησὶν ὁ ἀοίδιμος Χρυσόστομος, ὡς πολυσήμαντον ἐστι τὸ ὄνομα τῆς παραβολῆς. ἔστι γὰρ παραβολὴ λά λημα καὶ ὑπόδειγμα καὶ ὀνειδισμός, ὡς ὅταν λέγει Δαυίδ "ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσι, κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς." ἔτι δὲ παραβολὴ αἰνιγματώδης λόγος, ὃ πολλοὶ λέγουσι ζήτημα, ἐκφαῖνον μέντοι, οὐκ αὐτόθεν δὲ πάντως δῆλον ὂν ἀπὸ τῶν ῥημά των, ἀλλ' ἔχον ἐντὸς κεκρυμμένην διάνοιαν, ὡς ὅταν ὁ Σαμψὼν ἔλεγεν "ἐξῆλθεν ἀπὸ στόματος ἔσθοντος βρῶσις καὶ ἀπὸ ἰσχυροῦ γλυκύ." καὶ Σολομὼν ἔφη "τότε νοήσεις παραβολὴν καὶ σκοτει νὸν λόγον." λέγεται δὲ παραβολὴ καὶ ὁμοίωσις· ἄλλην γάρ φησι 1.97 παραβολὴν παρέθηκεν αὐτοῖς λέγων "ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ." καὶ παραβολὴ λέγεται ἡ τροπολογία, οἷόν ἐστι τό "υἱὲ ἀνθρώπου, εἶπον αὐτοῖς τὴν παραβολὴν ταύτην, ὁ ἀετὸς ὁ μεγαλοπτέρυγος," ἀετὸν λέγων τὸν βασιλέα. παραβολὴ λέγεται καὶ ὁ τύπος καὶ ἡ εἰκών, ὡς καὶ ὁ μέγας Παῦλος ἔφη "πίστει προσενήνοχεν ὁ Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας δεξάμενος. ὅθεν καὶ ἐν παραβολῇ τοῦτον ἐκομίσατο," τουτέστιν ἐν τύπῳ καὶ εἰκόνι. καὶ παραβολή ἐστι λόγος παρα βάλλων τὰ νοητὰ τοῖς αἰσθητοῖς, καὶ παριστῶν ἐκ τῶν ἐγκοσμίων καὶ ὁρατῶν τὰ ὑπερκόσμια καὶ ἀόρατα. πρόβλημα δέ ἐστι λόγος συνεσκιασμένος καὶ αἰνιγματώδης, κατὰ τὸ εἰρημένον "κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου." πρόβλημά ἐστι θεώρημα συντεῖνον πρὸς θεωρίαν καὶ γνῶσιν. παράδειγμα δέ ἐστιν ἀπὸ τοῦ καθ' ἕκαστον ἄγον ἐπὶ τὸ καθόλου, ἢ δεῖξις πιστουμένη τὸ μερικὸν διὰ μερικοῦ καὶ ὁμοίου. παροιμία δ' ἐστὶ
PG 121:127λόγος ἀπόκρυφος δι' ἑτέρου προδήλου σημαινόμενος. ἀλληγορία δ' ἐστὶν ἡ ἐπὶ τῶν ἀψύχων, οἷον ὀρέων καὶ βουνῶν, δένδρων καὶ λοιπῶν. τροπολογία δ' ἐστὶν ἡ ἐπὶ τῶν ἡμετέρων μελῶν, οἷον κεφαλῆς ὀφθαλμῶν καὶ τῶν λοιπῶν· τροπολογία δὲ ἀπὸ τοῦ τρέπεσθαι λέγεται. ἐντεῦθεν ὅρα μοι τὰς πράξεις τῶν κριτῶν. 1.98 Ἀναγκαῖον δὲ ἡγησάμεθα καὶ περὶ τῆς τῶν κριτῶν τοῦ Ἰσραὴλ πράξεως ἐν βραχεῖ ἐπισημήνασθαι, ἵνα τοὺς μὲν εἰδότας εἰς ἀνάμνησιν ἀναγάγωμεν, τοῖς δὲ ἀγνοοῦσι μικράν τινα εἴδησιν ἐντεῦθεν παράσχωμεν. Μετὰ τελευτὴν Ἰησοῦ κατελείφθησαν ἔθνη πρὸς τὸ πειρά σαι τὸν Ἰσραήλ· θείᾳ γὰρ προγνώσει ὁ θεὸς ᾔδη τὴν ἀποστασίαν αὐτῶν, ὅτι προστεθήσονται τοῖς εἰδώλοις, καὶ ἐξέδοτο αὐτοὺς εἰς χεῖρας τῶν ἐχθρῶν αὐτῶν τῶν καταλειφθέντων, καὶ ἐταπείνωσαν καὶ ἐφορολόγουν αὐτούς. κατῆλθε δὲ ἄγγελος κυρίου εἰς τὴν κοι λάδα καὶ πᾶς Ἰσραήλ· καὶ ἤλεγξεν αὐτοὺς ὁ ἄγγελος περὶ τῆς ἀποστασίας αὐτῶν, καὶ ὅτι διὰ τοῦτο παρεδόθησαν τοῖς ἔθνεσι. καὶ ἔκλαυσε πᾶς ὁ λαός, μνησθέντες τῶν εὐεργεσιῶν κυρίου καὶ τῆς ἐνισταμένης κακώσεως αὐτῶν. ὅθεν ἐκλήθη ὁ τόπος ἐκεῖνος κοιλὰς κλαυθμῶνος· διὰ γὰρ τὸ μὴ ἐξολοθρεῦσαι τὸν Ἰσραὴλ τὰ ἔθνη ἃ εἶπε κύριος αὐτοῖς, ἀλλὰ καὶ μαθεῖν τὰ ἔργα αὐτῶν καὶ μιγῆναι αὐτοῖς καὶ δουλεῦσαι τοῖς γλυπτοῖς αὐτῶν, διὰ τοῦτο παρεδόθησαν εἰς χεῖρας τῶν ἀλλοφύλων. τῇ οἰκείᾳ δὲ φιλανθρω πίᾳ κινούμενος ὁ θεὸς ᾠκτείρησε τὸν Ἰσραήλ, καὶ ἀνέστησεν αὐτῷ πρῶτον κριτὴν τὸν Γοθονιήλ, γαμβρὸν ὄντα τοῦ Χάλεβ, ὅστις Χάλεβ ζήσας ἔτη ρζʹ ἐν δυνάμει ὡς νεανίας εἰσήρχετο καὶ ἐξήρχετο ἐν τῷ πολέμῳ. καὶ ἐνίσχυσε κύριος τὸν Γοθονιήλ, καὶ τὸν βασι λέα Συρίας ἐπάταξε. καὶ εἰρήνευσεν ἡ γῆ ἕως τῆς ζωῆς αὐτοῦ ἔτη μʹ. καὶ πάλιν ἀπέστη Ἰσραὴλ ἀπὸ κυρίου, καὶ ἐπήγειρεν αὐ 1.99 τοῖς κύριος τὸν Ἐκλὼμ βασιλέα Μωάβ, καὶ ἐδουλώσατο τὸν Ἰσραὴλ ἔτη ιηʹ. καὶ ἐβόησεν πάλιν ὁ λαὸς πρὸς κύριον, καὶ ἔδω κεν αὐτοῖς κριτὴν τὸν Ἀὼδ ἄνδρα ἀμφοτεροδέξιον, ὃς τολμήσας ἀνεῖλεν Ἐκλὼμ ἐν τῷ οἴκῳ αὐτοῦ δόλῳ, καὶ φυγὼν διεσώθη. καὶ παρευθὺς λαμβάνει τὸν Ἰσραήλ, καὶ πατάσσει τὴν Μωὰβ πατα γμὸν μέγαν, καὶ ἡσυχάζει ἡ γῆ ἔτη ὀγδοήκοντα. καὶ μετὰ τελευ τὴν τὴν αὐτοῦ ἀπέστη πάλιν ὁ λαός, καὶ ἐταπείνωσεν αὐτοὺς ὁ Σισάρρα ὁ δυνάστης, βασιλεὺς Ἰαβίν, ἔτη ηʹ. καὶ προσκαλεῖται Δεβόρρα ἡ προφῆτις τὸν Βαράκ (ἦν γὰρ αὕτη τότε κρίνουσα τὸν λαόν), καὶ συμπορεύεται μετ' αὐτοῦ ἐπὶ Θαβώρ, καὶ δίδωσιν αὐτῷ δήλους ὅτι αὕτη ἡμέρα ἐν ᾗ σώσει κύριος τὸν Ἰσραὴλ ἐκ χει ρὸς Μαδιάμ. κατεδίωξε δὲ Βαρὰκ τὸν Σισάρρα, καὶ συνέτριψε τὰ ἅρματα αὐτοῦ. κατέβη δὲ Σισάρρα ἐκ τοῦ ἅρματος αὐτοῦ, καὶ ἔφυγε μόνος, ἕως εἶδεν αὐτὸν Ἰαὴλ γυνὴ ἀστεία, καὶ προσεκαλέ σατο αὐτὸν λέγουσα "ἔκκλινον κύριε πρός με, μὴ φοβοῦ." καὶ εἰσῆλθε πρὸς αὐτήν, καὶ ἐπότισεν αὐτὸν γάλα διὰ τὸ δίψος, καὶ κοιμίσασα πασσάλῳ ἀπέκτεινεν αὐτόν. καὶ ἡσύχασεν ἡ γῆ ἐπὶ Βαρὰκ ἔτη μʹ. αὖθις δὲ Ἰσραὴλ ἐπέθετο τοῖς εἰδώλοις, καὶ γεγόνασιν ἐν χειρὶ Μαδιὰμ ἔτη ζʹ. τότε ὤφθη ἄγγελος κυρίου τῷ Γεδεών, λέγων "ἐν τῇ χειρί σου κύριος παραδίδωσι τὴν Μαδιάμ." ᾔτησε δὲ Γεδεὼν γενέσθαι θυσίαν τῷ κυρίῳ, καὶ ἥψατο ὁ ἄγγε λος τῷ ἄκρῳ τῆς ῥάβδου αὐτοῦ τῆς θυσίας, καὶ ἐξῆλθε πῦρ καὶ κατέκαυσεν αὐτήν. καὶ ἀπῆλθεν ἀπ' αὐτοῦ ὁ ἄγγελος. Τότε ἔγνω 1.100 Γεδεὼν ὅτι ἄγγελος συνελάλει, καὶ ἐφοβήθη. εἶτα αἰτεῖ τὴν δισ σὴν αἴτησιν περὶ τοῦ πόκου, καὶ τυγχάνει τῆς αἰτήσεως. εἶτα καταστρέφει τὸν βωμὸν ἐν ᾧ ἐθεράπευσεν ὁ πατὴρ αὐτοῦ τὸν Βαάλ, καὶ ποιεῖ ἐκεῖ θυσιαστήριον, καὶ θύει τῷ θεῷ δάμαλιν. εἶτα προκαλεῖται τὸν λαὸν καὶ ἀποστρέφει τοὺς δεδιότας, εἴκοσι καὶ δύο χιλιάδας. εἶτα παραλαμβάνει τὰς ἀπολειφθείσας δέκα χιλιάδας, καὶ προστάξει θεοῦ κάτεισιν ἐν τῷ ποταμῷ, καὶ τοὺς λάψαντας τῇ γλώσσῃ τριακοσίους κατέχει, ἀποπέμπει δὲ τοὺς λοι πούς. ὡς δὲ ἐναγώνιος ἐγένετο τῇ βραχύτητι τῶν συμμάχων, ἐπι τρέπεται παρὰ θεοῦ τῇ νυκτὶ ἐκείνῃ κατελθεῖν ἐν τῇ παρεμβολῇ Μαδιὰμ μόνος μετὰ παιδαρίου. κατελθὼν δὲ ἤκουσεν ἐν τῇ παρεμβολῇ λεγόντων
PG 121:129μαγίδα κριθινὴν ἐν ὕπνῳ τεθεᾶσθαι τὸν λέ γοντα ἐν τῇ παρεμβολῇ Μαδιάμ, ἥτις ἀνακυλιομένη ἐν παντὶ τῷ λαῷ ἔφθασεν ἕως τῆς σκηνῆς τοῦ βασιλέως, καὶ ἐπάταξεν ἡ μαγὶς τὴν σκηνήν, καὶ ἔπεσε. καὶ εἶπον οἱ ἀκούοντες "οὐκ ἔστι τοῦτο, ἀλλ' ἢ ἡ ῥομφαία τοῦ Γεδεών· παραδώσει γὰρ ὁ κύριος τὴν παρ εμβολὴν ταύτην ἐν χειρὶ αὐτοῦ." καὶ ἤκουσε Γεδεὼν καὶ ἐνίσχυσε. καὶ ἀνῆλθεν ἐν τῇ ἐκείνῃ νυκτὶ πρὸς τὴν παρεμβολήν, καὶ ἐνίσχυσε τοὺς τριακοσίους ἄνδρας τοὺς μετ' αὐτοῦ, δέδωκε δὲ αὐτοῖς ἀμ φορεῖς καὶ λαμπάδας καὶ σάλπιγγας. καὶ κατελθὼν πεποίηκεν ὡς γέγραπται. ἦν δὲ Μαδιὰμ μυριάδες τριακόσιαι δώδεκα, ὡσεὶ ἀκρὶς ἐν πεδίῳ κεχυμένη, καὶ οὐκ ἦν ἀριθμὸς τοῦ λαοῦ αὐτῶν ἢ τῶν καμήλων αὐτῶν. καὶ ἐπεὶ ἐξέστησεν αὐτοὺς ὁ θεός, κατε δίωξε Γεδεὼν ὀπίσω αὐτῶν. γνόντες δὲ οἱ ἐπίλοιποι προκατέλα 1.101 βον τὰς διαβάσεις τῶν ὑδάτων ἕως τοῦ Ἰορδάνου, καὶ συνέλαβον φεύγοντας τοὺς δυνάστας Μαδιὰμ Ὠρὴβ καὶ Ζήβ, καὶ τεμόντες τὰς κεφαλὰς αὐτῶν προσήνεγκαν τῷ Γεδεών. διαβὰς δὲ τὸν Ἰορδάνην ὁ Γεδεὼν ἐπάταξε τὴν παρεμβολὴν Μαδιάμ, καὶ ἐξέφυ γον οἱ βασιλεῖς Μαδιὰμ Ζεβεὲ καὶ Σαλμανᾶ ἐκ τῆς παρεμβολῆς. καὶ κατεδίωξε Γεδεὼν ὄπισθεν αὐτῶν, καὶ ἀπέκτεινεν αὐτούς. ἔλαβε δὲ τὰ ἐνώτια τὰ χρυσᾶ ἐκ τῶν σκύλων, καὶ ἐποίησεν ἐφούδ, καὶ ἔστησεν αὐτὸ ἐν τῇ πόλει αὐτοῦ ἐν Ἐφραθᾷ, εἰς τὴν κληρονο μίαν Μανασσῆ. καὶ ἐξεπόρνευσε πᾶς Ἰσραὴλ ἐπ' αὐτῷ, καὶ γέ γονε σκάνδαλον τῷ λαῷ. καὶ ἡσύχασεν ἡ γῆ ἐπὶ Γεδεών, ὃς καὶ Ἱεροβάαλ ἐλέγετο, ἐπὶ ἔτη μʹ. ἐν τούτοις τοῖς χρόνοις τοῦ Γεδεὼν ἦν Ὀρφεὺς ὁ Θρᾲξ ὁ λυρικὸς ὁ Βρυώσιος, ὁ σοφώτατος καὶ περι βόητος ποιητής, ὅστις ἐξέθετο θεογονίας καὶ κόσμου κτίσιν καὶ ἀνθρώπων πλαστουργίαν, εἰρηκὼς ἐν τῇ ἀρχῇ τοῦ συντάγματος αὐτοῦ ὅτι ἐκ ἰδίας ἐνθυμήσεως οὐκ ἐξέθετό τι περὶ θεοῦ ἢ τῆς κοσμικῆς κτίσεως, ἀλλ' αἰτησαμένου αὐτοῦ μαθεῖν παρὰ τοῦ Φοίβου Τιτᾶνος ἡλίου τὴν θεογονίαν καὶ τὴν τοῦ κόσμου κτίσιν, καὶ τίς ἐποίησεν αὐτήν. ἐκφέρεται γὰρ ἐν τῇ αὐτοῦ ἐκθέσει διὰ ποιητικῶν στίχων οὕτως. ὦ ἄνα Λητοῦς υἱέ, ἑκατηβόλε, Φοῖβε, κραταιέ. ὦ δέσποτα ἡμέρας υἱέ, ὁ τὰ πάντα πόρρωθεν ἐν ταῖς ἀκτῖσί σου τοξεύων, ἀμίαντε καὶ δυνατέ. πάνδερκες, θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσων, ὁ τὰ πάντα ἐπιβλέπων, θνητῶν καὶ ἀθανάτων βασιλεύων. 1.102 ἠέλιε χρυσέοισιν ἀειρόμενε πτερύγεσσιν. ἥλιε τιμίαις εἰς τὸν ἀέρα ὑψούμενε πτέρυξι. δωδεκάτην δὴ τήνδε περί σου ἔκλυον ὀμφήν, σεῖο φαμένου. σὲ δ' αὐτὸν ἑκηβόλε μάρτυρα θείην. καὶ ἄλλους δὲ πολλοὺς περὶ τούτων εἶπε στίχους ὁ αὐτὸς Ὀρφεύς. ἔφρασε δὲ ἐκ τῶν προειρημένων στίχων ὅτι ὡς ἐκ τῆς εὐχῆς ἀκού σας περὶ θεογονίας καὶ κτίσεως κόσμου συνεγράψατο. παρείθησαν δὲ διὰ τὸ πλῆθος. λέγει δὲ πρὸς τοῖς ἄλλοις καὶ ταῦτα, ὅτι ἐξ ἀρχῆς ἀνεδείχθη τῷ κόσμῳ ὁ αἰθὴρ ὑπὸ τοῦ θεοῦ δημιουργηθείς, ἐντεῦθεν δὲ καὶ ἐντεῦθεν τοῦ αἰθέρος ἦν χάος καὶ νὺξ ζοφερά, πάντα δ' ἐκάλυπτε τὰ ὑπὸ τὸν αἰθέρα, σημαίνων τὴν νύκτα προ τερεύειν, εἰρηκὼς ἐν τῇ αὐτοῦ ἐκθέσει ἀκατάληπτόν τινα καὶ πάν των ὑπέρτατον εἶναι, προγενέστερόν τε καὶ δημιουργὸν ἁπάντων, καὶ αὐτοῦ τοῦ αἰθέρος καὶ πάντων τῶν ὑπ' αὐτὸν τὸν αἰθέρα. τὴν δὲ γῆν εἶπεν ὑπὸ τοῦ σκότους ἀόρατον οὖσαν. ἔφρασε δὲ ὅτι τὸ φῶς ῥῆξαν τὸν αἰθέρα ἐφώτισε πᾶσαν τὴν κτίσιν, εἰπὼν ἐκεῖνο εἶναι τὸ φῶς τὸ ῥῆξαν τὸν αἰθέρα τὸ προειρημένον τὸ ὑπέρτατον πάντων. οὗ ὄνομα ὁ αὐτὸς Ὀρφεὺς ἀκούσας ἐκ τῆς μαντείας ἐξ εῖπε μῆτις, ὅπερ ἑρμηνεύεται βουλή, φῶς, ζωοδοτήρ. εἶπεν ἐν τῇ αὐτοῦ ἐκθέσει ταύτας τὰς τρεῖς θείας τῶν ὀνομάτων δυνάμεις μίαν εἶναι δύναμιν, καὶ κράτος τούτων θεὸν ὃν οὐδεὶς ὁρᾷ· ἧς τινὸς δυνάμεως οὐδεὶς δύναται γνῶναι ἰδέαν ἢ φύσιν. ἐξ αὐτῆς δὲ τῆς δυνάμεως τὰ πάντα γεγενῆσθαι, ἀρχὰς ἀσωμάτους καὶ 1.103 ἥλιον καὶ σελήνην καὶ ἐξουσίαν καὶ ἄστρα πάντα, γῆν καὶ θάλασ σαν, καὶ τὰ ὁρώμενα ἐν αὐτοῖς πάντα καὶ τὰ ἀόρατα. τὸ δὲ τῶν ἀνθρώπων γένος εἶπεν ὑπ' αὐτοῦ τοῦ θείου πλασθὲν ἐκ γῆς καὶ ψυχὴν ὑπ' αὐτοῦ λαβεῖν λογικήν, καθὼς Μωϋσῆς ἐξέθετο. ὁ δὲ αὐτὸς Ὀρφεὺς ἐν τῇ
PG 121:133αὐτοῦ βίβλῳ συνέταξεν ὅτι διὰ τῶν αὐτῶν τριῶν ὀνομάτων μιᾶς θεότητος τὰ πάντα ἐγένετο καὶ αὐτός ἐστι τὰ πάντα. περὶ δὲ τοῦ ταλαιπώρου γένους τῶν ἀνθρώπων ὁ αὐ τὸς Ὀρφεὺς ἐξέθετο ποιητικῶς στίχους πολλούς, ἀφ' ὧν εἰσὶν οὗτοι. θῆρες τ' οἰωνοί τε βροτῶν τ' ἀλητώσια φῦλα, θηρία, ὄρνεα, τῶν ἀνθρώπων τὰ καταναλισκόμενα ἔθνη, ἄχθεα γῆς, εἴδωλα τετυγμένα, εἰδότες οὔτε κακοῖο προσερχομένοιο νοῆσαι· φράδμονες οὔτε ποῖον μάλ' ἀποστρέψαι κακότητος, οὐδ' ἀγαθοῦ παρεόντος ἐπιστρέψαι καὶ ἕρξαι, ἀλλὰ μάτην ἀδαήμονες ἀπρονόητοι. καὶ ἄλλους δὲ πολλοὺς περὶ τοῦ ἀνθρωπίνου γένους ἐξέθετο στί χους ὁ αὐτὸς σοφώτατος Ὀρφεύς. ταῦτα Τιμόθεος συνεγράψατο ὁ χρονογράφος, λέγων τὸν Ὀρφέα πρὸ τοσούτων χρόνων εἰπόντα τριάδα ὁμοούσιον δημιουργῆσαι τὰ πάντα. Ἐν τούτοις τοῖς χρόνοις ἐκτίσθη τὸ Ἴλιον ὑπὸ τοῦ Ἴλου· μετὰ δὲ λδʹ ἔτη τοῦ κτισθῆναι τὸ Ἴλιον ἐκτίσθη Κύζικος, μητρό 1.104 πολις Ἑλλησπόντου καὶ Ἀσίας ὑπὸ Κυζίκου. ἐκτίσθη δὲ καὶ Τύρος πρὸ τοῦ ἐν Ἱεροσολύμοις ναοῦ ἔτεσι τριακοσίοις καὶ πεντήκοντα πρὸς τῷ ἑνί. Ἐν τοῖς χρόνοις τῶν κριτῶν ἐγνωρίζετο καὶ Ἡρακλῆς ὁ ἥρως καὶ οἱ Ἀργωναῦται οἱ περὶ τὸν Ἰάσονα τὸν Θετταλόν, οἵτινες ἀνιόντες τὸν ἀνάπλουν τῆς Ποντικῆς θαλάσσης ἐπολεμήθησαν ὑπὸ Κυζίκου τοῦ βασιλέως τῆς Ἑλλησπόντου ἐξαίφνης. καὶ συμ βαλόντες ἀλλήλοις ναυμαχίᾳ ἀπέκτειναν τὸν Κύζικον, καὶ παρέ λαβον τὴν πόλιν αὐτοῦ τὴν Κύζικον. μεμαθηκότες δὲ ὅτι Κύζικος ὁ σφαγεὶς ὑπ' αὐτῶν συγγενὴς αὐτῶν ὑπῆρχεν, ᾔτουν συγγνώμην τῆς ἀγνοίας αὐτῶν, καὶ ἀποθεραπεύοντες τὸ θεῖον ἔκτισαν ἐν αὐτῇ τῇ Κυζίκῳ ἱερόν, καθὼς ἔμπροσθεν λέξομεν, περί τε τοῦ δοθέντος αὐτοῖς χρησμοῦ ἀπὸ τῶν Πυθίων θερμῶν καὶ περὶ τῶν ἄλλων. Ὅτι οὐκ ἐν θεοῖς ἑτέροις ἀνέθηκε Γεδεὼν τὸ ἐφούδ, ἀλλὰ τῷ ὄντι θεῷ. ἀλλ' ἐπεὶ τοῦ νενομισμένου τόπου καὶ τοῦ νόμου ἀλλότριον πέπραχε καὶ σκάνδαλον γέγονε τῷ Ἰσραήλ, συνέβη γε νέσθαι ἐξολόθρευσιν τοῦ οἴκου αὐτοῦ. οὗτος γὰρ ὁ Γεδεὼν οʹ υἱοὺς ἔσχε, πολλαῖς γυναιξὶ καὶ παλλακαῖς μιγνύμενος. ἐκ μιᾶς δὲ τούτων ἐτέχθη αὐτῷ Ἀβιμέλεχ, ὃς ἀπέσφαξε τοὺς λοιποὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ λίθον ἕνα, ἑνὸς καὶ μόνου διαφυγόντος Ἰωά θαμ, θωπείᾳ δὲ ἀπεπλάνησε τὸν λαὸν καὶ ἐβασίλευσεν αὐτῶν. Ἰωάθαμ δὲ ὁ ἀδελφὸς αὐτοῦ ἐφ' ἓν τῶν ὀρέων ἀνελθὼν προσεφώ νει τοῖς Σικιμίταις τὰς εὐεργεσίας τοῦ πατρὸς αὐτοῦ, εἰπὼν αὐτοῖς περὶ τῆς ἐλαίας καὶ τῆς συκῆς καὶ τῆς ἀμπέλου καὶ τῆς ῥάμνου 1.105 παραβολήν. καὶ κατὰ ταύτην τὴν παραβολὴν συνέβη αὐτοῖς· πνεῦμα γὰρ κυρίου συνετάραξε τοὺς βασιλεύσαντας αὐτῶν, καὶ ἡ ῥομφαία Ἀβιμέλεχ ἐνεργοῦσα κατ' αὐτῶν, καὶ ἡ ῥομφαία αὐτῶν κατ' αὐτοῦ. καὶ ἐτυράννησεν Ἀβιμέλεχ ἔτη τρία, καὶ καθεῖλε πόλεις Σικιμιτῶν. ἔτι δὲ μίαν τῶν πόλεων πολιορκῶν πλησιάσας τῷ τείχει, κλάσματι μύλου ἔβαλεν αὐτὸν ἄνωθεν γυνή, καὶ συνέ τριψε τὸ κρανίον αὐτοῦ. Μετὰ δὲ Ἀβιμέλεχ ἀνέστη Θόλα, καὶ ἔκρινε τὸν Ἰσραὴλ εἴκοσι τρία ἔτη. καὶ μετ' αὐτὸν Ἰαεὶρ ὁ Γαλααδίτης ἔτη εἴκοσι δύο, ὃς εἶχε τριάκοντα [δύο] υἱούς. καὶ μετὰ τοῦτον ἐξήμαρτεν Ἰσραὴλ τῷ κυρίῳ, καὶ ἐδούλευσε τοῖς γλυπτοῖς τῶν ἐθνῶν. καὶ ἐταπείνωσεν αὐτὸν βασιλεὺς Μωὰβ καὶ Ἀμὼν καὶ πάντα τὰ περὶ κύκλῳ αὐτοῦ ἔθνη ἔτη ιηʹ. εἶτα ἐπέστρεψε πρὸς τὸν θεόν, καὶ περιῆρε τοὺς θεοὺς τοὺς ἀλλοτρίους. καὶ ἀνέστησεν αὐτοῖς κρι τὴν τὸν Ἰεφθάε τὸν Γαλααδίτην, υἱὸν γυναικὸς πόρνης, ὃς ἦν ἐπῃρμένος ἐν δυνάμει, καὶ ἐπάταξε τὸν βασιλέα Μωὰβ καὶ τὸν λαὸν αὐτοῦ κραταιῶς. οὗτος ἐπλήρωσε τὴν ἰδίαν εὐχὴν οὐκ εὐα γῶς ἐπὶ τῇ θυγατρὶ αὐτοῦ. ἔκρινε δὲ τὸν Ἰσραὴλ ἐπὶ ἔτη ἓξ καὶ ἀπέθανεν. εἶτα κρίνει αὐτὸν Ἐσσεβὼν ἔτη ἑπτὰ καὶ ἀπέθανεν. εἶτα κρίνει αὐτὸν Ἐλγὼν ὁ Ζαβουλωνίτης ἔτη δέκα καὶ ἀπέθανεν. εἶτα κρίνει αὐτὸν Ἀβδὼν ὁ Φαραθωνίτης ἔτη ὀκτώ· ὃς ἔσχεν υἱοὺς τεσσαράκοντα, καὶ τριάκοντα υἱοὺς τῶν υἱῶν αὐτοῦ. εἶτα ἐκπορνεύει ὁ λαὸς ἐν τοῖς εἰδώλοις, καὶ παραδίδωσιν αὐτοὺς κύριος ἐν χειρὶ Φιλιστιεὶμ ἔτη τεσσαράκοντα. τότε ὤφθη
PG 121:135ἄγγελος κυρίου 1.106 στειρευούσῃ τῇ γυναικὶ Μανωέ, καὶ ἐπαγγέλλεται αὐτῇ τὴν σύλ ληψιν Σαμψών. ἀνδρωθέντος δὲ Σαμψών, ἔθετο τὴν καρδίαν αὐτοῦ ἐν ἐπιθυμίᾳ γυναικὸς ἀλλοφύλου. ἐκώλυε δὲ αὐτὸν Μανωὲ καὶ ἡ μήτηρ αὐτοῦ, μὴ εἰδότες ὡς γνώμῃ θεοῦ γέγονεν αὐτῷ τοῦτο ἐπὶ ἀφανισμῷ τῶν ἀλλοφύλων. χλευασθεὶς δὲ Σαμψὼν ὑπὸ τῆς γυναικὸς αὐτοῦ ἐν τῷ προβλήματι ὃ εἶπεν, "ἐκ στόματος ἔσθοντος ἐξῆλθε βρῶσις καὶ ἀπὸ ἰσχυροῦ γλυκύ," ἀπέστη ἀπ' αὐτῆς εἰπούσης "τί ἰσχυρότερον λέοντος, καὶ τί γλυκύτερον μέλι τος;" καὶ ὁ πατὴρ αὐτῆς ἐξέδοτο αὐτὴν ἀνδρὶ ἑτέρῳ. καὶ διὰ τοῦτο ὀργίζεται Σαμψὼν μᾶλλον τοῖς ἀλλοφύλοις, καὶ ἐμπιπρᾷ τὰς χώρας αὐτῶν διὰ τῶν χιλίων ἀλωπέκων. οἱ δὲ ἀλλόφυλοι κατέ καυσαν τὴν γυναῖκα Σαμψὼν καὶ τοὺς γονεῖς αὐτῆς, καὶ πάντα τὸν οἶκον αὐτῶν ἐξωλόθρευσαν ἐν πυρί, ὅτι δι' αὐτοὺς τοιαῦτα συνέβη αὐτοῖς. εἶτα συνέβη αὐτῷ τὰ περὶ τὴν γυναῖκα τὴν οὖσαν ἐν τῇ πόλει τῶν ἀλλοφύλων, ὅτε καὶ τὰς πύλας τῆς πόλεως ἀνή νεγκεν ἐπὶ τῶν ὤμων ἐν τῷ ὄρει. ὡσαύτως δὲ καὶ τὰ περὶ τὴν Δαλιδᾶν. κρίνει δὲ τὸν λαὸν ἔτη εἴκοσι. καὶ μετὰ τὸ ξυρηθῆναι ὑπὸ τῶν ἀλλοφύλων καὶ ἐκτυφλωθῆναι, ἀναφυεισῶν αὖθις τῶν τριχῶν αὐτοῦ, κατέσεισε τὴν τῶν ἀλλοφύλων πόλιν, κατα στρέψας αὐτήν, ἐν ᾗ καὶ αὐτὸς συναπέθανε, τότε φονεύσας πλείους ἀλλοφύλους ἢ ἔτι ζῶν. καὶ μετὰ τοῦτον Μιχὰ ὁ ἐκ τῆς φυλῆς Ἐφραῒμ τοὺς ρλʹ ἀργυρίου σταθμοὺς δέδωκε τῇ μητρὶ αὐ τοῦ. ἡ δὲ ἡγίασε τὸ ἀργύριον τῷ κυρίῳ, καὶ ἐποίησε γλυπτὸν 1.107 καὶ χωνευτόν, καὶ ἐτέθη ἐν τῷ οἴκῳ Μιχά, καὶ ὁ οἶκος Μιχὰ ὡς οἶκος θεοῦ. ἐποίησε δὲ καὶ ἐφοὺδ καὶ σεραφίμ, καὶ προσεκαλέ σατο Λευίτην εἰς ἱερέα, καὶ ἦν πράττων ἐπ' ὀνόματι τοῦ θεοῦ κατὰ τὸ πρόσταγμα αὐτοῦ· οὐ γὰρ ἦν τότε βασιλεὺς ἐν Ἰσραήλ, ἀλλ' ἕκαστος τὸ ἀρεστὸν ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει. ἔστι δὲ τὸ ἐφοὺδ καὶ τὸ σεραφὶμ ἔνδυμα καὶ μορφώματα. λέγει δὲ πεποιῆ σθαι ὑπὸ τοῦ Μιχὰ ἐπωμίδα καὶ πρόσωπον, ἔνδυμα ἱερατικὸν καὶ εἴδωλα. κατὰ τοῦτον τὸν καιρὸν συνέβη τὰ περὶ τὸν Λευὶ καὶ τὴν παλλακὴν αὐτοῦ, καὶ ὡς ἐξετρίβη ἡ φυλὴ Βενιαμίν. Μετὰ δὲ Σαμψὼν ἡγήσατο τοῦ λαοῦ Σαμανῆ ἔτος ἕν. ἐν τούτοις τοῖς χρόνοις τῆς ἱεραρχίας εἰρήνην ἔσχεν ὁ λαὸς πρὸς τοὺς ἀλλοφύλους ἔτη λʹ. καὶ μετὰ τοῦτο ἦρξε τοῦ λαοῦ Ἠλεὶ ὁ ἱερεὺς ἔτη κʹ. λιμοῦ δὲ γενομένου πολλοὶ τῶν Ἑβραίων μετανάσται γε γόνασι· μεθ' ὧν καὶ Ἐλιμέλεχ ἐκ τῆς φυλῆς Ἰούδα καὶ Νοεμὶν ἡ γυνὴ αὐτοῦ καὶ οἱ δύο υἱοὶ αὐτῶν. καὶ κατῆλθον εἰς τὰς πόλεις Μωάβ, καὶ ἔλαβον τοῖς υἱοῖς αὐτῶν γυναῖκας Μωαβίτιδας ἀλλο φύλους. ἐτελεύτησε δὲ ἐκεῖ Ἐλιμέλεχ καὶ οἱ δύο υἱοὶ αὐτοῦ, καὶ κατελείφθη Νοεμὶν σὺν ταῖς νύμφαις αὐτῆς. ἡνίκα δὲ ἐξῆρε κύριος τὸν λιμὸν ἐξ Ἰσραήλ, ἀνῆλθε Νοεμὶν πρὸς τὴν φυλὴν αὐ τῆς, οὐ κατέλιπε δὲ αὐτὴν Ῥοὺθ ἡ νύμφη αὐτῆς· καὶ συνεργίᾳ θεοῦ καὶ παραινέσει Νοεμὶν συνάπτεται Ῥοὺθ τῷ Βοὸζ ὡς ἀγχι στεύοντι τῷ Ἐλιμέλεχ. ἐξ ἧς ἔσχεν υἱὸν τὸν Ὠβήδ, οὗ υἱὸς Ἰεσσαὶ ὁ πατὴρ Δαυίδ. κατάγεται δὲ Βοὸζ ἐξ Ἰούδα καὶ Θάμαρ 1.108 τῆς ἀλλοφύλου, ἐξ ὧν Φαρὲς καὶ καθεξῆς, ὡς ἡ γενεαλογία φέρει. Ὅτι ἐν τῷ ἔτει Σαμψὼν * ἕβδομος ἀρχιερεὺς κατέστη ὁ Ἠλεί, ὃς καὶ ἔκρινε τὸν Ἰσραὴλ πεντήκοντα ἐτῶν γενόμενος ἕτερα ἔτη μʹ. ἐν δὲ τῷ τετάρτῳἔτει τῆς ἱερατείας Ἠλεὶ ἐγεννήθη ὁ προφήτης Σαμουήλ, καὶ τῷ ὀγδόῳ ἔτει ἐδόθη ἐν τῷ ναῷ, καὶ τῷ ληʹ ἔτει ἤρξατο κρίνειν τὸν Ἰσραήλ, καὶ τῷ οʹ ἐτελεύτησεν, ἱερατεύσας λεʹ ἔτη. Καὶ ταῦτα μὲν ἀπὸ τῆς τῶν κριτῶν βίβλου, ὡς ἐν παρόδῳ κατ' ἐπιτομὴν ἐσημειωσάμεθα. ἔδοξε δέ μοι καὶ τὰς ἀναγκαιο τέρας ὑποθέσεις τῶν τε βασιλειῶν καὶ τῶν παραλειπομένων ἐν ἐπιτόμῳ ἀνατάξαι εἰς ἀνάμνησιν τῶν ἐντυγχανόντων ταύτῃ τῇ βίβλῳ. Ὁ Ἐλκανᾶς καὶ Ἄννα καὶ Φενάννα αἱ γυναῖκες αὐτοῦ ἀνήρχοντο ἐν Σηλὼμ θύειν κυρίῳ. καὶ τῇ Ἄννῃ οὐκ ἦν τέκνον. καὶ ᾐτήσατο Ἄννα κατωδύνως κυρίῳ τοῦ ἀνοιγῆναι αὐτῆς τὴν μήτραν καὶ τὸ τεχθὲν δοτὸν γενέσθαι αὐτῷ. καὶ ἔτεκε τὸν Σαμουήλ, καὶ προσήνεγκεν αὐτὸν τῇ σκηνῇ τοῦ θεοῦ. καὶ πάλιν ηὔξατο Ἠλεὶ ὑπὲρ αὐτῆς δοθῆναι αὐτῇ ἀντὶ Σαμουὴλ τέκνα, καὶ ἔτεκεν
PG 121:139υἱοὺς τρεῖς καὶ θυγατέρας δύο. Ὀφνεὶ δὲ καὶ Φινεὲς οἱ υἱοὶ Ἠλεὶ οὐκ ἐν ταῖς θυσίαις μόνον ἐξημάρτανον, ἀλλὰ καὶ ἐν ταῖς γυναιξὶν ἐξεπόρνευον ταῖς παρεστηκυίαις ἐν ταῖς πύλαις τοῦ ναοῦ κυρίου. ἱστορεῖ τοίνυν ἡ πρώτη τῶν βασιλειῶν πόλεμον συστῆναι τοῖς ἀλ 1.109 λοφύλοις πρὸς τὸν Ἰσραήλ. καὶ νικήσαντες οἱ ἀλλόφυλοι αἴρουσι τὴν κιβωτὸν τοῦ Ἰσραήλ. καὶ ἀκούσας Ἠλεὶ ὁ ἱερεὺς πεσὼν ἀπέθανε. προσφέρουσι δὲ οἱ ἀλλόφυλοι τὴν κιβωτὸν δῶρον τῷ θεῷ αὐτῶν Δαγὼν εἰς Ἄζωτον, καὶ ἱστῶσιν αὐτὴν παρὰ τοὺς πόδας τοῦ εἰδώλου. ἐν δὲ τῇ νυκτὶ πίπτει ὁ θεὸς αὐτῶν Δαγών, καὶ ὀρθρίσαντες εὗρον αὐτὸν πεπτωκότα ἔμπροσθεν τῆς κιβωτοῦ. ἀνέστησάν τε αὐτόν, καὶ τῇ ἑτέρᾳ νυκτὶ πάλιν ἔπεσε Δαγὼν καὶ συνετρίβη, καὶ οὐκέτι ὁ ναὸς αὐτοῦ ἐσεβάσθη. καὶ ἐπατάχθησαν οἱ ἀλλόφυλοι εἰς τὰς ἕδρας αὐτῶν καὶ οἱ ἐν παντὶ ὁρίῳ τῆς πεντα πόλεως αὐτῶν, Ἀζώτου Γάζης Ἀσκάλωνος Γὲθ Ἀκκάρων· καὶἐγένετο σύγχυσις μεγάλη θανάτου ἐν αὐταῖς, καὶ ἡ γῆ αὐτῶν ἐξ έβραζε μῦς. καὶ μετὰ ἑπτὰ μῆνας (ὡς δὲ Ἰώσηπος, μῆνας δύο μόνους ποιῆσαι τὴν κιβωτὸν παρὰ τοῖς ἀλλοφύλοις, οἳ καὶ Πα λαιστηνοὶ νῦν καλοῦνται) ἐξέπεμψαν τὴν κιβωτὸν μετὰ δώρων καὶ θυσιῶν, ἐπιθήσαντες αὐτὴν ἐφ' ἅμαξαν καινήν, ζεύξαντες βόας ἐκλεκτοὺς ἀσκύλτους, καὶ ηὔθυναν οἱ βόες ἀφ' ἑαυτῶν. καὶ ἦλθεν Ἰσραὴλ εἰς τιμήν. ἰδόντες δὲ οἱ ἀλλόφυλοι ἐφοβήθησαν φόβον μέγαν. καὶ ἔμεινεν ἡ κιβωτὸς εἰς οἶκον Ἀμιναδὰμ ἔτη κʹ. πρὸ τούτου δὲ κατήντησεν ἡ κιβωτὸς ἐν Βεθσαμοῖς εἰς οἶκον Ὠσηέ, ὃς τὴν μὲν ἅμαξαν διασχίσας καὶ ἀνάψας ἐν πυρί, τοὺς δὲ βόας ἐν αὐτῇ ἀνενεγκὼν προσήνεγκε θυσίαν κυρίῳ τῷ θεῷ. οἱ δὲ υἱοὶ Ἰεχωνίου ἀναξίως προσήγγισαν τῇ κιβωτῷ, καὶ ἀπώλοντο ἐξ αὐ τῶν οʹ ἄνδρες, οἵτινες ὑπῆρχον δυσσεβεῖς καὶ εἰδωλολάτραι, ἀλλὰ 1.110 καὶ σχεδὸν ἅπαντες οἱ ἐν Βεθσαμοῖς, ὥστε καὶ πνιγῆναι ἐκ τοῦ λαοῦ αὐτοῦ πεντήκοντα χιλιάδας. αὖθις δὲ πάλιν ἀποπέμπουσι καὶ οὗτοι τὴν κιβωτὸν εἰς Καριαθιαρείμ· οἱ δὲ ἐν αὐτῇ ἄσμενοι ἀπεδέξαντο τὴν κιβωτόν, καὶ κατέστησαν αὐτὴν εἰς τὸν οἶκον Ἀμιναδὰμ τὸν ἐν τῷ βουνῷ, καὶ ἡγίασεν Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ φυλάσσειν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου. ἐποίησε δὲ ἡ κιβωτὸς ἐκεῖσε ἔτη κʹ, καὶ ὁ λαὸς ἄρτι ἐπορεύθη ὄπισθεν κυρίου. καὶ συνάγει Σαμουὴλ πάντας εἰς Μασιφᾶ, καὶ παραινεῖ περιελέ σθαι αὐτοὺς πάντα τὰ εἴδωλα, καὶ ἐποίησαν οὕτως. οἱ δὲ ἀλλό φυλοι παμπληθεὶ παρενέβαλον ἐπ' αὐτούς. καὶ ηὔξατο ὑπὲρ αὐτῶν Σαμουήλ, καὶ ἐβρόντησε κύριος, κινεῖται δὲ πᾶς Ἰσραὴλ κατὰ τῶν ἀλλοφύλων, καὶ ἐπάταξεν αὐτοὺς κύριος διὰ χειρὸς Ἰσραὴλ πληγὴν μεγάλην. καὶ μετὰ τοῦτο συνάγεται πᾶς ὁ λαὸς πρὸς Σαμουὴλ λέγοντες "ἐπειδὴ οἱ υἱοί σου Ἰωὴλ καὶ Ἀβιᾶ οὐ κατὰ τὰς σὰς πορεύονται ὁδούς, ἀλλὰ δώροις ἐκκλίνουσι τὸ δί καιον, ποίησον ἡμῖν βασιλέα, ὃς κρινεῖ ἡμᾶς." πονηρὸν δὲ τοῦτο ἐφάνη τῷ Σαμουήλ. ὅμως εἶπεν αὐτῷ ὁ θεὸς ὑπακοῦσαι τοῦ λαοῦ, καὶ ὅτι οὐ σὲ ἐξουδενώκασιν ἀλλ' ἐμὲ τῷ μὴ θέλειν βασι λεύεσθαι ὑπ' ἐμοῦ· κατὰ ταῦτα πεποιήκασιν οἱ πατέρες αὐτῶν, ἀφ' ἧς ἡμέρας ἐξήγαγον αὐτοὺς ἐξ Αἰγύπτου. ἔχρισεν οὖν αὐ τοῖς Σαμουὴλ βασιλέα τὸν Σαούλ, ἄνδρα Βενιαμίτην. καὶ ὁ βα σιλεὺς Ἀμανιτῶν Ναᾶς ἐπανέστη τῇ Γαλαάδ. οἱ δὲ ἤθελον ἐπὶ 1.111 σωτηρίᾳ δουλεύειν αὐτῷ. καὶ εἶπε Ναᾶς "οὐχ οὕτως, ἀλλ' ἔσται ὑμῖν ἡ σωτηρία ἐν τῷ ἐξορύξαι με παντὸς ἀνδρὸς ὀφθαλμὸν δε ξιὸν εἰς ὄνειδος Ἰσραήλ." καὶ ἐθρήνησαν οἱ ἄνδρες οἱ ἐν Γα λαάδ. ἤκουσε δὲ Σαούλ, καὶ προσκαλεῖται πάντα Ἰσραήλ, καὶ ἐξαριθμεῖται αὐτὸν εἰς χοʹ χιλιάδας. ποιήσας δὲ αὐτοὺς εἰς τρεῖς ἀρχὰς ἐπέθετο τοῖς Ἀμανίταις καὶ ὠλόθρευσεν αὐτούς. ὁ δὲ Σαμουὴλ λαμβάνει τὸν λαὸν καὶ Σαούλ, καὶ κατέρχεται εἰς Γάλ γαλα, καὶ ἐγκαινίζει τὴν βασιλείαν Σαούλ, καὶ ἄπεισιν εἰς Ἀρμα θαΐμ. συναθροίζεται δὲ πλῆθος ἀλλοφύλων ἐν Γαλγάλοις, καὶ οὐχ εὑρέθησαν μετὰ Σαοὺλ εἰ μὴ ἑξακόσιοι ἄνδρες, καὶ οὐδὲ τού τοις ἦν ὅπλα. Σαοὺλ δὲ διαπορηθεὶς καὶ ἐγκρατευσάμενος ἀνή νεγκεν θυσίαν τῷ κυρίῳ. καὶ ἰδοὺ
PG 121:143παραγίνεται Σαμουὴλ πρὸς αὐτόν, καὶ λέγει αὐτῷ "τί τοῦτο ἐποίησας;" ὁ δὲ τὴν ἀπορίαν τοῦ λαοῦ καὶ τὸ στενὸν τοῦ καιροῦ προβάλλεται. Σαμουὴλ δὲ ἀραῖς αὐτὸν ἀπειλήσας τὴν βασιλείαν ἑτέρῳ τῷ ὑπὲρ αὐτὸν κρείττονι δοθήσεσθαι προφητεύει, καὶ ἄπεισιν. Ἰωανάθαν δὲ μόνος μετὰ τοῦ αἴροντος τὰ σκεύη αὐτοῦ παραβιασάμενος κατῆλθεν εἰς τὴν ὑπόστασιν τῶν ἀλλοφύλων, καὶ σύμβολον δοὺς τῷ αἴροντι τὰ σκεύη αὐτοῦ ἐπέθετο τοῖς προφυλάσσουσι, καὶ ἐπάταξεν ὡσεὶ κʹ ἄνδρας. καὶ ἐπήνεγκε κύριος ἔκστασιν ἐν τῇ παρεμβολῇ τῶν ἀλ λοφύλων ἐν τῷ ἑωρακέναι μακρόθεν τὴν φυγὴν τῶν προφυλασσόν των. οἱ δὲ ἐν τῷ βουνῷ ὄντες μετὰ Σαούλ, ἰδόντες τὴν σύγχυσιν τῆς παρεμβολῆς τῶν ἀλλοφύλων, δηλοποιοῦσι τῷ Σαούλ. ἦν δὲ ἱερεὺς ἐκεῖ Ἀχίας Λευίτης, αἴρων ἐφούδ, καὶ εἶπεν αὐτῷ Σαοὺλ 1.112 ἐπερωτῆσαι ἐν κυρίῳ. ὡς δὲ ἔτι καὶ μᾶλλον συνεκόπτετο ἡ παρ εμβολὴ τῶν ἀλλοφύλων ὑφ' ἑαυτῶν (ἐπανέστησαν γὰρ οἱ ἐπίμικτοι καὶ δοῦλοι οἱ μετὰ τῶν ἀλλοφύλων καθ' ἑαυτῶν, καὶ ἐπάτασσον αὐτοὺς ῥομφαίαις), εἶπε Σαοὺλ τῷ Ἀχίᾳ συστεῖλαι τὰς χεῖρας, καὶ ἐπέθετο αὐτὸς τοῖς ἀλλοφύλοις σὺν τοῖς ἑξακοσίοις. ἐξῆλ θον δὲ καὶ οἱ ἐν τοῖς σπηλαίοις καὶ ταῖς ὀπαῖς κρυπτόμενοι τῶν Ἑβραίων, καὶ γεγόνασι μετὰ Σαοὺλ ὡσεὶ χιλιάδες δέκα. τότε ἠγνόησεν ἄγνοιαν Σαούλ, καὶ ἠράσατο μὴ ἀπογεύσασθαι βρώσεως τὸν λαὸν ἕως συντελέσει τοὺς ἐχθροὺς αὐτοῦ. πᾶσα δὲ ἡ γῆ ἠρί στα. εἶτα συμβαίνει τὰ περὶ Ἰωνάθαν ἐν τῇ ἐν ἀγνοίᾳ βρώσει τοῦ μέλιτος. ἐξαιρεῖται δὲ αὐτὸν ὁ λαὸς τοῦ θανάτου. καὶ Σαοὺλ κατεπολέμησε πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτοῦ, ἰσχύων κατ' αὐτῶν. πάλιν δὲ ἀνέρχεται πρὸς αὐτὸν Σαμουὴλ ὁ προφήτης, καὶ λέγει αὐτῷ τὴν ἀπώλειαν Ἀμαλήκ, καὶ δίδωσιν αὐτῷ ἐντολήν, ἣν ἔλαβεν ἐκ θεοῦ, τοῦ μὴ περιποιήσασθαι ἐξ αὐτοῦ ἀπὸ ἀνθρώ που ἕως κτήνους, ἀπὸ νηπίου καὶ θηλάζοντος ἕως πρεσβύτου, ἀλλὰ καὶ αὐτὸ ὅλον τὸ θῆλυ γένος ὀλέσαι καὶ πάντα τὰ κτήνη αὐτῶν, καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτῶν διαφθεῖραι, ὅτι κακὰ ἐνεδείξαντο τοῖς υἱοῖς Ἰσραὴλ ἐν τῇ ἐξ Αἰγύπτου ἐπανόδῳ. Σαοὺλ δὲ τῆς μὲν νίκης ἐπιτυχὼν καὶ ἐκτρίψας τὸν Ἀμαλὴκ περιεποιήσατο Ἄγαγ τὸν βασιλέα αὐτῶν, ὁ δὲ λαὸς διήρπασε ποίμνια καὶ βου κόλια καὶ ἀποσκευὴν ἱκανήν. καὶ ἰδοὺ παραγίνεται Σαμουὴλ ἐν Γαλγάλοις, καὶ λέγει πρὸς Σαοὺλ ἃ εἶπεν αὐτῷ ὁ θεός, τήν τε 1.113 τῆς βασιλείας ἔκπτωσιν καὶ τὴν διαίρεσιν τοῦ λαοῦ, ὃς διέρρηξε τὸ πτερύγιον τῆς διπλοΐδος αὐτοῦ. παραβιάζεται δὲ Σαοὺλ τὸν Σαμουὴλ ὑποστρέψαι μετ' αὐτοῦ, καὶ χερσὶν ἰδίαις ὁ προφήτης ἀποσφάζει Ἄγαγ τὸν βασιλέα Ἀμαλήκ. διὰ ταύτην τὴν παρακοὴν Σαοὺλ εἶπεν ὁ θεὸς πρὸς Σαμουήλ "μεταμεμέλημαι ὅτι ἔχρισα τὸν Σαοὺλ εἰς βασιλέα, διότι ἀπέστη ἀπὸ ὄπισθέν μου καὶ οὐκ ἐφύλαξε τὰ ῥήματά μου." πολλὰ δὲ κατωνείδισε τὸν Σαοὺλ Σαμουὴλ ἐπὶ τῇ παρακοῇ ταύτῃ. ὁ δὲ τὴν αἰτίαν ἐπὶ τὸν λαὸν καὶ τοῦ θῦσαι τὰ θρέμματα τῷ θεῷ ἐπήνεγκε. καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ "εἰ θελητὸν τῷ κυρίῳ ὁλοκαυτώματα καὶ θυσίαι ὡς τὸ ἀκοῦσαι φωνῆς κυρίου; ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθή, καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν. ὅτι ἁμαρτία οἰώνισμα ἐστί, ὀδύνην καὶ πόνον θεραφὶμ ἐπάγουσιν. ὅτι ἐξουθένωσας τὸ ῥῆμα κυρίου, καὶ ἐξουθενώσει σε κύριος, μὴ εἶναι βασιλέα ἐπὶ Ἰσραήλ." καὶ ἀπέστη ἀπ' αὐτοῦ Σαμουήλ, καὶ εἶδεν αὐτὸν οὐκέτι. γνώμῃ δὲ θεοῦ κατακολουθήσας Σαμουὴλ ἄπεισιν εἰς Βηθλεέμ, καὶ ἐκεῖ ἔχρισε τὸν ὄγδοον υἱὸν Ἰεσσαὶ Δαβὶδ εἰς βασιλέα, καὶ δίδοται πνεῦμα θεοῦ. καὶ τότε ἐπῆλθεν ἐπὶ Σαοὺλ πνεῦμα πονηρόν, καὶ ἔπνιγεν αὐτόν. καὶ εἶπον οἱ γνωστοὶ αὐτοῦ τὰ περὶ Δαβὶδ πρὸς αὐτόν, ὅτι πνεῦμα θεοῦ ἐν αὐτῷ, καὶ ὅτι ᾄδει ψάλλων ἐν κιν νύρᾳ καὶ ψαλτηρίῳ καὶ ναύλῃ. καὶ ἀπέστειλε Σαοὺλ πρὸς Ἰεσ σαί, καὶ ἔλαβε τὸν υἱὸν αὐτοῦ ψάλλειν καὶ διώκειν πνεῦμα τὸ 1.114 πνῖγον αὐτόν. καὶ ἀπέστη τὸ πνεῦμα ἀπὸ Σαούλ, καὶ πεποίηκεν αὐτὸν ἐπὶ τὸ αἴρειν τὰ σκεύη αὐτοῦ τὰ πολεμικά. ἀγαπητὸς δὲ γέγονε Δαβὶδ τῷ Σαούλ. τότε ἐξῆλθον οἱ ἀλλόφυλοι ἐν δυνάμει βαρείᾳ, καὶ γέγονε τὰ περὶ
PG 121:145Δαβὶδ καὶ Γολιάθ, ὃν ἀνεῖλε μονο μαχήσας ὕψος ἔχοντα πόδας ὀκτώ, ὢν ἐτῶν λγʹ. ᾧ ὑπήντησαν αἱ χορεύουσαι λέγουσαι "ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαβὶδ ἐν μυριάσιν αὐτοῦ." καὶ γίνεται φθόνος Σαοὺλ ἐπὶ Δαβὶδ διὰ τὸ αὐτῷ μὲν δοθῆναι τὰς χιλιάδας, ἐκείνῳ δὲ τὰς μυριάδας. καὶ ἐπέπεσε παρὰ θεοῦ πνεῦμα πονηρὸν ἐπὶ Σαούλ, καὶ προεφή τευσεν ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ. καὶ Δαβὶδ ἔψαλλεν ἐν τῇ χειρὶ αὐτοῦ ὡς καθ' ἑκάστην ἡμέραν, καὶ τὸ δορὺ ἐν τῇ χειρὶ Σαούλ, καὶ εἶπε πατάξαι ἐν Δαβίδ, καὶ ἐκκλίνας Δαβίδ, ἐπάταξεν ἐν τῷ τοίχῳ. τοῦτο δὶς πεποίηκε Σαούλ. γνοὺς δὲ Σαοὺλ συμμαχεῖν θεὸν τῷ Δαβίδ, ἐποίησεν αὐτὸν χιλίαρχον, ἐξαποστείλας αὐτὸν ἀπὸ προσώπου αὐτοῦ εἰσέρχεσθαι καὶ ἐξέρχεσθαι ἐν τῷ πολέμῳ, εἰπών "ἔστω ἡ χεὶρ τῶν ἀλλοφύλων κατ' αὐτοῦ ἤπερ ἡ χείρ μου," καὶ δέδωκεν αὐτῷ Μελχὸλ τὴν θυγατέρα αὐτοῦ εἰς γυναῖκα. ἀπο δρὰς δὲ Δαβὶδ ἀπὸ προσώπου Σαοὺλ ἀπῆλθε πρὸς Σαμουὴλ ἐν πόλει Ἀρμαθαΐμ, καὶ εὗρε χορὸν προφητῶν μετὰ Σαμουήλ. καὶ ἀπέστειλε Σαοὺλ ἅπαξ καὶ δὶς καὶ τρὶς ἀγγέλους συλλαβέσθαι τὸν Δαβίδ· καὶ προφητεύοντες διέμενον. θυμωθεὶς δὲ Σαοὺλ αὐτὸς δι' ἑαυτοῦ ἐπορεύθη συλλαβέσθαι αὐτόν· καὶ ἐξέστη, καὶ ἦν προφητεύων καὶ αὐτός, καὶ ἐξεδύσατο τὰ ἱμάτια αὐτοῦ, καὶ ἔκειτο 1.115 δι' ὅλης ἡμέρας καὶ νυκτὸς γυμνός. καὶ μετὰ ταῦτα τελείως ἀφίσταται Δαβὶδ ἀπὸ Σαούλ, κτησάμενος χεῖρα τετρακοσίων ἀν δρῶν πολεμιστῶν. καὶ μετὰ τοῦτο θνήσκει Σαμουήλ, καὶ θά πτεται ἐν τῷ οἴκῳ αὐτοῦ ἐν Ἀρμαθαΐμ. Σαοὺλ δὲ ἔτι διώκων ἦν τὸν Δαβίδ. Ἀβεσσᾶ δὲ καὶ Ἰωὰβ κατῆλθον ἐν τῇ παρεμβολῇ Σαοὺλ νυκτὸς μετὰ Δαβίδ, καὶ ἔλαβον τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος. ἀποδιδράσκει δὲ Δαβὶδ πρὸς Ἀγχοῦς βασιλέα Γέθ, καὶ δίδωσιν αὐτῷ πόλιν Σικελάκ, καὶ παροικεῖ ἐκεῖ μῆνας τέσσα ρας· ὅπου στήλην ὁ πατραλοίας Ἀβεσαλὼμ ἐπ' ὀνόματι αὐτοῦ ἔστησε, παρανομήσας κἀν τούτῳ. ἐν ᾧ τόπῳ καὶ λιθόλευστος γέγονεν ..... Ἰεβοσθὲ ὁ Χαναναῖος, ὃς ἐπὶ ἐννακοσίοις τραυμα τίαις ἐσπᾶτο ῥομφαίαν εἰσάπαξ. οὗτος οὐκ ἦν τῶν τριῶν, ἀλλ' ὑπὲρ τοὺς τρεῖς δυνατός. εἶτα Ἀδίνων, καὶ οὗτος ἐσπᾶτο ῥομ φαίαν ἐπὶ ὀκτακοσίοις τραυματίαις. Ἐλεάζαρ, καὶ τρίτος Σα μέας· οὗτοι οἱ τρεῖς διέρρηξαν τὸ σύστημα τῶν ἀλλοφύλων, καὶ ἤνεγκαν ἐκ Βηθλεὲμ πιεῖν τῷ Δαβὶδ αἰτήσαντι ὕδωρ. Ἀβεσσᾶ δὲ ὁ ἀδελφὸς Ἰωὰβ καὶ Ἀσσαὴλ ἐσπάσαντο τὴν ῥομφαίαν αὐτῶν ἐπὶ τῷ τραυματίᾳ. ἦρχε δὲ τῶν τριῶν οὐχ ὡς ὑπὲρ αὐτοὺς ἢ ὡς αὐτοὶ ἰσχύων, ἀλλ' ὡς συγγενὴς τοῦ βασιλέως· ἡ γὰρ δύναμις αὐτοῦ πρὸς τοὺς τρεῖς οὐκ ἦλθεν. ἀλλὰ καὶ Βανέας υἱὸς Ἰωάβ, ἀδελφοῦ τοῦ Δαβίδ, δυνατὸς ὢν παρεβάλλετο τοῖς τρισίν, οὐ μέντοι γέγονε τῆς ἰσχύος αὐτῶν. ἦσαν δὲ ὀνομαστοὶ καὶ δυνατοὶ 1.116 ἕτεροι λζʹ, ὧν ἦρχεν Ἀσσαήλ. ῥομφαία δὲ ἡ σπάθη ἐστί, καὶ οὐ τὸ δόρυ, ὥς τινες οἴονται, καθὼς Δαβὶδ πρὸς τὸν ἀλλόφυλον λέγει "σὺ ἔρχῃ πρός με ἐν ῥομφαίᾳ καὶ ἐν δόρατι καὶ ἐν ἀσπίδι, κἀγὼ πορεύσομαι πρὸς σὲ ἐν ὀνόματι κυρίου θεοῦ Σαβαώθ." ὁ δὲ ἐτῶν οʹ τελευτᾷ Δαβίδ, ἑπτὰ ἔτη βασιλεύσας τοῦ Ἰούδα καὶ μῆνας ἕξ, τριάκοντα δύο δὲ καὶ μῆνας ἓξ ἐπὶ πᾶσαν φυλήν. ἦν δέ, ὅτε ἐβασίλευσεν, ἐτῶν τριάκοντα. Ὅτι Σολομῶν καὶ πρὸ τοῦ οἰκοδομῆσαι αὐτὸν τὸν ναὸν ἐν τοῖς ὑψηλοῖς ἐθυμία, καὶ πᾶς ὁ λαός. τὰ δὲ μέγιστα τῶν παρα πτωμάτων αὐτοῦ μετὰ τὴν οἰκοδομὴν τοῦ ναοῦ γέγονεν. Ὅτι ἐποίησε τὸν βασίλειον θρόνον αὐτοῦ ἐλεφάντινον, ἐκ μὲν τῶν ὄπισθεν ἔχοντα προτομὰς δύο μόσχων, καὶ δύο λεόντων εἰς τὰ παρ' ἑκάτερα πλησίον τοῦ θρόνου. ἐποίησε δὲ καὶ βαθμοὺς ἕξ, εἰς ὕψος ἐξαίροντας τὸν θρόνον, καὶ ἐν ἑκάστῳ βαθμῷ ὡσαύτως λέοντας ἐστηλωμένους, ὥστε εἶναι τοὺς πάντας λέοντας τῶν μὲν ἀναβάθμων δώδεκα, τοὺς δὲ πλησίον τοῦ θρόνου δύο. λέγει δὲ Ἰώσηπος καὶ ἐν τούτῳ ἀνομῆσαι αὐτὸν καὶ παραβῆναι τοὺς ὑπὸ θεοῦ δοθέντας τῷ Μωϋσῇ καὶ τῷ λαῷ νόμους· οὐδὲ γὰρ ὄψεως ἕνεκεν ἐπετράπησαν ζῳοπλαστεῖν ἢ σκιαγραφίαις προσέχειν. διὰ τὸ ἀσεβῆσαι δὲ Σολομῶντα λαμβάνει Ἱεροβοὰμ τὰς δέκα φυλάς.
PG 121:149Ῥοβοὰμ δὲ τῷ υἱῷ Σολομῶντος καταλιμπάνονται φυλαὶ δύο, ἡ 1.117 τοῦ Ἰούδα καὶ ἡ τοῦ Βενιαμίν· ἡ γὰρ Ἱερουσαλὴμ ἐν τῇ κληρουχίᾳ τῆς Βενιαμίτιδος φυλῆς κεῖται, καὶ διὰ τοῦτο συνήφθη τῇ φυλῇ Ἰούδα. Ὅτι τὰ πρῶτα παραπτώματα ἱστορεῖ ἡ γραφὴ Σολομῶντος καὶ τὰ κατορθώματα, ἀλλ' οὐχ ὡς παραπτώματα, ἐπεὶ φαίνεται καὶ πρὸ τῆς κτίσεως τοῦ ναοῦ καὶ μετὰ τὴν κτίσιν, ἔτι νέος ὤν, ἐν τοῖς ὑψηλοῖς θύων καὶ θυμιῶν καὶ γυναῖκας ἀλλοφύλους ἔχων παρανόμως. τέως δὲ ἐν πρώτοις ἡ ἱστορία τῆς γραφῆς οὐκ ἐγκα λεῖ αὐτῷ, οὐχ ὡς μὴ πράξαντος κακῶς τὰ πράγματα διηγουμένη. καὶ αὖθις οὐ πάντα τὰ ἐν τῷ ναῷ εὐαγῶς ἔπλασεν. Ὅτι δὶς ὤφθη ὁ θεὸς τῷ Σολομῶντι, κατ' ἐπίτασιν ἀσφα λιζόμενος αὐτὸν ἀπέχεσθαι τῶν παρανόμων. ὁ δὲ Ἰώσηπος καὶ διὰ τοῦτο ἀκλεῶς τεθνάναι αὐτὸν λέγει, διὰ τὸ καὶ λέοντας καὶ βόας μετὰ τῶν λοιπῶν ἀνομημάτων εἰς ὑψηλὴν θεωρίαν ἀναπλά σαι αὐτόν. ὁ γὰρ θεὸς οὐδὲ ὄψεως ἕνεκεν καὶ θεωρίας παραχω ρεῖ ταῦτα διὰ τοῦ νόμου γίνεσθαι. Ὅτι Ἀθίας ὁ Σιλωνίτης προφήτης ὤν, συναντήσας Ἱεροβοὰμ τῷ δούλῳ Σολομῶντος, ὃ ἐφόρει καινὸν ἱμάτιον διαρρήξας εἰς φάρση δώδεκα δέδωκεν αὐτῷ δέκα ῥήγματα, εἰπών "σοὶ δίδω σιν ὁ θεὸς τὰς δέκα φυλὰς τοῦ Ἰσραὴλ διὰ τὰς ἀνομίας Σολομῶντος· ὅμως μετὰ θάνατον αὐτοῦ λήψῃ αὐτάς." 1.118 Ὅτι Σολομῶν ἐζήτησε τὸν Ἱεροβοὰμ ἀποκτεῖναι ὑπονοήσας αὐτόν. ὁ δὲ γνοὺς ἀνεχώρησε πρὸς Σουσακεὶμ βασιλέα Αἰγύπτου, καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς τοῦ κυρίου αὐτοῦ Σολομῶντος. ἔλαβε δὲ τὴν θυγατέρα Σουσακεὶμ ἑαυτῷ γυναῖκα. Ὅτι ὁ ἐν Ἱεροσολύμοις ναὸς τέσσαρας εἶχε περιβόλους, καὶ εἰς μὲν τὸν ἐξωτάτω εἰσελθεῖν ἐπετέτραπτο πᾶσι καὶ τοῖς ἀλλοφύ λοις, γυναιξὶ δὲ ἐμμηνίοις μόναις ἀπείρητο παριέναι. εἰς δὲ τὸν δεύτερον Ἰουδαῖοι πάντες εἰσῄεσαν, καὶ αἱ τούτων γυναῖκες καθα ραὶ ἀπὸ παντὸς μιάσματος. εἰς δὲ τὸν τρίτον οἱ ἄρρενες τῶν Ἰου δαίων, εἰς δὲ τὸν τέταρτον οἱ ἱερεῖς μόνοι. εἰς δὲ τὸν ναὸν καὶ ἐπὶ τὸν βωμὸν οἱ ἄμωμοι ἱερεῖς, στολὰς ἱερατικὰς ἐνδεδυμένοι. εἰς δὲ τὸ ἄδυτον ὁ ἀρχιερεὺς μόνος, τὴν οἰκείαν στολὴν περιβεβλημένος, ἅπαξ τοῦ ἐνιαυτοῦ. Ὅτι ἐν γήρᾳ αὐτοῦ Σολομῶν ἐξώκειλεν ἀπὸ τοῦ θεοῦ, τῶν γυναικῶν αὐτοῦ εἴδωλα ἀνατιθουσῶν· ὁ γὰρ ἑτέρων ἀνατιθέντων ἐφιεὶς αὐτὸς ἱδρύεται δυνάμει. καὶ διὰ τοῦτο ἐδόθη αὐτῷ Σατὰν ὁ Ἄδερ. Ὅτι Ἱεροβοὰμ δοῦλος ἦν Σολομῶντος, υἱὸς γυναικὸς πόρ νης, ἐβασίλευσε δὲ τοῦ Ἰσραὴλ ἐν Σαμαρείᾳ. καὶ συμβαλὼν πόλεμον τῷ Ἀβίᾳ ἡττήθη, καὶ ἔπεσον τοῦ Ἰσραὴλ χιλιάδες φʹ. Ὅτι ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας Γοθολίας Ἰηοῦ ἀνεῖλε τὸν Ἰορὰμ καὶ τὸν Ὀχοζίαν καὶ τοὺς υἱοὺς Ἀχαὰβ καὶ τὴν Ἰζάβελ. 1.119 Ὅτι Ἄχαζ υἱὸς Ὀζίου, πατὴρ δὲ Ἐζεκίου, βασιλεὺς Ἰούδσυνέκοψε τὰ συγκλείσματα τῶν μεχονώθ. ἦσαν δὲ λέοντες καὶ βόες καὶ Χερουβίμ. ἔστι δὲ ὁ μεχονὼθ λουτήρ. τοὺς βόας τοὺς χαλκοῦς τοὺς βαστάζοντας τὴν θάλασσαν τὴν χαλκῆν, οὓς παρανόμως ἀνεπλάσατο Σολομῶν. καὶ ἔθηκε τὴν θάλασσαν ἐπὶ βάσει λιθίνῃ. τὰ δὲ λοιπὰ ἐγράφησαν ἔμπροσθεν. Καὶ ἐκ τῶν Παραλειπομένων τινά. αἱ Παραλειπόμεναι τὰ λείποντα πολλάκις λέγουσι καὶ τὰ ὄντα παραλιμπάνουσι, πολλάκις δὲ καὶ ὅλην ἔννοιαν ἀλλοιοῦσιν. ἐν γὰρ τῷ λέγειν ὅτι Ἀσᾶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον κυρίου ὡς Δαβὶδ καὶ Σολομῶν ὁ πατὴρ αὐτοῦ, ἀλλοιοῖ τὸν νοῦν· τὰ γὰρ περὶ τοῦ Σολομῶντος πεφανέρωται. ἐπάταξε δὲ ἐν Ἰσραὴλ καὶ Ἱεροβοὰμ Ἀσᾶ μετὰ φυλῆς Βενιαμὶνκαὶ Ἰούδα πεντακοσίας χιλιάδας ἀνδρῶν πολεμιστῶν. καὶ οὐκέτι ᾖρε κεφαλὴν κατὰ Ἰούδα Ἱεροβοὰμ υἱὸς Ναβάτ. Ὅτι ἀδελφαὶ Δαβὶδ Σαρουΐα καὶ Ἀβιγαία, καὶ τῇ μὲν Σαρουΐᾳ υἱοὶ Ἀβεσᾶ καὶ Ἰωὰβ καὶ Ἀσσαήλ, τῇ δὲ Ἀβιγαίᾳ υἱὸἈμεσᾶ. οὗτος οὐκ ἔφθασε πρὸς τοὺς τρεῖς δυνάστας τοῦ Δαβίδ. Ὅτι ὁ Ῥουβεὶμ πρωτότοκος ὢν ἐξέπεσε τῆς εὐλογίας καὶ τοῦ ἀριθμεῖσθαι ὡς πρωτότοκος, ἐπειδὴ ἀνέβη εἰς κοίτην πατρὸς αὐ τοῦ, καὶ Ἰακὼβ ὁ πατὴρ αὐτοῦ δέδωκε τῷ Ἰωσήφ, τὰ δὲ πρωτοτόκια δέδωκε τῷ Ἰούδᾳ. 1.120 Ὅτι λέγει ἡ δευτέρα τῶν Παραλειπομένων μὴ εἶναι ἐν τῇ σκηνῇ εἰ μὴ τὰς πλάκας μόνον. Ὅτι Ἰωδαὲ ὁ
PG 121:151ἀρχιερεὺς ὁ συνετός, τοῦ Δαβιδικοῦ σπέρμα τος ὀλλυμένου ὑπὸ Γοθολίας, κατέκρυψε τὸν ἔσχατον υἱὸν Ὀχοζίου τοῦ υἱοῦ αὐτῆς τὸν Ἰωάς, ὃς καὶ ἐβασίλευσεν ἐπὶ Ἰούδα, ἐτῶν ὄντα ἑπτά, καὶ ἀπέκτεινε Γοθολίαν τὴν ἄνομον τὴν ἐκ γέ νους Ἀχαάβ. ζῇ δὲ ὁ αὐτὸς Ἰωδαὲ ἔτη ρλʹ, καὶ ἐτάφη ἐν τάφοις τῶν βασιλέων, διότι ἀνεκτήσατο τὸ Δαβιδικὸν γένος. βασιλεύει δὲ Γοθολία ἔτη ζʹ, καὶ κατακρύπτεται Ἰωὰς ὑπὸ Ἰωδαὲ μηνιαῖος. Ὅτι οἱ πρεσβύτεροι τῶν ἀρχόντων Βαβυλῶνος ἦλθον πρὸς Ἐζεκίαν τοῦ πυθέσθαι περὶ τοῦ τέρατος τοῦ γεγονότος ἐν τῷ οὐ ρανῷ ἐν τῇ ἀναστροφῇ τοῦ ἡλίου. ὁ δὲ τοῦτο παραλιπὼν θησαυροὺς καὶ πλοῦτον καὶ βασιλείαν αὐτοῖς ὑπεδείκνυεν. ὠργίσθη δὲ κύριος ὁ θεός, καὶ ἠπείλησε τῷ Ἐζεκίᾳ· ὅμως μετήνεγκε τὴν ὀργὴν διὰ τὴν ἀρετὴν αὐτοῦ ἐπὶ τοὺς ἀπογόνους αὐτοῦ. Ὅτι διὰ τὰς ἀσεβείας αὐτοῦ Μανασσῆς αἰχμάλωτος γίνεται ὑπὸ Ἀσσύρ, καὶ ἐξομολογεῖται τῷ κυρίῳ ἐν μετανοίᾳ καρδίας αὐ τοῦ, καὶ ἐπιστρέφει αὐτὸν ὁ θεὸς ἐπὶ τὴν βασιλείαν αὐτοῦ, καὶ ἐποίει τὸ εὐθὲς ἐνώπιον κυρίου. Ὅτι ἐν τῇ διαθήκῃ Ἐζεκίου βασιλέως Ἰούδα λέγει Ἠσαΐαςὁ προφήτης κρατῆσαι τὸν Ἀντίχριστον ἔτη γʹ καὶ μῆνας ἑπτά, γι 1.121 νόμενα ἡμέρας αςϟʹ. καὶ μετὰ τὸ τὸν Ἀντίχριστον βληθῆναι ἐν τῷ Ταρτάρῳ ἐλθεῖν τὸν δεσπότην τῶν ὅλων, Χριστὸν τὸν θεὸν ἡμῶν, γενέσθαι δὲ καὶ ἀνάστασιν καὶ ἀνταπόδοσιν καλῶν τε καὶ κακῶν. περὶ τῶν αὐτῶν δὲ καὶ ὁ προφήτης Δανιὴλ ἐν τῇ ὀπτασίᾳ λέγει ἑωρακέναι, καὶ φησίν "εἶπον τῷ ἀνδρὶ τῷ ἐνδεδυμένῳ τὸ βαδδίν, ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ, ἕως πότε τὸ πέρας τῶν θαυμασίων ὧν εἴρηκας; καὶ ὕψωσε τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανόν, καὶ ὤμοσεν ἐν τῷ ζῶντι εἰς τοὺς αἰῶνας ὅτι εἰς καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ. καὶ ἐγὼ ἤκουσα καὶ συνῆκα καὶ εἶπον «καὶ τί τὰ ἔσχατα τούτου;» καὶ εἶπεν «ἀπὸ καιροῦ παραλλά ξεως τοῦ ἐνδελεχισμοῦ, καὶ δοθῆναι βδέλυγμα ἐρημώσεως ἡμέρας αςϟʹ. καὶ μακάριος ὁ ὑπομένων καὶ φθάσας ἡμέρας ατλεʹ." Ὅτι ἐπὶ τῶν χρόνων Ἀμὼς βασιλέως Ἰούδα τὰ περὶ τῆς Νιναῒ προφητευθέντα κατὰ τοὺς χρόνους τούτους πέρας ἔσχεν. ἱστορεῖ δὲ Ἰώσηπος ἐν τῷ θʹ τῆς ἀρχαιολογίας τὸν Ἰωνᾶν καταποθέντα ὑπὸ τοῦ κήτους μετὰ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐκ βρασθῆναι ζῶντα ἐν τῷ Εὐξείνῳ πόντῳ. Ἀπὸ τοῦ γʹ βιβλίου τῆς ἀρχαιολογίας Ἰωσήπου, ὅτι ἐάν τις ὑπονοήσῃ τῶν Ἑβραίων μεμοιχεῦσθαι αὐτοῦ τὴν γυναῖκα, κομίζει κριθῶν ἀλεύρου ἀσσάρωνα, καὶ μίαν αὐτῆς δράκα ἐπιβαλόντες τῷ θεῷ τὸ λοιπὸν τοῖς ἱερεῦσι διδόασιν εἰς τροφήν. τὴν δὲ γυ ναῖκα στήσας ὁ ἱερεὺς κατὰ τὰς πύλας πρὸς τὸν νεών, καὶ τὴν κεφαλὴν αὐτῆς γυμνώσας, ἐπιγράφει τοῦ θεοῦ τὴν προσηγορίαν 1.122 διφθέρᾳ. κελεύει δὲ ὀμνύειν μηδὲν ἠδικηκέναι περὶ τὸν ἄνδρα. παραβᾶσαν δὲ τὸ σῶφρον, τοῦ δεξιοῦ σκέλους τὸ ἄρθρον ἔξαρ θρον γενέσθαι, καὶ τὴν γαστέρα πρισθεῖσαν οὕτως ἀποθανεῖν. ἐὰν δὲ ὑπὸ πολλοῦ ἔρωτος καὶ τῆς τούτου ζηλοτυπίας προπετῶς ὁ ἀνὴρ διὰ τὴν ὑπόνοιαν εἴη κεκινημένος, μηνὶ δεκάτῳ γενέσθαι παιδίον ἄρρεν αὐτῇ. τῶν δὲ ὅρκων τελειωθέντων, τῆς διφθέρας ἀπαλείψας τοὔνομα, εἰς φιάλην ἐκπιέζει. προσκομίσας δὲ ἐκ τῆς τοῦ ἱεροῦ γῆς εἴ τι προστύχοι, καὶ καταπάσας, ἐκπιεῖν δίδωσιν. ἡ δὲ εἰ μὲν ἀδίκως ἐνεκλήθη, ἐγκύμων τε γίνεται καὶ τελεσφορεῖ ται κατὰ τὴν γαστέρα. ψευσαμένη δὲ τὸν ἄνδρα ἐπὶ τοῖς γάμοις καὶ τὸν θεὸν ἐπὶ τοῖς ὅρκοις μετ' αἰσχύνης καταστρέφει τὸν βίον, τοῦ τε σκέλους ἐκπεσόντος αὐτῆς καὶ τὴν κοιλίαν ὑδέρου καταλα βόντος. Ἀπὸ βιβλίου τετάρτου τοῦ αὐτοῦ, ὅτι ἀπὸ ἀμυγδαλῆς οὔ σης τῆς ῥάβδου Ἀαρὼν ἀμύγδαλα καὶ οἱ καρποὶ ὡράθησαν. Ὅτι ὅσοι ἂν ἑαυτοὺς καθιερῶσιν εὐχὴν πεποιημένοι, Ναζιραῖοι οὗτοι καλοῦνται, κομῶντες καὶ οἶνον μὴ προσφερόμενοι. τούτους δέ, ὅταν τὰς τρίχας ἀφιερῶσιν ἐπὶ θυσίᾳ τε δρῶσι τὰς κουράς, νέμεσθαι πρὸς τοὺς ἱερέας. καὶ οἱ κορβὰν αὐτοὺς ὀνο μάσαντες τῷ θεῷ (δῶρον δὲ τοῦτο σημαίνει) βουλόμενοι ἀφίεσθαι τῆς λειτουργίας, τοῖς ἱερεῦσι καταβαλεῖν τὸ ἀργύριον, γυναικὸς μὲν
PG 121:155τριάκοντα σίκλους, ἀνδρὸς δὲ πεντήκοντα. Ὅτι Βαλαὰκ πεσὼν ἐπὶ στόμα τὰ πάθη προύλεγεν, ὅσα τε βασιλεῦσιν ἔσται καὶ ὅσα πόλεσι ταῖς ἀξιολογωτάταις, ὧν ἐνίαις 1.123 οὐδὲ οἰκεῖσθαί πως συνέβαινε τὴν ἀρχήν. ὑπέθετο δὲ καὶ τὸν τῶν Μαδιανιτῶν καὶ τὸν τῶν Μωαβιτίδων γυναικῶν δόλον. Ἀπὸ βιβλίου εʹ τοῦ αὐτοῦ, ὅτι οὐχ ὡς ἡ γραφὴ ἔχει, οὕτως ἐξηγεῖται Ἰώσηπος τὰ περὶ Σαμψών. ὅτι μὲν γὰρ ὄνου σιαγόνι χιλίους ἀπέκτεινε, λέγει, ὅτι δὲ ἐξ αὐτῆς ὕδωρ ἔβλυσεν, οὐ λέγει, ἀλλ' ὅτι μᾶλλον τοῦ τόπου ἀνωνύμου ὄντος, ἐκ τοῦ συμβάντος ἐπικληθῆναι ὁ σιαγών. ἐξ αὐτοῦ δὲ πηγὴν ἀναδοθεῖσαν κατά τινος πέτρας, ἡδεῖαν καὶ πολλὴν πόσιν διδοῦσαν κορέσαι τὸν Σαμ ψών, καὶ οὕτω μέχρι τοῦ δεῦρο καλεῖσθαι τὸ χωρίον. Βιβλίον ζʹ τοῦ αὐτοῦ, ὅτι Δαβὶδ ἐκλαθόμενος τῶν Μωϋ σέως ἐντολῶν, ὃς προεῖπεν, ἐὰν ἐξαριθμηθῇ τὸ πλῆθος, ὑπὲρ ἑκάστης κεφαλῆς αὐτῷ τῷ θεῷ τελέσειεν ἡμίσικλον, προσέταξεν Ἰωὰβ πορευθέντι πάντα τὸν ὄχλον ἐξαριθμῆσαι, καὶ διὰ τοῦτο ἀπώλοντο χιλιάδες ἑβδομήκοντα τοῦ λαοῦ, ἕως οὗ θυσίας εἰρηνι κὰς ἐπενέγκας Δαβὶδ κατεπράϋνε τὸ θεῖον. συνέβη δὲ ἐπ' ἐκεῖνον τὸν τόπον τελεσθῆναι τὰς θυσίας, ἐν ᾧ καὶ Ἀβραὰμ τὸν υἱὸν αὐτοῦ Ἰσαὰκ ἀνήνεγκεν εἰς ὁλοκάρπωσιν. Ὅτι τὰ περὶ τὸν ναὸν Δαβὶδ ἡτοίμασεν ἅπαντα, ἐκωλύθη δὲ κτίσαι αὐτὸν διὰ τὸ μεμιάνθαι τῇ δεξιᾷ χειρὶ τῷ συχνοτέρῳ τῶν ἐχθρῶν φόνῳ. τρισχίλια δὲ τάλαντα χρυσίου κατέλιπεν εἰς τὴν τοῦ ναοῦ κτίσιν τῷ Σολομῶντι. Ὅτι συνετάξατο Σολομῶν βιβλία περὶ ᾠδῶν καὶ μελῶν πεν τακισχίλια, καὶ παραβολῶν καὶ εἰκόνων βίβλους τρισχιλίας· καθ' 1.124 ἕκαστον γὰρ εἶδος δένδρου παραβολὴν εἶπε, καὶ περὶ κτηνῶν καὶ τῶν ἐπιγείων ζῴων ἁπάντων καὶ τῶν πτηνῶν καὶ τῶν ἀερίων. παρέσχε δὲ αὐτῷ μαθεῖν ὁ θεὸς καὶ τὴν κατὰ τῶν δαιμόνων τέχνην εἰς ὠφέλειαν τῶν ἀνθρώπων, ἐπῳδὰς δὲ συντάξαι ἐν αἷς παρηγο ρεῖται τὰ νοσήματα. καὶ τρόπους ἐξορκώσεων κατέλιπεν, οἷς ἐν δούμενα τὰ δαιμόνια, ὡς μηκέτι ἐπανελθεῖν, ἐκδιώκονται. καὶ αὐτὴ παρ' ἡμῖν νῦν ἡ θεραπεία πλεῖστον ἰσχύει. ἱστόρησα γάρ, φησὶν Ἰώσηπος, Ἐλεάζαρόν τινα, τῶν ὁμοφύλων Οὐεσπασιανοῦ, παρόντων καὶ τῶν υἱῶν αὐτοῦ καὶ χιλιάρχων καὶ ἄλλου στρατιωτικοῦ πλήθους, τοὺς ὑπὸ δαιμόνων λαμβανομένους ἀπολύοντα τούτοις. ὁ δὲ τρόπος τῆς θεραπείας τοιοῦτος ἦν· προσφέρων ταῖς ῥισὶ τοῦ δαιμονιζομένου τὸν δακτύλιον, ἔχοντα ἐπὶ τὴν σφραγῖδα ῥίζαν ἐξ ὧν ὑπέδειξε Σολομῶν, ἔπειτα ἐξῆλθεν ὀσφραινόμενον διὰ τῶν ῥινῶν τὸ δαιμόνιον. καὶ πεσόντος εὐθὺς τοῦ ἀνθρώπου μηκέτι εἰς αὐτὸν ὑποστρέφειν, ὅρκους Σολομῶντος μεμνημένον καὶ τὰς ἐπῳδὰς ἃς συνέθηκεν ἐκεῖνος ἐπιλέγων. λέγει δὲ Ἰώσηπος ὅτι ϟδʹ ἔτη ἔζησεν ὁ Σολομῶν, ἐβασίλευσε δὲ ἔτη πʹ. Ἀπὸ βιβλίου δεκάτου τοῦ αὐτοῦ, ὅτι Ἠσαΐας ὁ προφήτης προλέγει τῷ βασιλεῖ Ἐζεκίᾳ πάντα τὸν πλοῦτον αὐτοῦ εἰς Βαβυ λῶνα μετατεθήσεσθαι, καὶ τοὺς ἐγγόνους εὐνουχισθησομένους, καὶ ἀπολέσαντας τὸ ἄνδρας εἶναι τῷ Βαβυλωνίων δουλεῦσαι βα σιλεῖ· καὶ ταῦτα προλέγειν τὸν θεόν. Ἐπεσημηνάμεθα δὲ καὶ τὴν τοῦ μακαρίτου Ἰὼβ βίβλον ἐν ἐπιτόμῳ, τὰς πραγματείας αὐτῆς ὡς οἷόν τε διὰ βραχέων ἐγκατα 1.125 λέξαντες εἰς ἀνάμνησιν τῶν εἰδότων ταύτης τὸν νοῦν. ὡς ἐν δρά ματι ἡ βίβλος τοῦ μακαρίου Ἰὼβ περιέχει πρόσωπα ἕξ, πρῶτον αὐτὸν τὸν δίκαιον Ἰώβ, δεύτερον Ἐλιφὰζ τὸν Θαιμανίτην, τρίτον Βαλδὰδ τὸν Σαυχίτην, τέταρτον Σοφὰρ τὸν Μιναῖον, πέμπτον Ἐλιοῦς τὸν Βουζίτην, ἕκτον τὸν δεσπότην θεόν. γίνονται δὲ με ταξὺ αὐτῶν διάλογοι κγʹ. πρωτολογεῖ δὲ Ἰώβ, πρὸς ἕκαστον τῶν τριῶν φίλων αὐτοῦ λέγων ὅτι ἔτρωσέ με ὁ ἰσχυρὸς βέλει· οἱ δὲ οὐκ ἀδίκως τὸν ἰσχυρὸν καὶ αἰώνιον τιτρώσκειν εἶπον. καὶ ἐν ταύτῃ τῇ ζητήσει γίνονται διάλογοι ἕξ. εἶτα πάλιν πρωτολογεῖ Ἰὼβ πρὸς αὐτούς, λέγων ἑκούσια παραπτώματα ἑαυτῷ μὴ γινώσκειν· οἱ δὲ ἀλαζονείαν αὐτοῦ καταψηφίζονται. καὶ γίνονται ἐν τῇ δευτέρᾳ ζητήσει διάλογοι ἓξ ἕτεροι. καὶ πάλιν πρωτολογεῖ Ἰὼβ λέγων πολ λοὺς τῶν ἀσεβῶν εὐθηνεῖν ἐν τῷ βίῳ· καὶ οὐχ ὑπέστησαν αὐτῷ οἱ φίλοι ἐν
PG 121:157τούτῳ ἀλλ' ἐσίγησαν, ὥστε γίνεσθαι ἕως ὧδε διαλόγους ιζʹ. οὐ γὰρ ἀποκρίνεται ὁ Σοφάρ, ἀλλὰ σιγᾷ. εἶτα Ἐλιοῦς ὁ Βουζίτης ὀργίζεται πρὸς Ἰὼβ καὶ τοὺς τρεῖς φίλους αὐτοῦ, ὅτι οὐ κατεδίκασαν αὐτὸν ἐν ἁμαρτίαις, καὶ ποιεῖται διάλογον ὀκτωκαιδέκατον. εἶτα ιθʹ ὁ θεός, διὰ λαίλαπος καὶ νέφους λέγων τῷ Ἰώβ "τίς οὗτος ὁ κρύπτων με βουλήν," καὶ τὰ τῆς δόξης καὶ ἰσχύος καὶ μεγαλωσύνης αὐτοῦ. εἶτα εἰκοστὸν πάλιν Ἰώβ, λέγων τό "ἅπαξ ἐλάλησα, ἐπὶ δὲ τὸ δεύτερον οὐ προσθήσω." εἶτα πρῶ τον καὶ εἰκοστὸν πάλιν ὁ θεὸς ἐπιτιμᾷ τῷ Ἰὼβ λέγων "μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου." καὶ ὑποσημαίνει αὐτῷ τὴν 1.126 οἴησιν τῆς δυνάμεως τοῦ πονηροῦ, καὶ ὡς βοήθεια αὐτὸν ἐκνικᾷ θεία, καὶ ὅτι ἵνα ἀναφανῇς δίκαιος. εἶτα δεύτερον εἰκοστὸν πάλιν Ἰὼβ λέγων ὅτι πρότερον μὲν ἀκοῇ ὠτὸς ἤκουόν σου, νυνὶ δὲ μᾶλ λον ἐνωτισθείς σου τοὺς λόγους ἥγημαι ἐμαυτὸν γῆν καὶ σποδόν. εἶτα τρίτον καὶ εἰκοστόν, ἐπιτιμία τοῦ δεσπότου θεοῦ πρὸς τοὺς τρεῖς φίλους Ἰώβ, κελεύουσα αὐτοὺς θῦσαι τῷ θεῷ ὑπὲρ ἀνομίας αὐτῶν καὶ ἐξαιτήσασθαι περὶ τῆς ἀνομίας αὐτῶν εὐχὴν καὶ συγχώ ρησιν παρὰ Ἰώβ. ἦν δὲ Ἰὼβ πεμπτὸς ἀπὸ Ἀβραάμ, ἐκ γένουςἨσαῦ, συγγενὴς Ἰοθὸρ πενθεροῦ Μωϋσέως· ἡ δὲ πέμπτη γενεαλογία λαμβάνεται οὕτως, Ἀβραὰμ Ἠσαῦ Ῥαγουὴλ ΖαρὲἸώβ. Ἐν τοῖς χρόνοις τῶν βασιλέων Αἰγύπτου τῶν προγεγραμμέ νων ἐφάνη τις ἐν τῇ Καρίᾳ χώρᾳ γιγαντογενὴς φιλόσοφος, ἐκ τῆς φυλῆς τοῦ Ἰάφεθ, ὀνόματι Ἐνδυμίων, ὅστις μυστικὰς εὐχὰς λέγων ἐν τῇ σελήνῃ ᾔτει αὐτὴν μαθεῖν παρ' αὐτῆς τὸ θεῖον ὄνομα ἐν ὁράματι. καὶ ἐν τῷ αὐτὸν εὔχεσθαι ὕπνωσε, καὶ ἤκουσε τὸ θεῖον ὄνομα ἐν ὁράματι. καὶ οὐκέτι ἀνέστη, ἀλλὰ ἔστι τὸ λείψα νον αὐτοῦ ἕως τοῦ νῦν ἐν τῇ Καρίᾳ νεκρὸν δονούμενον· καὶ κατ' ἔτος ἀνοίγουσι τὴν αὐτοῦ σορὸν ἐν τῇ χώρᾳ ἐκείνῃ, καὶ ὁρῶσιν αὐτοῦ τὸ λείψανον δονούμενον νεκρόν, ὡς λέγουσι. περὶ οὗ φασὶ τὴν σελήνην φιλεῖν τὸν Ἐνδυμίωνα. Ὅτι ἐν Ἀσιρὼθ καταγογγύζει Ἀαρὼν καὶ Μαριὰμ κατὰ Μωϋσέως. ἔχει δὲ αὐταῖς λέξεσιν ᾧδε. καὶ ἐλάλησε Μαριὰμ 1.127 καὶ Ἀαρὼν κατὰ Μωϋσῆ ἕνεκεν τῆς γυναικὸς τῆς Αἰθιοπίσσης, ἣν ἔλαβε Μωϋσῆς, ὅτι γυναῖκα Αἰθιόπισσαν ἔλαβε. καὶ εἶπον «μὴ Μωϋσῇ μόνῳ ἐλάλησεν ὁ κύριος; οὐχὶ καὶ ἡμῖν ἐλάλησε;» καὶ ἤκουσε κύριος. καὶ ὁ ἄνθρωπος Μωϋσῆς πράως σφόδρα παρὰ πάντας ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς. καὶ εἶπε κύριος πα ραχρῆμα πρὸς Μωϋσῆν καὶ Ἀαρὼν καὶ Μαριάμ «ἐξέλθετε ὑμεῖς οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου.» καὶ ἐξῆλθον οἱ τρεῖς ἐκεῖσε. καὶ κατέβη κύριος ἐν στύλῳ νεφέλης, καὶ ἔστη ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐκλήθη Μωϋσῆς καὶ Ἀα ρών, καὶ ἐξῆλθον ἀμφότεροι, καὶ εἶπε πρὸς αὐτούς «ἀκούσατε τὸν λόγον μου. ἐὰν γένηται προφήτης ὑμῖν κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ. οὐχ οὕτως ὡς θεράπων μου Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστι. στόμα πρὸς στόμα λαλήσω αὐτῷ, ἐν εἴδει καὶ οὐ δι' αἰνιγμάτων, καὶ τὴν δόξαν κυρίου εἶδε. καὶ διατί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωϋσῆ;» καὶ ὀργὴ θυμοῦ κυρίου ἐπ' αὐτούς. καὶ ἀπῆλθον, καὶ ἡ νεφέλη ἀπέστη ἀπὸ τῆς σκηνῆς, καὶ ἰδοὺ Μαρία λεπρῶσα ὡσεὶ χιών. καὶ ἐπέβλεψεν Ἀαρὼν πρὸς Μαριάμ, καὶ ἰδοὺ λεπρῶσα. καὶ εἶπεν Ἀαρὼν πρὸς Μωϋσῆν «δέομαι, κύ ριε, μὴ συνεπιτεθῇ ἡμῖν ἡ ἁμαρτία, διότι ἠγνοήσαμεν καθότι ἡμάρτομεν. μὴ γένηται ὡς ἴσον θανάτου, ὡσεὶ ἔκτρωμα ἐκπο ρευόμενον ἐκ μήτρας μητρός, καὶ κατεσθίῃ τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς.» καὶ ἐβόησε Μωϋσῆς πρὸς κύριον, λέγων «ὁ θεός, δέο μαί σου, ἴασαι αὐτήν.» καὶ εἶπε κύριος πρὸς Μωϋσῆν «εἰ ὁ πατὴρ 1.128 αὐτῆς πτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς, οὐκ ἐντραπήσε ται; ἑπτὰ ἡμέρας ἀφορισθήτω ἔξω τῆς παρεμβολῆς, καὶ μετὰ ταῦτα εἰσελεύσεται.» καὶ ἀφωρίσθη Μαριὰμ ἔξω τῆς παρεμβο λῆς ἑπτὰ ἡμέρας, καὶ ὁ λαὸς οὐκ ἐξῆρεν ἕως ἐκαθαρίσθη Μα ριάμ. καὶ μετὰ ταῦτα ἐξῆρεν ὁ λαὸς ἐξ Ἀσιρώθ, καὶ παρενέβαλεν ἐν τῇ ἐρήμῳ Φαράν. ἡνίκα δὲ ἦλθεν ὁ λαὸς εἰς τὸ Σινᾶ ὄρος, τελευτᾷ Μαριὰμ ἡ ἀδελφὴ Μωϋσέως. εἶτα παρευθὺ
PG 121:159γίνεται γογγυσμὸς τοῦ λαοῦ διὰ τὸ δίψος, καὶ παρώξυνε Μωϋσῆς καὶ Ἀαρὼν τὸν θεὸν ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας. καὶ ὀργισθεὶς κύριος· εἶπεν «ἀνθ' ὧν οὐκ ἐδοξάσατέ με ἐνώπιον Ἰσραήλ, οὐκ εἰσάξετε τὸν λαὸν ὑμεῖς εἰς τὴν γῆν τῆς ἐπαγγελίας.» τελευτᾷ δὲ Ἀαρὼν ἀνελθὼν εἰς τὸ ὄρος Ὤρ, ἐπιτιμίαν θανάτου δεξάμενος διὰ τὸ ὕδωρ τῆς ἀντιλογίας. μετὰ δὲ τὸ ὕδωρ τῆς ἀντιλογίας κατ έρχεται ὁ λαὸς εἰς Ἐδώμ, καὶ καταγογγύζει θεοῦ καὶ Μωϋσέως. καὶ ἀπέστειλεν ὁ θεὸς τοὺς ὄφεις, καὶ ἐθανάτουν τὸν λαόν. καὶ λοιπὸν γίνεται τὸ χαλκούργημα τοῦ ὄφεως προστάξει θεοῦ. Ὅτι ἐν τῇ δευτέρᾳ ἐξαριθμήσει, ἡνίκα Μωϋσῆς καὶ Ἐλεά ζαρ ἠρίθμησαν τὸν λαόν, οὐχ εὑρέθη ἄνθρωπος ἐκ τῆς πρώτης ἀριθμήσεως, ἡνίκα Μωϋσῆς καὶ Ἀαρὼν ἠρίθμησαν τοὺς ἀπὸ εἴκοσιν ἐτῶν καὶ ἐπέκεινα, ὅτι εἶπε κύριος αὐτοῖς «θανάτῳ ἀποθα νεῖσθε διὰ τοὺς γογγυσμοὺς ὑμῶν.» οἱ γὰρ περὶ τὸν Μωϋσέα καὶ Ἐλεάζαρ, ὡς Λευῖται, οὐδὲ τὸ παλαιὸν συνηριθμήθησαν ταῖς λοιπαῖς φυλαῖς, ὁ δὲ Ἰησοῦς Βενιαμίτης ἦν, ὁ δὲ Χάλεβ ἐκ τῆς 1.129 τοῦ Ἰούδα. σημείωσαι δὲ ὅτι καὶ οἱ κατὰ ὕφεσιν τῶν εἴκοσιν ἐτῶν οὐκ ἐστερήθησαν τῆς γῆς τῆς ἐπαγγελίας, οὐδὲ οἱ φθάσαντες ζῆν τῶν Λευιτῶν. ἐνταῦθα δὲ κελεύεται Μωϋσῆς ἀνελθεῖν εἰς τὸ ὄρος Ναβάν, καὶ ἐλέγχεται καὶ αὐτός, ὡς ἀδελφὸς αὐτοῦ, διὰ τὸ ὕδωρ τῆς ἀντιλογίας. διὸ καὶ τῆς γῆς τῆς ἐπαγγελίας ἐστέρη ται, καὶ τελευτᾷ ἐκεῖ ἐτῶν ἑκατὸν εἴκοσιν. Ὅτι τοῦ Σηὼν βασιλέως τῶν Ἀμορραίων καὶ τοῦ Ὢγ βασιλέως τῆς Βασὰν τὰς πόλεις καὶ πᾶσαν τὴν χώραν τῶν δύο βα σιλέων πέραν τοῦ Ἰορδάνου δέδωκε Μωϋσῆς εἰς κατάσχεσιν τῷ Ῥουβεὶμ καὶ Δὰν καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ, μετὰ τὸ λαβεῖν αὐτὸν ἀπόφασιν ἀνελθεῖν ἐν τῷ ὄρει καὶ τελευτῆσαι. Ὅτι παρερχόμενοι οἱ υἱοὶ Ἰσραὴλ διὰ τοῦ ὄρους Σιὴρ προσ τάσσονται ὑπὸ τοῦ θεοῦ ἄρτον καὶ ὕδωρ πρίασθαι παρὰ τῶν Ἰδουμαίων τῶν υἱῶν Ἠσαῦ, διότι εἶπεν αὐτοῖς ὁ θεός "οὐ κληρονομήσετε ἐκ τῆς γῆς τῶν Ἠσαῦ οὐδὲ βῆμα ποδός, ὅτι ἀδελφοὶ ὑμῶν εἰσίν." ἀποτρέπονται δὲ ὑπὸ θεοῦ ἐκ τῆς γῆς τῶν Μωαβι τῶν καὶ τῶν πόλεων αὐτῶν διὰ Λὼτ τὸν προπάτορα αὐτῶν. Ὅτι ἐν τῇ δευτέρᾳ νομοθεσίᾳ λέγει Μωϋσῆς "τὰ ἅγια δέκα ῥήματα ταῦτα ὑμεῖς ἀκούσατε ἐκ μέσου τοῦ πυρός," ὥστε καὶ πρὸ τοῦ γραφῆναι αὐτὰ ἐν πλαξὶν ἐξεδόθησαν ὑπὸ τῆς θείας φω νῆς. οὐ γὰρ φωνὴν ἄσημον ἀλλ' ἔναρθρον ἤκουσεν ὁ λαὸς ἐκ μέσου τοῦ πυρὸς ἐν Σινᾷ, καθὼς γέγραπται "καὶ τὰ ῥήματα αὐ 1.130 τοῦ ἤκουσεν ἐκ μέσου τοῦ πυρός." ταῦτα δέ εἰσι τὰ ἅγια ῥήματα τοῦ νόμου, ἃ ὕστερον ἐνεχάραξεν ἐν πλαξίν. Ὅτι Μωϋσῆς πʹ ἐτῶν ὢν ἡγεῖται τῆς ἐξ Αἰγύπτου πορείας τοῦ Ἑβραίων ἔθνους, συνῆν τε αὐτοῖς νομοθετῶν ἐπὶ τῆς ἐρήμου ἔτη μʹ. Ἀπὸ βʹ βιβλίου Ἰωσήπου τῆς ἀρχαιολογίας, ὅτι Φαραὼ ὑπὸ τὴν αὐτὴν ὥραν ἐθεάσατο καὶ τὰς τῶν ἐνυπνίων ὄψεις καὶ τὰς ἐξηγήσεις αὐτῶν. ἀλλὰ τῶν ἐξηγήσεων ἐπιλαθόμενος τὸν ταύ τας ἀναμνήσοντα ἐζήτει. ὅτι ἐν τοῖς ἑπτὰ τῆς εὐθηνίας ἔτεσιν οὐ προῄσθοντο Αἰγύπτιοι τὸν ἑπταετῆ λιμόν. ὅτι τῶν ἱερογραμματέων τις ἀναγγέλλει τῷ βασιλεῖ Φαραὼ τεχθήσεσθαί τινα κατ' ἐκεῖνον τὸν καιρὸν τοῖς Ἰσραηλίταις, ὃς ταπεινώσει μὲν τὴν Αἰ γυπτίων ἡγεμονίαν, αὐξήσει δὲ τοὺς Ἰσραηλίτας τραφείς. διὸ καὶ γνώμῃ αὐτοῦ κελεύει πᾶν τὸ γεννηθὲν ἄρσεν ὑπὸ τῶν Ἰσραηλιτῶν εἰς τὸν ποταμὸν ῥίπτεσθαι. ἀλλὰ κρατήσειε δ' ἂν οὐδεὶς τῆς τοῦ θεοῦ γνώμης, οὐδ' ὁ μυρίας τέχνας ἐπὶ τούτῳ μηχανησάμενος. ὅτι ὁ πατὴρ Μωϋσέως κατὰ τοὺς ὕπνους πάντα τὰ κατὰ Μωϋσέα καὶ Ἀαρὼν συμβησόμενα ἐκ θεοῦ προδιδάσκεται καὶ τῇ αὐτοῦ γυναικὶ Ἰοχάβεδ φανεροῖ. ὅτι Θέρμουθις ἡ θυγάτηρ Φαραὼ ἀνελομένη Μωϋσέα κελεύει γύναιον ἀχθῆναι καὶ θηλὴν τῷ παιδίῳ παρασχεῖν· πολλῶν δὲ ἀχθεισῶν μὴ προσιεμένου Μωϋσέως παρε στῶσα Μαριὰμ εἶπεν "εἰ τῶν ὁμοφύλων αὐτῷ γυναικῶν Ἑβραΐδων ποιήσειας ἀχθῆναι, τάχα ἂν προσίεται θηλήν." διὸ καὶ κελευ 1.131 σθεῖσα ἄγει τὴν αὐτοῦ μητέρα, καὶ τὸ παιδίον ἀσμένως προσφύε ται τῇ θηλῇ. ὅτι φιλοφρονούμενος Φαραὼ τῇ ἰδίᾳ θυγατρὶ ἐπι τίθησι Μωϋσῇ τὸ διάδημα, ὁ δὲ διὰ
PG 121:163νηπιότητα καταφέρει αὐτὸ εἰς γῆν καὶ τοῖς ποσὶν ἐπιβαίνει. τοῦ δὲ προδηλωθέντος ἱερογραμματέως τοῦτο θεασαμένου καὶ ἀνελεῖν ἐπιχειρήσαντος ἡ Θέρμουθις ἐξαρπάσασα διεσώσατο. ὅτι χειροήθεις οὖσαι αἱ ἴβεις πρὸς μόνον τὸ τῶν ὄφεων γένος ἀγρίως ἔχουσι, καὶ δεινῶς ἀναρπαζόμεναι κατεσθίουσιν ἐλάφων μᾶλλον. ὅτι φθειρῶν ἄπειρόν τι πλῆθος τοῖς Αἰγυπτίοις ἐξήνθησεν, ἔνδοθεν ἀναδιδόμενον καὶ κακῶς δια φθεῖρον αὐτοὺς καὶ ὑπὸ μηδενὸς διαφθειρόμενον φαρμάκου. ὅτι ἐξελθόντες οἱ Ἑβραῖοι ἀπὸ Αἰγύπτου πεφυρμένοις ἀλεύροις καὶ πεπηγόσιν ἐπὶ λʹ ἡμέραις διετράφησαν σπανίως· ὅθεν καὶ εἰς μνή μην τῆς τότε ἐνδείας ἑορτὴν ἄγουσιν ἐφ' ἡμέρας ὀκτὼ τὴν τῶν ἀζύμων λεγομένην· ἐξῆλθον δὲ μετὰ ἔτη τετρακόσια τριάκοντα. ὅτι τὸ τῶν ὀρτύγων γένος τρεφόμενον πλῆθος εἰς τὸν Ἀράβιον κόλπον ἐφίπταται, τὴν μεταξὺ θάλασσαν ὑπερελθόν, καὶ ὑπὸ κό που τε ἅμα τῆς πτήσεως καὶ πρόσγειον μᾶλλον τῶν ἄλλων ὂν κατεφέρετο εἰς τοὺς Ἑβραίους. ὅτι τὸ μάννα παρήγγελτο ἐξ ἴσου πᾶσιν ἀσσάρωνα (τοῦτο δέ ἐστι μέτρον) εἰς ἑκάστην ἡμέραν συλ λέγειν, ὡς οὐκ ἐπιλείψοντος αὐτοῖς βρώματος, ἵνα μὴ τοῖς ἀδυ νάτοις ἄπορον ᾖ τὸ λαμβάνειν δι' ἀλκὴν τῶν δυνατωτέρων πλεονε κτούντων περὶ τὴν ἀναίρεσιν. 1.132 Ὅτι ἐπὶ σταθηρᾷ μεσημβρίᾳ τῆς ἐπὶ τῆς βάτου θεοφανείας ἀξιοῦται Μωϋσῆς, καὶ τῶν ὁμοφύλων τὴν ἡγεμονίαν καὶ μὴ θέλων ἐγχειρίζεται, σημείοις τε καὶ τέρασι καθοπλισθείς, καταλιπὼν Ἰοθὸρ τὸν πενθερὸν αὐτοῦ ἢ γαμβρὸν (δισσῶς γὰρ καλεῖται) εἰς Αἴγυπτον ἅμα δυσὶ παισὶ Γηρσὰμ καὶ Ἐλιέζερ, καὶ γυναικὶ τῇ Σεπφόρᾳ, ᾗ καὶ ἐπιστὰς ἄγγελος θάνατον ἠπείλησεν. ἀλλὰ τοῦ τον ἱλεώσατο καίπερ ἀλλόφυλος οὖσα ἡ γυνὴ τῷ τῆς περιτομῆς τοῦ παιδὸς αἵματι. συναντᾷ δὲ αὐτῷ καὶ Ἀαρὼν θεόθεν σταλείς, καὶ τὴν τῶν σημείων ἐπιβεβαιοῦται δύναμιν. ὅθεν καὶ τῷ Φαραὼ μετὰ καὶ τῶν Αἰγυπτίων ἐπαοιδῶν ἀνθισταμένοις πρώτην πληγὴν ἐπήνεγκε, πᾶν ὕδωρ εἰς αἷμα ποιήσας· Μωϋσεῖ δὲ καὶ Ἀαρὼν καὶ τοῖς Ἑβραίοις καθαρὸν ἦν καὶ πινόμενον. ἔνθεν γὰρ καὶ τοῖς γόησιν ἀντεσοφίσθη τὸ παρὰ τοῖς Ἑβραίοις εὑρισκόμενον ὕδωρ αἷμα δοκεῖν φαίνεσθαι. τὸ δὲ αὐτὸ νοεῖται καὶ ἐπὶ τῆς δευτέρας πληγῆς τῶν βατράχων, Αἰγυπτίους μὲν πάντας τῷ πάθει μαστί ζεσθαι, μόνην δὲ τὴν γῆν τῶν Ἑβραίων καθαρεύειν τοῦ πάθους. τρίτη πληγὴ ἡ τῶν σκνιπῶν, τετάρτη ἡ τῆς κυνομυίας, πέμπτη θάνατος κτηνῶν, ἕκτη ὁ αἰθαλώδης κονιορτός, ἑβδόμη αἱ φλυκτίδες τῆς χαλάζης, ὀγδόη ἡ ἀκρίς, ἐννάτη τὸ ψηλαφητὸν σκό τος, δεκάτη θάνατος τῶν πρωτοτόκων. Ἡ δεκάλογος. αʹ. ἐγώ εἰμι κύριος ὁ θεός σου, ὁ ἐξαγα γών σε ἐκ γῆς Αἰγύπτου. βʹ. οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ· οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα. γʹ. οὐ λήψῃ τὸ ὄνομα τοῦ θεοῦ ἐπὶ κενῷ· οὐ γὰρ μὴ καθαρίσει κύριος 1.133 τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ. δʹ. μνήσθητι τὴν ἡμέραν τῶν σαββάτων ἁγιάζειν αὐτήν. εʹ. τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται καὶ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς. ϛʹ. οὐ μοιχεύσεις. ζʹ. οὐ φονεύσεις. ηʹ. οὐ κλέ ψεις. θʹ. οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου. ιʹ. οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου ἢ τὴν οἰκίαν ἢ τὸν ἀγρὸν ἢ τὸν παῖδα αὐτοῦ ἢ τὴν παιδίσκην ἢ τὸν βοῦν ἢ τὸ ὑπο ζύγιον αὐτοῦ ἢ πᾶν κτῆνος αὐτοῦ, οὔτε ὅσα τοῦ πλησίον σου ἐστίν. Αὕτη δὲ ἡ δεκάλογος τῶν γενικῶν ἐντολῶν ἐστὶν ἡ διάταξις. ταῦτα τὰ θεῖα διδάγματα φοβερᾷ τινὶ καὶ ἐνάρθρῳ φωνῇ διατέ τακται, ὁρῶντος τοῦ λαοῦ καὶ ἀκούοντος· ἧς τὸ καταπληκτικὸν καὶ ἀκοαῖς δυσάντητον μὴ φέροντες ᾔτησαν διὰ Μωϋσέως τὰ λοιπὰ τῶν ἐφεξῆς εἰδικῶς αὐτοῖς ἐν πεντήκοντα κεφαλαίοις νομο θετηθέντα λαληθῆναι· ἦσαν δὲ περί τε οἰκετῶν καὶ φόνων ἑκου σίων καὶ ἀκουσίων, ἀτιμίας γονέων καὶ κακολογίας, κλοπῆς, πα τάξεως ἐν μάχαις πρὸς θάνατον ἢ ζωήν, ἐλεύθερος πρὸς ἐλεύθε ρον καὶ δεσπότης πρὸς δοῦλον, καὶ ἀνδρὸς πρὸς ἔγκυον γυναῖκα, ἐκβολῆς ὀφθαλμῶν δούλου καὶ δούλης, κερατισμοῦ
PG 121:165ταύρου πρὸς ταῦρον, κλοπῆς μόσχου, καὶ θανῆς κλέπτου ἐν τῷ διορύγματι, κατὰ ἐμπρησμοῦ βοσκημάτων καὶ ἅλωνος, κατὰ παρακαταθήκης ἀργυρίου ἢ χρυσίου, καὶ ὑποζυγίων καὶ παντοίων κτηνῶν χρήσεως παρὰ τοῦ πλησίον, φθορᾶς παρθένων καὶ θανάτου φαρμάκων, κτηνοβασίας καὶ θυσίας εἰδώλων, κακώσεως προσηλύτου καὶ ὀρ 1.134 φανῶν καὶ χηρῶν δανειζομένων, κακολογίας εἰς θεὸν καὶ ἄρχοντα τοῦ λαοῦ, ἀπαρχῶν ἅλωνος καὶ ληνοῦ, πρωτοτόκων υἱῶν μόσχων τε καὶ προβάτων καὶ ὑποζυγίων, τοῦ εἶναι αὐτοὺς ἄνδρας ἁγίους τῷ θεῷ, κρέας θηριάλωτον μὴ ἐσθίειν ἀλλὰ κυσὶν ἀπορρίπτειν, μὴ παραδέχεσθαι ἀκοὴν ματαίαν, μὴ συμμαρτυρεῖν ἀδίκῳ, μὴ συνεῖναι πολλοῖς ἐπὶ κακίᾳ, μὴ ἐκκλῖναι μετὰ πολλῶν κρίσιν, μὴ ἐλεῆσαι πτωχὸν ἐν κρίσει, ἀποστρέφειν καὶ ἀποδιδόναι τὸν βοῦν καὶ τὸ ὑποζύγιον τοῦ ἐχθροῦ πλανώμενον τὸν εὑρίσκοντα, καὶ πεπτωκὸς ὑπὸ τὸν γόμον συνεγείρειν, μὴ διαστρέφειν κρίσιν πένη τος δικαίαν, ἀπὸ παντὸς ῥήματος ἀδίκου ἀφίστασθαι, μὴ ἀναι ρεῖν ἀθῶον καὶ δίκαιον, μὴ δικαιοῦν τὸν ἀσεβῆ, δῶρα μὴ λαμ βάνειν ὡς ἐκτυφλοῦντα τοὺς βλέποντας καὶ τὸ δίκαιον λυμαινό μενα, προσήλυτον εὖ ποιεῖν, ἓξ ἔτη σπείρειν τὴν γῆν, τῷ δὲ ἑβδόμῳ ἄφεσιν παρέχειν αὐτῇ εἰς ἀπόλαυσιν πτωχῶν ἢ θηρίων, ὁμοίως καὶ τὸν ἀμπελῶνα καὶ τὸν ἐλαιῶνα, φιλανθρωπίαν ἐκπαι δεύειν αὐτούς. κατὰ τοῦτο δὲ τὸ ἔτος καὶ ἄφεσις ὀφλημάτων ἐγίνετο, καὶ τῶν δουλευόντων Ἑβραίων ἐλευθερία, καὶ τὸν ἰωβη λαῖον ἀργεῖν ἐνομοθέτησεν. ἐλευθερίαν δὲ καὶ ἄφεσιν σημαίνει τὸ ὄνομα. ἰωβηλαῖον δὲ τὸ πεντηκοστὸν προσαγορεύουσιν ἔτος, ἐν ᾧ κελεύει καὶ τὸν ἀγρὸν ἀναλαμβάνειν τὸν πεπρακότα καὶ τὰς ἐν αὐτῷ οἰκίας, καὶ χρεῶν ἀποκοπὰς καὶ παίδων ὠνητῶν ἐλευθε ρίας. ἓξ ἡμέρας ἐργάζεσθαι τὴν ἑβδομάδα, τῇ δὲ ἑβδόμῃ ἀνα παύεσθαι. ὀνόματι θεοῦ ἀλλοτρίου μὴ ὀμνύειν, μήτε προφέρειν διὰ στόματος. τρεῖς καιροὺς τοῦ ἔτους ἑορτάζειν, τὴν ἑορτὴν 1.135 τῶν ἀζύμων πρώτην ἑπτὰ ἡμέρας τῷ μηνὶ τῷ νέῳ ἤτοι κατὰ τὴν πρώτην πανσέληνον τοῦ ἔαρος, δευτέραν ἑορτὴν θερισμοῦ πρωτο γεννημάτων, καὶ τρίτην συναγωγὴν ἔργων τοῦ ἀγροῦ συντελείας ἀπὸ ἐξόδων ἐνιαυτοῦ, ἀναμιμνήσκων αὐτοὺς διὰ τοῦ μὲν πάσχα τῆς ἐξ Αἰγύπτου ἐξόδου, διὰ δὲ τῆς πεντηκοστῆς τῆς εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσόδου, διὰ δὲ τῆς σκηνοπηγίας τῆς ἐν τῇ ἐρήμῳ διαγωγῆς· ἐν σκηναῖς γὰρ οἰκοῦντες τεσσαράκοντα διετέλεσαν ἔτη. μὴ ὀφθῆναι κενὸν ἐναντίον κυρίου, καὶ πᾶν ἀρσενικὸν ὀπτάνεσθαι ἐνώπιον κυρίου κατὰ τὰς τρεῖς ἑορτὰς ταύτας. μὴ θύειν ἐπὶ ζύμῃ αἷμα θυσιάσματος κυρίου, ἀλλ' ἐπ' ἀζύμοις. μὴ μένειν ἕως πρωῒ στέαρ τῆς ἑορτῆς. καὶ τὰς ἀπαρχὰς τῶν πρώτων γεννημά των τῆς γῆς εἰσάγειν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐφ' ἅπασι. μὴ ἕψειν ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ. ταῦτα τὰ δικαιώματα τοῦ θεοῦ Μωϋσῆς ἐλθὼν ἀπήγγειλε τῷ λαῷ μετὰ καὶ ἄλλων τινῶν θείων παραινέσεων. καὶ ἀπεκρίθη μιᾷ φωνῇ πᾶς ὁ λαός, καὶ εἶπε "πάντας τοὺς λόγους κυρίου ποιήσομεν καὶ ἀκουσόμεθα," καὶ ἐγράφη ταῦτα πάντα. Ὅτι Μωϋσῆς λαβὼν παρὰ θεοῦ δόξαν, ἐν τῷ προσώπῳ κάλυμμα τιθεὶς ἐπὶ τεσσαράκοντα χρόνοις διελέγετο τοῖς Ἰου δαίοις· οὐ γὰρ ἠδύναντο ἀτενίζειν εἰς αὐτόν. εἰσιόντος δὲ πρὸς κύριον περιῃρεῖτο τὸ κάλυμμα, ὥσπερ καὶ τοῖς κατὰ σάρκα μὲν τὸν νόμον ἀναγινώσκουσι κάλυμμα πωρώσεως ἐπίκειται τοῦ μὴ ἐπιγνῶναι τὴν δόξαν τοῦ Χριστοῦ, τοῖς δὲ διὰ τοῦ πνεύματος 1.136 εἰσιοῦσι τὸ κάλυμμα τῆς ἀγνοίας ἀφαιρεῖται. ἀληθῶς δὲ τὰ ὀπί σθια τοῦ θεοῦ, τὴν σάρκωσιν τοῦ μονογενοῦς, ἐπὶ τοῦ Θαβωρίου εἶδε Μωϋσῆς ὡς ἐπὶ πέτρᾳ τεθεὶς καὶ σκεπασθεὶς τῷ Χριστῷ· παρερχόμενον δὲ ἐν δόξῃ εἶδεν οὐ γυμνὸν ἀλλὰ σεσαρκωμένον θεόν. Ὅτι αἱ μὲν πρῶται πλάκες χειρὶ θεοῦ λελάξευνται καὶ γε γράφαται, αἳ συντριβῆναι συγκεχώρηνται, ὅτι τύπος ἦσαν αὗται τοῦ πρώτου καὶ κατὰ τὸ γράμμα νόμου, ὥσπερ αἱ δεύτεραι ἃς Μωϋσῆς ἐλάξευσε καὶ ἔγραψε, τύπος ἦσαν σαφὴς τοῦ δευτέρου καὶ κατὰ πνεῦμα νόμου. ὥσπερ καὶ λαὸς ὁ πρῶτος ὁ μοσχοποιή σας τὸν πρῶτον ἐτύπου
PG 121:167Ἰσραήλ, διὸ καὶ ἐν ὀργῇ θεοῦ καὶ αὐτὸς καὶ ὁ πρὸς αὐτὸν παλαιὸς διεσκεδάσθη νόμος. ὁ λαὸς δὲ ὁ δεύ τερος τὸν νέον καὶ κατὰ Χριστὸν εἰκόνιζεν Ἰσραήλ, διὸ καὶ ἐν δόξῃ τοῦ προσώπου Μωϋσέως τὰς δευτέρας εὐλαβῶς ὑπεδέδεκτο πλάκας, καὶ ταύτας ἀφθάρτους ἐν τῇ τοῦ μαρτυρίου ἀποθέμενος ἐφύλαξε κιβωτῷ. Ὅτι ἀπὸ μὲν τῶν κτηνῶν ὁ βοῦς καὶ τὸ πρόβατον καὶ τὸ αἰγίδιον, ὡς ἥμερα καὶ καθαρὰ καὶ εἰκόνα τῶν τοῦ Χριστοῦ τυ ποῦντα προβάτων, εἰς θυσίαν καὶ ὁλοκαύτωσιν τῷ νόμῳ παρείληπται, ἀπὸ δὲ τῶν πτηνῶν μόνα τρυγὼν καὶ περιστερά, τὸ μὲν ὡς φίλαγνον καὶ φιλήσυχον, τὸ δὲ ὡς φιλάλληλον καὶ φιλάνθρω πον, καὶ ἄμφω ὡς καθαρὰ καὶ ἀκέραια καὶ ἁγίων ψυχῶν ἰδιότη τας χαρακτηρίζοντα, εἰς θυσίαν καὶ ὁλοκαύτωσιν τῷ νόμῳ ἐξεί λεκται καὶ παρείληπται. 1.137 Ὅτι τὴν ἐρυθρὰν οἱ μὲν εἰς δώδεκα τομὰς λέγουσι κοπῆναι, καθὼς καὶ ὁ μέγας Χρυσόστομος ἑκάστῃ φυλῇ λέγει δίοδον ἰδίαν παρεχομένην, οἱ δὲ εἰς μίαν διὰ τὸ μίαν πληγὴν τὸν Μωϋσῆν τῇ θαλάσσῃ δεδωκέναι. ὅτι τῶν Ἰσραηλιτῶν τῆς θαλάσσης ἐξελθόν των τοὺς Αἰγυπτίους ἡ θάλασσα ἐκβράσασα νεκροὺς αὐτοῖς παρα δίδωσιν· οὓς καὶ σκυλεύσαντες βουνοὺς πεποιήκασιν, καὶ ἡ γῆ χάνασα τούτους κατέπιε, κατὰ τὸ εἰρημένον "ἐξέτεινας τὴν δεξιάν σου, κατέπιεν αὐτοὺς γῆ." ἐλθόντες δὲ εἰς Ἐλὴμ εὗρον δεκαδύο πηγὰς ὑδάτων καὶ ἑβδομήκοντα στελέχη φοινίκων, οἵτινες ἦσαν τύποι τῶν Χριστοῦ μαθητῶν, αἱ μὲν δώδεκα πηγαὶ τῶν δεκαδύο κορυφαίων, οἱ δὲ ἑβδομήκοντα φοίνικες τῶν τούτων φοιτητῶν, μεθ' ὧν τὴν οἰκουμένην ποτίσαντες τὴν γλυκεῖαν καὶ στερεὰν τρο φὴν τῆς θεογνωσίας τῷ κόσμῳ ἐπώμβρησαν. τὸ δὲ μάννα αὐτοῖς δοθὲν πᾶσιν ἴσον συνήγετο, καὶ δυνατῷ καὶ ἀσθενεῖ· ὁπόσον γὰρ τῷ ἰσχυρῷ προεθυμήθη συναχθῆναι, γομὸρ συνήγετο, ὅπερ ἐστὶν οὐγγίαι τριακονταδύο ἥμισυ, καὶ τῷ καταρραθυμήσαντι γομὸρ συνήγετο. καὶ εἰ εἰς τὴν αὔριον ἐφυλάχθη, διὰ σκωληκῶν ἐφθεί ρετο, ἐκτὸς τῶν σαββάτων· τὸ γὰρ τῇ παρασκευῇ συναγόμενον καὶ τῷ σαββάτῳ διεφυλάττετο ἀβλαβές. τύπος δὲ ἦν τοῦτο τὸ ἀδιάφθορον δηλῶν τοῦ δεσποτικοῦ σώματος κατὰ τὸν καιρὸν τῆς ταφῆς, σταυρῷ μὲν καὶ ἥλοις καὶ λόγχῃ φυσικῶς πεπονθὸς ὁμοιο παθῶς ἡμῖν, διαφθορὰς δὲ καὶ διάλυσιν μηδ' ὅλως ὑπομεμενη 1.138 κός. προτυποῖ δὲ τὸ μάννα καὶ τὴν πάναγνον θεομήτορα καὶ τὸν κατ' ἀρετὴν βίον. τοῦτο τὸ μάννα ἔφαγον Ἑβραῖοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη· καὶ γὰρ ἡ πᾶσα ὁδὸς τῆς ἀπὸ Αἰγύπτου ἐξε λεύσεως τῶν Ἑβραίων, ἀπὸ Κάδδης βαρνῆ ἕως φάραγγος Σαρέθ, μὴ οὖσα πλέον τῶν πεντήκοντα ἡμερῶν, αὐτοῖς καταρεμβομένοις ὑπὸ θεοῦ, ἐν ληʹ χρόνοις διήνυσται. Ὅτι πολεμούντων τῶν Ἰσραηλιτῶν τὸν Ἀμαλὴκ διὰ Ἰησοῦτοῦ Ναυῆ, ὃς πρὸ τούτου Ναύσης ἐκαλεῖτο, Μωϋσῆς τὰς χεῖρας σταυροειδῶς ἐξέτεινε, καὶ ἐκράτησεν ὁ Ἰσραὴλ τοῦ Ἀμαλήκ. ἐπὰν δὲ ἀτονήσας καθῆκεν αὐτάς, ἐκράτει ὁ Ἀμαλήκ. τότε Ἀαρὼν καὶ Ὢρ ὑποθέντες ταῖς χερσὶν αὐτοῦ πέτρας ἐφύλαξαν αὐτὸν ἕως δύσεως ἡλίου. ὅθεν καὶ κατετροπώσατο Ἰησοῦς τὸν Ἀμαλήκ, ἀποκτείνας αὐτὸν μαχαίρᾳ. Ὅτι Φορωνεὺς ὁ παῖς Ἰνάχου καὶ Νιόβης πρῶτος λέγεται παρ' Ἕλλησι νόμους καὶ κριτήρια θέσθαι. ἡ δὲ Κρήτη ἀπὸ Κρητός τινος ἄρξαντος ἐκεῖσε ὠνόμασται. Ὅτι ἡ Σκυθόπολις Βασὰν ἐλέγετο πρότερον. Ἕως ὧδε ἡ πεντάβιβλος περιέχει ἱστορίαν τε καὶ πρᾶξιν ἀπὸ τοῦ Ἀδὰμ ἐτῶν τρισχιλίων ὀκτακοσίων ἑξηκονταεπτά. Ὅτι ἀπὸ τοῦ νέου σίτου προφέρει ἡ ἁγία πόλις τὸ ἅγιον πάσχα, τὴν προσφορὰν ἐν τῇ θείᾳ μυσταγωγίᾳ. Ὅτι τὴν κατασκευὴν τῆς κιβωτοῦ πᾶσαν καὶ τὴν στολὴν τοῦ ἱερέως καὶ τῶν ἐν αὐτῇ πάντων, τῆς τε πόρπης, ἥτις ἐστὶ φίβλα 1.139 ἢ περόνη, καὶ τοῦ λογείου, ὅπερ ἔκειτο ἐπὶ τοῦ στήθους τοῦ ἀρ χιερέως διὰ δώδεκα λίθων, σημαινόντων διὰ μὲν τῆς αὐγῆς τὰ χρηστὰ διὰ δὲ τῆς ἐπισκοτώσεως τὰ δεινά, εἰς τὸ Σινᾶ ὄρος ὀφθαλμοφανῶς ἐθεάσατο Μωϋσῆς, καὶ κατὰ ταῦτα ᾠκοδόμησεν τὴν κιβωτὸν καὶ τὰ ἐν αὐτῇ. τότε καὶ τὰς πλάκας τὰς πρώτας ἔλαβε, καὶ τοῦ θεοῦ ἤκουσεν ὀργιζομένου καὶ λέγοντος "ἔασόν
PG 121:171με ἐκτρῖψαι αὐτούς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ ἰσχυρόν." αὐτὸς δὲ δεηθεὶς ἐξιλάσατο τὸν θεόν, καὶ κατελθὼν τὸν μὲν μόσχον κατέκαυσε πυρί, καὶ κατήλεσεν αὐτὸν λεπτὰ καὶ ἔσπειρεν ἐπὶ τοῦ ὕδατος, καὶ ἐπότισε τοὺς υἱοὺς Ἰσραήλ. καὶ ἐμφυλίῳ πολέμῳ τὸν θεὸν ἱλεωσάμενος, πάλιν ἑτέρας τεσσαράκοντα ἡμέ ρας νηστεύσας, ἄνεισιν εἰς τὸ ὄρος καὶ τὰς δευτέρας πλάκας λαμ βάνει. τότε εἶδε καὶ τὴν δόξαν κυρίου παρὰ τῇ ὀπῇ τῆς πέτρας καθίσας, καὶ ἐδοξάσθη τὸ πρόσωπον αὐτοῦ. ὀπίσθια δὲ θεοῦ χρὴ νοεῖν τὰς θείας οἰκονομίας καὶ ἐνεργείας, πέτραν δὲ τῆς πί στεως τὸ στερρὸν καὶ ἀκράδαντον, ὀπὴν δὲ τῆς πέτρας τὸν τῆς πίστεως ὀφθαλμόν (διὰ τοῦτο γὰρ οἱ κατὰ Μωϋσέα θεωροῦσι τὰ ἀνέφικτα καὶ ἀθέατα), κάλυμμα δὲ τὴν ἀπιστίαν· ἡνίκα γὰρ ἄν θρωπος πιστεύσῃ πρὸς κύριον, περιαιρεῖται τὸ κάλυμμα, ὥς φησιν ὁ ἀπόστολος. τότε κατασκευάζει καὶ τὴν κιβωτὸν διὰ Βεζελεὴλ υἱοῦ Μαρίας τῆς ἀδελφῆς Μωϋσέως, καὶ Ὢρ τοῦ συνόν τος καὶ Ἀαρών, ὅτε τὰς χεῖρας ἀνεῖχον Μωϋσέως κατὰ τοῦ Ἀμαλήκ. ἐτελειώθη δὲ τὰ ἔργα τῆς σκηνῆς ἐν ἑπτὰ μησί, καὶ τῇ 1.140 πρώτῃ ἡμέρᾳ τοῦ πρώτου μηνὸς τοῦ δευτέρου ἔτους τῆς ἐξόδου ἔστη· ὅπερ καὶ ἡ γραφὴ μαρτυρεῖ ἐν τῇ τρίτῃ τῶν Λευιτικῶν. τῷ δὲ δευτέρῳ μηνὶ ἐγένετο ἡ ἐξαρίθμησις τοῦ λαοῦ, καὶ εὑρέθη ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, καθὼς ἡ τετάρτη βίβλος τῶν ἀριθ μῶν λέγει, μυριάδες ἑξήκοντα καὶ #γφνʹ, χωρὶς τῶν Λευιτῶν· οἱ δὲ Λευῖται ἀριθμηθέντες εὑρέθησαν χιλιάδες κβʹ. τῷ τεσσαρα κοστῷ ἔτει τῆς ἐξόδου Ἀαρὼν ἐτελεύτησεν ρκγʹ ἐτῶν, καὶ Μωϋ σῆς προχειρίζεται Ἐλεάζαρ τὸν υἱὸν Ἀαρών. Μωϋσῆς δὲ τῷ ιαʹ μηνὶ τοῦ μʹ ἔτους τῆς ἐξόδου, ἑκατοστῷ δὲ εἰκοστῷ ἔτει τῆς ζωῆς αὐτοῦ, εὐλογήσας πάντα τὸν λαόν, ἀναβὰς εἰς τὸ ὄρος Ναβὰν ἤτοι Ἀμβρείμ, κείμενον ἐν τῇ Μωαβίτιδι πέραν τοῦ Ἰορδάνου κατὰ πρόσωπον Ἱεριχώ, καὶ κατοπτεύσας τὴν γῆν τὴν ἐπηγγελμέ νην αὐτῷ τῷ Ἰσραήλ, ἐτελεύτησε, καὶ οὐκ εἶδεν οὐδεὶς τὸν τάφον αὐτοῦ, καὶ οὐκ ἠμαυρώθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ, οὐδὲ ἐφθά ρησαν τὰ χείλη αὐτοῦ. ἐπείραζε δὲ αὐτὸν ὁ διάβολος ὡς ἡμαρ τηκότα τῷ θεῷ συνελκύσαι μετὰ τῶν ἁμαρτωλῶν. ἀλλ' ἀρχαγγελικὴ διεκρούσθη χειρὶ ὡς προπετὴς καὶ θρασὺς καὶ τῶν τοῦ θεοῦ φίλων δυσμενής. ἐγένετο δὲ νεφέλη καὶ σκότος κατὰ τὸν τόπον, ὡς μὴ ἰδεῖν τινὰ ποῦ ἐτάφη Μωϋσῆς, καθὼς Ἰώσηπος ἱστορεῖ. Ἰστέον ὅτι τὰ πέντε βιβλία τῆς ἀρχαιολογίας ὁ μακαριώ τατος ἐν ἁγίῳ πνεύματι Μωϋσῆς ἀνετάξατο κατὰ τὴν Ἑβραΐδα γλῶσσαν· ἥτις μετὰ ταῦτα, ὡς καὶ αἱ λοιπαί, εἰς Ἑλληνικὴν μετ 1.141 εβλήθη διάλεκτον ὑπὸ τῶν ἑβδομήκοντα ἑρμηνευθεῖσα ἐπὶ Πτο λεμαίου τοῦ Φιλαδέλφου. καὶ ἡ μὲν Γένεσις ἄνωθεν ἀπ' ἀρχῆς τὴν κοσμογένειαν τήν τε τοῦ ἀνθρώπου πλάσιν, τὸν κατακλυσμόν, τὴν τῶν Σοδομιτῶν ἀπώλειαν, τὴν ἐξ ἀρχῆς μέχρι τέλους τῶν πατέρων Ἀβραὰμ Ἰσαὰκ καὶ Ἰακὼβ βίωσιν καὶ τελείωσιν, τοὺςχρηματισμοὺς καὶ τὴν τοῦ Ἰωσὴφ ἐν Αἰγύπτῳ βασιλείαν περιέχει. ἡ δὲ Ἔξοδος τὴν τοῦ Ἰσραὴλ περιέχει κάκωσιν, καὶ τὴν διὰ Μωϋσέως ἐπὶ τῆς ἐρυθρᾶς διάβασιν, καὶ τὴν ἐν ἐρήμῳ διατρι βήν, καὶ ὅσα νομοθετούμενος ἐπείρασε τὸν θεόν, καὶ τὴν τῆς σκηνῆς κατασκευήν. τὸ Λευιτικὸν τὴν τῶν θυσιῶν ποικίλην πα ράδοσιν καὶ τὴν τῶν ἱερέων διακόσμησιν. οἱ Ἀριθμοὶ τὴν διτ τὴν ἐπίσκεψιν εἴτ' οὖν ἀπαρίθμησιν τῶν υἱῶν Ἰσραὴλ περιέχει, τὴν μὲν πρώτην ἐπὶ Μωϋσέως καὶ Ἀαρὼν μετὰ τὴν ἔξοδον εὐθὺς ἐν τῷ ὄρει Σινᾷ γενομένην, τὴν δὲ δευτέραν ἐπὶ Μωυσέως καὶ Ἐλεάζαρ, μετὰ τὴν ἐν τεσσαράκοντα ἔτεσιν πανωλεθρίαν τῶν πρώτων διὰ τὴν ἀπιστίαν αὐτῶν, γενομένην ἐν Ἀραβαὼθ Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ τὴν Ἱεριχώ. τὸ δὲ Δευτερονόμιον πάσας τὰς ἐξ ἀρχῆς μεγαλουργίας. τοῦ θεοῦ μέχρι καὶ τῆς τοῦ Μωϋσέως τελευτῆς γενομένας εἰς αὐτοὺς περιέχει, ἀλλὰ μὴν καὶ τὴν δευτέ ραν ᾠδὴν πᾶσαν, καὶ τοὺς φυλάρχους οἳ καὶ ἔμελλον κατακληρο νομεῖν τὴν τῆς ἐπαγγελίας γῆν. Διελθόντος δὲ τοῦ Ἰσραὴλ τὸν Ἰορδάνην, περιέτεμεν ὁ Ἰησοῦς πάντα τὸν λαὸν μαχαίραις πετρίναις· τὰ γὰρ ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη οὐδεὶς
PG 121:173περιετμήθη, καὶ οἱ πλεῖστοι τῶν μαχί 1.142 μων ἀπερίτμητοι ἦσαν· τὸ δὲ αἴτιον, ὅτι παντὸς ἀλλογενοῦς κε χωρισμένοι χρείαν τῆς περιτομῆς οὐκ εἶχον. καλῶς ἄρα εἴρηται τῷ θείῳ ἀποστόλῳ ὅτι οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ τήρησις ἐντολῶν. καὶ φαγόντος ἐκ τοῦ νέου σίτου τοῦ λαοῦ τῇ αὐτῇ ἡμέρᾳ ἐξέλιπε τὸ μάννα. τότε καὶ τὸν ἀρχιστράτηγον Μιχαὴλ εἶδεν Ἰησοῦς ὁ τοῦ Ναυῆ εἰς Ἱεριχώ, δι' οὗ καὶ παρεδόθη αὐτῷ ἡ Ἱεριχώ· μετὰ γὰρ ἡμέρας ϛʹ περιστοιχισάντων αὐ τὴν μετὰ τῆς κιβωτοῦ, ἐπεὶ ἐσάλπισαν καὶ ἐβόησαν ὁ λαός, ἔπε σον αὐτόματα τὰ τείχη, καὶ εἰσῆλθεν ἐν αὐτῇ Ἰσραήλ, καὶ ἐσφάγη πᾶς ὁ λαὸς τῆς Ἱεριχὼ καὶ πᾶν ζῷον, πλὴν Ῥάαβ τῆς πόρνης καὶ τοῦ οἴκου αὐτῆς. ἐκεῖ καὶ Ἄχα ἐλιθοβολήθη ὑπὸ τοῦ Ἰσραὴλ σὺν πᾶσι τοῖς αὐτοῦ διὰ τὸ ἀποκρύψαι χρήματα. τότε καὶ Γαβαω νῖται καὶ οἱ τοῦ Εὐαίου καὶ οἱ λοιποί, ὡς μακρόθεν οἰκοῦντες, πρὸς Ἰησοῦν σπονδὰς ποιοῦνται· οὓς ἐπιγνοὺς ὕστερον πλησιο χώρους ὑπάρχειν τῆς μὲν αἰχμαλωσίας συνεχώρησε, διακονεῖν δὲ καὶ ξυλοφορεῖν τῷ λαῷ προσέταξε. τοὺς δὲ Ἀμορραίους πολεμῶν ἔστησε τὸν ἥλιον κατὰ Γαβαώ, καὶ κατὰ φάραγγα Ἐλὼμ τὴν σε λήνην, ἕως ἐξεπολέμησε τοὺς ἐχθρούς. πᾶσαι δὲ ἃς παρέλαβεν Ἰησοῦς τοῦ Ναυῆ βασιλείας εἰκοσιεννέα ἦσαν, ἐπαρχίαι δὲ ἑπτά, πάρεξ τῶν τῆς Ἱεριχὼ καὶ τῆς Γέθ. τὴν δὲ Ἱεριχὼ πόλιν καὶ Φοινίκων πόλιν ὀνομάζει, Κινναίους δὲ τοὺς ἀπογόνους Ἰοθόρ. οὗτος τὴν γῆν τῆς ἐπαγγελίας τῶν Ἰουδαίων ἔθνει διανέμει εἰς κλῆρον. τελευτᾷ δὲ ζήσας ἔτη ἑκατὸν δέκα, κρατήσας τοῦ Ἰσραὴλ 1.143 ἔτη εἴκοσι ἑπτά. καὶ ἔθαψαν αὐτὸν ἐν Θαμναθσαράχ, ἐν τῷ ὄρει Ἐφραΐμ, συνθάψαντες αὐτῷ καὶ τὰς πετρίνας μαχαίρας. Ὅτι τῶν Ἀργείων μετὰ Ἴναχον ἐβασίλευσε Φορωνεύς, καὶ ἄλλοι δὲ πλείους μετ' αὐτὸν ἕως τοῦ Λυγκέως, ὃς Δαναῷ πολε μήσας τῷ βασιλεῖ, καὶ τοῦτον ἀποκτείνας, τήν τε βασιλείαν αὐτοῦ καὶ τὴν θυγατέρα Κλυταιμνήστραν εἰς γυναῖκα παρέλαβε. μετὰ τοῦτον Μεριόπας πέντε μόνους χρόνους βεβασιλευκὼς αὐτὸς καταλύεται, καὶ ἡ βασιλεία τῶν Ἀργείων ἐπὶ φμθʹ ἔτη διαρκέ σασα εἰς Σικυωνίτας τοὺς Ἑλλαδικοὺς μεταπεπτώκει. Ἐν δὲ τοῖς χρόνοις Μωϋσέως γέγονέ τις ἀνὴρ μέγας, ἐκ τῆς φυλῆς Ἰάφεθ, ὃς αὐτόχθων ὢν ἐβασίλευσε τῆς Ἀττικῆς ἔτη λβʹ. ὄνομα τῷ ἀνδρὶ Γύγης. ἐπ' αὐτοῦ γέγονε κατακλυσμὸς ἐν τῇ Ἀττικῇ μόνῃ· αὐτός τε ἀπώλετο καὶ ἡ χώρα πᾶσα, καὶ ἕως ἐτῶν διακοσίων ἔρημος ἔμεινεν. Ἐν δὲ τοῖς καιροῖς τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ τῆς τῶν Μολοσσῶν χώρας αὐτόχθων τις, Ἀΐδης ὄνομα, βεβασιλευκὼς μετὰ Μελινδίας τῆς αὐτοῦ γυναικὸς ἔσχε θυγατέρα τὴν Περσεφό νην, ἧς Πειρίθους ὁ αὐτοῦ συγκλητικὸς ἐρασθεὶς κατὰ σύνταξιν αὐτῆς ἁρπάσαι ταύτην νυκτὸς ἐβουλήθη. τοῦτο γνοὺς Ἀΐδης, ὃν εἶχε κύνα μέγιστον καὶ ἄγριον, Τρικέρβερον ἐπονομαζόμενον, ἔξω τῆς θύρας ἔστησε Περσεφόνης ἀγνοούσης. τοῦ δὲ Πειρίθου πρὸς αὐτὴν παραγενομένου νυκτός, ἐφορμήσας ὁ κύων ἀνεῖλεν 1.144 αὐτόν. ἐξελθοῦσα δὲ πρὸς τὴν ταραχὴν ἡ κόρη διεσπάρακται καὶ αὐτὴ τῷ κυνί. ἐντεῦθεν ἐρρήθη ὅτι ὁ Πλούτων, τὸ τοῦ ἀν δρὸς εὔπορον σημαίνων, τὴν κόρην Περσεφόνην ἁρπάσας ἐς ᾅδην ᾤχετο. Ὅτι ὁ Αἰγιαλεὺς πρῶτος Σικυωνιτῶν πεντήκοντα δύο ἔτη ἦρξε· μεθ' ὃν ἄλλοι κϛʹ ἕως τοῦ καλουμένου Ζευξίππου, ὃς ἔτος ἓν καὶ τριάκοντα ἐβασίλευσεν ἐν αὐτοῖς. καὶ κατέσχεν αὐτῶν ἡ βασιλεία ἔτη ἐννακόσια ὀγδοήκοντα. Τὰ δὲ δυτικὰ καὶ τὰ κατὰ Ἰταλίαν μέρη ὑπὸ τῶν υἱῶν Πίκου τοῦ καὶ Διὸς ἐτοπαρχοῦντο. ἐν δὲ τοῖς Ἕλλησιν ὁ Προμηθεὺς καὶ Ἐπιμηθεὺς Ἄτλας τε καὶ ὁ πανόπτης Ἄργος ἐγνωρίζοντο, ὃν καὶ ἑκατοντόφθαλμον διὰ τὸ ὀξυωπέστατον καὶ περί βλεπτον εἶναι τὴν διάνοιαν ἐκάλουν. καὶ ὁ μὲν Ἄτλας ἀστρονομικήν μετῄει ἐπιστήμην, διὸ καὶ τὸν οὐρανὸν βαστάζειν αὐτὸν ἐμυθεύσαντο, Προμηθεὺς δὲ γραμματικήν, ὥς φασιν, ἐξεῦρεν. οἱ δὲ Ἀναξαγόρειοι ἑρμηνεύουσι νοῦν μὲν τὸν Δία, τὴν δὲ Ἀθηνᾶν τέχνην. ὅθεν καὶ τό "χειρῶν
PG 121:177ὀλλυμένων ἔρρει πολύμητιν Ἀθήνην." τὸν δὲ Προμηθέα νοῦν ἔλεγον· προμήθεια γάρ ἐστιν ἀνθρώποις ὁ νοῦς. διὸ καὶ μυθεύονται τοὺς ἀνθρώπους μετα πεπλάσθαι, δηλονότι ἀπὸ ἰδιωτείας εἰς γνῶσιν. Ἐπιμηθεὺς δὲ τὴν μουσικὴν ἐξεῦρε, καὶ Δευκαλίων τὰ περὶ τοῦ κατακλυσμοῦ τῆς Ἀττικῆς ἀνετάξατο. ὁ Κέκροψ δὲ διφυὴς ὠνομάσθη, ἢ 1.145 διὰ μῆκος σώματος, ἢ ὅτι Αἰγύπτιος ὢν τὰς δύο γλώσσας ἠπί στατο. οὗτος μετὰ τὸν κατακλυσμὸν τῆς Ἀττικῆς Ἀθηνῶν ἐβασίλευσε χρόνους νʹ, καὶ ἀπὸ τῆς Ἀθηνᾶς τὴν πόλιν Ἀθήνας ὠνόμασεν. ἐπὶ αὐτοῦ ἐν τῇ ἀκροπόλει ἐλαία πρώτως ἐφύη. ἀπὸ τούτου Κεκροπία ἡ χώρα πρῶτον ἐκλήθη. οὗτος πρῶτος βοῦν ἐθαύμασε καὶ Ζῆνα προσηγόρευσεν. ἐπὶ τούτου τὸ ἐν Δήλῳ ἱερὸν Ἀπόλλωνος Δηλίου ὑπὸ Ἐριχθονίου υἱοῦ Κέκροπος ἱδρύνθη. οὗτος νομοθετεῖ τὰς γυναῖκας ἔτι παρθένους οὔσας ἑνὶ ἀνδρὶ τῷ βουλομένῳ γαμεῖσθαι, καὶ μηδενὶ ἄλλῳ ἕως θανάτου προσανέχειν· ἕως γὰρ αὐτοῦ ἀδιαφόρως ἔζων, πρὸς καιρὸν μιγνύμενοι καὶ αὖθις ὅτε βούλονται διαχωριζόμενοι, ὡς ἄδηλον εἶναι τίς ἂν εἴη τούτου πατήρ, κτηνῶν τρόπον νοθευομένου τοῦ γένους τῇ ἐπιμιξίᾳ. ἔλεγε γὰρ αὐτὸ αἴτιον εἶναι τοῦ κατακλυσμοῦ. καὶ μετ' αὐτὸν Κραναὸς ἐβασίλευσεν ἔτη ἐννέα, ὅτι καὶ Σαπφὼ ἣ καὶ πρώτη Μουσῶν ἀνη γόρευτο. εἶτα Φορνεὺς καὶ ἄλλοι μετ' αὐτὸν ἕως Κόδρου βασι λεύσαντος αὐτῶν ἔτη καʹ. ἐκράτει οὖν ἡ Ἀθηναίων βασιλεία ἔτη υϟβʹ. κἀντεῦθεν ἄρχοντας δώδεκα προεβάλλοντο, δι' ὧν ἡ κατ' αὐτοὺς διῳκονομεῖτο πολιτεία. ἐν τούτοις τοῖς ἄρχουσιν ἐνο μοθέτει Ἀθηναίων πρῶτος Δράκων ὀνόματι. μετ' αὐτὸν δὲ Σό λων τοῦ Δράκοντος τοὺς νόμους ἠθέτει. εἶτα Θάλης ὁ Μιλήσιος ἐθεσμοθέτει, καὶ πάλιν Αἰσχύλος τυραννήσας ἔτος ἓν καὶ μῆνας ζʹ. μεθ' ὃν Ἀλκιβιάδης ἔτη δύο, εἶτα ἄλλοι ιηʹ, καὶ αὖθις ἡ τούτων 1.146 κατελύθη βασιλεία. ἐν ἐκείνοις τοῖς καιροῖς καὶ οἱ κριταὶ ἦρχον ἐν υἱοῖς Ἰσραήλ. Τῶν κριτῶν τοῦ Ἰσραὴλ ἐπανάληψις διὰ τὰς τῶν Ἑλλήνων ἱστορίας. Μετὰ Ἰησοῦν τοῦ Ναυῆ ἐκ τῆς Ἰούδα καὶ Συμεὼν φυλῆς τοῖς ἀλλήλων σχοινίσμασιν ἀνὰ μέρος βοηθούντων πρῶτος ἄρξαι τοῦ λαοῦ λέγεται Χάλεβ ἔτη λʹ. μετὰ τοῦτο ὁ λαὸς εἰδώ λοις λατρεύσας ἐκδίδοται δουλεύειν τῷ Χουσαρθὼμ βασιλεῖ Συ ρίας τῆς Μεσοποταμίας ἔτη ιηʹ. ἐπιστρέψαντος τοίνυν τοῦ λαοῦ πρὸς θεὸν ἀνίστησι τὸν Γοθονιὴλ πρῶτον κριτήν, ἀδελφὸν νεώ τερον τοῦ Χάλεβ, ὃς ἔκρινε τὸν λαὸν ἔτη μʹ· ἐπὶ τούτου γέγονεν ὁ ἐπὶ Δευκαλίωνος κατακλυσμὸς ἐν τῇ Ἑλλάδι. καὶ πάλιν τὸ πονηρὸν ποιήσας ὁ Ἰσραὴλ παρεδόθη Ἐγλὼν βασιλεῖ Μωαβιτῶν ἐν τῷ #γϠμβʹ ἔτει, καὶ ἐδούλευσεν ἔτη ιηʹ. πάλιν δὲ αὐτοὺς ἐπι στρέψαντας ἐξαιρεῖται διὰ τοῦ ἀμφοτεροδεξιοῦ Ἀώδ, ὃς ἔσχε τὸ ἐπώνυμον τοῦτο διὰ τὸ ὁμοίως ἐν παντὶ πράγματι τῇ εὐωνύμῳ χρῆσθαι χειρὶ καθάπερ καὶ τῇ δεξιᾷ. οὗτος ἡγήσατο τοῦ λαοῦ ἔτη πʹ. τούτου τῷ κζʹ ἔτει ἐβασίλευσε τῆς Ἀττικῆς ὁ Κέκροψ, ἐν δὲ τῷ οζʹ ἔτει γέγονε κατακλυσμὸς ἐν Θεσσαλίᾳ καὶ Αἰθιοπίᾳ. πάλιν εἰδωλομανοῦντα τὸν Ἰσραὴλ παρέδωκε κύριος ἐν χειρὶ Ἰαβεὶμ βασιλέως Χαναὰν ἔτη κʹ. μετὰ ταῦτα Δεβόρρα προφῆτις, γυνὴ Ἀφειδὼθ φυλῆς Ἐφραΐμ, ἔκρινε τὸν Ἰσραήλ. διὰ ταύτηςἡγήσατο Βαράκ, υἱὸς Ἀβινοεὶμ ἐκ φυλῆς Νεφθαλείμ, τῆς κατὰ 1.147 Σισάρρα μάχης τοῦ ἀρχιστρατήγου Ἰαβείμ, καὶ ἐκράτησε πάσης τῆς δυνάμεως αὐτοῦ. αὐτὸς δὲ ὁ Σισάρρα τοῖς ποσὶ διαφυγὼν ὑπὸ Ἰαὴλ γυναικὸς Χάμερ τοῦ Κινναίου ἀναιρεῖται, πασσάλῳ κατὰ τῆς γνάθου διαπαρείς. κατὰ τούτους τοὺς χρόνους Κάδμος ἐν Θήβαις ἐβασίλευσε. μετὰ δὲ τὴν Δεβόρρας τελευτὴν ἐξήμαρτε πάλιν ὁ λαός, καὶ παρεδόθη τοῖς Μαδιηναίοις ἔτη ζʹ. Γεδεὼν δὲ αὐτοῖς ἐκ φυλῆς Μανασσῆ, θείοις σημείοις τῆς νίκης κομισά μενος τὴν πίστιν, ἐπανίσταται, καὶ ἐν τοῖς ἀνδράσι τοῖς λάψασι καθὼς κύων τῶν ιβʹ μυριάδας διαχειρισάμενος ἦρξε τοῦ λαοῦ ἔτη μʹ. Ἀβιμέλεχ τούτου υἱὸς ἔτη γʹ, Θόλα ἔτη κγʹ, Ἰαεὶρ ὁ Γαλααδίτης ἔτη κβʹ. μετὰ τοῦτο ἐξήμαρτεν ὁ λαός, καὶ παρε δόθη τοῖς Ἀμανίταις ἔτη ιηʹ. ἔπειτα τὴν πρὸς θεὸν ποιησάμενος ἐπάνοδον σώζονται διὰ τοῦ Ἰεφθάε τοῦ Γαλααδίτου ἔτη ϛʹ.
PG 121:179μετὰ τοῦτον Ἐσσεβὼν ἔτη ζʹ. κατὰ τούτους τοὺς χρόνους τὸ Ἴλιον ἐκτίσθη καὶ ἡ Τροία, καὶ Ἀσκληπιὸς τὴν ἰατρικὴν ἐπιστήμην μετῄει. Ἐγλὼν ὁ Βαβυλωνίτης ἔτη ιʹ. Ἀβδὼν υἱὸς Σελεὶμ ὁ Μαραθωνίτης, ὃς ἦν πατὴρ παίδων μʹ καὶ ἐκγόνων λʹ, ἔκρινε τὸν Ἰσραὴλ ἔτη ηʹ. κατὰ τούτους τοὺς χρόνους Ὀρφεὺς ὁ Θρᾲξ ὁ λυρικὸς καὶ ποιητῶν ἁπάντων ἐπισημότατος παρ' Ἕλλησιν ἐγνω ρίζετο, ὃς ἐν ποιητικοῖς στίχοις περὶ στοιχείων ποιήσεως καὶ ἀν θρώπου γενέσεως, καὶ φωτὸς ἐξ αἰθέρος ἔλλαμψιν φιλοσοφῶν, 1.148 ἀρχάς τε ἀσωμάτους καὶ ἐξουσίας, ἥλιον καὶ σελήνην καὶ ἄστρα πάντα, γῆν καὶ θάλασσαν καὶ τὰ ἐν αὐτοῖς ὁρατά τε καὶ ἀόρατα πάντα ὑπὸ τοῦ δημιουργοῦ τῶν ὅλων γενέσθαι, καὶ τὸ τῶν ἀν θρώπων γένος ὑπ' αὐτοῦ τοῦ θεοῦ πλασθῆναι ἐκ γῆς καὶ ψυχὴν ὑπ' αὐτοῦ λογικὴν λαβεῖν, εἰς μίαν δὲ δύναμιν καὶ ἓν κράτος θεότητος ἀνάγεσθαι τὰ πάντα θεολογεῖ, ὅς ἐστιν ὁ ὢν θεός, ὃν οὐδεὶς ὁρᾷ. τρία δέ, φησίν, ὀνόματα, βουλὴ φῶς ζωή, ἐν αὐτῷ, ὀλίγου δεῖν συμφώνως τῇ ἀληθείᾳ τῇ καθ' ἡμᾶς περί τε θεοῦ καὶ ἀνθρώπων ὁ σοφώτατος ἀποφθεγγόμενος Ὀρφεύς. λυρῳδὸς δὲ καὶ κιθαρῳδὸς ὑμνεῖται, πᾶσαν κατακηλῶν καὶ θέλγων ψυχήν. καὶ τὰ λοιπὰ προεγράφησαν. Κατὰ τούτους τοὺς χρόνους καὶ Μαρσύαν φιλόσοφον λέ γουσι γενέσθαι, ὃς ἐξεῦρε διὰ μουσικῆς αὐλοὺς ἀπὸ καλάμων, καὶ ἀπενοεῖτο ἀπὸ θεῶν ἑαυτὸν καὶ λέγων ἀνθρώποις εὑρηκέναι διὰ τοῦ μέλους τῶν καλάμων τροφήν. τοῦτον παραφρονήσαντα ῥῖψαι λέγεται ἑαυτὸν εἰς τὸν ποταμόν, ὅθεν καὶ ὁ ποταμὸς Μαρ σύας ὠνομάσθη· ἀπὸ Κολχίδος δὲ οὗτος ὥρμητο. Πάλιν ὁ λαὸς προσπταίσας ἐκδέδοται ἀλλοφύλοις ἔτη μʹ. ἐπιστρέψαντος δὲ αὐτοῦ πρὸς θεὸν ἀνίστησι τὸν Σαμψὼν τὸν τοῦ Μανωὲ υἱόν, ἐκ φυλῆς Δάν, ὅστις καταπολεμήσας τοὺς ἀλλο φύλους ἄρχει ἔτη κʹ. κατὰ τούτους τοὺς χρόνους Ἡρακλῆς ἐγνω 1.149 ρίζετο ὁ τοὺς δεκαδύο ἄθλους διανύσας. Σαμανῆ ἡγήσατο τοῦ λαοῦ ἔτος αʹ. ἀναρχίας γεγονυίας κατὰ τὰς Ἑβραϊκὰς παραδό σεις, καὶ ἔπραττεν ἕκαστος ὅπερ ἠβούλετο, οἷα εἰκὸς ἐν ἀναρχίᾳ γίνεσθαι, ἔτη μʹ, εἰρήνην ἔσχεν ὁ λαὸς πρὸς τοὺς ἀλλοφύλους ἔτη λʹ Σαμανῆ ἡγουμένου. καὶ Ἠλεὶ ὁ ἱερεὺς ἦρξε τοῦ λαοῦ ἔτη κʹ. κατὰ τούτους τοὺς χρόνους ὁ Ἰλιακὸς πόλεμος ἐγένετο ἔτη δέκα, καὶ τὸ Ἴλιον ἥλω. Σαμουὴλ διαδεξάμενος τοῦ Ἠλεὶ τὴν ἱερατείαν καὶ τὴν ἡγεμονίαν κρατεῖ τοῦ λαοῦ. φασὶ δὲ αὐτὸν δεκαδύο ἐτῶν εἶναι, ὅτε πρῶτον αὐτῷ ἐφάνη λαλήσας ὁ θεός· οἷς ἡ κιβωτὸς ἐν τῷ Ἀμιναδὰμ οἴκῳ διέτριψε. καὶ βασιλέως χρι σθέντος ἦν ἀντιλαμβανόμενος ὁ Ἠλεὶ ἔτη οʹ. γίνεται τοίνυν ἀπὸ τῆς τελευτῆς Ἰησοῦ ἐπὶ τὴν τελευτὴν Σαμουὴλ ἔτη χʹ, ἀπὸ δὲ Νῶε καὶ τοῦ κατακλυσμοῦ ἔτη βρκʹ, ἀπὸ Ἀδὰμ ἔτη δτπβʹ. ὁ μὲν Σαμουὴλ ἤδη γεγηρακὼς καὶ τοῦ λαοῦ ὀκνηροτέρως ποιούμενος τὴν ἐποψίαν, τῶν τε παίδων αὐτοῦ δώροις ἀεὶ τὸ δίκαιον προϊε μένων, χρίει βασιλέα, τοῦ λαοῦ μὲν καταναγκάζοντος, τοῦ θεοῦ δὲ συγχωρήσαντος, τὸν Σαοὺλ υἱὸν Κίς, ἐκ φυλῆς Βενιαμίν. οὗτος συνεπισχύοντος τοῦ Σαμουὴλ βασιλεύει ἔτη κʹ, ἐφ' ἑαυτοῦ δὲ ἔτη κʹ. προεφήτευσε δὲ ἐπ' αὐτοῦ ἅμα καὶ ἱεράτευσε Σαμουήλ. Ἀβεννὴρ δὲ ὁ τοῦ Νὴρ τῆς στρατιᾶς ἀφηγεῖτο. τοῦ δὲ Σαοὺλ προσπταίσαντος τῷ θεῷ πολλάκις, μειζόνως δὲ διὰ τὴν παράβασιν τῆς αὐτοῦ προστάξεως, περιποιησαμένου τὸν Ἄγαγ βασιλέα 1.150 Ἀμαληκιτῶν, ἤκουσε παρὰ τοῦ προφήτου "μεματαίωταί σοι, ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολὴν ἣν ἐνετείλατό σοι κύριος. ἡτοίμασε γὰρ ἂν τὴν βασιλείαν σου ἕως αἰῶνος ἐπὶ Ἰσραήλ. καὶ νῦν οὐ στήσεται ἡ βασιλεία σου, ἀλλὰ ζητήσει κύριος ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ." μετὰ δὲ ταῦτα χρίσαντος τὸν Δαβὶδ τοῦ Σαμουήλ, εἶτα γηράσαντος καὶ τελευτήσαντος, προσέθετο μᾶλλον ὁ Σαοὺλ παροργίζειν τὸν κύ ριον. ὅθεν καὶ πνεῦμα κυρίου ἀπέστη ἀπ' αὐτοῦ, καὶ ἔπνιγεν αὐτὸν πνεῦμα πονηρόν. οὗ χάριν καὶ ὁ Δαβὶδ ἄγεται πρὸς αὐ τόν, εἰς παρηγορίαν ψάλλων διὰ τῆς κιννύρας, καὶ ἀφίσταται ἀπ' αὐτοῦ τὸ πονηρὸν πνεῦμα. ἀλλ' οὖν γε πατάξας ὁ Δαβὶδ τὸν ἀλλόφυλον Γολιάθ, ὃς ἦν ἡλικίᾳ πηχῶν τεσσάρων καὶ σπιθαμῆς τὸ ὕψος, καὶ
PG 121:183περικεφαλαίαν ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ θώρακα ἁλυσιδωτὸν πέντε χιλιάδων σίκλων χαλκοῦ καὶ σιδή ρου, καὶ κνημῖδας χαλκᾶς ἐπὶ τὰ σκέλη αὐτοῦ, καὶ τὸ ξύλον τοῦ δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων, καὶ ἡ ἐπ' αὐτὸ λόγχη ἑξα κοσίων σίκλων σιδήρου, καὶ ἀσπὶς χαλκῆ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ. καὶ διὰ τοῦτο ἐπιγαμβρευθεὶς τῷ Σαούλ, καὶ φθονηθεὶς προφάσει τῶν χορευτριῶν, ἀποδιδράσκει ἀπ' αὐτοῦ, ὅτε καὶ τοὺς ἄρτους τῆς προσθέσεως ἔφαγε, καὶ τοὺς τριακοσίους πεντήκοντα ἱερεῖς ἀνεῖλε Σαούλ, καὶ πᾶσαν τὴν πόλιν ἐπάταξε Νομβᾶν ἐν ῥομφαίᾳ ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ οὐχ ὑπελείφθη ἐξ αὐ 1.151 τῶν εἰ μὴ Ἀβιάθαρ υἱὸς Ἀβιμέλεχ, φυγὼν πρὸς Δαβίδ. αὕτη τοῦ Σαοὺλ ἡ μιαιφονία πάντων τῶν ἄλλων ἁμαρτημάτων δυσσε βεστέρα. καὶ τὸν μὲν Ἄγαγ διέσωσε, καὶ πάντα ὅσα ἦν ἀξιό κτητα· τοῦ δὲ θυμοῦ κεκινηκότος τοὺς τριακοσίους πεντήκοντα ἱερεῖς καὶ πᾶσαν τὴν πόλιν αὔτανδρον διέφθειρε. πολλάκις δὲ καταδιώκων τὸν πραότατον Δαβὶδ ὁ ἀπανθρωπότατος Σαοὺλ εἰς χεῖρας Δαβὶδ ἅπαξ καὶ δὶς ἐμπέπτωκε. μὴ ἀνταποδιδοὺς δὲ ὁ Δαβὶδ αὐτῷ κακὸν ἀντὶ κακοῦ μᾶλλον ἔλεγε πρὸς αὐτόν "ἵνα τί καταδιώκεις βασιλεῦ λαβεῖν τὴν ψυχήν μου; δικάσαι κύριος μέσον ἡμῶν." καὶ ὁ μὲν οἶκος Δαβὶδ ἐπορεύετο καὶ ἐκραταιοῦτο, ὁ δὲ οἶκος Σαοὺλ ἐπορεύετο καὶ ἠσθένει. καὶ ἀπέθανε Σαοὺλ ἐν ταῖς ἀνομίαις αὐτοῦ, τοξευθεὶς ὑπὸ τῶν ἀλλοφύλων εἰς τὰ ὑποχόνδρια· καὶ μὴ ἀποθνήσκων αὐτὸς γέγονεν αὐτοφονευτής, ἐπιπεσὼν ἐπὶ τὴν ῥομφαίαν αὐτοῦ, μή πως ἐμπαίξωσιν αὐτὸν οἱ ἀλλόφυλοι. Μετὰ δὲ Σαοὺλ ἐβασίλευσε Δαβὶδ ἔτη τεσσαράκοντα, ὃς ἐποίησε τὰ θελήματα τοῦ θεοῦ πάντα, κατὰ τὸ εἰρημένον "εὗρον τὸν τοῦ Ἰεσσαὶ Δαβὶδ ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου." καὶ ἐπορεύετο Δαβὶδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ κύριος παντοκράτωρ μετ' αὐτοῦ. εἶχε δὲ καὶ δυνατοὺς ἄνδρας τριακονταεπτὰ τοιούτους ὥστε τὸν μικρὸν αὐτῶν ποιεῖν πρὸς ἑκατόν, τὸν δὲ μέγαν πρὸς χιλίους. ἐξ ὧν ἐστὶ τὰ ὀνόματα ταῦτα. Σεβοχᾶ· οὗτος ἐπάταξε τὸν Σὲφ τὸν τοῦ Ῥαφᾶ, ἀπόγονον τῶν γιγάντων. Ἐλεανᾶν· οὗτος ἀνεῖλεν ἄνδρα δυνατὸν Χετταῖον, οὗ ἦν τὸ ξύλον τοῦ δόρατος ὡς ἀντίον 1.152 ὑφαινόντων. Ἰωανάθαν· οὗτος ἐφόνευσεν ἄνδρα δυνατὸν καὶ παμμεγέθη, ἔχοντα ἐν ταῖς χερσὶ καὶ τοῖς ποσὶν ἀνὰ δακτύλους ἕξ. Ἀδίνων· οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ ὀκτακο σίων στρατιωτῶν εἰς μίαν παρεμβολήν. Ἰεσεβαδᾶ· οὗτος ἐσπά σατο τὴν μάχαιραν αὐτοῦ ἐν καιρῷ ἑνὶ ἐπὶ τραυματιῶν τριακο σίων. Μαρᾶ· οὗτος τῶν ἀλλοφύλων ἐπελθόντων καὶ βουλομέ νων ἁρπάσαι τὴν μερίδα τοῦ ἀγροῦ πλήρη οὖσαν φακῆς, καὶ τοῦ λαοῦ φυγόντος, μόνος ἔστη, καὶ τοὺς μὲν ἀλλοφύλους ἐδίωξε, τὴν δὲ μερίδα τοῦ ἀγροῦ ἐφύλαξεν. Ἐλεάζαρ· οὗτος μερίδος οὔσης κριθῶν, καὶ τῶν ἀλλοφύλων ἐπελθόντων, καὶ τοῦ λαοῦ φυγόντος, μόνος ἐστηλώθη, καὶ τοὺς μὲν ἀλλοφύλους ἔτρεψε, τὴν δὲ κριθὴν διέσωσε· τοσούτους γὰρ ἐπάταξεν ἐν τοῖς ἀλλοφύ λοις, ἕως ἡ χεὶρ αὐτοῦ κοπιάσασα προσεκολλήθη τῇ μαχαίρᾳ, καὶ ὁ λαὸς ἐπέστρεψεν ὀπίσω αὐτοῦ εἰς τὸ σκυλεύειν. Μαναίας· οὗτος πολλὰ μὲν ἐποίησεν ἔργα, ἐπάταξε δὲ καὶ τοὺς υἱοὺς Ἀριὴλ τοῦ Μωάβ, καὶ καταβὰς ἐν ἡμέραις χιόνος εἰς λάκκον ἐφόνευσε λέοντα. ἀνεῖλε δὲ καὶ ἄνδρα Αἰγύπτιον ἑπτάπηχυν, ἔχοντα ξύ λον διαβάθρας ὡς δόρυ· ἁρπάσας γὰρ ἀπ' αὐτοῦ τὸ ξύλον ἐν αὐτῷ ἀπέκτεινεν αὐτόν. Ἀβεσᾶ ὁ ἀδελφὸς Ἰωάβ· οὗτος ἐπάταξεν ἄνδρας ἑξακοσίους καὶ τὸν Ἰεσβὰν θέλοντα φονεῦσαι τὸν Δαβίδ (ἦν δὲ ὁ Ἰεσβὰν ἔκγονος τοῦ Ῥαφάν), δόρυ ἔχοντασταθμοῦ σίκλων τριακοσίων. ἡνίκα δὲ ἔτρεχεν ὁ Ἀβεσᾶ, ἦν ὡς δορκὰς ἐν τοῖς ὄρεσι. τρεῖς δὲ ἀπὸ τῶν λοιπῶν δυνατοί, περι κυκλωσάντων ποτὲ τῶν ἀλλοφύλων τὴν Βηθλεὲμ καὶ τοῦ Δαβὶδ 1.153 ἐπιθυμήσαντος πιεῖν ἐκ τοῦ ἐν Βηθλεὲμ φρέατος, διέρρηξαν οἱ τρεῖς τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ἤνεγκαν τῷ Δαβὶδ ὕδωρ ἀπὸ τοῦ φρέατος. ὁ δὲ θαυμάσας τὴν ἀνδρίαν αὐτῶν οὐκ ἔπιε τὸ ὕδωρ, ἀλλ' ἔσπεισεν αὐτὸ τῷ κυρίῳ,
PG 121:185λέγων "ἵλεώς μοι, κύριε, εἰ αἷμα ἀνθρώπων πορευθέντων ἐν ταῖς ψυχαῖς αὐτῶν πίωμαι." ὁμοίως δὲ καὶ οἱ λοιποὶ αὐτῶν ὑπῆρχον ἄνδρες ἀκαταγώνιστοι καὶ φοβερώτατοι τοῖς ἐναντίοις, θυρεοὺς ἔχοντες καὶ δόρατα μέγιστα, καὶ κοῦφοι τοῖς ποσὶν ὡς δορκάδες ἐπὶ τῶν ὀρέων, καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα λεόντων. τῶν δέ γε πολεμιστῶν τοῦ κοινοῦ λαοῦ οὓς εἶχεν ὁ Δαβίδ, ἦν ἀριθμὸς μυ ριάδες σλδʹ, καθὼς ἠριθμήθησαν ὑπὸ Ἰωὰβ τοῦ ἀρχιστρατήγου. φησὶ γάρ "καὶ προσέθετο ὀργῇ κύριος ἐκκαῆναι ἐν Ἰσραήλ, καὶ ἐπέσεισε τὸν Δαβὶδ ἐν αὐτοῖς λέγων «πορεύθητι καὶ ἀρίθμησον τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν.» καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἰωὰβ τὸνἄρχοντα τῆς ἰσχύος τὸν μετ' αὐτοῦ «ἐπίσκεψαι τὸν λαόν, καὶ γνώσομαι τὸν ἀριθμὸν αὐτοῦ.» καὶ εἶπεν Ἰωάβ «προσθείη κύριος ὁ θεὸς πρὸς τὸν λαόν σου· καὶ ἵνα τί ὁ κύριός μου βούλεται ἐν τῷ λόγῳ τούτῳ;» καὶ ὑπερίσχυσεν ὁ λόγος τοῦ βασιλέως, καὶ ἀπῆλθεν Ἰωὰβ καὶ ἐπεσκέψατο τὸν λαόν. καὶ ἦν πᾶς Ἰσραὴλ χίλιαι χιλιάδες καὶ ἑκατὸν χιλιάδες ἀνδρῶν ἐσπασμένων ῥομφαίαν, καὶ Ἰούδας χιλιάδες τετρακόσιαι ὀγδοήκοντα ἀνδρῶν ἐσπασμένων μάχαιραν. τὸν δὲ Λευὶ καὶ τὸν Βενιαμὶν οὐκ ἠρίθμησεν, ὅτι προσώχθισεν ὁ λόγος τοῦ βασιλέως τὸν Ἰωάβ, καὶ πονηρὸν ἐφάνη 1.154 ἐναντίον τοῦ θεοῦ. καὶ ἐπάταξε καρδία Δαβὶδ αὐτὸν ἐν τῷ ἀριθ μῆσαι τὸν λαόν· καὶ ἀπέστειλε κύριος Γὰδ τὸν προφήτην πρὸς Δαβίδ, καὶ εἶπε «τάδε λέγει κύριος· ἔκλεξαι σεαυτῷ γενέσθαι σοι ἢ τρία ἔτη λιμὸν ἐν τῇ γῇ σου, ἢ μῆνας τρεῖς φεύγειν σε ἐκ τῶν ἐχθρῶν σου ἔμπροσθεν, ἢ τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇ σου.» καὶ εἶπε Δαβὶδ πρὸς Γάδ «στενά μοι σφόδρα πάντοθεν ἐστί· πλὴν ἐμπεσοῦμαι εἰς χεῖρας κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐ τοῦ. εἰς δὲ χεῖρας ἀνθρώπων οὐ μὴ ἐμπέσω.» καὶ ἐξελέξατο Δαβὶδ τὸν θάνατον. καὶ ἡμέρα θέρους πυρῶν, καὶ ἔδωκε κύριος θάνατον ἐν Ἰσραὴλ ἀπὸ πρωΐθεν ἕως ἀρίστου, καὶ ἀπέθανον ἐκ τοῦ λαοῦ χιλιάδες ἑβδομήκοντα. καὶ ἐξέτεινεν ὁ ἄγγελος θεοῦ τὴν χεῖρα αὐτοῦ εἰς Ἱερουσαλὴμ τοῦ διαφθεῖραι ἐν αὐτῇ. καὶ εἶπεν Δαβὶδ πρὸς τὸν θεόν «ἰδοὺ ἐγὼ ἡμάρτηκα, καὶ ἐγώ εἰμι ὁ ποιμὴν ὁ κακοποιήσας, καὶ τὰ πρόβατα τί ἐποίησαν; γενέσθω δὲ ἡ χείρ σου ἐν ἐμοί, κύριε, καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου.» καὶ παρακληθεὶς ὁ κύριος εἶπε πρὸς τὸν ἄγγελον «ἄνες τὴν χεῖρά σου.» καὶ ᾠκοδόμησεν ἐκεῖ Δαβὶδ θυσιαστήριον, καὶ ἀνήγαγεν εὐθὺς ὁλοκαυτώσεις. καὶ ἐπήκουσεν αὐτοῦ κύριος, καὶ συνεσχέθη ἡ θραῦσις τοῦ λαοῦ." ταῦτα δέ, φησὶ Θεοδώρητος, οὐκ ἀπεικὸς συμβέβηκεν, ἀλλ' οἰκείας παρανομίας ἔτισε δίκας ὁ λαὸς διὰ προ φάσεως· καταλιπὼν γὰρ τὸν εὐσεβῆ καὶ θεῖον βασιλέα τυράννῳ καὶ πατραλοίᾳ παιδὶ συνεστράτευσεν. οὕτω δὲ καὶ διὰ τὴν τοῦ Σαοὺλ εἰς τοὺς Γαβαωνίτας ἀναίρεσιν ἐπαιδεύθησαν διὰ λιμοῦ μετὰ τὴν ἐκείνου τελευτήν. ὁ μὲν γὰρ λαὸς ἅπας καὶ Ἰησοῦς ὁ 1.155 τοῦ Ναυῆ πεποίηκε τὰς πρὸς τοὺς Γαβαωνίτας συνθήκας, ἐκοι νώνησε δὲ τῶν ὅρκων καὶ Ἐλεάζαρ ὁ ἀρχιερεύς. ἔδει τοίνυν τοὺς ἀπογόνους τῶν ὀμωμοκότων μὴ παραβῆναι τὸν ὅρκον. φησὶ γὰρ πρὸς αὐτοὺς Ἰησοῦς μετὰ τὴν φανέρωσιν τῆς πανουργίας αὐτῶν "καὶ νῦν ἐπικατάρατοι ἔστε. οὐ μὴ ἐκλείψῃ ἐξ ὑμῶν δοῦλος, οὐδὲ ξυλοκόπος καὶ ὑδροφόρος ἐμοὶ καὶ τῷ θεῷ μου. διὰ τοῦτο ἐγέ νοντο ξυλοκόποι καὶ ὑδροφόροι τῷ θυσιαστηρίῳ τοῦ θεοῦ καὶ πάσῃ τῇ συναγωγῇ ἕως τῆς ἡμέρας ταύτης." ἐπεὶ οὖν ταῦτα παρελογίσαντο, διὰ τοῦτο καὶ μετὰ τὴν ἐκείνου τελευτὴν ὑπέστη σαν τὴν διὰ τοῦ λιμοῦ παιδείαν. διδάσκει γοῦν ἡμᾶς ὁ λόγος μὴ παραβαίνειν τὰς μεθ' ὅρκων συνθήκας ἐπὶ θεοῦ γινομένας, κἂν εἰς ἄλλων ὠφέλειαν ἡ παράβασις γίνηται. ἀγνοῶν δὲ τὴν αἰτίαν ὁ Δαβὶδ τῆς θεηλάτου πληγῆς τοῦ λιμοῦ τὸν θεὸν ἀνηρώτα. καὶ μαθὼν ὡς ἕνεκα τῆς τῶν Γαβαωνιτῶν ἀδίκου ἀναιρέσεως εὐθύνας εἰσπράττονται, αὐτοῖς ἐκείνοις ἐχρήσατο κριταῖς τοῖς ἠδικημένοις, λέγων "τί ποιήσω ὑμῖν, καὶ ἐν τίνι ἐξιλάσομαι;" καὶ φασίν "οὐκ ἔστιν ἡμῖν ἀργύριον οὐδὲ χρυσίον μετὰ Σαούλ, καὶ οὐκ ἔστιν ἡμῖν θανατῶσαι ἄνδρα ἐκ παντὸς Ἰσραήλ· ἀλλ' ὁ ἀνὴρ ὁ διώξας
PG 121:187καὶ συντελέσας ἡμᾶς, ὥσπερ ἐλογίσατο ἡμᾶς ἐξολοθρεῦσαι, ἀφανί σωμεν αὐτὸν τοῦ μὴ ἀντικαθίστασθαι παντὶ ὁρίῳ Ἰσραήλ. καὶ δοθήτωσαν ἡμῖν ἄνδρες ἑπτὰ ἐκ τῶν υἱῶν αὐτοῦ, καὶ ἐξιλασόμεθα ἐν αὐτοῖς κυρίῳ ἐν τῷ βουνῷ Σαούλ." ἐκ ἐκείνῳ τοίνυν τῷ χωρίῳ ἀνεσκολόπισαν τοὺς ἄνδρας, ἐν ᾧ τὰς παρανόμους ἐτόλμησεν ἐκεῖνος μιαιφονίας. οὗτοι δὲ ἦσαν τοῦ Σαοὺλ δύο μὲν υἱοὶ νό 1.156 θοι, πέντε δὲ τῶν ὑστέρων υἱῶν αὐτοῦ. τῆς οὖν τιμωρίας γεγε νημένης ἵλεως ὁ δεσπότης ἐγένετο καὶ ἡ γῆ τὸν ἐξ ἔθους ἔδωκε καρπόν. Ἐγένετο δὲ μετὰ ταῦτα, καὶ ἐν καιρῷ δείλης ἀνέστη Δαβὶδ ἀπὸ τῆς κοίτης αὐτοῦ, καὶ περιεπάτει ἐπὶ τοῦ δώματος τοῦ οἴκου τῶν βασιλέων, καὶ εἶδε γυναῖκα λουομένην ἀπὸ τοῦ δώματος, καὶ ἡ γυνὴ καλὴ τῇ ὄψει σφόδρα. καὶ ἰδὼν τὸ γύναιον λουόμενον οὐκ ἔφυγε τὴν θέαν ὡς ὀλεθρίαν, ἀλλὰ καταθελχθεὶς τῷ τῆς ὥρας δελέατι τὸ τῆς ἁμαρτίας κατέπιεν ἄγκιστρον. καὶ ἑτέρου τάχα πάθους χείρονος, τῆς ἐπάρσεως δηλονότι, γέγονεν ἴαμα. ὅπερ δὴ καὶ αὐτὸς ὑποφαίνων ἔλεγεν "ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. καὶ ἐγὼ μὲν εἶπον ἐν τῇ εὐθηνίᾳ μου, οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα, ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγεννήθην τεταραγμένος. ἀλλ' ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου." διὰ γὰρ τῆς τοῦ υἱοῦ ἐπα ναστάσεως δίκας ἐναργεῖς ἔτισε τοῦ τε φόνου καὶ τῆς μοιχείας κατὰ τὴν θείαν πρόρρησιν. φησὶ γάρ "τάδε λέγει κύριος· ἰδοὺ ἐγὼ ἐγείρω κακὰ ἐπί σε ἐκ τοῦ οἴκου σου" καὶ τὰ ἑξῆς. ὅσον τοίνυν θλῖψις ὀνίνησι καὶ συμφορὰ καὶ μέριμνα, καὶ ἐκ ταύτης τῆς ἱστορίας μανθάνομεν. διωκόμενος γὰρ ὑπὸ τοῦ Σαοὺλ ὁ θεὸς Δαβὶδ πᾶσαν κατώρθου φιλοσοφίαν, καὶ παραταττόμενος καὶ ταῖς φροντίσι τῶν πολέμων ἐνασχολῶν τὴν διάνοιαν κατὰ τοὺς ἱε ροὺς ἐπολιτεύετο νόμους. ἀνακωχῆς δὲ τυχὼν ὀλίγης τὸν ὄλισθον 1.157 ἐκεῖνον ὑπέμεινε. τοῦ δὲ προφήτου πρὸς αὐτὸν εἰσελθόντος, καὶ τὸν ἔλεγχον αὐτοῦ ὑπομείναντος καὶ τὴν ἐξομολόγησιν ποιησαμέ νου καὶ "ἡμάρτηκα τῷ κυρίῳ μου" φήσαντος, φησὶν ὁ προφή της "οὐ μὴ ἀποθάνῃς, πλὴν παροργίζων παρώργισας ἐν τοῖς ὑπεναντίοις τὸν κύριον." καὶ πρῶτον μέντοι τὸ μοιχαλίδιον παι δίον ἐπάταξεν ὁ θεός, ἔπειτα καὶ τὴν τοῦ υἱοῦ αὐτοῦ ἐπανάστασιν κατ' αὐτοῦ παραδηλῶν φησί "καὶ νῦν οὐκ ἐξαρθήσεται ῥομφαία ἐκ τοῦ οἴκου σου." εἰκότως οὖν ἔλεγε "παιδεύων ἐπαίδευσέ με ὁ κύριος, τῷ δὲ θανάτῳ οὐ παρέδωκέ με." καὶ γὰρ παντοδαπαῖς αὐτόν, οἷα δὴ πάνσοφος ἰατρός, παιδείαις ὑπέβαλεν ὁ θεὸς μετὰ τὴν ὁμολογίαν τῆς ἁμαρτίας. ὁ οὖν μακάριος Δαβὶδ πρὸ τῆς τελευτῆς αὐτοῦ καλέσας τὸν υἱὸν αὐτοῦ Σολομῶντα εἶπεν αὐτῷ "Σολομῶν τέκνον μου, ἐμοὶ ἐγένετο ἐπὶ ψυχὴν τοῦ οἰκοδομῆσαι οἶκον κυρίῳ τῷ θεῷ. καὶ ἐγένετο λόγος κυρίου ἐπ' ἐμοί, λέγων «αἷμα εἰς πλῆθος ἐξέχεας καὶ πολέμους ἐποίησας μεγάλους. οὐκ οἰκοδομήσεις οἶκον τῷ ὀνόματί μου. ἰδοὺ υἱὸς τίκτεταί σοι, καὶ ἀναπαύσω αὐτὸν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ, ὅτι Σολομῶν ὄνομα αὐτῷ. οὗτος οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου.» καὶ νῦν ἀνδρίζου καὶ ἴσχυε. καὶ ἰδοὺ ἐγὼ κατὰ τὴν πτωχείαν μου ἡτοίμασα εἰς οἶκον κυρίου χρυσίου τάλαντα χιλιάδας ἑκατὸν καὶ ἀργυρίου τάλαντα χιλίας χιλιάδας, καὶ χαλκὸν καὶ σίδηρον οὗ οὐκ ἔστιν ἀριθμός· καὶ πρὸς ταῦτα πρόσθες εἰς οἰκοδομὴν ναοῦ 1.158 κυρίου." καὶ Δαβὶδ πρεσβύτης καὶ πλήρης ἡμερῶν, καὶ βασι λεύσας τὸν υἱὸν αὐτοῦ Σολομῶντα πάλιν εἶπεν αὐτῷ ἐνώπιον τοῦ λαοῦ "ἰδοὺ ἡτοίμασα εἰς οἶκον τοῦ θεοῦ μου χρυσίον ἀργύριον χαλκὸν σίδηρον καὶ πάντα λίθον τίμιον καὶ λίθους τιμίους πολυ τελεῖς καὶ ποικίλους. καὶ πρὸς τούτοις δίδωμι, ἐκτὸς ὧν ἡτοί μασα εἰς οἶκον τὸν ἅγιον, χρυσίου τοῦ ἐξ Ὠφεὶρ τάλαντα τρισχί λια, καὶ ἑπτακισχίλια τάλαντα ἀργυρίου δοκίμου, τοῦ ἐξαλει φθῆναι ἐν αὐτοῖς τοῖς τοίχοις τοῦ ἱεροῦ." οἱ δὲ ἄρχοντες τῶν υἱῶν Ἰσραὴλ ἔδωκαν εἰς τὰ ἔργα τοῦ οἴκου τοῦ θεοῦ χρυσίου τάλαντα ἑπτακισχίλια καὶ ἀργύριον καὶ λίθους τιμίους καὶ χαλκὸν ἄπειρον. καὶ εὐλογήσας τὸν λαὸν ὁ Δαβὶδ καὶ
PG 121:191ἀποστείλας εἶπεν αὖθις τῷ υἱῷ αὐτοῦ "καὶ νῦν, Σολομῶν, γνῶθι τὸν θεὸν τῶν πατέρων σου, καὶ δούλευσον αὐτῷ ἐν καρδίᾳ τελείᾳ καὶ ψυχῇ θελούσῃ, ὅτι καρδίας πάσας ἐτάζει κύριος καὶ πᾶν ἐνθύμημα γινώσκει. καὶ ἐὰν ζητήσῃς αὐτόν, εὑρεθήσεταί σοι· καὶ ἐὰν καταλείψῃς αὐτόν, καταλείψει σε εἰς τέλος." καὶ ἔδωκε Δαβὶδ Σολομῶντι τῷ υἱῷ αὐτοῦ τὸ παράδειγμα τοῦ ναοῦ παντὸς καὶ τῶν Χερουβὶμ τῶν διαπεπετασμένων ταῖς πτέρυξι καὶ σκιαζόντων ἐπὶ τῆς κιβωτοῦ διαθήκης κυρίου. πάντα ἐν γραφῇ χειρὸς κυρίου δέδωκε Δαβὶδ Σολομῶντι τῷ υἱῷ αὐτοῦ, λέγων "ἴσχυε καὶ ἀν δρίζου, ὅτι κύριος ὁ θεός μου μετά σου." Καὶ μετὰ ταῦτα ἐτελεύτησε Δαβὶδ πλούτῳ καὶ δόξῃ καὶ εὐ σεβείᾳ ἐν γήρει καλῷ καὶ πλήρης ἡμερῶν, ἐτῶν οʹ. φησὶ γάρ "καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν τὸν Σαούλ, καὶ ἔρχονται οἱ ἄν 1.159 δρες τῆς Ἰουδαίας ἐν Χεβρών, καὶ χρίουσιν αὐτὸν εἰς βασιλέα ἐπὶ πάντα Ἰσραήλ. τριάκοντα ἐτῶν Δαβὶδ ἐν τῷ βασιλεύειν αὐ τόν. καὶ ἐβασίλευσεν ἔτη τεσσαράκοντα." ἀλλὰ τῆς μὲν βασι λικῆς χρίσεως διὰ Σαμουὴλ ἠξιώθη, τὰς δέ γε τοῦ λαοῦ ἀναγο ρεύσεις ἡ ἱστορία χρίσεις ἀδιαφόρως ὠνόμασε. τελευτήσας τοί νυν ἐτάφη ἐν τῇ πόλει Ἱερουσαλὴμ εἰς τὸ μέγιστον μνῆμα, ὃ ᾠκοδόμησεν ὁ σοφώτατος υἱὸς αὐτοῦ Σολομῶν παρὰ τὴν Σιλωάμ. βασιλεύει δὲ ὁ Δαβὶδ ἑπτὰ μὲν ἔτη περιόντος τοῦ Σαούλ, μετὰ δὲ τὴν τελευτὴν τούτου λγʹ. προεφήτευσε δὲ αὐτός τε Δαβὶδ καὶ Γὰδ καὶ Νάθαν καὶ Ἀσὰφ καὶ Ἰδιθούμ. ἐστρατηλάτει δὲ αὐτῷἸωάβ, ὃς ἠρίθμησε τὸν λαόν, καὶ εὑρέθη χίλιαι ἑκατὸν χιλιά δες, τοῦ δὲ Ἰούδα υοʹ χιλιάδες. τὸν δὲ Λευὶ καὶ τὸν Βενιαμὶν οὐκ ἠρίθμησαν. πεπτώκασι δὲ κατ' ὀργὴν θεοῦ ἐκ τοῦ λαοῦ ἐν τρισὶν ὥραις χιλιάδες οʹ. Σημειωτέον ὡς ἡνίκα τις ἀπόκειται τοῖς ἀνομοῦσι καὶ κατα φρονοῦσιν ἐξαισία πληγὴ καὶ ὀργὴ παρὰ τῷ δικαίοις τὰ πάντα διευθετοῦντι ζυγοῖς, συγχωρεῖταί τις ἐνεργεθῆναι πονηροπραξία τοῖς τοῦ λαοῦ ἡγουμένοις, ὡς ἂν μὴ ἀλόγως μηδὲ ὡς ἐξ αὐτομά του ἀλλ' ἐκ δικαίας κρίσεως ἐπάγεσθαι πιστεύοιτο τὰ κακά. οὐ δεῖ δὲ οἴεσθαι ὡς διὰ μόνην τῶν ἀρχόντων τὴν ἀπροσεξίαν ἐξαί σιοι θάνατοι καὶ συμφορῶν ὑπερβολαὶ τοῖς λαοῖς καὶ κοιναὶ τοῖς ὄχλοις ἐπισυμβαίνουσι πανωλεθρίαι, πάντες δὲ τῷ νόμῳ ἢ τῷ φυσικῷ ἢ τῷ γραπτῷ ἢ καὶ ἀμφοῖν ὑπόδικοι καθιστάμενοι τοῖς ἀξίοις κατὰ καιρὸν τυγχάνουσιν ἐπιτιμίοις. φεύγουσα δὲ τὸ τὰ 1.160 καθ' ἕκαστα τῶν ἀνθρώπων ἁμαρτήματα διὰ τὸ ἄπειρον ἀπα ριθμεῖν ἡ γραφὴ τὸ τοῦ βασιλέως ἀνόμημα ὡς αἴτιον τιμωρίας γενόμενον τοῖς βασιλευομένοις ὑφηγεῖται, οἷον δὴ καὶ ἐπὶ τοῦ Δαβὶδ γεγονὸς ὦπται. ἀπέκειτο μὲν γὰρ ὀργὴ κυρίου κατὰ Ἰσραὴλ διὰ τὰς πολυτρόπους αὐτῶν ἀθετήσεις δηλαδή, ἐπέσεισε δὲ πνεῦμα τὸν Δαβὶδ ἀριθμῆσαι τὸν Ἰσραήλ. καὶ τούτου γενομένου παρέστη αὐτῷ πρωῒ Γὰδ ὁ προφήτης θεόθεν ἀποσταλεὶς καὶ τρία ἐκλέξα σθαι αὐτῷ παρεγγυῶν, ἢ τρία ἔτη λιμὸν ἐπὶ τὴν γῆν σου, ἢ τρεῖς μῆνας διωκόμενον φεύγειν ἐκ προσώπου τῶν ἐχθρῶν σου, ἢ τρεῖς ἡμέρας θάνατον γενέσθαι ἐν τῇ γῇ σου. ὁ δὲ "στεναγμοὶ πάντο θεν· πλὴν ἐμπεσοῦμαι δὴ εἰς τὰς χεῖρας τοῦ κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ, εἰς δὲ χεῖρας ἀνθρώπων μὴ ἐμπέσοιμι, ὅτι ἀνελεήμονες." καὶ ἐξελέξατο ἑαυτῷ τὸν θάνατον. ἦσαν δὲ ἡμέραι θερισμοῦ πυρῶν, καὶ ἔδωκε κύριος θάνατον ἀπὸ πρωΐθεν ἕως ἀρίστου, καὶ ἀπέθανον ἑβδομήκοντα χιλιάδες ἀνδρῶν. ἦν δὲ ὁ ἄγγελος τοῦ θεοῦ ἑστηκὼς παρὰ τὴν ἅλωνα Ὀρνᾶ τοῦ Γεβουσ σαίου. Δαβὶδ δὲ ἐβόα "ἰδοὺ ἐγὼ ἠδίκησα· γενέσθω ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου." καὶ παρακληθεὶς ὁ κύριος συνέσχε τὴν θραῦσιν τὴν κατὰ Ἰσραήλ. Ὅτι πρεσβύτερος γενόμενος ὁ Δαβὶδ τοῖς ἱματίοις οὐκ ἐθερ μαίνετο, καὶ ἤνεγκαν νεάνιδα παρθένον Ἀβισὰκ τὴν Σωμανῖτιν, καὶ ἦν αὐτὸν περιθάλπουσα ἐπὶ τῆς κοίτης, καὶ ὁ βασιλεὺς οὐκ ἔγνω αὐτήν. Ἀδωνίας δὲ υἱὸς Δαβὶδ ἐπαιρόμενος ἐκράτει τῆς βασιλείας. καὶ εἰσῆλθεν Βηρσαβεὲ πρὸς Δαβίδ, καὶ προσκυνή 1.161 σασα εἶπε "κύριε βασιλεῦ, ὤμοσάς μοι ἐν κυρίῳ θεῷ σου ὅτι Σο λομῶν ὁ υἱός μου
PG 121:193βασιλεύσει μετ' ἐμέ. καὶ ἰδοὺ νῦν Ἀδωνίας ἐβασίλευσε, καὶ σὺ οὐκ ἔγνως." ταῦτα ἀκούσας Δαβίδ, ἀθροί σας τοὺς προφήτας καὶ ἱερεῖς, χρίει Σολομῶντα καὶ καθίζει ἐπὶ τοῦ θρόνου αὐτοῦ. ᾠκοδόμησε δὲ Δαβὶδ ἐν ταῖς ἡμέραις αὐτοῦ ἐπὶ τῆς ἀκρωρείας Ἱερουσαλὴμ τὴν Σιών, σκηνὴν ἐν αὐτῇ τῷ θεῷ πηξάμενος, ἐν ᾗ τὴν κιβωτὸν ἀπέθετο. ἐπὶ τούτου παρ' Ἕλλησιν Ὅμηρος καὶ Ἡσίοδος ἐγνωρίζοντο. Τῷ δὲ #δυοʹ ἔτει Σολομῶν ἐβασίλευσε δωδεκαετὴς ὤν, καὶ κρατεῖ ἔτη μʹ. εἶχε δὲ γυναῖκας Ἰσραηλίτιδας καὶ ἐθνικὰς ἑπτα κοσίας καὶ παλλακὰς τριακοσίας. ἕνα δὲ μόνον ἄρρενα υἱὸν ἔσχε τὸν Ῥοβοάμ, καὶ τοῦτον ἐξ ἀλλοφύλης Ναάβας τῆς Ἀμανίτιδος, ἀνάξιον τῆς ἀρχῆς. αὐτὸς τὸν Ἱερουσαλὴμ ναὸν ᾠκοδόμησεν, ἔνθα Δαβὶδ ὁ πατὴρ αὐτοῦ τὴν Σιὼν ἐπήξατο, ἀρξάμενος ἀπὸ τοῦ δευτέρου ἔτους τῆς αὐτοῦ βασιλείας. ἐν ἔτεσιν οὖν ἑπτὰ τε λειοῖ αὐτόν. εἰσὶν οὖν ἀπὸ Ἀδὰμ ἕως εἰκοστοῦ χρόνου τῆς ζωῆς Σολομῶντος ἔτη #δφιʹ. οὗτος ὁ Σολομῶν δεύτερος υἱὸς τοῦ Δαβὶδ ἐκ τῆς Βηρσαβεὲ γέγονεν· ὁ γὰρ πρῶτος, ὁ ἀπὸ μοιχείας, τέθνηκε. καὶ γὰρ ἀρρωστοῦντος αὐτοῦ ἐκακοπάθει Δαβὶδ ἐν ἀγρυπνίᾳ, καὶ σάκκῳ καὶ σποδῷ προσευχόμενος τῷ θεῷ ἐπὶ τῷ ζῆσαι τὸ παιδίον. καὶ ῥῆμα ἐξέθετο ὡς εἴ τις εἴπῃ ὅτι ἐτελεύτησεν, εὐθὺς ἀποθανεῖται αὐτός. τεθνηκότος δὲ τοῦ παιδὸς εἰσῆλθον πρὸς Δαβὶδ οἱ 1.162 συνήθεις στυγνοὶ καὶ κατηφεῖς. ὁ δὲ γνοὺς ἀπὸ τοῦ σχήματος εἶπε "τέθνηκε τὸ παιδίον." οἱ δὲ εἶπον "σὺ εἶπας." καὶ εὐθὺς κατελθὼν ἐλούσατο καὶ ἠμφιάσατο καὶ ηὐχαρίστησε τῷ θεῷ καὶ μετέλαβε τροφῆς. ἐρωτώμενος δὲ τὴν αἰτίαν τῆς ἐναλλαγῆς εἶπεν ὅτι ἀσθενοῦντος αὐτοῦ ἐδυσώπει τὸν θεὸν ἀναστῆναι τὸν παῖδα· ἐπεὶ δὲ τετελεύτηκε, τίς ἡ χρεία κοποῦσθαί με; μὴ δυνηθῶ ἀνα στρέψαι τὴν ψυχὴν τοῦ παιδίου ἐν αὐτῷ; Ὅτι ἔδωκε κύριος τῷ Σολομῶντι φρόνησιν καὶ σοφίαν πολ λὴν σφόδρα καὶ πλάτος καρδίας, ὡσεὶ ἄμμος ἡ παρὰ τὴν θάλασ σαν. καὶ ἐπληθύνθη ἐν αὐτῷ ἡ φρόνησις ὑπὲρ πάντας ἀρχαίους καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου. ἔρχονται πρὸς αὐτὸν γυ ναῖκες δύο δικασθῆναι, καὶ εἶπεν ἡ μία "ἐγὼ καὶ ἡ γυνὴ αὕτη οἰκοῦμεν ἐν οἴκῳ ἑνί. καὶ ἐγὼ μὲν ἔτεκον, καὶ μετὰ τρίτην αὕτη. ταύτης τὸ παιδίον τέθνηκεν, ἐπεὶ τὴν νύκτα ἐπεκοιμήθη αὐτῷ. καὶ ἰδοὺ ἀναστᾶσα ἔλαβε τὸ ἐμὸν παιδίον ἐκ τῆς ἀγκάλης μου ὑπνούσης, καὶ τέθεικε τὸ ἑαυτῆς τεθνηκός· ἐμοῦ δὲ τὸ πρωῒ ἀνα στάσης θηλάσαι αὐτό, εὑρέθη τὸ τεθνηκός. καὶ καταμαθοῦσα εἶδον ὡς οὐκ ἔστι τὸ παιδίον μου." καὶ εἶπεν ἡ ἑτέρα "οὐχί, ἀλλὰ σόν ἐστι τὸ τεθνηκός, ἐμὸν δὲ τὸ ζῶν." καὶ εἶπε Σολο μῶν "διχοτομήσατε ἀμφότερα τὰ βρέφη, καὶ δότε ἀμφοτέραις ταῖς γυναιξὶν ἀπὸ τῶν δύο παιδίων." καὶ εἶπεν ἡ γυνὴ ἡ μήτηρ τοῦ ζῶντος "μή, κύριε, ἀλλὰ δότε αὐτῇ τὸ παιδίον τὸ ζῶν, καὶ μὴ ἀποθάνῃ." ἡ δὲ ἑτέρα εἶπε "μήτε αὐτῇ μήτε ἐμοὶ ἔστω· 1.163 διέλετε αὐτό." καὶ ἀπεκρίθη ὁ βασιλεύς "δότε τὸ παιδίον τὸ ζῶν τῇ μὴ θελησάσῃ γυναικὶ ἀποθανεῖν αὐτό, ὅτι αὐτῆς ἐστὶ τέκνον." Ὅτι ἐλάλησε Σολομῶν περὶ τῶν ξύλων τῶν ἀπὸ τῆς κέδρου τοῦ Λιβάνου καὶ ἕως τῆς ὑσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τεί χους, καὶ περὶ τῶν κτηνῶν καὶ τῶν ἑρπετῶν καὶ τῶν πετεινῶν καὶ τῶν ἰχθύων, τὰς δυνάμεις καὶ τὰς ἐνεργείας αὐτῶν, καθὼς Ἰώσηπος μαρτυρεῖ. ἀλλὰ καὶ ἐπῳδὰς καὶ ἐξορκισμοὺς κατὰ δαι μόνων ἐπενόησεν, αἷς χρώμενοί τινες Ἰουδαῖοι τούτους ἐξήλαυ νον· δακτύλιον γὰρ ἔχοντά τινα σφραγῖδα καὶ ῥίζαν ἐξ ὧν ὑπέ δειξε Σολομῶν, ἐν ῥινὶ ὑποθέντες ὀσφραίνεσθαι τὸν πάσχοντα παρεσκεύαζον, ὧν τῇ δυνάμει εὐθὺς τὸ δαιμόνιον ἐξέλκεσθαι. σημεῖον δὲ τούτου ἦν ποτήριον μεστὸν ὕδατος ἢ ἕτερόν τι ἀγγεῖον, ὃ πάντως συνέτριβε φεῦγον τὸ δαιμόνιον. Μετὰ γοῦν τὸ συντελέσαι τὸν οἶκον κυρίου Σολομῶν ἐνε καίνισεν αὐτόν, θύσας μόσχους χιλιάδας κβʹ καὶ πρόβατα χιλιά δας ρκʹ, καὶ ἐποίησε μεγάλην ἑορτὴν ἡμέρας ἑπτά. τῇ δὲ ὀγδόῃ ἡμέρᾳ εὐλογήσας τὸν λαὸν ἐξαπέστειλε. καὶ μετὰ τὸ προσεύξα σθαι αὐτὸν ὑπὲρ τοῦ λαοῦ καὶ τοῦ ναοῦ ὤφθη αὐτῷ ὁ κύριος λέ γων "ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου, καὶ ἡγίακα τὸν οἶκον τοῦτον ὃν ᾠκοδόμησας, τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ εἰς
PG 121:197τὸν αἰῶνα· καὶ ἔσονται οἱ ὀφθαλμοί μου ἐκεῖ καὶ ἡ καρδία μου πά σας τὰς ἡμέρας. καὶ σὺ ἐὰν πορευθῇς ἐνώπιόν μου καθὼς ἐπο ρεύθη Δαβὶδ ὁ πατήρ σου ἐν ὁσιότητι καὶ εὐθύτητι καρδίας, τοῦ 1.164 ποιεῖν κατὰ πάντα ἃ ἐνετειλάμην αὐτῷ, καὶ τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου φυλάξεις, ἀναστήσω τὸν θρόνον τῆς βασι λείας σου ἐπὶ Ἰσραὴλ εἰς τὸν αἰῶνα, καθὼς ἐλάλησα τῷ πατρί σου λέγων «οὐκ ἐξαρθήσεται ἀνὴρ ἡγούμενος ἐν Ἰσραήλ.» ἐὰν δὲ ἀποστραφέντες ἀποστραφῆτε ὑμεῖς καὶ τὰ τέκνα ὑμῶν ἀπ' ἐμοῦ, καὶ μὴ φυλάξητε τὰς ἐντολάς μου, καὶ πορευθῆτε καὶ δουλεύ σητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς, ἐξαρῶ τὸν Ἰσραὴλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτῷ, καὶ τὸν οἶκον τοῦτον ὃν ἡγίασα τῷ ὀνόματί μου ἀπορρίψω ἐκ προσώπου μου· καὶ ἔσται Ἰσραὴλ εἰς ἀφανισμὸν καὶ εἰς λάλημα εἰς τὰ ἔθνη πάντα. καὶ ὁ οἶκος οὗτος ὁ ὑψηλὸς καὶ μέγας, ἔσται πᾶς ὁ διαπορευόμενος δι' αὐτοῦ καὶ συριεῖ. καὶ ἐροῦσιν, ἀνθ' ὧν ἐγκατέλιπον κύριον τὸν θεὸν αὐ τῶν καὶ ἀντελάβοντο θεὸν ἀλλότριον, διὰ τοῦτο ἐπήγαγε κύριος τὴν κακίαν ταύτην." Τὴν δὲ πόλιν μεγίστην καὶ περικαλλῆ καταρτίσας, καὶ τὸ περίμετρον αὐτῆς ποιήσας στάδια τεσσαράκοντα, γινόμενα μίλια ἓξ ἥμισυ, δυσάλωτον πάντοθεν ταύτην κατεσκεύασε. περικλεί σας γὰρ αὐτὴν τρισὶ τείχεσι καὶ φάραγξιν ἀπερρωγυίαις, κατάρ ρυτον ὕδασιν ὅλην ἐποίησεν, ὥστε ἐκ τῆς ἀπορροίας τοὺς κήπους αὐτῶν ἀρδεύεσθαι. σὺν τούτοις ἐποίησε θυρεοὺς χρυσοῦς ἐλατοὺς ὀκτακοσίους μεγάλους καὶ δόρατα τριακόσια καὶ ἕτερα ὅπλα χρυσᾶ πλεῖστα. καὶ μέντοι καὶ τὰ σκεύη αὐτοῦ καὶ οἱ λουτῆρες χρυσᾶ πάντα ὑπῆρχον, καὶ οὐκ ἦν ἀργύριον λογιζόμενον ἐν ταῖς ἡμέραις αὐτοῦ. ὅτι ναῦς αὐτοῦ ἐπορεύετο εἰς Θαρσεῖς καὶ διὰ χρόνων 1.165 τριῶν ἤρχετο, φέρουσα χρυσίον πολὺ καὶ ἀργύριον καὶ λίθους τορευτοὺς καὶ ὀδόντας ἐλεφάντων καὶ πιθήκους. καὶ ἔδωκε Σο λομῶν τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ἱερουσαλὴμ ὡς λίθους, καὶ τὰς κέδρους ὡς συκαμίνους εἰς πλῆθος. τὸ δέ γε ἄριστον αὐτοῦ ἦν καθ' ἡμέραν κόροι σεμιδάλεως λʹ (ὁ δὲ κόρος ἐποίει μόδια λʹ) καὶ κόροι ἀλεύρου κεκοπανισμένου ξʹ, μόσχοι ἐκλεκτοὶ δέκα, βόες νομάδες ὀκτὼ καὶ πρόβατα ἑκατόν, ἐκτὸς ἐλάφων καὶ ὀρνίθων ἐκλεκτῶν καὶ σιτευτῶν. περὶ δέ γε τῆς πολλῆς φρονήσεως αὐτοῦ καὶ σοφίας, ἧς εἴληφε παρὰ θεοῦ τοῦ ὀφθέντος αὐτῷ δίς, ἄκουσον τί πάλιν ὁ θεός φησι πρὸς αὐτόν "ἰδού, δέδωκά σοι καρδίαν φρονίμην καὶ σοφήν· ὡς σύ, οὐ γέγονεν ἔμπροσθέν σου, καὶ μετά σε οὐκ ἀναστήσεται ὅμοιός σοι. καὶ πλοῦτον καὶ δόξαν καὶ χρήματα δώσω σοι." καὶ τοῦτο δηλοῦσα ἡ γραφὴ ἐπάγει λέγουσα "ἔδωκε κύριος φρόνησιν τῷ Σολομῶντι, καὶ σοφίαν πολ λὴν σφόδρα, καὶ χύμα καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν." εἰκότως οὖν ἐκ παραλλήλου καὶ τῶν πάλαι γεγενημένων ἀρίστων σοφῶν ἐμνήσθη, καὶ τοὺς Αἰγυπτίους προστέθεικεν ὡς δοκοῦντας παρὰ πᾶσιν εἶναι σοφούς τε καὶ φρονίμους. καὶ γὰρ ὡς Ἕλληνες ἱστοροῦσι, καὶ Φερεκύδης ὁ Σύριος καὶ Πυθαγόρας ὁ Σάμιος καὶ Ἀναξαγόρας ὁ Κλαζομένιος καὶ Πλάτων ὁ Ἀθηναῖος πρὸς τούτους ἐξεδήμησαν, θεολογίαν καὶ φυσιολογίαν ἀκριβεστέ ραν μαθήσεσθαι παρ' αὐτῶν ἐλπίσαντες. καὶ δὴ καὶ περὶ τοῦ Μωϋσέως διεξιὼν ὁ θεῖος λόγος ἔφη ὅτι ἐπαιδεύθη ἐν πάσῃ σοφίᾳ 1.166 Αἰγυπτίων. τούτους, φησίν, ἅπαντας ὁ Σολομῶν ἀπέκρυψεν ἅτε θεόθεν τῆς σοφίας τὸ δῶρον δεξάμενος. ὅθεν ἐπήγαγε "καὶ ἐσοφίσατο ὑπὲρ πάντας ἀνθρώπους, καὶ ἐλάλησε τρισχιλίας παρα βολάς, καὶ ἦσαν αἱ ᾠδαὶ αὐτοῦ πεντακισχίλιαι, καὶ ἐλάλησε περὶ τῶν ξύλων τῶν ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως τῆς ὑσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τοίχου, καὶ ἐλάλησε περὶ τῶν κτηνῶν καὶ τῶν ἑρπετῶν καὶ τῶν πετεινῶν καὶ περὶ τῶν ἰχθύων." ἀφ' ὧν οἱ τῶν Ἑλλήνων ἰατροσοφισταὶ σφετερισάμενοι καὶ τὰς ἀφορμὰς εἰληφότες τὰς οἰκείας συνεστήσαντο τέχνας. ταύτας ἀφανεῖς ἐποίησεν Ἐζεκίας ὁ βασιλεύς, ἐπειδὴ τὰς θεραπείας τῶν νοσημάτων ἔνθεν κομιζόμενος ὁ λαὸς περιώρα τὰς ἰάσεις αἰτεῖν παρὰ θεοῦ. καὶ ἐμεγαλύνθη
PG 121:199Σολομῶν ὑπὲρ πάντας τοὺς βασιλεῖς τῆς γῆς πλούτῳ καὶ φρονήσει· καὶ πάντες οἱ βασιλεῖς ἐζήτουν ἰδεῖν τὸ πρόσωπον αὐτοῦ καὶ ἀκοῦσαι τῆς φωνῆς αὐτοῦ, καὶ παρεγίνοντο φέροντες ἕκαστος κατ' ἐνιαυτὸν τὰ δῶρα αὐτῶν, σκεύη χρυσᾶ καὶ ἱματισμὸν καὶ ἡδύσματα καὶ ἵππους καὶ ἡμιό νους. καὶ ἦσαν αὐτοῦ χίλια τετρακόσια ἅρματα, καὶ ἵπποι θή λειαι τοκάδες χιλιάδες τεσσαράκοντα, καὶ ἵπποι εἰς ἅρματα χι λιάδες δώδεκα. καὶ ἦν ἡγούμενος τῶν βασιλέων πάντων ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου ἕως γῆς ἀλλοφύλων καὶ ἕως τῶν ὁρίων Αἰ γύπτου. Καὶ βασιλίσσα Σαβᾶ, ἥτις ἐλέγετο Σίβυλλα παρ' Ἕλλησιν, ἀκούσασα τὸ ὄνομα αὐτοῦ ἦλθεν εἰς Ἱερουσαλὴμ πειράσαι αὐτὸν ἐν αἰνίγματι, καὶ κάμηλοι αἴρουσαι ἡδύσματα πολλὰ καὶ ἐξαίρετα 1.167 καὶ χρυσὸν πολὺν καὶ λίθους τιμίους, καὶ ἐν δυνάμει βαρείᾳ σφόδρα. καὶ εἰσελθοῦσα πρὸς αὐτόν, καὶ λαλήσασα αὐτῷ πάντα ὅσα ἦν ἐν τῇ καρδίᾳ αὐτῆς, καὶ πάντα διέλυσεν αὐτῇ ἐν συντάξει λόγων καὶ ἑρμηνείᾳ λεπτοτάτῃ. ἡ δὲ προσέθετο τοῦ πειράσαι αὐτὸν καὶ ἐν τούτῳ. εὐόπτους γὰρ παῖδας ἄρρενάς τε καὶ θηλείας ὁμοιοτρόπῳ στολῇ καὶ κουρᾷ τῇ αὐτῇ περικαλλωπίσασα παρέστησεν αὐτῷ, ζητοῦσα ἑκατέρου γένους διάκρισιν ποιήσασθαι· ἦν γὰρ καὶ αὐτὴ ἡ Σίβυλλα πάνυ ἐπ' ἀγχινοίᾳ τε καὶ σοφίᾳ καὶ πολυπειρίᾳ διαβόητος. ὡς δὲ ὁ βασιλεὺς νίψασθαι τούτοις προσέ ταξε τὸ πρόσωπον, τὴν φύσιν ἑκατέρων διέγνωκε, τῶν μὲν ἀρρέ νων εὐτόνως καὶ ἀνδρικῶς τὰς ὄψεις καταψυχόντων, τῶν δὲ θη λειῶν ἁπαλῶς καὶ ἀπειρημένως. ὡς τὴν βασίλισσαν καταπλαγεῖσαν πάνυ ἔκ τε τῶν αὐτοῦ καὶ τῶν περὶ αὐτὸν καὶ ἐξ ἑαυτῆς γενομένων εἰπεῖν "ἀληθὴς ὁ λόγος ὃν ἤκουσα ἐν τῇ γῇ μου, καὶ οὐκ ἔστι τὸ ἥμισυ καθὼς ἀπηγγέλη μοι· πλείονα γὰρ ἑώρακα ὑπὲρ ἃ ἤκουσα. μακάριαι γοῦν αἱ γυναῖκες καὶ οἱ παῖδές σου, οἱ παρεστηκότες οὗτοι ἐνώπιόν σου καὶ ἀκούοντες τοὺς λόγους τῆς φρονήσεώς σου." καὶ δοῦσα αὐτῷ χρυσίου τάλαντα ἑκατὸν εἴκοσι καὶ ἡδύσματα πολλὰ καὶ λίθους τιμίους καὶ δὴ καὶ τὴν τοῦ ὀπο βαλσάμου ῥίζαν, ἀφ' οὗ ἡ Παλαιστίνη τοῦτο γεώργιον ἔσχεν, ὥς φησιν Ἰώσηπος, ὑπέστρεψεν εἰς τὴν γῆν αὐτῆς ὑπερεκπληττομένη λίαν. περὶ ἧς καὶ ὁ κύριος ἔφη "βασίλισσα νότου ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἰδεῖν τὴν σοφίαν Σολομῶντος." πρὸς 1.168 ὃν μέντοι καὶ Σιρὰχ ὁ σοφώτατος ἔλεγε "Σολομῶν, ἐσοφίσθης ἐν νεότητί σου, καὶ ἐνεπλήσθης ὡς ποταμὸς συνέσεως. γῆν ἐπεκά λυψεν ἡ σοφία σου, καὶ ἐνέπλησας ἐν παραβολαῖς αἰνιγμάτων. εἰς νήσους πόρρω καὶ μακρὰς χώρας ἀφίκετό σου τὸ μνημόσυνον, καὶ ἠγαπήθης ἐν τῇ εἰρήνῃ σου, ἣν κατέπαυσεν ὁ θεὸς κυκλόθεν. καὶ ᾠδαῖς καὶ παροιμίαις καὶ παραβολαῖς ἐθαυμαστώθης. καὶ συνήγαγες ὡς κασσίτερον τὸ χρυσίον, καὶ ὡς μόλιβδον ἐπλήθυ νας ἄργυρον. ἀλλὰ παρέκλινας τὰς λαγόνας σου γυναιξί, καὶ ἐνεξουσιάσθης ἐν τῷ σώματί σου, καὶ ἔδωκας μῶμον ἐν τῇ δόξῃ σου, καὶ ἐβεβήλωσας τὸ σπέρμα σου, ἐπαγαγεῖν ὀργὴν ἐπὶ τὰ τέκνα σου." οὐ μὴν δὲ ἀλλὰ καὶ αὐτὸς δι' ἑαυτοῦ σαφέστατα περὶ τῆς ἰδίας σοφίας καὶ τοῦ πλούτου φησίν "ἐμοὶ δὲ δῴη ὁ θεὸς κατὰ γνώμην εἰπεῖν καὶ ἐνθυμηθῆναι ἀξίως τῶν λεγομένων, ὅτι αὐτὸς ὁ κύριος καὶ τῆς σοφίας ὁδηγός ἐστι καὶ τῶν σοφῶν διορ θωτής. ἐν γὰρ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν. αὐτὸς γάρ μοι δέδωκε τῶν ὄντων τὴν γνῶσιν ἀψευδῶς, εἰδέναι σύστα σιν τοῦ κόσμου καὶ ἐνεργείας στοιχείων, ἀρχὴν καὶ τέλος καὶ με σότητα χρόνων, ἐνιαυτῶν κύκλους καὶ ἀστέρων θέσεις, φύσεις ζῴων καὶ θυμοὺς θηρίων, πνευμάτων βίας καὶ διαλογισμοὺς ἀνθρώπων, διαφορὰς φυτῶν καὶ δυνάμεις ῥιζῶν, ὅσα τέ ἐστι κρυπτὰ καὶ ἐμφανῆ ἔγνων. ὁ γὰρ πάντων τεχνίτης ἐδίδαξέ με σοφίαν. καὶ ἐγὼ ἐκκλησιαστὴς ἐγενόμην βασιλεὺς Ἰσραὴλ ἐν Ἱερουσαλήμ, καὶ ἔδωκα τὴν καρδίαν μου τοῦ ἐκζητῆσαι καὶ κα 1.169 τασκέψασθαι ἐν τῇ σοφίᾳ περὶ τῶν γενομένων πάντων ὑπὸ τὸν οὐρανόν. καὶ ἰδοὺ ἐγὼ ἐμεγαλύνθην, καὶ προσέθηκα σοφίαν ἐπὶ πᾶσιν οἳ ἐγένοντο ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ, καὶ καρδία μου εἶδε πολλά, σοφίαν καὶ γνῶσιν, καὶ ἔγνων παραβολὰς καὶ ἐπι στήμας,
PG 121:203καὶ ἐμεγάλυνα τὰ ποιήματά μου, ᾠκοδόμησά μοι οἴκους καὶ ἐφύτευσά μοι ἀμπελῶνας καὶ ἐποίησά μοι κήπους καὶ παρα δείσους, καὶ ἐφύτευσα ἐν αὐτοῖς ξύλον πάγκαρπον. ἐποίησά μοι κολυμβήθρας ὑδάτων τοῦ ποτίσαι ἀπ' αὐτῶν δρυμῶνα βλαστόντα ξύλα. ἐκτησάμην δούλους καὶ παιδίσκας, καὶ οἰκογενεῖς ἐγένοντό μοι, καί γε κτήσεις βουκολίου καὶ ποιμνίου ἐγένοντό μοι πολλαί, ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ. καί γε σοφία μου ἐστάθη μοι. καὶ πᾶν ὃ ἂν ᾔτησαν οἱ ὀφθαλμοί μου, οὐκ ἀφεῖλον ἀπ' αὐτῶν, καὶ οὐκ ἐπεκώλυσα τὴν καρδίαν μου ἀπὸ πάσης εὐφροσύνης." καὶ γὰρ πολλῆς εἰρήνης καὶ πολυολ βίας ἀδείας τε καὶ τρυφῆς ἀπέλαυσεν· ἀλλ' ὕστερον εἰς πικρίαν ἡ σπατάλη καὶ ἡ ἡδονὴ γέγονεν αὐτῷ, καὶ ὑπόθεσις ἀκολασίας. ὅθεν φησίν "ἐμίσησα σύμπασαν τὴν ζωήν μου καὶ πάντα τὸν μόχθον μου, ὅτι πάντα ματαιότης. εὗρον γὰρ πικρότερον ὑπὲρ τὸν θάνατον τὴν γυναῖκα, ἥτις ἐστὶ θήρευμα καὶ σαγήνη καρ δίας." ταῦτά τοί φησι "καὶ ὁ βασιλεὺς Σολομῶν ἦν φιλογύ ναιος, καὶ ἦσαν αὐτῷ ἄρχουσαι ἑπτακόσιαι καὶ παλλακαὶ τρια κόσιαι. καὶ ἔλαβε γυναῖκας Μωαβίτιδας καὶ Ἀμανίτιδας, Σύρας καὶ Ἰδουμαίας, Χετταίας καὶ Ἀμορραίας, ἐκ τῶν ἐθνῶν ὧν ἀπεῖπε κύριος τοῖς υἱοῖς Ἰσραήλ. καὶ ἐγένετο ἐν καιρῷ γήρως 1.170 αὐτοῦ, καὶ οὐκ ἦν ἡ καρδία μετὰ κυρίου θεοῦ αὐτοῦ καθὼς καὶ ἡ καρδία Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐξέκλιναν αἱ ἀλλότριαι γυναῖκες τὴν καρδίαν αὐτοῦ ὀπίσω θεῶν αὐτῶν. καὶ τότε ᾠκο δόμησε Σολομῶν ναὸν τῷ Χαμὼς εἰδώλῳ Μωάβ, καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδονίων, καὶ τῷ Μελχὼμ προσοχθίσματι υἱῶν Ἀμών." ἡ μὲν οὖν Ἀστάρτη ἐστὶν ἡ παρ' Ἕλλησιν Ἀφροδίτη λεγομένη, ὁδὲ Χαμὼς θεὸς ἦν Τυρίων. "καὶ οὕτως ἐποίησε ταῖς ἀλλοφύλοις αὐτοῦ γυναιξὶ πάσαις, αἵτινες ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν. καὶ ἐποίησε Σολομῶν τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ οὐκ ἐπορεύθη ὀπίσω κυρίου ὡς Δαβὶδ ὁ πατὴρ αὐτοῦ. καὶ ὠργί σθη κύριος ἐπὶ Σολομῶν, ὅτι ἐξέκλινεν ἡ καρδία αὐτοῦ ἀπὸ κυ ρίου θεοῦ Ἰσραὴλ τοῦ ὀφθέντος αὐτῷ δὶς καὶ ἐντειλαμένου αὐτῷ μὴ πορεύεσθαι ὀπίσω θεῶν ἑτέρων τὸ παράπαν. καὶ εἶπε κύριος πρὸς αὐτόν "ἀνθ' ὧν οὐκ ἐφύλαξάς μου τὰς ἐντολὰς καὶ τὰ προστάγματα ἃ ἐνετειλάμην σοι, διαρρήσσων διαρρήξω τὴν βασι λείαν ἐκ χειρός σου, καὶ δώσω αὐτὴν τῷ δούλῳ σου· πλὴν ἐν ταῖς ἡμέραις σοῦ τοῦτο οὐ ποιήσω, διὰ Δαβὶδ τὸν δοῦλόν μου καὶ πατέρα σου, καὶ διὰ Ἱερουσαλὴμ τὴν πόλιν μου, ἣν ἐξελεξά μην. καὶ ἤγειρε κύριος τῷ Σολομῶντι Σατὰν Ἄδερ τὸν Ἰδουμαῖον καὶ τὸν Ἐδρααζὰρ βασιλέα Σουβᾶ, καὶ ἦσαν τῷ Ἰσραὴλ Σατὰν πάσας τὰς ἡμέρας Σολομῶντος. καὶ ἀπέθανε Σολομῶν ἐτῶν ογʹ, καὶ ἐτάφη μετὰ τοῦ πατρὸς αὐτοῦ." ἐφ' οὗ ἦν Ὅμη ρος καὶ Ἡσίοδος. 1.171 Θαυμάσειε δ' ἄν τις καὶ μάλα εἰκότως, ὥσπερ ἐπὶ τοῦ θειοτάτου Μωϋσέως, οὕτω καὶ ἐπὶ τοῦδε τοῦ σοφωτάτου Σολο μῶντος, πῶς ἑκάτερος αὐτῶν τοσαύτης πάλαι θείας δόξης καὶ προμηθείας ἀξιωθεὶς ὕστερον ὁ μὲν εἰς ἀγανάκτησιν καὶ λύπην τὸν θεὸν κινήσας τῆς ἐπαγγελίας ἐξέπεσεν, ὁ δὲ εἰς ὀργὴν καὶ θυ μὸν ἐγείρας αὐτὸν τούς τε προειργασμένους ἀρίστους πόνους ἄρ δην ἐζημίωτο καὶ τὴν ψυχὴν προσαπώλεσε. ποῦ γὰρ ἡ τοιαύτη πρὸς θεὸν οἰκείωσις καὶ παρρησία καὶ οἱ τοσοῦτοι καὶ τηλικοῦτοι πόνοι καὶ κόποι καὶ ἀγῶνες τοῦ θεσπεσίου Μωϋσέως; οἵτινες διὰ τὴν ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας ἁμαρτίαν παρωράθησαν, καὶ τῆς εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσόδου ἀθρόως ὁ δίκαιος καὶ ἀσυγχωρήτως ἀπεστέρητο, καθὼς καὶ ἔμπροσθεν εἴρηται. ποῦ δὲ καὶ ἡ πρὸς τὸν Σολομῶντα θεία φιλοστοργία καὶ ἡ τοσαύτη χάρις τε καὶ σοφία, καὶ τίς ἡ ὠφέλεια τῆς πολλῆς ἐκείνης φρονή σεως καὶ συνέσεως, καὶ ἡ προλαβοῦσα τοιαύτη νηφαλιωτάτη ἔννοια καὶ θεολογία καὶ φυσιολογία, ἔσχατον ἐκ γυναικομανίας εἰς εἰδωλομανίαν ἐκπεπτωκότος, ὡς σαφῶς δεδήλωται. τῷ ὄντι γὰρ οὐδὲν ὄφελος, ἐναρξάμενον πνεύματι σαρκὶ ἐπιτελέσαι. ἕως μὲν γὰρ ἀπήλαυε Σολομῶν τῆς ἄνωθεν προμηθείας, ἐν εἰρήνῃ καὶ γαλήνῃ διῆγε,
PG 121:205πάντας ἔχων ὑποκειμένους, καθὼς προείρηται, καὶ δασμὸν κομίζοντας ὅτι μάλιστα· ἐπειδὴ δὲ ταύτης ἐγυμνώθη, τοῖς δυσμενέσιν εὐεπιχείρητος γέγονεν. ἀληθῶς ὄντως φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος. ὥσπερ γὰρ ὁ ἔλεος ἄρρητος, 1.172 οὕτω καὶ ἡ κόλασις ἀνυπόστατος. ὅτι δὲ τοῖς εἰδώλοις ἐλάτρευσε, καταλείψας τὸν ὄντως ὄντα θεὸν τοῦ πατρὸς αὐτοῦ Δαβίδ, εὔδη λον ἐξ ὧν καὶ Ἀχίας ὁ προφήτης ἔφη πρὸς τὸν Ἰεροβοάμ. "τάδε λέγει κύριος· ἰδοὺ ἐγὼ ῥήσσω τὴν βασιλείαν ἐκ χειρὸς Σολομῶντος, καὶ δώσω σοι τὰ δέκα σκῆπτρα, καὶ δύο σκῆπτρα δώσω αὐτῷ διὰ Δαβὶδ τὸν δοῦλόν μου καὶ Ἱερουσαλὴμ τὴν πόλιν μου, ἣν ἐξελεξάμην ἐκ πασῶν τῶν φυλῶν Ἰσραήλ, ἀνθ' ὧν ἐγκατέλιπέ με, καὶ ἐδούλευσε τῇ Ἀστάρτῃ βδελύγματι Σιδονίων, καὶ τῷ Χαμὼς εἰδώλῳ Μωάβ, καὶ τῷ Μελχὼμ προσοχθίσματι υἱῶν Ἀμών, * καὶ γυναῖκας ἀλλοτρίας πολλάς. καὶ ἔτι ἔλαβε τὴν θυγατέρα Φαραὼ ἐκ τῶν ἐθνῶν ὧν ἀπεῖπε κύριος τοῖς υἱοῖς Ἰσραήλ, οὐκ εἰσελεύσεσθε ἐν αὐτοῖς, καὶ αὐτοὶ οὐκ εἰσελεύσονται εἰς ὑμᾶς, ἵνα μὴ ἐκκλίνωσι τὰς καρδίας ὑμῶν ὀπίσω τῶν εἰδώλων αὐτῶν. καὶ ἔκλιναν αὐτοῦ τὴν καρδίαν ἐν καιρῷ γήρως αὐτοῦ ὀπίσω τῶν θεῶν αὐτῶν. καὶ ᾠκοδόμησεν ὑψηλὸν τῷ Χαμὼς εἰ δώλῳ Μωὰβ ἐν τῷ ὄρει, ἐπὶ προσώπου Ἱερουσαλήμ, καὶ τῷ Μελχὼμ εἰδώλῳ υἱῶν Ἀμών, καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδονίων· καὶ οὕτως ἐποίησε πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλο τρίαις, αἳ ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν. καὶ ὠργίσθη κύριος τῷ Σολομῶντι, καὶ εἶπεν· ἀνθ' ὧν οὐκ ἐφύλαξας τὰ προστάγματά μου ἃ ἐνετειλάμην σοι, διαρρήσσων διαρρήξω τὴν βασιλείαν σου ἐκ χειρός σου, καὶ δώσω αὐτὴν τῷ δούλῳ σου· πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω ταῦτα, οὐδὲ ὅλην τὴν βασιλείαν 1.173 λήψομαι. σκῆπτρον ἓν δώσω σοι διὰ Δαβὶδ τὸν δοῦλόν μου καὶ διὰ τὴν βασιλείαν ἣν ἐξελεξάμην." Ἀποθανόντι δὲ τῷ Δαβὶδ ἐποίησε Σολομῶν μνημεῖον παρὰ τῷ Σιλωὰμ ἀντρῶδες διὰ βάθους, πρὸς τὸ μὴ ὁρᾶσθαι μεμη χανημένον. συγκατώρυξε δὲ τῷ πατρὶ καὶ χρυσίου πολλὰς μυ ριάδας, ὡς Ἰώσηπός φησιν. ἐκεῖ καὶ αὐτὸς ὁ Σολομῶν ἀποθα νὼν ἐτάφη. φασὶ δὲ καὶ Ὑρκανὸν ὕστερον τὸν ἱερέα, τῆς πό λεως πολιορκουμένης, ἀνοῖξαι τὸ μνημεῖον καὶ χρυσοῦ τρισχίλια τάλαντα ἐκεῖθεν ἐκφορῆσαι. ἀλλὰ καὶ Ἡρώδην μετ' αὐτὸν ἀνοῖξαι μὲν τὸν τάφον, χρήματα δὲ μὴ εὑρεῖν· κόσμον δὲ χρυσοῦν καὶ κειμήλια πάμπολλα τοῦτον ἀνελέσθαι ἱστοροῦσι, πειραθέντα δὲ καὶ ἐνδοτέρω χωρεῖν πυρὶ ἐπισχεθῆναι. Ἀποθανόντος δὲ τοῦ Σολομῶντος Ῥοβοὰμ τὴν βασιλείαν διαδέχεται. καὶ αὐτὸς ἀπῆλθεν εἰς Σίκιμα, ὅτι ἐκεῖ πᾶς Ἰσραὴλ ἀπῄεσαν τοῦ βασιλεῦσαι αὐτόν· καὶ ἐλάλησεν ὁ λαὸς πρὸς Ῥοβοάμ «ὁ πατήρ σου ἐβάρυνε τὸν κλοιὸν ἡμῶν, καὶ σὺ νῦν κούφισον, καὶ δουλεύσομέν σοι.» καὶ εἶπεν ὁ βασιλεύς «ἀπέλθετε ἕως ἡμερῶν τριῶν· ἀναστρέψατε, καὶ λαλήσω ὑμῖν.» καὶ ἀπήγγειλε Ῥοβοὰμ τοῖς πρεσβυτέροις τὸ ῥῆμα τοῦ λαοῦ. καὶ αὐτοὶ εἶπον «ὡς ᾐτή σαντό σε ποιήσεις, καὶ αὐτοὶ δοῦλοί σου πάσας τὰς ἡμέρας.» καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν παρεστώτων αὐτῷ περὶ τούτου, καὶ αὐτοὶ εἶπον «λάλησον τῷ λαῷ οὕτως. ἡ σμι κρότης μου παχυτέρα ἐστὶ τῆς ὀσφύος τοῦ πατρός μου. ὁ πατήρ 1.174 μου ὑπέτασσεν ὑμᾶς ἐν κλοιῷ βαρεῖ, ἐγὼ προσθήσω ἐπὶ τῷ κλοιῷ αὐτοῦ· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξιν, ἐγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίῳ.» ταύτην τὴν βουλὴν τῶν παιδαρίων εἶπε Ῥο βοὰμ ὑποστρέψαντι τῷ Ἰσραήλ· καὶ ἀπεκρίθη πᾶς ὁ λαός «οὐκ ἔστιν ἡμῖν ἔτι μερὶς ἐν Δαβίδ, οὐδὲ κληρονομία ἐν υἱῷ Ἰεσσαί. ἀπότρεχε Ἰσραὴλ εἰς τὰ σκηνώματά σου, βόσκε τὸν οἶκόν σου Δαβίδ, καὶ κρῖνε.» καὶ διεμερίσθη ἡ βασιλεία Σολομῶντος· καὶ αὐτῷ μὲν τῷ Ῥοβοὰμ ἡ ἐξ Ἰούδα παραμένει φυλὴ καὶ ἡ τοῦ Βενιαμίν, αἱ δὲ λοιπαὶ δέκα φυλαὶ Ἰεροβοὰμ τὸν τοῦ Ναβὰτ προεστήσαντο βασιλέα. ἦν μὲν τῷ Ῥοβοὰμ τῆς βασιλείας ὁ οἶκος ἐν Ἱερουσαλήμ, ἐκαλεῖτο δὲ τὸ ὑπ' αὐτὸν ταττόμενον πλῆθος Ἰούδας καὶ ὁ οἶκος Δαβίδ, ἐκ τῆς ἐπικρατεστέρας φυλῆς εἰληφὼς τὴν προσηγορίαν. τοῦ δὲ
PG 121:207Ἰεροβοὰμ Σαμάρεια ἡ μητρόπολις, ὁ δὲ τῆς βασιλείας οἶκος ἐν Θαρσᾷ· ὄνομα δὲ τῷ ὑπ' αὐτὸν λαῷ Ἰσραὴλ διὰ τὸ πλῆθος καὶ Ἐφραῒμ διὰ τὴν τῆς βασιλείας φυλήν. Κατὰ δὲ τὸν ὄγδοον μῆνα, ἐν τῇ πεντεκαιδεκάτῃ τοῦ μηνός, ἀνέβη Ἰεροβοὰμ ἐν Βεθὴλ εἰς τὸ θυσιαστήριον ὃ ἐποίησε τοῦ θύειν ταῖς δαμάλεσιν αἷς ἐχώνευσε, καὶ παρέστησε τοὺς ἱερεῖς τῶν ὑψη λῶν, οὓς αὐτὸς κατέστησεν ἐν αὐτοῖς. καὶ ἰδού, ἄνθρωπος τοῦ θεοῦ παρεγένετο ἐν Βεθήλ, ἐν λόγῳ κυρίου ἐξ Ἰούδα· καὶ Ἰεροβοὰμ εἱστήκει ἐπὶ τὸ θυσιαστήριον αὐτοῦ τοῦ θύσαι. καὶ εἶπεν 1.175 ὁ ἄνθρωπος πρὸς τὸ θυσιαστήριον ἐν λόγῳ κυρίου «θυσιαστήριον, θυσιαστήριον, τάδε λέγει κύριος· ἰδοὺ υἱὸς τίκτεται ἐν τῷ οἴκῳ Δαβίδ, Ἰωσίας ὄνομα αὐτῷ. καὶ θύσει ἐπί σε τοὺς ἱερεῖς τῶν ὑψηλῶν τῶν θυόντων εἴς σε, καὶ ὀστᾶ ἀνθρώπων καύσει ἐπί σε.» καὶ ἔδωκεν εὐθὺς τέρας, λέγων «ἰδοὺ τὸ θυσιαστήριον ῥήγνυται, καὶ ἐκχυθήσεται ἡ πιότης ἡ οὖσα ἐπ' αὐτῷ.» καὶ ὡς ἤκουσεν Ἰεροβοάμ, ἐξέτεινε τὴν χεῖρα αὐτοῦ συλλαβέσθαι αὐτόν. καὶ ἰδοὺ ἐξηράνθη ἡ χεὶρ αὐτοῦ, καὶ τὸ θυσιαστήριον ἐρράγη, καὶ ἡ πιότης αὐτοῦ ἐξεχύθη. καὶ εἶπεν Ἰεροβοάμ «δεήθητι τοῦ προσώ που κυρίου τοῦ θεοῦ σου, καὶ ἐπιστρεψάτω ἡ χείρ μου πρός με.» καὶ ἐδεήθη ὁ ἄνθρωπος τοῦ θεοῦ, καὶ ἐγένετο ἡ χεὶρ αὐτοῦ ὑγιής. καὶ ἀπῆλθεν ὁ ἄνθρωπος τοῦ θεοῦ ἀπὸ προσώπου Ἰεροβοάμ. ἦν δέ τις ἄλλος ψευδοπροφήτης, κατοικῶν ἐν Βεθήλ, πρεσβύτης· καὶ μαθὼν ὅσα ἐποίησεν ὁ ἄνθρωπος τοῦ θεοῦ, κατεδίωξεν ὀπίσω αὐτοῦ, καὶ εὗρεν αὐτὸν καθήμενον ἐπὶ δρῦν, καὶ εἶπεν αὐτῷ «δεῦρο μετ' ἐμοῦ, καὶ φάγε ἄρτον.» καὶ εἶπεν «οὐ φάγωμαι ἄρτον οὐδὲ πίωμαι ὕδωρ ἐν τῷ τόπῳ τούτῳ, ὅτι κύριος ἐνετεί λατό μοι οὕτως.» καὶ εἶπε «κἀγὼ προφήτης εἰμὶ καθὼς σύ, καὶ ἄγγελος κυρίου ἐλάλησέ μοι τοῦ ἐπιστρέψαι σε καὶ φαγεῖν ἄρτον.» καὶ ἠπάτησεν αὐτόν, καὶ ὑπέστρεψε καὶ ἔφαγε καὶ ἔπιε. γίνεται οὖν λόγος κυρίου πρὸς τὸν ψευδοπροφήτην τὸν ἀποστρέψαντα αὐ τόν, καὶ εἶπε πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ «τάδε λέγει κύριος· ἀνθ' ὧν παρέβης τὸν νόμον κυρίου καὶ ὑπέστρεψας καὶ ἔφαγες καὶ 1.176 ἔπιες ἐν τῷ τόπῳ τούτῳ, οὐ μὴ εἰσέλθῃ τὸ σῶμά σου εἰς τὸν τά φον τῶν πατέρων σου.» ἐξελθόντα δὲ λεὼν συναντήσας ἐθα νάτωσεν αὐτόν. Ἰεροβοὰμ δὲ οὐκ ἀπέστρεψεν ἀπὸ τῆς κακίας αὐτοῦ. Τῷ ληʹ ἔτει τοῦ Ἀσᾶ βασιλέως Ἰούδα, ἐβασίλευσεν Ἀχαὰβὁ πάντων βασιλέων πονηρότατος ἐν Ἰσραήλ, ὃς θυσιαστήριον ἔστησεν τῷ Βάαλ. οὗτος εἶχε γυναῖκα τὴν Ἰεζάβελ. ἐπὶ τούτου Ἀχιὴλ ὁ Βεθηλίτης ᾠκοδόμησε τὴν Ἰεριχώ· ἐν τῷ Ἀχιᾷ τῷ πρωτοτόκῳ αὐτοῦ ἐθεμελίωσεν αὐτήν, καὶ ἐν Σεγοὺβ τῷ νεωτέρῳ ἐπέ στησε τὰς θύρας αὐτῆς, κατὰ τὸ ῥῆμα κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ Ἰησοῦ τοῦ υἱοῦ Ναυῆ. τότε καὶ ὁ προφήτης Ἠλίας εἶπε πρὸς Ἀχαάβ «ζῇ κύριος ὁ θεὸς τῶν δυνάμεων, ᾧ παρέστην ἐνώ πιον αὐτοῦ, εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος ἢ ὑετὸς ἐπὶ τῆς γῆς, εἰ μὴ διὰ στόματός μου.» καὶ ἐπορεύθη κατὰ τὴν ἀνατολὴν ἐν λόγῳ κυρίου, καὶ ἐκρύβη ἐν τῷ χειμάρρῳ Χορὰθ τῷ ἐπὶ πρόσω πον τοῦ Ἰορδάνου, καὶ ἔπιεν ὕδωρ ἐκεῖθεν· καὶ οἱ κόρακες ἔφε ρον αὐτῷ κρέας πρωΐ, καὶ τὸ δείλης ἄρτον. τοῦ χειμάρρου δὲ τῇ ἀνομβρίᾳ ξηρανθέντος διὰ λόγου κυρίου ἔρχεται εἰς Σαρεφθᾶ. καὶ χήρᾳ γυναικὶ ἐπιξενωθεὶς ἤσθιεν αὐτός τε καὶ ἡ γυνὴ καὶ τὰ τέκνα αὐτῆς· καὶ ἡ δρὰξ τοῦ ἀλεύρου οὐκ ἐξέλιπεν, οὐδὲ ὁ καμ ψάκης τοῦ ἐλαίου ἠλαττονήθη, ἕως οὗ διελύθη ὁ λιμός. ταύτης καὶ τὸν υἱὸν ἤγειρεν ἐκ νεκρῶν, ὅν φασί τινες εἶναι Ἰωνᾶν τὸν 1.177 προφήτην. τότε καὶ τὴν θυσίαν ἐποίησεν, ἐν ᾗ πῦρ ἐξ οὐρανοῦ κατελθὸν κατέκαυσε τὰ ὁλοκαυτώματα καὶ τὸ ὕδωρ καὶ τὸν χοῦν τῆς γῆς. ἐκεῖ καὶ τοὺς ἱερεῖς τοῦ Βὴλ καὶ τοὺς προφήτας ἔσφα ξεν ωνʹ, καὶ ὑετὸν κατήνεγκεν. Ἰεζάβελ δὲ τοῦτο μαθοῦσα προσηπείλησεν αὐτῷ, καὶ ἔφυγεν Ἠλίας ἀπὸ προσώπου Ἰεζάβελ ὁδὸν ἡμερῶν τεσσαράκοντα. μόνος δὲ Ἀβδιοὺ ἐκ νέας ἡλικίας προφήτης γέγονε δι' εὐσέβειαν, ἀπὸ προφητῶν μὴ γενεαλογού μενος. ἦν δὲ τοῦ Ἀχαὰβ οἰκονόμος, ἐν κρυπτῷ σεβόμενος τὸν θεὸν Ἰσραήλ. οὗτος καὶ ἑκατὸν προφήτας ἐν δυσὶ σπηλαίοις κρύψας διὰ τὸν φόβον Ἰεζάβελ (ἀπέκτεινε γὰρ αὐτούς)
PG 121:211ἄρτῳ καὶ ὕδατι ἔθρεψεν, ἕως ἐλύθη ὁ λιμός. τότε καὶ Ἠλίας ἐν λόγῳ κυρίου χρίει Ἐλισαιὲ εἰς προφήτην· εὑρίσκει γὰρ αὐτὸν ἀρο τριῶντα ἐν δώδεκα ζεύγεσι βοῶν. καὶ εὐθὺς θύει μὲν τοὺς βόας, ἐν δὲ τοῖς σκεύεσιν ἀνάπτει πῦρ, καὶ ἑψήσας δίδωσι τῷ λαῷ φαγεῖν. καὶ αὐτὸς ἀπῆλθεν ὀπίσω Ἠλίου, καὶ διηκόνει αὐτῷ. Ἀχαὰβ κρατήσας τὸν υἱὸν Ἄδερ τῆς Συρίας ἀπέλυσεν αὐτὸν μετὰ δώρων. καὶ ἄνθρωπός τις ἐκ τῶν υἱῶν τῶν προφητῶν, Μιχαίας ὄνομα, εἶπε πρὸς τὸν πλησίον αὐτοῦ ἐν λόγῳ κυρίου «πάταξόν με.» καὶ οὐκ ἠθέλησε. καὶ εἶπεν αὐτῷ «ἀνθ' ὧν οὐκ ἤκουσας τῆς φωνῆς κυρίου, καὶ ἰδοὺ σὺ ἀποτρέχεις ἔξω, καὶ πα τάξει σε λέων· ὅπερ καὶ γέγονε. καὶ εἶπε πρὸς ἄλλον, καὶ ἐπά ταξεν αὐτόν, καὶ συνετρίβη. καὶ καταδησάμενος ὁ προφήτης 1.178 τελαμῶνι τοὺς ὀφθαλμούς, ὡς ὁ βασιλεὺς Ἰσραὴλ παρεπορεύετο, καὶ αὐτὸς ἐβόα «ὁ δοῦλός σου ἐξῆλθεν ἐπὶ τὴν στρατιὰν τοῦ πολέ μου, καὶ ἀνὴρ εἰσῆγεν ἄνδρα πρός με λέγων φύλαξόν μοι τὸν ἄν δρα τοῦτον. ἐὰν δὲ ἀποφύγῃ, ἡ ψυχή σου ἔσται ἀντὶ τῆς ψυχῆς αὐτοῦ, ἢ τάλαντα ἀργυρίου στήσεις. καὶ ἐγένετο, ὡς περιεβλέ πετο ὁ δοῦλός σου ὧδε καὶ ὧδε, καὶ αὐτὸς οὐκ ἦν.» καὶ εἶπεν Ἀχαάβ «ἰδοὺ δικαστὴς σύ, καὶ τὰ ἔνεδρα παρ' ἐμοί. ἐφόνευσας.» καὶ σπεύσας ὁ προφήτης ἀφεῖλε τὸν τελαμῶνα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ, καὶ ἐγνώσθη ὅτι ἐκ τῶν προφητῶν ἐστὶν οὗτος, καὶ εἶπε «τάδε λέγει κύριος· διότι ἐξήγαγες σὺ ἄνδρα ὀλέθριον ἐκ χειρός μου, ἰδοὺ ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ.» καὶ ἀπῆλθεν Ἀχαὰβ ἐκλελυμένος καὶ κλαίων. Ἀμπελὼν εἷς ἦν Ναβουθαὶ τῷ Ἰζραηλίτῃ παρὰ τὴν ἅλω τοῦ Ἀχαάβ, ὃν ἐζήτει λαβεῖν Ἀχαὰβ καὶ δοῦναι ἢ ἕτερον ἀμπελῶνα ἢ τὴν τιμὴν αὐτοῦ. ὁ δὲ εἶπε «μὴ γένοιτό μοι δοῦναί τινι τὴν κλη ρονομίαν μου.» λυπηθέντος δὲ Ἀχαάβ, ὡς ἤκουσεν Ἰεζάβελ, γράφει πρὸς τοὺς πρεσβυτέρους τοὺς ἐν τῇ πόλει διὰ προφάσεως ἀποκτεῖναι αὐτόν. οἱ δὲ συκοφαντοῦσιν αὐτὸν ὡς κατηράσατο τοῦ βασιλέως, καὶ ἀποκτείνουσιν αὐτόν, καὶ κληρονομεῖ Ἀχαὰβ τὸν ἀμπελῶνα. καὶ ἔρχεται πρὸς αὐτὸν Ἠλιού, καὶ λέγει αὐτῷ 1.179 «τάδε λέγει κύριος· ὡς σὺ ἐφόνευσας καὶ ἐκληρονόμησας, διὰ τοῦτο ἐν τῷ τόπῳ ᾧ ἔλειξαν οἱ ὕες καὶ οἱ κύνες τὸ αἷμα Ναβουθαί, ἐκεῖ λείξουσιν οἱ κύνες τὸ αἷμά σου, καὶ αἱ πόρναι λούσονται ἐν τῷ αἵματί σου· καὶ τὴν Ἰεζάβελ καταφάγωνται οἱ κύνες ἐν τῷ προτειχίσματι Ἰεσραέλ.» ὅπερ καὶ γέγονε. ἐξελθὼν γὰρ μετὰ βα σιλέως Ἰούδα Ἰωσαφὰτ πολεμῆσαι τὸν βασιλέα Συρίας, τοξεύεται κατὰ τοῦ ἥπατος, καὶ ὑποστρέφει πρὸς Σαμάρειαν, αὐτὸς δὲ τε λευτᾷ· τὸ δὲ αἷμα αὐτοῦ ἀπονίπτουσιν ἐπὶ τῆς κρήνης Σαμαρείας, καὶ ἐξέλειξαν οἱ ὕες καὶ οἱ κύνες τὸ αἷμα αὐτοῦ. μικρὸν δὲ κάτω θεν αἱ πόρναι ἐλούσαντο ἐν τῷ αἵματι αὐτοῦ. καὶ Ἰεζάβελ ἀπὸ τοῦ τείχους πεσοῦσα τοῖς κυσὶ κατάβρωμα γέγονε κατὰ τὸ ῥῆμα κυρίου. Ὀχοζίας υἱὸς Ἀχαὰβ κρατεῖ τοῦ Ἰσραὴλ ἔτη δύο. οὗτος ἠρρώστησε, καὶ ἀπέστειλεν ἀγγέλους ἐπερωτῆσαι ἐν τῇ Βάαλ μυιάων θεὸν Ἀκκάρων, εἰ ζήσεται ἐκ τῆς ἀρρωστίας αὐτοῦ. καὶ ἰδοὺ Ἠλίας συνήντησεν αὐτοῖς. καὶ ἀποστραφέντες εἶπον τῷ Ὀχοζίᾳ «ἀνὴρ δασὺς συνήντησεν ἡμῖν, καὶ ζώνη δερματίνη ἐπὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ εἶπε πρὸς ἡμᾶς, ἀποστράφητε πρὸς τὸν ἀπο στείλαντα ὑμᾶς, καὶ εἴπατε αὐτῷ· τάδε λέγει κύριος· διὰ τὸ μὴ εἶναι θεὸν ἐν Ἰσραήλ, σὺ πορεύῃ ἐπερωτῆσαι ἐν τῇ Βάαλ. οὐχ οὕτως. ἡ κλίνη ἐν ᾗ ἀνέβης, οὐ καταβήσῃ ἀπ' αὐτῆς.» καὶ εἶπεν «Ἠλιοὺ ὁ Θισβίτης ἐστί.» καὶ ἀπέστειλεν ἡγούμενον πεν τηκοντάρχην καὶ τοὺς πεντήκοντα αὐτοῦ. καὶ Ἠλιοὺ ἐπὶ τῆς κο ρυφῆς τοῦ ὄρους. καὶ εἶπεν ὁ πεντηκοντάρχης πρὸς αὐτόν «ἄν 1.180 θρωπε τοῦ θεοῦ, ὁ βασιλεὺς καλεῖ σε· κατάβηθι.» πρὸς ὃν Ἠλίας «εἰ ἄνθρωπος τοῦ θεοῦ ἐγώ, καταβήσεται πῦρ ἐξ οὐρανοῦ, καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου.» καὶ κατέβη πῦρ ἐξ οὐρανοῦ, καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ. οὕτως ἐγένετο καὶ τοῖς δευτέροις. ὁ δὲ τρίτος πεντηκοντάρχης ἐλθών, πεσὼν ἐπὶ τὴν γῆν, ἐδεήθη καὶ εἶπεν «ἄνθρωπε τοῦ θεοῦ, ἐντιμωθήτω δὴ ἡ
PG 121:213ψυχή μου καὶ ἡ ψυχὴ τῶν παιδίων σου τούτων ἐν ὀφθαλμοῖς σου.» καὶ ἐλάλησεν ἄγγελος κυρίου πρὸς Ἠλιού, καὶ κατέβη μετ' αὐτῶν πρὸς τὸν βασιλέα, καὶ εἶπε κατὰ τὸ ῥῆμα τὸ ἔμπροσθεν «ἀνθ' ὧν ἐξαπέστειλας ἐπερωτᾶν τὴν μυῖαν, ἀπο στὰς ἀπὸ τοῦ θεοῦ, ἀποθανῇ σὺ καὶ οὐ ζήσῃ.» καὶ ἀπέθανεν Ὀχοζίας κατὰ τὸ ῥῆμα Ἠλιοῦ, καὶ κατέπαυσεν ἐν τῷ σπηλαίῳ Μωϋσέως. ἐπὶ τούτου τοῦ Ὀχοζίου λιμώξαντες οἱ κατ' ἐκείνην τὴν περίχωρον, τὰ ἴδια σφάξαντες τέκνα κατέφαγον· ἐν κόπρῳ γὰρ περιστερῶν ἀντὶ ἁλὸς βάπτοντες ἐχρῶντο. Ἐν δὲ τῷ τετρακισχιλιοστῷ ἑξακοσιοστῷ δευτέρῳ ἔτει ἀνε λήφθη Ἠλίας. ἐντεῦθεν ὑποστρέφων Ἐλισσαιὲ εἰς Ἰεριχὼ θεραπεύει τὰ πονηρὰ ὕδατα διὰ ἁλῶν. ἀναβαίνοντος δὲ εἰς Βεθὴλ ἐξῆλθον παιδάρια μικρὰ ἐκ τῆς πόλεως καὶ ἐλίθαζον αὐτὸν καὶ κατέπαιζον αὐτοῦ, καὶ ἔλεγον «ἀνάβαινε φαλακρέ, ἀνάβαινε.» ὁ δὲ κατηράσατο αὐτῶν· καὶ ἰδοὺ ἐξῆλθον δύο ἄρκτοι ἐκ τοῦ δρυμοῦ, καὶ διέρρηξαν ἐξ αὐτῶν τεσσαράκοντα καὶ δύο παῖδας. κἀκεῖθεν ὑπέστρεψεν εἰς Σαμάρειαν. ταύτην τὴν Σαμάρειαν ὁ πέμπτος βασιλεὺς Ἰσραὴλ κτίζει εἰς πόλιν (αὕτη δέ ἐστιν ἡ νῦν 1.181 καλουμένη Σεβαστή), ἐπωνόμασε δὲ αὐτὴν Σεβήρ, εἰς ὄνομα Σεβὰρ τοῦ κυρίου τοῦ ὄρους. τότε καὶ τὸ θαῦμα τοῦ ἐλαίου εἰς πληθυσμὸν τῇ γυναικὶ δέδωκεν Ἐλισαῖος, καὶ τὰ χρέα αὐτῆς δι' αὐτοῦ τοῦ ἐλαίου ἐπλήρωσε, καὶ τῆς Σωμανίτιδος τὸν υἱὸν ἀνέ στησε. τότε καὶ ἡ τολύπη τοῖς ἀνθρώποις φάρμακον ὂν ἐδόθη, καὶ δι' ἀλεύρου ἐθεραπεύθη. καὶ οἱ κρίθινοι κʹ ἄρτοι καὶ αἱ πέντε παλάθαι τῶν ἰσχάδων ἐν τοῖς ἑκατὸν ἀνδράσιν ἐπερίσσευ σαν. καὶ τοῦ Νεεμᾶν ἡ λέπρα ἐθεραπεύθη, Γηεζῆ δὲ ἔλαβεν ἱμάτια καὶ ἀργύρια καὶ τὴν ἐξ αὐτοῦ λέπραν. ἐπὶ τούτοις καὶ τὴν ἀξίνην ἀπὸ τοῦ Ἰορδάνου ἀνήγαγε, καὶ τὰ ἔνεδρα τοῦ βασι λέως Συρίας ἀνήγγειλε τῷ βασιλεῖ Ἰσραήλ. καὶ τοῦ βασιλέως Συρίας κυκλώσαντος αὐτὸν εἰς τὸ ὄρος ἐπὶ τῷ κρατῆσαι, ὡς εἶδεν ὁ λειτουργὸς Ἐλισαιὲ τὰ ἅρματα καὶ τὴν δύναμιν, ἐφοβήθη, καὶ εἶπε «κύριε, τί ποιήσομεν;» ὁ δὲ εἶπε «μὴ φοβοῦ, ὅτι πλείους οἱ μεθ' ἡμᾶς ὑπὲρ τοὺς μετ' αὐτῶν.» καὶ προσηύξατο, καὶ ἤνοιξεν ὁ θεὸς τοὺς ὀφθαλμοὺς τοῦ παιδαρίου, καὶ εἶδε τὸ ὄρος ὅλον πλῆρες ἵππων καὶ ἅρμα πυρὸς περικύκλῳ Ἐλισαιέ. κατα βάντων δὲ πρὸς αὐτόν, ἐπάταξεν αὐτοὺς κύριος ἀορασίᾳ. καὶ εἶπεν «Ἐλισαιὲ δεῦτε ὀπίσω μου.» καὶ ἀπήγαγεν αὐτοὺς εἰς Σα μάρειαν, καὶ ἠνοίγησαν οἱ ὀφθαλμοὶ αὐτῶν, καὶ εἶδον, καὶ ἰδοὺ αὐτοὶ ἐν μέσῳ Σαμαρείας. καὶ εἶπεν ὁ βασιλεὺς Σαμαρείας «εἰ πατάξω, πάτερ;» καὶ εἶπεν «οὐ πατάξεις. παράθες αὐτοῖς ἄρ 1.182 τον καὶ ὕδωρ.» καὶ φαγόντες ἀπῆλθον πρὸς τὸν κύριον αὐτῶν, καὶ οὐ προσέθεντο ἔτι οἱ μονόζωνοι Συρίας τοῦ ἐλθεῖν εἰς τὸν Ἰσραήλ. Μετὰ δὲ Ὀχοζίαν ἐβασίλευσεν Ἰωρὰμ ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου. καὶ ἐσφάγη ὑπὸ Ἰηοῦ, βασιλεύσας ἔτη δεκαδύο· ὃς ὑποτάξας τὸν Μασὰ βασιλέα Μωὰβ ἦν λαμβάνων ἐξ αὐτοῦ φόρον κατ' ἐνιαυτόν, ἀρνοὺς χιλιάδας ἑκατὸν καὶ κριοὺς χιλιάδας ἑκατόν. ἐφ' οὗ ἀνελήφθη ὁ μέγας Ἠλίας. καὶ ἦλθεν ὁ βασιλεὺς Συρίας καὶ περιεκάθισεν ἐπὶ Σα μάρειαν, καὶ γέγονε λιμὸς μέγας ὥστε πραθῆναι κεφαλὴν ὄνου ἀργυρίων τριάκοντα. καὶ ἦν Ἰωρὰμ διαπορευόμενος ἐπὶ τοῦ τεί χους. καὶ γυνή τις ἐβόησε πρὸς αὐτόν «σῶσον κύριε βασιλεῦ.» καὶ ἀποκριθεὶς εἶπε «μὴ σῶσαι σὲ κύριος; πόθεν σώσω σε; μὴ ἀπὸ τῆς ἅλωνος ἢ ἀπὸ τῆς ληνοῦ;» καί φησιν ἡ γυνή «οὐχί, βα σιλεῦ. ἀλλ' ἡ γυνὴ αὕτη εἶπέ μοι, δὸς τὸν υἱόν σου, φαγώμεθα αὐτὸν σήμερον, καὶ τὸν υἱόν μου αὔριον· καὶ ἑψήσαντες αὐτὸν χθὲς ἐφάγομεν, καὶ σήμερον ἔκρυψε τὸν υἱὸν αὐτῆς.» ὅπερ ἀκού σας βασιλεὺς διέρρηξε τὰ ἱμάτια αὐτοῦ, καὶ εἶδεν ὁ λαὸς τὸν σάκκον ἐπὶ τῆς σαρκὸς αὐτοῦ ἔσωθεν. καὶ ἀποκριθεὶς εἶπε «τάδε ποιήσει μοι ὁ θεός, καὶ τάδε προσθείη, εἰ στήσεται ἡ κεφαλὴ Ἐλισαίου σήμερον ἐπ' αὐτῷ.» καὶ ἀπέστειλε τὸν τριστάτην, ἐφ' ὃν ἐπανεπαύετο. καὶ εἶπε πρὸς αὐτὸν ὁ προφήτης «τάδε λέγει 1.183 κύριος. αὔριον, ὡς ἡ ὥρα αὕτη, μέτρον σεμιδάλεως σίκλου καὶ δίμετρον κριθῆς σίκλου ἐν ταῖς πύλαις Σαμαρείας.» καὶ εἶπεν ὁ τριστάτης «εἰ ἀνοίξει κύριος τοὺς
PG 121:215καταρράκτας τοῦ οὐρανοῦ, οὐ μὴ ἔσται τοῦτο.» ὁ δὲ Ἐλισαῖος φησίν «ἰδοὺ ὄψει τοῖς ὀφθαλ μοῖς σου, καὶ ἐκεῖθεν οὐ μὴ φάγῃ.» καὶ ἄνδρες λεπροὶ τέσσαρες παρὰ τὴν πύλην τῆς πόλεως καθήμενοι, καὶ τὸν λιμὸν μὴ φέρον τες, ἐβουλεύσαντο πρὸς τοὺς ἐναντίους αὐτομολῆσαι. καὶ δια ναστάντες ἐν τῷ σκότει εἰσῆλθον εἰς τὴν παρεμβολὴν Συρίας. καὶ ἰδοὺ οὐκ ἦν ἀνὴρ ἐκεῖ, ὅτι κύριος ἀκουστὴν ἐποίησε τὴν παρεμβολὴν Συρίας φωνὴν ἁρμάτων καὶ ἵππων καὶ δυνάμεως μεγάλης. καὶ ἀπέδρασαν ἐν τῷ σκότει πάντες, καταλείψαντες ἅπαντα. καὶ τῶν λεπρῶν διασαφησάντων ἐν τῇ πόλει, ἀπέστει λεν ὁ βασιλεὺς γνῶναι εἰ ἀληθὴς ὁ λόγος. καὶ πορευθέντες ὀπίσω τοῦ βασιλέως Συρίας ἕως τοῦ Ἰορδάνου, ἰδοὺ πᾶσα ἡ ὁδὸς πλή ρης ἱματίων καὶ σκευῶν ὧν ἔρριψεν ἐν τῷ θαμβεῖσθαι αὐτούς. καὶ ὑποστρεψάντων τῶν ἀπεσταλμένων, ἐξῆλθεν ὁ λαὸς τῆς πό λεως καὶ διήρπασε τὴν παρεμβολὴν Συρίας, καὶ ἐγένετο μέτρον σεμιδάλεως σίκλου καὶ δίμετρον κριθῆς σίκλου κατὰ τὸ ῥῆμα κυ ρίου. τοῦ δὲ βασιλέως καταστήσαντος τὸν τριστάτην ἐπὶ τῆς πύλης, συνεπάτησεν αὐτὸν ὁ λαὸς (καὶ ἀπέθανε) μὴ φαγόντα ἐκ τοῦ σίτου κατὰ τὸ ῥῆμα τοῦ προφήτου. Καὶ μέντοι καὶ τὸ Ἰεριχούντειον ὕδωρ δι' εὐχῆς ἰάσατο. πικρὸν γὰρ ἦν φύσει καὶ δύσποτον καὶ πρὸς τεκνογονίαν ἐμπόδιόν 1.184 τε καὶ θανατηφόρον, ἔσθ' ὅτε καὶ πρὸς ἀρδείαν ἀνεπιτήδειον· ὅπερ εἰς εὐχρηστίαν ἀνθρώποις καὶ κτήνεσι μεταβληθὲν εὐκαρπίας μάλιστα πολλῆς καὶ σωτηρίας ὑπῆρχε τῇ χώρᾳ πρόξενον. ἄχρι γὰρ δεῦρο πλημμυροῦν μεγίστην πιαίνει πεδιάδα, καὶ τρέφει πα ραδείσους καὶ φοινίκων γένη διάφορα μελιτοφόρα, ὧν οἱ πλεῖστοι πατούμενοι καὶ ἀποθλιβόμενοι μέλι πολὺ ἐκχέουσιν. ἔστι γὰρ μελιτοφόρος καὶ ἀρωματοφόρος ἡ χώρα πάνυ, φέρουσα κίτρον καὶ μυροβάλανον καὶ ὀποβάλσαμον ὅτι πλεῖστον· ἥτις δι' ὀλίγων καρπῶν καὶ ἀνθρώποις ἐπιθυμητῶν εὖ μάλα τῷ παραδείσῳ πως παρεικάζεται. Μετὰ δὲ Ἰωρὰμ ἐβασίλευσεν Ἰηοῦ υἱὸς Ναμεσίου. τούτου εἰσερχομένου ἐν τῇ πόλει Σαμαρείας παρέκυψεν Ἰεζάβελ διὰ τῆς θυρίδος περικεκαλλωπισμένη· ὁ δὲ βασιλεὺς προσέταξε τοῖς εὐνού χοις αὐτῆς κατακρημνίσαι αὐτήν. τούτου δὲ γεγονότος Ἰεζάβελ κατεπατήθη ὑπὸ τῶν ἵππων καὶ κατεβρώθη ὑπὸ τῶν κυνῶν. ἐπά ταξε δὲ ὁ βασιλεὺς καὶ τοὺς ἑβδομήκοντα υἱοὺς Ἀχαὰβ καὶ τοὺς περιλειφθέντας αὐτοῦ πάντας ἐν Σαμαρείᾳ κατὰ τὸ ῥῆμα Ἠλιοῦ. συναθροίσας δὲ ἅπαν τὸ πλῆθος τοῦ λαοῦ, ἔφη πρὸς αὐτοὺς μετὰ πανουργίας «Ἀχαὰβ μὲν ἐδούλευσε τῷ Βάαλ ὀλίγα, Ἰηοῦ δὲ πολλὰ δουλεύσει αὐτῷ. καὶ νῦν πάντας καλέσατε πρός με τοὺς προφήτας καὶ ἱερεῖς τοῦ Βάαλ, ὅτι μεγάλη μοι θυσία τῷ Βάαλ· πᾶς γὰρ ὃς ἂν ἀπολείψῃ, οὐ ζήσεται.» συναθροισθέντων οὖν πάντων, καὶ τοῦ εἰδωλείου πλησθέντος, στόμα πρὸς στόμα φησὶν 1.185 ὁ βασιλεὺς τοῖς δούλοις τοῦ Βάαλ «ἐρευνήσατε ἀκριβῶς εἰ ἔστι μεθ' ὑμῶν τις τῶν δούλων κυρίου.» καὶ μηδενὸς εὑρεθέντος ἐκέ λευσε τοῖς ὑπουργοῖς αὐτοῦ, καὶ ἐπάταξαν πάντας ἐν στόματι ῥομφαίας· καὶ τὸν Βάαλ καὶ τὰ αὐτοῦ πάντα ἐνέπρησε. πλὴν οὐκ ἐφύλαξεν εἰς τέλος τοῦ πορεύεσθαι ἐν νόμῳ κυρίου, καὶ ἐσφάγη ἐν τῷ πολέμῳ, βασιλεύσας ἔτη εἴκοσι δύο. Μετὰ δὲ Ἰηοῦ ἐβασίλευσεν Ἰωάχαζ ὁ υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἀπέθανε βασιλεύσας ἔτη κζʹ. μετὰ δὲ Ἰωάχαζ ἐβασίλευσεν Ἰωὰς ὁ υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἀπέθανε βασιλεύσας ἔτη ιδʹ. ἐφ' οὗ Ἐλισαιὲ ἐτελεύτησε, προφητεύσας τῷ Ἰωὰς τὴν προτέραν διὰ συμβόλων κατὰ Συρίας νίκην, ἐπιτρέψας αὐτῷ ἐπὶ τὴν γῆν τοξεῦ σαι πεντάκις· καὶ τὸ μὲν τρίτον εὐστόχως ἔρριψε, τὸ δὲ τέταρτον ἠστόχησε, καὶ προφητεύει αὐτῷ ἕως τρίτης συμβολῆς νικῆσαι τοὺς Σύρους, τὰς δὲ ἑτέρας ἡττηθῆναι. εἰ γὰρ ἄχρι τῶν πέντε τὰ βέλη εὐστόχως ἐβεβλήκει, πεντάκις ἂν παραταξάμενος τὴν Σύρων ἀρχὴν κατέβαλε. Γίνονται οὖν ὁμοῦ τῶν ἐν Ἱερουσαλὴμ βασιλευσάντων ἀπὸ Δαβὶδ ἕως Σεδεκίου ἔτη υϟηʹ. οἱ δὲ βασιλεῖς ὑπῆρχον τὸν ἀριθμὸν κβʹ, πάντες δὲ ἐξ ἑνὸς ἐγένοντο γένους τοῦ Δαβίδ. ἐφ' ὧν ἦσαν προφῆται,
PG 121:219ἐπὶ μὲν Σαοὺλ Δαβὶδ καὶ Σαμουήλ, ἐπὶ δὲ Δαβὶδ αὐ τὸς ὁ Δαβίδ, Γάδ, Νάθαν, Ἀσάφ, ἐπὶ Σολομῶντος καὶ τῶν μετ' αὐτὸν Μιχαίας ὁ Σιλωνίτης, Σαμέας ὁ Ἀδών. ἐπὶ δὲ Ἰω 1.186 σάφατ καὶ τῶν μετ' αὐτὸν Μιχαίας, Ἠλίας, Ἐλισαῖος, Ἀβδίου.ἐπὶ δὲ Ἰηοῦ Ὀζιήλ, Ἐλεάζαρ, Ἀζαρίας. ἐπὶ δὲ Ἐζεκίου κατῶν μετ' αὐτὸν Ὠσηέ, Ἀμώς, Ἠσαΐας, Ἰωνᾶς. ἐπὶ δὲ Ἰωσίκαὶ τῶν μετ' αὐτὸν Ἱερεμίας, Σοφονίας, Ὀλδά, Βαρούχ. ἐπὶ Σεδεκίου Ἱερεμίας, Ἀβακούμ. μετὰ δὲ τὴν αἰχμαλωσίαν ἐπὶἸησοῦ Ἀγγαῖος καὶ Ζαχαρίας. Δανιὴλ καὶ Ἰεζεκιὴλ ἐν τῇ αἰχμαλωσίᾳ ἐν Βαβυλῶνι προεφήτευσαν. Ἰωσάφατ ὑπὸ Ἐλισαίου χρισθεὶς εἰς βασιλέα ἐπὶ Σαμαρείας πάντα τοῦ Ἀχαὰβ τὸν οἶκον ἐτιμωρήσατο. αὐτὸν μὲν γὰρ τὸν βασιλέα Ἰωρὰμ κατατοξεύσας ἀναιρεῖ, κρημνῷ δὲ Ἰεζάβελ τὴν τούτου διαχειρίζεται μητέρα. καὶ ὁ τοῦ Ἀχαὰβ υἱοὺς διαχειρισά μενος προύθηκεν αὐτῶν ἐπὶ τὰς διεξόδους τὰς κεφαλάς. ἔπειτα συναγαγὼν πάντας τοὺς τοῦ Βάαλ προφήτας καὶ ἱερεῖς, δημοτελῆ θυσίαν ἐπιτελεῖν προσποιησάμενος, πάντας ὑφ' ἓν ἀποσφάττει, καὶ τὸ εἰδωλεῖον κατασκάπτει καὶ καθιστᾷ λύτρωμα. ἐβασίλευσε δὲ ἔτη κηʹ. Ἰωὰς υἱὸς Ὀχοζίου βασιλεύει μετ' αὐτὸν ἔτη ιϛʹ. οὗτος τὴν Γοθολιὰν ἀνεῖλεν. ἐπὶ τούτου ἱεράτευεν Ἰωδαέ, ζήσας ἔτη ρλʹ. σημειωτέον ὅτι τοῦτον οὗτος φαίνεται μόνος. βιώσας τὸν χρόνον μετὰ Μωϋσῆν. Τῷ #δχμηʹ ἔτει τοῦ κόσμου προφήτης Ἐλισαῖος τελευτᾷ, καὶ θάπτουσιν αὐτόν. μετ' οὐ πολὺ δὲ μονόζωνοι Μωὰβ ἦλθον 1.187 ἐν τῇ γῇ, καὶ ἔθαψαν ἄνθρωπον ἐν τῷ μνημείῳ Ἐλισαιέ. ὡς οὖν προσήγγισεν ἐκεῖνος τοῖς ὀστέοις τοῦ προφήτου, ἀνέζησε καὶ ἔστη ἐπὶ τοὺς πόδας αὐτοῦ. Ἰεροβοὰμ ὁ υἱὸς Ἰωὰς ἐβασίλευσεν ἔτη μαʹ· ἐπὶ τούτου προεφήτευον Ἰωνᾶς καὶ Ἀμώς. Ζαχαρίας υἱὸς αὐτοῦ μῆνας ἕξ. Σελοὺμ τὸν Ζαχαρίαν ἀνελὼν ἐβασίλευσε μῆνας δέκα. Μαναεὶμ τῷ Σελοὺμ ἐπαναστὰς ἐβασίλευσεν ἔτη δέκα. οὗτος μὴ δεξαμένων αὐτὸν τῶν ἐν Θερσᾷ χειρωσάμενος ἀναιρεῖ, καὶ τὰς ἐν γαστρὶ ἐχούσας διαρρήσσει. Φαλκίας τοῦ Μαναεὶμ υἱὸς τὸν πατέρα διαδεξάμενος ἐβασίλευσεν ἔτη δύο. Φακεὲ ὁ τοῦ Ῥωμελίου τὸν Φαλκίαν ἀνελὼν ἐβασίλευσεν ἔτη ηʹ· ἐπὶ τούτου Θεγλαφαλασσὰρ ὁ Ἀσσυρίων βασιλεὺς εἰς τὴν Ἰουδαίαν ἐπιστρατεύσας τὰ πλεῖστα τῆς γῆς αὐτῶν σφετερίζεται. Ὠσηὲ μετὰ τὸν Φακεέ, ὁ τοῦ Ἰλᾶ, βασιλεύει ἔτη θʹ. ἐπὶ τούτου Σαλμανασσὰρ βασιλεὺς Ἀσσυρίων ἐπιστὰς τῇ Σαμαρείᾳ αὐτόν τε ἄγει αἰχμάλωτον καὶ πάντα τὸν Ἰσραὴλ σὺν αὐτῷ, καὶ κατοικίζει αὐτοὺς ἐν Ἀλαὲρ καὶ Ἀβώρ, Μηδικαῖς πόλεσι, καὶ ἐπὶ ποταμῷ Γοζᾶν, ἔνθα τῆς εἰς θεὸν παραβάσεως δίκας ἐκτιννύουσι κακουχούμενοι. ὁ δὲ Ἀσσύριος Βαβυλωνίους ἐν Σαμαρείᾳ πέμψας αἰσχρῶς καὶ ἀνόμως βεβιωκό τας, οἰκεῖν αὐτόθι ἐκέλευσε. τούτους ὁ θεὸς λέοντας ἐξαποστέλ λων διέφθειρε. πυθόμενος δὲ ὁ βάρβαρος καὶ συνιεὶς δέον ἔκρι νεν ἐπὶ τῆς γῆς ἐκείνης τῆς κατὰ νόμον θεῷ λατρείας ἐπιμελεῖσθαι, καὶ ἕνα τῶν ἱερέων ἐξαποστείλας τὸν Ἔσδραν τὰ νομιζόμενα αὐ τόθι ποιεῖν ἐκέλευσεν. ὁ δὲ καταμένων ἐν Βεθὴλ τὸν νόμον αὐ 1.188 τοὺς ἐξεπαίδευσε, καὶ τὸν θεὸν σέβεσθαι αὐτοὺς ἐδίδασκε. καὶ οὕτως ἐξ ἐκείνου συμβαίνει ἐκ τῶν λεόντων τὴν γῆν ἠρεμῆσαι. τούτους εἰσέτι Σαμαρείτας ἀπὸ τῆς χώρας προσαγορεύουσι· διὸ καὶ ἀλλόκοτοι τὰς προαιρέσεις, διὰ δὲ τὴν τοῦ νόμου διδασκαλίαν βραχεῖαν ἔχουσι θεοσεβείας ἔμφασιν· οὐδὲ γὰρ τῆς δεκαλόγου πλεῖον παραλαβεῖν ἠξιώθησαν. Ἐνταῦθα τῆς Ἰσραηλιτικῆς βασιλείας οἱ χρόνοι κατέληξαν εἰς ἔτη τριακόσια τρία καὶ μῆνας ἑπτά, ἀρξάμενοι μὲν ἀπὸ Ἰερο βοὰμ τοῦ Ναβάτ, καταλήξαντες δὲ εἰς Ὠσηὲ τὸν τοῦ Ἰλᾶ καὶ τὴν ὑπὸ Σαλμανασσὰρ τοῦ Ἰσραὴλ μετοικεσίαν ἀπὸ Σαμαρείας εἰς Μήδους. ἤκμαζε δὲ καὶ ἡ προκειμένη τῶν ἐκ Δαβὶδ βασιλεία, τὴν μὲν ἀρχὴν ἀπὸ τοῦ δεκάτου τῆς τοῦ Σαοὺλ ἔχουσα μοναρχίας, καταλήξασα δὲ ἐπὶ τὸν Ῥοβοὰμ τὸν τοῦ Σολομῶντος. Ἀβία διαδεξάμενος τὴν τοῦ πατρὸς ἀρχὴν βασιλεύει ἔτη τρία ἐν Ἱερουσα λήμ. Ἀσᾶ ἔτη μαʹ· οὗτος ἤδη γηραιὸς ὢν ἀρθριτικῷ τοὺς πόδας ἤλγησε πάθει. Ἰωσάφατ μετὰ τοῦτον ἔτη κεʹ· ἐπὶ τούτου
PG 121:221προε φήτευσε Μιχαίας καὶ Ἀβδίας καὶ Ἐλεάζαρ καὶ Ἀνανίας. Ἰωρὰτὸν πατέρα Ἰωσάφατ διαδεξάμενος ἔτη ηʹ. Ἐν Σαμαρείᾳ Γοθολία ἡ θυγάτηρ Ζαμβρῆ τοῦ βασιλέως Ἰσραὴλ ἔτη ηʹ. αὕτη πασῶν ἀσεβεστάτη γενομένη γυναικῶν πάν τας ἀναιρεῖ τοὺς Ὀχοζίου παῖδας, Ἀχαὰβ τῷ Ἰσραηλίτῃ βασιλεῖτιμωρουμένη· ἐδόκει γὰρ ἐκ τοῦ γένους εἶναι τούτου. Ἰωσαβὶδ δὲ ἡ τοῦ Ὀζίου ἀδελφή, γυνὴ τοῦ ἀρχιερέως Ἰωδαέ, κλέψασα Ἰωὰς τὸν Ὀχοζίου υἱὸν ὀκταετῆ τυγχάνοντα Ἰωδαὲ προσήγαγεν. 1.189 αὐτὸς δὲ χρίσας ἀνέδειξε βασιλέα, Γοθολίαν ἀνελών. εὐσεβὴς δὲ κατ' ἀρχὰς γενόμενος πάντα καθαιρεῖ τὰ εἴδωλα, πλὴν τῶν μετεώρων. εἰδωλολατρεῖ δὲ ἐπὶ τῷ τέλει Ἰωάς, καὶ Ζαχαρίαν τὸν τοῦ Ἰωδαὲ υἱὸν τὸν προφήτην, αἰτιώμενον τὴν ἐκτροπήν, κατα λεύσας ἀναιρεῖ. βασιλεύει δὲ ἔτη μʹ. Ἀμεσίας υἱὸς αὐτοῦ ἔτη κθʹ· ἐπὶ τούτου Σίβυλλα ἡ Κυμαία ἐγνωρίζετο. Ὀζίας ὁ καὶ Ζαχαρίας, υἱὸς Ἀμεσίου, ἔτη νβʹ. οὗτος θεοσεβὴς ἀνὴρ ἦν· ὕστερον δὲ τῶν ἁγίων ἐπιβῆναι πειρασθεὶς λεπροῦται, καὶ ἐδίκα ζεν ἀντ' αὐτοῦ ὁ υἱὸς αὐτοῦ. ἦν δὲ ἀρχιερεὺς Ἀζαρίας, προφήτης δὲ Ἀμὼς καὶ Ἠσαΐας ὁ υἱὸς αὐτοῦ καὶ Ὠσηὲ καὶ Ἰωνᾶς. κατατούτους τοὺς χρόνους Λυκοῦργος Λακεδαιμονίων ἐνομοθέτει. Ἰωάθαμ ὁ υἱὸς Ὀζίου ἔτη ιϛʹ. ἐπὶ τούτου τῷ πρώτῳ ἔτει Ἴφιτος τὰς Ὀλυμπιάδας ἐνέστησεν, ὅ ἐστι τετραετηρικὸς χρόνος. παρ' Αἰγυπτίοις δὲ κυρίως Ὀλυμπιὰς ἡ σελήνη καλεῖται διὰ τὸ κατὰ μῆνα περιπολεῖν τὸν ζωδιακὸν κύκλον, ὃν οἱ παλαιοὶ Ὄλυμ πον ἐκάλουν. ἐν αὐτῇ τῇ πρώτῃ Ὀλυμπιάδι Ῥῶμος καὶ Ῥωμύλος ἐγεννήθησαν, οἵτινες ἐν τῇ ζʹ Ὀλυμπιάδι τὴν Ῥώμην ἤρξαντο κτίζειν. τούτων τὴν διήγησιν πλατύτερον ἐν τῇ τάξει τῶν βασι λέων εὑρήσεις. Ἐζεκίας τὸν Ἀχὰζ διαδεξάμενος ὁ υἱὸς ἐβασίλευσενἔτη κθʹ. ἐν τῷ ϛʹ ἔτει τούτου μετῳκίσθη ὑπὸ Σαλμανασὰρ τοῦ καὶ Να βουνασάρου, βασιλέως Ἀσσυρίων, Σαμάρεια αἰχμαλωτισθεῖσα. 1.190 αὕτη πρώτη ἡ αἰχμαλωσία Ἰσραήλ. οὗτος δὲ καὶ Σαρδανάπαλος ἐλέγετο, ἦν δὲ πατὴρ τοῦ Ναβουχοδονόσορ. ἀναγκαῖον δὲ ζητῆ σαι περὶ τῆς τῶν Ἀσσυρίων βασιλείας, πῶς ταύτης πρὸ ϟϛʹ ἐτῶν καθαιρεθείσης ὑπὸ Ἀρβάκου τοῦ Μήδου, τοῦ ταύτην εἰς Μή δους μετενέγκαντος, ἡ γραφὴ τὸν Σαλμανασὰρ βασιλέα Ἀσσυ ρίων καλεῖ. καί * φησιν ὅτι Μήδων μὲν γένος κατὰ διαδοχὴν ἀπὸ Ἀρβάκου ἐβασίλευσεν, ἡ δὲ βασιλεία καὶ Ἀσσυρίων ἐλέγετο διὰ τὸ εὐγενὲς καὶ παλαιὸν τῆς ἀρχῆς καὶ τὸ τῆς χώρας ὄνομα· ὁ γὰρ τῶν Ἀσσυρίων οὗτος βασιλεὺς ὑπὸ τὴν ἡγεμονίαν Μήδων ὢν Ἀσσυρίων βασιλεὺς κατέστη. ὁ τοίνυν Ἐζεκίας τῷ ιεʹ ἔτει τῆς βασιλείας αὐτοῦ νοσήσας πρὸς θάνατον προσθήκην ζωῆς ἔλαβε διὰ Ἠσαΐου ἐτῶν ιεʹ. καὶ πιστοῦται ταῦτα διὰ τοῦ παραδόξου σημείου τῆς ἐπανόδου ἡλίου, τῆς φυσικῆς κινήσεως δέκα βαθμοὺς ἀναποδισάσης ἤγουν δέκα ὥρας καθ' ὅλην τὴν οἰκουμένην, ὡς εἶναι τὴν ἡμέραν ἐκείνην μόνην χωρὶς τῆς ἰδίας νυκτὸς ὡρῶν κβʹ. οὗτος καὶ σωφροσύνην ἀσκῶν ἀπὸ τῆς νόσου ἀναστὰς ηὔξατο παι δοποιῆσαι. οὗτος τὸν ὄφιν ὃν ἐκρέμασε Μωϋσῆς ἐν τῇ ἐρήμῳ, καθεῖλε καὶ ἐχώνευσεν, ὅτι αὐτῷ ἐθυμία ὁ λαός. ἀλλὰ καὶ βι βλίον Σολομῶντος, ἰαματήριον παντὸς πάθους ἐγκεκολαμμένον, ἐξέκαυσε καὶ ἠφάνισε, τάς τε περὶ τῶν παραβολῶν καὶ ᾠδῶν, ἐν αἷς περὶ τῶν φυτῶν καὶ παντοίων ζῴων φυσιολογία, χερσαίων πετεινῶν τε καὶ νηκτῶν, καὶ ἰαμάτων πάθους παντός, γραφείσας αὐτῷ, ἀφ' ὧν καὶ οἱ τῶν Ἑλλήνων ἰατροσοφισταὶ σφετερισάμε 1.191 νοι καὶ τὰς ἀφορμὰς εἰληφότες τὰς ἰδίας συνεστήσαντο τέχνας. ταῦτα τοίνυν τὰ βιβλία Ἐζεκίας κατακαύσας ἀφανῆ ἐποίησεν, ὡς λέλεκται, ἐπειδὴ τὰς θεραπείας τῶν νοσημάτων ἔνθεν κομιζόμενος ὁ λαὸς περιώρα τὰς ἰάσεις αἰτεῖν παρὰ θεοῦ. ἐν ταύταις ταῖς ἡμέραις τοῦ Ἐζεκίου ἀνέβη Σεναχηρεὶμ ὁ διάδοχος Σαλμανασάρ· καὶ πλεῖστα μεγαλορρημονήσαντος κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ λαοῦ αὐτοῦ, παρεκλήθη ὁ διασκεδάζων βουλὰς ἐθνῶν καὶ ἀθετῶν λογισμοὺς λαῶν καὶ βουλὰς ἀρχόντων, καὶ ἀποστείλας ἄγγελον ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων χιλιάδας ρπεʹ. καὶ οὕτω μετ' αἰσχύνης καὶ λύσσης ὁ
PG 121:225Σεναχηρεὶμ ἀναζεύξας εἰς Νι νευὶ δεινῶς ἀνῄρει τοὺς αἰχμαλωτισθέντας ὑπὸ Σαλμανασὰρ ἀπὸ Σαμαρείας τοῦ Ἰσραήλ. ὃν αὐτίκα θεία δίκη μετελθοῦσα, καὶ ὑπὸ τῶν ἰδίων τέκνων ἀναιρεθέντος, ἐπαύθη τῆς αἰχμαλωσίας ἡ ἄδικος σφαγὴ διὰ τῆς ἐνδίκου ἀναιρέσεως. Ἐν ταύτῃ τῇ αἰχμαλωσίᾳ ὑπῆρχέ τις ἐλεήμων ἄνθρωπος τοὔνομα Τωβήτ, καὶ πολλὴν ἔχων σπουδὴν εἰς τὸ θάπτειν τοὺς ἀποθνήσκοντας τῶν Ἰουδαίων. περὶ ὧν καὶ διαβληθεὶς τῷ βασι λεῖ καὶ φυγὼν ἐκοιμήθη ἔξω τοῦ τείχους· καὶ ὡς εἴωθε πολλάκις γίνεσθαι, κοιμώμενος καὶ τοὺς ὀφθαλμοὺς ἠνεῳγμένους ἔχων, καὶ στρουθίων ἀφοδευσάντων εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ, λευκώ ματα πεποίηκεν. ἦν δὲ καὶ ἐν Ἐκβατάνοις κόρη συγγενὴς αὐτοῦ, ἥτις ἑπτὰ ἄνδρας λαβοῦσα, καὶ πάντων ὑπὸ δαίμονος ἀναιρουμέ 1.192 νων πρὸ τοῦ γνῶναι ταύτην, ηὔξατο. καὶ ἀπέστειλεν αὐτῇ βοη θὸν ὁ θεὸς τὸν ἄγγελον Ῥαφαήλ. ὁ οὖν Τωβὴτ παραγγείλας τῷ υἱῷ αὐτοῦ Τοβίᾳ μὴ λαβεῖν ἀλλαχόθεν γυναῖκα εἰ μὴ ἐκ τῆς φυ λῆς καὶ τοῦ γένους αὐτοῦ κατὰ τὸν νόμον, δίδωσιν αὐτῷ χειρό γραφον περὶ ταλάντων δέκα χρυσίου ἃ καὶ παρέθετο ἐν τῇ Μηδίᾳ, πρὸς τὸ ἀπελθεῖν καὶ λαβεῖν αὐτὰ διὰ τάχους. τοῦ δὲ παιδὸς ζητοῦντος συνοδοιπόρον ὡς τὴν ὁδὸν ἀγνοοῦντος, εὑρίσκει θεοῦ προνοίᾳ τὸν ἄγγελον Ῥαφαὴλ ὡς ἄνθρωπον ἑστῶτα. ὃν μισθω σάμενος, εἰδέναι τὴν ὁδὸν λέγοντα καὶ Ἀζαρίαν ὀνομαζόμενον, συνοδεύει τούτῳ. καὶ διελθόντων αὐτῶν εἰς τὸν ποταμὸν Τίγριν, καὶ τοῦ παιδὸς εἰσελθόντος λούσασθαι, καὶ ἰχθύος αὐτῷ μεγάλου ἐπιπηδήσαντος, εἶπεν αὐτῷ ὁ ἄγγελος ἐπιλαβέσθαι τοῦ ἰχθύος καὶ τεμεῖν αὐτοῦ τὴν γαστέρα, καὶ λαβεῖν τό τε ἧπαρ καὶ τὴν καρδίαν καὶ τὴν χολήν, καὶ φυλάττειν. τοῦ δὲ πυνθανομένου τὸ χρήσιμον αὐτῶν "τὸ μὲν ἧπαρ" φησί "καὶ ἡ καρδία θυμιώμενα διώκει δαί μονας, ἡ δὲ χολὴ καθαρίζει λευκώματα." εἶτα ὁ μὲν παῖς λαμ βάνει τὴν ἐκ τοῦ γένους αὐτοῦ προλεχθεῖσαν κόρην εἰς γυναῖκα, τῇ συμβουλίᾳ καὶ συνεργίᾳ τοῦ ἀγγέλου διωχθέντος τοῦ πονηροῦ δαίμονος ἐν τῷ θυμιάματι τούτῳ. καὶ ὑποστρέφει μετὰ τοῦ παι δὸς καὶ τῆς γυναικὸς αὐτοῦ πρὸς τὸν πατέρα Τωβήτ· οὗ τοὺς ὀφθαλμοὺς ὁ παῖς τῇ χολῇ τοῦ ἰχθύος ἐπιχρίσας, καὶ παρευθὺ Τωβὴτ ἀναβλέψαντος ἐφανέρωσεν ἑαυτὸν ὁ ἄγγελος, ὅτι οὐκ ἄν θρωπός ἐστιν, ἀλλὰ παρὰ θεοῦ ἀπεστάλη πρὸς βοήθειαν αὐτοῖς τε καὶ τῇ κόρῃ Σάρρᾳ διὰ τὴν αὐτῶν εὐσέβειαν, λέγων πρὸς αὐ 1.193 τούς «μυστήριον βασιλέως κρύπτειν καλόν, τὰ δὲ ἔργα τοῦ κυρίου ἀνυμνεῖν ἐνδόξως.» Ἐπὶ τούτου καὶ ἄνθρωπός τις ἐγνωρίζετο ἐν τῷ Ἰσραὴλ πλούσιος καὶ ἀνελεήμων, ὃς ἐλθὼν πρός τινα τῶν διδασκάλων καὶ ἀναπτύξας τὴν σοφίαν Σολομῶντος εὗρεν εὐθύς "ὁ ἐλεῶν πτωχὸν δανείζει θεῷ." καὶ εἰς ἑαυτὸν γενόμενος καὶ κατανυγεὶς ἀπελθὼν πέπρακε πάντα καὶ διένειμε πτωχοῖς, μηδὲν ἑαυτῷ καταλείψας πλὴν νομισμάτων δύο. καὶ πτωχεύσας πάνυ καὶ ὑπὸ μηδενὸς ἐκ θείας δοκιμασίας ἐλεούμενος ὕστερον ἐν ἑαυτῷ λέγει μικροψυχήσας "ἀπελεύσομαι ἐν Ἱερουσαλὴμ καὶ διακρινοῦμαι τῷ θεῷ μου ὅτι ἐπλάνησέ με διασκορπίσαι τὰ ὑπάρχοντά μου.» πορευομένου δὲ αὐτοῦ, εἶδεν ἄνδρας δύο μαχομένους πρὸς ἀλλήλους, εὑρόντας λίθον τίμιον. καὶ φησὶ πρὸς αὐτούς "ἵνα τί, ἀδελφοί, μάχε σθε; δότε μοι αὐτόν, καὶ λάβετε νομίσματα δύο." τῶν δὲ μετὰ χαρᾶς τοῦτον παρασχόντων (οὐ γὰρ ᾔδεσαν τοῦ λίθου τὸ ὑπερτί μιον) ἀπῆλθεν εἰς Ἱερουσαλήμ, τὸν λίθον ἐπιφερόμενος. καὶ δείξας αὐτὸν χρυσοχόῳ, παραχρῆμα τὸν λίθον ἐκεῖνος ἰδὼν ἀνα στὰς προσεκύνησε, καὶ ἔκθαμβος γενόμενος ἐπυνθάνετο, "ποῦ τὸν πολύτιμον" λέγων "καὶ θεῖον λίθον τοῦτον εὗρες; ἰδοὺ γὰρ ἔτη τρία σήμερον Ἱερουσαλὴμ δονεῖται καὶ ἀκαταστατεῖ διὰ τὸν περι βόητον λίθον τοῦτον. καὶ ἀπελθὼν δὸς αὐτὸν τῷ ἀρχιερεῖ, καὶ σφόδρα πλουτήσεις." τοῦ δὲ ἀπερχομένου ἄγγελος κυρίου εἶπε πρὸς τὸν ἀρχιερέα "νῦν ἐλεύσεται ἄνθρωπος πρός σε, τὸν ἀπολε 1.194 σθέντα πολυθρύλητον λίθον ἐκ τῆς διπλοΐδος Ἀαρὼν τοῦ ἀρχιε ρέως ἔχων. λαβὼν αὐτὸν δὸς τῷ ἐνέγκαντι αὐτὸν χρυσίον πολὺ καὶ ἀργύριον. ἅμα δὲ καὶ
PG 121:227ῥαπίσας μετρίως εἰπέ, μὴ δίσταζε ἐν τῇ καρδίᾳ σου, μηδὲ ἀπίστει τῷ διὰ τῆς γραφῆς λέγοντι «ὁ ἐλεῶν πτωχὸν δανείζει θεῷ.» ἰδοὺ γάρ, ἐν τῷ νῦν αἰῶνι ἐξεπλήρωσά σοι πολλαπλασίονα ὑπὲρ ὧν ἐδάνεισάς μοι. καὶ εἰ πιστεύεις, λήψῃ καὶ ἐν τῷ μέλλοντι πλοῦτον ἀνυπέρβλητον." καὶ ὁ μὲν ἀρχιερεὺς τὰ διατεταγμένα πάντα πεποίηκε πρὸς τὸν ἄνθρωπον καὶ λελάλη κεν· ὁ δὲ ἀκούσας καὶ ἔντρομος γενόμενος, πάντα ἐάσας ἐν τῷ ναῷ ἐξῆλθεν, εὐχαριστῶν καὶ πιστεύων κυρίῳ καὶ πάντα τὰ ἐν τῇ θείᾳ γραφῇ διηγορευμένα. Μετὰ Ἐζεκίαν ἐβασίλευσε Μανασσῆς υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἀπέθανε βασιλεύσας ἔτη νεʹ· ὃς παρανομώτατος ὑπὲρ πάντας τοὺς ἔμπροσθεν βασιλεῖς ὑπάρχων ἐπὶ εἰδωλομανίᾳ τε καὶ αἱματεκχυσίᾳ, καὶ τὸν μέγαν Ἠσαΐαν πρί σας ξυλίνῳ πριόνι καὶ τὴν Ἱερουσαλὴμ αἱμάτων ἀδίκων πληρώσας, οὐχ ἧττον εἰδωλολάτρησε τῶν Ἀμορραίων. καὶ τὸν οἶκον κυρίου καταμολύνας, καὶ τετραπρόσωπον εἴδωλον τοῦ Διὸς ἐν αὐτῷ στή σας, οὐ διέλιπεν οἰωνιζόμενος καὶ φαρμακεύων καὶ αἰσχρουργῶν. διὸ καὶ κατὰ θείαν ὀργὴν δέσμιος εἰς Νινευὶ ἀπήχθη ὑπὸ Μαροδὲχ βασιλέως· καὶ χαλκοῖς δεσμοῖς ὑποβληθείς, δι' εἰλικρινοῦς μετανοίας δεηθεὶς τοῦ θεοῦ, τὸν βασιλέα ἠγάθυνε, καὶ εἰς Ἱερου σαλὴμ αὐτὸν ἐξέπεμψεν. ὃς ἐπανελθὼν πᾶσαν μὲν κατέστρεψεν 1.195 εἰδωλικὴν σκηνήν, τὸ δὲ ἱερὸν τοῦ θεοῦ ἥγνισε καὶ τὸν νόμον ἐφύ λαξε καὶ εὐσεβῶς ἐβίωσεν εὐχαριστῶν τῷ θεῷ ἄχρι τελευταίας ἀναπνοῆς αὐτοῦ. Μετὰ δὲ Μανασσῆν ἐβασίλευσεν Ἀμὼς υἱὸς αὐτοῦ ἔτη δύο. κατὰ τούτους τοὺς χρόνους Μίδας ὁ Φρυγίας βασιλεὺς ἐτελεύτη σεν, ὅντινα ἔλεγον ὦτα ἔχειν ὄνου. Ἰωσίας τὸν πατέρα Ἀμὼς διαδεξάμενος ὀκταετὴς ἀντιλαμ βάνεται τῆς ἀρχῆς, βασιλεύσας ἔτη τριάκοντα ἕν. καὶ ἐτελεύτησε τοξευθεὶς ἐν πολέμῳ. ὁ γὰρ Νεχευὼ βασιλεύσας Αἰγύπτου κατὰ τῶν Ἀσσυρίων ἐστράτευσεν, ἐπικουρῆσαι δὲ τοῖς Ἀσσυρίοις οὗτος ἐσπούδαζεν. ὅθεν φησὶν Ἔσδρας "καὶ εἶπεν ὁ βασιλεὺς Αἰ γύπτου πρὸς Ἰωσίαν· τί ἐμοὶ καὶ σοί, βασιλεῦ τῆς Ἰουδαίας; οὐχὶ πρὸς σὲ ἐξαπέσταλμαι παρὰ κυρίου θεοῦ ποιῆσαι πόλεμον, ἀλλ' ἐπὶ τοῦ Εὐφράτου. καὶ νῦν κύριος μετ' ἐμοῦ ἐστίν. ἀπό στηθι, καὶ μὴ ἐναντιούτω τῷ κυρίῳ." καὶ οὐκ ἀπέστρεψεν ἀπ' αὐτοῦ Ἰωσίας, ἀλλὰ συνεστήσατο πρὸς αὐτὸν πόλεμον ἐν τῷ πε δίῳ παρὰ γνώμην θεοῦ. καὶ τοξευθεὶς ὑπὸ τῶν πολεμίων εἶπε τοῖς παισὶν αὐτοῦ "ἐξαγάγετέ με, ὅτι σφόδρα ὀδυνῶμαι." καὶ εὐθέως ἀποστρέψαντος αὐτοῦ εἰς Ἱερουσαλὴμ καὶ τὸν βίον μεταλ λάξαντος ἐγένετο πένθος μέγα κατὰ πᾶσαν τὴν Ἰουδαίαν, καὶ μᾶλλον Ἱερεμίας ἐθρήνησε ὑπὲρ Ἰωσίου. ἐν τῷ ιηʹ τούτου ἔτει εὑρὼν ὁ ἱερεὺς Χελκίας ἐν τῷ ἱερῷ βιβλίον (ὃς ἦν πατὴρ Ἱερεμίου τοῦ προφήτου) προσκομίζει τῷ βασιλεῖ. ὁ δὲ εὐλαβὴς ὢν καὶ δικαιότατος ὑπὲρ τοὺς ἔμπροσθεν αὐτοῦ βασιλεῖς οὐκ ἠθέλησεν 1.196 ἀναγνῶναι αὐτό. ἀνέγνω τοίνυν αὐτὸ ὁ ἱερεύς, καὶ ἔκλαυσε πᾶς ὁ λαός. ὁ δὲ ἱερεὺς ἅμα τῷ τοῦτο ἀναγνῶναι διαπεφώνηκεν. ὁ δὲ βασιλεὺς λίαν ἀθυμήσας, εἰδὼς ἐν τοσούτοις ἔτεσι καταπατούμενον τὸν νόμον κυρίου, τὰ ἱμάτια διαρρήξας καὶ ἔμφοβος γενό μενος ἀπέστειλε πρὸς Ὀλδὰν τὴν προφῆτιν, πυνθανόμενος τί βού λεται κύριος περὶ αὐτοῦ καὶ παντὸς τοῦ λαοῦ. ἡ δὲ φησί "τάδε λέγει κύριος· ἀνθ' ὧν ἡπαλύνθη σου ἡ καρδία καὶ ἐνετράπης ἀπὸ προσώπου μου, ὡς ἤκουσας ὅτι ἐλάλησα ἐπὶ τὸν τόπον τοῦτον καὶ τοὺς ἐνοικοῦντας αὐτόν, τοῦ εἶναι εἰς ἀφανισμὸν καὶ εἰς κατάραν, καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας ἐνώπιόν μου, ἰδοὺ προσ τίθημί σε πρὸς τοὺς πατέρας σου ἐν εἰρήνῃ, καὶ οὐκ ὄψει πᾶσι τοῖς κακοῖς οἷς ἐπάξω ἐπὶ τὸν τόπον τοῦτον καὶ τοὺς ἐνοικοῦντας αὐτόν, τοῦ εἶναι εἰς ἀφανισμόν." ὅθεν ζήλῳ θείῳ κινούμενος οὐ μόνον τὰ πανταχοῦ εἴδωλά τε καὶ σεβάσματα κατέστρεψεν ἐκ βάθρων. ἀλλὰ καὶ τοὺς εἰδωλολάτρας τοὺς μὲν ἔτι ζῶντας ὠλόθρευσε, τοὺς δὲ ἤδη τεθνηκότας ἐν τοῖς τάφοις κατέκαυσε. καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς ἐπὶ τὸν τάφον τοῦ ἀνθρώπου τοῦ θεοῦ εἶπε «τί τὸ σκόπελον ἐκεῖνο, ὃ ἐγὼ βλέπω;" καὶ φασὶν οἱ ἄνδρες τῆς πόλεως "ὁ
PG 121:229ἄνθρωπος τοῦ θεοῦ ἐστίν, ὁ προφητεύσας τοὺς λόγους τούτους ἐπὶ τὸ θυσιαστήριον Βεθήλ." καὶ εἶπεν "ἄφετε αὐτόν· μηδεὶς κινήσῃ τὰ ὀστᾶ αὐτοῦ." καὶ μέντοι καὶ τοὺς ἐγ γαστριμύθους καὶ τοὺς ψευδοπροφήτας καὶ πᾶν βδέλυγμα καὶ προσόχθισμα ἐν Ἱερουσαλὴμ ἐξῆρε· καὶ ἐπέστρεψε πρὸς κύριον ἐν ὅλῃ καρδίᾳ καὶ ἰσχύϊ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ κατὰ τὸν νόμον 1.197 Μωϋσέως. διὸ δὴ καὶ τὸ πάσχα τοιοῦτον ἐποίησεν οἷον οὐ γέγονεν ἀπὸ χρόνων Ἰησοῦ τοῦ Ναυῆ καὶ Σαμουήλ· ἐν ᾧ βόας μὲν ἔθυσε χιλιάδας ιβʹ, πρόβατα χιλιάδας ληʹ. καὶ κατωρθώθη, φησί, τὰ ἔργα Ἰωσίου ἐναντίον κυρίου, ἐν καρδίᾳ πλήρει εὐσεβείας· καὶ γὰρ ὅμοιος αὐτῷ οὐκ ἐγεννήθη ἔμπροσθεν αὐτοῦ, καὶ οὐκ ἀνέστη ὅμοιος αὐτοῦ. πλὴν οὐκ ἀπεστράφη κύριος ἀπὸ θυμοῦ τῆς ὀργῆς αὐτοῦ, οὗ ἐθυμώθη ἐν τῷ Ἰούδᾳ, ἐπὶ τοὺς παροργισμοὺς οὓς παρεώργισεν αὐτὸν Μανασσῆς. ἐφ' ὧν χρόνων καὶ τὸ Βυζάντιον ὑπὸ Βύζου βασιλέως τῆς Θρᾴκης ἐκτίσθη, ὡς δέ τινες, ὑπὸ Με γαρέων. ἐφ' ὧν καὶ Σίβυλλα ἡ Σαμωναία ἐγνωρίζετο. Μετὰ δὲ Ἰωσίαν ἐβασίλευσεν Ἰωάχαζ υἱὸς αὐτοῦ, ὃς ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ληφθεὶς ὑπὸ Νεχαὼβ βασιλέως Αἰγύπτου ἀπήχθη εἰς Αἴγυπτον, ἐν ᾗ καὶ ἀπέθανε, βασιλεύσας μῆνας τρεῖς. ἐφ' οὗ οἱ Ἰσραηλῖται, καθώς φησιν Ἰώσηπος, ἐκ τοῦ κρατῆσαι τὴν τοῦ Ἰούδα φυλὴν καὶ κατοικῆσαι τὴν πόλιν Ἱερουσαλήμ, οὗτοι μὲν ἐκλήθησαν Ἰουδαῖοι, ἡ δὲ πόλις ἡ καὶ Σιὼν Ἰουδαία, ἥτις πάλαι μὲν Ἰεβοὺς ἐλέγετο διὰ τὸ τὸν Ἰεβουσσαῖονκατοικῆσαι τὸν τόπον ἐκεῖνον. Δαβὶδ δὲ Ἱερουσαλὴμ προσηγό ρευσεν, ἐκ τοῦ συμβεβηκότος τεχνησάμενος τὸ ὄνομα· ἐν ὄρει γάρ ἐστιν ὑψηλοτάτῳ κατῳκοδομημένη, ἐν ᾧ κύριος ὤφθη τῷ Δαβὶδ ἐν ἁλῶνι Ὀρνᾶ τοῦ Ἰεβουσσαίου, ἐν τῇ θραύσει τοῦ λαοῦδιὰ τὴν ἄλογον ἐπαρίθμησιν. καὶ τὸ μὲν ὄρος Ἑβραΐδι φωνῇ λέγεται Ἄρ, ἡ δὲ πόλις Σαλήμ. ὁ οὖν Δαβὶδ νέον τόπον εἰς βα 1.198 σίλειον κατασκευάζων Ἀρσαλὴμ ὠνόμασεν, ὅ ἐστι τόπος εἰρήνης. Ἱερουσαλὴμ δὲ εἰς τὸ Ἑλληνικὸν παρενηνεγμένη κέκληται διὰ τὴν καλλιφωνίαν. Μετὰ δὲ Ἰωάχαζ ἐβασίλευσεν Ἰωακεὶμ καὶ Ἐλιακεὶμ ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου. καὶ ἐλθὼν Ναβουχοδονόσορ ὁ διάδοχος Μαροδάχ, καὶ πολιορκήσας τὴν Ἰουδαίαν, ὑπόφορον αὐτὴν ἐποίησεν. ἀθετήσαντος δὲ τὴν φορολο γίαν Ἰωακεὶμ ἦλθε πάλιν εἰς Ἱερουσαλὴμ Ναβουχοδονόσορ, καὶ τοῦτον χειρωσάμενος καὶ ἀνελὼν καὶ ἀπὸ τοῦ τείχους ῥιφῆναι κε λεύσας ἄταφον ἐπὶ πολὺν κατέλιπε χρόνον, βασιλεύσαντα ἔτη ἕν δεκα. περὶ οὗ φησὶν Ἱερεμίας "τάδε λέγει κύριος ἐπὶ Ἰωακεὶμ υἱὸν Ἰωσίου· οὐαὶ ἐπὶ τὸν ἄνδρα τοῦτον. οὐ μὴ κόψονται αὐτόν, ὦ ἀδελφέ, οὐδὲ μὴ κλαύσονται αὐτόν, οἴ μοι, κύριε, καὶ οἴ μοι, ἀδελφέ· ἀλλὰ ταφὴν ὄνου ταφήσεται, καὶ συμψηφισθεὶς ῥιφή σεται ἐπέκεινα τῆς πύλης Ἱερουσαλήμ." τότε καὶ Δανιὴλ ἀπήχθη καὶ οἱ τρεῖς παῖδες καὶ ἄλλοι τοῦ λαοῦ πλεῖστοι καὶ μέρος τῶν σκευῶν κυρίου εἰς Βαβυλῶνα. οἱ δὲ ἅγιοι τρεῖς παῖδες υἱοὶ Ἐζεκίου εἰσίν. ἐν γὰρ τῷ ἀναστῆναι αὐτὸν ἀπὸ τῆς νόσου, ἀποστεῖ λαι δὲ πρὸς αὐτὸν Μαροδὰχ υἱὸς Βαλαδὰν βασιλεὺς Βαβυλῶνος ἐπιστολὴν καὶ δῶρα (ἤκουσε γὰρ ὅτι ἠρρώστησε, καὶ ἀνέστη), ὑπέδειξεν αὐτὸς τοῖς ἀγγέλοις Μαροδὰχ πάντα τὸν πλοῦτον αὐτοῦ καὶ τοὺς θησαυροὺς αὐτοῦ. πρὸς ὃν λυπούμενος εἶπεν Ἠσαΐας ὁ προφήτης "ἄκουσον λόγον κυρίου. ἰδοὺ ἡμέραι ἔρχονται, καὶ 1.199 ληφθήσονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα ἐθησαύρισαν οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης, καὶ εἰς Βαβυλῶνα ἀπενεχθήσονται. ἀλλὰ καὶ ἀπὸ τῶν υἱῶν σου τῶν ἐξεληλυθότων ἐκ σοῦ λήψονται καὶ ποιήσουσι σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως Βα βυλῶνος." τῷ δὲ εἰκοστῷ ἔτει τῆς βασιλείας Ναβουχοδονόσορ, τετρακισχιλιοστῷ δὲ καὶ ἐνενηκοστῷ τετάρτῳ τοῦ κόσμου, διεσά φησε τὰ ἐνύπνια αὐτοῦ ὁ Δανιήλ. τῷ δὲ τετρακισχιλιοστῷ ἑκα τοστῷ δεκάτῳ ἔτει τὰ κατὰ τὴν κάμινον τῶν ἁγίων τριῶν παίδων ἐπράχθησαν. τοῦ γὰρ Βαλτάσαρ, ὃς καὶ Ῥινιγλίσαρος ἐλέγετο, πίνοντος ἐν τοῖς ἱεροῖς σκεύεσιν οἴκου κυρίου σὺν τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ ταῖς παλλακαῖς ἐν δείπνῳ, εἶδεν ἀνθρώπου
PG 121:233δακτύλους γράφοντας ἐν τῷ τοίχῳ· ὧν τὴν γραφὴν μόνος Δανιὴλ ἡρμήνευ σεν. ἔχει δὲ οὕτως. μανί· ὅ ἐστιν, ἐμέτρησεν ὁ θεὸς τὴν βα σιλείαν σου καὶ ἐπλήρωσεν αὐτήν. θεκέλ· καὶ ἐστάθμησεν ἐν ζυγῷ καὶ εὑρέθη ὑστεροῦσα. φαρές· διῄρηται ἡ βασιλεία σου καὶ ἐδόθη Μήδοις καὶ Πέρσαις. καὶ ἐν αὐτῇ τῇ νυκτὶ ἀναιρεῖται Βαλτάσαρ. Αἰχμαλωτισθείσης τῆς Ἱερουσαλὴμ Ἱερεμίας, καίτοι πολλὰ παρὰ τῶν Χαλδαίων ἀναγκασθείς, ᾑρετίσατο μᾶλλον μετὰ τῶν καταλειφθέντων πενήτων ἐναπομεῖναι. καὶ ὡς αὐτὸν εἰς τὸν βόρ βορον ἔβαλλον, πολύστιχον βιβλίον συνέταξε. κατὰ τοὺς καιροὺς ἐκείνους καὶ Ἰεζεκιὴλ ὁ θειότατος αἰχμάλωτος ἀπαχθείς, ἐπὶ τοῦ ποταμοῦ λαχὼν τοῦ Χοβάρ, διανοιγέντων αὐτῷ τῶν οὐρανῶν εἶδε δόξαν θεοῦ, πνεῦμα ἐρχόμενον ἀπὸ βορρᾶ καὶ νεφέλην ἐν αὐτῷ καὶ 1.200 φέγγος κύκλοθεν, τὴν τριάδα φανταζόμενος. ἐκεῖ καὶ τῶν χε ρουβὶμ εἶδεν ὑποτύπωσιν, ἐν προσώπῳ ἀνθρώπου καὶ μόσχου καὶ λέοντος καὶ ἀετοῦ ὑποτυπουμένην. ὑπεράνω δὲ τούτων, ὡς εἶδος ἀνθρώπου, τὸν θεὸν ἄνθρωπον ὁρῶν δι' αὐτοῦ προφήτης τοῦ Ἰσραὴλ κατέστη, καὶ τῶν ἐσομένων τὴν γνῶσιν ἐντεῦθεν μεμυστα γώγηται. Μετὰ δὲ Ἰωακεὶμ ἐβασίλευσεν Ἰεχονίας υἱὸς αὐτοῦ, ὁ καὶ Ἰωακείμ, διὰ προστάγματος Ναβουχοδονόσορ. καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου. καὶ περὶ τοὺς φόρους ἀγνωμονήσαντος αὐτοῦ ἦλθεν αὖθις Ναβουχοδονόσορ εἰς τὴν πόλιν Ἱερουσαλήμ, καὶ ἐπολιόρκει αὐτήν. πρὸς ὃν Ἰεχονίας ἐξῆλθε σὺν μητρὶ καὶ τέκνοις καὶ τοῖς ἄρχουσιν αὐτοῦ. καὶ εἰσῆλθον οἱ μεγιστᾶνες Ναβουχοδονόσορ εἰς τὴν πόλιν; καὶ ἐξήνεγκαν τοὺς θησαυροὺς κυρίου καὶ τοῦ βασιλέως καὶ τὰ χρυσᾶ σκεύη ἃ ἐποίησε Σολομῶν ἐν ναῷ κυρίου. τὸν δὲ Σεδεκίαν ἀντὶ Ἰεχονίου καταστήσας, ἀπῴ κισεν Ἰεχονίαν εἰς Βαβυλῶνα καὶ τὴν μητέρα καὶ τοὺς ἄρχοντας αὐτοῦ, βασιλεύσαντα μῆνας τρεῖς. περὶ οὗ πάλιν Ἱερεμίας ἔλεγεν "ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος οὗ οὐκ ἔστιν χρεία, ὅτι ἀπερρίφη καὶ ἐξεβλήθη εἰς γῆν, ἣν οὐκ ᾔδει, λέγει κύριος. γῆ, γῆ, ἄκου σον λόγον κυρίου, γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρω πον, ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ καθήμενος ἐπὶ θρόνου Δαβίδ, ἄρχων ἔτι ἐν τῷ Ἰούδᾳ." μετὰ δὲ Ἰεχονίαν ἐβασίλευσεν Σεδεκίας, πατράδελφος αὐτοῦ, καὶ ἐποίησε τὸ πονη 1.201 ρὸν ἐνώπιον κυρίου. καὶ περὶ τὴν φορολογίαν ὡσαύτως παρα σπονδήσαντος αὐτοῦ ἦλθε πάλιν Ναβουχοδονόσορ εἰς Ἱερουσαλήμ, καὶ ἐπολιόρκει αὐτὴν ἔτη δύο. καὶ προφητεύσας Ἱερεμίας τὴν ἅλωσιν τῆς πόλεως δέσμιος ἐβλήθη ὑπὸ Σεδεκίου ἐν λάκκῳ. μετὰ δὲ τὸ λυθῆναι αὐτὸν τοῦ δεσμοῦ, λαβὼν τὴν κιβωτὸν καὶ τὸ θυ σιαστήριον καὶ τὴν τράπεζαν καὶ τὴν λυχνίαν ἐκ τοῦ ναοῦ ἐν λόγῳ κυρίου, μέλλουσαν τὴν πόλιν ἤδη παραλαμβάνεσθαι, κατέκρυψεν ἐν ἀδήλῳ τόπῳ· καὶ οὐχ εὑρέθησαν ἔτι, ὡς ἡ τῶν Μακαβαίων βίβλος λέγει. ὁ δέ γε Ναβουχοδονόσορ παραλαβὼν τὴν πόλιν ἐνέ πρησε πᾶσαν. τὸν δὲ Σεδεκίαν χειρωσάμενος τὴν μὲν γυναῖκα καὶ τὰ τέκνα αὐτοῦ κατ' ὀφθαλμοὺς ἀνεῖλεν, αὐτὸν δὲ ἐκτυφλώ σας καὶ δεσμοῖς κρατήσας εἰς Βαβυλῶνα αἰχμάλωτον ἀνήγαγε, βασιλεύσαντα ἔτη τρία, καὶ τὸ πλῆθος ἀπήγαγεν αἰχμάλωτον ἐπὶ ἔτη οʹ. τούτῳ τῷ Σεδεκίᾳ εἶπέ τις προφήτης πρὸ τῆς αἰχμαλω σίας ἀπαχθῆναι εἰς Βαβυλῶνα. καὶ ἄλλος εἶπεν αὐτῷ "μὴ φο βοῦ· οὐ γὰρ ἴδῃς Βαβυλῶνα." καὶ ἀμφότεροι ἠλήθευσαν· κατῆλθε γάρ, οὐ μὴν ἐθεάσατο αὐτήν· τυφλὸς γὰρ ἦν. περὶ οὗ Ἱερεμίας αὖθις ἔφη "οὕτως εἶπε κύριος ἐπὶ Σεδεκίαν· ἰδοὺ ἐγὼ δίδωμι αὐ τὸν εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ πατάξει αὐτόν, καὶ λή ψονται ἐπ' αὐτὸν κατάραν λέγοντες ποιήσαι σε κύριος ὡς Σεδεκίαν καὶ ὡς Ἀχιάβ, οὓς ἀπετηγάνισε βασιλεὺς Βαβυλῶνος ἐν πυρί, δι' ἣν ἐποίησαν ἀνομίαν ἐν Ἱερουσαλήμ, καὶ ἐμοιχῶντο τὰς γυναῖκας τῶν πολιτῶν αὐτῶν, καὶ λόγον ἐχρημάτισαν ἐπὶ τῷ ὀνόματί μου ὃν οὐ προσέταξα αὐτοῖς, λέγει κύριος." 1.202 Ἐν δὲ τῷ τρίτῳ ἔτει τῆς αἰχμαλωσίας ἀπέστειλε Ναβουχο δονόσορ τὸν Ναβουζαρδὰν ἀρχιμάγειρον αὐτοῦ εἰς Ἱερουσαλήμ, καὶ τὸν μὲν οἶκον κυρίου καὶ τὸν
PG 121:235οἶκον τοῦ βασιλέως καὶ τοὺς πε ριλειφθέντας πάντας οἴκους ἐνέπρησε, διαρκέσαντα τὸν θεῖον οἶκον ἀπὸ τῆς πρώτης οἰκοδομῆς ἔτεσι υμβʹ, τοὺς δὲ χαλκοῦς δύο μεγά λους στύλους καὶ τὴν χαλκῆν θάλασσαν καὶ τοὺς ὑποκάτω αὐτῆς δώδεκα μόσχους καὶ τὰ ὑποστηρίγματα καὶ πάντα τὸν ἐν ναῷ κυ ρίου χαλκὸν συντρίψας ἀπήγαγεν εἰς Βαβυλῶνα, καὶ μέντοι καὶ τὰς χρυσᾶς φιάλας καὶ τὰς ἀργυρᾶς καὶ τὰς χαλκᾶς. καὶ οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ τῶν σκευῶν πάντων ὧν ἔλαβε ὁ ἀρχιμάγειρος. τῶν δὲ ἐπιλοίπων Ἰουδαίων τοὺς ἐπισήμους ἀπαγαγὼν πρὸς Να βουχοδονόσορ τοὺς μὲν ἐθανάτωσε τοὺς δὲ δούλους παρέδωκε. τὸν δὲ Σεδεκίαν ἐπὶ σκότει καθίσας μυλωθρεῖν κατεδίκασεν. ἐφ' οὗ ἡ παντελὴς καὶ πρώτη ἅλωσις τῆς Ἱερουσαλὴμ γέγονεν, οὐκέτι βασιλευθείσης ὑπὸ Ἰουδαίων, ἀλλ' ὑπὸ τῶν Χαλδαίων κρατηθεί σης. τοιγαροῦν τρίτον Ναβουχοδονόσορ ἐπόρθησε τὴν Ἱερουσα λήμ, πρῶτον μὲν ὅτε ἐν τῷ τρίτῳ ἔτει Ἐλιακεὶμ ἀνῆλθε καὶ ἔλαβε σὺν τοῖς ἄλλοις καὶ τοὺς ἁγίους τρεῖς παῖδας καὶ Δανιήλ, ἔτος ἄγων τῆς βασιλείας πρῶτον, δεύτερον δὲ ὅτε ἐν τῷ τρίτῳ μηνὶ Ἰεχονίου τοῦ καὶ Ἰωακείμ, ὅτε ἔλαβεν αὐτόν τε τὸν Ἰεχονίαν καὶτὴν μητέρα αὐτοῦ καὶ Ἰεζεκιὴλ τὸν προφήτην, ἔτος ἄγων αὐτὸς τῆς βασιλείας ὄγδοον, καὶ τρίτον ὅτε ἐν τῷ ἑνδεκάτῳ ἔτει τοῦ Σε δεκίου τὸν ναὸν ἐνέπρησε καὶ τὸν Σεδεκίαν ἐξετύφλωσε καὶ τοὺς υἱοὺς αὐτοῦ κατέσφαξε καὶ τὸ πλῆθος ἀπήγαγε αἰχμάλωτον 1.203 ἐπὶ ἔτη ἑβδομήκοντα, ἔτος ἄγων τῆς βασιλείας ἐννεακαιδέκατον. Μετὰ καὶ τοὺς προειρημένους τῶν Ἀσσυρίων βασιλεῖς ἐβασίλευσεν, ὡς εἴρηται, Ναβουχοδονόσορ ἔτη κδʹ, ὃς καὶ τῆς Ἱερου σαλὴμ ἐκράτησεν ἔτη ἑπτά, καὶ πόλιν μεγίστην εἰς Βαβυλῶνα ἔκτισεν, ἐξ ὀπτῆς πλίνθου καὶ λίθων λελαξευμένων, ἐχόντων ἀνὰ τρεῖς πήχεις τὸ πλάτος, καὶ μῆκος ἀνὰ πήχεις ἕξ. τὸ δὲ περί μετρον αὐτῆς ἐποίησε στάδια μʹ, γινόμενα μίλια ϛυʹ, τὸ δὲ ὕψος τοῦ τείχους πήχεις πʹ καὶ τὸ πλάτος πήχεις λʹ, τὸ δὲ ὕψος τῶν πύργων πηχέων ρʹ καὶ τὸ πλάτος ξʹ. τῶν δὲ πυλῶν χαλκῶν οὐ σῶν τὸ ὕψος ἦν πηχέων νʹ, τὸ δὲ πλάτος πηχέων κʹ. ἔγγιστα δὲ τῆς πόλεως ὤρυξε κινστέρναν, καὶ περιετείχισεν ἀξιολόγως· τὸ βάθος αὐτῆς ὀργυιαὶ μʹ, τὸ δὲ περίμετρον αὐτῆς στάδια μʹ. ὕπερ θεν δὲ αὐτῆς κατεφύτευσε δένδρα παντοδαπά, ὡς παρομοιοῦσθαι δασυτάτοις ὄρεσιν· ὃ καὶ κρεμαστὸν παράδεισον ὠνόμασεν· ἐν αὐτῷ μετὰ τῶν γυναικῶν αὐτοῦ περιπολῶν, καὶ τοὺς κάτω καθο ρῶν ἐξ ἀπόπτου, ὑπ' οὐδενὸς τῶν κάτωθεν ὡρᾶτο. ἐκεῖσε δια πορευόμενος στόματι ὑπερηφάνῳ εἶπεν "οὐχ αὕτη ἐστὶν ἡ Βαβυ λὼν ἡ μεγάλη, ἣν ἐγὼ εἰς οἶκον βασιλείας ἐν τῷ κράτει τῆς ἰσχύος μου, εἰς τιμὴν τῆς δόξης μου ᾠκοδόμησα;" καὶ ἔτι τοῦ λόγου ἐν τῷ στόματι αὐτοῦ ὄντος φωνὴ ἐκ τοῦ οὐρανοῦ γέγονε "σοὶ λέγεται Ναβουχοδονόσορ· ἡ βασιλεία σου παρῆλθεν ἀπὸ σοῦ, καὶ ἀπὸ ἀνθρώπων ἐκδιώξουσί σε, καὶ μετὰ θηρίων ἡ κατοίκησίς σου, καὶ 1.204 χόρτον ὡς βοῦν ψωμιοῦσί σε, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπί σε, ἕως οὗ γνῷς ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώ πων, καὶ ᾧ ἂν δόξῃ δώσει αὐτήν." καὶ αὐτῇ τῇ ὥρᾳ ὁ λόγος συνετελέσθη, καὶ ἀπὸ τῶν ἀνθρώπων ἐξεδιώχθη, καὶ ἐν ἐρήμοις ηὐλίσθη καὶ ὄρεσι· γέγονε γὰρ τὰ ἔμπροσθεν αὐτοῦ σὺν τῇ κεφα λῇ ὡς βοῦς, καὶ οἱ πόδες σὺν τοῖς ὀπισθίοις ὡς λέων. ἀπεκα λύφθη δὲ τῷ ἁγίῳ Δανιὴλ περὶ τούτου, ὅτι διὰ τὴν ἄλογον αὐτοῦ φιληδονίαν καὶ σκληροκαρδίαν ὑπὸ ζυγὸν ὡς βοῦς ἐγένετο τῷ Βε λιάρ, λέων δὲ διὰ τὸν τυραννικὸν καὶ ἁρπακτικὸν καὶ θηριωδέστα τον αὐτοῦ τρόπον· οἱ γὰρ δυνάσται ταύτην ἔχουσι τὴν ἀρχήν, ἐπὶ τέλει δὲ ὡς θῆρες ἁρπάζουσιν ὀλοθρεύοντες καὶ ἀναιροῦντες. καὶ ὡς βοῦς ἤσθιε χόρτον, καὶ αἱ τρίχες αὐτοῦ ηὐξήθησαν, καὶ οἱ ὄνυχες ἐγένοντο ὡς ὀρνέου, καὶ ἡ σὰρξ ἐν ἑπτὰ καιροῖς ἐπαχύνθη καὶ ἐμελανώθη τῇ κακοπαθείᾳ, καὶ ἡ γλῶσσα αὐτοῦ ἤρθη τοῦ μὴ λαλεῖν. καὶ νοῶν εὐθὺς ἐδάκρυε, καὶ ἀπὸ τοῦ κλαίειν οἱ ὀφθαλ μοὶ αὐτοῦ ἐγένοντο ὡς κρέας. καὶ πολλοὶ ἐξιόντες οὐχ ἑώρων αὐ τὸν πλὴν τοῦ ὁσίου Δανιήλ· οὗτος γὰρ πάντα τὸν χρόνον τῆς ἀλ λοιώσεως
PG 121:237αὐτοῦ ἐν προσευχαῖς ἦν περὶ αὐτοῦ. καὶ μετὰ τὸ ἀλλα γῆναι τοὺς ἑπτὰ καιροὺς ἀποκατέστη εἰς ἑαυτόν, καὶ ἐποίησε ἓξ ἥμισυ χρόνους ὑποπίπτων καὶ ἐξομολογούμενος τῷ κυρίῳ, μήτε ἄρτον φαγὼν μήτε οἶνον πιών, ἀλλ' ἐν ὀσπρίοις βρεκτοῖς καὶ λα χάνοις διαζῶν κατὰ τὴν τοῦ μεγάλου Δανιὴλ προσλάλησιν, καὶ τὸν κύριον ἐξιλεούμενος πάντα τὸν χρόνον τῆς ζωῆς αὐτοῦ. μετὰ 1.205 δὲ ταῦτα πάλιν φησὶν ὁ αὐτὸς περὶ τῆς ἑαυτοῦ ἀποκαταστάσεως "ἐν τῷ καιρῷ ἐκείνῳ αἱ φρένες μου ἐπεστράφησαν ἐπ' ἐμέ, καὶ εἰς τιμὴν τῆς βασιλείας μου ἦλθον, καὶ ἡ μορφή μου ἐπέστρεψεν ἐπ' ἐμέ, καὶ οἱ τύραννοί μου καὶ οἱ μεγιστᾶνές μου ἐζήτουν με, καὶ περὶ τὴν βασιλείαν μου ἐκραταιώθην, καὶ μεγαλωσύνη περισσο τέρα ἐτέθη μοι. νῦν οὖν ἐγὼ Ναβουχοδονόσορ αἰνῶ καὶ ὑπερυψῶ καὶ δοξάζω τὸν βασιλέα τοῦ οὐρανοῦ, ὅτι πάντα τὰ ἔργα αὐτοῦ ἀληθινὰ καὶ αἱ τρίβοι αὐτοῦ κρίσεις, καὶ πάντας τοὺς πορευομένους ἐν ὑπερηφανίᾳ δύναται ταπεινῶσαι." τὴν τοίνυν ἐκ θεοῦ δοθεῖσαν πολυολβίαν ῥώμην τε καὶ περιφάνειαν ὁ θεῖος λόγος ὑπ εμφαίνων διὰ Ἱερεμίου φάσκει "τάδε λέγει κύριος· ἰδοὺ δέδωκα πᾶσαν τὴν γῆν τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος δουλεύειν αὐτῷ, καὶ τὰ θηρία τοῦ ἀγροῦ ἐργάζεσθαι αὐτῷ. καὶ τὸ ἔθνος καὶ ἡ βασιλεία, ὅσοι ἂν μὴ ἐμβάλωσι τὸν τράχηλον αὐτῶν ὑπὸ τὸν ζυγὸν αὐτοῦ, ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ σκέψομαι αὐτούς, ἕως ἂν ἐκλείπωσιν ἐν χειρὶ αὐτοῦ." καὶ "ἰταμόν ἐστι, καὶ οὐκ ἐλεή σει. φωνὴ αὐτοῦ ὡς θάλασσα κυμαίνουσα. ἐφ' ἵπποις πολλοῖς καὶ ἅρμασι παρατάξεται ὡς πῦρ, εἰς πόλεμον ἐπὶ σέ, θύγατερ Σιών." καὶ "ἀπὸ φωνῆς ὁρμῆς αὐτοῦ καὶ ἀπὸ τῶν ὅπλων τῶν ποδῶν αὐτοῦ καὶ ἀπὸ σεισμοῦ τῶν ἁρμάτων καὶ ἤχου τροχῶν αὐ τοῦ οὐκ ἐπιστραφήσονται πατέρες ἐπὶ υἱοὺς αὐτῶν, ἀπὸ ἐκλήσεως χειρῶν αὐτῶν." καὶ "ἐκ Δὰν ἀκουσθήσεται φωνὴ ὀξύτητος ἵπ πων αὐτοῦ." καὶ διὰ Ἰεζεκιὴλ οὕτως λέγει "ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ Σὸρ Ναβουχοδονόσορ βασιλέα Βαβυλῶνος, ὅς ἐστι βασιλεὺς βα 1.206 σιλέων, μεθ' ἵππων καὶ ἁρμάτων καὶ συναγωγῆς ἐθνῶν πολλῶν σφόδρα καὶ περιβαλεῖ σοι τάφρον, καὶ οἰκοδομήσει σε κύκλῳ χά ρακα καὶ περίστασιν ὅπλων, καὶ τὰς λόγχας αὐτοῦ ἀπέναντί σου δώσει. τὰ τείχη σου καὶ τοὺς πύργους σου καθελεῖ ἐν τοῖς ὅπλοις αὐτοῦ· ἀπὸ δὲ τοῦ πλήθους τῶν ἵππων αὐτοῦ καλύψει σε κονιορ τὸς αὐτῶν." καὶ πάλιν "τάδε λέγει Ἀδωναῒ κύριος. ἰδοὺ ἐγὼ δίδωμι τῷ Ναβουχοδονόσορ τὴν γῆν Αἰγύπτου, καὶ λήψεται τὸ πλῆθος αὐτῆς, καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς, καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς. ἀντὶ τῆς λειτουργίας ἧς ἐδούλευσεν ἐπὶ Τύ ρον δέδωκα αὐτῷ τὴν γῆν Αἰγύπτου, καὶ ἀπολῶ τὸ πλῆθος Αἰ γυπτίων δι' αὐτοῦ." εἰκότως οὖν ἔλεγε πρὸς αὐτὸν Δανιήλ "σὺ βασιλεὺς βασιλέων, ᾧ ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἰσχυράν τε καὶ κραταιὰν ἔδωκεν, ἔντιμον ἐν παντὶ τόπῳ ὅπου κατοικοῦσιν υἱοὶ τῶν ἀνθρώπων. θηρία τε τοῦ ἀγροῦ καὶ πετεινὰ τοῦ οὐρανοῦ ἔδωκεν ἐν τῇ χειρί σου, καὶ κατέστησέ σε κύριον πάντων. καὶ σὺ εἶ ἡ χρυσῆ κεφαλὴ τῆς εἰκόνος, καὶ τὸ δένδρον ὃ εἶδες τὸ μεγα λυνθέν, οὗ τὸ ὕψος ἔφθασεν εἰς τὸν οὐρανὸν καὶ τὸ κύτος αὐτοῦ εἰς πᾶσαν τὴν γῆν, καὶ ὑποκάτω αὐτοῦ κατῴκουν τὰ θηρία, ὅτι ἐμεγαλύνθης καὶ ὑπερίσχυσας, καὶ ἡ μεγαλωσύνη σου ἔφθασεν εἰς τὸν οὐρανὸν καὶ ἡ κυρεία σου εἰς τὰ πέρατα τῆς γῆς." Μετὰ δὲ Ναβουχοδονόσορ ἐβασίλευσεν Οὐλεμαροδὰχ υἱὸς αὐτοῦ ἔτη εʹ, ὃς τὸν Ἰεχονίαν λύσας τῶν δεσμῶν ἐποίησε συνεστιά τορα αὐτοῦ. περὶ οὗ καὶ ἡ τῶν βασιλειῶν ἱστορία καὶ ὁ θεῖος Ἱερεμίας ἔφη "καὶ ἐγένετο ἐν τῷ τριακοστῷ ἑβδόμῳ ἔτει ἀποικι 1.207 σθέντος τοῦ Ἰωακεὶμ βασιλέως Ἰούδα, ἐν τῷ δεκάτῳ μηνί, ἐν τῇ τετάρτῃ καὶ εἰκάδι τοῦ μηνός, ἔλαβεν Εὐελὰδ Οὐλεμαροδὰχ βα σιλεὺς Βαβυλῶνος, ἐν τῷ ἐνιαυτῷ ᾧ ἐβασίλευσε, τὴν κεφαλὴν βασιλέως Ἰούδα Ἰωακείμ, καὶ ἐξήγαγεν αὐτὸν ἐξ οἴκου οὗ ἐφυλάττετο, καὶ ἐλάλησεν αὐτῷ χρηστά, καὶ ἔδωκεν αὐτῷ τὸν δίφρον ἐπάνω τῶν θρόνων τῶν βασιλέων τῶν μετ' αὐτοῦ ἐν Βαβυλῶνι, καὶ ἤλλαξε τὴν στολὴν τῆς φυλακῆς αὐτοῦ,
PG 121:241καὶ ἤσθιε διὰ παντὸς ἄρτον κατὰ πρόσωπον αὐτοῦ, πάσας τὰς ἡμέρας ἃς ἔζησεν." Ἰωα κεὶμ δὲ οὗτος ἐστὶ καὶ Ἰεχονίας· Ἰωακεὶμ γὰρ τὸν τούτου πατέρα, ἐφ' οὗ καὶ Δανιὴλ ᾐχμαλωτίσθη, Ναβουχοδονόσορ ἀνελὼν ἐν Ἱε ρουσαλὴμ ἔρριψεν ἔξω τοῦ τείχους. Μετὰ δὲ Οὐλεμαροδὰχ ἐβασίλευσε Βαλτάσαρ ὁ ἀδελφὸς αὐτοῦ ἔτη τρία· ὃς μιάνας τὰ ἱερατικὰ σκεύη τοῦ θεοῦ ἐν τῷ συμποσίῳ, ἅπερ ἤγαγεν ὁ πατὴρ αὐτοῦ Ναβουχοδονόσορ ἐξ Ἱε ρουσαλήμ, ἀνῃρέθη κατὰ θείαν ὀργήν. φησὶ γὰρ πρὸς αὐτὸν τηνικαῦτα Δανιήλ "ὁ θεὸς ὁ ὕψιστος τὴν βασιλείαν καὶ τὴν μεγα λωσύνην ἔδωκε Ναβουχοδονόσορ τῷ πατρί σου, καὶ ἀπὸ τῆς μεγα λωσύνης αὐτοῦ πάντες οἱ λαοὶ φυλαὶ γλῶσσαι ἦσαν τρέμοντες, καὶ φοβούμενοι ἀπὸ προσώπου αὐτοῦ. καὶ οὓς ἐβούλετο ἀνῄρει, καὶ οὓς ἤθελεν ἔσωζε. καὶ ὅτε ὑψώθη ἡ καρδία αὐτοῦ καὶ τὸ πνεῦμα αὐτοῦ ἐκραταιώθη τοῦ ὑπερηφανεύεσθαι, κατῃσχύνθη ἀπὸ τοῦ θρόνου τῆς βασιλείας αὐτοῦ, καὶ ἡ τιμὴ αὐτοῦ ἀφῃρέθη ἀπ' αὐ τοῦ, καὶ ἀπὸ τῶν ἀνθρώπων ἐξεδιώχθη, καὶ μετὰ τῶν θηρίων 1.208 ἐδόθη, καὶ μετὰ τῶν ὀνάγρων ἡ κατοίκησις αὐτοῦ, καὶ χόρτον ὡς βοῦν ἐψώμιζον αὐτόν, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη, ἕως οὗ ἔγνω ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἂν δόξῃ, δώσει αὐτήν. καὶ σὺ οὖν ὁ υἱὸς αὐτοῦ Βαλτάσαρ οὐκ ἐταπείνωσας τὴν καρδίαν σου, καὶ οἱ μεγι στᾶνες καὶ οἱ παράκοιτοι καὶ αἱ παλλακαί σου οἶνον ἐπίνετε ἐν τοῖς ἁγίοις σκεύεσι." διὰ τοῦτο ἀπεστάλη ἀστράγαλος χειρὸς ἐκ προσώπου αὐτοῦ, καὶ τὴν γραφὴν αὐτοῦ ἐνέταξεν, ὡς προε γράφη. Καὶ μετὰ τὸ ἀναιρεθῆναι Βαλτάσαρ Δαρεῖος παρέλαβε τὴν βασιλείαν ὁ Μῆδος, ὁ καὶ Ἀρταξέρξης καὶ Ἀστυάγης, ἔτη ιζʹ. ὃς ἔσχε γυναῖκα τὴν τοῦ Μαρδὸχ Ἐσθήρ, ἐπιλεχθεῖσαν διὰ κάλ λος ἐκ τῶν Ἑβραϊκῶν νεανίδων· ἥτις καὶ τὸν ἴδιον λαὸν τὸν Ἰουδαϊκὸν ἀναιρεῖσθαι μέλλοντα ἐξ ἐπιβουλῆς Ἀμὰν τοῦ ἀρχιστρατή γου λυτρωσαμένη, παρεσκεύασεν ἐκεῖνον ἀνασκολοπισθῆναι εἰς ὅπερ ξύλον ἐβουλεύσατο Μαρδοχαῖον τὸν ἑαυτῆς ἀνασκολοπίσαι θεῖον, μὴ τιμῶντα αὐτὸν καὶ προσκυνοῦντα. φησὶ γάρ τις τῶν μεγιστάνων "ἰδοὺ ξύλον ἔστησεν Ἀμὰν τῷ Μαρδοχαίῳ πηχῶν νʹ." καὶ εἶπεν ὁ βασιλεύς "σταυρωθήτω Ἀμὰν ἐκεῖ." καὶ ἐγένετο οὕ τως κατὰ τὴν κέλευσιν τοῦ βασιλέως Ἀρταξέρξου. εἰκότως οὖν πεπλήρωται ἡ γραφὴ ἡ λέγουσα "ὁ ποιῶν πονηρὰ εἰς αὐτὰ ἐγκυλισθήσεται, καὶ ὃς δ' ἂν ἐκκαύσῃ κακίαν, ἀπολεῖται ὑπ' αὐτῆς. καὶ ὃς παρασκευάζεται δίκτυον ἐπὶ πρόσωπον τοῦ πλησίον, περι βαλεῖ αὐτὸ τοῖς ἑαυτοῦ ποσί. καὶ ὁ ὀρύσσων βόθρον τῷ πλησίον 1.209 εἰς αὐτὸν ἐμπεσεῖται." καὶ "δι' ὧν τις ἁμαρτάνει, δι' αὐτῶν καὶ κολάζεται." ἐφ' οὗ Ἀρταξέρξου, τοῦ καὶ Ἀστυάγου, καὶ τῷ Δανιὴλ ὡράθησαν αἱ διὰ τοῦ ἀρχαγγέλου ὀπτασίαι, καὶ ὁ χρόνος ἐδηλώθη τῆς Χριστοῦ παρουσίας. ὅστις καὶ φθονηθεὶς ὑπὸ τῶν μεγιστάνων διὰ τὸ μεγάλως τιμᾶσθαι ὑπὸ τοῦ βασιλέως ἐβλήθη ἐν τῷ λάκκῳ τῶν λεόντων· ὃς καὶ ἀβλαβὴς διετηρήθη τῇ χάριτι τοῦ θεοῦ. Μετὰ δὲ Δαρεῖον ἐβασίλευσε Κῦρος ὁ Πέρσης ἔτη λβʹ, ὃς ἀνελὼν Δαρεῖον πάσης γῆς ἐκράτησεν. Ἐν τοῖς χρόνοις τῶν κριτῶν καὶ οἱ Ἀργωναῦται οἱ περὶ Ἰάσονα τὸν Θεσσαλονικέα καὶ Πολυδεύκην καὶ Ὕλαν καὶ Τελαμῶνα καὶ τοὺς λοιποὺς πρὸς τὴν Κολχίδα ἐκπλέοντες, καὶ διὰ τοῦ ἀνά πλου πρὸς τὴν Ποντικὴν θάλασσαν διαβῆναι θέλοντες, ἀντιστάν τος αὐτοῖς Κυζίκου τοῦ ἐν Ἑλλησπόντῳ τοπαρχοῦντος ἐν ναυμαχίᾳ, τὸν μὲν ἐφόνευσαν, τὴν δὲ Κύζικον ἔλαβον, μητρόπολιν οὖσαν Ἑλλησπόντου. καὶ μαθόντες ὅτι Κύζικος ὁ σφαγεὶς παρ' αὐτῶν συγγενὴς ἦν αὐτοῖς, συγγνώμην ᾐτοῦντο, καὶ κτίζουσιν ἱερὸν θαυ μάσιον οἷον. πρὸς δὲ τὸ τῶν θερμῶν μαντεῖον γενόμενοι καὶ θυσάμενοι ἐπύθοντο "προφήτευσον ἡμῖν, Φοῖβ' Ἄπολλον, τίνος ἂν εἴη δόμος οὗτος;" καὶ ἀκούουσιν "ὅσα μὲν πρὸς ἀρετὴν καὶ κόσμον ὄρωρε, ποιεῖτε. ἐγὼ δὲ ἐφετμέω τρεῖν ἕνα μοῦνον ὑψι μέδοντα θεόν, οὗ λόγος ἄφθιτος ἐν ἀδαεῖ κούρῃ ἔγκυος ἔσται. 1.210 οὗτος ὥσπερ τόξον πυριφόρον
PG 121:243μέσον διαδραμὼν ἅπαντα κόσμον, ζωγρήσας πατρὶ προσάξει δῶρον. αὐτῆς ἔσται δόμος οὗτος· Μαρία δὲ τοὔνομα αὐτῆς." τοῦτον τὸν χρησμὸν ἐν λίθῳ μαρμαρίνῳ χαλκέοις γράμμασι γράψαντες εἰς τὸ τοῦ ναοῦ ὑπέρθυρον ἀνέθεσαν, τότε μὲν καλέσαντες τὸν οἶκον Ῥέας μητρὸς θεῶν, ὕστερον δὲ ἐπὶ Ζήνωνος τοῦ βασιλέως ναὸς τῆς ἁγίας θεοτόκου μετωνόμασται. ἐκεῖθεν τοίνυν οἱ Ἀργωναῦται ἐξορμήσαντες, καὶ διὰ τοῦ ἀνάπλου βουλόμενοι παρελθεῖν, ἐκωλύοντο ὑπὸ Ἀμύκου στρατευομένου κατ' αὐτῶν. δεδιότες οὖν κόλπῳ τινὶ ἀγρίῳ καὶ ἀλσώδει προσίσχουσι. κἀκεῖ ὀπτασίαν θείαν ἐξ οὐρανοῦ αὐτοῖς ἐπιφανεῖσαν ἐν ἀνδρὸς φοβεροῦ εἴδει, πτέρυγας ὡς ἀετοῦ περικει μένου, θεασάμενοι, τούτῳ καταθαρρήσαντες εἰς πόλεμον τῷ Ἀμύκῳ συμβάλλουσι. καὶ ἀποκτείναντες αὐτὸν ἔκτισαν ἐν τῷ τῆς ὀπτασίας τόπῳ ἱερόν. καὶ δι' εἰκόνος τῆς αὐτοῖς ὁραθείσης μορ φῆς τὸ ἐκτύπωμα ἀναστηλώσαντες Σωσθένιον τὸ ἱερὸν ὠνόμασαν διὰ τὸ ἐν τούτῳ αὐτοὺς σωθῆναι. τοῦτο τὸ ἱερὸν ὕστερον ὁ μέγας ἐν βασιλεῦσι Κωνσταντῖνος κατ' ὄναρ χρηματισθεὶς μετεποίησε, καὶ τὸ μὲν θυσιαστήριον πρὸς ἀνατολὰς ὁρᾶν ἐτύπωσε, τὸν δὲ ναὸν τοῦ ἀρχαγγέλου Μιχαὴλ ἐκάλεσε, πᾶσαν καλλιεργίαν καὶ καρποφορίαν ἐν αὐτῷ τυπώσας. μετὰ δὲ τὴν νίκην Ἀμύκου οἱ Ἀργωναῦται μεθ' Ἡρακλέους ἐπὶ τὴν Ποντικὴν θάλασσαν ἐκπλεύσαντες πόλιν ἐδείμαντο ἐπὶ τῷ τοῦ Ἡρακλέους ὀνόματι. εἶτα διὰ τὸ χρυσοῦν δέρας ἐπὶ τὴν Κολχίδα διαπεράσαντες αὐτό τε καὶ 1.211 Μήδειαν τὴν τοῦ βασιλέως Κολχίδος θυγατέρα, Ἰάσονος ἐρασθεῖ σαν, ἀνελόμενοι ὑπέστρεψαν. τότε καὶ Τρὼς τῆς Φρυγῶν χώρας ἦρχεν, ὁ Ἴλου καὶ Γανυμήδους πατήρ. οὗτος δύο πόλεις Τροίαν καὶ Ἴλιον ᾠκοδόμησε, καὶ τοὺς ἀστυγείτονας εἰς τὸν ἐγκαινισμὸν τῶν πόλεων προσκαλεσάμενος τοῦ Μυκηναίων ἀνάσσοντος Ταντά λου ἐπελάθετο· ὃς καὶ εἰς ἔχθραν αὐτῷ διὰ τοῦτο ἀντεκατέστη. ἦν δὲ ὁ Τρὼς πρὸ τῆς τῶν πόλεων οἰκοδομῆς εὐξάμενος εὐχὴν τῷ Διί, θυσίας καὶ δῶρα πέμπων εἰς Εὐρώπην. καὶ ἐπεὶ αἱ πόλεις ἐτελέσθησαν, τὸν Γανυμήδην σὺν ἀνδράσι πεντήκοντα δῶρά τε καὶ θυσίας πρὸς τὸ τοῦ Διὸς ἱερὸν ἐκπέμπει. Τάνταλος δὲ δόλον οἰη θείς, δύναμιν ἀποστείλας ἥρπασε Γανυμήδην καὶ τοὺς μετ' αὐτοῦ, οἳ καὶ ἔλεγον θυσίας κομίζειν τῷ Εὐρωπαίῳ Διί. ὁ δὲ Γανυμή δης διὰ τὴν αἰσχύνην ἅμα καὶ τὸν φόβον ἀρρωστεῖ, καὶ συγγνώ μης τυγχάνει, ἀλλὰ μετ' ὀλίγον τελευτᾷ. καὶ τὰ μὲν δῶρα τοῦ Ταντάλου κελεύσαντος τῷ ἱερῷ τοῦ Διὸς ἀπεδόθη, τὸ δὲ λείψα νον αὐτοῦ ἐν τῷ ναῷ ἔνδον ἀπετέθη. ἐντεῦθεν ἐμυθεύσαντο τὸν Δία γενόμενον ἀετόν, διὰ τὸ τῆς ἁρπαγῆς ὀξύ, τὸν Γανυμήδην ἀναλαβεῖν εἰς τὸ οἰνοχοεῖν αὐτῷ. Ἐν τοῖς αὐτοῖς χρόνοις τῶν κριτῶν ἐβασίλευσε τῆς Εὐρώπης ὁ Λάπαθος, ἔσχε δὲ δύο υἱοὺς Ἀχαιὸν καὶ Λάκωνα. τελευτή σαντος δὲ τοῦ πατρὸς εἰς δύο κατεμερίσθη ἡ ἀρχή. ὁ τοίνυν Λά κων τὴν ἡμίσειαν χώραν λαχὼν Λακωνικὴν ἐκάλεσεν· ἧς τριάκοντα τρεῖς χρόνους βασιλεύσας ἔκτισε πόλιν παράλιον τὴν Γαθυνίαν. 1.212 καὶ μετ' αὐτὸν ἄλλοι τινὲς ἦρξαν ἕως Θεστίου, ὃς παρὰ τὸν Εὐ ρώταν ποταμὸν πόλιν οἰκοδομεῖ τὴν Θεστίαν. οὗτος ὁ Θέστιος τῶν Λακώνων βασιλεύσας τίκτει θυγατέρας τρεῖς εἰς ὑπερβολὴν εὐπρεπεῖς, Λήδαν καὶ Κλυτίαν καὶ Μελίππην, αἳ καὶ Λακωνίδες ἐκαλοῦντο. τὴν μέντοι Λήδαν Τυνδάρεως λαβὼν εἰς γυναῖκα, ὃς καὶ μετὰ Θέστιον τῆς τῶν Λακώνων χώρας ἐπεκράτησεν, ἔσχεν ἐξ αὐτῆς τὴν Κλυταιμνήστραν, ἣν μετὰ ταῦτα Ἀγαμέμνων ἠγάγετο γυναῖκα, τῶν Μυκηναίων ὁ βασιλεύς. ἡ μέντοι Λήδα ἐν προα στείῳ παρὰ τὸν Εὐρώταν ὡραϊζομένη, ἐπεὶ Τυνδάρεως μὴ παρὼν ἦν, μοιχευθεῖσα ὑπὸ νεωτέρου τινὸς Κύκνου καλουμένου, υἱοῦ Ἐδερίωνος βασιλέως Ἀχαΐας, τίκτει βρέφη τρία ἐν ἑνὶ τοκετῷ, Κάστορα Πολυδεύκην καὶ Ἑλένην. ἦν δὲ ἡ Ἑλένη ὡραιοτάτη,ἣν ὁ Τυνδάρεως Μενελάῳ ἀδελφῷ Ἀγαμέμνονος, βασιλεύοντι τότε τῶν Ἀργείων, εἰς γυναῖκα ἐξέδοτο. εἰκῇ οὖν τὸν Δία κύκνον γενέσθαι καὶ τῇ Λήδᾳ συνελθεῖν μεμυθολογήκασιν οἱ ποιηταί. Ἐν τοῖς χρόνοις τοῦ κριτοῦ Σαμψὼν
PG 121:245Δάρδανος μὲν υἱὸς Ἴλου τῶν Φρυγῶν, Ἑλλήνων δὲ καὶ τῆς Ἑλλάδος Ἄβαντος ἔτη κγἐβασίλευσε. Προῖτος δὲ μετ' αὐτὸν ἔτη ιζʹ. τούτου ἡ γυνὴ Σθενέβοια ἡ καὶ Ἄντεια Βελλεροφόντου ἐρῶσα, ὃν Προῖτος εὑρὼν χαμαιρ ριφῆ καὶ ἀναθρεψάμενος καὶ τιμῆς ἠξιωκὼς ὁμοδίαιτον εἶχε, τού του μανικῶς ἐρῶσα ἡ Ἄντεια, πολλάκις τε προαγωγοὺς πεπομ φυῖα, καὶ ἀποκρουσθεῖσα δι' ἀρετὴν τοῦ νέου καὶ πίστιν τὴν πρὸς τὸν εὐεργέτην, πρὸς τὸν ἄνδρα Προῖτον διαβάλλει. ὁ δὲ μὴ 1.213 εἶναι νόμον ἔφη τῷ ἁλῶν κοινῶν μετασχόντι εἰς ψυχὴν ἐπιβουλεῦ σαι· ἀλλὰ τῷ σῷ πατρὶ Ἰοβάτῃ γράψας αὐτὸν ἀποστελῶ, μεθ' οὗ οὐδέποτε ἔφαγεν ἄρτον, καὶ αὐτὸς τοῦτον ἀναιρήσει. γράψας οὖν καὶ σφραγῖδι σφραγίσας βασιλικῇ τὸ γράμμα ἀποστέλλει. ἀπῄει δὲ οὗτος μηδὲν ὑφορώμενος κακόν. εὑρίσκει οὖν αὐτὸν ἐν τῷ ἀρίστῳ, καὶ ὡς ὑπὸ τοῦ γαμβροῦ ἀπεσταλμένον ὁμοτράπεζον ἐποίησε. μετὰ δὲ ταῦτα ἀναγνοὺς τὸ γράμμα οὔτε φονεύειν διὰ τὸν τῆς συνεστιάσεως νόμον εὐχερῶς εἶχεν, ἀλλὰ καὶ συκοφαντίαν τὸ πρᾶγμα ἐκ τεκμηρίων πλειόνων καταμαθὼν ἐφείσατο αὐτοῦ. οὕτως οἶδεν ἀρετὴ τὸν κεκτημένον ἀπολυτροῦσθαι κακῶν. μετὰ δὲ Προῖτον ὁ δεύτερος Ἀκρίσιος ἐβασίλευσεν ἔτη λαʹ. μεθ' ὃν Πέλοψ ἔτη λβʹ, ὃς καὶ πόλιν κτίσας Πελοπόννησον ταύτην ὠνόμα σεν· ἐξ οὗ καὶ Πελοποννήσιοι οἱ Ἑλλαδικοὶ λέγονται. Τότε καὶ Δημόκριτος ἐγνωρίζετο φιλόσοφος, ὃς ἐδίδασκε πρὸς τοῖς ἄλλοις ὅτι δεῖ τὸν φιλοσοφεῖν ἐθέλοντα πάντων ἀπέχε σθαι κακῶν, σωφροσύνην ἀσκεῖν, καὶ πάντα ὀρθῶς νοεῖν καὶ πράττειν, καὶ οὕτως ἔστι τὸ ἐννεαγράμματον μαθεῖν· καὶ οὕτως, φησίν, ὄψει τὸν υἱὸν τοῦ θεοῦ λόγον, τὸν ἀπαθῆ, παθητὸν νεο φανῆ. Τούτῳ συνήκμαζε καὶ Ἱπποκράτης φιλοσοφῶν καὶ ἰατρικὴν ὡς ἄριστα κατορθούμενος. ᾧ ἦν ἀδελφὸς Σώσανδρος ὀνομαζό μενος καὶ τὴν ἱππιατρικήν, ἅμα δὲ καὶ πάντων τῶν κτηνῶν τέχνην 1.214 μετερχόμενος· πρὸς ὅν φασιν εἰρηκέναι τὸν Ἱπποκράτην "ἢ τὸ ὄνομα μετάβαλε ἢ τὴν τέχνην μετάμαθε." Μετὰ Πέλοπα ἐβασίλευσεν Ἀτρεὺς ἔτη κʹ, εἶτα Θυέστης ἔτη ιβʹ, μεθ' ὃν Ἀγαμέμνων ἔτη ιηʹ, εἶτα Αἴγισθος ἔτη ζʹ. κατέσχεν οὖν ἡ βασιλεία Ἑλλήνων ἤτοι Πελοποννησίων ἔτη ἑκατὸν ἑξήκοντα τέσσαρα. Ἐν τοῖς ἀνωτέρω τῶν εἰρημένων χρόνοις Μίνως τῆς Κρή της, ὁ υἱὸς τῆς Εὐρώπης, ἐβασίλευσε, καὶ θαλασσοκρατῶν Ἀθη ναίους ἐπολέμει καὶ νόμους ἐξετίθει. τότε καὶ Δαίδαλος καὶ ὁ Ἴκαρος καὶ ὁ Ταῦρος ἕνεκεν τῆς Πασιφάης τῆς Μίνωος ἐθρυ λοῦντο γυναικός. ἐκ τοῦ Ταύρου μὲν οὖν νοταρίου αὐτῆς ὄντος μοιχευθεῖσα ἔτεκεν υἱόν, ὃς Μινώταυρος ἐκλήθη. ἡ δὲ Πασιφάη ὑπὸ Μίνωος μετὰ δύο δουλίδων κλεισθεῖσα ἐν οἰκήματι νόσῳ τελευ τᾷ. Ἴκαρος δὲ τῆς εἰρκτῆς ὑπαλύξας, ὡς ἔπλει, ἐποντίσθη. Δαί δαλος δὲ ἐσφάγη. Ἡρακλῆς δὲ καὶ αὐτός, ὁ τοῖς ἄθλοις πολυθρύλητος, μετὰ τὴν ἀπὸ Κολχίδος μετὰ τῶν Ἀργωναυτῶν ὑποστροφὴν ἐν Λιβύῃ γενόμενος καὶ Ἀνταίῳ συμβαλὼν δαιμονιώδη τινὰ καὶ μυσαρὰ φάσματα τελοῦντι, καὶ νικήσας αὐτόν, νόσῳ λοιμώδει περιπίπτει, καὶ μανεὶς εἰς πῦρ ἑαυτὸν ῥίψας τελευτᾷ. Μετὰ Μίνωα Μινώταυρος ὁ Πασιφάης καὶ Ταύρου βασι λεύει. ὕβριν δὲ οἱ συγκλητικοὶ τὸ ὑπὸ μοιχογεννήτου βασιλεύε 1.215 σθαι ἡγούμενοι, Θησέα προτρέπονται τὸν υἱὸν Αἰγέως βασιλέως Θεσσαλίας εἰς πόλεμον κατ' αὐτοῦ διαπερᾶν. ὑπισχνοῦνται δὲ αὐτῷ αὐτόν τε προδοῦναι Μινώταυρον καὶ Ἀριάδνην τὴν Μίνωος καὶ Πασιφάης καὶ πᾶσαν Κρήτην. διαπερᾷ γοῦν εἰς τὴν Κρήτην ἐξ αίφνης ὁ Θησεύς. ὁ γοῦν στρατηγὸς καὶ πάντες τὸν Μινώταυρον ἐν Γορτύνῃ ἀφέντες σχῆμα φυγῆς ἐποιήσαντο. γνοὺς δὲ αὐτὸς τὴν προδοσίαν φεύγει εἰς τὴν Λαβυρίνθων χώραν, καὶ ἐν σπηλαίῳ λανθάνει κρυβείς, ἕως ὑπό τινος τῷ Θησεῖ μηνυθεὶς ἐσφάγη. ὁ δὲ Θησεὺς εἰς Γορτύνην εἰσελθὼν ἐθριάμβευσεν. Αἰγεὺς δὲ ὁ τούτου πατὴρ τὴν φυγὴν ἀκούσας τῶν Κρητῶν, καὶ ὡς δόλῳ ὑπο νοήσας ἀπώλετο Θησεύς, λύπῃ καταποθεὶς ἔρριψεν ἑαυτὸν εἰς τὴν θάλασσαν καὶ ἀπεπνίγη· ὅθεν καὶ Αἰγαῖον τὸ πέλαγος ὠνόμασται. ὁ δὲ Θησεὺς τὴν Κρήτην ἐάσας, καταφρονήσας δὲ καὶ Ἀριάδνης, ἥτις ἐν τῷ ἱερῷ τοῦ Διὸς
PG 121:249παρεδρεύουσα παρθένος, ὥς φασι, τε λευτᾷ, τῆς Θεσσαλίας βασιλεύσας ἠγάγετο γυναῖκα Φαίδραν. ἣ καὶ ἐσυκοφαντήθη ὡς Ἱππολύτῳ, υἱῷ μὲν Θησέως ἐκ παλλακῆς αὐτῆς δὲ προγονῷ, πορνικῶς μιγεῖσα. ὁ μὲν οὖν Ἱππόλυτος ἔφιπ πος σύαγρον διώκων τοῦ ἵππου ἐξετινάχθη, τοῦ δὲ λώρου τοῦ χαλινοῦ περιελιχθέντος τοῖς δακτύλοις αὐτοῦ ἐσύρη ὑπὸ τοῦ ἵππου, καὶ τῇ ἕκτῃ ἡμέρᾳ τελευτᾷ. ἐφ' ᾧ ὁ Θησεὺς σφοδρῶς ἀνιαθείς, ἀλλὰ καὶ τὴν Φαίδραν καίτοι πολλὰ ἐξομνυμένην λοιδορήσας ἀπὸ ὄψεως ἐποίησεν. αὐτὴ δὲ τῇ ὑπερβολῇ τῆς θλίψεως δεινοπαθή σασα ἐτεθνήκει. τότε καὶ Εὐρυσθεὺς ἐκράτει τῶν Λακεδαιμονίων 1.216 ἔτη μβʹ καὶ ἄλλοι μετ' αὐτὸν ηʹ. τὰ δὲ πάντα ἔτη κατέσχεν ἡ αὐτῶν ἀρχὴ τκεʹ. Ὅτι ἐν τοῖς χρόνοις Σαοὺλ πρῶτον ἀγῶνα οἱ Πισαῖοι ἐν Ὀλυμπίᾳ κατεβάλοντο καὶ Διὶ Ὀλυμπίῳ κοσμικὴν πρώτην ἐπετέλεσαν ἑορτήν. ἐντεῦθεν κατὰ τέσσαρα ἔτη τὸν ἀγῶνα καὶ τὴν ἑορτὴν ἐπιτελοῦντες, Ὀλυμπιάδας τὰς τετραετηρίδας καθεξῆς ἠρίθμουν. ἐν οἷς χρόνοις καὶ Κορίνθιοι μετὰ τοὺς Λακεδαιμονίους τοπαρχοῦντες Ἑλλήνων ἐβασίλευσαν τὰ πάντα ἔτη τιηʹ. καὶ μετὰ Δάρδανον τὸν Ἴλου υἱὸν καὶ τὸν Δαρδάνου υἱὸν Λαομέδοντα Πρίαμος ὁ Λαομέδοντος τῆς Φρυγῶν χώρας ἀνηγορεύετο βασι λεύς. τότε καὶ τὸ Δάρδανον καὶ τὸ Ἴλιον καὶ ἡ Τροία καὶ ἡ πᾶσα χώρα Φρυγίας ἐπὶ τῶν ἡμερῶν ἐκπεπολιόρκηται Πριάμου. ἡ δὲ αἰτία τῆς καταδηώσεως Ἀλέξανδρος ὁ καὶ Πάρις. τούτου γὰρ γεννηθέντος ὑπὸ Πριάμου χρησμὸς αὐτῷ ἀναδέδοται τοιοῦτος "ἐτέχθη σοι Πάρις δύσπαρις· τριακοντούτης γὰρ γενόμενος ὀλέσει βασιλείαν Φρυγῶν." εὐθὺς οὖν ὁ Πρίαμος Ἀλέξανδρον μετονο μάσας ἔπεμψεν εἰς ἀγρόν, Μανδρῶ λεγόμενον, γαλακτοτροφηθῆναι καὶ αὐξηθῆναι παρὰ γηπόνῳ τινί, ἄχρις οὗ τὰ τριάκοντα ἔτη τοῦ χρησμοῦ παρέλθῃ. ἐποίησε δὲ καὶ τεῖχος μέγα ἐν τῷ ἀγρῷ, ὃ καὶ Πάριον ὠνόμασεν. ἐκεῖ ὁ Πάρις διάγων, εὐμαθής τε περὶ τὰ γράμματα γενόμενος καὶ παιδείας οὐ τῆς τυχούσης μετασχών, ἐγκωμιαστικὸν λόγον καὶ ὕμνον εἰς τὴν Ἀφροδίτην διετάξατο, τὴν ἐπιθυμίαν αὐτὴν λέγων εἶναι ἐξ ἧς καὶ τέκνα καὶ 1.217 σοφίαν καὶ τέχνας ἐν λογικοῖς καὶ ἀλόγοις ἀποτίκτεσθαι, καὶ αὐτὴν ἐν συγκρίσει τὴν Ἀφροδίτην Παλλάδος προέκρινε καὶ Ἥρας. διὸ καὶ ἐμυθεύσαντο τοῦτον κριτὴν τῶν τριῶν γενόμενον τῇ Ἀφροδίτῃ τὸ μῆλον ἤγουν τὴν νίκην ὡς τῶν ἄλλων κρείττονι βραβεῦσαι. μετὰ δὲ τοὺς τριάκοντα χρόνους λογισάμενος ὁ Πρίαμος τὸν περὶ αὐτοῦ χρησμὸν παρελθεῖν, καταφρονήσας προσηγάγετο αὐτόν. γράμματά τε καὶ δῶρα καὶ θυσίας ἐπιδοὺς μετὰ καὶ ἑκατὸν νεανί σκων Φρυγῶν πρὸς τοὺς τοπάρχας Εὐρώπης διαβῆναι κελεύει καὶ τῷ Δαφναίῳ Ἀπόλλωνι θῦσαι, καὶ πρῶτον ἐν τῇ Σπάρτῃ πόλει τῆς Ἑλλάδος ἐλθεῖν, ὑπὸ Μενελάῳ τότε βασιλευομένῃ, ὃς υἱὸς μὲν Πλεισθένους ἦν ἀληθῶς, ὑπὸ δὲ Ἀτρεῖ βασιλεῖ τῶν Ἀργείων ἅμα τῷ υἱῷ αὐτοῦ Ἀγαμέμνονι ἀνατραφεὶς Ἀτρείδης ἐλέγετο καὶ σύγγονος Ἀγαμέμνονος. οὗτος φιλοφρόνως ἄγαν τὸν Πάριν προσ δεξάμενος παντοδαπῇ θεραπείᾳ τοῦτον ἐν τῷ παλατίῳ αὐτοῦ ἐθε ράπευσεν, ἀναπαυθῆναι ἐντειλάμενος ὅσον καὶ βούλοιτο, καὶ οὕ τως ἐπὶ τὴν θυσίαν ἀπελθεῖν. αὐτὸς δὲ ὁ Μενέλαος ἅμα τοῖς συγγενέσιν εὐθὺς ἐπὶ Κρήτην ἀπέπλει ὡς Ἀστερίῳ Διὶ ἐν Γορτύνῃ πόλει θυσιάσων. ἐν μιᾷ τοίνυν ὁ Πάρις εἰς τὸν τῆς Ἑλένης πα ράδεισον ἐγκύψας ὁρᾷ αὐτὴν τῷ κάλλει ἀμήχανον οὖσαν· ἦν γὰρ εὔστολος εὔμαστος λευκὴ ὡσεὶ χιών, εὔοφρυς εὔρινος οὐλό θριξ ὑπόξανθος ὀφθαλμοὺς ἔχουσα μεγάλους. καὶ τρωθεὶς τῷ ταύτης ἔρωτι διὰ τῆς Αἴθρας, ἥτις ἦν συγγενὴς Μενελάου, ὑπονοθεύσας τὴν Ἑλένην ἥρπασεν αὐτὴν μετὰ καὶ πλούτου πολλοῦ 1.218 καὶ κόσμου καὶ πέντε δουλίδων κορασίων. καὶ τῶν θυσιῶν, δι' ἃς καὶ παρῆν, ἠμεληκὼς εἰς Σιδῶνα πρὸς Πρωτέα τὸν Αἰγύπτου βασιλέα διεπέρασεν. οἱ δὲ τὸν οἶκον Μενελάου φυλάσσειν τετα γμένοι, τὴν ἁρπαγὴν τῆς Ἑλένης ἰδόντες, εὐθὺς ἅπαντα ἐν τῇ Κρήτῃ αὐτῷ μηνύουσι. ἐφ' οἷς ὁ Μενέλαος δεινοπαθῶν κατα πλέει μὲν
PG 121:251εἰς τὴν Σπάρτην εὐθύς, πέμπει δὲ εἰς ἀναζήτησιν τῆς Ἑλένης πανταχοῦ. μετὰ δὲ χρόνον ἧκεν ὁ Πάρις ἀπὸ τῆς Αἰγύ πτου σωθείς. ὃν Πρίαμος καὶ Ἑκάβη ἀποδεδεγμένοι, ἰδόντες τὴν Ἑλένην, ἐξέστησαν, καὶ τίς ἂν εἴη καὶ πόθεν ἐπυνθάνοντο. ἡ δὲ Ἀλεξάνδρου ἔφη εἶναι συγγενής, καὶ αὐτῷ μᾶλλον Πριάμῳ καὶ τῇ Ἑκάβῃ καὶ οὐ τῷ Πλεισθένους υἱῷ προσήκειν Μενελάῳ. ἐκ τῆς Δαναοῦ γὰρ θυγατρὸς Πλησιόνης Δάρδανον καὶ Τρῶα κατ άγεσθαι καὶ τοὺς ἐξ αὐτοῦ βασιλεῖς· Ἀγήνορος δὲ τοῦ πατρα δέλφου Δαναοῦ ἀπόγονος Δύμας βασιλεὺς ὁ Ἑκάβης πατήρ· ἐκ γένους δὲ τοῦ Δύμα καὶ Λήδα ἐστὶ μήτηρ ἡ ἐμή. ταῦτα Ἑλένη εἰποῦσα, καὶ ἅμα διομνυμένη μηδὲν τῶν Μενελάου λαβεῖν, καὶ ὅρκον δὲ ἀπαιτήσασα μὴ προδοθῆναι, ἔμεινεν ἀγαπωμένη πρὸς αὐτῶν. τοῦτο μαθόντες οἱ περὶ Ἀγαμέμνονα πέμπουσι πρέσβεις πρὸ τοῦ πολέμου, αὐτόν τε Μενέλαον καὶ Ὀδυσσέα, καὶ γράμ ματα Κλυταιμνήστρας γυναικὸς Ἀγαμέμνονος, ἀδελφῆς Ἑλένης, ἀξιοῦντες ἀποδοθῆναι Μενελάῳ τὴν γυναῖκα. οἳ καὶ ἀποπέμπον ται ἄπρακτοι. διὸ καὶ τοὺς τοπαρχοῦντας τῆς Εὐρώπης ἅπαντας, καὶ τὸν Θέτιδος καὶ Πηλέως Ἀχιλλέα μετὰ τὸ ὑποκείμενον αὐτῷ 1.219 τῶν Μυρμιδόνων στῖφος, καὶ Νέστορα τὸν Ἠλεῖον καὶ τὸν Ἰθακήσιον Ὀδυσσέα καὶ τοὺς δύο Αἴαντας Διομήδην τε καὶ Ἰδομενέα καὶ ἄλλους πολλοὺς καὶ γενναίους σὺν ναυσὶ χιλίαις ἑκατὸν ἐνενή κοντα ὀκτὼ ἐκστρατεύσαντες ἀποπλέουσι. καὶ παρὰ Αὐλίδι οὕτω καλουμένῳ χωρίῳ παραχειμάσαντες κατὰ Ἰλίου ἐστρατοπεδεύοντο. τοῦ χειμῶνος δὲ ἀντικειμένου αὐτοῖς ἐπὶ πολὺ Κάλχας ὁ μάντις θυσίαν ὀφείλειν τὸν Ἀγαμέμνονα εἶπε τὴν αὐτοῦ θυγατέρα τῇ Ἀρτέμιδι παρασχεῖν, θεᾷ τῆς χώρας οὔσῃ· ὁ δὲ οὐκ ἤθελεν. ἀλλὰ μὴν καὶ γυνὴ συνῳδὰ τῷ Κάλχαντι προφητεύουσα εἶπεν ὡς εἰ μὴ τὴν πρώτην Ἀγαμέμνονος θυγατέρα τῇ Ἀρτέμιδι προσαγάγωσιν, ὁ χειμὼν οὐ λυθήσεται. οἱ δὲ οὐ διὰ τὸν χειμῶνα τοῦτό φασι συμβῆναι, ἀλλὰ διὰ τὸ αἶγα μεγίστην παρὰ τὸ ἱερὸν τῆς Ἀρτέμιδος τοξεῦσαι καὶ ἀνελεῖν τὸν Ἀγαμέμνονα, καὶ ἐπὶ τούτῳ μᾶλλον λοιμικὴν νόσον γενέσθαι. καὶ διστάσεως γενομένης καθαι ρεῖται μὲν Ἀγαμέμνων τῆς βασιλείας, Παλαμήδης δὲ ἀντ' αὐτοῦ προχειρίζεται. ἐφ' οἷς Ὀδυσσεὺς δεινῶς διατεθεὶς προσποιεῖται μὲν πρὸς τὴν ἰδίαν χώραν ἀποπλεῖν, παραγίνεται δὲ πρὸς Κλυ ταιμνήστραν τὴν τοῦ Ἀγαμέμνονος γυναῖκα εἰς τὸ Ἄργος, καὶ πλαστοῖς γράμμασι τὴν Ἰφιγένειαν λαβὼν (αὕτη γὰρ ἦν πρώτη τῶν τοῦ Ἀγαμέμνονος θυγατέρων) ὡς Ἀχιλλεῖ κατὰ τὸ στρατόπεδον ἀριστεύοντι δοθησομένην γυναῖκα ὑποστρέφει μετὰ ἔδνων, καὶ παραδίδωσι ταύτην τοῖς ἱερεῦσι πρὸς ἱλασμὸν τῆς Ἀρτέμιδος. ὡς οὖν ἔμελλον εἰς θυσίαν ταύτην προσάγειν, ἔλαφος ἀντ' αὐτῆς εὑ ρέθη προσισταμένη τῷ βωμῷ, ἥτις καὶ προσηνέχθη θυσία ἀντὶ 1.220 τῆς παρθένου. καὶ ταύτης διασωθείσης καὶ ἀποδοθείσης τῷ πατρὶ ζώσης, ἱέρειαν αὐτὴν παραυτὰ τῷ ἱερῷ τῆς Ἀρτέμιδος Ἀγαμέμνων ἀφιέρωσε· καὶ Ὀδυσσεὺς ἀποδοθῆναι αὖθις τὴν βασιλείαν τῷ Ἀγαμέμνονι παρεσκεύασε. Παλαμήδην δὲ μετ' ὀλίγον Ὀδυσσεύς, πλαστοῖς γράμμασι καὶ μάρτυσι χρησάμενος, αἰτίαν προδότου τίθησιν, καὶ παρασκευάζει τὸν στρατὸν λιθοβολῆσαι αὐτόν, καὶ τὸ λείψανον τεφρώσαντας Ναυπλίῳ τῷ αὐτοῦ πατρὶ παραπέμψαι. οὗτός ἐστι Παλαμήδης ὁ καὶ τὴν τάβλαν ἐφευρὼν πρὸς μετεωρι σμὸν τοῦ στρατοῦ, καὶ τὴν ἐν αὐτῇ σύνθεσιν σὺν φιλοσοφίᾳ πολλῇ καταστήσας. ὥρισε γὰρ εἶναι τὴν τάβλαν τὸν γήϊνον κόσμον, τοὺς δὲ δώδεκα κάσους τὸν ζωδιακὸν ἀριθμόν, τὸ δὲ ψηφόβολον καὶ τὰ ἐν αὐτῷ κοκκία τὰ ἑπτὰ ἄστρα τῶν πλανήτων, τὸν δὲ πύργον τὸ ὕψος τοῦ οὐρανοῦ, ἐξ οὗ ἀνταποδίδοται πᾶσι καλὰ ἢ κακά. ὁ αὐτὸς εὗρε καὶ τὰ ιϛʹ γράμματα τοῦ ἀλφαβήτου, α β γ δ ε ι κ λ μ ν ο π ρ ς τ υ. προσέθηκε δὲ αὐτοῖς Κάδμος ὁ Μιλήσιος ἕτερα γράμματα τρία, θ φ χ. διὸ καὶ πολλῷ τῷ χρόνῳ τοῖς ιθʹ ἐχρῶντο· ὅθεν οἱ ἀρχαῖοι μὴ ἔχοντες τὸ ψ τὴν ψαλίδα παλίδα ἔλεγον, καὶ ἄλλα πολλὰ ῥήματα ἄλλως ἐξεφώνουν καὶ ἔλεγον καὶ ἔγραφον. πρὸς ταῦτα Σιμωνίδης ὁ
PG 121:255Χῖος προσέθηκε δύο, η καὶ ω, Ἐπίχαρ μος δὲ ὁ Συρακούσιος τρία, ζ ξ ψ, καὶ οὕτως ἐπληρώθησαν τὰ κδʹ στοιχεῖα. Παρεμβαλόντων δὲ τῶν Ἑλλήνων σὺν ταῖς ναυσὶ κατὰ τῆς Τροίας οὐ συνεχώρουν οἱ Τρῶες προσορμίσαι. πολέμου δὲ συρ 1.221 ραγέντος ἰσχυροῦ, καὶ πολλῶν ἐξ ἑκατέρων ἀνῃρημένων σὺν Πρω τεσιλάῳ προμάχῳ Δαναῶν, νυκτὸς ἐπιγενομένης Τρῶες μὲν εἰς τὴν πόλιν εἰσιόντες ἀσφαλῶς συνεκλείσθησαν, οἱ δὲ τὰ πλοῖα τῇ παραλίῳ τῆς Τροίας ἀκτῇ κατασφαλισάμενοι ἔμενον τὴν ἕω. περὶ μέσας δὲ νύκτας Κύκνος τις ὄνομα, συγγενὴς ὢν Πριάμου ἄρχων δὲ πόλεως Νεάνδρου, μετὰ πολλοῦ πλήθους πολεμικοῦ τολμήσας ἐπέθετο κατ' αὐτῶν· συμβολῆς δὲ γενομένης αὐτός τε Κύκνος ὑπὸ Ἀχιλλέως καὶ οἱ πλείους τῶν μετ' αὐτοῦ ἀνῃρέθησαν. ἡμέρας δὲ γενομένης βουλευ... τὰς κύκλῳ πόλεις Ἰλίου καὶ Τροίας τῷ Πριά μῳ συμμαχούσας παρεστήσαντο. καὶ ὁ μὲν τοῦ Τυδέως υἱὸς Διο μήδης τὴν τοῦ εἰρημένου Κύκνου πόλιν Νέανδρον καὶ τοὺς υἱοὺς καὶ τὴν χώραν αὐτοῦ πᾶσαν προνομεύσας καὶ καταδῃώσας εἰς τὸ μέσον ἤγαγε τοῦ στρατοῦ, Ἀχιλλεὺς δὲ κατὰ Λέσβου καὶ τῆς ὑπ' αὐτὴν χώρας μετὰ τῶν Μυρμιδόνων ἐκστρατεύει, καὶ Φόρβαντα μὲν τὸν τοπάρχην αὐτῶν συγγενῆ Πριάμου ὄντα ἀναιρεῖ, τὴν αὐ τοῦ δὲ θυγατέρα Διομήδην καὶ πᾶσαν τὴν χώραν λαφυραγωγήσας ἤνεγκεν εἰς τὸν στρατόν. αὖθις δὲ πρὸς τὴν Λυρνησὸν ὁρμήσας καὶ τὴν πόλιν ἑλών, καὶ Ἠετίωνα τὸν αὐτῆς πολιοῦχον ἀνελών, καὶ τὴν γυναῖκα αὐτοῦ Ἀστυνόμην τὴν καὶ Χρυσηΐδα, θυγατέρα Χρύσου ἱερέως Ἀπόλλωνος, ἑλών, καὶ πάντα τὸν πλοῦτον ἐνεγκὼν εἰς τὸ μέσον τέθεικε τοῦ στρατοῦ. ἐντεῦθεν ἐφορμήσας κατὰ τῆς λεγομένης Λεγοπόλεως τοῖς παισὶ ..... Βρίσου θυγατέρα Ἱππο δάμειαν, γυναῖκα οὖσαν Ἀμύντου βασιλέως ἐκείνης τῆς πόλεως, ὃς οὐ παρῆν τότε. μετὰ ταῦτα δὲ Λυκίους καὶ Λυκάονας κατὰ 1.222 τῶν Ἑλλήνων εἰς συμμαχίαν ἐπικαλεσάμενος, ἐπειδὴ ἧκε σὺν ὄχλῳ πολλῷ καὶ θυμῷ βαρεῖ, τῷ Ἀχιλλεῖ συμβαλὼν οὐ μόνον τὴν θυ γατέρα καὶ τοὺς ἀδελφοὺς αὐτῆς καὶ τὴν αὐτοῦ πόλιν οὐδὲν ὤνη σεν, ἀλλὰ καὶ αὐτὸς καὶ οἱ σὺν αὐτῷ πάντες ἔργον πολέμου γεγό νασι. καὶ τὰ μὲν ἄλλα πάντα τῷ στρατῷ ἐμερίσθη, τὴν δὲ Χρυ σηΐδα ὁ Ἀγαμέμνων, Ἱπποδάμειαν δὲ τὴν καὶ Βρισηΐδα ὁ Ἀχιλλεὺς λόγῳ ἐκράτησαν παλλακῶν. λοιμώδους δὲ νόσου ἐνσκηψάσης τῷ στρατῷ, τῇ τοῦ Κάλχαντος μαντείᾳ Χρυσηῒς τῷ πατρὶ ἀποδί δοται, Βρισηΐδα δὲ τὴν τοῦ Ἀχιλλέως ἀφαιρεῖται Ἀγαμέμνων ἄχρι καιροῦ. ἐντεῦθεν χολωθεὶς Ἀχιλλεὺς ἀπέσχετο μετὰ τῶν Μυρμιδόνων τοῦ τοῖς Τρωσὶ πολεμεῖν, ἕως ἰσχυροῖς πολέμοις ὕστερον οἱ περὶ τὸν Ἀγαμέμνονα κατανικώμενοι δώροις πολλοῖς καὶ παρακλήσεσιν ἐδυσώπησαν αὐτὸν ἐξελθεῖν μετ' αὐτῶν. Αἴας δὲ ὁ Τελαμώνιος πρὸς τοὺς ἐν Χερρονήσῳ Θρᾷκας γενόμενος ἐπο λιόρκει· ὃν Πολυμήστωρ ὁ τούτων βασιλεὺς φοβηθεὶς χρυσὸν ἐδίδου πολύν, καὶ σῖτον τοσοῦτον ὅσον τῷ Ἀχαϊκῷ στρατῷ εἰς ἐνιαυτὸν ἐξαρκέσαι. εἶχε δὲ ἐκεῖ Πολύδωρον τὸν πάντων τῶν Πριάμου υἱῶν μικρότερον, ὃν παρέθετο Πολυμήστορι Πρίαμος ἀνατραφῆναι· ἀλλ' αὐτὸς αὐτὸν ἔκδοτον τῷ Αἴαντι δεδωκώς, καὶ ἐγγράφους συνθήκας πεποιηκὼς μηδέποτε ὑπερμαχήσειν Πριάμου, ἀπέστειλεν αὐτόν. ὁ Αἴας δὲ ἐκεῖθεν ὁρμήσας πρὸς Τεύθραντα ἦλθε τοπάρχην· ὃν ἀνελών, καὶ τὴν αὐτοῦ πόλιν ἐκπολιορκήσας καὶ τὴν θυγατέρα Τέκμησσαν αἰχμαλωτίσας ἤγαγε πάντα τὸν πλοῦτον νυκτὸς ἐπὶ τὸν στρατόν. τῇ γοῦν ἑξῆς ἱστῶσι κατέναντι τοῦ τείχους 1.223 τὸν Πολύδωρον, καὶ τῷ Πριάμῳ δηλοῦσι πέμψαι τὴν Ἑλένην καὶ λαβεῖν αὐτόν· καὶ εἰρήνης κυρωθείσης ἀπαίρομεν ἐντεῦθεν. τούτου δὲ μὴ γινομένου, βλεπόντων ἐκ τοῦ τείχους πάντων, τὸν Πολύδωρον ἀνεῖλον ξίφει. Ἰδομενέως τοῦ προμάχου τῶν Ἑλλήνων ὑπογραφεὺς ἦν ὁ Δίκτυς, ἀνὴρ ἀξιόλογος καὶ συνετός, ὃς ἀπὸ τῆς Κρή της τοῖς ἐπὶ Ἴλιον ἥκουσι συνεστρατεύετο. οὗτος τὸν τοῦ πολέμου χρόνον πάντα συνὼν τῷ Ἰδομενεῖ τὰ παρακολουθήσαντα πάντα ἀπ' ἀρχῆς ἄχρι τέλους μετὰ ἀληθείας συνέγραψε, καὶ τοὺς χα ρακτῆρας τῶν προμάχων, ὡς πάντας
PG 121:257ἑωρακώς, ὑπέγραψε καὶ ἀκριβῶς ὑπεμνημάτισε. τοὺς δὲ χρόνους καὶ τόπους καὶ τρόπους καὶ τὰ ἐκείνου τοῦ πολέμου διασαφῶν, μετὰ ἀκριβείας ἱστοριογρα φῶν, καὶ καθ' ἕνα τῶν ἀρχόντων μεθ' ὅσων νηῶν παρεγένετο συνέταξε. τοῦτο δὲ καὶ ἐν τῇ δευτέρᾳ τῆς Ἰλιάδος ῥαψῳδίᾳ παρ' Ὁμήρῳ δηλοῦται. τοῦ δὲ Ἕκτορος τὰ τῶν Ἑλλήνων στρατόπεδασυνελαύνοντος καὶ πολλοὺς ἀναιροῦντος ἠναγκάσθησαν πρὸς Ἀχιλ λέα διακηρυκεύσασθαι. μόλις οὖν εἴξας Πάτροκλον αὐτοῖς τὸν φίλτατον ἑταῖρον μετὰ τῶν Μυρμιδόνων ἀποστέλλει· καὶ ὃς ἐξελ θὼν πολλοὺς μὲν ἀναιρεῖ τῶν βαρβάρων, τοὺς δὲ διώκει, πρὸς αὐταῖς δὲ πύλαις τῆς πόλεως ὑπὸ Ἕκτορος· κτείνεται μαχόμενος. τοῦτο μαθὼν Ἀχιλλεύς, καὶ γνοὺς ὅτι βουλή ἐστι τῷ Ἕκτορι νυκτὸς τῇ βασιλίδι Πενθεσιλείᾳ ἀπαντῆσαι, λάθρᾳ προφθάσας ἅμα τῷ ἰδίῳ στρατῷ καὶ ἀποκρύψας ἑαυτὸν τὸν ποταμὸν περῶντα Ἕκτορα κτείνει, οὐ μόνον αὐτὸν ἀλλὰ καὶ πάντας τοὺς ἑπομένους 1.224 αὐτῷ, πλὴν ἑνὸς ὃν χειροκοπήσας ἄγγελον ἔπεμψε Πριάμῳ· αὐ τὸς δὲ τὸ σῶμα τοῦ Ἕκτορος δίφρου ἐξηρτηκὼς μηδενὸς τῶν Ἑλλήνων γνόντος εἰς τὴν αὐτοῦ σκηνὴν ἄγει πρὸ ἡμέρας καταικι σθέν. ὁ δὲ Πρίαμος τῇ ἑξῆς σχῆμα πένθιμον περιθέμενος, χρυ σόν τε καὶ ἄργυρον καὶ ἐσθῆτα πολυτελῆ λαβών, λαβὼν δὲ καὶ τὴν θυγατέρα Πολυξένην εὐειδῆ παρθένον καὶ Ἀνδρομάχην γυναῖκα Ἀστυάνακτά τε καὶ Λαομέδοντα νηπίους αὐτῆς παῖδας, ἧκε τολ μήσας εἰς μέσον τῶν ἡγεμόνων τῶν Ἑλλήνων, καὶ πάντας ἱκέτευε προκυλινδούμενος ἱκέτας σὺν αὐτῷ πρὸς Ἀχιλλέα γενέσθαι τοῦ ἀπολυτρώσασθαι τὸ σῶμα τοῦ Ἕκτορος. καί γε ᾠκτείρησαν ἐκ πλαγέντες τὴν τόλμαν τοῦ γέροντος Νέστωρ καὶ Ἰδομενεύς· οἳ καὶ προεσελθόντες Πριάμου εἰς τὴν σκηνὴν ἐδυσώπησαν καὶ Πρίαμον εἰσελθεῖν. ὃς κόνιν κατὰ κεφαλῆς ἔχων ἅμα Ἀνδρομάχῃ καὶ τοῖς παισίν, ἐπὶ πρόσωπον πεσόντες εἰς τοὔδαφος, μεγάλαις κατεβόων οἰκτειρηθῆναι φωναῖς. Πολυξένη δὲ τοῖς Ἀχιλλέως περιπλακεῖσα ποσὶ περὶ τοῦ ἀδελφοῦ αὐτῆς Ἕκτορος διωλύγιον ἱκέτευε κεκρα γυῖα, μένειν τε σὺν αὐτῷ καὶ δουλεύειν ἐπαγγελλομένη, εἰ ἀποδῷ τὸν νεκρόν. οἱ δὲ περὶ τὸν Νέστορα, οἰκτεῖραι τὸ γῆρας ἠξίουν καὶ ἐλεεῖν. καὶ πολλῶν ἐξ ἀμφοτέρων κινηθέντων λόγων ὅμως ἐπένευσε λύτρα λαβεῖν καὶ τὸν νεκρὸν τοῖς ἰδίοις παραχωρεῖν. τὸν χρυσὸν οὖν καὶ τὸν ἄργυρον καὶ τοῦ ἱματισμοῦ μέρος λαβὼν τἆλλα χαρίζεται τῇ Πολυξένῃ. Πρίαμος δὲ καὶ αὐτὴν παρ' αὐτῷ κατε λιπάρει λιπεῖν· ὁ δὲ εἰς ἄλλον τοῦτο δρᾶν ὑπέσχετο καιρόν. ὁ δέ 1.225 γε Πρίαμος καὶ τὸν νεκρὸν καὶ τοὺς σὺν αὐτῷ πάντας ἐπανῄει λαχών, ὃν ἀποχρώντως πενθήσαντες καὶ ὡς θέμις τεφρώσαντες ἔξω τοῦ τείχους καταθάπτουσιν. ἐν ὅσῳ δὲ ταῦτα περὶ τὸν Ἕκτορα διῳκονόμηται, καὶ ἰδοὺ ἡ Ἀμαζὼν Πενθεσίλεια ἐκ Χερρονήσου τῆς ἀντιπέρας πλήθη γενναίων ἀνδρῶν καὶ Ἀμαζονίδων ἧκεν ἐπα γομένη. γνοῦσα δὲ τὰ κατὰ τὸν Ἕκτορα ὑποστρέφειν ἐπειρᾶτο. Πάρις δὲ ταύτην πολλῷ χρυσῷ μεῖναι πείθει. ἣ μετ' ὀλίγας ἡμέ ρας ὁπλισαμένη ἐπὶ τὸ πολεμικὸν δάπεδον εἰσῄει. διχῇ δὲ τὸν αὐτῆς διελοῦσα στρατόν, καὶ ἐν δεξιᾷ μὲν αὐτῆς τοὺς τοξότας, τῷ λαιῷ δὲ μέρει τοὺς ὁπλίτας πεζούς, πλείους τῶν ἱππέων ὄντας, ἐκτάξασα ἡ Πενθεσίλεια μέσον τῶν ἱππέων ἦν ἐν τῷ σίγνῳ· καὶ πολέμου λοιπὸν κροτηθέντος ἄλλοι μὲν ἄλλους ἀπεκτίννυον, Ἀχιλ λεὺς δὲ τὴν Πενθεσίλειαν δόρατι πικρῶς μαχομένην κρούσας τοῦ ἵππου καταβάλλει· ἣν τῆς κόμης ἑλκύσαντες τῷ Σκαμάνδρῳ ἐναπ έπνιξαν ποταμῷ. τοὺς πολίτας δ' αὖ ἔτρεψαν οἱ Αἴαντες· καὶ εἰσελθόντες ἔκλεισαν τὰς πύλας. οἱ λοιποὶ δὲ τῶν Ἑλλήνων τοὺς περιλειφθέντας περὶ τὸ τεῖχος ἀπεκτίννυσαν ἐπιδιώκοντες· τῶν Ἀμαζόνων δὲ ἀποσχόμενοι, μετὰ τὸν πόλεμον ὁ στρατὸς ταύτας δεσμεύσας ἐμερίσατο. μετὰ ταῦτα Ἰνδοὶ πολλοὶ ἔφιπποι καὶ πεζοὶ καὶ Φοίνικες μαχιμώτατοι μετὰ τῶν βασιλέων αὐτῶν ἐν ναυτικῷ στόλῳ παρεγένοντο, ὑπὸ Πριάμου προσκληθέντες εἰς συμμαχίαν. καὶ τοσοῦτοι τὰ πλήθη ἦσαν ὡς μήτε τὸ Ἴλιον μήθ' ὅλον τὸ δάπε δον αὐτοὺς χωρεῖν. πάντες δὲ ὑπὸ Μέμνονος τοῦ τῶν Ἰνδῶν βα σιλέως, ὡς δυνατωτάτου καὶ
PG 121:261πολεμικωτάτου, οἵ τε Πριαμίδαι καὶ 1.226 Τρῶες, καὶ πᾶς ὁ στρατὸς ὑπ' αὐτοῦ διαταττόμενος ἐφ' ἅρματος λαμπρῶς ὀχουμένου εἰς τὸ δάπεδον ἐξῄεσαν. ἐξέστησαν δὲ Ἕλλη νες, ξίφη καὶ ὅπλα φοβερὰ καὶ σφενδόνας καὶ ἀσπίδας τετραγώ νους καὶ Αἰθίοπας πολλοὺς κατ' αὐτῶν ὁρῶντες ὁρμῶντας φοβεροὺς καὶ φρικτούς. καὶ οἱ Τρῶες δὲ σὺν βοῇ πολλῇ καὶ ἅλμασιν ἐπιτιθέμενοι πλείστους ἀνῄρουν καὶ αὐτοὶ τῶν Ἀχαιῶν. οἱ ἡγε μόνες δὲ τὴν βίαν τοῦ πλήθους οὐ φέροντες ὑπεχώρουν πρὸς τὰς ναῦς, ἃς καὶ αὐτὰς οἱ βάρβαροι κατέκαυσαν ἄν, εἰ μὴ νὺξ ἐπι οῦσα τὴν αὐτῶν κατέσχεν ὁρμήν. ἐπιγενομένης οὖν τῆς νυκτὸς τὰ τῶν ἀνῃρημένων τεφρώσαντες σώματα καὶ τῶν τραυματιῶν ἐπιμελησάμενοι, ὡς εἰκός, οἱ ἄριστοι τῶν Ἀχαιῶν ἐβουλεύσαντο τίς ἂν τολμήσῃ κατὰ τοῦ Μέμνονος βαλεῖν, τῶν ἄλλων περὶ ἄλ λους ἀσχολουμένων. κληροῦται τοίνυν Αἴας ὁ Τελαμώνιος. καὶ πρὶν ἥλιον ἀνελθεῖν ὁπλισάμενοι ἐξῄεσαν, Ἕλληνες μὲν πρῶτοι, εὐθὺς δὲ καὶ ὁ Μέμνων καὶ πάντες οἱ ὑπ' αὐτὸν στρατιῶται. ἄλλοι μὲν οὖν πρὸς ἄλλους, ὁ Αἴας δὲ Ἀχιλλέως αὐτοῦ ἐκ τῶν ὄπι σθεν συνεπισχύοντος κατὰ τοῦ Μέμνονος ὁρμᾷ. Μέμνων δὲ τοῦ ἅρματος καταβὰς τῷ δόρατι ἐπείραζεν Αἴαντα. Αἴας δὲ πρῶτος τὴν αὐτοῦ ἀναστρέψας ἀσπίδα ἐπέθετο βαρέως αὐτῷ· πάντων δὲ τῶν σὺν αὐτῷ Ἰνδῶν προσεχόντων τῷ Αἴαντι, τὸ δόρυ βαλὼν εἰς τὸν Μέμνονος τράχηλον γυμνωθέντα κτείνει τοῦτον ὑπὲρ ἐλπίδα πᾶσαν ὁ Ἀχιλλεύς. κἀντεῦθεν βαρβάρων μὲν κατὰ κράτος φυγὴ καὶ φόνος καὶ οἰμωγή, Ἑλλήνων δὲ ἀλαλαγμὸς καὶ νίκη ἀναμφή ριστος καὶ λαμπρά, ὅτε καὶ Πολυδάμας ὁ τῶν Φοινίκων ἀλκιμώ 1.227 τατος βασιλεὺς τῷ Αἴαντος δόρατι τὸν βουβῶνα κεντηθεὶς πίπτει. Αἰθιόπων τε καὶ βαρβάρων ἀμύθητος ἐσμὸς ἐκεῖ θνήσκει, ὡς πλησθῆναι τὸ δάπεδον νεκρῶν, ὑπὸ τῶν ἱππέων δεινῶς τῶν πεζῶν συμπατουμένων καὶ ἀναιρουμένων. μετὰ ταῦτα τοὺς Τρῶας Ἀχιλλέως εἰς πόλεμον προσκαλουμένου, ἄρχοντες ἐξῆλθον ὁ Πάρις καὶ Δηΐφοβος υἱοὶ Πριάμου, καὶ οἱ ἀδελφοὶ τούτου Τρωΐλος καὶ Λυκάων, σὺν τῷ λοιπῷ παντὶ τῶν Τρώων στρατῷ· οὓς Ἀχιλλεὺς μετὰ τῶν συνασπιζομένων αὐτῷ Ἀχαιῶν καταδιώξας τοὺς μὲν ζῶν τας εἷλε, τοὺς δὲ εἰς τὸν Σκάμανδρον ποταμὸν ἐναπέπνιξε, Τρωΐλον δὲ καὶ Λυκάονα ἀνεῖλε. μετὰ ταῦτα ἀνέστη ἡ τῶν ἀναθημάτων ἑορτή, ἀνοχὴν φέρουσα πολέμου, ὅτε δὴ πάντων ἐν εἰρήνῃ θυόν των τῷ Θυμβραίῳ Ἀπόλλωνι, Δαναῶν καὶ Τρώων, ἐν τῷ ἀπὸ μικροῦ τῆς πόλεως ἄλσει, ἐξελθούσης Πολυξένης μετὰ τῆς μητρὸς Ἑκάβης εἰς τὸ ἱερὸν ὁ Ἀχιλλεὺς ταύτην ἐθαύμασεν ἰδών. ἑωρακὼς δὲ ὁ Πρίαμος τὸν Ἀχιλλέα, πέμπει τὸν Ἰδαῖον πρὸς αὐτὸν ἐν ἄλσει φέροντα λόγους περὶ Πολυξένης. τοῦτον ἰδιαζόντως ὁμι λοῦντα τῷ Ἀχιλλεῖ τῶν Ἑλλήνων οἱ ἄριστοι ἰδόντες, καὶ θορυβηθέντες, Αἴαντα καὶ Διομήδην καὶ Ὀδυσσέα πέμπουσι, μὴ ἐπι διδόναι παρεγγυῶντες τοῖς βαρβάροις, μηδὲ πιστεύειν ἑαυτὸν τοῖς ἐχθροῖς. καὶ αὐτοὶ ἔμενον ἔξω τοῦ ἄλσους, ἐκδεχόμενοι τὸν Ἀχιλλέα, ὥστε κατ' ἰδίαν παραγγεῖλαι αὐτῷ. ὁ δ' ἦν ὑποσχό μενος τῷ Ἰδαίῳ πρὸς γάμον τὴν Πολυξένην λαβεῖν· διὸ καὶ προσέ μενεν ἐν τῷ ἄλσει ἀναπατῶν. μετὰ βραχὺ δὲ ὁ Πάρις καὶ ὁ Δηΐ φοβος ἧκον, παρακαλοῦντες αὐτὸν δῆθεν περὶ τοῦ γάμου. ὁ δὲ 1.228 φαῦλον μηδὲν ὑπονοῶν, ἐν τῷ τοῦ Ἀπόλλωνος ἑστὼς ἱερῷ κατεδέ ξατο αὐτούς. καὶ ὁ μὲν Πάρις ὅρκῳ τὰ μεταξὺ ἀμφοτέρων λεγό μενα βεβαιῶν παρὰ τὸν βωμὸν ἵστατο, περιπλεκομένου δὲ Δηϊφό βου τὸν Ἀχιλλέα καὶ καταφιλοῦντος ἐβάπτισεν ὃ ἐπεφέρετο ξίφος κατὰ τῶν αὐτοῦ σπλάγχνων· καὶ ἔτι κρατοῦντος αὐτοῦ δευτέραν εὐθὺς ὁ Πάρις ἐπάγει κατ' αὐτοῦ πληγήν. καὶ ὃς ἔκλυτος γεγο νὼς πίπτει. ἐκεῖνοι δὲ ἀνυπόπτως δι' ἄλλης τοῦ ἄλσους ἐξελθόν τες, ὡς μικρὸν ἀπεῖχον, δρόμῳ πολλῷ χρησάμενοι εἰσῆλθον εἰς τὴν πόλιν. οἱ περὶ τὸν Ὀδυσσέα δὲ ἰδόντες αὐτοὺς τρέχοντας, εἰσδραμόντες εὑρίσκουσι τὸν Ἀχιλλέα ᾑμαγμένον κείμενον παρὰ τὸν βωμόν. πρὸς ὃν ὁ Αἴας "ἆρ' ἦν ἄνθρωπος δυνάμενος κτεῖ ναί σε; ἀλλ' ἡ σὴ προπέτεια μόνη σε ἀπώλεσε." πρὸς ὃν ὁ Ἀχιλλεὺς
PG 121:263ἔσχατα πνέων "δόλῳ εἰργάσαντό με" φησί "Πάρις καὶ Δηΐφοβος διὰ Πολυξένην." ὀξύτατα οὖν ἐπ' ὤμων ἁρπάσαντες τὸ σῶμα καὶ ἐπὶ τὰς σκηνὰς ἀγαγόντες καὶ τεφρώσαντες θάπτουσι γῇ. μετὰ τὸν θάνατον Ἀχιλλέως πολέμου γενομένου, καὶ πολ λῶν ἐξ ἑκατέρων πεσόντων, εἰς μονομαχίαν ὁ Φιλοκτήτης καὶ ὁ Πάρις ἔρχονται. καὶ πρῶτος λαχὼν ὁ Πάρις βάλλει κατὰ Φιλο κτήτου, ἀστοχεῖ δέ. ὁ δὲ ἀντιτοξεύσας τὴν ἀριστερὰν χεῖρα Πά ριδος διαπείρει, καὶ δευτερώσας τὸν δεξιὸν αὐτοῦ ἐπήρωσεν ὀφ θαλμόν, καὶ τρίτον βαλὼν ἐπὶ τοὺς πόδας καὶ τὰ σφυρὰ ῥίπτει Πάριν εἰς γῆν. ὃν ἁρπάσαντες ἡμιθανῆ εἰς τὴν Ἴλιον εἰσῆλθον. καὶ αὐτὸς τοὺς ἐκ τῆς Ἑλένης υἱοὺς τρεῖς, Βούνυμον Κορυθαῖον 1.229 καὶ Ἰδαῖον, μικροὺς αὐτῷ παραστάντας ἰδὼν ἄφωνος ἔμεινε, καὶ διὰ μέσης ἐξέπνει νυκτός. ἡ δὲ προτέρα αὐτοῦ γυνὴ Οἰνώνη ἑαυ τῇ ἀπεχρήσατο ἀγχόνῃ. Ἑλένην δὲ γυναῖκα Δηΐφοβος ἠγάγετο παραυτά, ὃν ὁ Μενέλαος ὕστερον ἠκρωτηρίασε δι' αὐτήν. Ὅτι τὸ Παλλάδιον λεγόμενον ξύλινον ὑπῆρχεν εἴδωλον τῆς Παλλάδος. τοῦτο ἔλεγον τετελεσμένον εἶναι ἀρρήτοις τισὶ καὶ δαιμονιώδεσι τελεστηρίοις, ἤτοι μυσαροῖς μυστηρίοις ἐστοιχειω μένον, νικηφόρον, ὅ φασι, καὶ ἀνάλωτον διατηροῦν τὴν πόλιν ἐν ᾗ ἀπόκειται. τοῦτο τὸ ζώδιον τὴν πόλιν Ἴλιον μέλλοντι κτίζειν Τρωῒ τῷ τῶν Τρώων βασιλεῖ φιλόσοφός τις καὶ ἀρρήτων γοητειῶν τελεστής, Ἄσιος ὄνομα, φέρων ἐχαρίσατο· ᾧ ἀντιχαριζόμενος ὁ Τρὼς τὴν ὑπ' αὐτὸν χώραν πᾶσαν, Ἐπίρροπον πρῶτον καλου μένην, εἰς τὸ ἐκείνου ὄνομα Ἀσίαν ἐπωνόμασε. τοῦτο οὖν τὸ βρέτας, ἀκούσαντες οἱ Ἕλληνες ὡς οὐκ ἂν δύναιντο τὴν πόλιν ἑλεῖν ἕως ἂν ἐν αὐτῇ ἀποκείμενον ᾖ, κλέψαι ἴσχυσαν, Ὀδυσσέως καὶ Διομήδους κρυφῇ εἰσελθόντων καὶ ἐν τῷ ἱερῷ τῆς Παλλάδος ἐν ἡμέραις τῶν ἑορτῶν παραμενόντων· καὶ γνώμῃ τοῦ Ἀντήνορος ἐξάρχου τῶν Τρώων ὄντος, διὰ τῆς γυναικὸς αὐτοῦ Θεανοῦς ἱε ρείας τῆς Ἀθηνᾶς οὔσης, τοῦτο νυκτὸς ἀφελόμενοι ἐξῆλθον, ὅτε καὶ τὰ συμβάντα τοῖς Τρωσὶ κατ' ἐκείνην τὴν νύκτα ἐλεεινὰ σύμ βολα καὶ ἀπαίσια κατεθεῶντο καὶ πρωῒ ἐξελθόντες τοῖς Ἕλλησιν ἀπήγγειλον. φασὶ γὰρ ὅτι τῶν Τρώων ἐπὶ τὸν βωμὸν τοῦ Ἀπόλ λωνος θυσιάζειν ἀγωνιζομένων τὰ ξύλα μὲν καὶ τὰ κρέα καθὸ 1.230 θέμις ἐπετίθετο, πῦρ δὲ τοῖς ξύλοις ἐπιβαλλόμενον οὐχ ἧπτεν, ἐσβέννυτο δέ. πολλάκις δὲ τοῦ πυρὸς ἐνεχθέντος καὶ μὴ καιομέ νου, πίπτει τὰ ἐν τῷ βωμῷ πάντα εἰς τοὔδαφος. οἱ Τρῶες δὲ οὐκ ἀγαθὸν αὐτοῖς εἶναι οἰωνὸν ταῦτα τεκμηράμενοι, ὅ τε Πρία μος καὶ οἱ λοιποὶ τὸν Ἀντήνορα πρεσβεῦσαι πρὸς Δαναοὺς ἀπο στέλλουσιν, ὥστε λύτρα λαβόντας ὅσα ἂν ἐθέλωσι λῦσαι τὸν πό λεμον. καὶ ὁ Ἀντήνωρ πρεσβεύων ἔφη πρὸς Ἀχαιούς "πάντα ἐπάθομεν ὅσα τοὺς ἡμαρτηκότας παθεῖν ἐχρῆν. ἀνθ' ὧν Μενέ λαον ὁ Πάρις ἠδίκησε, δίκας ἔδωκεν· ἀνθ' ὧν τὸ Ἴλιον, μαρτυ ροῦσιν οἱ τάφοι τῶν ἀνῃρημένων. νῦν οὖν οἱ περιλειφθέντες ἡμεῖς λύτρα φέρομεν ὑμῖν. ὑπὲρ θεῶν, ὑπὲρ πατρίδος, ὑπὲρ τέκνων, Ἕλληνες ὄντες, τοὺς πρὶν ἀπειθεῖς, νῦν ἱκέτας σώσατε." ἐπὶ τούτοις πεισθέντες οἱ Ἕλληνες Ὀδυσσέα καὶ Διομήδην ἀποστέλλουσι τὴν τῶν χρημάτων ποσότητα τυπῶσαι. καί γε ἐτύπωσαν χρυσίου τάλαντα δισχίλια καὶ ἀργύρου τάλαντα δισχίλια, καὶ τὰ δόξαντα πάντα κομισάμενοι καὶ ἀφορμηθέντες τῆς πόλεως ὑπέ στρεψαν εἰς τὸν στρατόν. μετὰ ταῦτα θυσιαζόντων τῶν Ἑλλήνων καὶ ἀποπλεῦσαι βουλομένων, πάντας ἐνώρκωσεν Ὀδυσσεὺς ἐν ταῖς θυσίαις μὴ ἀποπλεῦσαι τῆς Ἰλίου πρὶν ἢ τὸν δούρειον ἵππον κατα σκευασθῆναι. ἔνθεν τοι καὶ ξύλοις τοῖς ἁρμοδιωτάτοις συμπήξαν τες καὶ εὐφυῶς κατακοσμήσαντες, καὶ ταῖς Ἐπειοῦ τεχνουργίαις θαυμαστὸν αὐτὸν ὑπερφυῶς κατασκευασάμενοι πάσαις μηχανορ ραφίαις, ὥστε καὶ στρατὸν εἰκοσιτεσσάρων ὁπλιτῶν ἔνδον κρύ 1.231 πτοντα ἀβίαστα διὰ τροχιλίσκων ἑλκόμενον τῆς φορβειᾶς ἀκολου θεῖν, καὶ τοῦτον οὕτω τεκτηνάμενοι, τὰς σκηνάς τε κατακαύσαν τες καὶ ἀποπλεύσαντες καὶ εἰς Τένεδον ὑποθήκαις Ὀδυσσέως ἀπο κρυβέντες τὴν νῆσον, ἕνα τινὰ γενναῖον ἄνδρα
PG 121:265καταικισάμενοι, καὶ μετρίως αὐτὸν ἀκρωτηριάσαντες ἐθέλοντα καὶ χαίροντα τῷ ἐπαίνῳ καὶ τῷ μισθῷ, προδότην ἀφιᾶσιν αὐτόν· ὃς διαπυνθανομένοις τοῖς βαρβάροις τί ἂν εἴη τὸ προκείμενον ἔργον τουτὶ καὶ πρὸς τί φέροιτο, ἀπεκρίνατο λέγων "τῷ ἱερῷ τῆς Ἀθηνᾶς ἀνατιθέασι Δαναοὶ τοῦτο, ὁμοῦ μὲν ἀπολογίαν ὑπὲρ ὧν εἰς τὴν πόλιν αὐτῆς ἠδίκησαν, ὁμοῦ δὲ καὶ δῶρον τοῦτο ὑπὲρ τῆς εἰς τὰς ἑαυτῶν πα τρίδας σωτηρίας καὶ εἰς μνήμην αὐτῶν ἀφιεροῦν κεκρίκασι δεῖν." οἱ τοίνυν Τρῶες πειθήνιοι τούτοις γενόμενοι, λαβόντες σὺν εὐθυ μίᾳ καὶ χαρμονῇ τὸν δούρειον ἵππον, μᾶλλον δὲ τὸν ἴδιον ὄλεθρον, καὶ καλωδίοις ἀνέλκοντες καὶ εὐάζοντες, τὸ τῆς πύλης ὑπέρθυρον ἄραντες τοῖς τοῦ θεοῦ αὐτῶν ἀδύτοις μετὰ τῶν ἐχθρῶν εἰσήγαγον. ἐν δὲ τῷ μεσονυκτίῳ οἱ ἐν τῷ ἵππῳ λοχῶντες ἐπὶ σχολῆς ἐκπεπηδηκότες, αὐτόν τε τὸν Πρίαμον καὶ τοὺς παῖδας αὐτοῦ ἀνελόντες, τόν τε Δηΐφοβον ἀκρωτηριάσαντες, τὸ πλῆθος δὲ τῶν ἀνδρῶν ἀποκτείναντες, πυρσοῖς μάλα λαμπροῖς καὶ συχνοῖς τοῖς ἐκ τοῦ τείχους τὸν τῶν Δαναῶν στόλον πρὸς ἑαυτοὺς ἐπέστρεψαν. ἡμέ ρας δὲ ἤδη διαγελώσης καὶ αὐτοὶ παραστάντες τοὺς ὑπολειφθέντας πάντας ἀπέκτειναν· τὰς δὲ γυναῖκας αἰχμαλώτους καὶ τὴν Ἑκάβην καὶ τὰ κτήνη λαβόντες, τά τε σκεύη καὶ εἴδη καταμερισάμενοι, 1.232 τήν τε Ἑλένην τῷ Μενελάῳ ἀποδόντες καὶ τὴν πόλιν πᾶσαν ἐμ πρήσαντες καὶ καταστρεψάμενοι ἐπαλινόστουν. Μετὰ τὸ ἁλῶναι τὸ Ἴλιον Αἴας ὁ Τελαμώνιος καὶ Ὀδυσσεὺς τοῦ ζωδίου Παλλάδος ἑκάτερος ἀντεποιοῦντο, ὡς αὐτῷ δια φέροντος καὶ τῇ ἰδίᾳ πόλει ἕξειν αὐτὸ φυλακτήριον, ὡς πάντων ἐπίπροσθεν ἀγωνιζόμενον. πολλὰ δὲ στρατηγήματα ἐξ ἀμφοτέρων ῥηθέντα, ὅμως ἐν παραθήκῃ δίδοται τὸ Παλλάδιον ἕως πρωῒ τῷ Διομήδει. διὰ μέντοι νυκτὸς ἀδήλως σφάζεται Αἴας. πρωΐας δὲ γενομένης ὡς εὑρέθη νεκρός, πολλῆς στάσεως γενομένης εἰς ὑπόληψιν ἦλθε τῆς πράξεως Ὀδυσσεύς· ὅθεν καὶ εἰς ἐμφύλιον ἀναπτομένου τοῦ πράγματος πόλεμον, πρῶτος Ὀδυσσεὺς ἑλκύσας τὰ ἑαυτοῦ πλοῖα ἀφώρμησε τῆς Τροίας, καὶ μετ' ἐκεῖνον ἅπαν τες, καὶ τοῦτο ἀρχὴ γέγονε τῆς τῶν Ἑλλήνων ὑποχωρήσεως. τὴν δὲ Ἑκάβην καταρωμένην τῷ στρατῷ οἱ μετὰ Ὀδυσσέως λίθοις βάλλουσι καὶ τῇ θαλάσσῃ ῥίπτουσιν εἰς χώραν λεγομένην Μαρώ νειαν, ἣν καὶ κυνὸς σῆμα ὠνόμασαν. Ἐκεῖθεν ἐμπίπτει ἐν Σικελίᾳ Κύκλωπι, οὐχὶ ἑνὶ ὀφθαλμῷ κατὰ τὰς μυθολογίας Ὁμήρου κεχρημένῳ· ἀλλ' ἄνθρωπος μὲν ἦν τὴν φύσιν ὡς πάντες ἄνθρωποι καὶ οἱ λοιποὶ Κύκλωπες, οἳ καὶ τὸ εἶδος ἦσαν μεγάλοι καὶ ἀπηγριωμένοι καὶ ἀπευκτοί, τὴν προαί ρεσιν παγχάλεποι καὶ μισανθρωπότατοι καὶ φονικώτατοι. εἶτα εἰς τὰς Αἰολίας νήσους εἰς Κίρκην καὶ Καλυψὼ τὰς θυγατέρας Ἄτλαν τος· ἀφ' ἧς Κίρκης καὶ υἱὸν ἔσχε τὸν Τηλέγονον. εἶτα εἰς λίμνην 1.233 τὴν καλουμένην Νεκύοπον, ἐν ᾗ διὰ φαντασμάτων ἔγνω τὰ μέλ λοντα συμβαίνειν αὐτῷ. ἐκεῖθεν εἰς τὰς Σειρῆνας ἐκρίπτεται πέ τρας καὶ τὴν καλουμένην Χάρυβδιν καὶ Σκύλλαν, ἥτις ἐν στενῷ τόπῳ διακειμένη ὑποδέχεται τὰ τοῦ Ὠκεανοῦ ῥεύματα καὶ τοὺς παραπλέοντας βυθίζει. ἐν ᾧ τὰ πλοῖα πάντα μετὰ καὶ τῶν ἑταί ρων ἀποβαλών, αὐτὸς κρατήσας σανίδος ἐν τοῖς ῥεύμασι τῶν ὑδάτων ἐφέρετο. τοῦτον Φοίνικες πλέοντα λαβόντες εἰς Κρήτην πρὸς Ἰδομενέα γυμνὸν ἤγαγον. καὶ αὐτὸς πέμπει τοῦτον εἰς Φαια κίαν τὴν νῦν λεγομένην Κέρκυραν πρὸς Ἀλκίνοον, δεδωκὼς αὐτῷ ναῦς δύο καὶ ἄνδρας ἐπιλέκτους νʹ. ὁ Ἀλκίνοος τοίνυν μετὰ τοῦ Ὀδυσσέως πλείονας στρατιώτας ἀναλαβόμενος καταλαμβάνει τὴν Ἰθάκην. καὶ τοὺς μνηστῆρας ἀποκτείνας, καθάρας τε τὸν οἶκον ἀπὸ τῶν ἐπιβουλευόντων αὐτῷ, ἀνακτᾶται τὴν βασιλείαν. βιώσας οὖν ὁ Ὀδυσσεὺς πολλοὺς χρόνους ὑπὸ τοῦ ἰδίου παιδὸς τοῦ ἀπὸ τῆς Κίρκης αὐτῷ γεγενημένου τοῦ Τηλεγόνου τὸν βίον καταλύει. τὸν γὰρ ἀπὸ τοῦ υἱοῦ θάνατον ἔκ τινων μαντευμάτων ὑφορώμενος τὸν Τηλέμαχον ἐφυλάττετο καὶ συνεῖναι αὐτῷ παρῃτεῖτο. τοῦ οὖν Τηλεγόνου τὴν Ἰθάκην καταλαβόντος καὶ ἑαυτὸν τῷ πατρὶ καταμηνύσαντος, μὴ προσδεχομένου παρὰ τῶν φυλάκων, νυκτός τε οὔσης
PG 121:267καὶ κραυγῆς γενομένης νομίσας Ὀδυσσεὺς τὸν Τηλέμαχον εἶναι ἀνίσταται μετὰ ξίφους, καὶ συμπεσὼν Τηλεγόνῳ πλήττεται ὑπ' αὐτοῦ κέντρῳ τρυγόνος, καὶ τούτῳ τῷ τρόπῳ τελευτᾷ. Ἀγαμέμνων ὁ βασιλεὺς εἰς τὴν πατρίδα μετὰ Κασάνδρας ἀποπλεύσας εὗρε Κλυταιμνήστραν μοιχευομένην Αἰγίσθῳ. αὕτη 1.234 γὰρ ἀκούσασα ὡς Ἀγαμέμνων τὴν Κασάνδραν ἔσχεν ἐν Τροίᾳ, θάνατον καταψηφίζεται τῷ ἀνδρὶ τοιοῦτον. ἐνδύσασα γὰρ αὐτὸν ἐπανελθόντα χιτῶνα πανταχόθεν ὑφασμένον, παρασκευάζει τοῦ τον ὑπὸ Αἰγίσθου σφαγῆναι, καὶ λαμβάνει τὸν Αἴγισθον. ὁ γοῦν τοῦ Ἀγαμέμνονος υἱὸς Ὀρέστης, ὃς ὑπὸ τοῦ ἰδίου πατρὸς ἐν τῇ πρὸς Ἴλιον ἐκστρατείᾳ νέος ὢν πρὸς Σχοινέα ἀπεστάλη ἀνατραφῆναι, τοῦτο μαθὼν ἦλθε, καὶ ἀνελὼν Αἴγισθον καὶ τὴν μητέρα αὐτοῦ ἀναλαμβάνει τὴν βασιλείαν. Μενέλαος δὲ σὺν τῇ Ἑλένῃ εἰς Αἴγυπτον ἀπορριφείς, καὶ μόλις εἰς Λακεδαίμονα καταχθείς, τὰ κατὰ τὸν Ἀγαμέμνονα μα θὼν μετὰ πολλοῦ δέους ἐβίου. Αἴας δὲ ὁ τοῦ Ὀϊλέως υἱὸς μετὰ τοῦ ἰδίου στρατοῦ ἐποντίσθη. Διομήδης δὲ ὁ τοῦ Τυδέως υἱὸς εἰς τὴν ἰδίαν πόλιν καταπλεύσας οὐκ ἐδέχθη, ἀλλὰ διωχθεὶς ὑπὸ Αἰγιαλείας τῆς αὐτοῦ γυναικὸς καὶ τῶν πολιτῶν κατέφυγεν εἰς Καλαβρίαν. κτίζει οὖν πόλιν ἐκεῖ, ἣν ἐκάλεσεν Ἀργυρίππην, τὴν μετονομασθεῖσαν Μαλεβέντον, εἶτα καὶ Βενεβέντον, καὶ ἐν αὐτῇ οἰκεῖ ἔχων καὶ τὸ Παλλάδιον, ὅπερ ἔλαβεν ἐκ Τροίας. Ὅτι Ὀρέστης μετὰ τὴν μητροκτονίαν εἰς μανίαν περιέπεσε λυσσώδη, καὶ ποτὲ μὲν ἐν ἀνέσει διῆγε, ποτὲ δὲ τὰ ἐξόχων ἐπε τέλει. ἀγαπώντων δὲ αὐτὸν τῶν πολιτῶν εἰς Δελφοὺς ἀπέρχεται, καὶ δέχεται χρησμὸν τοιοῦτον "Ὀρέστα, οὐκ ἄλλως σε δεῖ ἀργα λέης νόσου μανίην ἀποθέσθαι, εἰ μὴ περάσας Πόντου κύματα 1.235 Σκυθίης γαῖαν καταλάβῃς Αὐλίδος τε χώραν. ἐν ἱερῷ Ἀρτέμιδος ληφθεὶς σωθήσῃ ἐκ τῶν βωμῶν. κἀκεῖθεν ἐκφυγὼν ἀπὸ χθονὸς βαρβάρων χθόνα περάσας καταλάβῃς Συρίης γαῖαν. αὐλῶνος Σιλπίου ὄρους ἄντικρυ εὑρήσεις Μελάντιον τοὔνομα ἔχον ὄρος, ἔνθα μέγας ἐστὶ ναὸς Ἑστίας. ἐκεῖ λυσσώδη μανίαν ἀποτίθει. θᾶττον οἴχνει. ταῦτ' ἔφην ἃ γίνεται." ταῦτα σημειωσάμενος Ὀρέστης, εὐθέως ἀναπλεύσας ἅμα τῷ Πυλάδῃ, ἔφθασαν ἐπὶ τὴν Αὐλίδα χώραν τῆς Σκυθίας. τὴν Ποντικὴν τοίνυν θάλασσαν διαπεράσαντες, καὶ ὡς ἀπὸ μιλίων δύο τῆς ἠπείρου πεζεύσαντες, ὁρῶσιν ὡς μέλαθρα θεᾶς καὶ ἔξωθεν ἀνθρώπων ὀστέα ἐρριμμένα, ἃ καὶ Κρουστέμια ἐγχώριος καλεῖ γλῶσσα. καὶ τί δράσαιεν ἐβου λεύοντο. τρέχουσι βουκόλοι πρὸς τὴν Ἰφιγένειαν, "ἥκουσι" φάσκοντες "δύο νεανίσκοι παρὰ τὴν κυανέαν." ἐκείνη δέ, τίνες καὶ ποταποί, καὶ τίνα τούτοις ὀνόματα, πρῶτον ἐρωτῶσα τοὺς ξένους, καὶ περὶ Ἀγαμέμνονος τοῦ πατρὸς καὶ περὶ τοῦ Τρωϊκοῦ πολέμου ἐξήταζεν. εἶτα δεσμοῦνται τοῦ θύεσθαι. καὶ τὸν μὲν Ὀρέστην εἰς τὴν ἑξῆς, Πυλάδην δὲ τῷ βωμῷ τῆς Ἀρτέμιδος παρεστήσατο. καὶ ἡ Ἰφιγένεια ποίας ἂν εἴη χώρας ἐπύθετο καὶ ποίας πόλεως. "χώρας μὲν Ἑλλάδος" ἔφη, "Μυκήνης δὲ πόλεως ἄθλιος πάρειμι." ἡ δὲ τὴν πόλιν αὐτῆς καὶ τὴν χώραν ἀκούσασα ἐδάκρυσεν, ὑποπτεύσασα δὲ ὑπὸ τῶν βουκόλων αὐτὸν ἀκοῦσαι τὰ περὶ αὐτῆς "τίς" ἔφη "βασιλεὺς Μυκήνης; τίς δὲ ἡ τούτου γυνή; 1.236 τίνα δὲ τέκνα;" "Ἀγαμέμνων" εἶπε "πρῴην, γυνὴ δὲ Κλυται μνήστρα, τέκνα δέ οἱ Ὀρέστης καὶ Ἠλέκτρα καὶ Ἰφιγένεια, ἣὡς λέγουσι θυσία Ἀρτέμιδι προσήχθη, ῥυσθεῖσα δὲ ὑπὸ τῆς θεοῦ ἕως ἄρτι ποῦ ἐστὶν οὐκ ἐγνώσθη· ἔσχε δὲ καὶ Χρυσόθεμιν καὶ Λαοδίκην θυγατέρας." ἡ δὲ ἀκούσασα κελεύει τοῦτον αὐτίκα λυθῆναι τῶν δεσμῶν. καὶ γράψασα δίπτυχον ἐπιδέδωκεν αὐτῷ, εἰποῦσα "ἰδοὺ τὸ ζῆν σοι ἡ θεὸς δωρεῖται δι' ἐμοῦ. ἐπόμνυθί μοι κατ' αὐτῆς ὅτι τὸ δίπτυχον τοῦτο ἐπιδίδως τῷ Ὀρέστῃ, καὶ κομίζεις μοι παρ' αὐτοῦ γράμματα." ὁ δὲ ἐπώμνυτο καὶ τὸ γράμμα διδόναι αὐτῷ εἰς χεῖρας καὶ αὐτὸν ἄγειν Ὀρέστην πρὸς αὐτήν. εἰληφὼς δὲ τὸ δίπτυχον ἐξῆλθε τοῦ ἱεροῦ, καὶ ἐλθὼν ὅπου Ὀρέστης ἐφρουρεῖτο ᾐτήσατο τοὺς φρουροὺς Σκύθας, καὶ εἰσελθὼν ἐπεδίδου τὴν πυκτὴν οὕτως εἰπών "ἴθι τὸ τάχος πρὸς Ἰφιγένειαν τὴν σὴν
PG 121:271ἀδελφήν." ἔμενον οὖν ἐννεοὶ οἱ Σκύθαι πρὸς τὸ συμβάν. καὶ δὴ αὐτίκα πρὸς Ἰφιγένειαν εἰσῆλθον ἀμφότεροι, καὶ ὁ Πυλάδης "ἴδε" ἔφη "Ὀρέστης ὁ σὸς ἀδελφός." ἡ δὲ οὐκ ἐγνώρισεν αὐτόν, ἕως τὸ Πελόπειον τοῦ γένους σήμαντρον τὴν ἐλαίαν εἶδεν ἔχοντα ἐν τῷ ὤμῳ δεξιῷ. περιπτυξαμένη τε αὐτὸν ἐκέλευσεν ἑλκυσθῆναι τὰ πλοῖα αὐτῶν ἀπὸ τῆς θαλάσσης, καὶ ὅλον αὐτοὺς μεῖναι τὸν χειμῶνα παρ' αὐτῇ. θέρους δὲ γενομένου λάθρᾳ Ὀρέστης καὶ Πυλάδης τὸ ὁλόχρυσον ἄγαλμα Ἀρτέμιδος καὶ αὐτὴν ἀνελόμενοι τὴν Ἰφιγένειαν ἀπέδρασαν μεθ' ὧν ἀπῆλθον πλοίων. καὶ τὴν Διαβηνὴν περάσαντες ἦλθον πρὸς ἀνατολὴν ἐπὶ 1.237 τὸ Σαρακηνικὸν Ἔμετ, κἀκεῖθεν ἐπὶ Τρίκωμιν τῆς Παλαιστίνης. καὶ δὴ Ὀρέστου μανέντος οἱ Τρικωμῖται ἱερὸν μέγα τῇ Ἀρτέμιδι κτίσαντες ἠξίουν τὴν Ἰφιγένειαν, ὡς ἱέρειαν τιμῶντες αὐτήν, θυσιάσαι κόρην παρθένον τῇ θεῷ. καὶ δὴ ἄγουσι νέαν, Νύσσαν ὀνόματι, ἣν καὶ ἐθυσίασεν Ἰφιγένεια. καὶ στήλην χαλκῆν στή σαντες Νύσσαν τὸν τόπον ὠνόμασαν. τοῦ γοῦν Ὀρέστου τὰς φρένας ἀναλαβόντος ἡ Ἰφιγένεια ὄναρ εἶδεν, ἔλαφον λέγουσαν αὐτῇ "φύγε ἀπὸ τῆς χώρας ταύτης." εὐθὺς οὖν φυγόντες τὴν παράλιον καταλαμβάνουσι Παλαιστίνην, κἀκεῖθεν εἰς Συρίαν καὶ τὸ Μελάντιον ὄρος. καὶ τὸ ἱερὸν τῆς Ἑστίας κατὰ τὸν χρησμὸν εὑρηκὼς Ὀρέστης καὶ θυσιάσας τῆς χαλεπῆς ἀπήλλακται μανίας. εἶτα τὸν Ὀρόντην περάσας ἐπὶ τὸ Σίλπιον ὄρος ἦλθε, καὶ τοὺς Ἀργείους Ἰωνίτας ὡς συγγενεῖς ἀσπασάμενος δι' αὐτῶν εἰς τὸ παράλιον τῆς Παλαιοπόλεως πρῴην λεγομένης, νῦν δὲ Σελευκείας, παρεπέμφθη. κἀκεῖθεν ναῦν εὑρηκὼς ἕως Ἑλλάδος διέβη. καὶ τὴν ἀδελφὴν Ἠλέκτραν εἰς γάμον τῷ Πυλάδῃ ζεύξας, ἕως θανά του τῆς τῶν Μυκηνῶν βασιλεύει χώρας. Θόας δὲ τότε τοπάρχης ὢν Σκυθίας εἰς καταδίωξιν Ἰφιγενείας διὰ τὸ ἄγαλμα Σκύθας πλείστους ἀπέστειλεν· ἐπεὶ δὲ εἰς Τρίκωμιν ἐλθόντες ἔμαθον ἀπο πλεῦσαι τοὺς διωκομένους, ἐκεῖ ἔμειναν, καὶ πόλιν τὴν λεγομένην Σκυθόπολιν οἰκοδομήσαντες οὐκέτι ὑπέστρεψαν. Αἰνείας παρὰ Διομήδους ἐν Καλαβρίᾳ ξενωθείς, ἐπεὶ ἀπο φοιτᾶν ἔμελλεν, ᾐτεῖτο λαβεῖν τὸ Παλλάδιον παρ' αὐτοῦ. πρὸς 1.238 ὃν ἐκεῖνος "ἐξ οὗ" φησί "τὴν ἀρχὴν τοῦτο μετὰ Ὀδυσσέως τῆς Ἰλίου ἀφειλόμην, οὔτε ἐμοὶ οὔτε τῷ ὑπ' ἐμὲ στρατῷ θλίψεις ἐπέ λιπον ἕως ἄρτι καὶ συμφοραί. διὸ καὶ ἐπυθόμην τῆς Πυθίας περὶ αὐτοῦ, ἣ καὶ ἀνεῖλεν ἀποδοῦναι αὐτὸ τοῖς Τρωσί." ταῦτα Διο μήδης εἰπών, καὶ θυσάμενος τῷ θεῷ, ἐκβαλὼν εὐθὺς τὸ Παλλά διον τῷ Αἰνείᾳ δωρεῖται. τοῦτο λαβὼν Αἰνείας πρὸς τὸν τότε τοπαρχοῦντα Ἰταλίας Λατῖνον ἐφορμᾷ, καὶ κατὰ τῶν Ῥουτύλων σὺν αὐτῷ ἐκστρατεύει. ἐν ᾧ πολέμῳ Λατῖνος ὁ Τηλέφου υἱὸς ἀναιρεῖται. Αἰνείας δὲ στρατὸν συναγηγερκὼς κατὰ τῶν Ῥουτύ λων πολεμεῖ, καὶ τούτους τρεψάμενος, τὴν θυγατέρα Λατίνου Ἀλβανίαν καὶ τὴν βασιλείαν λαβών, πόλιν κτίζει μεγάλην, Ἀλβανίαν καλέσας· ἐν αὐτῇ τὸ Παλλάδιον ἀπέθετο. καὶ αὐτὸς μετὰ Λατῖνον ιθʹ ἔτη βασιλεύσας τελευτᾷ. Μετ' αὐτὸν δὲ Ἀσκάνιος Ἰοῦλος, υἱὸς Αἰνείου ἀπὸ Κρεούσης Τρωάδος, τῆς πρώτης αὐτοῦ γυναικός, ἔτη λεʹ· ὃς καὶ τὴν Λαβινίαν κτίσας πόλιν, αὐτόσε τὸ βασίλειον καὶ τὸ Παλλάδιον ἀπὸ τῆς Ἀλβανίας εἰς τὴν Λαβινίαν μετέθηκε τὴν κτισθεῖσαν ὑπ' αὐτοῦ. Λαβινίας δὲ ἦρξεν Ἄλβας ὁ υἱὸς Ἀσκανίου ἔτη λεʹ· ὃς καὶ κτίζει τὴν πόλιν Σίλβαν, ἐξ οὗ καὶ οἱ βασιλεῖς Σίλβιοι ἐκαλοῦντο. οὗτος δὲ πάλιν ὁ Ἄλβας τὸ Παλλάδιον ἐν τῇ ὑπ' αὐτοῦ κτισθείσῃ πόλει Σίλβῃ ἐκ τῆς Λαβινίας μετήγαγε πόλεως. ἐντεῦθεν λοιπὸν ἐκεῖ βασιλεύουσι κατὰ διαδοχὴν οἱ Αἰνειάδαι ἔτη τλαʹ. Εὔανδρος δὲ καὶ Πάλας οἱ τοῦ Αἰνείου υἱοί, τὴν καλουμένην Βαλέντα ἐπαρ 1.239 χίαν ἰθύνοντες, οἶκον οἰκοδομοῦσι πάνυ μέγαν καὶ θαυμαστὸν καὶ τοιοῦτον, ἐξ ἐκείνου πάντα βασίλειον οἶκον παλάτιον ὀνομάζε σθαι. Ὅτι οἱ Ῥωμαῖοι εἰς τρία διαιροῦσι τὰς τοῦ μηνὸς ἡμέρας, εἰς καλάνδας, εἰς νόννας καὶ εἰς εἰδοῦς. καὶ αἱ μὲν καλάνδαι εἰσὶν ἀπὸ τῆς ἀρχῆς τοῦ μηνὸς μέχρι τῆς θʹ ἡμέρας, αἱ δὲ ἀπ' αὐτῆς νόνναι μέχρι τῆς ιεʹ ἡμέρας, εἰδοῖ δὲ αἱ μέχρι τῆς λʹ ἡμέ ρας καὶ τῆς ἀρχῆς τοῦ μηνός, ἥτις
PG 121:273καλεῖται ἔνη καὶ νέα παρὰ τῷ κωμικῷ Ἀριστοφάνῃ καὶ Ἡσιόδῳ καὶ τοῖς λοιποῖς. εἰδοῖ δὲ καλοῦνται αἱ μέχρι τῆς λʹ, ὅτι τηνικαῦτα ἀρχομένη τῆς ιϛʹ εἰδοποιεῖ ται παντελῶς ἡ σελήνη, εἶτα φθίνει. Μετὰ τὴν βασιλείαν τοῦ Ἀρδέως ἐβασίλευσαν Λυδῶν ἕτε ροι ηʹ ἕως Κροίσου τοῦ ὑπερηφάνου καὶ Κύρου βασιλέως Ἀσσυ ρίων. ἐβασίλευσε δὲ ὁ αὐτὸς Κροῖσος ἔτη ιεʹ. κατέσχεν οὖν ἡ βασιλεία Λυδῶν τὰ ὅλα ἔτη σλβʹ. Κροῖσος δὲ ὑπέταξε πάσας τὰς πλησίον αὐτοῦ βασιλείας, καὶ τὰ πόρρωθεν αὐτοῦ λαμβάνει. ἐμήνυσε δὲ καὶ Κύρῳ ἐᾶσαι τὴν βασιλείαν αὐτοῦ καὶ ἀναχωρῆσαι, ἢ δέξασθαι τὴν παρουσίαν τῆς βασιλείας αὐτοῦ πολεμοῦσαν. ὁ δὲ Κῦρος ἀντεῖπεν αὐτῷ διὰ τῶν πρεσβέων "τί γὰρ ἠδίκηται παρ' ἐμοῦ ὁ Κροῖσος, τοσαύτην γῆν ἀφεστηκὼς ἀπ' ἐμοῦ καὶ τῶν ἐμῶν βασιλείων;" καὶ ἀδημονῶν ἐβουλεύσατο φυγεῖν ἐπὶ τὴν Ἰνδικὴν χώραν, δεδοικὼς τὴν εὐτυχίαν Κροίσου. ἰδοῦσα δὲ αὐτὸν ἡ γυνὴ αὐτοῦ οὕτως ἀθυμοῦντα καὶ ἐπερωτήσασα, καὶ μαθοῦσα παρ' αὐτοῦ τὸ πρᾶγμα, λέγει αὐτῷ ὡς ἐπὶ Δαρείου τοῦ πρώτου μου 1.240 ἀνδρὸς ἦν τις ἀνὴρ Ἑβραῖος προφήτης, σοφίαν ἔχων θεοῦ, ὀνό ματι Δανιήλ, ὅντινα ἐν πολλῇ τιμῇ εἶχε Δαρεῖος ὁ βασιλεύς, οὗ χωρὶς οὐδὲν ἔπραττεν ἐν τοῖς πολεμίοις· ὅστις μετὰ τὴν τελευτὴν ἐκείνου πλούσιος ὢν καὶ γεγηρακὼς ἰδίαζεν εἰς τὴν Μαραβίτιδα χώραν. ὁ δὲ Κῦρος ἀκούσας ταῦτα ἔπεμψε πρὸς αὐτὸν τοὺς μεγιστᾶνας αὐτοῦ, ὅπως μετὰ τιμῆς ἀγάγωσιν αὐτόν. ὁ δὲ Κροῖ σος βασιλεὺς Λυδῶν ἐπιλεξάμενός τινας τῶν οἰκείων αὐτοῦ, δοὺς αὐτοῖς δῶρα εὐτελῆ καὶ ἄλλα δῶρα βασιλικά, ἀποστέλλει αὐτοὺς ἐν Δελφοῖς εἰς τὸ Ἀπόλλωνος μαντεῖον, εἰρηκὼς αὐτοῖς "ἀλλάξατε τὰ σχήματα, καὶ ἀνέλθετε εἰς τὸ μαντεῖον, καὶ ἐπίδοτε εὐτελῆ δῶρα τῷ ἱερεῖ, λέγοντες ὅτι Αἰγύπτιοί ἐσμεν, καὶ ἤλθομεν ἐπερωτῆσαι τὴν Πυθίαν, καὶ ἐκ τοῦ τῆς ὁδοῦ μήκους ἐληθαργήσαμεν τί ἤλθομεν αἰτῆσαι ἢ ἐπερωτῆσαι. ἀλλ' εὖξαι, καὶ ἐπερώτησον τὸν θεὸν διὰ τί ἤλθομεν. καὶ εἰ μὲν εἴπῃ ὑμῖν διὰ τί ἤλθετε, δότε καὶ τὰ παρ' ἐμοῦ βασιλικὰ δῶρα, καὶ εἴπατε τῷ ἱερεῖ εἰ νικῶ τὸν βασιλέα Περσῶν τὸν Κῦρον. οἱ δὲ ποιήσαντες οὕτως ἐπηρώτησαν τὸν ἱερέα· ὃς εὐξάμενος ἔλαβε τὴν ἀπόκρισιν ταύτην παρὰ τῆς Πυθίας "οἶδα ψαμμῶν ἀριθμὸν θαλάσσης τε μέτρα, οὐ λαλέοντος δ' ἀκούω καὶ κωφοῦ ξυνίημι. παίζειν δέ με πειρᾶται Κροῖσος βασιλεὺς καὶ οἱ τούτου Λυδοί." καὶ ἐξελθὼν ὁ ἱε ρεὺς εἶπεν αὐτοῖς "οὐκ ἔστε Αἰγύπτιοι ἀλλὰ Λυδοί, καὶ οὐκ ἐλη θαργήσατε, ἀλλὰ παίζοντες τὰ θεῖα εἴπατε." καὶ ἐπέδωκεν αὐ 1.241 τοῖς τὸν χρησμὸν γράψας ἐν διπτύχῳ. οἱ δὲ ἐκπλαγέντες ἐπέδω καν καὶ τἆλλα βασιλικὰ δῶρα τῷ ἱερεῖ, εἰπόντες αὐτῷ ὅτι Κροῖ σος ὁ βασιλεὺς ἔπεμψεν ἡμᾶς, ἐπειδὴ πόλεμον ἔχει πρὸς Κῦρον τὸν βασιλέα Περσῶν, καὶ μάθε εἰ νικᾷ αὐτόν." εἰσελθὼν οὖν πάλιν ὁ ἱερεὺς καὶ εὐξάμενος ἔλαβε τὸν χρησμὸν τοῦτον "Κροῖσος ὁ βασιλεὺς Ἅλυν ποταμὸν διαβὰς μεγάλην ἀρχὴν καταλύσει." καὶ γράψας τὸν χρησμὸν τοῦτον ἐν διπτύχῳ ἀπέλυσε πρὸς Κροῖσον. ὁ δὲ προφήτης Δανιὴλ ἦλθε πρὸς τὸν βασιλέα Κῦρον, καὶ λέγει αὐτῷ Κῦρος "εἰπέ μοι εἰ νικῶ Κροῖσον τὸν βασιλέα Λυδῶν." ὁ δὲ Δανιὴλ ἀνεβάλλετο τοῦ εἰπεῖν. καὶ ἀγανακτήσας κατ' αὐτοῦ Κῦρος ἔβαλεν αὐτὸν καὶ οὗτος εἰς τὸν λάκκον τῶν λεόντων, καὶ μή τι πεπονθότα ὑπ' αὐτῶν ἀνήγαγεν αὐτόν. καὶ προσέπεσεν αὐτῷ ὁ Κῦρος λέγων "ἥμαρτον εἰς σέ, ἀλλ' εὖξαι τῷ θεῷ καὶ εἰπέ μοι εἰ δύναμαι πολεμῆσαι τῷ ἅρπαγι τούτῳ καὶ ὑπερηφάνῳ Κροίσῳ, ὅτι πᾶσαν τὴν γῆν ὑπέταξε καὶ οὐ κορέννυται." καὶ ὁ Δανιὴλ εὐξάμενος εἶπεν αὐτῷ "καὶ νικᾷς τὸν Κροῖσον καὶ λαμβά νεις αὐτὸν αἰχμάλωτον· περὶ σοῦ γὰρ εἶπεν ὁ θεὸς ὁ ποιήσας πάντα τὰ ὁρώμενα ταῦτα, διὰ τοῦ προφήτου Ἠσαΐου· οὕτως λέγει κύριος ὁ θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς αὐτοῦ, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασι λέων διαρρήξω· ἀνοίξω ἔμπροσθεν αὐτῷ, πορεύσομαι καὶ ὁμα λιῶ, καὶ θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συν θλάσω, καὶ θησαυροὺς ἀοράτους ἀνοίξω σοι, ἵνα γνῷς ὅτι ἐγὼ 1.242 κύριος ὁ θεός.
PG 121:277ἐγὼ ἐγερῶ αὐτὸν μετὰ δικαιοσύνης· πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι. οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμα λωσίαν τοῦ λαοῦ μου ἀποστρέψει, οὐ μετὰ λύτρων, οὐ μετὰ δώ ρων. εἶπε κύριος Σαβαώθ." ὁ δὲ βασιλεὺς Κῦρος ἀκούσας ἔπεσεν εἰς τοὺς πόδας τοῦ Δανιήλ, λέγων "ζῇ κύριος ὁ θεός σου, ἐγὼ ἀπολύσω ἐκ τῆς γῆς μου τὸν Ἰσραήλ, ἵνα λατρεύσωσι τῷ θεῷ αὐτῶν ἐν Ἱεροσολύμοις." καὶ ὁπλισάμενος παρετάξατο τῷ Κροίσῳ. ὁ δὲ Κροῖσος ἀκούσας τὴν τοῦ χρησμοῦ ἀπόκρισιν ἐξῆλθε κατὰ Κύρου μετὰ δυνάμεως πολλῆς, καὶ παρελθὼν τὸν Ἅλυν ποταμὸν τῆς Καππαδοκίας συνέκρουσε τῷ Κύρῳ, χειμῶνος ὄντος πολλοῦ. καὶ ἡττηθεὶς ἠθέλησε φυγεῖν, πλημμυρήσαντος δὲ τοῦ ποταμοῦ οὐκ ἠδυνήθη καὶ ἐλήφθη αἰχμάλωτος. καὶ ἀπώλετο τὰ πλήθη αὐτοῦ, χιλιάδες τετρακόσιαι. τοὺς δὲ ὑπολειφθέντας ἅμα τῷ Κροίσῳ ἔλαβεν αἰχμαλώτους ὁ Κῦρος. καὶ στήσας αὐτὸν ἐν ξυ λίνῳ τρίποδι, ἐν ὕψει δεδεμένον, ἐθριάμβευσεν αὐτὸν καὶ κατή γαγεν ἐν Περσίδι. ὁ αὐτὸς Κῦρος ἐκ τῆς αἰχμαλωσίας τῶν υἱῶν Ἰσραὴλ ἀπέλυσε πάντας ἐπὶ τὰ Ἱεροσόλυμα μετὰ Ζοροβάβελ, καθὼς προϊὼν ὁ λόγος δηλώσει. οὐκ ἠθέλησαν δὲ ἐξελθεῖν οἱ Ἰουδαῖοι πάντες μετὰ Ζοροβάβελ, εἰ μὴ σκῆπτρα δύο ἥμισυ μό νον, ὡσεὶ χιλιάδες πεντήκοντα. ἔμειναν δὲ εἰς τὰ Περσικὰ ἰδίᾳ προαιρέσει σκῆπτρα ἐννέα ἥμισυ, φοβηθέντες τὰ ἔθνη τὰ πέριξ τῆς Ἰουδαϊκῆς χώρας. ἀπέλυσε δὲ αὐτοὺς τοῦ Δανιὴλ αἰτησα μένου. Μετὰ δὲ τὸ ἀπολέσθαι τὴν βασιλείαν Λυδῶν οἱ Σάμιοι 1.243 θαλασσοκρατοῦντες ἐβασίλευσαν τῶν μερῶν ἐκείνων. καὶ ἀκούσας μετὰ χρόνον ὁ Κῦρος ἐπεστράτευσε κατ' αὐτῶν. καὶ συμβαλὼν αὐτοῖς ναυμαχίᾳ ἡττήθη καὶ ἔφυγε, καὶ ἐλθὼν εἰς τὴν χώραν αὐ τοῦ ἐσφάγη. περὶ οὗ πολέμου Κύρου καὶ Σαμίων Πυθαγόρας ὁ Σάμιος συνεγράψατο· ὃς καὶ εἶπεν αὐτὸν ἐκεῖ τεθνάναι εἰς τὸν πόλεμον. Μετὰ δὲ τὴν βασιλείαν Κύρου ὁ υἱὸς αὐτοῦ Δαρεῖος ὁ καὶ Καμβύσης καὶ οἱ λοιποὶ ἐβασίλευσαν Ἀσσυρίων. ἐπὶ τῶν χρόνων οὖν τῆς βασιλείας τοῦ τοιούτου Δαρείου ἐφιλοσόφει παρ' Ἕλλη σιν Ἀναξίμανδρος, ὃς καὶ τὰς ἰσημερίας καὶ τὰς τροπὰς ἐξέθετο. ἀλλὰ καὶ Πυθαγόρας τὴν ἀριθμητικὴν συνεγράψατο, καὶ δόγμα παρεισήγαγεν Ἕλλησιν ἀσωμάτους εἶναι ἀρχάς. ἐν δὲ τῇ βασιλείᾳ Δαρείου υἱοῦ Κύρου πόλεμος ἐκινήθη ἀπὸ τῶν Αἰθιόπων κατ' αὐτοῦ, οἵτινες κακῶς αὐτὸν ἔφερον. ὅπερ γνόντες οἱ ἐν τῇ Μη διανῇ χώρᾳ κατοικοῦντες Ἰουδαῖοι ἀφέντες κατέλαβον τὴν Ἱερουσαλήμ· ἦν δὲ πλῆθος πολὺ τῶν Ἰουδαίων. καὶ μαθὼν τοῦτο Δαρεῖος ὁ Κύρου ἀπέστειλε στρατηγὸν αὐτοῦ, ὀνόματι Ὁλοφέρνην, μετὰ δυνάμεως πολλῆς εἰς τὰ Ἱεροσόλυμα κατὰ Ἰουδαίων· καὶ ἐπολιόρκει τὴν Ἱερουσαλήμ. καὶ συνέβη τι φοβερὸν τότε γενέσθαι. Ἰουδὶθ γὰρ Ἑβραία ἐμηχανήσατο κατὰ τοῦ Πέρσου Ὁλοφέρνουπροσποιητῶς ὡς τὸ ἔθνος τῶν Ἰουδαίων θέλουσα προδοῦναι· ἥτις καὶ παρεγένετο κρυπτομένη πρὸς Ὁλοφέρνην, ὃς ἑωρακὼς τὴν εὐ μορφίαν αὐτῆς εἰς ἔρωτα ἔπεσεν αὐτῆς. ἡ δὲ λέγει αὐτῷ "μηδένα ἐάσῃς ἐνταῦθα ἔγγιστά σου εἶναι δι' ἐμέ· ἐπέρχονται γάρ μοι, 1.244 πορνεῦσαί με βουλόμενοι." καὶ πεισθεὶς μόνος διῆγε μετ' αὐτῆς. τρεῖς δ' ἐκεῖ αὕτη προσκαρτερήσασα ἡμέρας, ὡς καθεύδει, ἰσχύ σασα τὴν κεφαλὴν αὐτοῦ ἀφείλετο, καὶ νυκτὸς κατὰ τὸ εἰωθός, δι' οὗ ἀπήρχετο πρὸς αὐτὸν παραπυλίου, εἰς τὰ Ἱεροσόλυμα εἰσ ελθοῦσα τὴν κεφαλὴν αὐτοῦ ἀπήγαγε· πλησίον γὰρ τοῦ τείχους δι' αὐτὴν τὸν παπυλεῶνα αὐτοῦ ἔστησε. λαβόντες οὖν οἱ Ἰου δαῖοι παρ' αὐτῆς τὴν κεφαλὴν τοῦ Ὁλοφέρνου εἰς κοντὸν ἄνω τοῦ τείχους ἔπηξαν, ἐπιδεικνύντες αὐτὴν τῷ στρατῷ αὐτοῦ. πρωΐας δὲ γενομένης ἑωρακότες τὴν κεφαλὴν Ὁλοφέρνου κοντευθεῖσαν ἔφυ γον ἅπαντες, καὶ διελύθη ὁ πόλεμος, καὶ ἔλαβον τὴν νίκην οἱ Ἰουδαῖοι κατὰ τῶν Περσῶν. Μετὰ δὲ Δαρεῖον ἐβασίλευσεν Ἀσσυρίων Ἀρταξέρξης. καὶ Νεεμίας Ἰουδαῖος ἐκ τοῦ σπέρματος Δαβίδ, ὃς παρρησίαν ἔχων πρὸς αὐτόν (ἠγάπα γὰρ αὐτόν, ὅτι καὶ ἀρχὴν εὐνούχων οὗτος ἐποίησεν), ἐδυσώπησεν αὐτόν· καὶ λαβὼν χρήματα πολλὰ ἔπεισεν αὐτὸν ἀπελθεῖν καὶ κτίσαι τὴν Ἱερουσαλὴμ πορθηθεῖσαν· πρώτη γὰρ αὕτη τῆς Ἱερουσαλὴμ ἅλωσις
PG 121:279ἦν καὶ τοῦ ἱεροῦ καταστροφή. ὁ δὲ Νεεμίας ἀπολυθεὶς ἦλθεν εἰς Ἱερουσαλὴμ καὶ ἀνήγειρεν αὐ τήν· ἔκειτο γὰρ ἔρημος ἔτη οʹ. ὁ δὲ αὐτὸς Ἀρταξέρξης παρακλη θεὶς ὑπό τινων τῶν τῆς συγκλήτου αὐτοῦ καὶ τοὺς ὑπολοίπους Ἰουδαίους ἀπέλυσε. καὶ ὃς ἂν ἐβουλήθη τότε ἀνελθεῖν εἰς τὴν Ἱερουσαλήμ, ἀνῆλθε μετὰ Ἔσδρα τοῦ προφήτου καὶ ἡγουμένου, ᾧ τινὶ καὶ τὰ ἱερατικὰ σκεύη ἀνέθετο καὶ τὰς βίβλους τὰς ἱερατι 1.245 κὰς τὰς εὑρεθείσας. ὁ δὲ αὐτὸς Ἔσδρας τῶν μὴ εὑρεθέντων βι βλίων ἐξ ὑπομνήσεως αὐτοῦ γράφεσθαι ἐποίησε τὴν δύναμιν. Ἐν δὲ τοῖς χρόνοις τούτοις ἐβασίλευσεν ἡ Μακεδονία χώρα, ἐν ᾗ πρῶτος ἐβασίλευσε Κραναὸς ἔτη κηʹ, καὶ λοιποὶ ἄλλοι βασι λεῖς κϛʹ ἕως Φιλίππου τοῦ πατρὸς Ἀλεξάνδρου. ἦσαν δὲ τότε Ἑλλήνων διδάσκαλοι καὶ ποιηταὶ Σοφοκλῆς, Ἡράκλειτος, Εὐριπίδης, Ἡρόδοτος, Σωκράτης καὶ ὁ μέγας Πυθαγόρας. ἦν δὲ ὁ Ἡρακλῆς γεννηθεὶς ἐν τοῖς ἀνωτέρω προειρημένοις χρόνοις, ἐν τῇ Λάτῳ τῆς Θήβης, ἐκ τοῦ γένους τῆς Ἀλκμήνης ὑπάρχων καὶ τοῦ Πίκου Διός· ὃς ἀνετράφη ἐν τῇ Ἱσπανίᾳ χώρᾳ, καὶ ἀνδρεῖος γενόμενος ἦν τότε ἀπὸ τῶν Ἱσπανῶν ἐπὶ τὴν Ἰταλίαν φυγών, καὶ ἐβασίλευσεν ἐν αὐτῇ ἔτη ληʹ. ὅστις ἔλαβε γυναῖκα τὴν Λύτβην τὴν Ἀτλέτου βασιλέως θυγατέρα· ὅθεν καὶ στήλας αὐτῷ χρυσο σφυρήτους ἀνέστησαν οἱ Ἰταλοὶ βασιλεῖς εἴτ' οὖν ῥῆγες ἐκ τοῦ γέ νους αὐτοῦ, αἵτινες στῆλαι μέχρι τοῦ παρόντος ἵστανται. τῆς δὲ Ἰταλίας ἐβασίλευσεν ὁ υἱὸς αὐτοῦ ἀπὸ τῆς Αὐγῆς, Τελέφος, καὶ μετ' αὐτὸν υἱὸς αὐτοῦ Λατῖνος ἔτη ιηʹ, ὃς τοὺς Κτηταίους ἐπω νόμασε Λατίνους. Τότε Αἰνείας ὁ τοῦ Ἀγχίσου, ὁ Φρύξ, φεύγων ἐκ τῆς πορ θήσεως τῆς Ἰλίου ἀνῆλθεν ἐν τῇ Λιβύῃ πρὸς τὴν Φοίνισσαν Διδὼ τὴν καὶ Ἔλισσαν. καὶ ἐνδιατρίψας ἐκεῖ, λάθρᾳ ἐάσας αὐτήν, φοβηθεὶς τὸν Ἰάρβαν βασιλέα τῆς Ἀφρικῆς ἔφυγεν. ἦν δὲ ἡ Διδὼ ἐκ μικρᾶς πόλεως Χαρτικῆς, τῆς Φοινίκης παραλίας οὔσης, 1.246 μεταξὺ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος· ἥτις Διδὼ ἦν πλουσιω τάτη, ἔχουσα ἄνδρα Σιχαῖον, ὃν ἐφόνευσεν ἐν κυνηγεσίῳ ὁ ἀδελ φὸς τῆς Διδοῦς ὁ Πυγμαλίων, διαφθονούμενος αὐτῷ ὡς πολυευ πόρῳ καὶ δυνάστῃ. καταδιώκοντες γὰρ σύαγρον ἔφιπποι, ἤλασεν ἐκ τῶν ὄπισθεν κατ' αὐτοῦ τὸ δόρυ καὶ ἀπέκτεινε, καὶ λαβὼν τὸ σῶμα αὐτοῦ ἔρριψε κατὰ τοῦ κρημνοῦ. καὶ ὑποστρέψας εἶπε τοῖς διαφέρουσιν αὐτῷ ὅτι ἐκρημνίσθη διώκων τὸν σύαγρον. ἐβούλετο δὲ ὁ αὐτὸς Πυγμαλίων καὶ τὴν ἰδίαν ἀδελφὴν διαχειρίσασθαι καὶ λαβεῖν τὰ χρήματα αὐτῆς· ᾗ τινὶ Διδοῖ ἐφάνη ὁ ἀνὴρ αὐτῆς Σι χαῖος ἐν ὁράματι, καὶ εἶπεν ὅτι ὁ ἀδελφός σου ἐφόνευσέ με, δεί ξας αὐτῇ καὶ τὸν τόπον τῆς πληγῆς. καὶ εἶπεν αὐτῇ "φύγε, μὴ καὶ σὲ φονεύσῃ." καὶ λοιπὸν ἡ αὐτὴ Διδὼ λαθοῦσα τὸν ἴδιον ἀδελφὸν ἀνελάβετο πάντα χρήματα αὐτῆς, καὶ ἐμβᾶσα εἰς πλοῖον ἀπέπλευσεν ἐκ τῆς Φοινίκης, καὶ ἦλθεν εἰς τὴν Λιβύην, καὶ κτί ζει τὴν Χαρτάγαιναν, ἥτις ἐστὶ Νεάπολις· καὶ ἐβασίλευσεν ἐν αὐ τῇ, καὶ τελευτᾷ σωφρόνως ζήσασα. Ὁ δὲ Διομήδης ὑπῆρχεν ἐξ Αἰτωλίας, φέρων τὸ γένος ἐκ τοῦ Οἰνέως, ὅστις Οἰνεὺς μετὰ τελευτὴν Ἐριβοίας ἠγάγετο τὴν Ἀλθαίαν, ἐξ ἧς ἔσχε τὸν Μελέαγρον καὶ τὴν Δηϊάνειραν, ἥντινα ἡρμόσατο Ἀχελῷος ὁ υἱὸς Ποσειδωνίου συγκλητικοῦ. ὁ γοῦν Ἀχελῷος πρὸ τοῦ γάμου ἔφθειρε τὴν Δηϊάνειραν λάθρᾳ, καὶ μετὰ ταῦτα λέγει τῷ Οἰνεῖ βασιλεῖ "οὐκ ἄλλως παραλαμβάνω ταύτην, εἰ μὴ παραχωρήσεις μοι διοικεῖν τὴν βασιλείαν σου." ὁ δὲ οὐκ ἐπείσθη. καὶ λοιπὸν σὺν τῷ ἰδίῳ πατρὶ ἀντῆρεν ὁ Ἀχελῷος ὁ 1.247 υἱὸς Ποσειδωνίου τῷ Οἰνεῖ καὶ ἐπολέμησεν αὐτῷ. καὶ ἀναγκα σθεὶς ὁ Οἰνεὺς προετρέψατο ἐκ τῆς Φθίας χώρας στρατηγὸν γενναῖον Ἡρακλέα τὸν λεγόμενον Πολύφημον, συνταξάμενος δοῦναι αὐτῷ τὴν θυγατέρα αὐτοῦ Δηϊάνειραν· ὃς ἐλθὼν μετὰ τῆς αὐτοῦ στρατιᾶς συνέβαλε πόλεμον μετὰ Ποσειδωνίου καὶ τοῦ υἱοῦ αὐτοῦ Ἀχελῴου, καὶ εἰς τὴν συμβολὴν ἀνεῖλε ξίφει ὁ Πολύφημος Ποσει δώνιον τὸν Ἀχελῴου πατέρα. διὰ τοῦτο ἐξέθεντο οἱ ποιηταὶ ὅτι τὸ κέρας τοῦ Ἀχελῴου ἀπέσπασεν ὁ Ἡρακλῆς, ὅπερ ἐστὶ τὴν πατρικὴν αὐτοῦ δύναμιν. ἑωρακὼς οὖν τὴν
PG 121:281πτῶσιν τοῦ ἰδίου πατρὸς ὁ Ἀχελῷος φεύγει ἔφιππος· διὸ καὶ γράφουσιν αὐτὸν ἱπποκένταυ ρον. καὶ ἐν τῷ καταδιώκειν αὐτὸν τὸν Πολύφημον Ἡρακλέα ἐπι στραφεὶς τοξεύει αὐτὸν ὁ Ἀχελῷος κατὰ τοῦ μαστοῦ. καὶ εὐθέως ὡς εἶχεν ὁ Ἡρακλῆς, ἀντετόξευσε τὸν Ἀχελῷον πλησίον τοῦ ποταμοῦ Εὐήνου. ὁ δὲ Ἀχελῷος ἐνῆκεν ἑαυτὸν ἀπὸ τοῦ ἵππου εἰς τὰ ῥεῖθρα τοῦ ποταμοῦ καὶ ἀπώλετο· καὶ ἐξ ἐκείνου μετεκλήθη ὁ ποταμὸς Ἀχελῷος. ὁ δὲ Πολύφημος Ἡρακλῆς ἐκ τῆς πληγῆς τοῦ μαστοῦ αὐτοῦ μετ' ὀλίγας ἡμέρας τελευτᾷ. Μελέαγρος δὲ ὁ υἱὸς Οἰνέως, ἀδελφὸς τοῦ Τυδέως καὶ Δηϊανείρας, ἐποίησεν ἆθλον μέγαν, φονεύσας κάπρον ὃς ἐλυμαί νετο τὴν χώραν ἐκείνην πᾶσαν, τῆς κυνηγέτιδος Ἀταλάντης προ βαλούσης τόξῳ τὸν σύαγρον. καὶ μετὰ τὴν ἀναίρεσιν τοῦ θηρὸς τὸ δέρμα αὐτοῦ τῇ Ἀταλάντῃ Μελέαγρος ἐχαρίσατο, εἰς ἔρωτα ταύτης βληθείς. ἀπελθὼν δὲ ὁ Μελέαγρος εἰς τὸν ἑαυτοῦ πατέρα Οἰνέα ἀπῃτεῖτο παρ' αὐτοῦ τὰ νικητήρια τοῦ θηρός. καὶ μαθὼν 1.248 ὅτι τῇ Ἀταλάντῃ τὸ δέρμα ἐχαρίσατο, ὀργισθεὶς κατ' αὐτοῦ ἔλα βεν ὃν ἐφύλαττε θαλλὸν τῆς ἐλαίας ἡ Ἀλθαία, ὅντινα θαλλὸν τῆς ἐλαίας ἔγκυος οὖσα ἡ Ἀλθαία ἐπιθυμήσασα ἔφαγε, καὶ κατα πιοῦσα τὸ φύλλον τῆς ἐλαίας εὐθέως συνέτεκε τὸ τῆς ἐλαίας φύλ λον τῷ Μελεάγρῳ. περὶ οὗ χρησμὸς ἐδόθη τῷ πατρὶ αὐτοῦ Οἰνεῖ, τοσοῦτον χρόνον ζῆσαι τὸν Μελέαγρον ὅσον χρόνον φυλάττεται τὸ φύλλον τῆς ἐλαίας τὸ συγγενηθὲν αὐτῷ. ὅπερ φύλλον ἔκαυσεν ὁ Οἰνεὺς ἀγανακτήσας κατὰ τοῦ ἰδίου υἱοῦ, καὶ παραχρῆμα ἐτελεύτα. καὶ ὁ Εὐριπίδης δὲ δρᾶμα περὶ Μελεάγρου ἐξέθετο. Μετὰ δὲ τὴν βασιλείαν τοῦ Οἰνέως ἐβασίλευσε τῆς Αἰτωλίας χώρας ὁ ἕτερος υἱὸς αὐτοῦ ὁ Τυδεύς, ὁ πατὴρ Διομήδους, ὃς μετὰ τελευτὴν τοῦ πατρὸς αὐτοῦ ἐβασίλευσε τῆς τῶν Ἀργείων χώρας, ἀγαγόμενος ἐκ τοῦ Ἄργους γυναῖκα ὀνόματι Αἰγιάλειαν. καὶ ἀπονοηθεὶς κατέλυσε πολέμῳ τὴν ἰδίαν αὐτοῦ χώραν καὶ βα σιλείαν, ποιήσας αὐτὴν ὑπὸ τὴν τῶν Ἀργείων βασιλείαν· καὶ εὐ θέως ἐξώρμησε μετὰ τῶν Ἀχαιῶν ἐπὶ τὸ Ἴλιον. καὶ ἐπανελθὼν ἀπὸ τῆς Τροίας ἐπὶ τὸ ἴδιον βασίλειον οὐκ ἐδέχθη ὑπὸ τῶν αὐτοῦ. μαθὼν δὲ ὅτι ἡ γυνὴ αὐτοῦ Αἰγιάλεια κατασκευάζει αὐτῷ δόλον ὡς πορνευθεῖσα ὑπὸ τοῦ Κόμητος τοῦ συγκλητικοῦ αὐτῆς, ὅστις καὶ ἀνθίστατο αὐτῷ κραταιῶς ἅμα τῷ υἱῷ Ναυπλίου τῷ Αἴακι τὰ ὅμοια φωραθέντι, οἳ διὰ τὸν πρὸς αὐτὴν ἔρωτα πολλῷ σθένει ἀντεμάχουν αὐτῷ, ἰδὼν δὲ τούτους καὶ πᾶσαν τὴν Ἀργείαν χώραν ἀνθισταμένην αὐτῷ, καὶ μηδὲ εἰς τὴν ἰδίαν χώραν τὴν Αἰτωλίαν δυνάμενος ἀνελθεῖν, ἀνεχώρησεν ἀποπλεύσας ἐπὶ τὴν Καλαβρίαν 1.249 χώραν, καὶ κτίζει πόλιν ἐκεῖ παράλιον, ἣν ὠνόμασεν Ἀργυρίππην, τὴν νυνὶ Βενεβεντόν. Ὅτι ὁ Μῆδος Δαρεῖος καὶ Ἀρταξέρξης καὶ Ἀστυάγης καὶ Ναβογίαδος ἐλέγετο. φασὶ δὲ αὐτὸν ὄνου ἔχειν ὦτα· πάππος δὲ ἦν Κύρου. οὗτος ἐζεύχθη τῇ Ἐσθὴρ διὰ κάλλος, καὶ τὸν Δανιὴλ ἐν μεγιστᾶσι κατέστησε. συσκευῆς δὲ ὑπὸ τῶν μεγιστάνων κατὰ Δανιὴλ γενομένης ἐν τῷ λάκκῳ αὐτὸν τῶν λεόντων ἐνέβαλεν· οὗ διασωθέντος ἐκεῖνοι τροφὴ τοῖς λέουσιν ἐμβληθέντες γεγόνασι. τοῦτον τὸν Δαρεῖον Κῦρος ὁ Πέρσης ἀνελὼν τριάκοντα δύο ἔτη Βαβυλῶνος ἐκράτησεν. ἐφ' οὗ Κροῖσος ὁ Λυδὸς τῷ τε πολλῷ χρυσίῳ καὶ ταῖς νίκαις ἐπαρθεὶς δηλοῖ τῷ Κύρῳ ἢ παραχωρῆσαι τούτῳ τῆς βασιλείας Περσῶν, ἢ προσδέχεσθαι τοῦτον εἰς πόλε μον. Κῦρος δὲ τὸν Δανιὴλ εἰσκαλεσάμενος ἤκουσε παρεγγυῶντος θαρρεῖν, ὅτι καὶ Κροῖσον κατὰ κράτος νικήσεις καὶ εἰς Ἱερουσα λὴμ τὸν λαὸν Ἰσραὴλ ἀποστρέψεις. ἐπὶ αὐτοῦ τὰ κατὰ τὸν Μαρδοχαῖον καὶ Ἀμὰν καὶ ἡ διὰ τῆς Ἐσθὴρ ἀπολύτρωσις τῶν Ἑβραίων.ἐπὶ αὐτοῦ Δανιὴλ τὰς διὰ τοῦ Γαβριὴλ ὀπτασίας εἶδε, καὶ τὸν χρόνον τῆς παρουσίας τοῦ κυρίου ἔμαθε. κατὰ τούτους τοὺς χρό νους καὶ Σίβυλλα ἐν Σάμῳ ἐγνωρίζετο. Κύρου τὸ πρῶτον ἔτος κόσμου ἦν #δϠνβʹ. Οὗτος ὁ Κῦρος αἰχμαλωτεύσας πολλοὺς βασιλεῖς καὶ ἔχων αὐτοὺς ἐν φυλακῇ προσέταξε κατὰ ἑορτὴν τοῖς ὤμοις αὐτῶν σύρειν τὸ τετράϊππον ἅρμα, ἐν ᾧ αὐτὸς ἐπωχεῖτο. εἷς δὲ ἐκ τῶν βασιλέων
PG 121:285ἐπιστρεφό 1.250 μενος συχνῶς ἑώρα τοὺς τροχοὺς ἀναβαίνοντας. ὃν θεασάμενος ὁ βασιλεὺς καὶ θυμωθεὶς ἤρετο τίνος χάριν πυκνῶς στρεφόμενος οὐκ ἐᾷ τὸ ἅρμα κατ' εὐθεῖαν τρέχειν. ὅσπερ μετὰ φόβου ἀπελογήσατο "τοὺς τροχοὺς ὁρῶν ἀναβαίνοντας καὶ καταβαίνοντας ἐν νοῶ τὸ ἄστατον τοῦ βίου, πῶς τὰ κάτω ἄνω γίνονται καὶ τὰ ἄνω κάτω." ὅπερ ἀκούσας ὁ Κῦρος καὶ αἰσθόμενος ἔλυσεν αὐτόν, καὶ τιμήσας φιλοφρόνως ἀνεβίβασεν ἐν τῷ ἅρματι, καὶ ἐλευθερίας ἠξίωσεν οὐ μόνον αὐτὸν ἀλλὰ καὶ τοὺς λοιπούς. οὗτος ὁ Κῦρος Περσῶν καὶ Μήδων Χαλδαίων τε καὶ Ἀσσυρίων, Συρίας καὶ Λυδῶν ἐκράτησεν. Οὗτος τὸν Κροῖσον αἰχμαλωτίζει. καὶ θελήσας αὐτὸν πυρὶ κατακαῦσαι διὰ Σόλωνα ἐφείσατο τρόπῳ τοιῷδε. ἀπερχόμενος ὁ Κροῖσος καῆναι ἀνέκραξεν "ὦ Σόλων, ὦ Σόλων." τοῦτο ἀκού σας ὁ Κῦρος ἐπύθετο τίνος χάριν ὀνομάζει τὸν Σόλωνα, καὶ παρ' αὐτοῦ ἀκούει ὅτι ὅτε αἰχμαλωτεύσας τὸν Σόλωνα ἤνεγκα αὐτόν, καυχώμενος ἐν τῇ δόξῃ μου καὶ ἐν τῷ πλούτῳ τῆς βασιλείας μου εἶπον αὐτῷ "δύνασαι εὑρεῖν ὦ Σόλων εὐδαιμονέστερόν μου;" καὶ εἴρηκέ μοι ὅτι Διογένης ὁ κυνικὸς εὐδαιμονέστερός σού ἐστι καὶ ἄλλοι πολλοί. ὃν ἀποπεμψάμενος ὡς ἔξηχον, ἀρτίως ᾐσθόμην ὅτι πάντα τοῦ κόσμου οὐδέν εἰσιν. ἴδε γὰρ ὅτι οὐδὲν ὠφελήθην ἐκ τοῦ πλούτου τῆς βασιλείας μου. τηνικαῦτα αἰσθόμενος ὁ Κῦ ρος οὐ μόνον αὐτὸν ἀτιμώρητον εἴασεν, ἀλλὰ καὶ τιμήσας σύμ βουλον προσήκατο καὶ παιδαγωγὸν τοῦ παιδὸς Καμβύσου. οὗτος 1.251 ὁ Κροῖσος βουλόμενος τῷ Κύρῳ μαχέσασθαι ᾔτησε χρησμόν, καὶ λαμβάνει τοιοῦτον "Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύ σει." ὃν μὴ νοηθεὶς τὴν βασιλείαν αὐτοῦ ἀπώλεσε. Κῦρος τοίνυν τὸν Κροῖσον ὑποτάξας, τὸν Δανιὴλ συμβιω τὴν διὰ τὴν προφητείαν εἶχε καὶ ὁμοέστιον. καὶ τῷ λαῷ δὲ τὴν ἐπάνοδον μετὰ λαμπροῦ τοῦ κηρύγματος ἐθέσπισε. τότε καὶ ὁ Βὴλ ταῖς αὐτοῦ συμβουλίαις κατεστράφη, καὶ ὁ δράκων τῇ τοῦ Δανιὴλ ἀντανῄρηται συνέσει, καὶ οἱ τούτου θεραπευταὶ ἀπώλοντο, καὶ αὐτὸς τὸ δεύτερον τῆς τῶν λεόντων ὠμότητος ἐρρύσθη, καὶ οἱ τοῦτον διαβαλόντες ἐν αὐτοῖς ἀντανῃροῦντο. οὗτος Κῦρος μὲν Ἑλληνιστὶ ἐκαλεῖτο, Ἀρταξέρξης δὲ καὶ Ἀρθασασθὰς Περσιστί.τοῦτον τὸν Κῦρον κτείνει ἡ βασιλὶς Μασσαγετῶν· προσποιησα μένη γὰρ διὰ μηνυμάτων εἶναι αὐτοῦ δούλη, ἔπεμψεν αὐτῷ δῶρα καὶ πρόβατα καὶ οἶνον πολὺν μετὰ ἀσκῶν, καὶ μεθυσάντων τῶν περὶ τὸν Κῦρον ἐξελθοῦσα σχεδὸν πάντας ἀπέκτεινε, καὶ λαβο μένη τοῦ Κύρου ἔβαλε τὴν κεφαλὴν αὐτοῦ εἰς ἀσκόν, λέγουσα "κορέσθητι, ἀκόρεστε Κῦρε." Μετὰ Βαλτάσαρ τὸν υἱὸν Ναβουχοδονόσορ ἐκράτησε τῆς ἀρχῆς Δαρεῖος ὁ Ἀστυάγης ἔτη ιζʹ· ἐφ' οὗ Δανιὴλ τὸν ἑβδομη κονταετῆ τῆς μετοικεσίας χρόνον διαγινώσκει, καὶ τῶν ἑπτὰ ἑβδο μάδων αὐτῷ τὸ μυστήριον ἀποκαλύπτεται. καὶ εἴ τις ἀκριβῶς ἐξετάσαι βουληθῇ τὸν λόγον καὶ διαριθμήσασθαι τοὺς χρόνους, ἀρξάμενος ἀπὸ ἐξόδου λόγων κατὰ τὸν προφήτην τοῦ οἰκοδομηθῆ ναι Ἱερουσαλήμ, τουτέστιν ἀπὸ Νεεμίου υἱοῦ Ἀχελῆ τοῦ ἀρχιοι 1.252 νοχόου Ἀρταξέρξου, ὃς ἀξιωθεὶς καὶ ἐπιτραπεὶς ἄνεισιν οἰκοδο μῆσαι τὰ Ἱεροσόλυμα, εὑρήσει τὰς οʹ συμπεραινομένας ἑβδομά δας, ἔτη υϟʹ, ἐπὶ τὸν καιρὸν ἐκεῖνον ὅτε παλαιοῦται τὸ παράπτωμα καὶ συντελεῖται ἡ ἁμαρτία καὶ σφραγίζεται ὅραμα καὶ προφητεύει καὶ χρίεται ἅγιος ἁγίων, τουτέστιν ἐπὶ τὴν Χριστοῦ παρουσίαν καὶ τὴν λοιπὴν πραγματείαν. Κῦρος ὁ Πέρσης καταλύσας τὴν Μήδων καὶ Ἀσσυρίων δυ ναστείαν, κρατήσας δὲ τῆς Ἀσίας ἁπάσης ἐβασίλευσεν ἔτη λαʹ. τούτου τῷ πρώτῳ ἐνιαυτῷ ἑβδομηκονταετὴς χρόνος τῆς μετοικεσίας συμπληροῦται. ἐν δὲ τῷ ἑπομένῳ ἔτει συγχωρεῖ τοὺς δυναμένους τῶν Ἑβραίων οἰκίζειν ἀνελθόντας εἰς Ἱεροσόλυμα, καὶ τὸν ναὸν οἰκοδομηθῆναι προσέταξε. τῆς δὲ ἐπανόδου ἡγοῦντο Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ μεγάλου ἱερέως καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιήλ, καὶ προφήτης Ἀγγαῖος, καὶ Ζαχαρίας ὁ τοῦ Ἀδδώ. καταθέμενοι δὲ οἱ περὶ Ἰησοῦν τοῦ ναοῦ τὴν ἕδραν ἐφ' ὅλοις τεσσαράκοντα καὶ δύο ἔτεσι τὸ ἔργον ἐκωλύοντο συμπεραιῶσαι, μέχρις οὗ Δαρεῖος ὁ
PG 121:287Ὑστάσπου, δευτέρῳ ἔτει τῆς αὐτοῦ βασιλείας, τοὺς ἐμποδίζον τας ἀναστείλας τελείαν ἐπιτρέπει τοῦ ναοῦ τὴν κατασκευήν. καὶ συμπληροῦται ἐν ἄλλοις τέτρασιν ἔτεσιν, ὥστε συντελεσθῆναι αὐ τὸν ἐν ὅλοις ἔτεσι μϛʹ. Καμβύσης ὁ καὶ Ἀρταξέρξης ἐβασίλευσεν ἔτη ηʹ, Σφενδάνης καὶ Κιμέρδιος ἀδελφοὶ μάγοι μῆνας ζʹ. Δαρεῖος ὁ Κύρου ἀπό γονος, Ὑστάσπου δὲ υἱός, τοῖς μάγοις ἐπιθέμενος καὶ κρατή 1.253 σας ἐβασίλευσε μέχρι συμπληρώσεως Ἱερουσαλὴμ ἔτη ἕξ, καὶ 1.253 πρὸς τούτοις ἕτερα λʹ. ἐπὶ τούτου Ἱπποκράτης ὁ ἰατρὸς ἐγνω ρίζετο. Ξέρξης ὁ Δαρείου υἱὸς ἐβασίλευσενἔτη κʹ, Ἀρτάβανος μῆ νας ζʹ, Ἀρταξέρξης ὁ μακρόχειρ ἔτη μʹ. ἐπὶ τούτου τὰ κατὰ Ἐσθὴρ καὶ Μαρδοχαῖον καὶ Ἀμᾶν ἐπράχθη. ἐπὶ τούτου ᾠκοδομήθη Ἱερουσαλήμ, ὅπλοις τοὺς ἐνεργοῦντας περιτειχίσαντος. ἀπὸ τοῦ ὀγδόου ἔτους τούτου ἀριθμεῖσθαι δεῖ τὰς ἑβδομή κοντα ἑβδομάδας τῆς τοῦ Δανιὴλ ὀπτασίας μέχρι τῆς τοῦ κυρίου παρουσίας. Ἔδει δὲ τὰ κατὰ τὴν Ῥώμην προταχθῆναι τούτων ὡς ἀρ χαιότερα, ἀλλὰ διὰ τὴν συνέχειαν τῆς ἀκολουθίας ὑπερετέθησαν, καὶ τεθήσονται καθεξῆς μετὰ τὴν συμπλήρωσιν τῆς τῶν Ἀσσυ ρίων βασιλείας καὶ τῆς τῶν Ἑβραίων αἰχμαλωσίας. Ξέρξης ὁ Ἀρταξέρξου, ἐπικληθεὶς Νόθος, ἀνελὼν Σογδα νὸν ἐβασίλευσεν ἔτη ιθʹ. Δαρεῖος ὁ Ὑστάσπου καὶ Παρυσάτιδος ἔτη λϛʹ, κόσμου ἔτη #δϠϟβʹ. οὗτος ἔτι ἰδιωτεύων ηὔξατο τῷ θεῷ, εἰ βασιλεύσει Περσῶν, ἀνεγεῖραι τὸν ἐν Ἱεροσολύμοις ναὸν καὶ πάντα τὰ Ἰουδαίων ἀποδοῦναι ἱερὰ σὺν τοῖς αἰχμαλώτοις καὶ πατρῴοις ἔθεσι. τούτων τῶν εὐχῶν καὶ Ζοροβάβελ ὁ τοῦ Σαλα θιὴλ ἀκουστὴς καὶ σύμβουλος γεγονὼς ὕστερον ἀνέμνησε, συνή θης ὤν. καὶ γὰρ ἀπεστάλη μὲν καὶ πρῶτον ὁ λαός, καὶ τῶν θεμελίων τοῦ ναοῦ ὑποβληθέντων ἐπαύθη ἡ οἰκοδομὴ ἐκ διαβολῆς 1.254 τῶν προσοίκων Σαμαρειτῶν. καὶ ἦσαν ἐν τῷ αὐτῷ σχήματι χρό νους μαʹ ἕως τοῦ δευτέρου ἔτους Δαρείου. εἶτα πληροῦται ὁ ναὸς ἐπὶ ἓξ χρόνοις δι' ὑπομνήσεως καὶ χειρῶν Ζοροβάβελ καὶ Ἰησοῦ τοῦ Ἰωσεδέκ, ἤγουν ἐν μζʹ ὅλοις ἐνιαυτοῖς ἀπὸ τοῦ πρώτου ἔτους Κύρου. διὸ καὶ εἴρηται παρὰ τῶν Ἰουδαίων πρὸς τὸν κύριον "ἐν μϛʹ ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;" ὁ γὰρ Σολομῶν ἐν ἑπτὰ ἔτεσι κατεσκεύασεν αὐτόν. ἦσαν δὲ οἱ ὑποστρέψαντες ἀπὸ τῆς αἰχμαλωσίας Βαβυλῶνος χιλιάδες κδʹ καὶ τξʹ, δοῦλοι δὲ ἑπτακισχίλιοι λζʹ. Ἡ δὲ τοῦ Ζοροβάβελ ὑπόμνησις τοιαύτη ἦν. τρεῖς σωμα τοφύλακες τοῦ βασιλέως εἰς ἑαυτοὺς διαλεχθέντες εἶπον "λαλήσω μεν τῷ βασιλεῖ ζητήματα, ἕκαστος περὶ τοῦ τί ἐστιν ἰσχυρότερον ἐν τῷ κόσμῳ, ὃ νικᾷ πάντα· καὶ οἷος ἂν εὑρεθῇ νικήσας, τιμη θήσεται παρὰ τοῦ βασιλέως." ὁ πρῶτος εἶπεν "ἰσχυρότερος ὁ οἶνος, καὶ νικᾷ πάντα." ὁ δεύτερος εἶπε "νικᾷ ὁ βασιλεύς, τὸ βούλεσθαι ἔχων τῇ δυνάμει σύνδρομον." ὁ τρίτος ὁ καὶ Ζορο βάβελ εἶπε "νικᾷ ἡ γυνή, καὶ ὑπὲρ πάντα ἡ ἀλήθεια." ὃς ἐπῃνέ θη, καὶ ἐδόθη αὐτῷ αἴτησις. ὁ δὲ ὑπέμνησε τὸν βασιλέα τῆς εὐχῆς, καὶ ἀπέλυσε τὸν λαὸν πάντα, καὶ τὴν πόλιν καὶ τὸν ναὸν ᾠκοδόμησεν. Ἐν τῇ δευτέρᾳ τῶν Μακκαβαϊκῶν ἐπιστολῶν τοῖς κατ' Αἴγυπτον Ἰουδαίοις γέγραπται περὶ Νεεμίου, ὅτι ἀνοικοδομήσας τὸ ἱερὸν καὶ τὸ θυσιαστήριον καὶ μέλλων θυσίαν ἀναφέρειν ἔπεμψε 1.255 τοὺς ἐγγόνους τῶν ἱερέων ἐπὶ τὸ φρέαρ, ἐν ᾧ κατέκρυψαν οἱ πα τέρες αὐτῶν ἐν τῷ καιρῷ τῆς αἰχμαλωσίας λαβόντες ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου, ὡς Ἱερεμίας φησί, τοῦ ἀγαγεῖν πῦρ ἐξ αὐτοῦ. οἱ δὲ ἀπελθόντες οὐχ εὗρον πῦρ, ἀλλ' ὕδωρ παχύ. ἐκέλευσε δὲ Νεεμίας ἀγαγεῖν ἐκ τούτου, καὶ ἐπιρρᾶναι τοῖς ξύλοις τοῖς ὑποκει μένοις τῇ θυσίᾳ. τοῦ δὲ ἡλίου ἀπὸ νέφους λάμψαντος ἀνήφθη πυρὰ μεγάλη κατὰ τῶν θυσιῶν καὶ ἐδαπάνησεν αὐτάς, ὥστε θαυ μάσαι πάντας καὶ δοξάσαι τὸν θεὸν μετ' εὐχῆς. Ὅτι ὁ Ξέρξης οὗτος Αἴγυπτον παραλαβὼν καὶ εἰς Ἀθήνας ἐλθών, ζεύξας τὸν Ἑλλήσποντον, ἐνέπρησεν αὐτάς. ἐν δὲ Ῥώμῃ Πορτίλα τις παρθένος ἐπὶ διαφθορᾷ καταγνωσθεῖσα ζῶσα κατω ρύγη. καὶ νόμοι ἐν Ῥώμῃ ἀπὸ Ἑλλάδος διὰ δώδεκα βιβλίων ἐπέμφθησαν. ἐν τούτοις τοῖς χρόνοις ἐρράγη ἐν Σικελίᾳ τὸ Αἰτναῖον ὄρος καὶ ἐξῆλθε πῦρ. καὶ
PG 121:289σεισμῶν γενομένων ἡ πρὸς Λόκροις Ἀταλάντη σχισθεῖσα νῆσος ἐγένετο. κατὰ τούτους τοὺς χρόνους καὶ οἱ Ἀθηναῖοι τοῖς κδʹ Ἑλληνικοῖς γράμμασιν ἐχρήσαντο, μόνα ιϛʹ ὄντα πρότερον. καὶ Σωκράτης ἐξ ἀνοίας τῶν Ἀθηναίων τὸ κώνειον πιὼν ἐτελεύτα. Ἑλίκη καὶ ἡ Βοῦρα, πόλεις Ἀχαΐας, μεγάλοις σεισμοῖς κατεπτώθησαν· ὧν ἔτι κατὰ θάλασσαν τὰ ἴχνη φαίνονται τοῖς πλέουσιν ἀπὸ Πατρῶν ἐπὶ Κόρινθον δεξιᾷ. Ὅτι Σκηπίων Ἀφρικανὸς Ῥωμαῖος δικτάτωρ, πορθήσας Καρχηδόνα, Ἀφρικὴν τὴν χώραν μετωνόμασεν. 1.256 Ὅτι Γαλάται καὶ Κελτοὶ Ῥώμης ἐκράτουν πλὴν τοῦ Καπιτωλίου. Ἀριστοτέλης τῷ Πλάτωνι μαθητεύει ἀπὸ δεκαεπτὰ χρόνων τῆς ἡλικίας αὐτοῦ. Ἐπ' αὐτοῦ Διονύσιος ἐτυράννει τῶν Σικελῶν, καθ' ὃν ὁ Πλάτων ἀποδημήσας ἱστορίας ἕνεκα τῶν λεγομένων Αἰτναίων κρατήρων τοῦ πυρὸς τῷ τυράννῳ γινώσκεται. ὃς καὶ ἐπερωτᾷ Πλάτωνα τίς εὐδαίμων ἐν ἀνθρώποις, ἐλπίζων ἀκοῦσαι παρὰ τοῦ φιλοσόφου ὅτι σύ. ὁ δὲ εἶπε "Σωκράτης ἁπάντων, καὶ οἱ κατ' ἐκεῖνον ζῶντες φιλόσοφοι." καὶ αὖθις ἠρώτα τί ἔργον πολιτικόν, ποθῶν ἀκοῦσαι τὸ ὀρθῶς δικάζειν· ηὔχει γὰρ ἐπὶ τούτῳ Διονύ σιος. ὁ δὲ ἀπεκρίνατο "τὸ καλοὺς καὶ ἀγαθοὺς ποιεῖν τοὺς πολί τας." εἶτά φησι "τὸ ὀρθῶς δικάζειν τίνος ἔργον σοι δοκεῖ;" "μόριόν τι μικρὸν πολιτικοῦ τὸ δικάζειν ὀρθῶς· ἀκεσταῖς γὰρ ἐοίκασι τοῖς τὰ διερρωγότα ἱμάτια ἀνυφαίνουσιν." καὶ τρίτον αὐτὸν ἐπανήρετο ὅ τι τύραννον εἶναι, φάσκων, ποταπόν σοι φαί νεται; πρὸς ὃν ἀντέφησε Πλάτων "σφόδρα δεινόν, ὅπου γε καὶ τὰ κουρευτικὰ μαχαίρια φοβεῖται." Ἀρταξέρξης ὁ ἐπικληθεὶς Ὦχος ἔτη κϛʹ, Ἄρσης Ὦχος ἔτηβʹ, Δαρεῖος Ἀρσάμου ἔτη ϛʹ. Ἀλεξάνδρου δὲ τοῦ Μακεδόνος, περὶ οὗ ἐν ταῖς βασιλείαις εἰρήσεται πλατύτερον, Πέρσαις ἐπικει μένου Δαρεῖον οἱ περὶ τὸν Βῆσσον ἀναιροῦσιν ἐν Βάκτροις. καὶ καταλύεται ἡ Περσῶν βασιλεία, ἐφ' ὅλοις παρατείνασα ἔτεσι 1.257 τριακοσίοις, ὧν τὰ μὲν τῆς μετοικεσίας οʹ, τὰ δὲ ἑξῆς σλʹ. κόσμου ἔτη #δψμγʹ. Ῥωμύλος καὶ Ῥῶμος. οἱ αὐτάδελφοι οὗτοι ὑπὸ Ἰουλίας θυγατρὸς Ἀμουλίου, ἱερείας τοῦ Ἄρεος οὔσης καὶ ὑπό τινος στρατιώτου πορνευθείσης, δίδυμα ἐγεννήθη. ὁ τοίνυν πάππος Ἀμούλιος διὰ τὴν πορνείαν παροξυνθεὶς εἰς τὰς ὕλας αὐτοὺς ἐξέ θετο· οὓς εὑροῦσα γυνὴ πρόβατα νέμουσα ἐν τῷ ὄρει ἀνεθρέ ψατο. εἴθιστο δὲ τοῖς ἐγχωρίοις λυκαίνας τὰς τοιαύτας καλεῖν γυναῖκας διὰ τὸ ἐπίπαν ἐν τοῖς ὄρεσι μετὰ λύκων διατρίβειν· διὸ καὶ τούτους ὑπὸ λυκαίνης ἀνατραφῆναι μυθολογεῖται. οὗτος ὁ Ῥωμύλος Ῥώμην κατεσκεύασε, τῇ οἰκείᾳ προσηγορίᾳ ταύτην καλέσας. τοὺς δὲ πρεσβυτέρους καὶ ἐχέφρονας ἐπιλεξάμενος ἑκατὸν πατρικίους αὐτοὺς καὶ προέδρους τῶν κοινῶν ἀπέφηνε πραγμάτων, καὶ σενάτορας καὶ βουλευτὰς διὰ τὴν ἡλικίαν τοὺς ἄνδρας ὠνόμα σεν. ἐκ τούτων δὲ δέκα τοὺς ἀρίστους ἐπιλεξάμενος πατρικίους ἐκάλεσεν ἐκ μεταφορᾶς τῶν πατέρων. τριακοσίους δὲ ἱππεῖς καὶ τρισχιλίους πεζοὺς πρὸς τὴν τῆς πόλεως φρουρὰν ἀπεγράψατο στρατιώτας. εἰς φυλὰς δὲ τέσσαρας τὸ τοῦ δήμου διένειμε πλῆ θος. τῷ δὲ Διὶ Πίκῳ μέγαν ναὸν ᾠκοδόμησε, καὶ εὑρηκὼς τὰ τοῦ Ἡρακλέους ὅπλα τοῦ ἐκ Πίκου Διὸς γενομένου ἐκεῖ ταῦτα ἀπέθετο. ἀνενέωσε δὲ καὶ τὸ ἀπὸ Πάλαντος καλούμενον παλά τιον. τῷ δὲ Ἄρει ᾠκοδόμησε ναόν, ὃν ἐγκαινίζοντες ἐν μηνὶ τῷ παρ' αὐτοῖς πρῶτον πρίμῳ καλουμένῳ, Μάρτιον μετωνόμασε τὸν μῆνα, ὃ ἑρμηνεύεται Ἄρης. ἐν ᾧ καὶ τὸ Παλλάδιον ἀπέθετο τὸ 1.258 ἀπὸ Τροίας. Ῥῶμος ἐπαναστὰς Ῥωμύλῳ πεφόνευται. οὗ γενομένου οὐ διέλιπον ἐν τῇ πόλει γίνεσθαι σεισμοὶ καὶ θόρυβοι καὶ ἐμφύλιοι πόλεμοι, ἄχρις οὗ ἐκ τοῦ μαντείου τῆς Πυθίας ἔμαθεν ὅτι διὰ τὸν φόνον τοῦ ἀδελφοῦ σου ταῦτα γίνεται, καὶ οὐ παύ σονται εἰ μὴ συγκαθεσθῇ σοι ἐν τῇ βασιλείᾳ. ποιήσας οὖν στή λην χρυσῆν ἐκτυποῦσαν τὸ πρόσωπον τοῦ ἀδελφοῦ αὐτοῦ, παρε σκεύασε τίθεσθαι αὐτὴν ἔνθα ἂν αὐτὸς ἦν. ἐκέλευσε δὲ καὶ τοὺς ἄρχοντας αὐτοῦ τοῦτο ποιεῖν· καὶ εἴ τι ἂν προσέταξεν, ὡς ἀπὸ τῶν δύο ἀπέφαινεν, οἷον ἐκελεύσαμεν, ἐθεσπίσαμεν,
PG 121:293ἐπετρέψαμεν. καὶ τούτῳ τῷ τρόπῳ οἱ σεισμοὶ καὶ αἱ ταραχαὶ τῆς πόλεως ἐπαύ σαντο. οὗτος κτίζει πρῶτον ἱππικὸν ἐν πόλει Ῥώμῃ, ὃ κερκέσιον Ῥωμαῖοι καλοῦσιν, εἰς τὴν ἑορτὴν τοῦ ἡλίου, διελὼν τὴν Ῥώμην εἰς μέρη τέσσαρα, εἰς τιμὴν τῶν τεσσάρων στοιχείων, γῆς θα λάσσης ἀέρος καὶ πυρός. τυποῖ δὲ τὰς μὲν δώδεκα θύρας τοὺς δώδεκα οἴκους τοῦ ζωδιακοῦ κύκλου, τὸ δὲ πέλμα τὴν γῆν πᾶσαν εἶναι, τὸν εὔριπον τὴν θάλασσαν ὑπὸ τῆς γῆς μεσαζομένην, τὸν δὲ ἐπὶ τὰς θύρας καμπτὸν τὴν ἀνατολήν, καὶ τὸν ἐπὶ τῇ σφενδόνῃ τὴν δύσιν, τὰ δὲ ἑπτὰ σπάτια τὸν δρόμον τῶν ἑπτὰ πλανήτων, τὸν δὲ ἀέρα οὐρανόν. καὶ ἐπέθηκε τοῖς μέρεσι τὰ ὀνόματα ταῦτα, τῇ γῇ τὸ πράσινον, ὅ ἐστι χλοῶδες, τῇ θαλάσσῃ τὸ βένετον, καθό εἰσι τὰ ὕδατα κυανᾶ, τῷ πυρὶ τὸ ῥούσιον καὶ τῷ ἀέρι τὸ λευκόν. τὸ δὲ πράσινον ἐκάλεσε ἀπὸ μεταφορᾶς τοῦ πρεσέντου διὰ τὸ εἶναι παράμονον· ἴδιον γὰρ τῆς γῆς τὸ χλοῶδες διὰ παν τός. τὸ δὲ βένετον ἀπὸ τῆς Βενετίας. καὶ προσεκόλλησε τῇ γῇ 1.259 τὸ λευκόν, τουτέστι τὸν ἀέρα, διότι ἑκάτερα τῆς ἀλλήλων συγκρά σεως δέονται. ὁμοίως καὶ τὸ ῥούσιον τῷ κυανῷ ὑπέταξε, διότι τὸ πῦρ ὑπόκειται τῷ ὕδατι. ἐπετέλεσε δὲ καὶ τὰ καλούμενα βρου μάλια, καθάπερ οἱ γεωργοὶ μετὰ τὴν γηπονίαν ἀναπαυόμενοι ἀμοι βαδὸν ἑαυτοὺς ἀπέτρεφον πανηγυρίζοντες καὶ ἀγραυλοῦντες ἐπὶ τοῖς ἀλλήλων ὀνόμασιν. ἀλλὰ καὶ τὴν Ῥώμην λαοῦ ἐνέπλησε, πολιτῶν τὸ πρῶτον σπανίζουσαν. καὶ νόμον τίθησι τοὺς παῖδας ἐν οἰκετῶν μοίρᾳ τοῖς πατράσιν ὑπείκειν· ὃς μέχρι τοῦ παρόντος παρὰ Ῥωμαίοις κρατύνεται. αὐταρχήσας δὲ λζʹ ἔτη Ῥωμύλος καταλύει τὸν βίον. οὗτος μετωνόμασε τὴν πόλιν καὶ τὸ ἔθνος τῷ ἰδίῳ ὀνόματι Ῥωμαίους, πρότερον λεγομένους Λατίνους, πρὸ δὲ τούτου Ἀβοριγίνας. Νουμᾶς Πομπίλιος Σαβῖνος μετὰ Ῥωμύλον ἐβασίλευσε. πόλεμον μὲν οὐδένα πώποτε διῳκήσατο, τὰ δὲ κατὰ πόλιν εἰς τὸ ὠφελιμώτερον διεκόσμει, νόμους ὅτε καθιστὰς πολιτικοὺς καὶ ἡμέρους, δι' ὧν ἀστείους τε καὶ φιλανθρώπους τοὺς πολίτας ἀπειργάζετο. ἐνιαυτόν τε πρῶτος εὕρατο, ἱερά τε πλεῖστα καὶ τεμένη θεῶν ἱδρύσατο. καὶ τὰς Ἑστιάδας παρθένους τοῦ πυρὸς καὶ ὕδατος τὴν ἐπιμέλειαν ἔχειν ἐπέτρεψεν, αἳ διὰ τοῦ βίου τὴν παρθενίαν ἐφύλαττον· εἰ δὲ μή, λίθοις κατεχώννυντο. καὶ τὸ Καπιτώλιον, ὅπερ κεφαλὴν πόλεως σημαίνει, ἐκ θεμελίων ᾠκο δόμησε. καὶ τῷ ἐνιαυτῷ δύο μῆνας προσέθηκε, τὸν Ἰανουάριον καὶ τὸν Σεξτίλιον, δεκαμηνιαίου τοῦ ἐνιαυτοῦ πρὸ τούτου χρημα 1.260 τίζοντος. οὗτος ἐκ τῶν Ἰσαύρων τὴν τῆς χλαμύδος στολὴν φο ρεῖν ἐφεύρατο. καὶ ἀσσάρια δὲ ἀπὸ ἀσήμου καὶ χαλκοῦ πεποιη μένα πρῶτος Ῥωμαίοις ἐχαρίσατο, πρὶν διὰ σκυτίνων καὶ ξυλίνων καὶ ὀστρακίνων τὴν χρείαν πληρούντων· ἅπερ ἐκ τοῦ ἰδίου ὀνό ματος νουμία ἐκάλεσεν. οὕτως μὲν οὖν ἐξ ἀμφοτέρων καὶ ἰσχυρὰ ταχέως καὶ εὔκοσμος ἡ πόλις ἐγένετο, τοῦ μὲν τὰ πολιτικὰ καὶ εἰρηνικὰ ἐκτυπώσαντος, τοῦ δὲ Ῥωμύλου τὰ πολεμικά. δυνα στεύσας δὲ Νουμᾶς τῆς Ῥώμης ἔτη μζʹ νόσῳ τελευτᾷ. Τοῦλλος Ὁστίλιος ἔτη λβʹ. οὗτος τὸ τῆς Ῥώμης πόλισμα εὐρύτερον κατασκευάζει, λιμένα τε καὶ γέφυραν ποιήσας. κεραυνῷ βληθεὶς αὐτοῖς ἅμα τοῖς βασιλείοις καταναλίσκεται. Ἄγκος Μαρκίων ἔτη κδʹ βασιλεύει Ῥώμης, ὃς ἐκ θυγατρὸς Νουμᾶ Πομπιλίου γέγονεν. οὗτος τὸ τῆς Ῥώμης τείχισμα πρὸς τοῖς εἰρημένοις πλατύνας, καὶ τὸν ποταμὸν Τίβεριν πρὸς ταῖς ἐκ βολαῖς τειχίσας, ἐπ' αὐτῆς τῆς ῥαχίας ἀνίστησι πόλιν, ἣν Ὀστίαν ἀπὸ τῆς θέσεως προσηγόρευσεν, ὃ σημαίνει θύραν, ἑκκαίδεκά που σημείοις ἀπέχουσαν Ῥώμης. οὗτος νόσῳ τελευτᾷ. Πρίσκος Ταρκύνιος Ῥώμης ἐβασίλευσε μετὰ τοῦτον, ὃς τὴν Ῥώμην τείχει μεγάλῳ ὠχύρωσε, περιγραφήν τινα μόνην τοῦ προ τέρου ἐπισημήνας. καὶ τὰς ὑπονόμους τάφρους δι' ὧν ἐπὶ τὸν Τίβεριν τὸ ἐκ τῶν στενωπῶν ὕδωρ ὀχετεύεται, ἔργον ἐς τὰ μά λιστα τῇ πόλει χρήσιμον, κατεσκεύασεν. οὗτος λθʹ ἔτη τῆς ἀρ 1.261 χῆς κρατήσας ὑπὸ τῶν Μαρκίου παίδων, τοῦ πρότερον δυνα στεύοντος τῆς Ῥώμης, ἀναιρεῖται. Σέρβιος Τούλλιος τὴν ἡγεμονίαν ἐκδέχεται, τεχθεὶς ἐκ γυ ναικὸς εὐγενοῦς μὲν
PG 121:297αἰχμαλώτου δὲ καὶ δούλης κατὰ τὴν συμφο ρὰν νενομισμένης, ἥτις εἰς Ῥώμην ἀχθεῖσα ἔγκυος, μικρὸν ὕστερον τεκοῦσα, Σέρβιον τὸ τεχθὲν ἐπωνόμασεν, ὡς ἂν εἰ εἴποιμεν δού λειον. οὗτος ἔτι προσέθηκε τῷ μεγέθει τῆς πόλεως, καὶ τάφρον ὅτι μεγίστην περὶ τὸ τεῖχος ἤλασε. καὶ πρῶτος ἁπάντων τὸ τῶν Ῥωμαίων πλῆθος ἀριθμηθεὶς εὗρεν ὀκτὼ μυριάδας πολιτῶν οὔσας σὺν τρισχιλίοις ἀνδράσι, πρὸς τοῖς ἐπὶ τῶν ἀγρῶν διαιτωμένοις. οὓς εἰς λόχους κατανείμας, καὶ ταῖς οὐσίαις ἑκάστου τιμήματα πρὸς λόγον τῆς δυνάμεως ἐπιθείς, δικαιότατον ἁπάντων πολίτευμα καὶ πολυωφελέστατον εἰσηγάγετο. ταύτῃ γὰρ τῇ διακοσμήσει τάς τε τῶν στρατιωτῶν καταγραφὰς καὶ τὰς τῶν εἰσφορῶν συν τάξεις καὶ τὰ τιμήματα τῶν βίων ἐποιεῖτο· τέσσαρα γὰρ οὗτος τὰ τιμωρημάτων ἐφεῦρεν ὄργανα. καὶ τεσσαράκοντα ἔτη τῆς ἀρχῆς κρατήσας διαφθείρεται, δολοφονηθεὶς ὑπὸ Ταρκυνίου Σουπέρβου. Ταρκύνιος Σούπερβος. οὗτος εὐθὺς πάντας ἐκίνησεν ἐπὶ τὸ αὐθαδέστερον, καὶ βαρυτέραν τὴν πολιτείαν ἀπέφηνε, τούς τε νόμους μεταθεὶς καὶ ἄρχοντας προβαλλόμενος, καὶ δι' αὐτῶν τὸν δῆμον δεσμοῖς παντοίοις καὶ μεγάλοις καὶ κολάσεσι καὶ ἐξορίαις 1.262 αἰκιζόμενος· αὐτὸς γὰρ ἐξεῦρε δεσμά, μάστιγας, ξύλα, εἰρκτάς, φυλακάς, κλοιούς, πέδας, ἁλύσεις, ἐξορίας, μέταλλα καὶ εἴ τι ἄλλο κακόν. φιλοπόλεμός τε εἰ καί τις ἄλλος πώποτε γέγονεν, ὑπερόπτης τε καὶ ἀλαζών. ὅθεν καὶ τὴν ἐπωνυμίαν ταύτην ἀπη νέγκατο· σουπέρβους γὰρ τοὺς ὑπερηφάνους Ῥωμαῖοι ὀνομάζου σιν. οὗτος παρὰ Ῥωμαίοις μισηθεὶς διά τε τἆλλα καὶ διὰ τὸν ὁμώνυμον αὐτῷ Ταρκύνιον, ὃς καὶ γυναῖκα Λατίνου Λουκρητίαν λεγομένην εὐγενῆ παρὰ Ῥωμαίοις νυκτὸς ἀπὸ τοῦ στρατοπέδου πορευθεὶς πρὸς βίαν ᾔσχυνεν. ἡ δὲ τὸ περὶ αὐτὴν ἀδίκημα τῷ τε ἀνδρὶ μικρὸν ὕστερον ἐπανελθόντι καὶ τῷ πατρὶ καὶ τῇ λοιπῇ κατε μήνυσε συγγενείᾳ· καὶ ἐπαρασαμένη πολλὰ τοῖς ἐφ' αἵματος, εἰ τὴν συμφορὰν αὐτῆς καταλίποιεν ἀτιμώρητον, ξίφος σπασαμένη ὅπερ ὑπὸ τοῖς κόλποις ἀφανῶς ἔφερεν, ἑαυτὴν ἐν ὄψει τῶν παρόν των κατειργάσατο. τοῦτο πᾶσαν τὴν πόλιν εἰς ὀργὴν ἀνῆψεν, ἀλλὰ καὶ Βροῦτον προσήκοντα μὲν κατὰ γένος ἐκείνῃ, ἄνδρα δὲ δημοτικόν τε καὶ μισοτύραννον, ὃς μάλιστα τὸ πλῆθος εἰς τὴν τοῦ βασιλέως ἤγειρεν ἀποστασίαν. ἀφείλετό τε τῆς ἐξουσίας πά σης Ταρκύνιος· ἅμα γὰρ τῇ κατὰ τὴν πόλιν ἐπαναστάσει, καὶ ἡ πρὸς Ἀρδέαν οὖσα στρατιὰ Ῥωμαίων ἀπολιποῦσα τὸν τύραννον ᾤχετο, οὐδὲν οὔτε ἀνακαλοῦντος οὐδὲ μένειν δεομένου πεφροντι κυῖα. Ταρκύνιος δὲ τοῖς παροῦσιν ἀμηχανῶν ἤλαυνεν ἐπὶ τὴν Ῥώμην ὡς παύσων τῇ παρόδῳ τὴν ταραχὴν καὶ τὴν δυναστείαν μετὰ πειθοῦς ἀναληψόμενος· ἀπεωσθεὶς δὲ ὑπὸ τῶν πολιτῶν 1.263 ἀπεχώρει σὺν τοῖς οἰκείοις, βασιλεύσας ἔτη κδʹ. καθ' ὃν δὴ χρόνον ἡ πόλις ἀπελύθη τῆς τυραννίδος. Δημοκρατία δὲ τὴν Ῥώμην ἐπὶ χρόνους τεσσαράκοντα τρεῖς δυσὶ στρατηγοῖς ἐναυσιαίαν ἔχουσι τὴν ἀρχὴν ἐφύλαττεν, οὓς κον σούλους οἷα δὴ στρατηγοὺς καὶ προβούλους καὶ προηγόρους ὠνό μαζον· ὑπάτους δὲ τούτους οἱ Ἕλληνες λέγουσιν. ἐπὶ ταύτης τῆς δημοκρατίας οἱ Γάλλοι τυραννήσαντες κατὰ Ῥωμαίων ἔρχονται. καὶ Μάλιον στρατηγὸν οἱ Ῥωμαῖοι κατ' αὐτῶν στέλλουσιν, ὃς καὶ τροπωσάμενος αὐτοὺς ὑπέστρεψεν. ἦν δέ τις ἐκ τοῦ μέρους τῶν Γάλλων καταγόμενος συγκλητικός, Φεβρουάριος ὀνομαζόμενος. οὗτος Μαλίου τοῦ καὶ Καπιτωλίνου ἐν Κομέντῳ ποτὲ εἰσελθόντος καὶ ἀγαθὰ συμβουλεύσαντος, ὁ Φεβρουάριος πικρῶς ὠνείδισε Μάλιον ὡς ἀνταρσίαν μελετῶντος. διὸ καὶ ἀποδοκιμάζεται Μάλιος καὶ τῆς ὑπάρξεως διῄρηται. μετὰ ταῦτα τῶν Γάλλων νυκτὸς τὴν Ῥώμην καταδραμόντων ἐν χειμῶνι καὶ τοὺς φύλακας ἀποκτει νάντων καὶ ἐν τῷ μέσῳ τῆς πόλεως πάντας ἀναιρούντων, τῶν δὲ δυναμένων εἰς τὸ Καπιτώλιον φυγόντων, Μάλιος ὁ καὶ Καπιτω λῖνος τοῦτο διεγνωκὼς οὐ τοῖς λελυπηκόσιν ἐνεκότησεν, ἀλλ' ὅσους ἠδυνήθη τῶν πολιτῶν καὶ ἐγχωρίων συλλέξας, καὶ ἀπροόπτως τοῖς Γάλλοις ἐπιπεσών, πάντας μετὰ τοῦ ῥηγὸς
PG 121:299Βρίσου ἀπέκτεινε καὶ τὴν πόλιν τῆς συμφορᾶς ἐλυτρώσατο. διὸ καὶ Μάλιος μόνος ἐψηφίσθη τὰ τῶν Ῥωμαίων διοικεῖν. καὶ εὐθὺς τὸν ἐχθρὸν Φεβρουάριον κατασχών, δι' ὃν καὶ ἐπεφυγάδευτο, καὶ ἐκβαλὼν 1.264 ἔξω τῆς πόλεως γυμνόν, ψιάθῳ θρυΐνῳ περιβεβλημένον καὶ σχοινίῳ τὴν ὀσφὺν περιεζωσμένον ὡς παίγνιον, καὶ ῥάβδοις τυ πτόμενον, τοῖς καταχθονίοις αὐτὸν θεοῖς δοθῆναι θυσίαν προσέ ταξε. Σεξτίλιος ἦν τότε μήν, ὃν ὡς κολοβὸν ὁ Μάλιος Φεβρουά ριον ἐπωνόμασεν. ὅθεν καὶ κατ' ἔτος ψίαθον ἐπὶ τῆς ἀγορᾶς προτιθέντες Ῥωμαῖοι τύπτουσι ῥάβδοις, ἐπιφωνοῦντες "ἔξελθε Φεβρουάριε τῆς πόλεως." Ἐπὶ τοῖς τῆς δημοκρατίας χρόνοις ὁ βασιλεὺς Αἰγύπτου Νεκτεναβὼ μὴ φέρων τὴν ἔφοδον τοῦ Ἀρταξέρξου, παραλαβόντος τότε τὴν Αἴγυπτον, κειράμενος τὴν κόμην καὶ τὸ σχῆμα τῆς βασιλείας ἀμείψας κατέλαβε τὴν Πέλλην, πόλιν Μακεδονίας ἀγχοῦ Θεσσαλονίκης κειμένην, φαντασίας τινὰς καὶ μαγείας Αἰγυπτιακὰς ἐνδεικνύμενος καὶ προαγορεύων τὰ μέλλοντα. γνώριμός τε ἐντεῦθεν Φιλίππῳ καὶ Ὀλυμπιάδι γενόμενος ἐθρυλλήθη ὡς διά τινος μαγγανείας τῇ Ὀλυμπιάδι ἐμίγνυτο καὶ υἱὸν ἔσχεν ἐξ αὐτῆς τὸν Ἀλέξανδρον. Διόδωρος δέ φησιν ὅτι Ἀλέξανδρος ἐξ Ἡρακλέος τὸ πρὸς πατρὸς εἷλκε γένος, πρὸς μητρὸς δὲ Αἰακιδῶν. ἔνιοι δὲ τοῦτον ὑπὸ Ἄμμωνος τοῦ Διὸς συλληφθῆναι μυθεύονται. τότε καὶ ἡ Ῥόδος ὑπὸ σεισμοῦ κατηνέχθη καὶ ἡ στήλη τοῦ κο λοσσοῦ. Φίλιππος δὲ τῆς Μακεδονίας βασιλεύσας χρόνους καʹ, πολ λὴν τῆς Ἑλλάδος καταστρεψάμενος μοῖραν, ἐπὶ τοῦ πρὸς Ἀθηναίους καὶ τὸν Δημοσθένην πολέμου τὸν δεξιὸν τῶν ὀφθαλμῶν 1.265 ἐκκοπείς, ὑπὸ Παυσανίου τοῦ ἰδίου ὑπασπιστοῦ διαφθείρεται. καὶ μένει ἡ ἀρχὴ ἐπὶ τετραετίαν γυμνή. Ἄρτι δὲ τοῦ Φιλίππου [τοῦ] παιδὸς Ἀλεξάνδρου ἐπὶ τὴν ἀκμὴν τῆς ἡλικίας προελθόντος, οἱ πρῶτοι τῶν Μακεδόνων αὐ τὸν αἱροῦνται εἰς βασιλέα. ἐπεὶ δὲ εἰς τὴν ἀρχὴν προῆλθεν Ἀλέ ξανδρος, κατ' ἀμφοῖν τὸ γένος ἐσέμνυνεν. οὐδὲ γὰρ ἔστιν εὑρεῖν ἐν παντὶ τῷ κόσμῳ ἄνδρα τοσούτοις κατορθώμασι πλεονεκτοῦντα. ὡς γὰρ Δέξιππος ἱστορεῖ, πᾶσαν ἄσκησιν ἠσκήθη σωματικήν, Ἀριστοτέλους γνησιώτατος γεγονὼς φοιτητής, εἴς τε λόγους ἄρι στος καὶ εἰς ἔργα ἐπαινούμενος εὑρέθη. τὰ δὲ πολεμικὰ θαυμα στῶς ὑπελθὼν πειθοῦς ἄξια διεπράξατο. βασιλεύσας γὰρ χρό νους ὀκτὼ τοὺς Μακεδόνας καὶ Ἰλλυριοὺς καὶ Θρᾷκας ὑπέταξε, τὴν Ἑλλάδα κατέστρεψε, καὶ τοὺς τοῦ πατρὸς φονέας τιμωρη σάμενος καὶ τοὺς Παίονας ὑποτάξας ἐπὶ τὴν Ἀσίαν διαπερᾷ. καὶ τὴν Πριάμου πόλιν καὶ τὰς ἐν Λυδίᾳ Σάρδεις ὑποτάξας ἐπὶ Κιλι κίαν ἀφικνεῖται, καὶ τὸν Δαρεῖον καταπολεμήσας καὶ ἡττήσας ἀμύθητον φόνον ἐργάζεται. τὰς παραλίους Φοινίκης παραλαμ βάνει πόλεις. ἔνθα καὶ Σάτυρον βλέπει καθ' ὕπνους, ἐν τῇ πορ θήσει Τύρου, φήσαντος αὐτῷ τοῦ ὀνειροκρίτου "σὰ Τύρος, Ἀλέ ξανδρε." ἣν ἅμα Σιδῶνι δῃώσας, ἐπὶ τὴν Ἰουδαίαν ἐλθὼν καὶ ταύτην ἑλών, ὑπὸ τοῦ ἀρχιερέως Ἀδδὼ τιμηθείς, θύσας τῷ θεῷ ὡς παρ' αὐτοῦ τὴν οἰκουμένην προσειληφώς, Ἀνδρόμαχον τῶν τόπων ἐπιμελητὴν κατέστησεν· ὃν ὕστερον Σαμαρεῖται ἀποκτεί ναντες δίκας ἔτισαν. ἐπὶ τούτοις Γάζαν καὶ Κυρήνην καὶ τὴν 1.266 Γαλιλαίαν ἑλὼν εἰς τὴν Αἴγυπτον ἀφίκετο. ἔνθα τήν τε ἄνυδρον χώραν καὶ τὴν πικροτάτην λίμνην τό τε ἱερὸν Ἄμμωνος καὶ ὅσα παρ' Αἴγυπτον μυθεύεται θεασάμενος, καὶ ἱεροῖς ἀναθήμασι τιμήσας, πρὸς τῷ τῆς θαλάσσης στόματι πόλιν ἐπώνυμον ἑαυτῷ τὴν Ἀλεξάνδρειαν κτίζει, τῷ ἑβδόμῳ ἔτει τῆς βασιλείας αὐτοῦ. καὶ διὰ τῆς τοῦ Νείλου διώρυγος ἐπὶ τὴν τῶν Ἀσσυρίων γῆν ἔρ χεται, καὶ πολεμήσας Δαρεῖον ἑκατὸν λʹ χιλιάδας Ἀσσυρίων δια φθείρει. αὐτὸς δὲ Δαρεῖος φεύγων ὑπὸ ἰδίου σατράπου (ὄνομα τούτῳ Βέσος) τὴν κεφαλὴν ἀφαιρεθεὶς τελευτᾷ. ἀλλ' ὁ μὲν σα τράπης δίκας ἔτισε, τὸ δὲ Δαρείου σῶμα ἐντίμως κηδεύεται. τήν τε Περσέπολιν διαβάς, ἔνθα τὰ Περσῶν βασίλεια, αὐτήν τε εἷλε καὶ Σοῦσαν καὶ τὰς Δαρείου θυγατέρας ἅμα τῇ μητρὶ καὶ μάμμῃ. καὶ καταλύσας τὴν Περσῶν ἀρχὴν
PG 121:301διαρκέσασαν ἀπὸ Κύρου ἔτη σδʹ, τάς τε πόλεις πυρπολήσας καὶ τὸν ἐν αὐταῖς ἀφελόμενος πλοῦτον, πρὸς Μάρδους καὶ Κεδρουσίους καὶ Ὑρκανοὺς καὶ τοὺς λεγομέ νους Ἀριμασπούς, ἐξ ὧν Θαλευτὴν τὴν Ἀμαζόνα σύμμαχον ἐδέξατο, Παραπανίταις τε καὶ τοῖς περὶ τὸν Θερμώδοντα καὶ τὴν λεγομένην ἄορνον πέτραν ἐπεφοίτησε, πρός τε τὴν Ἰνδῶν χώραν, ἧς Πῶρος ἐβασίλευσεν, ἀνὴρ εἴδει τε καὶ ἔργῳ μέγιστος, ὃς καὶ εἰς χεῖρας ἐλθὼν Ἀλεξάνδρου, πολλούς τε τῶν Ἰνδῶν ζημιωθεὶς καὶ τρωθεὶς τὸν ἀγκῶνα, σὺν τῷ ἐλέφαντι κατέπεσε, πολλῆς τε θεραπείας τυχὼν σύμμαχος Ἀλεξάνδρου γέγονεν. ἐκεῖθέν τε διαβὰς εἰς τὰ πρόσω τῆς Ἰνδίας μέρη καὶ τὴν βασιλείαν Κανδά κης τῆς χήρας, ὑπ' αὐτῆς συνελήφθη τρόπῳ τοιῷδε. ἔθος ἦν 1.267 Ἀλεξάνδρῳ ἀλλάσσοντι τὸ βασιλικὸν σχῆμα τὰς πρεσβείας ποιεῖ σθαι ἅμα τοῖς ἰδίοις ἐξάρχοις καὶ καταμανθάνειν τὰ εἴδη καὶ ἔθη καὶ τρόπους τῶν ἐν ταῖς χώραις βαρβάρων. ὅπερ ἀκούσασα ἡ Κανδάκη, καὶ σημεῖα τοῦ προσώπου λαβοῦσα, συνέσχεν αὐτὸν ἐν τοῖς βασιλείοις, καὶ εἶπεν "Ἀλέξανδρε βασιλεῦ, τὸν κόσμον παρέλαβες, καὶ γυνή σε ἐκράτησεν." ὁ δὲ καταπλαγεὶς ἐπὶ τῇ ταύτης φρονήσει εἰρήνην πρὸς αὐτὴν ἐποίησεν, καὶ τὴν βασιλείαν αὐτῆς καὶ τὴν χώραν ἀβλαβῆ διεφύλαξεν. ἐκεῖθεν δὲ πρὸς Ἄφα σιν καὶ Γάδειρα καὶ τὰ Βρεττανήσια ἔθνη γενόμενος, χιλίας τε ὁλκάδας κατασκευασάμενος, αὐτὸς μὲν τὸ δεξιὸν τοῦ Ἰνδικοῦ πο ταμοῦ διέπλει μέρος, Ἡφαιστίωνι δὲ τὸ ἕτερον ἐγχειρίσας ἐπὶ τὸν Ὠκεανὸν ἀνῆλθε. τῷ δὲ βασιλεῖ Ξανδάμῃ πολεμήσας καὶ τοῦτον τροπωσάμενος πρὸς τοὺς Βραχμᾶνας ἀφίκετο, ὧν καὶ τὸν θαυ μάσιον καὶ ὑπὲρ ἄνθρωπον βίον καὶ τὴν εἰς τὸν πάντων θεὸν εὐ σέβειάν τε καὶ λατρείαν μεμαθηκὼς κατεπλάγη πάνυ, καὶ ἠράσθη τὴν τῶν ἀνδρῶν ἐκείνων φιλοσοφίαν. ἐν ᾧ τόπῳ καὶ στήλην στήσας ἐπέγραψεν "ἐγὼ μέγας Ἀλέξανδρος βασιλεὺς ἔφθασα μέχρι τούτου." ἐν ἐκείνῃ γὰρ τῇ νήσῳ κατοικοῦσιν οἱ λεγόμενοι μακρόβιοι· ζῶσι γὰρ οἱ πλείους αὐτῶν περὶ τὰ ἑκατὸν πεντήκοντα ἔτη διὰ πολλὴν καθαρότητα καὶ εὐκρασίαν τοῦ ἀέρος. οὐδέποτε γὰρ ἐν αὐτῇ λείπει ὀπώρα παντοία τὸν ὅλον χρόνον· ἐν ταύτῃ γὰρ ἡ μὲν ἀνθεῖ, ἡ δὲ ὀμφακίζει, ἡ δὲ τρυγᾶται. καί γε καὶ τὰ μέ γιστα Ἰνδικὰ γίνονται κάρυα καὶ τὰ δυσπόριστα ἡμῖν καὶ πανεπέ ραστα ἀρώματα καὶ ἡ μαγνῆτις λίθος. 1.268 Οἱ τοίνυν Βραχμᾶνες ἔθνος εἰσὶν εὐσεβέστατον, βίον ἀκτή μονα σφόδρα κεκτημένοι, καὶ γυμνῶς διαζῶντες ἀεὶ τὸν θεὸν δοξάζουσι. παρ' οἷς οὐ τετράποδον ἔστιν, οὐ γεώργιον, οὐ σί δηρος, οὐκ οἰκοδομή, οὐ πῦρ, οὐ χρυσός, οὐκ ἄργυρος, οὐκ ἄρτος, οὐκ οἶνος, οὐχ ἱμάτιον, οὐ κρεωφαγία, οὐκ ἄλλο τι τῶν εἰς ἐργασίαν συντελούντων ἢ πρὸς ἀπόλαυσιν συντεινόντων· ἀλλὰ τὸν ὑγρὸν καὶ γλυκὺν καὶ εὔκρατον ἄγαν καὶ κάλλιστον ἀέρα καὶ πάσης ἀρρωστίας καὶ φθορᾶς ἀπηλλαγμένον σπῶντες, καὶ μικρᾶς ὀπώρας καὶ διειδεστάτου ὕδατος ἀπολαύοντες, σέβονται γνησίως τὸν θεὸν καὶ ἀδιαλείπτως προσεύχονται. καὶ οἱ μὲν ἄν δρες εἰς τὸ τοῦ ὠκεανοῦ μέρος παροικοῦσιν, αἱ δὲ γυναῖκες ἐντεῦ θεν τοῦ ποταμοῦ Γάγγου τοῦ παραρρέοντος εἰς τὸν ὠκεανόν, ἐπὶ τὸ τῆς Ἰνδίας μέρος. οἱ γοῦν ἄνδρες περῶσι πρὸς τὰς γυναῖκας Ἰουλίῳ καὶ Αὐγούστῳ μηνί, παρ' οἷς ὑπάρχουσι ψυχρότεροι, τοῦ ἡλίου πρὸς ἡμᾶς καὶ πρὸς βορρᾶν ὑψωθέντος· οἵ γε καὶ εὐ κρατότεροι γινόμενοι πρὸς οἶστρον αὐτοὺς κινεῖν λέγουσιν, ὥσπερ δὴ καὶ τὸν Νεῖλόν φασιν οὐ κατὰ τὸν αὐτὸν καὶ τοῖς ἄλλοις πλημ μυρεῖν καὶ ῥεῖν ποταμοῖς, ἀλλὰ καὶ μεσοῦντος τοῦ θέρους ἐπικλύ ζειν τὴν Αἴγυπτον, ὡς τοῦ γε πάντως ἡλίου τὴν βορειοτέραν δια θέοντος ζώνην καὶ τοῖς ἄλλοις παρενοχλοῦντος ποταμοῖς καὶ σμι κρύνοντος, τούτου δὲ πλεῖστον ἀπέχοντος. καὶ ποιήσαντες μετὰ τῶν γυναικῶν αὐτῶν ἡμέρας μʹ πάλιν ἀντιπερῶσι. τῆς δὲ γυναικὸς δύο παιδία γεννησάσης οὐκέτι ὁ ἀνὴρ ἀντιπερᾷ πρὸς αὐτήν, 1.269 οὔτε μὴν ἐκείνη πλησιάζει ἑτέρῳ ἀνδρὶ διὰ πολλὴν εὐλάβειαν. εἰ δὲ συμβῇ στεῖραν ἐν αὐταῖς εὑρεθῆναι, μέχρι πενταετίας διαπερῶν ὁ ἀνὴρ αὐτῆς καὶ συγγινόμενος αὐτῇ, ἐὰν οὐ
PG 121:305τέκῃ, οὐκέτι προσεγ γίζει αὐτῇ. διὰ τοῦτο οὐδὲ πολυάνθρωπός ἐστιν ἡ χώρα αὐτῶν, διά τε τὴν ὀλιγοδείαν καὶ τὴν φυσικὴν ἐγκράτειαν. τὸν δὲ ποτα μόν φασι δυσπερατότατον εἶναι διὰ τὸν λεγόμενον ὀδοτύραννον. ζῷον γάρ ἐστιν ἀμφίβιον, μέγιστον λίαν, ἐν τῷ ποταμῷ διαιτώμενον καὶ δυνάμενον ἐλέφαντα καταπιεῖν ὁλόκληρον· ὃ ἐν ταῖς μὲν ἡμέραις τῆς περαιώσεως τῶν ἀνδρῶν ἐκείνων ἀφανὲς γίνεται κατὰ θείαν πρόσταξιν. οὐ μὴν δὲ ἀλλὰ καὶ δράκοντές εἰσιν ἐν τοῖς ἐρημοτέροις τόποις ἐκείνοις μέγιστοι σφόδρα, πηχῶν οʹ τὸ μέγεθος καὶ τὸ πάχος πολὺ καὶ φρικωδέστατον, καὶ τὴν σοφίαν τοῦ δημιουργοῦ καὶ δόξαν φαινόμενοι προφανῶς ἐκδιηγοῦνται. καὶ οἱ μὲν σκορπίοι πάλιν εὑρίσκονται πηχυαῖοι, οἱ δὲ μύρμηκες παλαιστιαῖοι. διὸ καὶ δυσδιόδευτοί εἰσιν οἱ ἐρημικοὶ τόποι ἐκεῖνοι καὶ ἀοίκητοι διὰ τὰ φοβερώτατα θηρία τε καὶ ἰοβόλα. ἐλέφαν τες δὲ γίνονται κατὰ τὰς χώρας ἐκείνας πλεῖστοι, ὡς καὶ ἀγεληδὸν παραπορευόμενοι βόσκεσθαι. Ἀμέλει γέ τοι καὶ ὁ μέγας Καισάριος, ἀδελφὸς τοῦ μεγά λου Γρηγορίου, διαφόρων ἐθνῶν καὶ ἠθῶν καὶ τρόπον τε καὶ νό μον ἐξηγούμενος ἐν ἐπιτομῇ τοιάδε φάσκει "ἐν γὰρ ἑκάστῃ χώρᾳ καὶ ἔθνεσιν, ἐν τοῖς μὲν ἔγγραφος νόμος ἐστὶν ἐν τοῖς δὲ ἡ συνή θεια· νόμος γὰρ ἀνόμοις τὰ πάτρια δοκεῖ. ὧν πρῶτοι Σῆρες, 1.270 τὸ ἄκρον τῆς γῆς οἰκοῦντες, νόμον ἔχουσι τὸ πατρῷον ἔθος, μὴ πορνεύειν ἢ μοιχεύειν ἢ κλέπτειν ἢ λοιδορεῖν ἢ φονεύειν ἢ κακουρ γεῖν τὸ σύνολον. νόμος δὴ παρὰ Βακτριανοῖς ἤτοι Βραχμάναις ἡ ἐκ προγόνων παιδεία καὶ εὐσέβεια, μὴ κρεωφαγεῖν ἢ οἰνοποτεῖν ἢ λαγνεύειν ἢ παντοίαν κακίαν διαπράττεσθαι διὰ πολὺν φόβον θεοῦ καὶ πίστιν, καίτοι γε τῶν παρακειμένων αὐτοῖς Ἰνδῶν τἀναν τία διαπραττομένων ἀδεῶς. ἐν δὲ τοῖς ἐνδοτέροις μέρεσι τούτων ἀνθρωποβοροῦντες καὶ τοὺς ἐπιξενουμένους ἀναιροῦντες κατ εσθίουσιν, ὡς Κάβες. ἑτέροις νόμος Χαλδαίοις καὶ Βαβυλωνίοις ἀσελγείας ἀνάμεστος καὶ αἰσχρουργίας. ἄλλος δὲ παρὰ Γηλαίοις νόμος, γυναῖκας γεωργεῖν καὶ οἰκοδομεῖν καὶ τὰ ἀνδρῶν πράττειν, ἀλλὰ καὶ πορνεύειν ὡς ἂν βούλωνται, μὴ κωλυομένας παντελῶς ὑπὸ τῶν ἀνδρῶν αὐτῶν. ἐν αἷς ὑπάρχουσι καὶ πολεμικώταται καὶ θηρῶσαι τὰ μὴ λίαν ἰσχυρότατα τῶν θηρίων, ἄρχουσι δὲ τῶν οἰκείων ἀνδρῶν καὶ κυριεύουσιν. ἐν Βρεττανίᾳ δὲ πλεῖστοι ἄνδρες μιᾷ συγκαθεύδουσι γυναικὶ καὶ πολλαὶ γυναῖκες ἑνὶ ἑταιρίζονται ἀνδρί. Ἀμαζόνες δὲ ἄνδρας οὐκ ἔχουσιν, ἀλλ' ὡς τὰ ἄλογα ζῷα ἅπαξ τοῦ ἔτους περὶ τὴν ἐαρινὴν ἰσημερίαν ὑπερόριοι γίνονται, καὶ μιγνύμεναι τοῖς γειτνιῶσιν ἀνδράσιν ὡς πανήγυρίν τινα καὶ μεγάλην ἑορτὴν τὸν καιρὸν ἐκεῖνον ἡγοῦνται· ἐξ ὧν καὶ κατὰ γα στρὸς συλλαβοῦσαι παλινδρομοῦσιν οἴκαδε πᾶσαι. τῷ δὲ καιρῷ τῆς ἀποκυήσεως τὸ μὲν ἄρρεν φθείρουσι, τὸ δὲ θῆλυ ζῳογονοῦσι καὶ τιθηνοῦσιν ἐπιμελῶς καὶ ἐκτρέφουσιν." Ὁ μέντοι γε Ἀλέξανδρος μετὰ τὴν ἀπὸ Βραχμάνων ὑπο 1.271 στροφὴν καταλαβὼν τὴν Αἴγυπτον κτίζει τὴν μεγάλην Ἀλεξάν δρειαν εἰς ἴδιον ὄνομα, πάλαι Ῥακάστην λεγομένην. * ἧς ἐπεθύ μησε τὴν λίμνην θεάσασθαι διὰ τὰ ἐν αὐτῇ μυθευόμενα. πολλὰ μὲν οὖν τέρατα καὶ ὀνείρατα παρεκρούσατο, τῆς τε τῶν Χαλ δαίων γνώσεως κατεφρόνησε, καὶ σὺν ὀλίγαις ναυσὶν ἐπὶ τὴν εἰρη μένην λίμνην διαβὰς τό τε τῆς κεφαλῆς διάδημα ἀπέβαλεν, ὄμ βρου καὶ λαίλαπος καταρραγέντος πολλοῦ, καὶ μόλις ἐπὶ τὴν γῆν διενήξατο. καὶ παραχρῆμα ὑπὸ Κασάνδρου τοῦ ἰδίου στρατηγοῦ φάρμακον δεξάμενος ἐσπαράχθη. καὶ ὁ μὲν ἐπὶ τοσούτοις κατορ θώμασι τὸν βίον μετήλλαξε, δυσὶ καὶ δέκα χρόνοις πρὸς μησὶν ἓξ τῆς ἀρχῆς ἀπολαύσας, βιώσας δὲ τὰ πάντα ἔτη δύο καὶ τριά κοντα. Ἀνερχόμενος δέ ποτε ἀπὸ Ἱερουσαλὴμ εἰς Περσίδα ἔλαβέ τινας τῶν Ἰουδαίων πρὸς συμμαχίαν, ἐν οἷς ἦν τις ὑπερέχων, ὀνόματι Μοσόμαχος, κατὰ ψυχὴν μὲν ἄριστος τοξότης δὲ εὐστοχώτατος· ὃς διιόντων τὴν ἐπὶ Βαβυλῶνα ὁδόν, καὶ μάντεώς τινος ὀρνιθευομένου καὶ πάντας ἐπέχοντος, ἠρώτησε τὴν αἰτίαν τῆς παραμονῆς τοῦ λαοῦ. καὶ ὁ ὀρνεοσκόπος
PG 121:307ὑποδεικνὺς τὸν ὄρνιν ἔφη "ἂν μὲν ἀσάλευτος μένῃ, προσμένειν συμφέρον πᾶσιν, ἂν δ' ἀναστὰς εἰς τοὔμπροσθεν πέταται, προάγειν, εἰ δ' ὄπισθεν, ἀναχωρεῖν αὖθις." καὶ ταῦτα ἀκούσας Μοσόμαχος παρὰ τοῦ μάντεως, καὶ λάθρᾳ τόξον ἑλκύσας, βάλλει τὸν ὄρνιν. ἐφ' οἷς τοῦ μάντεως χαλεπήναντος καὶ πάντων τῶν τῇ πλάνῃ δεδουλωμένων, λαβὼν εἰς χεῖρας τὸν ὄρνιν Μοσόμαχος ἔφη "τί μοι μέμ 1.272 φεσθε, κακοδαίμονες; πῶς γὰρ οὗτος, μὴ τὴν ἑαυτοῦ σωτηρίαν προγινώσκων, τὸ ἡμέτερον συμφέρον προανήγγειλεν; εἰ γὰρ ἠδύ νατο προειδέναι τὸ μέλλον, οὐκ ἂν εἰς τὸν τόπον τοῦτον ἦλθε." καὶ ταῦτα εἰπόντος αὐτοῦ κατῃσχύνθησαν σφόδρα. Πολλὰ μὲν οὖν καὶ ἄλλα μυρία τρόπαια καὶ δυσδιήγητα καὶ λόγον ὑπερβαίνοντα εἰργάσατο. καὶ διὰ τοῦτο πτηνὴν πάρ δαλιν ὁ προφήτης αὐτὸν προβλέπει, τὸ ταχὺ καὶ σφοδρὸν καὶ πυρῶδες καὶ τὸ ἄφνω διαπτῆναι τὴν οἰκουμένην μετὰ τροπαίων καὶ νίκης προϋποφαίνων. ἤκουσε δὲ καί τινος φιλοσόφου εἰπόν τος ὅτι ἄπειροι κόσμοι εἰσί, καὶ μεγάλα στενάξας ἔφη "εἶτ' ἀπεί ρων ὄντων μηδ' ἑνὸς ἐγὼ κεκράτηκα." οὕτως ἦν μεγαλόφρων καὶ μεγαλόψυχος καὶ σώφρων· Ἀριστοτέλει γὰρ μαθητευθεὶς πᾶ σαν λογικὴν ἐπιστήμην εἰς ἄκρον ἐπαιδεύθη. φασὶ δέ τινες ὅτι μετὰ τὴν νίκην Δαρείου διαφθαρεὶς τὸν νοῦν πρὸς τὰς τοῦ σώμα τος ἡδονὰς διώλισθεν ὁ μηδ' ἀνασχόμενος πρότερον τὰς Δαρείου θυγατέρας θεάσασθαι, Περσικήν τε στολὴν ἐνδυσάμενος μυρίοις νέοις ἐδορυφορεῖτο καὶ τριακοσίαις παλλακαῖς ἐχρῆτο, ὡς τὴν Μακεδονικὴν πᾶσαν τῶν βασιλέων συνήθειαν εἰς Περσικὴν μετ ελθεῖν. ὅθεν καὶ ἐξάρχους ἄνδρας τῶν Μακεδονικῶν ταγμάτων πλείστους ἀνεῖλε. Μετὰ δὲ τὴν Ἀλεξάνδρου τελευτὴν εἰς πολλὰς ἀρχὰς ἡ βα σιλεία αὐτοῦ διῃρέθη, καὶ Περδίκκας μὲν τὴν Μακεδονίας ἐκλη ρώσατο βασιλείαν, Πτολεμαῖος δὲ ὁ Λάγου Αἰγύπτου καὶ Ἀλε 1.273 ξανδρείας, Σέλευκος ὁ καὶ Νικάνωρ διὰ τὸ ἀναβῆναι εἰς Βαβυ λῶνα καὶ κρατῆσαι τῶν βαρβάρων Συρίας καὶ Βαβυλῶνος, Ἀντίγονος τῆς πρὸς τῷ Ταύρῳ Κιλικίας, Φίλων Μηδίας, Πύθων Φρυγίας καὶ Λυδίας, Μελέαγρος Παφλαγονίας, Εὐμένης Καπ παδοκίας, Κάσανδρος Λυκίας καὶ Ἑλλησπόντου, Λυσίμαχος Θρᾴκης, Ἀντίπατρος Ποντικῆς, Ὀξυάρτης Βακτρικῆς, Φίλιππος Δραγαίνης, Πῶρος Ἰνδίας, Φραταφέρνης Παρθίας καὶ Ὑρκανίας, Τριπόλεμος Περσίδος, καὶ Μεσοποταμίας Ἀρκεσίλαος. καὶ οὐ διέλιπον ἀεὶ κατ' ἀλλήλων ἐπανιστάμενοι, ἕως ἡ Ῥωμαίων ἀρχὴ τὰς τοπαρχίας πάσας κατέλυσε. Ὁ μέντοι Κάσανδρος Θεσσαλονίκην τὴν τοῦ Ἀλεξάνδρου θυγατέρα ποιησάμενος γυναῖκα εἰς ὄνομα ταύτης κτίζει πόλιν Θεσσαλονίκην. οἱ δὲ Αἰνείαν ταύτην κτίσαι μετὰ τὸ ἀποφυγεῖν τὸν Τρωϊκὸν πόλεμον, ὅθεν καὶ ἡ χώρα λέγεται Αἰνέα. οἱ δέ φασι Φιλίππου τοῦ Ἀμύντου εἶναι θυγατέρα τὴν Θεσσαλονίκην· τὸ δὲ ἐν τῇ Παλλήνῃ φρούριον παρ' αὐτοῦ τοῦ Αἰνείου οἰκοδο μούμενον, ἐπεὶ παρὰ τῶν ὑπ' αὐτὸν ἀκήκοε γεγενῆσθαι αὐτῷ θυγατέρα καὶ Κασάνδραν ὀνομασθῆναι, καὶ αὐτὸς αὐτὸν τὸν τόπον Κασάνδρειαν ὠνόμασε, καὶ στήλην λιθίνην γυναικὸς σχῆμα ἔχουσαν καὶ πρὸς Τροίαν βλέπουσαν ἐπάνω τοῦ τείχους ἔστησε. Τότε καὶ Αἴσωπος ὁ μυθογράφος ἤκμαζε, καὶ Ἀναξίμανδρος, ὃς εἶπε τὴν γῆν μέσην εἶναι τοῦ παντὸς κόσμου, καὶ τὸν ἥλιον οὐκ ἐλάττω τῆς γῆς, ἀρχήν τε πάντων τὸν αἰθέρα, καὶ 1.274 πάντα ἐξ αὐτοῦ γίνεσθαι καὶ εἰς αὐτὸν ἀναλύεσθαι. ἐξέθετο δὲ καὶ τὰς ἰσημερίας καὶ τὰς τροπὰς τοῦ ἐνιαυτοῦ καὶ τὰ λοιπά, καθὼς ἔμπροσθεν λέξομεν. Πυθαγόρας δὲ ὁ Σάμιος τὴν ἀριθμητικὴν ἔγραψε καὶ ἀσω μάτους δυνάμεις καὶ ἀρχὰς ἐδόξαζεν. οὗτος καὶ τὰ χρυσᾶ ἔπη ἔγραψεν, ἅτινα ὡς ἐν κεφαλαίῳ εἰπεῖν διαγορεύουσι τάδε. πρῶτα μὲν προτρέπει τὸ θεῖον τιμᾶν ὡς χρή, δεύτερον τοὺς κατὰ δύνα μιν ὁμοιωθέντας αὐτῷ, τρίτον τῶν σωματικῶν δυνάμεων ὑπερέχειν, τέταρτον ἑαυτὸν αἰδεῖσθαι πανταχοῦ, πέμπτον δικαιοσύνης ἐπιμελεῖσθαι πανταχοῦ, ἕκτον τὸν ἀπὸ τῆς θείας κρίσεως ἀπονε μηθέντα κλῆρον ἀσπάζεσθαι, ἕβδομον πρὸς τὸ βέλτιον ἀεὶ τὴν γνώμην μεθιστάνειν, ὄγδοον ἀνεξαπόσπαστον εἶναι καὶ ἀδούλωτον διόλου πρὸς τὴν
PG 121:309τῆς ἀρετῆς τήρησιν, ἔννατον εὐβουλίᾳ πρὸ τῶν ἔργων χρῆσθαι, ἐξ ἧς τὸ ἀμεταμέλητον ἐν τοῖς ἔργοις παραγί νεται, δέκατον οἰήσεως καθαρεύειν, ἑνδέκατον πράους καὶ ἀοργή τους καὶ ἀνεκτικοὺς πρὸς τοὺς ἐντυγχάνοντας εἶναι, δωδέκατον τὸ σῶμα καὶ τὰ ἐκτὸς πρὸς τὴν τῆς ἀρετῆς συνεργίαν μεταρρυθμί ζειν. "ταῦτα" φησί "πόνει, ταῦτ' ἐκμελέτα, τούτων χρὴ ἐρᾶν σε· ταῦτά σε τῆς θείας ἀρετῆς εἰς ἴχνια θήσει." ἀντὶ τοῦ ταῦτα πάντα εἰς τὴν πρακτικὴν φιλοσοφίαν ἐνάξει καὶ εἰς τὴν θεωρητι κὴν ἐπιστήμην ἤτοι τὴν κατὰ νοῦν ἐνέργειαν, νοοῦντα τὰ νοητά, καὶ ἀρχή σοι πάνυ καλλίστη γενήσεται, καὶ ὁμοιωθήσῃ θεῷ διὰ τῆς τῶν ἀρετῶν ἐργασίας. διὸ καὶ βουλόμενος τὸν ἀκροατὴν 1.275 ὁλοσχερῶς πρὸς τὴν τῶν καλῶν ἐργασίαν διαναστῆσαι ὅρκῳ τὰ λεχθέντα πιστοῦται, λέγων οὕτως "ναὶ μὰ τὸν ἁμετέρᾳ ψυχᾷ παραδόντα τετρακτύν, παγὰν ἀενάου φύσεως." ὁ δὲ ὅρκος γί νεται αὐτοῖς καὶ δόγμα. οὗτος ὁ Πυθαγόρας μετεμψύχωσιν ἐδογμάτιζεν· ἣν θέλων κυρῶσαι ἔλεγεν ἑαυτὸν πρὸ τῶν Τρωϊκῶν Αἰθαλίδην γεγονέναι, ἐν δὲ τοῖς Τρωϊκοῖς Εὔφορβον, μετὰ δὲ ταῦτα Ἑρμότιμον Σάμιον, μεθ' ὃν Πύρρον Δήλιον καὶ πέμπτον Πυθαγόραν. Πρὸ τούτου δὲ γέγονε Θαλῆς, ὃς ἐπικεχείρηκε φιλοσοφίαν φυσικήν, ἀρχὴν τοῦ παντὸς καὶ τέλος τὸ πῦρ καὶ τὸ ὕδωρ εἶναι φήσας, καὶ ἐξ αὐτῶν τὰ πάντα συνίστασθαι· ἀφ' ὧν καὶ τοὺς σεισμοὺς καὶ πνευμάτων συστροφὰς καὶ ἄστρων κινήσεις γίνε σθαι. Ὅτι πρῶτος ὁ Θαλῆς τὸ τοῦ σοφοῦ ἔσχεν ὄνομα, καὶ πρῶ τος τὴν ψυχὴν εἶπεν ἀθάνατον, ἐκλείψεις τε καὶ ἰσημερίας κατεί ληφε. καὶ ἀποφθέγματα πλεῖστα κατέλιπε, καὶ τὸ θρυλούμενον "γνῶθι σεαυτόν." τὸ γάρ "ἐγγύα, πάρα δ' ἄτη" Χίλωνος μᾶλλόν ἐστιν, ἰδιοποιησαμένου αὐτὸ καὶ τὸ "μηδὲν ἄγαν." Τρίτος φιλόσοφος Ἐμπεδοκλῆς. οὗτος μετὰ πολλὰς τερα τολογίας ἐδογμάτισε καὶ ταῦτα, τὴν τοῦ παντὸς ἀρχὴν νεῖκος καὶ φιλίαν λέγων, καὶ τὸ τῆς μονάδος νοερὸν πῦρ τὸν θεόν, καὶ ὅτι ἐκ πυρὸς τὰ πάντα συνίσταται καὶ εἰς πῦρ αὖθις ἀναλύεται, ᾧ 1.276 σχεδὸν καὶ οἱ Στωϊκοὶ συντίθενται, ἐκπύρωσιν προσδοκῶντες. οὗτος εἰς πάντα τὰ ζῷα τὴν ψυχὴν μεταλλάττειν εἴρηκε, τῷ Πυ θαγόρου δόγματι κατακολουθῶν. "χαίρετε" γάρ φησιν, "ἐγὼ ὅδ' εἰμὶ θεὸς ἄμβροτος, οὐκέτι θνητός. ἦτοι μὲν πρῶτα κοῦρος ἐγενόμην κόρη τε καὶ θὴρ καὶ θάμνος καὶ ἐξ ἁλὸς ἔμπνοος ἰχθὺς καὶ ἐν Ὀλυμπίᾳ βοῦς." Τέταρτος Ἡράκλειτος, καὶ αὐτὸς σχεδὸν σύμφωνα τῷ Πυ θαγόρᾳ φθεγξάμενος. ἔφη δὲ καὶ τοῦτο, ὅτι πάντῃ τοῦ σώμα τος χρεὼν ὀλιγωρεῖν καὶ νομίζειν αὐτὸ κοπρίων ἐκβλητότερον, καὶ ἐκ τοῦ ῥᾴστου πληροῦν αὐτοῦ τὰς θεραπείας, ἕως ἂν ὁ θεὸς ὥσπερ ὀργάνῳ τῷ σώματι χρῆσθαι ἐπιτάττῃ. οὗτος ἦν ἐπὶ Δα ρείου τοῦ Ὑστάσπου. ἐγένοντο δὲ καὶ ἕτεροι φυσικὰς δόξας καὶ αὐτοὶ γράψαντες, μηδὲν ἀπεμφαινούσας τῶν προειρημένων, ἃς οὐκ ἀναγκαῖον ἡγησάμεθα γραφῇ παραδοῦναι. Πέμπτος Ἀναξίμανδρος. οὗτος ἀρχὴν ἔφη τῶν ὄντων φύ σιν τινὰ τοῦ ἀπείρου, ἀφ' ἧς γενέσθαι τοὺς οὐρανοὺς καὶ τὸν ἐν αὐτοῖς κόσμον· ταύτην δ' ἀΐδιον εἶναι καὶ ἀγήρω, καὶ πάντας περιέχειν τοὺς κόσμους. οὗτος καὶ τὴν γῆν εἴρηκε μετέωρον εἶ ναι, ὑπὸ μηδενὸς κρατουμένην, μένουσαν δὲ διὰ τὴν ὁμοίαν πάν των ἀνάστασιν. καὶ κεῖσθαι ταύτην μὲν μεσαιτάτῳ, τὸ δὲ σχῆμα αὐτῆς ὑγρόν, στρογγύλον, χιονῶδες, λίθῳ παραπλήσιον. πρῶ τος δὲ αὐτὸς καὶ ἰσημερίαν εὗρε καὶ τροπὰς καὶ ὡρολογίας γνώ μονά τε εἰσήγαγεν, ὅπερ ἐστὶ τὸ ἐν τοῖς ἡλιοτρόποις πηγνύμενον, 1.277 καὶ ὅλως γεωμετρίας ὑποτύπωσιν ἔδειξε. τὰ δὲ ἄστρα φησὶ γενέ σθαι κύκλον πυρός, περιληφθέντα δὲ ὑπὸ ἀέρος. ἐκπνοὰς δὲ εἶ ναι πόρους τινὰς αὐρώδεις, καθ' οὓς φαίνονται τὰ ἄστρα· διό φησι καὶ ἐπιφρασσομένων τῶν ἐκπνοῶν τὰς ἐκλείψεις γίνεσθαι. τὴν δὲ σελήνην ποτὲ μὲν φαίνεσθαι πληρουμένην ποτὲ δὲ μειουμέ νην παρὰ τὴν τῶν πόρων ἐπίφραξιν ἢ ἄνοιξιν. εἶναι δὲ τὸν κύκλον τοῦ ἡλίου ἑπτακαιεικοσιπλασίονα τῆς σελήνης, καὶ ἀνωτάτω μὲν εἶναι τὸν ἥλιον, κατωτάτω δὲ τοὺς τῶν ἀπλανῶν ἀστέρων κύκλους.
PG 121:313τὰ δὲ ζώδια γίνεσθαι ἐξατμιζόμενα ὑπὸ τοῦ ἡλίου, ἀνέμους δὲ γίνεσθαι τῶν λεπτοτάτων ἀτμῶν ἐκ τοῦ ἀέρος ἀποκρι νομένων καὶ ὅταν ἀθροισθῶσι κινουμένων, ὑετοὺς δὲ ἐκ τῆς ἀτμί δος τῆς ἐκ τῶν ὑφ' ἥλιον ἀναδιδουμένης, ἀστραπὰς δέ, ὅταν ἄνε μος ἐκπίπτων διίστησι τὰς νεφέλας. τὸν δὲ ἄνθρωπον κατ' ἀρχὰς ἰχθύϊ παραπλήσιον γενέσθαι. Ἕκτος Ἀναξιμένης. οὗτος ἀέρα ἄπειρον τὴν ἀρχὴν ἔφη εἶναι, ἐξ οὗ τὰ γινόμενα καὶ τὰ γεγονότα καὶ τὰ ἐσόμενα καὶ θεοὺς καὶ θεῖα γίνεσθαι. τὴν δὲ γῆν πλατεῖαν ἐπ' ἀέρα ὀχουμέ νην. ὁμοίως δὲ ἥλιον καὶ σελήνην καὶ τὰ ἄλλα ἄστρα πάντα πύ ρινα ὄντα ἐποχεῖσθαι τῷ ἀέρι διὰ τὸ πλάτος. γέγονε δὲ τὰ ἄστρα ἐκ γῆς διὰ τὸ τὴν ἰκμάδα ἐκ ταύτης ἀνίστασθαι, ἧς ἀραιουμένης τὸ πῦρ γίνεσθαι· εἶναι δὲ καὶ γεώδεις φύσεις ἐν τῷ τόπῳ τῶν ἀστέρων, συμπεριφερομένας ἐκείνοις. οὗτος ἤκμασε κατὰ τοὺς χρόνους Ἀλεξάνδρου τοῦ Μακεδόνος, οὗ τινὸς καὶ διδάσκαλος γέγονεν. 1.278 Ἕβδομος Ἀναξαγόρας, ὃς ἐκαλεῖτο Νοῦς, ἐπειδὴ ὕλην καὶ νοῦν πάντων ἀρχὴν καὶ φρουρὸν εἶπε, καὶ τὸν μὲν νοῦν ποιοῦντα, τὴν δὲ ὕλην γινομένην. ὄντων γὰρ πάντων ὁμοφυῶν ὁ νοῦς ἐπελ θὼν διεκόσμησεν. οὗτός ἐστιν ὃς τὸν ἥλιον εἶπε μύδρον διάπυ ρον, τουτέστι πύρινον λίθον· μύδρος δ' ἐστὶ σίδηρος ἀργὸς πε πυρακτωμένος. τὸ δ' ἔπος ἠέλιον πυρόεντα μύδρον ποτὲ φάσκεν ὑπάρχειν καὶ διὰ τοῦτο θανεῖν μέλλεν Ἀναξαγόρας. ὅτι καὶ μείζω τῆς Πελοποννήσου τὸν ἥλιον ἔλεγεν. οὗτος Κλαζομένιος ὢν ἀγέλαις τε καὶ καμήλοις τὰ ἑαυτοῦ ἀνῆκε. περὶ τούτου ἔφη Ἀπολλώνιος ὁ Τυανεὺς προβάτοις μᾶλλον ἢ ἀνθρώποις φιλο σοφῆσαι. ὁ δὲ Θηβαῖος Κράτης κατεπόντωσε τὴν οὐσίαν, οὔτε προβάτοις ποιήσας ἐπιτήδεια οὔτε ἀνθρώποις. οὗτος ἤκμασε κατὰ τὸ πρῶτον ἔτος τῆς πηʹ Ὀλυμπιάδος· καθ' ὃν καὶ Πλάτων λέγεται γεγενῆσθαι. Ὄγδοος Ἀρχέλαος. οὗτος ἔφη τὴν μῖξιν τῆς ὕλης ὁμοίως Ἀναξαγόρᾳ, καὶ τὰς ἀρχὰς ὡσαύτως. φησὶ δὲ καὶ περὶ τῶν ζῴων ὅτι θερμαινομένης τῆς γῆς τὸ πρῶτον ἐν τῷ κάτω μέρει, ὅπου τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐμίσγετο, ἀναφανῆναι τά τε ζῷα καὶ οἱ ἄνθρωποι, ὕστερον δὲ αὐτοῖς ἡ ἐξ ἀλλήλων γένεσις ἐπη κολούθησεν. ἤκμαζε δὲ καὶ αὐτὸς κατὰ τοὺς χρόνους Ἀναξαγόρα, συνέταξε δὲ καὶ φυσιολογίαν. Ἔννατος Πλάτων, μαθητὴς Σωκράτους· ὁ δὲ Σωκράτης 1.279 μαθητὴς Ἀρχελάου τοῦ φυσικοῦ· ἔσχε δὲ πάντων τῶν μαθητῶν ἱκανώτερον τὸν Πλάτωνα. οὗτος ἀρχὰς εἶναι τοῦ παντὸς θεὸν καὶ ὕλην καὶ παράδειγμα, ὃ καὶ ἔννοιαν τοῦ θεοῦ καὶ ἰδέαν καλεῖ, οἷον εἰκόνισμά τι, ᾧ προσέχων, φησίν, ὁ θεὸς τὰ πάντα ἐδη μιούργησε. καὶ τὸν μὲν θεὸν ἀσώματον καὶ ἀνείδεον καὶ ἄφθαρ τον καὶ μόνοις σοφοῖς ἀνδράσι καταληπτόν, θεὸν μὲν λέγων τὸν ποιήσαντα καὶ διακοσμήσαντα τόδε τὸ πᾶν καὶ προνοούμενον αὐ τοῦ, ὕλην δὲ τὴν πᾶσιν ὑποκειμένην, ἣν τιθήνην καλεῖ, ἐξ ἧς διακοσμηθείσης γενέσθαι τὰ τέσσαρα στοιχεῖα ἐξ ὧν συνέστηκεν ὁ κόσμος, ὡς ἐν τοῖς Νόμοις λέγει "ὁ μὲν δὴ θεός, ὥσπερ καὶ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων, εὐθεῖαν περαίνει κατὰ φύσιν περιπορευόμενος. τῷ δὲ ἀεὶ ξυνέπεται Δίκη, τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός. ἧς ὁ μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινῶς καὶ κεκοσμημένως· εἰ δέ τις ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας ἢ χρήμασιν ἐπαιρόμενος μεθ' ὕβρεως πορεύεται, ἔρημος οὗτος θεῷ καταλείπεται." τὴν δὲ ὕλην σύγχρονον τῷ θεῷ καὶ τὸν κόσμον ἀγέννητον λέγει· ἐκ γὰρ τῆς ὕλης συνεστάναι φησὶν αὐτόν. τῷ δὲ ἀγεννήτῳ ἀκολουθεῖ πάντως καὶ τὸ ἄφθαρτον. ὁ αὐτὸς ἀποφαίνεται καὶ ἄλλους ἀορίστους θεούς, ὅταν λέγει "θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργός τε καὶ πατήρ." ἐνίοτε δὲ καὶ ὡρισμένους, φάσκων "ὁ μὲν δὴ μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων," καὶ ὅταν γενεαλογῇ τοὺς οὐρανοῦ παῖδας καὶ γῆς. συστήσας δὲ 1.280 τὸν ἕνα θεὸν εἰσάγει καὶ θεοὺς γεννητούς, καὶ διὰ μὲν τοῦ γεγενῆ σθαι αὐτοὺς πάντως ἀνάγκην ἔχειν καὶ φθαρῆναι, διὰ δὲ τὴν βούλησιν τοῦ θεοῦ ἀθανάτους πάλιν εἶναι. ὁ αὐτὸς καὶ τὸν τοῦ παντὸς δημιουργὸν δείκνυσι
PG 121:315κηδεμόνα καὶ μακρόθυμον ἐπί τινων ἀδίκων, καὶ τὴν ἐντεῦθεν αὐτοῖς προσγινομένην βλάβην καὶ τὴν ἐσύστερον τούτοις ἐπιφερομένην πανωλεθρίαν, καὶ ὅτι εἰ καὶ δοκεῖ τισὶν εἶναι πρὸς μικρὸν ὁ ἄδικος, ἀλλ' οὖν μετά τινα χρόνον ἑαυ τόν τε καὶ οἶκον καὶ πόλιν ἄρδην ἀνάστατον ποιεῖ. ὁ αὐτὸς ἐν τῷ Φαίδωνι φησίν "ὁ μὲν ἀτέλεστος καὶ ἀκάθαρτος εἰς ᾅδου ἀφι κόμενος, ἐκεῖ μεταχωρήσας, μετὰ θεοῦ οἰκήσει." καὶ αὖθις "τὸν μὲν γὰρ δικαίως τὸν βίον διεληλυθότα καὶ ὁσίως, ἐπειδὰν τελευτήσῃ, εἰς μακάρων νήσους οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ, κα κῶν ἐκτός, τὸν δὲ ἀδίκως καὶ ἀθέως εἰς τὸ τῆς κρίσεώς τε καὶ δίκης δεσμωτήριον, ὃ δὴ Τάρταρον καλοῦσι, καὶ εἰς τὸν Ἀχέ ροντα καὶ Κωκυτὸν ἰέναι." ὁ αὐτὸς παραδέχεται καὶ φύσεις δαιμόνων, καὶ τοὺς μὲν αὐτῶν ἀγαθοὺς εἶναι τοὺς δὲ φαύλους· καὶ τὴν ψυχὴν ποτὲ μὲν ἄφθαρτον καὶ ἀγέννητον, ὅταν λέγῃ "ψυχὴ πᾶσα ἀθάνατος· τὸ γὰρ ἀεικίνητον καὶ ἀθάνατον," ποτὲ δὲ γεννητὴν καὶ ἄφθαρτον διὰ τὴν τοῦ θεοῦ βούλησιν, ἄλλοτε σύνθετον καὶ γεννητὴν καὶ φθαρτὴν καὶ πάλιν ἀθάνατον. καὶ κρίσιν φησὶν εἶναι μετὰ τὴν τελευτὴν καὶ ἐν ᾅδου δικαστήριον, καὶ τὰς μὲν ἀγαθὰς ἀγαθοῦ μισθοῦ τυγχάνειν, τὰς δὲ πονηρὰς τῶν ἀκολούθων δικῶν. ὁ αὐτὸς καὶ μετενσωμάτωσιν ψυχῶν 1.281 δογματίζει, καὶ μεταβαίνειν τὰς ψυχὰς εἰς ἄλλα σώματα κατ' ἀξίαν ἑκάστης, καὶ κατά τινας περιόδους ὡρισμένας ἀναπέμπε σθαι πάλιν εἰς τοῦτον τὸν κόσμον, πεῖραν παρεξομένας τῆς ἑαυ τῶν προαιρέσεως. καὶ ὅτι μετὰ Διός τινας εἶναι τῶν ψυχῶν, καὶ ἄλλας μετὰ τῶν ἄλλων θεῶν. εἱμαρμένην δέ φησιν εἶναι, οὐ μέντοι πάντα καθ' εἱμαρμένην γίνεσθαι. ὁ μὲν οὖν Πλάτων συναγαγὼν τὰ τρία μέρη τῆς κατὰ πάντα φιλοσοφίας, φυσιολογι κὴν ἠθικὴν καὶ λογικήν, οὕτως ἐδογμάτισε. Πλάτων δὲ ἐπωνο μάσθη διὰ τὸ πλατὺς εἶναι τὸ στέρνον. ἄλλοι δὲ ὡς πλατὺν ἐν λόγοις Πλάτωνα κληθῆναι. οὗτος ἐβίω ἔτη πβʹ. Δέκατος Ἀριστοτέλης. οὗτος ἀκροατὴς γενόμενος τοῦ Πλάτωνος εἰς τέχνην τὴν φιλοσοφίαν ἤγαγε καὶ λογικώτερος ἐγένετο, τὰ μὲν στοιχεῖα τῶν πάντων ὑποθέμενος, οἷον τὴν οὐσίαν καὶ τὸ συμβεβηκός, τὴν μὲν οὐσίαν μίαν τοῖς πᾶσιν ὑποκειμένην, τὰ δὲ συμβεβηκότα ἐννέα, καὶ τὴν μὲν οὐσίαν τοιαύτην εἶναι οἷον θεὸν καὶ ἄνθρωπον καὶ ζῷον, περὶ ἃ καὶ τὰ συμβεβηκότα θεωρεῖται, τὸ μὲν ποιὸν οἷον λευκὸν μέλαν, τὸ δὲ ποσὸν οἷον δίπηχυ τρίπηχυ καὶ διπλάσιον καὶ ἥμισυ καὶ μεῖζον, τὸ δὲ πρός τι οἷον πατὴρ υἱός, τὸ δὲ ποῦ οἷον Ἀθήνησι Μεγάροις, ἐν οἰκίᾳ, ἐν ἀγορᾷ, τὸ δὲ ποτὲ οἷον χθὲς πέρυσιν, ἐπὶ τῆς δεκάτης Ὀλυμπιάδος, τὸ δὲ ποιεῖν οἷον γράφειν τέμνειν καίειν καὶ ὅλως ἐνεργεῖν τι, τὸ δὲ πάσχειν οἷον τέμνεσθαι καίεσθαι τύπτεσθαι, τὸ δὲ ἔχειν οἷον κεκτῆσθαι ὡπλίσθαι, τὸ δὲ κεῖσθαι οἷον κατάκειται ἀνάκειται 1.282 κάθηται δέχεται. ὁ αὐτὸς Ἀριστοτέλης σχεδὸν τὰ πλεῖστα συμ φωνεῖ τῷ Πλάτωνι, πλὴν τοῦ περὶ ψυχῆς δόγματος. ἐπιδιαμέ νειν γάρ φησι, καὶ μετὰ ταῦτα αὐτὴν συναφανίζεσθαι τῷ πέμπτῳ σώματι· ὑποτίθεται γὰρ οὗτος καὶ πέμπτον σῶμα μετὰ τῶν ἄλλων σωμάτων τῶν τεσσάρων, οἷον πνεῦμα· τὴν γὰρ ψυχὴν ὅλου τοῦ κόσμου φησὶν ἀθάνατον εἶναι, καὶ αὐτὸν τὸν κόσμον ἀΐδιον, τὴν δὲ καθ' ἕκαστον, ὡς προείπομεν, ἀφανίζεσθαι. Ὅτι ἐπὶ Ἀρταξέρξου τοῦ Ὤχου ἦν ὁ Ἀριστοτέλης, ἐτελεύτησεδὲ βιώσας ἔτη οʹ. ἐκλήθησαν δὲ οἱ μὲν ἀπὸ Ζήνωνος ἀπὸ τῆς ποικίλης στοᾶς Στωϊκοί, οἱ δὲ ἀπὸ τοῦ Ἀριστοτέλους ἀπὸ τοῦ ἔργου Περιπατητικοί· περιπατοῦντες γὰρ ἐν τῷ Λυκείῳ ἐποιοῦντο τὰς ζητήσεις. Ἑνδεκάτη αἵρεσις τῶν Στωϊκῶν. καὶ οὗτοι ὑπέθεντο ἀρχὴν μὲν τῶν πάντων θεόν, καὶ τὸ καθ' εἱμαρμένην τὰ πάντα διεβεβαιώσαντο. τὴν σελήνην λέγουσιν ἀθάνατον εἶναι. σῶμα δὲ λέγουσι γενέσθαι ἐκ τῆς περιψύξεως τοῦ ἀέρος τοῦ περιέχοντος· διὸ καὶ ψυχὴν αὐτὴν καλοῦσιν. ὁμολογοῦσι καὶ μετενσωμάτωσιν, ὡρισμένων οὐσῶν τῶν ψυχῶν. Δωδέκατος Ἐπίκουρος. οὗτος σχεδὸν ἐναντίαν πᾶσιν δόξαν ἔθετο. ἀρχὰς μὲν τῶν ὅλων ὑπέθετο ἀτόμους καὶ κενόν, κενὸν μὲν οἷον τὸν τόπον τῶν ἐσομένων, ἀτόμους τὴν ὕλην ἐξ ἧς τὰ πάντα. ἐκ δὲ τῶν ἀτόμων
PG 121:319συνελθουσῶν γενέσθαι καὶ τὸν θεὸν καὶ τὰ στοιχεῖα καὶ πάντα τὰ ἐν αὐτοῖς, ὡς μηδὲν μήτε γενέσθαι 1.283 μήτε ἑστάναι εἰ μὴ ἐκ τῶν ἀτόμων ἦν. ἀτόμους δὲ λέγουσι τὸ λεπτομερέστερον, καὶ μεθ' ὧν οὐκ ἂν γένοιτο κέντρον ἢ σημεῖον οὐδέν, οὐδὲ διαίρεσις οὐδεμία. τὸν δὲ θεὸν ἀΐδιον καὶ ἄφθαρτον ὄντα μηδ' ὅλως τινὸς προνοεῖν. καὶ ὅλως πρόνοια, φησίν, οὐκ ἔστιν, οὐδὲ εἱμαρμένη, ἀλλ' αὐτοματισμῷ πάντα γίνεσθαι. τὸ δὲ οἰκητήριον τοῦ θεοῦ ἔξω τοῦ κόσμου εἶναι λέγει, ἐν τοῖς μετα κοσμίοις οὕτω καλουμένοις τόποις· ἡσυχάζων γὰρ ἥδεται ἐν τῇ ἀκροτάτῃ εὐφροσύνῃ, καὶ οὔτε αὐτὸς βούλεται πράγματα ἔχειν οὔτε ἄλλῳ παρέχειν. Τέλος δὲ τῶν ἀγαθῶν καὶ σοφῶν ἀνδρῶν τὴν ἡδονὴν εἶναί φησιν, εἴτε τὴν κατὰ τὰς θνητὰς ἐπιθυμίας εἴτε τὴν κατ' ἀρετήν. αἷμα δὲ καὶ τὰς ψυχὰς εἶναι, καὶ συνδιαλύε σθαι τοῖς σώμασιν ὥσπερ καὶ συγγεννῶνται. κρίσιν φησὶ μὴ εἶναι μήτε δικαστήρια, ἀλλ' ἀνευθύνους εἶναι παντελῶς τοὺς τὰ ἄθεσμα δράσαντας. Τρισκαιδέκατος Σέξτοι καὶ Πύρρωνες, ὁ μὲν μὴ εἶναι πάντῃ γνωστὸν καὶ καταληπτὸν ὁ Σέξτος δογματίζων, ἐπέχων καὶ ἐν ιστάμενος· οὗτος καὶ πρὸς πᾶσαν ἀντεῖπε τέχνην καὶ ἐπιστήμην. ὁ δὲ Πύρρων φιλόσοφος ὢν ἐφεκτικὸς ἐκαλεῖτο, ἐνιστάμενος κατὰ τοῦ ἐξεναντίας, φιλοσόφου καὶ τούτου ὄντος. οὗτος πάντα γνω στὰ καὶ καταληπτὰ ἔφασκεν εἶναι, καὶ οὕτω τὰ ἀλλήλων λογο μαχοῦντες ἀνῄρουν. Ἀκαδημαϊκοὶ καὶ Πυρρώνειοι ἄλλη αἵρεσις φιλοσόφων. ἐκλήθησαν δὲ Ἀκαδημαϊκοὶ διὰ τὸ ἐν τῇ Ἀκαδημίᾳ τὰς διατριβὰς 1.284 αὐτοὺς ποιεῖσθαι. ὧν ἄρξας ὁ Πύρρων, ἀφ' οὗ Πυρρώνειοι ἐπεκλήθησαν φιλόσοφοι, τὴν ἀκαταληψίαν ἁπάντων πρῶτος εἰσή γαγεν, ὡς ἐπιχειρεῖν μὲν εἰς ἑκάτερα, μὴ μέντοι ἀποφαίνεσθαι μηδέν· οὐδὲν γὰρ εἶναι ἔλεγεν οὔτε νοητὸν οὔτε αἰσθητὸν ἀληθές, ἀλλὰ δοκεῖν τοῖς ἀνθρώποις οὕτως ἔχειν. Οὗτοι μὲν οὖν πάντες ἐπὶ τῆς τοῦ παντὸς φύσεώς τε καὶ γενέσεως ταύτης, καθὼς ἐξεθέμεθα, ἐξεῖπον τῇ αὐτῶν δόξῃ. κάτω δὲ τοῦ θείου πάντες χωρήσαντες περὶ τῶν γινομένων οὐσίαν ἠσχολήθησαν, τὰ μεγέθη τῆς κτίσεως καταπλαγέντες καὶ αὐτὰ τὸ θεῖον εἶναι νομίσαντες, ἕτερος ἕτερον μέρος τῆς κτίσεως προ κρίναντες, τὸν τούτων θεὸν καὶ δημιουργὸν οὐκ ἐπέγνωσαν. ἡμεῖς δὲ τῶν ἐφεξῆς ἱστοριῶν πάλιν τὴν τάξιν ἀναλαβόντες τοῦ λόγου ἐχώμεθα. Πτολεμαῖος ὁ Λάγου ἐβασίλευσεν Αἰγύπτου ἔτη τεσσαρά κοντα (ἐπὶ τούτου Ἐπίκουρος ὁ φιλόσοφος ἐγνωρίζετο) μετὰ Δα ρεῖον Ἀρσάμου, ὃν διὰ τοὺς τῶν Ῥωμαίων βασιλεῖς παρελίπομεν, βασιλεύσαντα ἔτη ϛʹ· ὃν καὶ ἀνεῖλεν Ἀλέξανδρος, καταλύσας τὴν βασιλείαν Περσῶν διαρκέσασαν ἔτη σμʹ. αὐτὸς δὲ ὁ Ἀλέξανδρος πάσης γῆς σχεδὸν κυριεύσας ἐν Βαβυλῶνι τελευτᾷ. διαιροῦνται δὲ τὴν βασιλείαν οἱ μεγιστᾶνες αὐτοῦ, καὶ βασιλεύουσι Πτολε μαῖος μὲν ὁ Λάγου Αἰγύπτου καὶ καθεξῆς Πτολεμαῖοι ιγʹ ἕως Κλεοπάτρας θυγατρὸς Διονυσίου, τῆς δὲ Ἀσίας πάσης Ἀντίγονος ἐκράτει, τῆς δὲ Ἀσσυρίας καὶ Βαβυλῶνος καὶ Παλαιστίνης 1.285 Σέλευκος ἐκράτει ὁ Νικάνωρ. μετὰ δὲ Σέλευκον ἐβασίλευσεν Ἀν τίοχος υἱὸς αὐτοῦ καὶ ἄλλοι ιεʹ. εἶτα ἐβασίλευσεν Ἀντίοχος ὁ ἐπι φανής, υἱὸς Σελεύκου τοῦ Φιλοπάτορος· ὑφ' οὗ γέγονεν ἡ δευ τέρα ἅλωσις Ἱερουσαλήμ, καὶ τὰ Μακκαβαίων ἐπράχθη, καὶ τὸ ἱερὸν ἐμολύνθη κατὰ τὴν τοῦ Δανιὴλ πρόρρησιν. ἐπὶ γὰρ τῶν ἡμερῶν τούτων ἐπληθύνθη ἐν τῇ γῇ τὰ κακά, ἀφ' ὧν ἐξῆλθε ῥίζα ἁμαρτωλὸς Ἀντίοχος ὁ ἐπιφανής, υἱὸς Σελεύκου τοῦ Φιλοπάτορος. ὃς ὑπάρχων δεινὸς ἀνὴρ καὶ πλεονέκτης, καὶ πολλὰς ἁρπα γὰς καὶ λεηλασίας ποιήσας, συνήγαγεν ἀργύριον καὶ χρυσίον πο θητόν, καὶ ἐκ πολλῆς οἰστρηλασίας καὶ ἀκολασίας εἰς τοὺς μίμους καθεὶς ἑαυτὸν ἐν ὄψει πάντων ἀναιδῶς ταῖς γυναιξὶν ἐπεμαίνετο. ὃς κατὰ πρόσωπον τῆς βασιλείας χωρούσης, ἠβουλήθη μίαν βασι λείαν ποιῆσαι τήν τε Ἀντιόχειαν καὶ τὴν Αἴγυπτον. καὶ δὴ τὴν Αἴγυπτον καταλαβὼν ἐν ὄχλῳ βαρεῖ καὶ ἐν ἅρμασι καὶ ἐλέφασι καὶ στόλῳ μεγάλῳ, συνάπτει πόλεμον πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου· ὃν καὶ τρέψας κατεκράτησε τὰς ἐν Αἰγύπτῳ πόλεις,
PG 121:321καὶ πάσας ἐσκύλευσε. Τῆς δὲ ἁγίας πόλεως κατοικουμένης μετὰ πάσης εἰρήνης διὰ τὴν τοῦ ἀρχιερέως Ὀνίου μισοπονηρίαν τε καὶ εὐσέβειαν, συνέβη καθ' ὅλην τὴν πόλιν σχεδὸν ἐφ' ἡμέραις μʹ φαίνεσθαι διὰ τοῦ ἀέρος ἱππεῖς τρέχοντας ἐνόπλους, διαχρύσους στολὰς ἔχοντας, καὶ προσβολὰς ἑκατέρων γινομένας καὶ ὅπλων κινήσεις καὶ χρυσέων κόσμων ἐκλάμψεις παντοίοις εἴδεσιν ἀμφιάσεων τεθωρακισμένους. διὸ πάντες ἠξίουν ἐπ' ἀγαθῷ γενέσθαι τὴν ἐπιφάνειαν. ἥτις καὶ 1.286 προεδήλου τὴν πονηρὰν ἔφοδον Ἀντιόχου· ἀναζεύξας γὰρ μετὰ νίκης πολλῆς καὶ τεθηριωμένος τὴν ψυχὴν παρέλαβε τὴν πόλιν δορυάλωτον, εἶτα προστάξαντος τοὺς στρατιώτας ἀφειδῶς κόπτειν τοὺς παρατυγχάνοντας ἀνῃρέθησαν χιλιάδες ρπʹ. κατατολμήσας οὖν καὶ εἰς τὸ ἁγίασμα εἰσελθὼν ἐν ὑπερηφανίᾳ πολλῇ, καὶ στή σας βωμὸν καὶ εἴδωλον βδέλυγμα ἐρημώσεως, καὶ τὸν ναὸν μιάνας δι' ἀκαθάρτων θυσιῶν, ἱερὸν Διὸς Ὀλυμπίου προσαγορεύσας, καὶ ἐφ' ὑψηλοῦ τόπου καθίσας, ἐκέλευσε τοῖς δορυφόροις ἕνα ἕκαστον Ἑβραῖον καὶ κρεῶν χοιρείων καὶ εἰδωλοθύτων ἀπογεύεσθαι ἀναγκάζειν, εἰ δέ τινες μὴ θέλοιεν, τούτους ἀναιρεῖσθαι. πολλῶν δὲ συναρπασθέντων, ἐξ ὧν Ἐλεάζαρ τις τῶν πρωτευόν των γραμματέων, ἤδη προβεβηκὼς τὴν ἡλικίαν, ἠναγκάζετο μια ροφαγῆσαι· ὁ δὲ τὸν μετ' εὐκλείας θάνατον μᾶλλον ἢ τὸν μετὰ μύσους βίον ἀναδεξάμενος αὐθαιρέτως ἐπὶ τὸ τύμπανον προσή γετο, καὶ οὕτω μετὰ πολλῶν πρότερον αἰκισμῶν καὶ μαστίγων ὑπαλλάξας τὸν βίον οὐ μόνον τοῖς νέοις ἀλλὰ καὶ τοῖς προβεβηκόσι τὸν ἑαυτοῦ θάνατον ὑπόδειγμα γενναιότητος καὶ ἀρετῆς κατέλιπε. μεθ' ὃν καὶ ἄλλοι τινὲς ἑπτὰ ἀδελφοὶ μετὰ μητρὸς διαφόρως βασανισθέντες τὸν τοῦ μαρτυρίου στέφανον ἐνδόξως ἀνεδήσαντο. ὑφ' ὧν ὁ τύραννος καταισχυνθεὶς καὶ μᾶλλον ἐκμανείς, τὰ ἱερὰ πάντα σκεύη λαβών, χρυσόν τε καὶ ἄργυρον ἄπειρον, καὶ πᾶσαν τὴν πόλιν λαφυραγωγήσας καὶ τὰ κτήνη κρεουργήσας καὶ πολλὴν φονοκτονίαν ποιήσας καὶ μεγαλορρημονήσας ἀνεχώρησεν εἰς Ἀν 1.287 τιόχειαν. καὶ μετὰ δύο ἔτη κατὰ Περσῶν ἐπιστρατεύσας ἀπέ στειλεν ἄρχοντα φορολογῆσαι τὴν πόλιν Ἱερουσαλήμ, ὃς παρα γενόμενος μετὰ πολλῆς δυνάμεως καὶ λαλήσας εἰρηνικοὺς λόγους μετὰ δόλου πρὸς τὴν Ἱερουσαλὴμ καὶ εἰσελθὼν ἐπάταξεν αὐτὴν πληγῇ μεγάλῃ καὶ καθελὼν τὰ τείχη πᾶσαν ἐνέπρησε, καὶ τὸ μὲν ἱερὸν μιαρῶν θυσιῶν ἐνέπλησε, τοὺς δὲ μὴ προαιρουμένους τῶν Ἰουδαίων ἑλληνίσαι ἀφειδῶς κατέκτεινε. πολλοὺς οὖν ἀνελὼν ἀπῆλθεν, ἄρχοντα καταλιπὼν εἰς τὸ βασανίζειν τοὺς Ἰουδαίους. Ματθίας δέ τις ἱερεὺς ἔχων υἱοὺς πέντε, ἀφ' ὧν Ἰούδας ὁ Μακκαβαῖος ἐτύγχανε, ζήλου πλησθεὶς καὶ ὁρμήσας κατὰ τοῦ ἄρχον τος ἀνεῖλεν αὐτόν. καὶ συναγαγὼν ἅπαντας τοὺς περὶ αὐτὸν ἀπέρ χεται καὶ κατασκάπτει τοὺς ἀκαθάρτους βωμοὺς τῶν Ἑλλήνων, καὶ τοὺς ἀποστάντας τοῦ νόμου ἀναιρεῖ. ὁ δέ γε Ἀντίοχος ἀκό σμως τε καὶ ἡττημένος ἐκ τῆς Περσίδος τὴν ὑποστροφὴν ποιούμενος, ἐκ πολλῆς ἀθυμίας ἀρρωστήσας ἔφη πρὸς τοὺς οἰκείους ἑαυτοῦ "ἀφίσταται ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου, καὶ συμ πέπτωκα ἀπὸ τῆς μερίμνης. νῦν οὖν μιμνήσκομαι τῶν κακῶν ὧν ἐποίησα ἐν Ἱερουσαλήμ. ἔγνων ὅτι χάριν τούτων εὗρον τὰ κακὰ ταῦτα, καὶ ἰδοὺ ἀπόλλυμαι ἐν γῇ ἀλλοτρίᾳ." καὶ συνέταξε τὸν ἁρματηλάτην αὐτοῦ ἐλαύνειν ἀνενδότως, ἐπαισθανόμενος ἐναργῶς τῆς ἄνωθεν κρίσεως τὴν τιμωρίαν. συνέσχε γὰρ αὐτὸν ἀνήκεστος ἀλγηδὼν τῶν σπλάγχνων· συνέβη δὲ πεσεῖν αὐτὸν καὶ ἀπὸ τοῦ ἅρματος ῥοίζῳ φερόμενον, καὶ δυσχερεῖ πτώματι περιπεσεῖν, καὶ πάντα τοῦ σώματος ἀποστρεβλοῦσθαι τὰ μέλη, ὥστε καὶ σκώλη 1.288 κας ἐκβράσαι καὶ ἐν ὀδύναις μεγίσταις καταπίπτειν αὐτοῦ τὰς σάρκας. καὶ οὕτως αἰσχίστῳ μόρῳ τὸν βίον ἐπὶ ξένης κατέ στρεψε. Μετὰ δὲ Ἀντίοχον ἐβασίλευσεν Ἀντίοχος ὁ Εὐπάτωρ. υἱὸς αὐτοῦ, ἐφ' οὗ Ἰούδας ὁ Μακκαβαῖος τοὺς φρουράρχας Ἀντιόχου τροπωσάμενος ἐπελθεῖν καθ' αὑτοῦ Ἀντίοχον παρεσκεύασε μετὰ χιλιάδων ἱππέων εἴκοσι καὶ πεζῶν χιλιάδων ἑκατὸν καὶ ἁρμάτων τριακοσίων καὶ ἐλεφάντων
PG 121:323νεʹ γεγυμνασμένων πρὸς πόλεμον. ὃς καὶ διελὼν τοὺς ἐλέφαντας εἰς τὰς φάλαγγας παρέ στησεν ἑκάστῳ ἐλέφαντι ἄνδρας χιλίους τεθωρακισμένους ἐν ἁλυ σειδωτοῖς, καὶ περικεφαλαῖαι χαλκαῖ ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἱππεῖς ἐκλεκτοὶ πεντακόσιοι διατεταγμένοι ἑκάστῳ θηρίῳ, καὶ πύρ γοι ξύλινοι ἐφ' ἑκάστῳ θηρίῳ διὰ μηχανῆς, καὶ ἐφ' ἑκάστῳ ἄν δρες δυνάμεως ἔνοπλοι τριακονταδύο. ὡς δὲ κατέλαμπεν ὁ ἥλιος ἐπὶ τὰς χρυσᾶς ἀσπίδας καὶ τὰ ἅρματα, ἔστιλβε τὰ ὄρη ἀπ' αὐ τῶν· ἦν γὰρ ἡ παρεμβολὴ μεγάλη καὶ ἰσχυρὰ λίαν. καὶ ὡς ἐπέ τεινεν ἡ μάχη, θεασάμενος Ἐλεάζαρ ὁ ἀδελφὸς Ἰούδα πεπυρωμένους τοὺς ἐλέφαντας καὶ τοξότας ἐπ' αὐτῶν φερομένους, ἕνα δ' ἰδὼν ὑψηλότερον τῶν ἄλλων καὶ βασιλικοῖς θώραξι καθω πλισμένον, καὶ νομίσας ἐπ' αὐτὸν φέρεσθαι τὸν βασιλέα, ἐκπη δήσας τῆς παρατάξεως ἐμπλέκεται τῷ τῶν πολεμίων ἀθροίσματι, καὶ πολλοὺς ἀποκτείνας τῶν περὶ τὸν ἐλέφαντα ὑποκάτωθεν αὐτοῦ ὑπέδυ, καὶ πατάξας εἰς τὴν γαστέρα τὸν ἐλέφαντα ἐπικαθίσαι καὶ συντρῖψαι αὐτὸν τὸ θηρίον ἐποίησεν. ὅπερ Ἰούδας θεασάμενος καὶ κραταιότερον τὸν πόλεμον αἰσθόμενος εἰς Ἱερουσαλὴμ ἔφυγε. 1.289 καὶ ἐπιδιώξας Ἀντίοχος ἐπολιόρκει ταύτην. εἶτα λόγους εἰρηνι κοὺς μεθ' ὅρκων ποιησαμένου, δέχεται αὐτὸν Ἰούδας ἔνδον τῆς πόλεως. ὁ δὲ εἰσελθὼν καὶ τὸν ὅρκον παρασπονδήσας καὶ τὸ τεῖχος τέλεον καταστρέψας καὶ τοὺς οἰκήτορας σκυλεύσας εἰς Ἀν τιόχειαν ὑπέστρεψε. μετὰ δὲ ταῦτα Ἰούδας τρισὶν ἔτεσι τὴν θρησκείαν ὀλιγωρηθεῖσαν τὴν πάτριον ἀνεκτήσατο, καὶ πολέμους πολλοὺς ἐπιδειξάμενος καὶ τρόπαια μεγάλα στησάμενος καὶ τῆς χώρας ἅπαντας ἀπελάσας τοῦ Ἀντιόχου καὶ τὸν ναὸν ἐκκαθάρας γνώμῃ παντὸς τοῦ λαοῦ τῶν Ἰουδαίων τὴν ἀρχιερωσύνην παρέ λαβε. Τὰ δὲ Ῥωμαίων πράγματα διῳκεῖτο πρῴην ὑπὸ ὑπάτων ἐπὶ ἔτη τξδʹ ἕως Ἰουλίου Καίσαρος τοῦ μὴ γεννηθέντος· τῆς γὰρ μητρὸς αὐτοῦ θανούσης ἐν τῷ θʹ μηνί, ταύτην ἀνασχίσαντες ἐξέβαλον αὐτόν, ὅθεν καὶ λέγεται Καῖσαρ, ὅ ἐστιν ἀνα τομή. ἀφ' οὗ Καίσαρες καὶ οἱ τῶν Ῥωμαίων βασιλεῖς προσηγο ρεύθησαν. Τῷ δὲ εσιαʹ ἔτει τοῦ κόσμου Ἀλεξανδρείας καὶ Αἰγύπτου Πτολεμαῖος ὁ φιλάδελφος ἐβασίλευσεν ἔτη ληʹ, ὃς καὶ τὴν μετα βολὴν τῶν θείων γραφῶν καὶ λοιπῶν Ἑλληνικῶν Χαλδαϊκῶν Αἰ γυπτίων καὶ Ῥωμαϊκῶν εἰς δέκα μυριάδας ἀριθμουμένων βιβλίων, πασῶν τε ἀλλογλώσσων οὐσῶν, εἰς τὴν Ἑλλάδα γλῶσσαν μετε ποίησε διὰ τῶν οʹ σοφωτάτων Ἑβραίων· ἃς καὶ ἐν ταῖς κατὰ τὴν Ἀλεξάνδρειαν βιβλιοθήκαις αὐτοῦ ἐναπέθετο. γέγονε δὲ ἡ μετα βολὴ πᾶσα τῶν Ἑβραϊκῶν βιβλίων ἐν ὅλαις ἡμέραις οβʹ. ἐπὶ τῷ 1.290 κάλλει τοίνυν τῶν θείων γραφῶν ἐκπλαγέντος τοῦ βασιλέως καὶ πάντων τῶν ἐν τέλει, παρόντος καὶ Μενεδήμου φιλοσόφου καὶ Δημητρίου Φαληρέως ἠρώτα ὁ βασιλεὺς ὅτι πῶς τοιούτων ὄντων τῶν θείων λόγων, οὐδεὶς ἱστορικῶν ἢ ποιητῶν ἐμνήσθη αὐτῶν. καὶ ἀπεκρίθη ὁ Δημήτριος ὅτι οὐδείς ποτε ἐτόλμησε τούτων ἅψα σθαι διὰ τὸ καὶ Θεόπομπον θελήσαντα ἱστορῆσαι περὶ αὐτῶν παραφροσύνῃ κρατηθῆναι καὶ ὄναρ ἰδεῖν, ὅτι διὰ τοῦτο αὐτῷ συνέβη περιειργασμένῳ τὰ θεῖα. καὶ Θεόδεκτον τὸν τῶν τραγῳ διῶν ποιητὴν ἐν ἑνὶ δράματι μνησθέντα τῶν ἱερῶν βίβλων τούτων τυφλωθῆναι. ἑκατέρους δὲ ἀποσχομένους τοῦ τολμήματος καὶ τὸ θεῖον ἐξευμενισαμένους ὑγιεῖς γενέσθαι. Πτολεμαῖος ὁ εὐεργέτης, ὁ φιλαδέλφου καὶ Ἀρσινόης, ἔτη κϛʹ. κατὰ τούτους τοὺς χρόνους Ἰησοῦς ὁ τοῦ Σιρὰχ ὁ τὴν Σοφίαν συγγράψας παρ' Ἑβραίοις ἐγνωρίζετο. Πτολεμαῖος ὁ φιλοπάτωρ, ὁ τοῦ εὐεργέτου υἱός, ἐβασί λευσεν ἔτη ιζʹ. ἐπὶ τούτου ὁ λαὸς τῶν Ἑβραίων αἰχμάλωτος ἐν Αἰγύπτῳ ἀπαχθεὶς τοιοῦτόν τι ἔπαθεν. οὗτος προσέταξε τοῖς αὐτοῦ ὑπασπισταῖς ἐλέφαντας φʹ, οὓς εἶχε, ποτίσαι οἶνον λιβανωτόν, ὅπως ἅπαντας τοὺς Ἰουδαίους δι' αὐτῶν
PG 121:325ἀπολέσῃ· εὐξα μένων δὲ ἐκείνων οἱ ἐλέφαντες εἰς τοὺς ἰδίους στρατιώτας καὶ δή μους ἐμπηδήσαντες πολὺν αὐτῶν ὄχλον ἐν τῇ περιεχούσῃ μανίᾳ κατέσφαξαν· καὶ οὕτω σωθέντες μετ' εὐχαριστίας ἀπελύθησαν εἰς τὰ ἴδια. 1.291 Πτολεμαῖος ὁ ἐπιφανής, ὁ τοῦ φιλοπάτορος υἱός, ἐβασί λευσεν ἔτη κδʹ. Πτολεμαῖος ὁ φιλομήτωρ, ὁ τοῦ ἐπιφανοῦς υἱός, ἔτη λεʹ. ἐπὶ τούτου Ἀντίοχος τοὺς Μακκαβαίους μὴ βουλομέ νους μιαροφαγεῖν ἐκόλαζεν. ἐπὶ τούτου ἱεράτευσεν Ἰούδας Ὑρκανὸς καὶ Ἀριστόβουλος. καὶ ἕως αὐτοῦ τοίνυν τοῦ Ὑρκανοῦ ἡ βασιλεία τοῦ Ἰσραὴλ ἦν. καὶ λαμβάνει τὴν βασιλείαν αὐτοῦ Ἡρώδης ὁ ἀλλόφυλος ὑπὸ τῶν Ῥωμαίων, ὃς καὶ πλησιάζει τῇ Χριστοῦ παρουσίᾳ. καὶ Ὑρκανῷ μὲν συνεμάχει τὸ δημοτικόν, Ἀριστοβούλῳ δὲ οἱ ἱερεῖς. ἦν δέ τις Ὀνίας ὀνόματι εὐσεβὴς καὶ δίκαιος, καὶ ἐκ τῶν ἱερέων, ὃς καὶ ἀνομβρίαν ἔλυσέ ποτε εὐξάμενος· τοῦ τον ἠνάγκασεν εὔξασθαι περὶ νίκης. ὁ δὲ ηὔξατο λέγων "θεὲ κύριε δεσπότης, μήτε τῷ δήμῳ κατὰ τῶν ἱερέων σου μήτε τοῖς ἱερεῦσι κατὰ τοῦ δήμου βοηθήσῃς." τοῦτον δὲ εὐθέως οἱ ὠμοὶ καὶ ἀσεβεῖς ἐλίθασαν. καὶ παρευθὺς τῆς θείας δίκης τούτους μετελθούσης ἦλθε κατ' αὐτῶν Πομπήϊος Ῥωμαίων στρατηγὸς καὶ τὴν πόλιν ἐπόρθησε. καὶ εἰσελθὼν εἰς τὰ ἅγια τῶν ἁγίων δι' εὐσεβείας οὐδενὸς τῶν ἱερῶν σκευῶν ἥψατο, καίπερ πολλῶν χρη μάτων ὄντων, ἀλλὰ καὶ ἀνακαθᾶραι τὸ ἱερὸν καὶ τὰς θυσίας ἐπι τελεῖν προσέταξεν. ἔπεμψε δὲ Ἀριστόβουλος δῶρον Πομπηΐῳ ἄμπελον χρυσῆν διακοσίων ταλάντων. Πτολεμαῖος ὁ δεύτερος εὐεργέτης ἔτη κθʹ. Πτολεμαῖος ὁ φύσκων δι' ὄγκον τοῦ σώματος ἐπικληθεὶς ἔτη ιζʹ μῆνας ϛʹ. Πτολεμαῖος Ἀλεξᾶς ἔτη ιʹ. Πτολεμαῖος ὁ δεύτερος σωτήρ, ὁ 1.292 υἱὸς τοῦ δευτέρου εὐεργέτου, ἔτη κθʹ. Κλεοπάτρα ἔτη ηʹ. Πτο λεμαῖος ὁ νέος Διόνυσος ἐβασίλευσεν ἔτη λʹ. Κλεοπάτρα ἡ τοῦ νέου Διονύσου θυγάτηρ τελευτήσαντα διαδέχεται πατέρα, καὶ συμβασιλεύει αὐτῇ Πτολεμαῖος ὁ ἀδελφός· τοῦτον διενεχθέντα πρὸς αὐτὴν ἀνελοῦσα μόνη κατέσχε τὴν ἀρχήν, καὶ βασιλεύει ἔτη κβʹ. ὅτι ἐν τῷ ἀριθμῷ τῶν χρόνων δʹ μόνα ἔτη τῆς βασι λείας αὐτῆς δεῖ ἀριθμεῖν. Τῆς Ἀσίας πρῶτος βασιλεὺς Ἀντίγονος γενόμενος Ἀντιγονίαν ἔκτισε τὴν πρὸς τῷ Ὀρόντῃ ποταμῷ. ταύτην Σέλευκος ἐπι κτίσας ὁ Ἀντιόχου πατὴρ Ἀντιόχειαν ὠνόμασεν· ἡ δέ ἐστιν ἡ μεγάλη Ἀντιόχεια. οὗτος ὁ Σέλευκος καὶ Λαοδίκειαν ἔκτισε καὶ Σελεύκειαν, Ἀπάμειαν, Ἔδεσαν, Βέρροιαν, Πέλλαν καὶ Βαβυλῶνα παρεστήσατο. καὶ ἐν ταῖς νέαις πόλεσι Ἰουδαίους συνῴκι σεν Ἕλλησι. Ὅτι ὁ διαφανὴς λεγόμενος Ἐρασίστρατος ἰατρὸς διέγνω Ἀντίοχον τὸν Σελεύκου παῖδα δεινῶς νοσοῦντα διὰ τὸν πρὸς τὴν τοῦ πατρὸς γαμετὴν ἔρωτα, θυγατέρα Δημητρίου· ὅθεν Σέλευκος τῷ πάθει περιαλγήσας παραχωρεῖ τῷ παιδὶ Ἀντιόχῳ τῆς γαμετῆς. οὗτος Ἀντίοχος ὁ λεγόμενος σωτὴρ ἔσχεν ἐκ τῆς θυγατρὸς Δημη τρίου, γαμετῆς δὲ Σελεύκου τοῦ πατρὸς αὐτοῦ Στρατονίκης ἄρ σενα υἱὸν τὸν ἐπικληθέντα θεόν, ὃς καὶ ἐβασίλευσεν μετ' αὐτὸν Συρίας καὶ Ἀσίας ἔτη ιεʹ. Ἐν τῷ #εσπαʹ ἔτει τοῦ κόσμου Νικομήδης βασιλεὺς Βιθυ νῶν ἐπ' ὀνόματι αὐτοῦ τὴν Νικομήδειαν ἔκτισε, πρῴην καλουμέ 1.293 νην Ἀστακόν. Ἀντίοχος ὁ ἐπιφανὴς βασιλεὺς Συρίας τὴν Ἱερουσαλὴμ πορθήσας καὶ τὸν ναὸν βεβηλώσας Διὸς Ὀλυμπίου βδέλυ γμα ἐν αὐτῷ ἀνεστήλωσε κατὰ τὴν τοῦ Δανιὴλ προφητείαν, ἤγουν τὸ βδέλυγμα τῆς ἐρημώσεως. Ὅτι ροʹ ἔτη ἐτελεσφόρουν Ῥωμαίοις Ἰουδαῖοι ἀπὸ Σελεύκου. Ἰούλιος Καῖσαρ κατὰ τὸ τέταρτον ἔτος τῆς βασιλείας Κλεο πάτρας ὑπὸ Ῥωμαίων ἀναρρηθεὶς ὕπατος, εἰς τὴν ἀνατολὴν σὺν πολλῇ ἀνελθὼν δυνάμει καὶ πολλοὺς τῶν αὐτόθι τροπωσάμενος καὶ ὑποφόρους καταστήσας, ἰδίους τῶν τόπων καθίστησιν ἐπιμε λητάς. Ἀντίπατρον μὲν οὖν τὸν Ἀσκαλωνίτην Παλαιστίνης κατέστησε διοικητήν. υἱὸς δὲ ἦν Ἀντίπατρος Ἡρώδου τινός, τῶν ἐν νεωκόροις ἀριθμουμένων καὶ τῶν αὐτόθι τοῦ Ἀπόλλωνος ἱεροδούλων. παῖδα δὲ ὄντα ποτὲ τὸν Ἀντίπατρον λῃσταὶ ἀναρ πάσαντες Ἰδουμαῖοι κατεῖχον, λύτρα ὑπὲρ αὐτοῦ
PG 121:329κομιεῖσθαι ὑπει ληφότες· τοῦ δὲ πατρὸς αὐτοῦ εἰς ἔσχατον πενίας ἐληλακότος ἔμεινε παρὰ τοῖς ἁρπάσασιν δουλεύων καὶ τοῖς ἐκείνων ἔθεσι τρε φόμενος. Ἀναιρεθέντος δὲ τοῦ Ἀντιπάτρου φαρμάκῳ βασκανίᾳ τῆς πολλῆς εὐδαιμονίας ὑπὸ Βαλίχου τινὸς Ἰουδαίου, διαδέχονται οἱ παῖδες αὐτοῦ τὴν ἀρχήν, Ἡρώδης καὶ Φασάϊλος. καὶ ὁ μὲν τὴν Ἰδουμαίαν καὶ τὴν Ἱεροσολύμων ἐκληρώσατο γῆν, τὴν δὲ Ἰουδαίαν καὶ Γαλιλαίαν ὁ Ἡρώδης. γνοὺς δὲ ὡς Ὑρκανὸς ὁ πρὸ αὐτοῦ βασιλεὺς τὸν τοῦ Δαβὶδ τάφον ἀνοίξας τρισχίλια ἔλαβε τάλαντα, ἤνοιξε καὶ αὐτός, καὶ χρήματα μὲν οὐχ εὗρε, κόσμον 1.294 δὲ χρύσειον καὶ κειμήλια πολλὰ ἀνείλετο. πειραθέντος δὲ αὐτοῦ ἐνδοτέρω χωρεῖν, οὗ τὰ σώματα Δαβὶδ καὶ Σολομῶντος ἐτέθη σαν, πῦρ ἐξελθὸν δύο τῶν δορυφόρων κατέφθειρε. Γενόμενος δὲ εἰς τὴν Αἴγυπτον Ἰούλιος τῆς Κλεοπάτρας κρατύνει τὴν ἀρχήν, τῶν ἐπιτιθεμένων ἀναστείλας τὰς ἐπιβουλάς. καὶ τὰ ἐπὶ τῆς ἀνατολῆς ἅπαντα διοικησάμενος ἐπανῆλθεν εἰς τὴν Ῥώμην μοναρχήσας. Ὅτι ὁ Ἰούλιος μὴν Κυντίλιος ἐλέγετο, μετωνομάσθη δὲ παρὰ Ἀντωνίου διὰ τὸ γεννηθῆναι αὐτῷ Γάϊον Ἰούλιον. ὁ δὲ Σεξτίλιος ἀπὸ Αὐγούστου Αὔγουστος, ὅ ἐστι σεβαστός. Ὅτι κάρμινα παρὰ Ῥωμαίοις λέγεται τὰ ἔπη καὶ καρμεντία ἡ μαντεία. Ὅτι τὴν πρώτην τοῦ μηνὸς Ῥωμαῖοι καλάνδας καλοῦσι· νόννας δὲ καὶ εἰδοῦς ἐπὶ μὲν Ἰανουαρίου καὶ Φεβρουαρίου Ἀπριλλίου τε καὶ Ἰουνίου καὶ Αὐγούστου καὶ Σεπτεμβρίου καὶ Ὀκτωβρίου καὶ Νοεβρίου τὰς μὲν νόννας λέγουσι εʹ τοῦ μηνός, τὰς δὲ εἰδοῦς ιγʹ τοῦ μηνός, ἐπὶ δὲ Μαρτίου καὶ Μαΐου καὶ Ἰουλίου καὶ Δεκεμβρίου τὰς μὲν νόννας τὴν ζʹ τοῦ μηνός, τὰς δὲ εἰδοῦς τὴν ιεʹ τοῦ μηνός. καλάνδας τοίνυν Ἰανουαρίου εὑρίσκων τὴν αʹ Ἰανουαρίου νομίσεις. ἔτι δὲ πρὸ τριῶν τὴν τρίτην καὶ πρὸ μιᾶς νοννῶν Ἰανουαρίων τὴν δʹ, διὰ τὸ τὴν εʹ, ὡς ἔφημεν, νόνναν καλεῖσθαι. μετὰ δὲ τὴν εʹ εἴποις ἂν πρὸ ηʹ εἰδῶν Ἰανουαρίων, ἤγουν τῇ ϛʹ 1.295 τούτου, καὶ πρὸ ἑπτὰ πάλιν τῇ ζʹ, καὶ ἑξῆς ὁμοίως, διὰ τὸ τὴν ιγʹ Ἰανουαρίου εἰδοῦς Ἰανουαρίου λέγεσθαι. τὴν δὲ ιδʹ τούτου εἴποις ἂν πρὸ ιθʹ καλανδῶν Φεβρουαρίου, τὴν δὲ ιεʹ πρὸ ιηʹ, καὶ ἑξῆς κατὰ τὸν τρόπον μέχρι τῆς πρώτης Φεβρουαρίου· εἶτα ἐρεῖς καλάνδας Φεβρουαρίου. ἔτι δὲ καὶ ἐπὶ τῶν ἄλλων μηνῶν ὁμοίως. Ὅτι Ῥωμαῖοι κίβους τὴν τροφὴν ἐκάλουν· ἐξ οὗ καὶ Ἰανὸν Κιβούλλιον διὰ τὸ εὐωχιαστικὸν καὶ Ἰανὸν Κυρῖνον ὡσανεὶ πρόμαχον, καὶ Κονσαῖον ἀντὶ τοῦ ὁδαῖον καὶ πατρίκιον αὐτόχθονα. Δίων ὁ Ῥωμαῖος ἀρχαῖόν τινα ἥρωα Ἰανὸν λέγει, διὰ τὴν τοῦ Κρόνου ξένισιν λαβόντα τὴν γνῶσιν τῶν μελλόντων καὶ τῶν προϋπαρχόντων, καὶ διὰ τοῦτο διπρόσωπον ὑπὸ Ῥωμαίων πλάττεσθαι· ἐξ οὗ τόν τε μῆνα κληθῆναι Ἰανουάριον, καὶ τὴν τοῦ ἔτους ἀρχὴν ἀπὸ τοῦ αὐτοῦ μηνὸς γίνεσθαι. Φέβρουαν θεάν τινα καθαρτικὴν τῶν πραγμάτων οἱ Ῥω μαῖοι παρέλαβον. Ἀνύσιος δὲ ἐν τῷ περὶ μηνῶν φεβροῦον τὸν καταχθόνιον τῇ Θούσκων φωνῇ λέγει. ὁ δὲ Λαβεὼν ἀπὸ τοῦ πένθους λέγει κληθῆναι τὸν Φεβρουάριον· φέβρους γὰρ παρὰ Ῥω μαίοις τὸ πένθος προσαγορεύεται. κατ' αὐτὸν δὲ τοὺς κατοιχο μένους ἐτίμων, καὶ φεβρουᾶραι τὸ καθᾶραι. Ὅτι τὸν Μάρτεμ οἱ Ῥωμαῖοι μόρτεμ ἐκάλουν οἱονεὶ θάνα τον, ἢ κινητὴν τῶν τεχνῶν, ἢ τὸν παρ' ἀρρένων καὶ μόνων τιμώ μενον, ἢ ἐκ τοῦ μάρνασθαι, κατὰ Φιλόξενον. καλεῖται δὲ Αἰ γυπτιαστὶ Ἐρτωσί· τοῦτο δὲ σημαίνει παντὸς γένους ζῳογονίαν 1.296 καὶ πάσης οὐσίας καὶ ὕλης, κατὰ φύσιν καὶ δύναμιν διατακτικὴν ζῳογονικήν. Ὅτι κέρδος ἡ ἐπίκαιρος δόσις λέγεται, μιλιαρίσια δὲ ἀπὸ τῆς μιλιτίας ἤγουν στρατείας· ὁ γὰρ Σκιπίων δι' ἔνδειαν χρυ σίου τοῖς στρατιώταις τὰ μιλιαρίσια κατασκευάσας ἐπιδέδωκεν, Ἀννίβου τοῖς πράγμασιν ἐπικειμένου. Ὅτι δηλάτορας τοὺς διαβόλους καὶ συκοφάντας καλοῦσι Ῥωμαῖοι. Ὅτι σπαθάριος ὁ σωματοφύλαξ ἐστίν, ὀρατίων ἡ προσφώ νησις, καὶ φαυρικίσιοι οἱ τῶν ὅπλων δημιουργοί. Ὅτι Ῥωμαῖοι τὰς σώφρονας γυναῖκας ματρώνας ἐκάλουν, οἱ δὲ Ἕλληνες οἰκοδεσποίνας. αἳ τοσοῦτον τῆς αἰδοῦς ἐφρόντιζον ὡς μηδὲ ταῖς πολλαῖς
PG 121:333τῶν γυναικῶν ὁμιλεῖν, ἀλλὰ τόπους τινὰς ἡσυχίους ἐν τοῖς βαλανείοις ἔξω τοῦ πλήθους ἑαυταῖς ἀφορίζειν, οὓς ἔτι καὶ νῦν ματρωνίκια καλοῦσιν. Ὅτι σώφρονες Ἑλλήνων οὗτοι, Βελλεροφόντης Σθενεβοίας καὶ Τέλης Ἀλφεσιβοίας καὶ Πηλεὺς Ἀστυδαμείας καὶ Ἱππόλυτος Φαίδρας. Ὅτι ἡ ἀὼ παρὰ Χαλδαίοις ἑρμηνεύεται φῶς νοητὸν τῇ Φοι νίκων γλώσσῃ· καὶ Σαβαὼθ δὲ ὁ ὑπὲρ τοὺς ἑπτὰ πόλους, τουτέ στιν ὁ δημιουργὸς θεός. Ὅτι νέα ἡ πρώτη τοῦ μηνὸς παρὰ Ἀττικοῖς, ἔννη δὲ ἡ τε λευταία. καλάνδη ἡ νεομηνία, ἀπὸ τοῦ καλεῖν ἐν αὐτῇ τὸν ἱερέα 1.297 τὸν δῆμον καὶ κηρύττειν τὴν ἡμέραν τῆς νόννας, ἐξ ἧς ἐδηλοῦτο ἡ μεσομηνία, ἣν αὐτοὶ πατρίως εἰδοῦς προσαγορεύουσιν. ἰστέον ὅτι Μάρτιος καὶ Μάϊος καὶ Ἰούλιος καὶ Ὀκτώβριος ἑβδομαίας ἔχουσι τὰς νόννας καὶ πεντεκαιδεκαταίας τὰς εἰδοῦς, οἱ δὲ λοιποὶ πεμπταίας τὰς νόννας, καὶ τρισκαιδεκαταίας τὰς εἰδοῦς. Φουρτούνα παρὰ Ῥωμαίοις ἡ εὐδαιμονία. Ὅτι ἡ δεκὰς δεχὰς προσαγορεύεται ὡς δεκτικὴ τοῦ ἀπείρου. ἡ αὐτὴ καὶ κλαδοῦχος, διότι ἐξ αὐτῆς οἱ ἀριθμοὶ πάντες ὡς κλάδοι τινὲς φύονται. Σπόρτα παρὰ τοῖς αὐτοῖς ἡ σπυρίς, ἡ καὶ φίσκος καλεῖται· κἂν διαφέρωσι τῷ φίσκον μὲν καλεῖσθαι τὴν ῥαβδωτὴν πλεκτά νην, σπόρταν δὲ τὴν φλοιώδη. ἔστι δὲ καὶ ἑτέρα κατασκευὴ σπυρίδος, ἀντὶ πίλου τῇ κεφαλῇ τιθεμένη· καλεῖται δὲ παρ' Ἰτα λοῖς κάμελα, ἐξ οὗ καὶ καμελαύκια. Μαππάριον τοῖς Ῥωμαίοις ἔδοξε καλεῖν ἐξ αἰτίας τοιαύτης. ἔθος ἦν τοῖς ὑπάτοις ἐπὶ τῶν θεάτρων εὐωχεῖσθαι. μετὰ δὲ τὸ παύσασθαι τῆς εὐωχίας τὸ ἐν χεροῖν ἐκμαγεῖον, ὃ καὶ μάππαν πατρίως καλοῦσιν, ἐξ οὗ καὶ μανδύλια, ἔρριπτον· ὅπερ ὑποδε χόμενος ὁ λεγόμενος μαππάριος τὸν ἀγῶνα παρεσκεύασεν. οὐ πλέον δὲ τῶν ἑπτὰ κύκλων, οὓς σπάτια οἱονεὶ στάδια καὶ μίσους ἀντὶ τοῦ ἄθλους, περὶ τὴν πυραμίδα, ἣν νῦν ὀβελὸν καλοῦσι, διεπληκτίζοντο οἱ ἀγωνισταὶ διὰ τὸ τοσούτους εἶναι τοὺς τῶν πλα 1.298 νήτων πόλους, οὓς Χαλδαῖοι στερεώματα καλοῦσιν, ἄνευ τοῦ σεληνιακοῦ διὰ τὸ μέχρις αὐτῆς διήκειν τὸ τῆς ὕλης σκύβαλον κατὰ τὸ λόγιον. Ὅτι βιξιλατίωνες οἱ Ῥωμαίων ἱππεῖς, καὶ βίξιλα παραπετάσματα ἐκ πορφύρας καὶ χρυσοῦ εἰς τετράγωνον σχῆμα πεποιη μένα· ταῦτα ἐξαρτῶντες ἐπὶ μακρῶν δοράτων, κύκλῳ παραπορευόμενοι τῶν βασιλέων κατασκέπτουσιν αὐτούς. εἶεν δ' ἂν τὰ λεγόμενα φλάμουλα. Ἡ παρ' Ἕλλησιν ὀπτὴ πλίνθος λατέρκουλον παρὰ Ῥωμαίοις λέγεται. ἦν δὲ πλίνθος δημοσία, ἐφ' οὗ τά τε τῶν βουλευτῶν καὶ τὰ τῶν στρατευμάτων ὀνόματα ἀπεγράφετο, καὶ ἐγράφετο ἐπὶ τείχους εἰς τετράγωνον σχῆμα τύπος τις καὶ γραμμὴ πλίνθος. τίτλον καὶ αὐτήν τινες ὀνομάζουσιν, οὐκ εἰδότες ὡς τίτλος κυ ρίως ἡ προσγραφὴ τῶν ἀξιωμάτων λέγεται, οὐ μὴν ἡ τετράγωνος γραμμή. Λέγεται παρὰ Ῥωμαίοις ματρίκιον τὸ πλατὺ ξύλον καὶ παχύ· οἱ γὰρ ἀρχαῖοι ξύλοις καὶ φλοιοῖς καὶ φιλυρίνοις πίναξι προσγράφοις ἐκέχρηντο. ἔστι δὲ καὶ σανὶς φιλυρίνη, ἐφ' ἧς τὰ ῥήματα τῆς ἐλευθερίας εἴωθε γράφεσθαι. τιλία δὲ παρὰ τοῖς αὐτοῖς ἡ φιλύρα τὸ ξύλον· ὅθεν κῶδιξ τὸ βιβλίον. κῶδιξ δὲ κυρίως ὁ φιτρὸς παρ' αὐτοῖς καλεῖται, καὶ λίβερ τὸ βιβλίον. λίβερ δὲ ὁ φλοιός ἐστι κυρίως· ταῦτα καὶ ματρίκιον. καὶ ματρικαρίους τοὺς ξυλουργοὺς καλοῦσι. Τρισώματον τὸν Γηρυόνην φασὶν οὐχ ὅτι τοσούτοις ἐχρή 1.299 σατο σώμασιν, ἀλλ' ὅτι τρεῖς νῆσοι ἐν τῷ ὠκεανῷ κείμεναι συνε μάχουν αὐτῷ. Ὅτι Ῥωμαῖοι τὰ δίζυγα ἅρματα βίγας ἐκάλουν, ἐξ ὧν καὶ βιγάριοι. Λατίνους τοὺς ἐπιχωριάζοντας, Γραικοὺς δὲ τοὺς ἑλ ληνίζοντας καλοῦσιν. δεκανοὺς τοὺς ῥαβδούχους. Ὅτι τὰ λεγόμενα ἑπτὰ θεάματα ἐστὶ ταῦτα· κενὸν φρύαγμα τῶν πάλαι πυραμίδες, Αἴγυπτος ἅσπερ εἶχε κόμπον ἡ πλάνος, καὶ πύργος ἄστροις ἐξισούμενος Φάρου. μέγας κολοσσὸς ὁ θρυλούμενος Ῥόδου, καὶ τύμβος ἐξάκουστος ὁ τοῦ Μαυσώλου, καὶ Κυζίκου φέριστος ἀρραγὴς δόμος. τῆς Ἀρτέμιδος τῆς Ἐφεσίας δόμος, τὸν ὅνπερ ἐξήγειρεν Ἀρτεμισία ἡ Μαυσώλου τάλαινα σύζυγος πάλαι. καὶ τὸ θέατρον Λυκίας τῆς τῶν Μύρων, ὅπερ κατεσπάραξεν Ἰσμαὴλ γόνος. καὶ Ῥουφίνιον ἄλσος ἐν
PG 121:337τῷ Περγάμῳ, οὗπερ τὸ κάλλος πᾶσαν ἔδραμε χθόνα. Γάϊος Ἰούλιος Καῖσαρ ἐβασίλευσεν ἔτη δʹ μῆνας ζʹ. Καῖσαρ δὲ ἐπεκλήθη, ὃ λέγεται ἀνατομή, ὅτι θανούσης τῆς μητρὸς αὐτοῦ ἐν τῷ ἐννάτῳ μηνὶ ταύτην ἀνατεμόντες ἐξήγαγον αὐτόν. Οὗτος.300 καὶ δικτάτωρ ἐκλήθη, ὅ ἐστι μονάρχης· δικτάτωρ δέ ἐστιν ἀρχὴ ἀνυπεύθυνος. τούτῳ ἐτέχθη ἵππος ἀντὶ ὁπλῆς χηλὰς ἔχων καὶ μηδένα ἕτερον ἀναβάτην δεχόμενος ἢ αὐτόν, ὡς Βουκέφαλος τὸν Ἀλέξανδρον. οὗτος νέος ὢν ἔδοξεν ἐν τοῖς ὕπνοις συνουσιάζειν τῇ ἰδίᾳ μητρί. Ὅτι αὐτὸς Ἰούλιος, ὥς φησι Πλούταρχος, μεγίστοις ἀγῶσι Γερμανοὺς καὶ Γάλλους καὶ Βρεττανοὺς χειρωσάμενος, ὑποφόρους τοῖς Ῥωμαίοις πεντακοσίας πόλεις οἰκουμένης κατε στήσατο. Ὅτι ἡ γαμετὴ αὐτοῦ ἐν τῇ νυκτὶ μεθ' ἣν ἐσφάγη, ἔδοξεν ὁρᾶν τὴν οἰκίαν Καίσαρος συμπεπτωκέναι, καὶ αὐτὸν κατατετρω μένον καὶ αἵματι περιρρεόμενον ἐμπεσεῖν τοῖς κόλποις αὐτῆς. τούτῳ μέλλοντι τὴν αὔλιον ἐξελθεῖν θύραν ἀπερχομένῳ ἐπὶ τὸ βουλευτήριον εἰκὼν αὐτοῦ τοῦ Καίσαρος ἐφεστῶσα τῷ προθύρῳ αὐτομάτως κατέπεσε. καὶ πρὸς τούτοις χάρτην αὐτῷ τις ἐπιδέ δωκε πᾶσαν τὴν κατ' αὐτοῦ μελετωμένην ἐπιβουλὴν ἔχοντα. καὶ νομίσας ἄλλο τι εἶναι οὐκ ἐνέτυχεν, ἀλλὰ δεδωκὼς ἑτέρῳ φυ λάττειν ἐσφάγη ὑπὸ Βρούτου καὶ Κασίου ἐν τῷ βουλευτη ρίῳ, χρόνων ὑπάρχων ν ʹ. κληρονόμον δὲ καὶ θετὸν υἱὸν κατέλιπεν Ὀκτάβιον τὸν υἱὸν Ἰουλίας τῆς ἰδίας ἀδελφῆς, ἔτος ἄγοντα ι ʹ. Ὀκτάβιος Αὔγουστος Καῖσαρ, ὁ ἀνεψιὸς Ἰουλίας, ἐβασί λευσεν ἔτη ν ʹ. ἀφ' οὗ Αὔγουστοι οἱ Ῥωμαίων βασιλεῖς καὶ ὁ μὴν Αὔγουστος ἐκλήθη, ὅ ἐστι σεβαστός, Σεξτίλιος πρὶν ὀνομα 1.301 ζόμενος. ἐν τῇ νυκτὶ δὲ ᾗ ἐγεννήθη, εἶδεν αὐτοῦ ὁ πατὴρ καθ' ὕπνους ἐκ τῶν κόλπων τῆς γυναικὸς αὐτοῦ τὸν ἥλιον ἀνατέλλοντα· ἡ δὲ μήτηρ αὐτοῦ εἶδεν ὡς τὰ σπλάγχνα αὐτῆς ἐξαρπαγέντα εἰς τὸν οὐρανὸν ἀνεφέρετο. καὶ ὅτι Νιγίδιος βουλευτὴς ἀστρολόγος βραδὺ προελθόντος τοῦ πατρὸς αὐτοῦ ἠρώτησε τὴν αἰτίαν, ὁ δὲ ἔφη υἱὸν αὐτῷ τετέχθαι, κἀκεῖνος ἀνεβόησεν "ὢ τί ἐποίησας; δεσπότην ἡμῖν ἐγέννησας." ὅτι τρεφομένου αὐτοῦ ἐν ἀγρῷ κα ταπτὰς ἀετὸς τὸν ἄρτον ἐκ τῶν χειρῶν αὐτοῦ ἀφείλετο, καὶ ἐπαν ελθὼν πάλιν εἰς τὰς χεῖρας αὐτοῦ τοῦτον κατέθετο. ὅτι ἐν παι σὶν αὐτοῦ τελοῦντος Κικέρων αὐτὸν [ὁ Ὀκτάβιος] ἐν ὀνείροις ἐθεάσατο χρυσῇ ἁλύσει δεδεμένον καὶ μάστιγα κρατοῦντα ἐκ τοῦ οὐρανοῦ χαλασθῆναι εἰς τὸ Καπιτώλιον. ὅτι ἐν τῷ τέλει αὐτοῦ κεραυνὸς εἰς τὴν εἰκόνα αὐτοῦ ἐμπεσὼν τὸ πρῶτον γράμμα τοῦ ὀνόματος αὐτοῦ ἠφάνισεν, ὡς τοὺς μάντεις εἰπεῖν ὅτι τεθνήξεται. συγκαλέσας δὲ τοὺς βουλευτὰς εἶπε "πηλίνην παραλαβὼν τὴν Ῥώ μην λιθίνην ὑμῖν αὐτὴν καταλέλοιπα" διὰ τὸ περιὸν τῆς δυνά μεως. ἐν τῷ Σεξτιλίῳ δὲ μηνὶ γενόμενος ὕπατος καὶ πολλὰς νίκας νικήσας, ἐν τούτῳ καὶ τελευτᾷ· διὸ καὶ Σεξτίλιος αὐτὸς πάλιν ἐλέγετο διὰ τὸ τὸν Σεξτίλιον μῆνα ἐπονομασθῆναι Αὔγουστον. ἠγαπᾶτο δὲ ὑπ' αὐτοῦ Μαικήνας ἀνὴρ σοφός, ὃς καὶ πρῶτος τὰ σημεῖα ἐφεῦρεν. ὅς ποτε δικάζοντος τοῦ Καίσαρος καὶ πολλῶν θάνατον καταψηφισαμένου, μὴ δυνάμενος διὰ τὸ πλῆθος τοῦ λαοῦ .... αὐτοῦ, ἔγραψεν "ἀνάστα δήμιε," καὶ σημηνάμενος 1.302 ἔρριψεν ἐν τῷ κόλπῳ αὐτοῦ· ὅπερ ἀναγνοὺς ὁ Καῖσαρ ἀνέστη, κελεύσας ἀργῆσαι τὰ κριθέντα παρ' αὐτοῦ. ὅτι πάνυ ἦν τῶν φίλων θεραπευτικός. τινὸς γὰρ τῶν συστρατευομένων αὐτῷ δεη θέντος τῆς εἰς τὸ βουλευτήριον αὐτοῦ παρουσίας, εἰπεῖν αὐτὸν μὲν ἀσχολεῖσθαι, ἐπιτρέψαι δέ τινι τῶν φίλων παραγενέσθαι καὶ τὴν χρείαν πληρῶσαι. ὃς ὀργισθεὶς ἔφη "ἐγὼ ὁσάκις τῆς ἐμῆς ἐπι κουρίας ἐδεήθης, οὐκ ἄλλον ἀντ' ἐμοῦ ἔπεμψα." καὶ ἐρυθριά σας ὁ Καῖσαρ καὶ συναπῆλθε καὶ συνέπραξεν. Ἐπὶ δὲ τῆς βασιλείας Αὐγούστου Καίσαρος εἰσῆλθε πλοῖον ἀπὸ Ἀλεξανδρείας εἰς τὴν πόρταν Ῥώμης, ἐπιφερόμενον σίτου μοδίων χιλιάδας υʹ, ἐπιβάτας αςʹ, ναύτας ςʹ, πέπερι, ὀθόνας, χάρτην, ὑέλια, καὶ τὸν μέγαν ὀβελίσκον μετὰ τοῦ βασιλέως, αὐτόν τε ἑστῶτα ἐν τῷ μεγάλῳ ἱππικῷ, ἔχοντα ὕψος πόδας πζʹ ἥμισυν. Εἶχε δὲ καὶ Ἀθηνόδωρον τὸν
PG 121:339Ἀλεξανδρέα σοφώτατον πάνυ. ἦν δὲ Καῖσαρ μανιώδης ἀεὶ περὶ τὰς τῶν ἀλλοτρίων γυναῖκας, ὡς καὶ αὐτοὺς ἐξυπηρετεῖν τῷ μιάσματι. ἡνίκα γὰρ ἤρχετό τις τῶν βουλευτῶν πρὸς αὐτὸν ὡραίαν ἔχων γυναῖκα, ἔπεμπε πρὸς τοῦτον τὸν οἰκεῖον δακτύλιον, καὶ ἠξίου ἐμβαλεῖν τὴν γαμετὴν ἐν καταστέγῳ φορείῳ καὶ κατασημάνασθαι, καὶ αὖθις τὸν δακτύλιον ἀντιπέμψασθαι· καὶ οὕτω δεχόμενος τὴν γυναῖκα ἐν τῷ φορείῳ ἀσελγαίνων ἐσφράγιζε καὶ ἀνταπέστρεφεν. ὅπερ γέγονέ τινι, ὃς 1.303 μὴ τολμήσας ἀντειπεῖν ἀπωδύρετο τὸ δυστύχημα. οἷς ἐπιστὰς Ἀθηνόδωρος κλαίουσι, καὶ τὴν αἰτίαν μαθών, ἑαυτὸν ᾔτησεν ἐμβαλεῖν τῷ φορείῳ καὶ κατασημηναμένους ἀποστεῖλαι, γυμνὸν ξίφος ἐπιφερόμενον. οὗ ἀπαχθέντος ἐδόκει Καῖσαρ τὴν γυναῖκα εἶναι τοῦ συγκλητικοῦ, καὶ ἀνοίξαντος τὰς θύρας ἐξέθορε ξιφήρης Ἀθηνόδωρος καὶ πάνυ κατέπτηξε τῷ ἀθρόῳ τὸν Καίσαρα. καὶ δεδιότα αὐτὸν ἀνεκτήσατο, καὶ τοῖς μεγίστοις κατέδησεν ὅρκοις μηδέποτε τοῦτο πρᾶξαι. ὃν τοσοῦτον ἀπεδέξατο ὡς τὴν σύγκλη τον συναγαγὼν πολλὰ τὸν Ἀθηνόδωρον ἐγκωμιάσαι, προσθεῖναι δὲ καὶ τοῦτο, ὡς κακὸν βίον ἐσχηκὼς ὑπὸ Ἀθηνοδώρου ἐπανωρ θώθη. γηράσας δὲ ὁ Ἀθηνόδωρος ᾔτησεν ἀπελθεῖν εἰς τὴν πα τρίδα· ἔλεγε γὰρ ὡς τέλειος εἴη ὁ Καῖσαρ κατὰ πᾶσαν φιλοσοφίαν καὶ πρᾶξιν. ὁ δὲ μόλις ἐπέτρεψεν αὐτῷ τὴν ἀναχώρησιν. ὡς δὲ μέλλων ἀπαίρειν ἠσπάζετο αὐτόν, καὶ ἐπικύψας εἰς τὸ οὖς παρε κάλει ἵν' ὁσάκις ὀργισθῇ, μὴ πρότερον κελεύσῃ τὸ πρακτέον, πρὶν ἂν καθ' ἑαυτὸν ἀριθμήσῃ τὰ κδʹ στοιχεῖα· ᾔδει γὰρ αὐτοῦ τὸ ὀξύθυμον καὶ εὐμετάβλητον. ὁ δὲ Καῖσαρ αἰσθόμενος ἔφη "εὖγε, ὑπέμνησάς με ὡς ἀτελής εἰμι καὶ τῆς σῆς διδασκαλίας δεόμενος. διὰ τοῦτο οὐ συγχωρήσω σοι τῆς ἐνεγκαμένης τέως ἐπιβῆναι." Τούτου τῷ δευτέρῳ ἔτει αἱ ἴνδικτοι ἐπενοήθησαν καὶ τὸ βίσεξτον, καὶ νόμους ἐξέθετο πολιτικούς. καὶ Βιργίλιος παρὰ Ῥωμαίοις ἐγνωρίζετο ποιητής. ἐπὶ τούτου καὶ Ἰούδαν τὸν Γαλι 1.304 λαῖον τὸν ἐν ταῖς πράξεσιν ἐμφερόμενον ἱστοροῦσιν ἐγηγέρθαι, καὶ Ἀντίπατρον τὸν Ἡρώδου πατέρα τῆς Ἰουδαίας βασιλέα καταστῆναι ὑπὸ Ῥωμαίων. Ἀντώνιος δὲ ὁ στρατηγὸς καὶ ὕπατος Ῥωμαίων, ὥς φησι Δίων ὁ Κόκκειος, ἀνελὼν Βροῦτον καὶ Κάσιον τοὺς φονευτὰς Ἰουλίου Καίσαρος, τὸν στρατὸν ἀναλαβὼν ἦλθεν ἐν Συρίᾳ. ἔρωτι δὲ βληθεὶς Κλεοπάτρας ἀντῆρεν Αὐγούστῳ Καίσαρι· ὅθεν ἐπαν ελθεῖν εἰς Ῥώμην οὐκ ἐγνώκει ὡς λόγον ἀποδώσων. οὗτος ὁ Ἀντώνιος μετὰ Κλεοπάτρας Ἀλεξανδρείας καὶ Αἰγύπτου ἀνταρσίαν βουλευσάμενος προσέχωσε τὸν Ἀλεξανδρείας τῆς πόλεως καὶ Φάρου τῆς νήσου μεταξὺ διακείμενον θαλάσσιον πορθμόν, ὡσεὶ τέσσαρα μίλια ἔχοντα διάστημα. τοῦτον οὖν τὸν πορθμὸν χειρὶ πολλῇ καὶ σπουδῇ καὶ δαπάνῃ, Δεξιοφάνους μηχανικοῦ τοῦ ἔργου προηγουμένου, συντελέσαντες ἤπειρον καὶ βατὸν εἶναι παρεσκεύα σαν ἄβατον ὄντα τὸ πρότερον, καὶ ἀκωλύτως ἐξεῖναι πρὸς τὴν Φάρον διαβαίνειν. Τούτου τῷ ιδʹ ἔτει Αὐγούστου δὲ Καίσαρος μβʹ ἔτει τῆς μοναρχίας αὐτοῦ, τίκτεται Χριστὸς ὁ θεὸς ἡμῶν. ἔτος τοῦτο κτίσεως κόσμου κατὰ τὰς ἀκριβεστέρας ἀναγραφὰς #εφ ʹ, μηνὶ Δεκεμβρίῳ κεʹ, ἡμέρᾳ δʹ. κύκλος ἡλίου ὀκτωκαιδέκατος, καὶ σε λήνης κύκλος ιεʹ. εἶτα γνῶναι τὴν ἡμέραν βουλόμενοι καθ' ἣν ἐτέχθη Χριστὸς ὁ ἀληθινὸς θεὸς ἡμῶν, τίθεμεν τὰς κατὰ τὸ παρὸν ἔτος δʹ ἐπακτὰς τοῦ ἡλίου, καὶ ταύταις προστίθεμεν τὰς ἀπὸ ἀρχῆς τοῦ πρώτου μηνὸς ἡμέρας, Ἀπριλλίου λʹ, Μαΐου λαʹ, 1.305 Ἰουνίου λʹ, Ἰουλίου λαʹ, Αὐγούστου λαʹ, Σεπτεμβρίου λʹ, Ὀκτωβρίου λαʹ, Νοεμβρίου λʹ, Δεκεμβρίου κεʹ, ὁμοῦ ς αʹ. ταύτας ὕφελε ἐπὶ τῶν ἑπτὰ οὕτως· ἑπτάκις μʹ σπʹ· ιαʹ ζʹ· λοιπαὶ δʹ. ἔγνωμεν οὖν ὡς καθ' ἣν ἡμέραν ἐδημιούργησε τοὺς φωστῆρας, κατ' αὐτὴν ἐτέχθη Χριστὸς ὁ ἀληθινὸς θεὸς ἡμῶν ὡς ὑπάρχων ἥλιος δικαιοσύνης. Τῷ ιεʹ ἔτει Τιβερίου Καίσαρος βαπτίζεται ὑπὸ Ἰωάννου, ἰνδικτιῶνι πρώτῃ, ἐν τῷ Ἰορδάνῃ ποταμῷ, τῇ ιγʹ ἡμέρᾳ τοῦ λαʹ ἔτους αὐτοῦ, ʹ τοῦ Ἰανουαρίου μηνός. ἐν τῷ #εφ ʹ
PG 121:341ἔτει τοίνυν τῆς τοῦ κόσμου γενέσεως ἐγεννήθη Χριστὸς ὁ θεὸς ἡμῶν. ἐν δὲ τῷ παρόντι #εφλ ʹ ἔτει ἐβαπτίσθη, καθὼς λέλεκται. μετὰ δὲ τὸ βαπτισθῆναι ἅπαντα τὸν λαόν, ᾗ φησὶ τὰ ἱερὰ λόγια, καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἐγένετο ἀνεῳχθῆναι τὸν οὐρανόν, καὶ καταβῆναι τὸ πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ὡσεὶ περιστε ρὰν ἐπ' αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι λέγουσαν "σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν σοὶ ηὐδόκησα." εἶτα γνῶναι βουλό μενοι καὶ ποία ἦν τῆς ἑβδομάδος ἡμέρα ὅτε ὁ κύριος ἐβαπτίσθη, τίθεμεν τὰ #εφλ ʹ ἔτη. τούτοις προστίθεμεν τὸ τέταρτον, καὶ γίνονται #22 κʹ. ταῦτα ὑφείλομεν παρὰ τὸ ἑπτάϊ, λέγοντες, ἑπτάϊ ʹ τʹ, ἑπτάϊ πʹ φξʹ, ἑπτάϊ ηʹ ν ʹ. λοιπαὶ δʹ ἐπακταί. ταύταις προσάπτομεν τὰς ἀπὸ τοῦ πρώτου μηνὸς ἡμέρας ἕως αὐ τῆς τῆς ἡμέρας ἐν ᾗ ὁ κύριος ἐβαπτίσθη. οὕτως ἔχεις ἐπακτὰς δʹ. 1.306 Ἀπριλλίου λʹ, Μαΐου λαʹ, Ἰουνίου λʹ, Ἰουλίου λαʹ, Αὐγούστου λαʹ, Σεπτεμβρίου λʹ, Ὀκτωβρίου λαʹ, Νοεμβρίου λʹ, Δεκεμ βρίου λαʹ, Ἰανουαρίου ʹ, ὁμοῦ σπεʹ. ταύτας ὕφελε ἐπὶ τῶν ἑπτά, λέγων ἑπτάϊ μʹ σπʹ, λοιπαὶ εʹ. ἔγνωμεν οὖν ὡς ἐν εʹ τῆς ἑβδομάδος ἡμέρᾳ ἐβαπτίσθη ὁ κύριος. καθ' ἣν ἡμέραν αὐτὸς ὁ κύριος προσέταξεν ἐξαγαγεῖν τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, αὐτὸς ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐβαπτίσθη καὶ ἡγίασε τὸ ὕδωρ καὶ ζωοποιὸν ἡμῖν ἀπειργάσατο. Μετὰ δὲ τὸ βαπτισθῆναι, καὶ πειρασθῆναι ὑπὸ τοῦ Σα τανᾶ ἐν τῇ ἐρήμῳ, καὶ νικῆσαι τὸν πειράζοντα, παρεγένετο εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ κελεύ σας τοὺς μαθητὰς πιστεύσαντας καὶ δεξαμένους τὸ κήρυγμα τῆς εὐσεβείας ἀνελθεῖν μετ' αὐτοῦ εἰς Ἱεροσόλυμα, ἑορτάσαι τὸ νομικὸν πάσχα. εἶτα θέλοντες γνῶναι ποστῇ τοῦ μηνὸς ἔφθασε κατὰ τὸ παρὸν #εφλζʹ ἔτους, ἀρχὴν εἰληφυῖα ἀπὸ καʹ τοῦ Μαρτίου μηνός, ἡ ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης, τὰ #εφλ ʹ ὑφείλομεν ἐπὶ τῶν ιθʹ. λοιπαὶ ζʹ. ταύτας ἑνδεκαπλασιάζοντες, γίνονται οζʹ. ἔκβαλε τριακάδας δύω, λέγων δὶς λʹ ξʹ· λοιπαὶ ιζʹ. πρόσβαλε ταύταις τρεῖς τὰς πρὸ τῶν φωστήρων, πρὸ σελήνης ζʹ, καὶ ζʹ τὰς ἀπὸ καʹ, καὶ αὐτῆς τοῦ Μαρτίου μηνός. ὁμοῦ μδʹ. ὕφελε λʹ· λοιπαὶ ιδʹ. καὶ ἔφθασεν ἡ ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης τῇ κζʹ τοῦ Μαρτίου μηνός. εἶτα θέλοντες γνῶναι καὶ ποίᾳ ἡμέρᾳ ἔφθασεν ἡ αὐτὴ ιδʹ τοῖς #εφλ ʹ, προστίθεμεν τὸ τέταρτον, #ατπδʹ, 1.307 καὶ γίνονται #22 κʹ. ταῦτα ὕφελε εἰς τὰ ζʹ, λέγων ζ ʹ τʹ, ζπʹ φξʹ, ζηʹ ν ʹ. λοιπαὶ δʹ ἐπακταί. ταύταις πρόσβαλε τρεῖς τὰς πρὸ τῶν φωστήρων, καὶ ζʹ τὰς ἀπὸ καʹ, καὶ αὐτῆς τοῦ Μαρ τίου μηνός. ὁμοῦ ιδʹ. καὶ ὕφελε ζʹ· λοιπαὶ ζʹ. καὶ ἦν σάβ βατον. Τῷ δὲ ιθʹ ἔτει Τιβερίου Καίσαρος ὁ κύριος ἐπὶ τὸ πάθος παρῆν. ἔτος τοῦτο #εφλθʹ, μηνὶ Μαρτίῳ κγʹ, ἡμέρᾳ ʹ. ἀνέστη δὲ τῇ κεʹ τοῦ αὐτοῦ Μαρτίου μηνός, ἐν ᾧ χρόνῳ ἐτελέσθη, ἡμέρᾳ αʹ. ὅθεν καὶ τὸ κύριον πάσχα ἑορτάζειν ἡ ἐκκλησία παρείληφε τῇ κεʹ τοῦ Μαρτίου μηνός. ἐν ᾧ χρόνῳ ἐτελέσθη τὸ Ἰου δαϊκὸν πάσχα, μηνὶ Μαρτίῳ κδʹ, ἡμέρᾳ ζʹ. κύκλος ἡλίου κγʹ καὶ σελήνης ιʹ, ἀρχὴν εἰληφότα τὴν καʹ τοῦ Μαρτίου μηνός, τῆς ἐνεστώσης δʹ ἰνδικτιῶνος. καὶ ιαʹ ἔτος τῆς κατὰ φύσιν ἐννεακαιδεκαετηρίδος τῆς σελήνης, καὶ κ ʹ τῆς κατὰ φύσιν ὀκτωκαιεικοσαετηρίδος τοῦ ἡλίου. τοῦτο δὲ τὸ τέταρτον πάσχα ἐστὶν ἐν ᾧ πέπονθεν ὑπὲρ ἡμῶν Χριστὸς ὁ ἀληθινὸς θεὸς ἡμῶν. μαρτυρεῖ δὲ καὶ αὐτὸ τὸ εὐαγγέλιον, τό "καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ' ἵνα ἀκωλύτως τῇ ἑξῆς ἡμέρᾳ φάγωσι τὸ πάσχα." καὶ αὖθις "οἱ οὖν Ἰουδαῖοι, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἐπεὶ παρασκευὴ ἦν (ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνη τοῦ σαββάτου), ἠρώτησαν τὸν Πιλάτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν." ἐν ᾧ οὖν καιρῷ κατὰ σάρκα ἔπαθεν ὑπὲρ ἡμῶν ὁ κύριος, τὸ κατὰ νό 1.308 μον οὐκ ἔφαγε πάσχα, ἀλλ' αὐτὸς ὑπὲρ ἡμῶν ἐτύθη. ὅτι δὲ οὐ κατὰ τὴν ιδʹ ἐπετέλεσε τὸ πάσχα, ἀλλὰ πρὸ τούτου τὸ μυστικὸν ἐτέλεσε δεῖπνον, ὅτε καὶ ὁ ἁγιασμὸς τῶν ἀζύμων καὶ ἡ προετοι μασία τῆς ἑορτῆς ἐγίνετο, εὑρίσκεται τοῖς μαθηταῖς
PG 121:345μεταδιδοὺς οὐ θύματος οὐδὲ ἀζύμων, ἀλλ' ἄρτου καὶ ποτηρίου. Οἱ δὲ τὴν γέννησιν τοῦ Χριστοῦ ἀναγράφοντες εἰς τὸ #εφʹ ἔτος καὶ τὸ πάθος ἐν τῷ #εφλγʹ σφάλλουσι, μὴ τὴν ἀκρίβειαν τοῦ ἔτους ἐπιστάμενοι. Κατὰ τοὺς χρόνους τῆς ἐνσάρκου ἐπιδημίας Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν ἦν τις τοπάρχης πόλεως Ἐδέσσης, ὀνόματι Αὔγαρος. διαδοθείσης οὖν πανταχοῦ τῆς τῶν θαυμασίων φήμης Χριστοῦ τοῦ θεοῦ ἡμῶν, ἀκούσας καὶ αὐτὸς ὁ ῥηθεὶς τοπάρχης ἐξίστατο ἐπὶ τούτοις καὶ ἐπόθει ἰδεῖν τὸν Χριστόν. οὐκ ἠδύνατο δὲ διὰ τὸ ἀνιάτως νοσεῖν. γράφει τοίνυν ἐπιστολὴν πρὸς αὐτόν, ἣν ἀπέστειλε δι' Ἀνανίου τῶν αὐτοῦ ταχυδρόμων, ὃς ἐν πείρᾳ ἐτύγχανε καὶ τῆς ζωγραφικῆς τέχνης. παρήγγειλε δὲ αὐτῷ ὁ Αὔγαρος λαβεῖν ἐν σανίδι τὸ ὁμοίωμα τῆς τοῦ Χριστοῦ ἰδέας. ἡ δὲ ἐπιστολὴ τοῦ Αὐγάρου κατὰ ῥῆμα διέξεισι τάδε. "Αὔγαρος τοπάρχης πόλεως Ἐδέσσης Ἰησοῦ σωτῆρι ἀγαθῷ, ἀναφανέντι ἐν πόλει Ἱεροσολύμων, χαίρειν. ἤκουσταί μοι τὰ περὶ σοῦ καὶ τῶν σῶν ἰαμάτων ὡς ἄνευ φαρμάκων ὑπό σου γινομένων· ὡς γὰρ λόγος, τυφλοὺς ἀναβλέπειν ποιεῖς, χωλοὺς περιπατεῖν, λεπροὺς καθαρίζεις, καὶ ἀκάθαρτα πνεύματα λόγῳ ἀπελαύνεις, καὶ τοὺς ἐν μακρονοσίᾳ βασανιζομένους θεραπεύεις καὶ νεκροὺς ἐγείρεις. 1.309 ταῦτα πάντα ἀκούσας περί σου κατὰ νοῦν ἐθέμην ὅτι θεὸς εἶ καὶ καταβὰς ἐξ οὐρανοῦ ταῦτα ποιεῖς, ἢ υἱὸς εἶ τοῦ θεοῦ, ποιῶν ταῦτα. διὰ ταῦτα τοίνυν γράψας ἐδεήθην τῆς σῆς ἰσχύος καὶ ἀγαθότητος σκυλῆναι καὶ ἐλθεῖν πρός με, ἵνα τὸ πάθος ὃ ἔχω θεραπεύσῃς. καὶ γὰρ ἤκουσα ὅτι καὶ οἱ Ἰουδαῖοι καταγογγύ ζουσί σου καὶ βούλονται κακῶσαί σε. πόλις δέ μοί ἐστι σμικροτάτη, ἥτις ἐξαρκέσει ἀμφοτέροις ἡμῖν. ἔρρωσο." ὁ δὲ ταχυ δρόμος ἀπελθὼν ἐν Ἱερουσαλήμ, καὶ δοὺς τῷ κυρίῳ τὴν ἐπιστο λήν, ἦν ἐπιμελῶς ἀτενίζων αὐτῷ, μὴ δυνάμενος δὲ πλησίον αὐ τοῦ στῆναι διὰ τὸ συρρεῦσαν πλῆθος, ἐπί τινα πέτραν μικρὸν τῆς γῆς ἀνεστηκυῖαν ἀναβὰς ἐκαθέσθη, καὶ εὐθὺς ἐκείνῳ μὲν τοὺς ὀφθαλμοὺς τῷ δὲ χάρτῃ τὴν χεῖρα προσήρειδε, καὶ τὴν τοῦ φαι νομένου μετέγραφεν ὁμοιότητα. καὶ οὐδαμῶς ἠδύνατο αὐτὸν κα ταλαβεῖν διὰ τὸ ἑτέρᾳ καὶ ἑτέρᾳ ὄψει φαίνεσθαι. ὁ δὲ κύριος, ὡς ἅτε κρυφίων γνώσεων καὶ καρδιῶν ἐξεταστής, γνοὺς τὴν ἐν θύμησιν αὐτοῦ μετεκαλέσατο αὐτόν, καὶ ζητήσας νίψασθαι ἐπε δόθη αὐτῷ ῥάκος τετράδιπλον μετὰ τὸ νίψασθαι, ἐν ᾧ καὶ ἀπε μάξατο τὴν ἄχραντον καὶ θείαν αὐτοῦ ὄψιν. καὶ ὢ τοῦ θαύμα τος, παρευθὺς ἐνετυπώθη τῆς αὐτοῦ μορφῆς τὸ ἀπεικόνισμα ἐν τῇ σινδόνι, ἣν καὶ ἀπέδωκε τῷ Ἀνανίᾳ εἰπών "ἄπελθε, καὶ ἀπό δος αὐτὴν τῷ ἀποστείλαντί σε." ἀντέγραψε δὲ ὁ κύριος καὶ ἐπι στολὴν πρὸς τὸν Αὔγαρον, ἐπὶ λέξεως ἔχουσαν οὕτως "μακάριος εἶ, Αὔγαρε, πιστεύσας ἐν ἐμοὶ μὴ ἑωρακώς με. γέγραπται γὰρ περὶ ἐμοῦ, τοὺς ἑωρακότας με μὴ πιστεύειν ἐν ἐμοί· οἱ δὲ μὴ 1.310 ἑωρακότες με αὐτοὶ πιστεύουσι καὶ ζήσονται. περὶ δὲ οὗ ἔγρα ψάς μοι ἐλθεῖν πρός σε, δέον ἐστὶ πάντα πληρῶσαί με δι' ἃ ἀπεστάλην, καὶ μετὰ τὸ πληρῶσαι ἀναληφθῆναί με πρὸς τὸν ἀποστείλαντά με πατέρα. ἐπειδὰν δὲ ἀναληφθῶ, ἀποστείλω σοι ἕνα τῶν μαθητῶν μου, ὀνόματι Θαδδαῖον, ὅστις καὶ τὸ πάθος σου θεραπεύσει καὶ ζωὴν αἰώνιον καὶ εἰρήνην σοι παράσχῃ, καὶ τῇ πόλει σου γενήσεται τὸ ἱκανὸν πρὸς τὸ μηδένα τῶν ἐχθρῶν κατισχῦσαι αὐτῆς." ἐπιθεὶς ἐν τῷ τέλει καὶ σφραγῖδα γράμμασιν Ἑβραϊκοῖς ἐνσημανθεῖσαν ἑπτά, ἅ τινα μεθερμηνευόμενα ταῦτα δηλοῦσι, θεοῦ θεαθὲν θαῦμα θεῖον. ὁ δὲ τοπάρχης Αὔγαρος δεξάμενος περιχαρῶς τὸν Ἀνανίαν, πεσὼν προσεκύνησε τὴν ἁγίαν εἰκόνα καὶ ἄχραντον τοῦ κυρίου πίστει καὶ πόθῳ πολλῷ, καὶ πα ραχρῆμα ἰάθη ἀπὸ τῶν νόσων αὐτοῦ, μικροῦ τινὸς λειψάνου ὑπο λειφθέντος ἐν τῷ μετώπῳ αὐτοῦ. ἦν γὰρ ὁ Αὔγαρος δυσὶ νοσή μασι ταλαιπωρούμενος, ἑνὶ μὲν ἀρθρίτιδι χρονίᾳ, ἑτέρᾳ δὲ λέπρᾳ μελαίνῃ, ἐκδαπανώσῃ τὸ σῶμα αὐτοῦ. ὃς καὶ ταῖς ἀπὸ τῶν ἄρ θρων ὀδύναις συνείχετο καὶ τοῖς τῆς λέπρας ἐταλαιπωρεῖτο κακοῖς, ἀφ' ἧς ἐγένετο αὐτῷ ἡ τῆς ἀμορφίας αἰσχύνη, δι' ἣν οὐδὲ θεα
PG 121:347τὸς ἦν σχεδὸν τοῖς ἀνθρώποις. Μετὰ δέ γε τὸ τοῦ Χριστοῦ πάθος καὶ τὴν εἰς οὐρανοὺς αὐτοῦ ἄνοδον καταλαβὼν ὁ ἀπόστολος Θαδδαῖος τὴν Ἔδεσσαν, προσήγαγε τῇ κολυμβήθρᾳ τὸν Αὔγαρον, καὶ πάντας τοὺς αὐτοῦ ἐβάπτισεν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. καὶ ἐξῆλθε τοῦ ὕδατος καθαρὸς καὶ ὑγιής, ἀπαλει φθέντος καὶ τοῦ μικροῦ λειψάνου τῆς λέπρας τοῦ ὑπολειφθέντος 1.311 ἐν τῷ μετώπῳ αὐτοῦ. ἔκτοτε δὲ παντοίως ἐσέβετο καὶ ἐτίμα τὸ σεβάσμιον ἐκτύπωμα τῆς τοῦ κυρίου μορφῆς, προσθεὶς καὶ τοῦτο ὁ τοπάρχης τοῖς λοιποῖς αὐτοῦ καλοῖς. ἔκπαλαι τῶν καιρῶν πρὸ τῆς δημοσίας πύλης τῆς πόλεως Ἐδέσσης ἄγαλμά τι τῶν Ἑλληνικῶν θεῶν ὕπερθεν ἀνεστήλωτο, ὃ πάντα τὸν ἐντὸς τῆς πόλεως βουλόμενον εἰσιέναι ἀνάγκη ἦν προσκυνεῖν καὶ εὐχὰς ἀποδιδόναι, καὶ οὕτως εἰσέρχεσθαι ἐν τῇ πόλει. τοῦτο οὖν τὸ ἀκάθαρτον καὶ δαιμονιῶδες ἄγαλμα καθελὼν καὶ τελείῳ παραδοὺς ἀφανι σμῷ, εἰς τὸν ἐκείνου τόπον τὴν ἀχειροποίητον ταύτην εἰκόνα τοῦ σωτῆρος ἡμῶν καὶ θεοῦ ἐπὶ σανίδος κολλήσας καὶ καλλωπίσας ἀνέστησεν, ἐπιγράψας ἐν αὐτῇ ταῦτα τὰ ῥήματα "Χριστὲ ὁ θεός, ὁ εἰς σὲ ἐλπίζων οὐκ ἀποτυγχάνει." καὶ λοιπὸν ἐθέσπισε πάντα τὸν διὰ τῆς πύλης ἐκείνης εἰσέρχεσθαι μέλλοντα τὸ προσῆκον σέβας καὶ τὴν τιμὴν ἀπονέμειν τῇ πολυθαυμάστῳ καὶ θαυματουργῷ τοῦ Χριστοῦ εἰκόνι, καὶ οὕτως εἰς τὴν πόλιν εἰσέρχεσθαι. καὶ διετηρήθη τὸ τοιοῦτον τοῦ ἀνδρὸς εὐσεβὲς θέσπισμα μέχρι τῆς ἐν τῷ βίῳ αὐτοῦ παροικίας καὶ τοῦ υἱοῦ αὐτοῦ. ὁ δὲ τούτου ἔκγονος τῆς παππῴας ἀρχῆς διάδοχος γεγονὼς ἀπελάκτισε τὴν εὐσέβειαν καὶ πρὸς τὰ εἴδωλα ηὐτομόλησε, καὶ πάλιν ἠβουλήθη ἀναστηλῶσαι δαιμονικὴν στήλην, καὶ τὴν τοῦ Χριστοῦ εἰκόνα καθελεῖν. τοῦτο γνοὺς ὁ ἐπίσκοπος Ἐδέσσης διὰ θείας ἀποκα λύψεως τὴν ἐνδεχομένην ἔθετο πρόνοιαν. ἐπειδὴ γὰρ ὁ τόπος ὑπῆρχε κυλινδροειδής, θρυαλλίδα πρὸ τῆς θείας εἰκόνος ἀνάψας καὶ κέραμον ἐπιθείς, εἶτα ἔξωθεν τιτάνῳ καὶ πλίνθοις ἀποφράξας τὸ ἐμβαδόν, εἰς ὁμαλὴν ἐπιφάνειαν τὸ τεῖχος ἀπηύθυνε, καὶ ἐν 1.312 τῷ μὴ ὁρᾶσθαι τὴν φθονουμένην μορφὴν ἀπέστη τῆς ἐγχειρήσεως ὁ δυσσεβής. ἔρρει τοίνυν διὰ μέσου χρόνος πολύς, καὶ τῆς ἐξ ἀνθρώπων μνήμης ἀπερρύη ἡ τῆς ἱερᾶς ταύτης εἰκόνος ἀπόκρυ ψις. ὁ δὲ τῶν Περσῶν βασιλεὺς Χοσρόης τὰς τῆς Ἀσίας πόλεις πορθῶν καὶ καταστρεφόμενος κατέλαβε καὶ Ἔδεσσαν ἐπὶ τῆς βα σιλείας, καὶ πᾶσαν μηχανὴν κινήσας πρὸ τῶν ἄλλων τῆς πόλεως, οἷον βελῶν ἀφέσεις, κατασείσης τειχῶν, διαθραύσεις πυλῶν, εἰς φόβον καὶ ἀγωνίαν ἐνέβαλε τοὺς τῆς πόλεως. οἳ ἐν ἀμηχανίᾳ καὶ ἀπογνώσει καταστάντες πρὸς τὸν θεὸν καταφεύγουσι, καὶ μετ' ὀδύνης καρδίας καὶ δακρύων ἐζήτουν αὐτόν, διὸ καὶ εὗρον· ἐγγὺς γὰρ κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ, κατὰ τὸν θεῖον Δαβίδ. φαίνεται γὰρ εἶναι διὰ τῆς νυκτὸς Εὐλαλίῳ τῷ ἐπισκόπῳ γυνή τις εὐσταλὴς καὶ κοσμία, κρείττων ἢ κατὰ ἄνθρω πον, ὑποτιθεμένη αὐτῷ καὶ λέγουσα ὅτι ἐπάνω τῆς πύλης τῆς πόλεως, ἐν τῷδε τῷ τόπῳ, διὰ τόνδε τὸν τρόπον, ἡ τιμία εἰκὼν τοῦ Χριστοῦ ἀποκέκρυπται, ἣν ἀναζητήσας καὶ λαβὼν πάντα αἰσίως πράξεις. ὁ δ' ἐπίσκοπος χαρᾶς ἀφάτου πλησθεὶς καὶ τὸν τόπον καταλαβὼν καὶ τοῦτον διαρρήξας, ὢ τοῦ θαύματος, εὗρε τὴν θείαν εἰκόνα ἀδιαλώβητον καὶ κεχαραγμένην καὶ τὴν θρυαλ λίδα ἐν τοσούτῳ χρόνῳ μὴ ἀποσβεσθεῖσαν, ἀλλὰ καὶ ἐν τῷ πρὸς φυλακὴν ἐπιτεθέντι πρὸ τοῦ λύχνου κεραμῷ ἐκτυπωθὲν ἕτερον ὁμοίωμα ἀπαράλλακτον τοῦ πρωτοτύπου. τοῦτο λαβὼν ὁ ἐπίσκο πος μετὰ χαρᾶς ἀμέτρου, καὶ λιτανεύσας καὶ εὐχαριστήσας, κατ 1.313 έλαβε τὸν τόπον καθ' ὃν οἱ Πέρσαι διώρυττον. ὡς δὲ πλησίον ἀλλήλων ἐγένοντο ἐν τῷ ὀρύγματι, ἀπὸ τῆς λυχνίας ἐκείνης ἐλαίου ἐπιστάξαντες εἰς τὸ ηὐτρεπισμένον πῦρ πάντας ἀπώλεσαν ἄρδην. ἀλλὰ καὶ τὴν ἔξωθεν ἀναφθεῖσαν πυρὰν ὑπὸ τῶν Περσῶν κατὰ τῶν ἔνδον, ἣν ἄπειρος ὕλη ὑπέτρεφεν, ὡς πλησίον αὐτῆς ἐγένετο ὁ ἐπίσκοπος μετὰ τοῦ θείου ἐκτυπώματος, ἐξαίφνης βίαιος ἄνεμος ἐγερθεὶς κατὰ τῶν ἀναφλεγόντων ταύτην
PG 121:349ἀντέστρεψεν, οὓς καὶ ἐμπυρίζουσα ἀπέστρεψε. ταῦτα παθόντες μᾶλλον ἢ δράσαντες οἱ Πέρσαι, οὐχ ἅπαξ ἀλλὰ δὶς καὶ πολλάκις, μετ' αἰσχύνης ἀπεί ρου ὑπεχώρησαν ἄπρακτοι. Ἐπεὶ δὲ πρὸς τὴν βασιλεύουσαν τῶν πόλεων πανταχόθεν συνερρύη τὰ ἁγιώτατα καὶ κάλλιστα, ἦν δὲ ἄρα θεῖον βούλημα καὶ τὴν ἱερὰν ταύτην καὶ θείαν εἰκόνα μετὰ τῶν ἄλλων ἀποθη σαυρισθῆναι καλῶν, ὁ τῶν Ῥωμαίων κυριαρχῶν Ῥωμανὸς ὁ Λακαπηνὸς σπούδασμα ποιεῖται κατευμοιρῆσαι ταύτης καὶ καταπλου τίσαι τὴν βασιλεύουσαν. καὶ δὴ κατὰ διαφόρους καιροὺς ἐξαπ έστειλε πρὸς τὴν Ἔδεσσαν μηδὲν ἀνύσας. ὁ μὲν γὰρ ἐπέκειτο αὐτῶν, οἱ δὲ ἀνέδυον καὶ παρεκρούοντο. καὶ τελευταῖον πεισθέν τες ἐπένευσαν· ὁ γὰρ ἄναξ Ῥωμαίων τῇ ἐφέσει τοῦ τοιούτου κα λοῦ πρὸς πάντα ὑπείξας τὰ παρ' αὐτῶν προβαλλόμενα, καὶ δοὺς αὐτοῖς διακοσίους Σαρακηνοὺς καὶ ἀργύρου ἐπισήμου χιλιάδας δώδεκα, καὶ ἀσφαλισάμενος διὰ σφραγῖδος χρυσῆς τοῦ μὴ πολε μίως ἐπέρχεσθαι τὰ τῶν Ῥωμαίων στρατεύματα κατὰ τῶν τεσσά ρων πόλεων ἐκείνων, μηδὲ ληΐζεσθαι ταύτας, ἐπέτυχε τῆς αἰτή σεως. ἐπεὶ γὰρ συνεχωρεῖτο γενέσθαι καὶ παρεχώρησεν ὁ ἀμηρᾶς, 1.314 λαβόντες οἱ ἐπίσκοποι, ὅ τε Σαμοσατῶν καὶ ὁ τῆς Ἐδέσσης, καὶ ἕτεροί τινες τῶν εὐλαβῶν τὸ ἅγιον ἐκεῖνο ἀπεικόνισμα καὶ τὸ χρι στόγραφον ἐπιστολίδιον εἴχοντο τῆς ὁδοῦ· καὶ πάλιν ἄπειρα ἐτε λεῖτο θαύματα. ὡς δὲ κατήντησαν ἐν τῷ τῶν ὀπτιμάτων θέματι, ἐν τῷ τῆς θεοτόκου ναῷ τῷ Εὐσεβίου λεγομένῳ, πολλοὶ προσελ θόντες μετὰ πίστεως ἀπὸ ποικίλων νόσων ἰάθησαν. ἔνθα καί τις προσῆλθεν ὑπὸ δαίμονος ἐνοχλούμενος, καὶ τάδε οἱονεὶ ἀπεφοίβα σεν "ἀπόλαβε, Κωνσταντινούπολις, δόξαν καὶ χαράν, καὶ σὺ πορφυρογέννητε τὴν βασιλείαν σου." καὶ παραυτὰ ἰάθη ὁ ἄν θρωπος. τῇ δὲ ιεʹ τοῦ Αὐγούστου μηνός, κατὰ τὸ #22 υνβʹ ἔτος τῆς τοῦ κόσμου γενέσεως, κατέλαβον τὸν ἐν Βλαχέρναις ναὸν τῆς ὑπερα γίας θεοτόκου οἱ τὸ ἅγιον διακομιζόμενοι, ὃ καὶ σεβασμίως καὶ περι χαρῶς ὑπεδέχθη καὶ προσεκυνήθη παρά τε τῶν βασιλέων καὶ τῶν ἐν τέλει καὶ τῶν λοιπῶν πάντων. τῇ δὲ ἐπαύριον μετὰ τὸν ἀσπα σμὸν καὶ τὴν προσκύνησιν ἀράμενοι τὴν τοῦ Χριστοῦ εἰκόνα ἐπὶ τῶν ὤμων ὅ τε ἀρχιερεὺς Θεοφύλακτος καὶ οἱ νεάζοντες βασιλεῖς (ὁ γὰρ γέρων δι' ἀσθένειαν ἀπελείπετο), ἀλλὰ καὶ οἱ τῆς γερου σίας ἅπαντες μετὰ παντὸς τοῦ τῆς ἐκκλησίας πληρώματος, τῇ προση κούσῃ δορυφορίᾳ παρέπεμπον μέχρι τῆς χρυσείας πόρτης. κἀκεῖ θεν πάλιν ἀναλαβόμενοι ὁμοίως μετὰ ψαλμῶν καὶ ὕμνων κατέλα βον τὸν περιώνυμον μέγιστον ναὸν τῆς ἁγίας σοφίας. εἶτα ἀνῆλ θον εἰς τὸν βασιλέα, καὶ ἐν τῷ θεομητρὸς ναῷ Φάρῳ κατέθεντο τὸ τίμιον καὶ ἅγιον ἐκτύπωμα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 1.315 εἰς φυλακτήριον μέγιστον τῆς βασιλίδος τῶν πόλεων καὶ πάντων τῶν Χριστιανῶν. καὶ ταῦτα μὲν οὕτως, πάλιν δὲ τῆς τῶν ἱστο ριῶν ἀκολουθίας ἑξόμεθα. Τοῦ δὲ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ σάρκα τεχθέντος εὐθὺς Αὔγουστος Καῖσαρ ἐκράτησε πάντων, καὶ τὰς ἐθναρχίας πάσας καὶ μερικὰς βασιλείας καταλύσας τοῖς Ῥωμαίων οἴαξι πάντας ὑπέταξε, καὶ βαθεῖα εἰρήνη πανταχοῦ γέγονε· τῆς γὰρ θείας βοηθείας ἐπιφανείσης νῶτα δεδώκασιν οἱ πολέμιοι, καὶ αἱ πάλαι τἀναντία φρονοῦσαι βασιλεῖαι ὑπέκλιναν τὸν αὐχένα καὶ τὸν σωτήριον ζυγὸν ὑπεδέξαντο. τῇ γὰρ ἀληθείᾳ καὶ τῇ τῶν πραγμάτων μαρτυρίᾳ οἷόν τινι φωνῇ χρησάμενος ὁ θεὸς τὸ οἰκεῖον ὕψος ὑπέδειξε. προειδὼς τοίνυν ὁ θεὸς τὴν Ἰουδαίων ἀπόνοιαν ἔφη διὰ τοῦ προφήτου "σχολάσατε, καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός· ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ." ἡμῖν δὲ παραδηλῶν τίς οὗτός ἐστι, καὶ ὥσπερ συνευφραι νόμενος ἐπάγει "κύριος τῶν δυνάμεων μεθ' ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ θεὸς Ἰακώβ." τοῦ δὲ Ἰακὼβ τὴν μνήμην οὐχ ἁπλῶς ἐποιήσατο· ἀλλ' ἐπειδὴ πρῶτος ἐκεῖνος τὴν τῶν ἐθνῶν προεθέσπισε κλῆσιν ("οὐκ ἐκλείψει" γάρ φησιν "ἄρχων ἐξ Ἰούδα, ἕως ἂν ἔλθοι ὃ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν"), τὴν μεταβο λὴν τῶν ἐθνῶν κἀνταῦθα προθεσπίζων, εἰκότως τὸν τοῦ Ἰακὼβ θεὸν
PG 121:351τοῦ ταῦτα προειρηκότος ἔφη κατωρθωκέναι. τοιγαροῦν ἐν τῷ μβʹ τῆς Αὐγούστου βασιλείας, ἐν τῷ #εφ ʹ ἔτει ἀπὸ κτίσεως κόσμου, ἤρχθη ὁ κατὰ Ἀντιόχειαν τῶν ἐτῶν ἀριθμός. καὶ Ἡρώ 1.316 δης μὲν ἐξ ἐθνῶν ἤδη βασιλεὺς τῆς Ἰουδαίας ἀνηγορευμένος, καὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ σάρκα γεννηθέντος, καὶ τοῦ Ἡρώδου κακῶς τὸν βίον διαλλάξαντος, πεπλήρωται τὸ "οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα ἕως ἂν ἔλθῃ ὃ ἀπόκειται, ὅς ἐστιν ὁ Χριστός." ἐπειδὴ γὰρ αὐτὸς ὁ Ἡρώδης ἀλλόφυλος ὢν περιτμηθεὶς ἦρξε τῶν Ἰουδαίων καὶ ἀρχιερέα κατέστησεν ἀλλογενῆ τὸν Ἀνάνιλον, εὐθὺς ἐπαύθη κατὰ τὴν θείαν πρόρρησιν ἡ ἐξ Ἰούδα ἀρχὴ μέχρι τότε κρατήσασα. οἱ γὰρ ἱερεῖς προειστήκεισαν τῶν πραγμάτων, ἄχρις οὗ Πομπήϊος ὁ Ῥωμαίων στρατηγὸς ἐπιστὰς τὴν μὲν Ἱερουσαλὴμ κατὰ κράτος πολιορκεῖ, μιαίνει δὲ τὰ ἅγια, τὸν δὲ ἐκ τῆς προγόνων διαδοχῆς μέχρις ἐκείνου τοῦ καιροῦ διαρ κέσαντα βασιλέα τε ὁμοῦ καὶ ἀρχιερέα Ἀριστόβουλον δέσμιον ἐπὶ Ῥώμην ἐκπέμψας τὸ πᾶν Ἰουδαίων ἔθνος Ῥωμαίοις ὑπόφορονκατέστησε. καὶ οὕτω πρῶτος ἀλλόφυλος Ἡρώδης, ὡς ἔφην, τὸ Ἰουδαῖον ἔθνος ἐγχειρίζεται. καθ' ὃν καιρὸν ἐναργῶς τῆς Χρι στοῦ παρουσίας ἐνστάσης ἐξέλιπον οἱ τῶν Ἰουδαίων ἀρχιερεῖς καὶ ἡγούμενοι. Γεννηθεὶς τοίνυν ὁ Χριστὸς οὐδ' αὐτὸς ἐπὶ τοῦ αἰσθητοῦ θρόνου Δαβὶδ ἐκάθισεν, ἀλλὰ θρόνον λέγει Δαβὶδ τὴν ἀκαθαίρε τον καὶ αἰώνιον βασιλείαν. αὐτὸς γάρ ἐστι προσδοκία ἐθνῶν, οὐχὶ τοῦ ἐλαχίστου μέρους τῆς οἰκουμένης. "ἔσται" γάρ φησιν "ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι." καὶ "τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν." 1.317 καὶ "θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ." οὗτος οὖν καὶ βα σιλεὺς πάσης τῆς γῆς διέμεινεν, εἰ καὶ μὴ τὰ σκῆπτρα τῆς Ἰου δαίας παρέλαβε, καὶ βασιλεὺς πάσης τῆς γῆς ἐστὶν ὁ θεός. καὶ ἡ ἐλευθερία τοῦ Ἰακὼβ ἐβεβαιώθη, καὶ ἐνευλογήθησαν ἐν τῷ σπέρματι αὐτοῦ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ πάντα τὰ ἔθνη μα καριοῦσι τὸν Χριστόν. Ἵνα δὲ σαφέστερον γένηται πῶς ἡ ἱερατικὴ φυλὴ ἐμίγη τῇ βασιλικῇ, λέξομεν οὕτως. ὁ μὲν Ἰούδας ἐγέννησε τὸν Φαρές, ὁ δὲ Φαρὲς τὸν Ἐσρώμ, ὁ δὲ Ἐσρὼμ τὸν Ἀράμ, ὁ δὲ Ἀρὰμ τὸἈμιναδάμ, ὁ δὲ Ἀμιναδὰμ τὸν Ναασσών, ὁ δὲ Ναασσὼν τὸν Σαλμών, ὁ δὲ Σαλμὼν τὸν Βόοζ, Βόοζ δὲ τὸν Ὠβήδ, Ὠβὴδ δὲτὸν Ἰεσσαί, ὁ δὲ Ἰεσσαὶ Δαβὶδ τὸν βασιλέα. ἐπεὶ οὖν ὁ Ναασσὼν υἱὸς ἦν τοῦ Ἀμιναδάμ, τούτου τὴν ἀδελφὴν Ἐλισάβετ ἠγάγετο γυναῖκα ὁ μέγας ἀρχιερεὺς Ἀαρών, ἀδελφὸς Μωϋσέως, ἐκ φυλῆς ὑπάρχων τοῦ Λευΐ. καὶ μέντοι καὶ ὁ θεσπέσιος ἱεράρχης Ἰωδαέ, φυλῆς ὢν τῆς Λευιτικῆς, ἠγάγετο γυναῖκα τὴν ἀδελφὴν Ὀχοζίου, φυλῆς οὖσαν τοῦ Ἰούδα. κἀντεῦθεν λοιπὸν τῆς βασιλικῆς φυλῆς συμμιγείσης τῇ Λευιτικῇ, μάλα γε εἰκότως ὁ κύριος ἐκ Μαρίας τῆς παρθένου καὶ κατὰ σάρκα μητρὸς αὐτοῦ γενεαλογούμενος οὕτω βασιλεὺς καὶ ἱερεὺς εἰς τὰ πρὸς θεόν, ὡς ἔφην, ἀν θρώποις ἀναδέδεικται, καὶ προδήλως κηρύττεται βασιλεὺς αἰώνιος καὶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. 1.318 Ἐντεῦθεν τοίνυν ἄρχεται ἡ τετάρτη βασιλεία, ἣν ὁ Δανιὴλ ἐν τῇ τῶν τεσσάρων θηρίων ὀπτασίᾳ τέταρτον θηρίον διαφέρον τῶν ἄλλων τροπικῶς ὀνομάζει, ἐφ' οὗ καὶ ὁ τῶν πρώτων τεσσά ρων στοιχείων δημιουργὸς καὶ τὸν τετραπέρατον κόσμον συνδήσας ἐν τούτοις Ἰησοῦς Χριστὸς ἐσαρκώθη διὰ τὴν ἡμετέραν σωτηρίαν. ὅθεν εἰκότως μέγας βασιλεὺς καὶ ἐπίσημος ὑπὲρ πάντας ὁ Αὔ γουστος καὶ δυνατὸς γενόμενος ὑπέταξε τὰς μερικὰς βασιλείας πάσας, διὰ τὸν ἐν ταῖς ἡμέραις αὐτοῦ βασιλέα τοῦ παντὸς καὶ κύριον τεχθέντα, κατὰ τὴν Ἠσαΐου προφητείαν· φησὶ γάρ "καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος κυρίου, καὶ ὁ οἶκος τοῦ θεοῦ ἐπ' ἄκρων τῶν ὀρέων. καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ' αὐτὸν πάντα τὰ ἔθνη, καὶ πορεύ σονται λαοὶ πολλοί, καὶ ἐροῦσι δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ. καὶ ἀναγγελεῖ
PG 121:355ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ. ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ. καὶ κρινεῖ ἀνὰ μέσον ἐθνῶν πολλῶν, καὶ ἐλέγξει λαὸν πολύν. καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα. καὶ οὐ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολε μεῖν." ὅτι δὲ τὸν μετὰ τὴν τοῦ κυρίου παρουσίαν προσημαίνον ται ταῦτα καιρόν, τὰ πράγματα σαφῶς μαρτυροῦσι. πρὸ μὲν γὰρ τῆς Ῥωμαίων βασιλείας συχναὶ τῶν ἐθνῶν κατ' ἀλλήλων ἐπα ναστάσεις ἐγίνοντο, ἅτε δὴ καθ' ἕκαστον ἔθνος τῆς βασιλείας με μερισμένης· πάσης δὲ ἡγεμονίας εἰς Ῥωμαίους μετατεθείσης εἰ 1.319 ρήνη βαθεῖα κατέσχε τὴν οἰκουμένην, ὡς μηκέτι ἔθνος κατ' ἔθνους ἐπιστρατεύειν ἀλλὰ τῇ γεωργίᾳ προσέχειν. οὐκοῦν μάλα δείκνυται σαφῶς τὸ τῆς προρρήσεως τέλος. διὸ καὶ Δανιὴλ προφητεύει λέγων "καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆ ναι, καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως Χριστοῦ ἡγουμένου ἑβδομάδας ζʹ καὶ ἑβδομάδας ξβʹ." αἳ συμπληροῦσιν ἔτη υπγʹ, ὅσα τὰ τῆς ἀρχῆς ὑπάρχει τῶν Χριστῶν ἡγουμένων, ὧν τελευ ταίου Ὑρκανοῦ ὑπὸ Πάρθων αἰχμαλωτισθέντος Ἡρώδης ἀπὸ Αὐγούστου παραλαμβάνει τὴν βασιλείαν, μεθ' ὃν οἱ τούτου παῖ δες μέχρι τῆς ὑστάτης Ἱεροσολύμων πολιορκίας. οὐκέτι γὰρ ἐκ διαδοχῆς τοῦ ἀρχιερατικοῦ γένους τῶν Ἰουδαίων καὶ Ἀσαμονέων ἤτοι Μακκαβαίων, ὥς φησιν Ἰώσηπος, ἱερῶνται τῷ θεῷ, ἀλλ' ἄσημοί τινες, οἱ μὲν ἐνιαύσιοι οἱ δὲ ἐπὶ λόγῳ, παρὰ τῶν Ῥω μαίων τὴν ἱερωσύνην ὠνούμενοι. διὸ καὶ Δανιὴλ προφητεύει λέγων "καὶ μετὰ τὰς ἑπτὰ καὶ ἑξήκοντα δύο ἑβδομάδας ἐξολο θρευθήσεται χρίσμα καὶ κρῖμα οὐκ ἔσται" καὶ τὰ ἑξῆς. διέλῃς δὲ τὰς ξθʹ ἑβδομάδας οὕτως, τὰς μὲν ἑπτὰ μετὰ τὴν ἐπάνοδον τῆς αἰχμαλωσίας ἕως τῆς οἰκοδομῆς τοῦ ναοῦ, τὰς δὲ ξβʹ συν απτομένας ταῖς ζʹ εἰς τὸν χρόνον ὃν κατέσχον οἱ χριστοὶ ἡγούμενοι, τὴν δὲ μίαν ἑβδομάδα, καθ' ἣν ὁ κύριος ἐκήρυξε τὴν καινὴν δια θήκην, ἧς ἑβδομάδος ἐν τῷ ἡμίσει ἦλθεν ἐπὶ τὸ σωτήριον πάθος, καὶ ᾔρθη ἐκ μέσου ἡ διὰ Μωϋσέως παραδεδομένη διαθήκη. καὶ αὖθις "καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία, καὶ ἐν τῷ 1.320 ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδή. καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα ἐρημώσεως συντελείᾳ δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν Ἱερουσαλήμ." καὶ τὰ λοιπὰ εὑρήσεις ἐν τῇ βασιλείᾳ Τίτου. Ὁ γοῦν Αὔγουστος τὴν ἐξ Ἰταλίας συναθροίσας δύναμιν κάτεισιν ἐπὶ Ἀντώνιον. καὶ συμβολῆς γενομένης ἡττᾶται Ἀντώνιος, καὶ φεύγει μετὰ τῆς Κλεοπάτρας εἰς Αἴγυπτον. καὶ ὁ μὲν Ἀντώνιος ἑαυτὸν διεχειρίσατο, ἡ δὲ Κλεοπάτρα εὐλαβουμένη τὸν ἐν τῇ Ῥώμῃ θρίαμβον συσχεθεῖσα, ἀσπίδι τῷ θηρίῳ ἑαυτὴν προσενεγκαμένη τελευτᾷ. Ἥλιος δὲ καὶ Σελήνη τὰ τέκνα αὐτῶν συσχεθέντα προσήχθησαν τῷ θριάμβῳ Ῥώμης. Ἐπὶ τούτου τοῦ Αὐγούστου, ὥς φησιν Εὐσέβιος τοῦ Παμ φίλου, ἀρχὴν ἡ τετάρτη λαμβάνει βασιλεία, ἣν ὁ Δανιὴλ ἐν τῇ τῶν τεσσάρων θηρίων ὀπτασίᾳ τέταρτον θηρίον φοβερὸν ὀνομάζει. τότε πρῶτον ἐπὶ τῆς δʹ βασιλείας ἐμονάρχησεν Αὔγουστος, ὅτε καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν ἐκ γυναικὸς ἀειπαρθένου γέννησιν δι' ἡμᾶς κατεδέξατο. ὁ δὲ αὐτός φησιν Εὐσέβιος ὅτι οὗτος ὁ Αὔγουστος ἀπελθὼν εἰς Δελφοὺς ἠρώτησε τίς μετ' αὐτὸν βασιλεύσει· τοῦ δὲ Πυθίου μηδὲν ἀποκρινομένου, καὶ τοῦ Αὐ γούστου πάλιν ἐρωτήσαντος διὰ τί σιγᾷ τὸ μαντεῖον, ἔφη ἡ Πυθία ταῦτα "παῖς Ἑβραῖος κέλεταί με, θεὸς μακάρεσσιν ἀνάσσων, τόνδε δόμον προλιπεῖν καὶ ὁδὸν αὖθις ἱκέσθαι. ἄπιθι λοιπὸν ἐκ δόμων ἡμετέρων." 1.321 Τῷ δὲ #εφ ʹ ἔτει ἀπὸ κτίσεως κόσμου, μβʹ δὲ Αὐγούστου ἐξῆλθε δόγμα παρ' αὐτοῦ ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. ἐν ᾧ ἔτει καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐγεννήθη, Ἡρώδου βασιλεύοντος τῆς Ἰουδαίας, ὃν ὁ Καῖσαρ Αὔγουστος προεχειρί σατο. οὗτος ὁ Καῖσαρ τὸν κόσμον ἑαυτῷ ἅπαντα καθυποτάξας, ἐν τῷ μέλλειν αὐτὸν ἐν Ῥώμῃ ὄντα ἀποβιῶναι, παρηγγύησε τοὺς ἐν τέλει πάντας ἐν τῇ τελευτῇ αὐτοῦ χεῖρας κροτῆσαι καὶ γελάσαι ὡς ἐπὶ μίμου τελευτῆς. τοῦτο δὲ
PG 121:357ποιῆσαι διωρίσατο ἀποσκώπτων εἰς τὸν ἀνθρώπινον βίον ὡς γέλωτος ἄξιον. Ὅτι Ἡρώδης οὐ μόνον διὰ τοὺς ἐν Βηθλεὲμ ἀναιρεθέντας ἐπὶ τῇ κατὰ τοῦ Χριστοῦ μανίᾳ παῖδας παιδοκτόνος ὀνομάζεται, ἀλλὰ καὶ διὰ τὸ τοὺς ἰδίους τρεῖς υἱοὺς ἀποκτεῖναι, καὶ τὴν μη τέρα τούτοις ἐπισφάξαι, καὶ τὸν τῆς γυναικὸς ἀδελφὸν ἑτέρους τε πολλοὺς τῶν οἰκείων καὶ πλῆθος οὐκ ὀλίγων Ἰουδαίων ἀποκτεῖναι ἐν τῇ αὐτοῦ τελευτῇ. Ἰστέον δὲ ὅτι τρεῖς ἔσχεν ὁ μέγας Ἡρώδης υἱούς, Ἡρώδην τὸν καὶ Ἀντίπαν, τὸν ἀποτεμόντα τὸν πρόδρομον, ἐφ' οὗ καὶ ὁ κύριος ἐσταυρώθη ἐπὶ Τιβερίου Καίσαρος, Ἡρώδην τὸν καὶ Φίλιππον, ᾧ πρώτως Ἡρωδιὰς ἐγαμήθη, ἐξ ἧς ἔσχε θυγατέρα Σαλώμην τὴν καὶ ὀρχησαμένην, καὶ Ἡρώδην τὸν καὶ Ἀγρίππαν,τὸν ἀνελόντα τὸν Ζεβεδαίου Ἰάκωβον. Ὅτι Ἡρώδης ὁ μέγας τέθνηκεν ἑβδομήκοντα ἔτη ζήσας, ἐξ ὧν ἐβασίλευσε τῆς Ἰουδαίας ἔτη λζʹ παρανόμως. ἐπὶ αὐτοῦ γὰρ ἡ πρόρρησις τοῦ πατριάρχου Ἰακὼβ ἐπληρώθη ἡ λέγουσα "οὐκ ἐκλείψει 1.322 ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ὃ ἀπόκειται," ἤτοι ὁ Χριστός. πρῶτος γὰρ ἀλλόφυλος Ἡρώδης Ἰουδαίων ἦρξεν, Ἄραψ ὢν Ἰδουμαῖος, καὶ πρῶτος ἀλλόφυλονἀρχιερέα κατέστησε, τὸν Ἀνάνιλον, ὡς Ἰώσηπος λέγει. Ὅτι Ἡρώδης ὁ μιαιφόνος πρὸς ταῖς πολλαῖς τῶν συγγενῶν φονοκτονίαις ἀναιρεῖ καὶ Ὑρκανὸν τὸν πάλαι ἀρχιερέα καὶ τὸν τούτου υἱὸν καὶ τὴν τούτου ἀδελφήν, ἑαυτοῦ δὲ γυναῖκα, τοὺς δύο οἰκείους υἱοὺς εἰς ἄνδρας τελοῦντας, καὶ τὴν πενθεράν, ἔτι δὲ Σαλώμης τῆς ἰδίας ἀδελφῆς τὸν ἄνδρα· γήμαντος δὲ αὐτὴν ἑτέ ρου καὶ τοῦτον προστίθησι, πρὸς δὲ καὶ τοὺς ὑφηγητὰς τῶν ἱερῶν νόμων, καὶ τοὺς τῶν πατρίων ζηλωτάς. θεηλάτῳ δὲ πληγῇ καὶ ὕδρωπι συσχεθεὶς σκώληκας ἀπὸ τοῦ σώματος ἐξέβρασε, καὶ οὕ τως δεινῶς ὀδυνώμενος τέθνηκεν. Ὅτι πενταετὴς ὁ Χριστὸς ἀπὸ τῆς Αἰγύπτου ἀνέρχεται. Ὅτι Αὔγουστος Ἀρχέλαον μὲν υἱὸν Ἡρώδου Ἰουδαίωνἐθνάρχην κατέστησε, τοὺς δὲ ἄλλους ἀδελφοὺς αὐτοῦ τέσσαρας ὄντας, Ἡρώδην ὁμώνυμον τῷ πατρὶ καὶ Ἀντίπατρον τῷ πάππῳ Λυσανίαν τε καὶ Φίλιππον, εἰς τέσσαρα μέρη διατεμὼν τὴν χώραν ἑκάστῳ διένειμε καὶ τετράρχας αὐτοὺς ὠνόμασε. τότε καὶ λιμὸς ἐν Ῥώμῃ γέγονεν ὡς πραθῆναι τὸν μόδιον χρυσίνων κζʹ. Ὅτι τῷ #εφιθʹ τοῦ κόσμου, τῆς δὲ θείας σαρκώσεως ἔτει ιγʹ Ἰουδαίων τρίτος Ἡρώδης ἐκράτησεν, ὃς καὶ Ἀγρίππας ἐλέ 1.323 γετο, ἀλλόφυλος ὤν, υἱὸς Ἡρώδου, ἀδελφὸς Ἀρχελάου, ἔτη κδʹ· ὁ γὰρ Ἀρχέλαος μετὰ θʹ τῆς ἀρχῆς ἔτη εἰς Βίενναν πόλιν τῆς Γαλλίας ὑπὸ Ῥωμαίων ἐξωρίσθη. οὗτος Ἡρώδης, ὁ καὶ Ἀγρίππας, Ἰωάννην τὸν βαπτιστὴν ἀνεῖλε τῷ ιγʹ μὲν ἔτει τῆς ἀρχῆς αὐτοῦ, λβʹ δὲ τῆς τοῦ κυρίου σαρκώσεως· ἐφ' οὗ καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἑκουσίως δι' ἡμᾶς τὸ σωτήριον ὑπέστη πάθος. ὑπὸ τούτου ἡ Πανοσὸς Καισάρεια Φιλίππου μετωνομάσθη διὰ τὸ ἀνακτισθῆναι παρὰ τοῦ τετράρχου Φιλίππου. οὗτος τὴν Τιβεριάδα πόλιν διὰ Τιβέριον Καίσαρα ἔκτισε, καὶ τὴν τῶν Γαβινίων πόλιν τήν ποτε Σαμάρειαν ἐπικτίσας Σεβαστὴν αὐ τὴν προσηγόρευσε, τὸ δὲ ἐπίνειον αὐτῆς, τὸν Στράτωνος πύργον πολίσας, ἀπὸ τοῦ αὐτοῦ Καίσαρος Καισάρειαν ἐκάλεσεν· ὕστερον δὲ καὶ Ἀντιπατρίδα κτίζει. καὶ Πανεῖον εἰδωλεῖον κατεσκεύασεν ἐν Πανεάδι τῷ Πανί, ἐν τῇ νῦν λεγομένῃ Καισαρείᾳ τῆς Παλαι στίνης· καὶ τὸν ναὸν Ἱεροσολύμων διπλοῦν ἀνῳκοδόμησεν. οὗτος ἐξορισθεὶς ἐν Λουγδούνῃ τῆς Γαλλίας ἐν ἐσχάτῃ πενίᾳ σὺν τῇ μοιχαλίδι Ἡρωδιάδι θνήσκει. τὴν δὲ ὀρχησαμένην κόρην ἐπὶ τῇ ἀποτομῇ τοῦ προδρόμου ζῶσαν κατέπιεν ἡ γῆ· οἱ δέ φασιν ὅτι εἰς πάγον παίζουσα ἐπάνω λίμνης διαρραγέντος κατῆλθε κάτω, καὶ τῆς κεφαλῆς ἀποσφηνωθείσης τὸ μὲν σῶμα ἅπαν εἰς τὸν βυθὸν κατῆλθεν, ἡ δὲ κεφαλὴ ἐπάνω τοῦ πάγου ὑπελείφθη. Ὅτι ἐπὶ Ἡρώδου πεπλήρωται ἡ προφητεία Δανιήλ. μέχρι γὰρ Ἡρώδου χριστοὶ ἡγούμενοι ἦσαν οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων, 1.324 ἀρξάμενοι μὲν ἀπὸ τῆς κατὰ Δαρεῖον ἀνανεώσεως τοῦ ἱεροῦ, λή ξαντες δὲ ἐπὶ Ὑρκανὸν τὸν ἀρχιερέα, ὃς διὰ τὸ ὑποτάξαι Ὑρκανοὺς οὕτως ὠνομάσθη. ἔτη υπγʹ τὰ μεταξὺ τούτων, ὁπόσα καὶ ἡ τοῦ
PG 121:361Δανιὴλ προφητεία θεσπίζει λέγουσα "καὶ γνώσῃ καὶ συνή σεις ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι τὴν Ἱερουσαλήμ, ἕως χριστοῦ ἡγουμένου, ἑβδομάδας ἑπτὰ καὶ ἑβδο μάδας ξβʹ." αὗται αἱ ξθʹ ἑβδομάδες συμπληροῦσι χρόνους ἐτῶν υπγʹ, ὁπόσα ἔτη τυγχάνει τῆς ἀρχῆς τῶν χριστῶν ἡγουμένων, ὧν τελευταῖον τοῦ Ὑρκανοῦ ὑπὸ Πάρθων αἰχμαλωτισθέντος Ἡρώδης ὁ Ἀντιπάτρου τὴν βασιλείαν τῶν Ἰουδαίων, μηδὲν προσήκουσαν αὐτῷ, ὑπὸ Αὐγούστου καὶ τῆς συγκλήτου Ῥωμαίων παραλαμβά νει, κἄπειτα οἱ τούτου παῖδες μέχρι τῆς ὑστάτης Ἱεροσολύμων πολιορκίας. οὗτος δὲ ἦν Ἡρώδης ὁ Ἀντιπάτρου τοῦ Ἀσκαλωνίτου παῖς καὶ μητρὸς Κύπριδος Ἀραβίσσης. καθ' ὃν καιρὸν τῆς Χριστοῦ γεννήσεως πλησιαζούσης ἡ ἐκ προγόνων διαδοχὴ ἀρχιε ρωσύνη τε καὶ ἀρχὴ τῶν Ἰουδαίων κατελύθη, συμπληρουμένης τῆς προφητείας Ἰακώβ. Ἑξῆς δὲ ὁ Δανιὴλ προφητεύει λέγων "καὶ μετὰ τὰς ἑξή κοντα δύο ἑβδομάδας ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔσται ἐν αὐτῷ, καὶ τὸ ἱερὸν καὶ τὸ ἅγιον διαφθερεῖ λαὸς ἡγουμέ νου ἐρχομένου, καὶ κοπήσονται ἐν κατακλυσμῷ πολέμου." καὶ ἑξῆς φησί "καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται περὶ τὴν ἐρήμωσιν." τὸ δὲ ἐξολοθρευθήσεσθαι χρῖσμα καὶ κρίμα μὴ εἶναι ἐν αὐτῷ τήν τε 1.325 πόλιν καὶ τὸ ἅγιον διαφθαρήσεσθαι δηλοῖ. δύναται δὲ νοηθῆναι τοῦτο ἐπὶ τοῦ Χριστοῦ· ἐλθόντος γὰρ αὐτοῦ εἰς τὴν τοῦ ἔθνους σωτηρίαν, διὰ τὴν εἰς αὐτὸν παρανομίαν καὶ ὕβριν ἥ τε ἱερωσύνη αὐτοῖς καθόλου καὶ ὁ ἁγιασμὸς καὶ ἡ πόλις ἀντανῄρηται. μιᾶς δὲ οὔσης ἑβδομάδος πρὸς τὴν τῶν οʹ συμπλήρωσιν, τὸ ἥμισυ μὲν αὐτῆς ὁ τοῦ κηρύγματος τοῦ εὐαγγελίου νενοήσθω χρόνος. τρισὶ γὰρ ἔτεσι καὶ ἡμίσει τὸ ἔργον τοῦ πατρὸς πεπληρωκὼς ὁ μονογε νὴς ἀνελήφθη. πνεύματι δὲ ἁγίῳ τοὺς ἁγίους ἐμπλήσας μαθη τὰς ἐπ' ἄλλοις τρισὶν ἔτεσιν καὶ ἡμίσει εἰς Ἱερουσαλὴμ παρακατ εῖχεν αὐτούς, ὁμοῦ μὲν πρὸς τὸν μέγιστον ἆθλον καὶ τὸν τῶν ἐθνῶν τούτους ἀγῶνα παρασκευαζόμενος, ὁμοῦ δὲ καὶ τοὺς εἰς ζωὴν τεταγμένους ἐκ τοῦ ἔθνους διὰ πίστεως προσλαμβανόμενος, καὶ τῶν σκιῶν καὶ τῶν τύπων τῆς παλαιᾶς διαθήκης ἀφιστῶν, καὶ τῇ ἀληθείᾳ τοῦ εὐαγγελίου καὶ τῆς καινῆς διαθήκης προσαγόμενος. διὸ καὶ ὁ ἱερός φησι λόγος "καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία," διὰ τῶν εἰρημένων δηλονότι ἑπτὰ ἐτῶν τοῖς πιστεύ σασι τῷ Χριστῷ. Ὅτι τῷ #εφ ʹ τοῦ κόσμου ἔτει, τοῦ δὲ Αὐγούστου Καίσαρος μβʹ, Ἡρώδου δὲ λβʹ, ἑβδόμῳ μηνὶ καθ' Ἑβραίους δεκάτῳ, ἤτοι Σεπτεμβρίου κγʹ, Ζαχαρίας θυμιῶν εἰς τὸ ἁγίασμα κατὰ τὴν τάξιν τῆς ἐφημερίας αὐτοῦ εἶδε τὸν ἀρχάγγελον Γαβριὴλ τὴν τοῦ μεγά λου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου σύλληψιν εὐαγγελιζόμενον αὐτῷ. 1.326 Ὅτι Ἰωακεὶμ ἔτει πʹ τελευτᾷ, ἡ δὲ Ἄννα οθʹ. ἡ θεοτόκοςδὲ ὑπ' αὐτῶν τριετίζουσα εἰσήχθη εἰς τὸν ναὸν κυρίου, ἕνδεκα δὲ γενομένη ἐτῶν ἀπωρφανίσθη. οὐδ' ὅλως δὲ ἐξῄει τοῦ ναοῦ, ἀλλ' εἰ καὶ χρείαν εἶχέ τινος, εἰς μόνην ἀπῄει τὴν Ἐλισαβὲτ ὡς συγγε νίδα καὶ πλησίον τοῦ ναοῦ οἰκοῦσαν. τὰ μέντοι Ἑβραϊκὰ γράμ ματα ἔτι ζῶντος τοῦ Ἰωακεὶμ ἔμαθεν. ἀφωρισμένος δὲ ἦν τόπος ἐν τῷ ναῷ πλησίον τοῦ θυσιαστηρίου ἔνθα μόναι ἵσταντο αἱ παρ θένοι· καὶ αἱ μὲν ἄλλαι μετὰ τὴν ἀπόλυσιν ἀπῄεσαν πρὸς τοὺς ἰδίους, ἡ δὲ παρθένος προσεκαρτέρει τῷ ναῷ ὑπ' ἀγγέλου τρεφο μένη. ἦν δὲ τῇ ἡλικίᾳ μέση, σιτόχρους, ξανθόθριξ, ξανθόμ ματος, εὐόφθαλμος, μεγαλόφρυς, μεσόρριν, μακρόχειρ, μακρο δάκτυλος, ἱμάτια αὐτόχροια ἀγαπῶσα. ἡνίκα δὲ γέγονεν ἐτῶν δώδεκα, ἐν μεσονυκτίῳ προσευχομένη ἤκουσε φωνῆς λεγούσης αὐτῇ θεόθεν "τέξῃ τὸν υἱόν μου." οὐδενὶ δὲ τοῦτο ἀπήγγειλεν, ἕως ὁ Χριστὸς εἰς οὐρανοὺς ἀνελήφθη. γενομένης δὲ αὐτῆς ἐτῶν ιδʹ, καὶ δοκούντων τῶν Ἰουδαίων ὅτι μέλλει γενέσθαι αὐτῇ ἡ συν ήθεια τῆς γυναικείας ἀσθενείας, λοιπὸν οὐ συνεχωρεῖτο εἶναι ἐν τῷ ναῷ. ἔστησαν δὲ οἱ ἱερεῖς εἰς προσευχὰς περὶ αὐτῆς· καὶ Ζαχαρίας ὁ ἀρχιερεὺς ὁ τοῦ βαπτιστοῦ πατὴρ ἔλαβε δώδεκα ῥάβ δους γερόντων
PG 121:363συγγενῶν αὐτῆς, καὶ ἔθηκεν ἐν τῷ θυσιαστηρίῳ λέγων "δεῖξον, κύριε, τίνος ἔσται ἡ παρθένος." καὶ ἐβλάστησεν ἡ τοῦ Ἰωσὴφ τοῦ τέκτονος ῥάβδος, καὶ ἡρμόσαντο τούτῳ αὐτήν, ὄντι ἐτῶν πʹ. καὶ κατήγαγεν αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ, καὶ διῆγε 1.327 νηστεύουσα καὶ ἀπρόϊτος σὺν ταῖς δυσὶ θυγατράσιν αὐτοῦ. καὶ μετὰ μῆνας ἓξ ὤφθη αὐτῇ ὁ ἀρχάγγελος Γαβριήλ, εὐαγγελιζόμε νος τὴν τοῦ κόσμου σωτηρίαν. οὐδενὶ δὲ ἀπήγγειλεν, ἕως οὗ ἔτε κεν. ἐγένετο δὲ ταῦτα τῷ πρώτῳ μηνὶ ἤγουν Μαρτίῳ, τῇ κεʹ, τῇ αʹ τῆς ἑβδομάδος ἡμέρᾳ καὶ αʹ τῆς σελήνης· αὐτὸς γάρ ἐστι καὶ ἕκτος μὴν τῆς συλλήψεως Ἰωάννου. ἡ δὲ θεοτόκος, ἡνίκα ἀπεχώρησεν ὁ ἀρχάγγελος, ἦλθεν εἰς τὴν ὀρεινὴν ἤτοι τὴν Βηθ λεὲμ (ὑψηλότερος γὰρ τῆς Ναζαρὲτ οὗτος ὁ τόπος) καὶ ἠσπάσατο τὴν Ἐλισαβέτ, ἐξαδέλφην αὐτῆς οὖσαν, καὶ ἐγνώρισεν αὐτῇ τὴν ὀπτασίαν τοῦ ἀγγέλου, καὶ ὅτι ἄρρεν ἔσχε, καὶ ὅτι Ζαχαρίας ὀπτασίαν ἑώρακεν· οὐ γὰρ ἐγίνωσκεν Ἐλισαβὲτ τοῦ Ζαχαρίου σι γήσαντος. καὶ μετὰ μῆνας τρεῖς ὑπέστρεψεν εἰς τὴν Γαλιλαίαν. Ἰωσὴφ τοίνυν ἀπὸ τῆς ἀποδημίας ἐπανελθών, καὶ εὑρὼν τὴν παρ θένον ἐν γαστρὶ ἔχουσαν, καὶ θορυβηθεὶς ἐβουλήθη λάθρᾳ ἀπο λῦσαι αὐτήν· ἀλλὰ τῇ ὀπτασίᾳ τοῦ ἀγγέλου θαρρήσας κατέσχεν αὐτήν. εἶτα διαβαλλομένων αὐτὸν καὶ πικρῶς λοιδορουμένων τῶν ὁμορούντων, ὡς οὐκ ἐπὶ γάμῳ ἀλλ' ἐπὶ φυλακῇ τὴν παρθένον ἐκ τοῦ ἱεροῦ λαβόντα καὶ κλεψιγαμήσαντα, τὸ ὕδωρ τῆς ἐλέγξεως ἀμφότεροι πίνουσι καὶ εἰς τὴν ὀρεινὴν πέμπονται. μετὰ ταῦτα ὡς εἶδον αὐτοὺς ὑποστρέψαντας καὶ μηδὲν παθόντας πονηρόν, ἀπέλυ σαν αὐτούς. τῆς ἀπογραφῆς δὲ γενομένης ἀνήχθη σὺν τῷ Ἰωσὴφ εἰς τὴν Ἰουδαίαν· μὴ φθάσαντες δὲ κατέλυσαν εἰς προάστειον τῆς Βηθλεέμ, ὃ ἦν κτῆμα Σαλώμης τῆς μαίας, τῆς ἐξαδέλφης τῆς θεοτόκου. κἀκεῖσε ἔτεκε τὸν Ἐμμανουήλ, καὶ τῇ ὀγδόῃ ἡμέρᾳ 1.328 περιέτεμε τὸ παιδίον. καὶ μετὰ μʹ ἡμέρας ἀνήγαγεν αὐτὸ εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ κυρίῳ κατὰ τὸν νόμον, καὶ ὑπε δέχθη παρὰ τοῦ δικαίου Συμεών. οὗτος γὰρ ὁ θεοδόχος Συμεὼν Ἰουδαῖος ὢν εἷς ὑπῆρχε τῶν οʹ τῶν καὶ Ἑβραϊκῶς συντεθειμένην τὴν παλαιὰν θείαν γραφὴν εἰς τὴν Ἑλλάδα γλῶσσαν μεταβαλόντων ἐπὶ Πτολεμαίου τοῦ φιλαδέλφου βασιλέως Αἰγύπτου, πρὸ χρόνου τῆς Χριστοῦ παρουσίας, ὡς ὁ θεῖος Χρυσόστομος ἐν τῇ ἑξαημέρῳ λέγει. ὃς ἐντυχὼν τῷ τοῦ προφήτου Ἠσαΐου ῥητῷ τῷ λέγοντι "ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ" διηπίστησε τούτῳ, ἀδύνατον εἶναι λέγων, ὅσον ἐπ' ἀνθρωπίνῃ φύσει, τὸ παρθένον τεκεῖν. οὕτως οὖν ἔχων ἀποκαλύψεως ἔτυχε θείας, ἕως τότε τῷ βίῳ περιεῖναι ἕως ἂν τελεσθῇ τὸ θεῖον τοῦ προφήτου ῥητόν· ὃ δὴ καὶ τὸ θεῖον ἡμᾶς διδάσκει σαφῶς εὐαγγέλιον, λέγον "πνεῦμα ἅγιον ἦν ἐπ' αὐ τῷ, καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἴδῃ τὸν χριστὸν κυρίου." ἰδὼν τοίνυν αὐ τὸν ἐν τῷ ἱερῷ βρέφος τεσσαρακονθήμερον, καὶ δεξάμενος αὐτὸν εἰς τὰς ἀγκάλας αὐτοῦ, καὶ εἰπών "νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ" πρὸς αὐτὸν ἐξεδήμησε χαίρων. εἶτα ἐχρηματίσθη Ἰωσὴφ φυγεῖν εἰς Αἴγυπτον. Μετὰ δὲ δύο ἔτη ἐποίησε τὴν βρεφοκτονίαν Ἡρώδης, καὶ τὸν Ζαχαρίαν ἔσωθεν τοῦ θυσιαστηρίου ἀνεῖλε λειτουργοῦντα. ἡ δὲ Ἐλισαβὲτ λαβοῦσα τὸν Ἰωάννην ἐξῆλθεν εἰς τὴν ἔρημον, καὶ ἐκρύβη ἐν σπηλαίῳ ἡμέρας τεσσαράκοντα, καὶ ἐτελεύτησεν. ὁ δὲ 1.329 Ἰωάννης ἐν τῇ ἐρήμῳ ὁδηγηθεὶς ὑπὸ τοῦ ἀγγέλου καὶ ἐν αὐτῇ ἀνα τραφεὶς ἔμεινεν ἕως τῆς τοῦ κυρίου ἀναδείξεως. Μετὰ δὲ πενταετῆ χρόνον ὑπέστρεψεν Ἰωσὴφ εἰς Ναζαρὲτ ἐξ Αἰγύπτου, καὶ ἔλαβε τὴν θυγατέρα αὐτοῦ Μαρίαν Κλεόπας ὁ ἀδελφὸς αὐτοῦ ὁμοπάτριος καὶ ὁμομήτριος, καὶ ἐξ αὐτῆς ἐγέννησε τὸν Συμεών, ὃς μετὰ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου ἐπίσκοπος γέγονεν Ἱεροσολύμων καὶ ἐπὶ Δομετιανοῦ μαρτυρήσας ἐσταυρώθη. Ἰούδας δὲ ὁ ἀδελφὸς αὐτοῦ ἐγέννησε δύο υἱούς, Ζωκτῆρα καὶ Ἰάκωβον.
PG 121:367Ἦν δὲ Ἰωάννης λαʹ χρόνου, ὅτε ἐξῆλθε τῆς ἐρήμου. καὶ κηρύσσοντι ἠκολούθησαν αὐτῷ πολλοί, ἐν οἷς ἦν καὶ Ἀνδρέας καὶ Ἰωάννης. καὶ τῶν μὲν λεγόντων ὅτι ὁ Χριστός ἐστι τῶν δὲ ὅτι προφήτης, ἐν μιᾷ τῶν ἡμερῶν ἦλθον πολλοὶ πέραν τοῦ Ἰορδάνου ἐν χώρᾳ Βηθαβαρᾷ, καὶ ἐβαπτίζοντο. ἐλθόντος δὲ τοῦ Ἰησοῦ, ὡς εἶδεν αὐτὸν ὁ Ἰωάννης, εἶπεν "ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ." καὶ ἀκούσας Ἀνδρέας καὶ Ἰωάννης ἠκολούθησαν τῷ Ἰησοῦ. μετὰ δὲτὸ ὑποστρέψαι αὐτὸν εἰς Ναζαρὲτ ἐτελεύτησεν Ἰωσὴφ ἐτῶν ριʹ. τελευτήσαντος δὲ καὶ Ζεβεδαίου ἤγαγεν Ἰωάννης καὶ Ἰάκωβος τὴν μητέρα αὐτῶν, καὶ συνῆν τῇ θεοτόκῳ· τὴν δὲ κτῆσιν αὐτῶν πω λήσαντες Καϊάφᾳ ἠγόρασαν τὴν Σιών, ἔνθα τὸ μυστικὸν πάσχα ὁ Χριστὸς ἐποίησε καὶ τῶν θυρῶν κεκλεισμένων εἰσῆλθε. μετὰ τὴν τοῦ κυρίου ἀνάληψιν ἡ θεοτόκος ἐν Σιὼν διέτριβεν ἕως τῆς τελευ τῆς αὐτῆς. πρὸ δὲ ἡμερῶν ιεʹ ἔγνω τὴν ἔξοδον αὐτῆς. πρὸ δὲ 1.330 τριῶν ἡμερῶν ὁ ἀρχάγγελος παρεγένετο πρὸς αὐτήν, τὸ βραβεῖον κομίζων. παρέδωκε δὲ τὴν ἁγίαν αὐτῆς ψυχὴν τῷ κυρίῳ καὶ υἱῷ τῷ θεῷ αὐτῆς ἐτῶν οὖσα οβʹ, οἱ δέ φασι νηʹ, ὥστε μετὰ τὴν ἀνά ληψιν τοῦ Χριστοῦ εἰκοσιτέσσαρας χρόνους ἐπεβίωσεν. Ὅτι ἐν τῷ ιαʹ ἔτει Ἡρώδου τοῦ τετράρχου ὁ ἀρχιερεὺς Ἄνανος ἐτελεύτησε· μεθ' ὃν ἐνιαυσιαῖοι ἀρχιερεῖς καθίστανται, ὡς Ἰώσηπος ἱστορεῖ. καὶ τὰ θεῖα εὐαγγέλια αὐτῷ μαρτυρεῖ ἀλη θεύοντι ἐν οἷς περὶ τοῦ Καϊάφα λέγει. τοῦτο δὲ ἀφ' ἑαυτοῦ οὐκ εἶπεν, ἀλλ' ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου προεφήτευσεν. Ὅτι τῆς παραδόξου τοῦ σωτῆρος ἡμῶν ἀναστάσεώς τε καὶ εἰς οὐρανοὺς ἀναλήψεως τοῖς πλείστοις ἤδη περιβοήτου καθεστώ σης, Πιλᾶτος ἀγωνιάσας ὡς μὴ ἀνενέγκας τῷ βασιλεῖ τοιαῦτα γενόμενα θαύματα, τέλος ἀναγκασθείς, ὡς μὴ λάθῃ, ἀνεκοινώ σατο τῷ βασιλεῖ Τιβερίῳ τὰ περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τάς τε ἄλλας τερατουργίας αὐ τοῦ, καὶ ὡς ὅτι μετὰ θάνατον ἐκ νεκρῶν ἀναστὰς θεὸς ἤδη παρὰ πολλοῖς εἶναι πιστεύεται. Τιβέριος οὖν, ἐφ' οὗ τὸ τῶν Χριστια νῶν ὄνομα εἰς τὸν κόσμον εἰσελήλυθεν, μαθὼν τῇ συγκλήτῳ ἀνε κοινώσατο, δῆλος ὢν ἐκεῖνος ὡς τῷ δόγματι ἀρέσκοιτο. ἡ δὲ σύγκλητος, ἐπεὶ οὐκ αὐτὴ δεδοκιμάκει, ἀπώσατο, τῇ δὲ ἀληθείᾳ, ὅτι μηδὲ τῆς ἐξ ἀνθρώπων ἐπικρίσεώς τε καὶ συστάσεως ἡ σωτή ριος τοῦ θείου κηρύγματος ἐδεῖτο διδασκαλία. ταῦτά φησι Τερτυ 1.331 λιανός. οὗτος ὁ Τιβέριος θάνατον ἠπείλησε τοῖς Χριστιανῶν κατηγόροις. Ὅτι ἐν τῷ ιθʹ ἔτει Τιβερίου Ἰωάννης ὁ βαπτιστὴς ἀφαιρεῖ ται τὴν κεφαλὴν ὑπὸ τοῦ νέου Ἡρώδου καὶ Κλεοπάτρας διὰ Ἡρωδιάδα, καθὼς ἱστορεῖ Ἰώσηπος ἐν τῷ ιηʹ τῆς ἀρχαιολογίας. ἔνθα καὶ πόλεμος αἴρεται πρὸς τὸν Ἀρέταν, ὡς ἀτιμασθείσης αὐ τῷ τῆς θυγατρός· ἐν ᾧ πολέμῳ πάντα φησὶ τὸν Ἡρώδου στρατὸν διαφθαρῆναι διὰ τὸν Ἰωάννου θάνατον. Ὅτι ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατὰ τὰς περὶ αὐτοῦ προφητείας ἐπὶ τὸ πάθος προῄει ἔτους ιθʹ τῆς Τιβερίου βασιλείας. καθ' ὃν καιρὸν καὶ ἐν ἄλλοις μὲν Ἑλληνικοῖς ὑπομνήμασιν εὕρο μεν ἱστορούμενα ταῦτα κατὰ λέξιν. ἐγένετο ἔκλειψις ἡλίου μεγί στη τῶν ἐγνωσμένων πρότερον, καὶ νὺξ ὥρᾳ ἕκτῃ τῆς ἡμέρας ἐγέ νετο ὡς καὶ ἀστέρας ἐν οὐρανῷ φανῆναι, σεισμός τε μέγας κατὰ Βιθυνίαν γενόμενος τὰ πολλὰ τῆς Νικαίας κατεστρέψατο. ταῦτα Φλέγων φησί. καὶ Ἀφρικανὸς δὲ ἱστορεῖ κατ' αὐτὴν τὴν ἡμέραν τοῦ πάθους σκότος καθ' ὅλου τοῦ κόσμου φοβερώτατον γενέσθαι. σεισμῷ τε αἱ πέτραι διερρήγνυντο, καὶ πολλὰ τῆς γῆς κατερρίφη. τοῦτο τὸ σκότος ἔκλειψιν ἡλίου οἱ Ἰουδαῖοι καλοῦσιν, ἀλόγως, ὡς ἐμοὶ καὶ τῇ ἀληθείᾳ δοκεῖ· Ἑβραῖοι γὰρ ἄγουσι τὸ πάσχα κατὰ σελήνην, πρὸ δὲ τῆς μιᾶς τοῦ πάσχα τὰ περὶ τὸν σωτῆρα συνέβη, ἔκλειψις δὲ ἡλίου τῆς σελήνης αὐτὸν ὑπελθούσης γίνεται, ἀδύνατον δὲ ἐν ἄλλῳ χρόνῳ πλὴν ἐν τῷ μεταξὺ νουμηνίας καὶ τῆς 1.332 πρὸ αὐτῆς κατὰ τὴν σύνοδον αὐτὴν ἀποβῆναι· πῶς οὖν ἔκλειψις νομισθείη κατὰ διάμετρον σχεδὸν ὑπαρχούσης τῆς σελήνης ἡλίῳ; ἔστω δὲ συναρμόζον πολλοῖς τὸ γεγενημένον, καὶ κοσμικὸν τέρας ἡλίου ἔκλειψις ὑπονοείσθω ἔκ γε τῆς κατὰ τὴν
PG 121:369ὄψιν πλάνης. τίς δὲ ἡ κοινωνία σεισμῷ καὶ ἐκλείψει πέτραις τε ῥηγνυμέναις καὶ ἀνα στάσει νεκρῶν, τοσαύτη τε κίνησις κοσμική; ἐν γοῦν τῷ μακρῷ χρόνῳ τοιοῦτόν τι συμβὰν οὐ μέμνηταί τις. ἀλλ' ἦν σκότος θεο ποίητον, διότι τῇδε τῇ ἡμέρᾳ τὸν κύριον συνέβη παθεῖν. καὶ ὁ λόγος ἀληθέστατος, καὶ ὁ χρόνος τοῦ σωτηρίου πάθους παρὰ Ῥωμαίοις μᾶλλον σεσημείωται· ἐν γὰρ τῇ Γεμίνου ὑπατείᾳ πεπον θέναι αὐτὸν ἐσημειώσαντο, ἥτις γέγονεν ἐν τῷ αʹ τῆς σβʹ Ὀλυμ πιάδος. τεκμήριον δ' ἂν γένοιτο τοῦ κατὰ τόδε τὸ ἔτος πεπονθέ ναι τὸν σωτῆρα ἡμῶν ἡ τοῦ κατὰ Ἰωάννην εὐαγγελίου μαρτυρία, ἥτις μετὰ τὸ ιεʹ ἔτος Τιβερίου τριετῆ χρόνον τῆς διδασκαλίας αὐ τοῦ διαγενέσθαι μαρτυρεῖ. Ὅτι ἐν τῷ λγʹ ἔτει Ἡρώδου Κυρήνιος ὑπὸ τῆς συγκλήτου βουλῆς ἀπεσταλμένος εἰς τὴν Ἰουδαίαν ἀπογραφὰς ἐποιήσατο τῶν οὐσιῶν καὶ τῶν οἰκητόρων. ἐν τῷ αὐτῷ δὲ ἔτει Ἰησοῦς Χριστὸς ὁ θεὸς ἡμῶν ἐν Βηθλεὲμ τῆς Ἰουδαίας γεννᾶται. Ὁμοῦ συνάγεται ἀπὸ Ἀβραὰμ ἐπὶ τὴν Χριστοῦ γέννησιν ἔτη βρεʹ. Ὅτι Ἡρώδης ὕδρωπι δεινῷ πιεσθεὶς σκώληκάς τε ἐκβράσας 1.333 ἀπὸ τοῦ σώματος καταστρέφει τὸν βίον. Αὔγουστος δὲ μετὰ θάνατον Ἡρώδου Ἀρχέλαον μὲν τὸν υἱὸν Ἡρώδου Ἰουδαίωἐθνάρχην κατέστησε, δοὺς αὐτῷ τὰ περὶ Ἱεροσόλυμα ὅρια καὶ Σαμαρέων τὸ ἔθνος καὶ Σεβαστὴν καὶ Καισάρειαν καὶ Ἰόππην καὶ Ἀντιπατρίδα καὶ Λύδαν καὶ τὸ πεδίον, Φιλίππῳ δὲ τὰ περὶ τὴν νῦν Πανεάδα καὶ Βαταναίαν καὶ Τράχωνα καὶ τὴν Ἀκραβατίνην καὶ Γαυλανῖτιν καὶ Γάλαθα, ἔνθα ἦν Γαμάλα πόλις, Ἡρώδῃ δὲ τὴν Γαλιλαίαν καὶ τὸ ὑπὸ τὴν Πάρναν πεδίον καὶ Νάρβαθον καὶ τὴν Περαίαν. οὗτος ἔκτισε Τιβεριάδα. τῷ δὲ Λυσανίᾳ τὴν Ἰδου μαίαν καὶ Ζιφηνὴν καὶ τὰ ταύτης χωρία καὶ Ἀβιληνήν. Γίνονται οὖν ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτη δισχίλια σμβʹ, καὶ ἀπὸ τοῦ κατακλυσμοῦ ἕως τοῦ Φάλεκ καὶ τῆς πυργο ποιίας ἔτη φληʹ, καὶ ἀπὸ τοῦ Φάλεκ καὶ τῆς πυργοποιίας ἕως ἦλ θεν Ἀβραὰμ εἰς γῆν Χαναὰν ἔτη χι ʹ, καὶ ἀπὸ Ἀβραὰμ ἕως τῆς τελευτῆς Ἰησοῦ υἱοῦ Ναυῆ ἔτη φκ ʹ, καὶ ἀπὸ τῆς τελευτῆς Ἰησοῦ ἕως παρέλαβε Δαβὶδ τὴν βασιλείαν τῆς Ἰουδαίας ἔτη υπʹ, καὶ ἀπὸ Δαβὶδ ἕως Σεδεκίου υἱοῦ Ἰεχονίου καὶ τῆς ἐκ Βαβυλῶνος μετοικεσίας ἔτη υμηʹ, καὶ ἀπὸ τῆς μετοικεσίας ἕως Ζοροβάβελ, ἐπὶ πρώτου ἔτους Κύρου βασιλέως Περσῶν, ἔτη οʹ, καὶ ἀπὸ τοῦ αʹ ἔτους Κύρου ἕως Αὐγούστου Καίσαρος, ἐν ᾧ χρόνῳ ἐγεννήθη ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς Χριστός, ἔτη φ βʹ. ὁμοῦ ἔτη #εφ ʹ. Μετὰ δὲ Αὔγουστον ἐβασίλευσε Τιβέριος ἔτη κγʹ, ὃς ἔκτισε πόλιν ἐν τῇ Ἰουδαίᾳ Τιβεριάδα. καὶ ἐν μὲν τῷ ιεʹ ἔτει τῆς αὐτοῦ 1.334 βασιλείας ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐβαπτίσθη καὶ τοῦ εὐαγγελικοῦ κηρύγματος ἀπήρξατο, ἐν δὲ τῷ ιηʹ ἔτει τῆς βασιλείας αὐτοῦ ἐσταυρώθη ὁ κύριος. ἀνίσταται δὲ τῇ κεʹ Μαρτίου ἐπι φωσκούσῃ κυριακῇ, ἥτις ἐστὶ μία καὶ πρώτη, ἡ αὐτὴ καὶ πάσχα κυριακόν· ἐν ταύτῃ γὰρ ὁ θεὸς τὸ φῶς ἐδημιούργησε καὶ ἐν ταύτῃ τὸ ἀληθινὸν φῶς ὁ Χριστὸς ἐκ τάφου ἀνέτειλεν. ὃς καὶ ἐπεσκηά γισε τὴν τοῦ Δανιὴλ προφητείαν, μέσον τῆς ἑβδομάδος τῶν χρό νων ἐλθὼν ἐπὶ τὸ σωτήριον πάθος. φησὶ γάρ "καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα ἐρημώσεως συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν." ἐν γὰρ ταύτῃ τῇ ἑβδομάδι διαθήκη δέδοται καινὴ τοῖς πιστεύουσι, καὶ δυνάμεως ἁπάσης αὐτοὺς ἐπλήρωσεν, ἐπείπερ μεσούσης τῆς ἑβδομάδος ταύτης ἡ κατὰ νόμον ἤρθη θυσία, τῆς τε ἀληθινῆς προσφερομένης θυσίας. σημεῖα δὲ τῆς ἐρημώσεως προϋπέφηνε λέγων ὁ κύριος "ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ προφήτου, γινώσκετε ὅτι ἐγγὺς ἡ ἐρήμωσις αὐτῆς." καὶ ἵνα μὴ νομίσωσι οἱ Ἰουδαῖοι πάλιν ἀπολήψεσθαι τὸν ναὸν καὶ τὴν πόλιν, ἐπάγει "καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν." ἕως γάρ, φησί, τῆς τοῦ κόσμου συντελείας ἡ τῆς ἐρημώσεως συντέλεια μένει, μεταβολὴν οὐ δεχομένη. τοῦτο καὶ Δαβὶδ ἔφη "ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξωσι· καὶ γνώσονται ὅτι δεσπόζει τοῦ Ἰακὼβ καὶ τῶν περάτων τῆς γῆς." καὶ τότε μᾶλλον γνώσονται, ὅταν ἴδωσι τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀν θρώπου ἐν τῷ
PG 121:371οὐρανῷ. ὥσπερ γὰρ διὰ ξύλου εἰσῆλθεν ὁ θάνα 1.335 τος, καὶ διὰ ξύλου ἡ ζωή, ἐπειδὴ ἑπτάκις νεκρῶν ἀνάστασιν εὕ ρομεν ἐν τῇ θείᾳ γραφῇ, καὶ μετὰ τοὺς ἑπτὰ ὄγδοος ἐκ νεκρῶν ἀνέστη ὁ κύριος ὁ ἐγείρας τοὺς ἑπτά. πρὸ γὰρ τῆς Χριστοῦ ἀνα στάσεως ἑπτὰ μόναι ἀναστάσεις νεκρῶν ἐγένοντο, πρώτη μὲν [ἡ] ἐν τῇ παλαιᾷ ἡ τοῦ υἱοῦ τῆς χήρας τῆς Σαραφθίας, ὃν ἤγειρεν Ἠλίας, δευτέρα ἡ τοῦ υἱοῦ τῆς Σωμανίτιδος, ὃν Ἐλισαῖος ἤγειρε, τρίτη ἡ τοῦ στρατιώτου ὃν ἐγγὺς Ἐλισαίου θάψαντες, ὡς ἀπὸ πυρὸς ἐξεπήδησε, τετάρτη δὲ ἐν τῇ καινῇ ἡ τοῦ ἀρχισυναγωγοῦ τῆς θυγατρός, πέμπτη ἡ τοῦ υἱοῦ τῆς χήρας, ἕκτη ἡ τοῦ Λαζά ρου, ἑβδόμη ὅτι πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἀνέστη, καὶ ὀγδόη ἡ τοῦ κυρίου ἀνάστασις μετὰ τὸ σωτήριον πάθος. καθ' ὃν καιρὸν τοῦ πάθους γενομένου σεισμοῦ ἐν πολλοῖς εὑρέθη Ἑλλη νικοῖς ὑπομνήμασιν ὅτι σεισμὸς ἐγένετο μέγας καὶ σκότος ἐφ' ὅλην τὴν οἰκουμένην, ὥστε καὶ ἀστέρας φανῆναι. ἱστορεῖ δὲ καὶ Ἰώ σηπος χρησμόν τινα ἐν ἱεροῖς γράμμασιν εὑρεθῆναι, περιέχοντα ὡς κατὰ καιρὸν ἐκεῖνον ἀπὸ τῆς αὐτῶν χώρας ἄρξει τις ἄνθρωπος τῆς οἰκουμένης πάσης, ὃν αὐτὸς μὲν ἐπὶ Οὐεσπασιανοῦ ἐξείληφε πεπληρῶσθαι, διήμαρτε δὲ τῆς ἑρμηνείας ἐκ διαμέτρου· οὐ γὰρ πάσης οὗτος ἦρξε. λείπεται δὲ οὖν ἐπὶ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τοῦτο πληροῦσθαι, πρὸς ὅν φησιν ὁ πατήρ "αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς." ὅθεν εἰς πᾶσαν τὴν γῆν 1.336 ἐξῆλθεν ὁ φθόγγος τῶν ἱερῶν ἀποστόλων αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. ἐπεὶ οὖν κατὰ τὸν καιρὸν τοῦ τον ὁ θεὸς τὴν κτίσιν ἐδημιούργησε, καὶ μαρτυρεῖ τῶν δένδρων ἡ βλάστησις, διὰ τοῦτο καὶ τὸν Ἰσραὴλ κατὰ τὸν καιρὸν τοῦτον ἠλευθέρωσε τῆς Αἰγυπτιακῆς δουλείας, καὶ τῇ παρθένῳ Γαβριὴλ ὁ ἀρχάγγελος εὐηγγελίσατο. εἰκότως οὖν κατὰ τὸν αὐτὸν καιρὸν καὶ Χριστὸς ὑπέμεινε τὸ σωτήριον πάθος. Ὁ τοίνυν Πιλᾶτος μετὰ τὴν τοῦ Χριστοῦ σταύρωσιν εἰκόνας τοῦ Καίσαρος εἰς τὸ ἱερὸν νύκτωρ ἀνέθηκεν. ὄρθρου δὲ γενομέ νου οἱ Ἰουδαῖοι θεασάμενοι τοσοῦτον ἐταράχθησαν ὥστε Πιλᾶτος ἐκδειματωθεὶς ἀλλαχοῦ ταύτας μετέθηκε. Τιβέριος δὲ λίαν τοῦ δικαίου φροντίζων ἔγραφε τοῖς ἄρχουσι τῶν πόλεων, ἐάν τι γράφῃ παρὰ τοὺς νόμους προστάσσων γίνεσθαι, μὴ προσέχειν ὡς ἠγνοη κότι. διὸ καὶ Πιλᾶτος εἰδὼς αὐτοῦ τὸ φιλάληθες καὶ φιλοδίκαιον, τὰ τεράστια Χριστοῦ πάντα καὶ τὰ τῆς εὐσεβείας δόγματα αὐτῷ δι' ἐπιτομῆς ἀνεκοινώσατο, καθὼς ἱστορεῖ Τερτυλιανὸς ἐν τῇ ὑπὲρ Χριστιανῶν ἀπολογίᾳ, καὶ ὅτι μετὰ θάνατον ἀνεβίωσε καὶ ἤδη παρὰ πᾶσι θεὸς εἶναι πιστεύεται. καὶ ὅτι Τιβέριος καταπλαγεὶς ἀνήγγειλε πάντα τῇ συγκλήτῳ. ἡ δὲ οὐ προσήκατο, πειθαρχεῖν νόμῳ παλαιῷ λέγουσα, μὴ πρότερον θεοποιῆσαί τινα, εἰ μὴ ψήφῳ καὶ δόγματι παρ' αὐτοῖς κριθείη. ὁ δὲ τὸν μὲν νόμον τοῦτον ἐδέξατο, ἐκέλευσε δὲ μηδένα ἐμποδίζειν τῷ Χριστοῦ κηρύγματι· 1.337 καὶ μέντοι καὶ θάνατον προσηπείλησε τοῖς κατηγορεῖν τολμῶσι τοῦ κηρύγματος. Ὁ δέ γε Πιλᾶτος μίσει τῷ πρὸς Ἰουδαίους καὶ τὸν ἱερὸν θησαυρὸν τὸν καλούμενον κορβανᾶν διέφθειρε καὶ πολλοὺς ἐξ αὐ τῶν. ἔμιξε δὲ καί τινων ἐξ αὐτῶν ἐν ταῖς ἡμέραις τοῦ Καίσαρος τὸ αἷμα τῶν θυσιῶν, τρόπῳ τοιῷδε. οἱ Γαλιλαῖοι τοῖς δόγμασιν ἐξακολουθήσαντες Ἰούδα τοῦ Γαλιλαίου, οὗ καὶ Λουκᾶς ἐν τοῖς πράξεσι τῶν ἀποστόλων μέμνηται, κενοφωνίαν καὶ πλάνην ἔμαθον ἐξ αὐτοῦ, καθὼς ἔφη Ἰώσηπος. προφάσει γὰρ εὐσεβείας δῆθεν κύριον μηδὲ μέχρι στόματος ἔφασκε δεῖν τινὰ λέγειν, μήτε κατὰ τιμὴν μήτε φιλοφροσύνην, καὶ τὴν θεῷ μόνῳ πρέπουσαν τιμήν τε καὶ δόξαν ἀνθρώποις ἀπονέμειν. ὅθεν καὶ πολλοὶ αὐτῶν περὶ τοῦ μὴ εἰπεῖν Καίσαρα κύριον καὶ δεσπότην χαλεπὰς αἰκίας ὑπέστη σαν. οἵτινες λοιπὸν ἐδίδασκον μηδὲν παρὰ τὰς διατεταγμένας ἐν τῷ Μωσέως νόμῳ θυσίας ἀναφέρεσθαι τῷ θεῷ. κἀντεῦθεν τοί νυν κωλύοντες τὰς ὑπὸ τῆς γερουσίας τοῦ λαοῦ παραδιδομένας γίνεσθαι περὶ τῆς τοῦ
PG 121:375βασιλέως σωτηρίας καὶ τοῦ Ῥωμαίων ἔθνους θυσίας, εἰκότως ἐπὶ τούτοις ἀγανακτεῖ πρὸς Γαλιλαίους Πιλᾶτος, καὶ κελεύει παρὰ ταῖς θυσίαις ἃς ἐδόκουν κατὰ νόμον προσφέρειν ἀναιρεθῆναι, ὥστε ἀναμιχθῆναι ταῖς προσφερομέναις θυσίαις τὸ αἷμα τῶν προσφερόντων. Ὁ γοῦν Τιβέριος τοιοῦτος ὑπάρχων ἐν νεότητι ἄριστος καὶ λόγοις φιλοσόφοις καὶ ῥητορικοῖς καὶ βελτίστοις τρόποις καὶ ἔργοις 1.338 κομῶν ὁ γεννάδας, πρὸς γῆρας ἐλθὼν αἰφνίδιον εἰς τὴν χείρονα μετεβλήθη γνώμην, ὥστε καὶ παραφρονεῖν αὐτὸν νομισθῆναι καὶ ὡς ὑπὸ δαίμονος ἐλαύνεσθαι πρὸς πᾶσαν ἀνοσιουργίαν καὶ μιαι φονίαν τε καὶ οἰστρηλασίαν. καὶ οὐ μόνον ἐν τοῖς κατὰ φύσιν καὶ παρὰ φύσιν ἑαυτὸν ἐβεβήλωσε καθ' ὑπερβολήν, ἀλλὰ καὶ ἐν πάσῃ ἀδικίᾳ καὶ τυραννίδι. οὕτως οὖν τὴν ἀρχὴν διοικήσας καὶ ἐξ ἀγαθοεργίας εἰς κακοεργίαν κατενεχθεὶς φοβερᾷ μὲν ὠμότητι μυσαρᾷ δὲ πλεονεξίᾳ καὶ αἰσχρουργίᾳ καταστρέφει τὸν βίον, μη δὲν ἐκ τῆς προλαβούσης καλοκαγαθίας καὶ ἀριστείας ὠφεληθείς, ἀλλὰ καὶ μᾶλλον ὑπὸ πάντων μισηθεὶς ὡς ἐν τῷ τέλει τὸ πᾶν ἐξυβρίσας καὶ διαφθείρας, καὶ εἰς αἰώνιον κόλασιν μετὰ τῶν αὐτοῦ ὁμοίων ἀσεβῶν ἀπενεχθείς· τοὺς γὰρ ἐγκρίνοντας εἰς τὰς στραγ γαλίας ἀπάξει κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. εἰκό τως οὖν ὁ μὲν ἀπόστολος ἔλεγεν "ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει." ὁ δὲ κύριος φησίν "ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται." Ὁ τοίνυν πολυμαθὴς καὶ πολυΐστωρ Εὐσέβιος, ἐν τοῖς χρο νικοῖς κανόσι περὶ τῶν Ἀντιόχων καὶ Σελεύκων καὶ Πτολεμαίων καὶ τῶν μετὰ τὴν ἐκ τῆς Βαβυλῶνος ἐπάνοδον καθηγησαμένων ἀρχιερέων διεξιὼν ἐν ἐπιτομῇ, τάδε φησίν. ὁ γοῦν Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεὺς ἕκτον ἔτος ἄγων τῆς βασιλείας, Δα ρεῖον τὸν Ἀρσάμου χειρωσάμενος, καθεῖλε τὴν Περσῶν δυναστείαν 1.339 διαρκέσασαν ἀπὸ Κύρου μέχρι Δαρείου ἔτη σλʹ. τῆς δὲ τῶν Μα κεδόνων βασιλείας κατασχούσης ἀπὸ Κραναοῦ ἕως Ἀλεξάνδρου ἔτη φιηʹ καὶ τούτου τελευτήσαντος ἐν Βαβυλῶνι διαδέχονται τὴν ἀρχὴν τῆς μὲν Μακεδονίας Φίλιππος, τῆς δὲ Ἀσίας Ἀντίγονος, τῆς δὲ Αἰγύπτου Πτολεμαῖος ὁ Λάγου, τῆς δὲ Συρίας Σέλευκος ὁ Νικάνωρ· ὃς καὶ πόλεις δύο ἔκτισεν εἰς τὰ μέρη Κιλικίας καὶ ἑτέραν εἰς Συρίαν, καὶ τὴν μὲν Σελεύκειαν ἐκάλεσεν εἰς τὸ αὐτοῦ ὄνομα, τὴν δὲ Ἀντιόχειαν εἰς τὸ τοῦ υἱοῦ αὐτοῦ, τὴν δὲ Λαοδίκειαν εἰς τὸ τῆς θυγατρὸς αὐτοῦ. καὶ οἱ μὲν τῆς Συρίας βασι λεύσαντες μετὰ Ἀλέξανδρον εἰσὶν οὗτοι, Σέλευκος ὁ Νικάνωρ, Ἀντίοχος ὁ ἐπικληθεὶς σωτήρ, Ἀντίοχος ὁ νόθος, Σέλευκος ὁ καλλίνικος, Ἀλέξανδρος Ἀντίοχος, Σέλευκος ὁ φιλοπάτωρ, Ἀντίοχος ὁ ἐπιφανής, ὃς Ὀνίαν τὸν ἀρχιερέα τῶν Ἰουδαίων παύσας τῆς ἱερωσύνης ὡρμήθη μεταστῆσαι τὸ πᾶν ἔθνος τῆς πατρῴας θρησκείας. καὶ τὸ μὲν ἱερὸν μιάνας Ὀλυμπίου Διὸς ναὸν προση γόρευσε, τῷ δὲ ἔθνει κολάσεις ἀνηκέστους ἐπάγων ἑλληνίζειν ἠνάγ καζεν. ἐφ' οὗ καὶ οἱ Μακκαβαῖοι ἐμαρτύρησαν. τὸ δὲ ἱερὸν ἔτεσι τρισὶν ἐρημωθὲν Ἰούδας ὁ ἐπικληθεὶς Μακκαβαῖος καθάρας τῶν ἀσεβειῶν, τὴν χώραν ἀνενεώσατο. εἶτα ἐβασίλευσεν Ἀντίο χος ὁ εὐπάτωρ, Δημήτριος Σέλευκος, Ἀλέξανδρος ὁ τοῦ Βαλῆ, Δημήτριος ὁ Νικάνωρ, Ἀντίοχος ὁ Τρύφων, Πτολεμαῖος, Ἀντίοχος ὁ Σιδίτης, Δημήτριος, Ἀντίοχος ὁ γρυπός, Ἀντίοχος ὁ Κυζικηνός, Σέλευκος ὁ τοῦ γρυποῦ, ἐφ' οὗ Ἀντιόχεια ὑπὸ Ῥωμαίων ἥλω καὶ ἡ Συρίας ἀρχὴ κατελύθη διαρκέσασα ἔτη σνʹ. 1.340 Οἱ δὲ τῆς Αἰγύπτου βασιλεύσαντες μετὰ Ἀλέξανδρον εἰσὶν οἵδε, Πτολεμαῖος ὁ Λάγου, ἐφ' οὗ Μένανδρος ὁ κωμῳδοποιὸς ἐγνωρίζετο καὶ Θεόφραστος ὁ φιλόσοφος, Πτολεμαῖος ὁ φιλάδελ φος, ἐφ' οὗ οἱ οʹ Ἑβραίων σοφοὶ τὸν νόμον ἡρμήνευσαν, Πτο λεμαῖος ὁ εὐεργέτης, ἐφ' οὗ τὴν πανάρετον σοφίαν συντάξας Ἑβραίοις Ἰησοῦς ὁ τοῦ Σιρὰχ ἐγνωρίζετο, Πτολεμαῖος ὁ φιλοπάτωρ, ἐφ' οὗ ὁ τῶν Ἑβραίων λαὸς αἰχμάλωτος ἀχθεὶς ἐν Αἰγύ πτῳ τοιοῦτόν τι πέπονθε. προσέταξε γὰρ οὗτος τοῖς αὐτοῦ ὑπ ασπισταῖς ἐλέφαντας φʹ εὐτρεπίσαι, καὶ τούτους μεθύσαι οἴνῳ λι βανωτῷ, ἵνα ἀποκτείνωσι τοὺς Ἰουδαίους. τῶν Ἰουδαίων δὲ
PG 121:377εὐξαμένων οἱ ἐλέφαντες εἰς τοὺς ἑαυτοῦ στρατιώτας τε καὶ δήμους ἐξορμήσαντες πολὺν αὐτῶν ὄχλον ἐν τῇ περιεχούσῃ μανίᾳ διέφθει ραν. καὶ οὕτω παραδόξως οἱ Ἰουδαῖοι περισωθέντες ἀβλαβεῖς ἀπελύθησαν εἰς τὰ ἴδια, τῷ εὐεργέτῃ θεῷ εὐχαριστοῦντες. εἶτα βασιλεύει Πτολεμαῖος ὁ ἐπικληθεὶς σωτήρ, Πτολεμαῖος ὁ Ἀλέ ξανδρος, Πτολεμαῖος ὁ ἀδελφὸς αὐτοῦ, Πτολεμαῖος ὁ Διονύσιος, Κλεοπάτρα ἡ τούτου θυγάτηρ· ἣν Αὔγουστος ἀνελὼν ἐν τῷ ιδʹ ἔτει τῆς αὐτοῦ βασιλείας ἐκράτησε τῆς Αἰγύπτου, καθελὼν τὴν βασιλείαν τῶν Πτολεμαίων διαρκέσασαν ἐν ἔτεσι διακοσίοις ʹ. Οἱ δὲ μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον καθηγησάμενοι ἀρχιερεῖς εἰσὶν οὗτοι, Ἰησοῦς, Ἰωσεδὲκ ἅμα Ζοροβάβελ, Ἰάκωβος υἱὸς Ἰησοῦ, Ἰλιάσιμος Ἰακίμου, Ἰωδαὲ Ἰωσήβου, Ἰωνης ὁ τοῦ Ἰωδαέ, Ἰαδοῦς, ἐφ' οὗ Ἀλέξανδρος ἐν Ἱερουσαλὴμ 1.341 τῷ θεῷ προσεκύνησε. καταπλαγεὶς γὰρ ἐπὶ τῇ ξένῃ θέᾳ τῆς στο λῆς τοῦ ἀρχιερέως, ἀπὸ τοῦ ἅρματος καταβὰς μόνος προσεκύνησε τὸ θεῖον ὄνομα καὶ τὸν ἀρχιερέα ἠσπάσατο· ὃν πάντες Ἰουδαῖοι μιᾷ φωνῇ σὺν τῷ ἀρχιερεῖ γνησίως ἀντησπάσαντο. τῶν δέ γε τῆς Συρίας βασιλέων καὶ τῶν λοιπῶν καταπλαγέντων καὶ διεφθάρθαι τὴν διάνοιαν Ἀλεξάνδρου ὑπειληφότων, καὶ Παρμενίωνος τοῦ στρατηγοῦ μᾶλλον θαυμάσαντος, διότι καθάπερ τις τῶν ὑπηκόων πεσὼν προσεκύνησεν, εἶπεν Ἀλέξανδρος "οὐ τὸν ἀρχιερέα προσε κύνησα, ἀλλὰ τὸν ὑπ' αὐτοῦ τιμώμενον θεόν, κἀμοὶ τὴν βοήθειαν κατὰ τῶν ἐναντίων ὑποσχόμενον. ἡνίκα γὰρ τὴν κατὰ Περσῶν διενοούμην στρατείαν καὶ ἐδεδίειν τὸ μέγεθος τῆς δυναστείας αὐ τῶν, ὤφθη μοι κατ' ὄναρ κατὰ τὸ σχῆμα τοῦδε τοῦ ἀρχιερέως ὁ θεός, καὶ θαρρεῖν μοι παρεκελεύσατο καὶ τῆς προθυμίας σπου δαίως ἔχεσθαι, λέγων «εἰς σὲ γὰρ καταλήξω τὴν Περσῶν δυνα στείαν.» διὸ τοῦτον θεασάμενος ἐν τοιαύτῃ στολῇ, καὶ τῆς κατὰ τοὺς ὕπνους ὑπομνησθεὶς ὄψεως, εἰκότως προσεκύνησα." ταῦτα εἰπὼν καὶ τὸν ἀρχιερέα δεξιωσάμενος, τῶν ἱερῶν παρεπομένων, εἰς τὴν πόλιν Ἱερουσαλὴμ παραγίνεται. οἱ δὲ γραμματεῖς τὴν βίβλον τοῦ Δανιὴλ προσκομίσαντες τὴν προφητείαν αὐτῷ διηρμή νευον, ὡς δεῖν τινὰ τῶν Μακεδόνων τὴν βασιλείαν Περσῶν χειρώ σασθαι. ὃς ἐπὶ τούτῳ μᾶλλον ἡσθεὶς καὶ περιχαρὴς γενόμενος, καὶ ἐπὶ τὸ ἱερὸν ἀνελθών, θύει μὲν τῷ θεῷ κατὰ τὴν τοῦ ἀρχιε ρέως ὑφήγησιν, αὐτὸν δὲ τὸν ἀρχιερέα καὶ πάντας τοὺς ἱερεῖς 1.342 ἀξιοπρεπῶς τιμήσας καὶ λαμπροῖς καὶ μεγίστοις ἀναθήμασι τὸν ναὸν διακοσμήσας κατὰ τῶν Περσῶν ἐχώρησε. μετὰ δὲ Ἰαδοῦν Ἰωνίας Ἰαδοῦν, Ἐλεάζαρος, Ἰωνιᾶς, Σίμων, Ἰωναὰς ΣίμωἸανῆς ὁ καὶ Ὑρκανός, Ἀριστόβουλος, ὃς καὶ πρῶτος ἐπέθετοδιάδημα βασιλικὸν πρὸς τῇ ἀρχιερωσύνῃ, Ἰανέας ὁ καὶ Ἀλέξανδρος, βασιλεὺς ἅμα καὶ ἀρχιερεύς. μέχρι τούτου οἱ ἀπὸ Κύρου χριστοὶ ἡγούμενοι, διαρκέσαντες ἔτη υπγʹ, ἅ εἰσιν ἑβδομάδες ἐτῶν ξθʹ, καθὼς ἔφη καὶ Δανιὴλ τό "καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξό δου λόγων τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως Χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτά, καὶ ἑβδομάδες ξβʹ." ἅ τινά εἰσιν ἔτη υπγʹ. ἀπὸ δὲ Κύρου ἐπὶ Ἀντίοχον τὸν ἐπιφανῆ καὶ τὴν αἰχμαλωσίαν ἐκείνην ἔτη εἰσὶ τ δʹ. Εἶτα διδάσκει ἡμᾶς πόθεν ἀριθμεῖν δεῖ, ὅτι οὐκ ἀπὸ τῆς ἡμέρας τῆς ἐπανόδου, ἀλλ' ἀπὸ ἐξόδου λόγων ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλήμ. οὐκ ἐπὶ Κύρου δὲ ᾠκοδομήθη, ἀλλ' ἐπὶ τοῦ μακρόχειρος Ἀρταξέρξου. μετὰ γὰρ τὴν κάθοδον ἐπανῆλθε Καμβύσης, εἶτα οἱ μάγοι, καὶ μετ' ἐκείνους Δαρεῖος ὁ Ὑστάσπου, μεθ' ὃν Ξέρξης ὁ Δαρείου καὶ Ἀρταβάνης. εἶτα Ἀρταξέρξης ὁ μακρόχειρ ἐβασίλευσε τῆς Περσίδος. ἐν δὲ τῷ εἰκοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ Νεεμίας ἀνελθὼν τὴν πόλιν ἀνέ στησε, καθὼς Ἔσδρας διηγήσατο. ἐντεῦθεν υπγʹ ἔτη γεγόνασιν ἕως τῆς κατασκαφῆς τῆς πόλεως, καθὼς Ἰώσηπος ὁ Ἑβραῖος μαρτυρεῖ. 1.343 Ἰώσηπος ἱστορεῖ ὅτι κατὰ τὴν αὐτὴν ἡμέραν τῆς τοῦ κυρίου σταυρώσεως κτύπους τοῦ ἱεροῦ ἀντιλαμβάνεσθαι πρῶτον,
PG 121:381ἔπειτα φωνῆς ἀθρόας ἔνδοθεν ἀκοῦσαι ἀπὸ τοῦ ἐσωτάτου ἱεροῦ "μετα βαίνομεν ἐντεῦθεν." Ὅτι ὁ Πόντιος Πιλᾶτος ἐπὶ Γαΐου Καίσαρος ποικίλαις περι πεσὼν συμφοραῖς, ὥς φασιν οἱ τὰ Ῥωμαίων συγγραψάμενοι, αὐτοφονευτὴς ἑαυτοῦ ἐγένετο. οἱ δὲ Μαρίαν τὴν Μαγδαληνὴν λέγουσι κατ' αὐτοῦ τῷ Καίσαρι ὑπὲρ τοῦ Χριστοῦ προσελθεῖν, ὃς δέρματι βοείῳ νεοδάρτῳ τοῦτον μετὰ ἀλέκτορος καὶ ἐχίδνης καὶ πιθήκου, ὡς ἔστιν ἔθος Ῥωμαίοις, ἐγκλείσας καὶ εἰς καῦσιν ἡλίου θεὶς ἀπέκτεινεν. οἱ δὲ ὡς ἀσκὸν μᾶλλον αὐτὸν λέγουσι ἐκδαρῆναι καὶ οὕτως ἀποθανεῖν. Ὅτι ἡ τῶν ἀλλοφύλων ἐπὶ Ἰουδαίαν βασιλεία ἕως τοῦ μι κροῦ Ἀγρίππα ἐκράτει χρόνους ἑκατὸν οὕτως. Ἡρώδης πρῶτος ὁ τὰ νήπια ἀνελὼν ἔτη λζʹ, Ἀρχέλαος ὁ υἱὸς αὐτοῦ θʹ, Ἡρώδης ὁ ἀδελφὸς αὐτοῦ κδʹ, Ἡρώδης ὁ καὶ Ἀγρίππας, ὁ σκωληκόβρωτος, ἑπτά, Ἀγρίππας υἱὸς αὐτοῦ ὁ μικρὸς ἔτη κζʹ. Ὅτι τῶν Ἑβραίων σεληνιακῶς τὸν μῆνα ψηφιζόντων, ἤτοι κθʹ καὶ ἡμίσους ἡμέρας, καὶ τοῦ κυκλικοῦ ἐνιαυτοῦ τοῦ καθ' ἥλιον ὑπάρχοντος ἡμερῶν τξεʹ δʹ, τὴν κατὰ σελήνην δωδεκάμηνον παραλλάσσειν ἡμέρας ιαʹ δʹ. διὰ τοῦτο Ἰουδαῖοι τρεῖς μῆνας ἐμβολίμους ἐν ἔτεσιν ὀκτὼ παρεμβάλλουσιν· ὀκτάκις γὰρ τὰ ιαʹ καὶ ηʹ δʹ ποιοῦσι τρίμηνον. 1.344 Τιβέριος ὁ υἱὸς τοῦ Καίσαρος ὁ προμνημονευθείς, οὗτος ἔσχε Γάϊον ἀνεψιόν. ἀστρολόγου δὲ τοῦ Θρασύλου γέγονε Τιβέ ριος φοιτητής, ὃς τοσοῦτος ἦν τὴν τέχνην ὡς ἀγανακτήσαντός ποτε τοῦ Τιβερίου κατ' αὐτοῦ, καὶ βουληθέντος ἄφνω διὰ τοῦ τείχους αὐτὸν ὠθῆσαι, σκυθρωπάσαι φασὶ τὸν Θρασύλον παρευθύ. ἐρω τήσαντος δὲ Τιβερίου τὴν αἰτίαν ἔφη αἰσθάνεσθαι κλιμακτῆρα ἐγγὺς αὐτοῦ μέγιστον ταύτῃ τῇ ὥρᾳ. καὶ τοῦ Τιβερίου θαυμά σαντος, ἐᾶσαι αὐτὸν φησὶ Πλούταρχος. Ὅτι Τιβέριος τοῖς τῶν πόλεων ἄρχουσι ἔγραφεν ὡς εἴ τι παρὰ τοὺς νόμους γράψει, μὴ προσέχειν φησὶν ὡς ἀγνοήσαντι. οὗτος καὶ βραδέως τοὺς ἄρχοντας διεδέχετο φειδοῖ τῶν ὑπηκόων. ἐρω τηθεὶς δὲ τὴν αἰτίαν εἶπε τὴν παροιμίαν τῶν ἐπικαθημένων μυιῶν τῷ τραυματίᾳ καὶ τοῦ θελήσαντος ἀποσοβῆσαι ταύτας καὶ κωλυ θέντος ὑπὸ τοῦ τραυματίου εἰπόντος, ἵνα μὴ ἄλλαι πεινῶσαι αἵ ματος ἐπέλθοιεν. Φησὶ δὲ Εὐσέβιος ὅτι τῷ ιεʹ ἔτει Τιβερίου βαπτίζεται ὁ κύ ριος ἡμῶν Ἰησοῦς Χριστός, συνῳδὰ τῷ εὐαγγελίῳ, καὶ ἐν τῷ ιηʹ τὸ σωτήριον ὑπέστη πάθος, ἐν ἔτει τοῦ κόσμου #εφλθʹ. γράφει δὲ καὶ Ἰώσηπος περὶ μὲν Ἰωάννου τοῦ βαπτιστοῦ ταῦτα "τισὶ τῶν Ἰουδαίων ἐδόκει διολωλέναι τὸν Ἡρώδου στρατὸν ὑπὸ θεοῦ καὶ μάλα δικαίαν τιννυμένου δίκην διὰ ποινὴν Ἰωάννου τοῦ καλου μένου βαπτιστοῦ. τοῦτον γὰρ Ἡρώδης κτείνει ἀγαθὸν ἄνδρα καὶ τοῖς Ἰουδαίοις κελεύοντα ἀρετὴν ἐπασκεῖν καὶ τὰ πρὸς ἀλλήλους 1.345 δικαιοσύνῃ καὶ τὰ πρὸς θεὸν εὐσεβείᾳ χρῆσθαι καὶ συνιέναι βα πτισμόν." περὶ δὲ τοῦ Χριστοῦ πάλιν ὁ αὐτός φησιν ὅτι κατὰ τὸν καιρὸν τοῦτον Ἰησοῦς ὁ σοφὸς ἀνὴρ ἦν, εἴγε ἄνδρα λέγειν αὐ τὸν ἐχρῆν· ἦν γὰρ παραδόξων ἔργων ποιητὴς καὶ διδάσκαλος ἀν θρώπων τῶν ἐν ἡδονῇ τἀληθῆ δεχομένων· πολλοὺς γὰρ καὶ ἀπὸ Ἑλλήνων ἠγάγετο Χριστός. ὃν Πιλάτου σταυρώσαντος οὐκ ἐπαύ σαντο κηρύσσοντες περὶ αὐτοῦ οἱ τὸ πρῶτον αὐτὸν ἀγαπήσαντες μαθηταί. ἐφάνη γὰρ αὐτοῖς τρίτην ἡμέραν ἔχων πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτά τε καὶ ἄλλα μαρτυρησάντων περὶ αὐτοῦ θαυμάσια καὶ εἰρηκότων. οὗτος ὁ Τιβέριος ἀκούσας τὰ περὶ τοῦ Χριστοῦ θαύματα ἠβουλήθη διὰ βασιλικοῦ τύπου ἀναγορεῦσαι αὐτὸν θεόν· ἀλλ' ἀντεπράχθη τούτῳ παρὰ τῆς συγκλήτου, καθὼς οὖν Εὐσέβιος λέγει. Ὅτι ἐπὶ Τιβερίου, μετὰ τὴν ἀνάληψιν τοῦ κυρίου καὶ θεοῦ ἡμῶν, ἐκλέγεται ὑπὸ τῶν ἀποστόλων Ματθίας ἀντὶ τοῦ προδότου. ὅστις Ἰούδας μετὰ τὴν ἀγχόνην, καθ' ἑκάστην ἡμέραν ὑπὸ τῶν ἀποστόλων παρακαλούμενος καὶ νουθετούμενος πρὸς μετάνοιαν ἐλθεῖν, καὶ μὴ πεισθείς, ἐπεὶ ἀνελήφθη ὁ Χριστός, ὡς ἤκουσεν, εὐθὺς ὀγκωθεὶς ἐλάκησε μέσος καὶ ἀπώλετο. εἰ γὰρ εἰς μετάνοιαν ἦλθεν, οὐκ ἂν αὐτὸν ἀπώσατο ὁ πάντας θέλων σωθῆναι. Τιβέριος δὲ τῷ τρόπῳ καὶ τῇ γνώμῃ ἀπηνὴς ἦν καὶ οἴνου ἐλάττων. διὸ καὶ
PG 121:383ἐμπεβάριον αὐτὸν Ῥωμαῖοι ἐκάλουν, ὃ σημαίνει 1.346 παρ' αὐτοῖς τὸν οἰνοπότην. τοῦτον Γάϊος ὁ ἀδελφιδοῦς ἐν τῇ νόσῳ αὐτοῦ ἱμάτια πολλὰ περιθεὶς ἀπέπνιξεν. Ἐκράτησε δὲ Γάϊος Ἰούλιος Καῖσαρ ἔτη ζʹ. οὗτος ἦν μοι χικώτατος πάνυ· ὃς περιιών ποτε τὴν ἀγορὰν καὶ ἰδὼν πηλὸν ἐν τῇ ὁδῷ ἤγαγε Φλάβιον Οὐεσπασιανόν, ἀγορανόμον τότε ὄντα, τὸν μετὰ ταῦτα βασιλεύσαντα, καὶ ὡς ἀμελοῦντα τῶν κοινῶν τὸν πηλὸν εἰς τὴν ἐσθῆτα βληθῆναι ἐκέλευσεν· ὅπερ ἐσήμανε τὰ κοινὰ τεταραγμένα αὐτὸν παραλήψεσθαι. ἐπὶ δὲ τῆς τοῦ αὐτοῦ Γαΐου βασιλείας Ἀγρίππας βασιλεὺς τῆς Ἰουδαίας καὶ Σίμων ὁμάγος βαπτίζεται ὑπὸ Φιλίππου, ἑνὸς τῶν ἑπτὰ διακόνων. Γάϊος δὲ ὑπὸ Κλαυδίου σφάζεται. ἐπὶ τούτου Κορνήλιος πρῶτος ἐξ ἐθνῶν βαπτίζεται ὑπὸ Πέτρου, καὶ Παῦλος, τὸ τῆς ἐκλογῆς σκεῦος, δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ ἀπόστολος ἀνα δείκνυται. Κλαύδιος ἐβασίλευσεν ἔτη ιγʹ μῆνας θʹ. οὗτος δειλὸς ὢν πάντας τοὺς προσιόντας αὐτῷ ἐποίει ἐρευνᾶσθαι, μή τι ξιφί διον ἔχωσι. καὶ ἐν τοῖς συμποσίοις ὡπλισμένοι εἰς φυλακὴν παρει στήκεισαν αὐτῷ· ἐξ οὗ καὶ εἰς τοὺς λοιποὺς βασιλεῖς εἴθιστο γί νεσθαι τοῦτο. ἐπὶ τούτου καὶ Ἀπολλώνιος ὁ Τυανεὺς ἦν, φιλό σοφος Πυθαγόρειος, στοιχειωματικός. οὗτος ἐν Βυζαντίῳ ἐλθών, παρακληθεὶς ὑπὸ τῶν ἐντοπίων, ἐστοιχείωσεν ὄφεις μὲν καὶ σκορ πίους μὴ πλήσσειν, κώνωπας μηδὲ παρεῖναι, ἵππους μὴ κατωφρυῶ σθαι μήτε μὴν ἀγριαίνεσθαι κατ' ἀλλήλων ἢ καὶ κατά τινος. καὶ 1.347 Λύκον δὲ τὸν ποταμὸν ἐστοιχείωσεν ὥστε μὴ πλημμυρήσαντα τὸ Βυζάντιον καταλυμήνασθαι. Τότε Αἰγύπτιος λῃστὴς ἐξήγαγεν εἰς τὴν ἔρημον τοὺς σικα ρίους, οὓς μετῆλθε Φήλιξ ὁ ἡγεμών. σικαρίους δὲ αὐτοὺς ὠνό μασεν ἀπὸ τῶν σικαρίων, ἅ ἐστι μαχαίρια μικρά, ἃ ἐπεφέροντο κρυφῇ εἰς τὸ λαθραίως τοὺς παρατυγχάνοντας πλήττειν. καθ' ὃν καιρὸν μεταξὺ Θήρας καὶ Θηρασίας νῆσος ἀνεφυσήθη στά δια λʹ. Οὗτος πόλιν ἔκτισεν, ἐπὶ τῷ ἰδίῳ ὀνόματι καλέσας αὐτὴν Κλαυδίου πόλιν, καὶ Ἰουδαίους τῆς Ῥώμης ἀπήλασεν. ἐπὶ τούτου κατὰ τὴν ἑορτὴν τοῦ πάσχα συγχύσεως γενομένης ἐν Ἱεροσολύμοις μόνοι πατηθέντες καὶ ἀποθανόντες εὑρέθησαν τρισμύριοι. οὗτος οὐ μόνον Ἰουδαίους ἐτυράννει, ἀλλὰ καὶ πάντας τοὺς ἐν Ῥώμῃ ἐπισήμους ἀναιρῶν ἐλάμβανεν αὐτῶν τὰς οὐσίας. πρὸς τούτοις καὶ δουλοκρατίαν νομοθετήσας ἐπέτρεψε κατηγορεῖν τῶν δεσποτῶν, εἴ τι συνίδοιεν αὐτοῖς πλημμέλημα. κἀντεῦθεν δεινὴ συμφορὰ κατειλήφει τὴν οἰκουμένην πᾶσαν, τῶν οἰκετῶν μεγάλαις τιμωρίαις ὑποβαλλόντων τοὺς δεσπότας. οὐ μὴν ἀλλὰ καὶ εἰς μανίαν ἐκτραπεὶς ἄθεσμά τινα διεπράττετο. φονεύσας δὲ τοὺς φονεῖς Γαΐου ἀνῃρέθη ὑπὸ τῆς ἰδίας γυναικὸς φαρμάκῳ. Ἐπὶ τούτου Ἰάκωβος ὁ Ζεβεδαίου ἐμαρτύρησε, καὶ Μάρκος δὲ ὁ εὐαγγελιστὴς τὸ κατ' αὐτὸν εὐαγγέλιον προτροπῇ Πέτρου συνεγράψατο, καὶ ἐν Αἰγύπτῳ σταλεὶς ὑπ' αὐτοῦ, πρῶτος ἐκ 1.348 κλησίαν πηξάμενος, πολλὰ μοναστήρια συνεστήσατο, ἅπερ σε μνεῖα τότε προσηγορεύθησαν, καθώς φησιν Εὐσέβιος ὁ Παμφίλου ὅτι Μάρκον πρῶτον ἴσμεν ἐν Αἰγύπτῳ τὸ εὐαγγέλιον συγγεγραφέ ναι καὶ ἐκκλησίαν πρῶτον ἐπ' αὐτῆς Ἀλεξανδρείας συστήσασθαι. τοσαύτη δὲ τῶν αὐτόθι πεπιστευκότων πληθὺς ἀνδρῶν τε καὶ γυ ναικῶν ἐκ πρώτης ἐπιβολῆς συνέστη δι' ἀσκήσεως φιλοσοφωτάτης καὶ σφοδροτάτης, ὡς καὶ συγγραφῆς ἀξιῶσαι τὰς διατριβάς τε καὶ συνελεύσεις καὶ πᾶσαν ἄλλην τοῦ ἀρίστου βίου διαγωγὴν Φί λωνα τὸν σοφώτατον, ὡς καὶ αὐτόπτην τοῦ ἀποστόλου Πέτρου καὶ αὐτήκοον καὶ συνόμιλον ἐν Ῥώμῃ γενόμενον. τῶν γὰρ παρ' ἡμῶν ἀσκητῶν ἀποδεχόμενος τὸν βίον, ἐκθειάζει σφόδρα καὶ σε μνύνει τοὺς κατ' αὐτὸν ἀποστολικοὺς ἄνδρας, ἐξ Ἑβραίων, ὡς ἔοικε, γεγονότας καὶ τῶν Ἐσσαίων τὴν ἄσκησιν καὶ πολιτείαν εὖ μάλα προακουτισθέντων, ἥτις γε τῶν γραμματέων καὶ Φαρισαίων τὴν δικαιοσύνην ἐξ ἐπιμέτρου διενέστηκεν. ἀπὸ γὰρ Ἰωναδὰμ υἱοῦ Ῥιχὰβ καταγόμενοι οὗτοι τὴν
PG 121:387πανάρεστον ἀκτημοσύνην καὶ δικαιοσύ νην καὶ σωφροσύνην καὶ σκληραγωγίαν ἐπέτειναν, καθώς φησι καὶ Ἰώσηπος περὶ αὐτῶν ὅτι Ἐσσαῖοι Ἰουδαῖοι μέν εἰσι τὸ γένος, φιλάλληλοι δὲ καὶ τῶν ἄλλων εὐλαβεῖς πλέον, οἳ τὴν μὲν ἡδονὴν ὡς κακίαν ἀποστρέφονται, τὴν δὲ σωφροσύνην καὶ ἐγκράτειαν καὶ τὸ μὴ τοῖς πάθεσιν ὑποπίπτειν ἀρετὴν ὑπολαμβάνουσι. καὶ γάμος μὲν παρ' αὐτοῖς ὑπερορᾶται, τοὺς δὲ ἀλλοτρίους παῖδας νέους ἔτι 1.349 προσλαμβανόμενοι καὶ διδάσκοντες ὡς συγγενεῖς ἡγοῦνται καὶ τοῖς ἤθεσιν ἑαυτῶν ἐντυποῦσι. καὶ τὸν μὲν ἔννομον καὶ σώφρονα γάμον καὶ τὴν ἐξ αὐτοῦ διαδοχὴν ἀποδέχονται, τὰς δὲ πονηρὰς καὶ θεοστυγεῖς μίξεις καὶ ἀσελγείας τέλεον ἀποστρέφονται καὶ ἀποβάλλονται. καταφρονεῖται δὲ παρ' αὐτοῖς πλοῦτος καὶ πολυ κτησία, τὴν δὲ ἀκτημοσύνην ὡς ἀπερίσπαστον καὶ ἐνάρετον ἀσπά ζονται. καὶ πρὶν μὲν ἀνίσχειν τὸν ἥλιον οὐδὲν ἀργὸν φθέγγονται, προσευχὰς δὲ καὶ ψαλμῳδίας ἐκ μέσης νυκτὸς μέχρις αὐγῆς πρὸς τὸν θεὸν ἀναφέρουσι μετ' εὐλαβείας καὶ σεμνότητος. καὶ οὕτω πρὸς ἣν ἕκαστος ἔχει τέχνην, ὑπὸ τοῦ προεστῶτος ἀποστέλλεται. καὶ μέχρις ὥρας ἕκτης μετὰ νήψεως καὶ θεολογίας, οὕτως ἐπὶ τὸ δειπνητήριον συναθροίζονται μετ' εὐλαβείας καὶ ἡσυχίας πολλῆς. καὶ ὁ μὲν σιτοποιὸς ἐν τάξει παρατίθησιν ἄρτους, ὁ δὲ μάγειρος ἓν ἀγγεῖον ἐξ ἑνὸς ἐδέσματος πάντοτε προσάγει. καὶ προκατεύχε ται δὲ τῆς τροφῆς ἁγνῆς οὔσης καὶ καθαρᾶς ὁ ἱερεύς· ἀθέμιτον γὰρ πρὸ τῆς εὐχῆς ἡγοῦνται γεύσασθαί τι. καὶ πάλιν ἀριστησάν των ὁ ἱερεὺς ἐπεύχεται. καὶ ἁπλῶς ἀρχόμενοί τε καὶ παυόμενοι γεραίρουσι τὸν θεὸν ἀδιαλείπτως. καὶ αὖθις ἐπ' ἔργα μέχρις ἑσπέρας διακαρτερήσαντες, καὶ δειπνήσαντες μετὰ τῆς συνήθους σιωπῆς καὶ σεμνοπρεποῦς καταστάσεως, ἐπ' εὐχὰς πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχονται, τοὺς βραχυτάτους ὕπνους καὶ κουφοτάτους ἐκτιναξάμενοι. οὗπερ ἐστὶν αἴτιον ἡ διηνεκὴς νῆψις καὶ τὸ με 1.350 τρεῖσθαι παρ' αὐτοῖς τροφὴν καὶ πόσιν λιτὴν καὶ ἀπερίεργον καὶ σπανίζουσαν· οὐδεὶς γὰρ παρ' αὐτοῖς κόρος καὶ χορτασία κοιλίας, ἀλλ' ἔνδεια πολλὴ καὶ ὀλιγοδεΐα. τὸν δὲ προσερχόμενον ζηλῶσαι τὸν βίον οὐκ εὐθὺς ἀδοκιμάστως καὶ ἀγυμνάστως παραδέχονται, ἀλλ' ἐνιαυτὸν ἔξω μένοντι τὴν αὐτὴν ὑποτίθενται δίαιταν καὶ κατά στασιν, ἀξινάριόν τε καὶ περίζωμα δόντες καὶ πενιχρὸν ἱμάτιον γυμνάζουσιν ἐπ' ἔργοις ἀρίστοις καὶ λόγοις. εἶτα μετὰ τὴν τῆς καρτερίας ἐπίδειξιν δυσὶν ἄλλοις ἔτεσιν τὸ ἦθος καὶ τὸ ἐν πᾶσιν ὑπήκοον δοκιμάζεται, καὶ φανεὶς ἄξιος καὶ δόκιμος οὕτως εἰς τὸν ἱερὸν ὅμιλον ἐγκρίνεται. πρό γε οὖν πάντων ὅρκους φρικώδεις ἀπαιτοῦσι, πρῶτον μὲν εὐσεβεῖν καὶ θεραπεύειν ἐξ ὅλης καὶ κα θαρᾶς ψυχῆς καὶ σώματος τὸ θεῖον, ἔπειτα δὲ πρὸς ἀνθρώπους δίκαια φυλάττειν ἅπαντα καὶ ἀπροσωπόληπτα, καὶ μὴ κατὰ γνώ μην βλάψαι τινά, μήγε μὴν συγκοινωνεῖν ἀδίκοις, ἀλλὰ κατὰ δύναμιν τοῦ δικαίου καὶ φροντίζειν καὶ βιάζεσθαι πάντως καὶ τὸν ἐνήδονον καὶ περιττὸν καὶ ὑγρὸν ἀποστρέφεσθαι βίον μέχρι θανά του. πρὸς δὲ τούτοις ὀμνύουσι πάλιν μηδενὶ μὲν τὸ παράπαν μεταδοῦναι τῶν δογμάτων καὶ τῶν ἁγιοπρεπῶν τούτων ἐπιτηδευ μάτων ἢ ὡς ἀκριβῶς αὐτὸς παρέλαβεν, ἀφέξεσθαι δὲ πάσης ἐναν τίας δόξης καὶ λατρείας, καὶ ταύτῃ μόνῃ προσανέχειν τῇ θείᾳ μέχρις αἵματος θρησκείᾳ καὶ καταστάσει. ἐκ τῆς πολλῆς δὲ ἀσκή σεως καὶ καθαρότητος πολλοὶ καὶ τὰ μέλλοντα προγινώσκουσιν ἐκ 1.351 θείας ἐπιπνοίας καὶ χάριτος, ἀκαταπαύστῳ μελέτῃ προφητῶν καὶ λοιπῶν ἱερῶν λογίων καὶ προσευχῇ ἐμπαιδοτριβούμενοι. Ταύτην οὖν ὁ Ἰώσηπος ἄκρως ἀσκήσας τὴν φιλοσοφίαν ἐπὶ μείζονι προκόπτειν ἔσπευσεν. ἀκούσας γάρ τινα διαφερόντως ἀσκοῦντα κατὰ τὴν ἔρημον Ἀββᾶν ὀνομαζόμενον, ἐσθῆτι μὲν ἀπὸ δένδρων καλυπτόμενον τροφῇ δὲ αὐτομάτως φυομένῃ χρώμενον, καὶ τὴν ἄκραν ἄσκησιν αὐτοῦ ζηλώσας πρὸς αὐτὸν ἀφίκετο, καὶ τρεῖς παρ' αὐτῷ ποιήσας ἐνιαυτοὺς εἰς τὴν πόλιν ὑπέστρεψε καὶ τῇ τῶν Φαρισαίων ἐπολιτεύετο δικαιοσύνῃ. Ὁ δέ γε Φίλων, ὡς εἴρηται, περὶ τῶν ἐξ
PG 121:389Ἑβραίων ἡμετέ ρων ἀσκητῶν ἀναφανέντων μέμνηται σαφῶς ἐν τῷ λόγῳ ἐν ᾧ ἐπέ γραψε περὶ θεωρητικοῦ βίου. οὓς θεραπευτὰς καὶ τὰς ὁμοιοσχή μους καὶ ὁμοτρόπους γυναῖκας θεραπεύτιδας ὠνόμασε. καὶ θερα πευταὶ μέν, φησίν, ἐκέκληντο ἢ παρὰ τὸ τὰς ψυχὰς τῶν προσιόν των αὐτοῖς ἀπὸ κακίας παθῶν ἰατρῶν δίκην ἀπαλλάττοντας θερα πεύειν, ἢ τῆς περὶ τὸ θεῖον καθαρᾶς καὶ εἰλικρινοῦς θεραπείας καὶ θρησκείας ἕνεκα. εἶτα φησί· πρῶτα μὲν ἀρχόμενοι φιλοσο φεῖν ἐξίστανται τῶν προσηκόντων καὶ τῶν ὑπαρχόντων, ἔπειτα δὲ πάσαις ἀποταξάμενοι ταῖς τοῦ βίου φροντίσι καὶ ἔξω τειχῶν προελθόντες ἐν μονάγροις καὶ κήποις καὶ ὄρεσι τὰς διατριβὰς ποιοῦνται, τὰς ἐκ τῶν ἀνομιῶν ἐπιμιξίας ἀλυσιτελεῖς τε καὶ βλα βερὰς εἰδότες, τὸν προφητικὸν ζηλοῦσι καὶ ἀσκοῦσι βίον. οὕτω 1.352 πολλαχοῦ μὲν τῆς οἰκουμένης ἐστὶ τὸ γένος (ἔδει γὰρ ἀγαθοῦ τε λείου μετασχεῖν καὶ τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον), ἐν Αἰγύπτῳ δὲ πλεονάζει, καὶ μάλιστα περὶ τὴν Ἀλεξάνδρειαν. καὶ ἐν ἑκάστῃ συμμορίᾳ οἴκημά ἐστιν ἱερόν, ὃ καλοῦσι σεμνεῖον καὶ μοναστήριον, ἐν ᾧ μονούμενοι τὰ τοῦ σεμνοῦ βίου μυστήρια τελοῦνται, μηδεὶς μηδὲν κομίζοντες, μὴ ποτόν, μὴ σῖτον, μηδέ τι τῶν ἄλλων ὅσα πρὸς τὴν τοῦ σώματος χρείαν ἀναγκαῖα, ἀλλὰ νόμους καὶ λόγια θεσπισθέντα διὰ προφητῶν καὶ ὕμνους καὶ τἆλλα οἷς ἐπιστήμη καὶ εὐσέβεια συναύξονται καὶ τελειοῦνται. τὸ δὲ ἐξ ἑωθινοῦ μέχρις ἑσπέρας διάστημα σύμπαν αὐτοῖς ἐστὶν ἄσκησις· ἐντυγχάνοντες γὰρ τοῖς ἱεροῖς γράμμασι φιλοσοφοῦσι τὴν πατρίαν φιλοσοφίαν. ἐγκράτειαν δὲ ὥσπερ τινὰ θεμέλιον προκαταβαλλόμενοι τῇ ψυχῇ τὰς ἄλλας ἐποικοδομοῦσιν ἀρετάς· σιτίον γὰρ ἢ ποτὸν οὐδεὶς αὐ τῶν προσενέγκοιτο πρὸ ἡλίου δύσεως, ἐπειδήπερ τὸ μὲν φιλοσο φεῖν ἄξιον φωτὸς κρίνουσι, σκότους δὲ τὰς τοῦ σώματος ἀνάγκας. ἔνιοι δὲ καὶ δι' ἡμερῶν τριῶν ὑπομιμνήσκονται τροφῆς, οἷς πλέον ὁ πόθος τῆς ἐπιστήμης ἐνίδρυται. τινὲς δὲ οὕτως ἐνευφραίνονται καὶ τρυφῶσιν ὑπὸ σοφίας ἑστιώμενοι πλουσίως καὶ ἀφθόνως τὰ δόγματα χορηγούσης, ὡς καὶ πρὸς διπλασίονα χρόνον ἀντέχειν, μόγις δι' ἡμερῶν ἓξ ἀπογεύεσθαι τροφῆς ἐθισθέντες. αἱ δὲ ἐξη γήσεις τῶν ἱερῶν λογίων γίνονται αὐτοῖς δι' ὑπονοιῶν ἐν ἀλληγο ρίαις. πᾶσα γὰρ ἡ νομοθεσία δοκεῖ τοῖς ἀνδράσι τούτοις ζώῳ ἐοικέναι, καὶ σῶμα μὲν ἔχειν τὰς ῥητὰς διαλέξεις, ψυχὴν δὲ τὸν 1.353 ἀποκείμενον ταῖς λέξεσιν ἀόρατον νοῦν. ὡσαύτως δὲ τῆς αὐτῆς εἰσὶν ἱερᾶς πολιτείας καὶ καταστάσεως καὶ γυναῖκες, ὧν αἱ πλεῖ σται γηραλέαι τυγχάνουσι καὶ παρθένοι, καὶ τὴν ἁγνείαν οὐκ ἀνάγκῃ, καθάπερ ἔνιαι τῶν παρ' Ἕλλησιν ἱερειῶν, φυλάξασαι διὰ πρόσκαιρον ἔπαινον, ἀλλ' ἐκ προαιρέσεως ἀγαθῆς ὀρεχθεῖσαι τὰ μέλλοντα ἀγαθὰ καὶ αἰώνια. Ὅτι δὲ τοὺς πρώτους κήρυκας τῆς κατὰ τὸ εὐαγγέλιον διδα σκαλίας τά τε ἀρχῆθεν πρὸς τῶν ἀποστόλων παραδεδομένα ἔθη καταλαβὼν ὁ Φίλων ἔγραψε ταῦτα, παντί που δῆλον, ὡς καὶ Εὐσέβιος ἐν τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ ταῦτα λέγει. ὁ αὐτὸς δὲ καὶ ἐν τοῖς πρὸς Μαρῖνον ταῦτά φησιν. ὡσαύτως καὶ ὁ μέγας Ἀθανάσιός φησι· δύο γὰρ ὁδῶν καὶ πολιτειῶν οὐσῶν ἐν τῷ βίῳ, μιᾶς μὲν μετριωτέρας καὶ βιωτικῆς, τοῦ γάμου λέγω, ἑτέρας δὲ ἀγγελικῆς καὶ ἀποστολικῆς καὶ ἀνυπερβλήτου, τῆς παρθενίας ἤτοι τῆς μοναδικῆς πολιτείας, εἰ μέν τις τὴν κοσμικὴν τουτέστι τὸν γάμον ἕλοιτο, μέμψιν οὐκ ἔχει, τοσαῦτα δὲ χαρίσματα οὐ λήψε ται· λήψεται γάρ, ἐπειδὴ φέρει καὶ αὐτὸς καρπὸν τὸν τριάκοντα. εἰ δὲ τὴν ἁγνὴν καὶ ὑπερκόσμιον ἀσπάσοιτό τις, εἰ καὶ τραχεῖα παρὰ τὴν ἀρετὴν μάλιστα καὶ δυσκατόρθωτος φαίνεται, ἀλλ' ἔχει μετὰ τὴν ἔννομον ἄθλησιν καὶ καρτερίαν χαρίσματα θαυμασιωτέρα καὶ ἀξιάγαστα· τὸν γὰρ τέλειον καὶ πληρέστατον καρπόν, τὴν ἑκατοντάδα λέγω, φαιδρὸν καὶ ἁγιοπρεπῆ πάντως ἐγκατέστη σεν. οὐκοῦν ὥσπερ ὁ παλαιὸς νόμος εἰς δύο βίους ἦν διῃρημένος, 1.354 εἴς τε τὸν Φαρισαϊκὸν καὶ ὑψηλὸν καὶ εἰς τὸν ὑποδεέστερον καὶ κοσμικόν, οὕτω δὴ καὶ ὁ κατὰ χριστιανισμὸν νέος θεσμὸς εἰς
PG 121:391μο ναδικὸν ὑπερφερῆ καὶ βιωτικόν. Φαρισαῖοι τοίνυν, ἑρμηνευόμενοι ἀφωρισμένοι καὶ μεμερι σμένοι, παρὰ τὸ μερίζειν καὶ ἀφορίζειν ἑαυτοὺς τῶν ἄλλων ἁπάν των ἐλέγοντο εἴς τε τὸ καθαρώτατον τοῦ βίου καὶ ἀκριβέστατον καὶ εἰς τὰ τοῦ νόμου ἐντάλματα. τὸν δὲ αὐτὸν βίον μετέρχονται καὶ οἱ γραμματεῖς, παρ' οἷς καὶ πολιτεία ἡ αὐτὴ ἐγκράτειά τε καὶ παρθενία, νηστεία δὶς τοῦ σαββάτου, ξεστῶν καὶ πινάκων καὶ ποτηρίων καθαρισμοί, ἀποδεκατώσεις τε καὶ ἀπαρχαὶ καὶ ἐν δελεχεῖς εὐχαὶ καὶ τὰ λοιπὰ πάντα, ὑπεξαιρουμένων δηλονότι τῶν θαυμασίων Ἐσσαίων ὡς ὑπερτέρων σφόδρα καὶ λίαν ὑπερκειμέ νων. ἣν δὴ Φαρισαϊκὴν ὡς ἄριστον πολιτείαν ὁ Παῦλος ζηλώ σας εὖ μάλα σεμνύνεται, φάσκων "Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος." ὅθεν εἰκότως καὶ ὁ κύριος ἡμῶν τὸν τελειό τερον καὶ ἀγγελικὸν ὑποτιθέμενος ἐναργῶς βίον ἔφασκε πρὸς τοὺς ἐραστὰς τῆς οὐρανίου κληρουχίας "ἐὰν μὴ περισσεύσῃ ἡ δικαιο σύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλ θητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν." ἔνθεν γέ τοι καὶ ὁ ἀπο στολικὸς Διονύσιος ἀποσεμνύνων τὴν ἱερὰν τῶν μοναχῶν τάξιν οὕτω φησίν "ἡ δὲ τῶν τελουμένων ἁπασῶν ὑψηλοτέρα τάξις ἡ τῶν μοναχῶν ἐστὶν ἱερὰ διακόσμησις, πᾶσαν μὲν ἀποκεκαθαρμένη κάθαρσιν ὁλκῇ δυνάμει καὶ παντελεῖ τῶν οἰκείων ἐνεργειῶν ἁγνό τητι, ἔνθεν οἱ θεῖοι καθηγεμόνες ἡμῶν ἐπωνύμων ἑαυτοὺς ἱερῶν 1.355 ἠξίωσαν, οἱ μὲν θεραπευτὰς οἱ δὲ μοναχοὺς ὀνομάσαντες ἐκ τῆς τοῦ θεοῦ καθαρᾶς ὑπηρεσίας καὶ θεραπείας." Ταῦτα ἐκ πολλῶν ἐρανισάμενος ὀλίγα ἀναγκαίως οἶμαι συν τέθεικα διὰ τοὺς ἐπαποροῦντας πότε καὶ πόθεν ἡ τῶν μοναχῶν ἤρξατο διαγωγή τε καὶ ἄσκησις καὶ τάξις. ποῦ τοίνυν εἰσὶν οἱ τὴν μοναδικὴν πολιτείαν μετὰ τῶν ἄλλων τῆς ἀποστολικῆς ἐκκλη σίας θείων παραδόσεών τε καὶ θεσμῶν εἰκονομάχοι δυσσεβῶς καὶ ἀνοήτως ἀποβαλλόμενοι καὶ διαπτύοντες, ἀρτιφανεῖς Ἰουδαῖοι, καὶ κατὰ τὸν ἀσεβῆ καὶ θεοστυγῆ μυσταγωγὸν αὐτῶν Κοπρώνυμον νέαν καὶ πρόσφατον ταύτην δογματίζοντες ἐξ ἄκρας μανίας τε καὶ ἀπονοίας καὶ ἀβελτηρίας, μὴ νοοῦντες μήτε ἃ λέγουσι μήτε περὶ τίνων διαβεβαιοῦνται; ἡμεῖς δὲ ταῖς διδασκαλίαις τῶν ἁγίων πατέ ρων ἑπόμενοι καὶ ἀρχαίαν ταύτην καὶ παλαιὰν πιστεύομεν ὑπάρ χειν. Ἀλλὰ καὶ ὁ μέγας Βασίλειος περὶ ὑποταγῆς καὶ μοναδικῆς πολιτείας ἐξιὼν οὕτως ἔφη "διὰ τοῦτο καὶ ὁ φιλάνθρωπος κύριος, κηδόμενος ἡμῶν τῆς σωτηρίας, εἰς δύο βίους διεῖλε τὰ τῶν ἀνθρώ πων, συζυγίαν καὶ παρθενίαν, ἵνα ὁ μὴ δυνάμενος ὑπενεγκεῖν τὸν τῆς παρθενίας καὶ ἀσκήσεως ἆθλον ἔλθῃ εἰς συνοίκησιν γυναικός, ἐκεῖνο εἰδὼς ὡς ἀπαιτηθήσεται λόγον σωφροσύνης καὶ ἁγιασμοῦ καὶ τὴν πρὸς τοὺς ἐν συζυγίαις καὶ τεκνοτροφίαις ἁγίους ὁμοίωσιν, τούς τε ἐν τῇ παλαιᾷ καὶ τῇ νέᾳ. πάντες γὰρ ἄνθρωποι ἀπαιτηθησόμεθα τὴν πρὸς τὸ εὐαγγέλιον ὑπακοήν, μοναχοί τε καὶ οἱ ἐν συζυγίαις. ἀρκέσει γὰρ τῷ ἐπὶ γάμον ἐλθόντι εἰς συγγνώμην τὸ 1.356 τῆς ἀκρασίας καὶ τῆς πρὸς τὸ θῆλυ ἐπιθυμίας καὶ συνουσίας. τὰ δὲ λοιπὰ τῶν ἐντολῶν πᾶσιν ὁμοίως νενομοθετημένα οὐκ ἀκίν δυνα τοῖς παραβαίνουσι, καθώς φησιν ὁ κύριος πρὸς τοὺς ἑαυ τοῦ μαθητάς «ἃ δὲ ὑμῖν λέγω, πᾶσι λέγω.»" ἀλλὰ καὶ ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος καὶ ὁ ἅγιος Ἰωάννης ὁ Χρυσόστομος καὶ ἄλλοι πλεῖστοι τῶν θείων καὶ μακαρίων πατέρων ἐν διαφόροις αὐ τῶν λόγοις διαβεβαιοῦνται ἀρχαίαν καὶ ἀποστολικὴν εἶναι τὴν τοῦ μονήρους βίου παράδοσιν. εἰ δὲ καί τινας τῶν θύραθεν εἰς ταύ την τὴν μαρτυρίαν παράξομεν, μηδεὶς μεμφέσθω ἡμῖν. εἰκότως οὖν ὁ Πλάτων ὑπεμφαίνων τῶν τελείων τὸ σπάνιον ἔφασκεν "οὔ μοι δοκεῖ δυνατὸν ἀνθρώποις μακαρίοις τε καὶ εὐδαίμοσι γενέ σθαι, πλὴν ὀλίγων. μέχρι περ ἂν ζῶμεν, τοῦτο διορίζομεν· ναρθηκοφόροι μὲν γὰρ πολλοί, φιλόσοφοι δὲ σπάνιοι καὶ ὀλίγοι. καλὴ δὲ πρᾶξις καὶ πίστις τελευτήσαντα τυχεῖν ἁπάντων." ὅθεν ἐπήγαγεν ἄνδρα ἁπλοῦν καὶ γενναῖον κατ' Αἰσχύλον. ἔσονται αὐτῷ τιμαὶ καὶ δωρεαὶ δοκοῦντι τοιούτῳ εἶναι. ἄδηλον οὖν