Diplomatic text · TLG_UC clean (diplomatic Greek) reading text ON TOP; scholarios OCR Page view + facing Latin UNDERNEATH; khazarzar second witness — PG column chips mark the printed columns.
PG 121:395εἴτε τοῦ δικαίου εἴτε τῶν δωρεῶν καὶ τιμῶν ἕνεκα τοιοῦτός ἐστι. γυ μνωτέος δὴ πάντων πλὴν δικαιοσύνης, καὶ ποιητέος ἐναντίως δια κείμενος τῷ προτέρῳ. μηδὲν γὰρ ἔχων δόξαν ἐχέτω μεγίστης ἀδικίας, ἵνα βεβασανισμένος ᾖ εἰς δικαιοσύνην, τὸ μὴ τίτεσθαι ὑπὸ κακοδοξίας ἢ φιλοδοξίας καὶ ὑπ' αὐτῆς γινομένων, ἀλλ' ἔστω μετάστατος μέχρι θανάτου δοκῶν ἄδικος εἶναι διὰ βίου." καὶ δὴ καὶ Σωκράτης ὁ διδάσκαλος αὐτοῦ πρὸς αὐτὸν οὕτως ἔφη· 1.357 πότερον τὴν τῶν πολλῶν δόξαν δεῖ ἡμᾶς πείθεσθαι καὶ φοβεῖσθαι ἢ τὴν τοῦ ἑνός, εἴ τις ἔστιν ἐπαΐων οὗ δεῖ, καὶ φοβεῖσθαι καὶ αἰσχύνεσθαι μᾶλλον ἢ ξύμπαντας τοὺς ἄλλους; ᾧ εἰ μὴ ἀκολουθήσομεν, δεινῶς λωβησόμεθα. οὐκ ἄρα γε, ὦ βέλτιστε, φρον τιστέον ἡμῖν τί ἐροῦσιν ἡμῖν οἱ πολλοί, ἀλλὰ τί τὸ ἐπαΐον τῷ δι καίῳ καὶ ἀδίκῳ, ἥτις ἐστὶν ἡ ἀλήθεια. ταῦτα δὲ φανερῶς ἐοί κασι τοῖς ἡμετέροις μᾶλλον ἱεροῖς καὶ ἀποστολικοῖς λόγοις, ἐν οἷς φησὶν ὁ μέγας Παῦλος "διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δε ξίων καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ ἀθυμίας, ὡς πλάνοι καὶ ἀληθεῖς, ὡς ἀγνοούμενοι καὶ ἐπιγινω σκόμενοι, ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι" καὶ τὰ ἑξῆς. τοιαύτην οὖν περὶ δικαιο σύνης καὶ θεαρέστου πολιτείας πάνυ Σωκράτης καὶ Πλάτων διδα σκαλίαν ἐποιήσαντο, θαυμαστὴν ὄντως καὶ ἀξιέπαινον ἀληθῶς τῇ λογικῇ φύσει τῶν ἀνθρώπων συμβαίνουσαν. τὰ γὰρ ἠθικὰ μα θήματα πάντας ἀνθρώπους ἡ φύσις ἐπαίδευσε. διαπλάσας γάρ τοι τῶν ἀνθρώπων τὸ γένος ὁ θεὸς ἐντέθεικε τῇ φύσει τῶν ἀγα θῶν καὶ τῶν ἐναντίων τὴν διάγνωσιν, ὁ καὶ παιδεύων ἔθνη καὶ διδάσκων ἄνθρωπον γνῶσιν. διόπερ οὐ μόνον Σωκράτης καὶ Πλάτων καὶ ἄλλοι τινὲς τῶν Ἑλλήνων τὸν ἄδικον ἐβδελύξαντο βίον, ἀλλὰ καὶ πολλοὶ τῶν βαρβάρων. καὶ γὰρ τοὺς ὑπερβορέους μὲν οἰκεῖν ὑπὲρ τὰ Ῥιπαῖα ὄρη φασίν, ἀσκεῖν δὲ δικαιοσύνην μὴ κρεωφαγοῦντας ἀλλ' ἀκροδρύοις καὶ ὕδασι χρωμένους. καὶ τοὺς 1.358 Βραχμᾶνας ἐν ταῖς ὕλαις διάγειν, φύλλοις τὸ σῶμα καλύπτοντας καὶ ὑπὲρ ἄνθρωπον ἀσκοῦντας. καὶ Ἀνάχαρσιν δὲ τὸν Σκύθην φιλόσοφον γεγενῆσθαι λέγουσι, καὶ οὕτως αὐτὸν ὁ τῆς φιλοσο φίας ἔρως ἐπύρωσεν ὡς ὀνομαστότατον διὰ πολλὴν ἄσκησιν καὶ σωφροσύνην γενέσθαι. οὐ γὰρ μόνον γρηγορῶν πρὸς τὰ τῆς ψυ χῆς ἠγωνίζετο πάθη σιωπῶν καὶ ἡσυχάζων, ἀλλὰ καὶ καθεύδων τὰ τῆς σωφροσύνης καὶ ἐγκρατείας ἐδήλου σημεῖα. εἰώθει γὰρ τῇ μὲν λαιᾷ χειρὶ τὰ αἰδοῖα κατέχειν, τῇ δεξιᾷ δὲ τὰ χείλη συνέ χειν, ὑπεμφαίνων ὡς πολλῷ μεῖζόν ἐστιν ἡ ἀγωνία τῆς γλώττης καὶ πλείονος ἐπικουρίας εἰς ἀσφάλειαν δεῖται. καὶ τὸν Χείρωνα δὲ Κένταυρον ἱστοροῦσιν Ἕλληνες δικαιοσύνης καὶ ἁγνείας γενέ σθαι διδάσκαλον, ὡς καὶ Ὅμηρος μαρτυρεῖ τοῦτον δικαιότατον πεφηνέναι Κενταύρων, διὰ πολλὴν δήπουθεν καρτερίαν καὶ ἐγκρά τειαν καὶ σώματος δουλαγωγίαν καὶ σύμμετρον ἐπιμέλειαν. ὅθεν δὴ Πλάτων ἐναργῶς αὖθις ἐκδιδάσκων φησίν "ἐπιμελεῖσθαι δὲ σώματος ψυχῆς ἕνεκα ἁρμονίας," δι' οὗ βιοῦν τε ἔστι καὶ ὀρθῶς βιοῦν, καὶ καταγγέλλειν τῆς ἀληθείας τὸ κήρυγμα. τοῦτο καὶ ὁ θεῖος ἔφη Παῦλος, "ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ," τουτέστι πρὸς ἄσκησιν καὶ σύστασιν αὐτὸ μετ' ἐπιστήμης καὶ φρο νήσεως γυμνάζω, καὶ πρὸς τὴν τῶν κρειττόνων συνεργίαν, οὐ πρὸς ἀσέλγειαν προνοούμενος. συμπεφώνηκε τοίνυν καὶ τούτοις ὁ Πλάτων εὖ μάλα τοῖς ἡμετέροις, τὴν ἀναγκαίαν καὶ δέουσαν ἐπιμέλειαν ποιεῖσθαι παρεγγυήσας τοῦ σώματος. ὑπέδειξέ τε πά 1.359 λιν καὶ διεσάφησεν ὅπως ἄρχεται καὶ αὔξεται τῆς φαύλης ἐπιθυ μίας καὶ κακίστης συνηθείας τὸ πάθος, φάσκων οὕτως "ἀρχὴ μὲν ἔρωτος ὅρασις, αὔξει δὲ τὸ πάθος ἐλπίς, τρέφει δὲ μνήμη, τηρεῖ δὲ συνήθεια." διὸ καὶ Σωκράτης τὰ βλέμματα καὶ τὰ φιλήματα τῶν εὐμόρφων ὡς χαλεπώτερον σκορπίων καὶ ὄφεων ἰὸν ἐνιέναι πεφυκότα ἀποφεύγειν ἐδίδασκεν. ὅθεν ἰδών τινα νέον φιλήσαντα εὔοπτον "οὗτος" ἔφη "ῥᾳδίως ἂν καὶ εἰς μαχαίρας κυβιστήσῃ καὶ εἰς πῦρ ἐμπέσῃ," ὁ τοσαύτην
PG 121:397δηλονότι πυρὰν ἐν ἑαυτῷ κατα τολμήσας ἀνάψαι. Διογένης δὲ θεασάμενος μειράκιον ἀσελγέ στερον ἢ κατ' ἄνδρα κεκοσμημένον εἶπεν "εἰ μὲν πρὸς ἄνδρας, ἀτυχεῖς, εἰ δὲ πρὸς γυναῖκας, ἀδικεῖς." θηρῶσι διὰ τοῦ καλ λωπισμοῦ οἱ μὲν ἄνδρες τὰς γυναῖκας, αἱ δὲ γυναῖκες καὶ οἱ ἀν δρόγυνοι τοὺς ἄνδρας. καὶ μέντοι καὶ Ἀγησίλαος εὐμόρφου ἤρα παιδός, καὶ βουλόμενος αὐτὸν φιλῆσαι διεκώλυεν ἑαυτόν, φεύγων τὴν βλάβην. ὁ δὲ Ἀλέξανδρος οὐδὲ ἰδεῖν τὰς Δαρείου θυγατέρας εὐειδεῖς ἄγαν καὶ παρθένους οὔσας ἠνέσχετο παντελῶς, αἰσχρὸν νομίσας τὸν ἄνδρας ἑλόντα ὑπὸ γυναικῶν ἡττηθῆναι. οὕτω δὲ καὶ Κῦρος ὁ Περσῶν βασιλεὺς οὐδὲ θεάσασθαι κόρην τινὰ θαυ μασίαν ἀφορισθεῖσαν αὐτῷ καὶ ἀμήχανον κάλλος ἔχειν μαρτυρουμένην κατεδέξατο, ἀλλά γε καὶ τῷ ὁρῶντι συνεχῶς καὶ μηδὲν ἐκ τούτου δεινὸν πάσχειν λέγοντι παρῄνει μήτε λέγειν τοῦτο μήτε πράττειν. "τὸ μὲν γὰρ πῦρ" φησί "τοὺς πλησίον πάντῃ ἑστῶτας καίει, τὸ δὲ κάλλος καὶ τοὺς πόρρωθεν ἑστῶτας." ἐπεὶ οὖν τὸ ἐρᾶν ἐκ τοῦ ὁρᾶν τίκτεται καὶ ἐκ τοῦ ἐρᾶν ἡ συγκατάθεσις γίνεται 1.360 καὶ ἐκ τῆς συγκαταθέσεως ἡ πρᾶξις ἐπιτελεῖται, διὰ τοῦτο καὶ ὁ Χριστὸς τὸν ἀκολάστως ἑστιῶντα τὰς ὄψεις μοιχὸν ἔκρινεν, οὐ τὴν πρᾶξιν μόνην ἀλλὰ καὶ τὴν ἔννοιαν προαναστέλλων. καὶ ὁ Σω κράτης δὲ πάλιν φυλάττεσθαι σφόδρα καὶ παρατηρεῖσθαι τὴν ἀκρασίαν διδάσκων ἔφη μὴ πεινῶντας λίαν μὴ ἐσθίειν, μηδὲ δι ψῶντας πολλὰ μὴ πίνειν· καὶ γὰρ ὁ κύριος ἐμακάρισε τοὺς τοιού τους ἐν τοῖς μακαρισμοῖς. Μετὰ δὲ Κλαύδιον ἐβασίλευσε Νέρων ὁ υἱὸς αὐτοῦ, ἔτη ιδʹ. περὶ οὗ λόγιον ἦν "ἔσχατος Αἰνεαδῶν μητροκτόνος ἡγεμονεύσει·" κατήγετο γὰρ ἐκ τῆς γενεᾶς Αἰνείου καὶ Ῥωμύλου καὶ Αὐγούστου. οὗτος κραταιουμένης αὐτῷ τῆς ἀρχῆς εἰς ἀνοσίους πράξεις ἐξώ κειλε καὶ ἀλλότρια τῆς βασιλείας ἐπετήδευε πράγματα, κιθαρίζων καὶ τραγῳδῶν καὶ ὀρχούμενος ἐπὶ τῶν θεάτρων. καὶ πρὸς τούτοις ἐν πάσαις αὐτοῦ ἀθεμιτουργίαις καὶ τὸ τῆς θεομαχίας προσέθηκε μύσος, διώκτης πρῶτος γενόμενος τοῦ θείου λόγου. μετὰ δὲ ταῦτα ἐπιβουλῆς κατ' αὐτοῦ μηνυθείσης αὐτῷ, εἰς ἄκρον μανίας ἐλθὼν ἀνεῖλε τὴν μητέρα αὐτοῦ καὶ τὴν ἀδελφὴν αὐτοῦ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ ἄλλους μυρίους τῷ γένει προσήκοντας καὶ τοὺς ἐν Ῥώμῃ ἐπισήμους, τὴν ἐξ αὐτῶν ἐπανάστασιν ὑφορώμενος. Μετὰ δὲ τὸ ἀνελεῖν τὴν γυναῖκα ἔγημεν εὐνοῦχον. οὗτος ἀνεῖλε τοὺς κορυφαίους ἀποστόλους Πέτρον καὶ Παῦλον καὶ πολλοὺς ἑτέρους μάρτυρας. ἐφ' οὗ καὶ Ἰουδαῖοι τὸν ἀδελφόθεον Ἰάκωβον ἀπέκτειναν, ὃς ἁγνὸς ὑπάρχων ἐκ κοιλίας μητρὸς οἶνον καὶ σίκερα 1.361 οὐκ ἔπιεν, ἔμψυχον οὐκ ἔφαγε πώποτε, ξυρὸς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ οὐκ ἀνέβη, ἐλαίῳ οὐκ ἠλείψατο, βαλανείῳ οὐκ ἐχρήσατο. οὗτος ἐπὶ τοῦ κυρίου ἐπίσκοπος τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας κατέστη, τὰ δὲ γόνατα αὐτοῦ ἦσαν ἀπεσκληκότα ὡς καμήλου ἐκ τοῦ ἀεὶ κάμπτειν ἑαυτὸν καὶ τῷ θεῷ προσκυνεῖν. ὅθεν διὰ τὴν ὑπερβολὴν τῆς δικαιοσύνης αὐτοῦ καὶ θαυμαστῆς πολιτείας ἐκα λεῖτο δίκαιος καὶ ὀβλίας, ὅ ἐστι περιοχὴ λαοῦ καὶ δικαιοσύνη. ἐπεὶ οὖν αἰδέσιμος καὶ σεβάσμιος καὶ σφόδρα περιβόητος ὑπῆρχεν ὁ ἰσάγγελος Ἰάκωβος, ἑορτῆς γενομένης τοῦ πάσχα καὶ πολλῶν μυριάδων συνελθόντων τῶν Ἰουδαίων τοῦτον ἀνενέγκαντες οἱ γραμματεῖς καὶ ἱερεῖς ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, διασκεδάσαι βουλόμενοι τὸ κήρυγμα τοῦ Χριστοῦ, εἶπον μεγάλῃ τῇ φωνῇ "ἀξιοῦμεν σέ, δίκαιε, εἰπεῖν τῷ λαῷ, ἵνα μὴ πλανῶνται ὀπίσω τοῦ λεγομένου Χριστοῦ. σοὶ γὰρ πάντες πειθόμεθα, γινώσκον τές σε δίκαιον καὶ ἀπροσωπόληπτον. εἰπὲ ἡμῖν τίς ἐστιν ἡ θύρα τοῦ Ἰησοῦ." ὁ δὲ ἀποκριθεὶς ἔφη "τί με ἐπερωτᾶτε περὶ τοῦ Χριστοῦ; καὶ αὐτὸς καθέζεται ἐν δεξιᾷ τοῦ θεοῦ ἐν τῷ οὐρανῷ, καὶ αὐτὸς μέλλει ἔρχεσθαι ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ καὶ ἀπο δοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ." πολλοὶ γοῦν πληρο φορηθέντες ἐπὶ τῇ μαρτυρίᾳ τοῦ Ἰακώβου ἔκραξαν λέγοντες "ὡσαννὰ τῷ υἱῷ Δαβίδ." ἀκούσαντες δὲ ταῦτα οἱ παράνομοι ἀρχιερεῖς καὶ Φαρισαῖοι ἔκραξαν "ὢ ὤ, καὶ ὁ δίκαιος πεπλάνη
PG 121:401ται," καὶ μανέντες ἔρριψαν αὐτὸν κάτω. πεσὼν δὲ οὐκ ἀπέθανε, 1.362 καὶ ἤρξαντο λιθάζειν αὐτόν· ὁ δὲ θεὶς τὰ γόνατα προσηύχετο λέ γων "παρακαλῶ σε, θεὲ πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί πράττουσιν." εἷς δὲ τῶν υἱῶν Ῥιχὰβ ἔκραξε λέγων "παύσασθε, τί ποιεῖτε; ὁ δίκαιος μᾶλλον ὑπὲρ ἡμῶν εὔχεται." καὶ δραμών τις κναφεὺς ἔδωκεν εἰς τὴν κεφαλὴν αὐτοῦ μετὰ ξύλου κναφικοῦ, καὶ ἐθανάτωσεν αὐτόν. θάψαντες δὲ αὐτὸν περὶ τῷ ναῷ ἀνήγει ραν τὴν στήλην αὐτοῦ. μετὰ δὲ μαρτύριον αὐτοῦ παρὰ πόδας πολιορκεῖται Ἱερουσαλήμ· φησὶ γὰρ Ἰώσηπος "ταῦτα δὲ συμβέβηκεν Ἰουδαίοις κατ' ἐκδίκησιν Ἰακώβου τοῦ δικαίου, ὃς ἦν ἀδελφὸς Ἰησοῦ τοῦ λεγομένου Χριστοῦ, ἐπειδήπερ δικαιότατον ὄντα Ἰουδαῖοι ἀπέκτειναν." Ἐπὶ τούτου τοῦ Νέρωνος Σίμων ὁ μάγος ἐλθὼν ἐν Ῥώμῃ, καὶ πολλὰ σημεῖα διὰ γοητείας ἐπιτελῶν, ἑαυτὸν θεὸν ὠνόμαζε. τοῦ μεγάλου δὲ ἀποστόλου Πέτρου τότε τὴν Ῥώμην καταλαβόντος καὶ πρὸς τὸν μάγον ἀπελθόντος, εὗρε κύνα παμμεγέθη δεδεμένον ἁλύσει ἐν τῷ πυλῶνι, ὃν ὁ Σίμων δεσμήσας δι' αὐτοῦ ἐκώλυε πάντας οὓς οὐκ ἤθελε πρὸς αὐτὸν εἰσιέναι· καὶ τοῦτο ἦν πρῶτον θαῦμα τῷ μέλλοντι πρὸς Σίμωνα εἰσέρχεσθαι. ὁ δὲ Πέτρος ἰδὼν τὸν κύνα οὕτω μέγαν καὶ ἀπηγριωμένον, καὶ μαθὼν ὅτι πολλοὺς ἀνεῖλεν ἐπιχειρήσαντας εἰσελθεῖν πρὸ τῆς ἐπιτροπῆς Σίμωνος, κρατήσας ἔλυσεν αὐτὸν λέγων "εἴσελθε πρὸς Σίμωνα, καὶ εἰπὲ αὐτῷ ἀνθρωπίνῃ φωνῇ, Πέτρος ὁ δοῦλος Χριστοῦ εἰσελθεῖν πρὸς σὲ θέλει." καὶ τοῦ κυνὸς εὐθὺς δρόμῳ εἰσελθόντος καὶ οὕτω 1.363 λαλήσαντος κατεπλάγησαν οἱ μετὰ Σίμωνος, λέγοντες "τίς ἐστι Πέτρος, καὶ τίς ἡ τοσαύτη δύναμις αὐτοῦ;" πρὸς οὕς φησιν ὁ Σίμων "τοῦτο ὑμᾶς μὴ ξενιζέτω, ὅπερ κἀγὼ ποιήσω." καὶ προσέταξε τῷ κυνὶ ἀνθρωπίνῃ φωνῇ εἰπεῖν τῷ Πέτρῳ εἰσελθεῖν. καὶ τοῦτο ποιήσαντος πάλιν τοῦ κυνὸς εἰσῆλθε Πέτρος πρὸς Σί μωνα, καὶ συμβαλὼν μετὰ τοῦ Σίμωνος εἰς θαυματουργίαν ἐνί κησε Πέτρος ἰάσεις ποιῶν, καὶ πολλοὶ πιστεύσαντες ἐβαπτίσθη σαν. καὶ ἦν ἐν τῇ Ῥώμῃ ταραχὴ πολλὴ καὶ σύγχυσις ἔναντι Πέτρου καὶ Σίμωνος, ὅτι κατέναντι ἀλλήλων ἐποίουν θαύματα. ἅπερ ἀνήνεγκεν ὁ ἔπαρχος τῷ Νέρωνι. οὓς κελεύσας ὁ Νέρων ἀχθῆναι ἐνώπιον αὐτοῦ λέγει πρὸς Σίμωνα "σὺ εἶ ὃν λέγουσι Χριστόν;" ὁ δέ φησιν "ἐγώ εἰμι." ὁμοίως δὲ καὶ τὸν Πέτρον ἐπερωτήσαντος εἰ ἀληθῶς οὗτός ἐστιν ὁ Χριστός, ἀπεκρίθη Πέ τρος "οὐκ ἔστιν οὗτος· μὴ γένοιτο. ἐγὼ γὰρ ἐκείνου εἰμὶ μαθη τὴς τοῦ σταυρωθέντος καὶ ἀναστάντος καὶ εἰς τοὺς οὐρανοὺς ἀνα ληφθέντος." ὁ δὲ Νέρων ὡς τερατολόγους καὶ ἀμφοτέρους ἐκ προσώπου αὐτοῦ θᾶττον ἐξήλασεν. οἳ καὶ διάγοντες ἐν Ῥώμῃ ἐποίουν θαύματα κατέναντι ἀλλήλων. μιᾷ γοῦν τῶν ἡμερῶν προστάξαντος τοῦ Σίμωνος ἀχθῆναι αὐτῷ ταῦρον παμμεγέθη ἐλά λησεν εἰς τὸ οὖς αὐτοῦ, καὶ παρευθὺ τέθνηκεν ὁ ταῦρος. ὁ δὲ Πέτρος εὐξάμενος ἤγειρεν αὐτόν. οἱ δὲ λαοὶ ἰδόντες ἐθαύμασαν λέγοντες "ἀληθῶς τὸ ζωογονῆσαι ὑπὲρ τὸ θανατῶσαι μεῖζον θαῦμα ἐστί." καὶ μέντοι καὶ ἄλλα σημεῖα ἐποίησαν πολλά, οὐ μόνον ἐν Ῥώμῃ ἀλλὰ καὶ ἐν Συρίᾳ πρότερον, ἅτινα Κλήμης ὁ 1.364 Ῥωμαῖος καὶ πάνσοφος μαθητὴς Πέτρου καὶ συνέκδημος διηγή σατο, ἀφ' ὧν ὀλίγα συντάξομεν ἐνταῦθα. Τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου διδάσκοντος τὸν λαὸν σέβεσθαι καὶ προσκυνεῖν τὸν ἐπὶ πάντων μόνον ἀληθινὸν θεόν, ὁ Σίμων ἔξω τοῦ ὄχλου ἑστὼς ἐβόησε "τί ψευδόμενος ἀπατᾶν θέλεις τὸν παρεστῶτά σοι ἰδιώτην ὄχλον, πείθων αὐτοὺς θεοὺς μήτε νομίζειν μήτε εἶναι, καίπερ τῶν παρ' Ἑβραίοις βιβλίων λεγόντων πολλοὺς θεοὺς εἶναι; πλὴν οὖν περὶ οὗ ἔφης θεοῦ, εἰ δείξω ἐγὼ μὴ αὐτὸν εἶναι τὸν ἀνωτάτω καὶ παντοδύναμον θεόν, καθὸ ἀπρό γνωστός ἐστι καὶ ἀτελὴς καὶ ἐνδεὴς καὶ οὐκ ἀγαθὸς καὶ πολλοῖς ὑποκείμενος πάθεσι κατὰ τὴν ὑμετέραν γραφήν, ἕτερος πάντως περιλείπεται προγνωστικὸς τέλειος ἀνενδεὴς ἀγαθὸς καὶ παντὸς πάθους ἀπηλλαγμένος· ὃν δὲ σὺ φῂς δημιουργὸν καὶ ὑπέρθεον, τοῖς ἐναντίοις ἀντικείμενος ὑπάρχει. αὐτίκα γοῦν ὁ καθ' ὁμοίω σιν αὐτοῦ γεγονὼς Ἀδὰμ καὶ τυφλὸς κτίζεται καὶ
PG 121:403γνῶσιν ἀγαθοῦ ἢ κακοῦ μὴ ἔχων, παραβάτης εὑρίσκεται, καὶ τοῦ παραδείσου ἐκβάλλεται, καὶ θανάτῳ καταδικάζεται. ὁμοίως τε ὁ πλάσας αὐτόν, ἐπειδὴ μὴ πανταχοῦ βλέπει, ἐπὶ τῇ τῶν Σοδόμων κατα στροφῇ λέγει «καταβὰς ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται· εἰ δὲ μή, ἵνα γνῶ» καὶ ἑαυτὸν ἀγνοοῦντα δείκνυσι. καὶ τὸ εἰπεῖν περὶ τοῦ Ἀδὰμ «ἐκβάλωμεν αὐτόν, μήποτε ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἅψηται τοῦ ξύλου τῆς 1.365 ζωῆς, καὶ φαγὼν ζήσεται εἰς τὸν αἰῶνα» ἀγνοοῦντος καὶ φθο νοῦντός ἐστι σύμβολον. ὥσπερ καὶ τὸ «ἐνεθυμήθη ὁ θεὸς ὅτι ἐποίησε τὸν ἄνθρωπον» μεταμελείας ἐστὶ καὶ ἀγνοίας τεκμήριον τῶν μελλόντων. καὶ τὸ «ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας» ἐν δεοῦς ἐστὶ σημεῖον, ὡς καὶ τὸ πειράζειν τὸν Ἀβραὰμ καὶ ἄλλους οὐκ ἀγαθοῦ ἐστὶν ἀπόδειξις καὶ τὸ τέλος τῆς ὑπομονῆς προει δότος." ὁ δὲ Πέτρος ἔφη πρὸς τὸν Σίμωνα "εἰ τυφλὸς ἐπλάσθη ὁ Ἀδάμ, ὡς λέγεις, πῶς ἐντελλόμενος αὐτῷ ὁ θεὸς ἔλεγε δει κνύων, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε;" καὶ ὁ Σίμων φησί "τυφλὸς ἦν ὁ νοῦς αὐτοῦ." καὶ ὁ Πέτρος εἶπε "πῶς καὶ τὸν νοῦν τυφλὸς ἦν ὁ πρὸ τοῦ γεύσασθαι τοῦ φυτοῦ προσφόρως πᾶσι τοῖς ζῴοις ἐπιθεὶς ὀνόματα; ὅτι γὰρ καὶ τοὺς τῆς ψυχῆς καὶ τοῦ σώματος ὀφθαλμοὺς εἶχον ἀνεῳγμέ νους καὶ βλέποντες ἦσαν ὅ τε Ἀδὰμ καὶ ἡ Εὖα, δῆλον ἐντεῦθεν· «εἶδε» γάρ φησιν «ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ἀρε στὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ ὡραῖον τοῦ κατανοῆσαι, καὶ λα βοῦσα τοῦ καρποῦ αὐτοῦ ἔφαγε, καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς.» εἰ γοῦν καλὸν θεασάμενοι τὸ δένδρον καὶ τὸν καρπὸν ἔφαγον, εὔ δηλον ὅτι καὶ πρὸ τῆς τοῦ καρποῦ βρώσεως γνῶσιν μὲν εἶχον κα λοῦ τε καὶ κακοῦ, ὄψιν τε ὀξυδερκεστάτην ὁρᾶν ἕκαστα δυναμέ νην. οὐκοῦν οὐχ ὡς μετὰ τὴν βρῶσιν καὶ τὴν παράβασιν ἀνα βλεψάντων εἴρηται τὸ διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοί (δεί κνυνται γὰρ καὶ πρὸ τῆς βρώσεως ὁρῶντες, ὡς ἔφην)· ἀλλ' ὡς τὸ ἀπειρόκακον ἀποθεμένων διὰ τῆς παραβάσεως, ὃ καὶ τὴν 1.366 γνῶσιν ἀδιάφορον παρέσχεν, ἐρρήθη ὅτι διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοί. πέφυκε γὰρ ὁ ὀφθαλμὸς ὑπὸ τοῦ λογισμοῦ διεγεί ρεσθαι πρὸς ἃ βλέπει, διότι σύνεσιν αὐτὸς καθ' ἑαυτὸν οὐκ ἔχει, κἀντεῦθεν πολλάκις πρὸς ἕτερα τῆς διανοίας ἀσχολουμένης τυφλοῦ δίκην ἔσθ' ὅτε παρερχόμεθα καὶ τὸν πάνυ γνώριμον, καὶ ἐπειδὰν ἐγκληθῶμεν, τῇ ἀσχολίᾳ τοῦ λογισμοῦ τὸ αἴτιον ἀνατιθέντες ἀπολογούμεθα. οὕτω καὶ ὁ Ἀδὰμ καὶ ἡ Εὖα τῇ αἰσθήσει τοῦ νοῦ πρὸς τὴν ὄψιν διηγέρθησαν. τὸ γὰρ «διηνοίχθησαν οἱ ὀφθαλ μοί» καὶ «ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν» ἀποκάλυψιν δηλοῖ τὴν ἐγγε νομένην τῷ λογισμῷ, οὐκ ἀνάβλεψιν ὀφθαλμῶν, ὥστε τὴν μετὰ τὴν ἁμαρτίαν αἴσθησιν οὕτω κέκληκεν ἡ γραφή· παρευθὺ γὰρ μετὰ τὴν ἁμαρτίαν τὸ συνειδὸς πλήττεται." καὶ ὁ Σίμων φησίν "εἰ πρόγνωσιν εἶχεν ὁ Ἀδάμ, διὰ τί οὐ προέγνω τὴν διὰ τοῦ ὄφεως καὶ τῆς γυναικὸς ἀπάτην;" καὶ ὁ Πέτρος "εἰ πρόγνωσιν οὐκ εἶχε, πῶς τοῖς υἱοῖς αὐτοῦ πρὸς τὰς ἐσομένας πράξεις, ἅμα τῷ γεννη θῆναι, ἐπέθηκεν ὀνόματα; τὸν γὰρ πρωτότοκον ὠνόμασε Κάϊν, ὅ ἐστι ζῆλος· ὃς καὶ ζηλώσας ἀνεῖλε τὸν ἀδελφὸν αὐτοῦ Ἄβελ, ὃ ἑρμηνεύεται πένθος· ἐπ' αὐτῷ γὰρ πρώτῳ φονευθέντι ἐπένθη σαν οἱ γονεῖς. εἰ δὲ Ἀδὰμ ἔργον θεοῦ καὶ ποίημα πρόγνωσιν εἶχε, πολλῷ μᾶλλον ὁ δημιουργήσας αὐτὸν θεός. ὅτι γὰρ ὄντως προγινώσκει ὁ θεός, φησὶ πρὸς τὸν Ἀβραάμ «γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώ 1.367 σουσιν αὐτὸ ἔτη υʹ. τὸ δὲ ἔθνος ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ. μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς· σὺ δὲ ἐπελεύσῃ πρὸς τοὺς πατέρας σου, μετ' εἰρήνης τραφεὶς ἐν γήρει καλῷ. τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε.» τί δέ; οὐχὶ Μωϋσῆς καὶ οἱ λοιποὶ προφῆται τὰ ἁμαρτήματα τοῦ Ἰσραὴλ καὶ τὴν ἀπείθειαν αὐτοῦ πρὸς τὸν Χριστὸν καὶ τὴν εἰς τὰ ἔθνη δια σπορὰν αὐτοῦ προεδήλωσαν; εἰ δὲ Μωϋσῆς καὶ οἱ ἄλλοι προφῆ ται ἐκ τῆς τοῦ θεοῦ χάριτος τὰ μέλλοντα προεγίνωσκον, πῶς αὐτὸς ὁ ἐν αὐτοῖς λαλήσας θεὸς οὐ
PG 121:405προγινώσκει τὰ ἐσόμενα; ὥστε οὖν οἰκονομικῶς εἴρηται τὸ ἐνεθυμήθη, τουτέστι μετεμελήθη, καὶ τὸ καταβὰς ὄψομαι. καὶ μέν γε τὸ ἐπείραζε τὸν Ἀβραάμ, καὶ ὠσφράνθη κύριος, καὶ ὅσα τοιαῦτα, συγκαταβατικῶς διὰ τὴν ἡμετέραν ἀσθένειαν λέλεκται, ἐπεὶ ὅτι γε θυσιῶν οὐκ ὀρέγε ται, διὰ τοῦ προφήτου Δαβὶδ ὑπεμφαίνει λέγων «μὴ φάγωμαι κρέα ταύρων, ἢ αἷμα τράγων πίωμαι.» ὅθεν ὁ ἐξ αὐτοῦ πρὸ τῶν αἰώνων γεννηθεὶς καὶ ἐπ' ἐσχάτων ἐκ τῆς παρθένου διὰ τὴν ἡμετέραν σωτηρίαν τεχθεὶς ταῦτα καὶ τὰ τοιαῦτα ὥσπερ διερμη νεύων τοῖς ἀγνοοῦσιν, ὅτι ὁ θεὸς καὶ πατὴρ πάντα προγινώσκει, ἔλεγεν «οἶδε γὰρ ὁ πατὴρ ἡμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων, πρὶν αὐτὸν αἰτῆσαι ὑμᾶς.» καὶ τοῖς νομίζουσιν ὅτι μὴ πάντα βλέπει ἔφασκε «προσεύχεσθε ἐν τῷ κρυπτῷ, καὶ ὁ πα τὴρ ὑμῶν ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει ἐν τῷ φανερῷ.» καὶ τοῖς οἰομένοις αὐτὸν μὴ ἀγαθὸν εἶναι ἐπέπληττε λέγων «εἰ οὖν 1.368 ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;» καὶ τοῖς δοκοῦσιν αὐτὸν θυσιῶν ὀρέγεσθαι διη γόρευσεν «ὁ θεὸς ἔλεος θέλει καὶ οὐ θυσίας.» καὶ τοῖς ὑπολαμβάνουσι κακὸν αὐτὸν εἶναι παραινῶν ἐβόα «γίνεσθε οἰκτίρμονες ὡς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος.» διὰ δὲ τοὺς ἀπατωμένους πολ λοὺς θεοὺς ὑπάρχειν ἔφη «ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν,» καὶ «ἐξομολογοῦμαί σοι πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς.» καὶ μέντοι πρὸς τὸν ἐπερωτήσαντα γραμματέα ποία ἐστὶ πρώτη πασῶν ἐντολῶν, ἀπε κρίθη «ἄκουε Ἰσραήλ, κύριος ὁ θεός σου κύριος εἷς ἐστί.»" Ὁ δὲ Σίμων συνιδὼν ὅτι ὁ Πέτρος αὐτὸν συνάγει ταῖς γρα φαῖς εἰς τὸν περὶ θεοῦ λόγον, ἐξετασμὸν γενέσθαι μὴ θελήσας ἀνεχώρησε μετὰ πολλῆς αἰσχύνης καὶ ἥττης. ἦν γὰρ ὁ ἐξάγιστος πολύπειρος μὲν ἐν ταῖς διαβολικαῖς ἐνεργείαις, ἄπειρος δὲ ἐν ταῖς πνευματικαῖς διδασκαλίαις. καὶ γὰρ οὕτως ἐξησκημένος ἦν ἐν ταῖς μαγείαις καὶ μεθοδείαις τοῦ Σατᾶν ὡς οὐκ ἄλλος τις τῶν πρὸ αὐτοῦ σχεδὸν περὶ ταῖς διαβολικαῖς ἐπινοίαις καὶ κακουργίαις διαβεβοημένων. ἀνδριάντας γὰρ ἐποίει περιπατεῖν, εἰς πῦρ κυ λιόμενος οὐκ ἐκαίετο, εἰς ἀέρα ἵπτατο, ἐκ λίθων ἄρτους ἐποίει, δράκων ἐγίνετο, εἰς χρυσὸν μετεβάλλετο, καὶ εἰς ὄφεις καὶ ἕτερα ζῷα μετεμορφοῦτο, διπρόσωπος ἐγίνετο, θύρας κεκλεισμένας καὶ μεμοχλευμένας ἤνοιγε, σιδηρᾶ δεσμὰ διέλυεν, ἐν δείπνοις εἴδωλα 1.369 παντοδαπῶν ἰδεῶν παρίστα, τὰ ἐν οἰκίᾳ σκεύη αὐτομάτως φέρε σθαι πρὸς ὑπηρεσίαν ἐποίει τῶν φερόντων οὐχ ὁρωμένων, σκιὰς πολλὰς προηγεῖσθαι αὐτοῦ παρεσκεύαζεν, ἅσπερ ψυχὰς τῶν τεθνεώτων ἔφασκεν εἶναι. πολλῶν δὲ γόητα καὶ πλάνον αὐτὸν ἐλέγχειν πειρωμένων, διαλλάξας πρὸς ἑαυτόν, ἔπειτα προφάσει εὐωχίας βοῦν θύσας καὶ ἑστιάσας αὐτοὺς διαφόρως δυσιάτοις νό σοις καὶ δαίμοσιν ὑπέβαλε. καὶ ἄλλα πλεῖστα εἰργάσατο καθυπουργούντων αὐτῷ τῶν δαιμόνων. καὶ γοῦν ποτὲ ζητούμενος ὑπὸ τοῦ Καίσαρος ὡς πλάνος ἀπέδρα, τὴν μορφὴν αὑτοῦ περιθεὶς Φαύστῳ μαθητῇ Πέτρου. καὶ οὗτος ἐπανελθὼν πρὸς τὸν Πέτρον ἐδιώκετο ὑπὸ πάντων διὰ τὴν ἀνόσιον ἰδέαν ἣν περιέκειτο. ἐμβλέ ψας δὲ ὁ Πέτρος εἰς αὐτόν, καὶ ἰδὼν λυπούμενον καὶ δακρύοντα, ἔφη "ὑπὸ Σίμωνος, ὦ Φαῦστε, τοῦ μάγου ἡ παραλλαγὴ τῆς μορφῆς σου γέγονε· ζητούμενος γὰρ ὑπὸ Καίσαρος φοβηθεὶς ἔφυγε, τὴν ἑαυτοῦ σοι μορφὴν περιθείς, ἵνα σοῦ συσχεθέντος καὶ ἀναιρεθέντος λύπην μεγάλην καὶ θλῖψιν ἡμῖν προξενήσῃ. ἀλλ' ὁ θεὸς τῆς τοῦ λαοπλάνου καὶ ἐχθροῦ τῆς ἀληθείας Σίμωνος ἀπαλλάξας σε μορφῆς τὴν προτέραν καὶ ἰδίαν σοι παρέξει τάχιον." ὅπερ δὴ καὶ σὺν τῷ λόγῳ γέγονε, πάντων ἡμῶν θεωρούντων. ταῦτα μέντοι καὶ ἕτερα τοιαῦτα γεγράφηκεν, ὡς ἔφην, Κλήμης λεχθῆναι καὶ πραχθῆναι ἐν Συρίᾳ. Ἐν δὲ τῇ Ῥώμῃ, μετὰ τὸ ἐκβληθῆναι αὐτοὺς ἀπὸ προσώ που Νέρωνος, ὡς
PG 121:409προείρηται, εἶπε Σίμων τῷ Πέτρῳ "ἔφης ὅτι 1.370 Χριστὸς ὁ θεός σου ἀνελήφθη· ἰδοὺ κἀγὼ ἀναλαμβάνομαι." καὶ ἰδὼν αὐτὸν Πέτρος κουφιζόμενον διὰ τῆς μαγείας εἰς τὸν ἀέρα ἐν μέσῳ τῆς πόλεως Ῥώμης, ηὔξατο, καὶ εὐθὺς πεσὼν ὁ Σίμων καὶ συντριβεὶς ἀπέθανεν. ὁ δὲ τόπος ἔκτοτε, ὁ δεξάμενος αὐτοῦ τὸ βέβηλον καὶ παμμίαρον σῶμα, ἐκλήθη Σιμώνιον. περὶ οὗ ἐν ταῖς ἀποστολικαῖς διατάξεσιν ὁ μέγας ἀπόστολος Πέτρος οὕτω φάσκει "ἡ δὲ καταρχὴ τῶν νέων αἱρέσεων γέγονεν ἀπὸ Σίμωνος τοῦ μάγου, ὃς καὶ ἐν Συρίᾳ πολλὰ διαπραξάμενος ἄτοπα καὶ ἐν Ῥώμῃ γενόμενος πολὺ τὴν ἐκκλησίαν ἔσκυλε διὰ μαγείας καὶ δια βολικῆς ἐνεργείας καὶ ἐμπειρίας. ἐν μὲν γὰρ Καισαρείᾳ τῇ Στρά τωνος ἐμοὶ Πέτρῳ συντυχὼν ἐπειρᾶτο διαστρέφειν τὸν λόγον τοῦ θεοῦ, συμπαρόντων μοι τῶν ἱερῶν τέκνων, Ζακχαρίου τοῦ ποτὲ τελώνου καὶ Βαρνάβα, καὶ Ἀκύλα ἀδελφοῦ Κλήμεντος τοῦ Ῥωμαίου, μαθητεύσαντος δὲ καὶ Παύλῳ τῷ συναποστόλῳ ἡμῶν καὶ συνέργῳ ἐν τῷ εὐαγγελίῳ· καὶ τρίτον ἐπ' αὐτῶν διαλεχθεὶς αὐτῷ ἐκ τῶν διὰ τῶν προφητῶν λόγων καὶ περὶ θεοῦ μοναρχίας, ἥττησα αὐτὸν δυνάμει τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ εἰς ἀφωνίαν κατέβαλον, φυγάδα τε αὐτὸν εἰς Ἰταλίαν κατέστησα. γενόμενος δέ, ὡς ἔφην, ἐν Ῥώμῃ πολὺ τὴν ἐκκλησίαν ἐτάραξε, πολλὰ ἀνα τρέπων καὶ ἑαυτῷ περιποιούμενος, τὰ δὲ ἔθνη ἐξιστάνων μαγικῇ τέχνῃ καὶ δαιμόνων ἐνεργείᾳ. ὃς καί ποτε μεσούσης ἡμέρας προελ θὼν εἰς τὸ θέατρον ἐπηγγείλατο δι' ἀέρος ἀναπτῆναι, πάντων θαυμαζόντων ἐπὶ τούτῳ. ἐγὼ δὲ Πέτρος καθ' ἑαυτὸν ηὐχόμην. 1.371 καὶ δὴ μετεωρισθεὶς ὑπὸ δαιμόνων ἵπτατο μετάρσιος εἰς τὸν ἀέρα, λέγων εἰς τοὺς οὐρανοὺς ἀνιέναι κἀκεῖθεν τοῖς λαοῖς τὰ ἀγαθὰ ἐπιχορηγήσειν. τῶν δὲ δαιμόνων ἐπευφημούντων αὐτὸν ὡς θεόν, ἐκτείνας ἐγὼ τὰς χεῖρας εἰς ὕψος ἱκέτευον τὸν θεὸν καταρράξαι τὸν λυμεῶνα. ἀτενίσας οὖν εἶπον τῷ Σίμωνι «εἰ ἀπόστολος Ἰησοῦ Χριστοῦ εἰμὶ ἐγώ, καὶ οὐχὶ πλάνος ὥσπερ σὺ Σίμων, προστάσσω ταῖς πονηραῖς δυνάμεσιν ἀφεῖναί σε τῆς κρατήσεως.» καὶ ταῦτα εἰπόντος μου κατηνέχθη μετ' ἤχου πολλοῦ καὶ συνετρίβη· καὶ τοῦ ὄχλου βοήσαντος «εἷς θεὸς ὃν Πέτρος καταγγέλλει,» οὕτως ἡ πρώτη κατελύθη τῶν Σιμωνιανῶν αἵρεσις ἐν Ῥώμῃ, καὶ τέλεον ἀπέσβη. διὸ δὴ καὶ τὴν ἡμέραν ἐκείνου τοῦ σαββάτου ἐπίσημον ἄγουσι Ῥωμαῖοι." Ὁ μέντοι Νέρων ἀκούσας ὅτι πεφόνευται Σίμων ὑπὸ τοῦ Πέτρου, καὶ ἀγανακτήσας, ἐκέλευσεν αὐτὸν σταυρωθῆναι. ὁ δὲ Πέτρος παρακαλέσας τὸν ἔπαρχον ἵνα μὴ σταυρωθῇ ὄρθιος ὡς ὁ κύριος, κατὰ κεφαλῆς ἐσταυρώθη. μετὰ δέ γε τὴν Πέτρου τε λευτήν, ὥς φησιν Εὐσέβιος, Παῦλος ὁ ἀπόστολος κατὰ μὲν τὴν πρώτην ἀπολογίαν ἐλθὼν ἀπὸ τῆς Ἰουδαίας δέσμιος, ἀπολογη σάμενος Νέρωνι ἐπὶ τὴν διακονίαν τοῦ κηρύγματος ἐστάλη. κἀν τεῦθεν, ὡς ἔοικε, τὰς τῶν ἀποστόλων πράξεις ἐπ' ἐκεῖνον τὸν χρόνον Λουκᾶς ἔγραψε, μέχρις ὅτε συνῆν τῷ Παύλῳ· καθ' ὃν δὲ καιρὸν ἐμαρτύρησεν, οὐ συμπαρῆν αὐτῷ, τοῦ ἀποστόλου σα φῶς τοῦτο λέγοντος ὅτι οὐδείς μοι ἐν τῇ πρώτῃ ἀπολογίᾳ συμ 1.372 παρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον, μὴ αὐτοῖς λογισθείη. τὴν δὲ πρὸς Τιμόθεον δευτέραν ἐπιστολὴν κατεχόμενος ἔγραψεν, ὁμοῦ σημαίνων τήν τε προτέραν αὐτοῦ ἀπολογίαν πρὸς Νέρωνα. ὃν καὶ λέοντα διὰ τὸ ἀπάνθρωπον καὶ θηριῶδες τοῦ τρόπου καλῶς ὠνόμασε. καὶ τὴν παρὰ πόδας τελείωσιν ἐπάγει φάσκων "ἐρρύ σθην ἐκ στόματος λέοντος· ἀλλὰ καὶ ῥύσεταί με ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον," ὑπεμφαίνων τὸ παραυτίκα μαρτύριον, ὃ καὶ σαφέ στερον ἐν τῇ αὐτῇ ἐπιστολῇ προσαγορεύει λέγων "ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν." ἀπο λογησάμενος τοίνυν τὴν πρώτην ἀπολογίαν καὶ αὖθις ἐπὶ τὴν τοῦ κηρύγματος διακονίαν στειλάμενος, εἶτα πάλιν τὸ δεύτερον ἐπιβὰς τῇ Ῥώμῃ δέσμιος καὶ ὡσαύτως Νέρωνι παραδοθεὶς τὸν διὰ ξίφους τοῦ μαρτυρίου στέφανον ἀνεδήσατο, μηνὶ Ἰουνίῳ κθʹ, καθ' ἣν ἡμέραν καὶ Πέτρος
PG 121:411ἐσταυρώθη, μετὰ περίοδον χρόνου ἑνός, καθά περ καὶ Μάρκος καὶ Λουκᾶς οἱ εὐαγγελισταὶ καὶ Ἰάκωβος ὁ ἀδελ φόθεος, ὡς ἔμπροσθεν εἴρηται. ὁ οὖν μακάριος Λουκᾶς ἐπὶ ἐλαίας καρποφόρου ἐσταυρώθη, μὴ εὑρισκομένου ξύλου ξηροῦ ἐν τῷ τόπῳ πρὸς τὸ γενέσθαι σταυρόν. καὶ λαβών τις τὸ σῶμα αὐτοῦ καὶ μεταξὺ πολλῶν μνημείων θάψας ἄδηλον ἐποίησε τὸν τάφον. τῶν δὲ μαθητῶν ἀναζητούντων μετέπειτα καὶ μὴ εὑρι σκόντων αὐτοῦ τὸν τάφον διὰ τὸ πλῆθος τῶν μνημάτων, προσευ 1.373 ξαμένων αὐτῶν τῇ νυκτὶ ἐκείνῃ κολούρια ἔβρεξεν ὁ θεὸς ἰατρικὰ ἐπάνω τοῦ τάφου τοῦ ἀποστόλου, σύμβολα τῆς ἐπιστήμης αὐτοῦ, καὶ ἐκ τούτων ἐγένετο γνώριμος ὁ τάφος. οὗ τὸ τίμιον καὶ ἅγιον λείψανον ἀνακομισθὲν ἐπὶ Κωνσταντίου τοῦ υἱοῦ τοῦ μεγάλου Κωνσταντίνου διὰ τοῦ ἁγίου Ἀρτεμίου, ἐτέθη ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων, ὑποκάτω τῆς ἁγίας τραπέζης, μετ' Ἀνδρέου καὶ Τιμοθέου τῶν ἁγίων ἀποστόλων. Οἱ τοίνυν Ἰουδαῖοι μετὰ τὴν τοῦ κυρίου ἀνάληψιν ἀπολέ μητοι διέμειναν ἔτη μʹ, μετανοίας αὐτοῖς καιρὸν τῆς μακροθυμίας ἀπεκτεινούσης τοῦ θεοῦ, ἵνα γνωσιμαχήσαντες τὴν ἰδίαν ἀνακα λέσωνται πλημμέλειαν. οἱ δὲ μᾶλλον εἰς τὸ χεῖρον νεύσαντες τῷ φθόνῳ καὶ τοὺς ἁγίους ἀνῄρουν, Στέφανον, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, Ἰάκωβον τὸν ἀδελφόθεον καὶ λοιπούς. διὸ καὶ ἀξίως ἐφ' ἑαυτοὺς τὴν θεήλατον ἐπεσπάσαντο πανωλεθρίαν. ὅθεν αὐ τοῖς φοβερὰ σημεῖα καὶ ἐναργῆ ἐπεδείκνυντο, τὴν μέλλουσαν κατα λαμβάνειν αὐτοὺς ἅλωσιν προμηνύοντα. ἐν γὰρ τῇ τῶν ἀζύμων ἑορτῇ, περὶ ὥραν θʹ τῆς νυκτός, τοσοῦτον φῶς τὸν ναὸν περιέ λαμψε καὶ τὸν βωμὸν περὶ ὥραν μίαν ὡς δοκεῖν ἡμέραν γενέσθαι. ἔπειτα ἀστὴρ ὕπερθεν τῆς πόλεως ῥομφαίᾳ παρόμοιος ὠπτάνετο. ἄλλοτε ἡ ἀνατολικὴ πύλη χαλκῆ τῆς πόλεως, σηδηροδέτοις κλειο μένη μοχλοῖς καὶ μόλις ὑπὸ ἀνδρῶν λʹ ἀνοιγομένη, ὤφθη περὶ ὥραν ηʹ τῆς νυκτὸς ἀνεῳγμένη. πάλιν ὡράθησαν πρὸ ἡλίου δύ σεως ὡσεὶ ἅρματα μετέωρα καὶ στρατόπεδα ἔνοπλα περὶ τὸν ἀέρα 1.374 διατρέχοντα καὶ τὰς πόλεις τῆς Ἰουδαίας φοβερῶς περιστοιχί ζοντα. πρὸ ἐτῶν δὲ τεσσάρων τῆς ἁλώσεως, ἐν τῇ ἑορτῇ τῆς σκηνοπηγίας, ἔτι τῆς πόλεως εἰρηνευούσης, ἄνθρωπός τις Ἰησοῦς ὀνόματι ἐξαίφνης ἐν μέσῳ τοῦ λαοῦ παρελθὼν ἐβόα "φωνὴ ἀπὸ ἀνατολῶν, φωνὴ ἀπὸ δυσμῶν, φωνὴ ἀπὸ τῶν τεσσάρων ἀνέμων, φωνὴ ἐπὶ Ἱεροσόλυμα καὶ πάντα τὸν λαόν." καὶ ταῦτα ἐπὶ πολ λαῖς ἡμέραις περιερχόμενος ὅλην τὴν πόλιν ἀνενδότως ἐβόα. διὸ καί τινες τῶν δημοτῶν ἀγανακτήσαντες μάστιξιν αὐτὸν ᾐκίζοντο. ὁ δὲ πρὸς ἑκάστην τῶν πληγῶν ἔκραζεν "οὐαὶ οὐαὶ οὐαὶ τοῖς Ἱερο σολύμοις." κατ' αὐτὴν δὲ τὴν ἑορτὴν βοῦς ἀχθεῖσα πρὸς θυ σίαν παραδόξως ἔτεκεν ἄρνα ἐν μέσῳ τοῦ ἱεροῦ· ἥτις, οἶμαι, σαφῶς ἐνέφαινε τὴν γενησομένην αὐτοῖς ἄρδην πανωλεθρίαν. Τῶν οὖν Ἰουδαίων τὴν πρὸς τοὺς Ῥωμαίους ὑποταγὴν ἠθετηκότων ἀπέστειλε Νέρων Οὐεσπασιανὸν τὸν υἱὸν αὐτοῦ καὶ Τίτον τὸν ἔκγονον αὐτοῦ, οἳ καὶ ἐπόρθησαν αὐτήν, πάντων τῶν Χρι στιανῶν δι' ἀποκαλύψεως θείας τῶν Ἱεροσολύμων ἐξελθόντων, μόνον δὲ τῶν Ἰουδαίων ἐκ πάσης τῆς χώρας ἐν τῇ τοῦ πάσχα ἑορτῇ ὥσπερ ἐν εἱρκτῇ τοῖς Ἱεροσολύμοις συγκλεισθέντων, ὡς ἀμφὶ τὰς τριακοσίας μυριάδας τὸ πλῆθος ἀριθμεῖσθαι. καὶ πάν τες τὸν ἐπηρτημένον αὐτοῖς ὄλεθρον πρὸς θεοῦ διὰ τὴν εἰς Χρι στὸν τὸν θεὸν ἡμῶν τολμηθεῖσαν αὐτοῖς θεομαχίαν καὶ μιαιφο νίαν ἐνδίκως κατεδέξαντο. Οὐεσπασιανὸς γὰρ ἐν τῇ Παλαιστίνῃ μετὰ θάνατον Νέρωνος ἀναγορευθεὶς βασιλεὺς ὑπὸ τοῦ στρατοῦ 1.375 πρὸς Ῥώμην ἀπῆλθε, Τῖτον τὸν υἱὸν αὐτοῦ καταλείψας ἐκεῖσε. ὁ δὲ ἑλεπόλεις καὶ πύργους παντοίους τεκτηνάμενος διχῶς τὰ τείχη Ἱεροσολύμων κατεπολέμει. ἐξελαύνει γοῦν τοῦ ἔξω τείχους τοὺς Ἰουδαίους. πρὸς δὲ τὸ δεύτερον καταφυγόντας κἀκεῖθεν σφόδρα βιαίοις πολέμοις ἀναγκάσας ἐπὶ τὸ ἐνδότερον καὶ τρίτον συνώθει χωρεῖν, ὅπου καὶ καρτερᾶς διαμάχης γενομένης ἐξ ἑκατέρας πα ρατάξεως πλεῖστοι
PG 121:413ὅσοι ἀνῃροῦντο. λιμοῦ δὲ τότε τὴν πόλιν ἀφο ρήτου κατακρατοῦντος, ἦν ἰδεῖν πολλῷ χείρω τῶν πολεμίων τοὺς ἔνδον δρῶντας στασιαστάς· εἴ που γὰρ θύραν εἶδον κεκλεισμένην, κατακλῶντες εἰσεπήδων καὶ ἐκ τῶν φαρύγγων διηρπάζοντο τὸν ψωμόν. τούτου δὴ ἕνεκα καὶ γέροντας ἐβασάνιζον καὶ γύναια ἐσπάραττον καὶ νήπια ἤρασσον εἰς γῆν. ὀρόβοις δὲ τοὺς πόρους τῶν αἰδοίων ἐμφράττοντες, καὶ ῥάβδοις ὀξείαις τὰς ἕδρας τῶν ἀθλίων διαπερονῶντες, οὕτως ἠνάγκαζον δράκα μίαν ἀλφίτου μηνῦσαι κεκρυμμένην. καὶ χόρτου μὲν σπαράγματα διεμασῶντο, μητέρες δὲ τῶν νηπίων ταῖς ἑαυτῶν χερσὶ τῷ λιμῷ μαραινομένων ὑπερεώρων, καὶ τῶν πρὸ τῶν ὀφθαλμῶν αὐτῶν θνησκόντων καὶ τῇ ἐνδείᾳ καταφθειρομένων παρελογίζοντο. πᾶσα δὲ οἰκία νεκρῶν πληρουμένη καὶ ἐπόζουσα ἀργαλέον ἐνέσκηψε λοιμόν. καὶ πλείους ὁ λιμὸς ἢ ὁ πόλεμος ἀνάλωσε· τί γὰρ παρελείφθη μὴ βρωθέν; τότε καὶ γυνή τις εὐγενὴς καὶ πλουσία, τοὔνομα Μαρία, ἐκ τῆς χώρας καταφυγοῦσα πρὸς τὴν πόλιν, ἐπειδὴ πᾶσαν αὐτῆς ὑπὸ τῶν στασιαστῶν ἀφῃρέθη τὴν περιουσίαν, ὑπομάζιον ἔχουσα τέκνον τοῦτο καταθύει· καὶ ὀπτήσασα τὸ ἥμισυ μὲν ἔφαγε, τὸ 1.376 ἥμισυ δὲ καταλείψασα ἐτήρει. οἱ δὲ τῆς κνίσσης αἰσθόμενοι καὶ εἰσπηδήσαντες ἀνελεῖν ἠπείλουν, εἰ μὴ ἐπιδείξειε τὸ μέρος. ἡ δὲ τοῦ παιδαρίου τὰ λείψανα προαγαγοῦσα "τοῦτο" ἔφη "τὸ ἐμόν ποτε γνήσιον τέκνον, νῦν δὲ πανάθλιον, φάγετε καὶ ὑμεῖς, ὅτι κἀγὼ βέβρωκα, καὶ μὴ γένησθε ἐμοῦ τῆς αὐτὸ γεννησαμένης συμ παθέστεροι· εἰ δὲ ἀποστρέφεσθε, τὸ λοιπὸν ἐμοὶ καταλείψατε." οἱ δὲ οὕτως ἰδόντες καὶ ἀκούσαντες, τὰς αὐτῶν ὄψεις τύψαντες, τρέμοντες ἐξῆλθον. οὕτω τὸ καλῶς ἐκ κοιλίας ἐξελθὸν βρέφος εἰς τὴν αὐτὴν πάλιν κακῶς ὑπέστρεψε γαστέρα. καὶ τοῦτο δὲ τῆς θεηλάτου ὀργῆς σημεῖον ἱστόρηται. καὶ γὰρ πολέμου ἐπὶ τῇ περιοχῇ σφοδρῶς συρρηγνυμένου ἐξάπινα θύελλα σφόδρα μεταξὺ τῶν δύο μερῶν παρεμπεσοῦσα τὰ παρὰ τῶν Ῥωμαίων μὲν ἀφιέ μενα βέλη εὐστόχως ἴθυνεν ἐπ' αὐτούς, τὰ παρὰ Ἰουδαίων δὲ πρὸς αὐτοὺς πεμπόμενα πλάγια παρέσυρεν. ὅθεν τὰς ὄψεις αὐ τῶν οἱ Ῥωμαῖοι ἐκ τῆς θυέλλης ἀμαυρουμένας θεασάμενοι λα θραίως τε ἐπανέβαινον καὶ ἐκτόνως κατέκτεινον αὐτούς. Ἐπὶ δυσὶ δὲ ἔτεσιν ὁ Τῖτος τὴν Ἱερουσαλὴμ παραλαβὼν πᾶσαν αὐτὴν καὶ τὸν ἐν αὐτῇ ναὸν κατῃθάλωσεν ἐν πυρί. τότε ἀληθῶς ἐξωλοθρεύθη χρίσμα καὶ κρῖμα, καὶ ἐν συντελείᾳ ἡ ἐρή μωσις αὐτῆς ἐδόθη, τουτέστι συντετελεσμένην ἀπώλειαν καὶ πλη ρεστάτην ἐρήμωσιν τῆς ἀπειθείας αὐτῶν ἐτρύγησαν καρπόν. καὶ τί μοι τὰ πολλὰ λέγειν; Ἰώσηπος ὁ ἐκεῖνος, φιλαλήθης ὤν, ἱστορεῖ περὶ τούτου τῷ τε πολέμῳ καὶ τῇ ἁλώσει ἐκεῖσε συνών. τούτῳ τις ἐντυχὼν εἴσεται σαφέστερον. ὃς τὸν μὲν λαὸν εἰς τριακοσίας μυ 1.377 ριάδας ἠριθμῆσθαί φησι σὺν νηπίοις καὶ γυναιξίν, ἄνδρας δὲ ἑκατὸν δέκα μυριάδας ἐν τῷ λιμῷ καὶ τῷ πολέμῳ τῷ πρὸς ἀλλή λους, καὶ ἐν τῷ συγκλεισμῷ ᾧ ἑαυτοὺς ἑκουσίως ἐν ὑπογαίοις τόποις συνέκλεισαν καὶ κατέκτειναν, διεφθορέναι συνεγράψατο. καὶ τοὺς μὲν ἐν ἀκμῇ τῆς ἡλικίας καὶ σώματος κάλλει διαφέροντας τῷ θριάμβῳ Ῥώμης ἀχθῆναι εἰς θηριομαχίαν, τοῦ ἄλλου δὲ πλή θους τοὺς μὲν ὑπὲρ τὰ ιζʹ ἔτη τοὺς μὲν δεσμίους εἰς τὰ κατ' Αἴ γυπτον ἔργα παραπέμπεσθαι, τοὺς πλείστους δὲ εἰς τὰς ἐπαρχίας ὑπερορίζεσθαι φθαρησομένους ἐν θεάτροις καὶ σιδήροις καὶ θη ρίοις· τοὺς ἐντὸς δὲ τῶν ιζʹ ἐτῶν αἰχμαλώτους ἀπάγεσθαι πραθη σομένους διετάξατο· τούτων δὲ μόνων τὸν ἀριθμὸν εἰς θʹ μυριά δας ἀνδρῶν συνθεωρεῖσθαι. Τότε δὴ καὶ λιμὸν κατὰ τὴν Ῥώμην φασὶ γενέσθαι τοιοῦτον ὡς ὑπὲρ μυρίους ἐφ' ἡμέραις πλείοσι καθ' ἡμέραν ἀποθνήσκειν. τότε καὶ κολοσσόν φασι τοὺς Ῥοδίους ἀναστῆσαι στήλην ἐκ χαλκοῦ τῷ Διί, ἑκατὸν εἰκοσιεπτὰ ποδῶν. Μετὰ τὴν τῆς Ἱερουσαλὴμ ἅλωσιν Συμεὼν ὁ τοῦ Κλεόπα τὸν θρόνον Ἱεροσολύμων διαδέχεται. Οὗτος ὁ Νέρων μανίας ἀλόγου πλησθεὶς ἀνεῖλε μὲν τὴν αὐ τοῦ μητέρα καὶ τὴν ἀδελφὴν καὶ τὴν γυναῖκα καὶ τοὺς ἐκ γένους αὐτῷ προσήκοντας πάντας καὶ τῶν ἐπισημοτάτων Ῥωμαίων πλεί στους.
PG 121:417τῷ καὶ διὰ τὸν αἰσχρὸν καὶ ἀσελγῆ βίον αὐτοῦ τῇ τρα πέζῃ κεραυνὸς ἐπιπίπτει, καὶ εὐθὺς ἐπιτίθενται αὐτῷ τινὲς τῶν 1.378 ἐν τέλει ἀναιρήσοντες. ὁ δὲ παρεκάλει τοὺς συνόντας αὐτῷ ἀνελεῖν αὐτόν. ὡς δὲ οὐδεὶς ἠνέσχετο τοῦτο πρᾶξαι, "ἐγὼ μόνος" ἔφη "οὔτε φίλον ἔχω τὸν σώζοντα οὔτε ἐχθρὸν τὸν ἀναιροῦντά με. ἀποθανεῖν θέλει ἡ ψυχή, καὶ ἡ χεὶρ οὐχ ὑπηρετεῖ." καὶ τελευ ταῖον ἐπειπών "ὦ Ζεῦ, οἷος τεχνίτης κιθαρῳδὸς ἀπόλλυται" ἑαυτὸν ἀνεῖλεν. ἀποθανόντος δὲ αὐτοῦ τινὲς πιλία ὡς ἐλευθε ρούμενοι ἐφόρεσαν. περὶ οὗ καὶ Βάλβιος, περὶ τῆς κατ' αὐτοῦ ἐπιθέσεως, ὡς οἰκεῖος αὐτοῦ ὢν ἐρωτηθεὶς παρὰ Νέρωνος, ὡς καὶ αὐτὸς εἶ κατ' ἐμοῦ; ἔφη "ἐφίλησά σε παντὸς μᾶλλον καὶ ἐμί σησα. ἐφίλησα ἐλπίσας ἀγαθὸν αὐτοκράτορα ἔσεσθαί σε, μισῶ δὲ ὅτι ταῦτα ποιεῖς· οὔτε γὰρ ἁρματηλάτῃ οὔτε κυνηγῷ οὔτε κι θαρῳδῷ δουλεύειν δύναμαι." Ἐπὶ Νέρωνος ἐν Ῥώμῃ ὕπατος Λεύκιος Κούϊντος Κικιννά τος ἄριστος ἐδείχθη. τοῦτον ἡ βουλὴ ἔπεμψε τοὺς παραληψομέ νους ἐπὶ τὴν ἀρχήν. ἔτυχε δὲ τηνικαῦτα ἄρουραν ἐργαζόμενος εἰς σποράν, καὶ ἀκολουθῶν τοῖς βουσὶν ἀχίτων, περιζωμάτιον ἔχων καὶ ἐπὶ τῇ κεφαλῇ πῖλον. προδραμόντος δέ τινος καὶ κελεύσαντος ἐπὶ τὸ κοσμιώτερον ἑαυτὸν ποιῆσαι, παρελθὼν εἰς τὴν καλύ βην καὶ ἀμφιασάμενος προῆλθεν. οἱ δὲ ἠσπάσαντό τε αὐτὸν ὡς ὕπατον καὶ τὴν περιπόρφυρον ἐσθῆτα περιέθεσαν. ὁ δὲ μικρὸν ἐπισχὼν καὶ δακρύσας "ἄσπορον ἄρα μοι" ἔφη "τὸ χωρίον ἔσται τοῦτον τὸν ἐνιαυτόν, καὶ κινδυνεύσομεν οὐχ ἕξειν πόθεν διατραφῆναι;" Ὅτι ἡ ἐπωνυμία τοῦ ἐνιαυσιαίου κύκλου, ἡ μὲν ῥωμαΐζουσα 1.379 φωνὴ τὸ μήνυμα σημαίνει· μηνύει γὰρ ἡ ἀρχὴ τὴν περίοδον, καὶ τοῦτο ἐστὶν ἡ ἰνδικτιών. ἡ δὲ Ἑλλὰς φερωνύμως ἔθηκε τὴν ἐπι νέμησιν. οὐ γὰρ εἰς ἀπαράβατον καὶ ὡρισμένον βάρος τὸ πα λαιὸν οἱ φόροι τοῖς ὑπηκόοις ἐτάττοντο, ἀλλ' ἡ τῶν καρπῶν γέ νεσις τὴν σύνταξιν αὐτοῖς ἐφιλανθρωπεύσατο· σπανίζουσαν γὰρ ἠλάφρυνεν, εὐθηνοῦσαν δὲ οὐκ ἐβάρυνε, καὶ διένειμεν ἀλύπως τοῖς φορολογουμένοις τὸ ἀνάλογον, καὶ τότε ὅτε χρεία ἐκάλει. μηδενὸς δὲ ὄντος τοῦ φορολογουμένου οὐδ' ὅλως ὁ φόρος ἐπράτ τετο, ἀλλ' ἐγίνετο κέρδος ὁ πόνος ὅλος τοῖς γεωργήσασι. Γάλβας ἐβασίλευσε μῆνας θʹ ἡμέραις ιγʹ, ἦν δὲ τῶν εὐπα τριδῶν, ὃς εἶχε παραδυναστεύοντα τὸν Ὄθωνα. ὃς καὶ ἰδὼν τὸν Γάλβαν Λούκιον εἰς υἱοθεσίαν παραλαβόντα, φθονήσας καὶ τὸ στράτευμα κατ' αὐτοῦ κινήσας ἀπέκτεινεν αὐτόν. ἀπαιτούμενος δὲ ὁ Ὄθων χρήματα παρὰ τῶν στρατιωτῶν, ἃ ὑπέσχετο αὐτοῖς, ἔφη "οὐ δεῖ αὐτοκράτορα ἀναγκάζεσθαι." Ὄθων ἐβασίλευσε μῆνας τρεῖς ἡμέρας ηʹ, ἦν δὲ γένους ἀσή μου. θύων δέ ποτε ἐν τῷ ἱερῷ τὰ τῆς Ἀφροδίτης ᾄσματα τοῖς ἱεροῖς παρέμιξε, καὶ διὰ τοῦτο Οὐϊτελίου αὐτῷ ἐπαναστάντος ξιφιδίῳ ἑαυτὸν διεχειρίσατο εἰπὼν "τί γάρ με ἔδει μακροῖς αὐλοῖς ᾄδειν καὶ αὐλεῖν;" Οὐϊτέλιος ἢ Βιτέλιος ἔτος ἕν, γένους ἐπιφανοῦς ὤν. οὗτος ἀστρολόγους καὶ ἀστρονόμους καὶ γόητας ἐντὸς ῥητῆς ἡμέρας πάν τας ἐκχωρῆσαι τῆς Ἰταλίας προσέταξεν. οἳ καὶ πρόγραμμα 1.380 ἔρριψαν, προαγγέλλοντες ἐντὸς ἡμέρας ῥητῆς ἀπαλλαγήσεσθαι αὐτὸν τοῦ βίου. ὃ δὴ καὶ γέγονεν· ἐσφάγη γὰρ ὑπὸ στρα τιωτῶν. Οὐεσπασιανὸς υἱὸς Νέρωνος ἐβασίλευσεν ἔτη δέκα ἡμέ ρας ηʹ. αὐτοκράτωρ δὲ γέγονεν ἐν Παλαιστίνῃ, ἔτι τὰς πόλεις τῶν Ἰουδαίων πολιορκῶν. ὅστις καὶ Ἰώσηπον τὸν συγγραφέα ὑποχείριον ἐποιήσατο. ἀνήχθη δὲ ἐν Ῥώμῃ ἀναγορευθεὶς ὑπὸ τοῦ στρατοῦ βασιλεύς, καταλιπὼν Τῖτον τὸν υἱὸν αὐτοῦ τὴν Πα λαιστίνην πολιορκεῖν. τῷ πρώτῳ ἔτει Οὐεσπασιανοῦ ὁ ναὸς τοῦ Καπιτωλίου ἐνεπρήσθη, καὶ τῷ εʹ ἔτει οἰκοδομεῖσθαι παρ' αὐτοῦ ἤρξατο. Μετ' Οὐεσπασιανὸν Τῖτος ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν ἔτη τρία. οὗτος πολιορκεῖ τὰ Ἱεροσόλυμα, καὶ τὴν πόλιν καὶ τὸν ναὸν ἐμπιπρᾷ, καθὼς Ἰώσηπος ἱστορεῖ. οὗτος ἀπειλαῖς καὶ οὐ τιμωρίαις τοὺς ὑπευθύνους ἐφόβει. βασιλεύοντος γὰρ αὐτοῦ οὐ παρῆλθεν ἡμέρα ἐν ᾗ δῶρόν τι τῶν ὑπηκόων
PG 121:419τινὶ ἢ εὐεργεσίαν οὐ παρέσχεν. ἔλεγε γὰρ βασιλέως εἶναι γνώμην τὸ εὐεργετεῖν καὶ ἐν ταῖς αἰτήσεσιν εὐεπήκοον εἶναι. πάντας δὲ τοὺς ἐντυγχάνοντας αὐτῷ αἰτουμένους τι συνετίθετο ὅ τι καὶ βούλοιντο. καί τινος τῶν συνήθων ἐρωτήσαντος "ὅτου χάριν τοῦτο ποιεῖς, πολλάκις μὴ ἐκπληρῶν τὰς ὑποσχέσεις;" "οὐδένα" εἶπεν ὁ Τῖτος "ἀπὸ βασι λέως δεῖ σκυθρωπὸν ἀποπέμπεσθαι." οὗτος ὁ Τῖτος ὥρᾳ θέρους πανήμερον ὁδοιπορήσας καὶ αἱμορραγήσας διὰ τῶν μυκτήρων, ὑπὸ ἡλίου τε φλεχθεὶς καὶ πάνυ λειποθυμήσας, ἔτι ἐμπνέοντος 1.381 αὐτοῦ ἐνέβαλεν ὁ ἀδελφὸς αὐτοῦ Δομετιανὸς εἰς λάρνακα ξυλίνην χιόνος γέμουσαν ὡς δῆθεν θεραπεύσων, καὶ ἀπέκτεινεν. ὁ γοῦν θαυμάσιος Τῖτος φιλοσοφώτατος καὶ εὐγλωττότατος καὶ πολεμικώτατος καὶ μέτριος ἄγαν ὑπάρχων, καὶ ἀγαθοεργίᾳ πολλῇ καὶ σωφροσύνῃ καὶ δικαιοσύνῃ καὶ φρονήσει κοσμούμενος, ἐκδηλο τέραν ἅπασι πεποίηκε τὴν ἑαυτοῦ συμπάθειαν ἐν τῇ ἁλώσει τῆς Ἱερουσαλήμ. σφόδρα γὰρ ἐπένθησε τοὺς θεηλάτους Ἰουδαίους τότε, καὶ μᾶλλον τὸν θεῖον ναὸν πυρπολούμενον ὁρῶν ἐδάκρυσε, καὶ τὸν θεὸν ἐδυσώπησε τυχεῖν ἐλέους καὶ συγγνώμης, δι' οὗ οὐ κατὰ τὴν ἑαυτοῦ προαίρεσιν ταῦτα γεγόνασιν ἀλλὰ διὰ τὴν ἐκείνων θεοστυγῆ δυστροπίαν. ὅθεν δὴ μετὰ τὴν ἅλωσιν πρὸς τοὺς ἀνα κηρύττοντας αὐτὸν νικητὴν καὶ τροπαιοῦχον διωθεῖτο τὰς ἀναρρή σεις, ὡς οὐκ αὐτὸς εἰργάσθαι ταῦτα φήσας, ἀλλὰ θεηλάτῳ καὶ θείᾳ ὀργῇ καθυπουργῆσαι καὶ τὰς χεῖρας ἐπιδεδωκέναι. κἀντεῦ θεν τοίνυν διὰ τὴν ἀρετὴν αὐτοῦ καὶ ταπεινοφροσύνην παγγέρα στος καὶ πανεπέραστος γενόμενος οὕτως ἐτελεύτησε. τοσοῦτος δὲ θρῆνος ἐπὶ τῇ τελευτῇ αὐτοῦ κατέσχε τὴν Ῥώμην ὡς ἐν χρόνῳ πολλῷ τοῦτον ἀπομνημονεύοντες καὶ τὰς ἀρετὰς αὐτοῦ ἀναλογι ζόμενοι δημοσίᾳ καὶ κατ' οἴκους κλαίειν, ὥσπερ οἰκείῳ πάθει κατεχόμενος ἕκαστος. Τῷ δευτέρῳ ἔτει τούτου μέγας ἐμπρησμὸς ἐν Ῥώμῃ ἐγένετο. καὶ τῆς συγκλήτου ψηφισαμένης Τῖτος θεὸς ἀνηγορεύθη. οὗτος ὁ Τῖτος ἐν δυσὶν ἔτεσιν παραλαβὼν τὴν Ἱερουσαλὴμ πᾶσαν ἐνέ 1.382 πρησε καὶ ἠφάνισε, καθὼς εἴρηται, καὶ τὸν ναὸν ἐνέπρησε κατὰ τὴν τοῦ κυρίου προαγόρευσιν. εἰπόντων γὰρ τῶν μαθητῶν περὶ τοῦ ἱεροῦ ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασι κεκόσμηται, ἔφη "ταῦτα πάντα ἃ θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθή σεται λίθος ἐπὶ λίθον, ὃς οὐ καταλυθήσεται. ὅταν δὲ ἴδητε κυ κλουμένην τὴν Ἱερουσαλὴμ ὑπὸ στρατοπέδων, τότε γνῶτε ὅτι ἤγ γικεν ἡ ἐρήμωσις αὐτῆς. οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. ἔσται γὰρ ἀνάγκη μεγάλη καὶ ὀργὴ τῷ λαῷ τούτῳ, καὶ πεσοῦνται ἐν στόματι ῥομ φαίας, καὶ αἰχμαλωτισθήσονται εἰς πάντα τὰ ἔθνη. καὶ Ἱερου σαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι πληρωθῶσι καιροὶ ἐθνῶν. καὶ ἔσται θλῖψις τοιαύτη οἵα οὐ γέγονε πώποτε, οὐδ' οὐ μὴ ἔσται." ταῦτα δὲ πάντα πεπόνθασιν οἱ ἐχθροὶ τῆς ζωῆς αὐτῶν Ἰουδαῖοι, κυριευθέντες ὑπὸ τῶν Ῥωμαίων, ὡς ἀπωσάμενοι Χριστὸν τὸν βασιλέα τοῦ παντὸς καὶ τὴν τῶν Ῥωμαίων βασι λείαν δυσσεβῶς ἐπισπασάμενοι, κράζοντες "οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα" καὶ "τὸ αἷμα Χριστοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν." διὸ καὶ μέχρι τῆς συντελείας τὴν εἰς τὰ ἔθνη πάντα διασπορὰν καὶ ταλαιπωρίαν ἕξουσιν αὐτῶν τὰ τέκνα, καθά περ τινὲς δραπέται μαστιγίαι, μηδὲν τῶν νομίμων ἐπιτελεῖν δυνά μενοι. ὑποφόρους γὰρ ἔχοντες αὐτοὺς Ῥωμαῖοι οὐκ ἐῶσι τοῖς ἰδίοις κεχρῆσθαι δικαιώμασιν, ἐπειδήπερ ἑκουσίως ἐπεσπάσαντο τὴν δουλείαν, εἰπόντες "οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα" καί "ἐὰν μὴ ἀποκτείνωμεν τὸν Χριστόν, πάντες εἰς αὐτὸν πιστεύσουσι, 1.383 καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν τὸν τόπον καὶ τὸ ἔθνος." οἵ γε καὶ ἄκοντες προεφήτευσαν. καὶ γὰρ ἐπίστευσαν εἰς αὐτὸν τὰ ἔθνη, καὶ αὐτοὶ τὴν ἐξουσίαν ὑπὸ Ῥωμαίων ἀφῃρέ θησαν καὶ τὴν λατρείαν, κεκωλυμένοι δέ εἰσι καὶ ἀναιρεῖν οὓς θέλουσι καὶ θύειν ὅτε βούλονται. διὸ καὶ ἐπικατάρατοί εἰσι, μὴ δυνάμενοι ποιεῖν τὰ διατεταγμένα· "ἐπικατάρατος" γάρ φησι "πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις
PG 121:421ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά." ἀδύνατον δέ ἐστιν ἐν διασπορᾷ μεταξὺ ἔθνους ὄντας πάντως ἐπιτελεῖν αὐτοὺς τὰ τοῦ νόμου καὶ τὴν λατρείαν ἐν ἑνὶ τόπῳ περιγεγραμμένην, ὡς ἐν λόγῳ κυρίου Μωϋσῆς διετάξατο. Τί οὖν πρὸς ταῦτα φατέ, ὦ Ἰουδαῖοι; καὶ τί τὸ αἴτιον τῶν τοσούτων καὶ τηλικούτων ὑμᾶς κατειληφότων κακῶν; ἆρά γε συνήκατε ὅτι οὐκ εἰς ὁμόδουλον ἀλλ' εἰς θεὸν προσκεκρουκότες εἰκότως ταῦτα πεπόνθατε καὶ ἀσύγγνωστα πάσχετε; Ἠσαΐας γὰρ περὶ ὑμῶν ἐκ προσώπου θεοῦ φησίν "υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. καὶ τί ποιήσω τῷ ἀμπελῶνί μου, καὶ οὐκ ἐποίησα αὐτῷ; διότι ἔμεινα ἵνα ποιήσῃ σταφυλήν, ἐποίησε δὲ ἀκάνθας. καὶ ἔμεινα ἵνα ποιήσῃ κρίσιν, ἐποίησε δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν." ποίας δὲ ἀκάνθας λέγει καὶ ποίαν ἀνομίαν καὶ κραυγήν; ἢ δηλονότι, αἷσπερ ἐστεφανώσατε αὐτὸν ἀνόμως ἐπὶ τοῦ πάθους, κράζοντες "ἆρον, ἆρον, σταύρω 1.384 σον αὐτόν." ὡς καὶ ἐπὶ Ἱερεμίου "ἐγένετο ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ. ἔδωκεν ἐπ' ἐμὲ τὴν φωνὴν αὐτῆς, καὶ διὰ τοῦτο ἐμίσησα αὐτήν." καὶ Σολομῶν λέγει "ἐξέλθετε, θυ γατέρες Σιών, καὶ ἴδετε ἐν τῷ στεφάνῳ ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ." μητέρα μὲν αὐτοῦ κατὰ σάρκα λέγει τὴν τῶν Ἰουδαίων συναγωγήν· "σάρξ μου" γάρ φησιν "ἐξ αὐτῶν." ἡμέρα δὲ νυμφεύσεως αὐτοῦ, καθ' ἣν τὴν ἐξ ἐθνῶν ἐνυμφεύσατο ἐκκλησίαν. ἡ δὲ ματαιόφρων ἐκείνη συνα γωγὴ στέφανον ἐξ ἀκανθῶν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ θεῖσα ἐμπαί ζουσα αὐτῷ ἔλεγε "χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων." πρὸς οὓς ἀποτεινόμενος Ἠσαΐας ἐπιπληκτικώτερον ἔφη "ἐν τίνι ἐνετρυφήσατε; καὶ ἐπὶ τίνι ἐχαλάσατε τὴν γλῶτταν ὑμῶν, τέκνα ἀπωλείας καὶ σπέρμα ἄνομον;" ὅθεν αὐτὸς ὁ κύριος δι' Ὠσηὲ τοῦ προφή του σχετλιαστικῶς εἶπεν "οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ' ἐμοῦ. δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμὲ καὶ πονηρὰ εἰς ἐμὲ ἐλογίσαντο. καὶ διὰ τοῦτο κατεπόθη Ἰσραὴλ καὶ εἰς οὐθὲν ἐγένετο, καὶ ὅτι ὥσπερ σκεῦος ἄχρηστον ἐν τοῖς ἔθνεσιν." καὶ διὰ Ἱερεμίου πά λιν φησί "παιδεύσει σε ἡ ἀποστασία σου, καὶ ἡ κακία σου ἐλέγξει σε, καὶ γνώσῃ ὅτι πικρόν σοι τὸ καταλιπεῖν σε ἐμέ." ὁ δέ γε θεῖος Δαβίδ, ὥσπερ διαπριόμενος καθ' ὑμῶν, ἐπαρᾶται πρὸς τὸν παροινηθέντα κύριον λέγων "σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐ τῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον. ἔκχεον ἐπ' αὐτοὺς τὴν ὀργήν σου, καὶ ὁ θυμὸς τῆς ὀργῆς σου 1.385 καταλάβῃ αὐτούς. πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν, καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου. ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων, καὶ μετὰ δικαίων μὴ γραφήτωσαν. διασκόρπισον αὐ τοὺς ἐν τῇ δυνάμει σου, καὶ κατάβαλε αὐτοὺς ὁ ὑπερασπιστής μου κύριε. καὶ συλληφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξωσι. καὶ γνώσονται ὅτι ὁ θεὸς δεσπόζει τοῦ Ἰακὼβ καὶ τῶν περάτων τῆς γῆς." ἐφ' οἷς δήπουθεν διασπαρέντες ἐνδίκως ἐπιγνώσονται πάντως ὅτι θεός ἐστιν ὁ Χρι στὸς τοῦ πατρὸς αὐτῶν Ἰακώβ. οὕτω γὲ μὴν καὶ ὁ θεόπτης Μωϋσῆς στηλιτεύων ὑμᾶς ὡς βδελυροὺς καὶ ἄφρονας καὶ ἀγνώμο νας ἔφη "τέκνα μωμητά, γενεὰ σκολιὰ καὶ διεστραμμένη, ταῦτα κυρίῳ ἀνταποδίδοτε; οὗτος λαὸς μωρὸς καὶ οὐχὶ σοφός. οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε καὶ ἐποίησέ σε καὶ ἔπλασέ σε;" κἀντεῦθεν εἰκότως φησὶν ὁ θεός "εἶπον, διασπερῶ αὐτούς, παύσω δὴ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν." καὶ μέντοι καὶ ὁ κλει νὸς Ἱερεμίας μάλα σαφηνίζων τίς οὗτός ἐστιν ὁ ταῦτα πεπονθὼς ὑφ' ὑμῶν, λέγει "πνεῦμα πρὸ προσώπου ὑμῶν Χριστὸς κύριος συνελήφθη ἐν ταῖς διαφοραῖς ὑμῶν, οὗ εἴπομεν, ἐν τῇ σκιᾷ αὐτοῦ ἐν τοῖς ἔθνεσι." τοιαῦτα γοῦν καὶ ὁ Σολομῶν αὖθις ἐκ προσώπου ὑμῶν τῶν θεομάχων διαρρήδην προαγορεύει, φάσκων "ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστὶ καὶ ἐναν τιοῦται τοῖς ἔργοις ἡμῶν καὶ ὀνειδίζει ἡμᾶς ἁμαρτίας νόμῳ καὶ ἐπαγγέλλεται γνῶσιν ἔχειν θεοῦ καὶ παῖδα κυρίου ἑαυτὸν ὀνομάζει.
PG 121:4251.386 ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν, καὶ βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος, ὅτι ἀνόμοιός ἐστι τοῖς ἄλλοις ὁ βίος αὐτοῦ καὶ ἐξηλ λαγμέναι αἱ τρίβοι αὐτοῦ. ὡς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν ὡς ἀπὸ ἀκαθαρσιῶν. μακαρίζει δὲ ἔσχατα δικαίων, καὶ ἀλαζονεύεται πατέρα θεόν. ἴδωμεν εἰ οἱ λόγοι αὐτοῦ εἰσὶν ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ· εἰ γάρ ἐστι δίκαιος καὶ υἱὸς θεοῦ, ἀντιλήψεται αὐτοῦ καὶ ῥύσεται αὐτὸν ἐκ χειρὸς ἀνθεστηκότων. ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐ τόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ καὶ δοκιμάσωμεν τὴν ἀνεξι κακίαν αὐτοῦ. θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν, καὶ ἴδωμεν εἰ ἔσται αὐτῷ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ." ὧν τὴν παρά νοιάν τε καὶ δυσμένειαν εὖ μάλα κερτομῶν ἐπήγαγε "ταῦτα ἐλογί σαντο καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐ τῶν, καὶ οὐκ ἔγνωσαν μυστήρια θεοῦ." οὓς δὴ καὶ ὁ θεσπέσιος Ἠσαΐας θρηνῶν συνᾳδόντως λέγει "οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι ἐβουλεύσαντο βουλὴν πονηρὰν καθ' ἑαυτῶν, εἰπόντες δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστί." δέδεικται τοίνυν ἐναρ γέστατα ἡ αἰτία τῆς ὑμῶν ἀπὸ θεοῦ ἀλλοτριώσεως καὶ ἐγκαταλεί ψεως καὶ τῆς διηνεκοῦς καὶ ἀπεράντου ταλαιπωρίας, εἴπερ βούλε σθε ἀκούοντες ἐπιγνῶναι. καὶ περὶ μὲν τῆς ἐν Βαβυλῶνι αἰχμα λωσίας ὑμῶν ὡρισμένον χρόνον εἶπον οἱ προφῆται, καὶ μέντοι γε καὶ τὴν ἐπάνοδον καὶ τὴν οἰκοδομὴν τῆς πόλεως προκατήγγειλαν. ἀκούσατε γὰρ Ἱερεμίου πρὸς ὑμᾶς λέγοντος "διὰ τὰς ἁμαρτίας 1.387 ἃς ἡμαρτήκατε κατεναντίον τοῦ θεοῦ, ἀχθήσεσθε εἰς Βαβυλῶνα αἰχμάλωτοι ὑπὸ Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος. εἰσελ θόντες οὖν εἰς Βαβυλῶνα ἔσεσθε ἐκεῖ ἔτη οʹ. μετὰ δὲ τοῦτο ἐξάξω ὑμᾶς ἐκεῖθεν μετ' εἰρήνης, λέγει κύριος." καὶ πάλιν "καὶ δου λεύσουσιν ἐν τοῖς ἔθνεσιν ἔτη οʹ, καὶ ἐν τῷ πληρωθῆναι τὰ οʹ ἔτη ἀποκαταστήσω τὸν Ἰσραὴλ εἰς τὸν τόπον αὐτοῦ, λέγεικύριος." καὶ περὶ τῆς οἰκοδομῆς τῆς πόλεως Ἠσαΐας ἔφη "οὕτω λέγει κύ ριος τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη. αὐτὸς οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει." περὶ ἧς οἰκοδομῆς καὶ Ἀγγαῖος φάσκει "τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου ἐλάλησε κύριος πρός με, λέγων εἶπον δὴ πρὸς Ζοροβάβελ καὶ πρὸς Ἰησοῦν τὸν ἱερέα καὶ πρὸς πάντας τοὺς καταλοίπους τοῦ λαοῦ, λέγων τίς ἐξ ὑμῶν ὃς οἶδε τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν; καὶ πῶς νῦν βλέπετε αὐτὸν ὡς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν; καὶ νῦν κατίσχυε, Ζοροβάβελ καὶ Ἰησοῦ καὶ πᾶς ὁ λαός, καὶ οἰκοδο μήσατε τὸν οἶκον. καὶ εὐδοκήσω ἐν αὐτῷ, καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει κύριος." ὥσπερ τοίνυν Σολομῶν τῆς πρώτης οἰκοδομῆς τοῦ ναοῦ γέγονε δομήτωρ, οὕτω Ζοροβάβελ τῆς δευτέρας καὶ ἐσχάτης. φησὶ γὰρ Ζαχαρίας "αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν." εἰ μὲν οὖν ἔμελλε πάλιν ἀναστήσε σθαι, εἶπεν ἂν ὁ προφήτης, καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὰ ἔμπροσθεν. τῷ δὲ εἰπεῖν "ὑπὲρ τὴν πρώτην" 1.388 τὴν δευτέραν ἐσχάτην ὑπέφηνε καὶ τελευταίαν. ὡς γὰρ οὐκ ἔστι τῆς πρώτης προτέρα, οὕτως οὐδὲ τῆς ἐσχάτης ἐσχατωτέρα. ὥστε οὖν εἰ μὲν εἶπεν "ἡ δευτέρα ὑπὲρ τὴν πρώτην," εἰκὸς ἦν καὶ τρί την οἰκοδομὴν προσδοκᾶν· εἰ δὲ τὴν δευτέραν ἐσχάτην ἐκάλεσε, τελευταίαν ἐκείνην οἰκοδομὴν προφανῶς τῆς τε πόλεως καὶ τοῦ ναοῦ παρεδήλωσε. καὶ μάτην ἀπατᾶσθε, ὦ Ἰουδαῖοι, τὴν πα λιγγενεσίαν τούτων μετὰ τὴν Οὐεσπασιανοῦ καὶ Τίτου καθαίρεσιν ἀποκαραδοκοῦντες. ἀλλὰ μὴν καὶ ὁ ἱεροψάλτης Δαβὶδ πρὸ τού των ἐκ προσώπου τῆς αἰχμαλώσεώς φησιν "ἐπὶ τὸν ποταμὸν Βα βυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τὴν Σιών, καὶ ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς ὕμνους." καὶ ἐπάγει ἑτέρωθεν ἐπὶ τῆς πόλεως λέγων "οἰκο δομῶν Ἱερουσαλὴμ ὁ κύριος τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπισυνάξει." καὶ πάλιν ἐκ προσώπου τοῦ λαοῦ φάσκει "ἐν τῷ ἐπιστρέ
PG 121:427ψαι κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται Ἰακὼβ καὶ εὐφρανθήσεται Ἰσραήλ." οὐκοῦν ὑμεῖς πολὺ πλανᾶσθε, μὴ εἰδότες τὰς γραφὰς μήτε τὴν ἐν αὐταῖς μυστικὴν καὶ θεόπνευστον πρόρρησιν. περὶ δὲ τῆς ἐσχάτης αἰχμαλωσίας ταύτης οὔτε χρόνον ὥρισεν ὁ θεὸς οὔτε ἀποκατάστασιν ἐδήλωσεν ὁ προφήτης, ἀλλὰ τὴν μὲν αἰχμαλωσίαν καὶ τὴν τῆς βασιλείας ὑμῶν κατάπαυσιν καὶ τὴν τῆς πόλεως ἐρήμωσιν πάντες οἱ προφῆται προανήγγειλαν, τὴν δὲ ἐπάνοδον καὶ τὴν τῆς πόλεως ἀνόρθωσιν οὐδαμῶς, πλὴν μόνον τὸν παντελῆ ταύτης ἀφανισμὸν καὶ τὸν ὄλεθρον ὑμῶν καὶ τὴν 1.389 διηνεκῆ τιμωρίαν καὶ διασπορὰν εἰς πάντα τὰ ἔθνη. φησὶ γὰρ ὁ ἀρχάγγελος πρὸς τὸν Δανιήλ "ἐξολοθρευθήσεται χρίσμα, καὶ κρῖμα οὐκ ἔσται, καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐπερχομένῳ, καὶ ἐκκοπήσονται ὡς ἐν κατακλυσμῷ, καὶ ἀρθήσεται θυσία καὶ σπονδή, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα ἐρη μώσεως συντέλεια δοθήσεται." διὰ μὲν γὰρ τοῦ χρίσματος τὴν ἱερωσύνην ἐδήλωσε, διὰ δὲ τοῦ κρίματος τὴν βασιλικὴν καὶ πολι τικὴν κατάστασιν καὶ τῶν ἄλλων ἁπάντων τὴν ἀναίρεσιν ὑπέφηνε, διὰ δὲ τοῦ κατακλυσμοῦ καὶ τῆς ἐκκοπῆς καὶ τῆς συντελείας τὴν ἄρδην ἔκπτωσιν καὶ πανωλεθρίαν ἐσήμανεν. ὅταν οὖν ἀκούεις, ὦ Ἰουδαῖε τυφλέ, συντέλειαν, τί λοιπὸν ἕτερον προσδοκᾷς; εἰ δὲ ἀναγινώσκων οὐκ ἐπιγινώσκεις, ὥσπερ οὖν οὐδὲ ἐπιγινώσκεις ὄντως, περὶ τῆς ἀπροσδοκήτου σου ἀνακλήσεως, καὶ διὰ τοῦτο πρὸς τὴν ἀλήθειαν ἀπομαχόμενος οὐ νοεῖς, ἄκουσον ἐν παρεκβάσει τὰς φωνὰς τῶν προφητῶν, καὶ παῦσαι τοῦ λοιποῦ φιλονεικῶν καὶ ἀνοηταίνων. ὁ προφήτης Ὠσηὲ οὕτως λέγει "καὶ καταπαύσω βασιλείαν οἴκου Ἰσραήλ, καὶ οὐ μὴ προσθῶ ἔτι τοῦ ἐλεῆσαι τὸν οἶκον Ἰσραήλ, ἀλλ' ἢ ἀντιτασσόμενος ἀντιτάξομαι αὐτῷ, λέγει κύριος. καὶ ἐμίσησα αὐτοὺς διὰ τὰς κακίας τῶν ἐπιτηδευμάτων αὐτῶν, καὶ ἐκ τοῦ οἴκου μου ἐκβαλῶ αὐτούς, καὶ οὐ προσθήσω τοῦ ἀγαπῆσαι αὐτούς, λέγει κύριος. ἐπόνεσεν Ἐφραῒμ τὰς ῥίζας αὐτοῦ καὶ ἐξηράνθη, καὶ καρπὸν οὐκ ἔτι οὐ μὴ ἐνέγκῃ. καὶ ἀπώ σεται αὐτοὺς ὁ θεός, ὅτι οὐκ εἰσήκουσαν αὐτοῦ, καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσιν." ἔφη γοῦν καὶ Μαλαχίας "οὐκ ἔστι 1.390 μοι θέλημα ἐν ὑμῖν, λέγει κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, διότι ἀπὸ ἀνατολῶν ἡλίου ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά. διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει κύριος παντοκρά τωρ, ἡμεῖς δὲ βεβηλοῦτε αὐτό, διὰ τοῦτο δώσω ὑμᾶς ἐξουθενη μένους καὶ παρειμένους εἰς πάντα τὰ ἔθνη, ἄνθ' ὧν οὐκ ἐφυλά ξατε τὰς ἐντολάς μου." διό φησιν Ἱερεμίας "τάδε λέγεικύριος παντοκράτωρ. ἰδοὺ ὤμοσα τῷ ὀνόματί μου τῷ μεγάλῳ, εἰ ἔσται τοίνυν τοῦ λοιποῦ ὀνομαζόμενον τὸ ὄνομά μου ἐν παντὶ στόματι Ἰούδα." εἰ δὲ τὸ ὄνομα αὐτοῦ ἔφη περιαιρήσειν ἀπὸ Ἰουδαίων, εὔδηλον ὅτι καὶ τὸν νόμον καὶ τὰς θυσίας. οὐ τοίνυν προηγου μένως κατὰ θείαν γνώμην ἡ περὶ τῶν θυσιῶν ἐδόθη νομοθεσία· κἀντεῦθεν μὲν ταῦτα διὰ τῶν προφητῶν ἔφη "τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν σου;" καὶ "μὴ εὐχαὶ καὶ κρέατα ἀφαιροῦσι τὰς ἁμαρτίας σου; καὶ μὴ σφάγιον καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ ἔτη μʹ;" καὶ "ἵνα τί μοι λίβανον ἐκ Σαβὰ φέρεις καὶ κιννάμωμον ἐκ γῆς μακρόθεν;" διό, φησί, "θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας." καὶ "μὴ ὁλοκαυτώματα καὶ θυσίας θέλει ὁ θεός, ἢ τὸ ὑπακούειν αὐτοῦ;" καὶ "ἀκοὴ ἀγαθὴ ὑπὲρ θυσίαν." καὶ "εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν." καὶ "ὁλο καυτώματα οὐκ εὐδοκήσεις." καὶ δὴ καὶ τὰς ἑορτὰς ἐκβαλὼν 1.391 ἐπάγει λέγων "μεμίσηκα καὶ ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν. καὶ ἀπόστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων οὐκ ἀκούσομαι, καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι, καὶ νηστείαν καὶ ἀργίαν μισεῖ ἡ ψυχή μου, καὶ οὐ τοιαύτην νηστείαν ἐξελεξάμην." καὶ "δώσω ὑμῖν προστάγματα οὐ καλά, ἐν οἷς οὐ ζήσεσθε ἐν αὐ τοῖς." ὥστε οὖν κατὰ τὴν σκληροκαρδίαν ὑμῶν καὶ οὐ κατὰ τὴν ἀγαθότητα δέδωκεν ὑμῖν ἐκεῖνα τὰ
PG 121:431προστάγματα πάντως, καὶ ἀλλοίωσις οὐκ ἔστιν. ἐπεὶ οὖν ἀγνώμων καὶ λίαν ἀχάριστος ὁ Ἰσραὴλ ἔκπαλαι γενόμενος, καὶ καταλείψας τὸν ὄντως ὄντα καὶ προόντα θεόν, τὸν ποιήσαντα καὶ εὐεργετήσαντα αὐτὸν πολυμερῶς καὶ πολυτρόπως, καὶ τέλεον ἀποστὰς ἀπὸ θεοῦ σωτῆρος αὐτοῦ ἔθυσε τοὺς υἱοὺς καὶ τὰς θυγατέρας αὐτοῦ τοῖς δαιμονίοις, καὶ λατρεύσας καὶ προσκυνήσας τῇ κτίσει περὶ τὸν κτίσαντα, λέγων τῷ ξύλῳ καὶ τῷ λίθῳ "θεός μου εἶ, σὺ μὲ γεγέννηκας," οὐκ ἔφριξεν ὁ τάλας καὶ ἀπόπληκτος ἀπαρνήσασθαι τὸν γεννήσαντα αὐτὸν θεὸν ζῶντα καὶ ἀληθινὸν καὶ ἐπιλαθέσθαι τοῦ τρέφοντος αὐτὸν θεοῦ. διὸ δὴ λοιπὸν ὡς ἄχρηστον προσώχθισεν αὐτῷ ὁ θεός, καὶ ἀπεστράφη παντελῶς, διὰ τοῦ μὲν Δαβὶδ φάσκων "καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι, καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν πορεύεσθαι." ὡσαύτως καὶ διὰ Ζαχαρίου φησί "καὶ εἶπον, οὐ ποιμανῶ αὐτούς, ἀλλὰ τὸ ἀποθνῆσκον ἀποθνησκέτω καὶ τὸ ἀπολλύμενον ἀπολλυέσθω" καὶ τὰ λοιπά. κατεσθιέτω ἕκαστος 1.392 τὰς σάρκας τοῦ πλησίον αὐτοῦ. καὶ οὕτω μισητὸν καὶ διεφθαρ μένον καὶ εἰς ἅπαν ἐβδελυγμένον διὰ τῶν αἰσχίστων καὶ θεοστυ γῶν ἐπιτηδευμάτων ἑαυτὸν ἀποφήνας εἰκότως εὖ μάλα δικαίως εἰς τέλος κατεβλήθη καὶ ἀπελείφθη, καθὼς πάλιν ὁ θεῖος Μαλαχίας φησίν "ἔπεσεν Ἰσραήλ, καὶ οὐ μὴ προσθήσει τοῦ ἀναστῆναι." οὕτω καὶ ὁ Ἠσαΐας φάσκει "τίς φείσεται ἐπὶ σοὶ Ἰσραήλ, ἢ τίς ἀνακάμψει σε εἰς εἰρήνην; λέγει κύριος. ὀπίσω πορεύσῃ, καὶ ἐκτενῶ τὴν χεῖρά μου, καὶ διαφθερῶ σε, καὶ διασπερῶ σε, καὶ οὐκέτι ἀνήσω σε. καὶ ἰδοὺ ἐγὼ λαμβάνω καὶ ῥάσσω ὑμᾶς καὶ τὴν πόλιν ἣν ἔδωκα ὑμῖν, καὶ δώσω ὑμῖν ὀνειδισμὸν αἰώνιον καὶ ἀτιμίαν αἰώνιον, ἥτις οὐκ ἐπιλησθήσεται." τῆς τοίνυν ἐσχάτης ἁλώσεως ταύτης καὶ τελευταίας τὰ δεινὰ καὶ φοβερὰ προδιαγο ρεύοντες ὅ τε μέγας καὶ θεορρήμων πάλιν Μωϋσῆς καὶ οἱ μετ' αὐ τὸν θεηγόροι Ἰεζεκιὴλ καὶ Ἱερεμίας, εὐκρινῆ λίαν καὶ σφόδρα δῆλα τοῖς πᾶσι καὶ τοῖς ἄγαν ἰδιώταις αὐτὰ πεποίηται. ὁ μὲν γὰρ Μωϋσῆς ἐν τῷ Δευτερονομίῳ φησί "καὶ ἐπάξει κύριος ἔθνη ἐπί σε μακρόθεν, ἀπ' ἐσχάτου τῆς γῆς, ὡσεὶ ὅρμημα ἀετοῦ, καὶ ἔθνος ἀναιδὲς προσώπῳ, καὶ ἐκτρίψει σε ἐν πάσαις ταῖς πόλεσί σου, ἕως ἂν καθαιρεθῶσι τὰ τείχη σου τὰ ὑψηλὰ καὶ ὀχυρά, ἐν οἷς σὺ πέποιθας ἐπ' αὐτοῖς. καὶ φάγῃ τὰ ἔγγονα τῆς κοιλίας σου, κρέα υἱῶν καὶ θυγατέρων σου, διὰ τὸ μὴ καταλελεῖφθαι ὑμῖν μηδὲν ἐν τῇ στενοχωρίᾳ καὶ θλίψει, ᾗ ἂν θλίψῃ σε ὁ ἐχθρός σου ἐν πάσαις ταῖς πόλεσί σου. καὶ ἡ ἁπαλὴ ἐν ὑμῖν καὶ ἡ τρυφερὰ γυνὴ τὸ ἐξελθὸν διὰ τῶν μηρῶν αὐτῆς καὶ τὸ τέκνον ὃ ἂν τέκῃ 1.393 καταφάγεται κρυφῇ διὰ τὴν ἔνδειαν πάντων ἐν τῇ στενοχωρίᾳ ἐκείνῃ καὶ θλίψει. καὶ ἔσῃ ἐν αἰνίγματι καὶ παραβολῇ καὶ ἐν διηγήματι πᾶσι τοῖς ἔθνεσιν, εἰς οὓς ἂν ἀπαγάγῃ σε κύριος, ἕως ἂν ἐξολοθρεύσῃ σε· καὶ καταλειφθήσεσθε ἐν ἀριθμῷ βραχεῖς, ἀνθ' ὧν ὅτι ἦτε ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν. καὶ ἔσται ὃν τρόπον εὐφράνθη κύριος ἐφ' ὑμῖν, ἐξολοθρεῦσαι ὑμᾶς, καὶ ἐξαρθήσεσθε ἀπὸ τῆς ἀγαθῆς γῆς ἐκείνης, καὶ διασπερεῖ σε κύ ριος ὁ θεός σου εἰς πάντα τὰ ἔθνη ἀπ' ἄκρου τῆς γῆς καὶ ἕως ἄκρου τῆς γῆς. ἀλλὰ καὶ ἐν τοῖς ἔθνεσιν ἐκείνοις οὐκ ἀναπαύσει σε, οὐδὲ μὴ γένηται στάσις τῷ ἴχνει τῶν ποδῶν σου. καὶ δώσει σοι κύριος ὁ θεὸς ἐκεῖ καρδίαν ἀθυμοῦσαν καὶ ἐκλείποντας ὀφθαλμοὺς καὶ τηκομένην ψυχήν, καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτός. καὶ ἐρεῖς τὸ πρωῒ ἀπὸ τοῦ φόβου τῆς καρδίας σου, πῶς ἂν γένοιτο ἑσπέρα; καὶ τὸ ἑσπέρας ἐρεῖς, πῶς ἂν γένοιτο τὸ πρωΐ;" ὁ δέ γε Ἰεζεχιὴλ ἔφη "τάδε λέγει Ἀδωναῒ κύριος. ἰδοὺ ἐγὼ ἐπὶ σέ, Ἱερουσαλήμ, καὶ ποιήσω ἐν μέσῳ σου κρῖμα ἐνώπιον τῶν ἐθνῶν, καὶ ποιήσω ἐν σοὶ ἃ οὐ πεποίηκα, καὶ οὐ μὴ ποιήσω ὅμοια αὐτῶν. ἔτι διὰ τὰ βδελύγματά σου πάντα, διὰ τοῦτο πα τέρες φάγωνται τέκνα αὐτῶν ἐν μέσῳ σου, καὶ πατέρας φάγωνται τέκνα αὐτῶν. καὶ ποιήσω ἐν σοὶ κρίματα, καὶ διασπερῶ πάντας τοὺς καταλοίπους εἰς πάντα ἄνεμον, ἀνθ' ὧν τὰ ἅγιά μου ἐμίανας
PG 121:433ἐν πᾶσι τοῖς προσοχθίσμασί σου. κἀγὼ ἀπώσομαί σε, καὶ οὐ μὴ ἐλεήσω σε ἔτι. τὸ τέταρτόν σου ἐν θανάτῳ ἀναλωθήσεται, 1.394 καὶ τὸ τέταρτόν σου ἐν λιμῷ συντελεσθήσεται ἐνώπιόν σου, ἐν μέσῳ σου, καὶ τὸ τέταρτόν σου ἐν ῥομφαίᾳ πεσεῖται κύκλῳ σου, καὶ τὸ τέταρτόν σου εἰς πάντα ἄνεμον διασκορπιῶ. καὶ ὁ μὲν πόλεμος καὶ ἡ ῥομφαία ἔξωθεν, ὁ δὲ λιμὸς καὶ ὁ θάνατος ἔσωθεν ὀλοθρεύσει. οἱ δὲ ἐξ αὐτῶν ἀνασωζόμενοι ἀναλαλωθήσονται. καὶ ὑπολείψομαι ἐξ αὐτῶν ἐκ ῥομφαίας καὶ λιμοῦ καὶ θανάτου, ὅπως ἂν ἐκδιηγῶνται τὰς ἀνομίας αὐτῶν πάσας ἐν τοῖς ἔθνεσι, καὶ γνώσονται ὅτι ἐγὼ κύριος ὁ τύπτων." διὰ δὴ τοῦτό φησι καὶ ὁ ἱερὸς Χρυσόστομος "οὐκ ἀναιρεῖ πάντας ἄρδην, ἀλλὰ σκορ πίζει. τοῦτο γὰρ προϋπεμφαίνων ὁ θεῖος Δαβὶδ ἔλεγε πρὸς αὐ τόν «μὴ ἀποκτείνῃς αὐτούς,» ἤτοι πάντας, «ἀλλὰ διασκόρπισον,» ἐξ αὐτῶν δήπουθεν, «ἐν τῇ δυνάμει σου.» περὶ δέ γε τῆς δευ τέρας αὐτοῦ ἐλεύσεως καὶ φανερώσεως καὶ πολλῆς καὶ ἀπαραμυθήτου θλίψεως αὐτῶν εἶπε Ζαχαρίας «τότε ἥξει κύριος ὁ θεὸς ἡμῶν, καὶ ἔσται κοπετὸς μέγας ἐν Ἱερουσαλήμ. ὄψονται γὰρ εἰς ὃν ἐξεκέντησαν.» ἀλλ' εἰς ὃν ἐξεκέντησαν; τί δέ ἐστι τὸ εἰς ὅν; σταυρὸς ἦν εἰς ὃν ἐξεκέντησαν. πρὸ γὰρ τῆς φοβερᾶς παρουσίας τοῦ κυρίου, καθάπερ βασιλικὸν σημεῖον, τὸ λεγόμενον σίγνον κατὰ κοινὴν συνήθειαν προτρέχει τῆς Χριστοῦ παρουσίας, ὑπὸ τῶν ἀγγέλων δοξαζόμενον καὶ προευαγγελιζόμενον. καὶ φανήσεται ὁ σταυρὸς ἀπὸ τῆς γῆς ἀποκρύπτων τὸν ἥλιον καὶ ἀμβλύνων τὴν σελήνην, ὥς φησιν ὁ κύριος «τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ θεοῦ ἐν τῷ οὐρανῷ.» καὶ ἵνα πληρωθῇ τὸ ῥῆμα Ζαχαρίου, τὴν λέξιν αὐτὴν μετήγαγεν ὁ Χριστὸς λαβὼν εἰς ἀλήθειαν, λέγων 1.395 "τότε ὄψονται εἰς ὃν ἐξεκέντησαν." ὁ δέ γε Ἱερεμίας ὁμοίως φά σκει "τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ. ἰδοὺ ἐπάγω ἐγὼ ἐπὶ τὸν τόπον τοῦτον κακά, ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει ἀμφό τερα τὰ ὦτα αὐτοῦ, ἀνθ' ὧν ἐγκατέλιπόν με καὶ ἀπηλλοτρίωσαν τὸν τόπον τοῦτον. καὶ σφάξω τὴν βουλὴν Ἰούδα καὶ τὴν βουλὴν Ἰσραὴλ ἐν τῷ τόπῳ τούτῳ, καὶ καταβαλῶ αὐτοὺς ἐν τῇ μαχαίρᾳ ἐναντίον τῶν ἐχθρῶν αὐτῶν. καὶ δώσω τοὺς νεκροὺς αὐτῶν εἰς βρῶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς. καὶ τάξω τὴν πόλιν ταύτην εἰς ἀφανισμὸν καὶ εἰς συριγμὸν αἰώνιον, ἵνα πάντες οἱ διαπορευόμενοι δι' αὐτῆς ἐκστήσωνται καὶ σκυθρω πάσωσι καὶ κινήσωσι τὰς κεφαλὰς αὐτῶν ἐπὶ πάσης τῆς πληγῆς αὐτῶν. καὶ ὡς ἄνεμον καὶ καύσωνα διασπερῶ αὐτοὺς κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν, καὶ δείξω αὐτοῖς ἡμέραν ἀπωλείας. καὶ ἔδονται τὰς σάρκας τῶν υἱῶν αὐτῶν καὶ τῶν θυγατέρων, καὶ ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ ἔδεται ἐν τῇ περιοχῇ καὶ ἐν τῇ πολιορκίᾳ ᾗ πολιορκήσουσιν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν. καὶ συντρίψω τὸν λαὸν τοῦτον καὶ τὴν πόλιν ταύτην, καθὼς συντρί βεται ἄγγος ὀστράκινον, ὃ οὐ δυνήσεται ἰαθῆναι ἔτι. οὕτω ποιήσω, λέγει κύριος, τῷ τόπῳ τούτῳ καὶ τοῖς κατοικοῦσιν ἐν αὐτῇ, τοῦ δοθῆναι τὴν πόλιν ταύτην ὡς τὴν διαπίπτουσαν, καὶ δώσω αὐτὴν εἰς διασκορπισμὸν πάσαις ταῖς βασιλείαις τῆς γῆς, καὶ ἔσονται εἰς ὀνειδισμὸν καὶ εἰς παραβολὴν καὶ εἰς μῖσος καὶ εἰς κατάραν ἐν παντὶ τόπῳ οὗ ἐὰν ἐξώσω αὐτοὺς ἐκεῖ." τί οὖν λοι πὸν τῶν θείων ῥημάτων τούτων ἐκφαντικώτερον ἢ ἀληθέστερον γένοιτ' ἄν; ὅρα οὖν, ἀνόητε καὶ ἀλόγιστε Ἰουδαῖε, εἰ μὴ πεπλή 1.396 ρωνται ταῦτα πάντα ἀπαραλείπτως κατὰ τὰς ἱερὰς προρρήσεις εἰς ὑμᾶς. Καὶ μέντοι καὶ τὰ ὑπὸ Χριστοῦ προκατηγγελμένα καὶ προηπειλημένα. φησὶ γὰρ περὶ τῆς Ἱερουσαλὴμ καὶ τοῦ ἐν αὐτῇ ναοῦ "οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθου." ἆρα μεμένηκεν; οὐδαμῶς. καὶ "ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος." ἆρα οὐκ ἠρήμωται; καὶ σφόδρα γε. καὶ "ἔσται θλῖψις οἵα οὐ γέγονεν." ἆρα οὐκ ἐγένετο; ἀνάγνωθι τὴν ἱστορίαν Ἰωσήπου, ἀνδρὸς Ἰουδαίου καὶ φιλαλήθους· καὶ οὐδὲ ἀναπνεῦσαι λοιπὸν δυνήσῃ, ἀκούων μόνον ἅπερ ἔπαθον οἱ ἄθλιοι τηνικαῦτα Ἰουδαῖοι διὰ τὴν κατὰ
PG 121:435Χριστοῦ μανίαν καὶ λύσσαν. ἵνα γὰρ μηδεὶς τῶν Ἰουδαίων ἀπιστήσῃ, οὐκ ἀλλόφυλόν τινα ἀλλ' ὁμόφυλον καὶ ὁμόπιστον καὶ ζηλωτὴν παρεσκεύασεν ἡ ἀλήθεια τὰ ἐλεεινὰ ἐκεῖνα καὶ δυσεξήγητα ἐκτραγῳδῆσαι πάθη. τοιαύτην γὰρ θεήλατον ὑπέστησαν ἅλωσιν οἵαν οὐδ' ὁ σύμπας οἶδε χρόνος, ἀφ' οὗ γέγονεν ἐπὶ τῆς γῆς ἄνθρω πος. καὶ εἰκότως· ἕως μὲν γὰρ εἰς τοὺς ὁμοδούλους ἡμάρτανον, συγγνώμης ἐτύγχανον, ἡνίκα δὲ εἰς τὸν καινὸν δεσπότην ἐξήμαρ τον, ἀσυγγνώστως ἐκολάσθησαν. ὅτι δὲ ὁ Χριστὸς αὐτοῖς πε ποίηκε ταῦτα, ἄκουσον αὐτοῦ πάλιν καὶ διὰ παραβολῆς φάσκον τος "τοὺς δὲ μὴ βουληθέντας με βασιλεῦσαι ἐπ' αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε." διὸ καὶ πρὸς αὐτοὺς ἔλεγεν "ἀρθήσε ται ἀφ' ὑμῶν ἡ βασιλεία, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς." καὶ πρὸς μὲν τὴν Ἱερουσαλὴμ φησίν "ἥξουσιν 1.397 ἐπί σε ἡμέραι, καὶ περιβαλοῦσί σοι οἱ ἐχθροί σου χάρακα, καὶ περικυκλώσουσί σε, καὶ συνέξουσί σε πάντοθεν, καὶ ἐδαφιοῦσι τὰ τέκνα σου ἐν σοί·" πρὸς δὲ τοὺς ἀπειθεῖς Ἰουδαίους ἐπάγει λέγων "ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος." ὅπερ οὖν καὶ ὁ θεῖος Δανιὴλ προδηλῶν λέγει "καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ" τουτέστιν ὁ θεὸς καὶ πατὴρ πάν των Ἰουδαίων τὰ σεμνὰ καὶ περίβλεπτα ἀνατρέψει. ἀλλὰ καὶ ὁ υἱὸς ὁ Χριστός, ὁ παρ' αὐτῶν ὡς λυτρωτὴς προσδοκώμενος καὶ σωτήρ. οὐ γὰρ εἶπε "διαφθαρήσεται ἡ πόλις καὶ ὁ ναὸς σὺν τῷ ἡγουμένῳ," καθὼς ἀλόγως οἴονταί τινες, ἀλλὰ "διαφθερεῖ ὁ πατὴρ τὸν ναὸν καὶ τὴν πόλιν," συμπράττοντος δηλονότι καὶ τοῦ παροινηθέντος ὑπ' αὐτῶν ἡγουμένου. περὶ οὗ φησὶν ὁ Ἰακὼβ πρὸς τὴν Βηθλεέμ "ἐκ σοῦ ἐξελεύσεται ἡγούμενος" καὶ τὰ ἑξῆς. καὶ μέντοι καὶ πρὸς τοὺς ἀποστόλους οὕτω διηγόρευεν "ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστὼς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω." ὃ δὴ καὶ πεπλήρωται, πρῶτον μὲν κατὰ καιρὸν τῆς ἁλώσεως καὶ ἐρημώσεως εἴς τε τὸ Ῥωμαϊκὸν στρατόπεδον, εἰσελ θὸν ἐν τῷ ἱερῷ καὶ τὴν πόλιν ἑλὸν κατὰ τὴν ἐρήμωσιν, ὥς τινες τὸ ῥηθὲν βδέλυγμα οὕτως ἐξειλήφασιν· ἀποτρόπαιοι γὰρ καὶ βδελυκτοὶ κατὰ τὸν νόμον ὑπάρχοντες εἰκότως προείρηνται βδέλυγμα ἐρημώσεως. ἔπειτα δὲ καὶ εἰς ὅπερ ἔστησεν Ἀδριανὸς ὁ βασιλεὺς εἴδωλον αὐτοῦ καὶ τὴν πόλιν τέλεον ἠρήμωσεν. ὁ δὴ Θεοδώρητος αὖθίς φησιν εἰς τὸν Δανιήλ "ἀρθήσεται θυσία καὶ σπονδὴ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα 1.398 ἐρημώσεως, συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν," εἰκόνες τινὲς τοῦ Καίσαρος, ἀπηγορευμέναι τῷ νόμῳ, εἰς τὸν ναὸν εἰσκο μιζόμεναι παρὰ τοῦ Πιλάτου. καὶ ἵνα μὴ νομίσωσιν οἱ Ἰουδαῖοι πάλιν ἀπολήψεσθαι τὸν ναὸν καὶ τὴν πόλιν καὶ τὴν βασιλείαν, ἐπήγαγεν ὁ προφήτης "καὶ ἕως συντελείας καιροῦ συντέλεια δο θήσεται ἐπὶ τὴν ἐρήμωσιν." ἕως γάρ φησι τῆς τοῦ κόσμου συν τελείας ἡ τῆς ἐρημώσεως συντέλεια μένει, μεταβολὴν οὐ δεχο μένη. τοῦτο καὶ Δαβὶδ ἔφη "ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξωσι· καὶ γνώσονται ὅτι ὁ θεὸς δεσπόζει τοῦ Ἰακὼβ καὶ τῶν περάτων τῆς γῆς." περὶ ταύτης γὰρ τῆς ἐσχάτης αἰχμαλω σίας τῶν ταλαιπώρων Ἰουδαίων καὶ ἡ θεολόγος ἔφη γλῶττα· φησὶ γάρ "τοῦ σταυροῦ πρὸς τὴν ἐσχάτην αὐτοὺς ἐλαύνοντος ἀπόνοιαν, ἣν κατὰ τοῦ σωτῆρος καὶ θεοῦ ὑμῶν ἐπενοήθησαν, τὸν ἐν ἀν θρώπῳ θεὸν ἀγνοήσαντες, καὶ τὴν ῥάβδον τὴν σιδηρᾶν πόρρω θεν ἀπειλουμένην αὐτοῖς ἐφ' ἑαυτοὺς εἵλκυσαν, τὴν νῦν ἐπικρα τοῦσαν ἀρχὴν λέγω καὶ βασιλείαν, καὶ τὴν τελευταίαν αὐτῶν ἀπαγωγὴν καὶ μετανάστασιν, καὶ τὸν νῦν ἐπικείμενον αὐτοῖς τῆς δουλείας ζυγόν, καὶ τὴν περιβόητον ὑπὸ Ῥωμαίοις ταπείνωσιν καὶ διασποράν, ἥν τε νῦν ἔχουσι καὶ ἣν ἐπὶ πλεῖστον ἕξουσι. πεί θομαι γὰρ ταῖς περὶ αὐτῶν προρρήσεσι· τίς θρηνήσει πρὸς ἀξίαν τῶν θρήνους γράφειν εἰδότων καὶ λόγους ἐξισοῦν πάθεσι; ποῖαι βίβλοι ταῦτα χωροῦσι; μία στήλη τούτοις τῆς συμφορᾶς ἡ οἰκου μένη πᾶσα, καθ' ἣν ἐσπάρησαν, καὶ ἡ λατρεία πεπαυμένη, καὶ αὐτῆς τῆς Ἱερουσαλὴμ τὸ ἔδαφος μόλις γινωσκόμενον." ὁ οὖν 1.399 Ἰώσηπος ἐν
PG 121:437Ἱερουσαλὴμ παρὼν τῷ πολέμῳ συνέγραψε μυριάδας τʹ ἀπολεσθῆναι τῶν Ἰουδαίων. περὶ δὲ τούτων ἐν τῇ τοῦ Νέρω νος βασιλείᾳ ἐξηγησάμεθα. Ὁ δέ γε θεῖος Χρυσόστομος τὴν τούτων ἄνοιαν διελέγχων πρὸς πλείοσιν ἄλλοις καὶ ταῦτα φάσκει. "εἰ δὲ φιλονεικεῖς, ὦ Ἰουδαῖε, περὶ τοῦ τέλους, ἀπὸ τῶν φθασάντων μάνθανε καὶ τὰ παρόντα. σκόπει γάρ. κατέβης εἰς Αἴγυπτον, ἀλλ' ἐγένοντο ἔτη υʹ, καὶ ταχέως σε τῆς δουλείας ἐκείνης ὁ θεὸς ἀπήλλαξε, καίπερ ἀσεβοῦντα καὶ πορνεύοντα πορνείαν τὴν χαλεπωτάτην. ἀπηλλάγης Αἰγύπτου καὶ προσεκύνησας μόσχῳ, ἔθυσας τοὺς υἱοὺς καὶ τὰς θυγατέρας σου τῷ Βεελφεγὼρ καὶ τοῖς δαιμονίοις, τὸν ναὸν ἐμόλυνας, τὴν φύσιν ἠγνόησας. τὰ ὄρη, τὰς νάπας, τοὺς βουνούς, τὰς πηγάς, τοὺς ποταμούς, τοὺς κήπους τῶν μυ σαρῶν θυσιῶν ἐπλήρωσας. προφήτας ἔσφαξας, θυσιαστήρια κατέσκαψας, πᾶν εἶδος κακίας ἐπῆλθες καὶ πᾶσαν ὑπερβολὴν ἐπεδείξω πονηρίας καὶ ἀσεβείας. ἀλλ' ὅμως ἑβδομήκοντα ἔτη σε παραδοὺς Βαβυλωνίοις πάλιν ἐπὶ τὴν προτέραν ἐπανήγαγεν ἐλευ θερίαν, καὶ τὴν πατρίδα καὶ τὸν ναὸν ἀπέδωκε καὶ τὸ πάλαι τῆς προφητείας χάρισμα, καὶ πάλιν προφῆται καὶ πνεύματος ἁγίου χάρις. μᾶλλον δὲ οὐδ' ἐν τῷ καιρῷ τῆς αἰχμαλωσίας ἐγκατε λείφθης, ἀλλὰ καὶ ἐκεῖ Δανιὴλ καὶ Ἰεζεχιήλ, καὶ ἐν Αἰγύπτῳ Ἱερεμίας, καὶ μέντοι καὶ πρὸ τούτων Μωϋσῆς καὶ Ἀαρὼν ἐν τῇ ἐρήμῳ. καὶ μετ' ἐκεῖνα πάλιν ἐπὶ τὴν προτέραν ἐπανῆλθες κα κίαν, καὶ ἐξεβακχεύθης, καὶ πρὸς τὴν Ἑλληνικὴν μετετάξω πο 1.400 λιτείαν ἐπὶ τοῦ ἀσεβοῦς Ἀντιόχου. ἀλλά γε καὶ τότε παραδοθέντες Ἀντιόχῳ ἔτη τρία, τὰ λαμπρὰ διὰ τῶν Μακκαβαίων αὖθις ἐστήσατε τρόπαια. ἀλλὰ νῦν τοιοῦτον οὐδέν, ἀλλὰ τοὐναντίον ἅπαν γέγονεν. ὃ καὶ μάλιστα ἔστι θαυμάσαι, ὅτι τὰ μὲν τῆς κακίας ἔληξε, τὰ δὲ τῆς τιμωρίας ἐπιτέταται καὶ οὐδ' ἐλπίδα τινὰ μεταβολῆς ἔχει. οὐ γὰρ οʹ ἔτη παρῆλθε μόνον ἀλλὰ καὶ πολλῷ πλείονα, καὶ οὐδὲ ἐλπίδος σκιὰν ἔστιν εὑρεῖν, καὶ ταῦτα οὐδὲ εἰδωλολατρούντων ὑμῶν, οὔτε ἄλλο τι ποιούντων ἅπερ ἔμ προσθεν ἐτολμᾶτε." Ἵνα δὲ σαφέστερον καὶ διεξοδικώτερον τὰ περὶ τούτων εἴπω μεν, ἄνωθεν πάλιν ἀρξώμεθα. τρεῖς δουλείας ὑπέστησαν οἱ Ἰουδαῖοι χαλεπωτάτας, καὶ οὐδὲ μίαν χωρὶς προρρήσεως αὐτοῖς ἐπήγαγεν ἡ θεία δίκη, ἀλλὰ προλεχθῆναι παρεσκεύασεν αὐτοῖς καὶ τόπον καὶ χρόνον καὶ τρόπον καὶ κάκωσιν καὶ τὴν ἐπάνοδον καὶ τἆλλα πάντα μετὰ πολλῆς ἀκριβείας. καὶ περὶ μὲν τῆς ἐν Αἰγύπτῳ πρώτης διαλεγόμενος ὁ θεὸς οὕτως ἔφη τῷ Ἀβραάμ "γινώσκων γνῶθι ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ ἀλλο τρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια, τε τάρτῃ δὲ γενεᾷ ἐλεύσονται ὧδε." περὶ δὲ τῆς δευτέρας εἶπεν Ἱερεμίας "οὕτως εἶπε κύριος. ὅταν μέλλῃ πληροῦσθαι τῇ Βα βυλῶνι οʹ ἔτη, ἐπισκέψομαι ὑμᾶς, καὶ ἐπιστήσω ἐφ' ὑμᾶς τοὺς ἀγαθοὺς λόγους μου τοῦ ἀποστρέψαι εἰς τὸν τόπον ὑμῶν, καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν ὑμῶν, καὶ ἀθροίσω ὑμᾶς ἐκ τῶν ἐθνῶν πάντων καὶ ἐκ τῶν τόπων ὑμῶν πάντων, οὗ διέσπειρα ὑμᾶς ἐκεῖ, φησὶ κύριος. καὶ ἐπιστρέψω ὑμᾶς εἰς τὸν τόπον ὅθεν 1.401 ἀπῴκισα ὑμᾶς ἐκεῖθεν." δύο μὲν τοιαύτας δουλείας ὁ λόγος διὰ συντόμου ἀπέδειξε, μετὰ προφητείας ἐπελθούσας αὐτοῖς, καὶ οὐχ ἁπλῶς οὐδὲ ἀπροσδοκήτως. λείπεται οὖν δὴ λοιπὸν τὴν τρί την ἐπαγαγεῖν. εἶτα καὶ περὶ τῆς νῦν τετάρτης κατεχούσης αὐ τοὺς εἰπεῖν δεῖ, καὶ δεῖξαι σαφῶς ὅπως οὐδὲ εἷς προφήτης ἐπηγ γείλατο λύσιν ἔσεσθαί τινα τῶν κατεχόντων αὐτοὺς κακῶν οὔτε μὴν ἀπαλλαγὴν τὸ σύνολον. Τίς οὖν ἐστὶν ἡ τρίτη; ἡ ἐπὶ Ἀντιόχου τοῦ ἐπιφανοῦς. ἐπειδὴ γὰρ Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεὺς Δαρεῖον καθε λὼν εἰς ἑαυτὸν περιέστησε τὴν ἀρχήν, τελευτήσαντος τούτου πολ λοὶ μετ' ἐκεῖνον ἐγένοντο βασιλεῖς, ἀφ' ὧν εἷς καὶ οὗτος ὁ Ἀντίο χος μετὰ πολὺν ὕστερον χρόνον τό τε ἱερὸν ἐνέπρησε, τά τε ἅγια τῶν ἁγίων ἠρήμωσε, τάς τε θυσίας καθεῖλε, τούς τε Ἰουδαίους ὑπέταξε, καὶ τὴν πολιτείαν αὐτῶν κατέλυσε πᾶσαν. καὶ ταῦτα πάντα μετὰ ἀκριβείας ἁπάσης καὶ μέχρι μιᾶς ἡμέρας προηγόρευτο παρὰ τοῦ Δανιήλ, καὶ πότε ἔσται καὶ πῶς
PG 121:441καὶ παρὰ τίνι καὶ τίνι τρόπῳ, καὶ ποῦ τελευτήσει, καὶ τίνα λήψεται μεταβολήν. εἴ σεσθε σαφέστερον αὐτῆς ἀκούσαντες τῆς ὁράσεως, ἃ διὰ παρα βολῆς ὑμῖν ὁ προφήτης ἀνήγγειλε. κριὸν μὲν καλεῖ τὸν τῶν Περ σῶν βασιλέα Δαρεῖον, τράγον δὲ τὸν τῶν Ἑλλήνων Ἀλέξανδρον, βασιλέα τῶν Μακεδόνων. τέσσαρα δὴ κέρατα λέγει τοὺς μετ' ἐκεῖνον ἀναστάντας, ἀφ' ὧν ὕστερον κέρας αὐτὸς ὁ Ἀντίοχος ἔφυ. φησὶ γάρ "εἶδον ἐν ὁράματι, καὶ ἰδοὺ κριὸς ἑστηκώς, καὶ αὐτῷ κέρατα ὑψηλά, καὶ τὸ ἓν ὑψηλότερον τοῦ ἑτέρου. καὶ τὸ ὑψη 1.402 λὸν ἀνέβαινεν ἐπ' ἐσχάτων. καὶ εἶδον τὸν κριὸν κερατίζοντα κατὰ θάλασσαν καὶ βορρᾶν καὶ νότον, καὶ τὰ θηρία πάντα οὐ στήσεται ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ χειρὸς αὐτοῦ. καὶ ἐποίησε κατὰ τὸ θέλημα αὐτοῦ καὶ ἐμεγαλύνθη." τὴν δύναμιν λέγει τὴν Περσικήν, ἣ πᾶσαν ἐπέδραμε τὴν γῆν. εἶτα περὶ τοῦ Μακεδόνος Ἀλεξάνδρου διαλεγόμενός φησι "καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ Λιβὸς καὶ ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ οὐκ ἦν ἁπτόμενος τῆς γῆς. καὶ τῷ τράγῳ ἐκείνῳ κέρας ἐθεωρεῖτο ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ." εἶτα λέγων τὴν πρὸς Δαρεῖον προσβολὴν καὶ συμβολὴν αὐτοῦ γενομένην καὶ τὴν κατὰ κράτος νίκην, "ἦλθε" φησίν "ὁ τράγος ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, καὶ ἠγριώθη, καὶ ἔπαισε τὸν κριόν, καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ χειρὸς αὐτοῦ." ἔπειτα διηγούμενος τὴν Ἀλεξάνδρου τελευτὴν καὶ τὴν τῶν τεσσάρων βασιλέων διαδοχήν, ἐπάγει λέγων "καὶ ἐν τῷ ἰσχῦ σαι αὐτὸν συνετρίβη τὸ κέρας τὸ μέγα, καὶ ἀνέβη κέρατα τέσσαρα ὑποκάτωθεν αὐτοῦ, εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ." ἐντεῦθεν λοιπὸν ἐπὶ τὴν Ἀντιόχου βασιλείαν ἐλθών, καὶ δεικνὺς ὅτι ἐξ ἑνὸς ἐκείνων τῶν τεσσάρων ἐστί, πάλιν φησί "καὶ ἐξῆλθεν ἐκ τοῦ ἑνὸς ἰσχυρόν, καὶ ἐμεγαλύνθη περισσῶς πρὸς νότον καὶ πρὸς ἀνατολήν." καὶ σημαίνων ὅτι τὴν Ἰουδαϊκὴν πολιτείαν καθελεῖ, φάσκει "καὶ δι' αὐτὸν θυσία ἐταράχθη παραπτώματι, καὶ ἐγενήθη καὶ κατευωδώθη αὐτό. καὶ τὸ ἅγιον ἐρημωθήσεται, 1.403 καὶ γενήσεται περὶ τὴν θυσίαν ἁμαρτία." τοῦ γὰρ βωμοῦ καθαι ρεθέντος καὶ τῶν ἁγίων καταπατηθέντων εἴδωλον ἔστησεν ἔνδον, καὶ θυσίαν ἐπετέλει τοῖς δαίμοσι παρανόμως. ὅθεν φησίν "ἐρρίφη χαμαὶ ἡ δικαιοσύνη, καὶ ἐποίησε, καὶ εὐωδώθη." εἶτα πάλιν ἐκ δευτέρου τὴν αὐτὴν βασιλείαν Ἀντιόχου ἐπιφανοῦς λέγων καὶ τὴν αἰχμαλωσίαν καὶ τὴν ἅλωσιν καὶ τὴν ἐρήμωσιν τοῦ ἱεροῦ, προστί θησι καὶ τὸν χρόνον. ἀρξάμενος γὰρ ἀπὸ τῆς Ἀλεξάνδρου βασι λείας, αὖθις πρὸς τῷ τέλει τοῦ βιβλίου καὶ τὰ μεταξὺ πάντα διη γησάμενος ὅσα οἱ Πτολεμαῖοι καὶ οἱ Σέλευκοι συρραγέντες ἀλλή λοις ἐποίησαν καὶ οἱ στρατηγοὶ τούτων εἰργάσαντο, τοὺς δόλους τὰς νίκας τὰς στρατείας τὰς μάχας τὰς ναυμαχίας τὰς πεζο μαχίας, προϊὼν εἰς Ἀντίοχον τελευτᾷ πάλιν, καὶ φησί "βραχίονες ἐξ αὐτοῦ στήσονται, καὶ βεβηλώσουσι τὸ ἁγίασμα, καὶ μετα στήσουσι τὸν ἐνδελεχισμόν," τὰς συνήθεις λέγων θυσίας καὶ καθημερινάς, "καὶ δώσουσιν εἰς αὐτὸν βδέλυγμα, καὶ τοὺς ἀνο μοῦντας διαθήκην" τουτέστι τοὺς παραβαίνοντας τῶν Ἰουδαίων "ἀπάξουσιν ἐν ὀλισθήμασι μεθ' ἑαυτῶν καὶ μεταστήσουσι, καὶ λαὸς γινώσκων τὸν θεὸν αὐτοῦ κατισχύσουσι" τὰ ἐπὶ τῶν Μακ καβαίων λέγων καὶ τὰ ἐπὶ Ἰούδα καὶ Σίμωνος καὶ Ἰωάννου, "καὶ οἱ συνετοὶ λαοῦ συνήσουσιν εἰς πολλά. καὶ ἀσθενήσουσιν ἐν ῥομ φαίᾳ καὶ ἐν φλογί" τὸν ἐμπρησμὸν τῆς πόλεως ἐξηγούμενος πάλιν "καὶ ἐν αἰχμαλωσίᾳ καὶ ἐν διαρπαγῇ ἡμερῶν· καὶ ἐν τῷ ἀσθενῆ σαι αὐτοὺς βοηθήσονται βοήθειαν μικράν" ἐμφαίνων ὅτι μεταξὺ τῶν κακῶν ἐκείνων δυνήσονται ἀναπνεῦσαι καὶ ἀνενεγκεῖν ἐκ τῶν 1.404 κατειληφότων αὐτοὺς δεινῶν, "καὶ προστεθήσονται πρὸς αὐτοὺς πολλοὶ ἐν ὀλισθήμασι, καὶ ἀπὸ τῶν συνιόντων ἀσθενήσουσι" δεικνὺς ὅτι πολλοὶ καὶ τῶν ἑστώτων πεσοῦνται. εἶτα καὶ τὴν αἰτίαν δι' ἣν συνεχώρησεν αὐτοὺς ὁ θεὸς ἐν τοσούτοις κακοῖς γίνε σθαι. τίς δὲ αὕτη; "τοῦ πυρῶσαι" φησίν "ἐν αὐτοῖς καὶ τοῦ ἐκλέξασθαι καὶ τοῦ ἐκλευκᾶναι ἕως καιροῦ πέρας." ταῦτα γάρ φησιν ὁ θεὸς
PG 121:443συνεχώρησεν ὥστε αὐτοὺς ἐκκαθᾶραι καὶ δεῖξαι τοὺς ἐν αὐτοῖς δοκίμους. εἶτα διηγούμενος αὐτοῦ ἐκείνου τὴν δύναμιν ἔφη "καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ, καὶ ὑψωθήσεται καὶ μεγαλυνθήσεται." καὶ μέντοι καὶ τὴν βλάσφημον αὐτοῦ γνώμην λέγων προσέθηκεν ὅτι ἐπὶ τὸν θεὸν τῶν θεῶν λαλήσει ὑπέρογκα καὶ κατευθυνεῖ μέχρι συντελεσθῆναι τὴν ὀργήν, δεικνὺς ὅτι οὐκ ἀπὸ τῆς οἰκείας γνώμης ἀλλὰ διὰ τὴν ὀργὴν τοῦ θεοῦ τὴν κατὰ τῶν Ἰουδαίων οὕτως ἐκεῖνος ἐκράτει καὶ ἴσχυεν. εἰπὼν οὖν δι' ἑτέρων πλειόνων ὅσα κακὰ ἐργάσεται τὴν Αἴγυπτον καὶ τὴν Πα λαιστίνην, καὶ πῶς ἐπανήξει καὶ τίνος καλοῦντος καὶ ποίας αἰτίας καταναγκαζούσης, λέγει λοιπὸν καὶ τὴν μεταβολὴν τῶν πραγμά των τούτων, καὶ ὅτι δίκην δόντες οἱ Ἰουδαῖοι διὰ τούτων ἁπάν των τεύξονταί τινος ἀντιλήψεως, ἀγγέλου πεμφθέντος εἰς τὴν ἐκείνων βοήθειαν· "ἐν τῷ καιρῷ" γάρ φησιν "ἐκείνῳ ἀναστήσε ται Μιχαὴλ ὁ μέγας ἄρχων, ὁ ἐφεστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ σου. καὶ ἔσται καιρὸς θλίψεως οἷος οὐ γέγονεν ἀφ' οὗ γεγένηται ἔθνος ἐπὶ τῆς γῆς καὶ ἕως τοῦ καιροῦ ἐκείνου. καὶ ἐν τῷ καιρῷ ἐκείνῳ σωθήσεται λαὸς πολὺς ὁ γεγραμμένος ἐν τῇ βίβλῳ," 1.405 τουτέστιν οἱ σωτηρίας ὄντες ἄξιοι. ἀλλὰ τὸ ζητούμενον οὔπω καὶ νῦν ἀποδέδεικται. τί δὴ τοῦτό ἐστιν; ὅτι καὶ χρόνους ὥρισεν ἐν τοῖς κακοῖς τούτοις, ὥσπερ ἐκεῖ ἔτη τετρακόσια καὶ μετὰ ταῦτα ἑβδομήκοντα. ἴδωμεν τοίνυν καὶ ἐνταῦθα εἴ τινα χρόνον ὁρίζει. ποῦ δὴ τοῦτο ἔστιν εὑρεῖν; ἐν τοῖς μετὰ ταῦτα λεχθησομένοις. ἐπειδὴ γὰρ τὰ πολλὰ καὶ μεγάλα ἤκουσε κακά, τὸν ἐμπρησμὸν τῆς πόλεως, τὴν ἀνατροπὴν τοῦ νόμου, τὴν αἰχμαλωσίαν, ἐπι θυμεῖ λοιπὸν τὸ τέλος αὐτῶν μαθεῖν, καὶ εἴ τις ἔσται τῶν συμ φορῶν τούτων μεταβολή. καὶ διερωτῶν ἔλεγεν οὕτως "κύριε, τί τὰ ἔσχατα τούτων; καὶ εἶπε· δεῦρο Δανιήλ, ὅτι ἐμπεφραγμένοι εἰσὶν οἱ λόγοι ἕως καιροῦ πέρας," τὸ ἀσαφὲς τῶν εἰρημένων αἰ νιττόμενος. εἶτα καὶ τὴν αἰτίαν τῆς συγχωρήσεως τῶν κακῶν· "ἕως ἂν ἐκλεγῶσι καὶ ἐκλευκανθῶσι καὶ πυρωθῶσι πολλοί, καὶ ἀνομήσουσιν ἄνομοι, καὶ οὐ συνήσουσι πάντες ἀσεβεῖς, καὶ νοή μονες νοήσωσιν." εἶτα τὸν καιρὸν προλέγων ὅσον μέλλει κατέχειν αὐτοὺς τὰ δεινά, φησίν "ἀπὸ καιροῦ παραλλάξεως ἐνδελεχισμοῦ." ἐνδελεχισμὸς δὲ ἐκαλεῖτο ἡ καθημερινὴ θυσία· τὸ γὰρ ἐνδελεχὲς τὸ πυκνὸν καὶ συνεχές ἐστιν. ἔθος γὰρ ἦν τοῖς Ἰουδαίοις καὶ ἐν πρωῒ καὶ ἐν ἑσπέρᾳ καὶ καθ' ἑκάστην ἡμέραν τῷ θεῷ θύειν, καὶ διὰ τοῦτο ἡ θυσία ἐκείνη ἐνδελεχισμὸς ἐλέγετο. "καὶ ἤλλαξε." διὰ τοῦτό φησιν ὁ ἄγγελος ὅτι ἀπὸ καιροῦ τῆς ἀλλάξεως τοῦ ἐν δελεχισμοῦ, τουτέστιν ἀπὸ τῆς καταλύσεως τῆς θυσίας, εἰσὶ δὲ ἡμέραι ας ʹ, ὅπερ ἐστὶν ἔτη τρία ἥμισυ. εἶτα δηλῶν ὅτι καὶ λύσις τῶν κακῶν τούτων ἔσται καὶ ἀπαλλαγή, ἐπήγαγε "μακά 1.406 ριος ὁ ὑπομείνας καὶ φθάσας εἰς ἡμέρας #ατλεʹ," ταῖς #ασλʹ μεʹ προθείς, ἐπειδὴ ἐν μηνὶ καὶ ἥμισυ μηνὸς τὴν συμβολὴν συνέβη γενέσθαι, ἐν ᾗ γέγονε καθαρὰ ἡ νίκη καὶ ἡ παντελὴς τῶν ἐπικει μένων κακῶν ἀπαλλαγή. εἰπὼν γάρ "μακάριος ὁ ὑπομείνας καὶ φθάσας εἰς ἡμέρας #ατλεʹ" τὴν ἀπαλλαγὴν ἐδήλωσε. καὶ οὐχ ἁπλῶς εἶπεν "ὁ φθάσας." ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀσεβησάντων εἶδον τὴν μεταβολήν, οὐκ ἐκείνους μακαρίζει, ἀλλὰ τοὺς ἐν τοῖς καιροῖς τῶν κακῶν ὑπομείναντας καὶ μὴ προδόντας τὴν εὐσέ βειαν καὶ τῆς ἀνέσεως τυχόντας. ἆρά τι τούτων σαφέστερον γένοιτ' ἄν; Ὥρα δὴ λοιπὸν ἐπὶ τὸ ζητούμενον ἐλθεῖν καὶ τὴν παροῦσαν αἰχμαλωσίαν καὶ δουλείαν, δι' ἣν καὶ πάντα κεκινήκαμεν ταῦτα. ὅτι μὲν οὖν αἱ τρεῖς προανηγορεύθησαν αἰχμαλωσίαι, ἡ μὲν ἔτη ἔχουσα υʹ, ἡ δὲ οʹ, ἡ δὲ τρία ἥμισυ, ἱκανῶς ἐντεῦθεν ἡμῖν, ὡς οἷόν τε, ἀποδέδεικται. φέρε δὴ λοιπὸν καὶ περὶ ταύτης εἴπωμεν. ὅτι γὰρ καὶ περὶ τῆς ἐσχάτης τετάρτης καὶ τελευταίας προανεφώ νησεν ὁ προφήτης οὗτος, αὐτὸν παρέξομεν τὸν Ἰώσηπον μάρτυρα, τὸν τὰ ἐκείνων φρονοῦντα. ἐπειδὴ γὰρ εἶπε τὰ περὶ τῆς Ἀντώχου αἰχμαλωσίας καὶ μάρτυρα τὸν προφήτην παρήγαγεν, ἐπάγει καὶ περὶ ταύτης, καὶ
PG 121:445φησί "τὸν αὐτόν γέ τοι τρόπον Δανιὴλ καὶ περὶ τῆς Ῥωμαίων ἡγεμονίας ἀνέγραψε, καὶ ὅτι ὑπ' αὐτῶν ἐρημωθή σεται τὰ Ἱεροσόλυμα καὶ ὁ ναὸς καταλυθήσεται." σὺ δέ μοι σκόπει τὸ φιλάληθες τοῦ ἀνδρός, ὃς εἰ καὶ Ἰουδαῖος ἦν, ἀλλ' οὐκ 1.407 ἠνέσχετο ζηλῶσαι τὴν Ἰουδαϊκὴν φιλονεικίαν τε καὶ ψευδηγορίαν. εἰπὼν γὰρ ὅτι ἐρημωθήσεται τὰ Ἱεροσόλυμα καὶ ὁ ναὸς κατα λυθήσεται, ἔγραψεν, ὅτι δὲ στήσεταί που τὰ τῆς ἐρημώσεως οὐκέτι προσέθηκεν, ἐπειδὴ μηδὲ τὸν προφήτην εὗρε τοιοῦτόν τι προσθέντα. ποῦ τοίνυν εἶπε Δανιὴλ ὅτι ὁ ναὸς ἐρημωθήσεται; ἄκουσον. ἐπειδὴ γὰρ τὴν προσευχὴν ἐκείνην τὴν ἐν σάκκῳ καὶ σποδῷ ἐποιήσατο, ἦλθε Γαβριὴλ πρὸς αὐτόν, καὶ φησίν "ἑβδο μήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν." ἰδοὺ καὶ ἐνταῦθα χρόνος εἴρηται οὐ τῆς αἰχμα λωσίας, ἀλλὰ μεθ' ὅσον χρόνον ἔμελλεν ἡ αἰχμαλωσία ἀπαντή σεσθαι. εἶτα πάλιν φησὶν ἀκριβέστερον "καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσα λήμ, ἕως Χριστοῦ ἡγουμένου, ἑβδομάδας ζʹ καὶ ἑβδομάδας ξβʹ." ἐνταῦθά μοι νουνεχῶς πρόσεχε· τὸ γὰρ πᾶν ἐνταῦθά ἐστι τὸ ζη τούμενον. ἑβδομάδες οὖν ζʹ καὶ ἑβδομάδες ξβʹ υπγʹ ἔτη εἰσίν. ἑβδομάδας γὰρ οὐχ ἡμερῶν ἐνταῦθα λέγει, οὐδὲ μηνῶν, ἀλλ' ἑβδομάδας ἐνιαυτῶν. ἀπὸ δὲ Κύρου ἐπὶ Ἀντίοχον τὸν ἐπιφανῆ καὶ τὴν αἰχμαλωσίαν ἐκείνην ἔτη εἰσὶ τ δʹ. Εἶτα διδάσκων ἡμᾶς πόθεν ἀριθμεῖν δεῖ, ὅτι οὐκ ἀπὸ τῆς ἡμέρας τῆς ἐπανόδου ἀλλ' ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ. οὐκ ἐπὶ Κύρῳ δὲ ᾠκοδομήθη, ἀλλ' ἐπὶ τοῦ Ἀρταξέρξου τοῦ μακρόχειρος. μετὰ γὰρ τὴν κάθοδον ἐπανῆλθε Καμβύσης, εἶτα οἱ Μάγοι, καὶ μετ' ἐκείνους Δαρεῖος Ὑστάσπου, μεθ' ὃν Ξέρξης ὁ Δαρείου καὶ Ἀρταβάνης. εἶτα Ἀρταξέρξης ὁ μακρόχειρ 1.408 ἐβασίλευσε τῆς Περσίδος· ἐν τῷ κʹ ἔτει τῆς βασιλείας αὐτοῦ Νεεμίας ἀνελθὼν τὴν πόλιν ἀνέστησεν, ἅπερ ὁ Ἔσδρας ἀκριβῶς ἡμῖν διηγήσατο. ἂν τοίνυν ἐντεῦθεν τετρακόσια ὀγδοήκοντα τρία θῶμεν ἔτη, ἥξομεν πάντως ἐπὶ τὴν κατασκαφὴν ταύτης, ὡς καὶ Ἰώσηπος αὖθις μαρτυρεῖ λέγων "τὴν δὲ τῆς πόλεως καὶ τοῦ ναοῦ ἐρήμωσιν συνέβη γενέσθαι κατὰ τὴν Δανιὴλ προφητείαν, πρὸ υʹ καὶ ηʹ γενομένην ἐτῶν." διὰ τοῦτό φησιν, οἰκοδομηθήσεται πλα τεῖα καὶ περίτειχος. ἐπειδὰν οὖν ἀναστῇ καὶ τὸ οἰκεῖον ἀπολάβῃ σχῆμα, ἀπ' ἐκείνου τὰς οʹ ἑβδομάδας ἀρίθμει. μετὰ δὲ τὰς ἑβδομάδας ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔσται ἐν αὐτῷ, καθὼς προείρηται. μετὰ γὰρ τὴν Οὐεσπασιανοῦ καὶ Τίτου γενομένην ἐρήμωσιν ἐπὶ Ἀδριανοῦ συστάντες οἱ Ἰουδαῖοιἐσπούδαζον ἐπὶ τὴν προτέραν πολιτείαν ἐπανελθεῖν οἱ μάταιοι θεο μαχοῦντες. χειρωσάμενος δὴ αὐτοὺς ὁ βασιλεὺς καὶ τὴν πόλιν πᾶσαν καταστρέψας καὶ τὰ λείψανα ἀφανίσας πάντα, καὶ μετὰ ταῦτα αὐτὴν ἀνεγείρας, Αἰλίαν αὐτὴν προσηγόρευσε κατὰ τὴν αὐτοῦ ἐπωνυμίαν. ὅθεν ὁ Χριστὸς μετὰ Ἀντίοχον τὸν ἐπιφανῆ παραγενόμενος, καὶ προαναφωνῶν τὴν μέλλουσαν ἔσεσθαι αἰχμα λωσίαν, καὶ δεικνὺς ὅτι ὁ Δανιὴλ περὶ αὐτῆς προεῖπε, φησίν "ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν διὰ Δανιὴλ προφήτου, ἑστὼς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω." ἐπειδὴ γὰρ ἅπαν εἴδωλον καὶ πᾶν ἐκτύπωμα ἀνθρώπου βδέλυγμα παρὰ τοῖς Ἰουδαίοις ἐκαλεῖτο, αἰνιγματωδῶς ἐμφαίνων τὸν ἀνδριάντα ἐκεῖνον, ὁμοῦ καὶ πότε καὶ ὑπὸ τίνος ἔσται ἡ αἰχμαλωσία προανήγ 1.409 γειλεν. ὅτι δὲ περὶ τῶν Ῥωμαίων εἴρηται ταῦτα, καὶ Ἰώσηπος μαρτυρεῖ, καθὼς προέφημεν. τίς οὖν αὐτοῖς ὑπολείπεται λοιπὸν λόγος; ὅταν τὰς μὲν αἰχμαλωσίας οἱ προφῆται φαίνωνται μετὰ διωρισμένων χρόνων εἰπόντες, ταύτῃ δὲ μηδένα χρόνον ὁρίσαντες, ἀλλὰ τοὐναντίον εἰπόντες ὅτι μέχρι συντελείας ἔσται ἡ ἐρήμωσις. ὅτι μὲν εἰ τέλος ἡ παροῦσα ἔμελλε δουλεία λήψεσθαι, καὶ τοῦτο ἂν προεῖπον οἱ προφῆται καὶ οὐκ ἐσίγησαν, ἱκανῶς ἀπεδείξαμεν, τὰς αἰχμαλωσίας ἁπάσας μετὰ προρρήσεως δείξαντες ἐπενεχθείσας αὐτοῖς· ἑκάστης γὰρ τούτων καὶ τρόπους καὶ χρόνους προανακη
PG 121:449ρυχθέντας διὰ τῶν θείων γραφῶν ἀπεδείξαμεν. τῇ παρούσῃ δὲ οὐδεὶς προφήτης ὥρισε χρόνον, ἀλλ' ὅτι μὲν ἥξει καὶ ἐρημώσει πάντα καὶ μεταστήσει τὴν πολιτείαν, καὶ μετὰ πόσον χρόνον τῆς ἐκ Βαβυλῶνος ἐπανόδου συμβήσεται, προεῖπεν ὁ Δανιήλ, ὅτι δὲ τέλος ἕξει καὶ στήσεταί που τὰ κακὰ ταῦτα, οὔτ' ἐκεῖνος ἐδήλω σεν οὔτ' ἄλλος τις προφήτης, ἀλλὰ καὶ τοὐναντίον, ὡς εἴρηται, προεῖπον ὅτι ἕως συντελείας καθέξει αὐτοὺς ἡ ταλαιπωρία αὕτη. καὶ μάλα εἰκότως· καὶ γὰρ μαρτυρεῖ τοῖς εἰρημένοις ὁ τοσοῦτος διαγενόμενος χρόνος καὶ οὔτε ἴχνος οὔτε προοίμιον χρηστῆς μετα βολῆς ἐνδειξάμενος, καὶ ταῦτα πολλάκις ἐπιχειρησάντων αὐτῶν ἀναστῆσαι τὸν ναόν, ἐπὶ Ἀδριανοῦ καὶ Κωνσταντίνου καὶ Ἰουλιανοῦ, καὶ διακωλυθέντων πρῶτον μὲν ὑπὸ στρατιωτῶν, ὕστερον δὲ ἐπὶ τοῦ παραβάτου πυρὸς τῶν θεμελίων ἐκπηδήσαντος καὶ κατασχόντος αὐτοὺς τῆς ἀκαίρου φιλονεικίας τε καὶ παραβάσεως. 1.410 ὅθεν τοίνυν λεγέτωσαν ἡμῖν, τίνος ἕνεκα ἐν Αἰγύπτῳ μὲν τοσοῦτον διατρίψαντες χρόνον ἐν κακουχίᾳ ἐλέους ἔτυχον, καὶ εἰς Βαβυ λῶνα πάλιν ἀπενεχθέντες ἐπανῆλθον εἰς τὰ ἴδια, καὶ ὑπ' Ἀντιό χου τοσαῦτα κακὰ παθόντες αὖθις πρὸς τὸ πρότερον ἐπανῆλθον ἀξίωμα, νῦν δὲ οὐδὲν τοιοῦτον γεγένηται, ἀλλὰ πεντακοσίων ἐτῶν, νῦν δὲ χιλίων ἐξ ἐκείνου διελθόντων οὐδὲ αἴνιγμα τοιαύτης μετα βολῆς ὁρῶμεν φαινόμενον οἷον τὸ πρότερον. εἰ δὲ τὰς ἁμαρτίας αὐτῶν προβάλοιντο, καὶ εἴποιεν, ἐπεὶ ἡμάρτομεν τῷ θεῷ, διὰ τοῦτο οὐκ ἀπολαμβάνομεν τὴν οἰκείαν χώραν, πάλιν δ' ἂν εἰκό τως αὐτοὺς ἐρήσομαι· διὰ τὰς ἁμαρτίας ὑμῶν, ὦ Ἰουδαῖοι, ἔξω τῆς Ἱερουσαλὴμ διατρίβετε χρόνον τοσοῦτον; καὶ τί τὸ καινὸν καὶ παράδοξον; μὴ γὰρ νῦν ἐν ἁμαρτίαις ζῆτε μόνον, παρὰ δὲ τὴν ἀρχὴν ἐν δικαιοσύνῃ καὶ κατορθώμασιν; οὐκ ἄνωθεν καὶ ἐξ ἀρχῆς συνανετράφητε παρανομίαις; οὐχὶ τῆς θαλάσσης σχιζομέ νης καὶ τῶν πετρῶν ῥηγνυμένων καὶ τοσούτων θαυμάτων γινομένων περὶ τῆς ἐρήμου προσεκυνήσατε μόσχῳ; οὐ τὸν Μωϋσέα λί θοις βάλλοντες καὶ ἑτέροις μυρίοις τρόποις ἀνελεῖν ἐπεχειρήσατε πολλάκις, καὶ τὸν θεὸν παρωργίζετε βλασφημοῦντες; οὐ τῷ Βεελφεγὼρ ἐτελέσθητε; οὐ τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας ἐθύσατε τοῖς δαιμονίοις καὶ τοὺς ἀλλοτρίους θεοὺς ἐθεραπεύσατε; οὐ πᾶν εἶδος ἁμαρτίας καὶ κακίας ἐπεδείξασθε; πῶς οὖν ὑμᾶς οὐκ ἀπεστράφη τότε ὁ θεός, ἀλλὰ μετὰ τὰς παιδοκτονίας καὶ τὰς εἰδωλολατρίας, μετὰ τὴν πολλὴν ἀγνωμοσύνην, καὶ προφήτας ἀφῆκε παρ' ὑμῖν εἶναι διαφόρους, καὶ σημεῖα εἰργάζοντο καὶ θαύ 1.411 ματα παράδοξα; τίνος οὖν ἕνεκεν πάλαι μὲν ἀσεβοῦντες καὶ μυρία διαπραττόμενοι δεινὰ τοσαύτης εὐνοίας ἀπηλαύσατε παρὰ θεοῦ καὶ προστασίας καὶ προμηθείας, νῦν δὲ οὔτε εἰδωλολατροῦντες οὔτε παιδοκτονοῦντες ἐν αἰχμαλωσίᾳ καὶ ταλαιπωρίᾳ διάγετε; μὴ γὰρ ἕτερος ἦν θεὸς τότε καὶ ἕτερος νῦν; οὐκ αὐτός ἐστι καὶ ὁ ἐκεῖνα οἰκονομῶν καὶ ταῦτα νῦν ἐργαζόμενος; διὰ τί, ὅτε μείζω μὲν ἦν τὰ ἁμαρτήματα, πολλὴ δόξα ὑμῖν ἦν παρὰ θεοῦ, ὅτε δὲ ἐλάττονα πλημμελεῖτε νῦν, παντελῶς ὑμᾶς ἀπεστράφη καὶ ἀτιμίᾳ παρέδωκεν ἀπεράντῳ; ἀλλὰ κἂν ὑμεῖς σιγήσητε, οἱ λίθοι κεκρά ξονται. ἐπειδὴ γὰρ κατὰ τοῦ δεσπότου τὰς χεῖρας ἐξετείνατε, διὰ τοῦτο οὐκ ἔσται ὑμῖν διόρθωσις οὐδὲ συγγνώμη λοιπὸν οὐδὲ ἀπολογία. τότε μὲν γὰρ εἰς δούλους ἦν τὰ τολμώμενα, νῦν δὲ πάντα ἐκεῖνα τὰ παλαιὰ σαφῶς ἀπεκρύψατε διὰ τῆς εἰς τὸν κοινὸν δεσπότην Χριστὸν μανίας. ὅθεν καὶ μειζόνως κολάζεσθε, καὶ οὐδ' οὕτως ἀπέχεσθε τῆς πατρικῆς ἐμβροντησίας τε καὶ λύσσης, πλάνον αὐτὸν καὶ παράνομον ἀποκαλοῦντες. εἰ γοῦν πλάνος ἦν ὁ Χριστός, ὡς φατέ, καὶ παράνομος, ἐχρῆν μᾶλλον ὑμᾶς εὐδο κιμῆσαι, ὅτι αὐτὸν ἀπεκτείνατε. εἰ γὰρ Φινεὲς ἕνα τινὰ παρα νομοῦντα ἀνελὼν ὁλόκληρον τὴν κατὰ τοῦ ἔθνους ὀργὴν κατέπαυ σεν (ἔστη γὰρ Φινεὲς καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην), πολλῷ μᾶλλον ἐφ' ὑμῶν ἔδει τοῦτο γενέσθαι, εἴ γε παράνομος ἦν ὁ ὑφ' ὑμῶν σταυρωθείς.
PG 121:4511.412 καὶ πόθεν δῆλον, φησίν, ὅτι τέλεον ἀπεστράφη ὑμᾶς ὁ θεός; τῶν πραγμάτων αὐτῶν βοώντων καὶ σάλπιγγος λαμπροτέραν ἀφιέντων φωνὴν διὰ τῆς καταστροφῆς τῆς πόλεως, διὰ τῆς ἐρη μώσεως τοῦ ναοῦ, διὰ τῶν ἄλλων ἁπάντων. ἀλλ' ἄνθρωποι, φησίν, ἐπήγαγον, οὐχ ὁ θεός. εἰ γοῦν ἀνθρώπων ἔργα ταῦτα καὶ οὐχὶ τῆς ὀργῆς τοῦ θεοῦ, ἔδει μέχρι τῆς ἁλώσεως τὰ ὑμέτερα στῆναι καὶ μὴ περαιτέρω προελθεῖν ὑμῖν τὴν ἀτιμίαν καὶ κάκωσιν. πλὴν ἔστω κατὰ τὸν ὑμέτερον λόγον, ὅτι τὰ τείχη κατέστρεψαν ἄνθρωποι καὶ τὴν πόλιν καθεῖλον καὶ τὸν βωμὸν ἀνέστρεψαν. μὴ καὶ τοὺς ἀνθρώπους ἄνθρωποι κατέπαυσαν; μὴ καὶ τὴν τοῦ πνεύματος χάριν καὶ τἆλλα τὰ σεμνὰ τὰ παρ' ὑμῖν αὐτὰ κατέλυ σαν, οἷον τὸ φωνὴν ἐκ τοῦ ἱλαστηρίου φέρεσθαι, τὴν ἐπὶ τῷ χρίσματι γενομένην ἐνέργειαν, τὴν ἐπὶ τὸν λίθον τοῦ ἱερέως δή λωσιν; καὶ γὰρ ἡ Ἰουδαϊκὴ πολιτεία οὐχὶ κάτωθεν εἶχε τὰς ἀρχὰς ἁπάσας, ἀλλὰ τὰς πλείους καὶ σεμνοτέρας ἄνωθεν ἐκ τῶν οὐρα νῶν. οἷον τί λέγω; θυσίας γίνεσθαι συγχωρήσας, ὁ μὲν βωμὸς ἦν κάτω καὶ τὰ ξύλα καὶ ἡ μάχαιρα καὶ ὁ ἱερεύς, τὸ δὲ πῦρ τὸ μέλλον ἐν τοῖς ἀδύτοις τοῖς ἐκείνοις ἰέναι καὶ δαπανᾶν τὰς θυσίας ἄνωθεν τὴν ἀρχὴν εἶχεν· οὐ γὰρ ἄνθρωπος εἰς τὸν ναὸν εἰσῆγε πῦρ, ἀλλὰ φλὸξ ἄνωθεν κατενεχθεῖσα τὴν ἐπὶ τῆς διακονίας ἐπλή ρου θυσίαν. πάλιν εἴ ποτε ἔδει τιμαθεῖν, ἀναμέσον τῶν Χε ρουβὶμ καὶ τοῦ ἱλαστηρίου φωνή τις ἐφέρετο καὶ τὰ μέλλοντα προέλεγεν. ὡσαύτως ἐπὶ τὸν λίθον τὸν ἐπὶ τοῦ στήθους τοῦ ἀρ χιερέως, ὅπερ ἐκάλουν δήλωσιν, ἐγίνετό τις ἔλλαμψις, καὶ τὰ 1.413 μέλλοντα προεσήμαινεν. ὁμοίως ἡνίκα χρίεσθαι ἔδει τινά, πνεύ ματος ἐφίπτατο χάρις καὶ τὸ ἔλαιον ἀνεπήδα. καὶ προφῆται διη κόνουν τοῖς πράγμασι τούτοις, καὶ νεφέλη πολλάκις καὶ καπνὸς τὰ ἄδυτα κατελάμβανεν. ἵνα τοίνυν μὴ ἀναισχυντῆτε μηδὲ ἀν θρώποις λογίζησθε τὴν ἐρήμωσιν αὐτῶν, οὐχὶ τὴν πόλιν μόνην ἀφῆκε πεσεῖν καὶ τὸν ναὸν ἐρημωθῆναι, ἀλλὰ καὶ τὰ πράγματα ἐκεῖνα, ἅπερ ἐκ τῶν οὐρανῶν τὰς ἀρχὰς εἶχεν, ἐκποδὼν γενέσθαι πεποίηκε. τίνος οὖν ἕνεκεν οὐκ ἔχετε νῦν προφήτας οὐδέ τι τῶν λοιπῶν ἐκείνων θείων; οὐκ εὔδηλον ὅτι τοῦ θεοῦ τὰ καθ' ὑμᾶς ἀποστραφέντος; καὶ πόθεν, φησί, τοῦτο δῆλον; ἀφ' ὧν πρὸ τούτου μὲν ἀσεβοῦντες ἐτυγχάνετε πάντως, νῦν δὲ δοκοῦντες ἐπιει κέστερον ζῆν μετὰ τὸν σταυρὸν μείζονα τιμωρίαν ὑπομένετε καὶ οὐδενὸς ἀπολαύετε τῶν προτέρων, οὔτε μὴν ἀπολήψεσθε, καθὼς αἱ θεῖαι προρρήσεις ἐναργῶς δηλοῦσιν. εἰ δὴ βούλεσθε, καὶ ἑτέρους προφήτας ἐφοπλίσομεν λέγοντας φανερῶς ὅτι τὰ μὲν ὑμέ τερα τέλος λήψεται, τὰ δὲ ἡμέτερα ἀνθήσει, καὶ πανταχοῦ τῆς οἰκουμένης ἐκταθήσεται τὸ κήρυγμα, καὶ θυσίας ἑτέρας προσενεχθήσεται τρόπος, ἐκείνων τῶν παρ' ὑμῖν καταλυθεισῶν. οὐδὲ γὰρ Ἠσαΐαν παράγω τέως μάρτυρα οὔτε Ἰερεμίαν οὔτε τοὺς ἄλλους πρὸ τῆς αἰχμαλωσίας, ἵνα μὴ λέγητε ὅτι τὰ δεινὰ ἐκεῖνα ἃ ἔλεγον περὶ τῆς αἰχμαλώσεως ἐξέβη, ἀλλὰ Μαλαχίαν τὸν μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον καὶ τὴν τῆς πόλεως ἀποκατάστασιν σαφῶς περὶ τῶν πραγμάτων ὑμῶν προφητεύσαντα. ἐπειδὴ γὰρ ἐπανῆλθον καὶ τὴν πόλιν ἀπέλαβον καὶ τὸν ναὸν ᾠκοδόμουν καὶ 1.414 τὰς θυσίας ἐπετέλουν, τὴν μέλλουσαν παντελῆ ταύτην καὶ τελευ ταίαν ἐρήμωσιν καὶ τὴν ἀναίρεσιν τῶν θυσιῶν προλέγων φησίν "εἰ λήψομαι ἐκ τῶν χειρῶν ὑμῶν θυσίαν, λέγει κύριος παντο κράτωρ. ὅτι ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά. ὑμεῖς δὲ βεβη λοῦτε αὐτήν." πότε οὖν ταῦτα πεπλήρωται, ὦ Ἰουδαῖοι, καὶ πότε ἐν παντὶ τόπῳ θυμίαμα προσηνέχθη τῷ θεῷ καὶ θυσία κα θαρά; οὐκ ἂν ἔχοιτε εἰπεῖν ἕτερον καιρὸν ἀλλ' ἢ τοῦτον τὸν μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν. ὡς εἰ μὴ τοῦτον προλέγει τὸν και ρόν, μηδὲ τὴν ἡμετέραν θυσίαν ἀλλὰ τὴν Ἰουδαϊκήν, παράνομός ἐστιν ἡ προφητεία. εἰ γὰρ τοῦ Μωϋσέως κελεύοντος εἰς μηδένα τόπον ἀνάγεσθε θυσίαν ἀλλ' ἢ εἰς τὸν τόπον ὃν ἐξελέξατο κύριος ὁ θεός, καὶ εἰς ἓν χωρίον ἐν Ἱερουσαλὴμ
PG 121:453συγκλείοντος τὰς θυ σίας ἐκείνας, ὁ προφήτης λέγων ἐν παντὶ τόπῳ θυμίαμα μέλλειν προσάγεσθαι καὶ θυσίαν καθαράν, ἐναντιοῦται καὶ μάχεται τῷ Μωϋσῇ. ἀλλὰ μὴ γένοιτο· περὶ γὰρ ἑτέρας ἐκεῖνος εἶπε θυσίας καὶ περὶ ἑτέρας οὗτος. ἀκούσατε δὴ Σοφωνίου φωνοῦντος τὰ αὐτὰ καὶ λέγοντος "ἐπιφανήσεται κύριος ἐπὶ πάντα τὰ ἔθνη, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἀπὸ τοῦ τόπου αὐτοῦ." καίτοι γε τοῦτο οὐκ ἐφεῖτο, ἀλλ' εἰς ἕνα τόπον ἐθέσπισε Μωϋσῆς λατρεύειν. ὅταν οὖν ἀκού σητε τῶν προφητῶν προλεγόντων καὶ προαναφωνούντων ὅτι οὐκέτι εἰς μίαν πόλιν οὐδὲ εἰς ἕνα τόπον ἀναγκασθήσονται ἄνθρωποι 1.415 πάντοτε συνάγεσθαι, ἀλλ' οἴκοι καθήμενος ἕκαστος θεραπεύσει τὸ θεῖον, τίνα ἂν ἔχοιτε εἰπεῖν ἕτερον καιρὸν ἀλλ' ἢ τὸν παρόντα τοῦτον, καθ' ὃν τὰ μὲν ἡμέτερα διαλάμπουσι κατὰ πᾶσαν τὴν οἰκουμένην, τὰ δὲ ὑμέτερα κατεσβέσθη καὶ ἐν σκότει διαπορεύε σθε κατὰ πᾶσαν τὴν οἰκουμένην; ὅτι δὲ πάλιν οὐ παρὰ τὴν ἀρ χὴν ὑμῖν δοῦναι τὰς τοιαύτας ἐβούλετο θυσίας, ἀκούσατε τί φησιν Ἠσαΐας. "τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει κύριος. καὶ τίς ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;" εἰ δὲ ταῦτα παρὰ τὴν ἀρχὴν ἐζήτει, καὶ τοὺς παλαιοὺς πάντας τοὺς παρ' ὑμῖν λάμψαν τας πρώτους ἂν εἰς τὴν πολιτείαν ἤγαγε ταύτην. πῶς οὖν ταῦτα, φησίν, ἐπέτρεψε; τῇ ὑμετέρᾳ συγκαταβαίνων ἀσθενείᾳ. καὶ καθάπερ ἰατρὸς πυρέττοντα ἰδὼν ἄνθρωπον δυσάρεστόν τε καὶ ἀκαρτέρητον, ἐπιθυμοῦντα ψυχροποσίας καὶ ἀπειλοῦντα εἰ μὴ λάβοι ἑαυτὸν ἀναιρήσειν, βουλόμενος τὸ μεῖζον κωλῦσαι κακὸν τὸ ἔλαττον δίδωσι πρὸς ἀλλαγὴν τελευτῆς βιαίας, οὕτω δὴ καὶ ὁ θεὸς ἐποίησεν. ἐπειδὴ γὰρ εἶδε μαινομένους, ἀγχομένους, ἐπι θυμοῦντας θυσιῶν, καὶ παρεσκευασμένους εἰ μὴ λάβοιεν αὐτομο λήσειν πρὸς τὰ εἴδωλα, μᾶλλον δὲ οὐ παρεσκευασμένους ἀλλὰ καὶ αὐτομολήσαντας ἤδη, ἐπέτρεψε τὰς θυσίας. καὶ ὅτι αὕτη ἐστὶν ἡ αἰτία, δῆλον ἐντεῦθεν· μετὰ γὰρ τὴν μυσαρὰν ἑορτὴν ἣν ἐπε τέλεσαν τοῖς δαιμονίοις μοσχοποιήσαντες, τότε τὰς θυσίας ἐπέ τρεψε, μονονουχὶ λέγων "μαίνεσθε καὶ βούλεσθε θύειν; οὐκοῦν ἐμοὶ θύετε." ἀλλ' ὅμως καὶ τοῦτο ἐπιτρέψας οὐ μέχρι τέλους 1.416 ἀφῆκεν, ἀλλὰ διὰ σοφωτάτης μεθόδου πάλιν ἀνήγαγε. καὶ ὥσπερ ὁ ἰατρὸς ἐκεῖνος συγχωρήσας τῇ ἐπιθυμίᾳ τοῦ κάμνοντος, εἶτα φιάλην οἴκοθεν κομίσας κελεύσει ταύτῃ μόνῃ τῆς ψυχροπο σίας μεταλαβεῖν, καὶ τοῦ κάμνοντος πεισθέντος λάθρᾳ τοῖς ἐπι τηδείοις ἐπιτάξειε συντρῖψαι τὴν φιάλην αὐτήν, ἵνα λανθανόντως καὶ ἀνυπόπτως αὐτὸν ἀπαγάγῃ τῆς ἐπιθυμίας αὐτῆς, οὕτω καὶ ὁ θεὸς ἐποίησε· θύειν ἐπιτρέψας ἐν οὐδενὶ τόπῳ τῆς οἰκουμένης εἴασε τοῦτο γενέσθαι ἀλλ' ἢ ἐν τοῖς Ἱεροσολύμοις καὶ μόνον. ὅθεν φησὶν ὁ Δαβίδ "σοὶ πρέπει ὕμνος ὁ θεὸς ἐν Σιών, καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ." εἶτα ἐπειδὴ χρόνους τινὰς ἔθυσαν, καθεῖλε τὴν πόλιν. ὥσπερ ὁ ἰατρὸς διὰ τῆς τοῦ σκεύους συντριβῆς, οὕτως καὶ ὁ θεὸς διὰ τῆς καταστροφῆς τῆς πόλεως καὶ ἄκοντας αὐτοὺς ἀπήγαγε τοῦ πράγματος. ἐπεὶ γὰρ εἰ φανε ρῶς εἶπεν ἀπόστητε, οὐκ ἂν ἠνέσχοντο ῥᾳδίως, διὰ τῆς κατὰ τὸν τόπον ἀνάγκης λανθανόντως αὐτοὺς ἀπήγαγε τῆς περὶ τὸ πρᾶγμα μανίας. ἔστω τοίνυν ὁ μὲν ἰατρὸς ὁ θεός, ἡ δὲ φιάλη ἡ πόλις, ὁ δὲ νοσῶν ὁ δυσάρεστος δῆμος τῶν Ἰουδαίων, ἡ δὲ ψυχροποσία ἡ τῶν θυσιῶν ἐπιτροπὴ καὶ ἐξουσία. εἰ γὰρ μὴ τοῦτο ἠβούλετο κατασκευάσαι, τίνος ἕνεκεν εἰς τόπον ἕνα συνέκλεισε τὴν τοιαύτην θυσίαν ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν; τίνος χάριν τὴν μὲν λατρείαν εἰς θυσίας, τὰς δὲ θυσίας εἰς τόπον, τὸν δὲ τόπον εἰς καιρόν, τὸν δὲ καιρὸν εἰς μίαν πόλιν συναγαγὼν αὐτὴν πάλιν ἐκείνην κατέστρεψε τὴν πόλιν; καὶ τὸ δὴ θαυμαστὸν καὶ παρά 1.417 δοξον, ὅτι πᾶσα μὲν ἡ οἰκουμένη τοῖς Ἰουδαίοις ἀνεῖται, ἔνθα οὐκ ἔξεστι θύειν, μόνη δὲ ἡ Ἱερουσαλήμ, ἐν ᾗ καὶ μόνον ἐξῆν, ἄβατος καὶ ἔρημος γέγονε. περὶ ὧν μέντοι κἀν ταῖς ἀποστολι καῖς διατάξεσί φησιν ὁ θεῖος λόγος. ἤδη δὲ καὶ πρὸ τῆς ἐνσάρ κου οἰκονομίας ἐναργῶς ὁ θεὸς εὖ μάλα παρῃτεῖτο τὰς τῶν Ἰου δαίων
PG 121:348usque ad Maximianum et Maximinum tyrannos rem Maximianum et Maximinum.Horum prior col lega fuit Diocletiani,cognomento Herculeus, poste rior ab eodem Diocletiano imperatore gener ac Cæsar est ascitus. Cedrenus Maximianum vocat in ipsius historia. Quidam Maximianum scribunt. Nomen ei fuit Gallerio. Tyrannos vocat, quod Christianis fuerunt iniqui. XYL. Hic Georgii Syncelli filium secutus ab ejus fine principium historiæ suæ dedit, Theophili et Michaelis filii tempore, quo monasterii Agri præ positus decessit. Goar. Sic etiam Zonaras eum vocat in inscriptione imperii ejus, tomo tertio f. 99, paulo ante ea refe rens quæ ego huc perspicuitatis gratia transtuli. Est apud Suidam in vocari eum qui tributorum vel redituum rationes putat, Tŵy Et in Basilio Macedone noster ejus mentionem facit, ac ibidem non procul initio Yevixov loci nomen fuisse ostendit, ubi debitæ publico seu tributi seu vectigalis nomine pecuniæ exigerentur. Alioqui creditur voce loyogins can cellerius aut libellorum magister aut aliquid tale, designari: officii nomen utique est. Fuit Nicepho rus iste æqualis Caroli Magni. XvL. De Siculo isto nihil a me temere dictum volo: quod Possevinus Heidelgergensis Biblio thece cod. 394 scribit, fideliter exscribo: Joannis Siculi Chronicon ab orbe conditio ucque ad imp. Michaelem Theophili F. præcipuas historias com plectens. Meminerunt ejus Zonaras et Cedrenus, Hæc ille. Goar. Quis hic Psellus? Non unus siquidem co gnomine Psellus,sed plures, iidemque toy ochoσó pwv ünztot, non consules, ut quoniam rentur, sed supremi, quasi iniprato. Primus Michael Leonis philosophi praceptor eruditissimus et quo celebriorem et antiquiorem, Baronio judice non reperias, de quo refert auctor p. 550. Alter Constantinus. de quo p. 803. Priori quædam hi storica ascribit Possevinus. Ac cum sua tempestate Psellum scripisse testetur Curopalates, de pos teriore sermonem ab auctore fieri penitus est indubium. Goan. Quos de nomine citat Curopalates, Josephus Genesius et Manuel Byzantius. GOAR. Grammaticus cognomine, Romanæ classis dux, novem imperatorum post Theophanem gesta conscripsit. Latet adhuc in Regia Bibliotheca. Augustanus, Sebasteæ natus. Est autem Zebá. perduxit et quo is loco desiit, 4 inde principium sumens Theophanes confessor obitu Nicephori.qui de generali logotheta imperator fuit factus, histo riam suam finiit. Post hunc etiam alii idem opus in manus sumpserunt, ut Siculus, ut honoratissi mus Psellus,ac præter hos alii.Cæterum isti accu ratam atque exactam temporum rationem non tenuerunt, neque aliud præstitere quam quod nuda regum enumeratione exposita,quis cui in imperio successisset docuerunt. Nam Theodorus Daphno pates. Nicetas Paphlagon ac reliqui Byzantii, tum Nicephorus diaconus Phryx, Leo e Caria, Theodo rus Sida oriundus, aterque Theodorus Augustanus, Demetrius item Cyzicenus ac Joannes monachus, horum qui vis peculiari sibi proposito 5 argumento (verbi gratia, laudationem alius regis, alius patri archæ vituperationem,alius amici prædicationem), procul a nominatorum virorum sententia aberra Augusta, a Augustus. Utque Au gustæ multæ fuerunt urbes in regionibus occiden talibus, ita Græco nomine Sebasteæ in Oriente fuerunt. Nam et Samariam Herodes Sebasteam aqpellavit, ut Strabo testatur, et Sebasteam Cap padocia commemorat Plinius 6 3. XvL.Augustanus nusquam dicendus (nisi forte Xylandro Augustano, Latine quidem,verum improprie laquenti) qui non Augustæ natus, verum ecclesiæ quæ est in Sebaste præsulatum geessit. GOAR. Hic trito loquendi more Cyzici episcopus censeretur. Num ille Cyzici, Demetrius de quo narrat auctor p. 723 et 740, 'quipp: in Armenos Dioscori discipulos feliciter stilum exacuit? nullo scriptorum habito sermone reliquit incertum. Joannis monachi nomine Zonaram alias intelligi notum est. XvL. Is mihi nonnullisque aliis et Zonaras. Nomen, professio, scripta id evincunt. At repugnant illi qui Cedreno Zonaram habent posteriorem. Unde? quod ulterius hic deduxerit narrationis filum. Levius argumentum est: Cedrenus etenim opere nundum absoluto scribendo destitit. GOAR. De Niceta Paphlagone non habeo quod dicam nam Choniates ille Phryx fuit, vel seipso teste. XvL. Hunc cognomento Davidem vitæ Ignatii patriarchæ sanctissimi et rerum sui temporis (vive. bat autem nono sæculo) fidelissimum scriptorem laudat Baronius. Eumdem Paphlagonem cognomine citat Meursius in Lexico GOAR. Litteram puto pro V consonante eum usurpasse, ut cum scribunt Græci, et similia. Nam minus rectum esse O pwv Osipylios vel hoc docet, quod numerus sylla barum augetur. Neque doctos homines puto moris esse bestiis præfici; neque sane eruditi imperio in belluas aut honorantur aut delectantur. Itaque suspicor nomen quidem esse officii, sed eum notare qui regio vestitui præ esset, quod cubiculariorum videtur hodie officium esse. Neque est alienum dignitate ac commodo regis eos habere assidue sibi ad quoscunque usus præsentes qui sint litterati. Vestiariorum quidem infra mentio fit in 22 Justiniani anno, Bist::. twv. quorum incuria imperatoris corona fuerit amissa.Et sæpe ad res summas ac besttario nequa quam committendas protobestiari leguntur desti nati, ut in nuptiis neptis Lacapeni imperatoris cum Petro Bulgaria principe est videre. Nonnun
PG 121:455θυσίας, ἐξαμαρτανόντων εἰς αὐτὸν πολλάκις, καὶ οἰομέ νων διὰ θυσίας ἀλλ' οὐ διὰ μετανοίας αὐτὸν ἐξευμενίζεσθαι. φησὶ γὰρ διὰ τῶν προφητῶν "ἵνα τί μοι φέρετε λίβανον ἐκ Σαβᾶ καὶ κιννάμωμον ἐκ γῆς μακρόθεν; τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ ἔστι δεκτά, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι. καὶ συναγά γετε τὰ ὁλοκαυτώματα ὑμῶν μετὰ τῶν θυσιῶν ὑμῶν, καὶ φάγετε τὰ κρέα, ὅτι οὐκ ἐνετειλάμην ὑμῖν, ἡνίκα ἐξήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου, περὶ θυσιῶν καὶ ὁλοκαυτωμάτων." καὶ "τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι, οὐδ' ἂν ἔρχεσθε ὀφθῆναί μοι. τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου οὐ προσθήσετε ἔτι. ἐὰν φέρητε μοι σεμίδαλιν, μάταιον· θυμίαμα βδέλυγμά μοί ἐστι. τὰς νεομηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι. νηστείαν καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου. ἐγενήθητέ μοι εἰς πλησμονήν." καὶ "ἀπόστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμοῦ ὀργάνων σου οὐκ ἀκούσομαι." καὶ "οὐ δέξομαι ἐκ τοῦ 1.418 οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους. ἐμὴ γάρ ἐστιν οἱ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς. μὴ φάγωμαι κρέατα ταύρων, ἢ αἷμα τράγων πίωμαι; θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως." καὶ "θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον." καὶ ἁπλῶς ἐν πάσαις ταῖς γραφαῖς ὁμοίως τὰς θυσίας ἀπαναίνεται διὰ τὸ ἐξαμαρτάνειν αὐτοὺς εἰς αὐτὸν ἐξ ἄκρας κακίας τε καὶ ἀπει θείας καὶ σκληροκαρδίας. θυσίαι γὰρ ἀσεβῶν βδέλυγμα κυρίῳ· καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς, καὶ θυσίαι αὐτῶν ὡς ἄρτος πένθους αὐτοῖς, καὶ πάντες οἱ ἐσθίοντες αὐτὰς μολυνθή σονται. διὸ δὴ καὶ τῷ Σαοὺλ ὁ θεῖος Σαμουὴλ ἔλεγεν "ἀκοὴ ἀγαθὴ ὑπὲρ θυσίαν, καὶ ἀκρόαμα ὑπὲρ στέαρ κριῶν. ἰδοὺ γὰρ θέλει κύριος θυσίαν ὡς τὸ εἰσακούειν αὐτοῦ." εἰ τοίνυν καὶ πρὸ τῆς παρουσίας αὐτοῦ ὑπὲρ θυσίαν καρδίαν καθαρὰν ἐπεζήτει καὶ πνεῦμα συντετριμμένον, πολλῷ μᾶλλον ἐλθὼν ἔπαυσε τὰς δι' αἱ μάτων θυσίας, οὐδὲ πάλαι δεόμενος αὐτῶν, ὡς εἴρηται, ἀλλ' εἰ βουληθῶσι συγχωρῶν, καὶ εἰ ἀπὸ γνώμης ὀρθῆς προσοίσουσιν. εἰ θύειν ἐπιθυμεῖς, οὐ δεομένῳ μοι θύε. ὁπότε δὲ τούτου ἀμνή μονες ἐγένοντο, καὶ μόσχον ἀντὶ θεοῦ θεὸν ἐπεκαλέσαντο, καὶ τούτῳ τὴν αἰτίαν τῆς ἐξ Αἰγύπτου πορείας ἐπεγράψαντο, λέγοντες "οὗτοι οἱ θεοί σου, Ἰσραήλ, οἱ ἐξαγαγόντες σε ἐκ γῆς Αἰ γύπτου," καὶ ἀπαρνησάμενοι θεὸν τὸν διὰ Μωϋσέως ἐπισκεψά μενον αὐτοὺς ἐν τῇ θλίψει αὐτῶν, τὸν τὰ σημεῖα περὶ χειρὸς καὶ ῥάβδου ποιησάμενον, τὸν Αἰγυπτίους δεκαπλήγῳ πατάξαντα, τὸν τὴν ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις διελόντα καὶ διαγαγόντα 1.419 αὐτοὺς ἐν μέσῳ τοῦ ὕδατος ὡς διὰ ξηρᾶς, τὸν τοὺς ἐχθροὺς αὐ τῶν βυθίσαντα, τὸν Μερρὰν τὴν πηγὴν τὴν πικρὰν γλυκάναντα, τὸν ἐκ πέτρας ἀκροτόμου ὕδωρ εἰς πλησμονὴν ἀναβλύσαντα, τὸν στύλῳ νεφέλης καὶ στύλῳ πυρὸς σκιάζοντα αὐτοὺς διὰ θάλπος ἄμετρον, καὶ φωτίζοντα καὶ ὁδηγοῦντα τοὺς οὐκ εἰδότας ὅπου πορευθῶσι, τὸν ἐξ οὐρανοῦ μαννοδοτήσαντα αὐτοῖς καὶ ἐκ θα λάσσης κρεωδοτήσαντα ὀρτυγομήτραν, τὸν ἐν τῷ ὄρει νομοθετή σαντα αὐτοῖς, οὗ τῆς θείας καὶ βροντοφώνου φωνῆς ἠξιώθησαν ἀκοῦσαι. τοῦτον ἀπηρνήσαντο, εἰπόντες τῷ Ἀαρών "ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν," καὶ ἐμοσχοποίησαν χω νευτόν, καὶ ἔθυσαν τῷ εἰδώλῳ. κἀντεῦθεν οὖν ὀργισθεὶς ὁ μα κρόθυμος θεός, ἅτε δὴ ἀχαριστηθεὶς ὑπ' αὐτῶν, ἔδησεν αὐτοὺς δεσμοῖς ἀλύτοις, στιβάσι φορτισμοῦ καὶ σκληρότητι κλοιοῦ· καὶ οὐκέτι εἶπεν, ἐὰν ποιήσῃς, ὡς πρὸ τῆς μοσχοποιίας εἴρηκεν, ἀλλὰ ποίησον θυσιαστήριον καὶ θύε διηνεκῶς· ἐπιλήσμων γὰρ ὑπάρχεις καὶ ἀχάριστος, ἵνα συνεχῶς ἐπιμιμνήσκῃ μου. ἐπεὶ οὖν τῇ ἐξουσίᾳ κακῶς ἐχρήσαντο οἱ τάλανες καὶ ἀγνώμονες, ἀνάγκην ἐπέθηκε λοιπὸν θύειν καὶ βρωμάτων ἀπέχεσθαι τινῶν, καὶ ζῴων διαφορὰς καθαρῶν καὶ ἀκαθάρτων διέστειλε, καίτοι παντὸς ζῴου καθαροῦ τυγχάνοντος· πάντα γὰρ ὅσα ἐποίησεν ὁ θεὸς καλὰ λίαν. καὶ δὴ καὶ
PG 121:459ἀφορισμοὺς προσέταξε καὶ καθα ρισμοὺς καὶ βαπτισμοὺς καὶ δεκατισμοὺς καὶ ἁγνείας καὶ ἀργίας διαφόρους, ὧν παρακούοντι τιμωρίαν ὡρίσατο, ἵνα πιεζόμενοι 1.420 καὶ ὑπὸ τοῦ κλοιοῦ ἀγχόμενοι τῆς πολυθέου πλάνης ἐκστήσονται. οὐκοῦν διὰ τὴν σκληροκαρδίαν αὐτῶν ἐπέδησεν αὐτούς, ὅπως διὰ τοῦ θύειν καὶ ἀργεῖν καὶ ἁγνίζεσθαι καὶ τὰ τοιάδε παρατηρεῖσθαι εἰς ἔννοιαν ἔρχωνται θεοῦ τοῦ ταῦτα διαταξαμένου αὐτοῖς καὶ νομοθετήσαντος, οἵγε μοχθηρίᾳ τρόπου καὶ γνώμης ἀγνώμονος οὐ διελίμπανον ἄνωθεν καὶ ἐξ ἀρχῆς μέχρι τέλους ἐπιλανθανόμε νοι τοῦ θεοῦ, καὶ παρατρεπόμενοι προσεκύνουν ἀντὶ τοῦ κτίστου τὴν κτίσιν, καὶ ποτὲ μέν, ὡς εἴρηται, μοσχοποιήσαντες, ποτὲ δὲ τῷ Βεελφεγὼρ προσκυνήσαντες, ἄλλοτε δὲ τῷ Βάαλ καὶ τῷ Χαμὼς καὶ τῇ Σιδωνίᾳ Ἀστάρτῃ καὶ τῷ Μολχώμ, καὶ ποτὲ τῷ ἡλίῳ καὶ τῇ σελήνῃ καὶ τοῖς ἄστροις, ἃ ὁ θεὸς εἰς φαῦσιν ἀν θρώποις ἐποίησε καὶ οὐκ εἰς προσκύνησιν· ποτὲ δὲ καὶ ἄλογα ζῷα ἐτίμων, ὡς παρ' Αἰγυπτίοις τὸν Ἆπιν βοῦν καὶ τὸν Μενδήσιον τράγον, καὶ θεοὺς ἀργυροῦς καὶ χρυσοῦς, ὡς ἐν τῇ Ἰουδαίᾳ. ταύτῃτοι προδήλως ἀπειλῶν αὐτοῖς ὁ θεὸς ἔλεγε διὰ τοῦ προφή του· "μὴ μικρὸν τοῦτο τῷ οἴκῳ Ἰούδα, ποιεῖν τὰ βδελύγματα ταῦτα ἃ ἐποίησαν; ὅτι ἔπλησαν τὴν γῆν ἀνομίας τοῦ παροργίσαι με." διὸ τοίνυν εἰκότως ἐξωλοθρεύθησαν ὡς τὸν θεὸν παροργίζοντες καὶ τὴν ἁγίαν γῆν ἐκείνην καταμιαίνοντες ἀπ' ἀρχῆς ἕως τῆς ἐσχάτης καὶ τελευταίας ταύτης ἁλώσεως ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου. καὶ γὰρ διαφόρων ταύτην ἑλόντων καὶ καθελόντων, φησὶ Θεοδώρητος, πάλιν εἰς τὸ ἀρχαῖον ἀποκατέστησαν ἀξίωμά τε καὶ σχῆμα· ἀλλὰ νῦν οὐκέτι. πρῶτος μὲν γὰρ Θελαφάλασαρ δορυάλωτον ἔλαβε τῶν δέκα φυλῶν τὸ πλεῖστον, δεύτερος δὲ Σα 1.421 λαμανασὰρ τὴν Σαμάρειαν καὶ τὰς περὶ αὐτὴν ἐξηνδραπόδισε πό λεις, τρίτος δὲ ὁ Σεναχηρεὶμ τὰς μὲν ἄλλας τῆς Ἰουδαίας ἐπολιόρ κησε πόλεις καὶ πολλοὺς μετῴκισεν αἰχμαλώτους, ἐπιστρατεύσας δὲ τοῖς Ἱεροσολύμοις ἀλαζονικῶς τε καὶ δυσσεβῶς ἐκομίσατο δι καίως τῆς βλασφημίας τὰ ἐπίχειρα· θεηλάτῳ πληγῇ τὴν στρατιὰν ἀπολέσας, καὶ μετ' αἰσχύνης ἀναζεύξας, ὑπὸ τῶν ἰδίων τέκνων ἀναιρεῖται. μετὰ δὲ τοῦτον Ναβουχοδονόσορ ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας Ἰωακεὶμ τοῦ υἱοῦ Ἰωσίου μετὰ δυνάμεως εἰς τὴν Ἰουδαίαν ἀφικόμενος, καὶ πολλὰ τάλαντα χρυσίου καὶ ἀργύρου λαβὼν καὶ ἐκ τοῦ βασιλικοῦ γένους αἰχμαλώτους πολλοὺς καὶ μέ ρος ἐκ τῶν ἱερῶν σκευῶν, ὑπέστρεψε δασμὸν ἐπιθείς. καὶ μετ' ὀλίγον χρόνον ὁ μὲν Ἰωακεὶμ τὸν φόρον ἠθέτησεν, ὁ δὲ Ναβου χοδονόσορ τῷ ἑνδεκάτῳ ἔτει τῆς τούτου βασιλείας, ὀγδόῳ δὲ τῆς οἰκείας ἡγεμονίας πάλιν ἐκστρατεύει τοῖς Ἱεροσολύμοις, καὶ τὸν μὲν Ἰωακεὶμ ἀνελὼν καὶ ἀπὸ τοῦ τείχους ῥιφῆναι κελεύσας ἄτα φον ἐπί τινα χρόνον κατέλιπε, περὶ οὗ καὶ Ἱερεμίας φησί "τάδε λέγει κύριος ἐπὶ Ἰωακεὶμ υἱὸν Ἰωσίου βασιλέως Ἰούδα. οὐαὶἐπὶ τὸν ἄνδρα τοῦτον. οὐ μὴ κόψονται αὐτόν, ὦ ἀδελφέ, οὐδ' οὐ μὴ κλαύσονται αὐτόν, οἴμοι κύριε καὶ οἴμοι ἀδελφέ· ἀλλὰ ταφὴν ὄνου ταφήσεται, καὶ συμψηφισθεὶς ῥιφήσεται ἐπέκεινα τῆς πύλης Ἱερουσαλήμ," τοὺς δὲ ἐν τέλει πάντας αἰχμαλώτους λα βών, καὶ τοῖς ὑπολειφθεῖσι χειροτονήσας βασιλέα Ἰεχονίαν υἱὸν Ἐλιακείμ, ἀπῆρεν εἰς Βαβυλῶνα. εἶτα καὶ τοῦτον μαθὼν στα 1.422 σιάσαντα μετὰ μῆνας τρεῖς πάλιν ἔρχεται, καὶ τοῦτον πεδήσας μετὰ πολλῶν νεωτέρων δοριάλωτον ἄγει, καταστήσας ἀντ' αὐτοῦ βασιλεύειν τῶν ὑπολοίπων Σεδεκίαν πατράδελφον αὐτοῦ, ὅρκοις κατὰ τοῦ θεοῦ περὶ τοῦ μὴ ἀποστῆναι καταδεσμήσας. ἀλλὰ καὶ τούτου παραβάντος τοὺς ὅρκους καὶ μήτε τὸν δασμὸν ἀποδοῦ ναι θελήσαντος μήτε μὴν εὔνοιαν φυλάξαντος ἀλλ' Αἰγυπτίοις προσφυγόντος, αὖθις παρεγένετο, καὶ τὸν μὲν Σεδεκίαν χειρω σάμενος καὶ ἐκτυφλώσας, καὶ τὴν πόλιν αὔτανδρον εἰληφώς, τά τε βασίλεια καὶ τὸν θεῖον ναὸν καὶ πᾶσαν ἐμπρήσας οἰκίαν, αἰχμαλώτους ἀπήγαγε τοὺς διασωθέντας ἐκ τοῦ λιμοῦ καὶ τοῦ πολέμου καὶ τὰ διαφέροντα σκεύη τοῦ ναοῦ κυρίου. τὸ πλῆθος τοίνυν τῶν συμφορῶν αὐτῶν καὶ Ἰωὴλ διηγούμενος πρῶτον μὲν
PG 121:461ἐπελεύσεσθαι κάμπην λέγει, τὰ δὲ ὑπ' αὐτῆς μὴ ἀναλωθέντα ὑπὸ ἀκρίδος ἀναλωθήσεσθαι, ὅσα δὲ ταύτην διαφεύξεται, δαπανή σειν τὸν βροῦχον, ἔσχατον δὲ τὴν ἐρυσίβην ἐπαχθεῖσαν μηδὲν παντελῶς καταλείψειν ἀλώβητον. φησὶ γάρ "τὰ κατάλοιπα τῆς ἀκρίδος καταφάγεται ὁ βροῦχος" καὶ τὰ ἑξῆς. ταῦτα γὰρ τρο πικῶς εἰς τὸν Ἀσσύριον καὶ Βαβυλώνιον ἐκληπτέον, κάμπην μὲν τὸν Θελαφάλασαρ ὀνομάζοντας, ἀκρίδα δὲ τὸν Σαλαμανασάρ, βροῦχον δὲ τὸν Σεναχηρείμ, ἐρυσίβην δὴ τὸν Ναβουχοδονόσορ, τελευταῖον ἐπιστρατεύσαντα καὶ τὴν Ἰουδαίαν δῃώσαντα καὶ τοὺς τὸν θάνατον διαφυγόντας αἰχμαλωτίσαντα, καθὼς εἴρηται. πλει στάκις μὲν οὖν πάλιν συμβέβηκεν ἁλῶναι τὴν Ἰουδαίαν, ὥς φησι πάλιν ὁ μέγας Κύριλλος, ὑπό τε Ἀσσυρίων καὶ Αἰγυπτίων Σύρων 1.423 τε καὶ Μωαβιτῶν, Ἰδουμαίων καὶ τῶν λεγομένων Φυλιστιείμ, τουτέστι Παλαιστηνῶν· ἀλλ' ὀλίγα παθοῦσαν καὶ συμμέτροις ἔσθ' ὅτε περιπεσοῦσαν συμφοραῖς πάλιν ἀνῆκεν, ἐπαμύναντος θεοῦ τοῦ καὶ παιδεύσαντος. ἀπόλωλε δὲ νῦν ὁλοσχερῶς μετὰ τὴν τοῦ κυρίου σταύρωσιν. Ὥσπερ τοίνυν ἡ μὲν τῶν Ἀσσυρίων βασιλεία κατελύθη ὑπὸ Βαβυλωνίων, ἡ δὲ Βαβυλωνίων ὑπὸ Περσῶν, ἡ δὲ Περσῶν ὑπὸ Μακεδόνων, ἡ δὲ Μακεδόνων ὑπὸ Ῥωμαίων, οὕτως ἡ τῶν Ῥωμαίων ὑπὸ τοῦ Ἀντιχρίστου καταλυθήσεται καὶ ἡ τοῦ Ἀντιχρίστου ὑπὸ Χριστοῦ διαφθαρήσεται. διὰ μὲν οὖν τῶν τεσσάρων ἀνέμων τὰς μεγάλας τέσσαρας βασιλείας ὁ μέγας διδάσκει Ζαχαρίας, τὴν Χαλδαίων, τὴν Περσῶν καὶ τὴν Μακεδόνων καὶ τὴν Ῥωμαίων. τὰ δὲ δύο ὄρη τὰ δύο κλίματα τὸν οἰκουμένης φησίν· εἰς δύο γὰρ τέμνεται, εἴς τε Ἀσίαν καὶ Εὐρώπην. καὶ οἱ μὲν πυρροὶ ἵπποι τὸ μιαιφόνον τῶν Χαλδαίων σημαίνουσιν, οἱ δὲ μέλανες τὸν ἐπε νεχθέντα παρὰ Περσῶν καὶ Μήδων τοῖς Βαβυλωνίοις θάνατον, οἱ δὲ λευκοὶ τὸ σαφὲς τῆς δόξης τῶν Μακεδόνων· οὐ γὰρ ὥσπερ αἱ ἄλλαι βασιλεῖαι, καὶ αὗται. οἱ δὲ ψαροὶ καὶ ποικίλοι τὸ ἰσχυρὸν καὶ εὔτονον τῆς Ῥωμαίων βασιλείας δηλοῦσιν. ἐπειδὴ δὲ κατεστρατεύοντο Μῆδοι καὶ Πέρσαι κατὰ Βαβυλωνίων, τούτου χάριν πορευόμενοι καὶ δὴ καὶ ἀναπαῦσαι λέγονται τὸν θυμὸν κυ ρίου· ἐπειδὴ γὰρ σκληροὶ γεγόνασι κατὰ τοῦ λαοῦ τοῦ θεοῦ, διὰ τοῦτο παρεδόθησαν εἰς χεῖρας Κύρου τοῦ Πέρσου. τὸ δὲ καὶ τοὺς λευκοὺς ἵππους, τουτέστι τοὺς Μακεδόνας, κατόπισθεν τῶν 1.424 μελάνων πορεύεσθαι σημαίνει ὡς καὶ οἱ Μακεδόνες τὴν Περσῶν βασιλείαν χειρώσονται. τὸ δὲ τοὺς ψαροὺς ἐπὶ νότον ἔρχεσθαι δηλοῖ ὡς ἔμελλον Ῥωμαῖοι στρατεύειν κατὰ τῆς Ἱερουσαλήμ· ἐν γὰρ τῷ νότῳ κεῖται ἡ πόλις. τὸ δὲ προσταχθέντας αὐτοὺς περιοδεῦσαι τὴν γῆν διδάσκει πάλιν ὡς διὰ τοῦ θεοῦ πᾶσα βασιλεία συνίσταται. Γίνονται οὖν ἀπὸ τοῦ Ἀδὰμ ἕως τῆς ἐσχάτης ἁλώσεως Ἱερουσαλὴμ ἔτη #εσξβʹ, ἀπὸ δὲ τῆς πρώτης οἰκοδομῆς τοῦ Σολομων τείου ναοῦ καὶ τῆς πόλεως ἔτη #απηʹ, ἀπὸ δὲ τῆς δευτέρας οἰκο δομῆς ἔτη φ ʹ, ἀπὸ δὲ τῆς κατὰ Ἀντίοχον πολιορκίας σμηʹ, ἀπὸ δὲ τῆς ἀναλήψεως Χριστοῦ ἕως τῆς ὑπὸ Τίτου ἁλώσεως ἔτη μβʹ. Τῷ τρίτῳ ἔτει τῆς βασιλείας Τίτου υἱοῦ Οὐεσπασιανοῦ τὸ Βέσβιον ὄρος ἐν τῇ δύσει κατὰ κορυφῆς ῥαγὲν ἐξεφύσησε πῦρ τοσοῦτον ὡς καταφλέξαι τὴν παρακειμένην χώραν καὶ τὰς πόλεις. ὅπερ θεασάμενοι οἱ Ἕλληνες, καὶ σφόδρα καταπλαγέντες, ἠρώ των τινὰς τῶν ἐλλογίμων Χριστιανῶν πῶς καὶ πόθεν ἐξῆλθε τὸ πῦρ ἐκ τῶν μυχαιτάτων τῆς γῆς. οἱ δέ φασιν, ἐκ τῆς ἡτοιμασμέ νης τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ καὶ πᾶσι τοῖς ἁμαρτωλοῖς καὶ ἀσεβέσιν ἀνθρώποις γεέννης ἀνεδόθη πρὸς σωφρονισμὸν καὶ ἐπίγνωσιν τῶν ἁμαρτανόντων. καὶ δῆλον ἐξ ὧν καὶ ὁ περιβόητος ὑμῶν διδάσκαλος Πλάτων ἔφη, διεξερχόμενος ἐν τῷ Φαίδωνι περὶ τῶν λήξεων καὶ ἀποπληρώσεων τῶν ψυχῶν, ὅτι οἱ κακῶς βεβιωκότες κολάζονται ἐν τῷ Κωκυτῷ καὶ ἐν τῷ Πυριφλεγέθοντι 1.425 καὶ ἐν τῷ Ταρτάρῳ, ἅτινά εἰσιν ἐν τῷ βάθει τῆς γῆς. καὶ ταῦτα μὲν ἐκεῖνοι πρὸς τοὺς κατ' ἐκεῖνο καιροῦ διαποροῦντας Ἕλληνας. ὁ δὲ θεῖος Πατρίκιος καὶ τῆς Προύσης ἐπίσκοπος καὶ μάρτυς πρὸς τὸν δικαστὴν
PG 121:463ἀνθύπατον, ἐρωτηθεὶς ἐπὶ λαοῦ καὶ δήμου περὶ τῶν αὐτοφυῶν πόθεν ἐξέρχεται, οὕτως ἀπεκρίθη. ὁ κτίσας θεὸς πῦρ καὶ ὕδωρ ἐξ οὐκ ὄντων οὐσιῶν, καὶ ἐκ μὲν τοῦ πυρὸς φῶς καὶ ἥλιον καὶ τοὺς λοιποὺς ἀστέρας κατασκευάσας λόγῳ, προσέταξεν αὐτοῖς ἡμέραν καὶ νύκτα δᾳδουχεῖν· τοσαύτη γὰρ αὐτοῦ ἡ δύνα μις ὅσον καὶ τὸ θέλημα. ἐκ δὲ τοῦ ὕδατος τὸ στερέωμα τοῦ οὐ ρανοῦ συμπήξας, καὶ γῆν ἐπάνω τῶν ὑδάτων ἑδράσας, ἐποίησε τὰ ἐν αὐτοῖς πάντα προγνωστικῇ ἐνεργείᾳ, ἵνα ὁ μέλλων παρ' αὐ τοῦ πλασθήσεσθαι ἄνθρωπος μηδενὸς τῶν ἀναγκαίων καὶ συμφε ρόντων εἰς χρῆσιν ἐνδεῖται. ἐν οἷς δύο τόπους εὐτρεπίσας πάλιν ἀϊδίους, τὸν μὲν φωτὶ καταλάμπεσθαι καὶ ἀπεράντων ἀγαθῶν ἔμπλεων κατεσκεύασε, τὸν δὲ σκότους καὶ κολαστηρίου πυρὸς αἰωνίου πεποίηκεν, ὅπως οἱ μὲν εὐαρεστήσαντες αὐτῷ καὶ πρὸς τὴν τοῦ διαβόλου μὴ κατολισθήσαντες ἀπάτην τὸν τῶν φωσφό ρων ἀγαθῶν μετὰ τὴν ἀνάστασιν ἀπολαβόντες τόπον αἰωνίως αὐτῷ συμβασιλεύσωσιν, οἱ δὲ παροργίσαντες αὐτὸν καὶ τῷ κοινῷ ἐχθρῷ ἐξακολουθήσαντες σὺν αὐτῷ καὶ τὸν τῶν σκοτεινοφόρων κολαστηρίων ἀπειληφότες χῶρον ἀτελευτήτως ἀποκλαύσωσι. δια χωρίσας δὲ τὸ πῦρ καὶ τὸ ὕδωρ ὥσπερ τὸ φῶς καὶ τὸ σκότος, κατεκερμάτισε ταῦτα κατὰ πάσης αὐτοῦ τῆς κτίσεως, καὶ ἔστιν ὕδωρ ὑπεράνω τοῦ στερεώματος, ὅ ἐστιν αἰθήρ, καὶ ἔστιν ὕδωρ 1.426 καὶ πῦρ ὑποκάτω τῆς γῆς. καὶ τὸ μὲν ἐπάνω τῆς γῆς ὕδωρ συν αχθὲν εἰς συναγωγὴν μίαν θάλασσα προσηγορεύθη, τὸ δὲ ὑποκάτω τῆς γῆς ἀπομεῖναν ἄβυσσος ἐκλήθη, ἐξ οὗ καθάπερ σίφωνές τινες ἀναπέμπονται πρὸς ζωὴν ἡμῶν καὶ παντὸς ζῴου αἱ πηγαί. ἀφ' οὗ καὶ τὰ θερμὰ ἀνάγονται. καὶ τὰ μὲν πορρωτέρω τοῦ κάτω πυρὸς ἀπέχοντα προνοίᾳ θεοῦ ἀναδίδονται ψυχρότερα, τὰ δὲ πλησίον τοῦ πυρὸς ἐκεῖθεν ἐκπυρούμενα ζέοντα λίαν ἀναφέρονται, ὅσα δὲ οὐ πολὺ πλησιάζουσι, χλιαρὰ ἀναδίδονται. καὶ τὸ μὲν ὑποκάτω τῆς γῆς πῦρ κολαστήριόν ἐστι δαιμόνων καὶ ἁμαρτωλῶν ἀνθρώπων, τὸ δὲ κατωτάτω ὕδωρ, ψυχρότερον ὂν καὶ εἰς βώ λους κρυστάλλου πεπηγός, ὃ καὶ Τάρταρος λέγεται, βασανιστή ριόν ἐστιν ὡσαύτως καὶ τοῦτο τῶν μὴ φυλαξάντων τὰς ἐντολὰς τοῦ κυρίου. ὅτι δὲ πῦρ ἐστὶν ὑποκάτω τῆς γῆς, πειθέτω σε τὸ ἐν Σικελίᾳ καὶ ἐν Λυκίᾳ προφανῶς ἀναδιδόμενον καὶ μέντοι καὶ ἐν ἄλλοις διαφόροις τόποις ὁμοίως παραδεικνύμενον πῦρ, εἰς τὴν φοβερὰν γέενναν προδήλως πάντας κατακαῖον ὅσοι τὰ τοῦ πυρὸς ἔργα πεπράχασι. περὶ οὗ καὶ ὁ μέγας Μωϋσῆς ἐκ προσώπου τοῦ θεοῦ φησὶν ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου, καυθήσεται ἕως ᾅδου κατωτάτου, καταφάγεται γῆν καὶ τὰ γεννήματα αὐτῆς, φλέξει θεμέλια ὀρέων. οὕτως δὲ καὶ Ἠσαΐας διαρρήδην προφαί νων τοῖς ἁμαρτωλοῖς τὴν ἐσομένην καὶ ἡτοιμασμένην αὐτοῖς διὰ τοῦ ἀσβέστου πυρὸς κόλασιν ἐκβοᾷ "τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται, καὶ τίς ἀπαγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον; πορεύε 1.427 σθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε. καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί, λέγει κύριος. ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευ τήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί." καὶ δὴ καὶ ὁ θεηγόρος Χρυσόστομός φησιν· ὅρα παράδοξον αὖθις ἕτερον, ἐναντίας φύσεις συνιούσας. οὔτε γὰρ ἀστραπῆς τι πυρωδέστερον οὔτε ὕδατος ψυχρότερον, ἀλλ' ὅμως ἀναμίγνυται, καὶ οὐ συγχεῖται οὐδὲ κεράννυται, ἀλλὰ τοὺς οἰ κείους ἕκαστον διατηρεῖ ὅρους. τὸ πῦρ ἐν τῷ ὕδατι καὶ τὸ ὕδωρ ἐν τῷ πυρί, καὶ οὔτε τοῦτο ἐξήρανε ἐκεῖνο οὔτε ἐκεῖνο κατέσβεσε τοῦτο. καίτοι ἀστραπὴ τοῦ ἡλιακοῦ πυρὸς ὀξύτερον καὶ φανότερον. καὶ μαρτυροῦσιν αἱ ὄψεις αἱ ταῖς ἀκτῖσι διηνεκῶς καταλαμπόμεναι, ἐκείνης δὲ τὴν φορὰν οὐδὲ πρὸς βραχὺ δυνάμεναι ἐνεγκεῖν. καὶ ὁ μὲν ἥλιος διὰ πάσης ἡμέρας διατρέχει τὸν οὐρανόν, αὐτὴ δὲ ἐν μιᾷ καιροῦ ῥοπῇ τὴν οἰκουμένην ἅπασαν, ὡς καὶ Χριστὸς μαρτυ ρεῖ λέγων "ὥσπερ ἡ ἀστραπὴ ἐξέρχεται ἐξ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν." εἶτα φησίν "ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐ τῶν." αὕτη πάλιν
PG 121:467ἑτέρα φύσις, οὐ μικρὰν ἡμῖν παρέχουσα χρείαν, ἀλλὰ τοσαύτην ὥστε εἰς τὸ πολὺ τῆς ζωῆς ἡμῖν συντελεῖν, κεκμηκότα ἀνακτᾶσθαι τὰ σώματα. τοῦτο γὰρ ἔργον ἀνέμων, ἀναρριπίζειν τὸν ἀέρα, ὥστε μὴ ἀκίνητον ὄντα διαφθείρεσθαι, πεπαίνειν δὲ τοὺς καρποὺς καὶ τρέφειν τὰ σώματα. τί ἄν τις εἴποι τὰς ἐν ναυτιλίᾳ χρείας αὐτῶν, καὶ τοὺς καιροὺς οἷς τεταγμένως ἐφίστανται καὶ παραχωροῦσιν ἀλλήλοις, χορεύοντες ἐν τῷ πελάγει 1.428 καὶ τοὺς πλωτῆρας διαβιβάζοντες; καὶ ὁ μὲν παρέπεμψεν, ὁ δὲ διεδέξατο. καὶ ἐναντίας ὁδευόντων ὁδοὺς καὶ διακονούντων ἡ μάχη αὐτῶν πάλιν τῷ βίῳ γίνεται χρήσιμος. καὶ μυρία ἄν τις εἴποι τῶν ἀνέμων ἔργα. ἀλλ' ὅμως πάντα ταῦτα παραδραμὼν ὁ προφήτης καὶ καταλιπὼν ἀναλέγεσθαι, αὐτὸ μόνον τὴν εὐκολίαν τῆς δημιουργίας παρέστησε. τὸ γὰρ εἰπεῖν «ἐκ θησαυρῶν αὐτῶν» οὐ τοῦτο δηλοῦντός ἐστιν, ὅτι θησαυροί τινές εἰσιν ἀνέμων, ἀλλὰ τὴν εὐκολίαν τοῦ ἐπιτάττοντος καὶ τὸ ἕτοιμον τῆς βουλῆς καὶ παρεσκευασμένον. ὥσπερ γὰρ ὁ ἔχων ἐν θησαυρῷ μετὰ ἀδείας ἐξάγει πάντα, καὶ ὅτε βούλεται πάλιν εἰσάγει, οὕτως ὁ τοῦ παν τὸς δημιουργὸς πάντα εὐκόλως ἐποίησε καὶ τῇ φύσει παρέδωκεν. εἶδες καὶ πόση ἐν ἀέρι διαφορά, καθάπερ καὶ ἐν πυρὶ καὶ ἐν ὕδατι πολλαὶ ἐναλλαγαί. καὶ γὰρ τοῦ ὕδατος τὸ μέν ἐστι πηγαῖον, τὸ δὲ θαλάττιον, τὸ δὲ ἀέριον, τὸ δὲ ἐν νεφέλαις, τὸ δὲ ὑπερουρά νιον, τὸ δὲ ὑπεράνω τῶν ἀνθρώπων, τὸ δὲ ὑπόγειον, ἀφ' οὗ καὶ τὰ θερμὰ ὕδατα ἐν διαφόροις τόποις ἀνάγονται, διὰ τοῦ ὑπογείου πυρὸς θερμανθέντα παραδόξως. καὶ τοῦ πυρὸς τὸ μέν ἐστιν ἐν ἡλίῳ, τὸ δὲ ἐν σελήνῃ, τὸ δὲ ἐν ἀστραπαῖς, τὸ δὲ ἐναέριον, τὸ δὲ ἀπὸ ξύλων, τὸ περὶ ἡμᾶς καὶ τὸ λυχναῖον, τὸ δὲ ἀπὸ γῆς (καὶ γὰρ ἔστι πολλαχοῦ τὸ τοιοῦτο ἀπὸ γῆς ἀναδιδόμενον ἰδεῖν, ὥσπερ αἱ πηγαὶ τῶν ὑδάτων), τὸ δὲ ἐν λίθοις παρατριβομένοις, τὸ δὲ ἐν κόμαις δένδρων καὶ αὐτῶν παρατριβομένων, τὸ δὲ ἐν κεραυνοῖς ἐκ τοῦ αἰθέρος, τὸ δὲ ἐξ ὑδάτων καὶ ὑέλων διαυγεστάτων καὶ καθα 1.429 ρωτάτων ἐξάλλεσθαι πέφυκεν. οὕτω δὲ καὶ ἐν ἀέρι πάλιν ὁ μέν ἐστι παχύτερος ὁ περὶ ἡμᾶς καὶ φθοροποιὸς καὶ νόσων ποικίλων ἐπικινδύνων αἴτιος, ὁ δὲ λεπτότερος καὶ σωμάτων εὐκρασίας καὶ εὐρωστίας πρόξενος, ὁ δὲ αὐότερος καὶ πυρωδέστερος. ὥσπερ καὶ τῶν ἀνέμων πολλαὶ διαφοραί· ὁ μὲν γάρ ἐστι λεπτότερος ὁ δὲ παχύτερος, ὁ μὲν ψυχρότερος ὁ δὲ ξηρότερος, ὁ μὲν ὑγρότερος ὁ δὲ θερμότερος. ὅθεν οὖν ὁ προφήτης ἐμπεσὼν εἰς τὴν ἄβυσσον τῶν εὐεργετημάτων τούτων καὶ τῶν τοιούτων, ἐν οἷς ἡ τοῦ θεοῦ δύναμις καὶ σοφία δείκνυται, καὶ ἰδὼν τὸ πέλαγος ἀχανές, ἀπε πήδησε μέγα βοήσας ὡς ἐμεγαλύνθη τὰ ἔργα σου κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας, καὶ σοφίας ἐνέπλησας τά τε ἔμψυχα καὶ τὰ ἄψυχα. Μετὰ δὲ Τῖτον ἐβασίλευσε Δομετιανὸς ὁ ἀδελφὸς αὐτοῦ ἔτη ιεʹ μῆνας ιαʹ, καὶ ἐσφάγη ἐν τῷ ναῷ Ῥώμης κατ' ἐπιβουλὴν τῆς ἑαυτοῦ γυναικός. διάδοχος γὰρ γενόμενος τοῦ ἀδελφοῦ οὐ τὴν πατρικήν τε καὶ ἀδελφικὴν ἐζήλωσεν ἀριστοπολιτείαν, ἀλλὰ τὴν τοῦ Τιβερίου καὶ Νέρωνος ἀνοσιεργίαν ἐκ διαμέτρου. καὶ δὴ πᾶν εἶδος κακίας ἐπελθών, μιαιφονίας τε καὶ γυναικομανίας ἅμα καὶ ἀνδρομανίας ἀνάπλεως γενόμενος, ἑαυτὸν ὁ ἄθεος τελευταῖον ἀπεθέωσε. κἀντεῦθεν ἔχθιστον ἅπασι καὶ ἀπόβλητον διὰ τὸ φονικόν τε καὶ θηριῶδες τῆς μιαρᾶς γνώμης ἑαυτὸν ὁ τάλας ἀπο φήνας, εἰκότως μάλα τὰ ἐπίχειρα τῆς οἰκείας δυσμενείας κομισάμενος αἰσχίστῳ μόρῳ τὸν μυσαρὸν καὶ βέβηλον καταστρέφει βίον, 1.430 ὡς εἴρηται. οὗτος τὰς γενέσεις τῶν πρώτων τῆς Ῥώμης ἐρευνῶν, οὐκ ὀλίγους εὑρίσκων ἐν δυνάμει ἔσεσθαι ἀνῄρει διὰ προφάσεως. οὗτος διέταξεν ἐν ταῖς πόλεσιν ἀμπέλους μὴ φυτεύειν. οὗτος τοὺς ἀπὸ γένους Δαβὶδ καὶ Χριστοῦ ἀναιρεῖσθαι προσέταξεν· ἐδεδίει γὰρ τὴν παρουσίαν τοῦ κυρίου ὡς καὶ Ἡρώδης ὁ παιδοκτόνος. τοῦ κηρύγματος δὲ ἤδη δύναμιν λαμβάνοντος ἤγαγον συγγενεῖς τοῦ κυρίου πρὸς Δομετιανόν. οὓς καὶ ἐπηρώτησεν εἰ ἐκ Δαβὶδ καὶ Χριστοῦ εἰσι. καὶ ὡμολόγησαν. καὶ πόσων, ἔφη,
PG 121:469χρημάτων κυριεύετε; ἐννέα, φασί, δηναρίων οἱ πάντες, καὶ πλέθρων γῆς ὀλίγων, ἐξ ὧν τοὺς φόρους ἀναφέρομεν. καὶ τὰς χεῖρας σκληρὰς ἐκ τῆς ἐργασίας ἐπεδείκνυον. ὁ δέ, καὶ ὁποία τίς ἐστιν ἡ τοῦ Χριστοῦ βασιλεία, καὶ πότε φανησομένη; ὡς οὐ κοσμικὴ οὐδὲ ἐπίγειος, ἔφασαν, ἐπουράνιος δὲ καὶ ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐν δόξῃ ἐρχομένη κρῖναι ζῶντας καὶ νεκρούς. ἐφ' οἷς αὐτὸς τούτων καταφρονήσας ἐλευθέρους μὲν αὐτοὺς ἀφεῖναι ἐκέλευσε, τὸν δὲ τῆς ἐκκλησίας διωγμὸν καταπαῦσαι. οὗτος ὁ Δομετιανὸς Νερούαν τινὰ ὑπεύθυνον ἐκέλευσε ζῶντα βληθῆναι εἰς πῦρ. τῶν δὲ ἀστρο νόμων εἰπόντων ὑπὸ κυνὸς τοῦτον ἀναλωθήσεσθαι, εὐθὺς ὑετὸς κατενεχθεὶς πολὺς τὴν πυρκαϊὰν ἔσβεσε, καὶ δεδεμένον ἔτι τὼ χεῖρε κύνες ἀφεθέντες τοῦτον κατέφαγον. Λάργιος δὲ ἀστρονό μος εἶπεν εἰς ὄψιν τῷ Δομετιανῷ τεθνήξεσθαι ἡμέρᾳ τῇδε. ὁ δὲ ἐκέλευσεν αὐτὸν φυλαχθῆναι ἐν δεσμοῖς, ὡς ἂν τῆς ἡμέρας διελ 1.431 θούσης τῇ ἐπαύριον ἀναιρήσῃ. ἀλλὰ σφαγέντος αὐτοῦ ὑπὸ Στε φάνου ἀπελευθέρου αὐτοῦ ἀπελύθη ἀβλαβής. οὗτος Ἀπολλώνιον τὸν Τυανέα ἀπέκειρε καὶ δέσμιον εἰς δικαστήριον ἤγαγε. τότε φασὶ καὶ τὸ πολυθρύλητον ἔπος ἐκεῖνο τὸν Ἀπολλώνιον εἰπεῖν "οὐ μάν με κτανέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι," καὶ ἄφαντον γενέσθαι παραχρῆμα, κατ' αὐτὴν δὲ τὴν ὥραν εὑρεθῆναι εἰς Ποτιόλους ἡμερῶν τριῶν διάστημα. ὃς εὑρὼν ἐκεῖσε τὸν μαθη τὴν αὐτοῦ Δάμαντα ἀνήγγειλεν αὐτῷ τὰ κατ' αὐτόν, καθὰ Φιλό στρατος ἱστορεῖ. καὶ τῷ μετὰ Δομετιανὸν μέλλοντι βασιλεῦσαι Νέρουᾳ τὴν τελευτὴν γράμμασιν οἰκείοις προεσήμανεν. ἐφ' οὗ Τιμόθεος ὁ ἀπόστολος καὶ Ὀνήσιμος ἐμαρτύρησαν, καὶ Κλήμης ὑπὲρ Χριστοῦ ἀναιρεῖται, καὶ Ἰωάννης εὐαγγελιστὴς ἐν Πάτμῳ τῇ νήσῳ ὡς ὑπεύθυνος ἐξορίζεται. Ὁ δὲ Ἀπολλώνιος ἀπὸ Ῥώμης ἐλθὼν εἰς τὸ Βυζάντιον, καὶ παρακληθεὶς ὑπὸ τῶν ἐντοπίων, ἐποίησε ταῦτα, φυγαδεύσας τὸ πλῆθος τῶν ὄφεων καὶ σκορπίων ἐκ τῆς πόλεως, ὥστε μὴ ἀδικεῖ σθαι ὑπ' αὐτῶν τοὺς ἀνθρώπους, καὶ τῶν ἵππων τὴν ἀταξίαν χαλινώσας ἐν ταῖς συνελεύσεσι τῶν ἀρχόντων. ὡσαύτως καὶ εἰς Ἀντιόχειαν παραγενόμενος δυσωπηθεὶς ἐποίησε. τυραννουμένων γὰρ τῶν Ἀντιοχέων ὑπὸ τῶν σκορπίων καὶ κωνώπων, ποιήσας χαλκὸν σκορπίον καὶ χώσας αὐτὸν ἐν τῇ γῇ καὶ μικρὸν ἐπιστήσας ἐπάνω κίονα, βαστάζειν προσέταξε καλάμους τῷ λαῷ, καὶ περι ερχομένους ἐν τῇ πόλει κράζειν τοὺς καλάμους ἐπισείοντας ἀκώ 1.432 νωπα τῇ πόλει. καὶ οὕτως ἐξηφανίσθησαν ἐκ τῆς πόλεως οἵ τε σκορπίοι καὶ οἱ κώνωπες. αἰτηθεὶς δὲ καὶ περὶ τῶν ἐπικειμένων αὐτῇ σεισμῶν, στενάξας ἔγραψεν ἐν διπτύχῳ ταῦτα "οὐαί σοι τά λαινα πόλις, ὅτι σεισμοῖσι πολλοῖς καὶ πυρσοῖς κατενεχθήσῃ. κλαύσεται δέ σε καὶ ὁ παρ' αἰγιαλοῖς Ὀρόντης." περὶ οὗ μέντοι καὶ ὁ μέγας Ἀναστάσιος Θεουπόλεώς φησιν "Ἀπολλωνίου δὲ μέχρι νῦν ἔν τισι τόποις ἐνεργοῦσι τὰ ἀποτελέσματα ἱστάμενα, τὰ μὲν εἰς ἀποτροπὴν ζῴων τετραπόδων καὶ πετεινῶν βλάπτειν δυνα μένων ἀνθρώπους, τὰ δὲ εἰς ἐποχὴν ῥευμάτων ποταμοῦ ἀτάκτως φερομένου, καὶ ἄλλα εἰς ἕτερα ἐπὶ φθορᾷ καὶ βλάβῃ ἀνθρώπων ὑπάρχοντα ἀποτρόπαια ἵστανται. καὶ οὐ μόνον ἐν τῇ ζωῇ αὐτοῦ ταῦτα καὶ τὰ τοιαῦτα εἰργάσαντο οἱ δαίμονες δι' αὐτοῦ, ἀλλά γε καὶ μετὰ τὴν τελευτὴν αὐτοῦ παραμένοντες τῷ μνήματι αὐτοῦ σημεῖά τινα ἐξ ὀνόματος αὐτοῦ ἐπετέλεσαν πρὸς ἀπάτην τῶν ἐλεει νῶν ἀνθρώπων, τῶν ῥᾳδίως ὑποκλεπτομένων εἰς τὰ τοιαῦτα ὑπὸ τοῦ διαβόλου. τί ἄν τις εἴποι περὶ τῶν κατὰ Μανέθωνα μαγικῶν ἔργων; ὃς τοιοῦτος ἄκρος γέγονε τῇ μαγικῇ ἀπάτῃ ὥστε ἀεὶ ἔσκωπτε προδήλως τὸν Ἀπολλώνιον ὡς μὴ ἀκριβῆ τὴν κατ' αὐτοὺς φιλοσοφικὴν ἐμπειρίαν ἐσχηκότα. ἔδει γὰρ αὐτόν, φησίν, ὥσπερ ἐγώ, λόγῳ μόνῳ ποιεῖν ἅπερ ἐβούλετο, καὶ μὴ ἀποτελέσμασιν ἐπιτρέπειν τὰ παρ' αὐτοῦ πραττόμενα. ταῦτα δὲ πάντα συγχω ρήσει τοῦ θεοῦ καὶ ἐνεργείᾳ δαιμόνων γίνονται πρὸς τὸ διὰ τῶν τοι ούτων πραγμάτων δοκιμάζεσθαι τὴν ἡμετέραν ὀρθόδοξον πίστιν, εἰ ἑδραία ἐστὶ καὶ παγία προσμένουσα τῷ κυρίῳ, καὶ μὴ
PG 121:471ὑποσυρο 1.433 μένη ὑπὸ τοῦ ἐχθροῦ διὰ τῶν φαντασιωδῶν τεράτων καὶ σατανι κῶν ἔργων τῶν πραττομένων ὑπὸ τῶν δούλων καὶ ὑπηρετῶν τῆς κακίας. οὐ μὴν δὲ ἀλλὰ καὶ τῷ ὀνόματι κυρίου προεφήτευσάν τινες, ὡς Βαλαὰμ Σαυλὸς καὶ Καϊάφας, καὶ δαιμόνια πάλιν ἐξέβαλον, ὡς Ἰούδας καὶ οἱ υἱοὶ Σκεύα. οὐκοῦν καὶ εἰς ἀναξίους ἡ χάρις ἐνεργεῖ πολλάκις, ἵν' ἑτέρους εὐεργετήσῃ. καὶ γὰρ Βα λαὰμ ἀμφοτέρων ἀλλότριος ἦν, βίου ἀρίστου καὶ πίστεως· ἀλλ' ὅμως ἐνήργησεν εἰς αὐτὸν ἡ χάρις διὰ τὴν ἑτέρων οἰκονομίαν. καὶ Φαραὼ τοιοῦτος ἦν, ἀλλὰ κἀκείνῳ τὰ μέλλοντα προέδειξε. καὶ ὁ Ναβουχοδονόσορ παρανομώτατος, ἀλλά γε καὶ τούτῳ τὰ μετὰ πολλὰς ὕστερον ἐσόμενα γενεὰς ἀπεκάλυψεν. ὅθεν δῆλον ὅτι πολλοὶ καὶ τῶν ἐναντίον ἐχόντων φρόνημα ἐπὶ τῷ προσχήματι τοῦ Χριστοῦ τεράστια ποιοῦσιν ἑτέρᾳ τέχνῃ τινὶ πρὸς ἀπάτην ἀν θρώπων ἀπειροκάλων, οἷος ἐγένετο Σίμων ὁ μάγος καὶ Μέναν δρος μετ' ἐκεῖνον καὶ ἄλλοι τοιοῦτοι, δι' οὓς εἰκότως ἔφη μὴ θαύμασιν ἀπατᾶσθαι προσήκειν μήτε μὴν ἐπαγγελίᾳ ψιλῇ, δοκι μάζειν δὲ τῶν λεγομένων τὴν ἀλήθειαν. ἐκ τῶν καρπῶν γάρ, φησὶν ὁ κύριος, αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Νέρουας ἐβασίλευσεν ἔτος ἓν μῆνας δʹ ἡμέρας θʹ, σώφρων ὢν καὶ ἐπιεικής. ἐκ Παιονίας δὲ ἀγγελία ἐπινικίων ἐλθοῦσα παρὰ Τραϊανοῦ, ἀνελθὼν ἐν τῷ Καπιτωλίῳ καὶ λιβανωτὸν ἐπιθύσας, στὰς ἐπὶ βήματος, μεγάλα βοῶν τῆς τε βουλῆς καὶ τοῦ δήμου τῶν 1.434 Ῥωμαίων παρόντων ἔφη "ἀγαθῇ τύχῃ Νέρουας Τραϊανὸν υἱο ποιοῦμαι." οὗτος ἀπηγόρευσε τοῦ ἐκτέμνειν τινῶν τὰ αἰδοῖα ἐν Ῥώμῃ. νόσῳ δὲ τελευτᾷ. οὗτος ὁ Νέρουας ἀνεκαλέσατο τὸν θεολόγον Ἰωάννην ἐκ τῆς ἐξορίας, καὶ ἀπέλυσεν οἰκεῖν ἐν Ἐφέσῳ, μόνον τότε περιόντα τῷ βίῳ ἐκ τῶν ιβʹ μαθητῶν· ὃς συγγραψά μενος τὸ κατ' αὐτὸν εὐαγγέλιον ἐν εἰρήνῃ ἀνεπαύσατο. περὶ οὗ καὶ ὁ πολυΐστωρ Εὐσέβιος ἐν τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ φησί "Θω μᾶς δὲ τὴν Παρθίαν εἴληχεν, Ἰωάννης δὲ τὴν Ἀσίαν, πρὸς ἣν καὶ διατρίψας ἐτελεύτησεν ἐν Ἐφέσῳ." καὶ πάλιν "ἐπὶ τούτοις οὖν καὶ Ἰωάννης ὁ εὐαγγελιστὴς ἐν Ἐφέσῳ τῆς Ἀσίας τελευτᾷ, καὶθάπτεται πρὸς τῶν αὐτόθι πιστῶν." ὁμοίως δὲ καὶ Φίλιππος ὁ ἐκ τῶν ἑπτὰ διακόνων ἐν Ἱεραπόλει τελειοῦται, καὶ θάπτεται μετὰ τῶν θυγατέρων αὐτοῦ. περὶ ὧν καὶ Πολυκράτης ὁ τῆς ἐν Ἐφέσῳ παροικίας ἐπίσκοπος, Οὐΐκτορι τῷ ἐπισκόπῳ Ῥώμης γράφων, οὕτως φησί "καὶ γὰρ κατὰ τὴν Ἀσίαν μεγάλα στοιχεῖα κεκοίμην ται, ἅτινα καὶ ἀναστήσονται τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς παρουσίας τοῦ κυρίου, Ἰωάννης ὁ ἐπιστήθιος Χριστοῦ, ὃς καὶ τὸ πέταλον πεφο ρηκὼς καὶ διδάσκαλος ἐν Ἐφέσῳ γενόμενος κεκοίμηται, καὶ Φίλ ιππος ὁ ἐκ τῶν ἑπτὰ διακόνων ἐν Ἱεραπόλει τελευτᾷ. οὗτός ἐστιν ὁ καὶ τὸν εὐνοῦχον βαπτίσας καὶ τὸν Σίμωνα κατηχήσας." οὐ μὴν δὲ ἀλλὰ καὶ ὁ θεῖος Ἱππόλυτος Ῥώμης περὶ τοῦ θείου κηρύγματος καὶ τῆς τελειώσεως τῶν ἀποστόλων διεξιὼν ἔφη "Ἰωάν νης ὁ ἀδελφὸς Ἰακώβου κηρύσσων ἐν τῇ Ἀσίᾳ τὸν λόγον ἐξωρίσθη ἐν Πάτμῳ τῇ νήσῳ ἐπὶ Δομετιανοῦ τοῦ βασιλέως Ῥωμαίων, κἀ 1.435 κεῖθεν πάλιν εἰς Ἔφεσον ἐκ τῆς ἐξορίας ἀνακληθεὶς ὑπὸ Νέρουα, καὶ τὸ κατ' αὐτὸν εὐαγγέλιον συγγραψάμενος, ἔνθα καὶ τὴν ἀπο κάλυψιν θεασάμενος, ἐτελεύτησεν ἐτῶν ἑκατὸν ἕξ· οὗ τὸ λείψα νον ζητηθὲν οὐχ εὑρέθη." ὁ δὲ τοῦ μεγάλου Γρηγορίου ἀδελφὸς Καισάριος ἐπισε .... ἐν Κωνσταντινουπόλει ἐρωτηθεὶς περὶ τούτου οὕτως ἀπεκρίνατο λέγων "αὐτὸς Ἰωάννης ἐν τῷ κατ' αὐτὸν εὐαγ γελίῳ πρὸς τῷ τέλει διεσάφησε τοῦτο φάσκων «καὶ τοῦτο εἰπὼν ὁ Ἰησοῦς λέγει αὐτῷ» (τουτέστι τῷ Πέτρῳ) «ἀκολούθει μοι. ἐπι στραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, καὶ φησί· κύριε, οὗτος δὲ τί; καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἐὰν αὐτὸν θέλω μένειν, ἕως ἔρχωμαι, τί πρὸς σέ;» ἐπεὶ οὖν ἁλιεύοντας αὐτοὺς κατείληφε, τῷ Πέτρῳ μόνῳ προσέταξεν ἕπεσθαι αὐτῷ. ὁ δὲ καὶ τὸν Ἰωάννην συμπορεύεσθαι βουλόμενος ἔφη «κύριε, οὗτος δὲ τί;» ὃν θεσπίσας ὁ Ἰησοῦς προσμένειν ἐπὶ τῆς ἁλείας φησίν «ἐὰν αὐτὸν θέλω μένειν ἐνταῦθα καὶ ἁλιεύειν ἕως
PG 121:475ἂν ὑποστρέψας ἔρχωμαι πάλιν ὧδε, τί πρὸς σέ;» ὥστε οὖν ἄρι στα διορθούμενος τὴν ἐσφαλμένην αὐτῶν ὑπόνοιαν, εἰκότως ἔφη «καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνήσκει.» καὶ γὰρ ἐν πολλοῖς πολλάκις ἐσφάλλοντο πρὸς τὰς πεύσεις Χριστοῦ καὶ τὰς ἀποκρίσεις, καὶ ἤκουον ἀσύνετοι καὶ βραδεῖς τῇ καρδίᾳ, ἕως ἐλθὸν τὸ πνεῦμα τὸ ἅγιον ὡδήγησεν αὐτοὺς εἰς πᾶσαν τὴν ἀλή θειαν κατὰ τὸν τοῦ κυρίου λόγον. εἰ δέ τις ἐριστικῶς καὶ προ πετῶς ἀποκρινόμενος τὰς ἱερὰς ταύτας φωνὰς καὶ μαρτυρίας ἀκαίρως δῆθεν συλλογιζόμενος εἴπῃ «πρὸς τὸ καταγγεῖλαι τὴν δευ 1.436 τέραν Χριστοῦ παρουσίαν κατελείφθη ζῶν ἐν σαρκὶ μετὰ Ἐνὼχ καὶ Ἠλία,» ἀκουέτω ὅτι περ μόνους διὰ τῆς ἀποκαλύψεως αὐτὸς οὗτος ἐκείνους ἐκ προσώπου λέγει κυρίου τοὺς δύο μάρτυρας γενή σεσθαι, Ἐνὼχ καὶ Ἠλίαν, τοιάδε φάσκων «καὶ δώσω τοῖς δυσὶ μάρτυσί μου, καὶ προφητεύσουσιν ἡμέρας #ασξʹ, περιβεβλημένοι σάκκους.» οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι. πῦρ ἐκπορεύεται τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐ τῶν. καὶ ὅταν τελέσωσι τὴν μαρτυρίαν αὐτῶν, ποιήσει τὸ ἀνα βαῖνον θηρίον ἐκ τῆς ἀβύσσου πόλεμον μετ' αὐτῶν, καὶ νικήσει καὶ ἀποκτείνει αὐτούς, καὶ τὰ πτώματα αὐτῶν ἐπὶ τῆς πλατείας τῆς μεγάλης πόλεως ἔσονται ἡμέρας τρεῖς ἥμισυ ἄταφα, ὅπου καὶ ὁ κύριος αὐτῶν ἐσταυρώθη. μάτην οὖν παραληροῦσί τινες, φάσκοντες αὐτὸν ζῆν ἔτι ἐν σαρκί, καὶ μὴ νοοῦντες μήτε ἃ λέγουσι τῷ ὄντι μήτε περὶ τίνων διαβεβαιοῦνται, οἴκοθεν τοῦτο καὶ οὐκ ἔκ τινων ἱερῶν ἐξηγητῶν ῥιψοκινδύνως τε καὶ τολμηρῶς ὄντως τε ρατευόμενοι." Μετὰ δὲ Νέρουαν ἐβασίλευσε Τραϊανὸς ἔτη ιθʹ μῆνας ʹ ἡμέρας ιεʹ. οὗτος ἦν μισοπόνηρος καὶ φιλοδίκαιος. γυμνώσας γάρ ποτε ξίφος ἐνώπιον τῶν ἐν τέλει πάντων ἔδωκε τῷ ἐπάρχῳ, εἰπών "δέξαι τοῦτο· καὶ εἰ μὲν καλῶς ἄρχω, ὑπὲρ ἐμοῦ, εἰ δὲ μή, κατ' ἐμοῦ αὐτῷ χρῆσαι." προεχειρίσθη δὲ ὑπὸ Νέρουα διὰ τὴν ἀρετὴν αὐτοῦ ὡς πολεμικώτατος καὶ πολλὰ κατορθώματα ἐν Ῥώμῃ καὶ πανταχοῦ γῆς πεποιηκώς. φίλου δέ τινος αὐτοῦ ποτὲ διαβληθέντος ὡς ἐπιβούλου, καὶ τούς τε ὀφθαλμοὺς ἐκκεντηθέν 1.437 τος ὑπὸ τῶν ἰδίων χειρῶν καὶ τὸ γένειον ἀποκειραμένου, ἐπεὶ τυφλὸς πρὸς Τραϊανὸν εἰσήχθη, πολλὰ λυπηθεὶς ἐπὶ τῷ αὐτοῦ φίλῳ, πόλιν ἣν ἔκτισεν ἐπὶ τῷ ὀνόματι αὐτοῦ τὴν νῦν Τραϊανού πολιν, τοῦτον κατοικτείρας ὡς δεσπότην τῆς πόλεως ἐκεῖσε ἀπέ στειλεν εἶναι, ἕως τῆς αὐτοῦ τελευτῆς θεραπείαν αὐτοῦ πᾶσαν ποιησάμενος. οὗτος προσέταξε τὸ Χριστιανὸν φῦλον μὴ ἐκζητεῖ σθαι, ἐμπεσὸν δὲ κολάζεσθαι. ἐπὶ αὐτοῦ Σίμωνα τὸν μάγον Μένανδρος διεδέξατο, γόης καὶ ἀπατεών, Σαμαρεὺς τὸ γένος, ἑαυτὸν Χριστὸν ὀνομάζων. ἦν δὲ καὶ Κήρινθος αἱρεσιάρχης τότε καὶ Νικόλαος, εἷς τῶν ἑπτὰ διακόνων, οἱ αἱρεσιάρχαι καὶ ἐχθροὶ τῆς ἀληθείας. ἐπὶ τούτου ἐμαρτύρησεν ὁ ἅγιος Ἰγνάτιος ὁ θεοφόρος καὶ Συμεὼν ὁ τοῦ Κλεόπα. θνήσκει δὲ Τραϊανὸς Ἀδριανὸν τὸν γαμβρὸν αὐτοῦ προχειρισάμενος βασιλέα. Ἀδριανὸς Αἴλιος ἐβασίλευσεν ἔτη κδʹ. ἦν δὲ Ἄφρος τὸ γένος, φιλολόγος, ἐπιτήδειος ἔν τε τῷ πεζῷ λόγῳ καὶ τῷ ἐμμέ τρῳ, συγγενὴς καὶ υἱοπεποιημένος τῷ Τραϊανῷ. οὗτος ἐν Μυσίᾳ θηράσας ᾠκοδόμησε πόλιν, καὶ μετωνόμασεν αὐτὴν Ἀδριανοῦ θήρας ἐν τοῖς μιτάτοις. ὡσαύτως καὶ ἑτέραν πόλιν ἐν Θρᾴκῃ, προσαγορεύσας αὐτὴν Ἀδριανούπολιν, καὶ ναὸν ἐν Κυζίκῳ. ἐφ' οὗ στασιασάντων τῶν Ἰουδαίων καὶ τὸν ἐν Ἱεροσολύμοις ναὸν οἰκοδομῆσαι βουληθέντων, ὀργίζεται κατ' αὐτῶν σφόδρα, καὶ πολέμου γενομένου μεταξὺ ἀνεῖλεν ἐξ αὐτῶν ἐν ἡμέρᾳ μιᾷ μυριά δας νηʹ. καὶ τὰ μὲν παλαιὰ λείψανα τῆς πόλεως καὶ τοῦ ναοῦ κατερειπώσας κτίζει νέαν Ἱερουσαλήμ, ἣν δὴ καὶ Αἰλίαν προση 1.438 γόρευσε. καὶ στήσας τὸ ἑαυτοῦ εἴδωλον ἐν τῷ ναῷ, οἰκεῖν Ἕλ ληνας ἐν τῇ πόλει προσέταξε. σημεῖον δὲ γέγονε τῆς ἁλώσεως αὐτοῦ ὡς τὸ τοῦ Σολομῶντος σημεῖον αὐτόματον διαλυθῆναι. Σίμηλον δέ τινα ἔν τε φρονήσει καὶ ἐπιεικείᾳ καὶ ἀρεταῖς πολλαῖς κεκοσμημένον
PG 121:477πάνυ ἐτίμα, καὶ ἐν μεγάλῃ ἀρχῇ κατέστησεν αὐτόν· ἀλλ' ἐπ' ὀλίγον τῆς ἀρχῆς κρατήσας ἀπέστη αὐτῆς, καὶ ἐν ἀγρῷ ἑπτὰ ἔτη διατρίψας ἐτελεύτησεν, ἐπιγραφῆναι προστάξας ἐν τῷ μνημείῳ αὐτοῦ "Σίμηλος ἐνταῦθα κατάκειται βιώσας μὲν ἔτη .., ζήσας δὲ ἑπτά." οὗτος Ἀδριανὸς χρέων ὀφειλὰς τῶν ὑπ' αὐτὸν πόλεων καὶ πολιτῶν τῷ δημοσίῳ λόγῳ ἀνηκούσας ἀπέκοψε, καύ σας τοὺς χάρτας. Νίκαιάν τε καὶ Νικομήδειαν σεισμῷ πτωθεί σας ἀνεκτήσατο. ἐπὶ τούτου Ἰουστῖνος ὁ φιλόσοφος κατὰ πασῶν αἱρέσεων ἠνδρίζετο· ὡς γάρ φησι Κλήμης ὁ στρωματεύς, ἐπὶ Ἀδριανοῦ ὑπῆρχον αἱρεσιῶται, ἐχθροὶ τῆς τῶν Χριστιανῶν πί στεως, Σατορνῖνος Βασιλείδης καὶ Καρποκράτης. θνήσκει δὲ Ἀδριανὸς βίᾳ τῆς νόσου, κράζων "ὦ Ζεῦ, πόσον κακόν ἐστιν ἐπιθυμοῦντά τινα ἀποθανεῖν καὶ μὴ τυγχάνειν." τελευτῶν δὲ προχειρίζεται Ἀντωνῖνον· τελευτήσαντος γὰρ Τραϊανοῦ ἐπλάσατο ἐπιστολὴν ὡς δῆθεν παρ' αὐτοῦ γραφεῖσαν πρὸς τὴν βουλήν, ἔνθα υἱὸν καὶ διάδοχον τῆς βασιλείας ὠνόμασεν. Ἀντωνῖνος ὁ εὐσεβὴς ἐβασίλευσεν ἔτη κδʹ, υἱοποιηθεὶς τῷ Ἀδριανῷ, καὶ πρῶτος αὐτοκράτωρ εὐσεβὴς ἐπεκλήθη· πᾶσαν γὰρ 1.439 ἀρετὴν ἐπεκτήσατο. ὥς φησι δὲ Κλήμης, ὅτι ἐπὶ αὐτοῦ Οὐαλεν τῖνος καὶ Κέρδων καὶ Μαρκίων ἐν Ῥώμῃ αἱρεσιάρχαι ἐγνωρίζοντο, καὶ Τατιανὸς καὶ Βαρδισάνης καὶ Πρισκίλλα καὶ Μαξιμίλλα αἱ ψευδοπροφήτιδες τῶν κατὰ Φρύγας ἐγνωρίζοντο. καὶ Γαληνὸς ὁ ἰατρὸς τότε ἐθαυμάζετο. καὶ Βαρδισάνης δέ τις Σύρος διαλε κτικώτατος καὶ σοφὸς ἦν, ὥστε θαυμάζεσθαι αὐτοῦ πρὸς τοῦ Ἀντωνίνου τὸν κατὰ εἱμαρμένης λόγον. Πολύκαρπος δὲ ἐπίσκο πος Σμύρνης εἰς ὄψιν ἐλθὼν Μαρκίωνι ἤκουσεν "ἐπιγινώσκεις ἡμᾶς, ὦ καλὲ Πολύκαρπε;" ὁ δέ "ἐπιγινώσκω σὲ" ἔφη "τὸν πρωτότοκον τοῦ Σατανᾶ." θνήσκει δὲ Ἀντωνῖνος προβαλόμενος εἰς βασιλέα Μάρκον Ἀντωνῖνον τὸν ἴδιον γαμβρόν. ἐπὶ τούτου Πολύκαρπος ὁ μαθητὴς Ἰωάννου τοῦ εὐαγγελιστοῦ καὶ Ἰουστῖνοςὁ φιλόσοφος καὶ Διονύσιος ὁ ἐπίσκοπος Κορίνθου ἐμαρτύρησαν. Μάρκος Ἀντωνῖνος ἐβασίλευσεν ἔτη ιθʹ, μετὰ μὲν Σεβήρου τοῦ γαμβροῦ αὐτοῦ ἔτη ιʹ καὶ μῆνας θʹ. πολεμοῦντος δὲ Γερμα νοὺς καὶ Σαρμάτας, δίψει τῆς στρατιᾶς πιεζομένης καὶ διὰ τοῦτο κινδυνευούσης, τοὺς ἐπὶ τῆς Μελιτηνῆς οὕτω καλουμένης λεγεῶ νος, Χριστιανοὺς ὄντας, δι' εὐχῆς ἐκτενοῦς πρὸς τὸν θεὸν γενο μένης τοὺς μὲν πολεμίους κεραυνῷ βληθῆναι, ὄμβρῳ δὲ τοὺς Ῥωμαίους παραμυθήσασθαι. ὅπερ σφοδρῶς καταπλῆξαν τὸν βασιλέα, γράφει τιμᾶν Χριστιανούς, τὴν δὲ λεγεῶνα κεραυνοβό λον προσαγορεῦσαι. ἐπὶ τούτου Ἑβραῖός τις συνοδοιπορῶν Χρι 1.440 στιανοῖς κατὰ τὴν ἔρημον καὶ ἀρρωστίᾳ συσχεθεὶς βαρυτάτῃ, κιν δυνεύειν ἤδη μέλλων, παρεκάλει τοὺς Χριστιανοὺς ἐνορκῶν εἰς τὸ τοῦ θεοῦ ὄνομα βαπτίσαι αὐτόν. ὕδατος δὲ μὴ ὄντος μήτε ἱερέως τῶν Χριστιανῶν ἀποδυσάντων αὐτόν, εἷς ἐξ αὐτῶν πλήσας τὰς χεῖρας ψάμμου ἐκ τρίτου ἐπέχεεν ἐπὶ τὴν κεφαλήν, τρίτον λέγων "βαπτίζεται Θεόδωρος εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος." καὶ παραχρῆμα ἀνερρώσθη ὁ ἄνθρωπος, τελείαν ἀπαλλαγὴν τῆς νόσου εὑράμενος. ἐλθόντων δὲ αὐτῶν ἐν Ἀλεξανδρείᾳ, καὶ συζητήσεως παρὰ τοῦ πάπα Διονυ σίου γενομένης περὶ τούτου, πάλιν ἐβαπτίσθη δι' ὕδατος. τὸν δὲ προβαπτίσαντα αὐτὸν διὰ τῆς ψάμμου, ἄξιον ὑπάρχοντα, διά κονον ἐχειροτονήσατο. καὶ εἰκότως· ὁ γὰρ μέγας Γρηγόριος ἀπαρίθμησιν ποιησάμενος τῶν βαπτισμῶν οὕτως φησίν "ἐβάπτισε Μωϋσῆς ἐν ὕδατι, καὶ πρὸ τούτου ἐν νεφέλῃ καὶ θαλάσσῃ. ἐβά πτισε καὶ Ἰωάννης, οὐκέτι μὲν Ἰουδαϊκῶς· οὐ γὰρ ἐν ὕδατι μόνον, ἀλλὰ καὶ εἰς μετάνοιαν. βαπτίζει καὶ Ἰησοῦς, ἀλλ' ἐν πνεύ ματι· τοῦτο ἡ τελειότης. οἶδα καὶ τέταρτον βάπτισμα, τὸ διὰ μαρτυρίου καὶ αἵματος. οἶδα καὶ πέμπτον, τὸ τῶν δακρύων. οὐκοῦν διὰ τὸ μηδέτερον τούτων εἶναι δικαίως οὐ παρεδέχθη." ἐπὶ τούτου καὶ Ὀππιανὸς τὴν ἁλιευτικὴν συνεγράψατο. οὗτος ὁ Μάρ κος πάνσοφος ἦν καὶ ἐνάρετος, καὶ τὴν Ῥώμην ἐκ πολλῶν πολέ μων διασωσάμενος ἠγαπήθη σφόδρα ὑπὸ τῶν πολιτῶν. ἀπέθανε δὲ
PG 121:481φαρμακευθεὶς ὑπὸ Κομόδου τοῦ ἰδίου υἱοῦ. τὴν δὲ μνήμην 1.441 τῆς ἀρετῆς αὐτοῦ ἡ βουλὴ ἔχουσα μετὰ τὴν αὐτοῦ τελευτὴν χρυσῷ ἀνδριάντι αὐτὸν ἐτίμησε. Κόμοδος υἱὸς Μάρκου ἐβασίλευσε ἔτη ιβʹ μῆνας θʹ. οὗτος εἶχε τρίχας ξανθάς, εἰκασμένας χρυσῷ. ἦν δὲ φιλοκύνηγος καὶ μοιχικώτατος πάνυ, ὃν καὶ φασὶν ἐν μιᾷ ἡμέρᾳ δώδεκα λέοντας φονεῦσαι. γέγονε δὲ καὶ ποδαλγὸς καὶ κατωβαρής. συνέβη δὲ πολλὰ κακὰ παθεῖν τὴν Ῥώμην ἐν ταῖς ἡμέραις αὐτοῦ· λιμοῦ γὰρ γενομένου δισχίλιοι ἐν μιᾷ ἡμέρᾳ ἐτελεύτησαν. Ἀφρικανὸς δέ φησιν ὁ χρονογράφος ὅτι ἐπὶ τούτου Κλήμης ὁ στρωματεὺς ἐν Ἀλεξανδρείᾳ ἐγνωρίζετο· Κλήμεντος δὲ φοιτητὴς Ὠριγένης ἐγένετο. ἀλλὰ καὶ Μοντανὸς αἱρεσιάρχης τότε ἦν, ὃς ἑαυτὸν παράκλητον ἔλεγεν εἶναι. οὗτος ὁ Κόμοδος τοῦ ἐν Ῥόδῳ κολοσσοῦ τὴν κεφα λὴν ἀφελὼν τῇ ἑαυτοῦ στήλῃ προσέπηξε. τοῦτον Νάρκισσός τις τῶν οἰκείων αὐτοῦ ἐν λουτρῷ ἀπέπνιξε. Περτίναξ ἐβασίλευσεν ἡμέρας πζʹ, μήτε τὴν γυναῖκα μήτε τὰ τέκνα εἰς τὸ παλάτιον εἰσαγαγών, ἀλλ' ἐάσας παρὰ τῷ πάππῳ διαιτᾶσθαι. ἐπὶ τούτου, ὡς φησὶν Εὐσέβιος, ἦν ὁ Σύμμαχος, εἷς τῶν ἑρμηνευτῶν τῆς τῶν Ἑβραίων γραφῆς, Ἐβιωναῖος τὴν αἵρεσιν. ἀλλὰ καὶ Πορφύριος ὁ φιλόσοφος ὁ κατὰ Χριστιανῶν γράψας, καὶ Ἀφρικανὸς ὁ χρονογράφος. ἐπὶ τούτου Λεωνίδης ὁ τοῦ κακόφρονος Ὠριγένους πατὴρ ἐμαρτύρησεν. οὗτος Περτίναξ ἐσφάγη ὑπὸ τῶν στρατιωτῶν. 1.442 Ἰουλιανὸς Δίδιος ἐβασίλευσεν ἡμέρας ξ ʹ. Δίδιος δὲ ἐπε κλήθη διὰ τὸ ὑπὸ δώρων λαβεῖν τὴν βασιλείαν. φαυλότατος δὲ ἦν τοῖς τρόποις, καὶ τοῖς ἔργοις ἀνοσιουργὸς καὶ χρημάτων ἐρα στής· ὃς διὰ τὸ αἰσχρῶς βιοῦν καὶ ἀπανθρώπως ὑπὸ τῆς βουλῆς θανάτῳ καταψηφισθεὶς ἐσφάγη. Σεβῆρος ἐβασίλευσεν ἔτη ιζʹ μῆνας ηʹ. Σεβῆρος δὲ ὁ αἱρε τικὸς λέγεται. οὗτος τὸν ἐν Βρεττανίᾳ νικήσας πόλεμον ἀπὸ θα λάσσης εἰς θάλασσαν περιετείχισε τὴν νῆσον σταδίοις χιλίοις. οὗ τος τὸ Βυζάντιον παραλαβὼν τὰ τείχη αὐτοῦ καθεῖλεν. εἶχε δὲ τὸ Βυζάντιον πύργους ἑπτά, ἐκ τῶν Θρᾳκικῶν πυλῶν ἀρχομένους καὶ ἐπὶ τὴν ἀρκτῴαν θάλασσαν καθήκοντας. καὶ τούτων εἴ τις ἐν ἑτέρῳ πύργῳ προσῆλθεν, οὐδεμία αἴσθησις τοῖς ἄλλοις ἐγίνετο· εἰ δὲ ἐν τῷ πρώτῳ πύργῳ ἀνεβόησεν ἢ λίθον ἐσάλευσεν, αὐτός τε ἤχει καὶ σιωπήσας τῷ δευτέρῳ μετεδίδου τῆς ἠχῆς, καὶ οὗτος τῷ τρίτῳ καὶ ἑξῆς ὁμοίως. οὗτος καὶ τὸ Ζεύξιππον λουτρὸν ἔκτισε Βυζαντίοις, καὶ τὸ πρῶτον κτίσμα τῷ ἱπποδρόμῳ παρέδωκε, καὶ κυνήγιον καὶ θέατρον αὐτοῖς κατεσκεύασεν. ἐπὶ τούτου Παῦλος ὁ Σαμοσατεὺς τὴν Ἀρτέμωνος αἵρεσιν ἀνενεώσατο. οὗτος ὁ Σεβῆρος ἐν πολέμοις σχολάζων νόσῳ τελευτᾷ, καταλιπὼν παῖδας τρεῖς. Ἐπὶ τούτου ἤκμαζεν Ὠριγένης, ὅστις εἰς Ἀλεξάνδρειαν ὢν μεγίστην εἰς τὸν θεῖον λόγον σπουδὴν κατεβάλλετο· οὐ μόνον γὰρ τοῖς πιστοῖς πρόξενος ὠφελείας μεγάλης ἐγένετο, ἀλλὰ καὶ τῶν αἱρετικῶν οὐκ ὀλίγοις· ὑπ' αὐτοῦ γὰρ τὰ ὑγιῆ τῆς πίστεως παρα 1.443 λαμβάνοντες δόγματα ζηλωταὶ τῆς ἀληθείας ἐγίνοντο. ἐξ ὧν ὑπῆρχε διαφερόντως Ἀμβρόσιος, ἀνὴρ ἐπίσημος καὶ φιλολόγος, ὃς εἰς γνῶσιν τοῦ ἀνδρὸς ἀφικέσθαι σπουδάσας ἀπέστη τῆς Οὐα λεντίνου καὶ Μαρκίωνος αἱρέσεως, πεῖραν τῆς ἐνθέου αὐτοῦ παι δείας ἀρκοῦσαν κτησάμενος. πλεῖστοι δὲ καὶ τῶν ἔξωθεν φιλοσό φων πρὸς αὐτὸν φοιτῶντες μεγίστην καὶ αὐτοὶ πρὸς τὰ οἰκεῖα μα θήματα τὴν ὠφέλειαν ἐκαρποῦντο· καὶ γὰρ παρ' αὐτοῖς μέγας ἐνομίζετο, παραδιδοὺς γεωμετρίαν καὶ ἀριθμητικὴν καὶ τἆλλα προπαιδεύματα. διόπερ οὐκ ὀλίγοι τῶν παρ' Ἕλλησι φιλοσόφων μαρτυροῦσιν αὐτόν, μνήμην ἐν τοῖς ἰδίοις ποιούμενοι συγγράμμα σιν ὡς διδασκάλου. καὶ γὰρ εὐφυὴς παιδόθεν ὑπῆρχε σφόδρα καὶ ζητητικὸς ἄγαν. ὃν ἐν τῇ παιδικῇ ἡλικίᾳ τὸ τῆς θείας γραφῆς βούλημα πυνθανόμενον ὡς βαθύτερον ἢ διανοούμενον ἐπέπληττεν ὁ πατήρ, μηδὲν ὑπὲρ τὴν ἡλικίαν περαιτέρω ζητεῖν· ὃς καὶ τῆς εὐ τεκνίας ἑαυτὸν ἐμακάριζεν. ἁγνείαν δὲ καὶ ἐγκράτειαν τοσαύτην ἐκ νέου τοῦ σώματος ἤσκησεν ὡς ὀβολοῖς τέσσαρσι καὶ μόνοις πρὸς διατροφὴν ἑκάστης ἡμέρας ἀρκεῖσθαι. καὶ μέντοι
PG 121:485καὶ ἐν πολλοῖς ἔτεσι τοῦτο ποιῶν διετέλει, καὶ ἐπ' ἐδάφους καὶ ψιάθῳ καθεύδων καὶ ὀλίγον καιρὸν τῆς νυκτὸς ἀναπαυόμενος τὸν πλείονα εἰς τὴν μελέτην τῶν ἱερῶν λογίων διήνυεν, ἐν τούτοις ἐπεκτεινόμενος. ἐπί τε ἀσιτίᾳ καὶ ἀγρυπνίᾳ καὶ γυμνότητι ἑαυτὸν πιέζων τοσοῦτον κατεδάμασε τὴν ἀκμὴν τοῦ σώματος ὡς ὁρᾶσθαι παντελῶς αὐτὸν ἀπεσκληκέναι· οἴνου γὰρ καὶ ἐλαίου καὶ τῶν λοιπῶν ἀπεχόμενος ἀνατροπὴν τοῦ θώρακος μεγίστην ὑπέμεινεν. ἔνθεν γέ τοι δια 1.444 βόητος γενόμενος ὡς διαπρέπων ἔργῳ καὶ λόγῳ, πολλοὺς Ἕλλη νας τὴν εἰδωλομανίαν βδελύττεσθαι πείσας μαρτυρίου στέφανον ἀναδήσασθαι παρεσκεύασε. πολλῆς οὖν φήμης περὶ αὐτοῦ τρε χούσης καὶ πολλῶν μακρόθεν πρὸς αὐτὸν συρρυέντων, οὐ μόνον Ἕλληνας φιλοσόφους καὶ αἱρετικοὺς ἐλλογίμους πρὸς εὐσέβειαν εἵλκυσεν, ἀλλὰ καὶ τοὺς ὄντας Χριστιανοὺς μᾶλλον στοιχειώσας ἐπεβεβαίωσεν. ὃν ὁ προλεχθεὶς Ἀμβρόσιος ἱκετεύσας πολλὰ καὶ παραβιασάμενος ἐν Καισαρείᾳ, καὶ ταχυγράφους μὲν αὐτῷ παρα στήσας ἑπτὰ πλείους δὲ καλλιγράφους, ἑρμηνεῦσαι τὰς θείας γραφὰς αὐτὸν πεποίηκε. καὶ ὁ μὲν τὴν δέουσαν χρείαν αὐτῷ παρεῖχεν, ὁ δὲ ἐπὶ σχολῆς γενόμενος ὑπηγόρευσε τοῖς ταχυγράφοις, καὶ οἱ βιβλιογράφοι σὺν γυναιξὶν ἔγραφον, καλλιγραφεῖν ἐξησκη μένοι. πᾶσάν τε θείαν γραφὴν ἡρμήνευσεν ἐπὶ ἔτη ιηʹ. λέγεται δὲ ὅτι ἑξακισχιλίας βίβλους συνέταξε. τοσοῦτον γὰρ ζῆλον εἰς τὴν ἐξήγησιν τῶν θείων λόγων ὁ Ἀμβρόσιος ἐπεδείκνυτο, ὥστε τὴν πολλὴν αὐτοῦ σπουδὴν Ὠριγένης μαρτυρῶν γράφει πρός τινα λέ γων "ὁ ἱερὸς καὶ θεῷ γνησίως ἀνακείμενος Ἀμβρόσιος πολλὰ προσαγορεύει σε, ὅστις νομίζων με φιλόπονον εἶναι καὶ πάνυ διψᾶν τοῦ θείου λόγου ἤλεγξε τῇ ἰδίᾳ φιλοπονίᾳ τῷ πρὸς τὰ ἅγια μαθή ματα ἔρωτι. ὅθεν ἐπὶ τοσοῦτόν με παρελήλυθεν ὥστε κινδυνεύειν ἀπαυδᾶν πρὸς τὰς αὐτοῦ προτάσεις. οὔτε γὰρ δειπνῆσαι ἔστιν ἡμῖν ἀντιβάλλουσιν, οὔτε δειπνήσασιν ἔξεστι περιπατῆσαι καὶ διαναπαῦσαι τὰ σώματα, ἀλλὰ καὶ ἐν τοῖς καιροῖς ἐκείνοις φιλο 1.445 λογεῖν καὶ ἀκριβοῦν τὰ ἀντίγραφα ἀναγκαζόμεθα. οὔτε μὴν ὅλην ἐπὶ θεραπείᾳ τοῦ σώματος τὴν νύκτα ἔξεστιν ἡμῖν κοιμᾶσθαι, ἐπὶ πολὺ τῆς ἑσπέρας τῆς φιλολογίας παρατεινούσης. ἐῶ δὲ λέγειν καὶ τὰ ἕωθεν μέχρι τῆς θʹ, ἔσθ' ὅτε καὶ δεκάτης ὥρας· πάντες γὰρ οἱ θέλοντες φιλοπονεῖν τοὺς καιροὺς ἐκείνους τῇ ἐξετάσει τῶν θείων λογίων καὶ ταῖς ἀναγνώσεσιν ἀνατιθέασι." πᾶσαν τοίνυν ἑρμηνεύσας τὴν θείαν γραφὴν ἐτελεύτησεν ἐτῶν ξθʹ. περὶ οὗ καὶ ὁ μέγας Ἐπιφάνιος ἐν τοῖς Παναρίοις λέγει "τοῦ μὲν Ἀμβροσίου τὰ πρὸς τροφὴν αὐτῷ τε καὶ τοῖς ὀξυγράφοις καὶ τοῖς ὑπηρετοῦσιν ἐξαρκοῦντος, χάρτας τε καὶ τἆλλα τῶν ἀναλωμάτων, τοῦ δὲ Ὠρι γένους ἔν τε ἀγρυπνίαις καὶ πολιτείαις ὑπερβαλλούσαις καὶ σχολῇ μεγίστῃ τὸν περὶ τῆς γραφῆς διανύοντος κάματον, καὶ πᾶσαν τὴν καλουμένην τῶν ἑξαπλῶν πραγματείαν καὶ τῶν λοιπῶν ὁ ἀνὴρ μετὰ καμάτου πεφιλοτίμηται. οὐ μόνον γὰρ τὰς ἐπισήμους ἐκ δόσεις κατὰ ταὐτὸν συνήγαγεν, ἀλλὰ καὶ πέμπτην καὶ ἕκτην κατὰ τοὺς χρόνους τούτους ἐν Ἰεριχὼ παρατυχὼν ἔν τινι πίθῳ, ταύτας συνέταξεν. ἐπὶ ταὐτὸν οὖν πάσας συναγαγών, διελὼν δὲ καὶ ἀντι παραθεὶς ἀλλήλων μετὰ αὐτῆς τῆς Ἑβραίων σημειώσεως τὰ τῶν λεγομένων ἑξαπλῶν ἀντιγράφων εὐφυῶς μάλα καὶ ἐπιστημόνως ἐκ πολυπειρίας κατεσκεύασεν." Ἀλλ' οὐκ εἰς τέλος ἄσβεστον αὐτοῦ τὸ κλέος διέμεινε. συμ βέβηκε γὰρ αὐτῷ τὸ τῆς πολυπειρίας δραστήριον πτῶμα ἐξαίσιον, καὶ μέντοι σκάνδαλον πολλοῖς καὶ ἀπωλείας πρόξενος γέγονε. βου 1.446 λόμενος γὰρ μηδὲν ἐᾶσαι τῶν θείων γραφῶν ἀνεξήγητον, εἰς ἐπα γωγὴν ἑαυτὸν περιέβαλεν ἁμαρτίας καὶ θανάσιμα ἐξηγήσατο ῥή ματα. ἐξ αὐτοῦ γὰρ καὶ Ἄρειος τὰς ἀφορμὰς εἴληφε καὶ οἱ καθε ξῆς ἀνόμοιοί τε καὶ ἀνόσιοι καὶ οἱ λοιποὶ πάντες. φάσκει γὰρ οὗτος τολμήσας κατὰ τὴν ἀρχὴν ὅτι ὁ μονογενὴς υἱὸς ὁρᾶν τὸν πατέρα οὐ δύναται, οὔτε τὸν υἱὸν τὸ πνεῦμα τὸ ἅγιον, οὔτε οἱ ἄγγελοι τὸ πνεῦμα, οὔτε οἱ ἄνθρωποι τοὺς ἀγγέλους. καὶ ἐκ
PG 121:487τῆς οὐσίας τοῦ πατρὸς οὐ θέλει εἶναι τὸν υἱόν, ἀλλὰ κτίσμα, καὶ κατὰ χάριν υἱὸν λέγεσθαι, τὴν δὲ ἀνθρωπίνην ψυχὴν προϋπάρ χειν, καὶ τῶν δαιμόνων τὴν εἰς τὸ ἀρχαῖον ἀποκατάστασιν, καὶ τέλος τῆς κολάσεως, καὶ τὰ ἑξῆς τῶν βλασφημιῶν αὐτοῦ. πολλὴν γοῦν πεποίηκε σύνταξιν εἰς ἑκάστην γραφήν, καὶ ὅσα μὲν ἐν προσομιλίαις καὶ διὰ προοιμίων εἰς ἤθη τε καὶ εἰς φύσεις ζῴων τε καὶ ἀλόγων εἴρηκε μέσος φερόμενος, πολλάκις χαριέντως διηγήσατο, ὅσα δὲ περὶ πίστεως ἐδογμάτισε, τῶν πάντων ἀτοπώτερος εὑρί σκεται. ἔδοξε δὲ καὶ ἀσκητικὸν βίον ἐπανῃρῆσθαι, καὶ κατὰ τὸ σωμάτιον ἐπινενοηκέναι τι, οἱ μὲν ὅτι νεῦρον ἀποτετμηκέναι διὰ τὸ μὴ τῇ ἡδονῇ παρενοχλεῖσθαι, οἱ δὲ φάρμακον ἐπιτεθῆναι τοῖς μορίοις εἶπον παρ' αὐτοῦ καὶ ἀποξηρᾶναι. ἄλλοι δὲ ἄλλα εἰς αὐ τὸν ἀναφέρουσιν, ὡς ὅτι καὶ βοτάνην ἰατρικὴν εὗρε μνήμης ἕνεκα. οὗτος πολλὰ λέγεται πεπονθέναι ὑπὲρ Χριστοῦ, λόγιος ὢν σφόδρα καὶ ἐν τῇ ἐκκλησίᾳ ἀνατεθραμμένος. φθόνῳ δὲ διαβληθεὶς πρὸς τοὺς τῆς ἐξουσίας ἄρχοντας, κακομηχανίᾳ διαβολικῆς ἐπινοίας εἰς 1.447 αἰσχρότερον ἄνδρα φασὶν ἐπινοηθῆναι παρὰ τῶν τῆς κακίας ἐργα τῶν τοῦτον ὑπολαβεῖν. Αἰθίοπα γὰρ αὐτῷ παρεσκεύασαν εἰς παράχρησιν τοῦ σώματος αὐτοῦ. ὁ δὲ μὴ φέρων τὴν τοσαύτην βδελυρὰν ἐπίνοιαν ἔρρηξε φωνὴν ἀμφοτέρων αὐτῷ προτεθέντων πραγμάτων. ἐπεὶ δὲ τοῦτο καθωμολόγησε θῦσαι, βαλόντες ἐπὶ χεῖρα αὐτοῦ λίβανον, εἰς τὴν τοῦ βωμοῦ πυρὰν καθῆκε, καὶ οὕτω τοῦ μαρτυρίου ἀπὸ τῶν κρινάντων ἀπεβλήθη καὶ τῆς ἐκκλησίας ἐξώσθη. τὴν Ἀλεξάνδρειαν δὲ λιπὼν διὰ τὸ ὄνειδος τὴν Ἰουδαίαν κατέλαβεν. ἀνελθὼν δὲ εἰς Ἱεροσόλυμα ὡς ἐξηγητὴς καὶ λόγιος προετρέπετο ἀπὸ τοῦ ἱερατίου ἐπὶ τῆς ἐκκλησίας εἰπεῖν· πρεσβύτε ρος γὰρ προϋπῆρχε. καὶ πολλὰ καταναγκασθεὶς ὑπὸ τῶν ἱερέων, ἀναστὰς καὶ τοῦτο μόνον τὸ ῥητὸν εἰπών "τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός, ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου;" πτύξας τὸ βιβλίον ἐκάθισε μετὰ κλαυθμοῦ καὶ δακρύων, πάντων ὁμοῦ συγκλαιόντων αὐτῷ. εἰσὶ δὲ καὶ ἕτερα τὰ περὶ αὐτοῦ λεγόμενά τε καὶ ᾀδόμενα διὰ τὸ πλῆθος τῆς γνώσεως αὐτοῦ καὶ συντάξεως τῶν βιβλίων· ὅθεν καὶ συντακτικὸς ὠνομάσθη διὰ τὸ πολλὰ πεποιηκέναι βιβλία, μὴ ἀκούων, ὡς ἔοικε, τοῦ σοφωτάτου Σολομῶντος λέγοντος "υἱέ, φύ λασσε τοῦ μὴ ποιεῖν βιβλία πολλά, καὶ μὴ σπεῦδε ἐπὶ στόματί σου, καὶ καρδία σου μὴ ταχυνάτω τοῦ ἐξενεγκεῖν λόγον ἀπὸ προσ ώπου τοῦ θεοῦ, ὅτι ὁ θεὸς ἐν οὐρανῷ ἄνω καὶ σὺ ἐπὶ τῆς γῆς κάτω. διὰ τοῦτο ἔστωσαν οἱ λόγοι σου ὀλίγοι· εἰσὶ γὰρ λόγοι 1.448 πολλοὶ πληθύνοντες ματαιότητος. καὶ μὴ γίνου δίκαιος πολύ· ἔστι γὰρ δίκαιος ἀπολλύμενος ἐν δικαιοσύνῃ αὐτοῦ. καὶ μὴ σο φίζου περισσά, μή ποτε ἀσεβήσῃς." ταύτας τοίνυν παραγραψά μενος τὰς ἱερὰς παραινέσεις καὶ παραγκωνισάμενος, οὐδὲ τοῦ θε σπεσίου προσέσχε Παύλου τῇ ἐννοίᾳ τε καὶ συνέσει ἐν τοῖς συν τάγμασιν. ὁ γὰρ τρισμακάριος Παῦλος ἐν παρασκευῇ λόγων παν τοδαπῶν βραχυτάτας ἐπιστολὰς τῇ γραφῇ παραδέδωκε, καίτοι μυρία καὶ ἀπόρρητα λέγειν ἔχων, ἅτε τὰ μέχρις οὐρανοῦ τρίτου θεωρήματα ἐπιφθάσας, ἐπ' αὐτὸν δὲ τὸν θεοπρεπῆ παράδεισον ἀναρπασθεὶς καὶ τῶν ἐκεῖσε ἀνεκφράστων ῥημάτων ἀκοῦσαι ἀξιω θείς. καὶ μέντοι οὐδ' οἱ λοιποὶ τοῦ Χριστοῦ φοιτηταί, δώδεκα μὲν ἀπόστολοι, οἱ δὲ μαθηταὶ καὶ ἄλλοι πρὸς τούτοις μυρίοι, οὐκ ἄπειροι λόγων ἐτύγχανον· καὶ ὅμως οὖν ἐξ ἁπάντων τῶν τοῦ κυ ρίου διατριβῶν τὰ ὑπομνήματα Ματθαῖος ἡμῖν καὶ Ἰωάννης κα ταλελοίπασιν, οὓς καὶ ἐπάναγκες ἐπὶ τὸ γράφειν ἐλθεῖν κατέχει λόγος, ὥσπερ καὶ Μάρκον καὶ Λουκᾶν ὕστερον. διὸ δή φησιν ὁ μέγας Μάξιμος "ὁ λόγος συγγραφόμενος ἢ πρὸς τὴν ἑαυτοῦ ὑπόμνησιν συγγράφεται, ἢ πρὸς ὠφέλειαν ἑτέρων, ἢ καὶ ἄμφω, ἢ πρὸς βλάβην τινῶν, ἢ πρὸς ἀπόδειξιν, ἢ ἐξ ἀνάγκης." Μετὰ δὲ Σεβῆρον ἐβασίλευσεν Ἀντωνῖνος υἱὸς Σεβήρου καὶ Γέτας ὁ ἀδελφὸς αὐτοῦ μῆνας δύο. καὶ σφάξας τὸν ἴδιον ἀδελ φὸν ἐν τῷ κόλπῳ τῆς μητρὸς ἐμονάρχησεν ἔτη ʹ.
PG 121:491Σεραπίων δί τις μαθηματικὸς ἔλεγεν ὡς τεθνήξεται οὐκ εἰς μακρὰν Ἀντωνῖνος 1.449 καὶ Μακρῖνος αὐτὸν διαδέξεται, καὶ ἔδειξεν αὐτὸν τῷ δακτύλῳ παρεστῶτα μετὰ τῆς συγκλήτου. ὁ δὲ ὑπὸ θυμοῦ, μᾶλλον δὲ ὑπὸ τῆς τύχης, οὐ συνῆκε τὸ πρόσωπον Μακρίνου, ἀλλ' ἕτερον τὸν πλησίον ἐκέλευσεν ἀποκτανθῆναι. ὁ δὲ Μακρῖνος ἐσπούδασε τὸν Ἀντωνῖνον προκαταλαβεῖν· ὃν ἀπὸ τοῦ ἵππου κατελθόντα ἐν κυνηγίῳ εἰς ἀπόπατον, ἑκατόνταρχον ἀποστείλας τοῦτον τῷ ξίφει ἀνεῖλεν, εἰπὼν πρὸς αὐτόν "ὡς σὺ τὸν ἀδελφὸν ἀπέσφαξας, οὕτως κἀγὼ σέ." ἐπὶ τούτου πρῶτος ἐπίσκοπος κατέστη Βυζαντίου Φιλ άδελφος, ἔτη τρία· πρῴην γὰρ προΐστατο τῆς ἐκκλησίας ἔτη ηʹ πρεσβύτερός τις. Μετὰ Ἀντωνῖνον ἐβασίλευσε Μακρῖνος, ὃς ἦν τὸ γένος Μαῦρος Καππαδόκης, ἔτη ηʹ. Εὐτυχιανὸς δέ τις παραλαβὼν τὸν Ἀβῖτον ὡς Ἀντωνίνου υἱὸν ὄντα μοίχειον περιέθηκε διάδημα καὶ αὐτοκράτορα ἀνηγόρευσε, καὶ δοὺς χρυσίον τοῖς στρατιώταις ἀντῆρε, καὶ συνέβαλε πόλεμον μετὰ Μακρίνου. καὶ ἡττηθεὶς Μακρῖνος ἔφυγε καὶ ἀπεσφάγη μετὰ τοῦ υἱοῦ αὐτοῦ. Ἀβῖτος ἤτοι Ψευδαντωνῖνος (οἱ δὲ Αὐρήλιον Ἀντωνῖνον Ἡλιογάβαλον τοῦτον λέγουσιν) ἐβασίλευσεν ἔτη γʹ μῆνας θʹ ἡμέ ρας δʹ. οὗτος περιτετμημένος ἦν καὶ χοιρείου οὐ μετελάμβανεν, εἶχε δὲ καὶ εἴδωλον, ὅπερ ὠνόμασεν Ἡλιογάβαλον. γυναικώδης δὲ ὢν τοσοῦτος ἦν πρὸς τὸ τῆς ἀσελγείας πάθος διακείμενος ὥστε καὶ τὸν Ἱεροκλέα ἔννομον αὐτοῦ ἄνδρα ποιῆσαι. ὡς δέ φησι Δίων, ὅτι Ἀβῖτος τὸν ἰατρὸν ἠντιβόλει διφυῆ αὐτὸν δι' ἐντομῆς ἐμπρο 1.450 σθίας τῇ τέχνῃ ποιῆσαι. ὃς διὰ τὰς ἀκαθαρσίας καὶ μιαρίας καὶ ἀκολασίας αὐτοῦ ἐσφάγη, κακῶς τὸ ζῆν ἀπορρήξας. Ἀλέξανδρος ὁ Μαμαίας υἱός, ἐξάδελφος Ἀβίτου, ἐβασίλευσεν ἔτη ιγʹ μῆνας ηʹ. ἐπὶ αὐτοῦ γέγονε λιμὸς ἐν Ῥώμῃ ὥστε καὶ κρεῶν αὐτοὺς ἀνθρωπίνων ἅψασθαι. οὗτος ἐκστρατεύσας κατὰ Περσῶν ἡττήθη κατὰ κράτος, καὶ καταφρονηθεὶς σφάττε ται μετὰ τῆς μητρὸς αὐτοῦ· ἥτις καὶ Χριστιανὴ ἐτύγχανε, καὶ τὸν Ὠριγένην ἐν Ἀντιοχείᾳ διατρίβοντα μετεπέμψατο πρὸς ἑαυτήν, διδαχθῆναι τὸ κατὰ Χριστὸν μυστήριον θέλουσα. ἐφ' οὗ Νάρ κισσος ἐπίσκοπος Ἱεροσολύμων, ἐν τῷ βαπτίζειν ἐλαίου τοῦ χρίσμα τος λείψαντος, ἐκέλευσεν ὕδωρ ἐν τῷ κρατῆρι βληθῆναι, καὶ οὕτως προσευξάμενος εἰς ἔλαιον μετέβαλε. Μαξιμῖνος ἐβασίλευσενἔτη ʹ. οὗτος ποιμὴν ὢν πρότερον, εἶθ' οὕτως στρατιώτης γεγονὼς καὶ μετὰ ταῦτα στρατηγὸς Ἀλε ξάνδρου, δι' ἀνδρίαν σώματος καὶ σύνεσιν καὶ φρόνησιν ὑπὸ τοῦ δήμου καὶ τῆς βουλῆς προεχειρίσθη βασιλεύς. ὃς ἔχθει τῷ πρὸς Ἀλέξανδρον πολλοὺς Χριστιανοὺς ἔχοντα καὶ τιμῶντα διωγμὸν ἤγειρε μέγαν κατὰ Χριστιανῶν. ἐπάξιον δὲ τῆς αὐτοῦ ἀνοσιούρ γου γνώμης τὸ τέλος εὕρατο, σφαγεὶς δολίως παρὰ Μαξίμου καὶ Βαλβίνου. Μάξιμος Βαλβῖνος καὶ Γορδιανὸς μῆνας δύο, καὶ ἀπεσφάγη ὑπὸ στρατιωτῶν. ὁ δὲ Γορδιανὸς προεγεγόνει Καῖσαρ παρὰ Μα ξιμίνου. Φίλιππος δὲ ὁ ἔπαρχος τὸν σῖτον διακομισθῆναι τῷ 1.451 στρατῷ ἐκώλυσεν. οὗτος δὲ ἦν πατὴρ τῆς ἁγίας μάρτυρος Εὐγε νείας. ἐπὶ τούτου ἦν ὁ ἅγιος Βαβύλας ἐπίσκοπος Ἀντιοχείας, καὶ οἱ ἅγιοι Λαυρέντιος καὶ Κυπριανὸς ἐμαρτύρησαν, καὶ Εὐγένιος γέγονεν ἐπίσκοπος Βυζαντίου ἔτη κεʹ. Μετὰ Βαλβῖνον ἐβασίλευσε Πουπλιανὸς μῆνας βʹ, καὶ ἐσφάγη ἐν πολέμῳ. Μετὰ δὲ τοῦτον ἐβασίλευσεν Ἰουνίωρ μῆνας τρεῖς, ὃς πρῶ τος ἐποίησε κανδιδάτους καὶ πρωτίκτωρας, καὶ τὸ τάγμα τῶν σχολαρίων συστησάμενος ἐκάλεσεν αὐτὸ Ἰουνιώρων εἰς τὸ ἴδιον ὄνομα. Μετὰ τοῦτον ἐβασίλευσε Γορδιανὸς ὁ υἱὸς αὐτοῦ ἔτη δʹ. καὶ ἐν πολέμῳ συμπεσὼν τῷ ἵππῳ καὶ θλασθεὶς τὸν μηρὸν ἀπέθανε. Μετὰ δὲ Γορδιανὸν ἐβασίλευσεν Οὐνίωρος υἱὸς αὐτοῦ ἔτη δύο, καὶ ὑδεριάσας ἀπέθανεν. ἐφ' οὗ Σαβέλλιος ὁ αἱρεσιάρχης ἐγνωρίζετο. Μετὰ τοῦτον Μάρκος ἔτη γʹ. Μετὰ δὲ Μάρκον Ἰουστιλιανὸς ἔτη δύο· καὶ φλεβοτομη θείς, ἐν τῷ καθεύδειν ἐξεχύθη τὸ αἷμα αὐτοῦ, καὶ λειποθυμή σας ἀπέθανε. Μετὰ τοῦτον ἐβασίλευσε Φίλιππος ἔτη ζʹ, ὃς ὑπῆρχε τῆς τῶν Χριστιανῶν πίστεως σπουδαστής,
PG 121:493συνέσει καὶ ἐπιεικείᾳ κε κοσμημένος. ὡρμᾶτο δὲ ἀπὸ Βόστρας τῆς Εὐρώπης, ἔνθα καὶ πόλιν ᾠκοδόμησεν, ὀνομάσας αὐτὴν Φιλιππούπολιν. οὗτος σπον δὰς εἰρηνικὰς ἐποίει μετὰ Σαπώρου βασιλέως Περσῶν, ὃς ἐθαυ 1.452 μάζετο ἐπὶ μεγέθει σώματος· μέχρι γὰρ ἐκείνου τοῦ χρόνου τηλι κοῦτος ἄνθρωπος οὐκ ὤφθη. ἀνῃρέθη δὲ ἅμα τῷ υἱῷ ὑπὲρ Χρι στιανῶν κατὰ Δεκίου ἀγωνιζόμενος. Οὐαλεριανὸς ἔτος ἕν· καὶ ἐσφάγη ὑπὸ τοῦ λαοῦ αὐτοῦ. ἐφ' οὗ ἐπὶ πᾶσαν τὴν οἰκουμένην τοῦ θεοῦ ὀργὴν μεγάλην ἐκπέμψαν τος λοιμώδης νόσος τὸ ἀνθρώπινον γένος διέφθειρεν. ἀπὸ γὰρ τῆς γῆς καὶ τῆς θαλάσσης ἀτμοί τινες ἀνῄεσαν, καὶ πρὸς τούτοις ἄνεμοι καὶ αὖραι τῶν ποταμῶν καὶ λιμνῶν ἀνιμήσεις ἀπέπνεον, ὡς νομίζειν νεκρῶν ἰχῶρας εἶναι τὰς δρόσους. συνεχεῖς οὖν ἐκ τού του λοιμοὶ τὴν γῆν συνεῖχον καὶ βαρέα καὶ ἀνίατα νοσήματα, καὶ ἄπειρον καὶ ἀναρίθμητον γενέσθαι τῶν ἀνθρώπων τὸν ὄλεθρον, ὥστε τοὺς πλείονας τῶν τεθνεώτων ἀτάφους ὑπολιμπάνεσθαι. Μετὰ δὲ Οὐαλεριανὸν ἐβασίλευσε Γάλλος καὶ Βουλουσιανὸς ἔτη βʹ μῆνας ηʹ. καὶ ἐπεκράτει ὁ λοιμὸς ἐν ταῖς ἡμέραις ἐκείναις, κινηθεὶς ἀπὸ Αἰθιοπίας μέχρι τῆς δύσεως, ὡς μηδεμίαν πόλιν μεῖναι τούτου ἄμοιρον. πολλάκις δὲ καὶ δὶς τῆς πόλεως ἐπήρχετο. ἐκράτει δὲ ἔτη ιεʹ, ἀρχόμενος ἀπὸ φθινοπώρου καὶ λήγων τῇ τοῦ κυνὸς ἐπιτολῇ. μετεδίδοτο δὲ ἡ νόσος αὕτη ἀπό τε εἱμάτων καὶ ψιλῆς θέας. οὐ γὰρ ἦν οἰκία ἐν ᾗ τεθνηκὼς οὐκ ἦν. καὶ οἱ μὲν φόβῳ τοῦ μὴ μεταλαβεῖν τῆς νόσου ἀτάφους εἴων τοὺς τεθνηκό τας, οἱ εὐσεβέστεροι δὲ ἀπαραφυλάκτως τοὺς νοσοῦντας θερα πεύοντες εἰς ἑαυτοὺς τὴν νόσον ἐπεσπῶντο, καὶ σὺν ἐκείνοις ἢ μετ' ἐκείνους τὸν βίον μετήλλαττον. ἐπὶ τούτου οἱ Σκύθαι τὸν Ἴστρον 1.453 περάσαντες πᾶσαν τὴν δύσιν καὶ Ἰταλίαν ἀνατολήν τε καὶ Ἀσίαν ἐπόρθησαν καὶ παρέλαβον, δίχα μόνης Ἰλίου καὶ Κυζίκου. ἦν δὲ Βουλουσιανὸς υἱὸς Γάλλου. καὶ ὁ μὲν Γάλλος ἐσφάγη καθεύδων ὑπὸ τῆς ἰδίας γυναικός, ὁ δὲ Βουλουσιανὸς ὑπὸ στρα τιωτῶν. Δέκιος ἐβασίλευσεν ἔτη βʹ. οὗτος πολλοὺς ἁγίους ἐτιμωρή σατο καὶ θανάτῳ παρέδωκε. καὶ ὁ ἅγιος Κυπριανὸς καὶ ἡ ἁγία Ἰουστῖνα ἐμαρτύρησαν, καὶ οἱ ἐν Ἐφέσῳ ἑπτὰ παῖδες, καὶ πλῆθος ἁγίων πολύ. οὗτος ἐθέσπισεν ἐν Ῥώμῃ τὰς Χριστιανὰς γυ ναῖκας μὴ ἐξεῖναι κατακαλύπτεσθαι τὴν κεφαλήν, οἰόμενος διὰ τῆς νομιζομένης αἰσχύνης ταύτης εἰς εἰδωλολατρείαν ἑλκύσαι. αἱ δὲ μᾶλλον ἀκατακάλυπτοι προῄεσαν, δόξαν ἡγούμεναι τὴν ὑπὲρ Χριστοῦ δοκοῦσαν ἀτιμίαν παρὰ τοῖς ἀνθρώποις· ὅθεν ἄχρι τοῦ νῦν αἱ μὲν ἀκριβεῖς Χριστιανῶν γυναῖκες ἀκατακάλυπτοι προέρχον ται, αἱ δὲ Ἰουδαῖοι καὶ ἄπιστοι κατακαλύπτονται. ἐφ' οὗ καὶ Βαβύλας Ἀντιοχείας καὶ Φλαβιανὸς Ῥώμης καὶ Ἀλέξανδρος Ἱεσολύμων καὶ Διονύσιος Ἀλεξανδρείας ἐμαρτύρησαν. καὶ Νοβά τος πρεσβύτερος ὢν τῆς ἐκκλησίας ἀπέστη, ὃς τοὺς ἐπιθύσαντας ἐν διωγμῷ μετανοοῦντας οὐκ ἐδέχετο. ἐπὶ τούτου Ἐλκεσαῖος αἱ ρεσιάρχης ἐγνωρίζετο. ἀνῃρέθη δὲ Δέκιος ὑπὸ Σκυθῶν ὑποθή καις Γάλλου ἐν τέλματι ἀποπνιγεὶς μετὰ τοῦ ἰδίου υἱοῦ, ὡς μηδὲ τὰ σώματα αὐτῶν εὑρεθῆναι, ἄξιον τῆς θηριωδίας αὐτῶν τὸν θάνατον εὑράμενοι. 1.454 Αἰμιλιανὸς ἐβασίλευσεν ἔτος ἕν, καὶ ἐσφάγη ἐν τῷ παλατίῳ ὑπὸ τῶν στρατιωτῶν. Οὐαλεριανὸς καὶ Γαλλιῆνος ἔτη ιεʹ. οὗτος ὁ Οὐαλεριανὸς πόλεμον μετὰ Σαπώρου τοῦ Πέρσου ποιήσας καὶ δοριάλωτος γεγο νὼς ἐν Καισαρείᾳ, ἔχων μυριάδας βʹ, ὑπὸ Σαπώρου ἐκδαρεὶς ἐτελεύτησεν. ὁ δὲ υἱὸς αὐτοῦ Γαλλιῆνος μετὰ τοῦτον πρῶτος ἱπ πικὰ τάγματα κατέστησε· πεζοὶ γὰρ κατὰ τὸ πολὺ οἱ στρατιῶται τῶν Ῥωμαίων ὑπῆρχον. ἐσφάγη δὲ καὶ αὐτὸς ὑπὸ στρατιωτῶν πλησίον Μεδιολάνων. ἐπὶ τούτου ἤκμαζε Γρηγόριος ὁ θαυμα τουργὸς καὶ οἱ αἱρεσιάρχαι Ἀρτέμων καὶ Συνέπων ἐγνωρίζοντο. Κλαύδιος ἐβασίλευσεν ἔτη δύο. οὗτος πάππος γέγονε Κων σταντίνου τοῦ πατρὸς Κωνσταντίνου τοῦ ἁγίου καὶ μεγάλου. ἐπὶ τούτου οἱ Σκύθαι περάσαντες καὶ τὰς πόλεις πορθήσαντες, παρα λαβόντες δὲ καὶ τὰς Ἀθήνας, συνήγαγον πάντα τὰ βιβλία, καὶ ἠβούλοντο καῦσαι, εἰ μή τις ἐξ αὐτῶν
PG 121:497κρεῖττον τῶν ἄλλων κατὰ πολὺ φρονῶν ἐκώλυσεν αὐτούς, εἰπὼν ὅτι περὶ ταῦτα οἱ Ῥωμαῖοι σχολάζοντες τῶν πολέμων ἀμελοῦσιν. οὗτος Αὐρηλιανὸν εἰς τὴν βασιλείαν προαγαγὼν τελευτᾷ. Κυντιλιανὸς ἀδελφὸς Κλαυδίου ἐβασίλευσεν ἡμέρας ζʹ. ἐπει δὴ γὰρ ἔγνω Αὐρηλιανὸν ἐπιβῆναι μέλλοντα τῇ Ῥωμαίων ἀρχῇ, ἑαυτὸν ὑπεξάγει τοῦ βίου, τὴν φλέβα τμηθεὶς τῆς χειρὸς ὑπό τινος ἰατροῦ, μέχρις οὗ λειποψυχήσας ἀπέθανεν. 1.455 Αὐρηλιανὸς ἐβασίλευσεν ἔτη ʹ, ἀνῃρέθη δὲ ὑπὸ στρατιω τῶν μεταξὺ Ἡρακλείας καὶ Βυζαντίου, ἐν τῷ καλουμένῳ καινῷ φρουρίῳ, ὅπερ ἐγχωρίως κενοφλώριον λέγεται. εἶχε γὰρ ὠτακου στὴν Αὐρηλιανός τινα, ὃς ἀνέφερεν αὐτῷ πάντα τὰ γινόμενα καὶ λεγόμενα. ἀπειληθεὶς οὖν ποτὲ παρ' αὐτοῦ διά τινα αἰτίαν καὶ φοβηθεὶς ἐμιμήσατο τὴν χεῖρα τοῦ βασιλέως, καὶ ἐγγράφως ποιη σαμένου ὀνομασίας δυναστῶν ὡς ἐπὶ θάνατον ἀχθησομένων, οὗτοι φοβηθέντες ἀνεῖλον αὐτόν. ἐπὶ τούτου ὁ ἅγιος Χαρίτων ὡμολό γησε, καὶ Παῦλος ὁ Σαμοσατεὺς τοῦ θρόνου Ἀντιοχείας καθαι ρεῖται. ἐφ' οὗ Μάνης ὁ μιαρὸς καὶ τρισκατάρατος ἀνεφύη, Χρι στὸν ἑαυτὸν καὶ πνεῦμα ἅγιον μορφαζόμενος, καὶ ἐκ πάσης αἱρέ σεως εἴ τι κακὸν ἐρανιζόμενος, ἐκ Περσίδος εἰς τὴν Ῥωμαίων γῆν κατὰ θεοῦ συγχώρησιν εἰσέφρησεν. Οὗτος οὖν ὁ μεμηνὼς Μάνης, ὁ καὶ Σκυθιανὸς λεγόμενος, Βραχμάνης ἦν τὸ γένος, διδάσκαλον δὲ ἔσχε Βούδαν τὸν πρῴην καλούμενον Τερέβινθον, ὃς παιδευθεὶς ὑπὸ Σκυθιανοῦ τὰ Ἑλλή νων δοξάζοντος τὴν Ἐμπεδοκλέους ἠγάπησεν αἵρεσιν, δύο ἀρχὰς λέγοντος ἀντικειμένας ἀλλήλαις, εἰσελθὼν δὲ ἐν Περσίδι ἐκ παρ θένου ἑαυτὸν ἔφασκε γεγεννῆσθαι καὶ ἐν τοῖς ὄρεσιν ἀνατραφῆναι. καὶ συγγραψάμενος βιβλία τέσσαρα τὸ μὲν ἐπωνόμασε τῶν μυστη ρίων, τὸ δὲ τὸ εὐαγγέλιον, τὸ δὲ τῶν θησαυρῶν, τὸ δὲ τῶν κεφα λαίων. καὶ ὁ μὲν Βούδας ὁ καὶ Τερέβινθος ὑπὸ πνεύματος ἀκα 1.456 θάρτου συντριβεὶς ἀπώλετο, γυνὴ δέ τις παρ' ᾗ κατέλυσε καὶ κατετέθη, τὰ χρήματα καὶ τὰς βεβήλους βίβλους κληρονομήσασα ὠνεῖται παιδάριον ἐτῶν ἑπτὰ τοὔνομα Κούβρικον, ὃν καὶ διδάξασα γράμματα καὶ ἐλευθερώσασα κληρονόμον τῶν ἑαυτῆς πάντων καθίστησιν. ὁ δὲ λαβὼν τὰ βιβλία τοῦ Βούδα καὶ τὰ χρήματα διήρχετο τὴν Περσίδα, Μάνην ἑαυτὸν ὀνομάζων καὶ τῆς πλάνης τοῦ Βούδα συνίστωρ γενόμενος, καὶ τὰ βιβλία πονήματα ἴδια ἔλε γεν εἶναι. ὃν ὁ βασιλεὺς Περσῶν ἐξέδειρε ζῶντα ὡς θανάτου γενόμενον τῷ υἱῷ αὐτοῦ πρόξενον· τοῦ γὰρ βασιλικοῦ παιδὸς νοσοῦντος καὶ πολλῆς ἰατρικῆς ἐπιμελείας ἀπολαύοντος, ἐπηγγεί λατο Μάνης χωρὶς ἰατρείας ἀναστῆσαι τοῦτον, καὶ οὕτω τοὺς ἰα τροὺς ἀποστήσας ἐθανάτωσε τὸν παῖδα ἀμελείᾳ καὶ τερατολογίᾳ, καὶ ὑπὲρ τούτου μισθὸν ἐπάξιον εἰκότως κομίζεται τὴν ἐκδορὰν τοῦ παναθλίου αὐτοῦ σώματος. ὁ τοίνυν ἐμβρόντητος οὗτος Μά νης ἀποβαλλόμενος τὴν παλαιὰν διαθήκην, καὶ τὴν κτίσιν πᾶσαν καὶ τὴν τοῦ ἀνθρώπου κατασκευὴν οὐκ ἀγαθοῦ τινὸς θεοῦ γεγονέ ναι βλασφημῶν, ὑπὸ φθορὰν καὶ ἀλλοίωσιν οὖσαν, τὴν νέαν ὡς ἀγαθοῦ δῆθεν προσίεται θεοῦ, καὶ κατὰ φαντασίαν καὶ δόκησιν τὸν Χριστὸν πεφυκέναι τερατεύεται. καὶ πρὸς τούτοις καταδύσεις τινὰς ἐναγεῖς καὶ νυκτερινὰς τελετὰς καὶ παρανόμους ἐπιτηδεύσας μίξεις καὶ ἀρρητοποιίας, καὶ εἱμαρμένας καὶ μετενσωματώσεις καὶ ἄλλα πλείονα φλυαρήσας καὶ διδάξας τὰ τῶν Ἑλλήνων πονηρὰ καὶ μάταια δόγματα κρατύνειν ἐσπούδακεν ὁ θεομισὴς καὶ θεήλα 1.457 τος. περὶ οὗ φησὶ καὶ Θεόδωρος πρεσβύτερος ὁ τῆς Ῥαϊθοῦ "Μάνης ὁ τοῦ ἀντιθέτου σκότους ἐφευρετής, μᾶλλον δὲ τῆς ἐξου σίας τοῦ σκότους ἀνάπλασμα, φαντασίᾳ ψιλῇ καὶ σχήματι δια κένῳ σώματος ἀνθρωπείου πεφανερῶσθαι τὸν κύριον ἐφαντάσθη καὶ ὠνείρωξεν, ὥστε φησὶ καὶ πάσχειν μὲν δοκεῖν αὐτὸν καὶ πράτ τειν ἅπερ ἔδρα καὶ πέπονθε καθ' ἡμᾶς, μηδὲν δὲ τούτων ἀληθείᾳ καὶ πράγματι ὑπάρξαι, ἀλλὰ δοκήσει μᾶλλον καὶ ἀπάτῃ ἀποβουκολεῖν τοὺς ἀνθρώπους, οἷς καὶ συνεστράφθαι νενόμισται." διὰ τοῦτο καὶ φύσεις δύο παραιτεῖται λέγων ἐπὶ τοῦ
PG 121:499κυρίου, ἀλλὰ μίαν τὴν τῆς θεότητος. Παῦλος δέ τις τῷ Μανέντι τούτῳ σύγχρονος γεγονώς, τὸ γένος μὲν Σαμοσατεύς, Ἀντιοχείας δὲ τῆς μεγάλης πρόεδρος, ψι λὸν ἄνθρωπον εἶναι τὸν Χριστὸν ἐδυσφήμησεν. ὥσπερ δὲ εἰς ἕκαστον τῶν προφητῶν, οὕτω καὶ ἐν αὐτῷ γεγενῆσθαι τοῦ θεοῦ λόγου τὴν οἴκησιν. ἔνθεν δὲ καὶ δύο φύσεις διῃρημένως ἐχούσας καὶ ἀκοινωνήτους πρὸς ἑαυτὰς εἶναι παντάπασιν ἐν Χριστῷ, ὡς ἄλλου αὐτοῦ ὄντος τοῦ Χριστοῦ καὶ ἄλλου τοῦ κατοικοῦντος ἐν αὐτῷ θεοῦ λόγου. αὗται μὲν οὖν αἱ πρῶται φυαὶ τοῦ μίαν φύσιν καὶ τὰς δύο κακῶς καὶ δυσφήμως ἐπὶ Χριστῷ λέγεσθαι, τὸ μὲν ἐπ' ἀναιρέσει τῆς θεότητος τὸ δὲ τῆς ἀνθρωπότητος. Ἐν δὲ τοῖς ἑξῆς χρόνοις Ἀπολινάριός τις ἐφύη, πρόεδρος Λαοδικείας τῆς Συρίας, ματαιοφροσύνης ἑτέρας εἰσηγησάμενος. τῶν γὰρ Ἀρειανῶν ἄψυχον πάντῃ λεγόντων τὴν τοῦ κυρίου σάρκα, 1.458 αὐτὸς ἔφη ὅτι σάρκα μὲν ἐψυχωμένην ψυχῇ ζωτικῇ ἀνέλαβεν ὁ κύριος, νοῦν δὲ τὸν ἡμέτερον οὐ προσήκατο· μηδὲ γὰρ δεηθῆναι τὴν σάρκα φησὶν ἐκείνην ἀνθρωπείου νοὸς ἡγεμονευομένην ὑπὸ τοῦ αὐτὴν ἐνδεδυκότος θεοῦ λόγου· ἀλλὰ μηδὲ χωρεῖν αὐτὴν ἄλ λην νοερὰν δύναμιν παρὰ τὴν θείαν. ταῦτα ὑποθέμενος διατείνε ται μίαν εἶναι τὴν φύσιν τοῦ λόγου καὶ τῆς σαρκώσεως, ὡς ἅτε τῆς σαρκὸς ἀτελοῦς οὔσης εἰς τὸ εἶναι ἄνθρωπον, καὶ διὰ τοῦτο μὴ ἄξιόν φησιν ὀνομάζεσθαι. Μεθ' ὧν ἀναφαίνεταί τις Θεόδωρος, τῆς Μοψουεστίας, πόλεως ἐν τῇ Κιλικίᾳ, τὴν ἡγεμονίαν λαχών, καὶ ἐκ διαμέτρου τῷ Ἀπολιναρίῳ φερόμενος ὕβρεις οὐ τὰς τυχούσας τολμηρᾷ ψυχῇ καὶ ἀφόβῳ καρδίᾳ καταχέει τοῦ δεσπότου Χριστοῦ, ἄνθρωπον ἕνα τῶν καθ' ἡμᾶς καὶ κοινὸν ἀποκαλῶν, καὶ ἐκ προκοπῆς λαβόντα τὴν χάριν τοῦ θεοῦ θεὸν ὀνομάζεσθαι, καὶ ἐκ τοῦ ἐν Ἰορδάνῃ βαπτίσματος ἀξιωθῆναι τῆς τοῦ ἁγίου πνεύματος δωρεᾶς, ἐν πρώ τοις εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος βαπτισθέντα, τὸν δὲ θεὸν λόγον διὰ τὴν ὑπερβάλλουσαν ἀρετὴν αὐτοῦ κατ' εὐ δοκίαν ἑαυτοῦ κατοικήσαντα μεταδοῦναι τῆς θεϊκῆς ἀξίας αὐτῷ καὶ προσκυνήσεως ἐσύστερον μετὰ τὴν τελείωσιν. ταῦτα καὶ ἕτερ' ἄττα πολλὰ τοιαῦτα δυσφημήσας δύο φύσεις ἰδιοπεριορίστως ἐδογμάτισεν ἐπὶ Χριστοῦ, σχέσει τινὶ καὶ μόνον ἀλλήλαις ᾠκειωμένας. δευτέρα καὶ αὕτη βλάστησις τοῦ μίαν φύσιν καὶ δύο φύσεις ἐν Χριστῷ μὴ κατὰ τὸν ὀρθὸν λόγον ὁμολογεῖσθαι. 1.459 Μετὰ δὲ τούτους γέγονέ τις ὀνόματι Νεστόριος, ἀπὸ Γερ μανικείας τῆς Συρίας, τοῦ θρόνου Κωνσταντινουπόλεως δραξάμε νος, ὁμοίως τῇ φωνῇ τῶν ἐν Χριστῷ δύο φύσεων καταφρόνως ἀπεχρήσατο, Παύλῳ καὶ Θεοδώρῳ τοῖς ἑαυτοῦ προγόνοις ἑπόμε νος. υἱὸς μὲν γὰρ ἦν τοῦ Κίλικος, ἀπόγονος δὲ τοῦ Σαμοσα τέως, καὶ διὰ τοῦτο πρὸς τὴν ἁγίαν παρθένον ἄσπονδον ἤρατο πόλεμον, ἐξαρνούμενος τὸν ἑαυτοῦ κύριον καὶ ἀτιμάζων τὴν ἑαυ τοῦ δέσποιναν ὁ δείλαιος δοῦλος καὶ ἀναίσχυντος. οὗτος οὖν ὁ δεινὸς Νεστόριος, προστάτης γεγονὼς τῆς Ἰουδαϊκῆς ταύτης αἱρέ σεως, ἄλλον εἶναι παρ' ἑαυτῷ τὸν Χριστὸν καὶ ἄλλον τὸν θεοῦ λόγον κατὰ τὴν πατρικὴν αὐτοῦ πλάνην ἐδογμάτισε. Τῆς δὲ κατὰ Μάνεντα καὶ Ἀπολινάριον ἀντιθέτου μοίρας τρίτος πάλιν ὑπασπιστὴς Εὐτυχής, ἡγούμενος μοναστηρίου Κων σταντινουπόλεως, ἀνεδείχθη· ὃς μὴ ἀνεχόμενος ὁμοούσιον ἡμῖν καὶ ὁμοφυῆ τὴν σάρκα τοῦ κυρίου διομολογεῖν ἀπηρνεῖτο, σώζε σθαι λέγων ἐν τῷ Χριστῷ δύο φύσεις μετὰ τῆς τούτων ἑνώσεώς τε καὶ συμφυΐας. οὐ μὴν δὲ ἀλλὰ καὶ τερατώδη τινὰ καὶ ἀλλόκοτα παρέπλαττεν, ἐξ οὐρανοῦ λέγων κατενηνέχθαι τὸ σῶμα τοῦ κυρίου, καὶ ὡς διὰ σωλῆνος τῆς παρθένου παραδραμεῖν τὸν θεὸν λόγον, οὐρανόθεν τοῦτον ἐνδεδυμένον, ἵνα δόξῃ γεγενῆσθαι ἐκ γυναικὸς καίπερ μὴ γεγεννημένος. Μανιχαῖος οὗτος ὁ λόγος, καὶ πεφαντασμένος πολλῷ μᾶλλον ἐκείνου. μίαν φύσιν καὶ οὗτος διεστραμ μένῃ καρδίᾳ τὸν Χριστὸν ἐπρέσβευεν. 1.460 Εἶτα Σεβῆρός τις λεγόμενος, ἁρπάσας τὸν θρόνον Ἀντιο χείας, τὴν κατὰ Μάνεντα
PG 121:501αὖθις Ἀπολινάριόν τε καὶ Εὐτυχέα διεκδικεῖν αἵρεσιν ἐπειρᾶτο, κυκῶν ὅση δύναμις αὐτῷ τὴν τῆς ἐκ κλησίας εἰρήνην. ἐξελαθεὶς δὲ τῆς Ἀντιοχείας ὁ στασιώδης καὶ ταραξίας τῇ Ἀλεξανδρέων κουφότητι λαίλαπος καὶ θυέλλης δίκην ἐνέσκηψεν, ἔνθα καὶ ἑτέρας καταιγῖδος ἀντιπνευσάσης αὐτῷ τε καὶ τῷ λαῷ συνέχεε πάντας καὶ ἐθορύβησε. διεσκέδασε γὰρ αὐτοὺς Ἰουλιανός τις καλούμενος, Ἁλικαρνασσοῦ μὲν τῆς Ἀσίας ἐπίσκοπος, τῆς δὲ Εὐτυχιανῆς κακοδοξίας προστάτης εὐθυμότατος. Σεβήρου γὰρ μίαν φύσιν εἶναι λέγοντος τὸν Χριστὸν καὶ τὴν ἐν Χριστῷ διαφορὰν δεχομένου, Ἰουλιανοῦ δὲ μίαν μὲν κατὰ τὸν Σεβῆρον φάσκοντος φύσιν, ἀναιροῦντος δὲ τὴν διαφοράν, αἴτιοι πάσης ταραχῆς καὶ ζάλης γεγόνασιν οἱ ἀνόσιοι, μὴ νοοῦντες (κατὰ τὸ δὴ λεγόμενον) μήτε ἃ λέγουσι μήτε περὶ τίνων διαβεβαιοῦνται. οἵτινες πρὸς ἡμᾶς διαμάχονται λαμβάνοντας εἰς παράδειγμα τῆς θείας ἑνώσεως τὸν ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον, καὶ φασίν "οὐκοῦν τρεῖς ὁμολογεῖτε φύσεις." ἀλλ' ἴστωσαν οἱ ἀμαθεῖς καὶ ἀπαίδευτοι, ὅταν δύο φύσεις λέγομεν ἡμεῖς, οὐ θεοῦ καὶ σαρκός, οὔτε μὴν θεοῦ καὶ ψυχῆς, ἀλλὰ θεοῦ καὶ ἀνθρώπου. οὐδὲ γάρ ἐστι κυρίως ἀνθρώπου φύσις ἡ τοῦ μέρους φύσις. μέρη μὲν γὰρ ἀνθρώ που ψυχὴ καὶ σῶμα, μέρη δὲ τῶν μερῶν αἱ περὶ αὐτὰ διαιρέσεις τε καὶ ὑποδιαιρέσεις. καὶ μέρη μὲν Χριστοῦ ἀσύγχυτα θεότης καὶ ἀν 1.461 θρωπότης, ψυχὴ δὲ καὶ σῶμα ἄλλα μέρη τοῦ μέρους. μέρη μὲν τῶν μερῶν τοῦ ἀνθρώπου ἐπὶ μὲν ψυχῆς οὐσία λογικὴ καὶ ποιότης ἀσώ ματος, ὧν τὸ μὲν ἡγεμονικόν, τὸ δὲ θυμικόν, τὸ δὲ ἐπιθυμητικόν. τούτων τὸ μὲν ἐννοηματικὸν διανοητικὸν μνημονευτικόν τε καὶ βου λευτικόν, τὸ δὲ ὀρεκτικόν τε καὶ ἑλκτικόν, τὸ δὲ ἀμυντικόν. καὶ πολλὰ ἕτερα τούτοις ὑποδιαιροῦνται. ἀφείσθω τὰ νῦν ζητεῖν πότερον ὡς μέρη ταῦτα εἰσὶν ἐν τῇ ψυχῇ ἢ ὡς δυνάμεις. ἡ δὲ τοῦ σώματος πάλιν διαίρεσις γίνεται εἰς ὁμοιομερῆ, καὶ τούτων ἔτι εἰς κεφαλὴν καὶ χεῖρας καὶ πόδας, καὶ ταῦτα εἰς ὀστέα καὶ νεῦρα καὶ σάρκα, καὶ ταῦτα εἰς τέσσαρα στοιχεῖα, καὶ ταῦτα εἰς ὕλην καὶ εἶδος. πολλὰ δὲ καὶ ἕτερα φιλοσοφοῦσιν ἰατρῶν παῖδες περὶ φυ σικῶν δυνάμεων, ὧν τὴν μὲν ἑλκτικὴν τὴν δὲ ἀλλοιωτικὴν τὴν δὲ ἀποκριτικὴν ὀνομάζουσι, πολλὰ δὲ καὶ περὶ αἰσθήσεως καὶ φαν τασίας καὶ τοῦ συνέχοντος τὸ ζῷον ζωτικοῦ καὶ ὀργανικοῦ πνεύμα τος, ἑτέρου παρὰ τὸ λογικόν, ὡς φασίν, ὑπάρχοντος. ὥστε τοίνυν ἀπόχρη πρὸς τὸ παραστῆσαι ταῦτα πάντα [διὰ] τὸ σάρκα εἰπεῖν ἢ σῶμα ἀνθρώπου, καὶ ἀπόχρη πάλιν διὰ τῆς λογικῆς ψυχῆς τὸ εἰς ἃ διαιρεῖται μέρη δηλῶσαί τε καὶ παραστῆσαι τὰ ἐξ ὧν συνέστη κεν ἐν οἷς γνωρίζεται. οἱ δέ, οὐχ ἵνα τὸν ἄνθρωπον τέλειον ἀπο φήνωσιν, ἀλλ' ἵνα τὸν κύριον συκοφαντήσωσι καὶ τῆς ἡμετέρας αὐτὸν ἀλλοτριώσωσι φύσεως, καὶ ἢ μὴ προσειληφότα τὴν ἀρχὴν τὸ ἡμέτερον ἢ μὴ φυλάξαντα σῶον ὅπερ ἔσχε παρ' ἡμῶν, ταῦτα 1.462 καὶ τὰ τοιαῦτα σοφιζόμενοι, καὶ περὶ τὸ παράδειγμα κακουργοῦν τες, εἰς ἀφύκτους καὶ ἀδιεξοδεύτους καταπεπτώκασι λαβυρίν θους. Ἀμέλει γέ τοι καὶ Θεοδώρητος ἔφη περὶ τούτων καὶ τῶν τοιούτων ἀνοσίων οὕτως. "εἰσὶ μέντοι γέ τινες οἳ καὶ Χριστιανῶν μὲν προσηγορίαν ἔχουσιν, ἄντικρυς δὲ τοῖς τῆς ἀληθείας δόγμασι πολεμοῦσιν. οἱ μὲν γὰρ τὸ ἀγέννητον εἰς τρία τέμνουσι, καὶ τὸ μὲν καλοῦσιν ἀγαθὸν τὸ δὲ κακὸν τὸ δὲ δίκαιον· οἱ δὲ δύο ἀρχὰς ἀγεννήτους ζωγραφοῦσι, τῷ λόγῳ ἀλλήλαις ἐναντίας ἐκ διαμέτρου. ἄλλοι δὲ τοῖς μὲν ἀσεβέσι τούτοις πολεμεῖν ἐπαγγέλλονται δόγμα σιν, ἑτέραν δὲ δυσσεβείας ἐπινοοῦσιν ὁδόν· τὸν γὰρ τοῦ θεοῦ μο νογενῆ λόγον ὁμολογοῦντες υἱὸν ὡς ποίημα τῇ κτίσει συναριθμοῦσι, καὶ τὸν κτίστην ἱστῶσι μετὰ τῆς κτίσεως, καὶ τὸ ἅγιον πνεῦμα τῷ δυσσεβεῖ λόγῳ τῆς θείας ἐξορίζουσι φύσεως. ἄλλοι δὲ ἄλλως τὴν εὐθεῖαν ὁδὸν ἀπολέσαντες καὶ τοῖς τῶν προωδευκότων ἴχνεσιν ἀκο λουθῆσαι μὴ βουληθέντες πόρρω που τῆς ἀληθείας ἐγένοντο, καὶ οἱ μὲν τὴν ὑπὲρ ὑμῶν γεγενημένην οἰκονομίαν παντελῶς ἀπηρνήσαντο, οἱ δὲ ὁμολογοῦσι μὲν ἐνανθρωπῆσαι τὸν θεὸν λόγον, σῶμα δὲ μόνον
PG 121:505ἀνειληφέναι, οἱ δὲ ἔμψυχον μὲν καλοῦσι τὴν ληφθεῖσαν σάρκα, οὐ μὴν λογικὴν δὲ καὶ νοερὰν ἐν ταύτῃ γεγενῆσθαι ψυχήν. ἴσως τὴν οἰκείαν ἄνοιαν τούτου τεκμήριον ἔχοντες. ἡμεῖς δὲ ἀν θρώπου ψυχὴν οὐδεμίαν ἴσμεν ἑτέραν ἢ τὴν λογικὴν καὶ ἀθάνα τον. καὶ ἄλλοι μὲν πάλιν εἰς δύο τὸν ἕνα Χριστὸν διατέμνουσι, 1.463 καὶ ἕτερον μὲν εἶναι διατεινόμενοι τὸν ἐκ παρθένου τεχθέντα τε λείως ἄνθρωπον, ἕτερον δὲ τὸν ἐκ θεοῦ πατρὸς λόγον, καὶ τὸν μὲν ὡς ἄνθρωπον ἰδίᾳ τιθέντες καὶ ἀνὰ μέρος, τὸν δὲ ὡς θεὸν φύσει τε καὶ ἀληθείᾳ θεὸν ὀνομάζουσιν. ἄλλοι δὲ παρατετράφθαι φασὶ τὸν ἐκ θεοῦ πατρὸς λόγον εἰς ὀστέων καὶ νεύρων καὶ σαρκὸς φύσιν, ταῦτα πάντα δυσσεβῶς δογματίζοντες." Τάκιτος ἐβασίλευσεν ἔτη βʹ. οὗτος Μαξιμῖνον συγγενῆ αὐ τοῦ ἐπέστησε τῇ Ἀσσυρίᾳ, ὃν διὰ τῆς ὑπ' αὐτοῦ γενομένης ἀδικίας ἀνελόντες οἱ στρατιῶται, εἶτα φοβηθέντες μὴ ἐκδικήσῃ αὐτὸν ὁ Τάκιτος, ἀπέκτειναν καὶ αὐτὸν ὑποθήκῃ Φλωριανοῦ. Πρόβος καὶ Φλωριανὸς ἐβασίλευσαν ἔτη δύο μῆνας δʹ. οὗ τος ὁ Πρόβος παράφρονα ἑαυτὸν ποιήσας ἀνεῖλε τὸν Φλωριανόν. ἐπὶ αὐτοῦ βροχῆς γεγονυίας σῖτος μεμιγμένος τῷ ὕδατι πολὺς κατηνέχθη, ὃν συναγαγόντες σωροὺς μεγάλους ἐποίησαν. ὡσαύ τως καὶ ψεκάδας ἀργύρου κατενεχθῆναί φασι. Βικτωρῖνος δὲ φίλος τοῦ Πρόβου ᾔτησε φίλον αὐτοῦ ἄρχοντα γενέσθαι εἰς Βρεττανίαν· ὁ δὲ ἀπελθὼν ἀντῆρεν. ὀνειδιζόμενος δὲ ὁ Βικτωρῖνος δι' αὐτὸν ἀπεστάλη παύσων τὴν ἀνταρσίαν. προσποιησάμενος δὲ ἀπὸ προσώπου φεύγειν τοῦ βασιλέως, ὡς φίλος τοῦ ἀντάραντος ἀπεδέχθη καὶ ἀνεῖλεν αὐτόν. ὑποστρέψας δέ, ὡς ἐξῄει τοῦ πλοίου, λύσας τὴν ἑαυτοῦ ζώνην ἔρριψεν εἰς τὴν θάλασσαν καὶ εἰσῆλθε λυσίζωνος εἰς τὸν βασιλέα. ὁ δὲ ὠργίσθη, δοκῶν ὑφ' ἑτέρου αὐ τὸν τοῦτο πεπονθέναι. Βικτωρῖνος δὲ ἔφη ὑφ' ἑαυτοῦ τοῦτο γε 1.464 νέσθαι, αἰτησάμενος μηκέτι ἄρξαι πράγματος· ἀρχὴ γὰρ πᾶσα, ἔφη, μετὰ κινδύνων καὶ κλιμακτήρων. ὁ δὲ καὶ ἡσυχίαν αὐτῷ ἐχαρίσατο καὶ δωρεὰς πολλὰς παρέσχεν. ἀπέκτεινε δὲ πάντας τοὺς ἀποκτείναντας Τάκιτον καὶ Αὐρηλιανόν, ἐν τῇ Πειρίνθῳ ἐπὶ ἑστία σιν αὐτὸν καλέσας. ἀνῃρέθη δὲ καὶ αὐτός. Κάρος καὶ Καρῖνος καὶ Νουμεριανὸς ἐβασίλευσαν ἔτη βʹ. οὗτος ὁ Κάρος τὴν Περσίδα καὶ Κτησιφῶντα παρέλαβεν, τέταρ τον τοῦτο πεπονθυίας, ὑπὸ Τραϊανοῦ, ὑπὸ Βήρου καὶ Σεβήρου καὶ Κάρου. τελευτήσαντος δὲ Κάρου ὑπὸ λοιμικῆς, καὶ Νουμεριανοῦ τυφλωθέντος, ἀνεῖλεν αὐτὸν Ἄπρος ὁ αὐτοῦ πενθερός, καὶ ἐβασίλευσε Νουμεριανὸς δοὺξ τυγχάνων Μυσίας. ἐπὶ αὐτοῦ ἐμαρτύρησεν ὁ ἅγιος Βαβύλας ἐν Ἀντιοχείᾳ. τοῦτον ἀνεῖλε Διο κλητιανός. Διοκλητιανὸς ἐβασίλευσεν ἔτη κβʹ, τῷ γένει Δαλμάτης. περιγενόμενος δὲ τῶν πραγμάτων προβάλλεται Μαξιμιανὸν Ἑρκού λιον, γαμβρὸν καὶ φίλον αὐτοῦ ὄντα· ὑφ' ὧν μέγας διωγμὸς κατὰ Χριστιανῶν ἐκινήθη. προσέταξαν γὰρ κατὰ πόλιν καὶ κατὰ χώ ραν τὰς μὲν Χριστοῦ ἐκκλησίας καταστρέφεσθαι καὶ τὰς θείας αὐτῶν γραφὰς κατακαίεσθαι, τοὺς δὲ Χριστιανοὺς εὑρισκομένους ἀναγκάζεσθαι θύειν τοῖς δαίμοσι. διὸ καὶ πολλοὶ τὸν τῆς ἀθλή σεως ἀνεδήσαντο στέφανον, ἐξ ὧν εἰσὶ Πέτρος Ἀλεξανδρείας καὶ Ἄνθιμος Νικομηδείας καὶ Προκόπιος καὶ Γεώργιος οἱ ἀοίδιμοι μάρτυρες. καὶ Σαββάτιος ὁ τὴν αἵρεσιν τῶν τεσσαρεσκαιδεκατι 1.465 τῶν κρατύνας ἐγνωρίζετο, καὶ γυνή τις ἱερὰ καὶ θαυμασία, τὸν βίον ἀειπαρθένος καὶ ὡραία, πάνυ συσχεθεῖσα καὶ πολλαῖς μηχα ναῖς θῦσαι τῶν τυράννων αὐτὴν ἀναγκαζόντων μὴ ἡττηθεῖσα. προσέταξαν ἐκδοθῆναι στρατιώτῃ πρὸς αἰσχρὰν μῖξιν, καὶ μηδὲ οὕτως πειθομένην ὑποβαλέσθαι κεφαλικῇ τιμωρίᾳ. καὶ περιστα τηθεῖσα λίαν ἐδεῖτο τοῦ Ἀνθίμου Νικομηδείας, μήπω τελειωθέν τος διὰ μαρτυρίου, συμβουλεῦσαι αὐτῇ τί ἂν αἱρήσοιτο. ὁ δὲ χρηστὸς ὄντως ἀνὴρ καὶ οἰκονόμος καὶ πιστῶς ἐν κρίσει τὰ λόγια κυρίου ταμιευόμενός φησι "καλὸν μέν, ὦ τέκνον, τὸ κατόρθωμα τῆς ἁγνείας καὶ θεοπρεπές, μείζων δὲ ἡ τῆς πίστεως ἐντολή, κρη πὶς οὖσα τῶν καλῶν τῆς εὐσεβείας. μὴ οὖν προκρίνῃς τῶν κρειτ τόνων τὰ
PG 121:507δεύτερα. ὥσπερ γὰρ ἐν περιστάσει τινὰ γενόμενον αἱ ρετώτερόν ἐστιν ὑπὲρ τοῦ σώματος διαρπαγῆναι τὸ ἱμάτιον, οὕτως μᾶλλόν ἐστιν ἐν τοῖς πειρασμοῖς ἄσπιλον τηρήσαντα τὴν ψυχὴν προδοῦναι τὴν σάρκα τοῖς παντοίως ἐνυβρίζειν ἐθέλουσιν ἢ ἀπολέ σαι τῆς ψυχῆς τὴν εὐγένειαν." ἡ δὲ τούτου ἀκούσασα ἀπῄει τα λαντευομένη τὸν νοῦν, ὡς δύο καλῶν ἀντιποιουμένη. ἀλλ' ἡ θεία χάρις ταύτης διεφυλάξατο τὴν παρθενίαν τρόπῳ τοιῷδε. ὡς γὰρ ἐφ' ἑνὸς οἴκου συνεκλείσθη, λέγει τῷ στρατιώτῃ "μηδὲν ἄτοπον πράξῃς εἰς ἐμέ, ἄνθρωπε, καὶ παρέξω σοι μισθὸν ἐπάξιον· δώσω γάρ σοι φάρμακον, οὖσα φαρμακίς, ἀθανασίας πρόξενον, ᾧ χριό μενος ἄτρωτος μενεῖς ἐν τοῖς πολέμοις. καὶ εἰ βούλῃ τούτου λα βεῖν πεῖραν, ἐπίτρεψόν με σκευάσαι αὐτό." τοῦ δὲ μετὰ πολλῆς 1.466 χαρᾶς ἐπιτρέψαντος, λαβοῦσα κηρὸν ἡ μακαρία καὶ ἐλαίῳ συμμί ξασα καὶ μαλάξασα, καὶ τὸν ἑαυτῆς αὐχένα περιχρίσασα, λέγει αὐτῷ "πάταξον, ὡς δύνῃ." ὁ δὲ μετὰ δυνάμεως κατενέγκας τὸ ξίφος ἀπέτεμεν εὐθέως τὴν τιμίαν αὐτῆς κεφαλήν. καὶ οὕτω νικήσασα τῶν δυσμενῶν τὴν κακουργίαν διπλοῦν τὸν στέφανον τὸν τοῦ μαρτυρίου καὶ τῆς ἁγνείας ἀνεδήσατο. Ὡσαύτως δέ τις καὶ ἄλλη γυνὴ εὐπρεπεστάτη, κόρη οὖσα καὶ παρθενίαν ἀσκοῦσα, διεβλήθη ὡς τοὺς θεοὺς ἐνυβρίζουσα· ἣν συλλαβόμενοι καὶ μαστιγώσαντες μὴ ὑπείκουσαν τῇ τούτων δυσσεβείᾳ παρέδωκαν εἰς πορνεῖον, ἐντειλάμενοι τῷ ταύτην νέμοντι κομίζειν ὑπὲρ αὐτῆς ἡμερήσιον νομίσματα τρία. ὃς ἔκδοτον αὐτὴν ἔστησε τοῖς βουλομένοις· καὶ πολλῶν πρὸς αὐτὴν εἰσπηδώντων πάντας ἀπεκρούετο, προφασιζομένη ἕλκος ἔχειν ἐπὶ κρυπτοῦ τόπου καὶ τούτου τὴν ἀπαλλαγὴν ἐκδέξασθαι. οὕτως οὖν τούτους ἀπο βουκολοῦσα τὸν θεὸν ἱκέτευεν ἄσπιλον τὴν παρθενίαν αὐτῆς δια φυλάξαι. καὶ δὴ ὑπήκουσεν αὐτῆς ὁ θεός. καὶ ἔρχεταί τις νεα νίσκος περιφανὴς καὶ λίαν εὐσεβὴς ἑσπέρας βαθείας πρὸς τὸν πορ νοβοσκόν, καὶ δίδωσιν αὐτῷ νομίσματα πέντε, λέγων "ἔασόν μοι ταύτην τὴν κόρην" .... τὰ ἱμάτια αὐτοῦ, καὶ περικαλύψας τὴν κεφαλὴν αὐτῆς ἐξέπεμψεν αὐτὴν ἄφθορον καὶ ἀνέπαφον. ἡμέρας δὲ γενομένης καὶ τοῦ δράματος γνωσθέντος ἐκρίθη ὁ νεανίας ἀναι ρεθῆναι, καὶ τούτου γενομένου ἐπλήρωσε τὸ κυριακὸν λόγιον τὸ φάσκον "μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ." 1.467 Ὁμοίως καὶ ἑτέρου μονάζοντος κατασχεθέντος ὑπὸ τῶν ἀσε 1.467 βῶν, μετὰ πολλὰς ποινὰς καὶ μάστιγας τελευταῖον πονηρὰν ἐπε νόησαν ἐπίνοιαν εἰς φθορὰν τῆς σωφροσύνης τοῦ δικαίου. ἔν τινι γὰρ κήπῳ κλίνην στρώσαντες καὶ τὸν ἅγιον ἐν αὐτῇ δεσμήσαντες ἐπαφῆκαν αὐτῷ γύναιον ἄσεμνον, ὡς ἂν μὴ δυνάμενος τὰς ἐκ ταύτης μηχανὰς διαφυγεῖν καὶ ἄκων εἰς τὴν πονηρὰν καθελκυσθῆ ναι πρᾶξιν. τῆς δὲ τούτῳ περιπλεκομένης καὶ καταφιλούσης αὐ τόν, τὴν ἑαυτοῦ γλῶσσαν ἀποτεμὼν τοῖς ὀδοῦσι προσέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς, κἀκ τούτου ἑαυτῷ μὲν πόνους καὶ ἀλγηδό νας ἀντὶ ἡδονῶν ἐπεισήγαγεν, ἐκείνην δὲ σφόδρα κατέπληξε καὶ ἀηδίας ἐνέπλησε τῷ ῥεύματι τοῦ αἵματος. ἅπερ ἀκούσαντες οἱ Ἕλληνες ἐθαύμαζον τὴν τῶν μοναζόντων σωφροσύνην καὶ ἀκρί βειαν. Ἡττηθέντες οὖν οἱ δυσσεβεῖς τύραννοι Διοκλητιανὸς καὶ Μαξιμιανὸς τῷ πλήθει τῶν ἀναιρουμένων, δόγμα ἐξέθεντο ὥστε τοὺς εὑρισκομένους Χριστιανοὺς ἐξορύττεσθαι τὸν δεξιὸν τῶν ὀφθαλμῶν, οὐ μόνον διὰ τὸ ὀδυνηρὸν ἀλλὰ καὶ διὰ τὸ ἄτιμον καὶ πρόδηλον καὶ τῆς τῶν Ῥωμαίων πολιτείας ἀλλότριον. Τῷ ζʹ ἔτει αὐτῶν τὴν Βούσιριν καὶ τὴν Κοπτόν, πόλεις ἐν Θήβαις τῆς Αἰγύπτου, ἀποστατησάσας τῆς τῶν Ῥωμαίων ἀρχῆς εἰς ἔδαφος κατέσκαψαν. τῷ θʹ ἔτει ὡς ἐν στήλῃ ἐνέγραψαν οἱ δυσσεβεῖς καθ' ἡμῶν, ὡς πάντων ἀναιρεθέντων Χριστιανῶν πά σης εὐθηνίας καὶ εὐκρασίας ἡ Ῥωμαίων πολιτεία πλησθήσεται, 1.468 καθὼς ὑπελάμβανον οἱ ἀλάστορες· διὸ καὶ λιμὸς καὶ λοιμὸς καὶ αὐχμός, καὶ πᾶν ὁτιοῦν ἔστι κακὸν εἰπεῖν, τοὺς ἀνθρώπους μετῆλ θε, καί τινος ἑτέρου νοσήματος μοῖρα. ἕλκος δὲ ἦν φερωνύμως τοῦ πυρώδους ἄνθρακος
PG 121:511λεγόμενον, καθ' ὅλον μὲν ἕρπον τὸ σῶμα, σφαλεροὺς δὲ τοῖς πεπονθόσιν ἐνεποίει κινδύνους. οὐ μὴν δὲ ἀλλὰ καὶ κατὰ τῶν ὀφθαλμῶν ἐξαιρέτως ἐπὶ πλεῖστον γενόμενον μυρίους ὅσους ἄνδρας ἅμα γυναιξὶ καὶ παισὶ πηροὺς ἀπειργάσατο. καὶ σὺν τούτοις προσεπανίσταται τῷ τυράννῳ ὁ πρὸς Ἀρμενίους πόλεμος, ἀθρόως ὑφ' ἕνα καὶ τὸν αὐτὸν καιρὸν συρρεύσαντα τῆς τοῦ δυσ σεβοῦς θρασύτητος τὴν κατὰ τοῦ θεοῦ μεγαλαυχίαν, ὅτι δὴ τῆς περὶ τὰ εἴδωλα σπουδῆς αὐτοῦ καὶ τῆς καθ' ἡμῶν ἕνεκα πολιορ κίας μὴ λιμὸν μηδὲ λοιμὸν μήτε μὴν πόλεμον ἐπὶ τὸν αὐτοῦ συμ βῆναι καιρὸν ἐνηβρύνετο. ταῦτα δὴ οὖν ἅμα καὶ κατὰ ταυτὸν ἐπῆλθον, καὶ τῆς κατ' αὐτὸν καταστροφῆς περιειλήφει τὰ προοί μια. αὐτὸς μὲν οὖν τὸν πρὸς Ἀρμενίους πόλεμον ἅμα τοῖς αὐτοῦ στρατοπέδοις κατεπονεῖτο, τοὺς δὲ λοιποὺς τῶν τὰς ὑπ' αὐτὸν πό λεις καὶ χώρας οἰκούντων δεινῶς ὁ λιμὸς ἅμα καὶ ὁ λοιμὸς κατέ τρυχε, καὶ μυρίοι μὲν ἐτύγχανον οἱ κατὰ πόλεις θνήσκοντες, πλείους δὲ οἱ κατ' ἀγροὺς καὶ κώμας, ἁπάντων σχεδὸν τροφῆς ἐνδείᾳ καὶ λοιμώδει νόσῳ διεφθαρμένων. καὶ γὰρ οἱ μὲν χόρτον διαμασώμενοι καὶ τὴν ἕξιν λυμαινόμενοι διώλλυντο, οἱ δὲ ἀπε σκληκότες ὥσπερ εἴδωλα νεκρά, ὧδε κἀκεῖσε ψυχορραγοῦντες ἐν σειόμενοί τε καὶ περιολισθαίνοντες, κατέπιπτον ἐν ταῖς πλατείαις. 1.469 ὅθεν νεκρὰ σώματα καὶ γυμνά, ἐφ' ἡμέραις πλείοσιν ἄταφα διερ ριμμένα, θέαν οἰκτρὰν καὶ ἐλεεινὴν παρεῖχον τοῖς ὁρῶσιν, ἤδη γέ τοι καὶ κυνῶν τινὲς ἐγένοντο βορά. οὐχ ἥκιστα δὲ καὶ ὁ λοιμὸς πάντας οἴκους ἐπενέμετο. μετ' οὐ πολὺ δὲ καὶ αὐτοὶ οἱ τύραννοι ἄξια τῆς δυσσεβείας αὐτῶν τὰ ἐπίχειρα ἐκομίσαντο, οἱονεὶ ἀρρα βῶνα τῶν μελλόντων αὐτοὺς μετὰ θάνατον διαδέξασθαι τιμωριῶν ἐντεῦθεν κομιζόμενοι. νόσῳ γὰρ δεινοτάτῃ ὁ Διοκλητιανὸς μετὰ τὴν ἀπόθεσιν τῆς βασιλείας περιπεσὼν ἀλγηδόσιν ἰσχυραῖς τὴν σάρκα πᾶσαν διελυμαίνετο, καὶ τὰ μὲν ἔγκατα διεφθείροντο ὑπὸ τῆς σφοδροτάτης φλογώσεως, ἡ δὲ σὰρξ πᾶσα κηροῦ δίκην διετή κετο. καὶ σὺν τούτοις ἐκτυφλοῦται καὶ πηρὸς ὁ δείλαιος ἀποκαθ ίσταται. κἀντεῦθεν ἐλεεινῶς διαφθειρόμενος καὶ δεινῶς καταση πόμενος σκωλήκων πλῆθος ἐκ τοῦ φάρυγγος ἀνέφερε σὺν τῇ γλώσ σῃ αὐτοῦ κατασαπείσῃ. τοσαύτην οὖν δυσωδίαν ἐξέπεμπεν ὡς οὐδὲν τῶν ἐν τάφοις διαλυθέντων νεκρῶν διαφέρειν. ὁ δὲ τύραν νος ἐν τούτοις ἐμπνέων στενάξας θάνατον ἐπεκαλεῖτο, καὶ τὰ τε λευταῖα πνέων ἔφη "οἴ μοι τῷ ἐλεεινῷ καὶ θρήνων ἀξίῳ, ὁποίαν τῶν εἰς Χριστιανούς μοι τετολμημένων ἀσεβειῶν ἀξίαν ὑπέχω τὴν τιμωρίαν." καὶ ταῦτα μὲν ὕστερον συμβέβηκε τῷ ἀλιτηρίῳ. Τῷ δὲ θʹ καὶ ιʹ ἔτει τῆς βασιλείας αὐτοῦ Κωνστάντιον τὸν λεγόμενον Χλωρὸν διὰ τὴν ὠχρότητα τοῦ προσώπου αὐτοῦ καὶ Μαξιμιανὸν Γαλλέριον Καίσαρας ἐποίησαν, πείσαντες τὰς ἰδίας αὐτῶν καταλιπόντας γαμετὰς τὰς αὐτῶν εἰληφέναι θυγατέρας. 1.470 Θεοδώρα ἦν τοῦ Κωνσταντίου καὶ Βαλλερία ἡ τοῦ Γαλλερίου ἤτοι τοῦ Διοκλητιανοῦ θυγάτηρ. Τῷ ιʹ αὐτοῦ ἔτει τῆς Ἀλεξανδρείας σὺν τῷ Αἰγύπτῳ ὑπὸ Ἀχιλλέως ἀποστατησάσης, τῇ προσβολῇ τῶν Ῥωμαίων πλεῖστοι ἀνῃρέθησαν. Τῷ ιαʹ ἔτει φρικτὸν διωγμὸν κατὰ Χριστιανῶν ἐγείραντες πολλὰς μυριάδας μάρτυρας ἐποίησαν. τοῦτο ἔτος ἦν τοῦ κόσμου #εψπζʹ. καὶ φησὶν Εὐσέβιος ὅτι Ἄδαγκτος μάγιστρος ἐμαρτύρησε. τῆς δὲ γυναικὸς αὐτοῦ καὶ τῶν θυγατέρων ζητουμένων, διὰ τὸ μὴ διαφθαρῆναι τὴν σωφροσύνην ἑαυτὰς ἔρριψαν κατὰ τοῦ ποταμοῦ. ζητητέον οὖν εἰ ἀριθμοῦνται εἰς μάρτυρας. Τῷ ιβʹ ἔτει Μαξιμιανὸς ὁ Ἑρκούλιος Γαλλίας καὶ Βρεττα νίας, Κωνστάντιος δὲ Ἀλανίας καὶ Ἀφρικῆς ἐκράτησαν. Τῷ ιγʹ ἔτει τοὺς ἐν στρατείᾳ Χριστιανοὺς ἐξέβαλον. Τῷ ιζʹ ὁ Γαλλέριος Μαξιμιανὸς κατὰ Ναρσέως τοῦ τῶν Περσῶν βασιλέως ἐκδραμὼν τοῦτον μὲν ἐδίωξε, τὴν δὲ γυναῖκα αὐτοῦ ἀφελόμενος καὶ πάντα τὰ αὐτοῦ, καὶ σφαγὴν μεγάλην ποιή σας, ὑπέστρεψε πρὸς Διοκλητιανόν, καὶ βαλάντια πεπληρωμένα ἔχων λίθων τιμίων καὶ μαργαριτῶν, ἀφ' ὧν πρῶτος Διοκλητιανὸς ἐσθῆτι καὶ ὑποδήμασι λίθοις τιμίοις καὶ χρυσῷ
PG 121:513κεκοσμημένοις ἐχρήσατο, προσκυνεῖσθαί τε ἑαυτὸν παρὰ τὸ ἐξ ἀρχῆς ἔθος ἐκέ λευσε καὶ θρίαμβον ἐπετέλεσεν. ὠνομάσθη δὲ θρίαμβος ἀπὸ τῶν 1.471 ἐπῶν τῶν εἰς τὸν Διόνυσον· θρίασιν γὰρ τὴν τῶν ποιητῶν μανίαν λέγουσιν. ἢ ἀπὸ τοῦ θρία, τὰ φύλλα τῆς συκῆς ἀνακειμένης τῷ Διονυσίῳ. τότε καὶ ὁ μέγας Σίλβεστρος τῆς Ῥωμαίων ἐκκλησίας ἐκράτει ἐπὶ χρόνους κηʹ. Κωνσταντίνου δὲ τοῦ υἱοῦ Κωνσταντίου ἐν τῇ ἀνατολῇ καὶ Παλαιστίνῃ μετὰ τοῦ Γαλλερίου τυγχάνοντος, ὡς αὐτὸν ὁ Γαλλέ ριος ἑώρα τὰ Χριστιανῶν φρονοῦντα συνέσει τε ψυχῆς καὶ ῥώμῃ σώματος καὶ τῇ περὶ τὴν παίδευσιν εὐφυΐᾳ προκόπτοντα, μαντευ σάμενός τε τοῦτον καταλύτην ἔσεσθαι τῆς τυραννίδος καὶ τῶν δο γμάτων αὐτοῦ, δόλῳ θανατῶσαι τοῦτον ἐσκέψατο. θείᾳ δὲ προ μηθείᾳ φυγῇ τὴν σωτηρίαν πορίζεται καὶ πρὸς τὸν ἴδιον πατέρα διασώζεται, πολλὰ σὺν αὐτῷ τῷ σώσαντι εὐχαριστῶν Χριστῷ. Τῷ ιηʹ ἔτει Διοκλητιανοῦ Θεοτέκνῳ γόητι πειθόμενος ὁ Γαλ λέριος διωγμὸν κατὰ τῶν Χριστιανῶν ἤγειρεν. οὗτος ὁ Θεότεκνος ὑποθήκῃ Μαξιμιανοῦ τὰ ἐπὶ Χριστοῦ δῆθεν παρὰ Πιλάτου πρα χθέντα πλασάμενος, ὑπομνήματα πάσης βλασφημίας ἀνάπλεα κατὰ πόλιν καὶ κώμην ἔσταλκε, Μαξιμιανοῦ προστάξαντος τοῖς γραμματοδιδασκάλοις ταῦτα τοὺς παῖδας ἐκδιδάσκειν, ὡς ἂν δια γελῷτο τὸ καθ' ἡμᾶς μυστήριον. Τῷ ιθʹ ἔτει πρόσταγμα ἐδόθη βασιλικόν, τὰς ἐκκλησίας τοῦ Χριστοῦ ἐδαφίζεσθαι καὶ τὰς θείας βίβλους κατακαίεσθαι, καὶ πάντα Χριστιανὸν ἢ θύειν τοῖς εἰδώλοις ἢ ἐν βασάνοις ἀνυποστά τοις ἀποθνήσκειν. 1.472 Τῷ κʹ ἔτει τῆς αὐτοῦ βασιλείας Διοκλητιανὸς καὶ Μαξιμιανὸς ὁ Ἑρκούλιος ἐξ ἀπονοίας ἐν μιᾷ ἡμέρᾳ τὴν βασιλείαν ἀπέθεντο, καταστήσαντες ἀντ' αὐτῶν βασιλεῖς τῆς μὲν ἑῴας Γαλλέριον Μα ξιμιανὸν τὸν Διοκλητιανοῦ γαμβρόν, τῶν ἑσπερίων δὲ Κωνστάν τιον τὸν Ἑρκουλίου γαμβρόν. καὶ ὁ μὲν Διοκλητιανὸς ἰδιωτεύσας ἔτη ιβʹ τῆς γλώσσης αὐτοῦ σαπείσης μετὰ τοῦ φάρυγγος καὶ πλῆ θος σκωλήκων ἀναβρασάσης τὸ πνεῦμα ἀπέρρηξεν, ὁ δὲ Ἑρκούλιος τὴν βασιλείαν ἀναλαβέσθαι βουληθεὶς καὶ μὴ ἐπιτυχὼν ἀπήγξατο. ὁ δὲ Γαλλέριος σκωληκόβρωτος γεγονὼς ἐξέψυξεν. Ὁ δὲ Κωνστάντιος λίαν ἀγαθὸς ὢν καὶ εὐσεβὴς καὶ τὸν υἱὸν Κωνσταντῖνον ὁμοίως ἐπαίδευσε, καὶ τῷ καθ' ἡμῶν διωγμῷ οὐ δαμῶς ἐκοινώνησεν, ἀλλὰ καὶ τοὺς ὑπ' αὐτὸν χριστιανίζειν ἀδεῶς καὶ ἀκωλύτως ἐπέτρεπε. τελευτᾷ δὲ ἐν Βρεττανίαις, βασιλεύσας ἔτη δύο. Καῖσαρ δὲ ἦν ἔτη ιγʹ. ὃς ἐγέννησεν ἐξ Ἑλένης τῆς πρώτης αὐτοῦ γυναικὸς Κωνσταντῖνον τὸν μέγαν καὶ ἅγιον, περὶ τὴν τῆς Δακίας πόλιν· ὃν καὶ ἀναγορεύει ἀντ' αὐτοῦ βασιλέα ἐν Ῥώμῃ ἐπ' ὄψεσι παντὸς τοῦ λαοῦ, περιόντων καὶ τῶν λοιπῶν αὐ τοῦ παίδων, Κωνσταντίου φημὶ τοῦ πατρὸς Ἰουλιανοῦ καὶ Γαλ λοῦ τοῦ καὶ Δαλμάτου· μεθ' ὧν καὶ θυγατέρα εἶχε Κωνσταντίαν τὴν Λικιννίου γαμετήν, ἐκ Θεοδώρας τῆς θυγατρὸς Ἑρκουλίου γεννηθεῖσαν. οὗτος δὲ ὁ Κωνστάντιος ὁ τοῦ μεγάλου Κωνσταντί νου πατὴρ θυγατριδοῦς ἦν Κλαυδίου τοῦ βασιλέως. Ἦν δὲ τῇ ἰδέᾳ ὁ μέγας Κωνσταντῖνος μεσῆλιξ, εὐρύτερος τοὺς ὤμους καὶ παχὺς τὸν αὐχένα, ὅθεν καὶ Τραχηλᾶν αὐτὸν 1.473 ἐπωνόμαζον, τὴν χροιὰν ἐρυθρός, τὴν τρίχα τῆς κεφαλῆς οὐ δα σεῖαν οὐδὲ οὔλην ἔχων, τὴν δὲ τοῦ γενείου ψιλήν πως καὶ πρὸς τὸ μηδὲ φύειν πολλαχοῦ τοῦ προσώπου, τὴν ῥῖνα ἐπίγρυπον, τὸ δὲ ὄμμα παραπλήσιον λέοντι, χαρίεις καὶ φαιδρότατος, παιδείας μετασχὼν μετρίας. τὸ δὲ ἐγκρατεὺς περὶ τὰς ἐπιθυμίας τῆς γα στρὸς εἰς ἄκρον κεκοσμημένος, ἐν τούτῳ τὰς πολλὰς διαφεύγειν τοῦ σώματος νόσους, οὐχ ὑγιῶς αὐτοῦ διακειμένου, ἀπειλοῦντός τε λώβην καὶ φύοντος πλεῖστα μοχθηρά. Γαλλέριος τοίνυν Μαξιμιανὸς ἐπὶ Ἰταλίαν ἐλθὼν ἐχειροτό νησε Καίσαρας δύο, Μαξιμιανὸν μὲν τὸν ἴδιον υἱὸν κατὰ τὴν ἑῴαν, ἐφ' οὗ καὶ οἱ πρὸς πατρὸς τῷ μεγάλῳ Βασιλείῳ πατέρες διὰ τὸν αὐτοῦ διωγμὸν εἰς ἐρήμους μακρύναντες ἐφυγαδεύθησαν, Σεβῆρον δὲ κατὰ τὴν Ἰταλίαν. οἱ δὲ ἐν Ῥώμῃ στρατιῶται ἀνηγόρευσαν Μαξέντιον τὸν υἱὸν Μαξιμιανοῦ τοῦ
PG 121:517Ἑρκουλίου βασιλέα. Κρατήσας οὖν ὁ θειότατος καὶ χριστιανικώτατος βασιλεὺς Κωνσταντῖνος ἐβασίλευσε Γαλλιῶν καὶ Βρεττανίας. τῷ πρώτῳ οὖν αὐτοῦ ἔτει, τῆς δὲ θείας σαρκώσεως αʹ, τοῦ δὲ κόσμου #εψ ζʹ τέσσαρες οὗτοι συνεβασίλευον αὐτῷ, Μαξιμιανὸς ὁ Γαλλέ ριος, σὺν δυσὶ Καίσαρσι Σεβήρῳ καὶ Μαξιμιανῷ τῷ Γαλλερίου υἱῷ καὶ Μαξεντίῳ τῷ υἱῷ τοῦ Ἑρκουλίου, ἐν Ῥώμῃ ὑπὸ τῶν στρατιωτῶν ἀναγορευθέντι βασιλεῖ. οὗτοι ἀλλήλους ἔσπευδον ὑπερβάλλειν εἰς τὸν κατὰ Χριστιανῶν πόλεμον, πάσῃ τε κακίᾳ καὶ θηλυμανίᾳ συζῶντες ἀνατομαῖς βρεφῶν τῶν ἐγκυμονουσῶν γυναι 1.474 κῶν ἐν μαντείαις ἐχρῶντο, ἁρπαγαῖς τε καὶ φόνοις, καὶ ὅσα τοι αῦτα. Τοῦ δὲ Σεβήρου τελευτήσαντος Λικίνιον οἱ Ῥωμαῖοι Καί σαρα ἀνηγόρευσαν, Κωνσταντίνῳ χαριζόμενοι γαμβρῷ αὐτοῦ ὄντι εἰς ἀδελφὴν Κωνσταντίαν, καὶ ὑποκρινόμενον ψευδῶς τὴν καθ' ἡμᾶς εὐσέβειαν. Μαξέντιος δὲ πάνδεινα τοῖς Ῥωμαίοις ἐποίει κακά· τάς τε γὰρ οὐσίας αὐτῶν καὶ γυναῖκας καὶ θυγατέρας ἥρ παζε, καὶ αὐτοὺς πολυτρόπως ἀνῄρει, καὶ ἄμετρα τοῖς δαίμοσιν ἐξακολουθῶν ἐπετέλει. ὅθεν καὶ πρεσβείαν οἱ Ῥωμαῖοι πρὸς Κων σταντῖνον ποιησάμενοι κατὰ τοῦ δυσσεβοῦς Μαξεντίου τοῦτον διή γειραν. ὁ δὲ Μαξέντιος τὸν παραρρέοντα τῇ πόλει ποταμὸν ναυ σὶ γεφυρώσας κατὰ τοῦ μεγάλου Κωνσταντίνου ἀντιπαρετάξατο. ὁ δὲ δεδιὼς τὰς τοῦ Μαξεντίου γοητείας ἐν πολλῇ ἀγωνίᾳ ἦν. φαίνεται οὖν αὐτῷ ἐν ἕκτῃ ὥρᾳ τῆς ἡμέρας ὁ τίμιος σταυρός, ἐκ φωτὸς κατεσκευασμένην ἔχων ἐπιγραφὴν δι' ἀστέρων "ἐν τούτῳ νίκα." ἐν ὁράματι δὲ τῆς νυκτὸς ἐφίσταται αὐτῷ ὁ κύριος, λέγων "χρῆσαι τῷ δειχθέντι σοι σημείῳ, καὶ νίκα." τότε σταυρὸν χρυ σοῦν σχεδιάσας, ὃς ἔστι μέχρι καὶ νῦν, ἐκέλευσε προάγειν ἐν τῷ πολέμῳ· καὶ συμβολῆς γενομένης ἡττήθησαν οἱ περὶ Μαξέντιον, καὶ τοῦ πλήθους ἀναιρουμένου Μαξέντιος σὺν τοῖς λοιποῖς τῇ γε φυρᾷ ἐπέβη φεύγων, ἥτις θείᾳ δυνάμει διαρραγεῖσα ἐν τῷ ποτα μῷ πάντας κατεπόντισεν. οἱ δὲ Ῥωμαῖοι λυτρωθέντες τῆς τοῦ πονηροῦ Μαξεντίου τυραννίδος, τὴν πόλιν στεφανώσαντες, εἰσε 1.475 δέξαντο μετὰ χαρᾶς τὸν νικητὴν Κωνσταντῖνον σὺν τῷ νικοποιῷ σταυρῷ, σωτῆρα αὐτὸν ἀνευφημοῦντες. Τῷ ζʹ ἔτει τῆς βασιλείας αὐτοῦ ὁ μέγας Κωνσταντῖνος τῆς Ῥώμης κρατήσας πρὸ πάντων τὰ λείψανα τῶν ἁγίων μαρτύρων τῇ ὁσίᾳ ταφῇ παρέδωκε, καὶ τοὺς ἐν ἐξορίαις ἀνεκαλέσατο. καὶ ὑπὸ Σιλβέστρου τοῦ ὁσιωτάτου πάπα Ῥώμης βαπτίζεται καὶ τῆς λώβης ἐξελευθεροῦται τρόπῳ τοιῷδε· εἰς Ῥώμην εἰσελθὼν μετὰ τὴν κατὰ Μαξεντίου νίκην ζητεῖ ἰατροὺς θεραπευθῆναι τῆς νόσου. καὶ δὴ Ἰουδαῖοί τινες ἔρχονται λέγοντες ὅτι κολυμβήθραν χρὴ ποιῆσαι ἀφ' αἵματος ὑπομαζίων βρεφῶν καὶ ἐν αὐτῇ λουσάμενον καθαρι σθῆναι. συνάγονται οὖν τὰ βρέφη μετὰ τῶν μητέρων. καὶ τί δεῖ λέγειν τοὺς τῶν μητέρων ὀδυρμοὺς καὶ τὰς τῶν τριχῶν ἐκκο πὰς καὶ τἆλλα ὅσα τοῖς ἐκ ψυχῆς ὀδυνωμένοις ἐστί; ταῦτα ἰδὼν ἐκεῖνος καὶ σύνδακρυς γενόμενος εἶπε "καλόν ἐστι μᾶλλον ἐμὲ μό νον κακῷ μόρῳ ἀποθανεῖν ἢ ταῦτα τὰ βρέφη. ἀλλὰ καὶ τίς οἶδεν τὸ τέλος ὁποῖον;" ταῦτα εἰπὼν καὶ τὰς μητέρας δώροις φιλοφρο νησάμενος ἀπέλυσεν ἐν εἰρήνῃ. ταύτῃ τοι καὶ κατ' ὄναρ ὁρᾷ τοὺς δύο μεγάλους ἀποστόλους Πέτρον καὶ Παῦλον προτρεπομένους αὐ τὸν Σίλβεστρον ζητῆσαι τὸν ἐπίσκοπον τῆς πόλεως· "καὶ αὐτὸς ὑποδείξει σοι κολυμβήθραν δι' ἧς τῆς τε ψυχῆς τὰς νόσους καὶ τοῦ σώματος θεραπευθήσῃ." ἔρχεται οὖν ὁ Σίλβεστρος διὰ τοὺς ἐπικειμένους διωγμοὺς ἐν φυγαδείᾳ τελῶν, καὶ βαπτίζει κατηχή σας τοῦτον. εὐθὺς οὖν ἀπὸ τῆς θείας κολυμβήθρας ἀνερχομένου 1.476 τοῦ Κωνσταντίνου ἐξέπεσον ἀπὸ τοῦ σώματος αὐτοῦ ὡσεὶ λεπίδες, καὶ ἐκαθαρίσθη, καὶ γέγονεν ὅλον ὑγιὲς ὡς παιδαρίου μικροῦ. τοῦτο ἰδόντες οἱ λαοὶ ἐβαπτίσθησαν ἄπειροι, καὶ Κρῖσπος ὁ υἱὸς Κωνσταντίνου. Οἱ δὲ λέγοντες ἐν Νικομηδείᾳ κατὰ τὸν αὐτοῦ θάνατον βα πτισθῆναι ὑπὸ Εὐσεβίου τοῦ Νικομηδείας τοῦ Ἀρειανοῦ ψεύδον ται. φασὶ γὰρ ἀναβάλλεσθαι αὐτὸν τὸ βάπτισμα διὰ τὸ
PG 121:519ἐλπίζειν αὐτὸν ἐν τῷ Ἰορδάνῃ βαπτισθῆναι. τί γὰρ ἦν αὐτῷ καὶ ἐμποδών, τὸν Γαλλέριον ἐν τῇ ἀνατολῇ καταπολεμοῦντι καὶ εἰς Περσίαν πά λιν ἐκ δευτέρου εἰσελθόντι, μὴ ἀπελθεῖν καὶ βαπτισθῆναι ἐν τῷ Ἰορδάνῃ; ἀλλὰ καὶ τὸ ὡς νόθον διαβάλλειν αὐτὸν πάσης κακίας ἐστίν. ἡ γὰρ γενεὰ αὐτοῦ βασιλικὴ ὑπῆρχε καὶ πρὸ Διοκλητιανοῦ. καὶ γὰρ ὁ πατὴρ αὐτοῦ Κωνστάντιος θυγατριδὸς ἦν Κλαυδίου τοῦ βασιλέως, καὶ ἐκ τῆς Ἑλένης τῆς πρώτης αὐτοῦ γυναικὸς ἔσχε τὸν μέγαν Κωνσταντῖνον, καθὼς λέλεκται. Τούτου οὖν βαπτισθέντος μεγάλα θαυμάσια ἐποίησεν ὁ θεὸς διὰ τοῦ ἐν ἁγίοις Σιλβέστρου. πάντα δὲ παρεὶς ἓν μόνον φράσω. ἐν τῷ Καπιτωλίῳ Ῥώμης, βαθμοὺς ἔχοντι τριακοσίους ἑξηκοντα πέντε, ἐν τῇ καταδύσει τῶν βαθμῶν καὶ τῶν θεμελίων δράκων ᾤκει παμμεγέθης, ᾧ ἐθυσίαζον καθ' ἡμέραν Ἕλληνες. εἰ δ' οὔ, ἀλλὰ ἐξαίφνης ἐπιπίπτων πολλοὺς ἐλυμαίνετο. ἐκεῖσε Σίλβεστρος καταβάς, καὶ οἰκίσκον μικρὸν ἔχοντα πύλας χαλκᾶς εὑρὼν οὗ ἦν 1.477 ὁ δράκων, κλείσας τὰς θύρας τῇ ἐπικλήσει Ἰησοῦ Χριστοῦ τοῦτον ἀπέκτεινε. Τῷ θʹ ἔτει τῆς βασιλείας Κωνσταντίνου Μητροφάνης ἐπί σκοπος Βυζαντίου δʹ γέγονε. ταῦτα τοίνυν ὁ τῆς ἑῴας Μαξιμια νὸς ὁ Γαλλέριος ἀκούσας τὸν κατὰ Χριστιανῶν ἀνῆκε πόλεμον. ἐν τῷ ιʹ ἔτει τῆς βασιλείας αὐτοῦ ὁ μέγας Κωνσταντῖνος σὺν Λι κινίῳ Καίσαρι κατὰ τοῦ Γαλλερίου ἀθροίζει πόλεμον, καὶ τοῦτον τρεψάμενος πάντας κατασφάττει. αὐτὸς δὲ ὁ Γαλλέριος τὸ διά δημα ῥίψας καὶ μετ' ὀλίγων εὐνουστάτων διαδρὰς ἀπὸ κώμης εἰς κώμην ᾤχετο, καὶ τοὺς ἱερεῖς τῶν εἰδώλων καὶ μύστας καὶ προ φήτας καὶ μάντεις ὡς ἀπατεῶνας κατέσφαξεν. ἐν δὲ τῷ ιαʹ ἔτει μέλλοντος κρατηθῆναι τοῦ Μαξιμιανοῦ ὑπὸ τοῦ μεγάλου Κων σταντίνου, προλαβοῦσα θεία ὀργὴ κατέλαβεν αὐτόν· φλὸξ γὰρ ἀπὸ τῶν σπλάγχνων αὐτοῦ καὶ μελῶν ἀναφθεῖσα ἀμφοτέρους τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐκπηδῆσαι πεποίηκεν, αἱ δὲ σάρκες αὐτοῦ σα πεῖσαι τῶν ὀστέων ἐξέπεσον, καὶ οὕτω διατεθεὶς τὴν θεομάχον αὐτοῦ ἀπέρρηξε ψυχήν. τῷ αὐτῷ δὲ τρόπῳ καὶ Μαξιμῖνος ὁ τοῦ μιαροῦ μιαρώτατος υἱός, μυρία ὅσα καὶ ἄρρητα κατὰ τῶν Χρι στιανῶν ἐπινοήσας, ἀναριθμήτοις κακοῖς ὑπεβλήθη, καὶ νόσοις παρὰ φύσιν καὶ πληγαῖς ἐξαισίαις ποινηλατούμενος ἐξέψυξε. Τῷ ιβʹ ἔτει Λικίνιον διαθήκας ἀπαιτήσας τοῦ μηδὲν κατὰ Χριστιανῶν πράττειν κακόν, βασιλέα ἀναγορεύει καὶ ἀφορίσας μοῖραν τῆς Ῥωμαίων γῆς δίδωσιν. ἐντεῦθεν ὁ κατὰ Χριστιανῶν 1.478 χάριτι θεοῦ πέπαυται διωγμός. ἐπὶ τούτου τοῦ Λικινίου ἐμαρ τύρησεν ὁ ἅγιος Θεόδωρος. Τῷ ιδʹ ἔτει μονοκράτωρ ὁ μέγας Κωνσταντῖνος πάσης τῆς Ῥωμαίων γῆς γενόμενος πᾶσαν αὐτοῦ τὴν ἔννοιαν εἰς θείας φρον τίδας μετήγαγεν, ἐκκλησίας ἀνεγείρων καὶ φιλοτίμως ταύτας πλου τίζων. γράφει δὲ καὶ πρῶτον νόμον, τοὺς τῶν εἰδώλων ναοὺς ἀποδίδοσθαι τοῖς τῷ Χριστῷ ἀφιερωμένοις ναοῖς, δεύτερον Χρι στιανοὺς μόνους στρατεύεσθαι ἐθνῶν τε καὶ στρατοπέδων ἄρχειν, τοὺς δὲ ἐπιμένοντας τῇ εἰδωλολατρείᾳ κεφαλικῶς τιμωρεῖσθαι, τρίτον τὰς πασχαλίας δύο ἑβδομάδας ἀπράκτους τελεῖν, τήν τε πρὸ τοῦ πάσχα καὶ τὴν μετ' αὐτήν. τὰ δὲ τῶν πηχῶν τῆς ἀνα βάσεως τοῦ Νείλου ἐν τῇ ἐκκλησίᾳ ἐνομοθέτησεν ἀναφέρεσθαι, καὶ οὐκ ἐν τῷ Σαράπιδι, ὡς εἴθιστο τοῖς Ἕλλησιν. ἀλλὰ δέον ἐστὶ περὶ τῆς τοῦ ἁγίου Σιλβέστρου διαλέξεως ὀλίγα τινὰ εἰπεῖν. Τῷ δʹ ἔτει τῆς βασιλείας τοῦ εὐσεβεστάτου καὶ μεγάλου Κωνσταντίνου διάλεξις γέγονεν ἐν Ῥώμῃ Χριστιανῶν καὶ Ἰουδαίων.καὶ τῶν μὲν Χριστιανῶν ὁ μέγας ἡγεῖτο Σίλβεστρος πάπας ὢν τῆς Ῥώμης, Ἰουδαίων δὲ σὺν ἄλλοις πλείστοις νομομαθέσι καὶ Ζαμβρῆς ὁ μάγος, Ἑβραῖος καὶ γόης, ἐν ᾧ πᾶσαν τὴν πεποίθησιν εἶχον οἱ Ἰουδαῖοι. λέγουσι τοίνυν Ἰουδαῖοι "ἐκλέξασθε δώδεκα Χριστιανούς, οἵτινες ὀφείλουσι δικαιολογηθῆναι ἡμῖν." ὁ δὲ ἅγιος Σίλβεστρος ἔφη "ἡμεῖς εἰς τὴν τοῦ θεοῦ δύναμιν ἀφορῶμεν. εἷς γάρ ἐστιν ᾧ λέγομεν «ἀνάστα ὁ θεός, δίκασον τὴν δίκην σου.» 1.479 ὅσον γὰρ τῆς τῶν ἀνθρώπων
PG 121:521βοηθείας ὑστερούμεθα, τοσοῦτον τῇ τοῦ θεοῦ δυνάμει στηριζόμεθα." πρὸς ταῦτα Ἀβιάθαρ Ἰουδαῖος ἔφη "τοῦτο τὸ ῥητὸν ὁ ἡμέτερος ἔφη προφήτης." καὶ ὁ ἅγιος Σίλβεστρος "πάντα σήμερον ἐνταῦθα ἐκ τῶν ὑμετέρων βίβλων προσενεγκεῖν ἔχομεν καθ' ὑμῶν αὐτῶν· τότε γὰρ λαμπρὰ γίνεται νίκη, ὅταν τὸ ἐξ ἐναντίας μέρος τῇ τῶν οἰκείων διδασκαλιῶν αὐ θεντίᾳ ἡττηθῇ." ὁ βασιλεὺς ἔφη "αὕτη δικαία ἡ κρίσις, ἐν ᾗ καταναγκάζεται ἕκαστος τῇ τῆς ἰδίας θρησκείας αὐθεντίᾳ ἡττᾶ σθαι." Ἀβιάθαρ εἶπε "τοῦ παντοκράτορος θεοῦ, τοῦ ἡμετέρου λέγω, ἰδίῳ στόματι λέγοντος «ἴδετε, ἴδετε, ὅτι ἐγὼ εἰμὶ θεός, καὶ οὐκ ἔστι πλὴν ἐμοῦ,» πῶς αὐτοὶ λέγουσι τρεῖς ὀφείλειν προσ κυνεῖσθαι, πατέρα, ὅντινα καὶ ἡμεῖς πεπιστεύκαμεν, υἱόν, ὃν οἱ πατέρες ἡμῶν ἐσταύρωσαν, τρίτον πνεῦμα τὸ ἅγιον; τρεῖς οὖν προσκυνοῦντες τούτῳ τῷ εἰρηκότι ἕνα μόνον εἶναι θεὸν ἐξ ἀνάγκης προσκρούουσιν." ὁ ἅγιος Σίλβεστρος ἔφη "ἡμεῖς ἕνα θεὸν σέ βομεν καὶ ὁμολογοῦμεν. ἀλλ' οὐχ οὕτως ἔρημον αὐτοῦ τὴν θεό τητά φαμεν ὥστε μὴ ἔχειν ἀγαλλίασιν υἱοῦ. υἱὸν δὲ αὐτοῦ τοῦ τον λέγομεν περὶ οὗ ὁ ὑμέτερος προφήτης εἶπε «τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» υἱὸν δὲ ἐκεῖνον λέγομεν πρὸς ὃν διὰ τοῦ ὑμετέρου προφήτου ὁ πατὴρ βοᾷ λέγων «υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.» θεὸς δὲ χθὲς καὶ σήμερον, οὐκ ἔχει τέλος, ἐπειδὴ ὑπέρχρονός ἐστιν. ἄναρχος οὖν ὑπάρχει· ἄναρχος 1.480 ἄρα καὶ ὁ πατήρ. ἐπεὶ τίνι εἶπε «ποιήσωμεν ἄνθρωπον κατ' εἰ κόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν;» εἰ γὰρ εἴρηκε «ποιήσω ἄν θρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἐμήν,» ἐδόκει ἂν τὸ τῆς μονότητος αὐτοῦ σημαίνειν. τὸ δὲ κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμε τέραν σαφῶς καὶ τὸν υἱὸν καὶ τὴν ἰσότητα ἐσήμανεν. οὐ γὰρ μεῖζόν τι προσλαβεῖν δύναται, ἐπειδὴ ἡλικίας αὔξησιν οὐκ οἶδεν· ἐλάττωσιν πάλιν οὐ δέχεται." Ἰωνᾶς ῥαβὶς εἶπεν "ἀνθρωπίνῳ λογισμῷ οὐκ ἔστι δεκτέα ἡ πίστις. ποῖον γὰρ θεὸν συμβουλεύει οὗτος πιστευθῆναι, ὃν καὶ πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον ὁμολογεῖ;" ὁ ἅγιος Σίλβεστρος ἔφη "ὅταν ἀναγνῷς ἐν ταῖς βίβλοις περὶ μὲν τοῦ πατρός, ἡνίκα λέγει περὶ τοῦ ἰδίου υἱοῦ «υἱός μου εἶ σύ,» ὁμοίως δὲ καὶ ἐν ἑτέρῳ τόπῳ «αὐτὸς ἐπικαλέσεταί με, πα τήρ μου εἶ σύ,» τότε εἴσῃ σαφῶς τὸ λεγόμενον, καὶ οὐδὲν ξένον περὶ τῆς ἁγίας τριάδος ὑπολάβῃς λέξειν ἡμᾶς. περὶ δὲ τοῦ ἁγίου πνεύματος ἄκουε πάλιν τοῦ προφήτου σου λέγοντος καὶ εὐχομένου «τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ.» καὶ πάλιν ὁ αὐτός «καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐ τῶν,» τουτέστι τῶν οὐρανίων δυνάμεων." Κωνσταντῖνος Αὔγουστος εἶπε "θαυμάζω τῶν Ἰουδαίων τὸ ἀναίσχυντον· ἀπὸ πασῶν γὰρ τῶν οἰκείων γραφῶν πολυτρόπως ἡττώμενοι ἀκμὴν θέλουσί τινα κατὰ τῆς ἀληθείας ἐπιζητεῖν. ὅθεν ἐπεὶ περὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος τὸ ἱκανὸν γέγονεν, εἴ τι ἕτερα εἰσὶ δεικτέα, προσφερέσθωσαν." Γοδολίας Ἰουδαῖος εἶπεν "ἡμεῖς περὶ ἐκείνου λέγομεν τοῦ τεχθέντος, τοῦ ἐν τοῖς εὐαγγελίοις αὐτοῦ 1.481 ἀναγεγραμμένου ηὐξηκέναι τε ἡλικίᾳ καὶ σοφίᾳ, καὶ πειρασθέντος παρὰ τοῦ διαβόλου, μετὰ δὲ ταῦτα πραθέντος παρὰ τοῦ οἰκείου μαθητοῦ, παραδοθέντος, κρατηθέντος, ἐμπαιχθέντος, φραγε λωθέντος, χολὴν σὺν ὄξει ποτισθέντος, ἀκάνθαις στεφανωθέν τος καὶ γυμνωθέντος, καὶ τῆς αὐτοῦ ἐσθῆτος ἐν κλήρῳ δοθείσης ἐπὶ σταυροῦ παγέντος, ἀποθανόντος καὶ ταφέντος." ὁ ἅγιος Σίλβεστρος ἔφη "ταῦτα πάντα ὡς προκηρυχθέντα ἐγράφη περὶ τοῦ Χριστοῦ παρὰ τῶν προφητῶν, σήμερον ἐπιδείξομεν. Ἠσαΐας γὰρ περὶ τῆς τοῦ Χριστοῦ γεννήσεως προείρηκεν οὕτως «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.» ὅτι δὲ καὶ ἀνθρώποις συναναστραφήσεται, ἄκουε τοῦ προφήτου Ἱερεμίου «οὗτος ὁ θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ
PG 121:525τοῖς ἀνθρώποις συνανεστράφη.» ὅτι δὲ καὶ πειρασθήσεται ὑπὸ τοῦ διαβόλου καὶ νικήσει αὐτόν, Ζαχαρίας ὁ προφήτης λέγει «εἶδον Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν ἑστῶτα, καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ. καὶ εἶπε πρὸς αὐτόν, ἐπιτιμήσαι σοι κύριος διάβολε.» ὅτι δὲ καὶ κρατηθήσεται, ἡ σοφία διὰ Σολο μῶντος λέγει «εἶπον ἐν ἑαυτοῖς οἱ ἀσεβεῖς, δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστίν.» ὅτι δὲ καὶ παρὰ μαθητοῦ προδοθή σεται, λέγει ὁ ψαλμῳδός «ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν.» ὅτι δὲ καὶ ἐκδοθήσεται καὶ τὰ ἱμάτια αὐτοῦ ἐν 1.482 κλήρῳ δοθήσεται, προείρηκεν ὁ αὐτὸς προφήτης λέγων «διεμερί σαντο τὰ ἱμάτιά μου ἐν ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβα λον κλῆρον.» ὅτι δὲ καὶ παρὰ ψευδομαρτύρων κατηγορηθήσεται, ὁ αὐτὸς προφήτης εἶπεν «ἐπανέστησάν μοι μάρτυρες ἄδικοι.» ὅτι δὲ καὶ ἀκάνθαις στεφανωθήσεται, προείρηκεν Ἱερεμίας λέγων «ἀκάνθαις τῶν ἑαυτοῦ πταισμάτων ὁ λαὸς οὗτος περιεστοίχισέ με.» ὅτι δὲ καὶ χολὴν τραφήσεται καὶ ὄξος ποτισθήσεται, ὁ προφήτης Δαβὶδ λέγει «ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.» ὅτι δὲ ἐμπαιχθήσεται, Ἱερεμίας λέγει «εἰς ἐμπαιγμὸν ἐγενόμην τῷ λαῷ τούτῳ.» ὅτι δὲ καὶ τοῖς δεσμοῖς αὐτῶν δεθήσεται καὶ σταυρωθήσεται ἐπὶ ξύλου παρὰ τῶν Ἰου δαίων, λέγει ὁ Ἔσδρας «ἐδήσατέ με οὐχ ὡς πατέρα τὸν ῥυσάμε νον ὑμᾶς ἐκ γῆς Αἰγύπτου. κράζοντες ἐπὶ τοῦ βήματος τοῦ κρι τοῦ ἐταπεινώσατέ με, κρεμασθῆναι ἐπὶ τοῦ ξύλου παρεδώκατέ με.» ὅτι δὲ καὶ ταφήσεται, Ἱερεμίας λέγει «ἐν τῇ ταφῇ αὐτοῦ ζῳοποιηθήσονται οἱ νεκροί.» ἐν γὰρ τῷ καιρῷ ἐκείνῳ, ὅτε ὁ δεσπότης ἡμῶν Ἰησοῦς ἐν τῷ τιμίῳ αὐτοῦ πάθει παρέδωκε τὸ πνεῦμα, οἱ τάφοι ἠνεῴχθησαν, καὶ πολλὰ σώματα τῶν κεκοιμη μένων ἁγίων ἠγέρθη, ὁ ἥλιος ἐσκοτίσθη, τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη, καὶ σεισμὸς μέγας κατὰ πᾶσαν τὴν οἰκουμένην ἐγένετο. ταῦτα πάντα εἰ δυνηθῇς, ὦ Ἰουδαῖε, μὴ εἶναι παρὰ τῶν ὑμετέρων προφητῶν προκηρυχθέντα, ὡς ψεύστην ἐνίκησάς με. εἰ δ' ἀληθῶς παρ' ἐκείνων προφητευθέντα εἰσί, τοῖς σοῖς 1.483 ὀφείλεις πεισθῆναι προφήταις καὶ τὸν ἡμέτερον Χριστὸν ἄκων καὶ μὴ βουλόμενος προσκυνῆσαι." Κωνσταντῖνος Αὔγουστος εἶπεν "εἰ ταῦτα ταῖς ὑμετέραις περιέχεται βίβλοις, περισσῶς ἀν τιλέγετε, ὦ Ἰουδαῖοι, τῶν παθημάτων ἕνεκεν τοῦ Χριστοῦ, ἅπερ κατὰ τάξιν προλεχθέντα ἐν τῷ Χριστῷ ἐπληρώθη." Αὐνᾶν Ἰου δαῖος λέγει "ὀφείλεις δεῖξαι ἡμῖν τὸ τεχθῆναι αὐτὸν καὶ κρατη θῆναι καὶ ὑβρισθῆναι καὶ ἐμπαιχθῆναι καὶ σταυρωθῆναι καὶ τεθνάναι καὶ ταφῇ παραδεδόσθαι." ὁ ἅγιος Σίλβεστρος ἔφη "οὐκοῦν ἀνάγκη ἐστὶ πάσας σοι τὰς γραφὰς ἐκθέσθαι, ὅθεν πρῶ τον ὁμολόγησον σᾶς εἶναι τὰς γραφὰς καὶ ἀληθεῖς ὑπάρχειν." Αὐνᾶν εἶπε "τὰ παρὰ τῶν προφητῶν λεχθέντα ἀληθῆ εἶναι πάν τες ὁμολογοῦσιν. ἀλλὰ σὺ τὰ πρὸς ἄλλους εἰρημένα ἄλλους πε πονθέναι φῄς." ὁ ἅγιος Σίλβεστρος εἶπεν "οὐκοῦν δίδως ἄλλον τινά ποτε χολὴν τραφέντα καὶ ὄξος ποτισθέντα καὶ ἀκάνθαις στε φανωθέντα καὶ σταυρωθέντα καὶ ταφέντα καὶ ἀναστάντα." καὶ ἐπὶ πολὺ σιωπῶντος αὐτοῦ Κωνσταντῖνος Αὔγουστος ἔφη "εἰ ἄλ λον ἐπιδεῖξαι Αὐνᾶν οὐ δύναται, γινωσκέτω ἑαυτὸν φανερῶς ἡτ τημένον." Δωὴκ Ἰουδαῖος λέγει "βασιλεῦ κράτιστε, Σίλβεστρος ἐπηγγείλατο δικαίας ἐρεῖν αἰτίας περὶ τοῦ γεννηθῆναι αὐτὸν καὶ πειρασθῆναι ὑπὸ τοῦ διαβόλου καὶ παθεῖν." ὁ ἅγιος Σίλβεστρος ἔφη "ἐπειδὴ τοίνυν ἀληθῆ τὰ προφητευθέντα εἰρήκατε, ὁμολογή σατε ὅτι ἡ παρθένος συνέλαβε καὶ ἔτεκε τὸν Ἐμμανουήλ, ὅ ἐστι μεθ' ἡμῶν ὁ θεός." σιωπώντων δὲ τῶν Ἰουδαίων ὁ ἅγιος εἶπε "πάντως γινώσκετε ἐν ταῖς θείαις γραφαῖς ὅτιπερ ἐκ πηλοῦ ἐποίη 1.484 σεν ὁ θεὸς τὸν πρῶτον ἄνθρωπον, ὃς τῇ συμβουλίᾳ τοῦ ὄφεως ἐξεβλήθη τοῦ παραδείσου καὶ θανάτῳ περιπέπτωκεν. οὐκοῦν εἰπέ μοι, ὦ Ἰουδαῖε, ἡ γῆ ἀφ' ἧς ἐπλάσθη ὁ Ἀδάμ, ἄφθαρτος ἦν ἢ φθαρτή;" Κουσὴχ εἶπεν "ἄφθαρτος." Σίλβεστρος εἶπε "καλῶς εἶπας· ἄφθαρτος γὰρ ἦν καὶ παρθένος διὰ τὸ
PG 121:527μήτε κατά ραν αὐτὴν εἰληφέναι ἀκανθῶν καὶ τριβόλων μήτε δὲ ταφὴν σώμα τος ἀνθρωπίνου ἐσχηκέναι. τοίνυν ἐχρῆν καὶ ἐκ τῆς παρθένου Μαρίας τὸν νέον Ἀδὰμ γεννηθῆναι, ὃς ὤφειλε τὸν νικητὴν τοῦ πρώτου ἀνθρώπου, τὸν πειράζοντα ὄφιν, νικῆσαι. καὶ ἐπειδὴ τὸν Ἀδὰμ διὰ βρώσεως ἐνίκησε, διὰ νηστείας ἡττήθη. ὁ γοῦν νικήσας τὸν διάβολον τὸν παράδεισον ἡμῖν ἀπέδωκε καὶ τῆς αἰω νίου ζωῆς τὰς πύλας ἠνέῳξε." καὶ ὁ Ἰουδαῖος εἶπεν "οὐ μόνον περὶ τῆς γεννήσεως τοῦ ὑμετέρου Χριστοῦ ἀλλὰ καὶ περὶ τῆς ἐμ παίξεως αὐτοῦ καὶ προδοσίας καὶ πάθους καὶ θανάτου ἐρωτηθείς. περὶ μόνης τῆς γεννήσεως ἐδίδαξας ὀλίγα τινά. ἀνάγκη οὖν ἐστὲ περὶ πάντων ἀπολογήσασθαι." ὁ ἅγιος Σίλβεστρος ἔφη "περὶ τίνος ὁ μέγας Ἠσαΐας ἔφη «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθ' ἡμῶν ὁ θεός. καὶ πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας. ἔναντι βασιλέως Ἀσσυρίων.» καὶ ὁ Βαλαάμ «ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ, καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωάβ, καὶ προνομεύσει τοὺς υἱοὺς Σήθ, καὶ κατακυριεύσει ἐθνῶν πολλῶν.» ὅτι μὲν οὖν ἄνθρωπος φανήσεται, 1.485 διὰ τούτων προκαταγγέλλεται· ὅτι δὲ κύριος πάντων, προσημαί νουσι πάλιν οἱ προφῆται φάσκοντες «ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσονται τὰ χειροποίητα Αἰγύπτου. καὶ ἰδοὺ κύριος ὁ θεὸς ἡμῶν ἥξει καὶ σώσει ἡμᾶς, καὶ τότε ἀνοιγήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀνοιγήσονται, καὶ ἁλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων.» ἡ μὲν οὖν προφητεία θεὸν ἐπιδημεῖν λέγει, τὰ δὲ σημεῖα καὶ τὸν χρόνον τῆς παρουσίας γνωρίζει· τότε γὰρ ταῦτα πεπλήρωνται ἅπερ οὐδέ ποτε γεγόνασιν ἐν τῷ Ἰσραὴλ πρότερον. περὶ δὲ τοῦ πάθους αὐτοῦ πάλιν φησίν «ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν ἠτιμάσθη καὶ οὐκ ἐλογί σθη. οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται. καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ μεμαλάκηται διὰ τὰς ἀνομίας ἡμῶν. παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτῷ. τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. καὶ ὅτι αἵρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται;» καὶ ὁ Μωϋσῆς «ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν, καὶ οὐ μὴ πιστεύσητε.» καὶ Δαβὶδ ἐκ προσώ που τοῦ Χριστοῦ λέγει «ὤρυξαν χεῖράς μου καὶ πόδας μου, καὶ διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς» καὶ τὰ ἑξῆς. ὅτι δὲ καὶ τῶν ἐθνῶν ἐλπὶς ἦν, ὁ μὲν Ἰακὼβ εἶπεν «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα 1.486 καὶ ἡγούμενος ἐκ μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ὃ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.» ὁ δὲ Ἠσαΐας ἔφη «καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι.» καὶ ταῦτα μὲν ὀλίγα πρὸς ἀπόδειξιν τῶν γενομένων, πᾶσα δὲ ἡ γραφὴ πέπλησται, διελέγχουσα τὴν ὑμετέραν ἀπιστίαν. τίς γάρ ποτε τῶν ἐν ταῖς θείαις γραφαῖς ἱστορουμένων δικαίων καὶ προ φητῶν ἁγίων ἐκ παρθένου μόνης ἔσχε τὴν γέννησιν; τίνος δὲ τῆς γεννήσεως προέδραμεν ἀστὴρ ἐν οὐρανοῖς, καὶ τὸν γεννηθέντα διεσήμανε τῇ οἰκουμένῃ; τίς δὲ βασιλεύς, πρὶν ἰσχῦσαι καλεῖν πατέρα ἢ μητέρα, ἐβασίλευσε καὶ τρόπαια κατὰ τῶν ἐχθρῶν εἴληφε; τίς οὖν ἄρα γέγονε βασιλεὺς ἐν Ἰσραὴλ ἐφ' ὃν τὰ ἔθνη πάντα τὴν ἐλπίδα τέθεινται, καὶ οὐχὶ μᾶλλον αὐτῷ ἠναντιοῦντο πανταχόθεν; ἕως γὰρ συνίστατο Ἱερουσαλήμ, πόλεμος ἄσπονδος ἦν αὐτοῖς, καὶ διεμάχοντο πρὸς τὸν Ἰσραὴλ Ἀσσύριοι μὲν θλίβοντες, Αἰγύπτιοι δὲ διώκοντες, πολεμοῦντες. ἢ οὐχὶ ὁ μὲν Δαβὶδ τοῖς Μωαβίταις ἐπολέμει καὶ ἐπολεμεῖτο, ὁ δὲ Ἰωσίας τοὺς πλησίον παρεφυλάττετο; καὶ μέντοι καὶ Ἐζεκίας ἐδειλία τὴν ἀλαζονείαν τοῦ Σεναχηρείμ, καὶ τῷ μὲν Ἰησοῦ οἱ Ἀμορραῖοι ἠναντιοῦντο, τῷ δὲ Μωϋσῇ ὁ Ἀμαλὴκ ἀντεστρατεύετο, καὶ ὄντως ἄσπονδον ἦν τῷ Ἰσραὴλ πρὸς τὰ ἔθνη τὸ τῆς φιλίας, ὡς μέχρι νῦν μαρτυροῦσι τὰ γράμματα." καὶ οἱ
PG 121:531γραμματεῖς ἀποκριθέντες εἶπον "οὐκ ἀρνούμεθα ὡς ταῦτα μὲν πάντα γέγραπται, προσδο κῶμεν δὲ τὸν μηδέπω παραγενόμενον θεὸν λόγον." ὁ δὲ Σίλβε 1.487 στρος ἔφη "καὶ πῶς οὐκ ἠκούσατε τοῦ Δανιὴλ προλέγοντος φανε ρῶς καὶ τὸν καιρὸν καὶ τὴν θείαν τοῦ σωτῆρος ἐπιδημίαν; φησὶ γὰρ ὁ προσδιαλεγόμενος αὐτῷ ἄγγελος «ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τοῦ συντελεσθῆναι ἁμαρτίαν καὶ τοῦ ἐξιλάσασθαι ἀδικίαν, καὶ τοῦ σφραγίσαι ἁμαρτίαν καὶ τοῦ ἀπαλεῖψαι ἀδικίαν, καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων. καὶ γνώσῃ καὶ συνήσεις, ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως Χριστοῦ ἡγου μένου ἑβδομάδες ζʹ καὶ ἑβδομάδες ξβʹ.» καὶ πρὸς μὲν τοῖς ἄλλοις ἴσως προφασιζόμενοι εἰς μέλλοντα χρόνον ἀναβάλλεσθε τὰ γε γραμμένα· τί δὲ πρὸς ταῦτα λέγειν ἢ ὅλως ἀντωπῆσαι δύνασθε, ὅπου γε καὶ ὁ χρίων δηλοῦται καὶ ὁ χριόμενος οὐκ ἄνθρωπος ἀλλ' ἅγιος ἁγίων καταγγέλλεται, καὶ ἕως τῆς παρουσίας αὐτοῦ Ἱερου σαλὴμ συνίστατο, καὶ λοιπὸν ἅπας προφήτης πέπαυται καὶ ὅρασις ἐν τῷ Ἰσραήλ; ἐχρίσθη μέντοι πάλαι Δαβὶδ καὶ Σολομῶν καὶ Ἐζεκίας· ἀλλ' Ἱερουσαλὴμ καὶ ὁ τόπος συνειστήκει καὶ προφῆται προεφήτευον. ἄλλως δὲ καὶ αὐτοὶ οἱ χρισθέντες ἅγιοι ἄν θρωποι καὶ οὐχ ἅγιοι ἁγίων ἐκλήθησαν. πότε δὲ καὶ προφήτης ἐπαύσατο καὶ ὅρασις ἀπὸ τοῦ Ἰσραήλ, εἰ μὴ νῦν, ὅτε ὁ προφη τευόμενος καὶ ὁ ἅγιος ἁγίων ὁ Χριστὸς παρεγένετο. σημεῖον οὖν ὄντως μέγα πρόδηλον καὶ γνώρισμα τοῦ θεοῦ λόγου καὶ τῆς αὐ τοῦ παρουσίας τὸ μηκέτι τὴν Ἱερουσαλὴμ ἑστάναι μήτε προφήτην 1.488 ἐνεργηθῆναι μήτε ὅρασιν ἀποκαλύπτεσθαι τούτοις. καὶ εἰκότως· ἐλθόντος γὰρ τοῦ σημαινομένου καὶ προφητευομένου τίς ἡ χρεία τῶν σημαινόντων καὶ προφητευόντων; διὰ γὰρ τοῦτο προεφή τευον, ἕως οὗ ἔλθῃ ὁ προφητευόμενος καὶ λυτρούμενος τὰς ἁμαρτίας πάντων. ποῖος τοίνυν ἡγούμενος ἐξῆλθεν ἐκ Βηθλεὲμ καὶ τὸν Ἰσραὴλ ἐποίμανεν; οὗ ἡ ἔξοδος ἀπ' ἀρχῆς ἀφ' ἡμερῶν αἰῶ νος, πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ, καὶ ἀνεκδιήγητος ἡ γενεὰ αὐτοῦ, καθὼς γέγραπται; τῶν γὰρ ἁγίων πάντων ἴσμεν τὴν γενεὰν ἱστορουμένην, καὶ τῶν ἀρξάντων τοῦ Ἰσραὴλ παρι στῶσαν τὴν γένεσιν καὶ τὸν θάνατον. μεμνῆσθαι οὖν ὀφείλεις, ὦ Ἰουδαῖε, εἰρηκέναι με τὸν υἱὸν τοῦ θεοῦ πάθει τὸ σύνολον μὴ ὑποπίπτοντα· ἀλλὰ τὸν ἑνωθέντα αὐτῷ ἄνθρωπον καθ' ὑπόστα σιν ἀσυγχύτως ἐκ τῆς ἁγίας παρθένου Μαρίας, ὃν ἐπηγγείλατο ὁ θεὸς τῷ Ἀβραὰμ λέγων «ἐν τῷ σπέρματί σου εὐλογηθήσονται πάντα τὰ ἔθνη,» καὶ τῷ Δαβὶδ ὁμοίως λέγων «ἐκ καρποῦ τῆς κοι λίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου,» τοῦτον πειρασθῆναί φα μεν, ἵνα τὸν πειράζοντα αὐτὸν νικήσας διάβολον αἰχμαλωτίσῃ, πεπονθέναι δέ, ἵνα πάντα τὰ πάθη ὑποτάξῃ, τεθνάναι δέ, ἵνα τὸ κράτος τοῦ θανάτου καταλύσῃ." ὁ Ἰουδαῖος εἶπεν "οὐκοῦν δύο εἰσὶν υἱοὶ τοῦ θεοῦ, εἷς μὲν ὁ ἐκ τῆς παρθένου τεχθείς, ἕτερος δὲ ὃν παντοκράτωρ θεὸς ἐγέννησε;" ὁ ἅγιος Σίλβεστρος εἶπεν "υἱὸς εἷς ἐστὶν ὁ Χριστός. ὥσπερ γὰρ ἀληθῶς ἐστὶ θεοῦ υἱὸς ἀόρατος, οὕτως ἐστὶ καὶ υἱὸς ἀνθρώπου ὁρατός· τέλειος γὰρ ὢν θεὸς τέλειος ἄνθρωπος 1.489 ἀτρέπτως ἐγένετο, ἵνα τελείαν σωτηρίαν τοῖς ἀνθρώποις παράσχῃ." ὁ Ἰουδαῖος εἶπε "καὶ πῶς ἐγχωρεῖ τὸ ληφθέντα ἄνθρωπον πάσχειν χωρὶς τοῦ ἀναλαβόντος αὐτόν;" ὁ ἅγιος Σίλβεστρος εἶπεν "οὐκ οῦν ὑποδείγματί τινι ὀφείλεις διδαχθῆναι, ἵνα γνῷς ὅτι δύο κατὰ ταὐτὸν ἡνωμένων φύσεων ἡ μὲν μία περιπίπτει τῇ ὕβρει, ἡ δὲ ἑτέρα ταύτην διαφεύγει;" καὶ ὁ Ἑβραῖος ἔφη "ἀδύνατόν ἐστι πεῖσαί με ἐν ἑνὶ δύο εἶναί τινα, καὶ ἅμα μὲν κατέχεσθαι ἅμα δὲ πάσχειν, καὶ ἓν τούτων τὴν ὕβριν ὑπομένειν." ὁ ἅγιος Σίλβε στρος εἶπεν "ἄκουε ὦ Ἑβραῖε· δυνατόν ἐστι τὸ δένδρον ἔχον ἐν ἑαυτῷ τὴν ἀκτῖνα τοῦ ἡλίου τμηθῆναι;" Θάρρα λέγει "δυνατόν ἐστιν." ὁ ἅγιος Σίλβεστρος ἔφη "δεῖξον ἡμῖν τὴν ἀποκοπεῖσαν τοῦ ἡλίου ἀκτῖνα ἐν τῷ τέμνεσθαι αὐτό." τοῦ δὲ Θάρρα σιω πῶντος ὁ ἅγιος
PG 121:533Σίλβεστρος ἔφη "οὐχ ὁρᾷς ὅτι τὴν πληγὴν τοῦ τέμνοντος σιδήρου ἡ ἀκτὶς πρώτη ὑποδέχεται, πρὶν ἢ τὸ ξύλον ὑποδέξασθαι; ἡ δὲ λαμπηδὼν καίτοι ἐκεῖ οὖσα οὔτε τμηθῆναι οὔτε διακοπῆναι δύναται. οὕτως τοίνυν καὶ ἡ θεότης ἀχώριστος τοῦ Ἐμμανουὴλ οὖσα παθεῖν ἢ τμηθῆναι οὐκ ἠδύνατο. τοῦτο δὲ ὑπέπεσε τῷ πάθει ὃ καθάπερ τὸ ξύλον καὶ δεθῆναι καὶ κρατη θῆναι ἠδύνατο. διὰ γὰρ τοῦτο κατηξίωσεν ὁ κύριος ἀπολαβέ σθαι σάρκα ἔννουν καὶ ἔμψυχον ἐκ τοῦ ἡμετέρου φυράματος, ἵνα κοινωνοὺς ἡμᾶς θείας ἀπεργάσηται φύσεως καὶ ἑνώσῃ ἑαυτῷ τὴν ἡμετέραν φύσιν. ἕνωσιν δὲ λέγω ἀσύγχυτον καὶ ἄτρεπτον καὶ ἀναλλοίωτον, καὶ ἣν μόνος αὐτὸς ἐπίσταται." ἀποκριθεὶς δὲ Σιλεὼν εἶπεν "εἰ περὶ τοῦ ὑμετέρου Χριστοῦ οἱ ἡμέτεροι προφῆ 1.490 ται προεφήτευσαν, τὰς αἰτίας τῆς τοσαύτης ὕβρεως, τοῦ ἐμπαιγμοῦ τοῦ πάθους καὶ τοῦ θανάτου διασάφησον, ἵνα τοῦτον εἶναι τὸν ἐπηγγελμένον Χριστὸν καὶ ἡμεῖς ἅμα ὑμῖν ὁμολογήσωμεν." ὁ ἅγιος Σίλβεστρος ἔφη "ἐξ ἀρχῆς τοῦ αἰῶνος, ἀφ' οὗ ὁ ἄνθρω πος ἐκ τοῦ παραδείσου φθόνῳ διαβόλου ἐξεβλήθη καὶ θανάτῳ κατεδικάσθη, ἐκ τοῦ φυράματος πάσης ἀνθρωπότητος Ἀβραὰμ ἅγιος καὶ πιστὸς εὑρεθεὶς τούτου τοῦ ἐπαγγέλματος ἠξιώθη παρὰ θεοῦ, τοῦ ἐν τῷ σπέρματι αὐτοῦ εὐλογηθήσεσθαι πάντα τὰ ἔθνη. ἐκλεγεὶς οὖν διὰ τὴν τῆς πίστεως ἀξίαν ἐγέννησε τὸν Ἰσαάκ, καὶ Ἰσαὰκ ἐγέννησε τὸν Ἰακώβ. καὶ οὕτως ἄμεμπτοι εὑρέθησαν ὥστε τὸν παντοκράτορα θεὸν ἐνδιαθέτῳ ἀξίᾳ βούλεσθαι τὸ ἴδιον ὄνομα ἐν τούτοις ὀνομάζεσθαι, λέγοντα «ἐγὼ εἰμὶ ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ· τοῦτό μοι ὄνομα αἰώνιον εἰς γενεὰς γενεῶν.» ἀνεφύησαν οὖν αἰτίαι, ἃς νῦν μακρὸν ἂν εἴη καταλέγειν, ὥστε τοὺς υἱοὺς Ἀβραὰμ κατελθεῖν ἐν γῇ Αἰγύπτῳ ὑπὸ τὴν βασιλείαν Φαραώ. ἀλλὰ μεμνημένος τῆς ἑαυτοῦ ἐπαγ γελίας ὁ θεὸς ἐξήγαγεν αὐτοὺς ἐκεῖθεν ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ, καθὼς πάντες ἴστε. ὕστερον δὲ ἐκ σπέρματος Ἀβραάμ, τὸ κατὰ σάρκα, ἐτέχθη ὁ υἱὸς τοῦ θεοῦ, ἐκ τῆς ἁγίας παρθένου, ἵνα ἡμεῖς ἀναγεννηθῶμεν ἐκ γαστρὸς τῆς παρθένον ἐκκλησίας. ἐπειράσθη, ἵνα ἡμεῖς λυτρωθῶμεν. ἐπράθη, ἵνα ἡμᾶς ἐξαγοράσῃ. ἐταπείνωσεν ἑαυτόν, ἵνα ἡμᾶς ἀνυψώσῃ. ἐκρα τήθη παρὰ ἀνθρώπων, ἵνα ἡμᾶς ἐλευθερώσῃ τῆς τῶν δαιμόνων αἰχμαλωσίας. ἔσχατον ἐν τῷ ξύλῳ τοῦ σταυροῦ ἐθυσιάσθη, ἵνα 1.491 τὴν τοῦ παντὸς κόσμου ἁμαρτίαν ἀπαλείψῃ. ἀνέστη, ἵνα ἡμῖν 1.491 ζωὴν παράσχῃ. ἀνέβη εἰς οὐρανούς, ἵνα ἡμᾶς συνυψώσῃ. κάθη ται νῦν ἐκ δεξιῶν τοῦ πατρός, ἵνα ταῖς ἐκκλησίαις τῶν πιστῶν ἐτινεύῃ. ἐλεύσεται δὲ ἐπὶ συντελείᾳ τῶν αἰώνων κρῖναι ζῶντας καὶ νεκροὺς καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ." Ἐπὶ πολὺ οὖν διαλεχθέντος τοῦ ἁγίου Σιλβέστρου, καὶ σὺν πολλῇ ἀκριβείᾳ ἀποδεικνύντος ἐκ τῶν θείων γραφῶν τὰ περὶ τοῦ Χριστοῦ, καὶ τῶν Ἰουδαίων μεγάλως ἡττηθέντων, ἔφη τις ἐξ αὐτῶν ὀνόματι Ζαμβρῆς πρὸς τοὺς λοιποὺς Ἰουδαίους "εἰ Σιλβέ στρου λόγοις προσέχετε, ἀνάγκη τοὺς πατρῴους νόμους καταλιπεῖν καὶ ἀκολουθεῖν ἀνθρώπῳ ματαίῳ, ὃν οἱ πατέρες ἡμῶν κατεδίκα σαν. ἀλλ' ἀκουσάτω μου ὁ βασιλεύς, καὶ ἐνεχθήτω ταῦρος ἄγριος, ὥστε με δεῖξαι σήμερον ἐνώπιον αὐτοῦ τὴν δύναμιν τοῦ ὀνόματος τοῦ θεοῦ ἡμῶν· οὐδὲ γὰρ διὰ ῥημάτων ἀλλὰ διὰ πραγμάτων βούλο μαι δείκνυσθαι τὴν ἀλήθειαν." ὁ δὲ Σίλβεστρος παρακαλέσας τοιοῦτον ἐνεχθῆναι ταῦρον, ἠρώτησεν ἐν τῷ μεταξὺ τὸν Ζαμβρῆν "τίνος ἕνεκεν ἐπιζητεῖς τὸν ταῦρον;" καὶ φησίν "ἐπειδὴ τὸ ὄνομα τοῦ ἡμετέρου θεοῦ οὐδεμία κτιστὴ φύσις ἀκούσασα ζήσεται, βού λομαι διὰ τοῦ ταύρου τὴν ἰσχὺν ἀποδεῖξαι σαφῶς." πρὸς ὃν ὁ Σίλβεστρος ἔφη "καὶ σὺ ποίῳ τρόπῳ τὸ ὄνομα τοῦτο μεμάθηκας; ἆρα παρά τινος ἀκούσας ἢ ἀναγνούς;" ὁ δὲ εἶπεν "οὔτε χάρτης οὔτε λίθος οὔτε ξύλον ὑποδέξασθαι τὸ ὄνομα τοῦτο δύναται· ἐγὼ δὲ νηστεύσας καὶ εἰς ἀργυρᾶν λεκάνην καινὴν ὕδωρ ἐμβαλὼν τοῦτο μεμάθηκα." τούτων οὖν λεγομένων ἤχθη καὶ ὁ ταῦρος ὑπὸ 1.492 πολλῶν ἀνδρῶν ἑλκόμενος, δεδεμένος πάντοθεν
PG 121:535σχοινίοις, ἀγριώ τατος καὶ μέγας ὑπάρχων. καὶ ὁ Ζαμβρῆς ἐπιτωθάζων τῷ Σιλ βέστρῳ ἔφη "νῦν τὰ ῥήματα καὶ αἱ ὑποθέσεις τῶν ῥημάτων σου τέλος ἕξουσιν. εἰ μὲν οὖν θαρρεῖς εἰς τὸ ὄνομα τοῦ θεοῦ σου, εἰπὲ τοῦτο κατὰ τὴν ἀκοὴν τοῦ ταύρου, καὶ δειχθήσῃ παντοκρά τορι θρησκεύων· εἰ δ' οὖν, λέξω ἐγώ, καὶ πάντες τῇ ἐμῇ προσ δραμοῦσι πίστει." τῶν δὲ Ἰουδαίων καὶ τῶν ἄλλων παρορμη σάντων εἰπεῖν τὸν Ζαμβρῆν τὸ ὄνομα ὑπὸ τὴν ἀκοὴν τοῦ ταύρου, καὶ τούτου εἰπόντος, εὐθὺς ὁ ταῦρος μυκησάμενος μέγα τῶν ὀφθαλμῶν αὐτοῦ ἐξελθόντων ἐξέψυξεν. ἀνασκιρτώντων οὖν τῶν Ἰουδαίων καὶ μεγαλαυχούντων κατὰ Σιλβέστρου, καὶ τῶν Χρι στιανῶν λυπουμένων σφόδρα, κελεῦσαι τῷ λαῷ ἡσυχάσαι παρα καλεῖ ὁ Σίλβεστρος τὸν βασιλέα. καὶ τούτου γενομένου καὶ ἐφ' ὑψηλοῦ τόπου στὰς ὁ μακάριος Σίλβεστρος ἔφη "ἀκούσατέ μου, ἄρχοντες καὶ δυνάσται, καὶ ἐνωτίσασθε λαοὶ ἅπαντες τὰ ῥήματά μου. ἐγὼ τὸν δεσπότην καὶ κύριον παντὸς τοῦ κόσμου Ἰησοῦν Χριστὸν κηρύττω, τὸν παρασχόντα τυφλοῖς ἀνάβλεψιν καὶ κω φοῖς ἀκούειν, ἀλάλοις χαρισάμενον λαλεῖν, χεῖρας ξηρὰς ἰασάμενον, κωλοῖς ἴασιν δωρησάμενον, λεπροὺς καθαρίσαντα, παραλύτους σφίγξαντα καὶ νεκροὺς ἐγείραντα. ὅθεν φανερῶς ἀποδείκνυται ὅτι τοῦτο τὸ ὄνομα ὃ ἐπεκαλέσατο ὁ Ζαμβρῆς τοῦ ἀποκτεῖναι τὸν ταῦρον, τοῦ διαβόλου ἐστίν. εἰ γὰρ θανόντα ἀναστῆσαι οὐ δύναται, ἔστιν ἄρα ζωῆς καὶ σωτηρίας ἐχθρὸς ὁ ζῶντα μὲν ἀποκτεῖναι δυνηθείς, νεκρὸν δὲ ζῳοποιῆσαι μὴ ἰσχύων." τότε ὁ Ζαμβρῆς διαρρήξας τὸν ἑαυτοῦ 1.493 χιτῶνα ἔφη "δέσποτα ἐπιεικέστατε, βασιλεῦ αἰώνιε, Σίλβεστρον ὃν λέγεις νικῆσαι οὐδεὶς ἠδυνήθη, ἐγὼ ἐν τῷ παντοκράτορι θεῷ ἐνίκησα. δίκαιον οὖν ἐστὶ μὴ ἐπὶ πολὺ δοθῆναι αὐτῷ ἐξουσίαν τοῦ λαλεῖν. ξένα γὰρ ἐφευρίσκων ἀεὶ καὶ ἐναντία τοῦ θεοῦ λαλῶν οὐ παύεται, καὶ τῇ αὐτοῦ φλυαρίᾳ ἐπιβαρὺς γίνεται τῇ ὑμῶν βασιλείᾳ." πρὸς ὃν ὁ Αὔγουστος ἔφη "τὸ τοῦ παντοκράτορος θεοῦ ὄνομα καὶ ἡ ἐπίκλησις πρώτιστα πάντων ζωῆς καὶ σωτηρίας πρόνοιαν παρέχεται. ὡσαύτως καὶ σὺ εἰ τοῦ θεοῦ εἶ, ἀνάστησον τὸν ταῦρον, καὶ πιστεύσομέν σε ἀπὸ θεοῦ ἔχειν τὴν νίκην. εἰ δὲ τοῦτο οὐ δύνῃ ποιῆσαι, φανερά σου τῆς ὑποκρίσεως γοητεία διὰ δαιμόνων πεπρᾶχθαι." πρὸς ὃν καὶ ὁ ἅγιος Σίλβεστρος ἔφη "ἄκουε, ὦ Ἰουδαῖε, ἀπὸ τῶν σῶν γραφῶν τὴν ἀλήθειαν. ἐν τῷ Δευτερονομίῳ αὐτὸς ὁ θεὸς λέγει «ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι θεὸς πλὴν ἐμοῦ. ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάσομαι.» εὐκαίρως οὖν ἐπικληθεὶς ἀποκτείνει, καὶ εὐκαίρως πάλιν ζῳοποιεῖ. ἐπικάλεσαι οὖν αὐτὸν ἐπὶ τὴν ἄλλην ἀκοὴν τοῦ ταύρου, καὶ ἐὰν αὐτὸν ἐγείρῃς, πιστεύσομεν πάντες, καθὼς σὺ φῄς." τότε ὁ Ζαμβρῆς λέγει "οὐκ εἶπόν σοι, ἐπιει κέστατε βασιλεῦ, ὅτι ἐν λόγοις Σίλβεστρον οὐδεὶς δύναται νικῆ σαι; κέλευσον οὖν αὐτὸν μὴ ῥήμασιν ἀλλ' ἔργοις ἐπιδεῖξαί τι ἡμῖν." ὁ ἅγιος Σίλβεστρος ἔφη "θέλεις οὖν, ὦ Ἰουδαῖε, ἐγὼ τῇ ἐπικλήσει τοῦ δεσπότου μου Ἰησοῦ Χριστοῦ ἐγείρω τὸν ταῦ ρον;" Ζαμβρῆς λέγει "τοῦτο οὐ ποιεῖς, εἰ καὶ πτεροῖς πετασθῇς." ὁ βασιλεὺς εἶπε "θαυμάζω τὴν ἀναισχυντίαν σου, Ζαμβρῆ. σὺ 1.494 εἶπας «σχολαζέτωσαν οἱ λόγοι καὶ ἔργοις ἀγωνιζέσθω.» οὗτος δὲ ὑπισχνεῖται ποιῆσαι ὅπερ σὺ λέγεις παντελῶς εἶναι ἀδύνατον. ὥστε δίκαιόν ἐστιν ὁμολογῆσαί σε τοῦτον εἶναι θεὸν ἀληθῆ τὸν νεκροὺς ἀναστῆσαι δυνάμενον, ἐκεῖνον δὲ πλάνον καὶ διάβολον τὸν ἀποκτείναντα καὶ ζῳοποιῆσαι μὴ δυνάμενον." τότε ὁ Ζαμβρῆς ὤμοσε λέγων "ἐὰν Σίλβεστρος τὸν νεκρὸν ταῦρον ἀναστήσῃ, πάντες τὸν Ἰουδαϊκὸν καταλείψαντες νόμον πρὸς τὴν τῶν Χρι στιανῶν αὐτομολήσομεν πίστιν." ὁ δὲ μακάριος Σίλβεστρος ἐκ τείνας ἐπὶ πολὺ τὰς χεῖρας εἰς τὸν οὐρανόν, καὶ μετὰ δακρύων εὐχὴν ποιήσας, πρὸς τὸν ταῦρον ἀπελθὼν εἶπε φωνῇ μεγάλῃ "ἐγώ, δέσποτά μου Ἰησοῦ Χριστέ, τὸ πανάγιον ὄνομά σου ἐπι καλοῦμαι ἐπὶ πάντων, ἵνα μάθῃ ὁ λαὸς οὗτος ὅτι διαβόλου μὲν ὄνομα ἐφόνευσε τὸν ταῦρον, τοῦ δὲ ζῳοποιοῦ καὶ φανερωτάτου σου ὀνόματος ἐπικλήσει ἐζῳοποιήθη." καὶ πλησιάσας τῷ ταύρῳ
PG 121:539λέγει μετὰ κραυγῆς μεγάλης "ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ὃν οἱ παράνομοι Ἰουδαῖοι ἐσταύρωσαν ἐπὶ Ποντίου Πιλάτου, ἀνάστηθι μετὰ σεμνότητος." καὶ παρευθὺς ὁ ταῦρος ὅλον ἑαυτὸν κινήσας ἀνέστη. καὶ λύσας αὐτοῦ τὰ δεσμὰ ὁ ἅγιος Σίλβεστρος ἀπέλυσεν αὐτόν, λέγων "πορεύου ὅθεν ἦλθες, μηδένα κατὰ τὴν ὁδὸν ἀδι κήσας." ὅπερ μέγα θαῦμα Ἰουδαῖοι θεασάμενοι καὶ σφόδρα καταπλαγέντες αὐτίκα προσέπεσον εἰς τοὺς πόδας τοῦ ἁγίου Σιλ βέστρου πάντες, αἰτούμενοι τὸ ἅγιον βάπτισμα. ἀλλὰ καὶ αὐτὴ ἡ μακαριωτάτη βασίλισσα Ἑλένη προσπεσοῦσα τοῖς ποσὶ τοῦ ἁγίου Σιλβέστρου παρεκαλεῖτο τόπον αὐτῇ μετανοίας παρασχεθῆ 1.495 ναι. καὶ τούτου γενομένου ἐχάρη μεγάλως ὅ τε φιλόχριστος βα σιλεὺς καὶ ἡ μακαριωτάτη Αὔγουστα καὶ πᾶν τὸ πλῆθος τοῦ λαοῦ, ὥστε ἐπὶ ὥρας δύο κράζειν ἅπαντας "μέγας ὁ θεὸς τῶν Χριστιανῶν." καὶ οὕτως ἐθαυμαστώθη ὑπὸ πάντων ὁ θεὸς τῶν Χριστιανῶν καὶ ὁ τούτου θεράπων ἅγιος Σίλβεστρος. ἐν αὐτῇ τῇ ὥρᾳ πολλοὶ δαιμονῶντες ἐθεραπεύθησαν δι' εὐχῶν τοῦ ἁγίου πάπα, καὶ ἄλλα δὲ πάθη πολλὰ καὶ νόσοι ἐκαθαρίσθησαν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἐνδοξαζομέ νου ἐν τοῖς ἁγίοις αὐτοῦ. τοῦ δὲ πλήθους τῶν Ἰουδαίων βα πτισθέντος μεγάλη χαρὰ γέγονεν ἐν πάσῃ τῇ Ῥώμῃ καὶ τῇ περι χώρῳ αὐτῆς. Τῷ ιδʹ καὶ ιεʹ ἔτει Λικίνιος ἤρξατο κατὰ Χριστιανῶν διω γμὸν κινεῖν, λήθην λαβὼν τῶν προγεγονότων συνθηκῶν. τοῦτον διὰ γραμμάτων νουθετῶν ὁ μέγας Κωνσταντῖνος ἀποστῆναι τῆς κακίας οὐκ ἔπεισε. Τῷ ι ʹ καὶ ιζʹ καὶ ιηʹ ἔτει τὰ κατὰ Ἀρείου τοῦ δυσσεβοῦς ἐπράχθη, καὶ ἡ ἐν Νικαίᾳ πρώτη ἁγία καὶ οἰκουμενικὴ σύνοδος τῶν τριακοσίων δεκαοκτὼ ἁγίων θεοφόρων πατέρων ἐγένετο, ἥτις τὸν Ἄρειον καὶ τοὺς ὁμόφρονας αὐτοῦ ἀνεθεμάτισεν. ἐν τούτῳ καὶ τοὺς Ἰουδαϊκῶς τὸ πάσχα ἑορτάζοντας διὰ τοῦ ὁσιωτάτου ἐπισκόπου Κοδρούβης ἐπέστρεψε· καὶ Κώνσταντα τὸν υἱὸν αὐτοῦ προβαλόμενος Καίσαρα εἰς Γαλλίας ἀπέστειλεν. ἐν ταύταις ταῖς ἡμέραις εἰς μνήμην ἔρχεται τοῦ γενομένου πλησίον Ῥώμης ὑπὸ τοῦ κυρίου πρὸς αὐτὸν κατὰ τοὺς ὕπνους προστάγματος, ὅπερ 1.496 ἦν λέγοντος οἰκοδομῆσαι τῇ θεοτόκῳ πόλιν ἐν ᾧ τόπῳ αὐτὸς ὑπο δείξω σοι. καὶ δὴ τὰ κατὰ χώραν καὶ τόπους ἐρευνῶν τῇ Θεσσα λονίκῃ ἐπιβαίνει, καὶ τῷ τόπῳ ἀρεσθεὶς δυσὶ χρόνοις ἐκεῖ διατρί βει. ναούς τε θαυμασίους καὶ λουτρὰ καὶ ὑδάτων εἰσαγωγὰς κατασκευασάμενος, ὡς εἶδε λοιμὸν ἐπιγενόμενον, ταύτην μὲν καταλιμπάνει, ἐπὶ δὲ τὴν Βιθυνῶν Χαλκηδόνα ἔρχεται, ὑπὸ τῶν Περσῶν ἐξηδαφισμένην εὑρὼν ἀνοικοδομεῖν ἤρξατο. καὶ εὐθέως ἀετοὶ τοὺς τῶν τεχνιτῶν λίθους ἁρπάζοντες τῷ Βυζαντίῳ προσέρ ριπτον. τούτου δὲ πολλάκις γενομένου ὑπὸ πάντων διαπορουμένου, εἷς τῶν ὑπηρετουμένων τῷ βασιλεῖ Εὐφρατᾶς λεγόμενος διε σάφησεν ὡς ἐκεῖ φίλον ἐστὶ τῷ θεῷ τῇ μητρὶ αὐτοῦ κτισθῆναι πόλιν. εὐθέως οὖν διαπεράσας, καὶ τὸν τρόπον κατιδὼν καὶ ἀποδεξάμενος, τὸν Εὐφρατᾶν ἐπιστάτην τοῦ ἔργου καταλιμπάνει μετὰ βαρείας δυνάμεως καὶ πλούτου πολλοῦ. καὶ αὐτὸς βασιλεὺς κατὰ Περσῶν ἀποδημεῖ. ἔνθα δὴ καὶ κρατηθεὶς θεοῦ προνοίᾳ τὰς τούτων ἀποδιδράσκει χεῖρας καὶ πρὸς τὸ Βυζάντιον ἐπανα στρέφει. ὁ μέντοι Εὐφρατᾶς τοὺς κανάλους ὑπονόμους κατα σκευάσας καὶ πάσας πηγὰς ὑδάτων ἀναστομώσας τῶν τειχῶν ἤρ ξατο· καὶ πάλιν οἱ Πέρσαι κατὰ Ῥωμανίας. ὁ δὲ βασιλεὺς τῷ Εὐφρατᾷ περὶ ναοῦ κτίσεως προστάξας αὐτὸς καὶ περὶ ἐνοι κήσεως προσέθηκε. καὶ τοὺς δακτυλίους ἑκάστου τῶν πρώτων ἀρχόντων ἀναλαβόμενος, οἴκους δειμάμενος περιφανεῖς τὰς γυ ναῖκας αὐτῶν μετὰ τῶν παίδων καὶ πάντων τῶν ὑπ' αὐτοὺς εἰς 1.497 τὴν βασιλίδα ἀνήγαγεν. ὁ δὲ βασιλεὺς πάλιν ἐπὶ Πέρσας ἐκστρα τεύει. καὶ τούτους τροπωσάμενος πάλιν ὑπέστρεψε. Τῷ ιθʹ ἔτει ὁ μέγας Κωνσταντῖνος θεωρῶν Λικίνιον μανι κώτερον κατὰ τῶν Χριστιανῶν τῷ διωγμῷ χρώμενον καὶ ἐπιβου λὴν κατὰ τοῦ εὐεργέτου μελετῶντα, ὁπλίζεται κατ' αὐτοῦ διὰ ξηρᾶς καὶ θαλάσσης. ἕνδεκα δὲ καὶ
PG 121:541ὀκτὼ μησὶ τοῦ πολέμου μεταξὺ Κωνσταντίνου καὶ Λικινίου ἱσταμένου, ὡς πόλεμος κατὰ τὴν Βιθυνίαν ἐκροτήθη, ζῶν ὁ ἀλιτήριος συλλαμβάνεται ἐν Χρυ σοπόλει, καὶ εἰς Θεσσαλονίκην ἐκπέμπεται φρουρεῖσθαι, πρότε ρον μέντοι ἔν τε τῇ Φιλιππουπόλει πολεμήσας καὶ ἡττηθείς. ὡς δὲ ἐν Θεσσαλυνίκῃ ἐπέμφθη καὶ πάλιν ἐκεῖσε νεωτερίζειν ἔμελλε βαρβάρους μισθούμενος, τοῦτον διὰ ξίφους ἀποτμηθῆναι ὁ βα σιλεὺς κελεύει· καὶ οὕτω λοιπὸν τελείας ἀπήλαυσε γαλήνης τὰ πράγματα. τότε καθιστᾷ Κωνσταντῖνος τοὺς ἰδίους παῖδας Καί σαρας, καὶ κυριακὰς πρὸς ἐπιστροφὴν τῶν ἐθνῶν κατὰ τόπους εἰς τιμὴν τοῦ θεοῦ ποιεῖ. Τῷ κʹ ἔτει τῆς βασιλείας τοῦ Κωνσταντίνου πληρωθείσης τῆς πόλεως ἐθεματίσθη ὑπὸ Οὐάλεντος ἀστρονόμου, ἐν τῇ ηʹ ἡμέρᾳ τῶν ἐγκαινίων αὐτῆς, ἐκ προστάξεως τοῦ βασιλέως Κων σταντίνου, μηνὶ Μαΐῳ ιαʹ, ἡμέρᾳ βʹ, ἰνδίκτῳ γʹ, ἔτει ἀπὸ κτί σεως κόσμου #εωληʹ. περιέχει δὲ τὸ ὅλον συμπέρασμα ἔτη χ ʹ. τούτῳ τῷ ἔτει καὶ Κρίσπος ὁ υἱὸς Κωνσταντίνου Χριστιανὸς ἐκοι μήθη· καὶ Ἑλένη ἡ μήτηρ τοῦ βασιλέως στεφθεῖσα δι' ὀπτασίας εἰς τὰ Ἱεροσόλυμα ἀπέρχεται, καὶ τοὺς ἁγίους τόπους φανερώ 1.498 σασα καὶ τὸν τίμιον σταυρὸν εὑροῦσα πάντα ἀνέστησε, καὶ ναοὺς οἰκοδομήσασα ἐν αὐτοῖς περιφανῶς τούτους ἐκαλλώπισεν. ἐν τού τοις τοῖς καιροῖς τὸν ναὸν τῆς ἁγίας σοφίας καὶ τῆς ἁγίας Εἰρή νης καὶ τῶν ἁγίων ἀποστόλων καὶ τοῦ ἁγίου Μωκίου καὶ τοῦ ἁγίου Ἀγαθονίκου καὶ τοῦ ἀρχιστρατήγου ἐν τῷ Ἀνάπλῳ καὶ Σωσθενίῳ, ἔνθα καὶ θείας ὀμφὰς θαυμαστῶς ἤκουσέ τε καὶ ἐθεά σατο ὁ φιλόχριστος βασιλεύς, ᾠκοδόμησε. τοὺς δὲ τῶν Ἑλλή νων εἰδωλικοὺς ναοὺς προσέταξε καταλύεσθαι καὶ ἐκκλησίας οἰκο δομεῖσθαι, καὶ τὰς τούτων προσόδους αὐταῖς δωρεῖσθαι. ἐπὶ τούτου τοῦ βασιλέως πολλὰ τῶν ἐθνῶν τὸν χριστιανισμὸν προσε δέξαντο, ἀπό τε Κελτῶν καὶ Γαλατῶν τῶν ἑσπερίων· ἀλλὰ καὶ Ἰνδοὶ οἱ ἐνδοτέρω, Ἰβῆρές τε καὶ Ἀρμένιοι ἀρχὴν ἐκ Τηριδάτουλαβόντες. τότε γὰρ ὁ μέγας Γρηγόριος ὁ τῆς μεγάλης Ἀρμενίας ἐκ τοῦ φοβεροῦ λάκκου ἐκείνου ἐκβέβληται καὶ κατὰ τὸν βασιλέα Τηριδάτην γίνεται, καὶ ἡ πᾶσα Ἀρμενία εἰς τὴν τοῦ Χριστοῦ πίστιν μετατίθεται. καὶ Πέρσαι ὁμοίως ἐπὶ Σιμεὼν ἐπισκόπου. ἀλλὰ καὶ Οὐθαξὰδ εὐνοῦχος παιδαγωγὸς Σαπώρου ἐμαρτύρησεν. Οὗτος ὁ μέγας βασιλεὺς ὑπὸ φιλοσόφων Ἑλλήνων ὀνειδιζό μενος ὡς νεωτερίζων τὴν θρησκείαν, ἕνα τῶν φιλοσόφων αὐτῶν παρέστησε διαλεχθῆναι Ἀλεξάνδρῳ τῷ ἐπισκόπῳ περὶ τῆς πί στεως. ὁ δὲ Ἀλέξανδρος θεῖος μὲν ἦν ἀνήρ, λόγων δὲ ἄπειρος. ὡς οὖν εἶδε τὸν φιλόσοφον γλωσσαλγοῦντα, ἔφη "ἐπιτάττω σοι ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν σιωπᾶν καὶ μὴ 1.499 φθέγγεσθαι." καὶ ἅμα τῷ λόγῳ ἐφιμώθη καὶ γέγονεν ἄλαλος. τότε σεισμὸς γέγονε τηλικοῦτος ἐν Καμπανίᾳ ὡς ιγʹ πόλεις πεσεῖν, καὶ ἡλίου ἔκλειψις τοιαύτη ὡς ἀστέρας φανῆναι ἐν ἡμέρᾳ. τότε καὶ ὄφεων παντοῖον γένος ἐπὶ τὴν Μελιτηνὴν φανῆναι· οἳ καὶ μαχεσάμενοι κατέκτειναν ἑαυτούς, ὡς καὶ τὴν χώραν ἐποζέσαι. καὶ Ἰουδαίους περὶ τὴν οἰκοδομὴν τοῦ ναοῦ πάλιν στασιάζοντας Κωνσταντῖνος ὁ μέγας τιμωρησάμενος διεσκόρπισεν. Ἡ δὲ μακαρία Ἑλένη ἐξ Ἱεροσολύμων ἐπανελθοῦσα, καὶ πολλὰ τῷ υἱῷ αὐτῆς καὶ βασιλεῖ περὶ τῆς εἰς Χριστὸν πίστεως ἐντειλαμένη, ἐτελεύτησεν ἐτῶν πʹ, καὶ ἐτάφη ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων. πάσαις τοίνυν ἡ μακαρία ἀρεταῖς κεκοσμη μένη εἶχε καὶ τὴν χριστομίμητον ταπεινοφροσύνην πρὸς πάντας μέν, ἐξαιρέτως δὲ πρὸς τοὺς μονάζοντας. συνάγουσα γὰρ παρ θένους καὶ ἐπὶ στιβάδων κατακλίνουσα αὐτὴ δι' ἑαυτῆς καθυπούργει, ὄψα παρατιθεῖσα καὶ κύλικας ὀρέγουσα καὶ ὕδωρ ταῖς χερσὶν αὐτῶν ἐπιχέουσα, θεραπαίνης ἔργον ἐπλήρου. οὕτω δὲ καὶ τὸν ἀείμνηστον υἱὸν αὐτῆς ἐξεπαίδευσεν ἄτυφον ἔχειν φρόνη μα, ἀρετῆς καὶ πολιτείας ἀκριβοῦς ἐπιμελεῖσθαι, δουλεύειν δὲ τῷ κυρίῳ μετὰ φόβου καὶ τρόμου· ὃς φυλάττων ἀκριβῶς τὰς αὐτῆς ἐντολὰς ἐκαρποφόρει ἑκατονταπλασίως. Τῷ κʹ ἔτει
PG 121:545γέγονεν ἡ ἁγία καὶ οἰκουμενικὴ πρώτη σύνοδος ἐν Νικαίᾳ, συνελθόντων τῶν ἁγίων τιηʹ πατέρων. ἧς ἡγοῦντο Σιλβέστρου πάπα Ῥώμης τοποτηρηταί, Βίτων καὶ Βικεντίων 1.500 πρεσβύτεροι, Μητροφάνης τοῦ Βυζαντίου, Ἀλέξανδρος Ἀλεξανδρείας, Εὐστάθιος Ἀντιοχείας, Μακάριος Ἱεροσολύμων, κατὰ Ἀρείου πρεσβυτέρου γεγονότος Ἀλεξανδρείας, βλασφημοῦντος τὸν θεὸν λόγον κτίσμα καὶ ἑτεροούσιον τοῦ πατρός, καὶ ὅτι ἦν ποτὲ ὅτε οὐκ ἦν δοξάζοντος. ὃν καθελοῦσα ἀνεθεμάτισε σὺν τοῖς ὁμόφροσιν αὐτοῦ, τὸν δὲ υἱὸν ὁμοούσιον καὶ συνάναρχον τῷ πατρὶ καὶ θεὸν ἀληθινὸν καὶ κτίστην πάντων ἐδογμάτισε. μετὰ γοῦν τὸ συναθροισθῆναι πάντας τοὺς ῥηθέντας τιηʹ πατέρας ἐν Νικαίᾳ δημοσίοις ὀχήμασιν, ἀφίκετο καὶ ὁ βασιλεὺς ἐφιέμενος ἰδεῖν τὴν πληθὺν τῶν ἀρχιερέων. καὶ δὴ οἶκον μέγιστον ἐν τοῖς βασιλείοις κατασκευάσας θρόνους πολλοὺς ἐν αὐτῷ τεθῆναι προσ έταξε, καὶ οὕτως εἰσελθεῖν τοὺς ἀρχιερεῖς ἐπέτρεψεν. ἔσχατος δὲ σὺν ὀλίγοις εἰσελθὼν καὶ αὐτός, καὶ στὰς ἐν τῷ μέσῳ, προετρέ ψατο πάντας καθίσαι. εἶτα θρόνου μικροῦ τεθέντος κελευσθεὶς ὑπ' αὐτῶν ἐκάθισεν ἔσχατος πάντων· τοσαύτη τις εὐλάβεια καὶ αἰδὼς τῶν ἀνδρῶν κατεῖχε τὸν βασιλέα. καὶ οἱ μὲν τοῖς ἄνθεσι τῶν ἐγκωμίων τὴν κεφαλὴν αὐτοῦ στεφανώσαντες τὴν περὶ τὰ θεῖα σπουδὴν εὐλογίαις ἠμείψαντο· ὁ δὲ τοὺς περὶ τῆς ὁμονοίας καὶ συμφωνίας προσαγαγὼν λόγους πολλοὺς μὲν ἐφιλοφρονήσατο καὶ λόγοις καὶ δώροις, πολλὰς δὲ στιβάδας προστάξας εὐτρεπισθῆναι ἐπὶ τὸ αὐτὸ πάντας ἑστίασε, τοὺς μὲν ἀξιολογωτέρους ὁμοτραπέζους λαβών, τοὺς δὲ λοιποὺς εἰς τὰς ἄλλας τραπέζας διεῖλε. θεα σάμενος δέ τινας τοὺς δεξιοὺς ὀφθαλμοὺς ἐκκεκομμένους, καὶ 1.501 μαθὼν ὡς ὑπὸ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν τοῦτο πεπόνθασι, τὰ χείλη τοῖς τραύμασι προσενήνοχε κατασπαζόμενος, ἑλκύσειν ἐκεῖθεν εὐλογίαν τῷ φιλήματι πιστεύων· οὕτως ἦν ὁ θαυμάσιος ἀνὴρ ἐκεῖνος εὐλαβείᾳ καὶ πίστει καὶ μετριο φροσύνῃ λελαμπρυσμένος. τῇ δὲ ἐπαύριον ἐπίσκοποι πάντες καὶ ὁ βασιλεὺς εἰς ἕνα τόπον συνελθόντες καλοῦσι τὸν Ἄρειον σὺν τοῖς ὁμόφροσιν αὐτοῦ εἰς τὴν σύνοδον, ἐπιτρέποντες αὐτῷ συστῆναι τοῖς οἰκείοις δόγμασιν. ἦν δὲ τὰ δόγματα τοῦ ἀσεβοῦς καὶ τρισ καταράτου Ἀρείου ταῦτα. οὐκ ἀεὶ ὁ θεὸς πατὴρ ἦν, ἀλλ' ἦν ὅτε θεὸς πατὴρ οὐκ ἦν. οὐκ ἀεὶ ἦν ὁ τοῦ θεοῦ λόγος, ἀλλ' ἐξ οὐκ ὄντων γέγονεν· ὁ γὰρ ὢν θεὸς τὸν μὴ ὄντα ἐκ τοῦ μὴ ὄντος πεποίηκε. διὸ ἦν ποτὲ ὅτε οὐκ ἦν· κτίσμα γάρ ἐστι καὶ ποίημα ὁ υἱός. οὔτε δὲ ὅμοιός ἐστιν ὁ υἱὸς τῷ πατρὶ κατ' οὐσίαν. οὔτε δὴ ἀληθινὸς καὶ φύσει τοῦ πατρὸς λόγος ἐστίν, οὔτε ἀληθινὴ σοφία αὐτοῦ ἐστίν· ἀλλ' εἷς μὲν τῶν ποιημάτων καὶ γεννητός ἐστι, καταχρηστικῶς δὲ λέγεται λόγος καὶ σοφία, γενόμενος καὶ αὐτὸς τῷ ἰδίῳ τοῦ θεοῦ λόγῳ καὶ ἐν τῷ θεῷ σοφίᾳ, ἐν ᾗ καὶ τὰ πάντα καὶ αὐτὸν πεποίηκεν ὁ θεός. διὸ καὶ τρεπτός ἐστι καὶ ἀλ λοιωτὸς τὴν φύσιν, ὡς καὶ πάντα τὰ λογικά. ξένος τε καὶ ἀλλό τριος καὶ ἀπεσχοινισμένος ἐστὶν ὁ λόγος τῆς θεοῦ οὐσίας, καὶ ἀόρατος ὁ πατὴρ τῷ υἱῷ. οὔτε γὰρ τελέως καὶ ἀκριβῶς γινώσκει ὁ λόγος τὸν πατέρα, οὔτε τελείως αὐτὸν ὁρᾶν δύναται. καὶ γὰρ ἑαυτοῦ τὴν οὐσίαν οὐκ οἶδεν ὡς υἱός ἐστι· δι' ἡμᾶς γὰρ πεποίη 1.502 ται, ἵνα ἡμᾶς δι' αὐτοῦ ὡς δι' ὀργάνου κτίσῃ ὁ θεός· καὶ οὐκ ἂν ὑπέστη, εἰ μὴ ἡμᾶς ἠθέλησεν ὁ θεὸς ποιῆσαι. ἠρώτησεν οὖν τις αὐτοὺς εἰ δύναται ὁ τοῦ θεοῦ λόγος τραπῆναι, ὡς ἐτράπη ὁ διάβολος· καὶ οὐκ ἐφοβήθησαν εἰπεῖν ὅτι ναί, δύναται τραπῆ ναι· τρεπτῆς γάρ ἐστι φύσεως, γενητὸς καὶ κτιστὸς ὑπάρχων. Ἀλλὰ τὸ κατὰ τὴν σύνοδον γεγονὸς θαῦμα οὐ δίκαιον σιω πῇ παραπέμψαι. πρὸς γὰρ τὸ παράδοξον τοῦ βασιλικοῦ διατά γματος καὶ φιλόσοφοι καὶ ῥήτορες ἐν τῇ συνόδῳ παρῆσαν, δια λεκτικῆς ἐμπειρότατοι· ἐν οἷς ὑπῆρχέ τις Ἕλλην παρὰ πάντων αὐτὸς θαυμαζόμενος, ὥστε μεγάλην ἀκρόασιν ἐκ τῆς συμβολῆς γενέσθαι πλήθους ἐπισυντρέχοντος. οὐδὲ γὰρ οἷοί τε ἦσαν οἱ ἐπίσκοποι τὸν φιλόσοφόν τε καὶ ῥήτορα περιτρέψαι τέως διαλεγό μενον, ὅτι πᾶσι τοῖς ἐπαγομένοις
PG 121:547ῥᾷστα προσεφέρετο, ἐπιλύων εὐφυῶς τὰ προτεινόμενα καὶ δίκην ἐγχέλυος ἀκατάσχετος εὑρισκό μενος. ἐν οἷς γὰρ ἐδόκει συνέχεσθαι, διολισθαίνων ἐπικρατεστέ ρως ἀντεφέρετο τῇ τῶν νοημάτων δεινότητι καὶ ῥημάτων εὐγλωτ τίᾳ τε καὶ στωμυλίᾳ. ἀλλ' ἵνα δείξῃ ὁ θεὸς ὅτι οὐκ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ ἀλλ' ἐν δυνάμει, ἄνθρωπός τις ἐκ τῶν ἁγίων ὀνόματι Σπυρίδων, ἐπίσκοπος Τριμιθούντων, ἁπλούστατος δὲ τὴν φύσιν καὶ ἰδιώτης τὸν λόγον, αἰτεῖται χώραν αὐτῷ δοθῆναι διαλέξεως πρὸς τὸν φιλόσοφον. οἱ δὲ πατέρες τὸ ἁπλοῦν τε καὶ ἰδιωτικὸν τοῦ ἀνδρὸς εἰδότες ἐκώλυον αὐτόν. τοῦ δὲ μὴ ἀνεχο μένου, πρόσεισι τῷ ἀνδρὶ καὶ φησίν "ἐν ὀνόματι τοῦ Ἰησοῦ Χρι στοῦ ἄκουσον, ὦ φιλόσοφε, τὰ τῆς ἀληθείας δόγματα. θεὸς 1.503 εἷς ἐστίν, ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν ποιήσας, ὁ καὶ ἄνθρωπον ἐκ γῆς διαπλάσας, καὶ τὰ ὁρατὰ πάντα καὶ ἀόρατα τῷ λόγῳ αὐ τοῦ καὶ τῷ πνεύματι συστησάμενος. τοῦτον τὸν λόγον ἡμεῖς υἱὸν θεοῦ εἰδότες προσκυνοῦμεν, πιστεύοντες διὰ τὴν ἡμετέραν σωτη ρίαν ἐπ' ἐσχάτων ἐκ τῆς παρθένου τεχθῆναι, καὶ διὰ σταυροῦ καὶ θανάτου καὶ ἀναστάσεως ἠλευθερωκέναι τὸ γένος τῶν ἀνθρώ πων· ὃν καὶ ἐλπίζομεν ἐλθόντα πάλιν κρῖναι πάντας ἐν δικαιο σύνῃ. πιστεύεις τούτοις, φιλόσοφε;" ὁ δέ, ὡς ἄν τις μηδέ ποτε πεῖραν λόγων ἔχων εἰς ἀντίθεσιν, ἀπηνεώθη, καὶ ὡς κωφὸς καὶ ἄλαλος ἀποσιωπήσας τοῦτο μόνον ἐφθέγξατο, ὅτι κἀμοὶ ταῦτα οὕτως ἔχειν δοκεῖ. καὶ ὁ γέρων φησίν "οὐκοῦν ἀναστὰς ἀκολού θει μοι πρὸς τὴν ἐκκλησίαν, καὶ λήψῃ τὸ σημεῖον τῆς πίστεως ταύτης." ὁ δὲ φιλόσοφος ἐπιστραφεὶς λέγει τοῖς μαθηταῖς αὐ τοῦ "ἀκούσατε, ὦ ἄνδρες. ἕως ὅτε λόγων ἐποιούμην σπουδήν, λόγους λόγοις ἀντετίθουν καὶ τὰ προτεινόμενα τέχνῃ τοῦ λέγειν ἀνέτρεπον. ὅτε δὲ ἀντὶ λόγων δύναμίς τις ἐξῆλθεν ἐκ τοῦ στόμα τος τοῦδε τοῦ γέροντος, οὐκ ἴσχυσαν οἱ λόγοι τῇ δυνάμει ἀντιτά ξασθαι· οὐδὲ γὰρ οἷός τέ ἐστιν ἄνθρωπος ἀντιστῆναι θεῷ. διά τοι τοῦτο εἴ τις ὑμῶν δύναται συνιέναι ὡς κἀγώ, πιστεύσει εἰς τὸν Χριστόν, καὶ ἀκολουθείτω σὺν ἐμοὶ τῷ γέροντι τούτῳ, ἐν ᾧ ἐλά λησεν ὁ θεός." τούτῳ οὖν τῷ τρόπῳ γενόμενος ὁ φιλόσοφος Χριστιανὸς ἔχαιρεν ἡττηθεὶς ὑπὸ τοῦ γέροντος. Παρῆν δὲ τηνικαῦτα καὶ ὁ θεῖος Παφνούτιος καὶ τερατουρ γὸς καὶ ὁμολογητής, οὗ τὸν δεξιὸν ὀφθαλμὸν Μαξιμιανὸς ἐξώ 1.504 ρυξεν. ὃς τῆς συνόδου κανονίσαι θελούσης ὥστε κληρικὸν μὴ συνέρχεσθαι γυναικὶ πρὸς γάμον, ὡς βαρὺν τὸν λόγον ἀνέτρεψε, καὶ μόνοις ἐπισκόποις ἐτύπωσε τοῦτο παραφυλάττεσθαι. Μετὰ γοῦν πολλὴν τῆς σκέψεως ἀκρίβειαν ἔδοξε πᾶσιν ὁμοῦ δεῖν ὁρίσασθαι τὸ ὁμοούσιον ἐπὶ τῆς ὀρθοδόξου πίστεως, τουτέστι τῆς αὐτῆς οὐσίας καὶ φύσεως τῷ πατρὶ καὶ τὸν υἱὸν ὁμολογεῖν. ἣν δὴ καὶ κατὰ κράτος καὶ συμφώνως ἐβεβαίωσαν, παρὲξ Ἀρείου τοῦ ἀσεβοῦς καὶ ἑτέρων ἓξ ὁμοφρόνων αὐτῷ, οὓς ἀναθεματισθέν τας ὑπὸ τῶν θείων τιηʹ πατέρων ὁ βασιλεὺς ἐξώρισε. Μετὰ δὲ ταῦτα φιλαπεχθήμονες ἄνδρες κατά τινων ἐπι σκόπων ἐγγράφους ἐπέδωκαν τῷ βασιλεῖ κατηγορίας. ὁ δὲ ταύτας δεξάμενος καὶ δεσμήσας καὶ τῷ δακτυλίῳ σημηνάμενος ἐκέλευσε φυλάττεσθαι. εἶτα πρὸς εἰρήνην αὐτοὺς καὶ ὁμόνοιαν συμβιβάσας ταύτας ἐνώπιον πάντων κατέκαυσεν, ὅρκῳ πληροφο ρήσας αὐτοὺς μηδὲν ἀναγνῶναι τῶν ἐν αὐτοῖς γεγραμμένων. οὐδὲ γὰρ ἔφη χρῆναι τὰ πλημμελήματα τῶν ἱερέων δῆλα γενέσθαι τοῖς πολλοῖς, ἵνα μὴ σκανδάλου πρόφασιν ἐντεῦθεν λαμβάνοντες ἀδεῶς ἁμαρτάνωσιν. ἐγὼ δὲ εἰ αὐτόπτης ἐγενόμην ἐπισκόπου γάμον ἀλλότριον διορύττοντος, συνεκάλυψα ἂν τῇ πορφυρίδι μου ταύτῃ τὸ παρανόμως γινόμενον, ὡς ἂν μὴ βλάψειε τοὺς θεωμένους τῶν δρωμένων ἡ ὄψις. οὕτω τοίνυν τοὺς μὲν εὖ λέγοντας ἀνακηρύτ των, τοὺς δὲ ἀντιλέγοντας παρακλητικῶς εἰς ὁμόνοιαν ἐλαύνων, τοὺς πάντας ὁμογνώμονας καὶ ὁμοδόξους τοῖς ἀμφισβητουμένοις ἅπασι κατέστησε. καὶ οὕτω παραινέσας πάντας, καὶ πολλῆς 1.505 τιμῆς τε καὶ δωρεᾶς
PG 121:551ἀξιώσας, ἕκαστον παρηγγύησε καταλαβεῖν τὴν ἰδίαν ποίμνην. ἐτύπωσε δὲ καὶ τὸ ἅγιον πάσχα ἑορτάζειν ἡμᾶς κατὰ τὴν νῦν κρατοῦσαν συνήθειαν· τινὲς γὰρ τῶν πρῴην κατὰ τὴν ιδʹ τῆς σελήνης ἑώρταζον. Μετὰ δέ τινα χρόνον ὑπὸ τῆς θυγατρὸς αὐτοῦ Κωνσταντίας παρακληθεὶς ἀνῆκε τὸν Ἄρειον ἀπὸ τῆς ἐξορίας ὡς δῆθεν μετα νοήσαντα. οὗ παραγενομένου, καὶ ἐρωτηθέντος ὑπὸ τοῦ βασι λέως εἰ στοιχεῖ τοῖς ὅροις καὶ τῂ ἐκθέσει τῆς ἐν Νικαίᾳ συνόδου, παρευθὺ κατέθετο πιστεύειν οὕτως. ὁ δὲ θαυμάσας ὅρκον ἐπή νεγκε μὴ φρονεῖν ἐναντία τῇ συνόδῳ· καὶ τοῦτο ποιήσας ἀπέλυσεν αὐτὸν εἰρηκὼς αὐτῷ "εἰ μὲν ὀρθή σού ἐστιν ἡ πίστις, καλῶς ὤμοσας· εἰ δὲ ἀσεβὴς καὶ διεστραμμένη, κρίναι κύριος ὁ θεὸς τὰ κατά σε θᾶττον." ταύτῃ τοι καὶ τὸν μέγαν Ἀθανάσιον εἰς κοινωνίαν αὐτὸν δέξασθαι παρεκελεύσατο ὡς ἅτε μετανοήσαντα. τοῦ δὲ μὴ καταδεχομένου, γινώσκοντος ἀκριβῶς τὴν Ἀρείου δυσ τροπίαν, ἐξορίζει τοῦ θρόνου τὸν ἅγιον, πιστεύσας καὶ τὰς κατ' αὐτοῦ γενομένας ὑπὸ τῶν Ἀρειανῶν λοιδορίας. καὶ οὐ θαῦμα· πολλάκις γὰρ καὶ θεῖοι ἄνδρες κατά τινων εὐσεβῶν διαβολὴν ἀκρίτως παραδεξάμενοι παρετράπησαν τῆς ἀληθείας καὶ τοὺς εὐσεβεῖς παρέβλαψάν τε καὶ παρελύπησαν, ὥσπερ οὖν καὶ ὁ θε σπέσιος Δαβὶδ ἐξαπατηθεὶς ὑπὸ τοῦ οἰκέτου Σιβά, κατὰ τοῦ δε σπότου Μεμφιβοσθὲ ψευδηγοροῦντος ὡς ὅτι τὰ τοῦ τυράννου Ἀβεσαλὼμ φρονεῖ, τοῦτον παρέβλαψε καὶ τῶν ἰδίων ἀποστερή σας τῷ οἰκέτῃ προσεκλήρωσεν. ὅθεν χρὴ μετὰ πολλῆς ἀκριβείας 1.506 τε καὶ σκέψεως ἐρευνᾶν τὰς κατηγορίας, καὶ μὴ ὡς ἔτυχε πιστεύειν τοῖς κατηγοροῦσι, κἂν ἄγαν ὦσιν ἀξιόπιστοι. διὸ δὴ καὶ Νικό δημος πρὸς τοὺς παρανόμους Ἰουδαίους καταφορικῶς τε καὶ ἐν τρεπτικῶς ἔφη "μὴ ὁ νόμος ὑμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ' αὐτοῦ πρῶτον καὶ γνῷ τί ποιεῖ; ἀμέλει γέ τοι καὶ οἱ τῶν ἔξω σοφοὶ τοῦτο προδήλως ὑπεμφαίνοντες οὕτω φασίν· εἰ μὲν ἀμφισβήτησις κρίνει, ἀναρτάσθω, εἰ δὲ κρίσις, τοὺς ἐλέγχους βασανιζέτω, εἰ δὲ βάσανος, τὸ δέον ὁριζέτω· ὁ δὲ ὅρος γεγρά φθω, τὰ δὲ γεγραμμένα κυρούσθω, τὰ δὲ κυρωθέντα βεβαιού σθω τοῖς ἔργοις, καὶ πᾶσα ἁψιμαχία οἰχέσθω, καὶ πάλιν φιλία χορευέτω. καὶ ἐν ταῖς ἀποστολικαῖς διατάξεσιν ὁ θεῖος λόγος οὕτως φησίν. ἔστω δὲ ὁ κριτὴς ἀπροσωπόληπτος, μήτε πλούσιον ἐντρεπόμενος ἢ κολακεύων παρὰ τὸ προσῆκον, μήτε πένητος φει δόμενος. «οὐ λήψῃ» γάρ φησι «πρόσωπον δυνάστου, καὶ πένητα οὐκ ἐλεήσεις ἐν κρίσει.» ὅτι τοῦ θεοῦ ἡ κρίσις δικαίως τὸ δί καιον διώξεται, καὶ οὐκ ἀρέσῃ τῷ δικαίῳ οὐδὲν ἄδικον. ὅθεν οὐ δεῖ πιστεύειν ὡς ἔτυχε τοῖς κατηγοροῦσιν ἀκρίτως καὶ ἀβασανί στως. ἐγχωρεῖ γάρ τινας καὶ διὰ ζῆλον ἢ φθόνον κατά τινος ἀδελφοῦ ἐνστήσασθαι ψευδηγορίαν, ὡς οἱ δύο πρεσβύτεροι κατὰ Σωσάννης καὶ ἡ Αἰγυπτία ἐπὶ τοῦ Ἰωσήφ. σὺ οὖν ὡς θεοῦ ἄνθρωπος τὰ τοιαῦτα μὴ προχείρως παραδέχου, καὶ μὴ ἀνέλῃς τὸν ἀθῶον, καὶ μὴ ἀποκτείνῃς τὸν δίκαιον, οὐδὲ λήψῃ δῶρα ψυχὴν πατάξαι· τὰ γὰρ δῶρα ἐκτυφλοῦσιν ὀφθαλμοὺς σοφῶν καὶ λυμαί 1.507 νονται ῥήματα δίκαια. εἰ οὖν ἀπροσωπολήπτως κρίνετε, ἐπιγνώ σεσθε τὸν κατηγοροῦντα κατὰ τὸν πλησίον αὐτοῦ μαρτυρίαν ψευ δῆ· καὶ ἀποδείξαντες αὐτὸν συκοφάντην, ποιήσατε αὐτῷ καθ' ὃν τρόπον ἐπονηρεύσατο ποιῆσαι τῷ πλησίον, καὶ ἐξαρεῖτε τὸν πονη ρὸν ἐκ μέσου ὑμῶν. ὅσον γὰρ ἐπ' αὐτῷ, ἐφόνευσε τὸν ἀδελφόν, προκαταλαβὼν τὰ ὦτα τοῦ κριτοῦ. γέγραπται γάρ «ὁ ἐκχέων αἷμα ἀνθρώπου, ἀντὶ τοῦ αἵματος ἐκείνου ἐκχυθήσεται τὸ αἷμα αὐτοῦ.» ἀλλὰ μηδὲ εἷς παραδεχέσθω μαρτυρῶν κατά τινος, κἂν λίαν ᾖ ἀξιόπιστος. ἐπὶ στόματος γὰρ δύο ἢ τριῶν μαρτύρων πᾶν ῥῆμα βεβαιωθήσεται, εἶπεν ὁ κύριος. εἰ τοίνυν τὸ μὲν εὑρεῖν τὸ δίκαιον ἔργον, τὸ δὲ μὴ διαφθείρειν ἐργωδέστερον ἐπειδὰν εὑρεθῇ, οὐ δεῖ ἐπιρρίπτειν ἑαυτόν τινα τῷ κρίνειν. τότε γοῦν ὀρθῶς ὅρος τῆς δικαιοσύνης σώζεται, ὅταν τῇ μὲν αἰτίᾳ ἡ κρίσις, τῇ δὲ κρίσει ὁ ἔλεγχος, τῷ δὲ ἐλέγχῳ ἡ ψῆφος ἡ πρὸς ποιότητα τοῦ ἁμαρτή ματος τὴν τιμωρίαν ὁρίζουσα. Ἰστέον τοίνυν ὡς ἐν τῇ παλαιᾷ
PG 121:553διαθήκῃ περὶ τῆς ἁγίας καὶ ὁμοουσίου καὶ ζῳοποιοῦ τριάδος μυστικῶς ἡ διδασκαλία ἐγκατέ σπαρται, ὡς καὶ Φίλωνα καίτοι γε Ἰουδαῖον ἄνδρα ὑπάρχοντα καὶ ζηλωτήν, δι' ὧν καταλέλοιπε συγγραμμάτων, ἀπομάχεσθαι τῇ οἰκείᾳ θρησκείᾳ. βασανίζων γὰρ τὸ εἰρημένον "ἐν εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρωπον," ἠναγκάσθη ὑπὸ τῆς ἀληθείας καὶ ἐξε βιάσθη καὶ τὸν τοῦ θεοῦ λόγον θεολογῆσαι. τί γὰρ εἰ καὶ δεύτε ρον τὸν συναΐδιον λόγον τῷ πατρὶ καὶ ἀριθμοῦ καὶ χρόνων ἀνώτε 1.508 ρον ὄντα καλεῖ, τῆς ἀληθείας μὴ ἐφικνούμενος; ὅμως ἔννοιαν ἔσχε καὶ ἑτέρου προσώπου. οὐκ ἐνταῦθα δὴ μόνον ἔπαθε τοῦτο, ἀλλὰ καὶ τὸ θεὸς καὶ τὸ κύριος ἑρμηνεῦσαι πειρώμενος τῆς βασι λικωτάτης τριάδος ἔννοιαν ἔσχε. φάσκων γὰρ ὅτι εἷς ἐστὶν ὁ θεός, οὐ πρὸς τὸν ἀριθμὸν κατέδραμε τῆς μονάδος, ἀλλὰ πρὸς τὸ μυ στήριον τῆς ἁγίας τριάδος τὸ τῶν μὲν πάντῃ διαιρετῶν ἑνικώτε ρον, τῶν δὲ ὄντως μοναδικῶν ἀφθονώτερον. καὶ οὕτω κατὰ κράτος εἷλεν αὐτοῦ τὴν ψυχὴν ὡς ἀναγκασθῆναι διαρρήδην τοῦτο φάναι καὶ ἐν γράμμασι καταλεῖψαι. δύο μὲν γὰρ εἶπε τὰς τοῦ ὄντος δυνάμεις, ὧν ἡ μὲν ποιητικὴ καὶ εὐεργετικὴ φύσει καλεῖται θεός, ἡ δὲ βασιλικὴ καὶ τιμωρητικὴ κύριος. οὐ πόρρω βαίνων τοῦ φήσαντος, Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία, δύναμις οὐκ ἀνυπόστατος ἀλλ' ἐνυπόστατος, καὶ παντοδύναμος, καὶ ὑπο στάσεως δημιουργός, καὶ ἰσοσθενὴς ἐκείνου οὗ δύναμις ἐστί. καὶ πάλιν ὁ αὐτὸς Φίλων περὶ θεοῦ θεάματος, οὗ εἶδε Μωϋσῆς ἐν τῇ βάτῳ, ἐκφράζων ἔφη· θέαμα ἐκπληκτικώτατον. εἶτα ὁρᾷ μετ' ὀλίγον κατὰ μέσον τῆς φλογὸς μορφήν τινα περικαλλεστάτην, ἐμφερῆ οὐδενὶ τῶν ὁρατῶν, θεοειδέστατον ἄγαλμα, φῶς αὐγοει δέστερον τοῦ πυρὸς ἀπαστράπτουσαν· ἣν ἐάν τις ὑπετόπησεν εἰ κόνα τοῦ ὄντος εἶναι, καλῶς ὑπείληφεν. Eἰ δέ τις περὶ τῆς εἰκό νος ἀκριβῶς μαθεῖν βούλεται, ἀκουέτω Παύλου λέγοντος περὶ τοῦ υἱοῦ "ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου." οὐκοῦν κἀκεῖ 1.509 νος θεολογίας ὀρθοδόξου ἅπτεται. μὴ γὰρ τὴν ἀκρίβειαν ζήτει παρὰ τοῦ δυνηθέντος ὅλως διὰ σύνεσιν εἰλικρινῆ κατοπτεῦσαι τὴν ἀλήθειαν καὶ τῇ ἰδίᾳ θρησκείᾳ ἀπομάχεσθαι. ἀλλ' ἐκεῖνο ἐννόει, ὅτι εἰς ἓν πρόσωπον οὐ συνέκλεισε τὴν θεολογίαν, ὡς οἱ ἀπαίδευ τοι καὶ κακόσχολοι τῶν Ἰουδαίων καθηγηταὶ προλήψει τινὶ κατ εχόμενοι δογματίζουσιν. οὐκ ἐκ τούτων δὲ μόνων πληκτικωτάτων ὄντων εἰς ταύτην προήχθη, ὥς γε ἡγοῦμαι, τὴν ἔννοιαν, ἀλλὰ καὶ ἐκ τοῦ "ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν," καὶ ἐκ τοῦ "ἔβρεξε κύριος πῦρ παρὰ κυρίου," καὶ ἐκ τοῦ "εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου," καὶ ἐκ τοῦ "ὅτι ἐν σοὶ ὁ θεός, καὶ σὺ εἶ ὁ θεός." τοὺς γὰρ λέγον τας ὅτι μυριάκις ἐστὶν ἅγιος ὁ θεός, καὶ τό "ἅγιος ἅγιος ἅγιος κύ ριος" παρερμηνεῦσαι τολμῶντας, λαμπρῶς ἐλέγχει τό "ἐξεζήτησα τὸ πρόσωπόν σου, τὸ πρόσωπόν σου κύριε ζητήσω, μὴ ἀποστρέ ψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ." εἰ μὴ γὰρ τὴν ἁγίαν ἀνεκήρυττε μυστικῶς τριάδα ὁ φράσας, περιττολογίας δίκαιος ἂν εἴη ἀπαιτηθῆναι δίκην. οὐ μόνον δὲ ἐν τούτῳ (χρῆναι γὰρ οἶμαι ἐπὶ σαφέστερον ὁρμῆσαι ῥητὸν) ἀλλὰ καὶ ἐν τῷ "θῦσον τῷ θεῷ θυ σίας αἰνέσεως, καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου, καὶ ἐπι κάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε καὶ δοξάσεις με." εἰ μὴ γὰρ ἡ τριὰς ἐνταῦθα σαφῶς ἐκηρύττετο, ἔδει ῥηθῆ ναι "θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου, καὶ ἐπικάλεσαι αὐτὸν ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ 1.510 ἐξελεῖταί σε, καὶ δοξάσεις αὐτόν." καὶ οὕτω μὲν οὐκ ἐρρήθη, 1.510 εἴρηται δὲ ὡς εἴρηται. σαφῶς γὰρ διὰ τούτων καὶ δι' ἄλλων πολλῶν ἡ παλαιὰ διαθήκη κηρύττει ὅτι οὐχ ἑνὸς προσώπου ση μαίνει δεσποτείαν, ἀλλὰ τριῶν μὲν ὑποστάσεων μιᾶς δὲ οὐσίας, ἵνα καὶ Ἰουδαίων στηλιτεύσῃ τὴν ὡς ἐφ' ἑνὸς προσώπου οὐχ ὑγιῆ ἔννοιαν. οἷς καὶ Σαβέλλιος ἠκολούθησεν. ἴσως δὲ ἐκ τῆς ἄγαν τοῦ υἱοῦ πρὸς τὸν πατέρα ἰσότητος εἰς τὸ μίαν ὑπόστασιν δογμα τίσαι νευρωθείς, τὴν πολυθεΐαν Ἑλλήνων ἐξωστράκισεν, ὧν Ἄρειος καὶ Εὐνόμιος ἑάλωσαν εἶναι φοιτηταί, τὴν τῶν ὑποστά σεων διαφορὰν
PG 121:555εἰς τὴν οὐσίαν παραλόγως ἑλκύσαντες. εἰ δέ τις φαίη, μὴ σαφῶς καὶ διαρρήδην ἐξ ἀρχῆς ταῦτα κεκήρυκται; φαίην ὅτι μάλιστα τοῖς συνετῶς ἀκούουσι λαμπρά ἐστιν αὕτη καὶ ἀπόδειξις καὶ διδασκαλία, ὡς καὶ τῷ σοφῷ ἔδοξε Φίλωνι. εἰ δὲ καὶ συνεσκιασμένως ἐρρέθη, ἐκεῖνο λογίζεσθαι χρή, ὅτι Ἰου δαίοις τοῖς εἰς πολυθεΐαν ῥέπουσι νομοθετοῦντες οὐκ ἐδοκίμασαν διαφορὰν προσώπων εἰσαγαγεῖν, ἵνα μὴ διάφορον φύσιν ἐν ταῖς ὑποστάσεσιν εἶναι δογματίσαντες εἰς εἰδωλολατρίαν ἑλκυσθῶσιν, ἀλλὰ τῆς μοναρχίας ἐξ ἀρχῆς μαθόντες μάθημα κατὰ μικρὸν τὸ τῶν ὑποστάσεων ἀναδιδαχθῶσι δόγμα, τὸ πάλιν εἰς ἑνότητα φύ σεως ἀνατρέχον, ὡς εἶναι τὰ μὲν ἑνικῶς λεγόμενα τῆς ταυτότητος τῆς φύσεως παραστατικά, τὰ δὲ ὑπερβαίνοντα τὸν ἑνικὸν ἀριθμὸν 1.511 τῆς τῶν ὑποστάσεων ἰδιότητος τῆς εἰς μίαν οὐσίαν συναγομένης. τὸ μὲν γὰρ διαφόρους φύσεις ὑποτίθεσθαι Ἑλληνικόν, τὸ δὲ ἓν πρόσωπον ἤγουν μίαν ὑπόστασιν Ἰουδαϊκόν· τὸ δὲ πλατύνοντας εἰς τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα τὰς ὑποστάσεις εἰς μίαν οὐ σίαν συνάγειν, ὀρθότατόν ἐστι καὶ ἀληθινὸν τὸ δόγμα. κεφά λαιον δὲ ἐπὶ τοῖς λεγομένοις, οὐκ ἔστι φυσικὰς ἀποδείξεις κατὰ πάντα παραστῆσαι τῶν ὑπὲρ φύσιν πραγμάτων. εἰ γὰρ καὶ σὰρξ ἀληθὴς ὁ λόγος ἐγένετο, ἀλλ' οὐ ψιλὸς ἄνθρωπος ὁ Χριστὸς ἐν ανθρωπήσας, μᾶλλον δὲ θεὸς ἐξ ἑκατέρων τῶν φύσεων εἷς ὑπάρ χει υἱὸς θεοῦ θεὸς ὑπερούσιος, εἰ καὶ διαρρήγνυνται οἱ τὸ μεῖζον καὶ ἔλαττον ἐπὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ συγκρίνοντες, ἑτεροούσιον τὸν υἱὸν τοῦ πατρὸς καὶ ἀνόμοιον δογματίζοντες. οὐ γὰρ ἴσασιν, ὡς ἔοικεν, ὅτι μεῖζον καὶ ἔλαττον ἐπὶ τῶν ὁμοουσίων ζητεῖται καὶ κρίνεται, ὡς ἄνθρωπος ἀνθρώπου μείζων καὶ βοῦς βοὸς καὶ ἵπ πος ἵππου, καὶ ἁπαξαπλῶς ὁ κανὼν τῆς συγκρίσεως τοῖς ὁμογενέ σιν ἁρμόζει. ὁ τοίνυν τὰ τοῦ θεοῦ τολμηρῶς περιεργαζόμενος, καὶ μείζονα λέγων τοῦ υἱοῦ τὸν πατέρα, τὴν σύγκρισιν ὡς ὁμοού σιον προσίεται, κἂν μὴ βούληται· ἑτεροούσια γὰρ ἀλλήλοις συγ κρίνεσθαι οὐ δύναται, οὔτε λέγεται μείζων ἄνθρωπος βοὸς ἢ μεί ζων ἄνθρωπος καμήλου ἢ μείζων ἄνθρωπος ἰχθύος. τὰ μέντοι γε τὸν ἑνικὸν ἀριθμὸν ὑπερβαίνοντα ἐν τῇ θείᾳ γραφῇ τῆς τῶν ὑποστάσεων διαφορᾶς εἰσὶ παραστατικά, τὰ δὲ ἑνικῶς ἐξενηνε 1.512 γμένα τῆς ταυτότητος τῆς φύσεως. τὰ μὲν γὰρ εἴρηται, ἵνα Σα βέλλιος καὶ Ἰουδαῖοι ἐπιστομισθῶσι, τὰ δέ, ἵνα Ἄρειος καὶ Εὐνόμιος καὶ Ἕλληνες στηλιτευθῶσιν. οἱ γὰρ πλατύνοντες μὲν εἰς τὴν ἁγίαν τριάδα τὸν τῶν ἰδιοτήτων ἀριθμόν, συστέλλοντες δὲ εἰς μίαν οὐσίαν, ὀρθότατα δογματίζουσι καὶ ταῖς τῶν οὐρανίων χρη σμῶν ἕπονται διδασκαλίαις, μήτε εἰς πολυθεΐαν διὰ τὴν τῆς φύ σεως διαφορὰν ἐκπίπτοντες, μήτε εἰς ἰουδαϊσμὸν διὰ τὴν τοῦ ἑνὸς προσώπου σύστασιν ὀλισθαίνοντες. πῶς δὲ οὐκ ἐρυθριῶσι κτί σματι προσκυνοῦντες καὶ ταῖς ἑαυτῶν μαχόμενοι ψήφοις; ἀπαγο ρεύοντες γὰρ τὸ μὴ τῇ κτίσει προσκυνεῖν ὡς Ἑλληνικόν, αὐτοὶ τοῦτο δρῶντες ἑαυτοὺς λανθάνουσι. χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὡς οὐ τὰ αὐτὰ ὀνόματα πάντως καὶ τὰ αὐτὰ μηνύει πράγματα, οὔτε ἡ ὁμωνυμία συνωνυμίαν ἐκ παντὸς τρόπου ἐμφαίνει. ἐπὶ μὲν γὰρ τοῦ υἱοῦ κυρίως λέγεται ἡ γέννησις, ἐπὶ δὲ τῶν κτισμά των καταχρηστικῶς, ἐπ' ἐκείνου μὲν τῆς ἀληθείας ἕνεκεν καὶ τῆς ὁμοουσιότητος, ἐπὶ δὲ τούτων τιμῆς χάριν καὶ υἱοθεσίας. βου ληθεὶς γὰρ ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας. μὴ τοίνυν ἡ ὁμωνυ μία τὴν ὁμοτιμίαν ἐνταῦθα τικτέτω, μηδὲ τὰ καταχρηστικῶς εἰρημένα κυρίως λεχθῆναι νομιζέσθω, ἐπεὶ καὶ τὸν θυμὸν καὶ τὴν ὀργὴν καὶ τἆλλα πάντα τὰ τῇ θείᾳ μὴ πρέποντα φύσει, κατα χρηστικῶς λελεγμένα, οὐκ ἄν τις εὐφρονῶν κυρίως πεφράσθαι φαίη. δῆλον γάρ ἐστιν ὅτι ἑκάστῳ χωρίῳ καὶ ἑκάστῃ λέξει ἡ 1.513 προσήκουσα καὶ ἁρμόζουσα διασάφησις προσαγομένη τὴν ἀλήθειαν ὠδίνει. Εἰπάτωσαν δέ γε καὶ οἱ εἰς τὸ ἅγιον πνεῦμα βλασφημοῦντες καὶ τῆς θείας οὐσίας αὐτὸ χωρίζοντες, πῶς ὁ θεὸς καὶ σωτὴρ ἡμῶν ἐνανθρωπήσας παρέδωκε συμπληρωτικὸν εἶναι τῆς ἁγίας τριάδος τὸ πανάγιον πνεῦμα, καὶ ἐν τῇ ἐπικλήσει
PG 121:559τοῦ θείου βα πτίσματος σὺν πατρὶ καὶ υἱῷ ὡς ἐλευθεροῦν τῶν ἁμαρτημάτων τοὺς ἀνθρώπους ἀριθμούμενον. καὶ ἐπὶ τῆς μυστικῆς τραπέζης τὸ σῶμα ἰδικὸν τῆς τοῦ υἱοῦ σαρκώσεως ἀποφαῖνον, πῶς ἂν εἴη ποιητὸν ἢ κτιστὸν ἢ τῆς δουλικῆς φύσεως, ἀλλ' οὐ τῆς δεσποτι κῆς καὶ δημιουργοῦ καὶ βασιλίδος οὐσίας συγγενὲς καὶ ὁμοούσιον τὸ ἅγιον πνεῦμα; εἰ γὰρ δοῦλον, μὴ συναριθμείσθω τῷ κτίστῃ· ἥνωται γὰρ καὶ συνηρίθμηται, ἐπειδὴ τῷ ἀκριβεῖ τῶν τοιούτων δογματιστῇ Χριστῷ πείθεσθαι προσήκει, βεβαίως καὶ ἀσφαλῶς τὰ περὶ τῆς οἰκείας οὐσίας διδάσκοντι, εἰ καὶ τοῖς πνευματομάχοις δοκεῖ, σοφωτέρους εἶναι καὶ τὰ οὐράνια πλέον εἰδέναι θεοῦ κομ πάζοντας ἢ μᾶλλον τολμηρῶς τε καὶ δυσσεβῶς ῥητορεύοντας. εἰ οὖν ὁ θεῖος Δανιὴλ ἄγγελον θεασάμενος καὶ θαυμάσας τὸ κάλλος καὶ τὸ μέγεθος τοῦ ὀφθέντος πρηνὴς ἔπεσεν, ἐκπλαγεὶς πρὸς τὸ παράδοξον τῆς θέας, ποίαν ἕξουσιν ἀπολογίαν οἱ πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι μεσιτεύειν τολμῶντες καὶ τὴν ἄρρητον φύσιν λόγοις ζυγοστατεῖν ἐπιχειροῦντες καὶ φυσιολογοῦντες; τὴν τοίνυν 1.514 ἄχρονον καὶ ἀΐδιον καὶ ἀμεσίτευτον καὶ παντὸς λόγου καὶ νοῦ κρείτ τονα πρόοδον τοῦ υἱοῦ ἀπὸ τοῦ πατρὸς γέννησιν καλοῦσιν αἱ γρα φαὶ οὐχ ἵνα πάθος ὑπογράψωσιν, ἀλλ' ἵνα τὸ ὁμοούσιον ὑποδεί ξωσιν· ὁμοούσια γὰρ τῷ ὄντι τὰ τικτόμενα τοῖς τίκτουσιν. ἵνα δὲ μὴ φαντασίαν πάθους ἐπικομίσῃ, λόγον προσαγορεύουσιν. ἵνα μὴ νεώτερος ἐπινοηθῇ, "ἐν ἀρχῇ ἦν ὁ λόγος" φασίν. εἶτα καὶ τὴν πρὸς τὸν πατέρα σχέσιν κηρύττοντες "καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν." εἶτα καὶ τὴν ἀξίαν, "καὶ θεὸς ἦν ὁ λόγος." ἐκ μὲν τοῦ υἱοῦ τὸ ὁμοούσιον, ἐκ δὲ τοῦ λόγου τὸ ἀπαθές, καὶ ἐκ μὲν τοῦ ἐν ἀρχῇ εἶναι τὸ συναΐδιον, ἐκ δὲ τοῦ πρὸς τὸν πατέρα εἶναι τὴν πρὸς αὐτὸν οἰκειότητα, διὰ δὲ τοῦ θεὸν εἶναι τὴν ἀξίαν αὐτοῦ καταμαθόντες, καὶ ἐξ ἑκάστου ὀνό ματος τὸ μὴ ἐφορμοῦν καὶ ἀπρεπὲς ἀποπεμψάμενοι, οἷον ἀπὸ μὲν τοῦ υἱοῦ τὸ νεώτερον, ἀπὸ δὲ τοῦ λόγου τὸ ἀνυπόστατον, θεὸν ἀΐδιον ὁμοούσιον καὶ ἀγαθὸν καὶ ἀχρόνως ἐκ τοῦ πατρὸς προελθόντα εἰδείημέν τε καὶ προσκυνήσαιμεν. Μετὰ θάνατον Εὐσταθίου τοῦ ἁγιωτάτου ἐπισκόπου Ἀν τιοχείας Φλαβιανὸς ὁ μέγας προχειρίζεται. τούτοις τοῖς χρόνοις ἀνεφύη καὶ ἡ τῶν Μασαλιανῶν αἵρεσις εἴτ' οὖν Εὐχιτῶν καὶ Ἐν θουσιαστῶν καὶ Λαμπετιανῶν καὶ Βογομίλων (πολυώνυμος γάρ ἐστιν αὕτη) ἀπὸ Ἀδελφιοῦ καὶ Δαδώη καὶ Σάβα καὶ Συμεῶνος τῶν αἱρεσιαρχῶν. ἀφ' ὧν ὁ μέγας Φλαβιανὸς μοναχοὺς συναθροίσας 1.515 πολλούς, καὶ τὴν αἵρεσιν ἐξαρνουμένους τόνδε τὸν τρόπον διή λεγξεν. ἐπίσημον γάρ τινα παρ' αὐτοῖς γέροντα παραλαβὼν κατ' ἰδίαν ἔφη πρὸς αὐτὸν μετὰ πανουργίας "ἡμεῖς μέν, ὦ πρεσβῦτα, τὸν πλείω βεβιωκότες βίον ἀκριβέστερον καὶ τὴν ἀνθρωπείαν ἐμά θομεν φύσιν καὶ τὰ τῶν ἀντιπάλων δαιμόνων ἔγνωμεν εὖ μάλα μηχανήματα, πείρᾳ δὲ καὶ τὴν τῆς χάριτος ἐδιδάχθημεν χορη γίαν. οὗτοι δὲ νέοι ὄντες, καὶ τούτων ἀκριβῶς οὐδὲν ἐπιστάμενοι, πνευματικωτέρων λόγων ἀκοῦσαι οὐ φέρουσιν. οὐκοῦν εἰπέ μοι, πῶς φατὲ καὶ τὸ ἐναντίον πνεῦμα ὑποχωρεῖν καὶ τοῦ παναγίου πνεύματος τὴν χάριν ἐπιφοιτᾶν διὰ τῆς ὑμετέρας εὐχῆς καὶ ἐπι τηδεύσεως;" ὁ δὲ τοῖς λόγοις τούτοις καταθελχθεὶς ἐξήμεσεν ἅπαντα τὸν κεκρυμμένον ἰὸν καὶ ψυχοφθόρον, καὶ φησίν "οὐδε μίαν μὲν ἐκ τοῦ βαπτίσματος ἴσμεν ὠφέλειαν τοῖς ἀξιουμένοις ἐγγί νεσθαι, μόνην δὲ τὴν σπουδαίαν εὐχὴν τὸν ἔνοικον καὶ συνουσιω μένον δαίμονα ἐξελαύνειν. ἕλκει γὰρ ἕκαστον τῶν τικτομένων ἐκ τοῦ προπάτορος ὥσπερ τὴν φύσιν, οὕτω δὴ καὶ τὴν τῶν δαιμόνων δουλείαν, ὧν ὑπὸ τῆς σπουδαίας εὐχῆς ἐλαυνομένων ἐπιφοιτᾷ λοι πὸν τὸ ἅγιον πνεῦμα ὁρατῶς καὶ αἰσθητῶς, καὶ τὴν οἰκείαν παρ ουσίαν φανερώτατα σημαῖνον, τὸ μὲν σῶμα τῆς ἐμπαθοῦς κινή σεως ἐλευθεροῦται παντελῶς, ἡ δὲ ψυχὴ τῆς ἐπὶ τὰ χείρω ῥοπῆς τέλεον ἀπαλλάττεται, ὡς μηκέτι δεῖσθαι λοιπὸν μήτε νηστείας πιεζούσης τὸ σῶμα μήτε διδασκαλίας χαλινούσης τὴν ψυχὴν καὶ τὸν νοῦν ἀπὸ πάσης ἐνεργείας πονηρᾶς καὶ ἐνθυμήσεως.
PG 121:561οὐ μόνον 1.516 δὲ τῶν τῆς ψυχῆς καὶ τοῦ σώματος ὁ τοιοῦτος ἀπαλλάττεται αἰ σχίστων παθῶν καὶ σκιρτημάτων, ἀλλὰ καὶ τὰ μέλλοντα σαφῶς προλέγει καὶ τὴν ἁγίαν τριάδα ὀφθαλμοφανῶς θεωρεῖ καὶ θεολο γίας καὶ θείων μυστηρίων ἀξιοῦται." οὕτως ὁ θεῖος Φλαβιανὸς τὴν δαιμονιώδη αἵρεσιν ἀνορύξας ἔφη πρὸς τὸν δυσσεβέστατον γέροντα "πεπαλαιωμένε κακῶν ἡμερῶν, ἤλεγξέ σε τὸ σὸν μιαρώτατον στόμα, καὶ οὐκ ἐγώ, καὶ τὰ σὰ διεφθαρμένα καὶ ἀκάθαρτα χείλη καταμαρτυροῦσί σου." φανερωθείσης δὲ τῆς σατανικῆς καὶ βδελυρᾶς ἀπάτης καὶ αἱρέσεως ταύτης, τῆς μὲν Συρίας ἐξη λάθησαν, εἰς δὲ τὴν Παμφυλίαν ἀνεχώρησαν καὶ ταύτην τῆς λώβης ἐπλήρωσαν, νῦν δὲ σχεδὸν εἰπεῖν καὶ τὴν πλείονα δύσιν. Τῷ καʹ ἔτει τῆς βασιλείας τοῦ μεγάλου Κωνσταντίνου δια βάλλουσι Σαπώρην τὸν βασιλέα Περσῶν κατὰ Χριστιανῶν, καὶ γίνεται διωγμὸς ὡς πλείους τῶν δεκαοκτὼ χιλιάδων ὑπ' αὐτοῦ ἀναιρεθῆναι. ἡ δὲ αἰτία τῆς διαλύσεως τῆς μεταξὺ Ῥωμαίων καὶ Περσῶν γενομένης εἰρήνης γέγονε δι' αἰτίαν τοιαύτην. Μη τρόδωρός τις Περσογενὴς προσποιησάμενος φιλοσοφεῖν ἀπῆλθεν ἐν Ἰνδίᾳ καὶ τοὺς Βραχμᾶνας, καὶ χρησάμενος ἐγκρατείᾳ πολλῇ γέγονεν αὐτοῖς σεβαστός. εἰργάζετο δὲ ὑδρομύλους καὶ λοετρά, μέχρι τότε μὴ γνωριζόμενα παρ' αὐτοῖς. οὗτος ἐν τοῖς ἀδύτοις ὡς εὐσεβὴς εἰσιὼν λίθους τιμίους καὶ μαργαρίτας πολλοὺς ὑφεί λετο. ἔλαβε δὲ καὶ παρὰ τοῦ βασιλέως τῶν Ἰνδῶν, ὥστε τῷ βα σιλεῖ δῶρα κομίσαι· καὶ ἐπανελθὼν εἰς τὸ Βυζάντιον δέδωκε ταῦτα 1.517 ὡς ἴδια τῷ βασιλεῖ. θαυμάζοντι δὲ αὐτῷ ἔφη καὶ ἄλλα διὰ γῆς προπέμψαι, ἀλλ' ἀφαιρεθῆναι ὑπὸ Περσῶν. γράφει οὖν ἀπο τόμως Κωνσταντῖνος πρὸς Σαπώρην, ἀποσταλῆναι αὐτά, καὶ δεξάμενος οὐκ ἀνταπέστειλε. διὰ τοῦτο ἐλύθη ἡ εἰρήνη. ἐκ τούτων οὖν τῶν λίθων ἔργον ποιήσας ὁ βασιλεὺς ἀπέστειλε τοῖς πέραν τοῦ Δαννουβίου ἔθνεσιν, ἐπιγράψας τῷ μείζονι τὸ δῶρον· ὅπερ γέγονεν αὐτοῖς ὀλέθρου αἴτιον διὰ τὴν ἐπιγραφήν. φασὶ δὲ αὐτὸν πρῶτον πάντων τῶν βασιλέων διαδήματι χρήσασθαι καὶ μαργαρίταις καὶ ἄλλοις λίθοις περιεργότερον κοσμηθῆναι. ἀλλὰ καὶ πτύχας εὐαγγελίων χρυσᾶς διὰ μαργάρων καὶ λίθων κατα σκευάσας ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ προσήγαγε, θαύματος ἀξίας. ἐν τούτῳ τῷ χρόνῳ καὶ ἡ ἁγία καὶ μακάρια Ἑλένη πρὸς κύριον ἐκδημεῖ, ἐτῶν οὖσα πʹ, καὶ ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων θάπτεται πρώτη, πολλὰ τῷ ἰδίῳ υἱῷ περὶ τῆς εἰς Χριστὸν εὐσε βείας παραγγείλασα. Τῷ κβʹ ἔτει Κωνσταντῖνος ὁ εὐσεβέστατος κατὰ Γερμανῶν καὶ Σαυροματῶν καὶ Γότθων στρατεύσας νίκην ἤρατο κραταιὰν διὰ τῆς τοῦ σταυροῦ δυνάμεως, καὶ τούτους εἰς ἐσχάτην ἤγαγε δουλείαν. καὶ Δρεπανᾶν τὸν ἐν Νικομηδείᾳ ἐπικτίσας εἰς τιμὴν Λουκιανοῦ τοῦ ἐκεῖσε μαρτυρήσαντος Ἑλενούπολιν διὰ τὴν μητέρα ἐκάλεσεν. Τῷ κγʹ καὶ δʹ καὶ εʹ ἔτει τὸ ἐν Ἀντιοχείᾳ ὀκτάγωνον κυρια κὸν ἤρξατο οἰκοδομεῖσθαι. καὶ αὐτὸς τὸν Δάνουβιν περάσας γέφυραν ἐν αὐτῷ λιθίνην πεποίηκε, καὶ τοὺς Σκύθας ὑπέταξε, 1.518 καὶ τὸν φόρον ἔκτισε μετά γε τῶν δύο μεγάλων ἐμβόλων, καὶ ἐν αὐτῷ τῷ φόρῳ κίονα μονόλιθον καὶ ὁλοπόρφυρον ἔστησεν, ἐκ Ῥώμης ἀγαγών, ἐκδήσας αὐτὸν διὰ χαλκῶν ζωνῶν γεγραμμένων. ἱδρύσατο δὲ ἐπάνω αὐτοῦ ἀνδριάντα ἐπ' ὀνόματι αὐτοῦ, ἐν ᾧ γέγραπται "Κωνσταντῖνος." ἔλαμψεν ἡλίου δίκην, ὃς ἦν ἔργον μὲν Φειδίου, ἤχθη δὲ ἐξ Ἀθηνῶν. καὶ τὰς ἑπτὰ σπυρίδας καὶ τοὺς ιβʹ κοφίνους, ἐν οἷς Χριστὸς ὁ θεὸς ἡμῶν ἐθαυματούργησεν, ὑπὸ τὴν βάσιν τοῦ κίονος ἔθετο. καὶ τὰ λείψανα δὲ τῶν ἁγίων ἀποστόλων Λουκᾶ καὶ Τιμοθέου καὶ Ἀνδρέου διὰ τοῦ ἁγίου μάρ τυρος Ἀρτεμίου ἐν τῇ πόλει εἰσήγαγε. Τῷ κ ʹ καὶ κζʹ ἔτει αὐτοῦ τὴν κατὰ τῶν εἰδώλων καὶ τῶν ναῶν αὐτῶν κατάλυσιν ἐπέτεινε, τὰς δὲ εἰσόδους αὐτῶν ταῖς ἐκ κλησίαις τοῦ θεοῦ ἐκύρωσε. τότε καὶ ἡ ἐν Νικομηδείᾳ βασιλικὴ πυρὶ θείῳ ἐφλέχθη. Τῷ κηʹ ἔτει αὐτοῦ ὁ δυσσεβὴς Ἄρειος ἐπιπλάστῳ μετανοίᾳ καὶ λόγοις ἀπατηλοῖς μετὰ τὴν καθαίρεσιν αὐτοῦ καταγοητεύσας τὰς ἀκοὰς τοῦ γαληνοτάτου βασιλέως, καὶ δύο βιβλία λαβών,
PG 121:563τὸ μὲν ἓν τὴν ἑαυτοῦ διεστραμμένην περιέχον δόξαν ταῖς ἰδίαις χερσὶ γράψας ἐν κρυφῇ κατεῖχε, τὸ δὲ ἕτερον δι' ἀλλοτρίας χειρὸς ὁμοφώνως τῇ ἐν Νικαίᾳ ἐκτεθείσῃ πίστει γεγραφώς, καὶ τοῦτο ἐπιδοὺς τῷ βασιλεῖ, καὶ διομνύμενος ἦ μὴν οὕτως πιστεύειν ὥσπερ δὴ καὶ ἔγραψεν, οὕτω συνήρπασε τῇ αὐτοῦ δολιότητι τὸν βασιλέα ὥστε κελεῦσαι τοῦτον ἀνυπερθέτως ὑπὸ Ἀλεξάνδρου τοῦ ἀρχιε ρέως εἰς κοινωνίαν ἐπὶ τῆς ἐκκλησίας προσδεχθῆναι. ἀγωνιάσας 1.519 τοίνυν ὡς εἰκὸς ὁ ἀρχιερεύς, καὶ δι' ὅλης τῆς νυκτὸς δεηθεὶς τοῦ θεοῦ, εὐχῆς ἔργον αὐτὸν ἐποιήσατο. τῇ γὰρ ἑξῆς ὁ ἀνόσιος μετὰ φαντασίας καὶ γαυριάματος εἰς τὴν ἐκκλησίαν προερχόμενος, ἐπειδὴ ἐν τῷ φόρῳ πλησίον τοῦ λεγομένου Σενάτου ἐγένετο, τῆς γαστρὸς νυξάσης αὐτὸν τοῖς ἐκεῖσε ἀφεδρῶσιν ἀποκεχωρηκὸς ἀγ γελικῇ κατασπᾶται χειρί, τῆς τε κοιλίας αὐτοῦ καὶ τῶν σπλάγχνων σὺν τῇ ψυχῇ ῥαγέντων καὶ εἰς ἀφεδρῶνας καταβληθέντων. Τῷ κηʹ ἔτει λιμὸς μέγας ἐγένετο ἐν τῇ ἀνατολῇ, ὁ δὲ βασι λεὺς σῖτον πολὺν ἀποστείλας τοῦτον ἤμβλυνε. μόνη δὲ ἡ Ἀντιό χεια λ ʹ χιλιάδας σίτου κατ' ἔτος ἐλάμβανε. σεισμοῦ δὲ ἐν Κύ πρῳ γενομένου Σαλαμὶν ἡ πόλις κατέπεσε καὶ ἱκανὸν πλῆθος διέ φθειρε. Τῷ κθʹ ἔτει Δαλμάτιος Καῖσαρ ἀνηγορεύθη. Καλόκαιρος δὲ ἐν Κύπρῳ τυραννήσας ἐν Ταρσῷ τῆς Κιλικίας ὑπὸ Δαλματίου ζῶν κατακαίεται. Τῷ λγʹ τῆς αὐτοῦ βασιλείας ὁ μέγας Κωνσταντῖνος τελευτᾷ. κινήσας γὰρ κατὰ Περσῶν ἀπὸ Νικομηδείας ἐν τοῖς Πυθίοις αὐ τομάτοις θερμοῖς παραγίνεται. καὶ κακωθείς, ἐκεῖθέν τε δι' Ἑλενουπόλεως ἐν τῷ χάρακι ἐλθών, πυρετοῦ λαβροῦ κατασχόντος αὐτὸν ἐτελεύτησεν, μετὰ θʹ ἔτος τοῦ οἰκισμοῦ καὶ ἐγκαινισμοῦ Κωνσταντινουπόλεως. καὶ ἀπετέθη ἐν λάρνακι πορφυρᾷ ἤτοι Ῥωμαίῳ, αὐτός τε καὶ ἡ μήτηρ αὐτοῦ Ἑλένη πρὸ δώδεκα ἐτῶν τῆς αὐτοῦ τελευτῆς ἀποθανοῦσα καὶ ἡ γυνὴ αὐτοῦ Φαῦστα, θυ γάτηρ Μαξιμιανοῦ τοῦ Ἑρκουλίου, καταλείψας ἐν βασιλείᾳ τρεῖς 1.520 υἱούς, Κωνστάντιον καὶ Κωνσταντῖνον καὶ Κώνσταντα, διορισά μενος Κωνστάντιον μὲν ἔχειν τὰ Θρᾴκης καὶ ἑῴας μέρη, Κων σταντῖνον δὲ τὰ πρὸς Ὠκεανὸν ἑσπέρια, Κώνσταντα δὲ Κρήτην Ἀφρικὴν καὶ τὸ Ἰλλυρικόν. δόξα δὲ κατέσχε τελευτῆσαι μὲν τὸν μέγαν Κωνσταντῖνον φαρμάκῳ δηλητηρίῳ ἐπιβουλῇ τῶν ἀδελφῶν, διὸ καὶ αὐτὸν τοῦτο δι' αὐτογράφου ἐπισκῆψαι τῷ παιδί, ἐκδι κῆσαί τε καὶ φυλάξασθαι τοὺς ἀνελόντας αὐτὸν θείους· λαβόντα δὲ τὴν τοιαύτην γραφὴν Εὐσέβιον τὸν Νικομηδείας ἐπίσκοπον ἀπο δοῦναι Κωνσταντίῳ ἐκ τῆς ἑῴας ἄρτι παραγενομένῳ, ἔνθεν τε γενέσθαι αὐτὸν καὶ ἐπίσκοπον Κωνσταντινουπόλεως. τὸ δὲ τού τους ἀναιρεθῆναι, ἐπεί τοι ἀλόγιστος σαφῶς ἡ ἀθρόα πάντων αὐτῶν ἀναίρεσις τούτῳ ἐδόκει, δέον ἔκρινε μὴ ἄνευ λόγου τοῦτο ποιῆσαι. ἐτελεύτησε δὲ ὁ μέγας Κωνσταντῖνος εὐσεβῶς βασιλεύ σας ἔτη λβʹ καὶ μῆνας ιʹ, ζήσας τὰ πάντα ἔτη ξεʹ. Κωνστάντιος ἐβασίλευσενἔτη κδʹ, Κώνστας ἔτη ιζʹ. Κων σταντῖνος δὲ ταχὺ τετελεύτηκε τρόπῳ τοιῷδε. πρὸς τὸν ἀδελφὸν Κωνστάντιον κοινωσόμενος ᾔει περί τινων μετὰ πολλῆς ἰσχύος καὶ δυνάμεως, ὃ τὸν Κωνστάντιον εἰσῆγεν εἰς ἔκπληξιν μή τι νεωτε ρίσων ἀφικνῆται εἰς αὐτόν· καὶ πονηρῶν συμβουλῶν ἐπιτυχὼν καὶ πρὸς πόλεμον ἐρεθιζόντων αὐτὸν ἐξῆλθε κατ' αὐτοῦ. καὶ συρραγέντος πολέμου ἐν τοῖς ἐσχάτοις τῶν φευγόντων εὑρεθεὶς ὁ Κωνσταντῖνος ἀναιρεῖται, τρίτος ὢν ἀδελφός, καὶ γίνεται Κων στάντιος ἐγκρατὴς πάντων τῶν ἑσπερίων. ἦν δὲ ̣στα´̣τ̣ 1.521 τὴν τοῦ σώματος ἀναδρομὴν εὐμήκης καὶ ἐπίξανθος, χαροπὸς τὴν ὄψιν, εὐμετάβολος τὴν γνώμην, σώφρων τὰ πρὸς ἀφροδίσια, φίλοις συναναστρεφόμενος, ἐγκρατὴς τὰ πρὸς τροφήν, εὐμενὴς πρὸς τὰς αἰτήσεις καὶ κρίσεις τῶν ὑπηκόων· ὀπωρῶν καθάπαξ ἀφέστηκεν. ἐν δὲ ταῖς τῶν ἡγεμόνων φιλοτιμίαις τὸ πρέπον ἀεὶ διετήρει. οὐδένα δὲ μὴ παιδείας μετέχοντα τῇ γερουσίᾳ κατέ λεγεν, ὡς καὶ τὸ εἴρειν λόγον καὶ μέτροις γράφειν ἐπίστασθαι, ἑνὶ μόνῳ νοσήματι τῇ κακοδοξίᾳ ἡττώμενος. Τῷ βʹ ἔτει τῆς βασιλείας αὐτοῦ Δαλμάτιος
PG 121:567Καῖσαρ ὑπὸ στρατιωτῶν ἀναιρεῖται, οὐ κελεύσαντος Κωνσταντίου, ἀλλ' οὐδὲ κωλύσαντος τὴν σφαγήν. ἔμελλον δὲ συναναιρεῖσθαι Γάλλος καὶ Ἰουλιανὸς οἱ Κωνσταντίου τοῦ ἀδελφοῦ τοῦ μεγάλου Κωνσταντί νου παῖδες. ἀλλὰ τὸν μὲν Γάλλον νόσος, τὸν δὲ Ἰουλιανὸν ἡ νηπιότης διέσωσεν· ὀκταετὴς γὰρ ἦν. Κωνστάντιος δὲ πρότερον δεχόμενος τὸ ὁμοούσιον ὕστερον μετέθετο κουφότητι γνώμης καὶ ἀπάτῃ τοῦ Ἀρειανοῦ πρεσβυτέρου καὶ Εὐσεβίου τοῦ τῶν εὐνούχων πρωτεύοντος καὶ Εὐσεβίου Νικομηδείας. Τῷ γʹ ἔτει Κωνσταντῖνος ἐπελθὼν τοῖς Κώνσταντος τοῦ ἰδίου ἀδελφοῦ μέρεσιν καὶ συμβαλὼν πόλεμον ἀνῃρέθη ὑπὸ τῶν στρατιωτῶν, ὡς προλέλεκται. Κωνστάντιος δὲ τῆς ἑῴας βασι λεύων Γάλλον καὶ Ἰουλιανὸν παιδευθῆναι παρέδωκεν ἐν χώρᾳ κα λουμένῃ δὴ Μακελίῳ, πλησίον Καισαρείας Καππαδοκίας. Οὗτοι οἱ δύο ἀδελφοὶ ἀναγνῶσται γεγόνασι, καὶ ἐκκλησίαν κτίσαι τῷ ἁγίῳ μάρτυρι Μάμαντι προεθυμήθησαν. ἐν ᾧ δὲ μέρει κτίζειν 1.522 Ἰουλιανὸς ἔλαχε, τοῦτο ἡ γῆ οὐκ ἐδέχετο. ἀποκειράμενος δὲ τὰς τρίχας μοναχικὴν ἄσκησιν ὑπεκρίνατο, Κωνστάντιος δὲ καὶ Κώνστας ἐνομοθέτησαν Ἰουδαῖον μὴ ὠνεῖσθαι δοῦλον, ἐπεὶ ἀφαιρεῖσθαι αὐτὸν εἰς τὸν δημόσιον λόγον· εἰ δὲ καὶ περιτεμεῖν τολ μήσει δοῦλον, ξίφει τιμωρεῖσθαι καὶ τὴν τούτου δημεύεσθαι οὐσίαν. Τῷ δʹ καὶ εʹ ἔτει Ἀντιόχεια ὑπὸ σεισμοῦ μεγάλου ἐπὶ τρισὶν ἡμέραις ἐκινδύνευε. Τῷ ʹ ἔτει Κωνστάντιος Ἀσσυρίους νικήσας ἐθριάμβευσε, Σαπώρης δὲ ὁ τῶν Περσῶν βασιλεὺς τοὺς Χριστιανοὺς ἐδίωκε, Κώνστας δὲ ἐν τῇ δύσει Φράγγους ἐπόρθησε. τούτῳ τῷ ἔτει Δί δυμός τις ἐλλόγιμος ἀνὴρ ἀπὸ ὀμμάτων ἐγνωρίζετο. τούτῳ ἐντυ χὼν ὁ μέγας Ἀντώνιος ἐν Ἀλεξανδρείᾳ εἶπε πρὸς αὐτόν "μηδὲν ταραττέτω σε ἡ ἀποβολὴ τῶν ὀμμάτων· τοιοῦτοι γάρ σε λείπουσιν ὀφθαλμοὶ οὓς καὶ μυῖαι καὶ κώνωπες βλάψαι ἰσχύουσι. χαῖρε δὲ ὅτι ἔχεις ὀφθαλμοὺς οἷς καὶ ἄγγελοι βλέπουσι." Τῷ ζʹ ἔτει σεισμοῦ μεγάλου γενομένου Νεοκαισάρεια ποντι σθεῖσα κατεπτώθη πλὴν τῆς ἐπισκοπῆς καὶ τῆς ἐκκλησίας. τότε καὶ Παῦλος ὁ ὁμολογητὴς χειροτονεῖται ἐπίσκοπος Κωνσταντινου πόλεως. Τῷ ηʹ ἔτει σεισμοῦ μεγάλου γενομένου Ῥόδος ἡ νῆσος κατέ πεσε. Τῷ θʹ ἔτει Δυρράχιον πόλις τῆς Δαλματίας ὑπὸ σεισμοῦ διεφθάρη, καὶ Ῥώμη ἐν τρισὶν ἐκινδύνευσεν ἡμέραις σειομένη, 1.523 τῆς δὲ Καμπανίας ιβʹ πόλεις διεφθάρησαν. ἐλθὼν δὲ Κωνστάν τιος εἰς τὸ Βυζάντιον Παῦλον τὸν ἐπίσκοπον τοῦ θρόνου ἀπήλασε, καὶ τὸν ἀσεβέστατον Εὐσέβιον τὸν Νικομηδείας εἰσήγαγε λῃστρικῶς καὶ ἀθέσμως, τὸ τῶν κακῶν καταγώγιον. καὶ συντελεσθεῖ σαν τὴν τοῦ θεοῦ μεγάλου ἐκκλησίαν ὑπὸ Κωνσταντίου κατὰ τὴν ἐνδιάθηκον ἐντολὴν τοῦ μεγάλου Κωνσταντίνου Εὐσέβιος ἐγκαι νίζει, καὶ τὰ λείψανα ἀπὸ Ἀντιοχείας κομίζει καὶ ἐν αὐτῷ κατα τίθησι τοῦ ἁγίου μάρτυρος Παμφίλου καὶ τῶν σὺν αὐτῷ, Θεο δούλου Πορφυρίου καὶ Παύλου. Ἀλεξανδρεῖς δὲ Γρηγόριον λῃ στρικῶς ἐπιβάντα τοῦ θρόνου Ἀλεξανδρείας καὶ τὸν μέγαν Ἀθανάσιον ἀποδιώξαντα ἐπὶ ἓξ ἔτεσιν ἀνεῖλον. καὶ χειροτονεῖται ὑπὸ Ἀρειανῶν Γεώργιος Ἀρειανός, τέρας τι Καππαδόκειον. Τῷ ιʹ ἔτει Κωνστάντιος τὸν ἐν Σελευκείᾳ τῆς Συρίας λιμένα πεποίηκεν, ὄρος ἐπὶ πολὺ διατεμών, καὶ τὴν πόλιν ἀνῳκοδόμησε. καὶ τὴν Ἀντάραδον ἐν Φοινίκῃ ἔκτισεν, ἣν Κωνσταντείαν ὠνό μασε. τῷ δ' αὐτῷ ἔτει ἔκλειψις ἐγένετο ἡλίου, μηνὶ Δαισίῳ ʹ, ἡμέρας ὥρᾳ τρίτῃ. καὶ οἱ ἀπελαθέντες ὀρθόδοξοι ἐπίσκοποι ἅμα Ἀθανασίῳ τὴν Ῥώμην καταλαμβάνουσιν. Τῷ δὲ ιαʹ ἔτει γράμμασιν Ἰουλίου τοῦ πάπα Ῥώμης θαρρήσαντες τοὺς ἰδίους θρόνους κατέλαβον. Κωνστάντιος δὲ ἐν Ἀν τιοχείᾳ διάγων τούτους ἀπήλασεν ὑποβολῇ τῶν Ἀρειανῶν. Τῷ ιβʹ ἔτει σεισμὸς μέγας ἐγένετο ἐν Βηρυτῷ τῆς Φοινίκης, ὡς τὸ πλεῖον τῆς πόλεως πεσεῖν. 1.524 Τῷ ιγʹ ἔτει Σαπώρης Πέρσης τὴν Νίσιβιν πόλιν ποικίλως παρακαθεσθείς, τόν τε ποταμὸν κατὰ τῆς πόλεως κινήσας καὶ
PG 121:569παντοίας μηχανὰς ποιήσας ἡττήθη, καὶ φεύγων εἰς τὴν οἰκείαν ὑπεχώρησε, τὸ πλεῖστον τοῦ λαοῦ αὐτοῦ ἀπολέσας. Τῷ ιδʹ ἔτει Κωνστάντιος τὸν ἀνεψιὸν Γάλλον Καίσαρα ἀναγορεύσας καὶ Κωνστάντιον μετονομάσας ἐν τῇ ἀνατολῇ ἀπέ στειλεν. Τῷ ιεʹ ἔτει οἱ ἐν τῇ ἀνατολῇ τῆς Παλαιστίνης Ἰουδαῖοι ἀντῆραν, καὶ πολλοὺς τῶν Ἑλλήνων ἐθνῶν τε καὶ Σαμαρειτῶν ἀνεῖλον. ἀλλὰ καὶ αὐτοὶ παγγενεὶ ὑπὸ Ῥωμαίων ἀνῃρέθησαν, καὶ ἡ πόλις αὐτῶν Διοκαισάρεια ἠφανίσθη. τῷ αὐτῷ ἔτει ὁ μέγας Ἀθανάσιος ὑπὸ Κωνσταντίου κατὰ τὴν Βρεττανίαν ἐξο ρίζεται, καὶ Φῆλιξ ἀντ' αὐτοῦ χειροτονεῖται. ἐν Μεδιολάνοις δὲ σύνοδος τῶν πατέρων συναθροισθεῖσα πάλιν ἄπρακτος δια λύεται. Τῷ ιηʹ ἔτει Γάλλος τυραννίδα μελετήσας κτείνει Δομετια νὸν ἔπαρχον τῆς ἑῴας καὶ Μάγνον κοιαίστωρα, τὰ τῆς ἐπιβουλῆς Κωνσταντίῳ μηνύσαντα· ὃν μεταπεμψάμενος Κωνστάντιος περὶ Θαλαμῶνα τὴν νῆσον ἀναιρεῖ. τὸν δὲ τούτου ἀδελφὸν Ἰουλιανὸν ἐν φρουρᾷ κατέσχεν. Εὐσεβία δὲ ἡ γαμετὴ τοῦ βασιλέως τοῦτον ἐξαιτησαμένη ἐν Ἀθήναις πέμπει. τὴν Ἑλλάδα δὲ περιερχόμενος ἐφέσει τῆς βασιλείας μάντεις ἐπεζήτει καὶ χρησμολόγους, εἰ τεύ ξεται τοῦ ποθουμένου. καὶ δὴ περιτυγχάνει ἀνθρώπῳ δυσσεβεῖ ταῦτα προλέγειν ὑπισχνουμένῳ, ὃς τοῦτον εἴς τινα τῶν εἰδωλικῶν 1.525 καταδύσεων καταγαγὼν τοὺς ἀπατεῶνας ἐκάλεσε δαίμονας. ἐκεί 1.525 νων δὲ μετὰ τῆς συνήθους φαντασίας ἐπιφανέντων, ἠνάγκασε τοῦτον ὁ φόβος ἐπιθεῖναι τῷ μετώπῳ τοῦ σταυροῦ τὸ σημεῖον· ὅπερ ἰδόντες ἀφανεῖς αὐτίκα γεγόνασι. συνεὶς οὖν ὁ γόης ἐκεῖνος τῆς φυγῆς τὴν αἰτίαν ἐπεπέμψατο τούτῳ λέγων "οὐ φοβηθέντες, ὡς σὺ νομίζεις, ἀλλὰ βδελυξάμενοι τὸ παρά σου γενόμενον ἐχώ ρησαν." οὕτω βουκολήσας τὸν αἰχμάλωτον ἐμύησέ τε καὶ τοῦ μύσους ἐνέπλησεν· αἵμασι γὰρ μυσαροῖς ἀπολουσάμενον τὸ θεῖον βάπτισμα, ἡ τῆς βασιλείας ἐπιθυμία τῆς εὐσεβείας ἐγύμνωσε τὸν τρισάθλιον. Μετὰ μικρὸν δὲ τῆς βασιλείας κρατήσας ὁ ἀσεβέστατος Ἰουλιανὸς προφανῶς λοιπὸν καὶ ἀναιδῶς κατὰ τῆς εὐσεβείας ὡπλίζετο. καὶ πρῶτον μὲν τὰς ἐν τῇ πόλει καὶ τὰς ἔξωθεν πηγὰς ταῖς μυσαραῖς θυσίαις ἐμόλυνεν, ὅπως ἕκαστος μεταλαμβάνων τοῦ νάματος μεταλαγχάνῃ καὶ τοῦ μύσους. ἔπειτα δὲ καὶ τὰ κατὰ τὴν ἀγορὰν προκείμενα τοῦ μιάσματος ἐνεπίμπλη· περιερραίνοντο γὰρ καὶ ἄρτοι καὶ κρέα καὶ ὀπῶραι καὶ λάχανα καὶ τἆλλα ὅσα ἐδώδιμα. ταῦτα οὖν ὁρῶντες οἱ Χριστιανοὶ ἔστενον μὲν καὶ ὠλόλυζον ἐπὶ τοῖς γινομένοις, μετελάμβανον δὲ ὅμως, ἀποστολικῷ νόμῳ πειθόμενοι τῷ φάσκοντι "πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν." οὗτος ὁ παμ μίαρος Ἰουλιανὸς τοὺς Ἰουδαίους κατὰ Χριστιανῶν ἐξοπλίζων ἤρετο τούτους, διὰ τί θύειν τοῦ νόμου κελεύοντος οὐ θύετε; τῶν δὲ τὸν ἐν Ἱεροσολύμοις ναὸν καὶ τὴν ἐκεῖσε περιγεγραμμένην λα 1.526 τρείαν προβαλλομένων, αὐτίκα προσέταξεν ὁ θεομάχος ἀνεγεῖραι τὸν κατ' ὀργὴν καὶ γνώμην θεοῦ καταλυθέντα ναόν. καὶ τοῦτο μετὰ πολλῆς χαρᾶς ἀκούσαντες ἅπασι τὰ προστεταγμένα τοῖς κατὰ τὴν οἰκουμένην ὁμοφύλοις ἐδήλωσαν. καὶ οἱ μὲν πανταχόθεν συνέτρεχον, χρήματα καὶ προθυμίαν εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ συνεισφέροντες· ὁ δὲ συναπέστειλεν αὐτοῖς καὶ ἄρχοντας καὶ πολ λὴν ὑπηρεσίαν καὶ συνδρομήν· σκαπάνας γὰρ καὶ ἄμας ἀργυρᾶς ἔπεμψε τοῖς ἀντιθέοις Ἰουδαίοις. καὶ ἐπεὶ ὀρύττειν ἤρξαντο, ἐξαπίνης ἄνεμοι βίαιοι πνεύσαντες ἀθρόως ἅπαντα διεσκόρπισαν. καὶ τὰ λοιπὰ πεπόνθασι δεινὰ ἃ ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἀναγράψομαι. Εἰσελθὼν δὲ ὁ κατάρατος ἐν Περσίδι πέμπει δαίμονα πρὸς τὴν δύσιν τοῦ ἐνεγκεῖν αὐτῷ ἐκεῖθεν ἀπόκρισιν διὰ τάχους. ἐκω λύθη δὲ τῆς πρόσω πορείας ὑπό τινος μονάζοντος ἐπὶ ἡμέρας δέκα. καὶ μὴ δυνάμενος ὁ δαίμων προβῆναι πάλιν πρὸς τὸν Ἰουλιανὸν ὑπέστρεψεν. ὁ δὲ τὴν αἰτίαν τῆς βραδύτητος ἠρώτησεν· ἀπε κρίθη δὲ αὐτῷ ὁ δαίμων "καὶ ἐβράδυνα καὶ ἄπρακτος ἔμεινα. ἐκδεχόμενος γὰρ
PG 121:573Πούπλιόν τινα μονάζοντα, εἴ πως παύσεται τῆς προσευχῆς, καὶ μὴ παυσάμενος ἡμέρας δέκα ἐκώλυσέ με ποιῆσαι τὸ θέλημά σου." καὶ τοῦτο ἀκούσας Ἰουλιανὸς καὶ σφόδρα ἀγα νακτήσας προσηπείλησε μετὰ τὴν ὑποστροφὴν ἐξολοθρεῦσαι τὸ τῶν μοναχῶν γένος. ὅπερ μαθών τις τῶν μεγιστάνων αὐτοῦ καὶ θαυμάσας, ἐπανελθὼν διένειμε τὰ ὑπάρχοντα αὐτοῦ πάντα πέ νησι καὶ ἀπῆλθε πρὸς τὸν γέροντα. καὶ γενόμενος δόκιμος μο 1.527 ναχὸς πᾶσιν ἔλεγε τὴν ἰσχὺν τῶν μοναζόντων, ἣν ἔλαβον κατὰ τῶν σκοτεινομόρφων δαιμόνων. Ἐν δὲ Κάραις, τῇ παρὰ τοῦ Κάρου τοῦ βασιλέως κτισθείσῃ πόλει, τὴν πρὸς Πέρσας ποιούμενος πορείαν, εἰσελθὼν καὶ ἔν τινι καταδύσει θυσίας ἀκαθάρτους ἐπιτελέσας, κλεῖθρα καὶ σήμαντρα ταῖς θύραις ἐπέθηκε καὶ φύλακας ἐπέστησεν· ἥνπερ ἀνοίξαντες μετὰ τὴν ἐκείνου πτῶσιν, εὗρον γύναιον ἐκ τῶν τριχῶν κρεμάμε νον καὶ ἐκτεταμένας ἔχον τὰς χεῖρας, ἧς ἀνασχίσας ὁ ἄσπλαγχνος τὴν γαστέρα τὴν κατὰ Περσῶν δήπουθεν ἔγνω διὰ τοῦ ἥπατος νίκην. ἐν δὲ Ἀντιοχείᾳ πολλὰ μὲν κιβώτια ἐν τοῖς βασιλείοις κεφαλῶν ἀνθρώπων πεπληρωμένα, πολλὰ δὲ φρέατα νεκρῶν σω μάτων εὗρον πεπλησμένα· καὶ γὰρ μυρίας μὲν γυναῖκας ἐν γαστρὶ ἐχούσας ἀνατεμὼν καὶ ἐν τοῖς ἐμβρύοις ἡπατοσκοπούμενος, καὶ πολλὰ παιδία κατασφάξας, ὑπὸ τὰ εἴδωλα κατώρυξεν ὁ φιλείδω λος Ἰουλιανός. πολλὴν δὲ καὶ ἄλλην λογικὴν ἀγέλην ἐκ ποικίλων ἡλικιῶν διαφόροις ὑπέβαλε θανάτοις ἐπ' ὀνόματι Ποσειδῶνος καὶ τῶν λοιπῶν δαιμόνων ὁ δαιμονιώδης καὶ θεομίσητος. Oὐ μὴν δὲ ἀλλὰ καὶ ἵππους λευκούς τε καὶ πυρροὺς ἔθυε, τοὺς μὲν τῷ ἡλίῳ τοὺς δὲ τῷ πυρὶ καὶ τοῖς ἀνέμοις. καὶ πρὸς τούτοις κύνας καὶ πιθήκους καὶ κόρακας καὶ πᾶν σχεδὸν ἑρπετῶν εἶδος καὶ τετραπό δων θηρίων τε καὶ τῶν ἄλλων πτηνῶν καὶ νηκτῶν οὐ διέλειπε κατασφάττων καὶ τελετὰς παντοίας ἐπινοῶν πλείους καὶ χείρους τῶν παρ' Ἕλλησι νενομισμένων, πρὸς τὸ πάντας τοὺς πρὸ αὐτοῦ ἑλληνίσαντας ὑπερακοντίσαι, διὰ τῶν τοιούτων οἰόμενος ὁ ἄθεος 1.528 ἀποθεωθῆναι καὶ θεὸς νομισθῆναι. ἀλλὰ τὰ περὶ τούτου ἐν τῇ τάξει τῆς αὐτοῦ θεοστυγοῦς βασιλείας ὡς οἷόν τε διὰ βραχέων λέξομεν. ὁ δὲ λόγος πρὸς τὰ ἑξῆς βαδιζέτω. Τοῦ Κωνσταντίου τῷ ιθʹ ἔτει, ἐν τῇ ἡμέρᾳ τῆς πεντηκο στῆς, ἐν Ἱεροσολύμοις ἐφάνη τὸ σημεῖον τοῦ ζῳοποιοῦ σταυροῦ ἐν οὐρανῷ, φωτοειδές, τεταμένον ἀπὸ τοῦ Γολγοθᾶ, ἔνθα ἐσταυ ρώθη ὁ Χριστός, ἕως τοῦ ὄρους τῶν ἐλαιῶν, ὅθεν καὶ ἀνελήφθη, κύκλῳ δὲ τούτου στέφανος, ὡς ἶρις τὸ εἶδος ἔχων. τῇ αὐτῇ δὲ ἡμέρᾳ καὶ Κωνσταντίῳ ὤφθη, Κυρίλλου τότε Ἱεροσολύμων ἐπι σκοποῦντος. Τῷ καʹ ἔτει τῆς βασιλείας Κωνσταντίου, τελευτήσαντος Εὐσεβίου τοῦ δυσσεβοῦς Κωνσταντινουπόλεως, κατῆλθον εἰς Ῥώμην πάλιν πρὸς Ἰούλιον τὸν πάπαν καὶ Κώνσταντα τὸν τοῦ βασι λέως Κωνσταντίου ἀδελφὸν Ἀθανάσιος καὶ Παῦλος. οἱ ὀρθόδοξοι τοίνυν Κωνσταντινουπόλεως Παῦλον προβαλόμενοι, ἐπεὶ οἱ Ἀρεια νοὶ Μακεδόνιον ἀντεχειροτόνησαν, συμβάλλουσιν ἀλλήλοις, καὶ πολλοὶ ἀμφοτέρωθεν πίπτουσιν. Ἑρμογένης δὲ ὁ στρατηλάτης παρὰ Κωνσταντίου πεμφθεὶς εἰς τὸ ἐξελάσαι Παῦλον παρὰ τῶν ὀρθοδόξων κτείνεται καὶ εἰς τὴν θάλασσαν ῥίπτεται. τοῦτο ὁ Κωνστάντιος μαθὼν καταλαμβάνει τὴν Κωνσταντινούπολιν, καὶ τὸν μὲν Παῦλον ἐξορίζει, οὐ μὴν δὲ ἐνθρονιάζει Μακεδόνιον. ὕστερον δὲ παρὰ Ἰουλίου Ῥώμης μετὰ γραμμάτων ὁ Παῦλος ἀνελθὼν ἐν Θεσσαλονίκῃ ἐξορίζεται, ὁ δὲ Μακεδόνιος τῇ ἐκκλη 1.529 σίᾳ λῃστρικῶς ἐπιβαίνει, ἐφ' ᾧ καὶ ἀναιροῦνται ἄνδρες τρισχίλιοι ἑκατὸν πεντήκοντα. καὶ οὕτω τῆς ἐκκλησίας Ἀρειανοὶ κρατοῦσι, καὶ Ἀθανάσιος δὲ καὶ Παῦλος τὴν Ῥώμην πάλιν καταλαμβάνουσιν. οἳ καὶ προσελθόντες τῷ Κώνσταντι πάντα διηγή σαντο. ὁ δὲ ἐπὶ τούτοις ἀγανακτήσας γράφει τῷ ἰδίῳ ἀδελφῷ λυπούμενος ἀποδοῦναι Παύλῳ καὶ Ἀθανασίῳ τοὺς ἰδίους θρόνους. Μαγνεντίου δὲ ἐν Γαλλίαις τυραννήσαντος καὶ Κώνσταντα τὸν εὐσεβῆ ἀνελόντος, ἐπεὶ Κωνστάντιος ἐν Ἀντιοχείᾳ ὢν τοῦτο ἔμαθε, παρευθὺ τῆς πόλεως τὸν Παῦλον
PG 121:575ἐξορίζει ἐν Κουκουσῷ. κἀκεῖ ὑπὸ τῶν Ἀρειανῶν τῷ ἰδίῳ ὠμοφόρῳ ἀποπνίγεται, καὶ Μακεδό νιος πάλιν τοῦ θρόνου ἐπιλαμβάνεται, ὁ δὲ Ἀθανάσιος πάλιν φυγῇ τὴν σωτηρίαν πραγματεύεται. Ἰουλιανὸν δὲ τὸν ἀδελφὸν Γάλλου ἐκ τῆς φυλακῆς ἐξαγαγὼν Καίσαρα προβάλλεται καὶ εἰς Γαλλίας ἐκπέμπει, ζεύξας αὐτῷ πρὸς γάμον τὴν ἰδίαν ἀδελφὴν Ἑλένην τὴν καὶ Κωνσταντίαν. γαμετὴ δὲ Κωνσταντίου ἦν Εὐ σεβία ἡ περιώνυμος, ἧς τὸ κάλλος εἰς πᾶσαν ἐξῆλθε τὴν γῆν· ἀλλ' ὁ ταύτης ἀνὴρ μαλθακώτερος ὑπάρχων τοῦ πρέποντος, ἔτι δὲ καὶ νοσηλευόμενος, οὐκ ἠδύνατο θεραπεῦσαι τὴν ἄνθρωπον, ἣ τῷ τῆς νεότητος ἄνθει καὶ τῷ κάλλει τῆς φύσεως ὑπερζέουσα τῷ τῆς μητρομανίας περιέπεσε πάθει, φθίνουσα δὲ κατὰ μικρὸν ἐτελεύτησε, καὶ οὔτε τοῦ κάλλους οὔτε τῆς ἡλικίας οὔτε τῆς βασι λείας ἀπώνατο· τὰ μὲν γὰρ ἄλλα δεύτερ' ἂν πάσχοι γυνή, ἀνδρὸς δ' ἁμαρτάνουσ' ἁμαρτάνει βίου. 1.530 Τῷ κβʹ ἔτει οἱ Ἀρειανοὶ τὸν βασιλέα Κωνστάντιον κατὰ Ἀθανασίου παρέπεισαν ὡς κεφαλικὴν τιμωρίαν αὐτοῦ καταψηφί σασθαι· ἀλλὰ καὶ τότε φυγῇ ὁ ἅγιος τὴν σωτηρίαν ἐπραγματεύ σατο. σεισμοῦ δὲ μεγάλου ἐν Νικομηδείᾳ γενομένου περὶ ὥραν νυκτερινὴν τρίτην, τὴν πόλιν κατέλαβε, καὶ πλήθη πολλὰ διέ φθειρε μετὰ τοῦ ἐπισκόπου Κεκροπίου. Μακεδόνιος τοίνυν τὸν θρόνον τῆς Κωνσταντινουπόλεως κατέχων μετήγαγε τὸ σῶμα τοῦ μεγάλου Κωνσταντίνου εἰς τὸν ἅγιον Ἀκάκιον ἀπὸ τοῦ ναοῦ τῶν ἁγίων ἀποστόλων, πτῶσιν προφασιζόμενος τοῦ ναοῦ· τοῦ δὲ λαοῦ κωλύοντος φόνος γέγονε πολύς, ὥστε πληρωθῆναι τὸ φρέαρ τοῦ μαρτυρίου καὶ τὰς πλατείας καὶ τὴν αὐλὴν αἱμάτων. ὅπερ γνοὺς Κωνστάντιος τοῦτον μὲν καθῄρησε καὶ Εὐδόξιον ἀντικατέστησε, μείζονι κακῷ μέγα κακὸν ἀμειψάμενος. οὗτος ὁ Εὐδόξιος ἐνε καίνισε τὸ δεύτερον τὸν ναὸν τῆς ἁγίας σοφίας διὰ τὸ μετὰ τὸν πρῶτον ἀπαρτισμὸν αὐτοῦ καὶ τὸν ἐγκαινισμὸν τὸν δι' Εὐσεβίου πάλιν πεσεῖν καὶ αὖθις οἰκοδομηθῆναι διὰ τοῦ αὐτοῦ Κωνσταν τίου. ἐπὶ τούτου τοῦ Εὐδοξίου τοῦ μαθητοῦ Εὐνομίου ὁ ἐν ἁγίοις Ἐφραὶμ ὁ Σύρος ἦν, μέγας ἐν ἔργῳ καὶ λόγῳ, ὃς πολλὰ ὠφέλιμα ἐγγράφως καταλέλοιπε. Τῷ κγʹ ἔτει τοῦ Κωνσταντίου Φλαβιανὸς ὁ Ἀντιοχείας τοὺς τῶν ψαλλόντων χοροὺς διελὼν ἐκ διαδοχῆς τὴν Δαβιτικὴν ἐδίδαξε πρῶτος ᾄδειν μελῳδίαν. μετὰ δὲ τοῦτον Πέτρος ὁ κναφεὺς τυ ραννικῶς τῷ θρόνῳ Ἀντιοχείας ἐπιβὰς πρῶτον ἐπενόησε τὸ μύρον ἐν τῇ ἐκκλησίᾳ ἐπὶ παντὸς τοῦ λαοῦ ἁγιάζεσθαι, καὶ τὴν ἐπὶ τῶν 1.531 ὑδάτων ἐν τοῖς ἁγίοις θεοφανίοις ἐπίκλησιν ἐν ἑσπέρᾳ γίνεσθαι, καὶ ἐν ἑκάστῃ εὐχῇ τὴν θεοτόκον ὀνομάζεσθαι, καὶ ἐπὶ πάσῃ συνάξει τὸ σύμβολον τῆς πίστεως λέγεσθαι, πρότερον τῇ μεγάλῃ παρασκευῇ καὶ μόνον λεγόμενον. Ἀκηκοὼς τοίνυν Κωνστάντιος ὅτι Ἰουλιανὸς ἐν Γαλλίαις ἐν πολέμοις εὐδοκιμήσας ὑπὸ τοῦ στρατοῦ βασιλεὺς ἀνηγορεύθη, ἐν Ἀντιοχείᾳ διάγων διὰ τὸν Περσικὸν πόλεμον ἐξώρμησε κατ' αὐτοῦ, καὶ ἐλθὼν ἐν Μόψου κρήναις τελευτᾷ, μηνὶ Νοεμβρίῳ γʹ, πολλὰ τῆς ἑαυτοῦ ἀγνοίας καταγνούς. ἐβαπτίσθη δὲ τότε ἐν Ἀντιοχείᾳ ὑπὸ Εὐζωΐου τοῦ Ἀρειανοῦ. οὗ τὸ σῶμα Ἰοβιανὸς ὁ μετὰ ταῦτα βασιλεύς, προτίκτωρ τότε ὤν, ἀποκομίσας ἀπέθετο πλησίον τοῦ πατρὸς αὐτοῦ ἐν τῷ ἡρώῳ μετὰ Εὐσεβίας τῆς αὐτοῦ πρώτης γυ ναικός. Ἅμα δὲ τῷ ἀναγορευθῆναι Ἰουλιανὸν ἐν Γαλλίαις εὐθὺς ἡ τροῦλλα τῆς ἁγίας τοῦ θεοῦ μεγάλης ἐκκλησίας, φουρνικὴ οὖσα, ἔπεσε, τόν τε ἄμβωνα καὶ τὰς σολέας ἐξ ὀνυχίτου λίθου ὄντα συνέτριψε καὶ εἰς χοῦν ἀπετέλεσε. τοῦτον τὸν ναὸν ἰδὼν μετὰ ταῦτα Ἰουλιανὸς εἶπεν "ἀκμὴν οἱ Χριστιανοὶ ἐκκλησίας ἔχουσιν. ἐὰν ὑποστρέψω ἀπὸ Περσῶν, τὸν μὲν μέσον χορτοβολῶνα τὰ δὲ ἔνθεν κἀκεῖθεν μέρη στάβλους τῶν ἵππων μου ποιήσας ἰδεῖν ἔχω αὐτοὺς ποῦ ἐλπίζουσιν." Ἦν δὲ Ἰουλιανὸς τὸ σῶμα βραχύς, εὐπώγων, μελανόθριξ, ὕπνου καὶ τρυφῆς καὶ ἀφροδισίων ὅτι μάλα ἐγκρατής, φιλοδοξό 1.532 τατός τε καὶ τῷ κατ' εὐσέβειαν τρόπῳ πονηρός. οὗτος μονοκρά τωρ γενόμενος ἀναιδῶς ἑλλήνιζεν, αἵματι θυσιῶν τὸ ἅγιον βά πτισμα
PG 121:579ἀποπλυνάμενος, καὶ πάντα ποιῶν οἷς οἱ δαίμονες θερα πεύονται. πέμπει οὖν Ὀριβάσιον τὸν ἰατρὸν καὶ κοιαίστωρα ἐν Δελφοῖς ἀνεγεῖραι τὸν ναὸν τοῦ Ἀπόλλωνος. ἀπελθὼν οὖν αὐτὸς καὶ τοῦ ἔργου ἁψάμενος λαμβάνει χρησμὸν παρὰ τοῦ δαί μονος· εἴπατε τῷ βασιλεῖ, χαμαὶ πέσε δαίδαλος αὐλά. οὐκέτι Φοῖβος ἔχει καλύβαν, οὐ μάντιδα δάφνην, οὐ παγὰν λαλέουσαν. ἀπέσβετο καὶ λάλον ὕδωρ. Τῷ πρώτῳ τούτου ἔτει διάδημα περιθεμένου πρὸ τῆς τοῦ Κωνσταντίου τελευτῆς εὐθὺς θεήλατοι ὀργαὶ τὴν Ῥωμαίων γῆν κατειλήφασι. δεῖξαι οὖν θέλων τὸν Κωνστάντιον ἄδικον καὶ παράνομον, ὑποκρινόμενος δικαιοσύνην ὁ ἀσεβὴς τοὺς ἐν ἐξορίᾳ ἐπισκόπους ἀνεκαλέσατο. Εὐσέβιον δὲ τὸν πρῶτον τῶν βασιλι κῶν εὐνούχων ἀνεῖλεν ὡς δῆθεν ἄδικον. ἐδίωξε δὲ καὶ τοὺς λοι ποὺς εὐνούχους τοῦ παλατίου διὰ τὸ ἀποβαλεῖν τὴν γυναῖκα, ἣν συνῆψεν αὐτῷ Κωνστάντιος ὁ ἀδελφὸς αὐτῆς. ὁμοίως καὶ μαγεί ρους διὰ τὸ λιτὸν τῆς διαίτης, καὶ κουρίσκους διὰ τὸ ἕνα πολλοῖς ἀρκεῖν, ὡς ἔλεγε. τοῦ δὲ δημοσίου δρόμου τάς τε καμήλους καὶ ὄνους καὶ ἡμιόνους ἐξέβαλε, μόνους ἵππους συγχωρήσας ὑπουρ γεῖν διὰ πολλὴν φιλαργυρίαν, ἧς δοῦλος ἦν. τότε οἱ κατὰ ἀνα 1.533 τολὴν Ἕλληνες ἐπαρθέντες εὐθὺς ἐν Ἀλεξανδρείᾳ Γεώργιον τὸν ἐπίσκοπον σύροντες ἀνεῖλον. τότε Ἀθανάσιος πρός τινα παρθέ νον κρυπτόμενος χρόνον πολὺν ἐξελθὼν σύνοδον ἐκρότησε, καὶ τὰ κατὰ Νίκαιαν κυρώσας δόγματα τὰς ἐκκλησίας ἀπέλαβεν. οἱ δὲ Ἀρειανοὶ μετὰ Γεώργιον Λούκιον προεχειρίσαντο ἑαυτοῖς, καὶ ἐν οἴκῳ κοινῷ συνήγοντο. οἱ δὲ Ἕλληνες πολλοὺς Χριστιανοὺς ἀνεσταύρωσάν τε καὶ κατέσφαξαν. καὶ γὰρ ἐν Γάζῃ καὶ Ἀσκά λωνι πρεσβυτέρους καὶ ἀειπαρθένους ἀναιροῦντες ἀνέπτυσσον τὰ σπλάγχνα αὐτῶν καὶ κριθῆς πληροῦντες τοῖς χοίροις παρέβαλλον. ἐν δὲ Φοινίκῃ Κύριλλον διάκονον ἀνελόντες τοῦ ἥπατος αὐτοῦ ἀπε γεύσαντο. ὁ δὲ ἀνατεμὼν τὸν διάκονον καὶ τοῦ ἥπατος αὐτοῦ ἀπογευσάμενος τὴν μὲν γλῶσσαν σαπεῖσαν κατέρρευσε καὶ τοὺς ὀδόντας αὐτοῦ ἀπέβαλε τούς τε ὀφθαλμοὺς ἐπηρώθη καὶ πικρῶς βασανιζόμενος ἐτελεύτησε. καὶ τί δεῖ λέγειν τὰ καθ' ἑκάστην πόλιν καὶ χώραν κατὰ τὸν χρόνον ἐκεῖνον ὑπὸ τῶν Ἑλλήνων γινό μενα; ὑπερβαίνουσι γὰρ καὶ λόγον πάντα καὶ γραφήν. τότε καὶ ὁ μέγας Βασίλειος τῆς Καππαδοκῶν ἐκκλησίας πρεσβύτερος ἦν, καὶ Λιβάνιος ὁ σοφιστὴς καὶ Πρόκλος καὶ Μάξιμος οἱ φιλό σοφοι. Τῷ δευτέρῳ ἔτει ὁ δυσσεβὴς Ἰουλιανὸς ἐνομοθέτει μὴ μετέ χειν Χριστιανοὺς Ἑλληνικῶν μαθημάτων. Ἀπολινάριος δὲ τῇ θείᾳ γραφῇ ὅλῃ χρησάμενος, πάντων τε ποιητῶν τοὺς χαρακτῆρας μιμούμενος, ἔγραψε παιδεύεσθαι παρὰ τῶν Χριστιανῶν. ὁ δὲ 1.534 παραβάτης τὰς τῶν Χριστιανῶν εὐποιίας μιμούμενος ἐκέλευσε ξέ νοις τε καὶ πτωχοῖς τὰ πρὸς τὴν χρείαν χορηγεῖσθαι, ἀπατῶν τοὺς ἁπλουστέρους. ταῖς δὲ εἰκόσιν αὐτοῦ Δία καὶ Ἄρεα καὶ Ἑρμῆν συγγράφεσθαι προσέταξε καὶ τοὺς λοιποὺς δαίμονας, τοὺς δὲ ἀναβαλλομένους τὴν τούτων προσκύνησιν ὡς ἐχθροὺς βασιλι κοὺς τιμωρεῖσθαι. τῷ δὲ στρατῷ τὴν ῥόγαν διανέμων πῦρ ἐτίθει καὶ λιβανωτόν, καὶ θυμιᾶν τοὺς στρατιώτας ἠνάγκαζεν. Ἐν Καισαρείᾳ δὲ τῆς Φιλίππου, τῇ νῦν Παναΐδι, ἡ ὑπὸ τοῦ Χριστοῦ θεραπευθεῖσα αἱμόρρους ἀνδριάντα ἔστησε τῷ δε σπότῃ Χριστῷ, καὶ βοτάνη ἐφύετο ὑπὸ τὴν βάσιν τοῦ ἀνδριάντος πάσης νόσου ἀλεξητήριον. τῇ οὖν βοτάνῃ φθονήσας τὸν ἀνδριάντα κατάγει ὁ δείλαιος, καὶ ἀντ' αὐτοῦ ξόανον Ἰουλιανοῦ ἵστησι. καὶ τὸν μὲν τοῦ σωτῆρος ἀνδριάντα οἱ Χριστιανοὶ λαβόντες εἰς ἐκκλη σίαν ἔθεντο, τὸν δὲ τοῦ Ἰουλιανοῦ πῦρ κατελθὸν ἐκ τοῦ οὐρανοῦ ἀνάλωσεν. Ἐν δὲ Νικοπόλει τῆς Παλαιστίνης τῇ Ἐμμαοῦς πηγή ἐστι παντοίων παθῶν ἀνθρώπων τε καὶ κτηνῶν ἴασις· ἐν αὐτῇ γάρ φασι τὸν κύριον καὶ θεὸν ἡμῶν τοὺς πόδας ἀπονίψασθαι ἐξ ὁδοι πορίας. ἐν Ἑρμουπόλει τῆς Θηβαΐδος δένδρον ἵσταται περσέα· ταύτης φύλλον ἢ κάρφος εἰ λάβοι τις, πρὸς πᾶσαν νόσον ἐστὶν ἰάσιμος· ὅπερ
PG 121:581δένδρον, φασί, κλιθὲν προσεκύνει τῷ Χριστῷ, ἡνίκα πρὸς Αἴγυπτον ἔφευγε, καὶ σκιὰν αὐτῷ πεποίηκε. καὶ τῇ μὲν πηγῇ φθονήσας κατέχωσε, τὸ δὲ δένδρον ἔκοψεν. οὗτος ὁ 1.535 μιαρὸς τὴν τοῦ προδρόμου θήκην ἀνοίξας πυρὶ τὰ λείψανα παρα δέδωκε καὶ τὴν κόνιν διελίκμησε. Φασὶ δὲ ὅτι ἐν τῇ κατὰ τὴν Καισάρειαν τῆς Φιλίππου, ἐν τῇ ἀρκτῴᾳ θέσει τῆς φάραγγος, ῥίζαν γίνεσθαι φλογοειδῆ, ἣν καλοῦσι βατταρῖτιν, ἀφ' ἧς περὶ τὴν ἑσπέραν ἐξαστράπτον φῶς ἀπροσπέλαστον εἶναι καὶ ἀπρόσιτον παρασκευάζει διὰ τὸ παρα χρῆμα τὸν ἐγγίζοντα ἀποθνήσκειν. κυκλόθεν οὖν αὐτῆς περιο ρύξαντες κύνα δεσμοῦσιν ἐκ τῆς ῥίζης αὐτῆς. ὁ κύων δὲ τοῖς αὐτοῦ δεσπόταις ἕπεσθαι ἱέμενος ἐπὶ πολὺ σύρων ἀνασπᾷ τὴν ῥίζαν. καὶ αὐτὸς μὲν θνήσκει παραυτά, τὴν ῥίζαν δὲ περιά πτοντες τοὺς δαιμονιζομένους θεραπεύουσι. καὶ ἐν τῇ Γαλιλαίᾳ δέ φασι πόλιν εἶναι πάραλον· ταύτης ἀπὸ σταδίων δύο διαρρεῖ ποταμός. οὗτος ἔχει τόπον ἐν αὐτῷ νησοειδῆ, ὡσεὶ πηχῶν ἑκα τὸν τὸ περίμετρον, οὗ ἡ ἀργὴ ψάμμος διὰ τῶν ἀνέμων ἐκφερο μένη εἰς ὕελον εὐθὺς μεταποιεῖται· καὶ ταύτης ἀφαιρουμένης πά λιν αὖθις ἀναπληροῦται. Διερχόμενον δὲ τὸν Ἰουλιανὸν τὴν Χαλκηδόνος πόλιν, Μά ρις ὁ ταύτης ἐπίσκοπος πολλὰς ὕβρεις τῷ Ἰουλιανῷ εἰς τὸν τῆς Τύχης ναὸν θύοντι κατὰ πρόσωπον ἐπήγαγε, παραβάτην ἀποκα λῶν καὶ ἀλάστορα καὶ τῆς τοῦ θεοῦ δόξης ἀλλότριον. ὁ δὲ ἅτε φιλόσοφον προσποιούμενος ἑνὶ τὸν Μάριν ὠνείδισε λόγῳ, "ἄπελθε" λέγων, "ταλαίπωρε, καὶ ἀποθρήνει τὴν σαυτοῦ τύφλωσιν· οὐδὲ γὰρ ὁ Ναζωραῖος, ὃν σὺ προσκυνεῖς, τοῦ πάθους ἰάσατο." ἦν γὰρ ὁ Μάρις ἐπίχυσιν πεπονθώς. ὁ δέ φησι πρὸς τὸν παραβάτην 1.536 "εὐχαριστῶ τῷ δεσπότῃ μου Χριστῷ τοῦτό μοι προνοησαμένῳ, ἵνα μὴ τὸ ἀναιδέστατον καὶ ἀσεβέστατόν σου θεάσωμαι πρόσω πον." Οὗτος τὸν μέγαν Ἀθανάσιον τῆς ἐκκλησίας ἐξελθεῖν ἐκέ λευσε, τῶν Ἑλλήνων αὐτὸν παροξυνάντων. ὁ δὲ ἐξερχόμενος θαρρεῖν εἶπε Χριστιανοῖς τοῖς ὑπὲρ αὐτοῦ δακρύουσι· "θαρ σεῖτε," φησί, "λαὸς τοῦ Χριστοῦ· νεφύδριόν ἐστι, καὶ παρέρ χεται." Διάγων δὲ Ἰουλιανὸς ἐν Ἀντιοχείᾳ, καὶ συνεχῶς ἐν Δάφνῃ ἀνιὼν καὶ τὸ τοῦ Ἀπόλλωνος θεραπεύων εἴδωλον (ἦν γὰρ ἐκεῖσε θαυμαστὸν ἔργον Βρύξιδος ἀγαλματοποιοῦ, ὃ μήτις ἄλλος ἴσχυ σεν ἐκμιμήσασθαι), παρ' αὐτοῦ χρησμὸν ἐζήτει, ἀλλ' οὐδεμιᾶς ἀποκρίσεως ἔτυχε. νομίσας δὲ ὅτι διὰ τὰ ἐν τῇ Δάφνῃ ἀποκεί μενα λείψανα τοῦ ἁγίου ἱερομάρτυρος Βαβύλα ἀποσιωπᾷ, ἐκέ λευσεν ἅπαντα μετατεθῆναι. οὗ γενομένου ἀθρόως πῦρ ἐκ τοῦ οὐρανοῦ κατελθὸν ἐκείνῃ τῇ νυκτὶ τόν τε ναὸν κατέφλεξε καὶ τὸ τοῦ Ἀπόλλωνος ἄγαλμα, ὥστε μηδὲ ἴχνος αὐτοῦ φανῆναι. ἐκπλαγεὶς οὖν ἐπὶ τούτῳ ὁ μιαρός, καὶ νομίσας κατ' ἐπιβουλὴν Χριστιανῶν γενέσθαι, ἐπ' ἐξέτασιν τῶν ἱερέων ἐχώρει. καὶ παντοίως τιμω ρησάμενος ὥστε καί τινας αὐτῶν ἀποθανεῖν, τοῦτο μόνον ἤκουσε παρ' αὐτῶν, ὅτι οὔτε ὑπὸ Χριστιανῶν οὔθ' ὑπὸ ἄλλης ἀνθρω πίνης ἐπιβουλῆς, ἀλλ' ἐκ τοῦ οὐρανοῦ πῦρ κατελθὸν ἐνέπρησε καὶ τὸν ναὸν καὶ τὸ ἄγαλμα. θυμωθεὶς οὖν ὁ παραβάτης καὶ θεο μάχος τὴν μεγάλην ἐκκλησίαν Ἀντιοχείας ἀπέκλεισε καὶ πάντα τὰ 1.537 ἱερὰ ἐσύλησε. τῶν δὲ ἀποσταλέντων κομήτων Φήλικος καὶ Ἰου λιανοῦ τοῦ θείου αὐτοῦ λεγόντων ὅτι ἐνομίζομεν ἐποπτικήν τινα εἶναι δύναμιν τὴν κωλύσασαν ἡμᾶς, ὁ μιαρὸς ἐπετώθαζεν. Ἀρτέμιος δὲ ὁ δοὺξ Ἀλεξανδρείας, ἐπειδήπερ ἐπὶ τοῦ Κων σταντίου ζῆλον πολὺν ἐνεδείξατο ἐν Ἀλεξανδρείᾳ κατὰ τῶν εἰδω λολατρούντων, ἐδημεύθη τὴν κεφαλὴν ἀποτμηθεὶς μετὰ πολλὰς βασάνους ὑπὲρ τῆς εἰς Χριστὸν πίστεως. ὁμοίως δὲ καὶ δύο πρεσβύτεροι, Εὐγένιος καὶ Μακάριος. Τῷ τρίτῳ ἔτει τούτου πολλοὺς τιμωρησάμενος καὶ μάρτυ ρας ποιήσας, καὶ τὸν τῶν Ἰουδαίων ναὸν οἰκοδομηθῆναι προσέ ταξε. καὶ τοῦ ἔργου ἐγχειρισθέντος, τὰ μὲν πρῶτα λαῖλαψ τήν τε ἄσβεστον ἐξεφόρησεν ὑπὲρ μυριάδας εἴκοσι μοδίων οὖσαν, τῶν δὲ Ἰουδαίων ἔτι τῷ ἔργῳ ἐπιχειρούντων πῦρ ἐξελθὸν τῶν θεμε λίων τούτους κατέκαυσε, καὶ οὕτω
PG 121:585τοῦ ἔργου ἐπαύσαντο. οὗτος ὁ δυσσεβὴς καὶ τὴν τῶν θείων εὐαγγελίων ἀνατροπὴν ἔγραψεν· ἣν ὁ μέγας Κύριλλος Ἀλεξανδρείας καὶ ἄλλοι φιλόχριστοι ἐπηνωρθώσαντο. καὶ πᾶσαν δὴ ἄλλην γραφὴν αὐτός τε καὶ οἱ ὅμοιοι αὐτοῦ διέβαλον· ὑπὸ δὲ τῶν ὀρθοδόξων ἐξεβλήθησαν τὰ τούτων νοθεύματα. Ἐπὶ τούτοις ὤφθη ὁ θεῖος σταυρὸς ἐν τῷ οὐρανῷ φωτοει δῶς κυκλούμενος ὑπὸ στεφάνου φωτεινοῦ, ἀπὸ τοῦ Γολγοθᾶ ἕως τοῦ ἁγίου ὄρους τῶν ἐλαιῶν, λαμπρότερος μᾶλλον ἢ ἐπὶ Κων σταντίου· αὐτομάτως δὲ τοῖς ἁπλώμασι τῶν θυσιαστηρίων καὶ 1.538 βίβλοις καὶ ἄλλοις ἐσθήμασιν, ἀλλὰ καὶ ἐν ἱματίοις οὐ μόνον Χριστιανῶν ἀλλὰ καὶ Ἰουδαίων, ἐπεπόλαζε τὸ σημεῖον τοῦ σταυροῦ, οὐ μόνον ἐν Ἱεροσολύμοις ἀλλὰ καὶ ἐν Ἀντιοχείᾳ καὶ ταῖς ἄλλαις πόλεσι· καὶ ὃν ἀναισχύντως ἠπίστουν Ἰουδαῖοι καὶ Ἕλληνες, εὕρισκον ἐν τοῖς ἱματίοις αὐτῶν. ἔν τισι δὲ καὶ ἐμελάνιζον. Ἰουλιανὸς δὲ μαντείαις καὶ θυσίαις καὶ ἐπῳδαῖς δαιμόνων καὶ ἀπάταις φραξάμενος, ὡς φησὶν Ἀγαθίας, κατὰ Περσῶν ἐστρά τευσεν, ὅτε καὶ χρησμὸν ἔλαβεν ἔχοντα οὕτως "νῦν μὲν πάντες ὡρμήθημεν θεοί, νίκης τρόπαια κομίσασθαι παρὰ θηρὶ ποταμῷ. τῶν δὲ ἐγὼ ἡγεμονεύσω θοῦρος πολεμόκλονος Ἄρης." ἐν δὲ τῷ εἰσιέναι αὐτὸν ἐπὶ Περσίδα, ἐν οἰκίᾳ τινὸς γυναικὸς Χριστιανῆς εὑρέθη ὑδρίσκη ὕδατος ἑστῶσα πλήρης, ἥτις καὶ ἀθρόως εἰς οἶνον γλυκὺν βράζοντα μετεβλήθη. ἴσως δὲ τοῦτο σύμβολον ὦπται τῆς ἐπὶ τὸ ἥδιστον τῶν πραγμάτων μεταβολῆς διὰ τὴν τοῦ τυράννου μετὰ μικρὸν καταστροφήν. στρατεύσας γὰρ ἐπὶ Πέρσας ἐδελεάσθη ὑπό τινων αὐτομόλων ἐμπρῆσαι τὰς ναῦς. εἶτα δι' ἐρημίας καὶ ἀνωμάλων χωρίων τὴν πορείαν ποιούμενος ἐφ' ἱκανόν, πάντων ἀπολελοιπότων τῶν χρειωδῶν καὶ τῶν ἀναγκαίων, καὶ πολλὰ ταλαιπωρησάντων τῶν μετ' αὐτοῦ, ἐπειδὴ καιρὸς τοῦ πο λέμου ἀφίκετο, περιερχόμενος ἀνὰ τὸ στρατόπεδον καὶ διατασσό μενος ἐπλήγη δόρατι ἀφανῶς εἰς τὰ ὑποχόνδρια, ὥστε ἀνοιμῶξαι αὐτόν. καὶ τῇ χειρὶ τοῦ αἵματος λαβόμενος ἔρραινεν εἰς τὸν ἀέρα, λέγων "νενίκηκας, Χριστέ· κορέσθητι Ναζωραῖε." καὶ οὕτως 1.539 τὴν μιαρὰν αὐτοῦ ψυχὴν ἀπέρρηξε, πολλὰ δυσφημήσας εἰς τοὺς ἑαυτοῦ θεούς, ἀπατεῶνας καὶ πλάνους καὶ ψεύστας ἀποκαλῶν. οὗ τὸ δύστηνον σῶμα ἀπεκομίσθη ἐν Κωνσταντινουπόλει, καὶ ἐτέθη ἐν λάρνακι πορφυρᾷ κυλινδροειδεῖ, ἐν ᾧ ἐπέγραψεν ἐλε γεῖον τόδε· Κύδνῳ ἐπ' ἀργυρόεντι, ἀπ' Εὐφρήταο ῥοάων Περσίδος ἐκ γαίης, ἀτελευτήτῳ ἐπὶ ἔργῳ κινήσας στρατιάν, τόδ' Ἰουλιανὸς λάχε σῆμα, ἀμφότερον βασιλεύς τ' ἀγαθὸς κρατερός τ' αἰχμητής. τοῦ δὲ μετ' αὐτὸν βασιλεύσαντος Ἰοβιανοῦ τὴν ἁλουργίδα ὄπισθεν περιπατοῦντος ἀκουσίως πατήσαντος ἐν τῷ ἐπικλινῆ τινὰ κατιέ ναι τόπον, ἐπιστραφεὶς Ἰουλιανὸς καὶ τὸ συμβὰν κρίνας αὐτὸν μετ' ἐκεῖνον τῆς βασιλείας κρατήσειν ἔφη· εἶθε, κἂν γοῦν ἄν θρωπος. Ἰοβιανὸς ἐβασίλευσε μῆνας θʹ ἡμέρας ιεʹ. οὗτος χιλίαρχος ἦν, ἀνὴρ πραότατος καὶ ὀρθόδοξος Χριστιανός, ὃς ὑπὸ παντὸς τοῦ στρατοῦ βασιλεὺς ἀνηγορεύθη ἐν ᾧ τόπῳ ὁ παραβάτης ἀνῃ ρέθη. ἦν δὲ τὴν ἡλικίαν εὐμήκης, ὥστε μηδὲ ἓν τῶν βασιλικῶν ἱματίων ἁρμόζειν αὐτῷ. μετὰ μίαν δὲ συμβολὴν τοῦ πολέμου εἰρήνη ὡς ἀπὸ θεοῦ συμφώνως ἀνεβοήθη ὑπό τε Ῥωμαίων καὶ Περσῶν, καὶ ὡρίσθη ἔτη λʹ. ὁ δὲ παρῃτεῖτο τὴν βασιλείαν, λέγων μὴ δύνασθαι αὐτὸν ἄρχειν στρατοῦ ἑλληνίσαντος. πρὸς ὃν πάντες ὁμοφώνως ἐβόησαν "Χριστιανοί ἐσμεν, αὐτοκράτωρ τρισαύγουστε." ὅθεν νόμους ἐξέπεμψεν εἰς πᾶσαν τὴν ὑπὸ Ῥω 1.540 μαίων γῆν εἰς περιποίησιν τῶν τοῦ θεοῦ ἐκκλησιῶν, καὶ τοὺς ἐν ἐξορίᾳ Χριστιανοὺς ἀνεκαλέσατο, γράψας καὶ τῷ ἱερῷ Ἀθανασίῳ σημᾶναι αὐτῷ ἐγγράφως τῆς ἀμωμήτου πίστεως τὴν ἀκρίβειαν· οὗ γενομένου βεβαιότερος εἰς ὀρθοδοξίαν γέγονεν. οὗτος ὑποστρέ ψας ἐν Ἀντιοχείᾳ πολλὰς κιβωτοὺς ἐν τοῖς βασιλείοις εὗρε κεφαλῶν ἀνδρῶν πεπληρωμένας, πολλὰ δὲ φρέατα νεκρῶν σωμάτων ἀν θρωπίνων πλήρη· καὶ γὰρ μυρίας μὲν γυναῖκας κατὰ γαστρὸς ἐχούσας ἀνατεμὼν ὁ Ἰουλιανὸς ἐν τοῖς αὐτῶν
PG 121:587ἐμβρύοις ἡπατοσκό πει, καὶ παιδία δὴ πολλὰ κατασφάττων ὑπὸ τὰ εἴδωλα κατώρυτ τεν. οὐ μόνον δὲ ἀλλὰ καὶ ἵππους λευκοὺς καὶ πυρροὺς καὶ ζῴων εἴδη πολλὰ τῷ τε ἡλίῳ καὶ πυρὶ καὶ τοῖς ἀνέμοις καὶ πᾶσιν αὐτοῦ τοῖς δαιμονίοις ὁ ἐνάγιστος ἔθυεν. ὅθεν οὐδὲν ἄπιστον καὶ τα φέντα τοῦτον τῆς γῆς ἀναρρίπτεσθαι. διὸ καὶ ἀκαθάρτων ζῴων ὀστέοις συμμίξαντες αὐτὸν κατέθαψαν, τὴν πρὸς θεὸν καὶ ἀν θρώπους ἀλλοτρίωσιν αὐτοῦ δεικνύντος τοῦ πράγματος. ἐξ Ἀν τιοχείας δὲ Ἰοβιανὸς ἐπὶ Κωνσταντινούπολιν ὁρμώμενος, ἐλθὼν ἐν Ἀγκύρᾳ τῆς Γαλατίας ὕπατος προῆλθε. φθάσας δὲ ἐν προα στείῳ Δαδαστανᾶ ἐκοιμήθη ἐν οἰκίσκῳ νεωστὶ κεκονιαμένῳ, τῆς δὲ ἀσβέστου βαρὺν ἀτμὸν ἀναδιδούσης αἰφνίδιον ἐτελεύτησεν, ἀποπνιγεὶς ἀπὸ τῆς καύσεως. ὡς δέ τινες γράφουσι, μύκητα πεφαρμαγμένον φαγὼν ἀπέθανεν. τούτου γυνὴ Χαριτώ, ἥτις οὐδὲ βασιλέα αὐτὸν ἐθεάσατο. Οὐαλεντινιανὸς ἀνηγορεύθη ἐν Νικαίᾳ τῆς Βιθυνίας παρὰ 1.541 τοῦ στρατοῦ, ὃς ἐβασίλευσεν ἔτη ιγʹ, διὰ τὸ εὐδοκιμῆσαι αὐτὸν ἐν τῇ ὁμολογίᾳ ὡς Χριστιανὸν ἐπὶ Ἰουλιανοῦ καὶ ἐξορισθῆναι. ἦν δὲ τῷ σώματι εὐμεγέθης, τὴν χροιὰν ἐρυθρός, τὴν τρίχα τῆς κεφαλῆς ἐπίξανθον ἔχων, τοὺς ὀφθαλμοὺς ὡραίους, μικρὸν ἐπι γλαυκίζοντας, ὡς λέγειν πολλοὺς παρόμοιον εἶναι τῷ Δαβίδ, καθὼς φησὶν ἡ γραφὴ περὶ ἐκείνου "καὶ αὐτὸς ἦν πυρράκης μετὰ κάλλους ὀφθαλμῶν." οὗ καὶ τὸ αὐστηρὸν διὰ τὸ δίκαιον ἐπῃ νεῖτο καὶ ἐθαυμάζετο· οὐ γὰρ ἄνευ λόγου τὸ αὐστηρὸν ἐκέκτητο, ἀλλ' ἀεὶ τῷ δικαίῳ τὰ πρῶτα παρεῖχεν, ὑπ' οὐδενὸς ἐκ τούτου περιτρεπόμενος, οὐδὲ μετατιθέμενος ἐξ ὧν ἅπαξ ἐβουλεύσατο. μετὰ δὲ τὸ εἰσελθεῖν εἰς τὸ Βυζάντιον, ἐπεί τινες ἠξίουν συγκοινωνὸν προσειληφέναι τῆς βασιλείας, ἔφη "λήψομαι ὃν ἂν ἐθέλω κοινωνόν." πρὸς ὃν Δαγλάϊφος συγκλητικὸς ἀπεκρίνατο "εἰ τοὺς σοὺς φιλεῖς, ἔχεις ἀδελφόν· εἰ δὲ τὴν πολιτείαν, σκόπησον ὅτῳ ἂν τὴν ἁλουργίδα περιβαλεῖς." ὁ δὲ τῇ φύσει μᾶλλον πιστεύσας τὸν ἀδελφὸν Οὐάλεντα προσελάβετο, καὶ βασιλέα ποιήσας τὰ ἀνατολικὰ μέρη αὐτῷ ἀπένειμεν, αὐτὸς δὲ κατέσχε τὰ δυτικά. Τῷ πρώτῳ ἔτει αὐτοῦ Οὐαλεντινιανὸς ὁ Αὔγουστος Γρα τιανὸν τὸν υἱὸν αὐτοῦ ἀνηγόρευσε. συνόδου δὲ ἐν Λαμψάκῳ γε νομένης καὶ τὰ τῶν Ἀρειανῶν ἀκυρωσάσης, ἐπεὶ Οὐάλης ὁ δυσ σεβὴς Ἀρειανὸς διάπυρος ἦν, τὰ ἐν Λαμψάκῳ πραχθέντα ἀνέ τρεψε καὶ τοὺς συνελθόντας ἐκεῖσε ἐπισκόπους ἐξώρισεν, Εὐδο ξίῳ δὲ ὁμόφρονι αὐτοῦ τὰς τῆς Κωνσταντινουπόλεως ἐκκλησίας παρέδωκεν· οἱ δὲ ὀρθόδοξοι οὔτε ποιμένα οὔτε ἐκκλησίαν εἶχον. 1.542 πρὶν ἢ βασιλεῦσαι Οὐαλεντινιανόν, παρὰ Σαλουστίου τινὸς ἐχρη ματίσθη· ὁ δὲ ὑπέσχετο μηδενὸς ἀποτεύξεσθαι ὧν ἐκεῖνος δέοιτο. γενομένου δὲ βασιλέως καὶ ἀπαιτουμένου ὑπ' αὐτοῦ τὴν ἐπαρχίαν, "χρῆν" ἔφη "μὴ δεῖν τὴν τῶν ἐπαγγελιῶν φυλάττεσθαι πίστιν, ὅταν τοῦτο βλάβην φέρῃ τῇ πολιτείᾳ." τούτῳ τῷ ἔτει ἐγεννήθη παιδίον νεκρὸν θηλυκὸν ἔξω τῆς πόλεως Ἀντιοχείας, ἔχον δύο κεφαλάς, διωρισμένας ἀπὸ τοῦ τραχήλου. Τῷ δευτέρῳ ἔτει τῆς βασιλείας Οὐαλεντινιανοῦ Λιβέριος ἐπίσκοπος Ῥώμης, Ἀθανάσιος Ἀλεξανδρείας, Μελέτιος Ἀντιχείας καὶ ὁ Σαμοσάτων Εὐσέβιος τῆς ἐξορίας ἀνακληθέντες ἐν τῷ ὀρθῷ λόγῳ διέπρεπον. τῶν δὲ Ἀρειανῶν προΐστανται ἐν Ἀλεξανδρείᾳ Λούκιος Ἀντίοχος καὶ Εὐζώϊος. Παυλῖνος δὲ τοῦ ἑνὸς μέρους τῶν ὀρθοδόξων εἰς δύο διῃρημένων, καὶ τοῦ ἄλλου Με λέτιος προΐσταντο. Τῷ τρίτῳ ἔτει Προκόπιος ἀντῆρεν, ἀνεψιὸς Ἰουλιανοῦ, καὶ ἐπὶ Νακωλίας ἐλθὼν καὶ πλείστῳ στρατῷ φραξάμενος φόβον ἐνε ποίησε τῷ Οὐάλεντι. καὶ τὸν κατὰ τῶν ἐκκλησιῶν διωγμὸν ἀνῆ κεν πρὸς βραχύ, ἕως Προκόπιον προέδωκαν οἱ ἴδιοι στρατηγοὶ Ἄγγελος καὶ Γόμαρις. καὶ τὸν μὲν Προκόπιον εἰς δύο καταδε θέντα δένδρα βιαίως κατεμερίσατο, τοὺς δὲ αὐτὸν προδόντας ἔπρισε κατὰ δίκαιον κρῖμα τοῦ θεοῦ, ὅτι ἀναξίῳ εὐνόησαν. τότε καὶ Χαλκηδόνος τὰ ὑπολειφθέντα τείχη καθεῖλεν, ὑπερ ασπιζομένων τῶν Χαλκηδονίων τοῦ Προκοπίου· ὧνπερ κατα 1.
PG 121:591λυομένων εὑρέθη εἰς τὰ θεμέλια ἐπὶ πλακῶν γεγραμμένος χρησμὸς οὗτος. ἀλλ' ὅτε δὴ νύμφαι ἱερὴν κατὰ ἄστυ χορείην τερπόμεναι στήσονται ἐϋστεφέας κατ' ἀγυιὰς καὶ τεῖχος λουτροῖσι πολύστονον ἔσσεται ἄλκαρ, δὴ τότε μυρία φῦλα πολυσπερέωνἀνθρώπων, ἄγρια, μαργαίνοντα, κακὴν ἐπιειμένα ἀλκήν, Ἴστρου Κιμμερίοιο πόρον διαβάντα σὺν αἰχμῇ καὶ Σκυθικὴν ὀλέσει χώραν καὶ Μυσίδα γαῖαν. Θρηϊκίης δ' ἐπιβάντα σὺν ἐλπίσι μαινομένῃσιν αὐτοῦ κεν βιότοιο τέλος καὶ πότμον ἐπίσποι. καὶ δὴ εἶχεν ἅπαντα οὕτως. ὡς δὲ μετὰ τὴν νίκην Προκοπίου ἐπανῆλθεν Οὐάλης, φιλοτιμεῖται τὴν πόλιν ὑδάτων πλήθει, κα τασκευασάμενος ὁλκὸν ὃν Οὐάλεντα ὠνόμασε. καὶ ὁ τότε τῆς πόλεως ἔπαρχος τὴν ἐκ τοῦ γεγονότος τῇ πόλει χαρὰν ἐπιδεικνύς, νυμφαῖον κατασκευασάμενος ἐν τῷ Ταύρῳ τῷ μεγέθει τῆς πόλεως ἄξιον, ἱερομηνίαν ἐπετέλεσεν, εὐωχήσας ἅπαντα τὸν λαόν. καὶ τούτοις οὐ μακρὰν τὰ ἐκ τῶν βαρβάρων ἠκολούθησεν ἔθνη, καθὼς τὸ γράμμα ἐχρησμολόγησεν, ἐπιχυθέντων μὲν τῇ Θρᾴ κων, μετὰ δὲ ταῦτα δαπανηθέντων περὶ αὐτήν. καὶ πάλινκατὰ τῶν ἐκκλησιῶν Οὐάλης κινεῖται. σεισμὸς δὲ γέγονε καθ' ὅλης τῆς γῆς μέγας, ὡς καὶ ἐν Ἀλεξανδρείᾳ πλοῖα προσωρμισμένα τῷ αἰγιαλῷ ἐπάνω γενέσθαι τῶν μεγάλων τειχῶν. ναυτικοὶ δέ τινες 1.544 ἐξηγήσαντο ὡς κατ' ἐκείνην τὴν ὥραν μέσον τοῦ Ἀδρία πελάγους πλεόντων εἰς τοὔδαφος καθίσαι τὰ πλοῖα, καὶ μετὰ βραχὺ πάλιν ἐλθεῖν τὸ ὕδωρ, καὶ οὕτω πλεῦσαι. Τῷ δʹ ἔτει τὸν ἀγωγὸν τοῦ ὕδατος οἰκοδομεῖ ὃν Οὐαλεντι νιανὸν ὠνόμασε. τούτῳ τῷ Οὐαλεντινιανῷ γυνὴ προσῆλθε, Βε ρενίκη λεγομένη, λέγουσα ὑπὸ Ῥοδανοῦ πραιποσίτου διαρπαγῆναι τὴν οὐσίαν· οὓς κρίνας ὁ βασιλεὺς ἀποδοθῆναι αὐτῇ τὰ ἴδια προσέταξε. τοῦ δὲ πραιποσίτου μὴ πειθομένου προσῆλθεν ἡ γυνὴ τῷ βασιλεῖ ἐπὶ ἱπποδρομίου, καὶ τὴν ἀπείθειαν ἐξεῖπε τῷ βασιλεῖ. κελεύει οὖν ὁ βασιλεὺς πυρὰν ἐν τῇ σφενδόνῃ ἀναφθῆναι καὶ τὸν πραιπόσιτον αὐτοῖς ἀμφίοις ἐν αὐτῇ κατακαῆναι, τῇ δὲ γυναικὶ τὴν οὐσίαν αὐτοῦ πᾶσαν ἀποδοθῆναι. Τῷ εʹ ἔτει Οὐαλεντινιανοῦ χείρονα διωγμὸν Οὐάλης μετὰ Εὐδοξίου τοῦ ἀσεβοῦς ὑπὲρ τῶν Ἑλληνιστῶν πρὸς τοὺς ὀρθοδόξους ἐποίησε. Καὶ τῷ ʹ ἔτει πρεσβείαν ἀπέστειλαν οἱ ὀρθόδοξοι πρὸς Οὐάλεντα, ἄνδρας ἱερατικοὺς πʹ· οὓς πάντας σὺν τῷ πλοίῳ ὑφαφθῆναι Οὐάλης ἐκέλευσε, καὶ πάντες σὺν τῇ νηῒ κατεφλέ χθησαν, μέχρι Δακιβύζων τοῦ πλοίου διαρκέσαντος. Ἐν δὲ τῷ ζʹ ἔτει Οὐάλης ὁ μιαρὸς τοῖς Ἕλλησιν ἄδειαν δέ δωκε θυσίας καὶ πανηγύρεις ἐπιτελεῖν. ὡσαύτως καὶ Ἰουδαίους ἐτίμα. μόνους δὲ τοὺς ὀρθοδόξους καὶ τὰ τῆς ἀποστολικῆς ἐκ κλησίας ἦν δεινῶς διώκων. 1.545 Τῷ ηʹ ἔτει Οὐαλεντινιανοῦ ἐν Ἀντιοχείᾳ τῆς Συρίας ἐλθὼν 1.545 Οὐάλης πάνδεινα κακὰ τοῖς ὀρθοδόξοις ἐνεδείξατο, πολλοὺς μὲν ἀνελὼν μαχαίρᾳ, ἄλλους ἀποπνίξας εἰς τὸν παραρρέοντα Ὀρόν την ποταμόν. ὡσαύτως δὲ καὶ ἐν Ἐδέσσῃ τὸ πλῆθος τῶν ὀρθο δόξων συλλαβὼν ἐφόνευσε. καί τις γυνὴ ὀρθόδοξος τὸ ἴδιον τέ κνον ἕλκουσα σπουδῇ ἔλεγε "δεῦρο τέκνον, καιρὸς μαρτυρίας· μαρτυρήσωμεν ὑπὲρ τοῦ Χριστοῦ." τοῦτο τὸν Οὐάλεντα ᾔσχυνε καὶ τὸ ἄλγος ἐκώλυσε, θεοῦ δηλαδὴ τοῦτο οἰκονομήσαντος. ὁμοίως καὶ ἐν Καππαδοκίᾳ τὰς ἐκκλησίας Ἀρειανοῖς παραδοῦναι ἐσπούδασε, τῆς ἐναντιώσεως δραξάμενος ἧς ἔσχε παρὰ τοῦ μεγά λου Βασιλείου Ἰουλιανός, πρεσβυτέρου τότε τυγχάνοντος τῆς ἐκ κλησίας Καισαρείας, καὶ Εὐσεβίου τοῦ ἐπισκόπου διεγείροντος εἰς ζῆλον ὀρθοδοξίας. Τῷ δὲ θʹ ἔτει τοῦ πολυάθλου Ἀθανασίου πρὸς κύριον ἐκδη μήσαντος, ἐπισκοπήσαντος ἔτη μ ʹ, ἐν διωγμοῖς δὲ καὶ τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσι, Πέτρος τὴν ἐπισκοπὴν διεδέξατο, ὃν οἱ Ἀρεια νοὶ ἀπήλασαν. τότε πολλοὶ τῶν ὀρθοδόξων ἀθέως ᾐκίσθησαν, πολλοὶ δὲ καὶ ἐν βασάνοις ἐτελειώθησαν. τῷ δ' αὐτῷ ἔτει καὶ ὁ μέγας Βασίλειος τῆς Καισαρέων ἐπεσκόπησεν ἐκκλησίας, τοῦ Εὐσεβίου εὐσεβῶς κοιμηθέντος. Τῷ ιʹ ἔτει Ἀμβρόσιος μετὰ Εὐδόξιον τῆς ἐκκλησίας Μεδιολάνων ἡγήσατο, Οὐαλεντινιανοῦ τοῦ βασιλέως
PG 121:593ἐκεῖσε διάγοντος. καὶ γὰρ τὸν Ἀμβρόσιον ἐπὶ τῷ διαλῦσαι τῶν ἀμφισβητουμένων 1.546 αἱρετικῶν τὰς ἔριδας ἀποσταλέντα, ἔτι κατηχούμενον ὄντα, ἐξαι τησάμενος ὁ λαὸς ἐβάπτισε καὶ ἐπίσκοπον Μεδιολανῶν ἐποίησεν. ὅπερ ἀκούσας Οὐαλεντινιανὸς ὁ βασιλεύς "χάρις σοι" ἔφη, "ὦ δέσποτα θεὲ παντοκράτωρ καὶ σῶτερ ἡμέτερε, ὅτι τῷδε τῷ ἀνδρὶ ἐγὼ μὲν σώματα σὺ δὲ ψυχὰς ἀνθρώπων ἐνεχείρισας, καὶ ταύτῃ τὰς ἐμὰς ψήφους δικαίας ἀπέφηνας." τῆς δὲ δύσεως πάσης τριάδα ὁμοούσιον πρεσβευούσης ᾐτήσαντο Οὐαλεντινιανόν, καὶ ἐποίησε σύνοδον ἐν τῷ Ἰλλυρικῷ, καὶ τὴν ἐν Νικαίᾳ πίστιν ἐκύ ρωσεν. ἴδικτον δὲ ἔγραψεν Οὐαλεντινιανὸς τοῖς ἐν Ἀσίᾳ καὶ Φρυγίᾳ καὶ πᾶσι τοῖς ἐν τῇ ἀνατολῇ ἐπισκόποις, ἐμμένειν τοῖς ὡρισμένοις παρὰ τῆς συνόδου παρεγγυώμενος, κοινωνοὺς αὐτοῦ καὶ Οὐάλεντα τὸν ἀδελφὸν καὶ Γρατιανὸν τὸν υἱὸν προσλαβόμε νος ἐν τῷ ἰδίκτῳ. τότε καὶ Γρηγόριος ὁ θεολόγος τῆς Κωνσταν τινουπόλεως ἐκκλησίας προέστη, ταῖς Βασιλείου καὶ Μελετίου καὶ τῶν λοιπῶν τῆς εὐσεβείας ὑπερμάχων εἰσηγήσεσι. καὶ εἰ μὴ φθάσας τὴν πόλιν ἀνεκαλέσατο, πᾶσα ἂν τῆς Ἀρείου καὶ Εὐνο μίου λώβης ἐπληρώθη· πάσας γὰρ τὰς ἐκκλησίας αὐτοὶ κατεῖχον, πλὴν τοῦ τῆς ἁγίας μάρτυρος Ἀναστασίας. ἐπίσκοπος δὲ τῶν Ἀρειανῶν ἦν Δημόφιλος. Γρηγόριος δὲ τότε ὁ Νύσσης καὶ Πέ τρος, ἀδελφοὶ Βασιλείου, διέλαμπον. Οὐαλεντινιανὸς δὲ ὠνεί δισε Οὐάλεντα τὸν ἀδελφὸν ὡς κακόδοξον, μὴ πέμψας αὐτῷ βοή θειαν κατὰ τῶν Γότθων αἰτοῦντι, ἀλλ' εἰπών "οὐ θέμις ἐπαμύ νειν ἀνδρὶ θεομάχῳ." 1.547 Τῷ ιαʹ ἔτει Οὐαλεντινιανὸς ὁ μέγας ἐτελεύτησε, βασιλεύσας ἔτη ιαʹ, τρόπῳ τοιῷδε. οἱ Σαυρομάται ὑπ' αὐτοῦ ἡττηθέντες πρέσβεις πρὸς αὐτὸν ἔπεμψαν αἰτοῦντες εἰρήνην. αὐτοῦ δὲ τού τους ἐρωτῶντος εἰ πάντες οἱ Σαυρομάται τοιοῦτοί εἰσιν ἀκρότατοι, καὶ αὐτῶν εἰπόντων ὅτι τοὺς κρείττονας πάντων ὧδε ἔχεις καὶ ὁρᾷς, ἀνακράξας βιαίως ἔφη "δεινὰ Ῥωμαίων ἡ βασιλεία ὑπο μένει εἰς Οὐαλεντινιανὸν λήξασα, εἰ Σαυρομάται τοιοῦτοι ὄντες οἰκτρότατοι Ῥωμαίοις κατεξανίστανται." ἐκ δὲ τῆς τάσεως καὶ τοῦ κρότου τῶν χειρῶν φλεβὸς ῥαγείσης καὶ πλείστου ἀναδοθέντος αἵματος, ἔν τινι φρουρίῳ Γαλλίας θνήσκει. Καὶ ἀναγορεύουσι Ῥωμαῖοι Οὐάλεντα τὸν ἀδελφὸν αὐτοῦ Αὔγουστον, ὃς ἐκράτησεν ἔτη γʹ. ἐπὶ αὐτοῦ οἱ Γότθοι περά σαντες τὴν Μαιώτιδα λίμνην ἐλάφου ἡγησαμένης αὐτοῖς ἦλθον εἰς τὴν Θρᾴκην, καὶ δύο γεγονότες μέρη ἀλλήλοις ἐμάχοντο. καὶ συμμαχίαν αἰτήσαντες οἱ τοῦ ἑνὸς μέρους παρὰ Οὐάλεντος ἔτυχον ὑποσχέσει τοῦ Χριστιανοὺς γενέσθαι· ὅθεν καὶ βαπτισθέν τες Ἀρειανοὶ ἀποκατέστησαν, καθὼς ἦν καὶ Οὐάλης. μετὰ τοῦτο οὖν ἐν Συρίᾳ τοῦ Οὐάλεντος διατρίβοντος, οἱ Σκύθαι περάσαντες κατὰ τῆς πόλεως εἰσέφρησαν, τὰς σπονδὰς μὴ φυλάξαντες μετὰ τὸ βαπτισθῆναι αὐτούς. τοῖς αὐτοῖς ἔτεσιν ἡ τῶν Μασσαλιανῶν αἵρεσις ἤγουν Εὐχιτῶν ἢ Ἐνθουσιαστῶν, τῶν καὶ Βογομίλων, ἐφύη. Οὐάλης δὲ πάσας τὰς ἐκκλησίας πορθῶν ἧκεν εἰς Καισά ρειαν, κατὰ τοῦ μεγάλου Βασιλείου μαινόμενος. ἔπραξε δὲ οἷα 1.548 καὶ ὁ μέγας Γρηγόριος εἰς τὸν ἐπιτάφιον τοῦ μεγάλου Βασιλείου ἔλεξεν, ὅτε καὶ Γαλάτης υἱὸς Οὐάλεντος καὶ ἡ σύμβιος Δομνίκα νόσῳ χαλεπῇ ἐχειμάσθη. πρὸς τούτοις Δημοσθένους τινὸς τῶν ὀψοποιῶν Οὐάλεντος ἐν τῇ ὁμιλίᾳ τῇ πρὸς Οὐάλεντα μεμφομένου Βασίλειον καὶ βαρβαρίσαντος, εἰπεῖν τὸν διδάσκαλον "ἰδοὺ ἐθεα σάμεθα καὶ Δημοσθένην ἀγράμματον." Τῷ τρίτῳ ἔτει πάλιν ἐξῆλθον οἱ Γότθοι εἰς τὴν Ῥωμαίων γῆν καὶ ἠρήμωσαν πολλὰς ἐπαρχίας, Σκυθίαν Μυσίαν Θρᾴκην Μακεδονίαν Ἀχαΐαν καὶ πᾶσαν τὴν Ἑλλάδα, ὑπὲρ τὰς εἴκοσινἐπαρχίας. ἐθεάθησαν δὲ ἐν τῷ ἀέρι ἄνδρες ἔνοπλοι, ἐσχηματισμένοι ἐν ταῖς νεφέλαις. ἐγεννήθη δὲ ἐν Ἀντιοχείᾳ παιδίον ἐν τελὲς μὲν τὰ ὁλομερῆ, ὀφθαλμὸν δὲ ἔχον ἕνα ἐν μέσῳ τοῦ μετώ που, χεῖρας δὲ τέσσαρας καὶ πόδας τέσσαρας καὶ πώγωνα. Λι βάνιος δὲ ὁ σοφιστὴς καὶ Ἰάμβλιχος ὁ Πρόκλου διδάσκαλος ἐποίη σαν τὴν λεγομένην ἀλεκτορομαντείαν· γράψαντες γὰρ
PG 121:597τὰ κδʹ γράμματα ἐπὶ κόνεως, καὶ ἐπιθέντες καθ' ἕκαστον γράμμα κόκ κον σίτου, ἀπέλυσαν ἀλέκτορα ἐπὶ τὰ γράμματα, καὶ ἔλαβεν ὁ ἀλέκτωρ τὸν ἐν τῷ θ κόκκον, ἔπειτα τὸν ἐν τῷ ε καὶ ο καὶ τὸν ἐν τῷ δ. καὶ ἐγένετο ἡ τούτων μαντεία ἀμφίβολος· τοιαῦτα γὰρ τὰ τῶν τοιούτων ἀπατηλά. τοῦτο μαθὼν Οὐάλης πολλοὺς Θεο δοσίους καὶ Θεοδότους καὶ Θεοδώρους καὶ τοὺς ὁμοίως ἐγκειμέ νους τοῖς γράμμασι τούτοις ἀπὸ τῶν ὀνομάτων ἀναιτίως ἐκόλασεν. Ἰάμβλιχος δὲ φοβηθεὶς φάρμακον πιὼν ἀπέθανε. μαθὼν δὲ ἐν 1.549 Ἀντιοχείᾳ Οὐάλης περὶ τῶν Γότθων ἦλθεν εἰς Κωνσταντινούπολιν. ὕβριζον δὲ αὐτὸν οἱ Βυζάντιοι ὡς ἄνανδρον καὶ φυγοπόλεμον. ἐξερχομένου δὲ αὐτοῦ πρὸς τὸν τῶν Γότθων πόλεμον, Ἰσαάκιός τις μοναχὸς τῶν μεγάλων κρατήσας τοῦ χαλινοῦ τοῦ ἵππου Οὐάλεντος ἔφη πρὸς αὐτόν "ποῦ ἐξέρχῃ, βασιλεῦ, κατὰ θεοῦ στρατευόμε νος καὶ θεὸν ἔχων ἀντίπαλον;" τοῦτον ὀργισθεὶς Οὐάλης φρουρᾷ παρέδωκεν, ἀπειλήσας θάνατον εἰ ἐπανέλθοι. πρὸ δὲ τῆς αὐτοῦ τελευτῆς, ἐθεάσατο κατ' ὄναρ ἄνδρα τινὰ λέγοντα αὐτῷ "τάχος βάδιζε πρὸς Μίμαντα τὸν μέγαν, ἔνθα μόρος σε δεινὸς ἁρπάσει τάλαν." διυπνισθεὶς οὖν ἠρώτα τίς ἐστι Μίμας, προσκαλεσά μενος δέ τινα τῶν σοφῶν ἐπυνθάνετο παρ' αὐτοῦ τίς ἐστι Μίμας. ὁ δὲ ἔφη αὐτῷ "ὄρος ἐστί, δέσποτα, μέγιστον τῆς Ἀσίας, προσεγ γίζον τῇ θαλάσσῃ, πλησίον τῆς νήσου Χίου· οὗ τινὸς καὶ Ὅμηρος μέμνηται, φάσκων ἐν Ὀδυσσείᾳ "παρ' ἠνεμόεντα Μίμαντα." καὶ ὁ βασιλεύς "τίς ἐμοὶ χρεία πρὸς τὸ τοῦ Μίμαντος ὄρος, ἵνα ἐκεῖ τελευτήσω ἀπελθών;" τοῦτο πλάνη δαιμόνων, καὶ εἰδώλων ἀπατηλῶν ὄνειρος. καὶ μετὰ μικρὸν ἐξῆλθε τῆς Θρᾴκης πολε μήσων τοῖς Σκύθαις. καὶ συμβαλὼν αὐτοῖς καὶ ἡττηθεὶς κατὰ κράτος φεύγει ἔν τινι χωρίῳ, καὶ εἰσελθὼν ἐν ἀχυρῶνι μετὰ τῶν συνόντων ἐκρύπτετο. τῶν οὖν Σκυθῶν πῦρ ἐμβαλόντων ἀγνοίᾳ τῶν κεκρυμμένων, πάντες οἱ ἐν τῷ οἰκήματι προσπεφευγότες ἀπε τεφρώθησαν, γεγονότες πυρίκαυστοι. ὕστερον δὲ μετὰ τὴν τῶν 1.550 πολεμίων ἀναχώρησιν ἀναζητούντων τινῶν τὸ σῶμα τοῦ βασιλέως, εὑρέθη ἐν ᾧ ἐκρύπτετο οἰκήματι τάφος ἀρχαίου τινὸς ἐπιγεγραμ μένος οὕτως "ἐνταῦθα κεῖται Μίμας Μακεδὼν στρατηγέτης." ὁ δὲ θεῖος Ἰσαάκιος ἐν τῇ φρουρᾷ ὢν τῆς δυσωδίας ἀντελάβετο τῇ τῆς ψυχῆς καθαρότητι, καὶ ἔφη "οὕτως ὁ ἄθλιος Οὐάλης ἄρτι κατακαίεται." ὅπερ διὰ τῶν μετὰ ταῦτα ἐπανελθόντων ἐβεβαιώθη. ἦν δὲ Οὐάλης τὴν ἡλικίαν διμοιραίαν ἔχων, αὐθά δης τὸν τρόπον καὶ ὑπερήφανος καὶ πρὸς αἱμάτων χύσεις ἑτοιμό τατος, ἔχων τὰς φρένας ἀσυμπαθεῖς καὶ παντὸς ἐλέους ἀλλοτρίας, αὐστηρίᾳ τὸν λογισμὸν σκοτιζόμενος καὶ πάσης παιδείας ἀμέτοχος. γυνὴ δὲ τούτου Δομνίκα, Ἀρειανὴ διάπυρος. Γρατιανὸς ὁ υἱὸς Οὐαλεντινιανοῦ, αἱρετικός, ἐβασίλευσε μόνος ἔτη γʹ καὶ μετὰ Θεοδοσίου ἕτερα γʹ· ἀπὸ γὰρ τοῦ Βυζαν τίου ἐπέμφθησαν πρέσβεις πρὸς Γρατιανὸν ἐν Πανονίᾳ κατερχό μενον, δοθῆναι αὐτοῖς βασιλέα, καὶ ἐδόθη αὐτοῖς ὁ μέγας Θεο δόσιος ἀναγορευθεὶς βασιλεύς, καὶ ἐκράτησεν ἔτη ιζʹ μῆνας εʹ ἡμέρας δʹ. ἐπὶ Γρατιανοῦ σεισμὸς ἐν Ἀλεξανδρείᾳ γέγονεν ἐπὶ τοσοῦτον ὡς ἐπὶ πολὺ ὑποχωρῆσαι τὴν θάλασσαν καὶ τὰ πλοῖα ἐπὶ ξηρᾶς ἑστάναι. πλήθους δὲ πολλοῦ ἐπὶ τῷ παραδόξῳ θεά ματι συνδεδραμηκότος, τῶν ὑδάτων ἀθρόως ἐκδραμόντων πέντε μυριάδες ἀνθρώπων κατεποντίσθησαν· καὶ τῆς Κρήτης δὲ καὶ Ἀχαΐας καὶ Βοιωτίας Ἠπείρου τε καὶ Σικελίας πλεῖστα μέρη ἀπο 1.551 λέσθαι, τῆς θαλάσσης ἀνελθούσης καὶ ἐπικλυσάσης αὐτά, ὡς καὶ ἐπὶ τῶν ὀρέων ἀπορριφῆναι πλοῖα ἄχρι σταδίων ἑκατόν. Μαξιμιανὸς δέ τις Βρεττανός, ὅτι τὸν Θεοδόσιον ὁ Γρα τιανὸς βασιλέα ἐποίησεν αὐτοῦ μηδεμιᾶς τυχόντος τιμῆς, διήγειρε τοὺς ἐν Βρεττανίᾳ ἀντᾶραι Γρατιανῷ. καὶ ἀποστέλλει Ἀνδραγά θιον κατ' αὐτοῦ. ὁ δὲ εἰσῆλθεν ἐν φορείῳ καταστέγῳ, φημίζων τὴν γυναῖκα Γρατιανοῦ εἶναι ἐκ Βρεττανίας ἐπανήκουσαν, ἧς τῇ ἀγάπῃ Γρατιανὸς κρατηθεὶς τῷ φορείῳ προσῆλθε· καὶ ἀνακαλύ ψας βλέπει τὸν
PG 121:599Ἀνδραγάθιον, ὃς παραυτὰ διὰ στρατιωτῶν παρ εσκευασμένων ὄντων ἐπὶ τούτου Γρατιανὸν διεχειρίσατο. ὃς ἐπὶ τοσοῦτον εὐστόχως ἐτόξευεν ὡς λέγειν τινὰς τὰ Γρατιανοῦ βέλη φρένας ἔχειν. μετετέθη δὲ ὑπὸ Θεοδοσίου εἰς τοὺς βασιλικοὺς τάφους. Ἀδελφὸς δὲ Γρατιανοῦ ὁμώνυμος τῷ πατρὶ Οὐαλεντινιανῷ, ἔτι περιών, τοὺς ἐν ἐξορίᾳ ἐπισκόπους ἀνεκαλέσατο καὶ τὰς ἰδίας ἐκκλησίας ἀπέδωκεν αὐτοῖς, ἐκδιώξας τοὺς Ἀρειανούς, Δαμάσου τοῦ πάπα Ῥώμης αὐτῷ συμπράττοντος. τότε καὶ ὁ θεολόγος Γρηγόριος παρρησιαστικώτερον τὸν λόγον τῆς ἀληθείας ἐδίδασκεν ἐν Κωνσταντινουπόλει εἰς τὸ εὐκτήριον τῆς ἁγίας Ἀναστασίας ἔτι μικρὸν τυγχάνον, δέκα χρόνους καὶ μικρόν τι πρὸς ἐκεῖσε πεποιη κώς. ἔνθα καὶ παράδοξα γίνεται θαύματα ἐξ ἐμφανείας τῆς παναχράντου δεσποίνης ἡμῶν τῆς θεοτόκου. δισσῶς γὰρ λέγεται ἡ ἐπωνυμία τοῦ τῆς ἁγίας Ἀναστασίας ναοῦ, ἀνάστασις μὲν διὰ 1.552 τὸ τὸν τῆς ὀρθοδοξίας λόγον ἐν ταύτῃ ἀναστῆναι, Ἀναστασία δὲ διὰ τὸ συμβὰν εἰς αὐτὴν θαυματούργημα· λέγεται γὰρ γυναῖκά τινα ἄνωθεν πεσοῦσαν ἀποθανεῖν, γενομένης δὲ κοινῆς εὐχῆς ὑπὸ τῶν ὀρθοδόξων ταύτην ἀναστῆναι. μικροῦ δὲ ὄντος τότε τοῦ εὐκτηρίου, ὕστερον ἐπὶ τοῦ ὁσίου Μαρκιανοῦ ἀνοικοδομηθῆναι καθὼς ὁρᾶται. Θεοδόσιος μέντοι βασιλεὺς τῷ γένει μὲν Ἴβηρ ἦν τῶν ἑσπε ρίων, εὐγενὴς δέ τις καὶ θαυμάσιος περὶ τοὺς πολέμους. οὗτος εὐθὺ τοὺς ἐν Θρᾴκῃ βαρβάρους κατὰ κράτος ἐνίκησεν, εὐσεβὴς ὢν καὶ ὀρθόδοξος. οὗτος ἦν τὴν μὲν ἀναδρομὴν τοῦ σώματος σύμμετρος, ἄμεμπτος ἀπὸ ποδῶν ἕως κεφαλῆς, ὑπέρυθρος τῷ προσώπῳ, ξανθὴν ἔχων τὴν τρίχα, τὴν ῥῖνα λεπτὴν καὶ ἐπίγρυ πον, χαρίεις τὴν ὁμιλίαν, τὸν τρόπον δὲ χαριέστατος, ἔχων γυ ναῖκα ὀνόματι Πλακίλλαν, ἐξ ἧς ἔσχεν Ἀρκάδιον καὶ Ὁνώριον· ἧς τελευτησάσης Γάλλαν ἀδελφὴν Γρατιανοῦ ἔγημεν. ἐν Θεσσα λονίκῃ δὲ ὤν, νόσῳ περιπεσών, βαπτίζεται ὑπὸ Ἀσχολίου τοῦ ἐπισκόπου. καὶ νόμον ὑπὲρ τῶν ὀρθοδόξων τοῦ ὁμοουσίου ἔγρα ψεν, ὃν ἐν Κωνσταντινουπόλει ἀπέστειλαν. ἐλθὼν δὲ καὶ αὐτὸς ἐν Κωνσταντινουπόλει Δημοφίλῳ ἐδήλωσεν ἢ ἀποστῆναι τῆς Ἀρείου πλάνης ἢ ταχέως τῆς ἐκκλησίας ἐξελθεῖν. ὁ δὲ τὸ πλῆθος τῶν Ἀρειανῶν συνάξας ἔξω τῆς πόλεως ἐκκλησίαζεν, ἔχων καὶ Λού κιον τὸν Ἀλεξανδρείας ἐπίσκοπον Ἀρειανὸν σὺν αὐτῷ. καὶ οὕτω λοιπὸν ὁ θεῖος Γρηγόριος, μεθ' ὧν αὐτὸς τὴν ὀρθόδοξον πίστιν 1.553 ἐφώτισε, τὰς ἐκκλησίας πάσας παρέλαβε, τεσσαράκοντα ἔτη καὶ μικρόν τι πρὸς κατασχόντων αὐτὰς τῶν Ἀρειανῶν. Τῷ εʹ ἔτει Θεοδοσίου ἐν Ἀντιοχείᾳ ἔτεκε γυνὴ ἐν ταὐτῷ παιδία τέσσαρα ἀρρενικά· ἐπέζησε δὲ μῆνας δύο, καὶ ἀπέθανεν ἓν ἐπὶ ἑνὶ τὰ τέσσαρα. Τῷ ʹ ἔτει ἡ μεγάλη καὶ οἰκουμενικὴ ἁγία δευτέρα σύνοδος τῶν ἑκατὸν πεντήκοντα ὀρθοδόξων ἐπισκόπων ἐν Κωνσταντινου πόλει συνηθροίσθη πρὸς βεβαίωσιν τῶν ἐν Νικαίᾳ δογματισθέν των καὶ κατὰ Μακεδονίου τοῦ πνευματομάχου· ὑπῆρχον δὲ Τι μόθεος Ἀλεξανδρείας, Μελέτιος Ἀντιοχείας, Κύριλλος Ἱεροσολύμων καὶ Γρηγόριος ὁ θεολόγος. ἀναθεματίζεται δὲ Μακεδό νιος κατὰ τοῦ ἁγίου πνεύματος βλασφημῶν, καὶ σὺν αὐτῷ Σα βέλλιος καὶ Ἀπολινάριος, ἔτι δὲ Ἄρειος καὶ Εὐσέβιος ὁ Νικομηδείας Εὐζώϊός τε καὶ Ἀκάκιος, Θεόγνις καὶ Εὐφρόνιος καὶ οἱ λοι ποὶ αἱρετικοί. ἀπέχει δὲ ἡ δευτέρα σύνοδος ἀπὸ τῆς πρώτης ἔτη ξʹ. Γρηγορίῳ δὲ τῷ θεολόγῳ τὴν ἐπισκοπὴν Κωνσταντινου πόλεως ἡ σύνοδος ἐκύρωσεν ὡς πολλὰ καμόντι καὶ τῆς λώβης τῶν αἱρέσεων τὴν ἐκκλησίαν ἐλευθερώσαντι. τινὰς δὲ τῶν ἐξ Αἰγύ πτου μαθὼν ὁ μακαριώτατος τῷ πράγματι φθονήσαντας, τὸν συντακτήριον ἐπιδειξάμενος λόγον ἑκουσίως τοῦ θρόνου τῆς βα σιλίδος ὑπεχώρησε, δύο χρόνους μόνον ταύτης ἐπισκοπήσας. Νεκτάριον ὁ βασιλεὺς καὶ ἡ σύνοδος προχειρίζονται, ἀβάπτιστον ἕως τότε τυγχάνοντα. προσέθηκε δὲ τῷ συμβόλῳ καὶ τὴν θεο 1.554 λογίαν τοῦ πνεύματος. ἐξέθετο δὲ καὶ κανόνας ἐν οἷς τῷ θρόνῳ Κωνσταντινουπόλεως τὰ πρεσβεῖα Ῥώμης ἀπένειμε. τότε καὶ ἡ κεφαλὴ τοῦ προδρόμου ἐν Κωνσταντινουπόλει ἤχθη, καὶ τὸ
PG 121:603σῶμα τοῦ ἁγίου Παύλου τοῦ ὁμολογητοῦ. Τῷ ζʹ ἔτει τούτου Θεοδόσιος ὁ Αὔγουστος Ὁνώριον υἱὸν αὐτοῦ τὸν ἐκ Πλακίλλης ὕπατον ἀνέδειξε καὶ πολεμεῖν τῷ τυράννῳ Μαξίμῳ ηὐτρέπισε. Τῷ ηʹ ἔτει ἐν Παλαιστίνῃ, ἐν κώμῃ Ἐμμαοῦς λεγομένῃ, παιδίον ἐγεννήθη τέλειον ἀπὸ ὀμφαλοῦ καὶ ἄνω διῃρημένον, ὃ εἶχε δύο στήθη, δύο κεφαλάς, καὶ ἕκαστον τὰς αἰσθήσεις εἶχε. τὸ ἓν ἤσθιε καὶ ἔπινε, τὸ δὲ ἕτερον οὐχί· τὸ ἓν ἐκάθευδε, καὶ τὸ ἕτερον ἐγρηγόρει. ἔστι δ' ὅτε καὶ συνέπαιζον πρὸς ἄλληλα, καὶ ἔκλαιον ἀμφότερα, καὶ ἔτυπτον ἄλληλα. ἔζησαν δὲ ἔτη δύο, καὶ τὸ μὲν ἓν ἀπέθανε, τὸ δὲ ἕτερον μετὰ τέσσαρας ἡμέρας ἐτελεύ τησεν. Τῷ ʹ ἔτει τῆς βασιλείας τοῦ μεγάλου Θεοδοσίου γέγονεν ἡ ἐν Κωνσταντινουπόλει ἁγία καὶ οἰκουμενικὴ δευτέρα σύνοδος τῶν ρνʹ ἁγίων πατέρων, ἐπὶ Δαμάσου πάπα Ῥώμης, ἧς ἡγοῦντο Τι μόθεος Ἀλεξανδρείας, Μελέτιος Ἀντιοχείας, Κύριλλος Ἱεροσολύμων καὶ Γρηγόριος ὁ θεολόγος, κατὰ Μακεδονίου γεγονότος ἐπισκόπου Κωνσταντινουπόλεως, ὃς ἔτι περιὼν ὡσαύτως τῷ Ἀρείῳ ἐβλασφήμει. ὁμοίως δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον μὴ εἶναι θεὸν ἀληθινὸν ἀλλὰ κτίσμα καὶ αὐτὸ ὑπελάμβανεν. ὀλίγου δὲ καιροῦ 1.555 παρῳχηκότος μαθὼν ὁ θεῖος Γρηγόριός τινας τῶν ἐξ Αἰγύπτου 1.555 τῷ λόγῳ αὐτοῦ φθονήσαντας, τὸν συντακτήριον ἐπιδειξάμενος λόγον τῆς ἐπισκοπικῆς διοικήσεως ὑπανεχώρησε. καὶ πρὸς τὸ ἐν Καππαδοκίᾳ κτῆμα αὐτοῦ ἀπελθών, μικρόν τι ἡσυχάσας ἐν αὐτῷ καὶ τῶν πολλῶν ἠρεμήσας θορύβων καὶ ἐν μείζονι γενόμενος θεω ρίᾳ τὸν βίον ὑπαλλάττει, πρεσβύτης καὶ πλήρης ἡμερῶν, τῶν τοῦ πνεύματος ἁπάσης γνώσεως καὶ θεωρίας ἔμπλεως. ἡ δὲ ἁγία σύνοδος Μακεδόνιον ἀναθεματίζει, σὺν αὐτῷ καὶ Σαβέλλιον τὸν Λίβυν ἓν πρόσωπον ἐπὶ τῆς ἁγίας τριάδος δοξάζοντα, ἔτι δὴ καὶ Ἀπολινάριον τὸν Λαοδικέα λέγοντα τὸν ἐνανθρωπήσαντα λόγον ἄνθρωπον εἶναι, ἀντὶ δὲ νοὸς τὸν λόγον ἀρκεῖν τῇ ψυχῇ. ἐκή ρυξε δὲ τὸ πνεῦμα τὸ ἅγιον εἶναι ζῳοποιὸν καὶ ὁμοούσιον τῷ πα τρὶ καὶ τῷ υἱῷ, προστεθεικυῖα εἰς τὸ ἅγιον σύμβολον περὶ τοῦ ἁγίου πνεύματος τὸ κύριον, τὸ ζῳοποιὸν καὶ τὰ ἑξῆς. Τότε ὁ μέγας Ἀμφιλόχιος ἐδυσώπει τὸν βασιλέα ἐξελαθῆναι τοὺς Ἀρειανοὺς ἐκ πασῶν τῶν πόλεων. ὁ δὲ ἀπηνεστέραν ὑπολα βὼν τὴν αἴτησιν οὐχ ὑπήκουσε. καὶ τότε μὲν ὁ σοφώτατος Ἀμφιλόχιος ἐσίγησε, μετ' οὐ πολὺ δὲ ἐντὸς τῶν βασιλείων γενόμενος τὸν μὲν βασιλέα ἠσπάσατο ὡς εἰκός, τὸν δὲ υἱὸν αὐτοῦ σὺν αὐτῷ ἑστῶτα βασιλικῶς ἀγέραστον κατέλιπε. καὶ ὁ βασιλεὺς νομίσας ἐπιλησθῆναι τὸν Ἀμφιλόχιον ἀσπάσασθαι καὶ τὸν υἱὸν βασιλικῶς προσέταξεν. ὁ δὲ ἀποχρῆν ἔφη τὴν παρ' αὐτοῦ προσενεχθεῖσαν αὐτῷ ἰδιωτικῶς τιμήν. ὃν ὁ βασιλεὺς χαλεπήνας οἰκείαν ἔλεγεν 1.556 εἶναι τὴν τοῦ υἱοῦ ἀτιμίαν. καὶ ὁ Ἀμφιλόχιος ἐξεβόησεν "ὁρᾷς, ὦ βασιλεῦ, πῶς οὐ φέρεις τὴν τοῦ υἱοῦ ἀτιμίαν; πίστευσον οὖν καὶ τὸν θεὸν τοὺς τὸν υἱὸν αὐτοῦ βλασφημοῦντας βδελύττεσθαί τε καὶ ἀποστρέφεσθαι." τοῦτο ἀκούσας ὁ βασιλεὺς καὶ σφόδρα θαυμάσας νόμον ἔγραψεν εὐθὺς τὰς τῶν αἱρετικῶν συνάξεις κω λύοντα. τούτῳ τῷ ἀγαθῷ φθονήσας ὁ μισόκαλος δαίμων ὠμόν τι καὶ ἀπάνθρωπον παρεσκεύασε γενέσθαι. ἀπὸ γὰρ Κωνσταν τινουπόλεως ἐπὶ Ῥώμην ὁ βασιλεὺς τὴν ὁδοιπορίαν ποιούμενος ἐν Θεσσαλονίκῃ κατὰ πάροδον γέγονε, τῶν δὲ στρατιωτῶν αὐτοῦ ταραξάντων τὴν πόλιν διὰ μιτάτα ἐστασίασαν οἱ Θεσσαλονικεῖς, καὶ τὸν μὲν βασιλέα ὕβρισαν, τινὰς δὲ τῶν ἀρχόντων αὐτοῦ ἐλι θοβόλησαν. ὁ βασιλεὺς δὲ ταῦτα μαθὼν καὶ τὴν ῥύμην τοῦ θυ μοῦ μὴ ἐνεγκὼν τῷ ἐπάρχῳ τῆς πόλεως ἐκείνης τὴν ψῆφον τῆς τιμωρίας ἐπέτρεψεν· ὃς τὴν τοιαύτην ἐξουσίαν εἰληφὼς οἷα δὴ αὐτόνομος τύραννος ἄδικα ξίφη κατὰ πάντων ἐγύμνωσε, καὶ τοὺς ἀθώους μετὰ τῶν ὑπευθύνων κατέκτεινε χιλιάδας ἑπτά, ὡς δέ τινες, πεντεκαίδεκα. ταύτην τὴν συμφορὰν ὁ μέγας Ἀμβρόσιος ἀκηκοώς, Μεδιολάνων ἐπίσκοπος–πόλις δὲ τῆς Ἰταλίας αὕτη, εἰς ἣν ἀφικομένου τοῦ βασιλέως καὶ συνήθως εἰς τὸν ναὸν βουλη θέντος εἰσελθεῖν ἔξωθεν τῶν προθύρων συναντήσας ὁ ἅγιος ἐκώ λυσε τὴν
PG 121:605εἴσοδον, λέγων αὐτῷ μετὰ παρρησίας "οὐκ οἶδας, ὡς ἔοικε, βασιλεῦ, τῆς εἰργασμένης παρανομίας τὸ μέγεθος· οὐδὲ γὰρ ἐᾷ σε τῆς βασιλείας ἴσως ἡ δυναστεία τὴν ἁμαρτίαν ἐπιγνῶ 1.557 ναι· ὑπὸ γὰρ τῆς ἁλουργίδος ἀπατώμενος ἀγνοεῖς τοῦ καλυπτο μένου σώματος τὴν ἀσθένειαν. ἀλλ' ἴσθι, ὡς φθαρτὸς ὢν καὶ ῥευστός, τοιοῦτόν σοι ὑπάρχει καὶ τὸ τῆς δυναστείας κράτος· μι κρὸν δὲ ὕστερον λόγον ἀποδώσεις τῷ βασιλεῖ τῶν βασιλευόντων. ποίοις οὖν ὀφθαλμοῖς ὄψει τὸν τοῦ κοινοῦ δεσπότου ναόν; ποίοις δὲ ποσὶ τὸ δάπεδον ἐκεῖνο πατήσεις τὸ ἅγιον; πῶς δὲ τὰς χεῖρας ἐκτενεῖς ἀποσταζούσας ἔτι τῶν ἀδίκων φόνων τὸ αἷμα; πῶς δὲ καὶ τοιαύταις ὑποδέξῃ χερσὶ τὸ ἄχραντον τοῦ δεσπότου σῶμα; πῶς δὲ καὶ τῷ στόματι προσοίσεις τὸ τίμιον αἷμα, τοσοῦτον διὰ τὸν τοῦ θυμοῦ λόγον ἐκχέαντι παράνομον αἷμα; λοιπὸν ἄπιθι, καὶ μὴ πειρῶ τοῖς δευτέροις τὴν πρώτην αὔξειν παρανομίαν. καὶ δέχου τὸν δεσμόν, ᾧ θεὸς ἄνωθεν γίνεται σύμψηφος." τούτοις οὖν εἴξας ὁ βασιλεὺς τοῖς λόγοις ἐπανῆλθεν εἰς τὰ ἐκεῖσε βασί λεια, στένων καὶ δακρύων. μηνῶν δὲ διελθόντων ὀκτώ, καὶ τοῦ βασιλέως μὴ ἐξελθόντος ἀλλὰ σφοδρῶς μετανοοῦντος, κατέλαβεν ἡ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ γενέθλιος ἑορτή. καὶ θεασά μενος Ῥουφῖνος ὁ μάγιστρος ὅτι οὐδὲ τὴν συνήθη προέλευσιν βού λεται ποιῆσαι ὁ βασιλεύς, λέγει αὐτῷ "εἰ κελεύεις, δέσποτα, δραμοῦμαι καὶ τὸν ἀρχιερέα πείσω λῦσαί σε τοῦ δεσμοῦ." ὁ δὲ "οἶδα ἐγὼ" φησί "τὴν Ἀμβροσίου ἀκρίβειαν." ἐπεὶ δὲ πλείοσι λόγοις χρησάμενος ὁ Ῥουφῖνος πείθειν ὑπέσχετο, ἀπελθεῖν ἐκέ λευσε. τῇ ἐλπίδι δὲ βουκοληθεὶς ἠκολούθησε καὶ αὐτὸς μετ' ὀλί γον. αὐτίκα τοίνυν ἰδὼν τὸν Ῥουφῖνον Ἀμβρόσιος ἔφη "τὴν κυνῶν ἀναίδειαν, ὦ Ῥουφῖνε, ζηλοῖς, τοσαύτης μιαιφονίας γε 1.558 νόμενος μέτοχός τε καὶ σύμβουλος. ἀλλ' ἐγὼ καὶ πάλιν αὐτὸν κωλύσω τῶν ἱερῶν ἐπιβῆναι προθύρων." ταῦτα ἀκούσας Ῥου φῖνος ἐδήλωσε τῷ βασιλεῖ ταχέως. ὁ δὲ βασιλεὺς κατὰ μέσην τοῦτο μαθών "ἀπέλθω" φησί "καὶ τὰς δικαίας δέξομαι παροι νίας." εἶτα παραγενόμενος εἰς τὴν ἐκκλησίαν ἐδυσώπει τὸν ἀρ χιερέα λυθῆναι τοῦ δεσμοῦ. καὶ ὁ μὲν τυραννικὴν ἀπεκάλει τὴν παρουσίαν, καὶ κατὰ θεοῦ μεμηνέναι· ὁ δὲ μετὰ σκυθρωπότητος καὶ πολλῆς κατανύξεως "οὐ θρασυνόμενος" ἔφη "κατὰ τῶν ἁγίων κανόνων, ἀλλὰ λῦσαί με τῶν δεσμῶν ἀξιώσων ἐλήλυθα." "καὶ ποίαν" φησί "μετάνοιαν ἔδειξας μετὰ παρανομίαν τοσαύτην; ἢ ποίοις φαρμάκοις ἀξίως ἐθεράπευσας τὰ δυσίατα τραύματα;" καὶ ὁ βασιλεὺς "σὸν ἔργον ἐστὶ τὸ δεῖξαι μὲν καὶ κεράσαι τὰ φάρμακα, ἐμὸν δὲ τὸ δέξασθαι." τότε λοιπὸν Ἀμβρόσιος λέγει "ἐπειδὴ τῷ θυμῷ τὸ δικάζειν ἐπιτρέπεις, γράψον νόμον τοῦ θυ μοῦ τὰς ψήφους ἀργὰς ποιοῦντα, καὶ ἡμέρας λʹ αἱ φονικαί τε καὶ δημευτικαὶ μενέτωσαν γνώσεις ἐν γράμμασι, τὴν τοῦ ὀρθοῦ λογισμοῦ ἐκδεχόμεναι κρίσιν." ὃν εὐθὺς τοῦ βασιλέως κελεύ σαντος γραφῆναι καὶ διὰ τῆς οἰκείας χειρὸς βεβαιώσαντος, διέ λυσε τὸν δεσμὸν Ἀμβρόσιος καὶ εἰσελθεῖν αὐτὸν ἐν τῇ ἐκκλησίᾳ ἐπέτρεψεν. ὁ δὲ εἰσελθών, πρηνὴς ἐπ' ἐδάφους πεσών, ἐβόα μετὰ κραυγῆς "ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου· ζῆσόν με κατὰ τὸν λόγον σου, κύριε." καὶ ταῖς χερσὶ τὰς τρίχας τῆς κεφαλῆς ἔτιλλε, τὰς ὄψεις ἔτυπτε, καὶ τὴν γῆν τοῖς δάκρυσιν ἔβρεχε, καὶ 1.559 τὸν θεὸν ἐδυσώπει ἄχρι τῆς ὥρας τῆς μεταλήψεως. τότε δὲ δια ναστὰς καὶ πλησίον τῶν κιγκλίδων ἐλθών, βουλόμενος εἰσελθεῖν, ἐκωλύθη παρὰ τοῦ Ἀμβροσίου, δηλώσαντος αὐτῷ "ἴσθι, ὦ βα σιλεῦ, ὡς μόνοις τοῖς ἱερεῦσιν ὑπάρχουσι τὰ ἔνδον εἰσιτητά, τοῖς δ' ἄλλοις πᾶσιν ἄβατά τε καὶ ἄψαυστα. ἔξιθι τοίνυν καὶ τοῖς ἄλλοις κοινώνει τῆς στάσεως· ἁλουργὶς γὰρ βασιλεῖς, οὐχ ἱερεῖς ποιεῖν εἴωθεν." ὁ δὲ καὶ τοῦτο δεξάμενος ἀσμένως ἀντεδήλωσεν ὡς οὐκ αὐθαδείᾳ χρώμενος τοῦτο πεποίηκα, ἀλλ' ἐν Κωνσταντι νουπόλει τὸ ἔθος εἶναι τοῦτο μεμάθηκα. χάριν δέ σοι ὀφείλω καὶ τῆσδε τῆς ἰατρείας. τοσαύτῃ δὴ καὶ τηλικαύτῃ διέλαμπον ἀρετῇ ὅ τε ἀρχιερεὺς καὶ ὁ βασιλεύς. ἐπανελθὼν δὲ ὁ βασιλεὺς
PG 121:609ἐν Κωνσταντινουπόλει, καὶ ἑορτῆς γενομένης, καὶ ἐν τῇ ἱερᾷ τραπέζῃ τὰ δῶρα προσενεγκὼν εὐθὺς ἐξελήλυθεν. Νεκταρίου δὲ τοῦ τηνικαῦτα πατριάρχου δεδηλωκότος μαθεῖν τὴν αἰτίαν "μόγις" ἔφη "βασιλέως καὶ ἱερέως διαφορὰν ἐδιδάχθην· Ἀμβρόσιον γὰρ οἶδα μόνον ἀξίως ἐπίσκοπον καλούμενον." τοσοῦτον ὀνίνησιν ἔλεγχος παρὰ ἀνδρὸς ἀρετῇ λάμποντος προσφερόμενος. Εἶχε δὲ καὶ ἄλλην ἀφορμὴν ὁ βασιλεὺς ὠφελείας· ἡ γὰρ τούτου σύζυγος, ᾗ Πλακίλλα ὄνομα, τῶν θείων αὐτὸν συνεχῶς ἀνεμίμνησκε νόμων. οὐ γὰρ ἐπῇρεν αὐτὴν τῆς βασιλείας ἡ δυ ναστεία, ἀλλὰ τῆς εὐεργεσίας τὸ μέγεθος μεῖζον τὸ περὶ τὸν εὐερ γέτην εἰργάζετο φίλτρον. τῶν γὰρ λελωβημένων ἀδελφῶν καὶ τῶν ἄλλως τὸ σῶμα πεπηρωμένων παντοδαπὴν ἐποιεῖτο φροντίδα, 1.560 αὐτουργὸς αὕτη γινομένη καὶ δι' ἑαυτῆς ὀρέγουσα κύλικας καὶ τροφὰς παρατιθεῖσα. τοὺς γὰρ ξενῶνας τῶν ἐκκλησιῶν περινοστοῦσα τοὺς κλινοπετεῖς δι' ἑαυτῆς ἐθεράπευσε· καὶ ὅσα οἰκετῶν καὶ θεραπαινίδων ἔργα νενόμισται, αὐτὴ ἐξεπλήρου. καὶ τῷ ὁμό ζυγι δὲ καὶ βασιλεῖ συνεχῶς ἐπέλεγεν "ἀεί σε, ὦ ἄνερ, προσήκει λογίζεσθαι τίς μὲν ἦσθα, τίς δὲ γέγονας νῦν. κυβέρνησον οὖν τὴν βασιλείαν ταύτην ἐννόμως, καὶ οὕτω θεραπεύσεις τὸν δεδω κότα." ταύτην τὴν θαυμασίαν καὶ ὄντως ἀξιέπαινον βασίλισσαν συνέβη πρὸ τοῦ ἀνδρὸς ἀποβιῶναι. μετά τινα δὲ χρόνον ὑπὸ τῶν συνεχῶν πολέμων βιαζόμενος ὁ βασιλεὺς εἰσφοράν τινα ξένην ταῖς πόλεσιν ἐπιτέθεικεν. ἡ δὲ Ἀντιόχου πόλις τὸ καινὸν τέλος οὐκ ἤνεγκεν· ὁρῶν γὰρ ὁ δῆμος τοὺς εἰσπραττομένους τιμωρουμένους ἀρχὴν ἀταξίας ἐλάμβανε, καὶ τὴν χαλκῆν εἰκόνα τῆς πανευφήμου Πλακίλλης κατήνεγκέ τε καὶ πολὺ τῆς πόλεως ἔσυρε. ταῦτα πυ θόμενος ὁ βασιλεὺς καὶ λίαν χαλεπήνας τά τε τῆς πόλεως ἀφείλετο προνόμια καὶ τῇ γειτνιαζούσῃ πόλει τὴν ἡγεμονίαν δέδωκεν· ἐζη λοτύπει γὰρ ἡ Λαοδίκεια τὴν Ἀντιόχειαν ἄνωθεν. μετὰ δὲ ταῦτα καὶ ἐμπρήσειν ἠπείλει καὶ εἰς κώμην τὸ ἄστυ κατασκευάσαι. οἱ δέ γε ἄρχοντες καί τινας ἀνεῖλον, παρ' αὐτὸ συλλαβόντες τὸ τόλ μημα, πρὶν γνῶναι τὸν βασιλέα τὴν τραγῳδίαν. ταῦτα δὲ πάντα ὁ βασιλεὺς προσέταττε μέν, οὐκ ἐγίνετο δέ, τοῦ νόμου κωλύοντος ὃν Ἀμβρόσιος ὁ μέγας τεθῆναι παρῄνεσεν. ἐπειδὴ δὲ ἀφίκοντο οἱ τὰς ἀπειλὰς ἐκείνας κομίζοντες, ἐν δέει μὲν ἦσαν ἅπαντες τὰς 1.561 ἀπειλὰς πεφρικότες, καὶ φυγῇ τὴν σωτηρίαν ἐπορίσαντο, οἱ δὲ ἐν τοῖς ὄρεσιν οἰκοῦντες τῆς ἀρετῆς ἀσκηταὶ (πολλοὶ δὲ ἦσαν οὗτοι καὶ ἄριστοι) πολλὰς τὰς παραινέσεις καὶ παρακλήσεις τοῖς ἐκ τοῦ βασιλέως ἀποσταλεῖσι προσήνεγκαν. ἀλλὰ καὶ Μακεδόνιος ὁ θειό τατος, οὐδὲν μὲν τῶν κατὰ τὸν βίον ἐπιστάμενος, καὶ τῶν θείων δὲ λογίων πάμπαν ἄπειρος ὤν, ἐν δὲ ταῖς τῶν ὀρῶν κορυφαῖς διαιτώμενος καὶ νύκτα καὶ ἡμέραν τοῦ θεοῦ δεόμενος, οὐ τοῦ βα σιλέως τὴν ὀργὴν καταπλαγεὶς οὔτε τῶν σταλέντων τὴν ἐξουσίαν, ἐν μέσῳ τῷ ἄστει γενόμενος, τῆς χλαμύδος θατέρου τῶν ἀποστα λέντων λαβόμενος ἀποβῆναι τοῦ ἵππου κελεύει. οἱ δὲ μικρὸν γε ρόντιον ἰδόντες εὐτελῆ ῥάκια περιβεβλημένον πρῶτα μὲν ἐχαλέπη ναν, ἐπειδὴ δέ τινες τὴν τοῦ ἀνδρὸς ἐζήλωσαν ἀρετήν, ἀπέβησάν τε τῶν ἵππων καὶ τῶν ἐκείνου γονάτων ἐπιλαβόμενοι συγγνώμην ἐζήτουν. ὁ δὲ τῆς θείας σοφίας ἐμφορηθεὶς τοιοῖσδε πρὸς αὐτοὺς ἐχρήσατο λόγοις "εἴπατε, ὦ φίλοι ἄνδρες, τῷ βασιλεῖ· οὐ βασι λεὺς εἶ μόνον ἀλλὰ καὶ ἄνθρωπος· μὴ τοίνυν μόνην ὅρα τὴν βα σιλείαν, ἀλλὰ καὶ τὴν φύσιν λογίζου. ἄνθρωπος γὰρ ὢν ὁμο φυῶν βασιλεύεις. κατ' εἰκόνα δὲ θείαν καὶ ὁμοίωσιν ἡ τῶν ἀν θρώπων δεδημιούργηται φύσις. μὴ τοίνυν ὠμῶς οὕτως καὶ ἀπη νῶς τοῦ θεοῦ τὴν εἰκόνα κατασφαγῆναι κελεύσῃς· παροξύνῃς γὰρ τὸν δημιουργόν, τὴν ἐκείνου κολάζων εἰκόνα. σκόπησον γὰρ ὡς καὶ σὺ χαλκῆς ἕνεκα δυσχεραίνων εἰκόνος ταῦτα ποιεῖς. ὅσον δὲ τῆς ἀψύχου διαφέρει ἡ ἔμψυχός τε καὶ ζῶσα καὶ λογική, δῆλον 1.562 ἅπασι τοῖς νοῦν ἔχουσι. πρὸς δὲ τούτοις λογίσασθε κἀκεῖνο, ὡς ἡμῖν μὲν ῥᾴδιον ἀντὶ τῆς μιᾶς εἰκόνος
PG 121:611πολλὰς δημιουργῆσαι χαλ κᾶς, αὐτῷ δὲ πάμπαν ἀδύνατον μίαν γοῦν τῶν ἀναιρεθέντων δη μιουργῆσαι τρίχα." ταῦτα ἀκούσαντες οἱ θαυμάσιοι ἄνδρες ἐκεῖ νοι διεπόρθμευσαν τὰ εἰρημένα τῷ βασιλεῖ καὶ τὴν τοῦ θυμοῦ κατέσβεσαν φλόγα· καὶ ἀντὶ τῶν ἀπειλῶν ἐκείνων ἀπολογίαν ἔγραψε, καὶ τῆς ὀργῆς τὴν αἰτίαν ἐδήλωσεν· οὐκ ἔδει γάρ φησιν ἐμοῦ πλημμελήσαντος γυναῖκα πάσης εὐφημίας ἀξιωτάτην τοσαύ την μετὰ τὴν τελευτὴν δέξασθαι παροινίαν, κατ' ἐμοῦ δὲ ἐχρῆν τὸν θυμὸν τοὺς ἀγανακτοῦντας ὁπλίσαι. προστέθεικε δὲ ὡς ἀλύει καὶ ἀνιᾶταί τινας ὑπὸ τῶν ἀρχόντων ἀνῃρῆσθαι μαθών. ἐγὼ δὲ ταῦτα διεξῆλθον, καὶ τοῦ πανευφήμου μονάζοντος τὴν παρρη σίαν οὐχ ἡγησάμενος δίκαιον παραδοῦναι λήθῃ, καὶ τὸν νόμον ἐκεῖνον ὀνησιφόρον δεικνὺς ὃν ὁ μέγας Ἀμβρόσιος γραφῆναι παρῄ νεσεν. Ἐπὶ τούτου τοῦ μεγάλου Θεοδοσίου καὶ ἡ τιμία κεφαλὴ τοῦ τιμίου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου ἤχθη ἐν Κωνσταντινου πόλει, εὑρεθεῖσα μὲν πρότερον παρά τισι μοναχοῖς τῆς Μακεδο νίου αἱρέσεως, οἵτινες ἐξ Ἱεροσολύμων εἰς Κιλικίαν ἐλθόντες διέ τριβον. Μαρδονίου δὲ τοῦ εὐνούχου τοῦτο μαθόντος καὶ μηνύ σαντος Οὐάλεντι, μετεκομίζετο ἐκ προστάξεως αὐτοῦ ἐν Κων σταντινουπόλει. ὡς δὲ κατέλαβεν ἐν κώμῃ Κοσιλαοῦ, οὐκέτι μετῆλθε τὸ ὄχημα τὸν τόπον, καίπερ πολλὰς τῶν ἡμιόνων μαστι γουμένων. τότε μὲν οὖν ἀπετέθη ἡ ἁγία κεφαλὴ ἐν τῇ προρρη 1.563 θείσῃ κώμῃ, κρίνοντος τοῦ θεοῦ μὴ τοιούτου δώρου ἀξιωθῆναι τὸν Οὐάλεντα. Θεοδόσιον δὲ τῆς εὐσεβείας ἀμειβόμενος ὁ θεὸς μεταγαγεῖν αὐτὴν τῷ βασιλεῖ συνεχώρησεν, ἣν καὶ ἐν τῷ τοῦ προ δρόμου ἀπέθετο ναῷ. Μετὰ δὲ τὴν κατάλυσιν τοῦ τυράννου Εὐγενίου ἀρρωστήσας ὁ βασιλεὺς τοῖς υἱέσιν αὐτοῦ Ἀρκαδίῳ καὶ Ὁνωρίῳ τὴν βασιλείαν διένειμε, καὶ τῷ μὲν πρεσβυτέρῳ τὴν οἰκείαν ἔδωκεν ἡγεμονίαν, τῷ νεωτέρῳ δὲ τῆς Εὐρώπης τὰ σκῆπτρα. ἔχειν δὲ τὴν εἰς θεὸν εὐσέβειαν ἀμφοτέρους παρῄνεσε· διὰ ταύτης γάρ, ἔφη, καὶ ἡ εἰρήνη φυλάττεται καὶ πόλεμοι καταλύονται καὶ πολέμιοι τρέπον ται καὶ τρόπαια ἀνίστανται καὶ νίκη βραβεύεται. ταῦτα καὶ τὰ τοιαῦτα τοῖς παισὶν αὐτοῦ καὶ διαδόχοις παραινέσας τὸν βίον ἀπέ λιπεν, ἀείμνηστον κλέος καὶ ἀξιάγαστον τοῖς πᾶσι καταλιπών. Ὅτι τὰ ἐν τοῖς νικαρίοις τοῦ νομίσματος ὑποκείμενα Ῥω μαϊκὰ γράμματα δηλοῦσι ταῦτα, τὸ κ κιβιτάτες, τὸ ο ὄμνις, τὸ ν νόστραι, τὸ ο ὀβέδιαντ, τὸ β βενερατιόνι, τουτέστιν αἱ πό λεις πᾶσαι τῇ ἡμετέρᾳ πειθαρχείτωσαν προσκυνήσει. Ὅτι ὁ εἰς τὰ πιττάκια κίων στήλην ἔχει Λέοντος τοῦ τῆς Βηρίνης ἀνδρός. Ὅτι ἐν τῷ στρατηγίῳ ἐστὶν ὁ τρίπους Ἑκάτης καὶ ὁ μέγας Κωνσταντῖνος ἔφιππος, φέρων σταυρόν. Ὅτι τῆς χαλκῆς τὸν λαμπρὸν δόμον Αἰθέριος ἵδρυσεν ὁ μη χανουργὸς καὶ σοφὸς Ἀναστάσιος βουληφόρος. 1.564 Ὅτι ἐπάνω τῆς τοῦ μιλίου ἁψῖδος ἵστανται στῆλαι δύο, τοῦ τε μεγάλου Κωνσταντίνου καὶ τῆς μητρὸς αὐτοῦ, μέσον ἔχουσαι σταυρόν, ὄπισθεν δὲ Τραϊανὸς ἔφιππος, ἔχων σύνεγγυς τὸν Αἴ λιον Ἀδριανὸν ἱππότην. Ὅτι ἐν τοῖς Λαύσου ἦσαν οἰκήματα παμποίκιλα καὶ ξενοδο χεῖά τινα, ὅπου ἡ φιλόξενος ἐχορήγει τὸ ὕδωρ, ἔνθα ἔσχε τὴν κλῆσιν. ἵστατο δὲ καὶ τὸ ἄγαλμα τῆς Λινδίας Ἀθηνᾶς τετράπηχυ ἐκ λίθου σμαράγδου, ἔργον Σκύλλιδος καὶ Διποίνου τῶν ἀγαλματουργῶν, ὅπερ ποτὲ δῶρον ἔπεμψε Σέσωστρις Αἰγύπτου τύραννος Κλεοβούλῳ τῷ Λινδίῳ τυράννῳ. καὶ ἡ Κνιδία Ἀφρο δίτη ἐκ λίθου λευκῆς, γυμνή, μόνην τὴν αἰδῶ τῇ χειρὶ περι στέλλουσα, ἔργον τοῦ Κνιδίου Πραξιτέλους. καὶ ἡ Σαμία Ἥρα, ἔργον Λυσίππου καὶ Βουπάλου τοῦ Χίου. καὶ Ἔρως τόξον ἔχων, πτερωτός, Μυνδόθεν ἀφικόμενος. καὶ ὁ Φειδίου ἐλεφάντινος Ζεύς, ὃν Περικλῆς ἀνέθηκεν εἰς νεὼν Ὀλυμπίων. καὶ τὸ τὸν χρόνον μιμούμενον ἄγαλμα, ἔργον Λυσίππου, ὄπισθεν μὲν φα λακρόν, ἔμπροσθεν δὲ κομῶν. καὶ μονοκέρωτες καὶ τίγριδες καὶ γῦπες καὶ καμηλοπαρδάλεις ταυρελέφας τε καὶ Κένταυροι καὶ Πᾶνες. Ὅτι ἐν τῇ πρὸς ἀνατολὴν ἁψῖδι τοῦ φόρου ὁ μέγας ἵδρυται Κωνσταντῖνος μετὰ τῆς μητρὸς αὐτοῦ, μέσον ἔχοντες σταυρόν. Ὅτι ἐν τῷ φόρῳ ὁ
PG 121:615πορφυροῦς κίων παρ' αὐτοῦ ἥδρα σται, καὶ ἡ στήλη αὐτοῦ ἐστίν, ἐν ᾗ γεγραμμένοι εἰσὶ στίχοι τέσ σαρες. 1.565 σὺ Χριστὲ κόσμου κοίρανος καὶ δεσπότης. σοὶ νῦν προσηῦξα τήνδε σὴν δούλην πόλιν καὶ σκῆπτρα τάδε καὶ τὸ τῆς Ῥώμης κράτος. φύλαττε ταύτην σῶζέ τ' ἐκ πάσης βλάβης. ὑπόκεινται δὲ τῷ κίονι καὶ οἱ δώδεκα κόφινοι. πρὸς δὲ τὰ βόρεια τοῦ φόρου ἔστι τὸ σενάτον, ὅπερ ἐκαύθη ὑπὸ Λέοντος τοῦ τῆς Βηρίνης, ἐν ᾧ πύλη ἐστὶ τῆς Ἐφεσίας Ἀρτέμιδος, Τραϊανοῦδώρημα, τῆς Σκυθῶν μάχης ἔχουσα τὰς αἰτίας τὴν τῶν Γιγάντων μάχην καὶ τοὺς κεραυνοὺς τοῦ Διὸς καὶ τὸν Ποσειδῶνα σὺν τῇ τριαίνῃ καὶ τὸν Ἀπόλλωνα τόξον ἐσκευασμένον, κάτω δὲ τοὺς γίγαντας ὡς δράκοντας ἐπερχομένους, χερσὶ βώλους ῥιπτοῦντας εἰς ὕψος καὶ βλοσυρὸν εἰσορῶντας. ἵστανται δὲ πρὸς τὴν τοῦ φόρου πλατεῖαν ἀγάλματα δύο, πρὸς μὲν δύσιν τὸ τῆς Λινδίας Ἀθηνᾶς, κράνος ἔχον καὶ τὸ Γοργόνειον τέρας καὶ ὄφεις περὶ τὸν τράχηλον ἐμπεπλεγμένους (οὕτως γὰρ τὸ εἴδωλον αὐτῆς οἱ παλαιοὶ ἱστόρουν), πρὸς δὲ τὴν ἀνατολὴν ἡ Ἀμφιτρίτη, χηλὰς ἔχουσα καρκίνου ἐπὶ τῶν κροτάφων. ἤχθη δὲ καὶ αὐτὴ ἀπὸ Ῥόδου. Ὅτι ὁ Κωνσταντῖνος ἔστησε τὸν μέγαν σταυρόν. Ὅτι τὸ τετρασκελὲς τέχνασμα ὃ δῆριν λέγουσιν ἀνέμων ἤγει ρεν ὁ μέγας Θεοδόσιος, πυραμίδος σχῆμα ζωγραφοῦν καὶ ζῴοις πλαστοῖς κεκοσμημένον βλαστοῖς τε καὶ καρποῖς καὶ ῥοΐσκοις. γυμνοί τε Ἔρωτες ἵστανται προσγελῶντες ἀλλήλοις ἡμέρως καὶ τοῖς 1.566 κάτω περῶσιν ἐμπαίζοντες. ἄλλοι δὲ ἐποκλάζοντες ἔμπαλιν νέοι, σάλπιγξι χαλκαῖς ἐμφυσῶντες ἀνέμους. χαλκοῦν δὲ βρέτας ὑψό θεν πετόμενον πνοὰς λιγείας δεικνύει τῶν ἀνέμων. Ὅτι τὸν τοῦ ταύρου κίονα ἔστησεν ὁ μέγας Θεοδόσιος, τρό παια καὶ μάχας ἔχοντα κατὰ Σκυθῶν καὶ βαρβάρων τοῦ αὐτοῦ. ἔχει δὲ οὗτος ἔνδοθεν καὶ ὁδὸν ἄνω φέρουσαν. καὶ ὁ κατὰ τὸ ἄμφοδον δὲ ἑστὼς ἱππότης αὐτός ἐστιν ὁ μέγας Θεοδόσιος, χεῖρα τείνων δεξιὰν πρὸς τὴν πόλιν, καὶ δεικνὺς τὰ ἐγγεγραμμένα τῷ στύλῳ τρόπαια. Ὅτι ὁ χαλκοῦς βοῦς ἐκ Περγάμου ἦλθε, κάμινος δὲ ἦν ἐν ᾗ πέφλεκται ὁ ἅγιος μάρτυς Ἀντίπας. Ὅτι τὰ Ἀμαστριανοῦ λέγεται εἴτε ἀπό τινος εὐτελοῦς πα τρίδα ἔχοντος τὴν Ἄμαστριν, ἐλθόντος τε κατὰ πενίαν ἐν τῇ πό λει κἀκεῖ τελευτήσαντος, εἴτε ἀπὸ ἐνεργοῦς τῆς τοῦ τόπου δυσφη μίας, ὅτι πᾶς κακοῦργος καὶ φονεὺς αὐτόθι τιννύει δίκην, κλῆσιν ἔλαχεν αἰσχίστην τῆς Παφλαγόνων ἕνεκεν βδελυρίας. ἦν δέ ποτε ναὸς μέγιστος αὐτόθι Ἡλίου καὶ Σελήνης, οὗ πρὸς ἄρκτον κίονες στοιχηδὸν εἱστήκεισαν, μέσον δὲ κόλπος οἷα κόγχης εὐγύρου, ὕπερθεν δὲ αὐτῆς Ἥλιος ἐπὶ λευκοῦ ἅρματος, ἡ δὲ αὖ Σελήνη νυμφικῶς ἐστεμμένη ἐφ' ἁρμαμάξης ἤγετο. Βύζαντος ἔργα ταῦτα, τοῦ Φειδαλείας ξυνευνέτου. κάτω δὲ πρὸς θέμεθλα δόμου ἐκά θητό τις σκηπτοῦχος ἐπὶ θρόνου, καὶ λαοῖς ἐκέλευσε τοῖς κρατοῦ 1.567 σιν ὑπείκειν. αὐτοῦ δὲ πρὸς γῆν ἦν βρέτας Διὸς ἐκ λευκοῦ λίθου, ἔργον Φειδίου, ἱζάνον τῷ δοκεῖν ἐπὶ κλίνης. Ὅτι ὁ Ξηρόλοφος ἔργον ἐστὶν Ἀρκαδίου, ὅμοιον κατὰ πάντα τῷ ταύρῳ. Ὅτι οἱ ἐλέφαντες οἱ ἐν τῇ χρυσῇ πόρτῃ ὅμοιοί εἰσιν ὧν πάλαι Θεοδόσιος ἐπιβὰς εἰς τὴν πόλιν εἰσήλασεν. Ὁ αὐτὸς μέγας Θεοδόσιος ἐπεθύμησε καταλαβεῖν τὰ Ἱερο σόλυμα, καὶ περιβαλόμενος σχῆμα ἰδιωτικὸν ἦλθεν ἐν τῇ πύλῃ τῆς ἁγίας Ἀναστασίας, καὶ κρούσαντος ἤνοιξέ τις ὑπηρετῶν. πάντων δὲ τῶν λύχνων σβεσθέντων, τῷ εἰσελθεῖν τὸν βασιλέα αἰφνίδιον πάλιν ἀνήφθησαν ὡς ἐν πανηγύρει. ὁ δὲ θυρωρὸς ἐκ πλαγεὶς ἀπήγαγεν αὐτὸν πρὸς Ἰωάννην τὸν ἀρχιερέα. ὁ δὲ δι' εὐχῆς ἐπέγνω αὐτόν, καὶ ἐμακάρισεν ὅτι βασιλεὺς ὢν ἐν τοιούτῳ σχήματι παρεγένετο προσκυνῆσαι τοὺς ἁγίους τόπους. Οὗτος ὁ μέγας Θεοδόσιος πολεμῶν τῷ τυράννῳ Εὐγενίῳ, εὑρὼν εὐκτήριον ἐν τῷ ὄρει, ἔπεσεν ἐπὶ τοῦ ἐδάφους κλαίων καὶ τὸν θεὸν ἱκετεύων ἐπικουρῆσαι αὐτῷ. καὶ μικρὸν ἀφυπνώσας ἐξ ἀθυμίας ὁρᾷ δύο τινὰς ἐφ' ἵπποις λευκοῖς καθημένους, λέγοντας αὐτῷ θαρσεῖν καὶ τὸν στρατὸν διεγείρειν εἰς πόλεμον. τῶν δὲ φανέντων ὁ μὲν
PG 121:617ἔλεγεν ἑαυτὸν Ἰωάννην ὁ δὲ Φίλιππον τοὺς ἀπο στόλους. ταύτην δὲ τὴν ὅρασιν καὶ εἷς τῶν στρατιωτῶν ἰδὼν ἀπήγγειλε τῷ βασιλεῖ. καὶ πολέμου συγκροτηθέντος προσερρύη ὁ στρατὸς τοῦ Εὐγενίου τῷ βασιλεῖ. προηγεῖτο δὲ ἐν τῷ στρατῷ 1.568 τοῦ Εὐγενίου ἡ εἰκὼν τοῦ Ἡρακλέος, Θεοδοσίου δὲ ὁ τίμιος σταυ ρός. ἔτι δὲ ἔστησεν ὁ βασιλεὺς Θεοδόσιος καὶ τὸν κίονα τοῦ ταύ ρου. κτίζει δὲ καὶ πόλιν ἐν Θρᾴκῃ, Θεοδοσιόπολιν ὀνομάσας, τὸν πρὶν λεγόμενον Ἄπρων ἀπὸ τοῦ κτίσαντος αὐτὴν κατ' ἀρχὴν Ἄπρου, ὃς ἦν πενθερὸς Καρίνου, ὃς καὶ ἀνεῖλεν αὐτόν. ἔκτισε δὲ καὶ ἑτέραν πόλιν ἐπ' ὀνόματι τοῦ υἱοῦ αὐτοῦ, τὸ πρὶν Βεργού λιον λεγομένην. Εὐγενίου τυραννήσαντος ἀντιγράφει καὶ Ἀργάβαστος ὁ ἀπὸ Γαλατίας σὺν αὐτῷ τυραννῆσαι. ἀκούσας δὲ ἐν Ῥώμῃ ὁ μικρὸς Οὐαλεντινιανός, ὁ τοῦ μεγάλου Οὐαλεντινιανοῦ παῖς, ἀγχόνῃ ἐχρήσατο. ἔσπευσε δὲ ὁ μέγας Θεοδόσιος εἰς ἐκδίκησιν αὐτοῦ. ἐξιὼν δὲ κατὰ τοῦ τυράννου Εὐγενίου οὐκ ἰδίᾳ ἰσχύϊ ἐθάρρησεν, Ἰωάννου δέ τινος Αἰγυπτίου μοναχοῦ μεγάλου τὴν ῥάβδον ἀντὶ δόρατος τὴν ἐπωμίδα δὲ ἀντὶ κράνους ὁπλισάμενος, κατὰ κράτος τὸν ἀλιτήριον χειροῦται ζῶντα καὶ τοὺς σὺν αὐτῷ ἀνεῖλε. μετὰ δὲ τὴν νίκην τούτου εἰσελθὼν ἐν Ῥώμῃ πλεῖστον τῇ πόλει ἐχαρί σατο, καὶ τὰ ἐν τοῖς μαγκιπείοις τῶν καταπιπτόντων ζῴων ἄχρι γήρως τοῖς μύλωσι συγκλειομένων καὶ ἀλήθειν κατεπειγομένων περιεῖλε, καὶ τὴν τῶν μοιχευομένων γυναικῶν ὕβριν, τὴν ἐν πορ νείαις διὰ κώδωνος ἐλεγχομένην, περιέκοψε. Τῷ ιαʹ ἔτει νικήσας Μάξιμον τὸν τύραννον ἀνεῖλε καὶ Ἀνδραγάθιον τὸν στρατηγὸν αὐτοῦ ὡς φονεύσαντα Γρατιανόν. 1.569 ἐλθὼν δὲ εἰς Ῥώμην ἔστεψεν Ὁνώριον τὸν υἱὸν αὐτοῦ βασιλέα, καὶ ἀνῆλθεν ἐν Κωνσταντινουπόλει. καὶ τοῦ Ἀλεξανδρείας Θεο φίλου αἰτησαμένου τὰ ἱερὰ πάντα τῶν Ἑλλήνων καθῃρέθησαν καὶ τὰ εἴδωλα ἐχωνεύθησαν καὶ εἰς χρείας πενήτων ἐδόθη. τότε καὶ Μάρκελλος ὁ ἐπίσκοπος Ἀπαμείας τῆς Συρίας ναοὺς Ἑλληνικοὺςκαταστρέφων ὑπὸ Ἑλλήνων ἀναιρεῖται. τοῦ δὲ ναοῦ τοῦ Σαρά πιδος ἐν Ἀλεξανδρείᾳ λυομένου ἱερογλυφικὰ γράμματα εὑρέθη σταυροῦ τύπον ἐπέχοντα, ἅπερ οἱ ἐξ Ἑλλήνων θεασάμενοι ἐπί στευσαν, λέγοντες σημαίνειν τὸν σταυρὸν κατὰ τὴν τῶν ἱερογλυφικῶν γραμμάτων ἔννοιαν ζωὴν ἐπερχομένην. τοῦτον τὸν Σάρα πιν οἱ μὲν τὸν Δία εἶναι λέγουσιν, οἱ δὲ τὸν Νεῖλον διὰ τὸ τὸν μόδιον ἔχειν ἐν τῇ κεφαλῇ καὶ τὸν πῆχυν. οἱ δὲ Ἆπίν τινα ἄν θρωπον εὔπορον ἐν Αἰγύπτῳ γεγονέναι, ὃς ἐν καιρῷ λιμοῦ ἐκ τῶν ἰδίων ἐπήρκεσεν Ἀλεξανδρεῦσιν, ᾧ καὶ τελευτῶντι ναὸν καὶ στήλην ἀνέστησαν· καὶ βοῦς αὐτοῦ ἐτρέφετο, ὃν καὶ Ἆπιν ἐκά λουν ὁμωνύμως τῷ δεσπότῃ. σύμβολον οὗτος ἦν τοῦ γεωργοῦ. μετωνόμασαν δὲ τὸν ἄνθρωπον ἐκεῖνον καὶ Γόρασιν, καὶ Σάρα πιν τὴν στήλην. ἐν τῷ ναῷ γοῦν τούτου ἄγαλμα μέγα καὶ φοβε ρὸν οἷον ἐκ διαφόρου κατεσκευασμένον ὕλης ἵστατο, ὡς ἑκατέραις χερσὶν ἑκατέρων ἔχεσθαι τῶν τοίχων. ἔνδον δὲ τούτου τοῦ μεγί στου ἀγάλματος ἄλλος ναὸς καὶ εἴδωλον καὶ ξόανον ἀπῃώρητο χαλκοῦν, οὐ μέγα δέ. τούτου τῇ κεφαλῇ σίδηρον ἐνείραντες, τοῖς φατνώμασι δὲ τῆς στέγης ἄνωθεν μαγνῆτιν λίθον κατὰ κάθετον ἐνθέμενοι, μετέωρον τοῦτον τοῦ ἀέρος ἀφῆκαν ὁρᾶ 1.570 σθαι κρεμάμενον, καὶ οὔτε γῆς οὔτ' αὐτῆς τῆς στέγης ἐφαπτό μενον. Ἰστέον ὅτι τὸ μὲν εἴδωλον οὐδεμίαν ὑπόστασιν ἔχει, τὸ δ' ἴνδαλμά τινός ἐστιν ὁμοίωμα καὶ ἀπεικόνισμα. καὶ εἴδωλον μὲν Σφίγγες Κένταυροι κυνοπρόσωπα καὶ βουκέφαλοι ἤγουν τὰ μὴ ὑφεστῶτα, ὁμοιώματα δὲ τῶν ὑφεστώτων εἰκάσματα, οἷον ἡλίου σελήνης ἄστρων ἀνθρώπων θηρίων ἑρπετῶν καὶ τῶν τούτοις παραπλησίων. Ἰστέον ὅτι Χαλδαῖοι τὸ πῦρ ὡς πάντων ἀναιρετικὸν σέβον ται, καὶ πάντας τοὺς Ἑλλήνων θεοὺς κατέδραμον. προσῆλθον δὲ καὶ τῷ Κάνωπος ἱερεῖ, καὶ αὐτὸς μηχανᾶταί τι τοιοῦτον. εἰς τύπον ἀγάλματος ὑδρίαν ὀστρακίνην κατασκευάσας τρήσεις ὑπέ θηκε λεπτάς, ἃς κηρῷ φραξάμενος καὶ χρώματι καλλύνας, πα λαιοῦ
PG 121:621ἀγάλματος ἀποτεμὼν κεφαλὴν καὶ ἐφαρμόσας τῷ σκεύει εὐφυῶς, καὶ τῷ πυρὶ προσαγαγὼν ἤλεγξεν αὐτοῦ τὴν ἰσχύν, κατὰ μικρὸν διὰ τοῦ ὕδατος ἀποσβεσθέντος. Τῷ ιεʹ καὶ ι ʹ ἔτει αὐτοῦ Θεοδόσιος νόμον γράφει γυναῖκα εἰς διακόνισσαν μὴ προβαίνειν, εἰ μὴ ὑπερβῇ τὰ ξʹ ἔτη. τῷ αὐτῷ ἔτει Πλακίλλα ἡ γαμετὴ Θεοδοσίου ἐκοιμήθη, εὐσεβὴς οὖσα καὶ φιλόπτωχος, οἰκείαις χερσὶ λωβοῖς καὶ νοσοῦσιν ὑπηρετοῦσα. ταύτης τὸν ἀνδριάντα κατέαξαν οἱ Ἀντιοχεῖς διὰ τὰ ἐπιτεθέντα δημόσια παρὰ τοῦ βασιλέως τελεῖν αὐτούς. τότε καὶ Ἰωάννης ὁ 1.571 Χρυσόστομος, πρεσβύτερος ὢν Ἀντιοχείας, λόγους περὶ τούτου θαυμαστοὺς ἐξέθετο, οὓς ἀνδριάντας ἐπέγραψε. τότε καὶ ἡ ἐν Θεσσαλονίκῃ σφαγὴ τῶν ιεʹ χιλιάδων τοῦ λαοῦ ὑπὸ Θεοδοσίου γί νεται, καὶ τὰ παρὰ τοῦ ἁγίου Ἀμβροσίου ἐπισκόπου Μεδιολάνων εἰς αὐτὸν βασιλέα πραχθέντα. διὸ καὶ νόμον ἐκτίθεται τοῖς καταδικαζομένοις θανάτῳ ἢ δημεύσει προθεσμίαν λʹ ἡμερῶν εἰς διάσκεψιν δίδοσθαι. Τῷ δὲ αὐτῷ ἔτει τοῦ ποταμοῦ Νείλου κατὰ τὸ ἔθος μὴ ἀνα βάντος ἔχαιρον οἱ Ἕλληνες, λέγοντες αἴτιον εἶναι τούτου τὸ κωλυ θῆναι θύειν τοῖς θεοῖς αὐτῶν. ὅπερ μαθὼν ὁ εὐσεβὴς βασιλεὺς εἶπε "μὴ γένοιτό ποτε ποταμὸν θυσίαις χαίροντα ἐπὶ τὴν γῆν πλημμυρῆσαι." ὁ δὲ θεὸς τοῦτο ἀποδεξάμενος εὐλόγησε τὴν ἀνά βασιν τοῦ ποταμοῦ, ὥστε ἅπαντας τοὺς κατ' Αἴγυπτον φοβηθῆ ναι μὴ καὶ αὐτὴν τὴν Ἀλεξάνδρειαν κατακλύσῃ ἡ πλημμύρα τοῦ ὕδατος. Ἐν Μεδιολάνῳ ὑπάρχοντος τοῦ βασιλέως Θεοδοσίου οἱ ἐκ Κωνσταντινουπόλεως Ἰουδαῖοι, ἐκ προστάξεως Ὁνωράτου ἐπάρχου, συναγωγὴν ἐν τοῖς Χαλκοπράτοις πολλῶν ταλάντων εἰργά σαντο. τῶν δὲ Χριστιανῶν δυσφημούντων κατὰ τοῦ ἐπάρχου αὐτὸς οὐ προσέσχεν· ἦν γὰρ Ἕλλην. πῦρ οὖν ἐμβαλόντες νυκτὸς ταύτην κατέκαυσαν. γράφει τοῦτο ὁ ἔπαρχος πρὸς Θεοδόσιον, ἐγκαλῶν τοῖς πολίταις· ὁ δὲ ὁρίζει ζημίαν ὑποστῆναι τοὺς τοῦτο δράσαντας καὶ κτισθῆναι τὴν συναγωγήν. προσφεύγουσιν οἱ πο λῖται πρὸς τὸν μέγαν Ἀμβρόσιον. ὁ δὲ τῆς ἑορτῆς τῶν Χριστοῦ 1.572 γενεθλίων ἐνστάσης καὶ τοῦ βασιλέως εἴσοδον ποιήσασθαι μέλλον τος, δημηγορεῖ ὁ μέγας Ἀμβρόσιος ὀλίγα μὲν περὶ τῆς ἑορτῆς, τὰ πλείω δὲ τοῦ βασιλέως καθαπτόμενος σφοδρῶς, φάσκων οὕτως ὡς ἐκ προσώπου τοῦ θεοῦ "οὐκ ἐγώ σε ποιμένα ὄντα προβάτων ἐξόπισθεν τῶν λοχευομένων ἔλαβον, καὶ τοῦ λαοῦ μου ποιμένα καὶ βασιλέα κατέστησα; οὐκ ἐγώ σου τὴν κεφαλὴν αὐχμῶσαν καὶ φθειριῶσαν χρυσῷ στεφάνῳ κατεκαλλώπισα καὶ ταινίᾳ χρυσοπορ φύρῳ ἐκόσμησα; καὶ ἵνα τί τοὺς σφαγέας τοῦ υἱοῦ μου προκρί τους ἄγεις καὶ τὸν ἐμὸν λαὸν κατατρύχεις, ποινηλατῶν τὴν κληρο νομίαν μου; καὶ ὁ βασιλεύς "τί ποιεῖς, ἐπίσκοπε; τὴν ἑορτὴν καταλιπὼν ὅλην ἐπ' ἐμὲ τὴν δημηγορίαν ἐξήρτησας;" καὶ ὁ Ἀμ βρόσιος "οὐ κατά σου, βασιλεῦ, ἀλλ' ὑπέρ σου. τί γὰρ ἔσται Χριστιανοῖς ἄλλο δεινότερον, ἵνα καὶ Ἰουδαίων συναγωγὰς ἀπαρτίζωσι;" καὶ ὁ βασιλεύς "καὶ δίκαιόν ἐστιν ἵνα ὃ ἐὰν δόξῃ δήμῳ ἀτάκτῳ ἐπὶ βασιλικῇ πόλει κατεργάζηται;" καὶ ὁ Ἀμβρόσιος "καὶ τοῦτο δίκαιόν ἐστι, βασιλέων θεοσεβέστατε, ἵν' ἐπὶ πόλεως βασιλευούσης Ἰουδαῖοι βλασφήμους ᾠδὰς ἀναπέμπωσι; μὴ τούτῳ στοιχήσῃς, βασιλέων πανάριστε· αἱ γὰρ ἐκείνων εὐχαὶ βλασφη μίαι καὶ ὕβρεις καὶ ἀρρητολογίαι τυγχάνουσι." καὶ ταῦτα λέ γοντος Ἀμβροσίου ἀφῆκεν ὁ βασιλεὺς τὸ ἐπιτίμιον, νόμον ἐκθέ μενος μὴ ἔχειν Ἰουδαίους ἐν Βυζαντίῳ συναγωγὴν μήτε τολμᾶν δημοσίᾳ προσεύχεσθαι. 1.573 Ἐν τούτοις ἥ τε τῶν Ὀλυμπιάδων ἀπέσβη πανήγυρις, ἥτις κατὰ τετραετῆ χρόνον ἐπετελεῖτο. ἤρξατο δὲ ἡ τοιαύτη πανή γυρις ὅτε Μανασσῆς τῶν Ἰουδαίων ἐβασίλευσε, καὶ ἐφυλάττετο ἕως τῆς ἀρχῆς αὐτοῦ τοῦ μεγάλου Θεοδοσίου. καὶ ἤρξαντο ἀριθμεῖσθαι αἱ ἴνδικτοι, ἀρξάμεναι ἀπὸ Αὐγούστου Καίσαρος ἐν ἔτει ιεʹ τῆς ἀρχῆς αὐτοῦ. καλεῖται δὲ ἰνδικτιών, τουτέστιν ἰνακτιών, ἡ περὶ τὸ Ἄκτιον νίκη. Ἄκτιον δέ ἐστιν ἀκρωτήριον Νικοπόλεως τῆς Ἠπείρου, ἔνθα μαχεσάμενος
PG 121:623Αὔγουστος τόν τε Ἀντώνιον καὶ Κλεοπάτραν ἐνίκησε, μόναρχος ἀναδειχθεὶς τῷ τότε χρόνῳ. Ὁ οὖν μέγας Θεοδόσιος ἤγαγεν ἀπὸ Ῥώμης ἐν ἀρχῇ τῆς βασιλείας αὐτοῦ τὸν μέγαν Ἀρσένιον, ἀκούσας περὶ τῆς σοφίας αὐτοῦ καὶ θεϊκῆς γνώσεως, καὶ τούτῳ Ἀρκάδιον καὶ Ὁνώριον τοὺς υἱοὺς αὐτοῦ δέδωκε, παιδεύεσθαι ὑπ' αὐτοῦ τὰ ἱερὰ γράμ ματα· ὃν καὶ βασιλεοπάτορα πεποίηκεν. οὗτος ἐν νυκτὶ δεόμενος τοῦ θεοῦ ἤκουσε φωνῆς λεγούσης αὐτῷ "Ἀρσένιε, φεῦγε τοὺς ἀνθρώπους, καὶ σώζῃ." Οὗτος ὁ Θεοδόσιος τοὺς εἰδωλικοὺς ναούς, οὓς ὁ μέγας Κωνσταντῖνος κλεισθῆναι μόνον προσέταξε, πάντας ἕως ἐδάφους κατέλυσεν. ἐν Μεδιολάνῳ δὲ ἀρρωστήσας ἐκοιμήθη ἐν κυρίῳ, ὑπάρχων ἐτῶν ξʹ, βασιλεύσας ἔτη ι ʹ, καταλείψας τοὺς δύο υἱοὺς αὐτοῦ, Ἀρκάδιον μὲν τὸν πρεσβύτερον τῆς ἑῴας, Ὁνώριον δὲ τῶν ἑσπερίων σὺν Πλακιδίᾳ. καὶ ὁ μὲν Ὁνώριος ἔσχε τὰ βασί λεια εἰς Ῥάβενναν, Πλακιδία δὲ ἡ θυγάτηρ Γρατιανοῦ ἐν τῇ 1.574 Ῥώμῃ. μετήνεγκε δὲ τὸ σῶμα αὐτοῦ ἐν Κωνσταντινουπόλει Ἀρκάδιος, θεὶς ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων. τὴν δὲ τῆς ἀρχιερωσύνης καθέδραν κατεῖχε Νεκτάριος, κόσμου ἔτει #εωπηʹ, τῆς θείας σαρκώσεως τ δʹ. Ἀρκάδιος ὁ υἱὸς τοῦ μεγάλου Θεοδοσίου ἐβασίλευσεν ἔτη ιδʹ. οὗτος ἐν τῷ εʹ ἔτει τὸν μέγαν ἔμβολον ἀντικρὺ τοῦ πραιτωρίου ἔκτισεν. ἦν δὲ Ἀρκάδιος τὴν θέσιν τοῦ σώματος εἰδεχθέστατος, μέλας τὴν χροιάν, τὴν ἡλικίαν φαυλότατος, ἓν μόνον ἔχων πλεο νέκτημα τὸ καλῶς γράφειν, ὃ παρὰ τοῦ μεγάλου Ἀρσενίου ἐξε παιδεύθη. ἐπὶ τούτου μετετέθη τὰ λείψανα τοῦ ἁγίου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου ἐν Ἀλεξανδρείᾳ. ποιεῖ δὲ καὶ ἴδιον ἀριθμὸν ἐν Κωνσταντινουπόλει, οὓς ἐκάλεσεν Ἀρκα δικούς. Τῷ ʹ τούτου ἐνιαυτῷ χειροτονεῖται ὁ Χρυσόστομος ἐν Κων σταντινουπόλει, ᾧ καὶ Λιβάνιος ἐμαρτύρησε. πυθομένων γὰρ τῶν αὐτοῦ φοιτητῶν τίνα ἀντ' αὐτοῦ προΐστησι τῷ διδασκαλείῳ, "̓Ιωάννην" ἔφη, "εἰ μὴ ἐσυλήθη ὑπὸ τῶν Χριστιανῶν." τῷ δ' αὐτῷ ἔτει γεννᾶται Ἀρκαδίῳ υἱὸς ἐξ Εὐδοξίας τῆς Αὐγούστης, Θεοδόσιος ὁ μικρός, ὃν ἀνεδέξατο Ἰωάννης ὁ Χρυσόστομος ἐν τῷ ἁγίῳ βαπτίσματι. Τῷ ηʹ ἔτει Γαϊνᾶς τυραννεῖ κατὰ Ἀρκαδίου, καὶ πολλὰ κακὰ τῷ Βυζαντίῳ ἐπεδείξατο. ὅρκους δὲ λαβὼν καὶ δοὺς ἐν τῇ ἁγίᾳ Εὐφημίᾳ τῇ ἐν Χαλκηδόνι, τούτους παρέβη, καὶ εἰσελθὼν ἐν τῇ πόλει ἐχώρησε πρὸς ἁρπαγὰς καὶ ἑτέρας ἀτοπίας. εἶτα 1.575 ἐξελθὼν εἰς τὴν Χερρόνησον Θρᾴκης καὶ σχεδίας ποιήσας, πρὸς τὰς ἀνατολικὰς πόλεις χωρεῖ. πολέμου δὲ πολλοῦ συρραγέντος κατά τε γῆν καὶ θάλασσαν ἀπώλετο σὺν τοῖς ἑαυτοῦ στρατεύ μασι. Τοῦ δὲ Χρυσοστόμου τὰ τῆς ὀρθοδόξου ἐκκλησίας ἰθύνον τος προσῆλθεν αὐτῷ τις τῆς τῶν Μακεδονιανῶν αἱρέσεως μετα νοήσας. παραινέσας δὲ καὶ τῇ ἰδίᾳ γαμετῇ ἐπιστρέψαι καὶ μετα νοῆσαι καὶ κοινωνῆσαι, μόλις ὡς δῆθεν ἔπεισεν. ἡ δὲ δοῦσα τῇ παιδίσκῃ κοινωνίαν τῶν Μακεδονιανῶν ἐκέλευσεν ἔχειν μεθ' ἑαυ τῆς. καὶ δὴ προσελθοῦσα τῷ Χρυσοστόμῳ, καὶ δεξαμένη τὴν ἁγίαν κοινωνίαν ἐκ τῶν χειρῶν αὐτοῦ, ὑποκριθεῖσα ταύτης μετα λαμβάνειν δέδωκε τῇ παιδίσκῃ, καὶ τὴν τῶν Μακεδονιανῶν λα βοῦσα προσάγει τῷ στόματι, καὶ εὑρίσκει αὐτὴν λίθον γεγονυῖαν. φρίξασα οὖν προσπίπτει τῷ ἁγίῳ ὑπότρομος, ἐξαγορεύουσα τὸ τόλμημα καὶ εἰλικρινῶς προσερχομένη τῇ ἐκκλησίᾳ. Κύριλλος δὲ ὁ ἁγιώτατος Ἀλεξανδρείας ἀρχιεπίσκοπος ἀνε ψιὸς ἦν Θεοφίλου κατὰ σάρκα. ἕως δὲ χρόνων τινῶν καὶ αὐτὸς προλήψει δουλεύων ὡς ἄνθρωπος, καὶ τῷ Θεοφίλῳ ὡς θείῳ ἐπα κολουθῶν, πονηρὰ κατὰ τοῦ Χρυσοστόμου ἐφρόνει τε καὶ ἐφθέγγετο· ἐπειδὴ δὲ ζῆλος ἦν, εἰ καὶ μὴ κατ' ἐπίγνωσιν, οὐ φθόνος δὲ οὐδ' ἔνστασις διαβολικὴ τὸ μαχόμενον, διὰ τοῦτο ἄξιος διορ θώσεως ἐκρίθη ἀποκαλύψει τινὶ μυστικῇ, ἐν ᾗ ἐδόκει εὑρεθῆναι ἔν τινι φοβερῷ καὶ περικαλλεῖ τόπῳ, ἐν ᾧ πλήθη ἁγίων ἀγγέλων 1.576 παρειστήκεσαν τῇ θεομήτορι, σύνεγγυς δὲ ταύτης τὸν μέγαν Χρυσόστομον. ἔνθα δὲ πειραθέντα Κύριλλον πλησιάσαι ἐξω θεῖσθαι προστάξει τοῦ Ἰωάννου, τὴν μητέρα δὲ τοῦ κυρίου πρεσ βεύουσαν ὑπὲρ αὐτοῦ καὶ παραδεχθῆναι ἀξιοῦσαν, ὡς οὐκ ὀλίγα ὑπὲρ τῆς
PG 121:625δόξης αὐτῆς πεποιηκότος εἰς τὸ θεοτόκον αὐτὴν ὀνομά ζεσθαι. εἰς ἑαυτὸν δὲ ὁ ἱερὸς Κύριλλος γενόμενος κατέγνω μὲν ἑαυτοῦ, τοῖς δὲ τοῦ Χρυσοστόμου ἑπόμενος πᾶσι καὶ δώδεκα κε φάλαια ἐξέθετο δογματικὰ καὶ Νεστορίῳ ἔπεμψεν ἐν Κωνσταντινουπόλει. ὧν ἐκεῖνος καταφρονήσας τὴν κατ' αὐτοῦ τρίτην σύνο δον γενέσθαι παρεσκεύασεν. Ἀρσένιος δὲ ὁ μέγας τῶν τοῦ κόσμου πάντων καταφρονήσας καὶ τοῦ κόσμου ἀναχωρήσας τὴν θείαν φιλοσοφίαν ἐν Αἰγύπτῳ μετήρχετο ἐν μοναδικῷ σχή ματι. Τῷ ιʹ ἔτει Ἀρκαδίου ἡ πρώτη ἐξορία τοῦ Χρυσοστόμου γέγονεν, ἀφ' ἧς ὑποστρέφει ἑξήκοντα ἐπισκόπων συνελθόντων καὶ ἄκυρα πάντα τὰ κατὰ τοῦ θείου Ἰωάννου παρὰ τοῦ Θεοφίλου καὶ τῶν σὺν αὐτῷ ποιησάντων δικαίως. τῷ δὲ ιαʹ καὶ ιβʹ ἔτει πάλιν τὰ κατὰ τῆς ἐπιβουλῆς αὔξει τοῦ Χρυσοστόμου. ἐν δὲ τῷ ιγʹ, ὅτε καὶ τὸν λόγον ἐποίησεν οὗ ἡ ἀρχή "πάλιν Ἡρωδιὰς μαίνεται," τότε ἔχθρα τελεία τῆς βασιλίσσης κατ' αὐτοῦ γίνεται, καὶ πάλιν καθαίρεσις καὶ ἐξορία εἰς Κούκουσον, ἐκεῖθεν εἰς Πι τυοῦντα· καὶ γενόμενος ἐν Κομάνοις τῆς Ἀρμενίας κατὰ πάροδον ἐτελειώθη ἐν κυρίῳ. ἄξιον δέ ἐστι μικρὸν ἐπαναλαβεῖν τῷ λόγῳ 1.577 περὶ τοῦ ἁγίου πατρὸς ἡμῶν καὶ φωστῆρος τῆς οἰκουμένης Ἰωάν νου τοῦ Χρυσοστόμου· ἴσως γὰρ τοῖς φιλοκάλοις οὐ δόξειε τοῦτο πάρεργον. Ὀκτωκαιδέκατον ἄγων τῆς ἡλικίας ἔτος, καταλιπὼν τὸν διδάσκαλον αὐτοῦ Λιβάνιον τὸν σοφιστήν, ὑπὸ τοῦ ἁγιωτάτου ἐπισκόπου Ἀντιοχείας Μελετίου βαπτισθεὶς χειροτονεῖται ἀναγνώ στης. καὶ παραμείνας τῇ ἐκκλησίᾳ ἔτη τρία ἀνεχώρησε, καὶ ἀπῆλθε πρός τινα μοναχὸν καὶ ἡγούμενον Καρτέριον τοὔνομα, καὶ αὐτῷ προσμείνας ἔτη τέσσαρα γίνεται ὑπ' αὐτοῦ μοναχός. καὶ τὰς θείας γραφὰς ὑπ' αὐτοῦ παιδευθεὶς καὶ τῆς μοναχικῆς πολιτείας τὴν ἀκρίβειαν χρόνον τινὰ ἀνεχώρησεν ἐν σπηλαίῳ μόνος ἔτη δύο, ποθῶν τὴν ἡσυχίαν. μὴ ἀναπεσὼν δὲ τὸν διετῆ χρόνον, μὴ νύκτωρ, μὴ μεθ' ἡμέραν, νεκροῦται τὰ ὑπογάστρια, πλη γεὶς ἀπὸ τοῦ κρύους τὰς περὶ τοὺς νεφροὺς δυνάμεις. μὴ ἐπαρ κῶν δὲ ἑαυτῷ χρησιμεύειν πάλιν καταλαμβάνει τὴν ἐκκλησίαν ἐκ θείας προμηθείας εἰς πολλῶν σωτηρίαν. ἐντεῦθεν χειροτονεῖται διάκονος ὑπὸ τοῦ θείου Μελετίου, ὑπηρετήσας τῷ θυσιαστηρίῳ τρία ἔτη. ἤδη δὲ τῆς διδασκαλικῆς αὐτοῦ ἀρετῆς διαλαμπούσης πρεσβύτερος χειροτονεῖται διὰ Φλαβιανοῦ τοῦ ἐπισκόπου, καὶ τέσσαρα ἔτη διαπρέψας ἐν τῇ ἐκκλησίᾳ Ἀντιοχείας ἀποσεμνύνει τὸ ἐκεῖσε ἱερατεῖον τῇ τοῦ βίου ἀρετῇ. ἦν γὰρ ἀσκητὴς ἄκρως καὶ πολυάγρυπνος καὶ φιλήσυχος λίαν καὶ διὰ ζῆλον σωφροσύνης εὐ παρρησίαστος καὶ ἀκρόχολος, καὶ θυμῷ μᾶλλον ἢ αἰδοῖ ἐχαρίζετο, 1.578 ἐλευθεροστομίᾳ τε πρὸς τοὺς ἐντυγχάνοντας ἀμέτρως ἐκέχρητο. καὶ ἐν μὲν τῷ διδάσκειν πολὺς ἦν πρὸς ὠφέλειαν, ἐν δὲ ταῖς συντυχίαις ἀλαζονικός τις καὶ ὑπερόπτης ἐνομίζετο τοῖς αὐτὸν ἀγνοοῦσι. διὸ καὶ ἐπὶ τὴν ἐπισκοπὴν προβληθεὶς μείζονι ὀφρύϊ κατὰ τῶν ὑπηκόων ἐκέχρητο, πρὸς διόρθωσιν ἑκάστου καὶ σωτη ρίαν καὶ τοὺς τρόπους καὶ τοὺς λόγους μεταλλάττων. οὐ τοίνυν, εἰ μή τις εἴη κόλαξ, τοῦτον ἀλαζόνα εἶναι νομίζει· οὐδ' αὖ πάλιν, εἰ κόλαξ εἴη καὶ ἀγεννής, τοῦτον μετριόφρονα καλέσει, ἀλλὰ τὸν ἐν προσηκούσῃ τάξει τοῖς ἐλευθέροις πρεπούσῃ ἑαυτὸν φυλάττοντα. μεγαλόψυχον γὰρ εἶναι προσήκει, οὐχ ὑπερήφανον, ἀνδρεῖον, οὐ θρασύν, ἐπιεικῆ, οὐ δουλοπρεπῆ, μετριόφρονα, οὐ ταπεινοφρο σύνην ὑποκρινόμενον, ἐλευθέριον, οὐκ ἀνδραποδώδη, ὥσπερ δὴ καὶ αὐτὸς οὗτος ὁ Χρυσόστομος λέγει "διὰ τοῦτο ποικίλον εἶναι δεῖ τὸν ποιμένα καὶ διδάσκαλον. ποικίλον δὲ λέγω, οὐχ ὕπουλον οὐδὲ κόλακα καὶ ὑβριστήν, ἀλλὰ πολλῆς ἐλευθερίας καὶ παρρη σίας ἀνάμεστον, εἰδότα καὶ συγκατιέναι χρησίμως, ὅταν ἡ τῶν πραγμάτων ὑπόθεσις ἀπαιτῇ τοῦτο, καὶ χρηστὸν εἶναι ὁμοῦ καὶ αὐστηρόν. οὐ γὰρ ἑνὶ τρόπῳ χρῆσθαι τοῖς ἀρχομένοις ἅπασι δέον, ἐπεὶ μηδὲ ἰατρῶν παισὶν ἑνὶ φαρμάκῳ πᾶσι τοῖς κάμνουσι προσφέρεσθαι καλόν, μηδὲ κυβερνήταις μίαν ὁδὸν εἰδέναι τῆς
PG 121:629πρὸς τὰ πνεύματα μάχης. ἐννόησον οὖν ὁποῖόν τινα εἶναι χρὴ τὸν μέλλοντα πρὸς χειμῶνα τοσοῦτον ἀνθέξειν καὶ τοιαύτην ζά λην καὶ τοσαῦτα κύματα, πρὸς τὸ γενέσθαι τοῖς πᾶσι τὰ πάντα, ἵνα πάντας κερδήσῃ. καὶ γὰρ σεμνὸν εἶναι δεῖ τὸν τοιοῦτον καὶ 1.579 ἄτυφον, καὶ φοβερὸν καὶ προσηνῆ, καὶ ἀρχοντικὸν καὶ κοινωνικὸν, καὶ ἀδέκαστον καὶ θεραπευτικόν, καὶ ταπεινὸν καὶ ἀδού λωτον, καὶ φαιδρὸν καὶ ἥμερον, ἵνα πρὸς ταῦτα εὐκόλως μά χεσθαι δύνηται. οὐκοῦν δεῖ τὸν ἐνάρετον καὶ ἐχέφρονα φεύγειν τὸ κολακεύειν καὶ κολακεύεσθαι, καὶ μήτε ἀλαζονικὸν εἶναι μήτε κόλακα, ἀλλ' ἀμφοτέρων τῶν κακῶν τούτων κολάζειν τὴν ἀμε τρίαν, καὶ ἐλεύθερον εἶναι, μήτε εἰς αὐθάδειαν ἀποκλίνοντα μήτε εἰς δουλοπρέπειαν καταπίπτοντα. πρὸς μὲν γὰρ χρηστοὺς ταπεινὸν ὑπάρχειν χρή, πρὸς δὲ θρασεῖς ὕψηλον, ἐπείπερ οἱ μὲν ἀρετὴν εἶναι τὴν ἐπιείκειαν ἡγοῦνται, οἱ δὲ ἀνδρίαν τὴν θρασύ τητα. κἀκείνοις μὲν τὴν ταπεινοφροσύνην δέον προσφέρειν, τού τοις δὲ τὴν ἀνδρίαν σβεννύουσαν αὐτῶν τὴν ἀπὸ τῆς θρασύτητος δόξαν, ἵνα τοὺς μὲν ὠφελήσῃ, τῶν δὲ ταπεινώσῃ τὸ φρόνημα." ὅπερ οὖν καὶ ὁ μέγας Βασίλειος δηλῶν ἔφη τὸ τοῦ σοφωτάτου Σολομῶντος "καιρὸς τῷ παντὶ πράγματι," εἰδέναι χρὴ ὅτι καὶ ταπεινότητος καὶ ἐξουσίας, καὶ ἐλέγχου καὶ παρακλήσεως, καὶ φειδοῦς καὶ παρρησίας, καὶ χρηστότητος καὶ ἀποτομίας, καὶ ἁπαξαπλῶς καιρός ἐστι παντὸς πράγματος ἴδιος, ὥστε ποτὲ μὲν τὰ τῆς ταπεινότητος δεικνύειν καὶ μιμεῖσθαι ἐν ταπεινώσει τὰ παι δία κατὰ τὴν κυριακὴν φωνήν, ποτὲ δὲ τῇ ἐξουσίᾳ κεχρῆσθαι, ἣν ἔδωκεν ὁ κύριος εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν, ὅταν ἡ χρεία ἐπιζητῇ τὴν παρρησίαν, καὶ ἐν καιρῷ μὲν παρακλήσεως τὸ χρηστὸν ἐνδείκνυσθαι, ἐν καιρῷ δὲ ἀποτομίας τὸν ζῆλον ἐμφαί 1.580 νειν, καὶ ἐφ' ἑκάστου τῶν ἄλλων ὁμοίως τὸν ἔκκριτον καὶ δίκαιον λογισμὸν ἀποφέρεσθαι· λογισμοὶ γὰρ δικαίων κρίματα. καὶ δὴ καὶ ὁ θεοφόρος Ἰσίδωρος καὶ τοῦ μακαρίου φοιτητὴς ποτὲ λέγει "τὸν ἄρχοντα καὶ ἀγαθὸν εἶναι δεῖ καὶ φοβερόν, ἵν' οἱ μὲν εὖ βιοῦντες θαρροῖεν, οἱ δὲ ἁμαρτάνοντες ὀκνοῖεν. θάτερον γὰρ θατέρου χωρὶς ἀναρχία μᾶλλόν ἐστιν ἢ ἀρχή. εἰ μὲν γὰρ πάντες ἦσαν εὐπειθεῖς καὶ φιλάρετοι, ἀγαθότητος ἔδει μόνης, εἰ δὲ φιλ αμαρτήμονες, φόβου. ἐπειδὴ δὲ ἀγαθοὺς καὶ πονηροὺς ἀνάγκη ἐν τοῖς ἀρχομένοις εἶναι, ἀμφότερα μεταχειριστέον τῷ ἄρχοντι καὶ προϊσταμένῳ, ἵν' ἡ μὲν ἀγαθότης στηρίζῃ τοὺς ἀγαθοὺς καὶ σώφρονας, ὁ δὲ φόβος προαναστέλλῃ τῶν κακίστων τὰ πταί σματα." ταῦτα τοίνυν, ὡς ἔοικεν, ἀγνοοῦντες καὶ τὰ τούτων ὅμοια μὴ καλῶς ἐπιστάμενοι διακρῖναι καὶ συγκρῖναι οἱ ἐχθροὶ τοῦ θεσπεσίου Ἰωάννου ἀλόγως καὶ ἀνοήτως ἐμίσουν αὐτὸν καὶ διέβαλλον ὡς τραχύν τινα καὶ ὀργίλον. Διὸ δὴ καὶ κατὰ γυναικῶν ὁ Ἰωάννης ἐπ' ἐκκλησίας λόγον ἐπεδείξατο, ὃν οἱ δυσμενεῖς κατ' Εὐδοξίας εἰρῆσθαι θρυλήσαν τες ταύτῃ τὸν λόγον εἰσήγαγον. ἡ δὲ πρὸς Ἀρκάδιον καὶ δεινῶς πεπονθέναι λέγουσα κατὰ Ἰωάννου τοῦτον παρώτρυνε. παρα σκευάζει δὲ μετασταλῆναι Θεόφιλον ὡς πρόδηλον ἐχθρὸν τοῦ Ἰωάννου ὑπάρχοντα· ὃς παραγενόμενος ἐν τῇ Δρυΐ, τῇ νῦν Ῥουφινιαναῖς, τὴν κατὰ Ἰωάννου ἐπιβουλὴν κατειργάσατο. ὅπερ γνοὺς ὁ λαὸς στάσιν μεγάλην ἐποίησε, μὴ συγχωρῶν αὐτὸν ἐκβλη 1.581 θῆναι τῆς πόλεως. ἐπικαμφθεῖσα δὲ Εὐδοξία τοῖς ὀδυρμοῖς τοῦ λαοῦ, πέμψασα Βρίσωνα τὸν εὐνοῦχον ἀπὸ Πραινέτου τὸν Ἰωάν νην εἰσήγαγεν, ὡς Θεόφιλον καὶ τοὺς σὺν αὐτῷ φοβηθέντας φυγῇ τὴν σωτηρίαν πορίσασθαι. ἑξήκοντα δὲ ἐπίσκοποι εὑρεθέντες συνῆλθον, καὶ ἄκυρα τὰ ἐν τῇ Δρυῒ πραχθέντα ἅπαντα ψηφισάμενοι Ἰωάννῃ τὴν ἐπισκοπὴν δικαίως ἐκύρωσαν. ἐπεὶ δὲ αὖ θις συνέβη τὰ κατὰ τὴν ἀργυρᾶν στήλην τῆς Εὐδοξίας καὶ τὸν τῆς χήρας ἀμπελῶνα, πάλιν μῖσος καὶ πάλιν ὀργή, πάλιν ἔχθρα καὶ λόγου ἐπίδειξις, οὗ ἡ ἀρχή "πάλιν Ἡρωδιὰς μαίνεται." κἀντεῦθεν οἱ τοῦ μέρους αὐτοῦ ἐπίσκοποι τὴν ἐξορίαν αὐτῷ μέλ λειν ἔσεσθαι βλέποντες, συναθροισθέντες πρὸς αὐτὸν μετὰ πολ λῶν δακρύων ἔλεγον "ἐπάναγκες
PG 121:631ἡμῖν ὦ δέσποτά ἐστι, τὰς ἐκ κλησίας κατέχοντας, ἀναγκασθῆναι καὶ κοινωνῆσαι καὶ ὑπογρά ψαι." ὁ δὲ μακάριος πρὸς αὐτούς "κοινωνήσατε μέν, ἵνα μὴ σχίσητε τὴν ἐκκλησίαν, μὴ ὑπογράψητε δέ· οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα ἄξιον καθαιρέσεως." εἶχε δὲ μαθητὰς ἐπισκόπους μὲν Πρόκλον καὶ Παλλάδιον καὶ Βρίσωνα καὶ Θεοδώρητον, ἀσκητὰς δὲ Μάρκον καὶ Νεῖλον καὶ Ἰσίδωρον τὸν Πηλουσιώτην. ὁ δὲ μέγας Ἐπιφάνιος Κύπρου ἐν τῷ Ἑβδόμῳ ἐλθὼν χειροτονίας καὶ συνάξεις παρὰ τὴν Ἰωάννου γνώμην ἐποίησε. καὶ τοῦ Ἰωάννου τούτῳ συγχωρῆσαι θελήσαντος, καὶ προτρεψαμένου αὐτὸν συμ βῆναι αὐτῷ εἰς τὴν ἐπισκοπικὴν καταγωγήν, οὐχ εἵλετο τοῦτο ποιῆσαι Ἐπιφάνιος· ταῖς γὰρ ὑπὸ Θεοφίλου διαβολαῖς προκατείληπτο. ὁ γοῦν ἀοίδιμος Ἰωάννης ἐπισκοπεύσας ἔτη πέντε καὶ 1.582 ἥμισυ ἐξωρίσθη εἰς Κουκουσόν· κἀκεῖθεν μετὰ ἔτη γʹ καὶ μῆνας βʹ μετενεχθεὶς εἰς Πιτυοῦντα, καὶ γενόμενος κατὰ πάροδον ἐν Κομάνοις ἐτελεύτησεν ἐν πολλῇ θλίψει τε καὶ κακώσει, ὑπάρχων ἐτῶν πεντηκονταδύο. ὁ δέ γε πάπας Ῥώμης Ἰννοκέντιος ἀκούσας τὴν ἐν ἐξορίᾳ τελευτὴν αὐτοῦ γράφει πρὸς Ἀρκάδιον τοιάδε "φωνὴ αἵματος τοῦ ἀδελφοῦ μου Ἰωάννου βοᾷ πρὸς τὸν θεὸν κατὰ σοῦ, βασιλεῦ, ὥς ποτε Ἄβελ τοῦ δικαίου κατὰ τοῦ ἀδελφοκτόνου Κάϊν. καὶ πάντως ἐκδικηθήσεται παντοίῳ τρόπῳ, ὅτι διωγμὸν ἄδικον κατὰ τῆς ἐκκλησίας τοῦ θεοῦ καὶ τῶν ἱερέων αὐτοῦ συνεστήσω, καὶ ἐξέωσας τὸν μέγαν τῆς οἰκουμένης φωστῆρά τε καὶ διδάσκαλον ἐκ τοῦ θρόνου τῆς ἐπισκοπῆς αὐτοῦ παρανόμως τε καὶ ἀκρίτως, συνδιώξας αὐτῷ καὶ τὸν Χριστόν. ἡ δὲ νέα Δαλιλὰς Εὐδοξία, κατὰ μικρὸν τῷ ξυρῷ τῆς ἀπάτης ξυρήσασά σε, κατάραν ἐπήγαγεν ἑαυτῇ καὶ μῖσος, ἔνδικόν τε καὶ ἀνεξάλειπτον δεσμεύσασα φορτίον ἁμαρτημάτων δυσβάστακτον, καὶ προσθεῖσα τοῖς πρῴην αὐτῆς δεινοῖς καὶ πολλοῖς ἁμαρτήμασιν." ὁ δὲ μέγας Ἰσίδωρος πρός τινα γράφων οὕτως φησίν "ἐρωτᾷς τὴν περὶ τὸν θεσπέσιον Ἰωάν νην τραγῳδίαν, ἀλλὰ φράσαι ταύτην ἀπορῶ· νικᾷ γὰρ τὸν νοῦν ἡ μέθη τοῦ πράγματος. μικρὰ δὲ μάνθανε, ἅπερ ἡ Αἴγυπτος ἠγνόησε, Μωϋσέα μὲν παραιτουμένη, τὸν δὲ Φαραὼ οἰκειου μένη, τοὺς ταπεινοὺς μαστίζουσα καὶ τοὺς κοπουμένους θλίβουσα, πόλεις οἰκοδομοῦσα καὶ τοὺς μισθοὺς ἀποστεροῦσα. καὶ μέχρι νῦν τούτοις ἐμμελετῶσα, τὸν χρυσομανῆ καὶ χρυσολάτρην προ 1.583 βαλομένη Θεόφιλον τέσσαρσι συνεργοῖς καὶ συναποστάταις ὀχυρω θέντα, τὸν ὄντως θεοφιλῆ καὶ θεολόγον κατεπολέμησεν ἄνθρω πον, τὴν περὶ τὸν ἐμὸν ὁμώνυμον ἀπέχθειαν καὶ δυσμένειαν ὁρ μητήριον τῆς οἰκείας εὑρηκότα σκληρότητος. ἀλλ' ὁ μὲν οἶκος Δαβὶδ κραταιοῦται καὶ πορεύεται, ὁ δὲ οἶκος Σαοὺλ ἀσθενεῖ καὶ καταισχύνεται καὶ συμποδίζεται, καθὼς ὁρᾷς, εἰ καὶ τῆς ζάλης ὑπεξῆλθεν ὁ ἄνθρωπος τοῦ θεοῦ στεφανίτης καὶ νικηφόρος, καὶ πρὸς τὴν ἄνω γαλήνην μετεχώρησεν." Ὑποστρέφοντος δὲ Ἐπιφανίου ἐν Κύπρῳ, καὶ τὴν ἑαυτοῦ τελευτὴν παρὰ θεοῦ μεμαθηκότος πλησιάζουσαν, λέγεται εἰρη κέναι τοῖς αὐτὸν παραπέμπουσι "σπεύδω ἐγώ, σπεύδω, ἀφίημι δὲ ὑμῖν τὰ βασίλεια καὶ τὴν πόλιν καὶ τὴν ὑπόκρισιν." ὅς γε καὶ Ἰωάννου τὴν ἐν ἐξορίᾳ τελευτὴν καὶ νίκην ἐδήλωσεν, καὶ Ἰωάννης ὁμοίως Ἐπιφανίῳ τὴν ἐν τῷ πλοίῳ κοίμησιν, ἐκ θείας ἐπιπνοίας ταῦτα προμυηθέντες οἱ μακάριοι, ἵνα μή τις ἔχθραν ἔχειν αὐ τοὺς κατ' ἀλλήλων ὑποτοπάσειεν. οὐ γὰρ ἂν οἱ τοιοῦτοι θεηγόροι καὶ θεοφιλεῖς ἄνθρωποι καὶ διδάσκαλοι καὶ τοῦ εἰρηνοποιοῦ Χρι στοῦ μαθηταὶ γνήσιοι, τοῦ φάσκοντος "ἐν τούτῳ γνώσονται πάν τες ὅτι μαθηταί μού ἐστε, ἐὰν ἀγάπην ἔχητε μετ' ἀλλήλων," ἔχθραν καὶ κακίαν ἔχοντες ἐτελεύτησαν. ἄπαγε· εἰ γὰρ καὶ μι κρὸν σκάνδαλον τὸ προρρηθὲν γέγονε μεταξύ, τὴν ἀνθρωπίνην ἀσθένειαν ἔλεγχον πρὸς ὀλίγον, ἀλλ' οὖν γε θᾶττον εἰς τὴν κορυ φὴν τῶν ἀρετῶν ἤχθησαν τὴν ἀγάπην, περὶ ἧς λέγει Παῦλος ὁ 1.584 ἀπόστολος "ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν" καὶ ὅτι ὁ θεὸς ἀγάπη ἐστί, καὶ
PG 121:635ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ θεῷ μένει. Μετὰ δὲ τὴν Ἰωάννου τελευτὴν ἐπίσκοπός τις ἅγιος, Ἀδελφιὸς ὄνομα αὐτῷ, ἔλεγεν ὅτι λύπην εἶχον ἀφόρητον, διότι ὁ τοιοῦ τος ἀνήρ, ὁ τῆς οἰκουμένης διδάσκαλος, ὁ τοῖς λόγοις εὐφράνας τὴν ἐκκλησίαν τοῦ θεοῦ, ἔξω τοῦ θρόνου αὐτοῦ ἐκοιμήθη. ἐδεό μην οὖν τοῦ θεοῦ μετὰ πολλῶν δακρύων ἵνα δείξῃ μοι αὐτόν, ἐν ποίᾳ καταστάσει ἐστί, καὶ εἰ μετὰ τῶν πατριαρχῶν ἐτάγη. ἐπὶ πολὺν οὖν χρόνον τοῦτο εὐχόμενος ἐν μιᾷ γίνομαι ἐν ἐκστάσει καὶ θεωρῶ ἄνδρα τινὰ πάνυ εὐειδῆ, κρατήσαντά με τῆς δεξιᾶς χει ρός, ὃς ἀπαγαγών με εἰς τόπον λαμπρὸν καὶ ὑπερένδοξον ἐδείκνυέ μοι τοὺς τῆς ἐκκλησίας διδασκάλους. ἐγὼ δέ, φησί, περιεσκό πουν ἰδεῖν ὃν καταθυμίως εἶχον, τὸν μέγαν Ἰωάννην, τὸν ἐμὸν ἀγαπητόν. ὡς οὖν ἔδειξέ μοι πάντας καὶ ἑκάστου τὸ ὄνομα εἶπε, κρατήσας με πάλιν τῆς χειρὸς ἐξήγαγέ με ἔξω. ἐγὼ δὲ λελυπη μένος ἠκολούθουν αὐτῷ, μὴ ἑωρακὼς μετὰ τῶν πατέρων τὸν ἐν ἁγίοις Ἰωάννην. ὡς οὖν ἐξηρχόμην, ὁ ἐφεστὼς τῇ θύρᾳ ἐπι σχών με λέγει μοι "οὐδεὶς εἰσερχόμενος ὧδε λυπούμενος ἔνθεν ἐξέρχεται." τότε λέγω αὐτῷ "αὕτη μοί ἐστι λύπη, ὅτι τὸν προσφιλέστατόν μοι Ἰωάννην τὸν ἐπίσκοπον Κωνσταντινουπόλεως οὐχ ἑώρακα μετὰ τῶν ἄλλων τῆς ἐκκλησίας διδασκάλων." ὁ δὲ πάλιν λέγει μοι "Ἰωάννην τὸν τῆς μετανοίας λέγεις;" λέγω αὐτῷ ναί. ὁ δὲ ἀποκριθεὶς λέγει μοι "ἄνθρωπος ἐκεῖνον ἐν σαρκὶ ὢν 1.585 ἰδεῖν οὐ δύναται· ἐκεῖ γὰρ παρίσταται ὅπου ὁ θρόνος ὁ δεσποτι κός ἐστιν." οὕτως ὁ τρισμακάριστος Ἰωάννης μετὰ μυρίους κό πους καὶ πόνους τὸν βίον διανύσας πρὸς τὴν οὐράνιον μετέστη μακαριότητα, ζήσας ἔτη νβʹ τὰ πάντα. ἐν δὲ τῇ ἐξορίᾳ αὐτοῦ τὴν ἐκκλησίαν ὁ λαὸς τῆς πόλεως ἐνέπρησεν. ὡς δὲ ἄλλοι φασίν, ὅτι πῦρ ἐξελθὸν ἐκ τοῦ θυσιαστηρίου πάντα κατέκαυσε. καὶ πολ λοὶ ὑπὲρ Ἰωάννου ἐκινδύνευσαν. διαδέχεται δὲ τὸν Χρυσόστομον Ἀρσάκιος. Τῷ δ' αὐτῷ ἔτει τελευτᾷ καὶ ἡ Εὐδοξία, ἥτις συνήφθη πρὸς γάμον τῷ βασιλεῖ Ἀρκαδίῳ καὶ πολλῶν κακῶν αὐτῷ πρό ξενος ἐγεγόνει, βάρβαρος οὖσα γυνὴ καὶ θρασυκάρδιος. παῖδας δὲ ἔσχεν ἐξ αὐτῆς Πουλχερίαν, εἶτα Φαλκίλλαν Ἀρκαδίαν τε καὶ Μαρῖναν, αἳ ἀπείρατοι γάμων κατὰ τοὺς χρόνους ἀπεβίωσαν· καὶ σὺν αὐταῖς γεννᾷ Θεοδόσιον ὕστατον, ὃς καὶ διεδέξατο τὴν τοῦ πατρὸς βασιλείαν. μετὰ παραδρομὴν δὲ λεʹ ἐτῶν ἐπανήχθη ὁ μέγας Χρυσόστομος ἀπὸ Κομάνων, δικαίᾳ χρησαμένου σπουδῇ Πρόκλου τοῦ τῆς Κωνσταντινουπόλεως ἐπισκόπου. Ἡ δὲ Εὐδοξία οὐκ εἰς μακρὰν τετελευτήκει, καθὼς λέλε κται, τρεῖς καὶ μόνους αὐτῷ ἐπιβιώσασα μῆνας. ἐγκύου γὰρ οὔσης αὐτῆς καὶ πρὸς αὐτὸ τὸ τεκεῖν ἤδη ἐπειγομένης τέθνηκε τὸ βρέφος ἐν τῇ γαστρὶ αὐτῆς, καὶ ἀρξαμένης ὠδίνειν οὐκ ἤρχετο τὸ βρέφος πρὸς τοκετόν, ἀλλ' ἔμενεν ἔνδον νενεκρωμένον ἐπὶ ὅλας ἡμέρας τέσσαρας. τούτου τοίνυν σαπέντος ἀπέστη καὶ ἡ γαστήρ, καὶ διέξοδος τοῦ ἐμβρύου καὶ τῶν πόνων λύσις οὐκ ἦν. ἀνθρώ που δέ τινος ἐπιθέντος αὐτῇ γραμμάτιον γεγοητευμένον εὐθέως 1.586 ἐξήμβλωσε, καὶ σὺν τῇ ἀποβολῇ τοῦ ἐμβρύου συναπέρρηξε καὶ τὴν ἑαυτῆς ψυχὴν ἡ τριτάλαινα. Τῷ ιδʹ ἔτει ἐν Ῥώμῃ ἐμυκήθη ἡ γῆ ἐπὶ ἡμέρας ἑπτά. τε λευτᾷ δὲ καὶ Ἀρκάδιος, βιοὺς μὲν ἔτη λαʹ, βασιλεύσας δὲ κ ʹ· ὃς καὶ διετάξατο τῶν Περσῶν βασιλέα Ἰσδιγέρδην κήδεσθαι τοῦ παι δὸς Θεοδοσίου καὶ λαμβάνειν πρεσβεῖον χρυσίου λίτρας ἑκατον τάδας δέκα. ἐν δὲ τῇ αὐτοῦ τελευτῇ πάντας τοὺς κατ' αὐτὸν ὄντας ἀρίστους προαπέκτεινε διὰ τὸ μεῖζον εἶναι τὸ ἐκείνων φρό νημα, ἐν οἷς ἦν καὶ Ῥουφῖνος ὁ παρ' αὐτῷ μέγα δυνάμενος. ἐτέθη δὲ σῶμα αὐτοῦ ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων, ἐν τῇ μεσημβρινῇ στοᾷ, ἔνθα καὶ ἡ γυνὴ αὐτοῦ Εὐδοξία. Ὁ τοίνυν Ἰσδιγέρδης τὴν Ἀρκαδίου διαθήκην δεξάμενος Θεοδοσίῳ τὴν βασιλείαν εἰρηνικῶς διεσώσατο. καὶ Ἀντίοχόν τινα θαυμαστὸν καὶ λογιώτατον ἄνδρα ἐπίτροπον καὶ παιδαγωγὸν ἀπο στείλας, γράφει τῇ συγκλήτῳ Ῥωμαίων φυλάττειν τὸ παιδίον ἀνεπιβούλευτον, ἵνα μὴ πόλεμον ἄσπονδον κατὰ Ῥωμαίων
PG 121:637ἀνα κινήσῃ. καὶ ἦν εἰρήνη μεταξὺ Ῥωμαίων καὶ Περσῶν μάλιστα τοῦ Ἀντιόχου πολλὰ ὑπὲρ Χριστιανῶν γράφοντος. καὶ οὕτως ἐπλατύνθη καὶ ἐν Περσίδι ὁ χριστιανισμός. Θεοδόσιος ὁ μικρὸς βασιλεὺς Ῥωμαίων ὀρθόδοξος ἐβασί λευσεν ἔτη μβʹ μῆνας βʹ· οὗ αὐτοκρατορήσαντος Πουλχερία ἡ τούτου ἀδελφή, παρθένος ιθʹ ἐτῶν οὖσα, τὴν βασιλείαν καλῶς διῴκει, ἥτις Θεοδόσιον τὸν ἀδελφὸν εἰς τὴν κατὰ θεὸν εὐσέβειαν ἐξεπαίδευσε καὶ εἰς τἆλλα ἅπαντα. ἦν δὲ τῷ σώματι μέσος τοῦ 1.587 εὐμήκους, ὄμματα ἐν κύκλῳ τῶν βλεφάρων μείζονα ἔχων, μέ λανά τε καὶ ὀξὺ βλέποντα. ῥὶς λεπτὴ καὶ ὀρθή. μελίθριξ, πάσης παιδείας μετασχών, καὶ αὐτῆς ἀστρονομίας, ἱππεύειν τε καὶ τοξεύειν ἀσκηθεὶς πέραν τοῦ μετρίου, καὶ πολλὰς τῶν ἐν χερσὶ τεχνῶν δεξιότητι φύσεως ἀναμαξάμενος, οἷον γραφικὴν καὶ πλαστικὴν καὶ ἑτέρας πλείστας, μειλίχιος τὸν τρόπον καὶ εἰσάγαν ἐπιεικής. ὅθεν καὶ διαττ' καὶ πολλὰ τῶν κοινῶν διαπεσεῖν τῇ πρὸς τοὺς εὐνούχους κρατηθέντα αἰδοῖ. ἐπεὶ γὰρ τοῦ πατρὸς ἐκ πεσὼν παρὰ Ἰσδιγέρδου Ἀντιόχου σταλέντος ὡς κηδεστοῦ ἐθήτευεν, εἶτα Εὐτρόπιον ἡγήσατο κύριον, μετ' αὐτὸν Λαῦσον καὶ Καλαπόδιον, καὶ πρὸς τούτοις Χρυσάφιος αὐτὸν κατεδουλώσατο. πολλὰς δὲ ἐκκλησίας καὶ πτωχεῖα ξενῶνάς τε καὶ μοναστήρια ἡ Πουλχερία καταστήσασα πᾶσι τὰς ἁρμοδίους προσόδους βασιλι κῶς ἀπένειμεν. ὁ δὲ Σωζομενός φησιν ὅτι καὶ θείας ἐμφανίας ἠξιοῦτο. Τῷ βʹ ἔτει Ἀττικὸς ἐπίσκοπος Κωνσταντινουπόλεως Ἰουδαῖόν τινα παράλυτον νουθετήσας, πείσας τε καὶ βαπτίσας, ὑγιῆ ἐκ τῆς κολυμβήθρας ἐξήγαγε. Τῷ γʹ ἔτει Ὁνωρίου τῆς Ῥώμης βασιλεύοντος ἤτοι τῶν ἑσπερίων, ὄντος αὐτοῦ ἐν Ῥαβέννῃ, Θεοδοσίου δὲ ἐν Κωνσταντινου πόλει, ἐσφάγη Στελέχων ὁ λαμπρότατος ἐν Ῥαβέννῃ καὶ ἄλλοι δυνάσται. ἦν δὲ πενθερὸς Ὁνωρίου καὶ τῶν ὅλων τῆς βασιλείας 1.588 πραγμάτων προϊστάμενος. παρελήφθη δὲ καὶ ἡ Ῥώμη ὑπὸ Ἀλαρίχου τοῦ Γότθου, τοῦ τῶν Οὐανδίλων ἐξάρχοντος, ἡ τοσαύτη καὶ τηλικαύτη καὶ παντὶ τῷ κόσμῳ περιβόητος, διαφυγοῦσα μὲν τὸ τοιοῦτον εἰς ἄπειρον εἰπεῖν τὸν αἰῶνα· χίλια γὰρ καὶ ἑκατὸν ἑξήκοντα ἔτη παρῳχήκει, ἐν οἷς αὐτὴν πειραθῆναι πολλῶν μειζόνων συνέβη πολεμίων. νυνὶ δὲ ἁλούσης τῷ πεπρωμένῳ διὰ τῆς τῶν κρατούντων εὐηθείας, εἴγε καὶ ἔστιν εἰπεῖν τι παρὰ τοῦτο γενέσθαι. οἱ δὲ Σκηπίωνα τὸν Ἀφρικανὸν ἐπικληθέντα φασίν, ὁπηνίκα καθῄρει τὰ τῆς Καρθαγένης τείχη, ἐπιδακρύσαντα εἰπεῖν ἐπὶ τῇ Ῥώμῃ τὸ Ὁμηρικὸν ἔπος ἐκεῖνο. "ἔσσεται ἦμαρ ὅταν ποτ' ὀλώλῃ Ἴλιος ἱρή." τοῦτο γοῦν εἰς πέρας ἤχθη, καὶ ἡ τοσαύτη τὸ κράτος, καὶ πάντα τὰ μέγιστα εὐπορήσασα καὶ πᾶσαν ὡς εἰπεῖν δουλωσαμένη τὴν οἰκουμένην, καθάπαξ ἠρήμωτο Ῥώμη. ἔπαθε δὲ τὴν τοιαύτην ἅλωσιν μηνὶ Αὐγούστῳ κ ʹ, ἰνδίκτῳ θʹ, ἔτει ἀπὸ κτίσεως κόσμου #ε ξεʹ. ἀκουσθέντος δὲ τούτου ἐν Ῥα βέννῃ ἀπήγγειλέ τις τῷ Ὁνωρίῳ δακρυρροῶν καὶ ποτνιώμενος "ὦ δέσποτα, ἑάλω Ῥώμη ὑπὸ Ἀλαρίχου τοῦ τῶν Οὐανδίλων ἄρχοντος." ὁ δὲ συσπασθεὶς καὶ τὼ χεῖρε κροτήσας ἔφη "ὧδε ἦν ἕως ἄρτι, καὶ πῶς παρελήφθη ὑπὸ τῶν Γότθων;" ὁ δὲ στενάξας εἶπεν "οὐ τὴν ὄρνιν λέγω, δέσποτα, ἀλλὰ τὴν πόλιν." ὁ δὲ ἀντέφη "ἐξέστησάς με, ἄνθρωπε· ἐγὼ ἐνόμιζον ὅτι τὴν ὄρνιθα λέγεις." εἶχε γὰρ ἀλεκτορίδα ἐφ' ᾗ ἠγάλλετο, ἥνπερ ἐκάλει Ῥώμην· τοσοῦτον περιῆν αὐτῷ τὸ τῆς ἀβελτηρίας, ἵνα μὴ λέγω 1.589 ἀνοίας τεκμήριον. καὶ οὐ θαυμαστὸν εἰ τοιοῦτος ὢν ἐβασίλευεν, ἐπεὶ καὶ ἄλλοι τινὲς προηγήσαντο Ῥώμης, ὧν τὰς πράξεις καὶ τὰς ἀλόγους ὁρμὰς ἀμήχανον ἀκοῇ παραδέξασθαι· τοὺς Νέρωνας καὶ τοὺς Ἀβίτους μοι νόει καὶ Γάλβας καὶ Ὄθωνας, καὶ εἴ τις ἄλλος ἐστὶ τούτων ἐσμός. Μετὰ τὴν ἅλωσιν Ῥώμης τελευτᾷ Ὁνώριος ὑδεριάσας, βιώσας ἔτη μʹ, βασιλεύσας δὲ λαʹ, μνήμην λιπὼν τῷ βίῳ δυσκλεᾶ καὶ ἄσεμνον. δηλωθείσης δὲ τῆς αὐτοῦ τελευτῆς ἐν Κωνσταντι νουπόλει ἐσείσθη πᾶσα ἡ πόλις ἡμέρας ʹ. Θεοδόσιος δὲ κατὰ τὸν καιρὸν τῆς Ὁνωρίου τελευτῆς ἦγε τῆς ἡλικίας ἔτος κδʹ, τῆς δὲ βασιλείας
PG 121:641ιζʹ. ὁ δὲ τούτου τροφεὺς Ἀντίοχος, κατὰ τὴν κω μῳδίαν, "ἤστραπτεν, ἐβρόντα, συνεκύκα τὰ πράγματα." ἐγγὺς τοίνυν ἀναρχίας καὶ λῃστῶν πλήρη τὰ πάντα. Τῷ εʹ ἔτει Ἰουδαῖοι ἐν Ἀλεξανδρείᾳ πολλὰ κακὰ Χριστιανοῖς ἐπεδείξαντο. συνθέμενοι γὰρ πρὸς ἀλλήλους γνώρισμα φορεῖν δακτύλιον ἀπὸ φοίνικος, τῇ νυκτὶ βοᾶν παρεσκεύασαν κήρυκας ὅτι ἡ ἐκκλησία ἀνεπρήσθη, τῶν δὲ Χριστιανῶν συνδραμόντων τούτους οἱ Ἰουδαῖοι κατέσφαξαν. φωραθέντος οὖν τοῦ δράματος οἱ Χριστιανοὶ ἄρχοντες τούτους τῆς Ἀλεξανδρείας ἐξήλασαν καὶ τὰς ὑποστάσεις αὐτῶν ἐδήμευσαν. τῷ δ' αὐτῷ ἔτει ἡ μακαρία Πουλχερία τελείως τῶν πραγμάτων ἐκράτει, τοῦ Πέρσου Ἀντιόχου ἐκποδὼν γεγονότος. τούτῳ τῷ ἐνιαυτῷ πολλοὶ ἐν Περσίδι 1.590 Χριστιανοὶ ὑπὸ τῶν μάγων μάρτυρες γεγόνασι. τῷ δ' αὐτῷ ἔτει πάλιν ἀπὸ τοῦ ἐμπρησμοῦ ἀνεκαινίσθη ἡ μεγάλη ἐκκλησία. Τῷ ζʹ ἔτει Ἰουδαῖοι εἰς τὸν Ἴμμον πεδίον Χριστιανὸν παῖδα συλλαβόντες, ὡς παίζοντες δῆθεν καὶ τὸν σταυρὸν διασύροντες, τοῦτον ἐκρέμασαν ἐπὶ ξύλου, ἀνελόντες βασάνοις. τοῦτο γνοὺς ὁ βασιλεὺς τοὺς Ἰουδαίους πρεπόντως ἐκόλασε. Τῷ ιδʹ ἔτει λιμὸς γέγονεν ἐν Πόντῳ, ὥστε τοὺς Παφλαγό νας εὐνουχίσαντας τὰ ἴδια τέκνα πιπράσκειν. τούτῳ τῷ ἔτει ἐτε λεύτησεν ἐν Ἀθήναις Λεόντιος ὁ φιλόσοφος, ὃς ἔγραψεν ἐν τῇ διαθήκῃ αὐτοῦ "τὴν μὲν οὐσίαν μου πᾶσαν καταλιμπάνω τοῖς υἱοῖς μου, Ἀθηναΐδι δὲ τῇ ἐμῇ θυγατρὶ ἀφίω δοθῆναι χρυσίου νομίσματα ἑκατόν· ἀρκεῖ γὰρ αὐτῇ ἡ τύχη αὐτῆς." ταύτην τὴν Ἀθηναΐδα ἐξ Ἀθηνῶν εἰσαχθεῖσαν θεασαμένη ἡ Πουλχερία κάλλει σώματος διαπρέπουσαν καὶ συνέσει ψυχῆς καλλυνομένην καὶ λόγῳ κεκοσμημένην, πρὸς τὸν ἀρχιεπίσκοπον Κωνσταντινου πόλεως Ἀττικὸν ἀποστείλασα ἐβάπτισεν, Εὐδοκίαν μετονομά σασα· ἥντινα καὶ τῷ ταύτης ἀδελφῷ καὶ βασιλεῖ συνέζευξεν εἰς γυναῖκα. τούτῳ τῷ ἔτει Ἀττικὸς ὁ ἐπίσκοπος Ἰωάννου τοῦ Χρυσοστόμου τὸ ὄνομα ἐν τοῖς ἱεροῖς διπτύχοις συνέταξε. τελευτᾷ δὲ Ἀττικὸς ὁ πατριάρχης, καὶ χειροτονεῖται Σισίνιος. Ἀλλὰ τοσαύτῃ καὶ τηλικαύτῃ οὔσῃ τῇ Εὐδοκίᾳ λοξὸν ὁ φθόνος ἐμβαλὼν ὄμμα τοιοῦτον κατειργάσατο δρᾶμα ἐσύστερον. Παυλῖνός τις μάγιστρος ἠγαπᾶτο παρὰ τῆς Εὐδοκίας ὡς ὢν λογιώ 1.591 τατος καὶ ὡραιότατος, ᾧ τινὶ συχνῶς τε καὶ ἰδίως συνετύγχανεν ὡς συμπράξαντι τοῖς γάμοις αὐτῆς. τῇ οὖν ἡμέρᾳ τῶν ἁγίων θεοφανιῶν ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ἀπιόντος τοῦ βασιλέως προσή γαγέ τις αὐτῷ ἐξ Ἀσίας πένης μῆλον μέγα καὶ ὑπερφυές, ὅπερ ἀπέστειλε τῇ Αὐγούστῃ, δεδωκὼς τῷ πένητι νομίσματα ἑκατόν. αὐτὴ δὲ νοσοῦντι τότε Παυλίνῳ ἀπέστειλεν ἀρραβῶνα τῆς αὐτοῦ τελευτῆς. ὁ δὲ Παυλῖνος ἀγνοῶν μετὰ δύο ἡμέρας ἀπέστειλεν αὐτὸ τῷ βασιλεῖ. ὁ δὲ βασιλεὺς τοῦτο γνωρίσας ἔκρυψε, καὶ εἰσελθὼν λέγει τῇ Αὐγούστῃ "ποῦ ἐστὶ τὸ μῆλον ὅπερ σοι ἀπέ στειλα;" ἡ δὲ εἶπεν "ἔφαγον αὐτό." καὶ πάλιν ὥρκωσεν αὐτὴν τὴν σωτηρίαν αὐτοῦ, λέγων "μή τινι τοῦτο πέπομφας;" ἡ δὲ πάλιν εἶπε φαγεῖν αὐτό, προσθεῖσα καὶ τὴν σωτηρίαν τοῦ βασι λέως. τότε εἰς ὀργὴν κινηθεὶς ὁ βασιλεὺς κελεύει τὸ μῆλον εἰσ ενεχθῆναι, τὸν δὲ Παυλῖνον ἀποστείλας τῇ νυκτὶ ἐκείνῃ ἀπεκεφάλισεν. ἔκτοτε δὲ γέγονε μεταξὺ αὐτῶν λύπη καὶ ἀπομερισμός. γνοῦσα δὲ τοῦτο ἡ Αὔγουστα, καὶ αἰσχυνθεῖσα ὡς ὑβρίσθη, ἐξώρμησεν εἰς τοὺς ἁγίους τόπους, καὶ τελευτᾷ ἐν Ἱεροσολύμοις, καὶ θάπτεται ἐν τῷ ναῷ τοῦ ἁγίου Στεφάνου. ἐν δὲ τῷ τελευτᾶν αὐτὴν ἐπωμόσατο μὴ συνειδέναι τῇ κατ' αὐτῆς κατηγορίᾳ ἕνεκεν Παυλίνου. γράφουσι δέ τινες πληρωθῆναι ἐπ' αὐτῇ τό "ἀγά θυνον κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ" διὰ τὸ πολλὰ ἀγαθὰ ἐν Ἱεροσολύμοις αὐτὴν πεποιηκέναι μετὰ Ἑλένην τὴν τοῦ μεγάλου Κωνσταντίνου μητέρα. 1.592 Τῷ ιθʹ ἔτει τοῦ προφήτου Ζαχαρίου τὰ λείψανα καὶ τοῦ ἁγίου πρωτομάρτυρος Στεφάνου καὶ Λαυρεντίου ἀπετέθησαν. τότε πρώτως καὶ ἡ μνήμη τοῦ μεγάλου Χρυσοστόμου ἐπετε λέσθη. Τῷ κʹ ἔτει Θεοδόσιος κατὰ μίμησιν τῆς μακαρίας Πουλχε ρίας πολλὰ χρήματα τῷ ἀρχιεπισκόπῳ Ἱεροσολύμων
PG 121:643ἀπέστειλεν εἰς διάδοσιν τῶν χρείαν ἐχόντων, καὶ σταυρὸν χρυσοῦν διάλιθον πρὸς τὸ παγῆναι ἐν τῷ Κρανίῳ. ὁ δὲ ἀρχιεπίσκοπος ἀντίδωρον ἀπέστειλε λείψανα τῆς δεξιᾶς χειρὸς τοῦ πρωτομάρτυρος Στεφά νου. τούτου δὲ εἰς Χαλκηδόνα φθάσαντος, θεωρεῖ ἡ μακαρία Πουλχερία τῇ αὐτῇ νυκτὶ τὸν ἅγιον Στέφανον λέγοντα "ἰδοὺ ἡ προσευχή σου εἰσηκούσθη καὶ ἡ αἴτησίς σου γέγονε, καὶ ἦλθον εἰς Χαλκηδόνα." ἡ δὲ ἀναστᾶσα καὶ τὸν ἀδελφὸν αὐτῆς λα βοῦσα ἐξῆλθεν εἰς συνάντησιν τοῦ ἁγίου λειψάνου. καὶ ταῦτα εἰς τὸ παλάτιον εἰσαγαγοῦσα κτίζει οἶκον ἔνδοξον τῷ πρωτομάρτυρι, κἀκεῖ τὰ ἅγια κατατίθεται λείψανα. Τῷ καʹ τούτου ἔτει ἀγαθότητι πολλῇ κινούμενος Θεοδόσιος, καίπερ νικήσας κατὰ κράτος τοὺς Πέρσας, εἰρήνην ἀσπάζεται φει δοῖ τῶν κατοικούντων Χριστιανῶν ἐν Περσίδι, καὶ ἀποστέλλει πρεσβευτάς. καὶ ταύτης γενομένης ὁ κατὰ τῶν Χριστιανῶν ἐπαύ σατο διωγμός. Τῷ κβʹ ἔτει Σισίνιος ὁ πατριάρχης ἐτελεύτησε. Τῷ δὲ κγʹ μετὰ τὴν τούτου τελευτὴν Νεστόριος τὴν ἐπισκο πὴν διαδέχεται Κωνσταντινουπόλεως, Γερμανικεὺς τῷ γένει. καὶ 1.593 ἅμα τῷ θρόνῳ ἐπέβη, παραυτίκα καὶ ἡ αὐτοῦ κακοπιστία καὶ τὸ ἐν τοῖς δόγμασι διεστραμμένον φρόνημα ἐδείκνυτο. ὁμιλίαν γὰρ περὶ πίστεως ἐκδέδωκε τῷ ἑαυτοῦ συγκέλλῳ, κελεύσας ταύτην ἐπ' ἐκκλησίας κηρῦξαι, ἔχουσαν οὕτως "θεοτόκον τὴν Μαρίαν κα λείτω μηδείς· Μαρία γὰρ ἄνθρωπος ἦν, καὶ ὑπὸ ἀνθρώπου τὸν θεὸν τεχθῆναι ἀδύνατον." ταύτης ἐπελάβετο πρῶτον τῆς φωνῆς Εὐσέβιός τις σχολαστικὸς τῆς βασιλίσσης. ὅθεν πολλοὶ τῶν Βυζαντίων ἐταράχθησαν. ὁ δὲ Νεστόριος τὸν λόγον κυρῶ σαι σπεύδων πανταχοῦ τὴν ἑαυτοῦ μιαρὰν φλυαρίαν ἐξέβαλε, ψιλὸν ἄνθρωπον λέγων τὸν κύριον. ἐν μιᾷ δὲ κυριακῇ προ καθεζομένου Νεστορίου προτραπεὶς Πρόκλος τοῦ ἐξηγήσασθαι εἶπεν ὁμιλία εἰς τὴν θεοτόκον, ἧς ἡ ἀρχή "παρθενικὴ πανήγυρις σήμερον, ἀδελφοί." τότε μισητὸς ἐγένετο παρὰ πᾶσιν ὁ δυσσε βὴς Νεστόριος διὰ τῦφον καὶ κακοπιστίαν. εἶχε γὰρ Ἀναστάσιόν τινα πρεσβύτερον Ἀντιοχέα, ὃν σφόδρα περιεποιεῖτο ὡς ὁμόφρονα ἄνδρα καὶ τολμηρότατα ἐπ' ἐκκλησίας βλασφημοῦντα τὴν ἀειπαρ θένον θεοτόκον. τούτου δὲ Εὐσέβιος ὁ τοῦ Δορυλάου πρῶτον κατεῖπεν. οὕτως δὲ διαπραττόμενος πολλοὺς θορύβους ἤγειρε καὶ ταραχάς. τῷ δ' αὐτῷ ἔτει καὶ τὸ φοβερὸν θαῦμα τῶν ἁγίων ἑπτὰ παίδων τῶν ἐν Ἐφέσῳ γέγονεν, ἀναστάντων αὐτῶν διὰ ἑκα τὸν ἑβδομήκοντα χρόνων. Τῷ κδʹ Κύριλλος Ἀλεξανδρείας καὶ Κελεστῖνος Ῥώμης γράφουσι Νεστορίῳ ἀποσχέσθαι μὲν τῶν διεστραμμένων δογμάτων καὶ 1.594 τῆς ὀρθῆς πίστεως ἀντέχεσθαι, εἰ δὲ μή, μὴ εἶναι αὐτὸν κοινω νικὸν ἱερέα. ἀλλὰ καὶ ἄλλοι τινὲς ὁμοίως αὐτῷ ἔγραψαν. αὐτὸς δὲ ὁ Νεστόριος, γνοὺς ὅτι οὐκ ἀνέχονται παρασιωπῆσαι, παρε σκεύασε τὸν βασιλέα γράψαι πρὸς Κύριλλον σάκραν δειμάτων, καὶ δοκῶν αὐτὸν ἐκ τούτου κτυπεῖν μᾶλλον διήγειρε. καὶ γράφει τῷ βασιλεῖ καὶ ταῖς τούτου ἀδελφαῖς περί τε τῆς ὀρθῆς πίστεως καὶ τῆς Νεστορίου κακοδοξίας, αἰτούμενος ἅμα καὶ σύνοδον οἰ κουμενικὴν γενέσθαι εἰς τὸ γυμνασθῆναι κανονικῶς τὰ κατὰ Νε στόριον. τῷ κεʹ τοίνυν ἐνιαυτῷ τῆς Θεοδοσίου βασιλείας ἡ ἐν Ἐφέσῳ ἁγία καὶ οἰκουμενικὴ τρίτη σύνοδος τῶν σλʹ πατέρων συνη θροίσθη, χρόνον ἄγουσα ἀπὸ μὲν τῆς δευτέρας μαʹ, ἀπὸ δὲ κτί σεως κόσμου #ε ιεʹ. ἧς ἦρχον Κύριλλος Ἀλεξανδρείας, ὃς Κελεστί νου πάπα Ῥώμης τὸν τόπον διεῖπε, καὶ Ἰουβενάλιος Ἱεροσολύμων,λέγοντος τοῦ καταράτου Νεστορίου μὴ εἶναι θεοτόκον τὴν θεοτόκον ἀλλὰ Χριστοτόκον, καὶ δύο υἱοὺς ἐπὶ τοῦ ἑνὸς Χριστοῦ τοῦ θεοῦ μυθολογοῦντος καὶ δύο ὑποστάσεις, καὶ ἄλλον μὲν εἶναι τὸν λόγον τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα, ἕτερον δὲ τὸν ἐκ Μαρίας τεχθέντα ἄνθρωπον, κατὰ σχέσιν δὲ ἑνωθέντα τὸν θεὸν λόγον, καὶ ὁμωνύ μως καὶ αὐτὸν λεγόμενον υἱόν. τοῦτον προσκληθέντα παρὰ τῆς συνόδου καὶ μὴ ἀπαντήσαντα ἐκκλησιαστικῶς καθελοῦσα ὡς μὴ θελήσαντα τοῖς ὀρθοῖς δόγμασι συνθέσθαι ἀνεθεμάτισεν· καὶ ἐχειροτονήθη
PG 121:647Μαξιμιανὸς πρεσβύτερος τῆς αὐτῆς μεγάλης ἐκκλη σίας. μίαν δὲ τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν καθ' ἕνωσιν ὑπόστα 1.595 σιν καὶ δύο φύσεις σαφῶς ἐδογμάτισε, τὸν αὐτὸν εἶναι θεὸν καὶ ἄνθρωπον, καὶ τὴν ἁγίαν Μαρίαν κυρίως καὶ ἀληθῶς θεοτόκον. Ἰωάννης δὲ ὁ Ἀντιοχείας ἐπίσκοπος μετὰ τὴν Νεστορίου καθαίρεσιν καταλαμβάνει, καὶ λυπηθεὶς ὅτι χωρὶς αὐτοῦ καθῃρέθη Νε στόριος, παραλαβὼν τοὺς συνελθόντας αὐτῷ ἐπισκόπους, ἐν οἷς ἦν καὶ Θεοδώρητος Τύρου ἐπίσκοπος καὶ Ἴβας Ἐδέσσης, καθαίρεσιν ὑπαγορεύει τοῦ ἐν ἁγίοις Κυρίλλου καὶ Μέμνονος τοῦ Ἐφε σίων ἐπισκόπου ὡς παρὰ τὸν κανόνα τῆς ἐκκλησίας ποιησάντων τὴν σύνοδον. οἱ δὲ περὶ Κύριλλον μέμφονται ὡς ἄθεσμα καὶ ἄτοπα τὰ παρ' αὐτῶν γενόμενα· καὶ οὕτως ἀπὸ τῆς Ἐφεσίων διαφερόμενοι ἀλλήλοις διέστησαν οἵ τε ἀνατολικοὶ καὶ οἱ Αἰγύ πτιοι. μετὰ δὲ ταῦτα σπουδῇ τοῦ βασιλέως ἡνώθησαν, συμφω νήσαντες καὶ οἱ ἀνατολικοὶ τῇ ἐκτεθείσῃ ἐν Ἐφέσῳ ὀρθοδόξῳ πί στει καὶ τῇ κατὰ Νεστορίου καθαιρέσει, ἔγγραφον ἐπιστολὴν τοῖς Ἀλεξανδρεῦσι διὰ Παύλου τοῦ ἐπισκόπου Ἐμέσης ἀποστείλαντες. Νεστόριος δὲ ἐξωρίσθη εἰς Ὄασιν, ἄλλοι δὲ γράφουσιν, ἐν τῇ Θάσσῳ, ἐν ᾗ καὶ καταλαμβάνει αὐτὸν ἡ θεία δίκη, σηπεδόνος τῶν μελῶν πάντων ἁψαμένης, μάλιστα δὲ καὶ τῆς μιαρᾶς αὐτοῦ γλώττης, ᾗ περιπεσὼν διεφθάρη ὡς ὁ κατάρατος Ἄρειος, ὑπο φωνῶν ὡς ἠδύνατο ὅτι τέως οὐκ ἐπείσθημεν τὴν Μαρίαν θεοτόκον ὁμολογῆσαι. Ὁ βασιλεὺς δὲ κυνηγῆσαι ἐξελθών, τοὺς σὺν αὐτῷ πάντας διαλαθών, ἦλθε διὰ μακρᾶς ὁδοῦ πρός τινα μοναχὸν ἐν κελλίῳ καθεζόμενον πλησίον τῶν προαστείων Κωνσταντινουπόλεως· ὃν ὁ 1.596 γέρων ἐπέγνω μέν, ἐδέξατο δὲ ὡς ἕνα τῶν στρατιωτῶν. τοῦ δὲ βασιλέως ἐκ τῆς ὁδοῦ καὶ τοῦ καύσωνος ὀλιγωρήσαντος ἔβρεξεν ἄρτους ὁ γέρων, καὶ βαλὼν ὄξος καὶ ἔλαιον ἔφαγεν ὁ βασιλεὺς καὶ ἔπιεν ὕδωρ. καὶ φησὶν ὁ βασιλεύς "οἶδας τίς εἰμι, πάτερ;" ὁ δὲ μοναχὸς εἶπεν "ὁ θεὸς οἶδέ σε." καὶ ὁ βασιλεὺς ἔφη "ἐγώ εἰμι Θεοδόσιος ὁ βασιλεύς." καὶ ἀναστὰς εὐθὺς ὁ γέρων προσε κύνησεν αὐτῷ. εἶπεν οὖν ὁ βασιλεύς "μακάριοι καὶ τρισμακάριοί ἐστε ὄντως ὑμεῖς οἱ μοναχοί, καὶ ἀμέριμνοι τοῦ κόσμου. ἐπ' ἀληθείας λέγω σοι, πάτερ, ὅτι ἐν τῷ παλατίῳ ἐγεννήθην, καὶ οὐδέποτε μεθ' ἡδονῶν ἀπήλαυσα βρώσεως καὶ πόσεως καθὼς σήμερον." τοῦ δὲ λαοῦ φθάσαντος καὶ ἐνώπιον πάντων ἀξιο πρεπῶς τιμήσαντος τὸν γέροντα, καὶ πάντας ἀξιωθῆναι τῆς εὐ χῆς αὐτοῦ κελεύσαντος τοῦ βασιλέως, ἀνεχώρησεν εἰς τὴν ὁδὸν αὐτοῦ μετ' εἰρήνης. καὶ ἤρξατο ἀπὸ τότε τιμᾶν αὐτὸν ὁ βασι λεύς. ὁ δὲ γέρων ἀναστὰς ἔφυγε καὶ πάλιν ἀπῆλθεν εἰς Αἴγυ πτον. Ἐν τοῖς χρόνοις τούτοις καὶ ὁ μέγας Συμεὼν ὁ στυλίτης ἐπέβη τῷ κίονι, τὴν δόξαν τῶν ἀνθρώπων φεύγων· πολλοὶ γὰρ εἰς αὐτὸν ἀφικνούμενοι ἤθελον πάντες ψαύειν τῶν δερματίνων ἐκείνου ἐνδυμάτων. καὶ πρῶτον μὲν ἓξ πήχεων ἐκέλευσε γενέσθαι τὸν κίονα, εἶτα δώδεκα, καὶ μετὰ ταῦτα εἴκοσι δύο, νῦν δὲ τρια κονταέξ. ἣν οὐκ ἄνευ τῆς θείας οἰκονομίας ὑπολαμβάνω γενέ σθαι τὴν στάσιν, ὠφελείας ἕνεκεν τῶν ῥαθυμοτέρων, ὥσπερ καὶ τὸν Ἠσαΐαν γυμνὸν καὶ ἀνυπόδετον βαδίσαι προσέταξε, καὶ τὸν 1.597 Ἱερεμίαν περίζωμα τῇ ὀσφύϊ περιθεῖναι καὶ οὕτω προφητεύειν, καὶ ἄλλοτε κλοιοὺς ξυλίνους καὶ σιδηροῦς περιβαλεῖν τῷ τραχήλῳ, καὶ τῷ Ὠσηὲ γυναῖκα πόρνην λαβεῖν καὶ πάλιν ἀγαπῆσαι πονηρὰν γυναῖκα καὶ μοιχαλίδα, καὶ τὸν Ἐζεκιὴλ ἐπὶ τοῦ δεξιοῦ πλευροῦ ἡμέρας μʹ καὶ ἐπὶ τοῦ ἀριστεροῦ ρνʹ κατακλιθῆναι, καὶ αὖθις διορύξαι τὸν τοῖχον καὶ φυγεῖν, καὶ αἰχμαλωσίαν ἑαυτῷ διαγρά ψαι, καὶ ἄλλοτε δὲ ξίφος εἰς ἀκμὴν παραθῆξαι καὶ ξύρασθαι τούτῳ τὴν κεφαλὴν καὶ τετραχῇ τὰς τρίχας διελεῖν. καὶ ἵνα μὴ πάντα λέγω, γίνεσθαι τούτων ἕκαστον προσέταττεν ὁ τῶν λόγων πρύτανις τοὺς λόγῳ μὴ πειθομένους τῷ τῆς θεωρίας παραδόξῳ συλλέγων. τὸ γὰρ καινὸν τοῦ θεάματος ἐνέχυρον ἀξιόχρεων γίνε ται τοῦ διδάγματος. καθάπερ γὰρ εἰς λυχνίαν τεθεὶς ὁ φανότα τος οὗτος λύχνος, ὁ
PG 121:649μέγας δηλαδὴ Συμεών, ἡλίου δίκην πάντοθεν τὰς ἀκτῖνας ἐξέπεμψε, καὶ ἦν ἰδεῖν Ἴβηρας καὶ Ἀρμενίους καὶ Πέρσας καὶ Ἰσμαηλίτας ὁσημέραι ἀφικνουμένους καὶ τοῦ θείου βαπτίσματος ἀπολαύοντας. τοσαύτην οὖν τὴν χάριν ὁ θαυμάσιος εἰς πάντα τὰ ἔθνη ἐξέπεμψεν ὥστε τὰ τῶν πατρῴων θεῶν εἴδωλα πρὸ τοῦ κίονος ἐκείνου τοῦ θείου ἄγοντας συντρίβειν, τὴν δὲ καθαρὰν καὶ ἀμώμητον ἡμῶν τῶν Χριστιανῶν πίστιν ὑπὸ τοῦ μεγάλου Συμεῶνος ἐκπαιδεύεσθαι, διὰ πολλῶν θαυμάτων καὶ με γίστων τεραστίων τούτους ἐνάγων εἰς τὴν τοῦ Χριστοῦ πολιτείαν. εἰκότως οὖν ἔλεγεν ὁ κύριος "ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει," ὃς τῇ τοῦ 1.598 ἁγίου πνεύματος αἴγλῃ καταλαμπόμενος καὶ πανταχοῦ τὰς τῆς χάριτος ἀκτῖνας ἐκπέμπων κατὰ τὸν μέγαν Βασίλειον. φησὶ γάρ "ὥσπερ τὰ λαμπρὰ καὶ διαφανῆ τῶν σωμάτων ἀκτῖνος αὐτοῖς ἐμπεσούσης αὐτά τε γίνεται περιλαμπῆ καὶ ἑτέραν αὐγὴν ἀποστίλ βει, οὕτως αἱ πνευματοφόροι ψυχαὶ ἐλλαμφθεῖσαι παρὰ τοῦ πνεύματος αὐταί τε ἀποτελοῦνται πνευματικαὶ καὶ εἰς ἑτέρους τὴν χάριν ἐξαποστέλλουσιν. ἐντεῦθεν μελλόντων πρόγνωσις, μυστη ρίων σύνεσις, κεκρυμμένων κατάληψις, χαρισμάτων διανομή, τὸ οὐράνιον πολίτευμα, ἡ μετ' ἀγγέλων χορεία, ἡ ἀτελεύτητος εὐ φροσύνη, ἡ ἐν θεῷ διαμονή, ἡ πρὸς θεὸν ὁμοίωσις, τὸ ἀκρότα τον τῶν ὀρεκτῶν, θεὸν γενέσθαι κατὰ χάριν." Μετά τινα δὲ καιρὸν ὁ θεῖος Δανιὴλ ὁ ἐν τῷ Ἀνάπλῳ, θεασάμενος τὸν μέγαν Συμεώνην καὶ θείου ζήλου πλησθεὶς τὴν καρδίαν, ἐλθὼν ἐν τῷ Ἀνάπλῳ ἐπέβη καὶ αὐτὸς τῷ στύλῳ, πολ λῶν καὶ μεγίστων θαυμάτων αὐτουργὸς γενόμενος, διήρκεσε δὲ ἐν τῷ κίονι ἄχρι τοῦ τετάρτου ἔτους τοῦ βασιλέως Λέοντος τοῦ μεγάλου, καὶ οὕτως πρὸς κύριον ἐξεδήμησε πλήρης ἀγαθῶν ἔργων. Τῷ κ ʹ ἔτει παρεγένετο Οὐαλεντινιανὸς ἀπὸ Ῥώμης ἐν Κων σταντινουπόλει, καὶ ἔγημε γυναῖκα τὴν θυγατέρα Θεοδοσίου τοῦ βασιλέως Εὐδοξίαν, τὴν ἐξ Εὐδοκίας γεννηθεῖσαν αὐτῷ, καὶ πάλιν ἐπανῆλθεν ἐν Ῥώμῃ. Κῦρος ἔπαρχος τῆς πόλεως, ἀνὴρ σοφώ τατος καὶ ἱκανός, καταλύσας τὸ χερσαῖον τεῖχος Κωνσταντινου πόλεως καὶ προσθεὶς ἄλλα διαστήματα δύο, οἰκοδομεῖ ἕτερον τεῖ 1.599 χος δι' ἡμερῶν ἑξήκοντα· ὅθεν καὶ ὁ δῆμος ἐκπληττόμενος ἐπὶ τῷ τάχει καὶ τῷ κάλλει τῆς τοῦ τείχους κτίσεως ἀνεβόησε καθεζομένου τοῦ βασιλέως ἐν τῷ ἱππικῷ "Κωνσταντῖνος ἔκτισε, Κῦρος ἀνενέωσε." διὰ τοῦτο φθονηθεὶς διαβάλλεται ὡς ἑλληνόφρων, καὶ δημευθεὶς καὶ ἀποκαρεὶς χειροτονεῖται ἐν Σμύρνῃ ἐπίσκοπος. Κατὰ Περσῶν στρατηγοῦντος Προκοπίου, δηλοῦται αὐτῷ παρὰ τοῦ Πέρσου ὅτι δώσωμεν μονομάχους, καὶ οἷος ἂν ἡττηθῇ, διδότω τὸ μέρος αὐτοῦ πάκτα ἐπὶ χρόνους πεντήκοντα. δίδωσιν οὖν ὁ στρατηγὸς Προκόπιος Ἀρεόβινδον κόμητα τῶν φοιδεράτων, ὃς σώκιστρον κατέχων τὸν Πέρσην ἐσώκισε καὶ κατενεγκὼν ἐκ τοῦ ἵππου ἀπέκτεινε. καὶ γέγονε πάκτα εἰρήνης μεταξὺ Ῥωμαίων καὶ Περσῶν. εἰσελθὼν δὲ Ἀρεόβινδος ἐν τῇ πόλει καὶ μεγάλα ὑπὸ τοῦ βασιλέως ἀποδεχθεὶς προήχθη ὕπατος. Τῷ κηʹ ἔτει σύμπτωσις ἐγένετο ἐν τῷ θεάτρῳ Ἀλεξανδρείας, καὶ ἀπέθανον ἄνδρες φοβʹ. τελευτήσαντος Μαξιμιανοῦ Πρόκλος ὁ ἁγιώτατος ἐπίσκοπος Κωνσταντινουπόλεως προχειρίζεται, ὃς τὸ τοῦ Χρυσοστόμου λείψανον ἀνακομίζει τῷ λʹ ἔτει τῆς βασιλείας Θεοδοσίου, καὶ εἰς τὸν τῶν ἁγίων ἀποστόλων ἀποτίθησι ναόν. ἐπὶ τούτου σεισμοὶ μεγάλοι γεγόνασιν ἐν Κωνσταντινουπόλει ἐν μησὶ τέσσαρσιν, ὥστε φοβηθέντας τοὺς ἐν Βυζαντίῳ ἔξω τῆς πό λεως ἐν τῷ λεγομένῳ κάμπῳ διατρίβειν. τοῦ γοῦν εἰρημένου πα τριάρχου μετὰ τοῦ κλήρου καὶ τοῦ λαοῦ ταῖς λιταῖς ἐκεῖσε προσ 1.600 καρτεροῦντος, περὶ ὥραν τρίτην, ἄφνω πάντων ὁρώντων ἡρπάγη νεανίας εἰς τὸν ἀέρα καὶ ἤκουσε θείας φωνῆς παρεγγυώσης αὐτῷ ἀναγγεῖλαι τῷ ἐπισκόπῳ καὶ τῷ λαῷ λιτανεύειν οὕτω, καὶ λέγειν "ἅγιος ὁ θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς" καὶ μηδὲν
PG 121:653ἕτερον προστιθέναι. καὶ εὐθέως τοῦτο ψάλλοντος τοῦ λαοῦ ἔστη ὁ σεισμός. ὅθεν ὁ βασιλεὺς Θεοδόσιος καὶ ἡ μακαρία Πουλχερία, ὑπεραγασθέντες τῷ θαύματι, ἐθέσπισαν κατὰ πᾶσαν οἰκουμένην οὕτω ψάλλεσθαι τὸν θεῖον ὕμνον. Τῷ λεʹ ἔτει ἠνέχθη ἀπὸ Πανεάδος τὸ λείψανον τοῦ προφή του Ἠσαΐου, καὶ ἐτέθη ἐν τῷ ναῷ τοῦ ἁγίου Λαυρεντίου. Τῷ λ ʹ ἔτει Θεοδόσιος ὁ βασιλεὺς Ἀντίοχον πραιπόσιτον καὶ πατρίκιον, τὸν βαΐουλον αὐτοῦ, πάπαν ἐποίησε, δημεύσας καὶ τὸν οἶκον αὐτοῦ ὡς κατεπαιρομένου τοῦ βασιλέως καὶ κατα φρονοῦντος αὐτοῦ. διὸ καὶ νόμον ἐξέθετο μὴ εἰσέρχεσθαι εἰς πατρικίου ἀξίαν εὐνοῦχον. οὗτος ὁ Θεοδόσιος εὐμετάγωγος ἦν σφόδρα, πειθόμενος τοῖς ὑποβάλλουσιν αὐτῷ οἰκείοις, ὡς πολ λάκις καὶ χάρτους μὴ ἀναγινώσκων ὑπέγραφεν. ὅπερ μαθοῦσα Πουλχερία ἡ αὐτοῦ ἀδελφή, καὶ πολλάκις νουθετήσασα, ἐπεὶ οὐκ ἔπειθε, σοφῶς ὑπῆλθεν αὐτόν, καὶ δωρεὰν δῆθεν αἰτεῖ· ἡ δ' ἦν πρὸς δουλείαν ἐκχωροῦσα Εὐδοκίαν τὴν αὐτοῦ γαμετήν. προσή νεκτο τοίνυν ὁ τοῦτο διαταττόμενος χάρτης καὶ παρὰ τοῦ βασι λέως ὑπεσημαίνετο. μετὰ δὲ τοῦτο ἀναγνωσθέντος αὐτοῦ δεινῶς ὑπὸ τῆς Πουλχερίας ὠνειδίσθη, καὶ ἔκτοτε ἀκρίβειαν τῶν τοιού 1.601 των ἐποίει. ἐπὶ τούτου τοῦ βασιλέως ἐκ τῶν Γότθων γέγονεν ἔθνη τέσσαρα, Γότθοι Ὑπόγοτθοι Γήπεδες καὶ Οὐάνδηλοι. ἐξ ὧν Ἄβαρις ἤρξατο διαπερᾶν ἐν τῇ Ῥωμαίων γῇ. Τῷ λθʹ ἔτει Κύριλλος Ἀλεξανδρείας καὶ Πρόκλος Κων σταντινουπόλεως εὐσεβῶς ἐκοιμήθησαν. καὶ τὸν μὲν Πρόκλον Φλαβιανὸς πρεσβύτερος καὶ σκευοφύλαξ μεγάλης ἐκκλησίας Κων σταντινουπόλεως διεδέξατο, Κύριλλον δὲ Διόσκορος ὁ δυσσεβής, μηδ' ὅλως ὢν διδασκαλικός, ἀχρεῖος δὲ καὶ ἀνήμερος, ἐξαιρέτως δὲ ἐν τοῖς συγγενέσι Κυρίλλου γενόμενος· αἱρετικὸς γὰρ ἦν, ἐξ ἁπαλῶν ὀνύχων τὰ Ὠριγένους φρονῶν. Τῷ μαʹ ἔτει ἡ λῃστρικὴ καὶ παράνομος συνηθροίσθη σύνο δος, τοῦ κριθῆναι τὰ περὶ Φλαβιανοῦ καὶ Εὐτυχοῦς, ὑπὸ Διοσ κόρου τοῦ δυσσεβοῦς, κατὰ παραίνεσιν Χρυσαφίου εὐνούχου τὸ ἐπίκλην Ζουμνᾶ, τὴν τοῦ βασιλέως ἁπλότητα παραπείσαντος. Τῷ ἐπιόντι δὲ καιρῷ, ἤγουν τῷ μβʹ, γνοὺς ὁ Θεοδόσιος ὡς ἠπάτηται παρὰ Χρυσαφίου, πρῶτον μὲν αὐτὸν ἐξορίζει εἴς τινα νῆσον, τῇ Εὐδοκίᾳ δὲ καὶ Αὐγούστῃ ἐπιφέρεται σφοδρῶς, πάντων τῶν κακῶν αἰτίαν αὐτὴν ἀποκαλῶν ὡς καὶ Πουλχερίαν τῶν βασιλείων ἀποδιώξασαν, ἅμα δὲ καὶ τὰ κατὰ τὸν Παυλῖνον ὀνειδίζων αὐτῇ, ὑπὲρ τοῦ μήλου ἀποθανόντα. ἡ δὲ ἀπογνοῦσα παρεκάλεσεν ἐπὶ τὰ Ἱεροσόλυμα ἀπολυθῆναι αὐτήν· ὃ καὶ γέγονε, λαβούσης μεθ' ἑαυτῆς Σεβῆρον τὸν πρεσβύτερον καὶ διάκονον 1.602 Ἰωάννην. μαθὼν δὲ ὁ βασιλεὺς ὅτι οὗτοι καὶ ἐν τῇ πόλει πρὸς αὐτὴν ἐσύχναζον, ἀποστείλας ἀπεκεφάλισεν αὐτούς. τὴν δὲ ἁγίαν Πουλχερίαν μετὰ πολλῆς παρακλήσεως εἰσήγαγεν εἰς τὰ βασίλεια· ἥτις εὐθὺς ἀποστείλασα εἰς Ἔφεσον ἤγαγε τὸ λείψανον τοῦ ἁγίου Φλαβιανοῦ. τότε καὶ τὴν τῶν Χαλκοπρατίων ἐκκλησίαν τῇ θεο τόκῳ ἀνήγειρε, συναγωγὴν Ἰουδαίων πρότερον οὖσαν. τῆς δὲ ἐκκλησίας μετὰ Φλαβιανὸν Ἀνατόλιος ἐπεσκόπευσε. Μετὰ δέ τινα χρόνον ἐξῆλθεν ὁ βασιλεὺς ἱππασθῆναι· καὶ συμπεσόντος αὐτῷ τοῦ ἵππου πληγεὶς εἰσῆλθεν ἐν λεκτικίῳ ἤτοι φορείῳ, καὶ καλέσας τὴν ἀδελφὴν Πουλχερίαν εἶπεν αὐτῇ διὰ Μαρκιανὸν τὸν μετ' αὐτὸν βασιλεύσαντα· "τοῦτο γάρ μοι" φησίν "̓Ιωάννης ὁ θεολόγος ἀπεκάλυψεν, ἐν Ἐφέσῳ μοι ὄντι." καὶ μεταστειλάμενος Μαρκιανὸν εἶπεν αὐτῷ ἐπὶ Ἄσπαρος καὶ τῆς συγ κλήτου "ἐδείχθη μοι ὅτι σε δεῖ γενέσθαι βασιλέα μετ' ἐμέ." καὶ μεθ' ἡμέρας δύο ἐτελεύτησε, καὶ τίθεται τὸ σῶμα αὐτοῦ ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων. γυνὴ δὲ τούτου Εὐδοκία, θυγάτηρ Λεοντίου φιλοσόφου ἐξ Ἀθηνῶν. Ἡ δὲ σοφὴ καὶ ἀγαθὴ Πουλχερία μήπω τῆς τοῦ ἀδελφοῦ τελευτῆς γνωσθείσης μεταστειλαμένη τὸν Μαρκιανόν, ἄνδρα ἐν σωφροσύνῃ καὶ σεμνότητι διαπρέποντα, γέροντα ὄντα καὶ ἱκανώ τατον, λέγει πρὸς αὐτόν "ἐπειδὴ ὁ βασιλεὺς ἐτελεύτησεν, ἐγὼ δέ σε ἐξελεξάμην ἐξ ὅλης τῆς συγκλήτου ὡς ἐνάρετον,
PG 121:655δός μοι λόγον ὅτι φυλάττεις τὴν παρθενίαν, ἣν τῷ θεῷ ἀνεθέμην, καὶ ἀναγο 1.603 ρεύω σε βασιλέα." αὐτοῦ δὲ συνθεμένου τοῦτο, μεταστέλλεται τὸν πατριάρχην Ἀνατόλιον καὶ τὴν σύγκλητον, καὶ ἀναγορεύει αὐ τὸν βασιλέα. ἦν δὲ Μαρκιανὸς αἰδέσιμος τὸν τρόπον, ἱεροπρε πής, ἐρύθημα ἐπὶ τοῦ προσώπου φέρων κεκραμένον χάριτι, μεγα λόψυχος, φιλαργυρίας ὑπέρτερος, σώφρων καὶ περὶ τὸ θεῖον εὐλαβὴς καὶ ὀρθόδοξος, περὶ τοὺς ἁμαρτάνοντας συμπαθής, ἄπειρος δὲ παιδείας τῆς ἔξωθεν. εὐθὺς οὖν τοὺς ἐν ἐξορίᾳ πάν τας ἀνεκαλέσατο. ἡ δὲ μακαρία Πουλχερία τὸν παμμίσητον Χρυσάφιον τὸν εὐνοῦχον Ἰορδάνῃ ἐκδέδωκε τῷ υἱῷ Ἰωάννου, ὃςκαὶ ἀνεῖλεν αὐτὸν διὰ τὸ αὐτὸν ἀνελεῖν τὸν τούτου πατέρα δόλῳ. Στρατιώτης τοίνυν λιτὸς ὢν πρὸ τούτου Μαρκιανὸς μετὰ τοῦ ἰδίου νουμέρου ἀπὸ τῆς Ἑλλάδος κατὰ Περσῶν ἀπῄει, καὶ γενόμενος ἐν Λυκίᾳ ἀρρωστίᾳ περιέπεσε. καὶ καταλειφθεὶς ἐν πόλει Συδήμων κἀκεῖσε χρονοτριβήσας προσκολλᾶται δύο τισὶν ἀδελφοῖς, Ἰουλίῳ καὶ Τατιανῷ, οἵτινες εἰς τὸν ἴδιον οἶκον λαβόν τες αὐτὸν διανέπαυσαν. εἰς θήραν δὲ ἐξελθόντες ἔλαβον αὐτὸν μεθ' ἑαυτῶν. κοπιάσαντες δὲ περὶ μεσημβρίαν ἐκοιμήθησαν. προεξυπνισθεὶς δὲ ὁ Τατιανὸς θεωρεῖ τὸν Μαρκιανὸν εἰς τὸν ἥλιον κοιμώμενον, καὶ ἀετὸν παμμεγέστατον ἐπ' αὐτὸν ἐλθόντα καὶ τὰς ἑαυτοῦ πτέρυγας διαπετάσαντα σκιὰν ἐπ' αὐτὸν περιποιησάμενον. καὶ τοῦτο θεασάμενος ἐγείρει τὸν ἑαυτοῦ ἀδελφόν, καὶ τὸ θεαθὲν ὑποδείκνυσι. καὶ ἐπὶ πολὺ θαυμάζοντες ἐξυπνίζουσι τὸν Μαρκια νόν, καὶ λέγουσιν αὐτῷ "ἐὰν βασιλεύσεις, τί ἡμῖν χαρίζῃ;" ὁ δέ 1.604 "τίς εἰμι ἐγώ, ἵνα τοῦτο γένηται εἰς ἐμέ;" οἱ δὲ ἐκ δευτέρου τὸν αὐτὸν λόγον εἶπον. λέγει ὁ Μαρκιανός "ἐὰν τοῦτο ἐκ θεοῦ γένη ται, πατέρας ὑμᾶς ἀνακηρύξω." τότε διδόασιν αὐτῷ ςʹ νομί σματα, λέγοντες "πορεύου ἐν τῇ πόλει, καὶ μέμνησο ἡμῶν ὅτε ὁ θεὸς ὑψώσει σε." χρόνου δὲ διελθόντος ὀλίγου καὶ Θεοδοσίου τε λευτήσαντος βασιλεὺς ἀνεδείχθη, ὡς προέφημεν, καὶ ὑπομνησθεὶς τῆς ἐν Λυκίᾳ εὐεργεσίας, Τατιανὸν καὶ Ἰούλιον μεταπεμψάμενος πατέρας αὐτοὺς ἀνεκήρυξε, καὶ τὸν μὲν Τατιανὸν ἔπαρχον ἐποίησε τῆς πόλεως, τῷ δὲ Ἰουλίῳ τὴν τῶν Λυκίων ἐνεχείρισεν ἀρχήν. ὑπὸ Γιζερίχου δὲ πάλιν εἰς Ἀφρικὴν κρατηθείς, ἔτι στρατιώτῃ ὄντι τοῦτο αὐτῷ ἐξεγένετο· ὅθεν ὁ Γιζέριχος ὅρκῳ αὐτὸν ἠσφαλίσατο ὅτι εἰ βασιλεύσει, μὴ πολεμῆσαί ποτε Οὐανδήλοις, καὶ ἀπολύει αὐτόν. τοίνυν καὶ ἡ μακαρία Πουλχερία μεθ' ἑτέρων πολλῶν ἐκκλησιῶν ἐξαιρέτως τὸν ἐν Βλαχέρναις ναὸν ᾠκοδόμησε καὶ τῇ θεοτόκῳ ἀνατέθεικεν ἐν ἀρχῇ τῆς βασιλείας Μαρκιανοῦ. Τῷ βʹ αὐτοῦ ἔτει ἡ ἐν Χαλκηδόνι ἁγία τετάρτη σύνοδος γέγονεν ὑπὸ πατέρων χλʹ, ἐν τῷ μαρτυρίῳ τῆς πανευφήμου Εὐ φημίας, κατὰ Εὐτυχοῦς καὶ Διοσκόρου καὶ Νεστορίου τῶν μα ταίων, λεγόντων μήτε τὴν σάρκα τοῦ κυρίου ὁμοούσιον ἡμῖν εἶναι, ἀλλ' ἐκ δύο μὲν φύσεων τὴν ἕνωσιν λέγεσθαι, μίαν δὲ φύσιν ἀποτελεσθῆναι μετὰ τὴν ἕνωσιν, καὶ ὡς ἐν φαντασίᾳ τὴν σάρκα φορέσαι τὸν κύριον μυθολογούντων καὶ τῇ θεότητι πάθος ἀπονε μόντων. ἡγοῦντο δὲ τῆς συνόδου Λέοντος πάπα Ῥώμης τοποτη 1.605 ρηταὶ Πασχάσιος καὶ Λουκίνσιος ἐπίσκοποι καὶ Βονιφάκιος πρεσ βύτερος, Ἀνατόλιος Κωνσταντινουπόλεως, Ἰουβενάλης Ἱεροσολύμων. Καθαιροῦνται τοίνυν οἱ αἱρετικοὶ καὶ ἐξορίζονται ἐν Γάγ γρᾳ, χειροτονεῖται δὲ Προτέριος ἐπίσκοπος Ἀλεξανδρείας ἀντὶ Διοσκόρου. ἡ δὲ ἁγία σύνοδος ἐξεφώνησε τέλειον θεὸν καὶ τέλειον ἄνθρωπον τὸν αὐτὸν ἐν δύο φύσεσιν, ἀσυγχύτως ἀδιαιρέτως, τὸν κύριον ἡμῶν καὶ θεὸν Ἰησοῦν Χριστόν. δύο δὲ εἰρήκασι φύσεις τῷ λόγῳ τῆς διαφορᾶς, οὐ τῷ λόγῳ τῆς διαιρέσεως. τήν τε τοῦ Ῥώμης πάπα Λέοντος ἐπιστολὴν πρὸς Φλαβιανὸν γραφεῖσαν ὡς στήλην ὀρθοδοξίας ἐδέξαντο. ἐπικυροῦσι δὲ καὶ τὴν Νεστορίου καθαίρεσιν. ἐδέξαντο δὲ Θεοδώρητον καὶ Ἴβαν ὡς ἀναθεματίσαν τας Νεστόριον. Τῷ γʹ ἔτει ἡ μακαρία καὶ εὐσεβὴς Πουλχερία ἐκοιμήθη ἐν Χριστῷ παρθένος καὶ μὴ διαφθαρεῖσα, πάντα τὰ ἑαυτῆς πτωχοῖς διανείμασα. Τῷ
PG 121:657δʹ ἔτει Οὐαλεντινιανὸς ὁ τῆς Ῥώμης βασιλεὺς τῶν μὲν ὀρθῶν τῆς ἐκκλησίας δογμάτων ἀντελαμβάνετο, πολλῇ δὲ τῇ πα ρανομίᾳ ἐν τῇ ἑαυτοῦ διαίτῃ ἐκέχρητο· εὐπρεπεστάτῃ γὰρ γυναικὶ Εὐδοξίᾳ συζῶν, θυγατρὶ Θεοδοσίου τοῦ βασιλέως, ἀλλοτρίαις δαιμονιωδῶς ἐκέχρητο. ὡμίλει δὲ συνεχῶς καὶ τοῖς τὰ περίεργα πράττουσι· διὸ καὶ οἰκτίστῳ παραδίδοται θανάτῳ. Μαξίμου γὰρ τοῦ ἐπὶ Θεοδοσίου τοῦ μεγάλου τυραννήσαντος ἔκγονος καὶ ὁμώνυμος, ἐν τοῖς κατὰ Ῥώμην πατρικίοις τελῶν, ἔνδον τοῦ πα λατίου γενόμενος τὸν Οὐαλεντινιανὸν ἀπέσφαξε καὶ τῇ Εὐδοξίᾳ 1.606 συνεγένετο καὶ τῆς βασιλείας ἐκράτησε· δι' ὧν γάρ τις ἁμαρτάνει, δι' αὐτῶν καὶ παιδεύεται. ἐπὶ τούτοις ἡ Εὐδοξία ἀχθομένη μετα πέμπεται τὸν Γιζέριχον ἐξ Ἀφρικῆς εἰς Ῥώμην, παρακαλέσασα λυτρωθῆναι τῆς τοῦ Μαξίμου τυραννίδος. Γιζερίχου δὲ στόλῳ μεγάλῳ ἐκπλεύσαντος εἰς Ῥώμην Μάξιμος φυγῇ ἐχρήσατο, οἱ δὲ συνόντες αὐτῷ ἀνεῖλον αὐτόν. ὁ δὲ Γιζέριχος μηδενὸς αὐτῷ ἀντι στάντος εἰσῆλθεν εἰς Ῥώμην τῇ τρίτῃ ἡμέρᾳ τῆς φυγῆς Μαξίμου· καὶ λαβὼν πάντα τὰ χρήματα, καὶ τὰ τῆς πόλεως ἀναθήματα εἰς τὰ πλοῖα ἐμβαλών, ἐν οἷς ἦσαν κειμήλια ὁλόχρυσα καὶ διάλιθα ἐκκλησιαστικὰ καὶ σκεύη Ἑβραϊκά, ἅπερ ὁ Οὐεσπασιανοῦ Τῖτος ἐξ Ἱεροσολύμων ἀφείλετο, σὺν τούτοις λαβὼν τὴν Εὐδοξίαν τὴν βασιλίδα καὶ τὰ τέκνα αὐτῆς, εἰς Ἀφρικὴν ἀπέπλευσεν. ἕως ὧδε δευτέρα ἅλωσις Ῥώμης τῆς μεγάλης, πρώτη μὲν ὑπὸ Ἀλαρίχου, δευτέρα δὲ ὑπὸ Γιζερίχου. καὶ τὴν μὲν Εὐδοξίαν Ὁνορίχῳ τῷ πρωτοτόκῳ υἱῷ αὐτοῦ συνέζευξε· τὴν δὲ Πλακιδίαν ἄνδρα ἔχειν μαθὼν Ὀλύβριον τὸν πατρίκιον μετὰ τῆς μητρὸς ἐφύλαξεν Εὐδοξίας. μαθὼν δὲ τὸν Μαξίμου θάνατον Μαιωρῖνος ἐβασίλευσε Ῥώμης ἔτη βʹ, καὶ μετ' αὐτὸν Ἄβιτος ἔτη βʹ, καὶ μετὰ τοῦτον Σεβῆρος ἔτη γʹ. καὶ μετ' αὐτὸν οὐκέτι βασιλεὺς ἐν Ῥώμῃ, ἀλλὰ Ῥεκίμερες διῴκει τὰ πράγματα στρατηγῶν καὶ μεγάλην περικείμε νος δύναμιν. κατὰ δὲ τὴν ἑῴαν πάσης γαλήνης μετεῖχον ἅπαντα, ὡς χρυσοῦς τοὺς χρόνους τούτους λέγεσθαι. τότε καὶ Συμεὼν ὁ τῆς μάνδρας ἑστὼς ἐπὶ κίονος βίῳ καὶ λόγῳ καὶ θαύμασι διέ πρεπε. 1.607 Τῷ εʹ ἔτει λίθοι τρεῖς παμμεγέθεις ἐκ τοῦ οὐρανοῦ ἐν τῇ Θρᾴκῃ ἔπεσον. καὶ Εὐδοκία ἡ τοῦ Θεοδοσίου γυνὴ ἐν Ἱεροσολύμοις τελευτᾷ, πολλὰ καταλείψασα ταῖς ἐκκλησίαις, καὶ ἐν τῷ τε λευτᾶν αὐτὴν ἐπωμόσατο μὴ συνειδέναι τῇ κατ' αὐτῆς κατηγορίᾳ ἕνεκεν Παυλίνου. Τῷ δὲ ζʹ ἔτει Μαρκιανὸς ὁ βασιλεὺς τελευτᾷ, καὶ ἐτέθη τὸ σῶμα αὐτοῦ ἐν τῷ ἡρῴῳ τῶν ἁγίων ἀποστόλων. γυνὴ δὲ τού του Πουλχερία ὀνόματι μόνον· οὐ γὰρ συνεγένετο αὐτῇ. τὴν δὲ τῆς ἀρχιερωσύνης ἀρχὴν διεῖπεν Ἀνατόλιος, Ἀττικὸν διαδεξάμενος, κόσμου ἔτος #ε νʹ, τῆς θείας σαρκώσεως ἔτος υν ʹ. Μετὰ δὲ Μαρκιανὸν ἐβασίλευσε Λέων ὁ μέγας, ὀρθόδοξος, ἔτη ιζʹ. ἦν δὲ κάτισχνος μὲν τὸ σῶμα, ὑπόσπανος τὴν γενειάδα, φρονήσει κεκοσμημένος, παιδείας καὶ μαθημάτων ἐκτός. τούτου γυνὴ Βηρίνη ἀδελφὴ Βασιλίσκου. Μακέλλης δὲ ἐλέγετο διὰ τὸ ἀποκτεῖναι Ἄσπαρα καὶ Ἀρδαβούριον ὡς Ἀρειανοὺς ὄντας· μάκελγὰρ Ῥωμαϊστὶ ὁ σφαγεὺς λέγεται. Ἄσπαρ δὲ ᾐτήσατο τὸν βασιλέα ἐγκαταστῆσαι τῇ πόλει ἔπαρχον ὁμόδοξον αὐτοῦ καὶ ὁμό φρονα, ὃ κατένευσε μὲν ὁ βασιλεὺς ποιῆσαι, μὴ βουλόμενος δὲ ἐννύχιον δεδήλωκέ τινι τῶν συγκλητικῶν παραγενέσθαι τάχιον. τοῦ δὲ παραγενομένου, ἔπαρχον αὐτὸν προεβάλετο. Ἄσπαρ δὲ τοῦτο ἰδὼν παρ' ἐλπίδα ἐκράτησε τοῦ ἱματίου τοῦ βασιλέως, καὶ φησὶ πρὸς αὐτόν "βασιλεῦ, τὸν ταύτην τὴν ἁλουργίδα περιβεβλη μένον οὐ χρὴ διαψεύδεσθαι." καὶ φησὶν ὁ βασιλεύς "ἀλλὰ μὴν 1.608 προσήκει τῷ βασιλεῖ μὴ ὑπείκειν τινὶ ἢ ὑποκεῖσθαι, καὶ μᾶλλον ὅταν τοῦ κοινοῦ ἀσύμφορον ᾖ." Τῷ αʹ ἔτει τούτου σεισμὸς ἐγένετο ἐν Ἀντιοχείᾳ ὡς σχεδὸν πᾶσαν τὴν πόλιν καταπεσεῖν. οὗτος ὁ βασιλεὺς Θρᾲξ ἦν τῷ γένει, τριβοῦνος τὴν ἀξίαν. ἐστέφθη δὲ ὑπὸ Ἀνατολίου πατριάρχου. Πασῶν δὲ τῶν τῆς οἰκουμένης ἐκκλησιῶν τὴν ἐν Χαλκηδόνι σύνοδον ἀποδεξαμένων, ὁ μιαρὸς Τιμόθεος ὁ ἐπίκλην Αἴλουρος τὴν
PG 121:661Ἀλεξανδρέων πόλιν ἐτάρασσε. μαγγανείᾳ γὰρ χρησάμενος νυκτὸς ἐν τοῖς κελλίοις τῶν μοναχῶν περιήρχετο, ἐπ' ὀνόματι καλῶν ἕκαστον, τῶν δὲ ἀποκρινομένων ἔλεγεν "ἐγὼ ἄγγελός εἰμι, καὶ ἀπεστάλην εἰπεῖν πᾶσιν ἀποστῆναι τῆς κοινωνίας Προτερίου καὶ τῶν ἐν Χαλκηδόνι, Τιμόθεον δὲ τὸν Αἴλουρον ἐπίσκοπον προ χειρίσασθαι Ἀλεξανδρείας." πλῆθος δὲ ἀτάκτων ἀνδρῶν ὠνη σάμενος τυραννικῶς τοῦ θρόνου Ἀλεξανδρείας ἐκράτησε· καὶ καθῃρημένος ὢν ὑπὸ δύο καθῃρημένων χειροτονεῖται, χειροτονίας τε ἐπισκόπων ἐποίει ἀχειροτόνητος ὤν, καὶ βαπτίσματα ἐπετέλει πρεσβύτερος μὴ ὤν, καὶ μετὰ λύττης τινὸς ἀσχέτου τὴν ἁγίαν τε τάρτην σύνοδον ὕβριζε. καὶ τὸν μακάριον Προτέριον διδόντα τόπον τῇ ὀργῇ τῷ μεγάλῳ σαββάτῳ κατασφάττει μεθ' ἑτέρων ἓξ τῶν σὺν αὐτῷ· καὶ κατὰ πᾶσαν τὴν πόλιν σύραντες τὸ σῶμα αὐ τοῦ πυρὶ κατέκαυσαν. τούτῳ τῷ ἔτει ἠνέχθη τὸ λείψανον τῆς ἁγίας μάρτυρος Ἀναστασίας ἀπὸ τοῦ Σιρμίου, καὶ κατετέθη ἐν τῷ ναῷ αὐτῆς ἐν τοῖς Δομνίνου ἐμβόλοις. 1.609 Τῷ βʹ ἔτει Λέων ὁ βασιλεὺς μαθὼν τὸν ἄδικον θάνατον Προτερίου καὶ τὴν Αἰλούρου ἄθεσμον προαγωγήν, πέμψας τοὺς κοινωνήσαντας τῷ Προτερίου θανάτῳ ἐγλωσσοτόμησε. Τιμοθέῳ δὲ τῷ ἀνιέρῳ οὐκ ἐπεξῆλθε, τὴν ἐπ' αὐτῷ κρίσιν ἐπισκόποις κα ταλιπών. τῷ δ' αὐτῷ ἔτει καὶ Ζήνων Ἀριάδνῃ μίγνυται πρὸς γάμον, τῇ Λέοντος θυγατρί. Τῷ γʹ ἔτει γράμματα πρὸς τοὺς ἑκάστης ἐπαρχίας ἐπισκό πους ἀπέστειλεν ὁ βασιλεύς, γράψαι αὐτῷ τὴν οἰκείαν γνώμην ἕκαστον, εἰ τοῖς ἐν Χαλκηδόνι ὁρισθεῖσιν ἀρέσκοιντο, καὶ περὶ τῆς τοῦ Αἰλούρου χειροτονίας τί λέγοιεν. ἐν οἷς καὶ τῷ ἁγίῳ Συμεῶνι τῷ στυλίτῃ καὶ ἄλλοις πατράσι θαυματουργοῖς καὶ ὁσίοις διαμαρτυρόμενος, ὡς τῷ θεῷ τῶν ὅλων παρέχειν τὴν κρίσιν τῶν ἀμφισβητουμένων ποιοῦντας. οἱ δὲ παμψηφὶ ὁμοφρόνως κυροῦσι μὲν τὴν ἐν Χαλκηδόνι ἁγίαν σύνοδον εἶναι, καὶ τὸν ὑπ' αὐτῆς ἐκτε θέντα ὅρον ἀποδέχονται, Τιμοθέου δὲ συμφώνως καταψηφίζονται ὡς φονέως καὶ αἱρετικοῦ· ὃν καὶ ἐξώρισεν ὁ βασιλεὺς εἰς Γάγγραν. κἀκεῖ δὲ συναγωγὰς ἀρξάμενος ποιεῖν ἐξορίζεται ἐν Χερ σῶνι. Τιμόθεος δὲ ἄλλος ὁ ἐπίκλην Λευκὸς καὶ Σαλοφακίολος, ὀρθόδοξος καὶ ἀγαθὸς ἀνὴρ ὑπάρχων, ὑπὸ πάντων φιλούμενος χειροτονεῖται Ἀλεξανδρείας ἐπίσκοπος. Τῷ δʹ ἔτει ὁ τῆς μάνδρας στυλίτης μέγας Συμεὼν ἐκοιμή θη, πρῶτος καταδείξας τὴν τοιαύτην ἄσκησιν. Τῷ εʹ ἔτει γέγονεν ἐμπρησμὸς ἐν Κωνσταντινουπόλει, ἀρξά 1.610 μενος ἀπὸ τοῦ νεωρίου καὶ φθάσας ἕως τοῦ ἁγίου Θωμᾶ τῶν Ἀμάντων. Μαρκιανὸς δὲ ὁ οἰκονόμος τῆς μεγάλης ἐκκλησίας, τὸν ναὸν κτίσας τῆς ἁγίας ἀναστάσεως, ἔτι νέον ὄντα τοῦτον τοῦ ἐμπρησμοῦ διεσώσατο, ἀνελθὼν εἰς τὸ κεράμιον μετὰ εὐαγγελίου καὶ θυμιατοῦ, καὶ τὸν θεὸν δάκρυσιν ἐξιλεωσάμενος. σφόδρα γὰρ ἐκράτει ὁ ἐμπρησμὸς οὗτος· κατὰ μὲν γὰρ ἀνατολὰς ἀπὸ τοῦ νεωρίου ἐπεκτεινόμενος μέχρι τοῦ ἁγίου Ἰωάννου τοῦ πτωχοῦ πρὸς δύσιν, ἐπὶ δὲ μεσημβρίας ἐν τῇ μέσῃ τῆς πόλεως ἀπὸ τῶν Λαύ σου μέχρι τοῦ Ταύρου πάντα κατελυμήνατο. περιφανῆ δὲ καὶ τῶν ἄλλων διαφέροντα τὸ πῦρ κατανάλωσεν ἐν μὲν τῷ Κωνσταντίνου φόρῳ οἶκον μέγιστον σενάτου καλούμενον, ἐκ χαλκῶν εἰκό νων καὶ πορφυρῶν λίθων διακεκοσμημένον, ἐν ᾧπερ καὶ οἱ λογά δες ἐβουλεύοντο καὶ ὁ βασιλεὺς εἰσῄει, ἡνίκα ὑπατικὴν ἔλαβε στο λήν, καὶ τὸ νυμφαῖον τὸ τοῦδε τοῦ οἴκου κείμενον ἀντικρύ, ἐν ᾧπερ οἱ γάμοι ἐγίνοντο τῶν οὐκ ἐχόντων οἴκους· ἐν δὲ τῷ ταύρῳ οἶκον καὶ αὐτὸν τοῖς λογάσι καὶ τῷ βασιλεῖ ἐπιτήδειον, τοῖς μὲν εἰς τὸ συνιέναι καὶ περὶ τῶν πρακτέων διασκοπεῖν, τῷ δὲ ἐν τῇ ὑπάτῳ προκαθημένῳ βουλῇ, ἐν δυοκαίδεκα ποικίλοις κίοσιν ἐκ Τρωϊκῆς λίθου, πέντε καὶ εἴκοσι ποδῶν ἔχουσιν ὕψος, φέρουσι δὲ τὴν στέγην ἔκ τε νοτίου καὶ βορείου πλευροῦ σὺν τοῖς παρ' ἑκά τερα κατὰ τὸ ἀνατολικὸν καὶ δυτικὸν ψαλίσιν, οὗ τὸ μὲν μῆκος σμʹ ποδῶν τὸ δὲ πλάτος πδʹ ἦν· καὶ τῶν ἱερῶν δὲ οἶκοι μέγιστοι δύο, διακεκοσμημένοι παντοίοις λίθοις, ὧν ὁ μὲν τοῦ τετραπύλου 1.611 οὐ πόρρω ἐτύγχανεν ὤν, ὁ δὲ τῇ τοῦ ταύρου
PG 121:663ἐνέκειτο ἀγορᾷ. καὶ ἄλλα πολλὰ κατελυμήνατο τὸ πῦρ, οἷον στοὰς ἐμβόλων, ἀγορὰς καὶ οἰκήσεις ἀπὸ θαλάσσης ἕως θαλάσσης, ἄχρι τοῦ ναοῦ τῶν ἁγίων μαρτύρων Σεργίου καὶ Βάκχου. Τῷ ʹ ἔτει ζωγράφου τινὸς τὸν σωτῆρα γράψαι τολμήσαν τος καθ' ὁμοιότητα τοῦ Διὸς ἐξηράνθη ἡ χείρ· ὃν ἐξαγορεύσαντα δι' εὐχῆς ἰάσατο Γεννάδιος. φασὶ δέ τινες τῶν ἱστορικῶν ὅτι τὸ οὖλον καὶ ὀλιγότριχον σχῆμα ἐπὶ τοῦ σωτῆρος οἰκειότερόν ἐστιν. οὗτος ὁ Γεννάδιος τῇ νυκτὶ ἐν τῷ θυσιαστηρίῳ εἶδε φάντασμα δαιμονίου, ᾧ καὶ ἐπιτιμήσας ἤκουσεν αὐτοῦ κράζοντος ὡς αὐτοῦ μὲν ζῶντος ἐνδίδωσι, μετὰ δὲ θάνατον αὐτοῦ κρατήσει πάντως τῆς ἐκκλησίας. οὗτος ὁ Γεννάδιος κληρικῷ τῆς ἐκκλησίας τοῦ ἁγίου Ἐλευθερίου ἀτάκτῳ ὄντι πολλάκις ἐνουθέτει. ἐπεὶ δὲ αὐτὸν κάμψαι οὐκ ἴσχυσε, δηλοῖ τῷ ἁγίῳ Ἐλευθερίῳ, ἐν τῷ ναῷ εἰπὼν διά τινος τῶν ὑπηρετουμένων αὐτῷ "ἅγιε μάρτυρ Ἐλευθέριε, ἢ διόρθωσαι τὸν κληρικόν σου ἢ ἔκκοψον αὐτόν." καὶ εὐθὺς ἐτε λεύτησεν ὁ κληρικός. τῷ δ' αὐτῷ ἔτει Στούδιος τὸν ναὸν ἔκτισε τοῦ ἁγίου Ἰωάννου τοῦ βαπτιστοῦ, καὶ μοναχοὺς ἐκ τῆς μονῆς τῶν ἀκοιμήτων ἐν αὐτῷ κατέστησε. Τῷ ζʹ ἔτει Λέων ὁ βασιλεὺς Ζήνωνα τὸν γαμβρὸν αὐτοῦ στρατηγὸν τῆς ἑῴας ἁπάσης πεποίηκε. Πέτρος δὲ Κναφεὺς ἀκο λουθῶν Ζήνωνι, πρεσβύτερος ὢν τοῦ ἐν Χαλκηδόνι ναοῦ Βάσ σης τῆς μάρτυρος καὶ τὰ τοῦ Ἀπολιναρίου φρονῶν, μυρίους θο ρύβους ἤγειρε κατὰ τῆς πίστεως, καὶ ἀναθεματίζει τοὺς μὴ λέ 1.612 γοντας τὸν θεὸν σταυρωθῆναι. καὶ σχίσας τὸν λαὸν Ἀντιοχείας προστίθησιν ἐν τῷ τρισαγίῳ ὕμνῳ τό ὁ σταυρωθεὶς δι' ἡμᾶς, ὅπερ ἕως σήμερον παρὰ τοῖς θεοπασχίταις ἐκράτησε. Μαρτυρίου δὲ τοῦ Ἀντιοχείας τῷ θρόνῳ ἀποταξαμένου, καὶ λέγοντος "κλήρῳ ἀνυποτάκτῳ καὶ λαῷ ἀπειθεῖ καὶ ἐκκλησίᾳ ῥερυπωμένῃ ἀποτάσσο μαι, φυλάττων ἐμαυτῷ τὸ τῆς ἱερωσύνης ἀξίωμα," Πέτρος ὁ Κναφεὺς τῷ θρόνῳ ἐπιπηδᾷ. τὴν δὲ κατ' αὐτοῦ ἐξορίαν ἀκού σας φεύγει, καὶ Ἰουλιανὸς ἐπίσκοπος Ἀντιοχείας προχειρίζεται. τῷ αὐτῷ ἔτει ὁ ὅσιος Γεράσιμος ἐν ταῖς τοῦ Ἰορδάνου ὄχθαις ἀρεταῖς καὶ τέρασι περιβόητος ἐγένετο. καὶ ἄφιξις τοῦ ἀναχωρη τοῦ Κυριακοῦ ἐν Ἱεροσολύμοις, ὃς ἔζησεν ἔτη ρζʹ. Tῷ δ' αὐτῷ ἔτει μετετέθη ὁ προφήτης Ἐλισσαῖος ἐν Ἀλεξανδρείᾳ, ἐν τῇ μονῇ Παύλου τοῦ λεπροῦ· λεπρὸν γὰρ ἰάσατο καὶ λεπρὸν ἐποίησε καὶ εἰς τοῦ λεπροῦ ἐτέθη. Τῷ ηʹ ἔτει Δανιὴλ ὁ στυλίτης ἐν τῷ Ἀνάπλῳ τῷ στύλῳ ἐπέβη, καὶ Ἄνθιμος καὶ Τιμοκλῆς οἱ τῶν τροπαρίων ποιηταὶ ἐγνωρίζοντο. Τῷ θʹ ἔτει σημεῖον ἐφάνη ἐν τῷ οὐρανῷ νεφέλη ὥσπερ σάλπιγγος ἐκτύπωμα ἔχουσα, ἐπὶ ἡμέρας τεσσαράκοντα, καθ' ἑσπέραν. Τῷ ιʹ ἔτει Ἰσοκάσιος ὁ κοιαίστωρ Ἀντιοχείας, ὁ καὶ φιλόσοφος, διεβλήθη τῷ βασιλεῖ ὡς Ἕλλην· καὶ ἐκέλευσεν ἐξετασθῆ 1.613 ναι αὐτὸν παρὰ τῷ ἐπάρχῳ Κωνσταντινουπόλεως. ἀχθέντος δὲ αὐτοῦ δεδεμένου ὀπισθάγκωνα ἔφη πρὸς αὐτὸν Ποσαῖος ὁ ἔπαρ χος "ὁρᾷς, Ἰσοκάσιε, ἐν ποίῳ σχήματι καθέστηκας;" ὁ δὲ εἶπεν "ὁρῶ, καὶ οὐ ξενίζομαι· ἄνθρωπος γὰρ ὢν ἀνθρωπίναις περιέ πεσον συμφοραῖς. ἀλλὰ δίκασον ἐπ' ἐμοί, ὡς ἐδίκαζες σὺν ἐμοί." ταῦτα ἀκούσας ὁ δῆμος εὐφήμησε τὸν βασιλέα· καὶ μαθὼν ὁ βα σιλεὺς ἐχάρη, καὶ ἀπέλυσεν αὐτὸν εἰς τὴν ἰδίαν χώραν. Τῷ ιβʹ ἔτει Λέων ὁ βασιλεὺς κατὰ Γιζερίχου τοῦ τῶν Ἄφρων κρατοῦντος καὶ πολλὰ τῶν Ῥωμαίων μετὰ θάνατον Μαρκιανοῦ ληϊσαμένου στόλον μέγαν ἐξαπέστειλε, #αριγʹ πλοῖα συναθροίσας, ἔχοντος ἑκάστου ἀνὰ ἄνδρας ἑκατόν. ἐν οἷς κατεκενώθη χρυσίου ρʹρʹξεʹ καὶ ἀργύρου ρʹρʹοʹ, παρὲξ τῶν ἐκ τοῦ ταμιείου καὶ τῶν τῆς ἑσπερίας Ῥώμης διδομένων. καὶ ὁ τοσοῦτος στόλος ἄπρακτος διὰ τὴν τοῦ στρατηγοῦντος κακοβου λίαν ὑπέστρεψεν, οὐδὲ τοὺς ἡμίσεις τῶν στρατιωτῶν σώους δια φυλάξας· ἔδειξε γὰρ τὴν γνώμην ἀληθῆ τοῦ εἰπόντος ὅτι κρεῖσσόν ἐστι στρατόπεδον ἐλάφων ἡγουμένου λέοντος ἢ στρατόπεδον λεόν των ἡγουμένου ἐλάφου. τῷ δ' αὐτῷ ἔτει καὶ ὁ Ἄσπαρος υἱὸς πατρίκιος ὢν Καῖσαρ παρὰ τοῦ Λέοντος γίνεται, καὶ ἐν Ἀλεξαν δρείᾳ πέμπεται διὰ τὸ ἑλκύσαι τὸν Ἄσπαρα ἐκ
PG 121:667τῆς Ἀρειανικῆς δόξης καὶ εὐνοεῖν ποιῆσαι τῷ βασιλεῖ. Τῷ ιεʹ ἔτει ὁ ὅσιος Εὐθύμιος ἐν Χριστῷ ἐκοιμήθη, ζήσας ἔτη ζʹ. 1.614 Τῷ ι ʹ καὶ ιζʹ ἔτει τὰ τοῦ Γιζερίχου πολέμου ἄλλο ἐπ' ἄλλῳ συνέβαινε. Τῷ ιζʹ Λέων ὁ βασιλεὺς Λέοντα τὸν Ζήνωνος υἱὸν καὶ Ἀριάδνης τῆς ἰδίας θυγατρός, ἑαυτοῦ δὲ ἔγγονον, στέψας βασι λέα ἀνηγόρευσε. τότε καὶ ἡ ἐσθὴς τῆς ὑπεραγίας θεοτόκου ἐξ Ἱεροσολύμων ἤχθη, εὑρεθεῖσα παρά τινι εὐλαβεστάτῃ γυναικὶ Ἑβραίῳ παρθένῳ. καὶ τὰ λείψανα τῆς ἁγίας Ἀναστασίας ἀπὸ Νικομηδείας ἀνεκομίσθη, καὶ ἐτέθη ἐν τῷ ναῷ αὐτῆς. ἐν τούτῳ τῷ καιρῷ Ῥωμύλος τις ἐπίκλην Αὐγουστάλιος αὐτοκράτωρ τῆς ἐν Ἰταλίᾳ βασιλείας καθίσταται, μετὰ χίλια ὀγδοήκοντα ἔτη Ῥωμύλου βασιλέως τοῦ τὴν Ῥώμην κτίσαντος. σημειωτέον δὲ ὡς ἀπὸ Ῥωμύλου ἡ τῆς ἑσπέρας ἀκμάσασα βασιλεία πάλιν ὑπὸ Ῥωμύλου ἐπὶ τοσούτους ἐπαύσατο χρόνους. Ἀναγορευθέντος τοίνυν τοῦ μικροῦ Λέοντος, ἱππικοῦ ἀγο μένου ὥρᾳ ʹ τῆς ἡμέρας σκότος βαθὺ ἐκάλυψε τὴν πόλιν, ἀθρόον δὲ ἐν εἴδει νιφετοῦ ὕσθη κόνις, πεπυρακτωμένων τῶν νεφῶν προ φανέντων, ὡς νομίζειν πάντας ὅτι πῦρ βρέχει· καὶ ἐπὶ παλαιστὴν ἐτέθη ἡ κόνις. τοῦ δὲ βασιλέως Λέοντος ῥευματισμὸν γαστρὸς ὑποστάντος καὶ δεινοῖς κέντροις τὰ ἔνδον ἐλαυνομένου, ἤλεγξε τὸ πάθος τὴν ἰατρικὴν τέχνην ἐν κινδύνοις ἄπρακτον ὑπάρχειν. καθεζομένου γὰρ αὐτοῦ ἐπὶ τῆς ἀμίδος, κἄν τε ὄπισθεν αὐτοῦ ἦν τὸ ἐκ τοῦ πυρὸς φῶς κἄν τε ἔμπροσθεν, διὰ τῆς γαστρὸς καὶ τοῦ νώτου ἐφαίνετο. καὶ ἐπὶ τοσοῦτον κατισχνωθεὶς ἐτελεύτησε, καὶ 1.615 ἐτέθη τὸ σῶμα αὐτοῦ ἐν λάρνακι πρασίνῳ ἐν τῷ ἡρῴῳ τοῦ μεγά λου Κωνσταντίνου. γυνὴ δὲ τούτου Βηρίνη ἀδελφὴ Βασιλίσκου, ὃς τοῦ κατὰ Γιζερίχου σταλέντος μεγάλου στόλου ἐξῆρχε. Λέων ὁ Ζήνωνος υἱὸς καὶ Ἀριάδνης, νήπιος ἔτι ὤν, βασι λεὺς προχειρίζεται παρὰ τοῦ πάππου αὐτοῦ μεγάλου Λέοντος· ὃς ἐβασίλευσεν ἔτος ἕν, καὶ στέψας τὸν ἴδιον πατέρα Ζήνωνα, Βηρί νης καὶ Ἀριάδνης συναραμένων αὐτῷ, ἐτελεύτησε. Ζήνων Ῥωμαίων βασιλεὺς ἔτη κζʹ μῆνας δʹ, αἱρετικὸς τῆς συγχυτικῆς αἱρέσεως τῶν ἀκεφάλων. ἐπὶ τούτου ἐκτίσθη τὸ Ἀμμώριον. τούτου τῷ πρώτῳ ἔτει ἐν προοιμίοις Μεσοποταμίαν μὲν Σαρακηνοὶ Θρᾴκην δὲ κατέδραμον Οὗννοι, σφόδρα τοῖς πρά γμασι κακῶς λυμαινομένου τοῦ βασιλέως, καὶ ἡδοναῖς ἀτόποις καὶ πράγμασι σχολάζοντος. ἦν γὰρ ὁ Ζήνων τῆς κακίστης καὶ εἰδεχθοῦς γενεᾶς τῶν Ἰσαύρων, δασύς τε καὶ εἰδεχθέστατος, ὥσπερ Ἕλληνες ζωγραφοῦσι τὸν Πᾶνα τραγοσκελῆ καὶ δασύκνη μον, τὴν χροιὰν μέλας, τὴν ἡλικίαν ἀσύμβλητος, ὀργίλος, μνη σίκακος καὶ φθόνου μεστός. γυνὴ δὲ τούτου Ἀριάδνη. Βασι λίσκος δὲ ὁ Βηρίνης ἀδελφός, ἐν Ἡρακλείᾳ διατρίβων τῆς Θρᾴ κης, ἐστασίασε κατὰ Ζήνωνος· ὃν φοβηθεὶς ὁ Ζήνων σὺν Ἀρι άδνῃ τῇ ἰδίᾳ γυναικὶ καὶ χρήμασιν ἱκανοῖς φεύγει εἰς Ἰσαυρίαν κατά τι φρούριον ὀχυρὸν Οὔβαρα καλούμενον. Βασιλίσκος δὲ ἐν τῷ κάμπῳ ἀνηγορεύθη βασιλεύς, Μάρκον τε τὸν υἱὸν Καίσαρα 1.616 ἐποίησε, καὶ Ζηνωδίαν τὴν ἑαυτοῦ γαμετὴν Αὐγοῦσταν ἔστεψε, καὶ εὐθέως κατὰ τῆς πίστεως παρετάξατο. τούτου δὲ ἀναγορευ θέντος ὁ συμβὰς ἐμπρησμὸς κατὰ τὴν πόλιν τὸ ἀνθηρότατον μέ ρος διέφθειρεν· ἐν γὰρ τῷ μέσῳ τῶν Χαλκοπρατίων ἀρξάμενος αὐτάς τε ἀνάλωσεν ἄμφω τὰς στοὰς καὶ τὰ προσεχῆ πάντα, τήν τε καλουμένην βασιλικήν, ἐν ᾗ ἀπέκειτο βιβλιοθήκη ἔχουσα βί βλους μυριάδας δώδεκα, μεθ' ὧν βιβλίων καὶ τὸ τοῦ δράκοντος ἕτερον ποδῶν ἑκατὸν εἴκοσιν, ἐν ᾧ ἦν γεγραμμένα τὰ τοῦ Ὁμήρου ποιήματα, ἥ τε Ἰλιὰς καὶ ἡ Ὀδύσσεια, χρυσέοις γράμμασι, μετὰ καὶ τῆς ἱστορίας τῆς τῶν ἡρώων πράξεως. συνέφθειρε δὲ καὶ τῆς μέσης τῶν παλατίων ἑκατέρωθεν στοᾶς καὶ τῶν Λαύσου τὰ κάλ λιστα ἀναθήματα· πολλὰ γὰρ τῶν ἀρχαίων ἀγαλμάτων αὐτόθι ἐνίδρυτο, τῆς Ἀφροδίτης τῆς ἐν Κνίδῳ τὸ περιβόητον, καὶ τὸ τῆς Σαμίας Ἥρας, καὶ τὸ τῆς Λινδίας Ἀθηνᾶς ἐξ ἄλλης ὕλης, ἣν Ἄμσις ὁ τῶν Αἰγυπτίων βασιλεὺς τῷ σοφῷ Κλεοβούλῳ ἀπέστειλε,
PG 121:671καὶ ἄλλα μυρία. ἐπέδραμε δὲ τὸ πῦρ καὶ μέχρι τοῦ καλουμένου φόρου τοῦ μεγάλου Κωνσταντίνου. διά τοι ταῦτα μισεῖσθαι τὸν Βασιλί σκον συνέβη παρὰ πάσης τῆς πόλεως, ἐμπρησμὸν ἀποκαλούντων αὐτὸν καὶ τῆς βασιλείας ἀφανισμόν· ὁ γὰρ βασιλίσκος τὸ θηρίον καὶ ὁ ἐμπρησμὸς ἰσόψηφα τυγχάνουσι. γράφει τοίνυν ἡ σύγκλητος πρὸς Ζήνωνα, καὶ προσλαβὼν ἐκεῖνος Ἰλλόν τε καὶ τοὺς Ἰσαύρους καὶ Λυκάονας καὶ ἄλλους ὅσοι πρὸς τὰς καινοτομίας ἐπτόηνται, ἐπάν εισιν ἐπὶ τὸ Βυζάντιον μετὰ χειρὸς βασιλικῆς, καὶ πάλιν τῆς τυραννίδος ἐπιλαμβάνεται (οὐ γὰρ λέγω βασιλείας), καὶ τὸν Βα 1.617 σιλίσκον ἐξαγαγὼν τῆς ἐκκλησίας ᾗ πρὸ τούτου προσπέφευγε, μετὰ μυρίους ὅρκους φρικωδεστάτους ἐξορίζει ἐν Κουκουσῷ τῆς Καπ παδοκίας, ἀποκλείσας δὲ εἰς ἕνα πύργον σὺν γυναικὶ καὶ τέκνοις λιμῷ διαφθείρει. Τιμόθεόν τε τὸν Αἴλουρον ἀνεκαλέσατο, καὶ Πέτρον τὸν Κναφέα κρυπτόμενον ἐν τῇ μονῇ τῶν ἀκοιμήτων, καὶ ὅσοι ἄλλοι ἐχθροὶ τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου ἐπαρρησιά ζοντο κατὰ τῆς ἀληθείας. ὁ δὲ Αἴλουρος συναγαγὼν ἀτάκτους Ἀλεξανδρεῖς ἐνδημοῦντας τῷ Βυζαντίῳ, ἐκ τοῦ παλατίου πρὸς τὴν ἐκκλησίαν ἦλθεν ἐποχούμενος ὄνον, καὶ τὴν Ὀκτάγωνον κατα λαβὼν πτωθεὶς συνετρίβη τὸν πόδα, καὶ μετ' αἰσχύνης ἀντέ στρεψε. τοῦτον ὁ Βασιλίσκος ἔτι ὢν μετὰ τύπων εἰς Ἀλεξάνδρειαν κατὰ τῆς συνόδου ἐξέπεμψεν. ὃν ἰδόντες εἰσερχόμενον ἐν Ἀλεξανδρείᾳ οἱ σπουδασταὶ ἠρώτων "ἐψώμισας τοὺς ἐχθρούς σου, πάπα;" ὁ δέ "ναὶ οὕτως ἐψώμισα" ἀπεκρίθη. καὶ Πέ τρον δὲ τὸν Κναφέα εἰς Ἀντιόχειαν, καὶ ἀμφοτέρους κατὰ τῆς ἀληθείας ἀπέστειλεν ἐνισχύσας. ὁ δὲ Σαλοφακίολος Τιμόθεος ἐπίσκοπος Ἀλεξανδρείας τοῦτο ἀκούσας ὑπεχώρησεν ἐν τοῖς μο ναστηρίοις τοῦ Κανώπου, ὧν ἐγεγόνει καὶ τῆς ἀσκήσεως. Πέτρος δὲ ὁ Κναφεὺς καταλαβὼν τὸν θρόνον εἰς ἀναθέματα καὶ ταραχὰς ἐξώρμησεν. ὅθεν φόνοι καὶ ταραχαὶ διὰ τὴν προσθήκην τοῦ τρισαγίου γεγόνασιν· αὐτὸς γὰρ προστέθεικε τὸ ὁ σταυρωθεὶς δι' ἡμᾶς. Βασιλίσκος δὲ τύπῳ γενικῷ τὴν ἐν Χαλκηδόνι σύνοδον ἐξέβαλεν, Ἀκάκιον τὸν Κωνσταντινουπόλεως κελεύσας τὸ αὐτὸ 1.618 ποιεῖν. ἀλλ' ἡ πόλις ἅπασα σὺν γυναιξὶ καὶ τέκνοις εἰς τὴν ἐκ κλησίαν κατὰ Βασιλίσκου ἐλθόντες τοῦτον ἐκώλυσαν. Ἀκάκιος δὲ μελανειμονήσας τὸν θρόνον καὶ τὸ θυσιαστήριον κατέλιπε. καὶ Δανιὴλ δὲ ὁ μέγας δι' ἔνθεον ζῆλον ἀποβὰς τοῦ στύλου Ἀκακίῳ τε καὶ τῷ λαῷ συνεκκλησίαζε. Τῷ γʹ ἔτει Πέτρον τὸν Κναφέα διὰ τὸ συνδραμεῖν Βασιλί σκῳ ψήφῳ τῆς ἀνατολικῆς συνόδου καθαιρεῖ Ζήνων καὶ εἰς Πι τυοὺς ἐξορίζει. ὁ δὲ λαθὼν προσφεύγει τῷ ἁγίῳ Θεοδώρῳ ἐν Εὐχαΐταις. Τιμόθεος δὲ ὁ Αἴλουρος ἐν τούτοις θνήσκει. ἀντ' αὐτοῦ δὲ Πέτρος ὁ Μογγὸς εἰσάγεται, ἀνὴρ κακοῦργος καὶ τῆς ἀληθείας ἐχθρός, ὃς προκαθῃρημένος ἤδη χειροτονεῖται ὑπὸ ἑνὸς ἐπισκόπου, καὶ τούτου καθῃρημένου. τούτῳ κατὰ θεοῦ ζῆλον ἐπελθόντες οἱ μοναχοί, λ ʹ μόνας ἡμέρας λῃστρικῶς κρατήσαντι, τῆς ἐπισκοπῆς ἀπελαύνουσι, καὶ Τιμόθεον πάλιν τὸν Σαλοφακίο λον ἀποκαθιστῶσιν ἀξίως τῷ θρόνῳ. Τῷ δʹ ἔτει ἐγένετο σεισμὸς φοβερὸς ἐν Κωνσταντινουπόλει, μηνὶ Σεπτεμβρίῳ κεʹ, καὶ ἔπεσον ἐκκλησίαι πολλαὶ καὶ οἰκίαι καὶ ἔμβολοι ἕως ἐδάφους, κατεχώσθη δὲ πλῆθος ἀνθρώπων ἀνα ρίθμητον. ἔπεσε δὲ καὶ ἡ σφαῖρα τοῦ ἀνδριάντος τοῦ φόρου, καὶ ἡ στήλη τοῦ μεγάλου Θεοδοσίου ἡ εἰς τὸν κίονα τοῦ Ταύρου, καὶ τὰ ἔσω τείχη περὶ διάστημα ἱκανόν. καὶ ἐκράτει ὁ σεισμὸς χρόνον πολύν, ὥστε τὴν πόλιν ἐποζέσαι. τούτῳ τῷ χρόνῳ τὸ τοῦ ἁγίου ἀποστόλου Βαρνάβα λείψανον εὑρέθη ἐν Κύπρῳ, ὑπὸ δέν 1.619 δρον κερασέαν ἱστάμενον, ἔχον ἐπὶ τοῦ στήθους τὸ κατὰ Ματ θαῖον εὐαγγέλιον ἰδιόγραφον αὐτοῦ τοῦ ἀποστόλου Βαρνάβα. ἐξ ἧς προφάσεως ἔκτοτε γέγονε μητρόπολις ἡ Κύπρος, καὶ τοῦ μὴ τελεῖν ὑπὸ Ἀντιόχειαν ἀλλ' ὑπὸ Κωνσταντινούπολιν. τὸ δὲ τοιοῦ τον εὐαγγέλιον Ζήνων ἀπέθετο ἐν τῷ παλατίῳ, ἐν τῷ ναῷ τοῦ ἁγίου Στεφάνου ἐν τῇ Δάφνῃ. Τῷ ιβʹ ἔτει Φῆλιξ ἐν τῷ ναῷ τῶν ἁγίων
PG 121:675ἀποστόλων Πέτρου καὶ Παύλου σύνοδον ποιήσας δύο ἐπισκόπους καὶ ἔκδικον ἔπεμψεν ἐν Κωνσταντινουπόλει, γράψας Ζήνωνι καὶ Ἀκακίῳ ἐκβαλεῖν Πέτρον τὸν Μογγὸν ὡς αἱρετικὸν τῆς Ἀλεξανδρείας. Τῷ ιγʹ ἔτει, τῶν ἀπὸ Ῥώμης κρατηθέντων ἐν Ἀβύδῳ γνώμῃ Ζήνωνος καὶ Ἀκακίου καὶ τῶν γραμμάτων ἀφαιρεθέντων καὶ ἐν φρουρᾷ βληθέντων, ἠπείλησε Ζήνων τούτους ἀνελεῖν, εἰ μὴ κοινωνήσουσιν Ἀκακίῳ καὶ Πέτρῳ τῷ Μογγῷ. Τῷ ιεʹ ἔτει Ζήνων τῇ βουλῇ Ἀκακίου τοὺς κατὰ τὴν ἑῴαν ἐπισκόπους ἐβιάζετο ὑπογράψαι τῷ ἑνωτικῷ, ὅπερ αὐτὸς Ἀκά κιος ἐποίησεν ἐξ ἰδίας καρδίας συντάξας, καὶ κοινωνῆσαι Πέτρῳ τῷ Μογγῷ. τοὺς δὲ τῆς Ῥώμης ἀποκρισιαρίους παρέπεισε χρή μασι κοινωνῆσαι Ἀκακίῳ παρὰ τὰ ἐνταλθέντα αὐτοῖς. τοῦτο μαθὼν ὁ Φῆλιξ καθῆρε τούτους, γράψας καὶ Ἀκακίῳ καθαίρε σιν· ἥνπερ δεξάμενος Ἀκάκιος ἀναισθήτως περὶ αὐτὴν εἶχε, καὶ τὸ ὄνομα Φήλικος ἐξῆρε τῶν διπτύχων. Τῷ ι ʹ ἔτει Πέτρος ὁ Μογγὸς ἐν Ἀλεξανδρείᾳ ἀπέθανε, 1.620 καὶ Ἀθανάσιος ἀντ' αὐτοῦ ἐχειροτονήθη ὁ ἐπίκλην Κηλήτης. Ζήνων δὲ ὁ βασιλεὺς ἀνεθεὶς τῶν τυράννων ἐξέβαλε τῆς ἐκκλησίας Ἀντιοχείας Καλανδίωνα καὶ ἐξώρισεν εἰς Ὄασιν, Πέτρον δὲ τὸν Κναφέα κατέστησεν ἐν αὐτῇ, ὃς ἐλθὼν εἰς Ἀντιόχειαν πολλὰ κακὰ ἐποίησεν, ἀναθεματισμούς τε πάλιν τῆς συνόδου καὶ ἐκβο λὰς ἐπισκόπων ἀνεπιλήπτων ἀντεισαγωγάς τε καὶ χειροτονίας ἀθέ σμους καὶ τὰ τούτοις ὅμοια. πρότερον δὲ προσέθηκε τῷ τρισαγίῳ "Χριστὲ βασιλεῦ ὁ σταυρωθεὶς δι' ἡμᾶς." ὕστερον δὲ ἐλθὼν περιεῖλε τὸ Χριστὲ βασιλεῦ. Ξεναΐας δὲ ὁ δοῦλος τοῦ Σατανᾶ τὴν δεσποτικὴν εἰκόνα καὶ τῶν ἁγίων ἐδίδασκε μὴ δέχεσθαι. Πέρ σης γὰρ ἦν τῷ γένει, δοῦλος δὲ τὴν τύχην. ἀποφυγὼν δὲ τοῦ ἰδίου δεσπότου ἐπὶ Καλανδίωνος τὰς περὶ Ἀντιόχειαν κώμας ἀνε στάτου ἀπὸ τῆς πίστεως. ἀβάπτιστος δὲ ὢν κληρικὸν ἑαυτὸν εἶναι ἔλεγε. τοῦτον Καλανδίων ἀπήλασε, Πέτρος δὲ ὁ Κναφεὺς ἐπί σκοπον Ἱεραπόλεως χειροτονήσας μετωνόμασε Φιλόξενον. μαθὼν δὲ ὕστερον ἀβάπτιστον εἶναι, ἀρκεῖν αὐτῷ τὴν χειροτονίαν ἀντὶ βαπτίσματος ἔφησεν. Εὐθύμιος δὲ ὁ ὀρθοδοξότατος Ἀναστά σιον τὸν σιλεντιάριον, τὸν κακῶς μετὰ ταῦτα βασιλεύσαντα, τῆς ἐκκλησίας ἐδίωκεν ὡς αἱρετικὸν καὶ ὁμόφρονα Εὐτυχοῦς. Τῷ ιζʹ ἔτει Ζήνων ἤρετο Μαριανὸν τὸν σοφώτατον κόμητα· ἦν γὰρ μυστικά τινα εἰδώς, ἃ καὶ προέλεγεν αὐτῷ. φησὶ γάρ "τίς μετ' ἐμὲ βασιλεύσει;" ὁ δὲ εἶπεν ὅτι καὶ τὴν βασιλείαν σου 1.621 καὶ τὴν γυναῖκά σου διαδέξεταί τις ἀπὸ σιλεντιαρίων, ἐμὲ δὲ ἀδί κως ἀποκτενεῖς. καὶ ἀμφότερα ἐν καιροῖς τοῖς ἰδίοις γεγόνασι. τῷ δ' αὐτῷ ἔτει καὶ Πέτρος ὁ Κναφεὺς τέθνηκε, καὶ ἀντ' αὐτοῦ Παλλάδιος, πρεσβύτερος τῆς ἐν Σελευκίᾳ ἐκκλησίας τῆς ἁγίας πρωτομάρτυρος Θέκλης, προεβλήθη ἐπίσκοπος Ἀντιοχείας. συνεψηφίσθη δὲ τούτῳ καὶ Ἰωάννης ὁ Κωνσταντίνου καὶ Ἀναστάσιος ὁ κακῶς βασιλεύσας σιλεντιάριος. Ὁ μέντοι Ζήνων ἐπαρθεὶς ὑψηλοφροσύνῃ πρὸς δημεύσεις καὶ φόνους ἀδίκους χωρεῖ, καὶ πάντα ἄνθρωπον αἰτιώμενος διὰ τῆς οἱασοῦν αἰτίας ἀνῄρει. τὸ δ' ἀληθὲς εἰπεῖν, ὑπὸ μελαγχο λίας καὶ δαιμονίῳ κρατούμενος ἀνεῖλεν οἰκτρῶς καὶ ἀπανθρώπως Ἴλλον τὸν μάγιστρον, δι' οὗ καὶ τὴν ζωὴν σχεδὸν ἔσχε καὶ τῆς βασιλείας ἐκράτησεν. ἀναιρεῖ δὲ καὶ τὸν θαυμαστὸν καὶ περὶ ποίησιν ἐπῶν ἀξιόλογον ἄνδρα Πελάγιον τὸν πατρίκιον, ἐλευθε ροστομεῖν εἰδότα, ὡς φρόνιμον καὶ δίκαιον καὶ φανερῶς ἐλέγχοντα τὰς ἀθεμίτους Ζήνωνος πράξεις· ὃς ἐν τῷ μέλλειν ἀδίκως τελευ τᾶν τοιάσδε φωνὰς ἠφίει πρὸς τὸν τῶν ὅλων θεόν, εἰς οὐρανὸν τὰς χεῖρας ἀναπετάσας, "αἲ θεὲ δικαιότατε, ἐμοὶ μὲν ἐπάγεται βίαιος θάνατος, διότι τὰς πολλὰς βίας Ζήνωνος ἐλευθεροστομῶν ἀνέστελλον, καὶ ὅτι τὸν ἠλίθιον ἀδελφὸν αὐτοῦ οὐ συνεχώρουν βασιλέα γενέσθαι· σὺ δέ, δέσποτα παντοδύναμε, ᾧ μέλει τὰ τοῦ δικαίου, θᾶττον αὐτοῖς τῆς μιαιφονίας ἀπαιτήσεις τὰς εὐθύνας." τούτου φέρεται ἱστορία δι' ἐπῶν γεγραμμένη ἀπὸ Αὐγούστου 1.
PG 121:677Καίσαρος. τούτου πόνημα καὶ τὰ καλούμενα Ὁμηρόκεντρα καὶ ἄλλα μυρία θαύματος ἄξια. τὰ ὅμοια δὲ πέπονθε καὶ Ζώσιμος ὁ Γαζαῖος ῥήτωρ καὶ Ἀρκάδιος ὁ ἔπαρχος καὶ ἄλλοι τῶν ἐπισή μων. τοιούτου γὰρ καὶ τοσούτου γεγονότος τοῦ Ζήνωνος ἔν τε φόνοις καὶ ἀθεμίτοις πράξεσιν, οὐκ ἠμέλησε τὸ θεῖον εἰς τὴν τού του ἀναίρεσιν, ἀλλὰ σφοδραῖς καὶ ἀδιαγνώστοις ὀδύναις πᾶν τὸ σῶμα περιβαλὸν βιαίως τοῦ ζῆν ἀπεστέρησε. λόγος δὲ ἐφέρετο ὅτι ἔκ τινος θείας δυνάμεως ἐκαρατομήθη ἀοράτως, μόνης τῆς δέρεως τῷ τραχήλῳ συνημμένης. τῆς οὖν γαμετῆς αὐτοῦ καὶ τῶν θαλαμηπόλων τῆς οἰκείας ἀσφαλείας προνοουμένων, εἴασαν τὸν νεκρὸν κείμενον γυμνὸν ἐπὶ σανίδος, καὶ μόλις ἀμφὶ τὸν ὄρ θρον τῶν οὐ προσηκόντων τις ἔρριψεν αὐτῷ σινδόνα. μετὰ δὲ τὸ κατατεθῆναι αὐτὸν ἐν τῷ τάφῳ ἔφασαν οἱ σωματοφύλακες οἱ ἐν τῷ τάφῳ τεταγμένοι γοερὰν φωνὴν ἐπὶ δύο νύκτας ἀποδίδοσθαι ἐκ τοῦ μνήματος αὐτοῦ "ἐλεήσατε, ἐλεήσατε, καὶ ἀνοίξατέ μοι." τῶν δὲ εἰπόντων ὅτι ἄλλος βασιλεύει, ἔφη "οὐδέν μοι μέλει· εἰς μοναστήριον ἀπαγάγετέ με." τῶν δὲ μὴ ἀνοιξάντων, λέγεται μετά τινα χρόνον τὸ μνημεῖον ἀνοιγῆναι, καὶ εὑρεθῆναι αὐτὸν ὑπὸ πείνης φαγόντα τοὺς βραχίονας αὐτοῦ καὶ τὰ καλίγια ἃ ἐφόρει, διὰ τὸ συχνῶς τῷ κατόχῳ νοσήματι κρατεῖσθαι, καὶ προφιλιωθῆναι ἔτι ζῶντος αὐτοῦ τὴν Ἀριάδνην τῷ Ἀναστασίῳ, ὅθεν καὶ οἱ φύλακες τῶν βασιλικῶν μνημάτων τῇ παραγγελίᾳ αὐ τῆς πρὸς τὸ μὴ ἀνοιγῆναι τὸν Ζήνωνα ἐτυπώθησαν ἔκτοτε. 1.623 Ἐν αὐτοῖς δὲ τοῖς χρόνοις Περόζης ὁ τῶν Περσῶν βασιλεὺς πάλιν ἐπιστρατεύσας ἐπὶ τοὺς λευκοὺς Οὕννους τοὺς Νεφθαλίτας ἀπώλετο πανστρατί. ὀρύξαντες γὰρ τάφρον βαθεῖαν καὶ καλά μους ἐπιθέντες καὶ γῆν ἐπιχώσαντες ἔμεναν ἔνδον, ὀλίγους δὲ ὑπαντῆσαι τούτοις ἀφέντες, καὶ αὖθις εἰς φυγὴν τραπέντες καὶ τὰ στενὰ διαβάντες, ἃ σφίσι γνώριμα ὑπῆρχον. οἱ δὲ Πέρσαι μηδὲν δεινὸν ὑποπτεύσαντες ἀκρατῶς τούτους ἐδίωκον, καὶ πάντες ὁμοῦ σὺν τῷ Περόζῃ καὶ τοῖς αὐτοῦ παισὶν εἰς τὸ βάραθρον συμ πεσόντες ἀπώλοντο. ὁ δὲ Περόζης αἰσθόμενος τοῦ δεινοῦ, τὸν μάργαρον ὃν εἶχε λευκότατον καὶ μέγαν, εἰς ὑπερβολὴν ὑπέρτιμον, ἐξ ὠτὸς τοῦ δεξιοῦ ἀφελόμενος ἔρριψεν, ἵνα μή τις ὀπίσω αὐτοῦ τοῦτον φοροίη ἢ γνώριμος γένηται ὡς βασιλεύς, ἐπεὶ ἀξιοθέατος ὑπερφυῶς ἦν. καὶ οὕτω Περόζης διεφθάρη σὺν πάσῃ τῇ στρα τιᾷ. ἦρξαν δὲ Περσῶν οἱ βάρβαροι χρόνους δύο εἰς φόρου ἀπα γωγήν. καὶ πάλιν οἱ ὑπολειφθέντες Καβάδην τὸν τούτου υἱὸν εἶχον βασιλέα. Περὶ δὲ τοῦ μαργαρίτου, πῶς καὶ ποίῳ τρόπῳ εὑρέθη, τοι αύτην εὕρομεν ἱστορίαν. ἐν τῷ Περσικῷ κόλπῳ τῷ πρὸς βορρᾶν κειμένῳ τῆς ἐρυθρᾶς θαλάσσης τρέφονται μαργαρῖται ὑπὸ κτε νῶν, οὕς τινες ζάμβακας ὀνομάζουσι. τούτων τῶν κτενῶν εὑρέθη τρέφων ἐν ἑαυτῷ κτεὶς εἷς μαργαρίτην ὑπερφυῆ καὶ λαμπρότατον. αὐξηθέντος δὲ τούτου καὶ παρὰ τὸ μέτρον γεγονότος αὐγάς τε δίκην ἀστραπῆς ἀκτινοβολοῦντος καὶ διαπέμποντος, ἠράσθη κύων θαλάττιος τῆς αὐγῆς τοῦ μαργαρίτου, καὶ τῆς αὐτοῦ ὡραιότητος 1.624 οὐκ ἀφίστατο, ἀλλ' ὅπου δ' ἂν ἦγε τὸ ῥεῦμα τὸ ἔλυτρον τοῦ κτε νός, ἐκεῖ καὶ τὸν κύνα δαίμων τις ἀλιτήριος ἐξεβάκχευεν. ἁλιεὺς οὖν τις τὸ ξένον τοῦτο θεασάμενος τέρας ἐδοκίμασε διά τινος μηχανῆς ἀποσυλῆσαι τὸν κτένα. ἀλλ' ὁ κύων οὐκ ἐνεδίδου· ἁρ πάζων γὰρ αὐτὸν ἐπὶ τὸ βάθος ἐνῆγε. καταμηνύει τοιγαροῦν ὁ ἁλιεὺς τῷ βασιλεῖ τῶν Περσῶν τὸ τοῦ μαργάρου κάλλος· ὁ δὲ δίδωσιν αὐτῷ ἄνδρας τοὺς ἐπὶ τὴν ἄγραν τοῦ μαργάρου συμπρά ξοντας. ἐλθόντες οὖν ἐπὶ τὴν θάλασσαν καί τινας ἡμέρας ἐγκαρ τερήσαντες, ἔτυχε τὸν κύνα μικρὸν ὑποχωρῆσαι. εὐθὺς οὖν ὁ ἁλιεὺς δισκεύσας αὑτὸν ἐν τῇ θαλάσσῃ καὶ καταδὺς ἐν τῷ βάθει ἐδράξατο τοῦ κτενὸς καὶ τὸν μαργαρίτην ἀνήγαγε, καὶ εὐθέως ἀνα δραμὼν ὕψωσε τὴν χεῖρα, καὶ ὑπὸ τῶν συνόντων ἡρπάγη ὁ μάρ γαρος. πρὶν δὲ φθάσαι εἰσελθεῖν αὐτὸν ἐν τῇ λέμβῳ, φθάσας ὁ κύων διέσπασε καὶ κατερόφησε τὸν
PG 121:679ταλαίπωρον. ὁ δὲ μάργαρος ἀπεκομίσθη τῷ βασιλεῖ, ὃς καὶ ἡσθεὶς τῷ τούτου θεάματι τοὺς παῖδας τοῦ ἁλιέως μεγάλαις ἠμείψατο δωρεαῖς. τοῦτον τὸν μαρ γαρίτην βουληθεὶς ὠνήσασθαι Ἰουστινιανὸς ὁ μέγας χρυσίου λίτρας ἑκατὸν ἀπέστειλε πρὸς τοὺς βαρβάρους· ἀλλ' οὗτοι οὐ κατένευ σαν, μνημόσυνον τῆς Περσικῆς ἀπονοίας τοῦτον φυλάττοντες. Καβάδης δὲ ὁ τοῦ Περόζου ὕστατος υἱός, τῆς βασιλείας δραξάμενος, ἐπὶ τὸ βιαιότερον τῇ ἀρχῇ ἐχρᾶτο καὶ κοινὰς τὰς γυ ναῖκας ἐνομοθέτησεν ἔχειν. ὅθεν οἱ Πέρσαι τοῦτον τῆς ἀρχῆς ἀπή λασαν καὶ δήσαντες εἰς φυλακὴν τὴν λεγομένην Λήθην ἐνέβαλον, 1.625 τὸν δὲ ἀδελφὸν αὐτοῦ Βάλβην βασιλέα ἐποίησαν. ἡ δὲ γυνὴ Καβάδου διηκόνει αὐτῷ ἐν τῇ φυλακῇ. ὁ δὲ τῆς εἱρκτῆς ἄρχων ἤρξατο ἐρᾶν τῆς γυναικὸς εὐπρεπεστάτης οὔσης. ὁ δὲ Καβάδης παρεκάλει τὴν γυναῖκα ἐνδοῦναι τῷ ἀνθρώπῳ, εἴ πως δυνηθῇ ἐκφυγεῖν τοῦ φρουρίου. τούτου δὲ γενομένου ἀκωλύτως ἡ γυνὴ πρὸς Καβάδην εἰσιοῦσα τοῦτον ἐθεράπευσε. φίλος δὲ Καβάδῃ ὀνόματι Σεσώσης ἐδήλου τῷ Καβάδῃ διὰ τῆς γυναικὸς ὡς ἵππους καὶ ἄνδρας ἐμπαρασκεύους ἔχω ἔν τινι χωρίῳ. ὁ δὲ Καβάδης νυκτὸς ἐπιλαβούσης πείθει τὴν γυναῖκα τὴν ἐσθῆτα αὐτῆς αὐτῷ ἀλλάξασθαι, καὶ ἐξελθεῖν μὲν αὐτόν, ἐκείνην δὲ ἐν τῇ φυλακῇ καθέζεσθαι. καὶ οὕτω Καβάδης ἐξελθὼν τοῦ δεσμωτηρίου καὶ ἵππῳ ἐπιβὰς σὺν τῷ Σεσώσῃ πρὸς Οὕννους τοὺς Νεφθαλίτας ἀφίκετο. ὁ δὲ τούτων βασιλεὺς τὴν θυγατέρα αὐτοῦ δίδωσιν εἰς γυναῖκα αὐτῷ, καὶ στράτευμα δοὺς πολὺ ἐπὶ Πέρσας ἐξέπεμψεν. εἰσβαλὼν δὲ εἰς Περσίδα ἐν οὐδενὶ πόνῳ τῆς βασιλείας ἐκράτησε, καὶ τὸν ἀδελφὸν αὐτοῦ ἐκτυφλώσας εἰς φυλακὴν ἐνέβαλε. τὴν δὲ βασιλείαν ἀσφαλῶς διεφύλαξεν (ἦν γὰρ ἀγχίνους καὶ δραστή ριος) καὶ ἐκράτει μετὰ ταῦτα ἔτη ιαʹ, καταλύσας τοὺς νόμους πάντας οὓς προεξέθετο. Μετὰ τὴν Ζήνωνος τελευτὴν ἡ βασίλισσα καὶ ἡ σύγκλη τος καὶ τὸ στράτευμα Ἀναστάσιον τὸν σιλεντιάριον ἀναγορεύ ουσι βασιλέα, τῆς τῶν ἀκεφάλων ἤτοι συγχυτικῶν ὄντα αἱρέ σεως. ἦν δὲ τῷ σώματι μήκιστος, τοὺς ὀφθαλμοὺς ἔχων χαροποὺς καὶ γλαυκοὺς μετρίως, φαλακρὸς ἠρέμα καὶ πολιός. 1.626 ἄγει δὲ αὐτὸν ἐπὶ τὴν μοναρχίαν Οὐρβίκιος εὐνοῦχος, τότε μεγί στην παρὰ τῆς βασιλείας ἔχων δύναμιν. μετὰ δὲ τὴν ἀναγόρευ σιν ἀπαιτεῖται ὁμολογίαν παρὰ Εὐθυμίου τοῦ πατριάρχου πρὸς τὸ μὴ σαλεῦσαί τι τῆς ἐκκλησίας καὶ τῆς πίστεως, ἀνάξιον αὐτὸν ἀποκαλῶν τῆς τῶν Χριστιανῶν βασιλείας. βιαζομένης δὲ αὐτὸν Ἀριάδνης καὶ τῆς συγκλήτου δίδωσιν αὐτοῦ τὸ ἰδιόχειρον τῷ πατριάρχῃ, κυροῦν τὰ τῆς ἐν Χαλκηδόνι συνόδου ὑπὲρ τῆς πίστεως δόγματα, καὶ οὕτω στεφθεὶς Ἀριάδνην ἄγεται εἰς γάμον, οὔπω πρότερον γαμετῇ συνοικήσας. ἐκράτησε δὲ ἔτη κζʹ μῆνας δʹ. ἐπὶ τούτου Μανιχαῖοι καὶ Ἀρειανοὶ ἔχαιρον, Μανιχαῖοι μὲν ὡς μη τρὸς τοῦ βασιλέως ζηλωτρίας οὔσης καὶ προσφιλοῦς αὐτοῖς, Ἀρειανοὶ δὲ ὡς Κλέαρχον τὸν θεῖον αὐτοῦ, ἀδελφὸν τῆς κακό φρονος μητρὸς αὐτοῦ, ὁμόδοξον ἔχοντες. Τούτου τῷ πρώτῳ ἔτει Εὐθύμιος ὁ Κωνσταντινουπόλεως, συναγαγὼν τοὺς ἐνδημοῦντας ἐπισκόπους, τὴν ἐν Χαλκηδόνι ἁγίαν σύνοδον ἐκύρωσε. τούτου τοῦ Ἀναστασίου τὸ τῆς βασιλείας σχῆμα λαβόντος ἐν τῷ τοῦ ἱπποδρόμου καθίσματι ἅπας ὁ δῆμος ὡς ἐξ ἑνὸς στόματος εὐθυβόλως ἐβόησεν "ὡς ἔζησας, οὕτω καὶ βασίλευσον, δέσποτα." πρὸ ᾠδῶν γὰρ ἀλεκτρυόνων εἰς ἐκκλη σίαν φοιτῶν ἄχρι τῆς ἀπολύσεως ἵστατο ἐξιλεούμενος τὸ θεῖον, νηστεύων πολλὰ καὶ τὰ προσόντα αὐτῷ πένησι καὶ πτωχοῖς διαδι δούς. οὗτος τοὺς δηλάτορας ἐκ τῆς πόλεως τελείως ἐξέκοψεν. ἀφῆκε δὲ καὶ τὸ τέλος τοῦ λεγομένου χρυσαργύρου. ὁ δὲ χρυσ άργυρος τοιοῦτόν τι πρᾶγμα ἦν· πᾶς πενόμενος καὶ προσαιτῶν 1.627 καὶ πᾶσα πόρνη καὶ ἀπολελυμένη καὶ πᾶς δοῦλος καὶ ἀπελεύθερος συνεισφορὰν ἐποιοῦντο κοινὴν πρὸς τὸ δημόσιον ὑπὲρ οὔρου καὶ κοπρίας κτηνῶν τε καὶ κυνῶν τῶν ἐν ἀγροῖς καὶ πόλεσι διατριβόν των· καὶ ὁ μὲν ἄνθρωπος νόμισμα ἀργυροῦν συνεισέφερεν, ὁμοίως καὶ ἡ γυνή, ἵππος δὲ καὶ ἡμίονος καὶ βοῦς τὸ αὐτὸ συνεισέφερον, ὄνος δὲ καὶ κύων
PG 121:683φόλλεις ἕξ. καὶ ἦν ὀδυρμὸς πολὺς ἔν τε χώρᾳ καὶ πόλει τούτων εἰσπραττομένων ἀσυμπαθῶς. πρέσβεις τοίνυν δεξάμενος ὁ βασιλεὺς ὑπὸ τῶν ἐν Ἱεροσολύμοις μοναχῶν, καὶ Τι μοθέου τοῦ Γαζαίου ἀνδρὸς τὰ πάντα σοφοῦ τραγῳδίαν ποιήσαν τος ὑπὲρ τοῦ τοιούτου, ταῦτα ἐξέκοψε. κατὰ δὲ τὸν αὐτὸν χρό νον καὶ περίβλεπτον φιλοτιμίαν τῆς πολυταλάντου καὶ πανώλου εἰσφορᾶς τοῦ καλουμένου τετραετηρικοῦ χρυσαργύρου κατέλυσεν ὁ βασιλεύς, καὶ πυρὶ ἐν τῷ ἱπποδρόμῳ ἐναντίον πάντων κατέ καυσε τὰ τῆς τοιᾶσδε συντελείας κατάγραφα. καὶ τὰ μὲν πολι τικὰ φιλοτίμως οὕτως ἐπηνωρθοῦτο, εἰς δὲ τὰ εἰς τὴν τοῦ θείου δόξαν συντείνοντα δριμὺς καὶ ἀδυσώπητος γέγονε· τῷ γὰρ δευ τέρῳ ἔτει αὐτοῦ μετὰ βίας τὴν ὁμολογίαν αὐτοῦ παρὰ Εὐθυμίου ἔλαβε. Τῷ εʹ ἔτει τοὺς τυράννους διὰ Ἰωάννου τοῦ Σκήθους παρ έλαβεν. Εὐθυμίῳ δὲ τῷ ἐπισκόπῳ, ἐχθρῷ αὐτοῦ ὄντι διὰ τὴν πίστιν, ἐδήλωσεν "αἱ εὐχαί σου αἱ μεγάλαι τοὺς φίλους σου ἠσβό λωσαν." τοῦτόν τε καθαιρεῖ καὶ εἰς ἐξορίαν παραπέμπει. Μακε 1.628 δόνιον δὲ προχειρίζεται ἐπίσκοπον Κωνσταντινουπόλεως. ὁ δὲ κακῶς πεισθεὶς τῷ Ἀναστασίῳ ὑπέγραψε τῷ ἑνωτικῷ Ζήνωνος. Τῷ ηʹ ἔτει Μακεδόνιος γνώμῃ τοῦ βασιλέως ἑνῶσαι τὰ μο ναστήρια τῆς βασιλίδος ἔσπευδεν, ἀποσχισθέντα διὰ τὸ ἑνωτικὸν Ζήνωνος. καὶ τοὺς ἐνδημοῦντας ἐπισκόπους συναγαγὼν τὰ ἐν Χαλκηδόνι καλῶς δογματισθέντα ἐγγράφως ἐβεβαίωσε. Θευδέριχος δὲ ὁ Ἄφρος διάκονον ἔχων ὀρθόδοξον, πάνυ ἀγαπώμενον ὑπ' αὐτοῦ, μεταθέμενον δὲ εἰς ἀρειανισμὸν χαριζόμενον Θευδερίχῳ ἀρειανίζοντι, ἀπέτεμε ξίφει, εἰπών "εἰ τῷ θεῷ τὴν πίστιν οὐκ ἐφύλαξας, ἐμοὶ πῶς φυλάξεις;" Τῷ ιʹ καὶ ιαʹ ἔτει γέγονε πάλιν Σαρακηνῶν ἐπιδρομὴ ἔν τε Φοινίκῃ καὶ Συρίᾳ, καὶ οἱ Βούλγαροι τῷ Ἰλλυρικῷ καὶ τῇ Θρᾴκῃ ἐπιτρέχουσι. Τῷ ιβʹ ἔτει σπένδεται πρὸς Ἀρέθαν Ἀναστάσιος, καὶ λοιπὸν πᾶσα ἡ Παλαιστίνη καὶ Ἀρραβία καὶ Φοινίκη πολλῆς γαλήνης καὶ εἰρήνης ἀπήλαυον. ἐν Νεοκαισαρείᾳ δὲ μέλλοντος γίνεσθαι σεισμοῦ στρατιώτης ὁδεύων εἶδε δύο στρατιώτας ἐπ' αὐτὸν ἰόντας, καὶ ὄπισθεν ἄλλον κράξαντα "φυλάξατε τὸν οἶκον ἐν ᾧ ἡ θήκη Γρηγορίου ἐστί." γενομένου δὲ τοῦ σεισμοῦ τὸ πλεῖστον μέρος τῆς πόλεως ἐπτώθη, πλὴν τοῦ ναοῦ τοῦ ἁγίου Γρηγορίου. Τῷ τρισκαιδεκάτῳ ἔτει Καβάδης ὁ Περσῶν βασιλεὺς ἐκ στρατεύσας Ἄμιδα τὴν πόλιν πορθεῖ. 1.629 Τῷ ιδʹ ἔτει πολλοὶ πόλεμοι μετὰ Καβάδῃ γεγόνασι. τούτῳ τῷ ἔτει ἱππικοῦ γενομένου ἀταξία γέγονε τῶν δύο μερῶν, καὶ πολλοὶ ἀπέθανον ἐξ ἀμφοτέρων· ἐν οἷς καὶ ὁ υἱὸς τοῦ βασιλέως, ὃν εἶχεν ἀπὸ παλλακῆς. σφόδρα οὖν λυπηθεὶς ὁ βασιλεὺς πολλοὺς ἐτιμωρήσατο. τούτῳ τῷ ἔτει ἐχώνευσε πολλὰ χαλκουργήματα ἐξ ὧν ἔστησεν ὁ μέγας Κωνσταντῖνος, καὶ ἐποίησε τὴν ἰδίαν στήλην, καὶ ἔστησεν εἰς κίονα τοῦ Ταύρου· ἡ γὰρ πρώτη ἑστῶσα Θεοδο σίου τοῦ μεγάλου ἔπεσεν ἀπὸ τοῦ σεισμοῦ καὶ συνετρίβη. τότε καὶ ἀνήρ τις χειμευτής, ἐκ τῶν τῆς χείμης τεχνῶν εὐφυὴς ὢν ταῖς ἀπάταις ὀφθαλμοπλανῆσαι, ὑπεδείκνυεν ἀργυροπράταις καὶ ἑτέ ροις χεῖρας καὶ πόδας ἀνδριάντων καὶ ἕτερα εἴδη χρυσᾶ, λέγων θησαυρὸν εὑρηκέναι, καὶ πολλοὺς ἀπατήσας εἰς πενίαν ἤνεγκε. φήμης οὖν περὶ αὐτοῦ γενομένης κρατηθεὶς ἤχθη τῷ Ἀναστασίῳ. ὁ δὲ προσήνεγκεν αὐτῷ χαλινὸν ἵππου ὁλόχρυσον διὰ μαργαριτῶν· ὃν λαβὼν ὁ βασιλεὺς ἔφη "ὄντως σύ, εἰ καὶ πάντας ἠπάτησας, ἐμὲ οὐκ ἀπατήσεις." καὶ ἐξώρισεν αὐτὸν εἴς τι φρούριον, ἔνθα καὶ τελευτᾷ. Τῷ ι ʹ ἔτει ἀνεθεὶς τῶν πολέμων Μακεδόνιον τὸν πατριάρ χην διαστρέψαι τῆς ὀρθῆς πίστεως ἔσπευδε. πολλοὶ δὲ τῶν ἐπι σκόπων Ἀναστασίῳ χαριζόμενοι τῇ ἐν Χαλκηδόνι συνόδῳ ἀντέπι πτον. Μανιχαῖον δέ τινα ζωγράφον Συροπέρσην ἀπὸ Κυζίκου Ἀναστάσιος ἤγαγεν ἐν σχήματι πρεσβυτέρου, ὃς ἀλλότρια τῶν ἐκκλησιαστικῶν ἁγίων εἰκόνων ἐτόλμησε γράψας καὶ φασματώδη 1.630 ἐν τῷ παλατίῳ γνώμῃ τοῦ βασιλέως, χαίροντι τοῖς Μανιχαϊκοῖς· ὅθεν καὶ στάσις τοῦ λαοῦ γέγονε μεγάλη. Ἀσχόλιον δέ τινα ὁ
PG 121:685Μακεδόνιος ἐν ἔχθρᾳ φονικῇ σπασάμενον κατ' αὐτοῦ μάχαιραν ἐξ ὑποβολῆς τῶν ἐχθραινόντων αὐτῆς, τοσοῦτον ἀπέσχε τοῦ μνησικακῆσαι ὥστε καὶ μηνιαίας αὐτῷ ἀννώνας προσέταξε λαβεῖν· πρᾶος γὰρ ἦν ὁ ἀνήρ. τοῦτο δὲ πρῴην καὶ εἰς ἱεροσυλίαν ἔπραξε. δύο τινῶν ἀμφισβητούντων ἐπισκόπων περὶ πίστεως, ὀρθοδόξου καὶ Ἀρειανοῦ, καὶ τοῦ μὲν Ἀρειανοῦ διαλεκτικοῦ ὄντος τοῦ δὲ ὀρθοδόξου εὐσεβοῦς καὶ πιστοῦ, ὁ ὀρθόδοξος προύτεινεν ὥστε ἀφεμένους τῶν λόγων εἰς πῦρ εἰσελθεῖν, καὶ οὕτω δειχθῆναι τὸν εὐσεβέστερον. τοῦ δὲ Ἀρειανοῦ τοῦτο παραιτησαμένου αὐτὸς εἰσ ῆλθε, καὶ ἐν μέσῳ τοῦ πυρὸς ἱστάμενος διελέγετο πᾶσιν, ἀβλαβὴς ὑπὸ τοῦ θεοῦ φυλαττόμενος. Τῷ ιζʹ ἔτει ἐτείχισε τὸ Δαράς, χωρίον ὂν τῆς Μεσοποτα μίας μέγα καὶ ὀχυρόν, μέσον τῶν ὅρων κείμενον Ῥωμαίων τε καὶ Περσῶν. καὶ ἐποίησεν ἐκκλησίαν καὶ ὡρεῖα καὶ κινστέρνας καὶ ἐμβόλους καὶ δύο δημόσια λοετρά, ὀνομάσας αὐτὴν Ἀναστασιού πολιν, καὶ ἔδωκεν αὐτῇ δίκαια πόλεως. Τῷ κʹ ἔτει Δευτέριος ὁ ἐπίσκοπος τῶν Ἀρειανῶν, βαπτίζων τινὰ Βάρβαρον λεγόμενον, παρὰ τὴν δεσποτικὴν παράδοσιν ἐτόλ μησεν εἰπεῖν "βαπτίζεται Βάρβαρος εἰς ὄνομα πατρός, δι' υἱοῦ, ἐν ἁγίῳ πνεύματι." καὶ εὐθὺς ἐξηράνθη ἡ κολυμβήθρα, ὁ δὲ Βάρβα ρος ἔμφοβος γενόμενος ἔφυγε καὶ πᾶσιν ἐγνώρισε τὸ θαῦμα. ἐν 1.631 τούτοις τοῖς ἔτεσιν ἡ τῶν αἱρετικῶν μετὰ Ἀναστασίου τοῦ βασιλέωςκατὰ Μακεδονίου τοῦ ὀρθοδόξου Κωνσταντινουπόλεως ἐπισκόπου ἔνστασις γέγονεν· ὑφ' οὗ καὶ ἐξορίζεται Μακεδόνιος εἰς Εὐχάϊτα, καὶ εἰσάγεται ὁ ἀλιτήριος Τιμόθεος ὁ λεγόμενος Λιτροβόλης καὶ Κήλων. Τῷ κβʹ ἔτει Ἀναστάσιος ὁ παράνομος βασιλεὺς καὶ Τιμό θεος ὁ ἀνίερος ἐπίσκοπος Κωνσταντινουπόλεως πολλὰ κακὰ τοῖς ὑπὲρ τοῦ θαυμασίου Μακεδονίου καὶ τῆς συνόδου ἀγωνιζομένοις ἐνεδείξαντο. βουληθεὶς δὲ ὁ Ἀναστάσιος προσθεῖναι εἰς τὸ τρισά γιον τὸ ὁ σταυρωθεὶς δι' ἡμᾶς, πειθόμενος Σεβήρῳ τῷ ἀκεφάλῳ, τὸν λογοθέτην καὶ τὸν ἔπαρχον ἐν τῷ ἄμβωνι ἀνεβίβασε τοῦτο ἐκ φωνῆσαι. διὸ γέγονε δημοτικὴ στάσις ἄλλον βασιλέα ἐπιβοωμένων. ἐμπρήσαντές τε πολλοὺς οἴκους, καὶ τὸν βασιλέα ὑβρίσαν τες, ἦλθον εἰς τὴν μονὴν τοῦ ἁγίου Φιλίππου, πλησίον τῆς κιν στέρνης τοῦ ἁγίου Μωκίου, ἔνθα ἦν ἔγκλειστος φίλος τοῦ βασι λέως· καὶ τοῦτον φονεύσαντες ὡς ὑπὸ τοῦ βασιλέως ἀγαπώμενον, τὴν κεφαλὴν αὐτοῦ ἐπὶ δόρατος ἀναρτήσαντες ἔκραζον "οὗτός ἐστιν ὁ φίλος τοῦ ἐχθροῦ τῆς ἁγίας τριάδος." ἀλλὰ καὶ γυναῖκα ἔγκλειστον, εἰς ἣν πολλὴν πίστιν εἶχεν ὁ βασιλεύς, ἀνελόντες ἔσυ ραν ἀμφοτέρους καὶ ἐν τῇ μονῇ τῶν Στουδίου ἔκαυσαν. ἐπὶ τού τοις ὁ βασιλεὺς φοβηθεὶς ἐπαύσατο πρὸς βραχὺ τῆς αἱρέσεως. τῷ αὐτῷ ἔτει Ἀλαμουνδάρου τοῦ φυλάρχου τῶν Σαρακηνῶν βαπτισθέντος θεοῦ προνοίᾳ παρὰ τῶν ὀρθοδόξων, Σεβῆρος ὁ δυσσεβὴς δύο ἐπισκόπους ἔπεμψε τῆς λώβης αὐτοῦ μεταδοῦναι 1.632 τῷ ἀνδρί. οὓς θαυμαστῶς ἤλεγξε δραματουργίᾳ τοιαύτῃ. ἔφη γὰρ πρὸς αὐτούς "γράμματα" φησίν "ἐδεξάμην σήμερον ὅτι Μιχαὴλ ὁ ἀρχάγγελος τέθνηκε." τῶν δὲ εἰπόντων ἀδύνατον εἶναι τοῦτο ἔφη πρὸς αὐτούς "καὶ πῶς θεὸς γυμνὸς ἐσταυρώθη καθ' ἡμᾶς καὶ ἀπέθανεν, εἰ μὴ δύο φύσεων ἦν Χριστός, εἴπερ μηδὲ ἄγγελος ἀποθνήσκει;" καὶ οὕτω μετ' αἰσχύνης ἀνεχώρησαν οἱ τοῦ Σεβήρου ἐπίσκοποι. Καβάδης δέ τινας τῶν ἐν Περσίδι Χρι στιανῶν ἠγκυλοκόπησεν, οἳ μετὰ ταῦτα περιεπάτησαν. Τῷ κγʹ ἔτει Βιταλιανὸς παραλαβὼν πᾶσαν τὴν Θρᾴκην καὶ Σκυθίαν καὶ Μυσίαν, ἔχων μεθ' ἑαυτοῦ πλῆθος Οὕννων καὶ Βουλγάρων, παρέλαβε καὶ πολλὰς πόλεις καὶ Κύριλλον τὸν στρα τηγὸν Θρᾴκης, καὶ ἦλθε πραιδεύων ἕως Βυζαντίου. Ἀναστά σιος δὲ ἀπογνοὺς πέμπει πρὸς εἰρήνην, ὀμνύων σὺν τῇ συγκλήτῳ τοὺς ἐξορισθέντας ἀνακαλεῖσθαι καὶ Μακεδόνιον καὶ Φλαβιανὸν ἀπολαβεῖν τοὺς ἰδίους θρόνους, καὶ σύνοδον γενέσθαι ἐν Ἡρα κλείᾳ, ἐρχομένου καὶ τοῦ Ῥώμης. βεβαιωσάντων δὲ πάντων ταῦτα γενέσθαι, ὁ Βιταλιανὸς ἀπῆλθεν εἰς τὰ ἴδια
PG 121:689γενομένης εἰρήνης. ἐλθόντων δὲ ἐπισκόπων ἐν Ἡρακλείᾳ ὡσεὶ διακοσίων ἐκ διαφόρων τόπων, ὁ ἀσεβὴς βασιλεὺς παραβὰς τὰς συνθήκας μετὰ καὶ Τι μοθέου ἐπισκόπου Κωνσταντινουπόλεως τούτους ἐνέπαιξαν, καὶ ἀνεχώρησαν ἄπρακτοι. Τῷ κδʹ ἔτει ὁ Βιταλιανὸς ἀγανακτήσας κατὰ Ἀναστασίου διὰ τὴν ἐπιορκίαν πολλὰ κακὰ τοῖς στρατοπέδοις Ἀναστασίου καὶ 1.633 τῇ λοιπῇ πολιτείᾳ ἐπεδείκνυτο, ἁρπάζων καὶ ἀφοπλίζων, καὶ τέλος πρὸς ὕβριν ἕκαστον στρατιώτην μιᾶς φόλλεως πιπράσκων. Τῷ κεʹ ἔτει Οὗννοι οἱ λεγόμενοι Σαβήρ, τὰς Κασπίας πύ λας περάσαντες, τὴν Ἀρμενίαν ἐξέδραμον, Καππαδοκίαν τε καὶ Γαλατίαν καὶ Πόντον ληϊζόμενοι, ὡς καὶ τὰ Εὐχάϊτα μικροῦ παραστήσασθαι· ὅθεν καὶ φυγὼν ὁ ἱερὸς Μακεδόνιος σχεδὸν κιν δυνεύων εἰς Γάγγραν διεσώθη. ὅπερ μαθὼν Ἀναστάσιος πικρῶς αὐτὸν ἐκεῖ προσέταξεν φυλάττεσθαι, πέμψας, ὡς φασίν, καὶ τὸν ἀναιρήσοντα αὐτόν. τελειωθεὶς δὲ ἐν Γάγγραις κατετέθη ἐν τῷ ναῷ τοῦ ἁγίου μάρτυρος Καλλινίκου, πολλὰς ἰάσεις ἐπιτελῶν. μέλλοντος δὲ αὐτοῦ ἐν τῷ τάφῳ τίθεσθαι, ἄρας τὴν δεξιὰν χεῖρα κατεσφραγίσατο τῷ σταυρῷ, καὶ οὕτως κατετέθη. καὶ Θεοδώρῳ δέ τινι τῶν συνόντων εἶπεν ἐν ὁράματι "ἐκλαβοῦ, καὶ ἄπελθε, καὶ ἐπανάγνωθι Ἀναστασίῳ λέγων· ἐγὼ μὲν ἀπέρχομαι πρὸς τοὺς πατέρας μου, ὧν τὴν πίστιν τετήρηκα, οὐ παύσομαι δὲ ὀχλῶν τὸν δεσπότην μου, ἄχρις οὗ ἔλθῃς καὶ εἰς δίκην εἰσέλθωμεν." τούτῳ τῷ ἔτει Ἀλεξανδρεῖς πλεῖστοι, ἄνδρες καὶ γυναῖκες καὶ παιδία, δεινῶς πληγέντες ὑπὸ δαιμόνων ἀθρόως ὑλάκτουν. καθ' ὕπνους δέ τις εἶδέ τινα φοβερὸν λέγοντα ὅτι διὰ τοὺς ἀναθεματι σμοὺς τῆς συνόδου ταύτης πάσχουσι. τῷ δ' αὐτῷ ἔτει Ἀριάδνη ἡ βασιλὶς ἐτελεύτησεν. ἐπίσκοπον δέ τινα τῶν Οἰνιάνδον λεγόμε νον ἀκούσας ὁ μιαρὸς Ἀναστάσιος ὡς εὐφυῶς διαλέγεται καὶ πάντας ἐπιστομίζει τοὺς τῷ δόγματι αὐτοῦ προσανέχοντας, προσ 1.634 καλεσάμενος ἔφη "γενοῦ τῆς ἐμῆς μοίρας, θαυμασιώτατε, καὶ 1.634 πᾶν ὅπερ αἰτήσεις παρ' ἡμῶν λήψῃ τάχιστα." ὁ δὲ πρὸς αὐτόν "σὺ μᾶλλον τῆς ὀρθοδόξου μοίρας γενοῦ, καὶ μὴ τῇ δόξῃ τῶν ἀσεβῶν Σεβήρου καὶ Εὐτυχοῦς καὶ Διοσκόρου ἑπόμενος κληρονο μήσῃς τὸ πῦρ τὸ αἰώνιον." καὶ ταῦτα εἰπὼν ἐδράξατο τῆς χλαμύδος τοῦ βασιλέως, λέγων "τοῦτο τὸ ἱμάτιον οὐδαμῶς εἰς ᾅδου συγκαταβήσεταί σοι, βασιλεῦ, ἀλλὰ μόνη ἡ θεοσέβεια καὶ ἀρε τῶν κτῆσις. ἄφες τὴν ἐκκλησίαν, ἣν ὁ Χριστὸς διὰ τοῦ ἰδίου αἵματος ἐξηγόρασεν. ἀμαθὴς εἶ καὶ ἀσυλλόγιστος. οὐδὲν τῶν τῆς ἐκκλησίας δογμάτων ἀκριβῶς ἐπίστασαι, ἀλλ' ἢ πλάναις καὶ βω μολοχίαις μορμολύττῃ τοὺς ἄφρονας. ἀρκοῦ, βασιλεὺς ὤν, εἰς τὸ σὸν ἀξίωμα, καὶ τοὺς τῶν ἐκκλησιῶν προστάτας μὴ κόλαζε." ὁ δὲ κατῃσχύνθη καὶ ἔμεινεν ἄφωνος. ὁ δέ γε σοφὸς ἐπίσκοπος πενέ στατος ὢν οὐκ ἠθέλησε παρὰ τοῦ βασιλέως λαβεῖν ἕως ὀβολοῦ· οὕτως ἦν ἐλεύθερος καὶ μόνης τῆς εἰς θεὸν πίστεως καὶ εὐσεβείας περιποιούμενος. Μεταξὺ Ἰνδῶν καὶ Περσῶν κάστρον ἐστὶν ὀνομαζόμενον Τζουδάδερ, ἐν ᾧ πολλὰ χρήματα καὶ μαργαρῖται καὶ λίθοι τίμιοι ἀποκείμενοι ἦσαν καὶ ὑπὸ δαιμόνων ἐφυλάττοντο. τοῦτο Καβά δης μαθὼν ἐζήτει λαβεῖν. καὶ ὑπὸ τῶν δαιμόνων κωλυόμενος κινεῖ τὴν τῶν παρ' αὐτοῦ μάγων πᾶσαν ἐπίνοιαν, ἔπειτα καὶ τῶν Ἰουδαίων, καὶ τοῦ σκοποῦ ἀποτυγχάνει. πεισθεὶς δὲ διὰ τῆς πρὸς τὸν θεὸν εὐχῆς τῶν Χριστιανῶν τούτου κυριεῦσαι, ἐπίσκο 1.635 πόν τινα Χριστιανὸν ἀπὸ τῶν ἐν Περσίδι περὶ τούτου παρεκάλε σεν, ὃς σύναξιν ἐπιτελέσας καὶ τῶν θείων μυστηρίων μεταλαβών, προσελθὼν τῷ τόπῳ τοὺς ἐκεῖσε δαίμονας ἐξεδίωξε καὶ τῷ Κα βάδῃ τὸ κάστρον ἀπόνως παρέδωκεν. ἐν τούτῳ Καβάδης κατα πλαγεὶς πρωτοκαθεδρίᾳ τὸν ἐπίσκοπον ἐτίμησεν, ἕως τότε Μανι χαίων καὶ Ἰουδαίων προκαθεζομένων, καὶ ἄδειαν παρέσχε τοῖς βουλομένοις βαπτίζεσθαι. Πρὸ μικροῦ δὲ τῆς τελευτῆς Ἀναστασίου, ἐπιβουλῆς αὐτῷ μηνυθείσης, συνέσχε πολλοὺς καὶ ἀπώλεσεν· ἐν οἷς καὶ Ἰουστῖνος ἦν καὶ Ἰουστινιανός. μέλλων οὖν ἐξαφανίζειν τοὺς ἄνδρας, παρέστη
PG 121:691αὐτῷ τις κατ' ὄναρ φοβερὸς λέγων "τοὺς μὲν λοιποὺς τῶν σῶν ἐπιβούλων, ὦ βασιλεῦ, συνεχωρήθη σοι ἀφανίσαι, Ἰου στῖνον δὲ καὶ Ἰουστινιανὸν μηδαμῶς ἀδικήσῃς· οὐδὲ γὰρ θέλων δυνήσῃ." τοῦ δὲ φήσαντος ὅτι καθοσιώσει εἰσὶν ὑποβεβλημένοι βασιλικῇ, ἔφη πρὸς αὐτόν "σκεύη εἰσὶ χωρητικὰ τῆς τοῦ θεοῦ βουλῆς τε καὶ προνοίας, καὶ μέλλουσιν ὑπουργῆσαι τῷ θεῷ ἕκα στος ἐν τοῖς καιροῖς αὐτῶν." καὶ δὴ ἀφῆκεν αὐτοῖς ἀμφοτέροις Ἀναστάσιος τὸ τῆς καθοσιώσεως ἔγκλημα. συνέβη δὲ πάντα γενέσθαι καθὼς ὁ φανεὶς ἀπεφθέγξατο· μετὰ γὰρ τὴν τελευτὴν Ἀναστασίου καὶ ἀμφότεροι κατὰ καιροὺς αὐτῶν ἐβασίλευσαν. Τῷ κζʹ ἔτει Ἀναστάσιος εἶδεν ἐν ὁράματι ἄνδρα φοβερὸν βαστάζοντα κώδικα, ὃν ἀναπτύξας, καὶ εὑρὼν τὸ ὄνομα αὐτοῦ τοῦ βασιλέως, εἶπεν αὐτῷ "ἰδοὺ διὰ τὴν κακοπιστίαν σου ἀπα 1.636 λείφω τεσσαρεσκαίδεκα ἔτη," καὶ ἀπήλειψεν αὐτά. διυπνισθεὶς δὲ προσεκαλέσατο Ἀμάντιον τὸν πραιπόσιτον, καὶ εἶπεν αὐτῷ τὸ ὅραμα. ὁ δὲ εἶπεν ὅτι κἀγὼ ἐθεασάμην ὅτι παρισταμένου τῷ κράτει σου χοῖρος μέγας ἐλθὼν καὶ δραξάμενός μου τῆς χλαίνης κατέρραξέ με εἰς τὴν γῆν καὶ ἀνάλωσεν. ἐλθόντος δὲ τοῦ ὀνειρο κρίτου Πρόκλου, ἤκουσαν ὅτι καὶ ἀμφότεροι μετ' οὐ πολὺ τελει οῦσθε. ἐπεὶ δὲ κεχρημάτιστο διὰ πυρὸς αὐτὸν τὴν ἀμείλικτον αὐτοῦ ψυχὴν ἀπορρῆξαι, τὴν ἐν τῷ παλατίῳ κινστέρναν τὴν λεγομένην ψυχρὰν εἰς πολλὰ στόμια διανοίξας καὶ κάδδους ἐν ἑκάστῳ παραθεὶς ἔσπευδε τὴν τοιαύτην περὶ αὐτοῦ προφη τείαν ψευδῆ ἀποδεῖξαι. ἀλλ' ἐματαιώθη διὰ κενῆς ὁ δεί λαιος· καὶ γὰρ θείῳ σκηπτῷ κεραυνωθεὶς ἐμβρόντητος γέγονεν. ἐτέθη δὲ τὸ σῶμα αὐτοῦ ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων, ἐν λάρνακι Ἀκυντιανῇ, μετὰ Ἀριάδνης τῆς γυναικὸς αὐτοῦ προτελευτησάσης. οὗτος λέγεται καῦσαι καὶ τὰ βιβλία τοῦ χρυσαρ γύρου. Ἰουστῖνος ὁ μέγας βασιλεὺς Ῥωμαίων ἔτη θʹ. οὗτος ἦν εὐσεβὴς ἀνήρ, πρεσβύτης καὶ πολύπειρος, ἀπὸ στρατιωτῶν ἀρξά μενος καὶ ἕως τῆς συγκλήτου προκόψας, Ἰλλυριὸς τῷ γένει· οἱ δὲ Θρᾷκα τοῦτον λέγουσιν εἶναι. ἦν δὲ τῷ σώματι μεσῆλιξ, εὐρὺς τοὺς ὤμους καὶ τὰ στέρνα, πολιός· ἐπήνθει δὲ τῷ προσώπῳ αὐ τοῦ ἔρευθος βλοσυρῷ ὄντι καὶ πλατεῖ. οὗτος πᾶσιν ἄριστος ἐδεί χθη, ζηλωτὴς τῆς ὀρθοδόξου πίστεως καὶ ἐν τοῖς πολέμοις μεγά 1.637 λως εὐδοκιμῶν. σύμβιον δὲ ἔχων Λουππικίαν ἔστεψεν Αὐγοῦ σταν, ἣν οἱ δῆμοι ἐστεφανωμένην Εὐφημίαν ἐκάλεσαν. τούτῳ τῷ Ἰουστίνῳ Εὐλάλιός τις, ἀπὸ πλουσίων γενόμενος πένης, ἐν τῷ μέλλειν αὐτὸν ἀποβιῶναι ἔγραψεν ἐνδιαθήκως κληρονόμον Ἰουστῖνον, παρακελευσάμενος ὥστε τὰς τρεῖς αὐτοῦ θυγατέρας μικρὰς καταλειφθείσας ἀναθρέψαι καὶ ἐκπροικίσαι τὸν βασιλέα, καὶ πάντα αὐτοῦ τὰ χρέα ἀποδοῦναι τοῖς χρεωστουμένοις, καὶ τὰ γραμματεῖα ἀναρρύσασθαι· ἅπερ βασιλικῶς πάντα Ἰουστῖνος ἐπλήρωσε, καταπλήξας ἐν τούτῳ πάντα ἄνθρωπον τὸν ἀκούσαντα. Βιταλιανὸς δὲ ὁ προρρηθεὶς σφόδρα ᾠκειώθη τῷ βασιλεῖ, ὀρθό δοξος δὲ ὢν Σεβῆρον ᾐτήσατο καθαιρεθῆναι. ὅπερ μαθὼν ἐκεῖ νος φεύγει σὺν Ἰουλιανῷ τῷ Ἁλικαρνασοῦ· καὶ εἰς Αἴγυπτον ἀπελθόντες καὶ τὸν περὶ φθαρτοῦ καὶ ἀφθάρτου λόγον κινήσαντες ταύτην ἐτάραξαν, Διοσκόρου ἐπισκοποῦντος Ἀλεξανδρείας. ἐπι σκόπων δὲ ἀπὸ Ῥώμης ἐλθόντων δι' Ὁρμίσδου ἐπισκόπου Ῥώμηςτῇ Βιταλιανοῦ σπουδῇ, ἔτι ζῶντος Ἰωάννου τοῦ Καππαδόκου ἐπισκόπου Κωνσταντινουπόλεως, τὴν ἁγίαν ἐν Χαλκηδόνι τετάρ την σύνοδον πρὸς ταῖς ἄλλαις τρισὶ συνόδοις τοῖς διπτύχοις συνέ ταξε. Σεβήρου δὲ τοῦ δυσσεβοῦς ἐκποδὼν γεγονότος Παῦλος ἐχειροτονήθη ἐπίσκοπος Ἀντιοχείας, ὁ ξενοδόχος τῶν Εὐβούλου. ὁ δὲ βασιλεὺς Ξεναΐαν τὸν καὶ Φιλόξενον, ἐπίσκοπον Ἱεραπόλεως, Μανιχαιόφρονα ὄντα, καὶ Πέτρον Ἀπαμείας ἐξώρισε σὺν πᾶσι τοῖς μετέχουσι τῆς λώβης αὐτῶν, Ἀμάντιον δὲ τὸν πραιπόσιτον 1.638 μετὰ καὶ ἄλλων τινῶν τυραννίδα μελετήσαντας ἀνεῖλεν. ἀνεκα λέσατο δὲ καὶ πάντας τοὺς ἀδίκως ὑπὸ Ἀναστασίου ἐξορισθέντας.
PG 121:695Τῷ δ' αὐτῷ ἔτει ἐφάνη ἀστὴρ ἐν τῇ ἀνατολῇ κομήτης, ὃς εἶχεν ἀκτῖνας ἐκπεμπούσας ἐπὶ τὰ κάτω αὐγάς, ὃν ἔλεγον πωγω νίαν εἶναι· εἶχε δὲ ἀκτῖνα ὁρῶσαν ἐπὶ δύσιν. τῷ δ' αὐτῷ ἔτει ἐδημοκράτει τὸ Βένετον μέρος, ἐν πάσαις ταῖς πόλεσι ταραχὰς ἐμποιοῦντες καὶ φόνους πολλούς. ἦλθε δὲ τὸ κακὸν τῆς ἀταξίας ἀπὸ Ἀντιοχείας. καὶ οὐ μόνον τοὺς ἀπαντῶντας πρασίνους ἔσφα ζον, ἀλλὰ καὶ τοὺς κατ' οἶκον κρυπτομένους, μὴ δυναμένων τῶν ἀρχόντων ποιῆσαι ἐκδίκησιν. ταῦτα ἐπράττετο ἕως ἓξ ἐνιαυτῶν Ἰουστίνου. Τῷ γʹ ἔτει Ἰουστῖνος μετὰ Καβάδη τοῦ τῶν Περσῶν βασι λέως εἰρήνην ποιήσας τὰ περὶ τῆς πίστεως διορθοῦν ἐσπούδαζε. Τῷ δʹ ἔτει τὸ Δυρράχιον ὑπὸ θεομηνίας ἔπαθε, καὶ ἡ τῆς Ἑλλάδος Κόρινθος· ἃς μεγάλως ἀνενεώσατο ὁ βασιλεὺς καὶ ἐφι λοτιμήσατο. Τῷ εʹ ἔτει Τζάθος ὁ τῶν Λαζῶν βασιλεὺς ἀποστατήσας τῆς τῶν Περσῶν βασιλείας ἦλθε πρὸς Ἰουστῖνον εἰς τὸ Βυζάντιον, καὶ παρεκάλεσε γενέσθαι Χριστιανὸν καὶ ὑπ' αὐτοῦ ἀναγορευθῆ ναι βασιλέα τῶν Λαζῶν. ὃ καὶ μετὰ χαρᾶς ἐποίησε, καὶ υἱὸν ἀνηγόρευσε, καὶ γυναῖκα εὐγενῆ Ῥωμαίαν δέδωκεν, ἣν καὶ εἰς τὴν ἰδίαν χώραν ἀπεκόμισε μετὰ χαρᾶς, καὶ δῶρα ἔλαβε πολλά. γνοὺς δὲ τοῦτο Καβάδης δηλοῖ Ἰουστίνῳ ὅτι φιλίας καὶ εἰρήνης μεταξὺ ἡμῶν οὔσης τὰ ἐχθρῶν πράττεις καὶ τοὺς ὑπὸ τὴν ἐξουσίαν τῶν 1.639 Περσῶν ὄντας προσλαμβάνῃ. ὁ δὲ βασιλεὺς ἀντιδηλοῖ αὐτῷ "ἡμεῖς τινὰ τῶν ὑποκειμένων τῇ βασιλείᾳ σου οὐ προσελαβόμεθα. ὁ δὲ Τζάθος προσῆλθεν ἡμῖν ῥυσθῆναι τοῦ μυσαροῦ ἑλληνισμοῦ καὶ τῶν ἀσεβῶν θυσιῶν καὶ τῆς τῶν δαιμόνων πλάνης, καὶ γενέ σθαι Χριστιανός, καὶ τὸν ἀληθῆ ἐπιγνῶναι θεόν. τοῦτον ἡμεῖς βαπτίσαντες ἀπελύσαμεν εἰς τὴν ἰδίαν χώραν." ἔκτοτε λοιπὸν πάλιν γέγονε ἔχθρα μεταξὺ Ῥωμαίων καὶ Περσῶν. τούτῳ τῷ ἔτει καὶ τὰ κατὰ τὸν ἅγιον Ἀρέθαν ἐν Νεγρᾷ τῇ πόλει ἐπράχθη ὑπὸ τῶν Ὁμηριτῶν, καὶ ὁ πόλεμος Ἐλεσβαὰν τοῦ βασιλέως τῶν Αἰθιόπων πρὸς τοὺς Ὁμηρίτας, καὶ ἡ νίκη αὐτοῦ. Τῷ ʹ ἔτει Καβάδης ὁ τῶν Περσῶν βασιλεὺς τοὺς ὑπὸ τὴν ἐνορίαν αὐτοῦ Μανιχαίους κατέσφαξεν. Ἰουστῖνος δὲ σάκρα πανταχοῦ πέμψας τοὺς ποιοῦντας ἀταξίαν ἀναιρεῖσθαι προσέταξε καὶ τὰ ὑπάρχοντα αὐτῶν δημεύεσθαι, καὶ τοὺς δημίους εἰρήνευσε πολλοὺς κακώσας. ἔστεψε δὲ Θεοδώραν τὴν γυναῖκα αὐτοῦ Αὐ γοῦσταν, τῆς Εὐφημίας ἤδη τελευτησάσης. τὸν δὲ Σεκοῦνδον ὕπατον πατρίκιον καὶ στρατηγὸν ἀνατολῆς ἐποίησε διὰ τοὺς Πέρ σας καὶ τὰς τῶν Σαρακηνῶν ἐπιδρομάς, ὃς διωγμὸν μέγαν ἐποιή σατο κατὰ Μανιχαίων καὶ ἐτιμωρήσατο πολλούς. Τῷ ζʹ ἔτει Ἀνάζαρβος μητρόπολις βʹ τῆς Κιλικίας ἐπτώθη ὑπὸ σεισμοῦ φοβερωτάτου. τῷ δ' αὐτῷ ἔτει κατεποντίσθη Ἔδεσσα, πόλις μεγάλη καὶ περιβόητος, διὰ τοῦ ὕδατος τοῦ μέσον αὐτῆς διερχομένου Σκίρτου ποταμοῦ, ὃς πλημμυρήσας δίκην θαλάσσης τοὺς οἴκους σὺν τοῖς οἰκοῦσι σύρων ἐπόντισε. λόγος δέ ἐστιν ὅτι 1.640 καὶ ἄλλοτε τοῦτο γέγονε. μετὰ δὲ τὸ παῦσαι τὰ ὕδατα εὑρέθη πλὰξ λιθίνη ἐν τῇ ὄχθῃ τοῦ ποταμοῦ, γεγραμμένη ἱερογλυφικοῖς γράμμασιν οὕτως "Σκίρτος ποταμὸς σκιρτήσει κακὰ σκιρτήματα πολίταις." πολλὰ δὲ παρέσχεν ὁ βασιλεὺς Ἰουστῖνος εἰς ἀνα νέωσιν ἀμφοτέραις ταῖς πόλεσι. τῷ δ' αὐτῷ ἔτει ἐφάνη γυνή τις ἐκ τῆς Κιλικίας γιγαντογενής, ὑπερέχουσα τῇ ἡλικίᾳ πάντα ἄν θρωπον τέλειον πῆχυν ἕνα, καὶ πλατεῖα σφόδρα. γυρεύουσα δὲ τὰς πόλεις ἐλάμβανε κατὰ ἐργαστήριον φόλλιν μίαν. τότε καὶ ἀστὴρ ἐφάνη ἐν οὐρανῷ ἐπάνω τῆς χαλκῆς πύλης τοῦ παλατίου, φαίνων ἐπὶ ἡμέρας καὶ νύκτας κ ʹ. γέγονε δὲ καὶ σεισμὸς φοβε ρώτατος, ὑφ' οὗ τῇ μὲν Κωνσταντινουπόλει ἐν διαφόροις τόποις, τῇ δὲ Ἀντιοχείᾳ συμφορὰ ἀνεκδιήγητος προεμηνύθη. τῇ γὰρ τετάρτῃ τοῦ Ὀκτωβρίου μηνὸς τὰ προοίμια τῆς τοῦ θεοῦ ὀργῆς ἐπῆλθεν αὐτῇ δι' ἐμπρησμῶν καὶ σεισμῶν, ὃς ἐμπρησμὸς μέσον τῆς πόλεως ἐγένετο, καὶ ἐκράτησε ἐπὶ ἡμέρας ʹ. καὶ ἐκάησαν οἶκοι πολλοί, καὶ ἀπέθανον λαοὶ πολλοί, καὶ οὐδεὶς ἔγνω πόθεν τὸ πῦρ ἀνάπτεται· τοσοῦτον γὰρ ἡ ὀργὴ τοῦ θεοῦ ἐπῆλθεν ἐπ' αὐτῇ ὥστε πτωθῆναι σχεδὸν πᾶσαν τὴν πόλιν καὶ τάφον τῶν οἰκη τόρων γενέσθαι.
PG 121:697τινὰς δὲ καταχωσθέντας καὶ ἔτι ζῶντας ὑπὸ τὴν γῆν πῦρ ἐξελθὸν ἐκ τῆς γῆς κατέφλεξε. καὶ ἕτερον πῦρ ἐκ τοῦ ἀέρος ὡς σπινθῆρες κατήρχετο καὶ κατέκαιεν ὥσπερ ἀστραπὴ τοὺς εὑρισκομένους. ἐσείετο δὲ ἡ γῆ ἐπ' ἐνιαυτὸν ἕνα. Τῷ θʹ ἔτει τοῦ σεισμοῦ ἐπικρατοῦντος Εὐφράσιος ὁ ἐπίσκο 1.641 πος Ἀντιοχείας ὑπὸ τοῦ σεισμοῦ κατεχώσθη καὶ ἀπέθανε, καὶ πᾶς οἶκος καὶ ἐκκλησία κατέπεσε, καὶ τὸ κάλλος τῆς πόλεως ἠφα νίσθη· οὐ γὰρ γέγονε τοιαύτη θεομηνία ἐν ἄλλῃ πόλει ἐν πάσαις ταῖς γενεαῖς. πολλὰς μὲν οὖν ἀνδρῶν καὶ γυναικῶν μυριάδας, πολλὰς δὲ παίδων καὶ νεογνῶν ἐν λόφου τάξει ἡ τῶν κατενεχθέν των οἰκοδομημάτων ὕλη καλύπτουσα ...., καὶ τέλος τοῦτο τὴν οὕτως ὀνομαστοτάτην καὶ εὔχαριν ἔλαβε πόλιν, ἥνπερ ἐπὶ ὀκτακο σίους ἐνιαυτοὺς συστᾶσαν ἐξ οὗπερ αὐτὴν Σέλευκος ὁ πρῶτος ἔκτισεν, ἐπὶ τῇ προσηγορίᾳ τοῦ πατρὸς αὐτοῦ Ἀντιόχειαν ἐκάλεσεν. ἀγγελ θέντος δὲ τοῦ πάθους ὁ μὲν βασιλεὺς μεγάλως ἤλγησε τὴν ψυχήν, καὶ ῥίψας τὸ διάδημα καὶ τὴν πορφύραν ἐπένθει ἐν σάκκῳ καὶ σποδῷ ἡμέρας πολλάς, καὶ ἐν τῇ ἑορτῇ δὲ λιτῶς εἰσῆλθεν εἰς τὴν ἐκκλησίαν, μὴ καταδεξάμενος φορέσαι σήμαντρον βασιλικὸν τὸ οἱονοῦν. ἀλλὰ καὶ πάντες οἱ ἐν τῇ πόλει φαιὰν στολὴν ἐνδυσάμενοι πανδημεὶ εἰς τὸ πρὸ τῆς πόλεως πεδίον ἑπτὰ σημείοις ἀπέχον ἐπὶ ἑπτὰ ἡμέραις ἐλιτάνευον νηστεύοντες. ὁ δὲ βασιλεὺς ἀπέστειλεν εἰς ἐκχοϊσμὸν καὶ ἀνακαινισμὸν τῆς πόλεως χρυσίου κεντηνάρια πεντήκοντα καὶ ἄνδρας μηχανικούς, καὶ ἦν αὐτῷ σπουδὴ τοῦ τὴν πεσοῦσαν πόλιν Ἀντιόχειαν ἀνακαινίσαι. ἐπὶ αὐτοῦ δὲ ἐτυπώθη ἑορτάζειν ἡμᾶς καὶ τὴν ἑορτὴν τῆς ὑπαπαντῆς τῆς μέχρι τότε μὴ ἑορταζομένης. ἀλλὰ καὶ ἡ Πομπηϊούπολις τῆς Μυσίας διαρρα γεῖσα μέσον κατεπόθη μετὰ τῶν οἰκητόρων, καὶ ἔκραζον ὑπὸ τὴν γῆν ὄντες οἱ ἄνθρωποι τὸ ἐλεήσατε. τῇ δὲ ιδʹ τοῦ Ἀπριλλίου μηνός, τῇ ἑορτῇ τοῦ πάσχα, ἀσθενήσας Ἰουστῖνος προεχειρίσατο 1.642 εἰς βασιλέα Ἰουστινιανὸν τὸν ἴδιον ἀνεψιόν, καὶ ἔστεψεν αὐτόν, καὶ συνεβασίλευσεν αὐτῷ μῆνας δʹ. Αὐγούστῳ δὲ μηνὶ τῆς αὐτῆς εʹ ἰνδικτίωνος ἐτελεύτησεν ὁ εὐσεβὴς Ἰουστῖνος, καὶ ἐτέθη τὸ σῶμα αὐτοῦ ἐν μονῇ τῆς Αὐγούστης, ἐν λάρνακι πρασίνῃ, μετὰ καὶ τῆς γυναικὸς αὐτοῦ Εὐφημίας, ἐν ᾧ καὶ αἱ στολαὶ τῶν ἁγίων ἀποστόλων εὑρέθησαν. τὸν δὲ τῆς ἀρχιερωσύνης θρόνον διεῖπεν Ἰωάννης. τοῦ δὲ Εὐφρασίου ἐπισκόπου Ἀντιοχείας τελευτήσαντος, Εὐφραίμιος ὁ Ἀμίδας κόμης ἀνατολῆς ὢν χειροτονεῖται ἀντ' αὐτοῦ, ὅστις ζῆλον θεῖον κατὰ τῶν ἀποσχιστῶν εἶχεν. Κόσμου ἔτος #22 καʹ, τῆς θείας σαρκώσεως φκζʹ. Ἰουστι νιανὸς ὁ μέγας βασιλεὺς Ῥωμαίων ἔτη ληʹ μῆνας ζʹ ἡμέρας ιγʹ. οὗτος τὴν τοῦ σώματος ἀναδρομὴν εἶχε βραχὺ μείζονα τοῦ μέσου, ἐρυθρὸς τὴν χροιάν, χαροπὸν καὶ εὐπερίστροφον βλέπων, καὶ τὴν κεφαλὴν πρὸς κόμης κάλλος μικρὸν ἐψιλωμένην. βασιλεύει δὲ ἐτῶν μεʹ. καὶ μονοκρατορήσας δέδωκεν ὑπατείαν ὅσην οὐδεὶς βα σιλέων δέδωκε. καὶ διωγμὸν κατὰ Ἑλλήνων καὶ πάσης αἱρέσεως ἐκίνησεν. εὑρὼν δὲ πολλοὺς τῶν ἐν τέλει νοσοῦντας τὴν τῶν Ἀρειανιτῶν αἵρεσιν, δημεύσας τε καὶ τιμωρησάμενος φόβον πο λὺν εἰργάσατο, θεσπίσας μόνους ὀρθοδόξους πολιτεύεσθαι. καὶ τὸν ναὸν δὲ τῶν ἁγίων Σεργίου καὶ Βάκχου ἐχόμενα τοῦ Παλατίου πρὸς θάλασσαν ...., καὶ σύνεγγυς τούτου ναὸν τῶν ἁγίων ἀπο στόλων, ἴδιον αὐτοῦ οἶκον προϋπάρχοντα, καὶ πᾶσαν αὐτοῦ τὴν 1.643 πρῴην ὕπαρξιν τοῖς δυσὶ τούτοις ἀφιερώσας ναοῖς μοναστήριον περιφανῶν ἀνδρῶν ἀπεκλήρωσε. Τῷ δ' αὐτῷ ἔτει ὁ βασιλεὺς Περσῶν ἐπολέμει Τζάθῳ ὡς προσρυέντι Ῥωμαίοις. πέμπει οὖν αὐτῷ Ἰουστινιανὸς βοήθειαν στρατὸν καὶ στρατηγοὺς τρεῖς, Βελισάριον Κήρυκον καὶ Πέτρον, οἳ καὶ κατὰ φθόνον ἀλλήλων πολεμήσαντες ἡττήθησαν. λυπηθεὶς οὖν ὁ βασιλεὺς αὐτοὺς μὲν διεδέξατο, ἀπέστειλε δὲ Πέτρον τὸν νοτάριον αὐτοῦ στρατηλάτην. καὶ συμβαλὼν μετὰ τῶν Λαζῶν τοῖς Πέρσαις ἐνίκησε καὶ πολλοὺς ἀνεῖλε. Τῷ δ' αὐτῷ ἔτει προσερρύη τοῖς Ῥωμαίοις ὁ βασιλεὺς τῶν
PG 121:701Ἑλούρων Γρέτης λεγόμενος, καὶ ἐλθὼν ἐν Κωνσταντινουπόλει μετὰ τοῦ λαοῦ αὐτοῦ ᾐτήσατο τὸν βασιλέα, καὶ ἐγένετο Χριστια νὸς μετὰ τῶν συγκλητικῶν αὐτοῦ καὶ συγγενῶν, καὶ ἀπῆλθε μετὰ χαρᾶς εἰς τὰ ἴδια, ἐπαγγειλάμενος συμμαχεῖν Ῥωμαίοις ἐφ' οἷς ἂν δεηθῶσιν αὐτοῦ. Τῷ δ' αὐτῷ ἔτει προβάλλεται ὁ βασιλεὺς στρατηλάτην Ἀρ μενίας Τζίταν ὀνόματι, ἄνδρα πολεμικὸν καὶ ἱκανώτατον· οὐ γὰρ εἶχεν ἡ Ἀρμενία στρατηλάτην, ἀλλὰ δοῦκας καὶ κόμητας. αὐτὸς δὲ ἐστράτευσεν Ἀρμενίων πλῆθος. δέδωκε δὲ αὐτῷ καὶ ἀπὸ ἀνα τολῆς στρατόν, χιλιάδας τέσσαρας, καὶ γέγονε μεγάλη φυλακὴ καὶ βοήθεια Ῥωμαίων. ἔζευξε δὲ αὐτῷ καὶ γυναῖκα, τὴν ἀδελ φὴν Θεοδώρας τῆς Αὐγούστης, ὀνόματι Κομιτώ. 1.644 Τῷ δ' αὐτῷ ἔτει προσερρύη τοῖς Ῥωμαίοις γυνή τις ἐκ τῶν Οὕννων τῶν λεγομένων Σαβήρ, βάρβαρος, ὀνόματι Βαρήζ, χήρα, ἔχουσα μεθ' ἑαυτῆς Οὕννων χιλιάδας ἑκατόν, ἥτις κατεδυνάστευε τῶν Οὑννικῶν μερῶν μετὰ τὴν τοῦ ἰδίου ἀνδρὸς Μαλὰχ ἀποβο λήν. αὕτη τοὺς προτραπέντας παρὰ Καβάδου τοῦ βασιλέως Περσῶν δύο ῥῆγας ἀπὸ ἄλλου ἔθνους Οὕννων ἐνδοτέρων, Στύ ρακα καὶ Γλώην, τοῦ συμμαχῆσαι αὐτῷ κατὰ Ῥωμαίων, περιόν τας διὰ τῆς χώρας αὐτῆς ἐπὶ τὰ Περσικὰ μετὰ χιλιάδων εἴκοσιν ἐκράτησε, καὶ τὸν λαὸν πάντα κατέκοψε. καὶ τὸν μὲν Στύρακα δέσμιον τῷ βασιλεῖ ἐν Κωνσταντινουπόλει ἔπεμψεν, ὁ δὲ Γλώης ἐν τῷ πολέμῳ ἐσφάγη. γέγονε δὲ αὕτη σύμμαχος καὶ εἰρηνικὴ τῷ βασιλεῖ Ἰουστινιανῷ. Τῷ δ' αὐτῷ ἔτει καὶ ὁ πλησίον Βοσπόρου ῥὴξ τῶν Οὕννων, Γορδᾶς λεγόμενος, προσερρύη τῷ βασιλεῖ καὶ ἐγένετο Χριστιανός. καὶ πολλὰ δοὺς αὐτῷ ὁ βασιλεὺς ἀπέστειλεν εἰς τὴν ἰδίαν χώραν, ὑποσχομένῳ φυλάττειν τὰ Ῥωμαϊκὰ καὶ τὴν Βοσπόρου πόλιν, ἥτις οὕτως ἐκλήθη ἀπὸ τοῦ τελεῖν Ῥωμαίοις κατ' ἔτος ἀντὶ χρημάτων βόας, ἀπαιτεῖν δὲ τὰς συντελείας τῶν βοῶν. ἀπελθὼν δὲ εἰς τὴν ἰδίαν χώραν διηγήσατο τῷ ἰδίῳ ἀδελφῷ τὴν τοῦ βασιλέως ἀγάπην καὶ φιλοτιμίαν, καὶ ὅτι Χριστιανὸς γέγονε, συνέτριψε δὲ πάντα τὰ τῶν Οὕννων ἰνδάλματα καὶ ἐχώνευσεν. ἐπὶ τούτῳ χολώσαντες οἱ Οὗννοι μετὰ καὶ τοῦ ἀδελφοῦ αὐτοῦ τοῦ Μοαγέρα ἐφόνευσαν αὐτόν, καὶ ἐποίησαν ῥῆγα τὸν Μοαγέραν. ἐλθόντες δὲ εἰς Βό σπορον ἀπέκτειναν τὸν τριβοῦνον Δαλματίας καὶ τοὺς στρατιώ 1.645 τας. ταῦτα ἀκούσας ὁ βασιλεὺς τὸν ἀπὸ ὑπάτων Ἰωάννην τὸν υἱὸν τοῦ πατρικίου Ῥουφίνου ἀπέστειλε μετὰ βοηθείας Σκυθικῆς πολλῆς καὶ Γοδίλαν διὰ γῆς ἀπὸ Ὀδησσοῦ πόλεως, καὶ Βαδύριον στρατηγόν. καὶ ἀκούσαντες οἱ Οὗννοι ἀφανεῖς γεγόνασι, καὶ γέγονεν εἰρήνη ἐν Βοσπόρῳ, καὶ ἐκράτησαν αὐτῶν οἱ Ῥωμαῖοι ἀφόβως. Ὁ δὲ βασιλεὺς Ἰουστινιανὸς πάσας τὰς ἐκκλησίας τῶν αἱρε τικῶν δέδωκε τοῖς ὀρθοδόξοις, χωρὶς τῶν ἐξωκιονιτῶν Ἀρειανῶν. τύπον δὲ δέδωκε περὶ τῶν ἐπισκόπων καὶ οἰκονόμων καὶ ὀρφανο τρόφων καὶ ξενοδόχων, ὥστε μὴ κληρονομεῖσθαι εἰ μὴ ἃ πρὸ τοῦ γενέσθαι εἶχον ἐν τῇ ἰδίᾳ ὑποστάσει εἰς ταῦτα ἵνα διατίθενται, ἀφ' ἧς δὲ ὥρας προεχειρίσθησαν, μὴ ἔχειν ἄδειαν εἰς ἃ κερδή σοιεν διατίθεσθαι, ἀλλὰ τὰ αὐτῶν πάντα τὸν εὐαγῆ οἶκον κληρο νομεῖν. πληροῖ δὲ καὶ τὸ μέσαυλον τῆς βασιλικῆς Ἴλλου κινστέρ νης, ἣν καὶ μεγάλην ἐποίησε, καὶ τὸ λουτρὸν τοῦ Δαγισθέως, ὃ ἤρξατο κτίζειν Ἀναστάσιος. Τῷ βʹ ἔτει Ἠσαΐας ὁ Ῥόδου ἐπίσκοπος καὶ Ἀλέξανδρος Διοσπόλεως τῆς Θρᾴκης καὶ ἕτεροι πολλοὶ κατεσχέθησαν ἀρρενο φθόροι. καὶ τοὺς μὲν ἐκαυλοκόπησε, τοῖς δὲ καλάμους ὀξεῖς ἐμβάλλεσθαι εἰς τοὺς πόρους τῶν αἰδοίων προσέταξε, καὶ γυ μνοὺς κατὰ τὴν ἀγορὰν θριαμβευθῆναι. ὑπῆρχον δὲ καὶ τῶν πολιτῶν καὶ συγκλητικῶν πολλοὶ καὶ τῶν ἀρχιερέων οὐκ ὀλίγοι, οἳ ἐκτμηθέντες καὶ δημευθέντες κατὰ τὴν ἀγορὰν γυμνοὶ οἰκτρῶς 1.646 ἐτελεύτησαν. καὶ γενομένου φόβου μεγάλου οἱ λοιποὶ ἐσωφρονί σθησαν. νόμους τε σφοδροὺς κατὰ τῶν ἀσελγαινόντων ἐξέθετο, τοὺς δὲ παλαιοὺς νόμους πάντας ἀνενέωσε, ποιήσας μονόβιβλον, ὃ καὶ Νεαρὰς διατάξεις ἐκάλεσε. Τῷ δ' αὐτῷ ἔτει, μηνὶ Νοεμβρίῳ κθʹ,
PG 121:705ὥρᾳ τρίτῃ τῆς ἡμέ ρας, ἔπαθεν ὑπὸ θεομηνίας πάλιν Ἀντιόχεια ἡ μεγάλη μετὰ δύο ἔτη τοῦ πρῴην παθεῖν αὐτήν. ἐγένετο γὰρ σεισμὸς μέγας ἐπὶ ὥραν μίαν καὶ βρυγμὸς ἐκ τοῦ οὐρανοῦ φοβερός, καὶ ἔπεσον πάντα τὰ κτισθέντα ἕως ἐδάφους καὶ τὰ τείχη. καὶ ἐκ τῶν μὴ πεσόντων παλαιῶν κτισμάτων ἐν τῷ πρώτῳ σεισμῷ κατηνέχθησαν νῦν. καὶ πᾶσα ἡ γενομένη εὐπρέπεια ἐν τῇ πόλει ἔκ τε τῶν τοῦ βασιλέως φιλοτιμιῶν, καὶ ὧν ἐξ ἰδίων οἱ πολῖται ᾠκοδόμησαν, πάντα κατέπεσον. ἀπέθανον δὲ ἐν τῇ πτώσει ταύτῃ καὶ χιλιάδες τέσσαρες λαοῦ καὶ ωοʹ ἄνδρες. οἱ δὲ σωθέντες ἔφυγον εἰς τὰς ἄλλας πόλεις. γέγονε δὲ καὶ χειμὼν μέγας καὶ βαρύτατος, ὡς λιτανεύειν πάντας ἀνυποδέτους μετ' ὀδυρμῶν πυκνῶν. ἐφάνη δέ τινι θεοσεβεῖ ἀνθρώπῳ ἐν ὁράματι εἰπεῖν πᾶσιν ἵνα ἐπιγράψωσιν εἰς τὰ ὑπέρθυρα αὐτῶν "Χριστὸς μεθ' ἡμῶν, στῆτε." καὶ τού του γενομένου ἔστη ἡ ὀργὴ τοῦ θεοῦ. καὶ πάλιν ὁ βασιλεὺς καὶ ἡ Αὐγοῦστα πολλὰ ἐδωρήσαντο χρήματα εἰς ἀνακαινισμὸν τῆς Ἀντιόχου πόλεως, καὶ μετωνόμασαν αὐτὴν Θεούπολιν. Τούτῳ τῷ ἔτει Σαμαρῖται καὶ Ἰουδαῖοι ἐν Παλαιστίνῃ βα σιλέα τινὰ Ἰουλιανὸν ἔστεψαν, καὶ κατὰ Χριστιανῶν ὅπλα κινή 1.647 σαντες ἁρπαγὰς καὶ φόνους καὶ ἐμπρησμοὺς εἰργάσαντο· οὓς ὁ θεὸς παρέδωκεν εἰς χεῖρας Ἰουστινιανοῦ, καὶ πάντας ἀφανίσας τὸν Ἰουλιανὸν ἀπεκεφάλισε. καὶ μετὰ τὸν διωγμὸν τῶν Ἑλλήνων καὶ πάσης αἱρέσεως, καὶ μετὰ τὸ τεθῆναι δόγμα ἑλληνίζοντας μὴ πολιτεύεσθαι ἢ αἱρετικούς, εἰ μὴ μόνους τοὺς ὀρθοδόξους Χρι στιανούς, προθεσμίαν δίδωσι τοῖς τοιούτοις εἰς ἐπιστροφὴν τριῶν μηνῶν. Τῷ δʹ ἔτει ἐφάνη κομήτης μέγας καὶ φοβερός, εἰς τὸ δυτι κὸν μέρος πέμπων ἐπὶ τὰ ἄνω τὰς ἑαυτοῦ ἀκτῖνας, ὃν ἔλεγον λαμπαδίαν· καὶ ἔμεινε λάμπων ἐπὶ ἡμέρας εἴκοσι. Τῷ εʹ ἔτει γέγονεν ἡ ἀνταρσία τοῦ λεγομένου Νίκα, καὶ ἔστεψαν οἱ τῶν δήμων βασιλέα Ὑπάτιον τὸν συγγενῆ Ἀναστασίου τοῦ βασιλέως. ἐκαύθη δὲ πολὺ μέρος τῆς πόλεως, ἥ τε μεγάλη ἐκκλησία καὶ τὰ χαρτῶα αὐτῆς δικαιώματα καὶ ἡ πρόσοδος πᾶσα, ἥ τε ἁγία Εἰρήνη καὶ οἱ ξενῶνες, ὅ τε τοῦ Σαμψὼν καὶ ὁ Εὐβού λου, μετὰ τῶν ἀρρώστων, καὶ τὸ προσκήνιον τῆς βασιλικῆς καὶ τὸ Αὐγουσταῖον καὶ ἡ χαλκόστεγος τοῦ παλατίου, ἣ ἔκτοτε καὶ νῦν χαλκῆ προσαγορεύεται διὰ τὸ ἐκ χαλκῶν κεράμων κεχρυσωμέ νων ἐστεγάσθαι αὐτήν. ἐκάησαν δὲ καὶ οἱ δύο ἔμβολοι μέχρι τοῦ φόρου. ὁ δὲ λαὸς καὶ τὸν βασιλέα Ἰουστινιανὸν ἀναθεματίζοντες ἐφύβριζον. ἥτις ἀνταρσία ἐπαύθη διὰ Βελισαρίου καὶ Μούνδου καὶ Ναρσῆ, ἀνελόντων λεʹ χιλιάδας καὶ αὐτὸν Ὑπάτιον. τότε δὴ ἐνεπρήσθη καὶ τὸ ὀκτάγωνον καὶ τὸ λοετρὸν τοῦ Σεβήρου τὸ 1.648 λεγόμενον Ζεύξιππος, ἐν ᾧ ποικίλη τις ἦν θεωρία καὶ λαμπρότης τεχνῶν, τῶν τε μαρμάρων καὶ λίθων καὶ ψηφίδων καὶ εἰκόνων διὰ χαλκοῦ πεποιημένων τῶν ἀπ' αἰῶνος ἀνδρῶν ἔργα, μόνον τῷ μὴ παρεῖναι αὐταῖς ψυχὰς τῶν ἐς οὓς ἐγένοντο. εἱστήκει τοι γαροῦν μετὰ τῶν ἐξαιρέτων καὶ νοῦν ὑπερβαινόντων τούτων καὶ Ὅμηρος, ὁποῖος ἦν, συνάγων τὸν νοῦν, τὼ χεῖρε συζεύξας ὑπὸ τὰ στέρνα. καὶ πώγων αὐτοῦ ἁπλῶς καθεῖτο, θρίξ τε ἐπὶ τῆς κεφαλῆς ὁμοία ἐν τοῖς ἑκατέρωθεν τοῦ βρέγματος ἀραιουμένη, τετριχωμένῳ δὲ τῷ προσώπῳ γήρατι καὶ ταῖς ὑπὲρ τοῦ παντὸς φροντίσι ῥὶς μὲν ἦν μετρίως ἔχουσα πρὸς ἅπαντα, ὄμματα δὲ συνημμένα τοῖν βλεφάροιν, οἷον καὶ ὁ περὶ αὐτοῦ λόγος ἔχει, τυφλὸν ἐμφαίνοντα. ἀνεβέβλητο δὲ καὶ τριβώνιον ἐπὶ χιτῶνι, καὶ ὅσον εἰς βάσιν ἱμάς τις χαλκοῦς τοῖς ποσὶν ὑπέκειτο. στῆλαι δὲ ἦσαν ἐκ χαλκοῦ πεποιημέναι τῶν σοφῶν ἁπάντων τῶν ὑψηλῶν καὶ ποιητῶν καὶ ῥητόρων, καὶ ὅσοι ἐπ' ἀνδρίᾳ ἐγένοντο διαβόητοι. ᾤχετο τοίνυν σὺν τούτοις καὶ ὁ ἐκ τῶν φώτων τῶν κατὰ τὰς ἑσπέ ρας λαμπτήρων ἐπικαλούμενος οἶκος, ἅτε τὸν ὄροφον καὶ αὐτὸς ἐκ ξύλων ἔχων, ἐν ᾧ αἱ περιουσίαι τῶν ἐμπορευομένων τά τε ση ρικὰ καὶ πολυτελῆ καὶ χρυσόπαστα. καὶ πᾶν τὸ κάλλος τῆς πό λεως, ὅπερ ὑπὸ τοῦ πρῴην μεγάλου ἐμπρησμοῦ κατελείφθη, ἀπώλετο. τῷ αὐτῷ ἔτει γέγονεν ἀστέρων δρόμος πολύς,
PG 121:707ὥστε πάντας ἐκπλήττεσθαι καὶ λέγειν ὅτι ἰδοὺ οἱ ἀστέρες πίπτουσι· τί ἄρα ἔσται οὐκ οἴδαμεν. 1.649 Τῷ ʹ καὶ ζʹ ἔτει τὰ τοῦ Βελισαρίου στρατηγήματα κατὰ Λιβύην ἐγένοντο, ἅτινα Προκόπιος ὁ Καισαρεὺς ἐν ηʹ βιβλίοις συνεγράψατο. οὗτος τὴν Καρχηδόνα κρατήσας καὶ ἄλλα ἔθνη πολλά, τὸν δὲ Γιλίμερα φυγόντα εἰς Νουμιδίας τὸ ὄρος Παππούαν περιεστοίχισε. καταλιπών τε τὸν Φαρὰν εἰς πολιορκίαν ἐκείνου εἰσῆλθεν ἐν Κωνσταντινουπόλει. ὁ δὲ Γιλίμερ ἐλεεινῶς χειμαζόμενος γράφει τῷ Φαράν, ἀξιῶν πεμφθῆναί οἱ ἄρτον καὶ σπόγγον καὶ κιθάραν· παρ' ἐκείνοις γὰρ τοῖς Μαυρουσίοις οὔτε οἶνος οὔτε ἔλαιον οὔτε σῖτος γεωργεῖται, ἀλλὰ κριθὰς καὶ ὀλύρας ὡς ἄλογα ζῷα ἑφθὰ σιτίζονται. ὁ δὲ Φαρὰς διηπόρει περὶ τού των, ἕως ὁ τὴν ἐπιστολὴν κομίσας ἔφη ὅτι ἄρτον μὲν ἐπιθυμεῖ γεύσασθαι καὶ ἰδεῖν, τὸν σπόγγον δὲ διὰ τὸ τὰ δάκρυα ἀπομάτ τεσθαι, τὴν δὲ κιθάραν, ὅπως τὰς συμφορὰς αὐτοῦ ἐκτραγῳδοίη. ταῦτα Φαρὰς ἀκούσας, περιαλγήσας τε καὶ τὴν ἀνθρωπίνην τύ χην ἐκμυκτηρίσας, πάντα ἐξέπεμψε. πάλιν δὲ ἐξαπέστειλεν ὁ βασιλεὺς τὸν Βελισάριον στρατηγὸν μετὰ πλήθους ἀναριθμήτου καὶ πλοίων καὶ χρυσοῦ πολλοῦ καταπολεμῆσαι Οὐανδήλους καὶ Ἀφρικὴν ἐκπορθῆσαι· ὃς ἀγχινοίᾳ καὶ φρονήσει καὶ ἀνδρίᾳ πάντα ληϊσάμενος, καὶ Γιλίμερ ἐγκρατῆ ποιησάμενος, ἀνήγαγεν ἐν τῇ πόλει μετὰ πλούτου πολλοῦ καὶ ἐθριάμβευσεν ἐν τῷ ἱππικῷ, ὑπα τείαν ποιήσας ἐν τῇ πόλει, ὥστε Ἰουστινιανὸν ἀποδεξάμενον ἐν μὲν τῷ ἑνὶ μέρει τοῦ νομίσματος ἑαυτὸν ἐγχαράξαι, ἐν δὲ τῷ ἑτέρῳ Βελισάριον ἔνοπλον, καὶ ἐπιγράψαι "Βελισάριος ἡ δόξα τῶν Ῥωμαίων." ἀλλ' οἷα φθόνος ἐν μεγάλῃ εὐδαιμονίᾳ εἴωθε 1.650 ποιεῖν, ὤδινε καὶ ἐς Βελισάριον. διαβληθεὶς γὰρ μετέστη τῆς ἀρχῆς καὶ τῆς δόξης, καὶ Σολομῶν ἀντ' αὐτοῦ στρατηγὸς ἐπέμ φθη, ὃς τὰ κτηθέντα Βελισαρίῳ φυλάξαι μὴ δυνηθεὶς τοῖς Οὐανδήλοις πάντων παρεχώρησεν. ἐφέρετο δέ τις λόγος ἐκ πα λαιοῦ παρ' αὐτοῖς, ὅτι τὸ τρίτον διώξει τὸ πρότερον καὶ πάλιν τὸ δεύτερον διώξει τὸ τρίτον· Γιζέριχος γὰρ πρῶτος τὸν Βονιφά κιον ἐτρέψατο, ὕστερον δὲ πάλιν Βελισάριος Γιλίμερα. ἐν τούτῳ τῷ χρόνῳ ὁ ἥλιος, ὥσπερ ἡ σελήνη, χωρὶς ἀκτίνων τὴν αἴγλην ἐστύγναζεν ἅπαντα τὸν ἐνιαυτόν, ἐπὶ πλεῖστον δὲ ἐκλείποντι ἐῴκει. ἐν τούτῳ τῷ χρόνῳ οὔτε πόλεμος οὔτε θάνατος ἐπιφερόμενος τοῖς ἀνθρώποις ἐπέλιπε. Τούτου τῷ βʹ ἔτει ἀνεκαίνισεν ἐκ θεμελίων Ἰουστινιανὸς τὴν τοῦ θεοῦ μεγάλην ἐκκλησίαν εἰς κάλλος καὶ μέγεθος ὑπὲρ τὸ πρότερον, παραδοὺς καὶ τροπάριον αὐτῇ ὑπ' αὐτοῦ μελισθὲν ψάλ λεσθαι "ὁ μονογενὴς υἱὸς καὶ λόγος τοῦ θεοῦ." ἐποίησε δὲ καὶ τὸ ὡρολόγιον τοῦ μιλίου. Τῷ ηʹ ἔτει ὁ τῶν Ἰβήρων βασιλεὺς Ζαβαναρζὸς πρὸς Ἰουστινιανὸν τὸν βασιλέα ἦλθεν ἐν Κωνσταντινουπόλει μετὰ τῆς γυ ναικὸς καὶ τῶν συγκλητικῶν αὐτοῦ, αἰτούμενος σύμμαχος Ῥωμαίων καὶ φίλος γνήσιος γενέσθαι. ὁ δὲ βασιλεὺς τοῦτο ἀποδεξάμενος πολλὰ αὐτῷ τε καὶ τῇ συγκλήτῳ αὐτοῦ ἐφιλοτιμήσατο. καὶ ἡ Αὐ γοῦστα δὲ τῇ γυναικὶ αὐτοῦ κόσμια παντοῖα διὰ μαργαριτῶν ἐχα ρίσατο, καὶ ἀπέλυσεν αὐτοὺς ἐν εἰρήνῃ εἰς τὴν ἰδίαν βασιλείαν. 1.651 Τῷ ιʹ ἔτει Ἀγαπητὸς ὁ ἐπίσκοπος Ῥώμης σύνοδον ἐν Κωνσταντινουπόλει ἐκρότησε κατὰ τοῦ δυσσεβοῦς Σεβήρου καὶ Ἰου λιανοῦ τοῦ Ἁλικαρνασέως καὶ τῶν λοιπῶν θεοπασχιτῶν· ἐν οἷς καὶ Ἄνθιμος ἐπίσκοπος Κωνσταντινουπόλεως ὁμόφρων αὐτῶν καθῃρέθη, ἐπισκοπήσας μετὰ Ἐπιφάνιον μῆνας δέκα. χειροτο νεῖται δὲ ἀντ' αὐτοῦ Μηνᾶς πρεσβύτερος καὶ ξενοδόχος τῶν Σαμψὼν ὑπὸ Ἀγαπητοῦ πάπα Ῥώμης. τελευτᾷ δὲ ὁ Ῥώμης ἐ Κωνσταντινουπόλει, καὶ χειροτονεῖται ἀντ' αὐτοῦ Σίλβεστρος, ζήσας χρόνον ἕνα. Τῷ ιαʹ ἔτει γέγονε τὰ ἐγκαίνια τῆς μεγάλης ἐκκλησίας, καὶ ἐξῆλθεν ἡ λιτὴ ἀπὸ τῆς ἁγίας ἀναστάσεως μετὰ τοῦ πατριάρχου καὶ τοῦ βασιλέως σὺν τῷ λαῷ. ἀπὸ δὲ τῆς ἡμέρας τῆς καύσεως αὐτῆς μέχρι τῶν ἐγκαινίων ἔτη εʹ μῆνες ιαʹ καὶ ἡμέραι ιʹ παρῆλ θον· ἐν
PG 121:711γὰρ τῷ #22 ηʹ ἔτει ἀπὸ κτίσεως κόσμου, ἰνδικτίωνος ιεʹ, τῇ κγʹ τοῦ Φεβρουαρίου μηνός, ὥρᾳ πρώτῃ τῆς ἡμέρας, τὴν τῆς μεγάλης ἐκκλησίας ἀνοικοδομὴν ἤρξατο ποιεῖν Ἰουστινιανός. Τῷ ιβʹ ἔτει ἐξῆλθον οἱ Βούλγαροι εἰς τὴν Μυσίαν καὶ ἠφά νισαν τὰς χώρας, καὶ τοὺς στρατιώτας αὐτῶν ἀπέκτειναν. ἀκού σας δὲ ὁ τοῦ Ἰλλυρικοῦ βασιλεὺς Ἀκοὺμ ὁ Οὗννος ἐξῆλθε κατ' αὐτῶν, καὶ μιγεὶς τοῖς Ῥωμαίοις ἔκοψε τοὺς Βουλγάρους εἰς πλῆ θος. εἶτα ὡς ἀπὸ νίκης ἀμεριμνήσαντας αὐτοὺς εὑρίσκουσιν ἄλλοι Βούλγαροι, καὶ σφάζουσι λαὸν πολύν, καὶ τὰς κεφαλὰς καὶ τὸν Ἀκοὺμ ἐκράτησαν, καὶ ἐπέστρεψαν εἰς τὴν χώραν αὐτῶν. 1.652 τῷ δὲ αὐτῷ ἔτει παρέλαβεν ὁ Χοσρόης Ἀντιόχειαν τὴν μεγάλην καὶ Ἀπάμειαν καὶ ἑτέρας πόλεις. Τῷ τρισκαιδεκάτῳ ἔτει προσερρύη Ῥωμαίοις Μοῦνδος ἐκ γένους τῶν Γηπέδων, υἱὸς Γιεσμοῦ, ῥὴξ τοῦ Σιρμίου· καὶ πολλὰ αὐτὸν φιλοτιμησάμενος ὁ βασιλεὺς καὶ τὸν υἱὸν αὐτοῦ, ποιήσας τε αὐτὸν στρατηλάτην τοῦ Ἰλλυρικοῦ, ἀπέλυσεν αὐτόν. καὶ ἐν τῷ παραγενέσθαι αὐτὸν εἰς τὸ Ἰλλυρικὸν ἐξῆλθε κατ' αὐτοῦ πλῆθος Βουλγάρων. καὶ τούτους παντελῶς ἐκνικήσας τὴν κρείτ τονα αἰχμαλωσίαν εἰς Κωνσταντινούπολιν ἀποστέλλει· οὓς ὁ βα σιλεὺς εἰς Ἀρμενίαν καὶ εἰς Λαζικὴν καὶ ἐν λοιποῖς ἔθνεσι κατέ σπειρεν. ἔκτοτε βαθεῖα εἰρήνη ἐν τῇ Θρᾴκῃ γέγονε, μηκέτι τολ μώντων τῶν Οὕννων περᾶσαι τὸν Δάνουβιν. Τῷ ιδʹ ἔτει Χοσρόης ὁ τῶν Περσῶν βασιλεὺς τετάρτην εἰσ βολὴν εἰς τὴν Ῥωμαίων γῆν ἐποιήσατο. ἐλθὼν δὲ εἰς τὴν Κομα γηνῶν χώραν κατὰ Παλαιστίνης καὶ Ἱεροσολύμων διενοεῖτο χω ρεῖν. Ἰουστινιανὸς δὲ τοῦτο μαθὼν Βελισάριον αὖθιςἐκ τῶν ἑσπερίων ἐληλυθότα κατ' αὐτοῦ ἔπεμψεν. ὁ δὲ ἵπποις δημοσίοις ἐπιβὰς τάχει πολλῷ εἰς τὴν Εὐφρατησίαν ἀφίκετο. ἀκούσας δὲ τοὺς τῆς ἀνατολῆς φύλακας καὶ τοὺς στρατηγοὺς ἐν ταῖς πόλεσι καταφυγόντας εἶναι, καὶ αὐτὸν ἐπὶ παραφυλακὴν προσκαλουμένων Ἱεραπόλεως, λίαν τούτους ὁ Βελισάριος κατεμέμψατο, καὶ γρά φει οὐ δίκαιον εἶναι μίαν πόλιν φυλάττειν καὶ τοὺς ἐχθροὺς ἀφιέ ναι ἐπὶ τὴν τῶν Ῥωμαίων χώραν μετὰ ἀδικίας βαδίζειν καὶ τὰς τῆς βασιλείας πόλεις λυμαίνεσθαι. "εὖ γὰρ ἴστε ὅτι τὸ μετ' ἀρε 1.653 τῆς ἀπολωλέναι τοῦ σεσῶσθαι ἀμαχητὶ δυσκλεῶς ἄμεινον· οὐ γὰρ ἂν σωτηρία τοῦτο κληθείη, ἀλλὰ προδοσία δικαίως. ἥκετε οὖν τάχιστα εἰς Εὔρωπον τὸ χωρίον, οὗ δὴ συλλέξας τὸ στράτευμα ὅλον, ὡς ἂν ὁ θεὸς θέλῃ, ἐλπίδα ἔχω τοὺς πολεμίους ἐργάζε σθαι." καὶ τούτου γενομένου ὁ Χοσρόης τὸ ἐξαίφνης τῆς τοῦ Βελισαρίου παρουσίας ἀκούσας ἐξέστη, καὶ πρόσω μὲν ἐλαύνειν οὐκ ἔγνω, Ἀβανδάζην δὲ τὸν γραμματέα, ἄνδρα συνετόν, πρὸς Βελισάριον ἔπεμψε, τόν τε στρατηγὸν κατασκεψόμενον καὶ τὸ στρατόπεδον, καὶ τῷ λόγῳ δῆθεν μεμψόμενον ὅτι Ἰουστινιανὸς ὁ βασιλεὺς τοὺς πρέσβεις ἐν Περσίδι οὐκ ἔπεμψε τὴν εἰρήνην πρυ τανεύσοντας. ὁ δὲ Βελισάριος μαθὼν τοὺς πρέσβεις ἥκειν, αὐτὸς μὲν ἑξακισχιλίους ἐπιλεξάμενος ἄνδρας εὐμήκεις τε καὶ τῷ σώματι καλοὺς ἄποθεν τοῦ στρατοπέδου κυνηγήσων ἐξῄει, Διογένην δὲ τὸν δορυφόρον καὶ Ἀδούλιον ἄνδρα Ἀρμένιον τὸν ποταμὸν διαβῆναι σὺν ἱππεῦσι χιλίοις ἐκέλευσεν ὡς ψηλαφήσοντας τὴν τοῦ ποταμοῦ διάβασιν. Βελισάριος δὲ ἐπεὶ τὸν πρεσβευτὴν ἐγγὺς ἐρχόμενον ἔγνω, τὸν παπυλεῶνα ἐπήξατο ἐν χωρίῳ ἐρήμῳ, παρα δηλῶν ὅτι οὐδεμιᾷ παρασκευῇ ἐνταῦθα ἥκει· τοῖς τε στρατιώταις ἐπέταξε τῆς μὲν καλύβης ἐφ' ἑκάτερα εἶναι, Θρᾷκάς τε καὶ Ἰλ λυριοὺς Γότθους τε καὶ Ἑλούρους, μεθ' οὓς Οὐανδήλους τε καὶ Μαυρουσίους, μὴ εἰς τὸ πεδίον ἐπὶ πλεῖστον ὡς διακονοῦντας ἵστασθαι οὐδ' εἰς ἕνα τόπον, ἀλλὰ βαδίζειν εἱλισσομένους ὡς κυνηγετοῦντας, καὶ παρέργως τῷ δοκεῖν τὸν Χοσρόου πρεσβευτὴν 1.654 βλέπειν. διεζωσμένοι τε ἐβάδιζον καὶ φαιδροὶ τὰ πρόσωπα, πε λέκεις τε καὶ μοναύλους βαστάζοντες. ὁ δὲ Ἀβανδάζης εἰς ὄψιν Βελισαρίῳ ἐλθὼν λυπεῖσθαι τὸν Χοσρόην ἔφασκεν, ὅτι δὴ καθὰ συνέθετο οὐκ ἔπεμψε Ἰουστινιανὸς πρέσβεις πρὸς εἰρήνην, καὶ ἠνάγκασε Χοσρόην κατὰ Ῥωμαίων
PG 121:713στρατεύσασθαι. Βελισάριος δὲ ἀντ' οὐδενὸς τούτους τοὺς λόγους ἐποιεῖτο, τὸν Χοσρόην λέγων αἴτιον εἶναι τοῦ πολέμου· εἰ γὰρ εἰρήνης ἐφίετο, οὐκ ἂν εἰς τὴν Ῥωμαίων γῆν ἀφικόμενος ταύτην ἐζήτει, ἀλλ' εἰς τὴν ἰδίαν χώραν μένων τοὺς πρέσβεις ἐξεδέχετο. καὶ ταῦτα εἰπὼν τὸν πρεσβευτὴν ἀπεπέμψατο. ὁ δὲ πρὸς Χοσρόην ἀφικόμενος ἔφη στρατηγὸν ἑωρακέναι Βελισάριον συνετὸν καὶ ἀνδρεῖον ὑπέραγαν, στρατιώτας δὲ οἵους αὐτὸς ἄλλους οὐπώποτ' εἶδον, ὧν τὴν εὐκοσμίαν ἐθαύ μασα. καὶ συνεβούλευσε Χοσρόην μὴ συμπλέκεσθαι εἰς μάχην μετ' αὐτοῦ, ὅπως μὴ ἡττηθέντος αὐτοῦ τὸ πᾶν διαπέσῃ τῆς τῶν Περσῶν βασιλείας, ἐν γῇ Ῥωμαίων ὑπάρχοντος καὶ φυγῆς τόπον μὴ ἔχοντος. καὶ τὸ νικᾶν αὐτὸν οὐ μέγα· στρατηγὸν γὰρ Ῥω μαίων νικήσειεν. ὁ δὲ Χοσρόης τῇ τούτου παραινέσει πεισθεὶς ἀναστρέφειν εὐθὺς ἐπὶ τὰ ἴδια διενοεῖτο· ἐφοβεῖτο γὰρ τὴν διά βασιν τοῦ ποταμοῦ ποιήσασθαι ὡς τῶν Ῥωμαίων ταύτην κατεχόν των. καὶ πρὸς Βελισάριον πέμπει παρακαλῶν τοὺς τὸν ποταμὸν διαβάντας ἀναστεῖλαι, καὶ τούτῳ τὴν πάροδον ἀκωλύτως παρέ ξειν. Βελισάριος δὲ πρὸς αὐτὸν εὐθὺς πρέσβεις ἔπεμψε, καὶ τοῦτον τῆς ἀναχωρήσεως ἐπῄνεσε, καὶ πρέσβεις ἐκ τοῦ βασιλέως συντόμως ἥκειν διεβεβαιοῦτο, ὅπως τὴν εἰρήνην βραβεύσωσιν. 1.655 ἠξίου δὲ Χοσρόης Βελισάριον διὰ τῆς τῶν Ῥωμαίων γῆς τὴν πάρο δον ποιήσασθαι ἀκινδύνως· ὁ δὲ Ἰωάννην τὸν Ἐδεσηνόν, ἄνδρα περιφανέστατον, ὅμηρον τῷ Χοσρόῃ ἀπέστειλε πρὸς τὸ ἀκινδύνως παρελθεῖν αὐτὸν τὴν τῶν Ῥωμαίων χώραν. οἱ δὲ Ῥωμαῖοι Βελισάριον ἐν εὐφημίαις εἶχον μᾶλλον ἐνευδοκιμήσαντα ἐν τούτῳ τῷ ἔργῳ ἢ ὅτε Γιλίμερα δορυάλωτον καὶ Οὐιττίγην τοὺς δύο βασιλεῖς εἰς τὸ Βυζάντιον ἤγαγεν. ἦν γὰρ ὡς ἀληθῶς λόγου τε καὶ ἐπαί νου ἄξιον τὸ γενόμενον· πεφοβημένων γὰρ τῶν Ῥωμαίων καὶ ἐν τοῖς ὀχυρώμασι κρυπτομένων πάντων, Χοσρόου δὲ σὺν στρατῷ μεγάλῳ ἐν μέσῳ γεγονότος τῆς τῶν Ῥωμαίων ἀρχῆς, ἄνδρα ἕνα ἐν τῷ ὀξεῖ δρόμῳ ἐκ Βυζαντίου ἥκοντα ἀπεναντίας τοῦ τῶν Περ σῶν βασιλέως στρατοπεδεύσασθαι, Χοσρόην δὲ ἐκ τοῦ ἀπροσδοκήτου τῇ τούτου σοφίᾳ ἐξαπατηθέντα ἄπρακτον εἰς τὰ οἰκεῖα ὑποχωρῆσαι. Τῷ δ' αὐτῷ ἔτει Τιμοθέου ἐπισκόπου Ἀλεξανδρείας τελευ τήσαντος, Σεβῆρος ὁ δυσσεβὴς Ἀντιοχείας μοιχὸς καὶ Ἰουλιανὸς Ἁλικαρνασεὺς ἐν Ἀλεξανδρείᾳ φυγόντες, περὶ φθαρτοῦ καὶ ἀφθάρτου διενεχθέντες, κατ' ἀλλήλων γεγόνασιν ὡς ἀληθείας ὄντες ἀλλό τριοι. καὶ οἱ μὲν Θεοδόσιον οἱ δὲ Γαϊνᾶν προβάλλονται εἰς ἐπίσκοπον Ἀλεξανδρείας. καὶ Γαϊνᾶς μὲν ἐκράτησε τῆς ἐπισκοπῆς ἐνιαυτόν, ὁ δὲ Θεοδόσιος δύο. τούτους δὲ Ἰουστινιανὸς ἤγαγεν εἰς τὸ Βυ ζάντιον, καὶ ἀπ' ἀλλήλων ἐχώρισε. Παῦλον δέ τινα δοκοῦντα εἶναι ὀρθόδοξον ἐπίσκοπον Ἀλεξανδρείας προεβάλετο· ὃς τὴν μνή μην Σεβήρου τοῦ ἀνιεροῦ ποιήσας ἐξεβλήθη τῆς ἐπισκοπῆς δι' 1.656 ὀργὴν τοῦ βασιλέως, καὶ ἀπελθὼν διέτριβεν εἰς Ἱεροσόλυμα. τούτῳ τῷ ἔτει σεισμὸς ἐγένετο μέγας ἐν Κωνσταντινουπόλει, καὶ ἔπεσον ἐκκλησίαι καὶ οἶκοι καὶ τὸ τεῖχος μάλιστα τὸ κατὰ τὴν χρυσῆν πόρταν, καὶ ἡ λόγχη τοῦ ἀνδριάντος τοῦ φόρου, καὶ ἡ δεξιὰ χεὶρ τοῦ ἀνδριάντος τοῦ Ξηρολόφου. Τῷ ιεʹ ἔτει Ἀδὰδ ὁ τῶν Ἀξουμιτῶν βασιλεὺς βουλόμενος πολεμῆσαι μετὰ Δαμιανοῦ τοῦ βασιλέως τῶν Ἑβραίων διὰ τὸ ἀποκτεῖναι τὸν Δαμιανὸν τοὺς Χριστιανοὺς πραγματευτάς, ηὔξατο ὡς ἐὰν νικήσω τὸν Ὁμηρίτην, ἵνα γένωμαι Χριστιανός. καὶ τοῦ πολέμου κροτηθέντος τῇ τοῦ θεοῦ συνεργείᾳ ἐνίκησε τοὺς Ἑβραίους, καὶ ἔλαβε ζῶντα αἰχμάλωτον τὸν Δαμιανὸν τὸν βασιλέα αὐτῶν καὶ τὴν χώραν καὶ τὰ βασίλεια αὐτῶν. καὶ εὐχαριστήσας τῷ θεῷ, πέμπει πρὸς τὸν βασιλέα Ἰουστινιανὸν ὡς ἀποστείλῃ αὐτοῖς ἐπι σκόπους καὶ κληρικούς. καὶ ἐπίστευσε πᾶσα ἡ χώρα καὶ ἐβαπτί σθη, καὶ ἐγένοντο Χριστιανοί. Τῷ ι ʹ ἔτει, μηνὶ Σεπτεβρίῳ ʹ, ἡμέρᾳ αʹ, ἰνδικτίωνι ζʹ, γέγονε σεισμὸς μέγας εἰς ὅλον τὸν κόσμον, καὶ ἐπτώθη τὸ ἥμισυ τῆς Κυζίκου. ἐπληρώθη δὲ καὶ ὁ χαλκοῦς κίων ὁ μέγας ὁ Αὐ γουστίων, καὶ ἀνηνέχθη ἡ στήλη τοῦ Ἰουστινιανοῦ ἔφιππος, κρα τοῦσα τῇ μὲν
PG 121:717ἀριστερᾷ χειρὶ μῆλον σφαιροειδὲς ὡς τῆς γῆς ἁπά σης αὐτοῦ κυριεύσαντος, τὴν δεξιὰν δὲ ἀνατεταμένην ἔχουσα καὶ οἱονεὶ Πέρσαις διακελευομένην "στῆτε καὶ τῆς Ῥωμαίων γῆς μὴ ἐπιβῆτε." ὁ δὲ περὶ αὐτὸν τὸν κίονα χαλκὸς ἅπας κέραμος ἦν 1.657 διάχρυσος, τὴν εἴσοδον τοῦ παλατίου Κωνσταντίνου τοῦ μεγάλου βασιλέως ἐπικαλύπτων, ἥτις καὶ μέχρι τοῦ νῦν χαλκῆ προσαγο ρεύεται. οὗτος δέ ἐστιν ὁ κίων ὁ λεγόμενος Αὐγουστίων. Τῷ ιζʹ ἔτει ἀνεφάνη τις χαλκεὺς Ἀνδρέας ὀνόματι, ἔχων μεθ' ἑαυτοῦ κύνα ξανθὸν καὶ τυφλόν, ὃς ἐποίει τέρατα. παρε στῶτος γὰρ αὐτῷ ὄχλου, λάθρᾳ τοῦ κυνὸς ἐκομίζετο τὰ τῶν ἑστώτων δακτυλίδια, χρυσᾶ τε καὶ ἀργυρᾶ καὶ σιδηρᾶ, καὶ ἐτίθη εἰς τοὔδαφος περισκέπων αὐτὰ χώματι, καὶ ἐπέτρεπε τὸν κύνα, καὶ ἐλάμβανε καὶ ἐδίδου ἑκάστῳ τὸ ἴδιον. ὁμοίως καὶ διαφόρων βασιλέων νομίσματα μιγνύμενα ἀπεδίδου κατ' ὄνομα. ἀλλὰ καὶ τῶν παρεστώτων ἀνδρῶν τε καὶ γυναικῶν ἀπεδείκνυε τὰς ἐν γα στρὶ ἐχούσας καὶ πόρνους καὶ μοιχοὺς καὶ ἐλεήμονας καὶ κνιπούς· πάντας μετὰ ἀληθείας ἐδείκνυεν. ὅθεν ἔλεγον τὸν κύνα πνεῦμα Πύθωνος ἔχειν. Τῷ ιηʹ ἔτει ἐπανέστη ἡ θάλασσα τῇ Θρᾴκῃ ἐπὶ μίλια δʹ, καὶ ἐκάλυψεν αὐτὴν ἐπὶ τὰ μέρη Ὀδησοῦ καὶ Διονυσιούπολιν καὶ τὸ Ἀφροδίσιον, καὶ πολλοὶ ἐπνίγησαν ἐν τοῖς ὕδασι· καὶ πάλιν τῷ τοῦ θεοῦ προστάγματι ἀποκατέστη ἡ θάλασσα εἰς τοὺς ἰδίους τόπους. Τῷ ιθʹ ἔτει γέγονε λεῖψις σίτου καὶ οἴνου, καὶ χειμὼν πολὺς ἐν τῷ Βυζαντίῳ, καὶ διαστροφὴ τοῦ ἁγίου πάσχα, καὶ ἐποίησαν οἱ δῆμοι τὴν ἀπόκρεων μηνὶ Φεβρουαρίῳ δʹ. ὁ δὲ βασιλεὺς προσέταξεν ἑτέραν ἑβδομάδα παραθεῖναι κρέας, καὶ πάντων τῶν κρεωπώλων προβαλόντων οὐδεὶς ἠγόρασεν οὐδὲ ἤσθιον. τὸ δὲ 1.658 πάσχα γέγονε κατὰ τὸ βασιλικὸν πρόσταγμα, καὶ εὑρέθη ὁ λαὸς νηστεύσας ἑβδομάδα περισσήν. Τῷ κʹ ἔτει παρελήφθη ἡ Ῥώμη ὑπὸ τῶν Γότθων, ὁ δὲ πά πας Βιγίλιος ἀνῆλθεν ἐν Κωνσταντινουπόλει. τῷ δ' αὐτῷ ἔτει, τῷ σαββάτῳ τῆς πεντηκοστῆς, ἱππικοῦ γενομένου γέγονε μάχη τῶν δύο μερῶν, καὶ ἀποστείλας ὁ βασιλεὺς ἀνεῖλε πολλοὺς ἐξ αὐτῶν. Τῷ καʹ ἔτει γεγόνασι σεισμοὶ φοβεροὶ καὶ βροχαὶ μεγάλαι. μηνὶ Ἰουλίῳ ιαʹ ἐκοιμήθη ἡ βασιλὶς Θεοδώρα εὐσεβῶς. Τῷ κβʹ ἔτει γεγόνασι βρονταὶ καὶ ἀστραπαὶ ὑπὲρ φύσιν, ὥστε πολλοὺς καθεύδοντας ὑπὸ τῶν ἀστραπῶν βλαβῆναι. τῷ Ἰουλίῳ μηνὶ γέγονε πάλιν συμβολὴ ἐξ ἀμφοτέρων τῶν τοῦ δήμου μερῶν, καὶ ἐμπρησμός, ὃς ἠφάνισε τὰ ἐντυχόντα ἀπὸ τοῦ χαλκοῦ τετραπύλου ἕως τῆς ἐκκλησίας, καὶ ἐγένετο φόνος πολύς. καὶ προκένσου γενομένου ἐν τῷ Ἑβδόμῳ ἀπώλεσαν οἱ βεστιαρῖται τὸ στέμμα τοῦ βασιλέως. καὶ μετὰ μῆνας ηʹ εὑρέθη, ὅπου καὶ ἓν μαργαριτάριον, καὶ ἡ λίθος αὐτοῦ πᾶσα. Τῷ κγʹ ἔτει ἀχθέντος ἱππικοῦ πρεσβευτὴς Ἰνδῶν ἦλθεν ἐν Κωνσταντινουπόλει φέρων ἐλέφαντα, ὃς ἐξελθὼν νυκτὸς ἀπὸ τοῦ στάβλου πολλοὺς ἐφόνευσε καὶ ἄλλους ἐκύλλωσε. τῷ δὲ Ἀπριλ λίῳ μηνὶ ἱππικοῦ γενομένου συμβολὴ τῶν δήμων πάλιν ἐγένετο, καὶ πολλοὶ ἀπέθανον, καὶ οἶκοι καὶ ἐργαστήρια διηρπάγησαν. τῷ 1.659 δὲ Ἰουνίῳ μηνὶ κηʹ γέγονε τὰ ἐγκαίνια τοῦ ναοῦ τῶν ἁγίων ἀπο στόλων καὶ ἡ κατάθεσις τῶν ἁγίων λειψάνων Ἀνδρέου Λουκᾶ καὶ Τιμοθέου τῶν ἀποστόλων. Τῷ κδʹ ἔτει ἐπέμφθη Ναρσῆς ὁ κουβικουλάριος εἰς Ῥώμην πολεμῆσαι τοῖς Γότθοις· μετὰ γὰρ τὸ κρατῆσαι αὐτὴν Βελισάριον, πάλιν ἐπανέστησαν οἱ Γότθοι καὶ ἐκράτησαν αὐτήν. τῇ δὲ θʹ τοῦ Ἰουλίου μηνὸς ἐγένετο σεισμὸς φοβερὸς ἐν πάσῃ τῇ Παλαι στίνῃ καὶ Ἀραβίᾳ καὶ Μεσοποταμίᾳ καὶ Συρίᾳ καὶ Φοινίκῃ, καὶ ἔπαθον πόλεις πολλαί, καὶ ἀπέθανον ἀνθρώπων πλήθη πολλά. ἐν δὲ τῇ πόλει Βότρυος ἀπεσπάσθη ἐκ τοῦ παρακειμένου τῇ θα λάσσῃ ὄρους τοῦ λεγομένου Λιθοπροσώπου μέρος πολύ, καὶ εἰσ ήχθη εἰς τὴν θάλασσαν, καὶ ἀπετέλεσε λιμένα μέγαν, ὡς εἰσέρχε σθαι ἐν αὐτῷ πλοῖα πολλὰ παμμεγέθη· πρὸ γὰρ τούτου οὐκ εἶχε λιμένα. ἔφυγε δὲ ἡ θάλασσα εἰς τὸ πέλαγος μίλιον ἕν, καὶ πάλιν τῇ τοῦ θεοῦ κελεύσει ἀποκατέστη. τῷ Αὐγούστῳ μηνὶ ἦλθον
PG 121:719ἐπινίκια ἀπὸ Ῥώμης τοῦ Ναρσῆ, ὡς ὅτι ἔσφαξαν οἱ Ῥωμαῖοι τὸν ῥῆγα Τώτιλαν καὶ ἔλαβον τὴν Ῥώμην. Τῷ κεʹ ἔτει τῆς βασιλείας Ἰουστινιανοῦ γέγονεν ἡ ἁγία καὶ οἰκουμενικὴ εʹ σύνοδος τῶν ρξεʹ ἁγίων πατέρων ἐν Κωνσταντινου πόλει, ἐπὶ Βιγιλίου τοῦ ἁγιωτάτου πάπα Ῥώμης, διὰ λιβέλλου τὴν ὀρθὴν πίστιν τηροῦντος· ἧς ἡγοῦντο Εὐτύχιος Κωνσταντινου πόλεως, Ἀπολινάριος Ἀλεξανδρείας καὶ Δόμνος Ἀντιοχείας, τοποτηρητὴς δὲ Εὐτύχιος Ἱεροσολύμων, κατὰ Σεβήρου τοῦ ἀκεφάλου 1.660 καὶ δυσσεβοῦς. ἀπέχει δὲ τῆς δʹ συνόδου ἔτη ρβʹ. ἀλλὰ καὶ κατὰ τοῦ παράφρονος Ὠριγένους καὶ τῶν τὰ ἐκείνου ἀσεβῆ δό γματα διαδεξαμένων, Διδύμου τοῦ ἀπὸ ὀμμάτων καὶ Εὐαγρίου, τῶν πάλαι ἀκμασάντων, καὶ τῶν ἐκτεθέντων παρ' αὐτοῖς κεφα λαίων, ἐν οἷς ἐληρώδουν προϋπάρχειν τὰς ψυχὰς τῶν σωμάτων, ἐξ Ἑλληνικῶν ὁρμώμενοι δογμάτων τὴν μετεμψύχωσιν δοξαζόν των, τέλος τε τῆς κολάσεως, καὶ τὰ σώματα ἡμῶν μὴ ἀνίστα σθαι τὰ αὐτὰ ἐν τῇ ἀναστάσει, καὶ τὴν τῶν δαιμόνων εἰς τὸ ἀρ χαῖον ἀποκατάστασιν, τὸν δὲ παράδεισον ἀλληγορούντων, καὶ μὴ γεγενῆσθαι μήτε εἶναι ὑπὸ τοῦ θεοῦ αἰσθητόν, μήτε ἐν σαρκὶ πλασθῆναι τὸν Ἀδάμ. ἅτινα δόγματα ἕως χρόνου τὸ πλέον ἐκρύ πτετο, εἰς πλῆθος δὲ ἐπιδιδόντα καὶ πολλοὺς τῆς ἐκκλησίας λυ μαινόμενα τηνικαῦτα στηλιτευθέντα ἀνεθεματίσθησαν. ἔτι δὲ καὶ κατὰ Θεοδώρου τοῦ Μόψου ἑστίας, διδασκάλου γεγονότος τοῦ Νεστορίου τοῦ Ἰουδαιόφρονος, ἀνεθεμάτισαν μετὰ τῆς λεγο μένης Ἴβα ἐπιστολῆς καί τινων συγγραμμάτων Θεοδωρήτου τοῦ ἐπισκόπου Κύρου, συγγραφέντων κατὰ τῶν ιβʹ κεφαλαίων τοῦ μακαρίου Κυρίλλου. Τὸ δὲ γράμμα τοῦ βασιλέως Ἰουστινιανοῦ πρὸς τὴν ἁγίαν σύνοδον περιέχει οὕτως "περὶ μὲν οὖν Ὠριγένους καὶ τῶν ὁμοφρό νων αὐτοῦ σπουδὴ γέγονεν ἡμῖν, καὶ ἔστιν ἀτάραχον τὴν ἁγίαν τοῦ θεοῦ καὶ ἀποστολικὴν ἐκκλησίαν διαφυλάττεσθαι δίκαιον, καὶ τὰ ὁπωσοῦν ἀναφυόμενα τῇ ὀρθοδόξῳ πίστει ἐναντία κατακρίνε 1.661 σθαι. ἐπεὶ τοίνυν διέγνωσται ἡμῖν ὥς τινες ἐν Ἱεροσολύμοις εἰσὶ μοναχοὶ δήπουθεν Πυθαγόρᾳ καὶ Πλάτωνι καὶ Ὠριγένει τῷ Ἀδαμαντίῳ καὶ τῇ τούτων δυσσεβείᾳ καὶ πλάνῃ κατακολουθοῦντες καὶ διδάσκοντες, δεῖν ᾠήθημεν φροντίδα καὶ ζήτησιν ποιήσασθαι περὶ τούτων, ἵνα μὴ τέλεον διὰ τῆς Ἑλληνικῆς καὶ Μανιχαϊκῆς ἀπάτης αὐτῶν πολλοὺς ἀπολέσωσι. λέγουσι γάρ, ἵνα ἐκ τῶν πολ λῶν ὀλίγα μνημονεύσωμεν, ὅτι νόες ἦσαν δίχα παντὸς ἀριθμοῦ τε καὶ ὀνόματος, ὡς ἑνάδα πάντων εἶναι τῶν λογικῶν τῇ ταυτότητι τῆς οὐσίας καὶ ἐνεργείας καὶ τῇ δυνάμει τῇ πρὸς τὸν θεὸν λόγον ἑνώσει τε καὶ γνώσει. καὶ ὡς κόρον αὐτῶν λαμβανόντων τῆς θείας ἀγάπης καὶ θεωρίας, κατὰ ἀναλογίαν τῆς ἐπὶ τὸ χεῖρον ἑκάστου τροπῆς λεπτομερέστερα ἢ καὶ παχύτερα σώματα ἀμφιά σασθαι καὶ ὀνόματα κληρώσασθαι, κἀντεῦθεν τὰς οὐρανίους καὶ λειτουργικὰς ὑποστῆναι δυνάμεις. ἀλλὰ μὴν καὶ ἥλιον καὶ σελή νην καὶ τοὺς ἀστέρας, καὶ αὐτὰ τῆς αὐτῆς τῶν λογικῶν ἑνάδος ὄντα, ἐκ τῆς ἐπὶ τὰ χείρω τροπῆς τοῦτο γεγονέναι ὅπερ εἰσί. τὰ δὲ ἐπὶ πλεῖον τῆς θείας ἀποψυγέντα λογικὰ ψυχὰς ὀνομασθῆναι καὶ σώμασι παχυτέροις τοῖς καθ' ἡμᾶς ἐμβληθῆναι. τὰ δὲ ἐπὶ τὸ ἄκρον τῆς κακίας ἐληλακότα ψυχροῖς καὶ ζοφεροῖς ἐνδεθῆναι σώμασι, καὶ δαίμονας ὀνομασθῆναι γενόμενα. καὶ ὅτι ἐξ ἀγγελι κῆς μὲν καταστάσεως ψυχικὴ γίνεται κατάστασις, ἐκ δὲ τῆς ψυ χικῆς δαιμονιώδης τε καὶ ἀνθρωπίνη. ἕνα δὲ μόνον νοῦν ἐκ πάσης τῆς ἑνάδος τῶν λογικῶν ἀκλόνητον μεῖναι καὶ ἀκίνητον τῆς θείας 1.662 ἀγάπης καὶ θεωρίας, ὃς καὶ Χριστὸς βασιλεὺς καὶ ἄνθρωπος γεγονέναι. καὶ ὅτι παντελής ἐστι τῶν σωμάτων ἀναίρεσις, αὐτοῦ τοῦ κυρίου πρώτου ἀποτιθεμένου τὸ ἴδιον σῶμα καὶ τῶν λοιπῶν ἁπάντων. καὶ ὅτι ἀνακομίζονται πάλιν ἅπαντες εἰς τὴν αὐτὴν ἑνάδα καὶ γίνονται νόες, καθὰ καὶ ἐν ᾗ προϋπάρξει ἐτύγχανον, ἀποκαθ ισταμένου δηλονότι καὶ αὐτοῦ τοῦ διαβόλου καὶ τῶν λοιπῶν δαι μόνων εἰς τὴν αὐτὴν ἑνάδα, καὶ τῶν ἀσεβῶν καὶ
PG 121:721ἀθέων ἀνθρώ πων μετὰ τῶν θείων καὶ θεοφόρων ἀνδρῶν καὶ τῶν οὐρανίων δυνάμεων, καὶ τὴν αὐτὴν ἑξόντων ἕνωσιν πρὸς τὸν θεὸν ὁποίαν ἔχει καὶ ὁ Χριστός, καθὼς καὶ προϋπῆρχεν, ὡς μηδεμίαν εἶναι διαφορὰν τῷ Χριστῷ πρὸς τὰ λοιπὰ λογικὰ παντελῶς, οὔτε τῇ οὐσίᾳ οὔτε τῇ γνώσει οὔτε τῇ δυνάμει οὔτε τῇ ἐνεργείᾳ. ὁ γάρ τοι Πυθαγόρας ἀρχὴν τῶν πάντων ἔφησεν εἶναι τὴν μονάδα· καὶ πάλιν Πυθαγόρας καὶ Πλάτων δῆμόν τινα ψυχῶν ἀσωμάτων εἰπόντες, καὶ τὰς ἁμαρτάδι τινὶ περιπεσούσας τιμωρίας χάριν εἰς σώματα καταπέμπεσθαι λέγουσιν. ὅθεν ὁ Πλάτων δέμας τὸ σῶμα καὶ σῆμα ἐκάλεσεν, ὡς οἱονεὶ τῆς ψυχῆς ἐν τούτῳ δεδεμένης καὶ τεθαμμένης. εἶτα περὶ τῆς ἐσομένης κρίσεως καὶ ἀνταποδό σεως τῶν ψυχῶν αὖθις φησίν «ἡ μὲν παιδεραστήσαντος καὶ κακῶς βιώσαντος μετὰ φιλοσοφίας ψυχὴ τρίτῃ περιόδῳ τῇ χιλιετεῖ ἐᾶται κολασθῆναι, καὶ οὕτω πτερωθεῖσα τῷ χιλιοστῷ ἔτει ἐκβάλλεται καὶ ἀπέρχεται· αἱ δὲ ἄλλαι ὁπόταν τόνδε τὸν βίον τελέσωσιν, αἱ μὲν εἰς τὰ ὑπὸ γῆν δικαιωτήρια ἐλθοῦσαι δίκην ἅμα καὶ λόγον 1.663 τίσουσιν, αἱ δὲ εἰς οὐράνιόν τινα τόπον κουφισθεῖσαι ὑπὸ τῆς δί κης διάξουσιν ἀξίως, καθὼς ἐβίωσαν.» οὗ τὴν ἀτοπίαν τοῦ λόγου καταμαθεῖν ῥᾴδιον· τίς γὰρ αὐτὸν ἐδίδαξε τὰς τῶν ἐτῶν περιό δους καὶ χιλιάδας; καὶ ὅτι χιλίων διεληλυθότων, τότε τῶν ψυχῶν ἑκάστη εἰς τὸν ἴδιον ἀπέρχεται χῶρον; τὰ δὲ μεταξὺ τού των οὐδὲ τοῖς ἄγαν ἀσελγεστάτοις ἥρμοττε λέγειν, μήτοι γε φιλο σόφῳ τοιούτῳ· τοῖς γὰρ τὴν ἀκραιφνῆ πολιτείαν κατωρθωκόσι τοὺς ἀκολάστους καὶ παιδεράστας συνέζευξε, καὶ τούτους κἀκεί νους τῶν αὐτῶν ἔφησεν ἀπολαύσεσθαι. Πυθαγόρας τοίνυν καὶ Πλάτων καὶ Πλωτῖνος καὶ οἱ τῆς ἐκείνων συμμορίας ἀθανάτους εἶναι τὰς ψυχὰς συνομολογήσαντες προϋπάρχειν ταύτας ἔφησαν τῶν σωμάτων, καὶ δῆμον εἶναι ψυχῶν, καὶ τὰς πλημμελούσας εἰς σώματα καταπίπτειν, ὡς ἔφην, καὶ τοὺς μὲν πικροὺς εἰς πονη ρούς, τοὺς δὲ ἁρπακτικοὺς εἰς λύκους, τοὺς δὲ δολεροὺς εἰς ἀλώπεκας, τοὺς δὲ θηλυμανεῖς εἰς ἵππους. ἡ δὲ ἐκκλησία τοῖς θείοις ἑπομένη λόγοις φάσκει τὴν ψυχὴν συνδημιουργη θῆναι τῷ σώματι, καὶ οὐ τὸ μὲν πρότερον τὸ δὲ ὕστερον κατὰ τὴν Ὠριγένους φρενοβλάβειαν. διὰ ταῦτα γοῦν τὰ πονηρὰ καὶ ὀλέθρια δόγματα, μᾶλλον δὲ ληρήματα, προτρέπομεν τοὺς ὁσιωτάτους ὑμᾶς εἰς ἓν συνηγμένους ἐπιμελῶς ἐντυχεῖν τῇ ὑποτεταγμένῃ ἐκθέσει, καὶ ἕκαστον τῶν αὐτοῦ κεφαλαίων κα τακρῖναί τε καὶ ἀναθεματίσαι μετὰ τοῦ δυσσεβοῦς Ὠριγένους καὶ πάντων τῶν τὰ τοιαῦτα φρονούντων ἢ φρονησόντων εἰς τέλος." 1.664 Ἅπερ δὴ λοιπὸν ἡ σύνοδος ἀκούσασα, καὶ πάντα βασανί σαντες οἱ θεῖοι πατέρες ἐξεβόησαν "ἀναθεματίζομεν ὅλοις τούτοις μετὰ πάντων τῶν τὰ τοιαῦτα φρονούντων ἢ φρονησόντων μέχρι τέλους." Ὡσαύτως δὲ καὶ περὶ Θεοδώρου τοῦ Μόψου ἑστίας καὶ τῶν λοιπῶν οὕτω πάλιν φησὶν ὁ βασιλικὸς τύπος." σπουδὴ γέγονε τοῖς ὀρθοδόξοις καὶ εὐσεβῶς προβεβασιλευκόσι τοῖς ἡμετέροις πα τράσι τὰς κατὰ καιρὸν ἀναφυομένας αἱρέσεις διὰ συνόδων ὁσιω τάτων ἱερέων ἐκκόπτειν, καὶ τῆς ὀρθῆς πίστεως καθαρῶς κηρυτ τομένης ἐν εἰρήνῃ τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν διαφυλάττειν. διόπερ καὶ Κωνσταντῖνος ὁ μέγας Ἀρείου βλασφημοῦντος καὶ λέ γοντος μὴ εἶναι τὸν υἱὸν ὁμοούσιον τῷ θεῷ καὶ πατρὶ ἀλλὰ κτίσμα καὶ ἐξ οὐκ ὄντων γεγονέναι, συναγαγὼν ἐν Νικαίᾳ τοὺς τιηʹ πατέ ρας καὶ αὐτὸς ἐκεῖ παραγενόμενος, καὶ τοῦ Ἀρείου καταδικασθέν τος καὶ ἀναθεματισθέντος, ἐσπούδασε τὴν ὀρθόδοξον κρατῦναι πίστιν, δι' ἧς ὁμολογήσαντες οἱ θεῖοι πατέρες ὁμοούσιον εἶναι τὸν υἱὸν τῷ θεῷ καὶ πατρί, ἀλλὰ μὴ κτίσμα καὶ ἐξ οὐκ ὄντων γεγο νέναι, μέχρι νῦν ᾄδεται. καὶ Θεοδόσιος δὲ ὁ πρεσβύτερος Μακε δονίου ἀρνουμένου τὴν θεότητα τοῦ ἁγίου πνεύματος, καὶ Ἀπο λιναρίου τοῦ μαθητοῦ αὐτοῦ βλασφημοῦντος εἰς τὴν οἰκονομίαν τοῦ θεοῦ λόγου, καὶ φάσκοντος νοῦν ἀνθρώπινον μὴ εἰληφέναι τὸν τοῦ θεοῦ λόγον ἀλλὰ σαρκὶ ἑνωθῆναι ψυχὴν ἄλογον ἐχούσῃ, συναγαγὼν ἐν Κωνσταντινουπόλει τοὺς ρνʹ πατέρας καὶ μετασχὼν
PG 121:725καὶ αὐτὸς τῆς συνόδου, καὶ τῶν εἰρημένων καθαιρεθέντων καὶ ἀναθεματισθέντων αἱρετικῶν μετὰ καὶ τῶν ἀσεβῶν αὐτῶν δογμά 1.665 των καὶ ὁμοφρόνων, παρεσκεύασε τὴν ὀρθόδοξον πίστιν κηρύττε σθαι. καὶ Θεοδόσιος δὲ ὁ νέος τοῦ ἀσεβοῦς Νεστορίου λέγοντος ἄλλον εἶναι τὸν θεὸν λόγον καὶ ἄλλον τὸν Χριστόν, καὶ τὸν μὲν φύσει υἱὸν τοῦ θεοῦ καὶ πατρὸς τὸν δὲ χάριτι υἱὸν ἀσεβῶς εἰσά γοντος, καὶ τὴν ἁγίαν Μαρίαν εἶναι θεοτόκον ἀρνουμένου, συνα γαγὼν τὴν προτέραν ἐν Ἐφέσῳ τῶν διακοσίων ἁγίων πατέρων σύνοδον καὶ ἀποστείλας ἄρχοντας ὀφείλοντας παρεῖναι τῇ συνόδῳ, προσέταξε καὶ τὸν Νεστόριον παραγενέσθαι καὶ κρίσιν ἐπ' αὐτὸν γενέσθαι, καὶ δὴ γενομένης ἀκριβοῦς ἐξετάσεως κατεδίκασαν Νεστόριον καὶ ἀνεθεμάτισαν σὺν τοῖς ὁμόφροσιν αὐτοῦ. τούτων δὲ οὕτω προελθόντων, ἐπαναστάντες Κυρίλλῳ τῷ πανοσιωτάτῳ οἱ τῆς ἐξαγίστου Νεστορίου μερίδος ἐσπούδασαν τό γε ἐπ' αὐτοῖς ἀνατρέψαι τὴν κατὰ Νεστορίου γεγενημένην κρίσιν. ἀλλ' οὖν γε Θεοδόσιος ὁ βασιλεὺς ἀντιλαμβανόμενος τῶν ὄντως ὀρθῶν κατὰ Νε στορίου καὶ τῶν πονηρῶν αὐτοῦ δογμάτων κριθέντων, παρεσκεύασε κρατεῖν γενναίως τὴν ἐπ' αὐτῷ γεγενημένην κρίσιν. καὶ γὰρ πρὸς τούτοις καὶ ἄλλα τινὰ κατὰ τοῦ θείου Κυρίλλου πρὸς τὸν βασιλέα καταφλυαρησάντων, γράφει πρὸς τὸν βασιλέα Κύριλλος τοιαῦτα. "ἐπειδήπερ ἐπυθόμην, ὦ εὐσεβέστατε βασιλεῦ, τῶν φιλολογεῖν εἰωθότων τινὰς ἀγρίων σφηκῶν δίκην περιβομβεῖν καὶ μοχθηροὺς ἐρεύγεσθαι κατ' ἐμοῦ λόγους, ὡς ἐξ οὐρανοῦ κατακομισθὲν καὶ οὐκ ἐκ τῆς ἁγίας παρθένου λέγοντος τὸ θεῖον σῶμα Χριστοῦ, καὶ μέντοι καὶ δύο υἱοὺς κατὰ Νεστόριον ὁμολογεῖν ἡμᾶς κατεφλυά 1.666 ρησαν, δεῖν ᾠήθημεν ὀλίγα περὶ τούτου πρὸς αὐτοὺς εἰπεῖν οὕτως. ὦ ἀνόητοι καὶ μόνον εἰδότες συκοφαντεῖν, πῶς εἰς τοῦτο παρήχθητε γνώμης καὶ τοσαύτην νενοσήκατε μανίαν; ἔδει γὰρ σαφῶς ἐννοεῖν ὅτι σχεδὸν ἅπας ἡμῖν ὁ ὑπὲρ τῆς πίστεως ἀγὼν συγκεκρότητο δια βεβαιουμένοις ὅτι θεοτόκος ἐστὶν ἡ ἁγία Μαρία. ἀλλ' ἐπείπερ ἐξ οὐρανοῦ καὶ οὐκ ἐξ αὐτῆς γεγεννῆσθαι τὸ θεῖον σῶμα τοῦ Χρι στοῦ λέγομεν, ὡς φασί, πῶς ἂν νοοῖτο θεοτόκος; τίνα γὰρ ὅλως τέτοκεν, εἰ μή ἐστιν ἀληθὲς ὅτι γεγέννηκε κατὰ σάρκα τὸν Ἐμμα νουήλ; γελάσθωσαν τοίνυν οἱ ταῦτα καὶ τὰ τοιαῦτα τὰ κατ' ἐμοῦ πεφλυαρηκότες. οὐ γὰρ ψεύδεται λέγων ὁ μακάριος Ἠσαΐας «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθ' ἡμῶν ὁ θεός.» ἀληθεύει δὲ πάντως καὶ ὁ ἀρχάγγελος Γαβριὴλ πρὸς τὴν παρθένον εἰπών «μὴ φοβοῦ Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ, καὶ ἰδοὺ συλ λήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.» ὅταν δὲ λέγωμεν ἄνωθεν ἐξ οὐρανοῦ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ οὐχ ὡς ἄνωθεν ἐξ οὐρανοῦ κατενεχθείσης τῆς ἁγίας αὐτοῦ σαρκὸς ταῦτα φαμέν, ἀλλ' ὡς ἑπόμενοι τῷ ἱερῷ Παύλῳ φάσκοντι «ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ὁ κύριος ἐξ οὐρανοῦ.» μεμνήμεθα δὲ καὶ αὐτοῦ τοῦ κυρίου λέγοντος «οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου.» καίτοι γεγέννηται κατὰ σάρκα, ὡς εἴρηται, ἐκ τῆς 1.667 ἁγίας παρθένου. ἐπειδὴ δὲ ὁ ἄνωθεν ἐξ οὐρανοῦ καταφοιτήσας θεὸς λόγος κεκένωκεν ἑαυτὸν μορφὴν δούλου λαβών, καὶ κεχρημάτικεν ἀνθρώπου υἱὸς μετὰ τοῦ μεῖναι ὃ ἦν, τουτέστι θεός (ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτος κατὰ φύσιν ἐστίν), ὡς εἷς ἤδη νοούμενος μετὰ τῆς ἰδίας σαρκὸς ἐξ οὐρανοῦ λέγεται κατελθεῖν. ὠνόμασται δὲ καὶ ἄν θρωπος ἐξ οὐρανοῦ, τέλειος ὢν ἐν θεότητι καὶ τέλειος ὁ αὐτὸς ἐν ἀνθρωπότητι, καὶ ὡς ἐν ἑνὶ προσώπῳ νοούμενος. εἷς γὰρ κύριος Ἰησοῦς Χριστός, κἂν τῶν φύσεων διαφορὰ μὴ ἀγνοῆται, ἐξ ὧν τὴν ἀπόρρητον ἕνωσίν φαμεν πεπρᾶχθαι. τοιγαροῦν ὁμολογοῦ μεν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ λόγον θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον, ἐκ ψυχῆς λογικῆς καὶ σώματος, πρὸ αἰώνων μὲν ἐκ τοῦ πατέρος γεννηθέντα
PG 121:727κατὰ τὴν θεότητα, ἐπ' ἐσχάτων δὲ τῶν ἡμε ρῶν τὸν αὐτὸν δι' ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μα ρίας τῆς παρθένου κατὰ τὴν ἀνθρωπότητα, ὁμοούσιον τῷ πατρὶ τὸν αὐτὸν κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρω πότητα. δύο γὰρ φύσεων ἕνωσις γέγονεν· ὅθεν ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα κύριον ὁμολογοῦμεν. κατὰ ταύτην οὖν τὴν τῆς ἀσυγχύτου ἑνώσεως ἔννοιαν ὁμολογοῦμεν καὶ τὴν ἁγίαν παρθένον ἀληθῶς θεοτόκον, διὰ τὸ τὸν θεὸν λόγον σαρκωθῆναι καὶ ἐναν θρωπῆσαι καὶ ἐξ αὐτῆς συλλήψεως ἑνῶσαι αὐτῷ τὸν ἐξ αὐτῆς ληφθέντα ναόν. καὶ εἰ δοκεῖ, δεξώμεθα εἰς παράδειγμα τὴν καθ' ἡμᾶς αὐτοὺς σύνθεσιν, καθ' ἥν ἐσμεν ἄνθρωποι. συντε θείμεθα γὰρ ἐκ ψυχῆς καὶ σώμανος, καὶ ὁρῶμεν φύσεις δύο, 1.668 ἑτέραν μὲν τοῦ σώματος ἑτέραν δὲ τῆς ψυχῆς. ἀλλ' εἷς ἐξ ἀμφοῖν καθ' ἕνωσιν ἄνθρωπος, καὶ οὐχὶ τὸ ἐκ δύο φύσεων συντεθεῖσθαι δύο ἀνθρώπους τὸν ἕνα νοεῖσθαι παρασκευάζει, ἀλλ' ἕνα τὸν ἄν θρωπον κατὰ σύνθεσιν, ὡς ἔφην, τὴν ἐκ ψυχῆς καὶ σώματος. ἐὰν γὰρ ἀνέλωμεν τὸ ὅτι ἐκ δύο καὶ διαφόρων φύσεων ὁ εἷς καὶ μόνος ἐστὶ Χριστός, ἀδιάσπαστος ὢν μετὰ τὴν ἕνωσιν, ἐροῦσιν οἱ δι' ἐναντίας «εἰ μία φύσις τὸ ὅλον, πῶς ἐνηνθρώπησεν, ἢ ποίαν ἰδίαν ἐποιήσατο σάρκα;» τοὺς δὲ λέγοντας ὅτι κρᾶσις ἢ σύγχυσις ἢ φυρμὸς ἐγένετο τοῦ θεοῦ λόγου πρὸς τὴν σάρκα, καταξιωσάτω σου ἡ θεοσέβεια προδήλως ἐπιστομίζειν." μετὰ δὲ ταῦτα Κυ ρίλλου τελευτήσαντος ἐπιφύεται μοναχός τις καὶ ἀρχιμανδρίτης Εὐτυχὴς ὀνομαζόμενος, καὶ ἀποσπᾷ κατόπιν αὐτοῦ μέρος οὐκ ὀλίγον τοῦ λαοῦ, κυρῶν τὰ Νεστορίου καὶ τὸ αὐτοῦ πονηρὸν δό γμα, φάσκων μὴ εἶναι τὴν σάρκα τοῦ κυρίου ἡμῖν ὁμοούσιον. καὶ δὴ πάλιν μετ' ὀλίγον διαβολικῆς ἰσχυσάσης χειρὸς ἑτέρα σύνο δος ἐν Ἐφέσῳ λῃστρικὴ καὶ οὐχ ὁσία γίνεται, παραπεμφθέντος ἐκεῖσε καὶ Φλαβιανοῦ Κωνσταντινουπόλεως, τὴν πᾶσαν ἐξουσίαν Διοσκόρου Ἀλεξανδρείας ἔχοντος· καὶ φονεύεται μὲν Φλαβιανὸς ὁ θεῖος, ὑπερμαχῶν τῆς ὀρθοδόξου πίστεως, ἀνατρέπεται δὲ ἡ ἐν Ἐφέσῳ πρώτη σύνοδος, ὑπογραψάντων φονικῇ βίᾳ τινῶν ἐπι σκόπων, ἐξ ὧν ὑπῆρχε Βασίλειος ὁ Σελευκείας. Κἀντεῦθεν τῶν τοῦ Νεστορίου καὶ Διοσκόρου καὶ Εὐτυχοῦς δημοσιευομένων πο 1.669 νηρῶν δογμάτων, καὶ πολλῆς ταραχῆς γινομένης μάλιστα ἐν τῇ ἀνατολῇ, φονεύεται Προτέριος ὁ μέγας ἱερεὺς καὶ ἕτεροι πλεῖστοι. τούτων οὖν οὕτως ἐχόντων ἀνίσταται θεόθεν Μαρκιανὸς ὁ βασι λεύς, καὶ συναγαγὼν ἐν Χαλκηδόνι τὴν τῶν χλʹ πατέρων σύνο δον, παρόντων Διοσκόρου καὶ Εὐτυχοῦς, μεθ' ὧν καὶ αὐτὸς πορευθείς, καταδικάζονται μὲν Διόσκορος καὶ Εὐτυχὴς καὶ Νε στόριος καὶ πάλιν ἀναθεματίζονται, Θεοδώρητον δὲ καὶ Ἴβαν καὶ Βασίλειον Σελευκείας ἐδέξαντο καθυπογράψαντας. καὶ τῆς λῃστρικῆς συνόδου ἀνατραπείσης καὶ ἀναθεματισθείσης, εἰς μίαν συμφωνίαν ἤγαγον πάντας οἱ θεῖοι πατέρες. τούτων δὲ τῶν τεσ σάρων συνόδων οὕτω γενομένων καὶ ἐπιβεβαιωθεισῶν καὶ κρατου σῶν ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ, οἱ τὰ Νεστορίου φρονοῦντες ἐσπού δασαν αὖθις τὴν αἵρεσιν αὐτῶν κρατῦναι ... τῆς Θεοδώρου τοῦ Μόψου ἑστίας ἀφορμῆς, πολλῷ χείρονα τοῦ μαθητοῦ αὐτοῦ Νε στορίου βλασφημήσαντος. ὅθεν τοίνυν καὶ ἡμεῖς ἀκολουθοῦντες τοῖς ἡμετέροις πατράσι, καὶ βουλόμενοι τὴν ὀρθὴν πίστιν ἀλώ βητον διαφυλάττεσθαι, προτρέπομεν καὶ τούτου τὰς βλασφημίας διεξετάσαντας κατ' αὐτοῦ καὶ τῶν ὁμοφρόνων αὐτοῦ ἀποφήνα σθαι. πρὸς γὰρ ταῖς ἄλλαις ἀναριθμήτοις αὐτοῦ δυσφημίαις εἰς Χριστὸν τὸν θεὸν ἡμῶν γενομέναις, ἄλλον εἶναι τὸν θεὸν λόγον καὶ ἄλλον τὸν Χριστόν, ὑπὸ τῶν τῆς ψυχῆς παθῶν καὶ τῶν τῆς σαρκὸς ἐπιθυμιῶν ἐνοχλούμενον, καὶ τῶν χειρόνων κατὰ μικρὸν ἀφιστάμενον πρὸς τὰ κρείττονα τῇ προκοπῇ τῶν ἔργων ἐληλυθέ ναι, καὶ τῇ ἀρίστῃ πολιτείᾳ γενόμενον ἄμωμον, καὶ ὡς ψιλὸν ἄν 1.670 θρωπον ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος βαπτισθῆναι, καὶ διὰ τοῦ βαπτίσματος τὴν χάριν τοῦ ἁγίου πνεύματος εἰληφέναι, καὶ
PG 121:729υἱοθεσίας ἠξιῶσθαι, καὶ καθ' ὁμοίωσιν βασιλι κῆς εἰκόνος εἰς πρόσωπον τοῦ θεοῦ λόγου τὸν Χριστὸν προσκυνεῖ σθαι, καὶ μετὰ τὴν ἀνάστασιν ἄτρεπτον ταῖς ἐννοίαις καὶ ἀνα μάρτητον γεγενῆσθαι. καὶ πρὸς τούτοις εἶπε τοιαύτην γεγενῆσθαι τὴν ἕνωσιν τοῦ θεοῦ λόγου πρὸς τὸν Χριστὸν ὁποίαν ὁ ἀπόστολος ἔφη περὶ τοῦ ἀνδρὸς καὶ τῆς γυναικός· ἔσονται οἱ δύο εἰς σάρκα μίαν. ἔτι δὲ προτρέπομαι ὑμᾶς ἐξετάσαι καὶ τὰ κακῶς γραφέντα παρὰ Θεοδωρήτου καὶ Ἴβα κατὰ τῆς ἐν Ἐφέσῳ πρώτης ἁγίας συνόδου, καὶ ὁμοίως τὰ κατ' αὐτοῦ ἀποφήνασθαι." Καὶ ταῦτα πάλιν ὡσαύτως οἱ θεῖοι πατέρες πολυπραγμονή σαντες ἀπεκρίθησαν "ἡ μὲν ἐν Χαλκηδόνι θεία σύνοδος Θεοδω ρήτου καὶ Ἴβα πολλὰ καταβοήσασα οὐκ ἄλλως αὐτοὺς ἐδέξατο, εἰ μὴ πρότερον ἀνεθεμάτισαν τὰ ἴδια πονηρὰ συγγράμματα καὶ Θεό δωρον καὶ Νεστόριον. ἡμεῖς δὲ κατακρίνομεν καὶ ἀναθεματίζομεν πρὸς τοῖς ἄλλοις ἅπασιν αἱρετικοῖς, τοῖς κατακριθεῖσι καὶ ἀνα θεματισθεῖσιν ὑπὸ τῶν εἰρημένων ἁγίων τεσσάρων συνόδων, καὶ Θεόδωρον γενόμενον ἐπίσκοπον Μόψου ἑστίας καὶ τὰ δυσσεβῆ συγγράμματα αὐτοῦ, καὶ μέντοι καὶ τὰ κακῶς παρὰ Θεοδωρήτου συγγραφέντα κατά τε τῆς ὀρθῆς πίστεως καὶ τῶν δώδεκα κεφα λαίων τοῦ ἐν ἁγίοις Κυρίλλου καὶ τῆς ἐν Ἐφέσῳ πρώτης ἱερᾶς συνόδου, καὶ ὅσα ὑπὲρ συνηγορίας Θεοδώρου καὶ Νεστορίου αὐτῷ γέγραπται. πρὸς τούτοις ἀναθεματίζομεν καὶ τὴν ἀσεβῆ ἐπιστο 1.671 λὴν τὴν λεγομένην παρὰ Ἴβα γεγράφθαι πρὸς Μάριν τὸν Πέρσην, τὴν ἀρνουμένην τὸν θεὸν λόγον ἐκ τῆς ἁγίας παρθένου τῆς θεοτό κου Μαρίας σαρκωθέντα ἄνθρωπον γεγενῆσθαι, καὶ τὸν θεσπέ σιον Κύριλλον ὡς αἱρετικὸν διαβάλλουσαν, καὶ μεμφομένην μὲν τὴν ἐν Ἐφέσῳ πρώτην ἁγίαν σύνοδον ὡς χωρὶς κρίσεως καὶ ζητή σεως τὸν Νεστόριον καθελοῦσαν, καὶ τὰ ιβʹ κεφάλαια τοῦ μακα ρίου Κυρίλλου διαπτύουσαν, ἐκδικοῦσαν δὲ Νεστόριον καὶ Θεό δωρον καὶ τὰ θεοστυγῆ αὐτῶν συγγράμματά τε καὶ δόγματα. διὸ δὴ τοίνυν τὰς μὲν τῶν αἱρετικῶν τούτων καὶ πάντων ἀθυροστόμους γλώσσας καὶ τὰς τούτων ἀσεβεστάτας συγγραφάς, αὐτούς τε τοὺς αἱρετικοὺς τοὺς μέχρι τέλους ἐμμείναντας τῇ οἰκείᾳ κακο δοξίᾳ καὶ πονηρίᾳ, μετὰ πατρὸς τοῦ ψεύδους εἰκότως διαβόλου συναριθμοῦντες, ἐροῦμεν «πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε.»" Ἐν τούτοις τοῖς ἔτεσι πλούσιός τις ἐν Κωνσταντινουπόλει νοσήσας καὶ τὸν θάνατον δειλιάσας ἔδωκε τοῖς πένησι χρυσίου λί τρας τριάκοντα. καὶ παρὰ προσδοκίαν ὑγιάνας καὶ μεταμεληθεὶς ἐκ διαβολικῆς ἀπάτης θαρρεῖ τοῦτο γνησίῳ καὶ πλουσίῳ φίλῳ αὐ τοῦ. ὁ δὲ λέγει αὐτῷ "μηδαμῶς ὦ ἄνθρωπε παραδέξῃ τὸν πο νηρὸν τοῦτον λογισμόν, καὶ λυπήσεις θεὸν τὸν ἐλεήσαντά σε καὶ ἀναστήσαντα διὰ τὴν ἐλεημοσύνην σου, καὶ ἐπάξει σοι θάνατον αἰφνίδιον, καὶ ἀπέλθῃς ἀμετανόητος." τοῦ δὲ μὴ πειθομένου ἀλλὰ καὶ μᾶλλον ἀποδυσπετοῦντος, ἔφη πρὸς αὐτὸν ὁ φίλος "ἐπεὶ συμβουλεύοντός μου τὰ πρὸς σωτηρίαν οὐ καταδέχῃ, εἴπω σοι 1.672 ἑτέραν βουλήν." ὁ δέ φησι "ποίαν ταύτην;" καὶ ὁ ἀληθὴς ἐλεήμων ἀπεκρίνατο "δεῦρο εἰς τὴν ἐκκλησίαν, καὶ εἰπέ «οὐκ εἰμὶ ἐγὼ κύριε ὁ ποιήσας τὴν ἐλεημοσύνην ἐκείνην, ἀλλ' οὗτός ἐστι,» καὶ παρέξω σοι τὰς τριάκοντα λίτρας εὐθέως." ὁ δὲ ταλαίπωρος ἐκεῖνος ἄνθρωπος συνθέμενος τοῦτο καὶ πρὸς τὴν ἐκκλησίαν ἀπελ θών, τὸ χρυσίον ἐν χερσὶ λαβὼν καὶ τὸν λόγον εἰπών, ἐν τῷ ἐξ έρχεσθαι αὐτὸν πεσὼν παρὰ τὴν πύλην τῆς ἐκκλησίας ἀπέθανε. τῶν κληρικῶν δὲ ἐκπλαγέντων καὶ πάντων τῶν εὑρεθέντων, προε τρέποντο τὸν κύριον τῶν νομισμάτων λαβεῖν αὐτά. ὁ δὲ οὐκ ἐπείσθη, ἀλλὰ τοῖς πτωχοῖς ταῦτα διένειμεν εἰπών "ὁ θεὸς οὐ μυκτηρίζεται." ἡ γὰρ πρὸς τὸν θεὸν ἐπαγγελία οὐ μόνον ἄχρι χρημάτων ἀλλὰ καὶ μέχρι λόγου φθάνει καὶ προαιρέσεως. ἀνά γκη τοίνυν ἀποδιδόναι πάντας τὰ ἐπηγγελμένα πρὸς θεόν, τὴν μὲν παρθένον τὴν παρθενίαν, τὴν δὲ ἐγκρατῆ τὴν ἐγκράτειαν, τοὺς ἐν γάμῳ τὴν σωφροσύνην καὶ τὴν πρὸς ἀλλήλους τιμὴν καὶ ἀγάπην, καὶ τέλος πάντας τὴν εἰς
PG 121:733θεὸν πίστιν καὶ εὐλάβειαν καὶ δικαιοσύ νην καὶ ἀνδρίαν. Καὶ ἐν Ἀλεξανδρείᾳ δὲ ἐγένετό τι τοιοῦτον. ἐπίσκοπός τις εὐλαβὴς πάνυ πλησίον ἔχων τινὰ φιλόσοφον Εὐάγριον καλούμενον, ἑταῖρον μὲν αὐτοῦ γενόμενον ἐν τοῖς παιδευτηρίοις, Ἕλληνα δὲ τὴν θρησκείαν, ὃν ὁ ἐπίσκοπος μεταθεῖναι βουλόμενος ἐκ τῆς εἰδωλομανίας πρὸς τὴν τοῦ Χριστοῦ πίστιν συνεχῶς προσεκαλεῖτο καὶ διελέγετο. τοῦ δὲ μὴ πειθομένου ἀλλὰ καὶ σφοδρῶς δυσχε ραίνοντος, εἰπεῖν λέγεται ἐν μιᾷ πρὸς τὸν ἐπίσκοπον "ὄντως, κύριε 1.673 ἐπίσκοπε, καὶ τοῦτο μετὰ πάντων ἀπαρέσκει μοι, ὃ λέγετε οἱ Χριστιανοί, ὅτι συντέλεια τοῦ κόσμου γίνεται καὶ τῶν σωμάτων ἀνάστασις καὶ ἀνταπόδοσις τῶν βεβιωμένων, καὶ ὅτι ὁ ἐλεῶν πτω χὸν θεῷ δανείζει καὶ ἑκατονταπλασίονα μετὰ ζωῆς αἰωνίου ἀπο λήψεται." καὶ τοῦ ἐπισκόπου διαβεβαιουμένου μηδὲν ψεῦδος ἢ χλεύην ἐν τοῖς τῶν Χριστιανῶν εἶναι δόγμασιν, ἀνεχώρησεν Εὐά γριος πολλὴν ἔχων συζήτησιν ἐν ἑαυτῷ. μετὰ δέ τινα χρόνον, θεοῦ συνεργοῦντος τῇ τοῦ ἐπισκόπου διδασκαλίᾳ, πιστεύσας ὁ φιλόσοφος ἐβαπτίσθη· ὃς αὐτίκα παρασχὼν τῷ ἐπισκόπῳ χρυ σίου λίτρας τριακοσίας (ἦν γὰρ πλούσιος σφόδρα) λέγει "δέξαι ταῦτα, ὦ ἐπίσκοπε, καὶ διαδοὺς πτωχοῖς ποίησόν μοι ἰδιόχειρον ὅτι λήψομαι αὐτὰ παρὰ τοῦ θεοῦ." τοῦ δὲ ταῦτα δεξαμένου προθύμως καὶ τὸ γράμμα ποιήσαντος, διεδόθη παρ' αὐτοῦ τοῖς πένησι πάντα. ἐπιζήσας οὖν χρόνους τινὰς ὁ φιλόσοφος ἐν εὐσε βείᾳ καὶ ἀρεταῖς μεγάλαις, παρήγγειλε τοῖς ἑαυτοῦ τέκνοις τελευ τῶν ἐνθεῖναι τὸν χάρτην ἐν τῇ χειρὶ αὐτοῦ καὶ οὕτω ταφῆναι. καὶ τούτου γενομένου, μετὰ τρίτην ἡμέραν ἐπιφαίνεται κατ' ὄναρ ὁ φιλόσοφος τῷ ἐπισκόπῳ λέγων "ἐλθὲ εἰς τὸν τάφον μου, ὦ ἐπί σκοπε, καὶ λάβε τὸ ἰδιόχειρόν σου· ἀπέλαβον γὰρ τὸ χρέος ἑκα τονταπλάσιον, καὶ οὐδένα ἔχω λόγον πρός σε, ἀλλὰ πρὸς τελείαν πληροφορίαν σου ἰδιοχείρως ἐν αὐτῷ καθυπέγραψα." τοῦ δὲ ἐπισκόπου πρωῒ μεταστειλαμένου τοὺς υἱοὺς τοῦ φιλοσόφου, καὶ μαθόντος παρ' αὐτῶν ὡς συνετάφη αὐτῷ τὸ ἰδιόχειρον, ἀπέρχε ται μετὰ τῶν κληρικῶν τῆς πόλεως, καὶ ἀνοίξαντες τὸν τάφον 1.674 εὑρίσκουσι τὸν φιλόσοφον καθήμενον καὶ τὴν χεῖρα μετὰ τοῦ γράμματος προτείνοντα. τῶν δὲ κληρικῶν πειρωμένων λαβεῖν τὸν χάρτην οὐδενὶ τοῦτον ἔδωκε. Τοῦ δὲ ἐπισκόπου τὴν χεῖρα ἁπλώσαντος παραχρῆμα τὸν χάρτην ἐπιδοὺς ἀνέπεσε πάλιν· ὅνπερ ἀνοίξας ἐπὶ πάντων, εὗρε νεωστὶ ὑπογεγραμμένον τῇ χειρὶ τοῦ φιλοσόφου οὕτως "ἐγὼ Εὐάγριος φιλόσοφος σοὶ τῷ ὁσιωτάτῳ ἐπι σκόπῳ κυρίῳ μου Συνεσίῳ χαίρειν. ἴσθι, πάτερ, ὡς ἔλαβον τὸ χρέος ἑκατονταπλάσιον, καὶ οὐδένα πρός σε λόγον ἔχω περὶ τού του." πάντων οὖν τῶν ἀκουσάντων καταπλαγέντων σφόδρα, καὶ ἐπὶ πολὺ κραζόντων τὸ κύριε ἐλέησον, ἐκέλευσεν ὁ ἐπίσκοπος τὸ τοῦ φιλοσόφου ἰδιόχειρον τηρεῖσθαι ἐν τῷ σκευοφυλακίῳ. Τῷ κζʹ ἔτει, μηνὶ Αὐγούστῳ ιεʹ, γέγονε σεισμὸς μέγας, ὡς πεσεῖν πολλοὺς οἴκους καὶ ἐκκλησίας καὶ λοετρὰ καὶ τὰ τείχη μά λιστα τῆς χρυσῆς πόρτης· καὶ πολλοὶ ἀπέθανον. οὗτος ὁ σεισμὸς παγκόσμιος γέγονεν, ὥστε πᾶσαν τὴν οἰκουμένην σχεδὸν πτωθῆ ναι, καὶ τὴν θάλασσαν ἀναρριχάναι μίλια δύο, καὶ πολλὰ πλοῖα ἀπολέσθαι ἐν τῇ τοῦ ὕδατος ἀναχαιτίσει. καὶ ἐν μὲν τῇ Ἀραβίᾳ καὶ Παλαιστίνῃ καὶ Μεσοποταμίᾳ καὶ Ἀντιοχείᾳ κατεπτώθησαν πόλεις πολλαὶ καὶ κῶμαι, καὶ συνελήφθησαν ἀνθρώπων πλήθη καὶ ἀλόγων, πέπτωκε δὲ καὶ τῆς Νικομηδείας μέρος πολύ, καὶ ἐπε κράτησεν ὁ σεισμὸς ἡμέρας μʹ. γίνεται δὲ ἡ μνήμη τοῦ σεισμοῦ τούτου κατ' ἔτος ἐν τῷ Κάμπῳ λιτανεύοντος τοῦ λαοῦ. Τῷ κηʹ ἔτει, μηνὶ Ἰουλίῳ, ἐν τῇ συνάξει τοῦ ὄρους γέγονε 1.675 σεισμὸς μέγας. καὶ τῇ ιθʹ ἐγένοντο βρονταὶ καὶ ἀστραπαὶ φοβε ραὶ καὶ ἄνεμος λὶψ μέγας, ὡς πεσεῖν τὸν σταυρὸν τὸν ἱστάμενον ἔσωθεν τῆς χρυσῆς πόρτης. Τῷ κθʹ ἔτει ἐστασίασαν οἱ Ἰουδαῖοι καὶ Σαμαρεῖται ἐν Και σαρείᾳ τῆς Παλαιστίνης, καὶ πολλοὺς
PG 121:735Χριστιανοὺς ἀνεῖλον, καὶ τὴν ὑπόστασιν αὐτῶν διήρπασαν· οὓς ὁ βασιλεὺς δι' Ἀδάμαντος ἐφούλκισε καὶ ἀπεκεφάλισε, καὶ ἄλλους ἐξώρισε, πάντας δὲ ἠφάνισε. Τῷ λʹ ἔτει ἐφάνη πῦρ ἐν τῷ οὐρανῷ ὡς λόγχη, ἀπὸ ἄρκτου ἕως δυσμῶν. Καὶ τῷ λαʹ ἔτει ἐγένοντο πάλιν σεισμοὶ διάφοροι, ὥστε παθεῖν τὰ δύο τείχη Κωνσταντινουπόλεως, τὸ ἀνατολικὸν καὶ τὸ δυτικόν, καὶ πολλαὶ ἐκκλησίαι καὶ οἶκοι ἕως ἐδάφους κατέπεσον. ἀλλὰ μὴν καὶ τὰ προάστεια καὶ τὸ ῥήγιον. ὥστε μὴ γνωρίζεσθαι. καὶ ἐν ἄλλαις δὲ πόλεσιν ἐγένετο ὁ σεισμὸς οὗτος, οἷον οὐκ ἐμνη μόνευσεν ἄνθρωπος ἐν ταῖς γενεαῖς ἐκείναις. καὶ ἐσείετο ἡ γῆ μετὰ φιλανίας ἐν νυκτὶ καὶ ἡμέρᾳ ἐπὶ ἡμέρας δέκα. διὸ καὶ λυ πούμενος ὁ βασιλεὺς εἰς τὰ γενέθλια καὶ θεοφάνια χωρὶς στέμμα τος προῆλθε, καὶ τὰ ἐξ ἔθους κλητόρια τοῦ δωδεκαημέρου οὐκ ἐποίησεν, ἀλλὰ τὰς ἐξόδους αὐτῶν δέδωκε τοῖς πτωχοῖς. τῷ δὲ Φεβρουαρίῳ μηνὶ γέγονε θνῆσις ἀνθρώπων, καὶ μάλιστα τῶν νέων, ἐν Κωνσταντινουπόλει, ὥστε μένειν ἀτάφους τοὺς ἀποθνή σκοντας ἐπὶ ἡμέρας τρεῖς διὰ τὸ μὴ ἐξαρκεῖν τοὺς κραββάτους τῶν ἐκκλησιῶν καὶ τῶν εὐαγῶν οἴκων πρὸς τὸ ἐκφέρειν τοὺς τελευ 1.676 τῶντας. ὅθεν ποιήσας ὁ βασιλεὺς ἕτερα κραββάτια χίλια, καὶ μηδ' οὕτως ἐξαρκούντων, ἁμάξας προσέταξε πλείστας εὐτρεπι σθῆναι, καὶ ἄλογα δέδωκε μυρία πρὸς τὸ ἐκφέρειν τοὺς νεκρούς. ἐπιτεινομένης δὲ τῆς θνήσεως ἔρριπτον τοὺς πλείονας εἰς τὸν αἰ γιαλόν, καὶ ἔμενον ἄταφοι ἕως ἡμέρας ἓξ διὰ τὸ μὴ ἐπαρκεῖν τοῖς ζῶσι θάπτειν τοὺς τεθνεῶτας, μήτε δὲ τὰ πλοῖα ἐξαρκεῖν εἰς τὸ διαπερᾶν αὐτούς. ἐκράτει οὖν ἡ θνῆσις αὕτη μῆνας δύο, Ἰού λιον καὶ Αὔγουστον. ἐγένοντο δὲ βρονταὶ καὶ ἀστραπαὶ μεγάλαι καὶ φοβεραὶ σφόδρα, ὥστε πολλοὺς ὑπ' αὐτῶν κατακαῆναι. Τῷ λαʹ ἔτει ἐπεγένετο αὖθις θανατικόν, καὶ μάλιστα τοῖς παιδίοις, ἀπὸ βουβωνικοῦ πάθους, μῆνας δʹ. καὶ οὐχ ἧττον διέφθειρε τοῦ προτέρου θανατικοῦ πᾶσαν τὴν πόλιν καὶ τὰ πόρρω ταύτης. ἐν δὴ Ἀντιοχείᾳ πάλιν γέγονε σεισμὸς μέγας. μετὰ δὲ χρόνον τινὰ γέγονεν ἀστέρων δρόμος ἀφ' ἑσπέρας ἕως πρωΐ, ὥστε πάντας ὑπερεκπλήττεσθαι καὶ λέγειν ὅτι πίπτουσιν οἱ ἀστέρες. γεγόνασι δὲ κοσμικαὶ δημοκρατίαι καὶ φόνοι πολλοὶ καὶ πόλεμοι, καὶ νόσοι καὶ θάνατοι τοῖς ἀνθρώποις οὐκ ἐπέλιπον. ἐν δὲ Ἀν τιοχείᾳ μετὰ τὸ γενέσθαι τὸν σεισμὸν γέγονε βρυγμὸς ἐκ τοῦ οὐρα νοῦ φοβερώτατος, καὶ πολλοὶ ἐκ τοῦ φόβου ἀπέθανον. Τῷ δὲ λβʹ ἔτει τῆς βασιλείας Ἰουστινιανοῦ φιλοκαλουμένου τῶν τρούλου τῆς μεγάλης ἐκκλησίας (ἦν γὰρ διερρηγμένος ἐκ τῶν ἐπιγενομένων ἀλλεπαλλήλων σεισμῶν) ἔπεσε τὸ ἀνατολικὸν μέρος τῆς προϋποστολῆς τοῦ ἁγίου θυσιαστηρίου, καὶ συνέτριψε τὸ κι 1.677 βώριον καὶ τὴν ἁγίαν τράπεζαν καὶ τὸν ἄμβωνα. συνιδὼν οὖν ὁ βασιλεὺς ἤγειρεν ἄλλους πινσοὺς καὶ ἐδέξατο τὸν τροῦλον, καὶ οὕτως ἐκτίσθη ὑψωθεὶς πλέον εἴκοσι ποδῶν εἰς ὕψος τοῦ πρώτου κτίσματος. ἐποίησε δὲ καὶ τοὺς ἔξω τοῦ ναοῦ κατέναντι τῶν ἔσω πινσῶν τέσσαρας κοχλίας, οὓς ἀπὸ γῆς φυτεύσας μέχρι τοῦ τρού λου ἀνεβίβασεν, ἔρεισμα τούτους τῶν ἁψίδων κατεργασάμενος. τότε ποιεῖ καὶ τὴν ἁγίαν τράπεζαν, ἔργον ἀμίμητον· ἀπό τε γὰρ χρυσοῦ καὶ ἀργύρου καὶ λίθου παντοίου καὶ ξύλου καὶ μετάλλου καὶ εἴδους ἄλλου, ὅσα τε γῆ φέρει καὶ θάλασσα καὶ πᾶς ὁ κόσμος, ἐκ πάντων συνάξας τὰ μὲν κρείττονα καὶ τιμιώτερα πλείονα τὰ δὲ ἐλάττω ἐνδεέστερα, τὰ τηκτὰ τήξας τὰ ξηρὰ ἐπέβαλε, καὶ οὕτως εἰς τύπον ἐπιχέας ἀνεπλήρωσεν αὐτήν, ὅθεν καὶ ποικίλη φαινο μένη θάμβος παρέχει τοῖς εἰς αὐτὴν ἀτενίζουσιν, ἐπιγράψας γύ ρωθεν ταῦτα "τὰ σὰ ἐκ τῶν σῶν σοι προσφέρομεν οἱ δοῦλοί σου, Χριστέ, Ἰουστινιανὸς καὶ Θεοδώρα, ἃ εὐμενῶς πρόσδεξαι, υἱὲ καὶ λόγε τοῦ θεοῦ, ὁ σαρκωθεὶς καὶ σταυρωθεὶς ὑπὲρ ἡμῶν, καὶ ἡμᾶς ἐν τῇ ὀρθοδόξῳ πίστει σου διατήρησον, καὶ τὴν πολιτείαν ἣν ἡμῖν ἐπίστευσας, εἰς τὴν ἰδίαν σου δόξαν αὔξησον καὶ φύλαξον πρεσβείαις τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας."
PG 121:739Τῷ δ' αὐτῷ ἔτει ἐπανέστησαν οἱ Οὗννοι οἱ καὶ Σθλαβῖνοι τῇ Θρᾴκῃ, καὶ ᾐχμαλώτευσαν καὶ ἐφόνευσαν πολλούς, ἐκράτη σαν δὲ καὶ τὸν στρατηλάτην καὶ τὸν στρατηγόν. εὑρόντες δὲ καὶ τοῦ Ἀναστασιακοῦ τείχους τόπους τινὰς πεπτωκότας ἐκ τῶν σει σμῶν εἰσῆλθον καὶ ᾐχμαλώτευσαν ἕως Δριπείας καὶ Νυμφῶν καὶ 1.678 Χίτου κώμης. τοῦτο γνοὺς ὁ βασιλεὺς ἐδημότευσε πολλούς, καὶ ἔπεμψεν εἰς τὸ μακρὸν τεῖχος. καὶ συγκρούσαντες πόλεμον πολ λοὶ τῶν Ῥωμαίων ἀπέθανον. ἀπέστειλε δὲ ὁ βασιλεὺς κατ' αὐ τῶν τὸν Βελισάριον, ὃς λαβὼν τοὺς ἵππους τῶν πολιτῶν καὶ ἐξο πλίσας λαὸν ἦλθεν εἰς Χίτου κώμην, καὶ ποιήσας φοσσάτον ὅσους ἐκράτησεν ἐξ αὐτῶν ἀπέκτεινεν. ἐκέλευσε δὲ κοπῆναι δένδρα καὶ σύρεσθαι ὀπίσω τοῦ ἐξερκέτου αὐτοῦ, καὶ ἐγένετο ἐκ τοῦ ἀνέμου κονιορτὸς μέγας, καὶ ἀπήγαγεν αὐτὸν ἐπάνω τῶν Οὕννων. οἱ δὲ νομίσαντες πλήθη πολλὰ εἶναι ἔφυγον ἕως Ἀρκαδιουπόλεως. κε λεύει οὖν ὁ βασιλεὺς γενέσθαι πλοῖα δίπρυμνα καὶ ἀπελθεῖν εἰς τὸν Δάνουβιν καὶ πολεμῆσαι αὐτοῖς. ὅπερ γνόντες οἱ βάρβαροι παρεκάλεσαν διὰ πρεσβευτοῦ ἀκίνδυνον παραχωρῆσαι αὐτοῖς τὴν τοῦ ποταμοῦ διάβασιν. καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἰουστῖνον τὸν ἀνεψιὸν αὐτοῦ τὸν κουροπαλάτην διαβιβάσαι αὐτούς. Τῷ λγʹ ἔτει κτίζει τὴν γέφυραν τοῦ Σαγγάρεως ποταμοῦ, τὴν λεγομένην πενταγέφυρον, διὰ καμερῶν πέντε, ξυλίνην πρό τερον οὖσαν. κτίζει δὲ καὶ τὸν ἐν τῇ πηγῇ ναὸν τῆς ὑπεραγίας θεοτόκου. Τῷ λδʹ ἔτει ἐφημίσθη ἐν τῇ πόλει ὅτι ὁ βασιλεὺς ἐτελεύ τησε διὰ τὸ κεφαλαλγεῖν καὶ μηδένα θεωρεῖν. καὶ ἦν ταραχὴ καὶ ἁρπαγαὶ εἴς τε τὰς προβολὰς καὶ τὰ μαγκιπεῖα. καὶ περὶ ὥραν θʹ προσέταξε τῷ ἐπάρχῳ, καὶ ἀνῆψε φῶτα εἰς ὅλην τὴν πόλιν, ὅτι ὑγίανεν ὁ βασιλεύς, καὶ συνεστάλη τὰ τῆς ταραχῆς. τῷ Δε κεβρίῳ μηνὶ γέγονεν ἐμπρησμὸς μέγας ἀπό τε τῶν Σοφιῶν καὶ 1.679 ἕως τῶν Πρόβου. γέγονε καὶ θανατήριον μέγα ἐν Κιλικίᾳ καὶ Ἀναζάρβῳ καὶ Ἀντιοχείᾳ τῇ μεγάλῃ, καὶ σεισμοί. συνέβαλλον δὲ κατ' ἀλλήλων οἱ ὀρθόδοξοι καὶ Σεβηριανοί, καὶ πολλοὶ φόνοι γεγόνασι. καὶ ἀποστείλας ὁ βασιλεὺς τοὺς ἀτάκτους ἐκόλασε. Τῷ λεʹ γέγονεν ἐμπρησμὸς ἑσπέρας βαθείας ἐν τοῖς Καισα ρίου ἕως τῆς Ὀμφακερᾶς, καὶ ἐκαύθη πάντα τὰ ἐργαστήρια καὶ οἱ πυλεῶνες τοῦ βοός. ἱππικοῦ δὲ ἀγομένου γέγονε δημοτικὴ τα ραχή, καὶ ἐπῆλθον οἱ Πράσινοι τοῖς Βενέτοις, καὶ πολλοὺς φό νους πεποιήκασιν· οὓς κρατήσας ὁ βασιλεὺς πολλαῖς βασάνοις ἐκόλασε. Τῷ λ ʹ ἔτει γέγονε πάλιν στάσις δημοτικὴ ἐν τοῖς πιττακίοις, καὶ πολλοὺς αὐτῶν ὁ βασιλεὺς ἐτιμωρήσατο. γέγονε δὲ ἀβροχία καὶ λεῖψις ὕδατος. τότε ἐπινίκια ἦλθον ἀπὸ Ῥώμης, ὡς Ναρσῆς ὁ πατρίκιος δύο πόλεις ὀχυρὰς τῶν Γότθων παρέλαβε, Βιρίαν καὶ Βρίγκας. ἐπιβουλῆς δὲ μελετηθείσης ὑπεβλήθη ψευδῶς παρὰ τῶν κρατηθέντων καὶ Βελισάριος, καὶ ὡρίσθη καθέζεσθαι ἐν τῷ οἴκῳ αὐτοῦ ἀπρόϊτος. καὶ τῇ ιθʹ τοῦ Ἰουλίου ἀθῶος φανεὶς πά λιν τὰ ἀφαιρεθέντα αὐτοῦ ἀπέλαβε. Τῷ λζʹ ἔτει γέγονεν ἐμπρησμός, καὶ ἐκαύθη τελείως ὁ ξε νὼν τῶν Σαμψὼν καὶ τὰ ἔμπροσθεν τοῦ Ῥούφου οἰκήματα καὶ τὸ μεσαύλιον τῆς μεγάλης ἐκκλησίας τὸ λεγόμενον Γαρσονοστάσιον, καὶ τὰ δύο ἀσκητήρια τὰ πλησίον τῆς ἁγίας Εἰρήνης, καὶ τὸ μέρος τοῦ νάρθηκος αὐτῆς. 1.680 Τῷ ληʹ ἔτει τελευτᾷ Βελισάριος ὁ πατρίκιος ἐν Βυζαντίῳ. τούτῳ τῷ ἔτει Εὐτύχιος πατριάρχης Κωνσταντινουπόλεως καθῃ ρέθη καὶ ἐξωρίσθη ἐν Ἀμασίᾳ ὑπὸ Ἰουστινιανοῦ, καὶ γέγονεν ἀντ' αὐτοῦ Ἰωάννης ἀπὸ σχολαστικῶν. εἰς δὲ τὰ τέλη αὐτοῦ Ἰουστινιανὸς τὸ περὶ φθαρτοῦ καὶ ἀφθάρτου κινήσας δόγμα, καὶ ἴδικτον πανταχοῦ καταπέμψας, ἀλλότριος τῆς εὐσεβείας θεοῦ ἐτε λεύτησε, βασιλεύσας ἔτη ληʹ μῆνας ζʹ ἡμέρας ιγʹ. καὶ γίνεται τούτου διάδοχος ὁ ἀνεψιὸς αὐτοῦ Ἰουστῖνος ὁ κουροπαλάτης. ἡ δὲ Αὐγοῦστα Θεοδώρα προετελεύτησεν. Ἰουστῖνος ὁ ὀρθόδοξος, ὁ Θρᾴξ, ἐβασίλευσεν ἔτη ιγʹ. οὗ τος ἦν τῇ ἰδέᾳ εὐῆλιξ, πλατύς, εὔογκος, ὑπόγλαυκος, ὑπόξανθος, σπανίζων τὴν γενειάδα, δειλός, ὀξύθυμος, μετ' ὀλίγον δὲ μεγα λόψυχος,
PG 121:743ἀπονενοημένος, ἀσύμβουλος τὰ πλείω φιλοκτίστης, μεγαλόδωρος. τούτου γυνὴ Σοφία. ἐστέφθη δὲ ὑπὸ Ἰωάννου πατριάρχου τοῦ ἀπὸ σχολαστικῶν. εὐσεβὴς δὲ ὢν ἐπεκόσμησε τὰς ἐκκλησίας τὰς κτισθείσας ὑπὸ Ἰουστινιανοῦ, τήν τε μεγάλην ἐκκλησίαν, τοὺς ἁγίους ἀποστόλους, καὶ τὰς λοιπάς, χαρισάμε νος αὐταῖς κειμήλια καὶ ἔπιπλα καὶ πᾶσαν πρόσοδον. ἀπέστειλε δὲ τὸν ἀββᾶν Φωτεινὸν τὸν προγονὸν Βελισαρίου, δοὺς αὐτῷ πᾶ σαν ἐξουσίαν τοῦ εἰρηνεῦσαι τὰς ἐκκλησίας Αἰγύπτου καὶ Ἀλε ξανδρείας. οὗτος ὁ Ἰουστῖνος συνεχῶς νοσηλευόμενος καὶ σκοτοδινιῶν καὶ μὴ δυνάμενος προέρχεσθαι, ἐπεί τινες κατὰ τῶν δυνα στῶν ἐγκαλεῖν οὐκ εἶχον, οἱ δυνάσται τινὸς μὴ φειδόμενοι τὰ 1.681 πάντων διήρπαζον. εἴ ποτε ἴσχυσε προελθεῖν εἰς τὴν ἐκκλησίαν, τούτῳ ἐπεβόων οἱ ἀδικούμενοι ἐλέους τυχεῖν. πάντας τοίνυν ἐπὶ συγκλήτου προσκαλεσάμενος ἔφη "ἐγὼ μὲν ᾤμην ἅπαντας ὑμᾶς εὐσεβεῖς εἶναι καὶ ἀρκεῖσθαι τοῖς ἰδίοις καὶ μηδένα τῶν πτωχῶν ἀδικεῖν, ὑμεῖς δὲ τἀναντία τοῦ θεοῦ πράττετε καὶ τῆς ἐμῆς βασι λείας. ἀλλὰ παρακαλῶ ὑμᾶς, τὰ τῶν πτωχῶν ἀπόδοτε ἑκόντες, μήπως καὶ τὰ ὑμῶν ἀπολέσητε." οἱ δὲ τοῦτο ἀκούσαντες χείρονα μᾶλλον ἢ πρότερον ἔπραττον, ὑπὸ συνηθείας ἑλκόμενοι· δεινὸν γὰρ ἡ συνήθεια, ὥστε καὶ δευτέρα φύσις λελόγισται. αὖθις δὲ τοῦ βασιλέως ἐπὶ πρόκενσον προϊόντος πλείονες ἐπεβόων. ὁ δὲ πάλιν ἐν τῇ προελεύσει τὴν σύγκλητον προσκαλεσάμενος ἔφη "εἰ μὲν ἐκ θεοῦ με καὶ ἐν θεῷ βασιλείαν ἔχειν οἴεσθε, τὰ παρ' ἐμοῦ δικαίως λεγόμενα πράττετε καὶ τοῦ ἀδικεῖν τοὺς πτωχοὺς παύσα σθε· μόνοις γὰρ ἰχθύσι τοῦτο νενόμισται, τὸ τὸν δυνατώτερον καὶ μείζονα κατεσθίειν τὸν ἐλάσσονα. εἰ δὲ τοῖς ἐμοῖς προστάγμα σιν οὐχ ὑπείκετε, ἀλλὰ ταῖς ἰδίαις ἐπιθυμίαις ἁλισκόμενοι πλεονεκτεῖτε, προχειρίσασθε ἕτερον ὃν ἂν βούλησθε ὑμῖν βασιλέα· ἐγὼ γὰρ ἀπειθῶν καὶ ἀδίκων καὶ πλεονεκτῶν βασιλεύειν οὐ δύναμαι." εἷς δέ τις τῶν ἐν τέλει παρρησιασάμενός φησι τῷ βασιλεῖ "προχει ρισάτω με ἡ βασιλεία σου ἐνώπιον πάντων ἔπαρχον, καὶ διορισάτω μηδενὸς φείδεσθαι τοῦ δικαίου ἕνεκα, συγχωρείτω δέ με εἰσέρχε σθαι πρός σε ἀκωλύτως τοῦ τὰ ἀνήκοντα ὑπομιμνήσκειν τὸ κράτος σου. καὶ βεβαιῶ μέχρι τριάκοντα ἡμερῶν μὴ εὑρίσκεσθαι τὸν 1.682 ἀδικοῦντα ἢ ἀδικούμενον. εἰ δέ τις ὑπομνήσει περί τινος ὑποθέ σεως ἧς ἤκουσα ἐγὼ καὶ οὐκ ἐξεδίκησα, κεφαλικῶς τιμωρηθήσο μαι." τοῦτο τοῦ βασιλέως ἀσμένως ἀποδεξαμένου προεχειρίσθη ἔπαρχος. ἕωθεν δὲ ἐπὶ τῷ ἐπαρχικῷ βήματι προκαθίσαντος, καί τινος αὐτῷ γυναικὸς χήρας προσελθούσης καὶ φησάσης ὡς μάγι στρός τις καθήρπασεν αὐτῆς τὴν οὐσίαν ἅπασαν, ἀπέστειλεν αὐ τὴν μετὰ σφραγῖδος εἰπεῖν τῷ μαγίστρῳ παραγενέσθαι δικαιολογηθησόμενον. τῆς δὲ ἀπελθούσης καὶ μᾶλλον τυφθείσης, ἕνα τῶν αὐτοῦ κουρσώρων ὁ ἔπαρχος πρὸς τὸν μάγιστρον ἔπεμψε· κἀκεῖνον παραλογισάμενος ἀπεπέμψατο. τοῦ δὲ ἐπάρχου ἐν τῷ ἱππικῷ τὸν μάγιστρον ἐκδεχομένου, αὐτοῦ τε τοῦ μαγίστρου κλη θέντος εἰς τὴν βασιλικὴν ἑστίασιν, ἦλθε καὶ ὁ ἔπαρχος πρὸς τὸν βασιλέα, καὶ φησὶ πρὸς αὐτόν "εἰ μὲν ἃ προσέταξάς μοι, ὦ βα σιλεῦ, φυλάττεις, τοῦ μὴ φείδεσθαι τῶν τοὺς πτωχοὺς ἀδικούν των, γνῶθί με τελειοῦντα τὴν ἐμὴν ὑπόσχεσιν. εἰ δὲ μεταμελό μενος φίλους μᾶλλον σεαυτῷ ποιεῖς καὶ συνεστιᾷς, γνῶθι κἀμὲ παραιτούμενον." καὶ ὁ βασιλεύς "εἰ ἐγώ εἰμι ὁ ἀδικῶν, ἐξανά στησόν με τοῦ θρόνου." ὁ δὲ αὐτίκα τὸν μάγιστρον βιαίως ἄρας ἐν τῇ λεγομένῃ χαλκῇ παρεγένετο, καὶ ἀκριβολογησάμενος τὰ παρ' ἀμφοτέρων λεγόμενα, καὶ γνοὺς ὡς οὐ μικρῶς ἠδικήθη παρ' αὐτοῦ ἡ γυνή, τύψας αὐτὸν καὶ τὴν κεφαλὴν κείρας καὶ γυμνὸν ὄνῳ ἐπικαθίσας διὰ μέσης τῆς πόλεως ἐθριάμβευσε, δοὺς τῇ γυ ναικὶ πᾶσαν τὴν περιουσίαν ἐκείνου. καὶ ἐκ τούτου πάντες ἐσω 1.683 φρονίσθησαν καὶ πρὸς ἀλλήλους πολυτρόπως εἰρήνευσαν, ὡς μέ χρι λʹ ἡμερῶν μὴ εὑρίσκεσθαι ἐγκαλοῦντα ἢ ἐγκαλούμενον. καὶ ὁ ἔπαρχος ἔφη τῷ βασιλεῖ "νῦν, δέσποτα, ὅπερ ὑπεσχόμην ἐτε λείωσα." τοῦ δὲ βασιλέως προελθόντος, ὡς οὐδεὶς ἦν ὁ
PG 121:745ἐγκα λῶν, ὑποστρέψας πατρίκιον αὐτὸν ἐποίησε καὶ ὕπαρχον αὐτὸν μέχρι τέλους τῆς ζωῆς αὐτοῦ. Ἐπὶ τῆς βασιλείας τούτου Ὁρμίσδας ἐπίσκοπος Ῥώμης καταλαβὼν τὴν Κωνσταντινούπολιν, ἅμα πλείστοις ἐπισκόποις, τοὺς ἀνθισταμένους τῇ συνόδῳ Χαλκηδόνος καθῆρεν Σεβῆρον τὸν Ἀν τιοχείας καὶ Φιλόξενον, βεβαιώσαντες τὴν αὐτὴν σύνοδον, καὶ περὶ τῶν δύο φύσεων τοῦ Χριστοῦ τὰ Κυρίλλου Ἀλεξανδρείας προσθέντες ῥήματα "ὁ στατὴρ ὁ νοητός, τὸ νόμισμα τὸ βασιλι κόν, ὁ ἐν ἑνότητι ἁπλοῦς χαρακτὴρ Χριστὸς ἑαυτὸν ὑπὲρ πάντων προσκεκόμικεν εἰς ἁπάντων ζωῆς ἀντίλυτρον. δύο δὲ φύσεις λέ γοντες τὴν διαφορὰν σημαίνομεν τῆς σαρκὸς καὶ τοῦ λόγου διὰ τὸ ἀσύγχυτον. ἡ γὰρ σύγκρασις ἀφανισμὸν τῶν δύο φύσεων ἀπερ γάζεται. ἡ δὲ ἄρρητος ἕνωσις ὁμολογουμένη καὶ ἀσυγχύτους φυ λάττει τὰς φύσεις, καὶ ἕνα ἀποτελεῖ ἐξ ἀμφοῖν ὀφθέντα Χριστόν, θεὸν ὁμοῦ τε καὶ ἄνθρωπον γενόμενον τὸν αὐτόν." Τῷ βʹ ἔτει Αἰθέριος καὶ Αὔδιος καὶ οἱ σὺν αὐτοῖς ἰατροὶ ἐπεβούλευσαν τῷ βασιλεῖ, καὶ γνωσθέντες ἀπέθανον ξίφει. Τῷ γʹ ἔτει μεταστειλαμένη Σοφία ἡ Αὐγοῦστα πάντας τοὺς 1.684 χρεωστοῦντας ἀπέδωκε τοῖς κεχρεωστημένοις πάντα τὰ ὀφειλόμενα, ἀντιστραφέντων τῶν ἐνεχύρων τοῖς ἰδίοις αὐθένταις. Τῷ δʹ ἔτει κτίζει τὸ παλάτιον τῶν Σοφιανῶν εἰς ὄνομα τῆς γυναικὸς αὐτοῦ Σοφίας. Τῷ εʹ ἔτει κτίζει τὴν μονὴν τῆς πρίγκηπος, προάστειον αὐ τὴν οὖσαν. Τῷ ʹ ἔτει Ναρσῆς ὁ ἀγαπητὸς τοῦ βασιλέως ἔκτισε τὴν οἰ κίαν Ναρσοῦ καὶ τὴν μονὴν τῶν καθαρῶν. ἀκούσας δὲ Ἰουστῖνος ὅτι ὁ ἀνεψιὸς αὐτοῦ Αὔγουστος, ὃς ἦν δοὺξ Ἀλεξανδρείας, συσκευὴν μελετᾷ κατὰ τοῦ βασιλέως, πέμψας αὐτὸν ἀπεκεφάλισε. Τῷ ζʹ ἔτει ἤρξατο Ἰουστῖνος κτίζειν τὸν ναὸν τῶν ἁγίων ἀποστόλων Πέτρου καὶ Παύλου ἐν τῷ ὀρφανοτροφείῳ. προσέθηκε δὲ καὶ εἰς τὸν ναὸν τῶν Βλαχερνῶν τὰς δύο ἁψῖδας, καὶ ἐποίησεν αὐτὴν σταυρωτήν. τῷ αὐτῷ ἔτει γέγονε πόλεμος περὶ τὸ Σάργα θον μετὰ Περσῶν καὶ Ῥωμαίων, καὶ ἐνίκησαν οἱ Ῥωμαῖοι. Τῷ θʹ ἔτει ἦλθον οἱ Ἄβαρες εἰς τὸν Δάνουβιν, καὶ ἐνίκη σαν τοὺς Ῥωμαίους. καὶ ὁ Πέρσης Ἀρταβὰν ἐξήλασε κατὰ τῶν Ῥωμαίων, καὶ πολλὴν αἰχμαλωσίαν λαβὼν ὑπέστρεψεν εἰς τὴν ἰδίαν χώραν, παραλαβὼν καὶ τὸ Δάρας. τοῦτο μαθὼν Ἰουστῖ νος τῷ μεγέθει τῆς συμφορᾶς νόσῳ παραφόρῳ περιβάλλεται καὶ σπονδὰς ποιῆσαι αἰτεῖται τὸν Ὁρμίσδαν, ὅστις καὶ ἐνιαυσιαίας ἐποίησεν. ἐπὶ τούτου ἐτυπώθη ψάλλεσθαι τῇ μεγάλῃ εʹ "τοῦ 1.685 δείπνου σοῦ τοῦ μυστικοῦ." ἦλθε δὲ καὶ ἡ ἀχειροποίητος ἀπὸ τῶν Καμουλιανῶν, κώμης τῆς Καππαδοκίας, καὶ τὰ τίμια ξύλα ἀπὸ πόλεως Ἀπαμείας τῆς δευτέρας Συρίας. ἐτυπώθη δὲ ψάλ λεσθαι καὶ ὁ Χερουβικὸς ὕμνος. Τῷ ιʹ ἔτει Ἰουστῖνος ὁ βασιλεὺς Τιβέριον τὸν κόμητα τῶν ἐξκουβιτόρων υἱοποιησάμενος Καίσαρα ἀνηγόρευσε καὶ συγκάθε δρον αὐτοῦ ἐποίησεν. ἦν δὲ ὁ βασιλεὺς στυφόμενος τοὺς πόδας καὶ τὸ πλεῖον κατακείμενος. Τῷ ιαʹ ἔτει ἔκτισεν ὁ βασιλεὺς τὸν μέγαν ἀγωγὸν τοῦ Οὐά λεντος καὶ τὸν ἕτερον ἀγωγὸν τὸν λεγόμενον Ἀδράνην, καὶ ἐχορή γησε τῇ πόλει δαψίλειαν ὕδατος. κτίζει οὖν καὶ τὰ παλάτια τὰ ἐν τῷ Ἰουλιανοῦ λιμένι. ἀποκαθαίρει δὲ καὶ αὐτὸν τὸν λιμένα καὶ στήλας δύο ἐν μέσῳ αὐτοῦ ἵστησι, τήν τε ἑαυτοῦ καὶ τῆς γυναικὸς αὐτοῦ Σοφίας, μετονομάσας καὶ τὸν λιμένα Σοφίας. ἐποικοδομεῖ δὲ καὶ τὸν ναὸν τοῦ ἀρχιστρατήγου, ὃς ἔκ τινος Ἄδδα ἐκεῖσε κατοικοῦντος προσηγορεύετο. Τῷ ιβʹ ἔτει ἐτελεύτησεν Ἰωάννης ὁ ἐπίσκοπος Κωνσταντινουπόλεως. τῷ ιγʹ ἔτει Εὐτυχὴς ἀπέλαβε τὸν θρόνον Κωνσταντι νουπόλεως. ὁ δὲ βασιλεὺς ἀσθενήσας καὶ μικρὸν ἀνεθεὶς προσεκαλέσατο τόν τε ἀρχιερέα καὶ τὴν σύγκλητον καὶ πάντας, καὶ ἀγα γὼν τὸν Καίσαρα Τιβέριον παρουσίᾳ πάντων προεβάλετο αὐτὸν βασιλέα, εἰπών "ὁ θεὸς ἀγαθόν σε ποιήσας αὐτός, οὐκ ἐγώ, τὸ σχῆμα τῆς βασιλείας σοι δίδωσι. τίμησον αὐτό, ἵνα τιμηθῇς 1.686 ὑπ' αὐτοῦ. μὴ ἐπιχαίρῃς αἵμασι, μὴ κοινώνει φόνοις. μὴ κα κὸν ἀντὶ κακοῦ ἀποδώσῃς. μὴ μηνιῇς τινί, ὡς κἀγώ· κἀγὼ γὰρ μηνιῶν ἔπταισα, καὶ
PG 121:749σφαλεὶς ἀπέλαβον κατὰ τὰς ἀνομίας μου· ἀλλὰ δικάσομαι ἐν τῷ θεῷ τοῖς ὑποβάλλουσί μοι ταῦτα. μὴ ἐπαρθῇς ἐπὶ τιμῇ τῆς βασιλείας σου. οὕτως ἔχε τοὺς πάντας ὡς ἑαυτόν. γνῶθι τίς ἦς καὶ τίς εἶ νῦν. μὴ ὑπερήφανος ᾖς τοῖς ὁμοφύλοις, καὶ οὐχ ἁμάρτῃς. οἶδας τίς ἤμην καὶ τίς εἰμὶ νῦν, τὸν θάνατον ἐν ὀφθαλμοῖς ὁρῶν. πάντες οὗτοι οἱ παριστάμενοι δοῦλοί εἰσι καὶ τέκνα σου. τῷ στρατῷ πρόσεχε. ἀνάνδρους καὶ ἀσυνέτους μὴ προχειρίζου. μή σε πεισάτωσαν ὅτι καὶ οἱ πρὸ σοῦ οὕτως διεγένοντο. ταῦτα παρεγγυῶ σοι καὶ παραινῶ ἀφ' ὧν ἔπα θον. περιουσίας οἱ ἔχοντες ἀπολαυέτωσαν αὐτῶν χρησίμως. τοῖς μὴ ἔχουσι σε προετίμησα. τὴν μητέρα σου, τήν ποτέ σου δέσποι ναν γενομένην, σέβου καὶ τίμα· δοῦλος γὰρ ἦσθα πρότερον, νῦν δὲ γενοῦ υἱὸς αὐτῆς." ταῦτα εἰπόντος τοῦ βασιλέως, καὶ τοῦ Καίσαρος ἐν τοῖς ποσὶν αὐτοῦ πεσόντος, ἔφη ὁ βασιλεύς "εἰ θέ λεις, εἰμί, εἰ οὐ θέλεις, οὐ ζῶ. ὁ θεὸς ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν ποιήσας ἐμβάλῃ εἰς τὴν καρδίαν σου καὶ ἄλλα, ἃ ἐπελαθόμην εἰπεῖν σοι." τῆς νόσου δὲ τῷ βασιλεῖ βαρέως ἐπικειμένης μετ' οὐ πολὺ ἐτελεύτησε. καὶ ἐτέθη τὸ σῶμα αὐτοῦ ἐν τῷ ἡρῴῳ Ἰουστινιανοῦ, ἐν λάρνακι Προικοννησίῳ, μετὰ Σοφίας τῆς γυναι κὸς αὐτοῦ. Ἐπὶ τούτου τοῦ εὐσεβεστάτου Ἰουστίνου Ἰουδαῖός τις ἐν 1.687 τῇ πόλει ὑελοψὸς παιδίον ἐκέκτητο μονογενές, ὃ παρέδωκε μαν θάνειν γράμματα πλησίον τῆς μεγάλης ἐκκλησίας, ἧς ὁ σκευοφύλαξ ἔχων λείψανα πολλὰ τῆς ἁγίας τραπέζης δέδωκε τοῖς παισὶ πρὸς τὸ δαπανῆσαι αὐτά. μεθ' ὧν συνῆλθε καὶ τὸ Ἰουδαϊκὸν παιδίον· ὅπερ ἀπολυθὲν πρὸς τοὺς γονεῖς αὐτοῦ ἀπῆλθε. καὶ φησὶν ὁ πατὴρ αὐτοῦ "ἵνα τί ἐβράδυνας, τέκνον;" ὁ δὲ παῖς ἀπεκρίθη "μετὰ τῶν Χριστιανῶν παιδίων εἰς τὴν μεγάλην ἐκκλη σίαν ἔφαγον κἀγώ, πάτερ." ὁ δὲ δόλιος ἐκεῖνος θὴρ σφόδρα μανείς, μετὰ τὸ ἀριστῆσαι λαβὼν τὸ παιδίον καὶ ἀπελθὼν εἰς τὸ ἐργαστήριον αὐτοῦ ἔρριψεν αὐτὸ εἰς τὴν κάμινον καὶ κλείσας τὴν θύραν ἀνεχώρησεν. ἡ δὲ γυνὴ αὐτοῦ τὴν κατὰ τοῦ παιδὸς μα νίαν τοῦ ἀνδρὸς αὐτῆς εἰδυῖα, ἀπελθοῦσα ἐν τῷ ἐργαστηρίῳ καὶ διὰ τῆς ὀπῆς παρακύψασα ἤκουσε τῆς φωνῆς τοῦ παιδὸς καὶ εἰσ ελθοῦσα εὗρε τὸν παῖδα καθήμενον ἔσωθεν τῆς καμίνου ἀκατά φλεκτον. ὃν ἐξαγαγοῦσα ἠρώτα αὐτὸν πῶς ἀκατάφλεκτος διέμει νεν· ὁ δὲ ἀπεκρίνετο "γυνὴ πορφυροφοροῦσα ἦλθε καὶ τὴν φλόγα κατέσβεσε, λέγουσά μοι μὴ φοβοῦ, παιδίον." ἡ δὲ μήτηρ αὐ τοῦ ταῦτα ἀκούσασα καὶ καταπλαγεῖσα ἀπῆλθε σὺν τῷ υἱῷ πρὸς τὸν πατριάρχην Μηνᾶν, καὶ πάντα ἀναγγείλασα παρεκάλει Χρι στιανὴ γενέσθαι. ὁ δὲ πρὸς τὸν βασιλέα ἀπήγαγε, καὶ ἐκέλευσεν ὁ βασιλεὺς παραστῆναι καὶ τὸν πατέρα τοῦ παιδίου, καὶ μετὰ τὴν ἐξέτασιν παρεκάλει τὸν Ἑβραῖον ὁ βασιλεὺς γενέσθαι Χριστιανόν. καὶ πολλὰ παραινέσας αὐτὸν οὐκ ἔπεισεν. ὅθεν καὶ προσέταξεν αὐτὸν ἀνασκολοπισθῆναι ὡς φονέα γενόμενον τοῦ ἰδίου παιδίου. 1.688 τὴν δὲ γυναῖκα καὶ τὸ παιδίον βαπτίσας ὁ πατριάρχης τὴν μὲν ἐποίησεν ἀσκήτριαν, τὸ δὲ παιδίον ἀναγνώστην. Κόσμου ἔτος #22 οαʹ, τῆς θείας σαρκώσεως ἔτος φοζʹ, Ῥω μαίων βασιλεὺς ὀρθόδοξος Τιβέριος ἔτη δʹ. ἦν δὲ τὴν τοῦ σώ ματος ἀναδρομὴν τέλειος, εὔστηθος, εὐόμματός τε καὶ ὀλίγον ὑπόγλαυκος, ξανθὴν ἔχων τὴν τρίχα τῆς κεφαλῆς καὶ τὸ γένειον, λευκὸς τὴν χροιὰν καὶ τὸ πρόσωπον ἀνθηρός, ἀγαθὸς καὶ μεγα λόψυχος εἰς ὑπερβολήν. τούτου ἀνελθόντος ἐν τῷ ἱππικῷ ἀνέ κραξαν τὰ μέρη "ἴδωμεν ἴδωμεν τὴν Αὐγοῦσταν Ῥωμαίων." ὁ δὲ ἐδήλωσεν "ἡ ἀντικρὺ τοῦ δημοσίου λουτροῦ Διηγιστέως ἐκ κλησία ὁμώνυμός ἐστι τῇ Αὐγούστῃ." εὐφήμησαν οὖν τὰ μέρη "̓Αναστασίας Αὐγούστης πολλὰ τὰ ἔτη." ἡ δὲ Σοφία ἡ τοῦ Ἰουστίνου γυνὴ ἐπλήγη τὴν ψυχήν· οὐ γὰρ ᾔδει ἔχειν αὐτὸν γυ ναῖκα, καὶ διὰ τοῦτο προσεφιλιώθη αὐτῷ ὑπὸ Ἰουστίνου, πεί σασα αὐτὸν προβαλέσθαι εἰς βασιλέα Τιβέριον, βουλομένη γῆμαι αὐτὸν καὶ μεῖναι Αὐγοῦστα. ταύτην δὲ κατήγαγε Τιβέριος εἰς τὸ παλάτιον τῶν Σοφιῶν, κελεύσας κουβικουλάριον καὶ ἑτέρους τινὰς εἶναι εἰς ὑπηρεσίαν αὐτῆς καὶ
PG 121:753διατηρεῖν αὐτήν. ἐτίμα δὲ αὐτὴν ἴσα μητρί, ποιῶν πᾶσαν θεραπείαν αὐτῆς. γενεθλίου δὲ ἱππικοῦ ἀγομένου, καὶ τῶν μερῶν φορούντων στολὰς σωληνωτὰς ἀπὸ βλατ τίου ὀξέος καὶ χλαμύδας παραπλησίας τοῦ βασιλικοῦ, ἔπαυσε ταύ τας φορεῖν διὰ τὸ μὴ εἰς ἀκαίρους χρείας δαπανᾶσθαι τὰ χρή ματα, ὁρίσας διδακτυλίους ὄρνας ἐν ταῖς στολαῖς αὐτῶν κόσμου 1.689 χάριν φορεῖν. ἀγαγὼν δὲ Ἀναστασίαν τὴν γυναῖκα αὐτοῦ, ἔχου σαν ἐξ αὐτῆς καὶ θυγατέρας δύο Χαριτὼ καὶ Κωνσταντῖναν, ἔστε ψεν αὐτὴν Αὐγοῦσταν, καὶ ἔρριψεν ὑπατείαν πολλήν. τούτῳ τῷ βασιλεῖ γέγονε θεία ὀμφή, ἀγγέλου κατ' ὄναρ εἰπόντος "τάδε σοι λέγει τὸ τρισάγιον· οἱ τύραννοι τῆς βασιλείας ἐπὶ σῶν οὐ φοιτή σουσι χρόνον." Τῷ βʹ ἔτει ἀπέστειλε πρέσβεις πρὸς τὸν βασιλέα Περσῶν κατὰ τὸ ἔθος, μηνύων τὴν ἀναγόρευσιν αὐτοῦ· καὶ οὐ προσήκατο τὴν εἰρήνην ὁ τῶν Περσῶν βασιλεύς. ὁ δὲ Τιβέριος διασπείρας τοὺς βασιλικοὺς θησαυροὺς πολλὰ στρατόπεδα ἐποίησε, χειροτο νήσας Ἰουστινιανόν τινα στρατηγὸν ἀνατολῆς, ὃς ἀναλαβὼν τὰς δυνάμεις ἐπὶ τὸ Δαρὰς παραγίνεται. καὶ τῆς παρατάξεως γενο μένης τῶν Περσῶν καὶ Ῥωμαίων, εἰς λόγους ἦλθον καὶ πρὸς ἀλλήλους σπένδονται χρόνον τετραετῆ. Τῷ γʹ ἔτει, τοῦ τῶν Περσῶν βασιλέως μέλλοντος τὸν πό λεμον αὐτουργεῖν, ὁ τῶν Ῥωμαίων στρατηγὸς πρὸς τοὺς Πέρσας χωρεῖ. καὶ τῆς κατασυστάδην μάχης γενομένης, βαθείας τῆς τῶν Ῥωμαίων φάλαγγος οὔσης ἡ τῶν Περσῶν καὶ Βαβυλωνίων τρέ πεται πληθύς, καὶ ἀναιροῦνται πλήθη πολλά. λαμβάνουσι δὲ οἱ Ῥωμαῖοι καὶ τὸ τῶν Περσῶν τοῦλδον καὶ τὸ βασιλικὸν σκηνοπήγιον καὶ πᾶσαν τὴν ἀποσκευὴν ἐπίδοξον οὖσαν καὶ τοὺς ἐλέ φαντας, ἐξ ὧν τὰ ἐπίσημα πρὸς τὸν βασιλέα πέμπουσι. τὴν αἰσχύνην τοίνυν ὁ τῶν Περσῶν βασιλεὺς μὴ φέρων νομοθετεῖ 1.690 μηκέτι βασιλέα Περσῶν εἰς πόλεμον ἐξέρχεσθαι. ὁ δὲ Ῥωμαϊκὸς στρατὸς ἐπετίθετο ταῖς Περσικαῖς συμφοραῖς, καὶ πρὸς τὰ ἐνδό τατα τῆς Περσίδος ἐχώρησε, καὶ πολλὴν αἰχμαλωσίαν καὶ ἅλωσιν ἐν Περσίδι πεποίηκε, φθάσας καὶ μέσον τῆς Ὑρκανικῆς θαλάσσης. χειμῶνος δὲ γενομένου ἐν Περσίδι παρεχείμασε. Τῷ δʹ αὐτοῦ ἔτει κτίζει Τιβέριος τὸ δημόσιον τῶν Βλαχερ νῶν λουτρόν, ἀνανεοῖ δὲ καὶ ἐκκλησίας πολλὰς καὶ ξενῶνας καὶ γηρωκομεῖα, κατακοσμεῖ δὲ καὶ τὸν χρυσοτρίκλινον τοῦ παλατίου. τότε κελεύει γράφεσθαι αὐτὸν ἐν τοῖς συμβολαίοις Τιβέριον Κων σταντῖνον. τῷ δ' ἔτει τελευτᾷ Εὐτύχιος ὁ πατριάρχης, καὶ μετὰ ἓξ ἡμέρας χειροτονεῖται Ἰωάννης διάκονος τῆς μεγάλης ἐκκλησίας ὁ νηστευτής. ὁ δὲ βασιλεὺς ἀγοράσας σώματα ἐθνικῶν κατέστησε στράτευμα εἰς ὄνομα ἴδιον, ἀμφιάσας καὶ καθοπλίσας αὐτοὺς χιλιάδας ιεʹ, δεδωκὼς αὐτοῖς καὶ στρατηγὸν Μαυρίκιον τὸν κόμητα τῶν φοιδεράτων καὶ ὑποστράτηγον αὐτοῦ Ναρσῆν, καὶ ἀπέστειλεν αὐτοὺς κατὰ Περσῶν. πολέμου δὲ κροτηθέντος νικῶσι Ῥωμαῖοι κατὰ κράτος, καὶ ἀφείλοντο ἐκ τῶν Περσῶν πόλεις τε καὶ χώρας ἃς ἐπὶ Ἰουστινιανοῦ καὶ Ἰουστίνου παρέλαβον. ἐπανελθὼν δὲ Μαυρίκιος ἐν Κωνσταντινουπόλει ἐδέχθη ὑπὸ τοῦ βασιλέως μεγά λως, καὶ ἐθριάμβευσε Τιβέριος τὰς νίκας Μαυρικίου, καὶ προσ ελάβετο αὐτὸν γαμβρὸν εἰς Κωνσταντῖναν τὴν ἑαυτοῦ θυγατέρα· ὁμοίως δὲ καὶ Γερμανῷ στρατηγῷ ἔζευξε τὴν θυγατέρα αὐτοῦ 1.691 Χαριτώ, ποιήσας ἀμφοτέρους Καίσαρας. τῇ δὲ ιδʹ τοῦ Αὐγούστου μηνὸς φαγὼν συκάμινα ὄψιμα ἀξιοθέατα νενοθευμένα φθίσει περιέπεσε. καὶ μέλλων τεθνάναι προσκαλεῖται τὸν πατριάρχην Ἰωάννην καὶ τὴν σύγκλητον ἅμα τοῖς στρατεύμασι, καὶ Μαυρίκιον τὸν ἴδιον γαμβρὸν βασιλέα ἀναγορεύει. πάντων δὲ εὐφημησάν των αὐτὸς ὑποστρέψας ἐν τῇ ἰδίᾳ κλίνῃ τέθνηκε, βασιλεύσας ἔτη γʹ μῆνας ιʹ ἡμέρας ηʹ. καὶ ἐτάφη ἐν τῷ ἡρῴῳ ἐν λάρνακι πρα σίνῳ. Μαυρίκιος ὀρθόδοξος βασιλεὺς Ῥωμαίων ἐβασίλευσεν ἔτη κʹ μῆνας γʹ ἡμέρας βʹ. ἦν δὲ τῇ ἰδέᾳ μεσῆλιξ, εὐσθενής, λευκό χρους, στρογγύλην ἔχων τὴν ὄψιν, πυρράκης, ἀναφάλας, εὔριν, εὐπώγων, κειρόμενος τὸ γένειον, καθὰ Ῥωμαίοις ἔθος
PG 121:755ἐστίν. ἦν δὲ Καππαδόκης. ἐκέλευσε δὲ γράφεσθαι ἐν τοῖς συμβολαίοις Μαυ ρίκιος [καὶ] Τιβέριος. ἐστέφθη δὲ ὑπὸ τοῦ πατριάρχου Ἰωάννου τοῦ νηστευτοῦ, καὶ μετ' ὀλίγον τὸν γάμον πεποίηκε. τῷ δὲ Ἀπριλλίῳ μηνὶ γεγόνασιν ἐν τῷ φόρῳ ἐμπρησμοὶ καὶ ἀνέμων καταιγίδες, καὶ πολλὰς οἰκίας διώλεσαν. καὶ τῇ δεκάτῃ τοῦ Μαΐου γέγονε σεισμὸς μέγας καὶ ἱππικὸν ἐτελέσθη. πρεσβεύουσι δὲ οἱ Ἄβαρες πρὸς τὸν βασιλέα, οἱ πρὸ ὀλίγου τὸ Σίρμιον χειρω σάμενοι, πόλιν τῆς Εὐρώπης ἐπίσημον, καὶ ἠξίουν ταῖς ὀγδοή κοντα χιλιάσι τοῦ χρυσίου, ἃς ἐτησίως ἐλάμβανον παρὰ Ῥωμαίοις, προστεθῆναι ἄλλας κʹ· καὶ ὁ βασιλεὺς εἰρήνης ἐφιέμενος τοῦτο κατεδέξατο. ᾔτησαν δὲ καὶ ἐλέφαντα, ζῷον Ἰνδικόν, ἐκπεμφθῆ ναι αὐτοῖς πρὸς θέαν, καὶ κλίνην χρυσῆν· ὧν καὶ πεμφθέντων 1.692 ἀμφότερα ἀντέστρεψαν, τὴν κλίνην εὐτελίσαντες. ᾐτοῦντο δὲ πάλιν ἄλλας κʹ πρὸς ταῖς ἑκατόν. τοῦ δὲ βασιλέως μὴ καταδεξα μένου, στρατεύσας ὁ χαγάνος τὴν Σιγιδῶνα πόλιν κατέστρεψε καὶ ἑτέρας πόλεις ἐχειρώσατο καὶ τὴν Ἀγχίαλον, ἠπείλει δὲ καὶ τὰ μακρὰ τείχη καταστρέψαι. ὁ δὲ βασιλεὺς Ἐλπίδιον τὸν πατρίκιον σὺν Κομμεντιόλῳ πρέσβεις πρὸς τὸν χαγάνον ἀπέστειλε, καὶ ὁ βάρβαρος ἐπὶ ταῖς τῶν πάκτων συνθήκαις εἰρήνην ἄγειν καθωμολόγει. Τῷ βʹ ἔτει ὕπατος ὁ βασιλεὺς ἀναγορεύεται, καὶ πολλοὺς θησαυροὺς τῇ πόλει δωρεῖται. προβάλλεται δὲ Φιλιππικὸν στρα τηγὸν τῆς ἑῴας, ποιήσας αὐτὸν γαμβρὸν εἰς Γορδίαν τὴν ἰδίαν ἀδελφήν. ὁ δὲ Φιλιππικὸς τοῖς Περσικοῖς ἀθρόως ἐπεισπεσὼν καὶ πολλὴν αἰχμαλωσίαν λαβὼν εἰς τὴν τῶν Μήδων χώραν παρα βάλλει, καὶ πολλὰ χωρία διαφθείρας εἰς Ῥωμανίαν αὖθις ὑπέ στρεψε. τοῦ δὲ χαγάνου τὴν εἰρήνην ἀθετήσαντος καὶ τῷ μακρῷ τείχει ληϊζομένου, ὡς προσεπέλασεν ὁ στρατηγὸς τῶν Ῥωμαίων Κωμμεντιόλος, τούτοις ἀθρόως ἐπεισπεσὼν πολλὰ πλήθη ἀνεῖλε καὶ τούτους ἀπήλασεν. ἐλθὼν δὲ ἐν Ἀδριανουπόλει Ἀνδραγάστῳ περιπίπτει τῷ Σθλαβίνων στρατηγῷ αἰχμαλωσίαν ἐπιφερομένῳ· καὶ τούτῳ ἐπεισπεσὼν τὴν αἰχμαλωσίαν διέσωσε καὶ νίκην μεγάλην περιεβάλετο. τότε καί τινες Ἕλληνες ἐν οἴκῳ τινὸς ἀριστῶντες εἰς ὕβρεις καὶ ἀναθεματισμοὺς τῆς ὑπεραγίας θεοτόκου προήχθη σαν. καὶ οἱ μὲν ἄλλοι παραυτὰ πονηροῖς πνεύμασι ληφθέντες δίκας ἀπετίννυον, ὁ δεσπότης δὲ τῆς οἰκίας εἶδε κατ' ὄναρ ἐπι 1.693 στᾶσαν αὐτῷ τὴν θεοτόκον καὶ βεργίῳ τὰ αὐτοῦ γόνατα περιχα ράξασαν καὶ μηδὲ λόγου αὐτὸν ἀξιώσασαν. ὁ δὲ εὐθὺς ἔξυπνος τοῖς πόνοις γενόμενος εὗρε τοὺς πόδας αὐτοῦ κεκομμένους, κἀν τεῦθεν λοιπὸν δημοσίᾳ φοράδην ἀγόμενος καὶ προκείμενος τὴν δι καιοκρισίαν ἐξωμολογεῖτο τοῦ θεοῦ καὶ τὴν τῆς παναμώμου θεο τόκου κατ' αὐτοῦ ἀγανάκτησιν. Τῷ γʹ ἔτει Φιλιππικὸς ἐπὶ τὴν Περσικὴν ἐλθών, καταλαβὼν τὴν Ἀρξάνην μεγάλην αἰχμαλωσίαν ἐκράτησε, καὶ δειλίαν ἐμποιεῖ τοῖς Περσικοῖς στρατεύμασι. νοσήσας δὲ τὸν ἀνεψιὸν χειροτονεῖ καθηγεῖσθαι τοῦ λαοῦ, καὶ εἰς Κωνσταντινούπολιν νοσῶν παρα γέγονε. τῷ δ' αὐτῷ ἔτει ἐτέχθη τῷ βασιλεῖ υἱός, καὶ ὠνόμασεν αὐτὸν Θεοδόσιον. Τῷ δʹ ἔτει Φιλιππικὸς ἐξεληλυθὼς τῆς πόλεως πρὸς Πέρσας ὁπλίζεται, καὶ τούτοις συμβαλὼν νικᾷ τὸν πόλεμον. τῇ δ' ὑστε ραίᾳ πάλιν ἀναλαβὼν Καρδαρίχας τὰς ἑαυτοῦ δυνάμεις πρὸς πό λεμον ὁπλίζεται, καὶ δευτέρου πολέμου κροτηθέντος νικῶσι πάλιν οἱ Ῥωμαῖοι καὶ ἀναιροῦνται Πέρσαι πολλοί, χειροῦνται δὲ καὶ ζῶντες δισχίλιοι καὶ εἰς τὸ Βυζάντιον πέμπονται. ὁ δὲ Καρδαρί χας προσέφυγεν εἰς τὸ Δαράς· οἱ δὲ τοῦ κάστρου Πέρσαι μεθ' ὕβρεων τοῦτον ἀπεπέμψαντο. ὁ δὲ Φιλιππικὸς τοὺς γενομένους τραυματίας εἰς τὰς πόλεις παρέπεμψεν ἰατρεύεσθαι, καὶ Ἡρά κλειον τὸν τοῦ Ἡρακλείου τοῦ αὐτοκράτορος πατέρα, ὑποστρά τηγον ὄντα, ἐπὶ κατασκοπὴν τῶν βαρβάρων ἐξέπεμψεν. αὐτὸς δὲ εἰς τὴν Βαβυλῶνα εἰσβάλλει, καὶ τὸ Χλόμαρον φρούριον παρα 1.694 καθέζεται. ὁ δὲ Καρδαρίχας στρατολογεῖ ἰδιώτας μεθ' ὑποζυ γίων, καὶ δι' ὀχυρῶν τόπων ἐν ἀσελήνῳ νυκτὶ ἐπὶ τὰ νῶτα γίνεται τῶν Ῥωμαίων, μηδαμῶς θαρρῶν χεῖρας αὐτοῖς ἐμβαλεῖν.
PG 121:759Ῥωμαῖοι δὲ τῷ ἀκαίρῳ φόβῳ διασκεδασθέντες διὰ δυσδιεξοδεύτων τόπων μεγάλοις κινδύνοις περιέπεσον. πρωΐας δὲ γενομένης, τῆς συμφορᾶς ἀπηλλάττοντο, καὶ τὸν στρατηγὸν καταλαβόντες ὕβρεσιν αἰσχίσταις τοῦτον ἔβαλον. οἱ δὲ Πέρσαι ἐπίπλαστον νομίσαντες εἶναι τὴν φυγὴν διῶξαι οὐκ ἐτόλμησαν. Ἡράκλειος δὲ διαπερά σας τὸν Τίγρην, ὅσα τῆς Μηδικῆς χώρας ἦσαν ἐπίσημα χωρία παρεδίδου πυρί, καὶ οὕτως πρὸς Φιλιππικὸν ἀνέστρεψε μετὰ σκύ λων πολλῶν. καὶ γίνεται πάλιν κατὰ τὴν Μαρτυρούπολιν Περ σικὸς μετὰ Ῥωμαίων πόλεμος, καὶ κρατοῦσι Ῥωμαῖοι, καὶ ἀναιρεῖται ὁ τῶν Περσῶν στρατηγὸς Βαρουζᾶς, συλλαμβάνονται δὲ καὶ ζῶντες τρισχίλιοι καὶ οἱ τῶν Περσικῶν ταγμάτων ταξίαρχοι. χίλιοι δὲ μόνοι τὸν ἀριθμὸν ἐσώθησαν, οἳ καὶ μετὰ κινδύνων ἐπὶ τὴν Περσίδα ἀνέστρεψαν. οἱ δὲ Ῥωμαῖοι πέμπουσι πρὸς τὸν βα σιλέα τὰ Περσικὰ λάφυρα καὶ τοὺς ζωγρηθέντας ἅπαντας σὺν τοῖς βάνδοις. ὁ δὲ Μαυρίκιος ἔκτισε τὸν Καριανὸν ἔμβολον ἐν Βλα χέρναις, γράψας ἐν αὐτῷ διὰ ζωγραφίας τὰς ἑαυτοῦ πράξεις τὰς ἐκ παιδόθεν μέχρι τῆς αὐτοῦ βασιλείας. ἀνεπλήρωσε δὲ καὶ τὸ ἐν αὐτῷ δημόσιον λουτρόν. τυποῖ δὲ καὶ τὴν λιτὴν καλουμένην πρεσβείαν κατὰ παρασκευὴν ἐν Βλαχέρναις τελεῖσθαι καὶ ἐν τοῖς Χαλκοπρατείοις πληροῦσθαι. Τῷ ʹ ἔτει οἱ Λογγίβαρδοι πόλεμον ἤραντο κατὰ Ῥωμαίων, 1.695 καὶ τὰ τῶν Μαυρουσίων ἔθνη κατὰ τὴν Ἀφρικὴν μεγάλας ταραχὰς ἐποιήσαντο. ἐν δὲ τῇ Περσίδι φυλακὴ ὑπάρχει ἡ λεγομένη Λήθη, ἐν ᾗ πολλοὺς ὁ τῶν Περσῶν βασιλεὺς ἀπὸ διαφόρων ἐθνῶν ἐν ταύτῃ κατέκλεισε σὺν τοῖς αἰχμαλώτοις τῆς πόλεως Δαράς. οὗτοι οὖν ἀπογνόντες ἑαυτῶν ἐπανίστανται κατὰ τῶν φυλασσόντων αὐ τούς· οὓς καὶ ἀνελόντες εἰς τὸ Βυζάντιον ἥκασι, καὶ ὑπεδέξατο αὐτοὺς ὁ βασιλεὺς μετὰ χαρᾶς μεγάλης. καὶ πάλιν Κομμεντίολος εἰς τὸν κατὰ τῶν Περσῶν πόλεμον χωρεῖ, καὶ νικήσας πολλὰ λά φυρα ἐν Βυζαντίῳ πέμπει. Τῷ ζʹ ἔτει Βαρὰμ κατὰ Χοσρόου γενόμενος τοῦτον τοῖς Ῥωμαίοις προσρυῆναι ἠνάγκασεν· ᾧ δοὺς ὁ βασιλεὺς συμμαχίαν τόν τε Βαρὰμ ἀπέκτεινε καὶ τὴν Περσίδα ἐκράτησε. δεδοικὼς δὲ τὴν δολοφονίαν, ζητεῖ Μαυρίκιον εἰς φυλακὴν αὐτοῦ χιλίους Ῥω μαίους. ὁ δὲ βασιλεὺς ποιεῖ καὶ τοῦτο, ὡς λέγειν τὸν Χοσρόην ὅτι Ῥωμαῖοι Πέρσαις τὴν βασιλείαν χαρίζονται. Τῷ ηʹ ἔτει τὸ πάσχα Θεοδόσιος υἱὸς Μαυρικίου στέφεται ὑπὸ Ἰωάννου πατριάρχου Κωνσταντινουπόλεως, χρόνων ὑπάρχων τεσσάρων ἥμισυ. τῷ δ' αὐτῷ ἔτει Μαυρίκιος τὸν ναὸν τῶν ἁγίων τεσσαράκοντα, ὃν ἀπήρξατο Τιβέριος, ἀνεπλήρωσε, καὶ τῆς ἀνα τολῆς εἰρήνην βαθεῖαν ἐχούσης τὰς δυνάμεις τῶν στρατευμάτων ἐπὶ τὴν Θρᾴκην διεβίβασε. Τῷ θʹ ἔτει τοῦ βασιλέως μετὰ τῶν στρατευμάτων ἐπὶ τὴν δύσιν ἐξερχομένου, ἐκωλύετο παρὰ πάντων ὑπουργῆσαι τῷ πο λέμῳ. ἐν δὲ τῷ Δαονίῳ ἔτεκε γυνὴ παιδίον μήτε ὀφθαλμοὺς μήτε 1.696 βλέφαρα μήτε χεῖρας μήτε πόδας ἔχων, πρὸς δὲ τῷ ἰσχίῳ ἰχθύος οὐρὰ προσφυῶς ὑπῆρχεν αὐτῷ ὀστρακόδερμος. τῇ αὐτῇ ἡμέρᾳ καὶ κύων ἑξάπους, κεφαλὴν ἔχων λεοντώδη, γεννηθεὶς ἐγένετο μέγας σφόδρα. τῇ αὐτῇ ἡμέρᾳ καὶ ὁ ἵππος τοῦ βασιλέως, ὁ τὸν χρυσοῦν περικείμενος κόσμον, ἀθρόως διερράγη πεσών. τούτοις πᾶσιν οἰωνισάμενος ὁ βασιλεὺς περίλυπος ἦν. μαθὼν δὲ ὅτι πρέσβεις εἰς τὸ Βυζάντιον Περσῶν τε καὶ Φράγγων παρεγένοντο, ὑπέστρεψεν εἰς τὰ βασίλεια. Ἀπὸ τῶν ἱστορικῶν τοῦ Σιμοκάτου λόγος Χοσρόου βασιλέως Περσῶν πρὸς Ἰωάννην στρατηγὸν Ῥωμαίων, ἀποσκώψαντα εἰςαὐτὸν ὅτε ἀπεστάλη παρὰ τοῦ Μαυρικίου εἰς βοήθειαν αὐτοῦ. "εἰ μή περ ἀπὸ τοῦ καιροῦ ἐτυραννούμεθα, οὐκ ἂν ἐθάρρησας, στρατηγέ, τὸν μέγαν ἐν ἀνθρώποις βασιλέα βάλλειν τοῖς σκώμ μασιν. ἐπεὶ δὲ τοῖς παροῦσι μέγα φρονεῖς, ἀκούσῃ τί δῆτα τοῖς θεοῖς ἐσύστερον μεμελέτηται. ἀντικαταρρεύσει, εὖ ἴσθι, εἰς τοὺς Ῥωμαίους ὑμᾶς δεινά, ἕξετε δὲ τὸ Βαβυλώνιον φῦλον τῆς Ῥωμαϊκῆς πολιτείας κρατοῦν τριττὴν κυκλοφορικὴν ἑβδομάδα ἐτῶν. μετὰ δὲ τοῦτο πεμπταίαν ἑβδομάδα
PG 121:761ἐνιαυτῶν Ῥωμαῖοι Πέρσας δουλα γωγήσετε. τούτων δὴ διηνυσμένων τὴν ἀνέσπερον ἡμέραν ἐνδη μεῖν τοῖς ἀνθρώποις, καὶ τὴν προσδοκωμένην λῆξιν ἀποβαίνειν τοῦ κράτους, ὅτε τὰ τῆς φθορᾶς παραδίδοται λύσει καὶ τὰ τῆς κρείττονος διαγωγῆς πολιτεύεται." Τῷ ιʹ ἔτει τοῦ χαγάνου ἐπελθόντος κατὰ τὸ Σίρμιον, ὁ βα 1.697 σιλεὺς στρατηγὸν Εὐρώπης τὸν Πρίσκον χειροτονεῖ. ὁ δὲ Πρί σκος Σαλβανιανὸν ὑποστράτηγον ποιήσας προτρέχειν ἐκέλευσε, καὶ κατὰ τῶν βαρβάρων χωρήσαντες συγκροτοῦσι πόλεμον καὶ νικῶσι Ῥωμαῖοι. ὁ δὲ χαγάνος τοῦτο ἀκηκοώς, ἀναλαβὼν τὰς δυνάμεις ἐχώρει πρὸς πόλεμον, καὶ εἰς Ἀγχίαλον ἐλθὼν ταύτην κατέκαυσεν. εἶτα εἰς τὸ Δριζὶν περᾷ. ὁ δὲ Πρίσκος μὴ θέλων θεωρεῖν τὰ πλήθη τῶν βαρβάρων εἰς Τζουρουλὸν εἰσελθὼν ἠσφαλίσατο. ὁ δὲ βάρβαρος τὸν Πρίσκον πολιορκεῖν ἐπεχείρει. ταῦτα δὲ ἀκηκοὼς Μαυρίκιος διηπόρει τί δράσει· εὐβουλίᾳ δὲ καταστρατηγεῖ τῆς ἀπείρου δυνάμεως, καὶ ἕνα τῶν ἐξκουβιτώρων μεγάλαις δωρεαῖς καὶ ὑποσχέσεσι πείθει ἑκοντὶ περιπεσεῖν τοῖς βαρβάροις, καὶ δίδωσιν αὐτῷ πρὸς Πρίσκον γραφὴν περιέχουσαν τάδε "τῷ ἐνδοξοτάτῳ στρατηγῷ Πρίσκῳ. τὴν ἀλιτηρίαν τῶν βαρβάρων ἐγχείρησιν μὴ δειλιάσῃς· πρὸς γὰρ ἀπώλειαν αὐτῶν τοῦτο γέγονε. γίνωσκε γὰρ ὅτι μετὰ πολλῆς αἰσχύνης ἔχει ὁ χαγάνος ὑποστρέψαι εἰς τὴν ἀφιερωθεῖσαν αὐτῷ παρὰ Ῥωμαίων χώραν. διὰ τοῦτο καρτερησάτω ἡ σὴ ἐνδοξότης ἐν τῇ Τζουρουλῷ περιρέμβουσα αὐ τούς. πέμπω γὰρ διὰ θαλάσσης πλοῖα, καὶ αἰχμαλωτίζομαι τὰς φαμιλίας αὐτῶν, καὶ ἀναγκάζεται μετ' αἰσχύνης καὶ ζημίας εἰς τὰ ἴδια ὑποστρέψαι." ὁ δὲ χαγάνος κρατήσας τὰ γράμματα καὶ ἀναγνοὺς γίνεται περιδεής, καὶ συνθήκας πρὸς τὸν Πρίσκον δια θέμενος καὶ εἰρηνεύσας ἐπὶ δώροις ὀλίγοις καὶ ἀναξιολόγοις εἰς τὴν ἑαυτοῦ ἐπανέζευξε γῆν μετὰ φυγῆς κραταιᾶς. Τῷ ιαʹ ἔτει Πρίσκος μεγάλως ἐπὶ τοῖς Σθλαβίνοις ἠνδρα 1.698 γάθησε καὶ φόνον πολὺν τῶν βαρβάρων εἰργάσατο. τῷ αὐτῷ ἔτει Παῦλος ὁ τοῦ βασιλέως πατὴρ ἐτελεύτησεν ἐν Κωνσταντινου πόλει, καὶ Ἀναστασία Αὐγοῦστα ἡ πενθερὰ Μαυρικίου, γυνὴ δὲ Τιβερίου, καὶ ἐτάφη μετὰ τοῦ ἀνδρὸς αὐτῆς. Τῷ ιβʹ ἔτει τοῦ Πρίσκου πάλιν τὸν Ἴστρον καταλαβόντος καὶ τὰ Σθλαβίνων ἔθνη πραιδεύσαντος καὶ πολλὴν αἰχμαλωσίαν τῷ βασιλεῖ πέμψαντος, γράφει αὐτῷ ἐκεῖσε παραχειμάσαι. τῷ δ' αὐτῷ ἔτει Φιλιππικὸς κτίζει τὴν ἐν Χρυσουπόλει μονὴν τῆς παναχράντου θεοτόκου καὶ τὰ παλάτια πρὸς τὸ ὑποδέχεσθαι τὸν βασιλέα καὶ τὰ τέκνα αὐτοῦ, ποιήσας καὶ ἰχθυοτροφεῖον καὶ πα ραδείσους. καὶ ἐν Κωνσταντινουπόλει δὲ ἔκτισε τὸν οἶκον τὸν λεγόμενον τοῦ Φιλιππικοῦ. Τῷ ιγʹ ἔτει εἰς τὰ τοῦ Βυζαντίου προάστεια τίκτονται τέ ρατα, παιδίον τετράπουν καὶ ἄλλο δικόρυφον· λέγεται δὲ μὴ ση μαίνειν ἀγαθὰ ταῖς πόλεσιν ἐν αἷς γίνονται ταῦτα. καὶ ὁ βασιλεὺς Πρίσκον τῆς στρατηγίας ἀποπαύει, Πέτρον δὲ τὸν ἑαυτοῦ ἀδελφὸν στρατηγὸν τῆς δυνάμεως Ῥωμαίων ποιεῖ. Τῷ ιδʹ ἔτει Πέτρος ὁ στρατηγὸς τοὺς Σθλαβίνους ἐπιφε ρομένους Ῥωμαϊκὴν αἰχμαλωσίαν τρέπει, καὶ οἱ βάρβαροι τὴν αἰχμαλωσίαν ἀποσφάξαντες ἔφυγον· ὀλίγους δὲ καὶ οἱ Ῥωμαῖοι κρατήσαντες ἐπὶ τὰ Ῥωμαϊκὰ ὑπέστρεψαν. τῷ δ' αὐτῷ ἔτει ἔκτισεν ὁ βασιλεὺς τὸν στρογγύλον ἡλιακὸν τῆς Μαγναύρας, στή σας ἐν τῷ μεσαυλίῳ τὴν ἰδίαν στήλην, καὶ ἀπέθηκεν ἐκεῖ τὸ ἀρμα μέντον. ἔκτισε δὲ καὶ τὸ λωβῶν γηροκομεῖον εἰς τὰ Ἠρίου, τὸ 1.699 λεγόμενον τοῦ ζωτικοῦ ἐγχόρηγον, διὰ τὸ ὑπὸ τῶν Σθλαβίνων καῆ ναι ξυλόστεγον ὄν, καὶ πολλὰ ἐν αὐτῷ ἐχορήγησε πρὸς θεραπείαν τῶν λωβῶν ἀδελφῶν. Τῷ ιεʹ ἔτει Πέτρος κακῶς ὑπὸ τῶν Σθλαβίνων τὸ στράτευμα ἀφανίσας διαδέχεται ὑπὸ τοῦ βασιλέως, καὶ πάλιν Πρίσκος στρα τηγὸς Θρᾴκης ἀποστέλλεται. Τῷ ι ʹ ἔτει Πέτρος ὁ ἀδελφὸς Μαυρικίου ἔκτισε τὸν ναὸν τῆς ὑπεραγίας θεοτόκου τοῦ Ἀρεοβίνδου. ὁμοίως καὶ Κυριακὸς ὁ πατριάρχης τὰ διακονίσσης, διάδοχος γενόμενος Ἰωάννου τοῦ νηστευτοῦ. Τῷ ιζʹ ἔτει συναθροίσας ὁ χαγάνος τὰς περὶ αὐτὸν δυνάμεις ἐπὶ τὴν
PG 121:765Δαλματίαν ἐχώρησε, καὶ καταλαβὼν τὴν Βάλβην καὶ τὰς περὶ αὐτὴν τεσσαράκοντα πόλεις ταύτας ἐπόρθησεν. ὁ δὲ Πρί σκος ταῦτα μαθὼν Γουνδούην ἐπὶ κατασκοπῇ τῶν πραττομένων ἀπέστειλεν· ὃς καταλαβὼν τοὺς βαρβάρους διὰ δυσβάτων χωρίων βαδίζοντας, περιτυγχάνει δύο ἐξ αὐτῶν τῷ οἴνῳ κεκαρωμένους, οἳ καὶ ἔφασαν δισχιλίοις ὁπλίταις τὴν αἰχμαλωσίαν τὸν χαγάνον παραδεδωκέναι καὶ πρὸς τὰ οἰκεῖα ἀποστεῖλαι. ταῦτα ὁ Γουν δούης μεμαθηκὼς κρύπτεται ἐν μικρᾷ φάραγγι, καὶ ἑωθινὸς ἐπὶ τὰ νῶτα τούτων γενόμενος ἀθρόως πάντας ἀνεῖλε καὶ τὴν αἰχμαλωσίαν πρὸς τὸν Πρίσκον ἤγαγεν. ὁ δὲ χαγάνος τὰ τῆς ἀποτυ χίας μαθὼν εἰς τὴν ἑαυτοῦ ἐπανέζευξε χώραν, καὶ ὁ Πρίσκος ὑπέστρεψεν εἰς τὰ ἴδια. Καὶ τῷ ιηʹ ἔτει λαβὼν τὰς δυνάμεις ἐπὶ τὴν Σιγιδῶνα παρα 1.700 γίνεται. ὁ δὲ χαγάνος συναθροίσας τὴν ἑαυτοῦ δύναμιν ἄφνω τῇ Μυσίᾳ ἐφίσταται. τῆς δὲ ἑορτῆς τοῦ πάσχα καταλαβούσης ἀμφό τεροι μετ' εἰρήνης ἡσύχασαν· καὶ τῆς ἑορτῆς πληρωθείσης δια χωρίζονται ἀπὸ τῶν Ῥωμαίων οἱ βάρβαροι, καὶ ποικίλου διωγμοῦ ἐξ ἀλλήλων τῶν μερῶν γενομένου πλῆθος Ῥωμαίων τὸ μὲν κατα σφάττεται τὸ δὲ αἰχμαλωτίζεται. τότε δὴ ὁ χαγάνος κατὰ Μαυ ρικίου ὡς αἰτίου τῆς σφαγῆς τοῦ λαοῦ καταβοῶν εἶπε διδόναι τοὺς αἰχμαλώτους ἀνὰ νομίσματος, καὶ πάλιν δύο τοῦ νομίσματος, καὶ πάλιν ἀνὰ κεράτια δʹ. ὁ δὲ Μαυρίκιος οὐδὲ οὕτως τούτους ἠθέλησεν ἀγοράσαι. ὅθεν θυμωθεὶς ὁ χαγάνος πάντας ἀπέκτει νεν. ἦσαν δὲ χιλιάδες ιβʹ, ἀνεβιβάζετο δὲ ἡ τιμὴ αὐτῶν ἀνὰ μιλιαρισίων δύο #βθλγʹ. καὶ οὕτως ποιήσας ὁ χαγάνος εἰς τὰ ἴδια ὑπέστρεψε, νʹ χιλιάδας ταῖς Ῥωμαίων σπονδαῖς ἐπιθείς. ὁ δὲ στρατὸς ἔπεμψε κατὰ Κομεντιόλου ὡς προδοσίαν ἐν τῷ πολέμῳ ποιήσαντος, ἐν οἷς ἦν καὶ Φωκᾶς, ὃς διαλεγόμενος τῷ βασιλεῖ βριαρῶς τούτῳ ἀντέλεγεν ἐν τῷ Σελεντίῳ. καί τις τῶν πατρικίων τοῦτον ἐρράπισε καὶ τὸν πώγωνα ἐξέτιλεν, ὁ δὲ βασιλεὺς τοῦτον ἄπρακτον ἀπέλυσεν. ἐκ τούτου καὶ ἡ τοῦ βασιλέως ἐπιβουλὴ ἀρχὴν ἐλάμβανε. κατὰ τοῦτον τὸν χρόνον ἐν τῇ Αἰγύπτῳ Μηνᾶ τοῦ ἐπάρχου ἐν τῷ Νείλῳ ποταμῷ μετὰ τοῦ λαοῦ πορευομένου, ἐν τόπῳ τῷ ἐπιλεγομένῳ Δέλτα, ἡλίου ἀνίσχοντος ζῷα ἀνθρωπόμορφα ἐν τῷ ποταμῷ ἐφάνησαν, ἀνήρ τε καὶ γυνή· καὶ ὁ μὲν ἀνὴρ εὔστολος, εὔστερνος, καταπληκτικὸς τὴν ὄψιν, ξανθὸς τὴν κόμην, μιξοπόλιος, καὶ μέχρι τῆς ὀσφύος ἐγύμνου τὴν φύσιν, 1.701 τὰ δὲ λοιπὰ μέρη τοῦ σώματος τὸ ὕδωρ ἐκάλυπτε. τοῦτον ὁ ἔπαρ χος ὅρκοις ἔβαλλε μὴ καταλῦσαι τὴν θεωρίαν, πρὶν ἅπαντας ἐμφορηθῆναι τῆς παραδόξου ταύτης ὁράσεως. ἡ δὲ γυνὴ τούς τε μασθοὺς εἶχε καὶ τὴν ὄψιν λείαν καὶ κόμην βαθεῖαν. καὶ μέχρις ὥρας θʹ πᾶς ὁ λαὸς ἐθαύμασεν, ὁρῶν τὰ ζῷα ταῦτα, καὶ τῇ θʹ ἔδυσαν ἐν τῷ ποταμῷ. καὶ ἰδοὺ καὶ κροκοδείλων πλῆθος ἀνεφάνη. ὁ δὲ κροκόδειλος θηρίον ἐστὶν ὁμοῦ καὶ ἰχθὺς μέγας, ἀμφίβιος δέ. καὶ ἡ μὲν χροιὰ τοῦ νώτου αὐτοῦ πέτρᾳ ἔοικε μελαίνῃ, ἡ δὲ γα στὴρ λευκή, πόδες δὲ δʹ, καὶ οὐρὰ μεγάλη καὶ τραχεῖα· τῆς ῥά χεως γάρ ἐστιν ἑνὸς ὀστέου τελευτή. ἐντέτμηται δὲ ἄνωθεν ὡς αἱ τῶν πριόνων ἀκμαί, καὶ τύπτει ἐν ταὐτῷ καὶ τραυματίζει. ἡ κεφαλὴ δὲ προσηρμοσμένη τοῖς ὤμοις καὶ ἐξισουμένη· καὶ ἐφ' ὅσον μὲν οὐ κέχηνε, θηρίου κεφαλή ἐστιν, ἐπὰν δὲ χάνῃ, ὅλη γίνεται στόμα μέχρι τῶν ὤμων ποιοῦσα τὸ χάσμα. ζῷον δέ ἐστι μικρὸν ἡ ὕδρις, ἥτις καὶ ὕλλος λέγεται, κυνὸς ἔχουσα μορφήν. αὕτη εἰς πηλὸν κυλισαμένη, ἐπιτηροῦσά τε τὸν κροκόδειλον καθεύ δοντα, εἰσπηδᾷ διὰ τοῦ στόματος αὐτοῦ (κεχηνὼς γὰρ ὁ κροκό δειλος καθεύδει) εἰς τὴν γαστέρα τούτου χωροῦσα, καὶ ταύτην διαρρήσσουσα ἐξέρχεται διὰ τῆς ἕδρας ἀπονεκροῦσα αὐτόν. Τῷ ιθʹ ἔτει, τοῦ ἁγίου πάσχα, Σοφία Αὐγοῦστα ἡ γυνὴ Ἰουστίνου, ἅμα Κωνσταντίνᾳ τῇ γυναικὶ Μαυρικίου, στέμμα κατασκευάσασαι ὑπέρτιμον τῷ βασιλεῖ προσήγαγον. ὁ δὲ βασιλεὺς τοῦτο θεασάμενος, ἀπελθὼν ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ τῷ θεῷ τοῦτο προσήγαγε, κρεμάσας ἐπάνω τῆς ἁγίας τραπέζης. λυθείσης δὲ 1.702 τῆς πρὸς τοὺς βαρβάρους εἰρήνης πάλιν ὁ χαγάνος ἐπὶ τὰ Ῥω μαϊκὰ χωρεῖ. τοῖς δὲ