PG 121Georgii Cedreni.
Compendium of Histories
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG_UC clean (diplomatic Greek) reading text ON TOP; scholarios OCR Page view + facing Latin UNDERNEATH; khazarzar second witness — PG column chips mark the printed columns.
PG 121:767τέσσαρσιν αὐτοῦ υἱοῖς παραδοὺς ἑτέρας δυνάμεις παρέστησε φρουρεῖν τὰς διαβάσεις τοῦ Ἴστρου. οἱ δὲ Ῥωμαῖοι σχεδίας ποιήσαντες τὸν ποταμὸν διεπέρασαν· καὶ μετὰ τῶν υἱῶν τοῦ χαγάνου συμβαλὼν ὁ Πρίσκος ἀπὸ πρωῒ ἕως ἑσπέ ρας, τριακοσίων Ῥωμαίων ἀναιρεθέντων, τέσσαρας χιλιάδας τῶν βαρβάρων ὤλεσε, καὶ τῇ ἐπιούσῃ πάλιν ὀκτὼ χιλιάδας τῶν βαρ βάρων ἀνεῖλε. τῇ δὲ τρίτῃ ἐκ τῶν ὑψηλοτέρων οἱ Ῥωμαῖοι πρὸς τοὺς βαρβάρους ἐχώρησαν, καὶ τούτους τρέψαντες ἐπὶ τὰ ὕδατα τῆς λίμνης ἤλασαν, πολλοὺς ἐξ αὐτῶν ἀποπνίξαντες, ἐν οἷς καὶ οἱ τοῦ χαγάνου παῖδες ἀπεπνίγησαν, καὶ νίκην οἱ Ῥωμαῖοι περι φανῆ ἀνεδήσαντο. ὁ δὲ χαγάνος πάλιν συναθροίσας δυνάμεις πολλὰς κατὰ Ῥωμαίων ἦλθε. πολέμου δὲ κροτηθέντος τρέπονται οἱ βάρβαροι καὶ νίκην ποιοῦνται Ῥωμαῖοι πασῶν ἐπισημοτέραν. ὁ δὲ Πρίσκος τέσσαρας χιλιάδας συντάξας τὸν Τίσσον ποταμὸν περᾶσαι ἐκέλευσεν εἰς τὸ κατασκοπῆσαι τὰ τῶν βαρβάρων σκηνώ ματα. οἱ δὲ βάρβαροι μηδὲν τῶν γεγονότων ἐγνωκότες ἑορτάζον τες ἐσυμποσίαζον. τούτοις οἱ Ῥωμαῖοι ἀπροόπτως ἐπεισπεσόντες μέγιστον φόνον εἰργάσαντο· τριάκοντα γὰρ χιλιάδας Γηπέδων καὶ ἑτέρων βαρβάρων ἀπέκτειναν, καὶ πλείστην αἰχμαλωσίαν λαβόντες πρὸς τὸν Πρίσκον ὑπέστρεψαν. ὁ δὲ χαγάνος πάλιν δυνάμεις ἀθροίσας ἐπὶ τὸν Ἴστρον παραγίνεται, καὶ συμβαλόντες πόλεμον ἡττῶνται οἱ βάρβαροι καὶ εἰς τὸν ποταμὸν ἀποπνίγονται. συν απόλλυνται δὲ τούτοις καὶ Σθλαβίνων πλήθη. ζῶντας δὲ ἐκρά 1.703 τησαν Ἄβαρας μὲν #γςʹ, βαρβάρους δὲ #βʹ. ὁ δὲ χαγάνος πρέσβεις πρὸς τὸν βασιλέα ἀπέστειλεν, ἀναλαβέσθαι τοὺς ζωγρηθέντας βου λόμενος. ὁ δὲ Μαυρίκιος μήπω μαθὼν τὴν περιφανῆ τῶν Ῥω μαίων νίκην, γράφει τῷ Πρίσκῳ ἀποδοῦναι τῷ χαγάνῳ τοὺς βαρ βάρους καὶ μόνους. Τῷ αὐτῷ ἔτει μοναχός τις ἐν ἀσκήσει διαλάμπων, σπάθην γυμνὴν κρατῶν, ἀπὸ τοῦ φόρου μέχρι τῆς χαλκῆς ξιφήρης δια δραμὼν τὸν αὐτοκράτορα τοῖς πᾶσιν ἐν φόνῳ μαχαίρας τεθνήξε σθαι προηγόρευσεν. ὁμοίως καὶ Ἡρωδιανὸς Μαυρικίῳ εἰς τὸ φανερὸν προσανήγγειλε τὰ τούτῳ συμβησόμενα. τότε καὶ οἱ δῆ μοι ἄνδρα παρόμοιον τῷ Μαυρικίῳ Μαῦρον, περιβαλόντες σάγον καὶ στέφανον πλέξαντες ἀπὸ σκορόδων καὶ τῇ αὐτοῦ περιθέντες κεφαλῇ, ὄνῳ τε τοῦτον ἐπικαθίσαντες ἔπαιζον, "εὕρηκε" λέγοντες "τὴν δαμάλην ἁπαλήν, καὶ ὡς τὸ καινὸν ἀλεκτόριον πεπήδηκεν αὐτήν, καὶ ἐποίησε παιδία ὡς τὰ ξυλοκώδωνα. ἅγιέ μου, ἅγιε, δὸς αὐτῷ κατὰ κρανίου, ἵνα μὴ ὑπεραίρηται· κἀγώ σοι τὸν μέγαν βοῦν προσαγάγω εἰς εὐχήν." τοιαῦτα μὲν τὰ παρὰ τοῦ δήμου. καὶ οὐ περιττῶς ὑπεμνηματίσθη, ἀλλ' ἵν' εἰδῶμεν ὡς ἐπειδάν τις παροξύνῃ τὸν δεσπότην, τοῖς αὐτοῦ παίγνιον γίνεται συνδού λοις. Τῷ εἰκοστῷ ἔτει Θεοδόσιον τὸν υἱὸν αὐτοῦ συνῆψε πρὸς γά μον τῇ θυγατρὶ Γερμανοῦ τοῦ πατρικίου. τῷ αὐτῷ ἔτει Μαυρί κιος ἐν αὑτῷ γενόμενος, καὶ ἐννοήσας ὅτι οὐδὲν τὸν θεὸν λαν θάνει ἀλλὰ πᾶσιν ἀποδίδωσι κατὰ ἔργα αὐτῶν, καὶ ἐπιλογισάμε 1.704 νος τὸ σφάλμα ὃ ἐποίησεν εἰς τὴν αἰχμαλωσίαν, μὴ ἐξαγοράσας αὐτήν, συμφέρειν ἔκρινεν αὐτῷ ἐν τῷ βίῳ τούτῳ ἀπολαβεῖν τὴν ἁμαρτίαν καὶ μὴ ἐν τῷ μέλλοντι. καὶ ποιήσας δεήσεις ἐγγράφους ἀπέστειλε πρὸς πάντα πατριάρχην καὶ μοναχὸν εἰς πάντα τὰ μονα στήρια καὶ εἰς τὰ Ἱεροσόλυμα, ἵνα αἰτήσωνται τὸν θεὸν ἐνταῦθα καὶ μὴ ἐκεῖ τοῦτον κολασθῆναι. ἐσκανδαλίζετο δὲ καὶ εἰς Φιλιπ πικὸν τὸν γαμβρὸν αὐτοῦ, ὡς τὸ φῖ ἔχειν εἰς χρηματισμὸν τὸν τοῦτον ἀναιρήσοντα, καί τοι διαφόρως αὐτῷ Φιλιππικοῦ ὀμνυμέ νου μὴ ἔχειν ἐξ αὐτοῦ φόβον τινά. πάντων οὖν περὶ τούτου εὐχο μένων, εἶδεν ὁ Μαυρίκιος ἐν μιᾷ νυκτὶ ὡς εἰς τὴν χαλκῆν πύλην τοῦ παλατίου ἱστάμενον ἑαυτὸν ἔμπροσθεν τῆς εἰκόνος τοῦ σωτῆ ρος, καὶ λαὸν πολὺν σὺν αὐτῷ τῶν αἰχμαλώτων ἐγκαλούντων. καὶ φωνὴ γέγονεν ἐκ τοῦ ἁγίου χαρακτῆρος λέγουσα "δότε Μαυρί κιον." καὶ οἱ δῆθεν ὑπηρέται κρατήσαντες αὐτὸν παρέστησαν ἐν τῷ πορφυρῷ ὀμφαλίῳ τῷ ἐκεῖσε. καὶ φησὶ πρὸς αὐτὸν ἡ θεία φωνή "ποῦ θέλεις
PG 121:771ἀποδώσω σοι; ὧδε, ἢ ἐν τῷ μέλλοντι αἰῶνι;" ὁ δὲ ἔφη "φιλάνθρωπε δέσποτα, δικαιοκρίτα, ὧδε μᾶλλον, καὶ μὴ ἐν τῷ μέλλοντι." καὶ εὐθέως ἐκέλευσεν ἐκδοθῆναι αὐτόν τε καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα αὐτοῦ καὶ πᾶσαν τὴν συγγένειαν Φωκᾷ τῷ στρατιώτῃ. διυπνισθεὶς οὖν ἀπέστειλεν εὐθὺς τὸν παρακοιμώμενον αὐτοῦ ἀγαγεῖν Φιλιππικόν· ὃς αὐτῇ τῇ ὥρᾳ ἰδὼν τὸν παρακοιμώμενον καὶ τῆς ἑαυτοῦ ζωῆς ἀπογνοὺς ᾐτήσατο κοι νωνῆσαι, καὶ οὕτως ἀπῄει πρὸς τὸν βασιλέα, καταλιπὼν τὴν γυ 1.705 ναῖκα ἐπὶ σάκκου καὶ σποδοῦ θρηνοῦσαν. ἐλθὼν δὲ πρὸς τὸν βα σιλέα ἔπεσεν ἐπὶ τοῖς ποσὶν αὐτοῦ. ὁ δὲ βασιλεὺς ἐξελθεῖν ἐκέ λευσε τὸν παρακοιμώμενον, καὶ αὐτὸς ἔπεσεν εἰς τοὺς πόδας Φιλιππικοῦ, λέγων "συγχώρησόν μοι, ἀδελφέ, ὅτι ἥμαρτόν σοι πολλά. σὲ γὰρ ὑπενόουν τῇ ζωῇ μου ἐπιβουλεῦσαι· ἀλλὰ νῦν ἔγνων ἀθῶον εἶναι. παρακαλῶ οὖν σε εἰπεῖν μοι εἰ γινώσκεις ἐν τοῖς τάγμασι Φωκᾶν τινὰ στρατιώτην." ὁ δὲ Φιλιππικὸς ἔφη "ἕνα γινώσκω, ὃς πρὸ καιροῦ πεμφθεὶς ἐκ τοῦ στρατοῦ ἀντέλεγε τῷ κράτει σου." καὶ ὁ βασιλεὺς ἔφη "ποίας ἐστὶ γνώμης;" ὁ δὲ ἔφη "δειλὸς καὶ θρασύς." καὶ ὁ βασιλεὺς ἔφη "εἰ δειλός, καὶ φονεύς," καὶ διηγήσατο ὁ βασιλεὺς τὸ ἐνύπνιον. ὁ δὲ εἶπε "ἴδε, δέσποτα, πῶς οὐ λείπει τὸν θεὸν γράμμα." τῇ δὲ νυκτὶ ἐκείνῃ ἐφάνη ἀστὴρ κομήτης ἐν τῷ οὐρανῷ ὁ λεγόμενος ξιφίας. καὶ τῇ ἐπιούσῃ ἡμέρᾳ ἔφθασεν ὁ ἀποσταλεὶς μαγιστριανός, φέ ρων ἀπόκρισιν ἐκ τῶν ἁγίων ὅτι ὁ μὲν θεὸς δεξάμενος τὴν μετά νοιάν σου σώζει τὴν ψυχήν σου καὶ μετὰ τῶν ἁγίων κατατάττει σε πανοικί, τῆς δὲ βασιλείας μετὰ ἀτιμίας καὶ κινδύνων ἐκπίπτεις. ταῦτα ἀκούσας Μαυρίκιος μεγάλως τὸν θεὸν ἐδόξαζε. τῷ δὲ Πέτρῳ στρατηγῷ ὄντι γράφει Μαυρίκιος τὸν Ἴστρον διαπερᾶσαι καὶ ἐν ξένῃ χώρᾳ τὸν λαὸν παραχειμάσαι. ὅπερ ἀκοῦσαν τὸ πλῆ θος ἐστασίασε, καὶ προβάλλονται ἔξαρχον Φωκᾶν τὸν κένταρχον, καὶ ἐπὶ ἀσπίδι τοῦτον ὑψώσαντες εὐφήμησαν ἔξαρχον. τοῦτο ὁ Πέτρος ἀκηκοὼς εἰς τὸ Βυζάντιον φεύγει καὶ πάντα ἀναγγέλλει 1.706 τῷ βασιλεῖ. ὁ δὲ Μαυρίκιος μεσούσης νυκτὸς ἰδιωτικὴν περιβα λόμενος ἐσθῆτα, εἰς δρόμωνα εἰσελθὼν μετὰ τῆς γυναικὸς καὶ τῶν τέκνων αὐτοῦ ἀποδιδράσκει. λαίλαπος δὲ γεγονυίας μόλις διασώζεται εἰς τὸν ἅγιον Αὐτόνομον. ἐν ταύτῃ δὲ τῇ νυκτὶ ἀρ θρῖτις καὶ ποδάγρα ἐπιπίπτει αὐτῷ. οἱ δὲ Πράσινοι ἐξελθόντες εἰς τὸ Ῥήγιον μεγάλαις εὐφημίαις ἐτίμων τὸν τύραννον Φωκᾶν, καὶ πείθουσιν αὐτὸν ἐν τῷ Ἑβδόμῳ παραγενέσθαι. ἐξέρχονται οὖν ὅ τε πατριάρχης Κυριακὸς καὶ ἡ σύγκλητος πρὸς αὐτόν, καὶ ἀπαιτεῖ αὐτὸν ὁ πατριάρχης ὁμολογίαν τῆς ὀρθοδόξου πίστεως καὶ τοῦ ἀτάραχον φυλάξαι τὴν ἐκκλησίαν, καὶ ἀναγορεύεται τὸ κακόν, καὶ κύριος τῶν σκήπτρων ὁ τύραννος προχειρίζεται, καὶ κρατεῖ τῆς εὐδαίμονος ἡ συμφορά, καὶ λαμβάνει τὴν ἔναρξιν τὰ μεγάλα τῶν Ῥωμαίων ἀτυχήματα, καὶ ἀναγορεύεται ἐν τῷ ναῷ τοῦ προδρόμου, καὶ μετὰ δύο ἡμέρας ἐπὶ βασιλικῆς ἁμάξης καθεζόμενος εἰς τὰ βασίλεια εἰσέρχεται. τῇ δὲ εʹ ἡμέρᾳ Λεοντὼ τὴν ἑαυτοῦ γυναῖκα ἔστεψεν Αὐγοῦσταν. εἰς δὲ τὸ ἱππικὸν ἀνελ θόντος τοῦ τυράννου, καὶ στάσεως γενομένης περὶ προτιμήσεως τόπου τοῖς μέρεσιν, ἔκραξαν οἱ δῆμοι "ὁ Μαυρίκιος οὐκ ἀπέθανεν ἀλλὰ ζῇ· ἐρωτηθήτω." ὁ δὲ ἀλάστωρ κινεῖται πρὸς τὸν φόνον Μαυρικίου, καὶ ἀποστείλας ἤγαγε τὸν τοιοῦτον εἰς τὸν Εὐτροπίου λιμένα· καὶ προαναιροῦνται οἱ τούτου πέντε ἄρρενες παῖδες ἐπ' ὄψεσιν αὐτοῦ. ὁ δὲ Μαυρίκιος φιλοσοφῶν τῷ δυστυχήματι συνε χῶς ἐπεφθέγγετο "δίκαιος εἶ, κύριε, καὶ δίκαιαι αἱ κρίσεις σου." 1.707 γίνεται τοίνυν τῶν παίδων ὁ θάνατος τοῦ πατρὸς ἐπιτάφιον, ἐπι δειξαμένου τὴν ἀρετὴν ἐν τῷ μεγέθει τῆς συμφορᾶς· τῆς γὰρ τι θήνης αὐτοῦ κλεψάσης ἕνα τῶν βασιλικῶν παίδων καὶ τὸ ἑαυτῆς ἐπιδούσης εἰς σφαγήν, ὁ Μαυρίκιος οὐ κατεδέξατο, ἀλλὰ τὸ ἴδιον ἐπεζήτησε. φασὶ δέ τινες ὅτι τούτου σφαγέντος γάλα σὺν τῷ αἵ ματι ἔρρευσεν, ὡς πάντας τοὺς ὁρῶντας θρηνῆσαι δεινῶς. οὕτω μὲν οὖν ὁ βασιλεὺς νόμων φύσεως ὑψηλότερος γεγονὼς καὶ αὐτὸς ὑπαλλάττει τὸν βίον. τούτων δὲ τὰς κεφαλὰς ἐν τῷ
PG 121:773κάμπῳ τοῦ τριβουναλίου ἔρριψαν. μετὰ δὲ τὸ ἐποζέσαι αὐτάς, ὥρισε τοῖς θέλουσι λαβεῖν αὐτάς· ἃς καὶ τοῖς σώμασιν αὐτῶν προσέμιξαν οἱ φιλόχριστοι, θάψαντες ἐν τῷ ναῷ τοῦ ἁγίου Μάμαντος, πλησίον τῆς ξυλοκέρκου πόρτης. ἐπέγραψαν δὲ τῷ τάφῳ αὐτῶν ἐλε γεῖον τόδε. ἅδ' ἐγὼ ἡ τριτάλαινα, καὶ ἀμφοτέρων βασιλήων, Τιβερίου θυγάτηρ Μαυρικίου τε δάμαρ, ἡ πολύπαις βασίλεια, καὶ ἡ δείξασα λοχείην, ὡς ἀγαθὸν τελέθει καὶ πολυκοιρανίη, κεῖμαι σὺν τεκέεσσι καὶ ἡμετέρῳ παρακοίτῃ δήμου ἀτασθαλίῃ καὶ μανίῃ στρατιῆς. τῆς Ἑκάβης ἔτλην πολὺ χείρονα, τῆς Ἰοκάστης, αἲ αἲ τῆς Νιόβης ἔμπνοός εἰμι νέκυς. ναὶ ναὶ τὸν γενέταν· τί μάτην τὰ νεογνὰ ἔκτειναν, ἀνθρώπων κακίης μηδὲν ἐπιστάμενα; 1.708 ἡμετέροις πετάλοισι κατάσκιος οὐκέτι Ῥώμη· ῥίζα γὰρ ἐκκλάσθη Θρηϊκίοις ἀνέμοις. ὁ δὲ Φιλιππικὸς ἀποκειράμενος καὶ ἱερωσύνην λαβών, ἐν Χρυσουπόλει διατελῶν ἡσύχως ἐτελεύτησεν. Ἐξ ἐκείνου οὖν τοῦ καιροῦ οὐ διέλιπε τὴν Ῥωμανίαν δυστυχήματα ποικίλα καὶ ἐξαίσια. ὁ γὰρ τῶν Περσῶν βασιλεὺς Χοσ ρόης τὴν εἰρήνην διέλυσε, καὶ οἱ Ἄβαρες τὴν Θρᾴκην διώλεσαν, καὶ ἄμφω τὰ στρατόπεδα τῶν Ῥωμαίων διεφθάρησαν, ὥστε ὁπη νίκα Ἡράκλειος ἐβασίλευσε καὶ ἐξέτασιν ἐποιήσατο εἰς ἀκρίβειαν τοῦ ὁπλιτικοῦ, ἐκ πάσης τῆς πληθύος τῆς εὑρεθείσης τῷ Μαυρικίῳ ἐπὶ τῆς τυραννίδος Φωκᾶ οὐχ εὗρε περαιτέρω δύο ἀν δρῶν· οὕτως οἱ τὸν τύραννον προστησάμενοι ἐπὶ αὐτοῦ ἀνηλώ θησαν. Κόσμου ἔτος #22 εʹ, τῆς θείας σαρκώσεως φ εʹ. Φωκᾶς ὁ τύραννος ἐβασίλευσεν ἔτη ηʹ. οὗτος κεντηρίων ἤτοι κένταρχος, τὴν τοῦ σώματος ἀναδρομὴν μέσος, δύσμορφος, ἐκπληκτικὴν ἔχων τὴν ὄψιν, τὴν τρίχα πυρρίζουσαν, σύνοφρύς τε καὶ τὸ γέ νειον κειρόμενος, ἔχων οὐλὴν ἐπὶ τῆς παρειᾶς αὐτοῦ, ἥτις ἐν τῷ θυμοῦσθαι αὐτὸν ἐμελαίνετο, οἰνοβαρής, αἱμοχαρὴς καὶ πρὸς γυναῖκας ἐπτοημένος, βριαρὸς καὶ θρασὺς ἐν τῷ φθέγγεσθαι, ἀσυμπαθὴς καὶ θηριώδης τὸν τρόπον καὶ αἱρετικός. τούτου γυνὴ Λεοντὼ ὁμότροπος αὐτῷ. ἐν ταῖς ἡμέραις αὐτοῦ πάντα ἐπερίσσευσε τοῖς ἀνθρώποις τὰ κακά, θνῆσις ἀνθρώπων καὶ κτηνῶν 1.709 πολλὴ καὶ ἀναρίθμητος, ἀφορίαι τῆς γῆς, καὶ λιμοὶ καὶ λοιμοὶ χαλεπώτατοι, καὶ χειμῶνες τηλικοῦτοι ὡς παγῆναι τὴν θάλασσαν καὶ τεθνάναι τοὺς ἰχθύας. ποιήσαντος δὲ αὐτοῦ ἱππικόν, καὶ τῇ ἑσπέρᾳ πολλῷ τῷ οἴνῳ χρησαμένου καὶ βραδεύσαντος ἀνελθεῖν, ἔκραξεν ὁ δῆμος "ἀνάτειλον Φωκᾶ." μὴ ἐξερχομένου δὲ αὐτοῦ τάχιον πρὸς τὴν θέαν ἔφη ὁ δῆμος "πάλιν τὸν οἶνον ἔπιες, πάλιν τὸν νοῦν ἀπώλεσας;" ἐφ' οἷς μανεὶς πολλοὺς ἠκρωτηρίασε καὶ πολλοὺς ἐφόνευσε. τοῦ ὄχλου δὲ πῦρ εἰς τὸ πραιτώριον βαλόν τος ἔφυγον πάντες οἱ δέσμιοι. ὁ δὲ αὐτὸς Φωκᾶς κτίζει ἀρμα μέντον τὸ πλησίον τῆς Μαγναύρας, στήσας τὴν στήλην ἐπάνω αὐτοῦ. Θεοδόσιον δὲ τὸν τοῦ Μαυρικίου υἱόν, ὡς λόγος κρατεῖ, πρὸς Χοσρόην ἀποσταλέντα, ἀποστείλας ὁ Φωκᾶς κατέλαβεν ἐν Νικαίᾳ, καὶ ἐν τῷ Λευκάκτῃ ἐλθόντα ἐκέλευσεν ἀναιρεθῆναι· ὃς καὶ παρεκάλεσε πρότερον μεταλαβεῖν τῶν θείων μυστηρίων, εἶθ' οὕτως ἀναιρεθῆναι. ὡς δὲ μετέλαβεν, εὐχαριστήσας τῷ θεῷ ἔλαβε λίθον ἀπὸ τῆς γῆς, καὶ τύψας τρίτον εἰς τὸ στῆθος αὐτοῦ ηὔξατο λέγων "κύριε Ἰησοῦ Χριστέ, σὺ ἐπίστασαι ὅτι οὐκ ἠδί κησα ἄνθρωπον ἐπὶ τῆς γῆς. νῦν ὡς κελεύει τὸ κράτος σου, γε νέσθω ἐπ' ἐμοί." καὶ ταῦτα εἰπὼν ἀπετμήθη. οἱ δέ φασιν ὅτι οὗτος ὁ Θεοδόσιος ἀποσταλεὶς παρὰ τοῦ πατρὸς αὐτοῦ Μαυρικίου πρὸς Χοσρόην τὸν βασιλέα Περσῶν μετὰ γραμμάτων ἀφανὴς γέγονεν. 1.710 Ἐν Ἀλεξανδρείᾳ καλλιγράφος εὐλαβής, ἐκ παννυχίδος οἴκαδε πορευόμενος μεσούσης νυκτός, ἀκούει ἐκ τῶν βωμῶν τῶν ἀνδριάντων λεγόντων ἀναιρεθῆναι Μαυρίκιον καὶ τὰ τέκνα αὐτοῦ, καὶ πάντα τὰ ἐν Βυζαντίῳ πραχθέντα συμπτώματα. πρωΐας δὲ ἐπανελθὼν τῷ Αὐγουσταλίῳ διηγήσατο. ὁ δὲ παρήγγειλεν αὐτῷ σιωπῆσαι, σημειωσάμενος δὲ τὴν ἡμέραν ἀπεκαραδόκει τὴν ἔκβα σιν, ἥτις μετὰ θʹ ἡμέρας ἠκούσθη. Τῷ βʹ ἔτει προσῆλθε
PG 121:777Φωκᾶς ἐν ταῖς ἑορταῖς, ῥίψας ὑπα τείαν πολλήν. Χοσρόης δὲ ὁ βασιλεὺς τῶν Περσῶν δύναμιν πολ λὴν κατὰ Ῥωμαίων ἐξαπέστειλε. τοῦ δὲ Γερμανοῦ πληγέντος ἐν τῷ πολέμῳ ἡττῶνται Ῥωμαῖοι, τῇ ιʹ δὲ ἡμέρᾳ τελευτᾷ Γερμανός. ὁ δὲ Φωκᾶς τῷ χαγάνῳ τὸ πάκτον ἐπαυξήσας, νομίζων ἠρεμεῖν τοὺς βαρβάρους, τὰς δυνάμεις ἀπὸ τῆς Εὐρώπης ἑλὼν ἐπὶ Πέρ σας ἀπέστειλεν ὑπὸ Ναρσῇ στρατηγῷ· συμβαλὼν δὲ τοῖς Πέρσαις ἡττᾶται καὶ πλῆθος ἀπόλλυσι πολύ. τοῦτο Φωκᾶς ἀκούσας Δο μεντζίολαν τὸν ἀδελφὸν κουροπαλάτην ποιήσας χειροτονεῖ στρα τηγόν. Τῷ γʹ ἔτει πολλὰς τῶν Ῥωμαίων πόλεις οἱ Πέρσαι ἠφάνι σαν. ὁ δὲ Δομεντζίολας λόγον δοὺς τῷ Ναρσῇ, καὶ ὅρκοις πολ λοῖς πείσας αὐτὸν μηδεμίαν ἀδικίαν παρὰ τοῦ Φωκᾶ ὑπομένειν, ἀπέλυσεν αὐτὸν πρὸς Φωκᾶν. ὁ δὲ Φωκᾶς μὴ φυλάξας τοὺς ὅρ κους τοῦτον πυρὶ κατέκαυσεν. ἐν λύπῃ οὖν μεγάλῃ γεγόνασιν οἱ 1.711 Ῥωμαῖοι, ὅτι φόβον μέγαν εἶχεν εἰς Πέρσας ὁ Ναρσῆς, ὥστε τὰ τέκνα αὐτῶν διὰ τοῦ Ναρσῆ ἐκφοβεῖν. Τῷ δʹ ἔτει ἡ Αὐγοῦστα Κωνσταντῖνα σὺν ταῖς τρισὶ θυγα τράσιν αὐτῆς εἰς τὴν ἐκκλησίαν προσφεύγει. πέμπει οὖν ὁ Φωκᾶς ἐξελθεῖν τὰ γύναια. ὁ δὲ πατριάρχης Κυριακὸς τοῦτο οὐκ ἐπέ νευσεν, ὅρκοις δὲ βεβαιωθεὶς ὑπὸ τοῦ Φωκᾶ ἐν μοναστηρίῳ ἐγ κλείει. τῷ δ' αὐτῷ ἔτει οἱ Πέρσαι παρέλαβον τὸ Δαρὰς καὶ πᾶ σαν τὴν Μεσοποταμίαν καὶ Συρίαν, αἰχμαλωσίαν λαβόντες ἧς οὐκ ἦν ἀριθμός. τοῦ πατριάρχου Κυριακοῦ τελευτήσαντος χει ροτονεῖται Θωμᾶς διάκονος καὶ σακελλάριος τῆς μεγάλης ἐκκλησίας. Τῷ εʹ ἔτει πολλοὺς φίλους τοῦ Μαυρικίου ὁ τύραννος ἀπέ κτεινε καὶ πυρὶ παρέδωκε, τὴν δὲ Κωνσταντῖναν σὺν ταῖς τρισὶ θυγατράσιν αὐτῆς ἐν τῷ μόλῳ Εὐτροπίου, ἔνθα καὶ Μαυρίκιος ἀνῃρέθη, ξίφει ἀπέτεμε, καὶ ἄλλους μὲν τῶν ἐνδόξων τοῦ παλα τίου πολλούς, τῶν δὲ κατωτέρω ἀναριθμήτους. τῷ δ' αὐτῷ χρόνῳ οἱ Πέρσαι τὸν Εὐφράτην διαβάντες πᾶσαν τὴν Συρίαν καὶ Παλαιστίνην καὶ Φοινίκην ᾐχμαλώτευσαν. Τῷ ʹ ἔτει Κρίσπος ὁ πατρίκιος μὴ φέρων ὁρᾶν τοὺς ἀδί κους φόνους καὶ τὰ δεινὰ τὰ ὑπὸ τοῦ Φωκᾶ γινόμενα, γράφει πρὸς Ἡράκλειον τὸν πατρίκιον καὶ στρατηγὸν Ἀφρικῆς, ὅπως ἀποστείλῃ Ἡράκλειον τὸν υἱὸν αὐτοῦ καὶ Νικήτην τὸν υἱὸν Γρη γορᾶ πατρίκιον, τὸν ὑποστράτηγον αὐτοῦ, ὅπως ἔλθωσι κατὰ 1.712 τοῦ τυράννου· ἤκουε γὰρ κατ' αὐτοῦ μελετωμένην παρ' αὐτῶν ἀνταρσίαν. Τῷ ζʹ ἔτει οἱ Πέρσαι ἐξῆλθον σὺν τῷ Καρδαρίχᾳ καὶ παρέ λαβον Ἀρμενίαν καὶ Καππαδοκίαν, ἔτρεψαν δὲ καὶ τοὺς Ῥωμαίους. παρέλαβον δὲ καὶ τὴν Γαλατίαν καὶ Παφλαγονίαν, καὶ ἦλθον μέχρι Χαλκήδονος λυμαινόμενοι ἀφειδῶς πᾶσαν ἡλικίαν. καὶ οἱ μὲν Πέρσαι ἔξω τῆς πόλεως ἐτυράννουν, ὁ δὲ Φωκᾶς ἔνδον χείρονα αὐτῶν ἐποίει. Τῷ ηʹ ἔτει αὐτοῦ ἀτακτήσαντες οἱ Ἀντιοχεῖς Ἑβραῖοι στάσιν ἐποίησαν κατὰ Χριστιανῶν, καὶ ἀποσφάττουσιν Ἀναστάσιον τὸν μέγαν πατριάρχην Ἀντιοχείας, βαλόντες τὴν φύσιν αὐτοῦ ἐν τῷ στόματι αὐτοῦ. σὺν αὐτῷ καὶ πολλοὺς τῶν Ἀντιοχέων κατέσφαξαν. ὁ δὲ Φωκᾶς Βόνοσον κόμητα ἀνατολῆς καὶ Κοπανᾶν στρα τηλάτην ποιήσας ἀπέστειλεν αὐτοὺς κατ' αὐτῶν· οἷς ἐπελθόντες πολλοὺς ἐφόνευσαν καὶ ᾐκρωτηρίασαν καὶ τῆς πόλεως ἐξώρισαν. ὁ δὲ Ἡράκλειος πλοῖα πολλὰ ἐξ Ἀφρικῆς ἐξοπλίσας καὶ στρατὸν τὴν Κωνσταντινούπολιν κατέλαβεν, ἐπιφερόμενος καὶ τὴν ἀχειρο ποίητον εἰκόνα τοῦ κυρίου καὶ θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ. καὶ πολέμου συρραγέντος εἰς τὸν λιμένα τῆς Σοφίας μεταξὺ Φωκᾶ καὶ Ἡρακλείου, ἡττηθεὶς ὁ ἀλιτήριος ἔφυγεν εἰς τὰ βασίλεια. Φω τεινὸς δέ τις ὑπὸ Φωκᾶ εἰς τὴν σύζυγον ἀδικηθείς, εἰσελθὼν μετὰ στρατιωτῶν εἰς τὰ βασίλεια, ἀτίμως τοῦ θρόνου τοῦτον ἀναστή σας καὶ τῆς βασιλικῆς ἐσθῆτος ἀπογυμνώσας, καὶ μέλανα ἐνδύ 1.713 σας καὶ κλοιὰ περιθείς, ἄτιμον πρὸς Ἡράκλειον ἀπήγαγεν. ὃν θεασάμενος εἶπεν "οὕτως, ἄθλιε, τὴν πολιτείαν διῴκησας;" ὁ δὲ ἀπεγνωσμένος ὢν ἔφη "σὺ κάλλιον ἔχεις διοικῆσαι." καὶ παρευθὺ κελεύει Ἡράκλειος πρῶτον μὲν τὰς χεῖρας καὶ τοὺς πόδας αὐτοῦ ἐκκοπῆναι, εἶθ' οὕτως τοὺς ὤμους καὶ τὰ αἰδοῖα, ἔπειτα τὴν κεφαλήν. τὸ δὲ
PG 121:781καταλειφθὲν σῶμα αὐτοῦ οἱ στρατιῶται λα βόντες ἐν τῇ τοῦ βοὸς ἀγορᾷ ἔκαυσαν. συνέπραττε δὲ τούτοις καὶ Κρίσπος ὁ γαμβρὸς τοῦ Φωκᾶ, ὃν καὶ στρατηγὸν Καππαδοκίας Ἡράκλειος βασιλεύσας ἐποίησεν· ἐκεῖσε δὲ ἀνταρσίαν μελετήσαντα ἤγαγεν ἐπὶ συγκλήτου, καὶ τὰ πρὸς Ἡράκλειον γενόμενα ἔγγραφα αὐτοῦ κατέχων ὁ βασιλεὺς ἐν τῇ χειρί, κρούσας Κρίσπον τὴν κε φαλὴν μετὰ τοῦ χάρτου, ἔφη "ταλαίπωρε, γαμβρὸν οὐκ ἐποίη σας· φίλον ἀληθῶς πῶς ποιήσεις;" ποιεῖ οὖν αὐτὸν κληρικόν, καὶ ἐν τῇ μονῇ τῇ τῆς χώρας περιορίζει, κἀκεῖ τελευτᾷ. μοναχὸς δέ τις ἅγιος ἐπὶ τῶν ἡμερῶν τοῦ Φωκᾶ πρὸς τὸν θεὸν διαδικαζό μενος ἔλεγε "κύριε, διὰ τί τοιοῦτον παράνομον βασιλέα δέδωκας τοῖς Χριστιανοῖς;" καὶ ἦλθεν αὐτῷ φωνὴ ἀοράτως ὅτι χείρονα τούτου οὐχ εὗρον πρὸς τὴν κακίαν τῶν νῦν κατοικούντων ἐν τῇ πόλει. Κόσμου ἔτος #22 ργʹ, τῆς θείας σαρκώσεως χθʹ. Ἡράκλειος βασιλεὺς Ῥωμαίων ἐβασίλευσεν ἔτη λαʹ, στεφθεὶς ὑπὸ Σεργίου πατριάρχου ἐν τῷ εὐκτηρίῳ τοῦ ἁγίου Στεφάνου ἐν τῷ παλατίῳ· ἐστέφθη δὲ ἅμα αὐτῷ καὶ ἡ μεμνηστευμένη αὐτῷ Φαβία ἡ καὶ 1.714 Εὐδοκία μετονομασθεῖσα Αὐγοῦστα. οὗτος ὁ Ἡράκλειος ἦν τὴν ἡλικίαν μεσῆλιξ, εὐσθενής, εὔστερνος, εὐόφθαλμος, ὀλίγον ὑπό γλαυκος, ξανθὸς τὴν τρίχα, λευκὸς τὴν χροιάν, ἔχων τὸν πώ γωνα πλατὺν καὶ πρὸς μῆκος ἐκκρεμῆ. ὁπηνίκα δὲ πρὸς τὸ τῆς βασιλείας ἦλθεν ἀξίωμα, εὐθέως ἐκείρατο τὴν κόμην καὶ τὸ γένειον τῷ βασιλικῷ σχήματι. τούτῳ τῷ ἔτει παρέλαβον οἱ Πέρσαι τὴν Ἀπάμειαν Συρίας καὶ Ἔδεσαν, καὶ ἦλθον ἕως Ἀντιοχείας· οἱ δὲῬωμαῖοι πολεμήσαντες αὐτοῖς ἡττήθησαν, καὶ διωλέσθη πᾶς ὁ λαὸς τῶν Ῥωμαίων πλὴν ὀλίγων. Τῷ βʹ ἔτει Ἡρακλείου παρέλαβον οἱ Πέρσαι Καισάρειαν τῆς Καππαδοκίας, καὶ πολλὰς μυριάδας ἐν αὐτῇ ᾐχμαλώτευ σαν. παραλαβὼν Ἡράκλειος, καθὰ εἴρηται, τὰ τῆς πολι τείας τῶν Ῥωμαίων πράγματα παραλελυμένα εὗρε· τήν τε γὰρ Εὐρώπην οἱ Ἄβαρες ἠρήμωσαν, καὶ τὴν Ἀσίαν οἱ Πέρσαι πᾶσαν κατέστρεψαν καὶ πόλεις ᾐχμαλώτευσαν. καὶ ταῦτα οὗτος θεώμενος ἐν ἀπορίᾳ ἦν, τί δράσει διαλογιζόμενος. τούτῳ τῷ ἔτει ἐτέχθη τῷ βασιλεῖ υἱὸς ἀπὸ Εὐδοκίας, Ἡράκλειος ὁ μικρός, ὁ νέος Κωνσταντῖνος, μηνὶ Μαΐῳ τρίτῃ. τῷ αὐτῷ ἔτει ἐτελεύτησεν Εὐδοκία ἡ Αὐγοῦστα. Τῷ γʹ ἔτει ἐστέφθη Ἐπιφανία ἡ θυγάτηρ Ἡρακλείου καὶ Ἡράκλειος ὁ υἱὸς αὐτοῦ ὁ νέος Κωνσταντῖνος ὑπὸ Σεργίου πα τριάρχου. τῷ δ' αὐτῷ ἔτει ἐπεστράτευσαν Σαρακηνοὶ κατὰ Συ ρίας, καὶ λυμηνάμενοι χωρία ἱκανὰ ὑπέστρεψαν. Τῷ δ' ἔτει παρέλαβον οἱ Πέρσαι τὴν Δαμασκὸν καὶ ᾐχμα 1.715 λώτευσαν αὐτήν. ὁ δὲ Ἡράκλειος πρεσβείαν πρὸς Χοσρόην ἀπέ στειλε, φήσας αὐτῷ παύσασθαι τοῦ ἐκχέειν αἵματα ἀνθρώπων ἀνηλεῶς, καὶ ὁρίσαι καὶ λαμβάνειν πάκτα. ὁ δὲ οὐδένα λόγον τούτων ἐποιήσατο. τῷ δ' αὐτῷ ἔτει Ἡράκλειος ἔγημε Μαρτῖναν, καὶ ἀνηγόρευσεν αὐτὴν Αὐγοῦσταν, στέψαντος αὐτὴν Σεργίου τοῦ πατριάρχου. Τῷ εʹ ἔτει παρέλαβον οἱ Πέρσαι τὸν Ἰορδάνην καὶ τὴν Πα λαιστίνην καὶ τὴν ἁγίαν πόλιν πολέμῳ, καὶ ἀπέκτειναν ἐν αὐτῇ διὰ χειρῶν τῶν Ἰουδαίων, ὡς φασί τινες, μυριάδας θʹ· αὐτοὶ γὰρ ὠνούμενοι τοὺς Χριστιανούς, καθ' ἕκαστος ηὐπόρει, ἀπέκτει νον αὐτούς. Ζαχαρίαν δὲ τὸν πατριάρχην Ἱεροσολύμων καὶ τὰ τίμια ξύλα λαβόντες σὺν αἰχμαλωσίᾳ πολλῇ ἐν Περσίδι ἀπή γαγον. τῷ αὐτῷ ἔτει ἐτέχθη τῷ βασιλεῖ ἀπὸ Μαρτίνας Κων σταντῖνος ἕτερος, καὶ ἐβαπτίσθη ἐν Βλαχέρναις ὑπὸ Σεργίου πα τριάρχου. Τῷ ʹ ἔτει παρέλαβον οἱ Πέρσαι πᾶσαν τὴν Αἴγυπτον καὶ Ἀλεξάνδρειαν καὶ Λιβύην καὶ ἕως Αἰθιοπίας, καὶ λαβόντες αἰχμα λωσίαν πολλὴν καὶ λάφυρα καὶ χρήματα ὑπέστρεψαν. τὴν δὲ Καρ χηδόνα μὴ δυνηθέντες παραλαβεῖν, πολιορκητὰς ἐάσαντες, ἀνε χώρησαν. Τῷ ζʹ ἔτει ὑπάτευσε Κωνσταντῖνος Ἡράκλειος, καὶ προε βάλετο Καίσαρα Κωνσταντῖνον τὸν μικρὸν ἴδιον ἀδελφόν, τὸν ἐξ Ἡρακλείου καὶ Μαρτίνας γεννηθέντα. 1.716 Τῷ ηʹ ἔτει πάλιν Ἡράκλειος ἀπέστειλεν ἐν Περσίδι πρέσβεις πρὸς Χοσρόην, αἰτούμενος
PG 121:783εἰρήνην. ὁ δὲ Χοσρόης καὶ πάλιν αὐτὸν ἀπεπέμψατο, εἰπὼν ὅτι οὐ φείσομαι ὑμῶν, ἕως ἂν ἀρνή σησθε τὸν ἐσταυρωμένον, ὃν λέγετε θεὸν εἶναι, καὶ προσκυνήσητε τῷ ἡλίῳ. Τῷ θʹ ἔτει ἐστράτευσαν οἱ Ἄβαρες κατὰ τῆς Θρᾴκης. ἀπο στείλας δὲ Ἡράκλειος ᾐτεῖτο εἰρήνην· καὶ συνθεμένου τοῦ χαγάνου ταύτην ποιεῖν, ἐξῆλθεν ὁ βασιλεὺς ἔξω τοῦ μακροῦ τείχους μετὰ πολλῆς δορυφορίας βασιλικῆς καὶ δώρων πολλῶν μεγάλων ὑποδέ ξασθαι τὸν χαγάνον καὶ λαβεῖν τὰ πιστὰ παρ' αὐτοῦ. ὁ δὲ βάρ βαρος τάς τε συνθήκας ἀθετήσας καὶ τοὺς ὅρκους ἄφνω τυραννι κῶς κατὰ τοῦ βασιλέως ἐχώρησεν. ἐκπλαγεὶς δὲ ὁ βασιλεὺς τῷ ἀπροσδοκήτῳ φυγὰς ἐπὶ τὴν πόλιν ὑπέστρεψε. λαβὼν δὲ ὁ βάρ βαρος τήν τε βασιλικὴν ἀποσκευὴν καὶ ὅσους ἠδυνήθη καταλαβεῖν ὑπέστρεψε, πολλὰ χωρία τῆς Θρᾴκης ληϊσάμενος ἐκ τοῦ ἀπροσ δοκήτως ἀπατῆσαι τῇ ἐλπίδι τῆς εἰρήνης. Τῷ ιʹ ἔτει Ἡράκλειος πρὸς χαγάνον πρέσβεις ἀπέστειλεν ἕνεκα περὶ τῶν ὑπ' αὐτοῦ γεγονότων ἀθέσμων, καὶ πάλιν πρὸς εἰρήνην προετρέπετο· ἐπιστρατεῦσαι γὰρ διανοούμενος κατὰ Περ σίδος εἰρηνεύειν μετὰ τοῦ χαγάνου ἤθελεν, ὃς καὶ αἰδεσθεὶς τὴν τοῦ βασιλέως ἀγάπην μετανοεῖν ἐπηγγέλλετο καὶ ἀγάπην ποιεῖν· καὶ στοιχήσαντες πάκτα ὑπέστρεψαν οἱ πρέσβεις μετ' εἰρήνης. 1.717 τούτῳ τῷ ἔτει παρέλαβον οἱ Πέρσαι πολέμῳ [ἀπὸ] Ἀγκύραν Γα λατίας. Τῷ ιαʹ ἔτει Ἡράκλειος ζῆλον θεῖον ὑπὲρ τῶν Χριστιανῶν ἀναλαβών, μετὰ τῶν Ἀβάρων εἰρηνεύσας, ὡς ἐνόμιζε, μετήνεγκε τὰ στρατεύματα τῆς Εὐρώπης ἐπὶ τὴν Ἀσίαν, καὶ διενοεῖτο τῇ τοῦ θεοῦ συνεργίᾳ κατὰ Περσίδος χωρεῖν. Τῷ ιβʹ ἔτει, ἤγουν τῷ #22 ρλαʹ ἀπὸ κτίσεως κόσμου, μηνὶ Σεπτεμβρίῳ γʹ, ἡμέρᾳ εʹ, ἐγένετο θεμάτιον τῶν Σαρακηνῶν παρὰ Στεφάνου Ἀλεξανδρέως τούτοις κανονίσαντος κρατῆσαι ἐν ἰσχύϊ μὲν ἔτη τθʹ, ἐν δὲ συστροφῇ καὶ ἀκαταστασίᾳ καὶ συμφορᾷ ἕτερα ἔτη ν ʹ, ὡς εἶναι τὴν διακράτησιν αὐτῶν ἅπασαν εὐτυχοῦσαν καὶ δυστυχοῦσαν ἔτη τξεʹ, ἐν τῷ ξʹ ἐνιαυτῷ, καθά φησι καὶ ὁ προ φήτης Ἠσαΐας "τάδε λέγει κύριος· ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μι σθωτοῦ, καὶ ἐκλείψει ἡ δόξα Κηδάρ, καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων υἱῶν Κηδὰρ τῶν ἰσχυρῶν ἔσται ὀλίγον." λείπει οὖν ἕως τῆς ..., ἐὰν ἄρα καλῶς ἐθεμάτισεν ὁ ἀστρονόμος Στέφανος· ἀλλ' ὡς οἶμαι λεπτὸν παχὺ ἔλαθεν ἐκεῖνον. χρὴ δὲ εἰδέναι ὅτι ὁ Κηδὰρ δεύτερος υἱὸς τοῦ Ἰσμαὴλ ἦν. τούτῳ τῷ ἔτει τελέσας ὁ βασιλεὺς Ἡράκλειος τὴν ἑορτὴν τοῦ πάσχα, εὐθέως τῇ δευτέρᾳ ἑσπέρᾳ ἐκίνησε κατὰ Περσίδος, λαβὼν ἀπὸ τῶν εὐαγῶν οἴκων καὶ ἐκκλησιῶν χρήματα ἐν δανείῳ (ἀπορίαν γὰρ εἶχε τὸ παλάτιον· καὶ ταῦτα ἐχάραξε νομίσματα καὶ μιλιαρίσια), καταλιπὼν τὸν 1.718 ἴδιον υἱὸν σὺν τῷ πατριάρχῃ Σεργίῳ ἐν Κωνσταντινουπόλει διοι κεῖν τὰ πράγματα, σὺν Βόνῳ τῷ πατρικίῳ, ἀνδρὶ ἐχέφρονι καὶ τὰ πάντα συνετῷ καὶ πεπειραμένῳ. ἔγραψε δὲ καὶ πρὸς τὸν χα γάνον παρακλήσεις τοῦ ἐπικουρεῖν τὰ τῶν Ῥωμαίων πράγματα ὡς φιλίαν σπεισάμενον πρὸς αὐτόν, καὶ ἐπίτροπον τοῦ ἰδίου υἱοῦ τοῦτον ὠνόμασεν. ὁ Χοσρόης δὲ Σάην τὸν ἡγεμόνα μετὰ πολλῆς δυνάμεως κατὰ Ῥωμαίων ἀποστείλας πᾶσαν τὴν ἀνατολὴν ἠφάνι σεν. ἐλθὼν δὲ ἐν Χαλκηδόνι ἱκανὸν χρόνον παρεκάθισεν. ὃς τὸν Ἡράκλειον μεθ' ὑποκρίσεως προσκαλεσάμενος τὰ πρὸς εἰρήνην ὡμίλησεν· ὁ δὲ τοῖς δολίοις λόγοις πιστεύσας αὐτοῦ ἐκπέμπει σὺν αὐτῷ πρέσβεις μεγιστᾶνας πρὸς Χοσρόην οʹ, οὓς παραλαβὼν ἀτί μους καὶ δεσμίους ἀπήγαγεν ἐν Περσίδι. ὁ δὲ Χοσρόης τὸν μὲν Σάην ὡς τὸν Ἡράκλειον ἰδόντα καὶ μὴ συλλαβόντα ἐκδαρῆναι ἐκέλευσε, τοὺς δὲ πρέσβεις ἐν φρουραῖς καὶ κακουχίαις κατεδίκασεν· ὑπὲρ ὧν ἀθυμία καὶ θλῖψις πολλὴ κατέσχε τὸν βασιλέα. εἶτα πάλιν Χοσρόης ἀπέστειλεν ἕτερον ἄρχοντα κατὰ Ῥωμαίων, ὀνόματι Σάρβαρον, ὃς μετὰ πλείστης δυνάμεως ἦλθε πρὸς τὴν Ἀσίαν, τὴν Ῥωμανίαν ληϊζόμενος. ὁ δὲ βασιλεὺς βουλόμενος πρὸς Περσίδα χωρεῖν τάδε πρὸς τὸν πατριάρχην ἔφη "εἰς χεῖρας τοῦ θεοῦ καὶ τῆς θεομητέρος καὶ σοῦ ἀφίημι τὴν πόλιν ταύτην καὶ τὸν υἱόν μου." καὶ εἰσελθὼν εἰς τὴν μεγάλην ἐκκλησίαν, μέλανα ὑποδήματα περιβαλόμενος καὶ πρηνὴς
PG 121:787πεσὼν ηὔξατο οὕ τως "δέσποτα θεὲ καὶ κύριε Ἰησοῦ Χριστέ, μὴ παραδῷς ἡμᾶς εἰς ὄνειδος τοῖς ἐχθροῖς σου διὰ τὰς ἁμαρτίας ἡμῶν, ἀλλ' ἐπι 1.719 βλέψας ἐλέησον, καὶ τὴν κατὰ τῶν ἐχθρῶν σου νίκην δὸς ἡμῖν, ὅπως μὴ καυχήσονται οἱ ἀλάστορες κατὰ τῆς σῆς κληρονομίας ἐπαιρόμενοι." ὃν ἰδὼν Γεώργιος ὁ Πισσίδης μετὰ τοιαύτης τα πεινώσεως ἔφη "ὦ βασιλεῦ, μελεμβαφὲς πέδιλον εἱλίξας πόδα, βάψαις ἐρυθρὸν Περσικῶν ἐξ αἱμάτων." λαβὼν δὲ μετὰ χεῖρας τὴν θεανδρικὴν ἀχειροποίητον μορφὴν τοῦ κυρίου καὶ θεοῦ ἡμῶν, κατὰ Περσῶν ἐστράτευσε μετὰ πλοίων διὰ τοῦ Εὐξείνου πόντου, προσλαβόμενος εἰς συμμαχίαν πλήθη Τούρκων καὶ ἄλλων ἐθνῶν. ἀπάρας τοίνυν τῆς βασιλίδος πρὸς Περσίδα χωρεῖ, καὶ διὰ τῶν Ῥωμαϊκῶν θεμάτων διερχόμενος συνέλεγε στρατόπεδα, προστιθεὶς αὐτοῖς καὶ νέον στρατόν, οὓς καὶ γυμνάζων τὰ πολεμικὰ ἔργα ἐξε παίδευσε. διχῇ γὰρ διελὼν τὰς παρατάξεις σὺν βοῇ πρὸς ἀλλή λους ἀναιμωτὶ ποιεῖν ἐκέλευε, κραυγάζειν τὸ πολεμικὸν καὶ παιᾶ νας καὶ ἀλαλαγμόν. καὶ διέγερσιν ἔχειν τούτους ἐδίδασκεν, ἵνα κἂν ἐν πολέμῳ εὑρίσκωνται, μὴ ξενίζωνται, ἀλλὰ θαρροῦντες ὡς εἰς παίγνιον κατὰ τῶν Περσῶν χωρῶσιν. ὁ δὲ βασιλεὺς τὴν σεβασμίαν εἰκόνα τῆς θεανδρικῆς μορφῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν ταῖς χερσὶ κατέχων ἀπήρξατο τῶν ἀγώνων, πιστὰ δοὺς τῷ λαῷ ὡς σὺν αὐτοῖς μέχρι θανάτου ἀγωνίσεται καὶ ὡς τέκνα οἰκεῖα τούτους περιθάλψει· ἐβούλετο γὰρ τὴν ἐξουσίαν οὐ φόβῳ, ὅσον ἐν πόθῳ ἔχειν. εὑρὼν δὲ τὸν στρατὸν εἰς φόβον πολὺν καὶ διχόνοιαν ἀταξίαν τε καὶ ἀκοσμίαν, καὶ εἰς πολλὰ μέρη διεσπαρ μένον, συντόμως πάντας εἰς ἓν συνήγαγε, καὶ νουθετήσας πολλὰ 1.720 τούτων τὸ φρόνημα ἀνέστησε καὶ κατὰ τῶν βαρβάρων ὥπλισε, παραγγείλας ἀδικίας μὲν ἀπέχεσθαι εὐσεβείας δὲ ἀντέχεσθαι. παραγενόμενος δὲ ἐν τοῖς μέρεσι τῆς Ἀρμενίας προτρέχειν πλῆθος ἱππέων Περσικῶν ἤκουσε πρὸς τῷ ἐπιπεσεῖν ἄφνω τῷ βασιλεῖ Ῥω μαίων. οἱ δὲ προτρέχοντες πάλιν Ῥωμαῖοι τούτοις συναντήσαντες τόν τε στρατηγὸν αὐτῶν δεσμώτην ἤγαγον πρὸς Ἡράκλειον καὶ πολλοὺς αὐτῶν ἀνεῖλον. ἐπεὶ δὲ χειμὼν κατέλαβεν, ἀποκλίνας ὁ βασιλεὺς πρὸς τὸ τοῦ Πόντου κλίμα ἔδοξε τοῖς βαρβάροις ἐν τούτῳ παραχειμάζειν. λαθὼν δὲ τοὺς Πέρσας καὶ ἐπιστραφεὶς εἰς τὴν Περσίδα εἰσβάλλει. τοῦτο μαθόντες οἱ βάρβαροι εἰς ἀθυμίαν ἦλθον. ὁ δὲ στρατηγὸς αὐτῶν ἔρχεται ἐν Κιλικίᾳ, ὅπως ἐπὶ Ῥωμανίαν ἐξελθὼν τούτους περιτρέψῃ. φοβηθεὶς δὲ πάλιν ἠναγκάσθη ἀκολουθεῖν ὀπίσω τοῦ Ῥωμαίων στρατοῦ, κλέψαι τὸν πόλεμον μεριμνῶν διὰ νυκτὸς ἀφεγγοῦς. ἡ δὲ σελήνη ὑπέστη κατ' αὐτὴν τὴν νύκτα ἐκ τοῦ συμβεβηκότος. κἀκ τούτου δειλιῶν τῷ βασιλεῖ προσβαλεῖν τὰ ὄρη καταλαμβάνει. ἐκεῖθεν δὲ κατερ χόμενος λάθρᾳ συμπλοκὰς μερικὰς ἐποιεῖτο, καὶ ἐν παντὶ οἱ Ῥω μαῖοι ἐπρώτευον· καὶ θάρσος ἔλαβεν ὁ στρατός, τὸν βασιλέα ὁρῶν προπηδῶντα εὐτόλμως καὶ προπολεμοῦντα. καὶ δὴ συμ βολῆς καρτερᾶς γενομένης νικῶσι Ῥωμαῖοι, καὶ πᾶσαν τὴν ἀπο σκευὴν αὐτῶν λαμβάνουσι, σφάζουσι δὲ ἅπαν τὸ Περσικὸν πλῆ θος, ὀλίγων τινῶν διαδράντων. ὅθεν οἱ Ῥωμαῖοι τῷ θεῷ καὶ τῷ βασιλεῖ ηὐχαρίστουν. ὁ δὲ βασιλεὺς τὸν στρατὸν σὺν τῷ 1.721 στρατηγῷ καταλιπὼν εἰς Ἀρμενίαν παραχειμάσαι, αὐτὸς εἰς τὸ Βυζάντιον ὑπέστρεψε. Τῷ ιγʹ ἔτει ἀπάρας τῆς βασιλευούσης κατὰ τάχος εἰς Ἀρμε νίαν ἀφίκετο. Χοσρόης δὲ ἀπέστειλε τὸν Σαρβαραζᾶν σὺν τῷ ἑαυτοῦ στρατῷ κατὰ Ῥωμανίας. Ἡράκλειος δὲ Χοσρόῃ ἐδήλου εἰρήνην ποιῆσαι· ὁ δὲ λόγον οὐδένα τούτου ἐποιήσατο. καὶ ὁ βασιλεὺς εἰσέβαλεν εἰς τὴν Περσίδα. ὅπερ μαθὼν Χοσρόης τὸν Σαρβαραζᾶν ὑποστρέψαι ἐκέλευσε. καὶ ἐπισυνάξας πάντα τὰ Περσικὰ στρατεύματα παραδίδωσιν αὐτὰ τῷ Σαΐν· ὃς κατὰ τά χος ἑνωθεὶς τῷ Σαρβαραζᾷ, χωροῦσι κατὰ τοῦ βασιλέως. ὁ δὲ λόγοις παραινετικοῖς τὸν λαὸν διεγείρας ἐν τῇ ἐνδοτέρᾳ Περσίδι χωρεῖ, πυρὶ ἀφανίζων τὰς πόλεις καὶ τὰς κώμας. ἀκούσας δὲ ἐν Γαζακῷ .... ὁρμᾷ κατ' αὐτοῦ. καὶ προπέμψας τινὰς τῶν ὑπ' αὐτὸν Σαρακηνοὺς προτρέχειν, συναντῶσι τῇ τοῦ Χοσρόου βίγλᾳ, καὶ τούτων τοὺς
PG 121:789μὲν ἀνελόντες τοὺς δὲ κρατήσαντες σὺν τῷ στρατηγῷ αὐτῶν τῷ βασιλεῖ προσήγαγον. τοῦτο μαθὼν Χοσρόης φυγῇ ἐχρήσατο. ὁ δὲ βασιλεὺς καταδιώξας τοὺς μὲν πολεμιστὰς ἀνεῖλε, τοὺς δὲ φεύγοντας διεσκέδασε. καὶ καταλαβὼν τὴν Γα ζακὸν πόλιν, ἐν ᾗ ὑπῆρχεν ὁ ναὸς τοῦ πυρὸς καὶ τὰ χρήματα Κροίσου τοῦ Λυδῶν βασιλέως καὶ ἡ πλάνη τῶν ἀνθράκων, καὶ εἰσελθὼν ἐν αὐτῇ εὗρε τὸ μυσαρὸν εἴδωλον τοῦ Χοσρόου, τό τε ἐκτύπωμα αὐτοῦ ἐν τῇ τοῦ παλατίου σφαιροειδεῖ στέγῃ ὡς ἐν οὐ ρανῷ καθήμενον, καὶ περὶ τοῦτο ἥλιον καὶ σελήνην καὶ ἄστρα, 1.722 οἷς ὁ δεισιδαίμων ὡς θεοῖς ἐλάτρευε, καὶ ἀγγέλους αὐτῷ σκηπτρο φόρους περιέστησεν. ἐκεῖθέν τε σταγόνας στάζειν ὡς ὑετοὺς καὶ ἤχους ὡς βροντὰς ἐξηχεῖσθαι ὁ θεομάχος ταῖς μηχαναῖς ἐπετεχνά σατο. ταῦτα γοῦν πάντα πυρὶ ἀναλώσας, καὶ τὸν τοῦ πυρὸς ναὸν κατακαύσας καὶ πᾶσαν τὴν πόλιν, συντόμως κατεδίωκεν ὀπίσω Χοσρόου ἐν τοῖς στενοῖς τῶν Μήδων χωρίοις, ἐν οἷς καὶ πολλὰς πόλεις καὶ χώρας ἐπόρθησε. συμβούλιον δὲ ποιήσας τοῦ παραχειμάσαι, ἁγνίζει τὸν λαὸν ἐπὶ ἡμέρας τρεῖς, καὶ ἀνοίξας τὰ τοῦ θεοῦ ἄχραντα εὐαγγέλια εὗρεν ἐπιτρέποντα ἐν Ἀλβανίᾳ παραχειμάσαι. ἐν δὲ τῷ μεταξὺ τῆς ὁδοῦ ἔχων σὺν αὐτῷ πολλὴν αἰχμαλωσίαν Περσικήν, ὡσεὶ πεντήκοντα χιλιάδας, τούτους τῇ συμπαθεῖ αὐτοῦ ψυχῇ ἐλεήσας τῶν δεσμῶν ἔλυσε. Τῷ ιδʹ ἔτει Χοσρόης ὁ τῶν Περσῶν βασιλεὺς Σαρβαραζᾶν ἄλλον στρατηγὸν ἐξοπλίσας μετὰ λαοῦ πρὸς Σαρβαραγκᾶν ἀπέστει λεν, ὡς ἑνωθέντας ἀμφοτέρους πολεμῆσαι Ῥωμαίοις. τοῦτο γνοὺς ὁ βασιλεὺς ἔσπευσε συμβαλεῖν πόλεμον μετὰ Σαρβάραγκα πρὸ τοῦ ἑνωθῆναι αὐτὸν τῷ Σαρβαραζᾷ, καὶ πολλὰς ἐκδρομὰς κατ' αὐτοῦ ποιησάμενος εἰς δειλίαν αὐτὸν ἐνέβαλεν. ὄπισθεν δὲ ἀμφοτέρους ἐάσας κατὰ Χοσρόου μετὰ σπουδῆς ἤλαυνεν. αὐτο μολοῦσι δὲ δύο τῶν Ῥωμαίων πρὸς τοὺς Πέρσας, καὶ πείθουσιν αὐτοὺς ὅτι ἐκ δειλίας φεύγουσιν οἱ Ῥωμαῖοι. ἦλθε δὲ αὐτοῖς καὶ φήμη τὸν Σαῒν στρατηγὸν Περσῶν καταλαμβάνειν μεθ' ἑτέρου στρατεύματος εἰς βοήθειαν. τοῦτο μαθόντες Σαρβαραγκᾶς τε 1.723 καὶ Σαρβαραζᾶς ἠγωνίσαντο συμβαλεῖν πόλεμον Ἡρακλείῳ πρὸ τοῦ φθάσαι τὸν Σαΐν, καὶ τὴν νίκην ἐπ' αὐτοὺς μετενεγκεῖν. πιστεύσαντες δὲ καὶ τοῖς αὐτομόλοις ἐχώρησαν κατὰ Ἡρακλείου. καὶ πλησιάσαντες αὐτῷ κατεσκήνωσαν, βουλόμενοι ἅμα πρωῒ συμβαλεῖν. ὁ δὲ Ἡράκλειος ἀπάρας ἀφ' ἑσπέρας ὥδευσε δι' ὅλης τῆς νυκτός, μακράν τε γενόμενος ἀπ' αὐτῶν, εὑρὼν πεδίον χλοη φόρον, ἠπλήκευσε. νομίσαντες δὲ οἱ βάρβαροι αὐτὸν ἐκ δειλίας φεύγειν ἀκόσμως ἐδίωκον· αὐτὸς δὲ ὑπαντιάσας αὐτοῖς ἐκρότησε πόλεμον, καὶ τῇ τοῦ θεοῦ συνεργίᾳ τρέπει τοὺς βαρβάρους, καὶ τούτους διὰ τῶν φαράγγων διώξας πλήθη πολλὰ ἀνεῖλεν. ἐν τῷ μεταξὺ δὲ τῶν ἀγώνων ὄντων ἔφθασε καὶ ὁ Σαῒν σὺν τῷ ἑαυτοῦ στρατῷ. συμβαλὼν δὲ καὶ μετ' αὐτοῦ ὁ βασιλεύς, καὶ τοῦτον τρέψας πολλοὺς ἀνεῖλε καὶ τοὺς λοιποὺς διέσπειρε φεύγοντας, παρέλαβε δὲ καὶ τὸ τοῦλδον αὐτῶν. Ὁ δὲ Σαρβαραζᾶς ἑνωθεὶς τῷ Σαῒν ἐπισυνῆξε τοὺς ὑπολειφθέντας βαρβάρους, καὶ πάλιν διενοοῦντο κατὰ τοῦ βασιλέως χωρεῖν. ὁ δὲ Ἡράκλειος ἐπὶ τὴν τῶν Οὕννων χώραν καὶ ταῖς τούτων δυσχωρίαις ἤλαυνεν ἐν τόποις τραχέσι καὶ δυσβάτοις. οἱ δὲ βάρβαροι ὀπίσω αὐτοῦ ἠκολούθουν. οἱ μέντοι Λαζοὶ ἅμα τοῖς Ἀβασγοῖς δειλιάσαντες ἀπέσπασαν ἑαυτοὺς τῆς τῶν Ῥωμαίων συμμαχίας καὶ οἴκαδε ἀνεχώρησαν. ὁ δὲ Σαῒν ἡσθεὶς ἐπὶ τούτῳ θυμῷ πολλῷ σὺν τοῖς βαρβάροις ἐχώρει κατὰ Ἡρακλείου. ὁ δὲ βασιλεὺς λόγοις τὸν στρατὸν ἀναπτερώσας παρῄνει λέγων "τὸ πλῆθος ὑμᾶς, ἀδελφοί, μὴ ταραττέτω· θεοῦ γὰρ θέλοντος εἷς 1.724 διώξει χιλίους. θύσωμεν οὖν τῷ θεῷ ἑαυτοὺς ὑπὲρ τῆς τῶν ἀδελφῶν ἡμῶν σωτηρίας. λάβωμεν στέφη μαρτύρων, ἵνα ὁ μέλ λων ἡμᾶς ἐπαινέσῃ χρόνος." τούτοις καὶ ἄλλοις πλείοσι παρα θαρρύνας τὸν στρατὸν φαιδρῷ τῷ προσώπῳ ἐξαρτύει τὸν πόλε μον. καὶ στάντες ἐπ' ἀλλήλοις ἀπὸ μικροῦ διαστήματος ἕωθεν μέχρις ἑσπέρας
PG 121:791ἀλλήλοις οὐ συνέβαλον. ἑσπέρας δὲ καταλαβού σης ὁ βασιλεὺς τῆς ὁδοιπορίας εἴχετο, καὶ οἱ βάρβαροι πάλιν ὀπίσω αὐτοῦ ἠκολούθουν. ἐναλλάξαντες δὲ τὴν ὁδόν, προλα βεῖν τοῦτον βουλόμενοι, ἐμπίπτουσιν εἰς τόπον τελματώδη, καὶ ἠναγκάσθησαν ἐξελθεῖν. ὁ δὲ βασιλεὺς τὴν γῆν Περσαρμενίας παρέτρεχε. τῆς γῆς δὲ ἐκείνης ὑπὸ τῶν Περσῶν κρατουμένης πολλοὶ συνέτρεχον τῷ Σαρβαραζᾷ, καὶ ηὐξεῖτο ὁ λαὸς αὐτοῦ· χειμῶνος δὲ ἐπιγενομένου ἐσκορπίσθη ἕκαστος εἰς τὸν ἴδιον τόπον. τοῦτο μαθὼν ὁ βασιλεὺς διενοεῖτο ἐν νυκτὶ κλέψαι τὸν πόλεμον. καὶ ἐπιλεξάμενος ἵππους εὐσθενεῖς, καὶ τοῦ στρατοῦ τοὺς ἀν δρειοτέρους διελών, προάγειν τοὺς μὲν ἐκέλευσε κατὰ τοῦ βαρβά ρου, αὐτὸς δὲ σὺν τοῖς ἑτέροις ὀπίσω τούτων εἵπετο. σπεύσαν τες δὲ κατέλαβον χωρίον Ἀλβανῶν ὥρᾳ θʹ τῆς νυκτός. τῶν δὲ Περσῶν γνόντων τὴν ἔφοδον καὶ ὁρμησάντων κατ' αὐτῶν, οἱ Ῥωμαῖοι τούτους πάντας ἀνεῖλον, πάρεξ ἑνὸς τὸ τοῦ λόγου πυρ φόρου, ὃς καὶ τῷ βαρβάρῳ ἐμήνυσεν. ὁ δὲ βάρβαρος γυμνὸς καὶ ἀνυπόδετος ἵππῳ ἐπιβὰς φυγῇ τὴν σωτηρίαν ἐπορίζετο. τού του τὰς γυναῖκας καὶ πᾶν τὸ Περσικὸν ἄνθος, ἄρχοντάς τε καὶ σατράπας καὶ στρατιώτας ἐπιλέκτους καταλαβὼν ἀνελθόντας ἐπὶ 1.725 τῶν δωμάτων καὶ πόλεμον κροτοῦντας, διὰ πυρὸς καθῆλε, καὶ οὓς μὲν ἔκτεινεν, οὓς δὲ πυρὶ ἀνάλωσεν, οὓς δὲ αἰχμαλώτους ἔλαβεν· ὀλίγοι δὲ πάνυ φυγόντες ἐσώθησαν. ἔλαβε δὲ καὶ τὰ ὅπλα τοῦ βαρβάρου, τήν τε χρυσῆν ἀσπίδα καὶ μάχαιραν καὶ δόρυ, καὶ τὴν χρυσῆν καὶ διάλιθον ζώνην καὶ τὰ ὑποδήματα αὐ τοῦ. ταῦτα δὲ λαβὼν χωρεῖ κατὰ τῶν διεσπαρμένων ἐν τοῖς χωρίοις, οὓς καὶ διώξας πολλοὺς ἔκτεινε καὶ δεσμίους ἔλαβεν. εἶτα ἐπισυνάξας τὸ ἑαυτοῦ στρατόπεδον μετὰ χαρᾶς ἐν ἐκείνοις τοῖς τόποις παρεχείμασε. Τῷ ιεʹ ἔτει ὁ βασιλεὺς Ἡράκλειος μετὰ τοῦ στρατοπέδου αὐτοῦ τὴν τῶν Σύρων ὁδὸν τὴν ἐπὶ τῷ Ταύρῳ ὑπερβάς, ἐν ἑπτὰ ἡμέραις κόπῳ πολλῷ καταλαμβάνει τὸν Τίγριν ποταμόν, εἶτα τὴν Μαρτυρόπολιν καὶ τὴν Ἄμιδαν· καὶ διαναπαύονται ὅ τε στρατὸς καὶ ἡ αἰχμαλωσία. ἐντεῦθεν γράμματα πρὸς τὸ Βυζάντιον ἐξαπ έστειλεν ὁ βασιλεύς, καὶ τὰ καθ' ἑαυτὸν πάντα ἐδήλωσε, καὶ χαρὰν τῇ πόλει ἐνεποίησεν. ὁ δὲ Σαρβαραζᾶς ἐπῆλθε κατ' αὐ τοῦ. ἐπιλεξάμενος δὲ ὁ βασιλεὺς ἴλην στρατιωτῶν ἀπέστειλε φυ λάττειν τὰς πρὸς αὐτὸν ἀγούσας κλεισούρας, καὶ αὐτὸς τὰς πρὸς ἀνατολὴν ἐκδραμὼν διεξόδους ἀντιπρόσωπος ᾔει τοῖς βαρβάροις, καὶ περάσας τὸν Νυμφίον ποταμὸν κατέλαβε τὸν Εὐφράτην, ἐν ᾧ ἡ πλεκτὴ γέφυρα ἐκ σχοινίων καὶ ἐρίων ἦν, ἣν ὁ Σαρβαραζᾶς λύ σας ἐπὶ τὴν ἑτέραν γῆν πᾶσαν μετήγαγε. παραδραμὼν δὲ ὁ βασι λεὺς τὸν ποταμὸν εὗρε πόρον, καὶ ἀκινδύνως τοῦτον ἐπέρασε πα ραδόξως τῷ Μαρτίῳ μηνί. καὶ καταλαβὼν τὰ Σαμόσατα, πάλιν 1.726 τὸν Ταῦρον διαβὰς εἰς Γερμανίκειαν ἀφίκετο, καὶ περάσας τὴν Ἄδαναν ἦλθεν εἰς τὸν Ταῦρον ποταμόν. ὁ δὲ Σαρβαραζᾶς τὴν γέφυραν πάλιν ἐκτείνας τὸν Εὐφράτην ἐπέρασε καὶ ἠκολούθει ὀπίσω αὐτοῦ. ὁ δὲ βασιλεὺς περάσας τὸν Σάρον διανέπαυσε τὸν στρατόν. καταλαμβάνει δὲ καὶ ὁ βάρβαρος εἰς τὸ ἀντίπεραν μέρος. εὑρὼν δὲ τὸν ποταμὸν καὶ τὴν γέφυραν καὶ τὰ ἐν αὐτῷ προπύργια κρατηθέντα ὑπὸ τῶν Ῥωμαίων ἠπλήκευσεν. οἱ δὲ Ῥωμαῖοι ἀτάκτως ἐκτρέχοντες διὰ τῆς γεφύρας πολὺν φόνον ἐποι οῦντο Περσῶν· οἷς ὁ βασιλεὺς παρῄνει μὴ ἐκτρέχειν ἀτάκτως, μήπως γένωνται τοῖς ἐναντίοις ὁδός. οἱ δ' οὐκ ἐπείθοντο, καὶ μετ' οὐ πολὺ δίκην ἔτισαν τῆς παρακοῆς, τοῦ βαρβάρου ἐνέδρας κατ' αὐτῶν ποιησαμένου. οὓς ὁ βασιλεὺς ἑωρακὼς ἀναιρουμένους συνεπημύνατο. ἀνὴρ δέ τις γιγαντιαῖος μέσον τῆς γεφύρας τῷ βασιλεῖ συναντήσας προσέβαλεν· ὃν καὶ πατάξας ὁ βασιλεὺς ἐν τῷ ῥείθρῳ ἔρριψεν. οὗ πεσόντος οἱ βάρβαροι εἰς φυγὴν ἐτράπη σαν, καὶ τῷ στενωπῷ τῆς γεφύρας εἰς τὸν ποταμὸν ἐρριπτοῦντο. ἄλλοι δὲ ξίφεσιν ἀνῃροῦντο, τοῦ βασιλέως μετ' ὀλίγων τινῶν γενναίως ἀπομαχομένου ὑπὲρ ἄνθρωπον, ὡς καὶ τὸν Σαρβαραζᾶν ἐκπλαγῆναι καὶ πρός τινα μαγαρίτην εἰπεῖν "ὁρᾷς τὸν Καίσαρα, ὦ
PG 121:795Κοσμᾶ, πῶς θρασὺς πρὸς τὴν μάχην ἵσταται καὶ πρὸς τοσοῦτον πλῆθος μόνος ἀγωνίζεται;" ἐκ γὰρ τῶν βασιλικῶν παρασήμων ἐγνωρίζετο. καταλαβούσης δὲ τῆς ἑσπέρας ἀπ' ἀλ 1.727 λήλων διέστησαν, καὶ ὁ βάρβαρος φοβηθεὶς διὰ τῆς νυκτὸς εἰς τοὐπίσω ὑπέστρεψεν, ὁ δὲ βασιλεὺς μετὰ τοῦ λαοῦ αὐτοῦ πρὸς Σεβάστειαν ὥρμησε, καὶ τὸν Ἅλυν περάσας ἐκεῖ παρεχείμασεν. ὁ δὲ Χοσρόης μανεὶς ἔλαβε τὰ κειμήλια πασῶν τῶν ὑπὸ Πέρσας ἐκκλησιῶν, καὶ ἠνάγκαζε τοὺς Χριστιανοὺς κοινωνῆσαι τῇ τοῦ Νεστορίου θρησκείᾳ, πρὸς τὸ πλῆξαι τὸν βασιλέα. Τῷ ι ʹ ἔτει ὁ Χοσρόης νέαν ἐποιήσατο στρατιὰν ἀπό τε ξέ νων καὶ πολιτῶν καὶ οἰκετῶν καὶ παντὸς γένους. καὶ ἐκ τούτων ἐκλεξάμενος καὶ τῷ Σαῒν παραδοὺς στρατηγῷ, ἄλλας τε νʹ χιλιά δας ἐκ τῆς φάλαγγος τοῦ Σαρβάρου τούτοις συνῆψεν, οὓς καὶ χρυσολόχας ὠνόμασε, καὶ κατὰ τοῦ βασιλέως ἀπέστειλε. τὸν δὲ Σάρβαρον σὺν τοῖς λοιποῖς αὐτοῦ στρατεύμασι κατὰ Κωνσταντι νουπόλεως ἔπεμψεν, ὅπως τοῖς ἐκ δύσεως Οὕννοις, οὓς καὶ Ἄβα ρας καλοῦσι, μετὰ καὶ Σθλαβίνων καὶ Γηπέδων συμφωνήσας κατὰ τῆς πόλεως χωρήσωσι καὶ ταύτην πολιορκήσωσι. γνοὺς δὲ τοῦτο ὁ βασιλεὺς τὸν ἑαυτοῦ στρατὸν εἰς τρεῖς διαιρέσεις ἐχώρισε, καὶ τοὺς μὲν ἔπεμψεν εἰς φυλακὴν τῆς πόλεως, τοὺς δὲ παρα δοὺς Θεοδώρῳ τῷ ἀδελφῷ αὐτοῦ κατὰ τοῦ Σαῒν πολεμεῖν ἐκέ λευσε. τὸ δὲ τρίτον μέρος αὐτὸς λαβὼν ἐπὶ Λαζικὴν ἐχώρει, καὶ τοὺς Τούρκους τῆς ἑῴας, οὓς καὶ Χαζάρους ὀνομάζουσιν, εἰς συμμαχίαν ἐκάλει. ὁ δὲ Σαῒν σὺν τῷ νεολέκτῳ στρατῷ τὸν τοῦ βασιλέως ἀδελφὸν Θεόδωρον καταλαβὼν πρὸς πόλεμον ὡπλίσατο. τοῦ δὲ θεοῦ διὰ πρεσβειῶν τῆς θεοτόκου συνεργήσαντος, πολέμου κροτηθέντος χάλαζα παραδόξως κατὰ τῶν βαρβάρων κατηνέχθη 1.728 καὶ πολλοὺς αὐτῶν ἐπάταξεν, ἡ δὲ τῶν Ῥωμαίων παράταξις γα λήνης ἀπήλαυσε. τρέπουσι δὲ Ῥωμαῖοι τοὺς Πέρσας, καὶ ἀναι ροῦσι πλήθη πολλά. ὅπερ μαθὼν ὁ Χοσρόης ὀργίζεται κατὰ τοῦ Σαΐν, ὃς ἐκ πολλῆς ἀθυμίας νόσῳ περιπεσὼν τελευτᾷ. τούτου τὸν νεκρὸν Χοσρόης πολλαῖς αἰκίαις ὑπέβαλεν. οἱ δὲ Χάζαροι διαρρήξαντες τὰς Κασπίας πύλας τῇ Περσίδι εἰσβάλλουσιν ἐν τῇ χώρᾳ τοῦ Ἀνδροηγᾶ σὺν τῷ στρατηγῷ αὐτῶν Ζεβεήλ, δευτέρῳ ὄντι τοῦ χαγάνου τῇ ἀξίᾳ· καὶ ἐν οἷς ἂν τόποις διέβαινον, τούς τε Πέρσας ᾐχμαλώτευον καὶ τὰς κώμας καὶ πόλεις πυρὶ παρεδίδουν. ὁ δὲ βασιλεὺς ἀπάρας ἀπὸ Λαζικῆς τούτοις συνήντησεν. ὁ δὲ Ζεβεὴλ μετὰ πολλῆς ἀγάπης καὶ χαρᾶς ἠσπάσατο τὸν βασιλέα καὶ τοὺς σὺν αὐτῷ. προσήνεγκε δὲ καὶ τὸν υἱὸν αὐτοῦ τῷ βασιλεῖ πρὸς συμμαχίαν, καὶ αὐτὸς ὑπέστρεψεν εἰς τὴν ἰδίαν χώραν. λαβὼν δὲ τούτους ὁ βασιλεὺς κατὰ Χοσρόου ἐχώρει. ὁ δὲ Σάρ βαρος τῇ Χαλκηδόνι προσβαλών, ἀλλὰ καὶ οἱ Ἄβαρες ἐκ τῆς Θρᾴκης τῇ πόλει πλησιάσαντες, ταύτην ἑλεῖν ἐβούλοντο, μηχανὰς κατ' αὐτῆς ποιήσαντες. πλῆθός τε ἄπειρον καὶ ἀριθμοῦ κρεῖττον ἐκ τοῦ Ἴστρου ἐνέγκαντες σκαφῶν γλυπτῶν τὸν κόλπον τοῦ Κέρα τος ἐπλήρωσαν. δέκα δὲ ἡμέρας τῇ πόλει παραταξάμενοι διά τε γῆς καὶ θαλάσσης τῇ τοῦ θεοῦ δυνάμει καὶ συνεργίᾳ καὶ τῇ τῆς ἀχράντου θεοτόκου καὶ ἀειπαρθένου πρεσβείᾳ ἡττήθησαν, καὶ πλήθη πολλὰ ἀποβαλόντες ἔν τε γῇ καὶ θαλάσσῃ μετὰ μεγάλης αἰσχύνης ὑπέστρεψαν. τοιοῦτον γὰρ συνέβη αὐτοῖς. εἶδον οἱ 1.729 βάρβαροι πρωΐας οὔσης καὶ τοῦ ἡλίου ἀνατέλλοντος ἀπὸ τῆς πόρ της τῶν Βλαχερνῶν ἐξελθοῦσαν γυναῖκα περιφανῆ, μετὰ καὶ εὐ νούχων τινῶν. ὑπολαβόντες δὲ τὴν βασίλισσαν εἶναι τὴν τοῦ Ἡρακλείου γυναῖκα, καὶ πρὸς τὸν ἄρχοντα αὐτῶν ἐξέρχεσθαι εἰρήνης ἕνεκα διὰ τὸ μὴ εἶναι τὸν βασιλέα ἐν τῇ πόλει, πάροδον αὐτῇ ἐποίησαν, ἵνα καὶ λαὸς ἕτερος ἐξελθὼν ὑποχείριος αὐτοῖς γένηται. εἶτα ὡς εἶδον αὐτὴν τὴν τοῦ φοσσάτου περιοχὴν ἐξελ θοῦσαν καὶ μὴ ἀπελθοῦσαν πρὸς τὸν ἄρχοντα αὐτῶν, διώκουσιν ὄπισθεν αὐτῆς· καὶ ὡς δῆθεν ἐπλησίασαν αὐτῇ κατὰ τόπον τῆς λεγομένης παλαιᾶς πέτρας, αὐτὴ μὲν καὶ οἱ σὺν αὐτῇ ἄφαντοι γεγόνασιν, αὐτοὶ δὲ ἀλλήλοις συμπλακέντες θορύβου μεστὸν ποιοῦσι τὸ πλῆθος καὶ ἀλλήλους κατασφάζουσιν ἕως ἑσπέρας. πρωΐας δὲ γενομένης
PG 121:797τὴν αἰτίαν ζητήσας ὁ ἄρχων αὐτῶν, ἐπεὶ τὸ πλεῖον τοῦ λαοῦ αὐτοῦ ἐμφυλίως ἀναλωθὲν εὗρεν, ὑποστρέφει μετ' αἰσχύνης εἰς τὰ ἴδια. οἱ δὲ τοῦ πλοΐμου καὶ αὐτοὶ τούτους ἰδόντες ὑποχωρήσαντας εὐθέως ἀνεχώρησαν· οὓς κατὰ τὸν Εὔξει νον πόντον ζάλη καταλαβοῦσα ὀλίγους τινὰς ἀπελθεῖν εἰς τὰ ἴδια ἀφίησιν. ὁ δὲ Σάρβαρος ἐπὶ τούτοις ἀχθεσθεὶς ὅμως τὴν Χαλκηδόνα παρακαθήμενος οὐ μετέστη, ἀλλ' αὐτοῦ ἐχείμασε, πραι δεύων τὰ περατικὰ μέρη καὶ ἀφανίζων τὰς πόλεις αὐτῶν. Τῷ ιζʹ ἔτει εἰσβαλὼν ἐν Περσίδι ὁ Ἡράκλειος σὺν τοῖς Τούρ κοις ἀπροσδοκήτως διὰ τὸν χειμῶνα εἰς ἔκστασιν ἐνέβαλε τὸν Χοσρόην. οἱ δὲ Τοῦρκοι τόν τε χειμῶνα ὁρῶντες καὶ τὰς συνε χεῖς ἐκδρομὰς τῶν Περσῶν, τῷ τε βασιλεῖ μὴ φέροντες συγκο 1.730 πιᾶν, ἤρξαντο κατ' ὀλίγον ὑπορρέειν, καὶ πάντες ἀφέντες αὐτὸν ὑπέστρεψαν. ὁ δὲ βασιλεὺς διελάλησε τῷ λαῷ αὐτοῦ, λέγων "γνῶτε, ἀδελφοί, ὅτι οὐδεὶς ἡμῖν συμμαχῆσαι θέλει, ἀλλ' ἢ μόνος ὁ θεὸς καὶ ἡ τοῦτον τεκοῦσα ἀσπόρως θεοτόκος. τοῦτο δὲ γίνεται ὅπως δείξῃ ἐν ἡμῖν καὶ πᾶσι τούτοις τὴν ἑαυτοῦ δυνα στείαν, καταπέμψας ἡμῖν τὴν αὐτοῦ βοήθειαν." ὁ δὲ Χοσρόης ἐπισυνάξας πάντα τὰ στρατεύματα αὐτοῦ προβάλλεται αὐτοῖς στρατηγὸν Ῥαζάστην, ἄνδρα πολεμικώτατον καὶ ἀνδρεῖον, καὶ κατὰ Ἡρακλείου πέμπει. ὁ δὲ βασιλεὺς τάς τε πόλεις καὶ κώμας Περσίδος ἐπυρπόλει, καὶ τοὺς κρατουμένους Πέρσας ἀνεῖλεν ἐν ῥομφαίᾳ. τῷ Ὀκτωβρίῳ δὲ μηνὶ κατέλαβεν εἰς τὴν χώραν Χαμαϊθᾶ, καὶ διανέπαυσε τὸν λαὸν ἑβδομάδα μίαν. ὁ Ῥαζάστης δὲ ἐλθὼν ἠκολούθει ὄπισθεν, καὶ τῶν Ῥωμαίων ἀναλισκόντων τὰς τροφὰς ὄπισθεν αὐτὸς πεινῶν ἠκολούθει, ὡς πολλὰ τῶν ἀλόγων αὐτοῦ διαφθαρῆναι. ὁ δὲ βασιλεὺς τῇ πρώτῃ τοῦ Δεκεβρίου μηνὸς διαβὰς τὸν Ζαβᾶν ποταμὸν πλησίον τῆς πόλεως Νινευὶ κατεσκήνωσε. κατέλαβε δὲ καὶ ὁ Ῥαζάστης. ὁ δὲ βασιλεὺς ἀποστέλλει Βοάνην τὸν στρατηλάτην μετ' ἐπιλέκτων στρατιωτῶν ὀλίγων. ὁ δὲ εὗρε βάνδον τῶν Περσῶν, ἐξ ὧν κ ʹ κρατήσας ἤνεγκε πρὸς τὸν βασιλέα, τοὺς ἄλλους φονεύσας. ἤνεγκε δὲ καὶ τὴν κεφαλὴν τοῦ κόμητος αὐτῶν καὶ τὸ σπαθίον αὐτοῦ ὁλόχρυσον καὶ τὸν σπαθά ριον τοῦ Ῥαζάστου, ὃς καὶ εἶπε τῷ βασιλεῖ ὅτι ὡρισμένος ἐστὶν ὁ Ῥαζάστης πολεμῆσαί σοι, καὶ τρισχιλίους ὡπλισμένους ἀπέστειλεν αὐτῷ Χοσρόης, ἀλλ' ἀκμὴν οὐκ ἔφθασαν. ταῦτα μαθὼν ὁ βα 1.731 σιλεὺς προαπέστειλε τὸ τοῦλδον ἔμπροσθεν καὶ αὐτὸς ἐπηκολού θει. εὑρὼν δὲ τόπον ἐπιτήδειον ἠθέλησε συμβαλεῖν πόλεμον μετὰ Ῥαζάστου πρὸ τοῦ ἑνωθῆναι τοῖς τρισχιλίοις. καὶ προπηδήσας πάντων ὁ βασιλεὺς ἄρχοντι μεγάλῳ τῶν Περσῶν συναντᾷ, καὶ τῇ τοῦ θεοῦ δυνάμει καὶ τῆς θεοτόκου καταβάλλει τοῦτον. Εἶτα καὶ δεύτερον ὁμοίως καὶ τρίτον, ὅστις ἔδωκε τῷ βασιλεῖ μετὰ δόρα τος εἰς τὸ χεῖλος. μάχης οὖν κροτηθείσης σφοδρᾶς πίπτει ὁ Ῥα ζάστης καὶ οἱ ἄρχοντες αὐτοῦ σχεδὸν πάντες καὶ τὸ πλεῖστον τοῦ στρατοῦ αὐτοῦ. ἔπεσον δὲ Ῥωμαῖοι πεντήκοντα, ἐξ ὧν δέκα ἀπέθανον. ἵστατο δὲ ὁ πόλεμος ἀπὸ πρωΐας ἕως ὥρας ἑνδεκά της, καὶ τροπὴ οὐκ ἐγένετο. καὶ τὴν μὲν νύκτα ἡσύχασαν, περὶ ὥραν δὲ ηʹ τῆς νυκτὸς λαβόντες οἱ Πέρσαι τὸ φοσσάτον αὐτῶν ἠπλήκευσαν εἰς πόδας ὅρους τραχεινοῦ ἔμφοβοι. οἱ Ῥωμαῖοι δὲ εὑρόντες τὸν τοῦ Ῥαζάστου νεκρὸν ἔλαβον τὸ σκουτάριον αὐτοῦ ὁλόχρυσον καὶ τὸ λωρίον καὶ τὰ βραχιόνια αὐτοῦ καὶ τὴν σέλλαν, πάντα ὁλόχρυσα, καὶ τὸ σκαραμάγγιον αὐτοῦ. κατεσχέθησαν δὲ καὶ ζῶντες πολλοί. ὁ δὲ βασιλεὺς θαρσοποιήσας τὸν στρατὸν κατὰ Χοσρόου ἤλαυνεν, ὅπως τοῦτον ἐκφοβήσας πείσῃ ἀποστεῖ λαι πρὸς Σάρβαρον ἀναχωρῆσαι τοῦ Βυζαντίου. διαπεράσας δὲ ὁ βασιλεὺς τὰς γεφύρας τοῦ μικροῦ Ζαβᾶ κατεσκήνωσεν εἰς τοὺς οἴκους τοῦ Ἰεσδεμόν, ἑορτάσας ἐν αὐτοῖς τὴν Χριστοῦ γέννησιν. ἐκεῖθεν δὲ διελθὼν ὁ βασιλεὺς κατέλαβον ἕτερον παλάτιον τοῦ Χοσρόου λεγόμενον Ῥοῦσα, καὶ τοῦτο κατέστρεψεν. ἐξ ἐκείνου 1.732 δὲ εἰς ἕτερον κατέλαβε παλάτιον τὸ λεγόμενον Βεκλάμ, ἐν ᾧ καὶ 1.732 ἱπποδρόμιον ἦν καὶ στρουθιῶνες τρεῖς σιτευτοὶ καὶ δορκάδες
PG 121:801φʹ καὶ σύαγροι ρʹ, πρόβατα δὲ καὶ χοῖροι καὶ βόες ὧν οὐκ ἦν ἀριθμός. καὶ πάντα δέδωκε τῷ λαῷ. τινὲς δὲ τῶν συνόντων τοῖς Πέρσαις Ἀρμενίων προσῆλθον τῷ βασιλεῖ λέγοντες ὅτι ὁ Χοσρόης μετὰ τῶν ἐλεφάντων καὶ τοῦ ἰδίου στρατοῦ πλησίον τοῦ παλατίου αὐτοῦ Δυσταγέρδη κατεσκήνωσεν, ἐκδεχόμενος συναχθῆναι πάντα τὸν στρατὸν αὐτοῦ τοῦ πολεμῆσαί σοι. καὶ εὐθέως πυρπολήσας πάντα ὁ βασιλεὺς ἔρχεται πλησίον τοῦ παλατίου αὐτοῦ Δυστα γέρδη, ἐν ᾧ καὶ εὗρε βάνδα Ῥωμαίων, ἅπερ ἐν διαφόροις χρόνοις ἔλαβον οἱ Πέρσαι, καὶ εἴδη τινά, οἷον ἀλόην πολλὴν καὶ ξύλα μεγάλα ἀλόης, μέταξάν τε καὶ πέπερι καὶ καρβάσια καμίσια ὑπὲρ ἀριθμόν, σάχαρ καὶ ζιγγίβερ καὶ ἄσημον, ὁλοσηρικά τε ἱμάτια, νακοτάπητά τε καὶ τάπητας ἀπὸ βελόνης, πλῆθος πολύ. ταῦτα διὰ τὸ βάρος κατέκαυσαν. προσέφυγον δὲ τῷ βασιλεῖ πολλοὶ αἰχμάλωτοι, Ἐδεσηνοὶ καὶ Ἀλεξανδρηνοὶ καὶ ἀπὸ ἄλλων ἐθνῶν πλῆθος πολύ. ἐποίησε δὲ ὁ βασιλεὺς ἐνταῦθα τὴν ἑορτὴν τῶν ἁγίων θεοφανίων, καταστρέφων τὰ τοῦ Χοσρόου παλάτια ὑπέρ τιμα καὶ θαυμαστὰ καὶ ἐκπλήξεως γέμοντα ἕως ἐδάφους, ἵνα μάθῃ, φησίν, ὁ Χοσρόης οἷον πόνον εἶχον οἱ Ῥωμαῖοι τῶν πό λεων αὐτῶν πυρπολουμένων ὑπ' αὐτοῦ. ὁ δὲ Χοσρόης πρὸ τοῦ καταλαβεῖν τὸν βασιλέα εἰς Δυσταγέρδην τρυπήσας τὸ τεῖχος τῆς πόλεως ἐξῆλθεν ἀγνοούντων πάντων μετὰ τῶν γυναικῶν καὶ τῶν τέκνων αὐτοῦ. καὶ ὁ μὴ δυνάμενος ποιῆσαι εἰς ὁδὸν μίλια πέντε 1.733 τὴν ἡμέραν ἀπῆλθε φεύγων κεʹ, καὶ διελθὼν τὴν Κτησιφῶντα πέραν τοῦ Τίγριδος ποταμοῦ εἴς τι φρούριον εἰσῆλθε μετὰ τῆς γυναικὸς καὶ τῶν τριῶν θυγατέρων αὐτοῦ. τινὲς δὲ τῶν Περσῶν διέβαλον τὸν Σάρβαρον πρὸς Χοσρόην ὡς τὰ Ῥωμαίων φρονοῦντα, καὶ ἀποστέλλει σπαθάριον αὐτοῦ πρὸς Καρδαρίχαν τὸν συστράτη γον τοῦ Σαρβάρου εἰς Χαλκηδόνα, ἵνα τὸν Σάρβαρον ἀποκτείνῃ καὶ τὸν λαὸν ἀναλαβόμενος σπεύσῃ εἰς Περσίδα. ὁ δὲ τὰ γράμ ματα κομίζων συλλαμβάνεται περὶ τὴν Γαλατίαν ὑπὸ τῶν Ῥω μαίων, οἵτινες εἰς τὸ Βυζάντιον αὐτὸν ἀπήγαγον πρὸς τὸν υἱὸν τοῦ βασιλέως. ὁ δὲ παραχρῆμα μεταπέμπεται Σάρβαρον, καὶ δείκνυσιν αὐτῷ τὴν πρὸς Καρδαρίχαν ἐπιστολήν. ὁ δὲ πληροφο ρηθεὶς ποιεῖ συνθήκας μετὰ τοῦ υἱοῦ τοῦ βασιλέως καὶ τοῦ πα τριάρχου, καὶ φαλσεύσας τὴν ἐπιστολὴν Χοσρόου ἐντίθησι σὺν αὐτῷ καὶ ἄλλους τετρακοσίους σατράπας καὶ ἄρχοντας καὶ χιλιάρ χους ἀποκτανθῆναι. συναθροίσας οὖν ἅπαντας καὶ τὸν Καρδαρίχαν, καὶ ἀναγνοὺς τὴν ἐπιστολήν, ἔφη τῷ Καρδαρίχᾳ "συνορᾷς τοῦτο ποιῆσαι;" οἱ δὲ ἄρχοντες θυμοῦ πλησθέντες τὸν Χοσρόην ἀπεκήρυττον, πρὸς δὲ τὸν βασιλέα συνθήκας ἐποίησαν εἰρηνικάς, ἵνα μηδὲν λυμηνάμενοι ἐπὶ τὰ ἴδια ἀπέλθωσιν. ὁ δὲ Ἡράκλειος ἔγραψε τῷ Χοσρόῃ περὶ εἰρήνης· ὁ δὲ οὐ κατεδέξατο, καὶ διὰ τοῦτο ὁ λαὸς ἐμίσησε τὸν Χοσρόην. ὃς πάλιν ἐστράτευσε τοὺς ἀνθρώπους τῶν ἀρχόντων αὐτοῦ, καὶ ἀπέστειλεν ἑνωθῆναι τῷ στρατῷ τοῦ Ῥαζάστου καὶ στῆναι εἰς τὸν Ναρβᾶ ποταμόν, καὶ 1.734 ἅμα τῷ περᾶσαι τὸν βασιλέα κόψωσι τὰς γεφύρας. ὅπερ μαθὼν ὁ βασιλεὺς ἀνέρχεται εἰς τὸ Σιαζούρ, καὶ ἐμπιπρᾷ πᾶσαν τὴν χώραν καὶ τὰς πόλεις. προσερρύη δὲ αὐτῷ Γουνδουφοῦνδος ὁ χιλίαρχος Σαρβάρου καὶ ἄλλοι πολλοί· οἳ καὶ εἶπον τῷ βασιλεῖ ὅτι ὁ Χοσρόης μέλλει στέψαι τὸν ὕστατον υἱὸν αὐτοῦ Μερδασάν, καὶ γνοὺς τοῦτο ὁ πρῶτος υἱὸς αὐτοῦ Σιρόης οὐ κατεδέξατο, ἀλλὰ προσλαβόμενος ἐμὲ καὶ ἄλλους κβʹ κόμητας καὶ πλῆθος λαοῦ, εἰ μὲν δυνηθῶμεν ἀποκτεῖναι Χοσρόην, χάρις, εἰ δ' οὔ, πάντες προσρυῶμεν τῇ βασιλείᾳ σου. ταῦτα ἀποδεξάμενος ὁ βασιλεὺς καὶ φιλοτιμησάμενος αὐτὸν πάλιν πρὸς Σιρόην ἀπέστειλε, δηλώ σας αὐτῷ ἀνοῖξαι τὰς φυλακὰς καὶ τοὺς Ῥωμαίους ἐξαγαγεῖν καὶ δοῦναι αὐτοῖς ὅπλα καὶ οὕτω κατὰ Χοσρόου κινῆσαι. ὁ δὲ Σιρόης οὕτω ποιήσας ἐπῆλθε τῷ πατροκτόνῳ πατρὶ Χοσρόῃ, καὶ κρατή σας αὐτὸν καὶ κλοιὰ περιθεὶς εἰς σκοτεινὸν κατέκλεισε, καὶ ἄρτον ὀλίγον καὶ ὕδωρ διδοὺς αὐτῷ ἐλιμαγχόνησεν αὐτόν. ἀπέστελλε δὲ πάντας τοὺς σατράπας, καὶ ἐνέπτυον εἰς τὸ πρόσωπον αὐτοῦ. τοὺς δὲ
PG 121:803υἱοὺς αὐτοῦ καὶ τὰ λοιπὰ τέκνα αὐτοῦ ἐνώπιον αὐτοῦ κατέσφαξε. μεθ' ἡμέρας δὲ ιεʹ καὶ αὐτὸν τόξοις ἀνεῖλε. τότε γράφει Σιρόης πρὸς Ἡράκλειον τὴν τοῦ μιαροῦ Χοσρόου ἀναίρε σιν, καὶ εἰρήνην ἀειπαγῆ πρὸς αὐτὸν ποιησάμενος πάντας τοὺς ἐν Περσίδι αἰχμαλώτους ἀπέδωκεν αὐτῷ σὺν τῷ πατριάρχῃ Ζαχα ρίᾳ καὶ τοῖς τιμίοις ξύλοις τοῖς ἐξ Ἱεροσολύμων ληφθεῖσιν ὑπὸ Σαρβαραζᾶ. 1.735 Τῷ ιηʹ ἔτει, εἰρήνης γενομένης μεταξὺ Ῥωμαίων καὶ Περ σῶν, ἀπέστειλεν ὁ βασιλεὺς Θεόδωρον τὸν ἀδελφὸν αὐτοῦ μετὰ γραμμάτων Σιρόῃ τῷ βασιλεῖ Περσῶν καὶ ἀνθρώπων αὐτοῦ, ὅπως τοὺς ἐν Ἐδέσῃ καὶ Παλαιστίνῃ καὶ ταῖς λοιπαῖς πόλεσι Πέρ σας μετ' εἰρήνης ἀποστρέψωσιν ἐν Περσίδι καὶ ἀβλαβῶς παρέλθωσι τὴν τῶν Ῥωμαίων γῆν. μυστικὸν δέ τι ἐνταῦθα θεωρεῖται· τὴν γὰρ κτίσιν πᾶσαν ὁ θεὸς ἐν ἓξ ἡμέραις ἐποίησε καὶ τῇ ζʹ ἀνε παύσατο, καὶ ὁ βασιλεὺς ἐν ἓξ ἔτεσι τὴν Περσίδα καταπολεμήσας τῷ ζʹ εἰρήνευσε, καὶ μετὰ χαρᾶς τὴν Κωνσταντινούπολιν κατα λαμβάνει. ὁ δὲ λαὸς τῆς πόλεως, μετὰ τοῦ βασιλέως Κωνσταν τίνου τοῦ υἱοῦ τοῦ Ἡρακλείου καὶ τοῦ πατριάρχου Σεργίου, μετὰ κλάδων ἐλαιῶν καὶ λαμπάδων τοῦτον ὑποδεξάμενοι εὐχαριστοῦν τες τῷ θεῷ εἰς τὰ βασίλεια εἰσήγαγον. Τῷ ιθʹ ἔτει ἅμα ἔαρι ἀπάρας ὁ βασιλεὺς τῆς βασιλίδος ἐπὶ τὰ Ἱεροσόλυμα ἐπορεύθη, καὶ ἀπήγαγε τὰ τίμια καὶ ζῳοποιὰ ξύλα, καὶ ἀποδοὺς τῷ θεῷ τὴν εὐχαριστίαν ἀποκατέστησε τὸν πατριάρχην Ζαχαρίαν. ἀπήλασε δὲ πάντας τοὺς Ἑβραίους τῆς ἁγίας πόλεως, ὁρίσας μὴ ἔχειν αὐτοὺς ἐξουσίαν ἀπὸ τριῶν μιλίων πλησιάζειν. τὴν Ἔδεσαν δὲ καταλαβὼν ἀποδέδωκε τὴν ἐκκλησίαν τοῖς ὀρθοδόξοις, ὑπὸ Νεστοριανῶν κατεχομένην ἀπὸ Χοσρόου. ἐλθὼν οὖν εἰς Ἱεράπολιν ἤκουσεν ὅτι Σιρόης τέθνηκεν ὁ τῶν Περ σῶν βασιλεύς, καὶ ἐκράτησεν Ἀδεσὴρ ὁ τούτου υἱὸς μῆνας ζʹ, ὃν καὶ ἀναιρεῖ Βαραζᾶς βασιλεύσας μῆνας ηʹ. τοῦτον δὲ ἀνελόντες οἱ Πέρσαι τὴν θυγατέρα Χοσρόου Βαρὰμ συνιστῶσι βασιλίδα, 1.736 ἥτις καὶ ἐκράτησε μῆνας ζʹ καὶ διαδέχεται παρὰ Ὁρμίσδα. τούτου ὑπὸ Σαρακηνῶν διωχθέντος γίνεται ἡ βασιλεία τῶν Περσῶν ὑπὸ τοὺς Ἄραβας μέχρι τῆς σήμερον. Τῷ κʹ ἔτει ὄντος Ἡρακλείου ἐν Ἱεραπόλει, ἔρχεται πρὸς αὐτὸν Ἀθανάσιος ὁ πατριάρχης τῶν Ἰακωβιτῶν, δεινὸς ἀνὴρ καὶ κακοῦργος τῇ τῶν Σύρων ἐμφύτῳ πανουργίᾳ, καὶ κινεῖ πρὸς τὸν βασιλέα λόγους περὶ πίστεως, καὶ ὑπισχνεῖται αὐτῷ Ἡράκλειος, εἰ τὴν ἐν Χαλκηδόνι σύνοδον ἀποδέξεται, πατριάρχην αὐτὸν ποιῆ σαι Ἀντιοχείας. ὁ δὲ ὑποκριθεὶς ἐδέξατο τὴν σύνοδον, ὁμολογή σας τὰς δύο ἐν Χριστῷ ἡνωμένας φύσεις· ἠρώτησέ τε τὸν βασι λέα περὶ τῆς ἐνεργείας καὶ τῶν θελημάτων, πῶς δεῖ ταύτας λέγειν ἐν Χριστῷ, διπλᾶς ἢ μοναδικάς. ὁ δὲ βασιλεὺς γράφει πρὸς Σέργιον τὸν Κωνσταντινουπόλεως, προσκαλεῖται δὲ καὶ Κῦρον τὸν Φάσιδος, Μονοθελήταις ἀμφοτέροις οὖσι, καὶ εὗρεν αὐτοὺς ὁμόφρονας Ἀθανασίου. γράφει οὖν πρὸς Ἰωάννην τὸν πάπαν Ῥώμης ἀμφοτέρων τὴν γνώμην· ὁ δὲ οὐ κατεδέξατο. Γεωργίου δὲ τοῦ Ἀλεξανδρείας τελευτήσαντος Κῦρος ἐπίσκοπος Ἀλεξανδρείας γίνεται, καὶ ἑνωθεὶς Θεοδώρῳ τῷ ἐπισκόπῳ Φαράν, ἐποίησαν τὴν ὑδροβαφῆ ἐκείνην ἕνωσιν, μίαν καὶ αὐτοὶ γράψαντες ἐν Χριστῷ φυσικὴν ἐνέργειαν. ἐν τούτοις ὄντων τῶν πραγμάτων Σωφρόνιος χειροτονεῖται ἐπίσκοπος Ἱεροσολύμων· καὶ συναθροίσας τοὺς ὑπ' αὐτὸν ἐπισκόπους τὸ μονοθέλητον δόγμα ἀνεθεμάτισε, καὶ συνο δικῶς Σεργίῳ τῷ Κωνσταντινουπόλεως καὶ Ἰωάννῃ τῷ Ῥώμης 1.737 ἀπέστειλεν. ἀκούσας δὲ ταῦτα Ἡράκλειος ᾐσχύνθη, καὶ κατα λῦσαι μὲν τὰ οἰκεῖα οὐκ ἠθέλησε, καὶ πάλιν τὸν ὀνειδισμὸν μὴ φέρων ἐκτίθεται ἴδικτον περιέχον μήτε μίαν μήτε δύο ἐνεργείας ὁμολογεῖν ἐν Χριστῷ. μετὰ δὲ τελευτὴν Σεργίου Πύρρος τὸν θρόνον Κωνσταντινουπόλεως διεδέξατο. Ἰωάννης δὲ ὁ Ῥώμης ἐπίσκοπος σύνοδον ἀθροίσας τὴν τῶν μονοθελητῶν αἵρεσιν ἀνε θεμάτισεν. ὁμοίως καὶ ἐν Ἀφρικῇ καὶ Βυζάκῃ καὶ Νουμιδίᾳ καὶ
PG 121:807Μαυριτανίᾳ. Ἰωάννου δὲ τοῦ Ῥώμης κοιμηθέντος Θεόδωροςχειροτονεῖται πάπας ἀντ' αὐτοῦ. ἐν Κωνσταντινουπόλει δὲ Παῦ λος χειροτονεῖται, καὶ αὐτὸς αἱρετικός. ἐπὶ αὐτοῦ Θεοδώρου τοῦ πάπα Ῥώμης τὰ κατὰ Πύρρον ἐν Ῥώμῃ γενόμενα καὶ τὸν ἅγιον Μάξιμον καὶ τοὺς μαθητὰς αὐτοῦ, καὶ Μαρτῖνον τὸν ἁγιώτατον πάπαν Ῥώμης, τὸν μετὰ Ἰωάννην γενόμενον καὶ ἐν Χερσῶνι ἐξορισθέντα, ἐπράχθησαν. τοῦτον Ἀγάθων διαδεξάμενος τὸ μονο θέλητον ἀποκηρύττει. οὕτω τότε ὑπό τε τῶν βασιλέων καὶ τῶν δυσσεβῶν ἱερέων τῆς ἐκκλησίας ταραττομένης, ἀνέστη ὁ ἐρημικὸς Ἀμαλὴκ τύπτων ἡμᾶς τὸν τοῦ Χριστοῦ λαόν, καὶ γίνεται πρώτη πτῶσις τοῦ Ῥωμαϊκοῦ στρατοῦ ἡ κατὰ τοῦ Γαβιθὰν καὶ Ἰερμουχάμ, καὶ ἡ ἄθεσμος αἱματεκχυσία, μεθ' ἣν ἡ Παλαιστινῶν καὶ Καισαρέων καὶ Ἱεροσολυμιτῶν ἅλωσις, εἶτα ὁ Αἰγύπτιος ὄλεθρος, καὶ καθεξῆς ἡ τῶν μεσογείων καὶ νήσων καὶ πάσης Ῥωμανίας αἰχμαλωσία, καὶ ἡ ἐν Φοινίκῃ τοῦ Ῥωμαϊκοῦ στρατοῦ καὶ στόλου ἀπώλεια, καὶ πάντων τῶν Χριστιανῶν λαῶν καὶ τόπων ἐρημώσεις, 1.738 αἵτινες οὐκ ἐπαύσαντο ἄχρις ἂν ὁ τῆς ἐκκλησίας διώκτης ἐν Σικε λίᾳ κακῶν ἀνῃρέθη ἐν τῷ βαλανείῳ τῆς Δάφνης. Τῷ καʹ ἔτει ἀπεβίω Μωάμεδ ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς ψευδοπροφήτης, προχειρισάμενος Ἀβουβάχαρ τὸν συγγενῆ αὐτοῦ. οἱ δὲ πεπλανημένοι Ἑβραῖοι ἐν ἀρχῇ τῆς παρουσίας αὐτοῦ ἐνόμι σαν αὐτὸν εἶναι τὸν παρ' αὐτοῖς προσδοκώμενον Χριστόν, ὡς καί τινας τὸν ἀριθμὸν δέκα προύχοντας αὐτῶν προσελθεῖν αὐτῷ, ἀφεῖναί τε τὴν τοῦ θεόπτου Μωσέως καὶ δέξασθαι τὴν αὐτοῦ θρησκείαν, καὶ σὺν αὐτῷ διάγειν μέχρι τῆς σφαγῆς αὐτοῦ. θεω ρήσαντες δὲ αὐτὸν ἐσθίοντα ἀπὸ καμήλου ἔγνωσαν ὅτι οὐκ ἔστιν αὐτὸς ὃν ἐνόμισαν. ἀναγκαῖον δὲ εἰπεῖν περὶ τῆς τούτου γενεᾶς. Οὗτος ὁ Μωάμεδ ὁ καὶ Μουχούμετ ἐξ Ἰσμαὴλ ἦν τούτου τὴν φυλὴν κατάγων, υἱοῦ Ἀβραάμ. Νίζαρος γὰρ ὁ τοῦ Ἰσμαὴλ ἀπόγονος παρὰ πάντων αὐτῶν ἀναγορεύεται. οὗτος οὖν γεννᾷ υἱοὺς δύο, Μούδαρον καὶ Ῥαβίαν. ὁ δὲ Μούδαρος τίκτει Κού σαρον καὶ Καΐτον καὶ Θεμίνην καὶ Ἀσσαδὸν καὶ ἄλλους τινὰς ἀνωνύμους, οἳ τὴν Μαδιὰμ καὶ τὴν ἔρημον κληρωσάμενοι ἐκτηνοτρόφουν ἐν σκηναῖς κατοικοῦντες· εἰσὶ δὲ καὶ οἱ ἐνδότεροι αὐτῶν ἐκ τῆς φυλῆς τοῦ Ἰεκτάν, οἱ λεγόμενοι Ἀμανῖται, τουτέστιν Ὁμηρῖται, οἳ καὶ ἔμποροι. ἀπόρου δὲ ὄντος τοῦ Μωάμεδ, εἰσῆλθε πρός τινα γυναῖκα πλουσίαν συγγενίδα αὐτοῦ, ὀνόματι Χαδιχᾶ, 1.739 μισθωτὸς ἐπὶ τῷ καμηλεύειν καὶ πραγματεύεσθαι. κατ' ὀλίγον δὲ παρρησιασάμενος ὑπεισῆλθε τῇ γυναικὶ χήρᾳ οὔσῃ, καὶ ἔλαβεν αὐτὴν γυναῖκα. ἐρχόμενος δὲ ἐν Παλαιστίνῃ συνανεστρέφετο Ἰουδαίοις καὶ Χριστιανοῖς, καὶ ἐθήρα ἐξ αὐτῶν τινὰ γραφικά. ἐπεὶ δὲ δαιμονιῶν ἦν, ἐνόσησε δὲ καὶ ἐπιληψίαν, ἐθεράπευε τὴν γυναῖκα λυπουμένην σφόδρα ὅτι ἦν εὐγενὴς καὶ ὅτι συνήφθη τοι ούτῳ ἀπόρῳ καὶ δαιμονιῶντι, λέγων "ἀγγέλου ὀπτασίαν λεγομένου Γαβριὴλ θεωρῶ καὶ πίπτω." αὕτη δὲ ἔχουσα μοναχὸν διὰ κακο πιστίαν ἐξόριστον ἐκεῖσε ὄντα, φίλον αὐτῆς, ἀνήγγειλεν αὐτῷ πάντα καὶ τὸ ὄνομα τοῦ ἀγγέλου· κἀκεῖνος θέλων πληροφορῆσαι αὐτὴν εἶπεν ὅτι ἀληθῶς λέγει· οὗτος γὰρ ἄγγελος πέμπεται πρὸς πάντα προφήτην. καὶ αὐτὴ πιστεύσασα τῷ λόγῳ τοῦ ψευδαββᾶ ἐκήρυξε καὶ ἄλλαις γυναιξὶν ὁμοφύλοις αὐτῆς, καὶ οὕτως ἐκ γυ ναικῶν ἦλθεν εἰς ἄνδρας. καὶ πρῶτον Ἀβουβάχαρ διάδοχον κατέλιπε. καὶ ἐκράτησεν ἡ αἵρεσις αὐτοῦ τὰ μέρη τοῦ Αἰθρίβου ἕως τοῦ ἐσχάτου πολέμου, πρῴην μὲν κρυπτῶς ἔτη δέκα, καὶ διὰ πολέμου ὁμοίως δέκα, καὶ φανερῶς θʹ. οὗτος ὁ θεομισὴς καὶ ἐμ βρόντητος περιτυχὼν Ἑβραίοις καὶ Ἀρειανοῖς καὶ Νεστοριανοῖς, καὶ πάντοθεν ἐρανισάμενος, ἐξ Ἰουδαίων μὲν μοναρχίαν, ἐξ Ἀρειανῶν δὲ λόγον καὶ πνεῦμα κτιστά, ἀπὸ δὲ Νεστοριανῶν ἀνθρωπολατρείαν, ἑαυτῷ θρησκείαν περιποιεῖται, καὶ προφάσει θεογνωσίας εἰσποιησά μενος τὸ ἔθνος ἐδίδαξεν αὐτοὺς περιτέμνεσθαι καὶ ἄνδρας καὶ γυ 1.740 ναῖκας καὶ ἕνα μόνον προσκυνεῖν θεόν, τὸν δὲ Χριστὸν τιμᾶν ὡς λόγον θεοῦ, οὐχ ὡς υἱὸν δέ, ἀλλ' ὡς ἐκ πνεύματος ἁγίου γεγενημένον· λόγον δὲ καὶ
PG 121:809πνεῦμα προφορικὸν καὶ εἰς ἀέρα χεόμενον ὑπονοεῖν, οὐκ ἐνυπόστατα οὐδὲ τῷ γεννήτορι ὁμοούσια· τὴν δὲ ἁγίαν παρθένον Μαρίαν μὴ λέγειν θεοτόκον, ἀλλὰ τὴν Ἀαρὼν καὶ Μωσέως ἀδελφήν· μηδὲ βαπτίζεσθαι, μηδὲ σαββατίζειν, μήτε δὲ τοῖς νομι κοῖς ἢ εὐαγγελικοῖς ἔθεσιν ἐπακολουθεῖν, ἀλλὰ βδελύττεσθαι τὸν σταυρὸν καὶ τὴν σκιὰν ἐσταυρῶσθαι τοῦ Χριστοῦ ὁμολογεῖν. παρηγγυήσατο δὲ αὐτοῖς καὶ τῶν καθόλου ἀπηγορευμένων τῷ νόμῳ μετέχειν, πλὴν κρεῶν χοιρείων, οἴνῳ δὲ παντάπασι μὴ χρῆ σθαι. τοιοῦτόν τι μυθευσάμενος ἑαυτόν φησι κλειδοῦχον γεγε νῆσθαι τοῦ παραδείσου, καὶ κατὰ τὴν ἡμέραν τῆς κρίσεως, μετὰ τὸ παραστῆναι τὸν Μωσέα σὺν τοῖς Ἰσραηλίταις καὶ ὡς παραβά τας τοῦ νόμου τῇ κολάσει τοῦ πυρὸς παραδοθῆναι, αὖθις Ἰησοῦν παραστῆναι [καὶ] ἀρνησάμενον ἔμπροσθεν θεοῦ ὅτι οὐκ εἶπεν ἑαυ τὸν εἶναι υἱὸν θεοῦ, τοὺς δὲ Χριστιανούς, ὡς τοιοῦτον τολμή σαντας προστρῖψαι τῷ Χριστῷ ὄνομα καὶ θεὸν αὐτὸν καὶ υἱὸν θεοῦ καὶ λόγον σεσαρκωμένον καὶ σταυρωθέντα δογματίσαντας, τῇ τοῦ πυρὸς γεέννῃ παραδοθῆναι. εἶτα ἑαυτόν φησιν ὑπὸ τοῦ θεοῦ κεκλῆσθαι μάλα θεοσεβῆ, ὡς τοῦ παντὸς αὐτὸν ἔθνους αἴτιον θεοσεβείας ὑπάρξαντα ἐπαινεῖσθαι, καὶ τούτου χάριν κλει δοῦχον τοῦ παραδείσου γεγενῆσθαι. καί γε μετὰ τὸ ὑπ' αὐτοῦ τὸν παράδεισον ἀνεῳχθῆναι συνεισελθεῖν αὐτῷ ἑβδομήκοντα χι 1.741 λιάδας τοὺς δυναμένους ἐφορμῆσαι πρὸς τοῦτο. τοὺς δὲ λοιποὺς κριθήσεσθαι φάσκει, καὶ τοὺς μὲν δικαίους ἀναμφιβόλως τῆς τρυφῆς ἀπολαῦσαι, τοὺς δὲ εὑρισκομένους ἁμαρτωλοὺς πιττάκια ἐν τοῖς τραχήλοις περιέχοντας δεδεμένα εἰς τὸν παράδεισον αὐτοὺς εἰσελθεῖν, καὶ τούτους ὀνομάζεσθαι ἀπελευθέρους τοῦ θεοῦ καὶ τοῦ Μουχούμετ. εἶναι δὲ τρεῖς παραδείσους ἐν τῷ παραδείσῳ φλυαρεῖ, ἕνα μέλιτος καὶ ἕτερον γάλακτος καὶ ἕτερον οἴνου, πρὸς τὸ μετ' ἐξουσίας ἐμπιπλᾶσθαι αὐτῶν. τὰς δὲ γυναῖκας αὐτοῖς συνεῖναι καὶ φιλοκαλεῖν τὰς κόμας αὐτῶν καὶ θεραπεύειν τὰ φιλή δονα σώματα. τοὺς δὲ Ἰουδαίους καὶ Χριστιανοὺς ξύλα τοῦ πυρὸς γενομένους, ὑπολειφθῆναι τοὺς Σαμαρείτας λέγων πρὸς τὸ ἐκφέρειν τὴν κόπρον αὐτῶν ἐκ τοῦ παραδείσου, ὅπως μὴ ἐποζέσῃ ὁ παράδεισος. ἕκαστον δέ, ὡς ἂν ἐβίω, εἴτ' ἐν πλούτῳ ἢ πενίᾳ καὶ ἀδοξίᾳ, τὸν αὐτὸν κἀκεῖσε διάγειν τρόπον. οὗτος οὖν ὁ θεο στυγὴς καὶ παμμίαρος παντὸς ἀγαθοῦ καὶ κακοῦ τὸν θεὸν αἴτιον ὑπάρχειν ἐτερατολόγησε· καὶ τοὺς λῃστὰς καὶ φαρμακοὺς καὶ τοὺς ἄλλαις ἀπηγορευμέναις πράξεσιν ἁλόντας, οὕτως φλυαρεῖ ὁ ἄθεος, ἔγραψεν αὐτὸς ὁ θεός, καὶ προώρισεν ἀποθανεῖν αὐτούς. θαυμάσειε δ' ἄν τις τὴν τοσαύτην καὶ τηλικαύτην διαρκῆ ἀπάτην τοῦ θεομάχου καὶ ματαιόφρονος, μᾶλλον δὲ ἐσχάτην παράνοιαν καὶ κτηνωδίαν τῶν μέχρι νῦν τῇ τούτου πλάνῃ δεδουλωμένων καὶ ὡς ἰσχυρὰν καὶ θείαν ἀφρόνως ταύτην ἡγουμένων. πρὸς γὰρ τὴν ὄντως ἀληθῆ τε καὶ ἱερὰν καὶ θεοβράβευτον πίστιν ἐναργῶς ἀπο τυφλώττουσιν οἱ ἐσκοτισμένοι καὶ ἀσύνετοι, πρὸς δὲ τὴν ψευδώ.νυμον λατρείαν καὶ πλαστολογίαν τοῦ φένακος προσέχουσιν οἱ δεί λαιοι καὶ βαρυκάρδιοι. τὸν γὰρ ὄντως ὄντα θεόν, τὸν διὰ νόμου καὶ προφητῶν ἐκδήλως κηρυττόμενόν τε καὶ πιστευόμενον ἀπω θούμενοι καὶ καταψηφιζόμενοι, τὸν ἀντίθεον καὶ μεμηνότα καὶ φανερῶς ὑπὸ τῶν Ἐρινύων ἐνεργούμενον καὶ φθεγγόμενον οἱ κακό φρονες καὶ λυσσώδεις ἐρασμίως καὶ γεγηθότως προσίενται. ποία γὰρ θεόπνευστος γραφὴ περὶ τοῦ δυσσεβοῦς καὶ παραπαίοντος Μουχούμετ προδιεστείλατο; ἢ ποῖος θεσπέσιος αὐτὸν προφήτης ὡς διδάσκαλον εὐσεβείας προανήγγειλεν; οὐκοῦν εἰπάτωσαν οἱ ἀμέτοχοι πάσης ἱερᾶς ἐπινοίας καὶ μνήσεως, πῶς τοὺς ἀπὸ Ἀδὰμ καὶ μέχρι τῆς Χριστοῦ παρουσίας προφήτας ἀσμένως δῆθεν ἀπο δεχόμενοι τὸν μὲν ὑπ' αὐτῶν διαρρήδην προαναφωνούμενον Χρι στὸν τὸν θεὸν ἀρνοῦνται, τὸν δὲ κάκιστον καὶ μοχθηρὸν καὶ μηδὲ τὸ σύνολον ὑπ' αὐτῶν μνημονευόμενον ὡς θεομύστην καὶ ἐξοχώ τατον καὶ ἀληθεστάτης πίστεως διδάσκαλον ἀποδέχονται καὶ ὡς εὐεργέτην
PG 121:813ἐκθειάζουσιν οἱ ἀνόσιοι καὶ δυσώνυμοι. ἀνακρινέτωσαν δὲ οἱ ἀδιάκριτοι καὶ μανιώδεις καὶ τὰ ὑπ' αὐτοῦ μανιωδῶς καὶ δυσσεβῶς ῥηθέντα ληρήματα, καὶ λεγέτωσαν ποίαν συμφωνίαν ἔχουσι τὰ θεοπαράδοτα λόγια. ὁ μὲν γὰρ θεῖος λόγος ἀναφανδὸν δι δάσκει τὸν θεὸν ὑπάρχειν ἀναίτιον παντὸς κακοῦ καὶ τὸν ἄνθρωπον αὐτεξούσιον εἶναι τῆς ἑαυτοῦ σωτηρίας καὶ ἀπωλείας· ὁ δὲ τρισάθλιος καὶ τρισκατάρατος καὶ τοῦ θεοῦ καὶ τῶν ἀνθρώπων ἄσπονδος ἐχθρός, ἐκ σκαιοτέρου καὶ λαοπλάνου δαίμονος ἐνηχούμενος καὶ ἐνεργούμε 1.743 νος, παντὸς ἀγαθοῦ καὶ πονηροῦ τὸν θεὸν αἴτιον τολμηρῶς ἀπο φθέγγεται, καὶ πᾶν ὅπερ ἂν ἐπέλθῃ τῷ ἀνθρώπῳ, κἂν ἐξ ἐπη ρείας τοῦ πονηροῦ κἂν ἐξ οἰκείας ῥᾳθυμίας καὶ ἀδιακρισίας, τῆς θείας τοῦτο τυγχάνειν προνοίας ὁ ἀλιτήριος ἀποφαίνεται. καὶ ὁ μὲν περιφρονεῖν πλούτου καὶ ταπεινοφρονεῖν καὶ τὸν ἐνήδονον βίον ἀποσείεσθαι καὶ μὴ ἀποδοῦναι κακὸν ἀντὶ κακοῦ παρακελεύεται, ὁ δὲ πλουτεῖν καὶ ὑψηλοφρονεῖν καὶ πᾶσαν ἡδονὴν ἐκ περιουσίας ἀσπάζεσθαι καὶ ἀντεπεξιέναι σφόδρα τοῖς ἀντιπίπτουσιν ὡς ψυχι κὸν σωτήριον καὶ τοῦ παραδείσου πρόξενον. ἀλλ' ὢ τῆς ἀπονοίας καὶ παραπληξίας καὶ χλεύης τοῦ γόητος καὶ παλαμναίου, καὶ τῆς παραφροσύνης καὶ ἀπωλείας τῶν παρ' αὐτοῦ δεινῶς ἐξανδραποδι σθέντων καὶ μέχρι νῦν παρασυρομένων καὶ ἀπατωμένων. οὐδὲ γὰρ συνιοῦσιν οἱ ἄγαν μοχθηροὶ καὶ θηριώδεις καὶ λίαν ἀσύνετοι εἰς οἷον χαλεπὸν χάος καὶ Σατανικὴν Χάρυβδιν κατεποντίσθησαν καὶ τέλεον κατεπόθησαν, καὶ εἰς οἵους ἀφύκτους καὶ ἀδιεξοδεύτους λαβυρίνθους καὶ δυσβάτους ἀτραποὺς καὶ ψυχοφθόρους φε νακισθέντες ἐλεεινῶς ἐξεκυλίσθησαν καὶ συνεσχέθησαν ὑποφθαρέντες εἰς τέλος. διὸ καὶ θαυμάζειν λίαν ἔπεισί μοι τὴν τοσαύτην ἀλογίαν καὶ ἀναισθησίαν αὐτῶν, καίπερ οἰομένων ἐντρεχεστάτους ἑαυτοὺς εἶναι καὶ λογιωτάτους, πῶς οὐ κατανοοῦσι τῆς κενῆς ἀπάτης αὐτῶν τὸν ὄλισθον. ἔδει γάρ, ἔδει τοὺς ὄντως ἄφρονας καὶ βοσκηματώδεις ἐπιγνῶναι τὸν περὶ τῆς ἀναστάσεως αὐτῶν πρόδηλον καὶ μυσαρὸν βρόχον, ὅτιπερ διὰ βρώσεως καὶ πόσεως 1.744 ἐν μετουσίᾳ τυγχάνοντες ἄφθαρτοι καθόλου καὶ ἀθάνατοι διαμέ νουσι. καὶ πότε καὶ ποῦ λοιπὸν τὴν ἀποκαραδοκουμένην ζωὴν αἰώνιον καὶ ἀκήρατον τοῖς πιστοῖς κατὰ τὰς θείας γραφὰς οἱ θνη τοὶ καὶ ψυχῇ καὶ σώματι τεύξονται; καὶ πρὸς τούτῳ ἴστωσαν οἱ ἀλόγιστοι καὶ τάλανες ὡς οὐδέπω μέχρι καὶ τήμερον τῆς παλαιᾶς αὐτῶν καὶ ἀθέου πλάνης ἀπηλλάγησαν, ἀλλ' ἐν προσχήματι θεο σεβείας εἰδωλολατροῦσι λεληθότως, καὶ τὸν ἐγκεκρυμμένον τῇ θρησκείᾳ αὐτῶν δόλον τοῦ ἀρχεκάκου δαίμονος οὐδ' ὅλως οἱ ἀνού στατοι καὶ ἀπόπληκτοι ἐπιγινώσκουσι. πάλαι μὲν γὰρ εἰδωλολατροῦντες καὶ τῇ παρ' Ἕλλησιν Ἀφροδίτῃ λεγομένῃ, τουτέστι τῇ ἡδονῇ, προσκυνοῦντες, καὶ τὸν ἀστέρα ταύτης τὸν ἑωσφόρον εἶναι μυθολογοῦσιν, ἣν δὴ καὶ Κουβὰρ τῇ ἑαυτῶν κακεμφάτῳ γλώσσῃ ἐπονομάσαντες, ὅπερ ἐστὶ μεγάλη, διέμειναν ἕως ἄρτι τὴν Ἀφρο δίτην θεὸν ὀνομάζοντες. ἵνα δὲ μὴ δόξωμέν τισι ψευδολογεῖν, σαφηνίσωμεν τὸ μέγα αὐτῶν μυστήριον. ἔχει δὲ ἡ λέξις τῆς μυ σαρᾶς αὐτῶν καὶ παμβεβήλου προσευχῆς οὕτως "ἀλλᾶ ἀλλᾶ οὐὰ κουβὰρ ἀλλᾶ." καὶ τὸ μὲν ἀλλᾶ ἀλλᾶ ἑρμηνεύεται ὁ θεὸς ὁ θεός, τὸ δὲ οὐὰ μεῖζον, τὸ δὲ κουβὰρ μεγάλη ἤτοι σελήνη καὶ Ἀφρο δίτη. ὅπερ ἐστὶν οὕτως, ὁ θεὸς ὁ θεὸς μείζων καὶ ἡ μεγάλη, εἴτ' οὖν Ἀφροδίτη, θεός. καὶ τοῦτο σαφηνίζει ἡ ἐπαγωγὴ τοῦ τελευταίου ἀλλᾶ. ἅπερ ἅπαντα ἐπικεκρυμμένως τῇ ἰδιότητι τῆς ἑαυτῶν γλώτ της λαλοῦσιν. ἀλλὰ τοὺς μὲν χοιρώδεις καὶ τελματώδεις καὶ μη δὲν πλέον τῆς ἡδονῆς καὶ ῥαστώνης εἰδότας ἀφέμενος ὁ λόγος, ὡς ἀνεπαισθήτως νοσοῦντας, πρὸς τὰ ἑξῆς τῆς ἱστορίας χωρείτω. 1.745 Μετὰ δέ γε τὸν θάνατον τοῦ θεηλάτου Μουχούμετ ἐφάνη κατὰ μεσημβρίαν ἀστὴρ ὁ λεγόμενος δοκίτης, προμηνύων τὴν τῶν Ἀράβων ἐπικράτειαν. ἔμεινε δὲ ἐπὶ ἡμέρας τριάκοντα, διατείνων ἀπὸ μεσημβρίας ἕως ἄρκτου. ἦν δὲ
PG 121:815ξιφοειδής. Τῷ κδʹ ἔτει Ἀβουβάχαρ τελευτᾷ, ἀμηρεύσας ἔτη δύο ἥμισυ, καὶ ἀντ' αὐτοῦ κρατεῖ Οὔμαρος, ὃς παρέλαβε Βόστραν τὴν πόλιν καὶ ἄλλας πολλάς, καὶ ἦλθε μέχρι τοῦ Γαβιθᾶ. τούτῳ συμβα λὼν Θεόδωρος ὁ τοῦ Ἡρακλείου ἀδελφὸς καὶ ἡττηθεὶς πρὸς τὸν βασιλέα ἔρχεται ἐν Ἐδέσῃ. ὁ δὲ βασιλεὺς προχειρίζεται ἕτερον στρατηγὸν Βοάνην, τὸν δὲ σακελλάριον Θεόδωρον μετὰ Ῥωμαϊ κῆς δυνάμεως πέμπει κατὰ Ἀράβων. παραγενόμενος δὲ εἰς Ἔμεσαν συναντᾷ πλῆθος Σαρακηνῶν καὶ τὸν ἀμηρᾶν αὐτῶν, καὶ εἰς τὸν Βαρδανίσιον ποταμὸν παραφοσσατεύει. Ἡράκλειος δὲ ἀπελ πίσας καταλιμπάνει τὴν Συρίαν, καὶ ἄρας τὰ τίμια ξύλα ἀπὸ Ἱε ροσολύμων ἐπὶ Κωνσταντινούπολιν ἀπῄει. Βοάνην δὲ ἀπὸ Δα μασκοῦ εἰς Ἔμεσαν στρέφει, καὶ Θεόδωρον σακελλάριον ἔχοντα στρατὸν χιλιάδας μʹ. καὶ διώκουσι τοὺς Ἄραβας ἀπὸ Ἐμέσης ἕως Δαμασκοῦ. Τῷ κεʹ ἔτει ἐπιστρατεύουσιν οἱ Σαρακηνοὶ μετὰ πλήθους Ἀράβων, καὶ συμβολῆς γενομένης ἡττῶνται Ῥωμαῖοι. στασιάσαντες δὲ οἱ περὶ Βαάνην Ἡράκλειον ἀποκηρύττουσι καὶ Βαάνην ἀναγορεύουσιν βασιλέα. ἐν τούτοις ὑποχωροῦσιν οἱ περὶ τὸν σα κελλάριον, καὶ οἱ Σαρακηνοὶ εὑρόντες ἄδειαν συμβάλλουσι μετὰ Βαάνους πόλεμον καὶ ἡττῶσιν αὐτόν· ἀνέμου γὰρ πνεύσαντος 1.746 βιαίου νότου κατὰ Ῥωμαίων, καὶ μὴ δυναμένων τοὺς ἐχθροὺς ἀντωπῆσαι διὰ τὸν πολὺν κονιορτόν, δεινῶς τρέπονται, καὶ ῥίπτον τες ἑαυτοὺς εἰς τοὺς στενωποὺς τοῦ ποταμοῦ Ἰερμοχθᾶ διεφθά ρησαν αἱ τεσσαράκοντα χιλιάδες. παρέλαβον δὲ καὶ τὴν Δαμα σκὸν καὶ τὰς χώρας τῆς Φοινίκης, καὶ οἰκίζονται ἐκεῖ. εἶτα στρα τεύονται κατ' Αἰγύπτου, καὶ λαβόντες καὶ αὐτὴν κατοικοῦσιν ἐν αὐτῇ. Τῷ κ ʹ ἔτει στρατεύει Οὔμαρος κατὰ Παλαιστίνης, καὶ παραλαμβάνει λόγοις τὴν ἁγίαν πόλιν Σωφρονίου πατριάρχου ὄν τος. εἰσελθὼν δὲ Οὔμαρος εἰς τὴν ἁγίαν πόλιν τριχίνοις ἐκ κα μήλου ἐνδύμασιν ἠμφιεσμένος ἐρρυπωμένοις, ὑπόκρισίν τε Σατα νικὴν ἐνδεικνύμενος, τὸν ναὸν ἐζήτει τῶν Ἰουδαίων, ὃν ᾠκοδόμησε Σολομῶν, προσκυνητήριον ποιῆσαι τῆς αὐτοῦ βλασφημίας. τοῦ τον ἰδὼν Σωφρόνιος ἔφη "ἐπ' ἀληθείας τοῦτό ἐστι τὸ βδέλυγμα τῆς ἐρημώσεως, ἑστὼς ἐν τόπῳ ἁγίῳ," πολλοῖς τε δάκρυσι τοὺς Χριστιανοὺς ἀπωδύρετο. παρεκάλεσεν οὖν αὐτὸν λαβεῖν σινδόνα καὶ ἐνδύσασθαι· ὁ δὲ οὐκ ἠνέσχετο. μόγις οὖν ἐπείσθη, καὶ πλυνθέντων τῶν αὐτοῦ πάλιν ἀπέστρεψε τὰ τοῦ πατριάρχου. ἐν τούτοις ἀπεβίω Σωφρόνιος, πολλὰ κατὰ Ἡρακλείου καὶ τῶν ὁμο φρόνων αὐτοῦ Σεργίου καὶ Πύρρου τῶν μονοθελητῶν ἀγωνισάμε νος. τούτῳ τῷ ἔτει ἀπολύει Οὔμαρος τὸν Ἰὰδ εἰς Συρίαν, καὶ ὑπέταξε πᾶσαν τοῖς Σαρακηνοῖς. 1.747 Περὶ δέ γε τῆς ἁγίας γῆς ὁ θεσπέσιος ἔλεγε Μωϋσῆς πρὸς τὸν Ἰσραήλ "ἰδοὺ κύριος ὁ θεός σου εἰσάξει σε εἰς γῆν ἀγαθὴν καὶ πολλήν, ἧς χείμαρροι ὑδάτων καὶ πηγαὶ ἀβύσσου ἐκπορευόμεναι διὰ τῶν πεδιάδων καὶ τῶν ὀρέων. γῆ πυροῦ καὶ κριθῆς, ἄμπε λοι καὶ συκαῖ καὶ ῥοιαὶ καὶ φοίνικες· γῆ ἐλαίου καὶ μέλιτος· γῆ ἐφ' ἣν οὐ μετὰ πτωχείας φάγῃ τὸν ἄρτον σου· γῆ ἧς οἱ λίθοι σίδηρος, καὶ ἐκ τῶν ὀρέων αὐτῆς μεταλλεύσεις χαλκόν· γῆ ῥέουσα γάλα καὶ μέλι· γῆ ἣν κύριος ὁ θεός σου ἐπισκοπεῖ, ἥτις εὐλογημένη ἐστὶ καὶ καρποφόρος ὑπὲρ πᾶσαν τὴν γῆν, καὶ τῷ παραδείσῳ τοῦ θεοῦ παρεικαζομένη." προσμαρτυρεῖ δὲ τούτοις καὶ ὁ σοφώ τατος Ἀριστοτέλης λέγων "καὶ γὰρ πολυάνθρωπός ἐστιν ἡ γῆ τῆς ἐπαγγελίας, καὶ παντοίοις καρποῖς εὐθηνοῦσα, ἀμπέλων τε καὶ ἀκροδρύων καὶ φοινίκων πλῆθος ἄπλετον, καὶ κτήνη πάμπολλα καὶ διάφορα, καὶ δαψιλὴς ἡ τούτων νομὴ δι' ὅλου τοῦ χρόνου γίνεται διὰ τὴν πολλὴν εὐκρασίαν τῆς γῆς καὶ πιότητα· πολὺ δὲ πλῆθος καὶ τῶν ἀρωμάτων καὶ λίθων πολυτελῶν καὶ χρυσοῦ πα ρακομιζομένου διὰ τῶν Ἀράβων." ὡσαύτως οὖν καὶ Ἰώσηπος ἔφη "πάμφορος γὰρ οὖσα δι' εὔκρατον ἀέρα καὶ πολλὴν πιότητα χειμῶνος ὥρᾳ ἐκφέρει κάρυα καὶ ἐν καύματι φοίνικας, καὶ πλεῖ στον γεωργεῖ ἔλαιον. καὶ σταφυλὴν μὲν καὶ σῦκα διὰ μηνῶν δέκα ἐσθίουσιν οἱ ἐκεῖσε, τοὺς δὲ λοιποὺς καρποὺς δὶς τοῦ ἐνιαυτοῦ τρυγῶσι." τὸ δὲ μέγεθος τῶν βοτρύων τῆς
PG 121:817σταφυλῆς ἐκείνης ἐδήλωσεν ἡ γραφὴ λέγουσα περὶ τῶν κατασκόπων ὧν ἀπέστειλε Μωϋσῆς, ὅτι ἦλθον ἕως φάραγγος βότρυος, καὶ κόψαντες ἐκεῖ 1.748 θεν κλῆμα καὶ βότρυν σταφυλῆς ἕνα ἦραν αὐτὸν ἐπ' ἀναφορεῦ σιν· ἐν ξύλῳ γὰρ ἐσχηματισμένῳ πλαγίως μέσον κρεμασθείς, καὶ ἐπ' ὤμων δύο ἀνδρῶν βασταζόμενος, πᾶσιν ἐδήλου τῆς ἁγίας γῆς ἐκείνης τὴν εὐκαρπίαν. δι' ἧς Ἀλέξανδρος ὁ μέγας διαπορευό μενος, καὶ ξύλα καρποφόρα, ἐν οἷς καὶ πήγανον θεασάμενος τὸ ὕψος καὶ πλάτος ἐφάμιλλον συκῆς, ἐθαύμασε σφόδρα τῆς γῆς ἐκείνης τὴν εὐκαρπίαν τε καὶ πιότητα. ἀλλὰ μὴν καὶ ὀποβάλσα μον γεωργεῖ πλεῖστον, καὶ ἕτερα πολλὰ δυσπόριστα καὶ ἀνθρώ ποις ἐπέραστα. κἀντεῦθεν τοίνυν, ὡς ἐξαίρετον καὶ διαφέρουσαν ἀσυγκρίτως πάσης τῆς γῆς, εἰκότως ἔδωκεν αὐτὴν ὁ θεὸς τῷ ἠγαπημένῳ καὶ προτοτόκῳ υἱῷ αὐτοῦ εἰς κληρονομίαν τε καὶ ἀπό λαυσιν. "εἰσήγαγε γὰρ αὐτούς" φησίν "εἰς ὄρος ἁγιάσματος αὐτοῦ, ὄρος τοῦτο ὃ ἐκτίσατο ἡ δεξιὰ αὐτοῦ." τοιγαροῦν ἐν τῇ ἁγίᾳ ταύτῃ καὶ μακαρίᾳ γῇ καὶ ἀγαθῇ τῆς ἐπαγγελίας πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λόγος τοῖς προφήταις ὁραθείς, θεο πρεπῶς τε τὰς θεοφανίας ποιησάμενος, ἔλεγεν "ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφητῶν ἐμυήθην." ἐπ' ἐσχάτων δὲ σαρκοφόρος ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη, πληρώσας καὶ τό "μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος, καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος." ἐν ᾗ καὶ τὸ σωτήριον ὑπομείνας πάθος τὴν παγκόσμιον εἰργάσατο σωτηρίαν. αὐτὸς γὰρ ὁ κύριος καρδίαν τῆς γῆς ἐκάλεσε τὴν Ἱερουσαλήμ· 1.749 ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους ἡμέρας τρεῖς καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ κοιλίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. ὅθεν καὶ ὁ θεῖος Χρυ σόστομος εἰς τὸ φάσκον ῥητόν "ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ" φησί "καὶ γὰρ ἐπὶ τῆς παλαιᾶς ἐκεῖθεν γέγονεν ἡ τοῦ θεοῦ εὐπρέπεια, οἷον ὁ βωμός, τὰ ἅγια τῶν ἁγίων, ἡ λα τρεία πᾶσα καὶ ἡ πολιτεία τῆς παλαιᾶς νομοθεσίας, καὶ ἱερέων πλῆθος καὶ θυσία καὶ ὁλοκαύτωσις καὶ ὕμνοι ἱεροὶ καὶ ψαλμῳδίαι καὶ πάντα τὰ ἐκεῖθεν, καὶ τὰ μέλλοντα προδιεγέγραπτο. ἐπειδὴ δὲ καὶ ἡ ἀλήθεια παραγέγονεν, ἐκεῖθεν τὴν ἀρχὴν ἔλαβεν, ἐκεῖθεν ὁ σταυρὸς ἔλαμψεν, ἐκεῖθεν τὰ μυρία κατορθώματα. διὰ δὴ τοῦτο καὶ περὶ τῆς τοῦ Χριστοῦ δευτέρας νομοθεσίας ὁ μέγας Ἠσαΐας λέγει «ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν.» Σιὼν γὰρ ἐν ταῦθα ὁλόκληρον λέγει τὸ χωρίον καὶ τὴν παρακειμένην αὐτῷ μη τρόπολιν τῶν Ἰουδαίων. ἐκεῖθεν τοίνυν, ὥσπερ ἐκ βαλβῖδός τινος εὔδρομοι καὶ εὐσταλεῖς ἵπποι, εἰς τὴν οἰκουμένην ἅπασαν οἱ ἀπόστολοι ἐξεπέμφθησαν, ἐκεῖθεν τὰ σημεῖα ποιεῖν ἤρξαντο· ἐκεῖ γέγονε τὸ σωτήριον πάθος καὶ ἡ ἀνάστασις καὶ ἡ ἀνάληψις, ἐκεῖ τὰ προοίμια καὶ ἡ ἀρχὴ τῆς ἡμετέρας σωτηρίας. ἐκεῖ τὰ ἀπόρρητα δόγματα κηρύττεσθαι τὴν ἀρχὴν ἔλαβεν. ἐκεῖ πρῶτον ἀπεκαλύφθη πατὴρ καὶ ἐγνωρίσθη μονογενὴς υἱὸς καὶ ἐδόθη τοσαύτη πνεύματος ἁγίου χάρις. καὶ τὸν περὶ τῶν ἀσωμάτων λόγον 1.750 ἐκεῖ ἐγύμναζον, καὶ δωρεῶν καὶ δυνάμεων καὶ τῶν μελλόντων ἀγαθῶν τὰς ἐπαγγελίας, ἅπερ ἅπαντα ὡραιότητας τοῦ θεοῦ λέγει· κάλλη γὰρ θεοῦ καὶ ὡραιότης ἡ ἀγαθότης καὶ φιλανθρωπία καὶ ἡ εἰς πάντας εὐεργεσία. ἐκεῖ τοίνυν καὶ τὸ πτῶμα καὶ πταῖσμα τοῦ Ἀδὰμ θεραπεύσας, καὶ τὴν ταχίστην, ὥσπερ καὶ ὑπόπτερον, τῶν ἁγίων συνέλευσιν καὶ ὑπάντησιν ἐν τῇ δευτέρᾳ αὐτοῦ παρου σίᾳ προϋπεμφαίνων, ἔλεγεν «ὅπου τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.»" ὡσαύτως δὲ καὶ ὁ μέγας Ἀθανάσιος εἰς τὸ πάθος τοῦ Χριστοῦ λέγει "διόπερ οὐχ ἀλλαχόσε πάσχει Χριστὸς οὔτε μὴν εἰς ἄλλον σταυροῦται τόπον ἢ εἰς τοῦ κρανίου τόπον, ἐν ᾧ δὴ τῶν Ἑβραίων οἱ διδάσκαλοί φασι τοῦ Ἀδὰμ εἶναι τὸν τάφον· ἐκεῖ γὰρ αὐτὸν μετὰ τὴν κατάραν τεθάφθαι διαβεβαιοῦνται. διὰ τοῦτο θαυμάζω τοῦ τόπου τὴν οἰκειότητα. ἔδει γὰρ τὸν κύριον ἀνανεῶσαι θέλοντα τὸν πρῶτον ἄνθρωπον, ἐν
PG 121:821ἐκείνῳ παθεῖν τῷ τόπῳ. καὶ ἐπειδὴ ἤκουσεν Ἀδάμ «γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ,» ταύτῃ πάλιν ἐκεῖ τέθειται, ἵνα ἐν ᾧ τόπῳ τὴν κατάραν ἔλαβεν, ἐκεῖ καὶ τὴν λύσιν ταύτης δέξηται." Ὄντι δὲ τῷ βασιλεῖ Ἡρακλείῳ ἐν τῇ ἀνατολῇ ἐγεννήθη αὐ τῷ υἱὸς ὁ Δαβίδ. τῇ αὐτῇ ἡμέρᾳ ἐτέχθη καὶ Κωνσταντίνῳ τῷ υἱῷ Ἡρακλείου Ἡράκλειος, ὃς ἐβαπτίσθη ὑπὸ Σεργίου τοῦ πατριάρχου. τῷ δ' αὐτῷ ἔτει ἐπανέστησαν οἱ Πέρσαι κατ' ἀλλή λων, καὶ πολλοὶ διεφθάρησαν. τότε ὁ βασιλεὺς τῶν Ἰνδῶν πέμ πει συγχάρια τῷ βασιλεῖ, μαργαρίτας καὶ λίθους τιμίους πολλούς. 1.751 ἦν δὲ ὁ Μωάμεδ προτελευτήσας, ὃς ἔστησε τέσσαρας ἀμηράδας πολεμεῖν τοῖς ἐξ Ἀράβων γενομένοις Χριστιανοῖς. καὶ ἦλθον κατέναντι Θεοδώρου κουβικουλαρίου, καὶ συμβαλόντες πόλεμον ἀναιροῦνται οἱ τρεῖς ἀμηράδες καὶ πλῆθος πολὺ ἐξ αὐτῶν. ἐξ ῆλθε δὲ καὶ ὁ εἷς ἀμηρᾶς ὁ Χάλεβος, ὃν λέγουσιν μάχαιραν τοῦ θεοῦ. ἦσαν δέ τινες τῶν πλησίον Ἀράβων λαμβάνοντες παρὰ τῷ βασιλεῖ Ῥωμαίων ῥόγαν πρὸς τὸ φυλάττειν τὰ στόμια τῆς ἐρήμου. ἐν αὐτῷ δὲ τῷ καιρῷ ἐλθόντες οὐκ ἔλαβον τὴν ῥόγαν, ἀλλ' ἐδιώ χθησαν. λυπηθέντες δὲ ἀπῆλθον πρὸς τοὺς ὁμοφύλους, καὶ ὡδήγησαν αὐτοὺς ἐπὶ τὴν χώραν Γάζης, στόμιον οὖσαν τῆς ἐρή μου κατὰ τὸ Σίναιον ὄρος, πλουσίαν σφόδρα. οἳ καὶ παρέλαβον τὴν Ἤραν καὶ πᾶσαν τὴν χώραν Γάζης. ἐλθὼν δὲ Σέργιος ἀπὸ Καισαρείας τῆς Παλαιστίνης σὺν ὀλίγοις στρατιώταις κτείνεται πρῶτος σὺν τῷ στρατῷ. οἱ δὲ λαβόντες αἰχμαλωσίαν πολλὴν ὑπέστρεψαν. Τῷ κζʹ ἔτει ἦλθεν Ἰωάννης ὁ Κατζᾶς, ἐπίτροπος Ὀσροηνῆς, πρὸς Ἰὰδ εἰς Χαλκηδόνα, καὶ ἐστοίχησε διδόναι αὐτῷ δέκα μυριάδας νομισμάτων πρὸς τὸ μὴ περᾶσαι τὸν Εὐφράτην μήτε εἰρηνικῶς μήτε πολεμικῶς. Ἡράκλειος δὲ τοῦτο μαθὼν ὡς ἄνευ εἰδήσεως αὐτοῦ τοῦτο πεποίηκε, τοῦτον ἐξώρισε καὶ ἀντ' αὐτοῦ Πτολεμαῖον στρατηγὸν ἔπεμψε. Τῷ κηʹ ἔτει παρέλαβον οἱ Ἄραβες τὴν Ἀντιόχειαν, καὶ 1.752 ἐπέμφθη Μαβίας ὑπὸ Οὐμάρου στρατηγὸς καὶ ἀμηρᾶς πάσης τῆς ὑπὸ τοὺς Σαρακηνοὺς χώρας ἀπὸ Αἰγύπτου ἕως Εὐφράτου. Τῷ κθʹ ἔτει παραλαμβάνει Ἰὰδ τὴν Ἔδεσαν λόγοις, τὴν δὲ Κωνστάντειαν πολέμῳ, ὁμοίως καὶ τὸ Δαράς, καὶ πολλοὺς ἐν ταύτῃ ἀπώλεσε. καὶ οὕτως παρέλαβεν Ἰὰδ πᾶσαν τὴν Μεσο ποταμίαν. Τῷ δὲ λʹ ἔτει ἐπεστράτευσαν οἱ Σαρακηνοὶ κατὰ Περσίδος, καὶ νικήσαντες πάντας τοὺς Πέρσας ὑπέταξαν. Ὁρμίσδας δὲ ὁ βασιλεὺς τῶν Περσῶν φυγῇ χρησάμενος ἐπὶ τοὺς ἐνδοτέρω Πέρσας καταφεύγει. οἱ δὲ Σαρακηνοὶ αἰχμαλώτους τὰς τοῦ Χοσρόου θυγατέρας ἅμα τῇ βασιλικῇ ἀποσκευῇ ἄγουσι πρὸς Οὔμαρον. τῷ δ' αὐτῷ χρόνῳ ποιεῖ ἀναγραφὴν Οὔμαρος πάσης τῆς ὑπ' αὐτὸν οἰκουμένης, τῶν τε ἀνθρώπων καὶ κτηνῶν καὶ φυτῶν. Τῷ λαʹ ἔτει τελευτᾷ Ἡράκλειος βασιλεὺς ὑδεριάσας, μηνὶ Μαρτίῳ ιαʹ, βασιλεύσας ἔτη λʹ μῆνας ιʹ. οὗτος ὑπὸ Ἀθανασίου πατριάρχου τῶν Ἰακωβιτῶν καὶ Σεργίου τοῦ Σύρου Κωνσταντι νουπόλεως ἀπατηθεὶς εἰς τὴν αἵρεσιν τῶν μονοθελητῶν ἐξεκυλίσθη, καὶ δὴ μετὰ ταῦτα νόσῳ περιπεσὼν ὑδερικῇ, δι' ἧς καὶ τέθνηκε, δεινῶς ἐτιμωρεῖτο· ἐπὶ τοσοῦτον γὰρ τὸ πάθος ἐπεκτάθη, ὡς ἡνίκα ἀπουρεῖν ἔμελλε, σανίδα τίθεσθαι κατὰ τοῦ ἤτρου διὰ τὸ στρέφεσθαι τὸ αἰδοῖον αὐτοῦ καὶ κατὰ τοῦ προσώπου τὸ οὖρον ἀναπέμπειν. ἔλεγχος δὲ ἦν τοῦτο τῆς ἑαυτοῦ παρανομίας ἕνεκεν τοῦ εἰς τὴν ἰδίαν ἀνεψιὰν Μαρτῖναν παρανομωτάτου γάμου. ἐτέθη δὲ τὸ σῶμα αὐτοῦ ἐν λάρνακι, καὶ ἔμεινεν ἀσκεπὲς ἡμέ 1.753 ρας δʹ. συνετάφη δὲ αὐτῷ καὶ στέμμα χρυσοῦν, καὶ οὕτως ἐσκε πάσθη. Μετὰ τοῦτον βασιλεύει Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ μῆνας δʹ. ἦν δὲ ἀσθενὴς τὸ σῶμα, καθ' ἑκάστην ὡς εἰπεῖν νοσηλευό μενος. τούτῳ τινὲς λέγουσιν ὅτι τὸ στέμμα, ἐν ᾧ ἐστέφθης, σὺν τῷ πατρί σου ἐτάφη. καὶ ἐκέλευσε Καλλινίκῳ κουβικουλα ρίῳ κομίσαι αὐτό. ἀπελθὼν οὖν καὶ ἀνοίξας εὗρε τὸ σῶμα δια λυθὲν ὡσεὶ ὕδωρ, τὸ δὲ στέμμα συμπαγὲν τῇ κεφαλῇ. καὶ ἀνέ σπασεν αὐτὸ σὺν τῇ κόμῃ, πενθῶν καὶ ὀδυρόμενος, καὶ ἀπήγαγε τοῦτο τῷ Κωνσταντίνῳ. ὁ δὲ ἐκέλευσε τοῦτο παραλυθῆναι
PG 121:823καὶ τιμηθῆναι· ὃ καὶ διετιμήθη λίτρας οʹ. τελευτᾷ δὲ Κωνσταντῖνος φαρμακευθεὶς ὑπὸ Μαρτίνης τῆς αὐτοῦ μητρυιᾶς καὶ Πύρρου πατριάρχου· καὶ τίθεται τὸ σῶμα αὐτοῦ ἐν τῷ ἡρῴῳ τῶν ἁγίων ἀποστόλων. γυνὴ δὲ τούτου Ἀναστασία, ἥτις μετὰ τελευτὴν συνετάφη τῷ ἰδίῳ ἀνδρί. Βασιλεύει δὲ Ἡρακλωνᾶς σὺν μητρὶ Μαρτίνῃ μῆνας ʹ. οὗ τος προσήγαγεν εἰς τὴν ἁγίαν Σοφίαν τὸ στέμμα ὅπερ ἀφείλετο Κωνσταντῖνος ἐκ τοῦ μνημείου τοῦ πατρὸς αὐτοῦ, δοὺς καὶ ἑκά στῳ στρατευομένῳ λεγάτον, νομίσματα τρία, ὑπὲρ Κωνσταντίνου ἀδελφοῦ αὐτοῦ. τούτῳ τῷ ἔτει παραλαμβάνει Μαβίας Καισά ρειαν τῆς Παλαιστίνης μετὰ ἑπτὰ ἔτη τῆς πολιορκίας αὐτῆς, καὶ κτείνει ἐν αὐτῇ Ῥωμαίων χιλιάδας ἑπτά. τούτῳ τῷ ἔτει ἀπώσατο ἡ σύγκλητος Ἡρακλωνᾶν ἅμα Μαρτίνῃ τῇ μητρὶ αὐτοῦ καὶ Βα 1.754 λεντίνῳ, καὶ γλωσσοκοπήσαντες Μαρτῖναν καὶ ῥινοκοπήσαντες Ἡρακλωνᾶν ἐξώρισαν ἀμφοτέρους. καὶ ἀνεβίβασαν Κώνσταντα τὸν υἱὸν Κωνσταντίνου, ἔγγονον Ἡρακλείου, ἐπὶ τὴν ἀρχήν, ὃς ἐκράτησεν ἔτη κζʹ. ὁ δὲ Ἡρακλωνᾶς οὐκ ἐτάφη βασιλικῶς, ἀλλὰ διωχθεὶς ἐκ τῆς βασιλείας καὶ ἰδιωτεύων ἐτάφη ἐν τῷ μοναστηρίῳ σὺν τῇ μητρὶ Μαρτίνᾳ. Πύρρου δὲ ἐκβληθέντος χειροτονεῖται πατριάρχης Κωνσταντινουπόλεως Παῦλος πρεσβύτερος καὶ οἰκονό μος, ἐπισκοπήσας ἔτη ιβʹ. Κόσμου ἔτος #22 ρλδʹ, τῆς θείας σαρκώσεως ἔτος χμʹ. Ῥω μαίων βασιλεὺς Κώνστας ὁ υἱὸς Κωνσταντίνου υἱοῦ Ἡρακλείου, αἱρετικός, ἔτη κζʹ. ὃς παρακλητικοῖς λόγοις πρὸς τὴν σύγκλητον ἐχρήσατο, ἐπαινέσας αὐτὴν ὑπὲρ τοῦ μίσους Ἡρακλωνᾶ καὶ Μαρ τίνης ὡς φονέων γεγονότων τοῦ πατρὸς αὐτοῦ, καὶ δωρεαῖς φιλο τιμησάμενος ἀπέλυσε. Τῷ βʹ ἔτει ἤρξατο Οὔμαρος οἰκοδομεῖν τὸν ναὸν Ἱερουσα λήμ, καὶ οὐχ ἵστατο τὸ κτίσμα. πυθομένου δὲ τὴν αἰτίαν εἶπον οἱ Ἰουδαῖοι, καὶ κατήγαγον τὸν σταυρὸν τὸν ὄντα ἐπάνω τοῦ ναοῦ τοῦ ὄρους τῶν ἐλαιῶν, καὶ οὕτως συνέστη αὐτῶν ἡ οἰκοδομή. διὰ ταύτην τὴν αἰτίαν πολλοὺς σταυροὺς κατήγαγον οἱ μισό χριστοι. Τῷ γʹ ἔτει γέγονεν ἔκλειψις ἡλίου. Τῷ ʹ ἔτει γέγονεν ἄνεμος βίαιος, καὶ πολλὰ δένδρα παμ μεγέθη ἔπεσον, καὶ στύλους ἔρριψε. 1.755 Τῷ ζʹ ἔτει ἐπεστράτευσε Μαβίας εἰς Κύπρον, ἔχων σκάφη #αψʹ, καὶ παρέλαβε Κωνστάντειαν καὶ πᾶσαν τὴν νῆσον. Τῷ ηʹ ἔτει Μαβίας τὴν Ἄραδον σφοδρῶς πολεμήσας ταύ την λόγῳ παρέλαβε καὶ ἀπετείχισε καὶ ἐνέπρησε, καὶ τὴν νῆσον ἄοικον ἐποίησεν ἕως τοῦ νῦν. τῷ δ' αὐτῷ ἔτει γέγονεν ἐν Ῥώμῃ σύνοδος ὑπὸ Μαρτίνου κατὰ τῶν μονοθελητῶν. Τῷ ιαʹ ἔτει κόνις ἐκ τοῦ οὐρανοῦ κατηνέχθη. Τῷ ιβʹ Μαβίας καταλαβὼν τὴν Ῥόδον καθεῖλε τὸν κολοσ σὸν μετὰ #ατξεʹ ἔτη τῆς αὐτοῦ ἱδρύσεως· ὃν ὠνησάμενος ἔμπορος ἐννακόσια καμήλια ἐφόρτωσε τὸν χαλκόν. καὶ γὰρ οἱ Ῥόδιοι θαλασσοκρατήσαντες ἀνέστησαν ἀνδριάντα χαλκοῦν τῷ ἡλίῳ πη χῶν πʹ, ὡς λέγει τὸ ἐν αὐτῷ ἐπίγραμμα· "τὸν ἐν Ῥόδῳ κολοσσὸν ὀκτάκις δέκα Λάχης ἐποίησε πήχεων ὁ Λίνδιος." ὃν διὰ τὸ μέγεθος ἐκάλεσαν κολοσσόν, ἀφ' οὗ καὶ αὐτοὶ Κολοσ σαεῖς ὀνομάσθησαν. Τῷ ιγʹ ἔτει Μαβίας ἐξόπλισιν ἐν Τριπόλει ἐποίησε μεγάλων πλοίων τοῦ ἀνελθεῖν κατὰ Κωνσταντινουπόλεως. τοῦτο θεασά μενοι δύο ἀδελφοὶ φιλόχριστοι, υἱοὶ βυκινάτορος, ζήλῳ θείῳ τρωθέντες ἐπὶ τὸ δεσμωτήριον παρεγένοντο, καὶ τὰς πύλας διαρ ρήξαντες καὶ τοὺς δεσμίους λύσαντες τὸν ἀμηρᾶν Τριπόλεως ἀπέ κτειναν καὶ τοὺς σὺν αὐτῷ, καὶ τὴν ἀποσκευὴν πᾶσαν ἐμπρήσαν τες ἐπὶ Ῥωμανίαν ἀπέπλευσαν. καὶ ὁ μὲν Μαβίας στρατεύει Και 1.756 σάρειαν τῆς Καππαδοκίας, Ἀβουλαούαρ δὲ ἀρχηγὸν κατέστησε τῶν πλοίων· ὃς παραγενόμενος εἰς τὸν Φοίνικα τῆς Λυκίας, ἔνθα ἦν ὁ βασιλεὺς μετὰ τοῦ Ῥωμαϊκοῦ στόλου, ναυμαχεῖ μετ' αὐτοῦ. τῇ οὖν πρὸ τοῦ πολέμου ἑσπέρᾳ θεωρεῖ κατ' ὄναρ ὁ βασιλεὺς ὅτι ἦν ἐν Θεσσαλονίκῃ. διυπνισθεὶς δὲ διηγήσατο τῷ ὀνειροκρίτῃ. ὁ δὲ ἔφη "ὦ βασιλεῦ, εἴθε μὴ ὕπνωσας τῇ νυκτὶ ταύτῃ, μήτε ὄνειρον ἐθεάσω· τὸ γὰρ εἶναί σε ἐν Θεσσαλονίκῃ, θὲς ἄλλῳ τὴν νίκην, κρίνεται.
PG 121:827πρὸς τὸν ἐχθρόν σου ἡ νίκη τρέπεται." καὶ δὴ τοῦτο καὶ ἀπέβη· συμβαλόντες γὰρ πόλεμον ἡττῶνται Ῥω μαῖοι, καὶ συγκιρνᾶται ἡ θάλασσα τῷ αἵματι τῶν Ῥωμαίων. ἐν δύει δὲ ὁ βασιλεὺς ἄλλον τὴν ἐσθῆτα αὐτοῦ, καὶ εἰσπηδήσας ὁ προλεχθεὶς υἱὸς τοῦ βυκινάτορος τὸν βασιλέα ἀφαρπάζει καὶ εἰς ἕτερον σκάφος μεταβάλλει καὶ παραδόξως διασώζει. αὐτὸς δὲ ἐπιστὰς τῇ βασιλικῇ νηῒ πολλοὺς ἀνεῖλεν ὁ γενναιότατος, ὕστερον δὲ ἀναιρεῖται καὶ αὐτός. ὁ δὲ βασιλεὺς μόλις διασωθεὶς ὑπέστρεψε μετ' αἰσχύνης ἐν Κωνσταντινουπόλει. Ἐφ' ὧν χρόνων καὶ ὁ ἀρχηγὸς τῶν Παυλικιάνων ἀνεφάνη Κωνσταντῖνος, ὁ καὶ Σιλουανὸν αὐτὸν ὀνομάσας. ἔστι δὲ ἡ αἵρε σις αὐτῶν οὕτως. Παυλικιάνοι οἱ καὶ Μανιχαῖοι. μετωνομά σθησαν δὲ ἀντὶ Μανιχαίων Παυλικιάνοι ἀπὸ Παύλου τινὸς Σαμοσατέως, υἱοῦ γυναικὸς Μανιχαίας Καλλινίκης τοὔνομα, ἥτις δύο υἱοὺς ἔσχε, τοῦτον τὸν Παῦλον καὶ Ἰωάννην. τούτους οὖν τὴν 1.757 Μανιχαϊκὴν αἵρεσιν διδάξασα ἐκ τοῦ Σαμοσάτου εἰς Ἀρμενιακοὺς κήρυκας τῆς αἱρέσεως αὐτοὺς ἀπέστειλεν· οἵτινες ἐλθόντες εἰς κώμην τινὰ τῆς Φαναρροίας ἐκεῖσε τὴν ἑαυτῶν αἵρεσιν ἐνέσπειραν. ἔκτοτε οὖν ἡ μὲν κώμη μετωνομάσθη Ἐπίσπαρις, οἱ δὲ μαθηταὶ αὐτῶν Παυλικιάνοι ἐκλήθησαν. οὗτοι μετὰ χρόνους πολλοὺς τῆς διαδοχῆς τοῦδε τοῦ Παύλου ἕτερον ἔσχον διδάσκαλον Κωνσταντῖ νον καλούμενον, τὸν προρρηθέντα Σιλβανόν. τοῦτον ἔχουσιν ἀρχηγὸν τῶν διδασκαλιῶν αὐτῶν, καὶ οὐχὶ τὸν Παῦλον. οὗτος γὰρ αὐτοῖς παρέδωκε τὰς αἱρέσεις αὐτοῦ ἀγράφως κατὰ παράδο σιν, τὸ εὐαγγέλιον μὲν κατὰ παράδοσιν, τὸν δὲ ἀπόστολον ἐγγρά φως, ἀπαράλλακτα μὲν τῇ γραφῇ καὶ τοῖς λόγοις ὡς καὶ τὰ παρ' ἡμῖν ὄντα παραδούς, διαστρέψας δὲ ἕκαστον κεφάλαιον πρὸς τὰς ἑαυτοῦ αἱρέσεις, νομοθετήσας αὐτοῖς καὶ τοῦτο, μὴ δεῖν ἑτέραν βίβλον οἱανοῦν ἀναγινώσκειν εἰ μὴ τὸ εὐαγγέλιον καὶ τὸν ἀπόστο λον. μετὰ δὲ Κωνσταντῖνον καὶ Σιλβανὸν δεύτερον ἔσχον διδά σκαλον Συμεῶνα καλούμενον, μετονομάσαντα δὲ ἑαυτὸν Τιμόθεον. τέταρτον δὲ Ἰωσὴφ μετονομάσαντα ἑαυτὸν Ἐπαφρόδιτον, καὶ μετὰ τοῦτον Ζαχαρίαν. ἀλλὰ τοῦτον ὡς μισθωτὸν καὶ οὐκ ἀληθῆ ποιμένα ἀποβάλλονται ἔνιοι ἐξ αὐτῶν. ἕκτον τὸν Βαάνην τὸν ῥυπαρόν, καὶ ἕβδομον τὸν Σέργιον τὸν καὶ Τυχικὸν ἑαυτὸν μετο νομάσαντα. Μάνεντα τοίνυν καὶ Παῦλον καὶ Ἰωάννην, καὶ ἄλ λους οὓς ἐάν τις εἴπῃ αὐτοῖς, προθύμως ἀναθεματίζουσι· Κων 1.758 σταντῖνον δὲ τὸν καὶ Σιλβανὸν ἐπικληθέντα, καὶ Συμεῶνα τὸν καὶ Τῖτον, καὶ Γενέσιον τὸν καὶ Τιμόθεον, καὶ Ἰωσὴφ τὸν καὶ Ἐπαφρόδιτον, καὶ Βαάνην τὸν ῥυπαρὸν καὶ Σέργιον καὶ Τυχικὸν ὡς διδασκάλους αὐτῶν οὐδαμῶς ἀναθεματίζουσιν, ἀλλ' ἔχουσιν αὐ τοὺς ὥσπερ ἀποστόλους Χριστοῦ. λέγουσι δὲ καὶ ἓξ ἐκκλησίας ἐν τῇ ὁμολογίᾳ αὐτῶν, τὴν Μακεδονίαν, ἥτις ἐστὶ Κάστρον κολω νείας, τὴν Κίβωσαν, ἣν ἐμαθήτευσε Κωνσταντῖνος ὁ καὶ Σιλβα νὸς καὶ Συμεὼν ὁ καὶ Τῖτος, τὴν Ἀχαΐαν, ἥτις ἐστὶ κώμη Σαμοσάτου, τὴν Μάναλιν, ἣν ἐμαθήτευσε Γενέσιος ὁ καὶ Τιμόθεος, τὴν τῶν Φιλιππησίων, τοὺς μαθητὰς λέγοντες Ἰωσὴφ τοῦ καὶ Ἐπαφροδιτοῦ καὶ Ζαχαρίου τοῦ μισθωτοῦ ποιμένος παρ' αὐτῶν λεγομένου, τὴν τῶν Λαοδικέων, λέγουσι δὲ Κυνοχωρίτας. τὴν μέντοι τῶν Ἐφεσίων, τοὺς ἐν Μόψου ἑστίᾳ καὶ τὴν τῶν Κολοσσαέων λέγουσιν ὡς Σέργιος ὁ καὶ Τυχικὸς ἀνεθεμάτισε. τούτους οὖν τοὺς ἑπτὰ διδασκάλους αὐτῶν καὶ τὰς ἓξ ἐκκλησίας ἔχουσιν ἐντίμως· οὓς καὶ σέβονται. πάντας δὲ τοὺς λοιπούς, οὓς ἐὰν εἴπῃ τις αὐτοῖς, καὶ ἀναθεματίζουσι καὶ ἀποβάλλονται. ἔχουσι δὲ πρώτην αἵρεσιν τὴν τῶν Μανιχαίων, δύο ἀρχὰς ὁμολογοῦντες ὡς κἀκεῖνοι. λέγουσι δὲ οὗτοι ὅτι ἕν ἐστι μόνον τὸ διαχωρίζον ἡμᾶς ἐκ τῶν Ῥωμαίων, ὅτι ἡμεῖς μὲν ἕτερον θεὸν λέγομεν ὑπάρ χειν τὸν πατέρα τὸν ἐπουράνιον, ὃς ἐν τούτῳ τῷ κόσμῳ οὐκ ἔχει ἐξουσίαν ἀλλ' ἐν τῷ μέλλοντι, ἕτερον δὲ θεὸν τὸν κόσμου ποιη τήν, ὅστις ἔχει τοῦδε τοῦ παρόντος τὴν ἐξουσίαν· οἱ δὲ Ῥωμαῖοι, φασίν, ἕνα καὶ τὸν αὐτὸν θεὸν ὁμολογοῦσιν εἶναι καὶ πατέρα τὸν 1.759 αὐτὸν ἐπουράνιον καὶ τοῦ
PG 121:829κόσμου παντὸς ποιητήν. καλοῦσι δὲ ἑαυτοὺς μὲν Χριστιανοὺς ἡμᾶς δὲ Ῥωμαίους. λέγουσι δὲ πρὸς τοὺς ἀγνοοῦντας αὐτοὺς προθύμως "πιστεύομεν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, τὸν ἐπουράνιον πατέρα· καὶ ἀνάθεμα," φασί, "τῷ μὴ οὕτως πιστεύοντι," μεμελετημένως λίαν τὴν ἑαυτῶν κα κίαν μεθοδεύοντες. οὐ γὰρ προστιθέασιν, ὅτε λέγουσι τὸν πατέρα τὸν ἐπουράνιον, ὅτι τὸν μόνον ἀληθινὸν θεὸν τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς. χρὴ δὲ τὸν προσ διαλεγόμενον ὀρθόδοξον αἰτεῖν τὸν Μανιχαῖον τοῦ εἰπεῖν τὸ σύμ βολον τῆς πίστεως, τό "πιστεύω ἕνα θεόν, πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων" καὶ τὰ ἑξῆς. ἔπειτα δὲ βλασφημοῦσι μὲν εἰς τὴν παναγίαν θεοτόκον ἄμετρα· ἐὰν δὲ βιασθῶσι παρ' ἡμῶν ὁμολογῆσαι αὐτήν, ἀλλη γορικῶς λέγουσι "πιστεύω εἰς τὴν ἁγίαν θεοτόκον, ἐν ᾗ εἰσῆλθε καὶ ἐξῆλθεν ὁ κύριος." λέγουσι δὲ τὴν ἄνω Ἱερουσαλήμ, ἐν ᾗ πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστός, καθώς φησιν ἀπό στολος, καὶ οὐ λέγουσι κατὰ ἀλήθειαν τὴν ἁγίαν Μαρίαν θεοτόκον, οὐδὲ ἐξ αὐτῆς σαρκωθῆναι τὸν κύριον. βλασφη μοῦσι δὲ καὶ εἰς τὰ θεῖα μυστήρια τῆς ἁγίας κοινωνίας τοῦ τιμίου σώματος καὶ αἵματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, λέγοντες ὅτι τὰ ῥήματα αὐτοῦ ὁ κύριος διδοὺς τοῖς ἀποστό λοις ἔλεγε "λάβετε, φάγετε καὶ πίετε," οὐκ ἄρτον καὶ οἶνον· καὶ οὐ χρή, φησί, προσάγεσθαι ἄρτον καὶ οἶνον. βλασφημοῦσι δὲ καὶ εἰς τὸν τίμιον σταυρόν, λέγοντες ὅτι σταυρὸς ὁ Χριστός 1.760 ἐστιν, οὐ χρὴ δὲ προσκυνεῖσθαι τὸ ξύλον ὡς κεκατηραμένον ὄργα νον. τοὺς δὲ προφήτας καὶ λοιποὺς ἁγίους ἀποβάλλονται. ἔτι δὲ τὸν ἅγιον Πέτρον, τὸν μέγαν πρωταπόστολον, πλέον πάντων καὶ δυσφημοῦσι καὶ ἀποστρέφονται, ἐξ αὐτῶν μηδένα τινὰ ἐν μέρει τῶν σωζομένων εἶναι λέγοντες. καθολικὴν ἐκκλησίαν τὰ ἑαυτῶν συνέδρια, πρὸς ἡμᾶς ἐν τῇ ἀλληγορίᾳ αὐτῶν λέγοντες· πρὸς ἑαυτοὺς γὰρ ἐκεῖνοι προσευχὰς αὐτὰ λέγουσι. βάπτισμα δὲ τὰ ῥήματα τοῦ εὐαγγελίου, καθώς φησιν ὁ κύριος "ἐγώ εἰμι τὸ ὕδωρ τὸ ζῶν." ταῦτα πάντα, καὶ πλείω τούτων, ὅτε φωραθῶ σιν, ἀλληγοροῦσιν. ἀλλὰ χρὴ νουνεχῶς καὶ διωρισμένως αὐτοῖς εἰς πάντα διαλέγεσθαι. καὶ γὰρ καὶ τὸ ψεῦδος προχείρως ἔχου σιν ὡς νόμον οἰκεῖον, πάντοτε μέν, μάλιστα δὲ ὅταν βιασθῶσι, διαψευδόμενοι καὶ λέγοντες καθὼς ἐὰν προσταχθῶσιν ἢ προτρα πῶσι, καὶ ἀνέγκλητοι ὄντες παρ' ἑαυτοῖς. οὕτως γὰρ ὁ Μάνης αὐτοῖς παρέδωκεν ὅτι οὐκ εἰμὶ ἐγὼ ἄσπλαγχνος, φησίν, ὡς ὁ Χρι στὸς ὁ εἰπών «ὅστις με ἀρνήσεται, ἀρνήσομαι αὐτὸν κἀγώ.» ἀλλ' ἐγὼ λέγω, τοῦ ἀρνουμένου με ἔμπροσθεν τῶν ἀνθρώπων καὶ τῷ ψεύδει τὴν οἰκείαν σωτηρίαν ποριζομένου ὡς μὴ ἀρνουμένου μετὰ χαρᾶς δέχομαι καὶ τὴν ἀνάκλησιν καὶ τὸ ψεῦδος ὡς τὴν πρὸς ἐμὲ ὁμολογίαν ἀνευθύνως. ὁμοίως μέντοι καὶ τοὺς πρεσβυτέρους καὶ λοιποὺς ἱερεῖς τῶν παρ' ἡμῖν ἀποβάλλονται. ἐκεῖνοι δὲ καὶ τοὺς ἱερεῖς αὐτοὺς συνεκδήμους λέγουσι καὶ νοταρίους, ἀδιαφόρους πᾶσιν αὐτοῖς ὄντας καὶ τοῖς σχήμασι καὶ ταῖς διαίταις καὶ πάσῃ 1.761 τῇ τοῦ λοιποῦ βίου κατασκευῇ. ἔχουσι δὲ πάντα τὰ τοῦ εὐαγγε λίου καὶ τοῦ ἀποστόλου ῥητὰ διάστροφα, πρὸς τὰ παρ' ὑμῖν ὄντα ἐναντία, παρ' αὐτῶν δὲ συντεθέντα ὡς δῆθεν ἁρμόζοντα ταῖς οἰκείαις αὐτῶν αἱρέσεσιν. ὡς γὰρ εἴρηται τῇ γραφῇ καὶ τοῖς λόγοις, οὕτως εἰσὶν ὡς καὶ τὰ παρ' ἡμῖν ἀπαράλλακτα, τὰ δὲ νοήματα διαστρέφουσι, καθὼς ἐν τοῖς διὰ πλάτος μοι λέλεκται περὶ τούτων σαφέστερον. προσκυνοῦσι δὲ τὸ παρ' ἡμῖν εὐαγγέλιον, ὅτε τύχῃ, οὐκ ἐν τῷ σταυρῷ ἀλλ' ἐν τῷ βιβλίῳ, λέγοντες ὅτι λόγοι τοῦ Χριστοῦ εἰσὶ καὶ διὰ τοῦτο αὐτοῖς προσκυνοῦμεν. ἐν ἀσθενείᾳ δὲ καὶ πόνῳ τινὲς ἐξ αὐτῶν ὅτε περιπέσωσι, τὸν σταυ ρὸν ἐπιτιθέασιν ἑαυτοῖς· καὶ ὑγιείας τυγχάνοντες πάλιν αὐτὸν συγκλῶσι καὶ εἰς πῦρ βάλλουσι καὶ καίουσιν ἢ καταπατοῦσιν αὐ τόν. τινὲς δὲ ἐξ αὐτῶν καὶ τὰ παιδία ἑαυτῶν βαπτίζουσιν ὑπὸ τῶν ἡμετέρων πρεσβυτέρων. ἕτεροι δὲ εἰσερχόμενοι ἐν τῇ ἡμε τέρᾳ ἐκκλησίᾳ τῶν ὀρθοδόξων λεληθότως μεταλαμβάνουσι
PG 121:833πρὸς πλείονα ἐξαπάτησιν τῶν ἁπλουστέρων. ταῖς τοιαύταις μεθοδείαις καὶ ὑποκρίσεσι χρώμενοι πάσῃ ἀκολασίᾳ καὶ μιασμῷ ἑκατέρας ἀν θρώπων φύσεως ἀδιαφόρως καὶ ἀδεῶς χρῶνται. τινὲς δὲ ἐξ αὐ τῶν πρὸς τοὺς γονεῖς καὶ μόνον ἑαυτῶν διαφέρεσθαι λέγουσι. Τῷ ι ʹ ἔτει ἐπεστράτευσεν ὁ βασιλεὺς κατὰ Σκλαβίνων, καὶ πολλοὺςαἰχμαλωτίσας ὑπέστρεψεν. οὗτος ὁ Κώνστας μὴ δυνη θεὶς τὸν ἅγιον Μάξιμον εἰς τὴν ἑαυτοῦ κακοδοξίαν μετενεγ κεῖν, τήν τε γλῶσσαν καὶ τὴν χεῖρα αὐτοῦ ἀπέκοψε. καὶ τὸν 1.762 ἅγιον Μαρτῖνον πάπαν Ῥώμης ἐξώρισε διὰ τὸ ἐλέγχεσθαι ὑπ' αὐ τῶν τὸ μονοθέλητον αὐτοῦ δόγμα. Τῷ ιζʹ ἔτει Μαβίας ὁ τῶν Ἀράβων ἀρχηγὸς μετὰ ταῦτα ἐπρέσβευε περὶ εἰρήνης πρὸς Κώνσταντα διὰ τὴν εἰς αὐτὸν γενο μένην ὑπὸ τῶν Ἀράβων ἀνταρσίαν, καὶ ἵνα τελῶσιν ὑπὲρ τῆς τοι αύτης εἰρήνης τοῖς Ῥωμαίοις οἱ Ἄραβες καθ' ἡμέραν νομίσματα χίλια καὶ ἵππον καὶ δοῦλον. ὁ δὲ οὐκ ἐπείσθη. Τῷ ιηʹ ἔτει ἀνεῖλε Κώνστας ὁ βασιλεὺς Θεοδόσιον τὸν ἴδιον ἀδελφόν· σκανδαλιζόμενος γὰρ εἰς αὐτὸν ἔκειρε πρότερον αὐτὸν διὰ Παύλου πατριάρχου διάκονον, ὃς καὶ μετέδωκε τῷ βασιλεῖ τῶν ἀχράντων μυστηρίων ἐν ἁγίῳ ποτηρίῳ. ὃς μετὰ τὴν τελευ τὴν αὐτοῦ καθ' ὕπνους συχνῶς ἐφαίνετο αὐτῷ, διακόνου φορῶν στολήν, καὶ ἐπιδιδοὺς ποτήριον αἵματος ἔλεγε "πίε ὦ ἀδελφέ." ὅθεν ἐκκακήσας ὁ ἄθυμος ταῦτα ὁρᾶν ἐσκέψατο κατελθεῖν ἐν Σι κελίᾳ. καταλιπὼν οὖν ἐν τῇ πόλει τήν τε γυναῖκα καὶ τοὺς τρεῖς υἱούς, καὶ εἰσελθὼν εἰς ἕνα τῶν δρομώνων καὶ ἀναχωρῶν, στρα φεὶς ἐνέπτυσε τῇ βασιλευούσῃ πόλει, καὶ οὕτως ἀπέπλει. ἀλλ' οὐδὲ ἐν Σικελίᾳ διατρίβοντι ἀπέπτη ὁ ὄνειρος ἀπ' αὐτοῦ. κατα λαβὼν δὲ Συράκουσαν πόλιν τῆς Σικελίας διέτριβεν ἐν αὐτῇ, βου λόμενος ἐν Ῥώμῃ τὴν βασιλείαν μεταστῆσαι διὰ τὸ μισηθῆναι αὐτὸν ὑπὸ τῶν Βυζαντίων ὡς μονοθελήτην καὶ κακόδοξον. πέμπει 1.763 οὖν ἀγαγεῖν τὴν γυναῖκα καὶ τοὺς υἱοὺς αὐτοῦ· οἱ δὲ Βυζάντιοι οὐκ ἀπέλυσαν αὐτούς. Τῷ κ ʹ ἔτει ἀπέλυσε Μαβίας τὸν υἱὸν αὐτοῦ Ἐζὴδ μετὰ βαρβάρων πολλῶν κατὰ Ῥωμαίων· καὶ ἐλθόντες εἰς Χαλκηδόνα ᾐχμαλώτευσαν πολλούς. παρέλαβον δὲ καὶ τὸ Ἀμώριον τῆς Φρυ γίας, καὶ ἀφέντες εἰς φυλακὴν αὐτοῦ χιλιάδας πέντε ἄνδρας ἐνό πλους ἀνέκαμψαν εἰς Συρίαν. χειμῶνος δὲ γενομένου πέμπει ὁ βασιλεὺς τὸν κουβικουλάριον Ἀνδρέαν. καὶ πολλῆς οὔσης χιόνος ἐν νυκτὶ καταλαμβάνει, καὶ διὰ ξύλων ἀνέρχεται ἐπὶ τὸ τεῖχος, καὶ εἰσέρχεται εἰς τὸ Ἀμώριον, καὶ κτείνει τὰς πέντε χιλιάδας τῶν Ἀράβων ὡς μὴ ὑπολειφθῆναι ἕνα ἐξ αὐτῶν. Τῷ κζʹ ἔτει ἐδολοφονήθη ὁ βασιλεὺς Κώνστας ἐν Συρα κούσῃ τῆς Σικελίας, ἐν τῷ βαλανείῳ ὃ λέγεται Δάφνη. συνεισ ῆλθε γάρ τις αὐτῷ Ἀνδρέας, καὶ ὡς ἤρξατο σμήχεσθαι ὁ βασι λεύς, δέδωκεν αὐτὸν μετὰ τοῦ κάδδου κατὰ τῆς κορυφῆς καὶ ἀπέ κτεινε. τὸν δὲ θάνατον αὐτοῦ αὐθημερὸν ἤκουσαν ἐν τῇ πόλει, φωνῆς ἐκ τοῦ ἀέρος ἐνεχθείσης. καὶ προβάλλονται οἱ Συρακού σιοι Μιζίζιον Ἀρμένιον βασιλέα, βιασάμενοι αὐτόν, ὄντα λίαν εὐπρεπῆ καὶ ὡραιότατον. ἀκούσας δὲ Κωνσταντῖνος τὴν τοῦ πατρὸς ἀποβίωσιν μετὰ πλείστης ναυστολίας καταλαμβάνει τὴν Σικελίαν, καὶ Μιζίζιον ἀναιρεῖ σὺν τῷ φονεῖ τοῦ ἰδίου πατρός. καὶ καταστήσας τὰ ἑσπέρια ἐπὶ Κωνσταντινούπολιν ἔρχεται, ἀπο κομίσας καὶ τὸν νεκρὸν τοῦ ἰδίου πατρός. καὶ τοῦτον μὲν ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων μετὰ Κωνσταντίνου τοῦ πατρὸς αὐτοῦ 1.764 κατατίθησιν, αὐτὸς δὲ βασιλεύει Ῥωμαίων μετὰ Τιβερίου καὶ Ἡρακλείου τῶν ἰδίων ἀδελφῶν. ἀπέτεμε δὲ καὶ Ἰουστινιανὸν τὸν πατρίκιον, τὸν πατέρα τοῦ ἁγίου Γερμανοῦ τοῦ πατριάρχου. τὸν δὲ Γερμανὸν τραχύτερον ὄντα εὐνούχισε· τὸν δὲ τῆς πατριαρχείας θρόνον Γεώργιος εἶχε. Κωνσταντῖνος ὁ υἱὸς Κώνσταντος ὁ Πωγωνάτος, ὀρθόδο ξος, ἐβασίλευσεν ἔτη ιζʹ. τούτου τῷ αʹ ἔτει ἐπεστράτευσαν Σα ρακηνοὶ τὴν Ἀφρικήν, καὶ ᾐχμαλώτευσαν χιλιάδας πʹ. οἱ δὲ τοῦ θέματος τῶν ἀνατολικῶν ἦλθον ἐν Χρυσοπόλει λέγοντες ὅτι εἰς τριάδα πιστεύομεν, τοὺς τρεῖς στέψωμεν. ἐταράχθη δὲ Κων
PG 121:835σταντῖνος· μόνος γὰρ αὐτὸς ἦν ἐστεμμένος, οἱ δὲ ἀδελφοὶ αὐτοῦ Τιβέριος καὶ Ἡράκλειος οὐδεμίαν εἶχον ἀξίαν. καὶ ἀποστείλας ἐκράτησε τοὺς πρώτους αὐτῶν, καὶ ἐφούλκισεν ἐν Συκαῖς· οἱ δὲ λοιποὶ ἔφυγον. ὁ δὲ βασιλεὺς τοὺς ἀδελφοὺς ἐρρινοκόπησε. Τῷ βʹ ἔτει χειμὼν ἐγένετο μέγας ὡς ἀποθανεῖν πολλοὺς ἀν θρώπους καὶ θηρία. Τῷ δʹ ἔτει ἐφάνη ἶρις ἐν τῷ οὐρανῷ τοιαύτη ὡς λέγειν πάν τας ὅτι συντέλειά ἐστιν. οἱ δὲ Σαρακηνοὶ μέγαν στόλον ἐξαρτή σαντες, καὶ παραπλεύσαντες εἰς Κιλικίαν, παρεχείμασαν εἰς Σμύρνην. Τῷ δὲ εʹ ἔτει τῶν θεομάχων στόλος ἐλθὼν προσώρμησεν ἐν τοῖς Θρᾳκῴοις μέρεσιν ἀπό τε τοῦ Ἑβδόμου μέχρι τοῦ Κυκλοβίου, 1.765 καὶ κατὰ πᾶσαν ἡμέραν πόλεμος ἐκροτεῖτο ἀπὸ πρωῒ ἕως ἑσπέρας, ἀπὸ τοῦ βραχιολίου τῆς χρυσῆς πόρτης ἕως τοῦ Κυκλοβίου, ἀπὸ μηνὸς Ἀπριλλίου εἰς Σεπτέμβριον. καὶ ὑποστρέψαντες ἐν Κυζίκῳ ταύτην παραλαμβάνουσι, καὶ χειμάζουσιν ἐκεῖ. καὶ κατὰ ἔαρ ὁμοίως ἐπολέμουν μετὰ τῶν Χριστιανῶν ἐπὶ ἑπτὰ ἔτη. τῇ βοη θείᾳ δὲ τοῦ θεοῦ καὶ τῆς θεοτόκου πλῆθος πολὺ ἀποβαλόντες μετ' αἰσχύνης μεγάλης ὑπέστρεψαν. ἐκπορίζων δὲ ὁ τοιοῦτος στόλος ἐπὶ τὰ μέρη τοῦ Συλαίου, ὑπὸ χειμερίου ζάλης καὶ καταιγίδος συντριβεὶς ὁλοκλήρως ὤλετο. Σουφίαν δὲ ὁ υἱὸς τοῦ Ἂφ συνέ βαλε πόλεμον μετὰ Φλώρου καὶ Πετρωνᾶ καὶ Κυπριανοῦ ἐχόντων δύναμιν Ῥωμαϊκήν, καὶ κτείνονται Ἄραβες χιλιάδες λʹ. τότε Καλλίνικος ἀρχιτέκτων ἀπὸ Ἡλίου πόλεως τῆς Αἰγύπτου προσφυγὼν τοῖς Ῥωμαίοις, πῦρ θαλάσσιον κατασκευάσας τὰ τῶν Ἀράβων σκάφη κατέπρησεν ἐν Κυζίκῳ, σύμψυχα καταποντίσας αὐτά. αὐτὸς οὖν ἐστὶν ὁ τὸ θαλάσσιον πῦρ ἐφευρών. ἐκ τούτου κατά γεται ἡ γενεὰ τοῦ Λαμπροῦ τοῦ νυνὶ τὸ πῦρ ἐντέχνως κατασκευά ζοντος. ἐν ταύταις ταῖς ἡμέραις ἦν καὶ ὁ φρονιμώτατος ἄνθρω πος Ἰωάννης ὁ Πιτζικαύδης. Τῷ ηʹ καὶ θʹ ἔτει εἰσῆλθον οἱ Μαρδαῗται εἰς τὸν Λίβανον, καὶ ἐκράτησαν ἀπὸ τοῦ Μαύρου ὀρούσεως τῆς ἁγίας πόλεως, καὶ ἐχειρώσαντο τὰς τοῦ Λιβάνου περιωπάς. καὶ πολλοὶ δοῦλοι καὶ αἰχμάλωτοι καὶ αὐτόχθονες πρὸς αὐτοὺς ἐχώρησαν, ὥστε δι' ὀλίγου χρόνου εἰς πολλὰς χιλιάδας γενέσθαι. ταῦτα μαθὼν ὁ 1.766 Μαβίας καὶ οἱ σὺν αὐτῷ ἐφοβήθησαν, καὶ συλλογισάμενοι ὡς τὸ τῶν Ῥωμαίων βασίλειον ὑπὸ θεοῦ φρουρεῖται, πέμπουσι πρέσβεις πρὸς τὸν αὐτοκράτορα Κωνσταντῖνον ὑπὲρ εἰρήνης. ὁ δὲ ἀπο στέλλει τὸν Πιτζικαύδην, καὶ ποιεῖ ἐγγράφως εἰρήνην μετὰ τῶν Σαρακηνῶν, ἐτησίως παρέχειν αὐτοὺς πρὸς τοὺς Ῥωμαίους χρυσίου χιλιάδας ιʹ καὶ ἄνδρας αἰχμαλώτους ρʹ καὶ ἵππους εὐγενεῖς νʹ ἐπὶ χρόνοις λʹ. ταῦτα μαθόντες οἱ τὰ ἑσπέρια οἰκοῦντες δῶρα στείλαντες τῷ βασιλεῖ εἰρήνην ᾔτησαν· οἷς εἴξας ὁ βασιλεὺς ἐκύ ρωσε ταύτην, καὶ γέγονε ἀμεριμνία μεγάλη ἔν τε τῇ ἀνατολῇ καὶ τῇ δύσει. Τῷ ιʹ ἔτει οἱ Βούλγαροι ἐπῆλθον τῇ Θρᾴκῃ, καὶ τοῦ βασι λέως κατ' αὐτῶν στρατεύσαντος ἡττῶνται Ῥωμαῖοι καὶ πολλοὶ πίπτουσι. βουλόμενος δὲ ὁ βασιλεὺς ἔχειν εἰρήνην μετὰ πάντων στοιχεῖ πάκτα, καὶ ὑποχωρεῖ εἰς αἰσχύνην τὰ τῶν Χριστιανῶν τῇ τούτου ἀβελτηρίᾳ. Ἡ δὲ ἁγία καὶ οἰκουμενικὴ ʹ σύνοδος γέγονεν ἐν Κωνσταν τινουπόλει, συνελθόντων σπθʹ ἁγίων πατέρων, ἐν τῷ ιγʹ ἔτει τῆς βασιλείας Κωνσταντίνου τοῦ πατρὸς Ἰουστινιανοῦ· ἧς ἡγοῦντο τοποτηρηταὶ Ἀγάθωνος πάπα Ῥώμης Θεόδωρος καὶ Γεώργιος πρεσβύτεροι καὶ Ἰωάννης διάκονος, ἀρχιεπίσκοπος Κωνσταντι νουπόλεως Γεώργιος, Θεοφάνης Ἀντιοχείας, ὑπ' αὐτῆς χειροτο νηθεὶς τῆς συνόδου διὰ τὸ τὸν προηγησάμενον Μακάριον καθαι ρεθῆναι τότε ὡς ἀντενεχθέντα τοῖς ὑπ' αὐτῆς ὀρθοδόξως δογμα 1.767 τιζομένοις. τῆς δὲ διοικήσεως Ἀλεξανδρείας Πέτρος μοναχός, τῆς δὲ τῶν Ἱεροσολύμων οὐδεὶς διὰ τὸ τοὺς θρόνους χηρεύειν πατριαρχῶν κατασχεθέντας τηνικαῦτα ὑπὸ Σαρακηνῶν. συνη θροίσθησαν δὲ κατὰ Θεοδώρου τοῦ τῆς Φαρὰν ἐπισκόπου, Ὁνω ρίου Ῥώμης, Κύρου Ἀλεξανδρείας, Σεργίου δὲ καὶ Πύρρου καὶ Παύλου καὶ Πέτρου ἐπισκόπων Κωνσταντινουπόλεως γεγονότων, ἔτι δὲ καὶ κατὰ τῶν ἀνακαινισάντων τὴν αἵρεσιν
PG 121:839τούτων, Μακα ρίου τοῦ ὀνομασθέντος Ἀντιοχείας προέδρου, Στεφάνου μαθητοῦ αὐτοῦ καὶ Πολυχρονίου τοῦ νηπιόφρονος γέροντος, λεγόντων ἓν θέλημα καὶ μίαν ἐνέργειαν ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. οὓς ἀναθεματίσασα ἐξεφώνησε δύο θελήματα φυσικὰ ἤγουν θελή σεις καὶ δύο φυσικὰς ἐνεργείας ἐπὶ τοῦ ἑνὸς δείκνυσθαι Χριστοῦ τοῦ θεοῦ ἡμῶν. ὡσαύτως καὶ περὶ τῶν ἱερῶν τῆς Χριστοῦ τοῦ θεοῦ ἡμῶν οἰκονομίας συμβόλων ἐξέθετο οὕτως. "ἔν τισι τῶν σεπτῶν εἰκόνων γραφαῖς ἀμνὸς δακτύλῳ τοῦ προδρόμου δεικνύ μενος ἐκχαράττεται· ὃς καὶ εἰς τύπον παρελήφθη τῆς χάριτος, τὸν ἀληθινὸν ἡμῖν διὰ νόμου προϋπεμφαίνων ἀμνὸν Χριστὸν τὸν θεὸν ἡμῶν. τοὺς οὖν παλαιοὺς τύπους καὶ σκηνὰς ὡς τῆς ἀλη θείας σύμβολά τε καὶ προχαράγματα τῇ ἐκκλησίᾳ παραδεδομένους κατασπαζόμενοι τὴν χάριν προτιμῶμεν καὶ τὴν ἀλήθειαν, ὡς πλήρωμα νόμου ταύτην ὑποδεξάμενοι. ὡς ἂν οὖν τὸ τέλειον κἀν ταῖς χρωματουργίαις ἐν ταῖς ἁπάντων ὄψεσιν ὑπογράφηται, τὸν τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν κατὰ τὸ ἀνθρώπινον χαρακτῆρα καὶ ἐν ταῖς εἰκόσιν ἀπὸ τοῦ 1.768 νῦν ἀντὶ τοῦ παλαιοῦ ἀμνοῦ ἀναστηλοῦσθαι ὁρίζομεν, δι' αὐτοῦ τὸ τῆς ταπεινώσεως ὕψος τοῦ θεοῦ λόγου κατανοοῦντες, καὶ πρὸς μνήμην τῆς ἐν σαρκὶ πολιτείας τοῦ τε πάθους αὐτοῦ καὶ τοῦ σω τηρίου θανάτου χειραγωγούμενοι καὶ τῆς ἐντεῦθεν γινομένης τῷ κόσμῳ ἀπολυτρώσεως." Ἰστέον δὲ ὡς καὶ ἕτεραι γεγόνασι τόποι καὶ σύνοδοι, καὶ κανόνας τούτων κατέχομεν, εἰ καὶ μὴ κυρίως καὶ τῷ ἀριθμῷ τῶν ἓξ ἀριθμοῦνται συνόδων, ἡ ἐν Ἀγκύρᾳ, ἡ ἐν Νεοκαισαρείᾳ, ἡ ἐν Γάγγραις, ἡ ἐν Ἀντιοχείᾳ, ἡ ἐν Λαοδικείᾳ, ἡ ἐν Σαρδικῇ, ἡ ἐν Καρταγένῃ. αἱ μὲν γὰρ τοπικῶν ζητήσεων ἕνεκα συνέστη σαν, μήτε βασιλέων συνεδρευσάντων αὐταῖς μήτε προσταξάντων, τινῶν δὲ αὐτῶν καὶ πρὸ τῆς καταστάσεως τῶν Χριστιανῶν βασι λέων γεγενημένων. αἱ δὲ οἰκουμενικαὶ γεγόνασιν. ἐκλήθησαν δὲ οἰκουμενικαί, διότι ἐκ κελεύσεων βασιλικῶν οἱ κατὰ πᾶσαν τὴν Ῥωμαίων πολιτείαν ἀρχιερεῖς μετεκλήθησαν, καὶ ὅτι ἐν ἑκάστῃ, καὶ μάλιστα τῶν ἓξ τούτων συνόδων, περὶ πίστεως ἡ ζήτησις γέγονε καὶ ψῆφος ἤτοι ὅρος δογματικὸς ἐξενήνεκτο. ἡ μὲν γὰρ πρώτη ὁρίσασα ὁμοούσιον τῷ πατρὶ τὸν υἱόν, παρηγγύησε καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον πιστεύειν· ἡ δὲ δευτέρα ὁμοούσιον τοῦ πατρὸς καὶ τοῦ υἱοῦ τὸ πνεῦμα ὁρίσασα τρανῶς συμπροσκυνεῖσθαι ἐθέσπισεν· ἡ δὲ τρίτη τέλειον ἐν θεότητι καὶ τέλειον ἐν ἀνθρω πότητι τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὁρίσασα, ἕνα καὶ οὐ δύο υἱοὺς ἐδογμάτισεν· ἡ δὲ τετάρτη τὰ προλεχθέντα κυρώσασα, δύο 1.769 φύσεις ἐν αὐτῷ γνωρίζεσθαι ἀσυγχύτως καὶ ἀδιαιρέτως τρανῶς διηγόρευσεν· ἡ δὲ πέμπτη ταῦτα βεβαιώσασα, καθ' ἑκατέραν φύσιν θελητικὸν καὶ ἐνεργητικὸν αὐτὸν εἶναί τε καὶ γνωρίζεσθαι σαφῶς ἀπέφηνεν· ἡ δὲ ἕκτη τὰ τῶν ὅλων συνόδων ἐπεξελθοῦσα καὶ βεβαιώσασα, τέλειον καὶ αὐτὴ τὸν κύριον ἡμῶν Ἰησοῦν Χρι στὸν ἐν θεότητι καὶ ἐν ἀνθρωπότητι ἐξεφώνησεν. ἀπὸ γοῦν τῆς αʹ συνόδου ἕως τῆς δευτέρας ἔτη ν ʹ, ἀπὸ τῆς βʹ ἕως τῆς γʹ ἔτη νʹ, ἀπὸ τῆς γʹ ἕως τῆς δʹ ἔτη λʹ, ἀπὸ τῆς δʹ ἕως τῆς εʹ ἔτη ρβʹ, ἀπὸ τῆς εʹ ἕως τῆς ʹ ἔτη ρκθʹ, καὶ ἀπὸ τῆς ʹ ἕως τῆς ζʹ ἔτη ρκβʹ. Ἐν τούτοις τοῖς χρόνοις ἀνθρώπῳ τινὶ ὁδεύοντι μόνῳ κύων ἠκολούθει. λῃστὴς δὲ ἐνόδιος τὸν ἄνθρωπον ἀποκτείνας ἀπέδρασε, τοῦ κυνὸς μείναντος ἐν τῷ τόπῳ καὶ φυλάσσοντος τὸ σῶμα τοῦ δε σπότου αὐτοῦ. ἕτερος δέ τις ἄνθρωπος κατὰ συγκυρίαν ἀνὰ τὴν ὁδὸν ἐκείνην διερχόμενος, τὸ σῶμα ἰδὼν νεκρὸν ἐρριμμένον καὶ σπλαγχνισθείς, ὀρύξας ἔθαψεν αὐτὸ ἐν τῇ γῇ. τοῦτο ἰδὼν ὁ κύων καὶ ἀποδεξάμενος ἠκολούθει τῷ θάψαντι, εὐνοϊκὴν δουλείαν ἀποπληρῶν. ἦν δὲ τὸ ἐπιτήδευμα τοῦ ἀνθρώπου κάπηλος, πάν τας δὲ τοὺς εἰσιόντας καὶ ἐξιόντας ἔσαινεν ὁ κύων. χρόνου δὲ παρῳχηκότος συνέβη καὶ τὸν φονέα εἰσελθεῖν τοῦ πιεῖν εἰς τὸ καπηλεῖον, ὃν ἐπιγνοὺς ὁ κύων ὑλάκτει καὶ ἐπεπήδα εἰς τὸ πρόσ ωπον αὐτοῦ. τοῦτο δὲ πολλάκις γινόμενον εἰς ὑποψίαν πολλοὺς θείῳ κινήματι ἤγαγε, καὶ συσχεθεὶς εἰς
PG 121:841κρίσιν παρεδόθη, καὶ τὸ 1.770 πραχθὲν ὁμολογήσας μετὰ πάσης ἀληθείας ἀνῃρέθη, τῆς θείας δίκης ἀμυναμένης αὐτόν. Τῷ ιαʹ ἔτει τὸ τῶν Βουλγάρων ἔθνος διαπερᾶσαν τὸν Δά νουβιν, καὶ ἀποχωρισθὲν τῶν ὁμοφύλων αὐτοῦ, ἐσκήνωσεν ἐν Βάρναις ἔν τισι ὀχμαῖς καὶ ὄρεσι. τοῦ δὲ βασιλέως ἐξελθόντος σὺν ναυσὶ καὶ στρατῷ, καὶ δὴ καὶ ἐπελθόντος κατ' αὐτῶν, οἱ Βούλγαροι τοῦτο ἀθρόως θεασάμενοι, τὴν ἑαυτῶν ἀπεγνωκότες σωτηρίαν, εἴς τι ὀχύρωμα καταφεύγουσι καὶ ἑαυτοὺς ἀσφαλί ζονται. τῶν δὲ Ῥωμαίων μὴ δυναμένων συνάψαι πόλεμον διά τε τὰ πάλματα καὶ τὴν τοῦ τόπου δυσχωρίαν ἐθρασύνθη τὸ μια ρὸν ἔθνος. συνέβη δὲ .... καὶ τὸν βασιλέα φεύγειν διαφημί σαντες φυγῇ ἐχρήσαντο μηδενὸς διώκοντος. ὅπερ θεασάμενοι οἱ Βούλγαροι ἐδίωξαν ὄπισθεν αὐτῶν καὶ πολλοὺς ἀνεῖλον. καὶ ἔκτοτε διαπεράσαντες πάντες καὶ θρασυνθέντες καὶ ἐμπλατυν θέντες τὴν Ῥωμαϊκὴν χώραν ᾐχμαλώτιζον. ὅθεν καὶ ἀναγκα σθεὶς ὁ βασιλεὺς εἰρήνευσε μετ' αὐτῶν, ὡς λέλεκται. ἠρεμήσας δὲ ἐκ πάντων ἥνωσε τὰς ἐκκλησίας, καὶ τὴν προλεχθεῖσαν ἁγίαν ἕκτην σύνοδον συναθροίσας ἐν Κωνσταντινουπόλει τὴν τῶν Μονο θελητῶν αἵρεσιν ἀνεθεμάτισε. Τῷ δὲ ιγʹ ἔτει ἀπώσατο τοὺς ἀδελφοὺς αὐτοῦ τῆς βασιλείας, καὶ μόνος ἐβασίλευσε σὺν Ἰουστινιανῷ τῷ υἱῷ αὐτοῦ. Τῷ ιζʹ ἔτει ἐτελεύτησεν ὁ εὐσεβὴς Κωνσταντῖνος, κρατήσας ἔτη ιζʹ, καὶ ἐβασίλευσεν Ἰουστινιανὸς ὁ υἱὸς αὐτοῦ. 1.771 Ἰουστινιανὸς ὁ υἱὸς τοῦ Πωγωνάτου, ὁ ῥινότμητος, ἐβασί λευσεν ἔτη ιʹ. οὗτος ἦν ἄνθρωπος ἀκάθεκτος τὴν ὁρμὴν καὶ ἀσυλλόγιστος ἐν παντὶ πράγματι. Τούτῳ τῷ ἔτει ἀποστέλλει Ἀβιμέλεχ πρὸς αὐτὸν βεβαιῶσαι τὴν εἰρήνην· καὶ ἐστοιχήθη ἵνα παύσῃ ὁ βασιλεὺς τὸ τῶν Μαρ δαϊτῶν τάγμα ἐκ τοῦ Λιβάνου καὶ κωλύσῃ τὰς ἐπιδρομὰς αὐτοῦ, καὶ παρέχῃ καθ' ἑκάστην ἡμέραν νομίσματα χιλία καὶ ἵππον καὶ δοῦλον. καὶ ἔπεμψεν ὁ βασιλεὺς τὸν μαγιστριανὸν Παῦλον πρὸς Ἀβιμέλεχ ἀσφαλίσασθαι τὰ στοιχηθέντα, καὶ γεγόνασιν ἔγγραφα ἐμμάρτυρα. πέμψας οὖν ὁ βασιλεὺς ἀνελάβετο τοὺς Μαρδαΐτας χιλιάδας ιβʹ, τὴν Ῥωμαϊκὴν δυναστείαν ἀκρωτηριάσας· πᾶσαι γὰρ αἱ νῦν οἰκούμεναι παρὰ τῶν Ἀράβων, ἀπὸ Μόψου ἑστίας ἕως τετάρτης Ἀρμενίας, ἀνίσχυροι καὶ ἀνοίκητοι ἐτύγχανον διὰ τὴν ἔφοδον τῶν Μαρδαϊτῶν, ὧν παρασταλέντων πάνδεινα κακὰ πέ πονθεν ἡ Ῥωμαίων ὑπὸ τῶν Ἀράβων μέχρι τοῦ νῦν. νεώτερος γὰρ ὢν Ἰουστινιανός, ὡς ἐτῶν ι ʹ, ἀβούλως τὰ κατ' αὐτὸν διῴκει. Τῷ βʹ ἔτει ἐλθὼν ὁ βασιλεὺς εἰς Ἀρμενίαν ἐδέξατο τοὺς ἐν τῷ Λιβάνῳ Μαρδαΐτας, χάλκειον τεῖχος διαλύσας. παρέλυσε δὲ καὶ τὴν μετὰ τῶν Βουλγάρων εἰρήνην, διαταράξας τοὺς τοῦ πα τρὸς αὐτοῦ τύπους, καὶ διαβιβάζει ἐπὶ τὴν Θρᾴκην τὰ καβαλλαρικὰ θέματα. Τῷ γʹ ἔτει ἐπεστράτευσεν Ἰουστινιανὸς κατὰ Σθλαβίνων καὶ 1.772 Βουλγάρων. καὶ τοὺς μὲν Βουλγάρους προσηπαντηκότας ὤθησε, μέχρι δὲ Θεσσαλονίκης ἐκδραμὼν πολλὰ πλήθη τῶν Σθλαβίνων τὰ μὲν προσρυέντα τὰ δὲ πολέμῳ παρέλαβε καὶ εἰς τὰ τοῦ Ὀψικίου κατῴκισε μέρη. ἐν δὲ τῷ ὑποστρέψαι αὐτὸν ὡδοστατήθη ὑπὸ τῶν Βουλγάρων ἐν τῷ στενῷ τῆς κλεισούρας, καὶ μόλις ἠδυνήθη παρελθεῖν, πολλοὺς τῶν οἰκείων ἀποβαλών. Τῷ εʹ ἔτει ἀπηλλάγη παντὸς πολέμου ἡ τῶν Ἀράβων ἀρχή, πάντας ὑποτάξαντος τοῦ Ἀβιμέλεχ. Τῷ ʹ ἔτει τὴν πρὸς Ἀβιμέλεχ εἰρήνην Ἰουστινιανὸς ἐξ ἀνοίας ἔλυσε· καὶ γὰρ τὴν Κυπρίνων νῆσον ἀλόγως μετοικίσαι ἐσπού δασε, καὶ τὸ σταλὲν χάραγμα παρὰ Ἀβιμέλεχ νεοφανὲς ὂν οὐ προσεδέξατο. Τῷ ζʹ ἔτει Ἰουστινιανὸς ἐπελέξατο ἐκ τῶν μετοικισθέντων ὑπ' αὐτοῦ Σθλαβίνων καὶ ἐστράτευσε χιλιάδας λʹ, οὓς ἐπωνόμασε λαὸν περιούσιον. τούτοις θαρρήσας λύει τὴν Ἀράβων συμφω νίαν· παραλαβὼν γὰρ τὸν περιούσιον λαὸν καὶ τὰ καβαλλαρικὰ θέματα ἐπορεύθη ἐν Σεβαστοπόλει τῇ παρὰ θάλασσαν. τῶν δὲ Ἀράβων μὴ βουλομένων λύειν τὴν εἰρήνην, ἀλλὰ τῇ βασιλικῇ αἰτίᾳ καὶ προπετείᾳ τοῦτο πρᾶξαι ἀναγκαζομένων, ὁπλισθέντες καὶ αὐτοὶ παρεγένοντο πάλιν
PG 121:845τῷ βασιλεῖ, μαρτυρόμενοι καὶ τὸν θεὸν ἐκδικητὴν τούτων προκαλούμενοι. τοῦ δὲ βασιλέως μηδὲ ἀκοῇ δέξασθαι ταῦτα ἀνασχομένου, ἀλλὰ πρὸς μάχην μᾶλλον κατεπείγοντος, τὸν τῆς εἰρήνης ἔγγραφον χάρτην ἐπὶ φλαμου λίου κρεμάσαντες καὶ προάγοντες κατὰ τῶν Ῥωμαίων ὥρμησαν, 1.773 Μωάμεδ στρατηγὸν ἔχοντες καὶ τὸ μὲν πρῶτον ἡττήθησαν Ἄρα βες, ὁ δὲ Μωάμεδ τῷ στρατηγῷ τῶν Σθλάβων κούκουρον γέ μοντα νομισμάτων πέμψας, καὶ πολλαῖς ὑποσχέσεσι τοῦτον ἀπα τήσας, πείθει προσφυγεῖν αὐτῷ μετὰ εἴκοσι χιλιάδων Σθλάβων, καὶ οὕτω Ῥωμαίοις τὴν τροπὴν περιεποιήσατο. ὅθεν Ἰουστινιανὸς τὸ τούτων ἐγκατάλειμμα ἀνεῖλε σὺν γυναιξὶ καὶ τέκνοις ἐν τῷ πρὸς Νικομήδειαν Λευκάκτῃ. Τῷ ηʹ ἔτει Σαββάτιος ὁ Ἀρμένιος μαθὼν τὴν τῶν Ῥωμαίων ἧτταν, τὴν Ἀρμενίαν παρέδωκε τοῖς Ἄραψιν. ὑπετάγη δὲ αὐτοῖς καὶ ἡ ἔσω Περσὶς ἡ λεγομένη Χοροσάν. Τῷ θʹ ἔτει γέγονεν ἔκλειψις ἡλίου ὡς ἀστέρας φανῆναι. τῷ αὐτῷ ἔτει ἐπεστράτευσε Μωάμεδ τῇ Ῥωμαίων γῇ, ἔχων μεθ' ἑαυτοῦ τοὺς πρόσφυγας Σθλάβους ὡς ἐμπείρους τῆς χώρας, καὶ πολλοὺς ᾐχμαλώτευσεν. Ἰουστινιανὸς δὲ τῶν κτισμάτων ἐπιμε λούμενος κτίζει τὸ Ἰουστινιανοῦ λεγόμενον τρικλίνιον καὶ τὰ τοῦ παλατίου περιτειχίσματα. ἐπέστησε δὲ τούτοις Στέφανον τὸν Πέρσην, σακελλάριον ὄντα καὶ πρωτευνοῦχον, κύριον καὶ ἐξου σιαστήν, λίαν ὄντα αἱμοβόρον καὶ ἀπηνῆ, καὶ ἀνηλεῶς ἔτυπτε τοὺς ἐργολάβους καὶ ἐλιθοβόλει. τοῦ δὲ βασιλέως ἀποδημή σαντος καὶ τὴν μητέρα αὐτοῦ Ἀναστασίαν τὴν Αὐγοῦσταν δι' ἁβηνῶν ἐμαστίγωσεν. ὁμοίως δὲ καὶ ὁ ἀββᾶς Θεόδοτος ὅ ποτε ἔγκλειστος, γενικὸς λογοθέτης κατασταθείς, πολλοὺς τῶν ἐμφα νῶν ἀρχόντων ἀναιτίως ἐτιμωρεῖτο καὶ δημεύσει ὑπέβαλλε καὶ 1.774 σχοινίοις κρεμῶν κατὰ κεφαλῆς ἀχύροις ἐκάπνιζεν. ἀλλὰ καὶ ὁ ἔπαρχος βασιλικῇ κελεύσει πλείστους ἐναποκλείστους ἐποίει. ταῦτα πάντα ηὔξησε τὸ πρὸς τὸν βασιλέα μῖσος τοῦ λαοῦ. πλησίον δὲ τοῦ παλατίου βουλόμενος βάθρα τῶν Βενέτων καὶ φιάλην κτίσαι εἰς τὸ τελεῖσθαι ἐκεῖ τὸ σαξιμοδέξιμον, ἐπεὶ ναὸς ἦν τῆς ὑπεραγίας θεοτόκου τῶν μητροπολιτῶν, ἀπῄτει Καλλίνικον τὸν πατριάρχην ποιῆσαι εὐχήν, ἵνα καταλύσῃ τὴν τοιαύτην ἐκκλησίαν. ὁ δὲ πα τριάρχης ἔλεγεν ὅτι εὐχὴν ἐπὶ συστάσει ἐκκλησίας ἔχομεν, ἐπὶ δὲ καταλύσει οὐ παρελάβομεν. βιασθεὶς δὲ εἶπεν ὁ πατριάρχης μετὰ δακρύων "δόξα τῷ θεῷ τῷ ἀνεχομένῳ πάντα νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων." τοῦτο ἀκούσαντες κατέλυσαν τὴν ἐκ κλησίαν καὶ ἐποίησαν τὴν φιάλην. ἐποίησε δὲ εἰς τὸ Πετρὶν ἐκ κλησίαν, ἣν ἔλεγε τῶν μητροπολιτῶν. Τῷ ιʹ ἔτει ἐπεστράτευσε Μωάμεδ τὴν τετάρτην Ἀρμενίαν, καὶ αἰχμαλωτεύσας πολλοὺς ἀνέστρεψεν. ἐν αὐτῷ δὲ τῷ ἔτει Ἰουστινιανὸς ἐξεβλήθη τῆς βασιλείας τρόπῳ τοιῷδε. ἐκέλευσε Στεφάνῳ πατρικίῳ καὶ στρατηγῷ τῷ Ῥουσίῳ νυκτὸς ἀποκτεῖναι τὸν δῆμον Κωνσταντινουπόλεως, ἄρξασθαι δὲ ἀπὸ τῶν πατριαρ χῶν. Λεόντιος δὲ πατρίκιος καὶ στρατηγὸς τῶν ἀνατολικῶν γε νόμενος, ἐν πολέμῳ εὐδοκιμήσας καὶ κατηγορηθείς, ἐν φρουρᾷ κατεκλείσθη ἐπὶ τριετῆ χρόνον. ἐξάπινα δὲ ἀνακληθεὶς στρατη γὸς Ἑλλάδος προεβλήθη, ἐκελεύσθη δὲ ἐμβληθῆναι δρόμωνας καὶ αὐθημερὸν ἀποκινῆσαι τῆς πόλεως. ταύτῃ δὲ τῇ νυκτὶ ἐν τῷ 1.775 τῶν Σοφιῶν λιμένι πρὸς τὸ ἐκπλωΐσαι προσορμίσας συνετάσσετο τοῖς φίλοις αὐτοῦ. ἐν οἷς καὶ οἱ γνησίως αὐτὸν φιλοῦντες χρησμῳδίαν αὐτῷ ἐδίδουν, ὅ τε Παῦλος μοναχὸς καὶ ἀστρονόμος τῶν Καλλιστράτων, καὶ Γρηγόριος Καππαδόκης ὁ κλεισουριάρχης μοναχὸς καὶ ἡγούμενος τῶν Φλώρου. λέγει οὖν ὁ Λεόντιος πρὸς αὐτούς "ὑμεῖς διεβεβαιοῦσθέ με ἐν τῇ φυλακῇ περὶ βασιλείας, καὶ νῦν ἡ ζωή μου ἐν κακοῖς τελειοῦται· καθ' ὥραν γὰρ τὸν θά νατόν μου ἐκδέχομαι." οἱ δὲ εἶπον "σὺ μὴ ὀκνήσῃς, καὶ τοῦτο ἰδοὺ πληροῦται." καὶ λαβὼν ὁ Λεόντιος τοὺς ἀνθρώπους αὐτοῦ μετὰ ἁρμάτων ἀνῆλθον εἰς τὸ πραιτώριον μετὰ σιγῆς, καὶ κρού σαντες τὴν πύλην προεφασίσαντο τὸν βασιλέα παραγενέσθαι ἐπὶ τῷ διοικῆσαί τινας τῶν ἐκεῖσε ὄντων. μηνυθέντος δὲ τοῦ
PG 121:849ἐπάρχου καὶ συντόμως ἐλθόντος καὶ ἀνοίξαντος, εὐθὺς δεσμεῖται ὑπὸ Λεοντίου. ἀνοίξας δὲ ὁ Λεόντιος τὰς φυλακὰς τοὺς ἀποκε κλεισμένους χρόνοις πολλοῖς στρατιώτας ἔλυσε καὶ ὥπλισε, καὶ σὺν αὐτοῖς εἰς τὸν φόρον κράζων ἐξῆλθεν "ὅσοι Χριστιανοί, εἰς τὴν ἁγίαν Σοφίαν," καὶ πέμψας καθ' ἕκαστον ῥεγεῶνα, τὴν αὐτὴν φωνὴν ἀνέκραζον. τὸ δὲ πλῆθος τῆς πόλεως θορυβηθὲν σπουδῇ εἰς τὸν λουτῆρα τῆς μεγάλης ἐκκλησίας συνηθροίσθη. καὶ ὁ πατριάρχης τούτοις συνὼν ἐφώνει "αὕτη ἡ ἡμέρα ἣν ἐποίη σεν ὁ κύριος." τὸ δὲ πλῆθος ἦραν φωνήν "ἀνασκαφῇ τὰ ὀστᾶ Ἰουστινιανοῦ." καὶ οὕτως ἐν τῷ ἱπποδρόμῳ ἐξέδραμε πᾶς ὁ λαός. ἡμέρας δὲ γενομένης ἐξάγουσι τὸν Ἰουστινιανὸν εἰς τὸ ἱπποδρόμιον διὰ τῆς Σφενδόνης, καὶ ῥινοκοπήσαντες αὐτὸν ἐξώρισαν ἐν Χερ 1.776 σῶνι. Θεόδοτον δὲ τὸν μοναχὸν καὶ Στέφανον τὸν σακελλάριον σχοίνοις ἐκ ποδῶν δήσαντες σύρουσι διὰ τῆς λεωφόρου, καὶ εἰς τὸν βουνὸν καταγαγόντες κατακαίουσι. καὶ οὕτως Λεόντιον βα σιλέα εὐφημοῦσι. τὸν δὲ τῆς πατριαρχίας θρόνον διεῖπε Καλλί νικος. Κόσμου ἔτος #22 ρπηʹ, τῆς Χριστοῦ παρουσίας ἔτος χ δʹ, Λεόντιος βασιλεὺς Ῥωμαίων ἔτη γʹ. τούτου τῷ αʹ ἔτει πάντοθεν εἰρηνικῶς διετέλεσε. Τῷ βʹ ἔτει ἐπεστράτευσεν Ἀλιδὶ τὴν Ῥώμην, καὶ πολλοὺς αἰχμαλωτίσας ὑπέστρεψεν. ἐστασίασε δὲ καὶ Σέργιος ὁ πατριάρ χης τῆς Λαζικῆς, καὶ ταύτην τοῖς Ἄραψιν ὑπέταξε. Τῷ γʹ ἔτει ἐπεστράτευσαν οἱ Ἄραβες τὴν Ἀφρικήν, καὶ ταύτην παρέλαβον. ὁ δὲ Λεόντιος ἀποστέλλει τὸν πατρίκιον Ἰωάννην ἱκανὸν ὄντα μετὰ πάντων τῶν Ῥωμαϊκῶν πλοΐμων, ὃς τοὺς ἐχθροὺς τρέψας ἐδίωξε καὶ ἅπαντα τῆς Ἀφρικῆς τὰ κάστρα ἠλευ θέρωσε. καὶ καταλιπὼν ταξατίωνα ἴδιον τῷ βασιλεῖ ταῦτα ἐδή λωσε, καὶ ἐκεῖ ἐχείμασεν. ὁ δὲ πρωτοσύμβουλος τῶν Ἀράβων τοῦτο μαθών, πολλῷ πλείω καὶ δυνατώτερον τοῦ πρώτου στόλον ἀποστείλας τὸν Ἰωάννην ἐκδιώκει, καὶ ἐκεῖ φοσσατικῶς ἀπληκεύει. ὁ δὲ στρατὸς εἰς σύστασιν ἐλθὼν Ἀψίμαρον ἀναγορεύουσι βασιλέα, δρουγγάριον τῶν Κιβυρραιωτῶν ὄντα καὶ ἐκεῖσε ὑπάρχοντα, Τιβέ ριον αὐτὸν μετονομάσας. ἐν δὲ τῇ πόλει ἡ τοῦ βουβῶνος λύμη ἐνέσκηψε, καὶ ἐν τέσσαρσι μησὶν ἀπώλετο πλῆθος πολύ. κατα 1.777 λαμβάνει δὲ Ἀψίμαρος ἅμα τῷ συνόντι αὐτῷ στόλῳ, καὶ προσ ώρμησεν ἐν Συκαῖς, καὶ προδοσίας γενομένης εἰσῆλθεν εἰς τὴν πόλιν. καὶ τὸν μὲν Λεόντιον ῥινοκοπήσας ἐν τῇ τοῦ Δαλμάτου μονῇ φυλάσσεσθαι προσέταξε, τοὺς δὲ φίλους αὐτοῦ δημεύσας ἐξώρισεν. Ἡράκλειόν τε τὸν γνήσιον αὐτοῦ ἀδελφόν, ὡς λίαν ἱκανώτατον, μονοστράτηγον πάντων τῶν ἔξω καβαλλαρικῶν θε μάτων προβαλόμενος, ἐπὶ τὰ μέρη Καππαδοκίας καὶ τῶν κλει σουρῶν διατρέχειν καὶ τὴν κατ' ἐχθρῶν ποιεῖσθαι φροντίδα ἀπέ στειλεν. Ἀψίμαρος ὁ καὶ Τιβέριος ἔτη ζʹ. τούτου τῷ αʹ ἔτει ἐστα σίασεν Ἀβδεραχμὰν ἐν Περσίδι, καὶ ἐκυρίευσεν αὐτῆς, καὶ ἐδίωξε τὸν χαγάνον ἀπ' αὐτῆς. Τῷ βʹ ἔτει γέγονε θανατικὸν μέγα. καὶ ἐπεστράτευσε Μωά μεδ σὺν τῷ πλήθει τῶν Ἀράβων κατὰ τοῦ Ἀβδεραχμάν. καὶ καταλαβὼν τὴν Περσίδα ἑνοῦται τῷ χαγάνῳ, καὶ πολεμήσαντες τῷ Ἀβδεραχμὰν κτείνουσιν αὐτόν, καὶ πάλιν τῷ χαγάνῳ τὴν Περσι κὴν ἀρχὴν ἐκχειρίζουσιν. οἱ δὲ Ῥωμαῖοι κατέδραμον Συρίας ἕως Σαμοσάτου, καὶ προνομεύσαντες τὴν πέριξ χώραν ἀπέκτειναν, ὡς φασί, χιλιάδας διακοσίας Ἀράβων, πλεῖστά τε σκῦλα καὶ αἰχμαλωσίαν πολλὴν λαβόντες ὑπέστρεψαν, φόβον μέγαν ἐμποιή σαντες αὐτοῖς. Τῷ γʹ ἔτει ἐπεστράτευσεν Ἀβδελᾶς κατὰ Ῥώμης, καὶ πολιορκήσας Ἀντάραδον καὶ μηδὲν ἀνύσας ὑπέστρεψε, καὶ ᾠκοδόμει τὴν Μόψου ἑστίαν, καὶ ἔθετο ἐν αὐτῇ φυλακήν. 1.778 Τῷ δʹ ἔτει Βαάνης ὁ Ἑπταδαίμων τὴν τετάρτην Ἀρμενίαν τοῖς Ἄραψιν ὑπέταξεν. Ἀψίμαρος δὲ Φιλιππικὸν τὸν υἱὸν Νικηφόρου πατρίκιον ἐξώρισεν ὡς ὀνειροπολούμενον βασιλεῦσαι· ἔφασκε γὰρ ἑωρακέναι κατ' ὄναρ ὅτι ἡ κεφαλὴ αὐτοῦ ἐσκιάζετο ὑπὸ ἀετοῦ. Τῷ εʹ ἔτει ἐστασίασαν οἱ ἄρχοντες Ἀρμενίας κατὰ τῶν Σα ρακηνῶν, καὶ τοὺς ἐν Ἀρμενίᾳ Σαρακηνοὺς ἀπέκτειναν. καὶ αὖθις πρὸς Ἀψίμαρον
PG 121:853πέμπουσι καὶ Ῥωμαίους εἰς τὴν αὐτῶν χώραν φέρουσιν. ὁ δὲ Μωάμεδ ἐπιστρατεύσας κατ' αὐτῶν πολλοὺς κτείνει, καὶ τὴν Ἀρμενίαν Σαρακηνοῖς ὑποτάσσει, τοὺς δὲ μεγι στᾶνας τῶν Ἀρμενίων ζωοκαύστους ἐν ἑνὶ τόπῳ ἐποίησε. τούτῳ τῷ ἔτει ἐπεστράτευσεν Ἀζὰρ τὴν Κιλικίαν μετὰ χιλιάδων δέκα, καὶ περιτυχὼν αὐτοῖς Ἡράκλειος ὁ ἀδελφὸς τοῦ βασιλέως τοὺς πλείονας ἀπέκτεινε, τοὺς δὲ λοιποὺς δεσμίους τῷ βασιλεῖ ἐξαπέ στειλε. Τῷ ς ʹ ἔτει Ἄζιδας ὁ τοῦ Χουνέϊ ἐπεστράτευε τὴν Κιλικίαν, καὶ πολιορκήσας τὸ Σίσιον κάστρον κατέβαλεν· ὃν ἐπιφθάσας ὁ τοῦ βασιλέως ἀδελφὸς καὶ πολεμήσας κτείνει δώδεκα χιλιάδας Ἀράβων. τοῦ Ἰουστινιανοῦ δὲ ἐν Χερσῶνι διάγοντος καὶ λέγοντος πάλιν ἑαυτὸν βασιλεύειν, οἱ τῶν ἐκεῖσε οἰκήτορες τὸν ἐκ τοῦ βα σιλέως κίνδυνον φοβηθέντες ἐβουλεύσαντο τοῦτον ἀνελεῖν ἢ τῷ βασιλεῖ παραπέμψαι. αὐτὸς δὲ τοῦτο διεγνωκὼς ἠδυνήθη ἐκφυ γεῖν, καὶ εἰς τὸ Δαρὰς ἐλθὼν ᾐτήσατο τὸν τῶν Χαζάρων χαγά νον ἰδεῖν. καὶ ὃς ἐδέξατο αὐτὸν μετὰ τιμῆς, καὶ ἐξέδοτο αὐτῷ 1.779 εἰς γυναῖκα Θεοδώραν τὴν ἀδελφὴν αὐτοῦ. καὶ μετ' ὀλίγον χρό νον προτροπῇ τοῦ χαγάνου κατῆλθεν εἰς Φαναγουρίαν, κἀκεῖ διέτριβε μετὰ Θεοδώρας. ταῦτα ἀκούσας Ἀψίμαρος πέμπει πρὸς τὸν χαγάνον ὑποσχόμενος αὐτῷ δῶρα πολλά, εἰ τὸν Ἰουστινιανὸν ζῶντα αὐτῷ παραπέμψει, ἢ κἂν τὴν κεφαλὴν αὐτοῦ. εἴξαντος δὲ τοῦ χαγάνου, παραφυλακὴν αὐτῷ δῆθεν ἔπεμψε διὰ τὸ μὴ ὑπὸ τῶν ὁμοφύλων ἐπιβουλευθῆναι, ἐντειλάμενος τοῖς αὐτοῦ ἵν' ὅταν δηλωθῇ αὐτοῖς, ἀνέλωσιν Ἰουστινιανόν. τούτων δὲ δι' οἰκέ του τοῦ χαγάνου τῇ Θεοδώρᾳ μηνυθέντων καὶ τῷ Ἰουστινιανῷ γνωσθέντων, προσκαλεσάμενος τοὺς ἐκ χαγάνου φύλακας τούτους ἐφόνευσεν. εὐθέως δὲ ἀποστέλλει Θεοδώραν εἰς Χαζαρίαν. ἀπὸ δὲ Φαναγουρίας αὐτὸς δραπετεύσας εἰς τὸ στόμιον κατῆλθε, καὶ πλοίῳ ἐπιβὰς ἔρχεται μέχρι Συμβόλου, πλησίον Χερσῶνος, καὶ ἀποστείλας ἐν αὐτῷ κρυπτῶς ἀναλαμβάνεται Βασβακούριον καὶ τὸν ἀδελφὸν αὐτοῦ καὶ τὸν Στέφανον καὶ τὸν Μητρόπαυλον· καὶ σὺν αὐτοῖς ἀποπλεύσας διέβη τὸν φάρον Χερσῶνος καὶ τὰ Νεκρό πυλα τὸ στόμιόν τε τοῦ Δάναπρι καὶ τοῦ Δάναστρι. καὶ κλύδω νος γεγονότος ἀπέγνωσαν πάντες τὴν ἑαυτῶν σωτηρίαν. Μυάκης δὲ ὁ οἰκειακὸς αὐτοῦ ἄνθρωπος ἔφη αὐτῷ "ἰδοὺ ἀποθνήσκομεν, δέσποτα. τάξαι τῷ θεῷ περὶ τῆς σωτηρίας σου, ἵνα, ἐὰν ὁ θεὸς ἀποδώσει σοι τὴν βασιλείαν σου, μηδὲν ἀμύνῃ τῷ ἐχθρῷ σου." ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει ἐν θυμῷ "ἐὰν φείσομαί τινος ἐξ αὐτῶν, ὁ θεὸς ἐνταῦθά με καταποντίσει." καὶ εἰσελθὼν εἰς τὸν Δάνουβιν ποταμὸν ἀποστέλλει Στέφανον πρὸς Τέρβελιν τὸν 1.780 ἄρχοντα Βουλγαρίας ἐπὶ τῷ δοῦναι αὐτῷ σύναρσιν, ὅπως κρατήσῃ τῆς προγονικῆς αὐτοῦ βασιλείας, ὑποσχόμενος δῶρα πολλὰ καὶ τὴν ἑαυτοῦ θυγατέρα εἰς γυναῖκα. αὐτοῦ δὲ πάντα ποιεῖν μεθ' ὅρκων ὑποσχομένου, συγκινεῖ πάντα τὸν λαὸν τῶν Βουλγάρων καὶ Σθλάβων, καὶ ὁπλισθέντες ἐπὶ τὴν βασιλίδα ἔρχονται ἅμα τῷ Ἰουστινιανῷ. ἠπλήκευσαν δὲ εἰς τὴν Χαρσίου πόρταν καὶ ἕως τῶν Βλαχερνῶν. καὶ ἐπὶ τρισὶν ἡμέραις προσλαλῶν τοῖς ἐν τῇ πόλει μᾶλλον ὑβρίζετο. ὁ δὲ Ἰουστινιανὸς μετ' ὀλίγων Ῥωμαίων διὰ τοῦ ἀγωγοῦ εἰσῆλθεν εἰς τὴν πόλιν, καὶ θόρυβον ἀνασκαφῆς βαλὼν πρὸς βραχὺ ἐσκήνωσεν ἐν τῷ παλατίῳ Βλαχερνῶν. ὅπερ μαθὼν Ἀψίμαρος φυγὰς εἰς Ἀπολλωνιάδα ἀφίκετο, ἄγων μεθ' ἑαυτοῦ χρήματα πάμπολλα. Ἰουστινιανὸς δὲ ἀπέλαβε τὴν βασι λείαν. τὸν δὲ τῆς ἀρχιερωσύνης θρόνον κατεῖχε Καλλίνικος. Ἰουστινιανὸς τὸ δεύτερον ἔτη ʹ. παραλαβὼν τὴν βασι λείαν, δῶρα πολλὰ δοὺς τῷ Τέρβελι καὶ βασιλικὰ σκεύη καὶ χώ ραν τῆς Ῥωμαίων γῆς κόψας τὰ νῦν λεγόμενα Ζαγόρια, ἀπέλυσεν αὐτὸν ἐν εἰρήνῃ. Ἀψίμαρος δὲ φυγὼν εἰς Ἀπολλωνιάδα συλλαμβάνεται καὶ πρὸς Ἰουστινιανὸν ἄγεται, ὡσαύτως δὲ καὶ Ἡράκλειος ἀπὸ Θρᾴκης μετά τινων ἑτέρων ἀρχόντων· καὶ ἐν τῷ τείχει πάν τας ἐφούλκισεν. ἀποστείλας δὲ καὶ εἰς τὰ μεσόγεια πάντα, πλείους ἐξ αὐτῶν εὑρὼν ἕως
PG 121:855τριακοσίων, πάντας ἀπέκτεινε. τὸν δὲ Ἀψίμαρον καὶ τὸν Λεόντιον πομπεύσας δεδεμένους ἐν τῇ πόλει, ἱππι κοῦ γενομένου ἤγαγον δεδεμένους καὶ ἔρριψαν εἰς τοὺς πόδας αὐ τοῦ. πατήσαντος δὲ εἰς τοὺς τραχήλους αὐτῶν ἄχρις ἀπολύσεως 1.781 τοῦ πρώτου βαΐου ἐπεβόα ὁ δῆμος "ἐπὶ ἀσπίδα καὶ βασίλισκον ἐπιβήσῃ" καὶ τὰ ἑξῆς. καὶ ἀποστείλας αὐτοὺς ἐν τῷ Κυνηγίῳ ἀπεκεφάλισε. Καλλίνικον δὲ τὸν πατριάρχην ἐκτυφλώσας ἐν τῇ Ῥώμῃ ἐξώρισεν. ἐν Κωνσταντινουπόλει δὲ Κῦρον τὸν ἐν τῇ νήσῳ Ἀμάστριδι ἔγκλειστον, ὡς προσημάναντα αὐτῷ τὴν τῆς δευτέρας βασιλείας ἀποκατάστασιν, πατριάρχην προεβάλετο. ἀναρίθμητον δὲ πλῆθος ἔκ τε τοῦ πολιτικοῦ καὶ τοῦ στρατιωτικοῦ καταλόγου ἀπώλεσεν. ἐντεῦθεν φόβος μέγας συνεῖχε πάντας. ἀπέστειλε δὲ στόλον πρὸς τὸ ἀγαγεῖν τὴν γυναῖκα αὐτοῦ ἀπὸ Χαζαρίας, καὶ πολλὰ σύμψυχα ἀπώλοντο. ἀκούσας δὲ τοῦτο χαγάνος δηλοῖ αὐτῷ "ὦ ἀνόητε, οὐκ ἦν διὰ δύο ἢ τριῶν πλοίων λαβεῖν σου τὴν γυναῖκα, καὶ μὴ ἀπολέσαι τοσοῦτον πλῆθος; ἢ δοκεῖς ὅτι καὶ ταύτην πολέμῳ λαμβάνεις; ἰδοὺ ἐτέχθη σοι καὶ υἱός, καὶ ἀπό στειλον λαβεῖν αὐτούς." καὶ ἀποστείλας ἤγαγε τὴν Θεοδώραν καὶ Τιβέριον τὸν υἱὸν αὐτοῦ, καὶ ἔστεψεν αὐτούς. Τῷ γʹ ἔτει Ἰουστινιανὸς τὴν μεταξὺ Ῥωμαίων καὶ Βουλγάρων εἰρήνην διέστρεψε, καὶ διαπεράσας τὰ καβαλλαρικὰ θέματα εἰς τὴν Θρᾴκην, ἐξοπλίσας καὶ στόλον, κατὰ τοῦ Τέρβελι ἐχώ ρησε, καταλαβὼν τὴν Ἀγχίαλον. καὶ ἀφυλάκτως τοῦ στρατοῦ ἀπληκεύσαντος, ὡς εἶδον αὐτὸν οἱ Βούλγαροι ἀσυντάκτως δια σκορπιζόμενον, ἐπιρρίψαντες πολλὴν αἰχμαλωσίαν καὶ φόνον ἐποίησαν. ὁ δὲ Ἰουστινιανὸς σὺν ὀλίγοις τισὶν ἐν τῷ κάστρῳ κατα φυγὼν ἐπὶ τρισὶν ἡμέραις ἀπέκλεισε τὰς θύρας. θεασάμενος δὲ 1.782 τὴν τῶν Βουλγάρων ἐπιμονήν, τοὺς ἵππους αὐτοῦ νευροκοπήσας, διὰ τῆς νυκτὸς τοῖς πλοίοις ἐπιβὰς λαθραίως ἔφυγε καὶ μετ' αἰ σχύνης ἐν τῇ πόλει παρεγένετο. Ἰουστινιανὸς δὲ ἐπιμνησθεὶς τὴν κατ' αὐτοῦ τῶν Χερσωνιτῶν καὶ Βοσποριανῶν καὶ λοιπῶν ἐπιβου λήν, πᾶσαν ναῦν ἀπὸ μικροῦ ἕως μεγάλης ἀπέστειλε, προστάξας πάντας τοὺς οἰκοῦντας ἐν ἐκείνοις τοῖς τόποις ξίφει ὀλοθρεῦσαι καὶ μηδένα ζωογονίσαι. οἱ δὲ πεμφθέντες καταλαβόντες, καὶ μηδενὸς αὐτοῖς ἀντιστάντος, πάντας τῷ ξίφει ἀνεῖλον, τῶν μι κρῶν νηπίων μόνον φεισάμενοι ὡς πρὸς δουλείαν περιποιηθέντων. καὶ τοὺς μὲν πρωτεύοντας Χερσῶνος μβʹ ὄντας φαμιλικῶς πρὸς τὸν βασιλέα ἐξαπέστειλαν, ἑτέρους δὲ ἑπτὰ ξυλίναις σούβλαις προσαναρτήσαντες ἐπὶ πυρὸς ὤπτησαν, καὶ ἄλλους τῇ θαλάσσῃ ἐναπέρριψαν. μαθὼν δὲ ταῦτα Ἰουστινιανὸς ἐπὶ τῇ τῶν νηπίων σωτηρίᾳ ἐμάνη. τοῦ δὲ στόλου πρὸς τὴν πόλιν ἀναπλέοντος τὸ πλοῖον ἐκινδύνευσεν. ἠριθμήθησαν δὲ οἱ ἀποθανόντες, καὶ εὑρέ θησαν χιλιάδες ογʹ. τοῦ δὲ Ἰουστινιανοῦ μᾶλλον ἐπὶ τούτῳ χαρο ποιηθέντος, πάλιν ἕτερον ἐκπέμπει στόλον, ἀροτριᾶν ἅπαντα καὶ ἐκδαφίζειν κελεύσας, καὶ κατασφάζειν ἅπαντας ἕως οὐροῦντα πρὸς τοῖχον. ταῦτα ἀκούσαντες οἱ τῶν κάστρων ἐκείνων ἑαυτοὺς κατη σφαλίσαντο, καὶ πρὸς χαγάνον εἰς Χαζαρίαν ἔπεμψαν στεῖλαι λαὸν εἰς φυλακὴν αὐτῶν. καταλαβόντων δὲ τῶν τοῦ Ἰουστινια νοῦ ἐκεῖνοι τὰς μὲν κεφαλὰς αὐτῶν κρατήσαντες ἔσωθεν τῶν κά στρων ἀπέκτειναν οἱ Χερσωνῖται, τὸν δὲ λοιπὸν λαὸν αὐτῶν τοῖς 1.783 Χαζάροις παρέδωκαν. οἱ δὲ τῆς Χερσῶνος καὶ τῶν λοιπῶν κά στρων τὸν μὲν Ἰουστινιανὸν ἀνέσκαψαν, τὸν δὲ ἐκεῖσε ἐξόριστον Βαρδάνην τὸν καὶ Φιλιππικὸν βασιλέα εὐφήμησαν. ταῦτα μα θὼν Ἰουστινιανὸς ἕτερον στόλον ἀπέστειλε μετὰ τειχομαχικῶν ἐρ γαλείων καὶ κριῶν. καὶ ὡς τοὺς κρείττονας πύργους Χερσῶνος κατέβαλον, ἀναφανέντες οἱ Χάζαροι τούτους ἐκώλυσαν τοῦ ἐγχει ρήματος, ὁ Βαρδάνης δὲ ἐκφυγὼν πρὸς τὸν χαγάνον ᾤχετο. ἀπράκτου δὲ γεγονότος τοῦ στόλου, καὶ πρὸς Ἰουστινιανὸν μὴ τολμῶντος ἀνακάμψαι διὰ τὸ ἀπάνθρωπον ἐκείνου καὶ ὠμόν, τὸν μὲν Ἰουστινιανὸν ἀνέσκαψαν, τὸν δὲ Βαρδάνην βασιλέα εὐφή μησαν, τὸν δὲ χαγάνον ᾐτήσαντο
PG 121:859δοθῆναι αὐτοῖς τοῦτον. τοῦ δὲ χαγάνου ἀπαιτήσαντος αὐτοὺς λόγον τοῦ μὴ προδοθῆναι ὑπ' αὐτῶν καὶ τοῦ κομίσασθαι κατὰ ἄνδρα νόμισμα ἕν, αὐτοὶ παρα χρῆμα ταῦτα δόντες παρέλαβον Βαρδάνην τὸν καὶ Φιλιππικὸν βα σιλέα. ἐν δὲ τῷ χρονίζειν τὸν στόλον καὶ ἀναφορὰν μὴ ἔρχεσθαι ἐστοχάσατο Ἰουστινιανὸς τὴν αἰτίαν, καὶ λαβὼν σὺν αὐτῷ τοὺς τοῦ Ὀψικίου καὶ μέρος Θρᾳκησίων ἀνῆλθεν ἕως Σινώπης, καὶ βλέπει τὸν στόλον ἐπὶ τὴν πόλιν ἐρχόμενον. καὶ βρύξας ὡς λέων καὶ αὐτὸς ἐπὶ τὴν πόλιν ὥρμησε. τοῦ δὲ Φιλιππικοῦ προλαβόντος καὶ τὴν πόλιν κρατήσαντος, αὐτὸς εἰς τὸν Δαματρύα ἀνῆλθεν. ὁ δὲ Φιλιππικὸς εὐθὺς ἀποστέλλει τὸν Ἠλίαν μετὰ λαοῦ κατὰ Ἰουστινιανοῦ, Μαῦρον δὲ τὸν πατρίκιον κατὰ Τιβερίου. ὃς ἐν Βλαχέρναις πορευθεὶς εὗρε Τιβέριον κρατοῦντα τὰ τίμια ξύλα καὶ τὴν ἁγίαν τράπεζαν, ἔξωθεν δὲ τοῦ βήματος Ἀναστασίαν τὴν τοῦ 1.784 πατρὸς αὐτοῦ μητέρα, ἥτις πολλὰ ἐδυσώπει αὐτὸν μὴ ἀνελεῖν Τιβέριον. ἐν τούτοις Ἰωάννης ἐλθὼν βίᾳ ἀφαρπάζει τοῦ βήματος τὸν ἀπὸ τῆς Χαζάρας Τιβέριον, καὶ ἐν τῷ τῆς Καλλινίκου παραπορτίῳ ἐκβαλὼν δίκην προβάτου ἐλαρυγγοτόμησεν. ὁ δὲ Ἠλίας εἰς λόγους ἐλθὼν τῷ μετὰ τοῦ Ἰουστινιανοῦ στρατῷ καὶ λόγον ἀπαθείας δοὺς αὐτῷ πρὸς ἑαυτὸν εἵλκυσε. μόνου δὲ ὑπο λειφθέντος Ἰουστινιανοῦ, ἐν θυμῷ δραξάμενος τοῦ τραχήλου αὐ τοῦ Ἠλίας τῷ παραμηρίῳ τὴν κεφαλὴν αὐτοῦ ἐξέτεμε καὶ πρὸς Φιλιππικὸν ἀπέστειλεν. αὐτὸς δὲ ἄχρι Ῥώμης ταύτην ἐξέπεμψεν. Ὁ δὲ προλεχθεὶς μοναχός, ὁ αἱρετικὸς καὶ ἀστρονόμος τῶν Καλλιστράτων, πρὸ τοῦ βασιλεῦσαι Φιλιππικὸν ἐχρησμοδότει αὐτῷ λέγων "ἐπεὶ ἡ ἕκτη σύνοδος κακῶς ἐγένετο, ἐὰν βασιλεύσῃς, ῥῖψον αὐτήν, καὶ γενέσθαι σοι ἔχει ἡ βασιλεία πολυχρόνιος καὶ κραταιά." ὁ δὲ συνέθετο μεθ' ὅρκου τοῦτο ποιῆσαι. βασιλεύ σας δὲ ἐποίησε ψευδοσύνοδον ἐπισκόπων κατὰ τὸν λόγον τοῦ ψευδαββᾶ, καὶ ἔρριψε τὴν ἁγίαν καὶ οἰκουμενικὴν ἕκτην σύνοδον. καὶ τῷ αὐτῷ χρόνῳ ἐτυφλώθη ὁ μάταιος. Κῦρον δὲ τὸν πα τριάρχην ἐξωθήσας τῆς ἐκκλησίας, Ἰωάννην τὸν αὐτοῦ συμμύ στην καὶ συναιρετικὸν προεβάλετο. Οὗτος ὁ Φιλιππικὸς ὁ καὶ Βαρδάνης ἐν μὲν ταῖς διαλαλιαῖς αὐτοῦ λόγιος καὶ ἐχέφρων ἐλογίζετο, ἐν δὲ ταῖς πράξεσιν αὐτοῦ ἀσέμνως καὶ ἀνικάνως καὶ αἰσχρῶς τὸν βίον αὐτοῦ διατελῶν πάντῃ 1.785 ἀδόκιμος ἐδείκνυτο. ἐμμανῶς γὰρ κινηθεὶς κατὰ τῆς ἁγίας ʹ συνόδου ἀνατρέπειν ἔσπευδε τὰ ὑπ' αὐτῆς δογματισθέντα θεῖα δόγματα. εὗρε γὰρ ὁμόφρονας αὐτοῦ αὐτόν τε τὸν Ἰωάννην, ὃν ἐποίησε πατριάρχην, καὶ ἄλλους ὁμόφρονας αὐτοῦ, καὶ ἐγγρά φως ἀνεθεμάτισαν αὐτήν. τῷ δ' αὐτῷ χρόνῳ οἱ Βούλγαροι διὰ τοῦ Φιλέα λάθρᾳ τῷ στενῷ ἐπιρρίψαντες ἕως τῆς χρυσῆς πόρτης διέδραμον. τὸν δὲ ἀριθμὸν τῶν σφαγέντων καὶ αἰχμαλωτισθέν των, ὑπὲρ ἀριθμὸν ὄντα, λέγειν οὐκ ἔχομεν. αὐτοὶ δὲ ἀβλαβεῖς εἰς τὴν χώραν αὐτῶν ὑπέστρεψαν. Τῷ βʹ ἔτει ἔδοξε τῷ Φιλιππικῷ μετά τινων πολιτῶν ἀρι στῆσαι. ἐν δὲ τῷ σαββάτῳ τῆς πεντηκοστῆς μεσημβριάζων, ἐξάπινα διὰ τῆς χρυσῆς πόρτης εἰσελθὼν Ῥοῦφος πρωτοστράτηγος τοῦ Ὀψικίου, μεθ' ὧν εἶχεν ἐν τῇ Θρᾴκῃ, καὶ εἰσδραμὼν εἰς τὸ παλάτιον, ἥρπασε τὸν Φιλιππικὸν καὶ ἤγαγεν εἰς τὸ ἀρματώριον τῶν πρασίνων, καὶ ἐτύφλωσεν αὐτὸν μηδενὸς γνόντος. τῇ δὲ ἐπαύριον, ἤγουν τῇ κυριακῇ τῆς πεντηκοστῆς, συναχθέντος τοῦ λαοῦ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ἐστέφθη Ἀρτέμιος ὁ πρωτοασηκρῆτις, μετονομασθεὶς Ἀναστάσιος, ὑπὸ Ἰωάννου πατριάρχου αἱρετικοῦ, ἔτη βʹ. Ἀρτέμιος ὁ καὶ Ἀναστάσιος ἔτη βʹ. οὗτος λογιώτατος ὢν προεβάλετο στρατηγὸν ἱκανώτατον εἰς τὰ καβαλλαρικά, Λέοντα τὸν Ἰσαυρόν, καὶ ἕτερον λογιώτατον εἰς τὰ πολιτικά, κἀκ τούτου ἐν ἀδείᾳ διετέλει. οὗτος Θεόδωρον καὶ Γεώργιον τοὺς πατρικίους 1.786 ἐκτυφλώσας εἰς Θεσσαλονίκην ἐξώρισε. τῶν δὲ Ἀράβων ὁπλιζο μένων κατὰ Ῥωμανίας διά τε γῆς καὶ θαλάσσης, ἀπηγγέλη τῷ βασιλεῖ κατὰ τῆς πόλεως τούτους παραγίνεσθαι. ὁ δὲ ἤρξατο κτίζειν δρόμωνας καὶ διήρεις, καὶ τὰ παράλια τείχη ἀνακαινίζειν καὶ τὰ χερσαῖα, καὶ
PG 121:861γεννημάτων τὰ ὡρεῖα ἐπλήρωσεν. ἐπὶ τούτου Γερμανὸς ἐκ μητροπόλεως Κυζίκου μετατίθεται εἰς Κωνσταντι νούπολιν, καὶ κιτατώριον μεταθεσίμου ἐκπεφώνηται "ψήφῳ καὶ δοκιμασίᾳ τῶν θεοφιλεστάτων ἐπισκόπων ἡ θεία χάρις ἡ πάντοτε τὰ ἀσθενῆ θεραπεύουσα καὶ τὰ ἐλλείποντα ἀναπληροῦσα μετατί θησι Γερμανὸν τὸν ὁσιώτατον πρόεδρον τῆς Κυζικηνῶν μητροπό λεως εἰς ἀρχιεπίσκοπον ταύτης τῆς θεοφυλάκτου καὶ βασιλίδος πό λεως ἐπὶ Ἀρτεμίου βασιλέως." μαθὼν δὲ ὁ βασιλεὺς ὅτι στόλος ἐξῆλθε Σαρακηνικὸς πρὸς τὸ κόψαι ξύλα εἰς τὸν Φοίνικα, ἐξαρ τύσας στόλον ἐξαπέστειλε πρὸς τὸ καῦσαι τὴν τοιαύτην ξυλήν. ἐλθόντος δὲ τοῦ στόλου ἐν τῇ Ῥόδῳ, ἐστασίασε, καὶ τὸν μὲν βα σιλέα ἀνέσκαψαν τὸν δὲ στρατηγὸν αὐτὸν Ἰωάννην ῥομφαίᾳ ἀνεῖ λον, καὶ εὐθέως κατὰ τῆς βασιλίδος ἀνέπλευσαν. ἐλθόντων δὲ αὐτῶν ἐν τῷ Ἀτραμυτίῳ, εὗρον ἐκεῖσε Θεοδόσιον διοικητὴν εὐσεβῆ καὶ ἀπράγμονα, καὶ ἀνηγόρευσαν αὐτὸν βασιλέα. ὅπερ μαθὼν Ἀρτέμιος, τὴν πόλιν ὀχυρώσας ἐν Νικαίᾳ τῇ πόλει κατέφυγεν. ὁ δὲ τῆς πόλεως στόλος καὶ ὁ τοῦ Θεοδοσίου μέχρι μηνῶν ἓξ ἀλλήλοις κατεπολέμουν. ὁ δὲ Θεοδόσιος διαβὰς ἐπὶ τὰ Θρᾳκῷα μέρη ἐν ὄχλῳ βαρεῖ τὴν πόλιν καταλαμβάνει, καὶ τοὺς ἐν τῷ τείχει 1.787 τῶν Βλαχερνῶν φύλακας δώροις διαφθείρας τὴν εἴσοδον ἔσχε. τὴν δὲ πόλιν οἱ πλώϊμοι πραιδεύσαντες μεγίστην εἰργάσαντο ἅλω σιν, μηδενὸς φεισάμενοι. τὸν δὲ πατριάρχην Γερμανὸν καὶ τοὺς ἄρχοντας Ἀρτεμίου συλλαβόμενοι ἐν Νικαίᾳ ἀπήγαγον. οὓς θεα σάμενος Ἀρτέμιος, λόγον τε ἀπαθείας λαβών, τὸ μοναδικὸν πε ριεβάλετο σχῆμα, καὶ εἰς Θεσσαλονίκην ἐξορίζεται. Λέων δὲ ὁ Ἴσαυρος τῶν ἀνατολικῶν στρατηγὸς ὤν, Ἀρτεμίου ὑπερμαχῶν οὐχ ὑπετάγη Θεοδοσίῳ, ἔχων συναγωνιζόμενον Ἀρτάβασδον Ἀρμένιον στρατηγὸν τῶν Ἀρμενιακῶν, ᾧ καὶ δοῦναι συνέθετο τὴν ἰδίαν θυγατέρα. Θεοδόσιος βασιλεὺς Ῥωμαίων ἔτη βʹ, ἐφ' οὗ Μασαλμᾶς ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς ἐπεστράτευσε κατὰ Ῥωμαίων. καὶ πρὸς τὰ μέρη τοῦ Ἀμωρίου γενόμενος γράφει πρὸς Λέοντα τῶν ἀνα τολικῶν στρατηγόν "ἡ βασιλεία τῶν Ῥωμαίων σοι ἁρμόζει. ἐλθὲ οὖν καὶ λαλήσομεν τὰ πρὸς εἰρήνην." ὁ δὲ πρὸς αὐτὸν ἀποστεί λας ὑπάτους καὶ λόγους εἰρήνης ποιησάμενος, καὶ ὡς βασιλεὺς φημισθείς, ἐπὶ τὴν Νικομήδειαν ἔρχεται μετὰ πλείστου στρατοῦ. ἐν ᾗ τῷ τοῦ Θεοδοσίου υἱῷ περιτυχὼν ἐν πολέμῳ καὶ χειρωσάμενος μετὰ τῆς βασιλικῆς ὑπηρεσίας πάσης καὶ τῶν ἐν τέλει τοῦ παλα τίου, καταλαμβάνει τὴν Χρυσόπολιν. ὁ δὲ Θεοδόσιος λόγους ἀπαθείας παρ' αὐτοῦ λαβὼν παρεχώρησεν αὐτῷ τῆς βασιλείας, κληρικὸς σὺν τῷ υἱῷ γενόμενος. οὗτος ἦν καὶ χρυσογράφος. τελευτᾷ δὲ ἐν Ἐφέσῳ, καὶ τίθεται ἐν τῷ ναῷ τοῦ ἁγίου Φιλίππου 1.788 ὑπὸ γῆν, γράφει δὲ ἐν τῷ τάφῳ αὐτοῦ Ὑγεία. λέγουσι δέ τινες τῶν ἐντοπίων θαυματουργεῖν αὐτόν. Ἐλθὼν δὲ Μασαλμᾶς ἐν Περγάμῳ ταύτην παρέλαβεν· εἰση γήσεσι γάρ τινος μάγου ἐνέγκαντες οἱ τῆς πόλεως ἔγκυον γυναῖκα ταύτην ἀνέτεμον, καὶ τὸ βρέφος ἐν κακάβῳ ἑψήσαντες εἰς τὴν τοιαύτην θεοβδέλυκτον θυσίαν πάντες οἱ πολεμεῖν βουλόμενοι τὰ μανίκια τῆς δεξιᾶς χειρὸς αὐτῶν ἔβαψαν, κἀντεῦθεν δικαίᾳ τοῦ θεοῦ κρίσει τοῖς ἐχθροῖς παρεδόθησαν. Κόσμου ἔτος #22 σθʹ, τῆς θείας σαρκώσεως ψγʹ, Λέων ὁ καὶ Κόνων, ὁ Ἴσαυρος καὶ εἰκονομάχος, ἐβασίλευσεν ἔτη κδʹ. πρὸ ὀλίγων τινῶν χρόνων τῆς βασιλείας Λέοντος Ἑβραῖοί τινες ἐκ Λαοδικείας τῆς Φοινίκης ἦλθον πρὸς Ἰζὴθ τὸν ἀρχηγὸν Ἀράβων,ἐπαγγελλόμενοι αὐτῷ ἔτη μʹ κρατῆσαι τῆς Ἀράβων ἀρχῆς, εἰ τὰς ἐν ταῖς ἐκκλησίαις τῶν Χριστιανῶν τιμωμένας σεπτὰς εἰκόνας ἐν πάσῃ τῇ ἀρχῇ αὐτοῦ καταλύσει. τούτοις πεισθεὶς ὁ ἀνόητος Ἰζὴθ δόγμα καθολικὸν ἐψηφίσατο κατὰ τῶν ἁγίων καὶ σεπτῶν εἰ κόνων. ἀλλὰ χάριτι Χριστοῦ καὶ ταῖς πρεσβείαις τῆς πανάγνου θεοτόκου καὶ πάντων τῶν ἁγίων συντόμως τεθνηκὼς οὐ διαπέμψαι αὐτὸ ἠδυνήθη εἰς τὴν ἐπικράτειαν αὐτοῦ· οὔπω γὰρ διῆλθεν ἐνιαυτός, καὶ ἡ θεία δίκη μετῆλθεν
PG 121:865αὐτόν. οὗ ὁ υἱὸς τὴν ἡγεμο νίαν δεξάμενος ὡς ψευδομάντεις αὐτοὺς ἐβουλήθη ἀποκτεῖναι. ὅπερ μαθόντες ἀνέκαμψαν ἐν τοῖς Ἰσαυρικοῖς μέρεσιν. εἰς πη γὴν δέ τινα ἀναψυχόντων αὐτῶν, ἰδοὺ οὗτος ὁ Λέων νεανίσκος 1.789 ἔτι ὤν, καλὸς τῷ εἴδει καὶ εὐμήκης τῷ σώματι, βάναυσος τὴν τέχνην καὶ ἐξ αὐτῆς τὴν ζωὴν ποριζόμενος, καὶ ἐκ τοῦ ὑποζυγίου τὸν φόρτον περιελόμενος ἐκάθισε καὶ αὐτὸς ἐπὶ τῇ πηγῇ ὡς ἀρι στήσων. εἶτα οἱ τῶν ἐγγαστριμύθων μύσται τοῦ κατάρξαι τῆς Ῥωμαϊκῆς βασιλείας τῶν σκήπτρων τούτῳ προλέγουσι. τοῦ δὲ Λέοντος ἀναβαλλομένου, πληροφορεῖται ὑπ' αὐτῶν. οἳ καὶ αἰ τοῦσιν ὅρκον, εἰ εἰς πέρας ἔλθῃ τοῦτο, ὅπερ ἂν αἰτήσωνται ποιή σειν. πλησιάζοντος δὲ ἐκεῖσε ναοῦ τοῦ ἁγίου Θεοδώρου ὄμνυσιν αὐτοῖς. ὑποχωρησάντων οὖν ἀμφοτέρων, ὑπὸ Σισινίου πατρι κίου στρατολογεῖται ὁ Λέων. καὶ ἐν ὀλίγῳ ὑπὸ Ἰουστίνου τοῦ ῥινοτμήτου σπαθάριος γενόμενος εἰς τὰ ἑσπέρια πέμπεται, καὶ νικήσας ὑπὸ Θεοδοσίου στρατηγὸς ἀνατολῆς γίνεται, καὶ τῆς βα σιλείας κρατεῖ τῷ προειρημένῳ τρόπῳ. Τῷ βʹ ἔτει κατέλαβε Σουλειμὰν μετὰ στόλου καὶ ἀμηράδων, καὶ διεπέρασεν ἐξ Ἀβύδου ἐν τῇ Θρᾴκῃ. οὗ τελευτήσαντος ἀμη ρεύει Οὔμαρος. χειμῶνος δὲ βαρυτάτου γενομένου ἐν τῇ Θρᾴκῃ ὡς ἐπὶ ἡμέρας ἑκατὸν μὴ φανῆναι γῆν ἐκ τῆς κρυσταλλωθείσης χιόνος, πλῆθος ἵππων τε καὶ καμήλων καὶ λοιπῶν ζῴων τῶν ἐχθρῶν τεθνήκασι. τῷ δὲ ἐαρινῷ καιρῷ κατέλαβε Σουφιὰμ μετὰ τοῦ ἐν Αἰγύπτῳ κτισθέντος στόλου, καὶ προσώρμισεν εἰς τὸν τοῦ Καλοῦ Ἀγροῦ λιμένα. μετ' οὐ πολὺ καὶ Ἰζὴθ μεθ' ἑτέρου στόλου κτισθέντος ἐν Ἀφρικῇ καὶ αὐτὸς προσώρμισεν εἰς τὸν Σάτυ ρον καὶ τὸν Βρύαντα καὶ ἕως Κάρτου λιμένος. οἱ μέντοι τῶν δύο τούτων στόλων Αἰγύπτιοι καθ' ἑαυτοὺς βουλευσάμενοι νυκτὸς 1.790 εἰσῆλθον ἐν τῇ πόλει τὸν βασιλέα εὐφημοῦντες, ὥστε ἀπὸ τῆς Ἱερείας μέχρι τῆς πόλεως ὁλόξυλον φαίνεσθαι τὴν θάλασσαν. ἕκαστος δὲ τῶν τοιούτων στόλων στρατὸν εἶχεν ἀναρίθμητον καὶ πλοῖα καὶ ὅπλα ἀριθμῷ μὴ ὑποβαλλόμενα. καὶ ταῦτα πάντα διὰ τῆς βοηθείας τοῦ εὐσπλάγχνου θεοῦ καὶ τῶν πρεσβειῶν τῆς θεο τόκου κατὰ τὸν τόπον τὰ μὲν ἐβυθίσθησαν ὑπὸ ἀνέμων τὰ δὲ ἐνε πρήσθησαν, καὶ πάντες μετὰ τῶν πλοίων αὐτῶν ἄρδην ἀπώλοντο, πολεμοῦντες τὴν πόλιν ἐπὶ ἔτη δύο. πάλιν δὲ τοῦ Μερδασᾶ σὺν τῷ στρατῷ αὐτοῦ ἀπὸ τῶν πυλῶν ἕως Νικαίας καὶ Νικομηδείας ἀνατρέχοντος, οἱ ἐν τῷ Λίβα καὶ τῷ Σόφωνι δίκην Μαρδαϊτῶν κρυπτόμενοι Ῥωμαῖοι ἐξαίφνης τούτους ἐπιρρίπτοντες καὶ πολὺν φόνον καθ' ἑκάστην ποιοῦντες ἀπεδίωξαν. ἄλλως τε καὶ λιμοῦ αὐτοὺς καταλαβόντος σφοδροῦ πάντα τὰ θνήσκοντα ζῷα κατή σθιον. φασὶ δὲ ὅτι ἀνθρώπους τεθνεῶτας καὶ τὴν ἑαυτῶν κόπρον σὺν ῥίζαις βοτανῶν τεθρυμμέναις ἕψοντες ἤσθιον. ἐνέσκηψε δὲ αὐτοῖς καὶ λοιμικὴ νόσος, καὶ ἀναρίθμητα πλήθη ἐξ αὐτῶν ὤλεσε. συνῆψαν δὲ πρὸς αὐτοὺς καὶ οἱ Βούλγαροι πόλεμον, καὶ κατέ σφαξαν χιλιάδας εἰκοσιδύο Ἀράβων. καὶ ἄλλα πολλὰ συνέβη αὐτοῖς δεινά, ὡς ἐπιγνῶναι τῇ πείρᾳ τὸν θεὸν καὶ τὴν δέσποιναν θεοτόκον φρουροὺς εἶναι ταύτης τῆς πόλεως· καὶ οὐκ ἔστιν ἐγκα τάλειψις τελεία θεοῦ ἐν τοῖς ἐν ἀληθείᾳ ἐπικαλουμένοις αὐτόν, εἰ καὶ πρὸς βραχὺ παιδευόμεθα διὰ τὰς ἁμαρτίας ἡμῶν. Τούτῳ τῷ ἔτει Σέργιος πρωτοσπαθάριος καὶ στρατηγὸς 1.791 Σικελίας, ἀκούσας ὅτι οἱ Σαρακηνοὶ παρακαθέζονται τὴν πόλιν, ἔστεψεν ἴδιον βασιλέα ἐκ τῶν ἀνθρώπων αὐτοῦ Βασίλειον πολίτην, τὸν υἱὸν Ὀνομαγούλου, μετονομάσας αὐτὸν Τιβέριον. ἐποίησε δὲ προβολὰς καὶ ἰδίους ἄρχοντας μετὰ βουλαῖς Σεργίου. ὁ δὲ βα σιλεὺς ταῦτα ἀκούσας ἀποστέλλει Παῦλον τὸν οἰκεῖον αὐτοῦ μετὰ δυνάμεως, ὃς καταλαβὼν τὴν Σικελίαν καὶ τὰς βασιλικὰς προστά ξεις ὑπαναγνοὺς τῷ λαῷ, εὐθὺς τὸν μὲν Λέοντα βασιλέα εὐφή μησαν, Βασίλειον δὲ τὸν Ὀνομάγουλον καὶ τοὺς σὺν αὐτῷ δεσμίους τῷ Παύλῳ παραδεδώκασιν, οὓς καρατομήσας τὰς κε φαλὰς αὐτῶν τῷ βασιλεῖ ἐξαπέστειλεν. ὁ δὲ Σέργιος λόγους ἀπαθείας λαβὼν ἐξῆλθε πρὸς τὸν
PG 121:867Παῦλον, καὶ οὕτως εἰρήνευσαν τὰ ἑσπέρια. τὰ δὲ ἐναπομείναντα πλοῖα τῶν Ἀράβων καὶ Οὐ μάρου τῇ ιεʹ τοῦ Αὐγούστου μηνὸς μετ' αἰσχύνης πολλῆς ἀνα κάμψαι βουληθέντα, λαῖλαψ ἐκ θεοῦ ἐνσκήψας τὰ μὲν ἐν Προι κοννήσῳ τὰ δὲ ἐν τοῖς ἀποστρόφοις καὶ ταῖς λοιπαῖς ἀκταῖς κατε πόντισε. τοῖς δὲ περιλειφθεῖσιν ἐν τῷ Αἰγαίῳ πελάγει χάλαζα πυρίνη ἐνσκήψασα ἀναβράσαι τὴν θάλασσαν πεποίηκε. καὶ τῆς πίσσης λυθείσης αὔτανδρα ἀπώλοντο, μόνων πέντε εἰς Συρίαν διασωθέντων, τὴν τοῦ θεοῦ ἡμῶν δυναστείαν ἀπαγγέλλοντα. Τούτου τῷ αʹ ἔτει σεισμὸς μέγας ἐγένετο ἐν Συρίᾳ. ἠνάγ κασε δὲ Οὔμαρος τοὺς Χριστιανοὺς μαγαρίζειν, καὶ τοὺς μὲν πει θομένους αὐτῷ ἀτελεῖς ἐποίει, τοὺς δὲ μὴ πειθομένους ἀνῄρει· ὅθεν καὶ πολλοὺς μάρτυρας ἀπειργάσατο. ἐθέσπισε δὲ καὶ Χρι 1.792 στιανὸν κατὰ Σαρακηνῶν μὴ μαρτυρεῖν. ἔγραψε δὲ καὶ πρὸς τὸν βασιλέα Λέοντα τοῦ μαγαρίσαι καὶ αὐτόν. Τῷ γʹ ἔτει ἐτέχθη τῷ βασιλεῖ Λέοντι υἱὸς δυσσεβέστατος καὶ τοῦ Ἀντιχρίστου πρόδρομος, Κωνσταντῖνος ὁ Καβαλλῖνος. τῇ δὲ κεʹ τοῦ Ὀκτωβρίου μηνὸς ἐστέφθη Μαρία ἡ γυνὴ Λέοντος ἐν τῷ τρικλίνῳ τοῦ Αὐγουστέως, καὶ εὐξαμένη πρὸ τῆς εἰσόδου τοῦ ἁγίου θυσιαστηρίου μετῆλθεν εἰς τὸν μέγαν βαπτιστῆρα, καὶ βαπτίσαντος ἐκεῖσε Γερμανοῦ τοῦ πατριάρχου τὸν τῆς κακίας αὐτοῦ καὶ βασιλείας διάδοχον Κωνσταντῖνον, δεινὸν καὶ δυσῶδες ἐκ νηπιότητος αὐτοῦ προεσημάνατο τεκμήριον· καὶ γὰρ ἀφώδευσεν ἐν τῇ ἁγίᾳ κολυμβήθρᾳ, ὡς εἰπεῖν τὸν πατριάρχην προφητικῶς ὅτι μέγιστον κακὸν Χριστιανοῖς καὶ τῇ ἐκκλησίᾳ δι' αὐτοῦ γενή σεται. τοῦτον ἀνεδέξαντο οἱ προύχοντες τῶν θεμάτων καὶ τῆς συγκλήτου. τῷ δ' αὐτῷ ἔτει Νικήτας ὁ Ξυλινίτης γράφει πρὸς Ἀρτέμιον ἐν Θεσσαλονίκῃ ἀπελθεῖν πρὸς Τέρβελιν τοῦ ἀναλαβέ σθαι συμμαχίαν Βουλγαρικὴν καὶ ἐλθεῖν κατὰ Λέοντος. τοῦ δὲ ἀπελθόντος, δίδωσιν αὐτῷ στρατὸν ὁ Τέρβελις καὶ πεντήκοντα κεντηνάρια χρυσίου. ἔρχεται γοῦν πρὸς Κωνσταντινούπολιν ὁ Ἀρτέμιος. μὴ δεξαμένης δὲ αὐτὸν τῆς πόλεως, οἱ Βούλγαροι τοῦτον τῷ Λέοντι παραδεδώκασι καὶ φιλοφρονηθέντες παρ' αὐ τοῦ ὑπέστρεψαν. ὁ δὲ βασιλεὺς τὸν Ἀρτέμιον σὺν τῷ Ξυλινίτῃ ἀνεῖλε, δημεύσας τὴν Ξυλινίτου οὐσίαν· μάγιστρος γὰρ ὢν πλού σιος πάνυ ὑπῆρχε. σὺν αὐτοῖς ἀπεκεφάλισε καὶ τὸν ἀρχιεπίσκο 1.793 πον Θεσσαλονίκης καὶ ἄλλους πλείστους, πλείονας δὲ ἐρρινοτό μησε καὶ ἐξώρισε. Τῷ δʹ ἔτει, τῇ ἡμέρᾳ τοῦ πάσχα, ἐστέφθη Κωνσταντῖνος ὁ Καβαλλῖνος ὑπὸ Λέοντος τοῦ πατρὸς αὐτοῦ ἐν τῷ τριβουναλίῳ, ὑπὸ τοῦ ἁγίου Γερμανοῦ. τῷ δὲ αὐτῷ ἔτει ἀπεβίω Οὔμαρος, ἀμηρεύσας τῶν Ἀράβων ἔτη δύο μῆνας δʹ. καὶ ἀμηρεύει Ἰζήδ. τυραννεῖ δὲ καὶ ἐν Περσίδι ἄλλος Ἰζὴδ Μουαλαβί, καὶ συναπῆλ θον αὐτῷ πολλοὶ τῆς Περσίδος. ὁ δὲ Ἰζὴδ ἀνεῖλεν αὐτὸν καὶ τὴν Περσίδα ὑπέταξεν. Τῷ εʹ ἔτει ἐφάνη τις Σύρος ψευδόχριστος, καὶ ἐπλάνησε τοὺς Ἑβραίους λέγων ἑαυτὸν εἶναι Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ. Τῷ ʹ ἔτει ἠνάγκασεν ὁ βασιλεὺς τοὺς Ἑβραίους καὶ τοὺς Μοντανοὺς βαπτίζεσθαι. οἱ δὲ Ἑβραῖοι ἀπροαιρέτως βαπτιζόμενοι ἀπελούοντο τὸ βάπτισμα, καὶ ἐσθίοντες μετελάμβανον τῶν ἁγίων μυστηρίων. οἱ δὲ Μοντανοὶ διαμαντεύσαντες ἑαυτούς, θεωρήσαντες ἡμέραν, εἰσῆλθον εἰς τοὺς ὡρισμένους οἴκους τῆς πλάνης αὐτῶν καὶ κατέκαυσαν ἑαυτούς. Τῷ ζʹ ἔτει ἦλθον, καθὼς προείρηται, οἱ μάντεις οἱ χρησμοδοτήσαντες τῷ Λέοντι τὴν βασιλείαν, καὶ ἀπαιτοῦσι παρ' αὐτοῦ τὴν ὑπόσχεσιν ἤγουν τὴν τῶν ἁγίων εἰκόνων καθαίρεσιν, ὑποσχό μενοι τῷ ἀσεβεῖ ποιήσαντι οὕτως βιώσειν χρόνους ἑκατόν. τού τοις πεισθεὶς ὁ ἀλάστωρ πολλῶν κακῶν αἴτιος γέγονεν ἡμῖν τοῖς 1.794 Χριστιανοῖς. εὑρὼν γάρ τινας ὁμοφρονοῦντας αὐτῷ καὶ τὸν Να κωλείας ἐπίσκοπον, οὐ μικρῶς τὴν πίστιν ἐλυμήνατο. Ἱστόρηται δὲ ὅτι ἔθος ἦν τὸν ῥῆγα Φραγγίας κατὰ γένος ἄρχειν, καὶ μηδὲν διοικεῖν πλὴν ὅτι ἀλόγως ἐσθίειν καὶ πίνειν, κατὰ δὲ τὸν Μάϊον μῆνα προκαθέζεσθαι ἐπὶ παντὸς τοῦ ἔθνους, καὶ προσκυνεῖν αὐτοῖς καὶ ἀντιπροσκυνεῖσθαι ὑπ' αὐτῶν, δωρο φορεῖσθαί τε κατὰ συνήθειαν καὶ ἀντιδιδόναι αὐτοῖς, ἔχειν δὲ
PG 121:871πρόοικον γνώμην αὐτοῦ καὶ τοῦ ἔθνους εἰς τὸ διοικεῖν πάντα τὰ πράγματα. ἐλέγοντο δὲ οἱ ἐκ τοῦ γένους ἐκείνου καταγόμενοι κριστάτοι, ὃ ἑρμηνεύεται τριχοραχάτοι· εἶχον γὰρ κατὰ τῆς ῥά χεως αὐτῶν τρίχας ἐκφυομένας ὡς χοῖροι. Τῷ θʹ ἔτει ἤρξατο ὁ δυσσεβὴς Λέων τὸν κατὰ τῆς τῶν ἁγίων εἰκόνων καθαιρέσεως λόγον ποιεῖσθαι. Γρηγόριος δὲ ὁ πάπας Ῥώμης τοῦτο μαθὼν τοὺς φόρους τῆς Ἰταλίας καὶ Ῥώμηςἐκώλυσε, γράψας καὶ πρὸς Λέοντα ἐπιστολὴν δογματικήν, μὴ δεῖν βασιλέα λόγον περὶ πίστεως ποιεῖσθαι καὶ καινοτομεῖν τὰ ἀρ χαῖα δόγματα τῆς ἐκκλησίας τὰ ὑπὸ τῶν ἁγίων πατέρων δογματι σθέντα. τῷ δ' αὐτῷ ἔτει καὶ ὁ χείμαρρος πλημμυρήσας εἰσῆλθεν εἰς Ἔδεσαν, καὶ τὴν πόλιν καὶ πολλοὺς ἠφάνισε. Τῷ ιʹ ἔτει ἐπεστράτευσε Μασαλμᾶς τὴν Καισάρειαν Καπ παδοκίας καὶ παρέλαβεν αὐτήν. γέγονε δὲ καὶ θανατικὸν εἰς Συ ρίαν. ἐν αὐτῷ τῷ ἔτει, ὥρᾳ θέρους, ἀτμὶς καμίνου πυρὸς ἀνέ βρασεν ἀνὰ μέσον Θήρας καὶ Θηρασίας τῶν νήσων ἐκ τοῦ βυθοῦ 1.795 τῆς θαλάσσης ἐπὶ ἡμέρας τινάς, καὶ κατὰ βραχὺ παχυνομένης καὶ ἀπολιθουμένης τῇ πυρώδει ἐκκαύσει ὅλος ὁ τόπος καὶ ὁ ἀὴρ πυροφανὴς ἐδείκνυτο. τῇ δὲ παχύτητι τῆς γεώδους οὐσίας πετρο κισσήρους μεγάλους ὡς λίθους τινὰς ἀναπέμψαι καθ' ὅλης τῆς μικρᾶς Ἀσίας καὶ Λέσβου καὶ Ἀβύδου καὶ τῆς πρὸς θάλασσαν Μακεδονίας, ὡς ἅπαν τὸ πρόσωπον τῆς θαλάσσης ταύτης κισσή ρων ἐπιπολαζόντων γέμειν. μέσον δὲ τοῦ τηλικούτου πυρὸς νῆσος ἀπογεωθεῖσα τῇ λεγομένῃ ἱερᾷ νήσῳ συνήφθη, μήπω τὸ πρὶν οὖσα, ἀλλ' ὡς αἱ προρρηθεῖσαι Θήρα τε καὶ Θηρασία ποτὲ ἐξε βράσθησαν, οὕτω καὶ αὕτη νῦν ἐπὶ τῶν χρόνων τοῦ θεομάχου Λέοντος. ὃς τὴν κατ' αὐτοῦ θείαν ὀργὴν ὑπὲρ αὐτοῦ λογισά μενος ἀναιδέστερον κατὰ τῶν ἁγίων σεπτῶν εἰκόνων ἤγειρε πόλε μον. οἱ μέντοι κατὰ τὴν βασιλίδα πόλιν ὄχλοι σφόδρα λυπού μενοι αὐτῷ τε ἔμελλον ἐπελθεῖν καὶ πολλοὺς βασιλικοὺς ἀνθρώ πους ἀνεῖλον, τούς τε καθελόντας τὴν ἐπὶ τῆς μεγάλης χαλκῆς πύλης τοῦ κυρίου εἰκόνα, ὡς πολλοὺς ὑπὲρ τῆς εὐσεβείας τιμωρη θῆναι μελῶν τε ἐκκοπαῖς καὶ μάστιξι καὶ ἐξορίαις καὶ ζημίαις ὑπο βληθῆναι, σβεσθῆναί τε τῶν παιδευτηρίων τὴν εὐσεβῆ διδασκα λίαν. πρὸς γὰρ τῇ λεγομένῃ βασιλικῇ κινστέρνῃ παλάτιον ἦν σεμνόν, ἐν ᾧ κατὰ τύπον ἀρχαῖον οἰκουμενικὸς ἐκάθητο διδάσκα λος, ἔχων μαθητὰς λόγῳ καὶ βίῳ σεμνοὺς τὸν ἀριθμὸν δώδεκα. οὗτοι πᾶσαν λογικὴν ἐπιστήμην τάχει τε καὶ μεγέθει φύσεως μετερχόμενοι οὐχ ἥκιστα τὴν ἐκκλησιαστικὴν μετῄεσαν θεοσοφίαν· 1.796 ὧν τῆς γνώμης χωρὶς οὐ θεμιτόν τι ποιεῖν ἐδόκει οὐδὲ τοῖς βασι λεῦσιν αὐτοῖς. τούτους ὁ Κόνων συχνῶς προσκαλούμενος ἐπεί ραζε πεῖσαι τῇ αὐτοῦ αἱρέσει. καταθέσθαι δὲ μὴ καταδεχομένους ἀλλ' ἀντιπίπτοντας ἀτίμως κατακλεισθῆναι διεκελεύσατο ἐκεῖσε, διὰ δὲ τῆς νυκτὸς πῦρ κυκλόθεν ὑφάψας αὐταῖς ἑστίαις καὶ βί βλοις πολλαῖς καὶ καλαῖς καὶ σκεύεσιν ἱεροῖς ὁ μιαρὸς κατέκαυσεν. ἐντεῦθεν στασιάζουσι κατ' αὐτοῦ μεγάλῃ ναυμαχίᾳ συμφωνήσαν τες Ἑλλαδικοί τε καὶ οἱ τῶν Κυκλάδων νήσων, οἳ καὶ προσπελά σαντες τῷ Βυζαντίῳ ἡττῶνται, ἐμπρησθέντων αὐτῶν ἐντὸς νηῶν τῷ σκευαστῷ πυρί. αὔξει δὲ τὴν κακίαν Λέων ὁ δυσσεβής, κατὰ τῆς εὐσεβείας τὸν διωγμὸν ἐπιτείνων. Τῷ δ' αὐτῷ ἔτει κατὰ τῆς Βιθυνῶν Νικαίας παρατάττεται Ἄμερ ἐν χιλιάσι ιεʹ μονοζώνων προδραμὼν καὶ ἀπαρασκεύαστον κυκλώσας τὴν πόλιν, καὶ Μαβίας ἐπακολουθῶν ἐν ἄλλαις ὀκτὼ ἥμισυ μυριάσιν· οἳ μετὰ πολλὴν πολιορκίαν καὶ καθαίρεσιν μερι κὴν τῶν τειχῶν, δι' ὀπτασίας τῶν ἐν αὐτῇ τιμωμένων ἁγίων πα τέρων αἰσχυνθέντες, ἄπρακτοι ὑπεχώρησαν. Κωνσταντῖνος δέ τις στράτωρ τοῦ Ἀρταβάσδου, ἰδὼν εἰκόνα τῆς θεοτόκου ἑστῶσαν, λαβὼν λίθον ἔρριψε κατ' αὐτῆς καὶ συνέτριψεν αὐτὴν καὶ πεσοῦ σαν κατεπάτησε. θεωρεῖ οὖν ἐν ὁράματι παρεστῶσαν αὐτῷ τὴν δέσποιναν καὶ λέγουσαν αὐτῷ "οἶδας ποῖον πρᾶγμα γενναῖον εἰρ γάσω εἰς ἐμέ; ὄντως κατὰ τῆς ἑαυτοῦ κεφαλῆς τοῦτο ἐποίησας." τῇ δὲ ἐπαύριον
PG 121:873προσβαλόντων τῶν Σαρακηνῶν τῷ τείχει καὶ πολέ μου κροτηθέντος, δραμὼν εἰς τὸ τεῖχος ὁ ταλαίπωρος βάλλεται 1.797 τῷ ἐκ τοῦ μαγγανικοῦ λίθῳ, ὃς συνέτριψεν αὐτοῦ τὴν κεφαλὴν καὶ τὸ πρόσωπον, ἄξιον τῆς αὐτοῦ δυσσεβείας κομισάμενος τὸ ἀνταπόδομα. Ὁ μέντοι βασιλεὺς Λέων οὐ μόνον περὶ τὴν σχετικὴν τῶν σεπτῶν εἰκόνων ὁ δυσσεβὴς ἐσφάλλετο προσκύνησιν, ἀλλὰ καὶ περὶ τῶν πρεσβειῶν τῆς πανάγνου θεοτόκου καὶ πάντων τῶν ἁγίων· καὶ τὰ λείψανα δὲ τῶν ἁγίων ὁ παμμίαρος, ὡς οἱ διδά σκαλοι αὐτοῦ Ἄραβες, ἐβδελύττετο. ἐκ τοῦδε τοίνυν τοῦ χρόνου ἀναιδῶς τῷ μακαρίῳ Γερμανῷ προσετρίβετο, ὃν καὶ μεταστειλά μενος ἤρξατο λόγους τινὰς κινεῖν μεθ' ὑπουλίας καὶ καταγινώσκειν πάντων τῶν πρὸ αὐτοῦ βασιλέων καὶ ἱερέων ὡς εἰδωλολατρησάν των ἐν τῇ προσκυνήσει τῶν ἁγίων εἰκόνων. ὁ δὲ μέγας ἔφη Γερ μανός "ἄκουσον βασιλεῦ. τοῦ κυρίου ὑμῶν Ἰησοῦ Χριστοῦ διὰ σαρκὸς ἐπιφανέντος πᾶσα εἰδωλολατρία ἐκποδὼν γέγονε καὶ πᾶν ἄγαλμα εἰδωλικὸν ἠφάνισται καὶ ἐξωστράκισται, ὥς φησιν ὁ προ φήτης Ζαχαρίας ὅτι λέγει κύριος Σαβαώθ, ἐξολοθρεύσω τὰ ὀνό ματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκέτι αὐτῶν ἔσται μνεία. πλὴν τὴν καθαίρεσιν τῶν ἱερῶν εἰκόνων ἀκούομεν μέλλειν ἔσεσθαι, ἀλλ' οὐκ ἐπὶ τῆς σῆς βασιλείας." τοῦ δὲ βιασαμένου εἰπεῖν ἐπὶ ποίας, ἔφη ὁ ἅγιος ἐπὶ Κόνωνος. ὁ δὲ ἀποκριθεὶς ἔφη "ὄντως ἐγώ εἰμι· τοῦτο γάρ ἐστι τὸ βαπτιστικόν μου." καὶ ὁ μέγας Γερμανὸς ὑπολαβὼν ἔφη "μὴ γένοιτο, δέσποτα, ἐπὶ τῆς σῆς βασιλείας πραχθῆναι τὸ θεοστυγὲς τοῦτο κακόν." ὁ δὲ θεομάχος 1.798 τύραννος τοῦτο ἀκούσας, σφόδρα χαλεπήνας καὶ λεόντειον βρύξας, εἰδωλολάτρην τε ἀποκαλέσας καὶ ταῖς ἰδίαις χερσὶ ῥαπίσας τῶν βασιλείων ἐξελαύνει. σιλέντιόν τε ποιήσας κατὰ τῶν ἁγίων εἰκό νων προσκαλεῖται πάλιν τὸν ἅγιον Γερμανόν, οἰόμενος πεῖσαι αὐ τὸν ὑπογράψαι. ὁ δὲ οὐδ' ὅλως εἶξε τῇ θωπείᾳ ἢ τῇ ἀπειλῇ τοῦ τυράννου. μᾶλλον μὲν οὖν ἀνέμνησεν αὐτὸν ὁ μακάριος τῶν πρὸ τῆς αὐτοκρατορίας συνθηκῶν, ὅπως αὐτὸν θεὸν ἐγγυητὴν δέδωκε μὴ παρασαλεῦσαί τι τῶν τῆς ἀληθείας δογμάτων. ἀλλ' οὐδ' οὕ τως ᾐσχύνθη ὁ ἄθλιος· μᾶλλον δὲ καὶ ἠγωνίζετο, εἴ που αὐτὸν ἐν λόγοις συλλήψεται, ἵν' ὡς φατριαστὴν καὶ οὐχ ὡς ὁμολογητὴν καθέλῃ τοῦ θρόνου. εὗρεν οὖν εἰς τοῦτο σύμμαχον Ἀναστάσιον σύγκελλον τοῦ ἁγίου, συνταξάμενος αὐτὸν τοῦ θρόνου διάδοχον ἔσεσθαι. ὃν ὁ μακάριος οὐκ ἀγνοῶν, ὡς ἄλλον Ἰσκαριώτην, σοφῶς τὰ περὶ προδοσίας ἀνεμίμνησκε. καί ποτε εἰσερχομένου πρὸς τὰ βασίλεια, ἐπάτησεν ὁ Ἀναστάσιος τὰ ὀπίσθια τῆς στολῆς τοῦ ἁγίου· πρὸς ὃν ὁ ὅσιος ἔφη "μὴ σπεῦδε· τὸ Δίιππον ἐκδέχε ταί σε." μετὰ δὲ ἔτη ιεʹ Κωνσταντῖνος ὁ διώκτης μετὰ τοῦ γαμ βροῦ αὐτοῦ Ἀρταβάσδου σὺν ἄλλοις ἐχθροῖς αὐτοῦ τοῦτον τύψας ἐν τῷ ἱπποδρόμῳ, διὰ τοῦ Διίππου γυμνὸν ἐπ' ὄνου καθίσας ἐξ ἀντιστρόφου ἐπόμπευσε διὰ τὸ ἀνασκάψαι μὲν τὸν βασιλέα Κων σταντῖνον, στέψαι δὲ τὸν Ἀρτάβασδον· κἀντεῦθεν ἡ πρόρρησις ἀπέβη τοῦ ὁσιωτάτου Γερμανοῦ. ἐν μὲν οὖν τῷ Βυζαντίῳ πρό μαχος τῶν ὑπὲρ εὐσεβείας δογμάτων ὁ ἱερὸς οὗτος καὶ θεσπέσιος 1.799 ἤκμαζε Γερμανός, θηριομαχῶν καθ' ἑκάστην πρὸς τὸν φερώνυμον Λέοντα καὶ τοὺς αὐτοῦ συνασπιστάς, ἐν δὲ τῇ πρεσβυτέρᾳ Ῥώμῃ Γρηγόριος ἀποστολικὸς ἀνὴρ καὶ Πέτρου τοῦ κορυφαίου σύνθρο νος, ὃς διὰ τὰ ὑπ' αὐτοῦ γινόμενα θεῖα πονήματα Διάλογος ἐκλήθη. οὗτος ὁ ἅγιος διὰ τὰς ἀνοσιουργίας Λέοντος ἀφηνίασε, καὶ πρὸς τὸν Φράγγον σπονδὴν εἰρηνικὴν ποιησάμενος τούς τε φόρους ἐκώλυσε καὶ Ἀναστάσιον καὶ τοὺς σὺν αὐτῷ ἀνεθεμάτισε. τὸν δὲ βασιλέα δι' ἐπιστολῶν αὐτοῦ πολλῶν πολλοῖς ἐγνωσμένων ἀριδήλως ἐλέγχει. ἐν δὲ τῇ κατὰ Συρίαν Δαμασκῷ Ἰωάννης μοναχὸς καὶ πρεσβύτερος, ὁ Χρυσορρόας ὁ τοῦ Μανσούρ, ὃ ἑρμηνεύεται Λέντραβος, ὅνπερ ὁ δυσσεβὴς Μανζὴρ Ἰουδαϊκῷ φρονήματι μετωνόμασεν. οὗτος ὁ ὅσιος Ἰωάννης καὶ μελῳδὸς ὠνομάσθη μετὰ Κοσμᾶ ἐπισκόπῳ τοῦ Μαϊουμᾶ καὶ Θεοφάνους ἀδελφοῦ Θεοδώρου τῶν γραπτῶν, διὰ τὸ αὐτοὺς
PG 121:877μελῳδῆσαι τὰ ἐν ταῖς ἐκκλησίαις τῶν Χριστιανῶν τετυπωμένα ψάλλεσθαι· ἦν γὰρ ὁ ἅγιος Ἰωάννης οὗτος τῷ τε βίῳ καὶ τῷ λόγῳ διδάσκαλος ἄριστος, πάσης γνώσεως θείας τε καὶ ἀνθρωπίνης ἐμπεπλησμένος. ἀλλὰ Γερμανὸν μὲν ὡς ὑπ' αὐτὸν ὄντα ὁ Λέων ἐκβάλλει τοῦ θρό νου, ὃς τὸ ὠμόφορον ἐν τῇ ἁγίᾳ τραπέζῃ τῆς μεγάλης ἐκκλησίας θεὶς ἀπετάξατο τῇ ἱερωσύνῃ καὶ ὑπεχώρησεν. ὁ δὲ θεομάχος ἀντ' αὐτοῦ χειροτονεῖ Ἀναστάσιον τὸν προλεχθέντα σύγκελλον, συνθέμενον τῇ ἀσεβεῖ αὐτοῦ βουλῇ καὶ αἱρέσει. ὁ δὲ ὅσιος Γερμανὸς ἐξερχόμενος μεθ' ἑτέρων διδασκαλικῶν λόγων ἔφη "ἐὰν εἰμὶ 1.800 ἐγὼ Ἰωνᾶς, βάλλετέ με εἰς τὴν θάλασσαν· χωρὶς γὰρ οἰκουμενικῆς συνόδου καινοτομῆσαι πίστιν, ὦ βασιλεῦ, ἀδυνατῶ." καὶ ἀπελθὼν ἐν τῷ γονικῷ αὐτοῦ οἴκῳ τοῦ Πλατανίου ἡσύχασεν, ἀρχιερεύσας ἔτη ιδʹ μῆνας εʹ ἡμέρας ζʹ. Τῷ ιδʹ ἔτει ἐπεστράτευσε Μάσαλμας τῇ Ῥωμανίᾳ, καὶ ἐλθὼν εἰς Καππαδοκίαν παρέλαβε δόλῳ τὸ Χαρσιανὸν κάστρον. Τῷ ι ʹ ἔτει Λέων ὁ βασιλεὺς τὴν θυγατέρα χαγάνου τοῦ τῶν Σκυθῶν δυνάστου τῷ υἱῷ Κωνσταντίνῳ ἐνυμφεύσατο, ποιήσας αὐτὴν Χριστιανὴν καὶ ὀνομάσας Εἰρήνην· ἥτις ἐκμαθοῦσα τὰ ἱερὰ γράμματα διέπρεψεν ἐν εὐσεβείᾳ, τὴν τῶν ἀθέων δυσσέβειαν ἐλέγχουσα. ὁ δὲ βασιλεὺς ἐμαίνετο κατὰ τοῦ πάπα καὶ τῆς ἀπο στάσεως Ῥώμης καὶ Ἰταλίας, καὶ ἐξοπλίσας στόλον μέγαν ἀπέστειλε κατ' αὐτῶν. ᾐσχύνθη δὲ ὁ μάταιος ναυαγήσαντος τοῦ στόλου εἰς τὸ Ἀδριατικὸν πέλαγος. ἐκμανεὶς οὖν ἐπὶ τούτῳ πλέον ὁ θεομάχος φόρους κεφαλικῶς τῷ τρίτῳ μέρει Σικελίας καὶ Καλαβρίας τοῦ λαοῦ ἐπέθηκε. τὰ δὲ λεγόμενα πατριμώνια τῶν ἐν Ῥώμῃ ναῶν τῶν ἁγίων καὶ κορυφαίων ἀποστόλων ἔκπαλαι τελούμενα, τάλαντα τρία ἥμισυ, τῷ δημοσίῳ λόγῳ τελεῖσθαι προσέταξεν, ἐποπτεύειν τε καὶ ἀναγράφεσθαι τὰ τικτόμενα βρέφη πρὸς τὸ ἀπαιτεῖσθαι τὸν λεγόμενον κεφαλητίωνα. Τῷ ιηʹ καὶ ιθʹ καὶ καʹ ἔτει Σουλεϊμὰν ὁ υἱὸς Ἰσὰμ τὴν Ἀσίαν καταδραμὼν πολλοὺς αἰχμαλώτους ἐποίησεν. ᾐχμαλώ τευσε δὲ καί τινα Περγαμηνόν, ὃς ἔλεγεν ἑαυτὸν Τιβέριον εἶναι 1.801 υἱὸν Ἰουστινιανοῦ. τοῦτον Ἰσὰμ εἰς τιμὴν τοῦ ἰδίου παιδὸς καὶ τῶν βασιλέων ἐκφόβησιν μετὰ τιμῆς βασιλικῆς καὶ στρατευμάτων εἶχεν· ὃν ἐκπέμπει εἰς Ἱερουσαλὴμ καὶ εἰς ὅλην τὴν Συρίαν πρὸς θέαν πάντων. Τῷ κγʹ ἔτει ἐπεστράτευσε Σουλεϊμὰν κατὰ Ῥωμαίων, ἔχων μυριάδας ʹ. καὶ πολλὴν ἅλωσιν καὶ αἰχμαλωσίαν ποιησάμενος, πορθήσας καὶ τὸ Σιδηρόκαστρον, ἀβλαβὴς ὑπέστρεψε. Τῷ κδʹ ἔτει ἐκαύθησαν αἱ ἀγοραὶ ὑπὸ τῶν Ἱερακιτῶν, καὶ πολλοὶ ἐξ αὐτῶν ἐφουλκίσθησαν. τῇ κ ʹ τοῦ Ὀκτωβρίου μηνός, τοῦ ἁγίου Δημητρίου, ἡμέρᾳ δʹ ὥρᾳ ηʹ, σεισμὸς μέγας γέγονε καὶ φοβερὸς ἐν Κωνσταντινουπόλει, καὶ ἐπτώθησαν ἐκκλησίαι καὶ μοναστήρια καὶ οἶκοι, καὶ λαὸς πολὺς ἀπέθανεν. ἔπεσε δὲ καὶ ἡ στήλη Ἀρκαδίου ἐν τῷ Ξηρολόφῳ καὶ ἄλλαι πολλαί, καὶ τὰ χερσαῖα τῆς πόλεως τείχη, καὶ πόλεις καὶ χωρία ἐν τῇ Θρᾴκῃ, ἥ τε Νίκαια καὶ Νικομήδεια καὶ Πραίνετος. ἀπέφυγε δὲ καὶ ἡ θάλασσα τῶν ἰδίων ὅρων ἔν τισι τόποις. ἐκράτει δὲ καὶ ὁ σεισμὸς μῆνας ιαʹ. ἰδὼν δὲ ὁ βασιλεὺς τὰ τείχη τῆς πόλεως πτωθέντα, διελάλησε λέγων ὅτι ὑμεῖς οἱ τῆς πόλεως ἀδυνατεῖτε τὰ τείχη κτίζειν, ἀλλὰ προσετάξαμεν τοῖς διοικηταῖς τῶν θεμάτων ἀπαι τεῖν εἰς τὸν κανόνα κατὰ νόμισμα μιλιαρίσιον ἕν, καὶ λαμβάνει αὐτὸ ἡ βασιλεία, καὶ κτίζει αὐτά. κἀντεῦθεν ἀπεκράτησεν ἡ συνήθεια παρέχειν τὰ δικέρατα τοῖς διοικηταῖς. κεράτια δὲ αἱ ιβʹ φόλλεις ὠνομάσθησαν, ἤτοι νοῦμμοι ἀπὸ Νουμᾶ βασιλέως 1.802 Ῥώμης, ὃς καὶ πρῶτος τοὺς ὀβολοὺς τῇ ἰδίᾳ εἰκόνι ἐχάραξε καὶ νούμμους αὐτοὺς κατὰ τὸ ἴδιον ὄνομα ἐκάλεσεν. οὗτος καὶ ὀφφί κιον ἐτύπωσεν, ὅπερ εἷς τῶν ἀνθρώπων αὐτοῦ ἔχων ἐλάμβανεν ἐξ ἑκάστου τῶν ἀπὸ τοῦ παλατίου ῥογευομένων φόλλεις ιβʹ ἤτοι κε ράτιον ἕν. διὸ καὶ ἐλέγετο ὁ κεράτιον. τοῦτο δὲ ἦν ὡς ἐν τύπῳ ψήφου τῶν ῥογευομένων ἀπὸ τοῦ παλατίου· οὔπω γὰρ τότε ἀπο γραφαὶ κατὰ Ῥώμην ἦσαν. ἐν δὲ τῇ πρώτῃ αἰχμαλωσίᾳ τοῦ Ἰσραὴλ οὗτος ὁ Νουμᾶς ἐγένετο,
PG 121:881ἐν τῷ #δψπʹ ἔτει τῆς κόσμου κτίσεως. Ἐβασίλευσεν οὖν Λέων ὁ καὶ Κόνων, ὁ Ἴσαυρος, ἔτη κδʹ μῆνας βʹ ἡμέρας κεʹ. καὶ θνήσκει σὺν τῷ σωματικῷ καὶ τὸν ψυχικὸν θάνατον, νόσῳ δυσεντερίας βληθείς· καὶ τίθεται τὸ δύστηνον αὐτοῦ σῶμα ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων. ὅσα δὲ καὶ οἷα κατὰ Χριστιανῶν συνέβησαν ἐν ταῖς ἡμέραις τούτου τοῦ δυσσεβεστάτου καὶ ἀπανθρώπου Λέοντος, περί τε τὴν ὀρθόδοξον ἡμῶν πίστιν καὶ περὶ τὰς τῶν πολιτικῶν διοικήσεις αἰσχροῦ κέρ δους καὶ φιλαργυρίας ἐπινοίᾳ, κατά τε παντὸς κόσμου καὶ τῶν Χριστιανῶν σεισμοὶ καὶ λιμοὶ καὶ λοιμοὶ καὶ ἐθνῶν ἐπαναστάσεις καὶ θάνατοι, ἀπορῶ μνημονεῦσαι· ὑπερβαίνουσι γὰρ πάντα νοῦν καὶ λόγον καὶ διάνοιαν. ἄξιον δὲ λοιπὸν ἐφεξῆς καὶ τοῦ δυσσεβε στάτου καὶ παναθλίου παιδὸς αὐτοῦ τὰς ἀθεμίτους διεξελθεῖν πράξεις ἀνοσιουργοτέρας καὶ θεομισήτους οὔσας. 2.3 Κόσμου ἔτος #22 σλ ʹ, τῆς θείας σαρκώσεως ἔτος ψλθʹ, Κωνσταντῖνος ὁ Καβαλλῖνος εἰκονομάχος ἐβασίλευσεν ἔτη λεʹ, ἐκ δεινοτάτου λέοντος φανεὶς ποικιλότροπος πάρδαλις καὶ ἐκ σπέρματος ὄφεως ἀσπὶς καὶ ὄφις πετόμενος. οὗτος τὴν πατρῴαν βασιλείαν τε καὶ δυσσέβειαν διαδεξάμενος ἐκ θεοῦ πλεῖον διίστατο καὶ τῆς θεομήτορος καὶ πάντων τῶν ἁγίων, κἀντεῦθεν λοιπὸν μαγείαις καὶ ἀσελγείαις καὶ δαιμόνων ἐπικλήσεσι καὶ σπλάγχνων ἀνατομαῖς καὶ ἄλλοις πονηροῖς ἐπιτηδεύμασι κυνηγεσίαις τε καὶ ἱπποδρομίαις σχολάζων ὄργανον ἐπιτήδειον τοῦ Ἀντιχρίστου γέγονεν, ὡς καὶ θεσμὸν καθολικὸν ἐκθέσθαι, μὴ λέγεσθαί τινα τὸ παράπαν ἅγιον, ἀλλὰ καὶ τὰ λείψανα τούτων εὑρισκόμενα διαπτύεσθαι, καὶ μηδὲ πρεσβείαν αὐτῶν ἐξαιτεῖν. "οὐδὲν γάρ" ἔλεγεν "ἰσχύουσι," προσθεὶς ὁ παμμίαρος "μηδὲ τὴν τῆς Μαρίας ἐπικαλείσθω τις πρεσβείαν· οὐ γὰρ δύναταί τι." ἀλλὰ μηδὲ θεοτόκον αὐτὴν ὀνομάζεσθαι. λαβὼν γὰρ ἐν χειρὶ πλῆρες χρυσίου βαλάντιον καὶ ὑποδείξας αὐτὸ 2.4 πᾶσιν, ἤρετο τίνος ἄξιον ἐστί· τῶν δέ "πολλοῦ" εἰπόντων, κενώσας πάλιν τὸ χρυσίον ἤρετο τίνος ἐστὶν ἄξιον, καὶ λέγουσιν "οὐδενός" "οὕτως" ἔφη "καὶ ἡ Μαρία, ἕως μὲν εἶχε τὸν Χριστὸν ἐν αὐτῇ, τετιμημένη ἦν, ἀφ' οὗ δὲ τοῦτον ἀπέτεκεν, οὐδὲν τῶν λοιπῶν γυναικῶν διενήνοχε." φεῖσαι ἡμῶν, κύριε. ἐκ τούτου οὐ μικρά τις ἀθυμία τοὺς Χριστιανοὺς κατέλαβεν, ὥστε παρὰ πάντων μισηθῆναι καὶ Ἀρταβάσδῳ κουροπαλάτῃ καὶ γαμβρῷ ἐπ' ἀδελφῇ αὐτοῦ προστεθῆναι. ἀδελφῇ αὐτοῦ προστεθῆναι. Ἐξελθὼν δὲ ὁ Κωνσταντῖνος ἐν τοῖς τοῦ Ὀψικίου μέρεσι κατὰ τῶν Ἀράβων ὑπεβλέπετο κακῶσαι Ἀρτάβασδον, ὄντα ἐν τῷ Δορυλαίῳ. ὁ δὲ τοῦτο γνοὺς κινεῖ κατ' αὐτοῦ, καὶ τὸν μὲν πα τρίκιον Βίσηρον, τὸν συμμύστην Κωνσταντίνου, ῥομφαίᾳ ἀνεῖ λεν, ὁ δὲ Κοπρώνυμος φοβηθείς, ἐπιβὰς παριππίου, φεύγει εἰς τὸ Ἀμώριον. δεξιοῦται δὲ Λογγῖνον στρατηγὸν τῶν ἀνατολικῶν μεγάλαις ὑποσχέσεσι, καὶ σώζεται παρ' αὐτοῦ. ἐντεῦθεν μάχαι δεινόταται τοῖς ὑπηκόοις, ἑκατέρων βασιλέων ἀναγορευομένων. εἰσῆλθε δὲ Ἀρτάβασδος ἐν τῇ πόλει, καὶ παρευθὺ κατὰ πᾶσαν αὐτὴν τὰς ἱερὰς ἀνεστήλωσεν εἰκόνας, ἀνηγορεύθη δὲ παρὰ τῶν θεμάτων βασιλεύς. Ἀναστάσιος δὲ ὁ ψευδώνυμος πατριάρχης, κρατήσας τὰ τίμια καὶ ζωοποιὰ ξύλα, ὤμοσε τῷ λαῷ ὅτι μὰ τὸν προσηλωθέντα ἐν αὐτοῖς, οὕτως μοι εἶπε Κωνσταντῖνος ὁ βασι λεύς, ὅτι μὴ λογίσῃ υἱὸν θεοῦ εἶναι ὃν ἔτεκε Μαρία, τὸν λεγό μενον Χριστόν, ἀλλὰ ψιλὸν ἄνθρωπον· ἡ γὰρ Μαρία οὕτως αὐ 2.5 τὸν ἔτεκεν ὡς καὶ ἐμὲ ἡ μητήρ μου Μαρία. καὶ τοῦτο ἀκούσαν τες οἱ λαοὶ ἀνέσκαψαν αὐτόν. Τῷ βʹ ἔτει τέθνηκεν Ἰσὰμ ὁ τῶν Ἀράβων ἀρχηγός. οὗτος τὴν ἁγιωτάτην ἐκκλησίαν Ἀντιοχείας ἐπὶ τεσσαράκοντα χρόνους χηρεύουσαν, κωλυόντων τῶν Ἀράβων πατριάρχην γενέσθαι ἐν αὐτῇ, ἔχων τινὰ προσφιλῆ μοναχὸν Σύρον ὀνόματι Στέφανον, ἄγροικον, εὐλαβῆ δὲ μόνον, καὶ εἴπερ θέλοιεν συγχωρηθῆναι αὐτοῖς πατριάρχην ἔχειν, ψηφίσασθαι αὐτὸν τὸν Στέφανον. θεό θεν τοῦτο νομίσαντες γίνεσθαι χειροτονοῦσιν αὐτὸν ἐν τῷ θρόνῳ Θεουπόλεως.
PG 121:883τούτῳ τῷ ἔτει ἀπέστειλε Κωνσταντῖνος πρὸς Ἰσάμ, ὡσαύτως καὶ Ἀρτάβασδος, συμμαχίαν αἰτοῦντες ἀμφότεροι. γέ γονε δὲ ἀβροχία πολλὴ καὶ σεισμοὶ κατὰ τόπους, ὡς ἑνωθῆναι ὄρη πρὸς ἄλληλα κατὰ τὴν ἔρημον Σαβᾶ, καὶ κώμην ὑπὸ γῆν καταποθῆναι. τῷ δ' αὐτῷ ἔτει Κοσμᾶς ὁ πατριάρχης Ἀλεξαν δρείας ὠρθοδόξησε σὺν τῇ πόλει αὐτοῦ ἐκ τῆς τῶν Μονοθελητῶν κακοδοξίας. τούτῳ τῷ ἔτει ἐφάνη σημεῖον ἐν τῷ οὐρανῷ. Οὐαλὶδ δὲ Πέτρον τὸν ἁγιώτατον μητροπολίτην τοῦ Δαμασκοῦ, ὡς ἐλέγ χοντα τὴν τῶν Ἀράβων καὶ Μανιχαίων κακόνοιαν, ἐγλωσσοτόμησε καὶ ἐξώρισεν εἰς τὴν εὐδαίμονα Ἀραβίαν, ἔνθα καὶ τελειοῦται μαρτυρήσας ὑπὲρ Χριστοῦ καὶ τρανῶς ἐκφωνήσας τὴν θείαν λει τουργίαν. τούτῳ τῷ ἔτει γεγόνασιν ἐμφύλιοι πόλεμοι οἷοι οὐκ ἐγένοντο ἀπὸ καταβολῆς κόσμου. Τῷ γʹ ἔτει κατὰ βορρᾶν ἐφάνη σημεῖον, καὶ κόνις κατῆλθεν 2. εἰς τόπους. γέγονε δὲ καὶ σεισμὸς εἰς τὰς Κασπίας πύλας· καὶ ἀνῃρέθη Οὐαλὶδ ὑπὸ τῶν Ἀράβων, ἄρξας ἔτος αʹ, καὶ κρατεῖ τῆς ἀρχῆς Ἰζὶδ ὁ Λειψός. τούτῳ τῷ ἔτει ὁ Κωνσταντῖνος περᾷ διὰ τῆς Ἀβύδου, καὶ τῷ χερσαίῳ τείχει τῆς πόλεως παρεκάθισε, διέ δραμε δὲ καὶ ἕως τῆς χρυσῆς πόρτης, ἐπιδεικνύων ἑαυτὸν τοῖς ὄχλοις. ὁ δὲ Ἀρτάβασδος ἐξελθὼν τῆς πόλεως καὶ συμβαλὼν πόλεμον ἡττήθη κατὰ κράτος. τοῦ δὲ Κοπρωνύμου τὰ πλοῖα κρατήσαντος ἐγένετο λιμὸς ἰσχυρὸς ἐν τῇ πόλει, ὥστε πραθῆναι τὸν μόδιον τῆς κριθῆς εἰς νομίσματα ιβʹ καὶ τὰ λοιπὰ ὁμοίως. τοῦ δὲ λαοῦ θνήσκοντος καὶ ἀπολλυμένου ἠναγκάσθη Ἀρτάβασδος ἀπολύειν αὐτὸν καὶ ἐξέρχεσθαι ἀπὸ τῆς πόλεως. Νικήτας δὲ ὁ υἱὸς Ἀρταβάσδου ἐπισυνάξας λαὸν ἱκανὸν ἦλθεν ἕως Χρυσουπό λεως. καὶ περάσας ὁ Κοπρώνυμος ἐδίωξεν αὐτὸν καὶ καταλαβὼν ἐχειρώσατο. καὶ τοῦτον πεδήσας, ἐλθὼν διὰ τοῦ τείχους, τῷ πατρὶ ἐπεδείκνυσεν. ἄφνω δὲ παραταξάμενος διὰ τοῦ χερσαίου τείχους τὴν πόλιν παρέλαβε, καὶ χειρωσάμενος Ἀρτάβασδον καὶ τοὺς σὺν αὐτῷ τοῦτον μὲν σὺν τοῖς δυσὶν αὐτοῦ υἱοῖς ἐτύφλωσε, τὸν δὲ Βακτάγμον χειροκοπήσας ἐν τῷ Κυνηγίῳ ἀπεκεφάλισε, πολλοὺς δὲ καὶ ἄλλους τῶν προυχόντων ἀνεῖλε, καὶ τὰς οὐσίας αὐτῶν ἐδήμευσεν. ἱππικὸν δὲ ποιήσας εἰσήγαγε τὸν Ἀρτάβασδον σὺν τοῖς υἱοῖς αὐτοῦ καὶ τοῖς φίλοις δεδεμένοις ἅμα Ἀναστασίῳ τῷ ψευδωνύμῳ πατριάρχῃ τυφθέντι δημοσίως καὶ ἐπὶ ὄνῳ ἀντι στρόφως καθεζομένῳ. τοῖς δὲ σὺν αὐτῷ ἐλθοῦσιν ἐξωτικοῖς ἐκέ 2. λευσεν εἰσέρχεσθαι εἰς τοὺς οἴκους καὶ διαρπάζειν τὰς οὐσίας τῶν πολιτῶν. τὸν δὲ ψευδώνυμον πατριάρχην ὡς ὁμόφρονα αὐτοῦ, ἐκφοβήσας καὶ δουλώσας, πάλιν ἐν τῷ θρόνῳ τῆς ἱερωσύνης ἀπο κατέστησε. Τῷ δʹ ἔτει ἐφάνη κομήτης μέγας κατὰ τὴν Συρίαν, καὶ Μαρουὰμ τῶν Ἀράβων ἐκράτησε, καὶ παρακλήσει τῶν ἐν τῇ ἑῴᾳ Χριστιανῶν συνεχώρησε χειροτονηθῆναι Θεοφύλακτον πρεσβύτε ρον Ἐδεσηνὸν πατριάρχην Ἀντιοχείας, κοιμηθέντος Στεφάνου. καὶ τοῦτον γράμμασι καθολικῶς τιμᾶσθαι παρὰ τῶν Ἀράβων προσέταξε. Τῷ εʹ ἔτει ἄδειαν εὑρὼν ὁ Κοπρώνυμος ἐν τῇ ἀνατολῇ ὡς τῶν Ἀράβων πρὸς ἀλλήλους μαχομένων, Γερμανίκειαν παραλαμ βάνει καὶ ἐπιστρατεύει Δουλιχίᾳ καὶ Ἀσσυρίᾳ. προσελάβετο δὲ καὶ τοὺς πρὸς μητρὸς συγγενεῖς, καὶ ἐν Βυζαντίῳ μετῴκισε, σὺν αὐτοῖς δὲ καὶ πολλοὺς Σύρους μονοφυσίτας. γέγονε δὲ ἀπὸ ιʹ Αὐ γούστου ἕως ιεʹ σκότος ὁμιχλῶδες. Τῷ ʹ ἔτει ἐγένετο σεισμὸς μέγας ἐν Παλαιστίνῃ καὶ ἐν τῷ Ἰορδάνῃ καὶ ἐν πάσῃ τῇ Συρίᾳ, μηνὶ Ἰανουαρίῳ εἰς τὴν ιηʹ, ὥρᾳ δʹ. καὶ ἀναρίθμητοι μυριάδες τεθνήκασιν, ἐκκλησίαι τε καὶ μο ναστήρια πεπτώκασι, καὶ μάλιστα κατὰ τὴν ἔρημον τῆς ἁγίας πόλεως. τῷ αὐτῷ ἔτει λοιμώδης θάνατος ἀπὸ Σικελίας καὶ Κα λαβρίας ἀρξάμενος οἷόν τι πῦρ ἐπινεμόμενον ἐπὶ τὴν Μονεμβα σίαν καὶ Ἑλλάδα καὶ τὰς παρακειμένας νήσους ἦλθε δι' ὅλης τῆς 2. ιδʹ ἰνδικτιῶνος. τῇ δὲ ιεʹ ἤρξαντο ἐν τῇ βασιλίδι πόλει αἴφνης ἀοράτως γίνεσθαι ἔν τε τοῖς τῶν ἀνθρώπων ἱματίοις καὶ ἐν τοῖς τῶν ἐκκλησιῶν ἐπίπλοις σταυρία ἐλαιώδη πλεῖστα. ἐγένετο οὖν ἐντεῦθεν τοῖς ἀνθρώποις λύπη καὶ ἀθυμία πολλὴ τῇ τοῦ τοιούτου σημείου ἀπορίᾳ.
PG 121:887ἐγένετο δὲ καὶ θεομηνία ποικίλων παθῶν, ἀφει δῶς τοὺς λαοὺς ὀλοθρεύουσα, οὐ μόνον τοὺς ἐν τῇ πόλει ἀλλὰ καὶ πάσῃ τῇ περιχώρῳ. ἐγένοντο δὲ καὶ φαντασίαι, ὡς πολλοὺς τῶν ἀνθρώπων ἐν ἐκστάσει γινομένους νομίζειν ξένοις τισὶ καὶ βριαροῖς προσώποις συνοδεύειν, καὶ τοὺς ἀπαντῶντας αὐτοῖς ὡς δῆθεν φί λους προσαγορεύοντας καὶ διαλεγομένους. σημειούμενοι δὲ τὰ παρ' αὐτῶν λαλούμενα ἔσχατον ἐξηγοῦντο γινόμενα. ἑώρων δὲ τοὺς αὐ τοὺς εἰς οἴκους εἰσερχομένους, καὶ τοὺς μὲν τοῦ οἴκου κρεμῶντας τοὺς δὲ ξίφει τιτρώσκοντας. συνέβαινε δὲ τὰ πλεῖστα τῶν παρ' αὐτῶν λεγομένων γίνεσθαι οὕτως καθὼς ᾖδον. τῷ δὲ ἐαρινῷ καιρῷ τῆς πρώτης ἰνδικτίωνος ἐπέτεινε μειζόνως. τῷ δὲ θερινῷ ἐξεκαύθη εἰσάπαξ, ὥστε καὶ ὁλοκλήρους οἴκους κλεισθῆναι παντελῶς, καὶ μὴ εἶναι τοὺς ὀφείλοντας θάπτειν τοὺς νεκρούς, ὥστε μὴ ἐξαρκεῖν τοὺς κραββάτους εἰς τὴν τούτων ἐκκομιδήν, ἀλλὰ καὶ διὰ ἀλόγων καὶ διὰ ἁμαξῶν ἐκφέρειν τοὺς τεθνεῶτας, καὶ ἐν τοῖς προτειχί σμασι καὶ προαστείοις καὶ κινστέρναις ἀνύδροις καὶ λάκκοις θά πτεσθαι αὐτούς, ὧν πληρωθέντων τοὺς ἀμπελῶνας καὶ κήπους διέσκαπτον, καὶ μόλις τούτους ἴσχυσαν ἐπικαλύψαι. παντὸς δὲ οἴκου διαφθαρέντος διὰ τὴν ἀσέβειαν τοῦ Κοπρωνύμου, πάντα τὸν πλοῦτον τῶν οἰκητόρων τῆς πόλεως εἰσκομίσας ἐν τῷ παλατίῳ 2.9 ἀπέθετο. κατέλαβε δὲ καὶ ὁ τῶν Ἀγαρηνῶν στόλος ἀπὸ Ἀλεξανδρείας εἰς Κύπρον, ἔνθα ἦν ὁ Ῥωμαϊκὸς στόλος· ἐπιπεσὼν δὲ αὐτῷ ὁ τῶν Ῥωμαίων στρατηγός, καὶ τὸ στόμα τοῦ λιμένος κρα τήσας, ἄρδην ἀπώλεσε πάντας, τρεῖς μόνους ἐλευθερώσας διὰ τὸ μήνυμα. Τῷ θʹ ἔτει καταδιώκεται Μαρουὰμ ὑπὸ τῶν Μαυροφόρων τῶν λεγομένων Χρυσαρωνιτῶν, καὶ βαρυτάτου πολέμου κροτηθέν τος κτείνεται. τῇ δὲ κεʹ τοῦ Ἰανουαρίου μηνὸς γεννᾶται τῷ ἀσε βεῖ Κωνσταντίνῳ υἱὸς ἐκ τῆς Χαζάρας Εἰρήνης, ὃν ἐπωνόμασαν Λέοντα. τῷ αὐτῷ χρόνῳ γέγονε σεισμὸς ἐν Συρίᾳ καὶ μεγάλη καὶ φοβερὰ πτῶσις, ὅθεν αἱ μὲν τῶν πόλεων πόλεων ὁλοκλήρως ἠφανίσθησαν αἱ δὲ μέσως. ἕτεραι ἀπὸ τῶν ὀρεινῶν εἰς τὰ ὑποκείμενα πεδία σὺν τοῖς τείχεσι καὶ τοῖς οἰκήμασιν ὁλόκληροι σῶαι μετέστη σαν ὡς ἀπὸ μιλίων ἕξ. ἐν Μεσοποταμίᾳ δὲ εἰς μῆκος μίλια δύο ἐρράγη ἡ γῆ, καὶ ἐκ τοῦ βυθοῦ αὐτῆς ἀνήχθη γῆ λευκοτάτη καὶ ἀμμώδης, ἧς ἐκ μέσου ἀνῆλθε ζῷον μουλικὸν ἄσπιλον, λαλοῦν ἀνθρωπίνῃ φωνῇ, προμηνύον ἔθνους ἐπιδρομὴν ἐκ τῆς ἐρήμου κατὰ τῶν Ἀράβων· ὃ καὶ γέγονε. Τῷ δὲ ἑπομένῳ χρόνῳ τῆς δʹ ἰνδικτίωνος τῇ ἑορτῇ τῆς πεν τηκοστῆς, ἔστεψεν ὁ δυσσεβὴς Καβαλλῖνος τὸν υἱὸν αὐτοῦ Λέοντα εἰς βασιλέα διὰ Ἀναστασίου τοῦ ψευδωνύμου πατριάρχου καὶ σύμφρονος αὐτοῦ. 2.10 Τῷ ιʹ ἔτει ἐκοιμήθη Θεοφύλακτος ὁ ἁγιώτατος πατριάρχης Ἀντιοχείας. Τῷ ιαʹ ἔτει Κωνσταντῖνος τὴν Θεοδοσιούπολιν παρέλαβεν ἅμα τῇ Μελιτηνῇ, αἰχμαλωτίσας πάντας τοὺς ἐκεῖσε. καὶ προ φάσει τοῦ θανατικοῦ προσλαβόμενος τοὺς συγγενεῖς αὐτοῦ Ἀρμε νίους καὶ Σύρους αἱρετικοὺς εἴς τε τὸ Βυζάντιον μετῴκισε καὶ τὴν Θρᾴκην· οἳ μέχρι τοῦ νῦν τὴν αἵρεσιν τοῦ τυράννου διακρατοῦ σιν. ὑφ' ὧν καὶ ἐπλατύνθη ἡ αἵρεσις τῶν Παυλικιανῶν. Τῷ ιβʹ ἔτει ὁ δυσσεβὴς Ἀναστάσιος, ὁ ἀνίερος, τέθνηκε σὺν τῇ ψυχῇ καὶ τῷ σώματι οἰκτίστῳ πάθει τῷ λεγομένῳ χορδάψῳ, κόπρον διὰ στόματος ἐμέσας, ἀξίαν τίσας δίκην ὑπέρ τε τῆς κατὰ θεοῦ καὶ τοῦ διδασκάλου τόλμης. Τῷ ιγʹ ἔτει Κωνσταντῖνος ὁ δυσσεβὴς κατὰ τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων παράνομον συνέδριον τληʹ ἐπισκόπων συνέλεξεν ἐν τῷ τῆς Συρίας παλατίῳ, ὧν ἐξῆρχε Θεοδόσιος ὁ υἱὸς Ἀψιμάρου ὁ Ἐφέσου καὶ Παστηλᾶς ὁ Πέργης. οἳ καθ' ἑαυτοὺς τὰ δόξαντα δογματίσαντες, μηδενὸς παρόντος ἐκ τῶν καθολικῶν θρόνων (Ῥώμης φημὶ καὶ Ἀλεξανδρείας καὶ Ἀντιοχείας καὶ Ἱεροσολύμων)καὶ ἀπὸ ιʹ τοῦ Φεβρουαρίου μηνὸς ἀρξάμενοι διήρκεσαν ἕως ηʹ Αὐγούστου τῆς αὐτῆς ἰνδικτίωνος. καθ' ἣν ἐν Βλαχέρναις ἐλθόν τες οἱ τῆς θεοτόκου πολέμιοι, ἀνῆλθε καὶ Κωνσταντῖνος ὁ Κα βαλλῖνος ἐν τῷ ἄμβωνι, κρατῶν
PG 121:889Κωνσταντῖνον μοναχόν, ἐπίσκο πον γενόμενον τοῦ Συλαίου· καὶ ἐπευξάμενος ἔφη μεγάλῃ τῇ 2.11 φωνῇ "Κωνσταντίνου οἰκουμενικοῦ πατριάρχου πολλὰ τὰ ἔτη." καὶ μετὰ ταῦτα ἀνῆλθον ἀμφότεροι ἐν τῷ φόρῳ, καὶ ἐξεφώνησαν τὴν αὐτῶν κακόδοξον αἵρεσιν ἐνώπιον παντὸς τοῦ λαοῦ, ἀναθεμα τίσαντες τὸν ἁγιώτατον Γερμανὸν καὶ Γεώργιον τὸν Κύπρου καὶ Ἰωάννην τὸν Δαμασκηνόν, ἄνδρας ἁγίους καὶ αἰδεσίμους διδα σκάλους. τῷ δ' αὐτῷ ἔτει ἐζήτησαν οἱ Βούλγαροι πάκτα διὰ τὰ κτισθέντα κάστρα, καὶ τοῦ βασιλέως ἀτιμάσαντος τὸν ἀποκρισιά ριον αὐτῶν ἐξῆλθον ἕως τῶν μακρῶν τειχῶν, καὶ πολλὴν αἰχμα λωσίαν ποιήσαντες ὑπέστρεψαν ἀβλαβεῖς. Τῷ ιθʹ ἔτει ὁ βασιλεὺς ἐπεστράτευσε κατὰ Βουλγάρων, καὶ ἐλθὼν εἰς τὴν κλείσουραν Βερεγάβαν, πολλοὺς ἀπολέσας, ὑπέ στρεψε μετ' αἰσχύνης. Τῷ κʹ ἔτει δοκίτης ἀστὴρ ἐφάνη κατὰ τὴν ἑῴαν, λαμπρό τατος, ἐπὶ ἡμέρας ιʹ, καὶ αὖθις πρὸς δύσιν ἡμέρας καʹ. Τῷ καʹ ἔτει Ἀνδρέαν τὸν ἀοίδιμον μοναχόν, τὸν λεγόμενον Καλυβίτην, ἐν Βλαχέρναις ἐλέγχοντα αὐτοῦ τὴν ἀσέβειαν ἀπέκτεινε διὰ μαστίγων ὁ Κοπρώνυμος. Τῷ κγʹ ἔτει γέγονε ψῦχος μέγα καὶ πικρότατον κατὰ τὴν βα σιλίδα καὶ τὴν ἀνατολὴν καὶ ἄρκτον καὶ δύσιν, ὥστε τὴν ἀρκτῴαν τοῦ Πόντου παραλίαν ἐπὶ ἑκατὸν μίλια τὸ πέλαγος ἀπολιθωθῆναι καὶ ἐπὶ λʹ πήχεις τὸ πάθος παγῆναι· οὗπερ χιονισθέντος ηὐξήθη ἐπὶ ἄλλας κʹ πήχεις, ὥστε συμμορφωθῆναι τὴν θάλασσαν τῇ 2.12 ξηρᾷ, καὶ πεζοπορεῖσθαι ὕπερθεν τοῦ κρύους παρά τε ἀνθρώπων καὶ ζῴων ἡμέρων τε καὶ ἀγρίων τὸ πέλαγος, ἀπό τε Ζικχίας μέχρι Δανούβεως καὶ τοῦ Κούφη ποταμοῦ τοῦ Δανάστρεώς τε καὶ Δα νάπρεως καὶ τῶν Νεκροπύλων καὶ τῆς λοιπῆς ἀκτῆς μέχρι Με σημβρίας καὶ Μηδείας. τῷ δὲ Φεβρουαρίῳ μηνὶ τοῦ τοιούτου πάγου κατὰ κέλευσιν θεοῦ εἰς πλεῖστα ὀρεοφανῆ τμήματα διαιρε θέντος, καὶ τῇ τῶν ἀνέμων βίᾳ ἐπὶ τὸ Ἱερὸν κατενεχθέντος, διὰ τοῦ στενοῦ ἐπὶ τὴν πόλιν ἔφθασεν, καὶ μέχρι τῆς Προποντίδος καὶ τῶν νήσων καὶ Ἀβύδου πᾶσαν τὴν παραλίαν ἐπλήρωσαν, ἐν οἷς ὑπῆρχε καὶ ζῷα ἄγριά τε καὶ ἥμερα τεθνεῶτα. πᾶς δὲ ὁ βου λόμενος ἀπὸ Σοφιανῶν ἕως τῆς πόλεως καὶ ἀπὸ Χρυσουπόλεως ἕως τοῦ ἁγίου Μάμαντος καὶ τῶν Γαλατῶν ἀκωλύτως ὡς ἐπὶ ξη ρᾶς ἐβάδιζον. ἓν δὲ ἐξ αὐτῶν προσφάξαν τῇ τῆς ἀκροπόλεως σκάλᾳ συνέτριψεν αὐτήν. ἕτερον δὲ τῷ τείχει προσραγὲν τοῦτο μεγάλως ἐδόνησεν, ὡς καὶ τοὺς ἔνδοθεν οἰκοῦντας συμμετασχεῖν τοῦ σάλου. εἰς τρία δὲ ῥαγὲν ἔζωσε τὴν πόλιν ἀπὸ τῶν Μαγγά νων ἕως τοῦ Βοσπορίου, οὗ τινὸς τὸ ὕψος ὑπερεῖχε τῆς πόλεως. τῷ δὲ Μαρτίῳ μηνὶ ἀστέρες ἀθρόως ἐκ τοῦ οὐρανοῦ ἔπιπτον, ὡς λέγειν πάντας συντέλειαν εἶναι. αὐχμός τε πολὺς γέγονεν ὡς ξη ρανθῆναι πηγὰς καὶ ποταμούς. ἅτινα βλέπων καὶ ἀκούων ὁ ἀνό σιος οὐκ ᾐσθάνετο μάστιγας εἶναι τοῦ θεοῦ πρὸς ἐπιστροφὴν τῶν βεβήλων αὐτοῦ καὶ αἰσχίστων πράξεων, ἀλλ' ἀγαγὼν μᾶλλον τὸν πατριάρχην λέγει αὐτῷ "τί ἡμᾶς βλάπτει, ἐὰν λέγωμεν τὴν θεο 2.13 τόκον Χριστοτόκον;" ὁ δὲ περιπτυξάμενος αὐτὸν λέγει "ἐλέησον, δέσποτα, μηδὲ εἰς ἔννοιάν σου ἔλθῃ οὗτος ὁ λόγος. οὐχ ὁρᾷς ὅσα στηλιτεύεται καὶ ἀναθεματίζεται Νεστόριος ὑπὸ πάσης τῆς ἐκκλησίας;" καὶ ὁ βασιλεύς "ἐγὼ μαθεῖν θέλων ἠρώτησα" φησίν, "ἕως δὲ σοῦ ἔστω ὁ λόγος." οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ ἄξια εἰς τὸν χειροτονηθέντα ὑπ' αὐτοῦ πατριάρχην διεπράξατο, ἅτινα μετ' ὀλίγον ἐροῦμεν. Τῷ κδʹ ἔτει ἀγάπην δῆθεν ποιήσας μετὰ Παγάνου τοῦ κυ ρίου Βουλγάρων, ἐξαίφνης ἐξελθὼν τῆς πόλεως καὶ ἀφυλάκτους εὑρὼν τὰς κλεισούρας διὰ τὴν ἀπατηλὴν εἰρήνην, εἰσῆλθεν εἰς Βουλγαρίαν ἕως Τούμτζας, καὶ βαλὼν πῦρ εἰς τὰς αὐλὰς ἃς εὗρε, μετὰ φόβου ὑπέστρεψε, μηδὲν γενναῖον ποιήσας. Τῷ κεʹ ἔτει ἐκμανὴς γενόμενος ὁ δυσσεβὴς βασιλεὺς κατὰ παντὸς φοβουμένου τὸν θεόν, Στέφανον τὸν νέον αἰδέσιμον ὄντα τοῖς πᾶσι διὰ τὸ ἐν ἀρεταῖς ποικίλαις ἐκλάμπειν (ἑξήκοντα γὰρ χρόνους ἐποίησεν ἐν τῷ βουνῷ τοῦ ἁγίου Αὐξεντίου ἔγκλει στος) ποικίλως τιμωρησάμενος ἀπέκτεινε. πολλῶν δὲ ἀρχόντων καὶ στρατιωτῶν διαβληθέντων
PG 121:893προσκυνεῖν τὰς εἰκόνας διαφόροις τιμωρίαις τούτους ἀνάλωσεν. ὅρκον δὲ καθολικὸν πάντας τοὺς ὑπὸ τὴν αὐτοῦ βασιλείαν ὄντας ἀπῄτησεν, εἰκόνι μὴ προσκυνῆσαί τινι. μεθ' ὧν καὶ Κωνσταντῖνον τὸν ψευδώνυμον πατριάρχην ἐπὶ ἄμβωνος ἀνελθεῖν καὶ ὑψώσαντα τὰ τίμια ξύλα ὀμόσαι πεποίηκεν ὡς οὐκ ἔστι τῶν προσκυνούντων τὰς εἰκόνας· καὶ τοῦτον παραυτὰ 2.14 στεφανίτην ἀντὶ μοναχοῦ ἔπεισε γενέσθαι καὶ κρεῶν μεταλαμβά νειν καὶ κιθαρῳδῶν ἀνέχεσθαι ἐν τῇ βασιλικῇ τραπέζῃ. ἀλλ' οὐκ εἰς μακρὰν ἡ δίκη τοῦτον ταῖς τοῦ μιαιφόνου χερσὶ παραδέδωκε. μαθὼν γὰρ ὁ ἀλάστωρ ὅτι ὁ πατριάρχης πολλοὺς ἐπληροφόρησεν εἰπεῖν τὸν βασιλέα πρὸς αὐτὸν ὅτι οὐκ ἔστι θεὸς ὁ Χριστός, καὶ διὰ τοῦτο οὐδὲ τὴν μητέρα αὐτοῦ ἔχω θεοτόκον, ἐξεμάνη κατ' αὐτοῦ ὡς τὸ μυστήριον αὐτοῦ θριαμβεύσαντος. καὶ ἐπιθεὶς αὐτῷ πολλὰς πληγὰς ἐθριάμβευσεν ἐν τῷ ἱπποδρόμῳ ἐμπτυόμενον καὶ συρόμενον. εἶτα ἀσφαλισάμενος αὐτὸν ἀποστέλλει πρὸς αὐτὸν πατρικίους, καὶ φησί "τί λέγεις ἄρτι περὶ τῆς πίστεως ἡμῶν καὶ τῆς συνόδου ἧς ἐποιήσαμεν;" ὁ δὲ ματαιωθεὶς ταῖς φρεσίν, οἰό μενος αὐτὸν πάλιν ἐξευμενίσασθαι, ἀποκριθεὶς εἶπε "καλῶς ἐποίη σας τὴν σύνοδον, καὶ καλῶς πιστεύεις." οἱ δὲ ἐπιγελάσαντες εἶπον πρὸς αὐτόν "ἡμεῖς τοῦτο μόνον ἠθέλομεν ἀκοῦσαι παρὰ τοῦ μιαροῦ σου στόματος," καὶ παραχρῆμα ἐξαγαγόντες αὐτὸν ἀπε κεφάλισαν, καὶ τὸ σῶμα αὐτοῦ ἔρριψαν εἰς τὸ πέλαγος, ἔνθα πρῶτον ὑπῆρχεν ὁ τῆς ἁγίας Πελαγίας ναός, ὃν ὁ θεομισὴς κατα κλύσας καὶ τάφον καταδίκων ποιήσας ἐκάλεσε τὸ Πελάγιον. ἀντι χειροτονεῖ δὲ πατριάρχην Νικήταν εὐνοῦχον καὶ Σθλάβον. ὡσαύτως δὲ καὶ Πέτρον τὸν ἱερὸν καὶ τὸν θεοφόρον Στέφανον τὸν τοῦ Αὐξεντίου μετὰ πολλὰς αἰκίας φονεύσας εἰς τὸ πέλαγος συρέντας ῥιφῆναι προσέταξε. πολλοὺς δὲ καὶ ἑτέρους ἄρχοντας καὶ μονα 2.15 χοὺς διὰ τὰς ἱερὰς εἰκόνας δεινῷ θανάτῳ παρέδωκεν. ἐστηλί τευσε δὲ καὶ ἠτίμασε τὸ σχῆμα τῶν μοναχῶν, ἐπὶ ἱπποδρόμου παρακελευσάμενος ἕνα ἕκαστον ἀββᾶν χειροκρατοῦντα γυναῖκα παρέρχεσθαι μέσον τοῦ λαοῦ, οἷς ἐνέπτυον καὶ ὕβριζον πάντες. ἐστράτευσε δὲ κατὰ Βουλγάρων πεζῇ τε καὶ πλωϊστί, καὶ ἀπέστει λεν ἐπὶ Ἀγχίαλον χελάνδια βχʹ. βορρᾶ δὲ πνεύσαντος ἀπώλοντο πάντα πλὴν ὀλίγων, ὑπέστρεψε δὲ ἐν τῇ πόλει ἀδόξως. ἀλλὰ καὶ τὸ τίμιον λείψανον τῆς ἁγίας καὶ πανευφήμου Εὐφημίας ἐβύθισε σὺν τῇ λάρνακι, ὅπερ θεοῦ χάριτι ἐν τῇ νήσῳ τῇ Λήμνῳ εὐπλοῆ σαν ἐγένετο, καὶ πάλιν ἐπὶ Κωνσταντίνου καὶ Εἰρήνης τῶν εὐσε βῶν βασιλέων μετὰ τῆς πρεπούσης τιμῆς ἐπανῆλθεν ἐν τῷ τεμένει αὐτῆς, ὅπερ ὁ τῶν ἐκκλησιῶν ἐχθρός, μᾶλλον δὲ τῆς ἑαυτοῦ ψυχῆς, ἀρμάμεντον καὶ κοπροθέσιον ἐποίησεν, αὐτοὶ δὲ ἀνα καθάραντες πάλιν καθιέρωσαν. οὗτος ὁ δυσσεβὴς προεβάλλετο στρατηγοὺς ὁμόφρονας αὐτῷ καὶ τῆς κακίας αὐτοῦ ἐπαξίους ἐργά τας Μιχαὴλ μὲν τὸν Μελισηνὸν στρατηγὸν τῶν ἀνατολικῶν, Μι χαὴλ δὲ τὸν Λαχανοδράκοντα εἰς τὴν Θρᾴκην καὶ Μάνην τὸν τῆς κακίας ἐπώνυμον εἰς τὸ βουκελλάριον. μιμησάμενος τοίνυν ὁ Λαχανοδράκων τὸν διδάσκαλον αὐτοῦ πάντα μοναχὸν καὶ μονα στήριον τοὺς ὑπὸ τὸ θέμα τῶν Θρᾳκησίων ὄντας συνῆξεν εἰς Ἔφε σον, καὶ φησὶ πρὸς αὐτούς "ὁ βουλόμενος τῷ βασιλεῖ καὶ ἡμῖν πειθαρχεῖν ἐνδυσάσθω στολήν, καὶ λαβέτω γυναῖκα τῇ ὥρᾳ ταύτῃ. οἱ δὲ τοῦτο μὴ ποιοῦντες τυφλούμενοι εἰς Κύπρον ἐξορισθήσον 2.16 ται." καὶ ἅμα τῷ λόγῳ τὸ ἔργον ἐξετελεῖτο, καὶ πολλοὶ μάρτυ ρες τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεδείχθησαν. οὗτος πάντα τὰ μοναστήρια πέπρακε καὶ πάντα τὰ ἱερὰ σκεύη καὶ βιβλία καὶ ζῷα καὶ πάσας τὰς ὑποστάσεις αὐτῶν, καὶ τὰς τιμὰς τούτων εἰσεκόμισε τῷ βασι λεῖ. ὅσα δὲ εὗρε πατερικὰ βιβλία ἢ λείψανα ἁγίων, κατέκαυσε, καὶ αὐτοὺς τοὺς αὐτὰ ἔχοντας ὡς ἀσεβοῦντας ἐκόλαζε καὶ ποικίλως ἀνῄρει, καὶ πίσσῃ καὶ ἐλαίῳ τὰς κεφαλὰς αὐτῶν ἐπιχρίων ὑφῆπτε πυρί. εἴ που δέ τις εὑρέθη τὸ τῆς θεοτόκου ὄνομα ἐπιβοώμενος ἢ εὐλαβείᾳ συζῶν ἢ ὅρκους αἰδούμενος, ὡς ἐχθρὸς τοῦ βασιλέως ἐτιμωρεῖτο. ὥστε ἐν ὅλῳ τῷ ὑπ' αὐτὸν θέματι μὴ εὑρίσκεσθαί τινα ἐν ὀλίγῳ συνέβη μοναχόν. ὃ μαθὼν ὁ
PG 121:897μισάνθρωπος βασι λεὺς ἔγραψεν εὐχαριστῶν αὐτῷ ὅτι εὗρόν σε ἄνδρα κατὰ τὴν καρ δίαν μου, ὃς ποιεῖς πάντα τὰ θελήματά μου. τοῦτον μιμησάμε νοι καὶ οἱ λοιποὶ τὰ ὅμοια διεπράττοντο. ὁ δὲ Κοπρώνυμος τὰ εἰς δόξαν θεοῦ καὶ καταφυγὴν τῶν σωζομένων μοναστήρια τοῖς ὁμόφροσιν αὐτοῦ στρατιώταις ἐδίδου, καὶ τὸ μοναχικὸν τάγμα ἐξαφανίσαι ἐσπούδαζε. τῷ αὐτῷ ἔτει Νικήτας ὁ ψευδώνυμος πα τριάρχης τὰς ἐν τῷ μικρῷ σεκρέτῳ τοῦ πατριαρχείου εἰκόνας διὰ ψηφίδων οὔσας ἔξεσε, καὶ τὰς λοιπὰς εἰκόνας τὰς ἐν ὅλῳ τῷ πα τριαρχείῳ. Τῷ κηʹ ἔτει ἔστεψε τὴν αὐτοῦ γυναῖκα Εὐδοκίαν τρίτην οὖ σαν Αὐγοῦσταν, καὶ τοὺς δύο αὐτοῦ υἱοὺς Χριστοφόρον καὶ Νι κηφόρον ἐποίησε Καίσαρας, τοῦ πατριάρχου ποιήσαντος εὐχήν. 2.17 Τῷ κθʹ ἔτει ἐγένετο καταλλαγὴ εἰς Συρίαν, ἄνθρωπος πρὸς ἄνθρωπον. τούτῳ τῷ ἔτει ἦλθεν Εἰρήνη ἐξ Ἀθηνῶν, καὶ ἐστέ φθη ἐν τῷ ἁγίῳ στεφάνῳ πρὸς γάμον Λέοντι βασιλεῖ τῷ υἱῷ τοῦ Κοπρωνύμου. Τῷ λβʹ ἔτει εἰσῆλθεν ὁ Φαδὰλ εἰς Ῥώμην, καὶ ἔλαβεν αἰχ μαλώτους φʹ. τούτῳ συναντήσαντες οἱ Μοψουεστεῖς τῶν μὲν Ἀράβων χιλίους ἀπέκτειναν, τὴν δὲ αἰχμαλωσίαν ἔλαβον. Τῷ λγʹ ἔτει ἐκίνησε Κωνσταντῖνος στόλον κατὰ Βουλγάρων, καὶ ποιήσας εἰρήνην ὑπέστρεψε. καὶ τῶν Βουλγάρων δώδεκα χιλιάδας πεμπόντων εἰς Βερζητίαν, ἀκούσας ὁ βασιλεὺς καὶ ἐξελ θὼν εἰς τὴν λεγομένην Λιθοσωραίαν ἐπέπεσεν αὐτοῖς, καὶ πάν τας ἀνελὼν ὑπέστρεψεν εἰς τὴν πόλιν. τοῦτον τὸν πόλεμον ὠνό μασεν εὐγενῆ ὡς μηδενὸς σφαγέντος Χριστιανοῦ. ὁ δὲ τῆς Βουλ γαρίας κύριος Ἐλέριχος, γνοὺς ὅτι ἐκ τῶν οἰκείων αὐτοῦ προδίδο ται, γράφει τῷ βασιλεῖ "βουλὴν ἔχω τοῦ φυγεῖν καὶ ἐλθεῖν πρός σε· πέμψον οὖν μοι λόγον ἀπαθείας, καὶ τίνας ἔχεις φίλους ὧδε, ἵνα θαρρήσω αὐτοῖς καὶ συνδράμωσί μοι." ὁ δὲ κοῦφος ὢν καὶ ἀνόητος συνυπήχθη τῇ ἀπάτῃ τοῦ Βουλγάρου, καὶ γράφει αὐτῷ, κἀκεῖνος μαθὼν πάντας ἀπώλεσεν. ὅπερ ὁ Κοπρώνυμος ἀκούσας τὴν γενειάδα αὐτοῦ ἐξέτιλε. Τῷ λεʹ ἔτει ἐκστρατεύει Κωνσταντῖνος κατὰ Βουλγάρων, καὶ θεηλάτῳ ὀργῇ κατὰ τῶν σκελῶν ἀνθρακωθεὶς καὶ πυρετῷ λάβρῳ 2.18 καὶ διακαεῖ συσχεθεὶς κατὰ τὴν Ἀρκαδιούπολιν ὑπέστρεψεν ἐγκλί νιος. καὶ ἐλθὼν ἐν Σηλυβρίᾳ καὶ διαπλωϊσάμενος μέχρι τοῦ Στρογγύλου καστέλλου θνήσκει ψυχῇ καὶ σώματι, βοῶν καὶ λέ γων ὅτι ζῶν πυρὶ ἀσβέστῳ παρεδόθη διὰ τὴν θεοτόκον Μαρίαν· ἀλλ' ἀπὸ τοῦ νῦν τιμάσθω καὶ ἀνυμνείσθω ὡς θεοτόκος ἀληθὴς οὖσα. τελευτῶν δὲ καὶ διατυπούμενος ἔλεξε τάδε "σώζου ὁ ναὸς ὁ μέγας ἡ ἁγία σοφία· σώζου ὁ ναὸς τῆς παναγίας θεοτόκου τῶν Βλαχερνῶν· σώζου ὁ ναὸς τῆς θεοτόκου ἐν τοῖς Χαλκοπρατίοις· σώζου ὁ ναὸς τῶν ἁγίων ἀποστόλων· σώζου πόλις καὶ σύγκλητος· σώζου υἱέ μου βασιλεῦ· σώζου καὶ σὺ Θεόφανες, τὸ μέγα μου μυστήριον." Μετὰ γοῦν τὸ παρελθεῖν τὸ πένθος λέγει πρὸς Θεο φάνην ὁ βασιλεύς "τί ἐστὶ τὸ μέγα μυστήριον τοῦ πατρός μου, ὃ σὺ μόνος γινώσκεις;" ὁ δὲ εἶπε "τάχα ἐν μεταμέλῳ γέγονεν ὁ πατήρ σου, καὶ διὰ τοῦτο πρὸς ἐμὲ ἐφθέγξατο, ἵνα φανερώσω ἅπερ μυστικῶς ἐποιήσαμεν· φʹ γὰρ κεντηνάρια ἐχώσαμεν εἴς τινα τόπον, λόγῳ τῶν ἀδελφῶν σου, τῶν Καισάρων καὶ νωβελισσί μων." καὶ ἀποστείλας Λέων ἔλαβε πάντα, μηδὲν αὐτοῖς κατα λιπών. τὸ δὲ σῶμα αὐτοῦ τεθὲν ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστό λων, ἐν ταῖς ἡμέραις Μιχαὴλ υἱοῦ Θεοφίλου βουλῇ καὶ παραινέσει τοῦ Καίσαρος ἀπαχθὲν ἐν τῇ ἀγορᾷ τοῦ Ἀμαστριανοῦ ἐκαύθη. τὸν δὲ τῆς ἀρχιερωσύνης θρόνον κατεῖχεν Ἀναστάσιος, καὶ μετὰ τοῦτον Κωνσταντῖνος ὁ ἀποκεφαλισθείς, καὶ τρίτος Νικήτας, πάντες αἱρετικοί. 2.19 Λέων ὁ ἐκ τῆς Χαζάρας υἱὸς αὐτοῦ ἐβασίλευσεν ἔτη εʹ. τούτου τῷ αʹ ἔτει προσέφυγε Τελλέριγος ὁ τῶν Λογγηβάρδων ῥὴξ τῷ βασιλεῖ ἐν τῇ πόλει· ὃν προσδεξάμενος ἐξευμενίσατο δώροις. ἔδοξε δὲ πρὸς ὀλίγον ὁ βασιλεὺς εὐσεβεῖν φίλος τε εἶναι τῆς θεο τόκου καὶ τῶν μοναχῶν· ὅθεν καὶ ἐν τοῖς πρώτοις χρόνοις μονα χοὺς προεβάλλετο μητροπολίτας. στέφει δὲ Κωνσταντῖνον τὸν υἱὸν αὐτοῦ τῇ αἰτήσει τοῦ στρατοῦ. Τῷ βʹ ἔτει προσέφυγε
PG 121:901Πελλέριγος ὁ κύριος τῶν Βουλγάρων τῷ βασιλεῖ. καὶ ποιήσας αὐτὸν πατρίκιον ζεύγνυσι τῇ τῆς γυναι κὸς αὐτοῦ Εἰρήνης ἐξαδέλφῃ, καὶ δεξάμενος αὐτὸν ἀπὸ τῆς ἁγίας κολυμβήθρας μεγάλως καὶ ἠγάπησε καὶ ἐδόξασε. Τῷ γʹ ἔτει ὁ στρατὸς τῶν Ῥωμαίων εἰς Γερμανίκειαν ἀπελ θὼν αἰχμαλώτευσε Σύρους Ἰακωβίτας πλῆθος πολύ· οὓς ἐνῴκι σεν ὁ βασιλεὺς εἰς τὴν Θρᾴκην. Τῷ εʹ ἔτει τέθνηκε Νικήτας πατριάρχης Κωνσταντινουπό λεως, ὁ ἀπὸ Σθλάβων εὐνοῦχος, καὶ προχειρίζεται Παῦλος ὁ τίμιος ἀναγνώστης Κύπριος. τῇ δὲ μέσῃ ἑβδομάδι τῶν νηστειῶν εὗρεν ἐν τῷ προσκεφαλαίῳ Εἰρήνης τῆς γυναικὸς αὐτοῦ εἰκόνας δύο, ἃς θεωρήσας καὶ ἀνακρίνας εὗρεν ὅτι ὁ παπίας τοῦ παλα τίου εἰσεκόμισεν αὐτὰς καί τινες ἄλλοι τῶν πριμικηρίων· οὓς βα σάνοις πλείσταις καὶ τιμωρίαις καθυπέβαλε. τὴν δὲ γυναῖκα αὐ τοῦ Εἰρήνην σφοδρῶς ἐπιπλήξας ἐξουδένωσεν εἰπών "οὕτως ὤμο 2.20 σας τῷ πατρί μου τῷ βασιλεῖ ἐπὶ τῶν φρικτῶν καὶ ἀχράντων τῆς πίστεως μυστηρίων;" αὐτὴ δὲ διισχυρίσατο μὴ ἑωρακέναι αὐτάς. αὐτὸς οὖν ἀπώσατο αὐτήν, μὴ ἐγνωκὼς αὐτὴν ἔτι. λιθομανὴς δὲ λίαν ὑπάρχων ἠράσθη τοῦ στέμματος τῆς μεγάλης ἐκκλησίας, ὅπερ ἦν Ἡρακλείου· καὶ λαβὼν ἐφόρεσεν αὐτὸ καὶ προῆλθεν. ὑποστραφέντος δὲ ἀπηνθρακώθη δεινῶς ἡ κεφαλὴ αὐτοῦ, καὶ σφοδροτάτῳ πυρετῷ συνεχόμενος κακὴν κακῶς τὴν ψυχὴν ἀπέρ ρηξε, τῆς ἱεροσυλίας κομισάμενος τὰ ἐπίχειρα. Κόσμου ἔτος #22 σογʹ, τῆς θείας σαρκώσεως ψοθʹ. Κων σταντῖνος σὺν τῇ μητρὶ αὐτοῦ Εἰρήνῃ ὀρθόδοξοι ἐβασίλευσαν ἔτη ιʹ. τούτῳ τῷ ἔτει ἡ εὐσεβεστάτη Εἰρήνη ἅμα τῷ υἱῷ Κωνσταν τίνῳ θεόθεν παραδόξως τὴν βασιλείαν ἐγχειρίζεται. μετὰ δὲ μʹ ἡμέρας τινὲς τῆς συγκλήτου ἠθέλησαν προβαλέσθαι Νικηφόρον τὸν ἀπὸ Καισάρων εἰς βασιλέα· οὓς κρατήσασα ἡ βασιλὶς ἔτυψε καὶ ἐξώρισε. τοὺς δὲ ἀνδραδέλφους αὐτῆς Καίσαρας καὶ νωβε λισσίμους ὄντας ἀποκείρασα ἱερατεῦσαι καὶ μεταδοῦναι τῷ λαῷ πεποίηκε τῇ ἑορτῇ τῆς Χριστοῦ γεννήσεως· ἐν ᾗ καὶ προελθοῦσα σὺν τῷ υἱῷ δεκαετεῖ ὑπάρχοντι προσήνεγκε τῇ ἐκκλησίᾳ τὸ ὑπὸ τοῦ ἀνδρὸς αὐτῆς ἀρθὲν στέμμα, ἐπικαλλωπίσασα διὰ μαργάρων. τῷ αὐτῷ χρόνῳ οἱ Ἄραβες μετὰ Ῥωμαίων συμβαλόντες ἡττῶνται. ἄρχεται δὲ ἡ εὐσέβεια καὶ ὁ λόγος τοῦ θεοῦ πλατύνεσθαι, καὶ πᾶν ἀγαθὸν σωτηριῶδες ἐφανεροῦτο. τότε καὶ τῆς πανευφήμου μάρ τυρος Εὐφημίας τὸ λείψανον, ὅπερ ἀένναον μύρον βλύζον διετέ 2.21 λει, ἀπὸ τῆς Λήμνου ἡ θεοφιλὴς Εἰρήνη ἐκόμισε, καὶ τὸν πλη σίον τοῦ ἱπποδρόμου ναὸν αὐτῆς περικαθάρασα ἐκεῖ αὐτὸ κατέ θετο. ταῦτα δὲ γέγονεν, ὡς ἂν θαυμαστωθῇ ὁ θεός, οὐκ ἐν δυνάμει ἀνδρῶν καὶ συνέσεως περιουσίᾳ, ἀλλ' ἐν ἀσθενείᾳ γυναι κὸς μετὰ παιδὸς ὀρφανοῦ καθαιρούσης τὴν ἄμετρον κατ' αὐτοῦ καὶ τῶν θεραπόντων αὐτοῦ δυσσέβειαν. τούτῳ τῷ ἔτει ἐν τοῖς μακροῖς τείχεσι τῆς Θρᾴκης ἄνθρωπός τις ὀρύσσων εὗρε λάρνακα, καὶ ταύτην ἀποκαθάρας καὶ ἀποσκεπάσας εὗρεν ἄνδρα κείμενον μέγαν καὶ γράμματα ἐγκεκολαμμένα ἐν τῇ λάρνακι περιέχοντα "Χριστὸς μέλλει γεννᾶσθαι ἐκ παρθένου, καὶ πιστεύω εἰς αὐτόν. ἐπὶ δὲ Κωνσταντίνου καὶ Εἰρήνης πάλιν, ὦ ἥλιε, ὄψει με. Τῷ βʹ ἔτει ἀπέστειλεν Εἰρήνη πρὸς Κάρουλον τὸν ῥῆγα Φραγγίας, καὶ ἐνυμφεύσατο τὴν θυγατέρα αὐτοῦ Ἐρυθρὼ λεγομένην Κωνσταντίνῳ τῷ υἱῷ αὐτῆς. καὶ γενομένων συμφώνων καὶ ὅρκων κατελείφθη Ἐλισσαῖος ὁ εὐνοῦχος καὶ νοτάριος εἰς τὸ διδάξαι αὐτὴν τά τε τῶν Γραικῶν γράμματα καὶ τὴν γλῶσσαν, καὶ παιδεῦσαι αὐτὴν τὰ ἤθη τῆς Ῥωμαίων βασιλείας. Τῷ γʹ ἔτει εἰρηνεύσασα Εἰρήνη μετὰ τῶν Ἀράβων ἀποστέλ λει Σταυράκιον πατρίκιον καὶ λογοθέτην κατὰ τῶν Σθλαβίνων· ὃς καὶ κατελθὼν ὑπέταξε πάντας καὶ ὑποφόρους ἐποίησε τῆς βασι λίδος. ἐλθὼν δὲ ἐν Πελοποννήσῳ καὶ πολλὴν αἰχμαλωσίαν καὶ λάφυρα λαβὼν ἤγαγε τῇ βασιλίδι. 2.22 Τῷ δʹ ἔτει Παῦλος ὁ ὅσιος καὶ ἁγιώτατος πατριάρχης ἀσθε νήσας κατέλιπε τὸν θρόνον καὶ ἐν τῇ μονῇ τῶν Φλώρου ἀπεκάρη. ἔρχεται οὖν πρὸς αὐτὸν βασίλισσα λυπουμένη, καὶ φησί "τί τοῦτο
PG 121:903ἐποίησας;" ὁ δὲ μετὰ θρήνων ἔφη "εἴθε μηδὲ ἐκάθισα ἐν τῷ τῆς ἱερωσύνης θρόνῳ, τῆς ἐκκλησίας τοῦ θεοῦ τυραννουμένης καὶ ἐσχισμένης ἐκ τῶν λοιπῶν καθολικῶν θρόνων καὶ ἀναθεματιζομέ νης. καὶ ἐὰν μὴ σύνοδος γένηται οἰκουμενικὴ καὶ τὰ ἐν μέσῳ σφάλματα διορθωθῇ, οὐκ ἔχετε σωτηρίαν." ἡ δὲ εἶπεν αὐτῷ "καὶ ἵνα τί ὑπέγραψας ἐν τῷ χειροτονεῖσθαί σε τοῦ μὴ προσκυνεῖν εἰκόνας;" ὁ δὲ ἔφη "καὶ διὰ τοῦτο θρηνῶ καὶ πρὸς μετάνοιαν καταφεύγω, δεόμενος τοῦ θεοῦ ἵνα μὴ ὡς ἱερέα με κολάσῃ, σιγή σαντα ἕως τοῦ νῦν καὶ μὴ κηρύξαντα τὴν ἀλήθειαν τῷ φόβῳ τῆς μανίας ὑμῶν." ἐν τούτοις ἐκοιμήθη ἐν εἰρήνῃ. ἔκτοτε οὖν ἤρ ξατο λαλεῖσθαι ὁ περὶ τῶν ἁγίων εἰκόνων λόγος παρρησίᾳ ὑπὸ πάντων. Τῷ εʹ ἔτει συναγαγοῦσα ἡ βασιλὶς Εἰρήνη πᾶσαν τὴν σύγ κλητον καὶ τὸν λαὸν ἐζήτει τίς γενήσεται πατριάρχης, καὶ πάντες ἐξεφώνησαν Ταράσιον τὸν ἀσηκρῆτις. ὁ δὲ παρῃτεῖτο, τὴν τῶν λαῶν καὶ τῶν ἐκκλησιῶν προβαλλόμενος διχοστασίαν, καὶ σύνοδον ἐξαιτῶν γενέσθαι. τῆς δὲ βασιλίσσης καὶ τοῦ λαοῦ τοῦτο κατα νευσάντων, τῇ κεʹ τοῦ Δεκεμβρίου μηνὸς τῆς ηʹ ἰνδικτίωνος χειρο τονεῖται ὁ ὅσιος πατὴρ ἡμῶν Ταράσιος πατριάρχης Κωνσταντινουπόλεως. καὶ ἀποστείλας ἐν Ῥώμῃ τὰ συνοδικὰ καὶ τὸν λίβελ λον τῆς πίστεως αὐτῶν ἀπεδέχθη παρὰ τοῦ πάπα Ἀδριανοῦ. 2.23 Τῷ ʹ ἔτει συνόδου κηρυχθείσης ἐν τῷ ναῷ τῶν ἁγίων ἀπο στόλων συνηθροίσθησαν καὶ οἱ ὑπηρέται τοῦ διαβόλου, καὶ μετὰ ξιφῶν εἰσελθόντων σὺν αὐτῷ ἐταράχθησαν καὶ ὑπέστρεψαν. Τῷ ζʹ ἔτει ἠνοίχθη ἐν Νικαίᾳ ἡ καθολική. τῇ δὲ θʹ τοῦ Σεπτεμβρίου ἡμέρᾳ αʹ, ὥρᾳ εʹ, ἔκλειψις γέγονεν ἡλίου μεγίστη. Τῷ δὲ ηʹ ἔτει, παρελθόντων ἀπὸ τῆς ʹ συνόδου χρόνων ρκβʹ, γέγονεν ἐν Νικαίᾳ οἰκουμενικὴ ζʹ σύνοδος, καὶ ἀπέλαβεν ἡ καθολικὴ ἐκκλησία διὰ Ταρασίου τοῦ ἁγιωτάτου πατριάρχου τὸν ἀρχαῖον κόσμον αὐτῆς, συνελθόντων πατέρων ἐν Νικαίᾳ τὸ δεύ τερον τνʹ, οἳ τὰς εἰκόνας σὺν τῷ σταυρῷ διορίσαντες προσκυνεῖ σθαι, οὐδὲν καινὸν δογματίσαντες ἀλλὰ τὰ τῶν ἁγίων καὶ μακα ρίων πατέρων δόγματα ἀσάλευτα φυλάττεσθαι, καὶ τὴν νέαν αἵ ρεσιν ἀποκηρύξαντες, τοὺς τρεῖς ψευδωνύμους πατριάρχας ἀνε θεμάτισαν, Ἀναστάσιον φημὶ καὶ Κωνσταντῖνον καὶ τὸν Νικήταν εὐνοῦχον. ὑπέγραψε δὲ καὶ ὁ βασιλεὺς καὶ ἡ μήτηρ αὐτοῦ ἐν τῷ τόμῳ, καὶ εἰρήνευσεν ἡ τοῦ θεοῦ ἐκκλησία, εἰ καὶ ὁ ἐχθρὸς τὰ ἑαυτοῦ ζιζάνια ἐν τοῖς ἰδίοις ἐργάταις σπείρειν οὐ παύεται. ἀλλ' ἡ τοῦ θεοῦ ἐκκλησία τῇ αὐτοῦ χάριτι πάντως πολεμουμένη νικᾷ. Τῷ θʹ ἔτει λύσασα ἡ βασιλὶς Εἰρήνη τὴν πρὸς τοὺς Φράγ γους συναλλαγὴν ἤγαγε κόρην ἐκ τῶν Ἀρμενιακῶν ἀπὸ Ἀμνείας, ὀνόματι Μαρῖναν, καὶ ἔζευξεν αὐτὴν Κωνσταντίνῳ τῷ υἱῷ αὐτῆς μὴ θέλοντι, καὶ ἐποίησε τοὺς γάμους. Τῷ ιʹ ἔτει γέγονε σεισμὸς φοβερώτατος. φθόνῳ δέ τινες φερόμενοι τῶν προσφιλῶν Εἰρήνης, καὶ βουλόμενοι οὗτοι τὰ πρά 2.24 γματα διοικεῖν, συνέβαλον τὴν μητέρα κατὰ τοῦ υἱοῦ, πείσαντες αὐτὴν ὡς οὐκ ἔστιν ὡρισμένον παρὰ θεῷ κρατῆσαι τὸν υἱόν σου· σὴ γάρ ἐστιν ἡ βασιλεία. αὕτη δὲ ὡς ἅτε γυνὴ ἐξαπατηθεῖσα, στέργουσα δὲ καὶ τὸ φίλαρχον, ἐβεβαιώθη τῷ νοῒ οὕτως εἶναι. ὁ γοῦν βασιλεὺς εἰκοσαετὴς ὢν καὶ ῥωμαλεώτατος πάνυ καὶ ἱκανὸς ἐν τοῖς πολέμοις ἐλυπεῖτο μηδενὸς ἐξουσιάζων, καὶ ἐμελέτα κατὰ τῆς μητρὸς αὐτοῦ. ἡ δὲ τοῦτο μαθοῦσα παρὰ τοῦ Σταυρακίου, τοὺς μὲν οἰκείους ἀνθρώπους αὐτοῦ πάντας τύψασα ἐξώρισε, τὸν δὲ μάγιστρον καὶ Θεόδωρον πατρίκιον τὸν Καμουλιανὸν καὶ ἑτέ ρους τῶν ἐν τέλει ἐξώρισεν ἐν Καϊστορίᾳ. τὸν δὲ υἱὸν αὐτῆς πολλὰ λοιδορήσασα ἀπρόϊτον ἐποίησεν ἐφ' ἡμέρας ἱκανάς. πάντα δὲ τὸν στρατὸν καὶ πάντας τοὺς ἐν τέλει ὀμόσαι πεποίηκεν ὅτι ἕως οὗ ζῇς, οὐ καταδεξόμεθα τὸν υἱόν σου κρατῆσαι. Ἀρμενιακοὶ δὲ μόνοι τοῦτο οὐ κατεδέξαντο, ἀλλὰ Κωνσταντῖνον καὶ Εἰρήνην ὡς ἐξ ἀρχῆς εὐφήμουν, τοῦ διαβόλου τὴν τοιαύτην ἐπιορκίαν καὶ ἄρνησιν ὑποβάλλοντος τοῖς ἀνθρώποις. συναχθέντες δὲ οἱ θεμα τικοὶ ἐν τῷ Ἀτρώᾳ πάντες κοινῇ γνώμῃ ἐζήτησαν Κωνσταντῖνον βασιλέα. φοβηθεῖσα δὲ ἡ Εἰρήνη τὸ ὅρμημα
PG 121:907τοῦ λαοῦ ἀπέλυσεν αὐτόν. καὶ αὐτοὶ μὲν τὴν μητέρα τούτου ἀπεκήρυξαν, τὸν δὲ Κωνσταντῖνον αὐτοκράτορα εὐφήμησαν. εἰσελθὼν δὲ ὁ βασιλεὺς ἐν τῇ πόλει πάντας τοὺς οἰκειακοὺς τοῦ πατρὸς αὐτοῦ, ἀλλὰ καὶ τὸν Σταυράκιον δείρας καὶ κουρεύσας ἐξώρισε, τὴν δὲ μητέρα αὐτοῦ μετὰ τῆς ἀπαθείας αὐτῆς ἐκάθισεν ἐν τῷ παλατίῳ τοῦ 2.25 Ἐλευθερίου, ὃ αὐτὴ ᾠκοδόμησεν, ἐν ᾧ τὰ πλεῖστα χρήματα κατέ κρυψεν. ἐγένετο δὲ ἐμπρησμός, καὶ ἐκαύθη ὅ τε τρίκλινος τοῦ πατριαρχείου, ὁ λεγόμενος Θωμαΐτης, καὶ αἱ ὑποκάτω αὐτοῦ κα μάραι, ἔνθα ἀπέκειτο τὰ σχέδη πάσης γραφῆς, ἃ ἡρμήνευσεν ὁ ἅγιος Ἰωάννης ὁ Χρυσόστομος. καὶ διῆλθεν ἡ φλὸξ ἕως τοῦ μι λίου καὶ τοῦ κοιαιστωρείου πανταχόσε ἐπινεμομένη, ἕως οὗ πάντα κατέκαυσεν. ὁ δὲ βασιλεὺς ἐξῆλθε κατὰ Βουλγάρων, καὶ τού τους νικήσας ὑπέστρεψεν. ὡσαύτως καὶ ἐν Ταρσῷ μετὰ στρατοῦ πολλοῦ ἀπῆλθε κατὰ Ἀράβων, καὶ αἰχμαλωτίσας πολλοὺς ὑπέ στρεψε. παρακληθεὶς δὲ ὁ βασιλεὺς ὑπὸ τῆς ἰδίας μητρὸς καὶ πολλῶν τῶν ἐν τέλει αὖθις ἀναγορεύει αὐτήν, καὶ εὐφημεῖσθαι ὡς ἐξ ἀρχῆς διεκελεύσατο. πάντων δὲ πειθαρχούντων μόνοι οἱ Ἀρμενιακοὶ στασιάζουσι, καὶ ἐπιζητοῦσιν Ἀλέξιον τὸν Μωσηλέ. τοῦτον οὖν καὶ διὰ ταύτην τὴν ζήτησιν, καὶ διὰ τὸ λέγειν τινὰς ὡς μέλλει βασιλεύειν, δείρας καὶ κουρεύσας ἐφυλάκισε. Τῷ βʹ ἔτει ἐπιστρατεύει κατὰ Βουλγάρων, καὶ συναντήσας Καρδάμῃ τῷ κυρίῳ Βουλγάρων, πλῆθος λαοῦ καὶ ἀρχόντων ἀπο βαλὼν καὶ τὴν κόρτην καὶ πᾶσαν τὴν ὑπουργίαν καὶ τοὺς ἵππους, μόλις αὐτὸς διαφυγὼν εἰσῆλθεν ἐν τῇ πόλει. τῷ δ' αὐτῷ μηνὶ ἐκ συκοφαντίας τινῶν ἐξελθὼν ὁ βασιλεὺς ἐν τῷ ἁγίῳ Μάμαντι ἐκτυφλοῖ Νικηφόρον καὶ Χριστοφόρον τοὺς θείους αὐτοῦ, υἱοὺς Κωνσταντίνου τοῦ πάππου αὐτοῦ. Χριστοφόρον δὲ ἄλλον καὶ Νικήταν Ἄνθιμον καὶ Εὐδόκιμον ἐγλωσσοκόπησε, καὶ Ἀλέξιον τὸν 2.26 Μωσηλὲ ἐτύφλωσεν. ἀλλ' οὐκ εἰς μακρὰν ἡ τοῦ θεοῦ δίκη ἀνεκδική τους αὐτοὺς εἴασε· μετὰ γὰρ εʹ ἔτη τῷ αὐτῷ μηνὶ καὶ τῇ αὐτῇ ἡμέρᾳ τυφλοῦται ὁ αὐτὸς Κωνσταντῖνος. ὑποτάξας δὲ καὶ τοὺς Ἀρμε νιακοὺς πολέμῳ, τοὺς ἄρχοντας αὐτῶν ἐποινάλισεν, ἐπιγράψας εἰς τὸ πρόσωπον αὐτῶν μέλανι κεντητῷ "Ἀρμενιακὸς ἐπίβουλος·" οὓς καὶ ἐξώρισεν ἔν τε Σικελίᾳ καὶ ταῖς λοιπαῖς νήσοις. μισήσας δὲ ὁ βασιλεὺς τὴν ἑαυτοῦ γυναῖκα Μαρῖναν ὑποβολῇ τῆς ἑαυτοῦ μητρός, ἐφιεμένης τῆς ἀρχῆς, πρὸς τὸ μισηθῆναι αὐτὸν (ἔσχε γὰρ ὁ βασιλεὺς πονηρὰς ὑπολήψεις κατὰ τῆς Μαρίνης) πείθει αὐτὴν γενέσθαι μοναχήν. ἔστεψε δὲ Θεοδότην κουβικουλαρίαν τῆς μητρὸς αὐτοῦ, ᾗ καὶ ἐμνηστεύθη παρανόμως. ἐπὶ τούτοις τοῦ πατριάρχου Ταρασίου ἀντιπίπτοντος δηλοῖ αὐτῷ Κωνσταν τῖνος "εἰ μὴ τοῦτο γένηται, τοὺς ναοὺς τῶν εἰδώλων ἀνοίγω." ὅθεν ὁ πατριάρχης φοβηθεὶς εἴασεν αὐτόν, εἰπὼν πρὸς πολλοὺς ὅτι οὐ καταλύσει τὸν βίον εἰρηνικῶς. καὶ ἐποίησε τὸν γάμον αὐ τοῦ ὁ βασιλεὺς ἐν τῷ παλατίῳ τοῦ ἁγίου Μάμαντος ἡμέρας δʹ. ἀπέσχισαν δὲ τοῦ πατριάρχου τῆς κοινωνίας ὁ τοῦ Στουδίου ἡγού μενος καὶ λοιποὶ διὰ τὸν παράνομον γάμον τοῦ βασιλέως. εἰς οὓς καὶ πολλὰς θλίψεις εἰργάζετο ὁ βασιλεύς· ἡ δὲ μήτηρ αὐτοῦ ὑπερησπίζετο αὐτῶν. Τῷ ʹ ἔτει Καρδάμης ὁ κύριος Βουλγάρων ἔγραψε τῷ βασι λεῖ "ἢ τέλεσόν μοι πάκτα, ἢ ἔρχομαι ἕως τῆς χρυσῆς πόρτης." ὁ δὲ βασιλεὺς ἀπέστειλεν αὐτῷ εἰπὼν ὅτι οἷα δὴ πρέπει σοι πάκτα 2.27 ἀπέστειλα. γέρων δὲ εἶ, καὶ οὐ θέλω κοπωθῆναί σε ἕως τῶν ὧδε, ἀλλ' ἐγὼ ἔρχομαι πρὸς σέ, καὶ εἴ τι κρίνει ὁ θεός. συνα θροίσας δὲ ὁ βασιλεὺς λαὸν ἐξῆλθε κατ' αὐτοῦ καὶ ἐδίωξεν αὐτὸν ἕως εἰς τὰ ἴδια. Τῷ ζʹ ἔτει ἐξῆλθεν ὁ βασιλεὺς σὺν τῇ μητρὶ αὐτοῦ ἐν τῇ Προύσῃ θερμῆσαι, καὶ μεθ' ἡμέρας ὀλίγας ἐτέχθη τῷ βασιλεῖ υἱός, ὃν ἐπωνόμασε Λέοντα. ὅπερ μαθὼν ὁ βασιλεὺς καταλιμ πάνει τὴν μητέρα αὐτοῦ σὺν τῇ βασιλικῇ πάσῃ τάξει καὶ τοῖς ἄρχουσι, καὶ ὑποστρέφει δρομαῖος ἐπὶ τὴν πόλιν. εὑροῦσα δὲ ἄδειαν ἡ τούτου μήτηρ πάντας ὑποσύρει τοὺς τῶν ταγμάτων ἄρ χοντας πρὸς τὸ καθελεῖν τὸν υἱὸν αὐτῆς καὶ μονοκρατορῆσαι. καὶ δὴ παραγενόμενον ἐν τῷ παλατίῳ, τῆς μητρὸς αὐτοῦ μὴ παρού σης, ἀπέκλεισαν αὐτὸν
PG 121:909οἱ μεγιστᾶνες ἐκ συμβουλῆς τῆς μητρὸς αὐτοῦ, ἐν τῇ πορφύρᾳ ἐν ᾗ ἐγεννήθη, καὶ ἐκτυφλοῦσιν αὐτὸν δεινῶς καὶ ἀνιάτως πρὸς τὸ τεθνάναι τῇ γνώμῃ τῆς μητρὸς αὐτοῦ. ἐσκοτίσθη δὲ ὁ ἥλιος τότε ἐπὶ ἡμέρας ιζʹ καὶ οὐκ ἔδωκε τὰς ἀκτῖ νας αὐτοῦ, ὡς πάντας λέγειν ὅτι διὰ τὴν τοῦ βασιλέως τύφλωσιν τοῦτο ἐγένετο· τοιοῦτον γὰρ σκότος ἐγένετο ὥστε καὶ τὰ πλοῖα πλανᾶσθαι. ἀλλ' ὅρα καὶ τὰ τοῦ θεοῦ ἀνεξερεύνητα κρίματα· μετὰ γὰρ εʹ ἔτη τῷ αὐτῷ μηνὶ καὶ τῇ αὐτῇ ἡμέρᾳ ἐν ᾗ ἀπετύφλωσε τοὺς θείους αὐτοῦ, τυφλοῦται καὶ αὐτός. ἐκράτησε δὲ Εἰρήνη ἡ μήτηρ αὐτοῦ μόνη ἔτη εʹ. ἐστασίασαν δὲ οἱ ἀνδράδελ φοι αὐτῆς, οὓς καὶ ἐξώρισεν ἐν Ἀθήναις· οἳ κἀκεῖσε βουλευσά μενοι περὶ βασιλείας παρὰ τῶν ἐντοπίων ἀνῃρέθησαν, καὶ ἠφανί 2.28 σθη τὸ τοῦ μιαροῦ Κοπρωνύμου ἅπαν γένος. τῇ δὲ δευτέρᾳ τοῦ ἁγίου πάσχα ἀπελθοῦσα ἡ βασίλισσα ἐπὶ τῇ κατὰ τύπον γενομένῃ προελεύσει εἰς τοὺς ἁγίους ἀποστόλους, δείλης προῆλθεν ἐν ὀχή ματι χρυσῷ, ἐποχουμένη τέσσαρσιν ἵπποις, κρατουμένη ὑπὸ πα τρικίων, ῥίψασα ὑπατείαν ἐν τῇ μέσῃ πολλήν. Τῷ γʹ ἔτει Σταυράκιος τυραννίδα ἐμελέτησεν, ὅπερ μα θοῦσα ἡ βασιλὶς ἐθέσπισε μὴ προσπελάζειν τινὰ Σταυρακίῳ· ὁ δὲ τῇ λύπῃ καταπονηθείς, αἷμα ἐκ τοῦ πνεύμονος ἀναγαγών, τέθνηκε. Τῷ δʹ ἔτει ἡ εὐσεβὴς Εἰρήνη τοῖς Βυζαντίοις τοὺς πολιτι κοὺς ἐχαρίσατο φόρους, τῆς δὲ Ἀβύδου καὶ τοῦ Ἱεροῦ τὰ κομμέρκια ἐκούφισε. Τῷ εʹ ἔτει στάσιν κατὰ τῆς βασιλείας οἱ ἀνατολικοὶ ἐμελέ τησαν. ἔφθασαν δὲ ἀπὸ Καρούλου τοῦ στεφθέντος βασιλέως Ῥώμης παρὰ Λέοντος τοῦ πάπα ἀποκρισιάριοι πρὸς τὴν εὐσεβε στάτην Εἰρήνην, αἰτούμενοι ζευχθῆναι αὐτὴν τῷ Καρούλῳ πρὸς γάμον καὶ ἑνῶσαι τὰ ἑῷα καὶ τὰ ἑσπέρια· ἥτις ὑπήκουσεν ἄν, εἰ μὴ Ἀέτιος ἐκώλυσε, τὸ κράτος εἰς τὸν ἴδιον ἀδελφὸν σφετεριζό μενος. ἡ βασιλὶς δὲ τὰ μὲν ἄλλα φρονίμως καὶ συνετῶς διῴκησε πράγματα καὶ ὡς ἄν τις εὔξαιτο, μόνην δὲ ταύτην ἔσχεν αἰτίαν, τὴν ἔκπτωσιν καὶ τύφλωσιν τοῦ δυστυχεστάτου υἱοῦ αὐτῆς, καίτοι ζῆλον θεῖον ἔχουσα καὶ πίστιν ὀρθόδοξον. τήν τε γὰρ ἁγίαν ἑβδό μην σύνοδον καὶ τὴν τῶν ἱερῶν εἰκόνων προσκύνησιν αὕτη παρε 2.29 σκεύασε, καὶ πολλὰ αὐτῆς καὶ μυρία τὰ κατορθώματα. αὕτη καὶ τὴν ἐν Θεσσαλονίκῃ Βέρροιαν ἔκτισεν, Εἰρηνόπολιν μετονομάσασα. ἔκτισε δὲ καὶ τὴν Ἀγχίαλον. ἀλλ' ὁ πολὺς τῶν εὐνού χων ἐσμὸς καὶ οἱ τούτων ἐξέχοντες, ὅ τε Σταυράκιος καὶ ὁ Λέων ὁ Κλόκας πρὸς ἀλλήλους διαφερόμενοι, τῆς βασιλείας ταύτην ἀπεγύμνωσαν, καὶ Νικηφόρον ἀντ' αὐτῆς ἐπὶ τῶν θρόνων βασι λέα καθίδρυσαν. οὕτως αἱ τῶν κακίστων εὐνούχων βουλαὶ τοὺς οἰκείους δεσπότας καὶ εὐεργέτας διαλυμαίνονται, ὥστε Χρυσαόριον τὸν πάλαι θαυμασιώτατον εἰπεῖν πρός τινα τῶν μεγάλων ὅτι εἰ μὲν ἔχεις εὐνοῦχον, φόνευσον, εἰ δ' οὐκ ἔχεις, ἀγόρασον καὶ φό νευσον. ἐκβάλλει τοίνυν Εἰρήνην ὁ Νικηφόρος σπουδῇ Λέοντος τοῦ Κλόκα καὶ Νικήτα πατρικίου καὶ Σισινίου τῶν αὐταδέλφων καὶ τῶν ἐπιόρκων καὶ δολερῶν Τριφυλλίων καὶ Λέοντος πατρι κίου τοῦ τεσσαρακονταπήχους καὶ Γρηγορίου πατρικίου τοῦ Μου σιλάκη καὶ ἑτέρων τινῶν τῶν ἐν τέλει· οἵτινες ἐλθόντες ἐν τῇ χαλκῇ ὥρᾳ τετάρτῃ τῆς νυκτός, καὶ τοὺς φύλακας ἐξαπατήσαντες, ἔπεισαν ὅτι παρὰ τῆς Αὐγούστης ἀπεστάλησαν ἀναγορεῦσαι βασι λέα τὸν Νικηφόρον. οἱ δὲ πιστεύσαντες τῷ τηλικούτῳ ψεύσματι συνανηγόρευσαν καὶ αὐτοὶ βασιλέα τὸν τύραννον. πολλοὶ γοῦν ἐθαύμαζον πῶς ὁ θεὸς συνεχώρησε τὴν ὑπὲρ τῆς ὀρθῆς πίστεως μαρτυρικῶς ἐναθλήσασαν ὑπὸ ἀσεβοῦς οὕτω τυραννικῶς ἐκβλη θῆναι. ἄλλοι τὴν εἰς τὸν υἱὸν αὐτῆς ἁμαρτίαν προεβάλλοντο, καὶ ἄλλοι ἄλλως ἐδυσφήμουν καὶ κατεγόγγυζον. φύλακας τοίνυν ἐν τῷ παλατίῳ τῶν Ἐλευθερίου περιστήσας (ἐκεῖσε γὰρ ἔτυχε τυγ 2.30 χάνουσα ἡ βασιλὶς) ὄρθρου ἀγαγὼν αὐτὴν ἐν τῷ παλατίῳ ἀπέ κλεισε, καὶ οὕτως προῆλθεν ἐν τῇ ἐκκλησίᾳ ἐπὶ τὸ στεφθῆναι, Ταρασίου ἔτι τὸν θρόνον κατέχοντος. οἱ δὲ ὄχλοι κατηρῶντο καὶ τὸν στέφοντα καὶ τὸν στεφόμενον τύραννον, καὶ ἀπεκάλουν ἀλι
PG 121:913τήριον. Νικηφόρος πατρίκιος καὶ γενικὸς λογοθέτης ἐβασίλευσεν ἔτη ηʹ ἡμέρας θʹ. τῇ ἐπαύριον δὲ παραλαβών τινας τῶν πατρικίων ἀνῆλθε πρὸς τὴν βασίλισσαν φρουρουμένην, καὶ χρηστότητα ὑπο κριθεὶς παρηγόρει αὐτὴν λέγων "πᾶσάν σου ἀνάπαυσιν ποιήσω, εἰ τοὺς θησαυρούς σου καταμηνύσεις μοι." ἡ δὲ συνετῷ τῷ φρο νήματι πρὸς τὸν χθὲς μὲν δοῦλον ἐπίορκον σήμερον δὲ τύραννον ἔφη "ἐγὼ μέν, ὦ ἄνθρωπε, θεὸν ἡγοῦμαι τὸν ὑψώσαντά με εἰς ταύτην τὴν βασιλείαν, ταῖς δ' ἐμαῖς ἁμαρτίαις τὴν καθαίρεσιν ἐμαυτῆς προσάπτω· ἐν πᾶσι δὲ τούτοις εἴη τὸ ὄνομα κυρίου εὐλο γημένον. οὐ μὴν δὲ ἀγνοεῖς τὰς κατὰ σοῦ μηνυθείσας ἐπιβουλάς, αἷς εἰ συνυπήχθην, ἀκωλύτως εἶχον τοῦ ἀνελεῖν σε. ἀλλὰ τὸ μὲν τοῖς σοῖς ὅρκοις πειθομένη τὸ δὲ φειδομένη σου πάντα παρελογι σάμην, τῷ θεῷ ἀποδιδοῦσά σε, δι' οὗ βασιλεῖς βασιλεύουσι καὶ δυνάσται κατεξουσιάζουσι. καὶ τὰ νῦν ὡς εὐσεβῆ σε καὶ ἐκ θεοῦ προβληθέντα βασιλέα προσκυνῶ, καὶ αἰτοῦμαι φείσασθαί μου τῆς ἀσθενείας καὶ συγχωρῆσαί με εἰς τὸν ὑπ' ἐμοῦ κτισθέντα τὸν Ἐλευθερίου οἶκον, εἰς ψυχαγωγίαν τῆς ἀσυγκρίτου μου συμφο ρᾶς." ὁ δὲ ἔφη "καὶ εἰ τοῦτο θέλεις σοι γενέσθαι, ὄμοσόν μοι 2.31 μὴ ἀποκρύψαι τι τῶν θησαυρῶν, καὶ πᾶσάν σου θεραπείαν ποιῶ." 2.31 ἡ δὲ ὤμοσεν αὐτῷ, ὑποδείξασα καὶ πλοῦτον πολύν. ὁ δὲ τοῦ ποθουμένου τυχὼν παρευθὺ ἐξώρισεν αὐτὴν ἐν τῇ Πριγκήπῳ, εἰς ὃ αὐτὴ ᾠκοδόμησε μοναστήριον. ἰδὼν δὲ πάντας τοὺς ἐν τέλει λυπουμένους ἐπ' αὐτῇ διὰ τὴν ἀπληστίαν αὐτοῦ, φοβηθεὶς μή ποτε οἱ λαοὶ μεμνημένοι τῶν εὐεργεσιῶν αὐτῆς μέλλωσι πάλιν αὐ τὴν ἀναγορεύειν, χειμῶνος ἐπικειμένου βαρυτάτου οὐκ ᾤκτειρεν αὐτήν, ἀλλ' ἐξώρισεν εἰς Μιτυλήνην, φρουρεῖσθαι αὐτὴν προσ τάξας. τῇ δὲ θʹ τοῦ Αὐγούστου μηνὸς ἐκ λύπης καὶ ἀθυμίας ἐτελεύτησεν ἐν τῇ αὐτῇ Λέσβῳ. μετεκόμισε δὲ τὸ σῶμα αὐτῆς ὁ βασιλεὺς ἐν τῇ μονῇ τῆς Πριγκήπου, ἣν αὐτὴ ᾠκοδόμησε· σφό δρα γὰρ εὐσεβὴς καὶ φιλάρετος οὖσα πολλὰ ξενοδοχεῖα καὶ γηρω κομεῖα καὶ μοναστήρια κατεσκεύασε, καὶ φόρων κουφισμοὺς καὶ ἄλλα πλεῖστα κατωρθώσατο. Κωνσταντῖνον δὲ τὸν υἱὸν αὐτῆς, φιλαργυρίᾳ μᾶλλον ἀγόμενος ἢ οἴκτῳ, προσελάβετο συνέστιον αὐτῷ, οἰόμενος πλοῦτον ἐγκεκρυμμένον φανερῶσαι αὐτῷ. ὁ δὲ φιλοφρονούμενος ὑπ' αὐτοῦ κουφότητι γνώμης ὑπέδειξεν αὐτῷ τὸν ἐν τῷ ἡμικυκλίῳ, ὃ νῦν λέγεται σίγμα, θησαυρὸν ἀνακτισθέντα δι' ὀρθομαρμαρώσεως. καὶ τοῦτον ἀφελόμενος καὶ αὐτὸν ὁμοίως τῇ μητρὶ αὐτοῦ παρεῖδε. Νικήταν τε τὸν Τριφύλλιον ἀξίως τῆς ἑαυτοῦ γνώμης ἀμειβόμενος, ὡς συναγωνισθέντα αὐτῷ εἰς τὸ κατασχεῖν τὴν βασιλείαν, φαρμάκῳ ἀνεῖλεν, εὖ γε τῆς ἀξίας ἀντα ποδιδούς. 2.32 Βαρδάνιος δὲ τῆς ἀνατολῆς στρατηγὸς ὢν ἐν ἑαυτῷ ἐφρόντιζε τῆς βασιλείας ἐπιλαβέσθαι. τὴν διατριβὴν δὲ ἐν τῷ Φιλομι λίῳ ποιούμενος μοναχῷ τινὶ τῶν προγνώσεως ἠξιωμένων τὰ τῆς βουλῆς ἀνακοινοῦται, συνίστορα ἔχων Λέοντα τὸν Ἀρμένιον. ἀκούσας δὲ οὗτος ὁ Βαρδάνιος παρὰ τοῦ μοναχοῦ τὴν τῆς αὐτοῦ περιουσίας ἀφαίρεσιν καὶ τῶν ὀφθαλμῶν τὴν πήρωσιν, εἰ τοῦτο κατατολμήσειεν ὑποστήσεσθαι, μετὰ λύπης ὑπέστρεψεν. ὡς δὲ τοὺς ἵππους αὐτῷ προσεκόμισαν οἱ τούτῳ ἐξυπηρετούμενοι, τού τοις ὁ μοναχὸς ἐνατενίσας ὑπονοστεῖν προσφωνεῖ τὸν Βαρδάνιον. ὁ δὲ προσδοκήσας τι τῶν αὐτῷ καταθυμίων μέλλειν εἰπεῖν τὸν μοναχόν, ἤκουσε παρ' αὐτοῦ τοῦ "μηδέν σοι πεφροντισμένον ἔστω περὶ τῆς βασιλείας. κἄντε γὰρ ἑκοντὶ κἄντε μή, μὴ τοῦτο κατα τολμήσεις. εἰ τοῦτο δὲ πειραθῇς, τῶν σῶν ὀμμάτων, ὡς ἔφην, καὶ τῆς ὑπάρξεως ὑποστήσῃ τὴν ἀλλοτρίωσιν. οἱ δὲ τοὺς ἵππους σου κομίσαντες, τούτων ὁ πρῶτος καὶ ὁ δεύτερος διαδηματοφορήσουσι, καὶ ὁ τρίτος ἀναγορευθεὶς ταχέως ἀπολεῖται, μὴ τυχὼν ὧν ἐφίε ται." ὁ τοίνυν Βαρδάνιος τὰ τοῦ λογισμοῦ αὐτῷ τε τῷ Λέοντι καὶ Μιχαὴλ καὶ Θωμᾷ παρεδήλου, φάσκων τοιάδε "σὺ μὲν ὦ Λέον βασιλεύσας, καὶ ὁ Θωμᾶς ἀναρρηθείς, παρὰ Μιχαὴλ φο νευθήσεσθε (οὕτω γὰρ ὁ μοναχὸς ἐξεῖπέ μοι), μόνου τοῦ Μιχαὴλ διαφυλαχθησομένου ἐν τῇ
PG 121:915βασιλείᾳ." οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ τῶν θεμάτων πολλὰ καταναγκαζομένων διὰ τὰς ἐπιτεθείσας αὐτοῖς ἀπαιτήσεις παρὰ Νικηφόρου ἀποσκιρτήσαντες ἀνηγόρευσαν βασι λέα Βαρδάνιον, ᾧ ἐπίκλην Τοῦρκος. ὅς γε δυσφορῶν ἐπὶ τούτῳ 2.33 παρῃτεῖτο, μὴ δυνηθεὶς δὲ διαδρᾶναι βιαζόμενος ὑπ' αὐτῶν κατ ῆλθεν ἐν Χρυσουπόλει εὐφημούμενος. τούτων δὲ γενομένων Λέων καὶ Μιχαὴλ τῷ βασιλεῖ προσερρύησαν, ὧν ὁ μὲν τῆς τῶν φοιδε ράτων ὁ δὲ τῆς τοῦ κόμητος κόρτης τὴν ἀρχὴν ἐγχειρίζονται, Θωμᾶς δὲ μέχρι κινδύνων τῷ ἰδίῳ δεσπότῃ ἀφοσιοῖ τὰ τῆς πί στεως. εἶτα τὸν τοῦ θεοῦ φόβον ἐν καρδίᾳ κεκτημένος ὁ Βαρδά νιος, καὶ δεδιὼς μή πως δι' αὐτὸν ἐμφύλιος γένηται πόλεμος, λάθρᾳ πρὸς τὸν βασιλέα ἐκπέμπει λόγους ἀπαθείας ζητῶν. καὶ λαβὼν ναυσιπόρος διέδρα νυκτός, καὶ ἀπελθὼν ἐν τῷ Καταβολίῳ εἰς τὴν τοῦ Ἡρακλείου μονὴν γέγονε μοναχός. ὁ δὲ μετ' αὐτοῦ λαὸς οἴκαδε ᾤχετο. σχηματισάμενος δ' ὁ βασιλεὺς ἀγαγεῖν τὸν Βαρδάνιον ἐν τῇ πόλει δρόμωνα ἐξαπέστειλε. τοῦ δὲ παραγενο μένου ἐν τῇ Πρώτῃ νήσῳ πρὸς τὴν μονὴν ἣν αὐτὸς κατεσκεύασε, προάστειον οὖσαν αὐτοῦ, ἐκτυφλοῦται ὑπὸ Λυκαόνων τινῶν γνώμῃ τοῦ βασιλέως. διὸ ἐπὶ τῇ τοιαύτῃ ὑποκρίσει δῆθεν λυπηθείς, πάντας μεθ' ὅρκων ἐπληροφόρησεν ἀναίτιον αὐτὸν εἶναι τοῦ τοιού του δράματος ὁ μηδέποτε εὐορκήσας. Τῷ βʹ ἔτει ἔστεψε τὸν υἱὸν αὐτοῦ Σταυράκιον, ἀποίητον ὄντα τῇ τε ἰδέᾳ καὶ γνώμῃ καὶ ῥώμῃ. τούτῳ τῷ ἔτει ἐξῆλθε κατὰ Ἀράβων, καὶ μετ' αἰσχύνης ἡττηθεὶς ὑπέστρεψε, παρὰ μικρὸν συσχεθεὶς καὶ αὐτός, εἰ μή τινες τῶν ἀρχόντων ἀνδρειότατοι τοῦ τον μόλις περιεσώσαντο. 2.34 Τῷ γʹ ἔτει εὑρὼν μικρὰν ἄδειαν ἔκτισεν Ἄγκυραν Γαλατίας καὶ τὴν Θήβαν καὶ τὴν Ἀνδρασόν. Τῷ δʹ ἔτει Ταράσιος ὁ ἁγιώτατος πατριάρχης Κωνσταντι νουπόλεως ἀπεβίω ἐνδόξως, καὶ ἐτάφη ἐν τῷ ὑπ' αὐτοῦ κτισθέντι μοναστηρίῳ ἐν τῷ στενῷ. τῇ δʹ τῆς πρώτης ἑβδομάδος τῶν νη στειῶν καὶ τῇ μεγάλῃ κυριακῇ ἐχειροτονήθη Νικηφόρος ὁ ἁγιώτα τος πατριάρχης ἀπὸ ἀσηκρῆτις, ψήφῳ παντὸς λαοῦ καὶ τοῦ βα σιλέως καὶ τῶν ἱερέων. Πλάτων δὲ καὶ Θεόδωρος ἡγούμενος τῶν Στουδίου οὐ συνηυδόκησαν τῇ χειροτονίᾳ Νικηφόρου, ἀλλὰ καὶ σχίσμα ἐποίησαν, αἰτίαν δῆθεν εὔλογον ἔχοντες τὸ μὴ δεῖν ἀπὸ λαϊκῶν ἀθρόως εἰς ἐπίσκοπον ἀνατρέχειν· οὓς ὁ βασιλεὺς τῆς πόλεως ἀπελάσαι βουληθεὶς ἀνετράπη παρά τινων. καὶ οὐκ ἦν τὸ πρᾶγμα ξένον οὐδὲ προσφάτως ἐπινοηθέν, ἀλλὰ καὶ πολλοὶ ἄλλοι ἀπὸ λαϊκῶν ἐπεσκόπησαν, ἀξίως τῷ θεῷ ἱερατεύσαντες. τούτῳ τῷ ἔτει Ἀαρὼν ὁ τῶν Ἀράβων ἀρχηγὸς ἐπεστράτευσε κατὰ Ῥωμανίας μετὰ χιλιάδων τʹ, καὶ ἐλθὼν εἰς τὰ Τύανα ᾠκοδόμησεν οἶκον τῆς βλασφημίας αὐτοῦ, καὶ παρέλαβε κάστρα ἄπειρα. ἀπέστειλε δὲ κοῦρσον ξʹ χιλιάδας ἕως Ἀγκύρας, καὶ ἀφανίσας πάντα ὑπέστρεψεν. ἐξῆλθε δὲ καὶ ὁ Νικηφόρος ἐν ἀπογνώσει τὰ γενναῖα τῆς ταλαιπωρίας ἐπιδεικνύμενος, καὶ δὴ σκεψάμενος πέμ πει πρὸς αὐτὸν εἰρήνην γενέσθαι, δηλώσας οὕτως "ἵνα τί ἐπιχαί ρεις ταῖς ἀδικίαις καὶ ταῖς αἱματεκχυσίαις, μὴ ἀρκούμενος εἰς τὰ ἴδια, ἀλλὰ παραβαίνεις ὅρκους ἀρχαίους καὶ πατρῴους; ποῖος 2.35 γάρ σοι προφήτης θεῖος ταῦτα ποιεῖν εἴρηκεν; οὐχὶ Μουχούμετ ὁ προφήτης σου παρήγγειλεν ὡς ἀδελφὸν ἔχειν Χριστιανὸν πάντα καὶ λέγειν; μὴ γὰρ ὁ πάντων θεός, ὁ δημιουργὸς καὶ προνοητὴς ἀμφοτέρων, αἵμασιν ἀνθρώπων ἀδίκως ἐκχυνομένοις χαίρει; μὴ γένοιτο. ἢ ἀργυρίου καὶ χρυσίου καὶ τῶν λοιπῶν ὑστερούμενος ἐξῆλθες ἀδικῆσαι τοὺς μηδὲν ἀδικήσαντάς σε; καίτοι γε τὰ κάλ λιστα καὶ ἡμῖν δυσπόριστα καὶ ἐπέραστα κατακόρως ἔχεις. εἰ δέ τινος τῶν ἡμετέρων ἐνδεὴς εἶ, αὐτίκα παρέξομεν φιλοστοργίας τρόπῳ. μὴ τοίνυν ὡς ἀθάνατοι καὶ ἄθεοι κατ' ἀλλήλων στρα τευώμεθα, καὶ τὸν ἐκ δαιμόνων κατ' ἀνθρώπων πόλεμον ἐκ φθό νου μιμώμεθα, γινώσκοντες ὅτι μικρὸν ὕστερον τελευτήσομεν καὶ πρὸς κριτὴν ἀδέκαστον ἀπελευσόμεθα, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ." ταῦτα τοῦ
PG 121:919βασιλέως Νικηφόρου ἐπιστείλαντος μετὰ δώρων τινῶν, ὁ Ἄραψ ἀγαθυνθεὶς καὶ ἀνταποστείλας δῶρα πλεῖστά τε καὶ θαυμάσια μετ' εἰρήνης ὑπέστρεψε, τὴν Νικηφόρου σύνεσιν ὑπερθαυμάζων. καὶ στοιχήσας κατ' ἔτος τελεῖσθαι αὐτοῖς νομίσματα χιλιάδας λʹ, καὶ ἀνὰ τρία νομίσματα αὐτὸν τὸν βασιλέα καὶ τὸν υἱὸν αὐτοῦ, ἐν τάξει κεφαλητίωνος, καὶ μηδὲ τὰ παραληφθέντα ὑπ' αὐτοῦ κάστρα κτισθῆναι, ἀπῄει. τούτων δὲ ὑποστρεψάντων εὐθέως ὁ βασιλεὺς ἔκτισεν αὐτὰ καὶ κατωχύρω σεν. ὅπερ μαθὼν ὁ Ἀαρὼν ἀποστείλας πάλιν εἷλε τὴν Θήβαν, καὶ πέμψας στόλον εἰς Κύπρον τάς τε ἐκκλησίας κατέστρεψε καὶ τοὺς Κυπρίους μετέστησε, καὶ πολλὴν ἅλωσιν ποιήσας τὴν εἰρήνην διέστρεψε. 2.36 Τῷ ʹ ἔτει οἱ Ἄραβες μετὰ στόλου τὴν Ῥόδον κατέλαβον, καὶ πολλοὺς αἰχμαλωτίσαντες τὸ φρούριον κρατῆσαι οὐκ ἴσχυσαν. ἐν δὲ τῷ ἐπανέρχεσθαι αὐτοὺς ἐλθόντες εἰς τὰ Μύρα, τὴν ἱερὰν τοῦ ἁγίου Νικολάου λάρνακα πειραθέντες συντρῖψαι, ἄλλην ἀντ' ἐκείνης πλησίον κειμένην συνέτριψαν· αὐτίκα τε πολλὴ ἀνέμων θύελλα καὶ θαλαττίων κυμάτων φορὰ βροντῶν τε καὶ ἀστραπῶν ἀνωμαλία τὸν στόλον κατέλαβεν, ὡς ἱκανὰ συντριβῆναι σκάφη, αὐτόν τε τὸν λαὸν ἐπιγνῶναι τὴν τοῦ ἁγίου δύναμιν, καὶ παρ' ἐλ πίδα τὴν κάκωσιν ἐκφυγεῖν. Τῷ ζʹ ἔτει Θεόδωρος ὁ ἡγούμενος τῶν Στουδίου καὶ Ἰωσὴφ ὁ αὐτάδελφος αὐτοῦ ἀρχιεπίσκοπος Θεσσαλονίκης, ἅμα Πλάτωνι ἐγκλείστῳ καὶ τοῖς λοιποῖς μοναχοῖς, τῆς κοινωνίας Νικηφόρου τοῦ ἁγιωτάτου πατριάρχου ἀπέσχισαν διὰ Ἰωσὴφ τὸν οἰκονόμον ὡς παρανόμως στεφανώσαντα Κωνσταντῖνον καὶ Θεοδότην. ὁ δὲ βασιλεὺς ἀφορμῆς δραξάμενος, ἐπισκόπους πολλοὺς καὶ ἡγουμέ νους ἀθροίσας, σύνοδον κατ' αὐτοῦ κροτηθῆναι ἐκέλευσε, δι' ἧς ἐξεβλήθησαν τῆς μονῆς καὶ τῆς πόλεως, ἐξορίᾳ παραπεμφθέντες. τῷ δ' αὐτῷ ἔτει ῥόγας διδομένης τῷ λαῷ ἐν Στρυμόνι, ἐπιπεσόν τες οἱ Βούλγαροι ταύτην ἀφείλοντο, χρυσίου λίτρας χιλίας ἑκατόν, καὶ τὸν στρατηγὸν ἅμα τῷ λαῷ κατέσφαξαν, καὶ λαβόντες τὸ τοῦλδον ὑπέστρεψαν. τῷ αὐτῷ χρόνῳ Κροῦμος ὁ τῶν Βουλγά ρων ἀρχηγὸς τὴν Σαρδικὴν παρέλαβε, καὶ χιλιάδας ʹ στρατιω τῶν κατέσφαξεν. ὁ δὲ Νικηφόρος δῆθεν κατ' αὐτοῦ ἐξελθὼν 2.37 ἀξιόλογον μὲν οὐδὲν ἐποίησε, τοῖς δὲ περισωθεῖσιν ἐκ τῆς φυγῆς ἄρχουσιν αἰτοῦσι λόγον σωτηρίας μὴ δοὺς τοῖς ἐχθροῖς προσφυγεῖν ἐβιάσατο, ἐν οἷς ἦν Εὐθύμιος σπαθάριος μηχανικός. στάσεως δὲ ἐπ' αὐτῷ γινομένης, δώροις τοὺς πλείονας ὑποκλέψας ὕστερον ἐκάκωσε δημεύσεσι καὶ ἐξορίαις καθυποβαλών. σκεψάμενος δὲ ταπεινῶσαι τὰ στρατεύματα, ποῖον δεινὸν κατὰ Χριστιανῶν οὐκ ἐπενόησε; προσέταξε γὰρ τοὺς Χριστιανοὺς ἐκ παντὸς θέματος ἐπὶ τὰς Σθλαβινίας μετοικίζεσθαι, τὰς δὲ τούτων στάσεις πι πράσκεσθαι· καὶ ἦν αἰχμαλωσίας οὐκ ἔλαττον τὸ πρᾶγμα. ἐν ἀμηχανίᾳ τοὺς πάντας γεγονότας, δευτέραν σὺν ταύτῃ κάκωσιν προσέταξε στρατεύεσθαι πτωχούς, καὶ ἐξοπλίζεσθαι αὐτοὺς παρὰ τῶν ὁμοχώρων, παρεχόντων ἀνὰ ιηʹ νομίσματα καὶ πρὸς τὸν δη μόσιον ἀλληλεγγύως τὰ δημόσια αὐτῶν. τρίτη κακόνοια ἐπ οπτεύεσθαι πάντας, καὶ ἀναβιβάζεσθαι τὰ τούτων δημόσια τέλη, παρέχοντας καὶ χαρτιατικοῦ ἕνεκα ἀνὰ κεράτια δύο. τετάρτη πληγή, τοὺς κουφισμοὺς πάντας ἀναβιβάζεσθαι προσέταξε. πέμ πτη συμφορά, τοὺς τῶν εὐαγῶν οἴκων παροίκους, τοῦ τε ὀρφα νοτροφείου ξενώνων γηρωκομείων ἐκκλησιῶν μοναστηρίων βασιλι κῶν, τὰ καπνικὰ ἀπαιτεῖσθαι ἀπὸ τοῦ πρώτου ἔτους τῆς αὐτοῦ τυραννίδος, τὰ δὲ κρείττονα τῶν κτημάτων εἰς τὴν βασιλικὴν κουρατωρείαν αἴρεσθαι, τὰ μέντοι τέλη αὐτῶν ἐπιτίθεσθαι τοῖς ἐναπομείνασιν εἰς τοὺς αὐτοὺς εὐαγεῖς οἴκους, ὡς διπλοῦσθαι πολλῶν τὰ τέλη, τῶν οἰκήσεων στενουμένων, καὶ τῶν χωρίων καὶ 2.38 ἐξοικεῖν. ἕκτη τυραννὶς σκοπεῖσθαι παρὰ τῶν στρατηγούντων τοὺς ἀθρόως ἐκ τῆς πτωχείας ἀνακτισθέντας, καὶ ἀπαιτεῖσθαι χρήματα ὡς εὑρετὰς θησαυρῶν. ἑβδόμη κάκωσις, τοὺς πρὸ κʹ χρόνων εὑρηκότας καὶ μέχρι τῆς δεῦρο πίθον ἢ σκεῦος ὁτιοῦν καὶ αὐτοὺς ἐξαργυρίζεσθαι. ὀγδόη ἀδικία,
PG 121:923τοὺς ἐκ πάππων ἢ προ πάππων κληρονομήσαντας διαιρεθέντας ἐκ τῶν αὐτῶν κʹ χρόνων ἐξαναδιδόναι τῷ δημοσίῳ, καὶ τοὺς ὠνησαμένους ἔξω τῆς Ἀβύ δου σώματα οἰκετικὰ ἀνὰ δύο νομίσματα τελέσαι προσέταξε, μά λιστα τοὺς κατὰ τὴν δωδεκάνησον. ἐννάτη παράνοια, τοὺς τὰς παραθαλασσίους οἰκοῦντας, μάλιστα τῆς μικρᾶς Ἀσίας, ναυκλή ρους, μηδέποτε γηπονικῶς ζήσαντας, ἄκοντας ὠνεῖσθαι ἐκ τῶν καθαρπαγέντων παρ' αὐτοῦ κτημάτων, ὡς ἂν ἐκτιμηθῶσι παρ' αὐτῶν. δεκάτη ἀθεΐα, τοὺς ἐν Κωνσταντινουπόλει ἐπισήμους ναυκλήρους συναγαγὼν δέδωκεν ἐπὶ τόκῳ τετρακεράτου τὸ νόμισμα ἀνὰ χρυσίου λίτρας δώδεκα, τελοῦντας καὶ τὰ συνήθη κομμέρκια. ταῦτα ἐκ τῶν πολλῶν ὡς ἐν κεφαλαίῳ μικρά μοι ἐστηλογράφηται, δηλοῦντα τὸ πρὸς πᾶν εἶδος πλεονεξίας αὐτοῦ πολυμήχανον. τὰ γὰρ κατὰ τὴν βασιλίδα τοῖς ἐν τέλει καὶ μέσοις καὶ εὐτελέσιν ἐν δειχθέντα δεινὰ παρ' αὐτοῦ πέρα συγγραφῶν ὄντα παρελίπομεν, ὅπως τοὺς πονηροὺς τῶν οἰκετῶν καθυπέβαλε συκοφαντεῖν τοὺς ἑαυτῶν δεσπότας, ὅσοι δηλαδὴ ἐν εὐπορίᾳ ἔτυχον, τοὺς μὲν δια βάλλοντας τιμῆς ἀξιῶν, τοὺς δὲ διαβαλλομένους ἐξαργυρίζων. 2.39 ὥστε καί τινα κηρουλάριον ὄντα ἐν τῷ φόρῳ, ἀνενδεῆ τυγχάνοντα ἐκ πόνων ἰδίων, μεταστειλάμενος ὁ παμφάγος φησί "θὲς τὴν χεῖρά σου ἐπὶ τὴν κεφαλήν μου, καὶ ὄμοσον πόσος χρυσός σοι ἐστίν." ὁ δὲ λίτρας ἑκατὸν ἐξεῖπεν ἔχειν. ὁ δὲ ἀγαγεῖν ταύτας κατ' αὐτὴν τὴν ὥραν ἔφη. ὧν ἐνεχθέντων φησὶν ὁ ἐσκοτισμένος "σὺ τί χρείαν ἔχεις περισπασμοῦ; συναρίστησόν μοι, καὶ ἄρας νομίσματα ἑκατὸν πορεύου ἀρκούμενος αὐτοῖς." Τῷ θʹ ἔτει τὰς κατὰ Χριστιανῶν ἐπινοίας ἐπέτεινεν, ἐπο ψίας ἀθέους, ἐπαγορασμοὺς παντοίων ἀλόγων βοσκημάτων τε καὶ καρπῶν, ἀδίκους δημεύσεις καὶ ζημίας τῶν ἐν τέλει, τοκισμοὺς ἐν πλοίοις ὁ πᾶσι νομοθετῶν τὸ μὴ τοκίζειν, καὶ ἄλλας μυρίας κακῶν ἐπινοίας, ὧν ἡ κατὰ μέρος ἱστορία φορτικὴ τοῖς ἐπιτετμημένως ζητοῦσι μανθάνειν τὰ πράγματα πέφυκε. τῶν δὲ Μανιχαίων, τῶν νῦν Παυλικιανῶν καὶ Ἀθιγκάνων, τῶν κατὰ Φρυγίαν καὶ Λυκαονίαν ἀγχιγειτόνων αὐτῷ (ἐκεῖθεν γὰρ ἐγεγόνει) φίλος ἦν διάπυρος, χρησμοῖς καὶ τελεταῖς αὐτῶν ἐπιχαίρων. οὗ τοι χώραν ἔλαβον ἐπὶ τῆς βασιλείας αὐτοῦ ἀφόβως πολιτεύεσθαι, καὶ πολλοὶ τῶν κουφοτέρων ταῖς ἀθεμίτοις αὐτῶν διεφθάρησαν δόξαις. ἐν δὲ τῷ ἔξω κιονίῳ ψευδερημίτης ἦν Νικόλαος τοὔνομα, ὃς σὺν τοῖς σὺν αὐτῷ κατὰ τοῦ ὀρθοῦ λόγου καὶ τῶν σεπτῶν εἰκό νων ἐβλασφήμουν. ὧν ἀντιποιούμενος ὁ βασιλεὺς ἐλύπει τὸν ἀρχιερέα καὶ πάντας τοὺς κατὰ θεὸν ζῶντας. πολλάκις γὰρ κατ' 2.40 αὐτοῦ ἐγκαλῶν ἠγανακτήθη, τοῖς πρὸς ἀλλήλους ἐχθραίνουσι σφόδρα συγχαίρων, καὶ ἐπιτωθάζων παντὶ Χριστιανῷ φιλοῦντι τὸν πλησίον ὡς ἀνατροπεὺς τῶν θείων ἐντολῶν. τοὺς στρατιωτι κοὺς ἄρχοντας δουλικῶς χρᾶσθαι τοῖς ἐπισκόποις καὶ κληρικοῖς ἐκέλευε, καταγομένους αὐθεντικῶς ἐν τοῖς ἐπισκοπείοις καὶ μονα στηρίοις, καὶ καταχρᾶσθαι τὰ αὐτῶν. τοὺς ἀπ' αἰῶνος ἀναθε μένους τῷ θεῷ χρυσᾶ ἢ ἀργυρᾶ σκεύη ἔψεγε, καὶ τὰ τῶν ἐκκλη σιῶν ἱερὰ κοινοῦσθαι ἄξιον ἐδογμάτιζε. τοὺς πρὸ αὐτοῦ βασιλεῖς ἅπαντας ὡς ἀκυβερνήτας ἐμέμφετο, καθόλου τὴν πρόνοιαν ἀναι ρῶν, καὶ μηδένα λέγων γίνεσθαι τοῦ κρατοῦντος δυνατώτερον, εἰ βούλοιτο ὁ κρατῶν ἐντρεχῶς ἄρχειν. καὶ ἐματαιώθη ἐν τοῖς διαλογισμοῖς αὐτοῦ ὁ ἀνόητος καὶ θεομισής. τῷ γὰρ πρώτῳ σαββάτῳ τῶν νηστειῶν τῆς δʹ ἰνδικτίωνος ὑπαντήσαντες Σαρακη νοὶ εἰς τὰ Εὐχάϊτα Λέοντα στρατηγὸν τῶν Ἀρμενιακῶν σὺν τῇ ῥόγᾳ τοῦ θέματος, ταύτην ἀφείλοντο σὺν πολλῷ πλήθει λαοῦ, κεντηνάρια ιγʹ οὖσαν. ἐπὶ τούτοις οὖν ὁ νεὸς Ἀχαὰβ μὴ παιδευ θείς, ὁ Φαλάριδος καὶ Μίδου ἀπληστότερος, κατὰ Βουλγάρων παρατάττεται ἅμα Σταυρακίῳ τῷ υἱῷ αὐτοῦ. καὶ ἐξελθὼν τῆς βασιλίδος ἐκέλευσε Νικήταν πατρίκιον καὶ γενικὸν λογοθέτην τὰ δημόσια τέλη τῶν ἐκκλησιῶν καὶ μοναστηρίων ἀναβιβάσαι, καὶ ὀκτὼ ἐτῶν ὀπισθοτέλειαν τοὺς τῶν ἀρχόντων ἀπαιτηθῆναι οἴκους. καὶ ἦν θρῆνος μέγας ἐν τῇ πόλει. ἐπὶ τούτοις
PG 121:925ἐγκαλούμενος ὑπὸ 2.41 Θεοδοσίου πατρικίου τοῦ Σαλιβαρᾶ, τοῦ γνησίου αὐτοῦ θεράπον τος, ὅτι πάντες καταβοῶσιν ἡμῶν, δέσποτα, καὶ ἐν καιρῷ πει ρασμοῦ πάντες ἐπιχαρήσονται τῇ πτώσει ἡμῶν, ἔφη πρὸς αὐτόν "εἰ ὁ θεὸς σκληρύνων ἐσκλήρυνε τὴν καρδίαν μου ὡς τοῦ Φαραώ, τί ἀγαθὸν ἔσται τοῖς ὑπὸ χεῖρά μου; παρὰ Νικηφόρου, Θεοδόσιε, μὴ ἐκδέχου πλὴν τῶν ὁρωμένων σοι." ἐπισυνάξας δὲ τὰ στρα τόπεδα ἀνατολῆς καὶ δύσεως, καὶ πολλοὺς πένητας ἰδίοις ὀψω νίοις, σφενδόναις καὶ ῥάβδοις ὡπλισμένους, βλασφημοῦντας ἅμα τοῖς στρατεύμασιν, ἤλασε κατὰ Βουλγαρίας. Κροῦμος δὲ τὰ πλήθη φοβηθείς, ὄντων αὐτῶν ἐν Μαρκέλλῃ, ᾐτεῖτο εἰρήνην. ὁ δὲ ταῖς οἰκείαις κακοβουλίαις καὶ ταῖς τῶν ὁμοφρόνων αὐτοῦ συμ βούλων διεκωλύθη. εἰσέρχεται δὲ εἰς Βουλγαρίαν τῇ κʹ τοῦ Ἰουλίου μηνός. κυνὸς ἦν ἐπιτολὴ πανωλέθριος. καὶ προλέγων τὴν αὐτοῦ πανωλεθρίαν συχνῶς ἐπεφθέγγετο "τίς πορεύεται καὶ ἀπα τήσει τὸν Ἀχαάβ; ὅτι κἂν ὁ θεὸς κἂν ὁ ἀντικείμενος, ἕλκει με ἄκοντα." μετὰ γοῦν τὰς πρώτας συμβολὰς δόξας κατευοδοῦσθαι οὐ τῷ θεῷ τὰ τῆς νίκης ἀλλὰ τῇ τοῦ Σταυρακίου εὐτυχίᾳ ἐκή ρυττε. καὶ τοῖς κωλύουσι τὴν εἴσοδον ἄρχουσιν ἠπείλει. πᾶσαν δὲ ἡλικίαν, ἕως καὶ βρεφῶν αὐτῶν, ἀνηλεῶς φονεύεσθαι προσ έταξε. καὶ τὰ τῶν ὁμοφύλων νεκρὰ σώματα ἄταφα εἴα, μόνης ἐπιμελούμενος τῆς τῶν σκύλων συλλογῆς. κλεῖθρα δὲ καὶ σφρα γῖδας τοῖς ταμείοις Κρούμου ἐπιθεὶς ὡς ἴδια λοιπὸν ἠσφαλίσατο. ὦτα γοῦν καὶ ἕτερα μέλη Χριστιανῶν ἀπέτεμεν ἁψαμένων τῶν 2.42 σκύλων· καὶ τὴν λεγομένην αὐλὴν τοῦ Κρούμου ἐνέπρησεν, ἐκείνου σφόδρα τεταπεινωμένως δηλοῦντος ὅτι ἰδοὺ νενίκηκας· λάβε εἴ τί σοι ἀρεστόν ἐστι, καὶ ἔξελθε ἐν εἰρήνῃ. ὁ δὲ τῆς εἰρήνης ἐχθρὸς ταύτην οὐ προσήκατο. ἐφ' οἷς χαλεπήνας ὁ Κροῦμος τὰ τῆς χώρας εἰσόδους καὶ ἐξόδους περιέφραξεν ὀχυρώμασι ξυλίνοις. ὁ δὲ Νικηφόρος τοῦτο γνοὺς τοῖς συνοῦσι τὰ τῆς ἀπωλείας προέλε γεν, ὅτι κἂν πτερωτοὶ γενώμεθα, οὐδεὶς ἐκφύγῃ τὸν ὄλεθρον. καὶ μεθ' ἡμέρας δύο συναθροίσας λαὸν ὁ βάρβαρος ἐπῆλθε κατὰ τῆς τοῦ Νικηφόρου σκηνῆς. καὶ τοῦτον ἀναιροῦσιν οἰκτρῶς καὶ πάντας τοὺς σὺν αὐτῷ ἄρχοντας καὶ τοῦ λαοῦ πλήθη ἄπειρα, καὶ πᾶσαν τὴν ἀποσκευὴν ἀνελάβοντο. τὴν δὲ κεφαλὴν τοῦ Νικηφόρου ὁ Κροῦμος ἐκκόψας ἐπὶ ξύλου ἀνήρτησεν εἰς ἐπίδειξιν πάντων, εἶθ' οὕτως γυμνώσας τὸ ὀστοῦν καὶ περιαργυρώσας πέριξ πίνειν εἰς αὐτὸ τοὺς Βουλγάρων ἄρχοντας ἐκέλευσεν, ἐγκαυχωμένους κατ' αὐτοῦ ὡς ἀπλήστου καὶ τὴν εἰρήνην μὴ θελήσαντος. τούτου τοῦ Νικηφόρου τῆς ἀρχῆς Χριστιανοὶ βαρύτερον οὐδενὶ χρόνῳ ἠτύχησαν· πάντας γὰρ τοὺς πρὸ αὐτοῦ ὠμοτάτους βασιλεῖς τῇ ἀπανθρωπίᾳ ὑπερηκόντισεν οὗτος, οὗπερ εἰ κατὰ μέρος τις βου ληθῇ διεξιέναι τὰ πονηρὰ ἐπιτηδεύματα, ὁ χρόνος ἐπιλείψει καὶ ἡ χεὶρ ἀτονήσει. πλὴν ἐκ τοῦ κρασπέδου τὸ ὕφασμα πρόδηλον. Τιτρώσκεται δὲ καὶ Σταυράκιος ὁ υἱὸς αὐτοῦ καιρίως κατὰ τοῦ σπονδύλου. καὶ μόλις τῆς μάχης ἐξῆλθε ζῶν, καὶ καταλα βὼν τὴν Ἀδριανούπολιν ἀναγορεύεται. καὶ μὴ δυνάμενος ἐποχεῖ σθαι φορείῳ τὴν πόλιν κατέλαβεν. ὃς διὰ τὴν πληγὴν ἐν τῷ πα 2.43 λατίῳ κείμενος ἀπρόϊτος ἦν, ἐβούλετο δὲ τὸν κουροπαλάτην Μι χαὴλ τὸν γαμβρὸν αὐτοῦ ἐκτυφλῶσαι, τῇ δὲ γαμετῇ Θεοφανοῖ τὴν βασιλείαν καταλιπεῖν. γνοὺς δὲ τοῦτο ὁ Μιχαὴλ ἐξαίφνης ἀνα γορεύεται βασιλεὺς ἐν τῷ ἱπποδρομίῳ παρὰ τῆς συγκλήτου καὶ τῶν ταγμάτων ὡς ἤδη ἀπεγνωσμένου τοῦ Σταυρακίου. ὅπερ μα θὼν Σταυράκιος τοῦ παλατίου ἐξελθών, τὸ μοναδικὸν αὐτίκα σὺν τῇ γυναικὶ αὐτοῦ Θεοφανοῖ περιθέμενος, εἰς τὰ Βρακᾶ μοναστή ριον ἐτελεύτησε, καὶ ἐτάφη ἐν τῇ μονῇ τοῦ Σατύρου. τὸν δὲ τῆς ἀρχιερωσύνης θρόνον κατεῖχεν ὁ ἁγιώτατος Νικηφόρος. Μιχαὴλ δὲ ὁ κουροπαλάτης καὶ γαμβρὸς τοῦ βασιλέως Νι κηφόρου, ᾧ Ῥαγκαβὲ ἦν ἡ προσηγορία, ἐγκρατὴς τῶν Ῥωμαϊκῶν διὰ τοῦ δήμου καὶ τῆς συγκλήτου ἀναδείκνυται σκήπτρων, ἀπω θούμενος μὲν τὴν ἀρχὴν καὶ μὴ ἱκανὸς
PG 121:927εἶναι λέγων ὄγκον τοσού των πραγμάτων προσαναζώσασθαι· τῷ πατρικίῳ δὲ Λέοντι τῷ ἐξ Ἀρμενίων, ἀνδρὶ θυμοειδεῖ δοκοῦντι καὶ δραστηρίῳ καὶ τοῦ στρα τεύματος τῶν ἀνατολικῶν ἄρχοντι τηνικαῦτα, παρεχώρει τῆς ἐξ ουσίας, κἂν ἐκεῖνος διδομένην λαβεῖν οὐκ ἠθέλησεν, ἀνάξιον ἑαυ τὸν ἀποκαλῶν τοῦ βασιλικοῦ θρόνου. προυτρέπετο δὲ μᾶλλον τὸν Μιχαὴλ ὡς αὐτῷ πρέπον ἀναδέξασθαι τὸ κράτος, καὶ αὐτὸς ὑπι σχνεῖτο οἰκέτης ἔσεσθαι διὰ βίου καὶ λειτουργὸς πιστότατός τε καὶ δραστικώτατος, καὶ ὅρκοις φρικωδεστάτοις ἐνεπέδου τὰς ὑποσχέ σεις. οὕτω δὲ τοῦ Μιχαὴλ καὶ παρὰ τὸν οἰκεῖον σκοπὸν τὰς ἡνίας ἀναδεξαμένου τῆς βασιλείας, Κρούμου τε τοῦ Βουλγάρων ἄρχον 2.44 τος ταῖς ἔμπροσθεν εὐτυχίαις ἐπαρθέντος, καὶ τῶν Βουλγάρων φρονηματισθέντων ταῖς νίκαις, τὰ τῆς δύσεως ἐπυρπόλουν τε καὶ ἐληΐζοντο. ἔδοξεν οὖν τῷ βασιλεῖ Μιχαὴλ ἐκστρατεῦσαι κατ' αὐτῶν καὶ καθ' ὅσον οἷόν τε ἐπισχεῖν καὶ ἀναχαιτίσαι τὰς Βουλγαρικὰς προνομάς. ταχύ τε οὖν διατάγματα ἐπέμποντο πανταχοῦ καὶ ταχὺ τὰ στρατεύματα συνηθροίζοντο. καὶ ὁ Κροῦμος δὲ τὴν τοῦ βασιλέως πυθόμενος κίνησιν, τὸν ἑαυτοῦ λαὸν ἐκ τῆς προνο μῆς ἀνακαλεσάμενος καὶ ὑφ' ἓν συναθροίσας, στρατόπεδόν τε καρτερὸν μάλα ἐπήξατο καὶ ἐπιόντα προσέμενε τὸν βασιλέα. ὡς δὲ καὶ οὗτος ἀφίκετο καὶ παρεστρατοπέδευσε τῷ Κρούμῳ ἀγχοῦ που τῆς Ἀδριανουπόλεως αὐλιζομένῳ, ἀκροβολισμοὶ μὲν ἐγίνοντο συν εχεῖς καὶ ὅσον ἐν ἑκηβολίαις μάχη, καὶ ἐν πάσαις αὐταῖς ἐπικρατέστερα τὰ Ῥωμαίων ἐφαίνετο, ὡς καὶ φυσηθέντας διὰ τοῦτο τοὺς στρατιώτας ὁρμᾶν καὶ σφαδάζειν πρὸς ἀγχέμαχον καὶ καθο λικὴν συμπλοκήν. ἐπέχοντος δὲ τοῦ βασιλέως καὶ διατρίβοντος, εἴτε διὰ δειλίαν, ὥσπερ ἐλέγετο, εἴτε καὶ καιρὸν ζητοῦντος τὸν ἐπιτήδειον, εἰς ἀναισχυντίαν τὸ πλῆθος ἐτράπη, καὶ κατεβόων εἰς πρόσωπον τοῦ βασιλέως, καὶ εἰ μὴ ἐξάξει, ἠπείλουν αὐτοί τε διαρρῆξαι τὸν χάρακα καὶ συρράξαι τοῖς ἐναντίοις. τούτοις κατα κλασθεὶς τοῖς λόγοις ὁ βασιλεὺς ἀνοίγνυσί τε τὰς πύλας τοῦ στρα τοπέδου καὶ πρὸς παράταξιν ἵστατο. τὸ δ' αὐτὸ τοῦτο καὶ ὁ Κροῦμος εἰργάσατο, καὶ τὸν ἑαυτοῦ συντάξας λαὸν ἀντίρροπος ἔστη τῷ βασιλεῖ. πολλὰ δ' οὗτός τε κἀκεῖνος τὸν ἑαυτοῦ ἕκαστος παρακαλέσας λαόν, καὶ λόγους ἐπαγωγοὺς καὶ παραινέσεις εἰπόν 2.45 τες παρακαλέσαι δυναμένας πρὸς ἀλκήν, τέλος τὸ πολεμικὸν ταῖς σάλπιγξι σημηνάμενοι ἀλλήλοις προσέρραξαν. εὐρώστως δὲ τῶν Ῥωμαίων ὑποστάντων τοὺς πολεμίους, ἡρωϊκῶς τε καὶ ἀνδρείως ἀγωνιζομένων, ἐδαπανᾶτο τὰ τῶν Βουλγάρων, καὶ εἰς παντελῆ ἂν ἀπεῖδεν ὑπαγωγήν (ἤδη γὰρ καὶ αὐτὸς ὁ Κροῦμος ἀπέκαμεν ἁπανταχοῦ ἐξιππαζόμενος καὶ τὰ πονοῦντα τῶν στρατευμάτων ἀναλαμβάνων), εἰ μὴ Λέων ὁ τῶν ἀνατολικῶν στρατηγὸς τῆς βα σιλείας ἐρῶν καὶ τὰ ὑπ' αὐτὸν διαφθείρας τάγματα, σὺν αὐτοῖς τὴν τάξιν ἀπολιπὼν ᾤχετο φεύγων αἰτίας χωρίς. τοῦτο δὲ καὶ ὁ λοιπὸς στρατὸς κατιδὼν ἐξεπλάγη καὶ τὸν τόνον τῆς ἀνδρίας ἐχαύνωσε. καὶ οἱ Βούλγαροι ὅσον οὐδέπω φυγεῖν ἐπίδοξοι ὄντες, ἀνα θαρρήσαντες ἐπῆλθον μετ' ἀλαλαγμοῦ τοῖς Ῥωμαίοις καὶ παλίν τροπον τὴν νίκην εἰργάσαντο. τῷ συμβάντι γὰρ οἱ Ῥωμαῖοι κατα βληθέντες τὰς ψυχὰς τὴν τῶν Βουλγάρων οὐκ ἐδέξαντο προσβο λήν, ἀλλ' εὐθὺς πρὸς φυγὴν ἐτράπησαν. ἀπώλοντο μὲν οὖν καὶ τῶν στρατιωτῶν πολλοί, πίπτουσι δὲ καὶ τῶν στρατηγῶν οὐκ ὀλί γοι, ἐν οἷς καὶ Μιχαὴλ μάγιστρος ὁ Λαχανοδράσιος. ὁ δὲ βα σιλεὺς μόλις μετά τινος μέρους ἀθραύστου εἰς Ἀρκαδιούπολιν ἀνασώζεται, ἐκεῖθέν τε τὴν βασιλίδα καταλαμβάνει, τὸν εἰρημέ νον Λέοντα μετὰ τῶν ἀμφ' αὐτὸν ἐν Θρᾴκῃ καταλιπών, ὥστε προσμένειν καὶ τὰς λεηλασίας τῶν Βουλγάρων καὶ τὰς ἐκδρομὰς ἀνακόπτειν. Ὁ δὲ καθ' ἑαυτὸν ἄρτι γενόμενος, ἣν ὤδινεν ἐν τῷ κρυπτῷ, εἰς φῶς ἐξάγει ἀποστασίαν. κοινωσάμενος γὰρ τοῖς αὐτοῦ θιασώ 2.46 ταις, καὶ καιρὸν ἐπιτήδειον εἶναι φήσας εἰς τὸ πληρῶσαι τὸ σπου δαζόμενον, καὶ δι' αὐτῶν λόγους ὑποσπείρας ἅπαντι τῷ στρατῷ ὡς τῇ ἀφελείᾳ τοῦ βασιλέως καὶ τῇ πρὸς τὰς
PG 121:931στρατηγικὰς μελέτας ἀνασκησίᾳ τά τε Ῥωμαϊκὰ ἠφανίσθη πλήθη καὶ ἡ παλαιὰ δόξα καὶ εὔκλεια ᾤχετο τῶν Ῥωμαίων, καὶ οὕτω διαφθείρας τοὺς στρατιώτας ἄρτι σποράδας ἐκ τῆς τροπῆς ἐπανερχομένους πεζοὺς καὶ γυμνοὺς καὶ μιγνυμένους τῷ σὺν αὐτῷ στρατεύματι, πείθει πρὸς ἀνταρσίαν ἰδεῖν. ἐκ μιᾶς γὰρ ὁρμῆς τὴν σκηνὴν τούτου περιστοιχήσαντες λόγους μὲν ἀπρεπεῖς καὶ ἀναισχύντους ἀπερρίπτουν εἰς βασιλέα, δειλὸν αὐτὸν ἀποκαλοῦντες καὶ ἄνανδρον καὶ ἐξ ἀφελείας τά τε Ῥωμαϊκὰ ἀπολλύντα στρατεύματα καὶ τὸ κλέος καὶ τὴν δόξαν ἀχρειοῦντα τῆς βασιλείας, αὐτὸν δὲ ἀναφανδὸν εὐφήμουν καὶ βασιλέα Ῥωμαίων ἐκήρυττον. θρυπτομένου δὲ τούτου καὶ τὴν ἀρχὴν ἀποσειομένου, Μιχαὴλ ὁ ἐξ Ἀμωρίου ὁ τραυλός, τάγματός τινος καὶ αὐτὸς Ῥωμαϊκοῦ ἐξηγούμενος, τὸ ξίφος σπασάμενος, τοῦτο δὲ καὶ ἄλλοις τοῖς τοῦ ἔργου μετόχοις ποιεῖν ἐπιτρέψας, ἀναιρήσειν ἠπείλει, εἰ μὴ ἑκουσίως προσδέξοιτο τὴν ἀρχήν. καὶ οὗτος μὲν οὕτως διάδημά τε περιτίθεται καὶ βασιλεὺς Ῥωμαίων ἀναγορεύεται. πρὶν ἢ δὲ ταῦτα γενέσθαι, ἐκ τῆς τροπῆς ἐπανήκοντι τῷ βασιλεῖ Μιχαὴλ καὶ γενομένῳ τῆς βα σιλίδος ἄγχιστα Ἰωάννης ὁ Ἐξαβούλιοςσυναντήσας αὐτῷ τό τε ἀτύχημα εὐγενῶς φέρειν καὶ μεγαλοψύχως παρῄνει, καὶ ἐπυνθά νετο τίνα εἴη καταλιπὼν τοῦ στρατεύματος ἐξηγούμενον. ὁ δὲ 2.47 Λέοντα εἶπε, τὸν στρατηγὸν τῶν ἀνατολικῶν, ἄνδρα τε ἀγχινού στατον καὶ εὔνουν τῇ βασιλείᾳ. ὅπερ ἀκούσας ὁ Ἐξαβούλιος "φαίνῃ μοι, ὦ βασιλεῦ" ἔφη, "πολὺ διαμαρτάνειν τῆς τοῦ ἀν δρὸς διανοίας." καὶ ὁ μὲν εἶπε ταῦτα, οὔπω δὲ ὁ βασιλεὺς ἔφθη τοῖς βασιλείοις ἐπιβῆναι, καὶ ἡ τοῦ Λέοντος ἀνάρρησις κατηγγέλ λετο. διαταραχθέντος δὲ τοῦ αὐτοκράτορος πρὸς τὴν ἀκοὴν καὶ σκοπουμένου τὸ ποιητέον, τινὲς μὲν παρῄνουν πᾶσι τρόποις ἔχε σθαι τῆς ἀρχῆς καὶ τῷ τυράννῳ ὡς ἀνυστὸν ἀντικαθίστασθαι· οὗτος δὲ εἰρηνικός τις ἄνθρωπος ὤν, καὶ πράγμασιν ἑαυτὸν ἐπιρ ρῖψαι μὴ θέλων ἄδηλον ἔχουσιν ἀποτέλεσμα, τοῖς μὲν οὕτω λέ γουσιν ἐπετίμα, μὴ ἐρεθίζειν αὐτὸν πρὸς ἐμφύλιον χωρῆσαι μιαι φονίαν, τῶν τινὰ δὲ τῶν οἰκειοτάτων ἐξέπεμψε πρὸς τὸν Λέοντα, τὰ τῆς βασιλείας ἐπαγόμενον σύμβολα, τὸ διάδημα, τὴν ἁλουρ γίδα καὶ τὰ κοκκοβαφῆ πέδιλα, αὐτὸς μὲν ὑπισχνούμενος παρα χωρῆσαι τούτῳ τοῦ θρόνου, καὶ βέλτιον εἶναι κρίνων καὶ αὐτὴν προήκασθαι τὴν ζωὴν ἢ χεομένην ἰδεῖν ῥανίδα μικρὰν αἵματος Χριστιανικοῦ, αὐτὸν δὲ πᾶσαν ἀποθέμενον πτοίαν καὶ δισταγμὸν ἐλθεῖν καὶ παραλήψεσθαι τὰ βασίλεια. Προκοπία δὲ ἡ βασιλὶς ἀντιπράττουσα τοῖς δρωμένοις, καὶ καλὸν ἐντάφιον τὴν βασιλείαν λέγουσα εἶναι, ἐπεὶ μὴ ἔπειθεν, ἔσχατον ἐπειποῦσα λόγον ὅτι δει νὸν καὶ πέρα δεινοῦ εἴπερ ἡ τοῦ τυράννου σύζυγος περιβάλοιτο τὸν βασιλικὸν μοδίολον, ἐπισκώψασα καὶ πρὸς τὸ ταύτης ὄνομα καὶ Βάρκαν αὐτὴν ὀνομάσασα, ἐσκέπτετο πῶς ἂν διάθοιτο τὰ κατ' αὐτήν. καὶ οἱ μὲν περὶ τὸν βασιλέα ἐν τούτοις ἦσαν, ὁ δὲ τύ 2.48 ραννος διὰ τῆς χρυσῆς πόρτης εὐφημούμενος ὑπό τε τοῦ στρατοῦ καὶ τοῦ δήμου καὶ τῆς συγκλήτου ἦλθεν εἰς τὸν ἐν τοῖς Στουδίου τοῦ προδρόμου ναόν, κἀκεῖθεν δορυφορούμενος κατέλαβε τὰ βα σίλεια. μέλλων δὲ ἐπιβατήριον εὐχὴν ἐν τῷ χρυσῷ τρικλίνῳ ἀπο δοῦναι τῷ θεῷ, ἐκδυσάμενος ἣν ἔτυχε φορῶν ἐσθῆτα παρέσχετο τῷ τῶν ἱπποκόμων στρατεύοντι Μιχαήλ. τούτου δὲ αὐτὴν ἐξ αὐ τῆς ἀμφιασαμένου, οἰωνὸς ἔδοξε τὸ γεγονὸς τοῖς θεασαμένοις ὡς μετὰ Λέοντα τῆς βασιλείας αὐτὸς ἐπιβήσεται. ἑτέραν δὲ μετα λαβόντος ἐσθῆτα τοῦ βασιλέως καὶ ἀπιόντος εἰς τὸν ἐν τῷ παλα τίῳ νεών, ὄπισθεν ὁ Μιχαὴλ ἑπόμενος καὶ ἀπροσέκτως βαίνων καὶ προπετῶς τὸ ἄκρον τῆς βασιλικῆς ἐσθῆτος ἐπάτησε· τοῦτο κακὸν οἰωνὸν ὁ Λέων ἡγήσατο, καὶ νεωτερισμὸν ἔσεσθαι ἐξ αὐτοῦ καθυπώπτευσεν. Εἰσελθόντος δὲ ὅμως τοῦ τυράννου εἰς τὰ βασίλεια καὶ τὴν ἀπραγμόνως διδομένην αὐτῷ βασιλείαν μετὰ πραγμάτων καὶ τα ραχῆς οὐ μικρᾶς κατεσχηκότος, Μιχαὴλ ὁ βασιλεὺς καὶ ἡ σύνευ νος Προκοπία σὺν τοῖς σφετέροις παισὶν εἰς τὸν τῆς θεοτόκου ναὸν ὃς Φάρος κατονομάζεται
PG 121:933προσφυγόντες ἱκέται γίνονται. οὓς ἐκεῖ θεν ἀποσπάσας ὁ τύραννος ἀπ' ἀλλήλων διέστησε, καὶ Μιχαὴλ μὲν ὑπερόριον ἐν τῷ κατὰ τὴν νῆσον Πρώτην μοναστηρίῳ ἐποιή σατο, ἐν ᾧ τὴν κοσμικὴν ἀποθέμενος τρίχα τὸν λοιπὸν τῆς ζωῆς διήνυσε χρόνον, Θεοφύλακτον δὲ τὸν πρεσβύτερον τῶν τούτου υἱῶν ἐκτεμὼν συνάμα τῇ μητρὶ καὶ τοῖς ἀδελφοῖς ἐξορίᾳ παρέπεμ 2.49 ψεν. οὐ παρέλκον δὲ ἴσως ἱστορῆσαι καὶ ὅπως τῷ βασιλεῖ Μιχαὴλ προδεδήλωται ἡ τῆς βασιλείας ἀποβολή. Παιδίσκη τις ἦν οἰκογενὴς τῷ Μιχαήλ· αὕτη κατὰ τὰς σε ληνιακὰς συνόδους πάθει μανίας ἡλίσκετο. ὁπότε γοῦν ἁλῴη τῷ πάθει, εἰς τόπον ἐρχομένη ἐν ᾧ βοῦς τε καὶ λέων ἵδρυνται λίθινοι (κἀκ τούτων ἔχει τὴν προσηγορίαν ὁ τόπος, Βουκολέων ὀνομαζό 2.50 μενος) ἐβόα γεγωνοτέρᾳ φωνῇ πρὸς τὸν βασιλέα "κάτελθε, κάτελθε, ὑποχώρει τῶν ἀλλοτρίων." τοῦτο πολλάκις γινόμενον θάμβος ἐνεποίει τῷ βασιλεῖ, καὶ εἰς φροντίδας οὐ τὰς τυχούσας ἐνέβαλε. διὸ καὶ κοινολογεῖται περὶ τοῦ πράγματος τῶν συνήθων τινὶ καὶ οἰκείων Θεοδότῳ τῷ υἱῷ Μιχαὴλ πατρικίου τοῦ Μελισσηνοῦ, ὃν δὴ καὶ Κασσιτηρᾶν κατωνόμαζον, καὶ διάπειραν ἔσπευσε τῶν λε γομένων λαβεῖν. ὁ δὲ γνώμην δίδωσι τοιάνδε, ἵν' ἐπειδὰν κάτο 2.51 χον τῇ μανίᾳ γένηται τὸ κοράσιον κατασχεθῇ, καὶ διερωτηθῇ τίνι προσήκουσα ἡ οἰκία τοῦ παλατίου ἐστί, καὶ ὁποῖον εἴη τούτῳ τὸ γνώρισμα. ἐγένετο τοῦτο, τοῦ Θεοδότου τῇ πράξει ὑπηρετοῦν τος. καὶ τὸ τῇ κατοχῇ κατάσχετον γύναιον ἐρωτηθὲν τήν τε κλῆ σιν ἐμφαίνει τοῦ Λέοντος καὶ τὸν χαρακτῆρα καὶ τὴν μορφήν, προστίθησί τε ἀπελθεῖν κατὰ τὴν ἀκρόπολιν, ἐν ᾗ συναντήσειε δυσὶν ἀνδράσιν, ὧν ὁ τῷ ἡμιόνῳ ἔποχος ἐπιβήσεται πάντως τῆς βασιλείας. ἡ μὲν οὖν εἶπε, καὶ Θεόδοτος ἠκριβώσατο εἰς τὸν εἰρημένον ἀπελθὼν τόπον, τὸν ἄνδρα τε κατεφώρασεν ἐκ τῶν γνωρισμάτων, καὶ κατ' οὐδὲν διαψεύδεσθαι ἔγνω τὴν ἄνθρωπον. τῷ μὲν οὖν βασιλεῖ ἀπήγγειλε τῶν ἐγνωσμένων οὐδέν, κενολογίαν δὲ τὰ τῆς γυναικὸς ἐκάλει ῥήματα καὶ φλυαρίαν μηδὲν ἴχνος φέ ρουσαν ἀληθείας. τὸν Λέοντα δὲ λαβὼν τῆς χειρός, καὶ εἰς τὸν ναὸν εἰσελθὼν Παύλου τοῦ ἀποστόλου κατὰ τὸ ὀρφανοτροφεῖον, καὶ πίστεις δοὺς αὐτῷ καὶ λαβών, ἀνακαλύπτει τὰ ἔκφορα, τὴν μὲν ἀλήθειαν ἀποκαλύψας, εἰπὼν δ' ἐκ θείας ἀποκαλύψεως πε πληροφορῆσθαι ὡς τῆς Ῥωμαίων ἡγεμονίας πάντως ὁ Λέων γενή σεται ἐγκρατής. ἐκβεβηκυίας δὲ τῆς προρρήσεως ἐζήτει μὴ ἄμι σθον αὐτῷ γενέσθαι τὸ εὐαγγέλιον. καὶ ὁ Λέων, εἰ ὁ λόγος εἰς ἔργον ἐκβαίη, ὑπέσχετο ὧν δέοιτο μὴ ἀτυχήσειν αὐτόν. ἀλλὰ ταῦτα μὲν συνετίθετο οὕτως. Συνέβη δὲ καὶ δι' ἄλλας μὲν αἰτίας Ῥωμαίοις τε καὶ Βουλ 2.52 γάροις ἀναρριπισθῆναι τὸν προρρηθέντα πόλεμον, οὐχ ἥκιστα δὲ 2.52 καὶ διὰ τὴν ῥηθήσεσθαι μέλλουσαν. Βούλγαροί τινες ἐξ ἠθῶν ἀναστάντες τῶν πατρῴων τὴν Ῥωμαίων καταλαμβάνουσι παγγενεί, καὶ παρὰ τοῦ βασιλέως προσδεχθέντες Μιχαὴλ ἐν διαφόροις ἐγκατ οικίζονται χώραις. καί τινες δὲ Ῥωμαῖοι τῶν ἐν τοῖς προηγησα μένοις αἰχμαλωτισθέντων πολέμοις τὰ δεσμὰ διαρρήξαντες εἰς τὰς ἑαυτῶν ἐπανῆκον πατρίδας. τούτους ἅπαντας ὁ τῶν Βουλγάρων ἀρχηγὸς Κροῦμος ἐκδοθῆναί οἱ ἀπῄτει. τισὶ μὲν οὖν τῶν Ῥω μαίων ἐπαινετὴ ἐδόκει ἡ ἔκδοσις, ᾗ τινὶ καὶ ὁ βασιλεὺς καί τινες ἀξιόλογοι συγκατετίθεντο μοναχοί· ᾤοντο γὰρ διὰ τῆς τῶν προσ φύγων ἐκδόσεως τῆς βαρβαρικῆς ἀπαλλαγήσεσθαι λεηλασίας. τινὲς δ' ἀπηρέσκοντο πρὸς τὴν γνώμην, ὧν κορυφαῖος ἐτύγχανε Νικηφόρος ὁ πατριάρχης καὶ ὁ μάγιστρος Θεόκτιστος ἐπ' ἀρετῇ καὶ συνέσει πρωτεύων τῷ τότε, καὶ ἄλλοι δὲ οὐκ ὀλίγοι, ἐφεῖναι λέγοντες τὰ καθ' ἑαυτοὺς τῷ θεῷ, καὶ μὴ διὰ προσφύγων ἐκδό σεως τὴν τοῦ θεοῦ παραλιπόντας παναλκῆ βοήθειαν τὴν τοῦ βαρ βάρου ἐξευμενίζεσθαι ἀλαζονείαν. μηδαμῶς δὲ συμβάσης τῆς τοιαύτης ἐπιτάσεως τοῦ Κρούμου, ὁ προλεχθεὶς ἀνερριπίσθη πό λεμος, καὶ ἡ τροπὴ καὶ ὁ πολὺς φθόρος τῶν Ῥωμαίων ἐπηκολού θησεν, ἄλλο τι τοῦ θεοῦ ὡς ἔοικε προοικονομοῦντος.
PG 121:937Τέως δὲ τὴν βασίλειον ἀρχὴν περιζωσάμενος ὁ Λέων Θωμᾶν μέν, ἕνα τῶν τριῶν ὄντα οὓς ὁ λόγος ἱστόρησε φθάσας συνεῖναι τῷ Βαρδανίῳ ὁπηνίκα πρὸς τὸν μοναχὸν ἐν τῷ Φιλομιλίῳ ἐφοίτη σεν, ἄνδρα νέον καὶ ὁρμητίαν τουρμάρχην ἀνέδειξε τοῦ φοιδερά 2.53 των τάγματος, Μιχαὴλ δὲ τὸν τραυλόν, καὶ αὐτὸν ἕνα τῶν τριῶν ὄντα, οὗ τὸν υἱὸν ἐκ τῆς ἁγίας ἀνεδέξατο κολυμβήθρας, πατρί κιον ἀνεῖπε καὶ κόμητα τῆς τῶν ἐξκουβίτων σχολῆς, καὶ τἆλλα διεπόνει τῆς βασιλείας καθώσπερ ἦν αὐτῷ βουλητόν. οἱ Βούλ γαροι δὲ πλέον τῇ πρὸ μικροῦ τῶν Ῥωμαίων ἥττῃ ἐκφυσηθέντες τὴν Θρᾴκην κατέτρεχον καὶ τὰ ἐν ποσὶν ἐδῄουν καὶ ἐληΐζοντο. ἔδοξεν οὖν τῷ βασιλεῖ πρεσβείαν στεῖλαι καὶ λόγους κινῆσαι περὶ εἰρήνης. τοῦ δὲ Βουλγάρου φρυαξαμένου καὶ τὴν εἰρήνην παρω σαμένου, ἐδέησε μάχης ἐξ ἀνάγκης τῷ βασιλεῖ. καὶ γοῦν καὶ συναθροισθέντων τῶν στρατευμάτων μάχη συνέστη κρατερά, καὶ πάλιν ἡττήθη τὰ Ῥωμαϊκὰ στρατεύματα. τῶν δὲ Βουλγάρων τῇ διώξει ἐπικειμένων, ὁ βασιλεὺς ἔν τινι ὑπερδεξίῳ τόπῳ ἑστὼς μετὰ τῆς περὶ αὐτὸν ἑταιρείας κατεσκόπει τὰ δρώμενα. καὶ κατανοή σας ὡς ἀσύντακτοι καὶ πᾶσαν τάξιν ἀπολείποντες οἱ Βούλγαροι ἐπιδιώκουσι τοὺς φεύγοντας, παρακαλέσας τοὺς ἀμφ' αὐτὸν καὶ ἄνδρας ἀγαθοὺς γενέσθαι καθικετεύσας καὶ μὴ τῶν Ῥωμαίων εὔ κλειαν περιιδεῖν χωροῦσαν εἰς τὸ μηδέν, ἐπιτίθεται ῥαγδαίως αὐ τοῖς. καὶ τῷ παραδόξῳ τῆς ἐπιθέσεως τρεψάμενος τοὺς παρατυ χόντας, καὶ τὸ λοιπὸν τῶν Βουλγάρων στράτευμα τῷ αἰφνιδίῳ κατέπληξε καὶ ταραχῆς καὶ φόβου ἐνέπλησε, καὶ ἀλκῆς οὐδεὶς ἐμέμνητο. τούτων ἔπεσον μὲν ἐν τῇ προσβολῇ πολλοί, καὶ αὐτὸς ὁ τῶν ὅλων ἀρχηγός, εἰ καὶ ταχέως ὑπὸ τῶν οἰκείων ἵππῳ κέλητι ἀναχθεὶς δρασμῷ τὴν σωτηρίαν ἐπραγματεύσατο, ἑάλωσαν δὲ καὶ 2.54 τῶν πεσόντων πολλῷ πλείους. τοῦτο τὸ ἔργον τὰ μὲν τῶν Βουλ γάρων ἐταπείνωσε φρονήματα, τὰ δὲ τῶν Ῥωμαϊκῶν κεκυφότα καὶ πρὸς γῆν νεύοντα ἀναθαρρῆσαι πεποίηκεν. ὁ δὲ βασιλεὺς μετὰ λαμπρῶν τῶν τροπαίων καὶ λείας ὅτι πολλῆς τὴν βασιλίδα καταλαβὼν τῶν ἐν χερσὶν εἴχετο πραγμάτων. Ἄρτι δὲ καὶ εἰς μνήμην ἐλθὼν τοῦ κατὰ τὸ Φιλομίλιον μο ναχοῦ, ἔγνω δώροις καὶ ἀναθήμασιν αὐτὸν τῆς ἐπ' αὐτῷ προφη τείας ἀμείψασθαι. ἐξαπέστειλε γοῦν τινὰ τῶν πιστοτάτων, ἀνα θήματα εἰς αὐτὸν κομίζοντα καὶ ἔπιπλα καὶ σκεύη ἀργυρᾶ καὶ χρύσεα καὶ εἴδη εὐώδη τῶν εἰς ἡμᾶς ἐξ Ἰνδίας κομιζομένων. ἀλλ' ἐκεῖνος μὲν ὁ μοναχὸς ἔτυχε προαποθανεῖν, κατέστη δὲ τῇ κέλλῃ αὐτοῦ διάδοχος μοναχός τις ἄλλος, τὴν κλῆσιν Σαββάτιος, τῆς ἀθέου τῶν εἰκονομάχων αἱρέσεως ἀνάπλεως ὤν. ἐς τοῦτον ὁ παρὰ βασιλέως πεμφθεὶς ἀφικόμενος τά τε ἀπεσταλμένα τῷ αὐτοῦ καθηγητῇ παρὰ βασιλέως δῶρα δέξασθαι παρηγγύα, καὶ γράμ μασι καὶ εὐχαῖς τὸν πέμψαντα ἀνταμείψασθαι. ὁ δὲ τὰ μὲν ἀπε σταλμένα λαβεῖν οὐκ ἠθέλησεν, αὐτὸν δὲ ὀπισθόρμητον ἀπιέναι παρεκελεύσατο, ἀνάξιον εἶναι λέγων καὶ τὸν βασιλέα τῆς ἁλουρ γίδος ὡς εἰδώλοις προστετηκότα καὶ τοῖς λόγοις ἑπόμενον Εἰρήνης τῆς βασιλίδος καὶ Ταρασίου τοῦ πατριάρχου, ὧν τὴν μὲν παρδὼ καὶ θυάδα τὴν Εἰρήνην, τὸν δὲ τὸν ἐν πατριάρχαις ἀοίδιμον Τα ράξιον κατωνόμαζεν ὁ παμμίαρος. ἠπείλει δὲ καὶ ταχεῖαν ἔκπτω σιν τῆς βασιλείας τῷ βασιλεῖ καὶ τοῦ βίου καταστροφήν, εἰ μὴ 2.55 θᾶττον τοῖς αὐτοῦ λόγοις πεισθεὶς τὰς θείας καταστρέψειε στηλο γραφίας. δεξάμενος δὲ τὰ γράμματα ὁ αὐτοκράτωρ, καὶ παρὰ τοῦ ἀγγέλου δὲ μαθὼν ὅσα τε ὁ μοναχὸς εἶπε καὶ ὅσα αὐτὸς ἤκουσε, καὶ ταραχῆς ἀνάπλεως γεγονώς, Θεόδοτον μετεπέμψατο τὸν Μελισσηνὸν καὶ περὶ τοῦ σκέμματος ἀνεκοινοῦτο τὰ ποιητέα. ὁ δὲ καὶ πάλαι τῇ τοιαύτῃ αἱρέσει κατεσχημένος, καὶ καιρὸν ζη τῶν παρρησιάσασθαι τὴν ἀσέβειαν, ὑποτίθησι τῷ βασιλεῖ τοιάνδε τινὰ συμβουλήν. μοναχόν τινα φήσας εἶναι ἔργων παραδόξων δημιουργόν, τὰς οἰκήσεις ποιούμενον ἀνὰ τὸν Δαγιστέα, "τούτῳ δεῖ" φησί "προσαναθέσθαι τὴν πρᾶξιν, καὶ ὅπερ ἂν ἐκεῖνος ὑπό θοιτο, τοῦτο δεῖ καὶ ποιῆσαι." καὶ ταῦτα μὲν εἶπε πρὸς τὸν βασιλέα,
PG 121:939ἐκεῖθεν δὲ ἐξελθὼν ἄπεισι ταχέως πρὸς τὸν μονάζοντα, καὶ φησὶ πρὸς αὐτὸν ὡς τῇ ἐπιούσῃ νυκτὶ ἐλεύσεταί σοι ὁ βασι λεὺς ἐν εὐτελεῖ τῇ περιβολῇ, ἐρωτήσων περὶ τῆς πίστεως καὶ ἄλλων ἀναγκαιοτάτων πραγμάτων. σὺ δὲ ἀλλὰ μέμνησο ταχεῖάν τε τοῦ βίου καταστροφὴν καὶ τῆς βασιλείας ἔκπτωσιν ἀπειλῆσαι αὐτῷ, εἰ μὴ ἑκών γε αἱροῖτο τῷ τοῦ βασιλέως Λέοντος τοῦ ἐξ Ἰσαυρίας προστεθῆναι δόγματι καὶ τὰ εἴδωλα τῶν θείων σηκῶν ἐξορίσαι (τὰς θείας εἰκόνας οὕτω καλέσας), ἐπαγγείλασθαί τε τοῦ εἰρημέ νου βίου γενομένῳ ζωῆς τε μακρὰν βιοτὴν καὶ τῆς βασιλείας κυ βέρνησιν εὐτυχῆ τε καὶ πολυχρόνιον. οὕτω παιδαγωγήσας τὸν μοναχόν, καὶ ἃ μέλλει λέγειν ἐς βασιλέα παιδεύσας, ἐπάνεισι. μετὰ μικρὸν δὲ καὶ τὸν βασιλέα νυκτὸς ἐν ταπεινῷ τῷ σχήματι 2.56 προσλαβόμενος ἔρχεται πρὸς τὸν μοναχόν, καὶ τῆς διαλέξεως ἤδη λαμβανούσης ἀρχὴν ἔγχιστα τὸν βασιλέα παραστησάμενος ὁ μονα χὸς ὡς τάχα προεγνωκὼς ἐκ θείας ἐπιπνοίας τὸ βασιλικὸν ἀξίωμα "οὐκ εὔλογα" ἔφη "ποιεῖς, ὦ βασιλεῦ, παραλογιζόμενος ἡμᾶς τῇ ἰδιωτικῇ ἀμπεχόνῃ, καὶ τὸν ἔνδον αὐτῆς κρυπτόμενον ἐπικα λύπτων βασιλέα. ἀλλ' εἰ καὶ σὺ μὲν οὕτως, ἀλλ' ἡ τοῦ θείου πνεύματος χάρις ἡμᾶς οὐκ εἴασεν ἐπὶ πλέον οὕτω κατασοφίζεσθαι ὑπό σου." τοῦτο ὡς ἤκουσεν ὁ βασιλεύς, καὶ ὡς οὐκ ἔλαθεν ἐν εὐτελεῖ προσχήματι τὸ βασιλικὸν κρύπτων ἀξίωμα, κατεπλάγη τε, ὡς ἦν εἰκὸς τὸν τὸ σκαιώρημα ἀγνοοῦντα, καὶ τόν τε μοναχὸν ὡς θεῖον ἄνδρα ἐγνώρισε, καὶ τὰ προσταττόμενα παρ' αὐτοῦ εὐπει θῶς καὶ μετὰ ταχύτητος ποιήσειν ἐπήγγελτο, καὶ τῶν σεβα σμίων εἰκόνων ἐπιψηφίζει καθαίρεσιν. καὶ πρότερον μὲν ἐν τῷ λεληθότι διεσκοπεῖτο πῶς ἂν αὐτῶν ἐκτελεσθῇ τὸ σπούδασμα, καὶ μή τις στάσις ἀνεγερθῇ περὶ τὴν ἐκκλησίαν· ἔπειτα καὶ εἰς τοὐμ φανὲς τὸ δόγμα ἐξήνεγκε, καὶ τῶν ἐν τέλει καὶ τῶν τῆς ἐκκλησίας οἱ μὲν ἑκόντες οἱ δὲ ἄκοντες ὑπέκυπτον τῷ προστάγματι. ἠναγκά ζετο δὲ καὶ ὁ μέγας ἐν πατριάρχαις ἀοίδιμος Νικηφόρος ἐν τῷ τῆς καθαιρέσεως τῶν ἁγίων εἰκόνων ὑποσημήνασθαι τόμῳ· ὃν μηδα μῶς πειθαρχήσαντα ὑπερόριον ἀνὰ τὴν Προικόνησον τίθησι, πά λαι προαισθόμενον τὴν τοῦ Λέοντος σκαιοτροπίαν, καὶ ὡς κυκήσει οὗτος καὶ συνταράξει τὰ τῆς ἐκκλησίας. ἔδοξε γὰρ τῷ μακαρίτῃ Νικηφόρῳ, ὁπηνίκα τὸ διάδημα περιετίθει τῇ τοῦ Λέοντος κεφαλῇ, ἀκάνθαις καὶ τριβόλοις τὴν χεῖρα περιπαρῆναι· καὶ τοῦτο σύμβο 2.57 λον καὶ οἰωνὸν ἔθετο τῶν μετὰ ταῦτα συμβεβηκότων κακῶν. ἀπα γομένῳ δὲ τῷ μεγάλῳ πρὸς τὴν ὑπερορίαν ὁ ὁμολογητὴς Θεοφάνης ὁ τῆς τοῦ μεγάλου Ἀγροῦ μονῆς καθηγούμενος, αἰσθόμενος ἐξ ἐπιπνοίας θεϊκῆς τὴν διέλευσιν τούτου, κατ' ἀγρόν τινα ἐνδιατρί βων, θυμιάμασι καὶ κηροῖς προύπεμπεν αὐτὸν μετὰ τῆς νηὸς διι όντα. αὐτός τε ὁ πατριάρχης προσκυνήσεσιν ἐσχάταις ἐδεξιοῦτο καὶ ἐκτάσει χειρῶν καὶ εὐλογίαις αὐτὸν κατησπάζετο, μὴ θεώμενος μὴ θεώμενον, ἀλλὰ τοῖς πνευματικοῖς ὀφθαλμοῖς ἀλλήλους ἰδόντες, καὶ τὸ προσῆκον ἕκαστος ἑκάστῳ ἀπονέμοντες σέβας. τῶν συμπλεόντων δέ τινος εἰρηκότος τῷ πατριάρχῃ "πρὸς τίνα, ὦ δέσποτα, τὰς χεῖρας αἴρων εἰς ὕψος τὸν ἀσπασμὸν ἐποίου;" "πρὸς τὸν ὁσιώτατον" ἔφη "καὶ ὁμολογητὴν Θεοφάνην, τὸν καθη γητὴν τοῦ Ἀγροῦ, λαμπάσι καὶ θυμιάμασιν ἡμᾶς δεξιούμενον." μετ' οὐ πολὺ δὲ καὶ ἡ τοῦ πατριάρχου ἐξέβη εἰς ἔργον πρόρρησις· μετὰ πολλῶν γὰρ καὶ ἄλλων ἐν οὐ μακρῷ τῆς ἐκκλησίας ἀφορι σθεὶς καὶ πολλαῖς καὶ ἀπείροις κακώσεσιν ὑποβληθεὶς τὸν τῆς ὁμο λογίας ἀνεδήσατο στέφανον, μηκέτι θεάσασθαι τοῦ λοιποῦ τὸν πατριάρχην ἀξιωθείς, ἵνα μηδ' ἐν τούτῳ διαπέσῃ ἡ τοῦ πατριάρ χου πρόρρησις. ὑπερορίᾳ δὲ τοῦ πατριάρχου παραπεμφθέντος, ὡς εἴπομεν, ἄνεισιν ἀναξίως εἰς τὸν τῆς ἀρχιερωσύνης θρόνον, κατ' αὐτὴν τὴν τῆς ἀναστάσεως τοῦ κυρίου ἡμέραν, Θεόδοτος ὁ Μελισσηνός, ὃν καὶ Κασσιτηρᾶν προσαγορεύεσθαι ὁ λόγος φθά σας παρέστησε. καὶ τοῦ θρόνου ἐπιβάς, ἔχων δὲ συνεπαρήγου 2.58 σαν καὶ τὴν βασιλικὴν ἐξουσίαν, οὐκ ἐν σκότει καὶ γωνίαις ἔτι ἀλλ' ἐν ὑπαίθρῳ καὶ παρρησίᾳ τὴν αἵρεσιν
τῶν εἰκονομάχων ἐδη μοσίευε. Λέων δὲ ὁ βασιλεὺς τῇ τε προηγησαμένῃ κατὰ Βουλγάρων νίκῃ ἐξωγκωμένος, καὶ κατὰ τῶν Ἀράβων δὲ μικρῷ ποιῆσαι." καὶ ταῦτα μὲν εἶπε πρὸς τὸν βασιλέα, ἐκεῖθεν δὲ ἐξελθὼν ἄπεισι ταχέως πρὸς τὸν μονάζοντα, καὶ φησὶ πρὸς αὐτὸν ὡς τῇ ἐπιούσῃ νυκτὶ ἐλεύσεταί σοι ὁ βασι λεὺς ἐν εὐτελεῖ τῇ περιβολῇ, ἐρωτήσων περὶ τῆς πίστεως καὶ ἄλλων ἀναγκαιοτάτων πραγμάτων. σὺ δὲ ἀλλὰ μέμνησο ταχεῖάν τε τοῦ βίου καταστροφὴν καὶ τῆς βασιλείας ἔκπτωσιν ἀπειλῆσαι αὐτῷ, εἰ μὴ ἑκών γε αἱροῖτο τῷ τοῦ βασιλέως Λέοντος τοῦ ἐξ Ἰσαυρίας προστεθῆναι δόγματι καὶ τὰ εἴδωλα τῶν θείων σηκῶν ἐξορίσαι (τὰς θείας εἰκόνας οὕτω καλέσας), ἐπαγγείλασθαί τε τοῦ εἰρημέ νου βίου γενομένῳ ζωῆς τε μακρὰν βιοτὴν καὶ τῆς βασιλείας κυ βέρνησιν εὐτυχῆ τε καὶ πολυχρόνιον. οὕτω παιδαγωγήσας τὸν μοναχόν, καὶ ἃ μέλλει λέγειν ἐς βασιλέα παιδεύσας, ἐπάνεισι. μετὰ μικρὸν δὲ καὶ τὸν βασιλέα νυκτὸς ἐν ταπεινῷ τῷ σχήματι 2.56 προσλαβόμενος ἔρχεται πρὸς τὸν μοναχόν, καὶ τῆς διαλέξεως ἤδη λαμβανούσης ἀρχὴν ἔγχιστα τὸν βασιλέα παραστησάμενος ὁ μονα χὸς ὡς τάχα προεγνωκὼς ἐκ θείας ἐπιπνοίας τὸ βασιλικὸν ἀξίωμα "οὐκ εὔλογα" ἔφη "ποιεῖς, ὦ βασιλεῦ, παραλογιζόμενος ἡμᾶς τῇ ἰδιωτικῇ ἀμπεχόνῃ, καὶ τὸν ἔνδον αὐτῆς κρυπτόμενον ἐπικα λύπτων βασιλέα. ἀλλ' εἰ καὶ σὺ μὲν οὕτως, ἀλλ' ἡ τοῦ θείου πνεύματος χάρις ἡμᾶς οὐκ εἴασεν ἐπὶ πλέον οὕτω κατασοφίζεσθαι ὑπό σου." τοῦτο ὡς ἤκουσεν ὁ βασιλεύς, καὶ ὡς οὐκ ἔλαθεν ἐν εὐτελεῖ προσχήματι τὸ βασιλικὸν κρύπτων ἀξίωμα, κατεπλάγη τε, ὡς ἦν εἰκὸς τὸν τὸ σκαιώρημα ἀγνοοῦντα, καὶ τόν τε μοναχὸν ὡς θεῖον ἄνδρα ἐγνώρισε, καὶ τὰ προσταττόμενα παρ' αὐτοῦ εὐπει θῶς καὶ μετὰ ταχύτητος ποιήσειν ἐπήγγελτο, καὶ τῶν σεβα σμίων εἰκόνων ἐπιψηφίζει καθαίρεσιν. καὶ πρότερον μὲν ἐν τῷ λεληθότι διεσκοπεῖτο πῶς ἂν αὐτῶν ἐκτελεσθῇ τὸ σπούδασμα, καὶ μή τις στάσις ἀνεγερθῇ περὶ τὴν ἐκκλησίαν· ἔπειτα καὶ εἰς τοὐμ φανὲς τὸ δόγμα ἐξήνεγκε, καὶ τῶν ἐν τέλει καὶ τῶν τῆς ἐκκλησίας οἱ μὲν ἑκόντες οἱ δὲ ἄκοντες ὑπέκυπτον τῷ προστάγματι. ἠναγκάζετο δὲ καὶ ὁ μέγας ἐν πατριάρχαις ἀοίδιμος Νικηφόρος ἐν τῷ τῆς καθαιρέσεως τῶν ἁγίων εἰκόνων ὑποσημήνασθαι τόμῳ· ὃν μηδα μῶς πειθαρχήσαντα ὑπερόριον ἀνὰ τὴν Προικόνησον τίθησι, πά λαι προαισθόμενον τὴν τοῦ Λέοντος σκαιοτροπίαν, καὶ ὡς κυκήσει οὗτος καὶ συνταράξει τὰ τῆς ἐκκλησίας. ἔδοξε γὰρ τῷ μακαρίτῃ Νικηφόρῳ, ὁπηνίκα τὸ διάδημα περιετίθει τῇ τοῦ Λέοντος κεφαλῇ, ἀκάνθαις καὶ τριβόλοις τὴν χεῖρα περιπαρῆναι· καὶ τοῦτο σύμβο 2.57 λον καὶ οἰωνὸν ἔθετο τῶν μετὰ ταῦτα συμβεβηκότων κακῶν. ἀπα γομένῳ δὲ τῷ μεγάλῳ πρὸς τὴν ὑπερορίαν ὁ ὁμολογητὴς Θεοφάνης ὁ τῆς τοῦ μεγάλου Ἀγροῦ μονῆς καθηγούμενος, αἰσθόμενος ἐξ ἐπιπνοίας θεϊκῆς τὴν διέλευσιν τούτου, κατ' ἀγρόν τινα ἐνδιατρί βων, θυμιάμασι καὶ κηροῖς προύπεμπεν αὐτὸν μετὰ τῆς νηὸς διι όντα. αὐτός τε ὁ πατριάρχης προσκυνήσεσιν ἐσχάταις ἐδεξιοῦτο καὶ ἐκτάσει χειρῶν καὶ εὐλογίαις αὐτὸν κατησπάζετο, μὴ θεώμε νος μὴ θεώμενον, ἀλλὰ τοῖς πνευματικοῖς ὀφθαλμοῖς ἀλλήλους ἰδόντες, καὶ τὸ προσῆκον ἕκαστος ἑκάστῳ ἀπονέμοντες σέβας. τῶν συμπλεόντων δέ τινος εἰρηκότος τῷ πατριάρχῃ "πρὸς τίνα, ὦ δέσποτα, τὰς χεῖρας αἴρων εἰς ὕψος τὸν ἀσπασμὸν ἐποίου;" "πρὸς τὸν ὁσιώτατον" ἔφη "καὶ ὁμολογητὴν Θεοφάνην, τὸν καθη γητὴν τοῦ Ἀγροῦ, λαμπάσι καὶ θυμιάμασιν ἡμᾶς δεξιούμενον." μετ' οὐ πολὺ δὲ καὶ ἡ τοῦ πατριάρχου ἐξέβη εἰς ἔργον πρόρρησις· μετὰ πολλῶν γὰρ καὶ ἄλλων ἐν οὐ μακρῷ τῆς ἐκκλησίας ἀφορι σθεὶς καὶ πολλαῖς καὶ ἀπείροις κακώσεσιν ὑποβληθεὶς τὸν τῆς ὁμο λογίας ἀνεδήσατο στέφανον, μηκέτι θεάσασθαι τοῦ λοιποῦ τὸν πατριάρχην ἀξιωθείς, ἵνα μηδ' ἐν τούτῳ διαπέσῃ ἡ τοῦ πατριάρ χου πρόρρησις. ὑπερορίᾳ δὲ τοῦ πατριάρχου παραπεμφθέντος, ὡς εἴπομεν, ἄνεισιν ἀναξίως εἰς τὸν τῆς ἀρχιερωσύνης θρόνον, κατ' αὐτὴν τὴν τῆς ἀναστάσεως τοῦ κυρίου ἡμέραν, Θεόδοτος ὁ Μελισσηνός, ὃν καὶ Κασσιτηρᾶν προσαγορεύεσθαι ὁ
PG 121:941λόγος φθά σας παρέστησε. καὶ τοῦ θρόνου ἐπιβάς, ἔχων δὲ συνεπαρήγου 2.58 σαν καὶ τὴν βασιλικὴν ἐξουσίαν, οὐκ ἐν σκότει καὶ γωνίαις ἔτι ἀλλ' ἐν ὑπαίθρῳ καὶ παρρησίᾳ τὴν αἵρεσιν τῶν εἰκονομάχων ἐδη μοσίευε. Λέων δὲ ὁ βασιλεὺς τῇ τε προηγησαμένῃ κατὰ Βουλγάρων νίκῃ ἐξωγκωμένος, καὶ κατὰ τῶν Ἀράβων δὲ μικρῷ πρότερον εὐ τυχήσας, ἀκατάσχετος ἦν τὸ φρόνημα καὶ πρὸς τὸ σκληρὸν ἀπέ νευε καὶ ὠμότερον· ἀπαραίτητός τε γὰρ τὴν ὀργὴν ἐγεγόνει, καὶ τῶν ἁμαρτημάτων κολαστὴς αὐστηρότατος, τοῖς τε ἐντυγχάνειν ἐθέλουσιν ἀνέντευκτος καὶ δυσξύμβουλος, ἐπί τε μικροῖς ἁμαρτή μασι μεγάλας ἐπιφέρων τὰς καταδίκας, ὧν μὲν χεῖρας ἀφαιρούμενος ὧν δὲ πόδας ὧν δέ τινα ἕτερα τῶν καιριωτάτων μελῶν, ἅπερ ἀποτέμνεσθαι ἀποφαινόμενος ἀνὰ τὴν λεωφόρον ἀνακρεμαννύειν ἐκέλευσεν εἰς κατάπληξιν τάχα τῶν ὁρώντων καὶ δέος. ἐκ τούτου μισητὸς κατέστη τῷ ὑπὸ χεῖρα παντί. πλέον δ' ἐπέτεινε τὸ μῖσος τὰ μετὰ ταῦτα· οὐ μόνον γὰρ κατὰ τῶν ὁμοτίμων τὴν φύσιν ἀν θρώπων ἐπῆρτο καὶ ἠγριαίνετο, ἀλλὰ καὶ κατ' αὐτῆς ἐκορυβαντία τῆς εὐσεβοῦς πίστεως καὶ τοῦ θεοῦ. ὄργανον δ' ἐπιτήδειον πρὸς τοῦτο ἔσχεν ἄνδρα τινὰ διαβόητον ἐπὶ πανουργίᾳ, τοῦ τάγματος τῶν ἐν τῷ παλατίῳ ψαλλόντων τὴν ἀρχὴν ἔχοντα, ἔξωθεν μὲν ἱεροπρεπῆ φαινόμενον καὶ θεοσεβῆ, ἔνδοθεν δὲ ὡς ἐν βαθεῖ κω δίῳ τὸν λύκον ἐπικαλύπτοντα. οὗτος ὁ βέβηλος καιρὸν ἐπιτήδειον εὑρηκώς, καθ' ὃν εἰς ἐπήκοον ἐν τῇ ἐκκλησίᾳ εἴωθεν ἡ τοῦ μεγαλοφωνοτάτου Ἠσαΐου ἀναγινώσκεσθαι προφητεία ἡ λέγουσα "τίνι 2.59 ὡμοιώσατε κύριον; καὶ τίνι ὡμοιώσατε αὐτόν; μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτήν, ἢ ὁμοιώματι κατεσκεύασεν αὐτήν;" καὶ τὰ λοιπὰ τῆς προφητείας, παραστὰς οὖν πρὸς οὖς λέγει τῷ βασιλεῖ "σύνες τοῖς λεγομένοις, ὦ βασιλεῦ, καὶ μὴ λάθῃ σε τὸ ἀληθές, καὶ τοιαύτης ἔχου λα τρείας ὁποίαν σοι ὑποτίθησιν ὁ προφήτης." τοιαῦτα εἰπὼν ἐνέ σταξε τῇ διανοίᾳ τοῦ βασιλέως πλείονα ἰὸν τῆς αἱρέσεως, ὡς ἣν πρότερον μετὰ φειδοῦς καὶ ἐνδοιασμοῦ κηρύττειν ἠπείγετο λατρείαν, ταύτην ἀνακεκαλυμμένῳ προσώπῳ καὶ ἀναιδῶς, εἰπεῖν πλέον μετὰ ἀπειλῶν καὶ κινδύνων αἱρεῖσθαι ἠνάγκαζεν. ὅσοι μὲν οὖν μαλα κιζόμενοι προυδίδοσαν τὴν ἀλήθειαν, ἐν ἀδείαις ἦσαν· οἱ μὴ πει θαρχοῦντες δὲ τῷ αὐτοῦ δυσσεβεστάτῳ προστάγματι ἀνηκέστοις αἰκίαις καὶ συμφοραῖς παρεδίδοντο. Καίπερ δὲ οὕτως ἔχων δυσσεβείας καὶ παρανομίας, ἀλλά γε πρὸς τὴν τῶν δημοσίων πραγμάτων ἀντίληψιν ἀγρυπνότατος ἦν, ὡς μηδέν τι τῶν δεόντων καὶ ὀνησιφόρων ἐᾶν ἀτημέλητον. φασί γέ τοι μετὰ τὸν ἐκείνου θάνατον Νικηφόρον εἰπεῖν τὸν πατριάρχην ὡς ἡ πολιτεία Ῥωμαίων ἄρα, εἰ καὶ δυσσεβῆ, ἀλλά γε μέγαν προστάτην ἀπώλεσε. πρὸς τῷ ἐπιμελῶς δὲ καὶ ἀγρύπνως τὰ δη μόσια διοικεῖν, καὶ τοῖς ἀδικοῦσι λίαν ἐπαχθέστατος ἦν. ἐξιόντι γοῦν ποτὲ τοῦ παλατίου τῷ βασιλεῖ προσῄει τις ἐγκαλῶν ὡς τὸ αὐτοῦ γύναιον ἁρπαγείη ὑπό τινος τῶν συγκλητικῶν· "ἐμοὶ δὲ" φησί "καὶ τῷ ἐπάρχω τῆς πόλεως περὶ τούτου ἐγκαλέσαντι οὐδε 2.60 μία ἐπηκολούθησεν ἐκδίκησις." ὁ γοῦν βασιλεὺς τὸν τοῦ ἀνδρὸς λόγον ἐνωτισθεὶς εὐθέως προσέταξεν ὡς παρασταίη ἐπανιόντι αὐ τῷ εἰς πρόσωπον ὁ ἐγκαλούμενος συγκλητικός. ἤδη δὲ καὶ ἐπανα ζευγνύντος τοῦ βασιλέως παρέστησαν ἐνώπιον αὐτοῦ ὅ τε παθὼν καὶ τὴν ἐκδίκησιν ἐκζητῶν καὶ ὁ τὸ ἐξάγιστον δράσας ἔργον καὶ αὐτὸς ὁ ἔπαρχος, καὶ τοῦ βασιλέως κελεύσαντος λέγειν τῷ δεο μένῳ ἃ πεπόνθει, ὁ μὲν διεξῄει τὰ ἀπ' ἀρχῆς ἄχρι τέλους, ὁ δ' ἔνοχος τῷ ἐγκλήματι, ἐπειδὴ μὴ οἷός τε ἦν τοὺς ἐλέγχους διαδιδράσκειν ταῖς ἀποδείξεσι πάντοθεν συνειλημμένος, ὡμολόγησε τὸ ἀνοσιούργημα. ἐρομένου δὲ τοῦ βασιλέως καὶ τὸν ἔπαρχον διὰ τί μὴ πρέπουσαν ἐπενέγκοι τῷ ἀτοπήματι τὴν ἐκδίκησιν, ἐπεὶ καὶ οὗτος ἐνεὸς ἐγεγόνει πρὸς τὴν ἀπολογίαν, τοῦτον μὲν μετέστησε τῆς ἀρχῆς, τὸν δὲ μοιχὸν ταῖς τοῦ νόμου παραδέδωκε τιμωρίαις. ἐχρημάτιζε δὲ τὰ πλείω καὶ ἐν τῷ Λαυσιακῷ καθήμενος τρικλίνῳ, προεβάλλετό τε στρατηγοὺς καὶ στρατιώτας καὶ
PG 121:943ἄρχοντας τῶν ἀξιολογωτάτων καὶ ἀδωροτάτων, χρημάτων ὑπερόπτης ὢν καὶ αὐτὸς ἀκριβέστατος. ἐφιλοτιμεῖτο δὲ καὶ περὶ τὴν ἑαυτοῦ φωνήν, εὔρυθμός τις εἶναι βουλόμενος, εἰ καὶ μὴ τὴν φύσιν συνᾴδουσαν εἶχεν· ἄρρυθμος γὰρ ἦν καὶ πρὸς τὰ ἐν ἁρμονίᾳ μέλη ἀνεπιτή δειος. εἰώθει γὰρ κἀν ταῖς ψαλμῳδίαις ἐξάρχειν τῶν αἴνων, καὶ μᾶλλον ὅτε ἐν τῇ τοῦ Χριστοῦ γεννήσει οἱ τῆς ἑορτῆς κανόνες ἐψάλλοντο· ἐξῆρχε γὰρ τῶν ᾠδῶν τορωτέρᾳ καὶ ἀγρίᾳ φωνῇ, καὶ ὅτε τῆς ζʹ ᾠδῆς κατήρχετο τοῦ εἱρμοῦ τοῦ λέγοντος "τῷ παντάνα κτος ἐξεφαύλισαν πόθω." ᾧ δὴ καὶ γέλωτα ὠφλίσκανε παρὰ 2.61 τοῖς ἀκούουσι, τὸν τοῦ θεοῦ φόβον ἐκφαυλίσας καὶ τῇ τῶν δαιμό νων μέριδι προσθέμενος διὰ τῆς τῶν πανσέπτων εἰκόνων ἀρνήσεως. καὶ τὰ μὲν τοῦ βασιλέως ἐν τούτοις. Μιχαὴλ δὲ ὁ ἐξ Ἀμωρίου ἀεὶ τοῖς ἔμπροσθεν ἐπεκτεινόμε νος, ἐπὶ τὸ μεῖζον προβαίνων, διαβολὴν ἔσχε καθοσιώσεως· ὃς ταύτην εἰ καὶ δυσχερῶς ὅμως ἀποσεισάμενος ἐκπέμπεται παρὰ βασιλέως τακτικὰ διδάσκειν τὸν ὑπὸ χεῖρα λαόν. ἦν δὲ ὁ Μιχαὴλ οὐ ταῖς ἄλλαις πάσαις κακίαις ἐπιρρεπὴς μόνον, ἀλλ' ἐνόσει καὶ γλώσσης ἀκολασίαν, καὶ τὰ ἔνδον τῆς καρδίας ἐκφαυλίζειν δυνά μενος μυστήρια. ἐλάλει γὰρ πᾶν τὸ παριστάμενον εἰς τοὐμφανές, ἀπερρίπτει δὲ καὶ κατ' αὐτοῦ τοῦ βασιλέως λόγους οὐκ εὐπρεπεῖς, ἀπειλῶν αὐτῷ τε καθαίρεσιν τῆς βασιλείας καὶ τῇ αὐτοῦ συζύγῳ γάμον ἐπισείων ἀνόσιον. ἅπερ ὁ βασιλεὺς πυνθανόμενος πρῶτον μὲν εὐμηχάνως ἐπειρᾶτο παραπροσποιούμενος τὴν γνῶσιν, ἀπο στῆσαι τοῦτον τῆς ἀθυρογλωσσίας καὶ τῶν κακῶν βουλευμάτων βουλόμενος· ᾔδει γὰρ αὐτὸν αἰσχίστῃ νόσῳ ἀκολάστῳ γλώσσῃ δουλεύοντα. ὡς δὲ καὶ παραινέσεσι καὶ ἀπειλαῖς ὅπῃ παρείκοι χρώμενος εὐθὺς μὲν ἐξαρνούμενον εὕρισκε τὰ λεγόμενα, ἀδείας δὲ πάλιν τετυχηκότα τῶν κατὰ σκοπὸν μὴ ἀφιστάμενον, ἐπαφίησιν αὐτῷ σκοποὺς καὶ ὠτακουστὰς λεληθότως, οἵτινες πολλάκις ἐν εὐωχίαις καὶ μέθαις μετακινούμενον τῶν φρενῶν ὑπὸ τοῦ οἴνου καταλαβόντες καὶ τοῖς προτέροις μάλα προθύμως ἐπιτιθέμενον κατάδηλον ποιοῦσι τῷ βασιλεῖ. ἐγένετο δὲ προσθήκη πίστεως τῶν 2.62 διαβαλλομένων τῷ Μιχαὴλ καὶ ὁ Ἑξαβούλιος, ἀνὴρ φρενήρης καὶ συνήθης τῷ βασιλεῖ, οὐκ ἄγνωστος δὲ καὶ τῷ Μιχαήλ. οὗτος πολλάκις ἐπισχεῖν αὐτὸν τῆς ἀθυροστομίας ἐπιχειρήσας, καὶ παραινέσας σιγᾶν, καὶ μὴ οὕτως ἀκαίρως παρρησιάζεσθαι καὶ εἰς προῦπτον ἑαυτὸν συνωθεῖν κίνδυνον παρακαλέσας, ἐπειδὴ μὴ ἔπειθε, δῆλα πάντα τὰ κατ' αὐτὸν τίθησι τῷ βασιλεῖ. καὶ δὴ πρὸ μιᾶς ἡμέρας τῆς κατὰ σάρκα Χριστοῦ τοῦ θεοῦ ἡμῶν γεννήσεως δεξάμενος τὰς μηνύσεις ὁ βασιλεὺς ἐπὶ βήματός τε ἐν τοῖς ἀσηκρητείοις ἐκάθισε, καὶ ἀκριβὴς ἐξεταστὴς τῶν μηνυθέντων ἐγίνετο. ἁλίσκεται τοίνυν τυραννίδος ὁ Μιχαήλ, αὐτὸς καταθέ σθαι ὑπὸ τῆς ἐναργείας τῶν ἐλέγχων ἀναγκασθείς· καὶ ψῆφος ἐκφέρεται κατ' αὐτοῦ πυρὶ καταστρέψαι τὴν ζωήν, ἐμβληθέντος ἐν τῇ καμίνῳ τοῦ ἐν τῷ παλατίῳ λουτροῦ, εἶναι δὲ καὶ αὐτὸν θεωρὸν τὸν βασιλέα τοῦ δράματος. ἤγετο μὲν οὖν τὴν ἐπὶ θάνα τον δεσμώτης, εἵπετο δὲ καὶ ὁ βασιλεὺς θεατὴς εἶναι ὀριγνώμενος τοῦ δρωμένου. ἐν ὅσῳ δὲ τὸ μεταξὺ παρήμειβον διάστημα, ἡ βασιλὶς Θεοδοσία, τὸ τοῦ Ἀρσαβὴρ θυγάτριον, μαθοῦσα τὸ μέλ λον πραχθῆναι ἔξεισι μετὰ σπουδῆς ὅτι πολλῆς τοῦ θαλάμου, παράβακχόν τι καὶ μανικὸν κινουμένη, τὸν βασιλέα τε καταλα βοῦσα ἀλάστορά τε καὶ θεομάχον ἀπεκάλει οἷς οὐδὲ τὴν θείαν ἡμέραν ἄγει διὰ φειδοῦς, τοῦ θείου μέλλων σώματος μετασχεῖν, καὶ τῆς ὁρμῆς διεκώλυεν. οὗτος δὲ τῷ θεῷ μὴ προσκροῦσαι δε δοικώς, τὸ μὲν παραχρῆμα παλίντροπον αὐτῷ τὴν σωτηρίαν ἐβράβευσε, σίδηρον δὲ τοῖς ποσὶ περιθεὶς τοῦ Μιχαήλ, καὶ τῆς 2.63 κλειδὸς ἑαυτῷ τὴν φρουρὰν ἐπιτρέψας, τῷ παπίᾳ τὴν αὐτοῦ φυ λακὴν ἀνατίθησι. πρὸς δὲ τὴν σύζυγον ἐπιστραφεὶς ἔφη "ἐγὼ μέν, ὦ γύναι, ταῖς σαῖς βακχείαις πεισθεὶς ἐποίησα ὡς ἐκέλευ σας· σὺ δὲ οὐκ εἰς μακρὰν ἐπόψει, καὶ τὰ τῆς ἐμῆς νηδύος βλα στήματα, τὰ ἀποβησόμενα, εἰ καὶ σήμερόν με τοῦ ἁμαρτήματος ἠλευθέρωσας." οὕτω τὸ μέλλον,
PG 121:947εἰ καὶ πόρρω προφητικῆς ἦν ἐπιπνοίας, ἀληθῶς ἀπεφοίβασε. λέγουσι δ' ὅτι καὶ χρησμὸς ἦν ἄνωθεν αὐτῷ δεδομένος ὡς κατὰ τὴν ἡμέραν τῆς Χριστοῦ τοῦ θεοῦ ἡμῶν κατὰ σάρκα γεννήσεως πέπρωται αὐτῷ τήν τε βασιλι κὴν εὐδαιμονίαν ἀποβαλεῖν, προσαπολέσαι δὲ καὶ αὐτὴν τὴν ζωήν. Σιβυλλιακὸς δὲ ἦν ὁ χρησμός, ἔν τινι βίβλῳ τῆς βασιλικῆς βιβλιο θήκης ἐγγεγραμμένος, οὐ χρησμοὺς μόνον ἁπλῶς ἐχούσῃ, ἀλλὰ καὶ μορφὰς καὶ σχήματα τῶν βασιλέων διὰ χρωμάτων. ἦν οὖν θηρίον μεμορφωμένον ὁ λέων ἐν τῷ βιβλίῳ, ἄνωθεν δὲ τῆς αὐτοῦ ῥάχεως ἐπεγέγραπτο τὸ χῖ στοιχεῖον μέχρι καὶ αὐτῆς τῆς γαστρός, κατόπιν δέ τις ἀνὴρ ἐπιθέων δόρατι καιρίαν ἐδίδου πληγὴν τῷ θηρίῳ διὰ μέσου τοῦ χῖ. ἀσάφειαν δ' ὑποφαίνοντος τοῦ χρη σμοῦ, μόνος ὁ τηνικαῦτα κοιαίστωρ αὐτὸν διετράνου, Λέοντα μέλλειν φήσας τινὰ βασιλέα κατ' αὐτὴν τὴν ἡμέραν τῆς τοῦ Χρι στοῦ γεννήσεως θανάτῳ ὀλεθρίῳ παραδοθῆναι. ὑπέθραπτε δὲ οὐδὲν ἧττον τὸν βασιλέα καὶ ἐξεδειμάτου καὶ ἡ τῆς οἰκείας μητρὸς ὄψις. ἔδοξε γὰρ αὕτη κατὰ τὸν ἐν Βλαχέρναις θεῖον ναὸν τῆς θεοτόκου φοιτῶσα συνεχῶς κόρῃ τινὶ συναντᾶν λευχείμοσιν ἀν 2.64 δράσι δορυφορουμένῃ, ἑώρα δὲ καὶ τὸν θεῖον ναὸν αἵματος πε πλησμένον. προστάξαι δὲ τὴν θεαθεῖσαν κόρην ἑνὶ τῶν λευχει μόνων ἀνδρῶν χύτραν τινὰ πλήσαντι αἵματος τῇ μητρὶ τοῦ Λέον τος ἐπιδοῦναι πιεῖν· αὐτῆς δὲ πολυετῆ χηρείαν προβαλλομένης, δι' ἣν μήτε κρεῶν μήτε τινὸς τῶν ἐναίμων γεύσασθαι, καὶ διὰ τοῦτο μηδὲ ταύτης τῆς χύτρας ἅψασθαι, "καὶ πῶς" ἔφησεν ἡ κόρη μετὰ θυμοῦ "οὐ παύεται ὁ σὸς υἱὸς πολλῶν ἐμπιπλῶν αἱμά των ἐμὲ καὶ τὸν ἐμὸν παροργίζων υἱὸν καὶ θεόν;" πολλά τε ἔκ τοτε τὸν ἑαυτῆς ἐξελιπάρει υἱὸν τῆς τῶν εἰκονομάχων ἐκστῆναι αἱρέσεως, τὴν ὄψιν ἐκτραγῳδήσασα. καὶ ἑτέρα δέ τις ὄψις οὐ μικρῶς συνετάρασσε· Ταράσιος γὰρ ὁ ἀοίδιμος πατριάρχης, πά λαι τὸν βίον μετηλλαχώς, Μιχαήλ τινα ἐδόκει καλεῖν ἐξ ὀνόματος ἐν ὀνείροις, ἐπιπηδῆσαι προτρεπόμενος τῷ Λέοντι καὶ καιρίαν πλῆξαι αὐτόν. ἐστρόβει δὲ αὐτὸν καὶ ἡ τοῦ κατὰ τὸ Φιλομίλιον μοναχοῦ πρόρρησις καὶ ἡ τῆς ἐσθῆτος μεταμφίασις, ἣν ὁ Μιχαὴλ ἐποιήσατο, ὥς που φθάσαντες ἱστορήσαμεν. οἷς ἅπασι δειματούμενος ὁ βασιλεὺς ἐπάλλετό τε τῷ δέει καὶ τὴν ψυχὴν ἐκυμαί νετο. διὸ καὶ ἄγρυπνος διετέλει παρ' ὅλην τὴν νύκτα. σοφώ τερα τοίνυν ἢ βασιλικώτερα βουλευσάμενος, τὴν ἐπὶ τὸν παπίαν φέρουσαν πυλίδα διαρρήξας κατεσκόπει τὰ ἔνδον. εἰσελθὼν δὲ εἴς τι δωμάτιον θέαμα ὁρᾷ εἰς ἔκπληξιν οὐ τὴν τυχοῦσαν ἄγον αὐτόν· εἶδε γὰρ τὸν μὲν κατάκριτον ἐπὶ στιβάδος ὑψηλῆς πάνυ μεγαλοπρεπῶς ἀνακείμενον, τὸν δὲ παπίαν ἐπὶ ξηροῦ κατακλινό 2.65 μενον τοῦ ἐδάφους. περιεργότερον δὲ προσελθὼν ἐπεσκόπει τὸν Μιχαήλ, εἰ ὅπερ φιλεῖ ἐν τοῖς κυμαινομένοις καὶ τὴν ζωὴν ἀμφί βολον ἔχουσι γίνεσθαι, ἐπιπόλαιόν τινα καὶ ἐμμέριμνον ὑπνώττει ὕπνον ἢ τοὐναντίον ἀφρόντιδα καὶ ἡδύν. ὡς δ' εὗρεν ἀνέτως ὑπνοῦντα (καὶ γὰρ οὐδ' ἐπαφώμενος αὐτὸν διυπνίσαι ἴσχυσεν), εἰς μείζονα ἀνήφθη θυμὸν τοῖς παρ' ἐλπίδα τούτοις θεάμασι, καὶ ἀπῄει κατὰ σχολήν, δεινὸν οὐκ αὐτῷ μόνον ἀλλὰ καὶ τῷ παπίᾳ εὐσείων. καὶ ταῦτα μὲν ὁ βασιλεύς. οὐκ ἔλαθε δὲ ταῦτα τοὺς περὶ τὸν παπίαν, ἀλλά τις τῶν προκοίτων τοῦ Μιχαὴλ ἐκ τῶν φοινικῶν φωρασάμενος ἐμβάδων ἀπήγγειλε πάντα σαφῶς. οἷς ἐκπαθεῖς καὶ μικροῦ δεῖν ἔκφρονες οἱ περὶ τὸν παπίαν γενόμενοι ἐσκέπτοντο πῶς ἂν τὸν κίνδυνον διαφύγοιεν. ὑπέλαμπεν ἄρτι ἡμέρα, καὶ σκέπτεται σκῆψιν τοιάνδε ὁ Μιχαήλ, ὡς ψυχικάς τι νας κηλῖδας βούλεταί τινι τῶν θεοφίλων ἐξαγορεῦσαι διὰ Θεοκτί στου, ὃν μετὰ ταῦτα τῷ τοῦ κανικλείου τετίμηκεν ἀξιώματι. ἐπε τέτραπτο γοῦν τοῦτο γενέσθαι παρὰ βασιλέως. ὁ δὲ Μιχαὴλ ἀδείας λαβόμενος λέγει πρὸς τὸν Θεόκτιστον "καιρός, ὦ Θεόκτι στε, τοῖς συνωμόταις ἐπαπειλῆσαι, ὡς εἰ μὴ τάχιον σπεύσουσιν ἐξελέσθαι τοῦ κινδύνου ἡμᾶς, πάντα τὰ τῆς πράξεως ἀνακαλύψαι τῷ βασιλεῖ." καὶ τοῦ Θεοκτίστου ὡς ἐκελεύσθη ποιήσαντος, εἰς
PG 121:949ἀγωνίαν οὐ τὴν τυχοῦσαν ἐνέπεσον οἱ συνίστορες, καὶ διεσκοποῦντο πῶς ἂν αὐτοί τε σωθεῖεν καὶ τὸν ὅσον οὐδέπω θανεῖν κινδυνεύ σαντα διασώσαιεν. ῥάπτουσιν οὖν βουλὴν ἥτις αὐτούς τε ἐρρύ σατο καὶ τῷ Μιχαὴλ πρὸς τῇ βασιλείᾳ καὶ τὴν ζωὴν ἐχαρίσατο. 2.66 ἔθος ἐπεκράτει τότε, μή, ὥσπερ νῦν, ἔνδον τῶν βασιλείων, ἔκ τοτε λαβὸν τὴν ἀρχήν, μένειν τοὺς τῇ ἐκκλησίᾳ τοῦ παλατίου ψάλλοντας κληρικούς, ἀλλὰ τοῖς ἰδίοις οἴκοις, περὶ δὲ τρίτην φυλακὴν τῆς νυκτὸς ἀγείρεσθαι κατὰ τὴν ἐλεφαντίνην, κἀκεῖθεν ἀπιέναι πρὸς τὴν ἐκκλησίαν καὶ τῷ θεῷ τὰς ἑωθινὰς ἀποδιδόναι εὐχάς. τούτοις οἱ συνωμόται ἐγκαταμιχθέντες τότε, ὑπὸ μάλης ἐγχειρίδια ἔχοντες, συνεισῄεσαν, καὶ ἔν τινι σκοτεινῷ τῆς ἐκκλη σίας λοχήσαντες τόπῳ τὸ σύνθημα ἐξεδέχοντο. ὡς δ' ὁ ὕμνος διεπεραίνετο, ἤδη δὲ παρῆν καὶ ὁ βασιλεύς, καὶ τῆς ὑμνῳδίας ἐξῆρχεν, ὡς ἔθος, "τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ" (εἶχε γάρ, ὡς εἴπομεν, τορωτέραν φωνήν), τότε δὴ εἰσπηδήσαντες ἀθρόον οἱ συνωμόται ἐκ μὲν τῆς πρώτης ἡμάρτανον προσβολῆς, πρὸς τὸν τοῦ κλήρου ἔξαρχον ἀποπλανηθέντες, εἴτε παρόμοιον ὄντα τῷ βασιλεῖ κατὰ τὴν σωματικὴν ἐμφέρειαν, εἴτε τῇ περὶ τὴν κεφαλὴν ὁμοίᾳ περιβολῇ· ἦν γὰρ ἡ ὥρα κρυμώδης τε καὶ χειμέ ριος, καὶ διὰ τοῦτο ἐν περιβλήμασι πάντες διεκαρτέρουν στεγανω τέροις, πίλοις τὰς κεφαλὰς ὀξυτάτοις περικαλύπτοντες. ἀλλ' ὁ μὲν τοῦ κλήρου καθηγεμὼν τὸν κίνδυνον ἀπεώσατο, τὸν πῖλον τῆς κεφαλῆς ἀφελὼν καὶ τῇ φαλάκρᾳ τὴν σωτηρίαν πραγματευσάμε νος· ὁ δὲ βασιλεὺς συναισθόμενος τῆς ἐπιβουλῆς εἰς τὰ ἄδυτα τοῦ θυσιαστηρίου εἰσέδυ, καὶ τὴν τοῦ θυμιατηρίου σειρὰν διαρ πάσας, ἢ ὥς τινες λέγουσι θεῖον σταυρόν, τὰς βολὰς τῶν πλητ τόντων ἐδέχετο. ἀλλ' οἱ συνωμόται ἀθρόοι καὶ οὐ καθ' ἕνα ἐπι δραμόντες, ὁ μὲν κατὰ τῆς κεφαλῆς, ἄλλος κατὰ τῶν σπλάγχνων 2.67 καὶ ἄλλος ἀλλαχόθι τοῦ σώματος κατετίτρωσκον. καὶ χρόνον μέν τινα ἀντέσχε, τῷ θείῳ σταυρῷ τὰς τῶν ξιφῶν ὁρμὰς ἀποκρουόμε νος· πάντοθεν δ' ὡς θηρίον βαλλόμενος καὶ πρὸς τὰς τρώσεις ἀπο καμών, τελευταῖον ἕνα τινὰ γιγαντιαῖον ἐπιφέροντα ἰδὼν τὴν πλη γήν, ὅρκῳ τῆς τῷ ναῷ ἐνοικούσης κατεδέσμει χάριτος καὶ φείσα σθαι ἐξελιπάρει· τῆς τῶν Κραμβωνιτῶν οὗτος ὁ γεννάδας ὥρμητο γενεᾶς. ἀλλ' ὅ γε, "οὐχ ὅρκων" εἰπών "ἀλλὰ φόνων καιρός," παίει κατὰ τῆς χειρὸς διανταίαν πληγήν, ὡς μὴ μόνον τῆς κλειδὸς ταύτην ἀποτεμεῖν, ἀλλὰ καὶ τὸ κέρας συναποτεμεῖν τοῦ σταυροῦ. ἀποτέμνει δέ τις αὐτοῦ καὶ τὴν κεφαλήν, ἤδη καταπεπονημένου ταῖς πληγαῖς καὶ ὀκλάσαντος. τοιούτῳ μὲν βίου τέλει ὁ Λέων ἐχρήσατο, κατὰ τὸν Δεκέμβριον μῆνα, ὥρα ἦν ὡς δεκάτη τῆς νυκτός, ἐπ' ἔτη βασιλεύσας ζʹ καὶ μῆνας εʹ, ὠμότατος, εἴπερ τις ἄλλος, γεγονώς, καὶ τῶν πρὸ αὐτοῦ πάντων ὁ ἀσεβέστατος, οἷς τήν τε προσοῦσαν αὐτῷ ἐν τοῖς κοινοῖς ἐπιμέλειαν καὶ τὴν ἐν χερσὶ γενναιότητα ἀπημαύρωσε. λέγεται δὲ καὶ φωνὴν οὐρανόθεν καταρραγῆναι εὐθὺς τὴν αὐτοῦ κατάλυσιν εὐαγγελιζομένην πολλοῖς· ἧς καί τινες ἀκηκοότες ναυτίλοι, τὸν καιρόν τε καὶ τὴν νύκτα καταγραψάμενοι, ἐκ τοῦ μετὰ ταῦτα συμπεράσματος εὗρον οὖσαν ἀληθινήν. ἀνῃρημένου δὲ τοῦ Λέοντος, οἱ ἀνῃρηκότες σύροντες τὸν τούτου νεκρὸν ἀνηλεῶς διὰ τῶν Σκύλων εἰς τὸν ἱππόδρομον ἐξήγαγον, παντὸς αὐτοῖς περιῃρημένου φόβου διὰ τὸ τὴν βασί λειον αὐλὴν ὅπλοις οἰκείοις πάντοθεν περιφραχθῆναι. κατέσπα σαν δὲ τῶν βασιλείων καὶ τὴν αὐτοῦ γαμετὴν σὺν τοῖς τέσσαρσι 2.68 τέκνοις αὐτῆς, Σαββάτιον τὸν μετονομασθέντα κατὰ τὴν ἀνάρρη σιν Κωνσταντῖνον Βασίλειόν τε καὶ Γρηγόριον ἅμα Θεοδοσίῳ· οὓς καὶ ἀκατίῳ ἐνθέντες πρὸς τὴν Πρώτην νῆσον ἀπήγαγον, κἀκεῖ σε τῶν πάντων ἐκτμηθέντων συνέβη τὸν Θεοδόσιον τὴν ἑαυτοῦ καταλῦσαι ζωὴν καὶ ταφῆς τῷ ἰδίῳ κεκοινωνηκέναι πατρί. Ὁ δὲ Μιχαὴλ τῆς ἐκ τοῦ παπία φρουρᾶς ἀνεθείς, ἔτι τοὺς πόδας ἐν σιδηροπέδαις ἔχων κατισχημένους διὰ τὸ τὴν κλεῖν τῶν σιδήρων ἐν τῷ κόλπῳ τοῦ
PG 121:951Λέοντος φυλάττεσθαι, οὕτως ὡς εἶχε μετὰ τῶν σιδήρων ἐπὶ τὸν βασίλειον ἐκάθισε θρόνον, καὶ παρὰ πάντων τῶν τέως ὄντων ἐν τῷ παλατίῳ ἀναγορευθεὶς προσεκυνήθη. ἤδη δὲ μεσούσης ἡμέρας, πανταχοῦ τῆς φήμης διαδραμούσης, τῶν δεσμῶν θλασθέντων ὑπὸ σφύρας βιαίως, οὐ χεῖρας ἀπονιψάμε νος, οὐ τὸν τοῦ θεοῦ φόβον ἐπὶ νοῦν εἰληφώς, οὐκ ἄλλο οὐδὲν τῶν δεόντων πράξας, πρὸς τὸν μέγαν τῆς ἁγίας Σοφίας ναὸν προελήλυθε, χειρὶ τοῦ πατριάρχου στεφθῆναι βουλόμενος, καὶ γλιχόμενος καὶ τῆς πανδήμου τυχεῖν ἀναρρήσεως, ἐκείνοις μόνοις τοῖς τὸν φόνον ἐξηνυκόσι συνωμόταις θαρρῶν. ἔνθα καί τις θαυ μάσειεν ἀμφοτέρων τὸ κακόγνωμον, τοῦ μὲν ἀπελθόντος, ὅπως οὐδένα ἔσχε τὸν βοηθοῦντα ἐκ τῶν τοσούτων καὶ τηλικούτων κο λάκων, ἑρπετῶν δίκην ἁπάντων καταδεδυκότων εἰς χηραμούς, τοῦ δὲ μετ' ἐκεῖνον τὸ ἀναιδὲς καὶ ἀναίσχυντον, ὃς εἰς τὴν ἐκκλησίαν εἰσῄει οὐχ ὥς τις φονεὺς καὶ δήμιος, ᾑμαγμένας ἔχων τὰς χεῖρας, ἀλλ' ὥσπερ τις ἀθλοφόρος καὶ νικητής, ἐπὶ τῷ γεγονότι γαννύ 2.69 μενος, ἐμφύλιον ἐκχέας αἷμα οὐκ ἐπὶ τοῦ τυχόντος τόπου ἀλλ' ἐν τῷ θείῳ θυσιαστηρίῳ, ἔνθα τὸ δεσποτικὸν καθ' ἡμέραν ἐκχέεται τῶν ἡμετέρων ἕνεκα λύτρον ἁμαρτιῶν. Τοῦτον τὸν Μιχαὴλ ἤνεγκε μὲν ἡ κατὰ τὴν ἄνω Φρυγίαν πόλις Ἀμώριον, οὕτω καλουμένη, ἐν ᾗ Ἰουδαίων καὶ Ἀθιγγάνωνκαὶ ἑτέρων ἀσεβῶν πλῆθος ἔκπαλαι τῶν χρόνων ἐγκατοικίζεται. καί τις δὲ αἵρεσις ἐκ τῆς ἀλλήλων κοινωνίας καὶ διηνεκοῦς ὁμιλίας καινὸν ἔχουσα τὸν τρόπον καὶ ἀλλόκοτα δόγματα ἐπιφύεται, ἧς καὶ αὐτὸς μέτοχος ἦν, πατροπαράδοτον θρησκείαν ἀποπληρῶν. αὕτη τοῦ μὲν θείου λουτροῦ καὶ σωτηριώδους τοὺς τελουμένους μεταλαγχάνειν ἀνίησι, τἆλλα δὲ πάντα σώζει, φυλάττουσα τὸν νόμον τὸν Μωσαϊκὸν πλὴν τῆς περιτομῆς. εἶχε δὲ διδάσκαλον ὁ Μιχαὴλ καὶ οἷον ἔξαρχον, ὑπ' αὐτοῦ μεμυσταγωγημένος, Ἑβραῖόν τινα ἢ Ἑβραΐδα κατὰ τὸν ἑαυτοῦ οἶκον, οὐ μόνον τὰ ψυχικὰ ἀλλὰ δὴ καὶ τὰς κατ' οἶκον οἰκονομίας αὐτὸν ἐκπαιδεύοντα. ὑφ' οὗ προληφθεὶς οὐδὲν ἀκέραιον ἔσωζεν, ἀλλ' ἦν ἀπιστίας τις σύνοδος, τά τε Χριστιανῶν παραχαράξας, τὰ Ἰουδαίων κιβδηλεύσας καὶ τἆλλα παρανοθεύσας, καὶ τοιοῦτος τὴν πίστιν γενόμενος, ποικί λος τε καὶ πολύμορφος, ὁποῖά φασι τὰ ἐν Λιβύῃ γίνεσθαι θηρία διὰ τὴν τοῦ ὕδατος ἔνδειαν συναγόμενα καὶ ἀλλήλοις ἐπιμιγνύ μενα. ὡς δὴ καὶ εἰς τὴν βασίλειον ἀνήχθη ἀρχήν, ἐσεμνύνετό τε καὶ ὡραΐζετο [ἢ] τῷ διαδήματι καὶ τῇ ἁλουργίδι, λόγον δὲ καὶ 2.70 μάθησιν ὡς τὰ αὐτοῦ ἀνατρέποντα καὶ δυνάμενα μεταδιδάσκειν τὰ κρείττονα ἀπεβάλλετο καὶ ἠτίμαζεν. ἐτίμα δὲ τὰ οἰκεῖα δια φερόντως· τὰ δὲ ἦν, συῶν μὲν τῶν ἀρτιτόκων προλέγειν ὅσοι τε ἔσονται εὐτραφεῖς καὶ σωμάτων μεγέθους οὐκ ἀμοιρήσουσι, καὶ ὅσοι τοῖς ἐναντίοις περισχεθήσονται, καὶ ἵππων μὲν ἐγγὺς ἑστάναι τῶν λακτιζόντων εἰδέναι, ὄνους δὲ τοὺς λακτίζοντας ὡς πορρω τάτω ἐκτρέπεσθαι εὐφυῶς. ἡμιόνων τε κριτὴς ἄριστος ἦν, καὶ τούτων ὅσοι μὲν πρὸς φόρτον ἐπιτήδειοί εἰσι διακρίνειν, ὅσοι δὲ τοὺς ἐπιβάτας εὐφόρως φέρειν δύνανται, καὶ μή τινι πτοίᾳ περι δεεῖς γινόμενοι ἐκτραχηλίζοιεν. οὐ μὴν ἀλλὰ καὶ τοὺς ἵππους ὀφθαλμῶν μόνον κρίνων ἐπιβολαῖς, ὅσοι τε πρὸς δρόμον εὔτονοι καὶ ταχεῖς καὶ ὅσοι πρὸς πόλεμον τὸ καρτερικὸν διασώζουσι· προ βάτων τε καὶ βοῶν εὐτοκίας, καὶ τὴν τοῦ γάλακτος ὅσαι δαψί λειαν ἐκ φύσεως ἔλαχον· τῶν τε ἀρτιγενῶν γεννημάτων εἰδέναι διακρίνειν ποῖον ὁποίας ἐστὶ μητρός. καὶ τὰ μὲν τῆς πρώτης ἡλι κίας, εἰπεῖν δὲ καὶ τῆς τελευταίας, ταῦτα δὴ τὰ μαθήματα καὶ σεμνολογήματα· ὡς δὲ ἤκμαζεν ἤδη, τὸν πένητα βίον διαθλῶν καὶ καρτερῶν, ἔσπευδε τοῦτον πάσῃ ἀποτρίψασθαι μηχανῇ. καί ποτε τῷ ἑαυτοῦ παραστὰς στρατηγῷ ἑαυτὸν ὑπέφαινε, τῇ τῆς γλώττης τραυλότητι τὸν ἄρχοντα ἐκκαλούμενος. τῶν δὲ Ἀθιγγά νων τις, γνωστὸς ὑπάρχων τῷ στρατηγῷ, αὐτόν τε τοῦτον τὸν Μι χαὴλ καί τινα ἕτερον περιβοήτους ἔσεσθαι μετ' οὐ πολὺ διηγόρευε, καὶ βασιλείας αὐτῆς ἐπιτυχεῖν οὐκ ἐν μακρῷ τῷ χρόνῳ. τούτοις ὁ στρατηγὸς τὴν ψυχὴν
PG 121:955ἐκθερμανθείς, καὶ τὸ μέλλον ὥσπερ ἐν 2.71 οπτριζόμενος, οὐκ ἔγνω βραδυτῆτι παρώσασθαι τὸν καιρόν, οὗ 2.71 πάλιν τυχεῖν οὐ ῥᾴδιον. τράπεζα οὖν παραχρῆμα, καὶ τοὺς ἄλ λους πάντας καταλιπὼν τοὺς καὶ γένει καὶ ἀξιώμασι διαφανεστέ ρους, τούτους δὴ τοὺς ἄνδρας εἰς ἑστίασιν συγκαλεῖ, καὶ τοῦ πότου ἀκμάζοντος τὰς θυγατέρας ἄγων ἐδίδου τοῖς ξένοις ὁ στρα τηγός, καὶ νυμφίους ἔχειν καθωμολόγει, τῷ ξένῳ μὲν καὶ παρα δόξῳ τοῦ πράγματος ἐν ἐκστάσει πρότερον γενομένους, ἀποδεχο μένους δὲ ὅμως καὶ συγκατατιθεμένους, καὶ θεοῦ ἔργον τὸ τοιοῦ τον, οὐκ ἀνθρώπου ὁμολογοῦντας. Ἀλλὰ ταῦτα μὲν ἐπράττετο οὕτως· τὴν δὲ τοῦ ῥηθέντος Ἀθιγγάνου φωνὴν ὥς τινα θείαν πρόρρησιν ἐνηχηθεὶς ὁ Μιχαήλ, δεύτερον δ' οἰωνὸν εἰληφὼς καὶ τὴν κατὰ τὸ Φιλομίλιον τοῦ μο ναχοῦ προαγόρευσιν, ὡς ἤδη φθάσαντες εἴπομεν, τῷ τοῦ Λέοντος φόνῳ ἰταμώτερον ἐπέθετο καὶ θρασύτερον, κακὸς μὲν περὶ τὸν πρῶτον εὐεργέτην φανείς, ἐκεῖνον δὴ τὸν εἰρημένον Βαρδάνιον, κακίων δὲ περὶ τὸν δεύτερον, φημὶ δὴ τὸν Λέοντα, ὃς καὶ τὸν υἱὸν αὐτοῦ ἐκ τοῦ θείου βαπτίσματος υἱοθετησάμενος ἦν. ὅμως δὲ καὶ τὸν Λέοντα οἰκτίστῳ θανάτῳ κατεργασάμενος ἀπόμοιράν τινα χορηγίας τοῖς τοῦ Λέοντος ἐναποτάττει παισὶ καὶ τῇ τούτων μητρὶ ἐκ τῶν δημευθέντων κτημάτων αὐτοῦ, καί τινας τῶν ἑαυ τοῦ παίδων πρὸς ὑπηρεσίαν αὐτοῖς δωρησάμενος, καὶ τὴν μὲν τοῦ Λέοντος γαμετὴν εἰς τὴν οὕτω λεγομένην τῶν δεσποτῶν μονὴν 2.72 ἐνασφαλίζει κελεύσας, τοὺς ἄρρενας δὲ τῶν παίδων ἐν τῇ Πρώτῃ νήσῳ, ὡς εἴρηται. ὧν κατ' αὐτὴν εὐνουχισθέντων Θεοδόσιος μὲν ἀπεβίω, Κωνσταντῖνος δ' ὁ μετονομασθεὶς Βασίλειος ἀφωνίᾳ μετὰ τὸν εὐνουχισμὸν κατασχεθεὶς ἐδεῖτο μὲν τοῦ θεοῦ τὴν ἑαυτοῦ λυθῆναι φωνήν, ἐδεῖτο δὲ καὶ τοῦ ἐν θεολογίᾳ περιωνύμου Γρη γορίου, ἐκεῖσέ που ἀνεστηλωμένου τυγχάνοντος. ὑπήκουσεν οὖν τῆς αὐτοῦ δεήσεως ὁ ἅγιος, καὶ ὡράθη τῷ Κωνσταντίνῳ φάσκων ὁ θεῖος τύπος "κατὰ τὸν ὄρθρον τουτονὶ τὸν κηρὸν λαβὼν ἀνά γνωθι." ὁ δὲ πιστεύσας τοῖς λεγομένοις, εἰσελθὼν ἀνέγνω λαμ πρᾷ καὶ καθαρωτάτῃ φωνῇ τὸ "πάλιν Ἰησοῦς ὁ ἐμός." τῆς φωνῆς δὲ λυθείσης αὐτοῦ τήν τε πατροπαράδοτον ἐβδελύξατο ἄνοιαν, καὶ περὶ τὰς θείας εἰκόνας τὴν εὐγνωμοσύνην μετέθετο. Ἀλλὰ ταῦτα μὲν ὕστερον· ἤδη δὲ τὴν αὐτοκράτορα τοῦ Μι χαὴλ ἐπανελομένου ἀρχὴν καὶ τὰ κατ' αὐτὴν ὡς ἐβούλετο διοι κοῦντος, ἐπιστολὴν ὁ ἀοίδιμος Νικηφόρος ὁ πατριάρχης ἐκπέμπει, παρακαλῶν ἀπολαβεῖν τὸν ἀσπασμὸν τὰς θείας εἰκόνας καὶ ἀνά κλησιν γενέσθαι τῆς εὐσεβείας. ἀλλ' ὁ Μιχαὴλ ἀπεκρίνατο μήτε τι κακουργήσων ἐλθεῖν τῶν περὶ πίστεως ἐκτεθειμένων, μήτε μὴν τῶν ἤδη παραδοθέντων καὶ ἀνομολογηθέντων καταδρομήν τινα ἐργάζεσθαι καὶ καθαίρεσιν. "ἕκαστος οὖν" φησὶ "τὸ δοκοῦν αὐτῷ ποιείτω καὶ ἐφετόν, ἀπαθὴς πόνων καὶ ἄγευστος λύπης δια τελῶν." πλὴν οὐ μέχρι τέλους ταύτην ἐτήρησε τὴν προαίρεσιν ὁ μηδὲ τὴν ἀρχὴν ἀληθὴς Χριστιανὸς γεγονώς· ἀλλ' ὅσον τὰ τῆς βασιλείας αὐτῷ ἐκρατύνετο, τοσοῦτον κακοδαίμονι φύσει καὶ ὠμο 2.73 τάτῃ τὸν κατὰ τῶν Χριστιανῶν καὶ τῶν ὁμοφύλων ἀνερρίπιζε πόλεμον, νῦν μὲν τοὺς μοναχοὺς διαπτύων καὶ παντοίοις περιβάλ λων δεινοῖς, καὶ ποιναῖς ἐξευρίσκων ποινάς, νῦν δὲ τοὺς ἄλλους πιστοὺς ἐγκλείων φρουραῖς καὶ ὑπερορίους τιθείς. ἐντεῦθεν καὶ Μεθόδιον τὸν μετὰ βραχὺ πατριαρχικοῦ θρόνου ἀξιωθέντα καὶ Εὐθύμιον τὸν τηνικαῦτα τῶν Σάρδεων προεδρεύοντα, τῷ αὐτοῦ θελήματι μὴ ὑπείκοντας μηδὲ τὴν τῶν θείων εἰκόνων ἐξαρνουμέ νους τιμήν, τῆς πόλεως ἐξωθεῖ, καὶ τὸν μὲν θεῖον Μεθόδιον φυλακῇ παραδίδωσι κατὰ τὴν νῆσον τοῦ Ἀκρίτου, τὸν δὲ μακαρί την Εὐθύμιον διὰ Θεοφίλου τοῦ οἰκείου υἱοῦ θανάτῳ παραδίδωσι, βουνεύροις τυπτόμενον ἀφειδῶς. ὅσον δὲ τὴν Χριστοῦ κληρονο μίαν ἐπίεζε, τοσοῦτον τοὺς Ἰουδαίους ἀνέτους φόρων καὶ ἐλευθέ ρους ἐτίθει, ἀγαπωμένους καὶ στεργομένους αὐτῷ τῶν ἄλλων ἀν θρώπων διαφερόντως. προυβάλλετο δ' ὥσπερ τι προκέντημα
PG 121:957καὶ ἀρχέτυπον τοῦ οἰκείου βίου πρὸς μίμησιν τὸν τοῦ Κοπρωνύμου βίον, καὶ τοῦτον μιμεῖσθαι εἰς ἄκρον ἐσπούδαζε. διὸ καὶ πρὸς τὴν ἀκρόπολιν ἔφθασε τῆς ἀσεβείας, ἄρτι μὲν σάββατον νηστεύειν νομοθετῶν, ἄρτι δὲ κατὰ τῶν θείων προφητῶν τὴν γλῶτταν ἐξα κονῶν, ἄρτι δὲ τὴν μέλλουσαν ἀνάστασιν ἀθετῶν καὶ τὰ ἐκεῖθεν ἐπηγγελμένα ἀγαθὰ διασύρων, διάβολόν τε μὴ εἶναι ὅλως ἰσχυρι ζόμενος ἅτε μηδ' ὑπὸ Μωσέως τούτου παραδεδομένου. πορνείαν δὲ κατησπάζετο, καὶ τὸν ἐπὶ πᾶσι δεῖν ὀμνύναι θεὸν ἐνομοθέτει, καὶ τὸν Ἰούδαν ἀκολάστῳ γλώσσῃ τάττων μετὰ τῶν σωζομένων. 2.74 τὴν ἑορτὴν τοῦ σωτηρίου πάσχα κακῶς καὶ παρὰ καιρὸν χλευάζων τιμᾶσθαι, καὶ ὡς Ἑλληνικὴν τάχα παίδευσιν διαπτύων τὴν ἡμετέραν καὶ θείαν παίδευσιν τοσοῦτον ἀποστρεφόμενος ὡς μηδὲ τοὺς νέους παιδοτριβεῖσθαί που συγχωρεῖν, ἵνα μήτε τῇ αὐτοῦ ἀλογίᾳ ἀντιστῆναί τις ἔχῃ ποτὲ καὶ διελέγξαι, μήτε πάλιν τῷ τάχει τῶν ὀφθαλμῶν καὶ τῇ τῆς γλώττης ῥύμῃ φερόμενος διὰ τῆς παιδεύσεως τὰ δευτερεῖα τοῦτον φέρειν καταναγκάσειε. Τοσοῦτον γὰρ ἤργει πρὸς τὴν μῖξιν τῶν γραμμάτων ἐκεῖνος καὶ τὴν τῶν συλλα βῶν ἀνάγνωσιν, ὡς ῥᾷον ἄν τις διῆλθε βιβλίον ἢ αὐτὸς τῇ βραδυ τῆτι τοῦ νοῦ τὰ τοῦ οἰκείου στοιχεῖα ὀνόματος. Ἀλλὰ ταῦτα μὲν παρείσθω ὡς καὶ ἄλλοις ἱκανῶς ἐστηλιτευ μένα, ἡ δ' ἱστορία ἐχέσθω τῶν ἐφεξῆς. κατὰ γὰρ τὸν καιρὸν τοῦτον ὁ ἐμφύλιος πόλεμος ἀρχὴν εἰληφὼς ἐξ ἀνατολῆς παντοίων ἐνέπλησε τὴν οἰκουμένην κακῶν, φθόρον δὲ πολὺν τῶν ἀνθρώπων καὶ παρὰ τοῦτο ὀλιγανδρίαν εἰργάσατο. Θωμᾶς ἦν τῆς ἀποστά σεως ἔξαρχος, περὶ οὗ διττοὶ φέρονται λόγοι, ὧν ὁ μὲν εἷς ὁρμᾶ σθαι τοῦτόν φησιν ἐξ ἀσήμων γονέων καὶ πενιχρῶν καὶ τὸ γένος βαρβάρων, ἐπὶ πολὺ δὲ πενίᾳ συζῆν, διὰ τῆς τῶν χειρῶν ἐργα σίας τὰ πρὸς τὸ ζῆν ποριζόμενον, ἐνίοτε δὲ καὶ θητεύοντα· εἶτα τὴν ἐνεγκοῦσαν ἀπολιπόντα καὶ πρὸς τὴν μεγαλόπολιν ταύτην πεφοιτηκότα, καί τινι τῶν συγκλητικῶν εἰς ὑπηρεσίαν προσληφθέντα, ἐς τοσοῦτον ἀκολασίας ἐληλακέναι καὶ ὕβρεως ὡς καὶ αὐτὴν κατατολμῆσαι τὴν δεσποτικὴν καθυβρίσαι εὐνήν. καὶ ἐπεὶ 2.75 ἐφωράθη, μὴ οἷός τε ὢν τὰ ὀνείδη φέρειν, δεδοικὼς δὲ καὶ τὰς ἐπηρτημένας ποινὰς τοῖς τῶν τοιούτων τολμηταῖς, φυγὰς πρὸς τοὺς Ἀγαρηνοὺς γίνεται· καὶ τούτοις πίστιν ἱκανὴν δεδωκὼς ἔκ τε τοῦ καταλλήλαις χρᾶσθαι πράξεσι καὶ ἐκ τοῦ χρόνου βεβαιῶσαι τὰ ἔργα (ἔτος γὰρ πέμπτον καὶ εἰκοστὸν διηνύσθη τούτῳ ἐν τῇ πρὸς ἐκείνους διατριβῇ) καὶ ἐκ τοῦ τὴν ἱερὰν τῶν Χριστιανῶν ἀπομόσασθαι θρησκείαν καὶ τῇ τοῦ ἐπαράτου προστεθῆναι Μωά μεδ, πολεμικῆς τινὸς φάλαγγος ἀποδείκνυται ἀρχηγὸς καὶ κατὰ Χριστιανῶν ἐκπέμπεται, τὴν τῶν Ῥωμαίων βασιλείαν ὑπὸ τὴν αὐτῶν θεῖναι χεῖρα καθυποσχόμενος. καὶ ἵνα μή τινα ὡς ἀλλόφυλος καὶ ἀλλόπιστος ἐμποδισμὸν ἔχῃ ἀπιστούμενος ὑπὸ Ῥω μαίων, Κωνσταντῖνον ἑαυτὸν ἐπεφήμιζεν εἶναι τὸν τῆς Εἰρήνης υἱόν, ὃν ἡ μήτηρ διὰ τὸ κακόνουν καὶ τὸ τοῦ τρόπου ὕπουλον καὶ κακόηθες πάλαι μετὰ τῆς βασιλείας καὶ τῶν ὀφθαλμῶν ἀπεστέ ρησε, τηνικαῦτα δὲ καὶ τὸν βίον ἐτύγχανε καταστρέψας. καὶ ὁ μὲν πρῶτος καὶ πολὺς οὕτως ἔχειν περὶ τῆς τοιαύτης ὑποθέσεως πιστεύεται λόγος· ἅτερος δὲ τοῦτον εἶναί φησι τὸν Θωμᾶν τὸν τῷ Βαρδανίῳ πάλαι συνόντα, περὶ οὗ καὶ ὁ ἐν τῷ Φιλομιλίῳ μονα 2.76 χὸς τὴν πρόρρησιν ἀπεφοίβασε, παρὰ τοῦ βασιλέως δὲ Λέοντος ἀναχθέντα εἰς τὴν ἀρχὴν τοῦ τῶν φοιδεράτων τάγματος. ὃς ἐπεὶ μεμαθήκοι τὸν Λέοντα ὑπὸ τοῦ Μιχαὴλ ἀνῃρῆσθαι, ἐκδικῶν τάχα τὸν εὐεργέτην, ὁμοῦ δὲ καὶ θυμὸν ἴδιον ἐμπιπλὰς (ἐτύγχανε γάρ πως ἐξ ἡλικιωτῶν διαφερόμενος πρὸς τὸν Μιχαήλ), ἅμα δὲ καὶ τὰς περὶ αὐτοῦ τοῦ ἐν τῷ Φιλομιλίῳ μοναχοῦ προρρήσεις φοβού μενος, χεῖρα ἐναντίαν κινεῖ, τοῦ τῶν ἀνατολικῶν ἀρξάμενος θέ ματος, ὅπῃ δὴ καὶ διέτριβε, δύναμιν οὐκ ἀγεννῆ τινὰ καὶ μικρὰν ἀλλὰ βαρεῖαν καὶ ἀνδρώδη συνηθροικώς, πάντα τὸν ὅπλον τὸ οἱονοῦν κινεῖν δυνάμενον ἕπεσθαί οἱ καταναγκάσας, ὃν μὲν βίᾳ, ὃν δὲ φιλίᾳ τῇ
PG 121:961πρὸς αὐτόν, ὃν δὲ καὶ ἐλπίδι διαρπαγῆς λαφύρων, ὃν δὲ καὶ τῷ πρὸς τὸν Μιχαὴλ μίσει· ἐτύγχανε γὰρ οὗτος ὑπὸ πάντων διὰ σκαιοτροπίαν μισούμενος, καὶ διὰ τὸ τῆς τῶν Ἀθιγ γάνων θιασώτην εἶναι αἱρέσεως, καὶ διὰ τὴν τῆς γλώττης τραυ λότητα, καὶ δι' ἀνανδρίαν καὶ μαλακίαν συμπεισθέντων αὐτῷ συστρατεύεσθαι. ὁ Θωμᾶς γὰρ εἰ καὶ τὸν ἕτερον τῶν ποδῶν εἶχε πεπηρωμένον καὶ τὸ γένος βάρβαρος ἦν, ἀλλ' οὖν τῇ γε πολιᾷ αἰδέσιμος ἐτύγχανεν ὢν καὶ τὸ εὐπροσήγορον καὶ ἀστεῖον εἶχεν, ἅπερ φιλεῖ ὁ στρατιώτης λαός, ἀλλὰ καὶ τῶν κατὰ γενναιότητα σώματος οὔ τινος ἐφαίνετο δεύτερος. οὗτος τοίνυν ὁ Θωμᾶς πᾶ σαν τὴν ἕω παραλαβών, καὶ τοὺς τῶν δημοσίων πράκτορας φόρων ὑφ' ἑαυτὸν ποιησάμενος, καὶ μεγαλοφροσύνῃ καὶ ἐπιδόσει ἄκρᾳ 2.77 χρησάμενος, πολὺς ἐκ μικροῦ γέγονε καὶ ἐξ ἀσθενοῦς ἰσχυρός· τοὺς μὲν γὰρ ἦγε πειθοῖ καὶ φιλίᾳ, ὁπόσοις ὁ τῶν καινῶν πραγμά των καὶ τοῦ φιλοπλουτεῖν ἔρως ἐνῆν, τοὺς δὲ ἀνάγκῃ καὶ βίᾳ ὑπήγετο, ὅσοις δὴ τὰ τῶν ἐμφυλίων στάσεων κακὰ ἐμισεῖτο. ἐν τεῦθεν οἱ ἐμφύλιοι ἀναρρηγνύμενοι πόλεμοι, καὶ οἷόν τινες ποτα μοῦ καταρράκται φερόμενοι, οὐχ ὕδασιν ἀλλ' αἵμασι τὴν γῆν κατέκλυζον. πᾶσα μὲν οὖν ἡ Ἀσία πορθουμένη καὶ ληϊζομένη ἐδυσθανάτα, τῶν ἐν αὐτῇ πόλεων τῶν μὲν προστιθεμένων τῷ Θωμᾷ διὰ τὸν φόβον, τῶν δ' ὅσαι τὰ πιστὰ τῷ κρατοῦντι ἐτή ρουν λεηλατουμένων καὶ ἀνδραποδιζομένων. καὶ τὰ μὲν τῆς Ἀσίας ἅπαντα ὑπήκοα γέγονε τῷ ἀποστάτῃ, ἐξῃρημένου τοῦ θέ ματος τοῦ Ὀψικίου (τούτου γὰρ στρατηγῶν ὁ Κατάκηλας διετή ρησεν ἄχρι τέλους τῷ βασιλεῖ εὔνοιαν), ἔτι δὲ καὶ τοῦ τῶν Ἀρ μενιακῶν· καὶ τούτου γὰρ στρατηγὸς ὢν ὁ Ὀλβιανὸς εὔνοιαν ἐτή ρησε τῷ βασιλεῖ. οἷς τισὶν ἀπονέμων ἀμοιβὰς ὁ βασιλεὺς τὸ εἰς τὸ βασιλικὸν ταμιεῖον εἰσαγόμενον δημόσιον τέλος, ὃ καπνικὸν καλεῖν εἰώθασιν, ἐδωρήσατο. μανθάνουσι δὲ τοῖς Ἀγαρηνοῖς τὴν ἐμφύλιον στάσιν χαίρειν ἐπῄει καὶ σκιρτᾶν· καιροῦ γὰρ λα βόμενοι πᾶσαν νῆσον καὶ χώραν κατέτρεχον ἀδεῶς. δείσας οὖν ὁ Θωμᾶς ὡς μὴ πτοηθέντες οἱ σὺν αὐτῷ στρατιῶται τὴν τῶν Ἀγαρηνῶν ἔφοδον, λείαν, ὡς εἴρηται, ποιουμένων πάντα τὰ ἐν ποσὶ καὶ αἰχμαλωτιζόντων τὰ προστυχόντα, καταλιπόντες αὐτὸν οἰχήσονται, δέον ἐγνώκει τέως ἀναχαιτίσαι τὴν αὐτῶν ὁρμὴν δι' ἐπι 2.78 φανείας αὐτοῦ, καὶ τῷ πλήθει τῶν ἑπομένων δυνάμεων ἐκπλῆξαί τε καὶ πρὸς εἰρήνην αὐτοὺς ἐκκαλέσασθαι. ὃ καὶ συνέβη· ἄρτι γὰρ τοῖς Σαρακηνοῖς τὴν ἕω ληϊζομένοις αἰφνίδιος ἐπιφανεὶς ἐξέ πληξε, καὶ εἰς λόγους ἐλθὼν ἐσπείσατο, ὑποσχόμενος προδοῦναι τούτοις τὰ Ῥωμαίων ὅρια, καὶ τὴν αὐτῶν αὐτοῖς ὑποχείριον θέ σθαι ἀρχήν. ἀπαλλαγεὶς δὲ τοῦ ἀπὸ τούτων δέους βασιλέα ἑαυ τὸν ἀνεῖπε καὶ διάδημα τῇ κεφαλῇ περιέθετο, καὶ αὐτοκράτωρ ἐν Ἀντιοχείᾳ ἀναγορεύεται παρὰ τοῦ τηνικαῦτα τὴν ἐκεῖσε ποιμαίνον τος ἐκκλησίαν Ἰώβ. Χεῖρα δὲ πολλὴν αὐτός τε συλλέγει καὶ παρὰ τῶν Ἀγαρηνῶν λαμβάνει, οὐ μόνον δὲ τῶν προσοίκων ἡμῖν ἀλλὰ καὶ τῶν ἐκ τῆς περαίας Αἰγυπτίων Ἰνδῶν Περσῶν Ἀσσυρίων Ἀρμενίων Χαλδαίων Ἰβήρων Ζικχῶν καὶ Καβήρων. τούτοιςἅπασι κατοχυρωθεὶς καὶ ἑαυτὸν περιφράξας ἄριστον ἐνόμισεν εἶναι καὶ βοηθὸν καὶ συνεργὸν τῆς ἀρχῆς προσλαβέσθαι, τήν τε ἑαυτοῦ κλῆσιν ἀλλάξασθαι καὶ υἱὸν εἰσποιήσασθαι. ἐκεῖθεν ὁρμηθεὶς ἅπασαν ἐδῄου καὶ ἐπόρθει τὴν ἀνατολήν. ἃ δὴ ὁ βασιλεύων ἀκηκοὼς καὶ αὐτὸς πρὸς ἀντιπαράταξιν ηὐτρεπίσθη. καὶ στρα τιὰν καὶ στρατηγὸν οὐκ ἀξιόμαχον πρὸς αὐτὸν ἀποστέλλει, ᾗ τινὶ συρραγεὶς ὁ Θωμᾶς ἄρδην ἠφάνισε, μέρος μὲν τῆς δυνάμεως ἀνελών, τὸ δ' ἄλλο τρεψάμενος εἰς φυγήν. καὶ λοιπὸν ἀδείας τυχὼν διετίθετο τὰ καθ' ἑαυτὸν κραταιότερον, ναῦς ἐξαρτύων πολεμικὰς καὶ ἑτέρας σιταγωγοὺς καὶ ἱππαγωγούς. γίνεται δὲ καὶ 2.79 τοῦ βασιλικοῦ στόλου κύριος, καὶ πρὸς τὴν Λέσβον ἅπαν ἀθροίζει τὸ ναυτικόν. αὐτὸς δὲ ὀκτὼ μυριάδων ἄρχων στρατοῦ ἐπὶ Ἄβυ δον ἥκει ὡς ἐκεῖθεν εἰς τὴν περαίαν διαβησόμενος, πάντα τὰ ἐν παρόδῳ καταδραμών, καὶ σποδὸν ποιήσας οὐ τὰ ταπεινὰ
PG 121:963καὶ εὐ χείρωτα καὶ εὐάλωτα ἀλλὰ καὶ τὰ ἐπικαιρότατα καὶ δυσάλωτα. ἦν δέ τι χωρίον ἐρυμνὸν τὴν εἰς τὸν βασιλέα πίστιν τηροῦν, καὶ ἐπ' αὐτῷ τὸν εἰσποίητον ἐκπέμπει υἱόν· ὁ δὲ θρασέως ἱππαζόμε νος καὶ ἀτάκτως τῷ οἴεσθαι γυμνὸν ἀντιπάλων εἶναι τὸ χωρίον λόχῳ δή τινι περιπίπτει τοῦ Ὀλβιανοῦ, καὶ τὴν κεφαλὴν ἀποτμη θεὶς ἔμαθε μὴ θρασύνεσθαι. τὴν μὲν κεφαλὴν τοῦ δειλαίου ἐκεί νου ἔπεμψε τῷ βασιλεῖ ὁ Ὀλβιανός, οὗτος δὲ πάλιν Θωμᾷ τῷ ἐκείνου πατρὶ μετὰ βρυάγματος βαίνοντι καὶ μεγαλαυχουμένῳ. ἥνπερ οὗτος δεξάμενος, καὶ κατὰ μηδὲν τοῦ φρονήματος ὑπενδούς, πρὸς τὴν Θρᾴκην ἀπὸ τοῦ χωρίου ὃ καλοῦσιν Ὁρκώσιον περαιοῦ ται, νύκτα κατατηρήσας συνοδικήν. ἔμελε δὲ περὶ τούτου τῷ βασιλεῖ Μιχαήλ, καὶ τὴν ἐκείνου προλαβὼν περαίωσιν αὐτὸς τάς τε πόλεις ἀνελάμβανε καὶ τοὺς στρατιώτας ἐστήριζε καὶ τὰ ἀσθενῆ τῶν χωρίων ὠχύρου, κἂν μηδὲν ἐκ τῆς τοιαύτης σπουδῆς ἀπώ νατο, ἅμα τῇ ἐκείνου πρὸς τὴν πόλιν ὑποστροφῇ καὶ τῇ τοῦ Θωμᾶ περαιώσει πάντων τὴν ἐκείνου πίστιν ἀπαρνησαμένων καὶ προσκεχωρηκότων τῷ ἀποστάτῃ καὶ μετ' αὐτοῦ στρατεύεσθαι κατὰ τῆς βασιλίδος προθυμουμένων. ὁ δὲ βασιλεὺς κατὰ τὸ ἐγχωροῦν 2.80 στρατὸν ἀγηοχὼς καὶ δύναμιν τῷ δοκεῖν ἀξιόλογον συστησάμενος, στρατηγούς τε ἐπιστήσας αὐτῇ τόν τε ῥηθέντα Κατάκηλαν καὶ τὸν Ὀλβιανόν, ἐπαφίησι κατὰ τοῦ τυράννου. ἐπεμελεῖτο δὲ καὶ τῶν κατὰ θάλασσαν, ὡς ἀνυστὸν ἦν. ὥσπερ δέ τις χείμαρρος ἐξ ὑψηλῶν ὀρέων ὁ τύραννος ἐπελθὼν τήν τε κατὰ χέρσον δύναμιν καὶ τὴν κατὰ θάλασσαν διεσκέδασε, καὶ τοσαύτην ἐνέθηκε πτοίαν τῷ βασιλεῖ ὡς καὶ σιδηρᾶν ἅλυσιν ἀπὸ τῆς ἀκροπόλεως εἰς τὸ καταντικρὺ πολίχνιον ἀποτεῖναι, τὴν ἔσωθεν ἄβατον τηροῦσαν θάλασσαν. ἦν δέ τις στρατηγὸς ὑπερόριος ἐν Σκύρῳ τῇ νήσῳ (μία δὲ αὕτη τῶν Κυκλάδων), ἀδελφιδοῦς μὲν τυγχάνων Λέοντος τοῦ βασιλέως, τούτου δὲ ἀναιρεθέντος παρρησιασάμενος πολλάκις καὶ τὸν Μιχαὴλ εἰς πρόσωπον ὀνειδίσας διὰ τὸν φόνον, καὶ διὰ τοῦτο τὴν ὑπερορίαν κατακριθείς. τοῦτον προσεταιρισάμενος ὁ Θωμᾶς στρατεύματός τινος κατὰ γῆν ὡσεὶ χιλιάδων δέκα ἀνα δείκνυσι στρατηγόν· καὶ τὸν κατὰ θάλατταν δὲ στόλον εὐτρεπι σάμενος καὶ ἕτερον αὐτῷ ἐπιστήσας στρατηγόν, οἷόν τινας προ δρόμους ἐξέπεμψε κατὰ τῆς βασιλίδος, διά τε γῆς καὶ θαλάσσης ὠφέλιμον εἶναι κρίνας ποιεῖσθαι τὰς προσβολάς. οὗ γενομένου, καὶ κατὰ ταυτὸν ἀναφανέντων τῶν τε ναυτικῶν καὶ πεζικῶν δυνά μεων ἐν τῷ πρὸς Βλαχέρναις κόλπῳ, ἀντισχεῖν ὅλως μὴ δυνηθεί σης, ὡς εἴρηται, τῆς ἐκτεταμένης σιδηρᾶς ἁλύσεως, προσβολαὶ τοῖς τείχεσι πανταχόθεν ἐγίνοντο. ἐπῆλθε δὲ μετ' ὀλίγον καὶ ὁ Θωμᾶς, καὶ ἐνεργὸς πάντοθεν ἐγίνετο ἡ πολιορκία. οὐδὲν δὲ ὅ τι καὶ λόγου ἄξιον ἐπράττετο, τῶν ἔνδον εὐρώστως ἀμυνομένων καὶ 2.81 τὰς ἑλεπόλεις ἐκκρουομένων. ᾤετο μὲν γὰρ ὁ Θωμᾶς ἅμα τε ἐπι φανῆναι τῇ βασιλίδι καὶ ἅμα τοὺς πολίτας ἀναπετάσαι αὐτῷ τὰς πύλας διὰ τὸ πρὸς τὸν Μιχαὴλ μῖσος, καὶ διὰ τοῦτο τόν τε Γρηγόριον, ὡς εἴπομεν, πρότερον ἔπεμψε, καὶ αὐτὸς πανσυδὶ μετὰ καὶ τοῦ υἱοθετηθέντος αὐτῷ Ἀναστασίου, ἄρτι τὸν μοναχικὸν ἀρνησαμένου βίον καὶ πρὸς τὸν κοσμικὸν ἀποκλίναντος, κατόπιν ἐπηκολούθησεν· ὡς δὲ οὐδὲν τῶν κατ' ἐλπίδας αὐτῷ ἀπήντησεν, ἀλλὰ καὶ ὕβρεσι μᾶλλον ὑπὸ τῶν ἔνδον ἐπλύνετο, τότε μὲν παρεμ βολὴν ἐν τοῖς Παυλίνου, ἔνθα τὸ τῶν θαυματουργῶν Ἀναργύρων τέμενος ἵδρυται, ὀχυρὰν ἐπήξατο, λαὸν δὲ πεπομφὼς ἄχρι τοῦ Εὐξείνου πόντου καὶ τοῦ Ἱεροῦ ἀπεπειρᾶτο τῶν πολιχνίων, εἴ πως αὐτὰ προσαγάγοι καὶ μή τινα κατὰ νώτου ἔχοι ἐχθρόν. ταῦτα δὲ καταστησάμενος, καί τινας ἡμέρας εἰς παρασκευὴν δοὺς ἑαυτῷ, ὡς ἔκ τινος ἀπόπτου κατεῖδε τὸν μὲν Μιχαὴλ τὸ πολεμικὸν ση μεῖον ἐπὶ τοῦ στέγους τοῦ τῆς θεοτόκου τοῦ ἐν Βλαχέρναις πεπη γότα ναοῦ, κἀκεῖθεν τὴν κατὰ τῶν ἐναντίων ἰσχὺν ἐξαιτούμενόν τε καὶ προσλαμβάνοντα, τὸν υἱὸν δὲ αὐτοῦ Θεόφιλον πάντα τὸν τῆς πόλεως περίβολον μετὰ τοῦ πατριάρχου καὶ τοῦ ὑπ' αὐτὸν τάγμα τος
PG 121:967περικυκλοῦντα, τό τε ζῳοποιὸν τοῦ σταυροῦ ξύλον ἐπιφερό μενον καὶ τὴν ἐσθῆτα τῆς πανάγνου θεοτόκου, εἰς πολλὴν τῶν πραγμάτων ἐνέπιπτε δυσελπιστίαν καὶ παντοῖος ταῖς γνώμαις ἐγί νετο. οὐκ ἔχων δ' ὅ τι καὶ πράξειεν, ἄλλως τε δὲ καὶ ὄχλῳ τοσούτῳ θαρρῶν τὸ ὅλον διὰ μάχης κριθῆναι ἠπείγετο. ὅθεν τῇ 2.82 ἑξῆς ἅμα φωτὶ σημάνας τὸ ἐνυάλιον τοὺς ἄνδρας ἐξῆγε. καὶ τῷ μὲν υἱῷ τὸν κατὰ τὸ χερσαῖον τεῖχος ἐπέτρεψε πόλεμον, αὐτὸς δὲ τὸ πολὺ τῆς δυνάμεως ἔχων καὶ τὰς καρτερὰς ἑλεπόλεις καὶ μη χανὰς κατὰ τοὺς τῶν Βλαχερνῶν πύργους ἐποιεῖτο τὴν προσβολήν, κλίμακάς τε προσφέρων τοῖς τείχεσιν ἀναλόγους τῷ ὕψει, καὶ ἀλλαχοῦ μὲν χελώνας ἀλλαχοῦ δὲ κριούς· τοξεύμασι δὲ καὶ πετρο βόλοις πανταχόθεν χρώμενος ἠπείγετο παντοῖος φαινόμενος κατα πλῆξαι μὲν τοὺς πολίτας κρατῆσαι δὲ τῆς πόλεως, περιστοιχίσας καὶ τὰ λοιπὰ τείχη τῇ ναυτικῇ δυνάμει, πυρί τε καὶ τοξεύμασιν ἐκφοβῶν. ἀλλ' οὐδὲν τῶν εἰς ὄνησιν φερόντων αὐτῷ ἡ τοσαύτη δύναμις καὶ φαντασία κατεπράξατο. τὸ μὲν γὰρ ναυτικὸν εὐθύς τις ἐπιπνεύσας ἐναντίος ἄνεμος διέλυσέ τε καὶ ἄλλην ἄλλῃ διασπα ρῆναι ἐποίησε τῶν σκαφῶν ἅτε καὶ χειμῶνος ἐξαισίου ὑπάρχοντος· κατὰ δὲ τὴν ἤπειρον γενναίως τῶν ἀπὸ τῆς πόλεως ἀγωνιζομένων καὶ ἀχρήστους αὐτῷ ποιούντων τὰς μηχανάς, διαπορηθεὶς τοῖς πᾶσιν ἀνέζευξε, καὶ ἡ πολιορκουμένη πόλις ἀνεθάρσησε, καὶ τοσοῦτον ἀνδρικώτερον ἐπετίθετο τοῖς τοῦ ἀποστάτου ὡς καί τινας τῶν ἔνδον πυλίδας ἀνοιγνύντας τῆς πόλεως ἐξιέναι καὶ τοῖς πολε μίοις συμπλέκεσθαι. ἔγνω οὖν ὁ ἀποστάτης διὰ τὸ τῆς Θρᾴκης χειμέριον ἐπὶ παραχειμασίαν τραπῆναι καὶ τὸν λαὸν σκεδάσαι ἐν ἀλεεινοτέροις χωρίοις. ὃ δὴ καὶ ποιήσας, ὡς ἤδη τὸ ἔαρ ἐπέ λαμπεν, ἀμφοτέρωθεν αὖθις κατὰ γῆν τε καὶ θάλασσαν ἔκρινε προσβάλλειν τῇ Κωνσταντίνου. ἀλλ' ἤδη καὶ τὸν Μιχαὴλ οὐχ 2.83 ὡς τὸ πρότερον, ἄρτι δὲ στρατιωτικήν τινα δύναμιν εὕρισκε συλ λεξάμενον καὶ ἑτέραν κατὰ θάλασσαν ναυτικήν. κατ' ἐκεῖνο γοῦν πάλιν ᾔει τὸ μέρος ὁπλισάμενος ᾗ καὶ πρότερον, τὸν κόλπον τῶν Βλαχερνῶν, καὶ σύνθημα δοὺς τὸ πολεμικὸν ἐνεργὸς ἦν τὰς μη χανὰς προσάγων καὶ τὰ τείχη κατασείειν πειρώμενος. ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, εἰς λόγους ὁ Μιχαὴλ ἦλθέ τισι τῶν στρατευομένων τῷ ἀποστάτῃ, ἀμνηστίαν τε κακῶν αὐτοῖς ἐπαγγελλόμενος καὶ καθυπισχνούμενος δώσειν ἀγαθὰ πολλά, εἰ μόνον δὴ μετατάξαιντο καὶ αἵμασιν ἐμφυλίοις ἀπόσχοιντο χραίνεσθαι. ἐπέραινε δὲ οὐδέν, ἀλλὰ θαρραλεωτέρους, ὅτι δὴ καὶ παρακαλοῖντο, τοὺς ἀκούοντας ἐποίει, καὶ τῆς ἐκ τοῦ φόβου συστάσεως λελυμένους καὶ βεβαιοτέρους τῷ ἀποστάτῃ εἰργάσατο. τῆς τοιαύτης δὲ πείρας ἀπεγνωκώς, καὶ πολλὰ τοὺς σὺν αὐτῷ παρακαλέσας ἄνδρας ἀγα θοὺς γενέσθαι καὶ μὴ προέσθαι ἀλάστορι τυράννῳ τὴν ἐλευθερίαν, ἄφνω ἐκ πολλῶν πυλίδων ἐξελθὼν ἀπροσδοκήτως ἐπιτίθεται τοῖς ἐναντίοις· καὶ τῷ παραδόξῳ καταπληξάμενος τοὺς ἀντιτεταγμέ νους ἐτρέψατο, φθόρον ἱκανὸν ἐργασάμενος καὶ νίκην λαμπρὰν ἐνεγκάμενος. καὶ τὰ ναυτικὰ δὲ κακῶς ἠνέχθη τοῦ ἀποστάτου· ὡς γὰρ αἱ βασιλικαὶ τριήρεις ἀνήγοντο καὶ ἤδη συμπλέκεσθαι ἔμελλον, δείμασί τισι καὶ θορύβοις περικτυπηθέντος τοῦ ἐναντίου στόλου πρύμναν αἱ νῆες ἐκρούσαντο καὶ πρὸς τὴν χέρσον κατή γοντο, καὶ οἱ μὲν τῶν ἀνδρῶν ηὐτομόλουν πρὸς βασιλέα, οἱ δὲ πρὸς τὸ οἰκεῖον στρατόπεδον τὸ κατὰ γῆν ἀπεδίδρασκον. καὶ 2.84 οὕτω μὲν ἀπονητὶ διελύθη τοῦ τυράννου τὸ ναυτικόν. ὅθεν καὶ Γρηγόριος, ὁ τοῦ βασιλέως ἀδελφιδοῦς Λέοντος, συνεωρακὼς εὐκαταφρόνητον ὄντα τὸν Θωμᾶν (ὑπετόπαζε δὲ καὶ προϊόντος τοῦ χρόνου γενησόμενον ἐπὶ πλέον), διά τινος μοναχοῦ τῶν ἀπὸ τῆς μονῆς τῶν Στουδίου κοινολογησάμενος τῷ βασιλεῖ, μοῖράν τινα τοῦ ὑφ' ἑαυτὸν τάγματος εἰληφὼς ῥῆξιν ἐννοεῖ καὶ κατὰ νώτου γίνεται τῷ τυράννῳ, ὁμοῦ μὲν τοῦτον ἐκδειματῶν, ὁμοῦ δὲ καὶ τὸν βασιλέα ἐξιλασκόμενος, ὁμοῦ δὲ καὶ γυναικὶ καὶ τέκνοις (ἔτυχον γὰρ καθειργμένοι τούτου τῷ Θωμᾷ προσχωρήσαντος) σωτηρίαν
PG 121:969πραγματευόμενος. ἀλλ' οὔτε ὁ βασιλεὺς ἔφθασε διακοῦσαι, καὶ ὁ Θωμᾶς τὸ μὴ πολὺν ἐξαίφνης τοῦτον γενέσθαι κατορρωδῶν, καὶ φόβον τοῖς ἑαυτοῦ ἐμποιῆσαι βουλόμενος, τὴν μὲν στρατοπεδείαν τῆς πόλεως οὐ μετεκίνησε, τὸ μὴ διωχθῆναι ἐξόπισθεν δεδοικώς, ὅσους δὲ ᾔδει ἀξιομάχους εἶναι τῆς πρὸς τὸν Γρηγόριον συμπλοκῆς παραλαβὼν στρατιώτας ἐξῄει πρὸς αὐτόν, καὶ μάχῃ τρεψάμενος φεύγοντα καταλαβὼν ἀναιρεῖ. καὶ αὖθις διὰ ταχέων πρὸς τὰς προσεδρευούσας τῇ πόλει δυνάμεις ἐπάνεισι, καὶ γράμμασιν ἐπιστέλλων ἁπανταχοῦ ἐπεφήμιζεν ὡς εἴη νενικη κώς, ὅπερ οὐκ ἦν, καὶ ὅπερ εἶχε κατὰ τὴν Ἑλλάδα ναυτικὸν τα χέως ἐκέλευεν ἀναχθῆναι ὡς αὖθις τῶν κατὰ θάλατταν ἀνθεξό μενος πραγμάτων. καὶ τὸ μὲν ναυτικὸν εὐθυπλοῆσαν ταχέως ἀνά γεται καὶ τῷ χωρίῳ προσορμίζεται τῶν Βηρίδου, ἐκ νʹ καὶ τʹ συν ιστάμενον πλοίων πολεμικῶν τε καὶ σιταγωγῶν· οἱ δὲ τοῦ βασιλι 2.85 κοῦ στόλου κατάρχοντες τὴν τούτων ἐπεγνωκότες ἔλευσιν νυκτὸς ἐπιτίθενται ναυλοχοῦσι τοῖς ἐναντίοις, καὶ τῷ αἰφνιδίῳ καταπλη ξάμενοι πολλὰς μὲν αὐτάνδρους ἔσχον τῶν νηῶν, τινὰς δὲ καὶ τῷ σκευαστῷ πυρπολοῦσι πυρί, ὀλίγων παντελῶς ἔξω γενομένων τοῦ πάθους καὶ πρὸς τὸν κόλπον τῶν Βλαχερνῶν κατᾶραι ἐπειγομένων, ὡς ἂν εἶεν ἡνωμέναι τῇ κατὰ γῆν στρατιᾷ· ὃ δὴ καὶ γέγονε. καὶ τὰ μὲν κατὰ θάλασσαν τοῦτον εἶχε τὸν τρόπον· κατὰ γῆν δὲ ἀκρο βολισμῶν συνεχῶν γινομένων, νῦν μὲν τοῦ Μιχαὴλ νῦν δὲ τοῦ υἱοῦ αὐτοῦ Θεοφίλου ἐπεξιόντος τοῖς ἀποστάταις μετὰ τοῦ Ὀλ βιανοῦ καὶ τοῦ Κατακήλα, ποτὲ μὲν τὰ τοῦ βασιλέως ἐπικρατέ στερα ἦν ποτὲ δὲ τὰ τοῦ ἀποστάτου, οὐ μὴν ἀγῶνές τινες λαμπροὶ καὶ νεανικοὶ ἐκ παρατάξεως συνέστησαν, ἅτε δὴ πολλῷ τοῦ βασιλέως ἐλαττουμένου τῷ πλήθει καὶ μὴ πρὸς τὴν τοῦ τυράννου δύναμιν ἀντιτάττεσθαι δυναμένου. ἐν τούτοις ὄντων αὐτῶν, Μορτάγων ὁ τῶν Βουλγάρων βασιλεὺς (καὶ γὰρ ἔφθασεν ἡ φήμη πληρῶσαι τὴν οἰκουμένην ὡς ὁ βασιλεὺς τῶν Ῥωμαίων συγκλει σθεὶς τειχήρης ἐστὶ καὶ πολιορκεῖται) λάθρᾳ τινὰ πεπομφὼς ὡς αὐτὸν ἐξαποστεῖλαι βοήθειαν αὐτομάτῳ ἐπηγγέλλετο γνώμῃ καὶ συμμαχίαν. ὁ δὲ Μιχαήλ, εἴτε τῇ ἀληθείᾳ τὸ τῶν ὁμοφύλων οἰκτείρων πλῆθος εἴτε καὶ χρημάτων φειδόμενος (ἐτύγχανε γὰρ τῶν πώποτε βασιλέων σμικρολογώτατος), τὴν μὲν γνώμην τοῦ Βουλγάρου ἠξίου ἀποδοχῆς, τὴν δὲ βοήθειαν παρῃτεῖτο. ἀλλ' ὅ γε Μορτάγων χαίρων μὲν καὶ ἄλλως πολέμοις καὶ τὰς ἐκ τούτων λείας καρποῦσθαι φιλῶν, καὶ τὰς πρὸς τὸν βασιλέα δὲ τριακον 2.86 τούτεις σπονδὰς παρὰ τοῦ προβεβασιλευκότος Λέοντος γεγενημένας ἐπιβεβαιῶσαι καὶ ἰσχυροτέρας ποιῆσαι ζητῶν, τὴν κατὰ τοῦ τυ ράννου στρατιὰν ηὐτρέπισε, καὶ δὴ τῶν Ῥωμαίων ὅρων ἔντοσθε γεγονὼς κατὰ τὸν Κηδούκτου χῶρον οὕτω καλούμενον τὴν παρεμ βολὴν ἐπήξατο. ἠκούετο δέ, καὶ λαθεῖν ταῦτα τὸν ἀποστάτην οὐκ ἦν. καὶ ἐδονήθη μὲν ὡς εἰκὸς καὶ τὰς φρένας κατεκτυπήθη, ἐν ἑαυτῷ δ' ὅμως πάλιν γενόμενος τὴν ἑαυτοῦ στρατιὰν ἐξώπλιζεν. ἐπεὶ δὲ εἰς δύο μεριζόμενος ἐδόκει παντελῶς ἀσθενής τε εἶναι καὶ εὐχείρωτος (ἥ τε γὰρ βασιλὶς τῶν πόλεων οὐκ εὐαριθμήτου ἀλλὰ πλείστου καὶ ἀξιολόγου στρατοῦ ἐδέετο πολιορκουμένη, ἤδη καὶ τοῦ βασιλέως συνειλοχότος δυνάμεις οὐκ ἀγεννεῖς καὶ κατὰ πρόσ ωπον ἵστασθαι δυναμένας, καὶ ἡ τῶν Βουλγάρων δὲ δύναμις οὐ μικρᾶς τινὸς πολλῆς δὲ καὶ οὐ τῆς τυχούσης ἐδέετο ἀντιπαρατά ξεως), ὡς ἂν μὴ εἰς δύο τινὰ διαιρούμενος εὐχείρωτος γένηται, ἀπαίρει μὲν τῆς πόλεως, πρὸς τὸν Βούλγαρον δὲ ἀξιόμαχον κρί νας ἑαυτὸν κατὰ τὸν εἰρημένον ἀντιπαρατάσσεται τόπον. Καὶ δῆτα συμβολῆς γενομένης ἡττᾶται κατὰ κράτος ὁ τύραννος, καὶ φόνος γίνεται πολὺς τῶν περὶ αὐτόν· οἱ δὲ περισωθέντες φυγῇ τὴν σωτηρίαν πορίζονται, καὶ ἔν τινι χώρῳ δυσβάτῳ συναχθέντες τὸ μέλλον ἐσκόπουν. ὁ δὲ τῶν Βουλγάρων ἀρχηγὸς τά τε σώ ματα, ὧν ἐγένετο κύριος, καὶ λείαν πολλὴν προσλαβόμενος πρὸς τὴν οἰκείαν ὑπέστρεψε χώραν, τῇ νίκῃ ἐπαιρόμενός τε καὶ γαυριῶν. τὸ δὲ
PG 121:971καταλειφθὲν ναυτικὸν ἐν τῇ πολιορκίᾳ τῆς πόλεως, 2.87 πυθόμενον τὴν ἧτταν τοῦ ἀποστάτου, προσκεχώρηκεν ἅπαν τῷ βασιλεῖ. ὁ δ' ἀποστάτης εἰς τοῦτο ἀφῖκτο μανίας παρὰ τῶν συμμαχούντων αὐτῷ, ὡς ἔοικεν, δαιμόνων, καὶ τὴν τῆς βασι λείας εἰσέτι ὠνειροπόλει κατάσχεσιν, ὅτι πάντοθεν συντριβόμενος καὶ μικρὸς ἐκ μεγάλου γινόμενος ἔτι προσελιπάρει τῇ πολιορκίᾳ. ὡς δ' ἐγνώκει μάτην πονῶν, ἄρας παντὶ τῷ στρατῷ εἴς τι πεδίον Διάβασιν κατονομαζόμενον, σταδίους ἀπέχον τῆς πόλεως ἱκανούς, εὐφυῶς ἔχον πρός τε νομὰς καὶ ὑδάτων ὑπορροάς, στρατοπεδείαν ἐπήξατο, κἀκεῖθεν ποιούμενος προνομὰς τῶν τῆς πόλεως προα στείων τὰς ἀγλαΐας ἀπέκειρεν. ἐνεφανίζετο δὲ τοῖς κατὰ τὴν πόλιν ὡς τὸ πρότερον οὐδαμῶς. τοῦτο δὲ συνεὶς ὁ Μιχαήλ, ἀξιόλογον συστησάμενος στράτευμα καὶ στρατηγοὺς ἐπιστήσας αὐτῷ τὸν Κατάκηλαν καὶ τὸν Ὀλβιανόν, αὐτός τε τὰς φυλαττούσας ἐν τῷ παλατίῳ σχολὰς εἰληφὼς καὶ τὰς ἑταιρείας, ἔξεισι κατὰ τοῦ τυ ράννου, διὰ σταδαίας μάχης κρῖναι τὸ πᾶν βουληθείς. ἔνθα δὴ καὶ ὁ τύραννος κατεστρατοπεδευμένος εὐρώστως ὑπεδέξατο τὸν βασιλέα, καὶ συμπλοκῆς γενομένης καταστρατηγῆσαι τάχα τοὺς ἀντιπάλους βουλόμενος ὁ Θωμᾶς ἅμα τῇ συμβολῇ νῶτα δοῦναι τοῖς περὶ αὐτὸν προσέταξεν, εἶτα τῶν ἐναντίων εἰς διωγμὸν τρα πέντων ἐκ παλινδιώξεως ἐπιστραφῆναι τούτους καὶ τῷ παραδόξῳ τρέψασθαι τῆς ὑποστροφῆς. καὶ ἦν μὲν αὐτῷ τοιαύτη παραγγε λία, οὐκ ἔμελλε δὲ ἄρα εἰς ἔργον ἐκβῆναι τὰ μεμελετημένα. οἱ γὰρ σὺν αὐτῷ στρατιῶται πολὺν χρόνον γυναικῶν καὶ τέκνων 2.88 στερόμενοι δι' αὐτὸν καὶ τὰς χεῖρας χραίνοντες ὁμογνίοις αἵμασιν, ἅμα δὲ καὶ τῷ χρόνῳ πεπιεσμένοι (τρίτον γὰρ ἐξηνύετο ἔτος, καὶ ἀνηνύτοις ἐδόκουν ἐπιχειρεῖν ἀνδρὸς ἑνὸς ἀπονοίᾳ καὶ ἐπιθυμίᾳ δουλεύοντες), τὸ κελευσθὲν ὡς ἕρμαιόν τι λαβόντες, τῆς σάλ πιγγος ἠχησάσης τὸ ἐνυάλιον καὶ εἰς χεῖρας συμπλοκῆς τῶν ταγμάτων ἐλθόντων, οὐ δοκήσει τὴν τροπὴν ὡς παρηγγέλθησαν ἐποιοῦντο, ἀλλ' ἀτάκτως καὶ κόσμου χωρὶς τὴν τάξιν διαλελυκότες ἐσκεδάννυντο. καὶ οὕτως νῦν μὲν ὀλίγοι αὖθις δὲ πλείους τῷ βασιλεῖ προσχωροῦσιν. ὁ δὲ Θωμᾶς σὺν ὀλίγοις τισὶν εἰς Ἀδριανούπολιν περισώζεται. ὁ δὲ τούτου παράγραπτος καὶ νόθος υἱὸς Ἀναστάσιος τὸ τῆς Βιζύης φεύγων κατέσχε φρούριον. ὁ δὲ βασιλεὺς ἐκ ποδὸς τούτοις ἑπόμενος πρῶτον ἔγνω πολιορκεῖν τὸν Θωμᾶν. ὅθεν ἐπάγει αὐτῷ πολιορκίαν, οὐ διὰ μηχανῶν καὶ ἑλεπόλεων σπουδάζων αὐτὸν καθελεῖν, ἅμα μὲν τὸν ἐμφύλιον εὐλαβούμενος πόλεμον, ἅμα δὲ καὶ τοὺς προσοικοῦντας τῇ Ἀδρια νουπόλει Σκύθας μὴ ἐθέλων τῶν πολιορκητικῶν ὀργάνων πεῖραν λαβεῖν, ἀλλὰ λιμῷ καὶ ἀνάγκῃ τῶν ἐπιτηδείων ἐπειγόμενος τὸν ἀντίπαλον παραστήσασθαι· καὶ δὴ παρακαθίσας τὴν Ἀδριανού πολιν καὶ χάρακι καὶ σταυρώμασι στεφανώσας ἐνεργῶς ἐπολιόρκει. ὁ δὲ Θωμᾶς πρῶτον μὲν πᾶσαν ἄχρηστον ἡλικίαν καὶ πᾶν ζῷον ἀνεπιτήδειον τῆς πόλεως ἐξωθεῖ, ἔπειτα, ὡς ἤδη ἤκμαζεν ὁ λιμὸς καὶ σωτηρίας ἐλπὶς οὐδαμοῦ, οἱ μὲν τῶν συνόντων αὐτῷ λάθρᾳ διά τινων πυλίδων κλέπτοντες τὴν ἐξέλευσιν, οἱ δὲ διὰ τῶν τειχῶν 2.89 καθιμώμενοι νύκτωρ φέροντες ἑαυτοὺς τῷ βασιλεῖ παρεδίδοσαν, ἄλλοι δὲ πρὸς τὸν τοῦ ἀποστάτου νόθον υἱὸν Ἀναστάσιον εἰς τὸ Βιζύης πτολίεθρον ἀπεδίδρασκον. ἐπεὶ δὲ τοῖς πολιορκουμένοις ἤδη τὰ ἀναγκαῖα κατεδήδοτο, ἥψαντο δὲ καί τινων ἀήθων βρω μάτων, ἐχώρει δὲ ἡ ἀνάγκη καὶ μέχρι τῶν σεσημμένων σκυτῶν καὶ τῶν καττυμάτων, καὶ τούτοις ἀναγκαζόμενοι ἐσιτοῦντο, λά θρᾳ πρὸς λόγους ἐλθόντες τῷ Μιχαήλ, καὶ τῶν ἡμαρτημένων συγχώρησιν ἐξαιτήσαντες καὶ λαβόντες, τὸν Θωμᾶν πεδήτην προσάγουσι τῷ ἐχθρῷ. ὁ δὲ τὸ δόξαν πάλαι τοῖς βασιλεῦσι καὶ εἰς συνήθειαν ἤδη ἐλθὸν πρῶτον τελέσας, καὶ ἐπ' ἐδάφους ἁπλώσας αὐτὸν καὶ τοῖς ποσὶ τὸν αὐχένα τούτου πατήσας, ἀκρω τηριάζει ποδῶν αὐτὸν καὶ χειρῶν, ὄνῳ τε ἐπικαθίσας θεατρίζει διὰ τοῦ στρατοπέδου, οὐδὲν ἄλλο ἐπιβοώμενον ἀλλ' ἢ "ἐλέησόν με, ἀληθῶς βασιλεῦ." ἐρομένου δὲ τοῦ βασιλέως εἴ τινες τῶν αὐτῷ συνόντων καὶ ἕτεροι
PG 121:973εἶεν τὰ αὐτοῦ φρονοῦντες, τάχα ἂν κατεῖπε πολλῶν, εἰ μὴ ὁ πατρίκιος Ἰωάννης ὁ Ἑξαβούλιος "οὐ δέον" ἔφη, "ὦ βασιλεῦ, ἀλλὰ καὶ λίαν ἀλόγιστον, ἐχθροῖς πιστεύειν κατὰ τῶν φίλων," καὶ τούτῳ τῷ λόγῳ διέλυσε τὰς κατὰ τῶν ταλαιπώρων πολιτῶν καὶ φίλων αὐτοῦ μελλούσας ἐγείρεσθαι τιμωρίας. καὶ ὁ ἀποστάτης δὲ κατέλυσε τὸν βίον, ἀπορρήξας τὸ πνεῦμα ταῖς κατὰ μικρὸν ποιναῖς, μεσοῦντος Ὀκτωβρίου μηνός, κατὰ μὲν τὰς ἀρχὰς μεγαλεπήβολος δοκῶν γενέσθαι καὶ τολμηρὸς καὶ τοῦ προτεθέντος ἐξεργαστικός, προβαίνων δὲ ἐπὶ τὰ ἔμπροσθεν πολὺ καταδεέστερος 2.90 ἑαυτοῦ φανεὶς καὶ τῆς τῶν ἐκτὸς προσδοκίας. καὶ οἱ ἐκ Βιζύης δὲ τοῦ φρουρίου ἑτέρας ταχέως ἐγένοντο γνώμης, τὸν ἐπηρτημένον ὑφορώμενοι κίνδυνον· ἅμα γὰρ τῷ πυθέσθαι τὰ κατὰ τὸν Θωμᾶν ἀτυχήματα, τὰ ὅμοια πεποιηκότες καὶ τὸν Ἀναστάσιον συσχόντες δεδεμένον χεῖρας καὶ πόδας προσήνεγκαν τῷ βασιλεῖ. πέπονθε δὲ καὶ οὗτος τὰ παραπλήσια τῷ πατρί, καὶ τὸν βίον βιαίως μετήλ λαξε. καὶ τῶν τυράννων δὲ καθαιρεθέντων αἱ παράλιοι τῆς Θρᾴκης πόλεις, τό τε Πάριον καὶ ἡ Ἡράκλεια, ἔτι τὰ τοῦ τυράννου φρονοῦσαι ἀντεῖχον, μίσει τε τῷ πρὸς Μιχαὴλ καὶ διὰ τὸ μὴ θέλειν τοῦτον τὰς θείας ἀναστηλῶσαι εἰκόνας. καὶ τὸ μὲν Πάριον ἑάλω τοῦ τείχους καταβληθέντος ἀπό τινος γενομένου σεισμοῦ, ἡ δ' Ἡράκλεια ἐκυριεύθη ἀπὸ τῶν τῆς θαλάσσης μερῶν. Καὶ τὰ μὲν κατὰ Θωμᾶν τοιοῦτον ἔσχε τὸ τέλος, καὶ οὕτως ὁ βασιλεὺς τροπαιοφόρος ἐκ τῶν κατὰ Θρᾴκην ἔρχεται πόλεων, οὐδὲν ἕτερον κατὰ τῶν συναποστατησάντων τῷ Θωμᾷ ἐννοήσας καὶ τῷ πολέμῳ ἁλόντων, ἀλλ' ἱπποδρομίας γενομένης ὄνοις ἐποχου μένους περιαχθῆναι καὶ ἐξορίᾳ παραδοθῆναι. ἔμεινε δὲ ζώπυρον τῆς ἀποστασίας τὸ φρούριον ἡ Καβάλα καὶ ἡ Σανίανα, ὧν τὴν μὲν ὁ Χοιρέας κατεῖχε τὸ δ' ὁ Γαζαρηνός, ἐξ ὧν ὁρμώμενοι λῃ στείας ἐποιοῦντο καὶ προνομάς. ἀλλὰ καὶ οὗτοι ὡς οὐκ ἐδέξαντο τὰς ἀθωούσας αὐτοὺς βασιλικὰς συλλαβὰς καὶ τὰ πεμφθέντα ἀξιώματα (καὶ ἄμφω γὰρ μαγίστρῳ πεποίηκεν ὁ βασιλεύς), 2.91 ὑποφθαρέντων τῶν ἔνδον, ὡς ἐξῆλθον οὗτοι πρὸς τὰς συνήθεις διαρπαγάς, ἐκλείσθησαν τῶν φρουρίων αἱ πύλαι αὐτοῖς, καὶ φεύγοντες πρὸς Συρίαν ὑπὸ τῶν τὰς ἄκρας διεπόντων στρατηγῶν κατασχεθέντες ἀνεσκολοπίσθησαν. Καὶ οὕτω μὲν τὰ τῆς ἀποστασίας ἀπέσβη τέλεον καὶ ᾤχετο, οὐκ ἔμελλε δὲ ἄχρι τούτων στήσεσθαι ἡ φορὰ τῶν κακῶν, ἀλλὰ τῶν δύο ἠπείρων, Ἀσίας φαμὲν καὶ Εὐρώπης, ἐν θυμῷ κυρίου οἷόν τινος κεφαλῆς καὶ οὐρᾶς, εἰ καὶ μὴ συνίεσαν, παιδευθει σῶν φόνοις ἐμπρησμοῖς σεισμοῖς ἁρπαγαῖς ἐμφυλίοις καταδρο μαῖς, πόλεων ἀνελπίστοις μεταναστάσεσι, σημείοις ἐξ οὐρανοῦ, σημείοις ἐξ ἀέρος, τέλος καὶ ταῖς ταλαιπώροις νήσοις, οἷόν τινα μέσην, ἵν' ὁλοσώματος εἴη ἡ πληγή, ἐπέδραμε τὰ δεινά. ἀλλ' οὐκ ἦν παιδευθῆναι τοὺς τὴν θεάνθρωπον ἐξηρνημένους μορφὴν προσκυνεῖν. ἄρτι γὰρ τοῦ κατὰ τὸν Θωμᾶν ἄρξαντος νεωτε ρισμοῦ, ἐπεὶ ταῦτα ἠκούετο πανταχοῦ, οἱ τὸν ἑσπέριον κόλπον τῆς Ἰβηρίας οἰκοῦντες Ἀγαρηνοί, πρόσχωροι τῷ Ὠκεανῷ ὄντες(Ἱσπάνους τούτους κατονομάζουσιν), εἰς εὐανδρίαν ἐληλακότες, καὶ ἣν ᾤκουν γῆν λυπρὰν οὖσαν καὶ μετρίως εὐδαίμονα ὁρῶντες καὶ διὰ τοῦτο τρέφειν μὴ δυναμένην αὐτούς, προσελθόντες τῷ ἑαυτῶν ἄρχοντι Ἀπόχαψ (ἀμερμουμνῆν οἶδε τοῦτον ἡ ἐγχώριος γλῶσσα καλεῖν) ἀποικίαν καὶ γῆς μετανάστασιν ἀπῄτουν γενέσθαι αὐτοῖς πλήθει τε στενοχωρουμένοις καὶ τῶν ἀναγκαίων σπανί 2.92 ζουσιν. ὁ δὲ ἀσπασίως τὸν λόγον δεξάμενος, πλοῖα εὐθέως ἐπι σκευάσας μακρὰ καὶ δύναμιν τούτοις ἐξ αὐτῶν ἐμβιβάσας, ἐπὶ λῃστείαν τέως, λανθάνουσαν ἔχων τὴν ἔννοιαν, τῶν πρὸς τῇ ἕῳ κειμένων νήσων καὶ ἡμετέρων ἐτράπετο, ὁμοῦ μὲν τὸ τοῖς ὑπη κόοις ὀρεκτὸν ἐκπληρῶν καὶ ἐκ τῶν ἀλλοτρίων αὐτοὺς κορεννύς, ὁμοῦ δὲ καὶ μετασκεψόμενος εἴ τίς ἐστιν εὔφορος τῶν νήσων καὶ πρὸς μετοικίαν ἐπιτηδεία αὐτοῖς. ποιησάμενος δὲ τὸν ἀπόπλουν ἔαρος ὥρᾳ, καὶ πολλὰς ἐπιὼν τῶν νήσων,
PG 121:975οὐδένα εὕρισκε τὸν ἀντιπαραταττόμενον· ἐχήρευον γὰρ πᾶσαι βοηθείας, τοῦ εἰωθότος φυλάττειν στόλου παντὸς συστρατευομένου τῷ Θωμᾷ. διὸ καὶ μεγάλας ὠφελείας ἐκ πασῶν, αἷς καὶ προσώρμιζεν, ἐκαρποῦτο. ἧκε δέ ποτε καὶ εἰς Κρήτην, καὶ ταύτην καταδραμὼν καὶ ἀνδρα ποδισάμενος ὡς ἐνῆν, καὶ τὴν τῆς νήσου καταμαθὼν ἀρετὴν καὶ χάριν, τοῦτο ἔφη πρὸς τοὺς ὑπηκόους, "ἰδοὺ γῆ ῥέουσα γάλα καὶ μέλι." καὶ τότε μὲν ἔφη πλέον οὐδέν, παντοίων δὲ τὸν στόλον ἐμπεπληκὼς ἀγαθῶν τῶν ἐπ' οἶκον νόστων ἐμέμνητο. ὡς δ' ὁ χειμὼν ὑπέληγε καὶ τὸ ἔαρ ἐπέλαμπε, τεσσαράκοντα ναῦς πλη ρώσας ἀνδρῶν μαχίμων καὶ οὔριον ἄνεμον ἐπιτηρήσας πρὸς Κρή την ἀπέπλει, τὰς ἄλλας τῶν νήσων παρατρέχων ἐπιεικῶς. κατα λαβὼν δὲ τὴν νῆσον τῷ ἀκρωτηρίῳ τῷ λεγομένῳ Χάρακι προσορμίζεται. ὡς δ' οὐδὲν αὐτῷ οὔτε κατὰ τὴν ἀπόβασιν οὔτε κατὰ τὴν καταγωγὴν ἐφάνη πολέμιον, παρεμβολὴν πηξάμενος ὀχυρὰν 2.93 τοὺς μὲν ἐπιτηδείους εἰς προνομὴν ἐξαπέστειλεν, αὐτὸς δὲ τοὺς λοιποὺς ἔχων ἄρτι δὴ τοῦ πνεύματος ἐπακμάζοντος, κἀκείνων πορρωτέρω σταδίων δέκα ἢ καὶ ιεʹ γενομένων, πῦρ ἐμβαλὼν ταῖς ναυσὶ τὰς πάσας κατέφλεξε, φεισάμενος τὸ παράπαν οὐδεμιᾶς. ὁ δὲ στρατὸς (καὶ γὰρ ἐπαλινόστουν εὐθέως ἐκδειματωθέντες, τῷ παραδόξῳ τοῦ θεαθέντος πράγματος καταπλαγέντες) τὴν αἰτίαν ἐπυνθάνοντο καὶ εἰς λόγους ἦλθον νεωτερικούς. ἐπεὶ δὲ ἤκουον ἃ πάλαι ὤδινον, ὡς αὐτοί τε τούτων ὑμεῖς αἴτιοι, ἀποικίαν ζη τοῦντες καὶ γῆν ἀγαθήν, ἐμοὶ δὲ ταύτης οὐδετέρα νενόμισται κρείττων, εἰς ταύτην ἦλθον τὴν ὁδόν, τὰ ὑμῖν τε θυμήρη πράτ των καὶ ἐμαυτὸν τῆς ἐξ ὑμῶν ἀπαλλάττων ὀχλήσεως. ὡς δὲ καὶ γυναικῶν καὶ παίδων ἐμέμνηντο, "καὶ γυναῖκες" ἔφη ὁ Ἀπόχαψ "ὧδε, ἡμέτεραι αἰχμάλωτοι, καὶ παῖδες μετὰ μικρὸν ἐξ αὐτῶν." τούτοις τοῖς λόγοις κατασιγασθέντες, καὶ ἀποδοχῆς ἄξια κρίναν τες τὰ λεγόμενα, τάφρον μὲν ἤγειραν πρῶτον βαθεῖαν, καὶ χάρα κας ἐν ταύτῃ καταπήξαντες, ἔνθα καὶ νῦν λαβὼν τὴν ἐπωνυμίαν ὁ τόπος σώζει τὴν προσηγορίαν, Χάνδαξ ὀνομαζόμενος, ἐκεῖσε διενυκτέρευον. χρόνος οὐκ ἐρρύη πολύς, καὶ τὰ πραττόμενα ἡ φήμη τὸν βασιλέα ἐδίδασκε. καὶ ὃς τῷ πρωτοσπαθαρίῳ Φω τεινῷ τῶν ἀνατολικῶν στρατηγοῦντι τὰ τῆς Κρήτης ἅπαντα ἀνα τίθησιν. οὗτος ἐκεῖσε παραγενόμενος καὶ τὰ πάντα καταμαθὼν τὸν βασιλέα ἀνεδίδασκε τὰ πραττόμενα, καὶ δύναμιν ἠξίου πέμ πειν τὴν ἐκεῖθεν ἀποσοβήσουσαν τοὺς ἐχθρούς. Δαμιανὸν γοῦν 2.94 τινὰ ὄντα κόμητα τοῦ βασιλικοῦ ἱπποστασίου καὶ πρωτοσπαθάριον μετὰ πολλῆς δυνάμεως καὶ παρασκευῆς ὁ βασιλεὺς ἀπέστειλεν εἰς βοήθειαν τοῦ στρατηγοῦ Φωτεινοῦ, οἳ καὶ ἑνωθέντες κατὰ τῶν Ἀγαρηνῶν ὡπλίζοντο. εἰς οὐδὲν δὲ χρήσιμον αὐτοῖς τὸ τέλος ἐνε περάνθη· αὐτός τε γὰρ ὁ Δαμιανὸς κατὰ τὴν πρώτην προσβολὴν καιρίαν πληγεὶς καὶ θανὼν καὶ τοῖς λοιποῖς τροπῆς γέγονεν αἴτιος, καὶ ὁ Φωτεινὸς μόλις ἐν δρόμωνι διασώζεται καὶ τῷ βασιλεῖ τῶν πραχθέντων αὐτάγγελος γίνεται. ἀλλ' οὗτος μέν, ἐπεὶ διὰ τιμῆς ἤγετο τῷ βασιλεῖ πάντως, τὴν τῆς Σικελίας στρατηγίαν αὖθις τῆς Κρήτης ἀλλάσσεται· τοῖς δὲ Σαρακηνοῖς ἐν ταραχῇ καὶ μερίμνῃ διάγουσιν ἔτι μοναχός τις ἐκ τῶν ὀρέων τῆς νήσου ἐπικαταβὰς ἁμαρτάνειν ἔφησεν, εἰ ἀσφαλῶς οἴονται ἕξειν ἱδρυθέντες ἐν τῷδε τῷ τόπῳ, καὶ ἅμα λέγων τὸν Χάνδακα τούτοις ὑπέδειξε, δεξιὸν τόπον καὶ εὐφυῆ πρὸς πᾶσαν εὐετηρίαν. ἐν τούτῳ πόλιν ἱδρύ σαντες καὶ οἷόν τινα πάσης ἀκρόπολιν τῆς νήσου, καὶ ἐκ ταύτης ὁρμώμενοι τὴν ὅλην κατέτρεχον νῆσον καὶ τὰς λοιπάς. ἐδουλώ σαντο δὲ τοὺς αὐτόχθονας καὶ τὰς ἐν τῇ Κρήτῃ πόλεις πλὴν μιᾶς. τότε δὴ καὶ ὁ Κύριλλος ὁ Γορτύνης πρόεδρος στέφει τελειοῦται μαρτυρικῷ, μὴ θελήσας ἀρνήσασθαι τὸν Χριστόν. καὶ Κρήτη μὲν ἑάλω τοῦτον τὸν τρόπον. Τῶν ἐμφυλίων δὲ πολέμων ἀπαλλαγεὶς ὁ βασιλεὺς Μιχαὴλ οὐ τῷ θεῷ τὴν νίκην ἐπέγραψεν ἀλλὰ τῇ ἑαυτοῦ φρονήσει καὶ στρατηγίᾳ· διὸ καὶ ὑπὸ φρονήματος φυσηθεὶς ἀκάθεκτος ἦν
PG 121:979τὴν 2.95 ὁρμήν. τῆς γαμετῆς οὖν τελευτησάσης αὐτοῦ ὑπεποιεῖτο μὲν τὸν ἄζυγα βίον, λάθρᾳ δὲ πρὸς τοὺς προύχοντας τῆς συγκλήτου πέμπων ἀνέπεισε παρ' αὐτῶν παρακαλεῖσθαι ἑτέρᾳ συζευχθῆναι γυναικί, εἰ μὴ πεισθείη δέ, καὶ βίαν ἐπενεγκεῖν ἀπειλούντων, πρόφασιν δῆθεν εὔσχημον προτεινομένων, ὡς οὐ δέον αὐτοὺς μὲν ὑπὸ βασιλεῖ τάττεσθαι, τὰς δὲ αὐτῶν γυναῖκας δεσποίνης στερεῖ σθαι καὶ βασιλίδος. ἐπέπειστο οὖν ὀψέ ποτε διὰ τῶν ἐπιπλα στῶν λόγων, καὶ πρῶτα μὲν ἀπῄτει χειρόγραφα τοὺς ὑπηκόους εὐνοίας, ὡς αὐτήν τε τὴν ἐσομένην αὐτῷ γυναῖκα καὶ τὰ ἐξ αὐτῆς τεχθησόμενα μετὰ τὸν αὐτοῦ θάνατον ὑπερβαλλόντως τιμήσουσι, καὶ μετ' ἐκεῖνον βασιλέας ἔχοιεν κἀκείνην δέσποιναν. οὕτως οὐ τοῦ κατ' ἐκεῖνον ἀλλὰ καὶ τοῦ μετ' αὐτὸν ᾤετο κρατήσειν αἰῶ νος. εἶτα καὶ ταῖς μετὰ τέχνης αἰτήσεσι πείθεται τῆς συγκλήτου, καὶ ἠγάγετο πρὸς γάμον γυναῖκά τινα πάλαι νυμφευθεῖσαν Χριστῷ καὶ τὸν μοναδικὸν ἀσπασαμένην βίον κἀν τῷ ἐν τῇ Πριγκήπῳ μο ναστηρίῳ μονάζουσαν ἐκ παιδός· Εὐφροσύνη ταύτης ἡ κλῆσις, πατρὸς δὲ λέγεται εἶναι Κωνσταντίνου τοῦ βασιλέως, ὃν ἡ μήτηρ Εἰρήνη δικαίως διὰ τὰς σφετέρας ἀπετύφλωσεν ἀκολασίας. καὶ ταῦτα μὲν ἐπράττετο τῇδε. Ὁ δὲ Μιχαὴλ ἕτερον στόλον ἐκπέμπει κατὰ τῶν ἐν Κρήτῃ Σαρακηνῶν, στρατηγὸν ἐπιστήσας αὐτοῖς Κρατερὸν τὸν τῶν Κι βυρραιωτῶν διέποντα τὴν ἀρχήν· ὃς ἑβδομήκοντα διήρεις τὰς ὑφ' ἑαυτὸν λαβὼν καὶ τὰς ἐκ τῶν ἄλλων νήσων ἁπάσας, ἐν τῇ Κρήτῃ 2.96 γενόμενος μετὰ μεγίστου φρυάγματος οὐδὲ τοὺς Ἀγαρηνοὺς ὑπο κλινομένους εὗρεν, ἀλλὰ καὶ αὐτοὺς γενναίως ὑποστάντας τὸν κίνδυνον. συμπλοκῆς δὲ γενομένης, ἤδη τοῦ ἡλίου τὰς ἀκρωρείας αὐγάζοντος ἄχρι μεσούσης ἡμέρας, οὐδέτερον μέρος ἀπέκλινεν, ἀλλὰ γενναίως ἀντέχοντες ἐκαρτέρουν. ἄρτι δὲ τῆς ἡμέρας κλι νούσης πονήσαντες οἱ Κρῆτες ἐνέδωκαν εἰς φυγήν, καὶ πολλοὶ μὲν αὐτῶν ἐν τῷ πολέμῳ ἀπέθανον, πλείονες δὲ τὰ ὅπλα ῥίψαντες ᾐχμαλωτίσθησαν. τάχα δ' ἂν ἑάλω καὶ ἡ πόλις αὐθημερόν, εἰ μὴ νὺξ ἐπιγενομένη ἀνέτρεψε τέλεον τὰ πράγματα. Ῥωμαῖοι μὲν γὰρ ὡς ἤδη τάχα νενικηκότες, καὶ πάντας αὔριον ἐν βραχεῖ βρα χεῖς ὄντας ἐλπίσαντες συλλαβεῖν, ὡς ἐν οἰκείᾳ ἀλλ' οὐκ ἐν ἀλλο τρίᾳ διάγοντες, πρὸς πότους καὶ τρυφὰς ἐξεβάκχευον, μήτε τινὸς φυλακῆς μήτ' ἄλλης σωτηρίας φροντίσαντες, ὕπνου δὲ μόνου καὶ τῆς πάντα ῥᾳδίως ἀνατρεπούσης ἀναπαύλης τε καὶ ῥᾳστώνης. ὅθεν περὶ μέσας νύκτας οἱ Κρῆτες, ἐπειδὴ τῶν ἑαυτῶν φυλάκων ὡς ἐν ἀπορίᾳ ἀγρυπνοῦντες οἴνῳ καὶ ὕπνῳ τοὺς τῆς Ῥωμαϊκῆς παρεμβολῆς ἐμάνθανον κατεχομένους, αὐθωρὸν ἐπιπεσόντες μετ' ἀλαλαγμοῦ καὶ μέθῃ κατεσχημένους εὑρόντες ἅπαντας ἄρδην ἀπώ λεσαν, ὡς μηδ' ἄγγελον, τοῦτο δὴ τὸ τοῦ λόγου, περιλειφθῆναι· μόνος δ' ὁ στρατηγὸς ἐμπορικοῦ τινὸς πλοίου ἐπιβὰς τὴν σωτη ρίαν ἑαυτῷ ἐμνηστεύετο. ὡς δὲ πολλὰ ζητήσας ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς τοῦτον οὐχ εὕρισκεν οὔτ' ἐν τοῖς πεσοῦσιν οὔτ' ἐν τοῖς αἰχμαλώτοις, ἔμαθε δ' ὅτι φυγὰς ᾤχετο, τοὺς καταδιώξοντας 2.97 ἔπεμψεν· οἳ καὶ καταλαβόντες αὐτὸν ἐν Κῷ τῇ νήσῳ ξύλῳ κρε μάσαντες ἀπέκτειναν. μετὰ δὲ ταῦτα ἀνήρ τις πολεμικὸς καὶ φρονήσεως καὶ ἀγχινοίας οὐκ ἄμοιρος, τὸ ἐπώνυμον Ὀρύφας, στρατόν τινα προστάξει ἀθροίσας βασιλικῇ, τὸν τεσσαρακοντά ριον τότε καλούμενον ἐκ τοῦ διανεμηθῆναι αὐτοῖς ἀνὰ τεσσαράκοντα χρυσίνους, τάς τε ἄλλας νήσους ἐπιὼν ἀνῄρει τοὺς προνο μεύοντας Ἀγαρηνούς, τοῖς μὲν λόχους ἐπάγων τοῖς δὲ φανερῶς πολεμῶν, καὶ τοὺς Κρῆτας συνέστειλε καὶ τῆς πολλῆς καὶ ἀσχέτου ὁρμῆς ἀνεχαίτισε. καὶ ταῦτα μὲν συνηνέχθη τῇδε. Κατὰ δὲ τὸν αὐτὸν καιρὸν Εὐφήμιός τις ἀνὴρ κατὰ Σικελίαν λαοῦ τινὸς ἐξηγούμενος, ἐρασθεὶς παρθένου τινὸς τὸ μοναδικὸν ἐκ παιδὸς ἀναλαβούσης σχῆμα, περὶ πολλοῦ ἐποιεῖτο τὸν οἰκεῖον ἔρωτα ἐκπληρῶσαι, τῶν νόμων οὐδὲ φροντίζων ὅλως, ἀλλ' ὡς εἰς παρά δειγμα μόνον ἀποβλέπων τὸν βασιλέα, τοιοῦτόν τι τολμήσαντα καὶ αὐτόν. ἁρπάζει γοῦν τὴν παρθένον τοῦ ἀσκητηρίου καὶ πρὸς ἑαυτὸν
PG 121:981ἄκουσαν ἄγει. ταύτης οὖν οἱ ἀδελφοὶ προσίασι τῷ Μιχαήλ, τὰ τοῦ δράματος διηγούμενοι· ὁ δὲ κελεύει τῷ στρατηγῷ, εἰ οὕτως καταλάβοι ἔχουσαν τὴν ἀλήθειαν, τὴν ῥῖνα τοῦ τετολ μηκότος Εὐφημίου ἀποτεμεῖν. ὅπερ μαθὼν ὁ Εὐφήμιος, συνω μότας λαβὼν τούς τε ὑπὸ τὴν αὐτοῦ χεῖρα καί τινας τῶν συντουρμαρχῶν, τὸν στρατηγὸν ἐπὶ τούτῳ παραγενόμενον ἀπελαύνει καὶ πρὸς τὸν τῆς Ἀφρικῆς ἀποδιδράσκει ἡγούμενον, πᾶσαν τὴν Σικε 2.98 λίαν ὑπ' ἐκεῖνον ποιῆσαι καθυπισχνούμενος καὶ διδόναι φόρους αὐτῷ πολλούς, εἰ μόνον ἀναγορευθείη Ῥωμαίων βασιλεύς. δεξά μενος οὖν τὸν λόγον ὁ ἀμηρᾶς ἀναγορεύει τοῦτον βασιλέα Ῥω μαίων καὶ χεῖρα δίδωσι πολλήν, καὶ τῆς Σικελίας γίνεται ἐγκρα τής, παρ' αὐτοῦ τούτου λαβὼν αὐτήν. πλὴν ὁ μὲν Εὐφήμιος οὐ πολὺν χρόνον τοῦ βασιλικοῦ ἀπολαύσας ἀξιώματος ἀφαιρεῖται τὴν κεφαλήν, τῆς οἰκείας ἀποστασίας καὶ παρανομίας τοῦτον λα βὼν τὸν μισθόν. ἄξιον δὲ καὶ τὸν τρόπον εἰπεῖν τῆς αὐτοῦ ἀναι ρέσεως. ὡς γὰρ ἐν σχήματι βασιλικῷ περιῄει τὴν Σικελίαν ἀνευ φημούμενος, ἀπῄει κατὰ Συράκουσαν. ἄποθεν δὲ γενόμενος τῆς ἑαυτοῦ τάξεως καὶ τῶν δορυφόρων, καὶ ὅσον ἀπὸ τόξου βολῆς τῇ πόλει προσεγγίσας, ὡμίλει τοῖς πολίταις καὶ πρὸς ἑαυτὸν λόγοις τὴν ἐκείνων ἐφείλκετο εὔνοιαν. μεμονωμένον δὲ τοῦτον ἰδόντες ἀδελφοὶ δύο Συρακούσιοι, πρὸς ἑαυτοὺς βουλευσάμενοι καὶ σύμ πνοοι γενόμενοι καὶ τὸ ἓν φρονήσαντες προσέρχονται τούτῳ εἰρωνι κῶς τε καὶ τωθαστικῶς, ὡς βασιλεῖ τάχα τὴν προσήκουσαν τιμὴν ἀπονέμοντες. ὁ δὲ Εὐφήμιος μὴ συνεὶς τὸν δόλον, τὴν παρ' αὐ τῶν ἀναγόρευσιν καὶ τὸν ἀσπασμὸν προσδεξάμενος, προσεκάλει τούτους μετὰ φιλοφροσύνης ὡς καὶ αὐτὸς τὸν οἰκεῖον ἀσπασμὸν ἀποδώσων. καὶ δὴ κλίνας τὴν κεφαλὴν καὶ τὸ στόμα προσερείσας τῷ στόματι θατέρου τῶν ἀδελφῶν, θριξὶ μὲν κατέχεται ἰσχυρῶς παρὰ τούτου, πρὸς δὲ τοῦ ἑτέρου τῶν ἀδελφῶν τὴν κεφαλὴν 2.99 ἀποτέμνεται. καὶ οὗτος μὲν ταύτην ἔτισε δίκην τῆς οἰκείας ἀπο νοίας. Οἱ δὲ Ἀγαρηνοὶ οὐ τῆς Σικελίας μόνον ἔκτοτε ἀλλὰ καὶ Καλαβρίας καὶ τῶν πλειόνων τῆς Ἰταλίας ἐγένοντο ἐγκρατεῖς, πάντα κατατρέχοντες καὶ διαπορθοῦντες. ὁ Μιχαὴλ δὲ ἐπὶ μῆ νας ηʹ καὶ ἔτη θʹ τῆς βασιλείας γενόμενος ἐγκρατής, δυσεντερίας ἁλοὺς ἀρρωστήματι καταστρέφει τὸν βίον, τοσούτων παραίτιος τῇ πολιτείᾳ Ῥωμαίων γενόμενος κακῶν δι' ἣν εἶχεν ἀσέβειαν πρὸς θεὸν καὶ πρὸς τὰ πράγματα μοχθηρίαν, ὅσων προλαβὼν ἐπεμνή σθη ὁ λόγος. ἀπεστάτησε δὲ ἐπ' αὐτοῦ καὶ πᾶσα ἡ Δαλματία. ἐφέρετο δὲ καὶ χρησμὸς παλαιὸς περὶ αὐτοῦ, ἔχων οὕτως ἀρχὴ κακῶν δὲ προσπεσεῖται τῇ χθονί, ὅταν κατάρξῃ τῆς Βαβυλῶνος δράκων, δύσγλωττος οὗτος καὶ φιλόχρυσος λίαν. ἐτάφη δὲ ὁ τούτου νεκρὸς ἐν τῷ κατὰ τοὺς ἁγίους ἀποστόλους με γάλῳ ἡρῴῳ Ἰουστινιανοῦ, ἐν λάρνακι πρασίνῳ Θετταλικῇ. Μετὰ δὲ τὸν τοῦ Μιχαὴλ θάνατον ὁ υἱὸς αὐτοῦ Θεόφιλος, ἀνδρὸς ἤδη ἡλικίαν ἔχων, διεδέξατο τὴν πατρῴαν ἀρχήν, κατὰ τὸν Ὀκτώβριον μῆνα τῆς ηʹ ἰνδικτιῶνος, λόγῳ μὲν τῆς δικαιοσύ νης ἔμπυρος ἐραστὴς καλεῖσθαι βουλόμενος νόμων τε φύλαξ πολι τικῶν ἀκριβής, τῇ δ' ἀληθείᾳ ἔξωθεν ἑαυτὸν τῶν ἐπιβουλευόν των διατηρῶν, ὡς ἂν μή τις κατ' αὐτοῦ νεανικὸν τολμήσειε, 2.100 ταῦτα ὑπεκρίνετο. εὐθὺς οὖν ἐκ προοιμίων τοὺς τῷ πατρὶ αὐτοῦ συναραμένους εἰς τὸν τοῦ Λέοντος θάνατον ἔγνω πάντας ὀλέθρῳ δοῦναι καὶ ἀπωλείᾳ. ὅθεν ἐξέθετο δόγμα τοὺς τῶν βασιλικῶν ἅπαντας ἀπολαύοντας φιλοτιμιῶν, προσέτι δὲ καὶ βασιλικῆς τιμῆς μετασχόντας τῆς οἱασοῦν, κατὰ τὴν Μαγναύραν ἤτοι τὸ Πεντα πύργιον συναθροισθῆναι. ὡς δὲ τοῦτο ἐγένετο καὶ πάντες ἠθροί σθησαν ὡς ἐκέλευσεν, ὡς ἐν σκότῳ τέως τὴν τῆς ψυχῆς κρύψας θηριωδίαν, πραείᾳ καὶ ἠρεμαίᾳ φωνῇ ἔφη πρὸς τοὺς συνειλεγμέ νους "ἐβούλετο μὲν καὶ δι' ἐπιθυμίας εἶχε, ὦ λαὸς καὶ κλῆρος ἐμός, ὁ ἐμὸς μακαρίτης πατὴρ τοὺς ἀντιλαβομένους καὶ τῆς βα σιλείας ὑπερμαχήσαντας πολλῶν μὲν τιμῶν πολλῶν δὲ τούτους ἀγαθῶν καὶ ἑτέρων καταξιῶσαι γερῶν, καταχθεὶς δ' ὑπὸ τοῦ
PG 121:985χρεὼν ἐμὲ τὸν τῆς βασιλείας διάδοχον, ἵνα μὴ ἀχάριστος δόξῃ τοῖς εὐεργέταις, ὀφειλέτην κατέλιπε. διὸ ἕκαστος χωρισθεὶς τοῦ πλήθους δεικνύτω ἑαυτὸν ἡμῖν ἐμφανῆ, ἵνα γνόντες τοὺς φίλους ἀξίως ὑμᾶς ἀμειψαίμεθα." τούτοις τοῖς λόγοις παρακλαπέντες οἱ δείλαιοι καὶ συλαγωγηθέντες τὸν νοῦν, ἕκαστος τῶν ὅσοι τῷ φόνῳ συνήργησαν τοῦ Λέοντος ἑαυτὸν παρεγύμνου. Εὐθὺς οὖν ὁ Θεόφιλος, ἐντὸς σαγήνης ἔχων τὴν θήραν, ἐγκελεύεται τῷ ἐπάρχῳ τοῖς πολιτικοῖς χρήσασθαι νόμοις, οὕτως εἰπών "ἄγε δή, ὦ ἔπαρχε, ἐκ θεοῦ καὶ τῆς ἡμῶν γαληνότητος τὸ κρίνειν λαβών, τούτοις ἀξίας τῶν ἔργων ἀπόδος τὰς ἀμοιβάς, οὐχ ὅτι τὰς χεῖρας ἐμίαναν αἵματι ἀνθρωπίνῳ, ἀλλ' ὅτι καὶ χριστὸν κυρίου ἀνεῖλον ἔνδον θυσιαστηρίου." ταῦτα φθεγξάμενος διέλυσε τὸν θαυμα 2.101 στὸν ἐκεῖνον καὶ πρῶτον σύλλογον, οἱ δ' ἄθλιοι ἐκεῖνοι συλλη φθέντες παρὰ τοῦ ἐπάρχου ποιναῖς καθυπεβλήθησαν ἀνδροφόνων. ὁ δὲ Θεόφιλος καὶ τὴν αὐτοῦ μητρυιὰν ἀπελάσας τῶν βασιλείων εἰς τὸ μοναστήριον ἠνάγκασεν ἀπελθεῖν, ἐν ᾧ τὸ πρῶτον τὴν κοσμικὴν ἀπέθετο τρίχα, μηδὲν ὠφελησάντων τῶν ὅρκων οὓς ἡ σύγκλητος πρὸς τὸν Μιχαὴλ ἐποιήσατο. Καὶ ταῦτα μὲν ἐν προοιμίῳ τῷ Θεοφίλῳ, τὰ δ' ἑξῆς οὐκ ἐπαίνων ἀνάξια· ἀντιποιούμενος γὰρ τῆς δικαιοσύνης ἅπασιν ἦν τοῖς πονηροῖς φοβερὸς τοῖς δὲ ἀγαθοῖς θαυμαστός, τοῖς μὲν ὅτι μισοπόνηρός τε καὶ δίκαιος ἐδόκει, τοῖς δ' ὅτι ἐμβριθής τε καὶ αὐστηρός. οὐκ ἦν δὲ πάντως αὐτὸν πάντων τῶν κακῶν καθα ρεύειν. εἴχετο μὲν γὰρ τῆς ἐπὶ θεὸν πίστεως, εἴχετο δὲ πλέον τῆς πατροπαραδότου μιαρᾶς τῶν εἰκονομάχων αἱρέσεως, καὶ τὸν εὐσεβῆ καὶ πανάγιον ἐκάκου λαόν, παρὰ πάντα τὸν τῆς βασιλείας αὐτοῦ χρόνον ἠρεμῆσαι μὴ συγχωρήσας. ὅθεν οὐδ' ἐν πολέμοις εὐτύχησέ ποτε, ἀεὶ δὲ ἥττητο καὶ οὐ κατὰ βασιλέα ὑπέστρεφεν. ἐχόμενος δ' οὖν τῆς δικαιοσύνης καὶ τῆς πρὸς Χριστὸν καὶ τὴν αὐτοῦ μητέρα, ὡς ᾤετο, πίστεως καὶ προθυμίας, ἀπῄει ἑκάστης ἑβδομάδος ἔφιππος διὰ τῆς λεωφόρου ἐπὶ τὸν ἐν Βλαχέρναις τῆς θεομήτορος θεῖον ναόν, ὑπὸ τῶν δορυφόρων παραπεμπόμενος. ἀπῄει δὲ πᾶσι μέν, προηγουμένως δὲ τοῖς ἀδικουμένοις διδοὺς ἑαυτόν, ὡς ἂν ἔχοιεν τὰ αὐτῶν ἐκτραγῳδεῖν ἀδικήματα καὶ μὴ παρά τινων κωλύοιντο ἀδίκων ὑφορωμένων τὴν ἐξ αὐτοῦ τιμωρίαν, 2.102 εἶθ' ἵνα καὶ κατὰ τὴν ἀγορὰν διερχόμενος θεατὴς γένοιτο τῶν ὠνίων. ἠρώτα οὖν περὶ ἑκάστου τῶν πιπρασκομένων, πόσου πωλεῖται, γινόμενος κατὰ τὴν ἀγοράν. ἠρώτα δὲ οὐ παρέργως, οὐδ' ἐν ἑνὶ εἴδει, ἀλλ' ἐπί τε τοῖς βρωτοῖς καὶ τοῖς ποτοῖς καὶ τοῖς εἰς θάλψιν ἐπιτηδείοις ἀμφιάσμασι καὶ πᾶσιν ἁπλῶς τοῖς κατὰ τὴν ἀγορὰν προκειμένοις. καὶ διὰ πάντων πολλὴν ἐπεδεί κνυτο σπουδὴν καὶ ἐπιμέλειαν πρὸς τὰ κοινά, νῦν μὲν ἐν κριτη ρίοις, νῦν δέ, ὡς εἴρηται, κατὰ τὰς προόδους τῆς ἑβδομάδος. καί ποτε δὲ καὶ ψυχαγωγίας χάριν προκύπτων ἀπὸ τῶν πρὸς θά λασσαν τοῦ παλατίου τειχῶν ἐθεάσατο ναῦν τινὰ μυριοφόρον ἐξ οὐρίας πλέουσαν ἀναπεπταμένοις δὴ τοῖς ἱστίοις, μεγέθει τε ἀνυπέρβλητον καὶ ἀπαράμιλλον κάλλει· ἣν θεασάμενος εἰς θάμ βος ἐνέπιπτεν. ἠρώτα δ' ὅμως τίνος τε ἡ ὁλκὰς εἴη καὶ ὅ τι φέρει τῶν ἀγωγίμων. ὡς δὲ τῆς Αὐγούστης εἶναι ἐμάνθανε, τότε μὲν ἐφησύχασε καὶ παρέπεμψε τὸν καιρὸν ἄχρι καὶ ἧς εἴωθεν ἡμέρας ἀπιέναι πρὸς τὸν ἐν Βλαχέρναις θεῖον ναόν. ὡς δ' ἤδη παρῆν ἡ κυρία καὶ ὁ τοῦ πλοίου ὅρμος δῆλος ἐγεγόνει τῷ βασιλεῖ πυθομένῳ παρά τινος, τῆς εἰς αὐτὸ φερούσης ὁδοῦ εἴχετο, καὶ πλησιάσας ἔστη παρὰ τὴν πρύμναν, καὶ τοὺς παρόντας ἠρώτα πολλάκις ὅτου τις ἔχει χρείαν τῶν ἀγωγίμων, σίτου τυχὸν ἢ οἴνου ἢ ἄλλου τινὸς εἴδους. ὡς δὲ πολλάκις ἐρωτηθέντες ἅπαξ ἀπεκρί θησαν καὶ μόλις μηδενὸς λείπεσθαι τοὺς ὑπὸ τῆς σῆς προμηθου μένους δεσποτείας καὶ βασιλείας, "ἀλλ' οὐκ ἴστε δὴ" ἔφη ὁ βα σιλεύς "ὅτι με ὑπὸ θεοῦ βασιλέα γεγενημένον ἡ Αὐγοῦστά μου 2.103 καὶ σύμβιος ναύκληρον ἀπειργάσατο;" προσέθετο δὲ μετὰ πικρίας καὶ τοῦτο "τίς ποτε βασιλέα Ῥωμαίων ἢ
PG 121:987τὴν αὐτοῦ γαμετὴν ἔμπο ρον ἐθεάσατο;" ταῦτα δὲ εἰπὼν ἐκέλευσεν αὐθωρὸν μόνους ἐξελ θεῖν τοὺς ἀνθρώπους, τὴν δὲ ναῦν ἐκείνην παραδοῦναι πυρὶ αὐ τοῖς ἱστίοις καὶ τοῖς ἄλλοις ἅπασιν ἀγωγίμοις. περιέβαλε δὲ καὶ τὴν δέσποιναν ὕβρεσι, καὶ τῆς ζωῆς ἐξαγαγεῖν ἠπείλησεν εἰ φωρα θείη ἔκτοτε τοιοῦτόν τι ποιοῦσα. Ὥρμητο δ' ἡ βασιλὶς Θεοδώρα ἐκ τῆς χώρας τῶν Παφλα γόνων, γεννήτορας αὐχοῦσα Μαρῖνον οὐκ ἄσημον ἄνδρα καὶ μη τέρα Θεοκτίστην τὴν οὕτω Φλωρῖναν κατονομαζομένην, ἀμφο τέρους εὐσεβείᾳ ἐντεθραμμένους καὶ τὴν τῶν σεπτῶν εἰκόνων προσκύνησιν οὐκ ἐξαρνουμένους ὡς οἱ κατ' ἐκεῖνο πάντες καιροῦ, ἀσπαζομένους δὲ καὶ ἐνστερνιζομένους ὑπερφυῶς. διαδήματι δὲ τῆς Θεοδώρας καταστεφθείσης καὶ ἡ ταύτης μήτηρ Θεοκτίστη ζωστή τε καὶ πατρικία τετίμητο. αὕτη δ' οὖν ἡ Θεοκτίστη κατὰ τὸν ἑαυτῆς οἶκον ἔγγιστα διακείμενον τῶν Γαστρίων, τὰς τῆς Θεοδώρας μετακαλουμένη παῖδας (πέντε δὲ ἦσαν τὸν ἀριθμόν, ἥ τε Θέκλα Ἄννα Ἀναστασία Πουλχερία τε καὶ Μαρία) ἄλλαις τε δωρεαῖς αἷς ὑποσύρεσθαι τὸ θῆλυ πέφυκεν ἐδεξιοῦτο, καὶ ἰδίᾳ παραλαμβάνουσα μὴ μαλακίζεσθαι μηδὲ μένειν θηλείας, ὅπερ ἦσαν, ἐξελιπάρει, ἀνδρίζεσθαι δὲ καὶ τῆς μητρῴας θηλῆς ἄξια διανοεῖσθαι καὶ πρέποντα, τὴν πατρῴαν μὲν αἵρεσιν μυσαττομέ νας, κατασπαζομένας δὲ τὰς τῶν ἁγίων εἰκόνων μορφάς. καὶ 2.104 ἅμα ταύτας εἰς χεῖρας ἐμβάλλουσα (ἐφύλαττε δὲ ἔν τινι κιβωτίῳ) τῷ τε προσώπῳ καὶ τοῖς χείλεσιν αὐτῶν ἐπιτιθεμένη ἡγίαζε, καὶ πρὸς τὸ ἐκείνων ἀνηρέθιζε φίλτρον. τοῦτο οὖν ἐνδελεχῶς ποιοῦσα, καὶ ταῖς ἐγγόνοις τὸν περὶ τὰς θείας εἰκόνας πόθον ἀνάπτουσα οὐκ ἔλαθε τὸν Θεόφιλον πυνθανόμενον ὅ τι τε αὐταῖς παρὰ τῆς μάμμης δεδώρηται καὶ ὅ τι χάριτος ἐξείργασται ἄξιον. αἱ μὲν οὖν ἄλλαι τὰς τούτου πεύσεις, σταθηρὸν ἔχουσαι φρόνημα, ὥσπερ τινὰς λαβὰς ἐρρωμένως παρέτρεχον· ἡ δὲ Πουλχερία κατὰ τὴν ἡλικίαν νηπιάζουσα τάς τε φιλοφροσύνας κατέλεγε καὶ τὸ πλῆθος τῶν ὀπωρῶν, προσετίθει δὲ καὶ τὴν τῶν σεπτῶν εἰκόνων προσκύνησιν, οὕτω δὲ ἁπαλὰ φρονοῦσα καὶ λέγουσα, ὡς νινία πολλὰ εἴη αὐτῇ κατὰ τὸ κιβώτιον, καὶ ταῦτα τῇ κεφαλῇ καὶ τοῖς προσώποις ἡμῶν ἐπιτίθησι μετὰ τὰ φιλήματα. ταῦτα τὸν βασι λέα εἰς μανίαν διήγειρε, πρᾶξαι δέ τι τῶν δραστικωτέρων εἰς αὐ τὴν ἐκωλύετο, τῇ τε πρὸς τὴν γυναῖκα αἰδοῖ καὶ εὐλαβείᾳ καὶ πλέον ᾗ ἐκέχρητο παρρησίᾳ εἰργόμενος (καὶ γὰρ ἦν ἀριδήλως ἐπι σκώπτουσα τοῦτον καὶ διελέγχουσα ἐπί τε τοῖς καθ' ἡμέραν τῶν ὁμολογητῶν διωγμοῖς καὶ τῇ δηλωθείσῃ αἱρέσει, καὶ μόνη μικροῦ φανερὰν ποιοῦσα τὴν πρὸς αὐτὸν τῶν ἁπάντων ἀπέχθειαν), ἐκώλυε δὲ μόνον τὴν πρὸς τὴν Θεοκτίστην τῶν θυγατέρων αὐτοῦ ἄφιξιν. Τούτοις παραπλήσια συμβέβηκε καὶ τῇ βασιλίδι Θεοδώρᾳ. ἐτρέφετο παρὰ τοῖς βασιλείοις ἀνδράριον παρακεκομμένον καὶ τῷ 2.105 Ὁμηρικῷ Θερσίτῃ παρόμοιον, Δένδερις ὄνομα τούτῳ, ἄσημά τε φθεγγόμενον καὶ γέλωτα κινοῦν καὶ θυμηδίας ἕνεκεν τοῖς βασι λείοις ἐνδιαιτώμενον. τοῦτο γοῦν εἰσπηδῆσάν ποτε κατὰ τὸν τῆς Αὐγούστης κοιτωνίσκον θείας εἰκόνας κατέλαβεν αὐτὴν περιπτυσ σομένην. ταύτας ἰδὼν οὗτος ὁ παραπαίων τί τε εἰσὶν ἐπυνθά νετο, καὶ πλησιέστερον ἐλθὼν κατεμάνθανεν. ἡ δὲ βασιλὶς "τὰ καλά μου" ἔφησεν ἀγροικικῶς "νινία, καὶ ἀγαπῶ ταῦτα πολλά." εἱστιᾶτο τηνικαῦτα ὁ βασιλεύς, καὶ δὴ πρὸς αὐτὸν διαβάντα τὸν αἰσχρὸν τοῦτον Δένδεριν ἤρετο ὅποι ποτὲ ἐτύγχανεν ὤν· ὁ δὲ παρὰ τὴν μάνναν ἔφησεν εἶναι, τὴν δέσποιναν οὕτω καλῶν Θεο δώραν, καὶ θεάσασθαι αὐτὴν καλὰ νινία τοῦ προσκεφαλαίου ἐξαί ρουσαν. συνῆκεν οὖν ὁ βασιλεύς, καὶ πλήρης ὀργῆς γενόμενος ἐξανέστη τε τῆς τραπέζης καὶ πρὸς αὐτὴν ἀπῆλθεν εὐθύς, ἄλλαις τε πολλαῖς ὕβρεσι πλύνων καὶ εἰδωλολάτριν ἀκολάστῳ γλώσσῃ ἀποκαλῶν· καὶ ἅμα διεξῄει τοὺς λόγους τοῦ μυσαροῦ. ἡ δὲ τέως μὲν τὸν θυμὸν καταστορεννῦσα τοῦ βασιλέως "κακῶς ὑπείληφας" ἔλεγεν "ὦ βασιλεῦ· οὐχ ὡς ὑπωπτεύσας ἔχει καὶ ἡ ἀλήθεια. τῷ δὲ κατόπτρῳ μου ἤμην ἐνατενίζουσα μετὰ τῶν θεραπαινίδων, καὶ τὰς
PG 121:989τικτομένας ἰδὼν ὁ Δένδερις ἐκ τούτου μορφὰς ἐλθὼν ἀπήγ γειλεν ἀφρόνως τὰ μηνυθέντα." καὶ τὸν μὲν τοῦ βασιλέως θυμὸν τοῖσδε κατεπράϋνε τοῖς λόγοις, τὸν Δένδεριν δὲ παιδείᾳ καθυπέβαλε πρεπούσῃ, πείσασα μή ποτε λέγειν περὶ τῶν νινίων τινί. διὸ τῆς δεσποίνης κατεπαιρόμενός ποτε ὁ Θεόφιλος ἠρώτα τὸν Δένδεριν εἰ πάλιν ἄρα τὰ καλὰ νινία ἡ μάννα ἠσπάζετο· ὁ δὲ 2.106 τοῖς χείλεσιν ἐπιθεὶς τὴν δεξιὰν "σίγα σίγα περὶ τῶν νινίων" ἀντέφησεν, "ὦ βασιλεῦ." καὶ ταῦτα μὲν συνεκύρησεν ὧδε. Στρατιώτου δέ τινος χεῖρά τε νεανικὴν καὶ ἵππον ἔχοντος δεξιόν, ὁ στρατηγὸς ὑφ' ὃν οὗτος ἐτέλει, ἔρωτι κατασχεθεὶς τοῦ ἵππου ὑφ' οὗ πολλάκις ὁ ἄνθρωπος ἐκ πολέμου ἐρρύσθη, ἐζήτει τοῦτον, καθυπισχνούμενος δώσειν πολλά. ἀπαναινομένου δὲ ἐκείνου καὶ βίαν προσῆγε. μηδ' οὕτω δὲ πείθων ἀποδοθῆναί οἱ τὸν ἵππον, ἀνανδρίας ἔγκλημα προσάψας εἰς βασιλέα μετεκίνησε τοῦτον ἧς μετῄει στρατείας. ἐγένετο ζήτησις παρὰ Θεοφίλου περὶ ἵππου ἀκροφυοῦς, καὶ διατάγματα ἐπέμποντο πανταχοῦ τοιόνδε ἵππον εὑρεθῆναι καὶ πεμφθῆναι αὐτῷ. τοῦτο δραξάμενος ἀφορμῆς ὁ στρατηγὸς ἀφαιρεῖται καὶ ἄκοντι τὸν τοῦ ἀνδρὸς ἵππον, καὶ πρὸς βασιλέα ὡς οἰκεῖον ἐκπέμπει κτῆμα. χρείας δὲ γενομένης ἐν πολέμῳ πλειόνων στρατιωτῶν, καὶ τοῦ βασιλέως κε λεύσαντος ἁπαξαπλῶς πάντα στρατεύεσθαι τὸν ὅπλα κινεῖν δυνά μενον, ἐστρατεύσατο καὶ ὁ ῥηθεὶς στρατιώτης, τροπῆς δὲ γενο μένης ἔπεσε μὴ ἔχων ἵππον τὸν σῶσαι δυνάμενον αὐτόν. ἔπεσε δὲ γυναῖκα καταλελοιπὼς καὶ τέκνα· ἥτις τὸ φιλοδίκαιον τοῦ βασι λέως ἀκούσασα, ἐκκαιομένη δὲ καὶ τῷ τοῦ ἀνδρὸς φίλτρῳ, καὶ τοῖς τέκνοις ἐπιχορηγεῖν ἀτονοῦσα τὰ ἀναγκαῖα, τὴν βασιλίδα καταλαμβάνει. καὶ τὸν Θεόφιλον καθ' ἣν ἡμέραν εἴθιστο ἀπιέναι πρὸς τὸν ἐν Βλαχέρναις θεῖον ναόν, ἔποχον τῷ τοῦ ἀνδρὸς αὐτῆς ἵππῳ κατιδοῦσα δρόμῳ πολλῷ τὸν χαλινὸν κατέχει τοῦ ἵππου, οἰκεῖον εἶναι τοῦτον λέγουσα, καὶ μὴ ἄλλον τινὰ αἴτιον ἀλλ' αὐ 2.107 τὸν ὑπάρχειν τὸν βασιλέα τῆς τοῦ ἀνδρὸς αὐτῆς σφαγῆς. ἐκπλα γεὶς οὖν ὁ βασιλεὺς τέως μὲν αὐτὴν προσμένειν διωρίσατο ἄχρι τῆς ἐπὶ τὰ ἀνάκτορα ἐπανόδου αὐτοῦ, ἤδη δὲ ἐπαναδραμὼν εὐ θέως αὐτὴν παρεστήσατο, καὶ διεπυνθάνετο σαφέστερόν τι περὶ τῶν λεγομένων μαθεῖν. ἀναλαβοῦσα δὲ ἡ γυνὴ τὰ ἀπ' ἀρχῆς ἄχρι τέλους ἀναδιδάσκει τὸν βασιλέα. παρεστήσατο γοῦν εὐθέως τὸν στρατηγόν, καὶ ζήτησιν ποιεῖται περὶ τοῦ ἵππου νεανικήν, τῆς γυναικὸς τέως προστάξει βασιλικῇ κρυπτομένης. ἐνισταμένου δὲ τοῦ στρατηγοῦ οἰκεῖον εἶναι τὸν ἵππον καὶ μὴ ἐξ ἁρπαγῆς κτη θέντα αὐτῷ, ἐξάγει παραχρῆμα τοῦ παραπετάσματος τὴν γυναῖκα, ἔλεγχον ἀψευδέστατον καὶ κατήγορον τῶν λεγομένων. ἣν ὁ στρα τηγὸς θεασάμενος ἀπεπάγη καὶ ἐπὶ πολὺν χρόνον ἵστατο ἐνεός· μόλις δ' οὖν εἰς ἑαυτὸν γενόμενος τῶν ποδῶν ἅπτεται τοῦ βασι λέως μετὰ κλαυθμοῦ, καὶ ἱκέτης ἐλεεινὸς γίνεται, τὴν ἁμαρτάδα ἐξαγορεύσας. τί οὖν ὁ βασιλεύς; τὴν μὲν γυναῖκα μετὰ τῶν παίδων ἀδελφοὺς ἐξ ἴσου καὶ κληρονόμους τῆς ἐκείνου δείκνυσιν ὑποστάσεως, αὐτὸν δὲ τῆς ἀρχῆς παραλύει καὶ ὑπερορίᾳ διηνεκεῖ δίδωσιν. οὕτω φιλαπεχθήμων ἦν πρὸς τὰς ἁρπαγὰς καὶ τοὺς ἐξ ἀδικίας πλουτεῖν ἐθέλοντας. Ἐνέκειτο δὲ καὶ ταῖς οἰκοδομαῖς ὁ αὐτὸς βασιλεύς, καὶ τῶν τειχῶν τῆς πόλεως μεγίστην ἐνεδείξατο ἐπιμέλειαν, τὰ χθαμαλώτερα καταστρέψας καὶ ἀνυψώσας καὶ ἄβατα πεποιηκὼς τοῖς ἐχθροῖς· ἃ καὶ νῦν ἵστανται, τὴν ἐκείνου προσηγορίαν ἐν γράμ μασιν ἔχοντα. οὐ μὴν ἀλλὰ καὶ πόρνας ἀπελάσας ἐξ οἰκημάτων 2.108 τινῶν, καὶ καθάρας ὅλον ἐκεῖνον τὸν χῶρον ξενῶνα πεποίηκε τὴν ἐκείνου προσηγορίαν φέροντα, κάλλει τε κάλλιστον καὶ μέγιστον κατεσκεύασεν, ὅπερ ἐστὶν ἄρτι γυναικεῖον μοναστήριον. οὕτως ἐκεῖνος εἶχε πρὸς τὴν πορνείαν. πλὴν ὅτι γέ φασιν αὐτὸν κάλλει ποτὲ θεραπαινίδος ἁλόντα, ὑπηρετούσης τῇ βασιλίδι, συμφθα ρῆναι αὐτῇ, ῥᾳθύμως τότε βιοῦντα. ἐπεὶ δὲ ᾔσθετο ὠλισθηκώς, ἔγνω δὲ καὶ τὴν Θεοδώραν ὅλην γενομένην τοῦ πάθους καὶ κατη φιῶσαν, φασὶν
PG 121:991ἐξειπεῖν ἐπομνύμενον καὶ τὰς χεῖρας αἴροντα πρὸς θεὸν ἦ μὴν τότε μόνον διολισθῆναι, καὶ συγγνώμην αἰτεῖν παρὰ τῆς ἑαυτοῦ γυναικός. κατεσκεύασε δὲ καὶ ἀνάκτορα ταῖς ἑαυτοῦ θυγατράσι παρὰ τὸν οὕτω καλούμενον χῶρον τὰ Καριανοῦ, ὧν καὶ ἐς ἡμᾶς τῷ χρόνῳ κατεργασθέντων λείψανα περισώζονται. 2.109 ἔκτισε δὲ ὁ βασιλεὺς καὶ τὰ τοῦ Βρύαντος ἀνάκτορα, πρὸς τὴν τῶν Σαρακηνικῶν οἰκημάτων ὁμοίωσιν κατασκευάσας αὐτά. Καὶ περὶ μὲν τὰ τοιαῦτα ἐδόκει τε καὶ ἐνομίζετο μεγαλοπρε πὴς ὁ Θεόφιλος καὶ θαυμαστός, περὶ δὲ τοὺς τὰς θείας καὶ ἀχράντους προσκυνοῦντας εἰκόνας λίαν βαρύς τις καὶ αὐστηρὸς καὶ πάντας τοὺς πρὸ αὐτοῦ τυράννους ὠμότητι παρελάσαι φιλο 2.110 νεικῶν. οἱ μὲν γὰρ προλαβόντες Λέων τε ἦσαν καὶ Κωνσταντῖνος ὁ Κοπρώνυμος καὶ Μιχαὴλ ὁ τούτου πατὴρ ὁ τραυλός. ὁ μὲν ἐθέσπισε μή τινι τῶν γεγραμμένων εἰκόνων, κἄν που γραφόμεναι τύχοιεν, τὴν ἅγιος φωνὴν ἐγχαράττεσθαι, ὡς οὐκ ἄλλῳ τινὶ τῆς τοιαύτης ἁρμοζούσης φωνῆς ἢ μόνῳ τῷ θείῳ, οὐκ εὐστόχῳ βαλὼν τῷ νοΐ· τῆς γὰρ θεὸς φωνῆς τοῖς ἀνθρώποις μεταδιδοὺς ὁ θεός, ὑψηλοτέρας οὔσης παρὰ τὸ ἅγιος πρόσρημα, ταπεινοτέρας οὔσης τῆς ἅγιος κατὰ πολὺ οὐκ ἂν τούτους ἀποστερήσειε. Πλὴν τοῦτο μὲν οὗτος ἐθέσπισεν, ὁ πρὸ αὐτοῦ δὲ Λέων καὶ ὁ υἱὸς αὐ τοῦ Κωνσταντῖνος τὸ μηδὲ προσκυνεῖσθαι ὅλως αὐτάς, Θεόφιλος δὲ τὸ μηδὲ χρώμασι ταύτας μορφοῦσθαι· χαμαίζηλον γὰρ τὸ πρὸς τὰ τοιαῦτα ἐπτοῆσθαι, μόνην δὲ σκοπεῖν τὴν ἀλήθειαν. καθῃροῦντο μὲν οὖν ἐντεῦθεν κατὰ πᾶσαν τὴν ἐκκλησίαν αἱ θεῖαι μορφαί, θηρία δὲ καὶ ὄρνιθες ἀντὶ τούτων ἀνεστηλοῦντο, τὴν τούτου θηριώδη καὶ ἀνδραποδώδη ἄνοιαν ἐξελέγχοντα. ἐντεῦθεν βεβήλοις χερσὶ τὰ ἅγια καὶ ἱερὰ κειμήλια ἐπὶ τῆς ἀγορᾶς ἐρριπτοῦντο καὶ ἐφυβρίζοντο. ἐντεῦθεν τὰ τῶν κακούργων ἐπληροῦτο δεσμωτήρια τῶν διὰ τιμῆς ἀγόντων τὰς θείας μορφάς, μοναζόν των, ἐπισκόπων, ποιμαινομένων, καὶ τῶν γραφόντων αὐτάς. πλήρη δὲ καὶ τὰ ὄρη καὶ τὰ σπήλαια τῶν ὡς κακούργων λιμῷ ἀναι ρεθέντων καὶ δίψει. ἀβάτους γὰρ τηρεῖσθαι τὰς πόλεις τοῖς μο ναχοῖς ἐγκελευσάμενος, καὶ πάντα τρόπον αὐτοὺς ἀπελαύνεσθαι θεσπίσας, μᾶλλον δὲ μηδὲ κατὰ χώραν ὁρᾶσθαι τολμᾶν, εἰργά 2.111 σατο τὰ μοναστήρια καὶ ἡσυχαστήρια περιφανῆ πολυάνδρια, τῶν ἱερῶν ἀνδρῶν προδοῦναι τὴν ἀρετὴν καὶ τὸ ἱερὸν ἔνδυμα μὴ βου λομένων, λιμῷ δὲ καὶ κακουχίαις προαιρουμένων τὴν ζωὴν κατα στρέφειν, ἐνίων δὲ περιβολῆς κατολιγωρούντων καὶ παρὰ τοῦτο ἀπολλυμένων. πολλοὶ δὲ καὶ τῶν ῥᾳθυμότερον διαζώντων τὸν ἄνετον καὶ ἐκλελυμένον ἠσπάσαντο βίον, ὕμνων θείων καὶ ᾠδῶν καὶ αὐτοῦ τοῦ σχήματος ἀφειδήσαντες· καὶ γὰρ οὐδὲ τούτους τε λεῖσθαι τοὺς συλλόγους ὁ τύραννος συνεχώρησεν, οἳ πολλάκις καὶ μόνοι δύνανται τηρεῖν καὶ οἷον χαλινός τις εἶναι τοῖς πρὸς τὰ πάθη ἀλόγως κατολισθαίνουσι. πλὴν οὐ παντάπασι τῶν ἀνθρώπων οὐδὲ τότε τὸ παρρησιαστικόν τε καὶ ἐλευθέριον ἀπεφοίτησεν· ἀλλά τινες τῶν θερμοτέρων, πολλοὶ μὲν καὶ καθ' ἕκαστον, τινὲς δὲ καὶ κατασυστάδην, ὥσπερ οἱ τῆς τῶν Ἀβραμιτῶν ὁρμώμενοι μονῆς μοναχοί, μετὰ παρρησίας ὀφθέντες αὐτῷ λογικῶς ἔκ τε τῶν τοῖς ἁγίοις πατράσιν ἡμῶν εἰρημένων, Διονυσίῳ τῷ μεγάλῳ, Ἱεροθέῳ καὶ Εἰρηναίῳ, ἀπεδείκνυσαν ὡς οὐ χθὲς καὶ πρῴην ἡ τῶν μοναχῶν πολιτεία τε ἐφεύρηται καὶ κατάστασις, παλαιὰ δέ τις καὶ ἀρχέγονος. οὐ μὴν δὲ ἀλλὰ καὶ τὰ τῶν θείων εἰκόνων μορ φώματα ἀπεδείκνουν σύντροφά τε τοῖς ἀποστόλοις καὶ ὁμοδίαιτα, εἴγε Λουκᾶς μὲν ὁ θεῖος ἀπόστολος τὴν τῆς θεοτόκου μορφὴν ἀνετύπωσεν, αὐτὸς δὲ Χριστὸς ὁ δεσπότης ἡμῶν καὶ θεὸς τὴν ἑαυτοῦ ἐπί τινος ὀθόνης ἀπομαξάμενος ἀχειρότευκτον ἡμῖν καταλέ λοιπεν. οὗτοι γοῦν οἱ θειότατοι ἄνδρες τὴν τοῦ τυράννου ἄνοιαν 2.112 ἐξελέγξαντες καὶ τὴν θηριωδίαν τῷ σφόδρα παρρησιασθῆναι ἐκκα λεσάμενοι μετὰ πολλὰς αἰκίας τε καὶ βασάνους τῆς πόλεως ἐξωρί σθησαν, τὸν δὲ τοῦ προδρόμου ναὸν τὸν οὕτω καλούμενον τοῦ φοβεροῦ κἀν
PG 121:995τῷ Εὐξείνῳ διακείμενον πόντῳ καταλαβόντες, καὶ ταῖς ἐκ τῶν μαστίγων πληγαῖς τελείως καταπονηθέντες, τῆς ἄνω λήξεως ἠξιώθησαν. ὧν καὶ τὰ τίμια σώματα ἄταφα ἐρριμμένα εἰς τοὔδαφος σῶα ἐπὶ πλεῖστον διετηρήθησαν χρόνον, μέχρι ὅτου πιστοί τινες ἀναλαβόντες ταῦτα ἐκήδευσαν καὶ καταλλήλως ἐτίμησαν τοῖς ὑπὲρ Χριστοῦ τοῦ θεοῦ μαρτυρήμασιν. ἐφάμιλλα τού τοις καὶ ἀδελφὰ καί τις μοναχὸς ἕτερος ἐπεδείξατο, πρὸς ἀρχὴν ἱερωσύνης ἄρτι ἀναδραμών· ζήλου γὰρ θείου πλησθεὶς κατὰ πρόσωπον ἔστη τοῦ τυράννου, καὶ ἄλλα μὲν διεξιὼν οὐκ ὀλίγα, καὶ τὸ τοῦ ἀποστόλου δὲ Παύλου ῥητὸν τοῦτο δὴ τὸ φάσκον "εἴ τις ὑμῖν εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω." ἀλλὰ καὶ τούτῳ πληγὰς ἐπιθεὶς οὐκ ὀλίγας, ἐπειδὴ σταθηρότερος ἔδοξεν ἐν τῇ διαλέξει, πρὸς τὸν Ἰαννῆν ἐξαποστέλλει, καθηγητὴν τοῦ τυράννου γεγονότα καὶ διδάσκαλον, διαλεκτικαῖς ἀποδείξεσι τοῦτον πεῖσαι ἐγκελευσάμενος. ἀλλὰ καὶ τοῦτον ὁ γενναῖος ἀγω νιστὴς οὐ σοφιστικαῖς καὶ διαλεκτικαῖς ἀποδείξεσιν, ἀποστολικοῖς δὲ καὶ εὐαγγελικοῖς ῥήμασιν ἀφωνότερον ἰχθύων ἀπέδειξε. καὶ τότε μὲν οὐκ ὀλίγας πάλιν λαβὼν ἐξοστρακίζεται, ὕστερον δὲ τῷ μεγάλῳ συστὰς Ἰγνατίῳ καὶ χρόνον τινὰ συνδιατρίψας αὐτῷ καὶ 2.113 περὶ τῶν μελλόντων ἀναδιδάξας βασιλέων (ἦν γὰρ καὶ προορατι κοῦ ἠξιωμένος χαρίσματος), πρὸς κύριον ἐξεδήμησε. Ταῖς δὲ θείαις εἰκόσιν ὁ τύραννος ἀπεχθανόμενος ἔσπευδε πάντας ζωγράφους ἐξ ἀνθρώπων ἀφανίσαι, ἢ τὸ ζῆν αἱρουμένους ἐμπτύειν τε ταύταις καὶ ὡς βέβηλά τινα ἐπ' ἐδάφους καταπατεῖν. πρὸς τοῖς ἄλλοις δὲ συγκατεσχέθη καὶ ὁ μοναχὸς Λάζαρος, περι βόητος τηνικαῦτα κατὰ τὴν ζωγραφικὴν ὑπάρχων τέχνην. καὶ πρῶτα μὲν ὁ θεομάχος θωπείαις αὐτὸν ἐπειρᾶτο ὑποποιεῖσθαι· ὡς δὲ κρείττονα τοῦτον ἑώρα κολακείας ἁπάσης, πρὸς τὴν σύν τροφον ἀπεῖδε βίαν, καὶ τοσοῦτον αὐτὸν ταῖς βασάνοις κατῄκισεν ὡς μηδὲ περιγενέσθαι ἐκ τούτων νομίζεσθαι. καὶ οὕτως ἔχοντα πονηρῶς τοῦ σώματος δεσμωτηρίῳ καθείργνυσιν. ἐπεὶ δὲ ἐπύ θετο ὡς ἀναρραΐσας αὖθις ἀναστηλοῖ τὰς θείας μορφάς, ἐκέλευσε πέταλα σιδηρᾶ ἀπανθρακωθέντα ταῖς παλάμαις αὐτοῦ ἐπιτεθῆναι. ἐβόσκετο οὖν τὸ πῦρ τὰς σάρκας, ἄχρι ποτὲ ἀπαγορεύσας ὁ ἀθλη τὴς ἔκειτο ἡμιθανής. ἀλλ' ἔδει τοῦτον ὑπὸ τῆς θείας χάριτος διατηρεῖσθαι καὶ τοῖς ὕστερον ἔναυσμα, ὅθεν ὁ τύραννος ἐπειδὴ τὰ τελευταῖα πνεῖν ἐμάνθανεν, ἱκεσίαις τῆς δεσποίνης καί τινων ἄλλων γνησιωτάτων αὐτῇ ἀπολύεται τῆς εἱρκτῆς, καὶ πρὸς τὸν ναὸν τοῦ ἁγίου προδρόμου τὸν οὕτω καλούμενον τοῦ φοβεροῦ ἐναπεκρύβη, καὶ οὕτως ὡς εἶχε πληγῶν εἰκόνα διετύπωσε τοῦ προδρόμου μέχρι πολλοῦ διασωζομένην καὶ ἰάσεις ἐπιτελοῦσαν. καὶ ταῦτα μὲν τότε, μετὰ δὲ τὴν τοῦ τυράννου κατάλυσιν τῆς 2.114 ὀρθοδόξου πίστεως ἀναλαμψάσης τὴν ἐν τῇ Χαλκῇ εἰκόνα τοῦ θεανθρώπου Ἰησοῦ Χριστοῦ οἰκείαις χερσὶν ἀνεστήλωσεν. οὗτος ὁ μακάριος Λάζαρος παρακαλούμενος ὑπὸ τῆς θαυμαστῆς Θεο δώρας τῆς βασιλίδος συγγνώμην δοῦναί τε καὶ αἰτήσασθαι τῷ ταύτης ἀνδρὶ "οὐκ ἄδικος ὁ θεὸς" ἔφη, "ὦ βασίλισσα, ἐπιλα θέσθαι τῆς ἡμῶν ἀγάπης καὶ τῶν πρὸς αὐτὸν κόπων, ἐκείνου δὲ τὸ μῖσος καὶ τὴν ὑπερβάλλουσαν μανίαν προτιμῆσαι." Ἀλλὰ ταῦτα μὲν ὕστερον· ὁ δὲ μιαρὸς τύραννος τὸν ὁμολο γητὴν Θεοφάνην καὶ Θεόδωρον τὸν αὐτοῦ ἀδελφόν, ἐπὶ σοφίᾳ διαφέροντας ἰδὼν τῶν πολλῶν, κατὰ τὸν τοῦ Λαυσιακοῦ τρίκλι νον παρεστήσατο δημοσίᾳ διαλεξομένους περὶ τῆς πίστεως. καὶ "ἄγε δὴ" φησίν, "ὑμεῖς ὦ κατάρατοι τίσι πειθόμενοι ῥήσεσι τῆς γραφῆς τὰ εἴδωλα," τὰς ἁγίας εἰκόνας ἀκολάστῳ γνώμῃ καὶ γλώσσῃ καλῶν οὕτω, "προσκυνεῖτε, καὶ τοὺς πολλοὺς καὶ μὴ ἀκεραίους οὕτω ποιεῖν ἀναπείθετε;" προσετίθη δὲ καὶ ἄλλ' ἄττα βλάσφημα καὶ ἀπηχῆ κατὰ τῆς ἁγίας εἰκόνος Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἀναιδεστέρᾳ φωνῇ. οἱ δὲ μακάριοι "ἐμφραχθείη τὸ στόμα" εἶπον "τὸ λαλοῦν κατὰ τοῦ θεοῦ ἀνομίαν." ὁ δὲ κρύπτει μὲν τέως τὴν λεοντῆν, τὴν δὲ
PG 121:997ἀλωπεκῆν ὑποκρίνεται, καὶ χρήσεις προφη τικὰς ἀπῄτει καὶ μαρτυρίας τὰς εἰκόνας ἐπιτρεπούσας προσκυνεῖ σθαι. θατέρου δὲ τῶν ἀδελφῶν τοῦ μακαρίτου Θεοφάνους ῥῆσίν τινα ἐκ τῆς τοῦ Ἠσαΐου προφέροντος προφητείας, οὐκ ἔχειν οὕτω 2.115 ταύτην ἀντέλεγεν ὁ Θεόφιλος, καὶ ἅμα τὴν ἑαυτοῦ βίβλον ἀνελίτ των ἐδείκνυ τάχα τοὺς λόγους πιστούς. ὡς δὲ νενοθεῦσθαι ὑπ' αὐτοῦ οὐ μόνον δὴ ταύτην ὁ ἅγιος ἐπεβόα, ἀλλὰ καὶ πάσας τὰς ὅσαι εἰς τὴν αὐτοῦ ἐλθοῦσαι ἔτυχον χεῖρα, ἐκείνην ἔλεγε προτιθεὶς ἰέναι πρὸς αὐτὸν τὴν βίβλον τὴν κατὰ τὴν πατριαρχικὴν ἐν τῷ Θωμαΐτῃ κατὰ τήνδε τὴν θέσιν κειμένην βιβλιοθήκην εἰς πίστιν τῶν λεγομένων. ἐπεὶ γοῦν τις ἀπέσταλτο καὶ θᾶττον ἢ λόγος ἤγαγε τὸ βιβλίον, ἑκὼν μὲν ἀνελίττων ὁ βασιλεὺς ἡμάρτανε τοῦ βιβλίου, καὶ αἰσχυνόμενος ὑπερεπήδα μὲν τὴν ζητουμένην φράσιν, ἐν ἄλλοις δὲ καὶ ἄλλοις ἐποιεῖτο τὴν ζήτησιν. ὡς δ' ὑπὸ τοῦ μα καρίτου Θεοφάνους ἀνεδιδάσκετο δακτυλοδεικτοῦντος ὡς ἐπὶ τρία φύλλα διαβιβάσας τὸ ζητούμενον καταλάβῃς, τότε δὴ μὴ φέρων τοὺς τῆς παρρησίας ἐλέγχους, συνειδὼς δὲ καὶ τὴν ἀλήθειαν ἔχουσαν οὕτως, τὸ ἕως τότε ἀπορρίψας μακρόθυμον καὶ τὸν θῆρα ἀνακαλύψας "οὐ δίκαιον" ἔφησε "βασιλέα ὑπὸ τοιούτων ἀνδρῶν ἐνυβρίζεσθαι," καὶ λοιπὸν προσέταξε τῷ τοῦ Λαυσιακοῦ μεσο κηπίῳ αὐτοὺς ἀπαχθέντας ῥαβδισθῆναι ῥάβδων φοραῖς βαρυτά ταις ἄχρι τῶν διακοσίων, καὶ τοῖς μετώποις αὐτῶν ἐπιγραφῆναι βαρβαρικῶς ἐγκεντηθέντας οὓς συντέθεικε λήρους ἰάμβους. εἰσὶ δὲ οὗτοι. πάντων ποθούντων προστρέχειν πρὸς τὴν πόλιν ὅπου πάναγνοι τοῦ θεοῦ λόγου πόδες 2.116 ἔστησαν εἰς σύστασιν τῆς οἰκουμένης, ὤφθησαν οὗτοι τῷ σεβασμίῳ τόπῳ σκεύη πονηρὰ δεισιδαίμονος πλάνης. ἐκεῖσε πολλὰ λοιπὸν ἐξ ἀπιστίας πράξαντες αἰσχρὰ δεινὰ δυσσεβοφρόνως, ἐκεῖθεν ἠλάθησαν ὡς ἀποστάται. πρὸς τὴν πόλιν δὲ τοῦ κράτους πεφευγότες οὐκ ἐξαφῆκαν τὰς ἀθέσμους μωρίας. ὅθεν γραφέντες ὡς κακοῦργοι τὴν θέαν κατακρίνονται καὶ διώκονται πάλιν. τούτου δὲ θᾶττον γενομένου ἐκεῖνοι μὲν τὸν τῆς ὁμολογίας καὶ καρτερίας ἀνεδήσαντο στέφανον, οὗτος δὲ ὁ σοβαρὸς καὶ πάντων ἀθλίων ἀθλιώτερος πᾶσιν ἀνεδείχθη βλάσφημος καὶ διώκτης καὶ τῶν πώποτε κακοδόξων κακοδοξότερος. Μετὰ τὸ γραφῆναι τοίνυν τὰς ὄψεις οἱ ὁμολογηταὶ εἰς ὑπερορίαν ἐστάλησαν. πρὸ τούτων δὲ καὶ ὁ ἅγιος Μεθόδιος εἴς τινα νῆσον ἐν τάφῳ καθείρχθη ζῶν, ἅμα δυσὶν ἀνδροφόνοις, ἐν ᾧ τάφῳ διά τινος ἐτρέφετο ἁλιέως. ὃν δὴ ἁλιέα εὑρόντες οἱ ἅγιοι Θεοφάνης καὶ Θεόδωρος, καὶ τὰ κατ' αὐτὸν πυθόμενοι, διὰ τοῦ τοιούτου ἁλιέως γράφουσι τῷ μεγάλῳ Μεθοδίῳ τάδε. τῷ ζῶντι νεκρῷ καὶ νεκρῷ ζωηφόρῳ, 2.117 ναίοντι τὴν γῆν καὶ πατοῦντι τὸν πόλον, γραπτοὶ γράφουσι δέσμιοι τῷ δεσμίῳ. πρὸς οὓς καὶ αὐτὸς ἀντέγραψε διὰ τοῦ αὐτοῦ ἁλιέως τοὺς ταῖς βίβλοισιν οὐρανῶν κλησιγράφους καὶ πρὸς μέτωπα σωφρόνως ἐστιγμένους προσεῖπεν ὁ ζώθαπτος ὡς συνδεσμίους. πρὸς τούτοις δὲ καὶ τὸν μακαρίτην Μιχαήλ, τὸν σύγκελλον τῆς κατὰ τὴν ἁγίαν πόλιν ἐκκλησίας, σὺν ἑτέροις πολλοῖς ἀσκη ταῖς τῇ φυλακῇ καθεῖρξε, τῇ πολυχρονίῳ κακώσει ὑπάξαι τούτους καραδοκῶν. Καὶ τὰ μὲν κατὰ τῶν ἁγίων τοιαῦτα αὐτῷ νεανιεύματα, καὶ οὕτως τὸν δι' ἡμᾶς ὀφθέντα ἄνθρωπον, θεὸν ὄντα ἀληθινόν, ὕβριζε, καὶ τοὺς αὐτοῦ ἀληθινοὺς θεράποντας οὐ βραχεῖ χρόνῳ καὶ περιωρισμένῳ κατὰ πάντα δὲ τὸν τῆς ζωῆς αὐτοῦ χρόνον ἐκά κου καὶ ἀνηκέστοις καθυπέβαλλε συμφοραῖς. ἐφιλοτιμεῖτο δὲ καὶ μελῳδὸς εἶναι, διὸ καὶ ὕμνους ποιῶν τινὰς καὶ στιχηρὰ μελίζων ᾄδεσθαι προετρέπετο· μεθ' ὧν καὶ τὸ τοῦ τετάρτου ἤχου "εὐλο γεῖτε" ἐκ τοῦ κατὰ τὴν ηʹ ᾠδὴν "ἄκουε κόρη" μεθαρμοσάμενος, καὶ ῥυθμὸν ἕτερον παρασχών, ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ εἰς ἐπή κοον ᾄδεσθαι διωρίσατο. φέρεται δὲ καί τις λόγος ὡς ἔρωτι τοῦ μέλους βαλλόμενος κατὰ τὴν μεγάλην ἐκκλησίαν ἐν φαιδρᾷ πανη 2.118 γύρει οὐ παρῃτήσατο τὸ χειρονομεῖν, δοὺς τῷ κλήρῳ ὑπὲρ
PG 121:1001τούτου χρυσίου λίτρας ἑκατόν. καὶ τὸ στιχηρὸν δὲ τὸ κατὰ τὴν βαϊοφό ρον, τὸ "ἐξέλθετε ἔθνη, ἐξέλθετε καὶ λαοί," τὸν ἐκείνου φασὶν εἶναι τόκον ψυχῆς. Ἐπεὶ δὲ καὶ τὰς περὶ τὴν κεφαλὴν τρίχας ὀλίγας ἐκ φύσεως εἶχεν, ἀναφάλας τις ὤν, θέσπισμα ἐξέθετο πανταχοῦ ἐν χρῷ τὰς τρίχας ἀποκείρειν καὶ μή τινα Ῥωμαῖον ὄντα περαιτέρω ταύτας τοῦ τραχήλου φέρεσθαι συγχωρεῖν, τὸν δὲ τὸ δόγμα παρορῶντα πολ λαῖς αἰκίζεσθαι μάστιξι, τὴν τῶν προγόνων Ῥωμαίων ἀρετὴν ἐπαν άγειν βρενθυόμενος. Πέντε δὲ θυγατέρων ὑπάρχων πατήρ, ὡς προλαβὼν ὁ λό γος ἀπέφηνε, καὶ ἄρρενος ἔρημος γονῆς, τὴν πασῶν ἐσχάτην Μαρίαν ὑπερβαλλόντως ἀγαπωμένην αὐτῷ δεῖν ᾠήθη συζεῦξαι ἀνδρί. ὁ νυμφίος δὲ ἦν τῆς τῶν Κρηνιτῶν γενεᾶς, χώρας τῶν Ἀρμενίων, Ἀλέξιος τοὔνομα, Μωσηλὲ τὴν ἐπωνυμίαν, τῷ εἴδει ὡραῖος, ἀκμάζων τὴν ἡλικίαν. πρῶτα μὲν τῇ τῶν πατρικίων καὶ ἀνθυπάτων τιμήσας ἀξίᾳ, εἶτα καὶ μάγιστρον καὶ ὕστερον Καί σαρα, στρατεύματά τε δοὺς αὐτῷ ἱκανὰ πρὸς τὴν Λογγιβαρδίαν ἐξέπεμψε χρείας κατεπειγούσης τινός. καὶ ὁ μὲν ἀπῄει καλῶς τὰ κατ' αὐτὴν ἐξανύων, καὶ ὡς ἐδόκει τῷ βασιλεῖ. διὸ καὶ ἤκμαζε μὲν ὁ πρὸς αὐτὸν πόθος, συνήκμαζε δὲ καὶ ὁ ἐξ ἀνθρώπων φθό νος, καὶ διέβαλλον αὐτὸν ὡς τῆς βασιλείας ἐπιθυμοῦντα, προστι 2.119 θέντες ὡς δήποτε τὸ α τοῦ θ κατακυριεῦσαι. ἅπερ δὴ πυνθανό μενος ὁ Καῖσαρ, καὶ τοῦ φθόνου ὥσπερ ἀκροώμενος, πολλὰ τοῦ βασιλέως ἐδέετο συγχωρηθῆναι αὐτὸν πρὸς τὸν μονήρη μετατάξα σθαι βίον. ἀλλὰ τοῦτο μὲν ὁ βασιλεὺς οὐκ ἐπέτρεψε, τὴν χηρείαν τῆς θυγατρὸς εὐλαβούμενος, καὶ ὁ Καῖσαρ ἔμενεν ἐφ' ἡσυχίας τοῖς δημοσίοις ἐνασχολούμενος. ὡς δ' ἀπετέχθη τῷ βασιλεῖ ὁ Μιχαὴλ καὶ ἡ τοῦ Καίσαρος γαμετὴ Μαρία τὸν βίον μετήλλαξε, ταύτην μὲν οὕτως ἐτίμησεν ὡς τὸν νεκρὸν αὐτῆς ἐν λάρνακι θεῖναι περιηργυρωμένῃ, καὶ ἀσυλίαν δοῦναι τῷ τάφῳ τοῖς ἐφ' οἵοις δή ποτε ἐγκλήμασιν ἁλοῦσιν ἀνθρώποις. τὸν δὲ Ἀλέξιον λάθρᾳ μεταταξάμενον καὶ τὸ μοναχικὸν ἀμφιεσάμενον σχῆμα, ἐπεὶ μὴ ἔπειθε τοῦτο ἀποβαλεῖν, μόλις ἐᾶσαι, δεδωκὼς αὐτῷ εἰς ἐνδιαί τημα τό τε κατὰ Χρυσούπολιν βασιλικὸν μοναστήριον, ἔτι δὲ καὶ τὸ τοῦ Βρύσεως καὶ τὸ κατὰ τὴν Ἐλαίαν. ἐκεῖνος δὲ τῷ κατὰ τὴν Χρυσούπολιν ὄντι ἐνδιαιτώμενος, ἐπεί ποτε περιπάτου ἐδεήθη καὶ κατὰ τὸν Ἀνθεμίου λεγόμενον τόπον ἐγένετο, εἵλετο τοῦτον διὰ βασιλικῆς προστάξεως ἐξωνήσασθαι· ἐν ᾧ καὶ μοναστήριον κατασκευάσας πολυτελές, τὸν βίον ἐκλιμπάνων ἐτέθη ἐκεῖσε, σὺν αὐτῷ δὲ καὶ ὁ τούτου ἀδελφὸς Θεοδόσιος ἐς πατρικίους τελέσας, πολλὰ γνωρίσματα τῆς αὐτοῦ ἀρίστης βιοτῆς ἐν τῷ μοναστηρίῳ καταλιπών. Τοῦ δὲ ἀρχηγοῦ τῶν Ἀράβων Ἰμπραὴλ κατὰ Ῥωμαίων ἐκ 2.120 στρατεύσαντος καὶ ὁ Θεόφιλος ἀντιφιλοτιμούμενος ἔξεισιν, ἅπαν δέος ἀποβαλών. εἰ γάρ τι καὶ προσῆν, ἀλλ' ἡ τῶν συνόντων αὐτῷ ἀνδρῶν κατὰ πολέμους πεῖρα καὶ γενναιότης ὡς πορρωτάτω τοῦτο ἐτίθει. Θεόφοβος οἱ ἄνδρες ἦσαν καὶ Μανουήλ. ἀλλ' ὁ μὲν Μανουὴλ δῆλος ἦν ἐπ' ἀνδρίᾳ καὶ αὐτοῖς τοῖς ἐναντίοις, τοῦ στρατοῦ τῶν ἀνατολικῶν κατάρξας ἐπὶ τοῦ Λέοντος, καὶ τοῦ πρὸ αὐτοῦ Μιχαὴλ ἱπποκόμων ὁ πρῶτος γενόμενος· πρωτοστράτορα τοῦτον φασί. δηλώσει δὲ καὶ τὸν Θεόφοβον ὁ λόγος, ὅθεν τε καὶ ὅπως ἐκ Περσῶν καταγόμενος τῷ βασιλεῖ γέγονε γνώριμος καὶ τὴν ἀδελφὴν αὐτοῦ εἰς γάμον ἡρμόσατο. εἰς πρεσβείαν τίς ποτε τῶν ἐκ βασιλικῆς σειρᾶς Περσῶν ἀφικόμενος εἰς τὴν Κωνσταντινού πολιν, οὐκ ἐκ νομίμου συναφείας ἐκ λαθραίας δὲ καὶ κρυφίας τοῦτον ἀποτεκὼν ἀπεδήμησεν. ἐπεὶ δὲ νόμος ἀπαράβατος τοῖς Πέρσαις ἐστὶ μή τινα τῆς αὐτῶν ἀρχῆς ἐγκρατῆ γενέσθαι μὴ τῆς βασιλικῆς ὄντα σειρᾶς, ἐξέλιπον δὲ ἐκ τῶν συνεχῶν πολέμων ὑπὸ τῶν Ἀγαρηνῶν ἐλαθέντες οἱ τῆς βασιλικῆς σειρᾶς, τοῦτον τὸν Θεόφοβον πολλάκις ὁρμήσαντες οἱ Πέρσαι ἀναλαβέσθαι ἀπὸ Κων σταντινουπόλεως τοῦ βασιλεῦσαι ἐπ' αὐτοῖς, καὶ πρεσβείαν δια φόρον ποιήσαντες πρὸς Θεόφιλον, καὶ εἰρηνικὰς σπονδὰς ὑπο
PG 121:1003σχόμενοι δι' αὐτοῦ γενέσθαι, οὐκ ἔπεισαν τὸν Θεόφιλον τοῦτον ἐκδοῦναι, ἀλλὰ μᾶλλον διὰ τοῦτο ἀνάγει αὐτὸν ὁ Θεόφιλος εἰς τὴν τῶν πατρικίων τιμὴν καὶ τῇ ἑαυτοῦ ἀδελφῇ συνοικίζει, ἕκα 2.121 στόν τε τῶν Περσῶν νομοθετεῖ κατ' ἐπιγαμίαν συνάπτεσθαι τοῖς Ῥωμαίοις. πολλοὺς δὲ ἐκ τούτων ἐμπρέπειν τοῖς βασιλικοῖς ἀξιώμασι πεποιηκὼς κώδιξι στρατιωτικοῖς ἀναγράφεται, τάγμα Περσικὸν τούτους ὀνομάσας, καὶ τοῖς κατὰ τῶν Ἀγαρηνῶν ἐξιοῦσι Ῥωμαίοις συναριθμεῖσθαι προσέταξε. τούτοις τοίνυν τοῖς δυσὶ θαρρήσας Θεόφιλος, τῷ τε Μανουὴλ καὶ τῷ Θεοφόβῳ, ἔξεισι κατὰ τῶν Ἀγαρηνῶν. ἐγγὺς δὲ γενομένων ἀλλήλοις τῶν στρα 2.122 τευμάτων ἐδέησε βουλῆς. καὶ ὁ μὲν Μανουὴλ οὐ δίκαιον ἔλεγε βασιλέα Ῥωμαίων πρὸς ἀμερμουμνῆν πολεμεῖν, ἀλλά τινα μέρος λαβόντα τῶν στρατηγῶν ἐξιέναι κατὰ πρόσωπον τῶν ἐχθρῶν· ὁ Θεόφοβος δὲ καὶ αὐτὸν ἐπὶ παρατάξεως εἶναι τὸν βασιλέα ἐβού λετο, καὶ νύκτωρ ἐπιθήσεσθαι τοῖς ἐχθροῖς μετὰ τοῦ πεζικοῦ συνεβούλευε, συνεπιθήσεσθαι δέ, ὅτε δεήσει, καὶ τὸ ἱππικόν. ἀλλ' οὐκ ἔπεισε τὸν βασιλέα, πολλῶν εἰπόντων σφετερίζεσθαι τὸν Θεόφοβον τὴν τῶν Ῥωμαίων δόξαν καὶ διὰ τοῦτο βούλεσθαι ἐν νυκτὶ πολεμεῖν. ἔδοξεν οὖν εἰς τοὐμφανὲς μεθ' ἡμέραν συρράξαι τὸν πόλεμον. ὁ μὲν οὖν ἀμερμουμνῆς Ἰμπραήλ, εἴτε ἄλλως καταλαζονευόμενος εἴτε δὴ καὶ τὸν βασιλέα κατορρωδήσας, μέρος τῆς στρατιᾶς αὐτοῦ λαβὼν ἀνεχώρησεν, Ἀβουζάχαρ δέ τινα τῶν ἑαυτοῦ στρατηγῶν πρὸς τὸν κατὰ βασιλέως πόλεμον μετὰ μυριά δων ὀκτὼ ἐξαπέστειλεν. ἐγγισάντων δὲ τῶν στρατευμάτων καὶ συμπλοκῆς γενομένης καὶ πολλῶν ἑκατέρωθεν πιπτόντων, τέλος ἔκλιναν αἱ σχολαὶ μετὰ τοῦ δομεστίκου καὶ πρὸς ὑπαγωγὴν ἐκινή θησαν. ὁ βασιλεὺς δὲ μετὰ τῆς βασιλικῆς φάλαγγος καὶ δύο χιλιάδων Περσῶν, προσόντος αὐτοῖς καὶ τοῦ Θεοφόβου, ἐπί τινα βουνὸν ἄνεισι, περιστοιχισάντων τοῦτον τῶν Σαρακηνῶν. καὶ ἄχρι μὲν ἑσπέρας πολὺς ἦν ὁ περὶ αὐτῶν πόλεμος, τῶν μὲν ἐλπι ζόντων αἰχμάλωτον τοῦτον λαβεῖν, τῶν δὲ ἀμυνομένων καὶ μὴ προδοῦναι τὸν βασιλέα ἀνεχομένων. διὸ νυκτὸς ἐπιγενομένης 2.123 κατεσοφίσατο τοὺς Σαρακηνοὺς ὁ Θεόφοβος, τοῖς στρατιώταις ἐγκελευσάμενος κρότοις τε καὶ ἀλαλαγμοῖς χρῆσθαι κιννύραις τε καὶ χορδαῖς καὶ σαλπίγγων φωναῖς ὡς τάχα βοηθείας ἑτέρας προσ γινομένης αὐτοῖς. τοῦτο γὰρ δὴ καὶ ὑποτοπάσαντες οἱ Σαρακηνοὶ μίλια ἓξ ὑπεχώρησαν εἰς τοὐπίσω, κύκλωσιν κατορρωδήσαντες. ὅθεν ἀδείας τυχόντες μικρᾶς οἱ περὶ τὸν βασιλέα φυγῇ χρησάμενοι τὴν σωτηρίαν ἐπραγματεύσαντο καὶ πρὸς τὸ διαπεφευγὸς στρατόπεδον διεσώθησαν. μεμψάμενος οὖν τὸ προδεδωκὸς στρά τευμα μόνον ὁ βασιλεύς, οὐδὲν δὲ πλέον ἄχαρι πράξας, χάρισι καὶ διαφερούσαις τιμαῖς τοὺς περὶ τὸν Θεόφοβον ἐγέραιρεν. ὅθεν οἱ Πέρσαι πλείονα τὸν πόθον πρὸς τὸν Θεόφοβον ἀνῆπτον, καὶ μόνοι μετ' αὐτοῦ τὸν κατὰ τῶν Ἀγαρηνῶν ὑποδύεσθαι πόλεμον καθικέτευον, καὶ τρέπεσθαι τούτους διεβεβαιοῦντο τὸν βασιλέα. διὸ καὶ τοῖς λόγοις αὐτῶν κατακηλούμενος ὁ βασιλεὺς οὐδένα ἄλλον αὐτοῖς ἀλλὰ τὸν Θεόφοβον ἡγεμονεύειν ἐβούλετο. Τῷ δ' ἐπιόντι ἐνιαυτῷ ἔξεισι πάλιν ὁ βασιλεὺς μετὰ τῶν δυνάμεων, καὶ κατὰ τὸ Χαρσιανὸν συμπλακεὶς τοῖς Ἀγαρηνοῖς τρέπεται τούτους καὶ οὐκ ὀλίγους χειροῦται, αἰχμαλώτους κατα σχὼν ἄχρι τῶν εἰκοσιπέντε χιλιάδων, καὶ μετὰ νίκης λαμπρᾶς ἐπάνεισι πρὸς τὴν βασιλεύουσαν. ἐλήφθη δέ τις αἰχμάλωτος τῶν Σαρακηνῶν κατὰ χεῖρά τε γενναῖος καὶ χειρῶν εὐφυΐᾳ ὀνομαστός, ὃς γνωστὸς ἦν τῷ τῶν σχολῶν δομεστίκῳ καὶ ἐμαρτυρεῖτο παρ' 2.124 αὐτοῦ ὡς εἴη τε δεξιὸς περὶ τὴν ἱππασίαν καὶ ὡς ἐν τῷ ἱππάζεσθαι δυσὶ δόρασι χρώμενος ἐντέχνως ἄγαν καὶ εὐφυῶς καταβάλλει τοὺς ἐναντίους. ἐπεὶ δὲ ἔδει ἐν τῇ ἱπποδρομίᾳ τὸν τῆς νίκης θρίαμβον ἐκτελεῖν τὸν δομέστικον, προηγεῖτο δὲ οὗτος τοῦ θριάμβου, θεα σάμενος ὁ βασιλεὺς αὐτὸν καὶ τοῖς ἐπαίνοις κλαπεὶς ἵππου τε ἐπιβῆναι ἐκέλευσε, καὶ δόρατα λαβόντα
PG 121:1007δύο τὴν ἀριστείαν καὶ εὐφυΐαν ἁπάσῃ τῇ πόλει ἐνδείξασθαι. τούτου δὲ γενομένου καὶ τοῖς ἀπειροτέροις τέρψιν παρέχοντος τῇ ὁράσει, Θεόδωρος ὁ τὴν ἐπωνυμίαν Κρατερός, ὁ καὶ μετὰ βραχὺ τῆς τῶν ἁγίων τεσσαρα κονταδύο μαρτύρων φάλαγγος ἀρχηγὸς γεγονώς, πλησίον τῷ βα σιλεῖ παρεστὼς ἐξεμυκτήριζε τὸν Ἀγαρηνόν, μηδὲν ἀνδρεῖον φά σκων μηδὲ καταπληκτικὸν ἐνδεικνύμενον. ᾧ καὶ χαλεπήνας ὁ βα σιλεύς "ἀλλὰ σύ, ὦ θηλυδρία καὶ ἄνανδρε, δύνασαί τι τοιοῦτον ἐργάσασθαι;" ὑπολαβὼν δὲ ὁ Κρατερός "δύο μὲν βασιλεῦ μὴ μαθὼν οὐδὲ μεταχειρίσασθαι δόρατα δύναμαι· οὐδὲ γὰρ ἐν πο λέμῳ τοιαύτης φλυαρίας χρεία· ἑνὶ δὲ χρησάμενος τὴν εἰς θεὸν πεποίθησιν ἔχω βεβαίαν ὡς κρημνίσω τε τοῦτον καὶ τοῦ ἵππου καταβαλῶ." ἐπὶ τῷ λόγῳ δὲ θυμωθεὶς ὁ βασιλεὺς ἦ μήν, ἔφησε κατὰ τῆς ἑαυτοῦ κεφαλῆς τὸν ὅρκον ἐπαγαγών, θανάτῳ παρα δοῦναι τὸν Κρατερόν, εἰ μὴ τοὺς λόγους εἰς ἔργον ἀγάγοι. ἀνα βὰς οὖν εὐθὺς τὸν ἵππον ὁ Θεόδωρος καὶ δόρυ λαβὼν συνεπλέ κετο τῷ Σαρακηνῷ, καὶ ἐν οὐ μακρῷ τῷ χρόνῳ τοῦ ἵππου αὐτὸν κατεκρήμνισεν. ᾐσχύνθη μὲν οὖν ὁ βασιλεὺς καταβεβλημένον ἰδὼν τὸν Σαρακηνὸν ὑπ' ἀνδρὸς εὐνούχου, ὅμως τὴν ἀρετὴν 2.125 αἰδεσθεὶς τοῦ ἀνδρὸς λόγῳ τε ἐφιλοφρονήσατο, καὶ στολὰς καὶ περιβολάς, τὴν πολιτείαν αἰδούμενος, ἐδωρήσατο αὐτῷ. Ἤδη δὲ τοῦ ἔαρος ὑπολάμποντος δύναμιν πάλιν ἠθροικὼς ὁ Θεόφιλος ἔξεισι κατὰ τῶν Σαρακηνῶν, καὶ τὸν ὅσιον Μεθόδιον ἐκ τῆς ὑπερορίας ἀνακαλεσάμενος εἶχε μεθ' ἑαυτοῦ, εἰθισμένον αὐτῷ ἐν τοῖς πολέμοις τοῦτο ποιεῖν, εἴτε τοῦ ἀσαφῆ ἕνεκα καὶ πολλοῖς ἄγνωστα διαλύειν διὰ τῆς ἐνυπαρχούσης αὐτῷ σοφίας, εἴτε καὶ ἐπαναστάσεις φυλαττόμενος παρ' αὐτοῦ τινὰς παθεῖν διὰ τὸν κατὰ τὸν θείων καὶ σεπτῶν εἰκόνων πόλεμον· οὐ μικρῶς γὰρ ἐσέβετο τὸν ἄνδρα τὸ τῆς πόλεως ἔκκριτον καὶ φιλόθεον. διά τοι τοῦτο καὶ κατόπιν ἐᾶν αὐτὸν οὐκ ἐφαίνετο συμφέρον τῷ βασιλεῖ. τέως δ' ὅμως συμπεσόντων ἀλλήλοις τῶν στρατευμάτων, καὶ τῶν Ἰσμαηλιτῶν ὑπερτερούντων, κύκλωσιν ὑπέστη ὁ βασιλεὺς καὶ ἤδη ἁλώσιμος ἦν. ὁ δὴ καὶ μαθὼν Μανουὴλ ὁ τοῦ στρατοῦ ἐξηγού μενος, καὶ δεινὸν ἡγησάμενος δορυάλωτον βασιλέα Ῥωμαίων ἰδεῖν, τοὺς περὶ αὐτὸν ἀναθαρρύνας εἰσῄει μετὰ θάρσους τὸν κίνδυνον. ὡς δ' εὗρε καμόντα τὸν βασιλέα καὶ τὴν σωτηρίαν ἀπεγνωκότα, προφασιζόμενον δὲ μὴ βούλεσθαι τὸν λαὸν φεύγοντα καταλιπεῖν, "ἄγε δὴ" φησίν, "ὦ βασιλεῦ, ἕπου μοι προπορευο μένῳ καὶ τὴν ὁδόν σοι εὐρύνοντι." ὡς δ' ὁ Μανουὴλ ἐξῄει, ὁ βασιλεὺς δὲ κατεπτηχὼς οὐχ εἵπετο, πάλιν ἐκ δευτέρου ὑποστρέ ψαι ἠναγκάσθη. ὡς δὲ καὶ πάλιν ἠστόχησε, τὸ τρίτον ἐπιστρα 2.126 φεὶς θάνατον ἠπείλησεν εἰ μὴ ἕποιτο, καὶ οὕτως ὀψὲ καὶ μόλις τοῦ κινδύνου διέσωσε. διὸ τιμαῖς τοῦτον ἀνταξίοις ἐδεξιώσατο καὶ δωρεαῖς ἐθεράπευσεν, εὐεργέτην καὶ σωτῆρα ἀποκαλῶν. ἀλλ' ὁ φθόνος ἴσχυσε κατὰ τοῦ τοιούτου ἀνδρός, καὶ εἰς καθοσίωσιν ἐκ λοιδορίας κατεγκλήθη. ὅθεν καὶ κίνδυνον οὐ μικρὸν ἑαυτῷ ἐνηρ γημένον κατανοήσας, καὶ διά τινος τῶν πιστοτάτων πληροφορηθείς, δούλου μὲν γεγονότος αὐτοῦ οἰνοχοοῦντος δὲ τότε τῷ βασιλεῖ Θεοφίλῳ, ὡς μέλλοι τοῦτον ἀποτυφλοῦν, ἀποστασίαν τολμᾷ καὶ πρὸς Ἀγαρηνοὺς μετατίθεται, μέγας καὶ παρ' αὐτοῖς ὀφθεὶς καὶ μεγίσταις τιμαῖς γεραιρόμενος. στρατόν τε γὰρ ἐνεπιστεύθη πο λύν, καὶ κατὰ τῶν γειτονούντων ἐχθρῶν, οἳ οὕτω δὴ Κερμάται καλοῦνται, ἐπέμφθη. ὃς μηδένα ἕτερον ἕπεσθαί οἱ θελήσας ἀλλ' ἢ μόνον τοὺς ἐν φυλακαῖς καθειργμένους Ῥωμαίους αὐτῷ συστρα τεύεσθαι, νίκας μεγίστας καὶ καλλίστας ἠνέγκατο, ὡς καὶ αὐτὸ τὸ λεγόμενον Χωροσὰν ἐκπολιορκῆσαι. οὐ γὰρ μόνον τὸ κατ' ἀνδρίαν διαφέρον ἐξέπληξε τοὺς ἐναντίους, ἀλλὰ καὶ ἡ τῆς δια λέκτου παραλλαγὴ καὶ ἡ τῶν σχημάτων μεταβολὴ καὶ ἡ τοῦ πο λέμου παράδοξος ἐξαλλαγὴ εἰς δειλίαν οὐ τὴν τυχοῦσαν συνήλασε τοὺς πολεμίους. καὶ οὐ κατὰ τῶν ἐχθρῶν μόνον οὕτως ὤφθη γενναῖος, ἀλλὰ καὶ κατὰ θηρίων ἀγρίων πημαινομένων
PG 121:1009τὴν χώραν ἠνδρίσατο. καὶ μεγάλων αἴτιος αὐτοῖς καλῶν γεγονὼς αὐτῷ τε 2.127 ἠγαπήθη διαφερόντως τῷ ἄρχοντι τῶν Σαρακηνῶν καὶ τῇ γερουσίᾳ αὐτῶν. Ταῦτα μανθάνων ὁ Θεόφιλος, ὡς εἰκὸς ἦν, ἠνιᾶτο, καὶ πάντα λίθον ἐκίνει ὡς ἂν τὸν ἄνδρα μετακαλέσοιτο. διὸ καὶ σταυρὸν καὶ χρυσόβουλλον διά τινος ἀγύρτου μοναχοῦ ἐκπέμπει τῷ Μανουήλ, ἐκκαλούμενος ἐπαναστρέψαι καὶ πᾶσαν ἀμνηστίαν κακῶν αὐτῷ χαριζόμενος δι' αὐτῶν. ἃ δὴ κομίσας ὁ εἰληφὼς εἰς χεῖρας λαθὼν τίθησι τοῦ Μανουήλ. καὶ δεξάμενος οὗτος, καὶ οἱονεὶ τὴν ψυχὴν ἐκκαυθείς, ἤδη δὲ καὶ πιστευσάμενος ἐκ τῶν προτέρων ἔργων, μηνύει τῷ ἄρχοντι τῶν Σαρακηνῶν ὡς πόθον τρέφει καὶ κατὰ Ῥωμαίων στρατεῦσαι καὶ τοὺς ἐχθροὺς ἀμύνασθαι οἳ κατεῖπον αὐτοῦ πρὸς τὸν βασιλέα, τὴν Καππαδοκίαν οἰκοῦντας. συνεκπεμφθῆναι δὲ αὐτῷ ἠξίου καὶ τὸν τούτου υἱὸν εἰς πλείονα τῆς ὑπονοίας ἀναίρεσιν. κατένευσε τοῖς αἰτηθεῖσιν ὁ Ἰσμαήλ, καὶ δίδωσιν αὐτῷ τοῦ ἐκστρατεύειν ἄδειαν. ὡς δὲ ἤγγισε τοῖς Ῥωμαίων ὁρίοις, δῆλα ποιεῖ τὰ κατ' αὐτὸν τῷ τῆς Καππαδοκίας στρατηγῷ καὶ τὴν ἐσαῦθις ἐς Ῥωμανίαν ἐπάνοδον, καὶ ἅμα ἐδί δασκεν ὡς δεῖ κατὰ τὸν δεῖνα τόπον λόχον καὶ ἐνέδραν γενέσθαι, "ἵν' ὅταν ἐκεῖσε" φησί "γένωμαι, τοὺς μὲν Σαρακηνῶν προδρό μους ἐπ' ἄλλον τινὰ τόπον ἐξελαύνειν ποιήσω, αὐτὸς δὲ πρὸς τὰ Ῥωμαίων ἤθη ἀναδραμοῦμαι." ὃ καὶ γέγονεν. ὡς γὰρ κατὰ τὸ σύνθημα τῷ ὁρισθέντι ἐπλησίαζον τόπῳ, πολλὰ τὸν τοῦ Ἰσμαὴλ υἱὸν κατασπασάμενος "σὺ μὲν ὑγιὴς" ἔφη "ἄπιθι, τέκνον, πρὸς τὸν σὸν πατέρα· ἐγὼ δὲ ἀπελεύσομαι πρὸς τὸν ἐμὸν βασιλέα 2.128 καὶ κύριον." διασωθεὶς δ' ἐκεῖθεν πρὸς τὴν βασιλεύουσαν ἐν τυγχάνει τῷ βασιλεῖ κατὰ τὸν ἐν Βλαχέρναις τῆς θεοτόκου ναόν, καὶ μάγιστρος παρ' αὐτοῦ τιμᾶται καὶ σύντεκνος ἔκτοτε χρηματίζει αὐτῷ. καὶ τὰ μὲν περὶ τοῦ Μανουὴλ ἔσχεν οὕτως· Θεοδότου δὲ τοῦ Μελισσηνοῦ, ὃν καὶ Κασσιτηρᾶν προσαγορεύεσθαι ὁ λόγος ἐγνώρισεν ἄνωθεν, ἐφ' ἱκανὸν τὸν τῆς Κωνσταντινουπόλεως θρό νον κατεσχηκότος, ἄρτι δὲ καταλύσαντος τὸν βίον, ὁ τοῦ Θεο φίλου παιδαγωγὸς Ἰαννὴς τὸν ἐκείνου διαδέχεται θρόνον, ἆθλον τὴν ἱερωσύνην λαβὼν ἀπιστίας καὶ ἀσεβείας. Ζητοῦντι δὲ τῷ βασιλεῖ Θεοφίλῳ ἐπιστατικῶς περὶ τούτων οἵτινες ἄρξουσι μετ' αὐτόν, γύναιόν τι ληφθὲν ἐκ τῶν Ἀγαρηνῶν κατά τινα τῶν προηγησαμένων πολέμων, εὐφυῶς ἔχον περὶ τὰς τοιαύτας προρρήσεις, παρέστη τῷ βασιλεῖ. ἤρετο οὖν ὁ βασι λεὺς ἃ δὴ καὶ ἐβούλετο, καὶ τίνων μακρὰν ἔσεσθαι τὴν διαδοχὴν τῆς βασιλείας ἀνειπεῖν προσέταττε. τοῦτο δὲ τὸ γύναιον, εἴτε ἐξ ἐνθουσιασμοῦ εἴτε καὶ ἐκ δαιμονικῆς ἐνεργείας κινούμενον, "σοῦ μὲν" ἔφη "ὦ βασιλεῦ διάδοχος ἔσται ὁ σὸς υἱὸς συνάμα τῇ ἰδίᾳ μητρί, μετὰ δὲ τοῦτον τὸ τῶν Μαρτινακίων γένος διαρκέσει ἐπὶ πολὺ τῇ βασιλείᾳ." ὁ δὲ ἅμα τῷ λόγῳ τὸν Μαρτινάκην, καίτοι στεργόμενον αὐτῷ, ἀπέκειρε μοναχόν, καὶ τὸν αὐτοῦ οἶκον κατα γώγιον ἀπέδειξε μοναστῶν. οὐ τοῦτο δὲ μόνον τὸ ῥηθὲν γύναιον, ἀλλὰ καὶ ἄλλα πολλὰ τῶν μελλόντων προεθέσπισε· τόν τε γὰρ 2.129 πατριάρχην Ἰαννῆν ἐκπεσεῖσθαι τοῦ πατριαρχικοῦ θρόνου προήγ γειλε, καὶ τὰς σεπτὰς εἰκόνας τὴν προσήκουσαν τιμὴν καὶ προσκύνησιν δέξεσθαι. ἐφ' οἷς περιώδυνος γενόμενος ὁ Θεόφιλος παρε κάλει πολλάκις τὴν δέσποιναν καὶ τὸν τοῦ δρόμου λογοθέτην Θεόκτιστον, καὶ ὅρκοις κατεδέσμει φρικωδεστάτοις μετὰ τὸν ἑαυτοῦ θάνατον μήτε τὸν Ἰαννῆν μεταστῆσαι τοῦ πατριαρχείου μήτε τὴν προσκύνησιν τῶν εἰδώλων ἰδεῖν ἀνασχέσθαι. οὐ τὸ γύναιον δὲ μόνον προεφήτευε ταῦτα, ἀλλὰ καὶ Ἰαννῆς διὰ λεκανομαντείας καθαρῶς ἀπέδειξεν αὐτῷ τὸν μέλλοντα τὴν ἀρχὴν διαδέξασθαι. οὐ τῷ βασιλεῖ δὲ μόνῳ τὸ γύναιον τὰς πεύσεις διέλυσεν, ἀλλὰ καὶ Κωνσταντίνῳ τῷ κατὰ τοὺς Τριφυλλίους μέγα δυναμένῳ τῷ τότε τὰ συμβησόμενα διετράνωσεν, αὐτόν τε καὶ τοὺς υἱοὺς μέλλειν εἰπὸν ὑπάρξεώς τε στερηθῆναι καὶ τὸ τῶν κληρικῶν ἀμφιάσασθαι σχῆμα· ὃ καὶ γέγονε μετὰ ταῦτα, τοῦ Βασιλείου τὴν ἀρχὴν διιθύνοντος. προεῖπε δὲ καὶ
PG 121:1013Γεωργίῳ τῷ στρατιωτικῷ τὸν κατειληφότα αὐτὸν θάνατον ἐν τῇ σφενδόνῃ τοῦ ἱπποδρομίου· ἐκεῖσε γὰρ μετέπειτα τοῦ Βασιλείου βασιλεύοντος ἀποστασίας ἐγκλήματι περιπεσὼν ἀπετμήθη. Ἤδη δὲ τοῦ ἦρος διαλάμποντος οἵ τε Ἀγαρηνοὶ καὶ Θεόφιλος κατ' ἀλλήλων ἐξώρμησαν, ἀλλήλους δὲ πτοηθέντες ὑπέστρεψαν ἄπρακτοι. ὑποστρέψας δὲ ὁ Θεόφιλος πρεσβείαν ἐδέξατο τοῦ χαγάνου Χαζαρίας, ἐξαιτουμένου κτισθῆναι τὸ Μάρκελ ὀνομα 2.130 ζόμενον φρούριον· τοῦτο γὰρ ἐδόκει ἔρυμα καρτερὸν εἶναι τῆς τῶν Πατζινακῶν ἐφόδου, διεῖργον αὐτοὺς πρὸς τὰ μέρη τοῦ Τανάϊδος ποταμοῦ. οὗ ὑπακούσας τῇ αἰτήσει ὁ βασιλεὺς ἐξαπέ στειλέ τινα Πετρωνᾶν, καὶ τὴν τούτων αἴτησιν εἰς πέρας ἤγαγεν. οὗτος ὑποστρέψας γνώμην ἐδεδώκει τῷ βασιλεῖ ὡς οὐκ ἄλλως ἄρξει τῆς Χερσῶνος βεβαίως ἢ στρατηγὸν προχειριζόμενος ἴδιον· μέχρι γὰρ ἐκείνου τοῦ χρόνου οὐδεὶς τῶν ἡμετέρων ἄρξων ἐκείνων ἐστέλλετο, ἀλλ' ἐγχώριός τις πρωτεύων τὴν προσηγορίαν τὰ τῆς πόλεως ἦν διοικῶν. προσδεξάμενος οὖν τὴν αὐτοῦ συμβουλὴν ὁ βασιλεὺς οὐκ ἄλλον ἀλλ' ἐκεῖνον αὐτὸν ἐξαπέστειλε στρατηγὸν τῆς χώρας, διατάγματα πέμψας τῷ τότε πρωτεύοντι καὶ τοῖς ἄλλοις αὐτόχθοσι δυνατοῖς ὑπείκειν αὐτῷ ἀνενδοιάστως. ἔκτοτε οὖν ἐκράτησε στρατηγοὺς εἰς Χερσῶνα πέμπεσθαι. Τῷ δ' ἐπιόντι ἐνιαυτῷ τῆς ἐαρινῆς ἐπιστάσης ὥρας ἔξεισι κατὰ τῶν Ἀγαρηνῶν ὁ Θεόφιλος μετὰ δυνάμεως καὶ χειρὸς πολλῆς. πρόεισι δὲ πορρωτέρω τῆς Συρίας, κείρων ὁμοῦ τὴν γῆν καὶ πορ θῶν καὶ πᾶν τὸ προστυχὸν ληϊζόμενος. πόλεις τε γὰρ πολέμου νόμῳ κατέσχε δύο καὶ ἠνδραποδίσατο, καὶ αὐτὴν δὲ τὴν λεγομένην Σωζόπετραν ἐξεπολιόρκησε, πατρίδα τυγχάνουσαν τοῦ ἀμερ μουμνῆ· ὑπὲρ ἧς πολλὰ κατεδεήθη διὰ γραμμάτων οὗτος, φεί σασθαι ἐκλιπαρήσας τῆς ἑαυτοῦ πατρίδος, εἰ καὶ μὴ προσέσχε τοῖς γραφομένοις ὁ βασιλεύς. καὶ ταῦτα διοικησάμενος ἐπάνεισι πρὸς τὴν βασιλεύουσαν ὁ Θεόφιλος, τὸν Θεόφοβον κατόπιν λιπὼν 2.131 ἐφ' ᾧ τε διαθέσθαι τὰ τοῦ στρατοῦ καλῶς καὶ διὰ τάχους πρὸς αὐτὸν ἐπαναδραμεῖν. ἀλλ' οἱ Πέρσαι διὰ τὴν τῶν σφῶν σιτηρε σίων ὑστέρησιν ὄντες περιαλγεῖς ἐν Σινώπῃ συσχόντες τὸν Θεό φοβον βασιλέα καὶ ἄκοντα ἀνεκήρυξαν, πολλὰ λιπαροῦντα καὶ ποτνιώμενον ἀποσχέσθαι τῆς τοιαύτης ὁρμῆς, καὶ ἐπαπειλοῦντα δεινὰ πείσεσθαι τούτους ὅσον οὔπω χάριν τοῦ τοιούτου τολμήμα τος. ὡς δ' οὐ προσεῖχον αὐτῷ ἀλλ' ὅλῃ γνώμῃ καὶ προαιρέσει τοῦ ἐγχειρήματος εἴχοντο, λάθρᾳ τὰ τελεσθέντα γνωρίζει τῷ βασιλεῖ, καὶ ἐνόρκως πληροφορεῖ ὡς οὐκ αὐτὸς οἱ Πέρσαι δὲ τῶν τολμηθέντων αἴτιοι. καὶ τότε μὲν τὴν ἐκείνου προαίρεσιν ὁ βα σιλεὺς ἀποδέχεται, καὶ πρὸς τὰ βασίλεια αὐτὸν εἰσκαλεῖ, τὴν προτέραν εὐκληρίαν ἀποδιδούς, συγγνώμην δὲ ἅπασι τοῖς Πέρ σαις δίδωσι καὶ κακῶν ἀμνηστίαν. οὓς καὶ πεισθέντας ταῖς ὑπο σχέσεσι καὶ τῆς Σινώπης ἀποδημήσαντας ἔγνω δεῖν ὁ βασιλεὺς διαστῆσαι καὶ μὴ τοσοῦτον πλῆθος ὁμοῦ διάγειν. Καὶ ἐπείπερ εἰς τρεῖς μυριάδας τὸ πᾶν ἐκορυφοῦτο τῶν Περσῶν πλῆθος, κα λῶς σκεψάμενος ἑκάστῳ θέματι χιλιάδας ἐξαπέστειλε δύο, ὑπὸ χεῖρα τελεῖν προστάξας τοῖς ἐν αὐτῷ στρατηγοῦσιν. αὕτη ἡ αἰτία ὑπόπτους τε τοὺς Πέρσας ἐποίησε, καὶ μετ' οὐ πολὺ τὸν Θεό φοβον ἐξήγαγε τῆς ζωῆς. ἐγένετο δέ τις καὶ δευτέρα αἰτία, ἣν ὁ λόγος δηλώσει κατὰ τὸν οἰκεῖον καιρόν. Ὁ δ' ἀμερμουμνῆς τοσοῦτον ἐτρώθη τὴν ψυχὴν ἐπὶ τῇ καταλύσει τῆς ἐκπορθηθείσης πατρίδος αὐτοῦ, ὡς πανταχοῦ θε 2.132 σπίσαι πᾶσαν ἡλικίαν ἔκ τε Βαβυλωνίας καὶ Φοινίκης καὶ Παλαι στίνης καὶ κοίλης Συρίας, ἔτι δὲ καὶ τῆς πορρωτέρω Λιβύης ἀθροίζεσθαι. πάντα δὲ τὸν στρατευόμενον σὺν αὐτῷ γράφειν ἐπὶ τῆς οἰκείας ἀσπίδος Ἀμώριον ἐκέλευσε, τὴν κατ' αὐτοῦ ὁρμὴν αἰνιττόμενος. συνήχθη γοῦν αὐτῷ πᾶς ὁ στρατὸς ἀνὰ τὴν Ταρσόν. ἐπεξῄει δὲ καὶ ὁ Θεόφιλος κατὰ τὸ Δορύλαιον, τριῶν ἡμερῶν ὁδὸν Ἀμωρίου ἀπέχον. πολλῶν οὖν συμβουλευόντων μετοικίσαι τὸν ἐν Ἀμωρίῳ
PG 121:1015οἰκοῦντα λαὸν καὶ ὑπενδοῦναι τῇ ἀσχέτῳ φορᾷ τῶν Σαρακηνῶν, τοῦτο μὲν ἄδοξον ἐδόκει τῷ Θεοφίλῳ καὶ ἄναν δρον, καλὸν δὲ καὶ πρὸς ἀνδρίαν εὔοδον τὸ μᾶλλον ἐποχυρῶσαι αὐτὸ καὶ στρατηγοῦ γενναίου διασῶσαι βουλῇ. ἐξαπέστειλε γοῦν Ἀέτιον τὸν πατρίκιον καὶ τῶν ἀνατολικῶν στρατηγόν, δοὺς αὐτῷ καὶ χεῖρα ἀρκοῦσαν εἰς ἀποτροπὴν τῶν ἐχθρῶν. ἐδίδου δὲ καὶ ἡγεμόνας τοῦ λαοῦ τοὺς μετὰ βραχὺ μαρτυρήσαντας, Θεόδωρον τὸν Κρατερὸν καὶ Θεόφιλον καὶ τὸν Βουβούτζικον καὶ τοὺς λοι πούς, οἵτινες οὐ μόνον τοῦ πεμφθέντος τότε λαοῦ ἀλλὰ καὶ τῆς φάλαγγος τῶν μβʹ μαρτύρων γεγόνασιν ἀρχηγοί. ὡς δὲ κατὰ τὴν Ταρσὸν ἐπέστη μετὰ παντὸς τοῦ λαοῦ ὁ τῶν Σαρακηνῶν ἡγεμών, βουλευσάμενος μετὰ τῶν συνόντων αὐτῷ καὶ μαντευσάμενος δέον ἔκρινε μὴ εὐθέως χωρεῖν πρὸς Ἀμώριον, ἀποπειρᾶσαι δὲ πρότερον τῆς τοῦ βασιλέως δυνάμεως διὰ τοῦ υἱοῦ αὐτοῦ, μέρος λαβόντος τοῦ στρατοῦ, τοῦτο λογισάμενος, ὡς εἰ περιγένηται τοῦ βασιλέως 2.133 οὗτος, ἕψεται πάντως ἡ νίκη καὶ τῷ πατρί, εἰ δὲ μή, βέλτιον ἡσυχάζειν. ταῦτα βουλευσάμενός τε καὶ κρίνας ἐξέπεμψε τὸν υἱόν, λαβόντα μεθ' ἑαυτοῦ καὶ Ἄμεραμ τὸν τηνικαῦτα διέποντα τὴν Μελιτηνὴν καὶ Τούρκους ὡσεὶ χιλιάδας δέκα καὶ πᾶσαν τὴν ἐξ Ἀρμενίων στρατιὰν καὶ τὸν ἄρχοντα τῶν ἀρχόντων· ὃς κατὰ τὸν λεγόμενον Δαζύμηνον γενόμενος παρεμβολὴν ἐπήξατο. ἀπῄει γοῦν καὶ ὁ Θεόφιλος κατ' αὐτοῦ, στρατόπεδον ἐπαγόμενος οὐκ ἀγεννές, ἔκ τε Περσῶν καὶ τῶν δυτικῶν καὶ τῶν πρὸς ἀνίσχοντα ἥλιον συνιστάμενον. γενόμενος δὲ κατὰ τὸν οὕτω λεγόμενον χῶρον Ἀνζὶν ἐπεθύμει κατασκοπεῦσαι πρὸ τοῦ πολέμου καὶ τῆς προσβολῆς τὸ τῶν ἐναντίων ἄθροισμα. εἴς τινα δὲ ὑψηλοτάτην περιωπὴν ὑπὸ τοῦ δομεστίκου τῶν σχολῶν ἀναχθεὶς Μανουὴλ κατεσκόπει τὸ πλῆθος τῶν ἐναντίων, καί πως ἐκ στοχασμοῦ βα ρύτερον ἐδόκει τὸ τῶν ἐναντίων πλῆθος. ἀλλ' ὁ Μανουὴλ "μὴ πρὸς τὸ πλῆθος, ὦ βασιλεῦ, ἀπόβλεπε, πρὸς δὲ τὸν τῶν δορά των διάθρει καλαμῶνα τῶν ἀμφοτέρων." ἐπεὶ δὲ ἰσχυρότερος ἐδόκει ὁ τῶν ἐναντίων στρατός, ἐβουλεύετο ὅπως ἂν αὐτοῖς ἐπί θηται μετὰ δόλου. ὁ μὲν οὖν Μανουὴλ ἅμα τῷ Θεοφόβῳ νυκτὸς ἐπιθέσθαι τούτοις παρῄνει, οἱ δ' ἄλλοι τῶν στρατηγῶν ἡμέρας τὴν συμβολὴν γενέσθαι προέτρεπον, οἷς ἐπέπειστο καὶ ὁ βασιλεύς. ταύτης δὲ ἐπικρατεστέρας γενομένης τῆς γνώμης, ὡς ἤδη ἡμέρα ἐπέλαμπε, μάχη συρρήγνυται φοβερά. καὶ τῶν βα σιλικῶν ταγμάτων εὐθύμως ἀγωνιζομένων οἱ Ἰσμαηλῖται ἐνέκλιναν 2.134 εἰς φυγήν. τῶν δὲ Τούρκων ἐπιμόνως χρωμένων τῇ τοξείᾳ καὶ τὸ καταδιῶκον τῶν Ῥωμαίων ἀνακεκρουκότων, παλίντροπον συνέβη γενέσθαι τὴν μάχην· μὴ δυνάμενοι γὰρ οἱ Ῥωμαῖοι τὰ τῶν Τούρκων φέρειν τοξεύματα τῷ βάλλεσθαι καρτερῶς, νῶτα δόντες τὸν βασιλέα κατέλιπον. οὐ μὴν καὶ οἱ τῶν ταγμάτων ἔξαρχοι οὐδ' οἱ Πέρσαι τοῦτο ἠνέσχοντο δρᾶσαι, ἀλλὰ περιστάντες τὸν βασιλέα εὐρώστως σώζειν ἠπείγοντο. καὶ κἂν ἀπώλοντο πανδημεὶ οἱ περὶ τὸν βασιλέα, εἰ μὴ νὺξ ἐπῆλθε καὶ βραχὺς ἐξ οὐρανοῦ κατηνέχθη ὑετὸς καὶ τὰς μὲν νευρὰς τῶν τόξων χαλαρὰς εἰργάσατο, τοῖς δὲ Ῥωμαίοις ἄνεσιν τὴν ἐκ τῶν βελῶν περιεποίησε καὶ σωτηρίας ἐνέ δωκεν ἀφορμάς. βαθείας δὲ νυκτὸς γενομένης, ὡς ἠσχόλητο περὶ τὰς φυλακὰς ὁ Μανουήλ, γλώττῃ πως ᾔσθετο τῶν Σαρακη νῶν τοὺς Πέρσας τοῖς Σαρακηνοῖς σπενδομένους καὶ τὸ στράτευμα τῶν Ῥωμαίων προδοῦναι καὶ πρὸς τὴν ἐνεγκαμένην παλινδρομῆσαι. δῆλα γοῦν εὐθὺς ταῦτα ποιεῖ τῷ βασιλεῖ, καὶ σώζειν ἑαυτὸν μετὰ τῶν λογάδων ἠξίου, καὶ μὴ περιμένειν τὴν ἅλωσιν. τοῦ δὲ βασι λέως "καὶ πῶς τοῦτο ἔσεται" ἐπερωτήσαντος, "τῶν δι' ἐμὲ προσ μεινάντων ἀπολομένων," ὑπολαβὼν ὁ Μανουὴλ "σοὶ μόνον ἔστω, βασιλεῦ," ἔφη "τὸ σώζεσθαι ἐκ θεοῦ, οὗτοι δὲ ταχέως τὰ κατ' αὐτοὺς διοικήσουσιν." ὀψὲ γοῦν κατὰ τὸ περίορθρον τοῦ βασι λέως φυγῇ χρησαμένου καὶ πρὸς τὸ λεγόμενον Χιλιόκωμον διασω θέντος, οἱ λειποτάκται ὑπήντων αὐτῷ, καὶ ἀναξίους ἑαυτοὺς ἔφα σκον τῆς ζωῆς βασιλέα ἐν
PG 121:1019πολέμῳ καταπροέντας, καὶ ἅμα τοῖς 2.135 ἑαυτῶν ἐγυμνοῦντο ξίφεσιν. ἀλλ' ὁ Θεόφιλος τῷ θεάματι τρω θεὶς τὴν ψυχήν, "εἰ ἐγὼ" φησί "σέσωσμαι ἐκ θεοῦ, σωθήσεσθε καὶ ὑμεῖς." αὕτη ἡ τῶν Περσῶν πρὸς τοὺς ἐξ Ἄγαρ κοινολογία τοῖς Θεοφόβου ἐχθροῖς καὶ θάνατον αὐτοῦ ψηφιζομένοις δευτέρα τις γέγονεν αἰτία καὶ ἀφορμὴ εὔκαιρος εἰς διαβολήν. Τῷ δ' ἀμερμουμνῇ ἀκηκοότι τὴν νίκην ἔδοξε μὴ μέλλειν ἀλλ' ἀπιέναι πρὸς τὸ Ἀμώριον. ἀγείρας οὖν τὸ οἰκεῖον στρά τευμα, καὶ τῷ υἱῷ δὲ ἐπιστείλας παραπλησίως ποιεῖν, εἴχετο τῆς ὁδοῦ. ἑνωθέντων οὖν τῶν στρατευμάτων χάραξ τε ἐπήγνυτο ὀχυρός, καὶ ἡ πόλις τάφρῳ βαθείᾳ ἐστεφανοῦτο, καὶ ἡ πολιορκία ἔμπρακτος καὶ ἐνεργὸς ἐγίνετο, τῶν μὲν Τούρκων ἐπιμόνοις καὶ συνεχέσι χρωμένων τοξεύμασι, τῶν δὲ Σαρακηνῶν τὰς ἑλεπόλεις προσαγόντων τοῖς τείχεσι, τῶν δ' ἔνδον τοῦ τείχους ἐναπειλημ μένων Ῥωμαίων εὐψύχως καὶ ἡρωϊκῶς ἀγωνιζομένων καὶ τὰ τῆς πολιορκίας ἀποκρουομένων εὐπετῶς ὄργανα. ἡ μὲν οὖν πολιορκία τῆς πόλεως ἐκ διαδοχῆς ἐνηργεῖτο καὶ συνεχὴς ἦν καὶ ἀδιάκοπος, Θεόφιλος δὲ ἐκ τῆς τροπῆς μόλις διαφυγὼν καὶ πρὸς τὸ Δορύ λαιον γενόμενος ἐκεῖσε προσεκαρτέρει τὴν ἔκβασιν ἐκδεχόμενος. ἀπεπειρᾶτο δὲ τῆς τοῦ ἀμερμουμνῆ γνώμης, εἴ πως δυνηθείη με ταστῆσαι τοῦτον τῆς πολιορκίας. ἐκπέμπονται οὖν πρεσβευταὶ μετὰ δώρων τιμίων καὶ ὑποσχέσεων οὐκ ὀλίγων τοῦτον ἐκδυσωπή σοντες, οἳ δὴ καὶ τὸ στρατόπεδον καταλαβόντες τῶν Σαρακηνῶν καὶ εἰς ὄψιν ἐλθόντες τῷ ἄρχοντι τὰ παρὰ τοῦ βασιλέως μηνυ 2.136 θέντα παρίστων. ὁ δὲ θυμῷ κατεχόμενος ἀσχέτῳ διὰ τὴν τῆς πατρίδος ἅλωσιν τὸν μὲν βασιλέα τῆς δειλίας κατεκερτόμει, ἐξου θένει δὲ καὶ τὴν πρεσβείαν καὶ ἐκωμῴδει, καὶ τοὺς πρεσβευτὰς ἐν δεσμοῖς κατεῖχε, περιμένων τὴν τῆς πράξεως ἔκβασιν. τὴν δὲ πολιορκίαν ἐπὶ πλέον ἐπέτεινεν, εἰς πολλὰ μέρη διελὼν τὸν στρα τὸν καὶ ἐκ διαδοχῆς τὰς προσβολὰς ποιούμενος, ἵνα τῷ πλήθει καὶ τῇ ἀκμαιότητι τῶν ὑπαλλαττομένων ἀποκαμόντες οἱ ἔνδον καὶ πρὸς τοὺς πόνους ἀπειρηκότες ἐνδώσουσι. καρτερῶς δὲ καὶ τῶν ἔνδον ἀμυνομένων ἄπρακτοι αἱ ἐπιχειρήσεις τῆς πολιορκίας ἐγί νοντο. καὶ κἂν διέφυγεν ἡ πόλις τὴν ἅλωσιν, εἰ μή τις τῶν εἴσω δώροις ὑποκλαπεὶς καὶ τὴν τῶν Χριστιανῶν ἐξομοσάμενος πίστιν διά τινα φιλονεικίαν, εἰς τοσοῦτον κίνδυνον ὀλισθήσας, προδοσίᾳ προύδωκε τὴν πατρίδα· Βαδίτζης ὄνομα τῷ ἀνδρί. οὗτος γὰρ λάθρᾳ τοῖς Σαρακηνοῖς ἐντυχών, καὶ ἔνθα τὸ τεῖχος εὐέφοδον ἦν, ποιεῖσθαι τὰς προσβολὰς ὑποθέμενος, αἴτιος ἐγεγόνει τοῦ τὴν πόλιν ἁλῶναι. ἧς δὴ πολέμου νόμῳ ληφθείσης, ποῖος ἱκανὸς λόγος ἐξειπεῖν τὸ πλῆθος τῶν ἀναιρεθέντων καὶ τῶν αἰχμαλωτισθέντων; θυμῷ γὰρ βαλλόμενοι οἱ Σαρακηνοὶ διὰ τὸ πολλοὺς τῶν ἐπιφανῶν κατὰ τὸν καιρὸν τῆς πολιορκίας ἀναιρεθῆναι οὐδένα οἶκτον τῶν προστυχόντων ἐλάμβανον, ἀλλ' ἀνῃροῦντο μὲν ἄνδρες, ἤγοντο δὲ γυναῖκες σὺν μειρακίοις καὶ νεανίσκοις, ἐπυρπολοῦντο τὰ κάλλιστα τῶν οἰκημάτων, καὶ ἐν οὐ μακρῷ τῷ χρόνῳ ἡ τῶν 2.137 ἑῴων πόλεων διαπρεπεστέρα ἐκλελειμμένον ἐδείκνυτο ἐρείπιον. ἤγοντο δὲ ζωγρίαι καὶ οἱ τῶν στρατευμάτων ἐξάρχοντες, Κάλλι στός τε καὶ Κωνσταντῖνος καὶ Θεόδωρος ὁ Κρατερὸς οἱ πατρίκιοι, καὶ ἄλλοι πλεῖστοι τῶν ἐν στρατηγίαις διαφανῶν, μεγίστοις ἐμπρέ ποντες ἀξιώμασιν. Οὕτω δὲ χειρωθείσης τῆς πόλεως τοὺς πρέσβεις ὁ τῶν Σα ρακηνῶν ἀρχηγὸς τῶν πραχθέντων ἕκαστον ἐπισκοπῆσαι ἐγκελευ σάμενος, ὥσπερ τις ἐντρυφῶν καὶ ἐνευωχούμενος τοῖς πραχθεῖσιν, αὐταγγέλους τῆς συμφορᾶς ἐκπέμπει τῷ βασιλεῖ. οὓς πάλιν ἐκεῖ νος πρὸς τὸν ἀμερμουμνῆν ἐξαπέστειλεν, ἀποδοθῆναί οἱ ζητῶν τούς τε ληφθέντας διαφανεῖς ἄνδρας ἐν τῇ πολιορκίᾳ καὶ τοὺς κατὰ γένος αὐτῷ προσήκοντας καὶ τοὺς λοιποὺς αἰχμαλώτους, εἴ κοσιν ἐπὶ τέσσαρσι κεντηναρίους δώσειν ὑπισχνούμενος ὑπὲρ λύ τρων αὐτῶν. ὁ δὲ τὴν πρεσβείαν δεξάμενος πάλιν
PG 121:1021τοὺς πρέσβεις μεθ' ὕβρεως ἀπέπεμψεν, ἀνόητος ἂν εἶναι εἰπὼν εἰ χίλια κεντηνάρια καταναλώσας ἐπὶ συλλογῇ τοῦ οἰκείου στρατοῦ τοσούτων ἀποδώσει τοὺς ἡλωκότας κεντηναρίων. ἀπράκτων δὲ τῶν πρέσβεων ὑποστρεψάντων τῇ ἀπληστίᾳ τῆς συμφορᾶς πληγεὶς ὁ Θεόφιλος, πᾶσάν τε βρῶσιν καὶ πόσιν ἀποστρεφόμενος καὶ σχεδὸν ἀπόσιτος γεγονώς, καὶ μηδὲν ἕτερον προσιέμενος ἢ τὸ ἐκ χιόνος ἀποθλιβόμενον ὕδωρ, δυσεντερίας ἑάλω νοσήματι. ἀλλὰ καίπερ οὕτως ἔχων πονήρως οὐκ ἠρέμει, οὐδὲ μετρίως ἔφερε τὴν τοῦ Ἀμωρίου καταστροφήν, ἀλλὰ καιρὸν καὶ τρόπον ἐζήτει πῶς ἂν ἀμύναιτο 2.138 τὸν ἐχθρόν. διὸ καὶ στέλλει πρὸς τὸν ῥῆγα Φραγγίας τὸν πατρί κιον Θεοδόσιον, ἐκ τοῦ τῶν Βουβουτζίκων καταγόμενον γένους, ἐπικουρίαν τε ἐξαιτῶν πεμφθῆναι, καὶ ἀποστεῖλαι δύναμιν ἀξιό μαχον καὶ κακῶσαι μέρη τινὰ τῆς Λιβύης τῷ ἀμερμουμνῇ διαφέ ροντα. ἀλλ' αὕτη μὲν ἡ πρεσβεία ἄπρακτος ἔμεινε, τοῦ Θεοδο σίου τὴν ζωὴν καθ' ὁδὸν καταστρέψαντος· ὁ Θεόφιλος δὲ καὶ ταύτης διεκπεσὼν τῆς ἐλπίδος ἐπὶ πλέον τε ὑπὸ τῆς νόσου σφιγγό μενος ἄνεισι κλινήρης πρὸς τὴν Μαγναύραν, ἐν ᾗ τήν τε σύγκλη τον ἐκκλησιάσας καὶ τὸ λοιπὸν ἐμφανὲς μέρος τῆς πόλεως τὰ καθ' ἑαυτὸν ἐξετραγῴδει καὶ ὠλοφύρετο, καὶ τοὺς συνειλεγμένους ἐζήτει τὴν εἰς αὐτὸν ἀπομνημονεύειν εὔνοιαν ἐν τῷ πίστιν καὶ εὐμένειαν τηρῆσαι πρός τε τὴν αὐτοῦ σύζυγον καὶ τὸν παῖδα, καὶ διαφυλάτ τειν τούτοις τὴν βασιλείαν ἀνεπιβούλευτον. ἐπικλασθέντων δὲ τῶν συνηθροισμένων τοῖς ἐλεεινοῖς τούτοις ῥήμασι τοῦ βασιλέως ὀδυρμὸς ἤρθη καὶ κωκυτὸς παρὰ πάντων· καὶ πάντες θεοκλυ τοῦντες ηὔχοντο μὲν τῷ βασιλεῖ ὑγείαν τε καὶ ζωήν, εἰ δ', ὅπερ ἀπευκτὸν ἦν αὐτοῖς, θάνατος, ἔλεγον, ἐπακολουθήσει, ὑπὲρ τῆς αὐτοῦ γαμετῆς σφῶν δὲ δεσποίνης καὶ τῶν παίδων ὑπισχνοῦντο καὶ αὐτάς, εἰ δεήσοι, προέσθαι τὰς ψυχὰς καὶ τηρῆσαι τούτοις τὴν βασιλείαν ἀδιαλώβητον. καὶ οἱ μὲν κατεπηγγείλαντο ταῦτα, ὁ δὲ βασιλεὺς Θεόφιλος ὑπὸ τῆς νόσου τελείως τακεὶς καὶ μικρὸν ἐπιβιοὺς τὸ κοινὸν ἀνεπλήρωσεν ὄφλημα, ἐπὶ δώδεκα ἔτεσι καὶ μησὶ τρισὶ τὴν βασιλείαν ἰθύνας. ἐπεὶ δέ, ὡς φθάσας ὁ λόγος 2.139 ἐδήλωσε, χώραν ἔσχον οἱ διαβάλλοντες τὸν Θεόφοβον ἀπὸ τῶν εἰρημένων αἰτιῶν, ὡς ἔγνω ὁ Θεόφιλος τὸ τέλος τῆς αὐτοῦ βιο τῆς, ἐν δεσμωτηρίῳ τίθησι τὸν Θεόφοβον ζοφωδεστάτῳ κατὰ τὸν Βουκολέοντα. καὶ ἤδη τοῦ τέλους ἐγγίζοντος προσέταξεν ἀποτε μεῖν τούτου τὴν κεφαλὴν καὶ αὐτῷ ἐνεγκεῖν. ἥνπερ δεξάμενος, καὶ ταῖς χερσὶ τῶν τριχῶν ἐπαφώμενος, ἔσχατον εἶπε λόγον, ὡς ἀπὸ τοῦ νῦν οὔτε ἐγὼ Θεόφιλος οὔτε σὺ Θεόφοβος. τινὲς δὲ τῷ Ὀρύφᾳ δρουγγαρίῳ τῆς βίγλας τυγχάνοντι ἀνατιθέασι τὴν τοῦ Θεοφόβου σφαγήν, αὐθαιρέτως αὐτὴν ἐργασαμένῳ μηδενὸς κε λεύσαντος. Καταστρέψαντος δὲ τοῦ Θεοφίλου τὴν ζωὴν ὁ παῖς αὐτοῦ Μιχαὴλ τὰ σκῆπτρα τῆς βασιλείας ἀναδέχεται σὺν τῇ μητρὶ Θεο δώρᾳ, ἐπιτρόπους ἔχων καὶ ῥυθμιστὰς οὓς αὐτῷ ἐνδιαθήκως ἐπέστησεν ὁ πατήρ, τόν τε μάγιστρον Μανουὴλ καὶ δομέστικον χρηματίσαντα τῶν σχολῶν, καὶ τὸν πατρίκιον Θεόκτιστον καὶ λο γοθέτην τοῦ δρόμου. οἳ παραχρῆμα τοῦ θανεῖν τὸν Θεόφιλον ἐξελθόντες εἰς τὸν ἱππόδρομον, κἀκεῖσε τὸν δῆμον ἐκκλησιάσαν τες, λόγους τε διῆλθον τῆς πρὸς αὐτοὺς εὐνοίας ἀναμιμνήσκοντες τοῦ τελευτήσαντος βασιλέως, καὶ ἐπαγωγὰ πολλὰ καὶ θελκτήρια λέξαντες τὴν τῶν ἀκουόντων εὐμένειαν ἐπεσπάσαντο, τὸ ἑαυτῶν ὑποσχομένων ἐκχέαι αἷμα ὑπὲρ τῆς σωτηρίας τοῦ βασιλέως Μιχαήλ. καὶ ὅρκοις εὐθὺς ἐνεπέδουν τοὺς λόγους. ἐγκρατοῦς δὲ τῆς βασιλείας σὺν τῷ υἱῷ γενομένης τῆς Θεοδώρας, εὐθὺς καὶ 2.140 ἐκ προοιμίων ὑποθήκαις ἀνδρῶν εὐσεβῶν τὰ τῆς αἱρέσεως ἀνεσκοπεῖτο τῶν εἰκονομάχων, ἀπὸ τῆς βασιλείας Λέοντος τοῦ ἐξ Ἀρμε νίων καὶ μέχρι τῆς τελευτῆς Θεοφίλου τὴν ὑπὸ Ῥωμαίους διανε μομένης. συνεπετίθετο δὲ τῇ καθαιρέσει ταύτης καὶ ὁ Θεόκτι στος. ὁ δὲ Μανουὴλ ἐπί τινα καιρὸν ὀκλάζων ἦν, οὐδεὶς δὲ παρρησιάζεσθαι ἐτόλμα, εἰς τοὐμφανὲς ἐνεγκεῖν λόγον περὶ τῆς ταύτης
PG 121:1023καταστροφῆς, τοῦ πλείστου μέρους τῆς συγκλήτου καὶ τῆς συνόδου καὶ αὐτοῦ τοῦ πατριάρχου τῇ αἱρέσει κατεσχημένων. μόνος δὲ τοῦτο ἐτόλμησε κινηθεὶς ἐκ θείας ἐνεργείας ὁ Μανουήλ. πρότερον μὲν γάρ, ὡς εἴρηται, ἐνδοιάζων ἦν περὶ τὴν τῶν σεπτῶν εἰκόνων προσκύνησιν, ὕστερον δὲ ταύτην ἠσπάσατο ἐκ τοιαύτης αἰτίας. νόσῳ κατεσχέθη χαλεπωτάτῃ, καὶ ἀπέγνωστο αὐτῷ ἡ ζωή, πάσης ἰατρικῆς τέχνης ἀποκαμούσης. ἦλθον οὖν τινὲς εἰς αὐτόν, ἀκηκοότες τοῦτον τεθνάναι, εὐλαβεῖς μοναχοὶ ἀπὸ τῆς τοῦ Στουδίου μονῆς· προσεγγίσαντες δὲ τῇ κλίνῃ, καὶ γνόντες αὐτὸν ἔτι ζῆν τε καὶ ἐμπνεῖν, εὐαγγελίζονται ζωὴν αὐτῷ καὶ ἀνάρ ρωσιν καὶ πρὸς τὴν ἔμπροσθεν ὑγίειαν ἀποκατάστασιν. ὁ δὲ πρότερον μὲν διηπίστει· ὅμως ἐνισταμένων τῶν θείων ἀνδρῶν, καὶ μὴ ἐνδοιάζειν λεγόντων πρὸς τὴν δωρεὰν καὶ δόξαν τοῦ θεοῦ τὴν ἀποκαλυφθεῖσαν αὐτοῖς, μικρὸν ἀνενεγκὼν τῆς νόσου οὕτως φησὶ πρὸς αὐτοὺς λεπτῷ καὶ ἀδρανεῖ τῷ ἄσθματι "καὶ πῶς ἔσται μοι τοῦτο, ὦ θεῖοι πατέρες; αἱ ψυχικαὶ δυνάμεις ἀπολελοίπασι, τὸ σῶμα τέλεον ἐξησθένηκε καὶ κατέσκληκεν. ἐγὼ δὲ κεῖμαι τετα 2.141 ριχευμένος καὶ σκελετός, ἐν οὐδενὶ διαφέρων ἑτέρῳ τῶν τεθνηκό των ἢ μόνῳ τῷ ἀναπνεῖν. τίς οὖν ἐλπὶς ἢ ποῖος λόγος ἔσεται ὁ πείσων με ἀναρρωσθῆναι καὶ εἰς τὴν προτέραν εὐεξίαν ἐλθεῖν;" ὑπολαβόντες οὖν οἱ ὁσιώτατοι ἔφησαν πρὸς αὐτόν "πάντα δυνατὰ καὶ οὐδὲν ἀδυνατεῖ τῷ θεῷ. εἰ γοῦν σπουδάσεις ἀναρρωσθεὶς τὴν τῶν εἰκονομάχων ἀποσβέσαι πυρκαϊὰν καὶ τὰς ἱερὰς εἰκόνας κατὰ τοὺς παλαιοὺς καὶ πατρικοὺς θεσμοὺς ἀναστηλῶσαι, εὐαγγελιζόμεθά σοι τὴν ζωήν." εἶπον καὶ ὑπεχώρησαν. Καὶ εὐθὺς ἥ τε νόσος ἐρράϊσε καὶ αἱ φυσικαὶ ἐνέργειαι ἀκωλύτως ἐπετελοῦντο, καὶ ἐν βραχεῖ τῷ χρόνῳ τελείαν τοῦ ἀρρωστήματος ἐσχήκει ἀπαλ λαγήν. ῥᾴων δὲ τῆς νόσου γενόμενος, ἐξιππασάμενος εὐθὺς ἄπεισι πρὸς τὸ παλάτιον καὶ εἴσεισι πρὸς τὴν βασιλίδα, καὶ πάντα τρόπον αὐτὴν παρεκίνει τὰς θείας ἀναστηλῶσαι εἰκόνας, πάλαι καὶ αὐτὴν ἀφορμῆς δράξασθαι γλιχομένην, διὰ παντὸς ἐρεθιζομένην καὶ παρὰ τῆς οἰκείας μητρὸς εἰς τοῦτο καὶ τῶν μη τραδέλφων τῶν πατρικίων. ὅμως δὲ ἀντέπιπτεν ἡ Θεοδώρα τοῖς λόγοις τοῦ Μανουήλ, εἴτε τοὺς πρὸς τὸν ἄνδρα ὅρκους εὐλαβου μένη, εἴτε, ὡς ἔφαμεν, καὶ τὸ πλῆθος δεδοικυῖα τῶν τῇ αἱρέσει κατειλημμένων. ἐγκειμένου δὲ τοῦ Μανουὴλ ἔφη ἡ Θεοδώρα ὡς ὁ ἐμός, ὦ μάγιστρε, ἀνήρ τε καὶ βασιλεὺς ἀκριβείας ἦν ἐραστής, καὶ οὐδὲν ἀπερισκέπτως ἔπραξε πώποτε, καὶ τοῦτο τὸ δόγμα, εἰ μὴ ἀπηγορευμένον ἦν τοῖς ἱεροῖς νόμοις καὶ ταῖς ἁγίαις γραφαῖς, 2.142 οὐκ ἂν ἐξῶσε τῆς ἐκκλησίας. ταῦτα δὲ ἐκείνης εἰπούσης, ταχεῖαν ἠπείλησεν αὐτῇ καταστροφὴν τῆς ζωῆς καὶ τῆς βασιλείας ἔκπτωσιν, καὶ οὐκ αὐτῇ μόνον ἀλλὰ καὶ τῷ ταύτης υἱῷ, εἰ μὴ τὸν θεῖον κόσμον τῶν ἱερῶν εἰκόνων ἀποδοίη ταῖς ἐκκλησίαις. τούτου τοῖς λόγοις εἴτε ἐκδειματωθεῖσα, εἴτε καὶ ἄλλως ἀρεσκομένη, ὡς εἴ πομεν, ἡ βασιλὶς ὅλη τοῦ ἔργου γίνεται. καὶ εὐθὺς ἀγείρεσθαι ἐν τοῖς σκηνώμασι τοῦ Θεοκτίστου προσέταττε πάντας τοὺς ἐπὶ συνέσει καὶ λόγῳ κεκοσμημένους ἔκ τε τῆς συνόδου καὶ τῆς συγ κλήτου, καὶ λόγους κινεῖν καὶ προβάλλεσθαι περὶ ὀρθοδοξίας. πάντων δὲ ὡς ἔπος εἰπεῖν συναθροισθέντων καὶ λόγων πολλῶν ῥυέντων, καὶ μαρτυριῶν ἀπὸ τῆς θείας γραφῆς παραχθεισῶν οὐκ ὀλίγων, τὸ εὐσεβὲς ὑπερίσχυσε μέρος καὶ δόγμα γέγονε τὰς θείας παραχρῆμα ἀναστηλοῦσθαι εἰκόνας, τῶν ἀρχιερέων καὶ μοναχῶν καὶ συγκλητικῶν, ὅσοι τῷ πάθει κατείχοντο πρότερον, τῶν πλειό νων τὸ κρεῖττον μεταμαθόντων καὶ μεταστοιχειωθέντων πρὸς τὴν ἀλήθειαν, ὅσοις δὲ δευσοποιὰ καθίκετο ἡ τῆς εὐσεβείας βαφὴ καὶ ἀμεταθέτως εἶχον, ἀπεληλαμένων τῆς πόλεως καὶ ὑπερορίαις παραπεμφθέντων. καθῃρέθη δὲ καὶ ὁ δυσσεβὴς πατριάρχης Ἰαννῆς, καὶ τοῦ ἀρχιερατικοῦ θρόνου ἀπηλάθη δι' ἀποστολῆς ἀξιολόγων ἀνδρῶν τῶν εἰς φυλακὴν τεταγμένων τοῦ παλατίου. οἷς πρότερον μὲν κατελθεῖν οὐκ ἐπείθετο, οὐδ' ἑκών γε
PG 121:1027αὐτοῖς τῆς ἐκκλησίας ἐκστῆναι διεβεβαιοῦτο· ὡς δ' οὗτοι ὑποστρέψαντες 2.143 πρὸς τὴν πέμψασαν βασιλίδα γνώριμα τεθείκασι τὰ τῆς ἀπει θείας, ὁ πατρίκιος θᾶττον ἐκπέμπεται Βάρδας, ὁ τῆς δεσποίνης ἀδελφός, τοῦ χάριν πευσόμενος μὴ τῇ ὀρθοδόξῳ πίστει τοῦ πατριαρχείου οὐκ ἀπανίσταται. ὁ δὲ Ἰαννῆς πανοῦργος ὢν καὶ συκοφαντίας ῥάψαι εἴπερ τις εἰδώς, μολίβδῳ καταστίξας τὴν ἑαυτοῦ γαστέρα καὶ τὰ νῶτα καὶ τοὺς γλουτοὺς ὡς δοκεῖν μαστι χθῆναι παρά τινων, καὶ παρὰ τῶν πεμφθέντων ταῦτα παθεῖν κεκραγὼς βαρβαρικῶς ἐπιθεμένων αὐτῷ, καὶ μᾶλλον παρὰ Κων σταντίνου τοῦ δρουγγαρίου τῆς βίγλας, ἠντιβόλει συγχωρηθῆναι πρὸς μικρόν, ἔστ' ἂν ἀφανισθεῖεν αὐτοῦ τὰ στίγματα. καὶ ὁ μὲν Ἰαννῆς ταῦτα, ὁ δὲ Βάρδας τοῦ σκαιωρήματος ἀπελεγχθέντος εἰς θυμὸν κινηθεὶς καὶ ἄκοντα τοῦτον τοῦ πατριαρχείου κατάγει. οὗ καταχθέντος ἡ δέσποινα ἀντεισήγαγε τὸν ἱερὸν καὶ θεῖον Με θόδιον, ἔτι τῆς ὁμολογίας καὶ τῆς μαρτυρίας ἐν τῇ σαρκὶ τὰ στίγματα περιφέροντα, ἁπάντων τῶν εὐσεβῶν ἱερέων, λαϊκῶν τε καὶ μοναχῶν, ἀλλὰ καὶ τῶν ἐν τοῖς ὄρεσιν ἀσκουμένων μετὰ πολ λῆς τῆς περιχαρείας ἀποδεξαμένων τὴν προβολήν, καὶ ἀθρόον τὴν βασιλίδα καταλαβόντων καὶ ὁμοφώνως αἰωνίῳ ἀναθέματι παραδεδωκότων τὴν αἵρεσιν τῶν εἰκονομάχων. ταῦτα μὲν ἐν προοιμίοις τῇ ἀοιδίμῳ Θεοδώρᾳ καὶ τῷ ταύτης υἱῷ κατεπράχθη τὰ κατορθώματα· ὁ δὲ ἀνίερος Ἰαννῆς ἐν μοναστηρίῳ τινὶ κατειρ 2.144 χθείς, καὶ ἔν τινι μέρει τούτου ἀνεστηλωμένην θεασάμενος εἰκόνα Χριστοῦ τοῦ θεοῦ καὶ τῆς θεομήτορος καὶ τῶν ἀρχαγγέλων, τῷ ἑαυτοῦ διακόνῳ προσέταξεν ἀναβάντι τῶν σεβασμίων εἰκόνων ἀνο ρύξαι τοὺς ὀφθαλμούς, εἰπὼν μὴ ἔχειν αὐτοὺς τὴν τοῦ ὁρᾶν δύ ναμιν. ὡς οὖν ἐπύθετο ταῦτα ἡ εὐσεβὴς δέσποινα, ζήλῳ θείῳ ἐκπυρωθεῖσα τοὺς αὐτοῦ προσέταξε διορυχθῆναι ὀφθαλμούς. ἀλλὰ τοῦτο μὲν οὐκ ἐγένετο μεσιτευσάντων τινῶν, δορυφόρους δ' ἐκπέμψασα μάστιξιν αὐτὸν κατῃκίσατο λώρων διακοσίων. Ἤνεγκε δὲ τὸν Ἰαννῆν τοῦτον ἡ μεγαλόπολις αὕτη καὶ πασῶν προκαθημένη τῶν πόλεων, τῆς τῶν Μωροχαρζανίων καταγόμενον γενεᾶς. ἁψάμενον δὲ ἤδη καὶ γεροντικῆς ἡλικίας ἡ μονὴ τῶν καλλινίκων μαρτύρων Σεργίου καὶ Βάκχου ὥσπερ τινὰ δράκοντα ἐν ἐκκλησίᾳ φωλεύσαντα εἶχεν ἡγούμενον ἐν αὐτῇ, ἐν δὲ ταῖς κατὰ μικρὸν γενόμενον ἀναβάσεσι τῇ τε τῶν εἰκονομάχων ἀθέῳ αἱρέσει ἰσχυρῶς προστετηκότα καὶ γοητείαις προσανέχοντα καὶ λεκανομαν τείαις διὰ βίου παντός, διαφερόντως ἀγαπηθέντα τῷ πατρὶ Θεο φίλου Μιχαὴλ τῷ τραυλῷ εἴτε τῷ κοινωνεῖν τῆς αὐτοῦ αἱρέσεως εἴτε καὶ τῷ λογιότητι κτήσασθαι δόξαν, τοῦ Θεοφίλου δὲ διδά σκαλον γεγονότα. καὶ ἐπεὶ οὗτος τὰς τῆς βασιλείας κατέσχεν ἡνίας, σύγκελλον μὲν τοῦτον τιμᾷ πρῶτον, εἶθ' ὕστερον καὶ πα τριάρχην ἀποκαθίστησι Κωνσταντινουπόλεως, προγνώσεις τινὰς διὰ λεκανομαντείας καὶ γοητείας αὐτῷ ἀπαγγέλλοντα. κατέτρεχέ 2.145 ποτε τὰ Ῥωμαίων ἔθνος ἄπιστον καὶ σκληρόν, ὑφ' ἡγεμόσι τρισὶ στρατηγούμενον· καὶ ὡς εἰκὸς ἐπὶ τούτῳ τοῦ Θεοφίλου ἀνιωμένου, ἀποθέσθαι τὴν ἀθυμίαν ὁ Ἰαννῆς παρεκάλει καὶ θάρσους πληρω θῆναι, εἴγε μόνον τῇ αὐτοῦ συμβουλῇ πειθαρχήσειεν. ἡ δὲ συμ βουλὴ τοιαύτη ἦν. ἐν τοῖς εἰς τὸν εὔριπον τοῦ ἱππικοῦ ἱσταμένοις χαλκοῖς ἀνδριᾶσι καί τις ἀνδριὰς ἵστασθαι ἐλέγετο τρισὶ διατυπούμενος κεφαλαῖς. προστάττει τοίνυν ὁ Ἰαννῆς ἰσαρίθμους σφύρας χαλκευθῆναι ταῖς κεφαλαῖς, ἀνδράσι τε ταύτας ἐγχειρι σθῆναι κατὰ χεῖρα γενναίοις, κατά τινα δὲ τεταγμένην ὥραν νυ κτερινὴν ἅμα αὐτῷ γενέσθαι πρὸς τὸν εἰρημένον ἀνδριάντα, καὶ ἡνίκα τούτοις κελεύσειε, παίειν ἰσχυρῶς ταῖς σφύραις τὰς κεφα λάς, μέχρις ἂν κατενεχθεῖεν εἰς γῆν ὡς ἐξ ἑνὸς κρούματός τε καὶ πλήξεως. ἡσθεὶς οὖν τοῖς λόγοις ὁ βασιλεὺς οὕτω γενέσθαι προσέταξε. Καὶ γενομένων ἐκεῖσε τῶν ἀνδρῶν ἅμα τῷ Ἰαννῇ πόρρω νυκτῶν (ἦν δ' ὁ Ἰαννῆς μετὰ λαϊκοῦ τοῦ σχήματος, ἵνα μὴ κατάφωρος γένηται) τοὺς στοιχειωτικοὺς
PG 121:1029λόγους ἐπειπὼν καὶ τὴν ἐνοῦσαν δύναμιν ἐν τῷ τοιούτῳ ἀνδριάντι ἀφελόμενος παίειν τοὺς ἄνδρας ἐκέλευε νεανικῶς τε καὶ ἰσχυρῶς. καὶ οἱ μὲν δύο ἰσχυροτάταις χρησάμενοι ταῖς καταφοραῖς τὰς δύο τοῦ ἀνδριάντος ἀπέκοψαν κεφαλάς, ὁ τρίτος δὲ μαλακωτέραν ποιήσας τὴν πλη γὴν μικρὸν μὲν κατέκλινεν, οὐ μὴν καὶ ὅλην τοῦ σώματος ἀπέτεμε τὴν κεφαλήν. οἷς δὴ παραπλησίως καὶ τὰ κατὰ τοὺς ἡγεμόνας τοῦ ἔθνους ἐπηκολούθησε· στάσεως γάρ τινος κραταιᾶς ἐπεισπεσούσης τῷ γένει, ταύτῃ δὲ καὶ μάχης ἐμφυλίου ἐπακολουθησάσης, 2.146 οἱ δύο τῶν ἡγεμόνων πίπτουσιν, ἐπλήγη δὲ καὶ ὁ τρίτος, οὐ μήν γε καιρίως, ἤργησε δ' ὅμως ἐκ τῆς πληγῆς, καὶ οὕτως τὸ ἔθνος ἠσθενηκὸς οἴκαδε ἀπενόστησε. καὶ τὰ μὲν τῆς γοητείας οὕτως. Τῷ δὲ γόητι τούτῳ Ἰαννῇ ἀδελφὸς ἦν σαρκικός, ὄνομα τῷ ἀνδρὶ Ἀρσαβήρ, τὴν τύχην πατρίκιος. τούτῳ προάστειον ἦν κατὰ τὸ εὐώνυμον μέρος τοῦ Στενοῦ, ἔγγιστα τῆς μονῆς τοῦ ἁγίου Φωκᾶ, οἰκοδομὰς ἔχον πολυτελεῖς, στοάς τε καὶ βαλανεῖα καὶ διατριβὰς ἄλλας ἐπιτερπεῖς. ἐκεῖσε δὲ ὁ γόης συχνὰς ποιῶν τὰς καταγωγάς, ὑπόγαιόν τι κατασκευάσας ἐνδιαίτημα καὶ τῷ Τρο φωνίου παρόμοιον, ὄπισθεν δὲ πυλίδας δημιουργήσας εἴσω τοὺς θέλοντας παραπέμπειν, τοὺς βουλομένους ἐδέχετο ἐν ἐκείνῳ τῷ πονηρῷ ἐργαστηρίῳ, καὶ νῦν μὲν ἐταμιεύοντο θαλαμηπολούμεναι μονάζουσαί τε καὶ ἄλλως γυναῖκες τῷ κάλλει διαπρεπεῖς, αἷς συνεφθείρετο, νῦν δὲ ἡπατοσκοπίαι καὶ λεκανομαντεῖαι καὶ γοη τεῖαι καὶ νεκυομαντεῖαι ἐνηργοῦντο, δι' ὧν πολλάκις συνεργείᾳ δαιμόνων τινὰ τῶν μελλόντων προέλεγεν. ἀλλὰ τοῦτο τὸ κτῆμα ἐλθὸν ὕστερον εἰς τὸν παρακοιμώμενον εἰς ἔδαφος καταστρέφεται, καὶ εἰς μονὴν κατεσκευάσθη ἐπ' ὀνόματι Φωκᾶ τοῦ μεγαλομάρ τυρος. Καθαιρέσει δέ, ὡς εἴπομεν, οὗτος καὶ οἱ τούτου μέτοχοι καθυποβληθέντες οὐδ' οὕτως ἡσυχίαν ἦγον, ἀλλὰ κατὰ τῶν ἁγίων ἔτι ἐνεανιεύοντο εἰκόνων καὶ πονηρὰ κατὰ τῶν εὐσεβῶν ἐμε 2.147 λέτων. συκοφαντίαν γὰρ ῥάψαντες κατὰ τοῦ μεγάλου Μεθοδίου ἐπειρῶντο διαβάλλειν τὸν ἀνεπίληπτον καὶ οὕτω τὸν ὀρθόδοξον λυπῆσαι λαόν. χρυσίου γὰρ πολλοῦ ὑποφθείραντές τινα γυναῖκα καὶ ὑποσχέσεσιν, εἰ μόνον τούτοις συμφήσειε (μήτηρ δὲ τὸ γύ ναιον ἦν Μητροφάνους τοῦ μετέπειτα Σμύρνης προεδρεύσαντος), πείθουσι κατειπεῖν τοῦ ἁγίου πρός τε τὴν δέσποιναν καὶ τοὺς ἐπι τρόπους τοῦ βασιλέως ὡς εἴη αὐτῇ πεπλησιακώς. βῆμα γοῦν εὐθέως φρίκης μεστὸν ἐκ πολιτικῶν καὶ ἱερῶν ἀνδρῶν συγκροτού μενον. παρῆσαν οἱ εὐσεβεῖς κατηφείας καὶ λύπης πεπληρωμένοι, οὐκ ἀπῆσαν οἱ ἀσεβεῖς μῶμον ἐκ τῆς πράξεως οὐ τὸν τυχόντα προστριβῆναι τῇ τῶν ὀρθοδόξων ἐκκλησίᾳ οἰόμενοι. παρῆσαν οἱ συκοφάνται μέγα φρονοῦντες ὡς τάχα τῆς κατηγορίας πρόχειρον ἐχούσης τὸν ἔλεγχον. παρῆγον εἰς μέσον τὸ γύναιον, καὶ ἃ ἐδι δάχθη τοῖς δικάζουσιν ἐθριάμβευεν. ἐσκυθρώπαζον οἱ δικασταί, καὶ τῶν ἄλλων πλέον ὁ μάγιστρος Μανουήλ, εἰ δι' ἑνὸς ἀνθρώ που κινδυνεύσει τὸ τῶν ὀρθοδόξων πλήρωμα γέλως γενέσθαι τοῖς ἀντιθέτοις. τούτων πάντων ἐπαισθόμενος ὁ ἱερὸς Μεθόδιος, καὶ τοὺς μὲν ἀσεβεῖς τῶν ἐλπίδων μεταστῆσαι βουλόμενος, τοὺς δ' εὐσεβεῖς ἀπαλλάξαι τῆς κατεχούσης βαρυθυμίας καὶ τῇ ἐκκλησίᾳ μὴ λίθος γενέσθαι προσκόμματος, μηδὲν τὸν ὄχλον ὑποστειλά μενος, ἀποσεισάμενος τὴν ἀναβολὴν ἐπ' ὄψει πάντων τῶν θεω μένων ἀπογυμνοῖ τὰ αἰδοῖα ὁ πάσης αἰδοῦς καὶ τιμῆς ὄντως ἄξιος. καὶ ἐφάνη τοῖς πᾶσι ταῦτα μεμαρασμένα ἀπό τινος νόσου 2.148 καὶ τῆς φυσικῆς παντάπασιν ἐνεργείας ἄμοιρα. αἰσχύνης τὸ πρᾶγμα τοὺς χαιρεκάκους ἐνέπλησε καὶ τοὺς συκοφάντας, εὐφρο σύνης δ' ὅτι πολλῆς καὶ θυμηδίας τοὺς εὐσεβεῖς. καὶ περιλα βόντες αὐτὸν μεθ' ὑπερβαλλούσης περιχαρείας κατησπάζοντο, περιεπλέκοντο, οὐκ εἶχον ὅπως τῷ πλήθει χρήσονται τῆς χαρᾶς. καί τις τῶν γνησιωτέρων προσελθὼν ἠρέμα ἐπηρώτα τὸν πατριάρ χην, τὸν τρόπον μαθεῖν ἐθέλων τοῦ μαρασμοῦ τῶν μορίων. ἀνα λαβὼν δὲ οὗτος διηγεῖτο ἄνωθεν καὶ ἐξ ἀρχῆς, ὅτιπερ ἐν Ῥώμῃ πεμφθεὶς πρὸς τὸν πάπαν διὰ τὰς κατὰ
PG 121:1031Νικηφόρου τοῦ ἁγιωτάτου πατριάρχου ἀνεγερθείσας ἐπαγωγὰς κἀκεῖσε διάγων ἠνωχλήθην ὑπὸ τοῦ φιλοσάρκου δαίμονος, ὃς οὐκ ἐνέλιπε νύκτωρ καὶ μεθ' ἡμέραν γαργαρίζων καὶ μίξεώς μοι σαρκικῆς ἀνακινῶν ἔρωτας. ἀναφλεγόμενος δὲ τῷ πάθει, ὡς ἤδη καὶ ἡττώμενος, ἔγνων Πέτρῳ τῷ κορυφαίῳ τῶν ἀποστόλων ἀναθέσθαι ἐμαυτόν, καὶ τοῦ τον ἐξελιπάρουν ἀπαλλάξαι με τῆς σωματικῆς ταύτης ὀρέξεως. καὶ τὸν ἐπιστάντα νυκτὸς ἅψασθαι τῇ δεξιᾷ χειρὶ τῶν αἰδοίων καὶ καταπρῆσαι, ἐπειπόντα τοῦ λοιποῦ μὴ πτοεῖσθαι τὴν φιλή δονον ὄρεξιν. διυπνισθεὶς δὲ μετὰ σφοδρᾶς ἀλγηδόνος εὑρέθην ἔχων ὡς ἐθεάσασθε. ταῦτα τοῦ πατριάρχου εἰπόντος, οὐκ ἀνά σχετον ὁ Μανουὴλ νομίσας τὸ τύρευμα ἔγνω ἐξετάσει δοθῆναι τὸ γύναιον ἐφ' ᾧ διασαφῆσαι τὴν μηχανορραφίαν. ξίφος τε οὖν εὐθὺς τούτῳ ἐπανετείνετο καὶ ῥάβδοι ἐκομίζοντο ἠκανθωμέναι, καὶ οἱ δήμιοι παρειστήκεισαν εὐτρεπεῖς. οἷς ἐκδειματωθεῖσα ἡ 2.149 δύστηνος τίθησιν ἔκπυστον τὴν ἀλήθειαν, τὴν μηχανὴν ὅπως ἐρράφη, τὴν ἀπάτην ἣν ἠπατήθη διά τε τῆς δόσεως τοῦ χρυσίου καὶ τῶν πολλῶν ὑποσχέσεων, τὰ πράξαντα πρόσωπα καὶ τὴν ὅλην σκευωρίαν τοῦ δράματος. προσετίθει δ' ὅτι καὶ εἰ ἀπέλθοι τις εἰς τὴν ταύτης οἰκίαν, εὑρήσει τὸ χρυσίον ἐν βαλαντίῳ ἔν τινι κιβωτίῳ σίτου πεπληρωμένῳ. εὐθὺς οὖν ἀποστέλλεταί τις τῶν δορυφόρων, καὶ τὸ χρυσίον ἤχθη, καὶ ἠλέγχθη τὸ δραματούρ γημα. καὶ κἂν οἱ συκοφάνται ταῖς προσηκούσαις ποιναῖς παρεδό θησαν, εἰ μὴ ἀνεξικάκως ὁ πατριάρχης ἀφεθῆναι τούτοις τὸ ἔγκλημα ἐξῃτήσατο, τὸν οἰκεῖον δεσπότην μιμούμενος, τοῦτο μόνον εἰς ἔκτισιν λαβὼν καὶ τιμωρίαν, τὸ ἀνὰ πᾶν ἔτος κατὰ τὴν τῆς ὀρθοδοξίας πανήγυριν αὐτὸς μὲν μετὰ λαμπάδων ἀπὸ τοῦ ἐν Βλαχέρναις τῆς παναχράντου ναοῦ πρὸς τὸν θεῖον τῆς ἁγίας σοφίας ἀφικνεῖσθαι ναόν, αὐτοὺς δὲ οἰκείοις ἐνηχεῖσθαι ὠσὶ τὸ ἀνάθεμα. ὃ καὶ μέχρι τῆς αὐτῶν ἐταμιεύθη ζωῆς. καὶ ἡ μὲν τῶν εἰκονομάχων αἵρεσις τοιοῦτον ἔσχε τὸν τρόπον τῆς κα ταλύσεως, ἡ δὲ τῶν ὀρθοδόξων ἐκκλησία τὸν οἰκεῖον ἀπέλαβε κόσμον, τὴν τῶν σεπτῶν εἰκόνων ἀναστήλωσιν. Ταύτην τῆς ὀρθοδοξίας τὴν ἑορτὴν ἄγουσά ποτε ἡ μακαρῖ τις βασίλισσα Θεοδώρα τὸ πλήρωμα εἱστία τῆς ἐκκλησίας εἰς τὸ ἐν τῇ τοποθεσίᾳ τῶν Καριανοῦ ἀνάκτορον. ἠριθμοῦντο τοῖς ἑστιάτορσι καὶ Θεοφάνης καὶ ὁ τούτου ὁμαίμων Θεόδωρος οἱ γραπτοί. τῆς εὐωχίας δὲ παρακμαζούσης καὶ τῶν τραγημάτων, 2.150 πλακούντων δηλαδὴ καὶ πεμμάτων, παρατιθεμένων, συνεχῶς ἡ βασίλισσα εἰς τὰ τῶν πατέρων ἐνατενίζουσα πρόσωπα καὶ τὰ ἐνε στιγμένα τοῖς προσώποις αὐτῶν καταμανθάνουσα γράμματα στε ναγμοὺς ἠφίει καὶ δάκρυα. εἷς δὲ τῶν πατέρων καταφωράσας τοῦτο τὴν αἰτίαν ἤρετο τῆς εἰς αὐτοὺς συχνῆς ἀτενίσεως. τῆς δὲ εἰπούσης "τὴν καρτερίαν ὑμῶν θαυμάζω, ὅπως ἐγκολαφθῆναι τοῖς προσώποις ὑμῶν τοσαῦτα ὑπεμείνατε γράμματα, ταλανίζω δὲ καὶ τὴν τοῦ ταῦτα δράσαντος εἰς ὑμᾶς ἀπήνειαν," ὑπολαβὼν ὁ μακαρίτης Θεοφάνης "ὑπὲρ ταύτης ὦ δέσποινα τῆς γραφῆς" εἶπεν "ἐν τῷ τοῦ θεοῦ ἀδεκάστῳ βήματι δικασόμεθα σὺν τῷ ἀνδρί σου καὶ βασιλεῖ." ἐπλήγη σὺν τῷ λόγῳ τὴν καρδίαν ἡ δέσποινα, καὶ μετὰ δακρύων ἔφη πρὸς τὸν ἅγιον "καὶ αὕτη ἐστὶν ἡ ὑπόσχεσις ὑμῶν καὶ αἱ δι' ἐγγράφων ὁμολογίαι, ὡς μὴ μόνον οὐ συγκεχω ρηκέναι ἀλλὰ καὶ πρὸς ἀγῶνας καλεῖν;" ἀνακαλούμενος δὲ ταύτην ὁ πατριάρχης καὶ ὁ λοιπὸς τῶν ἀρχιερέων ἐσμός, καὶ τὸ πολὺ τῆς λύπης ἐπικουφίζοντες, ἀναστάντες εὐθὺς ἔφησαν "αἱ μὲν ἡμέ τεραι ὦ βασιλὶς ὁμολογίαι τε καὶ συνθῆκαι ἀδιάπτωτοι καὶ ἀμετα κίνητοι, τούτου δὲ τὴν ὀλιγωρίαν ἐᾶν χαίρειν καλόν." οὕτω μὲν κατεπραΰνθη τῆς δεσποίνης τὸ ἄλγος· ἀνεφύη δέ τις τηνικαῦτα αἵρεσις ἡ τῶν Ζιλίκων λεγομένη, ἥτις ἅμα τῷ ἀρχηγῷ Ζίλικι τοὔνομα, ἐν τοῖς ἀσηκρήταις τελοῦντι, ἀπέσβη καὶ διερρύηκεν, αὐτοῦ τε καὶ τῶν ἑπομένων αὐτῷ μετενεχθέντων εἰς θεοσέβειαν καὶ τῷ θείῳ μύρῳ χρισθέντων τε καὶ τελειωθέντων. καὶ τὰ μὲν κατὰ τὴν πόλιν ἐφέρετο τῇδε.
PG 121:10352.151 Βόγορις δὲ ὁ Βουλγάρων ἀρχηγός, γυναῖκα ἄρχειν Ῥω μαίων ἀκηκοὼς μετὰ παιδὸς ἁπαλοῦ, εἰς θράσος ᾔρετο· ὅθεν καί τινας ἀγγέλους ἀπέστειλε πρὸς τὴν βασιλίδα, ἀπειλῶν λύειν τὰς συνθήκας καὶ εἰσβολὴν ποιεῖσθαι κατὰ Ῥωμαίων. ἡ δὲ βασιλὶς μηδὲν ἀγεννὲς μηδὲ γυναικεῖον ἐννοήσασα "καὶ ἐμὲ εὑρήσεις" μηνύει "ἀντιστρατεύουσαν, θεοῦ δὲ νεύσει καὶ κατισχύουσαν. εἰ δ', ὅπερ οὐκ ἔνι, ὑπερέξεις αὐτός, καὶ οὕτως ἡ νίκη ἐμή· γυναῖκα γὰρ ἔσῃ, ἀλλ' οὐκ ἄνδρα νενικηκώς." οἷς ὁ βάρβαρος διαταραχθεὶς ἡσυχίαν ἠσπάσατο καὶ τὰς προηγησαμένας ἀνενέου σπονδάς. διεπρεσβεύσαντο δὲ ἀλλήλοις πάλιν ἥ τε βασιλὶς καὶ ὁ ἄρχων, ἡ μὲν περί τινος Θεοδοσίου τοῦ ἐπίκλην Κουφαρᾶ, ἀξιο λόγου ἀνδρὸς καὶ χρησίμου τῷ πολιτεύματι, αἰχμαλώτου ὄντος ἐν Βουλγαρίᾳ, ὁ δὲ περὶ τῆς οἰκείας ἀδελφῆς, κατά τινα προνομὴν ληφθείσης καὶ τοῖς βασιλείοις διατριβούσης. αὕτη γὰρ πρὸ πολλοῦ ἀχθεῖσα αἰχμάλωτος, τὰ Χριστιανῶν τε μυηθεῖσα καὶ γραμμάτων μετασχοῦσα κατὰ τὸν τῆς αἰχμαλωσίας καιρόν, ἄρτι τε τῆς αἰχμαλωσίας ἀπολυθεῖσα, οὐ διέλιπε πρὸς τὸν ἀδελφὸν τὰ Χριστιανῶν ἐκθειάζουσα καὶ τῇ αὐτοῦ καρδίᾳ πίστεως καταβάλ λουσα σπέρματα, προμυηθέντος ἤδη παρὰ τοῦ Κουφαρᾶ τὰ θεῖα μυστήρια. τοῦ ἀλλαγίου δὲ γενομένου καὶ τῆς γυναικὸς ἀποδοθείσης τῷ ἀδελφῷ, ἀντιδοθέντος δὲ τῇ δεσποίνῃ τοῦ Κου φαρᾶ, εἰ καὶ προενήχητο ὁ ἄρχων καὶ προετελέσθη τὰ θεῖα, ἀλλ' ἔτι τὴν αὐτὴν ἐφύλαττε ἀπιστίαν, τῆς οἰκείας θρησκείας ἐξηρτημένος. λιμοῦ δὲ σφοδροῦ τὴν χώραν τῶν Βουλγάρων 2.152 κατεσχηκότος, καὶ πάσης βοηθείας ἀργούσης, τὸν τῶν Χριστια νῶν ὁ ἄρχων εἰς βοήθειαν ἐπεκαλεῖτο θεὸν τὸν ὑπὸ τοῦ Κουφαρᾶ καὶ τῆς αὐτοῦ ἀδελφῆς αὐτῷ μυσταγωγηθέντα. τὸ αὐτὸ δὲ τοῦτο καὶ τὸ ἔθνος ποιεῖν παρεσκεύασεν ἅπαν. καὶ τυχόντες ἀπαλλα γῆς, οὕτω δὴ πρὸς θεοσέβειαν μετατίθενται καὶ τοῦ λουτροῦ τῆς παλιγγενεσίας καταξιοῦνται, Μιχαὴλ κατονομασθέντος τοῦ ἄρ χοντος κατὰ τὸ ὄνομα τοῦ βασιλέως τῶν Ῥωμαίων παρὰ τοῦ πρὸς αὐτὸν ἀποσταλέντος ἀρχιερέως καὶ τοῦ θείου μεταδεδωκότος λου τροῦ. Συνέβη δὲ καὶ ἕτερόν τι τὸ ὁδηγῆσαν καὶ βεβαιῶσαν τὸν ἄρχοντα πρὸς εὐσέβειαν. ἀπλήστως οὗτος ἔχων πρὸς τὰ κυνη γέσια, καὶ βουλόμενος τούτοις ἐντρυφᾶν μὴ μόνον ὅτε πρὸς θήραν ἐξίοι, ἀλλὰ καὶ ὅτε σχολάζοι, διὰ ζωγραφίας ἐντρυφᾶν τοῖς τοιού τοις, οἶκον δημιουργήσας νέον Μεθόδιόν τινα μοναχὸν Ῥωμαῖον τὸ γένος, ζωγράφον τὴν τέχνην, ἐκέλευσεν ἱστορίας πληρῶσαι τὸ οἴκημα. ὥσπερ δὲ ὑπό τινος ἐπιπνοίας θείας ὁδηγούμενος οὐκ ἐπέσκηψε ῥητῶς ὁποῖα δὴ καὶ τίνα τῶν ζῴων ἐξιστορήσοι, ἀλλ' ἐκέλευε γράφειν ἅττα καὶ βούλοιτο, φοβερὰ μέντοι εἶναι τὰ γρα φόμενα καὶ πρὸς ἔκπληξιν καὶ δέος τῶν θεωμένων. ὁ δὲ μηδὲν ἕτερον εἰδὼς φρικωδέστερον τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας ταύτην ἐκεῖ καθυπέγραψεν. ἰδὼν δὲ ὁ ἄρχων ἔνθεν μὲν τῶν δι καίων τὸν χορὸν στεφανούμενον ἐκεῖθεν δὲ τὸν τῶν ἁμαρτωλῶν κολαζόμενον, καὶ παρὰ τοῦ ζωγράφου συνεὶς τὸν νοῦν τῆς ζωγραφίας, εὐθύς τε τὴν οἰκείαν ἐξόμνυται θρησκείαν, καὶ κατηχηθείς, 2.153 ὡς εἴπομεν, παρὰ τοῦ θείου ἐπισκόπου τὰ θεῖα μυστήρια ἀωρὶ τῶν νυκτῶν τοῦ θείου μεταλαμβάνει βαπτίσματος. οἱ δὲ τοῦ ἔθνους ἄρχοντες καὶ τὸ κοινὸν τὴν τῆς θρησκείας ἐγνωκότες μετα βολὴν κατεξανίστανται τοῦ ἄρχοντος καὶ ἀνελεῖν ἐσπούδαζον. τούτους δ' ἐκεῖνος μετὰ τῶν περὶ αὐτὸν ὀλίγων ὄντων τρεψάμενος, τοῦ σταυρικοῦ τύπου προηγουμένου, τῷ παραδόξῳ καταπλαγέντας χριστιανίσαι πεποίηκε. μεταβληθέντος δὲ παντὸς τοῦ ἔθνους πρὸς θεοσέβειαν, γράφει πρὸς τὴν δέσποιναν ἐξαιτῶν δοθῆναί οἱ γῆν, στενοχωρουμένων τῶν ὑπ' αὐτόν, ὑπισχνούμενος ἑνοποιῆσαι τὰ ἔθνη καὶ εἰρήνην ἐργάσασθαι ἀΐδιόν τε καὶ ἀμετάβλητον. ἡ δὲ βασιλὶς ἱλαρῶς λίαν τὴν ἱκετείαν προσήκατο, καὶ δέδωκεν ἔρημον οὖσαν τηνικαῦτα τὴν ἀπὸ τῆς καλουμένης Σιδηρᾶς, ὅριον τότε τυγχάνουσαν Ῥωμαίων τε καὶ Βουλγάρων, ἄχρι τῆς Δεβελτοῦ, ἣν οἱ Βούλγαροι Ζαγορὰν
PG 121:1037κατωνόμασαν. τοῦτον οὖν τὸν τρόπον ἡ πᾶσα Βουλγαρία μετερρυθμίσθη πρὸς θεοσέβειαν, καὶ ἡ δύσις εἰρήνης καθαρωτάτης ἀπήλαυσε. καὶ τὰ μὲν κατὰ τὴν ἑσπέραν αἰθρία εἶχε, καὶ σταθηρὰ εὐσέβεια ἐπολιτεύετο. Ἀγαλλομένη δὲ ἡ βασιλὶς ἐπὶ τῷ γεγονότι καὶ τερπομένη, καὶ οἷον ἐπαυξῆσαι τὸ καλὸν σπουδάζουσα, τοὺς κατὰ τὴν ἀνατο λὴν Μανιχαίους, οὓς δὴ καὶ Παυλικιάνους ἀπὸ τῶν αἱρεσιαρχῶν ἡ κοινολεξία οἶδε καλεῖν, μεταγαγεῖν ἐσπούδασε πρὸς θεοσέβειαν, ἢ εἰ μὴ τοῦτο, ἐξᾶραι τελέως καὶ ἀπ' ἀνθρώπων ποιῆσαι. ὃ δὴ καὶ πολλῶν συμφορῶν τὴν οἰκουμένην ἐνέπλησεν. οἱ γὰρ ἐπὶ τῷ 2.154 πρᾶξαι τὸ πρόσταγμα ἐκπεμφθέντες (ὁ τοῦ Ἀργυροῦ δὲ ἦν Λέων καὶ ὁ τοῦ Δοῦκα Ἀνδρόνικος καὶ ὁ Σούδαλις) μὴ μετρίως ἀλλ' ἀγρίως τῷ ἐπιτάγματι χρώμενοι τοὺς μὲν ξύλοις ἀνήρτων, τοὺς δὲ ξίφει παρεδίδοσαν, ἄλλους δὲ ἄλλαις κακῶν ἰδέαις παρέπεμπον, καὶ ποικίλοις καὶ παντοδαποῖς κολάσεων τρόποις ὡς δέκα μυριά δας ἀνδρῶν ἀπώλεσαν καὶ τὰς ὑπάρξεις αὐτῶν ἐδημοσίευσαν, ὡς ἐντεῦθεν τὸ λοιπὸν ἐπαναγκασθὲν πλῆθος πρὸς ἀποστασίαν ἀπι δεῖν. ἡ δὲ ἀρχὴ τῆς ἀποστασίας γέγονε τοῦτον τὸν τρόπον. ἐστρατήγει τῶν ἀνατολικῶν Θεόδοτος ὁ Μελισσηνός, ὑπηρέτει δὲ τούτῳ τὴν τοῦ πρωτομανδάτορος πληρῶν ἀρχὴν ἀνήρ τις τὴν κλῆσιν Καρβέας, τῇ πίστει τῶν Μανιχαίων κατάσχετος. οὗτος τὸν ἑαυ τοῦ πατέρα ἀνεσκολοπίσθαι μαθών, καὶ πέρα δεινοῦ τὸ πραχθὲν ἡγησάμενος, φυγὰς μετὰ καὶ ἑτέρων ὁμοπίστων πεντασχιλίων πρὸς Ἄμερα παραγίνεται τὸν τῆς Μελιτηνῆς ἀμηρᾶν, κἀκεῖθεν πρὸς τὸν ἀμερμουμνῆν. παρ' ἐκείνου δὲ μετὰ πολλῆς ἀποδε χθέντες τιμῆς, καὶ λόγους ἀσφαλείας καὶ δόντες καὶ λαβόντες, ἐξέρχονται μετ' οὐ πολὺ κατὰ τῆς τῶν Ῥωμαίων γῆς, πόλεις τε ἤρξαντο κτίζειν τὴν Ἀργαοῦν λεγομένην καὶ τὴν Ἄμαραν. καὶ ἐπεὶ πρὸς πολυανδρίαν ἐπεδίδοσαν ἀεὶ συρρεόντων τῶν διὰ τὸν φόβον ἀποκεκρυμμένων Μανιχαίων, προσέθεσαν ταῖς δυσὶ ταύ ταις πόλεσι καὶ τρίτην, ἣν Τεφρικὴν κατωνόμασαν. ἐξ ὧν ὁρ μώμενοι καὶ τῷ τῆς Μελιτηνῆς ἀμηρᾷ συμμιγνύμενοι Ἄμερι καὶ Ἀλεὶμ τῷ τῆς Ταρσοῦ, οὐκ ἔληγον ἀφειδῶς τὴν Ῥωμαίωνκατὰ 2.155 τρέχοντες καὶ λυμαινόμενοι γῆν. ἀλλ' ὁ μὲν Ἀλεὶμ ἔν τινι τῶν Ἀρμενίων χώρᾳ μετὰ τοῦ οἰκείου στρατοῦ ἀπελθὼν τὸν βίον κατέ λυσε σὺν παντὶ τῷ αὐτῷ ἑπομένῳ στρατεύματι. καὶ ὁ Ἄμερ δὲ πρὸς ἐμφύλιον ἐμπεσὼν στάσιν τοῦ συνάρχοντος αὐτῷ ἐπαναστάν τος (ὁ τοῦ Σκληροῦ οὗτος ἐλέγετο) πρὸς τοὺς οἰκείους εἶχε τὸν νοῦν καὶ ἑτέροις πολεμεῖν οὐκ ηὐκαίρει, μέχρις ἂν τὸν ἀντίπαλον καταγωνισάμενος ἀδείας ἔτυχε. τότε γὰρ ἐκεχειρίαν λαβών, καὶ ἄλλως οὐκ εἰδὼς ἠρεμεῖν, τῷ Καρβέᾳ τε ἥνωτο καὶ κατὰ Ῥωμαίων ἔξεισι παμπληθεί. ἀντιστρατεύει δὲ κατ' αὐτῶν ὁ τῆς βασιλίδος ἀδελφὸς Πετρωνᾶς, τὴν τοῦ δομεστίκου τῶν σχολῶν ἀρχὴν διοικῶν, λόγῳ μὲν τῷ πρεσβυτέρῳ αὐτοῦ ἀδελφῷ προσή κουσαν Βάρδᾳ, ἔργῳ δὲ παρ' αὐτοῦ διοικουμένην τῷ μὴ ἐκεῖνον σχολάζειν ἀλλὰ περὶ τὴν ἐπιτροπὴν τοῦ βασιλέως προσέχειν τὸν νοῦν. οὗτος τοίνυν ὁ Πετρωνᾶς στρατηγὸς τυγχάνων τῶν Θρᾳ κησίων ἀντιπαρατάττεται κατά τε Ἄμερ καὶ τοῦ Καρβέα. ὅπως δὲ συνεπλάκη καὶ οἷα ἔδρασε, κατὰ τὸν οἰκεῖον τόπον ἡ ἱστορία δηλώσει. Ὁ βασιλεὺς δὲ Μιχαὴλ ἤδη τὴν παιδικὴν παραμείψας καὶ τῆς ἀνδρικῆς ἁπτόμενος ἡλικίας ἱμείρετο τῶν πραγμάτων δι' ἑαυ τοῦ ἀντέχεσθαι, παραθηγόμενος εἰς τοῦτο παρὰ τοῦ ἐπιτρόπου καὶ θείου Βάρδα τοῦ τῆς βασιλίδος ἀδελφοῦ· οὗτος γὰρ ἔρωτα περικαῆ τῆς βασιλείας ἐσχηκὼς οὐδὲν ἄλλο ἐπραγματεύετο ἀλλ' ἢ τὰ πρὸς τὸ σπουδαζόμενον συμβαλλόμενα. ἀλλ' ἵνα σαφέστερον 2.156 τὸν λόγον τοῖς ἐντυγχάνουσι θήσωμεν, πορρωτέρω τοῦτον ἀγά γωμεν. ἐγένετο δὴ τῷ Μανουὴλ πρὸς τὸν λογοθέτην Θεόκτιστον, καὶ αὐτοῖς ἐπιτρόποις οὖσι τοῦ βασιλέως καὶ εἰς τὰ ἀνάκτορα διαι τωμένοις, διαφορά τις, ἣ καθοσιώσεως ἐγκλήματι ὑπέβαλε τὸν Μανουήλ· ὅπερ οὗτος εὐλαβούμενος, δεδιὼς δὲ καὶ τὸν φθόνον, ᾠήθη ἔξω δεῖν τοῦ
PG 121:1041παλατίου γενέσθαι καὶ τῶν συνεχῶν ἀποστῆναι ὁμιλιῶν τε καὶ διοικήσεων. κάτεισι γοῦν εἰς τὸν οἶκον αὐτοῦ, ἱδρυμένον κατὰ τὴν κινστέρναν τὴν Ἄσπαρος, ὃν καὶ εἰς σεμνεῖον ὕστερον μετεσκεύασε καὶ τὸν χοῦν ἐκεῖσε κατέθετο. ἐκεῖθεν ἑκά στοτε ἀφικνούμενος κοινωνὸς ἐγίνετο τῶν διοικήσεων. ἀποσεισά μενος δὲ ὁ Βάρδας τὸν Μανουὴλ οὐ δι' αὐτοῦ ἀλλὰ διὰ τοῦ Θεο κτίστου, ἔσπευδε καιροῦ δραξάμενος ἀνύσαι τὸ σπουδαζόμενον. ἐμπόδιον δ' ἔχειν τὸν Θεόκτιστον εἰκότως οἰόμενος, ἔσπευδε καὶ αὐτὸν ποιήσασθαι ἐκποδών, τὸ πλέον δ' ὅτι ὠνείδιζεν αὐτὸν διὰ τὴν πρὸς τὴν οἰκείαν νύμφην λαθραίαν ὁμιλίαν. ὁ δὲ τρόπος τῆς ἐγχειρήσεως εἴληφε τοιαύτην ἀρχήν. ὑπῆρχε τῷ βασιλεῖ Μιχαὴλ παιδαγωγὸς ἀνάγωγός τε καὶ πονηρός· τοῦτον τῶν βασι λικῶν ἀξιωμάτων ἀνωτέρω ἀναγαγεῖν ἠξίου ὁ βασιλεύς, καὶ εἰς μείζονα στῆσαι τιμὴν τήν τε μητέρα παρεκάλει καὶ τὸν Θεόκτιστον. οὐκ ἔπειθε δὲ τὸν Θεόκτιστον, "ἐπαξίως" λέγοντα "ἀλλ' οὐκ ἀνα ξίως τὰ τῆς βασιλείας χρὴ διοικεῖσθαι." τοῦτον οὖν τὸν παιδα γωγὸν ὄργανον ὁ Βάρδας λαβὼν πονηρὸν οὐκ ἐπαύετο ζιζάνιά τινα κατὰ τοῦ Θεοκτίστου τῇ τοῦ βασιλέως ἐνσπείρειν ψυχῇ, νῦν μὲν 2.157 λέγων ὡς οὐ καλῶς οἰκονομεῖται τὰ κοινά, νῦν δὲ ὡς βούλεται τὴν μητέρα σου ἀνδρὶ συναρμόσαι ἢ μίαν τῶν σῶν ἀδελφῶν, καὶ τοὺς σοὺς ἐξορύξαι ὀφθαλμούς, καὶ τῆς βασιλείας ἐξεῶσαι. ταῦτα δὲ πυκνῶς ἐνηχῶν προσετίθει ὡς συνετωτάτης δεῖ καὶ ταχίστης βουλῆς. ὡς δὲ πολλάκις περὶ τοῦ αὐτοῦ συνήρχοντο πράγματος καὶ σκέψεις προυτίθεσαν, ἔγνωσαν τελευταῖον τὸν Θεόκτιστον ποιήσασθαι ἐκποδών. ἐδέδοκτο ταῦτα, καὶ πέρας ἐτυπώθη τοιοῦτον δοθῆναι τοῖς βουλευθεῖσιν, ἐν τῷ μέλλειν πρὸς τὸν Λαυσιακὸν ἐξέρχεσθαι τὸν Θεόκτιστον μετὰ τὴν τῶν ἀναφορῶν διοίκησιν ἐπακολουθῆσαι μικρὸν τὸν βασιλέα, καὶ τοῦτο μόνον ἀνακραγεῖν "ἄρατε αὐτόν." ὡς οὖν ὁ Θεόκτιστος προέκυπτεν ἐξιὼν τό τε δοθὲν σύνθημα ἔγνω, φυγῇ τὴν σωτηρίαν πραγμα τεύσασθαι ᾠήθη. ἡ φυγὴ δὲ γέγονεν αὐτῷ πρὸς τὸν ἱππόδρομον κατὰ τὰ ἀσηκρητεῖα· ἐκεῖσε γὰρ τότε τοῖς ἀσηκρήταις ἦν καταγώ γιον. ἀλλ' ὑπὸ πολλῶν ὁ εἷς συλληφθεὶς μένειν κατηναγκάζετο, σπασαμένου τοῦ Βάρδα ξίφος καὶ παίσειν ἐπαπειλοῦντος τὸν κω λύσειν ἢ βοηθήσειν ἐπιχειρήσοντα. ἤγετο μὲν οὖν πρὸς τὰ Σκῦλα, φρουρᾷ τέως παραδοθησόμενος, μέχρις ἂν τὰ κατ' αὐτὸν ἀποφή νωνται. τέλος μὴ συμφέρον εἶναι κρίναντες αὑτοῖς τὸ ζῆν αὐτὸν δέει τῆς Αὐγούστης, ἐκπέμπουσί τινα τῶν τῆς ἑταιρείας γυμνὸν ἐπισεῖσαι τὸ ξίφος αὐτῷ. οὗτος ξιφήρη τὸν ἄνθρωπον ἐπιόντα ἰδὼν ὑπέδυ σκάμνον τινὰ τὴν πληγὴν βουλόμενος ἐκφυγεῖν· ἀλλὰ καιρίαν κατὰ γαστέρα πληγεὶς τῶν ἐγκάτων ἐκχυθέντων αὐτῷ 2.158 παρεδόθη θανάτῳ. καὶ ὁ μὲν Θεόκτιστος ἀνῃρέθη τοῦτον τὸν τρόπον, τὴν δὲ ἀναίρεσιν αὐτοῦ πυθόμενος ὁ Μανουὴλ εὐθὺς ἧκε πρὸς τὰ βασίλεια, καὶ ὥσπερ ἐνθουσιάσας εἰπεῖν λέγεται πρὸς τὸν Βάρδαν ξίφος γυμνώσας εἰς Θεοκτίστου φόνον, ὅπλιζε σαυτὸν εἰς σφαγὰς καθ' ἡμέραν. Μετὰ δὲ τὴν τοῦ Θεοκτίστου σφαγὴν ὁ Βάρδας τὴν τοῦ κανικλείου τιμὴν εἰς ἑαυτὸν ἀνελάμβανεν. ἡ βασιλὶς δὲ Θεοδώρα ὡς ᾔσθετο τῶν πεπραγμένων, λυσίκομός τις ἔθει καὶ ὀδυρμῶν ἐπλήρου τὰ βασίλεια, ἀμφοτέρους τε τόν τε υἱὸν καὶ τὸν ἀδελφὸν λόγοις ὀνειδιστικοῖς καὶ ἀραῖς ὑπέβαλλε καὶ τοιοῦτον θάνατον ὑποσχεῖν κατηρᾶτο. οἱ δὲ τοὺς ὀνειδισμοὺς ταύτης μὴ φέροντες, ἅμα δὲ καὶ ὁ Βάρδας τῶν κατὰ σκοπὸν ἐχόμενος, ἔγνωσαν καὶ ταύτην ποιήσασθαι ἐκποδὼν καὶ λοιπὸν ἀδεῶς καὶ ἀνεμποδίστως τὸ δοκοῦν διαπράττεσθαι. ὅπερ ἐκείνη καταφωράσασα (καὶ γὰρ ἦν ἰδεῖν καὶ στοχάσασθαι δυνατὴ) ἀντιπράττειν μὲν οὐκ ᾤετο δεῖν, φόνους καὶ χύσεις αἱμάτων ἐκφεύγουσα, τὸν δ' ἐναποκεί μενον τοῖς ἀνακτόροις πλοῦτον ἔκρινε τῇ συγκλήτῳ ποιήσασθαι φανερόν, τοῦ τε υἱοῦ τὴν ἀκρατῆ δαπάνην κωλύουσα καὶ τὴν ἰδίαν οἰκονομίαν κηρύττουσα. τὴν σύγκλητον οὖν ἐκκλησιάσασα καὶ εἰς ἐπήκοον στᾶσα τοιούτους ἀπέδοτο λόγους. "χίλια μέν, ὦ πατέρες, πρὸς τοῖς ἐννενήκοντα τῷ
PG 121:1043βασιλικῷ ταμιείῳ χρυσοῦ ἐνα πόκεινται κεντηνάρια, ἀργύρου δὲ ὡσεὶ τριῶν χιλιάδων, ὧν τὰ μὲν ὁ ἐμὸς ἀνὴρ ἐπορίσατο, τὰ δ' αὐτὴ μετὰ τὸν ἐκείνου συνέ 2.159 λεξα θάνατον, ἄλλος τε πλοῦτος πολὺς καὶ ποικίλος. διὰ τοῦτο δὲ τοῦτον ἐκπομπεύω ὑμῖν, ἵν' εἰ μετὰ τὴν ἐμὴν ἀπὸ τῶν ἀνακτό ρων κάθοδον ὁ ἐμὸς ἔχῃ λέγειν υἱὸς καὶ ὑμέτερος βασιλεὺς ὡς ἐνδεῆ καταλέλοιπα τὰ βασίλεια πλούτου, μὴ εὐχερῶς πιστεύηται." καὶ ἅμα λέγουσα τοὺς τῶν βασιλικῶν χρημάτων ταμίας παρίστη καὶ συγκατανεύοντας εἶχε πρὸς τὰ λεγόμενα. καὶ ἡ μὲν βασιλὶς ἀσπασμὸν δοῦσα τῇ συγκλήτῳ, καὶ πάσῃ ἐνεργείᾳ καὶ διοικήσει ἀποταξαμένη, ἔξεισι τοῦ παλατίου. Ὁ δὲ τῶν βασιλείων πλοῦτος τοσοῦτος ὢν καὶ τηλικοῦτος εἰς οὐδεμίαν ἐχώρησεν ὄνησιν τῇ ἀπονοίᾳ τοῦ Μιχαήλ. ταῖς γὰρ τῶν ἵππων ἁμίλλαις, εἴ πέρ τις ἕτερος, ἀγαλλόμενος καὶ ἡνιοχεῖν ἐκεῖσε αὐτὸς οὐ παραιτούμενος, τῶν συμπαιζόντων αὐτῷ καὶ συνηνιοχούντων καὶ συναμιλλωμένων ἐκ τοῦ θείου υἱοθετούμενος τὰ τέκνα βαπτίσματος τὸν βασιλικὸν κατεκένου πλοῦτον, ἑκατὸν ὀγδοήκοντα καὶ τουλάχιστον πεντήκοντα τῷ καθεκάστῳ παρεχόμενος λίτρας. καί ποτέ τινι ἀνδρὶ ὃν πατρίκιον ἐτιμήσατο (Ἱμέριος οὗτος ἐκα λεῖτο, διὰ τὴν τοῦ προσώπου αὐτοῦ οὕτω καλούμενος κατὰ ἀντί φρασιν ἀγριότητα), κολακείᾳ μὲν ὑπερβάλλοντι τὸν ἐπὶ Τιβερίου Ἱμέριον, βωμολοχοῦντι δὲ κατὰ τὴν τράπεζαν καὶ αἰσχρολογοῦντι καὶ ἀναιδῶς ἀποπέρδοντι, ἀκούοντος δὲ τοῦ βασιλέως καὶ τῶν συνδείπνων, ὡς καὶ κηρὸν ἀποσβεννύει τῷ ψόφῳ, χρυσίου δέδωκε λίτρας ρʹ. καὶ Χειλᾶ δὲ τοῦ συνηνιοχοῦντος αὐτῷ τὸν υἱὸν ἐκ τοῦ θείου βαπτίσματος ἀναδεξάμενος ἐδωρήσατο χρυσίου λίτρας ρʹ. 2.160 οὕτως ἐκεῖνος εἰς οὐδὲν δέον τὰ δημόσια κατεδαπάνα τε καὶ ἀνή λισκεν. ἐπεὶ δὲ ἐντὸς ὀλίγου ταῖς τοιαύταις ἀθέσμοις πράξεσι τὸν τοσοῦτον κατεδαπάνησε πλοῦτον, ἦλθε δὲ ὁ τῆς διανομῆς τῶν βασιλικῶν δωρεῶν καιρὸς καὶ χρημάτων πόρος οὐκ ἦν, τήν τε χρυσῆν ἐκείνην καὶ πολυθρύλητον πλάτανον καὶ τοὺς δύο χρυ σοῦς λέοντας καὶ τοὺς δύο γρῦπας, χρυσοῦς καὶ αὐτοὺς σφυρηλάτους ὄντας, καὶ τὰ ὁλόχρυσα ὄργανα καὶ ἕτερα ἔργα, δι' ὧν ἡ Ῥωμαίων ἐθαυμάζετο βασιλεία, ὁλκὴν ἔχοντα διακοσίων οὐκ ἔλαττον κεντηναρίων, χωνεύσας χαράξαι δέδωκεν ἐν τῷ βασιλικῷ ταμιείῳ. παραπλησίως δὲ ἐποίησε καὶ ἐν στολαῖς βασιλικαῖς, ὧν αἱ μὲν ἦσαν ὁλόχρυσοι αἱ δὲ χρυσοΰφαντοι, δεδωκὼς τῷ εἰδικῷ ὥστε καὶ ταύτας χωνεῦσαι. οὐκ ἔφθασαν δὲ χωνευθῆναι, κἀκεῖνος ἐξ ἀνθρώπων ἐγένετο, καὶ Βασίλειος τὴν ἀρχὴν διεδέξατο καὶ ταύτας ἀνεκαλέσατο, ἐκ τοσούτου πλούτου μηδὲν εὑρηκὼς πλέον ἀλλ' ἢ χρυσίου μὲν κεντηνάρια τρία, μιλιαρισίων δὲ σακκία ἐννέα· ἃ καὶ δημοσιεύσας ἐπὶ τῆς συγκλήτου ἀπωδύρετο τὴν ἀπορίαν καὶ τὸ πόθεν ἂν ἐκπληρωθεῖεν αἱ δημόσιοι χρεῖαι. Ἔθος δ' ἐχούσης τῆς βασιλίδος Θεοδώρας ἀπιέναι πρὸς τὸν ἐν Βλαχέρναις τῆς θεοτόκου θεῖον ναόν, ἅμα μὲν προσκυνήσεως χάριν ἅμα δὲ καὶ λουτροῦ μετὰ τῶν ἑαυτῆς θυγατέρων, ἐπεί ποτε ἔγνω αὐτὴν ἐκεῖσε φοιτήσασαν ὁ βασιλεὺς καὶ ὁ ταύτης ὁμαίμων Βάρδας, Πετρωνᾶν ἐκπέμψαντες, ὃν αὐτῆς ἀδελφὸν εἶναι ἄνω θεν ὁ λόγος ἐγνώρισεν, ἀποκείρουσι μοναχὴν σὺν ταῖς θυγατράσι, 2.161 καὶ ἐν τοῖς κατὰ τὰ Καριανοῦ ἀνακτόροις τέως περιορίζουσιν, ἀφελόμενοι καὶ ὃν εἶχον αἱ πᾶσαι πλοῦτον, ἰδιωτικῶς ζῆν ἀλλ' οὐ βασιλικῶς ἐπιτάξαντες. ἀλλ' ἡ μὲν Θεοδώρα μετ' οὐ πολὺ τῶν τῇδε μεθίσταται· ἧς τὸν νεκρὸν μετὰ ταῦτα βασιλεύσας ὁ Βασί λειος, καὶ τὰς αὐτῆς θυγατέρας, πρὸς τὸ τῆς Μάμμης ἐξαπέ στειλε μοναστήριον ἐνδιαιτᾶσθαι, ὃ Γάστρια κατονομάζεται. ἦσαν δὲ τῇ τοιαύτῃ βασιλίδι ἄρρενες μὲν ἀδελφοὶ δύο, ὅ τε μηχανορρά φος οὗτος Βάρδας καὶ ὁ Πετρωνᾶς, ἀδελφαὶ δὲ τρεῖς, Σοφία Μαρία καὶ Εἰρήνη, ὧν ἡ μὲν Σοφία Κωνσταντίνῳ συνήφθη τῷ Βαβουτζίκῳ, εἰς μαγίστρους τελοῦντι, Εἰρήνη δὲ Σεργίῳ πατρι κίῳ, ἀδελφῷ τυγχάνοντι Φωτίου τοῦ μετὰ ταῦτα πατριάρχου, καὶ ἡ Μαρία Ἀρσαβὴρ μαγίστρῳ, ἀνδρὶ γενναίῳ καὶ ἐν τοῖς τότε καιροῖς
PG 121:1047διαπρέποντι, αἱ πᾶσαι καλαὶ καὶ ἀγαθαὶ τὰς ὄψεις καὶ ἀρετῆς ἐλάσασαι πρὸς ἀκρώρειαν. καὶ ἡ μὲν Θεοδώρα θανοῦσα τοιαύτην ἀπολέλοιπε τὴν γενεάν. Ἡ πᾶσα δὲ τῶν κοινῶν πραγμάτων διοίκησις εἰς μόνον ἐξε κυλίσθη τὸν Βάρδαν, ἐστέργετό τε διαφερόντως παρὰ τοῦ βασι λέως. ἔνθεν καὶ τὴν τοῦ κουροπαλάτου ἀναλαμβάνει τιμήν, ἆθλον τάχα τῆς καθαιρέσεως τῆς αὐτοῦ ἀδελφῆς. ἔκρινε γοῦν ἅμα τῷ βασιλεῖ καὶ κατὰ τῶν Ἰσμαηλιτῶν ἐκστρατεῦσαι καὶ τοῦ τῆς Με λιτηνῆς ἀμηρεύοντος Ἄμερ, ἄρτι εἰς ἄνδρας τελοῦντι ἐξ ἀγενείων. ὡς δ' οὖν τῆς τῶν ἐναντίων ἐπέβησαν γῆς καὶ κατὰ τὰ Σαμόσατα ἐγένοντο (πόλις δὲ τὰ Σαμόσατα τῶν παρευφρατείων, δυνάμει τε 2.162 βρίθουσα καὶ ἰσχύϊ), ταύτην ἐπεχείρουν πολιορκεῖν. ἐμποιησα μένων δὲ τῶν Σαρακηνῶν δειλίαν καὶ συγκεκλεικότων αὑτοὺς ἔν δον, καὶ μηδενὸς ἐκπηδῶντος τοῦ τείχους τάχα διὰ δειλίαν τῆς βασιλικῆς δυνάμεως, ἀμελῶς καὶ ἀφυλάκτως οἱ Ῥωμαῖοι διῆγον. κατὰ δὲ τὴν τρίτην τῆς ἐφεδρείας ἡμέραν (ἡ κυρία δὲ ἦν καὶ πρώτη τῶν ἡμερῶν) τῆς ἀναιμάκτου θυσίας ἐπιτελουμένης, ἐν ᾗ τῶν θείων ἔμελλον μετασχεῖν μυστηρίων, τὰς πύλας οἱ Σαρα κηνοὶ διαπετάσαντες καὶ μεθ' ὅπλων ἐκπεπηδηκότες πάντοθεν ἐπε τίθεντο τοῖς Ῥωμαίοις. οἱ δὲ τῷ ἀδοκήτῳ καταπλαγέντες τῆς ἐπιθέσεως εὐθὺς πρὸς φυγὴν ὥρμησαν. ἔνθα καὶ Μιχαὴλ ὁ βα σιλεὺς μόλις που τὸν ἵππον ἀναβὰς ἐργωδῶς διεσώθη, τῆς ἀπο σκευῆς πάσης τοῦ βασιλέως καὶ τῶν στρατιωτῶν ληφθείσης παρὰ τῶν πολεμίων, τοῦ τῶν Μανιχαίων ἐξηγουμένου Καρβέα μᾶλλον τῶν ἄλλων ἀριστεύσαντος, καὶ καταβαλόντος οὐ μόνον πολλοὺς τῶν ἀφανῶν τῆς στρατιᾶς, ἀλλὰ καὶ ζωγρίας λαβόντος οὐκ ὀλί γους τῶν ἐπιφανῶν, στρατηγοὺς καὶ τουρμάρχας οὐκ ἐλάττους τῶν ἑκατόν, ὧν οἱ μὲν ἄλλοι λύτρα δόντες ἀπελύθησαν, μόνος δὲ Σηὼν ὁ στρατηγὸς τῇ φυλακῇ ἐναπέψυξε. Χρόνων δὲ δύο παραδραμόντων πάλιν ὁ Ἄμερ στρατὸν ἐπα γόμενος, οὐκ ἔλαττον τρισμυρίων, ἐκστρατεύει κατὰ Ῥωμαίων. ὁ Μιχαὴλ δὲ τὴν προτέραν ἧτταν ἀνακαλέσασθαι βουλόμενος, στρατὸν καὶ αὐτὸς συναγηοχὼς ἔκ τε Θρᾳκῶν καὶ Μακεδόνων περὶ τὰς τέσσαρας ἥμισυ μυριάδας, ἔξεισι κατ' αὐτοῦ. ὅπερ μαθὼν Ἄμερ, διά τινων χωρίων δυσχώρων ἐπιτόμων δὲ τὴν πορείαν ποιη 2.163 σάμενος καὶ αἰφνίδιον προσπεσών, ἐτρέψατο κατὰ κράτος τὸν βα σιλέα καὶ πρὸς φυγὴν ἠνάγκασεν ἀπιδεῖν. μικροῦ δ' ἂν καὶ ἥλω αἰχμάλωτος, εἰ μὴ Μανουὴλ ὁ δομέστικος τῶν σχολῶν τὴν φά λαγγα διακόψας αὐτὸν διεσώσατο, τῶν ἄλλων πάντων, ὥσπερ ἔτυχεν ἕκαστος δυνηθείς, διασπαρέντων. Δεύτερος πάλιν μετὰ τὸν πόλεμον τοῦτον διῆλθεν ἐνιαυτός, καὶ πάλιν ὁ Ἄμερ μετὰ τεσσαράκοντα χιλιάδων ἐκστρατεύσας εἰσ βολὴν ἐποιήσατο κατὰ Ῥωμαίων, ὁμοῦ μὲν καὶ τὴν Ἀρμενιακὴν ὁμοῦ δὲ καὶ τὴν πρὸς θάλασσαν ἐκπορθῶν καὶ δῃούμενος, ὅτε φασὶν αὐτὸν παραπλησίως τῷ Ξέρξῃ πάθος παθεῖν, μάστιξι κε λεύσαντος παίειν τὴν θάλασσαν, ὅτι μὴ περαιτέρω προήκατο τοῦ τον χωρεῖν. ἐφ' οἷς ἀσχάλλων ὁ Μιχαήλ, καὶ πάλιν αὐτὸς ἀντι στρατεῦσαι πρὸς αὐτὸν μὴ τολμῶν, τὸν τῆς ἑαυτοῦ μητρὸς ἀδελ φὸν Πετρωνᾶν, τῶν Θρᾳκησίων διέποντα τὴν ἀρχήν, τὰς Ῥωμαϊ κὰς δυνάμεις ἐκέλευσε λαβεῖν καὶ παντὶ σθένει χωρεῖν κατ' αὐτοῦ. ἔτυχε δ' οὗτος διατρίβων τότε κατὰ τὴν Ἔφεσον. δεξάμενος δὲ τὰ γράμματα εἰς ἀγωνίαν ἐμπίπτει μεγίστην. εὐθὺς οὖν ἐξιππα σάμενος ἄπεισιν ἐν τῷ ὄρει τῷ Λάτρει πρὸς τὸν ἐκεῖσε ἀσκούμενον μοναχὸν Ἰωάννην, ἐπ' ἀρετῇ ὄντα τῷ τότε διαβόητον, καὶ περὶ τοῦ πράγματος ἐπυνθάνετο. ὁ δὲ μηδαμῶς ἐμβραδύνας πρὸς τὴν ἐρώτησιν "ἄπιθι τέκνον" ἔφη "κατὰ τῶν Σαρακηνῶν· θεὸν γὰρ ἕξεις προπορευόμενον." τούτου καθοπλισθεὶς ταῖς εὐχαῖς ἄπεισι κατὰ τὸν λεγόμενον Λαλακαίωνα τόπον, καὶ λόχους πανταχόθεν 2.164 ἐπέστησε, καὶ πρὸς συμπλοκὴν ἐξεκαλεῖτο τὸν Ἄμερ. πάντοθεν οὖν ὡς θηρίον περικλεισθεὶς ὁ Ἄμερ, καὶ περὶ τοῦ τέλους ἀγω νιῶν, τῶν αἰχμαλώτων τινὰ Ῥωμαίων προσκαλεσάμενος ἐπυνθά νετο τήν τε τῆς χώρας προσωνυμίαν καὶ τοῦ τόπου ἐν ᾧ ἔτυχεν ἐστρατοπεδευκώς, καὶ τοῦ
PG 121:1049παραρρέοντος ποταμοῦ. ὡς δὲ τὴν μὲν χώραν Λαλακαίωνα ἤκουσε λέγεσθαι, τὸν δὲ τόπον Πτώσοντα καὶ Γύρην τὸν ποταμόν, εὐθὺς κακὸς οἰωνὸς ἑαυτῷ γενόμενος ἐξε φοίβασε λαοῦ τε κάκωσιν σημαίνειν καὶ πτῶσιν τὰ ὀνόματα, καὶ ὡς ἀνάγκη γυρισθῆναι ἡμᾶς ὑπὸ Ῥωμαίων. ἀλλ' ὅμως μὴ ἀποκνητέον φησίν, ἀλλὰ διεγερτέον καὶ πρὸς τὸν αὔριον γενησό μενον πόλεμον ἀνδριστέον ἔφη πρὸς τοὺς παρόντας. ἡμέρας δὲ ἄρτι διαλαμπούσης, ἐπεὶ πάντοθεν συγκεκλεῖσθαι ἔγνω καὶ ἀνεπι χείρητος ἦν ἡ ἔξοδος, συμφέρον ἔκρινε κατ' ἐκεῖνο τὸ μέρος χωρεῖν ὅπου τὸν Πετρωνᾶν εἶδε φυλάττοντα. καὶ δὴ κρότῳ καὶ βοῇ τοῖς πολεμίοις προσέρραξαν. ἐπεὶ δὲ ἀνηνύτοις ἔγνω ἐπιχειρῶν, μι κρὸν συσταλεὶς αὖθις σὺν ῥύμῃ ἐπεβάρει μετὰ δυνάμεως, ἀπό δρασιν ἑαυτῷ μηχανώμενος. πάλιν δὲ ἀποτυχὼν καὶ τρὶς τοῦτον ἐπιχειρήσας τὸν τρόπον εἰς ἀμηχανίαν ἐνέπιπτεν. ὡς δὲ πάντοθεν ἀναφανέντας καὶ ἐκπηδῶντας εἶδε τοὺς Ῥωμαίους ἔκ τε μεσημ βρίας καὶ τῶν πρὸς ἄρκτον μερῶν, καὶ ἄφυκτα κατενόησε τὰ περὶ αὐτὸν εἶναι, τότε δὴ τὴν σωτηρίαν ἀπογνοὺς ἐμπίπτει τοῖς κατὰ μέτωπον ἀθρόως μετὰ σφοδρᾶς προσβολῆς. ἔνθα καιρίαν πλη γεὶς αὐτός τε πίπτει, καὶ τῶν αὐτοῦ διασώζεται οὐδὲ εἷς. πυθό μενος δὲ τὴν ἧτταν ὁ τούτου υἱός, εἰς προνομὰς μετὰ μέρους 2.165 ἀποσταλεὶς τοῦ στρατοῦ, εὐθὺς πρὸς Μελιτηνὴν ἀπεδίδρασκεν. ἀλλὰ καὶ τοῦτον ὁ τοῦ Χαρσιανοῦ καταδιώξας κλεισουράρχης χει ροῦται μετὰ τοῦ στρατεύματος καὶ τῷ στρατηγῷ δίδωσι Πετρωνᾷ. ὁ δὲ Πετρωνᾶς τοιοῦτον κατὰ τοῦ Ἄμερ στήσας τρόπαιον τὴν βασιλίδα καταλαμβάνει, ἐπαγόμενος καὶ τὸν τὴν νίκην αὐτῷ προθε σπίσαντα μοναχόν, τήν τε ἀρετὴν ἐκθειάζων αὐτοῦ, καὶ πρὸς τὸν βασιλέα καὶ Βάρδαν τὸν οἰκεῖον ἀδελφὸν ἐξυμνῶν τοῦτον καὶ με γαλύνων. τιμᾶται γοῦν δομέστικος τῶν σχολῶν, μετὰ μικρὸν δὲ καὶ ἀπεβίω. ἐτελεύτησε δὲ πρὸ τούτου καὶ ὁ Μανουήλ, νόσῳ δή τινι κρατηθείς. Μονωθεὶς δὲ ὁ Βάρδας ἦγε καὶ ἔφερε πάντα, καὶ τὰς ἐκ βασιλέως ἤμειβε συνεχῶς τιμάς, ἀνῄει δὲ καὶ εἰς τὴν Καίσαρος δόξαν τε καὶ τιμήν, τοῦ Μιχαὴλ μηδενὸς ἑτέρου φροντίζοντος τῶν πολιτικῶν ἀλλ' ἢ θεάτρων καὶ ἵππων ἁμίλλης. καὶ τὸ δὴ χείριστον, οὐκ ἠγάπα θεατὴς εἶναι μόνον, ἀλλὰ καὶ αὐτὸς ἡνιο χεῖν καὶ παίγνιον τοῖς πᾶσι προκεῖσθαι καὶ γέλως. καὶ ὁ μὲν ἐν τούτοις ἦν, ὁ Βάρδας δὲ διεῖπε τὰ πολιτικὰ καὶ τῆς βασιλείας κατεστοχάζετο ὡς αὐτὴν εὐκαίρως παραληψόμενος. ἐπεμελήθη δὲ καὶ τῆς ἔξω σοφίας (ἦν γὰρ ἐκ πολλοῦ χρόνου παραρρυεῖσα καὶ πρὸς τὸ μηδὲν ὅλως χωρήσασα τῇ τῶν κρατούντων ἀγροικίᾳ καὶ ἀμαθίᾳ) διατριβὰς ἑκάστῃ τῶν ἐπιστημῶν ἀφορίσας, τῶν μὲν ἄλλων ὅπῃ περ ἔτυχε, τῆς δ' ἐπὶ πασῶν ἐπόχου φιλοσοφίας κατ' αὐτὰ τὰ βασίλεια ἐν τῇ Μαγναύρᾳ· καὶ οὕτως ἐξ ἐκείνου 2.166 ἀνηβάσκειν αἱ ἐπιστῆμαι ἤρξαντο. τοῦτο τὸ ἔργον κάλλιστον καὶ περιβόητον ὂν οὐκ ἴσχυσεν ἀποπλῦναι τὰς ἐνοῦσας ἄλλας τῷ Βάρδᾳ κηλῖδας. τῆς μὲν οὖν φιλοσοφίας ἐξηγεῖτο Λέων ἐκεῖνος ὁ μέγας τε καὶ φιλόσοφος, ἀνεψιὸς ὢν Ἰαννῆ τοῦ πατριάρχου, ὃς καὶ τὸν θρόνον ἔλαχε τῆς Θεσσαλονίκης, ἄρτι δὲ τῶν εἰκονο μάχων καθαιρεθέντων συγκαθῃρέθη καὶ αὐτός, καὶ σχολάζων εἰς ταύτην προεβιβάζετο τὴν σχολήν. ἐγένετο δὲ πρότερον γνώριμος Θεοφίλῳ τῷ βασιλεῖ τοῦτον τὸν τρόπον. πάσας γὰρ κατορθώσας τὰς ἐπιστήμας ὡς οὐδὲ μίαν ἕτερος, ἐν εὐτελεῖ τινὶ καταλύματι διάγων τοὺς βουλομένους ἐμυσταγώγει ὁποίαν ἕκαστος βούλοιτο. ὡς δ' ἤδη χρόνος παρετείνετο καὶ πολλοὶ κατὰ τὰς ἐπιστήμας προέκοπτον, συνέβη τινὰ νεανίαν τῆς γεωμετρικῆς ἐπιστήμης εἰς ἄκρον ἐληλακότα ὑπογραφέα γενέσθαι τινὸς στρατηγοῦ. οὗ γενο μένου κατά τινα πόλεμον εἵπετο καὶ αὐτός, καὶ τροπῆς γενομένης ζωγρεῖται καί τινι τῶν ἐπιφανῶν εἰς δουλείαν ἐκδίδοται. ὁ δὲ κατὰ τόνδε τὸν καιρὸν τῶν Ἰσμαηλιτῶν κατάρχων Μαμοὺμ ἄλ λοις τε μαθήμασιν Ἑλληνικοῖς σχολάζων καὶ δὴ καὶ γεωμετρίας διαφερόντως ἐξεχόμενος ἦν. λόγου δέ ποτε κινηθέντος παρὰ τοῦ τὸν νεανίαν ἔχοντος δεσπότου περὶ τῆς εἰς τὰ μαθήματα σπουδῆς τοῦ ἀμερμουμνῆ καὶ
PG 121:1051τῆς περὶ τὴν γεωμετρίαν ἐπιμελείας, "ἀκοῦ σαι τούτου" εἶπεν ὁ νεανίας "ἐπιθυμῶ καὶ τῶν αὐτοῦ διδασκά λων, καὶ ἣν ἔχουσι περὶ τὴν γεωμετρίαν κατανοῆσαι σπουδήν." ἔμαθε τοῦτο ὁ Μαμούμ, καὶ μετὰ περιχαρείας εἰσκαλεῖται τὸν νέον πολλῆς, καὶ παραγενόμενον ἐπυνθάνετο εἰ γνῶσιν ἔχει τῆς 2.167 τοιαύτης δυνάμεως. συγκαταθεμένου δ' ἐκείνου ἠπίστει ὁ βάρ βαρος, καὶ διετείνετο μηδένα ἕτερον εἶναι πλὴν τῶν ἐκείνου διδα σκάλων τῆς γεωμετρικῆς ἐπιστήμης εἰδήμονα κατὰ τὴν τότε ἡμέ ραν. ἱμείρεσθαι δὲ φήσαντος τοῦ νεανίσκου τῶν αὐτοῦ διδασκάλων πεῖραν λαβεῖν, θᾶττον ἢ λόγος οὗτοι παρίστανται, καὶ διε χαράττοντο σχήματα τρίγωνα καὶ τετράγωνα, καὶ κανόνες εἰς μέ σον προυτίθεντο τοῦ στοιχειωτοῦ, τὸ μέν, ὅτι τὸ σχῆμα τόδε τήνδε φέρει τὴν κλῆσιν καὶ τόδε τήνδε, διδάσκοντες, αἰτίαν δὲ καὶ λό γον καὶ τὸ διότι ἀπεδίδοσαν οὐδαμῶς. ὡς οὖν ἑώρα γαυρουμέ νους αὐτοὺς ὁ νεανίας καὶ μέγα φρονοῦντας ἐπὶ τῇ τῶν σχημάτων καταγραφῇ, "ἐπὶ παντὸς λόγου, ὦ οὗτοι," ὁ νεανίας ἔφη "καὶ πράγματος τὸ διότι τὸ κῦρος ἔχει· ὑμεῖς δὲ τὴν ὕπαρξιν μόνην λέγοντες, τοὺς δὲ λόγους παρατρέχοντες οὐχ ἥκιστά μοι διαμαρτάνειν δοκεῖτε, τὸ κυριώτερον ἀγνοοῦντες." Τῶν δὲ διαπορησάν των καὶ τὰς αἰτίας τούτων διευκρινεῖν καὶ διδάσκειν παρακαλούν των, ἐπεὶ διερμηνεύοντα καὶ σαφηνίζοντα ταύτας εὕρισκον, ὡς τόδε μὲν διὰ τόδε τόδε δὲ διὰ τόδε τὴν εἰρημένην κλῆσίν τε καὶ γραφὴν ἔχει, καὶ ἅμα ὁ νοῦς αὐτῶν διηνοίγετο καὶ τῶν λεγομένων συνίεσαν, θάμβει λοιπὸν συσχεθέντες, εἰ καὶ ἄλλους ἔχει τοιού τους τὸ Βυζάντιον ἐπηρώτων. εἰρηκότος δὲ τούτου πλείστους ἐν αὐτῷ εἶναι, καὶ ἑαυτὸν τὸν ἔσχατον τῶν μαθητῶν ἀλλ' οὐ τῶν διδασκόντων, περὶ τοῦ διδασκάλου πάλιν διεπυνθάνοντο, τίς τε εἴη καὶ εἰ περίεστιν. ὁ δὲ ὅστις τε εἴη ἀπεκρίνατο, καὶ ὡς ἔτι περίεστιν ἀκτήμονα βίον ἄγων καὶ μηδέ τισιν ἄλλοις ἀλλ' ἢ μόναις 2.168 ταῖς ἐπιστήμαις προσηλωμένον ἔχων τὸν νοῦν. γράμματα γοῦν εὐθὺς ὁ Μαμοὺμ πρὸς ἐκεῖνον διαχαράττει, τόνδε τὸν νοῦν ἔχοντα "ἐκ τοῦ καρποῦ τὸ δένδρον καὶ ἐκ τοῦ μαθητοῦ ἔγνωμεν τὸν διδά σκαλον. ἐπεὶ γοῦν τηλικοῦτος ὢν περὶ τὴν τῶν ὄντων ἐπιστήμην ἄγνωστος εἶ τοῖς συμπολίταις, τῆς γνώσεως καὶ σοφίας καρπὸν μὴ δρεπόμενος, μὴ ἀπαξιώσῃς ἐλθεῖν πρὸς ἡμᾶς καὶ τῆς σῆς με ταδοῦναι σοφίας. ἐρχομένῳ γάρ σοι αὐχένα ὑποκλινεῖ γένος ἅπαν τὸ τῶν Σαρακηνῶν, καὶ πλούτου καὶ δωρεῶν ἀξιωθήσῃ ὧν οὐδ' εἶς πώποτε τῶν ἀνθρώπων ἠξίωται." ταῦτα τὰ γράμματα δοὺς τῷ νεανίσκῳ καὶ δώροις φιλοφρονησάμενος ἐκπέμπει πρὸς τὸν δι δάσκαλον. ὁ δὲ διασωθεὶς πρὸς τὴν βασιλεύουσαν καὶ ζῶντα τὸν φιλόσοφον εὑρηκὼς ἐπιδίδωσι ταῦτα τὰ γράμματα. ὁ δὲ οὐκ ἀκίνδυνον εἶναι λογισάμενος εἰ γραφὴν ἀπὸ τῶν ἐχθρῶν δέξοιτο εἰδήσεως ἄνευ βασιλικῆς, πρόσεισι τῷ λογοθέτῃ τοῦ δρόμου (Θεόκτιστος οὗτος ἦν, ὁ παρὰ τοῦ Βάρδα μετὰ ταῦτα ἀναιρεθεὶς) καὶ διηγεῖται ὅπως τε ἀφίκετο πρὸς αὐτὸν ὁ αἰχμάλωτος μαθητής, καὶ ὅπως γράμμα αὐτῷ προσκεκόμικεν ἐκ τοῦ ἀμερμουμνῆ, καὶ ἅμα τὴν γραφὴν ἐκβαλὼν εἰς χεῖρας δίδωσιν. αὕτη ἡ αἰτία τῷ φιλοσόφῳ Λέοντι πρὸς τὸν βασιλέα γνῶσις γίνεται καὶ οἰκείωσις, καὶ ὁ λεχθεὶς μαθητὴς τὴν τοῦ Λέοντος σοφίαν ἔτι κρυπτομένην ἐδημοσίευσε· προσκαλεῖται γὰρ ὡς τάχος αὐτὸν ὁ βασιλεὺς καὶ πλουτίζει καὶ δημοσίᾳ διδάσκειν προτρέπεται, κατοικητήριον ἀφο ρίσας αὐτῷ τὸν θεῖον ναὸν τῶν τεσσαράκοντα καλλινίκων μαρτύ ρων. ὁ δὲ Μαμοὺμ ἀπογνοὺς τὴν τοῦ φιλοσόφου ἄφιξιν ἀπορίας 2.169 ἐκθέμενος γεωμετρικῶν καὶ ἀστρονομικῶν ζητημάτων καί τινων ἄλλων μαθημάτων ἐκπέμπει, τὰς λύσεις σαφηνισθῆναί οἱ ἐξαιτη σάμενος. ὡς δ' ἑκάστην ὁ Λέων ζήτησιν διελύσατο ἁρμοδίως, προσέθετο δὲ καταπλήξεως χάριν καί τινα τῶν μελλόντων σημεῖα προγνωστικά, καὶ τούτῳ ἐξέπεμψε, τότε δὴ ἐπὶ χεῖρας λαβόντα τὸν ἀμερμουμνῆν τρωθῆναι τῷ τούτου ἔρωτι, μέγα τε ἀνακραγεῖν τὸν ἄνδρα τῆς σοφίας ὑπεραγάμενον. εὐθὺς οὖν πρεσβείαν πρὸς
PG 121:1053τὸν Θεόφιλον καὶ γράμματα τοιαῦτα ἔχοντα τὴν διάνοιαν ἐκπέμ πει "ἐβουλόμην μὲν αὐτὸς ἀφικέσθαι σοι, ἔργον γνησίου φίλου ἀποπληρῶν· ἐπεὶ δὲ ἡ ἀνακειμένη μοι ἀρχὴ ἐκ θεοῦ καὶ ὁ ὑπὸ τὴν χεῖρά μου τελῶν πλεῖστος κατεξουσίας λαὸς τοῦτο οὐ συγχω ρεῖ, ὃν ἔχεις ἐπὶ φιλοσοφίᾳ καὶ ταῖς λοιπαῖς ἐπιστήμαις διαβόη τον ἄνδρα, βραχύν τινα χρόνον αἰτῶ ἐξαποστεῖλαί μοι, τῆς αὐ τοῦ ἐπιστήμης μεταδώσοντά μοι ἐκκαιομένῳ καὶ ταύτης ἐρωτικῶς ἔχοντι. μὴ ἀναβολὴ δὲ διὰ τὸ σέβας καὶ τὴν τοῦ γένους ἀλλο τριότητα ἔσοιτο, ἀλλὰ μᾶλλον ὅτι τοιούτοις ἀξιοῖ φίλοις ἐπιεικέσι τε καὶ χρηστοῖς, πέρας τὸ τάχος λαβέτω ἡ αἴτησις. χάρις δέ σοι ὑπὲρ τούτου καταβληθήσεται χρυσίου μὲν ἑκατὸν κεντηνάρια, εἰ ρήνη δὲ καὶ σπονδαὶ ἀτελεύτητοι καὶ ἀΐδιοι." δεξάμενος δὲ τὰ γράμματα ὁ Θεόφιλος, ἄτοπον κρίνας εἰ τὴν τῶν ὄντων γνῶσιν, δι' ἣν τὸ Ῥωμαίων γένος θαυμάζεται, ἔκδοτον ποιήσει τοῖς ἔθνεσι, πρὸς τὰ αἰτηθέντα καὶ ἀξιωθέντα οὐκ ἐπένευσε. τὸν δὲ Λέοντα διὰ μείζονος ἦγε τιμῆς καὶ τῆς Θεσσαλονίκης προχειρίζεται πρόε 2.170 δρον, τὸν πατριάρχην ἀναπείσας Ἰαννῆν χειροτονῆσαι τοῦτον, καὶ αὐτῷ, ὡς ἤδη εἴπομεν, κατὰ γένος ᾠκειωμένον. Τοῦτον οἱ Θεσσαλονικεῖς μετὰ τὴν χειροτονίαν ὑπερβαλλόν τως ἐτίμησαν διὰ τὴν ἐνοῦσαν αὐτῷ σοφίαν καὶ τὴν περὶ πάντα τὰ μαθήματα ἀκρίβειαν, ἐξαιρέτως δὲ ἐθαύμασαν ἀπὸ τῆσδε τῆς αἰτίας. ἄγονος ἦν ἡ γῆ καὶ ἄκαρπος κατ' ἐκεῖνο καιροῦ, καὶ λιμὸς ἦγχε τοὺς οἰκοῦντας Θεσσαλονίκην καὶ τὰ πέριξ αὐτῆς, καὶ πάντες ἢ μετανάσται γενέσθαι τῆς πατρίδος ἢ λιμῷ καὶ ἐνδείᾳ τῶν ἀναγκαίων διαφθαρήσεσθαι ἤλπιζον. ὁ δὲ Λέων τὴν ἀπο ρίαν τούτων παραμυθούμενος καιρόν τινα, ὃν ἡ τῶν ἄστρων ὑπε τίθη τούτῳ ἐπιτολή τε καὶ φάσις, παραδηλώσας αὐτοῖς, καὶ κατὰ τοῦτον τῇ γῇ καταβαλεῖν ἐπιτρέψας τὰ σπέρματα, τοσαύτης γέγονεν εὐφορίας αἴτιος ὡς ἐπὶ πολλοὺς ἐπαρκέσαι χρόνους τοῖς ἐγχωρίοις τοὺς δρεφθέντας καρπούς. Τὰ μὲν οὖν γραμματικὰ ἔλεγεν ὁ Λέων καὶ ποιητικὰ μυη θῆναι κατὰ τὴν βασιλίδα, ῥητορικὴν δὲ καὶ φιλοσοφίαν καὶ ἀριθμῶν ἀναλήψεις καὶ τὰς τῶν λοιπῶν ἐπιστημῶν ἐφόδους κατὰ τὴν νῆσον Ἄνδρον γενόμενος. ἐκεῖσε γὰρ σπουδαίῳ τινὶ ἐντυχὼν ἀνδρὶ Μιχαὴλ τῷ Ψελλῷ, καὶ τὰς ἀρχὰς μόνον καί τινας λόγους καὶ ἀφορμὰς λαβὼν παρ' αὐτοῦ, ἐπεὶ μὴ ὅσον ἐβούλετο εὕρισκε, περιενόστει τὰ μοναστήρια, καὶ τὰς ἐν αὐτοῖς ἀποκειμένας βίβλους ἀνερευνῶν τε καὶ ποριζόμενος καὶ σπουδαίως ἐκμελετῶν πρὸς τὸ τῆς τοσαύτης γνώσεως ὕψος ἀνεβιβάσθη. εἰς κόρον δὲ τῶν μαθη 2.171 μάτων μετεσχηκὼς πρὸς τὴν βασιλεύουσαν αὖθις ὑπέστρεψε, τὰ σπέρματα τῶν ἐπιστημῶν ταῖς τῶν βουλομένων διανοίαις κατα βαλλόμενος. ἀλλὰ ταῦτα μὲν πρότερον· τῆς δὲ τῶν εἰκονομάχων αἱρέσεως καταβληθείσης καὶ τῶν ταύτης ἐχομένων καθῃρεθέντων, καθαιρεθέντος δὲ καὶ Ἰαννῆ τοῦ πατριάρχου, συγκαθῃρέθη καὶ οὗτος, ὃν ὁ Βάρδας, ὡς ἤδη φθάσαντες εἴπομεν, τῆς φιλοσόφου σχολῆς προστάτην ἀπέδειξε, καί τινα Σέργιον, φοιτητὴν αὐτοῦ γενόμενον (πατὴρ οὗτος τοῦ ἄνωθεν εἰρημένου νεανίσκου) τοῦ τῆς γεωμετρίας διαιτητηρίου, καὶ Θεοδήγιον, συνήθη καὶ αὐτὸν τού του ὑπάρχοντα, ἀριθμητικῆς καὶ ἀστρονομίας, δαψιλεῖς αὐτοῖς τὰς χορηγίας ἐπιμετρῶν. πολλάκις δὲ καὶ ἐπιφοιτῶν ἐκ φιλομα θείας, καὶ τῶν διδασκομένων τὰς προθυμίας ἐπιρρωννύς, διὰ βραχέων εἰς αὔξησιν τὴν γνῶσιν ἀνήγαγεν, ἀπεσβηκυῖαν τελέως πρὸ τοῦ καὶ μηδ' ἴχνος ὅλως δεικνῦσαν ἢ ζώπυρον. Ὁ δ' αὐτὸς Βάρδας καὶ Καῖσαρ γενόμενος συνεχῶς ἐφοίτα τοῖς τοῦ ἱπποδρόμου δικαστηρίοις, καὶ τοὺς νόμους ἀνηβᾶν αἴτιος γέγονε, τοῦ χρόνου καὶ τὴν περὶ αὐτοὺς ἀκρίβειαν συγκαλύψαν τος. ἀλλὰ τοσαῦτα καὶ τηλικαῦτα τῶν καλῶν τοῦ Βάρδα πλεο νεκτημάτων ὁ τῆς φιλοπρωτίας ἔρως, οἷά τις ἐγγενὴς μολυσμὸς καὶ σπῖλος ἄκρατος ὤν, ἠμαύρωσε καὶ ἠφάνισε, καὶ ἣν κατὰ τῆς ἐκκλησίας ἀνήγειρε στάσιν, κυκήσας αὐτὴν καὶ ταράξας. διὸ ἀντὶ τῆς κρείττονος
PG 121:1057δόξης τὰ ἐναντία ἠνέγκατο. Μεθοδίου γὰρ τοῦ τρισολβίου τὸν βίον μετηλλαχότος, ἐπὶ τέσσαρας χρόνους μό 2.172 νον τὸν τῆς Κωνσταντινουπόλεως οἰακίσαντος θρόνον, Ἰγνάτιος ὁ Νικηφόρου μὲν τοῦ βασιλέως θυγατριδοῦς, υἱὸς δὲ Μιχαὴλ τοῦ τῆς βασιλείας ἐκπεπτωκότος, μετὰ τὸ τῆς βασιλείας ἀποπεσεῖν καὶ τὰ παιδογόνα ἀφαιρεθῆναι μόρια μοναχὸς γεγονὼς καὶ τῆς μονῆς τοῦ Σατύρου καθηγεμών, πρὸς τὸν πατριαρχικὸν θρόνον ἀνάγε ται. οὗτος τὸν Βάρδαν ἐπὶ τῇ τῆς γυναικὸς ἀναιτίῳ ἀποβολῇ, τῇ δὲ τῆς οἰκείας νύμφης περιπλοκῇ τῆς ἐκκλησίας ἀπεῖργεν, ἐπεὶ μὴ τῶν θείων ἠμέλει κανόνων. ὃν ἐπεὶ πολλὰ λιτανεύων καὶ δυσω πῶν ὁ Βάρδας συγχωρήσεως ἀξιωθῆναι οὐκ ἠδυνήθη, ἄλλων ἀπο γνοὺς πρὸς ἄμυναν διανίσταται, καὶ τῆς ἐκκλησίας ἐκβάλλει, καὶ μετὰ πολλὰς κακώσεις καὶ ἀνυποίστους τελευταῖον τῷ τοῦ Κοπρω νύμου τάφῳ ἀποκλείει, ἐπιστήσας αὐτῷ φύλακας δεινούς τε καὶ ὠμοτάτους. ἀπεβίω δ' ἂν ὁ ἱερώτατος οὗτος ἀνὴρ ἀπὸ τῆς πο λυωδύνου ταύτης κακώσεως, εἰ μή τις θεοσεβὴς ἄνθρωπος κατά τινας χρείας τῶν φρουρῶν ἀποδημούντων ἐξῆγέ τε τοῦ τάφου καὶ ἐπιμελείας ἠξίου τῆς προσηκούσης. ὃν μετὰ πολλὴν ὅσην τὴν κά κωσιν ὑπερόριον ἐν Μιτυλήνῃ ποιεῖ. ἔπαθον δὲ καὶ ἄλλοι πολλοὶ τῶν ἐπισκόπων τὰ παραπλήσιά τε καὶ χείρω, ὅτι μὴ ἠρέσκοντο τοῖς γινομένοις, μηδ' ἄλλον δέξασθαι διαβοώμενοι, κἂν εἴ τι γένηται. ὅμως δ' ὑπενδόντες οἱ μὲν ἀπειλαῖς οἱ δὲ ὑποσχέσεσιν εἴκουσι τῷ τοῦ Βάρδα θελήματι, τῆς ἀρετῆς καὶ δόξης ἔρωτα χρημάτων καὶ λειποταξίαν ἀνταλλαξάμενοι. ὁ δὲ Βάρδας Φώτιον, ἄνδρα ἐπὶ σοφίᾳ γνώριμον, πρωτασηκρήτην τηνικαῦτα ὑπάρχοντα, προχειρίζεται πατριάρχην. ἐπεὶ δὲ παρῆσαν καὶ τοποτηρηταὶ τοῦ 2.173 πάπα Ῥώμης κατὰ τῶν εἰκονομάχων σταλέντες, πείθουσι καὶ αὐ τοὺς τῆς ἑαυτῶν γενέσθαι θελήσεως. διὸ καὶ ἐν τῷ τῶν θείων ἀποστόλων τεμένει συνέδριον ἠθροικότες δεδημοσιευμένῃ καθαιρέ σει καθυποβάλλουσι τὸν Ἰγνάτιον τῆς ἐξορίας μεταπεμψάμενοι. ταῦτα μὲν τὰ τῆς φιλοπρωτίας τοῦ Βάρδα νεανιεύματα. Τὰ δὲ ἐντὸς Εὐξείνου καὶ πᾶσαν τὴν αὐτοῦ παραλίαν ὁ τῶν Ῥὼς ἐπόρθει καὶ κατέτρεχε στόλος (ἔθνος δὲ οἱ Ῥὼς Σκυθικόν, περὶ τὸν ἀρκτῷον Ταῦρον κατῳκημένον, ἀνήμερόν τε καὶ ἄγριον), καὶ αὐτῇ δὲ τῇ βασιλίδι δεινὸν ἐπέσειε κίνδυνον· οἳ μετ' οὐ πολὺ τῆς θείας πειραθέντες ὀργῆς οἴκαδε ὑπενόστησαν, πρεσβεία τε αὐ τῶν τὴν βασιλίδα καταλαμβάνει, τοῦ θείου μεταλαχεῖν βαπτί σματος λιτανεύουσα, ὃ καὶ γέγονε. καὶ τῆς Κρήτης δὲ στόλος ἄλλος νῦν μὲν τὰς Κυκλάδας ἐδῄου, νῦν δὲ ἄχρι Προικοννήσου τὴν παράλιον ἅπασαν. ἐγένοντο δὲ καὶ κλόνοι γῆς φρικωδέστα τοι. εἷς δὲ ὁ μέγιστος, καθ' ἣν ἡμέραν ἡ τοῦ κυρίου ἀνάληψις ἑορτάζεται τὴν γῆν κατασείσας, τό τε κατὰ τὸ Ἐξωκιόνιον πρὸς γῆν ἠδάφισε τεῖχος, καὶ ναοὺς εὐπρεπεῖς καὶ οἴκους λαμπροὺς καὶ τὴν κατὰ τὴν χρυσῆν πύλην τῆς πόλεως ἱδρυμένην νίκην καὶ τὰς ἐν τῷ Δευτέρῳ κατὰ τὴν ἁγίαν Ἄνναν παγίας ἱσταμένας κατέσει σεν, ἧς τὴν πτῶσιν ὁ φιλόσοφος Λέων προσημαίνειν ἀνεῖπε φανε ρῶς τὴν τοῦ μετὰ βασιλέα δυνάστου καταστροφήν. ἐγένοντο δὲ καὶ ποταμῶν ἀφάνειαι καὶ πηγῶν, καὶ ἀλλ' ἄττα παθήματα κατὰ πᾶσαν χώραν. ἃ πάντα κατενωτισάμενος ὁ βασιλεὺς ὅλος εἴχετο 2.174 τῶν ἱππικῶν ἀγώνων κατὰ τὸν ἐν Στενῷ ἀνεγηγερμένον ναὸν τοῦ ἁγίου μάρτυρος Μάμαντος. ἄξιον δὲ καὶ τόδε μὴ παραλιπεῖν τὸ λόγιον παραστατικὸν τυγχάνον τῆς τε τουτουῒ τοῦ βασιλέως ἀβελ τηρίας καὶ τῆς τῶν προηγησαμένων ἐπιμελείας. Τὰς τῶν Σαρακηνῶν κατὰ τῆς τῶν Ῥωμαίων χώρας ἐπιδρο μὰς οἱ πάλαι βασιλεῖς διαδήλους ποιεῖν ἐθέλοντες, ἵνα μὴ αἰφνί διοι εἰσπίπτωσιν ἐκπορθοῦντες τὰς χώρας καὶ ἐν ταῖς κώμαις καὶ τοῖς ἀγροῖς τοὺς ἐνοικοῦντας καταλαμβάνοντες, φρούριόν τι τῇ Ταρσῷ ἀγχίθυρον ἐπί τινος ὑψηλοτάτου λόφου καὶ ἐρυμνοῦ ἐδο μήσαντο· Λοῦλον τῷ φρουρίῳ τὸ ὄνομα. οἱ ἐν τούτῳ τοίνυν φρουροὶ τῆς ἐκδρομῆς λαμβάνοντες αἴσθησιν πυρσὸν ἀνῆπτον, ὃν βλέποντες οἱ ἐν τῷ Ἀργαίῳ
PG 121:1059κατοικοῦντες βουνῷ ἄλλον ἀνῆπτον, καὶ αὖ οἱ κατὰ τὸν Ἴσαμον βουνόν. τοῦτόν τε πάλιν ὁρῶντες οἱ κατὰ τὸν Αἰγιαλὸν ἔκαιον ἕτερον, καὶ αὖθις οἱ κατὰ τὸν λεγόμενον Μάμαντα. εἶτα τοῦτον ὁ Κίρκος διαδεχόμενος, καὶ τοῦτον πάλιν ὁ Μόκιλλος, ἐκεῖνον δ' αὖθις ὁ τοῦ ἁγίου Αὐξεντίου βου νὸς τοῖς ἐν τῷ μεγάλῳ παλατίῳ ἐπὶ τοῦτο ἀφωρισμένοις διαιτα ρίοις δήλην ἐτίθει τὴν προνομήν. καὶ οὕτως κατὰ διαδοχὴν πυρ σεύοντες γνῶσιν ἐν ἀκαρεῖ παρεῖχον τῷ βασιλεῖ, καὶ οἱ τῶν χωρῶν κάτοικοι πυνθανόμενοι τειχήρεις ἐγίνοντο καὶ τὰς ἐκδρομὰς διεδίδρασκον. τοιαύτης δὲ συνηθείας κρατούσης, συνέβη ποτὲ τοῦ Μιχαὴλ κατὰ τὸν τοῦ μάρτυρος Μάμαντος ναὸν μέλλοντος ἡνιοχῆσαι τὸν ἐκ τοῦ φάρου ἀναφθῆναι πυρσόν· ὃν οὗτος θεασάμενος 2.175 εἰς τοσοῦτον ἐνέπεσε φόβον, δέει τοῦ μὴ παροφθῆναι τὴν αὐτοῦ ἡνιοχείαν ὑπὸ τῶν θεατῶν διὰ τὴν ἀπαίσιον ἀγγελίαν, εἰς ὅσον ἄλλος τις ἦλθε κινδυνεύων ὑπὲρ ψυχῆς· οὕτως ἐκεῖνος θεατριζό μενος οὐκ ᾐσχύνετο. ἵνα δὲ μή τι τῶν προσπιπτόντων ἀνιαρῶν δηλούμενον μαλακωτέρους ποιήσῃ τοὺς θεατάς, προσέταξε μηκέτι ἐνεργεῖν τοὺς τῇ βασιλίδι γειτονοῦντας πυρσούς. Ἄλλοτε πάλιν (δεῖ γὰρ ἐκφαντικωτέραν θέσθαι τὴν τοῦ ἀν δρὸς παράνοιαν) ἐφ' ἅρματος αὐτοῦ ἱσταμένου καὶ τῆς ὕσπληγος μελλούσης αἴρεσθαι (ἐνεδέδυτο δὲ τὸ βένετον, καὶ πράσινος ἦν ὁ λογοθέτης τοῦ δρόμου Κωνσταντῖνος, λευκὸς δὲ ὁ Χειλᾶς καὶ ῥούσιος ὁ Κρασᾶς) ἀγγελία πεφοίτηκεν ὡς Ἄμερ ὁ τῆς Μελιτηνῆς ἀμηρᾶς δεινῶς λεηλατεῖ τὴν Ἀσίαν καὶ ἤδη πρὸς τοῖς Μαλαγίνοις ἐστὶ καὶ προσδοκῶνται ὅσον οὔπω δεινά. ἣν πυθόμενος ὁ πρωτο νοτάριος ἀπελθὼν μετὰ κατηφείας ἀπήγγειλε τῷ βασιλεῖ, καὶ ἅμα ἐπὶ χεῖρας ἔχων τὰ τοῦ δομεστίκου τῶν σχολῶν γράμματα ἐπεδίδου. ὁ δὲ βλοσυρὸν εἰς αὐτὸν ἐνιδὼν καὶ τιτανῶδες, "καὶ πῶς ἐτόλμη σας, ὦ κακὴ κεφαλή," ἔφη "κατὰ τὸν ἀναγκαῖον ἀγῶνα τουτονὶ περὶ τοιούτων μοι διαλέγεσθαι, οὐδὲν ἄλλο σπουδάζοντι ἢ μὴ τὸν μέσον εὐωνύμων ἰδεῖν παρατετραμμένον, ὑπὲρ οὗ μοι πᾶς ὁ ἀγών." τοιοῦτος ἦν ἔκφορος καὶ τὸν λογισμὸν παρακεκινημένος. Καὶ οὐχὶ τούτῳ μὲν τῷ πόθῳ ἢ πάθει ἡλίσκετο, τῶν δὲ ἄλλων τῶν ἀπρεπεστέρων ἀπείχετο, ἀλλὰ τὸ μέτριον τάχα ἀμέ τρως ἦθος μεταδιώκων ἐξέπιπτε τοῦ προσήκοντος καὶ τῆς βασιλι 2.176 κῆς ἀξίας ἀξίου. καί ποτε γυναίῳ συναντήσας ἐκ βαλανείου ἐπαν ιόντι καὶ κάλπην ἐπὶ χεῖρας ἔχοντι (ἔτυχε δὲ τὸν ταύτης παῖδα ἐκ τοῦ θείου λουτροῦ υἱοθετησάμενος) τοῦ ἵππου ἀποβὰς τοὺς μὲν συγκλητικούς, ὅσοι τούτῳ παρείποντο, κατὰ τὰ ἐκεῖσε ἀνάκτορα ἐξαπέστειλεν, ἃ δὲ προσηταιρίσατο καὶ παρέτρεφεν ἀκόλαστα καὶ πορνικὰ ἀνδράρια παραλαβὼν ἀπῄει μετὰ τῆς γυναικός, καὶ τὴν κάλπην τῶν ἐκείνης χειρῶν ἀφείλετο, καὶ "ἄγε δῆτα ὦ γύναι," εἶπε "θαρροῦσα δέξαι με ἐν τῇ οἰκίᾳ σου, ψωμοῦ πιτυρώδους ἔφεσιν ἔχοντα καὶ ἀσβεστοτύρου." ὡς δ' ἀπεπάγη πρὸς τὸν λόγον ἡ γυνὴ μηδενὸς εὐποροῦσα τῶν πρὸς ὑποδοχήν, ὁ Μιχαὴλ θᾶττον ἢ λόγος σινδόνα λαβών, ἣν ἤνεγκε τὸ γύναιον ἐκ τοῦ βαλανείου ἔτι διάβροχον οὖσαν, ἀντὶ τῆς ὑπηρετούσης τῇ τραπέζῃ ὀθόνης ἥπλου ἐπὶ τοῦ ἐδάφους, καὶ τὴν κλεῖδα τὴν τῆς γυναικὸς ἀφελὼν αὐτὸς ἦν βασιλεὺς ἑστιάτωρ μάγειρος τραπεζοποιὸς δαιτυμών. ξυνδειπνήσας δὲ τῇ γυναικὶ πεζὸς καὶ βάδην πρὸς τὰ ἀνάκτορα ἀπῄει, πολλῆς εὐηθείας καταγινώσκων καὶ τύφου τῶν πρὸ αὐτοῦ βασιλέων κοσμιότητος ἀντιποιουμένων. ταῦτ' οὖν ἅπαντα μιση τὸν ἐποίει τὸν ἄνδρα, καὶ κατ' αὐτοῦ τὴν πάντων δικαίως ὑπεκί νει ὀργήν. Καὶ τὸ δὴ χείριστον ἡ τῶν παρεπομένων αὐτῷ κιναίδων φατρία καὶ πρὸς πᾶσαν αἰσχρουργίαν ἐπιτηδείων, οὓς ἐκεῖνος διὰ τιμῆς καὶ αἰδοῦς ἄγων, τὰ θεῖα διαπαίζων τε καὶ ἐξορχούμενος, ἱερατικὰς στολὰς χρυσοϋφεῖς ἐνεδίδυσκε καὶ ἐπωμίδας, καὶ ἀσχη 2.177 μόνως ἠνάγκαζε καὶ ἀνάγνως τελεῖν τὰ θεῖά τε καὶ πανάγια, τὸν ἔξαρχον τούτων (Γρύλλος αὐτῷ ὄνομα) πατριάρχην ἀποκαλῶν, τοὺς δὲ λοιποὺς δώδεκα μητροπολίτας. ἐτίθει δὲ καὶ ἑαυτὸν ἕνα τῶν θυηπόλων, καὶ τῆς Κολωνείας ὠνομάζετο πρόεδρος. ἐπεὶ δὲ
PG 121:1063ᾄδειν αὐτοὺς ἐχρῆν καὶ τελεῖν τὰ μυστήρια, διὰ κιθάρας τὰς ᾠδὰς ἐξεπλήρουν, νῦν μὲν ἠρέμα πως καὶ λιγυρῶς ἐπηχοῦντες, νῦν δὲ διαπρυσίως, ὥσπερ ἐν ταῖς ἱεραῖς λειτουργίαις οἱ ἱερεῖς τὰς ἐκφωνήσεις ποιοῦσι τῶν ἱερῶν. εἶχον δὲ καὶ σκεύη διάχρυσα καὶ διάλιθα, ταῦτα δὲ πληροῦντες ὄξους τε καὶ σινήπεος τοῖς μεταλαμβάνουσι μετεδίδοσαν, τῶν ἀχράντων οὕτω καταπαίζοντες μυστηρίων. τοῦτον τὸν μιαρὸν θίασον συνέβη ποτὲ τῷ μακαρίτῃ συναντῆσαι κατὰ τὴν ὁδὸν πατριάρχῃ, μετὰ τοῦ ἱερατικοῦ κλήρου καὶ τῆς λιτῆς διερχομένῳ. ὃν ἰδὼν ὁ Γρύλλος ἰταμῶς ἄγαν, καὶ ἀνερυθριάσεως μηδὲν ὑποστειλάμενος, φελόνην ἀναστείλας μετὰ τῶν αὐτοῦ συμμυστῶν εὐτονωτέροις ἐχρῆτο τοῖς κρούμασι, καὶ τοὺς εὐαγεῖς ἐκείνους λοιδορίαις καὶ ἀναιδέσιν ἔβαλλε ῥήμασιν. Ὁ τοιοῦτος αἴσχιστος βασιλεὺς καὶ Θεοδώραν τὴν ἑαυτοῦ μητέρα ἔτι τοῖς ἀνακτόροις οὖσαν μετεκαλέσατό ποτε, εὐλογηθη σομένην τάχα παρὰ τοῦ πατριάρχου, πλασάμενος τοῦτον εἶναι τὸν μακαρίτην Ἰγνάτιον. ὡς οὖν ἐξῄει μετ' εὐλαβείας ἡ σεμνοτάτη γυνὴ καὶ ἔρριψεν ἑαυτὴν εἰς τὸ ἔδαφος ἐξαιτουμένη εὐχήν, μηδὲν ὅλως ὑποτοπήσασα, τοῦ μιαροῦ Γρύλλου τὴν γενειάδα τέως κρύ 2.178 πτοντος, ἀναστὰς ὁ Γρύλλος ἀπέπερδε καὶ ῥήματά τινα ἀπεῖπε τοῦ οἰκείου στόματος ἄξια. ἡ δὲ ἐπὶ τῷ γεγονότι δεινοπαθήσασα ἀραῖς ἔβαλλε τὸν υἱόν, καὶ τῆς τοῦ θεοῦ προνοίας ἐκπεσεῖν ἀπε φοίβασε προφητικῶς τοῦτον οὐκ εἰς μακράν. ἀλλ' οὐκ ἦν τὸν ἅπαξ παρατραπέντα τῆς εὐθείας ὁδοῦ βελτιωθῆναι. ὅθεν καὶ ταχυτάτη κατειλήφει τοῦτον καταστροφή, καὶ πρὸ αὐτοῦ μὲν τὸν Βάρδαν, καὶ πρὸ ἐκείνου τὸν κανικλείου Θεόκτιστον, τοὺς χαριζο μένους αὐτῷ καὶ μὴ τῶν πονηρῶν ἀνακόπτειν ἐθελήσαντας δι δαγμάτων ὡς ἐπιτρόπους. καὶ ὅπως μὲν ὁ Θεόκτιστος ὤλετο, προλαβὼν ὁ λόγος ἐδήλωσε, σημεῖα δὲ τὸν ὄλεθρον δηλοῦντα τοῦ Βάρδα προηγήσατο τάδε, ἐπιτολαὶ κομητῶν, ὄψεις ὀνει ράτων ἀλλόκοτοι. ἔδοξε γὰρ καθ' ὕπνους οὗτος πρὸς τὴν μεγά λην ἐκκλησίαν μετὰ τοῦ Μιχαὴλ ἀπελθεῖν ὡς τάχα πανηγύρεως οὔσης. ὡς οὖν ἀφίκοντο καὶ προσωτέρω ἐγίνοντο τοῦ θείου ναοῦ, ὁρᾶν ἐδόκει λευκοφόρους τινὰς προηγουμένους, οἵτινες ὁδηγοῦντες αὐτὸν ἄγουσι πρὸς τὰς κιγκλίδας τοῦ θυσιαστηρίου, καὶ βλέπει μὲν ἄλλο οὐδέν, περὶ δὲ τὸν θρόνον τοῦ πατριάρχου καθήμενόν τινα γηραιόν (Πέτρον εἴκασε τοῦτον εἶναι τὸν κορυφαῖον τῶν ἀπο στόλων), οὗ πρὸς τοῖς ποσὶν ὁ μακαρίτης ἐκυλινδεῖτο Ἰγνάτιος, ἐκδίκησιν ἐξαιτῶν ὧν ἐπεπόνθει δεινῶν. τὸν δὲ ἑνὶ τῶν παρεστώ των μάχαιραν δοῦναι καὶ εἰπεῖν "ταύτῃ τὸν θεόργιστον" οὕτω τὸν Καίσαρα κατονομάσαντα "τῇ τῶν εὐωνύμων χώρᾳ ἐγκατα στήσας μεληδὸν διάτεμνε. τὸν δὲ ἀσεβότεκνον" διὰ τοῦ τοιού του προσρήματος τὸν βασιλέα δηλοποιήσαντα "κατάλεγε μὲν τοῖς 2.179 δεξιοῖς, τὴν δ' ὁμοίαν δίκην ἀπεκδέχεσθαι πρόσειπε." καὶ ὁ μὲν ὄνειρος οὗτος· εἰ δὲ καὶ ἀπέβη τὰ θεαθέντα, δηλώσει τὰ μετὰ ταῦτα. Ἄρτι κατὰ τῶν Κρητῶν ὁ Βάρδας πανδημεὶ μετὰ τοῦ Μι χαὴλ καθωπλίζετο, καὶ πρὸς τὸν τῆς θεοτόκου ναὸν τῶν ὁδηγῶν φοιτήσας εἰσῄει μετὰ λαμπάδων τὸν συντακτήριον ἐκπληρῶν. ὡς οὖν τοῖς ἀδύτοις προσήγγισεν, ἄφνω τῶν αὐτοῦ ὤμων ἡ χλαμὺς ὀλισθήσασα αἰσθέσθαι τοῦτον δεινοτέρων δεινῶν παρεσκεύασε. καὶ αὐτὸς δὲ πρὸ μιᾶς ἡμέρας τοῦ μέλλειν ἀπαίρειν ἀπὸ τῆς πό λεως, εἴτ' ἀφ' ἑαυτοῦ εἴτε καὶ ἄλλως ὑπὸ τοῦ μέλλοντος ἐλαυνόμενος, συναγαγὼν εἰς ταυτὸ τοὺς φίλους καὶ συμποσιάσας μεμνῆ σθαί τε τῆς αὐτοῦ παρῄνει φιλίας καὶ λεγάτα, ὡς τοῦ βίου ἤδη ἔξω γινόμενος, παρέσχετο. ὡς οὖν κατὰ τῆς Κρήτης ἐξῄεσαν καὶ τῷ θέματι τῶν Θρᾳκησίων ἐπέβησαν, καὶ κατά τινα Χῶρον τόπον οὕτω λεγόμενον οἱ τούτῳ ὑπηρετοῦντες προκαταλαβόντες τὰς σκηνὰς κατεπήγνυον ἁμίλλῃ χρώμενοι καὶ σπουδῇ, ἐνταῦθά που, εἴτε δὴ κατὰ πρόνοιαν εἴτε καὶ ἄλλως κατ' ἄγνοιαν, τὴν μὲν τοῦ βασιλέως ἐπὶ πεδινοῦ χωρίου αὐλαίαν ἐπήξαντο, εἴς τινα δὲ λόφον ὑπερανεστηκότα τὴν τοῦ Καίσαρος ἀνεπέτασαν. ὅπερ ὡς
PG 121:1065ἕρμαιον λαβόντες οἱ τῷ Μιχαὴλ προσκείμενοι καὶ προσπολεμοῦν τες τῷ Καίσαρι κατῃτιῶντο τὸ γεγονὸς καὶ τὰς κατ' ἐκείνου ἐξέ καιον συμβουλάς. ὑπέθραττε δ' ὅμως αὐτοὺς καὶ νωθροτέρους ἐποίει πρὸς τὴν ἐγχείρησιν ἡ τοῦ Καίσαρος κραταιοτέρα ἰσχύς· τήν 2.180 τε γὰρ τοῦ δομεστίκου τῶν σχολῶν ἀρχὴν ὁ τούτου εἶχεν υἱὸς Ἀν τίγονος, καὶ οἱ λοιποὶ στρατηγοὶ αὐτῷ ἐπειθάρχουν, καὶ Συμβά τιος ὁ λογοθέτης τοῦ δρόμου, γαμβρὸς ἐπὶ τῇ θυγατρὶ αὐτοῦ τυγχάνων, ἀναντιρρήτως τὰ ἐκείνου φρονεῖν ἐπιστεύετο. ἀλλ' ἔλαθεν ὁ Συμβάτιος ὑπὸ τοῦ βασιλέως κλαπεὶς καὶ τὸν φόνον τοῦ πενθεροῦ ἐργασάμενος αὐτός, καὶ οὐκ ἄλλος, σύνθημα τοῦ φό νου εὐτρεπισθείς. ἄρτι γὰρ ἐξῄει τὰς ἀναφορὰς ἀναγνούς, καὶ τὸ σημεῖον ἐδίδου τοῦ φόνου, σταυρὸν εἰς τὸ ἑαυτοῦ πρόσωπον ἐγχαράξας. ἀνεβάλλοντο δ' ὅμως οἱ συνωμόται, τὴν ἑταιρείαν παρισταμένην ὁρῶντες τοῦ Καίσαρος. ὅπερ ὁ Μιχαὴλ εὐλαβη θείς, μή πως κατάφωρος γενόμενος καθ' ἑαυτοῦ τὴν μάχαιραν ἐπισπάσηται, διὰ πιστοῦ τινὸς ἐθαρσοποίει τοὺς ἄνδρας ταῖς ὑπο σχέσεσι. καὶ παρῆλθεν ἂν τὸν κίνδυνον καὶ παρεκρούσατο ὁ Καῖ σαρ τῷ δέει καταπλησσομένων καὶ κατεπτηχότων τῶν συνωμοτῶν, εἰ μὴ Βασίλειος ὁ μετὰ ταῦτα βασιλεύς, παρακοιμώμενος ὤν, διανέστη πρὸς τὴν ἐγχείρησιν· οὗτος γὰρ ἀπορρῖψαί τε πείθει τὸ δέος τοὺς συνωμότας καὶ πρὸς τὴν πρᾶξιν ἐπιρωννύει. ξιφήρεις οὖν τοὺς ἄνδρας ἰδὼν ὁ Βάρδας ἐπιόντας ἀθρόως ἔγνωκέ τε τὸν θάνατον καὶ πρὸς τοὺς πόδας ἔρριψε τοῦ βασιλέως ἑαυτόν. ἀλλ' ἀποσπῶσι τοῦτον ἐκεῖθεν καὶ μεληδὸν κατατέμνουσιν, εἶτα κοντῷ τὰ παιδογόνα αὐτοῦ ἐπαιωρήσαντες μόρια παραδειγματίζουσιν. ἤρθη δὲ θόρυβος πολὺς καὶ τῷ βασιλεῖ κίνδυνον ἐπισείων, ὃν ὁ τῆς βίγλας δρουγγάριος Κωνσταντῖνος μετὰ πολλῶν εἰς μέσον 2.181 ἀθρόως ἐπιφανεὶς διέλυσεν, εὐφημίαις τε βάλλων τὸν βασιλέα καὶ δικαίως ἀποθανεῖν τὸν Βάρδαν διαβεβαιούμενος. καὶ ὁ μὲν Βάρ δας οὕτως ἐξ ἀνθρώπων ἐγένετο, καὶ οὕτω ἡ κατὰ Κρητῶν ἐκ στρατεία ἐλέλυτο, τοῦ βασιλέως πρὸς τὸ Βυζάντιον ὑποστρέ ψαντος. Τοῦτο τὸ ἔργον εἰς βασίλειον ὕψος ἀνήγαγε τὸν Βασίλειον. φυσικῆς γὰρ ἀπορῶν γονῆς ὁ Μιχαήλ, καὶ τὰ κοινὰ διεξάγειν οὐχ οἷός τε ὤν, εἰσποιεῖταί τε αὐτὸν εἰς υἱὸν τῇ τῶν μαγίστρων ἀξίᾳ τιμήσας, καὶ διάδημα μετὰ μικρὸν αὐτῷ περιτίθησι κατὰ τὴν μεγάλην ἐκκλησίαν γενόμενος. ἐγκρατὴς δ' οὗτος τῆς ἀρχῆς γε γονὼς ἀπεπειρᾶτο τὸν βασιλέα ὡς πορρωτάτω ἀπάγειν τῶν μιση τῶν ἔργων καὶ ἐπιρρήτων. ἔλαθε δὲ διὰ τοῦτο ἑαυτῷ καθοπλί ζων τὸν φθόνον. μὴ φέρων γὰρ τοὺς ἐλέγχους ὁ Μιχαήλ, καὶ τὸν Βασίλειον ἐκποδὼν ποιῆσαι διανοούμενος ὡς τῶν αὐτοῦ θελη μάτων ἐμποδιστήν, Βασιλικῖνόν τινα τοῦ βασιλικοῦ δρόμωνος ἐρέτην ὑπάρχοντα εἰς μέσον ἀγαγὼν τὴν πορφύραν τε ἐνδύει καὶ τὸ διάδημα περιτίθησι καὶ πρὸς τὴν σύγκλητον ἐξάγει τῆς χειρὸς ἔχων αὐτόν, καὶ ἐξαγαγὼν τοιούτων τινῶν ῥημάτων ἀπήρξατο "πάλαι μὲν ἔδει τουτονὶ τὸν ἄνδρα, ὦ φίλοι, εἰς τὸν περίβλεπτον κόσμον τῆς βασιλείας ἀναγαγεῖν ἢ τὸν Βασίλειον· πρόσεστι γὰρ αὐτῷ πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος, τὸ δεύτερον δὲ συμφυὲς πέλει στέφος· ἅπαντα δ' ἁρμόζουσι πρὸς τὴν ἀξίαν." 2.182 αὕτη ἡ πρᾶξις καὶ ὁ λόγος οὗτος ἀρχὴ γέγονε τῆς αὐτοῦ καταλύ σεως. ἐπισυνέβη δέ τι καὶ ἄλλο. ἀκρατοποτῶν γὰρ ὁ Μιχαὴλ καὶ μεθυσκόμενος κατὰ τὸν τῆς μέθης καιρὸν πολλὰ καὶ ἄτοπα προσέταττε πράττεσθαι, τοῦ μὲν ἀφαιρεῖσθαι τὰ ὦτα, ἄλλου τὴν ῥῖνα, καὶ τὴν κεφαλὴν ἑτέρου· ἐκώλυε δὲ ταῦτα γίνεσθαι ὁ Βα σίλειος, οὐ τοσοῦτον περὶ τῶν ἄλλων ὅσον περὶ ἑαυτοῦ δεδοικώς. ὡς οὖν ἔγνω ὁ Μιχαὴλ ἐμπόδιον αὐτὸν ἔχων, μεγάλην κατ' αὐτοῦ συρράπτει ἐπιβουλήν. ἡ δὲ ἦν· ὑποτίθησί τινι λόγχην ἐπαφεῖναι λόγῳ μὲν κατὰ τοῦ θηρίου, ἔργῳ δὲ κατὰ τοῦ Βασιλείου. καὶ τοῦτο δῆλον γέγονε τοῦ κελευσθέντος ἐν τῷ μέλλειν ἀποθνήσκειν ἐξαγορεύσαντος. ἀφῆκε μὲν οὖν οὗτος τὴν λόγχην, διήμαρτε δέ, καὶ σέσωστο ὁ Βασίλειος. καὶ σωθεὶς δρᾶσαί τι μᾶλλον ἐσπού δασεν ἢ παθεῖν· καὶ σφάττεται ὁ
PG 121:1069Μιχαὴλ κατὰ τὰ ἀνάκτορα τοῦ ἁγίου Μάμαντος, ἐν ἔτει τῷ #22 το ʹ, ὥρᾳ γʹ τῆς νυκτός, ἄρξας μετὰ τῆς μητρὸς μὲν ἔτη ιδʹ, ιαʹ δὲ μοναρχήσας. ἀλλὰ καὶ οὕτως ἐκμελῶς καὶ ἀναγώγως βιώσας οὐ παντάπασιν ἠμοίρησε τῶν ἐπαι νετῶν· δισκοποτήριον γὰρ προσήνεγκε τῇ μεγάλῃ ἐκκλησίᾳ, καὶ πολυκάνδηλα τὰ πρῴην λίαν ὑπερελάσαντα. Ἀναιρεθέντος δ', ὡς εἴπομεν, τοῦ Μιχαὴλ τὸ τῆς βασιλείας ἀνεδήσατο κράτος ὁ Βασίλειος. ὅστις δὲ οὗτος ἦν καὶ ὅθεν ὥρ μητο, κἀκ ποίας αἰτίας εἰς τὴν βασίλειον ἀνῄει περιωπὴν ἐκ τα πεινῆς καὶ ἀλαμποῦς ὁρμώμενος τύχης, ἄνωθεν διαλαβὼν ὁ λόγος 2.183 διατρανώσει. ἤνεγκε τοίνυν ἡ τῶν Μακεδόνων χώρα αὐτόν, εἷλκε δὲ τὸ γένος ἐξ Ἀρμενίων, ἐκ πάνυ λαμπρᾶς καταγόμενος τῆς τῶν Ἀρσακιδῶν σειρᾶς, ἐξ ἧς μόνης νόμος ἦν βασιλεύεσθαι Πάρθοις καὶ Μήδοις καὶ Ἀρμενίοις διὰ τὸ κλέος τοῦ πρώτου Ἀρσάκου τοῦ ἀνακτησαμένου τοῖς Πάρθοις τὴν βασιλείαν ὑπὸ Περσῶν ἐσφετερισμένην. καὶ συνέβη μέχρι πολλοῦ τοὺς τοῦ Ἀρσάκου ἀπογό νους βασιλεύειν τῶν εἰρημένων ἐθνῶν. ἔσχατος δὲ τῆς βασιλείας ἐκπεσὼν Ἀρτάβανος τῆς προγονικῆς, καὶ ὁ τούτου ἀδελφὸς Κλιέ νης, φυγάδες εἰς τὸ Βυζάντιον παραγίνονται· Λέων ὁ μέγας τότε τὴν τῶν Ῥωμαίων ἴθυνε βασιλείαν. οὗτος οὖν τοὺς ἄνδρας ὑπο δεξάμενος καὶ ἀξιοπρεπῶς τιμήσας οἴκησιν τὴν προσήκουσαν ἐν τῇ βασιλίδι ἀπένειμεν. ὅπερ μαθὼν ὁ τῶν Περσῶν βασιλεὺς γράμ μασιν αὐτοὺς μετεκαλεῖτο, εἰς τὴν πατρῴαν ὑπισχνούμενος ἡγε μονίαν ἐγκαταστῆσαι. δεξαμένων δ' ἐκείνων τὰ γράμματα καὶ περὶ τοῦ πρακτέου διασκοπουμένων, μηνύεται διά τινος τῶν ὑπηρε τουμένων αὐτοῖς πάντα τῷ βασιλεῖ, καὶ ὅτι οἱ πλανῆται οὗτοι καὶ ἐπήλυδες τῶν ἐπισημοτέρων εἰσί. καὶ εἴς τινα πολίχνην τῆς Μα κεδονίας Νίκην ὀνομαζομένην μετὰ γυναικῶν καὶ τέκνων αὐτοὺς κατοικίζει. εἶτα πάλιν τῆς Περσῶν βασιλείας ὑπὸ τῶν Σαρακη νῶν ἀνατραπείσης, τὰ παραπλήσια καὶ ὁ τηνικαῦτα ἀμερμουμνῆς διεπράξατο, καὶ γράμμασι μετεκαλεῖτο τοὺς ἐν Μακεδονίᾳ τῶν Ἀρσακιδῶν ἀπογόνους. φωραθέντος δὲ καὶ τούτου τοῦ δράματος Ἡρακλείῳ τῷ βασιλεῖ, καὶ ὅτι οὐκ εὐνοίᾳ τῇ πρὸς αὐτοὺς ἡ με τάκλησις γίνεται, ἀλλ' ὥστε δι' αὐτῶν τὸ τῶν Ἀρμενίων καὶ Πάρ 2.184 θων γένος ὑπήκοον γενέσθαι, εἰς Φιλίππους αὐτοὺς (μία δὲ αὕτη τῶν Μακεδονικῶν πόλεων) μετοικίζει, εἶτα πάλιν ἐκεῖθεν εἰς Ἀδριανούπολιν. εὐθέτου δὲ τοῦ τόπου φανέντος τοῖς ξένοις, εἰς πλῆθος κατέστησαν, ἀσύγχυτον τὸ γένος φυλάσσοντες. χρόνοις δὲ ὕστερον, ἡνίκα Κωνσταντῖνος σὺν Εἰρήνῃ τῇ μητρὶ ἐβασίλευ σεν, ἀνήρ τις Μαΐκτης τοὔνομα, εἰς τὸ τῶν Ἀρσακιδῶν ἀναφέρων γένος, κατά τινα χρείαν εἰσῄει εἰς τὴν βασιλεύουσαν, ὃς ἀνδρὶ περιτυγχάνει τυχαίως ὁμογενεῖ Λέοντι τοὔνομα, καὶ εἰς ὁμιλίαν αὐτῷ καταστὰς ὅλος τῆς τούτου φιλίας ἐγένετο. ὡς δὲ κατενόησε καὶ αὐτὸν τοῦ τῶν Ἀρσακιδῶν αἵματος εἶναι, ἐν Ἀδριανουπόλει οἰκοῦντα, προκρίνει τῆς ἰδίας τὴν ἀλλοτρίαν διὰ τὴν τοῦ ἀνδρὸς ἀρετήν, καὶ τὸ πρὸς αὐτὸν ἀσπασάμενος κῆδος μίαν τῶν αὐτοῦ θυγατέρων ἠγάγετο· ἐξ ὧν ὁ τοῦ ἱστορουμένου προῆλθε πατήρ, ῥώμῃ τε διαφέρων καὶ τῇ λοιπῇ τοῦ σώματος θέσει· ὃν γυνή τις εὐγενής, τῆς τοῦ μεγάλου Κωνσταντίνου, ὥς φασι, καταγομένη σειρᾶς, γαμβρὸν ἐπὶ τῇ ἰδίᾳ ἄγεται θυγατρὶ λίαν εὐπρεπεστάτῃ, ἐξ ἧς ἐτέχθη Βασίλειος, πολλὰ πρὸ τῆς γεννήσεως φέρων τὰ τῆς βασιλείας σύμβολα. ἐκ τῶν τοιούτων γεννητόρων προαχθεὶς ὁ Βασίλειος ἐλευθερίως ἀνήγετο. ἐπεὶ δὲ Κροῦμος ὁ τῶν Βουλγά ρων ἄρχων, ταῖς κατὰ Ῥωμαίων νίκαις πεφυσημένος, μέγα στρα τόπεδον ἀγείρας ἐπολιόρκει τὴν Ἀδριανούπολιν, μηδενὸς χεῖρα ἀντᾶραι τούτῳ τολμῶντος ἀνυποστάτῳ τυγχάνοντι διὰ τὰς προη γησαμένας εὐτυχίας, χρόνον τῇ πόλει περικαθίσας ἐφ' ἱκανὸν ὡμολόγει ταύτην διὰ τὴν τῶν ἀναγκαίων ἔνδειαν παραστήσασθαι, 2.185 πάντας τε τοὺς ἐν αὐτῇ, οἷς ἠριθμεῖτο καὶ ὁ τῆς πόλεως ἀρχιε ρεὺς Μανουήλ, εἰς Βουλγαρίαν μετέστησε. συνέβη μετὰ τῶν
PG 121:1071ἄλλων καὶ τοὺς τοῦ Βασιλείου γεννήτορος, ὑπομάζιον αὐτὸν ἔτι φέροντας, εἰς τὴν Βουλγάρων ἀπαχθῆναι γῆν. ἔνθα αὐτός τε ὁ κλεινὸς ἀρχιερεὺς καὶ οἱ τοῦ Βασιλείου γεννήτορες καὶ τὸ σὺν τῷ ἀρχιερεῖ πλῆθος ἀνόθευτον τὴν εἰς Χριστὸν πίστιν διατηρήσαντες πολλοὺς τῶν Βουλγάρων πρὸς τὴν ὀρθόδοξον πίστιν μετήγαγον, μήπω τοῦ ἔθνους μετηγμένου πρὸς θεοσέβειαν, καὶ πολλαχοῦ τῆς Βουλγαρικῆς γῆς Χριστιανικῆς διδασκαλίας κατεβέβληντο σπέρ ματα. ἀλλὰ Κροῦμος μὲν ἔφθη καταλύσασθαι τὴν ζωήν, Κρυτά γων δὲ ὁ τούτου διάδοχος πολλῷ τὸν ἀπελθόντα νικῶν εἰς θηριω δίαν, αὐτὸ τὸ γινόμενον οὐκ ἀγνοήσας, καὶ ὅτι τὸ τῶν Βουλγά ρων γένος ἠρέμα πρὸς χριστιανισμὸν μεταφέρεται, θυμοῦ πλήρης καθίσταται, καὶ τόν τε θεῖον ἀρχιερέα Μανουὴλ καὶ τοὺς ἐξοχω τάτους τῶν περὶ αὐτὸν μετὰ θυμοῦ παραστησάμενος πρῶτον μὲν ἠπίως μεταστῆσαι ἐπειρᾶτο καὶ ὁμαλῶς τῆς ὀρθοδόξου καὶ ἀμω μήτου τῶν Χριστιανῶν πίστεως, ἐπεὶ δὲ κρείττους αὐτοὺς κατε νόησε καὶ ὑποσχέσεων καὶ ἀπειλῶν, μετὰ πολλὰς αἰκίας τῷ διὰ μαρτυρίου παρέδωκε θανάτῳ. καὶ Μανουὴλ μὲν ὁ κλεινὸς ἀρχιε ρεὺς οὕτω τῷ διὰ μαρτυρίου τέλει συνάμα τοῖς ὑπ' αὐτὸν ἐμφανέσι τὴν ἑαυτοῦ ἐπισφραγίζει ζωήν, καὶ πολλοὺς τῶν καθ' αἷμα συνέβη προσηκόντων μαρτυρικῆς εὐκλείας ἀξιωθῆναι· ἐπεὶ δὲ ἔδει ποτὲ καθόδου τυχεῖν τοὺς ὑπολελειμμένους αἰχμαλώτους, ἄνωθεν τοῦ θεοῦ τὴν ἔξοδον αὐτοῖς πραγματευομένου, ὁ τῶν Βουλγάρων ἀρχη γὸς πολλάκις θραυσθεὶς καὶ μὴ δυνάμενος ἐπὶ πλέον πρὸς τὰς 2.186 Ῥωμαϊκὰς δυνάμεις ἀντικαθίστασθαι εἰρήνην ἀντὶ τῆς μάχης ἀσπάζεται καὶ ἀπολύει τῆς αἰχμαλωσίας τὸν λαόν. ἄρτι δὲ συνα λιζομένων τῶν αἰχμαλώτων, καὶ μελλόντων ἤδη πρὸς τὰ πάτρια ἤθη παλινοστεῖν, καὶ ὁ ἄρχων θεωρὸς ἐγένετο τῶν αἰχμαλώτων, καὶ τὸν παῖδα κατιδὼν Βασίλειον ἤδη τὴν παιδικὴν παραλλάσσοντα ἡλικίαν καὶ τῆς ἐφήβου ἁπτόμενον πρὸς ἑαυτὸν μετεκαλεῖτο, ἐλευ θέριον ἰδὼν ἐνορῶντα καὶ χαρίεν ὑπογελῶντα καὶ περισκαίροντα, καὶ ἐγγὺς παραστάντα ταῖς χερσὶν ἠθέλησε κατασχεῖν καὶ ἀσπάσα σθαι καὶ μῆλον ὑπερφυὲς τὸ μέγεθος αὐτῷ παρασχεῖν· ὅπερ οὗ τος ἀκάκως πάνυ καὶ θαρραλέως τοῖς τοῦ ἄρχοντος ἐπερειδόμενος γόνασι διδόμενον ὑπεδέξατο, ἐν τῷ ἀπλάστῳ ἤθει καὶ ἀπεριέργῳ τὴν ἑαυτοῦ εὐγένειαν ἐνδεικνύμενος, ὡς ἐκπλαγῆναι μὲν τὸν ἄρ χοντα, ἀγανακτεῖν δὲ λεληθότως τοὺς ὑπ' αὐτόν, εἰ τοιοῦτος ὢν ὁ νέος συγχωροῖτο οἴκοι παλινοστεῖν. ἀλλ' ἀπελύθη ὅμως εὐμε νείᾳ θεοῦ ὁ αἰχμάλωτος τῶν Ῥωμαίων λαὸς ἀπαθής, συνεξῆλθον δὲ οἱ τοῦ Βασιλείου γονεῖς, τὸν φίλτατον ἑαυτῶν παῖδα προσεπα γόμενοι. Φασὶ δὲ καὶ πολλὰ σημεῖα συνενεχθῆναι τούτῳ, γνώριμον καθιστῶντα τὸν ἄνδρα, ὡς εἰς τὴν βασίλειον ἀναχθείη περιωπήν. ἀλλὰ τὰ μὲν ἄλλα παριτέον τῷ λόγῳ ὡς παρολκὴν ἐμποιοῦντα· ὃ δ' οὐ θέμις παραδοῦναι σιγῇ, τοῦτο καὶ διηγήσομαι. θέρους ἦν ἀκμή, καὶ οἱ τὸν παῖδα γεγεννηκότες ἐξῆλθον εἰς τὸν ἴδιον ἀγρόν, τοὺς θεριστὰς πρὸς τὸ ἔργον ἐντείνοντες. καὶ οὗτοι μὲν ἦσαν πρὸς τούτοις, τὸ δὲ παιδίον ἵνα μὴ ὑπὸ τοῦ θάλπους κατα 2.187 φλέγοιτο τοῦ ἡλίου, σκηνήν τινα σχεδιάσαντες ἐκ τοῦ συνδέσμου τῶν ἀσταχύων ἐν ταύτῃ τοῦτον κοιμηθησόμενον ἔθεντο, ἅμα μὲν τῆς τοῦ ἡλίου θέρμης τὸν καύσωνα ἀβλαβῶς διελθεῖν μηχανώμε νοι, ἅμα δὲ καὶ ὡς ἀπερικόπως ὑπνώττῃ, μὴ ὑπό τινος ἔξωθεν ἐνοχλούμενος. ἀλλ' ἐκεῖνοι μὲν τὴν στιβάδα, ὡς ὁ καιρὸς ἐδί δου, σχεδιάσαντες καὶ τὸν παῖδα κατακοιμήσαντες ᾤχοντο πρὸς τὸ ἔργον· τοῦ ἡλίου δὲ τὰς ἀκτῖνας ἐπαφιέντος τῷ παιδὶ καὶ οὐ μικρῶς τούτῳ παρενοχλοῦντος, ἀετὸς ἐπικαταπτὰς ἡπλωμέναις ταῖς πτέρυξι τὸ παιδίον ἐσκίαζεν. ἀρθείσης δὲ παρὰ τῶν ἰδόντων φωνῆς, μή τι καὶ πάθοι παρὰ τοῦ ζῴου εὐλαβηθέντων, ἡ μήτηρ εὐθὺς πρὸς τὸν παῖδα δραμοῦσα, ὡς εὗρε τοῦτον ἡδέως καθεύ δοντα, ἰδοῦσα δὲ καὶ τὸν ἀετὸν τῷ παιδίῳ σκιὰν ταῖς πτέρυξι περιποιούμενον καὶ μηδὲ πρὸς τὴν ταύτης ἐκπλαγέντα ἐπέλευσιν, ἀλλ' ὥσπερ καὶ χάριν ἀπαιτοῦντος αὐτήν, κατὰ μὲν τὸ πρόχειρον οὐκ εἰς νοῦν
PG 121:1073ἔβαλλε τὸ θεοπρόπιον, ἀλλ' ὡς εἶχε λίθον ἀπὸ τῆς γῆς λαβοῦσα τὸν ἀετὸν ἀπεδίωκε. καὶ οὗτος μὲν μικρὸν ἀπέπτη, τῆς δὲ γυναικὸς πρὸς τὸν ἄνδρα ὑποστρεψάσης πάλιν παρῆν ὁ ἀετὸς κατὰ τὸ πρότερον σχῆμα ἡπλωμέναις ταῖς πτέρυξι τὸ παιδίον ἐπι σκιάζων. καὶ πάλιν ἦρτο φωνὴ παρὰ τῶν θεατῶν διωλύγιος, καὶ ἡ μήτηρ πρὸς τὸ παιδίον, καὶ λίθῳ πάλιν ὁ ἀετὸς ἀποσοβού μενος, καὶ ἡ τῆς μητρὸς πρὸς τοὺς ἐργαζομένους ὑποστροφή. ὡς δὲ καὶ τρὶς καὶ πολλάκις τοῦτο ἐγένετο, μόλις ποτὲ συναίσθησιν τοῦ θείου λαμβάνει συμβόλου, καὶ τεκμηριοῦται διὰ τῶν προλα βόντων τὰ γενόμενα ὕστερον. Ἐτρέφετο τοίνυν διὰ πάσης ἐπιμελείας ὁ παῖς ὑπὸ μόνοις τοῖς φύσασιν· ἤδη δὲ αὐτοῦ τὴν τῶν νεανίσκων παραμείψαντος 2.188 ἡλικίαν μετήλλαξε μὲν ὁ πατὴρ τὸν βίον, χηρεία δὲ περὶ τὴν μη τέρα καὶ ὀρφανία περὶ τουτονὶ τὸν νεανίαν καὶ ἐντεῦθεν ἀνίαι καὶ θλίψεις ἀπεφύοντο. ἐπέρρει δὲ καὶ φροντίδων ἐσμός, τῆς περὶ τὸν οἶκον ἐπιμελείας καὶ τῆς μητρικῆς προνοίας καὶ τῶν ἀδελφῶν ἄρτι ἐφ' ἑαυτὸν ἐξημμένης. ἐπείπερ ἡ γεωργία μικρά τις ἐπι κουρία ἐδόκει αὐτῷ καὶ συνεργὸς πρὸς τὸν βίον, βουλεύεται πρὸς τὴν βασιλεύουσαν εἰσελθεῖν κἀντεῦθεν ἑαυτῷ τε καὶ τοῖς φιλτά τοις ἐπαξίως πορίζεσθαι τὰ δέοντα. καὶ τοῦτον μὲν εἶχεν ὁ πρὸς τὴν βασιλεύουσαν ἔρως, ἀνθεῖλκε δὲ καὶ κατεῖχεν ἡ μήτηρ, μὴ συγχωροῦσα ποιῆσαι τὸ βουλευόμενον, ἀλλὰ προσμένειν παρακα λοῦσα καὶ γηροτροφεῖν, ἀπελθοῦσαν δὲ παραπέμψαι ταῖς ἑαυτοῦ χερσί, καὶ οὕτω πορείαν στείλασθαι τὴν αὐτῷ καταθύμιον. ἀλλὰ καὶ οὕτως αὐτὴν ἔχουσαν δυσαποσπάστως αἱ βιωτικαὶ φροντίδες ἀναπείθουσιν ἀπολῦσαι. ἄρας οὖν ἐκ Μακεδονίας τὴν βασιλίδα καταλαμβάνει· καὶ τὸ μεταξὺ διανύσας διάστημα, καὶ κατὰ τὰς χρυσᾶς πύλας τῆς βασιλίδος γενόμενος, καὶ δι' αὐτῶν εἰσελθὼν ἤδη πρὸς ἑσπέραν τῆς ἡμέρας οὔσης, ἐν τῇ τοῦ ἁγίου μάρτυρος Διομήδους μονῇ, κατὰ τὰ ἐν τοῖς προαυλίοις βάθρα πρὸ τοῦ πυλῶνος, κατάκοπος ὤν, ἀτημελῶς ὡς ἔτυχεν ἐπιρρίψας ἑαυτὸν ἀνεπαύετο. Περὶ πρώτην δὲ φυλακὴν τῆς νυκτὸς ὄναρ τῷ τῆς μονῆς ἡγουμένῳ ὁ μάρτυς ἐφίσταται Διομήδης, κελεύων ἐξελθεῖν εἰς τὸν τῆς μονῆς πυλῶνα καὶ ὀνομαστὶ καλέσαι Βασίλειον, καὶ τὸν ὑπακούσαντα εἰσαγαγεῖν εἰς τὸ μοναστήριον καὶ ἐπιμελείας ἀξιῶσαι· κεχρισμένον γὰρ εἶναι τοῦτον βασιλέα παρὰ θεοῦ, καὶ 2.189 αὐτὸν μέλλειν εἰς ἀνοικοδομὴν καὶ αὔξησιν τῆς παρούσης γενέσθαι μονῆς. ὁ δὲ καθηγούμενος φάντασμα τὸ θεαθὲν εἶναι ὑπολογι σάμενος ἐν οὐδενὶ λόγῳ τὰ λαληθέντα ἐποιήσατο, ἀλλὰ πάλιν ἑαυ τὸν τῷ ὕπνῳ ἐπεδεδώκει. τὰ ὅμοια δὲ πάλιν ἐκ δευτέρου θεασά μενος, ἐπεὶ μὴ ἀνέφερε νωθής τις ὢν καὶ ὑπνώδης, ἐκ τρίτου βλέπει τὸν μάρτυρα οὐκέθ' ἡσύχως καὶ πράως παρακελευόμενον, ἀλλὰ καὶ λίαν σφοδρῶς ἀπειλοῦντα καὶ μάστιγας τῷ δοκεῖν ἐπι φέροντα, εἰ μὴ θᾶττον ὑπηρετήσει τοῖς λεγομένοις. τότε δ' οὖν ἔμφοβος διυπνισθεὶς καὶ τὸν ὄκνον ἐκτιναξάμενος τῷ πυλῶνι ἐφί σταται, καὶ κατὰ τὸ θεῖον πρόσταγμα ἐκάλει Βασίλειε. καὶ ὃς εὐθὺς "ἰδοὺ ἐγώ, κύριε· τί προστάσσεις τῷ δούλῳ σου;" εἴσω δὲ αὐτὸν τῆς μονῆς εἰσαγαγὼν δεούσης τε θεραπείας καὶ ἐπιμε λείας ἠξίωσε καὶ πάσης μετέδωκε φιλοφροσύνης. εἶτ' ἐχεμυθεῖν ἀσφαλισάμενος καὶ μὴ ἔκπυστον πρός τινα θέσθαι ἀλλὰ παρ' ἑαυ τῷ φυλάττειν τὸ μυστήριον παρεγγυήσας, τὴν τοῦ μάρτυρος αὐτῷ ἐφανέρωσε πρόρρησιν, καὶ μετὰ τὴν ἔκβασιν τῶν πραγμάτων ἑαυ τοῦ τε καὶ τῆς μονῆς μεμνῆσθαι ἐδυσώπει. τοῦ δὲ ὡς ὑπὲρ ἑαυ τὸν τὸ πρᾶγμα ἀποσειομένου, καὶ μᾶλλον ἀξιοῦντος τὸν ἡγούμε νον εἰσοικισθῆναί τινι τῶν ἐμφανεστέρων εἰς δουλείαν, ἀσπασίως ἑαυτὸν εἰς τοῦτον ἐκδέδωκεν ὁ ἡγούμενος, καὶ ἐπεὶ συνήθως εἶχε πρὸς τὴν τοιαύτην μονὴν ὁ τοῦ βασιλέως Μιχαὴλ καὶ τοῦ Βάρδα τοῦ Καίσαρος συγγενὴς Θεόφιλος, ὃν ὑποκοριζόμενοι διὰ τὸ μι κρὸν τῆς ἡλικίας Θεοφιλίτζην ἐκάλουν, τούτῳ συνέστησε τὸν Βα σίλειον ἀεὶ σπουδὴν ἔχοντι γενναίους καὶ εὐειδεῖς καὶ ἐπ' ἀνδρίᾳ 2.190 διαβοήτους κεκτῆσθαι περὶ αὐτὸν ὑπηρέτας· τοιούτους γὰρ προσ
PG 121:1075λαμβάνων Σηρικαῖς τε εὐθὺς ἐκόσμει ἐσθῆσι καὶ τῇ ἄλλῃ κατα στολῇ διαπρεπῶς κατελάμπρυνε. τούτοις ἐγκαταλεγέντα τὸν Βα σίλειον καὶ κατὰ πολὺ προύχειν τῶν ἄλλων δοκοῦντα κατὰ τὴν σωματικὴν ῥώμην καὶ ψυχικὴν ἀνδρίαν πρωτοστράτωρα τοῦτον προβάλλεται. ἀεὶ δὲ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος ἡμέραν ἐξ ἡμέρας ἐπὶ πλέον ἠγαπᾶτο παρὰ τοῦ Θεοφίλου, καὶ ἐπὶ τοῖς οἰ κείοις προτερήμασιν ἐθαυμάζετο· ἦν γὰρ κατά τε χεῖρα γενναῖος καὶ κατὰ ψυχὴν θαρραλέος καὶ πρὸς πᾶν τὸ κελευόμενον ὀξύς τε καὶ ἐπιτήδειος. Καὶ ὁ μὲν Βασίλειος ἦν ἐν τούτοις, ἡ δὲ μήτηρ αὐτοῦ ἐγλί χετο μαθεῖν πῶς αὐτῷ τὰ κατὰ τὴν ὁδὸν ἔσχε καὶ ποία τις αὐτὸν παῦλα τῶν πόνων ἐδέξατο. δυσθυμοῦσα δὲ καὶ ἀσχάλλουσα ὁρᾷ καθ' ὕπνους μέγα φυτὸν κυπαρίσσῳ προσεοικός, ἔνδον τῆς αὐλῆς αὐτῆς ἑστηκός, χρυσοῖς πυκαζόμενον φύλλοις καὶ χρυσοῦς τοὺς κλάδους καὶ τὸ στέλεχος ἔχον, οὗ ἐφύπερθεν ὁ ταύτης υἱὸς Βασί λειος ἐκαθέζετο. διυπνισθεῖσα δὲ διηγεῖται τὸ ὅραμά τινι τῶν εὐλαβῶν γυναικῶν· ἡ δὲ εὐθυμεῖν τε ἐπέτρεπεν ἐπὶ τῷ υἱῷ, καὶ τὸ ὁραθὲν ἐπικρίνουσα βασιλέα Ῥωμαίων γενέσθαι τὸν υἱὸν αὐτῆς ἀπεφαίνετο. τοῖς προτέροις οὖν καὶ τοῦτο προσλαβοῦσα λοιπὸν ἡ μήτηρ οὐκέτι τὸ ἀπὸ τοῦδε περὶ αὐτοῦ ἐδυσφόρει, ἀλλ' ἔχαιρε καὶ χρηστὰς ἐπὶ τῷ υἱῷ ἔτρεφε τὰς ἐλπίδας. Συνέβη δὲ κατ' ἐκεῖνο καιροῦ Θεόφιλον τὸν τοῦ Βασιλείου κύριον δημοσίων χάριν πραγμάτων ἀποσταλῆναι εἰς Πελοπόννη 2.191 σον. εἵπετο τούτῳ καὶ ὁ Βασίλειος, τὴν ἀφωρισμένην αὐτῷ ὑπηρεσίαν ἀποπληρῶν. ἐλθόντων δὲ εἰς Ἀχαΐαν εἰσῄει μὲν ὁ Θεό φιλος εἰς τὸν τοῦ πρωτοκλήτου Ἀνδρέου ναὸν προσευξόμενος, οὐ συνεισῆλθε δ' αὐτῷ καὶ ὁ Βασίλειος τότε, τῇ οἰκείᾳ διακονίᾳ, ὡς ἔοικεν, ἀπασχοληθείς. ὕστερον δὲ καὶ αὐτὸς τῷ ἀποστόλῳ ἀποπληρῶν τὰ καθήκοντα, καιροῦ δραξάμενος, εἴσεισι μόνος εἰς τὸν ναόν. ἐφήδρευε δέ τις τῷ θείῳ τεμένει τοῦ ἀποστόλου μοναχὸς ἀρετῆς ἀντιποιούμενος διὰ βίου. οὗτος τὸν μὲν Θεόφιλον εἰσελθόντα μετὰ τοσαύτης δορυφορίας οὔτε ὑπεδέξατο οὔτε ἀναστὰς κατησπά σατο οὔτε τινὸς ἠξίωσε μικρᾶς γοῦν προσρήσεως, ὕστερον δὲ τοῦ Βασιλείου εἰσερχομένου, ὡς εἴρηται, μόνου ὑπεξανέστη τε ὥς τινι τῶν κρειττόνων, καὶ τὴν ἐξ ἔθους τοῖς βασιλεῦσι πρέπουσαν προσή νεγκεν εὐφημίαν. ὅπερ τῶν ἐκεῖσε παρατυχόντων ἰδόντες τινὲς τῇ κατὰ τοὺς τόπους ἐκείνους πρωτευούσῃ κατά τε τρόπον καὶ εὐγέ νειαν γυναικί, ἣ Δανιηλὶς ἀπὸ τοῦ ταύτης ἀνδρὸς ὠνομάζετο, ἀπαγγέλλουσιν. ἐκείνη δὲ τὸ διοπτικὸν τοῦ μοναχοῦ, μηδ' ὅτι προορατικοῦ χαρίσματος ἠξίωται ἀγνοοῦσα, οὐκ ἐγένετο περὶ τὸ λεχθὲν ἀμελής, ἀλλ' ἅμα τε ἤκουσε καὶ προσκαλεσαμένη τὸν μο ναχὸν ὀνειδιστικὰ πρὸς αὐτὸν διεξῄει ῥήματα, "τοσοῦτος χρόνος" λέγουσα, "πάτερ πνευματικέ, ἐξ οὗ σοι γνώριμος ἐγὼ καθέστηκα, καὶ οἶδάς με κατὰ τὸν τόπον ἐν πᾶσι τῶν πολλῶν διαφέρουσαν, καὶ οὐδέποτε οὔτε ἐπηγέρθης θεασάμενός με οὔτε ἐπηύξω μοι· ἀλλ' οὐδὲ τῷ ἐμῷ υἱῷ οὔτε ἐγγόνῳ τὴν τοιαύτην ἀπένειμας φιλο 2.192 φροσύνην. καὶ πῶς νῦν ἄνθρωπον εὐτελῆ καὶ ξένον καὶ πένητα διανύοντα βίον ἰδὼν ὑπεξανέστης καὶ ὡς βασιλέα ἐτίμησας;" "οὐχ ὡς ἕνα τῶν τυχόντων εἶδον τὸν ἄνδρα ἐγώ" ἀντέφησεν ὁ μοναχός, "ἀλλ' ὡς ἐκ θεοῦ βασιλέα Ῥωμαίων ὑπὸ Χριστοῦ προκεχειρισμέ νον ἰδὼν ἐξανέστην καὶ ἐπευφήμησα· τοῖς γὰρ ὑπὸ θεοῦ τετιμη μένοις ὀφειλομένη πάντως ἐστὶ καὶ ἡ ἐξ ἀνθρώπων τιμή." Ὁ μὲν οὖν Θεόφιλος τὰ προστεταγμένα ἀνύσας εἴχετο πάλιν τῆς ἐπὶ τὴν βασιλίδα ὁδοῦ, ὁ δὲ Βασίλειος ἀσθενείᾳ συσχεθεὶς σώματος αὐτόθι καταλιμπάνεται· ἐπιμελείας δὲ τῆς προσηκούσης τυχὼν πρὸς τὴν ἄνοδον ἡτοιμάζετο. ὃν μετακαλεσαμένη ἡ προρ ρηθεῖσα γυνὴ Δανιηλὶς δώροις αὐτὸν καὶ μεγάλοις δεξιοῦται χαρί σμασι, μηδὲν ἕτερον ἐπιζητήσασα παρ' αὐτοῦ ἢ πνευματικῆς ἀδελφότητος συνδέσμῳ συνδεθῆναι πρὸς Ἰωάννην τὸν ταύτης υἱόν. ὁ δὲ πρὸς τὸ ἑαυτοῦ ἀποβλέπων εὐτελὲς καὶ τὸ περιφανὲς τῆς γυναικὸς ὡς ὑπὲρ αὐτὸν μᾶλλον οὖσαν διωθεῖτο τὴν ἔντευξιν·
PG 121:1079πλείονα δὲ παράκλησιν δεξάμενος ἐκπληροῖ τὸν ταύτης σκοπόν. ἐκπληρωθείσης δὲ τῇ γυναικὶ τῆς ἐφέσεως, ἔδοξεν αὐτῇ μὴ ἐπι κρύπτειν τὸ βούλημα τοῦ θεοῦ, ἀλλὰ δημοσιεύειν καὶ φανερὰ τι θέναι τὰ μεγαλεῖα τοῦ θεοῦ, οἷς οἶδε τρόποις προλεγόμενα καὶ δηλοποιούμενα. ἰδίᾳ τοίνυν παραστησαμένη τὸν Βασίλειον "ἴσθι" ἔφη, "ὦ τέκνον, ὡς ὁ θεός σε ἐπὶ μεγάλης μέλλει τιθέναι τῆς σκο πιᾶς καὶ κύριον ἀποδεικνύειν πάσης τῆς γῆς. εἰς ἔργον οὖν ἐκ βάσης τῆς ἐμῆς προρρήσεως οὐδὲν αἰτῶ ἕτερον παρὰ σοῦ ἀλλ' ἢ 2.193 τὸ μόνον ἀγαπᾶσθαι καὶ ἐλεεῖσθαι ἐμέ τε καὶ τοὺς ἐξ ἐμοῦ." ὁ δέ, εἰ δοίη τελεσθῆναι θεὸς τὰ μηνυόμενα, κυρίαν αὐτὴν ἀπο φῆναι κατεπηγγείλατο πάσης, εἰ οἷόν τε, ἐκείνης τῆς γῆς. καὶ οὕτως ἀσπασάμενος τὴν γυναῖκα ἀνῄει πρὸς τὴν βασιλεύουσαν καὶ τὸν ἑαυτοῦ κύριον. ἀπὸ δὲ τῶν ἐντεῦθεν αὐτῷ προσγενομένων χρημάτων ἐξωνησάμενος εἰς Μακεδονίαν κτήσεις ἱκανὰς κατέστη σεν ἐπὶ εὐπορίας ἅπαντας τοὺς προσήκοντας δαψιλοῦς, συνῆν δ' ὅμως καὶ διηκόνει τῷ κυρίῳ αὐτοῦ. Ἐν τινὶ δὲ τῶν ἡμερῶν Ἀντίγονος ὁ τῶν σχολῶν ἀφηγούμε νος, ὁ τοῦ Καίσαρος Βάρδα υἱός, ἑστίασιν πολυτελῆ κατασκευα σάμενος δαιτυμόνα εἶχε τὰ πρῶτα τῶν ἀνακειμένων τὸν ἑαυτοῦ πατέρα Βάρδαν τὸν Καίσαρα, ὃς πολλοὺς καὶ ἄλλους τῶν συγγε νῶν καὶ φίλων καὶ συνήθων παραλαβὼν πρὸς τὴν εὐωχίαν ἀπῄει· συμπαρῆσαν δ' αὐτῷ καὶ Βούλγαροι συνήθεις καὶ φίλοι, οὕτω παρατυχὸν τῇ βασιλίδι ἐνδιατρίβοντες. οὐκ ἀπῆν δὲ τῆς πανδαι σίας οὐδὲ ὁ Θεόφιλος ὁ τοῦ Βασιλείου κύριος, οἷα συγγενὴς καὶ αὐτὸς τοῦ Καίσαρος. τοῦ δὲ πότου προϊόντος καὶ ἀκμαζούσης τῆς εὐωχίας, ἐπεὶ ἔτυχον οἱ Βούλγαροι ἔχοντές τινα μεθ' ἑαυτῶν ἄν δρα ἀθλητικὸν καὶ ἐπ' ἰσχύϊ σεμνυνόμενον σώματος, ἐδόκουν ἐπ' αὐτῷ μέγα φρονεῖν καὶ ἠλαζονεύοντο καὶ μηδένα εἶναι τὸν εἰς χεῖ ρας αὐτοῦ συμπεσεῖν δυνάμενον ἐμεγαλαύχουν. λέγει γοῦν περὶ μέσας τραπέζας ὁ Θεόφιλος πρὸς τὸν Καίσαρα ὡς εἰ ἀρέσκει τῇ σῇ ἐξουσίᾳ, ἔστι τις τῶν ὑπηρετούντων μοι δυνάμενος συμπλακῆ ναι τῷ περιβοήτῳ τούτῳ Βουλγάρῳ· μέγα γὰρ ὄνειδος Ῥωμαίοις, 2.194 εἰ οὕτως ἀκαταγώνιστος οὗτος ἐν Βουλγαρίᾳ παραγένηται. ἀπο δεξαμένου δὲ τὸν λόγον τοῦ Καίσαρος, καὶ προστάξαντος εἰς μέσον ἄγεσθαι τὸν νεανίσκον, ὁ πατρίκιος Κωνσταντῖνος ὁ Θωμᾶ τοῦ λογοθέτου πατήρ, σφόδρα φιλίως πρὸς τὸν Βασίλειον διακείμε νος ἅτε καὶ αὐτὸς ἐξ Ἀρμενίων τὴν τοῦ γένους ἕλκων σειράν, κάθυγρον ἰδὼν τὸν τόπον ἐν ᾧπερ ἔμελλον οἱ παλαισταὶ συμπλακῆναι, καὶ δείσας τὸν ἐκ τῆς ὑγρότητος ὄλισθον, κόνιν καὶ πρί σμα ἀπὸ ξύλων ἐπιρραίνει τῷ ἐδάφει. οὗ γενομένου συμπλακεὶς τῷ Βουλγάρῳ ὁ Βασίλειος, καὶ ὥσπερ τι παιδίον νεογνὸν πιέσας καὶ περισφίγξας αὐτόν, ὥσπερ τινὰ δεσμὸν χόρτου ἢ πόκον ἐρίου κούφως οὕτω καὶ ῥᾳδίως μετεωρίσας ἐπάνω τῆς τραπέζης ἀπέρρι ψε. τοῦτο γενόμενον χαρᾶς μὲν τοὺς Ῥωμαίους αἰσχύνης δὲ τοὺς Βουλγάρους ἐνέπλησεν. ἀπ' ἐκείνης δὲ τῆς ἡμέρας ἐπὶ πλέον ἡ τοῦ Βασιλείου ἡπλοῦτο φήμη ἀνὰ τὴν βασιλεύουσαν, καὶ τοῖς ἁπάντων διεφέρετο στόμασι περίβλεπτος ἤδη καθεστηκώς. Συνέβη δὲ καὶ ἄλλο τι τὸ ἐπὶ πλέον δόξης ἐξᾶραν αὐτόν. ἵππος ἦν παρὰ τῷ βασιλεῖ Μιχαὴλ σκληραύχην τε καὶ δυσήνιος, ἡλικίᾳ μὲν καὶ κάλλει καὶ τάχει καὶ ὡραιότητι εἴδους τοὺς πώποτε θαυμαζομένους ὑπερβαλλόμενος, ὃς εἰ ἔτυχε λυθεὶς τῶν δεσμῶν ἢ ἄλλως πως ἀφεθείς, λίαν ἦν δυσχερὴς εἰς χεῖρας αὖθις ἐλθεῖν καὶ πολλὰ πράγματα πρὸς τὸ κατασχεῖν παρεῖχε τοῖς ἱπποκόμοις. τοῦτον ἐπικαθήμενος τὸν ἵππον ὁ βασιλεὺς πρὸς θήραν ἐξῄει, καὶ κατευστοχήσας λαγωοῦ τῇ ῥάβδῳ τοῦ ἵππου καθήλατο πρὸς τὸ 2.195 σφάξαι τὸν λαγωόν. ἄφετος δὲ ὁ ἵππος καταληφθεὶς ἀπεσκίρτα καὶ ἀπεπήδα· καὶ πολλῶν συνδραμόντων ἱπποκόμων τε καὶ ἀρχόν των καὶ τῶν λοιπῶν τῶν περὶ τὸν βασιλέα, οὐκ ἦν τινὶ δυνατὸν κατασχεῖν τὸν ἵππον, ὥστε θυμωθέντα τὸν βασιλέα κελεῦσαι, εἰ κρατηθείη, διακοπῆναι τοὺς ὀπισθίους αὐτοῦ τῶν ποδῶν. παρῃ
PG 121:1081τεῖτο δὲ ὁ Καῖσαρ, καὶ ἐδεῖτο τοῦ βασιλέως μὴ διὰ μίαν κακίαν τοσαύτην ἀρετὴν ἵππου μάτην παραπολέσθαι. καὶ οἱ μὲν ἦσαν ἐν διαλογισμοῖς τοιούτοις, ὁ δὲ Βασίλειος παραδραμὼν τῷ κυρίῳ αὐτοῦ, "εἰ περιδράμω τὸν βασιλικὸν ἵππον" ἔφη "καὶ ἀπὸ τοῦ ἐμοῦ ἐκτιναχθεὶς ἔποχος αὐτῷ γένωμαι, ἆρά γε διὰ τὴν βασιλικὴν ἐφεστρίδα καὶ τὸν κοκκοβαφῆ χαλινὸν ἀγανακτήσει ὁ βασιλεὺς κατ' ἐμοῦ;" τοῦ δὲ πρὸς οὖς ὑπομνήσαντος τὸν βασιλέα, κἀκείνου κελεύσαντος τοῦτο γενέσθαι, εὐφυῶς ὁ Βασίλειος τὸν ἑαυτοῦ παρελάσας ἵππον, καὶ τῷ τοῦ βασιλέως κατὰ παράλληλον ἐξισώ σας γραμμήν, ἥλατό τε εὐθέως καὶ πρὸς τὸν βασιλικὸν ἀπεπήδησεν ἵππον, μέγα θαῦμα ἐνεὶς τοῖς παρατυχοῦσι καὶ θεωμένοις. θαυμάσας δὲ καὶ ὁ βασιλεὺς τὴν μετ' ἀνδρίας εὐφυΐαν αὐτοῦ καὶ σύνεσιν, εὐθέως ἀποσπάσας αὐτὸν ἀπὸ τοῦ Θεοφιλίτζη ἐν τοῖς ἑαυτοῦ προσέταξε στράτορσιν. ἠγάπα δὲ διαφερόντως αὐτόν, καὶ ταῖς κατὰ μικρὸν προόδοις εἰς τὴν τοῦ πρωτοστράτωρος τάξιν ἀνήγαγε. κυνηγεσίας δέ ποτε γενομένης τῷ βασιλεῖ κατὰ τὸ Φι λοπάτιον προεπορεύετο τούτου ὁ πρωτοστράτωρ ἔφιππος, ἐπιφε ρόμενος ἐπὶ ζώνης καὶ τὸ βασιλικὸν βαρδούκιον. θορύβου δὲ καὶ 2.196 βοῆς γενομένης ὑπὸ τοῦ πλήθους λύκος τῆς ὕλης ἐξέθορε παμμεγέθης. ὁρμήσας δὲ κατόπιν αὐτοῦ ὁ Βασίλειος ἔρριψε κατ' αὐτοῦ τὸ βασιλικὸν βαρδούκιον, καὶ τυχὼν τοῦ θηρίου κατὰ τὸ μέσον τῆς κεφαλῆς ταύτην ἐδιχοτόμησεν. ὄπισθεν δὲ τοῦ βασιλέως κατὰ τὸ σύνηθες ἑπόμενος ὁ Καῖσαρ, καὶ τὸ γεγονὸς θεασάμενος, εἰπεῖν λέγεται πρός τινα τῶν συνήθων ἐν μυστηρίῳ "τοῦτον, ὦ τᾶν, ἡγοῦμαι τὸν ἄνθρωπον ὄλεθρον γενήσεσθαι ἄρδην τῆς ἡμῶν γε νεᾶς." φασὶ δ' ὅτι καὶ Λέων αὐτῷ τοῦτο προεθέσπισεν ὁ φιλό σοφος, ὀνομαστὶ τὸν ἄνδρα καλέσας καὶ σημεῖα ὑποφήνας τινὰ καὶ τῷ δακτύλῳ δείξας, καὶ τοῦτον ἔσεσθαι προειπὼν τῆς συμ πάσης ὑμῶν γενεᾶς τὸν ὄλεθρον. ἐνήδρευσεν οὖν ἀεὶ ὁ Καῖσαρ, ἤνυε δὲ οὐδέν· ἀκυρῶσαι γὰρ παγχάλεπον ἦν ὅπερ ἅπαξ τῇ προ νοίᾳ γενέσθαι ἐδόκει. Περάσαντος δέ ποτε τοῦ βασιλέως κυνηγεσίου χάριν εἰς τὸ Ἀρμαμέντον, καὶ μετὰ τὴν κυνηγεσίαν εὐωχουμένου συνάμα τῇ μητρὶ Θεοδώρᾳ καί τισι τῶν συγγενῶν καὶ οἰκειοτάτων, εἰσεκλήθη ὁ πρωτοστράτωρ τοῦ βασιλέως κελεύσαντος. πρὸς ὃν ἡ βασιλὶς πυκνότερον ἐνητένιζε, κατανοοῦσα καὶ παρεπισκοποῦσα τὰ κατ' αὐτόν. ἐπιγνοῦσα δέ τι γνώρισμα καὶ σημεῖον ἐν αὐτῷ, εὐθέως ἰλίγγῳ κατασχεθεῖσα καὶ λειποθυμίᾳ βληθεῖσα εἰς γῆν κατέπεσε. θορυβηθέντος δὲ τοῦ βασιλέως ἐπὶ τούτῳ καὶ τῶν περὶ τὸν βασι λέα, ὕδωρ τε εὐθὺς ἐκομίζετο καὶ μύρα τῶν εὐωδῶν, οἷς ἐπιρ ραίνοντες τὴν δέσποιναν ἀνεκαλοῦντο τοῦ πτώματος. μόλις δ' οὖν εἰς ἑαυτὴν ἐλθοῦσα καὶ τοῦ σκότους ἀνενεγκοῦσα, ὡς ἠρωτᾶτο 2.197 παρὰ τοῦ υἱοῦ καὶ βασιλέως ἐκ ποίας αἰτίας ἐπενεχθείη αὐτῇ τουτὶ τὸ πάθος, μόλις ἐφ' ἑαυτῆς γενομένη τάδε πρὸς τὸν υἱὸν ἀπε κρίνατο "ὅν, ὦ τέκνον, τοῦτον λέγεις Βασίλειον, ὁ τῆς ἡμετέρας ἐστὶν ἀφανισμὸς γενεᾶς· εἶδον γὰρ ἐν αὐτῷ σημεῖον πάλαι μοι παρὰ τοῦ σοῦ ἐξηγηθὲν πατρός, πρὸς ὅπερ ἰλιγγιάσασα εἰς γῆν κατ ώλισθον." ὁ δὲ βασιλεὺς τοῦτο μὲν λόγοις ἀποτρεπτικοῖς τοῦτο δὲ καὶ πληροφορίαις ἐνωμότοις ἀπῆγε τὴν μητέρα τοῦ δέους, εἰς τὸ καθεστὼς ἐπανάγων καὶ παραμυθούμενος, "τὸν ἄνθρωπον τοῦτον" λέγων "ἴσθι, ὦ δέσποινα καὶ μῆτερ ἐμή, ἄνδρα μὲν εἶναι γενναῖον, ῥώμῃ τε ἀνυπόστατον καὶ ψυχῆς εὐγενείᾳ ἀσύγκρι τον, πιστὸν δὲ τὰ εἰς ἡμᾶς καὶ εὔνουν καὶ κατ' οὐδὲν ἡμῖν κακο νούστατον." καὶ τότε μὲν τῆς τοιαύτης τύχης ἐπήρειαν οὕτω παρέδραμεν ὁ Βασίλειος· Δαμιανοῦ δὲ τοῦ παρακοιμωμένου, ὃς εὐνοῦχός τε ἦν καὶ Σκύθης καὶ τῇ τῶν πατρικίων ἀξίᾳ τετίμητο, τὰ πραττόμενα παρὰ τοῦ βασιλέως κακίζοντος ὡς οὐ κατὰ τὸ δέον τελούμενα, ἐξαιρέτως δὲ τὰ παρὰ τοῦ θείου αὐτοῦ Βάρδα τοῦ Καίσαρος, ἀνηρεθίσθη ποτὲ πρὸς ἐπιστροφὴν ὁ βασιλεύς, λίαν ἀμβλὺς καὶ νωχελὴς πρὸς ἀντίληψιν πραγμάτων ὑπάρχων, καὶ ἐνίας τῶν τοῦ Καίσαρος πράξεων ἀνέτρεπε τάχα καὶ διωρθοῦτο. ὅπερ μὴ φέρων ὁ Καῖσαρ
PG 121:1083λαθρηδὸν κατὰ τοῦ Δαμιανοῦ συσκευά ζεται· καὶ πολλαῖς διαβολαῖς κατ' αὐτοῦ πρὸς τὸν βασιλέα χρη σάμενος, καὶ πιθανῶς σοφισάμενος τὰς κατηγορίας, ἴσχυσε με ταστῆσαι τὸν βασιλέα τῆς περὶ τὸν Δαμιανὸν εὐνοίας, ὡς καὶ δια δέξασθαι δυνηθῆναι τῆς οἰκείας ἀξίας αὐτόν. ἐξωσθέντος οὖν 2.198 ἐκείνου ἐχήρευε λοιπὸν ἐπὶ χρόνον τινὰ τὸ τοῦ παρακοιμωμένου λειτούργημα· τοῦ Καίσαρος δὲ καὶ τῆς περὶ αὐτὸν φατρίας ἄλλον καὶ ἄλλον εἰς τοῦτο προβιβαζόντων, ἡ τοῦ θεοῦ πρόνοια, ἀορά τως ὡς αὐτῇ βουλητὸν τὰ πράγματα διεξάγουσα, πᾶσαν φρόνη σιν καὶ πανουργίαν ἀπέδειξεν ἄπρακτον. Μετὰ χρόνον γάρ τινα προβάλλεται παρακοιμώμενον ὁ βασιλεὺς τὸν Βασίλειον, τιμήσας αὐτὸν καὶ πατρικιότητι, καὶ γυναικὶ συζεύξας εὐπρεπείᾳ τε σώμα τος καὶ κάλλει καὶ σωφροσύνῃ πασῶν πρωτευούσῃ τῶν κατ' αὐ τήν· αὕτη δὲ ἦν θυγάτηρ τοῦ παρὰ πάντων ἐπὶ φρονήσει καὶ εὐ γενείᾳ διαβοήτου Ἴγγερος, τοῦ γένους καταγομένου τῶν Μαρτι νακίων. τούτου δὲ γενομένου, καὶ προσθήκην τῆς πρὸς τὸν Βα σίλειον τοῦ βασιλέως ἀγάπης ἐπιδιδούσης ἀεί, ὁρῶν ὁ Καῖσαρ, καὶ τῷ φθόνῳ δακνόμενος καὶ περὶ τοῦ μέλλοντος ὀρρωδῶν, ἔλεγε πολλάκις πρὸς τοὺς αὐτὸν ἀναπείσαντας ἀποσκευάσασθαι τὸν Δα μιανὸν ὅτι ταῖς κακοβουλίαις ὑμῶν πιθήσας ἐγώ, ἐξώσας ἀλώ πεκα, λέοντα ἀντεισήγαγον, ἵνα πάντας ἡμᾶς ἀθρόως λαφύ ξηται. Ἄρτι δὲ τοῦ βασιλέως Μιχαὴλ κατὰ Κρητῶν ἐξελάσαντος μετὰ Βάρδα Καίσαρος τοῦ θείου αὐτοῦ, καὶ σοβαρώτερον ἁπτο μένου τῶν πραγμάτων τοῦ Βάρδα καὶ κατὰ μικρὸν ἀνιῶντος τὸν βασιλέα καὶ τοῖς περὶ αὐτὸν ὑπονοίας ἀφορμὴν διδόντος, ἐπεὶ ἐν τοῖς Κήποις ἐγένοντο (τόπος δὲ οἱ Κῆποι κατὰ τὴν παράλιον, ἔνθα πρὸς τὴν θάλασσαν εἰσβολὰς ποιεῖται ὁ Μαίανδρος ποταμός), ἐν ταῦθα δὴ τῆς συσκευῆς καὶ μελέτης γενομένης τοῖς περὶ τὸν βασι λέα, ἵνα μὴ καταταχηθέντες πάθωσι μᾶλλον ἢ δράσωσιν, ἐπι 2.199 σπεύσαντες ἀναιροῦσι τὸν Βάρδαν, καθὼς ἄνωθεν ὁ λόγος διαρ ρήδην ἐδήλωσε, περιπλακέντα τοῖς τοῦ βασιλέως ποσί. πρώτην ἦγε τηνικαῦτα μὴν ὁ Ἀπρίλλιος τῆς ιδʹ ἐπινεμήσεως. ἀποκταν θέντος οὖν τοῦ Βάρδα εὐθὺς ὁ βασιλεὺς τήν τε στρατοπεδείαν καταλύει καὶ νόστου πρὸς τὴν βασιλεύουσαν μέμνηται. ἐπανελθὼν δὲ πρὸς τὸ Βυζάντιον, ἐπείπερ οἰκείας ἠμοίρει γονῆς, εἰσποιεῖταί τε τὸν Βασίλειον καὶ εἰς τὴν τῶν μαγίστρων ἀναβιβάζει τιμήν. ὃ μὴ φέρων ὑπὸ φθόνου ὁ Συμβάτιος ὁ λογοθέτης τῶν δρόμου, ὁ τοῦ Καίσαρος Βάρδα γαμβρός, προφασισάμενος τὸ μὴ δύνασθαι ζῆν ἐπὶ τῆς βασιλίδος τὴν τῶν Θρᾳκησίων ἐξαιτεῖ στρατηγίαν, καὶ δὴ καὶ λαμβάνει. ὀλίγου δὲ καιροῦ παρελθόντος καὶ τῆς βασι λείας ἐπισφαλῶς κυβερνωμένης, ἅτε τοῦ βασιλέως πρὸς ἄλλοις ἀλλ' οὐ ταῖς τῶν πραγμάτων διοικήσεσι τὸν νοῦν ἔχοντος, καὶ τοῦ θανάτου δὲ τοῦ Βάρδα καθαρῶς ἐλέγξαντος τὴν αὐτοῦ οὐθένειαν καὶ ἀφέλειαν (ἐκείνου γὰρ ἐπαγρυπνοῦντος ὡς κοινωνοῦ τῶν πρα γμάτων, καὶ τῆς διοικήσεως καθ' ὅσον οἷόν τε ἀντεχομένου, τῇ τούτου ἐπιμελείᾳ καὶ σπουδῇ ἡ τοῦ βασιλέως οὐθένεια ἐκαλύπτετο· ἐπεὶ δ' ἐκεῖνος ἀπεσφάγη καὶ ἡ πᾶσα τῆς βασιλείας φροντὶς εἰς μόνον περιέστη τὸν βασιλέα, τότε δὴ καθαρῶς τὸ αὐτοῦ ἀνεπιτή δειον καὶ πρὸς τὰς πολιτικὰς πράξεις ἀναπεπτωκὸς ἐξηλέγχετο), ἐγίνοντο παρὰ τοῦ κοινοῦ συνεχεῖς διαγογγυσμοὶ κατὰ τοῦ βασι λέως, καὶ οὔθ' ἡ σύγκλητος οὔτε τὸ πολίτευμα τοῖς πραττομένοις ἠρέσκοντο, καὶ αὐτὸ δὴ τὸ στράτευμα ἀνασεσοβημένον καὶ κεκινη μένον ἐτύγχανεν. ἅτινα διὰ τῶν οἰκειοτάτων ὁ βασιλεὺς ἐνωτιζό.200 μενος, καὶ τὴν ἑαυτοῦ κατανοῶν πρὸς τὰς κοσμικὰς ἐπιχειρήσεις ἀδεξιότητα, ἅμα δὲ καὶ ἐπανάστασιν εὐλαβηθείς, κοινωνὸν ἔγνω τῶν πραγμάτων προσλαβέσθαι καὶ τῆς ἀρχῆς. καὶ ἐπεὶ πρὸ ὀλί γου, ὡς ἄνωθεν εἴπομεν, υἱοποιησάμενος ἦν τὸν Βασίλειον, ᾔδει δὲ αὐτὸν καὶ ἀνδρίᾳ καὶ συνέσει τῶν πολλῶν διαφέροντα καὶ ἱκα νὸν ἀναπληροῦν τὸ ἐν τῇ κυβερνήσει τοῦ κοσμικοῦ σκάφους ὑστέ ρημα, τὸ πλέον δὲ καὶ ὑπερτάτης δυνάμεως ἐναγούσης εἰς τοῦτο
PG 121:1087αὐτόν, καὶ βασιλείας τιμῇ καὶ δόξῃ καὶ χρίσματι κατακοσμεῖ τὸν Βασίλειον, κατὰ τὴν ἱερὰν καὶ ἁγίαν ἡμέραν τῆς πεντηκοστῆς, ἐν τῷ περιωνύμῳ τῆς τοῦ θεοῦ σοφίας ναῷ, δημοσίαν πρόοδον ποιη σάμενος, καὶ τὸν βασίλειον τῷ Βασιλείῳ περιτίθησι στέφανον, ἕκτην πρὸς εἴκοσιν ἄγοντος τοῦ Μαΐου μηνὸς τῆς ιδʹ ἐπινεμή σεως. Τοῦτο μαθὼν ὁ Συμβάτιος μετρίως οὐκ ἤνεγκεν, ἀλλὰ συνεργὸν εἰληφὼς καὶ τὸν πατρίκιον Πηγάνην (στρατηγέτης δὲ οὗτος τοῦ Ὀψικίου ἐτύγχανε) πρὸς ἀπόστασιν εἶδον, Μιχαὴλ μὲν εὐφημοῦντες τὸν βασιλέα, ὡς ἂν ἐκ τούτου τὰ πλήθη ἐπάγοιντο καὶ μὴ δοκοῖεν χεῖρας αἴρειν κατὰ τοῦ αὐτοκράτορος, δυσφη μοῦντες δὲ τὸν Βασίλειον καὶ μυρίαις πλύνοντες ὕβρεσι. καὶ ταῦτα μὲν ἐπράττετο θέρους· χειμὼν δ' ἐπιστὰς τὰς συστάσεις τούτων διέλυσε, τῶν ἀρχηγῶν τῆς ἀπονοίας φυγῇ τὴν σωτηρίαν πραγμα τευσαμένων. ὁ μὲν οὖν Συμβάτιος τὴν Πλατεῖαν πέτραν (φρού 2.201 ριον δὲ τοῦτο ἐρυμνὸν καὶ δυσάλωτον κατὰ τὴν Ἀσίαν διακείμενον) ἐπεισέρχεται, ὁ δὲ Πηγάνης κατέσχε τὸ Κοτυάειον. ἀλλὰ μετὰ μικρὸν καταπολεμηθέντες δέσμιοι πρὸς αὐτὸν ἀναφέρονται τὸν βασιλέα· οἳ καὶ τοὺς ὀφθαλμοὺς πηρωθέντες, καὶ προσέτι τού των τὴν μὲν δεξιὰν ὁ Συμβάτιος τὴν ῥῖνα δὲ ὁ Πηγάνης ἀποτμη θείς, ἐξορίαις παραπέμπονται. Πάντες δ' ηὐφράνθησαν ἐπὶ τῇ ἀναρρήσει τοῦ Βασιλείου οἱ τῆς Ῥωμαίων βασιλείας ὑπήκοοι, γλιχόμενοι ἄνδρα θεάσασθαι ἐπὶ τῶν οἰάκων τῆς βασιλείας καθήμενον ἰδιωτικῆς τε τύχης πε πειραμένον καὶ μὴ ἀγνοοῦντα οἷα πάσχουσιν ὑπὸ τῶν δυνατωτέ ρων οἱ ταπεινότεροι. ἐλύπει γὰρ αὐτοὺς καὶ ἡ τοῦ βασιλέως Μι χαὴλ ἀρχὴ λίαν ὑγρὰ καὶ ἐκδεδιῃτημένη ὑπάρχουσα, καὶ μηδὲν ἄλλο ἔργον ἔχουσα ἀλλ' ἢ κώμους καὶ μέθας, καὶ εὐθηνοῦσαν ἱπποδρομίαν καὶ γελωτοποιοὺς καὶ τὰς ἄλλας τὰς παρεξηυλημένας τῶν πράξεων, ὧν ὡς ἐν παρόδῳ μνείαν ἄνωθεν ὁ λόγος διὰ βρα χέων ἔθετο, τοὺς βασιλικοὺς θησαυροὺς κιναίδοις καὶ σαμβυκι στρίαις καὶ ὀρχηστρίσι καὶ ἀκολάστων ὅλων πληθύϊ δικράνοις ὅλοις ἀποκενοῦντος. ἀφ' ὧν τὰ μὲν Ῥωμαίων ἐστενοχωρεῖτο πρά γματα, αὐτὸς δὲ στενοχωρούμενος ὑπὸ τῆς ἐνδείας, καὶ μὴ ἔχων ὅ τι καὶ δράσειεν, ἀδίκους πόρους ἐπενοεῖτο εἰς θεραπείαν τάχα τῆς χρείας, καὶ χεῖρας ἀνοσίους ἐπέβαλλε τοῖς κατὰ μηδὲν ὅλως αὐτῷ προσήκουσι. κατέπαιζε δὲ καὶ τῶν θείων μετὰ μικρῶν καὶ ἀσελγῶν ἀνδρογύνων· καὶ οὐδὲν ἦν ἀρρητούργημα ὃ μὴ δι' αὐτοῦ 2.202 καὶ τῶν ἄλλως παρατρεφομένων αὐτῷ καὶ ἐλέγετο καὶ ἐπράττετο. ἀποτρέπειν δὲ τῶν τοιούτων ἀθεμίτων ἔργων τοῦτον βουλόμενος ὁ Βασίλειος πολλάκις πειραθεὶς οὐ μόνον οὐκ ἴσχυσε, μᾶλλον μὲν οὖν καὶ πρὸς ὀργὴν ἀνηρέθισε, καὶ μελετᾶν κατ' αὐτοῦ σκαιὰ καὶ ἄτοπα ἀνεκίνησε, καθὼς ἐν τοῖς ἔμπροσθεν εἴρηται. ταῖς δὲ κατ' αὐτοῦ συνεχέσιν ἐπιβουλαῖς καὶ μελέταις ἐκδειματωθεὶς ὁ Βασί λειος δρᾶσαί τι μᾶλλον πρὸ τοῦ παθεῖν ἠγωνίσατο· οὐκοῦν καὶ παρασκευασάμενος μετά τινων οἰκείων τε καὶ συγγενῶν καὶ τῶν παρακοίτων ἐν τοῖς βασιλείοις στρατιωτῶν ἀναιρεῖ τὸν βασιλέα ἐν τοῖς παλατίοις τοῦ ἁγίου μεγάλου μάρτυρος Μάμαντος. Καὶ Μιχαὴλ μὲν οὕτω βιοὺς ἀνειμένως καὶ μαλθακῶς τοιοῦ τον καὶ τὸ τέλος ἐδέξατο, ἀναγορεύεται δὲ μόναρχος εὐθὺς ὁ Βα σίλειος παρά τε τῶν συνωμοτῶν πρῶτον, εἶτα καὶ τῆς συγκλήτου βουλῆς καὶ τῶν βασιλικῶν ταγμάτων καὶ παντὸς τοῦ στρατεύμα τος καὶ τῆς πληθύος τῆς ἀστικῆς. ἅμα δὲ τῷ παρελθεῖν ἐπὶ τὴν τῶν ὅλων ἀρχήν, προσκαλεσάμενος αὐτίκα τὴν γερουσίαν καὶ τοὺς ἐν ἀξιώμασι προύχοντας, τὸν βασιλικὸν ἠνέῳξε θησαυρόν, καὶ οὐδὲν ἕτερον ἐκ τοσούτου τῶν χρημάτων πλήθους εὑρέθη εἰ μή, ὡς καὶ πρόσθεν εἴρηται, τρία μόνα κεντηνάρια. ζητήσας οὖν ὁ βασιλεὺς τὴν τῆς ἐξόδου ἀπογραφήν, καὶ ταύτην εὑρὼν παρά τινι γέροντι εὐνούχῳ, καὶ μαθὼν ὅπῃ ταῦτα ἐχώρησε, βουλὴν περὶ τούτου προύθετο τοῖς ἀρίστοις. ψήφου δὲ παρὰ πάντων δοθεί σης ἐκείνους τοὺς κακῶς ταῦτα λαβόντας ἀντιστρέψαι τὰ ληφθέν τα πρὸς τὸ δημόσιον, ὁ βασιλεὺς τοῦ ἄγαν ὑπενδιδοὺς τὰ
PG 121:1089ἡμίση ὧν ἕκαστος ἔλαβεν ἀντιστρέψαι πρὸς τὸ βασιλικὸν ταμιεῖον ἐκέ 2.203 λευσε· καὶ οὕτως ἀπὸ τῶν τοιούτων συνήχθη τῷ δημοσίῳ χρυσίου κεντηνάρια τριακόσια. ἐποιήσατο δὲ καὶ πρόοδον ὁ βασιλεὺς δημοσίαν ἐπὶ τὸν μέγαν τῆς τοῦ θεοῦ λόγου σοφίας ναόν, καὶ χρή ματα πολλὰ ἐν τῷ ὑποστρέφειν τῷ πλήθει διένειμεν, οὐκ ἐκ τῶν δημοσίων ἀλλ' ἐκ τῶν ἰδίᾳ διαφερόντων αὐτῷ· προσεγένετο γὰρ αὐτῷ πλῆθος χρημάτων ἀπροσδόκητον καὶ ἀπὸ θησαυρῶν κεκρυμ μένων ἀναφανέντων τῆς γῆς. εὑρέθη δὲ καὶ ἐν τῷ εἰδικῷ χρυσίον οὐκ ὀλίγον, ὅπερ ὁ προβεβασιλευκὼς Μιχαὴλ συνέλεξε, τὴν θρυλουμένην ἐκείνην πλάτανον χωνεύσας καὶ τοὺς δύο ὁλοχρύσους γρῦπας καὶ τοὺς δύο σφυρηλάτους λέοντας καὶ τὸ ὁλόχρυσον ὄργα νον καὶ ἕτερα τῶν ἐπὶ τῆς τραπέζης χρυσωμάτων ἔργα διάφορα, καὶ βασιλικὰς καὶ Αὐγουστικὰς στολάς, οἷσπερ ἔμελλεν ἀποχρή σασθαι πρὸς τὰ αὐτῷ καταθύμια, φθάσαν δὲ τὸ χρεὼν εἰς Βα σίλειον ταῦτα διεβιβάσθη. ἀλλὰ ταῦτα μὲν ὕστερον. Ἄρτι δὲ τῆς ἀρχῆς ἐπιβὰς ὁ Βασίλειος πρῶτον μὲν ἐπὶ τὰς ἀρχὰς ἀδωροτάτους λεγομένους προυβάλλετο καὶ μαρτυρουμένους τὰς ἰδίας χεῖρας καθαρὰς παντοίου διαφυλάττειν λήμματος, εἶθ' οὕτως δικαιοσύνης ἐπεμελεῖτο, καὶ ἰσονομίαν ἐμπολιτεύεσθαι τοῖς ἀρχομένοις καὶ τὸ μὴ καταδυναστεύεσθαι ὑπὸ τῶν πλουσίων τοὺς πενεστέρους ἐπραγματεύσατο. πανταχοῦ δὲ διατάγματα ἐξετίθει τέλεον ἐξαρθῆναι τὴν ἀδικίαν ὁρίζοντα. δικαστάς τε ἔταξε, σι τηρεσίοις καὶ φιλοτιμίαις παντοδαπαῖς αὐτοὺς μεγαλύνας, καὶ τάξας διημερεύειν καὶ τὰς διενέξεις διαλύειν τῶν φιλονεικούντων, 2.204 τόπους ἀφορίσας αὐτοῖς ἐπιτηδείους, τήν τε Μαγναύραν καὶ τὸν καλούμενον ἱππόδρομον καὶ τὴν λεγομένην Χαλκῆν, χρόνῳ μογή σασαν καὶ ὅσον οὐδέπω πεσεῖν κινδυνεύουσαν ἐπισκευάσας καὶ και νουργήσας. ἔταξε δὲ καὶ τροφὴν τοῖς πενεστέροις τῶν τὰς δίκας ἐχόντων, ἵνα μὴ ὑπὸ ἐνδείας πιεζόμενοι ταῖς δίκαις ἀπαγορεύοιεν. ἐπεδίδου δὲ καὶ ἑαυτὸν εἰς τὸ τοιοῦτον μέρος, ὁπηνίκα τῶν στρα τειῶν ἔτυχεν ἄγων σχολὴν καὶ τοῦ χρηματίζειν ταῖς ἁπανταχόθεν πρεσβείαις, καὶ εἰς τὸ λεγόμενον γενικὸν κατιὼν τοὺς εἰσπραττο μένους ἐσκόπει παρὰ τοῦ δημοσίου, μή πού τις ἀδίκως εἰσπράτ τοιτο, καὶ οὕτως τοῖς ἀδικουμένοις ἐπήμυνε. λέγεται δ' ὅτι κατ ελθόντος αὐτοῦ εἰς τὴν εἰρημένην διατριβήν, ὡς οὐδεὶς ἔτυχεν ἐγκαλῶν, ὑποτοπάσας εἴργεσθαι ἀπό τινων τῆς εἰς αὐτὸν εἰσόδου τοὺς δεομένους, ἀπέστειλέ τινας τῶν δορυφόρων κατὰ πολλὰ μέρη τῆς πόλεως ζητήσοντας εἴ τις ἐστὶ βοηθείας δεόμενος. ὡς δ' ἐπανῆλθον ἐκεῖνοι μηδένα μηδαμῶς εὑρηκέναι λέγοντες, μεθ' ἡδο νῆς τε ἀπέσταξε δάκρυον καὶ θεῷ τὴν εὐχαριστίαν ἀπέδωκεν. Ὁρῶν δὲ ὅτι ἔστι τις τοῖς πονηροῖς εἰς τὸ ἀδικεῖν ἀφορμὴ διὰ τὸ σύντομον ἀπὸ τῶν ἐν τοῖς ἀριθμοῖς μορίων, τοῦ ἡμίσεός φημι καὶ ἕκτου καὶ δωδεκάτου καὶ τῶν τοιούτων, χρωμένων τοῖς παλαιοῖς σημείοις τῶν γραφέων, ἠθέλησε καὶ τὴν τοιαύτην τῶν ἀδικεῖν ἑλομένων περιελεῖν ἀφορμήν, καὶ διωρίσατο γράμμασι λι τοῖς, ἃ καὶ τοῖς ἀγροίκοις ἀναγινώσκεσθαι ῥᾴδιον, τὰ τοιαῦτα 2.205 γράφεσθαι σημεῖα, οἴκοθεν καταβαλὼν καὶ τὴν τῶν χαρτίων δα πάνην καὶ τὴν τῶν γραμμάτων καὶ τὴν τῶν γραφέων. Ἐπιστροφὴν δ' ἐποιήσατο καὶ τῶν ἐκκλησιαστικῶν πραγμά των, ἐκβαλὼν μὲν τῆς ἀρχιερωσύνης μετὰ συνόδου συναθροισθεί σης τὸν ἐπεισπηδήσαντα τῇ ἀρχῇ Φώτιον, σχολάζειν κελεύσας ἕως ἂν τὸν δικαίως ταχθέντα πρὸς αὐτὸν μεταστήσῃ θεός, ἀντεισαγα γὼν δὲ τὸν κακῶς καὶ παρανόμως ἐκβληθέντα παρὰ τοῦ Βάρδα Ἰγνάτιον. καὶ οὕτω γαληνιᾶν τὰς τοῦ θεοῦ ἐκκλησίας παρε σκεύασεν. Ἀλλὰ καὶ τοὺς πολιτικοὺς νόμους πολλὴν ἀσάφειαν καὶ σύγ χυσιν ἔχοντας ἰδών, καὶ τούτους κατὰ τὸ προσῆκον προσφόρως ἐπανασώσασθαι ἔσπευσε, καὶ τὴν μὲν τῶν ἀνῃρημένων ἀχρηστίαν περιελεῖν, τῶν δὲ κυρίων ἀνακαθᾶραι τὸ πλῆθος. οὐκ ἔσχε δὲ καιρὸν προκαταληφθεὶς θανάτῳ. ἤρξατο δὲ τοῦ ἔργου καὶ ἐξε πλήρωσε Λέων ὁ υἱὸς αὐτοῦ μετὰ ταῦτα. Κατὰ τὸ πρῶτον ἔτος τῆς βασιλείας τοῦ Βασιλείου
PG 121:1091ἐπιβουλὴ καὶ συσκευή τις ἐγένετο κατ' αὐτοῦ, ἐξαρχόντων τῆς μελέτης Γεωργίου καὶ Συμβατίου τῶν πατρικίων. φωραθέντος δὲ τοῦ κακουργήματος, προφανῶν δὲ γενομένων καὶ τῶν ἐλέγχων, οὗτοι μὲν ἐκκόπτονται τοὺς ὀφθαλμοὺς ὡς αἴτιοι πρωτουργοὶ τῆς συμ βουλῆς, τὸ δὲ λοιπὸν ἅπαν πλῆθος τῶν συνωμοτῶν πομπευθέντες ἐξωρίσθησαν. ἀνακόπτων δὲ τὰς ἐπιβουλὰς τῶν βασιλειώντων, στέφει Κωνσταντῖνον καὶ Λέοντα τοὺς οἰκείους αὐτοῦ υἱούς. τῷ 2.206 δὲ τρίτῳ ἔτει τῆς μοναρχίας ἀναγορεύει καὶ Ἀλέξανδρον τὸν υἱόν. τὸν δὲ νεώτερον πάντων Στέφανον ἱεροῖ καὶ τῇ τοῦ θεοῦ καταλέγει ἐκκλησίᾳ. ἐπεὶ δὲ καὶ τέσσαρες ἦσαν αὐτῷ θυγατέρες, ἐν τῷ θείῳ σεμνείῳ τῆς πανευφήμου μάρτυρος Εὐφημίας καὶ ταύτας καθιεροῖ. Οὕτω δ' ὡς ἐδόκει εὖ διαθεὶς τὰ οἰκεῖα, καὶ κατὰ τῶν ἀν τιτασσομένων τῇ Ῥωμανίᾳ ἔσπευσεν ἐκστρατεῦσαι. καὶ δὴ τοὺς στρατιωτικοὺς καταλόγους ἐλαττωθέντας παρὰ τοῦ πρῴην βεβασι λευκότος Μιχαὴλ ἐκ τοῦ διακοπῆναι τὰς ῥόγας αὐτῶν καὶ τὰ σι τηρέσια, διὰ νέων συλλογῆς ἀναπληρώσας τὰς φάλαγγας κατὰ τῶν βαρβάρων ἐστράτευσε, καὶ πρότερον μὲν κατὰ τῆς Τεφρικῆς, ἧς ὁ Χρυσόχειρ ἡγεῖτο, ἐπ' ἀνδρίᾳ καὶ συνέσει διαφέρειν δοκῶν καὶ σφόδρα τὰ Ῥωμαίων κατατρέχων καὶ ληϊζόμενος. κατὰ τούτου καὶ τῆς πόλεως ἐκστρατεύει ὁ βασιλεύς. τοῦ δὲ μὴ ὑποστάντος τὴν ἐπέλευσιν ἀλλ' εἴσω τειχῶν γενομένου, καταδραμὼν τὴν ὑπ' αὐτὸν ἅπασαν χώραν ὁ βασιλεὺς καὶ ληϊσάμενος, καὶ πρὸς αὐτῷ τῷ τείχει τῆς Τεφρικῆς ἔθετο τὴν παρεμβολήν, διὰ προσεδρείας μακρᾶς ἑλεῖν τὸ ἔρυμα οἰηθείς. ἐπεὶ δὲ κατενόησε πάντοθεν κατωχυρωμένον αὐτό, καὶ ἀνέλπιστον ἦν ἁλωθῆναι πολιορκίᾳ (ἤδη γὰρ καὶ πάντα τὰ ἐν τῇ χώρᾳ ἀναγκαῖα κατεδήδοτο), ἔλυσε τὴν πολιορκίαν, τὰ πλησιάζοντα τῇ Τεφρικῇ φρούρια ἐκπορθήσας, 2.207 τὴν Ἄβαραν, τὸν Κοπτόν, τὴν Σπάθην καὶ ἄλλα πολλά. ἀγείρας δὲ τὸν στρατὸν ἐκεῖθεν ἐπανῄει μετὰ λαμπρῶν τῶν τροπαίων τε καὶ λαφύρων. Ληϊζομένης δὲ τῆς περὶ τὴν Τεφρικὴν χώρας ἁπάσης καὶ ἐκπορθουμένης, ἡ γειτονοῦσα ταύτῃ πόλις τῶν Ἰσμαηλιτῶν ᾗ Ταύρας ἡ ἐπωνυμία, ὁμαιχμίαν ἔχουσα καὶ κοινοπραγίαν μετὰ τῆς Τεφρικῆς, ὀρρωδήσασα τὸν κίνδυνον, πρέσβεις πέμψασα εἰρήνης ἠξίου τυχεῖν καὶ ταῖς συμμαχίσιν ἐγγραφῆναι Ῥωμαίων· καὶ δὴ ἔτυχε τοῦ βασιλέως μετὰ προσηνείας δεξαμένου τὴν πρεσ βείαν. προσερρύη δὲ καὶ ὁ Κουρτέριος, γένος ὢν Ἀρμένιος, ὃς κατεῖχε τὴν Λόκαναν καὶ τὰς ἐσχατιὰς τῶν Ῥωμαίων συνεχῶς ἐπόρθει καὶ κατεστρέφετο, ἑαυτὸν παραδοὺς τῷ βασιλεῖ καὶ τὴν πόλιν καὶ τὸν ὑπείκοντα αὐτῷ λαόν. ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, λαὸν ὁ βασιλεὺς κατὰ Σαμοσάτων καὶ τῆς λεγομένης Ζαπέτρας ἐπιλέκτων πολεμιστῶν ἐκπέμψας εὐτύχησεν, ἐξ ἐφόδου τὰ στενὰ τοῦ στρατοῦ διελθόντος αὐτῇ τε τῇ πόλει ἐξαίφνης ἐπεισπεσόντος· κατεσχέθη τε γὰρ ἡ πόλις τῷ ἀπροσδοκήτῳ, καὶ λαὸς ἀπεσφάγη πολύς, καὶ αἰχμαλωσία ἐλήφθη ἄπειρος, καὶ δέσμιοι Ῥωμαῖοι χρονίων δεσμῶν ἠλευθερώθησαν. καταδραμὼν δὲ καὶ πυρπολήσας ὁ πεμφθεὶς λαὸς τὰ συμπαρακείμενα τῆς χώρας καὶ τὰ Σαμό σατα ἐξεπόρθησε, καὶ ὁμοίᾳ ῥύμῃ περαιωθεὶς τὸν Εὐφράτην καὶ πᾶσαν τὴν περαίαν αἰχμαλωτίσας, καὶ πολλὴν συλλέξας αἰχμα 2.208 λωσίαν καὶ λάφυρα, ὑπέστρεψεν ἀσινὴς πρὸς τὸν αὐτοκράτορα, πρὸς τῷ Ἀτζαρνοὺκ ποταμῷ τὴν παρεμβολὴν ἔχοντα. Ἐντεῦθεν ἄρας ὁ βασιλεὺς μετὰ παντὸς τοῦ στρατοῦ τὴν ἐπὶ Μελιτηνὴν ἄγουσαν ὥδευε. προσπελάσας δὲ τῷ Εὐφράτῃ, καὶ ὥρᾳ θέρους πελαγίζοντα τοῦτον εὑρὼν καὶ παντελῶς ἄβατον, γεφυρώσας τὸν ποταμὸν διεπέρασε. καὶ πολλὰ τῆς χώρας λυμη νάμενος καὶ καταστρεψάμενος, ἑλὼν δὲ καὶ τὸ φρούριον ὃ Ῥαψά κιον λέγεται, μέρος δὲ τοῦ στρατοῦ τῇ μεταξὺ Ἀρσίνου τε καὶ Εὐφράτου χώρᾳ ἐκπέμψας καταδραμεῖν προσέταξεν, οἳ πᾶσαν αὐ τὴν ἀπτέρῳ τάχει διαδραμόντες, τό τε λεγόμενον Καρκίνιον καὶ τὸ Γλασχὼν καὶ τὸ Ἄμαν καὶ τὸ Μουρὴξ καὶ τὸ Ἄβδηλα εἷλον καὶ ἐξεπόρθησαν. αὐτὸς δὲ τῇ Μελιτηνῇ προσβαλὼν εὐανδρούσῃ τότε καὶ πληθύϊ
PG 121:1095βαρβάρων γεγανωμένῃ, ἐπεὶ τοῖς τείχεσιν ἐπλησίασε, βαρβαρικὰς ὑπεδέξατο φάλαγγας μετὰ φρυαγμάτων καὶ ἀλαλαγμῶν ἀπαντώσας αὐτῷ, οἷς νεανικῶς συμμίξας καὶ πρῶτος τῆς φάλαγγος προϊστάμενος τοὺς ἀντιτεταγμένους ἐτρέψατο, εἶθ' οἱ λοιποὶ τοὺς ἄλλους, καὶ μέχρι τοῦ ἄστεως ἀναιροῦντες ἐδίω κον, ὡς καταστρωθῆναι τὸ μεταξὺ ἔδαφος καὶ πληρωθῆναι νε κρῶν, ἁλῶναι δὲ καὶ ζῶντας οὐκ ὀλίγους, τοὺς δὲ λοιποὺς ἀγεν νῶς εἴσω τειχῶν συγκλεισθῆναι. ἐβουλήθη μὲν οὖν ὁ βασιλεὺς ἑλεπόλεσι καὶ μηχαναῖς ἀποπειρᾶσθαι τοῦ χωρίου· ὡς δὲ ἑώρα τὴν πόλιν εὔπυργον καὶ πλήθει τῶν ἀπὸ τοῦ τείχους ἀμυνομένων βρίθουσαν, ἐπύθετο δὲ καὶ παρὰ τῶν αὐτομόλων ἀφθονίαν ἔχειν 2.209 πολλὴν τῶν ἐπιτηδείων καὶ μὴ δεδιέναι χρονίαν πολιορκίαν, ἄρας ἐντεῦθεν τῇ Μανιχαίων προσβάλλει γῇ, καὶ πάντα τὰ ἐν ποσὶν ἐκτεφρώσας, τὸ Ἀργαοὺθ λεγόμενον φρούριον καὶ τὸ Κουτακίου καὶ τὸ Στεφάνου καὶ τὸ Ἀραρὰχ ἐμπρήσας κατέσκαψεν. ἐκεῖθεν ἀγείρας τὸν στρατὸν τῆς ἐπὶ τὴν βασιλεύουσαν εἴχετο. καὶ τοὺς μὲν ἀριστεύσαντας τῶν στρατιωτῶν τιμήσας ἀπέλυσεν· αὐτὸς δὲ τὴν βασιλίδα κατασχὼν καὶ περαιωθεὶς εἰς Θρᾴκην, ἐκ τοῦ Ἑβδό μου τὴν δημοσίαν ποιησάμενος πρόοδον, διὰ τῆς χρυσῆς πόρτης εἰσελθὼν καὶ θρίαμβον καταγαγὼν μεγαλοπρεπέστατον, τοῦ δήμου παντὸς ἐπινικίοις φωναῖς καὶ εὐφημίαις αὐτὸν μεγαλύνοντος ἄχρι τοῦ ναοῦ τῆς τοῦ θεοῦ ἐνυποστάτου σοφίας ἐγένετο. ἐκεῖσε δὲ γενόμενος καὶ τῷ θεῷ εὐχαριστηρίους ἀποδοὺς ὕμνους, παρὰ Ἰγνα τίου τε τοῦ πατριάρχου ταινιωθεὶς στεφάνοις, ἐπανῆκεν εἰς τὰ βασίλεια, μικρόν τε συνησθεὶς τῇ γυναικὶ καὶ τοῖς τέκνοις τῶν πολιτικῶν αὖθις εἴχετο διοικήσεων. Τῷ δ' ἐπιόντι χρόνῳ τοῦ τῶν Μανιχαίων ἐξηγουμένου Χρυσόχειρος εἰς τὴν τῶν Ῥωμαίων ἐμβαλόντος βαρεῖ στρατῷ καὶ ταύτην ληϊζομένου, ἀποστέλλει κατ' αὐτοῦ συνήθως ὁ βασιλεὺς τὸν τῶν σχολῶν ἐξηγούμενον. οὗτος δὲ πάντα τὸν Ῥωμαϊκὸν στρατὸν συμπαρειληφώς, ἐπειδὴ σταδαίᾳ μάχῃ κρῖναι τὸ πᾶν ἐδειλία, παρείπετο τέως αὐτῷ ἀπό τινος διαστήματος, καὶ τὰς μερικὰς ἀνεῖργε καταδρομάς, καὶ οὐ συνεχώρει κατὰ τῆς χώρας 2.210 ἀδεῶς διασκίδνασθαι. ὡς οὖν τὰ μὲν δρῶν τὰ δὲ ἀπρακτῶν ὁ βάρβαρος ἤδη καὶ τῆς πρὸς τὰ οἴκοι ἐπανόδου ἐμέμνητο καὶ μετὰ λείας συχνῆς ὑπέστρεψεν, ὁ δομέστικος τῶν σχολῶν δύο τῶν στρα τηγῶν ἀφώρισε, τόν τε τοῦ Χαρσιανοῦ καὶ τὸν τῶν Ἀρμενιακῶν, μετὰ τῆς περὶ αὐτὸν δυνάμεως ἕκαστον συμπαρομαρτεῖν τῷ Χρυ σόχειρι ἄχρι τοῦ λεγομένου Βαθυρρύακος, κἀκεῖθεν εἰ μὲν ἐπα φήσει, φησί, κατὰ τῶν Ῥωμαϊκῶν ὁρίων στρατόν, δῆλα θέσθαι αὐτῷ τὰ περὶ τούτου, εἰ δὲ οἴκαδε ἀμεταστρεπτὶ βαδίσειεν, ἐάσαν τας τοῦτον αὖθις ἐπανελθεῖν πρὸς αὐτόν. ἑσπέρας οὖν καταλα βούσης, καὶ τοῦ βαρβαρικοῦ στρατεύματος γεγονότος κατὰ τὸν Βαθυρρύακα αὐλισαμένου τε κατὰ τὴν τοῦ ὄρους ὑπώρειαν, τῶν δὲ εἰρημένων στρατηγῶν κατασχόντων τὰ τούτου μετεωρότερα καὶ τὸ μέλλον ἀποσκοπούντων, ἐμπίπτει τις ἔρις περὶ πρωτείων καὶ ἅμιλλα τοῖς τῶν δύο θεμάτων στρατιώταις· οἱ μὲν γὰρ τοῦ Χαρ σιανοῦ ἑαυτοῖς ἐνίσταντο τὰ τῆς ἀνδρίας ἁρμόζειν πρωτεῖα, ἔμ παλιν δὲ ἑαυτοῖς οἱ Ἀρμενιακοί. ὡς οὖν ἐπὶ πλεῖστον ἐχώρει τὰ τῆς φιλονεικίας καὶ πρὸς τὸ μεγάλαυχον ἑκάτερα ἔρρεπε τῶν τα γμάτων, ἐνταῦθα δὴ λέγεται παρά τινος λεχθῆναι τοῦ τῶν Ἀρμε νιακῶν συστήματος ὡς ἵνα τί μάτην ὦ συστρατιῶται ἀπρεπῶς θρασυνόμεθα, ἐξὸν τοῖς ἔργοις ἀναμφισβήτητον ἀρετὴν ἐπιδείξα σθαι; οἱ πολέμιοι γὰρ οὐ μακράν, καὶ ἔξεστιν ἐπὶ τῶν ἔργων φα νῆναι τοὺς ἀριστεῖς. τοὺς τοιούτους τοίνυν λόγους διενωτισθέντες οἱ στρατηγοὶ καὶ τὴν πρὸς ἀνδρίαν ὁρμὴν κατανοήσαντες τοῦ λαοῦ, καταμαθόντες δὲ καὶ τὴν ἀπὸ τοῦ τόπου βοήθειαν, ὅτι ἐξ ὑπερ δεξίων μέλλουσιν ἐπιτίθεσθαι τοῖς πολεμίοις ἐν κοίλῳ κειμένοις 2.211 τόπῳ, διχῇ διαιροῦσι τὴν δύναμιν. καὶ τὸ μὲν ἔκκριτον ταύτης ἄχρις ἑξακοσίων μετ' αὐτῶν γε τῶν στρατηγῶν προσβαλεῖν ἐκρίθη τῷ τῶν βαρβάρων
PG 121:1097στρατῷ· τὸ δὲ λοιπὸν καὶ εὐαρίθμητον τῆς Ῥωμαϊκῆς στρατιᾶς εἰς δόκησιν πλήθους αὐτοῦ που σκευάσαντες πρὸς τὰ μετέωρα ἔστησαν, σύνθημα δόντες ἵν' ὅταν οὗτοι προσ βάλωσι τοῖς ἐχθροῖς, κἀκεῖνοι σὺν ἀλαλαγμῷ μεγίστῳ καὶ σάλ πιγξιν ἐκπληκτικὴν βοὴν ἀναρρήξωσι, συνεπηχούντων καὶ τῶν ὀρέων, καὶ οὕτως ἀφανῶς διὰ τῆς νυκτὸς τῇ στρατοπεδείᾳ τῶν ἐχθρῶν πλησιάζωσι. καὶ τοιούτου δοθέντος συνθήματος, οὔπω τοῦ ἡλίου τὰς ἀκρωρείας αὐγάζοντος, βοῇ στιβαρᾷ παιανίσαντες καὶ τὸ "σταυρὸς νενίκηκε" συμβοήσαντες ἐπιτίθενται τοῖς ἐχθροῖς, συνεπαλαλαζόντων ἀπὸ τοῦ ὄρους καὶ τῶν λοιπῶν. εὐθὺς οὖν οἱ βάρβαροι τῷ ἀνελπίστῳ καταπλαγέντες, καὶ μήτε συστῆναι μήτε τὸ ἐπιὸν πλῆθος ὅσον ἐστὶ λαβόντες καιρὸν ἰδεῖν, μήτ' ἄλλο τι σωτήριον ἑαυτοῖς ἐκ τοῦ παραχρῆμα βουλεύσασθαι, ὥρμησαν πρὸς φυγήν. τῶν οὖν διωκόντων Ῥωμαίων καὶ τοὺς μὴ συνόντας ἐπιβοωμένων στρατηγοὺς καὶ τὰ τάγματα καὶ τὸν τῶν σχολῶν ἀφηγούμενον, καθάπερ αὐτοῖς συνετέτακτο, καὶ τῶν φευγόντων εἰς πλείονα συνελαυνομένων φόβον καὶ ταραχήν, συνέβη μέχρι μιλίων τριάκοντα γενέσθαι τὴν δίωξιν καὶ τὸν μεταξὺ χῶρον ἀπεί ροις καταστρωθῆναι νεκροῖς. Τότε δὴ καὶ ὁ ἀναιδὴς Χρυσόχειρ σὺν ὀλίγοις φεύγων τῶν μετ' αὐτόν, ἐπεὶ καταδιώκειν ἔγνω Ῥωμαῖον τινὰ Πουλάδην τὴν 2.212 προσηγορίαν, ὃν αἰχμάλωτον ἔλαβέ ποτε κατὰ τὴν Τεφρικὴν καὶ διὰ ἀστεϊσμὸν καὶ χάριτα συνήθη εἶχε καὶ γνώριμον, θεασάμενος αὐτὸν καὶ γνωρίσας, ἐπιστραφεὶς "τί σοι" φησίν, "ὦ ἄθλιε Πουλάδη, διεπραξάμην κακόν, ὅτι με οὕτω καταδιώκεις μανιω δῶς ἐπιθυμῶν ἀνελεῖν;" ὁ δὲ συντόμως ὑπολαβών, "τῶν εὐεργε σιῶν σου, πάτρων, τὴν ἀμοιβὴν" ἔφη "ἀποδοῦναί σοι κατὰ τὴν παροῦσαν ἡμέραν πεποιθώς εἰμι τῷ θεῷ." ὁ μὲν οὖν προῄει οἷά τις ἐμβρόντητος καὶ βεβλαμμένος τὰς φρένας, ὁ δὲ ἐφείπετο μετ' εὐτολμίας νεανικῆς. τάφρῳ δὲ βαθείᾳ ὁ διωκόμενος ἐντυχών, καὶ ὑπερπηδῆσαι ταύτην τὸν ἵππον μὴ συγχωρῶν, βάλλεται κατό πιν παρὰ τοῦ Πουλάδου φθάσαντος κοντῷ κατὰ τῆς πλευρᾶς. καὶ ὁ μὲν εὐθέως περιδινηθεὶς τῷ ἀλγήματι κατερρύη τοῦ ἵππου, τῶν δὲ σὺν αὐτῷ τις (Διακονίτζης τούτῳ ἦν τὸ ἐπώνυμον) τοῦ ἵππου ῥίψας ἑαυτὸν ἐπιμελείας ἠξίου τὸν πεσόντα, τοῖς τε οἰκείοις γό νασι τὴν ἐκείνου κεφαλὴν ἐπιθεὶς καὶ τὸ συμβὰν ὀδυρόμενος. ἐν τοσούτῳ δὲ προσγίνονται τῷ Πουλάδῃ καὶ ἕτεροι, καὶ καθαλλό μενοι ἐκ τῶν ἵππων τὴν τοῦ Χρυσόχειρος ἀποτέμνουσι κεφαλὴν ἤδη θανατῶντος καὶ ἐκλιμπάνοντος. δεσμοῦσι δὲ καὶ τὸν Διακονίτζην καὶ τοῖς ἄλλοις αἰχμαλώτοις συγκαταλέγουσιν. εὐθὺς οὖν εὐαγγέλια πρὸς τὸν βασιλέα ἐκπέμπονται, μεθ' ὧν ἦν καὶ ἡ τοῦ Χρυσόχειρος κεφαλή. πεσόντος οὖν τοῦ Χρυσόχειρος συναπεμαράνθη πᾶσα ἡ ἀνθοῦσα τῆς Τεφρικῆς εὐανδρία. καὶ τὰ μὲν κατὰ τὴν Τεφρικὴν τοιοῦτον ἔσχε τὸ τέλος, καὶ ἐν ὥρᾳ μιᾷ ἡ ἐπὶ μεῖζον δόξης ἀρθεῖσα ὕψος τῶν Μανιχαίων πληθὺς ὡσεὶ καπνὸς διελύθη. 2.213 Ἰγνατίου δὲ τοῦ πατριάρχου τὴν παροῦσαν μεταλλαξαμένου ζωήν, ἀπέδωκεν αὖθις τὴν ἐκκλησίαν Φωτίῳ ὁ βασιλεύς. κατὰ τοῦτον τὸν καιρὸν ἐπιβουλὴ μηνύεται τῷ βασιλεῖ παρά τινος τῶν συνωμοτῶν, ἔξαρχον ἔχουσα τὸν πατρίκιον Ῥωμανὸν τὸν Κουρ κούαν. καὶ δὴ συλληφθέντων τῶν ἐπιβουλευσάντων ὁ μὲν Κουρ κούας ἐπηρώθη τοὺς ὀφθαλμούς, οἱ δὲ λοιποὶ τυφθέντες καὶ κα ρέντες ἐξωρίσθησαν. ὁ αὐτὸς βασιλεὺς καὶ τὸ Λοῦλον φρούριον ὑπὸ Σαρακηνῶν κατεχόμενον ἀνεκτήσατο. προσέθετο δὲ αὐτῷ καὶ τὸ Μελοῦος, καὶ δεσπότην τὸν βασιλέα ἀνηγόρευεν. ἐξεπόρ θησε δὲ καὶ τὴν τῶν Μανιχαίων μητρόπολιν τὴν Κάμειαν δι' ἑαυτοῦ. Ἔαρος δὲ ἤδη λάμποντος, τὸν πρεσβύτερον τῶν υἱῶν εἰλη φὼς Κωνσταντῖνον ἐκστρατεύει κατὰ Συρίας. καὶ τὴν πρὸς τῷ Ἀργαίῳ Καισάρειαν τὴν πρώτην καταλαβὼν τῶν Καππαδοκῶν, ἐκεῖσέ τε αὐλισάμενος, τὴν μὲν ἄλλην πληθὺν τακτικαῖς ἐξεπόνει μελέταις, μοῖραν δὲ τοῦ στρατοῦ ἀποτεμὼν κατόπτας ἐξέπεμψεν. αὐτὸς δὲ κατόπιν ἐφείπετο. οἱ δὲ προόπται καὶ πρόδρομοι τὰς
PG 121:1099ἐρή μους ὀξέως διαδραμόντες φρούριον τὸ λεγόμενον Ξυλόκαστρον καὶ τὸ ἕτερον τὸ καλούμενον Φυρόκαστρον ἐξεπόρθησαν, καὶ τοὺς ἐνοίκους τούτων ἠνδραποδίσαντο. ἐφ' οἷς καταπλαγέντες οἱ τὸ τοῦ Φαλακροῦ λεγόμενον κάστρον οἰκοῦντες ἑκουσίως προσεχώρη σαν τοῖς Ῥωμαίοις. ὁ δὲ τοῦ Ἄμβρωνος υἱὸς Ἀπάβδελε, ὁ τῆςἈναβάρζης ἀμηρᾶς, ἕως μὲν μακρὰν ἀπεῖχεν ὁ βασιλεύς, βαρ 2.214 βαρικῶς ἐθρασύνετο, ἐπεὶ δὲ ἤγγιζε, τῷ τῶν Μελιτηνῶν στίφει συμμίξας φυγῇ τὴν μετ' αὐτοῦ σωτηρίαν ἐπραγματεύσατο. ὁ δὲ βασιλεὺς τήν τε Κασάμαν ἐξεπόρθησε καὶ τὴν Καρβὰν τὴν Ἀρδα λάν τε καὶ τὴν Ἐρημοσυκέαν, ὁπηνίκα καὶ Σίμας ἐκεῖνος ὁ τοῦ Ταήλ, τὰς δυσχωρίας κατέχων τοῦ Ταύρου καὶ ἐξ ἐφόδου τὰς τῶν Ῥωμαίων λυμαινόμενος ἐσχατιάς, πρὸς τὸν βασιλέα κατέφυγε. μετὰ ταῦτα τὸν Ὀνοπνίκτην λεγόμενον ποταμὸν καὶ τὸν Σάρδον διαπεράσας ὁ βασιλεὺς μετὰ τοῦ στρατοῦ ἦλθεν εἰς Κουκουσόν, καὶ τὰς ἐκεῖ λόχμας ἀποκαθάρας καὶ τὴν ἄβατον εὐπόρευτον πε ποιηκὼς τῶν ἐνταῦθα λόχων ἐκράτησε. πρὸς δὲ τὴν Καλλίπολιν καὶ Παδασίαν φθάσας, δυσβάτοις δὲ περιτυχὼν καὶ ἀποκρήμνοις ὁδοῖς, τοὺς ὑπὸ χεῖρα παραμυθούμενος πεζῇ καὶ βάδην αὐτὸς προεπορεύετο τοῦ στρατοῦ. ὑπερβὰς δὲ τὰ στενὰ τοῦ Ταύρου τῇ Γερμανικείᾳ προσβάλλει. ἐπεὶ δὲ τὸ ἀνθιστάμενον ἅπαν τοῖς τείχεσι συνεκλείετο καὶ οὐδεὶς ἐτόλμα πρὸς χεῖρας ἐλθεῖν, τὰ πρὸ τῆς πόλεως κάλλη κείρας καὶ πυρὶ παραδοὺς πρὸς Ἀδάπαν παρε γένετο τὴν πόλιν. καὶ τῶν ταύτης δὲ ἐποίκων μὴ τολμώντων ἐν τοῖς ὑπαίθροις διαγωνίζεσθαι ἀλλ' εἴσω συνελαθέντων τειχῶν, τὰ ἔξω τῆς πόλεως ληϊσάμενος καὶ ἀποτεφρώσας, ἐκπολιορκήσας δὲ καὶ τὸ πολίχνιον ὃ Γέροντα ἐκάλουν, καὶ διαρπάσαι ἐφεὶς τοῖς στρατιώταις, τελευταῖον αὐτοῖς προσβάλλει τοῖς τείχεσι, καὶ παν τοδαπὰς προσέφερε μηχανάς, καὶ ἐνεργὸς ἦν ἐν τῇ πολιορκίᾳ, ἐλπίδας οὐ μικρὰς ἔχων αἱρήσειν τὴν πόλιν διὰ τὸ τῆς περὶ αὐτὸν δυνάμεως βάρος. εὐρώστους δὲ τοὺς ἔνδον εὑρὼν καὶ ἀδεῶς τὰ 2.215 προσπίπτοντα φέροντας, ἀνοχὴν τῷ πολέμῳ δοὺς ἐπυνθάνετο τῶν ἔνδον ἐφ' ὅτῳ πεποιθότες, τῆς πατρίδος αὐτῶν ἤδη μελλούσης παραλαμβάνεσθαι, ὀλίγον αὐτοῦ λόγον ποιούμενοι φαίνονται· πρὸς ὃν ἀπεκρίνατό τις τῶν γεραιτέρων πληροφορίαν ἐσχηκέναι οὐχ ὑπὸ σοῦ πολιορκηθῆναι νῦν τὴν πόλιν, ἀλλ' ὑφ' ἑτέρου τινὸς πε πρωμένον εἶναι ταύτην ληφθῆναι κατὰ γένος σοι προσήκοντος (Κωνσταντῖνος τούτῳ τὸ ὄνομα), καὶ διὰ τοῦτο μὴ καταπλήττε σθαι τοῖς προσπίπτουσι. τοῦ δὲ τὸν υἱὸν ἐπιδείξαντος καὶ ὡς Κωνσταντῖνος καλεῖται εἰπόντος, οὐ τοῦτον ὁ ἐξηγούμενος ἔλεγεν εἶναι τὸν Κωνσταντῖνον ὃς αὐτῶν μέλλει ποιῆσαι τὴν πόλιν ἀνά στατον, ἄλλον δέ τινα μετὰ χρόνον συχνὸν καὶ τῶν ἀπογόνων τῶν σῶν. ἐφ' οἷς ὁ βασιλεὺς ὀργισθείς, καὶ ἔργοις ἐξελέγξαι βουλη θεὶς ψεῦδος τὴν πρόρρησιν, συντονώτερον ἥπτετο τῆς πολιορκίας. ὡς δὲ πάντων πονούντων μὴ προβαίνουσαν ἑώρα τὴν σπουδήν, ἐπεγένετο δὲ κρύος ἀμήχανον, τοὺς ἐν ὑπαίθρῳ σφοδρῶς λυμαι νόμενον, ἔλυσε τὴν πολιορκίαν. ἐν δὲ τῷ ὑποστρέφειν τὸ πολὺ τῶν αἰχμαλώτων διὰ τὸ βάρος ξίφει κελεύσας ἀποφορτίζεσθαι, τῆς πρὸς τὴν βασιλεύουσαν εἴχετο, πολὺ δέος τοῖς ἐκ τῆς Ἄγαρ καταλιπών. προσδοκήσας δὲ ἐπιθήσεσθαι αὐτοῖς κατὰ τὰ στενά, λόχους ἐν τοῖς ἐπικαίροις ἀφεὶς πολλοὺς τῶν ἐλλοχώντων ἐζώ γρησε. πρὸς ἅπερ Ἀβδελομέλερ ὁ τοῦ τόπου κατάρχων ἀπειρη κώς, πρέσβεις ἐκπέμψας ἀδείας καὶ εἰρήνης ἐδεῖτο τυχεῖν· οὗ τὴν δέησιν δεξάμενος ὁ βασιλεὺς σύμμαχον αὐτὸν τὸ ἀπὸ τοῦδε ἔσχε 2.216 κατὰ τῶν ὁμοφύλων ἐθελοντήν. ἐκεῖθεν τὸν Ἀργαῖον διελθών, πρὸς Καισάρειαν γενόμενος ἔκ τε Κολωνείας καὶ Μεσοποταμίας ἐπινικίους ἀγγελίας ἐδέξατο, κομισθέντων αὐτῷ λαφύρων καὶ αἰχμαλώτων πολλῶν Κουρτῶν τε καὶ Σαρακηνῶν, οὓς ἅπαντας τῷ ξίφει ἀπεσκευάσατο· ἦν γὰρ προκαταπεπλησμένον τὸ στρά τευμα λαφύρων ἀπό τε Συρίας καὶ Τεφρικῆς, καὶ οὐκ ἐβούλετο καὶ τούτους ἔχειν δύσχρηστον παρακολούθημα. ἐν Μηδαίῳ δὲ γενόμενος, καὶ τιμὰς διανείμας
PG 121:1103τοῖς ἀριστεῦσι, καὶ πρὸς παρα χειμασίαν ἐκπέμψας, αὐτὸς εὔζωνος πρὸς τὴν βασιλεύουσαν ἔφθα σε, καὶ κατὰ τὸ εἰωθὸς διὰ τοῦ πατριάρχου τὸν τῆς νίκης ἐδέ ξατο στέφανον καὶ παρὰ τοῦ πλήθους τὰς ἐπινικίους ᾠδάς. Ἤδη δὲ τῆς Τεφρικῆς ἀπομαρανθείσης ἡ τῶν Ταρσιτῶν ἰσχὺς θάλλειν καὶ αὐξάνεσθαι ἤρχετο, καὶ πάλιν ἀπὸ τούτων αἱ τῶν Ῥωμαϊκῶν ὁρίων ἐσχατιαὶ δεινῶς ἐπιέζοντο. καθ' ὧν Ἀνδρέας ἐκεῖνος ὁ στρατηλάτης ὁ ἐκ Σκυθῶν πολλάκις ἠνδρίσατο, καὶ πολλοὺς τῶν εἰς προνομὴν ἐκτρεχόντων ἀνῄρει καὶ αἰχμαλώτους ἐλάμβανεν· ὃν ὁ βασιλεὺς πατρικιότητί τε ἐτίμησε καὶ εἰς τὴν ἀρχὴν τῶν σχολῶν προβιβάζει. τότε δὴ μᾶλλον ὁ Ἀνδρέας ἀπὸ μείζονος ἐξουσίας τε καὶ δυνάμεως ἐμφανέσι μάχαις πολλάκις πρός τε τοὺς ἀπὸ Μελιτηνῆς καὶ τοὺς ἀπὸ Ταρσοῦ παρετάξατο καὶ νενί κηκε. καί ποτε μετὰ φρυάγματος γράμματα πέμψαντος τῷ Ἀν δρέᾳ τοῦ ἀμηρεύοντος τῆς Ταρσοῦ, βλασφημίας ἀνάπλεα, δη λοῦντα ὡς ἴδω εἴ σε ὁ τῆς Μαρίας ὠφελήσει υἱὸς καὶ ἡ τοῦτον 2.217 τεκοῦσα, ὅταν ἐξέλθω κατά σου μετὰ τῆς περὶ ἐμὲ δυνάμεως, τὸ λοίδορον γραμμάτιον οὗτος δεξάμενος τῇ εἰκόνι τῆς θεομήτορος ἀπεκρέμασεν, εἰπών "ἴδε ὦ μῆτερ τοῦ λόγου τε καὶ θεοῦ, καὶ σὺ ὁ ταύτης υἱός τε καὶ θεός, οἷα ὠνείδισε καὶ ἐφρυάξατο κατὰ σοῦ καὶ τοῦ σοῦ περιουσίου λαοῦ ὁ βάρβαρος οὗτος καὶ ἀλαζών." ταῦτα δὲ εἰπών, ἄρας τὰς Ῥωμαϊκὰς δυνάμεις ἐπῄει κατὰ Ταρ σοῦ. καὶ δὴ κατὰ τὸ Ποδανδὸν γενόμενος κἀκεῖ τοῖς ἐναντίοις συμμίξας τρέπεται φόνῳ πολλῷ τὸ τῶν βαρβάρων πλῆθος, πρό τερον αὐτοῦ πεσόντος τοῦ ἀμηρᾶ· ὀλίγοι δέ τινες μόγις πρὸς Ταρσὸν ἀποσώζονται. θάψας δὲ τοὺς οἰκείους, καὶ τοὺς πολε μίους εἰς ἕνα χῶρον συναγαγών, καὶ μέγαν ποιησάμενος κολωνὸν εἰς στήλην καὶ τοῖς μετέπειτα, πρὸς τὰ οἰκεῖα ὑπέστρεψε μετὰ λαφύρων καὶ αἰχμαλωσίας πολλῆς. ἔγραψε δὲ καὶ τῷ βασιλεῖ δηλοποιήσας τὴν νίκην. οἷα δὲ φιλεῖ ποιεῖν ὁ φθόνος, διαβάλ λουσιν οἱ πονηροὶ τὸν ἄνδρα πρὸς βασιλέα, καὶ ῥᾴδιόν οἱ κατα σχεῖν λέγοντες τὴν Ταρσόν, ὁ δὲ μελλήσει καὶ ῥᾳθυμίᾳ προήκατο τὸν καιρόν. ὑφ' ὧν πολλάκις λεγομένων ἀναπεισθεὶς ὁ βασιλεὺς παραλύει τῆς ἀρχῆς τὸν ἄνδρα, καὶ ἀντ' ἐκείνου προβάλλεται τὸν Στυπειώτην λεγόμενον, τήν τε Ταρσὸν ἐξελεῖν ὑπισχνούμενον καὶ ἄλλα πολλὰ φρυαττόμενον. ὃς αὐτίκα παραλαβὼν τὰς δυνάμεις ἦγε κατὰ Ταρσοῦ, μηδὲν στρατηγικὸν ἐννοήσας μηδὲ εὐβουλίας ἐπάξιον. πλησίον δὲ γενόμενος τῆς Ταρσοῦ αὐλίζεται κατά τινα τόπον ὃς Χρυσόβουλλον λέγεται, μήτε τάφρον ἀξιόλογον μήτε 2.218 στρατοπεδείαν ὀχυρὰν προστησάμενος. ὃν κατανοήσαντες οἱ Ταρσεῖς ἀμελῶς διακείμενον ἐπιτίθενται τούτῳ νυκτὸς στρατηγήματι χρησάμενοι τοιούτῳ. ὀλιγανδροῦντες γὰρ οἱ τοιοῦτοι ἐκ τῆς πρὸς Ἀνδρέαν ἥττης καὶ μὴ ὄντες ἀξιόμαχοι πρὸς παράταξιν, ἵππους συναγαγόντες συχνοὺς καὶ βύρσας ξηρὰς ἐξάψαντες ἀπὸ τῶν ἱπ πείων οὐρῶν, ὑφ' ἓν παράγγελμα κατὰ πολλὰ τοῦ Ῥωμαϊκοῦ στρατοπέδου ἐπαφιᾶσι μέρη, ὄπισθεν δὲ αὐτοὶ ταῖς σάλπιγξι καὶ τοῖς τυμπάνοις ἐπιδουπήσαντες μέσον τοῦ χάρακος γυμνοῖς τοῖς ξίφεσιν εἰσεπήδησαν. ταραχῆς οὖν συμπεσούσης τῷ τῶν Ῥωμαίων στρατεύματι, καὶ δειλίᾳ συνταραχθέντων ὁμοῦ καὶ τῶν ἀνδρῶν καὶ τῶν ἵππων καὶ ἀλλήλοις περιπιπτόντων, συνέβη τοὺς βαρβά ρους κρατῆσαι καὶ φόνον ἄπειρον ἀπεργάσασθαι τῶν Ῥωμαίων, τῶν πλείστων δυσκλεῶς συμπατουμένων καὶ συμπνιγομένων ὑφ' ἑαυτῶν. οὕτω δὲ παραδόξως κρατήσαντες οἱ Ταρσεῖς καὶ τὴν Ῥωμαϊκὴν ἰσχὺν κατακόψαντες βαρβαρικοῖς ἀλαλαγμοῖς ἐπαιάνιζον. Καὶ τὰ μὲν πρὸς ἀνίσχοντα ἥλιον οὕτως εἶχε, τὰ δὲ πρὸς ἑσπέραν ἄπεισι λέξων ὁ λόγος. καὶ τούτων γάρ, ὁμοίως τοῖς λοι ποῖς, ἐπὶ πλέον ἀμεληθέντων ἐπὶ τῆς βασιλείας τοῦ Μιχαήλ, καὶ πάσης σχεδὸν ὅση τῇ βασιλείᾳ Ῥωμαίων ἀνήκει Ἰταλίας, καὶ τῶν πλείστων τῆς Σικελίας ὑπὸ τῆς τῶν Καρχηδονίων δυνάμεως κατα πολεμηθείσης καὶ ὑποφόρου τοῖς βαρβάροις γενομένης, ἔτι δὲ καὶ τῶν ἐν Παννονίᾳ
PG 121:1105καὶ Δαλματίᾳ καὶ τῶν ἐπέκεινα τούτων διακει μένων Σκυθῶν, Χρωβάτων φημὶ καὶ Σέρβων καὶ Ζαχλούβων 2.219 Τερβουνιωτῶν τε καὶ Καναλιτῶν καὶ Διοκλητιανῶν καὶ Ῥεντανῶν, τῆς ἀνέκαθεν Ῥωμαίων ἐπικρατείας ἀφηνιασάντων καὶ αὐτονόμων καθεστηκότων, συνεπέθεντο μετὰ τοῦ καιροῦ καὶ οἱ ἀπὸ Καρχη δόνος Ἀγαρηνοί. καὶ ἄρχοντας ἐπιστήσαντες τόν τε Σολδάνον καὶ Σάβαν καὶ τὸν Καλφούς, ἐμπειρίᾳ πολεμικῇ διαφέρειν μεμαρτυρημένους τῶν ὁμοφύλων, ἓξ καὶ τριάκοντα πλοίων πολεμικῶν κατὰ Δαλματίας στόλον ἀπέστειλαν, ὑφ' οὗ διάφοροι πόλεις ἑά λωσαν Δαλματῶν, οἷον ἥτε Βούταμα, ἡ Ῥῶσα καὶ τὰ κάτω Δε κάταρα. προχωρούντων δὲ κατὰ νοῦν τῶν πραγμάτων τοῖς Ἀγα ρηνοῖς, ἦλθον καὶ ὑπὸ τὴν τοῦ ὅλου ἔθνους μητρόπολιν ἣ Ῥαού σιον λέγεται, καὶ ταύτην ἐπὶ χρόνον ἐπολιόρκουν πολύν, ἐκθύμως τῶν ἔνδον ἀγωνιζομένων. ἐπεὶ δὲ χρόνον ταλαιπωρούμενοι οἱ Ῥαούσιοι εἰς τὰς ἐσχάτας συνηλαύνοντο ἀπορίας, πέμπουσι πρέσ βεις ἐς βασιλέα ὑπὸ τῆς ἀνάγκης στενοχωρούμενοι, ἐπαμῦναι παρακαλοῦντες τοῖς κινδυνεύουσιν ὑποχειρίοις γενέσθαι τῶν ἀρνη τῶν τοῦ Χριστοῦ. μήπω δὲ τῶν πρέσβεων ἀφικομένων Μιχαὴλ μὲν ὁ βασιλεὺς θνήσκει, καταλαμβάνουσι δὲ τὸν Βασίλειον οἱ πρεσβευταί. ὧν ἐπιμελῶς ἀκροασάμενος καὶ ὅλος τοῦ πάθους γενόμενος, στόλον ἐξαρτυσάμενος νεῶν ἑκατὸν καὶ ἄνδρα τούτοις ἐπιστήσας ἐμπειρίᾳ καὶ συνέσει τῶν πολλῶν διαφέροντα τὸν πα τρίκιον Νικήταν καὶ δρουγγάριον τῶν πλωΐμων τὸν τὴν ἐπωνυ μίαν Ὠορύφαν, κατὰ τῶν πολεμίων ἐκπέμπει. οἱ δὲ τῇ πολιορκίᾳ τοῦ Ῥαουσίου προσμένοντες Ἀγαρηνοὶ διά τινων αὐτομόλων μα 2.220 θόντες τὴν πρὸς τὸν βασιλέα τῶν Ῥαουσίων πρεσβείαν, ἀπεγνω κότες δὲ καὶ τὴν σύντομον ἅλωσιν, τοῦτο δὲ καὶ τὴν ἐκ βασιλέως φοβηθέντες ἀφίξεσθαι μέλλουσαν βοήθειαν, λύουσι τὴν πολιορ κίαν, κατὰ δὲ τὴν Ἰταλίαν, ἣ νῦν Λαγγοβαρδία ὠνόμασται, δια περάσαντες τὸ κάστρον τῆς Βάρεως ἐξεπόρθησαν καὶ αὐτόθι κα τασκηνώσαντες, καὶ τοῖς ἐγγίζουσι καθ' ἑκάστην ἐπιτιθέμενοι καὶ ἀεί τι προσλαμβάνοντες, πᾶσαν τὴν Λαγγοβαρδίαν ἄχρι καὶ αὐ τῆς τῆς ποτὲ μεγαλοδόξου Ῥώμης ἐκράτησαν. Τὸ δὲ γενόμενον ἐν Δαλματίᾳ παρὰ τῆς Ῥωμαϊκῆς ἐπικου ρίας καὶ τὰ προμνημονευθέντα γένη τῶν Σκυθῶν θεασάμενα, οἵ τε Χρωβάτοι καὶ Σέρβοι καὶ οἱ λοιποί, πρέσβεις πρὸς βασιλέα στέλλουσιν ἀξιοῦντες ζεύγλῃ τῆς Ῥωμαϊκῆς ἐξουσίας ὑπεισελθεῖν· ὧν ὡς εὐλόγου τῆς δεήσεως ἐπακούσας ὁ βασιλεὺς φιλανθρώπως αὐτοὺς προσεδέξατο, καὶ πάντες τῇ Ῥωμαϊκῇ ἐπανῆλθον ἀρχῇ, δεξάμενοι ἄρχοντας τῶν οἰκείων καὶ ὁμοφύλων. τῶν δὲ περικαθη μένων Ἀγαρηνῶν τὸ Ῥαούσιον ἔτι περὶ τὴν Ἰταλίαν διατρεχόντων καὶ συνεχῶς κατατριβόντων αὐτήν, φροντίζων ὁ βασιλεὺς ὅπως τούτους ἀποσκευάσηται, ἐπεὶ ἐγίνωσκε μὴ ἀξιόμαχον εἶναι τὸν μετὰ τοῦ Ὠορύφα στόλον, πρὸς Δολῖχον τὸν ῥῆγα Φραγγίας καὶ τὸν πάπαν Ῥώμης διαπρεσβεύεται, συνεπικουρῆσαι ταῖς ἑαυ τοῦ δυνάμεσιν ἐξαιτῶν καὶ μετὰ τούτων κατὰ τῶν ἀθέων συμ παρατάξασθαι, καὶ τὰς ὀλίγῳ πρόσθεν μνημονευθείσας χώρας τῶν Σθλαβηνῶν κελεύσας συνεπιλαβέσθαι τοῦ ἔργου καὶ τοὺς τοῦ 2.221 Ῥαουσίου οἰκήτορας. ὧν ὁμοῦ πάντων γεγενημένων καὶ μεγάλης ἀθροισθείσης δυνάμεως, ἐπεὶ καὶ ὁ Ῥωμαίων ναύαρχος ἐμπειρίᾳ στρατηγικῇ ἐκεκόσμητο, θᾶττον ἡ Βάρις ἁλίσκεται. τὸν δὲ Σολ δάνον καὶ τὸν ὑπ' αὐτὸν λαὸν τῶν Ἀγαρηνῶν ὁ ἄρχων Φραγγίας ἀναλαβόμενος αἰχμαλώτους ἐπ' οἶκον ἀπήγαγε. καὶ ἡ μὲν κατὰ τὴν ἑσπέραν πρώτη στρατεία τῷ Βασιλείῳ τοιοῦτον πέρας ἐδέ ξατο. Ὁ δὲ Σολδάνος αἰχμάλωτος, ὡς εἴρηται, παρὰ τοῦ ῥηγὸς ληφθεὶς καὶ ἐν Καπύῃ ἀχθείς, ἐπὶ διετίαν ὅλην ἐνδιατρίψας οὐδέ ποτε παρά τινος ὤφθη γελῶν. ὁ δὲ ῥὴξ τῷ κατάφωρον αὐτὸν γελῶντα πεποιηκότι χρυσίου δόσιν κατεπηγγείλατο. προσήγγειλεν οὖν τίς ποτε τῷ ῥηγὶ γελῶντα τὸν Σολδάνον θεάσασθαι, καὶ τού του παρείχετο μάρτυρας. ὃν καλέσας ὁ ῥὴξ τὴν μεταβολὴν τοῦ γέλωτος ἐπυνθάνετο. ὁ δὲ "ἅμαξαν" φησὶ "κατιδὼν καὶ τοὺς
PG 121:1109ταύτης κατανοήσας τροχούς, πῶς ὁ μὲν ταπεινὸς αἴρεται ὁ δὲ μετέωρος ταπεινοῦται, καὶ ὡς εἰκόνα ταύτην λαβὼν τῆς ἀσταθμή του καὶ ἀβεβαίου τῶν ἀνθρώπων εὐδαιμονίας, ἐγέλασα, ἅμα μὲν ἐνθυμηθεὶς πῶς ἐφ' οὕτως ἀβεβαίῳ πράγματι ἐπαιρόμεθα, ἅμα δὲ καὶ οὐκ ἀδύνατον οἰηθεὶς τὸ καὶ ἐμέ, ὥσπερ ἐκ μετεώρου γε γονότα ταπεινόν, οὕτως καὶ ἐκ τοῦ χαμερποῦς ἐνδέχεται πάλιν ἀρθῆναι πρὸς τὸ μέγεθος." τούτου ἀκούσας ὁ ῥὴξ καὶ ἔννοιαν τῶν οἰκείων λαβών, συνετόν τε τὸν ἄνδρα λογισάμενος διά τε τὴν προηγησαμένην ἀρχὴν καὶ τὸ γῆρας καὶ τὸ εὐτυχίας τε ἅμα καὶ 2.222 δυστυχίας πειραθῆναι, παρρησίας τε μετεδίδου αὐτῷ καὶ συν διαιτήσεως. ὁ δὲ δόλιος ὢν καὶ πανοῦργος μηχανὴν ῥάπτει κατὰ τοῦ ῥηγός, ἥτις τὸν μὲν ῥῆγα τῆς Καπύης ἐδίωξεν, ἑαυτῷ δὲ τὴν πρὸς τὰ οἰκεῖα ὑποστροφὴν ἐχαρίσατο. εἰδὼς γὰρ ὁ τοιοῦτος ὡς αἱ δύο Ἰταλικαὶ πόλεις αὗται, ἥ τε Καπύη καὶ ἡ Βενεβενδός, οὐ πρὸ πολλοῦ προσκτηθεῖσαι τῷ ῥηγὶ βεβαίαν οὐ φυλάττουσι τὴν πρὸς αὐτὸν πίστιν, ἀλλ' ἀεὶ τὴν ἐλευθερίαν φαντάζονται, οὐκ ἀγνοῶν δὲ ὅτι καὶ διὰ φροντίδος ἐστὶ τῷ ῥηγὶ ἡ τούτων βεβαία καὶ ἀσφαλὴς κατάσχεσις, πρόσεισι τῷ ῥηγὶ καὶ φησὶν "ὁρῶν σε διὰ παντός, ὦ βασιλεῦ, μεριμνῶντα καὶ φροντίζοντα πῶς ἂν ἀσφαλῶς καθέξεις τὰς Ἰταλικὰς ταύτας πόλεις, ἔρχομαι προσοί σων βουλήν. ἴσθι οὖν, ὦ γενναιότατε, ὡς οὐκ ἄλλως σοι ἀμε τάπτωτος ἡ τῶν πόλεων τούτων κατάσχεσις ἔσεται, εἰ μὴ τοὺς προύχοντας τούτων εἰς τὰ ἤθη μετοικίσεις τῶν Φράγγων· φύσει γὰρ τὸ ἀκουσίως δουλούμενον ἀντέχεται τῆς ἐλευθερίας, καὶ και ροῦ λαβόμενον ἐκρήσσει τὸ σπουδαζόμενον." τούτοις ἡσθεὶς τοῖς λόγοις ὁ ῥήξ, καὶ λυσιτελεῖν αὐτῷ οἰηθείς, ἐγνώκει οὕτω ποιεῖν. κλοιοὶ τοίνυν ἐχαλκεύοντο καὶ δεσμὰ λεληθότως ὡς ἐπί τινι χρείᾳ τάχα κατεπειγούσῃ. οὕτω δὲ τὸν ῥῆγα εὐμηχάνως ὁ Σολδάνος ἀνδραποδίσας πρόσεισι τοῖς ἐξάρχοις τῶν πολιτῶν (καὶ γὰρ δὴ καὶ τούτοις συνήθης ἐγένετο καὶ συνεχῶς ὁμιλῶν διετέλει) καὶ φησὶ πρὸς αὐτοὺς "ἀπόρρητόν τι ἐξενεγκεῖν βούλομαι πρὸς ὑμᾶς, δέ δοικα δὲ μὴ ἔκπυστον γενόμενον ἐμοί τε ὄλεθρον καὶ ὑμῖν κίνδυνον 2.223 προξενήσῃ." τῶν δὲ διομοσαμένων ἐχεμυθήσειν καὶ ἀνέκφορον τηρῆσαι τὸ λαληθέν, τὸν ῥῆγα ἔφη βούλεσθαι πάντας ὑμᾶς πρὸς τὴν ἑαυτοῦ χώραν τῆς Φραγγίας σιδηροδεσμίους ἐκπέμψαι, ὡς οὐκ ἄλλως οὔσης αὐτῷ ἀσφαλοῦς τῆς τῶν ὑμετέρων διακρατήσεως πόλεων. τῶν δὲ ἐνδοιαζόντων καὶ μὴ πιστὰ τὰ λεγόμενα ἡγου μένων, ζητούντων δὲ σαφεστέραν τῶν λεγομένων κατάληψιν, λα βόμενός τινος τῶν ἀρχόντων ἀπῆλθεν εἰς τοὺς χαλκεῖς, καὶ διε ρευνᾶσθαι παρεκελεύετο τίνα τὰ μετ' ἐπιτάσεως χαλκευόμενα, ἐπεὶ δὲ μάθοι ὅτι ἁλύσεις εἰσὶ καὶ πέδαι, ἐπανελθὼν πληροφορίαν ἐδί δου τοῖς ἄρχουσιν εὐνοϊκῶς τὸν ἄνδρα λαλεῖν, καὶ τὰ λαλούμενα ἀληθῆ τυγχάνειν καὶ ταῖς ἡμῶν σωτήρια πόλεσι. πληροφορη θέντες οὖν οἱ ἄρχοντες καὶ σύνεδροι τῶν ῥηθεισῶν πόλεων τρόπον ἐζήτουν ὅπως τὸν ῥῆγα ἀμύνωνται. καὶ δὴ πρὸς κυνηγέσιον ἐξελ θόντος ποτὲ ἀποκλείουσι κατ' αὐτοῦ τὰς πύλας καὶ οὐκέτι συγχω ροῦσιν αὐτῷ τὴν εἴσοδον. ὁ δὲ μηδὲν ἐκ τοῦ παραχρῆμα δυνάμε νος διαπράξασθαι πρὸς τὴν ἑαυτοῦ ὑπενόστησε χώραν. πρόσεισι οὖν τοῖς ἄρχουσιν ὁ Σολδάνος τὴν χάριν τῆς μηνύσεως ἀπαιτῶν· ἡ δὲ ἦν τὸ ἀπολυθῆναι καὶ ἐλευθερίως συγχωρηθῆναι ἀπελθεῖν εἰς τὴν ἑαυτοῦ πατρίδα. ἀπολυθεὶς οὖν ὡς τάχα εὐεργετήσας, καὶ εἰς Καρχηδόνα γενόμενος καὶ τὴν ἰδίαν ἀνακτησάμενος ἀρχήν, ἐκστρατεύει κατὰ Καπύης καὶ τῆς Βενεβενδοῦ· καὶ χάρακα πήξας ὀχυρὸν ἐνεργῶς ἐπολιόρκει τὰς πόλεις. στενοχωρούμενοι δὲ ὑπὸ πολιορκίας οἱ πολῖται διαπρεσβεύονται πρὸς τὸν ῥῆγα, συγγνώμην 2.224 τε τῆς ἁμαρτάδος αἰτοῦντες καὶ συμμαχίαν ζητοῦντες. ἀλλὰ μεθ' ὕβρεως ἀποπέμπονται, ἐπιχαίρειν εἰπόντος τῇ ἀπωλείᾳ αὐ τῶν. ἀπράκτων δὲ τῶν πρεσβευτῶν ἐπαναστρεψάντων διαπορού μενοι καὶ μὴ ἔχοντες ὅ τι καὶ δράσειαν, δεινῶς δὲ πιεζόμενοι καὶ ταῖς τῆς πολιορκίας ἀνάγκαις, στέλλουσιν ἄγγελον πρὸς Βασίλειον
PG 121:1111τὸν βασιλέα Ῥωμαίων, βοήθειαν ἐξαιτούμενοι. οὗτος δὲ τὴν πρεσβείαν δεξάμενος θᾶττον ἐκπέμπει τὸν πρεσβευτήν, θαρρεῖν παρεγγυήσοντα ὡς μετὰ μικρὸν ἥξει τε αὐτοῖς ἀποχρῶσα βοήθεια καὶ τῆς ἀνάγκης αὐτοὺς ἐξελεῖται. ὑποστρέψας οὖν ὁ πρεσβευτὴς αἰχμάλωτος ἐγένετο τοῖς ἐχθροῖς· ὃν καὶ παραστησάμενος ὁ Σολδάνος "δυοῖν" ἔφη "προκειμένοιν ὁδοῖν ἔξεστί σοι τὴν ὠφελιμω τέραν ἑλέσθαι. εἰ μὲν γὰρ θέλεις τὴν ἑαυτοῦ σωτηρίαν δωρεῶν τε τυχεῖν καὶ χαρίτων πολλῶν, λάλησον πρὸς τοὺς πέμψαντας ἐν ἐπηκόῳ ὡς ἀπείρηται τῷ βασιλεῖ Ῥωμαίων ἡ πρὸς ὑμᾶς συμμαχίᾳ, καὶ σωθήσῃ· τῶν δ' ἀληθινῶν ἐπαγγελιῶν ἐχομένῳ σοι ἕψεται ταχύτατος θάνατος." τοῦ δ' ἀγγελιαφόρου συνθεμένου τὸ θέλημα ποιῆσαι τοῦ ἀμηρᾶ, ἐπεὶ ὡς ἀπὸ τόξου βολῆς τῷ τείχει προσήγγισαν, τοὺς πρώτους ὁ πρεσβευτὴς παραγενέσθαι τῆς πό λεως ἐξῃτήσατο. καὶ δὴ παραγενομένων, τοιούτων πρὸς αὐτοὺς ἤρξατο λόγων "εἰ καὶ πρόδηλός μοι τυγχάνει ὁ θάνατος, ὦ πατέ ρες, καὶ τὸ ξίφος ἐν τῇ σφαγῇ, ἀλλ' ὅμως οὐκ ἀποκρύψομαι τὴν ἀλήθειαν. αἰτῶ δὲ ἀποδοῦναί μοι τὴν χάριν εἰς τὰ ἐμὰ ἔκγονα καὶ τὴν σύνευνον. ἐγὼ γάρ, ὦ κύριοί μου, εἰ καὶ ταῖς τῶν πο λεμίων κατέχομαι χερσίν, ἀλλά γε τὴν πρεσβείαν μου ἐξεπλήρωσα, 2.225 καὶ συντόμως προσδέχεσθε τὴν ἐκ τοῦ βασιλέως τῶν Ῥωμαίων βοήθειαν. διὸ στῆτε γενναίως· ἔρχεται γὰρ ὁ ῥυόμενος ὑμᾶς, εἰ καὶ μὴ ἐμέ." οὗτος μὲν οὖν τοσαῦτα καὶ τοιαῦτα εἰπὼν εὐθέως ὑπὸ τῶν ὑπηρετῶν τοῦ Σολδάνου τοῖς ξίφεσιν εἰς μικρὰ μέρη καὶ μόρια κατετμήθη· ὁ Σολδάνος δὲ τὴν ἐκ τοῦ βασιλέως ἐλευσομέ νην βοήθειαν ὀρρωδήσας ἔλυσε τὴν πολιορκίαν καὶ οἴκαδε ὑπεχώ ρησεν. αἱ δὲ εἰρημέναι πόλεις τὸ ἀπὸ τοῦδε διετέλεσαν φίλαι καὶ σύμμαχοι καθεστῶσαι Ῥωμαίοις. Κατὰ τοῦτον τὸν χρόνον καὶ Ἐσμὰν ὁ τῆς Ταρσοῦ ἀμηρᾶς, τῇ προηγησαμένῃ ἐπαιρόμενος νίκῃ, τριάκοντα πλοῖα μέγιστα ἐξ αρτυσάμενος (κουμπάρια ταῦτα καλεῖν εἰώθασιν οἱ Σαρακηνοὶ) τῇ πόλει ἐπιτίθεται τοῦ Εὐρίπου. προγνόντος δὲ τοῦτο τοῦ βασι λέως, ὁ στρατηγὸς τῆς Ἑλλάδος (ὁ Οἰνειάτης οὗτος ἦν) κελεύσει βασιλικῇ τὸν ἱκανὸν εἰς φυλακὴν τῆς πόλεως λαὸν ἀπὸ πάσης Ἑλ λάδος εἰσήγαγε καὶ τοῖς τείχεσι τὴν προσήκουσαν παρασκευὴν προσηνέγκατο, πετροβόλα τε ὄργανα καὶ τοξοβόλα τεκτηνάμενος, καὶ ἁπλῷ λόγῳ μηδὲν τῶν δυναμένων ἀποσοβεῖν πολιορκίαν ἀμυν τηρίων ἀπολιπών. ἐπεὶ δὲ κατέλαβε καὶ ὁ τῶν Ταρσέων στόλος, καὶ τοῖς τείχεσιν ἤδη προσήγγιζε, καὶ βελῶν ἀφέσει συχνῶν ἀνα 2.226 στέλλειν ἠγωνίζετο τοὺς ἀπὸ τῶν τειχῶν ἀμυνομένους, θυμοῦ καὶ προθυμίας πλήρεις οἱ τοῦ Εὐρίπου γενόμενοι τοῖς πετροβόλοις τῶν ὀργάνων καὶ τοῖς καταπελτικοῖς βέλεσι καὶ τοῖς τόξοις καὶ τοῖς ἐκ τῶν χειρῶν λίθοις ἀπὸ τῶν τειχῶν γενναίως ἠμύνοντο, καὶ συχνοὺς τῶν βαρβάρων καθ' ἑκάστην ἀνήλισκον. ἐπιτηρήσαντες δὲ καὶ πνεῦμα ἐπίφορον ἐπαφείκασι τὰς ἑαυτῶν τριήρεις ταῖς ἐναντίαις, καὶ πολλὰς τῷ ὑγρῷ πυρὶ κατενέπρησαν. πρὸς ἅπερ ἀμηχανῶν ὁ βάρβαρος, καὶ εἰδὼς ὡς ἔφεσις καὶ ἔρως χρημάτων πολλοὺς παρασκευάζει καταφρονεῖν τοῦ θανάτου, ἀσπίδα μεγάλην πρὸ τοῦ χάρακος θεὶς καὶ χρυσίου ταύτην πεπληρωκὼς τοῦτο γέ ρας ἔφη δώσειν, μετὰ καὶ παρθένων ἐπιλέκτων αἰχμαλωτίδων ἑκατόν, τῷ πρώτως ἐπιβάντι τοῦ τείχους καὶ τοῖς ὁμοφύλοις τὴν νίκην βραβεύσαντι. ὅπερ οἱ ἐκ τῆς πόλεως θεασάμενοι, εὐθύς τε τὸν νοῦν τῶν πραττομένων κατανοήσαντες, παρακλητικοῖς τε λό γοις καὶ διεγερτικοῖς πρὸς ἀλκὴν ἑαυτοὺς παραθαρρύναντες, καὶ ὑφ' ἓν σύνθημα τὰς πύλας τῆς πόλεως ἀνοίξαντες, ἀνδρείως κατὰ τῶν βαρβάρων ἐξώρμησαν. καὶ κατὰ τὴν πρώτην συμβολὴν καιρίαν δεξαμένου τοῦ ἀμηρᾶ πληγὴν καὶ πεσόντος, καὶ πολλῶν ἄλλων σὺν αὐτῷ ἀναιρεθέντων, οἱ λοιποὶ ἐτράπησαν πρὸς φυγήν. ἐπικειμένων δὲ τῶν διωκόντων μέχρι τῶν ὑπολοίπων νεῶν κατε σφάττοντο, καὶ φόνος ἐγένετο τῶν βαρβάρων πολύς· οἱ δὲ περι λειφθέντες ὀλίγας πληρώσαντες τῶν νεῶν μετ' αἰσχύνης ἀπέφυγον πρὸς τὰ ἴδια. καὶ ὁ μὲν ἐκ τῆς Ταρσοῦ στόλος τοιοῦτον ἔσχε τὸ
PG 121:1113πέρας. 2.227 Ἕτερος δὲ πάλιν ἀπὸ τῆς Κρήτης ἀντηγείρετο στόλος. Σαὴλ γὰρ τοῦ Ἀπόχαψ ἀρχηγοῦ τῆς Κρήτης ὑπάρχοντος, Φώτιός τις ἀνὴρ πολεμιστὴς καὶ δραστήριος παρ' αὐτοῦ κατὰ Ῥωμαίων ἐστέλ λετο μετὰ ἑπτὰ καὶ εἴκοσι κουμπαρίων, ἃς δὴ γαλέας κατονομά ζειν εἰώθασιν, ὃς ἐξορμήσας ἐκ Κρήτης τὰς ἐν τῷ Αἰγαίῳ νήσους καὶ τὰς παραλίους κατεληΐζετο, καὶ μέχρι τῆς ἐν Ἑλλησπόντῳ Προικοννήσου κατέλαβε, τὰ παρατυχόντα ἀνδραποδιζόμενός τε καὶ διαφθείρων. τούτῳ συναντήσας μετὰ τοῦ Ῥωμαϊκοῦ στόλου ὁ πατρίκιος Νικήτας καὶ δρουγγάριος πλωΐμων ὁ Ὠορύφας, καὶ τοῦ Ῥωμαϊκοῦ στόλου κατάρχειν λαχών, περὶ τὸ στόμιον τοῦ Αἰγαίου παρὰ τὴν Καρδίαν, καὶ μάχην καρτερὰν συστησάμενος, εὐθὺς τὰ μὲν εἴκοσι τῶν Κρητικῶν σκαφῶν τῷ ὑγρῷ πυρὶ συγκατ έφλεξε, καὶ τοὺς ἐν αὐτοῖς βαρβάρους μάχαιρα καὶ πῦρ καὶ ὕδωρ διεμερίσαντο· ὅσα δὲ τὸν ἐκ τῆς ναυμαχίας καὶ τὸν ἐκ τῆς θαλάσ σης διέφυγον κίνδυνον, φυγῇ τὴν σωτηρίαν ἐπραγματεύσαντο. ἀλλὰ καίπερ οὕτω δεινῶς θραυσθέντες οἱ Κρῆτες οὐκ ἠγάπησαν ἠρεμεῖν, ἀλλὰ πάλιν τῶν κατὰ θάλασσαν ἀντείχοντο πραγμάτων, καὶ λῃστρίδας ἐξαρτυσάμενοι ναῦς τὴν Πελοπόννησον καὶ τὰς κάτωθεν αὐτῆς νήσους ἐλύπουν, τὸν ἄνωθεν ῥηθέντα Φώτιον ναύαρχον ἔχοντες. ἐξορμᾷ καὶ κατὰ τούτων ὁ τοῦ Ῥωμαϊκοῦ στόλου ἐξηγούμενος Νικήτας πατρίκιος ὁ Ὠορύφας, ἐπιφόρῳ δὲ καὶ αἰσίῳ χρησάμενος πνεύματι δι' ὀλίγων ἡμερῶν καταλαμβάνει τὴν Πελοπόννησον καὶ τῷ λιμένι προσίσχει τῶν Κεγχρεῶν. μαθὼν δὲ ὅτι τὰ τῶν ἐχθρῶν σκάφη τὰ δυτικώτερα μέρη Πελοποννήσου 2.228 ληΐζεται, Μοθώνην καὶ Πύλον καὶ Πάτρας καὶ τὰ προσεχῆ Κο ρίνθῳ χωρία, βουλὴν βουλεύεται συνετὴν καὶ σοφήν. ἰλιγγιάσας γὰρ περιοδεῦσαι τὴν Πελοπόννησον διά τε Ταινάρου καὶ Μαλέου καὶ χιλίων μιλίων μῆκος τηνάλλως ἀναμετρήσασθαι καὶ τοῦ προσ ήκοντος ὑστερῆσαι καιροῦ, ὡς εἶχεν, εὐθὺς ἐν νυκτὶ διὰ τοῦ κατὰ Κόρινθον ἰσθμοῦ, πολυχειρίᾳ χρησάμενος, πρὸς τὴν ἐκεῖθεν θά λασσαν κατὰ τὸ ξηρὸν διαβιβάζει τὰς ναῦς. ἐμβιβάσας δὲ τὸν λαὸν ἐν αὐταῖς ἔργου εἴχετο. καὶ οὕτω μηδὲν πεπυσμένοις περὶ αὐτοῦ τοῖς πολεμίοις αἰφνίδιον ἐπιτίθεται, καὶ τῷ παρ' ἐλπίδας δέει συγχέας καὶ συνταράξας αὐτῶν τοὺς λογισμοὺς οὐδὲ συστῆναι καὶ ἀλκῆς μνησθῆναι συνεχώρησεν, ἀλλ' εὐθὺς ἰδεῖν πρὸς φυγήν. τὰς μὲν οὖν πυρπολήσας τὰς δὲ καταποντώσας τῶν πολεμίων νεῶν, καὶ τῶν βαρβάρων τοὺς μὲν ἀνελὼν τῷ ξίφει τοὺς δὲ ὑποβρυχίους τῷ βυθῷ ποιησάμενος, καὶ τὸν τῶν νεῶν ἀρχηγὸν ἀνελών, τοὺς λοιποὺς διασκεδασθῆναι κατὰ τὴν νῆσον ἠνάγκασεν. αὐτὸς δὲ σαγηνεύων ὕστερον καὶ ζωγρῶν διαφόροις τιμωρίαις ὑπέβαλε, τοὺς μὲν τὴν τῆς σαρκὸς δορὰν ἀφαιρούμενος, καὶ μᾶλλον τοὺς ἀρνησαμένους τὸ βάπτισμα τοῦ Χριστοῦ, τοῦτο παρ' αὐτῶν ἀφαιρεῖσθαι λέγων καὶ οὐδὲν ἴδιον, ἐκ δὲ τῶν ἱμάντας ἀπὸ τοῦ ἰνίου ἄχρι τῶν σφυρῶν μετ' ὀδύνης ἐξέλκων, ἄλλους σχοίνοις αἰωρῶν, εἶτα πρὸς λέβητας πίσσης καχλαζούσης μεστοὺς καθ ιμῶν, καὶ ἄλλους παντοίαις ἄλλαις κακῶν καθυποβάλλων ἰδέαις. καὶ ταῦτα διαπραξάμενος δέος εἰς αὐτοὺς ἐνέβαλε, καὶ ὀκνηροτέ 2.229 ρους ἐποίησε μὴ κατὰ τῆς Ῥωμαϊκῆς ἐπικρατείας ἐκστρατείας ἐκ πέμπειν. Καὶ ἄλλη δὲ δύναμις ναυτικὴ ὥσπερ τις λαῖλαψ ἀπὸ τῆς ἑσπέρας ἢ καταιγὶς κατὰ τῆς Ῥωμανίας ἐπήλασεν· ὁ γὰρ τῆς Ἀφρικῆς ἡγεμὼν παμμεγέθεις ναῦς ἑξήκοντα τὸν ἀριθμὸν κατα σκευασάμενος κατὰ τῆς Ῥωμαϊκῆς ἐπικρατείας ἐξώρμησε, καὶ τὰ μεταξὺ ληϊζόμενος καὶ πολλὰ σώματα λαμβάνων αἰχμάλωτα ἄχρι Κεφαληνίας καὶ Ζακύνθου ἀφίκετο τῶν νήσων. εὐθὺς οὖν ὁ μετὰ τὸν Νικήταν τῶν ναυτικῶν κατάρχων δυνάμεων (Νάσαρ δὲ οὗτος ἦν) μετὰ δυνάμεως ἐκπέμπεται ἁδρᾶς τριήρων καὶ ἄλλων νεῶν ταχυναυτουσῶν. σύντομον δὲ τὸν ἔκπλουν ποιησάμενος οὗτος, καὶ οὐρίῳ χρησάμενος πνεύματι, δι' ὀλίγου χρόνου τὴν Μεθώνην κατέλαβε. θᾶττον δὲ ἐπιθέσθαι τοῖς πολεμίοις διεκωλύθη ἀπὸ τῆς
PG 121:1115τοιαύτης αἰτίας· τῶν γὰρ ἐρετῶν οὐκ ὀλίγοι πρὸς τὸν κίνδυνον ἀποδειλιάσαντες κατ' ὀλίγους λαθραίως ἀπέφευγον. ὧν τῇ λει ποταξίᾳ τὸ προσῆκον τάχος ἀφῃρέθη ὁ στρατηγός· οὐ γὰρ ἔκρινε δέον ἐμφρόνως κεκενωμένων αὐτοῦ τῶν σκαφῶν ἐπελθεῖν τοῖς ἐχθροῖς. μηνύει δὲ τὸ συμβὰν ταχυδρομίᾳ τῷ βασιλεῖ. ὁ δὲ καὶ λόγου θᾶττον τοὺς λειποτάκτας ἐζώγρησε καὶ ποινὴν εἰς ἐκφόβησιν τῶν λοιπῶν τῷ δοκεῖν ἐπιτίθησι, κελεύσας νυκτὸς ἄνδρας τριάκοντα τὸν ἀριθμὸν ἀπὸ τῶν ἐν τῷ πραιτωρίῳ κατεχομένων Σαρακηνῶν ἀφελέσθαι, τούτων τε ἀσβόλῃ τὰ πρόσωπα ἀλλοιῶσαι, κἀν τῷ ἱπποδρόμῳ τε ἀγαγεῖν, διὰ μαστίγων τε ἐπεξελθεῖν καὶ ἀτίμως ἐκπεμφθῆναι εἰς Πελοπόννησον ὡς τάχα πρωτουργοὺς τῆς 2.230 φυγῆς, κἀκεῖσε ἀναιρεθῆναι ὅθεν δὴ καὶ πεφεύγασιν. ὃ δὴ καὶ γέγονε, καὶ ἀνεσκολοπίσθησαν οἱ λʹ Σαρακηνοὶ ὡς δῆθεν οἱ λει ποτάκται. καὶ φόβος ἐγένετο μέγας εἰς πάντα τὸν Ῥωμαϊκὸν στόλον, καὶ πᾶσαν μαλακίαν ἀπέθεντο καὶ τρυφήν, καὶ ἄγειν ταχέως πρὸς τοὺς πολεμίους παρεκάλουν τὸν ἡγεμόνα. ἐν τούτοις δὲ καὶ αὐτὸς τὸ λεῖπον τῆς στρατείας ἀπὸ τῶν ἐκ Πελοποννήσου στρατιωτῶν ἀναπληρώσας, καὶ τὸν στρατηγὸν τοῦ τόπου συνεργὸν προσλαβόμενος, πρὸς ἐπίθεσιν εὐτρεπίζεται. τῶν δὲ Σαρακηνῶν κατωφρυωμένων ἤδη καὶ πολλὴν δειλίαν καταγνόντων τοῦ Ῥωμαϊ κοῦ στόλου διὰ τὴν πρόσθεν ἀργίαν, καὶ ἐπ' ἀδείας πολλῆς ἐξερ χομένων ἀπὸ τῶν οἰκείων νεῶν καὶ τὰ προσπίπτοντα ληϊζομένων, ἐξαίφνης πλησίον αὐτῶν ἐφάνη ὁ τῶν Ῥωμαίων ναύαρχος, καὶ σύνθημα δοὺς ἐπιτίθεται τοῖς πολεμίοις ἀπροόπτως ἐν τῇ νυκτί. καὶ μήτε συστῆναι μήτε πρὸς ἀλκὴν τραπῆναι σχόντες καιρὸν ἀκλεῶς ἀπεσφάττοντο, καὶ αἱ νῆες πυρὶ μετὰ τῶν ἐπιβατῶν παρ εδίδοντο. τὰς δὲ ληφθείσας ἀσινεῖς ὥσπερ ἀνάθεμά τι ὁ στρατη γὸς Νάσαρ δίδωσι τῷ θεῷ, τῇ κατὰ Μεθώνην ἐκκλησίᾳ αὐτὰς ἀποχαρισάμενος. ὃν ἐπὶ τοῖς πεπραγμένοις ἐπαινέσας ὁ βασιλεὺς προσωτέρω χωρεῖν ἐκελεύετο. ἐπὶ τοῖς προτέροις οὖν προτερή μασι προθύμου τοῦ στρατοῦ τυγχάνοντος, διαπεραιοῦται πρὸς Σικελίαν, καὶ τὰς ἐνταῦθα πόλεις, ὅσαι τοῖς Καρχηδονίοις ὑπῆρ χον ὑπόφοροι, ἐπιὼν ἐπόρθει καὶ κατεστρέφετο, καὶ φορτηγῶν νεῶν παμπολλῶν ἐκράτησεν, ὧν ὁ φόρτος ἄλλα τε ἦν πολλὰ τῶν τιμιωτέρων καὶ δὴ καὶ ἔλαιον δαψιλές. ἐς τοσοῦτον δέ φασιν 2.231 εὔωνον τότε γενέσθαι τὸ ἔλαιον ὥστε ὀβολοῦ τὴν λίτραν πιπρά σκεσθαι. Περαιωθεὶς δὲ καὶ πρὸς τὰ τῆς Ἰταλίας μέρη ὁ αὐτὸς στό λος, καὶ ταῖς ἐκεῖσε ἱππικαῖς Ῥωμαϊκαῖς δυνάμεσιν ἑνωθείς, ὧν Προκόπιος ἡγεῖτο ὁ τοῦ βασιλέως πρωτοβεστιάριος καὶ Λέων πα τρίκιος ὁ Θρᾳκῶν καὶ Μακεδόνων ἀρχηγέτης, ὃν ἀπὸ Στυπείου ἐκάλουν, ἀξιέπαινα ἔργα εἰργάσατο· τόν τε γὰρ ἐξ Ἀφρικῆς πάλιν ἐξελθόντα στόλον ἐν τῇ νήσῳ ταῖς Στήλαις συγκυρήσας κατεπολέ μησε, καὶ τὰ ὑπὸ τῶν Ἀγαρηνῶν κατεχόμενα φρούρια ἔν τε Καλαβρίᾳ καὶ Λαγγοβαρδίᾳ πλὴν ὀλίγων τῆς βαρβαρικῆς χειρὸς ἠλευθέρωσε καὶ τῇ Ῥωμαϊκῇ ἐξουσίᾳ ἐπανεσώσατο. καὶ ὁ μὲν Νάσαρ καὶ ὁ μετ' αὐτοῦ Ῥωμαϊκὸς στόλος τοιούτων τροπαίων ηὐμοίρησεν ἐκ θεοῦ, καὶ μετὰ πολλῶν λαφύρων καὶ νικητικῶν στεφάνων ἐπανῆλθε πρὸς τὰ βασίλεια· αἱ δὲ κατὰ Λαγγοβαρδίαν πεζικαὶ δυνάμεις οὐ πάντῃ τὴν βάσκανον διέφυγον νέμεσιν, ἀλλ' ἔργα μὲν ἀνδρικὰ καὶ λαμπρὰ διεπράξαντο, ἐξ ἔριδος δὲ καὶ φιλο νεικίας κατ' αὐτὸν συμπεσούσης τὸν ἀγῶνα ἀπολωλέναι συνέβη τὸν μείζονα στρατηγόν. τοῦ γὰρ Λέοντος κατά τι διενεχθέντος πρὸς τὸν Προκόπιον, καὶ πρὸ τοῦ διαλλαγῆναι συμβολῆς γενο μένης πρὸς τοὺς ἐχθρούς, συνέβη τὸν μὲν ἀπὸ Στυπείου μετὰ τῶν Θρᾳκῶν καὶ Μακεδόνων κατὰ τὸ δεξιὸν μέρος ἀγωνιζόμενον κρατεῖν τῶν ἐχθρῶν καὶ πολὺν φόνον ἐργάζεσθαι τῶν Σαρακηνῶν, 2.232 κατὰ θάτερον δὲ τὸν Προκόπιον ἀντιταττόμενον μετὰ τῶν Σθλαβίνων καὶ δυτικῶν ὑπὸ τῶν ἐναντίων πιέζεσθαι. μὴ πεμφθείσης δὲ παρὰ τοῦ στρατηγοῦ βοηθείας τῷ πονοῦντι διὰ τὴν προηγησα μένην φιλονεικίαν, ἐνέκλινε πρὸς τροπὴν τὸ κατὰ τὸν Προκόπιον μέρος, καὶ αὐτὸς ἐκεῖνος ἀπεσφάγη ἡρωϊκῶς
PG 121:1119ἀγωνισάμενος καὶ κατ' αὐτὸν τὸν ἀγῶνα πεσών. ὁ δὲ Λέων θέλων τι καὶ ἕτερον ἀπεργάσασθαι λαμπρὸν καὶ τὸ ἐκ τῆς ἔριδος συσκιάσαι συμβὰν ἀτύχημα, τὸ οἰκεῖον στράτευμα λαβών, καὶ τοὺς διασωθέντας ἐκ τῆς τροπῆς τῶν ταττομένων ὑπὸ τὸν Προκόπιον συμπαραλα βών, τὸ Τάραντον κάστρον ἔτι παρὰ τῶν Ἀγαρηνῶν κατεχόμενον ἐξεπολιόρκησε καὶ πάντα τὸν ἐν αὐτῷ λαὸν ἠνδραποδίσατο, ἐξ ὧν τό τε στρατιωτικὸν ὠφέλησεν ἀποχρώντως καὶ τῷ βασιλεῖ προσή γαγε λάφυρα. ἀλλ' οὐκ ἐξιλέωσεν ἐν τούτοις τὸν βασιλέα, ἀλλὰ μαθὼν τὴν αἰτίαν τῆς τοῦ Προκοπίου σφαγῆς τῆς τε ἀρχῆς τοῦ τον παρέλυσε καὶ ἐξόριστον εἰς τὸ Κοτυάειον, ἔνθα τὴν οἴκησιν εἶχε, παρέπεμψε. Βαϊάνου δὲ τοῦ πρώτου τῶν ἱπποκόμων αὐτοῦ καί τινων ἄλλων τῶν ἐξυπηρετησαμένων αὐτῷ γραφὴν καθοσιώ σεως ἐνστησαμένων κατ' αὐτοῦ, μαθόντες τοῦτο Βάρδας καὶ Δαβὶδ οἱ παῖδες αὐτοῦ τὸν μὲν Βαϊάνον ἀναιροῦσι, φοβηθέντες δὲ τὴν ἐκ βασιλέως ὀργὴν διὰ τὸ τόλμημα, ἀνειληφότες καὶ τὸν σφῶν πατέρα, ὥρμησαν πρὸς Συρίαν φυγεῖν. ὅπερ πυθόμενος ὁ βασιλεὺς ἀπέστειλε τὸν τῆς ἑταιρείας ἄρχοντα μετὰ καί τινων στρατιωτῶν, ἐντειλάμενος καταταχῆσαι καὶ κατασχεῖν αὐτούς. οἱ δὴ καὶ ἐπισπεύσαντες καταλαμβάνουσιν αὐτοὺς ἐν Καππαδοκίᾳ 2.233 συντόνως τὴν ἐπὶ Συρίαν ἐλαύνοντας. μέλλοντες δὲ κωλῦσαι τού τους προσωτέρω χωρεῖν εὗρον ἀνθισταμένους. καὶ συμπλοκῆς γενομένης οἱ μὲν δύο παῖδες αὐτοῦ μαχόμενοι πίπτουσιν, αὐτὸς δὲ ζωγρίας ληφθεὶς ἤχθη πρὸς βασιλέα καὶ τοῖς νόμοις ἐξεδόθη. καταψηφισθεὶς οὖν ἐξεκόπη τὸν ἕνα τῶν ὀφθαλμῶν, ἀφῃρέθη δὲ καὶ τὴν μίαν τῶν χειρῶν, καὶ τὸ λοιπὸν ἐν Μεσημβρίᾳ ἐξόριστος κατεγήρασεν. Ἐν ᾧ δὲ οὕτω κατὰ τὴν ἑσπέραν διὰ τῶν στρατηγῶν τῷ βα σιλεῖ κατεπράττετο, οἱ ἐκ μεσημβρίας Ἄραβες σχολάζειν τὸν βα σιλέα νομίσαντες ἀνεθάρσησαν καὶ πάλιν τῶν κατὰ θάλατταν ἅπτεσθαι πραγμάτων διέγνωσαν. ναῦς οὖν τεκτηνάμενοι κατά τε τὴν Αἴγυπτον καὶ τὰς ἐν Φοινίκῃ καὶ Συρίᾳ παραλίους πόλεις, κατὰ Ῥωμαίων ἐκστρατεύειν διενοοῦντο, σκοποὺς πέμψαντες πρό τερον ἐφ' ᾧ μαθεῖν πῶς ἔχει τὰ βασιλέως. ἀλλ' οὐδ' ἀλαοσκοπιὴν εἶχεν ὁ βασιλεύς, ἀλλὰ πάντα διέγνωστο αὐτῷ τὰ ἐν Συρίᾳ πραττόμενα. ναυπηγήσας οὖν καὶ αὐτὸς στόλον ἀξιόμαχον συνεῖ χεν ἐν τῇ βασιλίδι καὶ τὸ μέλλον ἐκαραδόκει. ἵνα δὲ μὴ ἀργὸς ὑπάρχων ὁ στόλος ἄτακτος γίνοιτο (τίκτει γὰρ κατὰ τὸν ποιητὴν οὐδὲν ἐσθλὸν εἰκαία σχολή), ἐν τῇ ἀνοικοδομῇ τοῦ κατὰ τὴν βα σίλειον αὐλὴν ἐγειρομένου τότε ναοῦ εἰς ὄνομα τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ τῶν ἀρχιστρατήγων καὶ Ἠλίου τοῦ Θεσβίτου διωρίσατο αὐτοὺς ὑπουργεῖν, ἑτοίμους ὄντας, ἵν' ὅταν 2.234 ὑπερκύψῃ τῶν ὁρίων Συρίας ὁ στόλος, ἐμπαρασκεύους αὐτοὺς ἀποσταλῆναι πρὸς τὴν ἐκείνων ἀντιπαράταξιν. καὶ ὁ μὲν βασι λεὺς ᾠκονομήσατο οὕτως· ὁ δὲ τῶν Σαρακηνῶν σκόπος καταλα βὼν τὴν βασιλίδα καὶ πάντα εὐτρεπῆ κατιδών, ἐπανελθὼν πρὸς τοὺς πέμψαντας ὅσα εἶδεν ἀπήγγειλεν. οἱ δὲ καταπτήξαντες τὴν ἡσυχίαν ἠγάπησαν. Καρχηδόνιοι δὲ πάλιν διὰ τὰς προηγησαμένας ἥττας δεδιό τες, τὴν ἡσυχίαν τοῦ βασιλέως μαθόντες, καὶ πτοηθέντες μή πως αἰφνίδιον Ῥωμαϊκὸς στόλος κατὰ τῆς αὐτῶν ἐκπεμφθῇ χώρας, ναῦς ἱκανὰς ἐτεκτήναντο. ἦρος δ' ἐπιλάμποντος ὡς οὐδεμίαν δύναμιν ἐκ βασιλέως πεμφθεῖσαν ἐμάνθανον, ὑποτοπήσαντες πρὸς ἄλλους ἄσχολον εἶναι τὸν βασιλέα ἐκστρατεύουσι κατὰ Σικελίας, καὶ δὴ πρὸς τὴν πόλιν τὰς Συρακούσας προσσχόντες ταύτην ἐπο λιόρκουν, καὶ τὰ ἐκτὸς ἐδῄουν τῆς χώρας καὶ ἐληΐζοντο. τοῦ δὲ στρατηγοῦ τῆς Σικελίας δῆλα ταῦτα θέντος τῷ βασιλεῖ, εὐθέως ἡ προευτρεπισθεῖσα ναυτικὴ δύναμις κἀν τῇ κτίσει τοῦ ναοῦ προσ εδρεύουσα πρὸς Σικελίαν ἐκπέμπεται, Ἀδριανὸν τὸν πατρίκιον ἔχουσα ναύαρχον· ὃς τῆς βασιλίδος ἀπάρας, μὴ εὐθυπλοῶν δέ, μόλις κατῆλθεν εἰς Πελοπόννησον, κατὰ δὲ τὴν Μονεμβασίαν ἐν τῷ καλουμένῳ λιμένι τοῦ Ἱέρακος προσορμίσας ἐπίφορον προσεδέ χετο πνεῦμα. ἐπὶ πολὺ δὲ χρονοτριβοῦντος αὐτοῦ
PG 121:1121κατὰ τὸν εἰρη μένον λιμένα, καὶ μὴ βουλομένου κατὰ τὰς νηνεμίας εἰρεσίαις χρῆσθαι μηδὲ πρὸς ἐναντίον παραβάλλεσθαι κῦμα, τῶν Ἀγαρηνῶν σφοδρότερον ἐπικειμένων τῇ πολιορκίᾳ συνέβη τὴν πόλιν 2.235 ἁλῶναι καὶ τῶν ἐν αὐτῇ φόνον γενέσθαι πολύν, τοὺς δὲ λοι ποὺς αἰχμαλωτισθῆναι, κατασκαφῆναι δὲ καὶ τὴν πόλιν, καὶ τοὺς ἐν αὐτῇ πυρποληθῆναι θείους ναούς, περιβόητον καὶ λαμ πρὰν μέχρι τοῦδε γενομένην καὶ πολλοὺς βαρβαρικοὺς ἀποσεισα μένην πολέμους, ἐν ἀκαρεῖ δὲ χρόνῳ πᾶσαν ἀποβεβληκυῖαν τὴν εὔκλειαν. Τοῦ δὲ συμβάντος αἴσθησιν ἔλαβεν ὁ Ἀδριανὸς τοῦτον τὸν τρόπον. τόπος ἐστὶ κατὰ τὴν Πελοπόννησον Ἕλος προσαγορευό μενος, διὰ τὸ συνηρεφὲς τῆς ἐκεῖσε ὕλης ταύτην λαχὼν τὴν προσ ωνυμίαν. ἐν τούτῳ τὸ τῶν Ῥωμαίων ηὐλίζετο ναυτικόν. μιᾷ γοῦν τῶν νυκτῶν τῶν ἐκεῖσε κατοικούντων δαιμόνων πρὸς ἀλλή λους διαλεγομένων ἤκουσαν οἱ νομεῖς ὡς ἑάλω τὴν χθὲς ἡμέραν Συράκουσα καὶ κατέσκαπται. ἐξ ἑτέρου δὲ πρὸς ἕτερον δια πορθμευομένου τοῦ λόγου, ἔφθασε καὶ πρὸς Ἀδριανὸν τὸ διή γημα. ὁ δὲ τοὺς ποιμένας μετακαλεσάμενος καὶ πολυπραγμονήσας εὗρε τὰ ἀκουσθέντα τοῖς ἐκείνων ἐπιβεβαιούμενα λόγοις. βουληθεὶς δὲ καὶ αὐτήκοος γενέσθαι, μετὰ τῶν ποιμένων ἐν τῷ τόπῳ γενόμενος καὶ δι' αὐτῶν ἐρώτησιν τοῖς δαίμοσι προσαγηοχὼς ἤκουσεν ὡς ἤδη ἑάλω Συράκουσα. ἀδημονίᾳ δὲ καὶ λύπῃ ληφθεὶς πάλιν ἀνέφερε καὶ παρεμυθεῖτο ἑαυτόν, μὴ χρῆναι πιστεύειν κρί νων λόγοις δαιμόνων ἀπατηλοῖς. ἐσημειώσατο δὲ τέως τὴν ἡμέ ραν. καὶ μετὰ δεκάτην ἧκον αὐτάγγελοι τῶν φυγάδων τὸ γεγονὸς ἀτύχημα διηγούμενοι. ἀφ' ὧν πληροφορηθεὶς ὁ Ἀδριανὸς εὐθὺς ἀνεζεύγνυ, καὶ τὴν βασιλίδα ταχέως μετὰ τοῦ στόλου καταλαμ 2.236 βάνει, καὶ τῇ μεγάλῃ ἐκκλησίᾳ ἱκέτης προσέφυγεν. ἀλλ' οὐδὲν αὐτὸν εἰς παντελῆ ἀποφυγὴν ὤνησεν ἡ καταφυγή· ἐκεῖθεν γὰρ ἀποσπασθεὶς ἐξωρίσθη. Ἀποστέλλεται δὲ Στέφανος ὁ τὴν προσηγορίαν Μαξέντιος ὁ Καππαδόκης, μετά τε Θρᾳκῶν καὶ Μακεδόνων καὶ Καππαδοκῶν ἐπιλέκτων, στρατηγὸς Λαγγοβαρδίας. καὶ ταύτην καταλαβὼν καὶ δι' ἀνανδρίαν καὶ τρυφὴν μηδὲν ἄξιον λόγου διαπραξάμενος παραλύεται τῆς ἀρχῆς. ἀποστέλλεται δὲ ἀντ' αὐτοῦ Νικηφόρος ὁ κατὰ τὸν Φωκᾶν προσαγορευόμενος, ἀνὴρ γενναῖός τε καὶ δρα στήριος. ἐπήγετο δὲ μεθ' ἑαυτοῦ δύναμίν τε ἱκανὴν καὶ τάγμα Μανιχαίων, ἔξαρχον ἔχον τὸν Χρυσόχειρον Διακονίτζην. κατα λαβὼν οὖν τὸν τόπον καὶ ταῖς μετὰ τοῦ Στεφάνου δυνάμεσιν ἑνω θεὶς πολλὰ καὶ ἀξιέπαινα κατὰ τῶν Σαρακηνῶν ἐστήσατο τρόπαια· πρῶτον μὲν γὰρ ἀντιταξάμενος ἐτρέψατο τοὺς ἐχθρούς, ἐχειρώ σατο δὲ μετὰ ταῦτα καὶ τὴν πόλιν Ἀμαντίαν καὶ τὰς Τρόπας καὶ τὴν ἁγίαν Σεβηρίνην, καὶ μάχαις ἄλλαις πολλαῖς καὶ ἀντιπαρα τάξεσι κατηγωνίσατο τοὺς ἀντιπάλους. καὶ τὰ μὲν ἐν τοῖς καιροῖς τοῦ Βασιλείου γεγονότα πολεμικὰ ἔργα τοιαῦτα καὶ τοσαῦτα. Ὁ δὲ τὸν μέγιστον ἐν μάρτυσι Διομήδην κειμηλίοις πολυτιμοτάτοις καὶ ἀναθήμασι λαμπροῖς λαμπρῶς κατεκόσμησε καὶ κτη μάτων ἐπιδόσει εὐπροσόδων ἐφιλοτιμήσατο καὶ παντοίως ὑπερῆρε καὶ κατεπλούτισε. καὶ τῆς Δανιηλίδος τὸν υἱόν, ὃν ἀδελφότητος συνδέσμῳ πνευματικῆς ᾠκειώσατο, τῷ τῶν πρωτοσπαθαρίων ἐτί μησεν ἀξιώματι καὶ παρρησίας μεγίστης μετέδωκε. καὶ Δανιηλίδα 2.237 τὴν γραῦν πρὸς ἑαυτὸν μετεστείλατο, ἥτις ἐπεὶ μὴ οἵα τε ἦν ἵππῳ ἔποχος γενέσθαι, ἐπὶ σκίμποδος ἑαυτὴν ἀνακλίνασα καὶ τριακο σίους τῶν οἰκετῶν ἀπολέξασα νέους καὶ ἰσχυρούς, βασταζομένη τῆς πορείας εἴχετο ἀμοιβαδὸν αἰρόντων τὸν σκίμποδα. καταλα βοῦσα δὲ τὴν βασιλίδα τῶν πόλεων, δοχῆς γενομένης ὡς ἔθος ἐν τῇ Μαγναύρᾳ, εἰσήχθη πρὸς βασιλέα ἐντίμως, εἰσαγαγοῦσα καὶ δῶρα πολυτελῆ· ὧν ἕκαστον διεξιέναι ἀπειροκαλίας γραφὴν παρ εισάγει. ἀποδεχθεῖσα δὲ ἀναλόγως τῆς προθυμίας, καὶ ἐνδιατρί ψασα τῇ βασιλίδι ἐφ' ὅσον αὐτῇ φίλον ἦν, πρὸς τὴν οἰκείαν χώ ραν ἀνθυπενόστησε. συνέβη δ' αὐτὴν καὶ πάλιν εἰσελθεῖν εἰς τὴν βασιλίδα· τοῦ γὰρ
PG 121:1123Βασιλείου ἀποθανόντος καὶ τὴν ἀρχὴν τοῦ υἱοῦ αὐτοῦ Λέοντος διαδεξαμένου εἰσῆλθε πάλιν ἡ γραῦς μεθ' ὁμοίων τῶν δώρων, καὶ τοῦτον ἀσπασαμένη καὶ κληρονόμον τῆς ὑπάρξεως γράψασα, κατελθοῦσα εἰς τὰ ἴδια μετὰ μικρὸν ἐτελεύτησεν. ἀλλὰ ταῦτα μὲν ὕστερον. Βασίλειος δὲ ὁ βασιλεὺς καὶ τῶν θείων ναῶν πολλοὺς ὑπὸ τῶν προηγησαμένων κλόνων διαρραγέντας τε καὶ κατασεισθέντας, τινὰς δὲ καὶ τελέως καταβληθέντας ἐπιμελείας ἠξίωσε, τοὺς μὲν ἐκ καινῆς ἀναστήσας, τοῖς δὲ τὴν ἀσθένειαν ἐπιρρώσας, τοῖς δὲ κάλλος καὶ ὡραιότητα χαρισάμενος. πρῶτον μὲν γὰρ τῆς τοῦ θεοῦ μεγάλης ἐκκλησίας σοφίας τὴν πρὸς δύσιν ἁψῖδα τὴν μεγά λην τε καὶ μετάρσιον εἰς πολλὰ διαρραγεῖσαν καὶ πεσεῖν κινδυνεύουσαν, ἐμπειρίᾳ τεχνιτῶν περισφίγξας, ἀσφαλῆ καὶ μόνιμον ἀπειργάσατο· ἐν ᾗ καὶ τὴν τῆς θεομήτορος εἰκόνα βρέφος ἠγκα 2.238 λισμένην ἀνιστόρησε, καὶ Πέτρον καὶ Παῦλον τοὺς κορυφαίους τῶν ἀποστόλων παρ' ἑκάτερα ἀνεστήλωσε. καὶ τὰ λοιπὰ δὲ ῥήγματα καὶ τὰ σαθρώματα τῶν τοίχων ἐπηνωρθώσατο. παρε μυθήσατο δὲ καὶ τὰς προσόδους ἐλαττωθείσας, ἐνδείᾳ ἐλαίου τῶν ἱερῶν λύχνων ἀποσβεσθῆναι κινδυνευόντων, δωρεᾷ μεγίστου κτή ματος ὃ προσαγορεύεται Μαντία, τοῖς τε λύχνοις τὸ φῶς ἄσβεστον ἐχορήγησε καὶ τοῖς ὑμνοπόλοις τοῦ θείου ναοῦ δαψιλέστερον χορη γεῖσθαι ἐποίησε τὰ ὀψώνια ἐκ τῆς προσόδου τοῦ κτήματος. καὶ τὸν θεῖον δὲ τῶν ἀποστόλων ναὸν τῆς προτέρας εὐπρεπείας διαπε σόντα ἐρείσμασι καὶ ταῖς τῶν πεπονηκότων βοηθείαις κατοχυρώσας θῆκε νεὼν ἡβώοντα κατὰ τὴν ποίησιν. καὶ τὸν ἐν τῇ Πηγῇ δὲ τῆς θεοτόκου ναὸν τὸ ἀρχαῖον ἀποβαλόντα κάλλος ἀνενεώσατο. καὶ τὸν ἕτερον δὲ τῆς θεοτόκου ναόν, ὃς τὸ Σίγμα κατονομάζεται, 2.239 τέλεον ὑπὸ σεισμοῦ καταπεσόντα ἐκ βάθρων ἀνῳκοδόμησε καὶ ἑδραῖον καὶ ὡραιότατον ἢ πρότερον ἀπειργάσατο. καὶ τὸν ἐν Αὐρηλιαναῖς Στεφάνου τοῦ πρωτομάρτυρος ἄχρις ἐδάφους κατα πεσόντα ἐκ θεμελίων ἀνήγειρε. καὶ τοὺς δύο δὲ τοῦ βαπτιστοῦ σηκοὺς ἔν τε τῇ Στροβήλῳ καὶ Μακεδονιαναῖς, τὸν μὲν ἐκ βάθρων ἀνήγειρε, τοῦ δὲ τὸ πλεῖστον ἀνῳκοδόμησε. καὶ τὸν τοῦ ἀπο στόλου δὲ Φιλίππου, καὶ τὸν πρὸς ἑσπέραν αὐτοῦ κείμενον τοῦ εὐαγγελιστοῦ Λουκᾶ, πτῶμα πεσόντας δεινὸν ἐκ βάθρων ἀνέκτι σεν. ἐπεποιήσατο δὲ καὶ τὸ μέγα τέμενος Μωκίου τοῦ μάρτυρος, καὶ τὸ ἄδυτον τούτου καταβληθὲν ἄχρι γῆς, ὡς καὶ τὴν ἱερὰν κατεάξαι τράπεζαν, ἐπιμελείας ἠξίωσε καὶ τοῦ πτώματος ἤγειρε. καὶ τὸν πλησιάζοντα δὲ τούτῳ Ἀνδρέου τοῦ πρωτοκλήτου ναὸν πεσόντα εἰς τὸ ἀρχαῖον κάλλος ἀνήγειρε. καὶ τὸν τοῦ ἁγίου Ῥω μανοῦ καὶ τὸν τῆς ἁγίας Ἄννας ἐν τῷ Δευτέρῳ καὶ τὸν τοῦ μεγα λομάρτυρος Δημητρίου καὶ τὸν τοῦ μάρτυρος Αἰμιλιανοῦ τὸν ἐν τῇ Ῥάβδῳ ἐκ παλαιῶν νέους εἰργάσατο. ἐπὶ τούτοις καὶ τὸν τοῦ ἁγίου Ναζαρίου καταπεσόντα ἀνέστησε. κἀν τοῖς ἐμβόλοις τοῦ Δομνίνου τὸν τῆς Χριστοῦ ἀναστάσεως καὶ Ἀναστασίας τῆς μάρτυρος περικαλλῆ ναὸν ἐπισκευάσας ἐλάμπρυνε, λιθίνην ἀντὶ ξυλί νης τὴν ὀροφὴν ἐργασάμενος. καὶ Πλάτωνος τοῦ μεγάλου ἐν μάρτυσι πεσόντα ἀνέστησε, καὶ τὸν ἐγγίζοντα τούτῳ τῶν καλλι νίκων μαρτύρων ναὸν Ἑσπέρου τε καὶ Ζωῆς ἐπεποιήσατο. καὶ 2.240 τὸν τοῦ μάρτυρος Ἀκακίου ἐν τῷ Ἑπτασκάλῳ πτῶσιν ἀπειλοῦντα ἐπισκευάσας τοῦ πτώματος ἥρπασε. παραπλησίως καὶ τὸν τοῦ προφήτου Ἠλίου κατὰ τὸ Πετρίον ἀνεκτήσατο λαμπρῶς. ἀνή γειρε δὲ καὶ ἐκ καινῆς ἐν ταῖς βασιλείοις αὐλαῖς εἰς ὄνομα τοῦ δεσπότου σωτῆρος Χριστοῦ καὶ τοῦ πρώτου τῶν ἀγγέλων Μιχαὴλ καὶ Ἠλίου τοῦ προφήτου. ἔτι δὲ καὶ τῆς θεομήτορος καὶ Νικο λάου τοῦ περιωνύμου ἐν ἱεράρχαις τὸν περικαλλῆ τουτονὶ ναόν, ὃν νέαν ἐκκλησίαν κατονομάζουσιν, εἰς εὐπρέπειαν καὶ κάλλος καὶ ὡραιότητα μηδενὶ ἑτέρῳ ὑπερβολὴν ἢ σύγκρισιν καταλιμπάνοντα, προσόδους τε ἔταξεν ἱκανὰς εἴς τε φωταγωγίαν καὶ χρείαν τῶν δοξολογούντων. καὶ τί δεῖ διεξιόντα ἐπὶ πλέον μηκύνειν; αὐτὸ τὸ ἔργον τοῖς θεωμένοις παρίστησι τὴν οἰκείαν καλλονὴν καὶ πολυ τέλειαν. καὶ ἄλλους δὲ
PG 121:1127πολλοὺς θείους ναοὺς ἐντὸς τοῦ παλατίου ἐδομήσατο, εἰς ὄνομα Ἠλίου τοῦ προφήτου καὶ τοῦ μάρτυρος Κλήμεντος καὶ τοῦ σωτῆρος Χριστοῦ καὶ τοῦ ἀποστόλου Πέτρου καὶ τοῦ ἀρχιστρατήγου, ὧν τὴν ὡραιότητα παραστήσασθαι ποιη τικὴ ἂν ἠτόνησε μεγαληγορία. Πολλὰ δὲ κἀν τοῖς βασιλείοις ἀνέστησεν, ὡς ἄν τις εἴποι, βασιλείων βασίλεια· ταῦτα δὲ ἀριθμεῖσθαι οὐκ ἀναγκαῖον. ἔργον δὲ τούτου τοῦ βασιλέως καὶ ὁ λεγόμενος οἶκος τὰ Μάγγανα καὶ ὁ ἕτερος ὁ νέος καλούμενος· οὓς ἀπὸ τοιαύτης κατεσκεύασε προαι ρέσεως. μὴ βουλόμενος γὰρ τὰ δημόσια πράγματα εἰς οἰκείας καταναλίσκειν χρείας τοὺς τοιούτους ἀνῳκοδόμησεν οἴκους, καὶ προσόδους ἐκ γεωργίας ἀπέταξεν αὐτοῖς ἱκανάς, ἀφ' ὧν ἡ βασι 2.241 λικὴ πανδαισία αὐτοῦ τε καὶ τῶν ἀνὰ πᾶν ἔτος ὑπ' αὐτοῦ κεκλη μένων ἄφθονον καὶ δικαίαν τὴν χορηγίαν ἔμελλεν ἔχειν ἀεί. ἐδο μήσατο δὲ καὶ τὰ ἐν Πηγαῖς παλάτια, καὶ τὰ ἐν τοῖς Ἠρίοις ἐκαλλωπίσατο, ἀνακαθάρας καὶ τὴν ἀπογεωθεῖσαν κινστέρναν, ἣν Ἡράκλειος ὁ βασιλεὺς προσχώσας παράδεισον φυτῶν καὶ λαχάνων εἰργάσατο. ὅπερ ἐποίησε καὶ ἐν ταῖς οὔσαις ἐντὸς τοῦ παλατίου, τῇ τε πρὸ τῆς Μαγναύρας καὶ τῇ μεταξὺ Ἰουστινιανοῦ τοῦ τρι κλινίου καὶ τοῦ Λαυσιακοῦ. ὁ γὰρ εἰρημένος βασιλεὺς Ἡράκλειος παρὰ Στεφάνου τοῦ φιλοσόφου μαθών, τὴν γένεσιν αὐτοῦ πολυ πραγμονήσαντος, ὡς ἐξ ὕδατος αὐτὸν δεῖ τελευτᾶν, τὰς τῶν κιν στερνῶν, ὡς εἴρηται, προσχώσεις εἰργάσατο. τὰ ἐν τοῖς Ἠρίοις οὖν ἀποκαθάρας βασίλεια εἰς τὸ ἀρχαῖον σχῆμα ἀνήγαγε, καὶ ἀντὶ παραδείσου δοχεῖον ἀπειργάσατο ὕδατος ἀφθόνου καὶ διει δοῦς. ἐδείματο δὲ κἀν τῷ φόρῳ ναὸν περικαλλέστατον ἐπ' ὀνό ματι τῆς θεοτόκου, ὡς ἂν ἔχοιεν αὐτὸν οἱ πραγματευόμενοι οἶκον προσευχῆς, ὁπότε ταῖς πραγματείαις ἐμβραδύνωσι. καὶ τὸν τοῦ ἁγίου Φωκᾶ δὲ ναὸν ἐν τῷ Στενῷ ἐπισκευάσας καὶ καλλωπίσας οἰκητήριον μοναχῶν ἀπετέλεσε, τάξας προσόδους ἱκανὰς εἰς διάρ κειαν τῶν ἐν αὐτῷ ἀσκουμένων. ἀνεκαίνισε δὲ καὶ τὸν μέγαν τοῦ ἀρχιστρατήγου ναὸν τὸν ἐν τῷ Σωσθενίῳ ἤδη προκαταπεσόντα, καὶ εἰς τὸ φαινόμενον κάλλος μετήγαγε. Πολλοὺς δὲ καὶ τῶν Ἰουδαίων δωρεῶν ἐπαγγελίαις καὶ δόσεσι 2.242 καὶ δώρων ἀνταλλαγαῖς τοῦ θείου κατηξίωσε βαπτίσματος. καὶ τὸ τῶν Βουλγάρων δὲ γένος ἀρτιπαγὲς ὂν πρὸς θεοσέβειαν μοναχῶν ἀποστολῇ εὐλαβῶν καὶ ἱερέων ἀρετῇ κεκοσμημένων ἐβεβαίωσε πρὸς τὴν πίστιν. καὶ τοῖς Ῥὼς δὲ συμβάσεις θέμενος ἐν μετοχῇ γενέ σθαι τοῦ σωτηρίου βαπτίσματος αἴτιος γέγονε, πεμφθέντος αὐτοῖς καὶ ἀρχιερέως. ἀλλ' ἄξιον διηγήσασθαι καὶ τὸ γεγονὸς θαῦμα παρὰ τοῦ ἀρχιερέως τοῦ πεμφθέντος ἐκεῖσε. ἔτι γὰρ τῇ δεισιδαι μονίᾳ κατεχόμενος αὐτός τε ὁ ἄρχων καὶ οἱ μεγιστᾶνες αὐτοῦ καὶ τὸ ἅπαν ἔθνος, κατασκοπούμενοι περί τε τῆς πρῴην αὐτῶν θρη σκείας καὶ τῆς τῶν Χριστιανῶν πίστεως, εἰσκαλοῦσι τὸν ἄρτι πρὸς αὐτοὺς φοιτήσαντα ἀρχιερέα· ὃν ὁ ἄρχων ἐπηρώτα τίνα τὰ παρ' αὐτοῦ καταγγελλόμενα καὶ αὐτοῖς διδάσκεσθαι μέλλοντα. τοῦ δὲ τὴν ἱερὰν τοῦ θείου εὐαγγελίου προτείναντος βίβλον, καί τινα θαύματα ἐξηγουμένου τῶν ὑπὸ τοῦ θεοῦ ἐν τῇ ἀνθρωπίνῃ ἐπιδη μίᾳ τερατουργηθέντων, "εἰ μή τι τῶν ὁμοίων τὸ πλῆθος" ἔφη "τῶν Ῥὼς καὶ ἡμεῖς θεασόμεθα, καὶ μάλιστα ὁποῖον λέγεις ἐν τῇ καμίνῳ τῶν τριῶν παίδων γενέσθαι, οὐκ ἄν σοι ῥᾳδίως πιστεύ σωμεν." ὁ δὲ τῷ ἀψευδεῖ πιστεύσας λόγῳ τοῦ εἰπόντος ὅτι ὃ ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, λήψεσθε, καὶ ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, ἔφη πρὸς αὐτοὺς "εἰ καὶ μὴ ἔξεστιν ἐκπειράζειν κύριον τὸν θεόν, ὅμως εἰ ἐκ ψυχῆς διεγνώκατε προσελθεῖν τῷ θεῷ, αἰτήσασθε 2.243 ὅπερ βούλεσθε, καὶ ποιήσει τοῦτο πάντως διὰ τὴν πίστιν ὑμῶν ὁ θεός, κἂν ἡμεῖς ἐσμὲν ἐλάχιστοι καὶ ἀνάξιοι." οἱ δ' εὐθέως ᾐτήσαντο τὴν τοῦ θείου εὐαγγελίου πυκτίδα ἐν τῇ παρ' αὐτῶν ἀναφθείσῃ ῥιφῆναι πυρκαϊᾷ, καὶ εἰ ἀβλαβὴς αὕτη τηρηθείη, προσελθεῖν καὶ αὐτοὺς τῷ παρ' αὐτοῦ κηρυσσομένῳ θεῷ. ἔδοξε δὴ ταῦτα, καὶ τοῦ ἱερέως πρὸς θεὸν τὰς χεῖρας καὶ τοὺς
PG 121:1129ὀφθαλ μοὺς ἐπάραντος καὶ "δόξασόν σου τὸ ἅγιον ὄνομα, Ἰησοῦ Χριστὲ ὁ θεὸς ἡμῶν" εἰπόντος, ἐν ὀφθαλμοῖς τοῦ ἔθνους τουτουῒ ἐρρίφη εἰς τὴν κάμινον ἡ τοῦ ἁγίου εὐαγγελίου βίβλος. ἐφ' ὥρας δὲ ἱκα νὰς τῆς καμίνου ἐκκαιομένης, εἶτα καὶ τέλεον μαρανθείσης, εὑ ρέθη τὸ ἱερὸν πυκτίον ἀπαθὲς καὶ ἀλώβητον διαμεῖναι, μηδεμίαν ὑπὸ τοῦ πυρὸς δεξάμενον λύμην. ὅπερ ἰδόντες οἱ βάρβαροι, καὶ τῷ μεγέθει καταπλαγέντες τοῦ θαύματος, ἀνενδοιάστως πρὸς τὸ βάπτισμα ηὐτομόλουν. Κατὰ τοῦτον τὸν χρόνον Κωνσταντῖνος ὁ πρεσβύτερος τῶν τοῦ βασιλέως υἱῶν τὸν βίον ἐξέλιπε νόσῳ πυρετικῇ, πένθος ἀμύ θητον καταλιπὼν τῷ πατρί. ἀλλὰ τοῦτο μὲν ὁ βασιλεὺς πράως ἤνεγκε, παρεμυθήσατο δὲ τὴν σύζυγον καὶ τὰ τέκνα. ἐναγόμενος δὲ παρὰ τῶν προϊσταμένων τοῦ δημοσίου ὁ βασιλεὺς ἐπόπτας εἰς τὰ θέματα ἐκπέμψαι, ὡς ἂν δυναμένων ἐκ τούτου τῶν δημοσίων συντελειῶν ἐπιδοῦναι, προσποιησάμενος ἀποδέχεσθαι τὴν ὑπόμνη σιν, ἐκλέξασθαι καὶ εὐτρεπίσαι προσέταξε καὶ αὐτῷ προσαγαγεῖν τοὺς μέλλοντας τὸ τοιοῦτον ἔργον ἐπιτελέσαι καλῶς. ἐπιλεξάμενος δ' ὁ γενικὸς οὓς ἐδόκει διακονῆσαι πρὸς τὸ τοιοῦτον ἔργον ὀρθῶς, 2.244 καὶ τὰς τῶν ἐκλεγέντων προσηγορίας προσαγαγών, πολλῆς ἐνομί σθη μέμψεως ἄξιος, εἰ τοιούτους οἴοιτο λειτουργοὺς ἔσεσθαι ἀξίους πρὸς τὸ τοιοῦτον λειτούργημα. τοῦ δὲ μὴ ἔχειν κρείττονας ἀνθυπενεγκόντος ἐν ὅλῳ τῷ πολιτεύματι, ὑπολαβὼν ὁ βασιλεὺς "τὸ τῆς προκειμένης διακονίας ἔργον τοιοῦτον παρ' ἐμοὶ κρίνεται ὥστε, εἴπερ οἷόν τε ἦν, αὐτὸν ἐμὲ πρὸς τὴν τούτου διοίκησιν ἐξελθεῖν. ἐπεὶ δὲ τοῦτό ἐστι καὶ ἀπρεπὲς καὶ ἀδύνατον, ἐξ ἀνάγκης ἐπὶ τοῖς δυσὶ τῆς πολιτείας μαγίστροις, οἳ καὶ χρόνῳ καὶ πείρᾳ καὶ ταῖς πολλαῖς ἐν τῷ μακρῷ βίῳ τῶν πολιτικῶν ἀρχῶν διοικήσεσιν, ἐν αἷς ἐξητάσθησαν, ἀκίβδηλον καὶ καθαρὸν τῆς ἀρετῆς ἐξενηνόχασι τὸ δοκίμιον, τὰς ἐλπίδας σαλεύω, καὶ τὴν διακονίαν ὑπὸ τούτων ἀνυσθῆναι δεόντως θαρρῶ. ἀπελθὼν οὖν αὐτὸς σὺ" φησίν "ἀπάγγειλον αὐτοῖς τὸ τῆς διακονίας εἶδος καὶ τὸ θέλημα τὸ ἐμόν. καὶ βουλομένων ἐξελθεῖν ἐπευδοκῶ καὶ αὐ τός." ὡς δ' ἀκούσαντες οἱ ἄνδρες ἦλθον εἰς ἔκπληξιν, καὶ τὸ γῆρας ἀνθ' ἱκετηρίας προυβάλλοντο καὶ τοὺς προηγησαμένους ὑπὲρ τοῦ πολιτεύματος κόπους, καὶ παρενεχθῆναι ἐξ αὐτῶν τὴν τοιαύτην ὑπηρεσίαν ἱκέτευσαν, ὑπέστρεψεν ἄπρακτος ὁ πεμφθείς, καὶ τῷ βασιλεῖ τὰ παρ' ἐκείνων λαληθέντα ἀπήγγειλεν. ἅπερ ἀκούσας "εἰ τὸ ἐμὲ ἐξελθεῖν δοκεῖ εἶναι ἀδύνατον, παραιτοῦνται δὲ τὴν λειτουργίαν οἱ λαμπρότατοι μάγιστροι, οὐδένα ἔχων τοῦ πράγματος διοικητὴν ἀξιόχρεων καταλειφθῆναι τοῦτο ἀνεπίσκε πτον βούλομαι. κρεῖττον γὰρ" φησί "παρακερδαίνειν τινὰς ἀπὸ 2.245 τῶν τοῦ δημοσίου μὴ καλῶς, ἢ κακῶς ὑποπτεύειν ζημίαν τινὰς συντρίβουσαν αὐτοὺς καὶ συμπνίγουσαν." Καὶ διὰ τοῦτο παρὰ πάντα τὸν τῆς αὐτοκρατορίας αὐτοῦ χρόνον ἔμεινεν ἀνεξίσωτος ἢ φάναι μᾶλλον ἐλεύθερος καὶ ἀδιάπρακτος ὁ ὑπὸ τὴν Ῥωμαϊκὴν ἐξουσίαν ἅπας τῶν ὅλων θεμάτων λαός. Τοῦ πρεσβυτέρου δὲ τῶν υἱῶν τοῦ βασιλέως, Κωνσταντίνου, ὡς εἴπομεν, τὸν βίον μετημειφότος, καὶ τοῦ φίλτρου καὶ τῶν ἐλπί δων ἐπὶ τὸν δεύτερον υἱὸν Λέοντα μεταπεσόντων, δεινὸς ὁ φθόνος ὁπλίζεται κατ' αὐτοῦ· καὶ ὅπως, τὰ ἑπόμενα δηλώσει τρανότερον. μοναχὸς ἦν τις τῶν πάνυ φιλουμένων καὶ πιστευομένων Βασιλείῳ τῷ βασιλεῖ, ἦν δὲ καὶ ἱερεύς, ὃν Σανδαβαρηνὸν κατωνόμαζον· ὃς εἰ καὶ παρὰ τοῦ βασιλέως ἐστέργετο, ἀλλ' οὐκ εἶχε παρὰ τοῖς ἄλλοις δόξαν χρηστήν, καὶ διὰ τοῦτο καὶ πολλάκις παρὰ Λέοντος τοῦ υἱοῦ τοῦ βασιλέως διεκωμῳδεῖτο ὡς ἀπατεὼν καὶ γόης καὶ τὸν βασιλέα τῶν καθηκόντων ἐξάγων λογισμῶν καὶ εἰς ἃ μὴ δεῖ παρα σύρων. ὑφ' ὧν δακνόμενος ἐκεῖνος τὴν ψυχήν, καὶ ἀνταμύνα σθαι σπεύδων τὸν λυποῦντα, φιλίαν ὑποκρίνεται πρὸς τὸν Λέοντα, καί ποτέ φησι πρὸς αὐτόν "ἵνα τί, ὦ βασιλεῦ, νεανίας ἤδη ὢν καὶ παρὰ τῷ πατρί σου φιλούμενος, μὴ ἐπιφέρῃ ῥομφαίαν ἢ μά χαιραν, ὅταν κατ' ἀγροὺς συνιππάζῃ σου τῷ πατρί, ἵνα καὶ αὐτῷ, εἰ
PG 121:1131κατὰ θηρίου σχῇ χρείαν, ἐπιδιδῷς; καὶ εἴ τι λαθραῖον πολλά κις κατ' αὐτοῦ ἐπιβούλευμα γένηται, μὴ ἄνοπλος εὑρεθῇς, ἀλλ' 2.246 ἔχῃς τι μεθ' ὅτου δυνήσῃ τοὺς πατρικοὺς ἐχθροὺς ἀνταμύνα σθαι;" οὐχ ὑπειδόμενος δὲ τὸν δόλον ὁ Λέων, οὐδὲ συννοήσας τὴν μηχανήν, δέχεται τὴν συμβουλήν, καὶ μάχαιραν ἐντὸς τοῦ ὑποδήματος ἐπιφέρεσθαι πείθεται. γνοὺς δὲ ὁ Σανδαβαρηνὸς εἰς ἔργον χωρήσασαν τὴν ἑαυτοῦ σκευωρίαν, πρόσεισι τῷ βασιλεῖ καὶ φησὶ "γνωστόν σοι ἔστω, ὦ βασιλεῦ, ὡς ἐπιβουλεύει τῇ ζωῇ σου ὁ σὸς υἱός· καὶ εἰ ἀπιστεῖς, ὅταν κατὰ θήραν ἐξίῃς, κέλευσον περιαιρεθῆναι τὰ πέδιλα τῶν ποδῶν αὐτοῦ, καὶ εἰ εὑρεθείη ξίφος ἐπιφερόμενος, ἔσται πάντως ἡ ἐμὴ συμβουλὴ συμφέρουσα." ἐλέχθη ταῦτα, ἔξοδος κατηγγέλθη βασιλική, συνεξῆλθεν ἅπαν τὸ εἰωθός, ἔξεισι καὶ Λέων ὁ τοῦ βασιλέως υἱός. καὶ κατά τινα τόπον γενόμενος ὁ βασιλεὺς προσποιεῖται χρείαν ἔχειν μαχαίρας, καὶ ἐπεζήτει ταύτην μετ' ἐπιτάσεως. μηδὲν οὖν τῶν ὑπονοουμέ νων τῷ πατρὶ προειδὼς ὁ υἱός, ἀπονήρως ἐφελκυσάμενος ἣν ἐπε φέρετο μάχαιραν ἐπιδίδωσι τῷ πατρί. Τούτου γενομένου αἱ μὲν τοῦ Σανδαβαρηνοῦ προσαγγελίαι εὐθὺς ἐπιστεύοντο, αἱ δὲ παρὰ τοῦ Λέοντος ἀπολογίαι μάταιοι καὶ κεναί. ὑποστρέψας οὖν ὁ βασιλεὺς εἰς τὰ βασίλεια πρὸς ὀργὴν κατὰ τοῦ υἱοῦ διανίσταται, καὶ ἔν τινι τῶν βασιλείων οἴκων, ὃς μαργαρίτης κατονομάζεται, ἔμφρουρον τοῦτον πεποίηκεν, ἀφαιρεῖται δὲ καὶ τὰ τῆς βασιλείας παράσημα. διηρεθίζετο δὲ παρὰ τοῦ Σανδαβαρηνοῦ καὶ τοὺς λύχνους ἀποσβέσαι τῶν ὀφθαλμῶν αὐτοῦ. ἀλλὰ τοῦτο μὲν ἐκω λύθη ποιῆσαι ὑπὸ τοῦ πατριάρχου καὶ τῆς συγκλήτου βουλῆς, τῆς εἱρκτῆς δὲ ὅμως εἶχεν ἐντός. χρόνου δὲ παραδραμόντος συχνοῦ, 2.247 καὶ πολλάκις τῆς συγκλήτου βουληθείσης διαπρεσβεύσασθαι περὶ τούτου καὶ κατ' ἄλλην καὶ ἄλλην αἰτίαν ἄλλως καὶ ἄλλως κωλυο μένης, πρόφασις δίδοται εὔλογος, ἐξ ἧς ὡδηγήθησαν εἰς τὸ κα ταλῦσαι τὰ σπουδαζόμενα. ζῷον ἦν τι πτηνὸν ἐν κλωβῷ κατὰ τὰ βασίλεια αἰωρούμενον πρὸς θέαν καὶ τέρψιν τῶν θεωμένων καὶ ἀκουόντων (ψιττακὸς ὄνομα τῷ ζῴῳ), μιμηλὸν καὶ πολύφωνον· ὅπερ εἴτε πρός τινων διδαχθὲν εἴτ' ἄλλως πως ἐξ αὐτομάτου πολ λάκις "αἲ αἲ κύριε Λέον" ἐφθέγγετο. εὐωχίας δέ ποτε τελουμέ νης τῷ βασιλεῖ καὶ τῶν πρώτων τῆς βουλῆς συνεστιωμένων αὐτῷ, καὶ τοῦ ὄρνιθος πολλάκις φθεγγομένου τὸ προρρηθέν, ἐπιστυγνά σαντες οἱ δαιτυμόνες τῆς εὐωχίας ἐπαύσαντο καὶ ἐπὶ συννοίας ἐκά θηντο· οἷσπερ προσσχὼν ὁ βασιλεὺς τὴν αἰτίαν τῆς ἀποχῆς τῶν βρωμάτων ἐπήρετο. οἱ δὲ δακρύων ὑποπλησθέντες τοὺς ὀφθαλ μοὺς "τίνα ὦ δέσποτα" εἶπον "βρῶσιν φαγούμεθα, οὕτως ὑπὸ τῆς φωνῆς τοῦ ἀλόγου τούτου ὀνειδιζόμενοι, δοκοῦντες ἡμεῖς λο γικοί τε καὶ φιλοδέσποτοι, ὅτι αὐτὸ μὲν τὸ ἄλογον ζῷον τὸν οἰκεῖον ἀνακαλεῖται δεσπότην, ἡμεῖς δὲ τρυφῶντες λήθην τοῦ μηδὲν ἀδι κήσαντος ἐλάβομεν δεσπότου. εἰ μὲν γὰρ ἀδικῶν ἐλέγχεται καὶ κατὰ τοῦ πατρὸς εὐτρεπίσας τὴν δεξιάν, αὐτόχειρες ἡμεῖς τούτου γενησόμεθα πάντες, τοῦ αἵματος αὐτοῦ μὴ λαμβάνοντες κόρον· εἰ δ' ἐφ' οἷς ἐνεκλήθη διαφεύγει τὸν ἔλεγχον, μέχρι τίνος ἡ συκο φάντις γλῶσσα κατ' αὐτοῦ δυναμοῦται;" μαλαχθεὶς οὖν τοῖς τοιούτοις λόγοις ὁ βασιλεὺς τότε μὲν καθεσθῆναι τούτοις προσ 2.248 έταξε, σκοπῆσαι δ' αὐτὸς περὶ τοῦ πράγματος ἐπηγγείλατο· μετ' οὐ πολὺ δὲ πρὸς τὴν φύσιν ἐπανελθὼν ἐξάγει τε φρουρᾶς καὶ εἰς ὄψιν ἄγει τὸν υἱόν, καὶ τὴν πένθιμον ἀμείβει στολήν, καὶ τὸ περιττὸν τῆς ἐν τῇ λύπῃ τραφείσης κόμης περιαιρεῖ, καὶ τὴν προτέραν τῆς βασιλείας τιμὴν ἀποδίδωσιν. Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ διαρροίας νόσῳ ἁλίσκεται, καὶ κατὰ μικρὸν τῇ τοιαύτῃ τηκεδόνι κατεμαραίνετο. διαθεὶς δ' ὡς ἐδόκει τὰ τῆς βασιλείας, καὶ τὸν κληρονόμον καὶ διάδοχον γνώ ριμον ποιησάμενος, τὸν βίον ἀπέλιπε, συμβασιλεύσας μὲν τῷ πρὸ αὐτοῦ Μιχαὴλ χρόνον ἕνα, ἑτέρους δὲ ἐννέα καὶ δέκα χρόνους περὶ τὴν αὐτοκράτορα τῆς βασιλείας διαπρέψας ἀρχήν.
PG 121:1133διαδέχεται δὲ τὴν ὅλην τῆς ἐξουσίας ἀρχὴν Λέων ὁ καθ' ἡλικίαν πρῶτος τῶν περιόντων υἱῶν. Λέων δὲ τῶν ὅλων γενόμενος κύριος, τῶν ἄλλων τῶν συμ βαλλομένων τῷ πολιτεύματι ὀλίγα ἢ τὸ παράπαν μὴ φροντίσας, τῷ θυμῷ δὲ σφαδάζων καὶ τὴν παρὰ τοῦ Σανδαβαρηνοῦ κατ' αὐ τοῦ συστᾶσαν σκευωρίαν ἔναυλον ἔχων, εὐθὺς διαναστῆναι ἔκρινε πρὸς ἐκδίκησιν, προκαταστησάμενος εὐλογοφανεῖς αἰτίας, ὡς ἂν δόξειε τὰ πραττόμενα μετ' εὐλόγου πράττεσθαι ἀφορμῆς, καὶ τὰ ἐμπόδια ἐκ μέσου περιελών. εἰδὼς γὰρ ὡς οὐκ ἄν τι δυνηθείη φαῦλον ἐνδείξασθαι κατὰ τοῦ Σανδαβαρηνοῦ Φωτίου τὸν πα τριαρχικὸν ἰθύνοντος θρόνον, –προστήσεσθαι γὰρ αὐτοῦ γεν ναιότερον καὶ ἀντιλήψεσθαι ὑπετόπασε, καὶ μὴ συγχωρῆσαι τυ 2.249 ραννικόν τι παθεῖν· καὶ γὰρ δὴ καὶ ἐφέρετο λόγος ὡς αὐτὸς ὁ Φώτιος οἰκείῳ συγγενεῖ μνηστευόμενος τὴν βασιλείαν καὶ τῷ Σαν δαβαρηνῷ κοινολογησάμενος, καὶ δόξαν ἀμφοῖν μὴ ἄλλως ἐπιτυ χεῖν τοῦ ἐφετοῦ εἰ μὴ ὁ Λέων ἐκποδὼν γένοιτο, τὴν προειρημένην ἔρραψαν κατ' αὐτοῦ συκοφαντίαν. τοῦτον οὖν ἔγνω πρῶτον με τακινῆσαι τοῦ θρόνου, καὶ ταχέως ἐκπέμψας τὸν μάγιστρον Ἀν δρέαν τὸν στρατηλάτην, ἅμα τῷ μαγίστρῳ Ἰωάννῃ καὶ γεγονότι λογοθέτῃ τοῦ δρόμου τῷ Ἁγιοπολίτῃ, κατὰ τὴν μεγάλην ἐκκλη σίαν ἀνελθεῖν ἐν τῷ ἄμβωνι τῆς ἐκκλησίας προσέταξε, καὶ τὰς τοῦ πατριάρχου Φωτίου αἰτίας πάντων εἰς ἐπήκοον ἀναγνόντας τοῦ θρόνου τοῦτον καταγαγεῖν κἀν τῇ τῶν Ἁρμονιανῶν περιορίσαι μονῇ. κατὰ πόδας δὲ Στέφανον σύγκελλον, τὸν ἑαυτοῦ ἀδελφόν, ὁ βασιλεὺς πατριάρχην προβάλλεται, ὅτι μὴ τοῖς ζῶσιν ἐνη ριθμεῖτο ὁ Ἡρακλείας, ὑπὸ Θεοφάνους χειροτονηθέντα τοῦ πρω τοθρόνου. πέμψας δὲ διὰ ταχέων εἰς τὴν Εὐχάϊταν, τὸν Σαν δαβαρηνὸν Θεόδωρον τὴν εἰρημένην ἐκκλησίαν πηδαλιουχοῦντα εἰσαγαγεῖν ὡς αὐτὸν προσέταξεν. Ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, τὸν στρατηλάτην Ἀνδρέαν καὶ ἄλλους συγκλητικοὺς πολλοὺς εἰς τὸ ἐν Χρυσουπόλει τοῦ Φιλιπ πικοῦ μοναστήριον ἐκπέμψας μετὰ κλήρου καὶ κηρῶν καὶ λαμπά δων καὶ ἀρωμάτων ἐξαγαγεῖν τοῦ τάφου τὸν ἀναιρεθέντα βασιλέα Μιχαὴλ διωρίσατο, ἐν κυπαρισσίνῃ τε λάρνακι καταθεῖναι, καὶ ἐντίμως καὶ βασιλικῶς περιστείλαντας ἐν τῇ πόλει εἰσαγαγεῖν, 2.250 κἀκεῖθεν μετὰ ᾠδῶν καὶ ὕμνων ἄχρι τοῦ ναοῦ τῶν ἁγίων ἀποστόλων προπέμψαι, ἑπομένων ἐκεῖσε καὶ τῶν τοῦ βασιλέως ἀδελφῶν Ἀλεξάνδρου καὶ Στεφάνου τοῦ πατριάρχου, καὶ ἐν λάρνακι θεῖναι μαρμαρίνῃ· ὃ καὶ ἐγένετο. Προεβάλλετο δὲ καὶ Στυλιανὸν τὸν Ζαουτζᾶν μάγιστρον καὶ λογοθέτην τοῦ δρόμου· ἤδη γὰρ ἤρξατο πλησιάζειν τῇ αὐτοῦ θυγατρί, ζώσης ἔτι τῆς κατὰ νόμον συνεζευγμένης αὐτῷ γυναικὸς τῆς Αὐγούστης Θεοφανοῦς, ἀκουούσης καὶ βλεπούσης τὰ γινό μενα, καὶ μηδαμῶς τῷ τῆς ζηλοτυπίας πάθει ἀναφλεχθείσης ποτέ. Κατὰ πόδας δὲ παρελήφθη παρὰ τῶν Ἀγαρηνῶν καὶ ἡ κατὰ τὸ Χαρσιανὸν διακειμένη πόλις ἡ ὑψηλή, καὶ ᾐχμαλωτίσθη ἅπας ὁ ἐν ταύτῃ λαός. ἐγένετο δὲ καὶ ἐμπρησμὸς κατὰ τὸ με σημβρινὸν μέρος τῆς πόλεως, ἐν τῇ λεγομένῃ Σιδηρᾷ. ἔργον δὲ τούτου γέγονε καὶ ὁ ναὸς τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, ὃν τεφρω θέντα καὶ αἰθάλην γενόμενον ὁ βασιλεὺς αὖθις πολυτελῶς ἀνε καίνισεν. Εἰσήχθη δὲ καὶ ὁ Σανδαβαρηνὸς εἰς τὴν πόλιν, καὶ ὑπέ θεντο τῷ βασιλεῖ Ἀνδρέας ὁ στρατηλάτης καὶ Στέφανος μάγι στρος, οἱ πολλὰ παρὰ τοῦ Σανδαβαρηνοῦ πρὸς Βασίλειον τὸν βασιλέα διαβληθέντες, ἐξετάσαι τὰ τῆς γενομένης κατ' αὐτοῦ τοῦ βασιλέως γραφῆς. διεβεβαιοῦντο δὲ καὶ δυνατὸν εἶναι ἐξελεγχθῆ ναι ὡς βουλόμενοι Φώτιός τε ὁ πατριάρχης καὶ αὐτὸς ὁ Σανδαβα ρηνός τινα τῶν τοῦ Φωτίου συγγενῶν εἰς τὴν βασιλείαν ἀναγαγεῖν 2.251 τὸ μελετηθὲν ὑπεκρίναντο δρᾶμα. πεμφθέντες οὖν τινὲς πρὸς βασιλέως ἀγαγεῖν τόν τε Φώτιον καὶ τὸν Σανδαβαρηνὸν ἐν τοῖς παλατίοις τῶν πηγῶν ἐκελεύσθησαν. ἰδίᾳ μέντοι ὥριστο φρου ρεῖσθαι ἑκάτερον. ἐξετασταὶ δὲ καὶ διαγνώμονες τῶν κατ' αὐ τῶν κινουμένων
PG 121:1137αὐτός τε ὁ στρατηλάτης ἐπέμφθη Ἀνδρέας καὶ ὁ μάγιστρος Στέφανος καὶ ὁ μάγιστρος ὁ Ἁγιοπολίτης καὶ Κρατερὸς καὶ Γοῦβερ οἱ πατρίκιοι. ἀγαγόντες οὖν τὸν πατριάρχην Φώτιον καὶ ἐντίμως ἐπὶ θρόνου καθίσαντες, καὶ αὐτοὶ καθεσθέντες, τὴν ἐξέτασιν ἐποιοῦντο. καὶ φησὶν ὁ στρατηλάτης πρὸς τὸν πατριάρ χην "γνωρίζεις, ὦ δέσποτα, τὸν μοναχὸν Θεόδωρον;" ὁ δὲ "μοναχοὺς οἶδα Θεοδώρους πολλούς· ποῖον λέγεις;" τοῦ δὲ Ἀν δρέου προσθεμένου τὴν τοῦ Σανδαβαρηνοῦ προσηγορίαν, ὁ πα τριάρχης "γινώσκω" ἔφη "τὸν ἄνδρα, ἐπίσκοπον τῶν Εὐχαΐτων ὑπάρχοντα." ἐνεχθέντος δὲ καὶ τοῦ Σανδαβαρηνοῦ φησὶ πρὸς αὐτὸν ὁ Ἀνδρέας "ὁ βασιλεύς σοι δηλοῖ, ποῦ εἰσὶ τὰ χρήματα καὶ τὰ πράγματα τῆς βασιλείας μου;" ὁ δὲ ὑπολαβὼν "παρ' ἐκείνοις οἷς δέδωκε ταῦτα ὁ κατὰ τὴν ἡμέραν βασιλεύς. ἐπεὶ δὲ νῦν ζητεῖ ταῦτα ὁ ἄρτι κρατῶν, ἐξουσίαν ἔχει καὶ ζητεῖν ταῦτα καὶ λαμβάνειν." καὶ ὁ Ἀνδρέας "εἰπὲ τέως, σὺ τίνα ἐβουλεύου βασιλέα ποιῆσαι, τῷ πατρὶ τοῦ βασιλέως ὑποτιθεὶς τοῦ οἰκείου παιδὸς ἐξορύξαι τοὺς ὀφθαλμούς; σὸν συγγενῆ ἢ τοῦ πατριάρ χου;" ὁ δὲ ἐξώμνυτο μηδὲν ὧν κατηγορεῖτο εἰδέναι. καὶ φησὶν ὁ μάγιστρος Στέφανος "εἶτα, ὦ πολύτροπε καὶ μηχανορράφε, 2.252 πῶς ἐμήνυσας περὶ τούτου τῷ βασιλεῖ ἐξελέγξειν τὸν πατριάρχην;" καὶ ὅς, ὡς ἤκουσε τούτου τοῦ λόγου, εὐθέως ἐπιλαμβάνεται τῶν τοῦ πατριάρχου ποδῶν, "ὁρκίζω σε δέσποτα κατὰ τοῦ θεοῦ" λέγων "πρότερόν με καθαιρῆσαι, καὶ τότε γυμνὸν ἱερωσύνης παραλαβέτωσαν καὶ κολαζέτωσαν ὡς κακοῦργον. οὐδὲν γὰρ τοιοῦ τον σύνοιδα ἐμαυτῷ, οὔτε τῷ βασιλεῖ ἐμήνυσα." ὁ δὲ πατριάρ χης ἀναλαμβάνων αὐτὸν καὶ τῶν ποδῶν ἀνιστῶν φησὶ "μὰ τὴν ἐμὴν σωτηρίαν, κύριε Θεόδωρε, ἀρχιεπίσκοπος εἶ καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι." θυμωθεὶς δὲ Ἀνδρέας ὁ στρατηλά της "καὶ οὐκ ἐμήνυσας δι' ἐμοῦ τῷ βασιλεῖ, ἀπατεὼν καὶ γόης, τὸν πατριάρχην περὶ τούτου ἐλέγξαι;" ὁ δὲ πάλιν ἀπηρνεῖτο περὶ τούτου μηδὲν εἰδέναι. ὑποστρεψάντων δὲ τῶν ἀρχόντων καὶ τὰ λαληθέντα γνώριμα θεμένων τῷ βασιλεῖ, αὐτὸς τῷ θυμῷ φλεγμαίνων, καὶ πλέον διὰ τὸ μὴ κατὰ τοῦ πατριάρχου εὔλογον αἰτίαν εὑρεῖν, ἀποστείλας ἐμάστιξε τὸν Σανδαβαρηνὸν ἀπηνῶς καὶ ἐν Ἀθήναις ἐξώρισε, καὶ κατόπιν ἀποστείλας ἐτύφλωσε καὶ κατὰ τὴν ἕω μετέθηκεν. ἀνεκαλέσατο δὲ τοῦτον μετὰ χρόνων πολλῶν παρολκήν, καὶ σιτήσεις τούτῳ ἀφώρισεν ἀπὸ τῆς νέας ἐκκλησίας. ἐτελεύτησε δὲ μετὰ θάνατον Λέοντος, ἐπὶ Ζωῆς τῆς αὐτοῦ γυναικὸς καὶ Κωνσταντίνου τοῦ υἱοῦ αὐτοῦ βασι λευόντων. Τῷ δευτέρῳ ἔτει τῆς βασιλείας Λέοντος Ἀγγαίων ὁ Λαγγο 2.253 βαρδίας δούξ, γαμβρὸς δὲ τοῦ ῥηγὸς Φραγγίας, τὸν θάνατον πυθόμενος Βασιλείου τοῦ βασιλέως ἀπέστη τῆς πρὸς Ῥωμαίους φιλίας καὶ πᾶσαν τὴν χώραν ὑφ' ἑαυτὸν ἐποιήσατο. τοῦτο γνοὺς ὁ βασιλεὺς τὸν πατρίκιον Κωνσταντῖνον, τὸν ἐπὶ τῆς τραπέζης, μετὰ τῶν δυτικῶν ἐκπέμπει κατ' αὐτοῦ θεμάτων. συμβολῆς δὲ γενομένης οἱ περὶ τὸν Κωνσταντῖνον ἡττήθησαν καὶ κατεκόπησαν, μόγις ἐκείνου περισωθέντος. Κατὰ τοῦτον τὸν καιρὸν ἐγένετο καὶ ἡλίου ἔκλειψις περὶ ὥραν ἕκτην τῆς ἡμέρας, ὥστε καὶ ἀστέρας φανῆναι, ἀνέμων τε βιαία πνοὴ καὶ ἀστραπαὶ καὶ βρονταὶ φρικώδεις καὶ σκηπτοὶ καυ σώδεις, ὑφ' ὧν καὶ ἄνδρες ἑπτὰ ἐν τοῖς ἀναβάθμοις τοῦ ἁγίου Κωνσταντίνου ἐν τῷ φόρῳ ἐκεραυνώθησαν. ἐπολιορκήθη δὲ καὶ ὑπὸ Σαρακηνῶν ἡ Σάμος, συμπαραληφθέντος καὶ τοῦ στρατη γοῦντος ἐν αὐτῇ Κωνσταντίνου πατρικίου τοῦ Πασπαλᾶ. ὁ δὲ βασιλεὺς τῷ πρὸς Ζωὴν τὴν θυγατέρα τοῦ Ζαουτζᾶ φίλτρῳ νικώ μενος τιμᾷ τὸν ταύτης πατέρα βασιλεοπάτορα, αὐτὸς τὸ ἀξίωμα καινουργήσας μὴ πρότερον ὄν. ἡ γὰρ Ζωὴ μέγιστον ἐπὶ κάλλει καὶ εὐπρεπείᾳ τῷ τότε διαλάμπουσα συνέζευκτο μὲν ἀνδρὶ Θεο δώρῳ πατρικίῳ τῷ Γουνιαζίτζῃ, ἐκείνου δὲ δολοφονηθέντος φαρ μάκῳ ἐπαλλακεύετο τῷ βασιλεῖ καὶ ζώσης, ὡς εἴρηται, τῆς αὐ τοῦ γυναικός. Τῷ δ' ἐπιόντι ἔτει Στέφανος ὁ τοῦ βασιλέως ἀδελφὸς καὶ πατριάρχης ἀπέλιπε τὴν ζωήν, καὶ προεχειρίσθη Ἀντώνιος ἀντ' 2.254 αὐτοῦ
PG 121:1141πατριάρχης, ὁ τὴν ἐπωνυμίαν Καυλέας. καὶ τὰ μὲν κατὰ τὴν πόλιν ἐφέρετο οὕτως, Συμεὼν δ' ὁ τῶν Βουλγάρων ἄρχων τὰς πρὸς Ῥωμαίους σπονδὰς διαλύσασθαι σπεύδων πρόφασιν εὗρε τοιαύτην. δοῦλος ἦν εὐνοῦχος τῷ βασιλεοπάτορι Μουσικὸς κα λούμενος. οὗτος συμφιλιωθεὶς ἀνδράσιν ἐμπορικοῖς καὶ φιλοκερδέσι, βουλόμενος κερδαίνειν αὐτούς, τῇ πρὸς τὸν Ζαουτζᾶν χρη σάμενος παρρησίᾳ τὰς ἐκ Βουλγαρίας εἰσαγομένας πραγματείας εἰς τὴν πόλιν εὐθέως μετέστησεν εἰς Θεσσαλονίκην, καὶ τοὺς εἰρη μένους ἐμπόρους τελώνας ἐκεῖσε κατέστησεν, οἵτινες κακῶς διετί θεσαν τοὺς τὰς πραγματείας μετιόντας Βουλγάρους, βαρέα εἰσ πραττόμενοι τελωνήματα. τῶν δὲ Βυλγάρων ἀναγγειλάντων ταῦτα τῷ Συμεών, καὶ τούτου δῆλα τῷ βασιλεῖ καταστήσαντος, ἐπεὶ τῇ πρὸς τὸν Ζαουτζᾶν συμπαθείᾳ νικώμενος πάντα ὡς λῆρον ἡγήσατο καὶ οὐδεμιᾶς ἠξίωσεν ἐπιστροφῆς, μανεὶς ὁ Συμεών, καὶ ἄλλως, ὡς εἴρηται, πρόφασιν εὐπρόσωπον ζητῶν, αἴρει κατὰ Ῥωμαίων τὰ ὅπλα. ὅπερ ἀκούσας ὁ βασιλεὺς καὶ αὐτὸς ἀνθοπλί ζεται, καὶ Προκόπιον τὸν Κρηνίτην τὴν τοῦ στρατηλάτου μετ ιόντα λειτουργίαν λαῷ πολλῷ καὶ ἄρχουσι καθοπλίσας, δούς τε αὐτῷ καὶ Κουρτίκιον τὸν Ἀρμένιον, ἐκπέμπει κατὰ τοῦ Συμεών. συρραγέντων δ' ἐν Μακεδονίᾳ τῶν στρατευμάτων ἡττῶνται Ῥω μαῖοι, καὶ κατασφάττονται αὐτός τε ὁ Κρηνίτης καὶ ὁ Κουρτί κιος Ἀρμένιος καὶ ἄλλοι πολλοί, τῶν κατασχεθέντων ἀπὸ τῆς ἑταιρείας τοῦ βασιλέως τοῦ Συμεὼν ἀποτεμόντος τὰς ῥῖνας καὶ εἰς τὴν πόλιν ἐκπεπομφότος πρὸς αἰσχύνην Ῥωμαίων. τῷ τοιούτῳ δὲ 2.255 πάθει καὶ τῷ προπηλακισμῷ τοῦ Συμεὼν περιαλγὴς γενόμενος ὁ βασιλεὺς Νικήταν πατρίκιον τὸν τὴν ἐπωνυμίαν Σκληρὸν διὰ τοῦ Ἴστρου πρὸς Τούρκους τοὺς Οὔγγρους καλουμένους ἀπέστειλεν, ἐφ' ᾧ περαιώσασθαι τὸν ποταμὸν καὶ τὴν Βουλγαρίαν τὸν ἐνόντα τρόπον λυμήνασθαι. ὁ δὲ τοῖς Τούρκοις συμμίξας καὶ πείσας κατὰ τῶν Βουλγάρων ὅπλα κινεῖν, ὁμήρους τε λαβών, εἰς βασιλέα ὑπέστρεψεν. ἀλλὰ δὴ καὶ αὐτὸς ὁ βασιλεὺς διά τε γῆς καὶ θα λάττης ἐγνώκει Βουλγάροις πολεμεῖν. διὰ μὲν οὖν θαλάσσης Εὐστάθιον ἐκπέμπει τὸν πατρίκιον καὶ δρουγγάριον, διὰ δὲ γῆς τὸν πατρίκιον Νικηφόρον τὸν Φωκᾶν, προβαλόμενος αὐτὸν μετὰ τὸν Ἀνδρέου θάνατον δομέστικον τῶν σχολῶν. ὧν μέχρι Βουλ γαρίας ἀφικομένων ὁ βασιλεὺς ἔτι τὴν εἰρήνην στέργων τὸν κοιαίστωρα Κωνσταντινάκιον ἐκπέμπει πρὸς Συμεών· ὃν οὗτος κατα σχὼν τίθησιν ἐν φρουρᾷ, δολίως πρὸς αὐτὸν ἀφικέσθαι νομίσας. ἀσχολουμένου δὲ περὶ τὸ στράτευμα τὸ περὶ τὸν Φωκᾶν τοῦ Συ μεών, οἱ Τοῦρκοι περαιωθέντες τὸν ποταμὸν πᾶσαν τὴν Βουλ γαρίαν ἐληΐσαντο. ὅπερ ὡς ἠγγέλθη τῷ Συμεών, τὸν Φωκᾶν ἀφεὶς κατὰ τῶν Τούρκων ἐτράπετο. γλιχόμενοι δὲ καὶ αὐτοὶ συμπλακῆναι Βουλγάροις, περαιωθέντες τὸν Ἴστρον τούτοις προσ βάλλουσι καὶ νικῶσι κατὰ κράτος, μόλις τοῦ Συμεὼν ἐν Δορο στόλῳ σωθέντος, ὃ καὶ Δρίστα καλεῖται. νικήσαντες οὖν οἱ Τοῦρκοι ᾐτήσαντο τὸν βασιλέα τοὺς κατασχεθέντας ὑπ' αὐτῶν αἰχμαλώτους ὠνήσασθαι· πρὸς ὃ καὶ κατανεύσας τοὺς πολίτας 2.256 ἐξαπέστειλεν εἰς τὴν τούτων ἐξώνησιν. θραυσθεὶς οὖν ὁ Συμεὼν διὰ τοῦ δρουγγαρίου Εὐσταθίου τὸν βασιλέα ἱκέτευε περὶ τῆς εἰ ρήνης· πρὸς ἣν ὑπεῖξεν ὁ βασιλεύς, καὶ τὸν Χοιροσφάκτην Λέοντα ἐπὶ τῷ ποιήσασθαι ἐξαπέστειλε τὰς σπονδάς, καὶ ὁ δομέ στικος τῶν σχολῶν ὁ Φωκᾶς καὶ ὁ δρουγγάριος ὑποστρέψαι μετὰ τοῦ λαοῦ ἐκελεύσθησαν. ὁ δὲ Συμεὼν ἀπελθόντα πρὸς αὐτὸν τὸν Χοιροσφάκτην Λέοντα ἐν εἱρκτῇ κατέσχε, μηδὲ λόγου αὐτὸν ἀξιώσας. ἐκστρατεύσας δὲ βαρεῖ στρατῷ κατὰ τῶν Τούρκων, μὴ δυνηθέντος τοῦ βασιλέως διὰ τὸ αἰφνίδιόν τε καὶ ἀπροσδόκητον βοήθειαν αὐτοῖς παρασχεῖν, αὐτούς τε ἐτρέψατο καὶ τὴν χώραν πᾶσαν κατέδραμε. γαυριῶν δ' ἐπὶ τῇ νίκῃ καὶ φρυαττόμενος ἔγραψε πρὸς τὸν βασιλέα μὴ πρότερον ποιῆσαι εἰρήνην πρὶν ἂν ἀπολήψεσθαι τοὺς αἰχμαλώτους
Page scan enlarged

Notebook

Full View