PG 122Georgii Cedrenus (Continuatio) et al.
On Divers Learning
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (98% of openings; remainder still OCR), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Part 1, 2Pars 1, 2

col. 687–688page 1 of 48
PG 122:687ΤΟΥ ΠΑΝΣΟΦΩΤΑΤΟΥ ΚΑΙ ΤΙΜΙΩΤΑΤΟΥ ΜΙΧΑΗΛ ΤΟΥ ΨΕΛΛΟΥ ΔΙΔΑΣΚΑΛΙΑ ΠΑΝΤΟΔΑΠΗ. 1. α, Πιστεύω εἰς ἕνα Πατέρα τὴν πάντων ἀρχὴν καὶ αἰτίαν, οὐκ ἔκ τινος γεννηθέντα, ἀναίτιον καὶ ἀγέν νη τον μόνον, ὑπάρχοντα Πατέρα φύσει τοῦ μονογενοῦς Υἱοῦ αὑτοῦ, καὶ προβολέα τοῦ ἁγίου Πνεύματος. Καὶ εἰς ἕνα Υἱὸν τὸν μονογενῆ, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Καὶ εἰς Πνεῦμα ἅγιον, οὐ γεννώμε νυν ἐκ τοῦ Πατρὸς, ἀλλ᾽ ἐκ τῆς οὐσίας αὐτοῦ ἐκπο ρευύμενον, Παράκλητον ὀνομαζόμενον ὡς τὰς τῶν ὅλων παρακλήσεις δεχόμενον, κατὰ παντὸς ὅμοιον τῷ Πατρὶ καὶ Υἱῳ, ἐκ τοῦ Πατρὸς μὲν ἐκπορευόμενον, δι' Υἱοῦ δὲ μεταδιδόμενον καὶ μεταλαμβανόμενον ὑπὸ πάσης κτίσέως. Τοῦτων δὲ τῶν τριῶν ὑποστάσεων, Πατρὸς Υἱοῦ καὶ ἁγίου Πνεύματος, μία ἀρχὴ, μία φύσις, μία θεότης, μία μορφή, μία οὐσία καὶ δύο ναμις. β΄. Περὶ ἀνομάτων τινῶν λεγομένων ἐν τῷ τῶν Χριστιανῶν δόγματι. Οὐσία καὶ φυσις ἐπὶ τῆς ἁγίας καὶ ὁμοοπσίου Τριά δος τὸ αὐτό, ἀμφότερα γὰρ κοινὰ καὶ καθολικά, καὶ κατὰ τριῶν ὑποστάσεων λεγόμενα. Τούτων μία φύσις, καὶ οὐσία μία, καὶ μία ἐκτύπωσις, μία θεότης, μία χάρις, μία ισότης, μία δόξα, μία ὁμολογία, καὶ μία δύναμις. δ Υπόστασις πάλιν καὶ πρόσωπον τὸ αὐτό· οἷον ὑπόστασις καὶ πρόσωπον ὁ Πατήρ, ὑπόστασις καὶ πρόσωπον ὁ Υἱός, ὑπόστασις καὶ προσωπον τὸ Πνεῦμα τὸ ἅγιον. Δόξαζε οὖν τρία πρόσωπα, ἤτοι τρεῖς ὕπου στάσεις, μίαν δὲ φύσιν τῶν αὐτῶν καὶ οὐσίαν. Οι οὖν ἅγιοι Πατέρες ἐπὶ τοῦ αὐτοῦ τάττουσι ὐὸ τῆς οὐσίας καὶ φύσεως καὶ μορφῆς ὄνομα. Καὶ πάλιν ἐπὶ ΝΟΤΑ. 15: Κηρύξατε τὸ Εὐαγγέλιον πάσῃ τῇ κτίσει.
col. 689–690page 2 of 48
PG 122:689τοῦ αὐτοῦ τὸ πρόσωπον καὶ τὴν ὑπόστασιν καὶ τὸν χαρακτήρα. Μία οὖν θεότης, μία φύσις, μία ουσία, μία μορφή. Καὶ πάλιν τρία πρόσωπα, τρεῖς ὑποστάσεις, καὶ τρεῖς χαρακτῆρες, τρεῖς ἰδιότητες. Εστι δὲ ἰδιότης ἐπὶ μὲν τοῦ Πατρὸς, ἡ ἀγεννησία, ἐπὶ δὲ τοῦ Υἱοῦ, ἡ γέννησις, ἐπὶ δὲ τοῦ ἁγίου Πνεύματος, ἡ ἐκπόρευσις. γ΄. Περὶ ἐνυποστάτων. Πρόσεχε τῷ ὀνόματι τούτῳ, δέσποτα μου, πολυσήμαντον γάρ ἐστι, τὸ δὲ κυρίως αὐτὸ σημαινόμενον, δυσκολώτατον. Λέγεται οὖν ἐνυπόστατα, πᾶσα υπαρ ξες εἴτε σωματική εἴτε ἀσωματική, καθ᾽ ὁ ὑφέστη. κεν, ὥστε κατὰ τοῦτον τὸν λόγον εἴποις ἀνθρώπου καὶ τὸ χρῶμα καὶ τὴν οὐσίαν ἐνυπόστατον, κυρίως δὲ τὸ μὲν χρῶμα ἑτεροϋπόστατον. Οὐκ ἔχει γὰρ ἰδίαν υπο αρξιν, ἀλλ' ἐν σώματι ὕφέστηκεν. Ἡ δὲ οὐσία κυρίως ὑπόστασις, ἀλλ᾽ οὐκ ἐνυπόστατος. Αλλ' ὅμως καταχρηστικῶς λέγονται καὶ ταῦτα ἐνυπόστατα. Πάλιν λέγεται ἐνυπόστατον ὁ καθ᾽ ὅλου ἄνθρωπος, ὅπερ ὀνομάζουσιν οἱ ἔξω φιλόσοφοι εἰδικώτατον. Ἐνυπόστατος δὲ λέγε ται ὁ καθ᾽ ὅλου ἄνθρωπος, ὡς ἐν ταῖς ὑποστάσεσι θεωρούμενος, οἷον, ἐν τῷ Πέτρῳ καὶ τῷ Παύλῳ καὶ τοῖς λοιποῖς μερικοῖς ἀνθρώποις. Τρία οὖν ταῦτα τοῦ ἐνυποστάτου λεγόμενα σημαινόμενα οὐ πάνυ δύσκολα εἰς κατάληψιν. Περὶ τοῦ τετάρτου τοῦ δυσκολωτέρου ἐφεξῆς ἐροῦμεν. δ'. Περὶ ἐνυποστάτου. Ενυπόστατόν ἐστι τὸ ἄλλῳ διαφόρῳ κατὰ τὴν οὐσίαν εἰς ἑνὸς σύστασιν προσώπου καὶ μιᾶς γένεσιν ὑποστάσεως συγκείμενον καὶ συνυφιστάμενον, μὴ μέντοιγε καὶ καθ' ἑαυτὸ γνωριζόμενον. Πρόσεχε, δέσποτά μου. τῷ ὁρισμῷ τοῦ ἐνυποστάτου, Ἡ ἁγία καθολική Εκκλησία ἐπὶ τῆς οἰκονομίας μίαν ὑπό στασιν δογματίζει καὶ δύο φύσεις. Ὑπόστασιν τὸν σαρκωθέντα Υιόν, φύσεις δὲ θεότητα καὶ ἀνθρωπότητα. Τὸ οὖν σῶμα τὸ ἔμψυχον καὶ ἔννουν, ὃ προσ ελάβετο ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, οὐ καλεῖ ὑπόστασιν, ἵνα μὴ εὑρεθῇ λέγουσα δύο ὑποστάσεις, ὅπερ ἐφλυάρει Νοστόριας δ αἱρετικός, ἀλλ᾽ ὀνομάζει ἐνυπόστατον, ὡς ἐν τῇ τοῦ Υἱοῦ ὑποστάσει τὸ εἶναι καὶ τὸ ὑποστῆναι λαβὸν καὶ μηδ' ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ προϋποστάν. Αὐτὸς γὰρ ὁ Χριστὸς μία ὢν ὑπό στασις, μᾶλλον δὲ, ἵνα σαφέστερον ε'πω, αὐτὸς ὁ Υἱὸς τοῦ Θεοῦ μία ὢν ὑπόστασις τῆς ἁγίας Τριάδος, γέγονε καὶ τῷ σώματι, ᾧ προσελάβετο, ὑπόστασις, ὥστε τὸ σῶμα τοῦ Κυρίου ἐνυπόστατον μέν, οὐχ ὑπόστασις δέ. ε'. Περὶ ὁμοουσίου. Ομοούσια λέγεται ὅσα ταῖς μὲν ὑποστάσεσι δι ῄρηνται ἀπ' ἀλλήλων, τῇ δὲ οὐσία ἥνωνται. Οἷον ἐγὼ καὶ σὺ καὶ πάντες οἱ κατὰ μέρος ἄνθρωποι, ὑποστάσεις ἐσμεν διῃρημέναι ἀπ' ἀλλήλων, ὑπὸ δὲ μίαν οὐ σίαν ἀναγόμενοι κατὰ τὸν κοινὸν λόγον τῆς ἀνθρωπότητος· κατὰ γοῦν τὸν λόγον τοῦτόν ἐσμεν ὁμοούσιοι. Ο Πατήρ οὖν καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα, κατὰ μὲν τὰς ὑποστάσεις διῄρηνται· ἄλλος γὰρ ὁ Πατήρ, ὁ Υἱὸς, καὶ ἄλλος τὸ Πνεῦμα τὸ ἅγιον ἐνυποστάτου τοῦ ἐνυποστάτου

Part 6-8Pars 6 - 8

col. 691–692page 3 of 48
Pars 3 - 5
PG 122:691κατὰ δὲ τὴν οὐσίαν ἥνωνται. Οὐσία δέ ἐστιν ὁ κοινὸς λόγος τῶν ὑποστάσεων, ἤτοι ἡ μία θεότης, ἡ μία φύσις, ἡ μία μορφή. Ομοούσια οὖν ὁ Πατήρ, ὁ Υἱός, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὡς τῆς αὐτῆς καὶ μιᾶς τυγχάνονται οὐσίας. Διῄρηνται μὲν οὖν, ὡς εἴρηται, κατὰ τὰς ὑποστάσεις, ἥνωνται δὲ κατὰ τὴν οὐσίαν ἤτοι φύσιν. Διὰ τοῦτο οὖν λέγονται ὁμοούσια, κατὰ ὁμοφυλ. ϛ΄. Περὶ ὁμοϋποστάτων. Ὁμοϋπόστατα λέγοντας, ὅσα διαφέρει μὲν ἀλλήλων κατὰ τὴν οὐσίαν, εἰς μίαν δὲ καὶ τὴν αὐτὴν ὑπόστασιν ἀλλήλοις συντίθεται, οἷον σύ, ὁ βασιλεὺς Μιχαήλ, ἐκ ψυχῆς καὶ σώματος. Ταῦτα δὲ τὰ μέρη, ἡ ψυχή καὶ τὸ σῶμα, διάφορά εἰσι κατὰ τὴν οὐσίαν. Αλλη γὰρ εὐσία ψυχῆς, καὶ ἄλλη σώματος. Ὁμοϋπόστατα δὲ κατὰ τὴν Χριστιανικὴν δόξαν· οὔτε γὰρ ἡ ψυχὴ προγενεστέρα τοῦ σώματος, οὔτε τὸ σῶμα πρεσβύτερον τῆς ψυχῆς, ἀλλ' ὁμοῦ ψυχὴ καὶ σῶμα, ὥστε ὅσα δια φέρει κατὰ τὴν οὐσίαν, ὁμόχρονα δὲ καὶ συνάλληλα ὑφέστηκεν, ὁμοϋπόστατα καὶ ἔστι καὶ ὀνομάζεται. Οὐκ εἰσιν οὖν ὁμοϋπόστατα ὁ Πατὴρ, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, εἰ καὶ μηδὲν τούτων πρεσβύτερον καὶ νεώτερον, ἐπεὶ οὐ διαφέρουσι κατὰ τὴν οὐσίαν. Ὁμοούσια δὲ καὶ εἰσι καὶ ὁνομάζονται. ζ'. Περὶ οὐσιώδους ἑνώσεως καὶ διαφορᾶς. Οὐσιώδης ἕνωσίς ἐστιν ἡ τὰς πολλὰς ὑποστάσεις εἰς μίαν οὐσίαν συνάγουσα, οἷον οἱ κατὰ μέρος πάν τες ἄνθρωποι διῃρημένοι εἰσὶ κατὰ τὰς ὑποστάσεις, ἡνωμένοι δὲ κατὰ τὴν οὐσίαν, ἤτοι τὸν λόγον τῆς ἀν θρωπότητος. Αὕτη οὖν ἡ ἕνωσις τῶν ὑποστάσεων κατὰ τὴν μίαν οὐσίαν λέγεται οὐσιώδης ἕνωσις. οὐσιώδης δέ ἐστι διαφορά, όταν αἱ ἐνωθεῖσαι φύσεις εἰς μίαν ὑπόστασιν ἀσύγχυτοι καὶ ἀμείωτοι μένωσιν. Οἷον αἱ δύο φύσεις τοῦ Χριστοῦ, ἤτοι ἡ θεότης καὶ ἡ ἀνθρωπότης, εἰς μίαν συνελθοῦσαι ὑπόστασιν οὐ συν εχύθησαν οὐδὲ ἐμειώθησαν, ἀλλ' ἔχουσιν οὐσιώδη τὴν διαφοράν. Εκάστη γὰρ τῶν δύο φύσεων ἄφυρτός ἐστι καὶ ἀτύγχυτος κατὰ τὸν τῆς οὐσίας λόγον, καὶ διαφέρουσιν ἀλλήλων, οὐ κατὰ τὴν ὑπόστασιν· μία γὰρ ἀμφοῖν ἡ ὑπόστασις· ἀλλὰ κατὰ τὴν οὐσιώδη διαφοράν. η΄. Περὶ ὑποστατικῆς ἑνώσεως καὶ διαφορᾶς. Υποστατικὴ ἕνωσίς ἐστιν ἡ τὰς διαφόρους οὐσίας καὶ φύσεις εἰς ἓν πρόσωπον καὶ μίαν τὴν αὐτὴν ὑπό στασιν συνάγουσα τε καὶ συνδέουσα, οἷον ἐπὶ τῆς οἰκονομίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὑποστατική ἐγένετο ἕνωσις. Αἱ γὰρ δύο φύσεις αὐτῷ εἰς μίαν καὶ τὴν αὐτὴν ὑπόστασιν ἀσυγχύτως ἡνώθησαν. Υποστατικὴ δέ ἐστι διαφορά, ὅταν αἱ ὑπὸ τὴν μίαν οὐσίαν ὑποστάσεις διῄρηνται ἀπ' ἀλλήλων εἰς ἀρι θμὸν καὶ πλῆθος ἐπὶ τοῖς χαρακτηρικοῖς ἰδιώμασιν, οἷον σὺ καὶ ἐγὼ καὶ πάντες οἱ κατὰ μέρος ἄνθρωποι τοῖς χαρακτηρικοῖς ἰδιώμασι διαφέρομεν ἀλλήλων κατὰ τὰς ὑποστάσεις. Ὡς φέρε εἰπεῖν ἐγὼ μὲν εἰμὶ μακρός, μελάγχρους, ὑποψελλός, σὺ δὲ μεσῆλιξ; λευκὸς, τὸν προφορικὸν λόγον ὑγιής. Ὡσαύτως καὶ
col. 693–694page 4 of 48
PG 122:693οἱ λοιποὶ κατὰ μέρος ἄνθρωποι τοῖς τοιούτοις ἰδιώ μασιν υποστατικὴν διαφορὰν ἔχουσιν. θ'. Περὶ σχετικῆς ἑνώσεως καὶ διαφορᾶς. Σχετικὴ ἕνωσίς ἐστι φιλικὴ διάθεσις, ἢ θελημάτων ὁμονοητικὴ ὁμόνοια. Οι γοῦν φιλίαν πρὸς ἀλλήλους ἔχοντες, κατὰ τὸ εἶδος τῆς φιλίας λέγονται ἔχειν σχετικὴν ἕνωσιν. Ὁ γοῦν θεήλατος Νεστόριος ὁ αἱρε τικὸς μὴ δεχόμενος τὸ ἐκκλησιαστικὸν δόγμα, ὅτι αὐτὸς ὁ Θεὸς ἐγένετο ἄνθρωπος καὶ ἠνώθη τῇ ἡμε τέρα φύσει, τὴν μὲν καθ᾽ ὑπόστασιν ἀπηρνεῖτο, ἐφλυάρει δὲ ὅτι ἡ ἁγία Μαρία ἐγέννησεν ἄνθρωπον ψιλόν, πρὸς ἂν εἶχεν ὁ Θεὸς ἐξ αὐτῆς τῆς γεννήσεως φιλικὴν διάθεσιν, καὶ ὡμολόγει μὲν ἔνωσιν, οὐχ ὑποστατικὴν δὲ, ἀλλὰ σχετικὴν, ὅθεν οὐ μίαν ὑπόστασιν ὁ δείλαιος ἐδογμάτιζεν, ἀλλὰ δύο, διηρημένας μὲν ἀλλήλων καὶ κατὰ τὴν οὐσίαν καὶ κατὰ τὴν ὑπό στασιν, ἡνωμένας δὲ ἀλλήλαις κατὰ φιλίαν, ἢ ταῦτα βουλίαν, ἢ γνωμικὴν διάθεσιν, ἢ ὅσα τοιαῦτα ἐληρῴδει ἐκεῖνος. ι΄. Περὶ τῆς ἁγίας Τριάδος. Η ἁγία καὶ καθολική Εκκλησία τὸν Πατέρα δου γματίζει ἀγέννητον, τὸν δὲ Υἱὸν γεννητὸν ἐκ τοῦ Πατρὸς, καὶ τὸ Πνεῦμα ἐκπορευτὸν ἐκ μόνου τοῦ Πατρὸς, ἀλλ' οὐχὶ καὶ ἐκ τοῦ Υἱοῦ. Ονομάζει δὲ τὸν Υἱὸν λόγον τοῦ Πατρὸς καὶ ἀπαύγασμα, διὰ τὸ ἄνευ συνδυασμοῦ ἀπαθῶς, ἀχρόνως, ἀῤῥεύστως, καὶ ἀχωρίστως γεγεννῆσθαι ἐκ τοῦ Πατρός. Υἱὸν δὲ κα χαρακτῆρα τῆς πατρικῆς ὑποστάσεως, διὰ τὸ τέλειον καὶ ἐνυπόστατον καὶ κατὰ πάντα ὅμοιον τῷ Πατρὶ εἶναι πλὴν τῆς ἀγεννησίας. Μονογενῆ δὲ, ὅτι μόνος ἐκ τοῦ Πατρὸς ἐγεννήθη. Εἰ γὰρ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ μόνου τοῦ Πατρὸς ἐκπορεύεται, ἀλλ᾽ οὐ γεν νητῶς, ἀλλ᾽ ἐκπορευτῶς. "Αλλος δὲ τρόπος υπάρξεως οὗτος. Ἡ δὲ γέννησις καὶ ἡ ἐκπόρευσις, ὡς δὲ καὶ ἡ ἀγεννησία οὐ σημαίνει οὐσίας διαφορὰν, οὐδὲ ἀξίωμα, ἀλλὰ τρόπον ὑπάρξεως. ια΄. Περὶ τῆς ἁγίας Τριάδος. Ο μὲν Πατὴρ ἄρτιος καὶ ἀγέννητος, οὐ γὰρ ἔκ τινος, ἀλλ' ἐξ ἑαυτοῦ τὸ εἶναι ἔχει. Ὁ δὲ Υἱὸς ἐκ τοῦ Πατρὸς γεννητῶς. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον, καὶ αὐτὸ μὲν ἐκ τοῦ Πατρὸς μόνου, ἀλλ᾽ ἐκπορευτῶς. Αμα δὲ καὶ ἡ τοῦ Υἱοῦ ἐκ τοῦ Πατρὸς γέννησις, καὶ ἡ τοῦ ἁγίου Πνεύματος ἐκπόρευσις. Τίς δὲ ὁ τρόπος δια φορᾶς γεννήσεως καὶ ἐκπορεύσεως, οὐκ οἶδεν οὐδείς. Διαφέρουσιν οὖν αἱ ὑποστάσεις μόναις ταῖς ὑποστατικαῖς ἰδιότησιν, ἤτοι τῇ ἀγεννησίᾳ καὶ τῇ γεννήσει καὶ τῇ ἐκπορεύσει, ἀδιαιρέτως καὶ ταῦτα διαιρούμεναι. Εκαστον δὲ τῶν τριῶν προσώπων τελείαν ἔχει ὑπόστασιν. Ἐν γὰρ τρισὶ τελείαις ὑποστάσεσι μία ἁπλῆ οὐσία ὑπερτέλειος καὶ προτέλειος. Παράκλητον δὲ καὶ τὸ Πνεῦμα καὶ τὸν Υἱὸν ὀνομάζομεν, ὡς τὰς τῶν ὅλων παρακλήσεις δεχόμενον. Τὸ μέντοι Πνεῦμα ἐκ τοῦ Πατρός φαμεν ἐκπορεύεσθαι, δι᾿ Υἱοῦ δέ δίδοσθαι ΝΟΤΑ. μετα

Part 12, 13Pars 12, 13

col. 695–696page 5 of 48
Pars 9 - 11
PG 122:695ιβ'. Περὶ τοῦ τρόπου τῆς ἀντιδόσεως. Πρόσεχε, δέσποτά μου, τῷ ὀνόματι, λίαν γάρ ἐστι καὶ δυσκολώτατον καὶ ἀναγκαιότατον, ὅθεν καὶ διὰ πλειόνων τοι κατὰ βατὸν ῥηθήσεται. Οφείλει εἰδέναι, θειότατε βασιλεῦ, ὅτι ὅταν μὲν λέγωμεν θεότητα καὶ ἀνθρωπότητα, ὅλην τὴν φύσιν δηλοῦμεν τῆς θεότητος, καὶ ὅλην τὴν φύσιν τῆς ἀνθρωπότητος. Ὅταν δὲ λέγωμεν Θεὸν καὶ ἄνθρωπον, οὐ πάντοτε τὰς ὁλότητας δηλοῦμεν τῶν φύσεων, ἀλλ᾽ ἔστιν ὅτε καὶ τὰς ὑποστάσεις καὶ τὰ πρόσωπα Ὅταν μὲν οὖν εἴπω ἁπλῶς οὕτως, Πιστεύω εἰς Θεόν, μηδὲν ἄλλο προσ θεὶς. ὅλην ἐδήλωσα τὴν θεότητα. Ὅταν δὲ εἴπω, Ὁ Θεὸς ἐγένετο ἄνθρωπος, οὐ τὴν θεότητα ἐσήμανα. ἀλλὰ μόνον τὸ τοῦ Υἱοῦ ὄνομα. Καὶ πάλιν, εἰ μὲν εἴπω, Ὁ Θεὸς διὰ τὸν ἄνθρωπον ἐσαρκώθη, ὅλην ἐδήλωσα τὴν ἀνθρωπότητα. Ἐὰν δὲ εἴπω, "ἄνθρωποςἦν ἐν τῇ χώρᾳ τῇ Αἰσίτιδι, μόνον τὸν Ἰὼβ ἐδήλωσα. Πρόσεχε τῷ δόγματι ἀκριβῶς. Ἐπεὶ οὖν τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ δύο μὲν τὰς φύσεις ὁμολογοῦμεν, θεότητα καὶ ἀνθρωπότητα, μίαν δὲ ὑπόστασιν, σύνο θετον ἐξ ἀμφοτέρων. Ὅταν μὲν οὖν αὐτὰς τὰς φύσεις ἀναθρῶμεν, θεότητα καὶ ἀνθρωπότητα λέγομεν. Ὅταν δὲ ἐκ τῶν φύσεων συντεθεῖσαν ὑπόστασιν ἐκ τοῦ συναμφοτέρου, Χριστὸν ὀνομάζομεν, καὶ Θεὸν καὶ ἄνθρωπον, καὶ Θεὸν σεσαρκωμένον, ποτὲ δὲ Θεὸν μόνον καὶ Υἱὸν ἀνθρώπου. Καὶ οὔτε Θεὸν μόνον λέ γοντες χωρίζομεν αὐτὸν τοῦ ἀνθρώπου, οὔτε ἀνθρώπου Γιον κατονομάζοντες χωρίζομεν τοῦ Θεοῦ· ὁ αὐ τὸς γάρ ἐστιν ὅλος Θεὸς καὶ ὅλος ἄνθρωπος. Θεότητα μὲν γὰρ λέγοντες, οὐ κατονομάζομεν αὐτῇ τὰ τῆς ἀν θρωπότητος ἰδιώματα. Οὐ γάρ φαμεν θεότητα παθη τὴν ἢ κτιστήν. Οὐδὲ πάλιν λέγοντες ἀνθρωπότητα, νοοῦμεν ἐπ' αὐτῆς τὰ τῆς θεότητος ἰδιώματα. Οὐ γάρ φαμεν ἀνθρωπότητα ἄκτιστον. Ἐπὶ δὲ τῆς μιᾶς ὑπο στάσεως οὐχ οὕτως. ᾿Αλλὰ θαῤῥούντως ὁμολογοῦμεν καὶ μόνως Θεὸν καὶ μόνως ἄνθρωπον, καὶ τὸ συναμφότερον Χριστόν. ᾿Αλλὰ καὶ Θεὸν λέγοντες καὶ ἄν θρωπον νοοῦμεν, καὶ ἄνθρωπον λέγοντες καὶ Θεὸν ὁμολογοῦμεν, καὶ τὸν αὐτὸν λέγομεν καὶ τὸν Θεὸν παθητὸν, καθ᾽ ὁ ἄνθρωπος, καὶ παιδίον προαιώνιον καὶ ἄναρχον, καθ᾽ ὁ Θεός. Καὶ οὗτός ἐστιν ὁ τρόπος ἀντιδόσεως ἑκατέρας φύσεως ἀντιδιδούσης τῇ ἑτέρᾳ τὰ ἴδια διὰ τὴν τῆς ὑποστάσεως ταυτότητα, καὶ τὴν εἰς ἄλληλα αὐτῶν περιχώρησιν. Τοῦτο, δέσποτα μου, πλάνην ἐμποιεῖ πολλὴν τοῖς αἱρετικοῖς, μὴ δυναμένοις διαγνῶναι τὸ βάθος τῆς οἰκονομίας. ιγ΄. Περὶ τῆς θείας ἐνώσεως. Οφείλεις εἰδέναι, δέσποτα μου βασιλεῦ, ὡς ἡ τῆς θεότητος φύσις πᾶσα τελείως ἐστὶν ἐν ἑκάστῳ τῶν αὐτῆς ὑποστάσεων, πᾶσα ἐν Πατρὶ, πᾶσα ἐν Γῷ, πᾶσα ἐν ἁγίῳ Πνεύματι. Καὶ ἐν τῇ ἐνανθρωπήσει οὖν τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος Υἱοῦ τοῦ Θεοῦ, πᾶσαν καὶ τελείαν δογματίζομεν τὴν φύσιν τῆς θεότητος ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων ἐνωθῆναι πάσῃ τῇ ἀνα θρωπίνῃ φύσει. Οὐ μὴν λέγομεν, ὅτι αἱ τρεῖς ὑπο ΝΟΤΕ.
col. 697–698page 6 of 48
PG 122:697στάσεις τῆς ἁγίας θεότητος πάσαις ταῖς τῆς ἀνθρωπότητος ὑποστάσεσι καθ᾽ ὑπόστασιν ἠνώθησαν. Πάσῃ δὲ τῇ ἀνθρωπίνῃ φύσει φαμὲν ἐνωθῆναι πᾶσαν τὴν τῆς θεότητος οὐσίαν. Κατ᾽ οὐδένα γὰρ λόγον κεκοινώνηκεν ὁ Πατὴρ καὶ τὸ Πνεῦμα τὸ ἅγιον τῇ σαρκώσει τοῦ Θεοῦ λόγου, εἰ μὴ κατ' εὐδοκίαν καὶ βούλησιν. Πᾶσα οὖν ἡ φύσις οὐ κατὰ μερῶν ἐν τῆ τοῦ Χριστοῦ ὑποστάσει συνεργεῖται τῷ Θεῷ. ιδ΄. Περὶ φύσεως ἀπαθείας. Οφείλεις ὁμολογεῖν ὅτι ἡ φύσις τοῦ Λόγου ἐσαρκώθη ἦτοι ἠνώθη σαρκί. Οὐ μὴ ὅτι ἡ φύσις τοῦ Λό γου ἔπαθε σαρκὶ, ἀλλ᾽ ὅτι ὁ Χριστὸς ἔπαθε σαρκί· ὅτι μὲν γὰρ ὁ Θεὸς ἄνθρωπος γέγονε, καὶ ἄνθρωπος ὁ Θεός ὁμολογοῦμεν. Καὶ ὅτι ἡ θεότης ηνώθη τῇ ἀν θρωπότητι ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων, μεμαθήκαμεν, ὅτι δὲ ἡ θεότης ἄνθρωπος γέγονεν, ἢ ἐνην θρώπησεν, οὐδαμῶς ἀκηκόαμεν. Ἐπεὶ δὲ οὖν δύο φύσεις τοῦ Χριστοῦ, δύο αὐτοῦ καὶ τὰ θελήματα πάντως τὰ φυσικά, καὶ θελητικός ἐστιν ὁ αὐτὸς κατ' ἄμφω τῶν αὐτοῦ φύσεων. Τὴν γὰρ φυσικῶς ἐνυπάρχουσαν ἡμῖν θελητικὴν δύναμιν ἀνέλαβε. Δύο οὖν καὶ τὰς ἐνεργείας αὐτοῦ φαμεν· εἶχε μὲν γὰρ, ὡς μὲν Θεος καὶ τῷ Πατρὶ ὁμοούσιος, τὴν θείαν ἐνέργειαν, καὶ ὡς ἄνθρωπος γενόμενος καὶ ἡμῖν ὁμοούσιος, τῆς ἀνθρωπίνης φύσεως τὴν ἐνέργειαν. ιε'. Τίς ὁ Θεός. Οὔτε ὁ οὐρανὸς θεὸς, οὔτε ὁ ἥλιος, οὔτε ἄλλο τι τῶν ὁρωμένων, ἀλλ᾽ οὐδὲ ὁ πολυτίμητος καὶ πολυθρύλλητος νοῦς· οὐδὲ ἰδέα τις κατὰ Πλάτωνα χωριστή σω μάτων, ἀλλ' οὐδὲ φύσις ὅλως ἐγκόσμιος, ἀλλ' οὐδὲ ζωή, οὐδὲ φως, οὐκ ἀσωματότης, οὐκ ἀϋλία, οὔτε αἰσθήσει θεατὸς οὔτε νῷ ληπτός· ἀλλά τις ἑτέρα φύσις ἀνεξερεύνητος, καὶ αὐτοῦ δύναμις, ἢ τε φρου ρητικὴ ἢ τε ζωογόνος, ἢ τε ἀναγωγικὴ, καὶ ἁπλῶς πᾶσαι αἱ δυνάμεις αὐτοῦ ἄπειροί εἰσι καὶ ἀνέ κληπτοι, καὶ αὐτὸς ἄπειρος καὶ κατὰ ἀρχὴν καὶ κατὰ τέλος. Καὶ τὸ μὲν ἄνω αὐτοῦ ἄναρχον ὀνομάζεται, τὸ δὲ κάτω ἀτελεύτητον, τὸ δὲ ξύμπαν αἰώνιον. "Απει ρος οὖν τὴν δύναμιν ὁ Θεὸς, ἄναρχός τε καὶ ἀτελεύση τος καὶ αἰώνιος. Τοῦτο δὲ καὶ ὁ Θεολόγος Γρηγόριος τῷ ὄντι θεολογικῶς διορίζεται. ις΄. Πῶς οἶδε Θεὸς τὰ μεταβαλλόμενα πράγματα. Οὐχ ὡς ἔχει τὰ πράγματα γινώσκει ὁ Θεὸς ταῦτα, ἀλλ' ὡς ἔστιν αὐτὸς κατ᾿ οὐσίαν. Οϊόν εἰσι τὰ πρά γματα μεριστά, ὁ δὲ Θεὸς ἀμέριστος· ἀμερίστως οὖν οἶδε τὰ μεριστά. Καὶ πάλιν τὰ πράγματα ἀλλοιωτά καὶ μεταβλητά, ὁ δὲ Θεὸς ἀναλλοίωτος καὶ ἀμετάβλητος· ἀναλλοίωτος οὖν ο δε τὰ ἀλλοιωτὰ, καὶ τὰ μεταβλητὰ ἀμεταβλήτως. Οὕτως καὶ τὰ ὑπὸ χρόνον αἰωνίως οἶδε, καὶ τὰ ἐνδεχόμενα ἀναγκαίως, καὶ τὰ σωματικὰ ἀσωμάτως· Ἀλλ᾿ οὐκ ἐπειδὴ γινώσκει ὁ Θεὸς ἀσωμάτως τὸ σῶμα, ἡλλοιώθη ἐκεῖνο καὶ ἀσώ μα τον γέγονεν. Αλλ' ἡ μὲν τοῦ Θεοῦ γνῶσις κατὰ τὴν ἰδίαν ὕπαρξιν γινώσκει τὰ πράγματα. Ἐκείνων δὲ ἕκαστον μένει ὅπερ ἐστί. Πρὸς γοῦν τοὺς ἀποροῦνα τας καὶ λέγοντας εἰ ᾔδει ὁ Θεὸς τὸν Ἀδὰμ τὰ ἐντε

Part 17 - 19Pars 17 - 19

col. 699–700page 7 of 48
Pars 14 - 16
PG 122:699ταλμένα παραβῆναι, πῶς εἶκος ἦν ἐκεῖνον γενέσθα ἀναμάρτητον; Ο γὰρ ἐγίνωσκεν ὁ Θεὸς, πῶς ὁ πρωτόπλαστος ὑπερβῆναι ἠδύνατο. Πρὸς γοῦν τοὺς τοῦτο ἀποροῦντας ἀποκρίνου εὐθὺς, ὅτι ὁ Θεὸς κατὰ τὴν ἰδίαν ιδιότητα οἶδε καὶ τὰ γενόμενα καὶ τὰ γενησόμενα. Καὶ πάλιν οὐκ ἀλλοιοῦται τὰ πράγματα, εἰ ἐκεῖνος κρειττόνως αὐτὰ ἐπίσταται· Ἐπειδὴ τοίνυν ἠπίστατο ὅτι πεσεῖται ὑπὸ τὴν ἁμαρτίαν ὁ ᾿Αδάμ Ἀδὰμ οὐχ ἡ γνῶσις αὐτοῦ αἰτία τῆς ἁμαρτίας τῷ ἀνθρώπῳ ἐγένετο. Οὐ γὰρ ἀφείλετο αὐτοῦ τὴν ἰσοῤῥοπίαν τῆς γνώμης καὶ τὴν τοῦ καλοῦ αἵρεσιν, εἴπερ ἐβούλετο, ἀλλ' ὁ μὲν Θεὸς ἠπίστατο τὸ ἐσόμενον, τῷ δὲ ᾽Αδαμ οὐκ ἀφηρέθη ἡ ἐπὶ τὸ καλὸν ὁρμή. Καὶ ὁ μὲν ᾿Αδαμ αόριστον εἶχε τὴν ἐπὶ τὰ ἐναντία ῥοπὴν, ὁ δὲ Θεός ὡρισμένως ἐγίνωσκε τὸ ἀόριστον. Ὡς γὰρ τὸ σῶμα ἀσωμάτως οἶδεν, οὕτω μὲν καὶ τὸ ἀόριστον ώρισ μένως. ιζ. ᾿Απὸ ποίου πρώτου στοιχείου ἤρξατο τὸν κόσμον ποιεῖν ὁ Θεός. Μωυσῆς μὲν ὁ θεόπτης οὐρανῷ ἅμα καὶ γῇ τὰ πρεσβεῖα δίδωσι τῆς τοῦ κόσμου γενέσεως. Τῶν δὲ παρ' Ἕλλησι σοφῶν ἄλλοι ἄλλῶς ᾠήθησαν. Οἱ μὲν γὰρ τὴν γῆν πρῶτον παράγουσιν ὡς κέντρον τοῦ οὐρα νίου κύκλου, ἐπεὶ καὶ τοῦ ἐπιπέδου κύκλου τν κέν τρον πρεσβύτερον. Ἕτεροι δὲ εἰς τὰ τέσσαρα στοι χεῖα καὶ τὸ πέμπτον σῶμα τὸ αἰθέριον τὸν σύμπαντα διαιροῦντες κόσμον καὶ τὸ τετράστοιχον ὑπὸ τοῦ αἰθέρος διοικεῖσθαι νομίζοντες. Τὸ κάλλιστον δὲ τοῦ αἰθέρος ὁ οὐρανός, δν πρῶτον τούτων γεγενῆσθαι φασιν. Ὅσοι δὲ ἀγέννητον τὸν κόσμον σαφῶς ἀπεφήναντο ὁμοῦ τὸ πᾶν εἶναι ἀκολούθως ἑαυτοῖς λέγουσι. Δεῖ δὲ μᾶλλον οἴεσθαι τὸν οὐρανὸν πρῶτον γεγενῆσθαι, ὡς καὶ κρεῖττον σῶμα καὶ τῶν ἄλλων περιληπτικόν. της Πόθεν ἔννοιαν ἔσχον Θεοῦ ἄνθρωποι; Εννοιαν ἔσχε Θεοῦ ἄνθρωπος ἀπὸ τῆς τῶν ὄντων τάξεως, ἀπὸ τῆς ἰσονομίας τῶν φύσεων. ἀπὸ τῆς εἰς τὰ πάντα διοικούσης προνοίας. Η τε γὰρ τῶν μεγά λων φωστήρων ἀνατολὴ καὶ δύσις ἐν τοῖς αὐτοῖς και ροις ἀεὶ ὁμοίως ἔχουσα, καὶ οἱ τῶν ἀστέρων δρόμοι τὴν ταυτότητα σώζοντες, καὶ ἡ τοῦ οὐρανοῦ περι φορὰ καὶ περίοδος κυκλοτερής πάντα σφίγγουσα καὶ συνδέουσα, καὶ τ᾿ ἄλλα ὡσαύτως ἔχοντα ἐν ἀλλήλοις σώμασι, προνοητήν τινα τοῦ παντὸς εἶναι ἀνακηρύττουσιν. Εἰ γὰρ τυχαία καὶ αὑτόματος ἦν ἡ τοῦ κόσ μου σύμπλεξις, ἦν ἂν καὶ τὰ μέρη του κόσμου τά κτως καὶ ἁλόγως φερόμενα. Νῦν δὲ ἡ εὔρυθμος τοῦ παντὸς κίνησις, καὶ τὸ μηδὲν ἁλόγως ἢ τὴν κίνησιν ἔχειν ἢ τὴν ἡσυχίαν, ἀλλὰ πάντα εξαγώγως ἡνιοχεῖσθαι, τὸν Θεὸν ἡμῖν ἀναδείκνυσι ποιητὴν τοῦ παντός. ιθ'. Πότερον πλείους οἱ ἄγγελοι ἢ οἱ ἄνθρωποι. Ελάττους τῶν ἀνθρώπων κατὰ τὸ πλῆθος οἱ ἄγγε λοι. Σκόπει γὰρ, ὅτι πάντες οἱ ἀριθμοὶ οἱ πλησιάζοντες τῇ μονάδι, ἐλάττους εἰσι κατὰ τὸ ποσὸν τῶν ποῤῥωτέρων ἀριθμῶν. Οἷον ἡ δυάς, ἡ τριὰς καὶ ἡ τε τρὰς ἐλαττότεραί εἰσι τῶν εἴκοσι καὶ τριάκοντα. Ὥσ
col. 701–702page 8 of 48
PG 122:701περ οὖν οἱ ἐγγύτεροι τῆς ἑνάδος ἀριθμοὶ ἐλάττους εἰσὶν, οἱ δὲ ποῤῥωτέρω, πλείους, οὕτως οἱ ἐγγύτεροι τοῦ ἐνὸς καὶ μόνου Θεοῦ, ἔλαττον ἔχουσι τὸ ποσὸν οἱ δὲ ποῤῥωτέρω, πλέον. Εγγύτεροι δὲ τοῦ Θεοῦ ἄγ γελοι, ἀρχάγγελοι, καὶ αἱ περικείμεναι δυνάμεις, ποῤῥωτέρω δὲ οἱ ἄνθρωποι. Ὥστε πλείους εἰσὶ τῶν ἀγγέλων οἱ ἄνθρωποι, ὅθεν καὶ οἱ μὲν ἄγγελοι ἤδη κατὰ τὸν ἀριθμὸν ἐπερατώθησαν, τοῖς δὲ ἀνθρώποις εἰς τὸ ἄπειρον προχεῖται ἡ γεννησις. Σταθήσεται δὲ αὐτὴ κατὰ τὸν τῆς συντελείας καιρόν. κ', Περὶ νοῦ. Οὐ πᾶς νοῦς μετέχεται ὑπὸ πάσης ψυχῆς. Ὁ δὲ πρῶτος νοῦς ὑπ᾽ οὐδεμιᾶς ψυχῆς μεθεκτός ἐστιν. Ὁ γὰρ ὑπὲρ πάντα τὰ ὄντα νοῦς καὶ παντων δημιουργὸς, πῶς ἂν ὑπὸ ψυχῆς μετασχεθείη τινός; Ηασης γὰρ νοερᾶς πληθύος καὶ τοῦ πλήθους τῶν νοῶν ἡγεῖ ταί τις νοῦς. Καὶ ἀμεθεκτος καὶ πρῶτος μὲν νούς οὗτος ἔστι καὶ ἀνομάζεται. Μετὰ δὲ τὸν ἀμέθεκτον νοῦν, ὁ μεθεκτὸς μὲν, οὐχ ὁ ἐγκόσμιος δὲ, ἀλλ' ὁ ὑπερκόσμιος καὶ χωριστὸς τοῦ κόσμου, εἶτα ὁ ἐγκόσμιος, Ἐπεὶ κατὰ τοὺς τῶν Ἑλλήνων λόγους καὶ αὐτ τὸς ὁ κόσμος ἔμψυχος ἅμα καὶ ἔννους ἐστί. Καὶ ἡ ἑγκόσμιος ψυχὴ οὐκ εὐθὺς μετέχει τοῦ ὑπερκοσμίου νοός, ἀλλὰ πρώτως τοῦ ἐγκοσμίου. Ἔστιν οὖν ἡ τάξις καὶ ὁ ἀριθμὸς καὶ τὰ ὀνόματα οὕτως. Ὁ ἀμέθεκτος νοῦς, ὁ ὑπερκόσμιος, καὶ ὁ ἐγκόσμιος. κα'. Ἔτι περὶ νοῦ. Πᾶς νοῦς ἑαυτὸν νοεῖ. ᾿Αλλ' ὁ πρῶτος νοῦς καὶ ἀμέθεκτος ἑαυτὸν μόνον. Οὐδὲ γὰρ ἔχει τι πρὸ αὐτ τοῦ, ἵνα ἐκεῖνο νοήσῃ. Τὰ δὲ μετ᾿ αὐτὸν οὐκ ἂν νοήσειεν. Αλλ' ἔχει τούτων τὴν νοήσιν ἀνοησία κρείττονι νοήσεως. Καὶ ἔστιν, ὅτι οὗτος νοῦς, νοῦς ἅμα καὶ νοητόν. Νοῦς μὲν ὡς νοῶν ἑαυτὸν, νοητον δὲ, ὡς νοούμενον ὑφ᾽ ἑαυτοῦ. Ὁ δὲ μετὰ τὸν ἀμέσ θεκτον μεθεκτός νοῦς ἑαυτόν τε ἅμα νοεῖ, καὶ τὸν πρὸ αὐτοῦ νοῦν. Πᾶς γὰρ νοῦς ἢ ἑαυτὸν νοεῖ, ἤ τὸ ὑπὲρ ἑαυτὸν, ἢ τὸ μεθ᾿ ἑαυτόν. Αλλ' εἰ μὲν τὸ μεθ᾿ ἑαυτὸν νοεῖ, κατὰ τὸ χεῖρον ἐπιστρέφει. Εἰ δὲ τὸ ὑπὲρ ἑαυτὸν νοεῖ, εἰ μὲν διὰ τῆς ἑαυτοῦ γνώσεως, ἑαυτὸν ἅμα κἀκεῖνο γνώσεται. Εἰ δὲ ἐκεῖνο μόνονἑαυτὸν ἀγνοήσει νοῦς ὤν. Αλλὰ τὸ πρὸ ἑαυτοῦ για νώσκων, γνώσεται καὶ ἑαυτόν. Ἔστιν ἄρα καὶ ἐν τῷ νῷ νοητὸν, καὶ ἐν τῷ νοητῷ νοῦς, καὶ ὁ μὲν ὁλικώτερος, ὁ δὲ μερικώτερος. η κβ', Έτι περὶ νοῦ. Πᾶς νοῦς καὶ τὴν οὐσίαν καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν, αιώτια ἔχει. Ὅλη γε ἅμα ἐστὶν ἡ οὐσία τοῦ νοῦ καὶ οὔτε αὔξεται οὔτε μεγεθύνεται, οὐδὲ ὁ σήμερον ἔστι χθὲς οὐκ ἦν. Καὶ ἡ νόησις δὲ αὐτοῦ ὁμοία ἐστὶ τῇ οὐσία. Πληρεστάτη γὰρ καὶ ὅλη, καὶ ὁμοῦ πάντα νοεῖ, καὶ οὔτε τὸ παρεληλυθὸς ὁρᾷ, οὔτε τὸ μέλλον ὡς ἐσόμενον οἶδεν, ἀλλ' ἐν τῷ ἐνεστῶτι πάντα οἶδεν, οὐ κινούμενος, οὐ συλλογιζόμενος, οὐχ

Part 23 - 25Pars 23 - 25

col. 703–704page 9 of 48
Pars 20 - 22
PG 122:703ὥσπερ ἡ ψυχή προτάσεις τιθεὶς καὶ ἐπάγων συμπεράσματα, ἀλλ᾽ ἐν τῷ ἑνὶ πάντα ἐπιστάμενος. 'ἀκίνητος γὰρ ὢν, οὐκ ἂν ὑπὸ χρόνου μετρεῖτο, οὔτε κατὰ τὴν οὐσίαν, οὔτε κατὰ τὴν ἐνέργειαν. Εἰ οὖν καὶ ἡ ουσία τούτου αιώνιος καὶ ἡ ἐνέργεια, καὶ ἡ μέση τούτων οὖσα δύναμις αἰωνίαν τὴν ὑπόστασιν ἐκληρώσατο. κγ'. Περὶ νοῦ. Ηᾶς νοῦς οὐσία ἐστὶν ἀμέριστος. Τὸ γὰρ μὴ ἔχει μέγεθος, τὸ μὴ ὂν σῶμα, τὸ μὴ κινούμενον πάντως καὶ ἀμέριστον. Πᾶν γὰρ τὸ μεριζόμενον ἢ κατὰ τὸ μέγεθος μερίζεται, ἤ κατὰ τὸ πλῆθος. Εἰ δὲ ὁ νοῦς κατὰ πάντα αἰώνιος καὶ ἐφπέκεινα σωμάτων, ἀμέριστος ἄρα ἐστί. Πόθεν δέ; ὅτι ἀσώματος ὁ νοῦς, ὅτι ἑαυτὸν νοεῖ, καὶ πρὸς ἑαυτὸν ἐπιστρέφει, σῶμα γὰρ αὐτὸν οὐδὲν νοεῖ. Πόθεν δὲ δῆλον, ὅτι αἰώνιον; Ὅτι οὐ μερίζεται ἡ νόησις αὐτοῦ, ἀλλ᾽ ἐν ταυτότητί ἐστι διηνεκεῖ, ὥσπερ ἡ οὐσία. Ἔστι δὲ πάντων ὑποστάτης, οὐχὶ πᾶς νοῦς, ἀλλ᾽ ὁ ἀμέθεκτος καὶ δημιουργός κόσμου. Υφίστησι δὲ προσεχῶς μὲν τὰ ἴδια καὶ ἀμετάβλητα, εἶτα δὴ καὶ τὰ μεταβλητα, καὶ ἔγχρονα, οὐχ ὅτι τὰ μὲν πρῶτα ποιεῖ, τὰ δὲ ὕστερα, ἀλλ' ἐν μια ῥοπῇ ἄπαντα. Ἐκεῖνα δὲ κατὰ τὴν ἑαυτῶν τάξιν καὶ ἰδιότητα πρόεισι, τὸ μὲν κατὰ τὴν νοερὰν ἰδιότητα, τὰ δὲ κατὰ τὴν φυσικὴν κίνησιν. κδ'. Περὶ νοῦ. Ὅτι ὁ μετὰ τὸν ἀμέθεκτον νοῦς, ἤτοι ὁ μεθεκτὸς καὶ τὸν πρῶτον νοῦν νοερὸν ἔχει ἐν ἑαυτῷ, καὶ τῶν μετ᾿ αὐτὸν πάντων νοερὰν τὴν εἴδησιν ἐκληρώσατο. Κατὰ γὰρ τὸ μέτρον τῆς ἰδίας οὐσίας καὶ τὰ πρῶτα ἔχει καὶ τὰ ὕστερα ἑαυτῷ. Ὅθεν καὶ τὸν ἀμέθεκτον νοῦν νοερῶς νοεῖ. Εἰ γὰρ καὶ ἀμέθεκτος, ἀλλ᾽ ἐμφά σεις τινὰς δίδωσι τοῖς μετ᾿ αὐτὸν τῆς ἰδίας υπάρξεως. Καὶ τὴν ψυχὴν δὲ καὶ τὰ φυσικὰ οἷα δὴ νοερῶς οἶδεν. Οὐ γὰρ ὡς ἔχουσι φύσεως τὰ νοούμενα, οὕτως νοεί. Οὔτε γὰρ κρειττόνως οἶδε τὰ χείρονα, οὔτε χειρόνως τὰ κρείττονα, ἀλλ' ἀμφότερα νοερώς. Οὐδὲ γὰρ συμμεταβάλλει τοῖς νοουμένοις. Πρὸς μὲν γὰρ τὸ κρεῖττον οὐ δύναται, πρὸς δὲ τὸ χεῖρον οὐ βούλεται. Ὡς οὖν ἔχει φύσεως, οὕτω καὶ τὰ ὑπὲρ αὐτὸν νοεῖ, καὶ τὰ μετ᾿ αὐτόν. Οὐ μὲν ἐκεῖνα ἔχει ἐν ἑαυτῷ, ἀλλὰ τὰς ἐκείνων αἰτίας. Καὶ ὡς τὰ νοητὰ νοερῶς ἔχει, οὕτω καὶ τὰ αἰσθητὰ νοερῶς. κεʹ. Περὶ νοῦ. Πάντα τὰ νοερὰ εἴδη, οἷον ψυχαί, νόες, ἀγγελοι, ἀρχάγγελοι, δυνάμεις, ἀρχάγγελοι, δυνάμεις, καὶ ὅσα τοιαῦτα, καὶ ἐν ἀλλήλοις εἰσὶ, καὶ καθ᾿ ἑαυτὸ ἕκαστον. Καὶ οὔτε τὸ ἐν ἀλλήλοις σύγχυσιν ἔχει, οὔτε τῷ καθ᾿ ἑαυτὸ εἶναι ἕκαστον μερισμόν λαμβάνουσι. Φοιτᾷ γοῦν ΝΟΤΑ.
col. 705–706page 10 of 48
PG 122:705πάντα διὰ πάντων, καὶ ἐν ἑαυτῷ ἐστιν ἕκασταν. Τὰ μὲν σώματα, καθ᾿ ἑαυτά ἐστι ἕκαστον, καὶ οὐ δι' ἀλλήλων φοιτᾷν δύναται διὰ τὴν παχυμέρειαν. Τὰ δὲ ἀσώματα καὶ νοερὰ εἴδη ἐκτὸς παχύτητος ὄντα καὶ μεγέθους, δι' ἀλλήλων φοιτῶσι. Καὶ αὖθις ἀσύγχυτα μένουσιν. Ἐν ἀλλήλοις γοῦν εἰσι πάντα τὰ νοερὰ εἴδη ήνωμένως, καὶ χωρὶς ἕκαστον διακε κριμμένως, ὥσπερ δὴ καὶ τὰ θεωρήματα ἐν μια ψυχῇ. κς'. Περὶ νοῦ. Πᾶς νοῦς πλήρης ἐστὶ τῶν θείων εἰδῶν, οἷον, ἀγα θότητος, οσιότητος, δικαιοσύνης, ταυτότητος, ὁμοιότητος καὶ τῶν λοιπῶν, ἀλλ᾽ ὁ μὲν θειότερος νοῦς ὁλικωτέρων ἐστὶ περιεκτικὸς εἰδῶν, ὁ δὲ ταπεινότερος μερικωτέρων· οἱ μὲν γὰρ ἀνωτέρω θείαις δυ νάμεσι χρῶνται μείζοσιν, οἱ δὲ κατώτεροι πληθυνόμενοι, μᾶλλον ἐλαττοῦσι τὰς δυνάμεις, ἂς ἔχουσι. Τὰ γὰρ τῷ ἑνὶ συγγενέστερα ἐλαττότερα μέν εἰσι τῷ πλήθει, τῶν ὑφ᾽ ἑαυτὰ, τῇ δυνάμει δὲ ὑπεραίρει. Τὰ δὲ τοῦ ἑνὸς ποῤῥωτέρω, ἔμπαλιν τῷ μὲν ποσῷ πληθυντικώτερα εἰσι, τῇ δὲ δυνάμει ἐλαττότερα. Πἂν μὲν γὰρ τὸ πληθυνόμενον ἐλαττοῦται κατὰ τὴν δύναμιν, πᾶν δὲ τὸ ἐνούμενον τῇ μὲν δυνάμει μεγα λύνεται, ἐλαττοῦται δὲ κατὰ τὴν ποσότητα· ἡ μὲν γὰρ ἕνωσις δυναμικωτέρα, ἡ δὲ διαίρεσις πληθυντι κωτέρα. Καὶ ἡ μεν ἕνωσις ἐλάττων κατὰ τὴν ποσότητα, ἡ δὲ διαίρεσις ἀσθενέστερα κατὰ τὴν δύνα μιν. κζ'. Περὶ ψυχῆς. Τρίτον ἐστὶ τὸ πάθος τῆς ψυχῆς. Καὶ τὸ μὲν ἀκρό τατον αὐτῆς, τὸ τοῖς νοητοῖς ἡνωμένον, νόησις ὠνό μασται. Τὸ δὲ ἔσχατον τὸ τῶν αἰσθητῶν γνωστικόν, διὰ μέσης τῆς κοινῆς αἰσθήσεως δόξα λέγεται. Τὸ δὲ μέσον τὸ ἀνιέναι καὶ κατιέναι πεφυκός, διάνοια. Καὶ μέχρι μὲν τούτων, ὁ ἄνθρωπος, ἤτοι νους, διάνοια, δόξα, μετὰ δὲ ταῦτα εἶναι τὸ ζῶον. Ἡ μὲν γὰρ πολυποίκιλος φύσις, ἡ δὲ τῆς θείας μοίρας ὑπάρ χουσα, ἡ μέν γε ἐπιθυμία πολυκέφαλον θηρίον, ὁ δὲ θυμὸς λεοντώδης, ὁ δὲ λόγος ὁ ἀληθὴς ἄνθρωπος. Ἐστὶ δὲ τούτου καὶ ἄλλος θειότερος άνθρωπος καὶ ἀληθέστερος, ὁ νοερός, ὃν αὐτάνθρωπον προσαγορεύουσιν οἱ τῶν εἰδῶν φιλοθεάμονες. Τρίτον οὖν ὁ ἄνθρωπος, ὁ μὲν νοερὸς καὶ μονοειδὴς, ὁ δὲ λογικός καὶ τριμερὴς καὶ τριδύναμος, ὁ δὲ αἰσθητικὸς καὶ πολυειδὴς καὶ παντοδαπός. Τὸ δὲ λογιζόμενον καὶ τὸ θεωροῦν ἡμεῖς ἐσμεν· ἡμεῖς γὰρ καὶ ψυχὴ ταυτόν. κη'. Περὶ ψυχῆς. Τῶν παρ' Ἕλλησι σοφῶν τὴν ψυχὴν, Πλάτων μὲν καὶ ᾿Αριστοτέλης, ὡς ὀργάνῳ φασὶ χρῆσθαι τῷ σώματι. Δεῖ γὰρ, φησὶν ᾿Αριστοτέλης, τὴν μὲν τέχνην χρῆσθαι τοῖς ὀργάνοις, τὴν δὲ ψυχὴν τῷ σώματι. Οἱ δὲ ἐκ Περιπάτου φιλόσοφοι ὡς ἔνυλον εἶδος μιγνύουσιν αὐτὴν τῷ σώματι καὶ δια πλέκουσιν. Οἱ δὲ περὶ Κλεάνθην καὶ σῶμα ταύτην ἀποφαίνονται, δυναμένην μέντοι γέ ποτε καὶ τοῦ φαινομένου χωρίζεσθαι σώματος. Πλωτίνος δέ φησι μὴ ἀναγκάζεσθαι δέχεσθαι τὴν ψυχὴν τὰ πάθη τοῦ αὐτάνθρωπον

Part 29 - 32Pars 29 - 32

col. 707–708page 11 of 48
Pars 26 - 28
PG 122:707σώματος, ἐπεὶ μηδὲ τεχνίτης τὰ πάθη τῶν ὀργάνων ὑποδέξαιτ᾽ ἄν ποτε. Αἰσθήσει δὲ χρῆσθαί φησιν ἀναγ καῖον, τὸ γὰρ διὰ σώματος ἐνεργοῦν, ἔχει τὴν αἴσθησιν, ἵνα δι' αὐτῆς γινώσκῃ τὰ ἔξωθεν. Εἰ οὖν ἡ ψυχὴ ἀσώματος, τὰ πάθη τοῦ σώματος οὐ διαβήσεται ἐπ' αὐτήν. Εἰ δὲ καὶ ἔρχεται, οὐκ εἰς τὴν οὐ σίαν αὐτῆς ἔρχεται, ἀλλ᾽ εἰς τὰς δυνάμεις καὶ τὰς ἐνεργείας. κθ'. Περὶ ψυχῆς. Μίγνυται τὰ μιγνύμενα ή κιρνάμενα ἀλλήλοις ὥσπερ τὰ ὑγρὰ, ἢ διαπλεκόμενα ὥσπερ ὅ τε ἀὴρ καὶ τὸ φῶς. Εἰ δὲ ἐφάπτοι τὸ μόνον, τῇ μὲν οὐσίᾳ κε χώρισται, ταῖς δὲ ἐνεργείαις μέμικται. Καὶ ᾿Αριστο τέλης διὰ τοῦτο τὴν ψυχὴν ποιεῖ διττήν, τὴν μὲν κεχωρισμένην, τὴν δὲ ἐν σώματι τὴν ὑπόστασιν ἔχουσαν. Πλὴν οὐχ ἡ ψυχὴ αἰσθάνεται ἡ ἐν τῷ σώματι οὖσα εἴπερ κέκραται τῷ σώματι, ἀλλὰ τὸ ἔμψυχον σῶμα. Τὸ γὰρ σῶμα διὰ τὴν ψυχὴν αἰσθητικόν γέ γονε, καὶ ὁρεκτικὸν καὶ τῶν ἄλλων παθῶν δεκτικόν. Πλάτων δὲ τὴν ἀληθινὴν οὐσίαν τῆς ψυχῆς ἑαυτῆς φησιν εἶναι. Τὸ γὰρ ἐν ἄλλῳ τὴν ὑπόστασιν ἔχον εἶδος, ποιότητα οὐσιώδη καλεῖ. ἀλλ᾽ οὐκ οὐσίαν. λ'. Περὶ ψυχῆς. Διαφόρως ὁρίζεται τὴν ψυχὴν ὁ φυσικὸς καὶ διαλεκτικός· ὁ μὲν γὰρ φυσικὸς ἀντιλαμβάνεται τῆς ψυχικῆς οὐσίας, καθόσον ἐστὶ σωμάτων αχώριστος. Ὁ γοῦν φυσιολόγος επιστημονικὸς ὢν, καὶ γὰρ ἀχώριστον εἴσεται καὶ ὅπως ἀχώριστον. Ὁ δὲ διαλεκτικός καὶ τοὺς οὐσιώδεις λόγους καθ᾿ ἑαυτοὺς ὄντας ἐπινοεί. Ὁ δὲ μαθηματικὸς ἐξ ἀφαιρέσεως τούτων ἐπισκέπτεται· ὁ δὲ πρῶτος φιλόσοφος περὶ τῆς χωριστικῆς ζωῆς τῆς ψυχῆς πραγματεύεται. Δεῖ δὲ ζητεῖν πότερον οὐσία ἡ ψυχὴ ἢ οὐ. Καὶ ἢ οὐσία δυνάμει, ἢ ἐνεργεία. Καὶ σῶμα ἢ ἀσώματος, ἢ ἄμφω τρόπον τινὰ, καὶ ἐκ τῶν ὑπαρχόντων τῇ ψυχῇ τὴν οὐσίαν αὐτῆς ἐννοεῖν. Ἡ δὲ λογικὴ ἡμῶν ζωὴ ἣν προσαγορεύει νοῦν ᾿Αριστοτέλης, ἐν τῇ πρὸς τὸ σῶμα νεύσει χωριστή τε ἅμα ἐστὶ καὶ ἀχώριστος. λα΄. Περὶ ψυχῆς. Ψυχὴ ἑαυτὴν γνοῦσα, καὶ ὅτι θεῖον ἔχει ἀξίωμα, πόῤῥω μὲν τῆς φύσεως ἵσταται. Πάντων δὲ τῶν σπερμάτων προέχει. Πολὺ δέ τι τούτων πρότερον πάντων σωμάτων κεχώρισται, καὶ ἐφ' ἑαυτῇ ἕδρα ἄνω που καθημένη τῶν φυσικῶν λόγων καὶ τῶν σπερματικῶν, εἰπεῖν δὲ καὶ αὐτοῦ τοῦ παντός. Οὐ γὰρ ἀπὸ τῆς τῶν ἄστρων ἀποῤῥοίας τῷ σώματι παρα γίνεται, οὔτε ἀπὸ φύσεως εἰς γένεσιν ἔρχεται, οὔτε σωματικοί λόγοι ταύτην εἰς τὸ σῶμα ἐξακοντίζουσιν, ἀλλ᾽ ἄνωθεν ἀπὸ Θεοῦ κάτεισιν. ᾿Αγνοή σασα δὲ ἑαυτὴν, καὶ ὅτι τῆς ἄνωθεν εὐγενείας ἐστὶ καὶ ἐλευθέρα καθέστηκεν, δουλοπρεπῶς θητεύει τῷ σώματι, καὶ τὴν ἐλευθερίαν ἀπόλλυσιν. Καὶ ὁ μέγας αὐτῆς ὀφθαλμὸς ὑπὸ τοῦ φυσικοῦ καλύμματος κατα χώννυται, ἢ ἀποσβέννυται. λβ'. Εἰ μεταβάλλει ψυχὴ εἰς ἄγγελον. Οὐ μεταβάλλει τὰ κατ᾿ οὐσίαν ἕτερα εἴδη τῆς
col. 709–710page 12 of 48
PG 122:709ζωῆς εἰς ἄλληλα. Οὐ γάρ ἐστιν ὅμοια τὰ γεννητά καὶ μεταβλητὰ τοῖς ἀμεταβόλοις. Ἀλλὰ ψυχὴ ἄγγε λος μὲν ἢ ἀρχάγγελος γενέσθαι οὐ δύναται, μιμεῖται δὲ ὅσον εἰκὸς τὰς ἐνεργείας αὐτῶν. Καὶ πρὸς τὰ ὑπερέχοντα γένη ἀπεικονίζεται, ἐπεὶ καὶ κατ' εξ κόνα Θεοῦ γεγένηται, ἡ δὲ εἰκὼν ὁμοίωσιν ἔχει τὸ παράδειγμα. Εἰ δὲ ὁμοιοῦται Θεῷ, πολλῷ μᾶλλον ταῖς ὑποδεστέραις δυνάμεσιν. Καὶ πᾶσα μὲν ψυχή κατ' εἰκόνα πεποίηται Θεοῦ, οὐ πᾶσα δὲ ἔχει τὸ καθ᾿ ὁμοίωσιν. Τὸ μὲν γὰρ κατ' εἰκόνα, δύναμίς ἐστι πρὸς τὴν τῶν καλῶν ἐργασίαν, καὶ οἷον ἀρχή τις, ἀφορμὴ τῶν ἀγαθῶν πράξεων, καὶ οἷον σκιαγραφία τῶν ἀρετῶν. Τὸ δὲ καθ᾽ ὁμοίωσιν ἐνεργείᾳ ἐστὶν αὐτὸ τέλος καὶ ἀπηρτισμένη εἰκών. Οι πάντες δὲ ὁμοίως τὸ καθ᾽ ὁμοίωσιν ἔχομεν, ἀλλ᾽ οἱ μὲν μᾶλλον, οἱ δὲ ἔλαττον. λγ΄. Εἰ ἄναρχος ή ψυχή. Οὐκ ἔστιν ἀρχὴ καθ᾿ ἑαυτὴν ἡ ψυχὴ, οὐδὲ ἀγέννητος ούτε ὡς ἄνευ ἑτέρας αἰτίας αὕτη πρὸ τῶν ἄλ λων ὑπάρχουσα. Τίς δὲ ἡ αἰτία; ἀφ᾿ ἧς πρώτης εἴ ρηται, παντί γε τοῦτο σαφές, ὡς ἡ δημιουργική, ἀρχὴ γὰρ αὕτη πάσης τῆς τῶν ὄντων ἀπογεννήσεως. Τίς δὲ ἡ πρόοδος αὐτῆς; Καὶ πῶς προῆλθεν; Ἡμεῖς μὲν οὐσιοποιοῦμεν αὐτὴν ἀπὸ τοῦ ἐμφυσήματος ᾧ ἐνεφύσησεν εἰς τὸν πρῶτον ἄνθρωπον ὁ Θεός. Ελλη νες δὲ ποικιλώτερον περὶ τούτου διεξίασιν, ὥσπερ δὴ καὶ περὶ τῶν ἄλλων, ὅτι διὰ μόνην τὴν τελειότητα ἀπογεννᾷ τὰ παραγόμενα ὁ Θεός. Καὶ ἵνα τὸ ξύμπαν τέλειον ἀποδείξῃ, ὁμοῦ μὲν πάντα παράγει. Εκα στον δὲ κατὰ τὴν ἰδίαν τάξιν πρόεισιν. Τὸ ὃν ἀφ' ἑαυ τοῦ, ἡ ζωὴ, ἀπὸ τοῦ ὄντος, ὁ νοῦς ἀπὸ τῆς ζωῆς, ἡ ψυχὴ ἀπὸ τοῦ δημιουργοῦ νοῦ. Ἔτι οὖν, φασὶν, ἡ ψυχὴ τοῦ γέννημα, ἄχρονος ἐξ αὐτοῦ προϊοῦσα. λδ'. Ακριβέστερον περὶ ψυχικῶν δυνάμεων. Οἱ μὲν πολλοὶ τῶν φιλοσόφων ἁπλῶς οὔτε δυνάμεις ψυχῆς ὀνομάζουσι. Χρὴ δέ οὕτως διαιρεῖν, ὡς εἰσι ναεραὶ δυνάμεις τῆς ψυχῆς, αἱ μὲν νοεραὶ, καὶ εἰς τὸν κρείττονα ἀναγόμεναι τῆς ψυχῆς τὸν ἄϋλον νοῦν αἱ δὲ πληρούμεναι αὐτοῦ τοῦ νοῦ τὴν ψυχὴν, ὅστις ἐξ ἀϊδίου αὐτῇ συνυπάρχει· αἱ δὲ ὁρίζουσαι τὰς δυ νάμεις τῆς ψυχῆς ὅλως καὶ διατάττουσαι κατὰ τὴν νοεραν νόησιν, αἱ δὲ διαθεσμοθετοῦσαι ὥσπερ νόμοι τινὲς ἔμψυχοι τὰ δεύτερα τῆς ζωῆς εἴδη μετὰ τὸν νοῦν· καὶ αἱ μὲν ἀγαθοειδεῖς· αἱ δὲ τῷ καλῷ ἀπο σεμνυνόμεναι. Ιάμβλιχος δὲ ὁ φιλόσοφος περιττό. τερος τοῦ δέοντος ών, κατάγει τὴν λογικὴν ψυχὴν ἀπὸ τοῦ Θεοῦ ἄχρι τῆς γῆς, καὶ ἐν ἑκάστῃ μερίδι τοῦ παντὸς ἀλλάττει τὰς δυνάμεις αὐτῆς, καὶ ἄλλας μὲν αὐτῆς ἐν οὐρανῷ τίθεται, ἄλλας δὲ ἐν τοῖς στοιχείοις, ἄλλας δὲ ἐν τῷ παχεῖ σώματι. λε΄. Πῶς ὁ Πλάτων γεννητὴν ὁμοῦ τὴν ψυχὴν καὶ ἀθάνατον ἀποφαίνεται. ᾿Αγέννητον μὲν τὴν ψυχὴν ὁ Πλάτων οἴεται δι᾿ ἣν ἔχει οὐσίαν καὶ ζωὴν, οὐ γὰρ ὑπὸ χρόνον, οὐδὲ μὴ οὖσα, φησί, γεγένηται. Ἐπεὶ δὲ οὐκ ἔχει ἄπειρον τοῦ εἶναι δύναμιν, ἀλλ᾽ ἀεὶ δέχεται ταύτην ἀπὸ τῶν ὑπερκει

Part 36 - 38Pars 36 - 38

col. 711–712page 13 of 48
Pars 33 - 35
PG 122:711μένων οὐσιῶν, κατὰ τοῦτο γενητὴν δογματίζει. Τὸ μὲν γὰρ ἂν ἀγένητον. Πᾶν δὲ τὸ γινόμενον γενητόν. Δεὶ μὲν οὖν ἐστιν ἡ ψυχὴ κατὰ τὴν οὐσίαν καὶ τὴν ζωὴν, καὶ διὰ ταύτην τὴν ὑπόθεσιν αἰώνιος· γινομένη δὲ ὡς μὴ δυναμένη δέξασθαι τὴν ἀπειρίαν τοῦ εἶναι, ἀλλ᾽ ἄνωθεν ἀπειροουμένη, καὶ ἐπινοουμένην αὐτῇ τὴν ἀθανασίαν ἔχουσα. Οὐ γὰρ ἐπὶ σωμάτων μόνων ἡ γένεσις, ἀλλὰ καὶ ἐπὶ ψυχῶν, καθόσον αὐτοὶ χρό νου μετέχουσι. Πᾶσα γὰρ μεταβατική κίνησις συνεζευγμένον ἔχει τὸν χρόνον. Ο γάρ τοι Πλάτων πρὸ τῆς ψυχῆς τοὺς νοῦς ἔτι τοὺς ἐγκοσμίους καὶ τοὺς ἀσχέτους, καὶ τὸν θεῖον διάκοσμον τίθησιν. λϛ΄. Τὶς ἡ Πλατωνική ψυχογονία. Τῆς ψυχῆς ἄλλὴ μὲν ἡ οὐσία, ἄλλη δὲ ἡ δύναμις, ἄλλη δὲ ἡ ἐνέργεια. Τῆς οὔν ψυχογονίας τρία πρόσωπα ταῦτα καὶ κεφάλαια. Καὶ ἄλλη μὲν αὐτῇ ἡ ὕπαρξις, ἄλλη δὲ ἡ ἁρμονία, ἄλλο δὲ τὸ εἶδος τὸ ἐκ τούτων αποτελούμενον. Καὶ γὰρ τοῦ πυρὸς ἀλλη μὲν ἡ οὐσία, καθ᾽ ἦν ἔστιν, ἄλλη δὲ ἡ δύναμις, ἄλλη δὲ ἡ ἐνέργεια καθ᾽ ἦν τὰ μὲν ξηραίνει, τὰ δὲ θερ μαίνει. Καὶ ἡ μὲν ὕπαρξις τὸ εἶναι αὐτῆ ἀφορίζεται, ἡ δὲ ἁρμονία τὸ οὐσιῶδες αὐτῆς πλῆθος ἁρμόζει. Εἶδος δέ ἐστι τὸ ἐκ τούτοιν τοῖν δυοῖν ἀποτελούμενον. Πρώτη μὲν οὖν αὐτῆς ὕπαρξις. Δευτέρα ἡ ἁρμονία. Τρίτη ἰδέα. Τετάρτη ἡ δύναμις. Πέμπτη ἡ ἐνέργεια, ἕκτον καὶ τελευταῖον τὸ ἐκ τούτων εἶδος. λη. Διὰ τί ἡ ψυχὴ μέση των μεριστῶν καὶ ἀμερίστων λέγεται; Τῶν μὲν νοητῶν ἰδιώματα ταῦτα, τὸ ὄντως ὂν, τὸ αἰώνιον, τὸ τέλειον, καὶ ἕτερα τοιουτότροπα. Τῶν δὲ αἰσθητῶν ἕτερα άττα τὰ ἰδιώματα. Τὸ ἔγχρονον κατά τὴν οὐσίαν, τὸ μεριστὸν, τὸ ἄλλου προσδεὲς, καὶ ὅτα τοιαῦτα. Μετὰ δὲ τούτων ἐστὶ τὸ οὐκ ὄντως ον, τὸ κατ' οὐσίαν μὲν αἰώνιον, κατὰ δὲ τὰς ἐνεργείας ἐν χρόνῳ, καὶ τὰ τούτοις ἀκόλουθα. Ἡ οὖν ψυχή οὔτε ὄντως ὅν ἐστιν, οὔτὲ ὄντως μὴ ὂν, διὰ ταῦτα μέσην τὴν ψυχήν φαμεν τῶν τε αἰωνίων καὶ τῶν αἰσθητῶν, οὔτε καθαρῶς αἰωνίαν οὖσαν οὔτε μὲν ἐναργῶς αἰσθητήν, ἀλλ' ἐξ ἀμφοτέρων μικτήν, καὶ οἷον ἐκ τῶν ἀκροτήτων κεραννυμένην. Καὶ εἰ μὲν ἦν ὄντως, δν, ἦν ἂν ἀμέριστος, εἰ δὲ ὄντως μὴ ὄν, ἦν ἂν μεριστή. Ἐπεὶ δ᾽ μὴ ὄντως ὄν ἐστι, μέση ἐστὶν ἀμερίστου καὶ μεριστοῦ. λη΄. Ποίαν ψυχὴν ὁ Πλάτων ἐν Τιμαίῳ γεννά; Τὴν τοῦ παντὸς ψυχὴν ὁ Πλάτων κατὰ τὸν φιλό σοφον Πρόκλον ἐν τῇ τοῦ Τιμαίου βίβλῳ γεννή, και αὕτη γὰρ τὸ ἀμέριστον ἔχει καὶ τὸ μεριστόν. Καὶ μέση ἐστὶ τοῦ τε ἐγκοσμίου νοῦ, καὶ τῆς περὶ τοῖς σώμασι μεριστῆς οὐσίας. Ὥσπερ γὰρ ἡμεῖς οἱ τῷ ἀποστολικῷ λόγῳ ἑπόμενοι ἀρχάς τινας καὶ δυνάμεις, καὶ κυριότητας καὶ ἄλλα τοιαῦτα ἢ μείζονα ἢ ἐλάττονα ΝΟΤΕ. τὸ αὐτὸν όντως ον,
col. 713–714page 14 of 48
PG 122:713μέσον ἡμῶν καὶ Θεοῦ τιθέαμεν, οὕτω δὴ καὶ τῶν ἐλλήνων οἱ δῆθα σοφώτεροι ἐνάδα τινὰ ἐξῃρημένην ἐδογμάτισαν, καὶ μετὰ ταῦτα ὄντα, καὶ ζῶντα καὶ νοοῦντά τινα, εἶτα ὑπερκοσμίους νοῦς, καὶ αὖθις ἐγκοσμίους· καὶ μετὰ τούτους τὴν ὅλην ψυχὴν, καὶ μετὰ ταύτην τὴν τοῦ παντός· καὶ τέλος τὰς μερικάς. Καὶ τὸν ψυχικὸν ἐν ταύτῃ συμπληροῦσι διάκοσμον. λθ'. Πόσαι αἱ τῆς ψυχῆς δυνάμεις καὶ τίνες; Σῆς ψυχῆς ἡ μὲν ἀντιλεπτική τίς ἐστι δύναμις καθ᾽ ἣν τῶν ὄντων ἀντιλαμβάνεται· ἡ δὲ παθητική, καθ᾿ ἣν διατίθεται οἰκείως καὶ ἀλλοτρίως· ἡ δὲ πρακτική, καθ' ἣν πρὸς τὰς πράξεις ἑκουσίως ὁρμᾷ. Καὶ τῶν δυνάμεων τούτων ἄλλαι μὲν ἀπόλυτοί εἰσι καὶ μόνης τῆς ψυχῆς, ἄλλαι δὲ τῆς ψυχῆς καὶ αὐγο ειδέσιν ἐποχοῦνται σώμασι, τινὲς δὲ πνεύματι ἐνύλῳ συνυφεστήκασιν, αἱ δὲ τελευταῖαι εἰς τὸ ὀστρεῶδες σῶμα ἀποτελευτῶσιν. Ἡ δὲ φανταστική δύναμις, πρὸς πάσας τὰς δυνάμεις τῆς ψυχῆς παραπέφυκε καὶ οἷον ἐκμάττεται ταύτην, καὶ ταῖς μὲν κρείττοσι τὰς ὑποδεεστέρας ἀποτυποῖ, ταῖς δὲ ὑποδεεστέραις τὰς κρείττονας. Αποτυπουμένη γὰρ τὰς νοεράς δυνά μεις τῇ διανοίᾳ ταύτας ἐπισφραγίζεται, καὶ αὖθις ἀπο ματτομένη τὰ διανοήματα, τῷ νῷ ταῦτα ἐγκατατίθεται. μ΄. Τί ἐστι φύσις; Φύσις ἐστὶ δύναμις, ὀφθαλμοῖς μὲν ἀθέατος, νῷ δὲ θεωρητή, τοῖς σώμασιν ἐγκατεσπαρμένη παρὰ Θεοῦ, ἀρχὴ κινήσεως καὶ ἠρεμίας. Αὐτὴ γὰρ ἐστιν ἡ κινοῦσα τὰ φυσικὰ σώματα, καὶ αὖθις ἠρεμεῖν ποιοῦσα. Πάντα γὰρ τὰ σώματα, οἷον τὰ στοιχεῖα καὶ τὰ ἐκ τούτων συγκείμενα, εἰ καὶ ὑπὸ Θεοῦ καὶ τὴν κίνησιν καὶ τὴν ἡσυχίαν ἔχει, ἀλλὰ προσεχῶς ὑπὸ φύσεως κινεῖται. Πολλὰ μὲν γάρ εἰσι τὰ κινοῦν. τα τὰ σώματα, πρῶτον ὁ Θεὸς, εἶτα ὁ νοῦς, εἶτα ἡ ψυχή. ᾿Αλλὰ τελευταῖον ἡ φύσις, οἷον ὄργανόν ἐστι τοῦ Θεοῦ. Τὸν μὲν γὰρ ἄνθρωπον καὶ τὰ ἄλογα ζῶα κινεῖ καὶ ἡ ψυχὴ καὶ ἡ φύσις. Τὰ δὲ σώματα καὶ τὰ ἁπλᾶ καὶ τὰ σύνθετα, μόνη ἡ φύσις κινεῖ, καὶ πάλιν ἴστησι τῆς κινήσεως. μα΄. Τίς ἡ διαίρεσις τῶν κοινῶν ἐνεργειῶν τῆς ψυχῆς πρὸς τὸ σῶμα; Τῶν ἐνεργειῶν αἱ μὲν ἄρχονται ἀπὸ ψυχῆς ὥσπερ αἱ κρείττους καὶ προέχουσαι, αἱ δὲ ἀπὸ τοῦ τώματος ἀνεγείρονται, ὅταν διψῇ μὲν ἡ πεινῇ ἡ ῥιγῇ, ἢ τινος ἄλλου τοιούτου δέηται ἡ ψυχὴ δὲ τὸ ἐντεῦθεν πορίζοι τὰ ἐλλείποντα τῷ σώματι. Πάλιν τοίνυν τὰ μὲν τοῦ σώματός ἐστι παθήματα δι᾿ αὐτὴν, ὥσπερ τὸ ἐρυθριᾷν, διότι ἡ ψυχὴ αἰσχρόν τι ἔκρινε. Τὰ δὲ τῆς ψυχῆς διὰ τὸ σῶμα, ὥσπερ αἱ ἡδοναὶ καὶ αἱ λύπαι διὰ τὴν τοῦ σώματος γένεσιν περὶ τὴν ψυχὴν διαβαίνουσιν. Τὰ δὲ ἐπεὶ κοινωνεῖ ἐξ ἴσου, ὥσπερ δὴ καὶ τὸ φέρεσθαι κατὰ τόπον. Τὸ μὲν γὰρ διαμείβειν τό πον ἰδιόν ἐστι σώματος· τὸ δὲ κινεῖν κατὰ τὴν φοράν, ψυχῆς ὑπάρχει ἐνέργεια. μβ'. Πότε ἡ ψυχὴ τῷ κυουμένῳ ἐνοῦται σώματι; Ὁ μὲν τὴν Θεολογίαν μέγας Γρηγόριος ἀσαφής ἔτι περὶ τοῦτο τὸ μέρος, καὶ οὐκ ἂν ῥᾳδίως αὐτὸν εὕροις ταύτῃ ἢ ἐκείνῃ προσκείμενον τῶν δοξῶν. Ὁ δὲ θείος Γρηγόριος ὁ Νυσσεὺς καὶ ὁ πολὺς τὴν

Part 43-45Pars 43 - 45

col. 715–716page 15 of 48
Pars 39 - 42
PG 122:715ὁμολογίαν καὶ τὴν φιλοσοφίαν Μάξιμος οὔτε πρεσβυτέραν τὴν ψυχὴν τοῦ σώματος, οὔτε μεταγενεστέραν τιθέασιν, ἀλλ᾽ ὁμοῦ τῇ καταβολῇ τοῦ σπέρματος ἐπιτηδείου πρὸς ὑποδοχὴν ψυχῆς τυγχάνοντος, ταύ την ὑφιστάνουσι. Τῶν δὲ Ἑλλήνων οι πρόκριτοι, μετὰ τὴν τελείωσιν τοῦ φυσικοῦ ὀργάνου καὶ τὴν ἀποκύησιν τούτου, ἐνσπείρουσι ταύτην τῷ σώματι, πλὴν ὅτε μὲν ἔσωθεν ᾗ κατεῤῥιζωμένον τὸ ἔμβρυον, τὴν φυσικὴν ψυχὴν τούτῳ διδόασιν, ἐξελθόντι δὲ τὴν λογικὴν, καὶ προϊόντι τὴν νοεράν. μγ'. Πῶς ἐνοῦται τῷ σώματι ἡ ψυχή; Εἰσκρίνεται τῷ σώματι ἡ ψυχὴ ὥσπερ ἢ ἀνατολὴ τοῦ ἡλίου πάντα ἀνθρόως ἐμπίμπλησι τοῦ φωτός. Καὶ γὰρ καὶ αὐτὴ ἀθρόως ἐξάπτει τὸ σῶμα εἰς τὴν ζωὴν, καὶ ζωοποιεῖ, τοῦτο ἐπιτηδείως ἔχον προς τὴν ἔνωσιν ταύτης. Ὥσπερ οὖν αἱ νευραὶ αἱ συνηρμοσμέναι καὶ εἰ πόῤῥω τύχοιεν οὖσαι, συγκινοῦνται καὶ ὁ καλούμενος φθὰς δέχεται τοῦ πυρὸς τὴν δύνα μιν τοῦ μεταξὺ ἀέρος μὴ πυρουμένου, οὕτω δὴ καὶ τὸ σῶμα ἀθρόως ἐλλάμπεται ὑπὸ τῆς ψυχῆς, καὶ οὐ δεῖ τῆς ἀμερίστου ζωῆς καὶ δυνάμεως διηρημένας ἐπινοεῖν τὰς ἐλλάμψεις, ἢ τὰς μετοχάς. Απεικαστέον δὲ αὐτὴν τῇ τοῦ ὄντος μετοχῇ εἰς τὸ γινόμενον. Ὥσπερ γὰρ τὸ δν ἀχρόνως τῷ γινομένῳ πάρεστιν, οὕτως καὶ αὐτὴ ἀχρόνως πάρεστι τῷ σώματι. μδ'. Περὶ ἀλόγου ψυχῆς. Ἐν τέσσαρσι τούτοις παρ' Έλλησιν οἱ φιλοσοφία σαντες τὴν ἄλογον ψυχὴν ἀφορίζουσιν· ἐν τῇ ὀρεκτικὴ, καθ᾿ ἣν ἡδονῆς καὶ λύπης μετέχομεν· ἐν τῇ δοξαστικῇ, ἥτις τοὺς μέσους λόγους καὶ μεταξὺ τῶν αἰσθητῶν εἰδῶν καὶ τῶν αύλων καὶ καθαρῶν λόγων ἀφώρισται· ἐν τῇ αἰσθητικῇ, ἥτις πρὸς τὰ ἐκτὸς εἴδη ὡμοίωται, καὶ προαισθάνεται τὰ ἔξσωθεν σωτή ρια καὶ ὀλέθρια· ἐν τῇ φυσικῇ, ἥτις ἔστι κυρίως γενεσιουργός, καὶ συμπλέκεται προσεχῶς τοῖς σώ μασι, γεννᾶται αὐτὰ καὶ αὔξει καὶ διοικεῖ καὶ κατευθύνει. Ἐκ τούτων δὴ τῶν τεσσάρων τὴν ἄλογον ψυχὴν ἔνιοι τῶν φιλοσόφων οὐσιώσαντες ἐγκεν τρίζουσιν οἷον τῇ λογικῇ ψυχῇ, καὶ τῷ σώματι συν εισάγουσι. Τὴν δὲ ἄλυγον οἰκονομεῖν τὰ σώματα ἐπιτρέπουσιν. 45. με΄. Τίς ἡ βούλησις καὶ τίς ὁ πρακτικός λογισμός; Η βούλησις περὶ τὸ λογιστικόν μόριον ἐστὶ τῆς ψυχῆς. Κινεῖ μὲν γὰρ τὴν ὄρεξιν πρὸς τὸ ἐφετὸν η ἐπεὶ δὲ τούτου οὐκ ἄνευ λογισμοῦ προαιρούμεθα, ή κατ' αὐτὸ ἐνέργεια βουλευτική ὁρμὴ ὠνομάσθη, ἑτέρα οὖσα τοῦ λογισμοῦ. Πρακτικός δέ ἐστι λογια σμός, ἡ μετὰ τὴν ὄρεξιν τοῦ ἐφετοῦ μετὰ λογισμοῦ πρᾶξις τε καὶ ἐνέργεια. Τοῦτο δέ σοι ἔστω, ὅτι ψυ χῆς ἀπολυθείσης σώματος καὶ ἔτι παρούσης ἐν τῷ σώματι οὐκ αὐτός ἐστι λογισμός. Ἐπεὶδὲ πᾶσι τοῖς κρείττοσιν ἀφοιοῦται ή ψυχή, Θεῷ, ἀρχαγγέλοις, ἀγγέλοις καὶ ταῖς λοιπαῖς δυνάμεσι, διὰ τοῦτο καὶ τὰ ἔργα αὐτοῦ, τὰ μὲν θεῖα, τὰ δὲ ἀνθρώπινα, τὰ δὲ ΝΟΤΑ. τὸ ὄντως ὄν, τό γινόμενον
col. 717–718page 16 of 48
PG 122:717ἐναντία, ἵνα μὴ τὰ ὀνόματα λέγω μεταλαμβάνει γὰρ τὰς ἐνεργείας, πρὸς ἃ λαμβάνει καὶ τὴν ὁμοίωσιν. μς'. Περὶ προαιρέσεως καὶ προσοχῆς. Μέσαι δυνάμεις εἰσὶ τῆς ψυχῆς προσοχὴ καὶ προ αίρεσις. 'Αλλ' ἡ μὲν προαίρεσις ἡγεῖται τῶν πρά ξεων, ἔχει δὲ καὶ λόγον ἐν ᾧ κρίνει τὰ καλὰ, καὶ ὄρεξιν τὴν ἐφιεμένην τῶν οἰκείων καὶ ἀγαθῶν, καὶ τὴν ἀναπληροῦσαν ἀεὶ τὰ ἐλλείποντα. Αμφοτέρων οὖν τοῦ λόγου καὶ τῆς ὀρέξεως συνίσταται ἡ προαίρεσις. Προσοχὴ δὲ ἐστὶ καθ᾿ ἣν προσέχομεν τοῖς ἔρ γοις οἷς πράττομεν καὶ τοῖς λόγοις οἷς λέγου μεν· αὕτη γὰρ ποτὲ μὲν τὰ τῆς ψυχῆς ἤθη ἀνα σκοπεῖται τίνα τε ἐστὶ καὶ πῶς ἔχει πρὸς ἄλληλα ποτὲ δὲ αὖ τὸ ζῶον θεωρεῖ τί πράττει καὶ πῆ παρα βαίνει, καὶ τί ἐλλείπει. Μέσα δέ εἰσι καὶ τὰ τῶν μα θημάτων ἀσκήματα, καὶ τὰ τῶν καθαρτικῶν ἀρε τῶν ἐπιτηδεύματα. Μέσα δὲ λέγονται ὡς μεταξὺ κείμενα τῶν νοερῶν λόγων καὶ τῶν δοξαστικῶν. μζ'. Πότερον ἡ ψυχὴ λύεται ἀπὸ τοῦ σώματος, ἢ τὸ σῶμα ἀπὸ τῆς ψυχῆς; Ἐπὶ μὲν τοῦ φυσικοῦ θανάτου, τὸ σῶμα λύεται ἀπὸ τῆς ψυχῆς, ἐπὶ δὲ τοῦ νοητοῦ ἡ ψυχὴ ἀπὸ τοῦ σώματος. Η μὲν γὰρ φύσις ἔδησε τὸ σῶμα ἐν τῇ ψυχῇ. Εἰ μὲν γὰρ κατείχετο τὸ σῶμα ὑπὸ τῆς ψυχῆς, οὐ διαλέλυτο ἂν. Ὅθεν ἐν τῷ θανάτῳ λύεται τὸ σῶμα ἀπὸ τῆς ψυχῆς. Ἡ δὲ ψυχή ἔδησεν ἑαυτὴν τῷ σώματι διὰ τῶν παθῶν. Ἡ οὖν ψυχὴ ἑαυτὴν λύει ἀπὸ τοῦ σώματος. Καὶ ἡ μὲν ψυχὴ μέση ἐστὶ τῆς ἀμε ρίστου καὶ τῆς μεριστῆς οὐσίας. Οὔτε γὰρ καθα ρῶς ἐστιν ἀμέριστος ὁ νοῦς, οὔτε πάντη ἀμερής, τὸ σῶμα δὲ πάντη μεριστόν. Καὶ αἱ ποιότητες καὶ τὰ ἔνυλα είδη περὶ τὸ σῶμα μεριστὰ, καὶ πάντα μὲν ἐν πᾶσιν. ᾿Αλλ' ὁ μὲν νοῦς νοερῶς ἔχει πάντα. Ἡ δὲ ψυχὴ λογικῶς. Τὸ δὲ φυτὸν σπερματικῶς, τὸ δὲ σῶμα τὰ εἴδωλα ἔχει τῶν ὄντων, ὁ δὲ Θεὸς ἀνεννοήτως καὶ ὑπερουσίως. μη'. Περὶ ἀρετῶν. Τρεῖς τάξεις εἰσὶ τῶν ἀρετῶν. Δἱ μὲν γὰρ αὐτῶν κοσμοῦσι τὸν ἄνθρωπον ἢ τὴν τοῦ σώματος ψυχὴν, αἱ δὲ καθαίρουσι τὴν ψυχὴν ἀπὸ τοῦ σώματος, καὶ ἐπιστρέφουσι πρὸς ἑαυτὴν, αἵτινες καὶ καθαρτικαὶ καλοῦνται. Αἱ δὲ τελείως καθαρθεῖσαι τὴν ψυχὴν, ἀπασχολοῦσιν εἰς θεωρίαν τῶν νοητῶν, αἵτινες θεω ρητικαὶ καὶ νοερα ονομάζονται. Καὶ ἄλλη μὲν ἀρετὴ Θεοῦ, ἄλλη δὲ ἀγγέλου, ἄλλη δὲ ἀνθρώπου. Ὡς γὰρ αἱ οὐσίαι αὐτῶν διάφοροι, οὕτω καὶ αἱ ἀρεταί. Καὶ ψυχὴ μὲν κυρίως ἡ λογική ἐστί τε καὶ ὀνομάζεται, τὸ δὲ ὑπὲρ τὴν ψυχὴν, νοῦς. Τὸ δὲ μετὰ τὴν λογικὴν ψυχὴν, ἄλογος ψυχὴ, καὶ εἴδωλον ψυχῆς. Μάσαις δὲ ταῖς τῶν ἀγγέλων τάξεσιν ἡ ἀρετὴ συμ πρόεισιν, ἄνωθεν ἀπὸ τῶν σεραφεὶμ ἀρχομένη. Ο γὰρ Θεὸς καὶ ἐπέκεινα´ ἀρετῆς καὶ παντὸς ἀγαθοῦ καὶ πάσης τελειότητος. μθ'. Περὶ ἀρετῶν. Εξ εἰσὶν οἱ τῶν ἀρετῶν βαθμοί. Εστι γὰρ ἡ μέν τις φυσικὴ ἀρετὴ, ἥτις καὶ ἐν θηρίοις εὑρίσκεται. Ἡ δὲ ἠθικὴ, ἣν ἔνιοι καὶ τῶν ἀπαιδεύτων ἔχουσιν. Ἡ δὲ πολιτικὴ ἡ μετὰ λόγου καὶ φρονήσεως κατορθουμένη.

Part 50-52Pars 50 - 52

col. 719–720page 17 of 48
Pars 46 - 49
PG 122:719Ἡ δὲ καθαρτική, ἡ καθαίρουσα τὸν ἄνθρωπον ἀπὸ παντὸς πάθους. Ἡ δὲ θεωρητική ή θεωροῦσα τὸν νοῦν. Ἡ δὲ θεουργικὴ ἡ τὸ θειότατον ἡμῶν τῆς ψυχῆς ἀνεγείρουσα καὶ αὐτῷ ἐνίζουσα τῷ Θεῷ, καὶ τὴν θείαν ἐνεργοῦσα μανίαν. Εἰσὶ δὲ καὶ ἐπέκεινα τού των ἕτεραι ἀρεται, αἱ μὲν οιονεί παραδείγματα τῶν λοιπῶν ἀρετῶν, αἱ δὲ ὑπὲρ πᾶσαν οὐσίαν. Αἵτινες οὐ συμβεβηκότα εἰσὶν ὥσπερ ἐπισυμβεβήκασιν ἡμῖν αἱ λοιπαὶ ἀρεταὶ, ἀλλ᾽ οὐσίαι νοεραὶ καὶ ὑπερ ούσιοι. ν'. Ἔτι περὶ ἀρετῶν. Τρεῖς εἰσιν αἱ ἀρεταὶ αἱ τελειοῦσαί τὸν ἄνθρωπον· ὁσιότης, ἡ πρὸς τὸν Θεὸν ἐνεργεῖν σπεύδουσα, οἷον ἡ ἀφοσιοῦσα τὴν τοῦ ἀνθρώπου ζωὴν τῷ Θεῷ δεύτερον δικαιοσύνη ἡ τὴν πρόνοιαν τῶν καταδεεστέ ριον ποιοῦσα· φρόνησις ἡ πρὸς ἡμᾶς αὐτοὺς τὴν ζωὴν νοερὰν ἀπεργάζεσθαι βουλομένη. Καὶ γὰρ ἐνούμεθα κατὰ τὴν ὁτιότητα πρὸς τὸν Θεὸν καὶ τὸ ἓν, προνοοῦμεν δὲ τῶν ἐλαττόνων κατὰ τὸ δίκαιον. Γνῶσιν δὲ ἄῤῥητον ἔχομεν κατὰ τὴν φρόνησιν. Ἡ μέντοι ἠθικὴ ἀρετὴ ἀπὸ φρονήσεως μὲν πρόεισιν, οὐ μέντοι μετὰ φρονήσεως ἐνεργεῖ, ἀλλὰ τριβῇ χρονίῳ ἐγγίνεται. Διήκει δὲ ἡ τῆς ἀρετῆς θειότης διὰ πάντων τῶν ὄντων. Ἔστι γὰρ καὶ ὑπερουράνιος ἀρετὴ καὶ οὐ ράνιος· καὶ ὑπερκόσμιος καὶ ἐγκόσμιος, καὶ νοερά καὶ ψυχικὴ, καὶ ἀγγελικὴ καὶ ἀνθρωπική. Ἔστι καὶ πηγὴ ἀρετῶν, ἧς τότε καταλαμβάνομεν, ὅταν τὴν μεριστὴν ἀφέντες νόησιν, τελειωτάτην σύμπασαν ἀρετὴν ἐνεργήσομεν. να'. Ετι περὶ ἀρετῶν. ᾿Αριστοτέλης μὲν ὁ φιλόσοφος τέσσαρας γενικὰς ἐξ αριθμεῖ ἀρετὰς· φρόνησιν, δικαιοσύνην, ἀνδρείαν καὶ σωφροσύνην. Καὶ τὴν μὲν φρόνησιν τάττει ὑπὸ τὴν διάνοιαν τὰς δὲ λοιπὰς τρεῖς ὑπὸ τὸ παθητικόν τῆς ψυχῆς. Καὶ οὔτε τὴν φρόνησιν ἐν τῷ παθητικῷ μέρει κατατάττει, οὔτε τὰς τρεῖς ἀρετὰς ἐν τῇ δια νοίᾳ τίθεται. Ὁ δὲ Πλάτων τέσσαρας τάξεις ἀρετῶν ποιεῖται, καὶ τὰς μὲν ὀνομάζει πολιτικάς, ὅσαι κοσμούν σι τὸν ἐν τῷ βίῳ πολιτευόμενον ἄνθρωπον· τὰ δὲ κου αρτικὰς, τὰς δὲ θεωρητικάς. Μανικὴ δὲ ἀρετὴ λέγε ται ἡ θεοφορουμένη καὶ ἐνθουσιῶσα, καὶ τὴν ψυχὴν περὶ τὸ θεῖον ἀναβακχεύουσα, καὶ οἷον ἐνθεασμοῦ πλή ρης καὶ κορυβαντιάσεως γινομένη. Ὁ μέντοι Θεὸς ἀρετῆς ἐστι μείζων, οὐ μόνον τῆς ὡς ἕξεως καὶ τῆς αὐτοφυοῦς, ἀλλὰ καὶ τῆς αὐτοαρετῆς. νβ'. Ἔτι περὶ ἀρετῶν Ὅτι οὐκ ἔστι μία καὶ ἡ αὐτὴ κατὰ ἀριθμὸν ἡ πρὸς τὸν Θεὸν ὁμοίωσις, ἀλλὰ διάφορος. Ὁμοιούμεθα γὰρ αὐτῷ κατὰ τὰς πολιτικὰς ἀρετὰς, ἀλλ᾽ ἀμυδρότερον καὶ σκιωδέστερον. Ὁμοιούμεθα τούτῳ καὶ κατὰ τὰς καθαρτικὰς, ἀλλ᾽ ἐκτυπότερον. ὁμοιούμεθα δὲ καὶ κατὰ τὰς θεωρητικὰς, ἀλλ' ἔτι λαμπρότερον. Ομοιούμεθα καὶ κατὰ τὰς θεουργικὰς, αὕτη γοῦν ἐστιν ἡ τελειοτάτη ὁμοίωσις. Τὸ μὲν γὰρ καθ αίρεσθαι τὰς ψυχὰς καὶ θεωρεῖν τὰ ὄντα οὐ πάνυ τι
col. 721–722page 18 of 48
PG 122:721ὅμοιον τῷ Θεῷ, ἐκεῖνος γὰρ ὑπὲρ κάθαρσιν καὶ θεωρίαν ἐστί. Τὸ δὲ δύνασθαι θεοποιεῖν ἄνθρωπον, καὶ τῆς ὕλης ἐξάγειν, καὶ τῶν παθῶν ἀπαλλάττειν, ὥστε δύνασθαι καὶ αὐτὸν θεουργεῖν ἕτερον, τοῦτό ἐστιν ἡ τελειοτάτη ὁμοίωσις. ῾Ο ἐξάγων γάρ, φησὶν ὁ Θεός ἐν Εὐαγγελίοις, ἄξιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσται. Ορᾷς ὅπως ἐν τῇ θεουργία τὴν ἀληθεστάτην τέθεικεν ἐξομοίωσιν. Ἀλλ᾿ ἡμεῖς ἀγαπῶμεν εἰ καὶ κοσμεῖν ἑαυτοὺς διὰ τῶν πολιτικῶν δυνάμεθα ἀρετῶν. νγ'. Ἔτι περὶ ἀρετῶν. Πλάτων ὁ φιλόσοφος πρῶτον μὲν διὰ τῆς πολιτικῆς ἀρετῆς ἀνάγει τὸν ἄνθρωπον εἰς Θεὸν, ὡς καὶ ταύτης ἐξομοιοῦν δυναμένης τὸ θεῖον κατὰ τὸ δυνατ τόν. ᾿Απὸ δὲ ταύτης ἀνάγει διὰ τῆς καθαρτικῆς ζωῆς εἰς τὴν θεωρίαν. Ἐπειδὴ γὰρ, φησίν, ὁ Θεὸς διττὴν ἔχει τὴν ἐνέργειαν, τὴν καθ᾽ ἣν ἐν θεωρίᾳ τῶν ὅλων ἐστὶ, πρὸ πάσης κτίσεως τοὺς λόγους αὐτῶν ἐπιστάμενος, τὴν δὲ, καθ᾿ ἣν τῶν χειρόνων ποιεῖται τὴν πρόνοιαν· διὰ ταῦτα καὶ ὁ ἄνθρωπος μιμούμενος τὸν Θεόν, ἐν μὲν ταῖς πολιτικαῖς ἀρεταῖς ἐπιστρέφεται πρὸς τὰ τῇδε, καὶ κοσμεῖ τοὺς καταδεεστέρους τοῖς μετριοπάθειαν φερούσαις ἀρεταῖς. Ἐν δὲ τῷ θεω ρεῖν ἀναβας, ὁρᾷ τοὺς λόγους ἀπάντων τοὺς φυσικούς, τοὺς ψυχικούς, τοὺς νοερούς, τοὺς ὑπερφυεῖς, καὶ γί. νεται ὄργανον τοῦ Θεοῦ, ὁμοῦ τε πρὸς ἐκεῖνον ὁρῶν, καὶ τῶν τῇδε ποιούμενος πρόνοιαν. Πλὴν ἄλλως ἐνεργεῖ τὰς τοιαύτας ἀρετὰς ἐν σώματι οὖσα ψυχή, ἄλλως δὲ ἀπαλλαγεῖσα τοῦ σώματος. νδ'. Ετι περὶ ἀρετῶν. Ἡ μὲν οὐσία καὶ αὐτὸ τὸ εἶναι ἀπὸ τοῦ νοῦ πᾶσιν ἐφήκει καὶ τοῦ ὄντος, ἡ δὲ διὰ τῶν ἀρετῶν τελειότης, ἀπὸ τοῦ Θεοῦ παραγίνεται, Ὥσπερ γὰρ ἐκ τοῦ πρώ τως ὄντος τὸ ὄν, οὕτως ἐκ τοῦ πρώτως ἀγαθοῦ τὸ ἀγαθόν. Μᾶλλον δὲ καὶ ἡ οὐσία καὶ ἡ ἀρετὴ ἐκ τοῦ Θεοῦ. ᾿Αλλ᾽ ἡ μὲν οὐσία κατὰ τὴν αὐτοῦ πρόοδον· ἡ γὰρ οὐσία πᾶσιν ἀπὸ τοῦ Θεοῦ πρόεισιν· ἡ δὲ τε λειότης κατὰ τὴν πρὸς αὐτὸν ἐπιστροφήν. Οἱ δύναται γὰρ τελειωθῆναι κατ᾽ ἀρετὴν ἄνθρωπος, εἰ μὴ τὴν ἐπιστροφὴν πρὸς τὸν Θεὸν ἐνεργοίη. Ὥσπερ γὰρ ὡς πρὸς παράδειγμα ζωγραφῶν οὐκ ἂν ἄλλως τὴν προκειμένην ἀρχετυπίαν λάβοιεν τῷ μιμήματι, εἰ μὴ συνεχῶς πρὸς αὐτὴν ἐπιστρέφοι, οὕτω καὶ ὁ τὴν ἀρετὴν ἐν ἑαυτῷ σκιαγραφῶν ἢ καὶ περιχρωννύς, οὐκ ἂν ἄλλως δυνηθείη εξομοιωθῆναι Θεῷ, εἰ μὴ πρὸς ἐκεῖνον διηνεκῶς ἐπιστρέφει, καὶ διὰ τοῦ ἐπιστημονικοῦ λόγου, καὶ τῆς τοῦ παραδείγματος θεωρίας, ἐν ἑαυτῷ ἐξακριβώσεται τὸ πρωτότυπον. νε'. Ἔτι περὶ ἀρετῶν. Ὁ μὲν ἔχων τὴν θεουργικὴν ἀρετὴν θεοπάτωρ κατονομάζεται· ἐπειδὴ γὰρ θεοὺς τοὺς ἀνθρώπους οὗτος ἐργάζεται, διὰ ταῦτα θεοπάτωρ καλεῖται. Ο δὲ ἔχων τὴν θεωρητικὴν ἀρετὴν, θεῖος ὀνομάζεται ὁ δὲ ἔχων τὴν καθαρτικὴν δαιμόνιος· ὁ δὲ ἔχων τὴν πολιτικὴν, σπουδαῖος. Θεοπάτωρ δὲ καλεῖται ὁ θεουρ ΝΟΤΑ. 19: Καὶ ἐὰν ἐξαγάγης τίμιον (ἄξιον καὶ τίμιον 56) ἀπὸ ἀναξίου, ὡς τὸ στόμα μου ἴση.

Part 56-58Pars 56 - 58

col. 723–724page 19 of 48
Pars 53 - 55
PG 122:723Α' γὸς, καὶ διὰ τὸ τῆς ψυχῆς εἶναι πατὴρ, ὃν Θεὸν και λοῦμεν διὰ τὴν θεωρητικὴν ἀρετήν. Δεῖ οὖν τὸν ἀνα γόμενον εἰς Θεοῦ ἐξομοίωσιν πρῶτα μὲν σπουδαῖον γενέσθαι, εἶτα δαιμόνιον, εἶτα θεῖον, καὶ τέλος θεο πάτορα. Ὁ μὲν οὖν δαιμόνιος καὶ ὁ σπουδαίος μετα βληθείη ἂν καὶ εἰς κακίαν ποτέ· ἴσως δὲ καὶ ὁ θεῖος, ἤτοι ὁ θεωρητικός. Ὁ δὲ θεουργὸς ἤτοι ὁ θεοπάτωρ ὁ τῆς θείας ὅλως ἐκστάσεως γεγονώς οὐκ ἂν ποτε μεταθείη πρὸς τὸ ἐναντίον εἶδος τῆς ἀρετῆς ἔξω ἑαυ τοῦ ὤν, καὶ Θεὸς ἀτεχνῶς γεγονώς. νς'. Ἔτι περὶ ἀρετῶν. Τρία ταῦτα εἰσὶν ἐν ταῖς ψυχαῖς, δύναμις, πάθος, ἕξις. Καὶ πάθος μέν ἐστιν, ἐπιθυμία, ὀργὴ, φόβος, φθόνος, θάρσος, χαρά, φιλία, μίσος, πόθος, ζῆλος, ἔλεος. Δύναμις δέ ἐστι καθ᾽ ἣν παθητικοὶ τούτων για νόμεθα, οἷον καθ᾿ ἣν δυνατοὶ ὀργισθῆναι ἡ λυπηθῆναι ἡ ἐλεῆσαι. Εξις δὲ, καθ᾽ ἣν πρὸς τὰ πάθη ἔχου μεν καλῶς ἢ κακῶς. Οἷον πρὸς τὸ ὀργισθῆναι εἰ μὲν σφοδρῶς ἢ ἀνειμένως, κακῶς ἔχομεν. Ομοίως δὲ πρὸς τὰ ἄλλα. Αἱ οὖν ἀρεταὶ οὔτε πάθη εἰσὶν, οὔτε δυνάμεις, ἀλλ᾽ ἔξεις. Οὐ γὰρ λεγόμεθα κατὰ τὰ πάθη σπουδαῖοι ἢ φαῦλοι· κατὰ δὲ τὰς ἀρετὰς καὶ τὰς και κίας, λεγόμεθα σπουδαῖοι καὶ φαῦλοι. Καὶ φοβούμεθα μέν ἢ ὀργιζόμεθα ἀπροαιρέτως. Αἱ δὲ ἀρεταὶ προαιρέσεις τινὲς, ἢ οὐκ ἄνευ προαιρέσεως. Καὶ κατὰ μὲν τὰ πάθη κινεῖσθαι λεγόμεθα, κατὰ δὲ τὰς κακίας καὶ τὰς ἀρετὰς οὐ κινεῖσθαι, ἀλλὰ διακεῖσθαι πως. νζ'. "Ετι περὶ ἀρετῶν. Οτι ἡ μὲν ἀνδρεία μεσότης ἐστὶν, ὡς μὲν ὑπερ βολῆς τοῦ θράσους, ὡς δὲ ἐλλείψεως τῆς δειλίας, καὶ ἐστι περὶ φόβους καὶ θάῤῥη. Τῆς δὲ σωφρυσίο νης, ὑπερβολὴ μὲν ἡ ἀκολασία, ἔλλειψις δὲ ἡ ἀναισθησία, λεγέσθω γὰρ οὕτως. Περὶ δόσιν χρημάτων καὶ λῆψιν, μεσότης μὲν ἡ ἐλευθεριότης, ὑπερβολὴ δὲ ἡ ἀσωτία, ἤτοι ἀφειδία τῆς χρήσεως, ἔλλειψις δὲ ἡ ἀνελευθερία ἤτοι φειδωλία. Περὶ δὲ χρημάτων μετ σότης μὲν ἢ μεγαλοπρέπεια, ὑπερβολὴ δὲ ἡ ἀπειροκαλία, ἔλλειψις δὲ ἡ μικροπρέπεια. Περὶ δὲ ὄρεξιν τιμῆς, ὁ μὲν ὑπερβάλλων ταῖς ὀρέξεσι, φιλότιμος, ὁ δὲ ἐλλείπων ἀφιλότιμος, ὁ δὲ μέσος, ἀνώνυμος. Πολλὰ γάρ εἰσι πράγματα ὄνομα κύριον μήπω ἐσχη κότα. νή. Ἔτι περὶ ἀρετῶν. Περὶ τὴν πραότητα μεσότητα οὖσαν, ἢ μὲν ὑπερο βάλλουσα κακία, ὀργιλότης ἡ δὲ ἐλλείπουσα ἀοργησία. Περὶ δὲ τὸ ἀληθὲς, ὁ μὲν μέσος ἀληθὴς, καὶ ἦ μεσότης ἀλήθεια λεγέσθω, ἡ δὲ προσποίησις, ἢ μὲν ἐπὶ τὸ μεῖζον ἀλαζονία, καὶ ὁ ἔχων αὐτὴν ἀλαζών ἢ δὲ ἐπὶ τὸ ἔλαττον εἰρωνεία· καὶ ὁ ἔχων αὐτὴν εἴρων Ἐπεὶ δὲ δύο ἡδύτητες εἰσὶν, ἢ μὲν ἐν παιδία, ἡ δὲ ἐν τῷ βίῳ, ὁ μὲν ὡς δεῖ ἡδὺς ὤν, φίλος καὶ ἡ μεσότης φιλία· ὁ δὲ ὑπερβάλλων κόλαξ, ὁ δὲ ἐλλείπων δύσερίς τις καὶ δύσκολος. Τῆς δὲ ἐν παιδιᾷ ἡδύτητος ἢ μὲν μεσότης, εὐτραπελία, ἡ δὲ ὑπερβολὴ, βωμολοχία, ἡ δὲ ἔλλειψις ἀγροικία. Καὶ ὁ μὲν αἰδήμων με
col. 725–726page 20 of 48
PG 122:725σος, ὁ δὲ ὑπερβάλλων ἀναίσχυντος, ὁ δὲ ἐλλείπων, καταπλήξ ὁ πάντα αἰδούμενος. νθ'. Τίνι διαφέρει ἀρχὴ καὶ στοιχεῖον; Ἡ μὲν ἀρχὴ οὐκ ἔχει τι πρότερον ἑαυτῆς, ὥσπερ ἡ ὕλη καὶ τὸ εἶδος. Τὸ δὲ στοιχεῖον σύνθετον ἂν καὶ συγκείμενον ἐξ ὕλης καὶ εἴδους, ἀρχὴν ἔχει τὴν ὕλην καὶ τὸ εἶδος· ἔστι δὲ ἡ ὕλη πρᾶγμα ἀσώματον, ἄποιον, λόγῳ μόνῳ ἑρμηνευόμενον, αἰσθήσει δὲ μὴ ὑπο κείμενον. Αὕτη οὖν ἡ ὕλη ὑπὸ μορφῆς τινος καὶ σχήματος τυπουμένη, ὅπερ ἐστὶ τὸ εἶδος, σωματοῦται. Καὶ πρῶτον μὲν γίνεται στοιχεῖον ἤ αἰθήρ, ή πῦρ ἤ ὕδωρ, ἤ ἀὴρ ἤ γῆ. Ἔπειτα τούτων τῶν στοι χείων συμπλακέντων ἀλλήλοις γίνεται σῶμα σύνθε τον, ἤ ἔμψυχον ἢ ἄψυχον, καὶ ἡ μὲν ὕλη καὶ τὸ εἶδος ἀρχοειδέστερα τῶν στοιχείων εἰσὶ, τὰ δὲ στοιχεῖα τῶν ἄλλων σωμάτων στοιχειωδέστερα· ἀρχὴν δὲ λέγομεν τὴν ὕλην, οὐχ ὅτι οὐκ ἔχει ἄλλο ὑπέρτερον ἑαυτῆς, ἀλλὰ ὅτι τὰ σώματα ὑπ' αὐτὴν ἀνάγεται προσεχώς. ξ'. Περὶ τῶν ἀρχῶν, τί εἰσιν. Αρχὴ τῶν ὄντων πρώτη μὲν καὶ ὑπεράρχιος ὁ Θεός. Μετὰ δὲ θεὸν πολλαὶ ἀρχαὶ τῶν φυσικῶν πραγμάτων εἰσί. Καὶ τῶν μὲν στοιχείων ἀρχαὶ ἡ ὕλη καὶ τὸ εἶδος εἴρηται· τῶν δὲ συνθέτων σωμάτων αὐτὰ καὶ ἁπλᾶ στοιχεῖα. ᾿Αλλ' οἱ μὲν ἄλλοι τῶν φιλοσόφων διηρέθησαν. Καὶ τοῖς μὲν ἔδοξεν ἀρχὴ τὸ πῦρ, διὰ τὴν δύναμιν καὶ τὸ καταναλίσκειν πάντα εἷς αὐτό· τοῖς δὲ ὁ ἀὴρ, διὰ τὴν τῶν ζώων ἀναπνοήν τοῖς δὲ τὸ ὕδωρ διὰ τὴν γόνιμον φύσιν. Τισὶ δὲ τού των καὶ ἡ γῆ ἀρχὴ ἔδοξε, διὰ τὸ πλείω τῶν ζώων ὑπὸ τῆς γῆς γεννᾶσθαι, καὶ εἰς αὐτὴν ἀναλύεσθαι Ετεροι δὲ αὐτὰ τὰ τέσσαρα στοιχεῖα ἀρχὰς τῶν ὄντ των ἀπεφήναντο. Πλάτων δὲ ἀρχὰς εἴρηκε, τὸν Θεὸν, ὡς πατέρα καὶ ποιητὴν, τὴν ὕλην ὡς δεχομένην τὴν δημιουργίαν, καὶ τὴν ἰδέαν· ἰδέαν δὲ λέγει Πλάτων τὴν πρώτην ἔννοιαν τοῦ Θεοῦ, καὶ τὴν ἄῤῥητον ἐκε! την φανταρίαν καὶ ἀνατύπωσιν, καθ᾽ ἦν τὸν κόσμον ἐδημιούργησεν. ξα'. Περὶ ὕλης. Υλη ἐστὶ πρᾶγμα οἷον εἰπεῖν ἄϋλον, αἰσθήσει μὲν ἀθεώρητον, διανοίᾳ δὲ μόνῃ ληπτόν. Χεῖρον πάντων τῶν ὄντων, ἄμορφον, ἀνείδεον, ἀδιατύπωτον, οὐσία ἀνούσιος καὶ ἔμαρεις ἀνύπαρκτος. Ἐὰν γὰρ ἀνέλης τυχὸν ἀπὸ τῶν σωμάτων τὰς ποσότητας, τὰς σχέσεις, τὰς ἔξεις, τὰς τροπάς, τὰς κινήσεις, τὰς ἀλλοιώσεις, τὰς μεταβολάς, πᾶν ἔτερον ὁτιουν τὸ καταλειπόμενον ὕλη ἐστίν. Ἐὰν γὰρ ἀνέλῃς ἀπὸ τοῦ πυρὸς τὴν θερμότητα καὶ τὴν ξηρότητα, καὶ ἀπὸ τοῦ ἀέρος τὴν θερμότητα καὶ τὴν ὑγρότητα, καὶ ἀπὸ τοῦ ὕδατος τὴν ψυχρότητα καὶ τὴν ὑγρότητα, τὸ ἔσχατον τούτων ὑπολειφθέν, ὕλη ἐστίν. ξβ'. Περὶ αἰτιῶν. Αἰτίας ὁ μὲν ᾿Αριστοτέλης τέσσαρας δογματίζει, ὁ δὲ Πλάτων ἔξ. "Εστι δὲ αἰτία πρώτη μὲν ἡ ποιητική ὥσπερ τῆς κλίνης πρῶτον αἴτιον ὁ κλινοποιός, ὡς

Part 63-65Pars 63 - 65

col. 727–728page 21 of 48
Pars 59 - 62
PG 122:727ποιητὴς ταύτης. Υλικὸν δὲ αἴτιον τῆς κλίνης τὸ ξύ λον· ἄνευ γὰρ ὕλης οὐκ ἂν γένοιτο κλίνη. Εἰδικὸν δὲ σχῆμα ταύτης καὶ ἡ ἰδέα. Τελικὸν δὲ ἡ ἐν ταύτῃ τῶν ἀνθρώπων ἀνάπαυσις, διὰ ταύτην γὰρ τὴν αἰ τίαν τὴν κλίνην ἐξεργαζόμεθα. Ὁ μὲν ᾿Αριστοτέλης τὰς τέσσαρας ταύτας αιτίας οἶδεν. Ὁ δὲ Πλάτων ἑτέρας δύο προστίθησι, τὴν ὀργανικήν, οἷον τὸν προ να, ἢ τὸ τέρετρον, δι᾽ ὧν τὴν κλίνην ποιοῦμεν· καὶ τὸ παραδειγματικόν· τοῦτο δὲ διττόν ἐστιν, ἡ γὰρ ἔξωθεν ἔκκειται, καὶ πρὸς εἰκόνα πᾶς τεχνίτης ποιεῖ τὸ τεχνιτευόμενον, ἡ δὲ ἐν τῇ διανοίᾳ λαμβάνει τὴν ἀνατύπωσιν. ξγ'. Περὶ σχημάτων. Σχῆμά ἐστι ποιότης τῶν μαθηματικών σωμάτων ἀποπεράτωσις. Μαθηματικὸν δὲ σῶμά ἐστιν ἅπαν τὸ ἐσχηματισμένον, οἷον τὸ στογγύλον, τὸ τρίγωνον, τὸ τετράγωνον, τὸ πεντάγωνον, καὶ ὅσα τοιαῦτα. Τὰ τοίνυν τέσσαρα στοιχεία περιφερή δογματίζουσι. Πκάτων δὲ καὶ περιφερῆ καὶ ἐν διαφόροις πλάττει σχήμασι· τὴν μὲν γὰρ γῆν διὰ τὸ εὐέδραστον καὶ τὸ βεβηκὸς αὐτῆς, κυβοειδή λέγει· ἐδραῖος γὰρ καὶ ὁ κύβος. Τὸ δὲ πῦρ διὰ τὸ ἄνω φέρεσθαι καὶ εἰς ὀξὺ ἀπολήγειν ἀπὸ πλατείας βάσεως, πυραμοειδές τί θησι, καὶ τὰ πολλὰ ἑτέρως χρηματίζει. Στρογγύλα δὲ αὖθις ταῦτα τίθεται, διότι ὁ οὐρανός κυκλοφερόμε νος περιτορνεύει τὴν τούτων ἐπιφάνειαν. ξδ'. Περὶ χρωμάτων. Χρῶμά ἐστιν ὁρατὰ ποιότης τῆς τῶν σωμάτων ἐπιφανείας, Ὁ δέ γε Πλάτων καινὸν τινα τρόπον διερμηνεύει περὶ χρωμάτων. Λέγει δὲ ὅτι καὶ ἀπὸ τῶν ὑποκειμένων σωμάτων καὶ ἀπὸ ὁρώνυων ὀμμά των ἀπόβοιαί τινες πέμπονται, αἵτινες ἐν τῷ μεταξὺ τοῦ διαστήματος γενόμεναι τὰς ἰδέας τῶν χρωμάτων ποιοῦσιν. Οὐ πᾶσι δὲ φασὶν ὁμοίως τὰ αὐτὰ φαίνι σθαι χρώματα, ἀλλὰ πρὸς τὰς διαφόρους κράσεις τῶν ὁρώντων καὶ ὀρωμένων τὰς χρόας μεταχρώννυσθαι· τοῖς μὲν γὰρ ἱκτεριῶσιν, ὠχρὰ τὰ δρώμενα φαίνεται· τοῖς δὲ τὴν κόρην ξανθὴν ἔχουσι, ξανθά τοῖς φλέγμα περὶ τοὺς ὑμένας τῶν ὀφθαλμῶν ἔχου σιν, ὑπόλευκα· καὶ ἄλλοις ἄλλως, κατὰ τὴν διαφοράν τῶν κράσεων. ξε'. Περὶ μίξεως καὶ κράσεως Η μὲν μίξις ἔνωσίς ἐστι σωμάτων κατὰ παράθεσιν, ὡς ἐπὶ ἐλαίου καὶ ὕδατος. Οὐ γὰρ δι' ὅλου ταῦτά κίρο ναται ἀλλὰ κατὰ τὰς ἄκρας ἐπιφανείας αὐτῶν ἐνοῦ ται. Ἡ γὰρ κάτω ἐπιφάνεια τοῦ ἐλαίου μίγνυται τῇ ἄνω ἐπιφανείᾳ τοῦ ὕδατος. Κράσις δὲ ἐστὶν ὅταν τὰ ἑνούμενα σώματα δι᾿ ἀλλήλων ἀνακραθῇ, ὡς ἐπὶ ο! νου καὶ ὕδατος. Καὶ τὰ μὲν μιγνύμενα σώματα ἐκ μέρους μὲν ἑνοῦται, ἀσύγχυτα δὲ μένει· τὰ δὲ κεραννύμενα δι' ἀλλήλων μὲν διήκει καὶ τέμνει, καὶ τέτ μνεται και συγκέχυται. Ἡ δὲ τοῦ Θεοῦ πρὸς ἡμᾶς ἕνωσις καὶ μίξις ἔστι διὰ τὸ ἀσύγχυτον, καὶ κρᾶτις διὰ τὸν τρόπον τῆς ἀντιδόσεως. Ἔστιν οὖν αὐτῷ πρὸς τὸ πρόσλημμα, καὶ ἡ μίξις καινὴ, καὶ ἡ κράσις παρά δοξος,
col. 729–730page 22 of 48
PG 122:729ξϛ΄. Περὶ γενέσεως καὶ φθορᾶς. Γένεσις λέγεται ἡ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι μεταβολή. Γένεσιν δέ τινες καὶ τὴν κίνησιν ὠνομάκασι, καθό φασιν ὑπὸ γένεσιν εἶναι τὸν κόσμον, τοῦτ᾽ ἔπιν, ὑπὸ κίνησιν. Φθορὰ δέ ἐστιν ἡ ἀπὸ τοῦ ὄντος εἰς τὸ μὴ εἶναι μεταβολή. Πᾶν οὖν τὸ ἀπὸ τοῦ μὴ εἶναι γενόμενον, καὶ ἀπὸ τοῦ γενέσθαι φθειρόμενον, ὑπὸ γένεσιν ἐστὶ καὶ φθοράν. Κατὰ γοῦν τὸν ἡμέ τερον λόγον καὶ τῷ κόσμῳ γένεσις ἕπεται· ἦν γάρ ὅτε οὐκ ἦν, καὶ ἔσται ὅτε οὐκ ἔσται. Αὔξησις μὲν οὖν καὶ ἀλλοίωσις καὶ φορὰ καὶ ἡ ἀπὸ τόπου εἰς τό πων μετάβασις κινήσεις εἰσί. Γένεσις δὲ καὶ φθορὰ οὐκ εἰσὶ κινήσεις, αθρόως γὰρ τὸ γενόμενον γέγονε, καὶ τὸ φθαρὲν ἔφθαρται. ξζ'. Περὶ σωμάτων. Σῶμά ἐστι τὸ πλάτος ἔχον καὶ μῆκος καὶ βάθος. Καὶ ἔστι μῆκος μὲν λόγου χάριν, τὸ ἀπὸ κεφαλῆς εἰς πόδα· πλάτος δὲ τὸ ἀπὸ τῆς δεξιᾶς χειρὸς εἰς τὴν ἀριστερὰν, ἢ τὸ ἀνάπαλιν· βάθος δὲ τὸ ἀπὸ τῶν στέρο νων ἐπὶ τὰ νῶτα, ἢ τὸ ἔμπαλιν. Πῶν ὲ σῶμα ἢ βαρύ ἢ κουφόν ἐστι. Καὶ τὸ μὲν βαρύ κάτω φέρεται, τὸ δὲ κούφον ἄνω φέρεται. Τόπος δὲ τῶν σωμάτων τῶν μὲν κούφων, ὁ ἄνω τοῦ παντὸς τόπος· τῶν δὲ βα ρέων ὁ κάτω. Καὶ κουφότατον μὲν τὸ πῦρ, ὡς πᾶσιν ἐπιπολάζον· βαρύτατον δὲ γῆ, ὡς πᾶσι ὑποκείμενον. Πᾶν δὲ σῶμα, ἐν μὲν τῷ οἰκείῳ τόπῳ ἑστὼς, οὔτε βαρύ οὔτε κοὔφον· ὅτε δὲ ἀποστῇ τῶν οἰκείων τόπων, καὶ μέλλει πρὸς αὐτοὺς ἀπιέναι, τότε ἢ βα ρύτητα ἔχει ἢ κουφότητα. ξη'. Περὶ ἐλαχίστων. Ελάχιστα φασὶν οἱ φιλόσοφοι σωμάτιά τινα ὧν οὐκ ἔστιν ἕτερα σμικρομερέστερα. Καὶ ὑποτίθενται ἀμερή τινα ἤτοι σμικρομερῆ καὶ ἄογκα, ἤτοι σμι κρομεγέθη, ἀρχὰς τῶν ὄντῶν· ἀρχὰς· δὲ οὐ ποιητικὰς, ἀλλ' ὑλικὰς. Λέγεται πάλιν ἐλάχιστον ἐτέρῳ λόγῳ, οἷον αριθμητικοί λέγουσιν ἀριθμούς διπλασίους καὶ τριπλασίους καὶ ἑτέρους τοιούτους, οἷον δια πλάσιος, λόγου χάριν, ὁ ὀκτὼ τοῦ τέσσαρα, καὶ τῶν δύο ὁ τέσσαρα, καὶ τοῦ ἑνὸς ὁ δύο, τοῦ δὲ δύο πρὸς τὸ ἓν διπλασίου λόγου οὐκ ἔστι ὑποδεέστερος ἕτερος. Ελάχιστος οὖν διπλάσιος, ὁ δύο πρὸς τὸ ἕν· καὶ ἐλάχιστος τριπλάσιος, ὁ τρία πρὸς τὸ ἓν. Λέγεται ἐλάχιστον καὶ τὸ κατ᾿ εὐτελισμὸν γενόμενον, ἀλλὰ κυρίως ἐλάχιστον κατὰ φιλοσόφους, τὸ βραχύτατον σωμάτιον ονομάζεται ξθ'. Περὶ διαφοράς γνώσεως. Πρώτη ἐστὶ καὶ ὑψηλοτέρα τῶν γνώσεων ἁπασῶν ἡ τῆς προνοίας, ἥτις ἐστὶν ἐνέργεια τοῦ Θεοῦ. Ὁ τοίνυν Θεὸς ὑπὲρ πάντα τὰ ὄντα καὶ ὑπὲρ αὐτὸν τὸν νοῦν ἔχων τὴν δύναμιν, καὶ κυρίως ἕν ὑπάρχων, αὐτῷ δὲ τῷ ἑνὶ μόνῳ προνοεῖν λέγεται πάντων. Δευτέρα δὲ ἐστὶ γνῶσις ἡ νοερὰ αὐτοῦ τοῦ παντελῶς τοῦ ὁλι κῶς τὰ πάντα νοοῦττος. Τρίτη μετ' αὐτὴν γνῶσις ἡ τῆς λογικῆς ἡμῶν ψυχῆς, ἥτις διαιρεῖται εἰς δόξαν καὶ ἐπιστήμην. Αλλ' ἡ μὲν δόξα τῶν κινουμένων ἐστὶ γνῶσις, ἤτοι τῶν μεταβαλλομένων, ἡ δὲ ἐπι στήμη, τῶν ἀκινήτων, οἷον, ψυχῆς καὶ νοῦ καὶ τῶν

Part 70-73Pars 70 - 73

col. 731–732page 23 of 48
Pars 66 - 69
PG 122:731τοιούτων. Τετάρτη γνῶσις καὶ τελευταία, ἡ τῆς ἀλόγου ψυχῆς, αἴσθησις καὶ ἡ φαντασία, μερικῶν πραγμάτων ἀντιλαμβανόμεναι. η ρ'. Πῶς οὐκ ἀεὶ μετέχομεν τοῦ Θεοῦ, ἀεὶ ἀνεργοῦντος αὐτοῦ. Οὐ μετέχομεν ἀεὶ τοῦ Θεοῦ, εἰ καὶ ἀεὶ ἐνεργεῖ οὔ τος διὰ τὴν ἡμετέραν ἀνεπιτηδειότητα πρὸς τὴν μέθεξιν. Ωσπερ γὰρ τοῦ ἡλίου τὸ μεσημβρινὸν άπαντα καταλαμβάνοντος, οὐ πάντες εἰς αὐτὸν ἐνα ατενίζειν δύνανται, ἀλλ' οἱ ἐῤῥωμένον τὸν ὀφθαλμὸν ἔχοντες· οὕτως οὐδὲ τοῦ Θεοῦ πάντες μετέχειν δύνανται, κἂν ἐκεῖνος ὑπὲρ ἥλιον ἀεὶ τὸ νοητὸν φῶς ἐξ απλοῖ, ἀλλὰ μόνοι οἱ τὸ νοερὸν ὄμμα κεκαθαρμένον ἐν τῇ ψυχῇ φέροντες. Κάμνδι δὲ πολλάκις καὶ αὐτὸς ὁ καθαρὸς νοῦς πρὸς τὴν ἀντίληψιν τῶν θείων αὐτ γῶν, διότι οὐκ ἔστιν ἐλεύθερος οὐδὲ παντάπασιν ἄϋ λος, ἀλλ᾽ ἔνυλος καὶ σωματικός. Εσται δὲ ὅτε, μετὰ τὴν τοῦ σώματος ἀπόλυσιν καὶ τὴν ἐλπιζομένην ἀποκατάστασιν, διηνεκῶς ἀτενίσει θε οα'. Εἰ ἔστι τι ἐν ἀγγέλοις κακόν. Ὁ μὲν Θεολόγος Γρηγόριος ἐν τοῖς τοῦ Χριστοῦ γενεθλίοις βούλεται μὲν ἀκινήτους εἶναι τοὺς ἀγγέ λους πρὸς τὸ κακόν. Εἰδὼς δὲ τὸν διάβολον, ἄγγελον μὲν ὄντα, κακὸν δὲ γεγονότα, δυσκινήτους αὐτοὺς ἀποφαίνεται. Οἱ δὲ σοφώτεροι τῶν Ἑλλήνων ἐν προθύροις τοῦ Θεοῦ τοὺς ἀγγέλους ἐστῶτας οιόμενοι, ἀμετόχους αὐτοὺς τοῦ κακοῦ φασι. Τοὺς γὰρ ἀπαγ γέλλοντας τὴν θείαν σιγὴν, καὶ τὸ ἀγαθὸν ἐκφαίνοντας, πῶς ἂν φασὶν εἶναι κακούς; Αφομοιοῦσι γὰρ τὸ ἀγγελικόν φύλον τῷ Θεῷ ἀφ᾿ οὗ ἐξήρτηται, ἵνα διὰ τῆς ἀκραιφνούς ὁμοιότητος ἐκφαίνειν αὐτοῦ τοῖς ἀνθρώποις τὴν ιδιότητα δύνηται. ᾿Αγγέλους δὲ τὰς μετὰ Θεὸν πάσας δυνάμεις κατονομάζουσιν. οβ΄. Εἰ ἐν τόπῳ τὰ ὀσώματα. Ἐναντία εἰσὶ τὸ σῶμα καὶ τὸ ἀσώματον. Εἰ οὖν τὸ σῶμα ἐν τόπῳ, τὸ ἀσώματον οὐκ ἐν τόπῳ. Εἰ γὰρ τῷ ἐναντίῳ τὸ ἐναντίον, καὶ τῷ ἐνανκίῳ τὸ ἐνάντιον. Οἷον, εἰ τῷ σώματι τὸ εἶναι ἐν τόπῳ, ἐναντί ὄντι τῷ ἀσωμάτῳ τὸ μὴ ἐν τόπῳ εἶναι. Τὰ γὰρ κυρίως ἀσώματα, κρεῖττόνα εἰσι τούτου, καὶ τοπικῶς οὐ πάρεισι τοῖς σώμασι, τῇ δὲ σχέσει πάρεισιν αὐτοῖς οἷόν τι λέγω· ἡ ψυχὴ μετὰ ἀπόλυσιν τὴν ἀπὸ τοῦ σώματος, εἰ μὲν καθαρῶς ἀπαλλαγῇ καὶ ἀπαθῶς, οὐκ ἔχει σχέσιν πρὸς τὸ σῶμα δ' ἀπολέλοιπεν· εἰ δὲ ἐμπαθῶς, ἀγαπᾷ αὐτὸ καὶ διαλυθέν, καὶ ἡ ἀγάπη σχέσις πρὸς αὐτό, καὶ ὑποστάσει μὲν ἡ οὐσίᾳ οὐ πάρεστι τὸ ἀσώματον τῷ σώματι, ῥέπει δὲ πρὸς αὐτὸ ὅταν βούληται, ογ'. Εἰ καλὸν ἡ ὕλη. Πλάτων ὁ φιλόσοφος ἐν μὲν τῷ Τιμαίῳ μητέρα καὶ δ τιθηνὸν τῆς τῶν καλῶν γενέσεως, καὶ συναιτίαν τῆς τοῦ κόσμου δημιουργίας αὐτὴν ἀποφαίνεται ἐν δὲ τοῖς τοῦ Ἐλεάτου ξένου λόγοις, αἰτίαν αὐτὴν λέγει τῆς τοῦ παντὸς ἀταξίας. Ἐν δὲ τῷ διαλόγῳ τῷ καλουμένῳ Φιλήβῳ, ἀπὸ Θεοῦ καὶ ταύτην παρ
col. 733–734page 24 of 48
PG 122:733άγων, ἔνθεον αὐτὴν καὶ ἀγαθὸν διὰ τὴν ἀπὸ Θεοῦ γέννεσιν ἀποφαίνεται. Πρόκλος δὲ ὁ φιλόσοφος οὔτε ἀγαθὸν αὐτὴν οἴεται οὔτε κακόν. Ὡς μὲν γὰρ ἔσχα τον τῶν ὄντων καὶ πόῤῥω τοῦ ἀγαθοῦ, οὐκ ἀγαθὸν λέγει. ὡς δὲ αἰτίαν δημιουργικὴν, ἔν τοῖς ἀγαθοῖς ἀναγκαζόμενος τιθέναι, μέσην αὐτὴν τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ τιθεὶς ἀναγκαῖον ἐπονομάζει. Τὸ γὰρ ἐνδεὶς αὐτῆς τῶν ἀγαθῶν, συντελεῖν λέγει πρὸς τὴν τῶν αἰσ θητῶν δημιουργίαν, ὅπερ ἀναγκαῖόν ἐστι. οδ'. Περὶ τῆς πρὸς τὸ θεῖον τῶν ὅντων ἐπιστροφῆς. Τῶν παρὰ Θεοῦ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραχθέντων, τὰ μὲν ἔστι μόνον ὄντα, ὡς τὰ ἄψυχα σώματα, τὰ δὲ καὶ ὄντα καὶ ζῶντα, καὶ νοοῦντα, ὡς αἱ ψυχαὶ καὶ οἱ νόες. Εκαστον οὖν πρὸς τὸν Θεὸν ἀφ᾿ οὗ παρήχθη κατὰ τὴν ἰδίαν ὕπαρξιν ἐπιστρέφει, τὸ μὲν ζῶον καὶ οὐσιῶδες καὶ γνωστικόν. Εκαστον γὰρ ὡς προῆλθεν οὕτω καὶ ἐπέστραπται. Τοῦτο δὲ τὸ φιλοσόφημα καὶ ὁ φιλόσοφος Πρόκλος ἐν τοῖς κεφαλαίοις αὐτοῦ τίθησι καὶ διευκρινεῖ. Καὶ πρὸ τού του ὁ ᾿Αρειοπαγίτης Διονύσιος σαφέστερον τούτου διακριβοῖ, καὶ ἐστὶν ὁ λόγος τῶν πάνυ σπουδαζομένων, σαφέστατός τε καὶ ἀκριβέστατος ὤν, σε'. Περὶ χρόνου. Ο χρόνος ἐπινοίας ἀνθρωπίνης ἐστὶ νόημα καί ὄνομα. Ἐπειδὴ γὰρ μὲν αἰώνια ἀεὶ ὄντα καὶ ἀκίνητά ἐστι, τὰ δὲ ὑπὸ κίνησιν ῥέοντα καὶ φθειρόμενα αὐτὸ δὴ τὸ μέτρον τῆς κινήσεως χρόνον ὠνόμασαν οἱ φιλόσοφοι. Οὐδὲ γὰρ αὐθύπαρκτον πρᾶγμα ὁ χρόνος ἐστὶν, οὐδὲ σῶμα φαινόμενον, οὐδὲ ἀσώματός τις ὑπόστασις, ὥσπερ ἡ φύσις καὶ ἡ ψυχὴ καὶ ὁ νοῦς, ἀλλὰ πρᾶγμα ἐν ἐπινοίᾳ μονῃ κείμνεον. Ἡ τοίνυν ψυχὴ ἐνωθεῖσα τῷ Κρείττονι. ἐν τῷ ἐστῶτι αἰῶνι ἐστίν. Ἀφειμένη δὲ τοῦ αἰῶνος καὶ περί τι πράγμα τῆς γενέσεως κινηθεῖα, χώραν τῷ χρόνῳ δίδωσιν οὐδὲν οὖν ἕτερόν ἐστιν ὁ χρόνος ἢ μέτρον κινή σεως. ος'. Περὶ κινήσεως. Δυσκατανόητόν τι πράγμα ἡ κίνησις. Ἔστι δὲ εἶδός τι καὶ ἐνέργεια κινουμένου πράγματος, καθ' ἐν χρόνον κινεῖται. Οἷόν τι λέγω, ἔστι τι πράγμα αὐξανόμενον, καὶ ἄλλο ἀλλοιούμενον, καὶ ἄλλο φερό μενον· καὶ τοῦ μὲν αὐξανομένου κίνησις ἡ αὔξησις, τοῦ δὲ φερομένου ἡ φορὰ, καὶ ὅλως τοῦ γενομένου ή γένεσις. Ἔστιν οὖν ἡ κίνησις, οὔτε ἀρχὴ οὔτε τέλος, ἀλλὰ τὸ μεταξὺ τούτων. Τῆς γὰρ οἰκοδομήσεως οὔτε ( ἡ ἀρχὴ κίνησις, οὔπω γὰρ κεκίνηται· οὔτε τὸ τέλος, πέπαυται γὰρ τὸ οἰκοδομηθέν· τὸ δὲ ἐν μέσῳ τούτων, οἷον ἡ οἰκοδόμησις, τοῦτο κίνησίς ἐστιν. Ὅπερ δὴ καὶ ἐνδελέχειαν. Αριστοτέλης ὠνόμασεν. οζ. Περὶ ἀνάγκης. 'Ανάγκην ὀνομάζουσιν οἱ φιλόσοφοι δύναμίν τινα ἀναγκαστικὴν τοῦ ἀποτελέσματος· οἷόν τι λέγω· ἡ ἀστρολογία τῶν ἄστρων σχημάτων ἐξήρτηται, καὶ τῶν ὑψωμάτων, καὶ τῶν φάσεων, καὶ τῶν οἰκοδεσποτῶν καὶ τῶν ἄλλων. Οταν οὖν συνδράμῃ πάντα πρὸς τὸ γενέσθαι, καὶ μηδέν τι ἦν ἀντιπίπτον ἢ

Part 78-81Pars 78 - 81

col. 735–736page 25 of 48
Pars 74 - 77
PG 122:735ἀντικείμενον ἀνάγκην τοῦτο εἰρήκασιν, ὡς ἀπαραίτητον τε καὶ ἁμετάθετον. Τὸ δὲ ἐν μερικοῖς σης μείοις τὴν δύναμιν ἔχον, τοῦτο ἐνδεχόμενον ἀπεφήναντο, ὡς δυνάμενον καὶ γενέσθαι καὶ μὴ γενέσθα:. Κυρίως δὲ ἐνδεχόμενόν ἐστι, τὸ ὑπὸ τὴν ἡμετέραν προαίρεσιν κείμενον [καὶ τὴν ἐφ' ἑκάτερα ῥοπὴν ἴσην καὶ ὁμοίαν δεχόμενον. οη΄. Περὶ εἰμαρμένης. Τὴν εἰμαρμένην εἴ τις γνοίη σὺν ἀκριβείᾳ, καὶ ὅθεν καὶ ὁποία τὴν φύσιν, μερίδα πρὸς φιλοσοφίαν μεγίστην παρείληφε, παρὰ μὲν γὰρ τοῖς πολλοῖς, άτιμάζεται τοὔνομα, παρὰ δὲ τοῖς σοφωτέροις θαυ μάζεται. Εστι δὲ γενικῶς εἰπεῖν, ἡ φύσις τοῦ κόσμου ἡ κινοῦσα τὰ σώματα κατά μέρος δὲ δευτέρα τις προνοίας έλλαμψις καὶ ἐπιστασία, οὐ καθ᾽ εὐθεῖαν τὴν κίνησιν ἔχουσα, ὥσπερ ἡ κυρίως ἐστὶ πρόνοια, ἀλλὰ δεομένη καιροῦ καὶ τόπου εἰς ἀποτέλεσμα, ὅθεν καὶ εἱμαρμένη λέγεται ὡς εἰρομένη τις φύσις η ειμαρμένη εἰρομένη ˙ καὶ συμπεπλεγμένη διὰ πολλῶν. Τὰ μὲν οὖν ἀσώματα ὑπὸ πρόνοιαν ἐστὶ μόνην· τὰ δὲ σώματα ὑπὸ πρόνοιαν καὶ εἱμαρμένην. οθ'. Περὶ τύχης καὶ αὐτομάτου. Τὴν τύχην οὐχ ὡς νομίζουσί τινες, οἱ ἀκριβέστεροι τῶν φιλοσόφων ἐδέξαντο οἷον ἄλογόν τινα φύσιν καὶ μὴ ἔχουσαν τάξιν, μηδὲ εἱρμὸν, αλλά παρακολούθημα ταύτην αόριστον ἐν τοῖς κατὰ προαίρεσιν, καὶ ἕνεκά τινος γενομένην ὠρίσαντο. Οἷον προελήλυθε τις ἐκ τῆς οἰκίας λουσόμενος· αὕτη ἡ πρόοδος ἐκ προαιρέσεως καὶ ἕνεκά τινος πράγματος, τοῦτ᾽ ἔστιν τοῦ λούσασθαι. Εἶτα προερχόμενος ἔτυχε θη σαυρῷ· τὴν οὖν αἰτίαν τῆς εὑρέσεως τοῦ θησαυροῦ τύχην ὠνόμασαν οἱ σοφοί. Τὸ μέντοιγε αυτόματον καὶ ἐν τοῖς λογικοῖς καὶ ἐν τοῖς ἀλόγοις τιθέασιν. Ἐν μὲν τοῖς λογικοῖς, ὅταν μαχαιρίδιον από τινος κρατοῦντος ἐκπεπτωκός κατ᾿ ὀρθὸν ἐμπαγείη τῇ γῇ ἐν δὲ τοῖς ἀλόγοις, ὅταν τις ἵππος τὸν δεσπότην ἀπο βαλὼν, ἀπὸ ταυτομάτου διασωθείη. π΄. Περὶ αἰῶνος καὶ χρόνου. Τῶν ὄντων τὰ μὲν καὶ τὴν οὐσίαν, καὶ τὴν ἐνέρ γειαν ἔχει αἰώνιον, οἷον ὁ νοῦς. Τούτου γὰρ καὶ ἡ οὐσία ἀκίνητος, καὶ ἡ ἐνέργεια αμετάβατος Ὁμοῦ γὰρ ἔχει ἐν αὐτῷ πάντα. Τὸ δὲ σῶμα καὶ τὴν οὐσίαν ἔγχρονον ἔχει καὶ τὴν ἐνέργειαν. Οἷον καὶ τὸ ἡμέτερον σῶμα καὶ τὴν οὐσίατ ἔγχρονον ἔχει, καὶ κατὰ μικρὸν αὐξάνεται, καὶ τὴν ἐνέργειαν, οὐ γὰρ ὁμοῦ ἐνεργεῖ πάντα. Ἡ δὲ ψυχὴ κατὰ μὲν τὴν οὐσίαν αἰώνιος ἐστιν, οὐδὲ γὰρ κατὰ μικρὸν γεγένηται· κατὰ δὲ τὴν ἐνέργειαν χρόνου μετέχει· οὐ γὰρ ὁμοῦ ἔχει πάντα τὰ νοήματα ἐν ἑαυτῷ, ἀλλ' ἀφ ἑτέρου μεταβαίνει εἰς ἕτερον. Καὶ ὁ οὐρανὸς δὲ τοιοῦτός ἐστιν, καὶ αἰώνιος μὲν κατὰ τὴν οὐσίαν, κατὰ δὲ τὴν κίνησιν ὑπὸ χρόνον καὶ αὐτὸς κεί μενος. πα'. Περὶ τῶν πέντε αισθήσεων. Η δρασις γίνεται ὅταν τὸ ἀπὸ τῶν ὀφθαλμῶν φῶς ἐκφερόμενον συναντήσῃ τῷ ἀπὸ τῶν σωμάτων ΝΟΤΕ. (7*) αμετάβλητος.
col. 737–738page 26 of 48
PG 122:737συῤῥέοντι, ὅπερ ὁ Πλάτων ὀνομάζει συναύγειαν. Η συναύγειαν ᾿Ακούομεν τῷ κενῷ τῷ ἐντὸς τοῦ ὠτὸς, τοῦτο γὰρ εἶναι τὸ διηχοῦν κατὰ τὴν τοῦ πνεύματος ἐμβολήν. Οσφραίνομεν δὲ τῷ ἡγεμονικῷ τῷ ὄντι ἐν τῷ ἐγκε φάλῳ, ἕλκοντι δὲ διὰ τῶν ἀναπνοῶν τῆς ὀσμάς. Γεύομεν δὲ τῇ ἀραιοτητι τῆς γλώττης καὶ τῇ μαλακότητι, καὶ διὰ τὸ συνάπτειν τὰς ἀπὸ τοῦ σώματος εἰς αὐτὴν φλέβας τὴν φύσιν. Ἡ δὲ φωνὴ πνεῦμά ἐστὶ διὰ τοῦ στόματος, ἀπὸ διανοίας ἠγμένον. "Απτο μεν δὲ ὅλῳ τῷ σώματι, διότι ἀποπερατώσεις εἰσὶ, δι᾽ ὧν αἰσθάνομεν ὧν ἀπτόμεθα. πβ'. Εἰ ἀληθὲς τὸ καταβασκαίνεσθαί τινας ὑπὸ τῶν ὀρώντων. Οὐ ψεῦδος ἐστι τὸ καταμαραίνεσθαί τινας καὶ καταβασκαίνεσθαι ὑπὸ τῆς τῶν ὁρώντων ὄψεως. Πολυκίνητος γὰρ ἡ ὄψις οὖσα μετὰ πνεύματος αὐτὴν ἀφιέντος. Πυρώδη καὶ θαυματικήν τινα διασπείρει δύναμιν, ὥστε πολλὰ καὶ πάσχειν καὶ ποιεῖν δι' αὐτ τῆς τὸν ἄνθρωπον. Καὶ τῶν ἐρωτικῶν, ἃ δὴ μέγιστα καὶ σφοδρότατα παθήματα τῆς ψυχῆς ἔστιν, ἀρχὴν ἡ ὄψις ἐνδίδωσιν, ὥστε ῥεῖν καὶ λείβεσθαι τὸν ἐρωτικὸν, ὅταν ἐμβλέπῃ τοῖς ἀγαθοῖς καὶ καλοῖς. Τὸ γὰρ, διὰ τῶν ὀμμάτων ἐκπίπτον, εἴτε φῶς εἴτε ῥεῦμαὸ τοὺς ἐρῶντας ἐκτήκει καὶ ἀπόλλυσι, τοιαύτη γίνεται διάδοσις καὶ ἀνάπληξις ὑπὸ τῆς ὄψεως. Αἱ γὰρ τῶν καλῶν ὄψεις, κἂν πάγο ποῤῥωθεν ἀντιβλέπωσι, πῦρ ἐν ταῖς τῶν ἐρωτικῶν ψυχαῖς ἀνάπτουσι. Καὶ τὸ σῶμα δὲ τῶν ἐρωμένων καὶ ὁρωμένων βλάπτεται ἐν ταῖς τοιαύταις ἀποφοραῖς. πγ'. Πῷς αἱ συλλήψεις γίνονται. Η σύλληψις τῶν ζώων γίνεται, καὶ μάλιστα τῶ ἀνθρώπων, ὅταν ἐπιτήδειος, καὶ ξηροτέρα συμμέτρως ἡ μήτρα γενηται πρὸς τὴν παραδοχὴν τοῦ σπέρματος των καταμηνίων συνεπισπωμένων ἀπ παντὸς ὄγκου μέρος τι τοῦ καθαροῦ αἵματος. Συμ βάλλεται δὲ καὶ τὸ θῆλυ πρὸς τὴν κύησιν ἐξυγραι νομένη τὴν μήτραν ἐν ταῖς μίξεσιν, ἡ δὲ ὑγρασία αὕτη σπέρματος μὲν οὐκ ἔχει λόγον, οἷον δὲ ὕλη γίνεται τῇ καταβολῇ τῆς ἀνδρείας γονῆς. Καὶ τὸ μὲν τοῦ ἄρξενος σπέρμα εἰς τὰ στερεώτερα μέρη τοῦ σώματος ἐξαρκεί, οἷον ὀστᾶ, καὶ νεῦρα καὶ φλέβας καὶ ἀρτηρίας, καὶ τὰ τοιαῦτα. ᾿Απὸ δὲ τοῦ θήλεος, εἰς τὰ ὑγρότερα μέρη τοῦ σώματος, αἷμα φημὶ καὶ ἀμφοτέρας τὰς χολάς. Η μᾶλλον πάντα ἐξ ἀμφοτέρων, ἀλλὰ τὰ μὲν τοῦ ἄῤῥενος πλέον ἔχει, τὰ δὲ τοῦ θήλεος ἐπ᾽ ἔλλατον. πδ'. Πόθεν γίνονται τῶν γονέων αἱ ὁμοιώσεις καὶ αἱ πρὸς τούτους ἀνομοιότητες. Τὸ ἀποκρινόμενον σπέρμα, ἤ ἀπὸ τοῦ ἀνδρὸς, ἤ ἀπὸ τῆς γυναικός· τὸ μὲν ἀπὸ τοῦ ἀνδρὸς, λόγους ἔχει τῶν ἐν αὐτῷ ἠθῶν καὶ τρόπων καὶ τῆς μορ φῆς, καὶ ἀπὸ μητρὸς δὲ ὡσαύτως· Οταν οὖν ἄμφω τα σπέρματα συγκραθῇ, εἰ μὲν ἐπ᾽ ἴσης, ἔχει τὸ γεννώμενον ἴσην καὶ πρὸς τὸ ἄῤῥεν καὶ πρὸς τὸ θῆλυ τὴν ὁμοιότητα. Ὅταν δὲ τὸ ἄῤῥεν κατακρατής σῃ τοῦ θήλεος, τῷ ἄῤῥενι παρόμοια τὰ τικτόμενα ἀποτελεῖται· ὅταν δὲ τὸ θῆλυ τοῦ ἄῤῥενος, ἀπεικασμένα πρός τὴν μητέρα. Ὅταν δὲ ἡ ἐν τῷ σπέρ ματι θερμασία ἐξατμισθῇ, οὐδενὶ τῶν τοκέων πλατ

Part 85-88Pars 85 - 88

col. 739–740page 27 of 48
Pars 82 - 84
PG 122:739τόμενον ὁμοιοῦται. Πολλάκις δὲ καὶ τῆς γυναικὸς φαντασίας ἐν τῷ τίκτειν λαβούσης τοῦδε ἢ τῆσδε, πρὸς τὸ φαντασθέν ἀπεικάζεται τὸ γεννώμενον. πε΄. Ηῶς οἱ ὄνειροι γίνονται. Πολλαὶ τῶν ὀνείρων εἰσὶν αἰτίαι· οἱ μὲν γὰρ αὐτῶν εἰσὶ θεόπνευστοι ἄνωθεν διὰ μέσου τοῦ νοῦ τῇ λογικῇ ψυχῇ ἡμῶν ἐγγινόμενοι, οἱ δὲ οἷον ἀπηχήματα εἰσὶ τῶν ἡμερινῶν πράξεων. Οἱ δὲ ἀπὸ φανταστικῆς ἐντυποῦνται δυνάμεως, φανταζούσης ἡμῖν τοὺς ἡμερινοὺς ἔρωτας, ἤ ἄλλο τι πάθος ψυχῆς. "Ετεροι δὲ ἀπὸ τῶν τεσσάρων χυμῶν ἀνεγείρονται, ὅθεν καὶ τὰ χρώματα τῶν ὀρωμένων, ὅμοια τοῖς τῶν χυμῶν ἔχουσι. Οἱ δὲ τὰς αἰτίας ἡμῖν ἐκφαίνουσι τῶν τεχνῶν καὶ τῶν ἐπιτηδευμάτων, περὶ ἅ τὴν πραγματείαν ἔχομεν. Φιλοσοφικὰ οὖν τῷ φιλοσόφῳ τὰ ὀνείρατα, καὶ τῷ βήτορι τὰ ῥητορικά, καὶ τῷ γεωμέτρῃ τὰ γεωμετρικά. Οι μία οὖν αἰτία τῶν ὀνειράτων, ἀλλὰ πολλα, ὡς εἴρηται. πς'. Περὶ ὑγείας, καὶ νόσου καὶ γήρως, Ὑγείας αἴτιον καὶ συνεκτικὸν ἡ τῶν δυνάμεων ισονομία, θερμότητος, ψυςρότητος, υγρότητος, ξη ρότητος. Ὅταν δὲ τούτων ἔν καταδυναστεύσῃ τῶν άλλων, ἢ νόσος γίνεται. Αἱ δὲ πλεῖσται τῶν νόσων δι' ἀνωμαλίαν τῶν ἐν τῷ σώματι στοιχείων γίνονται. Επειτάγονται δὲ αἱ νόσοι τῷ σώματι, καὶ διὰ πλή θους τροφῶν, καὶ δι᾿ ἀπεψίας καὶ φθορᾶς. Ἡ δὲ εὐταξία καὶ ἡ αὐτάρκεια ὑγείας περιποιητικά. Μορ φοῦται δὲ τὰ ζῶα ἐν γαστρὶ ὄντα, ἀπὸ ἕκτης καὶ τριακοστῆς ἡμέρας, τελειοῦται δὲ τοῖς μορίοις ἀπὸ τῆς πεντηκοστῆς, Ιπποκράτης δὲ ἐπὶ μὲν τῶν ἀρ ξένων, διὰ τὸ θερμότατα εἶναι, τὴν διάρθρωσιν για νεσθαι ἀπὸ τῆς ἕκτης καὶ εἰκοστῆς, ἐπὶ δὲ τῶν θηλυκῶν ἐν διμήνῳ μὲν διαρθροῦσθαι, ἐν τετραμήνῳ δὲ τελειοῦσθαι λέγει. πζ. Διὰ τί οἱ νηστεύοντες διψῶσι μᾶλλον, ἤ πεινῶσιν; Διψῶμεν μᾶλλον, ὅταν νηστεύσωμεν, ἤ πεινῶμεν, διότι τὸ ἐν ἡμῖν θερμὸν πρῶτον μὲν καταβόσκεται τὸ ἐν σώματι περισσεύει τροφῆς, εἶτα ἐπ᾿ αὐτὴν βα δίζει τὴν σύμφυτον λιβάδα τῆς σαρκὸς ἡ ἐν ἡμῖν πύρωσις, τὸ νοτερον διώκουσα, καὶ τὸ δίυγρον. Γενομένης οὖν ὥσπερ ἐν πηλῷ ξηρότητος, ποτοῦ μᾶλλον τὸ σῶμα δεῖσθαι πέφυκεν, ἄχρις οὗ πιόντων ἀναῤῥωσθὲν καὶ ἰσχύσαν τὸ θερμόν ἐμβριθοῦς τρο φῆς ὄρεξιν ἐργάσηται. Τὸ γὰρ ἐν ἡμῖν μάλιστα δεῖ ται τροφῆς θερμόν, ὥσπερ ἀμέλει βλέπομεν ἔξω μήτε αέρα, μήτε ὕδωρ, μήτε γῆν ἐφιέμενα τρέφεσθαι, μήτε ἀναλίσκοντα τὸ πλησιάζον, ἀλλὰ μόνον τὸ πῦρ Διὰ ταῦτα καὶ οἱ γέροντες ῥᾷστα νηστείαν φέρουσιν ἀμβλὺ γὰρ ἐν αὐτοῖς καὶ μικρὸν ἤδη τὸ θερμόν ἐστι. Καὶ τὰ ἄναιμά δὲ τῶν ζώων τροφῆς ἥκιστα προσδεῖται, δι' ἔνδειαν θερμότητος. ΝΟΤΑΕ. πη'. Περὶ τῆς τοῦ οὐρανοῦ οὐσίας. Πλάτων μὲν ὁ φιλόσοφος ἀπὸ τῶν τεσσάρων στοι
col. 741–742page 28 of 48
PG 122:741χείων πάντα πλάττων τὰ σύνθετα, σώματα ἀπὸ τῶν αὐτῶν συγκεῖσθαι καὶ τὸν οὐρανὸν ἀποφαίνεται. Τοσοῦτον δὲ, φησί, πρὸς τὰ ἄλλα τὴν διαφορὰν ἔχειν, ὅτι τὰ μὲν ἐπὶ γῆς σώματα ἀπὸ τῆς ἐσχάτης μερίδος τῶν στοιχείων εἶναι, τῆς οἷον παχυτέρας καὶ ὁλωδεστέρας, τὸν δὲ οὐρανὸν ἀπὸ τῆς αὐγοει δεστέρας αὐτῶν μοίρας οὐσιῶσθαι. ᾿Αριστοτέλης δὲ τὰ μὲν τέσσαρα στοιχεῖα κατ᾿ εὐθεῖαν κινεῖσθαι λα βῶν, τὸν δὲ οὐρανὸν κύκλῳ φέρεσθαι, ἀπὸ τῆς δια φόρου κινήσεως διάφορον αὐτῷ καὶ τὴν οὐσίαν πρὸς τὰ στοιχεῖα δίδωσι. Καὶ τόν τε οὐρανὸν καὶ τοὺς ὑπ᾽ αὐτὸν ἀστέρας καὶ μέχρι σελήνης αἰθέρα καλεῖ, καὶ πέμπτον σῶμα κατονομάζει. πθ'. Εἰς πόσους κύκλους διαιρεῖται ὁ οὐρανός. Τὸν οὐρανὸν εἰς πολλοὺς κύκλους οι φιλόσοφοι διῃρήκασιν, ῶν πρῶτος ἐστιν ὁ ἱσημερινός, ὁ μέσον αὐτὸν τέμνων καὶ διαιρῶν τὰ νότια καὶ τὰ βόρεια. Ἐφεξῆς δὲ τούτου κατ' άμφω τὰ μέρη, κατὰ μὲν τὸ δεξιὸν, θερινόν κύκλον καὶ τὸν ἀρκτικόν τις θέασιν· κατὰ δὲ τὸ ἀριστερόν, τὴν νότιον καὶ τὸν ἀνταρκτικόν. Ἕτερον αὖθις κύκλον πλάττουσι τὸν μεσημβρινὸν τὸν ἀπὸ τῶν ἀνατολῶν εἰς δύσιν κεί μενον, καὶ τέμνοντα μὲν τοὺς εἰρημένους πέντε κύκλους, ἐπίσης διαιροῦντα δὲ τὸ ἑῷον μέρος καὶ τὸ ἐσπέριον. Εκτον προσονομάζουσι τὸν ὁρίζοντα, τὰ δύο ἡμισφαίρια διαστέλλοντα. Εβδομον, τὸν ζωδιακόν,ἀρ χόμενον ἀπὸ τοῦ θερινοῦ, καὶ τέμνοντα τὸν ἴσημερινόν καὶ λήγοντα εἰς τὸν νότιον. ρ'. Περὶ τοῦ φαινομένου ἐν τῷ οὐρανῷ γαλακτοειδοῦς κύκλου καὶ λεγομένου Γαλαξίου. Ὅπερ ἐστὶν ὁ κομήτης περὶ ἕνα ἀστέρα, τοῦτό ἐστιν ὁ Γαλαξίας περὶ ὅλον κύκλον. Ἡ γὰρ αὐτὴ ὅλη γαλαξίου καὶ κομήτου, καὶ ἐπεὶ μέγιστος κύκλος ὁ γαλαξίας γίνεται, πολλὴ ἐξ ἀνάγκης ἡ ἔξαψις συμ βαίνει. Ὁ δὲ κύκλος αὐτοῦ συμβάλλει κατά τε τὸν Τοξότην καὶ τοὺς διδύμους, ἅπερ ἐκ διαμέτρου εἰσί. Καὶ ἵνα τὸ σαφὲς ἔχῃ ὁ ἀναγινώσκων περί τε κομή του καὶ Γαλαξίου, γινωσκέτω, ὅτι εὐθὺς μετὰ τὴν σελήνην σῶμα ἐστὶν, οὐ καθαρῶς μὲν πῦρ, ἀλλ᾽ οἷον καπνώδες καὶ δυνάμενον ὑπὸ κινήσεως ἐξαφθῆναι, ὅταν μὲν κινηθέντι μέρος τοῦ ὑπεκκαύματος ἐξαφθῇ, καὶ ἐμπέσοι εἰς μερικὴν παχεῖαν ὕλην καὶ ἐπισταίη, ποιεῖ κομήτην· ὅταν δὲ εἰς ὅλον κύκλον διενεχθῇ, ποιεῖ τὸν Γαλαξίαν. Φαίνεται δὲ λευκός, διότι οἷον Εξαφρίζεται ὑπὸ τῆς κινήσεως τὸ ὑπέκκαυμα και ὑπολευκαίνεται. ρα'. Περὶ τῶν φαινομένων ἐν τῷ οὐρανῷ διαφόρων που ρίνων φασμάτων. Ἐκφλογούμενον, ὡς εἰρήκαμεν, τὸ ὑπέκκαυμα, εἰ καὶ κατὰ μῆκος μόνον ἐξαφθῇ, καὶ ποιήσῃ ἀποσπινθηρισμοὺς, αἱ λεγόμεναι αἶγές γίνονται, μαλ λοῖς γὰρ ἐκκρεμέσιν οἱ ἀποσπινθηρισμοί ἐοίκασιν. Εἰ δὲ οὐ ποιήσῃ ἀποσπινθηρισμὸν τὸ κατὰ μῆς κος ἐξαφθὲν, δαλὸς διὰ τὸ σχῆμα κατονομάζεται. Οι δὲ φαινόμενοι πίπτοντες αστέρες, οὕς διάττοντας ὁ ᾿Αριστοτέλης καλεῖ, σπέρμα ἐστὶ πυρὸς, ἐξαφθείσης κατά τι μέρος τῆς καπνώδους ἀναθυμιάσεως, καὶ κατὰ διάδοσιν, πλαγίαν ποιησαμένης κίνησιν

Part 92-95Pars 92 - 95

col. 743–744page 29 of 48
Pars 89 - 91
PG 122:743Δοξὴ δὲ γίνεται ἡ κίνησις δι' αἰτίαν ἑτέραν, ὅταν η ὑποψύξεως ὠθούσης τὸ σχῆμα γένηται. Ἐπειδὴ γὰρ πᾶν τὸ ἄνωθεν ἀκοντιζόμενον κάτω φέρεται, φύσει δὲ ἔχει τὸ πῦρ τὴν ἄνω φορὰν διώκειν, τῆς μὲν θλί ψεως ἐπὶ τὰ κάτω βιαζομένης φέρεσθαι, τῆς δὲ φύσεως ἐπὶ τὰ ἄνω ἀναγκαζούσης, οἷον μίξις τις γίνεται καὶ λοξὴ ἡ κίνησις. ρβ' Περὶ τῶν φαινομένων ἐν τῷ οὐρανῷ χρωμάτων αἱ ματωδῶν καὶ χασμάτων. Φαίνονται αἱματώδη χρώματα δῆθεν ἐν τῷ οὐρανῷ, ὅταν μέγαν νέφος εἰς τὰ πλάγια του λαμπρού τυγ χάνῃ· καὶ πάλιν ὅταν νέφος μελάγχρουν ὑποκάτω τοῦ λαμπροῦ συναχθείη. Αλλ' εἰ μὲν εἰς τὰ πλάγια εἴη τὸ νέφος, τότε δὴ κατὰ διάκλασιν αὐτῶν γίνεται ἡ δρα σις. Χάσματα δὲ φαίνεται, ὅταν τὸ μέλαν νέφος καὶ τὸ λαμπρὸν ἐν τῷ αὐτῷ ὦσιν ἐπιπέδῳ, καὶ τὸ μὲν μέσ λαν ἔσω συνειστήκει, τὸ δὲ λαμπρὸν ἔξω. Τηνικαῦτα δὲ ἡ ὄψις τοῦ μὲν λαμπροῦ μᾶλλον ἀντιλαμβανομένη, τοῦ δὲ μέλανος βραδύτερον, χάσμα δοκεῖ ὁρᾷν, ὅπερ παρὰ τὴν φαντασίαν τοῦ μέλανος χρώματος για νεται. βγ'. Περὶ μεγέθους ἡλίου καὶ σελήνης καὶ γῆς. Ὁ ἥλιος πρὸς τὴν γῆν κατὰ τὸν ἀστρονομικώτα τον Αρίσταρχον, μείζονα λόγον ἔχει ἢ ὄν τὰ ἑξακισχίλια οκτακόσια πεντήκοντα ἐννέα, πρὸς τὰ ἑπτὰ καὶ εἴκοσι. Ἡ δὲ διάμετρος αὐτοῦ πρὸς τῆς γῆς διά μετρον, μείζονα λόγον ἔχει, ἢ ὅν τὰ δεκαεννέα πρὸς τα τρία. Καὶ αὖθις ἡ τοῦ ἡλίου διάμετρος τῆς δια μέτρου τῆς σελήνης, μείζων ἐστὶν ἢ ἐκτωκαιδεκα πλασίων. Καὶ πάλιν ὁ ἥλιος πρὸς τὴν σελήνην μεί ζονα λόγον ἔχει, ἢ ὂν τὰ εωλβ' πρὸς ἕν. Ταῦτα δὲ οὐχ ἁπλῶς οὕτως καὶ ἀναποδείκτως παρὰ τοῖς ἀστρολόγοις προτείνεται, ἀλλὰ μετὰ γεωμετρικών καὶ ἀναντιῤῥητικῶν ἀποδείξεων. Περὶ ὧν οὐ καιρὸς νῦν λέγειν, ἀλλὰ τύ, θειότατε βασιλεῦ, τὰ προβλήματα ἀναποδείκτως τε ὡς δεξάμενος, τὰς ἀποδείξεις ὕστερον ἐπιζήτει με. ρδ'. Περὶ ἐκλείψεως ἡλίου. Οὐ κυρίως ἔκλειψις ἐπὶ τοῦ ἡλίου γίνεται. Οὐ γὰρ ἐκλείπει ποτὲ τὸ ἡλιακὸν φῶς, ἀλλ᾽ ἐπισκότησις. Επισκοτεῖται δὲ, ὅταν ἐν τοῖς ἐκλειπτικοῖς συν δέσμοις κατὰ κάθετον αὐτῷ ἡ σελήνη γένηται. Ὑπὸ ταύτην γὰρ οἰκούντων ἡμῶν, ἐπισκιάζει τοῖς ὅμμα σιν ἡμῶν τὸ ἡλιακὸν φῶς. Πλὴν δώδεκα δακτύλοις τὸ σῶμα τῆς σελήνης διαμετροῦντος οἱ ἀστρονόμοι, ἔστι μὲν ὅτε τῷ ὅλῳ τῆς σελήνης σώματι τὰς ἡλια κὰς αὐγὰς ἀντιφράττουσιν, ἔστι δὲ ὅτε ἐλάττοσι κτούτων. Ὅτε μὲν γὰρ τὴν ὑψηλοτέραν αψίδα ἡ σε λήνη φέρεται καὶ τὴν ἐγγίζουσαν τῷ ἡλίῳ, ὀλίγῳ ὥέρει δοκεῖ τοῦτον ἐπισκιάζειν· ὅταν δὲ κατώτερον δίεισιτ, ἐπειδὴ εὐμεγέθης τηνικαῦτα τοῖς ὄμμασιν ἡμῶν ἐμπίπτει, ἅπαντα τὸν ἥλιον ἀντιφράττειν. με'. Περὶ ἐκλείψεως σελήνης. Ἐκλείπει ἡ σελήνη εἰς τὸ τῆς γῆς ἐμπίπτουσα σκίασμα· φωτιζομένη γὰρ ὑπό τοῦ ἡλίου ἡ γῆ, σκιαν ποιεῖ, ἀλλ' οὐ κυλινδρικήν, οἷον τὸ τοῦ κίονος ἐστὶ σχῆμα, ἀλλὰ κωνοειδή. Κῶνος δὲ ὁ στρόβιλος λέγεται, ὅστις ἀπὸ πλατείας βάσεως εἰς ὀξὺ ἀπολήγει. Τοι

Part 96Pars 96

col. 745–746page 30 of 48
PG 122:745αὕτη δὲ ἡ τῆς γῆς ἐστι σκιά. Διότι ὅταν τι σῶμα ὑπὸ ἰσομεγέθους φωτίζηται σώματος, κυλινδρική γίνεται ἡ σκιά· ὅταν δὲ ὑπὸ μείζονος, κωνοειδής. Μείζων οὖν ὁ ἥλιος τῆς γῆς ὤν, καὶ φωτίζων αὐτὴν, κωνικὴν ποιεῖ τὴν σκιάν. Ὅταν οὖν εἰς τὸ τῆς γῆς σκίασμα ή σελήνη ἐμπέσῃ, ἀμαυρὰ ἡμῖν φαίνεται καὶ οἷον ἐκλείπουσα. Καὶ ὅταν μὲν εἰς τὴν βίζαν ἐμπέσῃ τῆς σκιᾶς, τελείως ἐκλείπτει. Ὅταν δὲ εἰς τὴν κορυφήν, ἀμυδροτέρα, διότι τῆς κωνοειδούς σκιᾶς ἡ μὲν βάσις πλατυτέρα, ἡ δὲ κορυφή βρα χυτέρα. Ας'. Εἰ θερμὸς ὁ ἥλιος. Πλάτων μὲν ἅπαν τὸ αἰθέριον σῶμα ἐκ πυρὸς καὶ γῆς καὶ τῶν ἑτέρων δύο στοιχείων κατασκευάζων, εἰκότως ἂν εἴπῃ θερμὸν τὸν ἥλιον· Αριστοτέλης δὲ ἕτερον παρὰ τὰ στοιχεῖα τὸ τοιοῦτον σῶμα τιθεὶς, οὔτε θερμόν λέγει τὸν ἥλιον, οὔτ᾽ ἄλλην ποιότητα ἔχοντα. Εἴποι δ᾽ ἂν ἐρωτώμενος, Πῶς μὴ θερμὸς ὢν θερμαίνει; Ότι κινούμενος τὸ ὑπέκκαυμα ποιεῖ καὶ τὸν περίγειον ἀέρα, κἀντεῦθεν θερμότητος τῆς ὑπου κειμένης καθίσταται αἴτιος. Τοῦ δὲ ὑπεκκαύματος καὶ τὴν φύσιν καὶ τὸ ὄνομα. αὐτὸς πρῶτος ἐφεῦρε καὶ ὠνόμασεν. Ὑπέκκαυμα οὖν λέγει τὴν ἀναπεμπομένην ἀπὸ τῆς γῆς ἀναθυμίασιν θερμὴν καὶ ξηράν, καὶ οἷον καπνώδη. Αὕτη οὖν ἡ κεπνώδης ἀναθυμίασις μέχρι τῆς σελήνης ἀναγομένη διὰ κουφότητα, εἶτα κινουμένη κατὰ μέρος ἐξάπτει καὶ ὡς πῦρ φαί. νεται, καὶ θερμαίνει τὴν ὑποκειμένην οὐσίαν. Ὅτι δὲ ἡ κίνησις θερμότητα ποιεί, δηλοῦσιν αἱ ἐκίδες τῶν βελῶν· τῇ γὰρ κινήσει λύουσι τὸν ἐπικείμενον αὐτοῖς μόλιβδον. ιζ. Τίς ἢ οὐσία τῶν ἀστέρων. Πάντων τῶν ἀστέρων τῶν τέ γε ἁπλανῶν καὶ πλανητῶν κατὰ μὲν Πλάτωνα μία ουσία, ή διαυγέστερα τῶν στοιχείων μερὶς, καὶ τὸ οἷον ἐξάφρισμα τούτων, κατὰ δὲ ᾿Αριστοτέλην ἡ ἐπίνοια τοῦ πέμ. πτου σώματος. Οὐ γὰρ ἐξονομάζει τὴν οὐσίαν αὐτ τῶν, ἀλλὰ τὸν πάντα οὐρανὸν, καὶ τοὺς ἀστέρας ἅπαντας διὰ τὴν διάφορον κίνησιν πρὸς τὰ στοιχεῖα τὰ τέσσαρα, πέμπτον σῶμα καλεῖ. Τῶν δὲ συμπάν των αστέρων, ἑπτὰ μόνον εἰσὶν οἱ πλανῆται, κυρίως δὲ πέντε, ὁ γὰρ ἥλιος καὶ ἡ σελήνη οὐ πεπλάνηνται, ἀλλ᾽ οἱ πέντε, διὰ τὸ δοκεῖν ἱστᾶσθαι, καὶ ὑποποδίζειν, πλανήται ὠνομάσθησαν. η. Περὶ τῆς τῶν ἀστέρων φορᾶς καὶ κινήσεως. Οἱ μὲν ἁπλανεῖς ἀστέρες ἅπαντες ἐστηριγμένοι ὄντες, ὡς ᾿Αριστοτέλης φησὶ, καὶ τῷ οὐρανῷ ἀμεταθέτως συγκινούμενοι, ἐπειδήπερ οὗτος ἐξ ἀνα τολῶν εἰς δυσμὰς φέρεται, τὴν αὐτὴν καὶ οὗτοι τῷ οὐρανῷ κινοῦνται κίνησιν. Οἱ δὲ πλανῆται διὰ τὴν ἀντίθετον ἀντέρεισιν καὶ ἰσόσταθμον ὑπὸ σοφῇ προ νοίν, ἵνα μὴ σύρηξις ὑπὸ τῶν αὐτῶν καταδρόμων καὶ κυλισμάτων γένηται, κατὰ τὴν ἰδίαν καὶ φυσι κὴν κίνησιν ἐκ δύσεως εἰς ἀνατολὴν φέρονται. Κι νοῦνται δὲ καὶ ἐξ ἀνατολῶν εἰς δόσιν, ἀλλὰ τῷ οὐ ρανῷ συμπεριφερόμενοι· ὅθεν ὁ ἥλιος κατὰ μὲν τὴν ἰδίαν κίνησιν, τέσσαρας ώρας πλῆροι τοῦ ἐνιαυτοῦ, νῦν μὲν βόρειος,νῦν δὲ νότιος κινούμενος· καθὸ δὲ συγκ υπέκκαυμα, Υπέκκαυμα

Part 99-102Pars 99 - 102

col. 747–748page 31 of 48
Pars 97, 98
PG 122:747κινεῖται τῷ οὐρανῷ ἐξ ἀνατολῆς εἰς δύσιν, ἡμέρας καὶ νύχτας ποιεῖ. θ'. Ποταπὰ τῶν ἀστέρων τὰ σχήματα. Πολλῶν ὄντων σχημάτων, τριγώνων, τετραγωνι κῶν, κυβικών, πυραμοειδῶν καὶ τῶν λοιπῶν εὐθυ γραμμικῶν, κάλλιστόν ἐστι τὸ σφαιροειδές. Ὁ τοί νῦν οὐρανὸς καὶ σύμπαντες οἱ ἀστέρες τοῦ σφαιρικού σχήματος ὄντα τυγχάνουσι. Καὶ δῆλον ἀπὸ τῶν τῆς σελήνης φωτισμῶν. Διὰ γὰρ τὸ κύρτωμα ταύτης οὐκ εὐθὺς ὅλη παρὰ τοῦ ἡλίου φωτίζεται, ἀλλὰ κατὰ τὸ βραχὺ τὴν αΰξησιν δέχεται τοῦ φωτός. Ἔδει γὰρ τὸ αἰθέριον σῶμα τῷ καλλίστῳ τῶν σχημάτων ἀποτορα νεύεσθαι. Νοῦ γὰρ μιμεῖται τὸ σχῆμα. Ωσπερ ὁ νοῦς ἐπιστρέφει πρὸς ἑαυτὸν, οὕτω δὴ καὶ τὸ αἰθέριον σῶμα συννεύει πρὸς ἑαυτὸ, ὑπὸ νοῦ κυβερνώμενον, καὶ πρὸς νοῦν ἐπιστρεφόμενον. ρ' Περὶ τάξεως ἀστέρων. Εἰς δύο μέρη τῶν ἀστέρων διαιρουμένων, εἰς τὸ ἀπλανὲς καὶ τὸ πλανώμενον, οἱ μὲν ἐπλανεῖς τὴν ὑψηλοτέραν τάξιν τῶν πλανητῶν ἔχουσι, οὐκ ἐν τῇ αὐτῇ ἐπιφανείᾳ τοῦ αἰθερίου σώματος κείμενοι καὶ φερόμενοι, ἀλλ᾽ οἱ μὲν ὑψηλότεροι αὐτῶν εἰσιν, οἱ δὲ ταπεινότεροι. Οἱ δὲ ἑπτὰ πλανῆται μετὰ ἀπλανεῖς τετάχαται, ὧν πρῶτος ἐστιν ὁ τοῦ Κρόνου λεγόμενος ἀστὴρ, καὶ μετὰ τοῦτον ὁ τοῦ Διὸς, καὶ ὑπ' αὐτὸν ὁ τοῦ ᾿Αρεος,εἶτα ὁ Ἥλιος, μεθ᾿ ὃν Αφροδίτη καὶ μετὰ ταύτην Ἑρμῆς, καὶ τελευταῖον ἡ Σελήνη. Μεθ᾽ ἦν τὰ τέσσαρα στοιχεῖα, ὥσπερ εἰρήκαμεν. Ὡρισμένοι δὲ τού τοις εἰσὶ καὶ οἱ χρόνοι τῶν κινήσεων, θαυμασίαν τὴν συμφωνίαν ἔχοντες. ρα'. Πόθεν φωτίζονται οἱ ἀστέρες; Οὔτε τῶν ἀπλανῶν ἀστέρων οὐδεὶς, οὐδὲ πάντες οἱ πλανῆται,ἀλλ᾽ ἡ σελήνη μόνη παρὰ τοῦ ἡλίου φωτ τίζεται. Διὰ τοῦτο καὶ πεφωτισμένον ἀεὶ μέρος αὐ τῆς πρὸς τὸν ἥλιον νένευκεν, οὐκ ἔστι δὲ ὅτι ἀφώτιστος παντάπασιν ἐστιν ἡ σελήνη, ἀλλ᾽ ἀεὶ ἐνδέδοται φῶς ἡμισέληνον. Ἐν μὲν οὖν ταῖς συνόδοις ἀφώτιστον μέν ἐστι τὸ πρὸς ἡμᾶς αὐτῆς κύρτωμα, πεφωτισμένον δὲ τὸ ἄνω φαλάκρωμα. Ἐν δὲ ταῖς πανσελήνοις τὸ μὲν νεῦον πρὸς ἡμᾶς ἡμισφαίριον αὐτῆς ὀλοφαές ἐστι, τὸ δ᾽ ἄνω ἡμίτομον, φωτὸς ἄμοιρον. Μεταξὺ δὲ τῆς συνόδου καὶ τῆς σανσελήνου κατὰ τὸ μέτρον τῆς πρὸς τὸν ἥλιον διαστάσεως, μηνοειδής γίνεται, καὶ διχότομος, καὶ ἀμφίκυρτος, ἢ γὰρ ἔλαττον τοῦ ἡμίσεως φωτίζεται, ἢ κατὰ τὸ ἥμισυ, ἢ κατὰ τὸ πλέον. ρβ'. Περὶ ἐπισημασίας ἀστέρων, καὶ πῶς γίνεται χει μὼν καὶ θέρος; Επισημασία ἐστὶν, ὅταν ἐπιτέλλων ἀστὴρ καὶ συνανατέλλων τῷ ἡλίῳ ὥσπερ ὁ καλούμενος κύων, καὶ ὠρίων, καὶ ὁ ἀρκτοῦρος, ἢ ἕτερός τις τῶν ἀπλα νῶν, ἀλλοιώσῃ τὸν αέρα, κατὰ τοὺς τέσσαρας και ροὺς τοῦ ἔτους. Τοῦτο γὰρ Μωϋσῆς ἐπαινίττεται λέγων, Ἔσονται εἰς σημεῖα, καὶ εἰς καιρούς, καὶ εἰς ἐνιαυτούς. Επισημαίνεται γάρ τι ὁ ἀστὴρ τῶν περὶ τῶν ἀέρα παθών, ἐώαν ἐπιτολὴν ἢ ἐσπερίαν ποιούμενος. Περὶ μέντοι γε θέρους ἢ χειμῶνος καὶ τῶν λοιπῶν ὡρῶν ἰστέον, ὡς ὅταν μὲν ὁ ἥλιος βό ρειος ἡμῖν γένηται, καὶ ὑπὲρ κεφαλῆς κινοῖτο, θέρος
col. 749–750page 32 of 48
PG 122:749ποιεῖ· ὅταν δὲ πρὸς νότον ἀπέλθῃ, χειμῶνα ἐρ γάζεται, καὶ ὅταν μὲν κατὰ τὸν κριὸν τὸ ζώδιον γένηται, ἴσημερίαν ποιεῖ· ὅταν δὲ κατ᾽ ἄντικρυ διαπορεύηται τῶν χηλῶν, μετοπώραν καὶ ἐσημερίαν αὖθις. Αγ. Πόσος ἑκάστῳ τῶν πλανητῶν ὁ χρόνος τῆς περιόδου; Τοῖς πλανήταις πᾶσι κατὰ τὴν ἀναλογίαν τοῦ μεγέθους τῶν σφαιρῶν καὶ τοῦ μέτρου τῶν ἀποστάσεων χρόνους ὡρισμένους ἀφώρισεν ὁ Θεὸς, τῶν κι νήσεων. Καὶ ὁ μὲν Κρόνος ἅτε ὑψηλότερος τῶν ἅλω λων, καὶ μείζονα κύκλον περιερχόμενος διὰ τριακονταετίας τὴν αὑτοῦ περίοδον ἐκπληροῖ. Ὁ δὲ Ζεὺς εὐθὺς μετ᾿ αὐτὸν ὢν διὰ δωδεκαετίας. Ο γε Αρης διὰ δύο καὶ ἡμίσεως ἐνιαυτῶν. Τῷ δὲ Ἠλίῳ καὶ τῇ Αφροδίτῃ καὶ τῷ Ἑρμῇ ἰσόδρομος ή περίοδος καὶ ἐνιαύσιος. Ἡ δὲ Σελήνη διὰ κθ' ἡμερῶν πρὸς τῇ ἡμισείᾳ ἀποκαθίσταται. Εἰ δέ τις μουσικώτερον ἅπτοι τὸν τῶν τοιούτων ἀριθμὸν, τὴν τοῦ δημιουργοῦ σοφίαν θαυμάσεται πῶς ἅπαντες οἱ τῶν συμφωνιῶν λόγοι ἐν τοῖς τοιούτοις ἐμφαίνονται, ὁ διὰ πασῶν, ὁ διὰ πέντε, καὶ διὰ τεσσάρων. ρδο. Περὶ κομήτου. Ο κομήτης ἐν τῷ ὑπεκκαύματι γίνεται· ὅταν γὰρ ἐξαφθῇ τι μέρος τοῦ ὑπεκκαύματος διὰ τὴν κίνησιν, ὡς εἰρήκαμεν, καὶ ἡ μὲν λεπτή σύστασις εἴη, δια τρέχει εὐθὺς τὸ ἐξαφθὲν κατὰ διάδοσιν, καὶ γίνεται ὁ καλούμενος διάττων ἀστήρ. Εἰ δὲ παχυτέρα εὑρεθῇ ἡ ὕλη, κατέχεται ἐκεῖσε τὸ σπέρμα τοῦ ἐξαφθέντος πυρὸς, καὶ ποιεῖ τὸν κομήτην. Εἰσὶ δὲ τῶν κομητῶν τα σχήματα διάφορα, διὰ τὴν διάφορον τῆς ὕλης ἔξαψιν, Η γὰρ κατὰ μῆκος μόνον ἐστὶν ἡ ἔξαψις, καὶ γίνεται ὁ καλούμενος δοκός· ἢ κατὰ μῆκος καὶ δ πλάτος, καὶ ἀποτελεῖται ὁ κυρίως καλούμενος και μήτης, ἤ ἐν βάθει ἔχει οἷον ἀποσπινθηρισμούς τινας, καὶ καλεῖται πωγωνίας. Ἔστι δὲ ἕτερα ὀνό ματα τῶν κομητῶν περὶ ὧν ἐροῦμεν προϊόντες. ρε. Περὶ ὑετοῦ, καὶ χαλάζης, χιονος, πάχνης καὶ δρόσου. Κομῆται μὲν καὶ γαλαξίας, ἔτι δὲ δοκίδες καὶ διάττοντες, καὶ τ' ἄλλα τὰ εἰρημένα, ἐν τῇ καπνώδει γίνονται ἀναθυμιάσει· ἱετὸς δὲ καὶ χάλαζα καὶ χιὼν καὶ πάχνη καὶ δρόσος ἐν τῇ ἀτμώδει ἀναφορά, ἥτις μετὰ τὴν καπνώδη διακέχυται ὑγρὰ τὴν φύσιν ἐκ τῆς γῆς, καὶ αὐτὴ ἀναφερομένη. Αὕτη γὰρ ἡ ἀτμώδης ἀναθυμίασις ἡ ὑγρὰ καὶ θερμὴ, ἤ ἀλλοιοῦται καὶ μεταβάλλεται εἰς ὕδωρ, καὶ εἰ μὲν λαμ- 1) πρότερον κατέλθοι, ἱετὸν ποιεῖ, εἰ δὲ κατὰ μέρος ἐνεχθῇ, ψεκάδα· ἤ πήγνυται μόνως καὶ ποιεῖ χιόνα, * μεταβάλλεται πρότερον, εἶθ᾽ οὕτως πήγνυται καὶ γίνεται χάλαζα. Εἰ μὲν οὖν ἄνω κουφισθῇ ἡ ἀτμὶς, ταῦτα ποιεῖ. Εἰ δὲ ἐν τῷ περιγείῳ σταίη ἀέρι κ πήγνυται, καὶ γίνεται ὁ παγετός. Ὁ δὲ ᾿Αριστοτέ λης αἴτιον τούτων απάντων τὴν ψυξιν λέγει. ρϛ΄. Περὶ ἴριδος. Ἡ ἴρις τὸ καλούμενον τόξον παρὰ τοῖς πολλοῖς, τῇ φύσει μὲν ἀνυπόστατόν ἐστι, καὶ φάντασμα τῆς

Part 107 - 109Pars 107 - 109

col. 751–752page 33 of 48
Pars 103 - 106
PG 122:751ὀρώσης ὄψεως, ἀκτίνων ἀπὸ τῶν ὀφθαλμῶν προσπιπτουσῶν, εἶτα δὴ ἀνακλωμένων, καὶ τὸ τοῦ τόξου σχῆμα ἐμφαινουσῶν· Ἔστι δὲ ὡς ἀληθῶς τόξον ἄνε τικρυς κατὰ τὸ σχῆμα, οὐδέποτε γὰρ φαίνεται κυκλοτερές, ἀλλ᾽ ἤ ἔλαττον ἤ πλέον ἡμικύκλου. Φαί νεται δὲ ὡς ἐπὶ τὸ πλεῖστον μὲν ἀπὸ τοῦ ἡλίου, σπανίως δὲ ἀπὸ τῆς σελήνης, καὶ μάλιστα μὲν ἡμέ ρας, σπανίως δὲ νυκτὸς, καὶ πλεῖστον μὲν ἐπὶ τὸν ὁρίζοντα, σπανίως δὲ περὶ τὸν μεσημβρινόν κύκλον. Πολλάκις δὲ ἐν ταυτῷ καὶ δύο φαίνονται ἴριδες. Εστι δὲ πᾶσα ἔρις τρίχροος. Ἡ μὲν γὰρ ἐντὸς αὐτῆς ζώνη φοινική ή δὲ δευτέρα πράσινος, ἡ δὲ τρίτη ἀλουργὸς, καὶ οἷον ὑποπόρφυρος. Συνίσταται δὲ ἐπὶ ἀνωμάλοις καὶ ἀνομοιομερέσι νέφεσι. ρζ. Περὶ τῆς ἄλω. Καὶ τὸ ὑπὸ τὴν σελήνην δὲ φαινόμενον οἷον ἀλώ νιον, κατ' ἔμφασίν ἐστιν, ἀλλ᾽ οὐ καθ᾽ ὑπόστασιν, τὰ ἐναντία δὲ ἔχει τῆς ἔριδος. Ἐπὶ μὲν γὰρ τὸ πλεῖστον κύκλος φαίνεται τέλειος, σπανιώτερον δὲ ἐλάττων κύκλου. Καὶ περὶ μὲν τὴν σελήνην μάλιστα, ἔλαττον δὲ καὶ περὶ τὸν ἥλιον φαίνεται, καὶ νυκτός μὲν πλέον, ἔλαττον δὲ ἡμέρας. Καὶ περὶ μὲν τὸν μεσημβρινὸν κύκλον ὡς ἐπὶ τὸ πλεῖσσον, σπανίως δὲ περὶ τὸν ὁρίζοντα. Καὶ μία ἀεὶ καὶ μονόχροος, ἤτοι λευκὴ, καὶ συνίσταται ἐπὶ ὁμαλοῖς καὶ ὁμοιομερέσι νέφεσι. Γίνεται δὲ καὶ αὕτη ἐξ ἀνακλάσεως τῆς ὄψεως. Δεῖ δὲ τὸ ἔνοπτον, ἀφ᾽ οὗ ἀνακλάται, εἶναι καὶ λείον καὶ διαφανές, ἵνα ἐκεῖσε ἐμφαίνηται τὸ εἴδωλον τοῦ ὁρατοῦ. Ἔστι δὲ ἡ ἀπόδειξις καὶ τοῦ τῆς ἄλω κύκλου, καὶ τοῦ τῆς ἴριδος σχήματος γεω μετρικὴ, καὶ διὰ τοῦτο καὶ δυσπόριστος βασιλική ἀκοῇ, ρη'. Περὶ ῥάβδων. Αἱ φαινόμεναι οἷον βάβδοι κατὰ τὸν ἀέρα, οὔτε κατάντικρυ συνίστανται τοῦ λαμπροῦ, ὥσπερ ἡ ἴρις, οὔτε κατὰ κάθετον, ὥσπερ ἡ ἅλως. Φαίνονται δὲ ἡμέρας μόνον, καὶ περὶ τὸν ἥλιον μόνον, καὶ περὶ τὸν ὀρίζοντα μάλιστα τὸν δυτικὸν, ἔλαττον δέ καὶ ἐν τῷ μεσημβρινῷ, καὶ ἐπὶ ἀνωμάλων, καὶ ἀνομοιομερῶν νεφῶν ὥσπερ καὶ ἡ ἴρις. Εἰσὶ δὲ τρίχροοι πολλὴ γὰρ συγγέννεια ταῖς ῥάβδοις καὶ τῇ ἴριδι πλὴν τοῦ σχήματος, ὅτι ἡ μὲν ἔρις ἀποτετμημένος κύκλος ἐστὶν, αἱ δὲ ῥάβδοι καθ᾿ εὐθυωρίαν τέτανται. γίνονται δὲ αὗται κατὰ ἀνάκλασιν προσπιπτούσης τῆς ὄψεως, ἀπὸ νέφους εἰς νέφος, κἀκεῖθεν ἀνακλωμέ της πρὸς ἕτερον νέφος λευκόν. Όταν δὲ λέγῃ Αριο στοτέλης περὶ τῶν ῥάβδων, ὅτι ἐπ' αὐτῶν ἀνακλάται ἡ ὄψις πρὸς τὸν ἥλιον, γνῶθι ὅτι ἥλιον νῦν τὸ λευκὸν νέφος ἐκάλεσεν. ρθ'. Περὶ παρηλίων. Πολλὴν κοινωνίαν ἔχουσιν οἱ παρήλιοι πρὸς τὰς βάβδους· καὶ γὰρ καὶ οὗτοι ἐκ πλαγίων τοῦ λαμ προϋ γίνονται, καὶ ἡμέρας μόνον, περὶ τὸν ἥλιον μόνον, καὶ μάλιστα περὶ τὸν ὀρίζοντα τὸν δυτιμὸν ἢ τὸν μεσημβρινόν· πλὴν αἱ μὲν βάβδοι ἐπὶ ἀνωμάλων γίνονται νεφῶν, καὶ ἀνομοιομερῶν, ὥσπερ ἡ ἴρις οἱ δὲ παρήλιοι ἐπὶ ὁμαλῶν καὶ ὁμοιομερῶν, ὥστ περ ἡ ἄλως. Καὶ αἱ μὲν βάβδοι τρίχροοι κατὰ τὰ τῆς ἴριδος χρώματα, οἱ δὲ παρήλιοι μονό
col. 753–754page 34 of 48
PG 122:753χροοι, καὶ λευκοὶ κατὰ τὸ χρῶμα τῆς ἄλω. Περὶ δὲ τῶδ παρηλίων ἐκεῖνο χρὴ εἰδέναι, ὅτι ἡ ἀνάκλασις ἀπὸ τοῦ νέφους γίνεται πρὸς τὸν ἥλιον, τοῦ νέφους πυκνοτέρου ὄντος καὶ στερεμνίου, παρὰ τὸ ἐν ταῖς ῥάβδοις, καὶ ὁμαλοῦ. Διὰ γὰρ τοῦτο καὶ λευκὸς φαί. νεται ὁ παρήλιος, ἐπειδὴ ἀπὸ τοῦ ὁμαλοῦ ἕν καὶ τοῦτο καὶ συντόμως ἀνακλάται ἡ ὄψις, ρι'. Περὶ ἀνέμων. χρώμα διασώζεται, καὶ ἀπὸ τοῦ πυκνοῦ ῥᾳδίως μᾶλλον Ὁ ἄνεμος οὐκ ἔστιν ἀὴρ κινούμενος, ὡς Ιππο κράτησ ὁ Κῶος ἰατρὸς οἵεται, ἀλλ᾽ ἐκ τῆς καπνώδους ἐστὶν ἀναθυμιάσεως. Ἡ μὲν γὰρ τοῦ ἀέρος κίνησις έκλυτος ὑπάρχει και χαλαρά, ἡ δὲ τοῦ ἀνα έμου, τυραννικὴ καὶ βιαιοτάτη, ὡς δηλοῦσιν οἱ σεισμοί, οἱ κινοῦντες τὴν γῆν, οὐδὲν γὰρ ἕτερόν ἐστιν ὁ σεισμός, εἰ μὴ ὑπόγειος ἄνεμος. Τεσσάρων δὲ ὄνα των, ὡς συντόμως εἰπεῖν, καθολικῶν ἀνέμων, ἀπηλιώτης μὲν καὶ ζέφυρος οὐκ εἰσὶ σφοδρότατοι, βοῤῥᾶς δὲ καὶ νότος τυραννικώτεροι· διότι ἐν μὲν τῷ βορείῳ καὶ νοτίῳ πόλῳ, ἔνθεν ὁ βοῤῥᾶς καὶ ὁ νότος πνεῖ, μὴ γινόμενος ὁ ἥλιος οὐ θερμαίνει τὰ ἐκεῖσε χωρία, ἀλλὰ μένει ψυχρά ψυχρὰ δὲ ὄντα ἀεὶ ἔνικμά εἰσιν, ὥστε ὄμβρων πολλῶν γενομένων δια τὴν ψύξιν. Εἶτα, τῆς γῆς διαβρόχου γενομένης, πολλὴ καπνώδης αναθυμίασις ἐκδίδοται, καὶ διὰ τοῦτο, σφοδροὶ ἄνεμοι γίνονται, ὁ βοῤῥᾶς καὶ ὁ νόμ τος. Ἐν δὲ τοῖς ἀνατολικοῖς καὶ δυτικοῖς χωρίοις κινούμενος ὁ ἥλιος οὐκ ἐᾷ ψύξιν γίνεσθαι πολλὴν, ἔνθεν δὲ οὔτε πολὺς ὑετὸς γίνεται, οὔτε ἡ πολλὴ καπνώδης ἀναθυμίασις, ἅτε τῆς γῆς μὴ διαβρεχομένης, καὶ οὐ γίνονται διὰ τοῦτο ἄνεμοι σφοδροί ἐντεῦθεν. Πλὴν ἐν μὲν τοῖς νοτίοις μέρεσι πλεῖον μέν ἐστιν ἡ γῆ, οὐκ ἔνικμος δὲ, ἐν τοῖς βορείοις ὀλίγη μὲν, ἀλλ᾽ ἔνικμος. Διὰ γὰρ τὴν ψύξιν ὄμβροι γίνονται, καὶ διὰ τὸ ἔνικμον τῆς γῆς πολλὴ γίνεται ἡ καπνώδης ἀναθυμίασις, ἀλλ᾽ οὐ διὰ τὸ πλῆθος αὐτῆς. Ἔνθεν τοι καὶ οἱ σφοδροὶ ἄνεμοι ἀπὸ τῶν νοτίων εἰσὶ καὶ τῶν ἀρκτῴων μερῶν, ὡς ἂν ἐκεῖ γινομένης πολλῆς καπνώδους ἀναθυμιάσεως. Ἐν γὰρ τῇ ἀνατολῇ καὶ δύσει οὐ γίνονται σφοδροί, ἅτε τοῦ ἡλίου ἐκδαπανῶντος τὴν ἐκεῖσε γενομένην άνα θυμίασιν, καὶ οὐκ ἐῶντος ὑποστῆναι. Καλοῦνται δὲ οἱ μὲν ἀπὸ τῆς ἄρκτου βορέαι, οἱ δὲ ἀπὸ μεσημβρίας, νότοι. Αιτία δέ ἐστι τῆς λοξῆς τοῦ ἀνέμου κινήσεως, ἢ τοῦ παντὸς κυκλοφορία, τὴν καπνώδη ἀναθυμίασιν κάτωθεν ἀνιοῦσαν πλανῶσα, καὶ τῇδε κἀκεῖσε μετα φέρουσα. Γίνονται δὲ οἱ βόρειοι ετησίαι ἄνεμοι μετὰ ἡμέρας εἴκοσι τῆς θερινῆς τροπῆς, μετὰ τὴν τοῦ κυνάστρου ἐπιτολήν. Τηνικαῦτα γὰρ τῆς χιόνος λυσ μένης, γίνονται αύραι ψυχραι βόρειοι, αἵτινες ἐτη σίαι λέγονται. Εἰσὶ δὲ νότιοι έτησίαι ὡς ἀπὸ τοῦ πρὸς τὸ πᾶν νότου. ἀλλ' ἡμῖν ἀνεπαίσθητοι. Εἰσὶ δὲ καὶ ἀπὸ τοῦ καθ᾽ ἡμᾶς νότου ἐτήσιοι ἄνεμοι. Οὗτοι δὲ μετὰ ἐβδομήκοντα ἡμέρας τῆς χειμερινῆς τροπῆς ἄρχονται πνεῖν, τοῦ ἡλίου ὄντος ἐν Ιχθύσι. Καὶ ἀπὸ μὲν τῆς ἱσημερινῆς δύσεως, πνεῖ ὁ ζέφυρος, ἀπὸ δὲ τῆς ἀνατολικῆς ἰσημερίας πνεῖ ἀπηλιώτης. Καὶ αὖθις ἀπὸ τοῦ ἀρκτικοῦ μὲν πόλου πνεῖ ὁ ἀπαρατίας, ἀπὸ δὲ τοῦ νότου πνεῖ ὁ νότος. Καὶ πάλιν ἀπὸ μὲν τῆς θερινῆς ἀνατολῆς πνεῖ ὁ καικίας, ἀπὸ δὲ τῆς χει

Part 111, 112Pars 111, 112

col. 755–756page 35 of 48
Pars 110
PG 122:755μερινῆς δύσεως πνεῖ ὁ λίψ. Καὶ ἀπὸ μὲν τῆς χειμερινῆς ἀνατολῆς ἔξεισιν ὁ εὖρος, ἀπὸ δὲ τῆς θερινῆς δύσεως πνεῖ ἀργέστης, ὃν ὁ Πτολεμαῖος ἰάπυγα προσαγορεύει. Καὶ οὗτοι μὲν οἱ ὀκτὼ ἄνεμοι κατὰ διάμετρον ἀλλήλων εἰσίν. Ετερος δὲ ἄνεμος ἀπὸ τῆς μιᾶς τομῆς ἐστι τοῦ ἀρκτικοῦ πόλου, καὶ καλεῖται βορέας ἢ μέσης, μεταξύ πνέων καικίου καὶ ἀπαρκτίου. Αλλος δὲ ἀπὸ τῆς ἄλλης τομῆς τοῦ άρκτικοῦ, καὶ καλεῖται οὗτος θρασκίας, μεταξὺ ὢν ἁπαρκτίου καὶ ἰάπυγος. Πάλιν δὲ ἀπὸ τῆς μιᾶς τομῆς τοῦ νοτίου πόλου πνεῖ ὁ εὐρόνοτος μεταξὺ ὤν εὔρου καὶ νότου. Ἀπὸ δὲ τῆς ἐτέρας τομῆς ὁ λιβόνατος, μεταξύ ὢν λιβὸς καὶ νότου, ὃς καὶ Φοινι κίας καλεῖται. Καὶ τὰ μὲν βόρεια πνεύματα, πολλά μὲν, οὐκ εὔτονα δὲ, διὰ τὸ ἀπὸ πολλῆς ὑγρότητος πνεῖν· τὰ δὲ νότια ὀλίγα μὲν διὰ τὴν ἔνδειαν τῆς ὕλης, εὔτονα δὲ διὰ τὴν τῆς γῆς ξηρότητα. Τούτων τῶν ἀνέμων ἐπινέφελοι μεν καικίας καὶ βορέας, ἀπαρκτίας· ἀστραπαῖοι δὲ βορέας, ἁπαρκτίας, θρα σκίας καὶ ἀργέστης. Εκνεφίας δὲ ὁ βοῤῥᾶς καὶ νεφελώδης μὲν μέσης καὶ ἁπαρκτίας, χαλαζώδης δὲ ἀπαρκτίας καὶ θρασκίας καὶ ἀργέστης, καυματώδης δὲ νότος καὶ ζέφυρος καὶ εὖρος· Ὁ δὲ ζέφυρος κατ' οὐσίαν μέν ἐστι ψυχρός, καθὸ δὲ ἐν τῷ θέρει πνεῖ νοθευόμενος θερμαίνεται, ὁ δὲ βορέας διὰ τὸ πλῆθος τῆς ἀναθυμιάσεως ἀεὶ ἀποσοβεῖ τὰ νέφη, καὶ εὐδίαν ποιεῖ, πλὴν ὅταν μὴ ψυχρός· εἰ δὲ εἴη ψυχρός, παχύνει τὴν ἁτμίδα πρὶν ἢ ἀποσοβῆσαι τὸ νέφος καὶ ποιεῖ δετόν. Καὶ οἱ μὲν κατ' ἄντικρυς ἄνεμοι οὐ δύνανται ἅμα πνεῖν, Ὁ δὲ καθ' ἡμᾶς νότος οὐκ ἀπὸ νότου τοῦ παντὸς πνεῖ, ἀλλ᾽ ἀπὸ τοῦ θερινοῦ τρο Ο πικοῦ. ρια'. Περὶ τυφῶνος. Ὁ τυφῶν ἄνεμός ἐστιν, ὃν ὁ μὲν Ὅμηρος θύελλαν ονομάζει, ὁ δὲ Ἀριστοτέλης ἀπὸ τοῦ παχὺ εἶναι τὸ πνεῦμα, καὶ οἷον τύπτον τὸ παρατυχόν, τυφώνα. Αἰτία δὲ τούτου, ἀτμὶς παχεῖα ἄνωθεν ἀπὸ τῶν νε φῶν φερομένη κατ᾿ εὐθὺ ἐπὶ τὸ κάταντες, ἢ κατὰ τῆς θαλάσσης, ἥτις προσπταίουσα τινὶ ἀντιτύπῳ ὀνόματι ἀναπάλλεται εἰς τοὐπίσω. Ἐπειδὴ δὲ κω λύεται τὸ ἀντιπαλλύμενον αὐτοῦ μέρος εἰς τοὐπίσω ἀναπάλλεσθαι ὑπὸ τοῦ ὄπισθεν ἐπακολουθοῦντος αὐτοῦ μέρους, ἐπὶ τὰ πλάγια διακλάται, εἶναι κἀκεῖσε ἀντιτύπῳ συναντήσασα μέρει, πάλιν σκορπίζεται, καὶ γίνεται έλιξ, ἤτοι συστροφὴ τοῦ ἀνέμου, μετεωρίζουσα καὶ ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τῆς θαλάττης τὰ ἐπιτυχόντα σώματα. Οὗτός ἐστιν ὁ ἄνεμος ὁ καλούμενος παρά τι νων τυφῶν. ριβ'. Περὶ ἐκνεφίου. Ανεμός ἐστι καὶ ὁ ἐκνεφίας σχεδὸν ὁ αὐτὸς τῷ τυφῶνι. Πλὴν ὁ μὲν ἐκνεφίας οὐχ ὁρᾶται, ὁ δὲ τυφῶν ὁρᾶται, διὰ τὸ ποχυμερεστέραν οὐσίαν συνεφέλκεσθαι ἐκ τοῦ νέφους τὴν καπνώδη αναθυμίασιν. Καὶ τὸν ἐκνεφίαν παύει ὑετός, τὸν δὲ τυφῶνα οὐχ ικανός ἐστι παῦσαι, ἀλλ' ὁ βορέας αὐτὸν κατασβέννυσιν. Οὐδὲν δὲ ἕτερόν ἐστιν ἐκνεφίας, ἢ τυφῶν ἐπιτεταμένος. καὶ ὅσον μὲν κατὰ τὸ εἶδος ταυτόν ἐστιν ἐκνεφίας καὶ τυφῶν, κατὰ δὲ τὴν ἐπίτασιν καὶ ἄνεσιν διαφέρουσιν. Ὁ μὲν γὰρ τυφῶν ἐπιτεταμένος ἐστὶν
col. 757–758page 36 of 48
PG 122:757ἐκνεφίας, ὁ δὲ ἐκνεφίας ανειμένος τυφῶν. Πολλάκις μὲν, οἱ μὲν ἀπὸ ψυχρῶν τόππν πνέοντες ἄνεμοι, νοθευόμενοι διά μέσου θερμῶν τόπων θερμοί καταπνέουσιν· οἱ δὲ ἀπὸ θερμῶν κεραννύμενοι ψυχρῷ διὰ μέσου ἀέρι, ψυχροί διαῤῥέουσιν. ριγ'. Περὶ κεραυνῶν. Ο κεραυνὸς οὐκ ἔχει τὸ φλέγον, λεπτομερής γάρ ἐστιν ἡ οὐσία αὐτοῦ, ὅθεν ταχέως διερχόμενος τὰ σώματα διὰ τὴν λεπτότητα οὐ καταφλέγει αὐτά. Ἔνθεν τοι καὶ κεραυνὸς ὠνόμασται ἀπὸ τοῦ εὐκραὴς, εἶναι καὶ μὴ φλέγειν. Πάνυ γὰρ λεπτομερέστερος ῶν, ὡς εἴρηται, ὀξύτατα τὸ σῶμα δίεισιν, ὥστε μήτε καίειν, μήτε μελαίνειν. Ὅθεν καί τινες ἀργῆτα τοῦτον ὠνομάκασιν ἤτοι λαμπρόν. ᾿Αργὸν τὸ λευκόν. Εἰ γὰρ πῦρ ἐστι καὶ φύσει ἔχει τὸ καίειν. ἀλλ᾽ ἡ λεπτότης καὶ ἡ ταχύτης τῆς διόδου μὴ ἐγχρονίζουσα κεραυνός εὐκραής τῷ σώματι ἄκαυστον τοῦτο ἐξ. Πᾶν γὰρ τὸ καῖον, οὐ μόνον μεγέθους οἰκείου δεῖται πυρὸς τοῦ καῦσαι, ἁπλὰ καὶ τοῦ καὶ ἐμβραδῦναι τῷ καυστῷ σώματι. Παρὰ ταύτην οὖν τὴν αἰτίαν οὐ φλέγει ὁ κεραυνός. ριδ'. Περὶ πρηστῆρος. Ὁ πρηστήρ καταφλέγει, ὡς καὶ αὐτὸ δηλοῖ τοὔνομα. Πρηστὴρ γὰρ ἀπὸ τοῦ πρήθειν ἢ ἐμπιπρᾷν ὠνόμασται. Φλέγει δὲ διὰ τὸ συνεπισπᾶσθαι μεθ' ἑαυτοῦ παχυμερεστέραν οὐσίαν ἐκ τοῦ νέφους καὶ ταύτην ἐμφυροῦν. Τούτου δὲ πρηστῆρος καὶ προ ηγεῖται πνεῦμα, καὶ τοῦτο δῆλον ἐκ τοῦ, τὰ μέλλοντα ἐμπίπρασθαι, πρῶτον πνεῦμα τοῦ πρηστῆρος θειώδες ὃν πλήττει καὶ ῥήγνυσι, ὅθεν καὶ τὰ κεραυνωθέντα μένει διεστηκότα ἐπὶ χρόνον τινά. Τοῦτο δὲ τὸ πνεῦμα οὐ προηγεῖται μόνον, ἀλλὰ καὶ σύνεστι τῷ πρηστῆρι καὶ ἐπακολουθεῖ. Σποράδην δὲ διαχεύμενον καὶ λεπτομερέστερον όν, βροντὰς ποιεῖ καὶ ἀστραπάς, καὶ ἐξαφθὲν μὲν ποιεῖ κεραυνὸν καὶ ἀστραπὴν καὶ πρηστῆρα, μὴ ἐξαφθὲν ὄν, ἐκνεφίαν καὶ τυφῶνα. Ταῦτα δὲ πάντα κατὰ ἐκπυρηνισμόν γίνονται. ριε'. Πῶς συνέστηκεν ὁ κόσμος; Τὴν σύστασιν ὁ κόσμος ἔλαβεν ἀπὸ τῆς φύσεως καὶ κινήσεως τῶν στοιχείων. Ἐπειδὴ γὰρ τούτων τὰ μὲν εἰσι κουφότατα, οἷον τὸ πῦρ καὶ ὁ ἁὴρ, τὰ δὲ βαρύτατα, οἷον ὕδωρ καὶ γῆ, τὰ μὲν ὅσα βαρύτατα κάτω τοῦ παντὸς ὑπεκάθητο, τὰ δ᾽ ὅσα μετέωρα, εἰς τὸ πῦρ ἐξεφέρετο. Πᾶν δὲ ἀπὸ γῆς φερόμενον ἄνω ἐστί. Διὰ ταύτην οὖν τὴν αἰτίαν οἷον περικεκλασμέ νος καὶ κυρτὸς ὁ κόσμος ἐστί. Συνθλιβομένων δὲ τῶν σωμάτων ἀλλήλοις, ἡ τοῦ ὕδατος ἐγενήθη φύσις, " ῥευστικῶς δὲ καὶ τοῦτο φερόμενον ἐκοίλανε τους ὑποκειμένους τόπους, καὶ τοὺς κοιλουμένους τόπους θαλαττίους ἐποίησεν. Ἐκ μὲν οὖν τῶν ὑποκαθιζόντων σωμάτων ἐγενήθη ἡ γῆ· ἐκ δὲ τῶν μετεωριζομένων δ οὐρανὸς, πῦρ, ἁὴρ. ρις΄. Εἰ ἔν τὸ πᾶν; Οὐ πολλοὶ κόσμοι σωματικοί, κατ' ἐνίους τῶν φι λοσόφων, εἰσίν· ἀλλ᾽ εἰς τέλειος, καὶ οὐδὲ κυρίως ἓν ονομάζεται (πῶς γὰρ ἕν ὁ κόσμος σύνθετος ὢν καὶ πολυμερής;), ἀλλὰ διὰ τὴν πρὸς ἄλληλα τῶν με ρῶν αὐτοῦ ἔνωσιν, τὴν τοῦ ἑνὸς ἔχει προσηγορίαν. Κυρίως γὰρ ἂν ὁ Θεὸς, ὡς ὑπὲρ πᾶσαν ἁπλότητα, πρήθειν Αο

Part 117 - 120Pars 117 - 120

col. 759–760page 37 of 48
Pars 113 -116
PG 122:759Οσα δὲ μετὰ Θεὸν, οὐ κυρίως ἔν, ἀλλὰ διὰ τὴν χώραν χώραν χώρας χώραν χώραν ἕνωσιν καὶ μετοχὴν τοῦ ἑνὸς, οὕτω πρασαγορεύεται. Καὶ γὰρ καὶ ὁ νοῦς ἓν ἐστι καὶ πολλά. Όσα γὰρ τὰ ὄντα, τοσαῦτα καὶ ὁ νοῦς, ἐπεὶ καὶ παραδείγματα τούτων ἐν ἑαυτῷ περιέχει. Πολλὰ καὶ ἡ ψυχὴ (διαι ρετὴ γὰρ πολλῷ πλέον), τὰ στοιχεῖα τε καὶ τὰ σώ ματα. Αλλ' ἐπειδὴ ἐνώσεως ἀκριβοῦς καὶ ὁ κόσμος κεκοινώνηκεν, ἔν διὰ τὴν ἕνωσιν ὀνομάζεται, καὶ διὰ τὴν τελειότητα τῶν στοιχείων αὐτοῦ εἷς ἐστι καὶ μόνος ἀλλ᾽ οὐ κόσμοι πολλοί. ριζ'. Περὶ κενοῦ, Τὸ κενὸν οὐ πάντες, ἀλλ᾽ ἔνιοι τῶν φιλοσόφων εἰσήνεγκάν τε τῷ λόγῳ καὶ ὠνομάκασιν. ᾿Αποφαί νονται δὲ τοῦτο παντὸς σώματος ἔρημον, οἷόν τι χάος ἀόρατον. Καὶ φασὶ τοῦτο προϋποκεῖσθαι τοῦ κόσμου. Εἶτα τῶν στοιχείων γεγονότων καὶ τοῦ οὐ ρανοῦ τῇ κυκλοφορίᾳ τὰ σώματα πάντα συσφίγξαντος, κενὸν μὲν ἐντὸς μηδὲν ἀπολελείφθαι, τὸ δὲ ἐκτὸς τῆς ἔξω περιφερείας αὐτοῦ ὅλον κενὸν εἶναι, ἄπειρον ἐν ἀπείρῳ τόπῳ ἐμφανταζόμενον. Τοῦτον δὲ τὸν λόγον ᾿Αριστοτέλης μὲν ἀπογινώσκει παντάπασι, καὶ οὐδαμῶς τίθεται οὔτε ἐντὸς τοῦ κόσμου, οὔτε ἐκτός· Κλεομήδης δὲ ὁ φιλόσοφος, ἐντὸς μὲν τοῦ κόσμου οὔ φησιν εἶναι κενόν, ἐκτὸς δὲ καὶ πάνυ βιάζεται. ριη'. Περὶ τόπου. Ο τόπος ὡς τ᾽ οὔνομα δηλοῖ, πρᾶγμά ἐστι δεκτικὸν σώματος, ἢ ἀσωμάτου φύσεως. Ἐπεὶ οὖν ἡ ὕλη τὸ εἶδος δέχεται, τόπος λέγοιτο ἂν ἡ ὕλη τοῦ εἴδους ἀσώματον δὲ τὸ εἶδος. Πάλιν, ἐπεὶ τὸ διάστη με ἔρημον δν καὶ κενὸν, σώματα δύναται δέξασθαι, τότ πος σωμάτων εἴη ἂν τὸ διάστημα. Κυρίως δὲ τόπος ἐστὶ τὸ ἔσχατον τοῦ περιέχοντος μέρος τὰ σώματα. Οἷον, ὁ ἀὴρ περιέχει τὰ φυσικὰ σώματα, ἀλλ' οὐ πᾶς ὁ ἀρ· οὐ γὰρ καὶ ὁ ἐν τοῖς ὄρεσιν, ἢ ὁ πλησίον τοῦ οὐ ρανοῦ, ἀλλὰ τὸ ἔσχατον μέρος αὐτοῦ περιέχει ἡμᾶς αὕτη οὖν ἡ τοῦ ἀέρος ἐπιφάνεια, τόπος ἐστὶ τῶν ἡμε τέρων σωμάτων. ριθ'. Περὶ χώρας. Χώρα ἐστὶ κατὰ τοὺς ἀριθμητικούς. τὸ νοητὸν τῶν ἀριθμῶν διάστημα, οἷον τὸ μεταξὺ τοῦ ἑνὸς καὶ τῶν δύο, καὶ τοῦ τρία, καὶ τοῦ τέσσαρα, καὶ τοῦ ἐφεξῆς. Ἐπεὶ γὰρ οὐ συνεχής ἐστιν ἡ τάξις τῶν ἀριθμῶν, διαστήματα χώρας ἐπωνομάκασι. Χώραν πάλιν τινὲς τῶν φιλοσόφων εἰρήκασι τὴν μερικὴν τοῦ περιέχοντος τὸ σῶμα περιοχὴν, οἷον ὁ πίθος περιέχει τὸν οἶνον. Ὑποκείσθω δὲ ὁ οἶνος περὶ κοίλης, ἀλλ᾽ οὐχ ὅλον τὸ σῶμα τοῦ πίθου τὸν οἶνον ἐδέξατο, ἀλλὰ μόνη ἡ κοίλη αὐτοῦ περιφέρεια. Τοῦτο γοῦν τὸ μέρος χώραν φασὶ τῶν φιλοσόφων τινές. Οὐκ ἀπεικότως δὲ τοῦτο καὶ τό που τις ὀνομάσειεν. ρκ'. Εἰ ἔμψυχος ὁ κόσμος. Ὁ μὲν καθ᾿ ἡμᾶς λόγος, οὐδὲ ἀκροθιγῶς τὸ ὡσὶν ἔμψυχον εἶναι τὸν κόσμον προσίεται, προνοίᾳ μέν τοιγε διοικούμενον. Οἱ δὲ τελεώτεροι τῶν φιλοσόφων, Πλάτων καὶ ᾿Αριστοτέλης, καὶ ὅσοι τούτοις ἐπηκολούθησαν, καὶ ἔμψυχον, καὶ ἔννουν σαφῶς ἀπεφή
col. 761–762page 38 of 48
PG 122:761ναντο. Εγκλεῖσθαι δὲ οὗ τὰς ψυχὰς ἔν τε τῷ οὐρανῷ καὶ ταῖς ὑποκειμέναις σφαίραις, ἀλλ᾽ ἀνάπαλιν τὰ σώματα τῶν θειοτέρων ἡρτῆσθαι διωρίκασι. διακεῖσθαι μέντοι καὶ ὑπὸ φύσιν αὐτὰ νενομίκασιν, οὐκ ἀντικεῖσθαι μέντοιγε τὴν φύσιν οὔτε ταῖς ψυχαῖς τούτωνφ οὔτε ταῖς νοεραῖς διατάξεσιν, ἀλλ' ὑπ' αὐτ τῶν μάλιστα καθευθύτεσθαι. Ἀλλ᾿ οὐδὲ δεσμεῖσθαι τὰς ψυχὰς, ἢ τοὺς νοῦς τοῖς τούτων ᾠήθησαν σώ μασιν, ἀλλ᾽ ὑπ' ἐκείνων ἐξάπτεσθαι καὶ κατα λάμπεσθαι. ρκα Βὶ ἀγέννητος ὁ κόσμος καὶ ἄφθαρτος. Οὔτε ἀγέννητος παρ' ἡμῖν ὁ κόσμος δοξάζεται, οὔτε ἄφθαρτος, γεγεννῆσθαί τε γὰρ αὐτὸν παρὰ τῆς Γρασῆς καὶ φθαρήσεσθαι μεμαθήκαμεν. Ἀριστοτέλης δὲ καὶ ἀγέννητον αὐτὸν καὶ ἄφθαρτον τίθεται. Πλάτων δὲ γεννᾷ μὲν αὐτὸν ἐν Τιμαίῳ, ἀποφαίνεται δὲ μηδὲ φθαρήσεσθαι τὸν ἅπαντα χρόνον. Καὶ ἐπειδὴ ἀντίκειται αὐτῷ, ὅτι σύνθετος ὢν καὶ φθαρήσεται πᾶν γὰρ τὸ σύνθετον και διαλυτόν διαστέλλεται λέγων, ὅτι ὅσον μὲν ἐπὶ τὴν φύσιν, φθαρτός ἐστι, σῶμα γὰρ οὐ χωρεῖ ἀϊδιότητα, ἀλλὰ οἱ ἄφθαρτον ἐπεισάκτως παρὰ τοῦ Θεοῦ κομίζεται. Ὁ δὲ γε Πρόκλος ἐν τοῖς ἐξηγητικοῖς τοῖς πρὸς Τίμαιον λό γοις, πειρᾶτα δεικνύναι βιαιότερον, ὅτι μηδὲ γεν νητὸν ὁ Πλάτων τὸν κόσμον οἴεται, ἢ μᾶλλον εἰπεῖν ἀποφαίνεται, κατὰ δὲ τὸ σύνθετον, ἐπινοίᾳ γεν νητόν. δ ρκβ'. Εἰ τρέφεται ὁ κόσμος. Οὐ πόῤῥω μοι εὐηθείας εἶναι δοκοῦσιν οἱ τρέφεσθαι τὸν κόσμον ὑπολαμβάνοντες, εἴτε οὐρανὸν κό σμον κατονομάζουσιν ὡς ὁ Πλάτων ἐν τῷ Τιμαίῳ, εἴτε μετὰ τοῦ αἰθέρος καὶ τὰ στοιχεῖα. Εἰ γὰρ τε λεώτατος ὁ κόσμος κατ᾿ αὐτοὺς, μάλιστα δὲ καὶ ἀἱο διος, πῶς ἂν δεηθείη τροφῆς; Τὸ γὰρ ἀτελὲς καὶ ἐνα δεὶς τρέφεται. Αλλ' οὐχὶ καὶ τὸ πλῆρες καὶ ἀνεν δεές. Εἰ δὲ τὸ τρέφον προσθήκην τῷ τρεφομένῳ ποιεῖ καὶ αὔξησιν. αὐξηθείη ἂν καὶ κόσμος τρεφόμενος, ἀλλὰ καὶ φθίνοι κινούμενος ώστε μείζων δ κόσμος ἑαυτοῦ καὶ ἐλάττων γενέσθαι. Τοῦτο δὲ πρὸς τῷ ἀτόπῳ καὶ γελοῖον ἄντικρυς, Εἰ οὖν οὔτε αὐξή σεως δεῖ τῷ κόσμῳ οὔτε κενώσεως, οὐ τροφῆς ἂν αὐτῷ δεήσοι ποτέ. ρκγ'. Περὶ τάξεως κόσμου. Ἐναντίοι πρὸς ἀλλήλους οι τῶν ᾿Ελλήνων σοφοί τὰ μέρη τοῦ κόσμου τιθέασι. Τὸ δὲ ἀληθὲς, ὁ μὲν οὐρανὸς, ὡς μέγιστον σῶμα καὶ κυκλικόν, καὶ τὰ στοιχεῖα χωρεῖν καὶ συνέχειν δυνάμενον ἐκτὸς τούτων ἐξῳκοδόμηται· ὑπὸ δὲ τὴν κοίλην αὐτοῦ ἐπιφάνειαν, πρῶτα μὲν τὰ ἀπλανῆ τῶν ἄστρων τετάχαται, καὶ ὁ ζωδιακός κύκλος, εἶτα αἱ τῶν πλανωμέ των άστρων σφαῖραί τε καὶ φοραί, ὧν ἡ σελήνη τὸ τελευταῖον· ὑπὸ δὲ ταύτην εὐθὺς τὸ ὑπέκκαυμα οἷον ἡ τοῦ πυρὸς δύναμις, εἶτα ὁ ἀὴρ, καὶ μετρ τούτων τὸ στοιχεῖον τοῦ ὕδατος, τελευταῖον δὲ τὸ τῆς γῆς σῶμα τεθεμελίωται· καὶ πάντα μὲν ἐν πᾶσιν ἐστὶν, ἕκαστον δὲ τῶν στοιχείων ολότητά τινα ὑπέκκαυμα

Part 123 - 127Pars 123 - 127

col. 763–764page 39 of 48
Pars 121, 122
PG 122:763περιγεγραμμένην ἔχει, καὶ πάντα ἀλλήλοις ἔγκειται. ρκδ΄. Τίς ἡ αἰτία τοῦτον τὸν κόσμον ὅλον ἐγκλιθῆναι. Θαυμάζω τῶν φιλοσόφων ἐνίων τὸν κόσμον μετα πεσεῖν, καὶ τὴν πρώτην οἷομένων δημιουργίαν ὥσπερ ἐξοτισθεῖσαν τῆς οἰκείας τάξεως, καὶ τὸν μὲν βό ρειον πόλον μετεωρισθῆναι, υπόγειον δὲ γενέσθαι τὸν νότιον, καὶ τὴν ἰσημερινὴν ζώνην ἐπὶ τὴν μεσημβρίαν μετεγκλιθῆναι. Τοσοῦτον γὰρ ἠγνοήκασιν, ὅτι παρὰ τὴν διάφορον τῶν κλιμάτων θέσιν οἱ πόλοι νῦν μὲν ἐπὶ τοῦ ὁρίζοντος κύκλου ἑστήκασι, καὶ ἀμετάθετον τὸ πᾶν διατηροῦτι, τοῖς δὲ τὸ βόρειον κλίμα λαχοῦσιν οἰκεῖν, ὁ μὲν ἐκεῖσε πόλος μετέωρος φαίνεται, καὶ ἀειφανής, ὁ δὲ νότιος ὑπὸ τὴν γῆν κρύπτεται" Οι μετεκλίθη γοῦν ὁ κόσμος ἐπ᾽ οὐδὲν μέρος, ἀλλ' ἡ τῶν οἰκήσεων θέσις φαντάζει τὴν ἔγκλισιν. ρκε΄. Ηόθεν ἄν τις γνοίη Ελληνικαῖς ἀποδείξεσι τὴν κόσμου συντέλειαν. Περὶ τῆς τελευταίας ημέρας καὶ ὥρας οὐδεὶς οἶδε, κατὰ τὴν τοῦ Εὐαγγελίου φωνὴν, εἰ μὴ ὁ Πατὴρ καὶ ὁ συναΐδιος ἐκείνῳ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον. Ἕλληνες δὲ βιάζονται καὶ ταύτην εἰδέναι διὰ κενῶν ἀποδείξεων. Ο Κρόνος ποιεῖ τὴν μεγίστην ἀποκατάστασιν δι᾿ ἐτῶν διακοσίων ἐξήκοντα καὶ πέντε· ὁ Ζεὺς διὰ εἴκοσι καὶ ἑπτά "Αρης δὲ διὰ διακοσίων ογδοήκοντα πρὸς τοῖς τέσ σαρσιν· ὁ Ἥλιος διὰ χιλίων τετρακοσίων εξήκοντα πρὸς τῷ ἐνί· Αφροδίτη διὰ χιλίων ἑκατὸν πεντήκοντα πρὸς τῷ ἑνί· Ἑρμῆς διὰ τετρακοσίων ὀγδοήκοντα καὶ ὀκτώ· ἡ Σελήνη δι᾽ ἐτῶν εἴκοσι πέντε Ἡ δὲ κοσμικὴ ἀποκατάστασις γίνεται δι' ἐτῶν μυ ριάδων ἑκατὸν ἐβδομήκοντα καὶ πέντε πρὸς τρισχιλίοις διακοσίοις, καὶ τότε γίνεται σύνοδος πάντων τῶν ἀστέρων κατὰ τὴν τριακοστὴν μοῖραν τοῦ καρ κίνου, ἢ τὴν πρώτην μοίραν τοῦ λέοντος, καὶ την καῦτα γίνεται ὁ παντελὴς τοῦ κόσμου κατακλυσμός. Κατὰ δὲ τὴν ἀποκατάστασιν τῶν ἐλαχίστων ἑτῶν τῶν ἀστέρων, οἱ μερικοί κατακλυσμοί γίνονται. Ἑκάστῳ γὰρ ἀστέρι πλανήτῃ μέγιστα καὶ μέσα καὶ ἐλάττονα ἔτη παράκειται. ρκς΄. Τίνα δεξιὰ τοῦ κόσμου, καὶ τινα ἀριστερά. εμπρόσθια μὲν τοῦ οὐρανοῦ τὰ ἑσπέρια μέρη, ὅτι Τοῖς μὲν ἐξ ἀνατολῶν πρὸς δύσιν ὁρῶσιν, δεξιὰ τοῦ κόσμου μέρη τα βόρεια, ἀριστερὰ δὲ τὰ νότια. Τοῖς δ᾽ ἀπὸ τῆς δύσεως πρὸς τὴν ἀνατολὴν βλέπουσι, δεξιὰ μὲν τὰ νότια ἀριστερὰ δὲ τὰ βόρεια. Καὶ πρὸς ταῦτα φέρεται κινούμενος, ὀπίσθια δὲ τὰ ἔῷα ἀπ' ἐκείνων γὰρ ὁρμᾶται. Τίνα δὲ κατῶ τοῦ οὐρανοῦ καὶ τινα ἄνω, οἱ μὲν ἄλλοι τῶν φιλοςόφων τὸ μὲν ὑπὲρ κεφαλὴν ἡμῶν ἡμισφαίριον ἄνω τιθέασι, τὸ δὲ ἀντίθετον κάτω, ᾿Αριστοτέλης δὲ νῦν μὲν ὅλον τὸν οὐρανὸν ἄνω τῆς γῆς ἀποφαίνεται, νῦν δὲ κάτω ἄνω, πλὴν μετὰ θαυμασίας καὶ λογιωτάτης ἀποδείξεως. ρκζ'. Περί μεταβολῆς τῶν τῆς γῆς μερῶν. Μεταβάλλει τὰ μέρη τῆς γῆς κατὰ τὸ ξηρότερον καὶ ὑγρότερον, ἀπὸ μὲν ὑγροῦ ξηρότερα γινόμενα
col. 765–766page 40 of 48
PG 122:765καὶ ἀπὸ ξηροῦ ὑγραινόμενα· Συμβαίνει δὲ καὶ τὴν θάλατταν ἠπειροῦσθαι, καὶ τὴν ἤπειρον θαλαττοῦσθαι. Καὶ ἐν μὲν τῷ μεγάλῳ χειμῶνι ἡ ἔπεερος θα λαττοῦται, ἐν δὲ τῷ μεγάλῳ θέρει ἡ θάλασσα ήπει ροῦται· Οἱ αὖ ποταμοὶ ἐν αἰτίᾳ εἰσὶ τοῦ τὴν γῆν τῆς θαλάσσης γυμνοῦσθαι. Εμβάλλοντες γὰρ εἰς αὐτὴν τῷ ἐπιφέρειν τὴν ἰλὺν ἥϊόνας ποιοῦσι, καὶ οὕτως ἀπογαιοῦται ὁ ποταμὸς ἐκεῖνος. Μὴ εἰσβάλλοντες δὲ ποιοῦσι τὴν γῆν θαλαττοῦσθαι· ἀλλ᾽ ἐνταῦθα ἐπειρου μένη ἡ θάλασσα, ὠθεῖται εἰς τὴν ἀντιπέραν ἤπειρον, καὶ θαλαττοῖ ταύτην· εἰ δὲ μή, παλινοστεῖ τὸ ὕδωρ αὖθις ἐπὶ τὸν οἰκεῖον τόπον, καὶ θαλαττοῦται πάλιν τὸ ἠπειρούμενον. ρκη'. Περὶ σεισμών. Τὸν σεισμὸν ποιεῖ μὲν ὁ Θεὸς, ὥσπερ δὴ καὶ τ᾿ ἄλλα σύμπαντα, κατὰ τὸ, Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν. Προσεχὲς δὲ τούτου αἴτιον, τὸ ἀναπεμπόμενον ἀπὸ τῆς γῆς πνεῦμα, ὅταν εἴσω τύχοι ῥυὲν τὸ ἔξω ἀναθυμιούμενον· διὰ ταῦτα καὶ νηνεμίας γίνονται οἱ πλεῖστοι καὶ μέγιστοι τῶν σεισμών, κατακλείεται γὰρ τηνικαῦτα ὑπὸ γῆν τὸ αἴτιον τῶν σεισμῶν. Γίνονται δὲ ἰσχυρότεροι τῶν σεισμῶν, ὅπου ἡ θάλασσα βοώδης καὶ ἡ χώρα σομφή καὶ ὕπαντρος. Διὰ γὰρ τὴν στερεότητα τὸ πνεῦμα γινόμενον σφοδρόν, μᾶλλον σείει τὴν γῆν. Αἵ τε χώραι ὅσαι σομφοὺς ἔχουσι τοὺς κάτω τόπους, πολύ δεχόμενοι πνεῦμα σείονται μᾶλλον, ὅτι ἥλιος αχλυώδης καὶ ἀμαυρὸς τότε φαίνεται, ὑπονόστησιν ἀρχομένου τοῦ πνεύματος εἰς τὴν γῆν τοῦ διαλύοντος τὸν ἀέρα καὶ διακρίνοντος. ρκθ'. Περὶ τοῦ μεγάλου χειμῶνος. Μέγας ἐστὶ χειμὼν ἡνίκα πάντες οἱ πλανῆται ἐν χειμερινῷ ζωδίῳ γίνονται, ἐν ὑδροχόῳ ἐν ἰχθύσι μέγα δὲ θέρος, ὅταν πάντες ἐν θερινῷ ζωδίῳ γέ νοιντο· ἐν λέοντι μὲν γινόμενος, ποιεῖ θέρος, ἐν αἱ γοκέρῳ δὲ χειμῶνα. Ενθεν καὶ ἐνιαυτὸς ὠνόμασται, διὰ τὸ εἰς τὸ αὐτὸ φέρειν τὸν ἥλιον, ἀπὸ γὰρ τοῦ αὐτ τοῦ εἰς τὸ αὐτὸ ἀποκαθίσταται ὁ φωστήρ. Καὶ πάνω τες μὲν οὖν κατὰ κορυφὴν ἡμῶν γενόμενοι οἱ πλα νῆται ποιοῦσι μέγα θέρος, ἀφιστάμενοι δὲ ἐκ διαμέτρου ποιοῦσι μέγαν χειμῶνα. Καὶ ἐν μὲν τῷ μεγάλῳ χει μῶνι θαλαττοῦται ἡ ἤπειρος, ἐν δὲ τῷ μεγάλῳ θέρει ἡπειροῦται ἡ θάλασσα. ρλ΄. Διὰ τί ἀλμυρὸν τὸ τῆς θαλάττης ὕδωρ ἐστιν. Αλμυρόν ἐστι τὸ θαλάττιον ὕδωρ, διότι ἡ καπνώδης ἀναθυμίασις ἔπεπτος οὖσα οὐσία παρεμπίπτουσα ἐνιαυτὸς τῇ θαλάσσῃ ποιεῖ αὐτὴν ἀλμυρὰν καὶ βαρείαν. Ἡ αὐτὴ δὲ ἀναθυμίασις ἀπόγειος γινομένη καὶ μιγνυμένη τοῖς θερινοῖς καὶ μετοπωρινοῖς ὑετοῖς ποιεῖ αὐτοὺς ἀλμυρούς. Οἱ δὲ ποταμοὶ οὐ πάσχουσι τὴν ἀλμυρότητα διὰ τὴν ἄπαυστον αὐτῶν ῥεῦσιν. Χρὴ γὰρ στάσεως, Ένα γένηται ἡ κρᾶσις τῆς καπνώδους ἀναθυμιάσεως τοῖς ὑποκειμένοις ὕδασιν. Αἴτιον δὲ τῆς ἀλμυρότητος καὶ ὁ ἥλιος. Τῇ γὰρ οἰκείᾳ θερμότητι ἐξατμίζων τὴν θάλασσαν, καὶ τὸ γλυκύτερον αἵρων καὶ κουφίζων πρὸς τὸν ἀέρα, κάτω ἀλμυρότερον ἐᾷ καὶ βαρύτερον. Ότι δὲ παχύτερόν ἐστι τὸ θαλάττιον ὕδωρ τῶν που

Part 131 - 133Pars 131 - 133

col. 767–768page 41 of 48
Pars 128 - 130
PG 122:767ταμίων υδάτων, δῆλον αἰσθήσει. Εἰ μὲν γὰρ τοῖς που ταμοῖς οὐ δύναται πλεῖν βαρὺν ἔχοντα φόρτον πλοῖα, ἐν δὲ τῇ θαλάσση βαστάζονται ἐλαφρῶς, διὰ τὴν αὐτῇ ὑποκειμένην παχύτητα. ρλα΄. Τίς ἡ αἰτία τοῦ ἐν τῇ θαλάσσῃ γλυκύ ὕδωρ εὑρίσκεσθαι. Αἴτιον τοῦ εἶναι γλυκὺ ὕδωρ ἐν τῇ θαλάσσῃ τὸ που ταμοὺς ῥεῖν περὶ αὐτήν. Ὁ γοῦν ἐπὶ Γάζαν πλοῦς ὕδωρ ἔχει γλυκὺ, διὰ τὸ τινὰ στόμια τοῦ Νείλου ἐκεῖσε ἐμβάλλειν. Τῷ γὰρ ῥύμῃ καὶ τῇ ὁρμῇ ἐμ βάλλειν ὁ ποταμὸς εἰς τὴν θάλασσαν, οἷον βρύα τινὰ ποιεῖ, καὶ παρέχει ὕδωρ γλυκύ. Καὶ τοῦτο δέ σοι ἱστέον, ὅτι ὁ μὲν ποταμὸς ἀπὸ πάσης μεγάλης πηγῆς ῥεῖ, καὶ τὰ φρέατα δὲ ἀπὸ πηγῶν ἔχουσι τὴν ἀρχὴν, καὶ ὅπου μὲν ἀπὸ τοῦ βάθους τῆς γῆς ἐκδί δοται τὰ ὕδατα, ὅπου δὲ ἀπὸ πηγῶν καὶ κρηνῶν ἐπι πολῆς. Καὶ ποταμοὶ μὲν καὶ κρῆναι ρευστὰ ἔχουσιν ὕδατα, τὰ δὲ φρέατα, στάσιμα, οὐ γὰρ ἐκρέουσιν. Εξωθεν δὲ θαλάσσης ο Αριστοτέλης τὴν Ἐρυθράν λέγει, διὰ τὸ μὴ ἔχειν πέρας. Τόπος δέ ἐστι περὶ τὸν ποταμὸν τὸν βαθύτατον, βαθὺς καλούμενος, ἔνθα ἀναδίδοται ὕδωρ γλυκύτατον μετὰ πολλοῦ πνεύ ματος. ρλβ'. Διὰ τί τὸ θαλάττιον ὕδωρ οὐ τρέφει τὰ δένδρα. Οὐ τρέφει τὰ δένδρα τὸ θαλάττιον ὕδωρ, διότι οὐκ ἐνδύεται ταῖς ῥίζαις αὐτῶν, οὐδὲ ἀναφέρεται ταχέως εἰς τὸ στέλεχος καὶ τοὺς ἀκρέμονας διὰ τὸ παχὺ εἶ ναι, καὶ ὅτι ἐμβριθές ἐστι καὶ γεῶδες. Τοῦτο δὲ ἀποδείκνυται ἀπὸ του μᾶλλον ἀνέχειν καὶ ὑπερείδειν τὰ πλοῖα, καὶ τοὺς κολυμβῶντας. Εἰπὲ καὶ άλλην αἰτίαν, ὅτι ξηραντικόν ἐστι τοῦτο τὸ ὕδωρο δεῖ δὲ τοῖς δένδροις οὐ ξηρότητος, ἀλλ' ὑγρότητος. Ὅτι δὲ ξηραίνει τὸ θαλάττιον ὕδωρ, φανερὸν καθ έστηκεν ἀπὸ τοῦ βοηθεῖν πρὸς τὰς σήψεις, ἐξικμάζον ταῦτα καὶ ἀναξηραῖνον, καὶ τὰ σώματα δὲ τῶν λουσαμένων ἐν τῇ θαλάσσῃ ξηρὰν ἔχει καὶ τραχεῖαν τὴν ἐπιφάνειαν. Εἰπὲ καὶ ἄλλην αἰτίαν ὅτι πολλῆς ἡ θάλασσα μετέχει τῆς λιπαρότητος, τὸ δὲ λιπαρόν, ἐμπίπτον τοῖς πόροις τῶν δένδρων, οὐκ ἐξ ταῦτα καρπογονεῖν. ρλγ'. Διὰ τί τῆς θαλάττης ἐλαίῳ καταῤῥαινομένης για νεται καταφάνεια καὶ γαλήνη. Ὅτι τὴν θάλασσαν γεώδη καὶ ἀνώμαλον οὖσαν ἐξωθεῖ καὶ διαστέλλει τὸ ἔλαιον τῆ πυκνότητι, εἶτα ανατρεχούσης εἰς ἑαυτὴν καὶ συστελλομένης γίνονται πόροι τινὲς, καὶ κενὰ διαλείμματα, μεταξύ διαύγειαν ταῖς ὄψεσι διδόντες καὶ καταφάνειαν· καὶ τὸ πνεῦμα τῆς λειότητος ἀπολισθαῖνον οὐ ποιεῖ πληγὴν, οὐδὲ σάλον. Η ὅτι τὸ ἔλαιον ὀμαλώτατον καὶ λιπαρώτατον ὄν, ἐπιχεόμενον τῇ θαλάσσῃ, δια σκίδνησι τὸν ἐν αὐτῇ ζοφερόν αέρα καὶ λαμπρότερον ἀπεργάζεται, γαλήνην δὲ ἐμποιεῖ ἐπιπλέον ἄνωθεν, καὶ οὐκ ἐῶν κάτωθεν αὐτὴν ἀναβράττεσθαι. Εἰσὶ δὲ καὶ ἄλλαι πολλαὶ περὶ τούτων αἰτίαι, ἀλλ᾽ οἶγε εἰρημέναι τῶν ἄλλων εἰσὶ ἀκριβέστεραι. ΝΟΤΑΕ. 4: τὸ δὲ ὑπὲρ Κασπίαν βαθὺν ἔχει τὸν ὑπὲρ τὴν Μαιῶτιν λίμνην τόπον.
col. 769–770page 42 of 48
PG 122:769ρλδ. Τίς ἡ αἰτία δι᾽ ἣν ὅταν εἰς τὴν θάλασσαν ἐμπέσῃ 134. κεραυνός, ἅλες ἐξωθοῦσιν. Πηγνύμενον τὸ θαλάσσιον ὕδωρ τὰς ἅλας ποιεῖ. Πήγνυται δὲ τοῦ κεραυνοῦ ἐμπεσόντος ἐν τῇ θα λάσσῃ, καὶ τὸ γλυκὺ καὶ πότιμον ὕδωρ ἐξάγοντος. Οθεν τὸ μὲν λεπτὸν καὶ πότιμον ὕδωρ, οὔθ᾽ ὑπὸ ἡλίου καιόμενον πήγνυται, οὔθ᾽ ὑπὸ κεραυνοῦ, τὸ δὲ αλμυρὸν ὑπ᾽ ἀμφοτέρων τοῦτο πάσχει, καὶ μάλιστα γπ' ὑπὸ κεραυνοῦ. θειώδες γὰρ ἂν τὸ κεραύνιον πῦρ ὅταν εἰς τὴν θάλασσαν ἐμπέσῃ, ἐξατμίζει μὲν καὶ ἀναξηραίνει τὸ πότιμον, πήγνυσι δὲ τὸ γεῶδες καὶ ἀλμυρόν, ὅθεν άσηπτα μὲν οἱ κεραυνοί ποιοῦσι τὰ σώματα, ἄσηπτα δὲ οἱ ἄλες ἐκτηκομένης ὑπ᾽ αὐτῶν τῆς ὑγρότητος. Ταύτην τὴν αἰτίαν καὶ Ἀριστοτέλης ὁ φιλόσοφος τίθησί τε καὶ ἀποδέχεται, καὶ οἱ κρείττου νες τῶν Φυσικῶν, ρλεʹ. Περὶ τῆς ἐν Εὐβοίᾳ παλιῤῥοίας. Τὸ πέλαγος τὸ Ἰωνικὸν ἐκ πολλῆς εὐρυχωρίας ἐν τῇ Εὐβοίᾳ στενούμενον, καὶ καθάπερ διὰ στομίου τινὸς εἰς τὸν Κρισαῖον κόλπον ἐκχεόμενον ἐμμίζεται πρὸς τὴν Αἰγαίαν θάλατταν ἐπειγόμενον ὑπὸ τοῦ τῆς Πελοποννήσου ισθμοῦ τῆς πρόσω φορᾶς ἀνακόπτεται, προμηθεία κρείττονι, ὡς ἔοικεν, ἐπικλῦσαι τὴν ἀντί θετον προβολῇ τοῦ αὐχένος ἀποτειχιζόμενον, καὶ τούτου δὲ παλιβοίας, ὡς τὸ εἰκὸς, γινομένης. Καὶ περὶ τόνδε τὸν πορθμὸν πλέον ἢ κατὰ τὸν ἄλλον κόλπον θλιβομένου τοῦ ἐπιῤῥέοντος ἐπὶ τῷ ἀνατρέ χοντι πολλάκις ἐμπίπτον τὸν βρασμὸν ποιεῖ τὸ ὕδωρ, καὶ κῦμα φλεγμαῖνον ἐγείρει πρὸς τῆς ἀντιτυπίας εἰς κλύδωνα κορυφούμενον. ρλς. Διὰ τί ὑπὸ τῶν ὑετίων ὁδάνων μᾶλλον ἢ τῶν ἐπιβρύτων τὰ δένδρα καὶ τὰ σπέρματα πέφυκε τρέφεσθαι. Διότι τῇ πληγῇ διεστῶσι τὴν γῆν καὶ πόρους ποιοῦσι καὶ διαδύονται εἰς τὴν βίζαν. Η ὅπερ ἀλη θέστερον, πρόσφατόν ἐστι καὶ νέον ὕδωρ τὸ δόμενον, ἕωλον δὲ καὶ παλαιὸν τὸ λιμναῖον, ἢ ὅτι τὸ ἀερῶδες ὕδωρ πνεύματι μεγιγμένον ὅν, ὁδηγεῖται καὶ ἀνα πέμπεται ταχέως εἰς τὸ φυτὸν ὑπὸ λεπτότητος, διὸ καὶ πομφόλυγας ποιεῖ, διὰ τὴν τοῦ ἀέρος ἀνάμιξιν, ἢ ὅτι τὸ ὄμβριον ὕδωρ γενόμενον ἐν ἀέρι καὶ πνεύ ματι καθαρὸν καὶ ἀμιγὲς κάτεισι. Τὰ δὲ πηγαία καὶ τῇ γονῇ καὶ τοῖς τόποις ὁμοιούμενα δι' ὧν ἕξεισι, πολλῶν ἀναπίμπλανται ποιοτήτων. Πρόσθες καὶ ἄλλην αἰτίαν· εὔσηπτόν ἐστι τὸ δέτιον ὕδωρ, καὶ διὰ τοῦτο καὶ εὔθρεπτον. Πᾶν δὲ ὕδωρ τὸ οὕτως ἔχον, τρέφει τὸ ὑποκείμενον. ράζ. Διὰ τί τῶν ὀμβρίων ὀδάτων εὐαρδέστερα τοῖς σπέρμασι τὰ μετὰ βροντῶν καὶ ἀστραπών ὕδατα. Πνευματώδη εἰσι διὰ τὴν τοῦ ἀέρος ταραχὴν καὶ ανάμιξιν. Τὸ δὲ πνεῦμα τὴν ὑγρότητα κινοῦν μᾶλο λον ἀναπέμπει καὶ ἀναδίδωσιν. Η ὅτι βροντὰς μὲν καὶ ἀστραπὴς ποιεῖ τὸ θερμὸν ἐν τῷ ἀέρι πρὸς τὸ ψυχρόν μαχόμενον· διὸ καὶ χειμῶνος οὐδαμῶς βρον ταί. ἔαρος δὲ μάλιστα καὶ φθινοπώρου· ἡ δὲ θερ μότης πίπτουσα τὸ ἀγρὸν προσφιλές ποιεῖ τοῖς βλαστάνουσι καὶ ὠφέλιμον. Τὰ μέντοιγε ἐαρινὰ τῶν

Part 138 - 141Pars 138 - 141

col. 771–772page 43 of 48
Pars 134 - 137
PG 122:771υδάτων ἀναγκαιότερα τοῖς σπέρμασι πρὸ τοῦ θέρους. Ὅθεν ἡ πλεῖστον βομένη τοῦ ἔαρος χώρα, καθάπερ ἐν Σικελία, πολλοὺς καὶ ἀγαθοὺς καρποὺς ἀναδίδωσιν. ρλη'. Περί τινων λιμνών. Ἡ μὲν καλουμένη παρὰ τοῖς πολλοῖς Νεκρὰ θά λασσα ἡ ἐν Παλαιστίνη, παχυτάτη οὖσα, αλμυρο τάτη ἐστὶ πάντων ὑδάτων, καὶ πᾶν τὸ ἐμβαλλόμενον ἐν αὐτῇ σῶμα ἀνωθεῖται ἀπὸ τοῦ ὕδατος, καὶ οὗ γίνεται ὑποβρύχιον. Πᾶν δὲ ὕδωρ ἁλμυρόν θερμόν μέν ἐστιν ἢ δυνάμει ἢ ἐνεργεία· δυνάμει μὲν ὡς τὰ εν Τύρῳ, ἐνεργείᾳ δὲ ὡς ἐν Γαβάροις. Καὶ ἐν Όμι βρικοῖς χώρα ἐστὶν λυώδης, ἐν ᾗ κάλαμοι καὶ σχοί νοι γίνονται πλεῖστοι· τούτους καίοντες οἱ τῆς χώρας καὶ ἀποτεφροῦντες, καὶ τὴν τέφραν εἰς ὕδωρ ἀφο έψοτες τὸ ἐπιπαγὲν ἀλὰς εὐρίσκουσι. Καὶ ἡ Σερβω νίτης δὲ λίμνην ἀλμυρά ἐστι· καὶ ὅσον ἂν ἐπιγείνεται ἡ τοῦ ὕδατος παχύτης, τοσοῦτον καὶ ἡ ἁλμυρότης, ὡς εἶναι τὸ παχύτατον ἀλμυρότατον. Καὶ ἡ θάλασσα οὖν ἀλμυρά ἐστι, διότι παχεῖα, διὰ τὸ συμμεμῖχθαι αὐτῇ τὴν καπνώδη ἀναθυμίασιν παχυτάτην οὖσαν. ρλθ'. Περὶ ποταμῶν. Ἀπὸ τοῦ Πανναρύου καλουμένου ὅρους τοῦ ὄντος ἐν τῇ ᾿Ασίᾳ ῥέουσι ποταμοὶ ὁ Βάκτρος καὶ ὁ Χοάσπης καὶ ὁ ᾿Αράξης. Ἐκ δὲ τοῦ Καυκάσου ὄρους ὁ Φάσις, ἄλλοι τε πολλοὶ βέουσι πολὺ καθὰ πλῆθος καὶ μέγεθος ὑπερβάλλοντες. Ὁ δὲ Καύκασος μέγιστον ὄρος τῶν πρὸς τὴν Ἔω τὴν θερινὴν καὶ πλήθει καὶ ὕψει. Ἐκ δὲ τῆς Πυρίνης (τοῦτο δέ ἐστιν ὄρος πρὸς ουσμὴν τὴν ἰσημερινὴν, ἐν τῇ Κελτικῇ) ῥέουσιν ὅ τε Ίστρος δι' ὅλης τῆς Εὐρώπης εἰς τὸν Εὔξεινον Πόντον. Ὑπ᾿ αὐτὴν δὲ τὴν ἄρκτον ὑπὲρ τῆς ἐσχάτης Σκυθίας αἱ καλούμεναι Ρίπται εἰσίν· αἱ δὲ Ῥίπται ὑπερμεγέθη καὶ ὑψηλότατα. Περὶ δὲ τὴν Λιβύην ἐκ τῶν Αιθιοπικῶν ὁρῶν, ὁ Αἰγῶν, καὶ ὁ Νήοσις καὶ ὁ Χρε δ μέτης. Τοῦ δὲ Νείλου τὸ ῥεῦμα ἐκ τοῦ ᾿Αργυροῦ κάτ τεισιν ὄρους. Καὶ ὁ μὲν Αχελῷος ἐκ Πίνδού. ὁ δὲ Στρυμὼν καὶ ὁ Ἔβρος ἐκ τοῦ Σκόμβρου. Ὅρη δὲ ταῦτα περὶ τὸν Ἑλληνικὸν τόπον, ρμ'. Περὶ τῆς τοῦ Νείλου ἀναβάσεως. Ὁ Νεῖλος τὰς μὲν ἀρχὰς τῆς φύσεως, ἐκ τῶν ἄκρων μὲν τῆς Αιθιοπίας, ἐσχάτων δὲ τῆς Λιβύης λαμβάνει, καθὸ μέρος τὸ κλίμα τὸ ἀνατολικὸν ἀπολῆγον ἀρχὴν τῇ μεσημβρία δίδωσιν. Αὔξεται δὲ κατὰ τὴν θερινὴν ὥραν, οὐχ, ὥς τινες ᾠήθησαν, πρὸς τῶν ἐτησίων ἀνέμων ἄντικρυ πνεόντων ἀνακοπτόμενος, ἀλλ᾽ αὐτῶν δὲ τούτων τῶν ἀνέμων κατὰ τροπὴν τὴν θερινὴν ἀπὸ τῶν ἀρκτῴων ἐπὶ τὴν μεσημβρίαν πάν νίφος ἐλαυνόντων καὶ ὠθούντων, ἕως ἐπὶ τὴν κεκαυμένην ζώνην συναύξωσι, καθ᾿ ἣν τῆς πρόσω φορᾶς ἀνακόπτονται, καὶ τότε λάβρων δετῶν ῥηγνυμένων, ὀργᾶται ὁ Νεῖλος καὶ ποταμὸς εἶναι οὐκ ἀνέχεται. Διὸ πιεῖν τέ ἐστι γλυκύτατος, ἅτε ἐξ ὄμβρων οὐρα νίων χορηγούμενος, καὶ θιγεῖν προσηνέστατος, οὐκ ἔτι μὲν θερμὸς ὡς ὅθεν ἤρξατο, ἔτι δὲ χλιαρὸς ὡς ἐκεῖθεν ἀρξάμενος.
col. 773–774page 44 of 48
PG 122:773ρμα. Διὰ τί μόνος ποταμῶν ὁ Νεῖλος αὔρας οὐκ ἀναδίδωσιν. Μόνος ποταμῶν ὁ Νεῖλος αὔρας οὐκ ἀναδίδωσι, διότι τῶν νεφῶν ἀπὸ τῆς Αιθιοπίας παρὰ τῶν ἐτη σίων ἀνέμων ἄχρι μεσημβρίαν ἐλαυνομένων, ἡ ἐμ περιεχομένη τούτου ἀτμὶς ὑπὸ τοῦ κατὰ τὸν τόπον πυρώδους, ἅπασα ἐξικμάζεται, κἀντεῦθεν δετοῦ πολλοῦ καταφερομένου ὁ Νεῖλος τῆς οἰκείας ὄχθης ἐξανιστάμενος γεωργεῖ τὰς ἀρούρας, καὶ εἰκότως αὔρας οὐκ ἀναδίδοται, τῆς ἀτμίδος πάσης ἐκτακείσης διὰ θερμότητα. Οὐδὲ ἦν ὁ Νεῖλος αὐξόμενος ἀπὸ χιόνος τηκομένης, ὡς τινες τῶν φυσικῶν φιλοσόφων ᾠήθησαν. Ὅθεν οὐδ᾽ ἔστι αἰτία ἀληθεστέρα τῆς τοῦ ποταμοῦ ἀναβάσεως, καὶ τοῦ μὴ αὔρας ἐξ αὐτοῦ ἀναδίδοσθαι. ρμβ΄. Περὶ τῶν μεγίστων βασιλειῶν. Πρώτη τῶν διωνομασμένων βασιλειῶν ἡ τῶν ᾿Ασσυρίων, μεθ᾿ ἣν ή Μηδική, ἐκείνην τε καθελοῦσα καὶ μείζονα δυναστείαν περιβαλλομένη. Πέρσαι δὲ Μήδους καταγωνισάμενοι, τῆς μὲν Ἀσίας ὀλίγου δεῖν πάσης τελευτῶντες ἐκράτησαν· ἐπιχειρήσαντες δὲ καὶ τοῖς Εὐρωπαίοις ἔθνεσιν οὐ πολλὰ ὑπηγάγοντο. Χρόνῳ δὲ οὐ πολλῷ πλείονι διακοσίων ἐτῶν ἔμειναν ἐπὶ τῆς ἀρχῆς. Ἡ δὲ μακεδονική δυναστεία την Περσῶν ἀρχὴν καθελοῦσα ἄχρι δευτέρας ἢ τρίτης ίσχυσε προελθεῖν γενεῖς. Ἡ δέ Ῥωμαίων πόλις ἁπάσης μὲν ἀρχεῖ γῆς, ὅση μὴ ἀνέμβατός ἐστιν, ἀλλ' ὑπὸ ἀνθρώπων οἰκεῖται. Πάσης δὲ κρατεῖ θα λάττης, καὶ αὐτῆς τῆς ὠκεανίτιδος, καὶ ὅση πλεῖσθαι ἀδύνατος, ρμγ'. Περί χυμῶν. Ἐν τῷ γένει ὄντων τῶν κυμῶν ἕνα μόνον τὸν ἀλμυρὸν ἐπ' οὐδενὸς καρποῦ ὁρῶμεν γινόμενον· τὸν μὲν γὰρ πικρὸν χυμὸν ἡ ἐλαία φέρει, καὶ τὸν στρυφνόν αἱ φοινικοβάλανοι, καὶ τὸν αὐστηρὸν αἱ ῥοαὶ, καὶ τὸν γλυκὺν τὸ μέλι, καὶ τὸν ὀξὺν τῶν μή λων ἔνια, καὶ τὸν δριμὺν πολλὰ τῶν σπερμάτων καὶ τῶν ῥιζῶν· ὁ δὲ ἁλμυρὸς χυμὸς ἀπ᾽ οὐδενός για νεται. Διότι ἡ θάλασσα διηθουμένη διὰ φυτοῦ τὸ ἀλμυρὸν ἀποβάλλει γεώδες γὰρ καὶ παχυμερές ἐστι, καὶ ἐν ἑκάστῳ τῶν φυτῶν τὸ ἁλμυρὸν ὕδωρ καὶ θαλάττιον ἀλλοιούμενον, τὴν μὲν ἀλμυρότητα ἀποτίθεται, ἑτέραν δὲ μεταλαμβάνει ποιότητα. Ατε γὰρ παχύτατον ὂν τὸ ἀλμυρὸν οὐ δύναται ἀπὸ τῶν ῥιζῶν εἰς τοὺς κλάδους μετεωρίζεσθαι, εἰ μὴ σὺν τῇ ἁλμυρότητι ἀποβαλῇ καὶ τὴν βαρύτητα. ρμδ'. Διατί παραβάλλουσιν ἅλας οἱ νομεῖς τοῖς θρέμμασιν. Διότι τὴν ὄρεξιν ἡ δριμύτης εκκαλεῖται, καὶ τοὺς πόρους ἀναστομοῦσα, ὧδε ποιεῖ τῇ τροφῇ πρὸς ἀνάδοσιν. Η μᾶλλον ὑγιείας ἕνεκα τὸν ἀλα διδόασι τοῖς βοσκήμασι. Νοσεῖ γὰρ τὰ θρέμματα πιαινόμενα, τὴν δὲ πιμελὴν τήκουσιν οἱ ἅλες καὶ διαχέουσιν· ἡ γὰρ κολλῶσα καὶ συνδέουσα τὸ δέρμα πιμελή, λεπτή καὶ ἀσθενὴς ὑπὸ δριμύτητος γίνεται, καὶ τὸ αἷμα δὲ τῶν τὸ ἅλας διαλεχόντων, λεπτύνεται. Καὶ τὰ ΝΟΤΕ. στυφούς στρυ φούς

Part 145 - 147Pars 145 - 147

col. 775–776page 45 of 48
Pars 142 - 144
PG 122:775βοσκήματα δὲ γονιμώτερα και πρόθυμα πρὸς τὰς συνουσίας ἐντεῦθεν καθίστανται, καὶ αἱ κύνες δὲ ταχέως κύουσι, τάριχον ἐπεσθίουσαι. Τὸ δὲ ἅλας θεῖον ὁ ποιη τὴς εἴρηκεν ἐν οἷς λέγε πάσσε δ' ἀλὸς θείου. Διότι θείαν κέκτηται δύναμιν, τὰ νεκρὰ τῶν σωμάτων εὔσηπτα, ἄσηπτα ἐργαζόμενον. ρμε. Διατί την χρόαν ὁ πολύπους ἐξαλλάττει αἷς ἂν πέτραις προσομιλήσῃ. Δῆλόν ἐστι τὸ ζῶον καὶ ὅταν ἢ ψόφον τινὰ αἴσθηται, ἢ θηραθῆναι ὑποπτεύσῃ, τρέπεται ὑπὸ δειλείας καὶ μεταβάλλεται. Ὁμοιοῦται δὲ ταῖς χροιαῖς τῶν πετρῶν, αἷς ἐγκάθηται· διότι ἀπὸ πάντων σωμάτων καὶ χαλκοῦ καὶ σιδήρου καὶ λίθου ἀπόῤῥοιαί τινες φέρονται. Συμμέτρως οὖν οἱ πόροι του σώματος τῶν πολυπόδων πρὸς τὰ παρὰ τῶν σωμάτων πεμπόμενα ρεύματα ἔχοντες, τήν τε χρόαν αὐτῶν ἴσχουσι, καὶ μεταβάλλουσι πρὸς αὐτήν. Οταν οὖν δείσῃ περιτρι πόμενος ὁ πολύπους οἷον ἔσφιξε τὸ σῶμα καὶ συνέ δησεν, ὥστε προσδέχεσθαι καὶ στέγειν ἐπιπολῆς τὰς τῶν ἐγγὺς ἀποῤῥοίας. Οὔτε δὲ ὁ πολύπους, οὔτε ὁ χαμαιλέων πρὸς τὸ λευκὸν ἀλλοιοῦται, διότι ἀσυμμετ τρους ἔχουσι τοὺς πόρους πρὸς τὴν τοιαύτην χροιάν πρὸς δὲ τὰς ἄλλας ἐπιτηδείως. ρμς'· Διατί τῆς ἄρκτου ἡ παλάμη τῆς χειρὸς φαγεῖν γλυκυτάτη. Διότι πᾶν τὸ εὔπεπτον, ἥδιστον· εὔπεπτον δὲ τὸ θερμαινόμενον· θερμαίνεται δὲ τὸ μάλιστα γυμναζόμενον, [οἷον ἡ τῆς ἄρκτου τῆς χειρὸς παλά μη]. Καὶ γὰρ ὡς ποδὶ αὐτῇ χρῆται βαδίζουσα, καὶ ὡς χειρὶ ἀντιλαμβανομένη τοῦ προστυχόντος. Ὅθεν καὶ τῶν πτηνῶν ζώων ἥδιστα καὶ εὔτροφά ἐστι τὰ κινητικώτατα μᾶλλον, ὁποῖα ἐστιν αὐτοῖς τὰ πτε ρύγια. Τούτοις γὰρ τὸν ἀέρα κινεῖ καὶ διαπερᾷ. Τὰ δ' ἄλλα μέρη οὐχ ὅμοια τούτοις πρὸς εὐτροφίαν ἔχουσι. Διὰ τοῦτο καὶ τὰ γυμνάσια εὐεξίαν αὐτοῖς σώμασι δίδωσι κινοῦντα καὶ τοὺς ἐν αὐτοῖς χυμούς πέπτοντα καὶ ἀπολεπτύνοντα. Οὐ μέχρι δὲ σωμάτων, ἀλλὰ καὶ εἰς αὐτὰς τὰς ψυχὰς τὰ ἐν τοῖς μαθήμασι γυμνάσια ὠφέλειαν ἐμποιεῖ. Καὶ κίνησις μὲν μετεξετέρη κατὰ τὸν Ἱπποκράτην, κρατύνει τὸ σῶμα, ἀργία δὲ τήκει. ρμζ'. Διατί Δωριεῖς εὔχονται κακὴν χόρτου συγκομιδήν. Κακός συγκομίζεται χόρτος βροχὴν ὅτι πλείστην εχόμενος. Χλωρὸς γὰρ θεριζόμενος σήπεται ταχύ διάβροχος γεγονώς. Υόμενος δὲ πρὸ τοῦ θέρους δ σῖτος βοηθεῖται πρὸς τὰ θερμὰ καὶ νότια πνεύματα. Ταῦτα γὰρ οὐκ ἐξ πυκνωθῆναι συνεστάμενον τὸν καρπὸν ἐν τῷ στάχυϊ· ἀλλ᾽ ἐξέστησε καὶ διαχέει τῇ θερμότητι τὴν πήξιν, ἂν μὴ βεβρεγμένης τῆς γῆς ἡ ὑγρότης παραῤῥεῖ ψύχουσα καὶ νοτίζουσα τὸν στά χυν. Διότι οὖν ἡ κακὴ τοῦ χόρτου συγκομιδὴ διὰ τὴν βροχὴν γίνεται, σήπουσαν τοῦτον καὶ ἀφανίζουσαν ὁ δὲ ὑετὸς ὠφέλιμός ἐστι τῷ σίτῳ πρὸ τοῦ θέρους
col. 777–778page 46 of 48
PG 122:777γινόμενος, ἐξυγραίνει γὰρ αὐτῶν καὶ οὐκ ἐᾷ παρὰ τῶν θερμῶν πνευμάτων θερμαίνεσθαί τε καὶ φλέγεσθαι, διὰ ταῦτα εὔχονται τοῖς δωριοῖς κακὴν χόρτου συγκομιδὴν. ρμη. Διατί ἡ ἄρκτος οὐκ ἐσθίει τὰ δίκτυα ὅταν ἀλίσκηται. Λύκοι μὲν καὶ ἄρνες καὶ τ᾿ ἄλλα τῶν θηρίων διαμάσσεται τὰ δίκτυα, ὅταν ἐν τούτοις γένηται. Ἡ δὲ ἄρκτος τοὺς ὀδόντας ἔχουσα εἴσω του στόματος ἥκιστα πρὸς τὰ λίνα ἐξικνεῖται. Παραπέμπει γὰρ τὰ χείλη διὰ πάχος καὶ μέγεθος, ἢ μᾶλλον ἰσχύουσα ταῖς χερσὶ διασπᾷ τὸν βρόχον, καὶ ταῖς μὴν χερσὶ διασπᾷ τὸ λίνον, τῷ δὲ στόματι ἀμύνεται τοὺς διώκοντας· ἢ ὅτι αἱ περικυλινδήσεις μάλιστα βοη θοῦσι αὐτῇ πρὸς τὴν ἀποφυγὴν διασπῶσαι τὸ δίκτυον καὶ ῥηγνύουσαι, ὅθεν πολλάκις περικυλιομένη τοῖς βρόχοις διαιρεῖ τούτους καὶ τέμνει, εἶτα ῥᾳδίως ἐκε κυβιστᾷ καὶ σώζεται. Πολλῶν οὖν αὐτῇ ὄντων ἀμυντηρίων καὶ ἀφορμῶν εἰς διαφυγήν, τοῖς μάλιστα ἰσχυροτέροις χρῆται, καὶ διολισθαίνει τοῦ βρόχου ὑφ' οὗ κατέχεται. ρμθ'. Διατί ἡ τευθίς φαινομένη, σημεῖον χειμώνος ἐστί. Ἡ τευθὶς ἰχθύδιόν ἐστι λεῖον τὴν ἐπιφάνειαν τῆς σαρκὸς, ὅθεν καὶ μαλάχιον ὠνόμασται. Ψιλότατον γὰρ ἂν καὶ μήτε ἐστράκῳ συγκαλυπτόμενον, μήτε δέρματι περιεχόμενον, μήτε λεπίδι σκεπόμενον, μετὰ τῶν μαλαχίων τετάχαται. Γυμνὸν οὖν παντὶ καὶ ἀσκεπὲς ὅν προαισθάνεται δι᾿ εὐπάθειαν τοῦ χειμῶνος. ὅθεν ἐξάλλεται φεύγουσα τὸ ψύχος καὶ τὴν ἐν βάθει ταραχὴν τῆς θαλάσσης, καὶ εἰς τὴν ἐπιφάνειαν τοῦ ὕδατος ἀνανήχεται. Οταν οὖν τὸ ἰχθύδιον τοῦτο θεάσωνται οἱ θαλαττουργοὶ τῇ θαλάσσῃ νηχόμενον, χειμῶνα τεκμαίρονται, ὥσπερ ὅταν ἴδωσι τὸν πολύποδα τῆς πέτρας περιεχόμενον, ἀνέμων σημεοῦν τα φοράν. Εγκατέσπειρεν γὰρ ὁ Θεὸς τοῖς ζώοις δυο νάμεις προγνωστικὰς, δι᾿ ὧν τὰ σωτήρια διώκουσι καὶ τὰ λυπηρὰ διαφεύγουσι. ρν. Διατί τὸν μὲν σῖτον ἐν πηλώδει φυτεύομεν γῇ, τὴν δὲ κριθὴν ἐν καταξήρῳ. Ὁ σίτος πικρὸς ὅτι καὶ ξυλώδης, χαύνη δὲ καὶ εὐδιάσηπτος ή κριθή. Οθεν ἐκεῖνος μὲν μαλαττόμενος καὶ χυλούμενος ὑπὸ τοῦ ὑγροῦ μάλιστα φύεται. Τῇ δὲ κριθῇ διὰ μανότητα σύμφορόν ἐστι τὸ ξη ρότερον, ὅθεν πυροφόρος μὲν ἡ πίων καὶ βαθύγεως άρουρα, κριθοφόρος δὲ ἡ λεπτόγεως. Διότι τῶν σπερμάτων τὰ ἰσχυρὰ πλείονος τροφῆς δεῖται, τὰ δὲ ἀσθενῆ λεπτοτέρας καὶ ἐλαφρῆς. Ασθενέστερον δὲ ἡ κριθὴ καὶ μανότερον, ὅθεν οὐ φέρει τὴν πολλὴν τροφὴν καὶ βαρείαν, Ἑκάστῳ γὰρ βλαστήματι καὶ ἑκάστῳ φυομένῳ χόρτῳ ἢ σπέρματι κατάλληλον χρὴ τὴν ὑποκειμένην παρασκευάζεσθαι γῆν, ὅπως ᾧ χαίρει ἕκαστον, τούτῳ τρεφόμενον αὔξηται. Χαίρει δὲ τὰ μὲν τοῖς ξηροῖς, τὰ δὲ τοῖς ὑγροῖς, τὰ δὲ τοῖς Θερμοῖς. ρνα. Διατί ἡ ἄμπελος οἴνῳ φαινομένη μάλιστα τῷ ἐξ αὐτῆς, ἀναξηραίνεται. Ὅτι ὁ ἄκρατος στυπτικὴν ἔχων φύσιν ἐνδύεται μαλάκιον

Part 152 - 154Pars 152 - 154

col. 779–780page 47 of 48
Pars 148 - 151
PG 122:779σας οὐκ ἐᾷ διιέναι τὸ ὕδωρ, ὥστι τὸ φυτὸν εὐθαλεῖν καὶ βλαστάνειν. Ῥᾷον δὲ ἡ ἄμπελος δέχεται τὸ ἐξ αὐτῆς ἀπιόν, εἰς αὐτὴν ἐπανιόν. Εἰ γὰρ καὶ ἀναι σθητον τὸ φυτὸν, καὶ οὔτε ὁρμῇ ούτε φαντασία διοικούμενον, ἀλλὰ φύσει πρὸς τὸν οἰκεῖον χυμὸν τρεπομένη, παρ᾽ αὐτοῦ μᾶλλον ὑπομένει τὴν πύκνωσιν. Εἰσὶν οὖν ὡς ἀληθὲς τὰ πλείω τῶν φυσιολογουμέ νων δύσφραστα καὶ δυςείκαστα, καὶ δεῖ τὸ μὲν βάθος ἀπογινώσκειν τῆς διαγνώσεως δέχεσθαι δὲ τὸ διδόμενον ἂν ἔχει τὸ πιθανόν. Τοῦτο καὶ Πλάτων ἐν Τιμαίῳ βοᾷ, ὡς Ἐγώ τε ὁ λέγων ὑμεῖς τε οἱ ἀκούοντες φύσιν ἀνα θρωπίνην ἔχομεν. ταῖς ῥίζαις, καὶ τοὺς πόρους συναγαγὼν καὶ πυκνώ 152. ρνβ'. Διατί τὰ ῥόρα μᾶλλον ἀνθεῖ δυσωδῶν τινῶν παραφυομένων αὐτοῖς. Οὐ τὰ ῥόδα μόνον, ἀλλὰ καὶ τὰ ἵα καὶ πάντα ὅσα ἔχει ἡδεῖαν ἀποφορὰν, ὅταν σκόροδα καὶ κρόμμυα τούτοις παραφύεται, εὐωδέστερα γίνεται. Διότι πᾶν εἴ τι δριμὺ καὶ δύσοδμον ἐν τούτοις ᾖ, ἐν τοῖς δριο μυτέροις τῶν σπερμάτων φυσικῶς ἀποῤῥεῖ, καὶ γίν νεται τὸ καταλιμπανόμενον εὐωδέστατον καὶ ὀσφραν τικώτατον. Καὶ τὸ πήγανον δὲ ὑπὸ τῇ συκῇ φυτευόμε τον δριμύτερον ἑαυτοῦ γίνεται; μετατίθεται γὰρ εἰς φυτὸν τὸ ἐν τῇ συκῇ βαρύοσμον. Καὶ τῶν συκαῖς δὲ ἀγρίαις παραφυτευομένων συχνών βελτίω τὰ σᾶκα γίνονται· Ολκῆς γὰρ ἑκάστῳ καὶ φοράς πρὸς τὰ σύμφυλα καὶ ὅμοια γινομένης, ὅσον ἐστὶν ἐν τῇ γλυ καίᾳ συκῇ δριμύ, εἰς τὴν ἀγρίαν μεταβαίνει συκῆν, καὶ ἄμικτον τὴν τοῦ σύκου διαφυλάττει γλυκύτητα. ρνγ'. Διὰ τίνα αἰτίαν τὸ τῶν ἀγρίων συῶν δάκρυ ἡδὺ, τὸ δὲ τῶν ἐλάφων αλμυρόν. Τοῦτο διὰ θερμότητα καὶ ψυχρότητα γίνεται. Ὁ μὲν γὰρ ἔλαφος ψυχρός, ὅθεν καὶ δειλὸς καὶ φεύ γων ἀεὶ, διώκων δὲ οὐδέποτε. Ὁ δὲ χοῖρος θερμός, ἔνθεν τοι τὸ μὲν θερμὸν τοῖς ὀφθαλμοῖς τῶν συῶν ἔγω καθήμενον πέπτει τούτοις τὸ δάκρυον, καὶ γλυκὺ ἀπερ γάζεται. Τὸ δὲ ψυχρὸν μεταβαλεῖν τοῦτο τοῖς ἐλάφοις μὴ ἐξισχύον, ἀλμυρὸν τοῦτο καὶ φαῦλον ἐξ. Οὐδὲν γὰρ τῶν πάντων ἀναίτιον, εἰ καὶ πολλὰ τὴν ἡμετέραν διπ φεύγει κατάληψιν. Δεῖ δὲ ἀεὶ μὴν τὰς ἀληθεστέρας δεν κειν τῶν αἰτίῶν, ἀλλὰ καὶ ταῖς πιθανωτέραις ἀρκεῖα θαι, ἐπεὶ καὶ τοῦτο Πλάτων παρακελεύεται ἐν τῷ δια λόγῳ τῷ Φαίδωνι, οὐ τά ἀνέλεγκτα μόνον, ἀλλὰ καὶ τὰ δυσέλεγκτα προσδεχόμενος. 154. ρνδ'. Διὰ τίνα αἰτίαν χάλικες καὶ μολιβίδες ἐμβαλλόμεναι ψυχρότερον τὸ ὕδωρ ποιοῦσι, Τοῦτο τὸ ζήτημα ἐν προβλήμασιν ᾿Αριστοτέλης ἐπιχειρήσας θεωρῆσαι οὐκ ἐπιλύσατο, ἔστι γὰρ ἐν τοῖς μάλιστα δυσθεωρήτοις. Εἰ γὰρ καὶ ὁ ἀὴρ παρα ψύχει τὸ ὕδωρ ἔξωθεν ἐμπίπτων, οὕτω δὲ μᾶλλον Ισχύει πρὸς τοὺς λίθους καὶ τὰς μολιβδίδας ἀπερειδόμενος. Στέγουσι γὰρ αὐτὸν τῇ πυκνότητι καὶ ἀνα κυκλῶσι εἰς τὸ ὕδωρ, ὥστε δι᾿ ὅλου ἰσχυρὰν γίνε σθαι τὴν περίψυξιν, καινὸν οὐδὲτ ἐὰν τὰ τῶν χαλίκων λιθίδια καὶ αἱ μολιβδίδες ἐμβαλλόμεναι ψυχρὸν
col. 781–782page 48 of 48
PG 122:781ποιοῦσε τὸ ὕδωρ. Διὸ καὶ χειμῶνος οι ποταμοί ψυ χρότεροι τῆς θαλάττης γίνονται· ἰσχύει γὰρ ἐν αὐτ τοῖς ὁ ψυχρὸς ἀὴρ ἀνακλώμενος, ἐν δὲ τῇ θαλάσση διὰ βάθος ἐκλύεται πρὸς μηδὲν ἀντερείδων. Αλλως τε καὶ ὁ μόλιβδος τῶν φύσει ψυχρῶν ἐστιν, οἵ τε χά λικες τῇ πυκνότητι τὸ ψυχρὸν διὰ βάθος ποιοῦσιν. ρνε. Διὰ τίνα αἰτίαν ἀχύροις καὶ ἱματίοις ή χιών διαφυλάττεται. θαυμαστὸν δοκεῖ εἰ τὰ θερμότατα ἄχυρον καὶ ἱμάτιον συνεκτικὰ τῶν ψυχροτάτων ἐστίν. Οὐκ ἔχει δὲ οὕτως, ἀλλ᾽ εἰ αὐτὸς παραλογιζόμενος. Οὐ γὰρ φύσει θερμὸν τὸ ἱμάτιον, καὶ γὰρ ὁ χιτών ψυχρός ἡμῖν προσπίπτει τὸ πρῶτον ἐνδυσαμένοις, εἶτα μένο τοι θερμαίνει τῆς ἀφ᾿ ἡμῶν θερμότητος ἐμπιπλά. σμενος, καὶ ἅμα περιστέλλων καὶ τὸν ἔξω ἀέρα τοῦ σώματος. Ὥσπερ οὖν ἡμᾶς θερμαινόμενον θερμαίνει τὸ ἱμάτιον, οὕτω ψυχόμενον τὴν χιόνα περιψύχει. Ψύχεται δὲ ὑπ' ἀφιείσης πνεῦμα λεπτὸν τοῦτο γὰρ συνέχει τὴν πήξιν αὐτῆς ἐγκατακεκλει σμένον. Απελθόντος δὲ τοῦ πνεύματος ὕδωρ οὖσα ῥεῖ καὶ διατήκεται καὶ ἀπανθεῖ τὸ λευκὸν, ὅπερ ἡ τοῦ πνεύματος πρὸς τὸ ὑγρὸν ἐνάμιξις ἀφρώδης γενο μένη παρεῖχε, καὶ τὸ ἄχυρον διὰ κουφότητα μαλακώς περιπίπτον οὐ θρύπτει τὸν πάγον. ρνς'. Τί ἐστι βούλιμος. Βούλιμος λέγεται ὁ μέγας λιμὸς οἷον πούλιμός τις, τοῦτ' ἔστι πολὺς λιμός. Βουλιμιῶσι δὲ οἱ διὰ πολιμος πολὺς λιμός χιόνος μάλιστα πολὺ βαδίζοντες· Πάσχουσι δὲ τοῦτο καὶ ἵπποι καὶ ἡμίονοι, καὶ μάλιστα όταν ἰσχάδας καὶ μῆλα κομίζωσιν. Ὁ δὲ θαυμασιώτατόν ἐστιν, οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ κτήνη ἀναβιώννυσιν ἄρτος πάντων ἐδωδίμων μάλιστα, ὥστε κἂν ἐλάχιστον ἐὰν φάγωσιν, εὐθὺς ἵστανται καὶ βαδίζουσι, περιψύχεται γὰρ ἰσχυρῶς καὶ πυκνοῦται τὰ σώματα τῶν βαδιζόντων διὰ χιόνος, κἀντεῦθεν τὸ θερμὸν ἔσωθεν ἀντιπεριστάμενον ἀναλίσκει τὴν τροφὴν, εἶτα ἐπιλειπούσης αὐτῆς ὥσπερ τὸ πῦρ ἀπομαραίνεσθαι. Διὸ πεινῶσι σφόδρα οἱ τοῦτο παθόντες, καὶ βραχύ παντελῶς ἐμφαγόντες εὐθὺς ἀναλάμπουσιν. Οἱ δὲ τὴν βουλιμίασιν πάθος ἐν στομάχῳ φασὶ διὰ συνδρομήν θερμοῦ λειποψυχίαν ποιοῦν. ρυζ. Τίς ἡ αἰτία δι' ἂν εὔθρυπτα γίνεται τὰ ἐν τῇ 157 συχῇ κρεμαννύμενα κρέατα. Τὸ φυτὸν ἡ συκῇ ἁπάντων ἐστὶ ὀπωδέστατον, θερ μὲν οὖν πνεῦμα καὶ δριμὺ καὶ τμητικὸν ἀφίησι. Καὶ τοῦτο θρύπτει καὶ πεπαίνει τὴν σάρκα τοῦ ὄρνι θος, ὅθεν τῶν ταύρων ὁ χαλεπώτατος συκῇ προσδε ΝΟΤΕ.
Page scan enlarged

Notebook

Full View