PG 122Georgii Cedrenus (Continuatio) et al.
Part Four of the Works: Historical
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

On Attic Places and NamesDe Locis et Nominibus Atticis

col. 1155–1156page 1 of 16
PG 122:1155δυσσέβειαν ἐπιχρώσαντες καὶ μορφώσαντες, πιθανώς τέραν ἐργάσωνται καὶ τοῖς πολλοῖς εὐπαράδεκτον, Οὐ γὰρ ἀληθεύει Πλάτων τὰς ἐκ τῶν βαρβάρων φή μας παραλαμβάνοντας κάλλιον ἀπεργάσασθαι τοὺς Έλληνας λέγων παιδεία χρωμένους καὶ μαντείαις ἐκ Δελφῶν. ᾿Αληθεύουσι δὲ μᾶλλον οἱ λέγοντες ἀτα λαίπωρον εἶναι παρὰ τοῖς Ἕλλησι τῆς ἀληθείας τὴν ζήτησιν, μάλιστα δὲ ἐν τῇ περὶ τοῦ θείου δόξη πλανᾶσθαι αὐτούς. Εἰσὶ δὲ οἱ ταῦτα λέγοντες ούχ ἡμέτεροι, ἀλλὰ τῶν Ἑλλήνων οἱ δοκιμώτεροι, εἴ τις ἐντετύχηκε καὶ οἷς ἔγραψεν ὁ Πορφύριος πρὸς ἀνα δ βαίνοντα τὸν Αἰγύπτιον παρ' ἐκείνου λοιπὸν ἐπιζη τῶν μαθεῖν τὴν ἀλήθειαν, ἐπειδὴ παρὰ τῶν Ἑλλήνων ἐπέγνων. Εἰ μὲν οὖν καὶ ἄλλο βάρβαρον γένος τὸν Δημιουργὸν καὶ βασιλέα τοῦδε τοῦ παντὸς πατριώδει δόξῃ καὶ νόμοις ἐθρήσκευεν, εἰπεῖν οὐκ ἔχω· ὅτι δὲ ἡ τῶν Ἑβραίων θεοσέβεια περιβόητος ἦν ἀνὰ πᾶσαν τὴν οἰκουμένην, ὅτι καὶ ἡ νομοθεσία αὑτῶν ἀρχαιοτέρα ἦν καὶ Ἑρμοῦ τούτου, καὶ εἴτις ἄλλος παρ' Ἕλλησι κα φὸς πολλοῖς ἀποδέδεικται. ΨΕΛΛΟΥ ΠΕΡΙ ΤΩΝ ΑΘΗΝΑΙΚΩΝ ΤΟΠΩΝ ΚΑΙ ΟΝΟΜΑΤΩΝ. Σὺ δὲ ἄρα οὐκ αὐτῆς μόνον τῆς ᾿Αθηναίων ἐρᾷς πόλεως, ἀλλὰ καὶ τῶν ᾿Αθήνησιν ὀνομάτων, ὡς τινα κἀκείνων μουσικὴν πεμπόντων ηχώ. Οὔπω δὲ ἔφη σας ἐντετυχηκέναι, ὥσπερ ἐν ἱεροῖς ἀδύτοις, ἀποθέτῳ περὶ τούτων συγγράμματι· ἀλλὰ κατὰ μέρος ἐντυγχάνων αὐτοῖς, φημὶ δὴ τῷ Σουνίῳ καὶ τῇ Κηφησία, ρ. χνι.
col. 1157–1158page 2 of 16
PG 122:1157καὶ τῷ κ Σφηττοῖ γέγονα, καὶ θρίηζε καὶ Φαληροῖ,» « καὶ αὖθις «Σφηττόθεν ἀπῄειν καὶ Φαληρόθεν,» ὥστ περ ἐνθουσιᾷς, καὶ λίαν ἔχεις ἐρωτικῶς δυοῖν θατέρου τυχεῖν, ἢ Σφηττοῖ γενέσθαι καὶ Κηφισιάσιν, ἢ περὶ τῶν χωρίων ἐναργέστερόν τι μαθεῖν. Διὰ ταῦτά σοι ἐγὼ ἐκ πολλῶν βιβλίων συνηγηοχὼς γράφω ταυτί. Πλευρά τις διήκται τῆς Ἀττικῆς σὺν τῇ Μεγά ρίδι ἀπὸ Σουνίου μέχρις Ισθμοῦ. Ἐνταῦθα κατὰ μέσην του τὴν τοιαύτην γραμμήν τοῖς εἰς τὴν πόλιν καταπλέουσιν ὁ Πειραιεὺς ἀπαντᾶ, τὸ περιβόητον τῶν ᾿Αθηναίων ἐπίνειον. Μετὰ δὲ τὸν Πειραιᾶ, φαν ληρεῖς δῆμος ἐν τῇ ἐφεξῆς παραλίᾳ ἐστί· μεθ᾿ ὄν Αναγυράσιοι. - Εἶτ' Αναφλύστιοι μέχρι τῆς ἄκρας τοῦ Σουνίου διήκοντες. Εἶτα τὸ Σούνιον, δῆμος ἀξιολογώτατος· μεθ᾽ ὁ Μαραθών, ὅπου Μιλτιάδης τὰς μετὰ Λάτιδος τοῦ Πέρσου δυνάμεις ἄρδην διέφθειρε. Μετὰ δὲ Μαραθῶνα, Τρικόρυθος· εἶτα Ραμνοῦς, τὸ Νεμέσεως ἱερόν. Τῶν δὲ ὁρῶν τὰ ὀνόματα μάλιστά ἐστι ταῦτα· ὁ Ὑμηττὸς ὁ Βριλησσὸς ὁ Λυκαβηττός, ἡ Πάρνηθος, ὁ Κορυδαλός. Ποταμοὶ δὲ οἱ διωνομασμένοι, ὁ Κηφισσός, καὶ ὁ Ἰλισσός, ῥέων εἰς τὴν παραλίαν ἐκ τῶν ὑπὲρ τῆς Αγρας καὶ τοῦ Λυκείου μερῶν, καὶ τῆς πηγῆς ἦν ὕμνηκεν ἐν Φαίδρῳ Πλάτων. Κάμψαντι δὲ τὸ Σούνιον ἀκτή ἐστι πρὸς ἄρκτον ἀμφιθάλαττος, στενὴ τὸ πρῶτον, εἶτα εἰς τὴν μεσός γαιον πλατύνεται. Τὸ δὲ λοιπὸν τὸ πρὸς ἄρκτον ἐστὶ πλευρὸν ἀπὸ τῆς Ωροπίας, ἐπὶ δύσιν παρατεῖνον μέχρι τῆς Μεγαρίδος. Υπέρκεινται δὲ τῆς ᾿Αττικῆς αἱ Σκειρωνίδες πέτραι. Μετὰ δὲ ταύτας ἄκρα πρόκειται Μινώα ὠνομασμένη, ποιοῦσα τὸν ἐν τῇ Νισαίᾳ λιμένα. Ἡ δὲ Νισαία ἐπίνειόν ἐστι τῶν Μεγάρων, ὀκτὼ καὶ δέκα σταδίοις διέχον τῆς πόλεως. Ἡ δὲ Μεγαρὶς μερὶς καὶ αὕτη οὐ βραχεῖα τῆς πόλεως· ἡ γὰρ Ἀττικῆ τὸ παλαιὸν Ἰωνία καὶ Ἰὰς ἐκαλεῖτο. Τὸ δὲ θριάσιον πεδίον ἀγχοῦ κεῖται τῆς Ἐλευ σίνος. Πρόκειται δὲ ἀπὸ τῆς Νισαίας πλέοντι ἐς τὴν Αττικὴν ἡ Σαλαμίς· ἐν δὲ τῇ παραλίᾳ τῇ κατὰ Σαλαμῖνα κεῖσθαι συμβαίνει τὰ ὅρια τῆς τε Μαγαρι κῆς καὶ τῆς ᾿Ατθίδος· ὅρη δέ εἰσι δύο, ἃ καλοῦσι Κέρατα. Εἶτα πόλις Ελευσιν, ἐν ᾗ τὸ τῆς Δήμητρος ἱερὸν τῆς Ἑλευσινίας καὶ ὁ μυστικός σηκός. Εἶτα τὸ Θριάσιον πεδίον. Εἶτα ἡ Ψυτταλία, νησίον ἔρημον πετρῶδες, καὶ ἡ Μουνυχία, τόπος κοῖλος καὶ ὑπόνομος στομίῳ μικρῷ τὴν εἴσοδον ἔχων. Καὶ τὸ μὲν παλαιὸν ἐτετείχιστο και συνώκιστο, καὶ τῷ τείχει τούτῳ συνῆπτο καὶ τὰ μακρὰ τείχη τῶν ᾿Αθηνῶν οἱ δὲ πολλοὶ πόλεμοι τὸ τεῖχος κατήρειψαν καὶ τὸ τῆς Μουνυχίας ἔρυμα, τόν τε Πειραιά συνέστειλαν εἰς βραχὺ καὶ τὰ μακρὰ τείχη κατέσπασαν, Λακε δαιμονίων μὲν καθελόντων πρότερον, 'Ρωμαίων δὲ ὕστερον, ἡνίκα Σύλας ἐκπολιορκήσας εἷλε καὶ τὸν Πειραιᾶ καὶ τὸ Αστυ. Αὐτὸ δὲ τὸ Αστυ πέτρα ἐστὶν ἐν πεδίῳ περιοι
col. 1159–1160page 3 of 16
PG 122:1159κουμένη κύκλῳ· ἐπὶ δὲ τῇ πέτρα τὸ τῆς Αθηνάς νεωτέρας πάντα μουσῶν πνεῖ, πάντα χαρίτων. τὰ γὰρ πόλεων. ἱερὸν, δ τε ἀρχαῖος ναὸς ὁ τῆς Πολιάδος ἐν ᾧ ὁ ἄσβεστος λύχνος, καὶ ὁ Παρθενών, καὶ ἡ ἐλεφάντινος ᾿Αθηνᾶ, τὸ ἐξαίσιον τοῦ Φειδίου ἔργον. Καὶ ἵνα δὴ τὸν Ἡγησίαν ἐν τοῖς περὶ τῆς πόλεως λόγοις μιμήσωμαι, ἀκνῶ πλεονάζειν, μὴ συμβῇ τῆς προ θέσεως ἐκπεσεῖν τὴν γραφήν. Ὅθεν κατὰ μέρος καὶ διεσπασμένως ἐρῶ· ἐκεῖνο Λεωκόριον· τοῦτο Θη σεῖον τοῦτο Μαραθών· ἐκεῖνο Ραμνούς· τοῦτο Δεκέλεια, τὸ περιφανὲς τῶν Πελοποννησίων ὁρμη τήριον· τοῦτο Λύκειον· ἐκεῖνο τὸ Ὀλυμπικὸν στά διον· ἐνταῦθα ἡ ᾿Ακαδημία καὶ οἱ κῆποι τῶν φιλο σόφων, καὶ τὸ Ὠδεῖον, καὶ ἡ Ποικίλη στοά· καὶ οἱ περιφανεῖς δήμοι, ἡ Κηφισία, τὰ Φάληρα, ἡ Σφηττώ ἡ Κεκροπία, ἡ Κύθηρος, ἡ Αφιδνα, ἡ Ἐλευσίς λείψανα ταῦτα τῆς παλαιᾶς ᾿Ακαδημίας, ἐκεῖνα τῆς ἐν τῇ πόλει ἐρείπια τῶν ἀποῤῥήτων ἔτι περιφανεστερα Ἵνα δὲ ἐπὶ πλέον κατατρυφῴης τῆς πόλεως, ἀπὸ τῆς πρὸς Εὔβοιαν παραλίας τῆς συνεχούς τη 'Ατο τικῇ, εὐθὺς ὁ Ὠροπὸς πρόκειται, καὶ ὁ ἱερὸς λιμὴν ὃν καλοῦσι Δελφίνιον, καθ᾽ ἂν ἡ παλαιὰ Ἐρέτρια. Εἶτα τὸ Δήλιον, τὸ ἱερὸν τοῦ ᾿Απόλλωνος. Καὶ παρὰ τοῦτον λιμὴν μέγας, δν καλοῦσι Βαθὺν Δια μένα. Εἶθ᾽ ἡ εὐλις, πετρώδες χωρίον. Καὶ πλησίον ὁ Εύριπος. Καὶ ἡ μὲν παραλία τοιαύτη τις ἡ πρὸς Εὔβοιαν. Τὰ δ᾽ ἐν τῇ μεσογαίᾳ, ἀπὸ τῆς ἑσπέρας ὁ Κιθαιρὼν, πρὸς δὲ ἄρκτον ἡ Φωκέων πόλις. Ἐκ δὲ τῶν Φωκικῶν ὁρῶν πολλοὶ ποταμοὶ καταφέρονται, ὧν ὁ Κηφισσός μέγιστος. Ἡ δὲ Σχοῖνος χώρα ἐστὶ τῆς Θηβαϊκῆς ῥεῖ δὲ καὶ ποταμὸς δι' αὐτῆς Σχοινοῦς ὀνομαζόμενος. Ὁ δὲ Κιθαιρών ὄρος ὀψηλόν. Ὁ μέντοι Ἰσμηνός ποταμὸς καὶ ὁ ᾿Ασωπός διὰ τοῦ πεδίου ῥέουσι τοῦ πρὸ τῶν Θηβῶν· ἡ δὲ Δίρκη, κρήνη ἐστί. Καὶ ὁ Κιθαιρών οὐ πόῤῥω που τῶν Θηβῶν τελευτᾷ. Μεθ᾽ ἃ καὶ ἡ πόλις αἱ Θεσπιαὶ πρὸς τῷ Ἑλικῶνι ἐπικειμένη τῷ Κρισσαίῳ κόλπῳ. Ἐν δὲ ταῖς Θεσπιαῖς ἐστι καὶ ἡ Ασκρη, ἡ τοῦ Ἡσιόδου πατρίς, ἐν δεξιᾷ τοῦ Ἑλικῶνος. Ὁ δὲ Ἑλικών συνεχής ἐστι τῇ Φωκίδι. Επίνειον δὲ τῶν Θεσπιῶν ἡ Κρέουσα. Μετὰ δὲ τὰς Θεσπιὰς ἡ Μυκαλησσός, καὶ πλησίον αἱ ᾿Ελεύθεραι, πόλις ἀμφίβολος ᾿Αθηναίοις καὶ Βοιω τοῖς. Αρκεῖ ταῦτα περὶ ᾿Αθηνῶν τῷ τῶν ᾿Αθηναίων ἐραστῇ. Ἡμεῖς γὰρ πλέον τι τοῦ ἐπιτάγματος περ ποιήκαμεν, καὶ τῶν προσεχῶν ταύτης ἐπιμνηφθέντες χωρίων καὶ πόλεων.

On the Bronze Horse in the HippodromeIn Equum aereum in Hippodromo

col. 1161–1162page 4 of 16
In Equum æreum in Hippodromo
PG 122:1161ΜΙΧΑΗΛ ΤΟΥ ΨΕΛΛΟΥ Εἰς τὸν χαλκοῦν ἵππον τὸν ἐν τῷ Ἱπποδρόμῳ, ἀπῄωρημένον τὸν πόδα ἔχοντα. Ἔμπνους ὁ χαλκοῦς ἵππος οὗτος ὂν βλέπεις, Εμπνους ἀληθῶς καὶ φριμάζεται τάχα. Τὸν πρόσθιον δὲ τοῦτον ἐξαίρων πόδα, Βαλεῖ σε καὶ λαξ, εἰ παρέλθῃς πλησίον Δραμεῖν καθορμᾷ· στῆθι, μὴ προσσεγγίσης, Μᾶλλον δὲ φεῦγε, μὴ λάβῃς τὸ τοῦ λόγου. ΜΙΧΑΗΛ ΤΟΥ ΨΕΛΛΟΥ ΕΠΙΣΤΟΛΑΙ. ΨΕΛΛΟΥ Α΄. Τῷ μητροπολίτη Θεσσαλονίκης, τῷ γεγονότι μαΐστωρι τῶν ῥητόρων. Οὐδὲν ὁ ῥήτωρ, ὅτι μὴ γλῶσσα λαμπρά, καν λέ γη, καν γράφῃ, κἂν παιδεύῃ ῥητορικὴν, κἂν φιλοσοφίᾳ τὸν νοῦν ἀσχολῇ· τὴν δὲ γλῶτταν ταύ. την ἔχῃ τε ὁμοῦ καὶ ἀφίησιν. Καὶ διὰ ταῦτα οὔτε Αθηναῖος ἢ Σπαρτιάτης ἐστὶν, ἀλλὰ πολίτης τῆς οἰκουμένης, καὶ ἀτεχνῶς ἀστραπὴ ἢ βροντή πανταχόσε περιηγοῦσά τε καὶ ἐκλάμπουσα. Οὐ γὰρ μόν νον ἐπιδημῶν ἡμῖν τῆς τέχνης μεταχειρίζεις τὴν σάλπιγγα, ἀλλὰ καὶ ἀποδημῶν τοξεύεις ἐφ' ἡμᾶς τοὺς λόγους ὥσπερ τινὰς δϊστούς· καὶ τοξεύων οὐ πλήττεις, ἀλλὰ βάλλων ἡδύνεις· καὶ τὸ φάρμακον τοῦ βέλους διὰ πάσης φοιτᾷ τῆς ψυχῆς. Οὕτως σου ἡ λέξις· οὕτως ὁ νοῦς· οὕτως ἡ ἁρμονία· οὕτω τὸ κάλλος τῆς φράσεως· τοιοῦτος ὁ ἐμὸς ῥήτωρ καὶ πάνδημος καὶ ὄντως δημαίτατος· τοιαύτη ἡ ἐμὴ Σειρὴν καὶ τὸ μελιχρὸν στόμα· ἡ πειθώ· ἡ ἀνάγκη

LettersEpistolae

col. 1163–1164page 5 of 16
Epistola PrimaEpistolæ
PG 122:1163τὸ τῶν καρδιῶν θέλγητρον· τὸ τῶν ψυχῶν θήρα τρον· ἡ Μοῦσα τῶν ἐννοιῶν· ἡ χάρις τῶν λέξεων τὸ γλεῦκος τῆς ἡδονῆς· ἡ φιλόσοφος Καλλιόπη - ή ἀμετάβλητος φύσις. Ὁ αὐτὸς γὰρ ἐν Βυζαντίῳ, ἐν Θεσσαλία, πόῤῥω τῶν ᾿Αθηνῶν, πρὸς αὐτῇ τῇ Ἑλ λάδι, ἐν γηλόφοις, ἐν γηπέδοις, ἐν τρυφώσαις χώ ραις, ἐν αὐχμηρᾷ γῇ, οὐ μεταβάλλων· οὐ μετατιθέμενος· ἀπανταχοῦ εὔκροτος· εὔμουσος· εἴηχος γλαφυρός· ἀνθηρός· μετὰ τοῦ λαμπροῦ σαφής μετὰ τοῦ σαφοῦς σεμνὸς, καὶ μετὰ τούτου γοργός, καὶ μετ' ἐκείνου ἀκμαῖος· πάντα κινῶν ἀμέσως, ἐκμέσως (τοιοῦτον γὰρ τὸ ἐμὸν σεμνολόγημα)· ἂν σοφιστεύῃ, σεμνός· ἂν σεμνύνῃ, ῥητορικός· ἂν δε ρατεύῃ, δεινὸς ἱερατικός· ἂν τεχνολογῇ, εὐρετὴς ἀκριβὴς τῶν πρὸς εὐφημίαν ἀφορμῶν· μεγαληγόρος ἐπαινέτης - ὑψηλογῶν τὰ σαφῆ - σαφηνίζων τὰ ὑψηλὰ μεθόδοις, φημὶ τομαῖς τισὶ καὶ λειότησι. Σὺ δὲ τάλλα μὲν καλός· ἀλλ' ἐπιστέλλων – ὑπέρευγε τῆς γλυκύτητος. Ὁ γάρ τοι ἐπιστολιμαῖος πρὸς ἡμᾶς λόγος μονονουχί φωνὴν ἀφίησιν, ὅτι φωνὴ τῆς τέχνης σύ. Ηλεονέκτημα γάρ σοι ὑπῆρξε μέγα πρὸς τοὺς λόγους ἡ φύσις, πρὸς τοῦτο ἴσως γεγενημένη, ἵνα σοι τὸ τῆς τέχνης ἀξίωμα λαμπρότερον καὶ διαφανέστερον γένηται. Πάλαι μὲν οὖν καθ᾽ ἱστορίαν τῆς τοῦ καιροῦ (?) ἐκδόσεως (?) ἁπανταχόθεν τῆς οἰκουμένης πρὸς τὴν Θετταλίαν οἱ πλείους ἐφοιτων νῦν δὲ πλείονας οἶμαι αὐτόθι βαδιεῖσθαι κατὰ κλέος τῶν τοῦ σοῦ λόγου σταγόνων. Καί σε οἶμαι ζηλοτυπεῖν καὶ τὸν μάρτυρα, ὅτι μὴ σωμάτων μόνον ἐφάπτεται ῥεῦμα τὸ σὸν, ἀλλὰ καὶ εἰς ψυχὴν εἰσδύνει, καὶ τὰ πολλὰ ταῦτα δύναται ἡδύνειν· ἐπαίρειν ἐπιτείνειν· χαλῶν· διαχέειν· δριμύττειν· λύειν ἐπέχειν· τἄλλα, ὅσα τῆς ἀντιθέτου μερίδος ἐστίν, Εἰ μὲν οὖν ἡ σὴ Θεσσαλία ἐπήκοος ἐστι τῶν ἐν τῷ σῷ λόγῳ ρυθμῶν, ἄμφω μακαρίζω τῆς εὐτυχίας σὲ μὲν, ὅτι ἔχεις, ἐφ᾽ οἷς ἂν τὴν δύναμιν ἐνδείξῃ τῶν λόγων· ἐκείνους δὲ, ὅτι τοιούτου τετυχήκασιν ἱερέως καὶ ῥήτορος. Εἰ δὲ ἡμίονοι παρ' ἡμιθέ ἑστήκασιν, εὐτυχεῖς μὲν οὗτοι καὶ οὕτως. Σὺ δὲ ἠτύχησας, ἐν οἷς ηυτύχησας· καὶ μάτην σοὶ τὸ χρῶ μα διαμεμέληται, καὶ τὸ πιθανὸν τῆς ἀπολογίας, καὶ ὁ ἀνθορισμὸς, καὶ ὁ συλλογισμὸς, καὶ ἡ προκατάστασις, καὶ ἡ κατάστασις, καὶ ἡ μίξις τῶν ἰδεῶν. Ἡ γὰρ Ἑλλὰς (ὥστε οἶμαι), καὶ ὅσα προσοικεῖν ἔλαχε τῇ Ἑλλάδι (τινὰ δὲ καὶ ἀντοικεῖν, ὡς ἡ ξύμ πασα Ιωνία), πάλαι μὲν ἐπὶ τοῖς λόγοις δεδημοσίευτο. Νῦν δὲ μέχρι τῆς ἱστορίας ἱστήκασι, κολωνοί τινες ὄντες μνημάτων ἀρχαιοπρεπῶν, ἐκλελειμμένα ἐρεί πια. Οἶσθα γοῦν, ὃ ποιήσεις, ἵνα μή σου ἡ σοφία ἀπόληται. Λέγε παρ' ἡμῖν τοῖς ἀκούουσι, μὴ κατα τείνων τὸν βρόχον, μὴ ὑπερτείνων τὸν φάρυγγα, με συμπιέζων τὸν θώρακα· ἀλλ᾽ ὑπαγορεύων τῷ γραμματεῖ, καὶ κρουνηδὸν ἡμῖν ἐγχέων τοὺς λόγους ἐν γράμμασιν. Οὕτω τοι καὶ ἡ καρδία διά τινος ἄγγους τὸ θερμὸν ἅπαντος κατασπείρει τοῦ σώματος· καὶ τὸ ἦπαρ διὰ τῆς κοίλης ἐποχετεύει τὸ αἷμα τοῖς μέρεσι· καὶ ὁ ἐγκέφαλος διὰ τοῦ νωτιαίου τὴν αἴσθησιν πανταχή δίδωσι· καὶ οἱ τὸ ὕδωρ πάλαι τῇ μεγαλοπόλει ἐφελκυσάμενοι τὴν μεγάλην ἐνταῦθα ἀμέ
col. 1165–1166page 6 of 16
PG 122:1165ραν ἐποιήσαντο, τὸν ὑποχθόνιον καὶ ἀέριον, ὥς τις εἴρηκε, ποταμόν. Καὶ σὺ τοιγαροῦν δι᾿ ἐπιστολῶν ἡμῖν χορήγει τὸ νῆμα τοῦ λόγου, καὶ πότιζε καὶ κατάρδευε. Ὡς λίαν γάρ σου τῆς γλώττης ἐρῶμεν καὶ τῆς ἐν αὐτῇ χάριτος, καί μου ὁ τῶν ἠθῶν σου τύπος ἐγκάθηται τῇ ψυχῇ· ἐνεσφράγισται δέ μου τοῖς ὠσὶ τὰ ἴχνη τῆς λέξεως, καὶ ἡ τῆς ἁρμονίας ἠχὼ ἔτι μου τῇ ψυχῇ ἐμβομβεῖ. ᾿Αλλὰ πότε ἴδω τὴν μέλισσαν; πότε δὲ τῶν αὐτόθι σίμβλων ἀπαναστήσῃ, καὶ διαέριος γεγονώς πρὸς τοὺς ἐνταῦθα κήπους φοιτήσεις, καὶ περιελεύσῃ τὰ ἄνθη, ἀφ᾽ ὧν τὴν δρόσον ἀναλεξάμενος τὸ μέλι τοῖς σίμβλοις ἐνέσταξας; Τὸ δὲ λοιπὸν τῆς πρὸς ἡμᾶς σου ἐπιστολῆς ἐγὼ μὲν οὔτ᾽ ἐπαγκαλέσαιμι σοι, οὔτε προσονειδίσαιμι. Σὺ δὲ τῶν ὁμολογιῶν μέμνησο, καὶ πρός γε τούτοις, ὅτι κατ᾿ αὐτοῦ τοῦ κρείττονος ἐμφύτως ὀμώμοκας· ἂν εἴ τι εἴη τοῦ ὅρκου λύσις, οὐκ ἂν φθάνοιμι ταύτην διδούς. Εἰ δ᾽ οὖν μὴ γενοίμην αὐτός σοι παρενθήκη κακότητος, σὺ δὲ διδοὺς λαμβάνειν οἴου. Τοιοῦτον γὰρ πεποίηκα τὸ ἐμὸν, ἵνα καὶ διδοὺς ἢ λαμβάνων διδῶ. Β΄. Τῷ αὐτῷ. Πολλῶν ὄντων καὶ μεγάλων, δι' & θαυμάζειν προήρημαι, θαυμασιώτατε δέσποτα, ἀντὶ πολλῶν χρημάτων ἐλοίμην ἄν σου τὴν περὶ τοὺς φίλους ἁπλότητα, ἣν καὶ παρὼν σώζεις καὶ ἀποδημῶν συνε τηρεῖς. Ὁ μὲν μῦθος ποιητῶν προῆλθε, παρὰ δὲ τῆς σῆς ψυχῆς ἡ καλογἀγαθία τῆς γνώμης. Διὰ ταῦτα καὶ παντὸς οὗτινοσοῦν προτεθειμένου ζητή. ματος ἐν τοῖς ἡμετέροις συλλόγοις, εὐθὺς ἐγὼ πρὸς σὲ ἀναφέρω τὸν νοῦν, καὶ πρῶτον μὲν εὔχομαι τῷ Θεῷ, ὅσην εὔνοιαν ἔχων ἐγὼ πρὸς σὲ διατελῶ, τὴν αὐτὴν ἀντιλαχεῖν παρὰ σοῦ. Ἀπολήψαιμι δὲ, εἰ τὸν παρόντα μοναχὸν τῆς σῆς ἀντιλήψεως ἀξιώσεις· ἦν πρώτην ἐγὼ καὶ καλλίστην ἥγημαι, καὶ ἐν τοῖς μάλιστα τετίμηκα. Μὴ οὖν ἀντίθετος γενοῦ σεαυτῷ, ἀλλ᾽ ὅμοιος ἀπανταχοῦ, ἐν τοῖς σχήμασιν, ἐν τοῖς ἤθεσιν, ὁμοιόαρκτος, τέλους ἀγαθοῦ προοίμιον κάλ λιστον παριστῶν· μὴ ἐξ ὑπολήψεως τὸ καλὸν ἐργαζόμενος, ἀλλ' ἐκ περιουσίας τὴν περὶ σεαυτοῦ ἀρετὴν πᾶσιν ἐπιδεικνύς· εὐρέσεις τὰ φθάσαντα τῶν μελ λόντων τιθέμενος, καὶ πρὸς ἰδέας μεταποιούμενος κρείττονας· μὴ δεινῶς τὴν σεαυτοῦ μεθοδεύων χρη στότητα, ἀλλ᾽ ἐπιεικῶς, ἀφελῶς. Εἴπερ γὰρ ἄλλο τι τῷ ἀρχιερεῖ τῶν ἀναγκαιοτάτων ἐστὶ, ταῦτα, εἰ δύναιο. Τρόπους δὲ καὶ ἐπιτετηδευμένας ἰδέας περίεργόν ἐστι προσποιεῖν. Τούτοις κέχρησο μὴ κατὰ περίοδον, ἀλλὰ κατὰ συνέχειαν· καὶ τὸ μέτρον ἐν ἅπασι φύλαττε, ἐν λέξεσιν, ἐν ὁμιλίας σκώμμασι. Τὸ δὲ ὑπὲρ τοῦτο ἄφες τοῖς κάτω βυθοῖς. Τὸ γὰρ μὴ μέχρις ὀνόματος εὐπρεπὲς πῶς ἂν εἴη πραττόμενον εὐσεβές; Γ. Τῷ αὐτῷ. Οντος ἀναγκαίου, φιλτάτη ψυχή, εἰδέναι σε, τί μὲν ὅρκος, τί δὲ ἀληθές· καὶ τί μὲν φιλίας θεσμός, τί δὲ ἱερατικός θεσμός, τῶν ἄλλων καὶ μᾶλλον, ἢ ὅτι τὸ ἐπιφώνημα λόγος ἐστὶν ἐπὶ τῷ πράγματι ἔξωθεν παρ' ἡμῶν λεγόμενος, καὶ ἡ περίοδος πολ λοῖς ὑποπίπτει καὶ ποικίλοις τοῖς σχήμασι, καὶ ὅτι τῶν ἐπιχειρημάτων τὰ μέν ἐστιν ἀποδεικτικά, πολ λῆς ἑρμηνείας δεόμενα, ἤτοι ἐναγωνίου· τὰ δὲ πανηγυρικά· καὶ τάλλα, ὁπόσα τῆς σῆς ῥητορικής σοφίσματος και τεχνάσματος θαυμάζω, ὅπως σε τὸ τηλικοῦτον καὶ ἀναγκαιότατον πράγμα διέλαθεν. Αλλ᾽ ὑπόθεσιν μὲν κατασκευάζων, οἰκονομεῖν τὸν λόγον ἐπίστασαι, περιλαμβάνων πολλάκις ἐν τῇ διηγήσει τὸ παρεληλυθὸς τοῦ καιροῦ, καὶ ἀποπληρῶν ἐνδιασκεύως τὸ ἄνω μέρος, ὡς οὐ μέλλων ἐνοχλήσειν τοῖς αὐτοῖς διὰ τὴν τῶν μελλόντων δια τύπωσιν· ἁπλοῦν δέ τι πράγμα διατιθέμενος, μὴ δεόμενον πολλῶν περιστάσεων μηδὲ ποικιλωτέρας

Letters II, IIIEpistola II, III

col. 1167–1168page 7 of 16
PG 122:1167κατασκευῆς, οὐκ οἶδ᾽ ὅπως τὴν ἀρίστην ὑπερβαίνεις οικονομίαν ὥσπερ τὸ λεκτικὸν μόνον μέρος τῆς τέχνης διακριβωσάμενος, τὸν δὲ πραγματικὸν τύπον ἠγνοηκώς. Ἐγὼ δέ σοι τὸ καὶ περὶ τοὺς λόγους σου φίζεσθαι ἄχρι τῆς ἀρχιερατικῆς δίδωμι τελειότητας μετὰ δὲ ταῦτα οὐδὲ τεχνίτην σε τοῦ λόγου προσίεμαι, οὐδ' εἰ πολλὰ κάμνοις ἐπιχειρῶν τεχνικώτατα. Όσον γὰρ εἰς τὴν σοφιστικὴν ἐμβαθύνεις, τοσοῦτον τῆς ἱερᾶς ἀποικίζῃ φιλοσοφίας. ᾿Αλλὰ σύ μοι δοκεῖς μὲ ἀναχωρεῖν ἐθέλειν τῶν ἀρχαίων ἠθῶν· καὶ οὐκ ἂν εἴποιμι, ὅτι πρὸς Κρῆτα κρητίζεις (τοῦτο δὲ τὸ τῆς παροιμίας). Κρὴς γὰρ οὔτ᾽ εἰμὶ, οὔτ' ἐκεῖθεν εἶναι βεβούλημαι. Πρὸς δὲ φιλόσοφον ῥητορεύεις, εἰδότα μὲν καὶ τὴν σὴν τέχνην, φιλοσοφεῖν δὲ μᾶλλον ἢ σοφιστεύειν ἐθέλοντα. Καὶ ἵνα σου βραχύ τι πρὸς τὴν ἐπιστολὴν διαλέξωμαι, ἐν ᾗ τὸ πᾶν ἀποπεπληρῶσθαι σοι τοῦ πρὸς ἡμᾶς χρέους ᾠήθης, οὐκ ἔστι, λογιωτάτη ψυχή, χρέους ἐκπλήρωσις τὸ λόγοις μὲν κατατιθέναι τὰς χάριτας, ἔργοις δὲ μηδὴν τῶν δια μολογημένων διδόναι. ᾿Απάτη γὰρ τοῦτο· καὶ οὐ φιλίας σύνδεσις, ἀλλ᾽ ἀναίρεσις. Οπότε γοῦν σύ τοῦ ῥητορικοῦ προὐκάθησο θρόνου, εἰ ἐπηγγείλω μὲν τὰ τῆς τέχνης ἀνακαλύπτειν τοῖς κυουμένοις ἄῤῥητα, εἶτα δὲ τοῦτο μὲν οὐκ ἐποίεις, ἐργαστήριον δέ τι βαναυσίας τούτοις ἀνεώγνυς, οὐκ ἂν σέ τις ψευδολογίας ἐγράψατο; Εἰ δὲ τέχνην μὲν ἡμᾶς οὐκ ἐπηγγείλω διδάσκειν, ἀλλ᾽ οὖν παρ' ἡμῶν εἰλήφεις μισθόν, ἢ (ἵνα μὴ φορτικῶς λέγω) τοῦ σοῦ τι προῄρησο παρέχειν ἐμοί. Ὁποῖα δὲ πρὸς ἀλλήλους οι φιλοῦντες ειώθασι διαμείβεσθαι, ἆρ' οἴει τὰς γρα φὰς ἐκπεφευγέναι, εἴδωλα πραγμάτων διδούς; μηδὲ τοῦτο, ἀλλ᾽ ὀνόματα πραγμάτων ἔρημα, ὁποῖα οἱ σοὶ σκινδαψοὶ καὶ τὸ πολυθρύλλητον βλίτυρι; Οὕτω γοῦν καὶ τὸν Ιξίονα ἡ τοῦ Ὁμήρου Πρα ἠπάτηκεν. Ἐπεὶ γὰρ ἤρα ταύτης ὁ ἥρως, καταπλα δ γεὶς τὸ ἐκείνης κάλλος, ἡ δὲ νεφύδριόν τι περισπα σαμένη, καὶ τούτῳ ἑαυτὴν εἰκάσασα, ἐδίδου τῷ Ιξίονι πάροδον πυρὸς τὸ εἴδωλον. Ἀλλ᾽ ἐγώ σοι, λογιώτατε, Ιξίονι οὔτε εἰμὶ, οὔτε ἔσομαι, οὐδὲ τῆς τῶν πραγμάτων οὐσίας τὰ εἴδωλα προτιμήσαιμι. Διὰ ταῦτα γοῦν καὶ τὴν σὴν τέχνην μισῶ, ὅτι που θεινῆς ἐστι κορίου εἴδωλον. Καὶ οὐδὲ ἐν τῇ σκιά τοῦ γράμματος ἀναπαύομαι, ἀλλ' ἐν τῷ τῆς ἀληθείας φωτί· οὐδὲ τὸν τοῦ Πλάτωνος σοφιστὴν κατὰ τὸ προβεβλημένον τῆς λέξεως δέχομαι, ἀλλ᾽ εἰς τὸν ἐκείνου δημιουργὸν ἀναφέρω τοὔνομα. Εἰ δέ μοι ἀντὶ τοῦ δυσφήμου Δοβρόσοντος τὸ ᾿Αλύσιον ἐδί δους πεδίον καὶ τὸν ἀσφοδελὸν ἐκεῖνον λειμῶνα, ἆρ᾽ ἂν ἐδεξάμην καὶ ταῦτα, λαμπρῶν ὄντων τῶν ὀνομά των; Η σὺ ᾠήθης ἂν παρέχειν τί μοι τῶν ὄντων; Οπότε δὲ καὶ τὸ σὸν μοναστήριον μετὰ τῶν ἀνοσίων τεταγμένον οὔτ᾽ ἔστι και δυσωνυμωτάτων, ἐλοίμην ἂν τὴν δωρεὰν καὶ τὴν ἀνυπαρξίαν τοῦ πράγματος; Ηδέως δ᾽ ἄν σου πυθοίμην, τί δή σοι καὶ τῆς κτήσεως προσεγένετο, ἐμοῦ μὴ προσειληφότος τὸ πρᾶγμα. Οὐ τὸ πᾶν ἀπάτη καὶ γέλως καὶ τῷ ὄντι βαθεῖα φενάκη; Τὸ δὲ καὶ ἀπολογεῖσθαι περὶ οὕτω σαφούς χλευασίας καὶ εἰρωνείας, πηλίκον τοι εἰς τὸ μέτρον τῆς ἀρχιερωσύνης δοκεῖ; "Αρ᾽ οὖν σὺ μὲν οὕτω φιλοτιμότατος, ἐγὼ δὲ σμικρολόγος καὶ φειδωλὸς; ᾿Αντιδωροῦμαι δή σοι, ὁπόσα μὲν ὁ Ἑσπέριος ὠκεανὸς ἔχει, ὁπόσα δὲ ἐντὸς Υρκανίας καὶ τῆς Κασπίας θαλάττης ἐστὶ, καὶ τὴν Θούλην τὴν νῆσον, καὶ τὰ ἐκτὸς Φάσιδος, καὶ ὁπόσα ἡ μεσημβρινή περιείληφε γῆ, ὅ, τι τε ἐντὸς ἑκατέρων τῶν ὀμφαλῶν, καὶ τὰ τῶν ἀντοίκων καὶ ἀντιδόξων ξύμπαντα. Φίλτατε ἀδελφὲ, σύντομόν σοι λόγον ἐρῶ· εἰ μὲν βούλει τὰ τῆς πρὸς ἡμᾶς ἐπαγγελίας πληροῦν, ἐν
col. 1169–1170page 8 of 16
PG 122:1169πράγμασιν ἡμῖν, ἀλλὰ μὴ ἐν ὀνόμασι κύρου τὴν δωρεάν. Εἰ δ' οὖν, παραχωρῶ σοι τοῦτο μετὰ τῶν Ἑλληνικῶν μύθων καὶ ἀνυπάρκτων πλασμάτων. Δ'. Πρὸς τὸν Καίσαρα τὸν Δούκαν'. Πίστευέ μοι, ὑπέρτιμε δέσποτα, καὶ ὑπὲρ πᾶν ὄνομα καὶ ἀξίωμα, μάγοι, ἵνα οὕτως εἴπω, καὶ οἱ τρόποι τυγχάνουσι καὶ οἱ λόγοι σου, καὶ ἀῤῥήτοις δυνάμεσι τὴν ἐμὴν ψυχὴν καταθέλγουσι. Καὶ τοῦτο ζω, ὃ βλέπω σέ· καὶ τοῦτο ἀναπνέω, ὃ τῆς σῆς ἀκούω φωνῆς· καὶ τοῦτο χαίρω, ὃ τοῖς σοῖς ἐντυγχάνω γράμμασι. Περὶ οὗ δὴ ἠρώτησας, συντόμως ἀπο κρίνομαί σοι· «Οὐδεὶς ἡμᾶς ἐμισθώσατο.» Δέδοικα δὲ ἵνα μὴ καὶ τοῦτο ἀκούσω· «Ἑταῖρε, πῶς εἰσῆλθες «ὧδε, μὴ ἔχων ἔνδυμα γάμου;» Οὐ γὰρ οἶδα εἰ ἀποδέχεται τὴν παρουσίαν μου ὁ θειότατος ἡμῶν βασιλεύς· τὸ γὰρ πρόσωπον αὐτοῦ εἰς ἡμᾶς οὐχ ὡς χθὲς καὶ τρίτην ἡμέραν. Πλὴν οὐδέποτε παντελῶς ἀποστήσομαι, κἂν ἐξελάσῃ βιαίως, και μετὰ πλη γῶν, κἂν μεθ᾽ ὕβρεων· μὴ οὕτω μανείην ποτέ. Εἰ γὰρ καὶ πρὸς ἐμὲ ἀπόστροφος, ἀλλὰ χρηστὸς καὶ φιλάνθρωπος. Αὔριον οὖν καὶ ἐλεύσομαι, καὶ ἀκορέστως καταπολαύσω σου τῆς ἐμῆς ψυχῆς καὶ πνοῆς καὶ ζωῆς. Ε΄. Τῷ αὐτῷ. Οὐκ ἔστι τις ὅμοιός σοι, δέσποτα χρηστότατε, ἵνα καὶ τοῦτο θαρρούντως εἴποιμι, οὔτε τὴν καλλονὴν, οὔτε τὴν φρόνησιν. Λέγω δὲ τοῦτο, ἀποβλέπων, εἰς τὸν σκοπὸν τῶν πρὸς ἐμέ σου γραμμάτων. Ομοῦ τε γὰρ καὶ ἡμῖν εἰς παραμυθίαν ἵστασαι καὶ τῷ μετ γάλῳ βασιλεῖ καὶ ἀδελφῷ σου τὴν προσήκουσαν σώ ζεις ὑπόληψιν, καὶ συνάγεις τὴν ἐμὴν γνώμην εἰς τὴν ἄκραν ἐκείνου πίστιν τε καὶ διάθεσιν· ὅπερ καὶ τῇ ἐμῇ ψυχῇ μαρτυρήσεις αὐτός. Καὶ θάῤῥει περὶ τούτου· ἕτοιμος γὰρ καὶ τὴν ἐμὴν θύειν ὑπὲρ τού του ψυχήν. Αλλ', ὅπερ εἶπον, δέσποτά μου, αἰδοῦ. μαι· ἔμνυμι τὴν ἱεράν σου ψυχήν. Μή ποτε φορτικὸν με λογίζεται, ἢ οὐκ ἀρέσκεται τοῖς λόγοις μου καὶ τῇ παρουσίᾳ, και διὰ ταῦτα οὔτε ἡδέως προσ ομιλεῖ, οὔτε μου ἀνέχεται λέγοντος. Ἐνάγει δέ με εἰς τὸν τοιοῦτον σκοπὸν ἡ προτέρα τούτου πρός με διάθεσις ἁπλουστατη και φιλανθρωποτάτη τυγχάνουσα, καὶ μηκέτι νῦν τὸ σύνηθες ἰδίωμα σώζουσα. Οὐ τοίνυν μισῶν οὐ προσέρχομαι, ἀλλ᾽ αἰδούμενος ἢ φοβούμενος. Αλλως τε καὶ αὐτοτελής ἐστι, καὶ οὐ δεῖταί τινος οὔτε σοφοῦ οὔτε ἐμπειρικοῦ. Ἐγὼ δὲ οὐδέτερον μέν εἶμι, πιστὸς δὲ τὰ πρὸς τοὺς δεσπότας καὶ ἀληθὴς, καὶ οὐ δυνάμενος μὴ μεγαλῦναι πράξεις αὐθέντου· καὶ ὁ μακρὸς χρόνος ταῦτα μοι ἐμαρτύρησε· πλέον δέ τι τῷ βασιλεῖ τούτῳ προστέθεικα καὶ προσθήσω ἄχρι παντός. Εἰ δ' οὗτος οὐ τὴν ἴσην ἀντιδίδωσί μοι διάθεσιν, ταῖς ἁμαρτίαις μου τοῦτο λογίζομαι. Σὺ δέ μοι οὕτω σώζοις τὴν πρὸς τὸν ἀδελφὸν εὔνοιαν, καὶ οὕτω καὶ τὴν πρὸς ἐμὲ εὐμένειαν καὶ διάθεσιν ἀπαράμιλλον καὶ τρόποις καὶ λόγοις καὶ πράγμασιν. ζ. Τῷ αὐτῷ. Ολόφωτόν σου την σελήνην ἀπέλαβον, ὑψηλότατε Καῖσαρ καὶ δέσποτα. Ολολαμπής γὰρ αὐτὴν ἐφώ τισεν ἥλιος· ὅθεν καὶ περιαστραφ εἰς ἐμακάρισά σου τὸ φῶς. Εἰ δὲ, ἔτι περίγειος ὤν, οὕτω μοι τὰς ἀκτίνας προχέεις, υπέργειος γεγονώς, ποίαν οὐκ

Letter VIIEpistola VII

col. 1171–1172page 9 of 16
Epistola IV - VI
PG 122:1171ἀποστίλψεις μοι αἴγλην; ποίαν οὐκ ἀπαυγάσεις ῃ μαρμαρυγήν; Εἶτα δὴ ἐρωτᾷς πῶς ἔχοιμι; αὐτὸ τοῦτο μόνον καλῶς ὅτι με ἐρωτᾷς, τὰ δ᾽ ἄλλα πάνω καλῶς. Οὐδεὶς γὰρ ἡμῶν οὔτε πυνθάνεται, οὔτε κήδεται. Καὶ, νὴ τὴν ἱεράν σου καὶ ὑπερσέβαστον κεφαλὴν, οὐδὲ ἑτέρου τινὸς δέομαι ἢ τοῦ ἐρωτᾶσθαι. ᾿Αλλὰ καὶ τουτό με ὁ βάσκανος δαίμων ἀφείλετο καὶ, εἰ μὴ ἡ σὴ χρυσῆ πλάστιγξ τὸν τοῦ βίου μου ζυγὸν ἴσαζε, παραβραχύ παρώκησε τῷ ᾅδῃ ἡ ψυχή μου· οὕτως ἀθυμῶ, οὕτως ἀδημονῶ. Ἀλλ᾿ ἡ σὴ γλῶσσα, ἡ σὴ μοῦσα, ἡ σὴ σειρὴν, τὰ σὰ θέλγητρα, αἱ σαὶ ἴυγγες, ἡ σὴ πιθανότης καὶ εὐγλωττία πεί θει με πολλάκις καὶ εὐθυμεῖν καὶ γάννυσθαί· καὶ χαίρω ἐπὶ τοῖς σοῖς λόγοις, ἐπὶ ταῖς σαῖς παρακλήσεσιν, ἐπὶ ταῖς σαῖς πρὸς ἐμὲ διαθέσεσιν. Αλλ ἐμὲ μὲν λυπεῖσθαι οὐδὲν ἀπεικός. σὺ δὲ μὴ λυπη θῇς ποτε, μηδὲ βέλος ἅψαιτο βασκανίας, μηδὲ κατισχῦσαι σου ὁ ἐχθρός. Εἰ δέ τίς σου διακυμαίνει ἄνεμος τὴν ψυχὴν, μὴ θαυμάσῃς· ταῖς γὰρ ἐναν τίαις μεταβολαῖς ὁ βίος ταράττεται, καὶ δεῖ πρότερον τιναχθῆναι τὴν θάλασσαν, εἶθ᾽ οὕτως στῆναι εἰς αὕραν τὴν καταιγίδα. Ὁ Ψελλὸς ταῦτα. Ζ΄. Τῷ αὐτῷ. ᾿Αλλὰ μετὰ τὰς πλάστιγγας, φιλοτιμότατε βασι λεῦ, καὶ μέγιστε Καίσαρ, καὶ δεσποτικὴ τῆς ἐμῆς ψυχῆς κεφαλῆ, ἔστι καὶ ἡ τρυτάνη καὶ ὁ ταύτης και νών. Τί οὖν, ἵνα πληρώσῃς ἡμῖν τὸν ζυγόν, ἐκκε νώσαις τῶν θρεμμάτων τοὺς μαστούς; μὴ σύ γε μηδὲ ἐφ' ἡμῖν ἀποψύξῃς τὸ ποίμνιον· μηδὲ, ἵνα ἰσά της τὰς πλάστιγγας, ἀνίσους αὐτῷ ποιήσῃς τὰς χάριτας, τὰ πλείω νέμων ἡμῖν καὶ ὑπὲρ τοὺς ἄλλους τιθεὶς, ὁ πάντων ἐπέκεινα καὶ λόγων καὶ ἐγκωμίων καὶ τέχνης ῥητορικῆς καὶ δυνάμεως. Ἐγὼ δὲ νῦν ἔγνων εἶναι σοφός, ὅτι σου τοῖς ἐμοῖς λόγοις θηρῶ τὴν ψυχὴν· ὅθεν ἀθρόον σοβαρός γέγονα, καὶ ἔσπακα τὴν ὀφρῶν, καὶ ἐπ᾽ ἄκρον βαδίζω δακτύλων· καν μέ τις ἔρηται «Τί ποτε ταῦτα; καὶ τίς ὁ μετα σχηματισμὸς καὶ ἡ καινὴ ἔπαρσις;» εὐθὺς ἐπιφέρω, ὅτι με ὁ μέγας Καῖσαρ ἐπήνεσεν, ὅτι μου τοῖς λό γοις οὗτος ἑάλωκεν, ὅτι, τῶν ἄλλων ὑπέρτερος ων, τῆς ἐμῆς ἡττᾶται δυνάμεως. ᾿Αλλὰ μή ποτε κομ ψεία ταῦτα καὶ ψευδής, οἴησις, ἐγὼ δέ εἰμι ὅπερ εἰμὶ, ἀμαθῆς ἄνθρωπος καὶ μόλις ἑαυτὸν ἐπιγνούς. Εἰ δὲ θαυμάζεις με σὺ, ἐρῶ σοι λόγον θηρατικὸν ὃν οὐκ οἶδα εἰ καὶ αὐτὸς κατενόησας. Τὴν γλαῦκα τὸ ὄρνεον, τὸ ἀμορφώτατον ζῶον καὶ ἀκαλλέστατον, θαυμάζει ὁ ἀετὸς καὶ περιίπταται ταύτην, καὶ περιέπει, καὶ τέθηπεν, ὥσπερ τινὰ φύ σιν ἀξίαν θαύματος. ᾿Αλλ᾿ ὁ μὲν ἀετὸς οὕτως· ἡ δὲ οὐδὲν ἧττον γλαύξ ἐστι δυσειδής. Μή ποτε οὖν σὺ μὲν ἀετὸς τὴν ἰσχὺν καὶ τὴν δύναμιν, ἐγὼ δὲ ζῶον ἀκαλλές τε καὶ ἄτεχνον; Εἶτα δὴ ἀφεὶς τοὺς παλαιοὺς θαυμάζειν σοφούς, ἐμὲ καὶ τὰ ἐμὰ περιέπεις συγγράμματα. Τί δὲ καλόν ἐν τούτοις; τί δὲ ὡραῖον; τί δὲ ἀνθηρόν; 'Αλλ᾽ ἐρῶ σοι καὶ λόγον ἕτερον πρὸς ἡμᾶς οἰκειότατον. Ἡ μέλισσα τὰς ἀρχὰς ἀνθολογοῦσα τοῦ μέλιτος, παρίπταται μὲν τὸ ῥόδον, παρίησι δὲ τὸ Τον καὶ τὸ
col. 1173–1174page 10 of 16
PG 122:1173κρίνον καὶ τὴν δάκινθον καὶ τὸν νάρκισσον, καὶ τῷ Θύμῳ προσίσταται. Φυτὸν ὁ θύμος δριμύτατόν τε καὶ ἀνοσμότατον· ἀλλ' ἡ μέλισσα ἐντεῦθεν τὰς πη γὰς ἔχει τοῦ μέλιτος. Ισως γοῦν καὶ σὺ τῶν μὲν παρὰ τοῖς ἄλλοις ρόδων καταφρονεῖς, ἀπὸ δὲ τῶν ἐμῶν ἀνόσμων λόγων καὶ ἀηδῶν τὴν σὴν καταμελιτοῖς γλῶσσαν καὶ τὸ μελισσαγὲς ἀποστάζεις νᾶμα. 'Αλλ' δρα τὰ παραδείγματα. Οὔτε ὁ ἀετὸς τὴν γλαῦκα περιφρονεῖται, οὔτε τὸν θύμον ἡ μέλισσα γεωργεῖ ἀλλὰ κατ᾿ ἐξουσίαν ὁ μὲν ὁρᾷ, ἡ δὲ δρέ πεται. Ἔπου καὶ σὺ τούτοις, καὶ τῶν ἐμῶν ἀπόλαυσ λόγων ὁπότε σοι βουλητόν. Αρ᾽ οὖν καὶ ταύτην ἐγκωμιάσεις μου τὴν ἐπιστολὴν, ᾗ οὔτε ἡ λέξις λαμπρά, οὔτε ὁ νοῦς ὑψηλὸς, οὔτε ἡ συνθήκη εὐάρμοστος; Βούλει οὖν βραχύ τί σοι προσπαῖξαι· ἀλλ᾽ εἴη πόῤῥω τὸ σχῆμα καὶ ὁ μοναδικός βίος. Καγώ τι τοιοῦτον ἐν νεύτητι πέπονθα, καὶ διαστρόφων εάλωκα ὀφθαλμῶν καὶ χροιᾶς οὐ πάνυ λευκῆς, καὶ ὑπὲρ τὰς εὐώπιδας καὶ ῥοδοπήχεις τὴν οὕτως ἔχουσαν ἔστερξα. 'Αρα ἐγνώρισάς μοι τὸ πάθος: εἶδες ἐν κατόπτρῳ τὸ σὸν πρόσωπον; Ἐκ γῆς γὰρ καὶ αὐτὸς πεπλαστούργη σαι ὥσπερ ἐγώ. Τῆς δουλικῆς ταῦτα καὶ γλώσσης σοι καὶ χειρός. Η΄. Τῷ αὐτῷ. Καὶ μὴ καλός εἰμι καὶ σοφὸς, ἀσύγκριτε Καίσαρ, καὶ τὴν φύσιν καὶ τὴν ψυχήν; Εἶτα δὴ καὶ ἐμαυτὸν ἀγνοῶ, οὔτε κατόπτρω χρώμενος, οὔτε δὴ ἐνθυμούμενος οπόσας βίβλους ἔτυχον ἀνελίξας. Αλλ' ὅτε μὲν τοῖς τῶν σοφῶν συγγράμμασιν ὁμιλῶ, τὴν ἐμὴν σοφίαν πρὸς τὴν ἐκείνων συγκρίνων, αἰσχύνομαι, η ὄμνυμι τὴν ἱεράν σου ψυχὴν, καὶ ὡς παντάπασιν ἀμαθὴς ἐγκαλύπτομαι· ὅταν δὲ ταῖς σαῖς περὶ ἐμοῦ μαρτυρίαις ἐντύχω, μικροῦ καὶ ἰσόθεος εἶναι φαντάζομαι. Καὶ σὺ μὲν τὰς ἐμὰς ἐπιστολας βιβλία ποιεῖς· ἐγὼ δὲ τὰ σὰ γράμματα τοῖς ἐμοῖς ἐγχαράττω στέρνοις, καὶ ἀναγινώσκω πυκνότερον· καὶ ἐμαυτὸν ἄγαμαι καὶ πέπεισμαι εἶναι σοφὸς, καὶ ἐπαινῶ σε τῆς μαρτυρίας. Πρότερον δὲ οὐχ οὕτως εἶχον. Αλλ' αἱ μὲν πίσ θηκοι, ἐπειδὰν τέκωσι καὶ τὰ νεογνὰ ἴδωσιν, ἀγάλ ματα αὐτὰ ἤγηνται καὶ τοῦ κάλλους θαυμάζουσιν, ἀπατώμεναι τῷ φιλοτέχνῳ τῆς φύσεως· ἐγὼ δὲ τὰ ἐμὲ γεννήματα, τοὺς λόγους φημί, οὐδέποτε ἠγάσθην, οὐδὲ ἐφίλησα. Νῦν δὲ διὰ τὴν σὴν μαρτυρίαν καὶ τέ θηπα καὶ φιλῶ καὶ συναγκαλίζομαι. Ἵνα δέ σοι καὶ ἀπὸ τῶν θεάτρων φθέγξωμαι φασὶ καὶ τοὺς ἡνιόχους ἀγνοεῖν τὰ πολλὰ ὦν κατ ορθοῦσιν ἢ ἁμαρτάνουσιν· οἱ δὲ ἀκριβεῖς τῆς ἡνιοχήσεως θεωροὶ ἴσασιν ἀκριβῶς εἰ δημοχαρής ὁ ἵπ πος, εἰ ἑτερόγναθος, εἰ μὴ τὸν δεξιὸν ὁ ἡνίοχος τῷ καμπτῆρι προσήγαγεν ἢ τῷ ζυγῷ τοὺς ἵππους συν ήρμοσεν. Ἴσως οὖν κἀγὼ τὰ πολλὰ τῶν ἐμῶν ἀγνοῶν σὺ δὲ ἄνω καθήμενος ἀνακρίνοις καὶ διευθύνεις ἅπαντα, τὴν ἔννοιαν, τὴν λέξιν, τὸ σχῆμα, τὴν μέσ θοδον, τὴν ἀρμονίαν, τὸν ῥυθμὸν, τὴν ἀνάπαυσιν. Φασὶ δὲ καὶ τὴν Πυθίαν χρησμῳδεῖν μὲν τοὺς ἄνω χρησμούς, μὴ ἐπίστασθαι δὲ τῶν χρησμῶν τὴν διάνοιαν· ἀλλ᾽ οἱ Ἕλληνες, ἐκδεχόμενοι τὰ μαντεύ

Letter IXEpistola IX

col. 1175–1176page 11 of 16
Epistola VIII
PG 122:1175ματα, ἐξηγοῦντο καὶ συνεβίβαζον. Τοιοῦτος δὲ καὶ ο σὺ τυγχάνεις ὁ ἐμὸς ἐρμηνεὺς καὶ θεῖος τῷ ὄντι Θεμιστοκλῆς. Κἀγὼ μὲν τοὺς ἐμοὺς χρησμούς ἀγνοώ, σὺ δὲ ἐξακριβεῖς τούτους, καὶ ὑψηλολογεῖς, καὶ θαν μάζεις καὶ τοῦ κάλλους καὶ τῆς δεινότητος· ὥστε δέδοικα μὴ πάθω τὸ τοῦ Ναρκίσσου. Ο Νάρκισσος μειράκιον ἦν κάλλει διαλάμπον ἀβρῷ, ἀπλοϊκώτατον δὲ καὶ δεινότητος πάσης ἐκτός. Καί ποτε πρὸς πηγὴν ὑδάτων ἐλθὸν, τὸ ἑαυτοῦ ἐν οπτρίζεται πρόσωπον. Ηγνοηκὸς δὲ ὅτι τοῦ ἰδίου σώματός ἐστιν ἡ σκιά, ἔρωτα λαμβάνει τοῦ ὁρωμέν νου. καὶ ᾠήθη ὅτι μειράκιον ἐστιν ἀληθὲς κρυπτόμενον ὑπὸ τῆς πηγῆς. Οὐ τοίνυν ἐκεῖθεν ἀφίστατο, ἀλλ' ὁρῶν ἐτεθνήκει. Καὶ ἡ γῆ τοῦτον οἰκτείρασα, ἄνθος ἐκ τῶν οἰκείων λαγόνων ἀφῆκεν ὁμώνυμον. Μή τοίνυν καὶ αὐτὸς βλέπων τὴν ἐμὴν σοφίαν ὡς ἐν κατόπτρῳ τοῖς γράμμασιν, ἔρωτα σφοδρὸν ἐμαυτοῦ λάβοιμι καὶ τῇ ἐμῇ ἐναποψύξω σκιά. ᾿Αλλὰ θάῤῥει. Ὁ Ιξίων ἤρα τῆς Ηρας, και, πλάττων ἐν τῇ ψυχῇ τὸ ἐκείνης εἴδωλον, ἐδόκει τοῦτο ἀσπάζεσθαι· ἰδὼν δέ ποτε ταύτην, ἐμέμφετο ἑαυτὸν ὡς ἀμορφώτατον ἀναπλάττοντος εἰδωλον. Κἀγὼ τοίνυν, ὅταν εἰς τὸ σὸν μεγαλοφυὲς ἀποβλέπω καὶ περιδέξιον, τὴν ἐμὴν καταλιμπάνων σκιάν, τὴν σὴν ἄγαμαι ὡραιότητα· ὥσπερ δὴ πάλαι θαυμάζων σου τοὺς τυροὺς, νῦν ὑπερηγάσθην τὸ βούτυρον. Τοῖς δέ γε ἀνακτόροις οὔ μοι σπουδὴ παραβάλλειν πυκνῶς· διὰ δὲ σὲ κατὰ τὴν τετράδα ἀφίξου μαι. Τῆς δουλικῆς καὶ ταῦτα χειρός. Θ΄. Τῷ αὐτῷ. Οἷα σου, Καίσαρ, τὰ ἐνθυμήματα! οἷα δὲ τὰ βου λεύματα τῆς ψυχῆς! Δύο μοι ταῖς πηγαῖς ἐξέτεινας ἀγωγάς, ἵνα μου ὅλον ἐκφορήσῃς τὸ ὕδωρ, ἵνα μου πᾶσαν ἐκδαπανήσῃς τὴν βρύσιν. Εἶτα δὴ ἀγνοεῖς ὅτι ἀκένωτον ἔχω τὸ ῥεῦμα, καὶ, ὅσον ἂν ἐκθηλάζοι τις, τοσοῦτον τοὺς πόρους ἀναστομοῖ καὶ τὰς φλέβας εὐρύνει πρὸς τὴν ἐκ βάθους ἀποῤῥούν; Οἶδα ὅτι δεινὸς εἶ καὶ πρὸς πᾶσαν ἀρετὴν περιδέξιος, καὶ βούλει τὸν ἐγκεκρυμμένον μοι μαργαρίτην λαβεῖν, ἵν᾿ εγκολάψῃς τοῦτον ἐπὶ τοῦ σοῦ διαδήματος. Σὺ δέ μοι οὐδὲ ἕνα, ἀλλὰ πολλοὺς ἤδη κέκλοφας· τὸν δὲ γε μείζονα τούτων, καὶ λευκότατον μὲν τῷ χρώ ματι περιφερέστατον δὲ τῷ σχήματι, οὐ δυνήσει πε ριλαβεῖν. Ἔχω γὰρ τοῦτον ἐν τοῖς ψυχικοῖς κόλ ποις, οὐ μὴ φθάνουσιν αἱ χεῖρες τοῦ κλέπτοντος. Τί με περικυκλοῖς πάντοθεν, καὶ περιορύττεις και κλωσε; ἄσυλός είμι τὸν τῆς γνώσεως θησαυρόν. Οσον ἀπαρύττῃ τοῦ φρέατος, τοσοῦτον πλουσιώτερον ὁ νάμα ποιεῖς. Υπερφυής δέ σου καὶ ἡ τῆς κλοπῆς τέχνη. Ὁ ἥλιος φυσικῇ δυνάμει καὶ περιουσία θερμότατος ἐλκτικός ἐστι τῆς ἐν τῷ βάθει ὑγρότητος. Διά ταῦτα ἔαρος καὶ θέρους πλησιάζων ἡμῖν ἀνέλκει τὴν ἐν τοῖς δένδροις ικμάδα καὶ ἔγκαρπα τὰ δένδρα ποιεῖ· οὐ μὴν ἐπιτάσσει καὶ τῇ σελήνῃ τὴν τοιαύτην ἐνέργειαν. Σὺ δέ μοι ὁ ἐμὸς ἥλιος καὶ τὴν σὴν περ ριέστησας σελήνην, καὶ ἐπιτρέπεις ἵνα τι καί αὐτὴ ἀπὸ τῆς ἐμῆς πηγῆς ἀπαρνηται. Τί μοι τὸν τυρὸν
col. 1177–1178page 12 of 16
PG 122:1177καὶ τὸ βούτυρον; δελεάσματα ταῦτα καὶ ἐξοὶ καὶ πάγαι εἰσὶν, ἵνα με όλον θηράσῃς καὶ τοῖς σοῖς περισφίγξης δικτύοις, ἢ ὥσπερ ἰχθὺν ὑπεξαγαγὼν τῆς θαλάσσης, ἢ ὥσπερ πτηνὸν ἐκ τοῦ ἀέρος κατε νεγκών. Ἐπὶ τοὺς ἄρκτους καὶ τοὺς παρδάλεις τῇ θηρατικῇ τέχνῃ σου χρῶν ἐμὲ δὲ οὐκ ἂν λάβοις ποτὲ, οὐδὲ διασπαράξεις, οὔτε κυσὶν, οὔτε δόρασιν. Ινα δέ σοι τάληθὲς ἐρῶ· ὅλος ἐγώ σοι τεθήραμαι, και με ἔχεις ἐν ταῖς χερσὶν, ἔμψυχον καὶ ἡδὺ θή ραμα, καὶ λεαίνεις ἐν τοῖς ὁδοῦσι, μᾶλλον δὲ ὅλον ἐν τῇ ψυχῇ σου συνείληφας. Τί γὰρ ἀθήρατόν σοι τῶν ἐμῶν πέφυκεν; ή ψυχή; μὴ τοῦτο εἴποι τις ἀλλὰ διαῤῥαγείη ψευδόμενος· ἡ γλῶσσα; Ιδού σοι ταύτην ἐκτείνω ἐν λόγοις, ἐν ἐπιστολαῖς, ἐν συγ γράμμασιν· εἰ δὲ βούλει, καὶ τέμνε καὶ σπάραττε αἱ χεῖρες; ἀλλὰ διακονήσουσί σοι καὶ αὗται τὰ πολλὰ καὶ μεγάλα ἐγκώμια· οἱ πόδες; ἀλλ' ἔψομαί σοι ὅπη σοι βουλητήν, ἐν γελόφοις, ἐν γηπέδοις, ἐν ὕψεσιν ὁρῶν, ἐν βάθεσι γῆς. Οὕτως ἔχεις με ὅλον λαβών. 'Αλλ' δρα μὴ πλεονεξίαν ὁ δικαιότατος ἐγε κληθῇς. Σήμερον γὰρ ἡ Καισαρισσά με τεθήρακεν ὥσπερ δελέατι τυρῷ καὶ ἀντιπαγεῖ γάλακτι. Καὶ γὰρ θηρῶμαι τούτοις ὡς ἀληθῶς καὶ λίχνος εἰμὶ τὸ βρῶμα, καὶ, ἡνίκα ἴδω τὸ γνώρισμα, εὐθὺς περι χαίνω καὶ τὸ ἄγκιστρον περιπείρει με καὶ ἀναρτᾷ με ἐκ τοῦ λαιμοῦ. Μὴ τοίνυν μου διασπαράξῃς τὸν λόγον, ἢ μᾶλλον μὴ σφετερίσῃς ὅλην τὴν ἄγραν ἀλλὰ διέλεσθέ μοι τὴν θήραν ἀμφότεροι. Καὶ σὺ μὲν καὶ τῆς ἐννοίας απογεύσῃ καὶ τῆς λέξεως· τῇ δέ γε ἐμῇ δεσπότιδι μεταδίδου τῶν τῆς ἐπιστολῆς νοημάτ των, ἵνα μοι καὶ αὕτη μετάσχῃ τῆς τῶν λόγων γλυ κύτητος· καὶ τῆς ἡδονῆς ἕνεκα πολλάκις με θηρᾷν βούλοιτο. Χαίρω γὰρ θηρώμενος παρ' ὑμῶν· ὑμεῖς γὰρ δὲ βούτυρα καὶ τυρούς. Ι΄. Τῷ αὐτῷ. Ἔγραψας, εἰ καὶ μὴ τῇ χειρὶ, ἀλλὰ τῇ ψυχῇ. Ὁ γὰρ χαρακτὴρ γνώριμος καὶ ἀκριβῶς εἰκασμένος εἰς τὸ πρωτότυπον. Εἶτα ἐν τῷ μὴ ἐμπιπλᾶσθαί σε τῶν ἐμῶν λόγων, μηδὲ κορέννυσθαι τῆς τούτων, ὡς γράφεις, γλυκύτητος, αὐτοὶ καθιοῦμεν ἀνθολογοῦντες, ἀεὶ, ὥσπερ αἱ μέλισσα:, καὶ τὴν τοῦ μέλιτος ἐργασίαν ἐξεργαζόμενοι· ἀλλ᾽ εἰ καὶ ἡ θάλασσα οὐκ ἔστιν ἐμπιπλαμένη, κατὰ τὸν εἰρηκότα σοφόν, πάντων τῶν ποταμῶν εἰς αὐτὴν ἀπεῤῥευγομένων τὰ ρεύματα, ἀλλ' ἀπὸ τῶν ὁρῶν ἀεὶ προχεῖται τὰ νάματα καὶ τὸ τῆς ὑγρᾶς ἀκό ρεστον οὐχ ἱστᾷ τῶν ποταμῶν τὴν φοράν. Οἱ μὲν οὖν ᾿Αθηναῖοι πάλαι ὑπὸ τοῦ Δαρείου κατὰ τὴν ἤπειρον πολεμούμενοι, καὶ ἀνθίστασθαι πρὸς τὰς χιλιάδας ἐκείνου καὶ μυριάδας μὴ ἐξισχύοντες, ἀπένευσαν εἰς τὴν θάλασσαν, καὶ ναυσὶ χρησ σάμενοι τὴν σωτηρίαν διαπόντιον εὔραντο· ἐγὼ δὲ ποῦ φύγω; ποῖ τράπωμαι; πάντοθεν πάγαι, πάντοθεν θήρατρα. Εκκλίνω πρὸς γῆν· ἀλλ᾽ εὐθύς με θηρᾶται τὰ βούτυρα, ἀποτέμνει μοι τὴν ὁδὸν τὰ σὰ ποίμνια καὶ βουκόλια. Εκδράμω πρὸς θάλασσαν ἀλλὰ βαβαὶ τῆς τῶν ἰχθύων φορᾶς! αὐτός μοι τού των ὁ κράτιστος ἀπαντᾶ τύραννος καὶ δυσὶ κύκλοις περιλαμβάνει με ὥσπερ τισὶ κέρασι τοῦ ἰδίου στρα λόγους κενοὺς καὶ πτερόεντας ἐν ταῖς χερσὶν ἔχετε, ἐγὼ

Letter XIEpistola XI

col. 1179–1180page 13 of 16
Epistola X
PG 122:1179τεύματος. Οἶσθα οὖν ὁ ποιήσω; πτήσομαι πρὸς ἀέρα καὶ τὸν καιρὸν ἔξω σύμμαχον· οὐ γὰρ καὶ στρουθοὺς καθ᾿ ἡμῶν ἐκστρατεύσεις νῦν· ἐπέχει γὰρ ἡ τεσσαρακονθήμερος τούτους περίοδος. Τῆς δουλικῆς ταῦτα ψυχῆς, εἰ καὶ μὴ χειρός. Τῷ αὐτῷ. Ἐγὼ μὲν ἐδεδίειν, μέγιστε Καίσαρ, τὰς τῶν ἡμῶν ἐπιστολῶν παραδεικνύειν μορφάς· ἠσχυνόμην γὰρ ὑπὲρ τούτων, ὡς μὴ ἐχουσῶν μήτε φυσικὸν κάλλος μήτε ἐπίκτητον. Ἐπεὶ δὲ σὺ τούτων ἀνελπίστως ἠράσθης, και με πέπεικας καλὰ τίκτειν γεννήματα, Ιδού σοι προδήλως ἀπηναισχύντημαι, καὶ τὴν ὥραν παραδεικνύω, καὶ ὥσπερ ὁ μηδικὸς ταὼς, τοῦτο δὴ τὸ φιλόκαλον ζῶον καὶ σύνηθες, θεατρίζω σοι τού των τὴν ὡραιότητα, και, ὡς ὁρᾷς, ἐπὶ ταῖς σαῖς θύο ραις προϋπαντῶ μήτε καλούμενος, μήτε μισθὸν τῆς ὥρας λαβών. Ὁ μὲν οὖν Σολομῶν τοῖς αὐτοκλήτοις τῶν φίλων δι' εὐλαβείας ποιεῖται τὰς εἰς τοὺς συνήθεις εἰσόδους καί ἀπαντήσεις, ἵνα μὴ, κόρον αὐτῶν τῆς ὁμιλίας λαβόντες, μισήσωσιν· ἐγὼ δὲ τοὐναντίον ποιήσειν διέγνωκα, ερασμιώτερόν σοι τὸ ἐμὸν κάλλος ἐπιδεικ νόειν διὰ τῆς συνεχείας καὶ ποθεινότερον Ὁ μὲν γὰρ Πρωτεὺς ἐκεῖνος, ἀνὴρ ἡ δαίμων, ὃν Ὅμηρος πλάττει καὶ μεταπλάττει, παντοδαπὸς ἦν καὶ μετήλλαττε τὰς μορφὰς, καὶ νῦν μὲν λέων τοῖς ὁρῶσιν ἐδείκνυτο, νῦν δὲ ὄφις, νῦν δὲ σᾶς, καὶ πῦρ, καὶ δένδρον, καὶ λίθος, καὶ σίδηρος· ἐγὼ δέ σοι εἰς μὲν θηριώδεις φύσεις οὐ μεταβήσομαι, οὐδὲ ἐκπλήξω τῇ τῶν φαντασμάτων καινότητι· ἀλλὰ τοὺς περὶ τὴν κιθάραν μιμήσομαι. Τί δὲ οὗτοι δρῶσιν; ἐπειδὴν αἴσθῶνται τοὺς ἀκούοντας κορεννυμένους τοῦ μέλους, μεταβάλλουσι τὰς χορδάς, στρέφοντες αὐτὸς τοῖς καλάμοις, καὶ μεταστρέφοντες καὶ ποικίλας αρμονίας μεταχειρίζοντες, ἵνα διὰ τῆς τοιαύτης μεταλλαγῆς τε καὶ μεταβάσεων ἀκορέστους τῆς μουσικῆς ἡδονῆς τους ἀκροατὲς ἔχωσιν. Οὕτω γοῦν κἀγώ σοι μεταποιήσω τοὺς ἐμοὺς λόγους. Καὶ νῦν μὲν ἱλαροὺς τούτους παρέξω σοί, νῦν δὲ συντόνους, καὶ νῦν μὲν ἀναβεβλημένους καὶ μαλακούς, νῦν δὲ γενναίους καὶ ἰσχυρούς, νῦν δὲ ἄλλην μορφὴν ἔχοντας. Ο γοῦν Όμηρος ὁπλίτην ἐπαινῶν ἄνδρα, καὶ τοῦτο τοῖς ἐπαίνοις προστίθησιν, ὅτι οἶδε μετακινεῖν τὴν ἀσπίδα νῦν μὲν εἰς δεξιὰ, νῦν δὲ εἰς εὐώνυμα. Ἐγὼ δὲ τὸ ἐμὸν ὅπλον τοὺς λόγους οὐκ ἐπὶ τὰ πλάγια μόνον, ἀλλὰ καὶ ἔμπροσθεν μεταχειριοῦμαι καὶ ὄπισθεν. Οὐχ ἥν ἐστι τὸ τῶν λόγων χρῶμα, οὐὲ ἡ μορφὴ μία· ἀλλ᾽ ἄμφω παντοδαπὰ καὶ ποικίλα· καὶ ὁ τὰς κράσεις καὶ συνθέσεις τούτων εἰδὼς πολύμορφα δείξει τοῖς ἐρασταῖς τὰ θεάματα. Εἶδον ἐγώ ποτε νύμφην ἐπὶ παστάδας καὶ ὥρα εὖ ἔχουσαν καὶ τῷ ἐπιποιήτῳ κάλλει κεκοσμημένην λαμπρῶς· καὶ τήν γε πρώτην ἡμέραν πορφύρα ταύ την εκόσμει και χρυσῆ ταινία, καὶ ἐπωμὶς ἐξηνθι σμένη κόσμῳ παντοδαπῷ καὶ ἡ στηθοδεσμὶς ηλεκτρί νη· ἀλλ' ἐνδιατρίψας βραχύ τι τοῖς φαινομένοις ώραϊσμοῖς ἐκορέσθην ιδών. ᾿Αλλὰ τήν γε δευτέραν
col. 1181–1182page 14 of 16
PG 122:1181ἡμέραν μεταβαλοῦσα τὸν κόσμον καὶ χρυσοϋφῆ ἐσθῆ τα ἐπενδυθεῖσα, πάλιν ἐθήρα· καὶ τὴν τρίτην οὕτως, καὶ τὴν τετάρτην· καὶ ἦν ἀκόρεστον τὸ καλόν. Εἰσὶν οὖν καμοί, Καίσαρ, ἐλλόβια λογικὰ καὶ περιδέραια γνωστικὰ καὶ περιτραχήλιοι κόσμοι κοὶ ἐπιστήθιοι. Κἂν κορεσθῇς τοῦ χρυσοῦ, παραγυμνώσω τί σοι τοῦ ἠλεκτρώδους. Εἰ δὲ καὶ τούτου πλησθῇς, ἔχω σαπφεί ρους, καὶ ὑακίνθους, καὶ λίθους ἑτέρους παντοδαποὺς, καὶ τὴν χροιάν, καὶ τὴν δύναμιν. Καὶ, ὡς ἔοικεν, οὔτε σὺ πλησθήσῃ ποτὲ τοῦ ἐρᾷν, οὔτε ἐγὼ κάλλους ἀπορήσω καὶ ἐπιδείξεως. ΙΒ΄. Τῷ Καίσαρι. Εὐτυχέστατε Καῖσαρ· τοῦτο γὰρ δή σοι τῆς ἐπι στολῆς ἔστω προοίμιον. Εὐτυχέστατον δέ σε φημὶ οὐ διότι μόνον τῆς τοῦ Καίσαρος ἀξίας τετύχηκας (τοῦτο γὰρ καὶ πολλοῖς ἄλλοις συμβέβηκε, καὶ οἴ γε πλείους τῆς εὐτυχίας διημαρτήκασιν, ἀλλ' ὅτι παρὰ τοῦ καλ λίστου βασιλέως καὶ ἀδελφοῦ εἰς τὴν μεγίστην ταύ την ανηνέχθης περιωπήν, ὃς δή, προνοίᾳ τε τῇ ἄνω κινούμενος καὶ μετὰ λογισμοῦ κρίσεως πάντα ποιῶν, κοινωνόν σε τοῦ κρότους μικροῦ δεῖν ἐξ ἀδελφικῆς εὐνοίας πεποίηκε. Προσκείσθω γὰρ τῇ προνοίᾳ καὶ τῇ τοῦ λογισμοῦ κρίσει καὶ τὸ ἀπὸ τῆς σχέσεως φίλο τρον. Πάλιν οὖν τὴν πρώτην σοι φωνὴν ἐπιφθέγξου μαι· εὐτυχέστατε Καῖσαρ· προσθήσω δὲ καὶ λογιώτατε καὶ σοφώτατε· ἄμφω γὰρ ὁρῶ παρὰ σοὶ μετὰ τῆς εὐτυχίας τὴν σοφίαν καὶ τὴν λογιότητα. Καὶ μή με ὑπολάβης κόλακα τηλικοῦτον εἶναι, μᾶλλον δὲ ἀμαθῆ ἐπαινέτην, ὅτι ἀφεὶς ἐπὶ τοῖς στρατηγήμασιν ἐγκωμιάζειν σε, καὶ οἷς πάλαι κατώρθωκας καὶ νῦν κατορθοῖς, τὴν ἀπὸ τοῦ λόγου σοι εὐτη μίαν προσάγω, μήτε φιλοσοφήσαντί ποτε μήτε ρητο ρεύσαντι. Οὐχ οὕτως ἐμαυτὸν ἀπατῶ· ἀλλ᾽ οὔτε σὲ ἀπατᾷν βούλομαι. Ὁ γάρ σοι περὶ τοὺς λόγους ἔρως καὶ ἡ ἐπιθυμία τῆς γνώσεως καὶ τὸ ἐθέλειν λόγοις σοφοῖς ὁμιλεῖν, τό τε θέλγεσθαι κάλλει συγγραμμά των καὶ ἐπιστολῶν χάρισι, ταύτην σοι τὴν σοφίαν προσμαρτυρεῖ. Τοῖς μὲν οὖν παλαιοῖς ἐκείνοις Καίσαρσι τὸ τῆς εὐτυχίας, ὄνομα μέχρις αὐτῶν ἦν, καὶ οὐδεὶς τῶν σοφῶν δι' ἐκείνους ευτύχησε· τῇ δὲ τῇ μεγαλοπρέπεια ὥσπερ ἡλίου φῶς ἡ κλῆσις ἐγένετο· καὶ ὃς δι' ἄν σοι πλησιάσῃ εὐθὺς εὐτυχεῖ. Καὶ τούτου μαρτύριον αὐτὸς πρῶτος ἐγώ. Πάλαι μὲν γὰς ἐπὶ τοῖς λό γοις ἐθαυμαζόμην· νῦν δὲ ἐπὶ τῇ σῇ φιλίᾳ εὐδόκιμος ἐν πᾶσι γεγένημαι· καινὸν γάρ σε τῶν ἐμῶν λόγων ἐπαινέτην εὐτύχηκα· καὶ μάλιστα ὅτι, τοὺς ἄλλους σοφοὺς ἀφεὶς (πολλοὶ δὲ ἴσως εἰσὶν ἐμοῦ καλλίους καὶ ὑψηλότεροι), σὺ δὲ βούλει τῶν ἐμῶν μόνων χαρί. των κατατρυφον, καὶ τὰς ὠκεανίτιδας τῶν πάλαι σοφῶν καταλιπών πηγὰς, τὸ ἐμὸν λεπτόῤῥυτον ὕδωρ ἀρύῃ καὶ χανδὸν ἐμφορῇ μου τοῦ νάματος. ᾿Αλλ᾽ ἐγὼ μὲν ἐπὶ σοι εὐτυχῶ καὶ μέγα φρονῶ σοὶ δ᾽ ἄρα τίς δαίμων ἐβάσκηνε, καὶ νοήματά τινα δυσελπιστίας μεστὰ τῇ ψυχῆ σου παρέφθειρε, καὶ ὑπείληφας ὅτι σοι ὁ ἀδελφὸς, ἵν᾿ οὕτως εἴποιμι καὶ πατὴρ, ἠλάττωσέ σοι τὴν πρώτην εὐμένειαν, καὶ μέχρι τῶν παρασήμων τῆς εὐτυχίας προαγαγών, τῆς πρὸς σὲ εὐνοίας ἐπαύσατο; Τίνι γοῦν ἐπὶ ταῖς

Letter XIIEpistola XII

col. 1183–1184page 15 of 16
PG 122:1183τοῦ ἀδελφοῦ καλλοναῖς μάρτυρι χρήσομαι; τίνα δὲ ἄλλον προβαλοῦμαι τῆς ἱερᾶς ἐκείνου ψυχῆς συνί στορα ἀκριβέστατον; ἀρκέσεις μόνος αὐτὸς, ὃς καὶ πρὸ τοῦ κράτους τὸν ἄνδρα μοι πολλάκις ὑπεζωγρά φησας, καὶ μετὰ τὸ κράτος τοιαῦτα πρὸς ἡμᾶς ἐφθέγγου· «Αρ' οὐχὶ τοιοῦτος ὁ ἀδελφὸς οἷόν σοι «τοῦτον ἱστόρουν καὶ ἀκριβῶς ἔγραφον;» ἀναμνήσθητι μοι καὶ τοῦ ἐξ ᾿Εδέσσης γράμματος καὶ τῶν μετὰ ταῦτα λόγων. Τί δὲ ὁ τοσαύτῃ ἐπὶ πλείοσιν ἔτεσι συντραφεὶς ἀρετῇ καὶ πᾶσιν ἐπιεικὴς καὶ χρηστότατος γεγονώς, ἐπὶ σοὶ μόνῳ μετήλλαξε τὴν εὐω γένειαν τῆς ψυχῆς; μὴ τοῦτο οἴου, κάλλιστε πάν των ἀνδρῶν. Εἰ γάρ με οἴει εἰς ψυχὴν παρακύψαι δυνάμενον καὶ κρύφια μαθεῖν καὶ ἀπόῤῥητα γνώμης ὀξύτητι, ἐνεστήρικταί σοι ἡ ἐκείνου γνώμη και προ τέθειταί σοι τὸ εὔνουν καὶ ηύξηται ἡ εὐμένεια. Σύ δὲ οἶδας ἐμοῦ κάλλιον τὸν σὸν ἀδελφὸν ὅτι ἀκολάο κευτον ἔχει τὸ ἦθος, καὶ τὴν φιλίαν καὶ τὴν εὐμέν νειαν οὐκ ἐν τῇ γλώσσῃ σαλπίζει, ἀλλ᾽ ἐν τῇ ψυχῇ κατακρύπτει. Τὴν γὰρ ἐν χείλεσιν εὐφημίαν περι έργοις ἀφῆκεν ἀνδράσι καὶ εὐτραπέλοις· αὐτὸς δὲ τὸ ἀρχαῖον τῶν μεγίστων ἀνδρῶν μεμίμηται ἦθος καὶ ὑψηλόφρων ἄγαν ἐστί· βροντῆν δὲ ἥκιστα πρὸς τοὺς φίλους βουλόμενος, λεῖος ἐστὶ καὶ ἀκύμων, ὥστ περ ζεφύρου πνεῦμα ταῖς τῶν φιλουμένων ἐπιπνέων ψυχαῖς. Ἐμὲ γοῦν πολλάκις ἠπάτησε μὴ συνδραμὼν προσδραμόντι μηδὲ ἡδέως κατασπασάμενος· καὶ τότε μὲν παρόρασιν ἐλογισάμην τὸ πρᾶγμα· εἶτα δή, καταβραχὺ συνιεὶς ἐκείνου, μᾶλλον ἐπιζητῶ τῆς γνώμης τὸ σύνηθες ἢ τὴν τοῦ ἤθους μεταλλαγήν. Τοιοῦτός ἐστι τὴν ψυχήν. Καὶ εἰδότι σοι τοῦτο διὰ τί προσπίπτει ἀνία, δέον μᾶλλον ἀσπάζεσθαι τὸ καθαρὸν καὶ ἄπλαστον τοῦ βασιλέως ἰδίωμα; κατ λὴν ἑώρων ὅπως τὰ μὲν ἡδέως προσεμειδία, τὰ δὲ Έγωγ' οὖν αὐτῷ τὴν σὴν ὑπαναγινώσκων ἔπιστο ἱλαρύνετο. Οτε δὲ ἐπανέγνων αὐτῷ τὸν μοναχὸν καὶ τὴν ἀθρόαν ἀλλοίωσιν, μικροῦ δεῖν καὶ ἐξεδά κρυσεν, εἰ δὲ μή μοι ἄχθοιο, και βραχύ τί σου εμέμψατο. Ἀπελογίσατο δὲ καὶ περὶ τῆς ᾿Αντιοχείας, ὅρκους ἀῤῥήτους προσθεὶς ὅτι μὴ κατὰ τὰς σὰς ὑπολήψεις ἡ πρόσταξις γέγονεν, ἀλλ᾽ ἵνα τι γνοίη παρὰ σοῦ τῶν ἐκεῖσε ἀποῤῥητοτέρων. Τὰ δὲ φαινόμενα σοι παράσημα σημεῖα ἔφησεν εἶναι τῶν ἐν τῇ ψυχῇ παρασήμων, φημὶ δὴ τῆς πρὸς σὲ καθαρᾶς διαθέσεως, τῆς ἀδελφικῆς εὐμενείας, τῆς εἰς τὸ αὐτὸ θέλημα συμπνοίας τε καὶ συννεύσεως, ἀφ᾽ ὧν κινούμενος ἐν προθύροις σε τοῦ κράτους ἔστησε· καὶ τὰ μεγάλα διὰ τῶν μικροτέρων ἔχαρη κτήρισεν. Εἰ οὖν ἀνυπόκριτόν με φίλον ὑπολαμβάνεις καὶ ἀληθέστατον, καὶ ἀκριβῶς οἶδας ὡς οὐ ψεύδομα πίστιν οὐδὲ φιλίαν, τοιοῦτόν σοι τὸν ἀδελφὸν ἐπίστασο, ὁποῖον οὐκ ἄλλος ἐγένετο εἰς φιλίαν ἀδελφὸς καὶ ἀκρι βεστάτην διάθεσιν. Πᾶσαν οὖν λύπης ὑπόθεσιν ἀποβαλὼν τῆς ψυ χῆς, γλυκείαις ἐλπίσι σύνεσο, καὶ θάῤῥει ἐπὶ τῷ ἀδελφῷ καὶ δεσπότῃ. Κἂν εἴ τί σοι πολλάκις τῶν ἀβουλήτων συμπίπτῃ, οἰκονομίαν τοῦτο δέχου βασι λικὴν καὶ μάλιστα Θεοῦ πρόνοιαν. Νὴ τὴν ἱερὰν σου γὰρ κεφαλὴν, αἱ μέγισται τῶν εὐτυχιῶν ἀκυβέρν
col. 1185–1186page 16 of 16
PG 122:1185νητοι μείνασαι τοὺς κεκτημένους πολλάκις καταποντίζουσι. Δεῖ γὰρ ἡμῖν τοῖς ἐν τῷ βίῳ εὐροοῦσι καὶ. φερομένοις ἀπταίστως καὶ χαλινοῦ τινὸς κατέχοντος τὰς ἀλόγους ὁρμᾶς καὶ τὴν λεωφόρον ιέναι παι δεύοντος. Ἐν τούτοις οὖν μοι φιλοσοφῶν φαίνου, καὶ ἅπαξ σαυτὸν στηρίξας ἐπ᾽ ἄσφαλούς κρηπῖδος, τῆς τοῦ βασιλέως καὶ ἀδελφοῦ πρὸς σὲ διαθέσεως, ἀκύμαντος ἔσο τοῖς ἐμπίπτουσι λογισμοῖς. Αλλ' οὐ πάντη τερφθήσῃ τοῖς ἀφθαλμοῖς, οὐδ᾽ ἐφ' ὅλοις προσμειδιάσεις· τοῖς ὁρωμένοις ἐξεγερεῖ γάρ σε μέσης νυκτὸς ὁ κώδων ὁ ἱερὸς, καὶ τοῖς θείοις ἐνστηλωθήσῃ ἐδάφεσιν.
Page scan enlarged

Notebook

Full View