PG 123Theophylactus Bulgari Archiepiscopus
Commentary on the Gospel of Matthew
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 139–140page 1 of 3
PG 123:139ΘΕΟΦΥΛΑΚΤΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΒΟΥΛΓΑΡΙΑΣ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΟΣ ΤΟΥ ΑΥΤΟΥ ΕΥΑΓΓΕΛΙΣΤΟΥ ΜΑΤΘΑΙΟΥ ΚΑΤΑ ΣΩΦΡΟΝΙΟΝ. Ματθαῖος, ὁ καὶ Λευὶς, ἀπόστολος ἀπὸ τελωνῶν, ἐν τῇ Ἰουδαίᾳ πρῶτος διὰ τοὺς ἐκ περιτομής πιστεύσαντας Εὐαγγέλιον τοῦ Χριστοῦ, γράμμασιν καὶ βή μασιν 'Εβραϊκοῖς συνέταξεν, ἀγνοουμένου τοῦ μετά ταῦτα εἰς Ἑλληνικὸν τοῦτο μεταφράσαντος. Τὸ δὲ Εβραϊκὸν ἄχρι τήμερόν ἐστιν ἐν τῇ Βιβλιοθήκη Και σαρείας τῆς παρὰ Παμφίλου μάρτυρος περισπουδάστως κατασκευασθείσης. Ἐμοὶ δὲ παρὰ τῶν Ναζωραίων τῶν ἐν Βεροίᾳ τῆς Συρίας τούτῳ κεχρημένων, ἄδεια παρεσχέθη τῆς τούτου μεταγραφής, δι' οὗ ἐστιν ἀκριβῶς πεισθῆναι, ὡς ἔνθα ἂν ὁ εὐαγγελίο τής εἴτε ἐκ προσώπου οἰκείου, εἴτε ἐκ προσώπου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ Σωτῆρος ταῖς μαρτυρίαις κατακέχρηται τῶν Παλαιῶν Γραφών, μὴ ἀκολουθεῖν τῇ αὐθεντίᾳ τῶν Ἑβδομήκοντα Ερμηνευ τῶν, ἀλλὰ τῇ Εβραϊκῇ, ἀφ' ὧν τὰ δύο ἐστὶν ἐκεῖνα Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν Υἱόν μου· καὶ ὅτι Ναζωραῖος κληθήσεται. ΤΑ ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΕΥΑΓΓΕΛΙΟΥ. Ο α'. Περὶ γενεαλογίας τοῦ Χριστοῦ. β'. Περὶ τῶν Μάγων καὶ τῶν ἀναιρεθέντων παι δων.
col. 141–142page 2 of 3
PG 123:141γ. Πρώτος Ιωάννης ἐκήρυξε βασιλείαν τῶν οὐ ρανών. 8. Περὶ πειρασμοῦ τοῦ Χριστοῦ. Περὶ τῆς τοῦ Πέτρου, καὶ ᾿Ανδρέου, καὶ τῶν υἱῶν τοῦ Ζεβεδαῖον κλήσεως. ε. Περὶ τῶν μακαρισμῶν. Περὶ τοῦ μὴ φιλονεικεῖν πρὸς τὸν πλησίον. Περὶ τοῦ μὴ μοιχεύειν. Περὶ τοῦ μὴ ἀπολύειν τὴν γυναῖκα. Περὶ τοῦ μὴ ὀμόσαι όλως. Περὶ τοῦ τὰς ὕβρεις ἀνέχεσθαι, καὶ ἀντιστῆναι τῷ πονηρῷ. Περὶ τοῦ ἀγαπᾷν τοὺς ἐχθρούς. ς'. Περὶ ἐλεημοσύνης, προσευχῆς, καὶ νηστείας. Περὶ τοῦ καταφρονεῖν τῶν τοῦ κόσμου. ζ. Περὶ τοῦ κρίνειν μηδένα. Περὶ τοῦ αἰτεῖν καὶ ζητεῖν. Περὶ τοῦ προσέχειν ἀπὸ τῶν ψευδοπροφητῶν. η. Περὶ τοῦ λεπρού. Περὶ τοῦ ἑκατοντάρχου. Περὶ τῆς πενθερᾶς Πέτρου. Περὶ τῶν ἰαθέντων ἀπὸ ποικίλων νόσων. Περὶ τοῦ μὴ ἐπιτρεπομένου ἀκολουθεῖν. Περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων. Περὶ τῶν δαιμονιζομένων, ὧν τὰ δαι μόνια εἰς τὴν ἀγέλην των χοίρων ἐξεβλήθη. Θ. Περὶ τοῦ παραλυτικού. Περὶ τοῦ Ματθαίου. Περὶ τοῦ Σωτήρος μετὰ τῶν τελωνῶν ἐσθίοντος. Περὶ τῆς θυγατρὸς ἀρχισυναγώγου. Περί τῆς αἱμορροούσης. Περὶ τῶν δύο τυφλών. Περὶ τοῦ δαιμονιζομένου κωφοῦ. ι'. Περὶ τῆς τῶν ἀποστόλων διαταγής. ι'. Περὶ τῶν ἀποσταλέντων παρὰ ᾿Ιωάννου. ιβ. Περὶ τῶν μαθητῶν τοῖς Σάββασι τιλλόντων στάχυας. Περὶ τοῦ ξηρὰν ἔχοντος τὴν χεῖρα. Περὶ τοῦ δαιμονιζομένου τυφλοῦ καὶ κωφοῦ. Περὶ τῶν αιτούντων σημεῖον. Περὶ μητρὸς καὶ ἀδελφῶν. ιγ. Περὶ τῶν παραβολῶν τοῦ σπείραντος καὶ τῆς βασιλείας τῶν οὐρανῶν. ιδ. Περὶ Ἰωάννου καὶ Ηρώδου. Περὶ τῶν σ' ἄρ των καὶ τῶν β' ιχθύων. Περὶ τοῦ ἐν θαλάσσῃ περιπάτου τοῦ Ἰησοῦ. κ'. Περὶ τῆς παραβάσεως τῆς ἐντολῆς τοῦ Θεοῦ διὰ τὴν παράδοσιν τῶν ἀνθρώπων. Περὶ τῆς Χαναναίας. Περὶ τῶν θεραπευθέντων όχλων. Περὶ τῶν ἑπτὰ ἄρτων. ις. Περὶ τῆς ζύμης τῶν Φαρισαίων. Περὶ τῆς ἐν Καισαρείᾳ ἐπερωτήσεως. Περὶ τῆς ἐπιτιμήσεως τοῦ Πέτρου, ὅπως μὴ Χριστὸς πάθῃ. 15. Περὶ τῆς μεταμορφώσεως τοῦ Χριστοῦ. Περὶ τοῦ σεληνιαζομένου. Περὶ τῶν αἰτούντων τὰ δίδραχμα. τη'. Περὶ τῶν λεγόντων, τις μείζων. Περὶ τοῦ μὴ σκανδαλίζειν. Περὶ τῶν γ' προβάτων παρα βολή. Περὶ τῆς ἐλέγξεως τοῦ πλησίου. Περὶ τῆς δυνάμεως τοῦ δεῖν καὶ λύειν. Περὶ τοῦ ὀφείλοντος μυρία τάλαντα. ι. Περὶ τῶν ἐπερωτώντων, εἰ ἔξεστιν ἀπολῦσαι τὴν γυναῖκα. Περὶ τοῦ ἐπερωτήσαντος πλου σίου τὸν Ἰησοῦν. κ. Περὶ τῶν μισθουμένων έργατῶν. Περὶ τῶν υἱῶν τοῦ Ζεβεδαίου. Περὶ τῶν δύο τυφλών.
col. 143–144page 3 of 3
PG 123:143κα'. Περὶ τῆς ὄνου καὶ τοῦ πώλου. Περὶ τῶν χωρ λῶν καὶ τυφλῶν. Περὶ τῆς ξηρανθείσης συκής. Περὶ τῶν ἐπερωτώντων τὸν Κύριον ἀρχιερέων καὶ πρεσβυτέρων. Περὶ τῶν δύο υἱῶν παρα βολή. Περὶ τοῦ ἀμπελῶνος. κβ'. Περὶ τῶν καλουμένων εἰς τὸν γάμον. Περὶ ἐπερωτησάντων διὰ τὸν κῆνσον. Περὶ τῶν Σαδδουκαίων. Περὶ τοῦ ἐπερωτήσαντος νομι κοῦ. Περὶ τῶν τοῦ Κυρίου ἐπερωτήσεων. κγ. Περὶ τοῦ ταλανισμοῦ τῶν Φαρισαίων. κδ. Περί της συντελείας, ἡμέρας καὶ ὥρας κε'. Περὶ τῶν δέκα παρθένων. Περὶ τῶν τὰ τάλαντα λαβόντων. Περὶ τῆς ἐλεύσεως τοῦ Χριστοῦ. κς'. Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ. Περὶ τοῦ Πάσχα. Περὶ τοῦ μυστικοῦ δείπνου. Περὶ τῆς παραδόσεως τοῦ Χριστοῦ. Περὶ τῆς ἀρνή σεως τοῦ Πέτρου. κζ'. Περὶ τοῦ ἡγεμόνος Πιλάτον. Περὶ τῆς Ἰούδα μεταμελείας. Περὶ τοῦ αἰκισμοῦ καὶ τιμωριών τοῦ Χριστοῦ, καὶ σταυρώσεως. Περὶ τῆς αἰτή σεως τοῦ σώματος τοῦ Κυρίου, καὶ φυλάκων τοῦ τάφου. κη'. Περὶ τῆς τοῦ Κυρίου ἀναστάσεως. Περὶ τῶν φυλάκων τοῦ τάφου, μαρτύρων τῆς ἀναστάσεως. Περὶ τῆς ἐμφανίσεως τοῦ Χριστοῦ τοῖς ἀποστόλοις καὶ γυναιξὶν ἐν Γαλιλαία. ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΕΥΑΓΓΕΛΙΟΝ. (α). (α) ΠΡΟΟΙΜΙΟΝ. Οἱ μὲν πρὸ τοῦ νόμου ἐκεῖνοι θεῖοι ἄνδρες, οὐ διὰ γραμμάτων καὶ βιβλίων ἐδιδάσκοντο· ἀλλὰ καθαρὰν ἔχοντες τὴν διάνοιαν, τῇ τοῦ Παναγίου Πνεύματος ἐφωτίζοντο ἐλλάμψει· καὶ οὕτω τὰ τοῦ Θεοῦ ἐγίνωσκον θελήματα, αὐτοῦ ἐκείνου ὁμιλοῦντος αὐτοῖς στόμα κατά στόμα· τοιοῦτος ἦν ὁ Νῶε, ὁ ᾿Αβραάμ, ὁ Ἰώβ, ὁ Μι ουσῆς. Ἐπεὶ δὲ ἠσθένησαν οἱ ἄνθρωποι, καὶ ἀνάξιοι ἦσαν φωτίζεσθαι καὶ διδάσκεσθαι ὑπὸ τοῦ ἁγίου Πνεύματος, δέδωκεν ο φιλάνθρωπος Θεός τὰς Γραφάς, ἵνα κἂν διὰ τούτων ὑπομιμνήσκωνται τῶν τοῦ Θεοῦ θελημάτων· οὕτω καὶ ὁ Χριστὸς, τοῖς μὲν ἀποστόλοις αὐτοπροσώπως ὠμίλησε, καὶ τὴν τοῦ Πνεύματος χάριν διδάσκαλον αὐτοῖς ἔπεμψεν. Ἐπεὶ δὲ μετὰ ταῦτα ἔμελλον αἱρέσεις ἀναβλαστήσαι,
Page scan enlarged

Notebook

Full View