PG 123Theophylactus Bulgari Archiepiscopus
Commentary on the Gospel of Matthew
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 457–458page 157 of 171
PG 123:457Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ ἐκολάφισαν αὐτόν. Οἱ δὲ ἐῤῥάπισαν, λέγοντες - Προ φήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σε; ν Οτε κατεκρίθη, τότε ἐνεδείξαντο εἰς αὐτὸν τὰ ἐπονείδιστα, καὶ ἐνέπαιξον αὐτῷ, περιβάλλοντες, ὡς ἕτερος εὐαγγελιστής φησιν, ἱματίῳ τὸ πρόσωπον αὐτοῦ· ἐπεὶ γὰρ ὡς προφήτην αὐτὸν εἶχον, διὰ τοῦτο ἐμπαίζουσιν οὕτως αὐτῷ κολαφίζειν δέ ἐστι τὸ διὰ τῶν χειρῶν πλήττειν, συγκαμπτομένων τῶν δακτύλων, καὶ ἵνα ἀφελέστερον εἴπω, διὰ τοῦ γρόνθου κονδυλίζειν. Ο δὲ Πέτρος ἔξω ἐκάθητο ἐν τῇ αὐλῇ, καὶ προσ θεν αὐτῷ μία παιδίσκη, λέγουσα· Καὶ σὺ ἦσθα ετὰ Ἰησοῦ τοῦ Γαλιλαίου; Ὁ δὲ ηρνήσατο ἔμπρο θεν πάντων, λέγων· Οὐκ οἶδα τί λέγεις. Εξελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα, εἶδεν αὐτὸν ἄλλη, καὶ λέγει τοῖς ἐκεῖ· Καὶ οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Να ζωραίου· καὶ πάλιν ηρνήσατο μεθ᾽ ὅρκου, ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον· μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες, εἶπον τῷ Πέτρῳ· 'Αληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ ἡ λαλιά σου δηλόν σε ποιεί. Τότε ήρξατο καταναθεματίζειν καὶ ὀμνύειν, ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον. Καὶ εὐθέως ἀλέκτωρ ἐφώνησε· καὶ εμνήσθη ὁ Πέτρος τοῦ ῥήματος Ἰησοῦ, εἰρηκότος αὐτῷ, ὅτι Πρὶν ἀλέκτορα φωνήσαι, τρὶς ἀπαρνήση με· καὶ ἐξελθὼν ἔξω, έκλαυσε πικρώς.» 'Απείρῳ φόβῳ καταγωνισθεὶς ὁ Πέτρος, ἐπελάθετο τῶν ὑπου σχέσεων, καὶ τῇ ἀνθρωπίνῃ ἀσθενείᾳ δουλεύει, οἷον ἀποτεθνηκώς τῷ φόβῳ, καὶ μηδὲ εἰδὼς ὁ λέγει. Νόει δέ μοι καὶ κατὰ ἀναγωγήν, ὅτι ἐλέγχεται ὑπὸ τῆς παιδίσκης ὁ Πέτρος, τουτέστι, τῆς ἀνθρωπίνης ἀσθενείας, τῆς μικρᾶς καὶ δουλοπρεποῦς, ἄχρις οὗ ὁ ἀλέκτωρ φωνήσας, εἰς αἰσθησιν αὐτὸν ἤγαγεν αλέκτωρ δέ ἐστιν ὁ λόγος, ὁ μὴ τῶν ἡμᾶς βαθυμεῖν καὶ καθεύδειν, ἀλλὰ λέγων, Γρηγορεῖτε, καὶ, Εγει. ραι, ὁ καθεύδων. Ὑπὸ τοῦ λόγου τοίνυν ὥσπερ ὑπό τινος ἀλέκτορος διυπνισθεὶς ὁ Πέτρος, ἐξελθὼν ἔξω τῆς αὐλῆς τοῦ ἀρχιερέως, τουτέστι, τῆς περιοχῆς τοῦ πεπωρωμένου νοῦ, καὶ ἐκβὰς ἀπὸ τῆς ἀναισθησίας, έκλαυσε πικρῶς. Ἕως μὲν γὰρ ἦν ἐν τῇ αὐλῇ τοῦ πεπωρωμένου νοός, οὐκ ἔκλαιεν· οὐ γὰρ ᾐσθά νετο· ὁπηνίκα δὲ ἐξῆλθεν, εἰς αἴσθησιν ἦλθεν. ΚΕΦΑΛ. ΚΖ'. Περὶ τοῦ ἡγεμόνος Πιλάτου. Περὶ τῆς Ἰούδα μεταμελείας. Περὶ τοῦ αἰκισμοῦ καὶ τιμωριῶν τοῦ Χριστοῦ, καὶ σταυρώσεως. Περὶ τῆς αἰτής σεως τοῦ σώματος τοῦ Κυρίου, καὶ τῶν φυλά κων τοῦ τάφου. Πρωΐας δὲ γενομένης, συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ, ὥστε θανατῶσαι αὐτόν· καὶ δήσαντες αὐτὸν ἀπήγαγον, καὶ παρέδωκαν Ποντίῳ Πιλάτῳ τῷ ἡγε μόνι.» Ιδε τὸν διάβολον πῶς ὅλους αὐτοὺς κατέσχεν ἐν τοιαύταις ἡμέραις πείσας φονεύειν, ἐν οἷς πολύ λῶν ἔδει θυσιῶν καὶ προσφορῶν, ὑπὲρ τῶν ἄλλων ἁμαρτιῶν, καὶ ἁγνείας καὶ καθάρσεως· οἱ δὲ καὶ (α)

Chapter XXVIICaput XXVII

col. 459–460page 158 of 171
PG 123:459δεσμοῦσι καὶ ἀπάγουσι πρὸς τὸν ἡγεμόνα Πιλάτον, ᾶς ἀπὸ Πόντου μὲν ἦν, Ῥωμαίοις δὲ ὑποτελῶν, ἀπεστάλη ἡγεμὼν τῆς Ἰουδαίας. Παρέδωκεν δὲ τὸν Κύριον τῷ Πιλάτῳ, ὡς δῆθεν στασιώδη, καὶ κατὰ τοῦ βασιλέως μελετήσαντα. Τότε ιδών Ἰούδας ο παραδιδοὺς αὐτὸν, ότι κατεκρίθη, μεταμεληθεὶς ἀπέστρεψε τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις, λέγων "Ημαρτον παραδούς αἷμα ἀθῶν· οἱ δὲ εἶπον Τί πρὸς ἡμᾶς; οὐ ὄψει· καὶ ῥίψας τὰ ἀργύρια ἐν τῷ ναῷ, ἀνεχώρησε, καὶ ἀπελθὼν ἀπήγξατο.» Εν υστεροβουλία γίνεται ὁ Ἰούδας, καὶ μεταμέλεται μὲν, οὐ καλῶς δέ· τὸ μὲν γὰρ ἑαυτοῦ καταγνώναι, καλόν, τὸ δὲ ἀπάγξασθαι, δαιμονιώδες· οὐ φέρων γὰρ τοὺς ἐς ὕστερον ὀνειδισμούς, ὑπεξάγει ἑαυτὸν τοῦ βίου, δέον δακρῦσαι καὶ ἐξιλεώσασθαι τὴν προσ δοθέντα. Τινὲς δὲ λέγουσιν ὅτι ὁ Ἰούδας φιλάργυρος ὤν, ὑπελάμβανεν, ὅτι αὐτός τε κερδήσει τὰ ἀργύρια προδούς Χριστόν, καὶ ὁ Χριστὸς οὐκ ἀποκτανθήσεται, ἀλλὰ διαφύγῃ τοὺς Ἰουδαίους, ὡς πολλάκις διέφυγε· τότε δὲ ἰδὼν αὐτὸν κατακριθέντα, καὶ ἤδη καταδικασθέντα ἀποθανεῖν, μετεμελήθη, ὡς τοῦ πράγματος ἀποβάντος παρ' ὅπερ ὑπελάμβανε. Διδ καὶ ἀπήγξατο, ἵνα προλάβῃ τὸν Ἰησοῦν ἐν τῷ δη καὶ ἱκετεύσας σωτηρίας τεύξηται. Πλήν γίνωσκε ότι ἔθηκε μὲν τὸν τράχηλον αὐτοῦ εἰς τὴν ἀγχόνην, ἀπὸ δένδρου τινὸς κρεμάσας ἑαυτόν· τοῦ δὲ δένδρου κλι θέντος, επέζησε, τοῦ Θεοῦ θέλοντος αὐτὸν ἢ εἰς μετάνοιαν συντηρήσαι, ἢ εἰς παραδειγματισμὸν καὶ αἰσχύνην. Φασὶ γὰρ ὅτι νόσῳ υδερική περιπέπτων κεν, ὥστε ἔνθα ἅμαξα ῥᾳδίως διέρχεται, αὐτὸν μὴ δύο νασθαι διελθεῖν Είτα πρηνής πεσὼν ἐλάκησεν, ἀντὶ τοῦ, διερράγη, ὡς ὁ Λουκᾶς φησιν ἐν ταῖς Πράσ ξεσιν. Οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια, εἶπον Οὐκ ἔξεστι βαλεῖν αὐτὰ εἰς τὸν κορβανάν, ἐπεὶ τιμὴ αἷματός ἐστι. Συμβούλιον δὲ λαβόντες, ηγόρασαν ἐξ αὐτῶν τὴν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις· διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος, Αγρός αἵματος, ἕως τῆς σήμερον. Τότε επληρώθη τὸ ῥηθὲν διὰ Ἱερο Ενθα άμαξα βαδίως διέρχεται, ἐκεῖνον μὴ δύνασθαι διελθεῖν. Αλλά μηδὲ αὐτὸν μόνον τὸν τῆς κεφαλῆς ὄγκον αὐτοῦ· τὰ μὲν γὰρ βλέφαρα τῶν ὀφθαλμῶν αὐτοῦ, φασί, τοσοῦτον ἐξω δηκέναι, ὡς αὐτὸν μὲν τὸ φῶς καθόλου βλέπειν, τοὺς ὀφθαλμοὺς δὲ αὐτοῦ οὐδὲ ὑπὸ ἰατροῦ διόπτρας ὀφθῆναι δύνασθαι, τοσοῦτον εἶχον τὸ βάθος ἀπὸ τῆς ἔξωθεν ἐπιφανείας· τὸ δὲ αἰδοῖον αὐτοῦ πάσης μὲν ἀσχημοσύνης ἀειδέστερον καὶ μείζον φαίνεσθαι αὐ τοῦ, τοὺς ἐκ παντὸς τοῦ σώματος συρρέοντας εχω ράς τε καὶ σκώληκας· μετὰ πολλὰς δὲ βασάνους καὶ τιμωρίας ἐλάκησε μέσος, ἀντὶ τοῦ διερράγη, ὡς ὁ Λουκᾶς φησιν ἐν ταῖς Πράξεσιν. Ἀπὸ δὲ τῆς δυσωδίας ἐκείνου μέχρι τοῦ νῦν, ἔρημον καὶ ἀοίκη τόν φασι, τὸ χωρίον γενέσθαι ἐκεῖνο, ἐν ᾧ τὴν μια ρὰν ἐκεῖνος ψυχὴν ἀπέρρηξεν, ἀλλ᾽ οὐδὲ μέχρι τῆς σήμερον δύνασθαί τινα τὸν τόπον ἐκεῖνον διελθεῖν, ἐὰν μὴ τὰς ῥίνας ταῖς χερσὶν ἐπιφράξῃ, τοσαύτη διὰ τῆς σαρκὸς αὐτοῦ καὶ ἐπὶ γῆς κρίσεως ἐχώρησεν. Οἱ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια, κ. τ. λ.
col. 461–462page 159 of 171
PG 123:461μίου τοῦ προφήτου, λέγοντας· Καὶ ἔλαβον τὰ τριά κοντα αργύρια τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτι μήσαντο ἀπὸ υἱῶν Ἰσραὴλ, καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως καθὰ συνέταξέ μοι Κύριος. Κορβανάν ἔλεγον τὸν ἐν τῷ ἱερῷ θησαυρὸν, εἰς ἐν ἔβαλλον τὰ προσφερόμενα τῷ Θεῷ δώρα. Ορα δὲ πῶς ὁ Θεὸς ματαιοί αὐτοὺς, ὥστε φημίζεσθαι τὴν μιαιφόνον αὐτῶν γνώμην· Ἕως γὰρ τῆς σήμερον, φησίν, Αγρός αίματος καλεῖται ὁ ἀγρὸς ἐκεῖνος, ὥστε πάντας ἀναμιμνήσκεσθαι ὅτι τὸν Κύριον ἐφόνευσαν. Μάνθανε δὲ καὶ τοῦτο, ὅτι καὶ παρὰ τοῖς Ἰουδαίοις τοσοῦτον ἡ φιλοξενία ἐσπουδάζετο, ὥστε καὶ τοῖς ξένοις εἰς ταφὴν χωρίον τι ἀγορασθῆναι. αἰσχυνώμεθα οὖν ἡμεῖς, οἱ τελειοτέρου μὲν βίου δοκοῦντες εἶναι, τοὺς δὲ ξένους παραβλεπόμενοι. Την τιμὴν δὲ τοῦ τετιμημένου, φησὶν, δηλονότι τοῦ Χριστοῦ ἀτίμητος μὲν γὰρ ἦν, ετιμήθη δὲ ἀπὸ υἱῶν Ἰσο ραήλ, τουτέστι, τὴν τιμὴν αὐτοῦ ἔστησαν οἱ υἱοὶ Ισραήλ, συμφωνήσαντες τῷ Ἰούδᾳ δοῦναι τριάκοντα ἀργύρια. . Ὁ δὲ Ἰησοῦς ἔστη ἔμπροσθεν τοῦ ἡγεμόνος, καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν, λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ο δὲ Ἰησοῦς ἔφη αὐτῷ· Σὺ λέγεις. Καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ τῶν πρεσβυτέρων, οὐδὲν ἀπεκρίνατο. Τότε λέγει αὐτῷ ὁ Πιλάτος· Οὐκ ἀκούεις πόσα σου και ταμαρτυρούσι; Καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἐν ῥῆμα· ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν.» Ως ἐπὶ δημοσίοις ἐγκλήμασι κατηγορούμενος ἀπάγεται πρὸς Πιλάτον, ὅθεν καὶ ἐρωτᾷ αὐτὸν εἰ ἐπεβάλετο Ανταρσίᾳ, καὶ ἐπεχείρησε βασιλεῦσαι τῶν Ἰουδαίων. Ο δὲ Ἰησοῦς ἔφη αὐτῷ· Σὺ λέγεις· ἀπόκρισιν δού; αὐτῷ σοφωτάτην· οὔτε γὰρ εἶπεν, ὅτι οὐκ εἰμὶ, οὔτε πάλιν, ὅτι εἰμί. ᾿Αλλὰ μέσως πως ἔφη· Σὺ λέ γεις. Τοῦτο γὰρ δύναται καὶ οὕτω νοηθῆναι, ὅτι Εἰμι καθώς λέγεις· καὶ οὕτως, ὅτι Ἐγὼ μὲν τοῦτο οὐ λέγω, σὺ δὲ λέγεις· ἄλλο μέντοι οὐδὲν ἀπεκρίνατο ήδει γὰρ τὸ κριτήριον μὴ κατὰ λόγον προβαίνον. Εθαύ μαζεν οὖν ὁ Πιλάτος τὸν Κύριον, ἅμα μὲν ὡς κατα φρονοῦντα θανάτου, ἅμα δὲ πῶς λόγιος ὢν καὶ μυρία Έχων προβαλέσθαι εἰς ἀπολογίαν, οὐδὲν ἀπεκρίνατο, ἀλλὰ τῶν ἐγκαλούντων ὑπερεώρα. Διδασκώμεθα δὲ καὶ ἡμεῖς ἐντεῦθεν ὅταν πρὸς δικαστήριον ἔχωμεν διεφθαρμένον, μηδὲν λέγειν, ἵνα μήτε θόρυβον πλείονα ἐγείρωμεν, μήτε κατακρίσεως πλείονος ὦμεν αίτιοι τοῖς μὴ τῶν ἀπολογιῶν ἡμῶν ἀκούουσι. Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον, ὃν ήθελον· εἶχον δὲ τότε δέσμιον επίσημον, λεγόμενον Βαραββάν. Συνηγμένων οὖν αὐτῶν, εἶπεν αὐτοῖς ὁ Πιλάτος· Τίνα θέλετε ἀπολύσω ὑμῖν, Βαραββάν, ἡ Ἰησοῦν τὸν λεγόμενον Χριστόν; Έδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν.» Ὁ Πιλάτος ἐσπούδαζεν ἀπολῦσαι τὸν Χριστὸν, εἰ καὶ μαλακώτερον τοῦ δέοντος· ἔδει γὰρ ἐνστῆναι αὐτὸν ὑπὲρ τοῦ ἀληθοῦς. Πρῶτον μὲν οὖν ηρώτησε τὸν Κύριον· Οὐκ ἀκούεις τί οὗτοί σου καταμαρτυρούσιν; Ἠρώτησε δὲ ἵνα, απολογησαμένου τοῦ Χριστοῦ, σχοίη ἀφορμὴν πρὸς τὸ ἀπολῦσαι αὐτόν· ἐπεὶ δὲ εὐκ ἀπὸ ελογεῖτο ὁ Κύριος, γινώσκων πάντως, ὅτι κἂν ἀπολο Τα Εχο
col. 463–464page 160 of 171
PG 123:463γήσηται, οὐκ ἀφεθήσεται, ἑτέραν ὁδὸν τρέπεται ὁ Πιλάτος, καὶ καταφεύγει λοιπὸν ἐπὶ τὸ ἔθος, μονονουχὶ τοῦτο λέγων· Εἰ μὴ ὡς ἀθῶον ἀφίετε τὸν Ἰησ σοῦν, κἂν ὡς κατάκριτον χαρίσασθε τοῦτον τῇ ἑορτῇ. Ποῦ γὰρ ἂν ὑπέλαβεν ο Πιλάτος ὅτι ἀθῶον ὄντα τὸν Ἰησοῦν αἰτήσονται σταυρωθῆναι, καὶ τὸν ὑπαίτιον λῃστὴν ἀπολύσουσιν; Εἰδὼς οὖν ὅτι ὑπαίτιος οὐκ ἔστι, φθονεῖται δὲ, τούτου ἕνεκεν ἐρωτᾷ αὐτούς ὅθεν δείκνυται ὅτι μαλακώτερος ἦν· ἔδει γὰρ αὐτὸν προκινδυνεῦσαι τοῦ ἀγαθοῦ. Διὰ τοῦτο οὖν καὶ ἄξιος κατακρίσεως, ὡς τὴν ἀλήθειαν συγκαλύψας. Βαραββᾶς δὲ ἑρμηνεύεται, υἱὸς τοῦ πατρός· βὰρ γὰρ ὁ υἱὸς, ἀββᾶς δὲ ὁ πατήρ. Οἱ τοίνυν Ἰουδαῖοι, τὸν υἱὸν τοῦ πατρὸς αὐτῶν, τοῦ διαβόλου, ἐξῃτήσαντο, τὸν δὲ Ἰησοῦν ἐσταύρωσαν· καὶ μέχρι δὲ τοῦ νῦν, τῷ μὲν υἱῷ τοῦ πατρὸς αὐτῶν, τῷ ᾿Αντιχρίστῳ, προστίθενται, τὸν δὲ Χριστὸν παραιτοῦνται. Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος, ἀπέστειλε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ, λέγουσα· Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ. Πολλὰ γὰρ ἔπαθον σήμερον κατ' ὄναρ δι' αὐτόν. Οἱ δὲ ἀρχιερεῖς καὶ οι πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αιτήσωνται τὸν Βαραββάν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν. ᾿Αποκριθεὶς ὁ ἡγεμὼν, εἶπεν αὐτοῖς· Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; Οἱ δὲ εἶπον· Βαραββάν. Λέγει αὐτοῖς ὁ Πιλάτος· Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν; Λέγουσιν αὐτῷ πάντες· Σταυρωθήτω. Ὁ δὲ ἡγεμὼν ἔφη· Τί γάρ κακὸν ἐποίησεν; Οἱ δὲ περισσῶς ἔκραζον, λέγοντες Σταυρωθήτω. Ἰδὼν δὲ ὁ Πιλάτος, ὅτι οὐδὲν ὠφελεῖ, ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ απενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου, λέγων· ᾿Αθῶός είμε ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου, ὑμεῖς ὄψεσθε. Καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς, εἶπε· Τὸ αἷμα αὐτοῦ ἐφ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββάν, τὸν δὲ Ἰησοῦν φραγγελώσσας παρ έδωχεν ἵνα σταυρωθῇ. "Ω τοῦ θαύματος! κρινόμενος ὑπὸ Πιλάτου, ἐξεφόβει τὴν τούτου γυναῖκα· οὐκ αὐτ τὸς δὲ ὁρᾷ τὸ ὄναρ, ἀλλ' ἡ γυνή, ἢ διότι ἀνάξιος ἦν αὐτὸς, ἢ ὅτι οὐκ ἂν ἐπιστεύθη, ἀλλ' ἔδοξε πρὸς χάριν λέγειν· τυχὸν δὲ καὶ ἐσιώπησεν ἄν, εἰ εἶδε τοῦτο, οἷα κριτής ὤν. Προνοίας δὲ ἔργον τὸ ὄναρ, οὐχ ἵνα ἀπολυθῇ ὁ Χριστὸς διὰ τοῦτο γενόμενον, ἀλλ' ἵνα σωθῇ ἡ γυνή. Πῶς οὖν οὐκ ἀπέλυσεν; Ότι οὐκ ἦν ἀσφαλὲς αὐτῷ ἀφεἶναι αὐτὸν, οἷα ἐπὶ τυραννίδι κατηγορούμενον· ἀλλ᾽ ἐχρῆν ἀποδείξεις ζητῆσαι, εἰ στρατιώτας κατέλεγεν, εἰ ὅπλα ἐχάλκευς· νῦν δὲ ὡς κοῦφος καὶ μαλακός, παρασύρεται. Διόπερ οὐδὲ ἀν ἔγκλητος· αίτησαμένων γὰρ ἐκείνων τὸν ἐν κακίς περιβόητον, δέδωκε· περὶ δὲ Χριστοῦ ἠρώτα· Τί οὖν ποιήσω Ἰησοῦν; κυρίους ποιῶν τῆς κρίσεως ἐκεί νους· καίτοι ἡγεμὼν ὤν, ἡδύνατο αὐτὸν ἁρπάσαι, ὥσπερ τὸν Παῦλον ὁ χιλίαρχος. Οἱ δὲ, Σταυρωθήτω, ἔλεγον, οὐ μόνον ἀποκτεῖναι αὐτὸν βουλόμενοι, ἀλλὰ καὶ πονηρᾷ αἰτίᾳ περιβαλεῖν· ὁ γὰρ σταυρὸς τοῖς πονηροῖς ἀπέκειτο τιμωρία. Νίπτεται δὲ, καθαρὸν δῆθεν ἑαυτὸν ἀποδεικνύων τοῦ μύσους, κακῶς φρο νῶν· δίκαιον γὰρ ὀνομάζων τὸν Ἰησοῦν, ὅμως προ
col. 465–466page 161 of 171
PG 123:465δέδωκε τοῖς φονευταῖ; οἱ δὲ, ἐφ' ἑαυτοὺς ἀναδέχονται τὴν ἐπὶ τῷ φόνῳ αὐτοῦ τιμωρίαν, ἢ καὶ κατέλα δεν αὐτοὺς, τῶν Ῥωμαίων ἀφανισάντων αὐτοὺς καὶ τὰ τέκνα αὐτῶν· ἀλλὰ καὶ οἱ μέχρι τοῦ νῦν Εβραίοι, τέκνα ὄντες ἐκείνων τῶν φονευσάντων τὸν Κύριον, τὸ αἷμα αὐτοῦ ἔχουσιν ἐφ' ἑαυτούς· διὰ γὰρ τὴν εἰς τὸν Κύριον ἀπιστίαν διώκονται παρὰ πάντων, καὶ οὐδεμία παῤῥησία τούτοις διωκομένοις δι' αὐτὸ τοῦτο. Ἐφραγγέλλωσε δὲ τὸν Ἰησοῦν, τουτέστιν, ἐμάστιξεν, ἢ αὐτοῖς χαριζόμενος, ἢ δεικνύων ὅτι κατεδίκασε καὶ αὐτὸς αὐτὸν, καὶ οὐχὶ ἀθῶον ἄνθρωπον μέλλουσι σταυρῶσαι, ἀλλ' ἡτιμωμένον. Επληρώθη οὖν καὶ τὸ, «Τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας.» δυσφημίας, ιάσατο τὸν διὰ τῶν ὤτων τῆς Εὔας Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον, συνήγαγον ἐπ' αὐτὸν ὅλην τὴν σπεῖραν, καὶ ἐκδύσαντες αὐτὸν, περιέθηκαν β αὐτῷ χλαμύδα κοκκίνην, καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν, ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ κάτ λαμον ἐπὶ τὴν δεξιὰν αὐτοῦ. Καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ, ἐνέπαιζον αὐτῷ, λέγοντες· Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐμπτύσαντες εἰς αὐτὸν, ἔλαβον τὸν κάλαμον, καὶ ἔτυπτον εἰς τὴν κει φαλὴν αὐτοῦ. Ἐνταῦθα ἐπληροῦτο τὸ τοῦ Δαυΐδ Όνειδος άφρονι Εδωκάς με. Οἱ γὰρ στρατιῶται ἀνόητοι ὄντες, ἄξια ἑαυτῶν ἐποίουν· τὴν μὲν γὰρ γλαμύδα ἀντὶ πορφύρας ὡς βασιλέα ἐνέδυσαν· τὸν δὲ κάλαμον ἔδωκαν ἀντὶ σκήπτρου, τὸν δὲ στέφανον, ἀντὶ διαδήματος. Προσεκύνουν δὲ παίζοντες· τοῦτο γὰρ δηλοῖ τὸ γονυπετεῖν, τὸ προσκυνεῖν. Ορα δὲ πῶς πᾶσαν ιδέαν ύβρεως διεξῆλθον, τὸ μὲν πρόσωπον διὰ τῶν ἐμπτυσμάτων, τὴν δὲ κεφαλὴν διὰ τοῦ στεφάνου, τὴν δὲ χεῖρα διὰ τοῦ καλάμου, τὸ δὲ λοιπὸν σῶμα διὰ τῆς χλαμύδος, τὰ ὦτα διὰ τῶν χλευαστικών λό των υβρίζοντες. Πλὴν εἰ καὶ ἐκεῖνοι παικτικῶς ἐποίουν ἃ ἐποίουν, ὅμως σὺ νόει ταῦτα καὶ μυστικώτερον ὑπὸ τοῦ Ἰησοῦ τελεσθῆναι. Η μὲν γὰρ χλαμὺς ἡ κοκκίνη, τὴν ἡμετέραν φύσιν ἐδήλου, ἣν αἰ ματώδη οὖσαν καὶ φονικὴν, ἀνελάβετο, καὶ ἐνδυσάμενος ἡγίασεν. Ὁ δὲ στέφανος ὁ ἐξ ἀκανθῶν, αἱ ὑπὸ μεριμνῶν τοῦ βίου συμβᾶσαι ἁμαρτίαι, ἂς ἀναλίσκει τῇ οἰκεία θεότητι ὁ Χριστός· τοῦτο γὰρ αινίττεται ἡ κεφαλὴ αὐτοῦ. Ὁ δὲ κάλαμος τῆς ἡμετέρας σαρ κῆς τῆς σαθρᾶς καὶ ἀσθενοῦς ἐστὶ σύμβολον, ἣν ἀνα ἔλαβεν ὁ Κύριος, καθὰ καὶ ὁ Δαυΐδ λέγει" «Δεξιά Κυ ρίου ὕψωσέ με.» Διὰ δὲ τῶν ὤτων δεξάμενος τὰς ἐπεισελθόντα τοῦ όφεως ψιθυρισμόν. Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπὸ ἤγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι. Εξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναίον, ονόματι Σίμωνα· τοῦτον ἠγγάρευσάν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. Οἱ μὲν τρεῖς φασιν, ὅτι Σίμων εβάστασε τὸν σταυρὸν τοῦ Ἰησοῦ ὁ δὲ Ἰωάννης, αὐτὸν τὸν Κύριόν φησι βαστάσαι. Εἰκὸς οὖν ἀμφότερα γενέσθαι. Ἐξ ἀρχῆς μὲν γὰρ ὁ Ἰησοῦς ἐβάστασε τὸν σταυρὸν, μηδενὸς θελήσαντος βαστάσαι. Ἐν δὲ τῇ ὁδῷ εὑρόντες Σίμωνα, ἐπέθηκαν Ει Τα (α)
col. 467–468page 162 of 171
PG 123:467τούτῳ τὸν σταυρόν. Σὺ δὲ καὶ τοῦτο μάνθανε, ότι οι Σίμων ερμηνεύεται ὑπακοὴ· ὁ οὖν ἔχων ὑπακοὴν, ἐκεῖνος αἴρει τὸν σταυρὸν τοῦ Χριστοῦ· ἀλλὰ καὶ ἡ Κυρήνη τῆς Πενταπόλεως οὖσα, δηλοῖ τὰς πέντε αἰσθήσεις, ἀναγκαζομένας αίρειν τὸν σταυρόν. Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθά, ός ἐστι λεγόμενος Κρανίου τόπος, ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον, καὶ γευσάμενος, οὐκ ἤθελε πιεῖν· σταυρώσαντες δὲ αὐτόν, διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ προφήτου· Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου έβαλον κλή ρον. Καὶ καθήμενοι ετήρουν αὐτὸν ἐκεῖ, καὶ ἐπέθη καὶ ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γε γραμμένην· Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰου &αίων. ο Κρανίου τόπο; ἐλέγετο, διότι φασὶν οἱ ἐκ τα ραδόσεως Πατέρων παραλαβόντες, ὅτι ὁ ᾿Αδὰμ ἐκεῖ τέθαπται· ὥσπερ γὰρ πάντες ἐν τῷ ᾿Αδάμ ἀπεθάνο μεν, οὕτως ἐν τῷ Χριστῷ ζωοποιηθῆναι ἡμᾶς ἔδει. Μὴ ταραχθῇς δὲ ἀκούων τῶν εὐαγγελιστῶν, τούτου μὲν λέγοντος όξος μετὰ χολῆς προσενεχθῆναι τῷ Κυρίῳ, τοῦ δὲ Μάρκου, ἐσμυρνισμένον οἶνον, τοῦ δὲ Ἰωάννου, δέος καὶ χολὴν μετὰ ὑσσώπου· πολλὰ γὰρ ἐγίνοντο παρά πολλῶν, οἷα ατάκτου πλήθους ὄντος, καὶ ἄλλον ἄλλο ποιοῦντος. Εἰκὸς οὖν τὸν μὲν, οἶνον προσφέρειν· τὸν δὲ ὄξος μετὰ χολῆς. Πολλοὶ δὲ θανάτου ἦσαν τρόποι, ἀλλ' ὅμως σταυρῷ θανατοῦται ὁ Χριστός, ἵνα καὶ τὸ ξύλον ἁγιάσῃ, δι' οὗ κατηράθη μεν, καὶ τὰ σύμπαντα εὐλογήσῃ· τά τε οὐράνια, ἃ δηλοῦται διὰ τοῦ ἀνωτάτου μέρους τοῦ σταυροῦ, καὶ τὰ ὑποχθόνια, 3 δηλούται διὰ τοῦ ὑποποδίου, καὶ τὰ πέρατα τῆς γῆς, τό τε Ανατολικὸν καὶ τὸ Δυτικὸν, & δηλοῦται διὰ τῶν ἐκ πλαγίου μερῶν τοῦ σταυροῦ ἀλλὰ καὶ ἵνα ἐκτείνας τὰς χεῖρας εναγκαλέσηται καὶ συνάξῃ τὰ τέχνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα. Διαμερίζονται καὶ τὰ ἱμάτια αὐτοῦ οἱ στρατιῶται, ὡς εὐτελοῦς, καὶ μηδὲν ἄλλο ἔχοντος. Ον δὲ εἶπεν ἄλλος εὐαγγελιστὴς τίτλον, τοῦτον ὁ Ματθαῖός φησιν αἰτίαν· ἐπέγραψαν γὰρ τίνος ένεκεν ἐσταυρώθη, ότι ὡς βασιλεὺς τῶν Ἰουδαίων, καὶ ὡς νεωτεριστής. Ἐκεῖνοι μὲν οὖν τὸ, Βασιλεύς, ἐπέγραψαν ἐπὶ δια βολῇ. Πλήν ή μαρτυρία αύτη πιστή, ὡς παρὰ τῶν ἐχθρῶν εἰσαχθεῖσα. Βασιλεὺς γὰρ ἐστιν ὁ Κύριος ἐπ' αὐτὸ τοῦτο ἐλθὼν, ἵνα σώσῃ τοὺς Ἰουδαίους· ἐπεὶ δὲ οἱ σαρκικοὶ Ἰουδαῖοι οὐκ ἠθέλησαν βασιλεῦσαι αὐτὸν ἐπ᾿ αὐτοὺς, βασιλεὺς γίνεται τῶν πνευματικών Ἰουδαίων, τουτέστι, τῶν ἐξομολογουμένων Ἰουδαῖος γὰρ ἐξομολογούμενος λέγεται. Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταὶ, εἷς ἐκ δεξιῶν, καὶ εἷς ἐξ εὐωνύμων· οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν, κινοῦντες τὰς κεφαλὰς αὐτ τῶν, καὶ λέγοντες· Ο καταλύων τὸν ναὸν καὶ ἐν τρι σὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. Ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων καὶ Φαρισαίων ἔλεγον· Αλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι; Εἰ βασιλεὺς Ἰσραήλ επ., καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν
col. 469–470page 163 of 171
PG 123:469Α ἐπ' αὐτῷ. Πέποιθεν ἐπὶ τὸν Θεὸν, φυσάσθω νῦν αὐ τὸν, εἰ θέλει αὐτόν· εἶπε γὰρ ὅτι, Θεοῦ εἰμι Υιός. Τὸ δ' αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες αὐτῷ, ὠνείδιζον αὐτῷ.» Προς διαβολὴν τοῦ Χριστοῦ συν σταυροῦσιν αὐτῷ δύο λῃστὰς, ἵνα καὶ αὐτὸς τοιοῦτος νομισθῇ παράνομος ὡς ἐκεῖνοι. Τύπος δὲ ἦσαν οὗτοι τῶν δύο λαῶν, τοῦ τε Ἰουδαϊκοῦ καὶ τοῦ ἐθνικοῦ· ἀμ φότεροι γὰρ παράνομοι, καὶ ὀνειδίζοντες τὸν Χρι στόν· ὥσπερ καὶ οὗτοι πρότερον οἱ λῃσταὶ ὠνείδιζον ἀμφότεροι· ὕστερον δὲ ὁ εἷς ἐπιγνοὺς αὐτὸν, ώμο λόγησε βασιλέα· διὸ καὶ ἔλεγε· Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου· οὕτως οὖν καὶ ὁ ἐθνικὸς λαὸς ὡμολόγησε τὸν Χριστόν. Ο δὲ ἕτερος λῃστής, ὁ Ἰουδαϊκὸς λαὸς, ἐβλασφήμει· ὁ διάβολος δὲ ὑπέβαλε τοὺς λέγοντας· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ, ὁ ἵνα ἐρεθισθεὶς καταβῇ, καὶ ἀνατραπῇ ἡ πάντων διὰ τοῦ σταυροῦ σωτηρία. Διὸ ὁ Χριστὸς, καὶ Υιός ἐστι τοῦ Θεοῦ καὶ οὐκ ἐπείσθη τῷ ἐχθρῷ, ἵνα καὶ σὺ μανθάνῃς ὅτι οὐ δεῖ πείθεσθαι τοῖς τοῦ δια βόλου τεχνάσμασιν, ἀλλὰ τὸ καλὸν πράττειν, κἂν οἱ ἄνθρωπος πονηρὰν ὑπόληψιν μέλλωσιν ἔχειν. 4 ᾿Απὸ δὲ ἔκτης ώρας σκότος εγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐννάτης· περὶ δὲ τὴν ἐννάτην ώραν, ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, λέγων Ηλί, Ηλι, λαμά σαβαχθανί, τουτέστι· Θεέ μου, Θεέ μου, ἵνα τί με εγκατέλιπες; Τινὲς δὲ τῶν ἐκεῖ ἑστώτων ἀκούσαντες, ἔλεγον, ὅτι Ηλίαν φωνεῖ οὗτος· καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν, καὶ λαβὼν σπόγγον, πλήσας τε όξους καὶ περιθεὶς καλάμῳ, επότιζεν αὐτόν. Οἱ δὲ λοιποὶ ἔλεγον· "Αφες, ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν. Τὸ γενόμενον σκότος, οὐκ ἦν κατὰ φυσικὴν ἀκολουθίαν, οἷον ἀπὸ ἐκλείψεως ηλίου φυσικῶς γενομένης· οὐδέποτε γὰρ τεσσαρεσκαιδεκαταίας οὔσης τῆς σελήνης, Έκλειψις γίνεται ἡλίου, ἀλλ' ὅταν ἡ λεγομένη γέννα εἴη, τότε αἱ φυσικαὶ τοῦ ἡλίου ἐκλείψεις γίνονται (α). Ἐν δὲ τῇ σταυρώσει, τεσσαρεσκαιδεκαταία ἦν ἡ σελήνη πάντως τὸ γὰρ Πάσχα τῶν Ἑβραίων τότε ἐτελεῖτο· ὥστε ὑπὲρ φύσιν τὸ πάθος· κοσμικὸν δὲ ἦν τὸ σκότος, οὐ μερικόν, ὥσπερ ἐν Αἰγύπτῳ, ἵνα δειχθῇ ὅτι πεν θεῖ ἡ κτίσις ἐπὶ τῷ πάθει τοῦ Κτίστου, καὶ ὅτι ἀπὸ Ἰουδαίων ἀπέστη τὸ φῶς. Οι αιτοῦντες δὲ ἐξ οὐρανοῦ σημείον ἰδεῖν Ἰουδαῖοι, νῦν βλεπέτωσαν τὸν ἥλιον σκοτιζόμενον. Εκτῃ δὲ ἡμέρᾳ τοῦ ἀνθρώπου πλασθέντος, καὶ ἔκτῇ ὥρᾳ φαγόντος ἀπὸ τοῦ ξύλου (αὕτη γὰρ τῆς βρώσεως ἡ ὥρα ὁ Κύριος ἀναπλάτ τῶν τὸν ἄνθρωπον, καὶ τὸ σφάλμα ιώμενος, έκτῃ ἡμέρᾳ καὶ ἔκτῇ ὥρᾳ τῷ ξύλῳ προσπήγνυται. Εβραΐδι δὲ διαλέκτῳ λέγει τὸ προφητικὸν, ἵνα δεί ξῃ ὅτι οὐ μάχεται τῇ Παλαιᾷ Γραφῇ. Τὸ δὲ, ο Ινα τί με εγκατέλιπες;» εἶπεν, ὡς ἂν δείξῃ ὅτι ἄνθρωπος ἀληθῶς ἐγένετο, καὶ οὐ κατὰ φαντασίαν· καὶ γὰρ ὁ άνθρωπος φυσικὴν ὄρεξιν ἔχει τῆς ζωῆς, φιλόζωος ὤν. Ὥσπερ οὖν ἡγωνίασε καὶ ἡδημόνησε πρὸ τοῦ σταυροῦ, δεικνύων τὴν ἐκ φύσεως προσοῦσαν ἡμῖν (α) άλλ' διαν Γέννα,
col. 471–472page 164 of 171
PG 123:471δειλίαν, οὕτω καὶ νῦν φησιν· Ἵνα τί με ἐγκατέλιπες; › ἐμφαίνων την φυσικήν φιλοζωίαν ἡμῶν. Καὶ γὰρ ὄντως ἄνθρωπος ἦν, καὶ ἡμῖν τὰ πάντα όμοιος, χωρὶς ἁμαρτίας. Τινὲς δὲ οὕτω τοῦτο ἐνόησαν, ὅτι τὸ τῶν Ἰουδαίων πρόσωπον ἀναλαμβάνων ὁ Σωτὴρ, φησίν· Ἵνα τί ἐγκατέλιπες τὸν Ἰουδαϊκὸν λαὸν, ὦ Πάτερ, ἵνα τηλικαύτην ἁμαρτίαν ποιήσῃ, καὶ ἀπο ωλείᾳ παραδοθῇ; ὡς γὰρ ἐξ Ἰουδαίων γενόμενος ὁ Χριστὸς, τὸ «Εγκατέλιπές με, ο φησὶν, ἀντὶ τοῦ; Τὴν ἐμὴν συγγένειαν, τὸν ἐμὸν λαὸν, ἵνα τί ἀφῆκας, ὥστε τοιοῦτον κακόν καθ᾿ ἑαυτοῦ ποιῆσαι; Μὴ νοή σαντες δὲ τὴν φωνὴν οἱ τοῦ ὄχλου ἄγροικοι ὄντες καὶ ἀμαθεῖς τῶν προφητικῶν, ἐνόμιζον ὅτι Ηλίαν φωνεῖ· οὐ γὰρ πάντες οἱ Ἰουδαῖοι τὰ προφητικὰ ἐγια νωσκον, ὥσπερ ίσως οὐδὲ νῦν οἱ Χριστιανοὶ πάντες τὰ τῶν Εὐαγγελίων. Οξος δὲ ἐπότιζον αὐτὸν, ἵνα ἀποθάνῃ τάχιον πρὶν ἐλθεῖν τὴν Ἠλίαν βοηθήσοντα αὐτῷ. Οθεν οἱ λοιποὶ λέγουσιν· ε Αφες, ἴδωμεν εἰ ἔρχεται Ηλίας σώσων αὐτὸν,» τουτέστι, Μή ποιήσης αὐτὸν ἀποθανεῖν, ὡς ἂν γνῶμεν εἰ βοηθήσει αὐτῷ Ηλίας. «Ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ, ἀφῆκε τὸ πνεῦμα· καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰ; δύο, ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσεί σθη, καὶ αἱ πέτραι ἐσχίσθησαν, καὶ τὰ μνημεῖα ἀνεψ χθησαν, καὶ πολλὰ σώματα τῶν κεκοιμημένων Αγίων ηγέρθη, καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ, εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν, καὶ ἐνεφανίσθησαν πολλοῖς, ο Κράζει με Gγάλη φωνῇ ὁ Ἰησοῦς, ἵνα γνῶμεν ὅτι ὅπερ ἔλεγεν, ὅτι ι Εξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, ο ἀληθὲς ἦν. Κατ' ἐξουσίαν γὰρ ἀφίησι τὴν ψυχήν. Τις δὲ ἦν ἡ φωνή; «Πάτερ, εἰς χεῖράς σου παρατίθημι το πνεῦμά μου.» Οὐ γὰρ βεβιασμένως, ἀλλ' ἐκοντί ἀφῆκε τὸ πνεῦμα. Τοῦτο γὰρ σημαίνει την Παρα τίθημι· ἐμφαίνει δὲ καὶ τὸ μέλλειν αὐτὴν πάλιν ἀπολήψεσθαι· τοιοῦτον γὰρ ἡ παραθήκη, πάλιν ἀπο διδομένη. Χάρις δὲ τῷ Κυρίῳ, ὅτι ἐκείνου ἀπο θανόντος, καὶ τοῦ πνεύματος αὐτοῦ εἰς χεῖρας του Πατρός παρατεθέντος, ἔκτοτε καὶ αἱ τῶν ἁγίων ψυ χαὶ εἰς χεῖρας τοῦ Θεοῦ τίθενται, ἀλλ' οὐχ ὡς πρότερον ἐν τοῖς τοῦ ᾅδου μυχοίς. Ὥστε ἁγιασμὸς ἡμῶν γέγονεν ὁ θάνατος τοῦ Χριστοῦ· διὸ καὶ μεγάλη φωνῇ προσκαλεῖται τὸν θάνατον, μὴ τολμῶντα προσ ελθεῖν, εἰ μὴ κληθείη. Τὸ δὲ καταπέτασμα τοῦ ναοῦ, οθόνη τις ἦν μέσον κρεμαμένη τοῦ ναοῦ, καὶ αποτειχίζουσα τὰ ἔσω πρὸς τὰ ἔξω, οἷόν τι μεσότοιχον. Σχίζεται τοίνυν τοῦτο, δεικνύντος τοῦ Θεοῦ, ὅτι ὁ ναὸς ὁ ἄβατος, ὁ ἀθέατος, οὗ τὰ ἐσώτατα ἀπὸ ετείχιζε το καταπέτασμα, οὕτω χυδαιωθήσεται καὶ βεβηλωθήσεται, ὥστε πᾶσιν εἶναι βατὸς καὶ θεατές. Τινὲς δὲ καὶ ἄλλας αἰτίας λέγουσιν· Εσήμαινε γάρ, φασὶ, τὸ καταπέτασμα σχιζόμενον, τὴν τοῦ γράμματος τοῦ νομικοῦ περιαίρεσιν, καὶ ὅτι ἀποκαλυφθήσεται πάντα τὰ νομικά, ο πρότερον τῷ γράμματι οιονεί τινι καταπετάσματι συνεκρύπτοντο, καὶ τὰ πρὶν ἀσαφῆ καὶ αἰνιγματώδη, φανερωθήσεται νῦν εἰς τὸν Χριστὸν ἐκβάντα. Εστι δὲ καὶ τοῦτο εἰπεῖν, ὅτι ἔθος ἦν τοῖς Ἰουδαίοις ἐπὶ ταῖ; κατὰ Θεοῦ βλασφη
col. 473–474page 165 of 171
PG 123:473μίαις, περιῤῥήγνυσθαι τοὺς χιτῶνας. Καὶ νῦν οὖν ὁ πρόδηλον δὲ ὅτι πάλιν τεθνήκασι. Τινὲς δὲ λέγου οὗτοι, καὶ οὐκ ἔτι ἀπέθανον, τοῦτο δὲ οὐκ οἶδα θεῖος ναὸς ὥσπερ δυσχεραίνων ἐπὶ τῷ τοῦ Θεοῦ θανά τῳ, περιεῤῥήξατο τὴν ἑαυτοῦ ἐσθῆτα, τὸ καταπέτασμα. Καὶ ἄλλα δ' ἂν ἔχοι τις εἰπεῖν, ἀλλα αὐτάρκη ταῦτα. Τὰ δὲ στοιχεῖα ἐσείσθησαν, ἅμα μὲν καὶ Δημιουργὸν ἐμφαίνοντα εἶναι τὸν πάσχοντα, ἅμα δὲ καὶ δηλοῦντα ὡς μετακινηθήσεται τὰ πράγματα τὸν γὰρ σεισμὸν ἡ Γραφὴ ἐπὶ τῆς τῶν πραγμάτων μεταθέσεως τάττει. Εγένετο οὖν ἡ μετάθεσις τῆς τοῦ Θεοῦ ἐπισκοπῆς, ἀπὸ τῶν Ἰουδαίων ἐπὶ τὰ ἔθνη πέτραι, ήτοι αἱ λίθινοι καρδίαι τῶν ἐθνικῶν, ἐσχίσθησαν, καὶ ὑπεδέξαντο τὸν τῆς ἀληθείας σπόρον, καὶ οἱ νενεκρωμένοι ταῖς ἁμαρτίαις ἐξανέστησαν, καὶ ἦλθον εἰς τὴν ἁγίαν πόλιν, τὴν ἄνω Ἱερουσαλήμ, καὶ ἐνεφανίσθησαν τοῖς πολλοῖς, τοῖς διὰ τῆς πλατείας ὁδοῦ ὁδεύουσιν· ἐμφανισθέντες δὲ αὐτοῖς, ἀρχέτυ τον αὐτοῖς ἐγένοντο ἀγαθοῦ βίου καὶ ἐπιστροφῆς. 'Ο γὰρ ἰδὼν τὸν πρώην νεκεκρωμένον ὑπὸ τῶν παθῶν, ἐπιστραφέντα καὶ ἀνελθόντα εἰς τὴν ἁγίαν ἐν οὐρα. νοῖς πόλιν, μιμεῖται αὐτὸν πάντως, καὶ ἐπιστρέφει καὶ αὐτός. Ταῦτα μὲν οὖν περιεργότερον ἐνοήθη· σὺ δὲ γίνωσκε ὅτι ἡ τῶν νεκρῶν ἔγερσις, ἡ ἐν τῷ σταυρῷ τοῦ Κυρίου γενομένη, ἐδήλου καὶ τῶν ἐν τῷ ᾅδῃ ψυχῶν τὴν ἐλευθερίαν. "Ωφθησαν δὲ πολλοῖς οἱ ἀνα στάντες τότε, ἵνα μὴ δόξῃ φάντασμα εἶναι τὸ γενό μενον· ἀνέστησαν δὲ οὗτοι, χάριν τοῦ σημείου σιν ὅτι μετὰ τὸ ἀναστῆναι τὸν Χριστὸν, ἀνέστησαν καὶ εἰ δεῖ παραδέχεσθαι. . Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ' αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα, ἐφοβήθησαν σφόδρα, λέγοντες· ᾿Αληθῶς Θεοῦ Υἱός ἦν οὗτος. Ησαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ, ἀπὸ μακρό δεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ, ἐν οἷς ἦν Μαρία ή Μαγδαληνή, καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Ἰωσῆ μήτηρ, καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.» Ο μὲν ἐθνικὸς ἑκατόνταρχος, ἀπὸ τῶν σημείων πιστεύει σὺν τοῖς περὶ αὐτόν· οἱ δὲ προφητῶν κατακούσαντες καὶ νόμου Ἰουδαῖοι, ἄπιστοι μένουσι· τοσοῦτόν ἐστιν ἡ πονηρία κακόν· καὶ ἐμαρτύρησε δὲ ὁ ἑκατόνταρχος οὗτος ὑπὲρ Χριστοῦ ὕστερον. Γυναίκες δὲ θεωροῦσαι τὰ γενόμενα, αἱ μάλιστα πάντων συμπαθέστεραι, καὶ τὸ γένος τὸ κατακριθὲν, ἀπολαύει πρῶτον τῆς τῶν ἀγαθῶν θεωρίας· καὶ οἱ μὲν μαθη ταὶ φεύγουσιν, αἱ δὲ γυναῖκες καρτεροῦσι. Μαρίαν δὲ Ἰακώβου καὶ Ἰωσὴ μητέρα, τὴν Θεοτόκον λέγει ὁ γὰρ Ἰάκωβος καὶ Ἰωσῆς τοῦ Ἰωσὴφ ἦσαν παῖδες ἀπὸ τῆς προτέρας αὐτοῦ γυναικός. Ἐπεὶ οὖν ἡ ΘΕΟΤΟΚΟΣ γυνὴ ἐλέγετο τοῦ Ἰωσήφ, εἰκότως καὶ τῶν παί δων αὐτοῦ μήτηρ ήτοι μητρυιὰ ἐλέγετο· ἡ δὲ μήτηρ τῶν υἱῶν Ζεβεδαίου, Σαλώμη ἐκαλεῖτο· φασὶ δὲ καὶ ταύτην θυγατέρα εἶναι τοῦ Ἰωσήφ. Οψίας δε γενομένης, ἦλθεν άνθρωπος πλούσιος ἀπὸ ᾿Αριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς ἐμαθήτευσε τῷ Ἰησοῦ. Οὗτος προσελθὼν τῷ Πιλά τῳ, ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. Τότε ὁ Πιλάτος ἐκέλευσεν ἀποδοθῆναι τὸ σῶμα· καὶ λαβὼν τὸ σῶ με ὁ Ἰωσήφ, ἐνετύλιξεν αὐτὸ σινδόνι καθαρᾷ, καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ, ὅ ελατό
col. 475–476page 166 of 171
PG 123:475ή μησεν ἐν τῇ πέτρα. Καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου, ἀπῆλθεν· ἦν δὲ ἐκεῖ Μαρία ή Μαγδαληνή, καὶ ἡ ἄλλη Μαρία, καθήμεναι ἀπόν αντι τοῦ τάφου.» Εκρύπτετο μὲν πάλαι ὁ Ἰωσὴφ, νῦν δὲ μέγα πράγμα τολμά, τιθεὶς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τοῦ διδασκαλικού σώματος, καὶ τοσαύτην ἔχω θραν πρὸς πάντας Ἰουδαίους ἀναδεξάμενος. Ὡς μεγάλην δὲ δωρεάν, δίδωσιν αὐτῷ τὸ σῶμα ὁ Πιλά τος. Ὡς γὰρ στασιαστοῦ θανατωθέντος τοῦ Χριστοῦ, εἰκότως τὸ σῶμα αὐτοῦ ἔμελλεν άταφον ῥιφῆναι ἀλλ' ὁ Ἰωσὴφ πλούσιος ὢν, εἰκὸς ὅτι καὶ ἔδωκεν ἂν τῷ Πιλάτῳ χρυσίον. Καὶ λαβὼν τιμᾷ αὐτὸ, ταθεὶς ἐν μνημείῳ καινῷ, ἐν ᾧ οὐδέπω οὐδεὶς ἐτέ θη· τοῦτο δὲ οἰκονομίας Θεοῦ ἦν, ἵνα μὴ, ἀναστάν της τοῦ Κυρίου, ἔχοι τις εἰπεῖν ὅτι ἄλλος πρότερον ταφεὶς ἐκεῖ νεκρὸς ἀνέστη. Διὰ τοῦτο οὖν καινὸν τὸ μνημεῖον. Η Μαρία δὲ ἡ Μαγδαληνή, καὶ ἡ ἄλλη Μαρία, τουτέστιν, ή Θεοτόκος, ἣν ἀνωτέρω ἐκάλεσεν Ἰωσῆ καὶ Ἰακώβου μητέρα, αὗται αἱ δύο κάθ ἥνται ἀπέναντι τοῦ τάφου προσεδρεύουσαι, ὥστε, εἰ παύσαιτο ἡ μανία, ἀπελθεῖν καὶ περιχυθῆναι τῷ σώματι, καὶ μυρίσαι αὐτό. Περὶ τῶν τοιούτων γυ ναικῶν ἔλεγεν Ησαΐας· Γυναίκες ερχόμεναι ἀπὸ θέας, δεῦτε· οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν. Φανε ρῶς γὰρ περὶ τοῦ Ἰουδαϊκοῦ λαοῦ τοῦ σταυρώσαντος τὸν Κύριον, λέγει ὅτι οὐκ ἔχουσι σύνεσιν. Προς καλεῖται οὖν ταύτας καταλείψαι μὲν τὸν ἀσύνετον λαόν, προσελθεῖν δὲ τοῖς ἀποστόλοις, καὶ εὐαγγελίσασθαι αὐτοῖς τὴν ἀνάστασιν. Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν Παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαίοι πρὸς Πιλάτον, λέγοντες· Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ημέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ νυκτός, κλέψωσιν αὐτὸν, καὶ εἴπωσι τῷ λαῷ, ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. Εφη αὐτοῖς ὁ Πιλάτος· Έχετε κουστωδίαν, ὑπάγετε, ἀσφαλίσασθε ὡς οίδατε. Οι δὲ πορευθέντες ήσφαλίσαντο τὸν τάφον, σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.» Οὐκ ὀνομάζει τὸ Σάββατον, Σάββατον, διότι οὐδὲ Σάββατον ἦν, ὅσον ἐπὶ τῇ κακίᾳ τῶν Ἰουδαίων· τοῦ γὰρ νόμου διαγορεύοντος τῇ ἡμέρᾳ τοῦ Σαββάτου μηδένα πιο νεῖσθαι ἐκ τοῦ τόπου αὐτοῦ, οἱ παράνομοι Ἰουδαίοι πρὸς τὸν ἀλλόφυλον Πιλάτον συνάγονται, ἀντὶ τῆς νενομισμένης συνάξεως. ᾿Αλλ' ἐκεῖνοι μὲν ὑπὸ τῆς ἑαυτῶν κινοῦνται πονηρίας εἰς τὸ προσελθεῖν τῷ Πι λάτῳ, καὶ ἀσφαλίσασθαι τὸν τάφον· Θεοῦ δὲ οἰκονομία τοῦτο, ἵνα ἡ ἀνάστασις γένοιτο ὑπὸ μάρτυσι τοῖς ἐχθροῖς, καὶ ἐσφραγισμένου τοῦ τάφου καὶ φυλαττομένου· ἄξιον δὲ ζητῆσαι πόθεν οἱ Ἰουδαῖος μαθόντες εἶπον ὅτι τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται οὐ γὰρ δήπου ὁ Κύριος εἶπε τοῦτο σαφῶς καὶ γι μνῶς. Ἔστιν οὖν εἰπεῖν ὅτι ἀπὸ τοῦ παραδείγματος τοῦ Ἰωνᾶ τοῦτο ἔγνωσαν· εἶπε γὰρ ὁ Χριστός, ὅτι «Ωσπερ Ἰωνᾶς ἦν τρεῖς ἡμέρας ἐν τῇ κοιλίᾳ τοῦ
col. 477–478page 167 of 171
PG 123:477κήτους, οὕτω καὶ ἐγὼ ἐν τῇ κοιλίᾳ τῆς γῆς, ἡ καὶ ἀπὸ τοῦ· «Δύσατε· τὸν ναὸν τοῦτον· πρότερον μὲν γὰρ μὴ νοήσαντες τοῦτο, ἀλλὰ νομίσαντες, ὅτι περί τοῦ ναοῦ λέγει τοῦ Ἰουδαϊκοῦ, κατεμαρτύρησαν αὐτ τοῦ· νῦν δὲ γνόντες, ὅτι ναὸν ἔλεγε τὸ σῶμα τὸ ἴδιον, φοβοῦνται, καὶ πλάνον αὐτὸν ἀποκαλοῦσι, μηδὲ μετ τὰ θάνατον τὴν κακίαν λύσαντες. Κουστωδία δὲ λέ γεται παρὰ 'Ρωμαίοις ή φυλακή· τοὺς οὖν ἐπὶ τῷ φυλάττειν τεταγμένους στρατιώτας, κουστωδίαν ὀνομάζει. ΚΕΦΑΛ. ΚΑ'. Περὶ τῆς τοῦ Κυρίου αναστάσεως. Περὶ τῶν φυ λάχων τοῦ τάφου, μαρτύρων τῆς ἀναστάσεως. Περὶ τῆς ἐμφανίσεως τοῦ Χριστοῦ τοῖς ἀπο στόλοις καὶ γυναιξὶν ἐν Γαλιλαία. Όψὲ δὲ Σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν Σαββάτων, ἦλθε Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία, θεωρῆσαι τὸν τάφον. Καὶ ἰδοὺ σεισμὸς ἐγέ νετο μέγας· ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρα νοῦ, προτελθὼν ἀπεχύλισε τὸν λίθον ἀπὸ τῆς θύρας, καὶ ἐκάθητο επάνω αὐτοῦ· ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών. Απ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες, καὶ ἐγέν νοντο ὡσεὶ νεκροί. Αποκριθεὶς δὲ ὁ ἄγγελος εἶπε ταῖς γυναιξί - Μη φοβείσθε ὑμεῖς. Οίδα γὰρ, ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· οὐκ ἔστιν ὧδε ηγέρθη γὰρ, καθὼς εἶπε. Δεῦτε, εἴδετε τὸν τόπον ὅπου ἔκειτο ὁ Κύριος· καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθητ ταῖς αὐτοῦ, ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν. Ἐκεῖ αὐτὸν ὄψεσθε Κοὺ εἶπον ὑμῖν. Καὶ ἐξελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνη μείου μετά φόβου καὶ χαρᾶς μεγάλης, έδραμον ἀπαγ γεῖλαι τοῖς μαθηταῖς αὐτοῦ.» Τὸ ὀψὲ Σαββάτων, ἴσόν ἐστι τῷ παρὰ τῷ Λουκά εἰρημένω, όρθρου βαθέος, καὶ τῷ παρὰ τῷ Μάρκῳ, λίαν πρωὶ ἀνατείλαντος τοῦ ἡλίου. Πλιον γὰρ ἐνταῦθα νοεῖν ὀφείλομεν τὰς ὀρθρινὰς τοῦ ἡλίου αὐτάς· ἀφ᾽ οὗ γὰρ ἡ ἐγδόη ώρα τῆς νυκτὸς ἐπιλάθηται, ἔκτοτε ἡ ἀρχὴ τῆς μελλούσης ἡμέρας, καὶ ἡ πρωΐα δοκεῖ ἐπιλαβέσθαι. Τότε τοίνυν, ὀψὲ μὲν ἦν Σαββάτου, ἀρχὴ δὲ τῆς Κυριακῆς, Αν μίαν τῶν Σαββάτων ονομάζει. Σάββατα μὲν γὰρ Ελεγον τὰς ἡμέρας τῆς ἑβδομάδος. Μίαν δὲ, τὴν πρώ την, ὥστε εἶναι τὴν Κυριακήν, μίαν τῶν Σαββάτων, τουτέστι, πρώτην τῶν ἡμερῶν τῆς ἑβδομάδος· πρὸς γὰρ τὴν πρώτην εὐθὺς καὶ ἡ δευτέρα λέγεται, εἶτα ἡ τρίτη, καὶ ἑξῆς αἱ λοιπαί. 'Ανέστη τοίνυν ὁ Κύριος, ὅτι τοῦ λίθου ἐπικειμένου τῷ τάφῳ· μετὰ δὲ τὸ ἀνα στῆναι τὸν Κύριον, καὶ ὁ ἄγγελος ἔρχεται, ἵνα ἀπο κυλίσας τὸν λίθον, δώη πάροδον ταῖς γυναιξὶν εἰς τὸν τάφον. Σεισμὸς δὲ γίνεται, ἵνα ἀρυπνισθῶσιν οἱ φύσ λακες, καὶ μάθωσι τὸ καινὸν τοῦ γενομένου. Ανέστη ον τριήμερος ὁ Κύριος. Πῶς δὲ ἀριθμοῦνται αἱ τρεῖς ἡμέραι; Εκτῇ ὥρᾳ τῆς Παρασκευῆς ἐσταυρώθη· ἀπὸ ταύτης έως εννάτης, σκότος· τοῦτο νύ στα μοι νόησον. Πάλιν ἀπὸ τῆς ἐννάτης, φῶς, τοῦτο ἡμέρα· ἰδοὺ ἡμερονύκτιον. Πάλιν ἡ νύξ τῆς Παρα σκευῆς καὶ τοῦ Σαββάτου ἡ ἡμέρα, δεύτερον ήμερο νύχτιον· ἡ νὺξ πάλιν τοῦ Σαββάτου καὶ ὁ τῆς Κυρια τῆς ἄρθρος, κατὰ τὸν Ματθαῖον, λέγοντα· «ΤΙ

Chapter XXVIIICaput XXVIII

col. 479–480page 168 of 171
PG 123:479επιφωσκούσῃ εἰς μίαν Σαββάτων·, ἀπὸ γὰρ τοῦ Ει ὄρθρου καὶ ἡ ἡμέρα ὅλη ἀριθμεῖται· ἰδοὺ τρίτον ἡμερονύκτιον. Καὶ ἄλλως δὲ δύνασαι ἀριθμῆσαι τὰς τρεῖς ἡμέρας· Τῇ Παρασκευῇ παρέδωκε τὸ πνεῦμα, μία αὕτη ἡμέρα· τῷ Σαββάτῳ ἦν ἐν τῷ τάφῳ, δευ τέρα αὕτη ἡμέρα· τῇ δὲ νυκτὶ τῆς Κυριακῆς ἀνέστη, ἀπὸ μέρους οὖν ἀριθμεῖται καὶ ἡ Κυριακὴ εἰς ἄλλην ἡμέραν· ὥστε ἰδοὺ τρεῖς ἡμέραι· καὶ γὰρ καὶ ἐπὶ τῶν κεκοιμημένων, ἐὰν ἀποθάνῃ· τις περὶ δεκάτην ὥραν τῆς ἡμέρας, καὶ ἕτερος περὶ πρώτην ώραν τῆς αὐτῆς ἡμέρας, ἀμφότεροι ἐν τῇ αὐτῇ ἡμέρᾳ λέγονται τεθνάναι. Εχω σοι καὶ ἄλλην αἰτίαν εἰπεῖν εἰς τοῦτο, πῶς τρεῖς ἡμέραι καὶ τρεῖς νύχτες ἀριθμηθήσονται. Πρόσεχε οὖν· Τῇ πέμπτῃ ἑσπέρας ἐποίησε τὸ δεῖπνον ὁ Κύριος, καὶ τοῖς μαθηταῖς ἔλεγε· «Λά βετε, φάγετε τὸ σῶμά μου·, ὥστε ἐπεὶ ἐξουσίαν εἶχεν ἀφ' ἑαυτοῦ θεῖναι τὴν ψυχὴν αὐτοῦ, δῆλον ὅτι ἔκτοτε ἀπέσφαξεν ἑαυτὸν, ἀφ᾽ οὗ διεδίδου τοῖς οἰ κείοις μαθηταῖς τὸ σῶμα· οὐδεὶς γὰρ ἐσθίει τι, ἐὰν μὴ πρότερον εσφαγμένον εἴη. ᾿Αρίθμησον οὖν Τ Εσπέρα διεδίδου τὸ οἰκεῖον σῶμα “ἡ νύξ ἐκείνη, καὶ ἡ ἡμέρα τῆς Παρασκευῆς ἄχρι τῆς ἕκτης ὥρας, ἰδοὺ ἐν ἡμερονύκτιον· πάλιν τὸ ἀπὸ τῆς ἕκτης ὥρας ακότος ἕως τῆς ἐννάτης, καὶ τὸ ἀπὸ τῆς ἐννάτης φως ἕως τῆς ἑσπέρας, ἰδοὺ δεύτερον ἡμερονύκτιον· ἡ νὺξ πάλιν ἡ μετὰ τὴν Παρασκευήν, καὶ ἡ ἡμέρα τοῦ Σατ βάτου, ἰδοὺ τρίτον ἡμερονύκτιον. Σαββάτῳ δὲ ὀψὲ ἀνέστη· τρία ταῦτα ὁλόκληρα ἡμερονύχτια. Τὸν δὲ ἄγγελον ὁ μὲν Ματθαῖος ἔφη καθῆσθαι ἐν τῷ λίθῳ ὁ δὲ Μάρκος ἀποκυλίσαντα τὸν λίθον, ἔνδον τοῦ μνη μείου καθῆσθαι, ἐν τοῖς δεξιοῖς· ἄρ' οὖν ἐναντιονω νοῦσιν; Οὐχί· ἀλλ᾽ εἰκός ἐστι φανῆναι πρῶτον τὸν ἄγο γελον καθήμενον ἐν τῷ λίθῳ, εἶτα εἰσελθουσῶν τῶν γυναικών, προάγειν τὸν ἄγγελον, καὶ πάλιν φανῆναι ἐντὸς τοῦ μνημείου καθήμενον ἐν τοῖς δεξιοῖς. Εἶπε δὲ πρὸς τὰς γυναῖκας· Μὴ φοβεῖσθε ὑμεῖς, τουτέστιν, Οἱ μὲν φύλακες ἄξιοί εἰσι φοβεῖσθαι· ὑμεῖς δὲ αἱ τοῦ Κυρίου μαθήτριαι, μὴ φοβεῖσθε. Μεθ᾽ ὅ δὲ ἀπαλλάτο τει αὐτὰς τοῦ δέους, εὐαγγελίζεται αὐταῖς τὴν ἀνά στασιν. Έδει γὰρ πρότερον ἐκβαλεῖν τὸ δέος, εἶτα εὐαγγελίσασθαι. Οὐκ αἰσχύνεται δὲ ἱσταυρωμένον ὀνομάζων τὸν Κύριον. Τῷ γὰρ σταυρῷ ὥσπερ τρο παίῳ τινὶ ἐγκαυχάται, πάντα τὰ ἀγαθὰ προεξενηκότι ἡμῖν. 9, 10. •· ὡς δὲ ἐπορεύοντο ἀπαγγείλαι τοῖς μαθηταῖς αὐτ τοῦ, καὶ ἰδοὺ ὁ Ἰησοῦς ἀπήντησεν αὐταῖς, λέγων Χαίρετε. Αἱ δὲ, προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας, καὶ προσεκύνησαν αὐτῷ. Τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε. Υπάγετε, ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κάτ κεί με ὄψονται.» Προσφωνεί ταῖς γυναιξὶ τὸ Χαίρετε. Ἐπεὶ γὰρ τὸ γυναικείον γένος λυπείσθαι κατεκρίθη, ὁ Κύριος διὰ τῆς ἀναστάσεως αὐτοῦ τὴν χαρὰν προεξένησε τῷ γυναικείῳ γένει, καὶ εὐλόγησεν αὐτάς. Διὸ ἐκεῖναι ἀπὸ τῆς πολλῆς περὶ αὐτὸν αἰδοῦς καὶ τιμῆς, τοὺς πόδας αὐτοῦ κρατοῦσι, δι' εὐλάβειαν μὴ τολμῶσαι ἄλλου μέρους τοῦ σώματος άψασθαι, εἰ μὴ 50 τῇ πέμπτῃ, ἑσπέρας.
col. 481–482page 169 of 171
PG 123:481τῶν ἐσχάτων μερῶν τοῦ σώματος αὐτοῦ. Τινὲς δὲ φασιν ὅτι ἐξεπίτηδες ἐδράξαντο τῶν ποδῶν αὐτοῦ, ὡς ἂν μάθωσιν εἰ ἀληθῶς ἀνέστη καὶ μὴ κατὰ φαντασίαν, μηδὲ πνεῦμά ἐστιν. Ὑπενόουν γὰρ ὅτι πνεῦμά ἐστι. Τότε μὲν οὖν αἱ δύο αὗται Μαρίαι ήψαντο τῶν ποδῶν αὐτοῦ. Κατὰ δὲ τὸν Ἰωάννην, ἡ Μαγδαληνή Μαρία ἐπιχειρεῖ μὲν ἄψασθαι, οὐ συγχωρεῖται δὲ, διότι ἤθελεν ἀεὶ συνεἶναι αὐτῷ ὥσπερ καὶ πρότερον. Η μᾶλλον διὰ τοῦτο οὐ συγχωρεῖται ἄψασθαι τοῦ Ἰησοῦ κατὰ τὸν Ἰωάννην, ὡς περίεργος. Ἐπεὶ γὰρ, ὥς φησιν ὁ Ματθαῖος, ήψατο αὐτοῦ τῶν ποδῶν, τις ἦν ἔτι χρεία πάλιν ἅψασθαι; Ὥστε ὡς περιττήν οὔτ σαν λοιπὸν αὐτὴν ἀπωθεῖται. Πορευομένων δὲ αὐτῶν, ἰδού τινες τῆς κουστων δίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα· καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων, συμβούλιόν τε λαβόντες, ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις, λέγοντες· Είπατε ότι, Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες, ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων· καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς· πείσομεν αὐτὸν, καὶ ὑμᾶς ἀμερί μγους ποιήσομεν. Οἱ δὲ, λαβόντες τὰ ἀργυρία, ἐποίησαν ὡς ἐδιδάχθησαν· καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον.» Οἱ μὲν ἀπὸ τῆς κουστωδίας ἀπήγγειλαν πάντα· ὅτι σεισμός ἐγένετο, ὅτι ὁ λίθος ήρθη αὐτομάτως, ὅτι αὐτοὶ φοβηθέντες ἐγένοντο ὡσεὶ νεκροί. Οἱ δὲ Ἰουδαῖοι οὔτε τὰ ἐπὶ τῷ πάθει γενόμενα θαύματα, οὔτε τὰ ἐπὶ τῷ τάφῳ μαρτυρούμενα παρὰ τῶν στρατιωτῶν δυσωπηθέντες, τῷ ἰδίῳ πάθει τῇ φιλαργυρία ύπονο θεύουσι τοὺς στρατιώτας, παραπείθοντες αὐτοὺς τὸ πάντων ἀσεβέστερον φθέγξασθαι καὶ ἀνοητότερον, ὅτι ἐκλάπη. Πῶς γὰρ ἂν ἔκλεψαν, ὦ ἀνόητοι, οἱ μαθηταί, οἱ διὰ τὸν φόβον ἀποκλεισθέντες καὶ μὴ τολμῶντες ὅλως ἐξελθεῖν; Πῶς δ᾽ ἂν εἰ ἔκλεψαν, ἀπέθνησκον ὕστερον δι' αὐτὸν, κηρύττοντες· ὅτι ἀνέστη, καὶ ὑπὲρ τοῦ ψεύδους κατακοπτόμενοι; Οἱ δὲ ἔνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γα λιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς καὶ ἰδόντες αὐτὸν, προσεκύνησαν αὐτῷ· οἱ δὲ ἐδί στασαν. Καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς, λέγων· 'Εδόθη μοι πάσα ἐξο: σία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ οι Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν, καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Κατὰ τὸν Ἰωάννην πρῶτον ὤφθη τοῖς μαθηταῖς ὁ Ἰησοῦς κατ' αὐτὴν τὴν ἡμέραν τῆς· ἀναστάσεως, τῶν θυρῶν κεκλεισμένων· εἶτα μεθ' ἡμέρας ὀκτῶ, ὅτε καὶ ὁ Θωμᾶς ἐπίστευσεν· εἶτα ἐπειδὴ ἔμελλον εἰς Γαλιλαίαν ἀπαντῆσαι, οὔπω δὲ πάντε; ὁμοῦ συνήχθησαν, ἀλλά τινες αὐτῶν ἡλίευον επὶ τῆς Τιβεριάδος, ἐφάνη τότε τοῖς ἁλιεύουσι μό νας, ἑπτὰ οὔσι. Νῦν οὖν ὁ φησιν ὁ Ματθαῖος, ὕστερον ἐγένετο, τῶν παρὰ τῷ Ἰωάννῃ πρότερον γενομέ το ΧΧ, δ
col. 483–484page 170 of 171
PG 123:483νων· πολλάκις γὰρ ἐφάνη αὐτοῖς, δι' ἡμερῶν τεσσι ο τι ράκοντα ἐφιστάμενος καὶ πάλιν ἀφιστάμενος, οὐ πάντοτε καὶ διόλου αὐτοῖς συμπαρών. Οἱ οὖν ἔνδεκα μαθηταὶ οἱ κορυφαῖοι, σὺν τοῖς λοιποῖς πάντως ἅπασι τοῖς· ἀκολουθοῦσι, τῷ Χριστῷ προσεκύνησαν οἱ δὲ ἐδίστασαν· ἀντὶ τοῦ, τνὲς δὲ ἐδίστασαν. Εἰκὸς οὖν οὕτω νοηθῆναι· Οἱ ἔνδεκα μαθηταὶ ἐπι ρεύθησαν εἰς τὴν Γαλιλαίαν, καὶ προσεκύνησαν αὐτῷ οἱ ἔνδεκα. Οἱ δὲ, ἀντὶ τοῦ, τινὲς δὲ, τυχὸν ἐκ τῶν εβδομήκοντα, εδίστασαν περὶ τοῦ Χριστοῦ. Ύστερον μέντοι ἐβεβαιώθησαν καὶ αὐτοί. Τινὲς δὲ οὕτω ναού σιν, ὅτι ὁ μὲν Ματθαῖος παρῆκεν εἰπεῖν τίνες ἦσαν οἱ διστάσαντες· ὁ δὲ παρῆκεν οὗτος, εἶπεν ὁ Ἰωάν νης, ὅτι Θωμᾶς ἦν ὁ διστάσας· τυχὸν δὲ καὶ πάντες ἐδίστασαν· ὅπερ ὁ Λουκάς λέγει. Οφείλεις οὖν οὕτω εκύνησαν αὐτῷ· οὗτοι δὲ οἱ προσκυνήσαντες ἐν τῇ νοῆσαι, ὅτι εἰς μὲν τὴν Γαλιλαίαν ἐλθόντες, προς Γαλιλαίᾳ, ἐδίστασαν πρότερον ἐν τῇ Ἱερουσαλήμ, ὡς ὁ Λουκάς φησιν. Ἐλάλησεν οὖν αὐτοῖς ὁ Ἰησοῦς, στις Εδόθη μοι πάσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Τοῦτο δὲ τοιοῦτόν ἐστιν· Εἶχον μὲν ὡς Θεὸς καὶ Δη μιουργὸς τὴν ἐξουσίαν πάντων, «Τὰ σύμπαντα γὰρ δοῦλα σά, ο πρὸς τὸν Θεόν φησιν ὁ Δαυΐδ· ἀλλὰ τὴν ἑκούσιον ὑποταγὴν οὐκ εἶχον. Νῦν οὖν μέλλω καὶ ταύτην ἔξειν· ὑποταγήσονται γάρ μοι τὰ πάντα ἐπεὶ διὰ τοῦ σταυροῦ ἐνίκησα τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου. Διττὴ γὰρ ἐστιν ἡ ὑποταγή ἡ μὲν ἀκούσιος, καθό πάντες δούλοι τοῦ Θεοῦ ἐσμεν καὶ άκοντες, ὥσπερ καὶ οἱ δαίμονες· ἡ δὲ ἑκούσιος, καθό Παῦλος δοῦλος ἦν Χριστοῦ. Πρότερον μὲν οὖν τὴν ἀκούσιον μόνην ὑποταγὴν ἐχόντων πάντων, ἐξ ἡμι σείας, ὥσπερ εἶχεν ὁ Σωτὴρ τὴν πάντων ἐξουσία να μετὰ δὲ τὸν σταυρὸν, τῆς θεογνωσίας ἐφαπλωθείσης πᾶσι, καὶ τὴν ἐκούσιον ὑποταγὴν ὑποταγέντων πάντων, εἰκότοις φησὶν ὁ Χριστός, ὅτι Νῦν ἔλαβον πᾶσαν τὴν ἐξουσίαν· πρότερον μὲν γὰρ μερικῶς προσήν μοι ἡ ἐξουσία, ὡς ἀκουσίως μόνον δουλευόντ των μοι, καθό ποιητής εἰμι· νῦν δὲ καὶ μετὰ ἐπι γνώσεως δουλευόντων μοι τῶν ἀνθρώπων, πάτα καὶ ὁλόκληρος ἡ ἐξουσία εδόθη μοι. Παρὰ τίνος δὲ ἐδόθη αὐτῷ; Η πάντως παρ' ἑαυτοῦ καὶ τῆς οἰκείας τα τῷ ἀντιπάλῳ διὰ τοῦ σταυροῦ, οὐκ ἂν ἔσωσεν ἡμᾶς πεινώσεως· εἰ μὴ γὰρ ἐταπεινώθη καὶ συνεπλάκη κείων μου ἀγώνων καὶ παλαισμάτων ἔσωσα τοὺς ὥστε τὸ «Εδόθη μοι ἐξουσία,» οὕτω νόει· Ἐκ τῶν οι. περιούσιος λαός. Ἐπὶ γῆς μὲν οὖν ἔχει τὴν ἐξουσίαν ἀνθρώπους, καὶ περιεγένοντό μοι λοιπὸν κλῆρος καὶ ὁ Κύριος, καθὸ πᾶσα ἡ γῆ ἐπέγνω αὐτόν· ἐν οὐρανῷ δὲ, διότι ὁ μισθὸς τῶν πιστευόντων αὐτῷ καὶ τὸ ἐπεὶ ἡ ἀνθρωπίνη φύσις ή πρώην κατάκριτος, συν πολίτευμα, ἐν οὐρανοῖς ὑπάρχει· καὶ γὰρ καὶ ἄλλως, ημμένη τῷ Θεῷ λόγῳ καθ' ὑπόστασιν, ἐν οὐρανῷ κάθηται ὑπ' ἀγγέλων προσκυνουμένη· εἰκότως φη σιν, ὅτι η Εδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ·» καὶ Χριστῷ ἄρχει πάντων. Συνελόντι οὖν φάναι, οὕτω γὰρ ἡ ἀνθρωπίνη φύσις ή πρώην δουλεύουσα, νῦν ἐν νόει τὸ, «Εδόθη μοι πᾶσα ἐξουσία· ν εἰ μὲν ὡς
col. 485–486page 171 of 171
PG 123:485ἀπὸ τοῦ Θεοῦ Λόγου λεγόμενον ἐκλάβοις, ότι η Εδόθη μοι ἡ πᾶσα ἐξουσία, ο καθὸ καὶ ἄχοντες καὶ ἑκόντες νῦν ἐπιγινώσκουσί με Θεόν, οι πρώην κατὰ τὸν τῆς ἀκουσίου ὑποταγῆς τρόπον δουλεύοντές μοι· εἰ δὲ ὡς ἀπὸ τῆς ἀνθρωπίνης φύσεως λεγόμενον, οὕτω νέει, ὅτι Ἐγὼ ἢ πρώην κατάκριτος φύσις, κατὰ δὲ τὴν πρὸς τὸν Υἱὸν τοῦ Θεοῦ ἀσύγχυτον ἔνωσιν Θεὸς οὖσα, έλαβον τὴν ἐξουσίαν κατὰ πάντων, ὥστε προσκυνεῖσθαι ὑπ' ἀγγέλων ἐν οὐρανῷ, καὶ ἐπὶ γῆς δοξάζεσθαι ὑπὸ τῶν περάτων πάντων. ᾿Αποστέλλει οὖν τοὺς μαθητὰς οὐκ ἔτι πρὸς τοὺς Ἰουδαίους με νους, ἀλλ᾽ ἐπεὶ πάντων ἔλαβε τὴν ἐξουσίαν, πᾶσαν τὴν ἀνθρωπίνην φύσιν ἁγιάσας ἐν ἑαυτῷ, εἰκότως πρὸς πάντα τὰ ἔθνη πέμπει, εντειλάμενος βαπτίζειν εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Αισχύνεσθωσαν οὖν Αρειος καὶ Σαβέλλιος Αρειος μὲν, καθ᾿ ὃ οὐκ εἶπεν ὁ Χριστὸς εἰς τὰ ὀνόματα βαπτίζειν, ἀλλ' εἰς τὸ ὄνομα· ὄνομα δὲ τῶν τριῶν ἐν, ἡ θεότης· εἷς οὖν Θεὸς τὰ τρία. Σαβέλλιος δὲ, καθ᾽ ὁ καὶ τῶν τριῶν προσώπων ἐμνήσθη ὁ Κύριος, οὐχ ενός προσώπου, ὡς ἐκεῖνος ἐμφλυάρει, τὰ τρία ονόματα ἔχοντος, καὶ ποτὲ μὲν καλουμένου Πατρός, ποτὲ δὲ Υἱοῦ, ποτὲ δὲ Πνεύ ματος· ἀλλὰ τριῶν μάλλον προσώπων ἐν ὄνομα ἐχόντων, τὸ Θεό. Εἶτα ἐπεὶ οὐκ ἀρκεῖ τὸ βαπτι σθῆνα: μόνον, ἀλλὰ δεῖ καὶ ἐργάζεσθαι τὸ ἀγαθὸν μετὰ τὸ βάπτισμα, φησί Διδάσκοντες αὐτοὺς τηρεῖν πάντα όσα ενετειλάμην ὑμῖν, οὐκ ἐν ἢ δύο, ἀλλὰ πάντα τὰ ἐντάλματά μου. Φρίξωμεν οὖν, ἀδελφοὶ, ἐννοοῦντες ὅτι ἐὰν ἐν λείπῃ ἡμῖν, οὐκ ἐσμεν τέλειοι δοῦλοι τοῦ Χριστοῦ. Πάντα γὰρ ἀπαιτούμεθα φυτ λάττειν. Ορα δὲ τὴν τοῦ Κυρίου διάλεξιν, πῶς ἀμ φότερα τὰ κεφάλαια τοῦ Χριστιανισμού περιέχει, θεολογίαν καὶ πρακτικὴν ἀρετήν· εἰπὼν μὲν γὰρ, ὅτι δεῖ βαπτίζειν εἰς τὸ ὄνομα τῆς Τριάδος, τὴν θεο λογίαν ἡμῖν παρέδωκεν· εἰπὼν δὲ διδάσκειν καὶ τὸ τὰς ἐντολὰς τηρεῖν, τὴν πρακτικὴν ἀρετὴν ἡμῖν εἰσηγήσατο. Παραθαρρύνων δὲ αὐτοὺς, ἐπειδὴ ἀπέστελλεν εἰς ἔθνη καὶ εἰς σφαγὰς καὶ κινδύνους, φησὶν ὅτι, Μὴ φοβείσθε· ἐγὼ γὰρ ἔσομαι μεθ᾽ ὑμῶν ἄχρι τῆς συντελείας τοῦ αἰῶνος. Ορα δὲ καὶ τοῦτο, πῶς ἐμνήσθη τῆς συντελείας, ἵνα διαναστήσῃ αὐτοὺς μᾶλλον καταφρονεῖν τῶν δεινῶν. Μη δυσχεράνητε γάρ, φησί· συντέλειαν ἔξουσι πάντα, εἴτε ἀλγεινά εἶεν κοσμικά, εἴτε ἀγαθὰ, ὥστε μήτε τοῖς ἀλγεινοῖς υποπέσητε παρέρχονται γάρ μήτε τοῖς ἀγαθοῖς απατηθῆτε, συντελούνται γάρ. Οὐ μόνοις δὲ τοῖς ἀποστόλοις τοῦτο ὑπέσχετο, τὸ συνεἶναι αὐτοῖς, ἀλλὰ καὶ πᾶσιν ἁπλῶς τοῖς αὐτοῦ μαθηταῖς. Οὐ γὰρ δήπου οἱ ἀπόστολοι ἄχρι τῆς συντελείας ἔμελλον ζων. Καὶ ἡμῖν οὖν καὶ τοῖς μεθ᾽ ἡμᾶς ὑπισχνείται τοῦτο, οὐκ ἄχρι δὲ τῆς συντελείας παρών, μετά τὴν συντέλειαν ἀπέσται, ἅπαγε. Εκτοτε γὰρ μάλλον συνέσται καθαρώτερον καὶ τρανότερον· τὸ γὰρ, Ἕως,οὐ τὸ μετὰ ταῦτα ἀναιρεῖ, ἔνθα ἂν εὑρε Ο κείμενον ἐν τῇ Γραφῇ. Εὐχαριστήσαντες οὖν τῷ Κυρίῳ τῷ ἐνταῦθα συνόντι ἡμῖν, καὶ πᾶν ἀγαθὸν χορηγοῦντι, καὶ πάλιν συνεσομένῳ τελεώτερον
Page scan enlarged

Notebook

Full View