PG 123Theophylactus Bulgari Archiepiscopus
Commentary on the Gospel of St. Mark
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Life of Blessed Mark according to SophroniusVita B. Marci secundum Sophronium

col. 487–488page 1 of 98
PG 123:487μετὰ τὴν συντέλειαν, συντελέσωμεν ἐνταῦθα τὴν ἐξήγησιν· αὐτῷ γὰρ πρέπει πάσα εὐχαριστία, καὶ δόξα, καὶ τιμὴ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. Τέλος τῆς εἰς τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον Ερμηνείας Θεοφυλάκτου. ΘΕΟΦΥΛΑΚΤΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΒΟΥΛΓΑΡΙΑΣ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟ ΚΑΤΑ ΜΑΡΚΟΝ ΕΥΑΓΓΕΛΙΟΝ. (α) ΒΙΟΣ ΤΟΥ ΜΑΡΚΟΥ Κατὰ Σωφρόνιον. Μάρκος, μαθητὴς καὶ ἑρμηνευτής Πέτρου, καθώς τοῦ Πέτρου ἐξηγουμένου ἀκήκοε, παρακληθεὶς ἐν τῇ Ῥώμῃ παρὰ τῶν ἀδελφῶν, βραχύ συνέταξεν Εὐαγ γέλιον, ἵπερ ἐντυχών Πέτρος ἐδοκίμασε, καὶ τῇ Εκκλησίᾳ, ἀναγνωσθησόμενον αὐθεντίας εξέδωκε, καθὰ συνεγράψατο Κλήμης ἐν τῷ ἔκτῳ τῶν Ὑπου τυπώσεων λόγῳ, καὶ Παπίας Ἱεραπολίτης ἐπίσκοπος μέμνηται τούτου τοῦ Μάρκου. Καὶ Πέτρος ἐν τῇ πρώτῃ Επιστολῇ, ἐπ' ὀνόματι Βαβυλῶνος, είκονι χῶς Ρώμην σημαίνων, Ασπάζεται ὑμᾶς, φησὶν, ἡ ἐν Βαβυλῶνι συνεκλεκτή, καὶ Μάρκος ὁ ἐμὸς υἱός. Παραλαβὼν τοιγαροῦν τὸ Εὐαγγέλιον, ὅπερ αὐτὸς συνέταξε, καταλαμβάνει τὴν Αἴγυπτον, καὶ πρῶτος ἐν ᾿Αλεξανδρείᾳ Ἰησοῦν Χριστὸν κηρύττων, κατ εστήσατο Ἐκκλησίαν. Τοσαύτῃ παιδεύσει καὶ βίου καρτερία διέπρεψεν, ὥστε πάντας τοὺς ἀκολουθοῦντας τῷ Χριστῷ ἔπεσθαι τῇ τούτου διαγωγῇ· ὅθεν καὶ Φίλων, ὁ τῶν Ἰουδαίων ελλογιμώτατος, ἐρῶν ἐν Αλεξανδρείᾳ πρώτην Εκκλησίαν ἔτι Ἰουδαΐζουσαν, ὡσανεὶ εἰς ἔπαινον τοῦ οἰκείου Εθνους, βίβλον περί τῆς τούτων διαγωγής συνεγράψατο. Καὶ ὥσπερ Δου κς διηγεῖται τοὺς ἐν Ἱεροσολύμοις πιστεύσαντας πάντα ἐσχηκέναι κοινὰ, οὕτω κἀκεῖνος ὅπερ ἐν ᾿Αλεξανδρείᾳ ἐπὶ Μάρκου τοῦ διδασκάλου δώρα γινό μενον, τῇ μνήμῃ παρέδωκε. Τελευτήσας δὲ τῷ ἐγ δόῳ τοῦ Νέρωνος ἔτει, ἀπετέθη ἐν ᾿Αλεξανδρεία, δια δεξαμένου αὐτὸν ᾿Ανανίου.
col. 489–490page 2 of 98
PG 123:489ΒΙΟΣ ΤΟΥ ΜΑΡΚΟΥ Ἐκ τῆς τοῦ Δωροθέου μάρτυρος καὶ Τυρίων επι σκόπου Συνόψεως. Μάρκος ὁ εὐαγγελιστὴς, καὶ πρῶτος Ἀλεξανδρείας ἐπίσκοπος, Αλεξανδρεῦσι καὶ πάσῃ τῇ περι χέρ αὐτῆς ἐκήρυξε τὸ Εὐαγγέλιον τοῦ Κυρίου, ἀπὸ Αἰγύπτου και μέχρι Πενταπόλεως, ἐπὶ τῆ; βα σιλείας Τραϊανοῦ, ἐν ᾿Αλεξανδρείᾳ κάλων λαβὼν κατὰ τοῦ τραχήλου καὶ συρείς ἀπὸ τῶν καλουμέ των Βουκόλου τόπων, ἕως τῶν καλουμένων Αγγέλων, ἐκεῖ ἐκάη πυρὶ ὑπὸ τῶν εἰδωλομανών, μὴν Φαρμού θέλεως, καὶ ἐκεῖ ἐτάφη ἐν τοῖς Βουκόλου. ΤΑ ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΚΑΤΑ ΜΑΡΚΟΝ ΕΥΑΓΓΕ ΛΙΟΥ. α. Περὶ Ἰωάννου τοῦ βαπτίσαντος τὸν Κύριον ἐν τῷ Ἰορδάνῃ. Περὶ τῆς τοῦ Πέτρου καὶ Αν δρέου, καὶ τῶν υἱῶν Ζεβεδαίου κλήσεως. Περί τοῦ δαιμονιζομένου. Περὶ τῆς πενθερᾶς τοῦ Πέτρου. Περὶ τῶν ἰαθέντων ἀπὸ ποικίλων νό σων. Περὶ τοῦ λεπροῦ. β'. Περὶ τοῦ παραλυτικού. Περὶ τοῦ Ἰησοῦ συν εσθίοντος τοῖς τελώναις. Περὶ τῶν μαθητῶν τιλ λέντων τοὺς στάχυας ἐν Σαββάτῳ. γ΄. Περὶ τοῦ ξηρὰν ἔχοντος χεῖρα. Περὶ τῆς τῶν ἀποστόλων ἐκλογῆς. Περὶ μητρὸς καὶ ἀδελ φῶν. δ'. Περὶ τοῦ σπόρου παραβολή. Περὶ τῆς ἐπιτιμής σεως τῶν ὑδάτων. τ. Περὶ τοῦ λεγεῶνος. Περὶ τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου. Περὶ τῆς αἱμορροούσης. ς'. Περὶ τῆς τῶν ἀποστόλων διαταγής. Περί Ιωάννου καὶ Ἡρώδου. Περὶ τῶν πέντε ἄρτων καὶ τῶν δύο ἰχθύων. Περὶ τοῦ ἐν θαλάσσῃ περιπάτου. ζ. Περὶ τῶν μαθητῶν ἀνίπτοις χερσὶν ἐσθιόνο των. Περὶ τῆς παραβάσεως τῆς ἐντολῆς τοῦ Θεοῦ. Περὶ τῆς Συροφοινικίσσης. Περὶ τοῦ Σαββάτου. τ'. Περὶ τῶν ἑπτὰ ἄρτων. Περὶ τῶν ζητούντων σημεῖον. Περὶ τῆς ζύμης των Φαρισαίων. Περὶ τοῦ τυφλοῦ. Περὶ τῆς ἐν Καισαρείᾳ ἐπερωτήσεως. Περὶ τῆς ἐπιτιμήσεως Πέτρου. 0'. Περὶ τῆς μεταμορφώσεως τοῦ Ἰησοῦ. Περί τοῦ σεληνιαζομένου. Περὶ τῶν διαλογιζομένων, τίς μείζων. Περὶ τοῦ ἀφελεῖν τὸ σκάν δαλον. ι. Περὶ τῶν ἐπερωτησάντων, εἰ ἔξεσιν ἀπολύειν τὴν γυναῖκα. Περὶ τοῦ ἐπερωτήσαντος πλου σίου τὸν Ἰησοῦν. Περὶ τῶν υἱῶν Ζεβεδαίου. Περὶ τοῦ Βαρτιμαίου. 12'. Περὶ τοῦ πώλου. Περὶ τῆς ξηρανθείσης συν κῆς. Περὶ τῶν ἐκβληθέντων ἐκ τοῦ ἱεροῦ τραπεζιτῶν. Περὶ τοῦ θάρσους πρὸς τὸν Θεόν. Περὶ τῆς ἀμνησικακίας. Περὶ τῶν ἐπερωτησάντων τὸν Κύριον ἀρχιερέων καὶ πρεσβυτέρων. ιβ. Περὶ τοῦ ἀμπελῶνος. Περὶ τῶν ἐπερωτησάν των Κύριον διὰ τὸν κῆνσον. Περὶ τῶν Σαδδου

Author's PrefacePraefatio auctoris

col. 491–492page 3 of 98
Vita B. Marci ex synopsi Dorothæi Tyriorum episcopiPræfatio auctoris
PG 123:491καίων. Περὶ τοῦ Γραμματέως. Περὶ τῆς τοῦ Κυ ρίου επερωτήσεως. Περὶ τοῦ τοὺς ὑποκριτὰς εὐλαβεῖσθαι. Περὶ τῆς τὰ δύο λεπτὰ λαβούσης χήρας. ιγ. Περὶ τῆς συντελείας. Περὶ τῆς ἡμέρας και ώρας. ιδ'. Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρω. Περί τοῦ Πάσχα. Περὶ τῆς τοῦ Χριστοῦ παραδόσεως. Περὶ τῆς ἀρνήσεως Πέτρου. Περὶ τῶν τῷ Κυρίῳ παρὰ τῷ ἀρχιερεῖ ἐπιτεθεισῶν αἱ τιών. ιε'. Περὶ ἐκείνων ἐπὶ τοῦ Πιλάτου ἔπαθεν. Περὶ ἔθους. Περὶ τῆς αἰτήσεως τοῦ σώματος τοῦ Κυρίου. Περὶ τῆς ταφῆς. ις'. Περὶ τῆς τοῦ Χριστοῦ ἀναστάσεως. Τίσι με τὰ τὴν ἔγερσιν ὁ Κύριος ώφθη. Πῶς τοῖς ἀπου στόλοις τὴν τοῦ Εὐαγγελίου κήρυξιν δι έταξεν. ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟ ΚΑΤΑ ΜΑΡΚΟΝ ΕΥΑΓΓΕΛΙΟΝ. 26 ἐν Ρώμῃ, ὡς ἱστορεῖ Κλήμης δ Στρωματεύς, κατὰ δὲ Χρυσόστομον ἐν Αἰγύπτῳ. *Ην μὲν γὰρ, κ. τ. λ. ριο. 26: Υἱὸς δὲ γέγονε Μαρίας τῆς δεξιωσαμένης ἐν τῇ αὐτῆς οἰκίᾳ τοὺς ἀποστόλους, ὡς ἐν ταῖς πράξεσι γέγραπται, Συνιδών γάρ, φησί, ΠΡΟΟΙΜΙΟΝ. Τὸ κατὰ Μάρκον Εὐαγγέλιον, μετὰ δέκα έτη τῆς τοῦ Χριστοῦ ἀναλήψεως συνεγράφη ἐν Ρώμῃ ἦν μὲν γὰρ οὗτος ὁ Μάρκος Πέτρου μαθητὴς, ἐν καὶ υἱὸν αὐτοῦ ὁ Πέτρος ὀνομάζει, πνευματικὴν πάντως. Ἐκαλεῖτο δὲ καὶ Ἰωάννης· ἀνεψιός δὲ Βαρνάβα, ἀλλὰ καὶ Παύλου συνέκδημος έως μέντοι Πέ τρῳ συνὼν τὰ πλεῖστα, καὶ ἐν Ῥώμῃ· ᾐτήσαντο οὖν αὐτὸν οἱ ἐν Ρώμῃ πιστοί, μὴ μόνον ἀγράφως κηρύσσειν, ἀλλὰ καὶ ἐγγράφως αὐτοῖς ἐκθέσθαι τὴν κατὰ Χριστὸν πολιτείαν. Μόλις οὖν πεισθεὶς συν εγράψατο τῷ δὲ Πέτρῳ ἀπεκαλύφθη παρά Θεοῦ, ὅτι Μάρκος συνέγραψεν Εὐαγγέλιον. Ἰδὼν οὖν, καὶ ἐπιβεβαιώσας ὡς ἀληθὲς, εἶτα ἐπίσκοπον αὐτὸν ἐξε απέστειλεν εἰς Αἴγυπτον· ἔνθα δὴ καὶ κηρύξας, ἐν Αλεξανδρείᾳ τε Εκκλησίαν συστησάμενος, τους πρὸς τῷ μεσημβρινῷ κλίματι πάντας ἐφώτισεν. Εστιν οὖν ὁ χαρακτήρ τοῦ Εὐαγγελίου σαφὴς, καὶ οὐδὲν ἔχων περινενοημένον· σχεδὸν δὲ καὶ κατὰ πάν Πέτρος ἦλθεν ἐπὶ τὴν οἰκίαν τῆς μητρός Ιωάν νου τοῦ ἐπικαλουμένου Μάρκου. Τέως μένο τοι, κ. τ. λ. ι εμοσιο (ΣΙΙ,
col. 493–494page 4 of 98
PG 123:493τα τῷ Ματθαίῳ συντρέχει ὁ παρών εὐαγγελιστής, πλὴν ὅσον ὁ Ματθαῖος πλατύτερος, καὶ ὅτι ὁ μὲν Ματθαῖος, τῆς κατὰ σάρκα γεννήσεως τοῦ Κυρίου ἐν ἀρχῇ μνημονεύει· οὗτος δὲ ἀπὸ τοῦ προφήτου Ιωάν του ήρξατο· ὅθεν τινὲς (εἰ καὶ περιεργότερον δοχεῖ) τοιοῦτόν τι νόημα εἶπον ἐπὶ τοῖς εὐαγγελισταῖς· Ο ἐπὶ τῶν Χερουβὶμ καθήμενος Θεός, ἃ τετραπρόσωπα ή Γραφή λέγει, παρέδωκεν ἡμῖν τετράμορφον καὶ τὸ Εὐαγγέλιον, ἐνὶ πνεύματι συνεχόμενον. Ωσπερ οὖν τῶν Χερουβὶμ ἕκαστον, ἐν μὲν πρόσωπον εἶχεν ὅμοιον λέοντι, ἕτερον δὲ ἀνθρώπῳ, καὶ ἕτερον ἀετῷ, καὶ ἕτερον μόσχῳ· οὕτω καὶ ἡ τοῦ εὐαγγελικοῦ κηρύγματος πραγματεία. Τὸ μὲν γὰρ κατὰ Ἰωάννην Εὐαγγέλιον έχει λέοντος πρόσωπων· βασιλικὸν γὰρ ὁ λέων καὶ ἡγεμονικόν ὁμοίως οὖν καὶ ὁ Ἰωάννης ἀπὸ τοῦ βασιλικοῦ καὶ δεσποτικοῦ ἀξιώματος της θεότητος τοῦ Λόγου ἤρξατο, εἰπών· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ Θεὸς ἦν ὁ Λόγος.» Τὸ δὲ κατὰ Ματθαῖον ἀνθρωπόμορφον· ἀπὸ γὰρ τῆς κατὰ σάρκα γεννήσεως καὶ ἐνανθρωπήσεως τοῦ Λόγου ἤρξατο. Τὸ δὲ κατὰ Μάρκον, ἀετῷ παρεικαζόμενον· ἀπὸ γὰρ προφήτου ἤρξατο τοῦ Ἰωάννου· ἡ δὲ προφητική χάρις, προορατικὴ οὖσα, καὶ ἐξέως τὰ πόῤῥω βλέπουσα, ὡς ἀετός ἐστι. Φασὶ γὰρ τὸν ἀετὸν ὀξυδερκέστατον εἶναι, ὥστε καὶ μόνον τῶν ἄλλων ζώων, πρὸς τὸν ἥλιον δύνασθαι ἀτενίζειν μὴ καμμύοντα. Μόσχῳ δὲ ὅμοιον τὸ κατὰ Λουκᾶν, διότι ἀπὸ τῆς ἱερατείας τοῦ Ζαχαρίου ήρ ξατο, ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ θυμιώντος· καὶ μόσχος δὲ ἦν ὁ θυόμενος τότε. Αρχεται οὖν ὁ Μάρ κος τοῦ Εὐαγγελίου ἀπὸ τῆς τοῦ Προδρόμου διαγως γῆς καὶ ἐνδείξεως. Ακουε οὖν τί φησί. ΚΕΦΑΛ. Δ'. Περὶ Ἰωάννου τοῦ βαπτίσαντος τὸν Κύριον ἐν τῷ Ἰορδάνῃ. Περὶ τῆς τοῦ Πέτρου καὶ 'Αν δρέου, καὶ τῶν υἱῶν Ζεβεδαίου κλήσεως. Περί τοῦ δαιμονιζομένου. Περὶ τῆς πενθερᾶς τοῦ Πέτρου. Περὶ τῶν ἰαθέντων ἀπὸ ποικίλων νό σων. Περὶ τοῦ λεπροῦ. Αρχὴ τοῦ Εὐαγγελίου Ἰησοῦ Χριστοῦ Υἱοῦ τοῦ Θεοῦ, ὡς γέγραπται ἐν τοῖς προφήταις· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου προ προσώπου σου, δ; κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. Φωνή βοῶντος ἐν τῇ ἐρήμῳ· Ετοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Ὁ Ἰωάννην τὸν τελευταῖον τῶν προφητῶν, ἀρχὴν εἶναι τοῦ εὐαγγελίου τοῦ Υἱοῦ τοῦ Θεοῦ φησι. Τὸ γὰρ τέλος τῆς Πα λαιᾶς, ἀρχὴ τῆς Νέας Διαθήκης· ἡ δὲ μαρτυρία ή περὶ τοῦ Προδρόμου ἀπὸ δύο προφητῶν ἐλήφθη. Τοῦ μὲν γὰρ Μαλαχίου ἐστὶ τὴ, Ἰδοὺ ἀποστέλλω τὸν ἄγ γελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν εδόν σου ἔμπροσθέν σου· τοῦ δὲ Ἡσαΐου, τὸ, Φωνή βοῶντος, καὶ τὰ ἐξῆς. ᾿Απὸ δὲ τοῦ Θεοῦ καὶ Πατρὸς πρὸς τὸν Υἱόν ἐστιν ὁ λόγος, λέγοντος ἄγγελον εἶναι τον Πρόδρομον, διὰ τὸ ἀγγελικὴν καὶ σχεδόν ἄϋλον ἔχειν ζωὴν, καὶ τὸ ἀγγέλλειν καὶ μηνύειν τὸν Χρι στὸν ἐρχόμενον κατεσκεύασε δὲ τὴν ὁδὸν τοῦ Κυ ρίσω, τὰς ψυχὰς τῶν Ἰουδαίων διὰ τοῦ βαπτίζειν παρ ρεσκευάζων δέξασθαι τὸν Χριστόν· τὸ δὲ, πρὸ προσ όπου σου, τοῦτο σημαίνει, ὅτι Εγγύς σου ἔσται

Chapter ICaput Primum

col. 495–496page 5 of 98
PG 123:495ὁ ἄγγελος του· ὅθεν δείκνυται ἡ οἰκειότης τοῦ Προ δρόμου πρὸς τὸν Χριστόν· καὶ γὰρ καὶ τῶν βασιλέων ἐγγὺς προπορεύονται οἱ μάλιστα οἰκεῖοι. Φωνὴ δὲ βοῶντος ἐν τῇ ἐρήμῳ, τάχα μὲν καὶ ἐν τῇ ἐρήμῳ τοῦ Ἰορδάνου, τάχα δὲ καὶ ἐν τῇ Συναγωγῇ τῶν Ἰουδαίων, ἥτις ἔρημος ἦν παντὸς ἀγαθοῦ. Οδός δὲ, ἡ Νέα Διαθήκη· τρίβει δὲ ἡ Παλαιὰ, ὡς κατατε τριμμένη· πρὸς μὲν οὖν τὴν ὁδὸν ὤφειλον ἑτοιμασθῆναι, τουτέστι, πρὸς τὴν Νέαν Διαθήκην, τῆς δὲ Παλαιᾶς τὰς τρίβους εὐθείας ποιῆσαι, πάλαι μὲν δεξά μενοι ταύτας, εἶτα σκολιο! φανέντες καὶ χωλάναντες ἀπὸ τῶν τρίβων αὐτῶν. 4-5. «• Εγένετο Ιωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ, καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα, καὶ οἱ Ἱεροσολυμῖται, καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ' αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.» Τὸ βάπτισμα Ιωάννου οὐκ εἶχεν ἄφεσιν ἁμαρτιῶν, ἀλλὰ μετάνοιαν μόνην εἰσῆγε τοῖς ἀνθρώποις· πῶς οὖν φησιν ἐνταῦθα ὁ Μάρκος, ὅτι εἰς ἄφεσιν ἁμαρτιῶν; Λέγομεν οὖν ὅτι ἐκήρυσσε βάπτισμα μετανοίας· τοῦτο δὲ τὸ κήρυγμα τῆς με τανοίας ποῦ ἔφερεν; Εἰς ἄφεσιν ἁμαρτιῶν, τουτο ἐστιν, εἰς τὸ τοῦ Χριστοῦ βάπτισμα, δ εἶχεν ἄφεσιν τῶν ἁμαρτιῶν· ὥσπερ ὅταν λέγωμεν, Ηλθεν ὁ δεῖνα δορυφόρος τοῦ βασιλέως κηρύσσων βρωμάτων παρασκευὴν εἰς εὐεργεσίαν τῶν παρασκευαζόντων, οὐ τοῦτο λέγομεν, ὅτι ὁ δορυφόρος εὐεργετήσαι μέλο λει τοὺς παρασκευάζοντας τὰ βασιλικά βρώματα, ἀλλ' ὅτι αὐτὸς ἐκήρυσσε την παρασκευὴν τῶν βρω μάτων, ἵνα οἱ ταύτην ἑτοιμάσαντες, ὑποδεξάμενοι τὸν βασιλέα, εὐεργετηθῶσιν ὑπ' αὐτοῦ· οὕτως οὖν κάνε ταῦθα ὁ Πρόδρομος εκήρυσσε βάπτισμα μετανοίας, ὡς ἂν οἱ μετανοήσαντες δεξάμενοι τὸν Χριστὸν ἄφ εσιν ἁμαρτιῶν λάβωσιν. ῃ 26: Πρὸ γὰρ τοῦ Σωτῆρος οὐδα μου φαίνεται δοθεῖσα ἄφεσις ἁμαρτιῶν, ἀλλ' αὐτὸς πρῶτος ὁ Χριστὸς τοῦτο τὸ δῶρον εχαρίσατο διά τε ἑαυτοῦ καὶ διὰ τοῦ ἰδίου βαπτίσματος. Δῆλον οὖν, ὅτι τὸ βάπτισμα Ιωάννου προπαρασκευή ἦν τῆς ἀφέσεως τῶν ἁμαρτιῶν. Ὥσπερ όταν λέγω μεν, κ. τ. λ. Ην δὲ ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας και μέλι ἄγριον.» Είπομεν περί τούτων ἐν τῷ κατὰ Ματθαῖον, καὶ νῦν δὲ ἐροῦμεν, ὅσα ἐκεῖ παραλέλειπται, ὅτι πένθους σύμβολον ἦν τὸ Ένδυμα, δεικνύντος τοῦ προφήτου ὅτι δεῖ πενθεί, τὸν μετανοοῦντα. Πένθους γὰρ ὁ σάκκος· ἡ δὲ δερματίνη ζώνη, τὴν νέκρωσιν δηλοῖ τοῦ Ἰουδαϊκοῦ λαοῦ. Ὅτι δὲ πένθος ἐδήλου ή στολή, φησὶ καὶ δ Κύριος, Έθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκόψασθε, θρα νον λέγων τὴν τοῦ Προδρόμου πολιτείαν. Φησὶ γὰρ, Ηλθεν Ἰωάννης μήτε ἐσθίων, μήτε πίνων, καὶ εἶ πατε· Δαιμόνιον ἔχει· ἀλλὰ καὶ ἡ τροφὴ τοῦ Ἰωάν. νου, πάντως μὲν καὶ τὴν ἐγκράτειαν αὐτόθεν δηλοί. Τάχα δὲ καὶ τῆς τότε τοῦ λαοῦ λογικῆς τροφῆς σύμ σελον ἦν, οὐκ ἐσθίοντός τι τῶν καθαρῶν πετεινῶν τοῦ οὐρανοῦ, οὐδὲ νοοῦντός τι υψηλόν, ἀλλὰ τρεφο
col. 497–498page 6 of 98
PG 123:497μένο, λόγω μετεωροπόρῳ μὲν δοκοῦντι καὶ ἀναπηδῶντι, καταπίπτοντι δὲ πάλιν· τοιοῦτον γὰρ ἡ ἀκρις, πηδῶσα ὡς ἐπὶ τὸ ὕψος, εἶτα πάλιν καταπίπτουσα, Ὥσπερ οὖν καὶ μέλι μὲν ἤσθιεν ὁ λαὸς τὸ ὑπὸ τῶν μελισσῶν γεννώμενον, τῶν προφητῶν, μὴ γεωργού. μενον δὲ καὶ ἡμερούμενον διὰ τοῦ καλῶς νοεῖσθα καὶ ζητεῖσθαι καὶ καταλαμβάνεσθαι. Εἶχον μὲν γὰρ τὰς Γραφὰς οἱ Εβραίοι οἷόν τι μέλι· ἀλλ' οὐκ ἐγεώργουν αὐτὰς, οὐδὲ ἠρεύνων. Καὶ ἐκήρυσσε, λέγων· ἔρχεται ὁ ἰσχυρότερο; μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λύσαι την ἐμάντα τῶν ὑποδημάτων αὐτοῦ. Ἐγὼ μὲν ἐδάπτισα ὑμᾶς ἐν ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι ἁγίῳ.» Οὐδὲ ἔσχατος, φησὶ, δοῦλος αὐτοῦ ἄξιές εἰμι εἶναι, ὥστε λύσαι τὸν ἱμάντα, τουτέστι, τὸν δεσμὸν τὴν ἀπὸ λώρου τῶν ὑποδημάτων. Νοεῖται δὲ καὶ οὕτω· Πάντες οἱ ἐρχόμενοι καὶ βαπτιζόμενοι ὑπὸ Ἰωάννου, ἐλύοντο διὰ τῆς μετανοίας ἀπὸ τοῦ δεν ὁμοῦ τῶν ἁμαρτιῶν αὐτῶν, ἐν τῷ πιστεύειν εἰς τὸν Χριστόν. Πάντων μὲν οὖν τῶν ἄλλων ἔλυεν ὁ Ἰωάν της τοὺς ἱμάντας καὶ τοὺς δεσμούς τῶν ἁμαρτιῶν. Τοῦ δὲ Ἰησοῦ τὸν ἱμάντα οὐκ ἴσχυσε λύσαι, διότι οὐδὲ εὗρεν ἱμάντα, τουτέστιν, ἁμαρτίαν ἐν αὐτῷ. Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις, ἦλθεν ὁ Ἰησοῦς ἀπὸ Ναζαρέτ τῆς Γαλιλαίας, καὶ ἐβαπτίσθη ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην· καὶ εὐθέως ἀνα Επίνων ἀπὸ τοῦ ὕδατος, εἶδε σχιζομένους τοὺς οὐρα νούς, καὶ τὸ Πνεῦμα ὡσεὶ περιστερὰν καταβαίνων ἐπ' αὐτὸν, καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· Σὺ εἶ ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.» Οὔτε διὰ τὸ ἀφεθῆναι τῶν ἁμαρτιῶν, ἔρχεται ὁ Ἰησοῦς ἐπὶ τὸ βάπτισμα, ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν· οὔτε ὡς Πνεύματος μεταληψόμενο;· τὸ γὰρ βάπτισμα Ιωάννου, ὡς εἶπον, ἁμαρτία; μὴ καθαίρον, πῶς ἂν Πνεῦμα ἔδωκεν; ᾿Αλλὰ μὴν οὐδὲ διὰ τὸ μετανοῆσαι έρχεται βαπτισθησόμενος· πολλῷ γὰρ ἦν κρείτ των καὶ τοῦ Βαπτιστοῦ. Διατί οὖν ἔρχεται; "Η πάν τως ἵνα φανερωθῇ ὑπὸ Ἰωάννου τῷ λαῷ. Ἐπεὶ γὰρ πολλοὶ συνέῤῥεων, εὐδόκησεν ἐλθεῖν ὡς ἂν μαρτυρηθῇ ἐνώπιον τῶν πολλῶν τούτων, τίς ἐστι· καὶ ἅμα ἵνα πληρώσῃ πᾶσαν δικαιοσύνην, τουτέστι, πάσας τὰς ἐντολὰς τοῦ νόμου· ἐπεὶ γὰρ ἐντολὴ καὶ τοῦτο δοκεῖ, τὸ πεισθῆναι τῷ προφήτῃ βαπτίζοντι ὡς ὑπὸ Θεοῦ πεμφθέντι, πληροί καὶ ταύτην. Τὸ δὲ Πνεῦμα κάτω μπιν, οὐχ ὅτι ἐδέετο τούτου ὁ Χριστός, πῶς γὰρ δ ἦν ἐν αὐτῷ οὐσιωδῶς μένον; ἀλλ᾽ ἵνα μάθῃς σὺ ὅτι ήταν βαπτίζῃ, καὶ εἰς σὲ Πνεῦμα ἅγιον ἐλεύσεται ἅμα δὲ καὶ τοῦτο ἐνήργει ἡ τοῦ Πνεύματος κάθοδος ἐπεὶ γὰρ εἶπεν ὁ Πατήρ ἄνωθεν, Οὗτός ἐστιν ὁ Υἱός του, ἵνα μὴ νομίσωσιν οἱ ἀκούοντες ὅτι περὶ τοῦ Ἰωάννου λέγει, κάτεισι τὸ Πνεῦμα ἐπὶ τὸν Ἰησοῦν. 26: Ματθαῖος μὲν ἁπλῶς ἀπὸ τῆς Γαλιλαίας εἶπε, Μάρκος δὲ ἰδικώτερον καὶ τὴν πό μιν ἐν ᾗ διέτριβε προσέθηκε. Ούτε δὲ διὰ τὸ ἀφεθε τῶν ἁμαρτιῶν, κ. τ. λ. ο ναι
col. 499–500page 7 of 98
PG 123:499δειχνύον ὅτι περὶ τούτου ἐλέχθη. Σχίζονται δὲ οἱ οὐ ρανού, ἵνα μάθωμεν, ὅτι ὅταν βαπτισθῶμεν, ἀν! γονται καὶ ἡμῖν Καὶ εὐθὺς τὸ Πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον, καὶ ἦν ἐκεῖ ἐν τῇ ἐρήμῳ ἡμέρας τεσσαράκοντα, πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετά τῶν θηρίων, καὶ ἄγγελοι διηκόνουν αὐτῷ.» Διδά σκων ἡμᾶς ὁ Κύριος μη δυσχεραίνειν, ἐὰν μετὰ τὸ βάπτισμα πειρασμοίς περιπέσωμεν, τούτου ένεκεν, ἄνεισιν εἰς τὸ ὄρος πειρασθησόμενος. Μάλλον δὲ οὐκ ἄνεισιν, ἀλλ᾽ ἀνάγεται ὑπὸ τοῦ ἁγίου Πνεύματος, δεικνύων καὶ ἡμῖν, ὅτι οὐκ ἐπιπηδὲν δεῖ τοῖς πε ρασμεῖς, ἀλλ' ἐπιόντας ὑποδέχεσθαι. Διὰ τοῦτο δὲ ἀναβαίνει εἰς τὸ ὄρος, ἵνα τῇ ἐρημία του τόπου θα μήσῃ ὁ διάβολος, καὶ προσέλθῃ. Εξωθε γὰρ ὅταν ἴδῃ τμᾶς μεμονωμένους, τηνικαῦτα ἐπιτίθεσθαι. "Αβατες δὲ ἦν ὁ τόπος τοσοῦτον, ὥστε καὶ θηρίων γέμειν δὲ ἄγγελοι διηκόνουν αὐτῷ μετὰ τὸ νικήσει πλατύτερον. οἱ τὴν πειραστήν, καὶ ταῦτα ἐν τῷ κατὰ Ματθαῖον κείται Μετὰ δὲ τὸ παραδοθῆναι τὸν Ἰωάννην, ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, κηρύσσων τὸ Εὐαγγέλιον τῆς βασιλείας τοῦ Θεοῦ, καὶ λέγων, ὅτι πεπλήρωται ὁ καιρὸς, καὶ ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ, μετανοεῖτε, καὶ πιστεύετε ἐν τῷ Εὐαγγελίῳ. Αναχωρεῖ εἰς τὴν Γαλιλαίαν ἀκούσας ὅτι Ἰωάννης παρεδόθη τῇ φυλακῇ, ἵνα δείξῃ καὶ ἡμῖν ὅτι δεῖ μὴ ὁμόσε χωρεῖν τοῖς πειρασμοῖς, ἀλλ᾽ ὑποφεύγειν. Ἐπὰν δὲ ἐμπέσωμεν, φέρειν. Φαίνεται δὲ τὰ αὐτά τῷ Ἰωάννῃ κηρύσσων ὁ Κύριος, οἷον τλ, Μετανοείτε, ο 32: Περιστερα ώμοιώθη τὸ Πνεῦ, κ τὸ ἅγιον διὰ τὸ φιλόστοργον, δ ἔχει περί ἡμᾶς, καὶ ὅτι ἀθετούμενος παρὰ ἀνθρώπων ὁ Θεὸς, οὐδὲν ἧττον πάλιν διὰ τὴν οἰκείαν αὐτοῦ ἀγαθότητα πλησιάζει τοῖς ἀνθρώποις. Οὕτω γὰρ ἡ περιστερά οὐκ ἀφίσταται τῶν συνήθων, κἂν ἀδικῶσιν αὐτὴν ἐκεῖνοι τὰ ἔγγονα ἐξ αὐτῆς ἀποσπῶντες. Η δια τοῦτο περιστερᾷ ώμοιώθη τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα δειχθῇ, ὅτι εἰς ἐστιν ἡ τῆς Παλαιᾶς καὶ Καινῆς Διαμάχης Θεός, καὶ εἰς ὑπόμνησιν ἀγάγῃ τοῦ ἐπὶ του Νώε κατακλυσμοῦ. Τότε γὰρ τὴν τοῦ κατακλυσμοῦ λύσιν περιστερά ήγγειλε, κάρφος ἐλαίας ἐπὶ στόματος φέρουσα· καὶ ἐνταῦθα πάλιν ἐν εἴδει περιστερᾶς φανὲν τὸ Πνεῦμα τὸ ἅγιον, λύσιν δηλοῖ τῶν ἁμαρτιῶν. Η διὰ τὸ ἄκακον καὶ πρᾶον, καὶ ὅτι καθαρωτάτη ἐστιν ἡ περιστερά, καὶ ἔνθα δυσωδία ἐστὶν οὐ παραμένει. Πνεῦμα δέ φησιν, οὐχ ἐν τῶν λειτουργικών πνευμάτων, ἀλλ' αὐτὸ τοῦ Θεοῦ τὸ ὁμοούσιον· διὰ δὲ τῆς τοῦ Πατρὸς μαρτυρίας καὶ τῆς τοῦ Πνεύματος καθόδου δείκνυνται τῆς ἁγίας Τριάδος αἱ ὑποστάσεις. Εμαρτύρησε γὰρ ἄνωθεν ὁ Πατήρ, ὅτι ὁ μὲν βαπτιζόμενος Θεὸς ἦν, ὁ δὲ βαπτίζων ἅγιος, τοῦτο δὲ, ἵνα μή τις υποπτεύσῃ, ὅτι Ιωάννης μείζων ἦν τοῦ Χριστοῦ, ὡς βαπτίζων αὐτον μέγαν γὰρ εἶχον τὴν Ἰωάννην οἱ Ἰουδαῖο:, τοῦ δὲ Χριστοῦ οὐ τοσοῦτον ἐφρόντιζον. Ην οὖν ὁ μὲν μαρτυρῶν ὁ Πατήρ, ἡ δὲ μαρτυρούμενος ὁ γίς, τὸ δὲ Πνεῦμα τὸ ἅγιον, τὸ ὑποδεικνύον τὸν μαρτυρουμένων. Τὸ δὲ, ἐν ᾧ εὐδόκησα, ἐν ᾧ ἐπαναπαύο μαι, ἐν ᾧ ἀρέσκομαι λέγει. Καὶ εὐθὺς, κ. τ. λ. 26 Καὶ ἦν μετ' αὐτῶν, ἵνα μάθης, ὅτι ὁ φυλάττων τὸ ἀξίωμα τῆς ψυχῆς φοβε ρὸς μᾶλλον τοῖς θηρίοις ἐστίν· ἄρχειν γὰρ πάντων πρὸ τῆς παρακοῆς ὁ ἄνθρωπος κεκέλευσται. Οἱ δὲ ἄγγελοι, κ. τ. λ. ο
col. 501–502page 8 of 98
PG 123:501καὶ τὸν Ἡγγικεν ἡ βασιλεία τοῦ Θεοῦ. Οὐκ ἔστι δέ ὁ μὲν γὰρ Ἰωάννης τό, Μετανοεῖτε, ἔλεγεν, ὥστε υπου χωρῆσαι ἀπὸ τῶν ἁμαρτιῶν· ὁ δὲ Χριστὸς τὸ, Με τανοεῖτε, λέγει, ὥστε ἀπὸ τοῦ νομικού γράμματος φυγεῖν. Διὸ καὶ προσέθηκε τό, Πιστεύετε ἐν τῷ Εὐαγγελίῳ· ὁ γὰρ μέλλων πιστεῦσαι διὰ τοῦ Εὐαγ γελίου, κατήργηκε τὸν νόμον λοιπόν. Πεπληρώσθαι γάρ φησιν ὁ Κύριος καὶ τὸν καιρὸν τοῦ νόμου ἄχρι γάρ, φησί, τοῦ νῦν ἐνήργει ὁ νόμος, ἀπὸ τοῦ νῦν δὲ ἡ βασιλεία τοῦ Θεοῦ, ἡ κατὰ τὸ Ευαγγέλιον πολιτεία πάρεστιν, ἥτις εἰκότως παρεικάζεται τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ὅταν γὰρ ἴδῃς ὡς ἄσαρκον μικροῦ πολιτευόμενον τὸν κατὰ τὸ Εὐαγγέλιον βιοῦντα, ἄρα οὐκ ἂν εἴποις ὅτι οὗτος τὴν βασιλείαν τῶν οὐρανῶν (ὅτε οὐκ ἔστι βρῶσις ή πόσις) ἤδη ἔχει, κἂν μακρὰν εἶναι δοκῇ; Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλι λαίας, εἶδε Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν (ἦσαν γὰρ ἁλιεῖς), καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων. Καὶ εὐθέως ἀφέντες τὰ δίκτυα αὐτῶν, ἠκολούθησαν αὐτῷ· καὶ προβὰς ἐκεῖθεν ὀλίγον, εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα, καὶ εὐθέως ἐκάλεσεν αὐτούς. Καὶ ἀφέντες τὸν πα τέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μια σθωτῶν, ἀπῆλθον οπίσω αὐτοῦ.» Τοῦ Προδρόμου ἦσαν μαθηταὶ Πέτρος και Ανδρέας. Ιδόντες δὲ τὸν Ἰησοῦν ὑπὸ τοῦ Ἰωάννου μαρτυρηθέντα, προσῆλθον αὐτῷ. Εἶτα ἐπειδὴ Ἰωάννης παρεδόθη, λυπηθέντες ἀνεχώρησαν πάλιν εἰς τὴν οἰκείαν τέχνην. "Οθεν ὁ Χριστὸς ἐκ δευτέρου τούτους καλεῖ. Δευτέρα γάρ ἐστιν αὕτη ἡ κλῆσις. Ορα δὲ αὐτοὺς ἐκ δικαίων πίνων τρεφομένους, ἀλλ᾽ οὐκ ἐξ ἀδίκων· τοιοῦτοι γὰρ οἱ ἄξιοι γίνεσθαι πρώτοι Χριστοῦ μαθηταί. Αφέντες οὖν εὐθέως τὰ ἐν χερσὶν, ἠκολούθησαν αὐτῷ· οὐ γὰρ δεῖ ἀναβάλλεσθαι, ἀλλ᾽ εὐθέως ἀκο λουθεῖν. Μετὰ δὲ τούτους, τὸν Ἰάκωβον σαγηνεύει καὶ τὸν Ἰωάννην, οἱ καὶ αὐτοὶ πένητες ὄντες, όμως ἐγηροτρόφουν τὸν πατέρα. Αφῆκαν δὲ τὸν πατέρα, οὐχ ὅτι καλόν ἐστιν ἀφιέναι τοὺς πατέρας, ἀλλ' ὅτι ἔμελλεν αὐτοὺς ἐμποδίσαι πρὸς τὴν ἀκολούθησιν. Οὕτως οὖν καὶ σὺ ὅταν ἐμποδίζῃ παρὰ τῶν γονέων, ἄφες αὐτοὺς καὶ πρόσδραμε τῷ ἀγαθῷ. Φαίνεται γὰρ ὁ Ζεβεδαῖος μὴ πιστεῦσαι· ἡ μέντοι μήτηρ τῶν ἀποστόλων, πιστεῦσαι, καὶ ἠκολούθει γὰρ ἴσως, τοῦ Ζεβεδαίου ἀποθανόντος. ἴσθι δὲ καὶ τοῦτο, ὅτι πρῶτ τον καλεῖται ἡ πράξις, εἶτα ἡ θεωρία. Οἱ μὲν οὖν περὶ τὸν Πέτρον, τῆς πρακτικῆς εἰσι σύμβολον θερμότατος γὰρ οὗτος, καὶ προπηδῶν τῶν ἄλλων, οἷα δὴ καὶ ἡ πρακτική ἐστιν. Οἱ δὲ περὶ τὸν Ἰωάννην τὴν Ἰωάννης. Καὶ εἰσπορεύονται εἰς Καπερναούμ. Καὶ εὐθέως τοῖς Σάββασιν εἰσελθὼν εἰς τὴν Συναγωγὴν, ἐδίδα θεωρίαν υποσημαίνουσιν· θεολογικώτατος γὰρ ὁ 26 καὶ τὸν καιρὸν τὸν ἀφορισθέντα παρὰ Θεοῦ τῇ πολιτεία τοῦ νόμου, κ. τ. λ. ο
col. 503–504page 9 of 98
PG 123:503σκε· καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. Ἡ γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ες οἱ Γραμματείς.» Πόθεν εἰσπορεύονται εἰς Καπες ναούμ; Ἀπὸ τῆς Ναζαρέτ. Ἐν οὖν τῇ ἡμέρα το Σαββάτου, ὅτε συνήγοντο ἀναγινώσκοντες, τότε εἰτῆλθε διδάξων καὶ ὁ Χριστός. Καὶ γὰρ καὶ ὁ νόμος ἐπὶ τούτῳ ἐν τῷ Σαββάτῳ ἀργεῖν ἐκέλευεν, ἵνα σχολάζωσιν οἱ ἄνθρωποι τῇ ἀναγνώσει, συν αγόμενο: ἐπὶ τὸ αὐτό. Εδίδασκεν οὖν ὁ Κύριος έλεγ κτικῶς, οὐ κολακευτικῶς ὡς οἱ Φας ποι. Προ τρεπόμενος γὰρ εἰς τὸ ἀγαθὸν, ἠπείλει τιμωρίαν τοῖς ἀπειθοῦσιν. Καὶ ἦν ἐν τῇ Συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξε λέγων· Επ, το ἡμῖν καὶ σοι, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσα ἡμᾶς; Οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ. Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, λέγων· Φιμώθητι, καὶ ἔξελθε ἐξ αὐτοῦ. Καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκά θαρτον, καὶ κράξαν φωνῇ μεγάλῃ, ἐξῆλθεν ἐξ αὐτοῦ. Καὶ ἐθαμβήθησαν πάντες, ὥστε συζητεῖν ποῖς ἑαυ τους, λέγοντας· Τί ἐστι τοῦτο; τίς ἡ διδαχή ή καινὴ αὕτη, ὅτι κατ' ἐξουσίαν καὶ τοῖς πνεύματι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ; Ἐξῆλθε δὲ ἡ ἀκοὴ αὐτοῦ εὐθὺς εἰς ὅλην τὴν περί χωρον τῆς Γαλιλαίας ο 'Ακάθαρτα λέγονται τὰ πονηρὰ πνεύματα, διὰ τὸ πάσαις ταῖς αἰσχραῖς ἐφ ήδεσθαι πράξεσιν, ἀπώλειαν δὲ ἑαυτοῦ ἡγεῖται ὁ δαί μων, τὸ ἐξελθεῖν ἐκ τοῦ ἀνθρώπου. ᾿Ανηλεείς γὰρ ὄντες, οἱ δαίμονες κακόν τι πάσχειν οἷοντα:, εἰ μὴ ἐῶνται αὐτοὶ κακοποιεῖν τοὺς ἀνθρώπους. Αλλά δ καὶ ὡς φιλόσαρκοι ὄντες, καὶ τοῖς ἀτμοῖς τοῖς ὑλικοῖς ειωθότες τρέφεσθαι, ἀτροφίαν ἔχουσι πολλή ὅταν μὴ κατοικῶσιν ἐν σώματι· διὸ καὶ ὁ Κύριος φησὶν ὅτι ἐν νηστείᾳ ἐξέρχεται τὸ δαιμόνιον γένος τ οὐκ εἶπε δὲ ὁ μιαρός, ὅτι "Αγιος εἶ, πολλοὶ γὰρ καὶ τῶν προφητῶν ἦσαν ἅγιοι, ἀλλ᾽ Ὁ ἅγιος, μετὰ τῆς τοῦ ἄρθρου προσθήκης, ὁ μόνος καὶ ὡρισμένος 32: Διὰ τῆς προσθήκης τοῦ ἀκα θάρτου τὴν ὁμωνυμίαν διαστέλλει τοῦ πνεύματος. Πνεῦμα γὰρ καὶ ὁ ἀὴρ, πνεῦμα καὶ ἡ ψυχή, πνεῦμα καὶ ὁ ἄγγελος, καὶ Πνεῦμα τὸ ἅγιον. Ἵνα τοίνυν μὴ τῇ κοινότητι εἰς ἄδηλον ἐμπέσωμεν, διὰ τοῦτό φησι, πνεῦμα δαιμονίου ἀκαθάρτου· ἀκάθαρτον γὰρ διὰ τὴν ἀσέβειαν, καὶ τὴν ἀπὸ Θεοῦ ἀναχώρησιν, δι' οἰκείαν προαίρεσιν λέγεται, καὶ διὰ τὸ πά σαις ταῖς αἰσχραῖς καὶ πονηραῖς ἐφήδεσθαι πράξει σιν, κ. τ. λ. 52: Ο μόνος καὶ ὡρισμένος, ἀλλ' ἐπι εστόμισεν αὐτὸν ὁ Χριστός· οὐ γὰρ ἔχρηζεν ἡ ἀλή Γεια τῆς ἀπὸ τῶν πονηρῶν πνευμάτων συστάσεως, οὐδὲ ταῖς τῶν ἀντικειμένων μαρτυρίαις σεμνύνεσθαι ἅμα δὲ καὶ σωτήριον ἡμῖν παραδίδωσι δόγμα, με παντελῶς δαίμοσι πείθεσθαι, μηδ' ἂν τὴν ἀλήθειαν ἐπαγγέλλωνται λέγειν. Ἐπεὶ δὲ ἐλάλει ὡς νήφων, καὶ ὡς καθεστηκώς ἐφθέγγετο, καὶ ἐνόμιζον ἡ πάντες οὐκ ἀπὸ τοῦ δαίμονος, ἀλλ᾽ ἐκ καρδίας τοὺς λόγους ἐκφέρεσθαι, συνεχώρησεν αὐτῷ ρίψαι τὸν ἄνθρωπον, ἵνα δῆλον γένηται, ὅτι δαιμόνιόν ἐστι τὸ λαλῆσαν, καὶ οὐκ ἄνθρωπος ὁ φθεγξάμενος. Εξῆ.2 θεν ἐξ αὐτοῦ, μηδὲν βλάψαν αὐτόν· οὐ γὰρ ἐπειδὴ κατέβαλεν, ἤδη καὶ τραυματίαν ἀπεφήνατο, ἀλλὰ και συνεχώρησεν ο Κύριος διὰ τοὺς παρόντας βλάδην δὲ γενέσθαι οὐκ εἴασεν, ἵνα τοῦ ἐπιτάξαντος φανερωθῇ ἡ ἰσχύς. Καὶ εὐθέως ἐκ τῆς συναγωγής ἐξελθών, κ. τ. λ.
col. 505–506page 10 of 98
PG 123:505Ὁ δὲ Χριστός ἐπιστομίσει αὐτὴν, ἵνα μάθωμεν ότι κἂν ἀληθή λέγωσιν οἱ δαίμονες, επιστομιστέοι. Ρίπτει δὲ αὐτὸν τὸ δαίμονιον καὶ σπαράσσει, ὡς ἂν οἱ βλέποντες, ἰδόντες ποίου κακοῦ ἐλευθεροῦται ὁ ἄνθρωπος, πιστεύσωσι διὰ τὸ θαῦμα Καὶ εὐθέως ἐκ τῆς συναγωγῆς ἐξελθών, ἦλθεν εἰς τὴν οἰκίαν Σίμωνος καὶ ᾿Ανδρέου, μετὰ Ἰακώβου καὶ Ἰωάννου. Ἡ δὲ πενθερὰ τοῦ Σίμωνος κατα έκειτο πυρέσσουσα, καὶ εὐθέως λέγουσιν αὐτῷ περὶ αὐτῆς. Καὶ προσελθών ήγειρεν αὐτήν, κρατήσας τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός εὐθέως, καὶ διηκόνει αὐτοῖς.» Ανεχώρησεν ὡς εἰω θὼς ἦν τῷ Σαββάτῳ πρὸς τῇ ἑσπέρᾳ ἐπὶ ἑστίασιν εἰς τὸν οἶκον τῶν μαθητῶν· ἡ δὲ ὀφείλουσα διακονεῖν, κατείχετο πυρετῷ, ἀλλ' ἐκεῖνος ἰᾶται αὐτήν· ἡ δὲ διακονεῖ αὐτοῖς· δεικνύντος τοῦ λόγου ὅτι, ἐὰν κατεχόμενον νοσήματι ιάσηταί σε ὁ Θεὸς, τῇ ὑγείᾳ κέχρησα πρὸς τὴν τῶν ἁγίων διακονίαν, καὶ πρὸς ὑπηρεσίαν τοῦ Θεοῦ. Πυρέσσει δὲ καὶ ὁ θυμούμενο;, ἐς ἀπὸ τοῦ θυμοῦ προπετής ἐστι τὴν χεῖρα· ἀλλ' ἐὰν ὁ Λόγος κρατήσῃ τῆς χειρὸς αὐτοῦ, καὶ μὴ προ πετῶς ἐκτείνῃ αὐτήν, διακονεῖ τῷ Λόγῳ ὁ πυρέσσων τέως ὑπὸ τοῦ θυμοῦ· ὁ γὰρ θυμώδης, ἐὰν κρατήσῃ αὐτοῦ τῆς χειρὸς ὁ Λόγος, ἀνίσταται, καὶ τότε είχε κονεῖ τῷ λόγῳ ὁ θυμός. Οψίας δὲ γενομένης, ὅτε του ὁ ἥλιος, έφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας, καὶ τοὺς δαιμονιζομένους· καὶ ἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν πρὸς τὴν θύραν, καὶ ἐθεράπευσε πολλοὺς κακῶς Έχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξ άκαλε, καὶ οὐκ ἤφιε λαλεῖν τὰ δαιμόνια ὅτι ᾔδεισαν αὐτόν. ὁ Οὐχ ἁπλῶς πρόσκειται τὸ, Οτε ἔου ὁ ἥλιος, ἀλλ᾽ ἐπειδὴ ἐνόμιζον μὴ ἐξεῖναί τινι θεραπεύειν τῇ ἡμέρᾳ τοῦ Σαββάτου, τούτου ἕνεκεν ἀνέμενον τὴν τοῦ ἡλίου δύσιν, καὶ τότε ἔφερον τους θεραπευθήσου μένους· πολλοὺς δὲ ἐθεράπευσεν, ἀντὶ τοῦ, πάντας οἱ γὰρ πάντες, πολλοί· ἢ οὐ πάντας ἐθεράπευσεν, ἦσαν γάρ τινες ἄπιστοι, οἳ οὐκ ἐθεραπεύθησαν διὰ τὴν ἀπιστίαν αὐτῶν, ἀλλὰ πολλοὺς ἰάτατο ἐκ τῶν προσαχθέντων, δηλονότι τοὺς πίστιν έχοντας. Οὐκ ἡφίει δὲ τὰ δαιμόνια λαλείν, καθὼς εἶπον, διδάσκων 26: Ρέψαι μὲν οὖν συνεχώρησεν ὁ Κύριος, ἵνα δειχθῇ τοῦ ρίψαντος ἡ κακία· βλάψαι δὲ οὐκ εἴασεν, ἵνα φανῇ τοῦ ἀπελαύνοντος αὐτὸν ἡ δύναμις. Έκραξε δὲ φωνῇ μεγάλῃ μαστιχθὲν ὑπὸ τῆς Δεσποτικῆς φωνῆς. Οὐκ εἶπε δὲ τί ἔκραξεν, ὡς άσημα κράξαντος. Εθαύμαζον δὲ πάντες, καὶ διδα χὴν κοινὴν ἔλεγον τὴν τοῦ Χριστοῦ, ὡς παραλλάττουσαν τῆς διδαχῆς τῶν Φαρισαίων, ἢ τῆς τοῦ βαπτιστοῦ Ἰωάννου· οἱ μὲν γὰρ ἐδίδασκον μόνον, ὁ δὲ Χριστὸς ἔτι καὶ δαίμονας ἀπήλαυνε κατ' ἐξουσίαν ἐξουσιαστικὴν γὰρ τὸ, Φιμώθητι. Καὶ εὐθέως, κ. τ. λ. 26: Σκόπει δὲ πῶς τὸ δαιμόνιον οὐ συντάττει ταῖς ἄλλαις νόσοις, ἀλλ᾿ ἰδίως αὐτὸ τίθησιν, ὡς χαλεπώτατον. Οὐκ ἠρίει δὲ, κ. τ. διο
col. 507–508page 11 of 98
PG 123:507ὁ ἡμᾶς μὴ πιστεύειν αὐτοῖ;, κἂν ἀληθῆ λέγωσιν. Εἰ γὰρ εὕρωσί τινας ὅλως πιστεύοντας αὐτοῖς, τί οὐκ ἂν ποιήσαιεν, τοῖς ἀληθεῦσι παραμιγνύντες οἱ κατ άρατοι τὰ ψευδῆ; Οὕτω καὶ ὁ Παῦλος εκώλυσε τὸ πνεῦμα τοῦ Πύθωνος, λέγοντος· Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν· οὐ γὰρ ἤθελεν ὁ ἅγιος ἀπὸ ἀκαθάρτου στόματος συνίσταθαι καὶ μαρτυρεῖσθαι. Καὶ πρωί ἔννυχον λίαν ἀναστὰς, ἐξῆλθε, κα ἀπῆλθεν ὁ Ἰησοῦς εἰς ἔρημον τόπον, κἀκεῖ προσο ηύχετο, καὶ κατεδίωξαν αὐτὸν ὁ Σίμων, καὶ οἱ μετ' αὐτοῦ. Καὶ εὑρόντες αὐτὸν, λέγουσιν αὐτῷ, ὅτι Πάντες σε ζητοῦσι· καὶ λέγει αὐτοῖς· Αγωμεν εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω, εἰ; τοῦτο γὰρ ἐλήλυθα. Καὶ ἦν κηρύσσων ἐν ταῖς συν αγωγαῖς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν, καὶ τὰ δαιμό για εκβάλλων.» Μεθὸ ἐθεράπευσε τοὺς νοσούντας. ἀναχωρεῖ ἰδίᾳ διδάσκων ἡμᾶς μὴ πρὸς ἐπίδειξιν τι ποιεῖν· ἀλλὰ κἂν ποιήσωμέν τι ἀγαθόν, λαν θάνειν σπεύδειν. Καὶ προσεύχεται δὲ, δεικνύων ἡμῖν ὅτι τῷ Θεῷ δεῖ ἀνατιθέναι ἐάν τι ἀγαθὸν ποιήσωμεν, καὶ λέγειν πρὸς ἐκεῖνον, ὅτι πᾶσα δόσις ἀγαθὴ ἄνω θέν ἐστιν ἐκ σοῦ καταβαίνουσα· οὐ γὰρ δὴ αὐτὸς ἐκεῖνος ἐδεῖτο προσευχῆς. Ζητοῦσι δὲ αὐτὸν τοῖς ὄχλοις καὶ ποθοῦσιν, οὐκ ἐπιδίδωσιν ἑαυτὸν, ἀλλ ἀποδέχεται μὲν, βαδίζει δὲ ὅμως καὶ ἐπὶ τοὺς ἄλλους τοὺς δεομένους θεραπείας καὶ διδασκαλίας. Οὐ γὰρ δεῖ ἑνὶ τόπῳ περιγράφειν τὴν διδασκαλίαν, ἀλλὰ πανταχοῦ ἐκτείνειν τὰς τοῦ λόγου ἀκτῖνας. Ορα δὲ ο πῶς συμπλέκει τῇ διδασκαλίᾳ τὴν πράξιν. κηρύσσων γάρ, εἶτα καὶ τὰ δαιμόνια εξέβαλε. Οὕτως οὖν καὶ σύ, μετὰ τοῦ διδάσκειν, καὶ πρᾶττε, ἵνα μὴ μάταιος ᾖ σου ὁ λόγος. Εἰ μὴ γὰρ καὶ θαύματα ἐπο εδείκνυτο ὁ Χριστὸς, οὐκ ἂν ὁ λόγος αὐτοῦ ἐπιστεύετο. Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρός, παρακαλῶν αὐτὸν, καὶ γονυπετῶν αὐτὸν, καὶ λέγων αὐτῷ, ὅτι Ἐὰν θέλῃς, δύνασαι με καθαρίσαι· ὁ δὲ Ἰησοῦς σπλαγχνισθεὶς, εκτείνας τὴν χεῖρα, ἥψατο αὐτοῦ, καὶ λέγει αὐτῷ· Θέλω, καθαρίσθητι. Καὶ εἰπόντος αὐτοῦ, εὐθέως ἀπῆλθεν ἀπ᾿ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσ σθη. ο Ευγνώμων ὁ λεπρὸς καὶ πιστός, διὸ οὐκ εἶπε, ὅτι Ἐὰν αἰτήσῃ τὸν Θεὸν, ἀλλ᾽, Ἐὰν θέλῃς, ὡς θεῷ πιστεύων αὐτῷ. Απτεται δὲ αὐτοῦ ὁ Χριστὸς Πνεύματος 31. 32: Αναχωρεῖ ἰδίᾳ καὶ προσεύχεται, οὐκ αὐτὸς τούτου δεόμενος (αὐτὸς γὰρ ὁ τὰς παρὰ τῶν λογικῶν δεχόμενος λιτής), αλλ' οικονομικώς τοῦτο ποιῶν καὶ διδάσκων ἡμᾶς μὴ πρὸς ἐπίδειξίν τι ποιεῖν, ἀλλὰ κἂν ποιήσωμέν τι ἀγαθὸν, καὶ λαν θάνειν σπεύδειν· καὶ δεικνύων, ὅτι τῷ Θεῷ δεῖ ἀνα ειθέναι τοῦτο τὸ ἀγαθὸν, καὶ λέγειν πρὸς ἐκεῖνον, ὅτι Πᾶσα δόσις ἀγαθὴ ἄνωθέν ἐστι καταβαίνουσα. Εἰ δὲ ὁ μὲν Μάρκος λέγει τοὺς ἀποστόλους αὐτὸν καταλαβεῖν, καὶ λέγειν, ὅτι Πάντες σε ζητοῦσιν, ὁ δὲ Ματθαῖος τοὺς ὄχλους, οὐκ ἐναντία φασὶν ἀλλή γεις, ἐνδέχεται γὰρ μετὰ τοὺς ἀποστόλους καὶ τὸν ἔχλον κατὰ πίδας ἀκολουθήσαντα φθάσαι. Ο δὲ Κύριος έχαιρε μὲν κατεχόμενος ὑπὸ τοῦ ὄχλου, ἀλλ᾽ οὐκ ἐπιδίδωσιν αὐτοῖς ἑαυτὸν, βαδίζει δὲ ἐπὶ τοὺς ἄλλους, ἵνα κἀκεῖνοι τῆς διδασκαλίας μετάσχωσιν. Οὐ γὰρ δεῖ ἑνὶ τόπῳ περιγράφειν τὴν διδασκαλίαν, κ. τ. λ. 32: "Απτεται δὲ αὐτοῦ ὁ Χριστός, καὶ
col. 509–510page 12 of 98
PG 123:509ΕΠΟ ἵνα δείξῃ ὅτι οὐδὲν ἀκάθαρτον· ὁ γὰρ νόμος ἐκέλευε μὴ ἅπτεσθαι τοῦ λεπροῦ, ὡς ἀκαθάρτου· ἀλλ' ὁ Σωτήρ δεικνύων ὅτι ἀκάθαρτον οὐδέν ἐστι κατὰ φύσιν, καὶ ὅτι τὰ τοῦ νόμου καταργεῖσθαι δεί παρα τηρήματα καὶ ὡς ταῦτα κρατεῖ κατὰ ἀνθρώπων ψιλῶν, ἅπτεται τοῦ λεπροῦ, καίτοιγε ὁ Ἑλισσαῖος τοσοῦτον ἐδεδοίκει τὸν νόμον, ὥστε καὶ τὸν Νεεμάν μηδὲ ἰδεῖν ὑπομεῖναι, λεπρὸν ὄντα καὶ δεόμενον θεραπείας. ἱ Καὶ ἐμβριμησάμενος αὐτῷ, εὐθέως ἐξέβαλεν αὐτὸν, καὶ λέγει αὐτῷ· "Ορα μηδενί μηδὲν εἴπης, ἀλλ' ύπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμού σου & προσέταξε Μωσῆς, εἰς μαρτύριον αὐτοῖς· ὁ δὲ ἐξελθὼν ήρξατο κηρύσσειν πολλά, καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐ τὴν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλ' ἔξω ἐν ἐρήμοις τόποις ἦν, καὶ ἤρχοντο πρὸς αὐτὸν παν ταχόθεν.» Καὶ διὰ τούτων διδασκόμεθα μὴ ἐπιδείκνυσθαι ὅταν τινὶ ἀγαθὸν ἐνδειξώμεθα. Ἰδοὺ γὰρ καὶ αὐτὸς παραγγέλλει τῷ καθαρισθέντι, μὴ φημί ζειν αὐτόν. Καίτοιγε ᾔδει ὅτι ἐκεῖνος οὐ πεισθήσεται, ἀλλὰ φημίσει· ὅμως, ὡς εἶπον, παιδεύων ἡμᾶς τὸ ἀφιλόκομπον, παραγγέλλει μηδενὶ εἰπεῖν. Πλὴν δεῖ τὸν εὐεργετηθέντα εὐγνωμονεῖν καὶ εὐχαριστεῖν, κἂν ὁ εὐεργετήσας μή χρήζῃ. Καὶ γὰρ ὁ λεπρὸς, εἰ καὶ ὁ Κύριος παρήγγειλεν, ἀλλ' αὐτὸς διεφήμισε τὸ εὐεργέτημα. Αποστέλλει δὲ αὐτὸν πρὸς τὸν ἱερέα, διότι ὁ νόμος ἐκέλευεν, ἐὰν μὴ ὁ ἱερεὺς ἀποφήσηται καθαρόν γενέσθαι τὸν τέως λεπρόν, μὴ ἐξεῖναι ἄλλως εἰσέρχεσθαι αὐτὸν εἰς τὴν πόλιν, ἀλλ' ἀπελαύνεσθαι. Προστάττει δὲ καὶ τὸ δῶρον προσενεγκεῖν, ὃ ἐξ ἔθους εἶχον οἱ καθαρισθέντες προφέρειν, ὡσὰν μαρτύριον εἴη τοῦτο, ὡς οὐκ ἔστιν ἀντίθετος τῷ νόμῳ, ἀλλὰ τοσοῦτον στέργει αὐτὴν, ὥστε καὶ τὰ ὑπὸ τοῦ νόμου κελευόμενα καὶ αὐτὸς προστάττει. ΚΕΦΑΛ. Β'. Περὶ τοῦ παραλυτικοῦ. Περὶ τοῦ Ἰησοῦ συν εσθίοντος τοῖς τελώναις. Περὶ τῶν μαθητῶν τιλλόντων τους στάχυας ἐν Σαββάτῳ Καὶ εἰσῆλθε πάλιν εἰς Καπερναούμ δι᾿ ἡμερῶν, καὶ ἠκούσθη ὅτι εἰς οἰκόν ἐστι, καὶ εὐθέως συνήχθη οἱ λόγῳ ἐπάγει τὴν ἴασιν, διὰ τὸ εἰπεῖν ἐν τῷ νόμῳ τὸν Μωσήν, τὸν ἁπτόμενον λεπροῦ ὅλην τὴν ἡμέραν ἀκάθαρτον εἶναι, καὶ ἑσπέρας λουσάμε τον καθαρθῆναι. Ἵνα οὖν δείξῃ, ὅτι ἀκαθαρσία κατὰ φύσιν οὐκ ἔστιν, ἅπτεται αὐτοῦ, καὶ ὁ νόμος οὐκ ἦν κατ' αὐτοῦ, ἀλλὰ κατὰ τῶν ψιλῶν ἀνθρώπων, καὶ οὐχ ὡς δοῦλος, ἀλλ' ὡς Κύριος θεραπεύει, επί τηδες ἅπτεται τοῦ λεπρού, μὴ χρείαν ἔχων τῆς ἀφῆς πρὸς τὴν τῆς θεραπείας ἐνέργειαν. Τὸν γὰρ Νεεμᾶν ὁ Ελισαίος τὴν τοῦ νόμου φυλάττων ἀκρίβειαν οὐδὲ Ανέσχετο θεάσασθαι λεπρὸν ὄντα καὶ δεόμενον θερα πείας· ἐδεδοίκει γὰρ τὸν νόμον· διὸ καὶ ἔπεμψεν αὐτὸν εἰς τὸν Ἰορδάνην λουσόμενον· ὁ δὲ Κύριος επίτηδες ἅπτεται τοῦ λεπρού, διδάσκων ἡμᾶς, ὅτι ψυχῆς ἐπιμελεῖσθαι χρὴ, καὶ τὸν ἔξωθεν ἀπαλλαγέν τα καθαρμῶν ἀποσμήχειν ἐκείνην. Καὶ ἐμβριμησάμενος αὐτῷ, κ. τ. λ. χιν) Ει

Chapter IICaput II

col. 511–512page 13 of 98
PG 123:511σαν πολλοί, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν δι' ἡμερῶν, θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον, καὶ ἔρχονται πρὸς αὐτὸν, παραλυτικόν φέροντες, αιρόμενον ὑπὸ τεσσάρων· καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν την στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες, χαλῶσι τὸν κράββατον ἐφ᾽ ᾧ ὁ παρα λυτικός κατέκειτο. Ἰδὼν δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν, λέγει τῷ παραλυτικῷ· Τέκνον, ἀφέωνταί σο αἱ ἁμαρτίας σου.» Τί ἐστι τὸ, δι᾿ ἡμερῶν; ἀντὶ τοῦ, διελθουσῶν ἡμερῶν τινων. Ἐπεὶ δὲ εἰσῆλθεν, ἀκούσαντες ὅτι ἐν οἴκῳ ἐστὶ, συνέδραμον, προσδι κήσαντες ῥᾷον ἐντυχεῖν αὐτῷ. Πολλὴ δὲ ἡ πίστις τῶν ἀνδρῶν, ὥστε καὶ τὴν στέγην όρύξαι καὶ χαλά σαι, διὸ καὶ ὁ Κύριος θεραπεύει, ἰδὼν τὴν πίστιν αὐτῶν τῶν κομισάντων, ἢ καὶ ἐκείνου τοῦ παραλυτικοῦ. Καὶ γὰρ κἀκεῖνος οὐκ ἂν ἐδέξατο· ἀρθῆναι, εἰ μὴ ἐπίστευσεν ὡς ἰαθήσεται. Πολλάκις γὰρ διὰ τὴν τοῦ προσφέροντος πίστιν, ἰᾶται τους προσφερομένους, ἀπίστους ὄντας· πολλάκις δὲ τοὐναντίον, διὰ τὴν τοῦ προσφερομένου, καίτοι ἀπίστων ὄντων τῶν προσφερόντων. Πρῶτον δὲ τὰς ἁμαρτίας ἀφίησι τῷ ἀῤῥώστῳ, εἶτα καὶ τὴν νόσον θεραπεύει. Καὶ γὰρ ἐξ ἁμαρτιῶν τὰ χαλεπώτερα τῶν ἀρρωστημάτων ὡς ἐπὶ τὸ πλεῖστων γίνονται, ὥσπερ καὶ τὸν παρά τῷ Ἰωάννῃ παράλυτον, ἐξ ἁμαρτιῶν παρεθήνα φησιν ὁ Κύριος. Οὐκ ἔστι γὰρ εἷς ὁ παρὰ τῷ Ἰωάννη, καὶ ὁ νῦν μνημονευόμενος, ἀλλ᾽ ἕτερος καὶ ἕτερος. Ὁ μὲν γὰρ παρὰ τῷ Ἰωάννῃ, οὐκ εἶχεν ἄνθρωπον ὁ δὲ νῦν, τέσσαρας ἔχει· καὶ ὁ μὲν, ἐν τῇ προβατικῇ, ὁ δὲ νῦν, ἐν οἰκίᾳ· καὶ ὁ μὲν, ἐν Καπερναούμ, ὁ δὲ, ἐν Ἱεροσολύμοις, καὶ ἄλλας δ' ἂν εὔροις διαφοράς. Πλήν γίνωσκε ὅτι ὁ παρὰ τῷ Ματθαίῳ, καὶ ὁ νῦν μνημονευόμενος παρὰ τῷ Μάρκῳ, εἰς ἐστιν. ῃ Τα Ησαν δέ τινες τῶν Γραμματέων ἐκεῖ καθήμενοι, καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν· Τί οὗτος οὕτω λαλεῖ βλασφημίας; Τίς δύναται ἀφιέναι ἁμαρ τίας, εἰ μὴ εἷς ὁ Θεός; Καὶ εὐθέως ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ, ὅτι οὕτως αὐτοὶ διαλογίζονται ἐν ἑαυτοῖς, εἶπεν αὐτοῖς· Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, Ἀφέωνταί σοι αἱ ἁμαρτίαι, ἢ εἰπεῖν Εγειραι, καὶ ἆρόν που τον κράββατον, καὶ περιπάτει; Ινα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιένα: ἁμαρτίας, λέγει τῷ παραλυτικώ Σου λέγω, Εγειραι, καὶ ἄρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκον σου. Καὶ ηγέρθη εὐθέως, καὶ ἄρας τὸν κράββατον, ἐξῆλθεν ἐναντίον πάντων, ὥστε ἐξίστασθαι πάντας, καὶ δοξάζειν τὸν Θεὸν, λέγοντας ὅτι οὐδέποτε οὕτως ἴδομεν.» Οἱ μὲν Φαρισαῖο: ὡς βλάσφημον διέβαλλον τὸν Κύριον, ὅτι ἡφίε: ἁμαρτία;" μόνου γὰρ Θεοῦ τὸ ἀφιέναι ἁμαρτίας· ὁ δὲ Κύριος καὶ ἄλλο τεκμήριον δίδωσι τοῦ εἶναι Θεὸς, τὸ τὰς καρδίας αὐτῶν γινώσκειν· Θεὸς γὰρ μόνος οἶδε τὰ ἐγκάρδια ἑκάστου, ὡς καὶ ὁ προφήτης λέγει· Σ ἐπίσταται καρδίας μονώτατος. Αλλ' ἐκεῖνοι καίτοι ἀνακαλυφθέντων τῶν ἐν ταῖς καρδίαις αὐτῶν, ὅμως
col. 513–514page 14 of 98
PG 123:513αναίσθητοι μένουσι, μὴ συγχωροῦντες τὸ καὶ ἁμαρτήματα δύνασθαι θεραπεύειν τῷ τὰς καρδίας αὐτῶν εἰδότι. Πιστοῦται μέντοι καὶ βεβαιοῖ ὁ Κύριος διὰ τοῦ τὸ σῶμα θεραπεῦσαι, τὸ καὶ τὴν ψυχὴν αὐτοῦ ιάσασθαι, διὰ τοῦ ἐμφανοῦς τὸ ἀφανές βεβαιώσας, καὶ διὰ τοῦ εὐχερεστέρου τὸ δυσχερέστε μον, κἂν ἐκείνοις οὐχ οὕτως ἐδόκει. Οἱ γὰρ Φαρισαῖοι δυσχερέστερον ᾤοντο τὸ σῶμα θεραπεῦσαι, ὡς φαι νόμενον· τὸ δὲ τὴν ψυχὴν εἰπεῖν θεραπευθῆναι, ευχερές, διότι ἀφανής ἦν ἡ θεραπεία. Ὥστε καὶ τοιαῦτα ἂν ἴσως διελογίζοντο· Ἰδοὺ ὁ πλάνος, ἀφῆκε τὸ θεραπεῦσαι τὸ σῶμα, τὸ φανερὸν, καὶ θεραπεύει ‹ τὴν ἀφανῆ ψυχήν, λέγων· ο 'Αφέωνταί σοι αἱ ἁμαρ τίαι. Πάντως γὰρ εἰ ἠδύνατο, τὸ σῶμα ἂν ἐθεράπευσε, καὶ οὐ κατέφυγεν εἰς τὸ ἀφανές. Ο γον Σωτὴρ δεικνύων αὐτοῖς ὅτι ἀμφότερα δύναται, φησί?; Τί ἐστιν εὐκοπώτερον, τὸ θεραπεῦσαι σῶμα, ἢ ψυ χήν Πάντως τὸ θεραπεῦσαι σῶμα, ἀλλ' ὑμῖν δοκεῖ το ναντίον. Ἐγὼ τοίνυν διὰ τοῦ τὸ σῶμα θεραπεῦσαι, ὅπερ τῇ μὲν ἀληθείᾳ εὐχερές, δυσχερὲς δὲ δοκεῖ ὑμῖν, πιστώσομαι καὶ τὴν τῆς ψυχῆς θεραπείαν, στις δυσχερή; μὲν, διὰ δὲ τὸ ἀφανὴς εἶναι καὶ ἀν έλεγκτος, δοκεῖ εὐχερής. Τότε γοῦν λέγει τῷ παραλυτικῷ· Εγειραι καὶ ἄρον τὸν κράββατόν σου, εἰς πίστωσιν πλείονα τοῦ θαύματος, ὅτι οὐ κατά φαντασίαν ἐστί· καὶ ἅμα ἵνα δείξῃ ὅτι οὐ μόνον ἰάσατο, ἀλλὰ καὶ δύναμιν ἐνέθηκεν. Οὕτως οὖν ποιεῖ καὶ ἐπὶ τῶν ψυχικῶν ἀῤῥωστημάτων· οὐ μόνον ἀπαλ λάττει ἡμᾶς τῶν ἁμαρτιῶν, ἀλλὰ καὶ δύναμιν ἐντί θησιν εἰς τὸ ἐργάζεσθαι τὰς ἐντολάς. Δύναμαι οὖν κἀγὼ παράλυτος ὧν ἰαθῆναι. Ἔστι γὰρ καὶ νῦν ὁ Χριστὸς ἐν Καπερναούμ, τῷ οἴκῳ τῆς παρακλήσεως, τουτέστι τῇ Ἐκκλησίᾳ· οἶκος γὰρ τοῦ Παρακλήτου, ἡ Ἐκκλησία· εἰμὶ δ' ἐγὼ παράλυτος, τὰς τῆς ψυχῆς; δυνάμεις ανενεργήτους καὶ ἀκινήτους ἔχων πρὸς τὸ καλόν· ἀλλ᾽ ἐὰν ὑπὸ τῶν τεσσάρων εὐαγγελιστῶν ἀρθῶ, καὶ ἀπαχθῶ πρὸς τὸν Κύριον, τότε ἀκούσω Τέκνον (υἱὸς γὰρ τοῦ Θεοῦ γίνομαι διὰ τῆς τῶν ἐντολῶν ἐργασίας), καὶ ἀφεθήσονταί μοι αἱ ἁμαρτίαι. ᾿Αλλὰ πῶς ἀπαχθήσομαι ἔμπροσθεν τοῦ Ἰησοῦ; Εάν τὴν στέγην ἀνορύξωσι. Τίς δὲ ἡ στέγη; Ὁ νοῦς ὁ ὑπερκείμενος πάντων τῶν ἐν ἡμῖν. Οὗτος δὲ ἔχει χουν πολὺν καὶ κεράμους, τὰ γήϊνα λέγω πράγματα ἀλλ' ἐὰν ἀποσκευασθῶσι ταῦτα πάντα, καὶ ἀνορυχθῇ ἐν ἡμῖν τοῦ νοῦ δύναμις καὶ ἀποφορτισθῇ, εἶτα χαλασθῶ, τουτέστι, ταπεινωθῶ· οὐ γὰρ δεῖ ἐπαρθῆναι διότι ἡ στέγη τοῦ νοῦ ἀπεφορτίσθη, ἀλλὰ μεθὰ ἀπο φορτισθῶ, ὀφείλω χαλασθῆναι, τουτέστι ταπεινωθῆναι. Τότε τοίνυν ἰαθήσομαι, καὶ ἀρῶ τὸν κράββα τον, ἤτοι τὸ σῶμα, πρὸς τὴν τῶν ἐντολῶν ἐργασίαν κινῶν αὐτό. Οὐ γὰρ δεῖ μόνον ἐγερθῆναι ἀπὸ τῆς ἁμαρτία;, καὶ νοῆσαι ὅτι ἁμαρτάνομεν, ἀλλὰ καὶ σαν κράββατον, τουτέστι τὸ σῶμα, ἆραι εἰς ἐργασίαν τοῦ καλοῦ. Τότε τοίνυν καὶ εἰς θεωρίαν φθάσαι δυο νησόμεθα, ὥστε πάντας τοὺς ἐν ἡμῖν λογισμούς λέγειν, ὅτι οὐδέποτε οὕτως εἴδομεν, τουτέστιν, οὐδέ ποτε οὕτως ἐνοήσαμεν ὡς νῦν, ὅτε παράλυτοι ὄντες ἰσθημεν Ο γὰρ τῶν ἁμαρτιῶν καθαρθεὶς, ἐκεῖνος ὁρᾷ τῷ ὄντι. Καὶ ἐξῆλθε πάλιν παρὰ τὴν θάλασσαν, καὶ πᾶς 6 δλος έρχεται πρὸς αὐτὸν, καὶ ἐδίδασκεν αὐτούς.
col. 515–516page 15 of 98
PG 123:515Καὶ παράγων ὁ Ἰησοῦς εἶός Λευὶ τὸν τοῦ ᾿Αλφαίου, καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ· 'Ακο λούθει μοι. Καὶ ἀναστὰς, ακολούθησεν αὐτῷ. Καὶ ἐγένετο ἐν τῷ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. Ησαν γὰρ πολλοί, καὶ ἠκολούθησαν αὐτῷ. Καὶ οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι, ἰδόντες αὐτὸν ἐσθίοντα μετὰ τῶν τελωνών καὶ ἁμαρτωλῶν, ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· Τί ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει; καὶ ἀκούσας ὁ Ἰησοῦς, λέγει αὐτοῖς· Οὐ χρείαν ἔχου σιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετά νοιαν.» Μετὰ τὸ τελέσαι τὸ ἐπὶ τῷ παραλυτικῷ θαῦμα ὁ Κύριος εξέρχεται παρὰ τὴν θάλασσαν, τάχα θέλων ἰδιάσαι, ἀλλ' ὁ ὄχλος συντρέχει πάλιν, ἵνα σύ μάθῃς ὅτι ὅσον ἀποφεύγεις τὴν δόξαν, τοσοῦτον αὕτη καταδιώξεται σε. Εἰ μέντοι διώκεις αὐτὴν σύ, ἀπο φεύξεται σε εκείνη. Ωσπερ οὖν καὶ ὁ Κύριος έφευγε παρὰ τὴν θάλασσαν, καὶ πάλιν ὁ ὄχλος αὐτὸν κατ εδίωκεν· οὐ μὴν ἀλλὰ καὶ ἐκεῖθεν ἔφυγε. Καὶ παρά γων ἐξώγρησε τὸν Ματθαῖον ὁ Λευὶ γὰρ ὁ παρὰ τῷ Μάρκῳ νυνὶ λεγόμενος, ὁ Ματθαῖός ἐστι, διώνυμος γὰρ ἦν. Ὁ μὲν οὖν Λουκᾶς καὶ ὁ Μάρκος, Λευὶ αὐτ τὸν ὀνομάζουσι, συγκαλύπτοντες τὸ ὄνομα. Αὐτὸς δὲ ἐκεῖνος, οὐκ αἰσχύνεται, ἀλλὰ τὸ καθ᾿ ἑαυτὸν ἀπαγ γέλλει· ἐθεάσατο γάρ, φησίν, ὁ Ἰησοῦς Ματθαίον τὴν τελώνην. Οὕτως οὖν καὶ ἡμεῖς μὴ ἐπαισχυνώμεθα ἐξαγορεύειν τὰς οἰκείας ἁμαρτίας· ἐκάθητο δὲ ἐπὶ τὸ τελώνιον ὁ Λευί, ὡς ἔοικεν, ἀπαιτῶν τι νας, ἢ λογοπραγών, ἢ ἄλλο τι ποιῶν ὧν ειώθασιν τελῶναι ἐν τοῖς οἰκείοις ἐργαστηρίοις ποιεῖν. Ὁ δὲ οὕτως ἦν διεγηγερμένος, ὥστε καταλείψας πάντα ἠκολούθησεν, οἷα δὲ εὐφραινόμενος, συνεκάλεσε πολλοὺς εἰς ἑστίασιν. Οἱ δὲ Φαρισαῖοι αἰτιῶνται, καθαροὺς δῆθεν ἑαυτοὺς ποιοῦντες. Ὁ δὲ Κύριος, Οὐκ ἦλθον, φησί, καλέσαι δικαίους, τουτέστιν ὑμᾶς τοὺς δικαιοῦντας ἑαυτοὺς (κατ' ειρωνείαν γὰρ τοῦτό φησιν, ἀλλὰ ἁμαρτωλούς), καλέσαι δὲ αὐτοὺς, οὐχ ἵνα μένωσιν ἁμαρτωλοί, ἀλλ' εἰς μετάνοιαν, τουτέστιν ἵνα ἐπιστραφῶσιν. Ἵνα γὰρ μὴ νομίσης ότι καλεῖ μὲν τοὺς ἁμαρτωλούς, οὐδὲν δὲ αὐτοὺς βελτιον, φησὶ τὸ, εἰς μετάνοιαν. Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν 32: Ζητητέον οὖν εἰ ὁ αὐτὸς τελώ. νης ἐπὶ παρὰ τοῖς τρισί, καλούμενος ὁ Ματθαῖος Λευί, καὶ Ἰάκωβος· καὶ εἰ υἱὸς ἦν Αλφαίου Δίο ωνυμίας κατὰ τὴν Γραφὴν καὶ ἐπ' ἄλλων ἔστιν εὑρεῖν, ὡς ἐπὶ τοῦ πενθεροῦ Μωσέως, ποτὲ μὲν ὀνομαζομένου Ιοθόρ, ποτὲ δὲ Ῥαγουὴλ, ὁμοίως καὶ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν περὶ "Αδερ καὶ Ἱεροβοάμ· οὐ γάρ εἰσι δύο, ἀλλ' εἷς, ἀμφοτέροις τοῖς ὀνόμασι καλούμενος. Ἐκ τοῦ οὖν διαφωνίαν ἔχειν τὸ κατὰ Μάρκον Εὐαγγέλιον ἐν τῷ καταλόγῳ τῶν δώδεκα ἀποστόλων, ὡς ἐν τισὶ μέν, «Καὶ παράγων εἶδεν Ἰάκωβον τὸν ᾿Αλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, ο ἐν τισὶ δὲ, Ματθαῖον τὸν τελώνην, ἐρεῖ τις, ὅτι δύο ἦσαν ἐκ τῶν δώδεκα τελῶναι, Ματθαῖος καὶ Ἰάκωβος ὁ τοῦ Αλο φαίνο· ὅπερ οὐκ ἔστιν· εἷς γὰρ καὶ ὁ αὐτός ἐστι. Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου, κ. τ. λ. ο (α)
col. 517–518page 16 of 98
PG 123:517Φαρισαίων νηστεύοντες, καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ· Διατί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισ σαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσι; Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ' αὐτῶν ἐστι, νησ στεύειν; ὅσον χρόνον μεθ᾿ ἑαυτῶν ἔχουσι τὸν νυμ φίον, οὐ δύνανται νηστεύειν. Ελεύσονται καὶ ἡμέ ραι ὅταν ἀπαρθῇ ἀπ' αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις.» Καὶ οἱ τοῦ Ιωάννου μαθηταὶ ἀτελέστερον διακείμενοι, τοῖς Ἰουδαϊκοῖς ἐνέμενον ἔθεσιν· ὅθεν προσέρχονται τις νες τῷ Χριστῷ, εἰς ὑπόδειγμα τούτους ἄγοντες, καὶ αιτιώμενοι διατί οἱ μαθηταὶ αὐτοῦ οὐ νηστεύουσιν Επίσης αὐτοῖς. Ὁ δὲ, νῦν μέν φησιν, Νυμφίος εἰμὶ ἐγώ, καὶ δεῖ αὐτοὺς εὐθυμεῖν, καὶ μὴ νηστεύειν ὅταν δὲ ἀρθῶ ἐγὼ ἀπὸ τοῦ βίου τούτου, τότε πει ρασμοῖς περιπεσόντες, καὶ νηστεύσουσι καὶ θλιβή σονται. Νυμφίον μὲν οὖν ἑαυτὸν ὀνομάζει, οὐ μόνον ὡς νυμφευόμενον τὰς παρθένους ψυχάς, ἀλλὰ καὶ διότι ὁ καιρὸς τῆς πρώτης παρουσία; αὐτοῦ, οὐ πένθους, οὐδὲ σκυθρωπότητός ἐστι· τοῖς εἰς αὐτὸν πιστεύουσιν, οὐδὲ κόπους ἔχων, ἀλλ᾽ εὐκόπως καὶ χωρὶς ἔργων τῶν τοῦ νόμου, διὰ τοῦ βαπτίσματος ἀναπαύων ἡμᾶς. Ποιος γὰρ πόνος βαπτίσασθαι; ἀλλ᾽ ὅμως διὰ τοῦ εὐχερούς τούτου, σωτηρίαν ευρίσκο μεν. Υἱοὶ δὲ νυμφῶνος, οἱ ἀπόστολοι, ὡς τῆς χαρᾶς τοῦ Κυρίου καὶ αὐτοὶ καταξιούμενοι, καὶ παντὸς ἐπουρανίου ἀγαθοῦ καὶ πάσης ἡδονῆς μέτοχοι. Νόει δὲ καὶ οὕτως, ὅτι πᾶς ἄνθρωπος, ὅταν τὴν ἀρετὴν ἐργάζηται, υἱὸς νυμφῶνός ἐστιν. Ἕως μὲν οὖν ἔχει μεθ᾿ ἑαυτοῦ τὸν νυμφίον Χριστόν, οὐ νηστεύει, τουτ ἐστιν, οὐ τὰ τῆς μετανοίας ἔργα ἐπιδείκνυται. Πῶς γὰρ ὁ μὴ πταίων; Ὅταν δὲ ἀρθῇ ἀπ' αὐτοῦ ὁ νυμφίος Χριστός, εἰς ἁμαρτίαν δηλαδὴ ὀλισθήσαντος, τότε νηστεύει καὶ μετανοεί, ἵνα τὴν ἁμαρτίαν ἰάσηται. Οὐδεὶς ἐπίβλημα ράκους ἀγνάφου ἐπιῤῥάπτει ἐπὶ ἱματίῳ παλαιῷ, εἰ δὲ μή, αἴρει τὸ πλήρωμα αυτ τοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνε ται. Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς πα λαιούς· εἰ δὲ μὴ, βήσσει ὁ νέος τοὺς ἀσκούς, καὶ ὁ οἶνος ἐκχεῖται, καὶ οἱ ἀσκοὶ ἀπολοῦνται· ἀλλὰ οἶνον νέον εἰς ἀσκούς καινούς βλητέον. ο Ωσπερ, φησίν, εἰ ῥάκο; ἄγναφον, τουτέστι καινὸν, ἐπιβληθείη ίμα τίῳ παλαιών, διαῤῥήγνυσι τοῦτο τῇ οἰκείᾳ στερρότητι, οἶνός τε νέος τῇ αὐτοῦ θερμότητι τοὺς ἀσκούς πα λαιούς διαῤῥήσσει, οὕτω καὶ οἱ μαθηταί μου οὔπω γεγόνασιν ἰσχυροί, ὥστε ἐὰν βαρήσω μεν αὐτούς, βλά ψομεν. Παλαιοῖς γὰρ ἐοίκασιν ίματίοις, διὰ τὸ ἀσθε νὲς τῆς αὐτῶν γνώμης. Οὐ χρὴ οὖν ἐπιβάλλειν αὐτ τοῖς τὸ τῆς νηστείας βαρὺ ἐπίταγμα· ἢ καὶ οὕτω νοήσαις· Οἱ τοῦ Χριστοῦ μαθηταὶ καινοὶ ὄντες, οὐ δύνανται δουλεύειν παλαιοῖς ἔθεσι καὶ νόμοις. . • Καὶ ἐγένετο παραπορεύεσθαι αὐτὸν ἐν τοῖς Σάββασι διὰ τῶν σπορίμων, καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδοποιεῖν, τίλλοντες τους στάχυας, καὶ οἱ Φα ρισαῖοι ἔλεγον αὐτῷ· δε τί ποιοῦσιν ἐν τοῖς Σάβ. (ασιν δ οὐκ ἔξεστι; Καὶ αὐτὸς ἔλεγεν αὐτοῖς· Θύα δέποτε ἀνέγνωτε τί ἐποίησε Δαβὶδ ὅτε χρείαν ἔσχε, καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ' αὐτοῦ; πῶς εἰσῆλ

Chapter IIICaput III

col. 519–520page 17 of 98
PG 123:519γὰρ μὴ πρότερον καταπαύσῃ τις ἀπὸ τῶν παθῶν, ἑτέρους, καὶ ὁδηγὸς ἐπὶ τὸ ἀγαθὸν γένηται. θεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ ᾿Αβιάθαρ τοῦ ἀρχι ερέως, καὶ τοὺς ἄρτους τῆς προθέσεω ἔφαγεν, ού; οὐκ ἔξεστι φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσι, καὶ ἔδωκε και τοῖς σὺν αὐτῷ οὖσι; Καὶ ἔλεγεν αὐτοῖς· Τὸ Σάββα τον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρωπος διά τὸ Σάββατον· ὥστε Κύριος ἐστιν ὁ Υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ Σαββάτου.» Εί μαθηταί τοῦ Κυρίου τοὺς στάχυας ἐκτίλλουσιν, οἷς μηκέτι κατά νόμον ἐθισθέντες ζῇν· οἱ δὲ Φαρισαῖοι ἀγανακτοῦντες, ἐπιστομίζονται ὑπὸ τοῦ Χριστοῦ, παράγοντας τὸν Δα βὶδ δι᾿ ἀνάγκην παραλύσαντα τὸν νόμον ἐπὶ ᾿Αβιά θὰρ ἀρχιερέως. Φεύγων γὰρ ὁ προφήτης Δαβίδ ἀπὸ προσώπου Σαούλ, ἦλθεν εἰς τὸν ἀρχιερέα του. τον, καὶ ἠπάτησεν αὐτὸν ὡς παρὰ τοῦ βασιλέως ἀποσταλεὶς εἰς ἀναγκαίαν χρείαν στρατιωτική». "Οτε καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγε, καὶ τὴν τοῦ Γολιάθ ῥομφαίαν ἀφείλετο ἀνατεθειμένην τῷ Κυρίῳ. Δώδεκα δὲ ἦσαν οἱ ἄρτοι καθ' ἑκάστην ἡμέραν προτιθέμενοι ἐπὶ τῆς τραπέζης, ἐξ ἐκ δι ξιῶν καὶ ἐξ ἐξ ευωνύμων. Ζητοῦσι δέ τινες πῶς ὁ μὲν εὐαγγελιστής νῦν τὴν ἀρχιερία Αβιάθαρ ών. μασεν, ἡ δὲ βίβλος τῶν Βασιλειῶν, Αβιμέλεχ του τον ονομάζει. Έστιν οὖν εἰπεῖν ὅτι διώνυμος ἦν ίσως ὁ ᾿Αβιάθαρ, ὁ αὐτὸς καὶ ᾿Αβιμέλεχ καλούμενος. Η καὶ ἄλλως, ἡ μὲν τῶν Βασιλειῶν βίβλος, ἱερέα λέγει ε! και τότε Αβιμέλεχ· ὁ δὲ εὐαγγελιστής, ἀρχιερέα εἶναι τὸν ᾿Αβιάθαρ. Ὥστε οὐκ ἐναντία ταῦτα· ἦν γὰρ ἱερεὺς μὲν ᾿Αβιμέλεχ, ἀρχιερεὺς δὲ 'Αβιάθαρ. Νόει δὲ καὶ κατὰ ἀναγωγὴν, ὅτι οἱ τοῦ Χριστοῦ μαθηταὶ ἐν τῷ Σαββάτῳ, τουτέστιν ἐν τῇ τῶν ψυ χῶν ἀναπαύσει (Σάββατον γὰρ κατάπαυσις έρμη νεύεται). Οταν οὖν ἔχωσιν ἀνάπαυσιν ἀπὸ τῶν παθῶν, μὴ πολεμούμενοι ὑπὸ τῶν δαιμόνων, τότε ὁδοποιοῦσι, τουτέστι καὶ ἑτέροις πρὸς τὴν ἀρετὴν ὁδηγοί γίνονται, τίλλοντες καὶ ἐκριζοῦντες πάντα τὰ ἀπὸ τῆς γῆς καὶ τῆς κάτω φαντασίας βλαστάνοντα. Ἐὰν καὶ ἐν ἠρεμία καταστήσῃ ἑαυτὸν, οὐκ ἂν ἐδοποιήση ΚΕΦΑΛ. Γ'. Περὶ τοῦ ξηρὰν ἔχοντος χεῖρα. Περὶ τῆς τῶν ἀποστόλων ἐκλογῆς. Περὶ μητρὸς καὶ ἀδελ φών. Καὶ εἰσῆλθε πάλιν εἰς τὴν συναγωγὴν, καὶ ἦ ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα, καὶ παρετήρουν αὐτὸν, εἰ τοῖς Σάββασι θεραπεύσει αὐτὸν, ἵνα κατηγορήσωσιν αὐτοῦ. Καὶ λέγει τῷ ἀνθρώπ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα· Εγειραι εἰς τὰ μέσον. Καὶ λέγει αὐτοῖς· Εξεστι τοῖς Σάββασιν ἀγαθοποιῆσαι, ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; Οἱ δὲ ἐσιώπων. Καὶ περιβλεψάμενος αὐτοὺς μετ' ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ· Εκτεινεν τὴν χεῖρά σου. Καὶ ἐξέτεινε, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιής, ὡς ἡ ἄλλη.» Τῶν μαθητῶν κατηγορηθέντων ὑπὸ τῶν Ἰουδαίων, διότι τῷ Σαββάτῳ τοὺς στάχυας ἔτιλλον, ὁ Κύριος επεστόμισε μὲν τοὺς κατηγόρους, καὶ διὰ τοῦ κατὰ τὸν Δαβὶδ ὁποῖεί.
col. 521–522page 18 of 98
PG 123:521ΙΙΓ. γματος. Επιπλέον δὲ αὐτοὺς καὶ νῦν ἐντρέπων, θαυματουργεί, δεικνύων ὅτι, Τοσοῦτον οὐχ ἁμαρτάνουσιν οἱ μαθηταί μου, ὥστε καὶ αὐτὸς ἐγὼ ἐργάζομαι ἐν τῇ ἡμέρᾳ τοῦ Σαββάτου, θαῦμα ἐπιδεικνύμενος· ὥστε εἰ κακόν ἐστι τὸ θαυματουργεῖν, ἔστι κακὸν ἁπλῶς καὶ τὸ ἐργάζεσθαι τὰ ἀναγκαῖα ἐν τῷ Σαββάτῳ· ἀλλὰ μὴν τὸ θαυματουργεῖν, ἐπὶ σωτηρία ἀνθρώπου, θεῖόν ἐστιν, οὐκ ἄρα παρανομεῖ ὁ ἐν τῷ Σαββάτῳ μὴ κακόν τι ἐργαζόμενος. Διὰ τοῦτο οὖν καὶ ἐρωτᾷ αὐτοὺς εἰ ἔξεστιν ἀγαθοποιῆσαι, ἐντρέπων αὐτοὺς ὡς κωλύοντας αὐτὸν ἀπὸ τοῦ ἀγαθοποιεί ξηρὰν δὲ ἔχει τὴν χεῖρα τὴν δεξιὰν πᾶς ὁ μὴ πράτο των τὰ τῆς δεξιᾶς μερίδος έργα. Πρὸς ἐν λέγει ὁ Χριστός· Έγειραι, τουτέστιν, Ανάστα ἀπὸ τῆς ἁμαρτ τίας, καὶ στῆθι εἰς τὸ μέσον, τουτέστιν, εἰς τὴν μεσότητα τῶν ἀρετῶν. Πάσα γὰρ ἀρετὴ, μεσότης ἐστὶν, οὔτε εἰς τὴν ἔλλειψιν, οὔτε εἰς τὴν ὑπερβολὴν ἐπινεύουσα· τότε τοίνυν ὅταν σταθῇ εἰς τὴν μεσό τητα, ἀποκατασταθήσεται ἡ χεὶρ αὐτοῦ ὑγιής. Ορα δὲ καὶ τὸ ᾿Αποκατεστάθη. Καὶ γὰρ ἦν ότι είχομεν ὑγιεῖς τὰς χεῖρας, τουτέστι, τὴν πρακτικήν ενέρ γειαν, ὅτι οὔπω παράβασις· ἀφ' οὗ δὲ ἐξετάσθη ἡ χεὶρ ἡμῶν ἐπὶ τὸν ἀπηγορευμένον καρπόν, ἔκτοτε ἐξηράνθη πρὸς τὴν τοῦ καλοῦ ἐργασίαν. Πάλιν οὖν ἐν τῷ μέσῳ σταθῶμεν τῶν ἀρετῶν. Ει ἀποκατασταθήσεται εἰς τὴν προτέραν ὑγείαν, όταν Ει Καὶ ἐξελθόντες οι Φαρισαῖοι, εὐθέως μετὰ τῶν Ηρωδιανών συμβούλιον ἐποίουν κατ' αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσι. Καὶ ὁ Ἰησοῦς ἀνεχώρησε μετά τῶν μαθητῶν αὐτοῦ πρὸς τὴν θάλασσαν, καὶ πολύ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησεν αὐτῷ, καὶ ἀπὸ τῆς Ἰουδαίας, καὶ ἀπὸ Ἱεροσολύμων, καὶ ἀπὸ τῆς Ἰδουμαίας, καὶ πέραν τοῦ Ἰορδάνου, καὶ οἱ περὶ Τύρον καὶ Σιδώνα, πλήθος πολύ, ἀκούσαντες ὅσα ἐποίει, ἦλθον πρὸς αὐτόν. Καὶ εἶπε τοῖς μαθη ταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν· πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἄψωνται, ὅσοι εἶχον μάστιγας, καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα ὅταν αὐτὸν ἐθεώρει, προσέπιπτεν αὐτῷ, καὶ ἔκραζε λέγοντα ὅτι, Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ. Καὶ πολλὰ ἐπετίμα αὐτοῖς, ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν.» Τίνες ἦσαν οἱ Ηρωδιανοί; "Ητοι οἱ στρατιῶται τοῦ Ηρώδου, ἡ αἵρεσίς τις νεοφανής, δογματίζουσα τὸν Ἡρώδην αὐτὸν εἶναι τὸν Χριστὸν, διὰ τὸ ἐπ' αὐτοῦ πέρας δέξασθαι τὴν τῶν Ἰουδαϊκών βασιλέων δια δε ήν. Ἡ γὰρ προφητεία τοῦ Ἰακώβ διελάμβανεν, ὅτε ἐκλείψουσιν οἱ ἐξ Ἰούδα ἄρχοντες, τότε τὸν Χριστὸν ἐλθεῖν. Ἐπεὶ οὖν ἐπὶ τῶν Ηρώδου χρόνων εὐδεὶς ἦν Ἰουδαϊκὸ; ἄρχων, ἀλλ' αὐτὸς ἦρχεν ἀλλό φυλος ων, Ιδουμαίος γὰρ ἦν, ενόμισαν τινες αὐτὸν εἶναι τὸν Χριστὸν, καὶ αἵρεσιν συνεστήσαντο, οὗτοι τοίνυν ἐπεχείρουν ἀπολέσαι τὸν Κύριον. Ὁ δὲ ἀναχωρεῖ· οὕτω γὰρ ἦν ὁ τοῦ πάθους καιρός. "Αμα δὲ καὶ ἵνα πλείονας εὐεργετήσῃ, διὰ τοῦτο ἀναχωρεῖ ἀπὸ τῶν ἀγνωμόνων· καὶ γὰρ ἠκολούθησαν αὐτῷ πολλοὶ, καὶ ἰάσατο αὐτοὺς, ἀλλὰ καὶ οἱ Τύριοι καὶ οἱ Σιδώνιοι, ἀλλόφυλοι ὄντες, ὠφελοῦντο. Οἱ δὲ
col. 523–524page 19 of 98
PG 123:523συγγενεῖς αὐτοῦ ἐδίωκον αὐτόν. Οὕτως οὐδὲν ὄφελος τὸ σῶμα, προσκαρτερῇ αὐτῷ, καὶ μὴ ἐμβάλληται εἰς θλίβωσιν οἱ ὄχλοι, αἱ τῶν πραγμάτων ταραχαι, τὸν ἐν ἡμῖν Χριστόν. συγγενείας, εἰ μὴ τρόπο; ἀγαθὸς εἴη. Καὶ εἰ μὲν αλλογενείς ἤρχοντο πρὸς αὐτὸν μακρόθεν, οἱ δὲ Ἰουδαῖοι, πρὸς αὐτοὺς ἐρχόμενον ἐδίωκον. Ορα δὲ καὶ τὸ ἀφιλόδοξον αὐτοῦ· καὶ γὰρ ἵνα μὴ ἐνοχλῶσιν αὐτὸν οἱ ὄχλοι, πλοιάριον ἐπιζητεῖ, ὡσὰν ἐμβὰς αὐτῷ, ἀνενόχλητος τηροίτο. Μάστιγας δὲ λέγει τὰς νόσους· καὶ γὰρ ὄντως αἱ νόσοι πολλὰ ἡμῖν εἰς παιδείαν συμβάλλονται, μαστιγοῦντος ἡμᾶς, ὡς πατὴρ παῖδας, τοῦ Θεοῦ. Νόησον δὲ καὶ ὅτι οἱ μὲν Ηρωδιανοί, οι σάρκινοι καὶ δερμάτινοι, ἀποκτεῖναι βούλονται τὸν Ἰησοῦν. Ἡρώδης γὰρ, δερμάτινος ερμηνεύεται. Οἱ δὲ ἐξελθόντες ἀπὸ τῶν οἴκων αὐτῶν καὶ ἀπὸ τῶν πατρίδων αὐτῶν, τουτέστι τῶν πρὸς τὴν σάρκα σχέσεων, ἐκεῖνοι ἀκολουθοῦσιν αὐτῷ 3 ὅθεν καὶ αἱ μάστιγες αὐτῶν θεραπεύονται, αἱ ἁμαρτίαι λέγω, αἱ τὸ συνειδὸς μαστίζουσαι, καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα εκδιώκονται. Πρόσχες δὲ ὅτι τοῖς μαθηταῖς αὐτοῦ προστάττει ὁ Ἰησοῦς, ἵνα προσκαρτερῇ αὐτῷ πλοιάριον διὰ τοὺς ὄχλους, όπως μὴ θλίβωσιν αὐτόν. Ἰησοῦς γάρ ἐστιν ὁ ἐν ἡμῖν λό γος, δς προστάττει, ἵνα τὸ πλοιάριον ἡμῶν, τουτέστι τὸν κλύδωνα τῶν τοῦ βίου πραγμάτων, ἵνα μὴ Καὶ ἀναβαίνει εἰς τὸ ὄρος, καὶ προσκαλεῖται οὖς ἤθελεν αὐτὸς, καὶ ἀπῆλθον πρὸς αὐτόν. Καὶ ἐποίησε δώδεκα, ἵνα ώσι μετ' αὐτοῦ, καὶ ἵνα ἀπο στείλῃ αὐτοὺς κηρύσσειν, καὶ ἔχειν ἐξουσίαν θερτο πεύειν τὰς νόσους, καὶ ἐκβάλλειν τὰ δαιμόνια. Καὶ ἐπέθηκε τῷ Σίμωνι ὄνομα Πέτρον, καὶ Ἰάκωβο τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου· καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα, Βοανεργέ, δ ἐστιν, Υἱοὶ βροντῆς, καὶ ᾿Ανδρέαν, καὶ Φίλιππον, καὶ Βαρθολομαῖον, καὶ Ματθαῖον, καὶ Θωμᾶν, καὶ Ἰάκωβον τὸν τοῦ ᾿Αλφαίου, καὶ Θαδδαίον, καὶ Σίμωνα τὸν Κανανίτην, καὶ Ἰούδαν Ισκαριώτην, ὃς καὶ παρ ἔδωκεν αὐτόν.» Αναβαίνει εἰς τὸ ὄρος ὥστε προσο εύξασθαι. Ἐπεὶ γὰρ θαύματα εποίησε, μετὰ τὴν τῶν θαυμάτων ἐπίδειξιν προσεύχεται, διδάσκων πάντας ἡμᾶς ὅτι δεῖ εὐχαριστεῖν τῷ θεῷ ὅταν τι φθάσωμεν καλὸν ἐργασάμενοι, καὶ τῇ τοῦ Θεοῦ δυνάμει ἐπανατιθέναι τοῦτο· ἢ ἐπειδὴ ἔμελλε χειροτονῆσαι τοὺς ἀποστόλους, τούτου ένεκεν άνεισι προσευξόμενος, ἵνα μάθωμεν ὅτι καὶ ἡμᾶς δεῖ ὅταν τινὰς χειροτονῆσαι μέλλωμεν, πρότερον εὔχεσθαι ἵνα ἀποκαλυφθῇ ἡμῖν ὁ ἄξιος, καὶ μὴ κοινωνήσωμεν ἀνομίαις ἀλλοτρίαις. Καὶ τὸν Ἰούδαν δὲ προβάλλεται ἀπόστολον, ἵνα μάθωμεν ὅτι οὐ διὰ τὴν μέλλουσαν κακίαν τινὸς, ὁ Θεὸς ἀποστρέφεται ἐκεῖνον τὸν μέλο λοντα ἐργάσε σθαι τὸ κακὸν, ἀλλὰ διὰ τὴν ἀρετὴν αὐτοῦ ἡ νῦν πρόσεστιν αὐτῷ, τιμῆς ἀξιοῖ αὐτὸν, κἂν ἐς ὕστερον μέλλῃ κακὸς ἀποβῆναι. Απαριθμεῖται δὲ τὰ τῶν ἀποστόλων ὀνόματα, διὰ τοὺς ψευδαπ στόλους, ἵνα ὦσι γνώριμοι οἱ ἀληθεῖς. Υἱοὺς δὲ βροντῆς ὀνομάζει τοὺς τοῦ Ζεβεδαίου, ὡς μεγαλοκήρυκας καὶ θεολογικωτάτους. Ει Καὶ ἔρχονται εἰς οἶκον, καὶ συνέρχεται πάλι ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς, μήτε ἄρτον φαγεῖν. Καὶ ἀκούσαντες οἱ περ' αὐτοῦ, ἐξῆλθον κρατῆσαι αὐτόν. Ελεγον γὰρ ὅτι Ἐξέστη. Καὶ οἱ Γραμματείς
col. 525–526page 20 of 98
PG 123:525οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες, έλεγον δτι Βεελ- 188 ζεβούλ ἔχει, καὶ ὅτι καὶ ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. ο 'Ακούσαντες, φησίν, οἱ παρ' αὐτοῦ, τουτέστιν οἱ οἰκεῖοι αὐτοῦ, τυχὸν οἱ ἀπὸ τῆς αὐτῆς πατρίδος, ἢ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἐξῆλθον κρατῆσαι αὐτόν. Ἔλεγον γάρ, ὅτι Εξέστη τουτέστιν, ὅτι Δαίμονα έχει. Ακούοντες γὰρ ὅτι δαιμόνια εκβάλλει, καὶ νόσους ἰᾶται, ἀπὸ φθόνου ἐνόμιζον ὅτι δαίμονα ἔχει, καὶ ἐξέστη· ὅθεν ήθελον κρατῆσαι αὐτὸν, ὡς ἂν δεσμήσωσιν ὡς δαιμονῶντα. Καὶ οἱ μὲν παρ' αὐτοῦ, τουτέστιν, οἱ οἰκεῖοι αὐτοῦ, οὕτως· ὁμοίως δὲ καὶ οἱ ἀπὸ Ἱεροσολύμων Γραμ ματείς, δαιμόνιον ἔχειν αὐτὸν ἔλεγον. Ἐπειδὴ γὰρ ἀντιλέγειν οὐκ εἶχον τοῖς γινομένοις, ἑτέρῳ τρόπῳ διαβάλλουσιν αὐτὰ, ὅτι ἀπὸ δαιμόνων γίνονται. Καὶ προσκαλεσάμενος αὐτοὺς, ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς· Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλο λειν; Καὶ ἐὰν βασιλεία ἐφ' ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνῃ. Καὶ ἐὰν οἰκία ἐφ' ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ οἰκία ἐκείνη. Καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ' ἑαυτὸν, καὶ μεμέρισται, οὐ δύναται σταθῆναι, ἀλλὰ τέλο; ἔχει. Οὐδεὶς δύναται τὰ σκεύη τοῦ ἰσχυροῦ εἰσελθὼν εἰς τὴν οἰκίαν αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν Ισχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει. Ο Από παραδειγμάτων ἀναντιῤῥήτων ἀνατρέπει τοὺς βασκάνους Ἰουδαίους, Πώς γάρ, φησί, δυνατόν δαίμονα δαίμονας ἐκβάλλειν; ὥσπερ καὶ ἐν ταῖς οἰκίαις ἐρῶμεν, ἕως μὲν εἰρηνεύουσιν οἱ ἐν ταύταις, συνίστανται ἀπ᾿ ἂν δὲ μερισθώσι, καταλύονται, Πῶς δέ, φησί, δύναταί τις τὰ σκεύη τοῦ ἰσχυρού διαρπάσαι, ἐὰν μὴ πρότερον αὐτὸν δήσῃ; Ὁ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ισχυρός, ὁ δαίμων· σκεύη δὲ αὐτοῦ, οι άνθρωποι οἱ χωροῦντες αὐτόν. Ἐὰν οὖν μὴ πρότερον δήσῃ τις τὸν δαίμονα, καὶ καταλύσῃ, πῶς τὰ σκεύη αὐτοῦ, τοὺς δαιμονῶντας λέγω, διαρ πάσει ἐξ αὐτοῦ; Ὥστε ἐπεὶ ἐγὼ διαρπάζω τὰ σκεύη αὐτοῦ, τουτέστιν, ἐλευθερῶν τοὺς ἀνθρώπους ἀπὸ τοῦ δαιμονικοῦ πάθους, πρότερον λοιπὸν ἔδησα καὶ κατέλυσε τοὺς δαίμονας, καὶ ἐχθρὸς αὐτῶν εἰμι. Πῶς οὖν ὑμεῖς λέγετε ότι Βεελζεβούλ ἔχω, τουτέστι, δαιμόνων φίλος ὢν καὶ μάγος, ἐκβάλλω τοὺς δαίμονας; ι Αμήν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τὰ ἁμαρ τήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων, καὶ βλασφημίαι Στα; ἂν βλασφημήσωσιν. Ὃς δ' ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλ' ἐνοχός ἐστιν αἰωνίου κρίσεως· ὅτι ἔλε γαν, Πνεῦμα ἀκάθαρτον ἔχει.» Τοιοῦτόν τί φησιν ἐνταῦθα· Οσα μὲν ἄλλα ἁμαρτάνουσιν οἱ ἄνθρωποι, ευχὸν ἔχοιεν ἂν καὶ προφασίσασθαί τι, καὶ συγγνώμης τυχεῖν, τοῦ Θεοῦ τῇ τῶν ἀνθρώπων ἀσθενείς συγκαταβαίνοντος, οἷον· ἔλεγον τὸν Κύριον φάγον καὶ οινοπότην, φίλον τελωνῶν καὶ ἁμαρτωλῶν, συγγνώμης ἀξιωθήσονται ἐπὶ τούτῳ· ὅταν δὲ βλέ ποντες αὐτὸν θαύματα ἐξαίσια εργαζόμενον, βλασφη νῶσι τὸ Πνεῦμα, τουτέστι, τὰς διὰ τοῦ ἁγίου Πνεύ.

Chapter IVCaput IV

col. 527–528page 21 of 98
PG 123:527ματος γινομένας θαυματουργίας, τότε πῶς ἀφέσεως τεύξονται, ἐὰν μὴ μετανοήσωσιν; Οταν μὲν γὰρ ἐσκανδαλίζοντο ἐπὶ τῇ σαρκὶ τοῦ Χριστοῦ, ὑπὲρ τούτου κἂν μὴ μετενόησαν συνεχωρήθησαν ἄν, ὡς ἄνθρωποι σκανδαλισθέντες. "Οταν δὲ ὁρῶντες αὐτὸν Θεοῦ ἔργα ποιοῦντα, ἔτι ἐβλασφήμουν, πῶς ἀμετανόητοι μείναντες ἀφεθήσονται. Έρχονται οὖν οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ. Καὶ ἔξω ἑστῶτες ἀπέστειλαν πρὸς αὐτὸν φωνούντες αὐτὸν, καὶ ἐκάθητο ὁ ὄχλος περὶ αὐτὸν, εἶπον δὲ αὐτῷ· Ἰδοὺ ἡ μήτηρ σου, καὶ οἱ ἀδελφοί σου έξω ζητοῦσί σε. Καὶ ἀπεκρίθη αὐτοῖς, λέγων· Τίς ἐστὶν ή μήτηρ μου καὶ οἱ ἀδελφοί μου; Καὶ περιβλεψάμενος κύκλῳ τοὺς περὶ αὐτὸν καθημένους, λέγει Ιδὲ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου· ὃς γὰρ ἂν καὶ ποιήσῃ τὸ θέλημα τοῦ Θεοῦ, οὗτος ἀδελφός μου ἀδελφή μου καὶ μήτηρ ἐστί.» Οἱ ἀδελφοὶ τοῦ Κυρίου, φθονοῦντες προσῆλθον κρατῆσαι αὐτὸν ὡς ἐξεστηκότα καὶ δαιμονῶντα. Ἡ δὲ μήτηρ, φιλοδοξίας πάθει τάχα κρατηθεῖσα, ἦλθεν ἀπὸ τῆς διδασκαλίας αὐτὸν περιστῶσα, καὶ δεικνύουσα τοῖς ὄχλοις ὅτι τὸν ὑπ' αὐτῶν θαυμαζόμενον οὕτως αὐτὴ περιάγει, ὥστε καὶ ἀποσπῶν τῆς διδασκαλίας. Ο γοῦν Κύριος ἀπο κρίνεται ὅτι, Οὐδὲν ὠφελήσει τὴν μητέρα μου το γενέσθαι μου μητέρα, ἐὰν μὴ καὶ τὴν ἄλλην ἀρετὴν ἔχῃ· ὁμοίως οὐδὲ τοὺς ἀδελφούς μου ή συγγένεια ἐκεῖνοι γάρ εἰσιν ἀληθῶς Χριστοῦ συγγενείς, οι τὸ θέλημα τοῦ Θεοῦ ποιοῦντες. Ούκουν ἀρνούμενος τὴν μητέρα ταῦτα λέγει, ἀλλὰ δεικνύων ὅτι οὐ διὰ τὸ γεννῆσαι μόνον ἔσται ἀξία τιμῆς, ἀλλὰ καὶ διὰ τὴν ἄλλην πᾶσαν ἀρετήν· ὡς ἥν γε ἐκείνην οὐκ ἔχῃ, ἄλλοι προτιμηθήσονται εἰς τὴν συγγένειαν. ΚΕΦΑΛ. Δ'. Περὶ τοῦ σπόρου παραβολή. Περὶ τῆς ἐπιτιμή. σεως τῶν ὑδάτων. Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν, καὶ συνήχθη πρὸς αὐτὸν ὄχλος πολύς, ὥστε αὐτ τὸν ἐμβάντα εἰς τὸ πλοῖον, καθῆσθαι ἐν τῇ θαλάσση καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦν, καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαίς πολλά, ο καὶ ἔδοξεν ἀποπέμψασθαι τὴν μητέρα, όμως πάλιν ὑπακούει αὐτῆς. Δι' ἐκείνην γὰρ ἐξέρχεται παρά τὴν θάλασσαν. Κάθηται δὲ ἐν τῷ πλοίῳ, ἵνα κατὰ Ο πρόσωπον ἔχων πάντας, ἐν ἐπηκόῳ πάντων λέγοι, καὶ μηδένα ἔχοι, κατά νώτου Ει Καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ· Ακούετε ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπείραι, καὶ ἐγένετο ἐν τῷ σπείρειν, δ μὲν ἔπεσε παρὰ τὴν ὁδὸν, καὶ ἦλθε τὰ πετεινὰ τοῦ οὐρανοῦ. καὶ κατέφαγεν αὐτό. Αλλο δὲ ἔπεσεν ἐπὶ τὸ πετρώδες, ὅπου οὐκ εἶχε γῆν πολλὴν, καὶ εὐθέως ἐξανέτειλε διὰ τὸ μὴ ἔχειν βάθος γῆς· ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ρίζαν ἐξηράνθη. Καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἀκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκε. Καὶ ἄλλο ἔπεσεν 26 Καὶ ἀπὸ τῆς θαλάσσης ἡλίευε τοὺς ἐν τῇ γῇ, «
col. 529–530page 22 of 98
PG 123:529εἰς τὴν γῆν τὴν καλὴν, καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξάνοντα, καὶ ἔφερεν ἐν τριάκοντα, καὶ ἐν ἐξήκοντα, καὶ ἓν ἑκατόν. Καὶ ἔλεγεν αὐτοῖς· Ο ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Οτε δὲ ἐγένετο κατα μόνας, ἠρώτησαν αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὴν παραβολὴν, καὶ ἔλεγεν αὐτοῖς· Ὑμῖν δέδοται γνῶναι τὸ μυστήριον τῆς βασιλείας τοῦ Θεοῦ, ἐκείνοις δὲ τοῖς ἔξω, ἐν παραβολαῖς τὰ πάντα γίνε ται, ἵνα βλέποντες, βλέπωσι, καὶ μὴ ἴδωσι, καὶ ἀκούοντες, ἀκούωσι, καὶ μὴ συνῶσι, μήποτε ἐπιστρέψωσι, καὶ ἀφεθῇ αὐτοῖς τὰ ἁμαρτήματα.» Πρώτην ταύτην τὴν παραβολήν τίθησι τὴν περὶ τοῦ σπόρου, ἵνα ποιήσῃ προσεκτικωτέρους τοὺς ἀκροατάς. Ἐπεὶ γὰρ μέλλει εἰπεῖν ὅτι ὁ σπόρος ἐστὶν ὁ λόγος, ἐμ πεσὼν δὲ εἰς ἀπροσκέπτους, φθείρεται, τούτου ένεκεν πρὸ τῶν ἄλλων τὰ τοιαῦτα λέγει, ὡς ἂν σπουδάσωσιν οἱ ἀκροαταὶ μὴ ἐκείνῃ τῇ γῇ ὁμοιωθῆναι τῇ τὸν σπόρον διαφθειρούσῃ. Τίς οὖν ἐστὶν ὁ σπείρων; αὐτὸς ὁ Χριστὸς, δς ἐξῆλθεν ἐκ τῶν κόλπων τῶν Πατρικῶν φιλανθρωπίᾳ καὶ συγκαταβάσει ἀνεκφοιτήτως. Ἐξῆλθε δὲ οὐχ ἵνα ἐμπρήσῃ τὴν κατηραμέν την γῆν, καὶ τὰ πονηρὰς καρδίας· οὐδὲ ἵνα ἐκτέμῃ τὰς ἀκάνθας, ἀλλ᾽ ἵνα σπείρῃ τὸν σπόρον. Ποίον δὲ σπόρον; Δρα τὸν τοῦ Μωσέως; ἆρα τὸν τῶν προσ φητῶν; Οὐχὶ, ἀλλὰ τὸν αὐτοῦ, τουτέστιν, ἵνα τὸ Εὐαγγέλιον αὐτοῦ κηρύξῃ. Ἐκεῖνος μὲν οὖν ἔσπειρε. Τῶν δὲ σπερμάτων 8 μὲν, ἔπεσεν εἰς ψυχὴν κατα πεπατημένην ὑπὸ πολλῶν· καὶ τὰ πετεινὰ τοῦ οὐ ρανοῦ, οἱ δαίμονες λέγω οἱ τὸν ἀέρα κατέχοντες, κατέφαγον τὸν σπόρων. Τοιοῦτοι γάρ εἰσιν οἱ ἀνθρωπάρεσκοι, ὁδὸς καταπεπατημένη ὑπὸ πολλῶν· ὅταν γάρ τις πάντα πράττῃ πρὸς τὸ ἀρέσαι τούτῳ, κάτ κείνῳ, οὗτος καταπατεῖται ὑπὸ πολλῶν. Ορα δέ· οὐκ εἶπεν ὅτι Εῤῥιψεν αὐτὸ ἐπὶ τὴν ὁδὸν, ἀλλ᾽ Επεσεν. Ο μὲν γὰρ. σπείρων, ὡς εἰς ἀγαθὴν γῆν ῥίπτει, ἐκείνη δὲ πονηρὰ εὑρισκομένη, φθείρει τὸν σπόρον, ἤτοι τὸν λόγον. Τινὲς δὲ τὸ Παρὰ τὴν ὁδὸν ἔπεσε, χαριέντως ενόησαν, ὅτι ἔπεσεν εἰς ἄπιστον καρδίαν ὁδὸς μὲν γὰρ ὁ Χριστός παρὰ τὴν ὁδὸν δὲ εἰσιν οἱ ἄπιστοι, οἱ ἔξω τῆς ὁδοῦ, τουτέστι τοῦ Χριστοῦ. "Αλλο δὲ πίπτει ἐπὶ ψυχὴν πετρώδη· τοὺς εὐκόλως λέγω δεχομένους, εἶτα ἀποβάλλοντας· οἱ πετρώδεις εἰσὶ, κατά τι μικρὸν ἐοικότες τῇ πέτρα, τῷ Χριστῷ φημι, καθὸ ἐδέξαντο τὸν λόγον· καθὸ δὲ πρὸς καιρὸν δέ χονται, εἶτα ἀποβάλλουσιν, ἀπεοικότες. Καὶ ἄλλο εἰς ψυχὴν πολύφροντιν· ἄκανθαι γὰρ αἱ φροντίδες. Τὸ δὲ τέταρτον, εἰς γῆν ἀγαθήν. Ορα γοῦν πῶς σπάνια τα καλά, καὶ ὀλίγοι οι σωζόμενοι· τὸ τέταρ τον γὰρ μόνον τοῦ σπόρου εὑρίσκεται διασωθέν. Τοῖς οὖν μαθηταῖς ἐρωτήσασιν αὐτὸν ἰδίᾳ, φησὶν ὅτι Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια. Δρ᾽ οὖν κατὰ ἀποκλήρωσιν καὶ εἱμαρμένην ἐκ φύσεως τοῖς μὲν δέδεται, τοῖς δὲ οὗ; Μὴ γένοιτο! ἀλλ' ἐκείνοις δέδοται, τοῖς ζητοῦσι. ο Ζητεῖτε γάρ, φησὶ, καὶ δοθήσεται ὑμῖν.» Τοὺς δὲ λοιποὺς ἐτύφλωσεν ὁ Θεὸς, ἵνα μὴ πρὸς πλείονα κατάκρισιν αὐτῶν εἴη τὸ νοεῖν τὸ δέον, μὴ πραττόντων αὐτό. Αλλως· Θέλεις γνῶναι ὅτι ὁ
col. 531–532page 23 of 98
PG 123:531Θεὸς πάντας ἐποίησε βλέπειν τὸ δέον; ἄκους. Ινα Ει βλέποντες· τοῦτο τοῦ Θεοῦ· μὴ βλέπωσι, τοῦτο τῆς κακίας αὐτῶν. Ὁ μὲν γὰρ Θεὸς βλέποντας αὐτοὺς ἔπλασε, τουτέστι, νοοῦντας τὸ καλὸν, αὐτοὶ δὲ αὐ βλέπουσιν, έκουσίως καμμύοντες, ἵνα μὴ ἐπιστραφῶσι καὶ διορθωθῶσιν· ὥσπερεὶ γὰρ τῇ ἑαυτῶν σωτηρίᾳ καὶ βελτιώσει φθονοῦσιν. Εστι δὲ καὶ οὕτω νυῆσαι, ὅτι, Τοῖς λοιποῖς ἐν παραβολαῖς λέγω, ἵνα βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες μή συνιῶσι, μήποτε κἂν ἐκ τούτου ἐπιστρέψωσι και διορθωθῶσιν. του, Καὶ λέγει αὐτοῖς· Οὐκ οἴδατε την παραβολὴν ταύτην; καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε; Ο σπείρων, τὸν λόγον σπείρει. Οὗτοι δὲ εἰσι οι παρά τὴν ὁδόν· ὅπου σπείρεται ο λόγος, καὶ ὅταν ἀκού σωσιν, εὐθέως ἔρχεται ὁ Σατανᾶς, καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον ἐν ταῖς καρδίαις αὐτῶν. Καὶ οὗτοί εἰσιν ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενος, οἱ ὅταν ἀκούσωσι τὸν λόγον, εὐθέως μετά χαράς λαμ βάνουσιν αὐτὸν, καὶ οὐκ ἔχουσι ρίζαν ἐν ἑαυτοῖς, ἀλλὰ πρόσκαιροί εἰσιν· εἶτα γενομένης θλίψεως ή διωγμοῦ διὰ τὸν λόγον, εὐθέως σκανδαλίζονται. Καὶ οὗτοί εἰσιν, οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι, οι τὸν λόγον ἀκούοντες, καὶ αἱ μέριμναι τοῦ αἰῶνος τού καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοι πὰ ἐπιθυμίαι, εἰσπορευόμενοι συμπνίγουσι τὸν λόγον, καὶ ἄκαρπος γίνεται. Καὶ οὗτοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οι τινες ἀκούουσι τὸν λόγον καὶ παραδέχονται, καὶ καρποφοροῦσιν ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατόν.» Τρεις τάξεις εἰσὶν ἐνταῦθα τῆς ἀπωλείας τοῦ λόγου. Οἱ μὲν γὰρ παρὰ τὴν ἰδιν, ἀπρόσεκτοι, οἱ δὲ παρὰ τὴν πέτραν, μικρόψυχοι, οἱ δὲ παρὰ τὰς ἀκάνθας, οι τρυφητα! Τῶν μέντοι παραδεξαμένων καὶ διασωσάντων τὸν σπόρον, πάλιν τρεῖς τάξεις· οἱ μὲν καρποφοροῦντες ἐν ἑκατὸν, οἱ τέλειον βίον καὶ ἀκρό τατον ἔχοντες· οἱ δὲ ἐν ἑξήκοντα, οἱ μέσως ἔχοντες, οἱ δὲ ἐν τριάκοντα, ὅσοι μικρὰ μὲν, πλὴν καὶ αὐτοὶ κατὰ δύναμιν. εἰσφέροντες· οἷον, οἱ μέν εἰσι παρθένοι καὶ ἐρημικοί, άλλοι μιγάδες καὶ ἐν κοινοβία, Έτεροι λαϊκοὶ καὶ ἐν γάμῳ. Πλὴν πάντας ὁ Κύριος ὡς καρποφοροῦντας δέχεται· και χάρις τῇ αὐτοῦ φιλανθρωπία. Καὶ ἔλεγεν αὐτοῖς· Μή τι ὁ λύχνος ἔρχεται ἵνα ὑπὸ τὸν μόδιον τεθῇ, ἢ ὑπὸ τὴν κλίνην; Οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ἐπιτεθῇ; Οὐ γὰρ ἐστί τι κρυπτόν, 8 ἐὰν μὴ φανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον, ἀλλ' ἵνα εἰς φανερὸν ἔλθῃ. Εἴ τις ἔχει ὦτα ἀκούειν, ἀκουέτω.» Ενταῦθα παραινεῖ τοῖς ἀποστόλοις, λαμπρούς εἶναι κατὰ τὸν βίον καὶ τὴν πολιτείαν "Ωσπερ γὰρ ὁ λύχνος, φησὶν, εἰς τὸ λάμπειν τίθεται, οὕτω καὶ ὁ ὑμέτερος βίος πᾶσι περίβλεπτος έσται, καὶ πάντες πρὸς αὐτὸν βλέψουσιν· ὥστε σπουδάσατε ἀγαθὸν βίον ἔχειν. Οὐ γὰρ ἐν γωνία κάθησθε, ἀλλὰ λύχνος ἐστέ. Ο δὲ λύχνος οὐχ ὑπὸ κλίνην κρύπτεται ἀλλ' ἐν τῇ λυχνίᾳ τεθεὶς φαίνει. Εστι δὲ καὶ ἡμῶν ἕκαστος, λύχνος, ὃς ὀφείλει τίθεσθαι ἐπὶ τὴν λυ
col. 533–534page 24 of 98
PG 123:533χνίαν, τουτέστιν ἐπὶ τὸ ὕψος τῆς κατὰ Θεὸν πολι- Δ' τείας, ἵνα καὶ ἑτέροις δύνηται λάμπειν, ἀλλ' οὐχ ὑπὸ τὸν μόδιον, τουτέστιν ὑπὸ τὴν γαστριμαργίαν, καὶ τὴν περὶ τὰ εἶτα σπουδήν, οὐδ' ὑπὸ τὴν κλίνην, τουτέστι τὴν ἀνάπαυσιν. Οὐδεὶς γὰρ περὶ τὰ σἶτα σπουδάζων, καὶ ἄνεσιν ποθῶν, δύναται λύχνος· εἶναι πᾶσι φαίνων διὰ τοῦ οἰκείου βίου. Οὐ γάρ εστι κριν πτὸν ὁ οὐ μὴ φανερωθῇ. Εἴτε ἀγαθόν τι, εἴτε πονη μὲν ἐν τῷ λεληθότι ποιεί, φανερωθήσεται καὶ ἐνα ταῦθα, καὶ πολλῷ μᾶλλον ἐν τῷ μέλλοντι. Τί γὰρ ἦν κρυφιώτερον Θεοῦ; ἀλλ' ὅμως καὶ οὗτος ἐφανερώθη ἐν σαρκί. Καὶ ἔλεγεν αὐτοῖς· Βλέπετε τί ἀκούετε. Ἐν ᾧ μέτρῳ μετρείτε, μετρηθήσεται ὑμῖν, καὶ προστεθήσεται ὑμῖν τοῖς ἀκούουσιν. Ὃς γὰρ ἂν ἔχῃ, δοθή σεται αὐτῷ, καὶ ὃς οὐκ ἔχει, καὶ δ ἔχει ἀρθήσεται ἀπ' αὐτοῦ.» Προς νηφαλιότητα διεγείρει τους μα θητάς. Βλέπετε γὰρ, φησί, τί ἀκούετε, μηδὲν ὑμᾶς τῶν λεγομένων παρ' ἐμοῦ διαφευγέτω. Εν ᾧ γάρ μέτρῳ μετρείτε, μετρηθήσεται ὑμῖν, τουτέστιν, ἡλίκον μέτρον προσοχῆς εἰσφέρετε, τηλικαύτη καὶ ὠφέλεια δοθήσεται ὑμῖν Ο γὰρ ἀκροατὲς ἐὰν μὲν πάνυ προσέχῃ καὶ εἰς ἄκρον, ἀντιδίδωσιν αὐτῷ ὁ Θεὸς καὶ τὴν ὠφέλειαν πολλήν· ἐὰν δὲ χαῦνος ᾖ, κατὰ ἀναλογίαν καὶ τὸ κέρδος τῆς ὠφελείας. "Ος γὰρ ἂν ἔχῃ προθυμίαν καὶ σπουδὴν, δοθήσεται αὐτῷ καὶ ὠφέλεια· ὃς δ᾽ οὐκ ἔχει προθυμίαν καὶ σπουδήν, καὶ δ δοκεῖ ἔχειν, ἀρθήσεται ἀπ' αὐτοῦ Διὰ γὰρ τῆς ῥαθυμίας κατασβέννυται καὶ ὁ μικρός σπινθὴρ ὃν πρότερον εἶχεν, ὥσπερ ὑπὸ τῆς ἐπιμελείας ἀνάπτεται. Καὶ ἔλεγεν· Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ὡς ἐὰν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς, καὶ καθεύδῃ καὶ ἐγείρηται, νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος βλαστάνῃ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός. Αυτομάτη γὰρ ἡ γῆ καρποφορεί, πρῶτον χόρτον, εἶτα στάχυν, εἶτα πλήρη σἶτον ἐν τῷ στάχυῖ. Όταν δὲ παραδῷ ὁ καρπός, εὐθέως ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ο θερισμός. ο Βασιλείαν τοῦ Θεοῦ, τὴν περὶ ἡμᾶς οἰκονομίαν τοῦ Θεοῦ νόει. Αν. θρωπος μὲν γάρ ἐστιν αὐτὸς ὁ Θεός, ὁ γενόμενος δι' ἡμᾶς ἄνθρωπος. Σπόρον δὲ ἔβαλεν ἐπὶ τῆς γῆς, τοῦ Εὐαγγελίου τὸ κήρυγμα· βαλὼν δὲ τοῦτον, καθεύδει, τουτέστιν, ἀνῆλθεν εἰς οὐρανούς· ἀλλ᾽ ὅμως ἐγεί ρεται νύκτα καὶ ἡμέραν. Εἰ γὰρ καὶ καθεύδειν δο κεῖ ὁ Θεὸς, ἀλλ᾽ ἐγείρεται· νύχτα μὲν, ὅταν διὰ τῶν πειρασμῶν εἰς τὴν αὐτοῦ ἐπίγνωσιν ἡμᾶς ἀνιστῇ ἡμέραν δὲ, ὅταν διὰ τῶν ἡδέων καὶ εὐφροσύνων οἱ κονομῇ τὴν ἡμετέραν ζωήν. Μηκύνεται δὲ ὁ σπόρος ὡς οὐκ οἶδεν αὐτός· αὐτεξούσιοι γάρ ἐσμεν, καὶ ἐν τῇ ἡμετέρᾳ προαιρέσει κεῖται τὸ τὸν σπόρον ἢ αὐξάνεσθαι ἢ μή. Ἐπεὶ μηδὲ ἀνάγκη καρποφοροῦμεν, ἀλλ' αὐτοματί, τουτέστιν, ἀφ' ἑαυτῶν καρποφορού 26: Καὶ οὐ μόνον ἐν τῷ αὐτῷ μέτρα, ἀλλὰ καὶ προστεθήσεται πλέον, ο Ει που ἀπ' αὐτοῦ, τοῦτ' ἔστι, καὶ δ ἔχει σπέρμα γνώσεως ἀρθήσεται ἀπ' αὐτοῦ. Διὰ γὰρ, κ. τ. λ.
col. 535–536page 25 of 98
PG 123:535& μεν, πρῶτον χόρτον ἀνθοῦντες καὶ ἀρχὴν τοῦ ἀγα τοῦ ἐπιδεικνύντες, ὅτε νήπιοί εσμεν, καὶ οὔπω εἰς τὸ μέτρον τῆς κατὰ Χριστὸν ἡλικίας ἐφθάσαμεν εἶτα στάχων, ὅταν καὶ πρὸς πειρασμούς δυνώμεθα ίστασθαι. Ο γὰρ στάχυς ἤδη καὶ γόνασιν διαζώννυται, καὶ ὄρθιος ἵσταται, καὶ τελειότερός ἐστιν. Είτα καὶ πλήρη σἶτον ἐν τῷ στάχυῖ, ὅταν τὸ τέλειον χαρ ποφορή τις. Ὅταν δὲ παραδῷ τὸ θέρος τότε τὸ δρέπανον συνάγει τον καρπόν. Δρέπανον δὲ νόει τὴν τοῦ Θεοῦ λόγου θερισμὸν δὲν τὸν τῆς συντελείας χαιρόν. Καὶ ἔλεγε· Τίνι ομοιώσωμεν τὴν βασιλείαν τοῦ Θεοῦ; ἢ ἐν ποίᾳ παραβολή παραβάλωμεν αὐτήν; ὓς κόκκον σινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότερος πάντων των σπερμάτων ἐστὶ τῶν ἐπὶ τῆς γῆς, καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται πάντων τῶν λαχάνων μείζων, καὶ ποιεῖ κλάδους μεγάλους, ώστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν. Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ηδύναντο ἀκούειν. Χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλες αὐτοῖς· κατ' ἰδίαν δὲ τοῖς μαθηταῖς αὐτοῦ ἐπέλυε πάντα. Σμικρὸς μὲν ὁ λόγος τῆς πίστεως. πίστευσον γὰρ εἰς Χριστὸν, καὶ σωθήσῃ, ο Ορος, πηλίκος ὁ λόγος, ηλίκος καὶ ἡ τοῦ σινάπεως κόκκος. ᾿Αλλὰ σπαρὶν ἐπὶ τῆς γῆς τὸ κήρυγμα, ἐπλατύνθη καὶ ηὐξήθη, ὥστε νὰ πετεινὰ τοῦ οὐρανοῦ, τουτέστι, πάντας τοὺς μετεώρους καὶ ὑψηλοὺς τῷ φρονήματι καὶ τῇ γνώσει, ἐπ' αὐτῷ κατασκηνοῦν. Πόσοι γὰρ σοφοί, τὴν Ἑλληνικὴν ἀφέντες σοφίαν, ἐπὶ τῷ κηρύ γματι ανεπαύθησαν; Πάντων οὖν μεῖζον ἐγένετο τὸ κήρυγμα, καὶ κλάδους μεγάλους ἐποίησεν. Ὁ μὲν γὰρ τῶν ἀποστόλων εἰς Ρώμην, ὁ δὲ εἰς Ἰνδίαν, ὁ δὲ εἰς Ἀχαίαν, ἄλλος εἰς ἄλλο μέρος τῆς γῆς δια εσχίσθησαν ώσπερ κλάδοι. Έλεγε δὲ τοῖς ὄχλοις ἐν παραβολαῖς πολλαῖς, πρὸς τὴν ἕξιν τῶν ἀκουόντων παρατιθεὶς τὰς παραβολάς. Ἐπειδὴ γὰρ ὄχλος ἦσαν Ιδιώτης καὶ ἀμαθής, τούτου ένεκεν μέμνηται πύκ που σινάπεως, καὶ χόρτου, καὶ σπόρου, ἵνα ἀπὸ τῶν συντρόφων καὶ συνήθων αὐτοῖς ὀνομάτων διδάξῃ αὐτοὺς ὠφέλιμόν τι, ἢ παρακινήσῃ γοῦν εἰς τὸ προσ ελθεῖν καὶ ἐρωτῆσαι, καὶ διὰ τῆς ἐρωτήσεως τὰ ἀγνοούμενα μαθεῖν. Τοῖς γὰρ τοι μαθηταῖς ἐπέλυε πάντα κατ' ιδίαν, προσερχομένοις δηλαδὴ καὶ ἐρω Ο τῶσι. Πάντα δὲ ἔλυεν, ὅσα ἠρώτων ὡς ἀγνοοῦντες. Οὐ γὰρ ἁπλῶς πάντα, καὶ τὰ σαφῆ. Ἀπὸ γὰρ τούτων ὧν ἐρωτῶντες ἐμάνθανον, σαφῇ ἦσαν αὐτοῖς καὶ τἆλλα· ὥστε πάντα ἐπελύοντο αὐτοῖς. 26. "Οταν δὲ παραδῷ τὸ θέρος, ἀντὶ τοῦ, ὥριμος γένηται, τοῦτ' ἔστιν, ὅταν πάντες οἱ καρπού φορεῖσθαι μέλλοντες καρποφορήσωσι, τότε τὸ δρέ πανον, κ. τ. λ. 26: Τὸ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἴσον Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ όψίας γενομένης· Διέλθωμεν εἰς τὸ πέραν. Καὶ ἀφέντες τὸν ὄχλον, παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ. Καὶ ἄλλα δὲ πλοιάρια ἦν μετ᾿ αὐτοῦ. Καὶ ἐστὶ τῷ ἐν μιᾷ ἡμερῶν, ὡς εἶπε Λουκᾶς. Οὐ γὰρ ἐκείνην δηλοί, καθ' ην εἶπε τὴν παραβολὴν, ἀλλ' ἐπέσ ραν καθ' ην επιβηθησόμενα γέγονεν. Αλλως μὲν γὰρ, κ. τ. λ.
col. 537–538page 26 of 98
PG 123:537γίνεται λαῖλαψ ἀνέμου μεγάλη τα δὲ κύματα επ ἐβαλλεν εἰς τὸ πλοῖον, ώστε αυτό ήδη γεμίζεσθαι. Καὶ ἦν αὐτὸς ἐπὶ τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον παθεύδων, καὶ διεγείρουσιν αὐτὸν, καὶ λέγουσιν αὐτῷ· Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα; Καὶ διεγερθεὶς, ἐπετίμησε τῷ ἀνέμῳ, καὶ εἶπε τῇ θα λάσσῃ· Σιώπα, πεφίμωσο. Καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη, καὶ εἶπεν αὐτοῖς· ΤΙ δειλοί ἐστε οὕτω; Πῶς οὐκ ἔχετε πίστιν; Καὶ ἐφο βήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους Τις ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ἀνικούουσιν αὐτῷ;» Αλλως μὲν ταῦτα διηγήσατο ὁ Ματθαίος, ἄλλως δὲ ὁ Μάρκος· & γὰρ ἐκεῖνος εἶπε πλατύτερον, οὗτος συνέστειλε· καὶ τοὐναντίον, ἐκεῖνος συνέστειλεν, οὗτος ἐπλάτυνε παραλαμβάνει οὖν μόνους τοὺς μαθητάς, θεατὰς τοῦ μέλλοντος ἔσεσθαι θαύματος ποιῶν· ἵνα δὲ μὴ ἐπαρθῶσιν ὅτι τοὺς ἄλλους ἐκπέμψας αὐτοὺς κατέσχεν, ἀφίησι κλυδωνισθῆναι, καὶ ἅμα να διδάξῃ πειρασμούς φέρειν. Καθεύδει δὲ, ἵνα μείζον φανῇ αὐτοῖς τὸ θαῦμα, πρό. τερον θορυβηθεῖσιν· εἰ γὰρ ἐγρηγορότος τοῦ Χριστοῦ ὁ κλύδων ἐγένετο, ἢ οὐκ ἂν ἐφοβήθησαν, ἢ οὐκ ἂν παρ εκάλεσαν. Αφίησιν οὖν αὐτοὺς φόβῳ κινδύνου περιπεσεῖν, ἵνα εἰς αἰσθησιν τῆς αὐτοῦ δυνάμεως έλθωσιν. Ἐπεὶ γὰρ τοὺς μὲν ἄλλους ἔβλεπον εὐεργετουμένους, αὐτοὶ δὲ οὐδενὸς τοιούτου ἀπήλαυσαν, κίνδυνος ἦν θυμοτέρους αὐτοὺς γενέσθαι. Συγχωρεῖ οὖν ἐπιγενέσθαι τὸν χειμώνα· καθεύδει δὲ ἐπὶ τὸ προσκεφάλαιον ἐδ τοῦ πλοίου, ξύλινον δὲ πάντως ήν τοῦτο. διυπνισθεὶς δὲ, ἐπιτιμή πρότερον τῷ ἀνέμη (οὗτος γάρ α ἐστιν ὁ τὴν θάλασσαν ἀγριαίνειν παρασκευάζων), εἶτα καὶ θαλάσσῃ. Επίτιμᾷ δὲ καὶ τοῖς μαθηταῖς, ὡς μὴ ἔχουσι πίστιν " εἰ γὰρ εἶχον πίστιν, ἐπίστευσαν ἂν ὅτι καὶ κοιμώμενος δύναται ἀβλαβεῖς αὐτοὺς διατηρῆσαι. Ἔλεγον δὲ πρὸς ἀλλήλους· Τίς ἄρα ἐστὶν οὖ τος; Επι γὰρ ἀμφιβόλως εἶχον περὶ αὐτοῦ· καθὸ μὲν γὰρ ἐπιτάγματι μόνῳ τὴν θάλασσαν κατεκοίμισε, καὶ οὔτε ράβδῳ, ὡς ὁ Μωσής, οὔτε ἐπικλήσει ὡς ὁ Ε λισσαῖος τὸν Ἰορδάνην, οὔτε τῇ κιβωτῷ ὡς Ἰησοῦς ὁ τοῦ Ναυῆ, διὰ τοῦτο ὑπὲρ ἄνθρωπον αὐτοῖς ἐδόκει· καθὸ δὲ ὕπνώττεν, ἄνθρωπος πάλιν αὐτοῖς ἐφαί ΚΕΦΑΛ. Γ.Ε. Περὶ τοῦ λεγέωνος. Περὶ τῆς θυγατρὸς τοῦ ἀρχι συναγώγου. Περὶ τῆς αἱμορροούσης. Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης, εἰς τὴν χώραν τῶν Γαδαρηνῶν. Καὶ ἐξελθόντι αὐτῷ ἐκ τοῦ πλοίου, εὐθέως ἀπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, ἐς τὴν κατοίκησιν εἶχαν ἐν τοῖς μνήμασι, καὶ οὔτε ἀλύσεσιν οὐδεὶς Αδύνατο αὐτὸν δῆσαι, διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἀλύσεσι δεδέσθαι, καὶ διεσπάσθαι ὑπ' αὐτοῦ τὰς Οὗτος ἐπλάτυνε. Μετὰ τοῦ πλοίου δηλαδή, ἐν ᾧ ἦν ὁ Χριστὸς, καὶ ἄλλα πλοιάρια ἦν προσέθηκε δὲ περὶ τούτων οὐχ ἁπλῶς, ἀλλὰ δεῖξαι θέλων ὅτι τοῦτο μόνον ἐκλυδωνίσθη κατ' οικονομίαν. Παραλαμβάνει ούν, κ. τ. λ. ο

Chapter VCaput V

col. 539–540page 27 of 98
PG 123:539195 ἁλύσεις, καὶ τὰς πέδας συντετρίφθαι· καὶ οὐδεὶς αὐτὸν ἴσχυε δαμάσαι· καὶ διὰ παντὸς, νυκτὸς καὶ ἡμέρας, ἐν τοῖς ὄρεσι καὶ ἐν τοῖς μνήμασιν ἦν κρά ζων καὶ κατακόπτων ἑαυτὸν λίθοις.» Τὰ ἀκριβέστερα τῶν ἀντιγράφων, εἰς τὴν χώραν τῶν Γεργεσηνῶν, ἔχει. Ο μὲν οὖν Ματθαῖος δύο εἶναι τοὺς δαιμονιζομένους λέγει· ὁ δὲ Μάρκος καὶ ὁ Λουκάς, ἕνα· τὸν γὰρ χαλεπώτερον ἐπιλεξάμενοι, διηγοῦνται περὶ αὐτοῦ. Έρχεται τοίνυν ὁ δαιμονιζόμενος, Τίν αὐτὸν ὁμολογῶν εἶναι Θεοῦ. Ἐπεὶ γὰρ οἱ ἐν τῷ πλοίῳ ἀμφέβαλλον, ποταπός ἐστιν οὗτος, ἡ παρά τῶν ἐχθρῶν μαρτυρία πιστοτέρα γίνεται· λέγω δὴ τῶν δαιμόνων. Κατῴκει δὲ ἐν τοῖς μνήμασι, ποντ ρὰν ὑπόληψιν ἐνθεῖναι βουλόμενος τοῖς ἀνθρώποις, ὅτι τῶν ἀποθνησκόντων αἱ ψυχαὶ δαίμονες γίνονται. ' μη γένοιτο τινὰ πιστεῦσαι. 6-10 ‹ • Ἰδὼν δὲ τὸν Ἰησοῦν ἀπὸ μακρόθεν, έδραμε καὶ προσεκύνησεν αὐτῷ, καὶ κράξας φωνῇ μεγάλῃ, εἶπε Τί ἐμοὶ καὶ σοὶ, Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου Ορκίζω σε τὸν Θεὸν, μή με βασανίσης. Ελεγε γὰρ αὐτῷ· Εξελθε, τὸ πνεῦμα τὸ ἀκάθαρτον, ἐκ τοῦ ἀν θρώπου. Καὶ ἐπηρώτα αὐτὸν, Τί σοι ὄνομα Καὶ ἀπεκρίθη, λέγων· Λεγεών ὄνομά μοι, ὅτι πολλοί ἐστ μεν. Καὶ παρεκάλει αὐτὸν πολλά, ἵνα μὴ αὐτοὺς » αποστείλῃ ἔξω τῆς χώρας. Βάσανον νομίζουσιν οἱ δαίμονες τὸ ἐξελθεῖν ἐκ τοῦ ἀνθρώπου. Διό φασι, Μη βασανίσῃς, τουτέστι, μὴ ἐξαγάγης ἡμᾶς ἐκ τοῦ κατ οικητηρίου ἡμῶν, ἤτοι τοῦ ἀνθρώπου· καὶ ἄλλως δὲ, ἐνόμιζον ὅτι διὰ τὴν ὑπερβολὴν τῶν ὑπ' αὐτῶν τολμωμένων, οὐκ ἀνέξεται· ἀλλὰ παραδώσει αὐτοὺς ἐντεῦθεν ἤδη τῇ κολάσει· διὰ τοῦτο καὶ παρακαλοῦσιν ἵνα μὴ βασανίσῃ αὐτούς. Ἐρωτᾷ δὲ αὐτὸν ὁ Κύριος, οὐχ ἵνα μάθῃ αὐτός, ἀλλ᾽ ἵνα οἱ ἄλλοι μά θωσι τὸ πλῆθος τῶν ἐνοικούντων αὐτῷ δαιμόνων. Ἐπειδὴ γὰρ εἷς ἐφαίνετο, δείκνυσιν ὁ Χριστὸς ὅσοις ἐχθροῖς ἐπάλαιεν ὁ ἐλεεινὸς ἐκεῖνος ἄνθρωπος. Ην δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη. Καὶ παρεκάλεσαν αὐτὸν πάντες οἱ δαίμονες, λέγοντες· Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν· καὶ ἐπέτρεψεν αὐτοῖς εὐθέως ὁ Ἰησοῦς· καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτά, εἰσῆλθον εἰς τοὺς χοίρους. Καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν. Ησαν δὲ ὡς δισχίλιοι, καὶ ἐπνίγοντα ἐν τῇ θαλάσσῃ. Οἱ δὲ βόσ κοντες τους χοίρους, έφυγον, καὶ ἀνήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς.» Οἱ μὲν δαίμονες ἀξιοῦσι τὸν Κύριον μὴ ἀποστείλαι αὐτοὺς ἔξω τῆς χώρας, ἀλλ᾽ εἰς τὴν ἀγέλην τῶν χοίρων ἀπολῦσαι· ὁ δὲ συγχωρεῖ τοῦτο. Ἐπειδὴ γὰρ παλαίστρα ἐστὶν ὁ βίος ἡμῶν, οὐκ ἠθέλησεν ὁ Κύριος ἔξω τοῦ βίο τούτου ἀπολῦσαι τους δαίμονας, ένα παλαίοντες ἡμῖν, δοκιμωτέρους ἡμᾶς ἐγράζωνται. Συνεχώρησε δὲ αὐτοῖς εἰς τοὺς χοίρους εἰσελθεῖν, ὡς ἂν μάθωμεν ὅτι ὥσπερ τῶν χοίρων οὐκ ἐφείσαντο, οὕτως οὐδ' ἂν τοῦ ἀνθρώπου ἐκείνου ἐφείσαντο, εἰ μὴ θεία δύναμις ἦν ἡ συντηροῦσα αὐτόν· οἱ δαίμονες γὰρ ἐχθροὶ ὄντες, κατέκοψαν ἂν ἡμᾶς αὐθωρὸν, εἰ μὴ ὁ Θεὸς συνετήρει ἡμᾶς: Μάνθανε δὲ ὅτι οὐδὲ κατὰ χοίρων ἔχωσιν ἐξουσίαν οἱ δαίμονες, καὶ πολλῷ μᾶλλον
col. 541–542page 28 of 98
PG 123:541κατὰ ἀνθρώπων, εἰ μὴ συγχωρήσει ὁ Θεός· νόες δὲ ὅτι καὶ εἰς τοὺς κατὰ χοίρους ζῶντας ἀνθρώπους, καὶ τῷ βορβόρῳ τῆς ἡδονῆς ἐγκυλιομένους, εἰς τούτους εἰσέρχονται οἱ δαίμονες, καὶ ῥίπτουσιν αὐτοὺς κατὰ τοῦ κρημνοῦ τῆς ἀπωλείας, ἐν τῇ θαλάσσῃ τοῦ βίου τούτου, καὶ ἀποπνίγονται. Καὶ ἐξῆλθον ἰδεῖν τί ἐστι τὸ γεγονός. Καὶ ἔρ χονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσι τὸν δαιμονιζόμενον καθήμενον, καὶ ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν λεγεῶνα, καὶ ἐφοβήθησαν. Διηγήσαντο δὲ αὐτοῖς οἱ ἰδόντες, πῶς ἐγένετο τῷ δαιμονιζομένῳ, καὶ περὶ τῶν χοίρων· καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. Καὶ ἐμβάντος αὐτοῦ εἰς τὸ πλοῖον, παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς, ἵνα ᾗ μετ' αὐτοῦ· ὁ δὲ Ἰησοῦς οὐχ ἀφῆκεν αὐτὸν, ἀλλὰ λέγει αὐτῷ· Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σοὺς καὶ ἀνάγγειλον αὐτοῖς ὅσα σοι ὁ Κύριος πεποίηκε, καὶ ἐλέησέ σε. Καὶ ἀπῆλθε, καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει, ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον.» Εξῆλθον μὲν οἱ τῆς πόλεως εκείνης πρὸς τὸν Ἰησοῦν, ἐκπλαγέντες τὸ θαῦμα· ἀκούσαντες δὲ, ἐφοβήθησαν πλέον. Διὸ καὶ παρακαλοῦσι τὸν Ἰησοῦν ἵνα ἐξέλθῃ ἐκ τῶν δρίων αὐτῶν. Εδε δοίκεισαν γὰρ μήποτε καὶ μεῖζόν τι πάθωσι. Τοὺς γὰρ χοίρους ἀπολέσαντες, καὶ λυπηθέντες ἐπὶ τῇ ἀπωλείᾳ, παραιτοῦνται καὶ τὴν παρ ουσίαν τοῦ Κυρίου· ὁ δὲ δαιμονισθεὶς παρεκάλει αὐτὸν, ἵνα ᾗ μετ' αὐτοῦ· ἐφοβεῖτο γὰρ μήποτε μόνον εὑρόντες αὐτὸν οἱ δαίμονες, πάλιν ἐπέλθωσιν αὐτῷ. Ο δὲ Κύριος ἀπολύει αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ, δεικ νύων αὐτῷ ὅτι κἂν μὴ αὐτὸς παρῇ, ἀλλ' ήγε δύνα μις αὐτοῦ καὶ ἡ ἐπισκοπὴ φυλάξει αὐτὸν, ἅμα δὲ, ἵνα καὶ ἑτέρους ὁραθεῖς ὠφελήσῃ. Ιδού γοῦν ἤρξατο κηρύσσειν, καὶ πάντες ἐθαύμαζον. Ορα δὲ καὶ τὸ άτυφον τοῦ Σωτῆρος. Οὐκ εἶπεν ὅτι, Απάγγειλον ὅσα σης πεποίηκα, ἀλλ', Όσα σοι πεποίηκεν ὁ Κύριος. Οὕτω καὶ σὺ, ὅταν ἀγαθόν τι ποιήσῃς, μὴ σεαυτῷ, ἀλλὰ τῷ Θεῷ ἀνατίθει τὸ πραχθέν. Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πά λιν εἰς τὸ πέραν, συνήχθη όχλος πολὺς ἐπ' αὐτὸν, καὶ ἦν παρὰ τὴν θάλασσαν. Καὶ ἰδοὺ ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ιάειρος. Καὶ ἰδὼν αὐτὸν, πίπτει πρὸς τοὺς πόδας αὐτοῦ, καὶ παρεκάλει αὐτὸν πολλά, λέγων ὅτι, Τὸ θυγάτριόν μου ἐσχά τως ἔχει· ἵνα ἐλθὼν ἐπιθῇς αὐτῇ τὰς χεῖρας, ὅπως σωθῇ καὶ ζήσεται. Καὶ ἀπῆλθε μετ' αὐτοῦ· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτὸν. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αίματος έτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ' αὐτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γὰρ ὅτι, Κἂν τῶν ἱματίων αὐτ τοῦ ἅψωμαι, σωθήσομαι· καὶ εὐθέως εξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι, ὅτι ἵεται ἀπὸ τῆς μάστιγος.» Μετὰ τὸ ἐπὶ τῷ δαιμονιζομένῳ θαῦμα, ἕτερον εργάζεται ὁ Κύριος, τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου ἀνιστῶν. Λέγει δὲ καὶ τὸ ὄνομα τοῦ ἀρχισυναγώγου, διὰ τοὺς Ἰουδαίους τοὺς εἰδότας τὸ γενόμενον. Ἐξ ἡμισείας δὲ πιστὸς ὁ ἀνήρ· καθὰ μὲν γὰρ πίπτει παρὰ τοὺς πόδας, πιο
col. 543–544page 29 of 98
PG 123:543στὸς, καθὰ δὲ παρακαλεῖ ἵνα ἔλθῃ, οὐχ ὅσην δεῖ πίο Ο στιν ἐνδείκνυται. Εδει γὰρ εἰπεῖν ὅτι, Εἰπὶ λόγῳ. Ὡς ἐν παρέργῳ δὲ ἀπερχομένου τοῦ Κυρίου, θερα πεύεται καὶ ἡ αἱμόρρους· πιστοτάτη δὲ ἡ γυνή, ὅτι καὶ ἀπὸ τῶν ἱματίων ἐνόμισεν ὠφεληθῆναι· διὸ καὶ τυγχάνει τῆς θεραπείας. Νοήσεις δὲ ταῦτα καὶ εἰς τὴν ἀνθρωπίνην φύσιν, ἥτις αἱμόρρους ἦν. Επήγαγε γὰρ τὴν ἁμαρτίαν, ἥτις φόνος ἐστὶ τῆς ψυχῆς, καὶ τὸ αἷμα τῶν ψυχῶν ἡμῶν ἐκχέει. Ὑπὸ πολλῶν δὲ Ιατρῶν, τῶν σοφῶν λέγω τοῦ κόσμου τούτου, καὶ μὴν καὶ τοῦ νόμου καὶ τῶν προφητῶν, οὐκ ηδυνήθη θεραπευθῆναι. "Αμα δὲ ἥψατο τῶν ἱματίων τοῦ Χρι στοῦ, τουτέστι τῆς σαρκὸς αὐτοῦ, καὶ ἰάθη. Ὁ γὰρ πιστεύων ὅτι ἐσαρκώθη ὁ Χριστός, οὗτός ἐστιν ὁ ἀψάμενος τῶν ἱματίων αὐτοῦ. δε Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· Τί μου ήψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Βλέπεις τὸν ὄχλον συνθλί βοντά σε, καὶ λέγεις, Τίς μου ήψατο; Καὶ περιο εβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ φου βηθεῖσα καὶ τρέμουσα, εἰδυτα δ γέγονεν ἐπ' αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. Ο δὲ εἶπεν αὐτῇ· Θύγατερ, ἡ πίστις σου σέσωκέ σε. Υπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγος σου.» Εξέρχεται δύναμις ἀπὸ τοῦ Χριστοῦ, οὐ τοπικώς μεταβαίνουσα, ἀλλὰ πρός τε τοὺς ἄλλους διαδιδομένη, καὶ ἐν τῷ Χριστῷ ἀμείωτος μένουσα· ὥσπερ καὶ μαθήματα, καὶ παρὰ τοῖς διδάσκουσιν εἰσι, καὶ τοῖς μανθάνουσι παραδίδονται. Ορα δὲ πῶς οἱ μὲν ὄχλοι συνέθλιβον, οὐδεὶς δὲ αὐτ τοῦ ἥψατο. Ἡ δὲ μὴ θλίβουσα αὐτὸν, ἐκείνη ήψατο αὐτοῦ. Μυστήριον γὰρ ἐντεῦθεν μανθάνομεν, ότι οὐδεὶς τῶν ὄχλους καὶ ταραχὰς ἐχόντων ἅπτεται τοῦ Ἰησοῦ, ἀλλὰ μόνον θλίβει αὐτόν. Εἰ τις δὲ μὴ ὀχλοίη τὸν Ἰησοῦν, μηδὲ τὸν ἐν ἑαυτῷ λόγον ταρα χαῖς περιβάλλοι, ἐκεῖνος ἅπτεται αὐτοῦ. Τίνος δὲ ἕνεκεν ὁ Κύριος φανεροί τὴν γυναῖκα; Πρῶτον μὲν ἵνα τὴν πίστιν τῆς γυναικὸς δοξάσῃ· ἔπειτα, ἵνα καὶ τὸν ἀρχισυνάγωγον παραθαῤῥύνῃ, ὅτι καὶ τὸ αὐτοῦ θυγάτριον οὕτω σωθήσεται· καὶ ἅμα, ἵνα καὶ τὴν γυναῖκα τοῦ πολλοῦ φόβου ἀπολύσῃ· καὶ γὰρ ἐδεδίει ἡ γυνή, ὡς κλέψασα τὴν ἴασιν· διὸ καὶ ὁ εὐαγγελιστὴς λέγει· Φοβηθεῖσα δὲ καὶ τρέμουσα ἦλθεν. Ο οὖν Κύριος οὐ λέγει ότι, Εγώ σέσωκά σε, ἀλλ᾿ Η πίσ στις σου. Πορεύου τοίνυν εἰς εἰρήνην, τουτέστιν, εἰς ἀνάπαυσιν· ὥστε εἶναι τὸ λεγόμενον τοιοῦτον *Απελθε, ἀναπαύου, ως τόγε μέχρι τοῦ νῦν, ἐν λύ παις ὑπῆρχες καὶ ταραχαῖς. Ετι αὐτοῦ λαλοῦντος, έρχονται ἀπὸ τοῦ ἀρχι συναγώγου, λέγοντες ότι, Η θυγάτηρ σου ἀπέθανε, τί ἔτι σκύλλεις τὸν Διδάσκαλον; Ο δὲ Ἰησοῦς εἰ θέως ἀκούσας τὸν λόγον λαλούμενον, λέγει τῷ ἀρ χισυναγώγῳ Μή φοβοῦ, μόνον πίστευε. Καὶ οὐκ ἀφῆκεν οὐδένα αὐτῷ συνακολουθῆσαι, εἰ μὴ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου. Καὶ ἔρχεται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον, κλαίοντας καὶ ἀλαλάζοντας πολλά, καὶ εἰσελθὼν, λέγει αὐτοῖς· Τί θορυβείσθε καὶ
col. 545–546page 30 of 98
PG 123:545κλαίετε; τὸ παιδίον οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. Καὶ κατεγέλων αὐτοῦ. Ὁ δὲ, ἐκβαλών πάντας, πα ραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα, καὶ τοὺς μετ᾿ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον ἀνακείμενον, καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου, λέγει αὐτῇ· Ταλθὰ ποῦμε, ὅ ἐστι μεθερμηνευόμενον· Τὸ κοράσιον, σοὶ λέγω, ἔγειραι. Καὶ εὐθέως ἀνέστη τὸ κοράσιον, καὶ περιεπάτει (ἦν γὰρ ἐτῶν δώδεκα), καὶ ἐξέστησαν εκστάσει μεγάλῃ, καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνῷ τοῦτο, καὶ εἶπε δοθῆναι αὐτῇ φαγεῖν.» Οἱ τοῦ ἀρχισυναγώγου, νομίζοντες ἕνα τῶν διδασκάλων εἶναι τὸν Χριστὸν, διὰ τοῦτο παρεκάλουν. ἵνα ἐλθὼν προσεύξηται ἐπὶ τῷ κορασίῳ· λοιπὸν ἐπειδὴ ἀπέθανεν, ἐνόμισαν μηκέτι αὐτοῦ χρείαν εἶναι, διὰ τὸ τεθνηκέναι αὐτήν. Αλλ' ἐκεῖνος θαρρύνει τον πατέρα, καὶ, Μόνον πίστευε, φησίν. Οὐκ ἀφίησι δὲ οὐδένα ἕτερον συνακολουθῆσαι, εἰ μὴ τοὺς τρεῖς μαθητας. Οὐ γὰρ δὴ ὁ ταπεινός Ἰησοῦς θέλει πρὸς ἐπίδειξίν τι ποιεῖν. Λέγοντος δὲ αὐτοῦ, ὅτι οὐκ ἀπέθανε τὸ κοράσιον, ἀλλὰ καθεύδει, καταγελώσιν, ὡς ἂν μὴ ἔχωσιν ὕστερον λέγειν ὅτι κάτοχος εγένετο, καὶ οὐδὲν θαυμαστὸν εἰ ἀνέστησεν αὐτὴν, ἀλλ᾽ αὐτοὶ ἑαυτῶν καταμαρτυροῦντες ἐλέγχωνται, ὡς ἀληθῶς τεθνηκυῖαν ἀνέστησεν, όπου γε καὶ κατεγέλων αὐτοῦ λέγοντος, ὅτι οὐκ ἀπέθανε. Κρατεῖ δὲ τῆς χειρὸς, ἵνα ἐνθῇ ταύτῃ δύναμιν. Καὶ δίδωσιν αὐτῇ φαγεῖν, ὡσὰν πιστώσηται τὴν ἀνάστασιν, ὅτι ἀληθῶς καὶ οὐ κατὰ φαντασίαν γέγονεν. ΚΕΦΑΛ. Γ'. Περὶ τῆς τῶν ἀποστόλων διαταγής. Περὶ 'Ιωάννου καὶ Ἡρώδου. Περὶ τῶν πέντε ἄρτων καὶ τῶν δύο ιχθύων. Περὶ τοῦ ἐν θαλάσση περιπάτου. Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶ ἦλθεν εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. Καὶ γενομένου Σαββάτου, ἤρξατο ἐν τῇ Συναγωγῇ διδάσκειν, καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο, λέ γοντες· Πόθεν τούτῳ ταῦτα; καὶ τίς ἡ σοφία ἡ δο θεῖσα αὐτῷ, ὅτι καὶ δυνάμεις τοιαῦται διὰ τῶν χει ρῶν αὐτοῦ γίνονται; Οὐχ οὗτός ἐστιν ὁ τέκτων, δ υἱὸς Μαρίας, ἀδελφὸς δὲ Ἰακώβου, καὶ Ἰωσῆ, καὶ Ἰούδα, καὶ Σίμωνος; Καὶ οὐκ εἰσὶν αἱ ἀδελφαί αὐτοῦ ὧδε πρὸς ἡμᾶς; Καὶ ἡ κανδαλίζοντο ἐν αὐτῷ.» Επιβαίνει τῆς πατρίδος, κ ἀγνοῶν ὅτι καταφρονήσουσιν αὐτοῦ, ἀλλ᾽ ἵνα μὴ ἔχωσιν ὕστερον λέγειν δει, Ει ἦλθεν, ἐπιστεύσαμεν ἄν· ἅμα δὲ, καὶ τὴν φθονεράν γνώμην αὐτῶν ἐλέγχων. Δέον γὰρ και χάσθαι μᾶλλον ἐπὶ τῷ Κυρίῳ, ὡς κοσμοῦντι την αὐτῶν πατρίδα διά τε τῆς διδασκαλίας καὶ τῶν θαυμάτων, οἱ δὲ, εξευτελίζουσιν αὐτὸν ἐπὶ τῷ τα πεινῷ τοῦ γένους. Τοσοῦτόν ἐστι κακὸν ὁ φθόνος. Ἐπισκοτεῖ γὰρ τοῖς ἀγαθοῖς ἀεὶ, καὶ οὐκ ἐξ τοὺς φθονοῦντας ταῦτα ἰδεῖν. Καὶ νῦν οὖν πολλοί, ὡς δυσγενείς τινας διαβάλλουσιν, ἀξίους ὄντας τάλλα τιμῆς, κακῶς φρονοῦντες καὶ λίαν ἀγεννῶς. Έλεγε δὲ αὐτοῖς ὁ Ἰησοῦς ὅτι, Οὐκ ἔστι προ φήτης άτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ, καὶ ἐν τοῖς συγγενέσι, καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. Καὶ οὐκ ἐδύνατο ἐκεῖ οὐδεμίαν δύναμιν ποιῆσαι, εἰ μὴ ὀλίγοις

Chapter VICaput VI

col. 547–548page 31 of 98
PG 123:547ἀῤῥώστοις ἐπιθεὶς τὰς χεῖρας, ἐθεράπευσε, καὶ εθαύμαζε διὰ τὴν ἀπιστίαν αὐτῶν Καθολικῶς φησὶν ὁ Κύριος ότι πάντες οἱ προφῆται, άτιμοι ἐν ταῖς πατρίσιν αὐτῶν. Εἶτε γὰρ λαμπρούς ἔχοιεν συγγενείς, φθονοῦσιν οὗτοι αὐτοῖς, καὶ διὰ τοῦτο ἀτιμάζουσιν· εἴτε δυσγενείς είεν, πάλιν διὰ τὴν δυσμένειαν ατιμάζονται. Οὐκ ἠδύνατο οὖν ἐκεῖ δυ νάμεις ποιῆσαι, οὐχ ὅτι αὐτὸς ἀσθενὴς ἦν, ἀλλ᾽ ἔτι ἐκεῖνοι ἄπιστοι ἦσαν. Φειδόμενος γὰρ αὐτῶν, ἵνα μὴ πρὸς πλείονα κατάκρισιν αὐτῶν εἶεν τὰ σημεῖα, μηδὲ οὕτω πιστευόντων, διὰ τοῦτο οὐ ποιεῖ δυνάμεις ἐκεῖ· ἄλλως τε ἐν ταῖς θαυματουργίαις χρεία τῆς τε τοῦ ποιοῦντος δυνάμεως, καὶ τῆς τῶν δεχομένων πίστεως. Ἐκεῖσε τοίνυν τοῦ ἑτέρου λείποντος, ήτοι τῆς τῶν θεραπευομένων πίστεως, οὐκ ἐνεδέχετο σημεία ποιῆσαι τὸν Ἰησοῦν. Οὕτω γὰρ νοείν ὀφείλο μεν τὸ, Οὐκ ἠδύνατο, ἀντὶ τοῦ, οὐκ ἐνεδέχετο το Καὶ περιήγε τὰς κώμας κύκλῳ διδάσκων. Καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτ τοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων, καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς τὴν ὁδὸν, εἰ μὴ ῥάβδον μόνον, μὴ πήραν, ἄρτον, μὴ εἰς τὴν ζώνην χαλκόν, ἀλλ' ὑποδεδεμένους σανδάλια, καὶ μὴ ἐνδύσησθαι δύο χιτῶνας. Καὶ ἔλεγεν αὐτοῖς, Οπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν. Καὶ ὅσοι ἂν μὴ δέξωνται ὑμᾶς, μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν εκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν, εἰς μαρτύριον αὐτοῖς. Ὁ Αμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ή Γου μόῤῥοι; ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ.» Οὐκ ἐν ταῖς πόλεσι μόνον ἐδίδασκεν ὁ Κύριος, ἀλλὰ καὶ ἐν ταῖς χώμαι;, ἵν᾿ ἡμεῖς μάθωμεν μηδὲ τῶν μικρῶν κατα φρονεῖν, μηδὲ ἀεὶ τὰς μεγάλας πόλεις ἐπιζητεῖν, ἀλλὰ κάν τοῖς χωριδίοις τοῖς εὐτελέσι σπείρειν τὸν λόγον. Οὐ μόνον δὲ αὐτὸς διδάσκει, ἀλλὰ καὶ τοὺς δώδεκα ἀποστέλλει δύο δύο, ἵνα καὶ προθυμότεροι ὦσιν. Εἰ μὲν γὰρ ἕνα ἀπέστειλεν, ἦν ἂν ὁ εἷς ἐκεῖ νος ἀπρόθυμος. Πάλιν εἰ πλείους τῶν δύο, οὐκ εἰς πολλὰς ἂν κώμας εξήρκεσεν ὁ ἀριθμὸς τῶν ἀπο στόλων. Δύο τοίνυν ἀποστέλλει Αγαθοὶ γὰρ οἱ δύο ὑπὲρ τὸν ἕνα, φησὶν Εκκλησιαστής. Παραγγέλλει Πραγματικῶς ἑαυτὸν διὰ τούτων εδήλωσεν ὁ Χριστὸς, καὶ ἐν μὲν τῇ πατρίδι εἴρηκε, διὰ πᾶσαν τὴν Ναζαρέτ· ἐν δὲ τοῖς συγγενέσι, διὰ τοὺς ὁποιουσδήποτε συγγενεῖς αὐτοῦ, ἐν δὲ τῇ οἰκείᾳ, διὰ μόνους τοὺς οἰκείους αὐτοῦ· Πάν τες γὰρ αὐτοῦ κατεφρόνουν, εἰ μὲν ὡς συμπατριώ του, οἱ δὲ ὡς συγγενοῦς, οἱ δὲ ὡς οἰκείου· διὸ καὶ ὑπερφυῶς εὐδοκιμοῦντος, ἐσκανδαλίζοντο ἐπ' αὐτῷ, τοῦτ᾽ ἔστιν οὐκ ἠδύναντο πιστεύειν αὐτὸν διὰ τὸν φθόνον. Μᾶλλον δὲ καθολικῶς φησιν ὁ Κύριος, κ. τ. λ. Μετὰ γὰρ τῶν ἄλλων ση ἀδυναμίαν καὶ τὸν ἐμποδισμὸν τῆς οιασδηποτούν μαινομένων τοῦ μὴ δύνασθαι, ειώθαμεν ὀνομάζειν αἰτίας, ὥσπερ καὶ νῦν, ἐνεπάδιζε γὰρ αὐτὸν ἡ ἀπι στία τῶν εὐεργετουμένων· Οὐκ ἠδύνατο οὖν, ἀντὶ τοῦ ἐνεποδίζετο, καὶ οὐκ ἔδει βιαίως εὐεργετείν αὐτούς. Καὶ περιῆγε τὰς κώμας, κ. τ. «
col. 549–550page 32 of 98
PG 123:549ποιο δὲ αὐτοῖς μηδὲν αίρειν, μήτε πήραν, μήτε χαλκόν, μήτε ἄρτον, παιδεύων αὐτοὺς τὸ ἀφιλοχρήματον διά τούτων, καὶ ὡς ἂν οἱ ἐρῶντες αὐτοὺς, δυσωπώνται αὐτοὺς, τὴν ἀκτημοσύνην διδάσκοντας ἀφ᾽ ὧν αὐτοὶ μηδὲν ἔχουσι. Τίς γὰρ ἰδὼν τὸν ἀπόστολον μήτε πήραν, μήτε ἄρτον, τὸ ἀναγκαιότατον, αἴροντα, οὐκ ἂν κατεδυσωπήθη, καὶ πρὸς τὴν ἀκτημοσύνην ἀπεδύσατο Ἐν μιᾷ δὲ οἰκίᾳ καταμένειν αὐτ τοὺς κελεύει, ἵνα μὴ δόξωσι διά γαστριμαργίαν ἀκατάστατοι εἶναι, ἄλλους ἐξ ἄλλων ἀμείβοντες. Από δὲ τῶν μὴ δεχομένων αὐτοὺς, εκτινάσσειν λέγει τὸν χοῦν, δεικνύοντας ὅτι μακρὰν ὁδὸν ἐβάδισαν δι' αὐτ τοὺς, καὶ οὐδὲν ὠφέλησαν, ἢ ὅτι οὐδὲν ἀπ᾿ αὐτῶν ἔσχον, οὐδὲ κἂν χοῦν, ἀλλὰ καὶ τοῦτον ἐξετίναξαν, ὥστε εἶναι τοῦτο εἰς μαρτύριον αὐτοῖς, τουτέστιν, εἰς ἔλεγχον. Ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι ἀνεκτότερον” ἔσται Σοδόμοις ή Γομόροις ἐν τῇ κρίσει, ἢ τοῖς μὴ παραδεξαμένοις ὑμᾶς. Οἱ μὲν γὰρ Σοδομίται κολα σθέντες ἐντεῦθεν, φορητότερον ἐκεῖσε κολασθήσονται. Καὶ ἅμα, οὐδὲ ἀπεστάλησαν πρὸς αὐτοὺς ἀπόστολοι οἱ δὲ μὴ παραδεξάμενοι τοὺς ἀποστόλους, χαλεπώτερα ἐκείνων πείσονται. Καὶ ἐξελθόντες ἐκήρυσσον ἵνα μετανοήσωσι, καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολ λοὺς ἀρρώστους, καὶ ἐθεράπευον.» Οτι ήλειφον ἐλαίῳ οἱ ἀπόστολοι, μόνος ὁ Μάρκος διηγεῖται, δ καὶ Ἰάκωβος ὁ ἀδελφόθεος, ἐν τῇ καθολικῇ Ἐπιστο ῇ φησιν· Ασθενεί τις ἐν ὑμῖν; προσκαλέσασθω τους πρεσβυτέρους τῆς Ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ' αὐτὸν, ἀλείψαντες αὐτὸν ἐλαίῳ. Εστιν οὖν τὸ ἔλαιον καὶ πρὸς κόπους ὠφέλιμον, καὶ φω τὸς αἴτιον, καὶ ἱλαρότητος πρόξενον, καὶ σημαίνει τὸ ἔλεος τοῦ Θεοῦ, καὶ τὴν χάριν τοῦ Πνεύματος, δι' ἧς καὶ κόπων ἀπαλλαττόμεθα, καὶ φῶς καὶ χαρὰν, καὶ ἱλαρότητα πνευματικὴν δεχόμεθα. Καὶ ἤκουσεν ὁ βασιλεὺς Ηρώδης, φανερόν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ ἔλεγεν ὅτι Ἰωάννης ὁ βαπτίζων, ἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ. Αλλοι Ελε γον ότι Ηλίας ἐστὶν, ἄλλοι δὲ ἔλεγον ὅτι Προφή τῆς ἐστὶν, ὡς εἷς τῶν προφητῶν. Ἀκούσας δὲ ὁ Ηρώδης, εἶπεν ὅτι, ἂν ἐγὼ ἀπεκεφάλισα Ιωάν νην, οὗτός ἐστιν, αὐτὸς ἠγέρθη ἐκ νεκρῶν.» Οὗτος ὁ Ἡρώδης, υἱὸς ἦν τοῦ τὰ βρέφη ἀποκτείναντος. Τετράρχην δὲ ὄντα, βασιλέα αὐτὸν ὁ Μάρκος λέγει, ἀδιαφόρως χρώμενος τῷ ὀνόματι. Οὗτος οὖν ἀκούων τοῦ Κυρίου τὰ θαύματα, καὶ εἰδὼς ὡς δίκαιον ὄντα 26: Πῶς δὲ Ματθαῖος μὲν καὶ Λου και κελευσθήναι τούτους μήτε ὑποδήματα μήτε ράβδον ἔχειν, ὁ δὲ Μάρκος λέγει, συγχωρηθῆναι ταῦτα μόνα αὐτοῖς; Τί οὖν ἔστιν εἰπεῖν; Πρῶτον μὲν οὖν οὕτω προσέταξεν, ὡς ὁ Ματθαῖος καὶ ὁ Λουκᾶς εἶπον, ύστερον δὲ παρεχώρησεν αὐτοῖς ὑποδεδύσθαι μόνα σανδάλια, καὶ κατέχειν ῥάβδον, εἰς φυλακήν τε τῶν ποδῶν καὶ ὑποστηριγμὸν τοῦ σώματος, συγκαταβαίνων τῇ ἀσθενείᾳ αὐτῶν, διὰ τὴν ἀπὸ τῆς ὁδοιπορίας ταλαιπωρίαν, ὡς ὁ παρών ευαγγελιστής έγραψεν. Ἐν μιὰ δὲ οἰκίᾳ, κ. τ. λ. ι
col. 551–552page 33 of 98
PG 123:551μάτην ἀνεῖλε τὸν Ἰωάννην, ὑπέλαβεν ὅτι ἀνέστη Ο Ει ἐκ νεκρῶν, καὶ ἐκ τῆς ἀναστάσεως προσέλαβε τὸ θαυματουργεῖν. Πρότερον γὰρ ὁ Ιωάννης οὐδὲν ση μεῖον ἐποίησεν· ἀπὸ δὲ τῆς ἀναστάσεως ενόμισεν ὁ Ηρώδης προσλαβεῖν αὐτὸν τῶν σημείων τὴν ἐργα σίαν. "Αλλοι δὲ ἔλεγον ὅτι Ηλίας ἐστίν· ἤλεγχε γὰρ τοὺς πολλοὺς, ὡς ὅταν ἔλεγεν, Ο γενεά άπιστος! Ηρώδης δὲ δέδοικεν· οὕτως οὖν ἐλεεινός, ὥστε τὸν νεκρὸν φοβεῖσθαι. Αὐτὸς γὰρ ὁ Ἡρώδης, ἀποστείλας εκράτησε τὸν Ἰωάννην, καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ πρω διάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν. Ελεγε γὰρ ὁ Ἰωάννης τῷ Ηρώδη ὅτι, Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. Ἡ δὲ Ἡρωδιὰς ἐνεῖχεν αὐτῷ, καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἐδύνατο. Ο γὰρ Ηρώδης εφο βεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτὸν, καὶ ἀκούσας αὐτοῦ, πολύ λὰ ἐποίει, καὶ ἡδέως αὐτοῦ ἤκουεν.» Παρεντίθησιν ἐνταῦθα τὴν περὶ τοῦ θανάτου τοῦ Βαπτιστοῦ δι ήγησιν ὁ Μάρκος, ἀφορμῆς δραξάμενος. Τὴν δὲ Ἡρωδίαδα, οἱ μὲν, ζῶντος τοῦ Φιλίππου φασὶν ἀπο σπάσει τὸν Ηρώδην, καὶ διὰ τοῦτο ἐλέγχεσθαι αὐτὸν ὡς παρανομοῦντα, τοῦ ζῶντος ἀδελφοῦ ἀπο ζευγνύντα τὴν γυναῖκα· οἱ δὲ, ὅτι ἀπέθανε μὲν ὁ Φίλιππος, πλὴν ἐπὶ θυγατρί· θυγατρὸς δὲ οὔσης, οὐκ ἔδει τὸν Ἡρώδην τὴν γυναῖκα τοῦ ἀδελφοῦ γαμῆσαι, οὐδὲ μετὰ θάνατον. Ο γὰρ νόμος τότε ἐκέλευε τὸν ἀδελφὸν τὴν τοῦ ἀδελφοῦ γυναίκα λαμ βάνειν, ὅτε μὴ ὑπῆν παιδίον· ἐνταῦθα δὲ ὑπῆρχεν ἡ θυγάτηρ, παράνομος ἄρα ὁ γάμος. Ορα δὲ πότον Ισχύει ἡ λύσσα τοῦ ἔρωτος, ὥστε καὶ τὸν Ἡρώδην τοσαύτην αἰδῶ καὶ φόβον πρὸς τὸν Ἰωάννην ἔχοντα, καταφρονῆσαι τούτου, πρὸς τὸ θεραπεῦσαι μόνον ἀκολασίαν. Καὶ γενομένης ημέρας εὐκαίρου, ὅτε Ηρώδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίει τοῖς μεγιστᾶσιν αὐτοῦ, καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γα λιλαίας· καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτῆς τῆς Ηρωδιάδος, καὶ ὀρχησαμένης καὶ ἀρεσάσης τῷ Ἡρώδῃ, καὶ τοῖς συνανακειμένοις, εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ· Αίτησόν με δ ἐὰν θέλῃς, καὶ δώσω σοι, Καὶ ὤμοσεν αὐτῇ ὅτι, ῾Ο ἐάν με αἰτήσῃς δώσω σοι, ἕως ἡμίσους τῆς βασιλείας μου. Ἡ δὲ, ἐξελθοῦσα εἶ πε τῇ μητρὶ αὐτῆς, Τί αἰτήσομαι; Ἡ δὲ εἶπε· Τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ. Καὶ εἰσελθοῦσα εὐθέως μετὰ σπουδῆς πρὸς τὸν βασιλέα, ᾐτήσατο, λέγουσα· Θέλω να μοι δῶς ἐξ αὐτῆς ἐπὶ πίνακι την κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ. Καὶ περίλυπος για νάμενος ὁ βασιλεὺς, διὰ τοὺς ὅρκους καὶ τοὺς συνα ναχειμένους, οὐκ ἠθέλησεν αὐτὴν ἀθετῆσαι. Καὶ εὐ θέως ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτωρα, ἐπέταξεν ἀνεχθῆναι τὴν κεφαλὴν αὐτοῦ. Ὁ δὲ, ἀπελθὼν ἀπο εκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ, καὶ ἤνεγκε τὴν κιν φαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς. Καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ, ἦλθον καὶ ἦραν
col. 553–554page 34 of 98
PG 123:553τὸ πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ. τός Πότος μὲν συγκροτείται. Ο Σατανᾶς δὲ ὀρχεῖται διὰ τοῦ κορασίου. Καὶ ὅρκος τελεῖται ἄθεσμος καὶ ἄθεος, μᾶλλον δὲ ἀνόητος· ἡ δὲ πονηρὰ γυνή, Δός μοι, φη σὶν, ἐξ αὐτῆς, τουτέστι, παραντίκα, αὐτῇ τῇ ὥρᾳ. Ο δὲ ἀνόητος καὶ ἐρωτόληπτος Ηρώδης δέδοικε τοὺς ὅρκους, καὶ διὰ τοῦτο φονεύει τὸν δίκαιον. Εδει δὲ ἐπιορκῆσαι ἐνταῦθα, καὶ μὴ τοιοῦτον μύσος ἐργά σασθαι. Οὐ πανταχοῦ γὰρ τὸ εὐορκεῖν καλόν. σπεκουλάτωρ δὲ, ὁ δήμιος λέγεται στρατιώτης, ὃς πρὸς τὸ φονεύειν τέτακται. Πτῶμα δὲ, τὸ σῶμα λέγει μετὰ γὰρ τὸ ἀποκεφαλισθῆναι πίπτον τὸ σῶμα, πτώμα λέγεται. Έστι δὲ καὶ κατὰ θεωρίαν ταῦτα ἐκλαβεῖν. Ἡρώδης μὲν γὰρ, ὁ δερμάτινος λαὸς τῶν Ἰουδαίων. Εγημε δὲ γυναίκα, τὴν ψευδῆ καὶ ἀσελγή δόξαν, ἧς ἔτι καὶ νῦν ἡ θυγάτηρ ἀρχεῖται καὶ κι νεῖται παρὰ τοῖς Ἰουδαίοις, ἡ πλανῶσα αὐτοὺς γνώσ σις τῶν Γραφών. Δοκοῦσι γὰρ γινώσκειν τὰς Γρα φάς· ἀλλ᾽ οὐκ ἔστι τοῦτο· ἀπεκεφάλισαν γὰρ τὸν Ἰωάννην· ἤτοι τὸν προφητικὸν λόγον· τὸ γὰρ κεφάλαιον τῆς προφητείας, τὸν Χριστὸν λέγω, οδη ἐδέξαντο· εἰ γοῦν καὶ ἔχουσι τὸν προφητικὸν λόγον, ἀλλὰ χωρὶς τῆς κεφαλῆς αὐτὸν ἔχουσι, τουτέστι τοῦ Χριστοῦ. δι Αισο προπο Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα, καὶ ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν. Καί εἶπεν αὐτοῖς· Δεῦτε ὑμεῖς αὐτοὶ κατ' ιδίαν εἰς ἔρημον τόπον, καὶ ἀναπαύσασθε ολί γον· ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν ηὐχαίρουν· καὶ ἀπῆλθον εἰς ἔρημον – τόπον τῷ πλοίῳ κατ' ιδίαν. Καὶ εἶδον αὐτοὺς ὑπὸ άγοντας καὶ ἐπέγνωσαν αὐτὸν πολλοί. Καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ, καὶ προῆλθον αὐτοὺς, καὶ συνῆλθον πρὸς αὐτόν. Μεθὸ ἐκήρυξαν οἱ ἀπόστολοι, συνάγονται πρὸς τὸν Ἰησοῦν· ἵνα καὶ ἡμεῖς μανθάνωμεν, ἐπειδὰν προβληθῶμεν εἰς διακονίαν τινά, μὴ ἀφηνιάζειν καὶ κατεπαίρεσθαι του προβαλλομένου, ἀλλ᾽ ἐκεῖνον εἰδέναι κεφαλήν, καὶ πρὸς αὐτὸν ἐπιστρέφειν, καὶ ἀπαγγέλλειν αὐτῷ ὅσα ἢ ἐποιήσαμεν. ἡ ἐδιδάξαμεν χρὴ γὰρ μὴ μόνον δια δάσκειν; ἀλλὰ καὶ ποιεῖν· ἀναπαύει δὲ ὁ Χριστὸς τοὺς μαθητάς, ἵνα πάλιν μάθωσιν οἱ προεστώτες, τοὺς κοπιῶντας ἔν τε λόγῳ καὶ διδασκαλίᾳ ἀναπαύσεως ἀξιοῦν, καὶ μὴ ἐπὶ κατατείνειν αὐτοὺς τοῖς πόνοις εἰς ἔρημον δὲ τόπον ἀναχωρῶν, διὰ τὸ ἀφί λόδοξον, όμως οὐδ᾽ ἐνταῦθα λανθάνει τοὺς ζητοῦντας αὐτόν. ᾿Αλλὰ τοσοῦτον ἐγρηγόρουν, ἵνα μὴ διαφύγῃ αὐτοὺς, ὥστε καὶ προῆλθον αὐτούς, τουτέστι, προ έφθασαν οι ὄχλον τοὺς ἀποστόλους, καὶ ἀπῆλθον εἰς τον τόπον ἔνθα ἔμελλον ἀναπαυθῆναι ὁ Ἰησοῦς. Οὕτως οὖν καὶ σὺ προλάμβανε τὸν Ἰησοῦν, μὴ ἀνα μένων, ἵνα ἐκεῖνος σε προσκαλέσηται. Αλλά προς τρέχων, καὶ μᾶλλον σὺ προφθάνων ἐκεῖνον. 26: Διμα και άλλο διδασκόμεθα ἐντεῦθεν, ὅτι χρὴ τοὺς διδασκάλους τῆς Ἐκκλησίας μὴ διὰ παντὸς ἑαυτοὺς ἐκδιδόναι τοῖς πλήθεσιν, ἀλλ᾽ καιρῷ συστέλλεσθαι καὶ ἰδιάζειν, καὶ συνάγειν τὸν νοῦν ἀπὸ τῆς ἔξω περιφοράς. Εἰς ἔρημον δὲ τόπον ἀναχωρῶν, κ. τ. λ. (α)
col. 555–556page 35 of 98
PG 123:555Ει Καὶ ἐξελθὼν ὁ Ἰησοῦς, εἶδε πολύν όχλον, και ἐσπλαγχνίσθη ἐπ' αὐτοῖς, ὅτι ἦσαν ὡς πρόβατα με έχοντα ποιμένα. Καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά, καὶ ἤδη ὥρας πολλῆς γενομένης, προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, λέγουσιν αὐτῷ, ὅτι, Ερημός ἐστιν ὁ τόπος, καὶ ἤδη ώρα πολλή. Απόλυτον αὐτοὺς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας, ἀγα ράσωσιν ἑαυτοῖς ἄρτους. Τί γὰρ φάγωσιν οὐκ ἔχου σιν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. Καὶ λέγουσιν αὐτῷ· Ἀπελθέντες αγοράσωμεν διακοσίων δηναρίων ἄρτου;, καὶ δῶμεν αὐτοῖς φαγεῖν; Ὁ δὲ λέγει αὐτοῖς· Πόσους άρτους Έχετε; Υπάγετε καὶ ἴδετε. Καὶ γνόντες, λέγουσια Πέντε, καὶ δύο ἰχθύας. Καὶ ἐπέταξεν αὐτοῖς ἀνακλί και κάντας, συμπόσια συμπόσια, ἐπὶ τῷ χλωρῷ χόρτα. Καὶ ἀνέπεσον πρασιαὶ πρασιαί, ἀνὰ ἑκατὸν καὶ ἀνὰ πεντήκοντα.» Οι Φαρισαίοι, λύκοι όντες άρπαγες, οὐκ ἐποίμαινον τὸν λαὸν, ἀλλὰ κατήσθιον. Διὰ τοῦτο προς τὸν Χριστὸν, τὸν ἀληθινὸν ποιμένα, συνάγονται, εκεί νους ἀποφεύγοντες, όθεν οὗτος τροφὴν αὐτοῖς δίδωσι, προηγουμένως τὴν ἐπωφελεστέραν καὶ τιμιωτέραν, τὴν διὰ λόγου, εἶτα καὶ τὴν σωματικήν. Ὅρα θα τοὺς μαθητάς, πῶς προκόπτουσιν ἐπὶ τὸ φιλανθρωπότερον. Ἐλεήσαντες γὰρ τοὺς ἄλλους, προσέβα χονται τῷ Χριστῷ, καὶ περὶ αὐτῶν ἀξιοῦσιν. Ὁ Κύριος πειράζων αὐτοὺς, καὶ δοκιμάζων εἰ τὴν αὐτοῦ ἐπέγνωσαν δύναμιν, ὅτι δύναται αὐτοὺς διαθρέψει, λέγει· Δότε αὐτοῖς ὑμεῖς φαγεῖν· οἱ δὲ καὶ κατα μέμφονται αὐτὸν, ὡς μὴ γνόντα πόση μὲν πρώτοῖς ή ένδεια, πόσον δὲ καὶ τὸ τοῦ ὄχλου πλῆθος. Βαρυ νόμενοι γὰρ λέγουσι τὸν ᾿Αγοράσωμεν δηναρίων δια κοσίων ἄρτους, καὶ δώσωμεν αὐτοῖς φαγεῖν; Τέλος μέντοι ἀνακλίνει πάντας ἐπὶ τῷ χόρτῳ διακεχωρισμένους. Τοῦτο γὰρ ἐστι τὸ, Συμπόσια συμπόσια, ἀντὶ τοῦ, τραπέζας διαφόρους. Τοῦτο δὲ σημαίνει καὶ τύ, Πρασιαὶ ἀνέπεσον, τουτέστι, διάφορα κόμματα καὶ μέρη. Πρασιαὶ γὰρ λέγονται τὰ ἐν τοῖς· κήποις διά φορα κόμματα, ἐν οἷς φυτεύονται διάφορα πολλάκις λάχανα, Καὶ λαβὼν τοὺς πέντε άρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν, εὐλόγησε· καὶ κατέκλασε τοὺς ἄρτους, καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ, ἵνα παραθῶσιν αὐτοῖς· καὶ τοὺς δύο ιχθύας ἐμέρισε πᾶσι. Καὶ ἔφαγον πάντες, καὶ Ἐχορτάσθησαν, καὶ ἦραν κλασμάτων δώδεκα κοφίνους πλήρεις, καὶ ἀπὸ τῶν ἰχθύων. Καὶ ἦσαν οἱ φαγόντες τοὺς άρτους, πεντακισχίλιοι άνδρες.» ᾿Αναβλέπει εἰς τὸν οὐρανὸν, ἅμα μὲν καὶ ἡμᾶς διδάσκων παρὰ τοῦ Θεοῦ αἰτεῖσθαι τὴν τροφὴν, καὶ μὴ παρὰ τοῦ διαβόλου ὅπερ ποιοῦσιν οἱ ἐξ ἀδίκων πόρων διατρεφόμενοι ἅμα δὲ καὶ τοῖς ὄχλοις τότε δεικνύων ὡς οὐκ ἔστιν ἀντίθεος, ἀλλὰ τὸν Θεὸν ἐπικαλείται. Δίδωσι δὲ τοῖς μαθηταῖς, ἵνα τοῦ θαύματος μὴ ἐπιλάθωνται, ὡς ταῖς οἰκείαις χερσὶ δεξάμενοι τοὺς ἄρτους. Καὶ δώ δεκα δὲ κόφινοι περιττεύουσι, δι' αὐτὸ τοῦτο, ἵνα ἐπ' ὤμων ἕκαστος ἄρας κόφινον, ἀνεπίληστον τηρῇ τὸ θαῦμα. Περιουσία δὲ δυνάμεως, τὸ μὴ μόνον θρέψει
col. 557–558page 36 of 98
PG 123:557τοσούτους, ἀλλὰ καὶ περιττὰ καταλιπεῖν. Μωσης μὲν γὰρ εἰ καὶ τὸ μάννα εδίδου, ἀλλὰ πρὸς τὴν ἐκε στου χρείαν· τὸ γὰρ περιττεύον, σκώληκας ἐξεζες. Καὶ Ἠλίας δὲ τὴν χήραν διατρέφων, τὸ αὔταρκες ἐχορήγει. Ἰησοῦς δὲ, ὡς Δεσπότης, καὶ περιττεύειν ποιεῖ. Ταῦτα μὲν οὖν κατὰ τὴν ἱστορίαν. Κατὰ δὲ ἀναγωγὴν, πέντε ἄρτοι, οἱ Μωσαϊκοί λόγοι. Πέντε γὰρ τὰ τοῦ Μωσέως βιβλία, Γένεσις, Ἐξόδος, Λευτ τικόν, Αριθμοί, Δευτερονόμιον. Ιχθύες δὲ δύο, οι τῶν ἁλιέων λόγοι, ὁ ᾿Απόστολος καὶ τὸ Εὐαγγέλιον. Τούτοις οὖν τρέφονται αἱ πέντε ἡμῶν αἰσθήσεις, αὗται γάρ εἰσιν οἱ πεντακισχίλιοι. Οὐχ ἅπαντα δὲ δυνάμεθα φαγεῖν, ἀλλὰ πολλὰ περιττεύουσιν, & οἱ ἀπόστολοι δύνανται βαστάσαι. Τὰ γὰρ δυσκολώτερα τῶν τοῦ Νόμου καὶ τῶν τοῦ Εὐαγγελίου νοημάτων, ἡμεῖς μὲν οἱ ἔτι ταῖς πέντε αἰσθήσεσι δουλεύοντες, οὐ βαστάζομεν, οἱ ἀπόστολοι δέ. Ει Ει Καὶ εὐθέως ἠνάγκασε τους μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προάγειν εἰς τὸ πέραν πρὸς Βηθσαϊδα, ἕως αὐτὸς ἀπολύσῃ τὸν ὄχλον. Καὶ ἀποταξάμενος αὐτοῖς, ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι. Καὶ ὀψίας γενομένης, ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς, καὶ εἶδεν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν· ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς. Καὶ περὶ τετάρτην φυλακὴν τῆς νυκτός, ἔρχεται πρὸς αὐτούς, περιτα τῶν ἐπὶ τῆς θαλάσσης, και ήθελε παρελθεῖν αὐτούς. Οἱ δὲ ἰδόντες αὐτὸν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, έδοξαν φάντασμα εἶναι, καὶ ἀνέκραξαν. Πάντες γὰρ αὐτὸν εἶδον, καὶ ἐταράχθησαν; καὶ εὐθέως ελά λησε μετ' αὐτῶν, καὶ λέγει αὐτοῖς· Θαρσείτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. Καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἄνεμος. Καὶ λίαν ἐκπερισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο, καὶ ἐθαύμαζον. Οὐ γὰρ συν ῆκαν ἐπὶ τοῖς ἄρτοι:. Ην γὰρ αὐτῶν ἡ καρδία περ πωρωμένη· κ ἠνάγκασε τους μαθητάς. Οὐ γὰρ ἤθελον ἀποσπασθῆναι αὐτοῦ, ἀλλὰ βίᾳ ἐχωρίζοντο, ἅμα μὲν διὰ τὴν πρὸς αὐτὸν ἀγάπην, ἅμα δὲ καὶ διὰ τὸ ἀπορεῖν πῶς ἂν ἔλθοι πρὸς αὐτοὺς πλοίου μή ὄντος. Απολύσας οὖν τοὺς ὄχλους, ἀνέβη προσεύξασθαι κατ' ιδίαν. Σχολῆς γὰρ καὶ αταραξίας δεῖται Η προσευχή. ᾿Αφίησι δὲ τοὺς μαθητάς πειρασθῆναι, ἵνα μάθωσιν ὑπομένειν. Διὰ τοῦτο γὰρ οὐδὲ εὐθέως αὐτοῖς ἐφίσταται, ἀλλὰ δι᾽ ὅλης τῆς νυκτὸς συγχωρεί κλυδωνίζεσθαι, ἵνα διδάξῃ καρτερεῖν, καὶ μὴ ἐν ἀρχῇ τῶν δεινῶν ἐλπίζειν ἄνεσιν. Ορα δὲ καὶ ἕτερον, ότι όταν μέλλη παύειν τὰ δεινά, τότε μᾶλλον εἰς μείζονα φόβον ἐντίθησιν. Ιδόντες γὰρ αὐτὸν, ἔκρα ξαν, ταραχθέντες ὡς ἐπὶ φαντάσματι· καὶ εὐθέως διὰ τῆς φωνῆς θεραπεύει αὐτούς, λέγων· Μὴ φο βεῖσθε. Εἶτα καὶ διὰ τοῦ ἐμβῆναι εἰς τὸ πλοῖον, τὴν τελεωτέραν αὐτοῖς ἀταραξίαν περιποιεῖται. Εὐθὺς γὰρ ἐκόπασεν ὁ ἄνεμος. Μέγα δὲ θαῦμα τὸ ἐπὶ θα λάσσης περιπατεῖν, καὶ Θεοῦ τῷ ὄντι, τὸ δὲ καὶ τα ραχῆς οὔσης, καὶ τοῦ ἀνέμου ἐναντιουμένου, ἐπίτασις τοῦ θαύματος. Οἱ δὲ ἀπόστολοι οὐ συνιέντες ἐπὶ τοῖς ἄρτοις, ἀπὸ τούτου τοῦ θαύματος τοῦ ἐπὶ τῇ θαλάσσῃ συνῆκαν· ἔοικεν οὖν ὁ Χριστὸς καὶ διὰ τοῦτο συγχωρῆσαι αὐτοὺς πειρασθῆναι, ἵνα ἐπεὶ μὴ ἀπὸ τῶν ἄρτων αὐτὸν ἐπέγνωσαν, ἐπιγνῶσιν ἀπὸ τῆς θαλάσσης, καὶ ὠφεληθῶσιν,

Chapter VIICaput VII

col. 559–560page 37 of 98
PG 123:559Καὶ διαπεράσαντες, ἦλθον ἐπὶ τὴν γῆν Γεννη σερές' καὶ προσωρμίσθησαν, καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου, εὐθέως ἐπιγνόντες αὐτόν, περιδρα μόντος ὅλην τὴν περίχωρον ἐκείνην, ήρξαντο ἐπὶ τοῖς κραββάτοις· τοὺς κακῶς ἔχοντας περιφέρουν, ὅπου ἤκουον ὅτι ἐκεῖ ἐστι· καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢ πόλεις ἢ ἀγροὺς, ἐν ταῖς ἀγοραῖς ἐπίσ βουν τοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἁψώνται, καὶ ὅσοι ἂν ήπτοντο αὐτοῦ, ἐσώζοντο. Διὰ χρόνου, ὡς τοίκων, ἐπεδήμησεν ὁ Κύριος τῷ τόπῳ. Διὸ καὶ ευαγγελιστής λέγει· Επιγνόντες αὐτόν, προσέφερον τοὺς ἀσθενεῖς. Οὐκ ἔτι γὰρ εἰς τὰς οἰκίας εκάλουν, ἀλλ᾽ αὐτοὶ μᾶλλον προσέφερον τοὺς κακῶς ἔχοντες, παρακαλοῦντες ἵνα κἂν τοῦ κρασπέδων άψωνται, Τὸ γὰρ περὶ τὴν αἱμόρβουν θαῦμα, πάντων τὰς ἀκοὰς κατέσχε, καὶ πλείονα πίστιν αὐτοῖς ἐνέθη ὁ καν. ΚΕΦΑΛ. Ζ'. Περὶ τῶν μαθητῶν ἀνιπτοῖς χερσὶν ἐσθιόντων. Περὶ τῆς παραβάσεως τῆς ἐντολῆς τοῦ Θεοῦ. Περὶ τῆς Συροφοινικίσσης. Περὶ τοῦ Σαββάτου, Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαίοι, και τινες τῶν Γραμματέων ἐλθόντες ἀπὸ Ἱεροσολύμων, καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ κοιναῖς χερσί, τουτέστιν ἀνίπτοις, ἐσθίοντας άρτους, εμέμψαντο. Οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι, ἐὰν μὴ πυγμή νίψωνται τὰς χεῖρας,· οὐκ ἐσθίουσι, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων· καὶ ἀπὸ ἀγυ μᾶς, ἐὰν μὴ βαπτίσωνται; οὐκ ἐσθίουσι· καὶ ἄλλα πολλά ἐστιν ὁ παρέλαβον κρατεῖν, βαπτισμούς που τηρίων καὶ ξεστῶν καὶ χαλκείων καὶ κλινών. Επει τα επερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ Γραμματ τεῖς, Διατί οἱ μαθηταί σου οὐ περιπατοῦσι κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλ' ἀνίπτοις χερσὶν ἐσθίουσι τὸν ἄρτον;» Οἱ τοῦ Κυρίου μαθη καὶ διδαχθέντες μόνης ἀντέχεσθαι τῆς ἀρετῆς, καὶ μηδὲν ἄλλο προσπεριεργάζεσθαι, ἀνίπτοις χερσὶν ἤσθιον ἀπεριέργως καὶ ἁπλῶς. Οἱ οὖν Φαριτάτου θέλοντες εὑρεῖν σκώμματος πρόφασιν, δράσσονται τούτου· καὶ οὐ μέμφονται αὐτοὺς ὡς παραβαίνοντας τὸν νόμον, ἀλλὰ παράδοσιν τῶν πρεσβυτέρων. Οὐ γὰρ ἐν τῷ νόμῳ γέγραπται νίπτεσθαι πυγμή, τους ἐστιν, ἄχρι τοῦ ἀγχῶνος (πυγμὴ γὰρ λέγεται τὸ ἀπὸ τοῦ ἀγκῶνος ἄχρι καὶ τῶν ἄκρων δαχτύλων), ἀλλ᾽ ἀπὸ τῶν πρεσβυτέρων εἶχον τοῦτο παραδεδομένου. πατα Ο δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, ὅτι, Καλώς προ εφήτευσεν Ησαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται· Οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμά, ἡ δὲ καρδία αὐτῶν πόρρω απέχει ἀπ᾿ ἐμοῦ, μάτην δ σέβονται με, διδάσκοντες διδασκαλίας, εντάλματα ανθρώπων. Αφέντες γὰρ τὴν ἐντολὴν τοῦ Θεοῦ, κρατείτε την παράδοσιν τῶν ἀνθρώπων, βαπτισμούς ξεστῶν καὶ ποτηρίων, καὶ ἄλλα παρόμοια τοιαῦταπολλά ποιεῖτε. Καὶ ἔλεγον αὐτοῖς· Καλῶς ἀθετείτε τὴν ἐντολὴν τοῦ Θεοῦ, ἵνα την παράδοσιν ὑμῶν την
col. 561–562page 38 of 98
PG 123:561ρήσητε. Μωσῆς γὰρ εἶπε· Τίμα τον πατέρα σου καὶ τὴν μητέρα σου· καὶ, Ο κακολογῶν πατέρα ή μη πέρα, θανάτῳ τελευτάτω. Ὑμεῖς δὲ λέγετε· Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, Κορδάν, δ ἐστι Δῶρον, ὁ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, καὶ οὐκ ἔτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ αὐτοῦ ἢ τῇ μητρὶ αὐτοῦ, ἀπυροῦντες τὸν λόγον τοῦ Θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε, καὶ παρόμοια τοιαῦ τα πολλά ποιεῖτε.» Εμβριθέστερον ἐλέγχων τοὺς Ἰουδαίους ὁ Κύριος, παράγει καὶ τὸν προφήτην κατηγοροῦντα αὐτῶν. Ἐκεῖνοι μὲν οὖν τοῖς μαθη ταῖς ἐνεκάλουν ὅτι τὴν τῶν πρεσβυτέρων παράδοσιν παρέβαινον, ὁ Κύριος δὲ αὐτοῖς ἀντεπιφέρει αφο δρότερον ἔγκλημα, τὸ τὸν τοῦ Μωσέω: νόμον παρα βαίνειν. Ὁ μὲν γὰρ νόμος φησί, λέγει· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· ὑμεῖς δὲ διδάσκετε τοὺς παῖδας λέγειν πρὸς τοὺς γονεῖς, ὅτι Κορβά, τουτέστι, Δῶρον καὶ ἀνατεθειμένον τῷ Θεῷ ἐστιν, δ ζητεῖς ἐξ ἐμοῦ. Οἱ γὰρ Φαρισαῖοι θέλοντες κατεσθίειν τὰ τῶν ἀφελεστέρων, ἐδίδασκον τοὺς παῖδας, ἐάν τι εἶχον οἱονεὶ πεκούλιον, καὶ ἐζήτουν τοῦτο οἱ γονεῖς, λέγειν, ότι Ηδη ἀφιέρωσα τοῦτο τῷ Θεῷ, καὶ μηκέτι ζήτει, ὡς ἀνατεθὲν τῷ Κυρίῳ. Οὕτως οὖν ἀπατῶντες τοὺς παῖδας, καὶ συμπείθοντες αὐτοὺς ἀφιερούν δῆθεν τῷ Θεῷ & εἶχον, τοὺς μὲν πατέρας ἐποίουν περιφρονεῖν, αὐτοὶ δὲ τὰ ἀφιερωθέντα κατήσθιον. Τοῦτο οὖν αὐτοῖς ὁ Κύριος εγκαλεί, ὡς διὰ κέρδος παραβαίνουσι τὸν τοῦ Θεοῦ νόμον. Καὶ προσκαλεσάμενος πάντα τὸν ἄχλον, ἔλεγεν 14-.. αὐτοῖς· Ακούετέ μου, πάντες, καὶ συνίετε· Οὐδέν. ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτ τὸν, ὁ δύναται αὐτὸν κοινῶσαι, ἀλλὰ τὰ ἐκπορευόμενα ἀπ' αὐτοῦ, ἐκεῖνά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρω την. Ε' τις έχει ὦτα ἀκούειν, ἀκουέτω. Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ περὶ τῆς παραβολῆς. Καὶ λέγει αὐτοῖς· Οὕτω καὶ ὑμεῖς ἀσύνετοί έστε; Οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἀνθρώπου, οὐ δύναται αὐτὸν κοινῶσαι, ὅτι οὐκ εἰσπορεύεσ ται αὐτοῦ εἰς τὴν καρδίαν, ἀλλ᾽ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται, εκκαθαρίζων πάντα τὰ βρώματα; Ελεγε δὲ, ὅτι τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον. Εσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οι διαλογισμοί οἱ κακοὶ ἐκπορεύονται, μοιχεῖαι, πορνείαι, φόνοι, κλο και, πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλ μας πονηρός, βλασφημία, υπερηφανία, ἀφροσύνη πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται, καὶ κοινοῖ τὸν ἄνθρωπον.» Ο Κύριος διδάσκων τοὺς ἀνθρώπους ὅτι τὰ τῶν βρωμάτων παρατηρήματα & ὁ νόμος διαγορεύει, οὐκ ὀφείλομεν νοεῖν σωματικῶς, ἄρχεται ἐντεῦθεν ἀποκαλύπτειν μετρίως τὸ τοῦ νόμου βούλημα. Καί φησιν ὅτι οὐδὲν τῶν εἰσπου ρευομένων δύναται κοινῶσαι, τουτέστι, μιαναί τινα, ἀλλὰ τὰ ἐκπορευόμενα ἐκ τῆς καρδίας, ἐκεῖν εἰσι τα μιαίνοντα, καὶ καταλέγει ταῦτα. Οφθαλμὸν δὲ πονηρόν φησιν, ἢ τὸν φθόνον, ἢ τὴν ἀκολασία καὶ γὰρ καὶ ὁ φθονών, ὀφθαλμον πονηρὸν καὶ Βάσκανον ἐπιβάλλει τῷ φθονουμένῳ· καὶ ἀκόλαστος
col. 563–564page 39 of 98
PG 123:563Βλασφημίαν δὲ λέγει, τὴν εἰς Θεὸν ύβριν, οἷον στα λέγῃ τις ὅτι οὐκ ἔστι πρόνοια, τοῦτο βλασφημία διὰ ἐπισυνάπτει τὴν ὑπερηφανίαν· ὑπερηφανία γάρ ἐστιν ὡσανεὶ καταφρόνησις Θεοῦ, ὅταν τις έργα σάμενός τι ἀγαθὸν, οὐ τῷ Θεῷ ἐπιγράφεται τοῦτο. ἀλλὰ τῇ οἰκείᾳ δυνάμει. Αφροσύνην δὲ νόει, τὴν εἰς ανθρώπους υβριν. Πάντα οὖν ταῦτα τὰ πάθη μια νουσι τὴν ψυχὴν, ἐξ αὐτῆς πηγάζοντα καὶ ἐξερχόμενα. Πρὸς μὲν οὖν τὸν ὄχλον ἀσαφέστερον εἶπεν ὁ Κύριος, διὸ καὶ ἔλεγεν· Ὁ ἔχων ὦτα ἀκούειν, ακουέτω· τουτέστιν, Ο νοών νοείτω. Τοῖς δὲ ἀποστόλοις νομίσασι βαθύτερόν τι λέγειν τὸν Κύριον, καὶ προσελθοῦσι καὶ ἐρωτῶσι περὶ τῆς παραβολῆς, διὰ τοῦ ὀφθαλμοῦ ὁρῶν τὸ πονηρὸν μετέρχεται. τουτέστι, τοῦ σκοτεινοῦ λόγου, (παραβολὴ γὰρ ἐστιν ὁ σκοτεινός λόγος) πρῶτον μὲν ἐπετίμησεν, εἰπών Οὕτω καὶ ὑμεῖς ἀσύνετοί ἐστε; εἶτα διέλυσε τὸ ἄπορον. 24-30. ‹ Καὶ ἐκεῖθεν ἀναστὰς, ἀπῆλθεν εἰς τὰ μεθόρια η 26: Γυνὴ δὲ Ἑλληνὶς μὲν τὴν θρησκείαν, Σύρα δὲ τῇ διαλέκτῳ, Φοινίκιστα δὲ τῷ γένει, ἤτοι τῷ ἔθνει (Φοίνικες γὰρ οἱ Χαναναῖοι ἐλέγοντο, διὰ τὸ μητρόπολιν ἔχειν τὴν Φοινίκην), αὕτη ἀκούσασα περί αὐτοῦ, κ. τ. λ. Τύρου καὶ Σιδώνος, καὶ εἰσελθὼν εἰς οἰκίαν, οὐ δένα ήθελε γνώναι. Καὶ οὐκ ἐδυνήθη λαθείν. Ακούσασα γὰρ γυνὴ περὶ αὐτοῦ, ἧς εἶχε τὸ θυγά τριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ (ἦν δὲ ἡ γυνὴ Ἑλληνίς Συροφοίνισσα τῷ γένει), καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαι μόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς. Ὁ δὲ Ἰη σοῦς εἶπεν αὐτῇ· Αρες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γὰρ καλόν ἐστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις. Ἡ δὲ ἀπεκρίθη, καὶ λέγει αὐτῷ· Ναί, Κύριε· καὶ γὰρ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν παιδίων. Καὶ εἶπεν αὐτῇ· Διὰ τοῦτον τὸν λόγον, ὅπαγε, ἐξελήλυθε τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου. Καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς, εὗρε τὸ δαιμόνων ἐξεληλυθὸς, καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης. • Μεθὸ περὶ τῶν βρωμάτων εἶπεν ὁ Κύ ριος, καὶ εἶδεν ἀπειθοῦντας τοὺς Ἰουδαίους, μετα βαίνει ἐπὶ τὰ τῶν ἐθνικῶν ὅρια. Απιστησάντων γὰρ τῶν Ἰουδαίων, ἡ σωτηρία τοῖς ἔθνεσιν ἔμελλε γενέσθαι. Αὐτὸς μέντοι προηγουμένως σπουδάζει λαθεῖν, ἵνα μὴ ἔχωσιν ὕστερον αἰτιᾶσθαι αὐτὸν οἱ Ἰουδαῖοι, ὡς εἰς τὰ ἀκάθαρτα ἔθνη προσδραμόντα. Οὐ μέντοι ηδυνήθη λαθεῖν· οὐ γὰρ ἐνεδέχετο αὐτὸν λαθεῖν, καὶ μὴ παρά τινος γνωσθήναι Η οὖν γυνὴ ἀκούσασα περὶ αὐτοῦ, ἐπιδείκνυται πίστιν θερμήν. Διὰ τοῦτο οὖν καὶ ὁ Κύριος οὐκ εὐθέως υπακούει. ἀλλ' ἀναβάλλεται τὴν δωρεάν. ἵνα δείξῃ τὴν τῆς γυναικὸς ἐπίμονον πίστιν, καὶ ὅτι καίτοι ἀποπεμπομένη, προσκαρτερεί, ἵνα καὶ ἡμεῖς μά θωμεν μὴ ἀποπηδᾷν εὐθὺς ὅταν εὐξάμενοι μὴ αὐτί και τυγχάνωμεν, ἀλλὰ προσκαρτερώμεν ἄχρις ἂν λάβωμεν. Ευνάρια δὲ ὀνομάζει τοὺς ἐθνικοὺς, ὡς μιαρούς δοκοῦντας τοῖς Ἰουδαίοις· ἄρτον δὲ, τὴν (α) Συροφοίνισσα, Συροφοίνικισσα
col. 565–566page 40 of 98
PG 123:565εὐεργεσίαν, ἦν τοῖς παιδίοις, ἤτοι τοῖς Εβραίοις, ἀφώρισεν ὁ Θεός· τὰς γὰρ εὐεργεσίας τοῖς Εβραίοις ἀπέστειλε. Φησὶν οὖν ὁ Κύριος, ὅτι, Οὐ δεῖ τοὺς ἐθνι τοὺς μετασχεῖν τῆς εὐεργεσίας ἢ τοῖς Ἰουδαίοις ἀφώρισται· ἐπεὶ δὲ συνετῶς ἀπεκρίθη ή γυνὴ καὶ πιστῶς, ἔτυχε τῆς ἐπιθυμίας. Οἱ μὲν γὰρ του δαῖοι, φησί, τὸν ἄρτον ἔχουσι, τουτέστι, σὲ ὁλόκρης ρον, τὸν ἐξ οὐρανοῦ καταβάντα, καὶ τὰς τὰς εὐερ γεσίας· ἐγὼ δὲ ψιχία αἰτῶ, τουτέστι, μερικὴν εὐερ γεσίαν. Ορα δὲ καὶ τὸν Κύριον, πῶς οὐκ εἶπεν δει, Η δύναμίς μου έσωσέ σε. ᾿Αλλὰ τί φησι'; Διὰ τὸν λό γον τοῦτον, τουτέστι, διὰ τὴν πίστιν σου, υπαγε, ἐκαθαρίσθη γὰρ ἡ θυγάτηρ σου. Μάνθανε οὖν καὶ σὺ ἐντεῦθεν ἐπωφελές μάθημα. Καὶ γὰρ ἕκαστος ἡμῶν ὅταν ἁμαρτάνῃ, γυνή έστι, τουτέστιν, ἀσθε τῆς ψυχής Φοινίπισσα δὲ, ὡς τὴν φοινικὴν ἁμαρτίαν καὶ αἱματώδη καὶ φονεύτριαν ἔχουσα. θυγατέρα δὲ Έχει ἡ τοιαύτη ψυχή, τὴν πονηρὰν πράξιν, ἥτις Έχει δαιμόνιον. Αἱ γὰρ πονηραὶ πράξεις, δαιμόνων εἰσίν· ἁμαρτωλοὶ οὖν ὄντες, καὶ κυνάρια ὀνομαζόμεθα, ἀκαθαρσίας γέμοντα διὰ τοῦτο οὐδὲ ἄξιοί ἐσμεν λαβεῖν τὸν ἄρτον τοῦ Θεοῦ, ἤτοι μεταλαβείν τῶν ἀχράντων μυστηρίων· ἐὰν μέντοι ἐπιγνῶμεν ἑαυτοὺς διὰ τῆς ταπεινοφροσύνης, καὶ ὅτι κυνάριά ἐσμεν ὁμολογήσωμεν, καὶ ἐξαγορεύσωμεν τὰς ἁμαρτίας ἡμῶν, τότε ἰχθήσεται ἡ θυγάτηρ, του ἐστιν, ἡ πρᾶξις ἡ δαιμονιώδης. πουs, Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδώνος, ἦλθε πρὸς τὴν θάλασσαν τῆς Γαλιλαίας, ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως, καὶ φέρουσιν αὐτῷ κωφόν μαγιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα, καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ' ιδίαν, ἔβαλε τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ· καὶ πτύσης ἥψατο της γλώττης αὐτοῦ, καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξε, καὶ λέγει αὐτῷ, Εφραθά· δ ἐστι, διανοίχθητι· καὶ εὐθέως διηνοίχθησαν αὐτοῦ αἱ ἀκοαὶ, καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώττης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς, καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ εἴπωσιν. Ὅσον δὲ αὐτὸς αὐτοῖς διαστέλλετο, μάλλον περισσότερον ἐκήρυττον, καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο, λέγοντες· Καλῶς πάντα πεποίηκε, καὶ τοὺς κωφούς ποιεῖ ἀκούειν, καὶ τοὺς ἀλάλους λαλεῖν.» Οὐκ ἐμβραδυνεῖ τοῖς τῶν ἐθνικῶν τόποις, ἀλλὰ ταχέως μεθο ίσταται, ἵνα, ὡς ἔφην, μὴ δώσῃ τοῖς Ἰουδαίοις λέγειν ὡς παρανομεί, μιγνύμενος τοῖς ἐθνικοῖς. Μεταστές οὖν τῶν ὁρίων Τύρου καὶ Σιδώνος, τῇ Γαλιλαία πρόσ εισι. Καὶ δὴ κωφόν μογιλάλον, ἀπὸ δαίμονος δὲ τὸ πάθος ἦν, ἰᾶται. Κατ' ἰδίαν μὲν αὐτὸν ἀπολαβών· οὐ γὰρ ἦν φιλόκομπος δ ταπεινώσας ἑαυτὸν μέχρι τῆς ἡμετέρας πτωχείας, οὐδὲ ἤθελεν ὡς ἐπὶ τὸ πλεῖστον Εμπροσθεν πολλῶν θαυματουργεῖν, εἰ μὴ ἄρα διὰ τὴν τῶν ὁρώντων ὠφέλειαν· πτύσας δὲ ἥψατο τῆς γλώττης αὐτοῦ, ἵνα δείξῃ ὅτι πάντα τὰ μέρη τῆς ἁγίας αὐτοῦ σαρκὸς θεῖα ἦσαν καὶ ἅγια, ὥσπερ καὶ τὸ πτύσμα ἔλυσε νῦν καὶ τὰ τῆς γλώττης δεσμά 26: Λαβὼν οὖν αὐτὸν κατ' ιδίαν, ἔβαλε τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, ἕνα μὲν τῆς δεξιᾶς χειρὸς εἰς τοῦτο τὸ οὖς, ἕνα δὲ τῆς ἀριστερᾶς εἰς ἐκεῖνο. Καὶ πτύσας, κ. τ. λ.
col. 567–568page 41 of 98
PG 123:567καίτοι περίττωμά ἐστι πᾶν πτύσμα, ἀλλ' ἐπὶ τοῦ Κυρίου καινότερα καὶ θεῖα πάντα Αναβλέψας δὲ εἰς τὸν οὐρανὸν στενάζει, τάχα μὲν καὶ ὡς παρα καλῶν τὸν Πατέρα ἵνα ἐλεήσῃ τὸν ἄνθρωπον, καὶ ἡμᾶς διδάσκων, ἐπειδὰν μέλλωμεν θαῦμα ποιεῖν, πρὸς Θεὸν ὁρᾷν, κἀκεῖθεν ἐξαιτεῖσθαι τὴν τῶν θαυ μάτων δύναμιν τάχα δὲ καὶ ὥσπερ ἐλεῶν τὴν ἀνθρωπίνην φύσιν, πῶς οὕτω παρεδόθη τῷ διαβόλῳ, ὥστε οὕτως ἐμπαίζεσθαι καὶ τοιαῦτα πάσχειν. Ὅθεν καὶ θεραπεύσας, κηρύττεται παρὰ τῶν θεραπευομένων, κἂν αὐτὸς αὐτοῖς διαστέλληται καὶ παραγγέλλη μηδὲν λέγειν. Διδασκόμεθα γὰρ ἐντεῦθεν ὡς ὅταν μὲν εὐεργετῶμεν, οὐκ ὀφείλομεν ἀπαιτεῖν κρότους καὶ διαφημισμούς· ὅταν δὲ εὐεργετώμεθα, κηρύσσειν καὶ φημίζειν τοὺς ἀγαθοποιήσαντας, κἂν ἐκεῖ ναι μὴ θέλωσιν. ΚΕΦΑΛ. Η'. Περὶ τῶν ἑπτὰ ἄρτων. Περὶ τῶν ζητούντων ση μεῖον. Περὶ τῆς ζύμης τῶν Φαρισαίων. Περί τοῦ τυφλοῦ. Περὶ τῆς ἐν Καισαρείᾳ ἐπερωτήσεως. Περὶ τῆς ἐπιτιμήσεως Πέτρου. Ἐν ἐκείναις ταῖς ἡμέραις παμπόλλου όχλου δν τος, καὶ μὴ ἐχόντων τί φάγωσι, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς μαθητὲς αὐτοῦ, λέγει αὐτοῖς· Σαλα γχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέρας τρεῖς προσ μένουσί μοι, καὶ οὐκ ἔχουσι τί φάγωσι. Καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· τινὲς γὰρ αὐτῶν μακρόθεν ήκασι. Καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Πόθεν τούτους δυνήσεται τις ὧδε χορτάσαι ἄρτων ἀπ' ἐρημίας; Καὶ ἐπηρώτα αὐτούς· Πόσους άρτους ἔχετε; Οἱ δὲ εἶπον, Επτά. Καὶ παρήγγειλε τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς, καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους, εὐχαριστήσας, ἔκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ, ἵνα παρα θῶσι, καὶ παρέθηκαν τῷ ὄχλῳ, καὶ εἶχον ἰχθύδια ὀλίγα, καὶ εὐλογήσας, εἶπε παραθεῖναι καὶ αὐτά. Ἔφαγον δὲ καὶ ἐχορτάσθησαν. Καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας. Ησαν δὲ οἱ φαγόνο τις ὡς τετρακισχίλιοι, καὶ ἀπέλυσαν αὐτούς.» Ήδη καὶ πρότερον ἐθαυματούργησέ τι τοιοῦτον ὁ Κύριος. καὶ νῦν δὲ θαυματουργεί, ἀφορμῆς εὐλόγου δραξάμενος. Ἡ δὲ ἦν, τὸ τρεῖς ἡμέρας παραμεἶναι τὸν ὄχλον, καὶ τὰ ἐφόδια εκάστου ἀναλωθῆναι. Οὐ πάν τοτε γὰρ ἐθαυματούργει ἐπὶ ταῖς τροφαῖς, ἵνα μὴ δόξωσιν, ὅτι διὰ τὴν τροφὴν ἀκολουθοῦσιν αὐτῷ οἱ 5 ᾿Αλλὰ καὶ τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ ἔβαλε, δυνάμενος καὶ λόγῳ ἐπιτελέσαι τὸ θαῦμα· δεικνὺς ὡς πλουτεῖ τὴν τῆς θείας δυνάμεως ενέργειαν, καὶ τὸ ἐνωθὲν αὐτῷ σῶμα. Ἐπειδὴ γὰρ διὰ τὴν ἐν Ἀδὰμ παράβασιν πολλὰ τῇ ἀνθρωπεία φύσει ἐπισυνέβη τὰ πάθη· πήρωσις ἔσθ' ὅτε μελῶν, καὶ λοιπὰ ἕτερα πάθη, δηλοῦντα εἰς ποίαν ἀῤῥωστίαν διὰ τὰς ἁμαρτίας ἡ τοῦ ἀνθρώπου κατά ενήνεκται φύσις· εἰσελθὼν ὁ Χριστὸς καὶ τελείαν ταύτην ἀποδείξας ἐν ἑαυτῷ, καὶ οἷαν ἐξ ἀρχῆς αὐτὸς αὐτὴν κατεσκεύασε, δι' αὐτῆς τὰ τῶν ὁμοουσίων αὐτῇ νοσήματα ἐθεράπευσε· διὰ τοῦτο καὶ δακτύλοις μὲν τὰ ὦτα διήνοιγε, πτύσματι δὲ ἐπεδίδου τῇ γλώττη τὸ φθέγγεσθαι. ᾿Αναβλέψας δὲ εἰς τὸν οὐρανὸν, κ. τ. 2.

Chapter VIIICaput VIII

col. 569–570page 42 of 98
PG 123:569ὄχλοι. Καὶ νῦν οὖν εἰ μὴ ἦν κίνδυνος ἐλπιζόμενος ἐκ τῆς ἀτροφίας προσγενέσθαι τῷ ὄχλῳ, οὐκ ἂν ἐθαυματούργησεν. Ορα δὲ καὶ τοὺς μαθητάς, πῶς ἀνολ τως ὅτι ἔχουσιν, οὐδέπω πιστεύοντες τῇ δυνάμει αὐτ τοῦ ἀπὸ τῶν προτέρων. Αὐτὸς δὲ οὐδὲν ἐπιμέμφεται, διδάσκων καὶ ἡμᾶς μὴ ἐπιπλήττειν σφοδρότερον τοῖς ἀμαθέσιν, ἀλλ' ἔστιν & καὶ συγγνωμονεῖν αὐτοῖς ὡς ἀνοήτοις. Αναλογίζου δὲ καὶ τοῦτο, ὅτι ὁ Χριστὸς οὐδένα βούλεται νῆστιν ἀπολῦσαι. Πάντας γὰρ θέλει κατατρυφήν τῶν αὐτοῦ χαρισμάτων, καὶ μάλιστα τοὺς τρεῖς ἡμέρας αὐτοῦ παραμείναντας, τουτέστι, τοὺς βαπτισθέντας. Ἐπεὶ γὰρ φώτισμα λέγεται τὸ βάπτισμα, τὸ δὲ βάπτισμα ἐν τρισὶ καταδύσεσι τε λεῖται, ἐν τρισὶν ἡμέραις εἰσὶν οἱ φωτιζόμενοι διά τοῦ βαπτίσματος. Λαμβάνει τοίνυν τοὺς ἑπτὰ ἄρτους, τοὺς πνευματικωτέρους λόγους φημί. Ο γὰρ ἐπτά ἀριθμός, τοῦ Πνεύματός ἐστι σύμβολον. Τὸ Πνεῦμα γάρ ἐστι τὸ τελειοῦν τὰ πάντα, καὶ ἐν τῷ ἑπτὰ ἀρι θμῷ τελειοῦται ἡ βίος ἡμῶν, καὶ ὁ αἰὼν οὗτος. Τρών γουσι δὲ οἱ πεφωτισμένοι καὶ χορτάζονται, καὶ πεο ρισσεύματα ἐῶσιν. Οὐ γὰρ πάντα δύνανται φαγεῖν τὰ θεῖα νοήματα. Αλλ' ἐκεῖ μὲν ἐν τῇ τῶν πέντε ἄρτων θαυματουργία, δώδεκα κόφινοι, τὰ περισσεύματα πεντακισχίλιοι γὰρ ἦσαν, τουτεστι ταῖς αἰσθήσεσι ταῖς πέντε δουλεύοντες. Καὶ διὰ τοῦτο οὐκ ἠδυνήθης σαν πολλὰ φαγεῖν, ἀλλ᾽ ὀλίγοις ήρκέσθησαν. Διὸ καὶ πολλὰ τὰ περιττεύσαντα· ἐνταῦθα δὲ σπυρίδες ἑπτὰ καὶ ὀλίγα τὰ λείψανα, διότι τετρακισχίλιοι ἦσαν, τουτ ἐστι, ταῖς τέσσαρσιν ἀρεταῖς γεγυμνασμένοι, καὶ διὰ τοῦτο ὡς δυνατώτεροι, ἔφαγον πολλά, καὶ ὀλίγα κατέλειψαν. Ἐκεῖνα γὰρ μόνα οὐκ ηδυνήθησαν φα γεῖν, ὅσα ἦν πνευματικώτερα και βαθύτερα· τοῦτο γὰρ αἱ ἑπτὰ στυρίδες. Μάνθανε δὲ καὶ τοῦτο κατά τὴν ἱστορίαν, ὅτι δεῖ ἡμᾶς ἄχρι τῆς χρείας ίστασθαι, καὶ μηδὲν πλέον ζητεῖν. Ἰδοὺ γὰρ οἱ ὄχλοι, φαγόντες καὶ χορτασθέντες, οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν τὰ λεί ψανα τῶν ἄρτων, ἀλλ᾽ οἱ μαθηταὶ ἦραν ταῦτα, ὥσπερ καὶ ἐπὶ τῶν κοφίνων· οὕτως οὖν δεῖ καὶ ἡμᾶς ἀρ κεῖσθαι τῇ συμμετρία της χρείας. Καὶ εὐθέως ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθη τῶν αὐτοῦ, ἦλθεν εἰς τὰ μέρη, Δαλμανουθά. Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρ' αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν. Καὶ ἀναστενάξας τῷ πνεύματι αὐτ τοῦ, λέγει· Τί ἡ γενεὰ αὕτη σημεῖον ἐπιζητεῖ; Ἀμὴν? λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημείον.» Μετὰ τὸ θαῦμα τὸ ἐπὶ τοῖς ἄρτοις, εὐθὺς ἀναχωρεῖ εἰς ἄλλον τόπον, φοβούμενος μήπως ὁ ὄχλος διὰ τὸ τοιοῦτον θαύμα, νεωτερίσῃ, καὶ ποιήσῃ αὐτὸν βασι λέα. Οἱ δὲ Φαρισαίοι σημείον ζητοῦσιν ἐξ οὐρανοῦ, οἷον ήλιον στήσαι, σελήνην, κεραυνούς καταγαγεῖν, αέρα ἀλλοιῶσαι. Ενόμιζον γάρ, ὅτι οὐ δυνήσεται ἐξ οὐρανοῦ ποιῆσαι σημείον, οἷα δὴ ἐν τῷ Βεελζεβούλ δυνάμενος ποιεῖν τὰ ἐν τῇ γῇ μόνα σημεία. Αὐτὸς δὲ οὐ πείθεται τούτοις. "Αλλος γὰρ ὁ καιρὸς τῶν ἐξ οὐ ρανοῦ σημείων, ὁ τῆς δευτέρας λέγω παρουσίας, δτε αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, καὶ ἡ σε λήνη οὐ δώσει το φέγγος αὐτῆς. Ὁ δὲ τῆς πρώτης παρουσίας, οὐδὲν τοιοῦτον ἔχει, ἀλλὰ πάντα πραότη
col. 571–572page 43 of 98
PG 123:571τος γέμοντα. Ωστε οὐ δοθήσεται τῇ γενεάς ταύτη ση μεῖον τοιοῦτον, τουτέστιν οὐρανόθεν. Καὶ ἀφεὶς αὐτοὺς, ἐμβὰς πάλιν εἰς τὸ πλοῖον ἀπῆλθεν εἰς τὸ πέραν. Καὶ ἐπελάθοντο οἱ μαθηταὶ αὐτοῦ λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾿ ἑαυτῶν ἐν τῷ πλοίῳ. Καὶ διεστέλλετο αὐτοῖς, λέγων· Οράτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φάρι σαίων, καὶ τῆς ζύμης Ηρώδου. Καὶ διελογίζοντα πρὸς ἀλλήλους, λέγοντες, ότι άρτους οὐκ ἔχομεν. Καὶ γνοὺς ὁ Ἰησοῦς, λέγει αὐτοῖς· Τί διαλογίζεσθε, ὅτι ἄρτους οὐκ ἔχετε; Ούπω νοεῖτε, οὐδὲ συνίετε; ὅτι πεπωρωμένην έχετε τὴν καρδίαν ὑμῶν; ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε, καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε, ὅτε τοὺς πέντε ἄρτους έκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους πλήρεις κλασμάτων ήρατε Λέγουσιν αὐτῷ Δώδεκα. Ὅτε δὲ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ήρατε; Οἱ δὲ εἶπον· 'Επτά. Καὶ ἔλεγεν αὐτοῖς· Πῶς οὕτω συνίετε; ο 'Αφίησι τοὺς Φαρισαίους ὁ Κύριος, ὡς ἀδιορθώτους. Ενθα μὲν γὰρ ἔστιν ἐλπὶς διορθώσεως, ἐκεῖ δεῖ ἐγχρονίζειν ἔνθα δὲ ἀδιόρθωτον τὸ κακὸν, ἐκεῖθεν ἀποπηδεν δεῖ. Οἰκονομικῶς δὲ οἱ μαθηταὶ ἐπιλανθάνονται λα δεῖν ἄρτους, ἵνα ὀνειδισθέντες βελτίους γένωνται, καὶ εἰς αἴσθησιν ἔλθωσι τῆς τοῦ Χριστοῦ δυνάμεως. Εἰπόντος γὰρ τοῦ Κυρίου προσέχειν ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων, ἤτοι τῆς διδασκαλίας, ἐκεῖνοι τὴν τῶν ἄρτων ζύμην ἐνόμισαν ἀπαγορεύειν αὐτοῖς τὸν Κύριον. Οθεν εἰκότως ἐπιπλήσσονται ὡς μὴ συνιέντες τὴν δύναμιν τοῦ Χριστοῦ, ὅτι δύναται ἄρτους ἐκ μὴ ὄντων ποιῆσαι. Ζύμην δὲ ὀνομάζει τὴν διδασκαλίαν τῶν Φαρισαίων καὶ τῶν Ἡρωδιανών, ώς οζώδη οὖσαν καὶ παλαιᾶς κακίας γέμουσαν. Πᾶς γὰρ ὁ παλαιωθεὶς ἐν τῇ κακίᾳ, καὶ μηδὲν πνευματικών δυνά μενος λέγειν, ὥστε γλυκαίνειν τὸν λάρυγγα τοῦ ἀκούοντος, ὁ τοιοῦτος ζύμην ἔχει, παλαιᾶς κακίας διδασκαλίαν δάκνουσαν, καὶ εἰς μεταμέλειαν ὕστε ρον άγουσαν τὸν πεισθέντα. Τίνες δὲ ἦσαν οἱ Ηρω διανοί; Διδάσκαλοί τινες νεοφανείς, οίτινες έλεγον, ότι ο Ηρώδης ἐστὶν ὁ Χριστὸς, καὶ ὅτι τούτῳ δεῖ πιο στεύειν.. Καὶ ἔρχεται εἰς Βηθσαϊδα, καὶ φέρουσιν αὐτῷ τυφλὸν, καὶ παρακαλοῦσιν αὐτὸν, ἵνα αὐτοῦ ἅψηται. Καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ, ἐξήγαγεν αὐτὸν ἔξω τῆς κώμης. Καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτοῦ, ἐπηρώτα αὐτὸν εἶ τι βλέπει. Καὶ ἀναβλέψας, ἔλεγε Βλέπω τοὺς ἀν θρώπους, ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας. Εἶτα πάλιν ἐπέθηκε τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτ τοῦ, καὶ ἐποίησεν αὐτὸν ἀναβλέψαι. Καὶ ἀποκατεστάθη, καὶ ἐνέβλεψε τηλαυγώς ἅπαντας, καὶ ἀπο έστειλεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ, λέγων· Μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς, μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ. Ἡ Φαίνεται ἡ Βηθσαϊδὲ πολλὴν ἀπιστίαν νοσήσασα, διδ καὶ ταλανίζει αὐτὴν ὁ Χριστὸς, ὡς ὁ Ματθαῖος φη σιν· ο Ουαί σοι, Χοραζίν· οὐαί σοι, Βηθσαϊδα, ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις, αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν μετενόησαν. Ἐνταῦθα τοίνυν έλ
col. 573–574page 44 of 98
PG 123:573θέντι τῷ Κυρίῳ, προσάγουσιν αὐτῷ τυφλόν. Οὐ γνη σία δὲ ἦν ἡ πίστις τῶν προσαγόντων, ὅθεν καὶ 5 Κύ ριος ἀπάγει τὸν τυφλὸν ἐκ τῆς κώμης, καὶ οὕτως ἰᾶται αὐτόν. Πτύει δὲ εἰς τὰ ὄμματα τοῦ τυφλοῦ, καὶ τὰς χεῖρας ἐπιτίθησιν, ἵνα μάθωμεν ἡμεῖς ὅτι λόγος θεῖος καὶ πρᾶξις επομένη τῷ λόγῳ, τὰ θαύ ματὰ τελεῖν δύναται, Ἡ μὲν γὰρ χεὶρ, τῆς πράξεώς ἐστι σύμβολον τὸ δὲ πτύσμα, του λόγου, καθὸ ἐκ τοῦ στόματός ἐστιν. Οὐδὲ ὁ τυφλός μέντοι τελείαν είχε τὴν πίστιν, διὰ τοῦτο οὐδὲ εὐθὺς ἀναβλέψαι αὐτὸν ποιεῖ, ἀλλὰ κατὰ μέρος, ὡς μὴ ὁλόκληρον ἔχοντα τὴν πίστιν· κατὰ γὰρ τὴν πίστιν, καὶ αἱ θεραπείαι για νονται. Παραγγέλλει δὲ αὐτῷ μὴ εἰσελθεῖν εἰς τὴν χώμην, διότι, ὡς ἔφην, ἀπίστων ὄντων τῶν ἐν τῇ Βηθσαϊδα, ἐβλάβη ἂν ὁ ἄνθρωπος τὴν ψυχήν· ἀλλὰ μηδὲ εἰπεῖν τινι ὁ ἐγένετο ἐπ' αὐτῷ, ἵνα μὴ ἀπιστή- " σαντες, χεῖρον κρίμα ἐπισπάσωνται. Καὶ ἡμεῖς οὖν πολλάκις ἐσμὲν τυφλοὶ τὴν ψυχὴν, ἐν τῇ κώμῃ ὄντες, τουτέστι τῷ κόσμῳ τούτῳ. Εἶτα ἔξω τῆς κώμης, ήτοι τοῦ κόσμου, καὶ τῶν αὐτοῦ πραγμάτων απαχθέντες ἀπὸ Χριστοῦ, θεραπευόμεθα. Μεθὸ δὲ θεραπευθῶς μεν, λέγει ἡμῖν μηκέτι ὑποστρέψαι εἰς τὴν κώμην, ἀλλ᾽ εἰς τὸν οἶκον. Οἶκος δὲ ἑκάστου ἡμῶν, ὁ οὐρανὸς καὶ αἱ ἐκεῖσε μοναί. Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου, καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὲς αὐτοῦ, λέγων αὐτοῖς· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; Οἱ δὲ ἀπεκρίθησαν, Ἰωάννην τὸν Βαπτιστὴν, καὶ ἄλλος, Ηλίαν, ἄλλοι δὲ, Ένα τῶν προφητῶν. Καὶ αὐτὸς λέγει αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ᾿Αποκριθεὶς δὲ Πέτρος, λέγει αὐτῷ· Σὺ εἶ ὁ Χριστός. Καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μηδενὶ λέγωσι περὶ αὐτοῦ.» Απαγαγὼν αὐτοὺς πόρρω τῶν Ἰουδαίων, τότε ἐρωτᾷ περὶ ἑαυτοῦ, ἵνα μηδένα φοβούμενοι, τὴν ἀλήθειαν ὁμολογήσωσιν. Αποκρίνονται οὖν ὅτι, Οἱ μὲν Ἰωάννην σε ὑπολαμβάνουσιν· οἱ δὲ, Ἠλίαν. Ενόμιζον γὰρ οἱ πολλοὶ ἀναστῆναι τὸν Ἰωάννην, ὥσπερ δὴ καὶ ὁ Ἡρώδης ᾤετο, προσλαβεῖν δὲ ἀπὸ τῆς ἀναστάσεως καὶ τὴν τῶν σημείων έργασίαν· ζῶν γὰρ ὁ Ἰωάννης, οὐδὲν σημεῖον ἐποίησε. Μεθὸ οὖν ἡ -ώτησεν αὐτοὺς τὰς τῶν ἄλλων υπολήψεις, ἐρωτᾷ αὐ οὺς καὶ τὴν αὐτῶν γνώ μην. Μονονουχὶ τοῦτο λέγω, ὅτι, Ἐκεῖνοι μὲν οὕτω δοξάζουσι περὶ ἐμοῦ πλαν μενοι, ὑμεῖς δὲ ἄλλο τι εἴπατε. Τί οὖν ὁ Πέτρος; Ὁμολογεῖ αὐτὸν εἶναι τὸν ὑπὸ τῶν προφητῶν καταγγελλόμενον Χριστόν. Τί δὲ πρὸς τὴν ὁμολογίαν τοῦ Πέτρου εἶπεν ὁ Κύριος, καὶ πῶς ἐμακάρισεν αὐτὸν, ὁ μὲν Μάρκος παρέλειψεν, ἵνα μὴ δόξῃ χαριζόμενος τῷ Πέτρο, διδασκάλῳ αὐτ τοῦ ὄντι, ταῦτα λέγειν· ὁ δὲ Ματθαῖος ἀπαραλείπτως είρηκε πάντα. Ἐπετίμησε δὲ αὐτοῖς, ἵνα μη δενὶ λέγωσι περὶ αὐτοῦ. Ηβούλετο γὰρ συσκιάζεσθαι τὴν περὶ αὐτοῦ δόξαν, ἵνα μὴ πολλοὶ σκανδαλίζωνται ἐπ' αὐτῷ, καὶ διὰ τοῦτο ἀπιστοῦντες, μείζονος τιμω ρίας ὑπεύθυνοι γένωνται. Καὶ ἤρξατο διδάσκειν αὐτοὺς, ὅτι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων, καὶ ἀρχιερέων, καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας
col. 575–576page 45 of 98
PG 123:575& ἀναστῆναι. Καὶ παρρησίᾳ τὸν λόγον ἐλαλεῖ, καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος, ήρξατο ἐπιτιμάν αὐτῷ. 'Ο δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτ τοῦ, ἐπετίμησε τῷ Πέτρα, λέγων· Υπαγε ὀπίσω μου, Σατανά, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.» Ὅτε κατέσχεν αὐτοὺς ὁμολογήσαντας, ὅτι αὐτός ἐστιν δ᾽ ἀληθινὸς Χριστός, τότε αυτ τοῖς ἐκκαλύπτει καὶ τὸ τοῦ σταυροῦ μυστήριον, εἰ καὶ μὴ γυμνῶς πάντη· οὐδὲ γὰρ, οὐδὲ οὕτω συνίεσαν τί λέγει, οὐδὲ ἐνδουν τί ἐστι τὸ ἀναστῆναι, ἀλλ' ενό μιζον κρεῖττον εἶναι τὸ μηδ' ὅλως παθεῖν. Διὸ καὶ ὁ Πέτρος ἄρχεται μέμφεσθαι αὐτῷ, ὡς εἰς θάνατον βί πτοντι ἑαυτὸν, ἐξὸν μηδὲν παθεῖν. Ο δὲ Κύριος δεν κνύων, ὅτι ἐπὶ σωτηρίᾳ τὰ αὐτοῦ πάθος γενήσεται, καὶ ὅτι ὁ Σατανᾶς μόνος οὐ θέλει αὐτὸν παθεῖν, Ένα μὴ σώσῃ τοὺς ἀνθρώπους, Σατανᾶν ονομάζει τὴν Πέτρον, ὡς τὰ τοῦ Σατανᾶ φρονοῦντα, καὶ μὴ θέσ λοντα αὐτὸν παθεῖν, ἀλλ' ἀντικείμενον αὐτῷ. (Σατανάς γὰρ, ἀντικείμενος ερμηνεύεται.) Υπαγε δὲ ὀπίσω μου, φησί, τουτέστιν, ᾿Ακολούθει τῷ θελήματί μου, καὶ μὴ ἀντιτάττου, μηδὲ ἐναντίος ἔρχου ἐμοί, ἀλλ᾽ ὀπίσω μου ἀκολούθει. Τὰ τῶν ἀνθρώπων δὲ ἔφησε φρονεῖν τὸν Πέτρον, καθὸ ταπεινά τινα φρονῶν καὶ σαρκικά, ήθελεν ἐν ἀνέσει εἶναι τὸν Κύριον, καὶ μὴ σταυρι θῆναι καὶ πειρασμῷ ἐμπεσεῖν ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας. Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μα θηταῖς αὐτοῦ, εἶπεν αὐτοῖς· Ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ καὶ τοῦ Εὐαγγελίου, οὗτος σώσει αὐτήν. Τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; ἢ τί δώσει ἄνθρωπος ἀντάλο λαγμα τῆς ψυχῆς αὐτοῦ; • Ἐπειδήπερ ο Πέτρος επετίμησεν αὐτῷ ὡς θέλοντι σταυρωθήναι, προσκαλεῖται τὸν ὄχλον, καὶ ἐν ἐπηκόῳ πάντων, πρὸς τὸν Πέτρον τὸ πλέον ἀποτεινόμενος, φησί. Σύ μοι μέμφο ὦ Πέτρε, ὅτι τὸν σταυρὸν αἱροῦμαι; Εγώ δέ σοι λέγω, ὅτι οὐδὲ σὺ οὐδὲ ἄλλος τις σωθήσεται, ἐὰν μὴ ἀπο θάνῃ ὑπὲρ τοῦ καλοῦ καὶ τῆς ἀληθείας. Ορα δὲ ὅτι οὐκ εἶπεν ὡς, Κἂν μὴ θέλῃ τις, ἀποθνησκέτω, ἀλλ', Όστις θέλει. Οὐδένα γάρ, φησί, βιάζομαι. Ἐπὶ γὰρ ἀγαθὰ καλῶ, οὐκ ἐπὶ κακὰ, ἵνα καὶ ἀναγκάσω· ὥστε εἴ τις οὐ θέλει, οὐδὲ ἄξιός ἐστι τούτων. Τί δέ ἐστι τὸ ἀπαρνήσασθαι ἑαυτὸν, οὕτως ἂν μάθοιμεν, ἐὰν γνῶμεν τί ἐστι τὸ ἀρνήσασθαι ἕτερον. Ὁ ἄρνούμενος ἕτερον, ἀδελφὸν τυχόν, ἢ οἰκέτην, ἢ πατέρα, και μαστιζόμενον ἴδοι,καν φονευόμενον, οὐκ ἐπιστρέφεται, οὐ συμπάσχει, ἅτε ἅπαξ ἀλλοτριωθείς. Οὕτως οὖν καὶ ἡμᾶς βούλεται τοῦ ἡμετέρου σώματος ἀφειδεῖν, ἵνα κἂν μαστίζωσι, κἂν ὁτιοῦν ποιῶσι, μὴ φειδώμεθα. ᾿Αράτω δὲ τὸν σταυρὸν, τουτέστι, τὸν ἐπονείδιστον θάνατον ἐπονείδιστος γὰρ ἐδόκει τότε ὁ σταυρός. Ἐπεὶ δὲ πολλοὶ σταυροῦνται διὰ τὸ λῃσταὶ εἶναι, προστίθησιν ὅτι μετὰ τοῦ σταυρωθῆναι, καὶ τὴν ἄλλην ἀρετὴν δεῖ ἔχειν. Τοῦτο γὰρ ἐστι τὸ, Καὶ ἀκολουθείτω μοι. Ἐπεὶ δὲ ἐδόκει βαρὺ εἶναι τοῦτο καὶ ἀπηνάς, 8 προσ
col. 577–578page 46 of 98
PG 123:577έταττεν, τὸ εἰς θάνατον ἐκδιδόναι ἑαυτούς, φησίν, Ότι τοὐναντίον μάλλον φιλάνθρωπίν ἐστι τοῦτο. "Ος γὰρ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ, ἀλλ᾽ ἕνεκεν ἐμοῦ, μὴ ὡς λῃστὴς φονευόμενος ἢ ἀπάγχων ἑαυτὸν τοῦτο γὰρ οὐκ ἔστιν ἕνεκεν ἐμοῦ), ὁ τοιοῦτος οὖν εὑρήσει τὴν ἑαυτοῦ ψυχὴν· ὥσπερ αὐθὺς ὁ δοκῶν κερδάναι, ἀπολέσει αὐτήν, ὁ ἐν καιρῷ μαρτυρίου μὴ ἀντιστάς. Με γάρ μοι λέγε, ὅτι ᾿Αλλ' εκέρδησε την ζωήν. "Αν γὰρ μετὰ τούτου θήσεις, ὅτι καὶ τὸν κόσμον ὅλον ἀκέρδησεν, οὐδὲν τὰ ὄφελος. Μὴ γὰρ χρημάτων. ἔστιν ἀνταλλάξασθαι τὴν σωτηρίαν ὡς εἶχε τοῦτο ἦν, ὁ κερδάνας τὸν κόσμον, τὴν δὲ ψυχὴν ἀπολέσας, ἔδαφο κεν ἂν τότε ἐν τῇ φλογί τηγανιζόμενος, καὶ ἠθωνών θη. Αλλ' οὐκ ἔστι τότε τοιοῦτόν τι ἐκεῖ ἀντάλλαγμα. Καὶ ἐντεῦθεν οὖν ἐπιστομίσαιμεν τοὺς ἀπὸ Ωριγένους, λέγοντας, ὅτι ἀποκατάστασις ἔσται τῶν ψυχῶν μετὰ τὸ κολασθῆναι κατὰ ἀναλογίαν τῶν ἁμαρτιῶν. 'Ακουσάτωσαν γὰρ ὅτι οὐκ ἔστιν· ἐκεῖ δοῦναι ἀντάλλαγμα τῆς ψυχῆς. Οὐκοῦν οὐδὲ κολα σθῆναι ἐστὶ τοσοῦτον, ὅσον ἀντισηκωθῆναι τοῖς ἁμαρτήμασιν. Ος γὰρ ἂν ἐπαισχυνθῇ με, καὶ τοὺς ἐμοὺς λό τους, ἐν τῇ γενιά ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. Καὶ ἔλεγεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.» Οὐκ ἀρκεῖται τῇ κατά διάνοιαν πίστει, ἀλλὰ καὶ τὴν διὰ στόματος ὁμολογίαν ἀπαιτεῖ. Ἐπεὶ γὰρ διπλοῦς ὁ ἄνθρωπος, διπλούς γενέσθω καὶ ὁ ἁγιασμός· ἀγιαζομένης μὲν τῆς ψυχῆς διὰ τῆς πίστεως, ἁγιαζομένου δὲ καὶ τοῦ σώματος διὰ τῆς ὁμολογίας. Οστις οὖν ἐπαισχυνθῇ τὸν ἐσταυρωμένον ὁμολογῆσαι Θεὸν ἑαυτοῦ, τοῦτον καὶ αὐτὸς ἐπαισχυνθήσεται, ἀνάξιον ἑαυτοῦ δοῦλον κρίνων, όταν ήξει, οὐκ ἔτι ταπεινός, οὐδὲ οἶος ἐνα ταῦθα ἐφαίνετο εὐτελής, ὥστε ἐπ' αὐτῷ αἰσχύνεσθαι εινας, ἀλλ' ἐν δόξῃ καὶ μετὰ τῆς δορυφορίας τῶν ἀγ γέλων Ἐπεὶ δὲ περὶ τῆς δόξης αὐτοῦ εἶπε, θέλων δεῖξαι αὐτοῖς, ὅτι οὐ μάτην κομπάζει, φησίν, ὅτι Εισί τινες τῶν ὧδε ἑστημάτων, τουτέστι, Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, οι τινες οὐ μὴ ἀποθάνωσιν, ἄχρις ἂν δείξω αὐτοῖς ἐν τῇ μεταμορφώσει μετὰ ποίας δόξης μέλλω παραγενέσθαι ἐν τῇ δευτέρᾳ παρουσία. Οὐδὲν γὰρ ἕτερον ἡ μεταμόρφωσις ἦν, ἀλλ᾽ ἡ τῆς δευτέρας παρουσίας προμήνυμα. Οὕτω γὰρ καὶ αὐτὸς ἐκλάμψει τότε, καὶ οἱ δίκαιοι πο 96 Μοιχαλίδα τὴν τῶν τότε ἀνθρώπων γενεών ὠνόμασεν, ὡς καταλείψασαν τὸν ἀληθινὸν νυμφίον Χριστὸν, καὶ ἑτέρῳ ἑαυτὴν ὑπο στρώσασαν, καὶ τὰ τῆς ἀσεβείας ὑποδεξαμένην σπέρ ματα· δὲ τὴν αὐτὴν καὶ ἁμαρτωλόν και την εκάλεσεν. Η μᾶλλον τὴν τῶν Ἑβραίων γενεὰν μοιχαλίδα καλεῖ καὶ ἁμαρτωλὸν διὰ καὶ δεικτικῶς λέγει ταύτην), ὡς ἀσεβήσασαν πρὸς Θεὸν, καὶ τοῖς εἰδώλοις τὴν αὐτῷ προσήκουσαν τιμὴν ἀποχείμασαν, Ἐπεὶ δ, κ. τ. λ. Δε Τὸ δὲ ἐν δυνάμει δηλοί, ὅτι ἡ μεταμόρφωσις γενήσεται, οὐκ ἐν αἰνίγματι, οὐδὲ ἐν σκιαῖς καὶ τύπῳ δι' ἀγγέλων ἢ ἀρχαγγέ

Chapter IXCaput IX

col. 579–580page 47 of 98
PG 123:579οι Ει α ΚΕΦΑΛ. Θ'. Περὶ τῆς μεταμορφώσεως τοῦ Ἰησοῦ. Περὶ τοῦ σεληνιαζομένου. Περὶ τῶν διαλογιζομένων, τις μείζων. Περὶ τοῦ ἀφελεῖν τὸ σκάνδαλον. Καὶ μεθ᾿ ἡμέρας εξ, παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὴν Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ' ἰδίαν μόνους, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ τὰ ἱμάτια. αὐτοῦ ἐγένοντο στίλβοντα, λευκά λίαν ὡς χιών, οἷα κναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται λευκᾶναι.» Λουκᾶς δὲ, μετὰ ὀκτὼ ἡμέρας, φησίν, οὐκ ἐναντιούμενος τούτῳ, ἀλλὰ καὶ σφόδρα συνάδων. Ὁ μὲν γὰρ, καὶ αὐτὴν τὴν ἡμέραν καθ᾽ ἦν ἐφθέγξατο, κἀκείνην καθη ἣν ἀνήγαγεν, εἶπεν· ὁ δὲ Μάρκος τὰς μεταξύ τού των μόνας. Λαβών τοίνυν τοὺς κορυφαίους, αναφέρει αὐτοὺς εἰς ὄρος υψηλόν· Πέτρον μὲν, ὡς ἐμολογήσαντα καὶ ὡς ἀγαπῶντα· Ἰωάννην δὲ, ὡς ἀγαπώμενον καὶ Ἰάκωβον, ὡς καὶ αὐτὸν μεγαλοφωνότατον καὶ θεολογικώτατον. Οὕτω γὰρ ἦν βαρὺς τοῖς Ἰουδαίοις, ὥστε καὶ Ἡρώδης αρέσαι βουλόμενος τοῖς Ἰουδαίοις, ἀπέκτεινεν αὐτόν. Εἰς δρος δὲ ὑψηλὸν ἀναφέρει, ἵνα μᾶλλον ἐνδοξότερον εἴη τὸ θαῦμα. Καὶ κατ' ἰδίαν μυστήριον γὰρ ἔμελλεν ὑποδείξαι. Τὴν μεταμόρφωσιν δὲ νόει, οὐχὶ τοῦ χαρακτῆρος ἐξαλλαγήν, ἀλλ' ὅτι μένοντος τοῦ χαρακτῆρος οἷος καὶ πρώην ἦν, φωτὸς προσθήκη ἀῤῥήτου ἐπεγένετο. Καὶ ὤφθη αὐτοῖς Ηλίας σὺν Μωϋσεῖ. Καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ. Καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Ραβδι, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν σκηνὰς τρεῖς, σοὶ μίαν, καὶ Μωσῇ μίαν, καὶ Ἠλίᾳ μίαν. Οὐ γὰρ ᾔδει τί λαλήσῃς ἦσαν γὰρ ἔκφοβοι. Καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ ἦλθε φωνὴ ἐκ τῆς νεφέλης· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε. Καὶ ἐξάπινα περιβλεψάμενοι, οὐκ ἔτι οὐδένα εἶδον, ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ' ἑαυτῶν.» Ἠλίας καὶ Μωσῆς φαίνονται συλλαλοῦντες, διὰ πολλὰς αἰτίας· δύο δὲ ἀρκοῦσιν. Ἐπειδὴ γὰρ ἔφησαν οἱ μαθηταί, ὅτι οἱ ὄχλοι, οἱ μὲν Ηλίαν αὐτὸν λέγουσιν, οἱ δὲ, ἕνα τῶν προφητῶν, δείκνυσιν αὐτοῖς τοὺς κορυφαίους τῶν προφητῶν, ἵνα κἀντεῦθεν μάθωσι τὸ μέσον τῶν δού λων καὶ τοῦ Δεσπότου· μία μὲν αὕτη αἰτία. Ετέρα δὲ, ἐπειδὴ ἀντίθεον οἱ πολλοὶ αὐτὸν ἐνόμιζον, ὡς λύοντα τὸ Σάββατον, καὶ τὸν νόμον παραβαίνοντα, οι δείκνυσιν ἐν τῷ ὄρει τοὺς προφήτας· ὧν ὁ μὲν νο λων μηνυομένη, ἀλλ' ἐν ἰσοδυνάμῳ τῷ Πατρικῷ, ἢ ἀντὶ τοῦ καθ᾽ ὅσον ἡ δύναμις αὐτῶν χωρεί, ἡ ἐπειδὴ τῇ οἰκεία δυνάμει ἔμελλεν ἐπιδεῖξαι ταύτην, καὶ οὐκ ἐν ἀλλοτρίᾳ καὶ ἐξουσιαστικῇ, ἀλλ' οὐ μετοχικῇ, τούτου χάριν τὸ ἐν δυνάμει προσέθηκεν. "Η καὶ οὕτω; Ἡ βασιλεία τοῦ Θεοῦ δυνάμει μὲν ἐντὸς ἡμῶν ἐστιν, ἐνεργείᾳ δὲ καὶ οὐκ ἐν δυνάμει ἐντὸς των τελείων μόνων. Καὶ μεθ᾿ ἡμέρας ἐξ, κ. τ. λ. μοθέτης ἦν, ὁ δὲ ζηλωτής. Οὐκ ἂν οὖν ἡμίλουν οἱ τοιοῦτοι προφῆται τῷ τὸν νόμον λύειν δοκοῦντι, εἰ μὴ ἤρεσκεν αὐτοῖς & λέγει. Ὁ δὲ Πέτρος, φοβούμενος που
col. 581–582page 48 of 98
PG 123:581καταδῆναι ἀπὸ τοῦ ὄρους (ἐδεδοίκεί γὰρ τὸ σταυρωθῆναι τὸν Κύριον) φησί· Καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ μὴ ἐκεῖ κατελθεῖν εἰς τὸ μέσον τῶν Ἰου δαίων. Εἰ γὰρ καὶ ἐνταῦθα ἔλθοιεν οἱ κατὰ σοῦ λυττῶντες, ἔχομεν Μωσῆν τὸν τοὺς Αἰγυπτίους προπω σάμενον· ἔχομεν Ἠλίαν τὸν πῦρ κατενεγκόντα ἐκ τοῦ οὐρανοῦ, καὶ τοὺς πεντηκοντάρχους διαφθείς σε ραντα. Τί δὲ συνελάλουν αὐτῷ οἱ προφῆται; τὰ περὶ τοῦ σταυροῦ καὶ τοῦ θανάτου αὐτοῦ. Ἔλεγε δὲ δ έλεγεν ο Πέτρος, μὴ εἰδὼς τί λαλεῖ Εκφοβοι γὰρ ἐγένοντο ἀπὸ τοῦ ἀῤῥήτου φωτὸς καὶ τῆς δόξης. Οὐ γὰρ ἦν ὄντως ἐν τῷ ἰδίῳ νοί, μὴ θέλων καταβῆναι τὸν Ἰησοῦν εἰς τὸ σταυρωθῆναι πρὸς σωτηρίαν ἡμῶν, ἀλλὰ μένειν ἀεὶ ἐν τῷ ὄρει. Ανακτέον δὲ καὶ εἰς θεωρίαν τὸν λόγον. Μετὰ τὴν συντέλειαν τοῦ κόσ σμου τούτου, τοῦ ἐν ἐξ ἡμέραις δημιουργηθέντος, ", ἀναβιβάσει καὶ ἡμᾶς ὁ Ἰησοῦς, είχε μαθηταὶ αὐτοῦ ἐσμεν, εἰς τὸ ὄρος τὸ ὑψηλὸν, τὸν οὐρανὸν λέγω, καὶ ἐμφανίσει ἡμῖν ἑαυτὸν λαμπρότερον. Νῦν μὲν γὰρ 216 ἐν ἀδοξίᾳ ἐφάνη, ὡς ἐσταυρωμένος καὶ τέκτονος υιός τότε δὲ ὀψόμεθα τὴν ὡς Μονογενούς αὐτοῦ δόξαν. Οψόμεθα δὲ καὶ τὸν νόμον καὶ τοὺς προφήτας αὐτῷ συλλαλοῦντας, τουτέστι, τὰ περὶ αὐτοῦ εἰρημένα παρά τε Μωϋσέως καὶ τῶν προφητῶν, τότε νοήσομεν καὶ εὑρήσομεν σύμφωνα τοῖς πράγμασι, καὶ τότε ἀκούσομεν ὄντως τῆς Πατρικῆς φωνῆς, ἀποκαλύπτοντος ἡμῖν τοῦ Πατρὸς τὸν Υἱόν, καὶ διδάσκοντος, ὅτι «Οὗτός ἐστιν ὁ Υἱός μου.', Πῶς δὲ διδάξει ἡμᾶς;» Τῆς νεφέλης ἐπισκιαζούσης, τουτέστι, τοῦ Πνεύματος τοῦ ἁγίου· ἐκεῖνο γάρ ἐστιν ἡ πηγὴ τῆς σοφίας. Καταβαινόντων δὲ αὐτῶν ἀπὸ τοῦ ὄρους, διεστείλατο αὐτοῖς ἵνα μηδενὶ διηγήσωνται ἃ εἶδον, εἰ μὴ ὅταν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. Καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτούς, συζητοῦντες τί ἐστι τὸ ἐκ νεκρῶν ἀναστῆναι. Τίνος ένεκεν ὁ Κύ ριος παραγγέλλει τοῖς μαθηταῖς, μηδενὶ εἰπεῖν περὶ τῆς μεταμορφώσεως; Ἵνα μὴ σκανδαλισθῶσιν οἱ ἄν θρωποι, τοιαῦτα μὲν ἀκούοντες περὶ τοῦ Χριστοῦ ἔνδοξα, είθ' ύστερον ὁρῶντες αὐτὸν σταυρούμενον. Μεθό μέντοι ἐκ νεκρῶν ἀνέστη, εὔκαιρον ἦν τὸ περὶ τοῦ Χριστοῦ τοιαῦτα λέγειν ἔνδοξα πρὸ τοῦ σταυροῦ γενόμενα. Εκράτησαν οὖν οἱ ἀπόστολοι τὸν λόγον πρὸς ἑαυτοὺς συζητοῦντες τί ἐστι τὸ ἐκ νεκρῶν ἀναστῆναι. Οὐδέπω γὰρ ᾔδεισαν, φησίν, ὅτι δεῖ αὐ τὸν ἐκ νεκρῶν ἀναστῆναι. Καὶ ἐπηρώτων αὐτὸν, λέγοντες, ὅτι, Λέγουσιν οἱ Γραμματεῖς, ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; Ο δὲ 26: Εκράτησαν οὖν οἱ ἀπόστολοι τὸν λόγον πρὸς ἑαυτούς, τὸν περὶ τοῦ ἐκ νεκρῶν ἀνα στῆναι αὐτὸν, πρὸς μηδένα ἕτερον τοῦτον ἐξειπόντες· ἡ τὸν λόγον τὸν περὶ τῆς μεταμορφώσεως, συζητοῦντες τί ἐστι τὸ, ἐκ νεκρῶν ἀναστῆναι Οὐδέπω γὰρ ήδεισαν, φησίν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Μήτε γὰρ Ιδόντες τινὰ ἀνα στήσαντα, ἑαυτὸν ἐν νεκρῶν, μηδὲ μὴν ἀκούσαντες, φοντο παραβολὴν εἶναι καὶ τοῦτο, καὶ συνεζήτουν τί δηλοί, καὶ ἐπηρώτων αὐτὸν λέγοντες, κ. τ. λ.
col. 583–584page 49 of 98
PG 123:583Ει ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ηλίας μὲν ἐλθὼν πρῶτο αποκαθιστῷ πάντα· καὶ πῶς γέγραπται ἐπὶ τὸν Γιόν τοῦ ἀνθρώπου, ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενωθῇ; ᾿Αλλὰ λέγω ὑμῖν, ὅτι καὶ Ἡλίας ἐλήλυθε, καὶ ἐποξη σαν αὐτῷ ὅσα ἠθέλησαν, καθώς γέγραπται ἐπ' αὐ τόν.» Περὶ τοῦ Ἠλιοῦ φήμη τις εκράτει παρὰ τοῖς Ἰουδαίοις, ὅτι Ἠλίας ἐλεύσεται πρὸ τοῦ Χριστοῦ. Πλήν οί Φαρισαίοι, οὐχ ὡς δεῖ ἡρμήνευον τὰ περὶ τοῦ Ἠλιοῦ, ἀλλ᾽ ἐθελοκάκως· ἀπέκρυπτον τὸ ἀληθές. Δύο γὰρ εἰσι τοῦ Χριστοῦ παρουσίαι, αὕτη τε ἡ γε γενημένη, καὶ ἡ μέλλουσα. Τῆς μὲν οὖν προτέρας Ἰωάννης ἐγένετο πρόδρομος· τῆς δὲ δευτέρας, μέλο λει γενέσθαι Ηλίας. Ἠλίαν οὖν καλεῖ ὁ Χριστὸς τὸν Ἰωάννην, ὡς ἐλεγκτικόν τε ὄντα καὶ ζηλωτὴν καὶ ἐρημίτην. Ενίσταται τοίνυν ὁ Κύριος πρὸς τὴν τῶν Φαρισαίων δόξαν, τῶν ὑπολαμβανόντων, ὅτι τῆς προ τέρας παρουσίας τοῦ Χριστοῦ πρόδρομος ἐστιν ὁ Ἠλίας. Πῶς δὲ ἐνίσταται; ο Ηλίας μὲν ἐλθὼν, ἀπο καθιστά πάντα· καὶ πῶς γέγραπται ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἵνα πολλὰ πάθῃ; > Ο δὲ λέγει τους αὐτόν ἐστιν· Ὁ Θεσβίτης Ηλίας όταν μέλλη ἐλθεῖν, εἰρήνην μέλλει ποιήσειν τοῖς ἀπειθούσιν Ἰουδαίους, καὶ εἰς πίστιν τούτους ἀγαγεῖν· ὥστε τῆς δευτέρας παρουσίας πρόδρομος ἔσται. Εἰ γὰρ τῆς πρώτης παρουσίας πρόδρομος ἦν ὁ Θεσβίτης, δ' μέλλων απου καταστήσουν πάντα, πῶς λοιπὸν γέγραπται, ὅτι ὁ Υἱὸς τοῦ ἀνθρώπου τάδε καὶ τάδε μέλλει παθεΐν; Ἐκ τῶν δύο οὖν τὸ ἕτερον λείπεται, ἢ μὴ εἶναι τὸν Ηλίαν τῆς πρώτης παρουσίας πρόδρομον, είπερ ἀληθεύουσιν αἱ Γραφαι, ὅτι δεῖ παθεῖν τὸν Χριστόν, ἢ μὴ ἀληθεύειν τὰς Γραφὰς τὰς λεγούσας, ὅτι πεί σεται ὁ Χριστὸς, είπερ πιστεύσοιμεν κατὰ τὸν λόγον τῶν Φαρισαίων, ὅτι τῆς προτέρας παρουσίας ἔσται ὁ Θεσβίτης πρόδρομος. Ο γὰρ Ηλίας ἀποκαταστήσειν μέλλει πάντα, καὶ οὐκ ἔσται τότε απειθής τις Ἑβραῖος, ἀλλὰ πάντες πιστεύσουσι τῷ κηρύγματι ὅσοι ἂν ἀκούσωσι τοῦ Ἠλιοῦ. Τὴν οὖν ὑπόληψιν τῶν Φαρισαίων ἀνατρέπων ὁ Κύριος, φησὶν ὅτι Ηλίας ήδη ήλθε, τουτέστιν, ὁ Ἰωάννης, καὶ ἐποίησαν δια ἠθέλησαν ἐπ' αὐτῷ. Επείθησαν γὰρ αὐτῷ, καὶ τέλος ἀπεκεφαλίσθη, παιγνίου ἔπαθλον γενόμενος. Καὶ ἐλθὼν πρὸς τοὺς μαθητάς, εἶδεν ἄχλον που λύν περὶ αὐτοὺς καὶ Γραμματείς συζητοῦντας αὐτοῖς. Καὶ εὐθέως πᾶς, ὁ ὄχλος ἰδὼν αὐτὸν ἐξεθαμβήθη, καὶ προστρέχοντες ήσπάζοντο αὐτόν. Καὶ ἐπηρώτησε τοὺς Γραμματεῖς· Τί συζητεῖτε πρὸς αὐτούς; Καὶ ἀποκριθεὶς εἰς ἐκ τοῦ ὄχλου, εἶπε· Διδάσκαλε, ἤνεγκε τὸν υἱόν μου πρὸς σέ, ἔχοντα πνεῦμα ἄλαλον. Καὶ ὅπου ἂν αὐτὸν καταλάβῃ, βήστες αὐτὸν, καὶ ἀφρίζει καὶ τρύζει τοὺς ὁδόντας αὐτοῦ καὶ ξηραίνεται. Καὶ εἶπον τοῖς μαθηταῖς σου, ἵνα αὐτὸ ἐκβάλλωσι, καὶ οὐκ ἴσχυσαν.» Ἐλθὼν πρὸς τοὺς μαθητάς, τοὺς ἐννέα δηλαδὴ τοὺς μὴ συναναβάντες αὐτῷ, είδεν αὐτοὺς ἐρωτωμένους παρὰ τῶν Φαρισαίων. δραξάμενοι γὰρ οἱ Φαρισαίοι τῆς ἀπουσίας τοῦ Ἰησοῦ, απειρῶντο περιτρέπειν τοὺς μαθητάς. Ο μέντος όχλος ἐξαίφνης ἰδὼν αὐτὸν, σπάζετο. επόθουν γὰρ αὐτὸν ἰδεῖν, καὶ ὥσπερ ἀπὸ μακρᾶς ἀποδημίας ἰδόν τες, ἠσπάζοντο. Τινὲς δέ φασιν, ὅτι καὶ ἡ ὄψις αὐτ
col. 585–586page 50 of 98
PG 123:585τοῦ ὡραιοτέρα γενομένη ἀπὸ τοῦ φωτὸς τῆς μετα μορφώσεως, ἐφείλκετο τοὺς ὄχλους πρὸς τὸ ἀσπά ζεσθαι. Αποκριθεὶς δὲ εἷς ἐκ τοῦ ὄχλου, εἶπεν· 'Ασθε νὴς ἦν οὗτος ὁ ἄνθρωπος περὶ τὴν πίστιν ὥσπερ καὶ ὁ Κύριος μαρτυρεί λέγων, "Ω γενεὰ ἄπι στος; καὶ πάλιν, Τῷ πιστεύοντι πάντα δυνατά και κεῖνος αὐτὸς, Βοήθει μου τῇ ἀπιστία. Κατηγορεῖ δὲ τῶν μαθητῶν, ὡς ἄπιστος πάντως. Έδει γὰρ αὐτὸν μὴ ἔμπροσθεν πάντων ἐλθόντα κατηγορῆσαι, ἀλλὰ κατ' ἰδίαν. Ο δὲ ἀποκριθεὶς αὐτῷ, λέγει· Ο γενεά ἄπιστος, Έως πότε πρὸς ὑμᾶς ἔσομαι; Έως πότε ανέξομαι ὑμῶν; Φέρετε αὐτὸν πρός με. Καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. Καὶ ἰδὼν αὐτὸν, εὐθέως τὸ πνεῦμα ἐσπάραξεν αὐτόν. Καὶ πεσὼν ἐπὶ τῆς γῆς, ἐκυλίετο ἀφρίζων. Καὶ ἐπηρώτησε τὸν πατέρα αὐτοῦ· Πάσος χρόνος ἐστὶν, ὡς τοῦτο γέγονεν αὐτῷ; Ὁ δὲ εἶπε Παιδιόθεν, καὶ πολλάκις αὐτὸν καὶ εἰς πῦρ ἔβαλε καὶ εἰς ὕδατα, ἵνα ἀπολέσῃ αὐτόν. Αλλ' εἴ τι δύνασαι, βοήθησον ἡμῖν, σπλαγχνισθεὶς ἐφ' ἡμᾶς. Ὁ δὲ Ἰη σοῦς εἶπεν αὐτῷ τὸ, Εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι. Καὶ εὐθέως κράξας ὁ πατὴρ τοῦ παιδίου μετὰ δακρύων ἔλεγε· Πιστεύω, Κύριε, βοήθει μου τῇ ἀπιστίᾳ. Ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισ συντρέχει ὁ ὄχλος, ἐπετίμησε τῷ πνεύματι τῷ ἀκα θάρτω, λέγων αὐτῷ· Τὸ πνεῦμα τὸ ἄλαλον καὶ κω φόν, ἐγώ σοι ἐπιτάσσω, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃ; εἰς αὐτόν. Καὶ κράξαν καὶ πολλὰ σπαράξαν αὐτὸν, ἐξῆλθε, καὶ ἐγένετο ὡσεὶ νεκρός, ὥστε πολύ λοὺς λέγειν ὅτι ᾿Απέθανεν. Ο δὲ Ἰησοῦς κρατήσας αὐτὸν τῆς χειρὸς, ἤγειρεν αὐτὸν, καὶ ἀνέστη.» Ο μὲν προσελθὼν ἐκεῖνος, τοὺς μαθητάς ᾐτιᾶτο ὡς μὴ ισχύσαντας θεραπεῦσαι. Ὁ δὲ Χριστὸς εἰς ἐκεῖνον αὐτὸν περιτρέπει τὸ ἔγκλημα, μονονουχὶ τοῦτο λέ γων, ὅτι, "Απιστος ὢν σύ, αἴτιο; ἐγένου τοῦ μὴ θερα πευθῆναι σου τὸν υἱόν. Οὐ πρὸς ἐκεῖνον δὲ μόνον τοῦτο λέγει, ἀλλὰ κοινὸν ποιεῖται τὸν λόγον, ὥσπερ πάντας κοινώς τοὺς Ἰουδαίους ονειδίζων εἰς ἀπισ στίαν. Εἰκὸς γὰρ ἦν πολλοὺς τῶν παρεστώτων σκανδαλισθῆναι. Δείκνυσι δὲ ποθητόν αὐτῷ ὄντα τὸν θάνατον, ἐκ τοῦ λέγειν· Εως τότε ἔσομαι μεθ᾽ ὑμῶν; τουτέστι, περιεκάνησα μεθ' ὑμῶν τῶν ἀπίστων διά γων. Οὐ μὴν ἴσταται ἄχρι τοῦ μέμψασθαι αὐτοὺς, 33: Ασθένης ἦν οὗτος ὁ ἄνθρωπος περὶ τὴν πίστιν, ὡς ἐκ πολλῶν τοῦτο δῆλον, ἔκ τε τοῦ εἰ πεῖν τὸν Χριστὸν, Ὦ γενεὰ ἄπιστος! καὶ ἐκ τοῦ εἰπεῖν, Εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι· ἔκ τε τοῦ εἰπεῖν αὐτὸν τὸν προσελθόντα, Βοήθει μου τῇ ἀπιστίς· καὶ ἐκ τοῦ κελεῦσαι τῷ δα! μονι μηκέτι εἰσελθεῖν εἰς αὐτόν. Καὶ εἰ ἡ ἀπιστία αὐτοῦ γέγονεν αἰτία τοῦ μὴ ἐξελασθῆναι τὸν δαί μονα, τί τοῖς μαθηταῖς ἐγκαλεί, δεικνύς, ὅτι καὶ χωρὶς τῶν προσαγόντων μετὰ πίστεως πολλαχοῦ θε ραπεῦσαι. Ὥσπερ γὰρ ἀρκεῖ πολλάκις ἡ τοῦ προσ ἄγοντος πίσει; εἰς τὸ καὶ παρ' ἐλαττόνων λαβεῖν [ασιν, οὕτω τῶν ποιούντων πολλάκις ήρκεσεν ἡ δυνα μις, καὶ μὴ πιστευόντων τῶν προσελθόντων εἰς τὸ θεραπευθήναι. Εδει δὲ αὐτὸν μὴ ἔμπροσθεν πάνε των ελθόντα κατηγορῆσαι τῶν μαθητῶν, ἀλλὰ κατ' ἰδίαν· ὥστε καὶ κατὰ τοῦτο ἄπιστος ἦν. Ὁ δὲ ἀπο κριθεὶς αὐτῷ λέγει,, ο κ. τ. λ.
col. 587–588page 51 of 98
PG 123:587ἀλλὰ καὶ τὴν ἴασιν ἐπιτίθησιν, οὐκ ἐπιδεικτικῶς θεο ραπεῦσαι τὸν παῖδα ἐπιβαλλόμενος, ἀλλὰ μᾶλλον μετά μετριοφροσύνης πολλής. Ορα γὰρ πῶς οὐ τῇ οἰκείᾳ δυνάμει, ἀλλὰ τῇ ἐκείνου πίστει ἀνατίθησι τὴν θεραπείαν, λέγων, ὅτι, Πάντα δυνατὰ τῷ πιο στεύοντι. Ἀλλὰ καὶ ἕτερον· ἰδὼν γὰρ ἐπισυναγόμενον τὸν ὄχλον, ἐπετίμησε τῷ πνεύματι· οὐκ ἤθελε γὰρ ἔμπροσθεν ὄχλου θεραπεύειν, ὡς φανητιῶν καὶ ἐπιδεικτικός. Επιτιμήσας δὲ καὶ εἰπὼν, Έξελθε καὶ μηκέτι εἰσέλθῃς· τοῦτο αινίττεται, ὅτι διὰ τὴν ἀπι στίαν τοῦ ἀνθρώπου εἰσῆλθεν ἂν καὶ πάλιν τὸ δαι μόνιον, εἰ μὴ τῷ προστάγματι αὐτοῦ ἐκωλύετο. Συγ χωρεῖ δὲ σπαράξαι τὸν παῖδα, ἵνα γνῶσι πάντες τὴν τοῦ δαίμονος ἐπήρεια», καὶ ὅτι ἐθανάτωσεν ἂν τὸν ἄνθρωπον, εἰ μὴ ὑπὸ τῆς θείας ἀναχαιτίζετο χειρός. Ρίπτεται δέ τις ὑπὸ δαίμονος εἰς πῦρ τὸ τοῦ θυμοῦ καὶ τὸ τῆς ἐπιθυμίας, καὶ εἰς ὕδωρ, τὸ τῶν βιωτικών πραγμάτων κλυδώνιον. Ο δαίμων δὲ οὗτος ἀλαλός ἐστι καὶ κωφός. Κωφὸς μὲν, ὡς μὴ ἀκούειν θέλων τῶν τοῦ Θεοῦ λόγων· ἄλαλος δὲ, ὡς μηδὲ ἑτέρους δυνάμενος διδάσκειν τὸν δέον· ἀλλ᾽ ἐὰν ὁ Ἰησοῦς. τουτέστιν, ὁ Εὐαγγελικός λόγος, κρατήσῃ τῆς χειρός, τῆς πρακτικῆς λέγω δυνάμεως, τότε ἐλευθερωθησόμεθα τοῦ δαίμονος. Ορα δὲ ὅτι ὁ μὲν Θεὸς βοηθεί ἡμῖν, εἶτα ἡμεῖς αὐτοὶ τὸ ἀγαθὸν ἀπαιτούμεθα ἐργάζεσθαι. Φησὶ γάρ· Ηγειρεν αὐτὸν ὁ Ἰησοῦς· τοῦτο ἡ τοῦ Θεοῦ βοήθεια, καὶ ἀνέστη, τοῦτο ἡ ἐκείνου αὐτοῦ πρὸς τὸ ἀγαθὸν σπουδή. Καὶ εἰσελθόντα αὐτὸν εἰς οἶκον, οἱ μαθηταὶ αὐ τοῦ ἐπηρώτων αὐτὸν κατ' ἰδίαν· Τί ὅτι ἡμεῖς οὐκ ηδυνήθημεν ἐκβαλεῖν αὐτό; Καὶ εἶπεν αὐτοῖ;· Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν, εἰ μὴ ἐν προσ ευχῇ καὶ νηστεία.» Εφοβήθησαν οἱ μαθηταὶ μής πως ἀπέβαλον τὴν χάριν, ἣν δέδωκεν αὐτοῖς ὁ Κύ ριος, καὶ διὰ τοῦτο οὐκ ἠδυνήθησαν ἐκβαλεῖν τὸν δαίμονα. Ορα δὲ καὶ τὴν εὐλάβειαν αὐτῶν, πώς κατ' ἰδίαν αὐτῷ προσέρχονται. Τοῦτο δὲ τὸ γένος. Ποιον; εἰ τὸ τῶν σεληνιαζομένων, ἢ ἁπλῶς πᾶν τὸ τῶν δαιμόνων γένος οὐκ εξέρχεται ἄλλῳ τινὶ τρόπο εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ· δεῖ γὰρ καὶ τὸν πά σχοντα νηστεύειν, καὶ τὸν μέλλοντα θεραπεῦσαι. ᾿Αμφοτέρων γὰρ χρεία· μάλιστα δὲ τὴν τοῦ πάσχοντος νηστείαν ἀπαιτεῖ ὁ λόγος. Δεῖ καὶ μὴ νηστεύειν μόνον, ἀλλὰ καὶ προσεύχεσθαι· μηδὲ μόνον προσεύχεσθαι, ἀλλὰ καὶ νηστεύειν. Οὕτω γὰρ ἡ ἀληθινὴ προσευχὴ τελεῖται, ἐὰν καὶ νηστείαν ἔχῃ συνεζευγμένην. Ὅτε οὐ βαρεῖται ὁ προσευχόμενος τοῖς ἐκ τῶν βρωμάτων ἀτμεῖς, ἀλλὰ κοντός ἐστι καὶ ἀβαρής Καὶ ἐκεῖθεν ἐξελθόντες, παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν, ἵνα τις γνῷ. Εδίδασκε γὰρ τοὺς μαθητάς αὐτοῦ, καὶ ἔλεγεν αὐτοῖ:, ότι, Ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν. Καὶ ἀποκτανθείς. τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Οἱ δὲ ἡγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.» Πανταχοῦ ταῖ; θαυματουργίαις παρεμβάλλει τὴν περὶ τοῦ πάθους λόγον, ἵνα μὴ νομισθῇ ὅτι δι' ἀδυναμίαν ἔπαθεν. Εἰπὼν οὖν τὸ σκυθρωπόν, ὅτι ἀποκτενοῦσιν αὐτόν, ἐπάγει καὶ τὸ χαρμόσυνον, ὅτι τῇ τρίτῃ ἡμέρᾳ ἀνα
col. 589–590page 52 of 98
PG 123:589στήσεται, ἵνα μάθωμεν ὅτι ἀεὶ τοῖς σκυθρωποῖς ἐπακολουθεῖ τὰ εὐφρόσυνα, καὶ μὴ μάτην ανιώμεθα ἐπὶ τοῖς λυπηροῖς, ἀλλ᾽ ἐλπίζωμεν καὶ τὰ χρηστότερα. Καὶ ἦλθεν εἰς Καπερναούμ· καὶ ἐν τῇ οἰκίᾳ γε νόμενος, επηρώτα αὐτούς· Τί ἐν τῇ ὁδῷ πρὸς ἑαυτοὺς διελογίζεσθε; Οἱ δὲ ἐσιώπων. Πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ, τίς μείζων. Καὶ καθίσας, ἐφώνησε τοὺς δώδεκα, καὶ λέγει αὐτοῖς· Εἴ τις θέλει πρώτης εἶναι, ἔσται πάντων ἔσχατος, καὶ πάντων διάκονος. Καὶ λαβὼν παιδίον, ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν, καὶ ἐναγκαλισάμενος αὐτό, εἶπεν αὐτοῖς· Ος ἐὰν ἐν τῶν τοιούτων παιδίων δέξητας ἐπὶ τῷ ὀνό ματί μου, ἐμὲ δέχεται, καὶ ὃς ἐὰν ἐμὲ δέξηται, οὐκ ἐμὲ δέχεται, ἀλλὰ τὸν ἀποστείλαντά με. Οἱ μαθηταὶ ὅτι ἀνθρωπικώτερα φρονοῦντες, διαφιλονείκουν πρὸς ἀλλήλους περὶ τοῦ, ποῖος αὐτῶν μείζων ἐστὶ καὶ προ τιμότερος παρὰ τῷ Χριστῷ. Ὁ δὲ Κύριος τὴν μὲν ἐπιθυμίαν τὴν τῆς προτιμήσεως οὐ κωλύει. Θέλει γὰρ ἡμᾶς ἐπιθυμεῖν τοῦ ὑψηλοτέρου βαθμοῦ. Οὐ μέντοι ἁρπάζειν ἡμᾶς βούλεται τὰ πρωτεῖα, ἀλλὰ διὰ τῆς ταπεινώσεως· μᾶλλον κατακτᾶσθαι τὸ ὑψη λόν. Παιδίον γὰρ ἔστησεν εἰς τὸ μέσον, καὶ κατ' ἐκεῖνο γενέσθαι καὶ ἡμᾶς βούλεται. Τὸ γὰρ παιδίον οὔτε δόξης εφίεται, οὔτε φθονεί, οὔτε μνησικακεῖ. Καὶ οὐ μόνον, φησὶν, ἐὰν αὐτοὶ τοιοῦτοι γενήσεσθε, μισθὸν λήψεσθε μέγαν, ἀλλὰ κἂν ἑτέρους τοιούτους τιμήσητε δι' ἐμὲ, βασιλείαν οὐρανῶν ἀντιλάβοιτε. Ἐμὲ γὰρ δέχεσθε· ἐμὲ δὲ δεχόμενοι, δέχεσθε τὸν ἀποστείλαντά με. Ορᾷς οὖν πόσα δύναται ή ταπείνωσις, καὶ τὸ ἄπλαστον τοῦ τρόπου καὶ ἄδολον. Τον Υἱὸν γὰρ καὶ τὸν Πατέρα ἐνοικίζει ἐν ἡμῖν. Πρόδηλον δὲ ὅτι καὶ τὸ Πνεῦμα τὸ ἅγιον. οι Απεκρίθη δὲ αὐτῷ ὁ Ἰωάννης, λέγων· Διδά σκαλέ, ειδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ὃς οὐκ ἀκολουθεῖ ἡμῖν· καὶ ἐκωλύσαμεν αὐτὸν, ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν. Ὁ δὲ Ἰησοῦς εἶπε Μὴ κωλύετε αὐτόν. Οὐδεὶς γάρ ἐστιν δ; ποιήσει δύο ναμιν ἐπὶ τῷ ὀνόματί μου, καὶ δυνήσηται ταχύ και κολογῆσαι με. "Ος γὰρ οὐκ ἔστι καθ᾿ ἡμῶν, ὑπὲρ ἡμῶν ἐστιν.» Οὐ ζηλοτυπία τινὶ καὶ φθόνῳ ὑπαγόμενος ὁ τῆς βροντῆς υἱός κωλύει ἐκεῖνον τὸν τὰ δαι μόνια εκβάλλοντα, ἀλλὰ θέλων πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦ Χριστοῦ καὶ ἀκολουθεῖν αὐτῷ, καὶ ἐν εἶναι σῶμα πάντας τοὺς μαθητάς. Ἐν γὰρ τῇ ἀρχῇ τοῦ κηρύγματος, τινὲς φιλοδοξίας έρωτι κρατούμενοι, ἤθελον καὶ αὐτοὶ σημεῖα δήθεν ἐργάζεσθαι. Ορῶντες δὲ τὸ ὄνομα τοῦ Ἰησοῦ πολλὰ δυνάμενον, επέλεγον τοῦτο, καὶ δὴ σημεῖα ἐποίουν, ἄλλως ἀνάξιοι ὄντες τῆς θείας χάριτος Ηβού λετὸ γὰρ ὁ Κύριος πλατύνεσθαι τὸ κήρυγμα, καὶ διὰ τῶν ἀναξίων. Τί οὖν ὁ Σωτήρ; Οὐ συγχωρεῖ τῷ Ἰωάννῃ κωλύειν τὸν τὰ σημεία ποιοῦντα, ἀλλ', "Αφετε 26: "Αλλως τῆς θείας χάριτος ὄντες ἀνάξιοι· διὸ οὐδὲ συνηκολούθουν αὐτοῖς διὰ τὴν ἐγε κράτειαν καὶ σκληραγωγίαν τῶν ἀποστόλων, καὶ διὰ τὸ θέλειν αὐτοὺς οἰκείοις θελήμασιν ἄγεσθαι, καὶ ἀδιαφορώτερον ζῇν. Τί οὖν ὁ Σωτήρ;. κ. τ. λ.
col. 591–592page 53 of 98
PG 123:5914 γάρ, φησὶν, οὐδεὶς γὰρ δυνήσεται ταχύ κακολογήσαι Συνεχώρει καὶ τούτοις θαυματουργεῖν, ἅμα μὲν εἰς βεβαίωσιν τοῦ κηρύγμα τυς, ὥστε καὶ διὰ τῶν ἀναξίων τοῦτο πλατύνεσθαι, ἅμα δὲ καὶ εἰς βελτίωσιν αὐτῶν δὴ τῶν θαυματουργούντων. Δοκεῖ δὲ, κ. τ. λ. με, ὅς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου. Πῶς γὰρ ἂν κακολογήσεις μὲ ὁ τὸ ὄνομά μου ἀφορμὴν δόξης ἔχων, καὶ διὰ τοῦ ἐπικαλεῖσθαι τοῦτο θαυματουργῶν Δοκεῖ δὲ ἐναντία λέγειν ὁ Κύριο; ἑαυτῷ. 'Αλλαχοῦ γὰρ εἰπών, ο Ὁ μὴ ὢν μετ᾿ ἐμοῦ, κατ᾿ ἐμοῦ ἐστι, ο νῦν λέγει, ο Ό; οὐκ ἔστι καθ᾿ ἡμῶν, ὑπὲρ ἡμῶν ἐστι.» Δοκοῦσιν οὖν ταῦτα ἐναντία· οὐκ εἰσὶ δέ. Τὸ μὲν γὰρος Ο μὴ ὢν μετ᾿ ἐμοῦ, κατ' ἐμοῦ ἐστι, ο περὶ δαιμόνων εἴρηται, τῶν ἀπὸ Θεοῦ ἀφέλκειν σπουδαζόντων και σκορπιζόντων τὰ τοῦ Θεοῦ. Τὸ δὲ νῦν ῥηθὲν περὶ ἀνθρώπων, τῶν μᾶλλον προσ αγόντων τινὰς τῷ Θεῷ διὰ τοῦ θαύματα ἐπιτελεῖν. Ος γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν τῷ ὀνόματί μου, ὅτι Χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. Καὶ ὃς ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τῶν πιστευόντων εἰς ἐμὲ, καλόν ἐστιν αὐτῷ μᾶλλον, εἰ περίκειται λίθος μυλι κὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ βέβληται εἰς τὴν θάλασσαν.» Οὐ μόνον φησί, τὸν δυνάμεις ποιοῦντα ἐν τῷ ὀνόματί μου οὐ κωλύω, ἀλλὰ κἄν τις ἐλάχιστον τι δώσει ὑμῖν διὰ τὸ ἐμὸν ὄνομα, καὶ ἀποδέξηται ὑμᾶς δι᾿ ἐμὲ, οὐ δι' ἀνθρωπίνην χάριν ἢ κοσμικήν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. Εἶπε δὲ τὸ ποτή ριον τοῦ ὕδατος, διὰ τοὺς προφασιζομένους τὴν πε νίαν. Κἂν γὰρ, φησί, ποτήριον ύδατος δώσεις, τὸ εὐτε λέστατον, οὐδὲ τοῦτο ἀπολέσεις. Ωσπερ δὲ ἐὰν ἕνα τῶν μικρῶν τιμήσῃς, εὐαρεστείς τῷ Θεῷ, οὕτως ἐὰν ἕνα τῶν μικρῶν σκανδαλίσης, τουτέστιν ἀτιμάσῃς, υποσκελίσῃς, συμφέρει σοι, εἰ μύλος ὀνικὸς έκρεμάσθη σου ἐν τῷ τραχήλῳ· χείρονα γὰρ, ὡς ἔοικε, τιμωρίαν ὑποστησόμεθα. Αισθητὴν δὲ τιμωρίαν εἶν πεν, ἐκφοβῶν ἡμᾶς διὰ τούτου τοῦ αἰσθητοῦ ὁπου δείγματος. Καὶ ἐὰν σκανδαλίζη σε ή χειρ σου, απόκοψον αὐτήν. Καλόν σοί ἐστι κυλλὸν εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ τὰς δύο χεῖρας ἔχοντα, ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον, ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται. Καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτὸν, καλόν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωήν χωλόν, ἢ τοὺς δύο πόδας ἔχοντα, βληθῆναι εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον, ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὴ πῦρ οὐ σβέννυται. Καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν σοί ἐστι μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ἡ δύο ὀφθαλμοὺς ἔχοντα, βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρὸς, ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτῷ, καὶ τὸ πῦρ οὐ σβέννυται. Πᾶς γὰρ πυρὶ ἀλισθήσεται. Καὶ πᾶσα θυσία ἀλὶ ἀλισθήσεται. Καλὸν τὸ ἅλας. Ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; "Εχετε ἐν ἑαυτοῖς ἄλας, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις. ο
col. 593–594page 54 of 98
PG 123:593Απειλήσας τοῖς σκανδαλίζουσιν, ὅτι συνέφερεν αυ τοῖς, εἰ ἐῤῥίφθησαν ἐν τῇ θαλάσσῃ, νῦν παραινεί τοῖς σκανδαλιζομένοις φυλάττεσθαι ἀπὸ τῶν ἑτοίμως ἐχόντων σκανδαλίζειν καὶ ὑποσκελίζειν αὐτούς. Καν γὰρ τοῖς, κἂν χειρ, κἂν ὀφθαλμὸς ἢ ὁ σκανδαλίζων σε, τουτέστι, καν τῶν οἰκειοτάτων τις, κἂν τῶν καθ' αἷμα πλησιαζόντων καὶ χρειωδῶν, ἔκκοψον αὐτὸν, τουτέστιν, ἀπάρνησαι τὴν πρὸς αὐτὸν φιλίαν καὶ οἱ κειότητα. Σκώληξ δὲ καὶ πῦρ κολάζοντα τοὺς ἁμαρτ τωλοὺς, ἡ συνείδη τίς ἐστιν ἑκάστου, καὶ ἡ μνήμῃ τῶν πραχθέντων ἐν τῷ βίῳ τούτῳ αἰσχρῶν· ἥτις ὥσπερ σκώληξ καταδαπανᾷ καὶ ὡς πῦρ φλέγει. Πᾶς γὰρ, φησί, πυρὶ ἀλισθήσεται, τουτέστι, δοκιμασθήσεται. Ὅπερ καὶ ὁ Παῦλος λέγει, ὅτι πυρὶ δοκιμασθήσεται πάντα Καὶ πᾶσα δὲ, φησί, θυσία άλὶ ἁλισθήσεται. Τοῦτο δὲ ἀπὸ τοῦ Λευϊτικοῦ εἶπεν. Ἐκεῖ γὰρ φησιν ὁ Θεός, Πᾶν δῶρον θυσίας ἡμῶν ἁλὶ ἁλισθήσεται. Καλὸν οὖν ἐστιν ἡμᾶς ἀλίζειν τὰς θυσίας ἡμῶν τῷ ἄλατι τοῦ Θεοῦ, τουτέστι, μὴ ἐκλελυμένας θυσίας καὶ βαθύμους προσφέρειν, ἀλλὰ στρυφνὰς καὶ νοστί μους. Αλας δὲ λέγει καὶ τοὺς ἀποστόλους ὁ Κύριος, καὶ πάντας ἁπλῶς τοὺς δύναμιν ἔχοντας συνεκτικὴν καὶ συνδετικήν. Ωσπερ γὰρ τὸ ἅλας συνέχει τὰ κρέα, καὶ οὐκ ἐξ αὐτὰ σκώληκας γεννάν, οὕτω καὶ ὁ διδασκαλικὸς λόγος, ἐὰν στρυφνός εἴη, τους σαρκικούς ἀνθρώπους συσφίγγων, οὐκ ἐξ ἐν αὐτοῖς γεννηθῆναι τὸν ἀκοίμητον σκώληκα. Ἐὰν δὲ ὁ διδάσκαλο; ἄνα λας εἴη, καὶ μὴ ἔχῃ τὸ στρυφνὸν καὶ συνδετικὸν, ἐν τίνι ἁλισθήσεται, τουτέστιν, αρτυθήσεται; Εχετε οὖν ἐν ἑαυτοῖς ἄλας, ήγουν τὴν νόστιμον χάριν τοῦ Πνεύματος καὶ συνεκτικήν, ὡς ἂν εἰρηνεύητε προς " ἀλλήλους. Ο γὰρ τῷ συνδέσμῳ τῆς ἀγάπης συσφιγγόμενος πρὸς τὸν πλησίον, οὗτος ἀλας ἔχει, καὶ λοι τὴν εἰρηνεύει πρὸς τὸν ἀδελφὸν αὐτοῦ. ΚΕΦΑΛ. Ι. Περὶ τῶν ἐπερωτησάντων, εἰ ἔξεστιν ἀπολύειν την γυναίκα. Περὶ τοῦ ἐπερωτήσαντος πλουσίου τὸν Ἰησοῦν. Περὶ τῶν υἱῶν Ζεβεδαίου. Περὶ τοῦ Βαρτιμαίου. Κἀκεῖθεν ἀναστὰς, ἔρχετα: εἰς τὰ ὅρια τῆς Ἰουδαίας διὰ τοῦ πέραν τοῦ Ἰορδάνου, καὶ συμπορεύονται πάλιν ἄχλοι πρὸς αὐτόν. Καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς. Καὶ προσελθόντες οι Φα ρισαῖοι, ἐπηρώτησαν αὐτὸν, Εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι; πειράζοντες αὐτόν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Τί ὑμῖν ἐνετείλατο Μωσής; οἱ δὲ εἶπον αὐτῷ· Μωσης επέτρεψε βιβλίον ἀποστασίου γράψαι, καὶ ἀπολῦσαι. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς, εἶπεν αὐτοῖς· Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγρα ψεν ὑμῖν τὴν ἐντολὴν ταύτην. Ἀπὸ δὲ ἀρχῆς κτίσ σεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς ὁ Θεός. Ενεσ δεν τούτου καταλείψει άνθρωπος τὸν πατέρα αὐτοῦ οι 28: "Η καὶ οὕτω, Πᾶς πιστὸς πυρὶ τῆς πρὸς Θεὸν πίστεως, ἡ τῆς πρὸς τὸν πλη σίον ἀγάπης ἁλισθήσεται, ήγουν την σηπεδόνα τῆς κακίας ἀποβαλεί, ἡ ἀρτήσεται καὶ ἡδὺς τῷ Θεῷ γενήσεται. Καὶ πᾶσα δε, φησί, θυσία, κ. τ. λ. « ὑμῶν.

Chapter XCaput X

col. 595–596page 55 of 98
PG 123:595καὶ τὴν μητέρα. Καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ μία σάρξ. Ο οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μή χωριζέτω.» Συνεχῶς τὴν Ἰουδαίαν ἀφίει ὁ Κύριος διὰ τὴν βασκανίαν ἐκείνων, νῦν οὖν ἐπιχωριάζει, ἐπειδὴ τὸ πάθος ἐγγὺς ἔμελλεν εἶναι. Οὐ μὴν εἰς τὰ Ἱεροσόλυμα ἄνεισι τέως, ἀλλ' εἰς τὰ τῆς Ἰουδαίας όρια, ἵνα τὸν ἄκακον ὄχλον ὠφελήσῃ. Τὰ γὰρ Ἱεροσόλυμα πάσης κακίας έργα στήριον ἦσαν, διὰ τὴν τῶν Φαρισαίων πονηρίαν. Ιδε γοῦν τὴν κακίαν αὐτῶν, πῶς πειράζουσι τὸν Κύριον, μὴ ἐῶντες αὐτὸν, ἵνα πιστεύσωσιν αὐτῷ οἱ ὄχλοι, ἀλλ᾽ ἀεὶ προσερχόμενοι καὶ δοκοῦντες εἰς ἀπορίαν ἐμβάλλειν καὶ ἐπιστομίζειν διὰ τῶν ζητη μάτων. Ηρώτησαν γὰρ αὐτὸν ἐρώτημα ἀμφοτέρων θεν ἔχον κρημνούς· Εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα Ινα ἐὰν μὲν εἴπῃ ὅτι ἔξεστιν ἀπολύειν, ἀπαντήσωσιν αὐτῷ· Πῶς οὖν εἶπας ὅτι ἐκτὸς λόγου πορνείας, οὐκ ἔξεστιν ἀπολύειν Ἐάν δὲ εἴπῃ ὅτι οὐκ ἔξεστιν, εγκαλέσωσιν αὐτῷ ὡς ἐναντιουμένω τοῖς τοῦ Μωσέως δόγμασιν. Ο οὖν Χριστός, ἡ αὐτ τοσοφία, ἀποκρίνεται αὐτοί; ἀπόκρισιν διαφεύγουσαν τὰς αὐτῶν παγίδας. Ἐρωτᾷ γὰρ αὐτούς, τί αὐτοῖς ἐνετείλατο Μωσῆς. Τῶν δὲ εἰπόντων ὅτι ἀπολύειν ἐνετείλατο, ερμηνεύει αὐτοῖς τὴν νόμον. Οὐ γὰρ οὕτως ἀπηνὴς ἦν ὁ Μωσής, φησίν, ὥστε τοιοῦτον εἰσενεγκεῖν νόμον, ἀλλὰ πρὸς τὴν ὑμετέραν σκληροκαρδίαν τοῦτο ἔγραψεν. Ο γὰρ Θεός, γινώσκων τὴν τῶν Ἑβραίων ἀπανθρωπίαν, καὶ ὅτι ῥᾳδίως ὁ βου λόμενος φονεύοι ἂν τὴν ἑαυτοῦ γυναῖκα μισήσας άπαξ αὐτὴν, συνεχώρησεν ἀπολύειν τὴν γυναῖκα, τὸν μὴ ἀρεσκόμενον αὐτῇ. Απ᾿ ἀρχῆς δὲ οὐχ οὕτως ἦν, ἀλλ' ἡ τοῦ Θεοῦ βουλὴ συγκολλᾷ ἀλλήλοις τοὺς συν ζύγους, καὶ ἐν ποιεῖ, ὥστε καὶ γονέων καταμελεῖν. Ορα δὲ τί λέγει, ὅτι ὁ Θεὸς οὐ θέλει πολυγαμίαν, ; ὥστε ταύτην μὲν καταλιμπάνειν, ἑτέραν δὲ ἄγεσίας γυναῖκα, καὶ πάλιν ταύτην καταλιμπάνειν, καὶ ἑτέρᾳ κολλᾶσθαι. Εἰ γὰρ τοῦτο ἦν, εποίησεν ἂν ἕνα μὲν ἄνδρα, πολλὰς δὲ γυναῖκας. Νῦν δὲ οὐ τοῦτο γέγονεν, ἀλλ᾽ ἄρσεν καὶ θῆλυ ἐποίησεν, ένα μια κελεύσας συνάπτεσθαι. Μήποτε δὲ καὶ οὕτω δυνά μεθα νοῆσαι τὸ παρὸν χωρίον. Ο λόγος ὁ διδασκα 223 λικός, σπέρματα ἀγαθὰ ἐμβάλλων εἰς τὴν ψυχὴν τοῦ πιστοῦ ἀνθρώπου, ἀνδρὸς λόγον επέχει πρὸς τὴν υποδεχομένην αὐτὸν ψυχήν. Πολλάκις οὖν ὁ λόγος θέλων ὠφελῆσαι τὴν ὑποδεχομένην ψυχήν, καταλιμπάνει τὸν πατέρα αὐτοῦ, τουτέστι νοῦν ὑψηλὸν, καὶ τὴν μητέρα αὐτοῦ, τουτέστι λέξιν κεκαλλωπισμένην. καὶ προσκολλάται τῇ γυναικὶ αὐτοῦ, ἤτοι τὰ πρὸς ὠφέλειαν τῆς ψυχῆς ἐκείνης διδάσκει, συγκαταβαίνων αὐτῇ καὶ νοῦν πολλάκις εὐτελῆ καὶ λέξεις ιδιωτικές προτιμῶν. Καὶ λοιπὸν γίνονται οἱ δύο εἰς σάρκα μίαν, τουτέστι, πιστεύει ἡ ψυχὴ σάρκα γενέσθαι τὸν Λόγον τοῦ Θεοῦ. Καὶ οὐδεὶς ἀνθρώπινος λογισμός δύναται χωρίσαι τὴν ψυχὴν ἀπὸ τῆς τοιαύτης πίστεως. Καὶ ἐν τῇ οἰκίᾳ πάλιν οἱ μαθηταὶ αὐτοῦ περὶ τοῦ αὐτοῦ ἐπηρώτησαν αὐτὸν, καὶ λέγει αὐτοῖ; Ος ἐὰν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπ' αὐτήν. Καὶ ἐὰν γυνὴ ἀπολύσῃ τὸν ἄνδρα αὐτῆς, καὶ γαμηθῇ ἄλλῳ, μοιχάται.» Ετι καὶ οἱ μαθηταὶ ἐσκανδαλίζοντα· διὰ τοῦτο οὖν καὶ προσέρ
col. 597–598page 56 of 98
PG 123:597χονται πάλιν αὐτῷ καὶ ἐρωτῶσιν, ὡς μήπω ἱκανῶς εκθεραπευθέντος αὐτῶν τοῦ λογισμοῦ. Ὁ δὲ ἀπο κρίνεται αὐτοῖς, λέγων· ὓς ἐὰν ἀπολύσῃ τὴν γυνα ναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην, μοιχός ἐστιν αὐτῆς τῆς δευτέρας. Ὁμοίω; οὖν καὶ ἡ γυνή μοιχαλίς ἐστιν, ἡ ἀφεῖσα τὸν ἴδιον ἄνδρα, καὶ ἑτέρῳ συζυ γεῖσα. Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα άψηται αὐτῶν οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν. Ἰδὼν δὲ ὁ Ἰησοῦς, ἡγανάκτησε καὶ εἶπεν αὐτοῖ;· "Αφετε τὰ παιδία έρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Ἀμὴν λέγω ὑμῖν, ὓς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. Καὶ ἀναγκα λισάμενος αὐτά, καὶ τιθεὶς τὰς χεῖρας ἐπ' αὐτὰ, εὐλόγησεν αὐτά. • Πολλή ή πίστις τῶν ὄχλων, είγε καὶ μόνῃ τῇ τῶν χειρῶν ἐπιθέσει, εὐλογεῖν ἐνόμιζον τὸν Χριστὸν τοὺς αὐτῷ προσαγομένους. Οἱ δὲ μας θηταί, νομίζοντες ἀνάξιον τοῦτο εἶναι τοῦ Χριστοῦ, τὸ παιδία προσάγεσθαι αὐτῷ, διεκώλυον τοὺς προσ άγοντας. Τί οὖν ὁ Χριστός; Διδάσκων αὐτοὺς μετριοφρονεῖν, καὶ τύφον καταπατεῖν κοσμικόν, καὶ λαμβάνει καὶ ἀναγκαλίζεται. Δείκνυσι γὰρ ὅτι τοὺς ἀκάκους προσλαμβάνεται, διὸ καὶ λέγει, «Τῶν τοιού των γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ.» Ορα, οὐκ εἶπε, Τούτων γάρ ἐστιν ἡ βασιλεία, ἀλλὰ τῶν τοιού των, τουτέστι τῶν ἐχόντων ἐξ ἀσκήσεως τὴν ἀκα κίαν, ἣν τὰ παιδία ἔχουσιν ἀπὸ φύσεως. Τὸ γὰρ παιδίον οὔτε φθονεί, οὔτε μνησικακεῖ, οὔτε μαστιζόμενον παρὰ τῆς μητρὸς ἀφίσταται. ᾿Αλλὰ κἂν δάκια αὕτη φορῇ, τῆς βασιλίδος ταύτην προτιμά. Οὕτω καὶ ὁ κατ' ἀρετὴν ζῶν, τῆς μητρὸς αὐτοῦ, τῆς Εκκλησίας λέγω, οὐδὲν προτίμᾷ, οὐδὲ τὴν βασι λεύουσαν τῶν πολλῶν ἡδονήν. Διὸ καὶ ἀναγκαλίζεται τοὺς τοιούτους ὁ Κύριος, λέγων· «Δεῦτε πρός με, πάντες οι κοπιῶντες καὶ πεφορτισμένοι.» Καὶ εὐ λογεῖ, λέγων' ο Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου.» Βασιλείαν δὲ τοῦ Θεοῦ, τὸ κήρυγμα καὶ τὴν επαγγελίαν τῶν ἀγαθῶν ἐνταῦθα φησιν. "Οστις οὖν δέξεται τὸ κήρυγμα τοῦ Θεοῦ ὡς παιδίον, τουτέστι μηδὲν διακρινόμενος ἢ ἀπιστῶν, ἐκεῖνος εἰσέρχεται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ εἰς τὰ ἀγαθὰ ἐδέξατο ἤδη τῇ πίστει. Καὶ ἐκπορευομένου αὐτοῦ εἰς δν, προσδραμὼν εἷς, καὶ γονυπετήσας αὐτῷ, ἐπηρώτα αὐτόν Διδάσκαλε ἀγαθέ, τί ποιήσω, ἵνα ζωὴν αἰώνιον κληρονομήσω; Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός· τὰς ἐντο Σάς οἶδας; Μὴ μοιχεύσης, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, μὴ ἀποστερήσῃς. Τίμα τον πατέρα σου καὶ τὴν μητέρα σου. Ὁ δὲ ἀποκριθεὶς, εἶπεν αὐτῷ· Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. Ο δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ, ἡγά πησεν αὐτὸν, καὶ εἶπεν αὐτῷ· Εν σοι ὑστερεῖ, ύπαγε, ὅσα ἔχεις πώλησον, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι, ἄρας τὸν σταυρόν. Ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ, ἀπῆλθε λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.» Τινές διαβάλλουσι τὸν νεανίσκον τοῦτον, ὡς ὅπου
col. 599–600page 57 of 98
PG 123:599Δι ο λόν τινα καὶ πονηρὸν καὶ πειραστικόν. Οὐκ ἔστι δὲ τοῦτο· ἀλλὰ φιλοχρήματος μὲν ὁ ἄνθρωπος, οὐ πει ραστής δέ. Ακουε γὰρ τοῦ εὐαγγελιστοῦ, ὅτι ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς, ἠγάπησεν αὐτόν. Διατί οὖν οὕτω πρὸς αὐτὸν ἀπεκρίνατο ὁ Χριστός, λέγων Οὐδεὶς ἀγαθός; Ἐπειδὴ ὡς ἀνθρώπῳ προσῆλθε, καὶ ὡς ἐνὶ τῶν πολλῶν διδασκάλων. Τοῦτο γὰρ λέγει ὁ Χριστός· Ἐὰν μὲν ὡς διδάσκαλον νομίζεις με εἶναι ἀγαθόν, οὐδεὶς ἄνθρωπος ἀγαθὸς, ὡς πρὸς σύγκρισιν τοῦ Θεοῦ· ἐὰν δὲ ὡς Θεὸν νομίζεις με είναι ἀγαθὸν, τί λοιπὸν διδάσκαλόν με όνομάζει;; Ὥστε τοῦτο διὰ τῶν ῥημάτων τούτων ὁ Χριστὸς βούλεται τὸν ὑψηλοτέραν ποιῆσαι τὴν τοῦ ἀνθρώπου διάνοιαν, πρὸς τὸ ἐπιγνῶναι αὐτὸν ὡς Θεόν. ᾿Αλλὰ καὶ ἄλλο τι κατορθοί, τὸ διδάξαι αὐτὸν, ὅταν τινὶ μέλλη όμιλῆσαι, μὴ κολακευτικῶς ὁμιλεῖν, ἀλλὰ τὴν βίζαν καὶ τὴν πηγὴν τῆς ἀγαθότητος, εἰδέναι τὸν Θεὸν, καὶ αὐτῷ τὰς τιμὰς ἀναφέρειν. Θαυμάζω δὲ τὸν νεανίσκον τοῦτον, ὅτι τῶν ἄλλων ἁπάντων περὶ νοσημάτ των θεραπείας προσιόντων, αὐτὸς ζωῆς αἰωνίου κληρονομίαν ζητεῖ, εἰ καὶ πάθει δεινοτάτῳ τῇ φιλο αργυρία κατείχετο, δι' ἣν ἀκούσας, Υπαγε, πώς λησον, καὶ δὸς πτωχοῖς, ἀπῆλθε λυπούμενος. Ορα δὲ, οὐκ εἶπεν, ὅτι Υπαγε, ὅσα ἔχεις πώλει κατά μέρος καὶ δίδου, ἀλλὰ πώλησον ἀπὸ μια;, καὶ δις, ἀλλὰ πτωχοῖς, ἀλλὰ μὴ κόλαξι καὶ ἀσώτοις. ᾿Αλλὰ καὶ δεῦρο, ἀκολούθει μοι, τουτέστι, καὶ τὴν ἄλλην ἅπασαν ἀρετὴν μέτελθε. Πολλοὶ γὰρ ἀκτήμονες μέν εἰσιν, οὐ ταπεινόφρονες δὲ, ἢ καὶ ταπεινόφρονες μὲν, ἀλλὰ μέθυσοι ἢ ἄλλο τι κακὸν ἔχοντες. Διὰ τοῦτο οὖν ὁ Κύριος λέγει· Πώλησον, καὶ δὲς πτωχοῖς, καὶ ἀκολούθει μοι, ἄρας τὸν σταυρὸν, τουτέστι, πρὸς θάνατον τὸν ὑπὲρ ἐμοῦ ἑτοιμάσας σεαυτόν. Ο δὲ, στυγνάσας ἐπὶ τῷ λόγῳ, ἀπῆλθεν. Ην γὰρ ἔχων κτήματα πολλά· οὐ μάτην δὲ πρόσκειται τοῦτο τὸν πολλά. Καὶ γὰρ οὐχ ὁμοίως οἴτε πολλὰ ἔχοντες, οἴτε ὀλίγα κατέχονται, ἀλλὰ δεινότερα καὶ δυσδιαλυτώτερα τὰ δεσμὰ τῶν πολλῶν κτημάτων. ᾿Αλλὰ κἂν νεανίσκος εἴη τις νεώτερος καὶ κούφος τὴν διάνοιαν, καὶ μὴ καθεστηκὼς τὰς φρένας, πωλησάτω τὰ ὑπάρ χοντα αὐτῷ· οἷον θυμὸν καὶ ἐπιθυμίαν, καὶ ὅσα ἐκ τούτων κακὰ φύονται, καὶ δότω ταῦτα καὶ ἀποῤῥι ψάτω τοῖς δαίμοσιν, οἵτινες εἰσι πτωχοί, παντὸς στερημένοι ἀγαθοῦ καὶ τοῦ πλούτου τῆς ἀγαθότη . ®, τος τοῦ Θεοῦ ἐκπεπτωκότες. Καὶ τότε ἀκολουθείτω τὸ ἀπορρίψαι τὸν κακὸν πλοῦτον ταῖς πτωχαῖς τὸ ἀκολουθεῖν τῷ Χριστῷ, καὶ ἄραι τὸν σταυρόν. τῷ Χριστῷ. Ο γὰρ ἀποῤῥίψας τὸν τῶν ἁμαρτιῶν πλοῦτον τοῖς δαίμοσιν, ἐκεῖνος δύναται ἀκολουθεῖν τῷ Χριστῷ. «Εκκλινον γὰρ ἀπὸ κακοῦ· τοῦτο δυνάμεσι τῶν δαιμόνων· καὶ ποίησον ἀγαθὸν, τοῦτο Καὶ περιβλεψάμενος ὁ Ἰησοῦς, λέγει τοῖς μαθη ταῖς αὐτοῦ Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελεύσονται; Οἱ δὲ μας θηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. Ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς, λέγει αὐτοῖς· Τέκνα, πως δύσκολόν ἐστι τους πεποιθότας επί χρήμασιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. Ευκοπώτερόν εστι
col. 601–602page 58 of 98
PG 123:601κάμηλον διὰ τρυμαλιάς ραφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. Οἱ δὲ περισσῶς ἐξεπλήττοντο, λέγοντες πρὸς ἑαυτούς· καὶ τίς δύναται σωθῆναι; Εμβλέψας δὲ αὐτοῖς ὁ Ἰησοῦς λέ γει· Παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλ᾽ οὐ παρὰ τῷ Θεῷ. Πάντα γὰρ δυνατά ἐστι παρὰ τῷ Θεῷ.» Οὐχὶ τὰ χρήματα κακά, ἀλλ' οἱ ἔχοντες αὐτὰ διαβάλλεσθαι ἄξιοι· δεῖ γὰρ μὴ ἔχειν αὐτά, τουτέστι κατ ἔχειν, ἀλλὰ χρῆσθαι αὐτοῖς εἰς δέον. Χρήματα γὰρ εἴρηται παρὰ τὸ εἰς χρῆσιν εἶναι· ἀνθρώποις, οὐχὶ παρὰ τὸ κατέχεσθαι. Οι τοίνυν ἔχοντες καὶ ἀπο κλείοντες ταῦτα, δυσκόλως εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Τὸ δὲ δύσκολον ἐνταῦθα ἀντὶ τοῦ ἀδύνατον νόει. 'Αδύνατον γάρ ἐστι πλούσιον ἄν θρωπον σωθῆναι. Τοῦτο δὲ δῆλον ἀπὸ τοῦ ὑποδείγματος, δ τίθησιν ὁ Κύριος, λέγων ὅτι εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ραφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. 'Αδύνατον γάρ ἐστι κάμηλον διὰ τρυπήματος βελόνης διελθεῖν. Κάτ μηλον δὲ νόει, ἢ αὐτὸ τὸ ζῶον, ἢ σχοινόν τινα πα χεῖαν, ἢ τὰ μέγιστα τῶν πλοίων χρῶνται. Αδύνατον οὖν ἄνθρωπον ἐν ὅσῳ ἐστὶ πλούσιος, σωθῆναι. Παρὰ μέντοι τῷ Θεῷ δυνατόν ἐστι τοῦτο. Εἶπε γὰρ ὁ Χριστός· «Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμμωνα τῆς ἀδικίας.» Ορᾷς ὅταν ἀκούσωμεν τοῦ Θεοῦ, πῶς γίνεται τοῦτο δυνατόν; Παρὰ δὲ τοῖς ἀνθρώποις ἀδύνατον, τουτέστιν, ὅταν ἀνθρώπινα φρονῶμεν, ἀδύνατόν ἐστι τοῦτο. Τίνος δὲ ἕνεκεν οἱ μαθηταὶ ἐξ εθαμβοῦντο ἐπὶ τοῖς λόγοις τούτοις; Οὐ γὰρ δήπου αὐτοὶ πλούσιοι ἦταν. Ἐμοὶ δοκεῖ ὑπὲρ πάντων ἀν θρώπων ἀγωνιῶντες. Φιλάνθρωποι γὰρ ἤδη ήρξαντο γένεσθαι. Τινὲς δὲ ἐνταῦθα ἀποροῦσι πῶς εἶπε, Πάντα δυνατά έστι παρὰ τῷ Θεῷ. Λέγομεν οὖν ὅτι ὅταν εἴπῃ, πάντα, τὰ ὄντα λέγει· ἡ δὲ ἁμαρτία μὴ ὅν ἐστιν. ᾿Ανούσιον γὰρ πρᾶγμα καὶ ἀνυπόστα τον ἡ ἁμαρτία· ἄλλως τε, Ἡ ἁμαρτία οὐκ ἔστι δυνά μεως, ἀλλ' ἀσθενείας, ὡς καὶ ὁ ᾿Απόστολος λέγει Χριστὸς, ὄντων ἡμῶν ἀσθενῶν, ἀπέθανε. Καὶ πάλιν ὁ Δαβίδ· Επληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν. Ὥστε ἡ ἁμαρτία, ἀσθένεια οὖσα, οὐκ ἔστι δυνατή παρά τῷ Θεῷ. Δρα οὖν, φασί, δύναται ὁ Θεὸς καὶ τὸ γε γονὸς ὡς μὴ γεγονός ποιῆσαι; Λέγομεν οὖν ὅτι ὁ Θεὸς ἀλήθειά ἐστι. Τὸ δὲ ποιῆσα: τὸ γεγονὸς ὡς μὴ γεγονός, ψεῦδος. Πῶς οὖν ἡ ἀλήθεια ποιήσει τὸ ψεῦδος; Πρότερον γὰρ ἂν ἀπολέσειε τὴν οἰκείαν φύ σιν· ὥστε τοῦτό φασιν οἱ λέγοντες· 'Αρα δύναται δ Θεὸς μὴ εἶναι Θεός; Ορᾷς γὰρ τὸ γελοῖον τοῦ ερωτήματος. Χρήματα «Καὶ ἤρξατο ὁ Πέτρος λέγειν αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι. Αποκριθεὶς δὲ ὁ Ἰησοῦς, εἶπεν· 'Αμὴν λέγω ὑμῖν, οὐδεὶς ἐστιν ὅς ἀφῆκεν οἰκίαν, ἢ ἀδελφοὺς, ἡ ἀδελφάς, ἢ πατέρα, ή μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγροὺς, ἕνεκεν ἐμοῦ καὶ τοῦ Εὐαγγελίου, ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα, νῦν ἐν οι 52: "Αρα γὰρ καὶ τὸ ἁμαρ πάνειν, δυνατόν ἐστι παρὰ τῷ Θεῷ. Λέγομεν οὖν, κ. τ. λ.
col. 603–604page 59 of 98
PG 123:603τῷ καιρῷ τούτῳ, οἰκίας, καὶ ἀδελφοὺς, καὶ ἀδελφάς, καὶ μητέρας, καὶ τέκνα, καὶ ἀγροὺς, μετὰ διωγμών, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ, ζωὴν αἰώνιον. Πολ. λοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶ τοι.» Ο Πέτρος εἰ καὶ ὀλίγα ἀφῆκεν, ἀλλ᾽ οὖν πάντα ονομάζει ταῦτα. Καὶ τὰ ὀλίγα γὰρ δεσμὸν προσπαθείας ἔχουσιν, ὥστε μακαριστὸς καὶ ὁ τὰ ὀλίγα ἀφείς· Τοῦ δὲ Πέτρου μόνου ερωτήσαντος, καθολικὸν ποιεῖται τὸν λόγον ὁ Κύριος, λέγων· Πᾶς ὃς ἀφῆκεν ἢ γυναῖκα ἢ πατέρα· ταῦτα δὲ λέγει, οὐχ ἵνα τοὺς πατέρας ἐῶμεν ἀβοηθήτους, καὶ τῶν γι ναικῶν χωριζώμεθα, ἀλλὰ παιδεύων ἡμᾶς προτιμάν τὴν εἰς Θεὸν εὐσέβειαν πάντων τῶν σαρκικῶν. Ἐπεὶ γὰρ πόλεμος ἀνήπτετο ἀπὸ τοῦ κηρύγματος, καὶ ἔμελλον πατέρας ἀρνεῖσθαι παῖδες διὰ τὴν εὐσέβειαν, φησίν· Οστι; ἀφήσει τὰς σαρκικὰς συγγενείας, καὶ ἁπλῶς πάντα τὰ σωματικὰ ἕνεκεν τοῦ Εὐαγ γελίου, ἑκατονταπλασίονα πάντα λήψεται ἐν τῷ νῦν αἰῶνι, καὶ ἐν τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. Αρα οὖν καὶ γυναῖκας ἑκατονταπλασίονας λήψεται; Ναί· κἂν ὁ κατάρατος Ἰουλιανὸς ἐκωμψδει τοῦτο· εἰπέ μοι γὰρ, τί συμβάλλεται ἡ γυνὴ πρὸς τὴν οἰκίαν τοῦ ἀνδρός; Πάντως ἐπιμελεῖται τῆς τροφῆς τοῦ ἀνδρός, τῶν ἐνδυμάτων, καὶ πᾶσαν ἀφροντισίαν ἀπὸ τούτων άγει ὁ ἀνήρ. Ιδε τοίνυν τοῦτο καὶ ἐπὶ τῶν ἀποστόλων, πόσαι γυναίκες ἐφρόντιζον τῶν ἐνδυμάτων καὶ τῶν βρωμάτων αὐτῶν, καὶ διηκόνουν αὐτοῖς μηδενὸς φροντίζουσιν, εἰ μὴ μόνου τοῦ λόγου καὶ τῆς διδασκαλίας; Ομοίως καὶ πατέρας και μην τέρας πολλὰς εἶχον οἱ ἀπόστολοι, τοὺς ἀγαπῶντας πάντας καὶ φιλοστόργως πρὸς αὐτοὺς ἔχον τας, ἀλλὰ καὶ οἰκίαν μίαν ἀφεὶς ὁ Πέτρος, ὕστερον τὰ; πάντων τῶν μαθητῶν αὐτοῦ οἰκίας εἶχε. Καὶ νῦν δὲ τοὺς ἁπανταχοῦ γῆς ναούς ἐπ' ὀνόματι αὐτοῦ, οἰκίας έχει λαμπράς· καὶ τὸ μεῖζον, ὅτι μετὰ δια γμῶν ταῦτα πάντα κληρονομοῦσιν οἱ ἅγιοι, ταυτο έστι, διωκόμενοι, καὶ οὐκ εὐπαθοῦντες, ἀλλὰ θλιβόμενοι. "Οθεν καὶ οἱ ἔσχατοι ἐν τῷ νῦν αἰῶνι δοκοῦντες διὰ τὸ θλίβεσθαι καὶ διώκεσθαι, ἔζονται πρῶτοι διὰ τὴν εἰς Θεὸν ἐλπίδα, ἀλλὰ καὶ οἱ Φαρι σαίοι, πρῶτοι όντες, ἐγένοντο ἔσχατοι. Οἱ δὲ ἀφέν τες τὰ πάντα, καὶ ἀκολουθήσαντες τῷ Χριστῷ, ἐγέ νοντο πρῶτοι. Ησαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσά λυμα, καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἔθαμε βοῦντο, καὶ ἀκολουθοῦντες ἐφοβοῦντο· καὶ παραλα δὼν πάλιν τοὺς δώδεκα, ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν· ὅτι Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ Γραμματεῦσι, καὶ κατα κρινοῦσιν αὐτὸν θανάτῳ, καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσι, καὶ ἐμπαίξουσιν αὐτῷ, καὶ μαστιγώσουσιν αὐτὸν, καὶ ἐμπτύσουσιν αὐτῷ καὶ ἀποκτενοῦσιν αὐτὸν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. ο Τίνος ἕνεκεν προλέγει τὰ μέλλοντα αὐτῷ συμβαίνειν; Δια τὸ προομαλίσαι τῶν μαθητῶν τὴν διάνοιαν, ὡσὰν προακούσαντες, εὐφορώτερον ἐνέγκωσι, καὶ μὴ τῷ ἀθρόῳ καταπλαγῶσι, καὶ ὡσὰν εἰδεῖεν, ὅτι ἐκὼν πάσχει. Ο γὰρ προειδὼς καὶ δυνάμενος ἐκφυγείν,
col. 605–606page 60 of 98
PG 123:605μη φεύγων δὲ, πρόδηλον ὡς ἑκουσίως ἐκδίδωσιν ἑαυτὸν τοῖς πάθεσιν. Ἰδίᾳ δὲ παραλαβὼν τοὺς μαν θητάς, μόνοις αὐτοῖς διαλέγεται. Μυστήριον γὰρ ἂν τὸ πάθος, τοῖς οἰκειοτέροις ἔδει ἀποκαλυφθῆναι. Διὰ τοῦτο γοῦν καὶ προλαμβάνει πάντας ἐν τῇ ὁδῷ, βου λόμενος ἀποχωρίσαι τοῦ ἄλλου πλήθους τοὺς μαθητὲς αὐτοῦ. Αμα καὶ διὰ τοῦ προάγειν πάντας καὶ προφθάνειν ἐν τῇ ὁδῷ, δείκνυσιν ὅτι προστρέχει τῷ πάθει, καὶ οὐκ ἀποφεύγει τὴν ὑπὲρ τῆς ἡμετέρας σωτηρίας νέκρωσιν· πλὴν εἰ καὶ τὰ σκυθρωπά πάντα τὸ, Καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάν νης, οἱ υἱοὶ Ζεβεδαίου, λέγοντες Διδάσκαλε, θέλομεν ἵνα δ ἐὰν αἰτήσωμεν, ποιήσῃς ἡμῖν. Ὁ δὲ εἶπεν αὐτ τοῖς· Τί θέλετε ποιῆσαί με ὑμῖν; Οἱ δὲ εἶπον αὐτῷ Δὲς ἡμῖν ἵνα εἰς ἐκ δεξιῶν σου, καὶ εἷς ἐξ εὐωνύμων του καθήσωμεν ἐν τῇ δόξῃ σου. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ που τήριον ὁ ἐγὼ πίνω, καὶ τὸ βάπτισμα ὁ ἐγὼ βαπτίζομαι, βαπτισθῆναι; Οἱ δὲ εἶπον αὐτῷ· Δυνάμεθα. Αλλος εὐαγγελιστής φησιν ὅτι ἡ μήτηρ αὐτῶν προσ ἦλθε τῷ Χριστῷ. Εἰκὸς δὲ ἐστιν ἀμφότερα γενέ σθαι· καὶ τοὺς ἀποστόλους αἰσχυνομένους προβαλέσθαι τὴν μητέρα αὐτῶν, εἶτα καὶ αὐτοὺς προσελθεῖν ἰδίᾳ· διὸ καὶ ὁ εὐαγγελιστὴς επισημαίνεται τοῦτο, λέγων· Προσπορεύονται, ἀντὶ τοῦ, ἰδίᾳ προσο έρχονται, τῶν ἄλλων ἀποχωρισθέντες. Τί δὲ ἦν 8 τοῦντο, μάθωμεν. Ενόμιζον ὅτι τοῦτο ὁ ἀνέρχεται εἰς Ἱεροσόλυμα, διὰ τὸ βασιλεύσειν ἀνέρχεται αἰσθη τὴν βασιλείαν. Καὶ μετὰ τὸ βασιλεῦσαι, τότε πείσεται & ἔμελλε παθεῖν. Ταῦτα οὖν ἐννοοῦντες, αιτοῦνται καὶ τὴν ἐκ δεξιῶν καὶ τὴν ἐξ ευωνύμων καθέδραν διὸ καὶ ὁ Κύριος ἐπιτιμᾷ αὐτοῖς ὡς ἀνόητόν τι ζη τοῦσιν. Οὐκ οἴδατε γὰρ, φησί, τί αἰτεῖσθε. Ὑμεῖς γὰρ νομίζετε αἰσθητὴν εἶναι τὴν ἐμὴν βασιλείαν, καὶ αἰσθητὴν τὴν καθέδραν αἰτεῖσθε. Οὐκ ἔστι δὲ τοῦτο ἀλλὰ ταῦτα πάντα ὑπὲρ νοῦν εἰσι. Καὶ τὸ καθίσαι ἐκ δεξιῶν μου μέγα ἐστὶ, καὶ τὰς ἀγγελικὰς ὑπερ βαῖνον τάξεις, καὶ ὑμεῖς μὲν ἐπὶ δόξαν κεχήνατε, ἐγὼ δὲ εἰς θάνατον ὑμᾶς καλῶ. Ποτήριον γὰρ καὶ βάπτισμα τὸν σταυρὸν ὀνομάζει· ποτήριον μὲν, ὡς εἰς ὕπνον εὐθὺς ἄγον καὶ ὡς ἡδέως ὑπ' αὐτοῦ προσο δεχθέν· βάπτισμα δε, ὡς καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενον· οἱ δε, μὴ νοήσαντες τί λέγοι, ὑπέσχον. καταλέγει, ἀλλ᾽ οὖν πάντων ἐκείνων παραμυθία μία, το, νομίζοντες λέγειν περὶ ποτηρίου αἰσθητοῦ, καὶ βαπτίσματος οἴῳ ἐβαπτίζοντο οἱ Ἰουδαῖοι, πρὸ τοῦ φαγεῖν πλυνόμενοι. . Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Τὸ μὲν ποτήριον δ ἐγὼ πίνω, πίεσθε, καὶ τὸ βάπτισμα δ ἐγὼ βαπτίζομαι, βαπτισθήσεθε. Τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων μου, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾽ εἰς ἡτοίμασται.» Τὸ μὲν μαρτύριον, φησίν, ὑπεισ ελεύσεσθε, καὶ ἀποθανεῖσθε τὸν ὑπὲρ τῆς ἀληθείας θάνατον. Τὸ δὲ καθίσαι, οὐκ ἔστιν ἐμὸν δοῦναι. Ενταῦθα δὲ δύο τινὰ ζητοῦνται. Εν μὲν τόδε. Αρα ἡτοίμασταί τινι τὸ καθίσαι; ἕτερον δὲ, ἄρα ὁ πάν των Δεσπότης οὐ δύναται ταύτην τὴν καθέδραν δοῦ ναι; Λέγομεν οὖν ὅτι οὐδεὶς ἐκ δεξιῶν καθίσει ἢ ἐξ ἀριστερῶν. ᾿Αλλὰ κἂν πολλαχοῦ τῆς Γραφῆς καθ
col. 607–608page 61 of 98
PG 123:607έδρας ἀκούῃς, μὴ καθέδραν νόει, ἀλλὰ τιμὴν ὑπερ βάλλουσαν. Τὸ δὲ, Οὐκ ἔστιν ἐμὸν δοῦναι, τοιοῦτον έχει τὸν νοῦν· Οὐκ ἔστιν ἐμοῦ τοῦ δικαίου κριτοῦ, τὸ δοῦναι ὑμῖν κατὰ χάριν τὴν τιμὴν ταύτην· οὐ γὰρ ἂν δίκαιος εἴην· ἀλλὰ τοῖς ἀγωνισαμένοις, ἐκείνοις ητοίμασται ἡ τιμὴ αὕτη, ὥσπερ ἂν εἰ βασιλεὺς δια καιος προεκάθητο ἀγῶνός τινος, εἶτα προσέλθοιεν αὐτῷ τινες φίλοι αὐτοῦ, καὶ εἴποιεν· Δὸς ἡμῖν τοὺς στεφάνους, εἶπεν ἄν, Οὐκ ἔστιν ἐμὸν τὸ δοῦναι, ἀλλ' εἴ τις ἀγωνίσεται καὶ νικήσει, ἐκείνῳ ἡτοίμασται ὁ στέφανο;· ὥστε καὶ ὑμεῖς, οἱ τοῦ Ζεβεδαίου παίδες, μαρτυρήσετε μὲν ὑπὲρ ἐμοῦ, ἐὰν δέ τις ευρεθείη μετὰ τοῦ μαρτυρίου, καὶ τὴν ἄλλην πᾶσαν ἀρετὴν ἔχων ὑπὲρ ὑμᾶς, ἐκεῖνος προάξει ὑμᾶς. Καὶ ἀκούσαντες οἱ δέκα, ήρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου. Ὁ δὲ Ἰησοῦς προσπα λεσάμενος αὐτοὺς, λέγει αὐτοῖς· Οίδατε ὅτι οἱ δο κοῦντες ἄρχειν τῶν ἐθνῶν, κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. Οὐχ οὕτω δὲ ἔσται ἐν ὑμῖν. Αλλ' ὅς ἐὰν θέλῃ γενέσθαι μέγας ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος. Καὶ ὃς ἐὰν θέλῃ ὑμῶν γενέσθαι πρῶτος, ἔσται πάντων δοῦλος. Καὶ γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονήσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.» Ετι ἀνθρωπίνως διακείμενος οἱ μαθηταὶ καὶ φθόνῳ ἐβάλλοντο. Διὸ καὶ ἀγανακτοῦσι κατὰ τῶν δύο. ᾿Αλλὰ πότε; Ὅτε εἶδον αὐτοὺς μὴ προσδεχθέντας ὑπὸ τοῦ Κυρίου, ἀλλ' ὡσανεὶ απωσθέντας, τότε ἀγανακτοῦσιν. "Αχρι μὲν γὰρ ὅτι μῶντο ὑπὸ τοῦ Κυρίου, ήνείχοντο μὴ ἀγανακτοῦντες, καίτοι ὁρῶντες αὐτοὺς προτιμωμένους· ἐπειδὴ δὲ ἐνταῦθα αὐτοὶ ἐκεῖνοι τὴν τιμὴν ᾐτήσαντο, οὐ φέρουσε λοιπὸν οἱ λοιποί. ᾿Αλλὰ νῦν μὲν οὕτως εἶχον άτι λῶς, ὕστερον δὲ ὄψει αὐτοὺς καὶ τῶν πρωτείων ἀλλήλοις παραχωροῦντας· ἀλλ' ὁ Χριστὸς θεραπεύει αὐτοὺς πρῶτον μὲν, καταπραΰνων αὐτοὺς τῷ ἐγγὺς αὐτοῦ προσαγαγέσθαι. Τοῦτο γὰρ σημαίνει την προσω καλεσάμενος. Επειτα τῷ δεῖξαι, ὅτι τὸ ἁρπάζειν την τιμὴν, καὶ τῶν πρωτείων ἐρᾷν, ἐθνικόν ἐστιν. Οἱ γὰρ τῶν ἐθνῶν ἄρχοντες, ἐκεῖνοι ἐξουσιαστικώς καὶ τυραννικῶς προσφέρονται. Οἱ δὲ ἐμοὶ μαθηταί οὐχ οὕτως, ἀλλ᾽ ὁ θέλων εἶναι μέγας, διακονείτω πᾶσιν, ἐπεὶ καὶ τοῦτο μεγάλης ψυχῆς, τὸ πάντων ἀνέχεσθαι καὶ πᾶσι δουλεύειν. Καὶ τὸ παράδειγμα ἐγγύθεν· καὶ γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχήν αὐτοῦ λύτρον ἀντὶ πολλῶν, ὃ μεῖζόν ἐστι τοῦ διακονῆσαι· ὅταν γάρ τις οὐ μόνον διακονήσῃ, ἀλλὰ καὶ ἀποθάνῃ ὑπὲρ τοῦ διακονουμένου, τί τούτου μείζον ε θαυμασιώτερον; 'Αλλ' ὅμως ἡ διακόνησις αύτη καὶ ἡ συγκατάβασις ὕψωσις καὶ δόξα γέγονε καὶ αὐτοῦ καὶ πάντων. Πρὶν μὲν γὰρ γενέσθαι ἄνθρωπος, παρ' ἀγγέλοις εγνωρίζετο μόνοις. Ἐπειδὴ δὲ ἄνθρωπος ἐγένετο καὶ ἐσταυρώθη, οὐ μόνην εκείνην τὴν δόξαν ἔχει, ἀλλὰ καὶ ἑτέραν προσέλαβε, καὶ πάσης τῆς εἰκουμένης βασιλεύει. Καὶ ἔρχονται εἰς Ἱεριχώ, καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἱεριχῶ, καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ικανοῦ, υἱὸς Τιμαίου Βαρτίμαιος ὁ τυφλές
col. 609–610page 62 of 98
PG 123:609ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτών. Καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζωραιές ἐστιν, ἤρξατο κράζειν καὶ λέ γειν· Ο υἱός Δαβὶδ Ἰησοῦ, ἐλέησόν με. Καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ. Ο δὲ πολλῷ μᾶλλον ἔκραξεν· ΥΠ. Δαβίδ, ἐλέησόν με. Καὶ στὰς ὁ Ἰησοῦς, εἶπεν αὐτὸν φωνηθῆναι· καὶ φωνοῦσι τὸν τυφλὸν, λέγοντες αὐτῷ· θάρσει, ἔγειρε, φωνεί σε. 'Ο δὲ, ἀπο βαλὼν τὸ ἱμάτιον αὐτοῦ, ἀναστὰς ἦλθε πρὸς τὸν Ἰησ σοῦν. Καὶ ἀποκριθεὶς λέγει αὐτῷ ὁ Ἰησοῦς· Τί θέ λεις ποιήσω σοι; Ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ· Ῥαββουνὶ, ἵνα ἀναβλέψω. Ο· δὲ Ἰησοῦς εἶπεν αὐτῷ Υπαγε, ἡ πίστις σου σέκωκέ σε. Καὶ εὐθέως άν έβλεψε καὶ ἠκολούθει τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ.» Ὁ δὲ Ματθαίος δύο τυφλούς λέγει· ἐνδέχεται δὲ δύο μὲν εἶναι τοὺς ἰαθέντας, τὸν δὲ ἐπιφανέστερον αὐτῶν τοῦτον εἶναι τὸν νῦν παρὰ τῷ Μάρκῳ μνημονευόμενον. Ορα δὲ πῶς τιμῶσι τὸν Ἰησοῦν καὶ οἱ ὄχλοι, ὥστε ἐπιτιμᾷν τῷ τυφλῷ βοῶντί, ὡσανεί τινος βασι λέως παροδεύοντος. Ἐρωτᾷ δὲ αὐτὸν ὁ Κύριος, ἵνα μήτις εἴπῃ ὅτι ἄλλα βουλομένῳ ἄλλα δίδωσιν ὁ Κύ ριος. Εὐγνώμων δὲ ψυχὴ τοῦ τυφλοῦ· ἔσγε μετὰ τὸ θεραπευθῆναι οὐκ ἀφῆκε τὸν Κύριον, ἀλλ᾽ ἠκολούθει αὐτῷ. Δύναται δὲ καὶ ἀναγωγικῶς νοηθῆναι τοῦτο Ιεριχώ ὁ τόπος οὗτος ὁ κάτω. Τυφλὸς δὲ καθήμενος ἐνταῦθα ἡ φύσις ἡ ἀνθρωπίνη, ἥτις υἱὸς ἦν τοῦ ὑπὲρ πᾶσαν τιμὴν Θεοῦ. Αύτη τοίνυν έκραζε τῷ Ἰησοῦ διὰ τῆς Ἱεριχώ, τουτέστι τοῦ βίου τούτου, ἐδεύοντι. Ἠλέησε δὲ αὐτὴν καὶ διὰ τῆς πίστεως ἔσωσεν, ἐκδυσαμένην τὸ παλαιὸν ἱμάτιον τῆς ἁμαρτίας. Σωθεῖσα δὲ ἠκολούθησεν αὐτῷ, ἐργαζομένη τὰς ἐντολὰς ἐν τῇ ὁδῷ, τουτέστιν ἐν τῷ βίῳ τούτῳ. Ενταῦθα γὰρ ἔστιν ἀκολουθῆσαι τῷ Χριστῷ· μετὰ δὲ ταῦτα ἀποκλείονται πάντες τοῦ ἐργάζεσθαι τὰς ἐντολάς. ΚΕΦΑΛ. ΙΑ'. Περὶ τοῦ κώλου. Περὶ τῆς ξηρανθείσης συκῆς. Περὶ τῶν ἐκβληθέντων ἐκ τοῦ ἱεροῦ τραπεζιτών. Περὶ τοῦ θάρσους πρὸς τὸν Θεόν. Περὶ τῆς ἀμνησικακίας. Περὶ τῶν ἐπερωτησάντων τὸν Κύριον ἀρχιερέων καὶ πρεσβυτέρων. Είt Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱερουσαλήμ, εἰ; Βεθφαγή καὶ Βηθανίαν πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ, καὶ λέγει αὐτοῖς· Υπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν· καὶ εὐθέως εἰσπορευόμενοι εἰς αὐτὴν, εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾿ ὃν οὐδεὶς ἀνθρώπων κεκάθικε. Λύσαντες αύ τὸν ἀγάγετε, καὶ ἐάν τις ὑμῖν εἴπῃ· Τί ποιεῖτε τοῦτο; εἴπατε ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει, καὶ εὐθέως αὐτὸν ἀποστελεῖ ὧδε. ᾿Απῆλθον δὲ, καὶ εὗρον πῶλον δεδεμένον πρὸς τὴν θύραν ἔξω, ἐπὶ τῆς ἀμφ όδου, καὶ λύουσιν αὐτόν. Καί τινες τῶν ἐκεῖ ἐστη κότων ἔλεγον αὐτοῖς· Τί ποιεῖτε λύοντες τὸν πώλον; Οἱ δὲ εἶπον αὐτοῖς, καθὼς ἐνετείλατο αὐτοῖς ὁ Ἰη σοῦς, καὶ ἀφῆκαν αὐτούς. • Πολλάκις μὲν καὶ ἄλλοτε ἦλθεν εἰς Ἱεροσόλυμα, ἀλλ' οὐδέποτε μετὰ τοσαύτ της περιφανείας, μεθ᾽ ὅσης νῦν. Πρώην μὲν γὰρ ἐκρύπτετο διὰ τὸν φθόνον αὐτῶν· νῦν δὲ, ἐπειδὴ τοῦ πάθους ἐφέστηκεν ὁ καιρὸς, ὃν αὐτὸς ἑαυτῷ ὥρισε, Ταμπρότερον ἔρχεται, ἵνα ἐὰν μὲν θέλωσι, συν ἤσωσι τὴν δόξαν αὐτοῦ, καὶ ἀπὸ τῶν ἐπ' αὐτῷ προ

Chapter XICaput XI

col. 611–612page 63 of 98
PG 123:611φητειῶν τελειουμένων ἐπιγνῶσιν ὅτι ἀληθὴς Θεός οι ἐστιν. Εἰ δὲ μὴ θελήσωσι συνιέναι, εἰς κατάκριμα μείζον αὐτοῖς εἴη, ὅτι οὐδὲ μετὰ τοσαῦτα λαμπρά θαύματα ἐπίστευσαν. Ορα γὰρ πόσα ἐνταῦθα ση μεῖα. Εἶπεν αὐτοῖς, ὅτι Εὑρήσετε πῶλον. Εἶπεν ὅτι κωλυθήσονται, εἶτα εἰπόντες, ότι ο Κύριος χρήζει αὐτοῦ, καθήσονται. Οὐδὲ γὰρ οὐδὲ τοῦτο μικρόν ἐστι, τὸ συγχωρηθῆναι τοὺς ἀποστόλους ἀπάγον τὸν τῶν λον; ὅπερ οὐκ ἂν ἐγένετο εἰ μὴ θεία τις ἀνάγκῃ ἐπ έκειτο τοῖς κυρίοις τοῦ πώλου ἀναγκάζουσα αὐτοὺς, καίτοι πένητας ὄντας καὶ γεωργούς τυχόν, ἀφεἶναι τὸ ζώον. Πλήν μάνθανε, ὅτι οὐ μάτην τοῦτο ἐποίησεν ὁ Κύρως. Οὐδὲ γὰρ ἔχρηζε τοῦ πώλου, ὁ πολλάκις τὴν Γαλιλαίαν καὶ τὴν Ἰουδαίαν ἅπασαν εκπεριτών ἀλλὰ δεικνύων ὅτι ἐπὶ τὸν ἐθνικὸν λαὸν ἐπιθήσεται, 8; ἀπειθή; μὲν ἦν καὶ ἀπαίδευτος, ἐδέδετο δὲ ταῖς οἰκείαις ἁμαρτίαις ἐν τῇ ἀμφόδῳ, τουτέστι τῷ βίῳ τούτῳ, πρὸς τὴν θύραν, ήγουν ἔξω τῆς Ἐκκλησίας. Ελύθη δὲ παρὰ τῶν μαθητῶν διὰ τοῦ βαπτίσματος καὶ τῆς πίστεως· καὶ ἐπωχήθη αὐτῷ ὁ Κύριος, ἐπιθέντων τῶν ἀποστόλων τὰ ἱμάτια αὐτῶν, του το ἐστι πᾶσαν εύσχημοσύνην τὴν ἐξ ἀρετῆς. Πρώην μὲν γὰρ γυμνοὶ ὄντες οἱ ἐξ ἐθνῶν ἀσχήμονες ἦσαν, πράττοντες ἄθεσμα. Ἐπεὶ δὲ ὑπὸ τῶν ἀποστόλων ήχθησαν, τότε δὴ τότε εὐσχημόνως ἔμαθον περιπατείν, καὶ διὰ τοῦτο καὶ ἐπ' αὐτῶν φέρεται ὁ Χριστὸς βασταζόμενος. Τίνες δὲ ἦσαν οἱ πρώην δεσπόται τοῦ πώλου οἱ κωλύοντες τοὺς ἀποστόλους, ή πάντως οἱ δαίμονες; ᾿Αλλὰ καὶ τούτων ἐπικρατέστεροι γίνονται οἱ ἀπόστολοι, Ει Καὶ ἤγαγον τὸν πῶλον πρὸς τὸν Ἰησοῦν, καὶ ἐπέβαλον αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκά θισεν ἐπ' αὐτόν. Πολλοὶ δὲ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν· ἄλλοι δὲ στιβάδας έκοπτον ἐκ τῶν δένδρων, καὶ ἐστρώννυον εἰς τὴν ὁδόν. Καὶ οἱ προς άγοντες καὶ οἱ ἀκολουθοῦντες έκραζον λέγοντες Ωσαννὰ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ευλογημένη ἡ ἐρχομένη βασιλεία ἐν ὀνόματι Κυρίου τοῦ πατρὸς ἡμῶν Δαβίδ· Ωσαννὰ ἐν τοῖς ὑψίστοις. ο Τὸ πλῆθος μέχρις ἂν ἀδιάφθορον μένῃ, ἐπιγινώσκει τὸ δέον. Διὸ καὶ τιμῶσι τὸν Ἰησοῦν ἕκαστος ὡς εἶχε δυνάμεως. Οἱ δὲ ὑμνοῦντες τί ἔλεγον, ἴδωμεν. Ἐκ τοῦ Δαβὶδ μὲν τὸν ὕμνον τοῦτον ἔλαβον. Τὸ δὲ Ὡσαννά, κατὰ μέν τινας σημαίνει, σῶσον δὴ, κατά δέ τινας σημαίνει, ὕμνος. Πλην, κρείττον τὸ πρῶτ τον. Εν γὰρ τῷ ἑκατοστῷ ἑπτακαιδεκάτῳ ψαλμῷ κείται· "Ο Κύριε, σῶσον δή· ὅπερ ἐν τῷ Ἑβραϊκῷ Ὡσαννὰ γέγραπται. Βασιλείαν δὲ Δαβίδ τὴν βασι λείαν τοῦ Χριστοῦ ἔλεγον, ἅμα μὲν διότι καὶ ἀπὸ τοῦ σπέρματος τοῦ Δαβὶδ κατήγετο ὁ Κύριος, ἅμα δέ, ὅτι Δαβὶδ ἑρμηνεύεται, δυνατός χειρί, ήτοι ἱκανός χειρί. Τίς δὲ ἄλλος ἱκανὸς χειρὶ, εἰ μὴ ὁ Κύριος, οὗ αἱ χεῖρες τοσαῦτα θαύματα ενήργησαν; Αλλά γὰρ στρώσωμεν καὶ ἡμεῖς τὰ ἱμάτια ἡμῶν, ἤτοι τὴν σάρκα (ἱμάτιον γὰρ ἡ σὰρξ τῆς ψυχῆς, καὶ ὑποτάξωμεν ταύτην τῷ Κυρίῳ. Καὶ στρώσωμεν τὴν ὁδὸν τοῦ ἡμετέρου βίου, κόπτοντες ἐκ τῶν δένδρων κλάδους, τουτέστι, τοὺς τῶν ἁγίων βίους μιμούμε Εκπεριϊὼν πεζῇ, 26, 30 οι 31.
col. 613–614page 64 of 98
PG 123:613ΧΙ. νοι. Δένδρα γὰρ οἱ ἅγιοι, ἀφ᾽ ὧν κόπτει κλάδους ὁ μιμούμενος τὴν ἐκείνων ἀρετήν. ᾿Αλλὰ καὶ αἱ προ άγουσαι καὶ αἱ ἀκολουθοῦσαι πράξεις ἡμῶν εἰς δόσ ξαν Θεοῦ ἔστωσαν. Τινὲ; γὰρ ἐν μὲν τῷ προάγοντε βίω καλὴν ἀρχὴν ἐνεδείξαντο, ὁ δὲ ἀκολουθῶν βίος, ὁ ὕστερον λέγω, οὐκ ἦν τοιοῦτος, οὐδὲ εἰς δόξαν Θεοῦ Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα ὁ Ἰησους, καὶ εἰς τὸ ἱερόν. Καὶ περιβλεψάμενος πάντα, όψίας ήδη οὔσης τῆς ὥρας, ἐξῆλθεν εἰς Βηθανίαν μετά τῶν δώδεκα, καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας, ἐπείνασε, καὶ ἰδὼν συχὴν ἀπὸ μακρόθεν, ἔχουσαν φύλλα, ἦλθεν εἰ ἄρα εὑρήσει τι ἐν αὐτῇ, καὶ ἐλθὼν ἐπ' αὐτὴν, οὐδὲν εὗρεν, εἰ μὴ φύλλα. Οὐ γὰρ ἦν καιρὸ; σύκων. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς, εἶπεν αὐτῇ· Μηκέτι ἐκ σοῦ εἰς τὸν αἰῶνα μηδεὶς καρπόν φάγοι. Καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.» Είσο ἦλθε μὲν εἰ; τὸ ἱερὸν ὁ Ἰησοῦς, ἀλλὰ πάλιν ἐξῆλθε δεικνύων ὅτι ἐγκαταλιμπάνει αὐτὸ ἤδη ἔρημον καὶ εἰς διαρπαγήν. Εξέρχεται δὲ εἰς Βηθανίαν· δ ερμηνεύεται οἶκος ὑπακοῆς. Τοὺς γὰρ ἀν υποτάκτου; καὶ σκληροκαρδίους ἀφεὶς Ἰουδαίους, ἐπὶ τοὺς ὑπακούοντας αὐτῷ ἔρχεται μετὰ τῶν μα θητῶν. Ιδωμεν δὲ καὶ τὰ περὶ τὴν συκῆν· φαίνον καὶ γὰρ ἄτοπα πολλά προκύπτοντα. Πρῶτον μὲν, εἰ ἐπείνασε πρωΐας· ἔπειτα, εἰ καιροῦ μὴ ὄντος σύκων, ἀπήτει καρπούς· ἔτι δὲ, τίς ὁ λόγος ἀναίσθητον φυ τὸν τιμωρηθῆναι. Λέγουσιν οὖν ὅτι οἰκονομία ἐστὶ τὸ πᾶν τοῦτο. Ἐπεὶ γὰρ συχνάκις μὲν ἐποίει θαύ ματα, ἐπ᾿ εὐεργεσίᾳ τῶν ἀνθρώπων, οὐκ εἶδον δὲ οἱ μαθηταὶ τὴν δύναμιν αὐτοῦ ἐπὶ κακώσει τινός, τού του ἕνεκεν ἐνταῦθα θέλων ἐπιδεῖξαι τοῖς μαθηταῖς ὅτι καὶ κακῶσαι δύναται, καὶ εἰ βούλεται τοὺς μέλη λοντὰς αὐτὸν σταυρῶσαι ἐν μιᾷ καιροῦ τοπῇ ἀφανίσει, εἰς τὸ ἀναίσθητον δένδρον ἐπιδείκνυται τὴν δύναμιν. Θ καὶ θαῦμα μέγα ἐστί· πῶς τὸ οὕτως γρὸν δένδρον ἀθρίως ἐξηράνθη. Υγρότερον γὰρ σχεδόν πάντων ή συχή. Πρωΐας δὲ πεινᾷ οἰκονομικῶς παραχωρῶν τῇ σαρκὶ, καὶ καρπὸν ζητεῖ ἐκ τῆς μὴ ἐχούσης καιρὸν καρποῦ, ἵνα, ὥσπερ εἶπον ἄνωθεν, ἐπιδείξηται τοῖς μαθηταῖς, ὅτι καὶ κολάζειν δύνα ται Έχει δὲ ἡ συχῆ αὕτη καὶ τύπον τῆς Ἰου ο οι Οὐδὲ εἰς δόξαν Θεοῦ τελούμενος, 31. 26: Εἰσῆλθε μὲν εἰς τὸ ἱερὸν ὁ Ἰησοῦς, καὶ περιεβλέψατο πάντα τὰ ἐν τῷ ἱερῷ, διδούς και ρὸν διορθώσεως τοῖς καταφρονηταίς. Ὕστερον δὲ ἐλθὼν, αὐστηρότερον μετῆλθεν αὐτούς, ὡς ἀδιορθώτους. Τέως εἰσελθὼν εἰς τὸ ἱερὸν, πάλιν ἐξῆλθε, κ. τ.λ. 26: Ὁ δὲ χρυσοῦς τὴν γλῶττάν φησιν, ὅτι ἀπῆλθεν εἰς τὴν σικὴν ὁ Χριστὸς, εὐχὶ εύκα ζητῶν· πῶς γὰρ, ἐπεὶ οὔπω καιρὸς ἦν; ως φησιν ὁ παρὼν εὐαγγελιστής. Εἰ δὲ αὐτὸς οὗτος ὁ ευαγγελιστὴς ὁ τοῦτο εἰπὼν, προστίθησιν, ὅτι ἦλθεν εἰ ἄρα εὕρῃ καρπὸν ἐν αὐτῇ, ἀλλὰ σὺ τῆς ὑπονοίας εἶναι τοῦτο τῶν μαθητῶν νόησον, τὸ διὰ προσδοκίαν καρποῦ ἐλθεῖν, δηλαδὴ τὸν Χριστὸν ἐπὶ τὴν συχῆν, Ο ατελέστερόν πως διακειμένων· καὶ γὰρ τὰς ὑπονοίας τῶν μαθητῶν πολλαχοῦ γράφουσιν οἱ εὐαγγελισταί, Ὥσπερ γὰρ τοῦτο τῆς ὑπονοίας αὐτῶν ἦν, οὕτω καὶ τὸ νομίζειν, ὅτι διὰ τοῦτο αὐτὴν κατηράσθη, διὰ τὸ μὴ ἔχειν καρπόν. Τίνος οὖν ἔνεκεν κατηράσθη τὸ φυτόν; Οὐχ ὡς ἁμαρτήσαν, ἀλλ᾽ ἵνα μάθωσιν, ὡς εἴρηται, οἱ ἀπόστολοι, ὅτι καὶ κολάζειν δύναται. Εχει δὲ ἡ συκή αὕτη καὶ τύπον, κ. τ. λ. ο
col. 615–616page 65 of 98
PG 123:615νόμον σκιὰν αὐτοῖς παρέχοντα, καρπὸν δὲ οὐδένα εἶχον. Επείνασε δὲ ὁ Ἰησοῦς τὴν σωτηρίαν αὐτῶν. Εμὸν γάρ, φησί, βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ Πατρός μου. Θέλημα δὲ Θεοῦ τὸ ἐπιστρέφειν τοὺς ἁμαρτάνοντας. Ἐπεὶ τοίνυν οὐκ εἶχε καρπὸν ἡ συναγωγή, κατηράθη καὶ ἐξηράνθη, μήτε προφήτην μήτε διδάσκαλον έχουσα. δαίων Συναγωγῆς, οἱ φύλλα μόνον εἶχον, τουτέστι, ο Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα. Καὶ εἰσελθὼν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, ήρξατο ἐκβάλλειν τοὺς πως λοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ. Καὶ τὰς τρα πέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πολ λούντων τὰς περιστεράς κατέστρεψε. Καὶ οὐκ ήφιεν ἵνα τις διενέγκη σκεῦος διὰ τοῦ ἱεροῦ. Καὶ ἐδίδασκε, λέγων αὐτοῖς· Οὐ γέγραπται ὅτι, Ο οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσι τοῖς ἔθνεσιν; Ὑμεῖς δὲ ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν. Καὶ ἤκουσαν οἱ Γραμματεῖς καὶ οἱ ἀρχιερεῖς, καὶ ἐζή τουν πῶς αὐτὸν ἀπολέσωσιν. Ἐφοβοῦντο γὰρ αὐτ τόν, ὅτι πᾶς ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχή αὐτοῦ. • Τὸ ἐκβάλλεσθαι παρὰ τοῦ Ἰησοῦ τοὺς πως λοῦντας καὶ ὁ Ἰωάννης διηγεῖται. 'Αλλ' ἐκεῖνος μὲν ἐν τῇ ἀρχῇ τοῦ Εὐαγγελίου, οὗτος δὲ πρὸς τῷ τέλει. Εἰκὸς οὖν δεύτερον γενέσθαι τοῦτο, ὁ καὶ μείζων κατηγορία τῶν Ἰουδαίων, είγε πολλάκις τὸ αὐτὸ ποιήσαντος τοῦ Κυρίου, οὐκ ἐπεστράφησαν. Σπήλαιον δὲ λῃστῶν ὀνομάζει τὸν ναὸν, διὰ τὸ φιλοκερδὲς. Το ληστρικὸν γὰρ γένος περὶ τὸ κερδαίνειν ἐπτόηται. Ἐπεὶ οὖν καὶ αὐτοὶ τὰ διὰ θυσίαν προσφερόμενα ζώα ἐπώλουν χάριν κέρδους, λῃστὲς αὐτοὺς ὠνόμασε. Κολλυβισταὶ δὲ ἦσαν οἱ τὰ νομί σματα ἀλλάσσοντες. Κόλλυβος γὰρ εἶδος λεπτοῦ νομίσματος χαλκοῦ. Ἐφιστᾷ δὲ αὐτοῖς κατήγορον καὶ τὸν προφήτην Ησαΐαν, λέγοντα· 'Ο οἶχός μου, οἶκος προσευχῆς κληθήσεται. ᾿Αλλὰ μὴ γένοιτο καὶ ἡμα; ἔξω τοῦ ἱεροῦ ἐκβληθῆναι. Πολλοὶ γὰρ καὶ ἐν τῷ ἱερῷ τῷ ἡμετέρῳ εἰσερχόμεθα, πωλοῦντες τὰ χρησ στὰ καὶ ἀγοράζοντες τὰ χείρω. Εἰσὶ δὲ καὶ οἱ τρα πέζας κολλύβων πλήρεις ἔχουσιν, οἱ οἰκονομοῦντες μὲν καὶ διοικοῦντες τὰ ἐκκλησιαστικά, διὰ δὲ φιλοχρηματίαν πάντα ποιοῦντες. ᾿Αλλὰ καὶ αἱ καθέδραι τῶν πωλούντων τὰς περιστεράς καταστρέφονται, ήγουν τοὺς ἀρχιερεῖς τοὺς πωλοῦντας τὰ πνευματ τικά χαρίσματα (τοῦ γὰρ Πνεύματος σύμβολον ή περιστερὰ ἐξωθεῖ ὁ Κύριος ἐκ τῆς ἀρχιερωσύνης. Ο γὰρ διὰ χρυσίου δόσεως χειροτονών, καθῃρημένος. ᾿Αλλὰ καὶ ὅστις τὴν ἐκ τοῦ βαπτίσματος χάριν καὶ καθαρότητα προδώσει τῷ διαβόλῳ, οὗτος ἐπώ λησε τὴν περιστερὰν αὐτοῦ, διὰ τοῦτο καὶ ἐκβάλλεται ἐκ τοῦ ἱεροῦ. Καὶ ὅτε ἐψὶ ἐγένετο, εξεπορεύετο ἔξω τῆς πόλ λεω;. Καὶ πρωί παραπορευόμενοι, εἶδον τὴν συχὴν εξηρημμένην ἐκ ῥιζῶν. Καὶ ἀναμνησθεὶς ὁ Πέτρος,
col. 617–618page 66 of 98
PG 123:617ΕΙΣ λέγει αὐτῷ· 'Ραβδι, ίδε ἡ συχῆ ἣν κατηράσω, ἐξή ραται. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς, λέγει αὐτοῖς Έχετε πίστιν Θεοῦ· ἀμὴν γὰρ λέγω ὑμῖν, ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ, Αρθητι, καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀλλὰ πιστεύσῃ ὅτι ὁ λέγει γίνεται, ἔσται αὐτῷ ὁ ἐὰν εἴπῃ.» Εἰ καὶ ὁ Ματθαῖος λέγει ὅτι παραχρήμα ἐξηράνθη ἡ συχῆ, καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν: μή θορυβηθῇς ἀκούων νῦν τοῦ Μάρκου λέγον τοῦ, ὅτι τῇ ἐπαύριον εἶδον ἐξηραμμένην τὴν συχῆν. Οὕτω γὰρ ὀφείλει νοεῖν τὸ παρὰ τῷ Ματθαίῳ, Καὶ παραχρῆμα ἐξηράνθη ή συκή.» Στήθι οὖν ἄχρι τούτου· εἶτα εἰπὲ, Καὶ ἰδόντες· οἱ μαθηταὶ, ἐθαύμασαν. Πότε; Ιδόντες, οὐ παραχρῆμα, ἀλλὰ τῇ ἐπαύσ ριον. Οὕτως οὖν νοοῦντι οὐδὲν ἄπορον ἀπαντήσεται. Θρα δὲ πῶς κἀντεῦθεν Θεὸς δείχνυται ὁ Χριστός. Φησὶ γὰρ διὰ τῶν προφητῶν ὁ Κύριος· Ἐγὼ ξη φαίνω ξύλον χλωρόν, καὶ ἀναθάλλω ξύλον ξηρόν. Θαύμασον δὲ τὴν θείαν φιλανθρωπίαν, πῶς καὶ ἡμῖν τοῖς διὰ πίστεως ὁμοιουμένοις αὐτῷ, δύναμιν τοῦ θαυματουργεῖν δίδωσιν, ἣν αὐτὸς φυτικῶς ἔχει, ὥστε καὶ ὄρη μεθιστάνειν δύνασθαι. "Ορος δὲ καὶ ἡ ὑπερ ήφανος γνώμη, υψηλή τις οὖσα καὶ σκληρά. Οστις οὖν ὁρᾷ τὸ τῆς ὑπερηφανίας πάθος ἐνοχλούν αὐτῷ, καὶ σπουδάζον αὐτὸν ἐκβαλεῖν τῆς τοῦ Θεοῦ ἐπισκοπῆς καὶ προνοίας (υπερήφανος γάρ ἐστιν ἐκεῖνος ὁ λέγων ὅτι πάντα αὐτὸς κατορθοί, καὶ οὐ διὰ Θεοῦ), ὁ τοιοῦτος οὖν ἐφείλει ἐπιτιμᾶν τῷ ὄρει τούτῳ, τῇ ὑπερηφανία λέγω, καὶ λέγειν αὐτῇ Αρθητι, καὶ βλήθητι εἰς τὴν θάλασσαν, τουτέστιν, εἰς κοσμικοὺς ἀνθρώπους, τοὺς ἐν τῇ θαλάσσῃ τοῦ βίου τούτου όντας καὶ ἀπίστους. Οὗτος δὲ οὐ μὴ διακριθῇ, τουτέστι, διαχωρισθῇ ἀπὸ τοῦ Θεοῦ. Ὁ γὰρ ὑπερήφανος χωρίζεται ἀπὸ Θεοῦ λέγων ὅτι οὐδὲν ἔχω ἀπὸ Θεοῦ, οὐδὲ χρήζω τῆς συμμαχίας αὐτοῦ Διὰ τοῦτο λέγω ὑμῖν, Πάντα όσα ἂν προσευχή μενος αἰτεῖσθε, πιστεύετε ότι λαμβάνετε, καὶ ἔσται ὑμῖν. Καὶ ὅταν στήκητε προσευχόμενοι, ἀφίετε εἰ τι έχετε κατά τινος, ἵνα καὶ ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν. Ει δὲ ὑμεῖς οὐκ ἀφίετε, οὐδὲ ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφήσει τὰ παραπτώματα ὑμῶν.» Ο εν διαθέτως πιστεύων πάντως εἰς Θεὸν ἀνέτεινε τὴν καρδίαν αὐτοῦ, καὶ ἵν᾽ εἴπω τὸ τοῦ Δαβίδ, ἐξέχεε τὴν ψυχὴν αὐτοῦ ἐνώπιον τοῦ Θεοῦ. 'Ο δὲ ἀνατείνας τὴν καρδίαν αὐτοῦ πρός Θεόν, ἥνωται ἐκείνῳ καὶ πληροφορείται ἡ καρδία αὐτοῦ διαθερμαινομένη, ὅτι ἐπιτύχοι τῆς αἰτήσεως. Ὅστις οὖν ἔπαθε τοῦτο, 26: Οὐδὲ χρήζω τῆς συμμαχίας αὐτοῦ, ἀλλὰ καὶ κατὰ ὑψηλοτέραν ἐκδοχὴν, τὴν ἄμεσον λαβὼν ὁ νοῦς πρὸς θεὸν ἕνωσιν, τὴν τοῦ νοεῖν κατὰ φύσιν δύναμιν Έχει σχολάζουσαν παντελῶς· ἡνίκα δὲ ταύτην λύσει, νοήσας τι τῶν μετὰ Θεὸν, διεκρίθη τεκὼν τὴν ὑπὲρ νόησιν ἔνωσιν, καθ᾽ ἂν ἕως ἐστὶ τῷ Θεῷ συνημμένος ὡς ὑπὲρ φύσιν, καὶ τῇ μεθέξει Θεός γεγενημένος, καθάπερ ὅμος ἀκίνητον ἑαυτοῦ τὸν τῆς φύσεως μεταξ τίθησιν νόμον. Καὶ διὰ τοῦτο λέγω ὑμῖν, κ. τ. λ.
col. 619–620page 67 of 98
PG 123:619ἐκεῖνος διαγνώσεται. Οίμαι δὲ τοῦτο πάντας κατ Ψεκς. οι 26: Ὁ δὲ μέγιστος καὶ ὑψηλόνους Μάξιμος τό, Πάντα όσα ἂν προσευχόμενοι α τεῖσθε, πιστεύετε ότι λαμβάνετε, περὶ μόνης τῆς γνώσεως δεῖ νοεῖν τοὺς πιστεύοντας λέγει, καὶ τῆς αὐτὴν κοσμούσης διὰ τῶν ἔργων ἀρετῆς. Ἐπειδὴ πολλὰ τυγχάνει τὰ πρὸς γνῶσιν Θεοῦ καὶ ἀρετὴν ζητούμενα ταῖς πιστεύουσιν, ἀπαλλαγὴ παθῶν, ὑπο μονὴ πειρασμῶν, ἀρετῆς λόγοι, τρόποι ἐνεργειῶν, ἐξήλωσις τῆς πρὸς σάρκα ἐμπαθούς διαθέσεως, ἀποξένωσις τῆς πρὸς τὰ αἰσθητά τῆς αἰσθήσεως σχέσεως, τοῦ νοῦ ἀπὸ πάντων τῶν γεγονότων αναχώρησις, καὶ ἁπλῶς μυρία άλλα εἰσὶ τὰ πρὸς ἀποχὴν κακίας καὶ ἀγνωσίας, κατόρθωσιν δὲ γνώσεως καὶ ἀρετῆς. Τὰ τοιαῦτα ζητῶν μετ' επιστήμης καὶ πίστεως ληψόμες νος. Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα, κ. τ. λ. σχειν τούς γε μετρίως προσέχοντας. Διὰ τοῦτο οὖν λέγει ὁ Κύριος, ὅτι Πάντα λήψεσθε όσα μετά πίσ στεως αἰτεῖσθε. Ο γὰρ πιστεύων, ὅλον ἑαυτὸν δι δωσι τῷ Θεῷ, μετὰ δακρύων αὐτῷ ὁμιλῶν καὶ ὡτανεὶ δεσπότου πόδας κρατῶν ἐν τῇ προσευχή. Θέλεις δὲ καὶ ἄλλω; λαβεῖν ὁ αἰτεῖς; "Αφες εἴτι σας ἥμαρτεν ὁ ἀδελφός. Θρᾷς τὸ εὔκολον της δωρεάς τοῦ Θεοῦ; Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα. Καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ, ἔρχονται πρὸς αὐτ τὸν οἱ ἀρχιερεῖς καὶ οἱ Γραμματεῖς καὶ οἱ πρεσβύτ τεροι, καὶ λέγουσιν αὐτῷ· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι τὴν ἐξουσίαν ταύτην ἔδωκεν, ἵνα ταῦτα ποιῇς; Ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐ τοῖς· Επερωτήσω ὑμᾶς καὶ ἐγὼ ένα λόγον. Καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. Τὸ βάπτισμα Ιωάννου ἐξ οὐρανοῦ ἦν, ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι. Καὶ ἐλογίζοντα πρὸς ἑαυτοὺς, λέγοντες· Ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ, Διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; 'Αλλ' ἐὰν εἶν πωμεν, ἐξ ἀνθρώπων, ἐφοβοῦντο τὸν λαόν. Απαντες γὰρ εἶχον τὸν Ἰωάννην, ὅτι όντως προφήτης ἦν. Καὶ ἀποκριθέντες λέγουσι τῷ Ἰησοῦ, οὐκ οἴδαμενο Καὶ ὁ Ἰησοῦς ἀποκριθεὶς, λέγει αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιώ.» Εκμανέντες διότι ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ τοὺς καπηλεύοντας, προσ έρχονται ἐξαποροῦντες αὐτὸν δῆθεν ἐν ποίᾳ ἐξουσία ταῦτα ποιεῖ. Μονονουχί γάρ τοιαῦτα αὐτῷ ἔλεγον· Τίς ὢν σὲ ποιεῖς; διδάσκαλος κατέστης; ἀρχιερεὺς ἐχειροτονήθης; Ταῦτα δὲ ἔλεγον, εἰς ἀπορίαν αὐτὸν συνωθῆσαι σπουδάζοντες, ἵνα κρα τήσωσιν αὐτόν. Ἐὰν μὲν γὰρ εἴπη ότι 'Εν τῇ ἐμβ ἐξουσίᾳ ταῦτα ποιῶ, λιθάσουσιν αὐτὸν ὡς ἀντίθεον. Ἐὰν δὲ εἴπῃ ὅτι ἐν τῇ τοῦ Θεοῦ ἐξουσίᾳ, ἀποστήσ σουσιν ἀπ' αὐτοῦ τὸν ὄχλον, τὸν νομίζοντα αὐτὸν εἶ ναι Θεόν. Ὁ οὖν Κύριος ἐρωτᾷ αὐτοὺς περὶ τοῦ Ἰωάννου, οὐ μάτην οὐδὲ σοφιστικῶς ἀντεπιχειρῶν. 'Αλλ' ἐπειδὴ ὁ Ἰωάννης περὶ αὐτοῦ ἐμαρτύρησε, διὰ τοῦτο περὶ αὐτοῦ ἐρωτᾷ τους κακούργους, ἵνα, δὰν δέξωνται τὸν Ἰωάννην ἐκ Θεοῦ ὄντα, ἀναγκασθῶσι καὶ τὴν περὶ τοῦ Χριστοῦ μαρτυρίαν, ἣν ὁ 26: Ταῦτα, ποῖα; Τὸ ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, το ἀνατρέπειν τὰς προῤῥηθείσας τραπέζας, τὸ μὴ ἀφιέναι διδέναι σκεῦος διὰ τοῦ ἱεροῦ, καὶ τὰ τοι αῦτα. Μονονουχὶ γὰρ τοιαῦτα αὐτῷ ἔλεγον, κ. τ. λ.
col. 621–622page 68 of 98
PG 123:621Ιωάννης ἐμαρτύρησε, δέξασθαι. Ἐπεὶ δὲ ἠπόρησαν ἐκεῖνοι ἐθελοκακήσαντες, Οὐδὲ ἐγώ, φησί, λέγω ὑμῖν. Οὐκ εἶπεν, ὅτι οὐδὲ ἐγὼ οἶδα τί εἴπω ὑμῖν, ἀλλ', οὐδὲ ἐγώ λέγω, τουτέστιν, Επειδή κακουργεῖτε, οὐκ ἀξιώσω ὑμᾶς ἀπολογία... ΚΕΦΑΛ. 18'. Περὶ τοῦ ἀμπελῶνες. Περὶ τῶν ἐπερωτησάντων τὸν Κύριον διὰ τὸν κῆνσον. Περὶ τῶν Σαδδουκαίων. Περὶ τοῦ γραμματέως. Περὶ τῆς τοῦ Κυρίου επερωτήσεως. Περὶ τοῦ προσέχειν ἀπὸ τῶν ὑποκριτών. Περὶ τῆς χήρας. Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λαλεῖν· 'Αμ πελῶνα ἐφύτευσεν ἄνθρωπο;, καὶ περιέθηκε φραγμόν, καὶ ὤρυξεν ὑπολήνιον, καὶ ᾠκοδόμησε πύργον. Καὶ ἐξέδοτο αὐτὸν γεωργοίς, καὶ ἀπεδήμησε, καὶ ἀπο ἔστειλε πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τοῦ καρποῦ τοῦ ἀμ πελῶνος. Οἱ δὲ, λαβόντες αὐτὸν, ἔδειραν καὶ ἀπο έστειλαν κενόν. Καὶ πάλιν ἀπέστειλε πρὸς αὐτοὺς ἄλλον δοῦλον, κἀκεῖνον λιθοβολήσαντες ἐκεφαλαίωσαν, καὶ ἀπέστειλαν ἡτιμημένον. Καὶ πάλιν ἄλλον ἀπο έστειλε, κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, τοὺς μὲν δέροντες, τοὺς δὲ ἀποκτείνοντες. Ετι οὖν Ένα υἱὸν ἔχων ἀγαπητὸν αὐτοῦ, ἀπέστειλε καὶ αὐτ τὸν πρὸς αὐτοὺς ἔσχατον, λέγων, ὅτι Εντραπήσονται τὸν υἱόν μου. Ἐκεῖνοι δὲ οἱ γεωργοί εἶπον προς ἑαυτούς, ὅτι οὗτός ἐστιν ὁ κληρονόμος. Δεῦτε ἀποσ κτείνωμεν αὐτὸν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία. Καὶ λαβόντες αὐτὸν, ἀπέκτειναν καὶ ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος. Τί οὖν ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; Ελεύσεται, καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.» Αμπελών, ὁ λαός, δν ἐφύτευσεν ὁ κύριος. «Κατάρτισαι γάρ, φησί, τὴν ἄμπελον ταύτην, ἣν ἐφύτευσεν ἡ δεξιά σου.» Καὶ ὁ Μωϋσῆς· ο Εἰσαγαγών καταφύτευσον αὐτοὺς εἰς ὄρος ἁγιόν σου, ο Φραγμὸς δὲ ὁ νόμος, κωλύων αὐτ τοὺς ἐπιμίγνυσθαι τοῖς ἄλλοις ἔθνεσι. Πύργος δὲ ὁ ναός, περίβλεπτος ὤν. Υπολήνιον δὲ τὸ θυσιαστήριον. ἔνθα ἐξεχείτο τὸ αἷμα. Εξέδοτο δὲ τὸν λαὸν γεωργοίς, τοῖς κατὰ καιρὸν διδασκάλοις καὶ ἄρχουσι τῶν Ἰουδαίων. Απέστειλε δὲ δοῦλον ένα, τάχα τοὺς περὶ τὸν Ηλίαν προφήτας, οἷον τὸν Μιχαίαν, ὃν ἔδειρε Σεδεκίας ὁ ψευδοπροφήτης. Δεύτερον δὲ δοῦ λον, εν λιθοβολήσαντες ἐκεφαλαίωσαν, τουτέστι, συνετέλεσαν καὶ ἐκορύφωσαν τὴν ὕβριν, τοὺς περὶ Ει Ει δέμεs Ὡσὰ καὶ Ησαΐαν προφήτας. Τρίτον δὲ δοῦλον, τοὺς ἐν τῇ αἰχμαλωσίᾳ, τοὺς περὶ Δανιὴλ καὶ Ἰεζε κιήλ. Τελευταίον δὲ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτ τοῦ, δὲ ἄνθρωπος ὠνομάσθη διὰ τὸ φιλάνθρωπον, λέγων ὅτι Εντραπήσονται τὸν υἱόν μου. Οὐχ ὡς ἀγνοῶν δὲ τὸ μέλλον, τοῦτο εἶπεν, ἀλλὰ τὸ ὀφείλον πραχθῆναι καὶ τὸ εἰκὸς λέγων, οἱ δὲ κακοὶ γεωργοί, μαθόντες ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ἐξέβαλον αὐτὸν ἔξω τοῦ ἀμπελῶνος, τουτέστιν, ἔξω τῆς Ἱε μουσαλήμ, καὶ ἀπέκτειναν. Ἔξω γὰρ τῆς πόλεως ἐσταυρώθη. Ο οὖν κύριος τοῦ ἀμπελῶνος, ὁ Πατὴρ τοῦ φονευθέντος Υἱοῦ, μᾶλλον δὲ αὐτὸς ὁ φονευθείς οι

Chapter XIICaput XII

col. 623–624page 69 of 98
PG 123:623Υές, ἀπολέσει τους γεωργούς, παραδούς αὐτοὺς τοῖς Ῥωμαίοις. Καὶ τὸν λαὸν ἐκδόσεται ἄλλοις γεωργοίς, τουτέστι τοῖς ἀποστόλοις. Θέλεις γὰρ ἰδεῖν πως ἐγεώργησαν οἱ ἀπόστολοι τὸν ἀμπελῶνα; 'Ανάγνωθι τὴν τῶν Πράξεων βίβλον, καὶ εὑρήσεις τρισχιλίους καὶ πεντακισχιλίους ἀθρόον πιστεύοντας καὶ καρπο φορουμένους τῷ θεῷ. Οὐδὲ τὴν Γραφὴν ταύτην ἀνέγνωτε; Λίθον εν ἀπεδοκίμασαν οἱ οἰκοδομούντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Καὶ ἐζήτουν αὐτ τὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον. Εγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπε. Καὶ ἀφέν τες αὐτὸν, ἀπῆλθον.» Διὰ πάντων τούτων δείκνυσι τοὺς μὲν Ἰουδαίους ἀποβληθέντας, τὰ δὲ ἔθνη 236: Η προσδεχθέντα. Λίθος μὲν γὰρ αὐτὸς ὁ Κύριος, οίκο δομοῦντες δὲ, οἱ διδάσκαλοι τοῦ λαοῦ. Ον οὖν ἀπο εδοκίμασαν οι διδάσκαλοι, οὗτος εἰς κεφαλήν γωνίας ἐγένετο, κεφαλὴ τῆς Ἐκκλησίας γενόμενος. Γωνία γὰρ ἡ Ἐκκλησία, ὡς συνάπτουσα καὶ ἐνοποιοῦσα πάντας Ἰουδαίους καὶ Ἕλληνας, ὥσπερ καὶ ἡ γωνία δύο τοίχους ἀλλήλοις συνάπτει, μεσιτεύουσα ἀμφοῖν. Αὕτη δὲ ἡ γωνία, ήτοι ἡ Ἐκκλησία, παρὰ Κυρίου ἐγένετο, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν τῶν πιστῶν. Τοῖς γὰρ ἀπίστοις καὶ τὰ θαύματα διαβάλλονται. Θαυμαστή τοίνυν ἢ Ἐκκλησία, ὡς ἐκ θαυμάτων συστάτα, τοῦ Κυρίου συνεργούντος τοῖς ἀποστόλοις καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπ ακολουθούντων σημείων. Καὶ ἀποστέλλουσι πρὸς αὐτόν τινας τῶν Φαρι σαίων καὶ Ἡρωδιανῶν, ἵνα αὐτὸν ἀγρεύσωσι λόγῳ. Οἱ δὲ ἐλθόντες, λέγουσιν αὐτῷ· Διδάσκαλε, οίδαμεν ὅτι ἀληθὴς εἶ, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ' ἐπ' ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις. Εξεστι κήνσον Καίσαρι δοῦναι, ἢ οὐ; δῶμεν, ἢ μὴ δῶμεν; Ὁ δὲ, εἰδὼς αὐτ τῶν τὴν ὑπόκρισιν, εἶπεν αὐτοῖς· Τί με πειράζετε; Φέρετέ μοι δηνάριον ἵνα ἴδω· οἱ δὲ ἤνεγκαν. Καὶ λέγει αὐτοῖ;· Τίνος ἡ εἰκὼν αὕτη, καὶ ἡ ἐπιγραφή Οἱ δὲ εἶπον αὐτῷ, Καίσαρος. Καὶ ἀποκριθεὶς ὁ Ἰη σοῦς εἶπεν αὐτοῖ;· Ἀπόδοτε τα Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ καὶ ἐθαύμασαν ἐπ' αὐτῷ.» Εἴπομεν καὶ ἄλλοτε περὶ τῶν Ηρωδιανών, ὅτι αἵρεσίς τις ἦν νεοφανὴς τῶν λεγόντων Χριστὸν εἶναι τὸν Ἡρώδην διὰ τὸ ἐν τοῖς· χρόνοις αὐτοῦ ἐκλιπεῖν τὰς διαδοχὰς τῶν Ἰουδαϊκῶν βασιλέων. "Αλλος δέ φασιν Ηρωδιανούς ἐνταῦθα λέγεσθαι: τοὺς στρατ τιώτας τοῦ Ἡρώδου, οὓς προσελάβοντο οι Φαρισαίοι, ὡσὰν μάρτυρες ὦσι τῶν λεχθησομένων ὑπὸ τοῦ Χριστοῦ, καὶ λοιπὸν συλλάβωσιν αὐτὴν, καὶ ἀπὸ αγάγωσιν. Ορα δὲ τὴν κακοήθειαν αὐτῶν, πῶς μετά κολακείας πειρώνται ἐξαπατῆσαι τὸν Κύριον. Οίδα μεν ὅτι οὐ βλέπεις εἰς πρόσωπον ἀνθρώπου, ὥστε οὐδὲ τὸν Καίσαρα ευλαβηθήσῃ. Τὸ ὅλον δὲ τοῦτο τέχνασμα ἦν, ἀμφοτέρωθεν ἔχον κρημνούς, ἵνα ἐὰν μὲν εἴπῃ ὅτι ἔξεστι τελεῖν τῷ Καίσαρι, διαβάλλωσιν αὐτὸν πρὸς τὸν ὄχλον, ὡς καταδουλοῦντα αὐτοῦ· εἰ δὲ μὴ τελεῖν εἴπῃ, κατηγορήσωσιν αὐτοῦ, ὡς ἀναστατοῦντος τὸν λαὸν κατὰ τοῦ Καίσαρος. 'Αλλ' ἡ τῆς
col. 625–626page 70 of 98
PG 123:625σοφίας πηγὴ ἐκφεύγει τοὺς δύλους αὐτῶν. Επι δείξατε γάρ μοι, φησί, τὸ νόμισμα. Ἰδὼν δὲ ὅτι εἰ κόνα ἔχει τοῦ Καίσαρος, φησίν, Απόδοτε τὸ ἔχον τὴν εἰκόνα, τῷ εἰκονιζομένῳ, τουτέστι τῷ Καίσαρι, καὶ τὰ Θεοῦ τῷ Θεῷ, τουτέστιν, οὐδὲν ἐμποδίζει, ὑμῖν προς θεοσέβειαν τὸ τελεῖν τῷ Καίσαρι. Δύνασθε γὰρ καὶ τῷ Καίσαρι ὑποτελεῖν, καὶ τῷ Θεῷ τὰ οἱ χεῖα νέμειν. Καίσαρ δὲ ἐστιν ἑκάστῳ ἡμῶν καὶ ἡ τοῦ σώματος ἀπαραίτητος ἀνάγκη. Κελεύει οὖν ὁ Κύριος ἀποδιδόναι καὶ τῷ σώματι τὰ οἰκεῖα βρώματα καὶ ἀναγκαῖα σκεπάσματα, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ, ἀγρυπνίαν ἐνδεχομένην προσευχὴν, καὶ τἆλλα. ᾿Αλλὰ καὶ τῷ διαβόλῳ, Καίσαρι ὄντι, ἀπόρριψον τὰ παρ' αὐτοῦ σοι δοθέντα, θυμὸν, ἐπιθυμίαν κακὴν, καὶ τὰ τοῦ Θεοῦ, προσένεγκε τῷ Θεῷ. Και έρχονται Σαδδουκαίοι πρὸς αὐτὸν, οἱ τινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶ ἐπηρώτησαν αὐτ τὸν, λέγοντες· Διδάσκαλε, Μωσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ, καὶ καταλίπῃ γυναῖκα καὶ τέκνα μὴ ἀφῇ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ, καὶ ἐξαναστήσῃ σπέρμα τῶν ἀδελφῷ αὐτοῦ. Ἑπτὰ ἀδελφοὶ ἦσαν, καὶ ὁ πρῶτος ἔλαβε γυναῖκα, καὶ ἀποθνήσκων, οὐκ ἀφῆκε σπέρμα, καὶ ὁ δεύτερος ἔλαβεν αὐτὴν καὶ ἀπέθανε, καὶ οὐδὲ αὐτὸς ἀφῆκε σπέρμα, καὶ ὁ τρίτος ὡσαύτως, καὶ ἔλαβον αὐτὴν οἱ ἑπτὰ, καὶ οὐκ ἀφῆκαν σπέρμα. Εσχάτη δὲ πάντων ἀπέθανε καὶ ἡ γυνή. Ἐν τῇ οὖν ἀναστάσει ὅταν ἀναστῶσι, τίνος αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἐπτ ἔσχον αὐτὴν γυναῖκα. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς, εἶπεν αὐτοῖς· οὐ διὰ τοῦτο πλαᾶσθε μὴ εἰδότες τας Γραφάς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ; Οταν γὰρ ἐκ νεκρῶν ἀνα στώσιν, ούτε γαμούσιν οὔτε γαμίσκονται. Αλλ' εἰσὶν ὡς ἄγγελοι οἱ ἐν τοῖς οὐρανοῖς. Περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωσέως, ἐπὶ τῆς βάτου ὡς εἶπεν αὐτῷ ὁ Θεὸς λέγων· Ἐγὼ δ Θεός Αβραάμ, καὶ ὁ Θεὸς Ἰσαάκ, καὶ ὁ Θεὸς Ια κώδ; Οὐκ ἔστιν ὁ Θεὸς νεκρῶν, ἀλλὰ Θεὸς ζώντων. Ὑμεῖς οὖν πολὺ πλανάσθε.» Αἵρεσις Ἰουδαίων, οἱ Σαδδουκαίοι, λέγοντες μὴ εἶναι ἀνάστασιν, μήτε ἄγ γελον, μήτε πνεῦμα. Πλαγίως δὲ ὡς δόλιοι προσελθόντες πλάττουσι τὴν διήγησιν ταύτην, διὰ ταύτης δῆθεν ἀνατρέποντες τὴν ἀνάστασιν, ὑπόθεσιν ὑφά ναντες μηδέποτε γενομένην, μηδὲ ἴσως γενησομένην. Ἑπτὰ δὲ συντιθέασι τοὺς γαμήσαντας τὴν γυναῖκα, ἵνα μᾶλλον διασύρωσι τὴν ἀνάστασιν. Ο οὖν Κύριος, ἐπειδὴ προεβάλλοντο ἐκεῖνοι Μωσέως νόμου, δείκνυσιν αὐτοὺς ἀγνοοῦντας τας Γραφάς Οὐ νοεῖτε γὰρ, φησί, ποίαν ἀνάστασιν ἡ Γραφή λέγει. Ὑμεῖς γὰρ δοκεῖτε ὅτι πάλιν τοιαύτη κατάστασις των ματικωτέρα μέλλει εἶναι, οὐκ ἔστι δέ. Οὕτω μὲν οὖν ἀγνοεῖτε τῆς Γραφῆς τὴν ἔννοιαν, ἀλλὰ καὶ τὴν δύναμιν τοῦ Θεοῦ ἀγνοεῖτε· ὑμεῖς μὲν γὰρ ἴσως ἀποβλέπετε πρὸς τὸ χαλεπὸν τοῦ πράγματος, καὶ διὰ τοῦτο ἐξαπορεῖσθε πῶς δυνήσονται τὰ διαλυθέντα σώματα συνελθεῖν ταῖς ψυχαῖς. Τῇ δὲ δυνάμει τοῦ Θεοῦ ὡς οὐδέν ἐστι τοῦτο. Εσται οὖν ἀνάστασις, καὶ οὐ σωματική, ἀλλὰ θειοτέρα τις κατάστασις βίου καὶ ἀγγελική. Ἐπειδὴ γὰρ οὐ μέλλομεν φθείρεσθαι, ἀλλ' οἱ αὐτοὶ μένειν, διὰ τοῦτο καὶ ὁ γάμος ἀναιρε
col. 627–628page 71 of 98
PG 123:627ἵνα τῇ διαδοχῇ τοῦ γένους συνιστάμενοι, μὴ ἀφανι σθῶμεν. Τότε δὲ, ὥσπερ οἱ ἄγγελοι ἄνευ διαδοχής γα μικῆς οἱ αὐτοί εἰσι, καὶ οὐδέποτε λήγουσιν· οὕτω καὶ οἱ ἀνιστάμενοι ἄνευ γάμου ἀνελάπτωτοι διαμένουσι. Καὶ ἄλλως δὲ ἐλέγχονται μὴ εἰδότες τὰς Γρα φά;. Εἰ γὰρ ἐνδουν ταύτας, ἐνόησαν ἂν καὶ πῶς εἶν ρηται τὸν Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραάμ, ὡς δηλαδή ζώντων. Οὐ γὰρ εἶπεν, ὅτι Ἐγὼ ἤμην, ἀλλ', Εἰμί. Ὡς ἐνεστώτων κἀκείνων, καὶ μὴ ἀπολομένων. Αλλο ἴσως εἴποι τις ὡς τοῦτο περὶ τῆς ψυχῆς τοῦ ᾽Αβραὰμ εἴρηκε μόνης ὁ Κύριος, οὐχὶ καὶ περὶ τοῦ σώματος, ὥστε τὰ σώματα οὐκ ἀνίστανται. Λέγω οὖν πρῶτον μὲν, ὅτι Αβραάμ τὸ συναμφότερον λέγεται, ψυχή καὶ σῶμα, ὥστε καὶ τοῦ σώματός ἐστι Θεός, ζῶντος θήσεται· νῦν γὰρ ὁ γάμος διὰ τὴν φθορὰν γίνεται, καὶ αὐτοῦ παρὰ τῷ Θεῷ, καὶ μὴ πάντη εἰς τὸ μὴ ὂν χωρήσαντος. Επειτα ὅτι οἱ Σαδδουκαίοι περὶ τῆς τῶν σωμάτων ἀναστάσεως ἀμφέβαλλον. Ωστε καὶ ὁ Κύριος περὶ τῶν σωμάτων εἶπεν ὅτι ζῶσι παρὰ τῷ Θεῷ, οὐχὶ περὶ τῶν ψυχῶν. Τοῦτο γὰρ ἤδη ὡμολή γητο καὶ παρὰ τοῖς σαρκικοῖς Σαδδουκαίοις. Επειτα καὶ τοῦτο σκόπει, ἡ ἀνάστασις, τοῦ πεπτωκότος ἐστὶν ἀνάστασις. Επεσε δὲ οὐχ ἡ ψυχή, ἀθάνατος γάρ, ἀλλὰ τὸ σῶμα· τοῦτο ἄρα καὶ ἀναστήσεται, προσπλε. κὶν πάλιν τῇ ὁμοζύγῳ ψυχῇ. Καὶ προσελθὼν εἷς τῶν Γραμματέων, ἀκούσας αὐτῶν συζητούντων, εἰδὼς ὅτι καλῶς αὐτοῖς ἀπο εκρίθη. ἐπηρώτησεν αὐτὸν, ποία ἐστὶ πρώτη πασών ἐντολή; Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ, ὅτι πρώτη πασῶν τῶν ἐντολῶν, Ακους Ἰσραήλ, Κύριος ὁ Θεὸς ἡμῶν, Κύριος εἷς ἐστι, καὶ ἀγαπήσεις Κύριον τὸν Οι ΕΟ!. 111. η Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. Αὕτη πρώτη ἐντολή· καὶ δεν τέρα ὁμοία αὕτη. Αγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστι. Καὶ εἶπεν αὐτῷ ὁ Γραμματεύς· Καλῶς, διδάσκαλε, ἐπ' ἀληθείας εἶπες, ὅτι εἷς ἐστι Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ, καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας, καὶ ἐξ ὅλης τῆς συνέσεως, καὶ ἐξ ὅλης τῆς ψυχῆς, καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν, πλεῖόν ἐστι πάντων τῶν ὁλοκαυτωμάτων καὶ τῶν θυσιῶν. Καὶ ὁ Ἰησοῦς ἰδὼν, ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ· Οὐ μα κρὰν εἶ ἀπὸ τῆς βασιλεία; τοῦ Θεοῦ. Καὶ οὐδεὶς οὐκ ἔτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.» Ο μὲν Ματθαῖος φησιν, ὅτι πειράζων προσῆλθεν, ὁ δὲ Μάρκος ἐνταῦθαλέγει, ὅτι νουνεχῶς ἀπεκρίθη. 'Αρα οὖν ἐναντι φων νοῦσι; Οὐχ', ἀλλ᾽ εἰκὸς πρῶτον μὲν αὐτὸν ὡς πειράζοντα έρω: σαι, εἶτα ὠφεληθέντα ἀπὸ τῆς ἀποκρίσεως τοῦ Χριστοῦ, καὶ νουνεχῶς ἀποκριθέντα, ἐπαινεθῆναι. "Ορα δὲ καὶ τὸν ἔπαινον, πῶς οὐχὶ τέλειον αὐτὸν εἶναι μαρτυρεῖ. Οὐ γὰρ εἶπεν ὅτι Ἐντὸς εἶ τῆς βασιλείας τοῦ Θεοῦ, ἀλλ᾽ οὐ μακρὰν εἶ. Τίνος δὲ ἕνεκεν ὅλως ταύτην τὴν ἐρώτησιν προεβάλλετο τῷ Χριστῷ ὁ νομικὸς οὗτος; Νομίζων ἐπιλήψεσθαι τοῦ Χριστοῦ ὡς ἐπιδιορθωσομένου τὸν νόμον, καὶ διὰ τοῦτο
col. 629–630page 72 of 98
PG 123:629κατηγορήσειν αὐτοῦ ὡς ἀντιθέτου τῷ νόμῳ. Αλλ' ὁ Κύριος δεικνύων αὐτῷ ὅτι ἀπὸ τοῦ μὴ ἔχειν ἀγάπην, ἀλλὰ τῷ φθόνῳ τήκεσθαι, ἔρχεται ἐπὶ τὰ τοιαῦτα ερωτήματα, φησίν ότι πρώτη και μεγάλη εν τολή, τὸ ἀγαπᾶν τὸν Θεὸν, δευτέρα δὲ ὁμοία, τὸ ἀγαπᾶν τὸν πλησίον. Πῶς δὲ ὁμοία; Διότι ὑπ' ἀλλήλων συγκρατοῦνται. Ο γὰρ ἀγαπῶν τὸν Θεόν, ἀγαπᾷ καὶ τὸ ποίημα αὐτοῦ· οἰκειότατον δὲ τῶν ποιημάτων, ὁ ἄνθρωπος, ὥστε ὁ ἀγαπῶν τὸν Θεὸν, ἀγαπήσει καὶ πάντας ἀνθρώπους, δ τε τὸν πλη στον ἀγαπῶν, πολλῷ μᾶλλον τὸν Θεόν. Εἰ γὰρ ἀνθρώπους ἀγαπας τους πολλάκις ἀφορμὴν σκανδάλων καὶ μίσους παρέχοντας, πολλῷ μᾶλλον τὸν Θεὸν τὸν ἀεὶ εὐεργετοῦντα. Ακους δὲ καὶ τοῦ Κυρίου· Ο ἀγαπῶν με, τὰς ἐντολάς μου τηρήσει. Ορᾷς ὅτι ἀπὸ τοῦ ἀγαπᾶν τὸν Θεὸν τηροῦμεν τὰς ἐντολὰς αὐτοῦ, αἱ δὲ ἐντολαὶ αὐτοῦ πᾶσαι περὶ τῆς εἰς ἀλ λήλους στοργής διαλαμβάνουσι. Καὶ πάλιν, Εν τούτι γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγα πότε ἀλλήλους. Ορᾷς πάλιν, πῶς ἐκ τοῦ ἀγαπαν ἀλλήλους συνίσταται τὸ ἔχειν φιλίαν πρὸς τὸν Χρι στὸν, καὶ εἶναι αὐτοῦ μαθητὰς καὶ φίλους; Σκόπει δὲ πῶς πάσας τὰς τῆς ψυχῆς δυνάμεις ἀπηριθμήσατο. "Εστι γαρ ψυχής δύναμις, ἡ ζωώδης ἣν αἰνίττεται ἐν τῷ εἰπεῖν, ἐξ ὅλης τῆς ψυχῆς. Τὸν θυ μὲν γὰρ καὶ τὴν ἐπιθυμίαν ὅλα διδόναι τῇ ἀγάπῃ τοῦ Θεοῦ βούλεται. Ἔστι καὶ ἑτέρα δύναμις ψυχῆς, Η καλουμένη φυτική, ήτις λέγεται θρεπτικὴ καὶ αὐτ ξητική. Καὶ ταύτην οὖν δοτέον ὅλην τῷ Θεῷ. Εστι δὲ καὶ ἡ λογική δύναμις, ἣν ὠνόμασεν ὁ νόμος διά νοιαν. Πάσας τοίνυν τὰς τῆς ψυχῆς δυνάμεις ἀναθετέον τῇ ἀγάπῃ. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγε, διδάσκων ἐν τῷ ἱερῷ, Πῶς λέγουσιν οἱ Γραμματεῖς ὅτι ὁ Χριστὸς, υἱός ἐστι Δαβίδ; αὐτὸς γὰρ Δαβὶδ εἶπεν ἐν Πνεύματι ἁγίῳ· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σαν ὑποπόδιον τῶν ποδῶν σου. Αὐτὸς οὖν Δαβὶδ λέγει αὐτὸν Κύ ριον, καὶ πόθεν υἱὸς αὐτοῦ ἐστι; Καὶ ὁ πολὺς ὄχλος Σκουεν αὐτοῦ ἡδέως. Καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ δι δαχῇ αὐτοῦ· Βλέπετε ἀπὸ τῶν Γραμματέων, τῶν θελόντων ἐν στολαῖς περιπατεῖν, καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοι;, οἱ κατο εσθίοντες τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μα κρὰ προσευχόμενος, οὗτοι λήψονται περισσότερον κρίμα. • Ἐπειδὴ πρὸς τὸ πάθος ἔμελλεν ἔρχεσθαι ὁ Κύριος, διορθοῦται τὴν πεπλανημένην τῶν Γραμ. 26: Ερχεται ἐπὶ τὰ τοιαῦτα ἐρωτής ματα, φησίν, "Ακους, Ἰσραὴλ, Κύριος ὁ Θεὸς ὑμῶν, Κύριος εἷς ἐστιν. Εμφαίνει δὲ καὶ τοῦτο τὰς τρεῖς ὑποστάσεις καὶ τὴν μίαν φύσιν τῆς θεότητος. Τὸ γὰρ Κύριος καὶ τὸ ὁ Θεὸς, καὶ αὖθις τὸ Κύριος, τῶν τριῶν προσώπων εἰσὶ δηλωτικά· τὸ δὲ εἰς, τῆς μιᾶς φύσεως. Καὶ ἑτέρως δὲ σύνηθες τοῖς Εβραίοις ἡ ἀναδίπλωσις τοῦ, Κύριος, Κύριος, καὶ ὁ Θεός, ὁ Θεός, διὰ τὴν ὑπεροχήν. Μετὰ τοῦτο γέγραπται, Αγαπήσεις καὶ Κύριον τον Θεόν σου, καὶ τὰ ἑξῆς. Αύτη πρώτη καὶ μεγάλη ἐντολὴ, κ. τ. λ. (α)
col. 631–632page 73 of 98
PG 123:631& ματέων δόξαν, ὑπολαμβανόντων τὸν Χριστὸν εἶναι υἱὸν τοῦ Δαβίδ, ἀλλ' οὐχὶ κύριον. Ἀποδείκνυσι τοίνυν ἑαυτὸν Θεὸν, ἐξ αὐτῶν τῶν τοῦ Δαβιδ ρημάτων, καὶ οὐχ ἁπλῶς, ἀλλ' ἐκφοβῶν διὰ τοῦ λέγειν, «ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Αὐτοὶ δὲ πάντως ἦσαν οἱ ἐχθροὶ αὐτοῦ, οὓς ἔθηκεν ὁ Θεὸς καὶ Πατὴρ ὑποπόδιον τῶν ποδῶν τοῦ Χρι στοῦ. Ὅρα δὲ καὶ πῶς ἐρωτᾷ. Οὐ γὰρ εἶπε, Τί ὑμῖν δοκεῖ περὶ ἐμοῦ, ἀλλὰ, περὶ τοῦ Χριστοῦ; ὥστε μὴ πλῆξαι αὐτούς. 'Αλλ' οὐδὲ ἔχετέ μοι εἰπεῖν ὅτι χωρίς τοῦ Πνεύματος τοῦτο εἶπεν ὁ Δαβίδ, ἀλλ' ἐν Πνεύματι ἐκάλεσεν αὐτὸν Κύριον, τουτέστι, τῇ τοῦ Πνεύματος κινούμενος χάριτι. Πῶς οὖν ὁ Χριστὸς υἱός ἐστι τοῦ Δαβίδ, ἀλλ' οὐχὶ καὶ κύριος αὐτοῦ καὶ Θεό;; Ο οὖν ὄχλος ήκουεν αὐτοῦ ἡδέως. Καὶ ἔλεγεν αὐτοῖς, τοῖς τοῦ ὄχλου φημί, Φυλάττεσθε ἀπὸ τῶν γραμματέων, τῶν στολὰς φορούντων σεμνοτέρας, καὶ ἐκ τούτων θελόντων προτιμάσθαι, καὶ τοὺς ἀσπα σμοὺς δὲ καὶ τὰς εὐφημίας ἀποδεχομένων ἐν ταῖς ἀγοραῖς, καὶ ὅσα ἄλλα πρὸς δόξαν ἐπιτηδευόν των, οἳ καὶ τὰς οἰκίας τῶν χηρῶν κατεσθίουσιν. Υπεισήρχοντο γὰρ τὰς ἀπροστατεύτους γυναῖκας, ὡς δῆθεν προστάται αὐτῶν ἐσόμενοι, καὶ προφάσει τοῦ μακρὰ προσεύχεσθαι, καὶ προσχήματι εὐλαβείας καὶ ὑποκρίσει ἀπατῶντες τοὺς ἀφελεστέρους, κατήσθιον τὰς οἰκίας τῶν πλουσίων. Οὗτοι τοίνυν περισσότερον κατακριθήσονται τῶν ἄλλων Ἰουδαίων τῶν ἁμαρτανόντων. Δυνατοὶ γὰρ, δυνατῶς ἐτασθήσονται. Αμα δὲ διὰ τούτων καὶ τοὺς ἀποστόλους διδάσκει μὴ κατὰ τοὺς Γραμματείς πολιτεύεσθαι, ἀλλ᾽ αὐτὸν μιμεῖσθαι. Διδασκάλους γὰρ αὐτοὺς χειροτονῶν, εἰκότως καὶ περὶ τοῦ βίου αὐτοῖς ὑπο τίθεται. Καὶ καθίσας ὁ Ἰησοῦς κατέναντι τοῦ γαζοφυλακίου, ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον. Καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά, καὶ ἐλθοῦσα μία χήρα πτωχή Εβαλλε λεπτά δύο, δ ἔστι κοδράντης. Καὶ προσκαλεσάμενος τοὺς μαθητάς αὐτοῦ, λέγει αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων βέβληκε τῶν βαλόν των εἰς τὸ γαζοφυλάκιον. Πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον, αὕτη δὲ, ἐκ τῆς ὑστερήσεω; αὐτῆς, πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτ τῆς.» Θαυμαστόν τι ἔθος παρὰ τοῖς Ἰουδαίοις ἐκρά τει, ὥστε τοὺς ἔχοντας καὶ βουλομένους βάλλειν εἰς τὸν ἐν τῷ ἱερῷ θησαυρόν (οὗτος γὰρ ἐκαλεῖτο γαζοφυλάκιον), ὡς ἂν οἵ τε ἱερεῖς καὶ οἱ πένητες καὶ αἱ χῆραι ἐκ τούτων διατρέφοιντο. Πολλῶν οὖν τὸ τοιοῦτο ποιούντων, καὶ χήρα προσελθοῦσα τὴν ἑαυ τῆς προαίρεσιν ἐπεδείξατο εὐπορωτέραν τῆς δυνά μεως. Δόξα σοι, Χριστέ, ὃς καὶ τὰ μικρὰ δέχῃ ὑπὲρ τὰ μεγάλα πολλάκις. Γένοιτο καὶ τὴν ἐμὴν ψυχὴν χήραν γενέσθαι, ἀποβαλοῦσαν τὸν Σατανᾶν, ᾧ προς εκολλήθη, καὶ βαλεῖν εἰς τὸν ἱερὸν θησαυρὸν δύο λεπτά, τὴν σάρκα καὶ τὸν νοῦν, λεπτύνασαν αὐτὰ, διὰ τῆς ἐγκρατείας μὲν τὴν σάρκα, διὰ δὲ τῆς τα πεινώσεως, τὸν νοῦν, ἵνα καὶ ἐγὼ ἀκούσω ὅτι ὅλων μου τὸν βίον ἱερὸν ἐποιησάμην, οὐδὲν ὑπολείψας νόημα ή κίνημα τῷ κόσμῳ.
col. 633–634page 74 of 98
PG 123:633ΚΕΦΑΛ. ΙΓ'. Περὶ τῆς συντελείας. Περὶ τῆς ἡμέρας καὶ ὥρας. Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ, λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· Διδάσκαλε, ίδε ποτα πολ λίθοι, καί ποταπαὶ οἰκοδομαί. Καὶ ὁ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτῷ· Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ λίθος ἐπὶ λίθῳ ὃς οὐ μὴ καταλυθῇ. Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν Ελαιών, κατέναντι τοῦ ἱεροῦ, ἐπηρώτων αὐτὸν κατ' ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ ᾿Ανδρέας· Εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται; καὶ τί τὸ ση μεῖον ὅταν μέλλῃ ταῦτα πάντα συντελεῖσθαι; ο Ἐπειδὴ πολλὰ περὶ τῆς ἐρημώσεως τῆς Ἱερουσαλὴμ ἔλεγεν ὁ Κύριος, ὅτι, 'Αφίεται ὁ οἶκος ὑμῶν ἔρη μος, οἱ μαθηταὶ αὐτοῦ θαυμάζοντες, ὥσπερ εἰ τοσαῦτα μεγέθη καὶ κάλλη οικοδομημάτων ἀφανισθήσεται, δεικνύουσιν αὐτῷ τὴν τοῦ ναοῦ τοσαύτην εὐπρέπειαν. Ὁ δὲ οὐδὲν ἧττον ἀπολεσθήσεσθαι ταῦτα προαναφωνεῖ, καὶ τοσοῦτον, ὥστε μηδὲ λίθον ἐπὶ λίθῳ μεῖναι. Καὶ μήν φασί τινες ὡς πολλά ἀπέμειναν λείψανα τῆς Ἱερουσαλήμ τῆς παλαιᾶς πόλεως, ὥστε πειρῶνται δεῖξαι ψευδῆ τὸν Χριστὸν, ἀλλ' οὐκ ἔστι τοῦτο. Εἰ γὰρ καὶ ὑπελείφθησαν τινα λείψανα, ὅπερ οὐκ ἔστιν ἀληθὲς, ἀλλ᾽ οὖν ἄχρι τῆς καθόλου συντελείας οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθῳ. Πλὴν ἱστόρηται, ὅτι ὁ Αίλιος Αδριανός κατέσκαψε τὴν πόλιν καὶ τὸ ἱερὸν ἐκ βάθρων αὐτῶν, ὥστε καὶ τοῦτο ἐπ' αὐτοῦ πληρωθῆναι, τὸ, μηδὲ λίθον ὑπου λειφθῆναι ἐπὶ λίθῳ. Καθημένου δὲ αὐτοῦ εἰς τὸ ὄρος τῶν Ἐλαιῶν, προσῆλθον αὐτῷ ἐρωτῶντες, Πότε ταῦτα ἔσται; τουτέστι, πότε συντελεσθήσεται τὰ τῆς Ἱε ρουσαλήμ; Ο δὲ, πρὸ τοῦ ἀποκρίνασθαι αὐτοῖς περὶ ὧν ἠρώτησαν, ἀσφαλίζεται τὴν διάνοιαν αὐτῶν, ἵνα μὴ πλανηθῶσιν. Ἐπεὶ γὰρ ἀρξαμένων τῶν κατὰ τὴν Ἰουδαίαν νοσεῖν, ἐπανέστησαν τινες διδασκάλους ἑαυτοὺς λέγοντες, φησὶν ὁ Κύριος· Βλέπετε μὴ πλανηθῆτε. . Ὁ δὲ Ἰησοῦς, ἀποκριθεὶς αὐτοῖς, ήρξατο λέγειν, Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες ὅτι, 'Εγώ εἰμι Χριστός, καὶ πολλοὺς πλανήσουσιν· ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γενέσθαι, ἀλλ' οὔπω τὸ τέλος. Εγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν. Καὶ ἔσονται σεισμοι κατὰ τόπους. Καὶ ἔσονται λιμοὶ καὶ ταραχαί. Αρχαί ὠδίνων ταῦτα. Βλέπετε δὲ ὑμεῖς ἑαυτούς· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ εἰς συναγωγάς δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθή σεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς. Καὶ εἰς πάντα τὰ ἔθνη δεῖ πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον.» Πολλοὶ ἐλεύσονται, οἷος ἦν Ἰούδας, οἷος Θευδάς, οἱ ἔλεγον ἑαυτοὺς ὑπὸ τοῦ Θεοῦ πεμφθῆναι. Πολέμους δὲ ἀκούσεσθε, φησίν, οἷς καὶ ὁ Ἰώσηπος ἱστορεῖ γεγενήσθαι πρὸ τῆς ἁλώσεως. Καὶ γὰρ ἀντι ἦρε μὲν τὸ ἔθνος, καὶ οὐκ ἐδίδου τους φόρους Ρω μαίοις. Οἱ δὲ, ὀργισθέντες, ἐπῆλθον καὶ συνεχεῖς ἐφόδους ἐποίουν, ἀλλ᾽ οὔπω δὲ τέλος τῆς Ἱερουσα Δήμ. "Εφιλανθρωπεύοντο γὰρ οἱ Ρωμαῖο:. Οὐ μόνον

Chapter XIIICaput XIII

col. 635–636page 75 of 98
PG 123:635οι δὲ πόλεμοι ἐγένοντο, ἀλλὰ καὶ θεήλατοι πληγας, λιμοὶ καὶ σεισμοί, δεικνύντος προφανῶς αὐτοῖς τοῦ Θεοῦ, ὅτι αὐτὸς αὐτοῖς πολεμεῖ. Πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων, τουτέστι, τῶν συμβησομένων αὐτοῖς κακῶν. Βλέπετε δὲ ὑμεῖς ἑαυτούς παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια. Ευκαίρως παρενέβαλε την περὶ αὐτῶν διήγησιν, ότι παραδώσουσιν ὑμᾶς εἰς συνέδρια, ὡς ἂν ἔχωσι τινα παραμυθίαν ἀπὸ τῶν κοινῶν ἐπὶ ταῖς ἰδίαις συμφοραῖς. Ἀλλὰ καὶ ἐν τῷ εἰπεῖν, Ενεκεν ἐμοῦ ἀχθήσεσθε ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς, παραμυθίαν αὐτοῖς οὐ μακρὰν ἐνέθηκεν, ὅτι ὑπὲρ αὐτοῦ μέλλουσι πάσχειν. Τὸ δὲ, εἰς μαρτύριον αὐτοῖς, τουτέστιν, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους καὶ ἐντεῦθεν ἤδη κατακρίτους· ὅτι καὶ στρεβλοῦντες ὑμᾶς οὐκ ηδυνήθησαν περιγενέσθαι τῆς ἀληθείας Εἶτα ἵνα μὴ νομίσωσιν ὅτι οἱ κίνδυνοι καὶ αἱ θλίψεις κωλύουσι τὸ κήρυγμα, φησίν, δει καὶ εἰς πάντα τὰ ἔθνη δεν κηρυχθῆναι τὸ Εὐαγγέλιον, καὶ τότε ἁλώσεται ἡ Ἱερουσαλήμ. Ὅτι γὰρ πρὸ τῆς ἁλώσεως εκηρύχθη τὸ Εὐαγγέλιον, ἄκους του Παύ λου·. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν. καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. ο Καὶ τοῦτο δὲ εἰς κατάκρισιν πλείονα τῶν Ἰουδαίων γέγονε, τὸ πρὸ τῆς ἁλώσεως κηρυχθῆναι πανταχού. Ἔδει γὰρ αὐτοὺς ἰδόντας πῶς ἐν βραχεῖ καιρῷ εἰς πάντα τὸν κόσμον διέδραμε τὸ κήρυγμα, ἐπιγνῶνας τὴν τοῦ Θεοῦ δύναμιν, καὶ μεταγνώναι, καὶ ἀφεθή και τῶν συμφορῶν, ἀλλ' οὐ συνῆκαν. Διὰ τοῦτο καὶ μείζον αὐτοῖς τὸ κρῖμα. Οταν δὲ ἄγωσιν ὑμᾶς παραδιδόντες, μὴ προσ μεριμνάτε τί λαλήσητε, μηδὲ μελετάτε. 'Αλλ' 8 ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε. Οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ παρ τὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. η Πρὶν ἡ γὰρ τὸν πόλεμον τέλεον ἐξαφθῆναι, τί οὐκ ἔπαθον παρ' αὐτῶν οἱ ἀπόστολοι, δικαστηρίοις παριστάμενοι, καὶ ἐπὶ βασιλεῖς ἀπαγόμενοι, Ηρώδην καὶ ᾿Αγρίππαν καὶ Νέρωνα; Μή οὖν προμεριμνᾶτε τί ἀπολογήσεσθε, ἀλλ' ἐν αὐτῇ τῇ ὥρᾳ δώσει ὑμῖν τὸ Πνεῦμα τὸ ἅγιον & λαλήσετε Προαναφωνεῖ δὲ αὐτοῖς καὶ τὸ πάντων χείριστ.κ. ὅτι καὶ ὑπὸ τῶν οἰκειοτάτων πολεμηθήσεσθε. Λέγε δὲ τοῦτο, ἵνα προακούσαντες ετοιμασθῶσι, καὶ λ πὸν κούφως φέρωσι τὸ δεινόν. Εἶτα ή παραμυθία, "Η τὸ εἰς μαρτύριον, ἀντὶ τοῦ εἰς κατηγορίαν καὶ ἔλεγχον αὐτῶν ἵνα μὴ δύνωνται λέγειν ἐν τῷ καιρῷ τῆς παγκοσμίου κρίσεως, ὅτι οὐκ ἠνωτισάμεθα τὸ κήρυγμα. Τοσού τὸν γὰρ αὐτὸ ἐνωτισθήσονται, ὥστε καὶ τοὺς κήρυ καὶ αὐτοὺς κολάσεσιν ἐσχάταις ὑποβαλεῖν. Εἶτα ἵνα μὴ νομίσωσι, κ. τ. λ. Οικονομικῶς γὰρ τὸ Πνεῦμε στόμασιν. να μὴ ἡ τούτων ἀγροικία δόξῃ τοῖς τὸ ἅγιον τηνικαῦτα λαλεῖ, χρώμενον τοῖ; αὐτῶν ἀπίστοις ἧττα τοῦ κηρύγματος. Προαναφωνεῖ δὲ αὐτ τοῖς, κ. τ. λ.
col. 637–638page 76 of 98
PG 123:637τὸν Ἕνεκεν ἐμοῦ ἔσεσθε μισούμενοι. Τὸ γὰρ ἕνεκεν αὐτοῦ μισεῖσθαι, ἱκανὸν ἐστι πάσας επικουφίσαι τὰς συμφοράς. ᾿Αλλὰ καὶ τὸ σωθήσεσθαι τὸν ὑπο μείναντα εἰς τέλος, καὶ τοῦτο μεγίστη παράκλησις. δ Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὰ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου, ἑστὼς ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευ γέτωσαν εἰς τὰ ὄρη. Ὁ δὲ ἐπὶ τοῦ δώματος, μὴ καταβάτω εἰς τὴν οἰκίαν, μηδὲ εἰσελθέτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ, καὶ ὁ εἰς τὸν ἀγρὸν ὤν, μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω, ἆραι τὸ ἱμάτιον αὐτοῦ. Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζού στις ἐν ἐκείναις ταῖς ἡμέραις.» Βδέλυγμα τῆς έρη μώσεως, ὁ ἀνδριὰς τοῦ τὴν πόλιν ἐλόντος. Βδέλυγμα γὰρ πᾶν εἴδωλον λέγεται. Ερημώσεως δε, διότι ὁλούσης τῆς Ἱερουσαλήμ, καὶ ἐρήμωσιν πασχούσης ἔστησαν αὐτὸ ἔσω τῶν ἀδύτων τοῦ ναοῦ. Ἀλλὰ καὶ ο Πιλάτος, τὰς τοῦ Καίσαρος εικόνας νύκτωρ εἰς τὸ ἱερὸν ἀγαγών, πολλοῦ θορύβου τῷ πλήθει ἐγένετο αίτιος. Έκτοτε ἤρξατο καὶ ὁ πόλεμος καὶ ἡ ἐρήμωσις τῆς Ἱερουσαλήμ. Τότε τοίνυν οἱ ἐν τῇ Ἰουδαία ὄντες, φευγέτωσαν εἰς τὰ ὄρη. Καλῶς δὲ εἶπεν, οἱ ἐν τῇ Ἰουδαία. Οἱ γὰρ ἀπόστολοι οὐκ ἦσαν ἐν τῇ Ἰουδαίῃ, ἀλλ', ὡς ἔφημεν, πρὸ τοῦ πολέμου ἐδιώχθησαν ἀπὸ τῆς Ἱερουσαλήμ· μᾶλλον δὲ ἐξῆλθον αὐτοί, θείῳ κινούμενοι Πνεύματι. Οι γοῦν εὑρεθέντες ἐν τῇ Ἰουδαίᾳ, φευγέτωσαν, καὶ ὁ ἐπὶ τοῦ δώματος, μηδε νὰς τῶν ἐν τῇ οἰκίᾳ ἐπιστραφήτω. Αγαπητόν γὰρ εἰ καὶ γυμνῷ τῷ σώματι διασωθείη τις, ἀλλὰ καὶ τοῖς ἐχούσαις τέχνα καὶ ταῖς ἐγκύοις, οὐαί. Διατί; Διότι αἱ μὲν ἔχουσαι τέκνα, τῇ πρὸς αὐτὰ στοργῇ κατεχόμεναι, οὐ δυνήσονται φεύγειν, αἱ δὲ ἐν γαστρὶ ἔχουσαι, διὰ τὸ τῆς κυοφορίας ἄχθος, οὐδὲ αὗται ῥᾳ δίαν την φυγὴν ἔξουσιν. Οἶμαι δὲ καὶ τὴν τεχνοφα γίαν ἐνταῦθα σημαίνειν. Ἐν γὰρ τῷ λιμῷ πολιορκούμενοι, καὶ τῶν τέκνων ήψαντο. Προσεύχεσθε δὲ, ἵνα μὴ γένηται ἡ φυγὴ ἡμῶν χειμῶνος. Ἔσονται γὰρ α' ἡμέραι ἐκεῖναι θλίψις, στα οι γέγονε τοιαύτη ἀπ ἀρχῆς κτίσεως ἧς ἐκτι σεν ὁ Θεὸς ἕως τοῦ νῦν, κ: οὐ μὴ γένηται. Καὶ εἰ μὴ Κύριος εκολόβωσε τις ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σὰρξ, ἀλλὰ διὰ τοὺς ἐκλεκτούς οὓς ἐξελέξατο, ἐκολόβωσε τὰς ἡμέρας.» Εἰ χειμῶνος γὰρ γένοιτο ἡ φυγή, ἀπὸ τῆς τοῦ καιροῦ δυσκολίας ἐμποδισθήσονται οἱ φεύγειν θέλοντες, καὶ ὅλως θλίψις ἔσται, τῶν πώποτε γενομένων ή γενησομένων χαλεπωτέρα. Καὶ εἰ μὴ ἐκολόβωσεν ὁ Θεὸς, τουτέστι, συντόμως κατέλυσε τὸν πόλεμον τῶν Ῥωμαίων, οὐκ ἂν ἐσώθη πᾶσα σὰρξ, τουτέστιν, Ἰουδαῖος οὐκ ἂν ὑπελείφθη ἀλλὰ διὰ τοὺς ἐκλεκτούς, τουτέστι τοὺς ἐξ Εβραίων πιστεύσαντας, ἢ καὶ ὕστερον μέλλοντας πιστεύειν, κατελύθη συντόμως ὁ πόλεμος. Ο γὰρ Θεὸς προγινώσκων, ὅτι ἐξ Εβραίων πολλοὶ πιστεύσουσι μετά τὴν ἅλωσιν, τούτου χάριν οὐ συνεχώρησε παντελῶς ἀφανισθῆναι τὸ γένος. Δύναται δὲ ταῦτα καὶ ἀνα χθῆναι ἠθικώτερον. Βδέλυγμα τῆς ἐρημώσεως, ἐστὶ παν νόημα σατανικόν, ἑστὼς ἐν τόπῳ ἁγίῳ, τῷ ἡμετ
col. 639–640page 77 of 98
PG 123:639τέρῳ ναι. Τότε τοίνυν ὁ ἐν τῇ Ἰουδαίᾳ ὢν φευγέτω εἰς τὰ ὀρεινά, τουτέστιν, ὁ ἐξομολογησάμενος ἀνα τρεχέτω εἰς τὰ ὄρη τῶν ἀρετῶν. Ἰουδαία γὰρ ἐξω ομολόγησις λέγεται· καὶ ὁ ἐν ὑψηλῷ ἱστάμενος μὴ καταβάτω. Οταν γὰρ ἐμπαθές τι νόημα σταθῇ ἐν ἡμῖν, δεῖ διὰ τῆς ἐξομολογήσεως ανατρέχειν εἰς τὰ ὑψηλὰ, καὶ μὴ καταβαίνειν ἀπὸ τοῦ ὕψους τῆς ἀρε τῆς. Καὶ ὁ ἐργαζόμενος τὸ καλὸν μὴ ἐπιστρεψάτω ὥστε ἄραι τὴν παλαιὰν συνείδησιν, ἥτις ἐστὶν ἱμάτ των, ὁ ἀπεδύσατο. Οὐαὶ δὲ τῷ ἐν χειμῶνι φεύγοντι δεῖ γὰρ ἡμᾶς φεύγειν ἀπὸ τῆς ἁμαρτίας μετά θερ μότητος, καὶ μὴ ψυχρῶς καὶ ἀκινήτως. Τοιοῦτον γὰρ τὸ ἐν τῷ χειμῶνι φεύγειν αινίττεται. 21-26. ‹ • Τότε ἐάν τις ὑμῖν εἴπῃ, Ἰδοὺ ὧδε ὁ Χριστός, ἰδοὺ ἐκεῖ, μὴ πιστεύσητε. Εγερθήσονται γάρ ψευδοχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσι σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾷν, εἰ δυνατὸν, καὶ τοὺς ἐκλεκτούς. Ὑμεῖς δὲ βλέπετε· ἰδοὺ προείρηκα ὑμῖν πάντα. 'Αλλ' ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλίψιν ἐκείνην, ὁ ήλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγε γος αὐτῆς, καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔσονται έχε πίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σα λευθήσονται. Και τότε έψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετά δυνάμεω; καὶ δό ξης πολλῆς. Πεπλήρωκε μὲν ἤδη τὰ περὶ τῆς Τε ρουσαλήμ. "Αρχεται δὲ λοιπὸν περὶ τῆς τοῦ ᾿Αντι χρίστου παρουσίας λέγειν. Τὸ δὲ, τότε, μὴ νοήσῃς, ὅτι ὅταν τὰ ἀνωτέρω βηθέντα περὶ τῆς Ἱερουσαλήμ γένωνται, τότε ἐάν τις ὑμῖν εἴπῃ Νέου ὧδε ὁ Χρι στὸς, μὴ πιστεύσητε, ἀλλὰ γινώσκετε ὅτι ἰδίωμά έστι τῆς Γραφῆς τοῦτο, ὥσπερ καὶ ὁ Ματθαῖος, μετὰ τὴν γέννησιν τοῦ Χριστοῦ, λέγει Ἐν ταῖς ἡμέραις ἐκείναις παραγίνεται ὁ Ιωάννης. Ποίαις ἡμέραις; 'Αρα ταῖς ἐφεξῆς μετὰ τὴν τοῦ Χριστοῦ γέννησιν; Οὐχὶ, ἀλλ᾽ ἀορίστως. Οὕτως οὖν καὶ ἐνταῦθα λέγει, τότε, οὐχ ὅταν ἡ Ἱερουσαλήμ έρημωθῇ, ἀλλὰ κατά τοὺς καιροὺς τῆς τοῦ ᾿Αντιχρίστου παρουσίας, μὴ πλανηθῆτε. Πολλοὶ γὰρ ὑποποιήσονται τὸ τοῦ Χρι στοῦ ὄνομα, ὥστε καὶ τοὺς ἐκλεκτούς πλαναν. Μετά δὲ τὴν τοῦ ᾿Αντιχρίστου παρουσίαν, ἡ κτίσις πάσα ἀλλοιωθήσεται, σκοτιζομένων τῶν ἀστέρων διὰ τὴν ὑπερβολὴν τοῦ φωτὸς τοῦ Χριστοῦ. Σαλευθήσονται δὲ αἱ ἀγγελικαί δυνάμεις, τουτέστιν ἐκπλαγήσονται, ὁρῶσαι τοσαύτην μεταβολήν γινομένην, και τους συνδούλους αὐτῶν κρινομένους. Και τότε έψονται τὸν Κύριον, ὡς Υἱὸν ἀνθρώπου, τούτεστιν ἐνσώματον. Τὸ γὰρ θεωρούμενον, πάντως σῶμα. Αλλ' εξ καὶ ἐνσώματος ὡς ἄνθρωπος ἔρχεται, ἀλλά γε μετὰ δυνάμεως καὶ δόξης πολλῆς. Καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ, καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ᾿ ἄκρον γῆς ἕως ἄκρου οὐρανοῦ. ᾿Απὸ δὲ τῆς συκῆς μάθετε την παραβολήν· ὅταν αὐτῆς ἤδη ὁ κλάδος ἀπαλός γένηται, καὶ ἐκφυῇ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν. Οὕτω καὶ ὑμεῖς, ὅταν ταῦτα ἴδητε γινόμενα, γινώσκετε ὅτι ἐγγύ; ἐστιν ἐπὶ θύραις. Αμήν λέγω ὑμῖν ὅτι οὐ μὴ παρ ἔλθῃ ἡ γενεά αὕτη, μέχρις οὗ πάντα ταῦτα γένη ται. Ο οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.» Θρᾷς ὅτι καὶ ὁ γιὸς τοὺς ἀγγέλους στέλλει, ὥσπερ καὶ ὁ Πατήρ; Που τοίνυ
col. 641–642page 78 of 98
PG 123:641οἱ λέγοντες δ:ι οὐκ ἔστιν ἴσος τῷ Θεῷ καὶ Πατρέ; Πλεύσονται τοίνυν οἱ ἄγγελοι ἐπισυνάγοντες τους ἐκλεκτούς, ὡς ἂν ἀρπαγέντες ἐν νεφέλαις, ὑπαντήσωσι τῷ Κυρίῳ. ᾿Απὸ δὲ τῆς συκῆς μάνθανε δ λέγω· ὥσπερ καὶ τῆς συχῆς φύλλα ἤδη ἐχούσης εὐθὺς τὸ θέρος, οὕτω καὶ μετὰ τὴν θλίψιν τοῦ ᾿Αν τιχρίστου εὐθὺς οὐδενὸς μεσολαβοῦντος, ἡ τοῦ Χρι στοῦ παρουσία, ἥτις θέρος τῷ ὄντι ἐστὶ τοῖς δικαίοις ἀπὸ χειμῶνος, τοῖς μέντοι ἁμαρτωλοῖς χειμὼν ἀπὸ θέρους. 'Αμὴν λέγω ὑμῖν ὅτι ἡ γενεά αὕτη, τουτέστι τῶν πιστῶν, τῶν Χριστιανῶν λέγω, οὐ μὴ παρέλθῃ, ἕως ταῦτα πάντα, τά τε περὶ τῆς Ἱερουσαλήμ, καὶ τῆς τοῦ ᾿Αντιχρίστου ἐλεύσεως γένηται. Οὐ γὰρ δή που γενεάν λέγει τὴν τῶν ἀποστόλων. Ἐπεὶ οὐδὲ ἄχρι τῆς συντελείας τοῦ κόσμου ζῶσιν οἱ ἀπόστολοι, οἶμε οὐδὲ ἄχρι τῆς συντελείας τῆς Ἱερουσαλήμ οἱ πλείονες ἔφθασαν ζῇν. Γενεὰν οὖν τὴν τῶν Χριστιανῶν λέγει, παραμυθούμενος τοὺς ἀποστόλους. Ἵνα γὰρ μὴ ὑπολάβωσιν ὅτι τοσούτων κακών γινομένων, ἴσως ἐκλείψει ἡ πίστις, φησὶν ὅτι, θαῤῥεῖτε, οὐ παρ ελεύσεται ἡ γενεὰ τῶν πιστῶν, οὐδὲ ἐκλείψει. Πρό τερον γὰρ ἂν τὰ ἀκίνητα ταῦτα στοιχεῖα, ὁ οὐρανός φημι καὶ ἡ γῆ, παρελεύσεται, ἢ οἱ ἐμοὶ λόγοι κατά τι διαπεσοῦνται. Πάντα γὰρ ὅσα εἶπον, τελεσθήσονται. Περὶ δὲ τῆς ἡμέρας εκείνης καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι οἱ ἐν οὐρανῷ, οὐδὲ ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ. Βλέπετε, ἀγρυπνεῖτε καὶ προσεύχεσθε, οὐκ οἴδατε γὰρ πότε ο καιρός ἐστιν. Ὡς ἄνε θρωπος ἀπόδημος, ἀφεὶς τὴν οἰκίαν αὐτοῦ, καὶ δοὺς τοῖς βούλοις αὐτοῦ τὴν ἐξουσίαν, καὶ ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο, ἵνα γρη γορία. Γρηγορείτε οὖν· οὐκ οἴδατε γὰρ πότε ὁ Κύ ριος τῆς οἰκίας ἔρχεται, ὀψὲ, ή μεσονυχτίου, ἢ ἀλεκτρυφωνίας, ἢ πρωΐ· μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας. "Α δὲ ὑμῖν λέγω, πᾶσι λέγω, Γρη γορεῖτε. * θέλων ὁ Κύριος κωλύσαι τοὺς μαθητάς ἀπὸ τοῦ ἐρωτῶν περὶ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ώρας, φησὶν ὅτι οὐδὲ οἱ ἄγγελοι, οὐδὲ ὁ Υἱός οἶδεν. Εἰ γὰρ εἶπεν ὅτι οἶδα μὲν, οὐ θέλω δὲ ὑμῖν ἀποκαλύψαι, ἐλύπησεν ἂν αὐτούς. Νῦν δὲ σοφώτερον με ταχειρίζεται, καὶ ἀπείργει αὐτοὺς ὅλως τοῦ ζητεῖν μαθεῖν καὶ ἐνοχλεῖν αὐτῷ, ἐν τῷ εἰπεῖν, ὅτι, Οὔτε οἱ ἄγγελοι, οὔτε ἐγὼ οἶδα. Ἀπὸ δὲ παραδείγματος τινος νοήσεις τὸ λεγόμενον. Πολλάκις παιδία μικρά βλέπουσι τοὺς πατέρας αὐτῶν κρατοῦντάς τι ἐν ταῖς χερσί, καὶ ζητοῦσι τοῦτο. Οἱ δὲ πατέρας οὐ βούλον και δοῦναι. Τὰ δὲ κλαυθμυρίζονται ὡς μὴ λαμβάνοντα, τελευταίον μέντοι οι πατέρες κρύπτουσιν ἐκεῖνο, 8 κρατοῦσι, καὶ ἐπιδεικνύντες τὰς χεῖρας κινὰς τοῖς παιδίοις, ἱστῶσιν αὐτὰ τοῦ κλαυθμοῦ. Οὕτω καὶ ὁ Κύριος, ὡς παιδίοις τοῖς ἀποστόλοις προσφερόμενος, απέκρυψε τὴν ἡμέραν. Εἰ γὰρ εἰ πεν, ὅτι εἶδα, οὐ λέγω δὲ, ἡνιάσθησαν ἄν, ὡς μὴ παρ' αὐτοῦ μανθάνοντες. Οτι δὲ γινώσκει ὁ Κύριος την ἡμέραν καὶ τὴν ὥραν, πρόδηλον. Αὐτὸς γὰρ τους αἰῶνα; ἐποίησεν· δ οὖν ἐποίησε, πῶς οὐ γινώσκει; ᾿Αλλὰ δὴ καὶ συμφερόντως ἀπέκρυψεν ὁ Θεὸς τὴν ι είνα

Chapter XIVCaput XIV

col. 643–644page 79 of 98
PG 123:643συντέλειαν τοῦ βίου, εἴτε τὴν καθολικὴν εἴτε τὴν ἑνὸς ἑκάστου, ἵνα ὡς ἀδήλου ὄντος τοῦ τέλους, ἀεὶ ἀγωνιζώμεθα, προσδοκῶντες αὐτὸ καὶ φοβούμενοι μὴ ἀνετοίμοις ἐπιστῇ. Σκοπήσωμεν δὲ καὶ τὰς λέξεις. Θψὲ μὲν ἐφίσταται τὸ τέλος, όταν τις γηρά σας ἀποθάνῃ. Μεσονυχτίου δὲ, ὅταν τις μέσης ηλι κία; εἴη. ᾿Αλεκτοροφωνίας δὲ ὅταν ὁ λόγος ἐν ἡμῖν συμπληρωθῇ. 'Αλέκτωρ γὰρ ὁ λόγος, ὁ ἐγείρων ἡμᾶς ἀπὸ τοῦ ὕπνου τῆς ἀναισθησίας. Οταν οὖν ἄρξηται κατὰ λόγον ζήν ὁ παῖς καὶ φρονεῖν, τότε ὁ ἀλέκτωρ ἐν αὐτῷ φωνεί. Πρώτα δὲ, ἡ παντελῶς παιδική ηλικία. Δεῖ οὖν πάντας προνοείσθαι τοῦ τέτ λους. Κἂν γὰρ παιδίον εἴη, προνοητέον καὶ τούτου, μήπως ἀβάπτιστον ἀπέλθοι. Πᾶσι δὲ ταῦτα παραγγέλλει ὁ Κύριος, καὶ τοῖς κοσμικωτέροις, καὶ τοῖς ἀναχωρηταῖς. ὑφείλομεν οὖν γρηγορεῖν καὶ προσεύχεσθαι ἄμφω ταῦτα. Πολλοὶ γὰρ γρηγορούσι μὲν, ἀλλ᾽ εἰς πονηρὰ τὰς νύχτας αναλίσκοντες. "Ορα δὲ πῶς οὐκ εἶπεν, ὅτι, Οὐκ οἶδα πότε ο καιρός ἐστιν, ἀλλ', Οὐκ οἴδατε. Διὰ γὰρ τὸ ἡμῶν συμφέρον ἀπο έκρυψεν. Εἰ γὰρ καὶ νῦν ἀδήλου τοῦ τέλους ὄντος, κατ' ἀλλήλων μαινόμεθα, τί οὐκ ἂν ἐποιοῦμεν εἰ ἐγινώσκομεν τὸ τέλος; Εἰς ἐσχάτην γὰρ κακίαν τὸν πρὸ τῆς τελευτῆς καὶρὸν ἀνηλίσκομεν ἄν, εἶτα μια ἡμέρᾳ μετάνοιαν ἐνδεικνύμενοι, ἐβλαπτόμεθα ἂν τὰ χείριστα. η ΚΕΦΑΛ. ΙΔ'. Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρω. Περὶ τοῦ Πάσχα. Περὶ τῆς τοῦ Χριστοῦ παραδόσεως. Περὶ τῆς ἀρνήσεως τοῦ Πέτρου. Περὶ τῶν τῷ Κυρίῳ παρὰ τῷ ἀρχιερεῖ ἐπιτεθεισῶν αἰτιῶν. Ην δὲ τὸ Πάσχα καὶ τὰ ἄζυμα, μετά δύο ημέρες. Καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ Γραμματείς, πως αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν. Ελεγον δὲ, Μὴ ἐν τῇ ἑορτῇ, μήποτε θόρυβος ἔσται τοῦ λαοῦ. Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ, ἦλθε γυνὴ ἔχουσα αλά βαστρον μύρου νάρδου πιστικής, πολυτελοῦς. Καὶ συντρίψασα τὸ ἀλάβαστρον, κατέχειν αὐτοῦ κατὰ τῆς κεφαλῆς. Ησαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυ τοὺς καὶ λέγοντες. Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; Αδύνατο γὰρ τοῦτο πραθῆναι ἐπάνω τρια κοσίων δηναρίων, καὶ δοθῆναι τοῖς πτωχοίς. Καὶ ἐνεβριμῶντο αὐτῇ.» Τῇ τετράδι τὸ συμβούλιον συνο έστη. Καὶ διὰ τοῦτο νηστεύομεν καὶ ἡμεῖς τὰς τι τράδας. Ἐκεῖνοι μὲν οὖν ἡβούλοντο τὸν τῆς ἑορτῆς καιρὸν ὑπερθέσθαι, οὐ συνεχωρήθησαν δὲ, ἀλλ' αὐτ τὸς ἑαυτῷ τὸν καιρὸν τοῦ πάθους τηρῶν, κατὰ τὸ Πάσχα εὐδόκησε σταυρωθῆναι. Αὐτὸς γὰρ ἦν τὸ Πάσχα τὸ ἀληθινόν. Οθεν θαυμάσαι πάρεστι τὴν αὐτοῦ δύναμιν. Ὅτε μὲν γὰρ ἐκεῖνοι ἡβούλοντο και 26: Εἶτα λαμβάνει καὶ ὑπόδειγμα περὶ τῶν πιστῶν, καὶ περὶ ἑαυτοῦ, καί φησιν, Ως ἄνθρωπος ἀποδημῶν ἔσται, ἄνθρωπον μὲν ἑαυτὸν ὑποδηλῶν, ὡς ἐν πολλοῖς εἴρηται· ἀποδημίαν δὲ, τὴν εἰς οὐρανὸν ἀνάληψιν· οἰκίαν δὲ αὐτοῦ, τὸν παρ όντα κόσμον· δούλους δὲ αὑτοῦ τοὺς Χριστιανούς ἑκάστου δὲ τὸ ἔργον, τὴν φυλακὴν τῶν ἐντολῶν α τοῦ, καὶ ἐργασίαν τῶν ἀρετῶν· θυρωρὸν δὲ, τὸν ἑκάστου νοῦν, τὸν ἐπιστατοῦντα ταῖς θυρίσι τῆς ψυ χῆς, ήγουν τῆς αἰσθήσεως, δι' ὧν ὁ νοητὴς κλέπτης ἐπιπηδάν είωθε. Σκοπήσωμεν δὲ καὶ τὰς λέ ξεις, κ. τ. λ.
col. 645–646page 80 of 98
PG 123:645τασχεῖν αὐτὸν, οὐκ ἠδύναντο· ὅτε δὲ ἐκεῖνοι οὐκ ἠβούλοντο διὰ τὴν ἑορτήν, τότε αὐτὸς ἑκὼν ἑαυτὸν ἐξέδωκεν. Οντος δὲ αὐτοῦ ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σι μωνος τοῦ λεπρού, ἦλθε γυνή. Καὶ οἱ τέσσαρες μνημονεύουσι τοῦ μύρου. Καὶ δοκεῖ μὲν παρά τισι μία εἶναι, οὐκ ἔστι δὲ, δύο δὲ εἰσί. Μία μὲν, ἡ παρά τῷ Ἰωάννῃ, ἡ καὶ τοῦ Λαζάρου ἀδελφὴ οὖσα. Ετέρα θ, ἡ παρὰ τοῖς λοιποῖς τρισί. Πλὴν πρόσεχε, καὶ εὑρήσεις ταύτας τρεῖς οὖσας. Παρὰ μὲν τῷ Ἰωάννῃ, μίαν, παρὰ δὲ τῷ Δουκή, ἄλλην, παρὰ δὲ τοῖς δυσὶν, ἑτέραν μίαν. "Η γὰρ παρὰ τῷ Λουκά, καὶ πόρνη εν, καὶ περὶ τὰ μέσα τοῦ κηρύγματος, ἡ δὲ παρὰ τῷ Ματθαίῳ, πρὸς τῷ καιρῷ τοῦ πάθους. Καὶ οὐδὲ πόρνη ομολογουμένως· ἀποδέχεται δὲ αὐτῆς ὁ Κύριος τὴν προαίρεσιν, ὡς τοσαῦτα ἀναλωσάσης περὶ τὴν νάρδον. Πιστικὴν δὲ νάρδον νόει, ἤτοι είδος νάρδου, & οὕτω λεγόμενον πιστική, ἢ τὴν ἄδολον νάρδον, καὶ μετά πίστεως κατασκευασθεῖσαν. Ησαν δέ τινες αγανακτούντες. Ὁ δὲ Ἰωάννης, τὸν Ἰούδαν φησίν ἀγανακτήσαι. Εικὸς οὖν καὶ τοὺς ἄλλους μὲν ἀποστόλους μέμψασθαι τὴν γυναῖκα, ὡς ἀκούσαντες τοῦ Χριστοῦ ἀεὶ περὶ ἐλεημοσύνης διδάσκοντος, τὸν μέντοι Ἰούδαν, οὐ τῷ αὐτῷ σκοπῷ κατὰ τῆς γυναι τὰς ἀγανακτήσαι, ἀλλὰ διὰ τὸ φιλάργυρον καὶ αἰσχρο κερδὲς αὐτοῦ. Διὰ τοῦτο οὖν καὶ Ἰωάννης τούτου μέ νου μνημονεύει, ὡς δολερῷ σκοπῷ μεμψαμένου τὴν γυναῖκα. Καὶ ἐνεβριμῶντο αὐτῇ, τουτέστιν ἡγανά στουν, ύβριζον, ἐπέπληκτον αὐτῇ. Ο δὲ Ἰησοῦς εἶπεν· Αφετε αὐτήν. Τί αὐτῇ κάτ τους παρέχετε; Καλόν ἔργον εἰργάσατο ἐν ἐμοί. Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾿ ἑαυτῶν, καὶ όταν θέλητε, δύνασθε αὐτοὺς εὖ ποιῆσαι, ἐμὲ δὲ οὐ πάντοτε έχετε. Ὁ ἔσχεν αὕτη, ἐποίησε, προέλαβε μυρίσαι μου τὸ σῶμα εἰς τὸν ἐνταφιασμόν. "Αμήν δε λέγω ὑμῖν, ὅπου ἂν κηρυχθῇ τὸ Εὐαγγέλιον τοῦτο εἰς ὅλον τὸν κόσμον, καὶ ὁ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς. ο Μέμφεται ὁ Κύριος τοῖς ἀποστόλοις, ὡς ἀκαίρως ἐμποδίζουσι τῇ προθυμίᾳ τῆς γυναικός. Τί γάρ, φησιν, αὐτῇ κόπους παρ έχετε; μεθ' ὁ προσέφερε τὸ δῶρον, ἀποστρέφοντες αὐτὴν διὰ τοῦ ὀνειδισμοῦ; Αμα δὲ καὶ πλήττει τὸν προδότην, εν τῷ λέγειν, ὅτι Εἰς τὸν ἐνταφιασμόν μου τοῦτο ἐποίησε, καὶ ὡς ἀσυνείδητον ἐλέγχει. Μονο ναυχὶ τοῦτο λέγων αὐτῷ, ὅτι Σὺ μὲν εἰς θάνατόν με προδιδούς, οὐκ ἐλέγχεις σεαυτόν. Αὕτη δὲ εἰς τὸν ενταφιασμόν μου το μύρον φέρουσα, ώσανεί ὑπὸ Θεοῦ κινηθεῖσα, ἀξία ἐστὶν ἐλέγχεσθαι ὑπὸ σοῦ; Προφητεύει δὲ ἐνταῦθα ὁ Κύριος δύο προφητείας, ότι τι τὸ Εὐαγγέλιον κηρυχθήσεται ἐν ὅλῳ τῷ κόσμῳ, καὶ ὅτι τὸ ἔργον τῆς γυναικὸς συγκηρυχθή σεται. Αἰσχυνέσθωσαν οὖν ἐντεῦθεν οἱ τοὺς πτω χούς προτιμώντες τοῦ Χριστοῦ. "Ηκουσα γὰρ ἐγὼ χρυσοχόων λεγόντων, ὅτι 'Βὰν τὸ ἱερὸν σκεῦος κατα θύσας δῶ πτωχοίς, καὶ ἐγὼ ζήσω, οὐκ ἔστι κρίμα. Ακουέτωσαν οὖν πῶς ὁ Χριστὸς προτιμῇ τὴν ἑαυ τοῦ θεραπείαν, τῶν πτωχῶν. Χριστοῦ δὲ σῶμα χυ ρίως, τὸ ἐν τῷ δίσκῳ τῷ χρυσῷ, καὶ αἷμα τὸ ἐν τῷ ποτηρίῳ. Ο γοῦν ἀφαιρούμενος τὴν δίσκον τὸν που είt
col. 647–648page 81 of 98
PG 123:647λύτιμον, καὶ ἀναγκάζων τὸ σῶμα τοῦ Χριστοῦ ἐν εὐτελεστέρῳ τίθεσθαι, προφασιζόμενος δὲ τοὺς πτω χούς, γινωσκέτω ποίας μερίδος ἐστίν. Καὶ Ἰούδας ὁ Ἰσκαριώτης, εἷς τῶν δώδεκα, ἀπῆλθε πρὸς τοὺς ἀρχιερεῖς ἵνα παραδῷ αὐτὸν αὐτ τοῖς. Οἱ δὲ ἀκούσαντες ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι· καὶ ἐζήτει πως εὐκαίρως αὐτ τὸν παραδῷ.» Οτε ἡ γυνὴ τὴν οἰκείαν φιλοτιμίαν ἐπεδείξατο, τότε μαίνεται ὁ μαθητής, ὁ εἷς τῶν δώ δικα. Οὐ γὰρ ἁπλῶς κεῖται τὸ, εἷς τῶν δώδεκα ἀλλ᾽ ἵνα δείξῃ, ὅτι εἷς τῶν προκρίτων ἐκλεκτὸς καὶ αὐτὸς ὤν. Τί δέ ἐστι τὸ, ἵνα αὐτὸν παραδῷ; τουτέ τιν, ἵνα καταμηνύσῃ αὐτοῖς πότε μόνος ἐστίν; ἐκεῖνοι γὰρ ἐφοβοῦντο ἐπιπεσεῖν αὐτῷ διδάσκοντι, διὰ τὸν ὄχλον. Ἐκεῖνος οὖν ὑπέσχετο μεμονωμένον αὐτὸν παι ραδοῦναι αὐτοῖς Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν Αζύμων, ὅτι τὸ Πάσχα Εθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν, ἵνα φάγῃς τὸ Πάσχα; Καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ, καὶ λέγει αὐτ τοῖς· Υπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν άνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ, καὶ ὅπου ἐὰν εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ, Ο διδάσκαλος λέγει· Ποῦ ἐστι τὸ κατάλυμα, όπου το Πάσχα μετὰ τῶν μαθητών μου φάγω; Καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγιον μέγα, εστρωμένον, έτοιμον, ἐκεῖ ἑτοιμάσατε ἡμῖν.» Πρώτην ἡμέραν τῶν ᾿Αζύ μων, τὴν πέμπτην λέγει, ήτις πρὸ τῶν Ἀζύμων ἦν. Τὰ γὰρ ἄζυμα (α) τῇ παρασκευῇ ἐσθίοντο. προσέρχονται οὖν οἱ μαθηταί, ἐρωτῶντες που φάγωσι τὸ Πάσχα. Εκ τούτου δὲ δῆλον, ὡς οὐκ εἶχε καταγώγιον ὁ Χριστὸς ἴδιον, ἀλλ᾽ οὐδὲ οἱ μαθηταὶ οἰκίας εἶχον. Εἰ γὰρ ἂν, προσελάβοντο αὐτὸν ἐκεῖ. Απο στέλλει δὲ δύο τῶν μαθητῶν αὐτοῦ, Πέτρον καὶ Ἰωάννην, ὡς ὁ Λουκᾶς λέγει, πρὸς ἄνθρωπον ἀγνώ ριστον, δεικνύων αὐτοῖς, ὅτι ἡδύνατο μὴ παθεῖν. Ο γὰρ τὴν διάνοιαν τούτου τοῦ ἀγνωρίστου πείσας ὑποδέξασθαι αὐτὸν, τί οὐκ ἂν εἰργάσατο ἐν τοῖς ἄλο λοις; Δίδωσι δὲ αὐτοῖς καὶ σημεῖον τοῦ εὑρεῖν τὴν οἰκίαν, τὸ ἀκολουθῆσαι ἀνθρώπῳ βαστάζοντι κερά μιον ὕδατος. Ταῦτα δὲ καὶ ἀναχθῆναι δύναται. Κε ράμιον μὲν δέατος βαστάζει ὁ βεβαπτισμένος. Απέρ χεται δὲ εἰς οἰκίαν, τὴν πρέπουσαν τοῖς λογικοῖς κα τάστασιν. Ογὰρ τὸ βάπτισμα βαστάζων, εἰς ἀνάπαυ α σιν έρχεται, κατὰ λόγον ζῶν, καὶ ὥσπερ ἐν οἰκίᾳ, τῇ καταστάσει ταύτῃ ἐπαναπαυόμενος. Οικοδεσπότης δὲ ὁ νοῦς· ὃς ἀνώγιον μέγα δεικνύει, τὸ ὕψος των αὐτοῦ νοημάτων. Ἀλλὰ τοῦτο τὸ ἀνάγιον καὶ ἐστρα μένον ἐστὶ, τουτέστιν, εἰ καὶ ὑψηλόν ἐστιν, ἀλλ' οὐ δὲν τραχὺ καὶ ὑπερήφανον ἔχει, ἀλλ᾽ ἔστρωται και ὡμάλισται τῇ ταπεινοφροσύνῃ. Ἐκεῖ τοίνυν, ἐν τῷ τοιούτῳ λέγω νῷ, ἑτοιμάζεται τὸ Πάσχα τῷ Χριστῷ 96: Διὸ καὶ ἐχάρησαν, οὐ μόνον ὅτι χωρὶς θορύβου ἔμελλον αὐτὸν συλλαβεῖν ὑπὸ τοῦ Ἰούδα παραδιδόμενον εὐκαίρως, ἀλλ' ὅτι ὑπὸ τῶν μαθητῶν ἤρξατο μισεῖσθαι. Καὶ τῇ πρώτῃ, κ. τ. λ. (α)
col. 649–650page 82 of 98
PG 123:649από δύο μαθητῶν, Πέτρου καὶ Ἰωάννου, πράξεως, λέγω, καὶ θεωρίας. Ο μὲν γὰρ Πέτρος ὡς θερμός, πρακτικὸς, ὁ δὲ Ἰωάννης θεωρητικός, ὡς θεολόγος. Καὶ ἐξῆλθον οἱ μαθηταὶ αὐτοῦ, καὶ ἦλθον εἰς τὴν πόλιν, καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοί μασαν τὸ Πάσχα. Καὶ ὀψίας γενομένης, έρχεται μετὰ τῶν δώδεκα, καὶ ἀνακειμένων αὐτῶν, καὶ ἐστ θεόντων, εἶπεν ὁ Ἰησοῦς· Ἀμὴν λέγω ὑμῖν, ὅτι εἰς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ᾿ ἐμοῦ. Οἱ δὲ ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς καθ' εἷς Μήτι ἐγώ; καὶ ἄλλος, Μήτι εγώ; Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Εἷς ἐκ τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ᾿ ἐμοῦ εἰς τὸ τρυβλίον. Ὁ μὲν Υἱὸς τοῦ ἀν θρώπου ὑπάγει καθώς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι' οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγενήθη ὁ ἄν. θρωπος ἐκεῖνος, ο Πῶς ἀνέκειντο, τοῦ νόμου κελεύοντος ἱσταμένους τρώγειν τὸ Πάσχα; Εἰκὸς οὖν πρό τερον τελέσαι τὸ νομικόν, εἶτα ἀναπεσεῖν τὸ οἰκεῖον Πάσχα μέλλοντα παραδοῦναι. Ηρξαντο δὲ λυπεῖσθαι οἱ μαθηταὶ διὰ τὸν λόγον τοῦ Κυρίου, ὃν εἶπεν, ὅτι «Εἷς ἐξ ὑμῶν παραδώσει με. Καίτοι γὰρ ἐκτὸς ὄντες τοῦ πάθους τούτου, ὅμως ἡγωνίων, πιστεύοντες τῷ τὰς καρδίας εἰδότι Θεῷ πλέον ἢ ἑαυτοῖς. Ορα δὲ καὶ τὴν λέξιν τοῦ Ὑπάγει. Ὡσανεὶ γὰρ ἀποδημία ἦν ὁ θάνατος τοῦ Χριστοῦ, οὐχὶ θάνατος. Τὸ δὲ, Καλὸν ἦν, εἰ οὐκ ἐγεννήθη, ὡς πρὸς τὴν κόλασιν, ἣν ὑποστήσεται ὁ προδότης, εἴρηται. Κρείττον γὰρ μηδόλως γεν νηθῆναι, ἢ ἐπὶ κολάσει γεννηθῆναι. Ὅσον οὖν ἐκ τοῦ ἀποτελέσματος, κρεῖττον φαίνεται εἰ μηδόλως ὑπῆρξεν ὁ Ἰούδας. Ο μὲν γὰρ Θεὸς ἐποίησεν αὐτὸν ἐπ᾽ ἔργοις ἀγαθοῖς. Ἐπεὶ δὲ αὐτὸς εἰς κακίαν τηλι καύτην ἐξέπεσεν, ὡς ἔοικε, κρεῖττον ἦν, εἰ μὴ ἐγεν νήθη ὅλως. Καὶ ἐσθιόντων αὐτῶν, λαβὼν ὁ Ἰησοῦς ἄρτον, εὐλογήσας, έκλασε καὶ ἔδωκεν αὐτοῖς, καὶ εἶπε Λάβετε, φάγετε, τοῦτό ἐστι τὸ σῶμά μου. Καὶ λαβὼν τὸ ποτήριον, εὐχαριστήσας, ἔδωκεν αὐτοῖς. Καὶ ἔπιον ἐξ αὐτοῦ πάντε;· καὶ εἶπεν αὐτοῖς· Τοῦτό ἐστι τὸ αἷμά μου τὸ τῆς Καινῆς Διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον. Ἀμὴν λέγω ὑμῖν, ὅτι οὐκ ἔτι οὐ μὴ πίω ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου, ἕως τῆς ἡμέ ρας εκείνης, ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.» Τινὲς λέγουσι τὸν Ἰούδαν μὴ μεταλαβεῖν τῶν μυστηρίων, ἀλλ' ἐξελθεῖν πρὶν ἢ ὁ Κύριος παραδῷ τὰ μυστήρια. "Αλλοι δέ φασιν, ὅτι καὶ αὐτῷ μετέδωκε τῶν ἁγιασμάτων τῷ ἁγνώμονι. εὐλογήσας δὲ, ἀντὶ του, ευχαριστήσας, ἔκλασε τὸν ἄρτον. Οπερ καὶ ἡμεῖς ποιοῦμεν, εὐχὰς ἐπιλέγοντες. Τοῦ τό ἐστι τὸ σῶμά μου, τοῦτο ὁ νῦν λαμβάνετε. Οὐ γὰρ ἀντίτυπο; τοῦ Κυριακοῦ σώματός ἐστιν ὁ ἄρτος ἀλλ᾽ εἰς αὐτὸ ἐκεῖνο μεταβάλλεται τὸ σῶμα τοῦ Χριστοῦ. Καὶ ὁ Κύριος γὰρ λέγει· Ὁ ἄρτος ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστιν. Οὐκ εἶπεν, Αντίτυπός ἐστι τῆς σαρκός μου, ἀλλ᾽ Η σάρξ μου ἐστι. Καὶ πάλιν Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Καὶ πῶς; φησίν· οὐ γὰρ σὰρξ καθορᾶται; Διὰ τὴν ἡμετέραν, ὦ ἄνθρωπε, ἀσθένειαν. Ἐπειδὴ γὰρ ὁ μὲν ἄρτος καὶ ὁ οἶνος συνήθη ἡμῖν· αἷμα δὲ προ
col. 651–652page 83 of 98
PG 123:651κείμενον καὶ σάρκα ὁρῶντες, οὐκ ἂν ἠνέγκαμεν, ἀλλ' ἀπεναρκήσαμεν· διὰ τοῦτο συγκαταβαίνων ἡμῖν ὁ φιλάνθρωπος, τὸ μὲν εἶδος ἄρτου καὶ οἶνου φυλάτο τει· εἰς δύναμιν δὲ σαρκὸς καὶ αἵματος μεταστοιχειοῖ. Αίμα δὲ Καινῆς Διαθήκης εἶπε, πρὸς ἀντι διαστολὴν τῆς Παλαιᾶς. Καὶ γὰρ ἡ Παλαιά Διαθήκη, κακείνη αἷμα είχε, δι' οὗ ἐῤῥαντίσθη ὅ τε λαός καὶ τὸ βιβλίον τοῦ νόμου. Οὐ μὴ πίω δὲ ἐκ τοῦ οἶνου, λέγει, ἄχρι τῆς ἀναστάσεως. Βασιλείαν γὰρ τὴν ἀνάστασιν ὀνομάζει, ὡς βασιλεύσας τότε κατὰ τοῦ θανάτου. Μετά γοῦν τὴν ἀνάστασιν, ἔφαγε καὶ ἔπιι μετὰ τῶν μαθητῶν, πιστούμενος, ὅτι αὐτὸς ἐκεῖνος ἐστιν ὁ παίων. Καινὸν δὲ πίνει αὐτό, τουτέστιν, καινόν τινα τρόπον καὶ ξένον, οὐκ ἔτι γὰρ σῶμα πα θητὸν εἶχε, δεόμενον τροφῆς, ἀλλ᾽ ἄφθαρτον καὶ ἀθά νατον. Νόει δὲ καὶ οὕτως· Ἀμπελος, ὁ Κύριος αὐτός, γέννημα δὲ ἀμπέλου, τὰ μυστήρια, καὶ ἡ γνώσις ἡ ἀπόκρυφος, ἣν αὐτὸς γεννᾷ, ὁ διδάσκων ἀνθρώπου γνώσιν. Ἐν τοίνυν τῇ βασιλείᾳ τοῦ Θεοῦ, τους ἐστιν, ἐν τῷ ὀγδόῳ αἰῶνι, πίεται μετὰ τῶν μαθητῶν αὐτοῦ, τὰ μυστήρια καὶ τὴν σοφίαν, καινά τινα διδάσκων ἡμᾶς, καὶ ἀποκαλύπτων ἃ νῦν κέκρυπται. Καὶ ὑμνήσαντες, ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ελαιῶν, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς, ὅτι Πάντες σκανδαλισθήσεσθε ἐν ἐμοὶ, ἐν τῇ νυκτὶ ταύτῃ, ὅτ γέγραπται· Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα. ᾿Αλλὰ μετὰ τὸ ἐγερθῆναι με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. Ο δε Πέτρος έφη αὐτῷ, καὶ εἰ πάντες σκανδαλισθήσονται, ἀλλ' οὐκ ἐγώ. Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς• Ἀμὴν λέγω σοι, ὅτι σὺ σήμερον ἐν τῇ νυκτὶ ταύτῃ, πρὶν ἢ δις ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήση με. Ὁ δὲ ἐκ περισσοῦ ἔλεγε· Μᾶλλον ἐάν με δέῃ συναποθανεῖν σου, οὐ μή σε ἀπαρνήσωμαι. Ὡσαύτως δὲ καὶ πάντες έλεγον. ὁ Εὐχαρίστησαν καὶ πρὸ τοῦ πιεῖν, εὐχαρίστησαν καὶ μετὰ τὰ πιεῖν, ἵνα καὶ ἡμεῖς μάθω μεν, ὅτι δεῖ εὐχαριστεῖν καὶ ὑμνεῖν, καὶ πρὸ τῆς τροφῆς, καὶ μετά την τροφήν. Αμα δὲ καὶ τοῦτο δείκνυσιν, ὅτι ἀσπαστός ἐστιν αὐτῷ ὁ ὑπὲρ ἡμῶν θάνατος, ὅς γε ἐπὶ τῷ παραδοθῆναι ἐξιὼν ὑμνεῖ τὸν Θεόν. Πάντως δὲ καὶ ἡμᾶς διδάσκει, όταν θλιβεροῖς περιπέσωμεν εἰς σωτηρίαν πολλῶν, μὴ ἀθυ μεῖν, ἀλλ' εὐχαριστεῖν τῷ Θεῷ, τῷ διὰ τῆς ἡμε τέρας θλίψεως κατεργαζομένῳ σωτηρίαν πολλών. Εξέρχεται δὲ εἰς τὸ ὄρος τῶν 'Ελαιῶν, ἵνα καταμόνας ὄντι ἐπελθόντες καὶ κατασχόντες, μὴ τοσοῦτον θά ρυβον ποιήσωσιν. Εἰ γὰρ ἐν τῇ πόλει ὄντι ἐπῆλθον, τυχὸν ἂν ἐταράχθη τὸ πλῆθος ἐπ' αὐτῷ· καὶ τότε εὐλογοφανοῦς ἀφορμῆς δραξάμενοι οἱ ἐχθροὶ, ἔδοξεν ἂν αὐτὸν ἀνελεῖν δικαίως ὡς στασιαστής. προφητεύει δὲ αὐτοῖς ὅτι καὶ σκανδαλισθήσονται. Εἶτα ίνα μὴ δόξῃ προφανής είναι κατηγορία πάντων τὸ τοιοῦτον, παράγει καὶ μαρτυρίαν ἐκ τοῦ προφήτου Ζαχαρίου, ότι διασκορπισθήσονται. Τελευταῖον δὲ, καὶ παραμυθίαν ἐπάγει αὐτοῖς, ὅτι Προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν, τουτέστι, προλάβω. Αλλ' ὁ Πέ
col. 653–654page 84 of 98
PG 123:653τον; ἐνίσταται, διὸ καὶ ἀκούει, ὅτι Πρὶν ἢ ἀλέκτορα / δις φωνῆσαι, τρὶς ἀπαρνήση με. Τοῦτο δὲ τοιοῦτόν ἐστιν. Ερνήσατο ἅπαξ ὁ Πέτρος· εἶτα αλέκτωρ ἐφώνησεν, ἀρνησαμένου δὲ καὶ τὰς ἄλλας δύο ἀρνή σεις, τότε ἐφώνησεν ὁ ἀλέκτωρ. Τοῦτο οὖν ἐνταῦθαλέγει· Πρὶν ἀλέκτορα φωνήσαι δις, ἀπαρνήση με τρίς. Ομοίως δὲ καὶ πάντες θερμότητα ψυχράν Ενδεικνύμενοι, ὑπισχνοῦνται τὴν αὐτοαλήθειαν ψεύ δεσθαι ποιοῦντες, διὸ καὶ παραχωρεῖ ὁ Κύριος, καὶ ἡ ἀνθρωπίνη φύσις τὰ ἑαυτῆς ἐπιδείκνυται. Πάντως γὰρ ὁ Κύριος ἡδύνατο τηρῆσαι αὐτοὺς, καὶ μάλιστα τὸν Πέτρον· ἀλλ' ὅμως ἀφῆκεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς. Τὸ δὲ, Πατάξω τὸν ποιμένα, δ Πατὴρ λέγει. Ἐπεὶ γὰρ παρεχώρησε παταχθῆναι, πατάξαι αὐτὸς λέγεται τὴν κατὰ παραχώρησιν αὐτοῦ παταχθέντα. Πρόβατα δὲ τοὺς ἀποστόλους, ὡς ἀκά τους ὠνόμασεν. Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσεμα νῆ, καὶ λέγει τοῖ; μα ηταῖς αὐτοῦ· Καθίσατε ὧδε έως προτεύξωμαι. Καὶ παραλαμβάνει τὸν Πέτρον καὶ Ἰάκωβον, καὶ Ἰωάννην μεθ᾿ ἑαυτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν. Καὶ λέγει αὐτοῖς· Πε μίλυπός ἐστιν ἡ ψυχή μου έως θανάτου. Μείνατε ὧδε, καὶ γρηγορείτε. Καὶ προελθὼν μικρόν, ἔπεσεν ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα, εἰ δυνατόν ἐστι, παρέλθῃ ἀπ' αὐτοῦ ἡ ὥρα. Καὶ ἔλεγεν ᾿Αββά ὁ Πατήρ, πάντα δυνατά σοι, παρένεγκε τὸ ποτήριον ἀπ᾿ ἐμοῦ τοῦτο, ἀλλ᾽ οὐ τί ἐγὼ θέλω, ἀλλὰ τί σύ. Καὶ ἔρχεται, καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ Σίμων, καθεύδεις; Οὐκ ἴσχυσας μίαν ώραν γρηγορήσαι; Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενῆς. Καὶ πάλιν ἀπελθὼν προσηύξατο, τὸν αὐτὸν λόγον εἰπών. Καὶ ὑποστρέψας, εὗρεν αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν βεβαρημένοι, καὶ οὐκ ᾔδεισαν τί αὐτῷ ἀποκριθῶσι. Καὶ ἔρχεται τὸ τρίτον, καὶ λέγει αὐτοῖς· Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε, ἀπέχει. Ήλθεν ἡ ὥρα, ἰδοὺ παραδίδοτα: ὁ Υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν. Ἐγεί ρισθε, ἄγωμεν, ἰδοὺ ὁ παραδιδούς με ήγγικεν. ο Καταμόνας εξωθεν ἀεὶ προσεύχεσθαι, τύπον καὶ ἡμῖν διδοὺς, ἵνα τὴν ἡσυχίαν ἐπιζητῶμεν ἐν ταῖς προσευχαίς. Παραλαμβάνει δὲ τοὺς τρεῖς μόνους, τοὺς καὶ τῆς δόξης αὐτοῦ ἐν τῷ Θαβώρ θεατάς γενο Ει μένου;, ἵνα οἱ ἰδόντες τὰ ἔνδοξα, ἴδωσι καὶ τὰ σκυ θρωπά, καὶ: ἀθωσιν, ὅτι καὶ αὐτὸς ἀληθῶς ἄνθρω πας ἦν, καὶ λυπεῖται καὶ ἀδημονεῖ ἐπίσης ἡμῖν. Ἐπεὶ γὰρ ὅλον τὸν ἄνθρωπον ἀνελάβετο μετὰ τῶν φυσικῶν ἰδιωμάτων, πάντως καὶ λυπηθήσεται καὶ ἀδημονήσει φυσικῶς. Οἱ γὰρ ἄνθρωποι, φύσει προς τὸν θάνατον ἀηδώς διακείμεθα. Τῷ μὲν οὖν εἰπεῖν, Παρελθέτω το ποτήριον, ἔδειξε τὸ ἀν' ρώπινον· τῷ δὲ εἰπεῖν. Οὐχ δ᾽ ἐγὼ θέλω, ἀλλ' δ σύ, διδάσκει ἡμᾶς, ἵνα καὶ τῆς φύσεως βιαζομένης ὑπερφρονῶμεν, τὸ ἀρεστὴν τῷ Θεῷ αἰτούμενοι. ὡς δὲ μετὰ τὴν εὐχὴν ἐλθών, εὗρε τοὺς τρεῖς καθεύδοντας, ἐπιτιμᾷ τῷ Πέτρῳ μένῳ, μονονουχὶ τοιαῦτα λέγων πρὸς αὐτόν Οὐ σὺ εἶ ὁ ὑποσχόμενος σὺν ἐμοὶ ἀποθανεῖν; Μίαν
col. 655–656page 85 of 98
PG 123:655φρονήσεις; 'Αλλὰ γὰρ γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς τὸν πειρασμὸν τοῦ ἀρνήσασθαί με. Τὸ μὲν γὰρ πνεῦμα ὑμῶν πρόθυμόν ἐστιν εἰς τὸ μὴ ἀρνήσασθαί με· καὶ διὰ τοῦτο καὶ ὑμεῖς ὑπισχνεῖσθέ μοι τοῦτο· ἀλλ᾽ ἡ σὰρξ ἀσθενῆς· ὥστε ἐὰν μὴ διὰ τῆς προσευχῆς δῴη δύναμιν ὁ Κύριος τῇ σαρκί, κινδυνεύσετε. Καὶ πάλιν ἀπελθὼν προσηύξατο, τὸν αὐτὸν λόγον εἰπὼν, ἵνα καὶ διὰ τοῦ δεύτερον προσεύξασθαι, πιστώσηται, ὅτι οὐσιωδῶς καὶ ἀληθῶς ἄνθρωπος ἦν· καὶ ἵνα διδάξῃ καὶ ἡμᾶς, τουλ λάκις προσεύχεσθαι, καὶ μὴ ἅπαξ εἰπόντας τί, ἀπαλλάττεσθαι. Εὑρὼν δὲ αὐτοὺς πάλιν καθεύδοντας, οὐ σφοδρῶς ἐπιτιμῷ· ἦσαν γὰρ βεβαρημένοι ὕπνῳ. "Οθεν μάνθανε τὴν ἀνθρωπίνην κουφότητα καὶ ἀσθέ ἡ ὥραν οὐκ ἴσχυσας γρηγορῆσαι, καὶ θανάτου κατά 252 νειαν, ὅπως μηδὲ πρὸς ὕπνον ἀντισχεῖν δυνάμενοι, ἐπαγγελλόμεθα πολλάκις τὰ ἀδύνατα ἡμῖν. Πάλιν οὖν ἐκ τρίτου προσεύχεται, διὰ τὰς αὐτὰς αἰτίας ἄ; είπομεν άνω. Καὶ ἔρχεται πάλιν, καὶ λέγει αυ τοῖς (86-97), οὐκ ἐπιπλήσσων· καίτοι ἔδει ἐπιπλῆξαι, ὡς μηδὲ μετὰ τὴν ἐπιτίμησιν βελτιωθέντας, ἀλλὰ παραδοθέντας τῷ ὕπν· τί οὖν λέγει; Καθεύ ὥστε τὸ λοιπὸν καὶ ἀναπαύεσθε. Ειρωνευόμενος ἐλ τοῦτο λέγει πρὸς αὐτούς· ἐπεὶ γὰρ ᾔδει ὅτι ἔρχεται ὁ προδότης, φησὶ πρὸς αὐτοὺς ὅτι Νῦν καιρός έστε τοῦ κοιμᾶσθαι, καθεύδετε· ἰδοὺ ὁ ἐχθρὸς ἔρχεται. Τοῦτο δὲ εἶπε, ἐπιγελῶν τῷ ὕπνῳ αὐτῶν. Ὅτι δὲ ε!ρωνευόμενος τοῦτο εἶπεν, ἄκουε πῶς παρακατιών λέγει· Εγείρεσθε, ἄγωμεν· οὐχ ἵνα δὲ φύγωσι τοῦ Θ λέγει, ἀλλ᾽ ἵνα μᾶλλον συναντήσωσι τοῖς ἐχθροῖς. Τινὲς δὲ τὸ, Περίλυπός ἐστιν ἡ ψυχή μου έως θανά του, οὕτως ἐνόησαν, ὅτι Λυπούμαι, οὐ διότι μέλλω ἀποθανεῖν, ἀλλὰ διότι οἱ Ἰσραηλῖται, οἱ οἰκεῖοί μου, αὐτοὶ σταυρῶσαι με μέλλουσι, καὶ διὰ τοῦτο ἀποῤῥιφῆναι τῆς βασιλείας τοῦ Θεοῦ. Καὶ ἐλθὼν, εὐθέως προς Ραβδί, Ῥαββί· καὶ κατα 43-49. (• Καὶ εὐθέως, ὅτι αὐτοῦ λαλοῦντος, παραγίνεται Ἰούδας εἷς τῶν δώδεκα, καὶ μετ' αὐτοῦ ὄχλος πολύς μετά μαχαιρῶν καὶ ξύλων, παρὰ τῶν ἀρχιερέων καὶ τῶν Γραμματέων καὶ τῶν πρεσβυτέρων. Εδ δώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς, λέ γων· Ον ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτὸν, καὶ ἀπαγάγετε ἀσφαλῶς. ελθὼν αὐτῷ, λέγει αὐτῷ εφίλησεν αὐτόν. Οἱ δὲ ἐπέβαλον ἐπ' αὐτὸν τὰς χεῖρας, καὶ ἐκράτησαν αὐτόν. Εἷς δέ τις τῶν παρο εστηκότων, σπασάμενος μάχαιραν, ἔπαισε τὸν δοῦ λον τοῦ ἀρχιερέως, καὶ ἀφείλεν αὐτοῦ τὸ ὡτίον. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετά μαχαιρῶν καὶ ξύλων συλλα δεῖν με· καθ᾿ ἡμέραν ἦμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ Ο διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με, ἀλλ᾽ ἵνα πληρωθῶσιν αἱ Γραφαί. Το, Εἷς τῶν δώδεκα, οὐ μάτην πρόσκειται. Αλλ' εἰς κατηγορίαν τοῦ προδότου. (86-87) 26: Καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε· ἀπέχει, ἦλθεν ἡ ὥρα. Τί ἐστὶ τὸ ἀπέχει; Εἴρηκε μέν τις, ὅτι Ελαβε τὴν κατ᾿ ἐμοῦ ἐξουσίαν ὁ διάβολος. Ἐμοὶ δὲ οὐ δοκεῖ· ἀλλὰ τοιοῦτόν τι δηλοί, Απέχει τὰ κατ' ἐμὲ, ήγουν, πέρας ἔχει καὶ γὰρ παρὰ τοῦ Λουκᾶ εἴρηται, Τὰ περὶ ἐμοῦ τέλος έχει. Εκ τρίτου γοῦν προσελθὼν τοῖς μαθη ταῖς λέγει, οὐκ ἐπιπλήσεων, κ. τ. λ. ο
col. 657–658page 86 of 98
PG 123:657Ὅτι τοῦ πρώτου χορού ὢν, κατὰ τοῦ Δεσπότου ἐλύττησεν. Ιδε δὲ καὶ τὴν ἀναισθησίαν αὐτοῦ, πῶς ἐνόμισε λαθεῖν τὸν Κύριον ἐκ τοῦ φιλήματος, ὡς δή Δεν φίλος νομισθησόμενος. Καὶ εἰ φίλος ετύγχανε, τίνος ἕνεκα μετὰ τῶν ἐχθρῶν ἦλθεν; Οντως ἀνδης τον ἡ πονηρία. Εἷς δέ τις τῶν παρεστηκότων, ὁ Πέτρος οὗτος ἦν, ἀποσιωπᾷ δὲ τὸ ὄνομα αὐτοῦ ὁ Μάρκος, ἵνα μὴ δόξῃ ἐπαινεῖν τὸν διδάσκαλον αὐτοῦ Πέτρον, ὡς ζηλώσαντα ὑπὲρ τοῦ Χριστοῦ. Καλῶς δὲ τὸ ἀτίον τοῦ δούλου τοῦ ἀρχιερέως ἀφείλεν. Αια νίττεται γὰρ ὅτι παρήκοοι ἦσαν καὶ ἀπειθεῖς, τῶν Γραφῶν καταμελούντες. Εἰ γὰρ εἶχον ὦτα, τῶν Γραφών κατακούοντα, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Οὐκ ἄλλον δὲ δοῦλον ἔπα:σεν ὁ Πέτρος, ἀλλὰ τοῦ ἀρχιερέως. Οἱ γὰρ ἀρχιερεῖς πρῶτοι των Γραφών παρήκουον, δοῦλοι φθόνου και φιλαυτίας γενόμενοι. Εἶπε δὲ τοῖς ὄχλοις· Ὥς ἐπὶ λῃστὴν ἐξήλθετε καθ' ἡμέραν ἐδίδασκον ἐν τῷ ἱερῷ. Τοῦτο δὲ τὴν θεότητα αὐτοῦ δείκνυσιν. Ὅτε γὰρ ἐν τῷ ἱερῷ ἐδίδασκεν, οὐκ ἠδυνήθησαν αὐτὸν συσχεῖν, καίτοι ἐν χερσὶν αὐτῶν ὄντα, ὅτι μήπω ὁ καιρὸς ἦν τοῦ πάθους. "Οτε δὲ ἠθέλησε, τότε ἑαυτὸν παρέδωκεν, ἵνα πληρωθώσιν αἱ Γραφαὶ τῶν προφητῶν, ὅτι Ως πρόβατον ἐπὶ σφαγὴν ἤχθη, οὐκ ἐρίζων, οὐδὲ κραυγάζων, ἀλλ᾽ ἑπόμενος ἐχών. Καὶ ἀφέντες αὐτὸν πάντες, ἔφυγον. Καὶ εἰς τις νεανίσκος ηκολούθει αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ. Καὶ κρατοῦσιν αὐτὸν οἱ νεανίσκοι. Ο Εἰ, καταλιπὼν τὴν σινδόνα, γυμνὸς ἔφυγεν ἀπ' αὐτῶν. Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα, καὶ συνέρχονται αὐτῷ πάντες οἱ ἀρχιερεῖς, καὶ οἱ πρεσβύτεροι καὶ οἱ Γραμματείς. Καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ Θερμαινόμενος πρὸς τὸ φῶς.» Εφυγον οἱ μαθηταί. Οὐκ ἦν γὰρ ψεύσασθαι τὴν αὐτοαλήθειαν, οὐδὲ τοὺς προφήτας. Εἷς δέ τις νεανίσκος ήκολούθησεν αὐτῷ. Οὗτος δὲ ὁ νεανίσκος εἰκὸς ὅτι ἐκ τῆς οἰκίας ἐκεί νης ἦν, ἐν ᾗ ἔφαγον τὸ πάσχα. Τινὲς δέ φασι τοῦτον, Ιάκωβον εἶναι τὸν ἀδελφόθεον, τὸν ἐπικληθέντα Δίκαιον. Οὗτος γὰρ ἐνὶ περιβολαίῳ ἐκέχρητο πα σαν τὴν αὐτοῦ ζωήν· ὃς καὶ τὸν θρόνον τῶν Ἱερο σολύμων παρὰ τῶν ἀποστόλων ἔλαβε μετὰ τὴν τοῦ Κυρίου ἀνάληψιν. Καὶ οὗτος τοίνυν καταλιπὼν τὴν σινδόνα, ἔφυγεν. Οὐδὲν δὲ καινὸν εἰ τῶν κορυφαίων φυγόντων, καὶ οὗτος κατέλιπε τὸν Κύριον. Αλλ' δε Πέτρος ἀκολουθεῖ, θερμοτάτην ἀγάπην προς τὸν Διδάσκαλον ἐκδεικνύμενος. Τοῦ δὲ νόμου κελεύ ούτος ἕνα εἶναι ἀρχιερέα διὰ βίου, πολλοὶ τότε ἦσαν, ἐξωνούμενοι καθ᾿ ἕκαστον ἐνιαυτὸν παρά Ρωμαίων τὰς ἀρχάς. ᾿Αρχιερεῖς οὖν λέγει, τοὺς ἤδη πεπληρωκότας τὸν ὡρισμένον καιρὸν αὐτοῖς, καὶ ἀποβαλλομένους τὴν ἀρχιερωσύνην. «Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶται αὐτόν καὶ οὐχ εὕρισκον. Πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ' αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. Καί τινες ἀναστάντες, ἐψευδομαρτύρουν κατ' αὐτοῦ, λέγοντες,
col. 659–660page 87 of 98
PG 123:659ὅτι Ἡμεῖς ἀκούσαμεν αὐτοῦ λέγοντος, ὅτι Εγώ κατα λύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον· καὶ διὰ τριῶν ἡμερῶν ἄλλων ἀχειροποίητον οἰκοδομήσω. Και οὐδὲ οὕτως ἴση ἡ μαρτυρία αὐτῶν. Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον, ἐπηρώτησε τὸν Ἰησοῦν, λέγων Οὐκ ἀποκρίνῃ οὐδέν Τί οὗτοί σου καταμαρτυροῦσιν Ὁ δὲ ἐσιώπα καὶ οὐδὲν ἀπεκρίνατο. Σχήμα δῆθεν κριτηρίου οἱ αὐτοκατάκριτοι πλάττονται, ἵνα » δόξωσι μετὰ κρίσεως αὐτὸν ἀνελεῖν. Ποῦ γὰρ ὀρθὸν κριτήριον, ὅπου μάρτυρες τοιοῦτοι παράγονται, οὐδὲν ὑγι: λέγοντες, ἀλλὰ πάντα τεταραγμένα καὶ ἄνισα; Καὶ αὐτοὶ δὲ οἱ δόξαντές τι λέγειν, ψευδή είδ πην. Ο γάρ Κύριος οὐκ εἶπε, Καταλύσω ἐγὼ τὸν ναόν, ἀλλὰ, Λύσατε. Καὶ οὐδὲ, χειροποίητον, εἶπεν, ἀλλ᾽ ἁπλῶς, ναόν. Ὁ δὲ ἀρχιερεὺς ἀναστὰς ἐρωτᾷ τὸν Ἰησοῦν, βουλόμενος εἰς ἀπολογίαν αὐτὸν ἑλκύσσι, ἵνα ἐκ τῆς ἀπολογίας δράξεται αὐτοῦ. Ὁ δὲ σιωπή, γινώσκων ὅτι οὐ προσέξουσι τοῖς αὐτοῦ λόγος δ καὶ ὁ Λουκᾶς λέγει, ὅτι ἐρωτώμενος ὁ Κύριος, εἶπεν· Ἐὰν εἴπω ὑμῖν, οὐ μὴ πιστεύσητε· ἐὰν δὲ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτε. ΧΧΧΙΥ 16. «Πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν, καὶ λέγει αὐτῷ· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ εὐλογητοῦ; Ο δὲ Ἰησοῦ εἶπεν· Ἐγώ εἰμι, καὶ ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως, καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ. Ὁ δὲ ἀρ χηρεύς, διαρρήξας τοὺς χιτῶνας αὐτοῦ, λέγει· Τι ὅτι χρείαν ἔχομεν μαρτύρων; Ηκούσατε τῆς βλασ φημίας, τί ὑμῖν φαίνεται; Οἱ δὲ πάντες κατέκριναν αὐτὸν εἶναι ἔνοχον θανάτου· καὶ ἤρξαντό τινες έμπτύειν αὐτῷ, καὶ περικαλύπτειν τὸ πρόσωπον αὐτοῦ, καὶ κολαφίζειν αὐτὸν, καὶ λέγειν αὐτῷ, Προ φήτευσον· καὶ οἱ ὑπηρέται ραπίσμασιν αὐτὸν ἔβαλ λον.» Ερωτᾷ πάλιν ὁ ἀρχιερεὺς, οὐχ ἵνα μαθών πιστεύσῃ, ἀλλ' ἵνα δράξηταί τινος ἀφορμῆς· προσ τίθησι δὲ τῷ, Σὺ εἶ ὁ Χριστὸς, τό, ὁ Υἱὸς τοῦ εὐλογητοῦ. Πολλοὶ γὰρ ἦσαν χριστοί, οἱ βασιλεῖς λέγω καὶ οἱ ἀρχιερεῖς, ἀλλ᾽ οὐδεὶς τούτων Υἱὸς ἦν τοῦ Θεοῦ, τοῦ ἀεὶ εὐλογημένου καὶ ὑμνουμένου. Ο δὲ Ἰησοῦς εἶπεν, ότι 'Εγώ είμι. Ηδει μὲν γὰρ ὅτι οὐ πιστεύσουσιν· ὅμως δ' οὖν ἀποκρίνεται ἐκδια σθεὶς, ἵνα μὴ ἔχωσιν ύστερον λέγειν, ὅτι 'Ἐὰν σαφῶς εἰπόντος αὐτοῦ ἠκούσαμεν, ἐπιστεύσαμεν ἄν· διὰ τοῦτο καὶ μείζον αὐτοῖς τὸ κατάκριμα, ὅτι καὶ νῦν ἀκούσαντες, οὐκ ἐπίστευσαν. Καὶ ὄψεσθέ με, φησίν, ὡς Υἱὸν ἀνθρώπου, καθήμενον ἐκ δεξιῶν τῆς δυσ νάμεως τοῦ Πατρός· δύναμιν γὰρ ἐνταῦθα, τὸν Πατέρα φησίν· οὐ γὰρ χωρὶς σώματος ἐλεύσεται, ἀλλ᾽ οἷος θεαθῆναι ὑπὸ τῶν σταυρωσάντων, καὶ ἐπιο γνωσθῆναι. Ο γοῦν ἀρχιερεὺς, ἔθος Ἰουδαϊκὸν πλη ροί. Οταν γὰρ δεινόν τι καὶ δυσχερὲς ἀπήντα αὐτ τοῖς, διέῤῥησσον τοὺς χιτώνας. Κανταῦθα τοίνυν, ὡς βλασφημήσαντος τοῦ Κυρίου, καὶ μεγάλου κακοῦ γεγονότος, διαρρήσσει τους χιτῶνας ὁ ἀρχιερεύς. Εἶποι γοῦν ἄν τις ἐπὶ τούτοις εὐκαίρως τὸ τοῦ Δαβίδ
col. 661–662page 88 of 98
PG 123:661«Διασχίσθησαν, καὶ οὐ κατενύγησαν· ο σύμβολον Θὰ καὶ τοῦτο ἦν, κἂν ἐκεῖνο; οὐ συνίει, τοῦ τὴν ἀρχιερωσύνην τῶν Ἰουδαίων διαρραγήναι καὶ ἀφανισθῆ. και. Ἐπεὶ τοίνυν ἡ κοινή ψῆφος τῶν ἀρχιερέων κατ έκρινεν αὐτὸν, τότε οἱ ὑπηρέται περικαλύπτοντες αὐτὸν, ἔπαιον καὶ ἔλεγον· Προφήτευσον, τίς ἐστιν ὁ παίσας σε; Πόσα τοίνυν πάθοιμεν ἂν ἡμεῖς, ἵνα ἀντι δοίημεν τὰ ἴσα τῷ Δεσπότῃ; Φρίκης ταῦτα μετ στα «Καὶ ὄντος τοῦ Πέτρου ἐν τῇ αὐλῇ κάτω, ἔρχε και μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως· καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον, ἐμβλέψασα αὐτῷ, λέγει· Καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ Ἰησοῦ ἦσθα. Ὁ δὲ ηρνή σατο, λέγων· Οὐκ οἶδα, οὐδὲ ἐπίσταμαι τί σὺ λέγεις καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον. Καὶ ἀλέκτωρ έφώ νησε. Καὶ ἡ παιδίσκη ἰδοῦσε αὐτὸν πάλιν, ήρξατο λέγειν τοῖς παρεστηκόσιν, ὅτι Οὗτος ἐξ αὐτῶν ἐστιν· ὁ δὲ πάλιν ἡρνεῖτο. Καὶ μετὰ μικρὸν πά λιν, εἰ παρεστώτες ἔλεγον τῷ Πέτρῳ ᾿Αληθῶς ἐξ αὐτῶν εἶ, καὶ γὰρ Γαλιλαῖος εἶ, καὶ ἡ λαλιά σου ὁμοιάζει. Ο δὲ ἤρξατο αναθεματίζειν καὶ ομνύειν, ἔτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ἐν λέγετε. Καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησε, καὶ ἀνεμνήσθη ὁ Πέο πρὸς τοῦ ῥήματος, οὗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι δις, ἀπαρνήσῃ με τρις· καὶ ἐπιβαλών, ἔκλαιεν.» Ησθένησεν ὁ Πέτρος, εἰ καὶ θερμότερος ἦν, καὶ ἀρνεῖται τὸν Κύριον ὑπὸ τῆς δειλίας διαταραχθείς· καὶ ταῦτα παιδίσκης εκπτοη σάσης αὐτόν· τοῦτο δὲ κατ' οἰκονομίαν συνεχώρησεν αὐτὸν ὁ Θεὸς παθεῖν, ἵνα μὴ ἐπαίρηται, καὶ ἅμα ἵνα καὶ τοῖς πταίουσι συμπαθής εἴη, ἀφ' ἑαυτοῦ παιδευθεὶς τὸ τῆς ἀνθρωπίνης ἀσθενείας βίαιον. Αδιάφορον δὲ εἴτε ἡ αὐτὴ παιδίσκη ἦν, εἴτε ἄλλη, ἡ ἐλέγξασα τὸν Πέτρον. Ματθαῖος μὲν γὰρ ἄλλην ταύτην λέγει· Μάρκος δὲ τὴν αὐτήν. Οὐδὲν δὲ ἡμῖν τοῦτο ἐμπόδιον πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου μὴ γὰρ ἐν μεγάλῳ τινὶ καὶ συνεκτικῷ τῆς σωτηρίας ἡμῶν διαφωνοῦσ:; Μὴ ὁ μὲν εἶπεν, ὅτι ἐσταυρώθη ὁ Κύριος, ὁ δὲ οὗ; ἄπαγε. Ο τοίνυν Πέτρος ὑπὸ της δειλίας διαταραχθεὶς, καὶ ἐπιλαθόμενος τοῦ λό γου οὗ εἶπεν ὁ Κύριος, ὅτι τὸν ἀρνησάμενον με ἀρνήσομαι κἀγὼ ἐνώπιον τοῦ Πατρός μου, Αρνής σατο, ἀλλ' ἡ μετάνοια πάλιν αὐτὸν ᾠκείωσε τῷ Χρι στῷ, καὶ τὰ δάκρυα. Ἐπιβαλών γάρ, φησίν, ἔκλαιε, τουτέστιν, ἐπικαλυψάμενος τὴν κεφαλήν· ἡ ἀντὶ τοῦ, ἀρξάμενος μετά σφοδρότητος· ὅπερ δὲ εἶπεν ἀσαφῶς ὁ Ματθαίος, ότι πριν αλέκτορα φωνήσαι, Αρμήνευσεν ὁ Μάρκος, ὅτι Πρὶν φωνῆσαι δίς. Εἰώ θασι γὰρ οἱ ἀλέκτορες, κατὰ μίαν ἀγωγὴν πολλάκις φωνεῖν, εἶτα οἷον ὑπνώττειν, καὶ πάλιν μετά τινα καιρόν, ἑτέραν ἀρχὴν ποιεῖσθαι τοῦ φωνεῖν. Ο οὖν εἶπεν ὁ Ματθαῖος, τοῦτό ἐστιν, ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι, τουτέστι, πληρῶσαι τὰς κραυγὰς τῆς πρώ της ἀγωγῆς, ἀπαρνήση με τρίς. Αισχυνέσθωσαν δὲ οι Ναυατιανοὶ οἱ τοὺς μετὰ τὸ βάπτισμα καὶ τὴν μετάληψιν τῶν μυστηρίων ἁμαρτήσαντας, μὴ δεχό μενοι. Ἰδοὺ γὰρ ὁ Πέτρος, καὶ μεταλαβὼν τοῦ ἀχράντου σώματος καὶ αἵματος, καὶ ἀρνησάμενος, διὰ τῆς μετανοίας προσεδέχθη. Τὰ γὰρ ἐλαττώματα τῶν ἁγίων διὰ τοῦτο ἀνεγράφησαν, ἵνα καὶ ἡμεῖς,

Chapter XVCaput XV

col. 663–664page 89 of 98
PG 123:663εἴ ποτε ἐξ ἀπροσεξία; πταίσωμεν, ἔχωμεν ἀφοραν εἰς τὰ παραδείγματα, καὶ διὰ μετανοίας· σπεύδωμενο διορθωθῆναι. ΚΕΦΑΛ. Η. Περὶ ὧν ἔπαθεν ἐπὶ τοῦ Πιλάτου. Περὶ τοῦ ἔθους. Περὶ τῆς αἰτήσεως τοῦ σώματος τοῦ Κυρίου Περὶ τῆς ταφής. Καὶ εὐθέως ἐπὶ τὸ πρωί, συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ Γραμ ματέων, καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰη σοῦν, ἀπήνεγκαν καὶ παρέδωκαν τῷ Πιλάτῳ. Καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλάτος· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· Σὺ λέ γεις· καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά. Ο δὲ Πιλάτος, πάλιν ἐπηρώτησεν αὐτὸν, λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; Ιδε πόσα σου καταμαρτυρούσιν. Ο δὲ Ἰησοῦς οὐκ ἔτι οὐδὲν ἀπεκρίθη, ώστε θαυμάζειν τὸν Πιλάτον. Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον, ὅνπερ ᾐτοῦντο. "Ην δὲ ὁ λεγόμενος Βαρ αββᾶς μετὰ τῶν συστασιαστών δεδεμένος, οίτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. Καὶ ἀναβοήσεις ὁ ὄχλος, ήρξατο αἰτεῖσθαι, καθὼς ἀεὶ ἐποίει αὐτοῖς. Ὁ δὲ Πιλάτος ἀπεκρίθη αὐτοῖς,λέγων· θέλετε Σπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; ἐγίνωσκε γάρ, ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς. Οἱ δὲ άρε χιερεῖς ἀνέσεισαν τὸν ὄχλον, ἵνα μᾶλλον τον Βαραβα Εάν ἀπολύσῃ αὐτοῖς. Ὁ δὲ Πιλάτος ἀποκριθεὶς, πάλιν εἶπεν αὐτοῖς· Τί οὖν θέλετε ποιήσω, ὃν λέγετε βασι λέα τῶν Ἰουδαίων; οἱ δὲ, πάλιν ἔκραξαν • σταύρωσον αὐτόν. Ο δὲ Πιλάτος ἔλεγεν αὐτοῖς· Τί γάρ και κὸν ἐποίησεν; Οἱ δὲ περισσοτέρως ἔκραξαν· Σταύ ρωσον αὐτόν· ὁ δὲ Πιλάτος, βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββάνο καὶ παρέδωκε τὸν ᾿Ιησοῦν φραγγελλώσας, ἵνα στοι ρωθῇ.» Παρέδωκαν οἱ Ἰουδαῖοι τοῖς Ῥωμαίοις τὸν Κύριον παρεδόθησαν καὶ αὐτοὶ ὑπὸ Κυρίου Ρωμαίων χερσί· καὶ πληροῦνται αἱ Γραφαι αξ λέγουσαι· Οὐαὶ τῷ ἀνόμῳ, πονηρὰ γὰρ ἔσται αὐτῷ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ· καὶ πάλιν, Κατά τὰ ἔργα τῶν χειρῶν αὐτῶν, δὸς αὐτοῖς· καὶ πάλιν Ον τρόπον ἐποίησας, οὕτως ἔσται σοι τὸ ἀνταπόδομα σου. Ερωτήσαντος δὲ τοῦ Πιλάτου, Σὺ εἶ ὁ βασι λεὺς τῶν Ἰουδαίων; ὁ Κύριος ἀμφίβολον ἐπόκρι σιν δίδωσι. Τὸ γὰρ, Συ λέγεις, δύναται νοηθήναι, ὅτι ᾿Αληθῶς εἶπας· σὺ εἶπας ὅπερ εἰμί· δύναται δὲ νοη θῆναι καὶ οὕτως, ὅτι Ἐγὼ οὐ λέγω τοῦτο, σὺ δὲ 26 γεις. Πάλιν δὲ ἐρωτηθεὶς, ὡς οὐδὲν ἀπεκρίθη, εἰς θαῦμα περιέστησε τὸν Πιλάτον· ἐθαύμαζε γὰρ ὅτι νομομαθὴς καὶ λόγιος ὤν, καὶ δυνάμενος δι' ἀπολογίας ἀποτρίψασθαι τὰς συκοφαντίας, οὐδὲν ἔλεγεν, ἀλλ' ὑπέμενε μᾶλλον γενναίως τὰς κατηγορίας. Ορα δὲ τὴν τε τῶν Ἰουδαίων μιαιφονίαν, καὶ τὴν τοῦ Πιλάτου μετριότητα, εἰ καὶ αὐτὸς κατακρίσεως ἄξιός ἐστι, διὰ τὸ μὴ προθύμως ὑπὲρ τοῦ καλοῦ ἐνστῆναι· οἱ μὲν γὰρ ἐκραύγαζον ἵνα σταυρωθῇ· ὁ δὲ μαλα κῶς μὲν, ὅμως πειρᾶται ἐξαρπάσαι τῆς κατακρίσεως τὸν Ἰησοῦν· διὰ τοῦτο γὰρ πάλιν ἐρωτᾷ τι οὖν ποιήσω Ἰησοῦν; ἀφορμὰς αὐτοῖς πάντοθεν εν διδοὺς τοῦ ἀθῶον ἀπολῦσαι τὸν Κύριον. καὶ διὰ τοῦτο μέλλων καὶ ἀναβαλλόμενος. Τέλος μέντοι
col. 665–666page 90 of 98
PG 123:665στοκατακλιθεὶς τῷ θελήματι ἐκείνων, ἐφραγγέλλωσέ τε τὸν Κύριον, τουτέστιν, ἐμάστιξε πλεκτοῖς λώροις, ἵνα δόξωσιν ὅτι ἀπὸ δικαστηρίου αὐτὸν κατακεκριμένον παρέλαβον· καὶ παρέδωκεν αὐτὸν αὐτοῖς, ἵνα σταυρωθῇ. Ηβούλετο γὰρ τὸ ἱκανὸν τῷ ὄχλῳ οὐχὶ τὸ ἀρεστὸν τῷ δικαίῳ καὶ τῷ Θεῷ. ποιῆσαι, τουτέστι, τὸ ἀρεστον, τὸ ἐνδεχόμενον. ει Οι δε στρατιῶται ἀπήγαγον αὐτὸν ἴσω τῆς αὐτ λῆς, ὁ ἐστι πραιτώριον, καὶ συγκαλούσιν ὅλην τὴν σπεῖραν, καὶ ἐνδύουσιν αὐτὸν πορφύραν, καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον· καὶ ἤρξαν το ἀσπάζεσθαι αὐτόν· Χαῖρε, βασιλεῦ τῶν Ἰουδαίων. Καὶ ἔτυπτον τὴν κεφαλὴν αὐτοῦ καλάμῳ, καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τα γόνατα, προσεκύνουν αὐτῷ. Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια τὰ ἴδια· καὶ ἐξάγουσιν αὐτὸν, ἵνα σταυρώσωσιν αὐτὸν, καὶ ἀγγαρεύουσι παράγοντά τινα Σίμωνα Κυρηναίον, ἐρχόμενον ἀπ' ἀγροῦ, τὸν πατέρα Αλεξάνδρου και Ρούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. Τὸ στρατιωτικὴν φῦλον ἀεὶ ἀταξίαις χαῖρον καὶ ὕβρεσι, τὰ οἰκεῖα ἐπεδείκνυτο εἰ γὰρ οἱ μυρίων διδασκαλιῶν ἀκούσαντες Ἰουδαῖοι, τοιαῦτα αὐτὸν διέθεντο, οι πολλὰ καὶ πολλάκις εύερο γετηθέντες, τί ἄν ἔχοιμεν εἰπεῖν περὶ τῶν ἐθνικῶν; Συγκαλούσιν οὖν ὅλην τὴν σπεῖραν, ἀντὶ τοῦ, ὅλον τὸ τάγμα, καὶ ἐνδύουσιν αὐτὸν πορφύραν, ὡς βα σιλέα παίζοντε;· καὶ τὸν στέφανον ἀντὶ διαδήματ τος, καὶ τὸν κάλαμον δὲ ἀντὶ σκήπτρου παραλαμβάνουσιν ἐνταῦθα οἱ τοῦ διαβόλου χορευταί· ἀγγα. ρεύουσι δέ τινα, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ, καίτοιγε ἄλλος εὐαγγελιστής φησιν, ὅτι βαστάζων ὁ Ἰησοῦς τὸν σταυρὸν αὐτοῦ ἐξῆλθεν· ἀμφότερα οὖν γέγονε μέχρι μὲν γὰρ τινος, βάσταξεν αὐτὸς τὸ ξύλου ἐπεὶ δὲ εὗρον τὸν βαστάσοντα, ἡγγάρευσαν ἐκεῖνον, καὶ λοιπὸν ἐβαστάζετο ὑπ' αὐτοῦ ὁ σταυρός. Τίνος δὲ ἔνεκεν εἶπε, καὶ τίνων παίδων ἦν πατήρ; Προς πίστωσιν πλείονα· εἰκὸς γὰρ ζῆν τὸν ἄνθρωπον ἔτι, καὶ δύνασθαι τὰ ἐν τῷ σταυρῷ πάντα ἀφηγήσα σαι 'Αλλὰ γὰρ φορέσωμεν καὶ ἡμεῖς πορφύραν, τὴν βασιλικήν στολήν· οἷόν τι λέγω· Ως βασι λεῖς ὀφείλομεν περιπατείν, πατοῦντες ἐπάνω ἔφεων καὶ σκορπίων, καὶ κατακρατοῦντες τῆς ἁμαρτίας Χριστιανοὶ γὰρ λεγόμεθα, τουτέστι, κεχρισμένοι καὶ αὐτοί, ὥσπερ τότε οἱ βασιλεῖς ἐλέγοντο Χριστοί. Εστω οὖν ὁ βίας ἡμῶν μὴ δουλικὸς καὶ ἀγενής, ἀλλὰ βασιλικός καὶ ἐλεύθερος· φορέσωμεν δὲ καὶ ἀκάνθινον στέφανον, τουτέστι, σπουδάσωμεν στεφανωθῆναι τῷ τραχεί βίῳ καὶ ἐγκρατεῖ καὶ ἀνηδόνῳ, μὴ τῷ τρυφηλῷ καὶ λείῳ καὶ ἐνηδόνῳ· γενώμεθα δὲ καὶ Σίμων, ὁ ἐστιν ὑπακοὴ, καὶ ἄρωμεν τὸν σταυρὸν τοῦ Καὶ φέρουσιν αὐτὸν ἐπὶ Γολγοθᾶν τόπον, ὅ ἐστι μεθερμηνευόμενον Κρανίου τόπος· καὶ ἐδίδουν απο τῷ πιεῖν ἐσμυρνισμένον οἶνον· ὁ δὲ οὐκ ἔλαβε. Καὶ σταυρώσαντες αὐτὸν, διαμερίζονται τὰ ἱμάτια Ἰησοῦ, νεκρώσαντες τὰ μέλη ἡμῶν τὰ ἐπὶ τῆς γῆ. Ο 26 καὶ τοὺς υἱοὺς τούτου γινώσκεσθαι τοῖς ἀποστόλοις, πεπιστευκότας εἰς Χριστόν. Αλλά, κ. τ. λ. ο (α)
col. 667–668page 91 of 98
PG 123:667στη αὐτοῦ, βάλλοντες κλῆρον ἐπ' αὐτά, τίς τί ἄρη. Εν δὲ ὥρα τρίτη, καὶ ἐσταύρωσαν αὐτόν· καὶ ἦν ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη, Ο βα σιλεὺς τῶν Ἰουδαίων. Καὶ σὺν αὐτῷ σταυροῦσι δύο ληστάς, ἵνα ἐκ δεξιῶν, καὶ ἕνα ἐξ εδωνύμων αὐτοῦ καὶ ἐπληρώθη ή Γραφή ή λέγουσα· καὶ μετὰ ἀνα » μων ελογίσθη. • Παράδοσις ἐστιν εἰς ἡμᾶς φθάνουσα ἐξ ἁγίων Πατέρων, ὅτι ὁ Ἀδὰμ ἐκεῖ ἐτάφη. Ο τοίνυν τὸ πτῶμα καὶ τὸν θάνατον τοῦ ᾿Αδάμ ἰώμενος Κύριος, ἐκεῖ σταυροῦται, ἵνα ἔνθα ἡ ἀρχὴ τοῦ θανάτου, ἐκεῖ καὶ ἡ τοῦ θανάτου κατάλυσις. Εδίδουν δὲ αὐτῷ πιεῖν οἶνον ἐσμυρνισμένον· ἡ δὲ σμύρνα πικρότατόν ἐστι· παίζοντες οὖν τοιαῦτα ἐξέδοσαν τῷ Κυρίῳ. "Αλλος δὲ εὐαγγελιστής, όξος μετά χολῆς, καὶ ἕτερος άλλο τι λέγει προσενεχθῆναι τῷ Κυρίῳ· καὶ οὐδὲν ἐναντίον ἐν τούτοις. Αταξίες γὰρ οὔσης, ἄλλα ἄλλοι προσέφερον· καὶ ὁ μὲν, ὄξος 258 καὶ χολήν· ὁ δὲ οἶνον ἐσμυρνισμένον. Μήποτε δ καὶ ὁ οἶνος ὀξίνης ἦν, καὶ ἡ σμύρνα πικρά· καὶ λοιπὸν συντρέχουσιν ὅ τε λέγων ἐσμυρνισμένον οἶνον, καὶ ὁ λέγων όξος μετά χολῆς· ὅ τε γὰρ οἶνος, όξος, καὶ ἡ σμύρνα, χολή· ὁ μὲν διὰ τὸ οι ὀξίνης εἶναι· ἡ δὲ, διὰ τὸ πικρά. Αλλ' οὐδὲ ὁ λέγων, ὅτι ᾿Εδίδουν αὐτῷ πιεῖν, ὁ δὲ οὐκ ἔλαβεν, ἐναντιοῦται τῷ λέγοντι, καὶ γευσάμενος οὐκ ἤθελε πιεῖν. Πάντως γὰρ ἐν τῷ εἰπεῖν ὅτι οὐκ ἔλαβεν, ἐδήλα σεν ὅτι οὐκ ἔπιεν. Ἔβαλον δὲ καὶ κλήρους ἐπὶ τὰ ἱμάτια αὐτοῦ, καὶ τοῦτο πρὸς ἐμπαιγμόν ποιοῦντες, ὡς δῆθεν βασιλέως ἱμάτια μερίζοντες, καίτοι εὐτελή ο ὄντα ταῦτα. Έγραψαν δὲ καὶ τίτλον, ἤτοι τὴν αἰτίαν δι' ἣν ἐσταυρώθη, Ο βασιλεὺς τῶν Ἰουδαίων ἵνα καὶ διὰ τούτου μωμήσωνται τὴν αὐτοῦ δόξαν, ὡς ἀντ άρτου ὄντος καὶ βασιλέα ἑαυτὸν ἀναγορεύσαντος, καὶ ἵνα ἔχωσι πάντες οἱ παραπορευόμενοι μή ἐλεεῖν αὐτὸν, ἀλλὰ μᾶλλον ἐπεμβαίνειν ὡς τυραννικῷ. Πῶς δὲ ὁ μὲν Μάρκος φησὶν ώρα τρίτη σταυρωθή. ναι ὁ δὲ Ματθαῖος, έκτη ώρα γενέσθαι τὸ σκότος; Εστιν οὖν εἰπεῖν ὅτι ὥρᾳ μὲν τρίτῃ ἐσταυρώθη τὸ δὲ σκότος ήρξατο γενέσθαι ἀπὸ ὥρας έκτης έως ὥρας ἐννάτης Καὶ μετὰ λῃστῶν δὲ σταυροῦται, ἵνα πονηρὰν δόξαν λάβωσιν ἐπ᾿ αὐτῷ οἱ ἄνθρωποι, ὅτι καὶ αὐτὸς κακοῦργος ἦν· τοῦτο δὲ οἰκονομικῶς γέγονε. Πληρούται γὰρ προφητεία, τὸ Μετὰ ἀνός μων ελογίσθη. Καὶ ἄλλως δὲ, σύμβολον οἱ δύο λη σταὶ τῶν δύο λαῶν, τοῦ τε Ἰουδαϊκοῦ καὶ τοῦ ἐθνικοῦ, 89) 26: Καὶ μὴν καὶ ὁ Ἰωάννης εἶ πεν, ὅτι ἐν ἔκτῇ ὥρᾳ ἐσταυρώθη. Τί οὖν ἔστιν εἰσ πεῖν; Ὅτι τόδε, ἦν ώρα τρίτη οὐχ Ελκεται πρὸς τὸ, καὶ ἐσταύρωσαν αὐτὸν, ἀλλὰ πρὸς τὴν ἀρχὴν τῶν παθῶν τοῦ Σωτῆρος εφέλκεται. Ην δέ, φησὶν, ὥρα τρίτη, ότι δηλονότι ήρξατο πάσχειν ὑπὸ τῶν στρα τιωτῶν τοῦ Πιλάτου· εἶτα τὸ ἑξῆς ἀναγνωστέον καθ' αὐτό, καὶ ἐσταύρωσαν αὐτὸν ἐν ἔκτῃ δηλαδὴ ὥρα ὥστε ἡ μὲν τῆς τρίτης ώρας μνήμη παρὰ τῷ Μάρκῳ τὴν ἀρχὴν ἐμφαίνει τῶν Δεσποτικών παθημάτων, ἡ δὲ τῆς ἔκτης παρὰ τῷ Ἰωάννη, τὸ τέλος αὐτῶν, ὅπερ ἐστὶν ἡ σταύρωσις. Εἴρηται περὶ τῆς παρασημειώσεως τῆς ὥρας ἐν τῷ κατὰ Ἰωάννην πλατύτε Αμφότεροι γὰρ ἄνομοι· ὁ μὲν ἐθνικὸς, ὡς τὸν φυτ σικόν νόμον παραβάς, ὁ δὲ Ἰουδαϊκός, ὡς καὶ ρον. Καὶ μετὰ τῶν λῃστῶν, κ. τ. λ. «
col. 669–670page 92 of 98
PG 123:669τοῦτον καὶ τὸν γραπτὸν ἐν ἔδωκεν αὐτῷ ὁ Θεός ἀλλ' ὁ μὲν ἐθνικός, εὐγνώμων λῃστὴς, ὁ δὲ Ἰουδαϊκὸς, ἄχρι τέλους βλάσφημος. Μέσον δὲ τῶν δύο λαῶν σταυροῦται ὁ Κύριος· αὐτὸς γάρ ἐστιν ὁ λίθος ὁ συνάπτων ἡμᾶς. Καὶ οἱ παραπορευόμενοι εβλασφήμουν αὐτὸν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· Οὐδ, δ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· καὶ κατάβα ἀπὸ τοῦ σταυροῦ. Ομοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλ λήλους μετὰ τῶν Γραμματέων ἔλεγον· "Αλλους τω σεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Ὁ Χριστὸς ὁ βασιλεὺς τοῦ Ἰσραὴλ, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν. Καὶ οἱ συνεσταυρωμένοι αὐτῷ, ἀνείδιζον αὐτόν.» Καὶ οἱ παραπορευόμενοι, φησί, τουτέστιν, οι διερχόμενοι τὴν ὁδὸν, καὶ αὐτοὶ ἐβλασφήμουν τὸν Κύριον, ὡσανεὶ ἐπιτωθάζοντες αὐτὸν ὡς πλάνον. Ομοίως καὶ οἱ ἀρχιερεῖς ἔλεγον Ο άλλους σώσας, ἑαυτὸν οὐ σώζει; Τοῦτο δὲ ἔλεγον ἀποσκώπτοντες εἰς τὰ θαύματα αὐτοῦ, καὶ ἐπικερτομοῦντες, ὡς κατὰ φαντασίαν τάχα γενόμενα Θαν ματουργῶν γὰρ ἔσωζε πολλούς. Ο δὲ διάβολος παρ σκίνει αὐτοὺς λέγειν τὸν Καταβάτω ἀπὸ τοῦ σταυ ροῦ. Ἐπεὶ γὰρ ἔγνω ὁ ἀρχέκακος, ὅτι ἡ σωτηρία διὰ τοῦ σταυροῦ γίνεται, πάλιν ἐπείραζε τὸν Κύρ ριον, ἵνα ἐὰν καταβῇ ἀπὸ· οῦ σταυροῦ, πληροφορηθῇ, ὅτι οὐκ ἔστιν Υἱὸς Θεοῦ· καὶ οὕτω καταλυθῇ ἡ σωτηρία ἡ διὰ τοῦ σταυροῦ· ἀλλ' ἐκεῖνος καὶ Υἱὸς Θεοῦ ἦν ἀληθῶς, καὶ διὰ τοῦτο μάλλον οὐ κατέβη εἰ γὰρ ἔμελλε καταβῆναι, οὐδ' ἂν τὴν ἀρχὴν ἀνέβη ἀλλὰ γὰρ εἰδὼς ὅτι οὕτως ἔσται ἡ σωτηρία τοῖς ἀν θρώποις, ἠνέσχετο καὶ σταυρωθῆναι καὶ τἆλλα πάντα παθεῖν, καὶ τελειώσαι αὐτοῦ τὸ ἔργον. Καὶ οι συνεσταυρωμένοι ὠνείδιζον οἱ δύο ἐξ ἀρχῆς εἶτα ὁ εἷς ἐπέγνω αὐτὸν ἀναίτιον, ὡς ὁ Λουκᾶς φημοῦντι. Γενομένης δὲ ὥρας έκτης, σκότος ἐγένετο ἐφ' ὅλην τὴν γῆν, ἕως ὥρας ἐννάτης. Καὶ τῇ ὥρᾳ τῇ ἐννάτῃ, ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, λέγων Ελωί, έλων, λαμά σαβαχθανί, ὅ ἐστι μεθερμηνευόμενον. Ο Θεός μου, ὁ Θεός μου, εἰς τί με εγκατα έλιπες; Καί τινες τῶν παρεστηκότων ἀκούσαντες, ἔλεγον· Ἰδοὺ Ηλίαν φωνεῖ· δραμὼν δὲ εἷς, καὶ γεμίσας σπόγγον όξους, περιθείς τε καλάμῳ, ἀπό τιζεν αὐτὸν, λέγων· "Αφετε, ἴδωμεν ει έρχεται Ηλίας καθελεῖν αὐτόν. Ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην, ἐξέπνευσεν.» Σκότος ἐγένετο, οὐκ ἐφ᾿ ἕνα τόπον, ἀλλ' ἐφ' ὅλην τὴν γῆν· καὶ εἰ μὲν ἦν καιρὸς ἐκλείψεως, εἶχεν ἄν τις λέγειν, ὅτι φυσικὸν τὸ πάθος νῦν δὲ τεσσαρεσκαιδεκαταία ἦν ἡ σελήνη, ὅτι ἀμήχανον γενέσθαι έκλειψιν φυσικήν. Αναβοᾷ δὲ ὁ Κύριος Εβραϊστὶ τὸ προφητικόν, δεικνύων, ὅτι καὶ ἄχρι τελευταίας ἀναπνοῆς τὰ ῾Εβραϊκά τιμᾷ. Το δὲ, Εἰς τί με εγκατέλιπες; ὡς ἐκ προσώπου τῆς ἀνθρωπίνης φύσεως λέγει, ὡσανεὶ τοῦτο λέγων Εἰ; τί με τὸν ἄνθρωπον ἐγκατέλιπες, ὦ θεέ, ἵνα δεηθῶ Θεοῦ σταυρουμένου ὑπὲρ ἐμοῦ; Ἡμεῖς μὲν γὰρ οἱ ἄνθρωποι ἦμεν οἱ ἐγκαταλελειμμένοι, λέγει, καὶ μᾶλλον καὶ τῷ ἑτέρῳ ἐπετίμα ὡς βλασ ο
col. 671–672page 93 of 98
PG 123:671στο ἐκεῖνος δὲ οὐκ ἐγκατελείφθη ποτέ παρὰ τοῦ Πατρός. Ακουε γὰρ αὐτοῦ, τί φησιν· Οὐκ εἰμὶ μόνος, ὅτι ὁ Πατὴρ μετ' ἐμοῦ ἐστιν. Η καὶ ὑπὲρ τῶν Ἑβραίων τοῦτό φησιν, ὡς Ἑβραῖος καὶ αὐτὸς τὸ κατὰ σάρκε ὤν· Εἰς τί ἐμὲ, τουτέστι, τὸν Ἑβραϊκὸν λαὸν, ἐγκα τέλιπες, ἵνα σταυρώσωσι τὸν Υἱὸν τὸν σόν; Ωσπερ γὰρ ειώθαμεν λέγειν, ὅτι Ὁ Θεὸς ἐφόρεσεν ἐμὲ, ἀντὶ τοῦ, τὴν ἀνθρωπίνην φύσιν· οὕτω καὶ ἐνταῦθα τὸ Εγκατέλιπές με, νόει ἀντί τοῦ, τὴν ἐμὴν φύσιν τὴν ἀνθρωπίνην, ἢ τὸν ἐμὸν λαὸν τὸν Ἰουδαϊκόν. Δρα μὼν δὲ εἷς, ὄξος ἐπότιζεν αὐτὸν, ἵνα συντομώτερον αὐτὸν ἡ δριμύτης τοῦ ὄξους θανατώσῃ. Κράξας δὲ 6 Ἰησοῦς φωνῇ μεγάλῃ, ἐξέπνευσεν, οἱονεὶ προσκαλούμενος τὸν θάνατον, ὡς Δεσπότης καὶ κατ' ἐξουσίαν ἀποθνήσκων. Τίς δὲ ἦν ἡ φωνὴ, εδήλωσεν ὁ Λουκάς Πάτερ, εἰς χεῖρας σου παρατίθημι τὸ πνεῦμά μου. Καὶ γὰρ καὶ τοῦτο κατώρθωσεν ἡμῖν ὁ Κύριος, τὸ εἰς χεῖρας τοῦ Θεοῦ ἀναβαίνειν τὰ τῶν ἁγίων πνεύ ματα· πρώην γὰρ ἐν ᾅδου πάντων αἱ ψυχαὶ ἐκρα τοῦντο, ἕως οὗ ἦλθεν ὁ κηρύξας αἰχμαλώτοις ἄφεσιν, Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο, ἀπὸ ἄνωθεν ἕως κάτω. Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρ εστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτω κράξας ἐξέπνευσεν, εἶπεν· 'Αληθῶς ὁ ἄνθρωπος οὗτος Υἱὸς ἦν Θεοῦ. Ησαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ Ἰακώβου τοῦ μικροῦ, καὶ Ιωσή μήτηρ, καὶ Σαλώμη. Α' καὶ ὅτε ἦν ἐν τῇ Γαλιλαία, ἠκολούθουν αὐτῷ, καὶ διηκή νουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ, αἱ συναναβᾶται αὐτῷ εἰς Ἱεροσόλυμα.» Εσχίσθη τὸ καταπέτασμα, δη λοῦντος τοῦ Θεοῦ, ὅτι ἡ χάρις τοῦ Πνεύματος ἀπὸ έστη ἀπὸ τοῦ ναοῦ, καὶ ὅτι τὰ ῾Αγια τῶν ἁγίων πᾶσι θεατὰ καὶ βάσιμα καταστήσονται· δ καὶ γέν γονε, τῶν Ῥωμαίων εἰσελθόντων· καὶ ὅτι πενθεί καὶ ὁ ναός. Οπερ γὰρ ειώθασιν Ἰουδαῖοι ἐν ταῖς συμφοραῖς ποιεῖν, καὶ διαρρηγνύναι τους χιτῶνας. τοῦτο καὶ ὁ ναὸς, ὡσανεὶ ἔμψυχος, ἐνεδείξατο ἐπὶ τῷ Κτίστῃ πάσχοντι, τὸ ἑαυτοῦ ἱμάτιον διαρρήξας καὶ ἄλλο δέ τι ἐκ τούτου δηλοῦται. Η σὰρξ αὕτη καταπέτασμά ἐστι τοῦ ἡμετέρου ναού, τουτέστι, τοῦ νοός· ἡ γοῦν τῆς σαρκὸς δύναμις, ήν είχε κατὰ τοῦ πνεύματος, διερράγη τοῖς πάθεσι τοῦ Χριστοῦ, ἀπὸ ἄνωθεν ἕως κάτω, τουτέστιν, ἀπὸ Ἀδὰμ έως καὶ τῶν τελευταίων ἀνθρώπων. Καὶ γὰρ ὁ Ἀδὰμ ἡγία σται τοῖς πάθεσι τοῦ Χριστοῦ, καὶ οὐκ ἔτι ἡ σάρξ ἐκείνου ἐπικατάρατος ἔσται, οὐδὲ φθορᾷ ἔνοχος, ἀλλ᾽ ἀφθαρσίᾳ ἐτιμήθημεν ἅπαντες. Ἰδὼν δὲ ὁ κεντυρίων, τουτέστιν, ὁ ἑκατόνταρχος (κέντουμ γὰρ λέγουσιν οἱ Ρωμαῖοι τὸ ἑκατόν) ὅτι οὕτω δεσποτικῶς ἐξέπνευσεν, ἐθαύμασε καὶ ὡμολόγησεν. "Ορα δὲ καὶ τὴν τάξιν ἀντιστραφεῖσαν· οἱ Ἰουδαῖοι θανα τοῦσιν, ὁ ἐθνικὸς ὁμολογεῖ· οἱ μαθηταὶ φεύγουσιν, αἱ γυναίκες παραμένουσιν. Ησαν γάρ, φησί, και για ναῖκες, ἐν οἷς ἦν Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ Ἰακώβου, καὶ Ιωσή μήτηρ· αὕτη δὲ, ἡ Θεοτόκος ἦν, ἥτις καθ' δ ἐμνηστεύθη τῷ Ἰωσήφ, μήτηρ αὐτῶν ἦν· τοῦ δὲ Ἰωσὴφ παῖδες ἦσαν, Ιάκωβος και Ἰωσῆς. Λέγεται τοίνυν μήτηρ αὐτῶν, ἀντὶ τοῦ, μητρυιά· ὥσπερ καὶ τοῦ Ἰωσὴφ ἐλέγετο γυνή, ἀντὶ
col. 673–674page 94 of 98
PG 123:673τοῦ, μνηστή. Η Σαλώμη δὲ, ἦν ἡ μήτηρ τῶν Υἱῶν Ζεβεδαίου. Καὶ ἄλλαι δὲ πολλαί. Τῶν γὰρ ἐπισημοτέρων ὀνομαστὶ ἐμνημόνευσεν. «ι Ει Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν Παρασκευή, δ ἐστι προσάββατον, ἦλθεν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας ευσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσω δεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ· τολμήσας εἰσῆλθε προς Πιλάτον, καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. Ὁ δὲ Πιλάτος ἐθαύμασεν, εἰ ἤδη τέθνηκε καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα, ἐπηρώτησεν αὐτὸν, εἰ πάλαι ἀπέθανε· καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος, ἐδωρήσατο τὸ σῶμα τῷ Ίω σήν. Καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν, ἐνείλησε τῇ σινδόνι, καὶ κατέθηκεν αὐτὸν ἐν μνη μείῳ, ὅ ἦν λελατομημένον ἐκ πέτρας· καὶ προς εκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. Η δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ Ἰωσῆ, ἐθεώρουν που τίθεται. ο Ὁ μακάριος Ιωσήφ, ὅτι τῷ νόμῳ δουλεύων, καὶ τὸν Χριστὸν Θεὸν ἐπέγνω, διὸ καὶ τολμα τόλμαν ἐπαινετήν· οὐχ ὑπελογίσατο γὰρ, ἔτι Πλούσιος είμι, καὶ ἐκπεσοῦμαι τοῦ πλούτου, ἐὰν αἰτήσωμαι τὸ σῶμα τοῦ ἐπὶ τυραννίδι κατακριθένα τος, καὶ διαβληθήσομαι τοῖς Ἰουδαίοις· οὐδὲν τού των εἶπε καθ' ἑαυτόν· ἀλλὰ πάντα δεύτερα ήγη σάμενος, ᾐτήσατο ἵνα θάψῃ τὸ τοῦ κατακεκριμένου σῶμα. Ὁ δὲ Πιλάτος ἐθαύμασεν, εἰ ἤδη τέθνηκεν ἐνόμιζε γὰρ αὐτὸν ἐπὶ πολὺ ἀνθέξειν, ὥσπερ καὶ τους ληστάς. 'Επηρώτησε δὲ καὶ τὴν κεντυρίωνα εἰ πάλαι ἀπέθανε, τουτέστιν, εἰ πρὸ ὥρας ἀπέθανεν. Ο τοίνυν Ἰωσὴφ λαβὼν τὸ σῶμα, Αγόρασε μὲν σινδό μα. Καθελὼν δὲ αὐτὸν, ἐνείλησε τῇ σινδόνι, τὸ τίς μιον τιμίως ενταφιάζων. Μαθητής γὰρ ἦν καὶ αὐτός τοῦ Χριστοῦ, καὶ ὅπως δεῖ τιμήν τὸν Δεσπότην εἰδώ;· καὶ εὐσχήμων, τουτέστι σεμνός, εὐλαβὴς, άμεμπτος. Βουλευτής δὲ ἀξίωμά τι ἦν, μᾶλλον δὲ λειτούργημα καὶ βάρος πολιτικὸν, δ οἱ ἔχοντες ἠναγκάζοντο τὰ τῆς ἀγορᾶς ἐπισκοπεῖν· καὶ πολ λοῖς πολλάκις κίνδυνος ἐπῆλθεν ἐκ τούτου, διὰ τὴν τῆς ἀγορᾶς κακοπραγίαν. Ακουέτωσαν οἱ πλούσιοι, καὶ δημοσίοις ἐνασχολούμενοι πράγμασιν, ὅπως τῷ Ἰωσὴφ οὐδὲν ἐνεπόδισε πρὸς ἀρετὴν τὸ βουλευτικὸν ἀξίωμα. Ἰωσὴφ δὲ ἑρμηνεύεται, πρόσθεσις· 'Αρ μαθαῖος δὲ, αἴρων ἐκεῖν. Γένοιτο οὖν καὶ ἡμᾶς κατὰ τὴν Ἰωσὴφ γενέσθ::, ἀεὶ προστιθέντας τῷ δρόμῳ τῆς ἀρετῆς, καὶ εἴροντας ἐκεῖνο, τουτέστι, τὸ ὄντως ἀγαθόν· λαβεῖν δὲ καὶ τὸ σῶμα τοῦ Ἰησοῦ διὰ τῆς κοινωνίας, καὶ καταθέσθαι τοῦτο ἐν μνημεία λελατομημένῳ ἐκ πέτρας, τουτέστιν, ἐν μνημονικῇ ψυχῇ καὶ μὴ ἐπιλανθανομένῃ τοῦ Θεοῦ. Ἔστω δὲ ἐκείνη ἡ ψυχὴ, ἐκ πέτρας λελατομημένη, τουτέστιν, ἀπὸ Χριστοῦ, ὅς ἐστιν ἡ πέτρα ἔχουσα τὴν σύστασιν· ἐνειλῆσαι δὲ αὐτὸ ἐν σινδόνι, τουτέστιν, ἐν σώ ματι καθαρῷ δέξασθαι αὐτό· σινδών γὰρ τῆς ψυχῆς καὶ οἷον ἱμάτιον, τὸ σῶμα. Δεῖ οὖν μὴ μόνον ἐν ψυχῇ καθαρά δέχεσθαι τὸ θεῖον σῶμα τοῦ Κυρίου, ἀλλὰ καὶ ἐν σώματι τοιούτῳ· ἐνειλεῖν δὲ τοῦτο, τουτέστι, συστρέφειν καὶ συστέλλειν, ἀλλὰ μὴ ἐξαπλοῦν· τὸ γὰρ μυστήριον συνεσταλμένον ἐστὶ καὶ ἀπόκρυφον, καὶ οὐκ ἐξηπλωμένον.

Chapter XVICaput XVI

col. 675–676page 95 of 98
PG 123:675Ει ς οι ΚΕΦΑΛ. ΙϚ'. Περὶ τῆς τοῦ Χριστοῦ ἀναστάσεως. Τίσι μετά τὴν ἔγερσιν ὁ Κύριος ὤφθη. Πως τοῖς ἀπο στόλοις τὴν τοῦ Εὐαγγελίου κήρυξιν διέταξεν. Καὶ διαγενομένου τοῦ Σαββάτου, Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη, Αγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. Καὶ λίαν πρωὶ τῆς μιᾶς Σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον ἀνατείλαντος τοῦ ἡλίου, καὶ ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; Καὶ ἀναβλέψασαι θεωροῦσιν ότι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα· καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον, εἶδον νεανίσκον καθ ἡμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολήν λευκήν, καὶ ἐξεθαμβήθησαν. Ὁ δὲ λέγει αὐταῖς· Μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταν ρωμένον; Ηγέρθη, οὐκ ἔστιν ὧδε. Ἴδε ὁ τόπος όπου ἔθηκαν αὐτόν. ᾿Αλλ' ὑπάγετε, εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ, ὅτι Προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. Καὶ ἐξελθοῦσαι, ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις· καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.» Οὐδὲν μέγα οὐδὲ ἄξιον τῆς τοῦ Ἰησοῦ θεότητος φρονοῦσαι αἱ γυναῖκες περὶ αὐτοῦ, παρακάθηνται τῷ τάφῳ, καὶ μύρια ἀγοράζουσιν, ἵνα κατὰ τὸ ἔθος τῶν Ἰουδαίων καλεί ψωσι τὸ σῶμα, ὡς ἂν μένῃ εὐῶδες, καὶ μή τι δυσ ῶδες ἐκ τῆς διαλύσεως πάθῃ ἅμα δὲ καὶ τὰ μύρα ξηραντικήν τινα δύναμιν ἔχοντα, τὴν ὑγρότητα τοῦ σώματος ἀναπίνοντα, άσηπτον αὐτὸ τηροῦσι. Τοιαῦτα ἐφράσουν αἱ γυναῖκες· καὶ λίαν πρωί, ὅπερ ὁ μὲν Ματθαίος, ὀψὲ Σαββάτων, ὁ δὲ Λουκά, όρθρου βαθέος, φασί, μιᾶς τῶν Σαββάτων, τοῦτ' ἔστι, τῆς πρώτης τῶν τῆς ἑβδομάδος ἡμερῶν (Σάββατα γὰρ τὰς τῆς ἑβδομάδος ημέρας ώνόμαζον, μίαν δὲ, τὴν πρώτην) ἀναστάσαι έρχονται πρὸς τὸ μνημεῖον, καὶ διαλογίζονται τις ἀποκυλίσει τὸν λίθον· ἐν ὅσῳ δὲ ταῦτα ἐλογίζοντο αὗται, ἄγγελος ἀπεκύλισε τὸν λ θον μὴ αἰσθομένων τῶν γυναικών. Ο καὶ ὁ Ματθαίος λέγει, ὅτι μετὰ τὸ ἐλθεῖν τὰς γυναῖκας, ὁ ἄγγελος ἀπεκύλισε τὸν λίθον· τοῦτο δὲ παρεσιώπησεν ὁ Μάρ κος, ὡς τοῦ Ματθαίου εἰπόντο; παρὰ τίνος ἀπεχυ λίσθη & λίθος. Εἰ δὲ ὁ μὲν Ματθαῖος φησι τὸν ἄγγε εἰσελθεῖν εἰς τὸ μνημεῖον ἰδεῖν αὐτὸν τὰς γυναῖκας λον καθῆσθαι ἐπὶ τῷ λίθῳ, ὁ δὲ Μάρκος, μετὰ τὸ Έσω καθήμενον, οὐ δεῖ ταράττεσθαι. Ενδέχεται γὰρ δν εἶδον ἔξω καθήμενον, ὥς φησιν ὁ Ματθαῖος, ἐπὶ τῷ λίθῳ, τοῦτον ἰδεῖν πάλιν ἔσω ἐν τῷ μνημεία, προλαβόντα τὰς γυναῖκας καὶ εἰσελθόντα. Τινὲς δὲ λέγουσιν ὡς ἄλλαι μὲν ἦσαν αἱ παρὰ τῷ Ματθαίῳ Μαγδαληνή, ή πάσαις παρηκολούθει, θερμή τις γυναῖκες, ἄλλαι δὲ αἱ παρὰ τῷ Μάρκῳ· ἡ μέντοι οὖσα καὶ διάπυρος τὴν σπουδήν· εἶπεν οὖν ταῖς γυναιξὶν ὁ φανεὶς ἐκεῖνος· Μὴ ἐκθαμβείσθε. Πρό τερον γὰρ ἀπαλλάττει ταύτας τοῦ δέους, εἶτα καὶ περὶ τῆς ἀναστάσεως εὐαγγελίζεται. Εσταυρωμένη δὲ αὐτὸν ὀνομάζει· οὐ γὰρ ἐπαισχύνεται τὸν σταυρόν δ
col. 677–678page 96 of 98
PG 123:677οὗτος γὰρ ἐστιν ἡ σωτηρία τῶν ἀνθρώπων, καὶ τὸ? τῶν ἀγαθῶν κεφάλαιον. Ηγέρθη. Πόθεν δῆλον; Οὐ γὰρ ἐστιν ὧδε· καὶ θέλετε πιστωθῆναι; "Ιδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. Ἐπὶ τούτῳ γὰρ καὶ τὸν λίθον ἐπῆρεν, ἵνα δείξῃ τὸν τόπον· ἀλλ' ὁπάγετε, εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρω. Τον Πέτρον χωρίζει ἀπὸ τῶν μαθητῶν, ὡς κορυφαῖον κατ' ἐξοχὴν αὐτὸν ὀνομάζων ἐκτὸς ἐκείνων· ἡ ἐπειδὴ ηρνήσατο ὁ Πέτρος, ἐὰν ἦλθον καὶ εἶπον αἱ γυναῖκες, ὅτι Προσετάγημεν εἰπεῖν τοῖς μαθηταῖς, εἶπεν ἂν ὁ Πέτρος· Ἐγὼ Αρνησάμην· λοιπὸν μαθητὴς αὐτοῦ οὐκ εἰμί· ἀπέβαλεν οὖν ἐμὲ, ἐβδελύξατό με. Τού του οὖν ἔνεκεν προστίθησι τὸ, Καὶ τῷ Πέτρῳ, ἵνα μὴ σκανδαλισθῇ ὁ Πέτρος, ὡς αὐτὸς μὴ λόγου άξι θεὶς, οἷα αρνησάμενος, καὶ διὰ τοῦτο μηδὲ συντάττεσθαι τοῖς μαθηταῖς ἄξιος ὤν. Εἰς δὲ τὴν Γαλιλαίαν πέμπει αὐτοὺς, τῶν θορύβων καὶ τοῦ πολλοῦ φόβου ὑπεξάγων τῶν Ἰουδαίων. Ἐκράτησε μέντοι τὰς γυα ναίκας φόβος καὶ ἔκστασις, τουτέστιν, Εκπληξις, ἐπί τε τῇ θέᾳ τοῦ ἀγγέλου, καὶ ἐπὶ τῷ φρικώδει τῆς ἀναστάσεως, καὶ διὰ τοῦτο οὐδενὶ οὐδὲν εἶχον. Εφοβοῦντο γάρ᾽ ἢ τοὺς Ἰουδαίους ἐφοβοῦντο ἢ τὸν νοῦν ἀπώλεσαν. Καὶ διὰ τοῦτο οὐδενὶ οὐδὲν εἶπον, ἐπιλαθόμεναι καὶ ὧν ἤκουσαν. Αναστὰς δὲ ὁ Ἰησοῦς, πρωί πρώτῃ Σαββάτου, ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνή, ἀφ᾿ ἧς ἐκβε βλέπει ἑπτὰ δαιμόνια. Εκείνη πορευθεῖσα, ἀπήγγειλε τοῖς μετ' αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι. Κἀκεῖνοι ἀκούσαντες, ὅτι ζῇ, καὶ ἐθεάθη ὑπ' αὐτ τῆς, ἐπίστησαν. Μετὰ δὲ ταῦτα, δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρα μορφή, πορευομένοις εἰς ἀγρόν· κἀκεῖνοι ἀπελθόντες, ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις επίστευσαν· ὕστερον, ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα εφανερώθη, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον, οὐκ ἐπί στευσαν. ο 'Αναστὰς δὲ ὁ Ἰησοῦς· ἐνταῦθα στίξον, εἶτα εἰπέ· Πρωΐ πρώτῃ Σαββάτου ἐφάνη Μαρίᾳ τῇ Μαγδαληνῇ· οὐ γὰρ ἀνέστη πρωί. Τίς γὰρ οἶδε πότε ἀνέστη; ᾿Αλλ' ἐφάνη πρωί, Κυριακῇ ἡμέρᾳ· αὕτη γὰρ ἡ πρώτη τοῦ Σαββάτου, τουτέστι, τῆς ἑβδομάδος, ἣν ἄνω ἐκάλεσε μίαν Σαββάτων· Μαρίᾳ τῇ Μαγδα τῷ φόβῳ συνεχόμεναι τῷ ἀπὸ τῆς ὀπτασίας, καὶ 26: Φασί τινες τῶν ἐξηγητῶν ἐν ταῦθα συμπληρούσθαι τὸ κατὰ Μάρκον Εὐαγγέλιον, τὰ δὲ ἐφεξῆς προσθήκην είναι μεταγενεστέραν. Χρὴ δὲ καὶ ταύτην ἐρμηνεύσαι μηδὲν τῇ ἀληθείᾳ λυμαινομένους. Αρχή. Αναστὰς δὲ ὁ Ἰησοῦς, κ. τ. λ. Ζητητέον δὲ πῶς ἐν ταῦθα γέγραπται, ὅτι ἐφάνη πρώτον Μαρίᾳ τῇ Μαγδαληνῇ· καὶ γὰρ ἐφάνη πρῶτον οὐ τῇ Μαγδαληνὴ μόνη, ἀλλὰ καὶ τῇ ἄλλῃ τῇ τοῦ Ἰακώβου καὶ Ἰωσήφ, καθὼς ὁ Ματθαῖος ἱστόρησεν; Εστιν οὖν εἰπεῖν, ὅτι διὰ τῆς Μαγδαληνῆς καὶ τὴν ἄλλην ἐδή λωσεν. Εθος γὰρ τοῖς εὐαγγελισταῖς ἐν πολλοῖς διὰ τοῦ γνωριμωτέρου προσώπου καὶ τὸ σὺν ἐκείνῳ ἐμ φαίνειν· γνωριμωτέρα ή Μαγδαληνὴ κατὰ τὸ σπου δάζειν καὶ πορεύεσθαι ἐπὶ τὸ μνημεῖον. Τινὲς δὲ λέ ο δουσό, μετὰ τὰ ταφῆναι τὸν Χριστὸν ἀπελθοῦσαν τὴν Θεοτόκον καταπεσεῖν ὑπὸ λύπης ὑπερβαλούσης, καὶ μηδ' ἀφικέσθαι μετὰ τοῦτο πρὸς τὸν τάφον, ἀδυνατο ήσασαν ἐκ σφοδρᾶς περιωδυνίας, ἀλλὰ κεῖσθαι καὶ θρηνεῖν μέχρι τῶν εὐαγγελίων τῆς ἀναστάσεως. Τέως τοῦτο πανάληθες, ὅτι ἀναστὰς ὁ Κύριος ὤφθη ἐν γυναιξὶ πρώτη Μαρίᾳ τῇ Μαγδαληνή, κ. τ. λ.
col. 679–680page 97 of 98
PG 123:679ληνῇ ἀφ' ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια, ήτοι πολλά (α). Ει οἶδε γὰρ ἡ Γραφὴ τὸν ἑπτὰ ἀριθμὸν, ἀντὶ πλήθους παραλαμβάνειν· ὡς τὸν Στεῖρα ἔτεκεν ἑπτὰ, ἢ ἑπτὰ δαιμόνια, τὰ ἐναντία τῶν ἑπτὰ τῆς ἀρετῆς πνευμάτων· οἷον πνεῦμα ἀφοβίας, πνεῦμα ἀσυνεσίας, πνεῦμα ἀγνωσίας, πνεῦμα ψεύδους, καὶ ὅσα ἄλλα ἀντίπαλα τῶν χαρισμάτων τοῦ Πνεύματος· μετὰ δὲ ταῦτα, δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν, ἐφάνη ἐν ἑτέρα μορφῇ· περὶ τούτων καὶ ὁ Λουκᾶς λέγει· Κἀκεῖνος ἀνήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν. Καὶ πῶς ὁ Λουκάς λέγει, ὅτι ὑποστρέψαντες, εὗρον συνηθροισμένους τοὺς ἕνδεκα, λέγοντας ότι ηγέρθη ὁ Κύριος, τοῦ Μάρκου ἐνταῦθα λέγοντος, ὅτι οὐδὲ τοῖς ἐκ τοῦ ἀγροῦ ἐλθοῦσιν ἐπίστευσαν; Λέγομεν οὖν ὅτι τὸ, Ανήγγειλαν τοῖς λοιποῖς, οὐ περὶ τῶν ἔνδεκα ἀποστόλων λέγει, ἀλλὰ περί τινων ἑτέρων τούτους γὰρ λοιπούς ὠνόμασεν. Ἐπεὶ οἶγε Ενδεκα εἶδον αὐτὸν ἐν αὐτῇ ἡμέρᾳ, ὅτε καὶ οἱ ἐξ ἀγροῦ ὑποστρέψαντες εὗρον αὐτοὺς λέγοντας ότι ηγέρθη ὁ Κύριος. Καὶ εἶπεν αὐτοῖς· Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα, κηρύξατε τὸ Εὐαγγέλιον πάσῃ τῇ κτίσει. Ο πιστεύσας καὶ βαπτισθείς, σωθήσεται· ὁ δὲ ἀπιστήσας, κατακριθήσεται. Σημεῖα δὲ τοῖς πιστεύσασι, ταῦτα παρακολουθήσει, ἐν τῷ ὀνόματί μου δαιμόνια εκβαλοῦσι, γλώσσαις λαλήσουσι καιναῖς, ὄφεις ἀροῦσι· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψῃ· ἐπὶ αρρώστους χεῖρας επιθήσουσι, καὶ καλῶς ἔξουσιν. Ὁ μὲν οὖν Κύριος μετὰ τὸ λαλῆσαι αὐτοῖς, ἀν ελήφθη εἰς τὸν οὐρανὸν, καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ ἐξελθόντες, ἐκήρυξαν πανταχού, τοῦ Κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. Αμήν. Ορα την τοῦ Κυρίου ἐντολὴν, Κηρύξατε πάσῃ τῇ κτίσει. Οὐκ εἶπεν, ὅτι Τοῖς πειθομένοις κηρύξατε, ἀλλὰ, πάσῃ τῇ κτίσει, εἴτε πείθονται είτε μή. Ο πιστεύσας, καὶ οὐκ ἀρκεῖ τοῦτο, ἀλλὰ καὶ βαπτισθείς. Ὁ γὰρ π στεύσας μὲν, οὐ βαπτισθεὶς δὲ, ἀλλ᾽ ἔτι κατηχούμενος ὤν, οὐκ ἤδη καὶ σέσωσται Σημεῖα δὲ λέγει τοῖς πιστεύσασι παρακολουθήσειν, τὸ δαιμόνια ἐκβάλλειν, τὸ γλώσσαις λαλεῖν καιναῖς το ὄφεις αίρειν, τουτέστιν, ἀφανίζειν ὄφεις, εἴτε τοὺς νοητούς, ὡς τὸν Πατεῖτε επάνω όφεων καὶ σχορο πίων, τῶν νοητῶν δηλαδή. Δύναται δὲ καὶ οὕτω νοηθήναι, ὄφεις ἀροῦσιν. Ωσπερ ὁ Παῦλος τὴν τὸ ἔχιδναν ἐν τῇ χειρὶ αὐτοῦ ἦρε, μηδὲν ὑπ' αὐτῆς (92 95) Οὐκ ἤδη καὶ σέσωσται. Ο πιστεύσας γοῦν καὶ βαπτισθείς σωθήσεται, είγε τὴν πίστιν καὶ τὸ βάπτισμα καθαρὰ καὶ ἄσπιλα συντηρῇ, ἢ καὶ μετὰ τὸ σπιλώσαι καθαρίσῃ σημεῖα δὲ λέγει τοῖ; πιστεύσασιν οὐχ ἁπλῶς, ἀλλ' ὡς εἴρηκε παρακαλου θήσειν, κ. τ. λ. 26 καιναῖς, τοῦτ᾽ ἔστιν ἐν διαλέκτοις ἀλλοεθνέσι, ο
col. 681–682page 98 of 98
PG 123:681βλαβείς· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψῃ. Γέγονε δὲ τοιαῦτα πάντως πολλά, ὡς ἐν ταῖς ἱστορίαις εὑρίσκομεν. Πολλοὶ γὰρ καὶ φάρμακα πιόντες, διὰ τῆς τοῦ σταυροῦ σφραγῖδος ἀβλαβείς διετηρήθησαν. Ταῦτα δὲ λαλήσας, ἀνελήφθη, καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ Ἐκεῖνοι δὲ ἐκή ρυξαν πανταχοῦ τοῦ Κυρίου, φησίν, συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. Ορᾷς πανταχοῦ τὰ ἡμέτερα πρῶτον, εἶτα ἡ τοῦ Θεοῦ συνεργία· ἡμῶν γὰρ ἐνεργούντων καὶ ἀρχὴν δόντων, ὁ Κύριος συνεργεῖ· ὡς ἐάν γε μή ἡμεῖς δῶμεν ἀφορμὴν, οὐ συνεργεί. Σκόπει δὲ καὶ τοῦτο, ὅτι μετὰ τὸν λόγον τὰ ἔργα, καὶ ὁ λόγος δια τῶν ἔργων βεβαιοῦται· ὥσπερ καὶ ἐπὶ τῶν ἀποστόλων τότε, τὸν λόγον ἐβεβαίουν τὰ ἔργα τὰ ἐπακι λουθοῦντα καὶ τὰ σημεῖα. Γένοιτο δὲ, Λόγε Χριστέ, καὶ τοὺς ἡμετέρους λόγους οὓς λέγομεν περὶ ἀρε τῆς, διὰ τῶν ἔργων βεβαιοῦσθαι καὶ τῶν πράξεων. ὓς ἂν τέλειοι παρασταίη μέν σοι, συνεργοῦντι ἡμῖν ἐν πᾶσιν ἔργοις τε καὶ λόγοις· ὅτι σοι πρέπει ἡ διὰ λόγων καὶ ἔργων δόξα. 'Αμήν. Τέλος τῆς εἰς τὸ κατὰ Μάρκον Εὐαγγέλιον έρ μηνείας τοῦ Θεοφυλάκτου. 95) 26: Καὶ μὴν ὁ Θεὸς καὶ Πατὴρ αὐτοῦ, ἀσώματος ὤν, οὐκ ἂν ἔχοι δεξιὰ ἢ άρι στερά· τῶν σωμάτων γὰρ ταῦτα σχήματα. Λοιπὸν οὖν τὸ καθίσαι δηλοῖ ἀνάπαυσιν καὶ ἀπόλαυσιν τῆς θείας βασιλείας· τὸ δὲ ἐκ δεξιῶν τοῦ Θεοῦ, οι κείωσιν καὶ ὁμοτιμίαν πρὸς τὸν Πατέρα. Οὐ μόνον καθῆσθαι ἐν δεξιᾷ τοῦ Πατρὸς ὁ Υἱός, ἀλλὰ καὶ ἵστασθαι λέγεται, ὡς ἐν τῇ βίβλῳ τῶν Πράξεων Στέφανος εἴρηκε, τοῦ μὲν τὸ καθιδρύσθαι ἀμεταθέτως, τοῦ δὲ τὸ βεβηκέναι τὸ θεῖον ἐν τῷ ἀγαθῷ δογματίζοντος, καὶ οὐδὲν ἡ τῶν ῥημάτων ἑτερότης περὶ τὸν νοῦν διαφέρεται. "Αλλως τε ὁ εἰπὼν ἔστασθαι τὸν Υἱόν, οὐκ εἶπε καθῆσθαι τὸν Πατέρα, ίνα διαφο μὰν νοήσωμεν ἀξιώματος· λοιπὸν οὖν καὶ καθῆσθαι καὶ ἱστασθαι. Ἐκεῖνοι δὲ, κ. τ. λ. ι
Page scan enlarged

Notebook

Full View