PG 123Theophylactus Bulgari Archiepiscopus
Exposition of the Gospel of Luke
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Life of Saint Luke according to SophroniusVita S. Lucae secundum Sophronium

col. 683–684page 1 of 222
Vita S. Lucæ secundum Sophronium
PG 123:683ΘΕΟΦΥΛΑΚΤΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΒΟΥΛΓΑΡΙΑΣ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΟΣ ΤΟΥ ΛΟΥΚΑ Κατά Σωφρόνιον. Λουκάς, Ιατρός Αντιοχεύς, καθώς τὰ συγγράμα ματα αὐτοῦ δηλοί, τοῦ Ἑλληνικοῦ οὐκ ἄπειρος, σπουδαστής Παύλου ἀποστόλου, καὶ πάσης αὐτοῦ τῆς ἀλλοδαπῆς ἀκόλουθος, συνέταξεν Εὐαγγέλιον, περὶ οὗ αὐτὸς Παῦλος, Απεστείλαμεν, φησί, σὺν αὐτῷ τὸν ἀδελφὸν, οὗ ὁ ἔπαινος ἐν τῷ Εὐαγγελία κατά πάσας τὰς Ἐκκλησίας. Καὶ πρὸς τοὺς Κολασσαείς Ασπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητός. Καὶ πρὸς Τιμόθεον· Λουκᾶς ἐστι μετ᾿ ἐμοῦ μόνος. Καὶ έτερον δὲ ἐξέδωκε τεῦχος ἐξαίρετον, ἐπιγραφὴν Πράσ ξεις ἀποστόλων, οὗ ἡ ἱστορία ἕως διετείας διάγοντας ἐν τῇ Ρώμῃ Παύλου εκτείνεται, τουτέστιν, έως το τάρτου Νέρωνος ἐνιαυτοῦ. 'Αφ' ὧν πεπείσμεθα, ἐν τῇ αὐτῇ πόλει τὴν βίβλον συντετάχθαι. Η γὰρ περί οδος Παύλου καὶ Θέκλας, καὶ πᾶς ὁ μῦθος ὡσανεί Λέοντος βαπτισθέντος, εἰς τὰς ἀποκρύφους γραφάς ψηφισθήσεται. Οὐδὲ γὰρ ἐνεχώρει τὸν ἀχώριστον τοῦ ᾿Αποστόλου μεταξὺ τῶν λοιπῶν αὐτοῦ πράξεων τοῦτο ἡγνοηκέναι. ᾿Αλλὰ καὶ Τερτυλλιανὸς ἐκεῖνον τὸν χρόνον ἀναφέρει πρεσβύτερόν τινα ἐν τῇ Ἀσίᾳ, σπουδαστήν Παύλου ἀποστόλου, ἐλεγχθέντα ἐπὶ Ιωάννου, οία παρ' αὐτοῦ συνταγείσης βίβλου, ώμου λογηκέναι φίλτρῳ κατεχόμενον Παύλου, τοῦτο πε ποιηκέναι. Διὸ καὶ ἐκβεβλῆσθαι τοῦτόν τινες ὑπο λαμβάνουσιν. Οσάκις γὰρ Παῦλος ἐν ταῖς οἰκείαις Επιστολαῖς λέγει, κατὰ τὸ Εὐαγγέλιον μου, δήλον ὡς περὶ τοῦ τεύχους τοῦ κατὰ Λουκᾶν σημαίνει, καὶ Λουκᾶν οὐ μόνον παρὰ τοῦ ἀποστόλου Παύλου ἐν Κωνσταντινουπόλει, εἰς ἣν πόλιν τῷ εἰκοστῷ λειψάνων ᾿Ανδρέου τοῦ ἀποστόλου με τηνέχθη. μεμαθηκέναι τὸ Εὐαγγέλιον, οἷα μετὰ τοῦ Κυρίο τηνικαῦτα ἐν τῷ σώματι μὴ γενομένου, ἀλλὰ καὶ παρὰ τῶν λοιπῶν ἀποστόλων, ὅπερ καὶ αὐτὸς ἐν τῇ ἀρχῇ τοῦ ἰδίου συντάγματος περιφανώς λέγει, καθώς παρέδοσαν ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται. Τοιγαρούν τὸ Εὐαγγέλιον καθὼς ἀνήκουν ἔγραψε. Τὰς δὲ Πρά ξεις τῶν ἀποστόλων, καθὰ ἱστόρησεν αὐτὸς, καὶ συνέταξεν. Ηνέχθη τὰ λείψανα αὐτοῦ, καὶ ἀπετέθη Κωνσταντίνου ἐνιαυτῷ τὸ τούτου σῶμα μετὰ τῶν
col. 685–686page 2 of 222
PG 123:685ΒΙΟΣ ΛΟΥΚΑ ΤΟΥ ΕΥΑΓΓΕΛΙΣΤΟΥ Ἐκ τῆς τοῦ Δωροθέου μάρτυρος και Τυρίων ἐπισκόπου συνόψεως. Λουκᾶς ὁ εὐαγγελιστής Αντιοχεὺς μὲν τὸ γένος ἦν, ἰατρὸς δὲ τὴν τέχνην. Συνεγράψατο δὲ τὸ μὲν Εὐαγγέλιον κατ' ἐπιτροπὴν Πέτρου τοῦ ἀποστόλου, τὰς δὲ Πράξεις τῶν ἀποστόλων κατ' ἐπιτροπὴν Παύ λου τοῦ ἀποστόλου. Συναπεδήμησε γὰρ τοῖς ἀποστόλοις, καὶ μάλιστα τῷ Παύλῳ, οὗ καὶ μνημονεύσας ὁ Παῦλος, ἔγραψεν ἐν Ἐπιστολῇ· Ασπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς ἐν Κυρίῳ. Απέθανε δὲ ἐν Ἐφέσῳ καὶ ἐτάφη ἐκεῖ. Μετετέθη δὲ ὕστερον ἐν Κωνσταντίνου πόλει μετὰ καὶ Ἀνδρέου καὶ Τιμοθέου τῶν ἀποστόλων, κατὰ τοὺς καιρούς Κωνσταντίου βασιλέως, υἱοῦ Κωνσταντίνου τοῦ Μεγάλου, ΥΠΟΘΕΣΙΣ Τοῦ κατὰ Λουκᾶν Εὐαγγελίου. Λουκᾶς ὁ θεῖος, Ἀντιοχεὺς μὲν ἦν, ἰατρὸς δὲ, καὶ τὴν ἔξω σοφίαν πολύς· οὐ μὴν ἀλλὰ καὶ τὴν Εβραϊκὴν παιδείαν ἐξησκήσατο, τοῖς Ἱεροσολύμοις ἐπιφοιτήσας, ὅτε δὴ καὶ ὁ Κύριος ἡμῶν ἐδίδασκεν ώστε, φασί τινες, ἵνα καὶ αὐτὸν γενέσθαι τῶν ἑβδο μήκοντα ἀποστόλων· καὶ ἐκ νεκρῶν δὲ ἀναστάντι τῷ Χριστῷ συναντῆσαι μετὰ Κλεόπα· ἀναληφθέντος δὲ τοῦ Κυρίου, καὶ τοῦ Παύλου πιστεύσαντος, γενέσθαι συνέκδημον καὶ ἀκόλουθον αὐτοῦ, φημὶ δὴ τοῦ Παύλου· καὶ δὴ συγγράψασθαι τὸ Εὐαγγέλιον μετὰ πάσης ἀκριβείας, ὡς καὶ αὐτὸ τὸ προοίμιον αὐτοῦ ἐμφαίνει· μετὰ πεντεκαίδεκα δὲ ἔτι τῆς τοῦ Χριστοῦ ἀναλήψεως συνεγράψατο. Γράφει δὲ πρὸς Θεόφιλον, συγκλητικὸν ὄντα καὶ ἄρχοντα ἴσως· τὸ γὰρ Κράτιστος ἐπὶ τῶν ἀρχόντων καὶ ἡγεμόνων ἐλέγετο, ὡς καὶ ὁ Παῦλός φησι πρὸς τὸν ἡγεμόνα Φῆστον, Κράτιστε Φήστε. Καὶ πᾶς δὲ ἄνθρωπος θεο φιλῆς, καὶ κράτος κατὰ τῶν παθῶν ἀναδεξάμενος, Θεόφιλος ἐστι κράτιστος· ὃς καὶ ἄξιος τῷ ὄντι ἐστὶν ἀκούειν τοῦ Εὐαγγελίου. ΤΑ ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΥ. α'. Περὶ τῶν γενέων Ιωάννου τοῦ Βαπτιστοῦ, καὶ τῆς αὐτοῦ γεννήσεως. Περὶ τοῦ ἀσπασμού τοῦ ἀγγέλου πρὸς Μαριάμ. Περὶ τοῦ ἀσπασμού τῆς Μαρίας πρὸς τὴν Ελισάβετ. β. Περὶ τῆς ἀπογραφῆς. Περὶ τοῦ τῆς Μαρίας τοκετού. Περὶ τῶν ποιμένων. Περί Συμεῶνος. Περὶ 'Αγκης τῆς προφήτιδος. Περὶ ᾿Ιησοῦ εὐ ρεθέντος ἐν μέσῳ των διδασκάλων. γ. Περὶ τῆς τοῦ ᾿Ιωάννου κηρύξεως. Περὶ τῶν Επερωτησάντων τὸν Ἰωάννην. Περὶ Ἡρώδου καὶ 'Ιωάννου. Περὶ τοῦ βαπτίσματος τοῦ Σω τῆρος. Περὶ γενεαλογίας τοῦ Χριστοῦ. 8. Περὶ νηστείας καὶ πειρασμοῦ τοῦ Σωτῆρος. Περὶ Ἰησοῦ ἀχθέντος ὑπὸ τῶν Ἰουδαίων εἰς τὸ ὄρος, καὶ διὰ μέσου αὐτῶν διελθόντος. Περὶ τοῦ ἔχοντος πνεῦμα δαιμονίου. Περὶ τῆς πενθερᾶς Πέτρου. Περὶ τῶν λαθέντων ἀπὸ ποι κίλων νόσων.

His lives from the synopsis of Dorotheus, Bishop of TyreVitae ejusdem ex synopsi Dorothei Tyriorum episcopi

col. 687–688page 3 of 222
Argumentum in Evangelium secundum LucamVitæ ejusdem ex synopsi Dorothei Tyriorum episcopi
PG 123:687ε'. Περὶ τῆς ἄγρας τῶν ἰχθύων. Περὶ τοῦ λε Ο προῦ. Περὶ τοῦ παραλυτικοῦ. Περὶ Λευῒ τοῦ τελώνου. Περὶ τοῦ Ἰησοῦ συνεσθίοντος τοῖς τελώναις. Διὰ τί οἱ τοῦ Ἰωάννου μαθηταὶ νη στεύουσιν, οἱ δὲ τοῦ Χριστοῦ οὐχί; 5. Περὶ τῶν μαθητῶν τοῦ Χριστοῦ ἐν Σαββάτῳ τιλλόντων τοὺς στάχυας. Περὶ τοῦ ξηρών ἔχοντος τὴν χεῖρα. Περὶ τῆς τῶν ἀποστόλων ἐκλογῆς. Περὶ τῶν μακαρισμών. Περὶ τοῦ φι λεῖν τοὺς ἐχθρούς. Περὶ τοῦ πρὸς τὸν πλησίον μὴ φιλονεικεῖν. Περὶ τοῦ μὴ δεῖν τὸν πλησίον κρίνειν. 5. Περὶ τοῦ ἑκατοντάρχου. Περὶ τοῦ υἱοῦ τῆς χήρας. Περὶ τῶν σταλέντων παρὰ Ἰωάν. του. τ'. Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ. Περ τῆς παραβολῆς τοῦ σπείραντες. Περὶ μητρὶς καὶ ἀδελφῶν τοῦ Ἰησοῦ, θελόντων ἰδεῖν απ τόν. Περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων. Περί τοῦ λεγεῶνος. Περὶ τῆς θυγατρὸς τοῦ ἀρχι συναγώγου. Περὶ τῆς αἱμορροούσης. θ'. Περὶ τῆς ἀποστολῆς τῶν δώδεκα. Περὶ Πρώτ δου ότι ήκουσε περὶ Ἰησοῦ. Περὶ τῶν πέντε ἄρτων καὶ τῶν δύο ἰχθύων. Περὶ τῆς τοῦ Κυ ρίου επερωτήσεως. Περὶ τῆς μεταμορφώσεως τοῦ Χριστοῦ. Περὶ τοῦ σεληνιαζομένου. Περί τῶν διαλογιζομένων, τις μείζων. Περὶ τοῦ πως λυομένου δαιμόνια ἐλαύνειν ὑπὸ τῶν μαθητῶν. Περὶ τοῦ μὴ αἰτεῖν τιμωρίαν εἰς τοὺς μὴ δεξα μένους αὐτούς. Περὶ τοῦ μὴ ἐπιτρεπομένου ἀκολουθεῖν. . Περὶ τῶν ἀναδειχθέντων ἑβδομήκοντα. Περί τοῦ ἐπερωτήσαντος νομικοῦ. Περὶ τοῦ ἐμπε σόντος εἰς τοὺς λῃστάς. Περὶ Μάρθας καὶ Μα ρίας τῆς ἀδελφῆς αὐτῆς. ια΄. Περὶ προσευχῆς. Περὶ τοῦ ἔχοντος δαιμόνιον κωφόν. Περὶ τῆς ἐκ τοῦ ὄχλου ἐπαράσης φω γήν. Περὶ τῶν αἰτούντων σημείων. Περὶ τοῦ Φαρισαίου, τοῦ καλέσαντος τὸν Ἰησοῦν. Περι τοῦ ταλανισμοῦ τῶν νομικῶν. ιβ'. Περὶ τῆς ζύμης τῶν Φαρισαίων. Περὶ τοῦ θέλοντος μερίσασθαι τὴν κληρονομίαν. Περὶ οὗ εὐφόρησεν ἡ χώρα πλουσίου. Περὶ τοῦ τῶν γηίνων καταφρονεῖν. Περὶ τοῦ φεύγειν την φιλαργυρίαν. Περὶ τοῦ ἀγρύπνου δούλου. Περὶ τοῦ πρὸς τὸν πλησίον μὴ φιλονεικεῖν. ιγ. Περὶ τῶν Γαλιλαίων, καὶ τῶν ἐν τῷ Σιλωάμι. Περὶ τῆς συκῆς καρπὸν μὴ ἐνεγκούσης. Περὶ τῆς ἐχούσης πνεῦμα ἀσθενείας. Περὶ τοῦ κόκκου σινάπεως παραβολή, καὶ τῆς ζύμης. Περὶ τοῦ ἐπερωτήσαντος, εἰ ὀλίγοι οι σωζό μενοι. Περὶ τῶν εἰπόντων τῷ Ἰησοῦ διὰ Ἡρώ δην. ιδ. Περὶ τοῦ ὑδροπικοῦ. Περὶ τοῦ μὴ ἀγαπᾶν τὰς πρωτοκλισίας. Περὶ τοῦ πτωχοὺς μᾶλλον εἰς τὸ δεῖπνον καλεῖν, ἢ φίλους. Περὶ τῶν καλουμένων ἐν τῷ δείπνῳ. Περὶ οἰκοδομής πύργου παραβολή. ις'. Περὶ τῶν ἑκατὸν προβάτων παραβολή. Περὶ τοῦ ἀποδημήσαντος εἰς χώραν μακράν.
col. 689–690page 4 of 222
PG 123:689ις. Περὶ τοῦ οἰκονόμου τῆς ἀδικίας. Περὶ τοῦ μηδὲ κεραίαν ἀπὸ τοῦ νόμου παρελθεῖν ἄν. Περὶ τοῦ μὴ ἀπολύειν τὴν γυναῖκα. Περὶ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου. 15. Περὶ σκανδάλου. Περὶ τοῦ ἀφεῖναι τὰς ἁμαρτ τίας τοῖς πλησίον. Περὶ τῆς εἰς Θεὸν πίστεως. Περὶ τῶν δέκα λεπρών. Περὶ τοῦ Ἰησοῦ ἐπερω τηθέντος πότε έρχεται ἡ βασιλεία τοῦ Θεοῦ. τηʹ. Περὶ τοῦ ἀεὶ προσεύχεσθαι. Περὶ τοῦ κριτοῦ τῆς ἀδικίας. Περὶ τοῦ Φαρισαίου καὶ τοῦ το λώνου. Περὶ τῶν παιδίων, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ. Περὶ τοῦ ἐπερωτήσαντος τὸν Ἰησοῦν. Περὶ τοῦ λεπρού. ιθ. Περὶ τοῦ Ζακχαίου. Περὶ τοῦ πορευθέντος ἑαυτῷ λαβεῖν βασιλείαν. Περὶ τῶν δέκα δού λων τῶν μνᾶς λαβόντων. Περὶ τοῦ πάλου καὶ τῆς ὄνου. Περὶ τοῦ κλαυθμοῦ Ἰησοῦ ἐπὶ Ἱερουσαλὴμ. Περὶ τῶν ἐκβληθέντων ἐκ τοῦ ἱεροῦ πωλούντων καὶ ὠνουμένων. Περὶ τῶν ἀρχιερέων καὶ Γραμματέων επερωτησάντων τὸν Κύ ριον ἐν ποίᾳ δυνάμει ταῦτα ποιεῖ. κ'. Περὶ τοῦ ἀμπελῶνος παραβολή. Περὶ τῶν ἐγκαλεσθέντων διὰ τὸν κῆνσον. Περὶ τῶν Σαδδουκαίων τὴν ἀνάστασιν ἀρνουμένων. Περὶ τῆς τοῦ Κυρίου επερωτήσεως πρὸς τοὺς Φαρι σαίους. κα'. Περὶ τῆς τὰ δύο λεπτὰ βαλούσης χήρας. Περὶ συντελείας επερώτησις. Περὶ τῆς ἀλώ σεως Ἱερουσαλήμ, καὶ ὅτι ὁ Κύριος προείπε τοῖς μαθηταῖς τὴν αὐτῆς ἐρήμωσιν. Περὶ τῶν σημείων. κβ'. Περὶ τοῦ Πάσχα. Περὶ τῶν φιλονεικησάντων τις μείζων. Περὶ τῆς ἐξετάσεως τοῦ Σατανᾶ, Περὶ τῆς συλλήψεως τοῦ Χριστοῦ. Περὶ τῆς απαγωγῆς τοῦ Ἰησοῦ πρὸς τὸν ἀρχιερέα. κγ'. Περὶ τῆς ἀπαγωγῆς τοῦ Σωτῆρος πρὸς τὸν Πιλάτον. Περὶ τῆς παρ' Ηρώδου ἐξουθενήσεως. Περὶ τῶν κυπτομένων γυναικών. Περὶ τῆς σταυρώσεως τοῦ Χριστοῦ. Περὶ τοῦ μετα νοήσαντος ληστοῦ. Περὶ τῆς τοῦ Χριστοῦ ταφής. κδ'. Περὶ τῶν σκοπουμένων τὸν τάφον γυναικών. Περὶ τοῦ Πέτρου τρέχοντος πρὸς τὸν τάφον. Περί Κλεόπα. Περὶ τοῦ ὀφθέντος Ἰησοῦ. Περί τῆς ἀναβάσεως εἰς τὸν οὐρανόν

Author's PrefacePraefatio auctoris

col. 691–692page 5 of 222
Præfatio auctoris
PG 123:691ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΠΡΟΟΙΜΙΟΝ. 1-4. • Επειδήπερ πολλοὶ ἐπεχείρησαν ανατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πρα γμάτων, καθώς παρέδοσαν ἡμῖν οἱ ἀπ᾿ ἀρχῆς αὐτο όπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, ἔδοξε καμοὶ παρηκολουθηκότι άνωθεν πᾶσιν ἀκριβῶς, καθεξής σοι γράψαι, κράτιστε Θεόφιλε· ἵνα ἐπιγνώς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν. Τίνες ἦσαν οἱ πολλοὶ οὗτοι οἱ ἐπιχειρήσαντες; Οι ψευδοαπόστολοι - πολλοὶ γὰρ συνέγραψαν Ευαγγέλια δῆθεν, οἷόν ἐστι τὸ κατ' Αίγυπτίους, καὶ τὸ ἐπιγραφόμενον, Τῶν δώδεκα. Οἱ τοιοῦτοι οὖν ἐπεχείρησαν μόνον, σύ μέντοι καὶ ἐτελείωσαν· ἐπεὶ γὰρ χωρίς θείας χάρι τος ήρξαντο, διὰ τοῦτο οὐδὲ ἐτελείωσαν. Καλῶς οὖν εἶπεν ὁ Λουκᾶς, ὅτι οἱ πολλοὶ ἐπεχείρησαν· οἱ μέντοι ὀλίγοι, οἷον ὁ Ματθαῖος, ὁ Μάρκος, οὐκ ἐπεχείρησαν μόνον, ἀλλὰ καὶ ἐτελείωσαν· τὸ γὰρ τελειοποιὸν πνεῦμα εἶχον. Πεπληροφορημένων δὲ εἶπε προς γμάτων· οὐ γὰρ ἁπλῶς κατὰ ψιλὴν παράδοσιν εἰσι τὰ τοῦ Χριστοῦ, ἀλλ᾽ ἐν ἀληθείᾳ καὶ πίστει βεβαίᾳ καὶ μετὰ πάσης πληροφορίας. Πῶς δέ εἰσι πεπληροφο ρημένα ταῦτα, εἰπε, ὦ Λουκά Καθώς παρέδοσαν ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου " ἐκ τούτου δῆλον, ὅτι οὐκ ἦν ὁ Λουκᾶς ἀπ᾿ ἀρχῆς μαθητής, ἀλλ' ὅστερόχρονος· ἄλλοι γὰρ ἦσαν οἱ ἀπ' ἀρχῆς μαθητευθέντες· οἱ περὶ Πέτρον καὶ τοὺς τοῦ Ζεβεδαίου· οἱ καὶ παρέδοσαν αὐτῷ ἔσα οὐκ εἶδεν αὐτ τὸς, οὔτε αὐτήκοος ἐγένετο. Τί δέ ἐστι τὸ, ἵνα ἐπι γνῷς τὴν ἀσφάλειαν περὶ ὧν κατηχήθης; Διττὰ εἰς τοῦτο ἔχω νοήματα. "Εν μέν, ὅτι πρότερον μὲν ἀγρά φως σε κατήχησα, ὦ Θεόφιλε νῦν δὲ ἐγγράφως σου 270? παραδιδοὺς τὸ Εὐαγγέλιον, ἀσφαλίζομαι τὸν σὸν λο γισμόν, ἵνα μὴ ἐπιλάθηται τῶν ἀγράφως παραδεδομένων. Ἕτερον δὲ τοιοῦτον. Οἱ ἄνθρωποι ἔθος ἔχομεν πολλάκις, ὅταν τις ἀγράφως λέγῃ ἡμῖν, υποπτεύειν τοῦτον ὡς τυχὸν ψευδόμενον· ὅταν δὲ καὶ γράψη & λέγει, τότε πιστεύομεν, ὡς ἐὰν μὴ ἐθάῤῥει, ὅτι ἀλη θα λέγει, οὐκ ἂν ἔγραφε. Τοῦτο οὖν καὶ ὁ εὐαγ γελιστής φγ τιν, ὅτι, Διὰ τοῦτό σοι ἔγραψα τὸ Εὐαγ γέλιον, ἵνα ἀγράφως κατηχήθης, ἐν ἀσφαλείς πλείονι κατέχῃς. Πιστεύσας μοι μάλλον νῦν, ὡς τοσοῦτον θα βοῦντι ἐπὶ τοῖς ἀγράφοις, ὥστε καὶ ἐγε γράφως ταῦτα ἐκθεῖναι· ὅρα δὲ καὶ τὸ, ἐπιγνῷς. Οι γὰρ εἶπε, γνῶς, ἀλλ', ἐπιγνῶς, τουτέστιν, ἐκ δευτέρου πλείονα γνῶσιν λάβῃς, καὶ θάῤῥος καὶ ἀσφάλειαν ὡς οὐ ψεύδομαι.
col. 693–694page 6 of 222
PG 123:693ΚΕΦΑΛ. Δ'. Περὶ τῶν γονέων Ιωάννου τοῦ Βαπτιστοῦ, καὶ τῆς αὐτοῦ γεννήσεως. Περὶ τοῦ ἀσπασμοῦ τοῦ ἀγγέλου πρὸς Μαριάμ. Περὶ τοῦ ἀσπασμοῦ τῆς Μαρίας πρὸς τὴν Ελισάβετ. Εγένετο ἐν ταῖς ἡμέραις 'Ηρώδου τοῦ βασιλέως τῆς Ἰουδαίας, ἱερούς τις ονόματι Ζαχαρίας, ἐξ ἐφ ημερίας Αβια, καὶ ἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων Ααρών· καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ. ο Μέμνηται τῆς βασιλείας Ηρώδου, ἅμα μὲν κατὰ τὸν τύπον τῶν προφητῶν διηγούμενος· ἐκεῖνοι γὰρ οὕτως ἄρχονται Ἐν ταῖς ἡμέραις Ιωάχαζ καὶ Εζεκίου, καὶ τοῦ δεῖνος, ἐγένετο τάδε· ἅμα δὲ ἐπεὶ περὶ τοῦ Χριστοῦ μέλλει εἰπεῖν, διὰ τοῦτο μέμνηται τοῦ Ἡρώδου, ἵνα δείξῃ ὅτι ἀληθῶς ἦλθεν ὁ Χριστὸς ἐπὶ Ἡρώδου. Οὗτος γὰρ ὁ Ηρώδης, ἐκλιπόντων τῶν παρὰ τῶν Ἰουδαίων ἀρ. χόντων, ἐγένετο, ὡς ἡ τοῦ Ἰακώβ προφητεία δηλοί. Ὅθεν δείκνυται ὁ Χριστὸς ἐλθών. Καὶ ἕτερον δέ τι κατορθοί· ἀληθὲς δείκνυσι τὸ Εὐαγγέλιον διὰ τοῦ λέγειν τὸν χρόνον. Εξουσίαν γὰρ δίδωσι τοῖς βουλομένοις ἐξετάζειν καὶ ἀπὸ τοῦ χρόνου μανθάνειν τὴν τοῦ Εὐαγγελίου ἀλήθειαν· ἄρχεται δὲ ἀπὸ τοῦ Ζα χαρίου καὶ τῆς τοῦ Ἰωάννου γεννήσεως, εἰκότως ο ἐπεὶ γὰρ περὶ τῆς τοῦ Χριστοῦ γεννήσεως μέλλει είν πεῖν, Πρόδρομος δὲ τοῦ Χριστοῦ ὁ Ἰωάννης, εἰκότως; πρὸ τῆς τοῦ Χριστοῦ γεννήσεως τὴν τοῦ Ἰωάννου διηγεῖται. Οὐδὲ αὐτὴν, ἄνευ θαύματος οὖσαν. Ἐπεὶ γὰρ Παρθένος ἔμελλε τεκεῖν, προφκονόμησεν ή χάρις ἵνα γραῦς τέχῃ οὐ κατὰ νόμον φύσεως, εἰ καὶ μετὰ ἀνδρός. Τί δέ ἐστι τὸ, ἐξ ἐφημερίας Αβια; Τινὲς μὲν οὕτω νοοῦσιν, ὅτι δύο ἦσαν ἱερεῖς, ἐκ διαδοχής τὴν λειτουργίαν τελοῦντες· ὁ οὕτω λεγόμενος ᾿Αβια, καὶ ὁ Ζαχαρίας. Ἐπεὶ οὖν ἱεράτευσεν ἐν τῇ λειτουργίᾳ ὁ ᾿Αβιά, μετὰ τὴν ἐκείνου ἐφημερίαν ἐλειτούργει ὁ Ζαχαρίας· δοκεῖ δὲ οὐχ οὕτως ἔχειν. Ο γὰρ Σολομών, τὸν ναὸν τελέσας, κατέστησε καὶ ἐφημερίας, δ ἔστιν ἑβδομάδας· καὶ ἐν μὲν τῇδε τυχὸν τῇ. εβδομάδι κατέστησε τοὺς υἱοὺς Κορέ, ἐν δὲ τῇδε, τὸν ᾿Ασάφ, ἐν δὲ τῇδε, τὸν ᾿Αβιᾶ, ἐν δὲ ἑτέρα, ἔτε ρον. Ὅπερ οὖν λέγει ὅτι ἦν Ζαχαρίας ἐξ ἐφημερίας ᾿Αβια, οὕτω δεῖ νοεῖν, ὅτι ἀπὸ τῆς τοῦ ᾿Αβια ἑβδο μάδος ἦν. Οὐχ ὅτι μετὰ τὴν τοῦ ᾿Αβια ἑβδομάδα παρελάμβανεν αὐτὸς τὴν λειτουργίαν· εἶπε γὰρ ἂν ὅτι μετὰ τὴν ἐφημερίαν Αβια· νῦν δὲ ἐξ ἐφημερίας ᾿Αβιᾶ εἰπὼν, παρίστησιν ὅτι ἐκ τῆς τάξεως του ᾿Αβιᾶ καὶ τῆς ἑβδομάδος ἦν· δεῖξαι δὲ θέλων ὅτι ἑκατέρωθεν νομίμως ἦν ἱερατικοῦ γένους ὁ Ἰωάννης, φησὶ, Καὶ ἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων Ααρών· οὐ γὰρ ἐξῆν ἀπ᾿ ἄλλης φυλῆς ἀγαγέσθαι γυναῖκα, ἀλλ' ἀπὸ τῆς αὐτῆς· Ἐλισάβετ δὲ ἑρμηνεύεται, Θεοῦ ἀνάπαυσις· Ζαχαρίας δε, μνήμη Κυρίου. Ο Ησαν δὲ δίκαιοι αμφότεροι ενώπιον τοῦ Θεοῦ.» Πολλάκις τινές εἰσι δίκαιοι, ἀλλ᾽ οὐκ ἐνώπιον τοῦ Θεοῦ, ἀλλὰ κατὰ τὸ φαινόμενον, καὶ ἐνώπιον τῶν ἀνθρώπων· ἐκεῖνοι δέ γε ἐνώπιον τοῦ Θεοῦ ἦσαν τοιοῦτοι. «Πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώματι τοῦ Κυρίου, άμεμπτοι. Εντολαι μεν, οἷον τὸ, Οὐ μοιχεύσεις, Οὐ κλέψεις· δικαιώματα δὲ, οἷον τὸ, Ο κακολογῶν πατέρα ή μητέρα, θανάτῳ τελευτάτω· δίκαιον γὰρ τοῦτο. Γίνωσκε δὲ, ὅτι δύναται καὶ ἡ ἐντολὴ δικαίωμα ονομάζεσθαι, ὡς δίκαιον 52, έφετο είν εἰκότως.

Chapter ICaput Primum

col. 695–696page 7 of 222
PG 123:695ποιοῦσα τὸν ἄνθρωπον, μᾶλλον δὲ καὶ τοῦ Θεοῦ οὖσα δικαίωμα. Εν γὰρ τῇ ἡμέρᾳ ἐκείνῃ ὥσπερ τι δικαίωμα έγγραφον, ἔχων ὁ Θεὸς τὰς ἐντολὰς, κατακρίνει ἡμᾶς. Εἰ μὴ ἦλθον γὰρ, φησὶ, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· καὶ πάλιν, Ο λόγος ὃν ἐλάλησα αὐτοῖς, ἐκεῖνος αὐτοὺς κρινεί. Τίνος δὲ ἔνεκεν πρόσ κειται τῷ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς, τὸ, ἄμεμπτοι; Ακους· πολλάκις τινὲς πορεύονται ἐν τῷ νόμῳ τοῦ Θεοῦ, ἀλλὰ πάντα ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· οἴκουν ἄμεμπτοι οἱ τοιοῦτοι· ὁ δὲ Ζαχαρίας καὶ ἔπραττε τὰς ἐντολὰς, καὶ ἀμέμπτως ἔπραττε, μὴ διὰ τὸ ἀρέσαι τοῖς ἀνθρώποις ταύτας τελῶν. Καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθ' ὅτι ἡ 'Ελισάβετ ἦν στεῖρα· καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.» Δὶ τῶν δικαίων γυναῖκες, καὶ αἱ δίκαιαι, πολλάκις ἄτεχνοι· ἵνα σὺ μάθῃς, ὅτι ὁ νό μος οὐκ ἀπαιτεῖ πολυτεκνίαν σωματικὴν, ἀλλὰ πνευ ματικήν. Προβεβηκότες δὲ ἦσαν ἀμφότεροι, καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὸ πνεῦμα· καὶ γὰρ καὶ κατὰ ψυχὴν προέβησαν, τουτέστι προέκοψαν, ἀναβάσεις ἐν τῇ καρδίᾳ τιθέμενοι, καὶ ἡμέραν ἔχοντες, ἀλλ' οὐ νύχτα τὸν βίον, ὡς ἐν φωτὶ περιπατοῦντες εὐσχημόνως. Εγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ Θεοῦ, κατὰ τὸ ἔθος τῆς ἱερατείας, ἔλαχε τοῦ θυμιάσαι, εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου· καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος. ο Εν αντι Θεοῦ οἱ καθαροὶ μόνοι ἱερατένουσιν· ἀπὸ δὲ τῶν μὴ καθαρῶν ἀποστρέφει ὁ Θεὸς τὸ πρόσωπον αὐτοῦ. Πότε δὲ ἔλαχε τοῦ θυμιάσαι; "Η πάντως κατά τὸν καιρὸν τοῦ ἱλασμοῦ, ὅτε μόνος εἰσήρχετο εἰς τὰ "Αγια τῶν ἁγίων ὁ ἀρχιερεύς· ἵνα μάθωμεν ότι ὥσπερ ὁ ἀρχιερεὺς οὗτος, εἰσελθὼν εἰς τὰ Ἅγια τῶν ἁγίων ἔλαβε καρπὸν, οὕτω καὶ ὁ Κύριος Ἰησοῦς & μόνος καὶ μέγας τῷ ὄντι ἀρχιερεὺς, εἰσελθὼν εἰς τὰ Αγια τῶν ἁγίων, τουτέστιν, εἰς τὸν οὐρανὸν μετά σαρκός, ἔλαβε καρπὸν τῆς ἐνσάρκου αὐτοῦ ἐπιδημίας, τὴν ἡμετέραν υἱοθεσίαν καὶ σωτηρίαν 11. «• Ωφθη δὲ αὐτῷ ἄγγελος Κυρίου, ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. Οὐ πᾶσι φαίνεται ὁ ἄγγελος, ἀλλὰ τοῖς καθαροίς τῇ καρδίᾳ, οἷος ἦν ὁ Ζαχαρίας. Θυσιαστήριον δὲ τοῦ θυμιάματος εἶπεν, ἐπεὶ ἦν καὶ ἕτερον θυσιαστήριον, τὸ τῶν ὁλοκαυτωμάτων. Καὶ ἐταράχθη Ζαχαρίας ιδών, καὶ φόβος ἐπέπι σεν ἐπ' αὐτόν. Εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος Μη φοβοῦ, Ζαχαρία, διότι εισηκούσθη ή δέησίς σου· καὶ ή γυνή σου Ελισάβετ γεννήσει υἱόν σοι, καὶ κα λέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην· καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται. ο Ταράττεται μὲν ὁ Ζαχαρίας. Ασυν ἤθης γὰρ ὄψις καὶ τοὺς ἁγίους ταράττει. 'Αλλ' δ ἄγγελος καταστέλλει την ταραχήν· πανταχοῦ γὰρ
col. 697–698page 8 of 222
PG 123:697δ τοῦτο ἔσχε γνώρισμα τῶν τε ἀπὸ τοῦ Θεοῦ ὀπτασιῶν, οι καὶ τῶν δαιμονικῶν· εἰ μὲν γὰρ ἀπὸ ταραχῆς ἄρ ξεται ο λογισμός, καὶ τελευταίον καταστῇ, συντόμως λυομένου τοῦ φόβου, ὄντως θεία ἡ ὀπτασία. Εἰ δὲ επιτείνεται μάλλον ή φόβος καὶ ἡ ταραχή, ή οπτασία δαιμονιώδης. Τίνος δὲ ἔνεκέν φησιν ὁ ἄγγελος ὅτι Βισηκούσθη ή δέησίς σου, καὶ ἡ γυνή σου Ελισάβετ γεννήσει σοι»; Μὴ γὰρ ὁ Ζαχαρίας περί παιδὸς ηύχετο; ἀλλὰ περὶ τῶν ἁμαρτιῶν τοῦ λαοῦ; Φασὶν οὖν τινες ὅτι, ἐπειδὴ ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ ηύχετο, ἔμελλε δὲ τίκτειν υἱὸν βοῶντα, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, εἰκότως λέγει πρὸς αὐτὸν ὁ ἄγγελος, ὅτι Εἰσηκούσθη ή δέησις σου ὑπὲρ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν τοῦ λαοῦ. Υιόν γὰρ γεννήσεις δι' οὗ ἄφεσις ἔσται τῶν ἁμαρτιῶν. Τινὲς δὲ οὕτω νοοῦσιν, ὅτι; Εἰσηκούσθη ή δέησίς σου, ὦ Ζαχαρία, καὶ συνεχώρησεν ὁ Θεὸς τὰς ἁμαρτίας τῷ λαῷ· εἶτα ὥσπερ εἰπόντος αὐτοῦ, Πόθεν δῆλον τοῦτο; φησὶν ὁ ἄγγελος, ὅτι, Τοῦτό σοι δίδωμι ση μεῖον, ὅτι γεννήσει σοι υἱὸν ἡ Ἐλισάβετ· ὥστε ἀπὸ τοῦ γεννῆσαι τὴν Ελισάβετ, πιστευθήσεταί σοι καὶ τὸ ἀφεθῆναι τὰς ἁμαρτίας τῷ λαῷ. Εσται γὰρ μέγας ἐνώπιον τοῦ Κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ· καὶ Πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ· καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κυρίον τὸν Θεὸν αὐ τῶν· καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ηλιοῦ, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα, καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον. ο Μέγαν» ἔσεσθαι τὸν Ἰωάννην ἐπαγγέλλεται ὁ ἄγγελος, ἀλλ᾽ ἐνώπιον τοῦ Κυρίου· πολλοὶ γὰρ μεγάλοι λέγονται ἐνώπιον τῶν ἀνθρώπων, καὶ οὐ τοῦ Θεοῦ· οἷοι οἱ ὑποκριταί· μέγας δὲ ὁ Ιωάννης κατὰ ψυχήν· ὥσπερ καὶ μικρὸς κατὰ ψυχὴν πᾶς ὁ σκανδαλιζόμενος· ούτ δεὶς γὰρ μέγας σκανδαλίζεται, ἀλλ᾽ οἱ μικροὶ καὶ ὀλιγόψυχοι. Φησὶ γοῦν ὁ Κύριος· ὓς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν. Ὥσπερ δὲ οἱ τεκόντες τὸν Ἰωάν. νην, δίκαιοι ἦσαν ἐνώπιον τοῦ Θεοῦ, οὕτω καὶ ὁ παῖς αὐτῶν μέγας ἐνώπιον τοῦ Κυρίου· σίκερα δὲ λέγε ται πᾶν τὸ μέθην εμποιεῖν δυνάμενον, οὐκ ἂν δὲ ἐξ ἀμπέλου. Ἐν τῇ κοιλίᾳ δὲ τῆς μητρὸς ὢν ἔτι, ἐπλή σθη Πνεύματος ἁγίου· ὅτε ἦλθεν ἡ Μήτηρ τοῦ Κυ ρίου πρὸς τὴν Ἐλισάβετ, καὶ ἐσκίρτησε τὸ βρέφος ἀγαλλιώμενον διὰ τὴν τοῦ Κυρίου παρουσίαν. Επ-D έστρεψε δὲ καρδίας πατέρων ἐπὶ τέκνα. τουτέστι, τῶν Εβραίων ἐπὶ τοὺς ἀποστόλους· πατέρες μὲν γὰρ ἦσαν οἱ Ἰουδαῖοι· τέκνα δὲ τούτων οἱ ἀπόστολοι. Επέστρεψεν οὖν τὰς καρδίας τῶν Ἰουδαίων ἐπὶ τοὺς ἀποστόλους, διδάσκων· περὶ τοῦ Χριστοῦ καὶ μαρτυρῶν· ὁ δὲ περὶ τοῦ Χριστοῦ μαρτυρῶν, πάν τως ἀξιοπίστους ποιεῖ καὶ τοὺς μαθητὰς αὐτοῦ· οὐ πάντας δὲ ἐπέστρεψεν ὁ Ἰωάννης, ἀλλὰ πολλούς· ὁ μέντοι Κύριος πάντας ἐφώτισεν· ἐν Πνεύματι δὲ Ηλιοῦ προῆλθε, καθὸ ὥσπερ εἰς Ἡλίαν ἡ χάρις ενήργησεν, οὕτω καὶ εἰς Ἰωάννην· ὅ τε γὰρ Ηλίας τῆς δευτέρας παρουσίας πρόδρομος, καὶ ὁ Ἰωάννης
col. 699–700page 9 of 222
PG 123:699τῆς πρώτης. Καὶ ἐν δυνάμει δὲ Ηλιοῦ, καθὰ τὸ αὐτὸ δύνανται αἱ παρουσίαι ἀμφοτέρων, τοῦ τε Ἡλιοῦ καὶ τοῦ Ἰωάννου πρὸς γὰρ τὸν Χριστὸν συνάγουσι. Καὶ ἄλλως δὲ ἐν δυνάμει καὶ πνεύματι Ηλιοῦ ἦλθεν ὁ Ἰωάννης, διότι ἐρημίτης ἦν καὶ αὐτὸς, καὶ ἀπέ ριττος, καὶ ἐλεγκτικὸς ὡς ἐκεῖνος. Επέστρεψε δὲ καὶ τοὺς ἀπειθεῖς Ἰουδαίους ἐν τῇ φρονήσει τῶν δικαίων, τουτέστι, τῇ τῶν ἀποστόλων διδασκαλία φρόνησις γὰρ τῶν ἀποστόλων, ἡ ἐν αὐτοῖς τοῦ Πνεύ ματος χάρις, ὑφ᾽ ἧς ἐκυβερνώντο. Ητοίμασε δὲ τῷ Κυρίῳ, τουτέστι τῷ Χριστῷ, λαὸν κατεσκευασμένον, τουτέστιν, ἐμπαράσκευον πρὸς τὸ ὑποδέξασθαι τὸ κήρυγμα· οἷόν τι λέγω;· Ἐπειδὰν ἔλθοι τις προφή της κηρύττων, οὐ πάντες ἐπίστευον, ἀλλ' οἱ κατ εσκευασμένοι, τουτέστιν, οι προετοιμάσαντες ἑαυτοὺς εἰς τοῦτο. Ωσπερ γὰρ ἐὰν ἔλθοι τις εἰς οἰκίαν νυ κτός, οὗ πάντες αὐτὸν ὑποδέχονται, ἀλλ' οἱ ἔγρτ γορότες καὶ προσδοκῶντες αὐτὸν καὶ ἑτοιμασθέντες εἰς τὸ ὑποδέξασθαι· οὕτω καὶ ὁ Ἰωάννης ἡτοίμασα τῷ Κυρίῳ λαόν, ἀλλ' οὐ τὸν ἀπειθῆ, τὸν δὲ κατεσκευασμένον, ὃ ἔστι προητοιμασμένον, εἰς ὑποδοχὴν τοῦ Χριστοῦ. Καὶ εἶπε Ζαχαρίας πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο; Εγώ γάρ είμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· Εγώ είμι Γαβριήλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ, καὶ ἀπεστάλην λα λῆσαι πρὸς σέ, καὶ εὐαγγελίσασθαί σοι ταῦτα· καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι, ἄχρις ἧς ἡμέρας γένηται ταῦτα· ἀνθ' ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν και ρὸν αὐτῶν.» Εἰ καὶ δίκαιος ἦν ὁ Ζαχαρίας καὶ ἅγιος, όμως πρὸς τὸ τεράστιον τῆς παιδοποιίας απο βλέπων, οὐκ εὐκόλως επίστευε. Διὸ καὶ ὁ ἄγγελος τὰ οἰκεῖον ἀξίωμα λέγει, ότι, 'Εγώ εἰμι Γαβριὴλ ὁ παρ εστηκὼς τῷ Θεῷ· οὐ πλάνο; δαίμων, ἀλλ᾽ ἄγγελος Θεοῦ. Ἐπεὶ οὖν ἀπιστεῖς, ὅσο χωνεύων καὶ μὴ δυ νάμενος λαλῆσαι· εἰκότως δὲ τὰ δύο ταῦτα ἔπαθε, τὸ μήτε ἀκούειν μήτε λαλεῖν· ὡς μὲν γὰρ παρακούσας, καταδικάζεται κώφευσιν· ὡς δὲ ἀντειπών, σιωπήν. Πλὴν προετύπου καὶ τὰ κατὰ τοὺς Ἰουδαίους. Ωσπερ γὰρ οὗτος γέρων καὶ ἄκαρπος, καὶ ἀπιστήσας, ἔτε κεν υἱὸν μείζονα τῶν προφητῶν, οὕτω καὶ ἡ τῶν Ἰουδαίων συναγωγὴ καὶ ἱερωσύνη παλαιωθεῖσα, καὶ ἄκαρπος καὶ ἄπιστος καὶ παρήκοος γενομένη, όμως τὸν Λόγον τοῦ Θεοῦ, τὸν Δεσπότην τῶν προφητῶν, ἔτεκεν ἐν σαρκί· οὗ τεχθέντος, οι πρώην παρήχους εἰς πίστιν καὶ εὐφωνίαν μετήλθοσαν. Καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν αὐτὸν ἐν τῷ ναῷ· ἐξελ θὼν δὲ οὐκ ἠδύνατο λαλῆσαι αὐτοῖς· καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ. Καὶ αὐτὸς ἦν δια νεύων αὐτοῖς, καὶ διέμενε κωφός. Καὶ ἐγένετο, ὡς ἐπλήσθησαν αἱ ἡμέρας τῆς λειτουργίας αὐτοῦ, ἀπῆλ θεν εἰς τὸν οἶκον αὐτοῦ. Ορᾷς πῶς οἱ μὲν Ἰουδαῖοι προσεδόκων καὶ περιέμενον ἕως οὗ ἐξέλθοι ὁ ἀρχο ιερεύς; Ἡμεῖς δὲ οἱ Χριστιανοί, ἅμα τῷ εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν, εἰ μὴ ἐξέλθοιμεν, δεινόν τι πάσχειν νομίζομεν. Διένευε δὲ τῷ λαῷ ὁ Ζαχαρίας, ίσως ἐρωτῶντι τὴν αἰτίαν τῆς σιωπῆς· μὴ δυνάμενος γάρ Απλῆσαι, διὰ νεύματος ἐδήλου ταύτην. Ορα δὲ ὅτι
col. 701–702page 10 of 222
PG 123:701ΤΟΙ καὶ ἕως οὗ ἐτελέσθησαν αἱ ἡμέρας τῆς λειτουργίας αὐτοῦ, οὐκ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, ἀλλὰ προσήδρευε τῷ ναῷ· ἀπώκιστο μὲν γὰρ ἡ ὀρεινὴ ἀλη θῶς καὶ ἀπεῖχε τῆς Ἱερουσαλήμ πλὴν ἀλλ᾽ εἰ καὶ ἐν αὐτοῖς τοῖς Ἱεροσολύμοις εἶχε τὸν οἶκον ὁ ἱερεὺς, οὐκ ἐξὴν αὐτῷ ἔξω τῆς αὐλῆς τοῦ ναοῦ ἀπελθεῖν κατὰ τὸν καιρὸν τῆς ἐφημερίας αὐτοῦ· ἡμεῖς δὲ, φεύ! πῶς καταφρονοῦμεν τῶν θείων ὑπηρεσιῶν Τὸ δὲ μὴ δύνασθαι μὲν λαλεῖν τὸν Ζαχαρίαν, διανεύειν δὲ τῷ λαῷ, τὴν τῶν Ἰουδαίων ἄλογον πολιτείαν δηλοί ἀποκτείναντες γὰρ τὸν λόγον, οὐ δύνανται λόγον ἀπο δοῦναι περὶ ὧν πράττουσιν ἢ λέγουσιν, ἀλλὰ κἂν προφητικόν τι αὐτοὺς ἐρωτᾷς, ἐπιστομίζονται, καὶ οὐ δύνανται σοι λόγον καὶ ἀπόκρισιν ἀποδοῦναι. Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ, καὶ περιέκρυβαν ἑαυτὴν μῆνας πέντε, λέγουσα ότι, Ούτω μοι πεποίηκεν ὁ Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τὸ ὄνειδός μου ἐν ἀν θρώποις.» Σώφρων οὖσα ή Ελισάβετ, ᾑδεῖτο, καὶ διὰ τοῦτο περιέκρυπτεν ἑαυτὴν, διὰ τὸ ἐν γήρα συλ λαβεῖν· ἐπὶ μῆνας δὲ πέντε περιέκρυπτεν ἑαυτὴν, ἕως οὗ καὶ ἡ Μαρία συλλάβοι· ἀφ' οὗ δὲ καὶ ἐκείνη συνέλαβε, καὶ ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτ τῆς, οὐκ ἔτι ἔκρυπτεν ἑαυτὴν, ἀλλὰ καὶ ἐπαῤῥησιάσατο ἄν, ὡς τοιούτου παιδός μήτηρ, καὶ πρὶν ἢ γεν νηθῆναι προφητικῇ ἀξίᾳ τετιμημένου. Ἐν δὲ τῷ μηνὶ τῷ ἔκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, η όνομα Ναζαρέτ, πρὸς παρθένον μεμνηστευμένην ἀν δρὶ, ᾧ ὄνομα Ἰωσήφ, ἐξ οἴκου Δαβίδ. Καὶ τὸ ὄνομα τῆς παρθένου, Μαριάμ. Καὶ εἰσελθὼν ὁ ἄγγελος πρὸς αὐτήν, εἶπε· Χαῖρε, κεχαριτωμένη, ο Κύριος μετὰ σοῦ, εὐλογημένη σὺ ἐν γυναιξίν. Ἡ δὲ ἰδοῦσα, διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ, καὶ διελογίζετο που ταπὺς εἴη ὁ ἀσπασμὸς οὗτος· καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ· Μὴ φοβοῦ, Μαριάμ εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ.» Μῆνα ἐκτον λέγει τὸν ἀπὸ τῆς συλλήψεως Ιωάννου. Λέγει δὲ μεμνηστεῦθαι τὴν παρθένον ἀνδρὶ ἐξ οἴκου Δαβίδ, ἵνα δείξῃ, ὅτι καὶ αὐτὴ ἐκ τοῦ γέν νους τοῦ Δαβὶδ κατήγετο· ἐκ γὰρ τοῦ αὐτοῦ γένους καὶ τῆς αὐτῆς σειράς είναι ψρότερα τὰ μέρη, νόμος ἦν. Ἐπειδὴ δὲ τῇ Εὐχ ὁ Κύριος εἶπεν, Ἐν λύπαις τέξη τέκνα, λύει την λύπη ταύτην ἡ χαρά, ἣν ὁ ἄγε γελος προσφέρει τῇ Παρθενῳ, λέγων· Χαῖρε, κεχα ριτωμένη· ἐπεὶ δὲ κεκατήρατο ἡ Εύα, εὐλογημένη αὕτη ἀκούει· διελογίζετο δὲ περὶ τοῦ ἀσπασμοῦ ποταπός εἴη οὗτος, μὴ ἄρα ἄτοπός τις καὶ πορνικός, ὡς ἐξ ἀνδρὸς πρὸς κόρην, ἢ θεῖο;· ἐπειδὴ καὶ Θεοῦ μνήμη σύνεστι τῷ ἀσπασμῷ, τὸ, Ο Κύριος μετὰ σοῦ. Πρῶτον δὲ καταστέλλει την καρδίαν αὐτῆς ἀπὸ τοῦ φόβου· ὡς ἂν ἐν ἀταραξία γενομένη, δέξηται της θείαν ἀπόκρισιν· οὐ γὰρ ἐνεδέχετο ταραττομένην αὐτὴν, ἀκριβῶς ἀκούειν τὰ συμβησόμενα· ὅπερ δὲ ενω εἶπε, κεχαριτωμένη, ὥσπερ ερμηνεύων φησίν Εύρες γὰρ χάριν ἐνώπιον τοῦ Θεοῦ· τοῦτο γὰρ ἐστι τὸ κεχαριτῶσθαι, τὸ εὑρεῖν χάριν παρὰ τῷ Θεῷ, τουτέστιν, ἀρέσαι Θεῷ· ἀλλὰ τοῦτο μὲν κοινόν· πόλο
col. 703–704page 11 of 222
PG 123:703λαὶ γὰρ καὶ ἄλλαι εὗρον χάριν παρὰ τῷ Θεῷ, τὸ δὲ επιφερόμενον οὐκ ἔτι. Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· οὗτος ἔσται μέγας καὶ Υἱὸς Υψίστου κληθήσεται. Καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαβίδ τοῦ πατρὸς αὐτοῦ. Καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼν εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.» Ιδού συλλήψῃ· τοῦτο τὸ ἐξαίσιον, οὗ οὐδεμία άλλη κατά ηξιώθη· ἐν γαστρὶ δὲ εἶπεν, ἵνα δείξῃ τὸν Κύριον ἐξ αὐτῆς τῆς νηδύος τῆς Παρθένου σαρκωθέντα οὐ σιωδῶς· δικαίως δὲ ἐκλήθη Ἰησοῦς ὁ ἐπὶ σωτηρίς τοῦ ἡμετέρου γένους ἐλθών· τὸ γὰρ ὄνομα τοῦτο, εἰς τὴν Ἑλλάδα γλώσσαν μεταβαλλόμενον, Θεοῦ λέω γεται σωτηρία· Ἰησοῦς οὖν Σωτὴρ ἐρμηνεύεται, ὅτι καὶ ἰαὼ ἡ σωτηρία λέγεται. "Εσται δέ, φησί, μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται. Μέγας μὲν ἦν καὶ ὁ Ἰωάννης, ἀλλ' οὐκ ἔτι καὶ Υἱὸς Ὑψίστου ὁ δέ γε Σωτὴρ, μέγας μὲν, καθὸ ἐδίδασκεν. Υἱὸς δὲ Υψίστου, διά τε τοῦτο αὐτὸ (ἐδίδασκε γὰρ ὡς ἐξου σίαν ἔχων), καὶ διὰ τὴν τῶν θαυμάτων παραδοξοποιίαν· καλεῖται δὲ Υιός Ὑψίστου ὁ φαινόμενος ἄνθρωπος· ἐπεὶ γὰρ μία ἦν ὑπόστασις, τῷ ὄντι Υἱὸς Ὑψίστου ἦν ὁ ἄνθρωπος ὁ Υἱὸς τῆς Παρθένου. "Ην μὲν γὰρ καὶ πρὸ τῶν αἰώνων Υἱός Ὑψίστου ὁ Λόγος, ἀλλ' οὐκ ἐκαλεῖτο, οὐδὲ ἐγνωρίζετο· ἐπεὶ δὲ ἐσαρκώθη καὶ ἐφανερώθη ἐν σαρκί, τότε δὴ καὶ ἐκλήθη Υἱὸς Ὑψίστου, ὁ φαινόμενος καὶ τὰ θαύματα ποιῶν. Θρόνον δὲ Δαυΐδ ἀκούων, μὴ αἰσθητὴν βασιλείαν να μιζε, ἀλλὰ θείαν· ἣν ἐβασίλευσεν ἐπὶ πάντα τὰ ἔθνη διὰ τοῦ θείου κηρύγματος· οἶκος γὰρ Ἰακώβ, καὶ οἱ ἐξ Εβραίων πιστεύσαντες· καὶ μὴν καὶ οἱ ἀπὸ τῶν ἄλλων ἐθνῶν· οὗτοι γὰρ κυρίως, Ἰακὼς καὶ Ισραήλ. Πῶς δὲ λέγεται καθίσαι ἐπὶ τὸν θρόνον Δαυΐδ; "Ακουε· Ο Δαυΐδ, μικρὸς ἐν τοῖς ἀδελφοῖς αὐτ τοῦ· καὶ ὁ Κύριος ἐξουθενημένος, καὶ διαβεβλημένος ὡς φάγος καὶ οινοπότης καὶ τέκτονος υἱὸς, καὶ παρὰ τοῖς ἀδελφοῖς αὐτοῦ, τοῖς υἱοῖς Ἰωσήφ, ἀτι μαζόμενος· οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ, φησὶν, ἐπί στευον εἰς αὐτόν· ἐκεῖνος εὐεργετῶν ἐδιώκετο· καὶ ὁ Κύριος, θαύματα ποιῶν διεβάλλετο, καὶ ἐλιθάζετο. Ἐκεῖνος διὰ πραότητος ενίκησε καὶ ἐβασίλευσε καὶ ὁ Κύριος, διὰ πραότητα σταυρὸν καταδεξάμενος, Σωτήρ εβασίλευσεν. Ορᾷς πῶς λέγεται καθίσαι ἐπὶ τὸν θρόνον Δαυΐδ; ὡς γὰρ ὁ Δαυίδ τὴν αἰσθητὴν βασι λείαν ἔλαβεν, οὕτω καὶ ὁ Κύριος τὴν νοητήν· ἧς οὐκ ἔσται τέλος· οὐκ ἔσται γὰρ τέλος τῆς βασιλείας τοῦ Χριστού, τουτέστι, τῆς θεογνωσίας καὶ τοῦ Χριστιανισμοῦ. Καὶ διωκόμενοι γάρ, λάμπομεν χάριτι Χρι στοῦ. Εἶπε δὲ Μαριάμ πρὸς τὸν ἄγγελον Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Καὶ ἀποκριθεὶς ὁ ἄγγελος, εἶπεν αὐτῇ· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Υψίστου ἐπισκιάσει σοι, δια καὶ τὸ γεννώμενον ἅγιον, κληθήσεται Υἱὸς Θεοῦ. ο Οὐχ ὡς ἀπιστήσασα ἡ Παρθένος, εἶπε τὸ, Πῶς ἔσταιμοι τοῦτο; ἀλλ' ὡς σοφὴ καὶ συνετή, ἐπιζητοῦσα μαθεῖν τὸν τρόπον τοῦ πράγματος· οὐδὲ γὰρ γέγονέ
col. 705–706page 12 of 222
PG 123:705τι τοιοῦτον πρότερον, οὐδὲ μετὰ ταῦτα γενήσεται. Διὸ καὶ συγγινώσκει αὐτῇ ὁ ἄγγελος, καὶ οὐ κατακρίνει ὡς τὸν Ζαχαρίαν, ἀλλὰ μᾶλλον ἑρμηνεύει τὸν τρόπον. Ὁ μὲν γὰρ Ζαχαρίας εἰκότως καταδικάζεται. Είχε γὰρ πολλὰ παραδείγματα, ότι περ καὶ πολλαὶ στεί ραι έτεκον· ἡ δὲ Παρθένος οὐδὲν εἶχε παράδειγμα. Πνεῦμα οὖν, φησίν, ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, γόνιμον παρασκευάζον τὴν μήτραν σου, καὶ δημιουργούν τὴν σάρκα τῷ ὁμοουσίῳ λόγῳ· δύναμις δὲ Ὑψίστου, ὁ Υἱός τοῦ Θεοῦ, Χριστὸς γὰρ Θεοῦ δύναμις, ἐπι σκιάσει σοι, τουτέστιν, ἐπισκεπάσει σε, πάντοθέν σε περικυκλώσει. ὡς γὰρ ὄρνις ἐπισκιάζει τὰ νοτσία ἑαυτῆς ὅλα ταῖς πτέρυξιν αὐτῆς περιλαμβάνουσα, οὕτω καὶ ἡ τοῦ Θεοῦ δύναμις ὅλην περιέλαβε την Παρθένον· καὶ τοῦτο ἔστι τὸ ἐπισκιάσα:. "Αλλος δέ τις τυχὸν ἐρεῖ, ὅτι ὥσπερ ὁ ζωγράφος πρῶτον σκιά. ζει, εἶτα τέλειον χρωματουργεί, οὕτω καὶ ὁ Κύριος, αὐτὸς ἑαυτῷ τὴν σάρκα δημιουργῶν, καὶ τὴν εἰκόνα τοῦ ἀνθρώπου διαπλάττων, πρῶτον ἐσκίασε ταύτην ἐν τῇ μήτρα τῆς Παρθένου, ἐκ τῶν αἱμάτων τῆς ἀειπαρθένου σάρκα συμπήξας, εἶτα κατ' ὀλίγων μορφώσεις αὐτήν. ᾿Αλλὰ τοῦτο ἀμφίβολον· οἱ μὲν γὰρ λέγουσιν, ὅτι ἅμα τῷ τὸν Κύριον ἐπισκιάσαι τῇ μήτρα τῆς Παρθένου, εὐθὺς τέλειον ἦν τὸ βρέφος, οἱ δὲ οὐ παραδέχονται τοῦτο. Ακουε γὰρ τί φησι Διὸ καὶ τὸ γεννώμενον ἅγιον, τουτέστι, τὸ κατὰ μέσ ρος ἐν τῇ μήτρα σου αὐξανόμενον, καὶ οὐκ εὐθὺς τέλειον ὑπάρξαν. Ἐμφράττεται δὲ καὶ ἐντεῦθεν τὸ στόμα τοῦ Νεστορίου· ἐκεῖνος γὰρ εἶπεν ὅτι, Οὐχ ὁ Υἱός τοῦ Θεοῦ ἐν τῇ μήτρᾳ τῆς Παρθένου οἰκήσας ἐσαρκώθη, ἀλλ᾽ ἄνθρωπος ψιλὲς ἐκ τῆς Μαρίας γεν νηθείς, ὕστερον ἔσχε τὸν Θεὸν παρεπόμενον αὐτῷ. Ακουέτω οὖν ὅτι τὸ γεννώμενον ἐν τῇ μήτρᾳ, ἐκεῖνο ἦν Υἱὸς Θεοῦ· ἀλλ' οὐκ ἄλλο μὲν ἐκυοφορεῖτο ἐν τῇ μήτρα, ἄλλος δὲ ὁ Υἱὸς τοῦ Θεοῦ· ἀλλὰ εἷς καὶ ὁ αὐτὸς ἦν, ὁ τῆς Παρθένου τε καὶ τοῦ Θεοῦ Υἱός. Ορα δὲ πῶς τὴν ἁγίαν Τριάδα ἐξέφηνε, Πνεῦμα ἅγιον, δύναμιν τὸν Υἱόν, Ὕψιστον, τὴν Πατέρα ὀνομάσας. Καὶ ἰδοὺ Ἐλισάβετ ή συγγενής σου, καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν γήρᾳ αὐτῆς· καὶ οὗτος μὴν Εκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρα, ὅτι οὐκ ἀδι νατήσει παρὰ τῷ Θεῷ πᾶν ῥῆμα. Εἶπε δὲ Μπριάμε Ιδού η δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου καὶ ἀπῆλθεν ἀπ' αὐτῆς ὁ ἄγγελος.» Απορήσειεν ἄν τις πῶς ἦν συγγενὴς τῆς Παρθένου ἡ Ἐλισάβετ' εἶχε ἡ μὲν Παρθένος ἐκ τῆς Ἰούδα φυλῆς ἦν, ἡ δὲ Ελισάβετ, ἐκ τῶν θυγατέρων Ααρών ὁ γὰρ νόμος ἐκέλευεν ἀπὸ τῆς αὐτῆς φυλῆς τους γάμους γίνε σθαι· ὥστε καὶ αἱ συγγένειαι ἐν τοῖς ἀπὸ τῆς αὐτῆς φυλῆ; οὖσιν εὑρίσκονται. Εστι μὲν οὖν εἰπεῖν καὶ ὅτι ἀπὸ τῆς αἰχμαλωσίας συνεχέθησαν τὰ γένη· τὸ δὲ κρεῖττον, τοῦτο. Ααρών γυναίκα ηγάγετο Ελι σάβετ, θυγατέρα οὖσαν τοῦ ᾿Αμιναδάβ, δς ἦν ἐκ τῆς Ιούδα φυλῆς. ᾿Ορᾷς ὅτι ἄνωθεν καὶ ἀπὸ ᾿Ααρών, συγγενὴς ἦν ἡ Θεοτόκος τῆς Ἐλισάβετ; Ἐπεὶ γὰρ ἡ τοῦ Δαρών γυνὴ ἐκ τῆς Ἰούδα κατήγετο φυλῆς, ἀφ᾿ ἧς ἦν καὶ ἡ Θεοτόκος, ἡ δὲ Ελισάβετ ἐκ τῶν θυγατέρων Ααρών, εικότως συγγενής τῆς Θεοτόκου ἡ Ἐλισάβετ· ἡ γὰρ προμήτωρ αὐτῆς, τουτέστιν, ή
col. 707–708page 13 of 222
PG 123:707τοῦ 'Ααρών γυνή, ἐκ τῆς Ἰούδα φυλῆς ἦν. Σκόπει Δι δὲ καὶ τὸ τῆς συγγενείας παρακολούθημα· Ἐλισάβετ, ἡ τοῦ 'Ααρών γυνή Ελισάβετ, καὶ ἡ τοῦ Ζα χαρίου, ὡς ἐξ ἐκείνης καταγομένη. Αλλ' ίδωμεν τί φησιν ἡ Παρθένος·. Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου, ο Πίναξ εἰμὶ ζωγραφικός· δ βούλεται ὁ γραφεύς, γραφτω δ θέλει, ποιείτω ὁ Κύριος· ὥστε καὶ δ εἶπε πρότερον, Πῶς ἔσται μοι τοῦτο; οὐκ ἀπιστίας ἦν, ἀλλ' ἐπιθυμίας τοῦ μαθεῖν τὸν τρόπον· εἰ γὰρ ἡπίστει, οὐκ ἂν εἶπεν, «Ιδού ή δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥημά σου. Μάνθανε δὲ ὅτι Γαβριήλ μὲν ἑρμηνεύεται, άνθρωπος Θεός· Μαριάμ δὲ, κυρία· Ναζαρέτ δὲ, ἁγιασμός. Εἰκότως οὖν ὅταν ἔμελλε γενέσθαι ὁ Θεὸς ἄνθρωπος, ἀποστέλλεται ὁ Γαβριήλ, ὃς ἐρμηνεύεται άνθρωπος Θεός· ἀλλὰ καὶ ἐν ἁγίῳ τόπῳ γίνεται ὁ ἀσπασμός, τουτέστιν, ἐν Ναζαρέτ· ὅπου γὰρ Θεός, οὐδὲν ἄναγ νον. Αναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύται;, επορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ Ασπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ώ; ήκουσεν ή Ελισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε το βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλη καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.» Η Παρθένος ἀκούσασα παρὰ τοῦ ἀγγέλου, ὅτι συνέλαβεν ἡ Έλιο σάδες, έδραμε πρὸς ἐκείνην, ἅμα μὲν χαίρουσα ἐπὶ τῷ ἀγαθῷ τῆς συγγενοῦς, ἅμα δὲ καὶ ὡς συνετα τάτη, πληροφορηθήνα: θέλουσα τελείως, εἰ ἀληθῆ εἶπεν ὁ φανεὶς αὐτῇ, ἵνα ἐκ τούτου καὶ περὶ τοῦ οἰκείου μὴ ἀμφιβάλλῃ. Ασφαλής γὰρ οὖσα, ἐφοβεῖ το μήπως πλανηθῇ· καὶ οὐχ ὡς ἀπιστοῦσα, ἀλλ' ὡς ἀκριβέστερον μαθεῖν βουλομένη τὸ πράγμα. Εν τῇ ὀρεινῇ οὖν ἔχει ὁ Ζαχαρίας, καὶ διὰ τοῦτο ἔδραμεν ἐκεῖ· ὁ δὲ Ἰωάννης, ἐξαίρετόν τι χάρισμα παρά τοὺς λοιποὺς ἀνθρώπους λαβών, σκιρτῷ ἐν τῇ κοιλίᾳ τῆς μητρός, ὅθεν καὶ μείζων τῶν προφητῶν. Οι μὲν γὰρ, μετὰ τὸ γεννηθῆναι προεφήτευσαν, ὁ δὲ ἔτι ἐν τῇ κοιλίᾳ τῆς μητρὸς ὤν, ἠξιώθη τοῦ τοιού του χαρίσματος. Ορα γάρ Ασπάσατο ή Παρθένος τὴν Ἐλισάβετ, τουτέστι προσηγόρευσεν. Η φωνή οὖν τῆς Παρθένου τοῦ ἐν αὐτῇ σαρκουμένου θεοῦ φωνὴ ἦν· καὶ διὰ τοῦτο καὶ τὸν Πρόδρομον ἐν τῇ μήτρᾳ ἐχαρίτωσε, καὶ ἐποίησε προφητεῦσαι· ὅσε γὰρ εἶπεν ἡ Ἐλισάβετ προφητικῶς πρὸς τὴν Μαρίαν, οὐ τῆς Ἐλισάβετ ἦσαν ῥήματα, ἀλλὰ τοῦ βρέφους τὸ στόμα δὲ μόνον τῆς Ἐλισάβετ υπούργει, ὥσπερ καὶ τὸ στόμα τῆς Μαρίας ὑπούργησε τῷ ἐν τῇ μήτρᾳ αὐτῆς ὄντι Υἱῷ τοῦ Θεοῦ· σκιρτήσαντος γὰρ τοῦ βρέφους ἐν τῇ γαστρί, τότε επλήσθη Πνεύματος ἡ Ἐλισάβετ. Εἰ μὴ γὰρ τὸ βρέφος ἐσκίρτησεν, οὐκ ἂν προεφήτευσεν αὕτη· ὥσπερ οὖν φασι τοὺς προ φήτας πρότερον ἐξισταμένους καὶ ἐνθουσιώντας, εἶτα προφητεύειν, οὕτω τάχα καὶ ὁ Ἰωάννης πρότερον ἐσκίρτησεν, οἷον ἐνθουσιῶν, εἶτα διὰ τοῦ στόματος τῆς μητρὸς προεφήτευσε· τί δὲ προεφήτευσεν; Εὐλογημένη σὺ ἐν γυναιξίν.» Εἶτα ἐπειδὴ πολλαὶ
col. 709–710page 14 of 222
PG 123:709γυναίκες γιατι βεβήλους ἔτεκον, ὡς ἡ 'Ρεβέκκα τὸν 4 Ἡσαν, φησὶν ὅτι, Ἀλλὰ καὶ ὁ καρπὸς τῆς κοιλίας σου ευλογημένος· καὶ ἄλλως δὲ νοηθήσεται, εὐλογημένη σὺ ἐν γυναιξίν· εἶτα ὥσπερ ἐρωτήσαντός τινος, διατί; λέγει τὴν αἰτίαν. Εὐλογημένος γὰρ ὁ καρπὸς τῆς κοιλίας σου, τουτέστι, Θεὸς γὰρ ὁ καρπὸς τῆς κοιλίας σου, εὐλογημένο; γὰρ μόνος ὁ Θεός· ὡς καὶ ὁ Δαυίδ λέγει· Ευλογημένος ὁ ἐρχόμενος· είωθε γὰρ Γραφὴ τὸν, και, σύνδεσμον ἀντὶ τοῦ, γὰρ, παρα λαμβάνειν· ὡς τὸ, Δὸς ἡμῖν βοήθειαν, καὶ ματαία σωτηρία ἀνθρώπου, ἀντὶ τοῦ, Ματαία γὰρ σωτηρία ἀνθρώπου· καὶ πάλιν, Σὺ ὠργίσθη;, καὶ ἡμεῖς ἡμάρτομεν, ἀντὶ τοῦ, Ἡμεῖς γὰρ ἡμάρτομεν. Καρ πὸν δὲ τῆς κοιλίας εἶπε τῆς Θεοτόκου τὸν Κύριον, διότι ἄνευ ἀνδρὸς ἡ κύησις· οἱ μὲν γὰρ ἄλλοι παῖδες τῶν πατέρων εἰσὶ καρποί, ὁ δὲ Χριστὸς μόνης τῆς κοιλίας τῆς Θεοτόκου καρπός· μόνη γὰρ αὐτὸν ἐκυοφόρησεν. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός. μέ; Ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακα μία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλης μένοις αὐτῇ παρὰ Κυρίου, ο Ωσπερ ὕστερον έλα θέντα τὸν Χριστὸν εἰς τὸ βαπτισθῆναι ὁ Ἰωάννης ἐκώλυε δι᾿ εὐλάβειαν, λέγων· Οὐκ εἰμὶ ἄξιο;, οὕτω καὶ νῦν διὰ τῆς μητρὸς αὐτοῦ φθέγγεται· Πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου προς μέ; πρὶν ἢ τέκῃ τὸν Κύριον, μητέρα τὴν κυοφορούσαν ονομάζων. Επὶ μὲν γὰρ τῶν ἄλλων, πρὶν ἢ τέκωσιν, οὐ χρὴ μητέρας ὀνομάζειν διὰ τὸν φόβον τῆς ἀμ Ελώσεως, τουτέστι τῆς ἀποβολῆς. Ἐπὶ δὲ τῆς Παρ θένου οὐδὲν τοιοῦτον υπωπτεύετο. Διὰ τοῦτο καὶ πρὸ τοῦ τεκεῖν μήτηρ καὶ μακαρία ὑπάρχεις σύ, ὦ Μαρία, ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελα λημένοις σοι παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ Μεγαλύνει ἡ ψυχή μου τον Κύριον· καὶ ἡγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαὶ, ὅτι ἐποίησέ μοι μεγαλεία δ δυνατός· καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτ τόν.» Η Παρθένος τελεώτερον πληροφορηθεῖσα, δοξολογεῖ τὸν Θεὸν, ἐκείνῳ ἐπιγράφουσα τὸ θαῦμα, οὐχ ἑαυτῇ. Ἐκεῖνος γὰρ, φησίν, ἐπέβλεψεν ἐπ' ἐμὲ τὴν ταπεινήν, οὐκ ἐγὼ πρὸς ἐκεῖνον ἀνέβλεψα ἐκεῖνος με ηλέησεν, οὐκ ἐγὼ αὐτὸν ἐζήτησα· καὶ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· οὐ μόνη Ελισάβετ, ἀλλὰ καὶ αἱ τῶν πιστευσάντων γεν νιαί· διατί δὲ μακαριούσιν; 'Αρα διὰ τὴν ἐμὴν ἀρε τήν; Οὐχί· ἀλλ' ὅτι ἐποίησε μετ' ἐμοῦ μεγαλεῖα ὁ Θεός. Δυνατὸν δὲ ὠνόμασεν αὐτὸν, ἵνα μηδεὶς ἀπι στήσῃ τοῖς λεγομένοις, λογισάμενος ὅτι οὐκ ἀδύνατος ἐστι ταῦτα ποιῆσαι ὁ Κύριος. "Αγιον δὲ εἶπε τὸ ὄνομα αὐτοῦ, δηλοῦσα ὅτι οὐδὲν μολύνεται ἐν γυα ναικὸς μήτρα συλλαμβανόμενος ὁ καθαρώτατος, ἀλλ' ἅγιος μένει. Οὐκ εἰς ἐμὲ δὲ μόνην τὸ ἔλεος αὐτοῦ, ἀλλὰ καὶ εἰς πάντας τους φοβουμένους αὐτόν· οἱ γὰρ μὴ φοβούμενοι αὐτὸν, ἀλλὰ πάντη ἀνάξιοι, οὐκ
col. 711–712page 15 of 222
PG 123:711ελεοῦνται. Εἰς γενεὰν δὲ καὶ γενεὰν εἰπούσα εἶναι τὸ ἔλεος τοῦ Θεοῦ, τοῦτο ἐδήλωσεν, ὅτι καὶ ἐν τῇ νῦν γενεᾷ ἐλεοῦνται, τουτέστι τῷ νῦν αἰῶνι· καὶ ἐν τῇ μελλούσῃ γενεᾷ, τῷ ἀπεράντῳ λέγω αἰῶνι κανταῦθα γὰρ ἐκατονταπλασίονα λαμβάνουσι, κα κεῖσε πολλῷ πλείονα. Πρόσχες δὲ ὅτι πρότερον μεγαλύνει ή ψυχή τὸν Κύριον, εἶτα τὸ πνεῦμα ἀγαλλιᾶται· οἷόν τι λέγω· Μεγαλύνει τὸν Θεὸν ὁ ἀξίως τοῦ Θεοῦ πορευόμενος. Χριστιανὸς ἐκλήθης, μὴ σμικρύνῃς τὸ ἀξίωμα τοῦ Χριστοῦ καὶ τὸ ὄνομα, διὰ τοῦ πράττειν τὰ μὴ δέοντα, ἀλλὰ μεγάλυνον αὐτό, μεγάλας καὶ οὐρανίους πράξεις τελῶν· καὶ τότε καὶ τὸ πνεῦμά σου ἀγαλλιάσεται, τουτέστι τὸ πνευματικὸν χάρισμα, δ ἔλαβες διὰ τῶν μεγάλων πράξεων, σκιρτήσει καὶ προκόψει· ἀλλ᾽ οὐ συσταλήσεται και, οἷον εἰπεῖν, νεκρωθήσεται. Γίνωσκε δὲ ὅτι ἡ Γραφὴ ἁπλῶς μὲν τὸ αὐτὸ δοκεῖ. λέγειν πνεῦμα καὶ ψυχήν, κυρίως δὲ διαστέλλει ψυχικόν μὲν γὰρ ἄνθρωπον λέγει τὸν κατὰ φύσιν ζῶντα, καὶ ἀνθρωπίνοις λογισμοῖς διοικούμενον, οἷον όταν πεινᾷ, ἐσθίοντα, τὸν ἐχθρὸν μισοῦντα, καὶ ἁπλῶς, μηδὲν ὑπὲρ φύσιν φανταζόμενον· πνευματικὸν δὲ, τὸν ὑπεραναβάντα τοὺς τῆς φύσεως νόμους, καὶ μηδὲν ἀνθρώπινον φρονοῦντα· καὶ αὕτη ἐστὶν ἡ διαφορὰ ψυχῆς καὶ πνεύματος ἐν τῇ Γραφῇ· τάχε δὲ ἰατροὶ ἄλλως ταῦτα διακρίνουσιν· ἀλλ᾿ ἡμῖν τῆς Γραφῆς μέλει· ἰατροὶ δὲ φθειρέσθωσαν. Εποίησε κράτος εν βραχίονι αὐτοῦ· διεσκόρο πισεν υπερηφάνους διανοίς καρδίας αὐτῶν· καθείλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς· πει νῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξε απέστειλε κενούς· ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς παι τέρας ἡμῶν τῷ ᾽Αβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ, εἰς τὸν αἰῶνα. Έμεινε δὲ Μαριάμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς. Καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.» Βραχίων τοῦ Πατρὸς, ὁ Υἱός. Εποίησεν οὖν κράτος καὶ δύναμιν κατὰ τῆς φύσεως ὁ Θεὸς καὶ Πατὴρ ἐν τῷ Υἱῷ αὑτοῦ. Σαρκωθέντος γὰρ τοῦ Υἱοῦ, ἐν ηκήθη ἡ φύσις, παρθένου τεκούσης, Θεοῦ ἀνθρωπισθέντος, ἀνθρώπου θεωθέντος· καὶ διεσκόρπισεν ὁ Κύριος τοὺς ὑπερηφάνους δαίμονας, ἐκβαλὼν αὐτοὺς ἀπὸ τῶν ἀνθρωπίνων ψυχῶν· καὶ οὔς μὲν εἰς τὴν ἄβυσσον πέμψας, οὓς δὲ εἰς τοὺς χοίρους. Δύναται δὲ καὶ περὶ τῶν Ἰουδαίων νοηθῆναι, οὓς διεσκόρπισεν εἰς πᾶσαν χώραν, καὶ νῦν διεσπαρμένοι εἰσι καθεῖλε δὲ καὶ δυνάστας ἀπὸ θρόνων, τους δαίμονας λέγω, οἱ κατεδυνάστευον τῶν ἀνθρώπων, καὶ θρό νους εἶχον τὰς ἀνθρωπίνας ψυχὰς, ἐν αὐταῖς ἀνα παυόμενοι· ἀλλὰ καὶ οἱ Φαρισαῖοι δυνάσται, ὡς τὰ τῶν πτωχῶν καθαρπάζοντες, θρόνους δὲ ἔχοντες, ὡς διδάσκαλοι, ἀφ᾽ ὧν καθηρέθησαν· καὶ ὕψωσε τα πεινοὺς τοὺς ἀνθρώπους, οὓς ἐταπείνωσεν ἡ ἁμαρ τία, ἢ τὰ ἔθνη· ὕψωσε γὰρ ταῦτα, υἱοθεσίαν χαρισάμενος αὐτοῖς. Ωσπερ οὖν καὶ πεινώντας τοὺς αὐτοὺς, τοὺς ἐξ ἐθνῶν λέγω· οὐ γὰρ εἶχον Γραφάς, ἢ νόμον, ἢ ἐντολάς· ἐνέπλησεν ἀγαθῶν τῶν Γραφικών, τοὺς δὲ
col. 713–714page 16 of 222
PG 123:713πλουτούντας Ἰουδαίους, ἔν τε νόμῳ καὶ ἐντολαῖς, ἐξαπέστειλεν ἔξω τῆς Ἱερουσαλήμ, καὶ τῆς ἄνω καὶ τῆς κάτω, κενοὺς παντὸς ἀγαθοῦ· οὐδὲν γὰρ ἔχουσι νῦν οἱ Ἰουδαῖοι, κἂν δοκῶσιν ἔχειν· ἀντελάβετο δὲ Ἰσραὴλ παιδὸς αὐτοῦ, ἢ περὶ τῶν αἰσθητῶν Ἰσραηλιτῶν λέγει. Πολλαὶ γὰρ καὶ ἐκ τούτων ἐπίστευσαν μυριάδες, καὶ ἐπληρώθη ἡ πρὸς τὸν ᾿Αβραὰμ ἐπαγ γελία, εἰπόντος πρὸς αὐτὸν τοῦ Θεοῦ, ὅτι Ἐν τῷ σπέρματί σου ευλογηθήσονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς. "Η καὶ περὶ τοῦ νοητοῦ Ἰσραήλ λέγει· πας γὰρ ὁ ὁρῶν Θεόν, Ἰσραὴλ λέγεται, οὕτω γὰρ ἑρμη νευόμενον τὸ ὄνομα δηλοί, Ορῶν Θεόν. Αντελάβετο οὖν τούτων τῶν ὁρώντων Θεὸν, εἰς τὴν οὐράνιον κληρονομίαν ἀναγαγών. Εμεινε δὲ Μαριάμ σὺν τῇ Ελισάβετ ὡσεὶ μῆνας τρεῖς, εἶτα ὑπέστρεψεν. Ἐπειδὴ γὰρ ἔμελλε τεκεῖν ἡ Ἐλισάβετ, υποχωρεί ἡ Παρθένος διὰ τὸ πλῆθος τῶν μελλόντων συνδραμεῖν εἰς τὸν τόκον· ἀπρεπὶς γὰρ παρθένῳ ἐν τοῖς τοιούτοις ἀναστρέφεσθαι· ὅτι δὲ μελλούσης τεκεῖν τῆς Ἐλισάβετ ὑπέστρεψεν ἡ παρθένος, δῆλον ἐντεῦθεν· τῷ μηνὶ τῷ ἔκτῳ τῆς συλλήψεως τοῦ Προδρόμου, Μαριάμ μετὰ τῆς Ἐλισάβετ, ὡσεὶ μῆνας τρεῖς. ἦλθεν ὁ ἄγγελος πρὸς Μαριάμ· ἔμεινε δὲ ἡ Ἰδοὺ σχεδὸν ἐννέα. Τῇ δὲ Ελισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτὴν, καὶ ἐγέννησεν υἱόν. Καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλονε Κύριος τὸ ἔλεος αὐτοῦ μετ' αὐτῆς, καὶ συνέχαιρον αὐτῇ. Καὶ ἐγένετο ἐν τῇ ὀγδόῃ ἡμέρᾳ ἦλθον περιτεμεῖν τὸ παι δίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ, Ζαχαρίαν. Καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ, εἶπεν· Οὐχὶ, ἀλλὰ κληθήσεται Ιωάννης. Καὶ εἶπον πρὸς αὐτὴν, ὅτι Οὐδείς ἐστιν ἐν τῇ συγγενείᾳ σου ὃς καλεῖται ἐπὶ τῷ ὀνόματι τούτῳ. Ενένευον δὲ τῷ πα τρὶ αὐτοῦ τὸ, τί ἂν θέλοι καλεῖσθαι αὐτόν. Καὶ αἰτή σας πινακίδιον, ἔγραψε, λέγων· Ἰωάννης ἐστὶ τὸ ὄνομα αὐτοῦ. Καὶ ἐθαύμασαν πάντες. Ανεώχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα, καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν Θεόν.» Εμεινε μὲν ἡ Παρ θένος ὡσεὶ μῆνας τρεῖς μετὰ τῆς Ἐλισάβετ, ἴσως ἐπὶ τῷ παραδόξῳ ἐκπληττομένη· καὶ δεομένη παρα μυθίας τινὸς, ἣν ἔμελλεν ἔχειν ἀπὸ τοῦ συνεῖναι τῇ Ἐλισάβετ· ἐπεὶ δὲ ἐπλησίαζεν ὁ τόπος, ὑπεχώρησεν. ὡς δὲ ἐπλήσθη τῇ Ἐλισάβετ ὁ χρόνος τοῦ τεκεῖν, παρατηρητέον ὅτι ἐπὶ τῶν ἁμαρτωλῶν οὐ λέγεται τὸν ᾿Επλήσθη ὁ χρόνος τοῦ τεκεῖν, ἀλλὰ μόν νον ὅπου δίκαιός ἐστιν ὁ τικτόμενος, ἐκεῖ λέγεται· ὡς ἔοικε γὰρ ἀτέλεστοι καὶ ἀπλήρωτοι τῶν ἁμαρτωλῶν οι τόκοι· κρεῖττον δὲ αὐτοῖς εἰ οὐκ ἐγεννήθησαν. Διὰ τί δὲ μετὰ τὴν περιτομήν ἐτίθετο τὸ ὄνομα; Διότι πρότερον δεῖ τὴν ἐκ Θεοῦ σφραγίδα δέξασθαι, καὶ τότε τὸ ἀνθρώπινον ὄνομα· ἄλλως τε, ἡ περι τομὴ τοῦτο σημαίνει, ἀποβολὴν τῶν σαρκικῶν. Ού δεὶς οὖν εἰ μὴ πρότερον ἀπορρίψῃ καὶ περικόψῃ τὰ σαρκικά, αξιός ἐστιν ονομασθήναι στρατιώτης Θεοῦ καὶ ἐν τῇ βίβλῳ τῶν οὐρανῶν ἀπογραφή και αὐτοῦ τὸ ὄνομα. Η δὲ Ελισάβετ, ὡς προφῆτις 32, υἱὸς Θεοῦ. Ει
col. 715–716page 17 of 222
PG 123:715Η ελάλησε περὶ τοῦ ὀνόματος, ὅτι Ἰωάννης ἐπὶ τὸ ὄνομα αὐτοῦ· τάχα δὲ καὶ ὁ Ἰωάννης αὐτὸς ἑαυτῷ περιέθηκε τὸ ὄνομα· τῇ γὰρ μητρὶ αὐτὸς μετέδωχε τοῦ προφητικοῦ χαρίσματος. Διὰ νεύματος δὲ μὴ δυνάμενος ο Ζαχαρίας δηλῶσαι τὸ ὄνομα, α!τεῖ πινακίδιον· καὶ ἐπειδὴ ὠμοφώνησε τῇ γυναικὶ περὶ τὸ ὄνομα τοῦ παιδὸς, ἐκπλήττονται πάντες· οὐ γάρ ἦν ἐν τῇ συγγενείᾳ αὐτῶν, ἵνα τις ἔχῃ εἰπεῖν, ὅτι πρὸ καιροῦ τοῦτο ἐμελέτων ἀμφότεροι, Ιωάννης δὲ ερμηνεύεται Θεοῦ χάρις· διὸ καὶ ὁ πατὴρ αὐτοῦ εὐθέως χαριτωθείς, προφητεύει περί τε τοῦ Χριστοῦ πρότερον, καὶ περὶ τοῦ παιδὸς ὕστερον. Καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς· καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα· καὶ ἔθεντο πάντ τες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν, λέγοντες Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; Καὶ χεὶρ Κυρίου ἦν μετ' αὐτοῦ. Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη Πνεύματος ἁγίου, καὶ προεφήτευσε, λέγων - Εύλο γητός Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ· καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν ἐν τῷ οἴκῳ Δαβὶδ τοῦ παιδὸς αὐτοῦ· καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων τῶν ἀπ' αἰῶνος προφητῶν αὐτοῦ· σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν, καὶ ἐκ χειρὸς πάντων των μισούντων ἡμᾶς ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν, καὶ μνη σθῆναι διαθήκης ἁγίας αὐτοῦ. Ορκου οὗ ὤμοσε πρὸς ᾽Αβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν ἀφόβως, ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας, λα τρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν. • Εγένετο ἐπὶ πάντας φόβος, διὰ τὸ παράδοξον τῆς τοῦ Ζαχα ρίου ἐκλαλήσεως. Ὥσπερ γὰρ ἐπὶ τῇ σιωπῇ ἐξέστη ὁ λαὸς, οὕτω καὶ ἐπὶ τῷ λαλῆσαι αὐτόν· ὡς ἂν διὰ τῶν δύο τούτων θαυμάτων, συλλογίσωνται πάντες περὶ τοῦ τεχθέντος, ὡς ὑπὲρ τοὺς πολλοὺς ἐστι, Ταῦτα δὲ πάντα ἐγίνοντο οἰκονομικῶς, ἵνα ὁ περὶ τοῦ Χριστοῦ μέλλων μαρτυρήσειν, ἀξιόπιστος εἴη, καὶ πάντες πληροφορηθῶσιν ἐξ αὐτῆς τῆς τοῦ Ἰωάννου γεννήσεως, ὅτι ὑπὲρ τοὺς πολλούς ἐστιν. Εὐλογεῖ δὲ ο Ζαχαρίας τὸν Θεὸν, ὡς ἐπισκεψάμενον του; Ισ ραηλίτας· τῷ ὄντι γὰρ εἰς τὰ πρόβατα ἦλθε τα ἀπολωλότα οίκου Ισραήλ, ἀλλ' οὐκ ἠθέλησαν οἱ πλείονες αὐτῶν δέξασθαι τὴν χάριν· διὸ καὶ τοὺς ἀληθῶς Ἰσραηλίτας ἐπεσκέψατο, οἵτινές εἰσιν οἱ πιστεύσαντες. Ηγειρε δὲ κέρας σωτηρίας, τουτέστι, δύναμιν καὶ βασιλείαν σωτήριον· τὸ γὰρ κέρας δύναμιν σημαίνει· τὰ γὰρ κερασφόρα ζώα ἐν τοῖς κέρασι τὴν δύναμιν ἔχουσιν, ἢ βασιλείαν· τῷ γὰρ κέρατι ἐχρίοντο οἱ βασιλεῖς. Ο οὖν Χριστὸς καὶ δύναμίς ἐστι καὶ βασιλεία τοῦ Πατρός· ἐξηγέρη οὖν ἡμῖν κέρας σωτηρίας ὁ Χριστός. Εδόκει γὰρ ὑπνώττειν, παραβλεπόμενος τὰς πολλὰς ἁμαρτίας, καὶ μακροθυμῶν ἐπὶ τῇ εἰδωλομανίᾳ· ἀλλ' ἐν τοῖς ἐσχάτοις σαρκωθείς καιροῖς, ἐξηγέρθη καὶ συνέτριψε πάντας τοὺς μισοῦντας ἡμᾶς δαίμονας. Μηκέτι ένα σχόμενος ὑπνοῦν καὶ μακροθυμεῖν· ἐν τῷ οἴκῳ δὲ Δαβίδ ἐξηγέρθη, τουτέστιν ἐν Βηθλεέμ, ἐκεῖ γὰρ ἐγεννήθη· ἡ δὲ Βηθλεὲμ, πάντως πόλις του Δαβίδ,
col. 717–718page 18 of 222
PG 123:717καθὼς ἐλάλησαν οἱ προφῆται. Πάντες γὰρ περὶ τῆς σαρκώσεως εἶπον. Ο δὲ Μιχαίας, καὶ τοῦ οἴκου τοῦ Δαβίδ, τῆς Βηθλεὲμ λέγω, μέμνηται, λέγων· Καὶ σύ, Βηθλεὲμ, οὐδαμῶς ἐλαχίστη εἶ. Ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος.» Εποίησε δὲ ἔλεος, οὐ μετὰ τῶν ζώντων μόνον, ἀλλὰ καὶ μετὰ τῶν πατέρων ἡμῶν· τοῦ γὰρ Χριστοῦ ἡ χάρις, καὶ εἰς ἐκείνους ἀνέδραμε, τοὺς ἤδη τεθνηκότας· οἷόν τι λέγω Δέδωκεν ἡμῖν τοῖς ζῶσιν ἐλπίδα ἀναστάσεως, καὶ ἀναστησόμεθα· ἀλλ᾽ οὐ μόνοι ἡμεῖς ταύτης τῆς χάριτος ἀξιωθησόμεθα, ἀλλὰ καὶ οἱ προτετελευτη κότες· πᾶσα γὰρ ἡ φύσις ἔτυχε τοῦ ἀγαθοῦ· καὶ ἄλλως δὲ ἐποίησεν ἔλεος μετὰ τῶν πατέρων, καθά τὰς ἐλπίδας ἐπλήρωσεν. Όσα γὰρ προσεδόκων, ἐπὶ τῷ Χριστῷ, εἶδον τελειωθέντα· ἀλλὰ δὴ καὶ τὰ τέκνα αὐτῶν, οἱ πατέρες βλέποντες ἀπολαύοντα τῶν το 283 σούτων ἀγαθῶν, χαίρουσι, καὶ κοινωνοί τῆς εὐφροσύνης γινόμενοι, εἰς ἑαυτοὺς τὸ ἔλεος ἀναδέχονται. ‹ Ποίας δὲ διαθήκης ἐμνήσθη, καὶ ποίου ὅρκου πρὸς ". τὸν ᾿Αβραάμ γενομένου; "Η πάντως του, ο Εύλο γῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνώ σε. Επληθύνθη γὰρ ὄντως νῦν ὁ ᾿Αβραὰμ, πάντων ἐθνῶν υιοθετηθέντων αὐτῷ διὰ τῆς πίστεως· ὡς γὰρ ἐκεῖνος ἐπίστευσεν, οὕτω καὶ ταῦτα διὰ τῆς πίστεως φκειώθησαν· ἐῤῥύσατο δὲ ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἀφόβως πολλάκις γάρ τινες φύονται μὲν, ἀλλὰ μετὰ φόβου καὶ ἀγώνων πολλῶν καὶ πολέμου· ὁ δὲ Χ στὸς, μηδὲν ἡμῶν κοπιασάντων, ὑπὲρ ἡμῶν ἐσταυρώθη· καὶ ἐῤῥύσατο λοιπὸν ἡμᾶς ἀφόβως, τουτέστιν? ἀκινδύνως. Διατί δὲ ἐῤῥύσατο ἡμᾶς, ἆρα διὰ τὸ τρυ φαν; Οὐχὶ· ἀλλὰ τοῦ λατρεύειν αὐτῷ, οὐχ ἅπαξ, οὐδὲ δύο ἡμέρας, ἀλλὰ πάσας τὰς ἡμέρας λατρεύειν δὲ, οὐ διὰ σωματικῆς μόνον προσκυνήσεως και ὑπουργίας, ἀλλ᾽ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· Εστι δὲ ὁσιότης μὲν, τὸ πρὸς Θεὸν δίκαιον· δικαιοσύνη δ, τὸ πρὸς ἀνθρώπους· οἷον, ἐάν τις ἀπέχηται μὲν τῶν ἱερῶν, καὶ οὐκ ἐπιχειρῇ τοῖς θείοις ἀθέως, ἀλλὰ πάσαν τιμὴν ἀποσώζῃ πρὸς τὰ τίμια, ὁ τοιοῦτος, ὅσιος· ὁμοίως καὶ ὁ τοὺς γονεῖς σεβόμενος, ὅσιος καὶ οὗτοι γὰρ θεοὶ κατοικίδιοι· εἰ δέ τις οὐ πλεονέκτης εἴη, οὐχ ἅρπαξ, οὐ κλέπτης, οὐ μοιχός, οὐ πόρνος· ὁ τοιοῦτος, δίκαιος. Οὕτως οὖν δεῖ λατρεύειν Θεῷ, ἐν ὁσιότητι, τῇ πρὸς τὰ θεῖα λέγω εὐλαβείν, καὶ δικαιοσύνῃ, τῇ πρὸς τὰ ἀνθρώπινα ἐπαινετῇ πολιτεία· λατρεύειν δὲ ἐνώπιον αυτού, μὴ ἐνώπιον τῶν ἀνθρώπων, ὡς οἱ ἀνθρωπάρεσκοι καὶ ὑπο κριταί. Καὶ σύ, παιδίον, προφήτης Υψίστου κληθήσῃ προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου, ἑτοιμάσαι ὁδοὺς αὐτοῦ, τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ, ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν. Διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνα τολὴ ἐξ ὕψους, ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιά θανάτου καθημένοις, τοῦ κατευθύναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης. Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.» Ξένον φαίνεται τὸ λέγειν τὸν Ζαχαρίαν πρὸς τὸ παιδίον, ἃ
col. 719–720page 19 of 222
PG 123:719λέγει· πάντως γὰρ ἀναισθήτῳ ὄντι τῷ παιδί, ε η ἔδει ὁμιλεῖν. Εστιν οὖν εἰπεῖν ὅτι, ὥσπερ ξένην ἔσχε τὴν γέννησιν τὸ παιδίον, σκιρτῆσαν καὶ προφητεῦσαν ἐν τῇ μήτρᾳ ἐπὶ τῇ παρουσίᾳ τῆς Μα ριάμ, οὕτως “οὐδὲν ἄπιστον καὶ τῶν λεγομένων παρὰ τοῦ πατρὸς αἰσθάνεσθαι μετὰ τὴν γέννησιν. Προπορεύσῃ δὲ, φησίν, ἔμπροσθεν τοῦ Κυρίου, κατ λιπὼν ἐμὲ ὅσον ούπω. Ἐγίνωσκε γὰρ Ζαχαρίας ὅτι στερηθήσεται μετ' ὀλίγον αὐτοῦ, εἰς τὰς ἐρή μους μέλλοντος φυγείν. Διατί δὲ προπορεύσῃ; Διὰ τὸ ἑτοιμάσαι τὰς ὁδοὺς τοῦ Κυρίου· ὁδοὶ δὲ, αἱ ψυχαὶ ἐφ' ὧν ὁδεύει ὁ Κύριος· τὰς οὖν ψυχὰς ἡτοί μασεν ὁ Πρόδρομος, ἵνα ἐν αὐταῖς περιπατήσῃ ὁ Χριστός. Πῶς δὲ ταύτας ἡτοίμασε; Δοὺς γνῶσιν σωτηρίας τῷ λαῷ· σωτηρία μὲν οὖν ὁ Κύριος Ἰη σοῦς· ἐδόθη δὲ ἡ γνῶσις τῆς σωτηρίας, τουτέστι, τοῦ Χριστοῦ, τῷ λαῷ παρὰ τοῦ Ἰωάννου ὁ γὰρ Ιωάννης ἐμαρτύρει περὶ τοῦ Ἰησοῦ· ἡ δὲ γνῶσις, ἐν ἀφέσει ἁμαρτιῶν ἐγένετο. Οὐκ ἂν γὰρ ἄλλως ἐπεγνώσθη Θεὸς εἶναι ὁ Κύριος, εἰ μὴ ἀφῆκε τὰς ἁμαρτίας τῷ λαῷ· Θεοῦ γὰρ τὸ ἀφιέναι ἁμαρτίας. Αφῆκε δὲ ἡμῖν ταύτας, διὰ σπλάγχνα ελέους· οὐ γὰρ διὰ τὰ ἔργα ἡμῶν· οὐ γὰρ ἐποιήσαμέν τι ἀγα θόν· ἀλλ᾽ ἐκεῖνος ἐπεσκέψατο ἡμᾶς ἐξ ὕψους. ἀνατολὴ λεγόμενος· "Ηλιος γὰρ δικαιοσύνης ἐστί. Καὶ ἐπέφανεν ἡμῖν, τοῖς ἐν σκότει, τουτέστι, τῇ ἀγνω σίᾳ· καὶ τῇ σκιᾷ τοῦ θανάτου, τῇ ἁμαρτίᾳ, καθ ημένοις· δύο γὰρ κακὰ ἐκράτει τῆς τῶν ἀνθρώπων φύσεως· ἀγνωσία Θεοῦ Ἂν εἶχον οἱ Ἕλληνες· καὶ ἁμαρτία, ἣν εἶχον οἱ Ἑβραῖοι, εἰ καὶ Θεὸν ἐπεγίνωσκον. Επέφανεν οὖν τῇ ἀνθρωπίνῃ φύσει, ἵνα καὶ τοὺς ἐν τῷ σκότει, τουτέστι, τῇ ἀγνωσίᾳ καὶ ἀθείᾳ, καὶ τοὺς ἐν τῇ σκιᾷ τοῦ θανάτου, τῇ ἁμαρτίᾳ, καθημένους φωτίσῃ· ἡ δὲ ἁμαρτία σκιὰ τοῦ θανά του ἐστί, κατὰ τοῦτον, ὡς οἶμαι, τὸν λόγον· ὥσπερ ἡ σκιὰ τῷ σώματι ἕπεται, οὕτω καὶ ἔνθα θάνατος, ἐκεῖ καὶ ἁμαρτία. Οἷον, ἀπέθανεν ὁ ᾿Αδάμ, ἐκεῖ λοιπὸν καὶ ἁμαρτία· καὶ οὐδὲ τὸν τοῦ Χριστοῦ θάνα τον εὑρήσεις χωρὶς ἁμαρτίας· ἀπέθανε γὰρ ὁ Χρι στὸς, ἀλλὰ διὰ τὰς ἐμὰς ἁμαρτίας· ὥστε εἰκότως λέγεται σκιὰ εἶναι τοῦ θανάτου ἡ ἁμαρτία, ὡς ἀεὶ παρεπομένη αὐτῷ· καὶ ἄλλα δὲ ἔστιν εἰπεῖν εἰς τοῦτο· καὶ οἶμαι, είπομεν ἐξηγούμενοι τὸν Ματθαῖον. *Αρα δὲ ἀρκεῖ τὸ ἐπιφᾶναι μόνον τοῖς ἐσκοτισμένοις; Οὐχί· ἀλλὰ δεῖ καὶ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης, τουτέστι, τῆς δικαιοσύνης· ὥσπερ γὰρ ἡ ἁμαρτία, ἔχθρα εἰς Θεόν, οὕτως ἡ δικαιοσύνη, εἰρήνη. Οδός οὖν εἰρήνης, ἡ τῆς δικαιοσύνης του λιτεία, πρὸς ἢν κατεύθυνε τοὺς πόδας τῶν ἡμετέρων ψυχῶν, ὁ ἐξ ὕψους ἀνατείλας Χριστός· ηύξανε δὲ τὸ παιδίον κατὰ τὴν σωματικήν ἡλικίαν, καὶ ἐκρα ταιοῦτο Πε εύματι· τῷ γὰρ σώματι συναυξανόμενον ἦν καὶ τὸ πνευματικόν χάρισμα· καὶ ὅσῳ μᾶλλον ηύξετο ὁ παῖς, τοσούτῳ καὶ αἱ τοῦ Πνεύματος ενέρ γειαι διεδείκνυντο· τοῦ ὀργάνου δυναμένου χωρεῖν ταύτας. Διὰ τὰ δὲ ἦν ἐν ταῖς ἐρήμοις; Ινα έξω τῆς τῶν πολλῶν κακίας διάγῃ, καὶ ἵνα μηδένα αι δούμενος, ἐλέγχῃ μετὰ παρρησίας· εἰ γὰρ ἦν ἐν τῷ κόσμῳ, τυχὸν ἂν ἐμολύνθη φιλίαις καὶ συν
col. 721–722page 20 of 222
PG 123:721ηθείσις ἀνθρώπων· ἅμα δὲ καὶ ἵνα ἀξιόπιστος εἴη μέλλων περὶ Χριστοῦ κηρύττειν, οἷα δὴ ἐρημίτης καὶ ὑπὲρ τοὺς πολλοὺς ὤν· ἐκρύπτετο δὲ ἐν ταῖς ἐρήμοις ἄχεις οὗ εὐδόκησεν ὁ Θεὸς ἀναδεῖξαι αὐτὸν τῷ Ἰσραηλίτῃ λαῷ. ΚΕΦΑΛ. Β'. Περὶ τῆς ἀπογραφής. Περὶ τοῦ τῆς Μαρίας του πετοῦ. Περὶ τῶν ποιμένων. Περὶ Συμεῶνος. Περὶ 'Αννης τῆς προφήτιδος. Περὶ Ἰησοῦ εὐ ρεθέντος ἐν μέσῳ τῶν διδασκάλων. Εγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην· αὕτη ἡ ἀπογραφή, πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου· καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι ἕκαστος εἰς τὴν ἰδίαν πόλιν. ᾿Ανέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλι λαίας ἐκ πόλεως Ναζαρέτ, εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν Δαυΐδ, ήτις καλεῖται Βηθλεέμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυΐδ, ἀπογράψασθαι σὺν Μαριάμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικί, οὔσῃ ἐγκύῳ· ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλή Θησαν αἱ ἡμέρα τοῦ τεκεῖν αὐτήν· καὶ ἔτεκε τὸν Υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτ τὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ· διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.» Διὰ τοῦτο γίνεται ἀπογραφή, ἵνα πάντων ἐλθόντων εἰς τὰς οἰκείας πατρίδας, ἀνέλθῃ καὶ ἡ Παρθένος εἰς τὴν Βηθλεέμ, ὡς οἰκείαν πατρίδα, καὶ οὕτω τεχθῇ ὁ Κύριος ἐν Βηθλεέμ, καὶ πληρωθῇ ἡ προφητεία· ἔδει δὲ Θεοῦ ἑνὸς μέλλοντος παῦσαι τὴν πολυθείαν, καὶ ἕνα βασ σιλέα κρατήσαι, τὸν Καίσαρα· ἀπογράφεται δὲ καὶ ὁ Χριστὸς μετὰ πάντων, ἔδει γὰρ καὶ τὸν Κύ ριον, τῇ οἰκουμένῃ συναπογραφῆναι, ἵνα ἁγιάσῃ τοὺς ἀπογραφομένους, καὶ καταργήσῃ τὴν δουλείαν ὥσπερ γὰρ περιτμηθείς, κατήργησε την περιτομήν, οὕτως ἀπογραφεὶς ὡς δοῦλος, κατήργησε την δου λείαν τῆς φύσεως ἡμῶν. Οὐκ ἔτι γὰρ δοῦλοί εἰσιν ἀνθρώπων, οἱ τῷ Κυρίῳ δουλεύοντες, ὡς ὁ Ἀπό στολος λέγει·. Μὴ γίνεσθε δοῦλοι ἀνθρώπων ἀλλ᾽ εἰ καὶ τῷ σώματι δοῦλοι, ἐλεύθεροι τῷ πνεύ ματι, μὴ τῇ ἀσεβείᾳ τῶν δεσποτων συναπαγόμενοι. Πρωτότοκον δὲ Υἱὸν ὠνόμασε τῆς Παρθένου τὸν Κύριον, καίτοι μὴ δευτέρου τινὸς τεχθέντος, εἰκό τως· πρωτότοκος γὰρ λέγεται, ὁ πρῶτος τεχθεὶς κἂν μὴ δεύτερος ἐπετέχθη· ἐν φάτνῃ δὲ κατακλίη νεται, τάχα μὲν καὶ εὐτέλειαν ἡμᾶς ἐξ ἀρχῆς παι δεύων· τάχα δὲ καὶ συμβολικῶς δεικνύων, ὅτι ἐπεδήμησε τῷ κόσμῳ τούτῳ, τόπῳ ὄντι ἡμῶν τῶν τοῖς ἀλόγοις κτήνεσιν ὁμοιωθέντων· ὥσπερ γὰρ ἡ φάτνη τῶν ἀλόγων οἰκεῖος τόπος, οὕτω καὶ ὁ κόσμος οὗτος ἡμῶν· ἔστιν οὖν ἡ φάτνη, ὁ κόσμος· ἡμεῖς, τὰ ἄλογα· ἵνα δὲ ἡμᾶς λυτρώσηται τῆς ἀλογίας, διά τοῦτο ἐνταῦθα παρεγένετο. Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες, καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν, καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπε ἔστη αὐτοῖς· καὶ δόξα Κυρίου περιέλαμψεν αὐτούς

Chapter IICaput II

col. 723–724page 21 of 222
PG 123:723καὶ ἐφοβήθησαν φόβον μέγαν καὶ εἶπεν αὐτοῖς ὁ εἰ ἀγραυλείν ἄγγελος· Μὴ φοβεῖσθε· ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ, ὅτι ἐτέ χθη ὑμῖν σήμερον Σωτήρ, ὅς ἐστι Χριστός Κύριος, ἐν πόλει Δαβίδ· καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· Εὑρήσετε βρέφος ἐσπαργανωμένον, κείμενον ἐν τῇ φάτνῃ καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἁγγέλῳ πλῆθος στρα τιᾶ; οὐρανίου, αινούντων τὸν Θεὸν καὶ λεγόντων Δόξα ἐν ὑψίστοις Θεῷ· καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνα θρώποις εὐδοκία. ο Ποιμένες ήταν ἀγραυλοῦντες, τουτέστιν, ἀγροτικὴν αὐλοῦντες, ἢ ἐν τῷ ἀγρῷ αὐλιζόμενοι καὶ διάγοντες· ἐπιφαίνεται δὲ τούτοις ὁ ἄγγελος, διὰ τὸ ἄπλαστον τοῦ ἤθους καὶ ἄκακον. Ἐπεὶ καὶ τὴν τῶν δικαίων πολιτείαν φαίνοντας μια μούμενοι· καὶ γὰρ οἱ παλαιοὶ, ποιμένες, οι πατριάρχαι, Ιακώβ, Μωσής, Δαβίδ. Οὐ γὰρ ἐν Ἱερουσαλήμ ἐπεφάνη Φαρισαίοις ἡ Γραμματεῦσι· πάσης γὰρ πονηρίας δοχεῖα ἐκεῖνοι· οὗτοι δὲ ἄδολοι ἔντες, θείων θεαμάτων ἠξιώθησαν· δεικνύντος τοῦ Θερή, ὅτι τοὺς ἀγροικοτέρους τῶν ἄλλων, εὐθὺς ἐξ ἀρχῆς ἐξελέξατο καὶ κήρυκας ἐποίησεν· ἀπελθόντες γὰρ ἐκήρυξαν περὶ πάντων τούτων· εὐηγγελίσατο δὲ ὁ ἄγγελος χαρὰν μεγάλην, ἥτις ἔσται, φησί, παντὶ τῷ λαῷ, τῷ κυρίως λαῷ τοῦ Θεοῦ· οὐ πάντες γὰρ οἱ Ἰουδαῖοι, λαὸς τοῦ Θεοῦ. ᾿Αλλὰ καὶ παντὶ τῷ τῶν ἀνθρώπων λαῷ χαρὰ ἐγένετο ἡ σάρκωσις τοῦ Θεοῦ. Τί δὲ δηλοῖ ὁ ὕμνος τῶν ἀγγέλων; Η πάντως εὐχαριστίαν τῶν ἄνω ταγμάτων καὶ χαραν, διότι εὐηργετήθημεν οἱ ἐπὶ τῆς γῆς. Δόξα γὰρ τῷ Θεῷ, φασὶν, ἐπὶ γῆς γὰρ εἰρήνη νῦν γέγονε· πρώην μὲν γὰρ ἡ ἀνθρωπίνη φύσις ἔχθραν εἶχε πρὸς Θεόν· νυνί δὲ τοσοῦτον κατηλλάγη, ὥστε καὶ προσεπλάκη τῷ Θεῷ, καὶ ἠνώθη αὐτῷ σαρκωθέντι. Οι οὖν εἰρήνην τοῦ Θεοῦ πρὸς τὸν ἄνθρωπον; Καὶ ἄλλως δὲ νοηθήσεται· Εἰρήνη ἐστὶν αὐτὸς ὁ Υἱός τοῦ Θεοῦ· Ἐγὼ γὰρ, φησίν, ἡ εἰρήνη· αὕτη οὖν ή εἰρήνη, ὁ Υἱὸς τοῦ Θεοῦ, ἐπὶ γῆς γέγονε, καὶ ἐν τοῖς ἀνθρώποις εὐδοκία, τουτέστιν επανάπαυσις τοῦ Θεοῦ, ἐπανεπαύθη γὰρ ὁ Θεὸς νῦν καὶ εὐηρεστήθη ἐν τοῖς ἀνθρώποις, ὃς πρώην γε. οὐκ ηὐδόκει, οὐδὲ ἠρέσκετο ἐν τοῖς ἀνθρώποις. «Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ' αὐτῶν οἱ ἄγγελοι εἰς τὸν οὐρανὸν, καὶ οἱ ἄνθρωποι οἱ ποιμένες εἶπον πρὸς ἀλλήλους. Διέλθωμεν δὴ ἕως Βηθλεέμ, καὶ ἴδω μεν τὸ ῥῆμα τοῦτο τὸ γεγονὸς, ὁ ὁ Κύριος ἐγνώρισεν ἡμῖν· καὶ ἦλθον σπεύσαντες· καὶ ἀνεῦρον τήν τε Μαριὰμ καὶ τὸν Ἰωσήφ, καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ· ἰδόντες δὲ, διεγνώρισαν περὶ τοῦ ῥή ματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τού του· καὶ πάντες οἱ ἀκούσαντες, ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς.» Οἱ ποιο μένες οὗτοι σύμβολόν εἰσι τῶν πνευματικών ποι μένων, τῶν ἀρχιερέων· δεῖ οὖν τοὺς ἀρχιερεῖς φυ λάσσειν τὴν ποίμνην αὐτῶν καὶ ἀγραυλείν, τουτέστιν, ᾄδειν πνευματικά τινα, καὶ διδάσκειν τὸν λαὸν, ἀξιωθήσονται.
col. 725–726page 22 of 222
PG 123:725καὶ οὕτως ἀξιωθήσονται θείων θεαμάτων καὶ ακουσμάτων. Βηθλεὲμ δὲ ἑρμηνεύεται οἶκος τοῦ ἄρτου· τίς δὲ ἄλλος ἐστὶν ὁ οἶκος τοῦ ἄρτου, ή ἡ Ἐκκλησία, ἐν ᾗ ὁ ἄρτος ἀπόκειται; Εργον οὖν ἐστι τοῖς λογικοῖς ποιμέσιν ἐπιζητεῖν οὐράνιον ἄρτον καὶ μεθ᾽ ὁ ἴδωσι τὸν ἄρτον, ὀφείλουσι καὶ τοῖς ἄλλοις κηρύττειν· ὥσπερ καὶ οἱ ποιμένες ιδέντες τὸ βρέφος, διελάλησαν καὶ τοῖς ἄλλοις. Η δὲ Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα, συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς· καὶ ὑπέστρεψαν οι ποιμένες, δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πάσιν, οἷς ήκουσαν καὶ εἶδον, καθὼς ἐλαλήθη προς αὐτούς.» Ποια βήματα συνετήρει ἡ Παρθένος; Τινὲς μὲν λέγουσιν ὅτι ὅσα εἰρήκει αὐτῇ ὁ ἄγγελος, καὶ ὅσα οἱ ποιμένες εἶπον, ἐπετήρει γὰρ ταῦτα καὶ συν ἐξαλλεν ἐν τῇ καρδίᾳ αὐτῆς, τουτέστι, συνέκρινε, καὶ εὕρισκεν ἐκ πάντων μίαν σύμφωνον γνώμην, ὅτι Θεός ἐστιν ὁ Υἱὸς αὐτῆς. Ἐμοὶ δὲ δοκεῖ ῥήματα ἐνταῦθα τὰ πράγματα λέγεσθαι· ὥστε εἶναι τὸ λεγό μενον τοιοῦτον· ἡ δὲ Μαριάμ συνετήρει πάντα τὰ βήματα, ἤτοι τὰ πράγματα ταῦτα, ἃ νῦν ἐγὼ λέγω καὶ ποιῶ εἶναι ῥήματα· τὸ γὰρ πράγμα όταν λεχθῇ, γίνεται ῥῆμα· ὑπέστρεψαν δὲ οἱ ποιμένες εὐχαριστοῦντες τῷ Θεῷ ἐπὶ πᾶσιν· οὐ γὰρ ἦσαν φθονεροί, κατὰ τοὺς Ἰουδαίους. Καὶ ἔτε επλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περι τεμεῖν αὐτὸν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ· καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ και θαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα, παραστῆσαι τῷ Κυρίῳ· καθώς " γέγραπται ἐν νόμῳ Κυρίου, ὅτι Πᾶν ἄρσεν διανοίγον μήτραν, ἅγιον τῷ Κυρίῳ κληθήσεται, καὶ τοῦ δοῦναι Ουσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου, ζεῦγος τρυγόνων, ἢ δύο νεοσσούς περιστερών.» Τοῦ νόμου δόντος ἐντολὰς, οἱ παραβαίνοντες ταύτας ὑπὸ κατάραν ἦσαν. Ο τοίνυν Κύριος περιτέμνεται, ἵνα κάν τούτῳ πληρώσας τὸν νόμον καὶ μηδὲν ἐλλείψας ὧν ἐκεῖνος ἐντέταλκεν, ἐξέληται ἡμᾶς τῆς κατάρας· ἐντρέ πωνται δὲ ἐντεῦθεν οἱ λέγοντες, ὅτι κατὰ φαντασίαν ἐσαρκώθη. Πῶς γὰρ περιετμήθη, εἰ κατὰ φαντασίαν επαρκώθη; ᾿Ανόνητον δὲ καὶ τὸ ἐξετάζειν ποῦ ἐστι τὸ ἀποτμηθὲν ἐκεῖνο μόριον· ὁ γὰρ ἡ Γραφὴ ἀπεσιώπησεν, οὐ δεῖ ἐξετάζειν, καὶ ταῦτα ἐπὶ μηδεμιᾷ ὠφε λείᾳ· ἔστι δὲ εἰπεῖν, ὅτι τότε μὲν ὅτε ἀπετμήθη, τῆς γῆς ψαῦσαν, ἡγίασε ταύτην, ὥσπερ καὶ τὸ αἷμα καὶ τὸ ὕδωρ, ὁ ἐκ τῆς πλευρᾶς αὐτοῦ ἔρρευσαν· οἷς δὲ οἶδε λόγοις, ἐφύλαξε τοῦτο τὸ μόριον ἀβλαβές· καὶ μετὰ τὴν ἀνάστασιν ἀναλαβόμενος τοῦτο, ηγέρθη, ἵνα καὶ κατὰ τοῦτο ἀνελλιπῶς ἔχων εὑρεθῇ· ἐπεὶ καὶ ἡμεῖς τέλειον τὸ ἡμέτερον σῶμα ἐν τῇ ἀναστάσει ἀποληψόμεθα. Σημείωσαι δὲ ὅτι οὐχ ἅμα τῷ εἰπεῖν τὸν ἄγγελο», Ἰδοὺ συλλήψῃ υἱόν, συνελήφθη ὁ Κύριος, ἀλλὰ μετὰ ταῦτα ὅτε ἠθέλησεν· ὅρα γὰρ τί λέγει ἐνταῦθα, Τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλ ληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ· καὶ ἀπ' αὐτῆς δὲ τῆς λέξεως, δείκνυται τοῦτο· οὐ γὰρ εἶπεν, Ιδου συλ λαμβάνεις· ἀλλ', Ἰδοὺ συλλήψῃ. Ωστε ἐκ τούτων ἔστι συλλογίσασθαι, ὅτι τῇ ὥρᾳ μὲν ἐκείνη συνελήφθη ή
col. 727–728page 23 of 222
PG 123:727Κύριος, οὐ μὴν αὐτῇ τῇ στιγμῇ καθ' ἣν ὁ ῞Αγγελος ἔλεγεν, ἀλλὰ τυχόν, ὅτε συνετέλεσε τους λόγους. Ταῦτα δὲ οὐ δογματικῶς λέγομεν. Επλήσθησαν δὲ αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωσέως. Καλῶς εἶπε κατὰ τὸν νόμον Μωσέως· κατὰ γὰρ τὴν ἀλήθειαν, οὐκ εἶχεν ἀνάγκην ἡ Παρθένος περιμένειν τὰς ἡμέρας τοῦ καθαρισμού, αἵτινεςἦσαν τεσσαράκοντα, ἐπὶ ἄρσενι τεχθέντι. Εἴρητας γὰρ ἐν τῷ νόμῳ· Γυνὴ ἥτις ἐὰν σπερματισθῇ, καὶ τέκῃ ἄρσεν· ἡ δὲ Παρθένος οὐκ ἐσπερματίσθη, ἀλλ' ἐκ Πνεύματος ἁγίου ἔτεκεν ὥστε οὐκ εἶχεν ἀνάγκην, ἀλλὰ πληρῶσαι τὸν νόμον θέλουσα, ἀνῆλθεν εἰς τὸ ἱερόν. Διὰ τί δὲ ἐπὶ μὲν ἄρσενι ἑπτὰ ἡμέραι, ἐπὶ δὲ θηλείᾳ διπλαῖ; Γυνή γάρ, φησίν, ἐὰν σπερματ τισθῇ, καὶ τέκῃ ἄρσεν, ἑπτὰ ἡμέρας ἀκάθαρτος ἔσται· ἐὰν δὲ θῆλυ, δὶς ἑπτά. Ἐπειδὴ ἡ μὲν τεκοῦσα τὸ ἄρσεν, δεύτερον Ἀδὰμ εἰς τὸν κόσμον εισήγαγεν ἡ δὲ τὸ θῆλυ, δευτέραν Εναν ἔτεκεν, τὸ σαθρόν σκεῦος, τὸ ἀσθενὲς ἀγγεῖον, τὸ συντετριμμένον κε ράμιον, τὴν βακτηρίαν τῆς ἀπάτης, την χειραγωγών τῆς παρακοῆς. Τοῦ δὲ νόμου λέγοντος· Πᾶν τὸ διο ανοίγον μήτραν, ἅγιον τῷ Κυρίῳ, εἰς Χριστὸν μόνον κυρίως ἐξέβη τοῦτο· αὐτὸς γὰρ διήνοιξε την μήτραν τῆς Παρθένου, ἐπεὶ ταῖς γε ἄλλαις μητράσιν, ὁ ἀνὴρ διανοίγει τὴν μήτραν. Ζεῦγος δὲ τρυγόνων προσ φέρειν ἐκέλευσεν ὁ νόμος, δεικνύων ὅτι ἀπὸ σώφρονος συζυγίας ή παιδοποιία· φασὶ γὰρ τὴν τρυγόνα, σώ εἶναι ζῶον, ὥστε καὶ ἀποβαλοῦσαν τὸν σύζυγος, μὴ δευτερογαμεῖν· εἰ δὲ μὴ εἶχον τρυγόνας, προσ έφερον δύο νεοσσούς περιστερῶν, ἵνα ἐπὶ πολυτοκίᾳ γένηται ἡ ζωὴ τοῦ παιδὸς ἐκείνου· ἡ γὰρ περιστερά πολύτοκον ζῶον. φρον Καὶ ἰδοὺ ἦν ἄνθρωπος ἐν Ἱερουσαλήμ, ᾧ ὄνομα Συμεών· καὶ ὁ ἄνθρωπος οὗτος, δίκαιος καὶ εὐλαβὴς, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ καὶ Πνεῦμε ἅγιον ἦν ἐπ' αὐτὸν, καὶ ἦν αὐτῷ κεχρηματισμένου ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου, μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἴδῃ τὸν Χριστὸν Κυρίου· καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν, τοῦ ποιῆσαι αὐτοὺς κατά τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ, καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλα; αὐτοῦ· καὶ εὐλόγησε τὸν Θεόν, καὶ εἶπε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, 8 ήτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ισραήλ.» Οὐκ ἦν ἱερεὺς ὁ Συμεών, ἀλλ᾽ ἄνθρωπος θεοφιλής, καὶ προσδεχόμενος ὅτι ἐλεύ σεται ὁ Χριστὸς, παραμυθησόμενος τοὺς Εβραίους, καὶ ἀπολύσων τῆς δουλείας τῆς ὑπὸ τὴν ἁμαρτίαν, τάχα δὲ καὶ τῆς ὑπὸ τοὺς Ῥωμαίους καὶ τὸν Ἡρώ δην· ὁ γὰρ τῷ Χριστῷ πιστεύσας, ἐλεύθερος τῷ ὄντι ἐστὶν, ὑπὸ βασιλέων καὶ πάντων τῶν ἀνθρώπων τι μώμενος. Ιδε τοὺς ἀποστόλους· οὐκ ἦσαν δοῦλοι τῶν Ῥωμαίων· ἀλλὰ νῦν τιμῶσι καὶ προσκυνοῦσιν αὐτ τοὺς οἱ Ρωμαίων βασιλεῖς· ἰδοὺ οὖν τούτοις παρά κλησις γέγονεν ὁ Χριστὸς, Ἰσραηλίταις οὖσιν· οὗτος
col. 729–730page 24 of 222
PG 123:729οὖν ὁ Συμεών, Πνεύματι ἁγίῳ κινούμενος, ἀνῆλθεν 289 εἰς τὸ ἱερὸν, ὅτε ἀνήγαγε τὸν Κύριον ἡ μήτηρ καὶ δεξάμενος αὐτὸν, Θεὸν ὁμολογεῖ τὸ γὰρ εἰπεῖν νῦν ἀπολύεις με, Δέσποτα, ὁμολογοῦντός ἐστιν, ὅτι Κύ μιας αὐτός ἐστι ζωῆς καὶ θανάτου. Ορα δὲ πῶς οἱ ἅγιοι, δεσμὸν λογίζονται τὸ σῶμα· διὸ καὶ λέγει Νῦν ἀπολύεις, ὡς ἀπὸ δεσμοῦ· κατὰ τὸ ῥῆμά σου δὲ εἶπε, διὰ τὸν χρησμὸν ὅν ἔλαβεν, ὅτι οὐ μὴ ἀποθάνῃ ἕως οὗ ἴδῃ τὸν Χριστόν· τὸ δὲ, ἐν εἰρήνῃ, ἀντὶ τοῦ, ἐν ἀναπαύσει· ἕως μὲν γὰρ ζῇ ὁ ἄνθρωπος, ταράττεται, καθὰ καὶ Δαυΐδ λέγει· ἀποθανὼν δὲ εἰρηνεύει καὶ ἄλλως δὲ τὸ ἐν εἰρήνῃ νοήσεις, τουτέστιν, ἐν τῇ τῆς ἐλπίδος ἀπολήψει. Πριν μὲν γὰρ ἴδω, φησί, τὸν Κύριον, οὐκ εἰρήνευον τοῖς λογισμοῖς, προσδοκῶν αὐτὸν καὶ ἀεὶ φροντίζων πότε ἐλεύσεται· νῦν δ, ἰδὼν αὐτὸν καὶ εἰρηνεύσας καὶ ἀποφροντίσας, ἵν' οὕτως εἴπω, ἀπολύομαι· σωτήριον δὲ εἶπε, τὴν σάρω χωσιν τοῦ Μονογενοῦς, ἣν ἡτοίμασεν ὁ Θεὸς πρὸ πάντων τῶν αἰώνων· κατὰ πρόσωπον δὲ πάντων τῶν λαῶν ταύτην τὴν σωτηρίαν ἡτοίμασεν· ἵνα γὰρ σώσῃ τὸν κόσμον, καὶ ἵνα πᾶσιν ἐμφανισθῇ ἡ αὐτοῦ σάρ χωσις, τούτου ἕνεκεν ἐσαρκώθη. Τὸ δὲ σωτήριον τοῦτο φῶς ἐστιν εἰς ἀποκάλυψιν ἐθνῶν, τουτέστιν, εἰς φωτισμὸν τῶν ἐσκοτισμένων ἐθνῶν, καὶ δόξαν τῶν Ἰσραηλιτῶν· δόξα γὰρ ὁ Χριστὸς τοῦ ἀληθῶς λαοῦ τοῦ Ἰσραὴλ, καθὸ ἐξ αὐτῶν ἀνατέταλκε· καὶ ἐγκαλλωπίζονται τούτῳ οἱ ὄντως εὐγνώμονες. Ταῦτα ὁ Συμεών. Δοκεῖ δέ μοι καὶ τὰ τοῦ Δαυΐδ ἐπὶ τούτῳ ἁρμόζειν τῷ Συμεῶνι Μακρότητος ἡμερῶν ἐμπλήσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου. Καὶ ἦν Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ, θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐ- 3· καὶ εὐλόγησεν αὐτοὺς Συμεών, καὶ εἶπε πρὸς Μαριάμ τὴν μητέρα αὐτοῦ· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ρομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοὶ. ο Ευλόγησε μὲν ἀμφοτέρους ὁ Συμεών· τὸν δὲ νομιζόμενον πατέρα ἀφεὶς, πρὸς τὴν ἀληθῶς μη τέρα ἐφθέγγετο· Ιδού, φησίν, οὗτος κεῖται εἰς πτῶν σιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ· πτῶσιν μὲν, τῶν μὴ πιστευόντων· ἀνάστασιν δὲ, τῶν πιο στευόντων· ἢ καὶ ἄλλως, εἰς πτῶσιν κεῖται ὁ Κύριος, τῶν ἐν ταῖς ψυχαῖς ἡμῶν κακῶν· εἰς ἀνάστασιν δὲ τῶν ἀγαθῶν. Πίπτει πορνεία, ανίσταται σωφροσύνη" καὶ ἄλλως δὲ δύναται νοηθῆναι· κεῖται γὰρ ὁ Χριστὸς εἰς πτῶσιν, ἀντὶ τοῦ Μέλλει παθεῖν αὐτὸς, καὶ πεσεῖν εἰς θάνατον, καὶ ἀναστῆναι μέλλουσι πολλοί, πεσόντος αὐτοῦ. Στίξον οὖν ἐν τῷ, εἰς πτῶσιν· εἶτα ἄρξαι, καὶ ἀνάστασιν πολλῶν· σημεῖον δὲ, ὁ σταυρός, ὅς μέχρι τοῦ νῦν ἀντιλέγεται, τουτέστιν οὐ παραδέχεται παρὰ τῶν ἀπίστων. Λέγεται δὲ σημεῖον καὶ ἡ σάρ χωσις τοῦ Κυρίου· καὶ ξένον σημείον. Θεὸς γὰρ ἄν θρωπος γέγονε καὶ παρθένος, μήτηρ τὸ δὲ σημείον τοῦτο, ἡ σάρκωσις λέγω τοῦ Χριστοῦ, ἀντιλέγεται οἱ μὲν γὰρ, ἐξ οὐρανοῦ τὸ σῶμά φασιν· οἱ δὲ, κατά φαντασίαν· οἱ δὲ, ἄλλο τι φλυαρούσι. Καὶ σοῦ δὲ αὐτῆς,
col. 731–732page 25 of 222
PG 123:731τῆς Παρθένου, τὴν ψυχὴν διελεύσεται ρομφαία τάχε μὲν καὶ ἡ θλίψις ἡ ἐπὶ τῷ πάθει γενομένη· τάχα δὲ, ῥομφαίαν λέγει καὶ τὸν σκανδαλισμὸν ἂν ἐσκανδα λαθη ὁρῶσα τὸν Κύριον σταυρούμενον. Ίσως γάρ ὑπενόει, Πῶς ὁ τεχθεὶς ἀσπόρως, ὁ θαύματα ποιήσα;, ὁ νεκροὺς ἀναστήσας, ἐσταυρώθη, καὶ ἐνεκρώθη, καὶ ἐναπτύσθη; Τὸ δὲ, "Οπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί, τούτο σημαίνει, ὅτι αποκαλυφθήσονται· καὶ φανερωθήσονται πολλών 20 γισμοί σκανδαλιζομένων, καὶ ἐλεγχθέντες, εὑρήσουσι ταχείαν τὴν ἴασιν· οἷον καὶ σὺ, ὦ Παρθένε, άποχα λυφθήσῃ και φανερωθήσῃ, τί φρονεῖς περὶ τοῦ Χριστοῦ· εἶτα βεβαιωθήσῃ ἐπὶ τῇ εἰς αὐτὸν πίστει ὁμοίως καὶ Πέτρος ἀπεκαλύφθη αρνησάμενος, ἀλλ' εδείχθη ἡ ἰσχὺς τοῦ Θεοῦ, προσλαβομένου αὐτὸν διὰ τῆς μετανοίας· καὶ ἄλλως δὲ ἀπεκαλύφθησαν ἐκ πολ λῶν καρδιῶν διαλογισμοί, φανέντος τοῦ προδότου, φανέντων τῶν ἀγαπώντων αὐτόν· οἷος ἦν Ἰωσὴφ ὁ ἐλθὼν πρὸς Πιλάτον· οἷαι αἱ γυναῖκες αἱ τῷ σταυρῷ παραμένουσαι. Καὶ ἦν 'Αννα προφήτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς 'Ασήρ. αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα ἔτη μετὰ ἀνδρὸς ἑπτὰ, ἀπὸ τῆς παρθενίας αὐτῆς. Καὶ αὕτη χήρα ὡς ἐτῶν ὀγδοηκοντατεσσάρων, ἢ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ, νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν. Καὶ αὕτη αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα, ἀνθωμολογεῖτο τῷ Κυρίῳ, καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ· καὶ ὡς ἐτέλεσαν ἅπαντα τὰ κατὰ τὸν νόμον Κυρίου, ὑπέστρεψαν εἰς τὴν Γαλιλαίαν, εἰς τὴν πόλιν αὐτῶν Ναζαρέτ. Τὸ δὲ παιδίον ηύξανε καὶ ἐκραταιοῦτο πνεύματι, πληρούμενον σοφίας, καὶ χάρις Θεοῦ ἦν ἐπ' αὐτῷ.» Επιμένει ὁ εὐαγγελιστὴς τῇ περὶ τῆς ᾿Αννης ἀφηγήσει, καὶ τὸν πατέρα καὶ τὴν φυλὴν καταλέγων, ἵνα μάθωμεν ὅτι ἀληθῆ λέγει, μάρτυρας ὡσανεὶ πολλοὺς προσκαλούμενος. τοὺς εἰδότας καὶ τὸν πατέρα καὶ τὴν φυλήν· αὕτη οὖν ἀνθωμολογεῖτο τῷ Κυρίῳ, τουτέστιν, ηὐχαρίστει, καὶ ἐδίδασκε πάντας περὶ τοῦ Κυρίου, ὅτι αὐτὸς εἴη ὁ Σωτὴρ καὶ ἡ παράκλησις ἡμῶν τῶν προσδοκώντων τὴν ἀπολύτρωσιν· μετὰ δὲ τὸ τελέσαι πάντα, ύπο έστρεψαν εἰς τὴν Γαλιλαίαν, εἰς τὴν πόλιν αὐτῶν Ναζαρέτ· ἦν μὲν γὰρ καὶ ἡ Βηθλεὲμ, πόλις αὐτῶν. ἀλλ' ὡς πατρίς· ἡ δὲ Ναζαρέτ, ὡς κατοικητήριον ηύξανε δὲ ὁ Ἰησοῦς κατὰ τὸ σῶμα, καίτοι διά μενος ἐκ μήτρας αὐτῆς, εἰς μέτρον ἡλικίας ἀντρικῆς ἀναβήναι, ἀλλ' ἔδοξεν ἂν φαντασία, διὰ τοῦτο κατά μικρόν αὐξάνει· αὐξάνοντος δὲ, ἐξεφαίνετο ἡ τοῦ Θεοῦ Λόγου σοφία· οὐ γὰρ κατὰ προκοπὴν ἐγίνετο σοφός, άπαγε. ᾿Αλλὰ κατὰ μικρὸν ἐκφαίνων τὴν ἔμφυτον σοφίαν, ἀκολούθως τῇ σωματικῇ ἡλικία, λέγεται προκόπτειν καὶ κραταιοῦσθαι τῷ πνεύματι εἰ γὰρ ἐν ὅσῳ ἦν βραχὺς τὴν ἡλικίαν, ἐξέφηνε πᾶσαν σοφίαν, ἔδοξεν ἂν τέρας· νῦν δὲ ἀναλόγως τῇ ἡλικία ἐνδεικνὺς ἑαυτὸν ὡς ἐνεχώρει, τὴν οἰκονομίαν ἐπλή ρου, οὐ προλαμβάνων σοφίαν (τί γὰρ τοῦ ἀπ' ἀρχῆς τελείου γένοιτ' ἂν τελειότερον;) ἀλλὰ τὴν οὖσαν κατά βραχύ παραγυμνών.
col. 733–734page 26 of 222
PG 123:733«Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ' ἔτος εἰς Ιερουσαλὴμ τῇ ἑορτῇ τοῦ Πάσχα· καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβάντων αὐτῶν εἰς Ἱεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆς, καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς, ἀπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνω Ἰω σὴν καὶ ἡ μήτηρ αὐτοῦ· νομίσαντες δὲ αὐτὸν ἐν τῇ συνοδία είναι, ἦλθον ἡμέρας ὁδόν· καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενέσι καὶ ἐν τοῖς γνωστοῖς· καὶ μὴ εὑρόντες αὐτὸν, ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ζη τοῦντες αὐτὸν, καὶ ἐγένετο, μεθ᾿ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ, καθεζόμενον ἐν μέσῳ τῶν διδα σκάλων, καὶ ἀκούοντα αὐτῶν, καὶ ἐπερωτῶντα απ τούς. Εξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ, ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ· καὶ ἰδόντες αὐτόν, ἐξεπλάγησαν· καὶ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπε· Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; Ἰδοὺ ὁ παι τήρ σου καγώ, οδυνώμενοι ἐζητοῦμέν σε. Καὶ εἶπε πρὸς αὐτούς· Τί ὅτι ἐζητεῖτε με; Οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ εἶναί με; Καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα δ ἐλάλησεν αὐτοῖς.» Συναναβαίνει τοῖς γονεῦσιν εἰς Ἱερουσαλήμ, ἵνα διὰ πάντων δείξῃ ὅτι οὐκ ἔστιν ἀντίθεος, οὐδ᾽ ἀντιτάσσεται τοῖς νενομοθετημένοις· τελειωσάντων δὲ τὰς ἡμέρας, τὰς ἑπτὰ δηλαδὴ τοῦ Πάσχα, ἀπέμεινεν ἐν Ἱερουσαλήμ. Συνεζήτει δὲ μετὰ τῶν Γραμματέων, ἀπὸ τοῦ νόμου ἐρωτῶν αὐτούς· καὶ ἐξίσταντο πάντες. Ορᾷς πῶς προέκοπτεν ἐπὶ σοφίᾳ, διὰ τοῦ γινώσκεσθαι πολλοῖς καὶ θαυμάζεσθαι; ἡ γὰρ ἔκφανσις τῆς σοφίας αυτ τοῦ, αὕτη ἐστὶν ἡ προκοπὴ αὐτοῦ. Πατέρα δὲ τὸν Ἰωσὴφ ονομάζει ἡ Θεοτόκος, εἰδυῖα μὲν ὡς οὐκ ἔστι πατήρ· πλὴν διὰ τοὺς Ἰουδαίους, ἵνα μὴ νο μισθῇ ἐκ πορνείας εἶναι, πατέρα αὐτοῦ λέγει τὸν Ιωσήφ· ἄλλως τε καὶ πατρὸς κηδεμονίαν ἐνδειξάμενον, καὶ ὑπουργίαν ἐν τῇ ἀνατροφῇ, εἰκότως ὠνόμασεν αὐτὸν πατέρα· ὡσανε! τιμῶντος αὐτὸν τοῦ ἁγίου Πνεύματος τῇ τοῦ πατρὸς προσηγορία. Δια τί δὲ ἐζήτουν αὐτόν; 'Αρα ὑπόληψιν ἔχοντες ὅτι ἀπὸ όλωλεν ἢ πεπλάνηται ὡς παῖς; Απαγε. Οὔτε γὰρ τῆς πανσόφου Μαρίας τοῦτο ἦν, μυρίας δεξαμένης περί αὐτοῦ ἀποκαλύψεις, οὔτε τοῦ Ἰωσήφ, τοῦ καὶ αὐτοῦ ἀποκαλυφθέντος ὅτι ἐκ Πνεύματος ἁγίου ἐστίν. Αλλ' ἐζήτουν αὐτὸν, μήπως ἀπέστη ἀπ' αὐτῶν, μήπως καταλέλοιπεν αὐτούς. Ἐπεὶ δὲ εὗρον αὐτὸν, ὅρα πῶς αὐτοῖς ἀποκρίνεται· τῆς γὰρ Παρθένου, τὴν Ἰωσὴφ πατέρα ειπούσης αὐτοῦ, ἐκεῖνός φησιν· Οὐκ αὐτός ἐστιν ὁ ἀληθής μου Πατήρ, ἡ γὰρ ἂν ἐν τῷ οἴκῳ αὐτοῦ ἡμην· ἀλλ' ὁ Θεός ἐστί μου Πατήρ. Καὶ διὰ τοῦτο ἐν τῷ οἴκῳ αὐτοῦ εἰμι, τουτέστιν ἐν τῷ ναῷ αὐτοῦ. Ἀλλ᾽ αὐτοὶ οὐ συνῆκαν 8 ἐλάλησεν αὐτ τοῖς· μυστήριον γὰρ ἦν. Καὶ κατέβη μετ' αὐτῶν, καὶ ἦλθεν εἰς Ναζαρὲτ. Καὶ ἦν ὑποτασσόμενος αὐτοῖς· καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ταῦτα ἐν τῇ καρ δία αὐτῆς. Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικία, καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.» Υπετάσσετο τοῖς γονεῦσι, τύπον διδοὺς καὶ ἡμῖν, ὡς ἂν τοῖς πα τράσιν ὑποταττώμεθα· συνετήρει δὲ ταῦτα πάντα ἡ Παρθένης. Θεία γὰρ ἦν τά τε πραττόμενα καὶ τὰ οι

Chapter IIICaput III

col. 735–736page 27 of 222
PG 123:735λεγόμενα παρὰ τοῦ παιδὸς, καὶ οὐχ ὡς δωδεκαετοῦ;» ἀλλὰ τελείου. Ορα δὲ πῶς ἐνταῦθα ὁ εὐαγγελιστὴς Ερμηνεύων τί ἐστι τὸ προκόπτειν σοφίᾳ, ἐπάγει, καὶ ἡλικίᾳ. Τὴν γὰρ προκοπὴν τῆς ἡλικίας, τῆς σοφίας εἶναι λέγει προκοπήν. Ἐχαριτοῦτο δὲ καὶ παρὰ θεῷ καὶ παρὰ ἀνθρώποις, τουτέστι, καὶ τῷ Θεῷ εὐάρεστα ἔπραττε, καὶ τοῖς ἀνθρώποις ἐπαινετά. Πρῶτον δὲ τὸ παρὰ Θεῷ, εἶτα τὸ παρὰ ἀνθρώποις: Πρῶτον γὰρ δεῖ τῷ Θεῷ ἀρέσκειν, εἶτα τοῖς ἀνθρώποις. ΚΕΦΑΛ. Γ'. Περὶ τῆς τοῦ Ἰωάννου κηρύξεως. Περὶ τῶν ἐπ ερωτησάντων τὸν Ἰωάννην. Περὶ Ηρώδου καὶ Ἰωάννου. Περὶ τοῦ βαπτίσματος τοῦ Σω τῆρος. Περὶ γενεαλογίας τοῦ Χριστοῦ. 1-5. «• Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τι ε ρίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, καὶ τετραρχούντος τῆς Γαλιλαίας Ηρώ δου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετραρχούντας τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς ᾿Αβηληνῆς τετραρχοῦντος, ἐπὶ ἀρχιερέων *Αννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα Θεοῦ ἐπὶ Ἰωάν νην τὸν τοῦ Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ· καὶ ἦλθεν › εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. ο μέμνηται τοῦ τε χρόνου καὶ τῶν ἀρχόντων δικαίως ὡς ἂν δείξῃ ὅτι ἐκλελοίπει ἡ διαδοχὴ τῶν Ἰουδαϊκῶν ἀρχόντων, ἐπὶ Χριστοῦ, ἡγεμονεύοντος μὲν Πιλάτου άνθρώπου ἀλλοεθνοῦς, τετραρχούντων δὲ τῶν Ἡρώ νοίας τοῖς λαοῖς, τουτέστιν, ἐξαγορεύσεως. Τοῦτο δὲ ο δου τοῦ Ἀσκαλονίτου υἱῶν καὶ εἰκότως πιστευθείη ἐπιστῆναι ὁ Χριστὸς, κατὰ τὴν τοῦ Ἰακώβ προφητείαν. • Εγένετο δέ, φησί, ῥῆμα Θεοῦ ἐπὶ Ἰωάν νην, ἵνα σὺ μάθῃς, ὅτι οὐκ αὐτόκλητος ήλθε μαρ τορῆσαι περὶ Χριστοῦ, ἀλλὰ θείῳ κινούμενος Πνεύ μάτι· τὸ γὰρ ῥῆμα, ἢ τὸ Πνεῦμα τὸ ἅγιον νοήσεις, ἢ τὴν πρόσταξιν τοῦ Θεοῦ. Ἐν τῇ ἐρήμῳ δὲ ἐγένετο τὸ δῆμα τοῦ Θεοῦ πρὸς Ἰωάννην· ἐπεὶ γὰρ ἔμελλε τὰ τέκνα τῆς ἐρήμου, τῆς τῶν ἐθνῶν λέγω ἐκκλησίας, πλείονα γενέσθαι τῶν τῆς ἐχούσης τὸν ἄνδρα, τουτέστι, τῆς Ἰουδαϊκῆς Συναγωγῆς, εἰκότως ἐν τῇ ἐρήμῳ ὄντι γίνεται τῷ Ἰωάννῃ τὸ ῥῆμα καὶ ἡ πρόσταξις τοῦ Θεοῦ. Ἐκήρυσσε δὲ βάπτισμα μετα τὸ βάπτισμα συνήργει αὐτοῖς εἰς τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, τὴν διὰ τοῦ βαπτίσματος τοῦ Χριστοῦ διδομένην. Οὐ γὰρ δὴ τὸ Ἰωάννου βάπτισμα ἄφεσιν εἶχεν ἁμαρτιῶν, ἀλλ᾽ εἰς ἄφεσιν συνεβάλλετο, τους ἐστι, παρεσκεύαζε τοὺς ἀνθρώπους, ἵνα δέξωνται τὸ τοῦ Χριστοῦ βάπτισμα, τὸ ἔχον ἄφεσιν ἁμαρ τιών. Ως γέγραπται ἐν βίβλῳ λόγων Ησαίου τοῦ προ φήτου, λέγοντος· Φωνή βοώντος ἐν τῇ ἐρήμῳ, Ετοι μάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίτους αὐτοῦ. Πᾶσα φάραγξ πληρωθήσεται, καὶ παν ὄρος καὶ βουνός ταπεινωθήσεται, καὶ ἔσται τὰ σκου
col. 737–738page 28 of 222
PG 123:737λιὰ εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας, και Λ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ. Οδὸς μὲν, ἡ κατὰ Χριστὸν πολιτεία, ἣν κελεύει ἑτοιμασθῆναι. Εμελλε γὰρ ὅσον οὔπω κηρύττειν ὁ Κύριος. Τρίβοι δὲ, αἱ τοῦ νόμου ἐντολαί, ὡς ἤδη τετριμμέναι. Ας εὐθείας ποιεῖν διατάττεται. Διέστρεφον γὰρ τὰς ἐν τολὰς οἱ Φαρισαῖοι· δύναται δὲ νοηθῆναι καὶ ὁδὸς, ἡ ψυχή· τρίτοι δὲ, τὰ νοήματα καὶ αἱ πράξεις. Δεῖ οὖν ἡμᾶς καὶ τὴν ψυχὴν ἑτοιμάζειν, καὶ τὰς πράξεις καὶ τὰ νοήματα ἡμῶν εὐθέα ποιεῖν. Εἶτα ὥσπερ ἐρωτῶντός τινος· Καὶ πῶς κατορθώσωμεν τοῦτο; δύσεργος γὰρ ἡ ἀρετὴ, καὶ πολλὰς φάραγγας ἔχουσα καὶ δυσκολίας, καὶ ἀπὸ τῶν πονηρῶν δυνάμεων, καὶ ἀπλιτῶν ἐνοίκων ἡμῖν παθῶν· φησὶν ὅτι οὐδὲν έρω γῶδες ἔσται, ἀλλὰ πάντα ῥᾴω· αἱ τε γὰρ φάραγγες πληρωθήσονται, τουτέστιν, αἱ φυσικαὶ ἡμῶν δυνά μεις, αἱ πρὸς τὸ καλὸν ἀσθενήσασαι καὶ ταπεινωθεῖσαι, ἀναπληρωθήσονται· καὶ πᾶν ὅρος καὶ βουνός, αἱ ἀντικείμεναι λέγω δυνάμεις, αἱ διὰ τὴν ὑπερηφανίαν ἀρθεῖσαι, ταπεινωθήσονται. Ησθένησαν γὰρ ὡς ἀληθῶς αἵ τε ἀντικείμεναι δυνάμεις, καὶ αἱ δοκοῦσαι ἡμῖν φυσικῶς ἐγκεῖσθαι ἐπιθυμίαι. Καὶ πάντα λεία γεγόνασι· καὶ εἰς εὐθεῖαν τὰ σκολιά μετήχθησαν. Ο γὰρ Χριστός, τάς τε αντικειμένας δυνάμεις κατα ήργησεν, αἵτινες ἐνταῦθα λέγονται ὄρη καὶ βουνοί, καὶ τὰς φυσικὰς ἡμῶν πρὸς τὸ καλὸν κινήσεις ἀνα εζώωσεν· ἃς εἶπεν ὁ εὐαγγελιστής φάραγγας πλη ρουμένας. Διὰ τοῦτο γὰρ ἐσαρκώθη, ἵνα τὴν φύσιν ἡμῶν εἰς τὸ οἰκεῖον ἀποκαταστήσῃ. Καὶ πᾶτα, φησί, σὰρξ δψεται τὸ σωτήριον τοῦ Θεοῦ· οὐκ ἔτι Ιου δαῖοι μόνον καὶ προσήλυτοι, ἀλλὰ καὶ πᾶσα σάρξ εἰς πᾶσαν γὰρ τὴν γῆν ἔφθασε τὸ Εὐαγγέλιον. Πολλά καὶ ἄλλα ἦν εἰπεῖν, ἀλλὰ διὰ τὸ σαφέστερον ταῦτα λελέχθω. Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτι τθῆναι ὑπ' αὐτοῦ· Γεννήματα εχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιή σατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ ἄρα ξησθε λέγειν ἐν ἑαυτοῖ;· Πατέρα ἔχομεν τὸν ᾿Αβραάμ λέγω γὰρ ὑμῖν, ὅτι δύναται ὁ Θεὸς καὶ ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ ᾿Αβραάμ. Ηδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ρίζαν τῶν δένδρων κεῖται. Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὴν καλόν, ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.» Γενν ματα ἐχιδνῶν καλεῖ τοὺς Ιουδαίους, ὡς τοὺς πατέρας αὐτῶν καὶ τὰς μητέρας Ολίβοντας. Καὶ γὰρ τοῦτο τὸ ζῶον λέγουσι τὴν μή τραν διεσθίον, οὕτω τίκτεσθαι· ἀλλὰ καὶ τοὺς προ φήτας ἀπέκτεινον, καὶ τοὺς διδασκάλους. Μέλλουσαν δὲ ὀργὴν, τὴν αἰώνιόν φησι κόλασιν. Καρποὶ δὲ ἄξιοι τῆς μετανοίας, οὐ μόνον ἡ ἀποφυγὴ τοῦ κακοῦ, ἀλλὰ καὶ ἡ ἐπεξεργασία τοῦ ἀγαθοῦ. Τοῦτο γὰρ ὄντως καρπὸς καὶ γέννημα τῆς μετανοίας, τὸ ἐργάσασθαι τὸ ἀγαθόν. Μὴ ἄρξησθε δὲ λέγειν ἐν ἑαυτοῖς, ὅτι Εὐγενεῖς ἐσμεν, καὶ θαῤῥοῦντες τοῖς πατράσιν, ἀμετ λῆτε τῆς ἀρετῆς. Καὶ γὰρ καὶ ἐκ τῶν λίθων τούτων δυνήσεται ὁ Θεὸς τῷ πατριάρχῃ παῖδας δούναι, ὥστ περ σχεδὸν καὶ πρώην ἐποίησεν. Η γὰρ μήτρα τῆς Σάββας, λίθων ούσα σκληροτέρα, όμως εἰς παιδοποιίαν ἐχαριτώθη· ἀξίνη δὲ, ἡ θεία κρίσις, ἡ ἐκκό
col. 739–740page 29 of 222
PG 123:739πτουσα τοὺς ἀναξίους ἐκ τῆς ζωῆς. Εἰ μὴ οὖν μετανοί σητε, φησίν, ἐκκοπήσεσθε ἀπὸ τῆς ζωῆς. Ἐπίκειται γὰρ ἡ ἀξίνη πρὸς τὴν ρίζαν ὑμῶν τῶν δένδρων. Νοεῖται μὲν οὖν μίζα, ἡ ζωή, ὡς είπομεν. Νοηθείη δ' ἂν καὶ ῥίζα, ἡ τοῦ ᾿Αβραάμ συγγένεια· ἀφ᾿ ἧς συγγενείας τοῦ Ἀβραὰμ ἐκκόπτονται οἱ μὴ ὄντες ἄξιοι κλάδοι εἶναι αὐτοῦ, κατὰ τὸν ᾿Απόστολον. Διπλή δὲ ἡ τιμωρία· οὐ μόνον γὰρ ἐκκόπτεται τῆς πρὸς τους δικαίους συγγενείας ὁ ἁμαρτωλὸς καὶ ἄκαρπος, ἀλλὰ καὶ εἰς πῦρ βάλλεται. Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι, λέγοντες· Τί ούν ποιήσομεν; Αποκριθεὶς δὲ, λέγει αὐτοῖς Ὁ ἔχων δύο χιτώνα;, μεταδότω τῷ μὴ ἔχοντι· καὶ ὁ ἔχων βρώματα, ὁμοίως ποιείτω. "Ηλθον δὲ καὶ τελῶναι βαπτισθῆναι, καὶ εἶπον πρὸς αὐτόν· Διδάσκαλε, τί ποιήσωμεν; Ὁ δὲ εἶπε πρὸς αὐτούς· Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε· Επηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι, λέγοντες· Καὶ ἡμεῖς τί ποιήσομεν; Καὶ εἶπε πρὸς αὐτούς· Μηδένα διασείσητε, μηδὲ συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ἔψα νίοις ὑμῶν. Προσδοκῶντος δὲ τοῦ λαοῦ, καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ιωάννου, μήποτε αὐτὸς εἴη ὁ Χριστός, ἀπεκρίνατο δ Ιωάννης ἅπασι, λέγων· Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λύσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ, αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί· οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σίτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν, εὐηγγελίζετο τὸν λαόν.» Τρία τάγματα προσελθέντα αὐτῷ, δ Ἰωάννης νουθετεί, τοὺς ὄχλους, τοὺς τελώνας, καὶ τους στρατιώτας. Τοῖς μὲν οὖν ὄχλοις παραινεί προσέχειν τῇ ἐλεημοσύνῃ, τὸν ἔχοντα δύο χιτῶνας κελεύων μεταδοῦναι τῷ μὴ ἔχοντι· τοῖς δὲ τελώναι;, τὸ μηδὲν πλέον εἰσπράσσειν, τουτέστιν, ἀπαιτεῖν τοῖς δὲ στρατιώταις, τὸ μὴ ἁρπάζειν, ἀλλ' ἀρκεῖσθαι τοῖς ὀψωνίοις, τουτέστι, ταῖς διδομέναις παρά τοῦ βασιλέως κατά συνήθειαν φιλοτιμίαις. "Ορα δὲ πῶς τοῖς μὲν ὄχλοις ὡς ἀκάκοις ούσι παραινεί πρά ξαί τι ἀγαθὸν, τουτέστι, τὸ μεταδοῦναι, τοῖς δὲ τε λώναις καὶ στρατιώται, ἀποσχέσθαι τοῦ κακοῦ οὔπω γὰρ ἐχώρουν οὗτοι, οὐδὲ ἡδύναντο ποιῆσαί τι ἀγαθὸν, ἀλλ' ἀρκετὸν αὐτοῖς τὸ μὴ κακὰ ποιεῖν. Τινὲς δὲ καὶ κατὰ ἀναγωγὴν νοοῦσι τὸ, τὸν ἔχοντα δύο χιτώνας μεταδοῦναι τῷ μὴ ἔχοντι· φασὶ γὰρ δύο χιτῶνας εἶναι, τό τε πνεῦμα τῆς Γραφῆς, καὶ τὸ γράμμα: Τὸν ἔχοντα οὖν τὰ δύο, προτρέπεται ὁ Ιωάννης μεταδοῦναι τῷ παντελώς γυμνῷ· οἷον, ἔστι τις τὴν Γραφὴν νοῶν διττῶς, κατά τε τὸ γράμ μα καὶ κατὰ τὸ πνεῦμα, μεταδότω οὖν τῷ μὴ ἔχοντι, διδαξάτω τὸν ἀγνοοῦντα, καὶ δότω αὐτῷ κἂν τὸ γράμμα. Τοσαύτη δὲ ἦν ἡ τοῦ Ἰωάννου ἀρετὴ, ὥστε πάντας ὑπολογίζεσθαι περὶ αὐτοῦ, μήποτε ἄρα αυτ τός ἐστιν ὁ Χριστός. Τὴν τοιαύτην οὖν ὑπόνοιαν ἀπο κρουόμενος, φησίν, Καὶ τοσοῦτον ἐμοῦ Χριστοῦ τὸ διάφορον, ὥστε ἐγὼ μὲν, ἐν ὕδατι βαπτίζω, ἐκεῖνος δὲ ἐν Πνεύματι καὶ πυρί καὶ ἄλλο, ὅτι οὐδὲ τὴν
col. 741–742page 30 of 222
PG 123:741ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ ἱκανός εἰμι λῦσαι. Τί δὲ ταῦτα δηλοῦσι; Τὸ μὲν, Βαπτίσει ὑμᾶς ἐν Πνεύ ματι καὶ πυρί, πρόδηλον πάντως· καὶ γὰρ τοῖς ἀποστόλοις ἔπεμψε τὸ πνεῦμα, καὶ πύριναι γλῶσσαι ὤφθησαν μεριζόμεναι αὐτοῖς. Τὸ δὲ μὴ εἶναι ἱκανὸν λύσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ, κατὰ μὲν τὴν προφανῆ ἔννοιαν, ὅτι οὐδὲ ἔσχατος δοῦλος αὐτοῦ εἰμι ἄξιος τάττεσθαι. Κατὰ δὲ τὸ κρυφιώτερον, δύο ὑποδήματά εἰσι τοῦ Κυρίου, ἥ τε ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπιδημία, καὶ ἡ ἐκ γῆς ἐπὶ τὸν ᾅδην· τού των οὖν τῶν δύο ἐπιδημιῶν τοὺς τρόπους, οὐ δύναται τις λύσα:, οὐδὲ εἰ κατὰ Ἰωάννην ἐστί. Τίς γὰρ δύο νεται εἰπεῖν, ἢ πῶς ἐσαρκώθη, ἢ πῶς κατῆλθεν εἰς ᾄδην; Τὸ δὲ οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, τοῦτο σημαίνει, ὅτι, Εἰ καὶ βαπτίσει ὑμᾶς, μὴ νομίζετε ὅτι ἤδη ἀθῶοί ἔστε· ἀλλ᾽ εἰ μὴ τὸν μετὰ ταῦτα βίον ἄμωμον ἐνδείξεσθε, κατακαύσει ὑμᾶς πυρὶ ἀσβέστῳ ἄχυρον γάρ ἐστιν, ὁ ἄκαρπον ἔχων νοῦν, καὶ μόνον συρφετόν πολύν βιωτικῶν πραγμάτων ἐπιφερόμενος. Πολλὰ δὲ καὶ ἕτερα παρακαλῶν, εὐηγγελίζετο τὸν λαόν. ο Παράκλησις γὰρ ὄντως ἐστὶν ἡ ἀγαθὴ διδα σκαλία· καὶ εὐαγγέλιον δὲ εἰκότως ἂν λεχθείη. Ο δὲ Ηρώδης ὁ Τετράρχης Ελεγχόμενος ὑπ' αὐτοῦ περὶ Ηρωδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ περὶ πάντων ὧν ἐποίησε πονηρῶν ὁ Ηρώδης, προσέθηκε καὶ τοῦτο ἐπὶ πᾶσι, καὶ κατα ἔκλεισε τὸν Ἰωάννην ἐν τῇ φυλακῇ. Εγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν, καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου, ἀνεῳχθῆναι τὸν οὐρανὸν καὶ καταβῆναι τὸ Πνεῦμα τὸ ἅγιον σωματικῷ είδει ὡσεὶ περιστερὰν ἐπ' αὐτὸν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι, λέγουσαν· Σὺ εἶ ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν τοὶ ηὐδόκησα.» Εἰκότως παρενέβαλεν ὁ εὐαγγελιστής ἐνταῦθα τὰ περὶ Ηρώδου, μονονουχί τοιάδε λέγων Ο μὲν ὄχλος, τοιαῦτα περὶ 'Ιωάννου διελογίζετο, ὁ δὲ Ηρώδης ελεγχόμενος ὑπ' αὐτοῦ, προσέθηκε καὶ τοῦτο ἐπὶ πᾶσι, τὸ κατακλεῖσαι αὐτὸν ἐν τῇ φυλακῇ ὡσανεὶ οὖν σχετλιάζων, ταῦτα διηγεῖται καὶ δεινοπαθῶν, είγε τοῦ ὄχλου τοιαύτην ὑπόληψιν ἐπὶ τῷ Ἰωάννη ἔχοντος, ο Ηρώδης τοιαῦτα ἐπεδείξατο. Ανοίγεται δὲ ὁ οὐρανὸς, ἵνα δειχθῇ ἡμῖν ὅτι τὸ βάπτι εμπ ἀνοίγει πᾶσι τὸν οὐρανὸν, ὃν ὁ ᾿Αδάμ ἔκλεισε. Κάτεισί τε τὸ Πνεῦμα ἐπὶ τὸν Ἰησοῦν, ἵνα καὶ ἐκ τούτου μάθωμεν ὅτι καὶ ἡμῖν βαπτιζομένοις ἔπεισι τὸ Πνεῦμα· οὐ γὰρ δὴ ὁ Κύριος ἀδέετο τοῦ Πνεύματος. ᾿Αλλὰ πάντα δι' ἡμᾶς ποιεῖ, καὶ ἀπαρχὴ αὐτὸς γίνεται πάντων, ὧν ἐμέλλομεν ἡμεῖς λαμβάνειν ὕστερον, ὡς ἂν πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς γέν νηται· ὡς περιστερὰ δὲ, ἵνα μάθωμεν ὅτι πράους ἡμᾶς εἶναι δεῖ καὶ καθαρούς· καὶ ὅτι ὥσπερ ἐπὶ τοῦ Νώε, περιστερὰ ἐμήνυσε τὴν κατάπαυσιν τῆς τοῦ Θεοῦ ὀργῆς, οὕτω καὶ ἐνταῦθα, τὸ Πνεῦμα τὸ ἅγιον κατήλλαξεν ἡμᾶς τῷ Θεῷ, κατακλυσμὸν τῆς ἁμαρ τία; ποιησάμενον· καὶ Υἱὸς δὲ ἀκούει, παρὰ τοῦ Πατρὸς ἐνεχθείσης τῆς φωνῆς, δεικνὺς ὅτι καὶ ἡμῖν βαπτιζομένοις, τὴν υἱοθεσίαν έχαρίσατο Ἐν σοὶ δὲ εὐδόκησα, ἀντὶ τοῦ, ἐπανεπαύθην. η
col. 743–744page 31 of 222
PG 123:743Καὶ αὐτὸς ἦν ὁ Ἰησοῦς ὡσεὶ ἐτῶν τριάκοντα ἀρ χόμενος ὤν, ὡς ἐνομίζετο, υἱὸς Ἰωσήφ, τοῦ Ηλ τοῦ Μαθάτ, τοῦ Λευί, τοῦ Μελχί, τοῦ Ἰαννά, του Ἰωσήφ, τοῦ Ματταθίου, τοῦ ᾿Αμώς, τοῦ Ναούμ, τοῦ Ἐσλι, τοῦ Ναγγαί, τοῦ Μαάθ, τοῦ Ματταθίου, του Σεμεί, τοῦ Ἰωσήχ, τοῦ Ἰούδα, τοῦ Ἰωαννά, του Ρησά, τοῦ Ζοροβάβελ, του Σαλαθιήλ, του Νηρί, τοῦ Μελχει, τοῦ ᾿Αδδεί, τοῦ Κωσάμ, τοῦ Ελμαδάμ, τοῦ "Ιρ, τοῦ Ἰησώ, τοῦ Ἐλιέζερ, τοῦ Ἰωρήμ, τοῦ Ματ θάτ, τοῦ Λευεί, τοῦ Συμεών, τοῦ Ἰούδα, τοῦ Ἰω σήφ, τοῦ Ἰωνάμ, τοῦ Ἐλιακείμ, τοῦ Μελεά, του Μαινάν, τοῦ Ματταθά, τοῦ Ναθαν, τοῦ Δαυΐδ, τοῦ Ἰεσσαὶ, τοῦ Ωβήδ, τοῦ Βούζ, τοῦ Σαλμών, τοῦ Ναασο σών, τοῦ ᾿Αμιναδάβ, τοῦ Ἀράμ, τοῦ Ἐσρώμ, τοῦ Φαρές, τοῦ Ἰούδα, τοῦ Ἰακώβ, τοῦ Ἰσαάκ, τοῦ Αβραάμ, τοῦ Θάρα, τοῦ Ναχώρ, τοῦ Σαρούχ, του Ραγαῦ, τοῦ Φαλέκ, τοῦ 'Εβέρ, τοῦ Σαλά, τοῦ Καί νάμ, τοῦ ᾿Αρφαξάδ, τοῦ Σήμ, τοῦ Νώε, τοῦ Λάμεχ, τοῦ Μαθουσάλα, τοῦ Ενώχ, τοῦ Ἰαγίδ, τοῦ Μαλελεὴλ, τοῦ Καϊνάν, τοῦ Ἐνώς, τοῦ Σήθ, τοῦ Ἀδάμ, τοῦ Θεοῦ.» Τριάκοντα μὲν ὧν ἐτῶν, ἐβαπτίσθη ὁ Κύριος, διότι αὕτη ἡ ἡλικία ἐστὶ τελειοτάτη· καὶ κατὰ ταύτην ὁ ἄνθρωπος, ἢ δόκιμος ἢ ἀδόκιμος. Γενεαλογεῖ δὲ αὐτὸν ὁ Λουκᾶς, ἀντιστρόφως τῷ Ματ θαίῳ, ἵνα δείξῃ ὅτι ὁ νῦν γεννηθεὶς ἐν σαρκί, ἀπὸ τοῦ Θεοῦ ἐστιν. "Ορα γὰρ τὴν γενεαλογίαν, πως καταντῇ εἰς τὸν Θεὸν, καὶ ἅμα, ἵνα μάθωμεν. ὅτι ἵνα πάντας τοὺς ἐν μέσῳ πατέρας εἰς Θεὸν ἀναγάγῃ καὶ υἱοὺς ποιήσῃ, τούτου ἕνεκεν ἐσαρκώθη. Ἔχω δὲ καὶ ἑτέρως εἰπεῖν· Ηπιστεῖτο ἡ γέννησις τοῦ Κυρίου, ὡς ἄνευ σπορᾶς οὖσα· θέλων οὖν δεῖξαι ὁ εὐαγγελιστὴς, ὅτι καὶ ἄλλοτε ἄνευ σπορᾶς ἐγένετο ἄνθρωπος, ἀπὸ τῶν κάτω ἀνέρχεται ἐπὶ τὸν ᾿Αδὰμ καὶ τὸν Θεόν μονονουχί λέγων ἡμῖν· Εἰ ἀπιστεῖς πῶς ὁ δεύτερος Ἀδὰμ ἐγένετο δίχα σπορᾶς, ἀνελθέ μοι τῷ νῷ ἐπὶ τὸν πρότερον Αδάμ, καὶ εὑρήσεις αὐτὸν ἄνευ σπορά; γενόμενον ὑπὸ τοῦ Θεοῦ, καὶ λοιπὸν, μὴ ἀπίστει. Ζητοῦσι δέ τινες, πῶς ὁ μὲν Ματθαῖος τὸν Ἰωσήφ τοῦ Ἰακὼβ λέγει εἶναι παῖδα· ὁ δὲ Λουκᾶ:, τοῦ Ηλί· ἀδύνατον γάρ, φασί, τὸν αὐτὸν δύο πατέρων εἶναι παῖδα. Λέγουσιν οὖν πρὸς τοῦτο, ὅτι ὁ 12 κὼς καὶ ὁ Ηλί, ὁμομήτριοι ἀδελφοί, ἄλλου δὲ καὶ ἄλλου πατρός· ἀποθανόντος οὖν τοῦ Ἡλὶ ἀπαίδος, ἠγάγετο τὴν γυναῖκα αὐτοῦ ὁ Ἰακώβ, παιδοποιήσων ἐξ αὐτῆς· καὶ οὕτω λέγεται ὁ Ἰωσήφ, Ἰακὼβ εἶναι παῖς τῇ φύσει, καὶ τοῦ Ἠλὶ τῷ νόμῳ· ὁ μὲν γὰρ Ἰακώβ, φύσει αὐτὸν ἐγέννησε καὶ ἀληθῶς, καὶ φυ σικὸς λοιπὸν υἱός ἐστιν αὐτοῦ· τοῦ δὲ 'Ηλι, κατὰ τὸν νόμον μόνον ἦν παῖς· ὁ γὰρ νόμος ἐκέλευεν, ἐάν τις τελευτήσῃ ἅπαις, τούτου τὴν γυναῖκα συζεύγνυσθαι τῷ ἀδελφῷ αὐτοῦ, καὶ τὸ ἐκ τούτου τεχθησόμενον, νομίζεσθαι εἶναι τοῦ τεθνηκότος, εἰ καὶ φύσει τοῦ ζῶντος ἦν· ὥστε καλῶς λέγουσιν οἱ εὐαγγελισταί, καὶ οὐκ ἐναντιοῦνται· ὁ μὲν γὰρ Ματθαῖος, τὸν φυ σικὸν πατέρα τοῦ Ἰωσὴφ ἀνεγράψατο· ὁ δὲ Λουκᾶς, τὸν κατὰ τὸν νόμον πατέρα αὐτοῦ λογιζόμενον, τουτο ἐστι, τὸν Ηλι, ἵνα δείξωσιν ἀμφότεροι, ὅτι διὰ ι ηιί
col. 745–746page 32 of 222
PG 123:745τοῦτο ἐγεννήθη ὁ Κύριος ἵνα καὶ φύσιν καὶ νόμον ἁγιάσῃ. ΚΕΦΑΛ. Δ' Περί νηστείας καὶ πειρασμού τοῦ Σωτῆρος. Περί Ἰησοῦ ἀχθέντος ὑπὸ τῶν Ἰουδαίων εἰς τὸ ὄρος, καὶ διὰ μέσου αὐτῶν διελθόντος. Περὶ τοῦ ἔχοντος πνεῦμα δαιμονίου. Περὶ τῆς πενθερᾶς Πέτρου. Περὶ τῶν ἰαθέντων ἀπὸ ποικίλων νό των. Ἰησοῦς δὲ Πνεύματος ἁγίου πλήρης, ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου· καὶ ἤγετο ἐν τῷ πνεύματι εἰς τὴν ἔρημον, ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου· καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις· καὶ συντελεσθεισῶν αὐτῶν, ὕστερον ἐπείνασε· καὶ εἶπεν αὐτῷ ὁ διάβολος· Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὶ τῷ λίθῳ τούτῳ, ἵνα γένηται ἄρτος· καὶ ἀπο εκρίθη Ἰησοῦς πρὸς αὐτὸν, λέγων· Γέγραπται, ὅτι αν ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ βήματι Θεοῦ. Καὶ ἀναγαγὼν αὐτὸν ὁ διάβολος εἰς ἔρος ὑψηλόν, ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς αἰκουμένης ἐν στιγμή χρόνου, καὶ εἶπεν αὐτῷ ὁ διάβολο; - Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν, καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται, καὶ ᾧ ἐὰν θέλω δίδωμι αὐτήν· σὺ οὖν ἐὰν προσκυνήσης ἐνώπιόν μου, ἔσται σου πᾶσα· καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Υπαγε ὀπίσω μου, Σατανά γέγραπται γάρ- Προσκυνήσεις Κύριον τόν Θεόν σου, καὶ αὐτῷ μόνῳ λατρεύσεις. Καὶ ἤγαγεν αὐτὸν εἰς Ἱερου. σαλήμ, καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ 18 ροῦ, καὶ εἶπεν αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω· γέγραπται γάρ, ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε· καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψης πρὸς λίθον τὸν πόδα σου. Καὶ ἀποκριθεὶς εἶπεν αὐτ τῷ ὁ Ἰησοῦς, ὅτι Είρηται, Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.» Εβαπτίσθη μὲν ὁ Κύριος, ἵνα ἁγιάση τὰ ὕδατα, δι' ἡμᾶς τοὺς μέλλοντας τῆς χάριτος ἀπολαύσειν· μετὰ δὲ τὸ βαπτισθῆναι, ἀναφέρεται ὑπὸ τοῦ πνεύματος εἰς ὄρος ἔρημον. Τὸ γὰρ Πνεῦμα τὸ ἅγιον ἐνῆγεν αὐτὸν εἰς τὸν κατὰ τοῦ διαβόλου ἀγῶνα. Εἰς ἔρημον δὲ ἄπειοιν, ἵνα δώσῃ λαβὴν τῷ διαβόλῳ τοῦ ἐπιθέσθαι αὐτῷ· καὶ γὰρ μάλιστα μεμονωμένοις η ἐπιτίθεται ἡμῖν· τεσσαράκοντα δὲ ἡμέρας νηστεύει, καὶ οὐχ ὑπερβαίνει το μέτρον τῆς Μωσέως καὶ Ηλιού νηστείας, ἵνα μὴ δώσῃ τῷ Σατανῷ ἐντεῦθεν ἤδη ὑπόνοιαν ὅτι μείζων ἐστὶ τούτων· ἀλλὰ προσβάλῃ αὐτῷ, νομίζων ὅτι καὶ αὐτὸς ἄνθρωπος ἐστιν· ἅμα δὲ καὶ ἵνα μὴ κατὰ φαντασίαν δόξῃ σαρκωθῆναι. Μετὰ τὸ βάπτισμα δὲ πειράζεται, δεικνύων ἡμῖν ὅτι μετὰ τὸ βάπτισμα ἐκδέξονται ἡμᾶς πειρασμοί· νη στεύει δε, διότι μέγα ὅπλον ἐν τοῖς πειρασμοῖς ἡ νηστεία, καὶ ὅτι μετὰ τὸ βάπτισμα καὶ ἡμᾶς οὐ τρυφή δεῖ διδόναι, ἀλλὰ νηστείᾳ· προσβάλλει οὖν αὐτῷ ὁ ἐχθρὸς, πρῶτον ἀπὸ τῆς γαστριμαργίας, ἐξ ἧς καὶ τῷ ᾿Αδάμ· εἶτα ἀπὸ τῆς φιλοχρηματίας, ὑποδείξας αὐτῷ πάσας τὰς βασιλείας· πῶς δὲ ὑπέδειξε; Τινές μὲν λέγουσιν ὅτι κατά διάνοιαν αὐτῷ ὑπεστήσατο ο

Chapter IVCaput IV

col. 747–748page 33 of 222
PG 123:747ταύτας· πλὴν ἀλλ᾽ οὐ κατὰ διάνοιαν οἶμαι, ἀλλ᾽ αἰ σθητῶς ταύτας αὐτῷ ὑπέδειξεν, ἐν φαντασίᾳ ποιήσας φανῆναι, τοῦ Κυρίου μὴ φανταζομένου· τρίτον αὐτῷ προσβάλλει, ἀπὸ τῆς φιλοδοξίας· Εἰ υἱὸς γὰρ, φησὶν, εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω· κολακεύων δὲ αὐ τὸν, τὰ τοιαῦτα ἐλήρει, εἴ πως ἀπὸ τῆς κολακείας ἀπατηθεὶς, καὶ θέλων δεῖξαι ἑαυτὸν Υἱὸν Θεοῦ, βάλη ἑαυτὸν κάτω, καὶ οὕτω διαγνωσθῇ αὐτῷ, τίς ἐστιν. Ὁ δὲ Κύριος ἄρα πῶς ἀποκρούεται αὐτὸν ἀπὸ τῆς Γραφής· «Οὐκ ἐκπειράσει; γάρ, φησί, Κύριον τὸν Θεόν σου.» Οὐ γὰρ δεῖ εἰς προφανείς κινδύνους ἐμβάλλειν τινὰ ἑαυτὸν, δοκιμάζοντα εἰ βοηθήσει αὐτῷ ὁ Θεός. Σημείωσαι δὲ καὶ τοῦτο, ὅτι μέγα όφε λος τὸ εἰδέναι τὰς Γραφάς· καὶ γὰρ καὶ ὁ Κύριος τὸν Σατανᾶν ἀπὸ τῶν Γραφῶν ἀπεκρούσατο· τό τε γὰρ Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, Μωσαϊκόν ἐστι, περὶ τοῦ Μάννα ῥηθέν· τὸ γὰρ Μάννα ἄρτος μὴ ὄν, ὅμως ἔθρεψε τὸν λαόν· καὶ τὸν Κύριον δὲ τὸν Θεόν σου προσκυνήσεις, καὶ τὸ, Οὐκ ἐκπειράσεις, καὶ ταῦτα Μωσαϊκά. η Καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος, ἀπέστη ἀπ' αὐτοῦ ἄχρι καιροῦ· καὶ ὑπέστρεψεν δ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλι λαίαν· καὶ φήμη ἐξῆλθε καθ᾽ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ· καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν, δοξαζόμενος ὑπὸ πάντων, ο Πάντα πει ρασμόν φησιν ὁ Λουκᾶς συντελέσαι τὸν Κύριον, καίτοι τρεῖς πειρασμούς πειρασθέντα, διότι κεφάλαια τῶν πειρασμῶν πάντων οἱ τρεῖς οὗτοί εἰσιν, ὁ τῆς φιλοχρηματίας, ὁ τῆς γαστριμαργίας, ὁ τῆς φιλο δοξίας. Τὸν μὲν οὖν τῆς γαστριμαργίας ἀπεκρούσα το διὰ τοῦ εἰπεῖν, ὅτι οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος· πρῶτον γὰρ τὸν πειρασμὸν τοῦτον προσήγαγεν αὐτῷ, ὡς καὶ τῷ ᾿Αδάμ· τὸν γὰρ Ἀδὰμ οὔτε ἀπὸ πλεονεξίας ἡδύνατο υποσκελίσαι, οὐ γὰρ εἶχε τὸν πλεονεκτούμενον, μόνος ὤν. Οὔτε ἀπὸ ὄρο γῆς· οὐ γὰρ εἶχεν ᾧ ὀργισθῇ. Οὔτε ἀπὸ φθόνου· ἀπὸ τῆς κοιλίας οὖν ὑπεσκέλισεν αὐτόν. Τὸν δὲ τῆς φιλο χρηματίας ἀπεκρούσατο, διὰ τοῦ μὴ πεσεῖν, μηδὲ προσκυνῆσαι αὐτῷ. Υποδείξαντι γὰρ τὰς βασιλείας πάσας αἰσθητῶς κατὰ φαντασίαν, οὐχ ὑπέκυψε καίτοι γέ τινες οὐ περὶ αἰσθητῶν βασιλειῶν τοῦτο ἐνόησαν, ἀλλὰ περὶ νοουμένων· οἷον, ὑπέδειξεν αὐτῷ τὴν βασιλείαν τῆς ἀκολασίας, τὴν βασιλείαν τοῦ φθόνου, καὶ ἁπλῶς πασῶν τῶν ἁμαρτιῶν τὰς βασι λείας· καὶ ὡσα εὶ τοιαῦτα ἔλεγεν αὐτῷ· Εἰ θέλεις βασιλεῦσαι τούτων τῶν παθῶν, καὶ ἐπὶ τούτῳ ἐλήλυθας, ἵνα τοὺς ὑπ' ἐμοῦ κατεχομένους αφαρπάσῃς, πεσὼν προσκύνησόν μοι, καὶ παράλαβε πάντας τοὺς ὑπ' ἐμοῦ βασιλευομένους. Ὁ δὲ Κύριος βασιλεῦσαι μὲν θέλει, καὶ εἰς τοῦτο ἐλήλυθε, βασιλεῦσαι δὲ οὐ μετὰ ἁμαρτίας, οὐδ᾽ ἄνευ ἀγῶνος, ἀλλὰ παλαίσας καὶ νικήσας. Ταῦτά τινες ἐνόησαν· ὅτῳ δὲ φίλον, παραδεχέσθω ταῦτα. ᾿Αλλὰ καὶ τὸν τῆς φιλοδοξίας ἀπεκρούσατο, διὰ τοῦ τὸ γραφικὸν εἰπεῖν ῥητόν. Εξελοῦ οὖν καὶ ἡμᾶς, Κύριε, τούτων τῶν τριῶν κεφα λῶν τοῦ δράκοντος. Υπέστρεψε δὲ ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος· δοκεῖ μοι ὅτι ἐνθουσιῶν Ἰησοῦς ὑπέστρεψεν· τοῦτο γὰρ ἐστι τὸν ἐν τῇ δυνά μει τοῦ πνεύματος· τάχα δὲ πρόσχες τῇ Γραφῇ, ὅτι μεθ' δ ἐνίκησε τὸν πειράζοντα, καὶ ἔδειξε τὴν δύνα μιν αὐτοῦ, τότε γέγραπται τὸν ἐν τῇ δυνάμει τοῦ
col. 749–750page 34 of 222
PG 123:749πνεύματος· τὸ δὲ, ἀπέστη ἀπ' αὐτοῦ ἄχρι καιρού, τοιοῦτον ἔχει νοῦν. Ὁ διάβολος διὰ δύο παθῶν προς βάλλει τῷ Κυρίῳ, ἡδονῆς καὶ λύπης· καὶ γὰρ προσέβαλε τῷ Κυρίῳ διὰ ἡδονῆς, ὥσπερ ἐπὶ τοῦ ὄρους ἀπέστη δ' ἀπ' αὐτοῦ, ἄχρι καιροῦ, τουτέστιν ἄχρι τοῦ καιροῦ τοῦ σταυροῦ· τότε γὰρ προσβαλεῖν αὐτῷ διὰ λύπης ἔμελλεν. ο Καὶ ἦλθεν εἰς τὴν Ναζαρέτ, οὗ ἦν τεθραμμέν νος, καὶ εἰσῆλθε κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν Σαββάτων, εἰς τὴν Συναγωγὴν, καὶ ἀνέστη ἀναγνῶναι, καὶ ἐπεδόθη αὐτῷ βιβλίον Ησαίου τοῦ προφήτου· καὶ ἀναπτύξας τὸ βιβλίον, εὗρε τὸν τό τον εξ ἦν γεγραμμένον· Πνεῦμα Κυρίου ἐπ᾿ ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπὸ ἐσταλκέ με· ιάσασθαι τους συντετριμμένους τὴν καρ δίαν· κηρύξαι αἰχμαλώτοις άφεσιν, καὶ τυφλοίς η ἀνάβλεψιν· ἀποστείλαι τεθραυσμένους ἐν ἀφέσει κηρύξαι ἐνιαυτὸν Κυρίου δεκτόν. Καὶ πτύξας τὸ βιβλίον, ἀποδοὺς τῷ ὑπηρέτῃ, ἐκάθισε· καὶ πάντων οἱ ὀφθαλμοὶ ἐν τῇ Συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ. Ηρξατο δὲ λέγειν πρὸς αὐτοὺς, ὅτι Σήμερον πεπλήρωται ἡ Γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. • Ηβούλετο μὲν ὁ Κύριος ἐμφανὴ ἑαυτὸν καταστῆσαι τοῖς Ἰσραηλίταις, καὶ ὅτι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἐχρίσθη εἰς τὸ σῶσαι τοὺς ὑπ᾽ οὐρανόν. Θαυμασίως δὲ καὶ τοῦτο οἰκονομεῖ. Πρὸ τῶν ἄλλων τοῖς ἐν Ναζαρέτ ἑαυτὸν ἐμφανίζων, οἷς συνανετράφη· ἵνα καὶ ἡμᾶς διδάξῃ, πρότερον τοὺς οἰκείους εὐεργετεῖν, καὶ τού τους ἐκδιδάσκειν, εἶτα καὶ εἰς τοὺς λοιποὺς τὴν φιλ ανθρωπίαν ἐκχέειν. Ἐπιδοθὲν δὲ αὐτῷ βιβλίον ἀνέπτυξε, καὶ εὗρεν, οὐχ ὁ παρέτυχεν, ἀλλ' ὁ ἡδούς λετο αὐτός. Μὴ γὰρ νόμιζε, ὅτι κατὰ συντυχίαν ἀνοίξαντος αὐτοῦ τὸ βιβλίον, εὑρέθη ὁ τόπος ἐκεῖνος, οὗ ἐγέγραπτο τὰ περὶ αὐτοῦ· ἀλλ' αὐτοῦ θελήσαντος τοῦτο ἐγένετο. Τί δὲ ἐγέγραπτο; Ότι πνεῦμα Κυρίου Έχρισέ με, τουτέστιν, ἀφιέρωσέ με. Κατέστησε με εἰς τὸ εὐαγγελίσασθαι τοῖς πτωχοίς, τουτέστι τοῖς ἔθνε σιν, ἃ οὔτε νόμον, οὔτε προφήτας ἔχοντα, τῷ ὄντι ἐν πολλῇ πτωχείᾳ ἦσαν· οἱ δὲ συντετριμμένοι τὴν καρδίαν, ἦσαν τάχα οἱ ἐξ Ισραήλ, ὧν ἡ καρ δια πρότερον μεγάλη τε ἦν καὶ ὑψηλὴ, καὶ οἶκος Θεοῦ. Ὕστερον δὲ εἰδωλολατρησάντων, καὶ διαφόρως ἁμαρτόντων, συνετρίβη ή καρδία αὐτῶν, καὶ κατα ελύθη, ἀντὶ τοῦ οἶκος εἶναι Θεοῦ, γενομένη σπήλαιον λῃστῶν. Ήλθεν οὖν ὁ Κύριος, ἵνα καὶ τούτους ἰάσηται, καὶ τοῖς αἰχμαλώτοις δὲ ἄφεσιν, καὶ τυφλοίς ἀνάβλεψιν δῷ, τοῖς τε ἐξ ἐθνῶν καὶ τοῖς ἐξ Ἰσραήλ. Αμφότερα γὰρ ταῦτα τὰ μέρη καὶ αἰχμάλωτα ἦσαν ὑπὸ τὸν Σατανᾶν, καὶ τυφλά. Δύνανται δὲ ταῦτα νοηθῆναι καὶ περὶ τῶν νεκρῶν· καὶ οὗτοι γὰρ αἰχμάλωτοι ὄντες καὶ τεθραυσμένοι, ἀπελύθησαν τῆς τοῦ ᾅδου ἐξουσίας διὰ τῆς ἀναστάσεως· ἐκήρυξε δὲ καὶ ἐνιαυτὸν δεκτόν. Τίς δὲ ἦν ὁ ἐνιαυτὸς ὁ δεκτός; Τάχα μὲν καὶ ὁ μέλλων αἰών, περὶ οὗ ἐκήρυξεν ὁ Κύριος, λέγων· Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἐρωτήσετε με οὐδέν. Καὶ πάλιν· Ερχεται ὥρα ὅτε οἱ νεκροί ἀναστήσονται. Δεκτὸς δὲ ἐστιν ἐκεῖνος ὁ ἐνιαυτὸς, τουτέστιν, ἐπιθυμητὸς τοῖς δικαίοις καὶ ἐπέραστος" ἐν προσδέχονται πάντες οἱ ἐνταῦθα ἐργαζόμενοι
col. 751–752page 35 of 222
PG 123:751ἔστι δὲ καὶ ὁ τῆς τοῦ Κυρίου ἐν σαρκὶ ἐπιδημίας καιρὸς ἐνιαυτὸς δεκτός· περὶ οὗ ὁ Παῦλος λέγει Νῦν καιρὸς εὐπρόσδεκτος· νῦν ἡμέρα σωτηρίας. Αναγνοὺς δὲ ταῦτα, εἶπε, Σήμερον πεπλήρωται ἡ Γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν, φανερῶς ἑαυτὸν παριστῶν τοῖς ἀκούουσιν, ὅτι αὐτός ἐστι περὶ οὗ ταῦτα γέγραπται. Καὶ πάντες εμαρτύρουν αὐτῷ. Καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ υἱὸς τοῦ Ἰωσήφ; Καὶ εἶπε πρὸς αὐτοὺς, Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην, Ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ηκούσαμεν γενόμενα ἐν τῇ Καπερναοὺμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου. Εἶπε δὲ Αμήν λέγω ὑμῖν, ὅτι οὐδεὶς προφήτης δεκτό; ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. Ἐπ᾽ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χήραι ἦταν ἐν ταῖς ἡμέραις Ἠλιοὺ ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἐξ, ὡς ἐγένετο λιμός μέγας ἐπὶ πᾶσαν τὴν γῆν, καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ηλίας, εἰ μὴ εἰς Σαραφθὰ τῆς Σιδώνος πρὸς γυναῖκα χήραν καὶ πολλοὶ λεπροὶ ἦταν ἐπὶ Ελισσαίου τοῦ προφή του ἐν τῷ Ἰσραὴλ, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ Νεσμὰν ὁ Σύρος. Καὶ ἐπλήσθησαν πάντες θυμού ἐν τῇ Συναγωγῇ ἀκούσαντες ταῦτα. Καὶ ἀναστάντες, ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως· καὶ ἤγαγον αὐτὸν ἕως τῆς ὀφρύος τοῦ ὄρους, ἐφ' οὗ ἡ πόλις αὐτῶν ᾠκοδόμητο, εἰς τὸ κατακρημνίσαι αὐτόν· αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν, ἐπορεύετο. ο 'Ακούοντες τὰ ὑπὸ Χριστοῦ λεγόμενα οἱ ὄχλοι, εθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος. Θαυμάζοντες δὲ, διακωμώδουν αὐτὸν, λέγοντες· Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; Και τοι τί τὸ κωλύον εἶναι αὐτὸν θαυμαστὸν καὶ προσκυνητὸν; Θὐχ ὁρᾷς ὅσα ποιεῖ; Οὐκ ἀκούεις όσα λέγει; Εἶτα κωμῳδεῖς τὸν πατέρα αὐτοῦ; Οντως ἀληθὲς ἐπ' αὐτοῖς εἰπεῖν· Ἰδοὺ λαὸς μωρὸς καὶ ἀκάρδιος ο ὀφθαλμοὶ αὐτοῖς, καὶ οὐ βλέπουσιν· ὦτα, καὶ οὐκ ἀκούουσιν. Ὁ Κύριος οὖν τί φησιν αὐτοῖς; Πάντως ἐρεῖτέ μοι, ὅτι Ἐν τῇ πατρίδι σου ποίησον θαυμάσια ὅσα καὶ ἐν Καπερναούμ. Τοῦτο γὰρ ἐστι τὸν Ἰατρέ, θεράπευσον σεαυτόν· κοινὸς γὰρ ἦν λόγος παρὰ τοῖς Ἰουδαίοις οὗτος, τοῖς ἀῤῥωστοῦσιν ἰατροῖς ἐπιλεγόμενος. Αλλ' ἐγὼ λέγω ὑμῖν, ὅτι ἐποίησα ἂν πολλά σημεία καὶ παρ' ὑμῖν τοῖς ἐμοῖς πατριώταις· ἀλλ᾽ οἶδα τὸ κοινὸν καὶ ἅπασι συμβαίνον πάθος, ὅτι κατα φρονοῦνται καὶ τὰ ἐξαίρετα τῶν πραγμάτων, ὅταν μὴ σπάνια ᾖ, ἀλλὰ κοινὰ καὶ συνήθη, καὶ πάντες ἐπ' ἀδείας ἔχωσιν ἀπολαύειν αὐτῶν· ἀεὶ γὰρ εἰώθασιν οἱ ἄνθρωποι τῶν μὲν ξένων καὶ σπανίων καὶ φροντίζειν καὶ θαυμάζειν, τῶν δὲ κοινῶν καὶ συνή θων καταφρονεῖν· διὰ τοῦτο οὐδεὶς προφήτης τίμιος ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ· ἀλλ' ἐὰν ἄλλοθέν ποθεν ἔλθῃ, θαυμάζουσιν αὐτόν· οὕτω καὶ τὸν Ηλίαν αἱ μὲν τῆς Ἰουδαίας χῆρας οὐκ ἐδέξαντο, ἡ δὲ Σαρα φθία ἐδέξατο· καὶ ὁ Ἑλισσαῖος τὸν ξένον λεπρόν ἐκαθάρισε, πίστιν εἰς αὐτὸν ἐνδειξάμενον· οἱ γὰρ συνήθεις καὶ συμπατριῶται αὐτοῦ οὐκ ἐπίστευαν αὐτῷ, καὶ διὰ τοῦτο οὐκ ἐκαθαρίσθησαν. Ομοίως οὖν κἀγὼ ὑμῖν μὲν τοῖς πατριώταις οὐ δοκῶ θαν
col. 753–754page 36 of 222
PG 123:753μαστός, ἀλλὰ καταφρονοῦμαι· διὸ οὐδὲ σημεῖα ποιῶ τοῖς δ᾽ ἐν Καπερναούμ δοκῶν θαυμαστὸς, καὶ σημεῖα ποιῶ καὶ δεκτὸς αὐτοῖς εἰμι. Ακούοντες δὲ ταῦτα ἐν τῇ συναγωγῇ, ἐπληροῦντο θυμοῦ, δέον θαυμάζειν, καὶ ἐπειρῶντο κατακρημνίσαι αὐτόν. Αλλ' αὐτὸς διελθὼν διὰ μέσου αὐτῶν, ἐπορεύθη· οὐ τὸ παθεῖν φεύγων, ἀλλὰ τὸν καιρὸν ἀναμένων. Εἰς γὰρ τὸ ὑπὲρ ἡμῶν παθεῖν ἐλήλυθεν· ἀλλὰ νῦν ἀρχὴν ἔχοντος τοῦ κηρύγματος, οὐκ ἔδει ἑαυτὸν ἐπιδοῦναι τῷ θανάτῳ, ἀλλ᾽ ἱκανῶς διδάξαντα, οὕτω τελειωθῆναι· ὥστε ἐκ τούτου δῆλον, ὅτι οὐ δ' ὅταν ἐσταυρώθη, ἄκων ἐσταυρώθη, ἀλλ᾽ ἑκὼν ἑαυτὸν ἐξέδωκε τῷ θανάτῳ. Ἴσθι δὲ ὅτι πατρὶς τῶν προφητῶν ἡ Ἰουδαίων Συν αγωγή, ἐν ᾗ ατιμάζονται οἱ προφῆται· οὐδὲ γὰρ δεκτοί εἰσιν· ἡμεῖς δὲ οἱ ἀλλότριοι ἐδεξάμεθα τού τους· ἡ γὰρ χήρα, ἡ ἐξ ἐθνῶν Ἐκκλησία λέγω, εδέ ξατο τὸν Ηλίαν, τουτέστι, τὸν προφητικόν λόγον, λιμοῦ γενομένου νοητοῦ ἐν τῇ Ἰουδαία, λιμοῦ τοῦ ἀκοῦσαι λόγον Θεοῦ· περὶ ταύτης δὲ τῆς χήρας ὁ προφήτης φησίν, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου στεῖρα ἔτεκεν ἑπτὰ, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησεν. μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα· καὶ πάλιν ὅτα Καὶ κατῆλθεν εἰς Καπερναούμ, πόλιν τῆς Γα λιλαίας· καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς Σάββασι καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἑξου στα ἦν ὁ λόγος αὐτοῦ· καὶ ἐν τῇ Συναγωγῇ ἦν ἄνω θρωπος, ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου· καὶ ἀνέκραξε φωνῇ μεγάλῃ, λέγων· Εα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρην, ἦλθες ἀπολέσαι ἡμᾶς; Οϊδά σε τίς εἶ· Ὁ ἅγιος τοῦ Θεοῦ. Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, λέγων· Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον εἰς τὸ μέσον, ἐξῆλθεν ἀπ' αὐτοῦ, μηδὲν βλάψαν αὐτόν. Καὶ ἐγένετο θάμβος ἐπὶ πάντες· καὶ συνελάλουν πρὸς ἀλλήλους, λέγοντες· Τίς ὁ λόγος οὗτος, ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ ἐξέρχονται; Καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου. • Επειδὴ τοὺς ἀπίστους οὔτε διδασκαλία εφέλκεται πρὸς πίστιν, διὰ τοῦτο ὁ Κύριος τὰς θαυματουργίας προσάγει, οἷόν τι δραστικώτατον φάρμακον θαυματουργεῖ οὖν ἐν Καπερναούμ ἀπι στότατοι γὰρ οὗτοι καὶ πολλῶν δεόμενοι πρὸς πίστιν ἐπεὶ τοίνυν ἐδίδαξεν ἱκανῶς, καὶ τοῦτο ὡς ἐξουσίαν ἔχων (Οὐ γὰρ ἔλεγε, τάδε λέγει Κύριος, ἀλλ' ἐγὼ λέγω ὑμῖν, ὅτι μηδὲ ὡς εἷς τῶν προφητῶν ἦν, ἀλλ᾽ ἀληθὴς Υἱὸς τοῦ Θεοῦ), μετὰ ταῦτα ἐπάγει καὶ τὸ θαῦμα, καὶ θεραπεύει τὸν δαιμονιζόμενον. Ο δὲ δαίμων πρότερον ὁμολογεῖ τὴν ἔχθραν, ἵνα ἡ μαρτ τυρία ἀξιόπιστος εἴη· εἶτα ἐπάγει την μαρτυρίαν Οιδά σε τίς εἴ. Ὁ ἅγιος τοῦ Θεοῦ. Πρότερον οὖν ἐγκαλεῖ αὐτῷ· Τί ἦλθες ὧδε ἀπολέσαι ἡμᾶς; Εἶτα κολακεύει, δοχῶν τὸν Κύριον ὑπὸ τῆς κολακείας μαλακισθέντα, ἑάσειν αὐτόν· οὕτως ἀνόητον ἡ πονηρία· ἀλλ' ὁ Κύριος, διδάσκων ἡμᾶς, ἵνα μὴ χρήζωμεν τῆς ἀπὸ τῶν δαιμόνων μαρτυρίας καὶ συστάσεως, φησί Φιμώθητι, καὶ ἔξελθε ἐξ αὐτοῦ. Συγχωρεῖ δὲ τῷ δαίμονι ρίψαι τὸν ἄνθρωπον, ἵνα μάθωσιν οἱ παρ εστῶτες, ὅτι ὄντως δαιμόνιον είχε. Κακείνου ἦν τὰ βήματα, εἰ καὶ ἡ γλῶσσα τοῦ ἀνθρώπου ὑπούργει καὶ δὴ συνελάλουν πρὸς ἀλλήλους ἅπαντες, θαυμά Ει ι;
col. 755–756page 37 of 222
PG 123:755ζοντες ἐπὶ τοῖς γενομένοις, καὶ λέγοντες· Τίς ὁ λόγος οὗτος, τουτέστι, τίς ἡ πρόσταξις αὕτη, ἣν προστάσε σει, ὅτι Έξελθε ἐξ αὐτοῦ, καὶ φιμώθητι; Γίνωσκε δὲ ὅτι καὶ νῦν πολλοὶ ἔχουσι δαιμόνια, ὅσοι τὰ τῶν δαιμόνων ἐπιθυμήματα τελοῦσιν· οἷον, ἔστι τις θυμώδης, οὗτος δαιμόνιον έχει θυμοῦ· ἀλλ' ἐὰν Ελθῇ ὁ Ἰησοῦς ἐν τῇ συναγωγῇ, τουτέστιν, ὅταν είη ὁ νοῦς συνηγμένος καὶ μὴ διαχεόμενος, τότε ἐρεῖ τῷ δαιμονίῳ τοῦ θυμοῦ, ἀκαθέκτῳ ὄντι· Φιμώθητε καὶ εὐθὺς ρίψαν τὸν ἄνθρωπον εἰς τὸ μέσον, ἐξελεύσεται ἀπ' αὐτοῦ. Τί δέ ἐστι τὸ ρίψαι εἰς τὸ μέσον, μάν θανε· τὸν ἄνθρωπον οὔτε πάντη θυμώδη και πικρὸν δεῖ εἶναι· θηριώδες γάρ· οὔτε πάντη αόργητον, ἀναίσθητον γὰρ, ἀλλὰ τὴν μέσην ὁδὸν βαδίζειν, καὶ τὸν θυμὸν ἔχειν κατὰ τῆς κακίας. Οταν οὖν τινα ρίψη εἰς τὸ μέσον τὸ πονηρὸν πνεῦμα, ἐξέρχεται ἀπ' αὐτοῦ. Αναστὰς δὲ ἐκ τῆς συναγωγῆς, εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος· ἡ πενθερὰ δὲ Σίμωνος ἦν συν εχομένη πυρετῷ μεγάλῳ· καὶ ἠρώτησαν αὐτὸν περί αὐτῆς· καὶ ἐπιστὰς ἐπάνω αὐτῆς, ἐπετίμησε το πυρετῷ, καὶ ἀφῆκεν αὐτήν· καὶ παραχρῆμα ανα στᾶσα διηκόνει αὐτοῖς. Δύνοντος δὲ τοῦ ἡλίου, πάν τες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις, ἤγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ, ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖ ρας ἐπιθεὶς, ἐθεράπευσεν αὐτούς. Εξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν, κράζοντα καὶ λέγοντα, ὅτι Σύ εἶ ὁ Χριστὸς ὁ Υἱός τοῦ Θεοῦ· καὶ ἐπιτιμῶν, οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν Χριστὸν αὐτὸν εἶναι. Γενομένης δὲ ἡμέρας, ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον· καὶ οἱ ὄχλοι ἐπεζήτουν αὐτὸν, καὶ ἦλθον ἕως αὐτοῦ, καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπ' αὐτῶν· ὁ δὲ εἶπε πρὸς αὐτοὺς, ὅτι Καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ Θεοῦ, ὅτι εἰς τοῦτο ἀπέσταλμαι, καὶ ἦν κηρύσσων ἐν ταῖς συναγωγαῖς τῆς Γαλιλαίας.» Ο δεσπότης πάν των παρὰ τοῖς μαθηταῖς ξενιζόμενος ετρέφετο ὥσπερ οὖν καὶ παρὰ Πέτρφ νῦν ξενιζόμενος, ἱᾶται τὴν ἐκείνου πενθεράν· ἵνα καὶ σὲ παιδεύσῃ μηδὲ τὰς τῶν εὐτελῶν ἀποπέμπεσθαι φιλοφροσύνας· οὐχ ἁπλῶς δὲ θεραπεύει αὐτὴν ἀπὸ τῆς νόσου, ἀλλὰ καὶ ευρωστίαν αὐτῇ καὶ δύναμιν ἐντίθησιν, εἰς τὸ δια χονεῖν. Εἰ καὶ ἡμεῖς οὖν ὑποδεξόμεθα αὐτὸν, κατα σβέσει καὶ τὸν ἡμέτερον πυρετόν, τόν τε τοῦ θυμοῦ καὶ τὸν τῆς ἐπιθυμίας· καὶ ἐγερεῖ ἡμᾶς ὥστε δια κονεῖν αὐτῷ, τουτέστι, τὰ ἀρεστὰ αὐτῷ πράττειν. Ορα δέ μοι καὶ τοῦ ὄχλου τὴν πίστιν, πῶς καὶ δύναντος τοῦ ἡλίου προσέφερον τοὺς ἀρρώστους, μηδ' ὑπὸ ”, τοῦ καιροῦ ἐμποδιζόμενοι· οὐκ ἀφίησι δὲ τὰ δαιμόνια λαλεῖν, ἅμα μὲν μὴ δεόμενος τῆς παρὰ τῶν ἀκαθάρ των εὐφημία· οὐχ ὡραῖος γὰρ αἶνος ἐν στόματι ἁμαρτωλῶν· ἅμα δὲ μὴ θέλων ἀνάπτειν τὸν φθόνου τῶν Εβραίων, ἐκ τοῦ παρὰ πᾶσιν εὐφημεῖσθαι· οἱ δὲ ὄχλοι καὶ εἰς ἔρημον τόπον ἀπελθόντα ζητοῦσι και κατέχουσιν αὐτόν· ἀλλ' ἐκεῖνος οὐχ ἐνὶ τόπῳ περιορίζεται. ᾿Αλλὰ καὶ ταῖς ἑτέραις, φησί, πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ Θεοῦ. "Οθεν δεῖ καὶ ἡμᾶς μὴ ὀκνεῖν, μηδὲ ἑνὶ τόπῳ περικλειομένους ἀρκεῖσθαι, ἀλλὰ πανταχοῦ περιέναι, εἴ πως ὠφελήσομέν τινα.
col. 757–758page 38 of 222
PG 123:757ΚΕΦΑΛ Ε΄. Περὶ τῆς ἄγρας τῶν ἰχθύων. Περὶ τοῦ λεπροῦ. Περὶ τοῦ παραλυτικοῦ. Περὶ Λευὶ τοῦ τελώνου. Περὶ τοῦ Ἰησοῦ συνεσθίοντος τοῖς τελώναις. Διὰ τί οἱ τοῦ Ιωάννου μαθηταὶ νηστεύουσιν, οι δὲ τοῦ Χριστοῦ οὐχί; Εγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ, τοῦ ἀκούειν τὸν λόγον τοῦ Θεοῦ, καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ. Καὶ εἶδε δύο πλοία ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς, ἀποβάντες ἀπ' αὐτῶν, ἀπέπλυναν τὰ δίκτυα· ἐμβὰς δὲ εἰς ἕν τῶν πλοίων 8 ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας, ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. Ως δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα Επανάγαγε εἰς τὸ βάθος, καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν· καὶ ἀποκριθεὶς ὁ Σίμων, εἶπεν αὐτῷ· Ἐπιστάτα, δι' ὅλης τῆς νυκτὸς κοπιάσαντες, οὐδὲν ἐλάβομεν, ἐπὶ δὲ τῷ βήματί σου χαλάσω τὸ δίκτυον. Καὶ τοῦτο ποιήσαντες, συνέκλεισαν πλῆθος ἰχθύων πολύ. Διεῤῥήγνυτο δὲ τὸ δίκτυον αὐτῶν· καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ, τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλησαν αμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά. Ἰδὼν δὲ Σίμων Πέτρος, προς έπεσε τοῖς γόνασι τοῦ Ἰησοῦ, λέγων· Εξελθε ἀπ' ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός είμι, Κύριε· θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ, ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων, ᾗ συνέλαβον. Ομοίως δὲ καὶ Ἰά κωδον, καὶ Ἰωάννην υἱοὺς Ζεβεδαίου, οἱ ἦσαν κοι νωνοὶ τῷ Σίμωνι· καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ Ἰησ σους· Μὴ φοβοῦ, ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες, ἅπαντα, ἠκολούθησαν αὐτῷ. ο Φεύγει μὲν ὁ Κύριος τὴν δόξαν, ἡ δὲ τόσῳ μᾶλλον καταδιώκει αὐτόν. Τοῦ γοῦν ὄχλου ἐπικειμένου, εἰς τὸ πλοῖον εἰσέρχεται· ώς ἂν ἀπὸ τοῦ πλοίου, διδάσκῃ τοὺς ἐν τῷ αἰγιαλῷ ἱστα μένους, πάντων κατὰ πρόσωπον αὐτοῦ ὄντων, καὶ μηδενὸς ἐλθόντος κατὰ νώτου. Ἐπεὶ δὲ τὸν ὄχλον ἐδί δαξεν ἐκ τοῦ πλοίου, οὐκ ἄμισθον ἀφίησι τὸν τοῦ πλοίου δεσπότην, ἀλλὰ διπλῶς αὐτὸν εὐεργετεῖ· ὅτι τε ἰχθύων πλῆθος αὐτῷ ἐχαρίσατο, καὶ ὅτι μαθητὴν αὐτοῦ ἐποιήσατο. Θαύμασον δὲ τοῦ Κυρίου τὴν οἰκο νομίαν, πῶς ἔκαστον διὰ τῶν οἰκείων καὶ συντρόφων ἐφέλκεται· ὡς γὰρ τους μάγους διὰ τοῦ ἀστέρος, οὕτω καὶ τοὺς ἁλιεῖς διὰ τῶν ἰχθύων. "Ορα δὲ τοῦ Χριστοῦ τὴν ἐπιείκειαν, πῶς παρακαλεῖ τὴν Πέτρον ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν· τὸ γὰρ, ἠρώτησεν, ἀντὶ τοῦ, παρεκάλεσε νόει· ἀλλὰ καὶ ὁ Πέτρος, πῶς ἦν εὐπειθής, ὥστε ἄνθρωπον, ὃν οὐκ ᾔδει, ὑποδέξασθαί τε εἰς τὸ πλοῖον αὐτοῦ, καὶ πάντα αὐτοῦ ὑπακούειν ὡς γὰρ εἶπεν αὐτῷ ἐπαναγαγεῖν εἰς τὸ βάθος, οὐκ Σπεδυσπέτησεν, οὐδ᾽ εἶπε, Δι' ὅλης τῆς νυκτὸς κοι πιάσας καὶ μηδὲν κερδάνα;, νῦν σοὶ πεισθήσομαι, και δευτέροις πόνοις ἐμαυτὸν ἐπιδώσω; Οὐδὲν τού των εἶπεν, ἀλλὰ μᾶλλον, Ἐπὶ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον· οὕτως ἦν τὴν πίστιν θερμὲς καὶ πρὸ τῆς πίστεως· ὅθεν καὶ τοσούτους ἰχθύας συλλαμβάν κι, ὥστε μὴ δυνάμενος τούτους ἑλκύσαι, καὶ τοῖς μετόχοις νεύει, τουτέστι, τοῖς κοινωνοῖς τοῖς ἐν τῷ

Chapter VCaput V

col. 759–760page 39 of 222
PG 123:759ἑτέρῳ πλοίῳ· διὰ νεύματος δὲ αὐτοὺς προσχολεῖται ἐπειδὴ διὰ τὴν ἐπὶ τῇ ἄγρᾳ ἐκπληξιν, οὐδὲ λαλήσει ἡδύνατο· ἀπὸ πολλῆς δὲ εὐλαβείας ο Πέτρος παραιτεῖται τὸν Ἰησοῦν τοῦ μὴ εἶναι ἐν τῷ πλοίῳ, ἁμαρτωλὸν ἑαυτὸν λέγων, καὶ οὐκ ἄξιον τοῦ ἐκείνῳ συνεῖναι. Νόησον δὲ ταῦτα καὶ κατὰ ἀναγωγήν, ει θέλεις. Το πλοῖόν ἐστιν ἡ τῶν Ἰουδαίων Συναγωγή· ὁ Πέτρος τύπον ἐπέχει τῶν ἐν τῷ νόμῳ διδασκάλων· ἐκοπίασαν οὖν δι' ὅλης τῆς νυκτὸς οἱ πρὸ τοῦ Χριστοῦ διδάσκαλοι (νὺξ γὰρ ὁ πρὸ τῆς Χριστοῦ ἐπιδημίας καιρὸς), καὶ οὐδὲν ἔλαβον. Ελθόντος δὲ τοῦ Χριστοῦ, καὶ ἡμέρας γενομένης, εἰς τὸν τόπον τῶν νομοδιδασκάλων τεθέντες οἱ ἀπόστολοι, ἐπὶ τῷ ῥήματι αὐτοῦ, τουτέστιν ἐπὶ τῇ προστάξει, χαλῶσι τὸ δίκτυον τοῦ Εὐαγγελίου, καὶ πλῆθος ἀνθρώπων ζωγροῦσι. Μόνοι δὲ οἱ ἀπόστολοι οὐ δύνανται ἑλκύσαι τὸ δίκτυον τῶν ἰχθύων, καὶ νεύουσι καὶ τοῖς μετόχοις αὐτῶν καὶ κοινωνοῖς, καὶ συναίρονται αὐτοῖς. Οὗτοι δέ εἰσιν οἱ καθ' ἑκάστους καιρούς ποιμένες καὶ δι δάσκαλοι τῶν Ἐκκλησιῶν, οἱ τὰ ἀποστολικὰ ἑρμη νεύοντες καὶ διδάσκοντες, συναίρονται τοῖς ἀποστόλοις πρὸς τὸ ζωγρῆσαι ἀνθρώπους· σκόπει δὲ καὶ τὴν λέξιν τοῦ, Χαλῶσι τὸ δίκτυον. Τὸ μὲν γὰρ Εὐαγγέλιον ἐστι τὸ δίκτυον· λέξιν δὲ ἔχον ταπεινὴν καὶ πεζήν, καὶ συγκαταβατικὴν πρὸς τὴν ἰδιωτείαν τῶν ἀκου όντων, διὰ τοῦτο λέγεται χαλασθῆναι. Εἰ δέ τις καὶ τὸ βάθος τῶν νοημάτων δηλοῦσθαι φαίη διὰ τοῦ χαλᾶσθαι τὸ δίκτυον, οὐδὲ τοῦτο ἀπεικός· πεπλήρωται γοῦν καὶ τὸ τοῦ προφήτου, εἰπόντος· «Ἰδοὺ ἐγὼ ἀποστελῶ ἁλιεῖς πολλούς, λέγει Κύριος· καὶ μετὰ ταῦτα ἀποστελῶ πολλούς θηρευτάς, καὶ θηρεύσουσιν αὐτούς· › τοὺς μὲν ἁλιεῖς, τοὺς ἁγίους ἀποστόλους λέγων· θηρευτὰς δὲ, τοὺς κατὰ καιροὺς τῶν Ἐκκλη αιῶν ἡγουμένους καὶ διδασκάλους. Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πό λεων, καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας, καὶ ἰδὼν τὸν Ἰησοῦν, πεσὼν ἐπὶ πρόσωπον, ἐδεήθη αὐτοῦ, λέ γων· Κύριε, ἐὰν θέλῃς, δύνασαι με καθαρίσαι. Καὶ ἐκτείνας τὴν χεῖρα, ήψατο αὐτοῦ, εἰπὼν, Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ' αὐτοῦ. Καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν ἀλλὰ ἀπελθών, δείξον σεαυτὸν τῷ ἱερεῖ, καὶ προσ ένεγκε περὶ τοῦ καθαρισμού σου καθώς προσέταξε Μωσῆς, εἰς μαρτύριον αὐτοῖς. Διήρχετο δὲ μᾶλλον δ λόγος περὶ αὐτοῦ. Καὶ συνήρχοντο ὄχλοι πολλοί, ἀκούειν καὶ θεραπεύεσθαι ὑπ' αὐτοῦ ἀπὸ τῶν ἀσθε νειῶν αὐτῶν. Αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις, καὶ προσευχόμενος.» 'Αξιοθαύμαστος ὁ λεπρός, ὅτι θεοπρεπῆ ἔννοιαν περὶ τοῦ Κυρίου ἔχων, φησίν, Ἐὰν θέλης, δύνασαι με καθαρίσαι. Τοῦτο γὰρ δείκνυσιν αὐτὸν ἐννοοῦντα περὶ τοῦ Χριστοῦ, ὡς περὶ Θεοῦ· οὐ γὰρ ὡς ἰατρῷ προσήρχετο (ή γάρ λέπρα Ιατρών χερσὶν ἀνεπιχείρητος), ἀλλ' ὡς Θεῷ· τούτου γὰρ μό νου τὸ τὰ τοιαῦτα ἰᾶσθαι. Ὁ δὲ Κύριος άπτεται απ τοῦ, οὐκ ἀλόγως, ἀλλ' ἐπειδὴ κατὰ τὸν νόμον, δ ἁπτόμενος λεπροῦ ἐδόκει ἀκάθαρτος εἶναι, θέλωνδεῖξαι, ὅτι τὰς τοιαύτας μικρολογίας τοῦ νόμου οὐκ ἀνάγκην ἔχει φυλάττειν, ἀλλ' αὐτός ἐστιν ὁ τοῦ νότ μου Κύριος, καὶ ὅτι οὐδὲν ὁ καθαρὶς μολύνεται ἐκ τοῦ δικοῦντος ἀκαθάρτου, ἀλλ' ἡ τῶν ψυχῶν λέπρα,
col. 761–762page 40 of 222
PG 123:761ἐκείνη ἐστὶν ἡ μολύνουσα· τούτου ἕνεκεν άπτεται ἅμα δὲ, καὶ ἵνα δείξῃ ὅτι ἡ ἁγία αὐτοῦ σὰρξ θείαν ἔχει δύναμιν, καὶ καθαρτική οὖσα καὶ ζωογονοῦσα, ὡς τοῦ Θεοῦ Λόγου οὖσα σάρξ. Παραγγέλλει δὲ τῷ λεπρῷ ίνα μηδενὶ εἴπῃ, διδάσκων ἡμᾶς μὴ ζητεῖν αὐτ φημίας παρὰ τῶν εὐεργετουμένων. Ἀπελθὼν δὲ φησί, δεῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ προσένεγκε τὸ δῶρον εἰς μαρτύριον αὐτοῖς· νόμος γὰρ ἦν, τὸν ἱερέα δοκιμάζειν τους λεπρωθέντας, καὶ κρίνειν εἰ ἐκαθαρίσθησαν καὶ ἐὰν μὲν δι᾿ ἑπτὰ ἡμερῶν ἐκαθαρίσθη, έμενεν ἔσω τῆς πόλεως ὁ λεπρός· εἰ δὲ μὴ, ἐξεβάλλετο. Τοῦτο τοίνυν φησὶν ὁ Κύριος, «Υπαγε, δείξον σεαυ-» τὸν τῷ ἱερεῖ, καὶ προσένεγκε τὸ δῶρον.» Τί δὲ ἦν τὸ δῶρον; Δύο ὀρνίθια· τί δέ ἐστι τὸ, εἰς μαρτύριον αὐτοῖς; Τουτέστιν, εἰς ἔλεγχον αὐτῶν καὶ κατηγο μίαν, ἵν᾿ ὅταν κατηγορῶσι μου ὡς παραβαίνοντος τὸν νόμον, ἐκ τούτου ἐλέγχωνται ὅτι οὐ παραβαίνω, ἐκ τοῦ προστάξαι σοι προσενεγκεῖν τὸ δῶρον, προσ έταξε Μωσής· Πῶς δὲ τὰ δύο ὀρνίθια ἐκεῖνα προς ήγοντο τῷ Θεῷ, οὐκ ἄκαιρον εἰπεῖν· ἐσφάζετο τὸ ἐν ὀρνίθιον. Καὶ ὑπεδέχοντο τὸ αἷμα αὐτοῦ, ἐν ἀγγείῳ ὀστρακίνῳ καινῷ· εἶτα τοῦ ἑτέρου ὀρνιθίου ἀμφότερα τὰ πτερὰ ἐβάπτοντο ἐν τῷ αἵματι, καὶ οὕτως ἀπο ελύετο τὸ ὀρνίθιον ζῶν. Εἰκόνιζον οὖν ταῦτα τὰ κατὰ τὸν Χριστόν· τὰ δύο γὰρ ορνίθια, αἱ δύο φύσεις τοῦ Χριστοῦ, ἤ τε θεία καὶ ἡ ἀνθρωπίνη, ὧν τὸ μὲν ἐν ἐσφάγη, τουτέστιν ἡ ἀνθρωπίνη· τὸ δὲ ἕτερον ἀπ ελύθη ζῶν. Ἡ γὰρ θεία φύσις ἀπαθὴς διέμεινε, χρι σθεῖσα τῷ αἵματι τῆς παθούσης φύσεως, καὶ εἰς ἑαυ τὴν τὸ πάθος ἀναδεξαμένη· τὸ δὲ αἷμα τοῦ Κυρίου ἐδέξατο ἀγγεῖον ὀστράκινον καινόν· ὁ λαός, φημί, δ καινὸς ὁ ἐξ ἐθνῶν, ὁ τῆς Καινῆς Διαθήκης δεκτικός. Ορα δὲ ὅτι μεθ' ὅ τις καθαρισθῇ τῆς λέπρας, τότε Αξιός ἐστι προσφέρειν τὸ δῶρον τοῦτο, τουτέστι, θύειν Χριστὸν καὶ ἱερουργεῖν· λεπρὸς γὰρ ὧν καὶ ἀκάθαρτος τὴν ψυχὴν, οὐκ ἂν ἀξιωθείη τοιαῦτα δώρα προσ φέρειν, ήτοι προσκομίζειν τὸ σῶμα καὶ αἷμα τοῦ Κυρίου, τὸ τῇ θείᾳ φύσει ενωθέν. Πρόσχες δὲ καὶ τοῦτο, πῶς ἀμύθητον ἔχει τὴν ὑπεροχήν ὁ Κύριοςπρός τὸν Μωσήν. Μωσής μὲν γὰρ λεπρωθεῖσαν την ἀδελφὴν αὐτοῦ, καίτοι πολλὰ δεηθείς, οὐκ ἠδυνήθη θεραπεῦσαι· ὁ δὲ Κύριος λόγῳ μόνῳ τὸν λεπρὸν ἐκαθάρισεν. Εννόει δὲ καὶ τὴν ταπείνωσιν τοῦ Κυρίου, πῶς τοῦ ὄχλου ἐπιθυμοῦντος ἅπτεσθαι αὐτοῦ, αὐτὸς ἐν ταῖς ἐρήμοις μᾶλλον διέτριβεν ἀσμένως, καὶ προσ ηύχετο· οὕτως ἄρα τύπους ἡμῖν ἐν πᾶσιν ἐδίδου τοῦ σε κατ' ιδίαν προσεύχεσθαι, καὶ τοῦ τὴν δόξαν ἐκε κλίνειν. δ Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν, καὶ αὐτὸς ἦν διδά σκων· καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκα λαι, οἱ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας, καὶ Ἰουδαίας, καὶ Ἱερουσαλήμ· καὶ ἡ δύναμις Κυρίου ἦν εἰς τὸ ἰᾶσθαι αὐτούς. Καὶ ἰδοῦ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ός ἦν παραλελυμένος· καὶ ἐξή τουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι ἐνώπιον αὐτοῦ· καὶ μὴ εὑρόντες διὰ ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον, ἀναβάντες ἐπὶ τὸ δῶμα, διὰ τῶν κεράμων ο Ει
col. 763–764page 41 of 222
PG 123:763καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπρο γῆς ἀπαναστῶμεν, οὐκ ἔτι ἡμεῖς αὐτοὶ δυνάμεθα δι' κέκλεισται γὰρ ἡ θύρα. Εἴπομεν δὲ περὶ ταύτης τῆς σθεν τοῦ Ἰησοῦ· καὶ ἰδὼν τὴν πίστιν αὐτῶν, εἶπεν αὐτῷ· Ανθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίας σου. Και ήρξαντο διαλογίζεσθαι οι Γραμματεῖς καὶ οἱ Φαρι σαῖοι, λέγοντες· Τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; Τίς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεός; Επιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμούς αὐτῶν, ἀποκριθεὶς εἶπε πρὸς αὐτούς; Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; Τί ἐστιν εὐκολώτερον εἰπεῖν, 'ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν, Ἔγειραι καὶ περι πάτει; Ἵνα δὲ εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας, εἶπε τῷ παραλελυμένῳ· Σοὶ λέγω, ἔγειραι· καὶ ἄρας τὸ κλι νίδιόν σου, πορεύου εἰς τὸν οἶκόν σου. Καὶ παρα χρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ' δ κατέκειτο, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν Θεόν· καὶ έκστασις ἔλαβε πάντας. Καὶ ἐδόξαζον τὸν Θεὸν, καὶ επλήσθησαν φόβου, λέγοντες, ὅτι Είδομεν παράδοξα σήμερον. ο Εδει, συνηγμένων τῶν ἐχθρῶν, καινότερον τι τερατουργῆσαι τὸν Κύριον· θεραπεύει οὖν ἄνθρω Στον νοτοῦνται νόσον δυσίατον ἵνα διὰ τοῦ τὸ τοιοῦτον Ιάσασθαι νόσημα καὶ τὴν δυσθεράπευτον τῶν Φαρι σαίων μανίαν ἐξιάσηται. Πρῶτον οὖν τὰ τῆς ψυχῆς θεραπεύει, εἰπών· Αφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἵνα μάθωμεν, ὅτι τὰ πολλὰ τῶν ἀῤῥωστημάτων ἀπὸ τῶν ἁμαρτιῶν τίκτονται· εἶτα καὶ τὰ τοῦ σώματος θεραπεύει, ἰδὼν τὴν πίστιν τῶν προσενεγκάντων. Πολλάκις γὰρ διὰ τὴν ἑτέρων πίστιν ἑτέρους σώζει. Οἱ δὲ Φαρισαῖοί φασι· Τί οὗτος λαλεί βλασφημίας; Τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ μόνος ὁ Θεός; Ταῦτα δὲ λέγουσι, θάνατον αὐτοῦ καταγινώσκοντες. Τὸν γὰρ εἰπόντα βλασφημίαν κατὰ τοῦ Θεοῦ θάνατον ὑπομένειν προσέταττεν ὁ νόμος. Ο γοῦν Κύριος δειχνύς αὐτοῖς, ὅτι ὄντως Θεός ἐστι, καὶ οὐ κομπάζει μάτην, ἀφ' ἑτέρου σημείου πείθει αὐτούς. "Α γὰρ ἐκεῖνοι διελογίζοντο, ταῦτα αὐτὸς συνίησιν. "Οθεν πάντως δῆλον, ὅτι Θεός ἐστι. Θεοῦ γὰρ τὸ εἰδέναι καρδίας. Φησὶν οὖν, Τί δοκεῖ ὑμῖν εὐκοπώτερον, τὸ ἀφιέναι ἁμαρτίας, ἢ τὸ ὑγιάσαι σῶμα; Πάντως κατὰ τὴν ὑμετέραν ψῆφον τὸ ἀφιέναι ἁμαρτίας δοκεῖ εὐχο πώτερον, ὡς ἀφανὲς καὶ ἀνέλεγκτον, καίτοι δυσκολώτερον δν. Το δέ γε θεραπεῦσαι σῶμα δοκεῖ δυσκολώτερον, ὡς φαινόμενον, καίτοι εὐκοπώτερον ἐν τῇ φύσει. Όμως ἐγὼ καὶ τοῦτο κἀκεῖνο ποιήσω. Καὶ διὰ τοῦ θεραπεῦσαι τὸ σῶμα, ὃ δοκεῖ ὑμῖν δυσκολώτερον, πιστώσομαι καὶ τὴν θεραπείαν τῆς ψυχῆς, ἥτις εἰ καὶ δύσκολός ἐστι, δοκεῖ ὑμῖν εὔκολον, διὰ τὸ ἀφανές. Ορα δὲ ὅτι ἐπὶ τῆς γῆς ἀφίενται αἱ ἁμαρτ τίαι. Εως οὗ γάρ ἐσμεν ἐπὶ τῆς γῆς, δυνάμεθα ἐξαλείψαι τὰς ἁμαρτίας ἡμῶν. Μεθ' 8 μέντοι τῆς ἐξομολογήσεως ἐξαλείψαι τὰς ἁμαρτίας ἡμῶν. Απο περικοπῆς ἐν τοῖς ἑτέροις Εὐαγγελισταῖς πλατύτερον. Καὶ μετὰ ταῦτα ἐξῆλθε, καὶ ἐθεάσατο τελώνην ὀνόματι Λειῖν, καθήμενον ἐπὶ τὸ τελώνιον. Καὶ εἶπεν αὐτῷ· ᾿Ακολούθει μοι. Καὶ καταλιπών ἅπαντα, ἀναστὰς ἠκολούθησεν αὐτῷ. Καὶ ἐποίησε δοχὴν με γάλην ὁ Λευῖν αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ καὶ ἦν ὄχλος
col. 765–766page 42 of 222
PG 123:765τελωνών πολύς, καὶ ἄλλων, οἱ ἦσαν μετ᾿ αὐτῶν κατακείμενοι. Καὶ ἐγόγγυζον οἱ Γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαίοι πρὸς τοὺς μαθητὰς αὐτοῦ, λέγοντες Διὰ τί μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε; Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς, εἶπε πρὸς αὐτούς Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες Ιατροῦ, ἀλλ' οι και κὡς ἔχοντες. Οὐκ ἐλήλυθα καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.» Ο μὲν Ματθαῖος ἀπαρακαλύπτως τὸ ἑαυτοῦ ὄνομα ἀνακηρύττει, λέ γων·. Εἶδε Ματθαῖον τὸν τελώνην ὁ Ἰησοῦς καθή μενον ἐπὶ τὸ τελώνιον.. Ὁ δὲ Λουκᾶς καὶ ὁ Μάρ κος, τιμώντες τὸν εὐαγγελιστὴν, τὸ ἕτερον αὐτοῦ ὄνομα, τὸ Λευῖν, εἰς μέσον προτιθέασι. Θαύμασον δὲ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, πῶς τὰ σκεύη τοῦ πονηροῦ διαρπάζει. Τελώνης γὰρ, σκεῦος τοῦ πονη ροῦ, καὶ πονηρὸν θηρίον. Ισασιν οἱ πεπειραμένοι τῶν πικρῶν ἀπαιτητῶν. Οὗτοι γὰρ οἱ τελῶναι, οἱ τα δημόσια τέλη ὠνούμενοι, ἐφ᾽ ᾧ ἀποκερδῆσαι κατὰ τῶν οἰκείων ψυχῶν. Οὐ μόνον δὲ ἄρα τὸν Ματ θαῖον εκέρδησεν, ἀλλὰ καὶ τοὺς ἑτέρους τελώνας οἷς συνειστιάτο, κερδῆσαι ἐσπούδαζεν ὁ Κύριος. Δια γὰρ τοῦτο καταξιοί συνεστιαθῆναι, ἵνα κἀκείνους Εφελκύσηται. Οἱ Φαρισαῖοι δὲ αιτιώμενοι αὐτόν, όρα τί ἀκούουσιν; Οὐκ ἐλήλυθα, φησί, καλέσαι δικαίους, τουτέστιν, ὑμᾶς τοὺς δικαιοῦντας ἑαυτούς· ἀλλὰ ἁμαρτωλοὺς ἦλθον καλέσαι, οὐχ ἵνα τῇ ἁμαρτίᾳ ἐμμένωσιν, ἀλλ᾽ ἵνα μετανοήσωσι. Καὶ ἄλλως· Οὐκ ἦλθον καλέσαι δικαίους. Οὐδὲ γὰρ εὑρίσκω, πάντων ἁμαρτόντων. Ἐπεὶ εἰ ἦν δυνατὸν εὑρεῖν δικαίους, οὐκ ἂν ἦλθον. Ἔστι δὲ τελώνης καὶ πᾶς ὁ τῷ κοι σμοκράτορι δουλεύων, καὶ τέλη τῇ σαρκὶ προσφέρων. Ο γαστρίμαργος τελεῖ τῇ γαστρί βρώματα, ο πόρνος, τὴν ῥυπαρὰν μίξιν, καὶ ἄλλος ἄλλο. Ὅταν οὖν ἴδῃ αὐτὸν ὁ Κύριος, τουτέστιν ὁ εὐαγγελικὸς λόγος, καθήμενον ἐπὶ τὸ τελώνιον, τουτέστι, μὴ προκόπτοντα μηδὲ προοδεύοντα καὶ κινούμενον εἰ; πλείονα κακίαν, ἀλλ᾽ οἱονεὶ ἀργοῦντα, τότε ἀνα στήσεται ἀπὸ τοῦ κακοῦ καὶ ἀκολουθήσει τῷ Ἰησοῦ, καὶ ὑποδέχεται ἐν τῷ οἴκῳ τῆς ψυχῆς αὐτοῦ τὸν Κύριον. Οἱ δὲ Φαρισαῖοι, οἱ ἀλαζόνες καὶ ἀποκεκομμένοι δαίμονες, τοῦτο γὰρ ὁ Φαρισαῖος, ἀποκεκομα μένος τῶν ἄλλων, γογγύζουσιν, ὅτι τοῖς ἁμαρτωλοῖς συνεσθίει. Οἱ δὲ εἶπον πρὸς αὐτόν·:ὰ τί οἱ μαθηταὶ Ἰωάν 33-39, του νηστεύουσι πυκνὰ καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων, οἱ δ: σοὶ ἐσθίουσι καὶ πιο νουσιν; Ὁ δὲ εἶπε πρὸς αὐτούς· Μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος, ἐν ᾧ μετ᾿ αὐτῶν ἐστιν ὁ νυμ φίος, ποιήσαι νηστεύειν; Ελεύσονται δὲ ἡμέραι, καὶ ὅταν ἀπαρθῇ ἀπ' αὐτῶν ὁ νυμφίος, τότε νηστεύο σουσιν ἐν ἐκείναις ταῖς ἡμέραις. Ἔλεγε δὲ καὶ πα ραβολὴν πρὸς αὐτοὺς, ὅτι Οὐδεὶς ἐπίβλημα ἱματίου καινοῦ ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μή γε καὶ τὸ καινὸν σχίζει, καὶ τῷ παλαιῷ οὐ συμφωνήσει τὸ ἐπίβλημα τὸ ἀπὸ τοῦ καινοῦ. Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή γε, ρήξει ὁ νέος οἶνος τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται, καὶ οἱ ἀσκοὶ ἀπολοῦνται. ᾿Αλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινούς βλητέον, καὶ ἀμφότερα συντηρούνται. Καὶ

Chapter VICaput VI

col. 767–768page 43 of 222
PG 123:767» οὐδεὶ; πιών παλαιόν, εὐθέως θέλει νέον, λέγει γάμο Ο παλαιός χρηστότερος ἐστιν. Είπομεν περὶ τού των ἐν τῷ κατὰ Ματθαῖον. Καὶ νῦν δὲ συντετμημένως ἐροῦμεν, ὅτι τοὺς ἀποστόλους υιούς νυμφώνος ὀνομάζει. Ἡ γὰρ τοῦ Κυρίου παρουσία γάμῳ ἀπει κάζεται. Διότι τὴν Ἐκκλησίαν μνηστευσάμενος ηγάγετο. Οὐ δεῖ τοίνυν τοὺς ἀποστόλους νηστεύειν νῦν· οἱ μὲν γὰρ τοῦ Ἰωάννου μαθηταὶ ὀφείλουσι νηστεύειν, ἅτε πόνῳ καὶ καμάτῳ τὴν ἀρετὴν κατα ορθώσαντος διδασκάλου αὐτῶν. Ἦλθε γάρ, φησίν, Ιωάννης, μήτε ἐσθίων, μήτε πίνων. Οἱ δὲ ἐμοὶ μαθηταί, ὡς τῷ Θεῷ λόγῳ ἐμοὶ συνόντες, οὐ χρήσ ζουσι τέως τῆς ἀπὸ τῆς νηστείας ὠφελείας, αὐτόθεν χαριτωθέντες καὶ φυλαττόμενοι ὑπ' ἐμοῦ. Ὅταν δὲ ἐγὼ μὲν ἀναληφθῶ, αὐτοὶ δὲ ἐπὶ τὸ κήρυγμα στα λῶσι, τότε καὶ νηστεύσουσι καὶ προσεύξονται, οἷς εἰς ἀγῶνας μεγάλους ἀποδυθέντες. Καὶ ἄλλως δὲ νῦν ἀσθενεῖς ὄντες, καὶ μήπω καινισθέντες ὑπὸ τοῦ Πνεύματος, ἀσκοῖς ἐοίκασι παλαιοῖς καὶ ἱματίῳ παλαιῷ. Οὐ δεῖ οὖν αὐτοῖς βαρυτέραν τινὰ διαγωγήν ἐπιφορτισθῆναι, ὥσπερ οὐδὲ ἱματίῳ παλαιῷ ἐπιτίθεται νέον ἐπίβλημα. Δύναται μὲν οὖν, ὡς ἔφην, τοὺς ἀποστόλους ἐκλαβέσθαι ἐοικότας ἀσκοῖς παι λαιοῖς, οἷα ἔτι ἀσθενεῖς ὄντας. Δύνασαι δὲ καὶ τοὺς Φαρισαίου; νοῆσαι τούτοις ἀπεικασθέντας, μονονουχί λέγοντος αὐτοῖς τοῦ Κυρίου, ὅτι Η μὲν ἐμὴ διδασκαλία οἶνός ἐστι νέος· ὑμεῖς δὲ ἀσκοὶ ὄντες παλαιοί, οὐ δύνασθε δέξασθαι ταύτην, ἀλλὰ πιόντες τὸν πα λαιὸν εἶνον, τουτέστι τὴν παλαιὰν παράδοσιν, οὐ θέλετε τὴν νέαν τὴν ἐμήν, ἀλλὰ λέγετε ὅτι ὁ πο λαιὸς οἶνος, τουτέστιν ἡ Παλαιά Διαθήκη, χρηστοτέρα ἐστίν. ΚΕΦΑΛ. Γ'. Περὶ τῶν μαθητῶν τοῦ Χριστοῦ ἐν Σαββάτῳ τις λόντων τους στάχυας. Περὶ τοῦ ξηρὰν ἔχον τος τὴν χεῖρα. Περὶ τῆς τῶν ἀποστόλων ἐκλο γῆς. Περὶ τῶν μακαρισμῶν. Περὶ τοῦ φιλεῖσθαι τοὺς ἐχθρούς. Περὶ τοῦ πρὸς τὸν πλησίον μὴ φιλονεικεῖν. Περὶ τοῦ μὴ δεῖν τὸν πλησίον κρίνειν. Εγένετο δὲ ἐν Σαββάτῳ δευτεροπρώτῳ διαπορεύεσθαι αὐτὸν διὰ τῶν σπορίμων. Καὶ ἔτιλλον οι μαθηταὶ αὐτοῦ τοὺς στάχυας, καὶ ἤσθιον ψύχοντες ταῖς χερσί. Τινὲς δὲ τῶν Φαρισαίων εἶπον αὐτοῖς Τί ποιεῖτε ὅ οὐκ ἔξεστι ποιεῖν ἐν τοῖς Σάββατι; Καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς· Οὐδὲ τοῦτο ἀνέγνωτε ὁ ἐποίησε Δαυΐδ, οπότε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ' αὐτοῦ ὄντες, ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως λαβὼν ἔφαγε, καὶ ἔδωκε τοῖς μετ' αὐτοῦ, οἷς οὐκ ἔξεστι φαγεῖν, εἰ μὴ μόνους τοὺς ἱερεῖς; Καὶ ἔλεγεν αὐτοῖς ὅτι Κύριος ἐστιν ὁ Υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ Σαβο βάτου.» Οἱ Ἰουδαῖοι πᾶσαν ἑορτὴν Σάββατον ὠνό μαζον· ἀνάπαυσις γὰρ τὸ Σάββατον· πολλάκις οὖν ἀπήντα ἡ ἑορτὴ ἐν Παρασκευῇ, καὶ ἐκάλουν την Παρασκευὴν Σάββατον διὰ τὴν ἑορτὴν, εἶτα τὸ κυ ρίως Σάββατον ὠνόμαζον δευτερόπρωτον, ὡς δεύτ τερον δν, προηγησαμένης άλλης ἑορτῆς καὶ Σαβ βάτου. Ἔτυχεν οὖν καὶ τότε γενέσθαι τὸ τοιοῦτον, καὶ ὠνομάζετο δευτερόπρωτον τὸ Σάββατον ἐκεῖνο. Αἰτιωμένοις δὲ τοῖς Φαρισαίοις τοὺς μαθητάς, ὅτι ἐν τῷ Σαββάτῳ ἤσθιον τίλλοντες, τουτέστιν ἀνα
col. 769–770page 44 of 222
PG 123:769σπώντες τους στάχυας, καὶ ψύχοντες, δ ἔστι τρί βοντες ταῖς χερσί, παράγει ὁ Κύριος τον Δαυΐδ, πεινάσαντα καὶ φαγόντα τοὺς ἄρτους τῆς προθέσεως. Φεύγων γὰρ τὸν Σαούλ, παρεγένετο εἰς ᾿Αβιάθαρ τὸν ἀρχιερέα, καὶ ἠπάτησεν αὐτὸν λέγων, ὡς ἄρα δ βασιλεὺς ἀποστέλλει αὐτὸν ἐπί τι ἀναγκαιότατον ἔργον, καὶ δὴ πεινῶν ἔλαβε μὲν παρὰ τοῦ ἱερέως καὶ τοὺς ἄρτου; τῆς προθέσεως, οὓς καθ' ἑκάστην προετίθεσαν δώδεκα ἐπὶ τῆς ἱερᾶς τραπέζης, ἓξ ἐκ δεξιῶν καὶ ἐξ ἐξ εὐωνύμων. Ελαβε δὲ καὶ τὴν ῥομ φαίαν τοῦ Γολιάθ. Ταύτην τὴν ἱστορίαν εἰπὼν αὐτοῖς Ο Κύριος, ἐντρέπει αὐτοὺς ἀπὸ τῆς πράξεως τοῦ Δαυΐδ. Εἰ γὰρ τὸν Δαυΐδ, φησί, τιμᾶτε, πῶς τοὺς ἐμοὺς κατακρίνετε μαθητάς; "Αλλως τε, ὁ Υἱός τοῦ ἀνθρώπου, τουτέστιν ἐγώ, Κύριός εἰμι τοῦ Σαβδά του, ὡς Δημιουργός και Ποιητὴς καὶ Δεσπότης, καὶ νομοθέτης, ἐξουσίαν ἔχων καταλύειν τὸ Σάββατον. Υἱὸς γὰρ ἀνθρώπου οὐκ ἄλλος ἂν κληθείη, εἰ μὴ ὁ Χριστὸς, ὃς Υἱὸς Θεοῦ ὤν, παραδόξως κατηξίωσε, καὶ Υἱὸς ἀνθρώπου δι᾿ ἀνθρώπους γενέσθαι καὶ κληθῆναι. Τὸ γὰρ ἐμὲ καὶ σὲ καλεῖσθαι υἱὸν ἀνθρώπου, οὐδὲν καινόν· ἐκεῖνον δὲ ἄξιον καλεῖσθαι Υἱὸν ἀνθρώπου, τὸν παραδόξως ἀνθρωπισθέντα. Εγένετο δὲ καὶ ἐν ἑτέρῳ Σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν Συναγωγὴν καὶ διδάσκειν. Καὶ ἦν ἐκεῖ ἄνθρωπος, καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά. Παρετήρουν δὲ αὐτὸν οἱ Γραμματεῖς καὶ οἱ Φαρι σαῖοι, εἰ ἐν τῷ Σαββάτῳ θεραπεύσει, ἵνα εὕρωσε κατηγορίαν κατ᾽ αὐτοῦ. Αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν. Καὶ εἶπε τῷ ἀνθρώπῳ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα· Εγειραι, καὶ στῆθι εἰς τὸ μέσον. Ὁ δὲ ἀναστὰς ἔστη. Εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτ τούς· Επερωτήσω ὑμᾶς τι· ἔξεστι τοῖς Σάββασιν ἀγαθοποιῆσαι, ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι, ἢ ἀπο λέται; Καὶ περιβλεψάμενος πάντας αὐτοὺς, εἶπεν αὐτῷ· Εκτεινον τὴν χεῖρά σου. Ὁ δὲ ἐποίησε, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη. Αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας, καὶ διελάλουν πρὸς ἀλλήλους, τί ἂν ποιήσειαν τῷ Ἰησοῦ.» Οσα μὲν εἴπομεν ἐν τῷ κατὰ Ματθαῖον, δῆλα· νῦν δὲ τόδε λέγομεν, ὅτι ξηρὰν ἔχει τὴν χεῖρα, ὃς οὐ πράττει τι τῶν τῆς ἀρε τῆς ἔργων. Η μὲν γὰρ χεὶρ ἐνεργείας όργανον, ὃς δὲ ἐξήρανται ταύτην, ἀργεῖ πάντως. "Οστις οὖν θέλει ὑγιασθῆναι τὴν χεῖρα, ἐν τῷ Σαββάτῳ ταύτην Αγιασθήσεται. Οἷον τί λέγω· Οὐκ ἔστιν ἐνεργῆσαί τι τῶν τῆς ἀρετῆς ἔργων, ἐὰν μὴ παυθῇ τις ἀπὸ τῆς κακίας. Εκκλινον γὰρ πρῶτον ἀπὸ τοῦ κακοῦ, καὶ τότε ποίησον τὸ ἀγαθόν. Οταν οὖν σαββατίσῃς, τουτέστιν, ἀργήσῃς ἀπὸ τῶν τῆς κακίας ἔργων, τότε ἐκτενεῖς σου τὴν χεῖρα ἐπὶ τὰ τῆς ἀρετῆς, καὶ ἀπο καταστήσεται σοι αὕτη. Εικότως δὲ εἶπε τὸ, Απου κατεστάθη. "Ην γὰρ ὅτε ἡ ἀνθρωπίνη φύσις είχε τὴν ἐργασίαν τοῦ καλοῦ, καὶ τὴν χεῖρα, τουτέστι τὴν ἐνεργητικὴν δύναμιν, ὑγια. Εἶτα ἀπολέσασα, εἰς τὸ πρώην ἀγαθόν. Εγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις, ἐξῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι. Καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ. Καὶ ὅτε ἐγένετο ἡμέρα, χάριτι Χριστοῦ ἀπέλαβε ταύτην, καὶ ἀποκατέστη
col. 771–772page 45 of 222
PG 123:771προσεφώνησε τοὺς μαθητὰς αὐτοῦ. Καὶ ἐκλεξάμενος Ει ο ἀπ' αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασε Σίμωνα, δν καὶ ὠνόμασε Πέτρον, καὶ 'Ανδρέαν τὸν ἀδελφὸν αὐτοῦ, Ἰάκωβον, καὶ Ἰωάννην, Φίλιππον, καὶ Βαρθολομαῖον, Ματθαῖον, καὶ Θωμᾶν, Ἰάκωβον τὸν τοῦ ᾿Αλφαίου, καὶ Σίμωνα τον καλούμενον ζη λωτήν, Ἰούδαν Ιακώβου, καὶ Ἰούδαν Ισκαριώτην, ὃς καὶ ἐγένετο προδότης. Καὶ καταβὰς μετ᾿ αὐτῶν, ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σε δῶνος, οἱ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ' αὐτοῦ εξήρχετο. Καὶ ἰᾶτο πάντας.» Πάντα ποιεῖ ὁ Κύριος διδάσκων ἡμᾶς, ἵνα καὶ ἡμεῖς οὕτω ποιῶμεν. Ιδού γοῦν μέλλων εὔξασθαι, ἄνεισί τε εἰς ὄρος. Καὶ γὰρ δεῖ σχολάζοντας προσεύχεσθαι, καὶ μὴ ἐν μέσῳ παλιο λῶν, ἀλλὰ καὶ διανυκτερεύοντας, μὴ εὐθὺς ἱσταμέν νους εἰς προσευχήν, εἶτα ἀφισταμένους. Μετὰ δὲ τὴν εὐχὴν ἐκλέγεται τοὺς μαθητάς, ὡς ἂν διδάξῃ καὶ ἡμᾶς ὅταν μέλλωμέν τινα εἰς διακονίαν θεἶναι πνευ ματικὴν, μετὰ εὐχῆς τοῦτο αἱρεῖσθαι, ὁδηγουμένους ὑπὸ Θεοῦ, καὶ παρ' ἐκείνου αἰτοῦντας ἀποκαλυφθῆναι ἡμῖν τὸν δόκιμον. Ελόμενος δὲ τοὺς δώδεκα, κάτω εἰσιν ἐκ τοῦ ὄρους, ὡς ἂν τοὺς ἀπὸ τῶν πόλεων ἐλθόντας ιάσηται, καὶ διπλῶς εὐεργετήσῃ κατά τε ψυχὴν καὶ κατὰ σώμα. "Ακουε γάρ, ὅτι ἦλθον ἀκοῦ σαι αὐτοῦ, τοῦτο ἔστιν ἡ τῶν ψυχῶν θεραπεία, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, τοῦτο, ἡ τῶν σω μάτων· δύναμις γὰρ παρ' αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Οἱ μὲν γὰρ προφῆται καὶ οἱ ἄλλοι ἅγιοι οὐκ εἶχον δύναμιν ἐξερχομένην ἀπ' αὐτῶν· οὐ γὰρ ἦσαν αὐτοὶ πηγαὶ δυνάμεων. Ὁ δὲ Κύριος δύναμιν εἶχεν ἐξερχομένην ἀπ' αὐτοῦ· αὐτὸς γὰρ ἦν ἡ πηγὴ τῆς δυνάμεως. Ὡς οἴ γε προφῆται καὶ οἱ ἅγιοι ἐδέχοντο μᾶλλον ἄνωθεν δύναμιν. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οι πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοι έστε όταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς που νηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε. Ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Κατὰ ταῦτα γὰρ ἐποίουν τοῖς προφήταις οι πατέρες αὐτῶν. Πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε την παρά κλησιν ὑμῶν. Οὐαὶ ὑμῖν, οἱ ἐμπεπλησμένοι νῦν, ὅτι πεινάσετε. Οὐαὶ ὑμῖν, οι γελώντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε. Οὐαὶ ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι. Κατὰ ταῦτα γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οι πατέρες αὐτῶν.» Μετὰ τὸ χειροτονῆσαι τοὺς μαθητάς, ρυθμίζει αὐτοὺς διά τε τῶν μακαρισμῶν καὶ τῆς διδασκαλίας εἰς πνευματικωτέραν κατάστασιν. Πρὸς γὰρ αὐτοὺς ἀποτεινόμενος ποιεῖται τὸν λόγον. Καὶ πρῶτον μακαρίζει τους πτωχούς, εἴτε τοὺς ταπεινόφρονας βούλοιο νοεῖν,
col. 773–774page 46 of 222
PG 123:773εἴτε τοὺς ἀφιλάργυρον ἔχοντας τὸν τρόπον. ᾿Απλῶς δὲ πάντες οἱ μακαρισμοὶ εὐτέλειαν ἡμᾶς διδάσκουσι, καὶ ταπείνωσιν καὶ ἐξουδένωσιν καὶ ὀνειδισμόν. Ὥσπερ οὖν καὶ τὸ Οὐαὶ ἐκείνοις ἀποκληροῦται, τοῖς τε πλουσίοις ἐν τῷ νῦν αἰῶνι, οὓς καὶ ἀπέχειν τήν παράκλησιν φησιν. ἀντὶ τοῦ ὧδε ἐν τῷ παρόντι αἰῶνι ἀπολαμβάνειν τὴν εὐφροσύνην, καὶ τοῖς γε λῶσι, καὶ τρυφῶσι, καὶ ἐπαινουμένοις. Φρίξωμεν, ἀδελφοί, πῶς τὸ Οὐαὶ ἔχωσιν οἱ παρὰ τῶν ἀνθρώπων ἐπαινεῖσθαι, ἀλλὰ πρότερον ἀπὸ Θεοῦ. επαινούμενοι. Δεῖ μὲν γὰρ καὶ παρὰ τῶν ἀνθρώπων ᾿Αλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν· 'Αγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν. Καλῶ; ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς. Εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς. Τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα, πάρεχε καὶ τὴν ἄλλην, καὶ ἀπὸ τοῦ αίροντός σου τὸ ἱμάτιον, καὶ τὸν χιτῶνα μή κωλύσης. Παντὶ δὲ τῷ αἰτοῦντί σε δίδου. Καὶ ἀπὸ τοῦ αἵροντος τὰ σὰ μὴ ἀπαίτει. Καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως. Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; Καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι. Καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις εστί; Καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι. Καὶ ἐὰν δανείζητε παρ' ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις εστί; Καὶ γὰρ οἱ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσι, ἵνα ἀπολάβωσι τὰ ἴσα. Πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ ἀγαθοποιεῖτε, καὶ δανείζετε, μηδὲν ἀπελπίζοντες, καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς· καὶ ἔσεσθε υἱοὶ τοῦ Ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. Γίνεσθε οὖν οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οικτίρμων ἐστίν.» Επειδή περ οἱ ἀπόστολοι ἔμελλον σταλῆναι ἐπὶ τὸ κήρυγμα, καὶ προσεδοκῶντο ἐντεῦθεν πολλοὶ αὐτοῖς διώκται καὶ ἐπίβουλοι· εἰ οὖν ἐπὶ τῷ διωγμῷ ἀχθόμενοι οἱ ἀπόστολοι, εἶτα θέλοντες ἀμύνασθαι τοὺς λυπήσαντας, ἐσίγησαν καὶ οὐκ ἐδίδαξαν, ἔσβεστο ἂν ὁ τοῦ Εὐαγγελίου ἥλιος· διὰ τοῦτο τοίνυν ὁ Κύριος προλαμβάνων, παραινεῖ τοῖς ἀποστόλοις μὴ πρὸς ἄμυναν τῶν ἐχθρῶν χωρεῖν, ἀλλὰ πάντα γενναίως φέρειν τὰ συμβαίνοντα, κἂν ὑβρίζωσι τινες, κἂν ἀνοι σίω; ἐπιβουλεύωσιν· οὕτω καὶ αὐτὸς ἐν τῷ σταυρῷ ἐποίει, λέγων· Πάτερ, άφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Εἶτα ἵνα μὴ ἔχωσιν εἰπεῖν οἱ ἀπόστολοι ἀδύνατον εἶναι τὸ τοιοῦτον ἐπίταγμα, τὸ ἀγαπᾷν τοὺς ἐχθρούς, φησὶν, "Ο ἐὰν θέλῃς σὺ ἐπὶ σεαυτοῦ, τοῦτο ἔνδειξαι καὶ τοῖς ἑτέροις. Καὶ γενοῦ τοιοῦτος ἄλλοις, οἷους ἂν θέλῃς περὶ σεαυτὸν γενέσθαι ετέ ρους. Εἰ μὲν σκληροὺς καὶ ἀσυμπαθεῖς καὶ ὀργίλους θέλεις εἶναι τοὺς ἐχθρούς σοι, ὅσο καὶ σὺ τοιοῦτος, εἰ δὲ τοὐναντίον ἀγαθοὺς καὶ συμπαθεῖς καὶ ἀμνησι κάπους, μὴ ἀδύνατον είναι νόμιζε τὸ τοιοῦτος καὶ αὐτὸς εἶναι. Θρᾷς νόμον έμφυτον ἐν ταῖς καρδίαιςἡμῶν ἐγγεγραμμένον; Οὕτω καὶ ὁ Κύριος εἶπεν Ἐν ταῖς ἡμέραις ἐκείναις διδοὺς νόμους μου, εἰς τὴν διάνοιαν αὐτῶν καὶ ἐπὶ τῶν καρδιῶν αὐτῶν ἐπι γράψω αὐτούς. Εἶτα καὶ ἄλλὴν ἀνάγκην ἐπιτίθησιν ἡμῖν, ὅτι Ἐὰν ἀγαπᾶτε τοὺς ἀγαπῶντα;, ὅμοιοί ἐστε ἁμαρτωλοῖς καὶ ἐθνικοῖς. Ἐὰν δὲ ἀγαπᾶτε τοὺς εας
col. 775–776page 47 of 222
PG 123:775πρὸς ὑμᾶς πονηρευομένους, όμοιοί ἐστε τῷ Θεῷ, ἐς ἐστιν ἀγαθὸς ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. Ποῖον οὖν θέλετε, ὅμοιοι εἶναι τῶν ἁμαρτωλῶν, ἡ ὅμοιοι εἶναι τοῦ Θεοῦ; Ορᾷς διδασκαλίαν θείαν; Επεισέ σε πρῶτον ἀπὸ τοῦ φυσικοῦ νόμου. Ο γὰρ θέλεις σὺ γενέσθαι σοι, τοῦτο καὶ αὐτὸς ἄλλοις ποίει. Εἶτα πείθει σε καὶ ἀπὸ τοῦ τέλους καὶ τοῦ μια σθοῦ· μισθὸν γὰρ ὑπισχνείται ὑμῖν τὸ ὁμοίους γενέσθαι Θεῷ. Μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε. Μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε· ἀπολύετε, καὶ ἀπολυθήσεσθε. Δίδοτε, καὶ δοθήσεται ὑμῖν. Μέτρον καλόν πεπιεσμένον, καὶ σεσαλευμένον, καὶ ὑπερεκχυνόμενον δώσουσι εἰς τὸν κόλπον ὑμῶν. Τῷ γὰρ αὐτῷ μέτρῳ ᾧ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Εἶπε δὲ καὶ παραβολὴν αὐτοῖς. Μή τι δύναται τυφλός τυφλόν ὁδηγεῖν; Οὐχὶ ἀμφότεροι εἰς βόθυνον πεσοῦνται; Οὐκ ἔστι μαθητῆς ὑπὲρ τὸν διδάσκαλον αὐτοῦ. κατηρτισμένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ. ὁ Παγχάλεπον νόσημα ἀποτέμνει τῶν ἡμετέρων ψυχῶν ὁ Κύριος, τὴν ρίζαν λέγω τῆς ὑπεροψίας. Ο γὰρ μὴ ἑαυτὸν ἐπισκεπτόμενος, ἀλλὰ τὰ τοῦ πλησίων μόνον ἐφορῶν, καὶ ταῦτα μωμεύειν θέλων, πρόδηλον ὅτι ὑπεροψία άλισκόμενος λέληθεν ἑαυτόν. Οίεται γὰρ πάντως περὶ ἑαυτοῦ, ὅτι οὐχ ἁμαρτάνει. Και διὰ τοῦτο τοὺς ἄλλους ἁμαρτάνοντας αἰτιᾶται. Εἰ οὖν θέλεις ἀκατάκριτος εἶναι, μὴ κατάκρινε ἑτέρους. Εἰπέ μοι γὰρ διατί κατακρίνεις ἕτερον, ὡς παρα βαίνοντα πάντως τους θείους νόμους; Σὺ δὲ αὐτὸς οὐ παραβαίνεις θεῖον νόμον; Αφίημι ἐν ταῖς ἄλλαις ἁμαρτίαις, ἀλλ' ἐν αὐτῷ τούτῳ τῷ κρίνειν ἑτέρους, πάντως γὰρ νόμος θεῖος διακελεύεταί σοι μὴ κρίνειν τὸν ἀδελφόν· ὥστε καὶ σὺ παραβαίνεις νόμον. Παρα βάτης δὲ ὤν, οὐκ ὀφείλεις ἕτερον κρίνειν ὡς παρα βάτην. 'Ανώτερον γὰρ εἶναι δεῖ τῆς ἁμαρτανούσης φύσεως τὸν κριτήν. Απόλυε οὖν, καὶ ἀπολυθήσῃ δίδου, καὶ δοθήσεταί σοι. Μέτρον γὰρ καλόν, πεπιεσμένον καὶ σεσαλευμένον, καὶ ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν. Οὐ γὰρ φειδομένως ἀντιμετρεῖ ὁ Κύριος, ἀλλὰ πλουσίως. Ωσπερ οὖν ἐὰν μέλλῃς μετρήσειν τυχόν άλευρον, πιέζεις τοῦτο καὶ σαλεύεις, καὶ ὑπερεκχεῖσθαι ποιεῖς, είγε θέλεις τοῦτο μετρῆσα: χωρίς φειδωλίας· οὕτω καὶ ὁ Κύ ριος μέτρον μέγα καὶ ὑπερεκχυνόμενον δώσει σοι. Ζητήσεις δ' ἄν τις ὀξύτερος, πῶς εἰπὼν ὅτι ἡ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν, πάλιν λέγει, ὅτι μέτρον ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν; Εἰ γὰρ ὑπερεκχύνεται, πῶς τὸ αὐτό ἐστι; Λέγομεν οὖν ὅτι οὐκ εἶπε, Τοσούτῳ μέτρῳ ἀντιμετρηθήσεται ὑμῖν, ἀλλὰ, τῷ αὐτῷ. Εἰ μὲν γὰρ εἶπε, του σούτῳ μέτρῳ, τότε ἂν εἶχε δυσχέρειαν καὶ ἐναντιότητα ὁ λόγος. Νῦν δὲ, τῷ αὐτῷ εἰπών, λύει τὴν ἐναντιότητα. Εστι γὰρ διδόναι τῷ αὐτῷ μέτρῳ, οὐ μὴν τοσούτῳ. Τοῦτο γοῦν λέγει ὁ Κύριος, ὅτι Εὐεργέτησας, εὐεργετηθήσῃ τοῦτο τὸ αὐτὸ μέτρον. Τὸ δὲ ὑπερεκχυνόμενον, ὅτι εὐεργέτησας άπαξ, μυριοπλασίως εὐεργετηθήσῃ. Τὸ αὐτὸ καὶ ἐπὶ τῆς κατακρίσεως. Ὁ γὰρ κατακρίνων, εἶτα κατακρινόμενος, τῷ αὐτῷ μέτρῳ ἀντιλαμβάνει· καθὸ δὲ πλείον κατακρίνεται, ὅτι τὸν ὅμοιον κατέκρινε, κατὰ τοῦτο
col. 777–778page 48 of 222
PG 123:777ὑπερεκχυνομενόν ἐστι τὸ μέτρον. Ταῦτα δὲ εἰπὼν ὁ Κύριος, καὶ κωλύσας ἡμᾶς ἀπὸ τοῦ κατακρίνειν, λέγει καὶ παραβολὴν ἡμῖν, τουτέστιν ὑπόδειγμα. Είπέ μοι γάρ, φησίν, ὁ ἕτερον κρίνων, καὶ αὐτὸς τὰ αὐτὰ ἁμαρτάνων, οὐκ ἔοικας τυφλῷ τυφλὸν ὁδ. ηγοῦντι; Εἰ γὰρ τὸν ἕτερον κρίνεις, αὐτὸς δὲ τοῖς αὐτοῖς περιπίπτεις, ἀμφότεροι τυφλοί· καὶ δοκεῖς μὲν ὁδηγεῖν ἐκεῖνον ἐπὶ τὸ καλὸν διὰ τοῦ κατα κρίνειν, οὐχ ὁδηγεῖς δέ. Πῶς γὰρ ἔσται ἐκεῖνος ἐπὶ τὸ καλὸν ὁδηγούμενος ὑπὸ σοῦ, ὅταν καὶ σὺ πταίῃς; Οὐκ ἔστι γὰρ μαθητὴς ὑπὲρ τὸν διδάσκαλον. Εἰ οὖν σὺ ὁ διδάσκαλος δοκῶν καὶ ὁδηγὸς, πταίεις, πάντως που καὶ ὁ μαθητευόμενος καὶ ὁδηγούμενος. Ο γὰρ κατηρτισμένος μαθητής, τουτέστι τετελειωμένος, ἔσται ὡς διδάσκαλος αὐτοῦ. Ταῦτα εἶπε περὶ τοῦ μὴ δεῖν κατακρίνειν τοὺς ὑποδεεστέρους ἡμῶν, καὶ δοκοῦντας ἁμαρτάνειν. Ἐπάγει δὲ καὶ ἕτερα τῆς αὐτ τῆς ὑποθέσεως. Τί δὲ βλέπεις τὸ κάρφος, τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς; Η πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου, Αδελφέ, ἄφες ἐκβάλω τὸ κάρφος, τὸ ἐν τῷ ὀφθαλμῷ σου, αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σου δοκὸν οὐ βλέπων; Ὑποκριτά, έκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου. Οὐ γάρ ἐστι δένδρον καλόν, ποιοῦν καρπὸν σαπρόν, οὐδὲ δένδρον σαπρόν, ποιοῦν καρπὸν καλόν. Εκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται. Οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσι σύκα, οὐδὲ ἐκ βάτου τρυγῶσι σταφυλήν. Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θη σαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ ἀγαθόν· καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ πονηρόν. Ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.» Τι βλέπεις, φησί, το κάρφος, τουτέστι, τὸ μικρὸν ἁμάρτημα τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὴν, τὸ μέγα ἁμάρτημα τὸ σὸν οὐ κατανοεῖς; Τοῦτο δὲ ἁρμόζει καὶ πρὸς πάντας μέν, μάλιστα δὲ πρὸς διδασκάλους καὶ ἄρχοντας, οἱ τὰ μὲν τῶν ὑπὸ χεῖρα ἁμαρτήματα, καὶ μικρὰ ὄντα κολάζουσι, τὰ δὲ οἰκεῖα, κἂν μεγάλα ὦσιν, ἐῶσιν ἀκόλαστα. Διὸ καὶ ὑποκριτὰς τούτους καλεῖ ὁ Κύριος, ὡς ἄλλο μὲν φαινομένους, ἐκ τοῦ τὰ τῶν ἄλλων ἁμαρτήματα κολάζειν, φαίνονται γὰρ δίκαιοι, ἄλλο δὲ ὄντας, ἐκ τοῦ καὶ αὐτοὺς χείρω ἁμαρτάνειν. Εἶτα καὶ ἀπὸ ὑποδείγματος πιστοῦται τὸν λόγον αὐτοῦ. Ὥσπερ γάρ, φησὶν, οὐκ ἔστι δέν δρον καλόν, ποιοῦν καρπὸν σαπρόν, οὐδὲ δένδρον σα πρόν, ποιοῦν καρπὸν καλὸν, οὕτω καὶ ὁ τοὺς ἄλλους σωφρονίζειν καὶ διορθοῦσθαι ἐπιχειρῶν καὶ μετα ἄγειν ἐπὶ τὸ βέλτιον, οὐκ ἂν εἴη πονηρός, εἰ δὲ πονηρὸς εἴη, οὐκ ἂν ἑτέρους βελτίους ἐργάσαιτο. Η γὰρ ἑκάστου καρδία θησαυρός ἐστι, κἂν μὲν ἀγαθὰ ἔχῃ, καὶ ὁ ἄνθρωπος ἀγαθός ἐστι, καὶ ἀγαθὰ λαλεῖ· εἰ δὲ πονηρῶν μεστή ἐστιν ἡ καρδία, καὶ ὁ ἄνθρωπος πονηρός ἐστι, καὶ πονηρὰ λαλεῖ. Δύνασαι δὲ ταῦτα πάντα καὶ ὡς περὶ τῶν Φαρισαίων λεγόμενα νυῆσαι. Πρὸς ἐκείνους γὰρ ἀποτεινόμενος, φησίν, ὅτι, Εκβαλε

Chapter VIICaput VII

col. 779–780page 49 of 222
PG 123:779πρῶτον τὴν δοκὲν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε τι κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου. Ὥσπερ καὶ ἀλλαχοῦ λέγει, οἱ τὴν κάμηλον καταπίνοντες, καὶ τὸν κώνωπα διυλίζοντες. Πῶς οὖν, φησίν, ὑμεῖς, ἀγαθοὺς προενεγκεῖν; Ὑμῶν γὰρ καὶ ὁ λόγος σπο καρδίας λέγετε. Πῶς τοίνυν ἑτέρους διορθώσεσθε ἁμαρτάνοντες; ὦ Φαρισαῖοι, δένδρα ὄντες σαπρά, δυνήσεσθε καρποὺς πρός, ὡς καὶ ὁ βίος, ἐκ γὰρ τοῦ περισσεύματος τῆς καὶ ἑτέρων ἁμαρτήματα κολάσετε, αὐτοὶ τὰ μείζω «Τί δέ με καλεῖτε, Κύριε, Κύριε, καὶ οὐ ποιεῖτε & λέγω; Πᾶς ὁ ἐρχόμενος πρός με, καὶ ἀκούων μου τῶν λόγων, καὶ ποιῶν αὐτοὺς, ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος. Ομοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν, ὃς ἔσκαψε καὶ ἐβάθυνε, καὶ ἔθηκε θεμέλιον ἐπὶ τὴν πέτραν. Πλημμύρας δὲ γενομένης, προσέβ ῥηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσε σαλεῦσαι αὐτήν· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. Ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας, ὅμοιός ἐστιν ἀνα θρώπῳ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θε μελίου· ᾗ προσέρρηξεν ὁ ποταμὸς, καὶ εὐθέως ἔπεσε, καὶ ἐγένετο το ρήγμα τῆς οἰκίας ἐκείνης μέγα.» Και τοῦτο ἀναγκαῖον προς ἡμᾶς, τοὺς ὁμολογοῦντας μὲν αὐτὸν τοῖς χείλεσι Κύριον, τοῖς δὲ ἔργοις ἀρνουμένους. Εἰ γὰρ Κύριός είμι, φησί, πάντως ὑμᾶς ἔδει τι τῶν δούλων ποιειν. Δούλων δὲ ἔργον, τὸ πράττεν, & ὁ κύριος επιτάττει. Εἶτα λέγει ἡμῖν τί κερδαίνει ὁ αὐ τοῦ ἀκούων, καὶ μὴ μόνον ἀκούων, ἀλλὰ καὶ ποιῶν. Ομοιος γάρ ἐστιν ἀνθρώπῳ οἰκοδόμῳ ὅς ᾠκοδόμησε» ἐπὶ τὴν πέτραν. Πέτρα μὲν οὖν ὁ Χριστὸς, ὡς ὁ Απόστολος μαρτυρεί. Σκάπτει δὲ καὶ βαθύνει, δ; μὴ ἐπιπολαίως δέχεται τοὺς τῆς Γραφῆς λόγους, ἀλλ' ἐρευνᾷ τὰ βάθη τούτων μετὰ τοῦ πνεύματος. Ο τοιοῦτος οὖν καὶ ἐπὶ τὴν πέτραν θεμελιοί. Είτα πλημμύρας γενομένης, διωγμού τυχὸν ἢ πειρασμού, προσρήσει ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, ὁ πειραστής εἴτε δαίμων εἴτε ἄνθρωπος, καὶ οὐκ ἰσχύει σαλεῦσα ταύτην. Ποταμῷ δ' ἂν παραβληθείη ὁ πειράζων ἄν θρωπος, καὶ μάλα εἰκότως· ὥσπερ γὰρ τὸν ποταμὸν ἡ ἄνωθεν πίπτουσα βροχή πλημμυρεῖν ποιεί, οὕτω καὶ τὸν πειραστὴν ἄνθρωπον ὁ ἄνωθεν πεσών Σα τανᾶς αὔξειν ποιεῖ. Τῶν δὲ μὴ ποιούντων τοὺς τοῦ Κυρίου λόγους ἡ οἰκία πίπτει, καὶ γίνεται τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα. Μεγάλα γάρ εἰσι τὰ πτώ ματα τῶν ἀκουόντων μὲν, μὴ ποιούντων δέ. Ὁ μὲν γὰρ μήτε ἀκούσας μήτε ποιήσας, ἐλαφρότερα πταίει, με δὲ ἀκούσας μὲν, μὴ ποιήσας δὲ, χαλεπώτερα ἁμαρτάνει. ΚΕΦΑΛ Ζ'. Περὶ τοῦ ἑκατοντάρχου. Περὶ τοῦ υἱοῦ τῆς χή ρας. Περὶ τῶν σταλέντων παρά Ιωάννου. Ἐπεὶ δὲ ἐπλήρωσε πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καπερναούμ. Ένα τοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων, ἔμελλε τε λευτἂν ἐς ἦν αὐτῷ ἔντιμος. 'Ακούσας δὲ περὶ τοῦ Ἰησοῦ, ἀπέστειλε πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. Οἱ δὲ, παραγενόμενοι πρὸς τὸν Ἰη σοῦν, παρεκάλουν αὐτὸν σπουδαίως, λέγοντες ὅτι
col. 781–782page 50 of 222
PG 123:781*Αξιός ἐστιν ᾧ παρέξει τοῦτο, ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν. Ο δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. Ηδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντο; ἀπὸ τῆς οἰκίας, ἔπεμψε πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους, λέγων αὐτῷ· Κύριε, μὴ σκύλλου, οὐ γὰρ εἰμι ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρός σε ἐλθεῖν. 'Αλλ᾽ εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ' ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, Πορεύθητι, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται καὶ τῷ δούλῳ μου, Ποίησον τούτῳ, καὶ ποιεῖ. 'Ακού σας δὲ ταῦτα ὁ Ἰησοῦς, ἐθαύμασεν αὐτόν. Καὶ στρα φεὶ;, τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπε· Λέγω ὑμῖν ὅτι οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. Καὶ υποστρέψαντες οἱ πεμφθέντες εἰς τὸν οἶκον, εὗρον τὸν ἀσθενοῦντα δοῦλον ὑγιαίνοντα.» Ο αὐτός ἐστιν οὗτος τῷ παρὰ τῷ Ματθαίῳ, Κἂν γὰρ μὴ λέγῃ ὁ Ματθαῖος ὅτι ἔπεμψε τοὺς Ἰουδαίους ἐρωτῶν καὶ ἱκετεύων αὐτὸν, τί τοῦτο; Εἰκὸς γὰρ πρότερον μὲν πέμψαι τοὺς Ἰουδαίους, εἶτα αὐτὸν ἐκεῖνον ἐλθεῖν ὃ γοῦν παρέλειψεν ὁ Ματθαῖος, λέγει ὁ Λουκᾶς. Τάχα γάρ τοι καὶ οἱ Ἰουδαῖοι φθόνω τηκόμενοι, οὐδὲ εἴασαν ἂν τὸν ἑκατόνταρχον πρὸς τοὺς πόδας του Ἰησοῦ ἐλθεῖν. Δόξαν γὰρ ἔφερε τῷ Ἰησοῦ τοῦτο, εἰ τελευταῖον αὐτὸς ἀναγκαζόμενος προσῆλθεν ἂν τῷ Ἰησοῦ. Ἀλλ᾽ ἴσως πάλιν ἀπορήσειεν ἄν τις· Πῶ; οὖν ὁ μὲν Ματθαῖός φησιν ὅτι αὐτὸς ἐκεῖνος οἰκειοφώνως παρητείτο ἐλθεῖν τὸν Ἰησοῦν; ὁ δὲ Λουκάς ἐνταῦθά φησιν ότι πέμψας παρεκάλει αὐτὸν μὴ ἐλ θεῖν; Εστιν οὖν εἰπεῖν ὅτι οὐδὲν καινὸν καὶ ἑτέρους πέμψαι, καὶ αὐτὸν ἐλθόντα ταῦτα λέγειν, παραιτούμενον μὴ ἐλθεῖν. 'Αξία δὲ ἡ πίστις τοῦ ἀνδρὸς θαυμάζεσθαι, ἀνάξιον ἑαυτὸν καλοῦντος τῆς ἐπιδημίας τοῦ Ἰησοῦ. Διὸ καὶ ὁ Κύριός φησιν, ὅτι, Οὐδὲ ἐν τῷ Ἰσραηλιτικῷ λαῷ τοσαύτην πίστιν εὗρον. Εθνι κὸς γὰρ ἦν ὁ ἑκατόνταρχος, ἀπὸ τῶν Ῥωμαϊκῶν ἴσως ταγμάτων· ἑκατόνταρχος δέ ἐστι καὶ πᾶς νοῦς δς ἄρχει πολλῶν ἐν κακίᾳ, πράγματα πολλὰ ἐν τῷ 317 βίῳ ἔχων. Έχει δὲ δοῦλον νοσούντα, τὸ ἄλογον μέρος τῆς ψυχῆς, θυμὸν λέγω καὶ ἐπιθυμίαν· δοῦλα γὰρ ταῦτα ἐτάχθησαν εἶναι· καὶ ἐπικαλεῖται τὸν Ἰησοῦν, πέμψας πρὸς αὐτὸν μεσίτας τοὺς Ἰουδαίους, τους ἐστι, τοὺς τῆς ἐξομολογήσεως λογισμούς τε καὶ λό γους. Ἰούδας γὰρ ἐξομολόγησις ἑρμηνεύεται. "Η γὰρ οὐκ ἐξομολογήσεως ῥήματα καὶ ταπεινώσεως τὸ, Οὐκ εἰμὶ ἄξιος ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς, καὶ τὰ ἑξῆς. Πιστεύσας οὖν οὗτος ἐπὶ τὸν Ἰησοῦν, ταχέως ἀπολήψεται τὸν δοῦλον αὐτοῦ ὑγιαίνοντα· τὸν θυμὸν λέγω καὶ τὴν ἐπιθυμίαν. Καὶ ἐγένετο ἐν τῷ ἑξῆς, ἐπορεύετο εἰς πόλιν καλουμένην Ναΐν. Καὶ συνεπορεύοντο αὐτῷ μαθηταὶ αὐτοῦ ἱκανοὶ, καὶ ὄχλος πολύς. Ως δὲ ἤγγισε τῇ πύλη τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκώς υἱὸς μονογενής τῇ μητρὶ αὐτοῦ, καὶ αὕτη ἦν χήρα· καὶ ὄχλος τῆς πόλεως ἱκανὸς σὺν αὐτῇ, Καὶ ἰδὼν αὐτὴν ὁ Κύριος, ἐσπλαγχνίσθη ἐπ' αὐτῇ, καὶ εἶπεν αὐτῇ Μη κλαίε. Καὶ προσελθὼν ἥψατο τῆς σοροῦ. Οἱ δὲ βαστάζοντες έστησαν. Καὶ εἶπε, Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. Καὶ ἀνεκάθισεν ὁ νεκρὸς, καὶ ἤρξατο λα λεῖν· καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. Ἔλαβε δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν Θεὸν, λέγοντες, ὅτι
col. 783–784page 51 of 222
PG 123:783Προφήτης μέγας ἐγήγερται ἐν ἡμῖν, καὶ ὅτι ἐπ σῶμα σήμα, εσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. ὁ Ἐπειδή περ τὸν τοῦ ἑκατοντάρχου δοῦλον ὑγια καὶ μὴ παρὼν ἐποίησεν, ἕτερον καινότερον θαυματουργεί. "Ινα γὰρ μή τις εἴπῃ, Καὶ τί καινὸν ἐπὶ τῷ δούλῳ ἐποίησεν; Ἴσως γάρ οὐδὲ ἀπέθανεν ἂν δοῦλος, διὰ τοῦτο τὸν ἐκκομιζόμενον ἐκεῖνον νεκρὸν ἀνιστᾷ. Οὐ λόγῳ δὲ θαυματουργεῖ μόνον, ἀλλὰ καὶ τῆς σοροῦ ἅπτεται· ἵνα μάθωμεν ὅτι τὸ σῶμα αὐτοῦ σῶμα ζωῆς ἐστιν. Ἐπειδὴ γὰρ ἰδία γέγονε τοῦ Λόγου ή σάρξ τοῦ πάντα ζωογονοῦντος, διὰ τοῦτο ζωοποιός ἐστι καὶ αὕτη, καὶ θανάτου καὶ φθορᾶς ἀναιρετική. Ανεκάθισεν οὖν ὁ νεκρὸς, καὶ ἤρξατο λαλεῖν, ἵνα μὴ κατὰ φαντασίαν δόξῃ τισὶν ἐγηγέρθαι. Καὶ γὰρ ἀληθοῦς ἀναστάσεως σημεῖα, τὸ ἀνακαθίσαι καὶ λαλῆσαι· ἐπεί τοί γε ἄψυχον σῶμα οὔτε ἀνακαθίσαι, οὔτε λαλῆσαι δύνα ται. Χήραν δὲ νοήσεις καὶ τὴν ψυχὴν τὴν ἀποβαλοῦσαν τὸν ἄνδρα αὐτῆς, τὸν λόγον τοῦ Θεοῦ, τὸν ἀγαθὰ σπέρματα σπείραντα. Υἱὸς δὲ ταύτης ὁ νοῦς, ὁ τε θνηκὼς καὶ ἔξω τῆς πόλεως, τῆς ἄνω Ἱερουσαλήμ, κομιζόμενος. Χώρα γὰρ τῶν ζώντων ἐστὶν ἐκείνη· ὁ γοῦν Κύριος σπλαγχνισθείς, ἅπτεται τῆς σορού. Σορὸς δὲ τοῦ νοῦ, τὸ σῶμα. Τάφος γὰρ ὄντως καὶ σῆμα τὸ σῶμα. Καθά καί τινες εἶπον αὐτὸ σῆμα εἶναι, τουτέστι τάφον. 'Αψάμενος οὖν τοῦ σώματος ὁ Κύριος ἐγείρει τὸν νοῦν, νεανικὸν αὐτὸν καὶ γεν ναῖον ποιῶν. ᾿Ανακαθίσας δὲ ὁ νεανίσκο;, ὁ νοῦς λέγω οὗτος, καὶ ἐγερθεὶς ἀπὸ τοῦ τάφου τῆς ἁμαρτ τίας, τότε ἄρξεται λαλεῖν, τουτέστι διδάσκειν ἐτέ ρους. Ἐν ὅσῳ γὰρ τῇ ἁμαρτίᾳ κατέχεται, οὐ δύναται διδάσκειν καὶ λαλεῖν· τίς γὰρ αὐτῷ πιστεύσει; Καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαία περὶ αὐτοῦ, καὶ ἐν πάσῃ τῇ περιχώρῳ. Καὶ ἀπήγε γειλαν Ιωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τού των. Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάννης, ἔπεμψε πρὸς τὸν Ἰησοῦν, λέγων Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἄλλον προσδοκώμεν; παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες, εἶπον· Ἰωάννης ὁ Βαπτιστὴς ἀπέσταλκεν ἡμᾶς πρός σε, λέγων· Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἄλλον προσδοκώμεν; ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἐθεράπευσε πολλοὺς ἀπὸ νόσων και μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο τὸ βλέπειν. Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Πο ρευθέντες ἀπαγγείλατε Ιωάννῃ, ὰ εἴδετε καὶ ἡκούς σατε, ὅτι τυφλοὶ ἀναβλέπουσι, χωλοὶ περιπατοῦσι, λεπροί καθαρίζονται, κωφοὶ ἀκούουσι, νεκροὶ ἐγεί ρονται, πτωχοὶ εὐαγγελίζονται. Καὶ μακάριός έστιν, ὡς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. ᾿Απελθόντων δὲ τῶν ἀγγέλων Ιωάννου, ήρξατο λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου Τί ἐξεληλύθατε εἰς τὴν ἔρημον (εξ σα θαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; Αλλά τί ἐξεληλύθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίας ἡμφιεσμένον; Ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφή υπάρχοντες, ἐν τοῖ, βασιλείοις εἰσίν. Αλλά τὰ ἐξεληλύθατε ἰδεῖν; προφήτην; Ναὶ λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. Οὗτός ἐστι περὶ οὗ για γραπται· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθεν του. Λέγω γὰρ ὑμῖν, μείζων ἐν γεννητοῖς γυα
col. 785–786page 52 of 222
PG 123:785ναικῶν Ἰωάννου οὐδεὶς ἐστιν. Ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, μείζων αὐτοῦ ἐστι. Καὶ πᾶς ὁ λαὸς ἀκούσας ἐδικαίωσαν τὸν Θεὸν, βαπτισθέντες τὸ βάπτισμα Ιωάννου. Οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομι καὶ τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς αὐτοὺς, μὴ βαπτισθέντες ὑπ' αὐτοῦ.» Ηκούσθη μὲν ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν καὶ τὴν περίχωρον, τὸ ἐν τῇ Ναϊν θαῦμα, ἠκούσθη δὲ καὶ τοῖς τοῦ Ἰωάννου μαθηταῖς ἐδάκνοντο οὖν ἐπὶ τοῖς τοῦ Κυρίου ἐπαίνοις, οἷα Ετ: ἀτελεῖς Ο τοίνυν Ἰωάννης βουλόμενος απ τοῖς ὑποδείξαι τὸ μέγεθος τοῦ Χριστοῦ, καὶ ὅσον ἀφέστηκεν αὐτοῦ, οἰκονομεῖ τὸ πρᾶγμα. Καὶ οὐδὲν μὲν λέγε: τοῖς μαθηταῖς περὶ Χριστοῦ συστατικό». Υποκρινόμενος δὲ τὸν ἀγνοοῦντα, ἀποστέλλει απ τούς, ὡς ἂν ἰδόντες τὰ θαύματα, πιστεύσωσιν ἐκ τῶν ἔργων αὐτῶν. Ὅτι πάμπολυ τὸ μέσον τοῦ τε Δ σπότου Ἰησοῦ, καὶ τοῦ δούλου Ἰωάννου. Μὴ γὰρ δὴ νόμιζε ὅτι ἀληθῶς ἀγνοῶν ὁ Ἰωάννης τὰ περὶ Χρι στοῦ, ἀπέστειλε τοὺς μαθητάς αὐτοῦ ἐρωτῶντας. Πῶς γὰρ ὁ καὶ πρὸ γενέσεως, ἐν κοιλίᾳ μητρὸς αὐτ τοῦ σκιρτήσας, ὡς ἐπιγνοὺς αὐτὸν, καὶ ἐν τῷ Ἱερ δάνῃ μαρτυρῶν περὶ αὐτοῦ ὡς Υἱοῦ τοῦ Θεοῦ; Πέμ πει τοίνυν τοὺς μαθητάς, λέγων αὐτοῖς ἐρωτῆσαι τὴν Ἰησοῦν· Σὺ εἶ ὁ ἐρχόμενος Προς πῶς τοὺς (α), 31: Καὶ δῆλον ἐξ ὧν πρὸς τὸν β διδάσκαλον ἔλεγον, Ὃς γάρ, φησί, μετὰ τοῦ πέραν τοῦ Ἰωςδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἵδε οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν. Καὶ πάλιν ζήτησις ἐγένετο τῶν μαθητῶν Ἰωάννου μετὰ τῶν Ἰουδαίων περὶ καθαρισμοῦ· καὶ αὐτῷ πάλιν προσελθόντες ἔλεγον· Διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν πολλά, οἱ δὲ μαθηταί σου οὐ της στεύουσιν; Ούπω γὰρ εἰδότες, τίς ἦν ὁ Χριστὸς, ἀλλὰ τὸν μὲν ἄνθρωπον ψιλὸν ὑποπτεύοντες, τὸν δὲ Ιωάννην μείζονα ἢ κατὰ ἄνθρωπον, ἐζηλοτύπουν, εὐδοκιμοῦντα τοῦτον ὁρῶντες, ἐκεῖνον δὲ ὑπολήγοντα. Ο τοίνυν Ἰωάννης, κ. τ. λ. « ἔπεμψεν ὁ Ἰωάννης, εὐθὺς ἐθεράπευσε τυφλούς, χωλούς, καὶ ἑτέρους πολλοὺς οὐκ ἐκεῖνον διδάσκων, (πῶς γὰρ τὸν πεπεισμένον;) ἀλλὰ τούτους τοὺς ἀμφιβάλλοντας. Καὶ θεραπεύσας φησί, Πορευθέντες ἀπαγγείλατε τῷ Ἰωάννῃ ὁ ἀκούετε καὶ βλέπετε, καὶ τὰ ἑξῆς· δι' ὧν δείκνυσιν, ὅτι καὶ τὰ ἀπόῤῥητα αὐτῶν οἶδεν. Εἰ γὰρ εἶπεν, ὅτι ἐγώ είμι, καὶ προσ ἔθη ἂν τοῦτο αὐτοῖς, καὶ ἐνενόησαν, εἰ καὶ μὴ εξ που, ὅπερ καὶ οἱ Ἰουδαῖοι πρὸς αὐτὸν ἔλεγον, Σύ περὶ σεαυτοῦ μαρτυρεῖς, διὰ τοῦτο αὐτὸς μὲν οὐ λέγει, ἀπὸ δὲ τῶν πραγμάτων ἀφίησεν αὐτοὺς πάντα μαθεῖν, ἀνύποπτον τὴν διδασκαλίαν ποιούμενος καὶ σαφή. Διὰ τοῦτο καὶ τὸν ἔλεγχον αὐτῶν λανθανόντω; ἐπήγαγεν εἰπὼν, Μακάριος, ὃς ἂν μὴ σκανδα ισθῇ ἐν ἐμοί. "Ορα δὲ καὶ διὰ τοῦ εἰπεῖν, Σὺ εἶ ὁ ἐρχόμενος, πῶς τοὺς μαθητὲς ἐμβιβάζει βαθέως εἰς τὸ πιστεῦσαι, κ. τ. λ. "Η ἕτερον προσδοκώμεν; Ὁ δὲ Χριστὸς τὴν γνώμην εἰδὼς του Ἰωάννου, οὐκ εἶπεν, ὅτι, Ἐγώ εἰμι (ἢ γὰρ ἂν καὶ προσέθη τοῦτο τοῖς ἀκούουσι, καίτοι τοῦτο ἀκόλουθονἦν εἰπεῖν ), ἀλλ᾽ ἀπὸ τῶν πραγμάτων αὐτῶν ἀφίησι μανθάνειν. Λέγει γάρ, ὅτι προσελθόντων αὐτῶν τούτῳ τότε ἐθεράπευσε πολλούς. Καίτοι ποία ἀκολουθία ἦν, ἐρωτηθέντα, Σὺ εἶ, πρὸς μὲν τοῦτο μηδὲν εἰπεῖν, θεραπεύσαι δὲ εὐθέως τοὺς κακῶς ἔχοντας, εἰ μὴ τοῦτο ἐβούλετο κατασκευάσαι, ὅπερ εἶπον ἐγώ; Εἰ ἱὡς τοίνυν, ἅτε Θεὸς ὤν, τὴν διάνοιαν μεθ' ἧς αὐτοὺς (α)
col. 787–788page 53 of 222
PG 123:787Θεός ἐστιν ὁ Ἰησοῦς; Οἱ μὲν γὰρ προφῆται ἀπ εσταλμένοι λέγονται· καὶ αὐτὸς δὲ ὁ Ἰωάννης, ὡς καὶ ὁ Εὐαγγελιστὴς λέγει, ο ἐγένετο άνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ. Ὁ δὲ Κύριος, ὁ ἐρχόμενος Ἐν ἐξουσίᾳ γὰρ ἦλθεν, οὐκ ἄκων. Σὺ οὖν, φησίν, εἶ ὁ προσδοκώμενος ἔρχεσθαι εἰς τὸν κόσμον; Τι νὲς δὲ τὸν ἐρχόμενος, εἰς τὸν ἄτην νοοῦσιν, ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον· Σὺ εἶ ὁ μέλλων ἐλθεῖν καὶ εἰς τὸν ἄδην; Τί οὖν ὁ Κύριος; Εἰδὼς τὸν τοῦ Ιωάν του σκοπόν, ἐφ᾽ ᾧ τούτους ἀπέστειλεν, καὶ ὅτι ἵνα θεάσωνται & ποιεῖ, καὶ ἐκ τούτων πιστεύσωσι, καὶ διὰ τοῦτο ἀποσταλείσι, φησίν, ᾿Απαγγείλατε & βλέ πετε. Εἶτα καταλέγει τὰ τῶν θαυμάτων ἔργα, ἃ και διὰ προφητῶν κατηγγέλη. Τὸ γὰρ, τυφλοὶ ἀναβλέπουσι, καὶ χωλοὶ περιπατοῦσι, καὶ πτωχοὶ εὐαγγελίζονται, τοῦ Ἡσαΐου ταῦτά εἰσιν. Εἶτά φησι· Καὶ μακάριος ὃς ἂν μὴ σκανδαλισθῇ ἐν ἐμοὶ, μονονουχί τοῦτο λέγων αὐτοῖς· Καὶ ὑμεῖς μακάριοι ἐὰν μὴ σκανδαλίζησθε ἐν ἐμοί. Ἐπεὶ δὲ εἰκὸς ἦν πολλούς σκανδαλισθῆναι ἐπὶ τῷ Ἰωάννῃ, πῶς ὁ τηλικαῦτα μαθητάς εμβιβάζει βαθέως εἰς τὸ πιστεῦσαι δι Ει 31: Ὅτι μὲν γὰρ αὐτὸς, φησίν, ἦν ὁ Χριστὸς, ᾔδει ὁ Ἰωάννης, εἰ δὲ καὶ ὑπὲρ ἄνθρωπον ἔμελ λε τελευτᾷν, οὐκ ᾔδει. Αλλ' οὐκ ἔχει τοῦτο λόγον· ὁ γὰρ Ἰωάννης οὐ δὲ τοῦτο ἡγνόει, τοῦτο γὰρ πρὸ τῶν ἄλλων ἐκήρυσσεν, Ιδε γάρ, φησίν, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. ᾿Αμνόν δὲ ἐκάλεσε, τὸν σταυρὸν ἀνακηρύττων, καὶ τῷ εἰπεῖν δὲ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, αὐτὸ τοῦτο ἐδήλωσεν· οὐ γὰρ ἑτέρως, ἀλλὰ διὰ τοῦ σταυροῦ τοῦτο εἰργάσατο. Καὶ τῷ λέγειν δὲ ὅτι Εν Πνεύματι βαπτίσει ὑμᾶς, τὰ μετὰ τὴν ἀνά στασιν προφητεύεται. 'Αλλ' ὅτι μὲν ἀναστήσεται, φησίν, ᾔδει, καὶ δώσει Πνεῦμα ἅγιον· ὅτι δὲ σταυ ρωθήσεται οὐκ ᾔδει. Πῶς οὖν ἔμελλεν ἀνίστασθαι δ μὴ παθών, μηδὲ σταυρωθείς; Τίνος ἕνεκα οὐκ ἔλεγεν, Οὐκ εἶ σὺ ὁ ἐρχόμενος εἰς τὸν ἄδην, ἀλλ᾽ ἁπλῶς, ὁ ἐρχόμενος; Αλλὰ καὶ πολλῷ καταγογγυ στότερον ταύτου ἐκεῖνο ἦν, φασὶ γὰρ διὰ τοῦτο ταῦτα ἔλεγεν, ἵνα κἀκεῖ ἀπελθὼν κηρύξῃ· πρὸς οὓς εὔκαιρον εἰπεῖν, Αδελφοί, μὴ παιδία γίνεσθε φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε. Ο μὲν γὰρ παρών βίος πολιτείας ἐστὶ καιρός, μετὰ δὲ τὴν τελευτὴν κρίσις καὶ κόλασις. Πῶς οὖν συνεκλάσθησαν πύλαι χαλκαῖ, καὶ μοχλοί σιδηροί συνεθλάσθησαν διὰ τοῦ σώματος τοῦ αὐτοῦ; τότε γὰρ πρῶτον ἐδείχθη σῶμα (ἀθάνατον) καὶ διαλύον πᾶσαν τὴν τοῦ ᾅδου τυραννίδα. "Αλλως δὲ τοῦτο τοῦ θανάτου τὴν ἰσχὺν δείκνυσιν ἀνεῳγμένην, οὐ τῶν πρὸ τῆς παρουσίας αὐτοῦ τετελευτηκότων τὰ ἁμαρτήματα λελυμένα. Εἰ δὲ μὴ τοῦτό φησιν, ἀλλὰ καὶ τοὺς ἔμπροσθεν ἅπαντας απήλλαξε γεέννης. Πῶς γάρ, φησιν. Ανεκτότερον ἔσται τῇ Σοδόμων καὶ Γομόρρων; Τοῦτο γὰρ, ὡς καὶ ἐκείνων κολα σθησομένων εἴρηται, ἡμερώτερον κολασθησομένων δ' οὖν ὅμως. Τί οὖν ἡδικήθησαν, φησίν, οἱ πρὸ τῆς παρουσίας αὐτοῦ; Οὐδαμῶς. Ἐνὴν γὰρ καὶ μὴ ὁμολογήσαντας τὸν Χριστὸν τότε σωθῆνα τοῦτο ἀπαιτεῖται παρ' αὐτῶν, ἀλλὰ τὸ μὴ εἰδωλο λατρῆται, τὸ τὸν ἀληθινὸν Θεὸν εἰδέναι. Κύριος γάρ, φησίν, ὁ Θεός σου, Κύριος εἷς ἐστιν. Ὥστε οὐδὲν δτι προδρόμου ἐκεῖ. "Αλλως δὲ εἰ μέλλουσιν οἱ ἄπι στο μετά τὸ ἀποθανεῖν πιστεύοντες σώζεσθαι, οὐ οὐ γὰρ δεὶς ἂν ἀπολεῖται ποτέ, πάντες γὰρ μεταγνώσουσι τότε καὶ προσκυνήσουσι. Τί οὖν ὁ Κύριος, κ. τ. λ.
col. 789–790page 54 of 222
PG 123:789μαρτυρήσας περὶ Χριστοῦ, νῦν ἀποστείλας ἐρωτᾷ, εἰ αὐτός ἐστιν ὁ ἐρχόμενος, διὰ τοῦτο λέγει ὁ Χρι στὸς πρὸς τοὺς ὄχλους, ὅτι Μηδέν τοιοῦτον ὑπολάβητε περὶ Ἰωάννου. Μὴ γὰρ καλαμός ἐστιν, ὡς ποτέ μὲν ὧδε, ποτὲ δὲ ἐκεῖ κλίνεσθαι, καὶ νῦν μὲν μαρο τυρεῖν περὶ ἐμοῦ, νῦν δὲ ἀγνοεῖν ἐμέ. Εἰ γὰρ ἦν τοιοῦτος, τίνος ἕνεκεν ἐξήλθετε εἰς τὴν ἔρημον τότε, ὥστε θεάσασθαι αὐτόν; ᾿Αλλὰ μήποτε ὑπὸ τῆς τρυ φῆς διεφθάρη τὸν νοῦν, ἀλλὰ στολή δείκνυσιν αὐτὸν ὑπεράνω πάσης τρυφῆς. Εἰ γὰρ έτρύφα, ἐν βασι λείοις ἂν ἦν. ᾿Αλλὰ προφήτην αὐτὸν ἔχετε; Ναὶ λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. Οἱ μὲν γὰρ ἄλλοι προείπον περὶ Χριστοῦ μόνον, οὗτος δὲ καὶ εἶδε καὶ ἔδειξε, λέγων· Ἴδε ὁ ᾿Αμνὸς τοῦ Θεοῦ. Καὶ οἱ μὲν ἄλλοι προφῆται, μετὰ τὸ ἐξελθεῖν ἐκ τῆς κοιλίας τῶν μητέρων αὐτῶν, προεφήτευσαν· οὗτος δὲ καὶ πρὸ τοῦ ἐξελθεῖν ἐκ τῆς μήτρας, ἐπέγνω τὸν Κύ ριον, καὶ ἐσκίρτησεν. Εἶτα παράγει καὶ τὸν προφή την μάρτυρα. Φησί γάρ, Οὗτός ἐστι περὶ οὗ γέγραπται· Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου. "Αγγελος γὰρ ὁ Ἰωάννης, τάχα μὲν καὶ διὰ τὸ σχεδὸν ἄϋλον τοῦ. βίου καὶ ἀγγελικὸν, τάχα δὲ καὶ διὰ τὸ ἀγγεῖλαι τὴν τοῦ Σωτῆρος ἐπιδημίαν. ᾿Αμήν λέγω ὑμῖν, οὐκ ἐγήσ γερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου, τῶν ἄλλων πάντων ἐξαίρων τὴν Πρόδρομον. Εἶτα ὡσανεί τινος εἰπόντος, Καὶ σοῦ δὲ αὐτοῦ, ὦ Χριστέ, μείζων ἐστίν; ἐπάγει· Ὁ δὲ μικρότερο; αὐτοῦ ἐγώ, μείζων εἰμὶ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Νομίζομαι μὲν γὰρ νῦν μικρότερος αὐτοῦ καὶ κατὰ εὐγένειαν καὶ ἡλι κίαν καὶ δόξαν, ἀλλ᾽ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ εἰμι, τουτέστιν ἐν πᾶσι τοῖς θείοις καὶ πνευματικοῖς. Πᾶς οὖν ὁ λαὸς ἀκούσας τοῦ Ἰωάννου, εδικαίωσαν τὸν Θεὸν, τουτέστιν ἐτίμησαν τὸν Θεὸν, ὅτι τὸν προφήτην αὐτοῦ ἐδέξαντο. Οἱ δὲ Φαρισαίοι ήτίμασαν τὸν Θεὸν, μὴ δεξάμενοι Ιωάννην. Τινὲς δὲ τὸ, ἐν γεννητοῖς γυναικῶν, οὕτως ἐνόησαν, ὅτι καλῶς εἶπεν, ἐν γεννητοῖς γυναικῶν, ὑπεξαίρων ἑαυτὸν ὁ Κύριος. Αὐτὸς γὰρ παρθένου ἦν γεννητός, οὐχὶ γυναικός, τουτέστι γεγαμημένης ανδρί. Καὶ τὸν ὁ μικρότερος δὲ ἐν τῇ βασιλεία τῶν οὐρανῶν, ἄλλως ἐνόησαν, ὅτι ὁ μικρότερο; ἐν τῷ κατὰ Χρι στὸν βίῳ, μείζων ἐπὶ τοῦ ἐν τῷ νόμῳ δικαίου, οἷον Ιωάννης μὲν κατὰ τὴν ἐν τῷ νόμῳ δικαιοσύνην άμεμπτος. Εἴ τις δὲ εὑρεθῇ βεβαπτισμένος μέν, μήπω δέ τι κακὸν ἢ ἀγαθὸν ἐργασάμενος, οὗτος ἐλάχιστος ὢν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, τουτέστιν ἐν τῷ κατὰ Χριστὸν κηρύγματι, ὅμως μείζων ἐστὶ τοῦ ἀβαπτίστου, ἐν νόμῳ δὲ δικαίου. Καὶ ἄλλως ὅτι εἰ καὶ ἄσαρκος μικροῦ ὁ Ἰωάννης, καὶ ἄῦλος οὖν ἔτι ἐν σαρκί. Καὶ διὰ τοῦτο ὁ ἐλάχιστος ἐν τῇ ἀναστάσει, ἣν βασιλείαν οὐρανῶν εἶναί φησι, μείζων αὐτοῦ ἐστι. Τότε γὰρ τελείως ἀφθαρτισθέντες, οὐκ ἔτι κατά σάρκα περιπατήσομεν. Καὶ ὁ τότε μικρός μεί ζων ἐστὶ τοῦ νῦν δικαίου μὲν, πλὴν ἔτι σάρκα φοροῦντος. Εἶπε δὲ ὁ Κύριος· Τίνι οὖν ὁμοιώσω τοὺς ἀνα θρώπους τῆς γενεάς ταύτης; καὶ τίνι εἰσὶν ὅμοιοι; Ομοιοί εἰσι παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις, καὶ προσφωνοῦσιν ἀλλήλοις καὶ λέγουσιν· Η λήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε. Εθρηνήσαμεν ὑμῖν, καὶ εὐκ ἐκλαύσατε. Ελήλυθε γὰρ Ἰωάννη, ὁ βαπτιστὴςμήτε ἄρτον ἐσθίων, μήτε οἶνον πίνων, καὶ λέγετα
col. 791–792page 55 of 222
PG 123:791Δαιμόνιον ἔχει. Ελήλυθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε, Ἰδοὺ ἄνθρωπος φάγος καὶ οινοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν, καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς πάντων, Ην τι παρὰ τοῖς Ἰουδαίοις εἶδος παιδιᾶς τοιοῦτον, εἰς μέρη δύο πληθὺς παιδίων ἐτέμνετο. Καὶ τὸν βίον ὡσανεί γελώντες, οἱ μὲν ἔνθεν ἐθρήνουν, οἱ δὲ ἐκεῖ θεν ηύλουν. Καὶ οὔτε τοῖς θρηνοῦσιν οἱ τοῦ ἑτέρου μέρους συνετίθεντο, οὔτε τοῖς αὐλοῦσιν οὗτοι. Επι σκώπτει τοίνυν ὁ Κύριος καὶ τοὺς Φαρισαίους, ὡς τοιοῦτόν τι ποιοῦντας. Οὔτε γὰρ τῷ Ἰωάννῃ θρη νητικὸν βίον βιοῦντι καὶ μετάνοιαν εἰσηγουμένῳ, συνεπένθησαν ἢ ἐμιμήσαντο, οὔτε τῷ Ἰησοῦ βίου ἐπιδεικνυμένῳ χαρίεντα, ἐπείσθησαν ἢ συνέθεντο ἀλλ' ἀμφοτέρους ἀπώσαντο, μήτε τῷ θρηνοῦντι 'Ιωάννη συνθρηνοῦντες, μήτε τῷ αὐλοῦντι καὶ ἀνει μένῳ Ἰησοῦ συμφοροῦντες Καὶ λοιπὸν ἐδικαιώθη ή σοφία τοῦ Θεοῦ, τουτέστιν ἐτιμήθη, οὐχ ὑπὸ τῶν Φαρισαίων, ἀλλὰ τῶν τέκνων αὐτῆς, τουτέστι, τῶν παραδεξαμένων τὸν λόγον τοῦ τε Ἰωάννου καὶ τοῦ Ἰησοῦ. Πρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων, ἵνα φάγῃ μετ' αὐτοῦ. Καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦ Φαρι σαίου, ἀνεκλίθη. Καὶ ἰδοὺ γυνὴ ἐν τῇ πόλει, ἥτις ἦν ἁμαρτωλός, ἐπιγνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου, καὶ στᾶσα παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσω, κλαίουσα ήρξατο βρέ χειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι, καὶ ταῖς θρις! τῆς κεφαλῆς αὐτῆς ἐξέμασσε, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ, καὶ ἤλειφε τῷ μύρῳ. Ἰδὼν δὲ ὁ Φαρι σαῖος ὁ καλέσας αὐτὸν, εἶπεν ἐν ἑαυτῷ, λέγων· Οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν, τίς καὶ ποταπὴ ἡ γυνή, ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστι. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς, εἶπε πρὸς αὐτόν· Σίμων, έχω σοί τι εἰπεῖν. Ο δέ φησι· Διδάσκαλε, εἰπέ. Δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι. Ο εἰς ωφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα, μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις εχαρίσατο. Τίς οὖν αὐτῶν, εἰπὲ, πλεῖον αὐτὸν ἀγαπήσει; Απο κριθεὶς δὲ ὁ Σίμων εἶπεν· Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. Ὁ δὲ εἶπεν αὐτῷ, Ορθῶς ἔκρινας.» Φαίνεται οὗτος ὁ Φαρισαῖος ὁ κεκληκὼς τὸν Ἰησοῦν, μὴ εὐθὺς εἶναι τὴν γνώμην, ἀλλὰ δολερὸς καὶ ὑπ κρίσεως πλήρης. Φησὶν οὖν· Οὗτος εἰ ἦν προφήτης, ὥστε οὐκ ἐπίστευεν, ἐπειδὴ τοιαῦτα ἐλάλει. Ὁ δὲ 31: Ετι γὰρ τοῦ αὐτοῦ κεφαλαίου ἔχεται τοῦ δεῖξαι συνωδά αὐτῷ πράττοντα τὸν Ἰωάννην, εἰ καὶ τὰ γενόμενα έναντία ἦν. Ο δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐναντίαν ἑκάτερος ἦλθεν ἐδὸν ἐγὼ καὶ ὁ Ἰωάννης, καὶ ταὐτὸν ἐποιήσαμεν, οἷον ἂν εἴ τινες θηρευταὶ ζῶον δυσθήρατον διὰ δύο μέλλον ἐμπίπτειν ἐδῶν εἰς τὸ θήρατρον, ἑκατέραν ἕκαστος απολαβὼν ὁδὸν ἐλαύνοι εξεναντίας ἕτερος τῷ ἑτέρῳ, ὥστε πάντως εἰς θάτερον ἐμπεσεῖν. Αλλ' ὑμεῖς οὐδετέρῳ προσέχετε, οὔτε ἐμοὶ, οὔτε Ιωάννῃ. Καὶ λοιπὸν ἑδικαιώθη, κ. τ. λ. ο (α)
col. 793–794page 56 of 222
PG 123:793Κύριος ὅμως, καίτοι εἰδὼς αὐτὸν μὴ εὐθῆ ὄντα, εἰσ έρχεται πρὸς αὐτὸν καὶ συνεσθίει, διδάσκων πάντως ἡμᾶς διὰ τούτου, ὡς ἂν τοῖς ὑπούλως πρὸς ἡμᾶς ἔχουσιν, ἡμεῖς ἁπλῶς καὶ ἀδόλως προσφερώμεθα. Ζητοῦσι δὲ πολλοὶ πόσαι ἦσαν αἱ γυναῖκες αἱ ἀλεί ψασαι τὸν Κύριον μύρῳ. Καὶ οἱ μέν φασιν ὅτι δύο ἦσαν, ἡ παρὰ τῷ Ἰωάννῃ μία, ἡ καὶ ἀδελφὴ τοῦ Λαζάρου, καὶ ἑτέρα ἡ παρὰ τῷ Ματθαίῳ καὶ Μάρ κῳ, καὶ νῦν παρὰ τῷ Λουκά. Ἐγὼ δὲ πείθομαι τοῖς λέγουσι τρεῖς εἶναι ταύτας. Μίαν μὲν τὴν παρὰ τῷ Ιωάννῃ πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα, ἣν καὶ ἀδελφὴν είναι Λαζάρου. Ετέραν δὲ τὴν παρὰ τῷ Ματθαίῳ καὶ Μάρκῳ, πρὸ δύο ἡμερῶν τοῦ Πάσχα, καὶ τρίτην ταύτην τὴν νῦν παρὰ τῷ Λουκᾷ, περὶ τὰ μέσα τοῦ Εὐαγγελίου, μυρίσασαν τὴν Κύριον, καὶ οὐδὲν και νὸν πρότερον ταύτην ποιῆσαι τοῦτο, μήπω ἐνστάντος τοῦ καιροῦ τοῦ πάθους, εἶτα ἐκείνας εἴτε μιμησαμένας ταύτην, εἴτε καὶ ἄλλως, πλησίον τοῦ πάθους τὸ αὐτὸ ποιῆσαι. Εἰ δὲ καὶ ὁ παρὰ τῷ Ματθαίῳ τὸν Κύριον καλέσας, Σίμων ὠνόμαστο, καὶ ὁ νῦν παρὰ τῷ Λουκᾷ, τί καινὸν συμπεσεῖν τὰ ὀνόματα; Ἐπεὶ ἐκεῖνός γε καὶ λεπρὸς ἦν, ἀλλ' οὐχὶ καὶ οὗτος. Κἀκεῖνος μὲν, τεθεραπευμένος ἀπὸ τῆς λέπρας, χα ριστήριον τὴν κλῆσιν ἀποδίδωσι τῷ Χριστῷ. Οὗτος δὲ, οὔτε λεπρὸς, οὔτε ἐπὶ χαριστηρίοις λαλῶν. Κἀκεῖνος μὲν οὐδὲν εἶπεν, οὗτος δὲ ἐγόγγυσε, καὶ κατακρίνει ἐν ταὐτῷ τόν τε Ἰησοῦν καὶ τὴν γυναῖκα. Τὴν μὲν, ὡς ἁμαρτωλόν, τὸν δὲ, ὡς φιλάνθρωπον. Ο τῆς ἀπονοίας! Όντως Φαρισαῖος ὁ ἄνθρωπος ἀλλ' ὁ Κύριος ἐρωτῶν αὐτὸν ἐν παραβολαῖς, καὶ δύο χρεωφειλέτες παράγων εἰς τὸ μέσον, λεληθότως καὶ αὐτὸν χρεωφειλέτην εἶναι λέγει, ἐλάττω μὲν χρεω στεῖν δοκοῦντα, χρεωστοῦντα δ' οὖν. Οὔτε γοῦν ὁ τὰ ἐλάττω χρεωστῶν σύ, δύνασαι δοῦναι τὴν ὀφειλὴν, οὐ γὰρ ἔχεις ἐξομολόγησιν τῇ ὑπερηφανία κρατούμενος, οὔτε ἡ γυνή. Αμφοτέροις οὖν ἀφεθήσεται, καὶ τίς πλεῖον ἀγαπήσει; Πάντως ᾧ τὰ πολλὰ ζόνα. Ο ἀφέθη. Καὶ ταῦτα εἰπὼν ἐπιστομίζει τὸν ἀλα Καὶ στραφεις πρὸς τὴν γυναῖκα, τῷ Σίμων ἔφη· Βλέπεις ταύτην τὴν γυναῖκα; Εἰσῆλθον εἰς τὴν οἰκίαν σου, ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδω κας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξε μου τους πόδας, καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμαξε. Φίλημα μοι οὐκ ἔδωκας, αὕτη δε ἀφ᾿ ἧς εἰσῆλθον, οὐ διέλιπε καταφιλοῦσά μου τους πόδας. Ελαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας, αὕτη δὲ μύρῳ ἥλειψέ μου τους πόν δας. Οὗ χάριν λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαὶ, ὅτι ἠγάπησε πολύ. ' δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. Εἶπε δὲ αὐτῇ· Αφέωνταί σου αἱ ἁμαρ τίαι. Καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυ τοῖς· Τίς οὗτός ἐστιν ὅς καὶ ἁμαρτίας ἀφίησιν; Εἶπε δὲ πρὸς τὴν γυναῖκα· Η πίστις σου σέσωκέ σε, που ρεύου εἰς εἰρήνην. ο Δείκνυσι τὸν Σίμωνα ὁ Κύριος καὶ ἀλαζόνα καὶ ἀνόητον. Αλαζόνα μὲν, εἴ γε ἐπὶ τοῖς ἁμαρτήμασι τὴν ἄνθρωπον κατέκρινεν, ἄνθρωπος ὧν καὶ αὐτός. Ανόητον δὲ, εἴγε οὐ συνεῖδεν ὅτι τοσαῦτα ποιήσασαν τὴν γυναῖκα πίστεως σύμβολα καὶ ἀγάπης, ἔδει παραδέξασθαι, ἀλλ' οὐκ ἀποπέμ βασθαι. Διὸ καὶ ἐλέγχει αυτόν ὁ Κύριος, ώς μάτην

Chapter VIIICaput VIII

col. 795–796page 57 of 222
PG 123:795κατακρίνοντα τὴν τοσαῦτα ποιήσασαν, ὅσα αὐτὸς β οὐκ ἐποίησε, μᾶλλον δὲ, οὐδὲ τὰ πολλῷ καταδεέστερα, οἷον, σὺ μὲν οὐδὲ ὕδωρ ἐπὶ τοὺς πόδας τοῦ τη δὴ τὸ κοινὸν ἔδωκας· αὕτη δὲ δάκρυσιν έβρεξε του τους. Οὐδὲ τὸ πρόσωπον σὺ ἐφίλησας. Αὕτη δὲ τοὺς πόδας μου κατεφίλησε. Σὺ οὐδὲ ἔλαιον, αὕτη μύρον ἐξέχεεν. "Οθεν ἐπειδὴ εἶπας ὅτι οὐ προφήτης εἰμ!, ἐκ τοῦ μὴ διαγνώναι ὅτι ἁμαρτωλὸς ἦν αὕτη, εξου ἐλέγχω τὰ ἐν τῇ καρδίᾳ σου, ἵνα γνῶς ὅτι ὥσπερ τὰ σὰ γινώσκω ἃ κρύπτεις, πολλῷ μᾶλλον τὰ ταύτης, & καὶ ἄλλοι πολλοὶ ἴσασιν. Ἀφέονται τοίνυν αἱ ἁμαρ τίαι αὐτῆς, ὅτι ἠγάπησε πολύ, ἀντὶ τοῦ, πίστιν ἐνεδείξατο πολλήν. Οἱ δὲ συνανακείμενοι πάλιν καὶ αὐτοὶ γογγυσταί, μὴ λογισάμενοι ὅτι ὁ πρὸς τὸν Σίμωνα είπε, καὶ πρὸς αὐτοὺς εἰκὸς ἦν λεχθῆναι. 'Ο δὲ Κύριος καταστέλλων τὸν γογγυσμὸν αὐτῶν, και βουλόμενος αὐτοῖς δεῖξαι ὅτι ἕκαστον ἡ πίστις αὐτοῦ σώζει, οὐκ εἶπεν· "Ω γύναι, ἐγώ σε σώζω, ἵνα μὴ πλέον φθονήσωσιν, ἀλλ', ἡ πίστις σου. Τοῦτο δὲ εἶπεν, ὡς ἔφην, ἅμα μὲν τὸν φθόνον ἐκείνων κατα στέλλων, ἅμα δὲ ἐνάγων κἀκείνους εἰς τὸ πιστεῦσαι, Ἐπιγνόντας ὅτι ἡ πίστις σώζει. Τὸ δὲ, Πορεύου εἰς εἰρήνην, τουτέστιν εἰς δικαιοσύνην. Εἰρήνη γὰρ ἡ δικαιοσύνη, ὥσπερ ἡ ἁμαρτία ἔχθρα πρός Θεόν. Ορα δὲ ὅτι μεθ' ὁ ἀφῆκεν αὐτῇ τὰς ἁμαρτίας, οὐκ ἔστησεν αὐτὴν ἄχρι τῆς ἀφέσεως τῶν ἁμαρτιῶν, ἀλλὰ προσέθηκε καὶ τὴν ἐργασίαν τοῦ ἀγαθοῦ. Τὸ γὰρ, Πορεύου εἰς εἰρήνην, ἀντὶ τοῦ, Πράττε & σε ποιήσουσιν εἰρηνεύειν πρὸς Θεὸν, νοεῖν ὀφείλεις. ΚΕΦΑΛ. Η'. Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ. Περὶ τῆς παραβολῆς τοῦ σπείραντος. Περὶ μητρὸς καὶ ἀδελφῶν τοῦ Ἰησοῦ, θελόντων ἰδεῖν αὐτόν. Περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων. Περὶ τοῦ λεγεῶνος. Περὶ τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου. Περὶ τῆς αἱμορροούσης. Καὶ ἐγένετο ἐν τῷ καθεξῆς, καὶ αὐτὸς διώδευε κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ οἱ δώδεκα συν αὐτῷ, καὶ γυναῖκές τινες, αἱ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν· Μαρία ἡ και λουμένη Μαγδαληνή, ἀφ᾿ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει, καὶ Ἰωάννα γυνή Χουζὰ ἐπιτρόπου Πρώτου, καὶ Σωσάννα, καὶ ἕτεραι πολλαὶ, αἱ τινες διηκόνουν αὐτῷ ἀπὸ τῶν ὑπαρχόντων αὐταῖς.» Οὐρανόθεν κατά ελθών, ἵνα τύπος ἡμῖν ἐν πᾶσι καὶ ὑπογραμμός γέ νηται, διδάσκει ἡμᾶς μὴ κατοκνεῖν εἰς τὸ διδά σκειν, ἀλλὰ πάντα τόπον περιῖέναι καὶ κηρύσσειν. "Οσα γὰρ ἐποίει, εἰς νουθεσίαν ἡμετέραν ἐποίει. Διώδευε τοίνυν πᾶσαν πόλιν καὶ κώμην· καὶ τοὺς δώδεκα δὲ μαθητάς συνεπήγετο, οὐ διδάσκοντας, οὐδὲ κηρύσσοντας, ἀλλὰ μαθητευομένους παρ' αὐτοῦ καὶ διδασκομένους ἀφ᾽ ὧν τε ἐποίει, ἀφ᾽ ὧν τε ἔλεγεν. Ἐκήρυσσε δὲ ὁ Κύριος οὐ τὰ ἀγαθὰ τῆς γῆς, ἀλλὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Τίνα γὰρ ἄλλον ἔπρεπε τὰ ἄνω κηρύττειν, εἰ μὴ τὸν ἄνωθεν ἐρχόμενον; Διδ οὐδεὶς τῶν προφητῶν βασιλείαν ἐκήρυξεν οὐρανῶν,
col. 797–798page 58 of 222
PG 123:797γὰρ οὐκ εἶδον, πῶς ἂν ἐκήρυξαν; Διὰ τοῦτο καὶ ὁ Πρόδρομος Ελεγεν· Ο ὢν ἐκ τῆς γῆς, ἐκ τῆς γῆς λα λεῖ. Ὁ δὲ ἄνωθεν ερχόμενος, δ εώρακε μαρτυρεί. Ηχου Ηκο λούθουν δὲ αὐτῷ καὶ γυναῖκες, ἵνα μάθωμεν ὡς οὐδὲ τὸ θῆλυ κωλύεται ὑπὸ τῆς ἀσθενείας ἀκολουθεῖν τῷ Χρι στῷ. Ορα δὲ πῶς καὶ πλούσιαι οὖσαι ὅμως πάντα παρ εἶδον, καὶ τὴν διὰ Χριστὸν καὶ μετὰ Χριστοῦ πτω χείαν είλοντο. Οτι γὰρ πλούσιαι ἦσαν, ἄκουε· Οτι διηκόνουν τῷ Κυρίῳ ἀπὸ τῶν ὑπαρχόντων αὐταῖς καὶ οὐκ ἀπὸ ξένων χρημάτων καὶ ἀδικιῶν ὡς πολλοί. Τὸ δὲ, ἀφ' ἧς ἐξεληλύθει δαιμόνια ἑπτὰ, τινὲς μὲν τὸ πολλὰ νοοῦσι. Παρὰ τῇ Γραφῇ γὰρ τὸ ἑπτὰ, ἀντὶ τοῦ πολλά, ἐκλαμβάνεται. Τάχα δέ τις εἴποι ἂν, ὅτι ὥσπερ εἰσὶν ἑπτὰ πνεύματα τῆς ἀρετῆς, οὕτως εἰσὶν ἐκ τοῦ ἐναντίου ἑπτὰ πνεύματα τῆς κακίας. Οἷόν ἐστι πνεῦμα φόβου Θεοῦ, ἔστιν ἐκ τοῦ ἐναντίου πνεῦμα ἀφοβίας Θεοῦ, ἔστι πνεῦμα συνέσεως, ἔστιν Αντιστρόφως πνεῦμα ἀσυνεσίας, καὶ καθεξῆς. Εί μὴ γοῦν ἐκβληθείη τὰ ἑπτὰ ταῦτα πνεύματα της κακίας ἀπὸ τῆς ψυχῆς, οὐ δύναταί τις ἀκολουθεῖν τῷ Χριστῷ. Δεῖ γὰρ ἐκβαλεῖν πρῶτον τὸν Σατανᾶν, καὶ οὕτως ἐνοικίσαι τὸν Χριστόν. Συνιόντος δὲ ὄχλου πολλοῦ, καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτὸν, εἶπε διὰ παραβολῆς Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. Καὶ ἐν τῷ σπείρειν αὐτὸν, ὃ μὲν ἔπεσε παρὰ τὴν ἐδὸν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό· καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἱκμάδα· καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθα: ἀπέπνιξαν αὐτό. Καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθὴν, καὶ φυὲν ἐποίησε καρπὸν ἐκα τονταπλασίονα. Ταῦτα λέγων, ἐφώνει, 'Ο ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Επηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, λέγοντες, τίς εἴη ἡ παραβολὴ αὐτη; Ο δὲ εἶπεν· Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασι λείας τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες μὴ συνῶ σιν. ο Οπερ εἶπεν ὁ Δαυὶδ πάλαι ἐν προσώπῳ Χρι στοῦ, τοῦτο νῦν ἐξέβη. ᾿Ανοίξω γάρ, φησίν, ἐν παρα βολαῖς τὸ στόμα μου. Φθέγγεται τοίνυν ὁ Κύριος παραβολικῶς διὰ πολλά· καὶ ἵνα γὰρ προσεκτικωτέρους ποιήσῃ τοὺς ἀκούοντας, καὶ διεγείρῃ αὐτοῖς τὸν νοῦν εἰς ζήτησιν τῶν λεγομένων. Ειώθαμεν γὰρ οἱ ἄνθρωποι τὰ μὲν σκοτεινῶς λεγόμενα περιεργάζεσθαι, τὰ δὲ σαφῆ περιφρονεῖν· καὶ ἵνα οἱ ἀνάξιοι τῶν μυστηριωδώς λεγομένων μὴ ἐπακούωσι. Και διὰ πολλὰ ἄλλα ἐν παραβολαίς φθέγγεται. Ἐξῆλθεν οὖν ὁ σπείρων, τουτέστιν, ὁ Υἱὸς τοῦ Θεοῦ ἐξῆλθεν ἐκ τῶν κόλπων τῶν Πατρικῶν, καὶ ἀπὸ τῆς κρυφιότητος αὐτοῦ, καὶ ἐμφανὴς ἐγένετο. Τίς δὲ ἐξῆλ θεν; Ὁ ἀεὶ σπείρων. Οὐ παύεται γὰρ ὁ Υἱὸς τοῦ Θεοῦ ἀεὶ σπείρων ἐν ταῖς ἡμετέραις ψυχαῖς. Οὐ γὰρ μόνον ὅταν διδάσκῃ, ἀλλὰ καὶ διὰ τῆς κτίσεως ταύτης, καὶ τῶν καθ' ἑκάστην εἰς ἡμᾶς γινομένων, σπείρει ἐν ταῖς ἡμετέραις ψυχαῖς τὰ ἀγαθὰ σπέρματα. Εξῆλθε δὲ, οὐχ ἵνα τοὺς γεωργοὺς ἀποκτείνῃ, ἢ τὴν χώραν Ει Μ.
col. 799–800page 59 of 222
PG 123:799κατακαύσῃ, ἀλλ' ἵνα σπείρῃ· πολλάκις γὰρ ἐξέρχεται Η ὁ γεωργὸς καὶ δι᾿ ἄλλα, οὐ μόνον διὰ τὸ σπείραι. Τὸν σπόρον δὲ αὐτοῦ ἐξῆλθε σπείραι. Ιδιος γὰρ αὐτ τοῦ ἦν ὁ λόγος τῆς διδασκαλίας, καὶ οὐκ ἀλλότριος, Οἱ μὲν γὰρ προφῆται, ὅσα ἔλεγον, οὐκ ἴδια ἔλεγον, ἀλλὰ τοῦ πνεύματος. Διὸ ἔλεγον, Τάδε λέγει Κύριος. Ὁ δὲ Χριστὸς ἴδιον εἶχε τὸν σπόρον. Διὸ οὐκ ἔλεγεν ὅταν ἐδίδασκεν, ὅτι Τάδε λέγει Κύριος, ἀλλ', Ἐγὼ λέγω ὑμῖν. Ἐν τῷ σπείρειν δὲ αὐτόν, τουτέστιν, ἐν τῷ δια δάσκειν, ἄλλο μὲν ἔπεσε παρὰ τὴν ὁδόν. Οὐκ εἶπεν ὅτι ἔῤῥιψεν ὁ σπείρων, ἀλλ᾽ ἔπεσεν ἐκεῖνο. Ὁ μὲν γὰρ σπείρων σπείρει καὶ διδάσκει. Ο δὲ λόγος εἰς τοὺς ἀκούοντας πίπτει. Οὗτοι δὲ εὑρίσκονται Η οδός, Η πέτρα, ἢ ἀκανθα, ἢ ἀγαθὴ γῆ. Ερωτῶσι δὲ τοῖς μαθηταῖς τὴν παραβολὴν, φησὶν ὁ Κύριος· Ὑμῖν δέ δοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τουτέστιν, ὑμῖν τοῖς ζητοῦσι μαθεῖν. • Πᾶς γὰρ ὁ αἰτῶν, λαμβάνει·: τοῖς δὲ λοιποῖς τοῖς μὴ ἀξίοις οὖσι τῶν μυστηρίων, σκοτεινῶς λέγονται, καὶ δο κοῦσι μὲν βλέπειν, οὐ βλέπουσι δέ· καὶ ἀκούουσι μὲν, οὐ συνιοῦσι δὲ, καὶ τοῦτο εἰς εὐεργεσίαν αυ τῶν. Ἵνα γὰρ μὴ πλέον κατακριθῶσιν, ὡς μετά τ γνῶναι τὰ μυστήρια καταφρονήσαντες αὐτῶν, τού του ἕνεκεν ἀπέκρυψεν ὁ Χριστὸς ἀπ' αὐτῶν ταῦτα. Ο γὰρ γνούς, εἶτα καταφρονήσας, βαρυτέρας ἄξιος τιμωρίας. προσέχοντες. Οἱ δὲ παρὰ τὴν πέτραν, οἱ δεξάμενοι Εστι δὲ αὕτη ἡ παραβολή, Ο σπόρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ. Οἱ δὲ παρὰ τὴν ὁδὸν, εἰσὶν οἱ ἀκού οντες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σω θῶσιν. Οἱ δὲ ἐπὶ τῆς πέτρας, οἱ ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἱ πρὸς καιρὸν πιστεύουσι, καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται. Τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνία γονται, καὶ οὐ τελεσφοροῦσι. Τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγα ἀκούσαντες τὸν λόγον, κατέχουσι καὶ καρποφορούσιν ἐν ὑπομονῇ.» Τρεῖς τάξεις εἰσὶ τῶν μὴ σωζομένων ἐνταῦθα. Οἱ μὲν γὰρ παρὰ τὴν ὁδὸν, οἱ μηδ' όλως παραδεξάμενοι τὸν λόγον. Ωσπερ γὰρ ἡ ἐδὶς, κατα πεπατημένη καὶ συμπεπιλημένη οὐ δέχεται τὸν σπόρον, ὡς σκληρὰ οὖσα, οὕτω καὶ οἱ σκληροκάρδιο οὐδ᾽ ὅλως παραδέχονται τὸν λόγον, κἂν ἀκούωσι, μὴ μὲν, εἶτα ὑπὸ ἀσθενείας ἀνθρωπίνης τοῖς πειρασμοίς ὑπομαλακισθέντες. Τρίτοι δὲ, οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν τοῦ βίου συμπνιγόμενοι. Τρεῖς μὲν οὖν μερίδες εἰσὶ τῶν ἀπολλυμένων, μία δὲ ἡ τῶν σωζομένων· οὕτως ὀλίγοι μὲν εἰσιν οἱ σωζόμενοι, πλείους δὲ οἱ ἀπολλύμενοι. Ορα δὲ ἐπὶ τῶν συμπνιγομένων, πῶς οὐκ εἶπεν ὅτι ὑπὸ τοῦ πλούτου συμ πνίγονται, ἀλλ᾽ ὑπὸ τῶν μεριμνῶν τοῦ πλούτου. Ο γὰρ ὁ πλοῦτος βλάπτει, ἀλλ' αἱ μέριμνας τούτου. Ἐπεὶ πολλοὶ ὑπὸ τοῦ πλούτου ὠφελήθησαν, ρίψαντες αὐτὸν εἰς τὰς τῶν πενήτων γαστέρας. Σκόπει δέ μος καὶ τὴν ἀκρίβειαν τοῦ εὐαγγελιστοῦ, πῶς ἔφη περὶ
col. 801–802page 60 of 222
PG 123:801τῶν σωζομένων, οἵτινες ἀκούσαντες τὸν λόγον, κατέχουσι. Τοῦτο γὰρ εἶπε διὰ τοὺς παρὰ τὴν ὁδόν.. Οὗτοι γὰρ οὐ κατέχουσι, ἀλλ᾽ αἱρει τὸν λόγον ὁ διά βολος ἀπ' αὐτῶν· τὸ δὲ, καρποφοροῦσιν, εἶπε διὰ τοὺς συμπνιγομένους, καὶ μὴ τελεσφοροῦντας. Ἐκεῖνοι γὰρ οὐ καρποφοροῦσιν, οἱ μὴ τελεσφοροῦντες λέγω. Τὸ δὲ, ἐν ὑπομονῇ, εἶπε διὰ τοὺς ἐπὶ τῆς πέτρας, οἱ δέχονται μὲν τὸν λόγον, οὐχ ὑπομένοντες δὲ πειρασμοῦ ἔφοδον, ἀδόκιμοι φαίνονται. Ορᾶς πῶς εἶπε περὶ τῶν σωζομένων τό, κατέχουσι, καὶ τὸ, καρποφοροῦσι, καὶ τὸ, ὑπομονῇ, καὶ διὰ τούτων τῶν τριῶν ἀποδιέστειλε αὐτοὺς ἀπὸ τῶν μὴ κατεχόντων, οἷ τινές εἰσιν οἱ παρὰ τὴν ὁδόν Ἀπὸ τῶν μὴ ὑπου μενόντων πειρασμοῦ ἔφοδον, οίτινές εἰσιν οἱ ἐν ταῖς ἀκάνθαις. Ἀπὸ τῶν μὴ ὑπομενόντων πειρασμού Εφοδον, οἶτινές εἰσιν οἱ ἐπὶ τῆς πέτρας. Οὐδεὶς δὲ λύχνον ἅψας, καλύπτει αὐτὸν σκεύει, ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ᾽ ἐπὶ λυχνίας ἐπιτίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι τὸ φῶς. Οὐ γάρ ἐστι κρυπτον, ὃ οὐ φανερόν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ γνωσθήσεται, καὶ εἰς φανερὸν ἔλθῃ. Βλέπετε οὖν πῶς ἀκούετε. Ὃς γὰρ ἂν ἔχῃ, δοθή σεται αὐτῷ· καὶ δ᾽ ἂν μὴ ἔχῃ, καὶ ὁ δοκεῖ ἔχειν, ἀρθήσεται ἀπ' αὐτοῦ. ῎Αλλης διδασκαλίας ἀρχὴ ένα ταῦθα. Πρὸς γὰρ τοὺς μαθητὲς ἀποτεινόμενος ταῦτα λέγει, εἰς ἀκρίβειαν βίου ἐνάγων αὐτοὺς καὶ παι δεύων εναγωνίους εἶναι, ὡς παρά πάντων βλέπεσθαι μέλλοντας. Ο γὰρ διδάσκων καὶ κηρύττων, παρὰ πάντων βλέπεται, παρὰ πάντων περισκοπείται, εἰ καλός ἐστιν ἢ τουναντίον, καὶ οὐδὲν τῶν αὐτοῦ κρύ πτεται. Ὑμεῖς οὖν, ὦ μαθηταὶ, ἐὰν ἔχητε προσοχὴν καὶ σπουδήν, δοθήσεται ὑμῖν πλείων χάρις παρὰ Θεοῦ. "Ος δ' ἂν μὴ ἔχῃ σπουδὴν καὶ προσοχήν, καὶ δ δοκεῖ ἔχειν χάρισμα ἀπὸ Θεοῦ, διὰ τῆς ἀμελείας αὐτοῦ κατασβέννυσι καὶ ἀπόλλυσι. Παρεγένοντο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. Καὶ ἀπηγγέλη αὐτῷ, λεγόντων· 'Η μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἐκ τήκασιν ἔξω, ἰδεῖν σε θέ λοντες. Ὁ δὲ ἀποκριθεὶς, εἶπε πρὸς αὐτούς· Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες. • Εντεῦθεν δείκνυται, ὅτι οὐκ ἦν μετὰ τῶν κατὰ σάρκα συγγενῶν ὁ Χριστό;" καταλιπών γὰρ τούτους, σχολάζει τῇ πνευ ματική διδασκαλίᾳ, ἀλλ' ἐκεῖνοι παραγίνονται πρὸς αὐτόν. Οὕτως οὖν χρὴ καὶ πάντα τὸν διακονίαν πε πιστευμένον Θεοῦ, μηδὲν ποιεῖσθαι προτιμότερον ταύτης, ἀλλὰ καὶ γονεῖς παρωθεῖσθαι, είγε μέλλουσιν ἡμᾶς ἐμποδίζειν ἀνωφελῶς καὶ μάτην εἰς τὸ τοῦ Θεοῦ ἔργον. Ὥσπερ οὖν καὶ νῦν ὁ Κύριος ποιεῖ. 31, Οἵτινές εἰσιν οἱ παρὰ τὴν ὁδόν. Απὸ τῶν μὴ τελεσφορούντων. Οἵτινές εἰσιν ἐν ταῖς ἀκάνθαις, κ. τ. λ.
col. 803–804page 61 of 222
PG 123:803Επεὶ γὰρ εἶπον αὐτῷ τινες περὶ τῶν συγγενών αὐτοῦ, αὐτὸς οὐ περικλείει ἐν ὀλίγοις τὴν ἀδελφ τητα, οὐδὲ τοὺς τοῦ Ἰωσὴφ παῖδας καταξιοῖ ἀδελ φοὺς μόνους ἔχειν, ἀλλ' ἐπεὶ τὸν κόσμον ἅπαντα ἦλθε σῶσαι, καὶ πάντας ἀδελφοὺς ποιήσασθαι, φησί· Μήτηρ μου καὶ ἀδελφοί μου εἰσιν οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες. Εἶτα ἐπειδὴ τὸ ἀκούειν ψιλόν οὐδένα σώζει, εἰ μὴ μᾶλλον καὶ κατακρίνει, φησί, καὶ ποιοῦντες. Δεῖ γὰρ μετὰ τοῦ ἀκούειν, καὶ ποις. Λόγον δὲ Θεοῦ τὴν οἰκείαν διδασκαλίαν λέγει· ὅσα γὰρ αὐτὸς ἔλεγε, τοῦ Πατρὸς αὐτοῦ ἦσαν. Οὐ γὰρ ἦν ἀντίθεος ὥστε ὁ λέγει μὴ εἶναι τοῦ Θεοῦ. Τινὲς δὲ τὸ χωρίον τοῦτο οὕτω νοοῦσιν, ὅτι τοῦ Χριστοῦ δι δάσκοντος καὶ εὐδοκιμοῦντος ἐπὶ τῇ διδασκαλία, τιο νες φθονήσαντες καὶ ὥσπερ μυκτηρίζοντες αὐτὸν, εἶπον· Ἰδοὺ ἡ μήτηρ σου, καὶ οἱ ἀδελφοί σου ἐστί κασιν ἔξω, ἰδεῖν σε θέλοντες. Ἐπεὶ γὰρ ἡ μήτηρ αὐ τοῦ ἐδόκει εὐτελῆς εἶναι, καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἀφανεῖς τινες, ὡς τέκτονος υἱοὶ τούτου ἔνεκεν δια σύροντε; αὐτὸν ὡς δυσγενή, την μητέρα αὐτοῦ καὶ τοὺς ἀδελφοὺς αὐτῷ προέφερον. Ὁ δὲ, γνούς την διάνοιαν αὐτῶν, εἶπεν, ὅτι, Οὐδέν με βλάπτει εύ τέλεια συγγενική, ἀλλὰ μᾶλλον κἂν εὐτελής εἴη τις, ἀκούῃ δὲ τὸν λόγον τοῦ Θεοῦ, συγγενῆ αὐτὸν ποιῶ ἐμόν. «Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν, καὶ αὐτὸς ενέβη εἰς πλοῖον, καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπε πρὸς αὐτούς· Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης. καὶ ἀνήχθησαν. Πλεόντων δὲ αὐτῶν, ἀφύπνωσε, καὶ κατέβη λαίλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπλη ροῦντο καὶ ἐκινδύνευον. Προσελθόντες δὲ διήγειραν αὐτὸν, λέγοντες· Επιστάτα, ἐπιστάτα, ἀπολλές μεθα. Ὁ δὲ ἐγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος, καὶ ἐπαύσατο, καὶ ἐγένετο γα λήνη. Εἶπε δὲ αὐτοῖ;· Ποῦ ἐστιν ἡ πίστις ὑμῶν; Φοβηθέντες δὲ, ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι καὶ ὑπακούουσιν αὐτῷ;» Γυμνάζων τοὺς μαθητὰς ὁ Κύριος, καὶ δοκιμάζων τὴν πίστιν αὐτῶν, εἰ ἄρα ἐν τοῖς πειρασμοῖς ἀκλόνητοί εἰσι, καθεύδει οἰκονομικῶς, ἀλλ' ἐλέγχεται αὐτῶν ἡ ἀσθένεια. Οὐ γὰρ τελείαν πίστιν, ἀλλὰ μεμιγμένην τῇ ἀπιστίᾳ ἐνδείκνυνται. Πιστεύουσι μὲν γὰρ ὅτι σώσαι δύναται. ὡς δὲ ὀλιγόπιστοι, λέγουσι τὸ Σῶ σον, ἀπολλύμεθα. Εἰ γὰρ τελείαν εἶχον πίστιν, ἐπληροφορήθησαν ἂν ὡς ἀδύνατόν ἐστιν ἀπολέσθαι απ τοὺς, συνόντος αὐτοῖς τοῦ πάντα ἰσχύοντος. Ὁ δὲ ἐγερθεὶς, ἐπετίμησε τῷ ἀνέμῳ. Αφῆκε γὰρ αὐτοὺς ταραχθήναι, ἵνα καὶ ἐμφανεστέρα γένηται ἡ αὐτοῦ δύναμις. Ειώθαμεν γὰρ οἱ ἄνθρωποι τότε μάλλον μνημονεύειν τοῦ σώσαντος, ὅταν ἀπὸ μεγάλων για δύνων ἡμᾶς ἐξέληται. Διὰ τοῦτο οὐκ ἐν ἀρχῇ, ἀλλ' ἐν ἀκμῇ τοῦ κινδύνου διαναστάς αὐτοὺς ἔσωσεν. Ορα δε καὶ ἀναγωγικῶς, ὅτι τύπο; ἐστὶ τοῦτο τοῦ ὕστερον περὶ τοὺς μαθητάς συμβάντος. Λίμνη μὲν γὰρ ἡ Ἰουδαία, περὶ ἣν κατέβη λαίλαψ πολλὴ τῆς κατά Χριστοῦ μανίας, ἣν ἐμάνησαν οἱ Ἰουδαίοι σταυροῦντες τὸν Κύριον. Εταράχθησαν δὲ καὶ οἱ μαθηταί· πάντες γὰρ ἀφέντες αὐτὸν ἔφυγον, ἀλλ' ἐγέρθη ο Κύριος
col. 805–806page 62 of 222
PG 123:805ἀπὸ τοῦ ὕπνου, τουτέστιν ἀνέστη, καὶ πάλιν οἱ μαθηταὶ ἐν γαλήνῃ. Επιστας γὰρ αὐτοῖς, εἶπεν Εἰρήνη ὑμῖν. Καὶ ταῦτα μὲν ἀναγωγικῶς. Τὸ δὲ, Τις ἄρα οὗτός ἐστιν; οὐχ ὡς ἀποροῦντες λέγουσιν, ἀλλὰ θαυμάζοντες· ὡς ἂν εἰ οὕτως ἔλεγον· Τίς ἐστιν οὗτος, ἀντὶ τοῦ, πόσος καὶ πηλίκος καὶ οἷος, καὶ ἐν ὅσῃ ἐξουσίᾳ καὶ δυνάμει ταῦτα ποιεῖ; Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν Γαδαρηνῶν, ἥτις ἐστὶν ἀντίπερα τῆς Γαλιλαία;. Εξελ Πόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν, ὑπήντησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων (87 νῶν, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ' ἐν τοῖς μνήμασιν. Ἰδὼν δὲ τὸν Ἰησοῦν, καὶ ἀνακράξας, προσέπεσεν αὐτῷ, καὶ φωνῇ μεγάλη εἶπε· Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; Δέομαί σου, μή με βασανίσῃς. Παρήγγελλε γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτω ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. Πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτὸν, καὶ ἐδεσμεῖτο ἀλύσεσι καὶ πέδαις φυλασσόμενος, καὶ διαβρήσεων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὰ; ἐρήμους. Επηρώτησε δὲ αὐτὸν ὁ Ἰησοῦς, λέ γων· Τί σοί ἐστιν όνομα; Ο δὲ εἶπε· Λεγεών, ὅτι δαιμόνια πολλὰ εἰσῆλθον εἰς αὐτὸν, καὶ παρεκάλει αὐτὸν, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελ θεῖν. Ην δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὄρει, καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτ τοῖς εἰς ἐκείνους εἰσελθεῖν, καὶ ἐπέτρεψεν αὐτοῖς. Εξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου, εἰσῆλ Ουν εἰς τοὺς χοίρους. Καὶ ὥρμησεν ἡ ἀγέλη κατά τοῦ κρημνοῦ εἰς τὴν λίμνην, καὶ ἀπεπνίγη, ο Ορα τὸν δαίμονα δυσὶ κακίας πάθεσι μεριζόμενον, θράσει καὶ φόβῳ. Τὸ μὲν γὰρ λέγειν, Τί ἐμοὶ καὶ σοί; Ορασέος καὶ ἀναισχύντου δούλου, τὸ δὲ, Δέομαί σου, φοβουμένου ἐστί. Κατῴκει δὲ ἐν τοῖς μνήμασι, πονηρὰν ἐνθεῖναι τοῖς ἀνθρώποις ὑπόληψιν βουλόμενος, ὅτι αἱ ψυχαὶ τῶν ἀποθανόντων δαίμονες για νονται. Αἰτοῦνται δὲ οἱ δαίμονες μὴ εἰσελθεῖν εἰς τὴν ἄβυσσον, ἀλλὰ συγχωρηθῆναι ἔτι ἐν τῇ γῇ διατρίβειν. Ο δὲ Κύριος συγχωρεῖ αὐτοῖς εἶναι ἐν τῇ γῇ, ὡς ἂν παλαίοντες τοῖς ἀνθρώποις, δοκιμωτέρους αὐτοὺς ποιῶσιν. Εἰ γὰρ μὴ ἦσαν ἀντίπαλοι, οὐκ ἂν ἦταν ἀγῶνες, καὶ εἰ μὴ ἦσαν ἀγῶνες, οὐκ ἂν ἦσαν στέφανοι. Μάθε δὲ καὶ ἀναγωγικώτερον, ὅτι ὅστις ἔχει δαίμονας ἐν ἑαυτῷ, τουτέστι δαιμονικές πρά ξεις, ἱμάτιον οὐκ ἐνδιδύσκεται, τουτέστι, τὴν ἀπὸ τοῦ βαπτίσματος στολὴν οὐκ ἔχει, καὶ ἐν οἰκίᾳ οὐ μένει, τουτέστιν ἐν Ἐκκλησίᾳ. Οὐκ ἄξιος γάρ ἐστιν εἰσέρχεσθαι ἐν Ἐκκλησίᾳ, ἀλλ' ἐν τοῖς μνήμασιν, ἤτοι τοῖς τῶν νεκρῶν ἔργων δοχείοις, οἷον πορνείοις, τελωνείοις· ταῦτα γὰρ μνημεία κακίας εἰσίν. Ιδόντες δὲ οἱ βόσκοντες τὸ γεγενημένον, ἔφυ γον, καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν, καὶ εἰς τοὺς ἀγρούς. Ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονὸς, καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον, ἀφ' οὗ τὰ δαιμόνια ἐξεληλύθει, ἱματισμένον καὶ σωφρονοῦντα, παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἔφο Γήθησαν. Απήγγειλαν δὲ αὐτοῖς καὶ οἱ ἰδόντες, πως ἐσώθη ὁ δαιμονισθείς. Καὶ ἠρώτησαν αὐτὸν ἅπαν το πλῆθος τῆς περιχώρου των Γαδαρηνῶν, ἀπελθεῖν
col. 807–808page 63 of 222
PG 123:807ἡ ἀπ' αὐτῶν, ὅτι φόβῳ μεγάλη συνεχοντος αὐτὸς δὲ ἐμὰς εἰς τὸ πλοῖον, ὑπέστρεψεν. Ἐδέετο δὲ ὁ ἀνὴρ ἀφ᾽ οὗ ἐξεληλύθει τα δαιμόνια, εἶναι σὺν αὐτῷ. Απ ἔλυσε δὲ αὐτὸν ὁ Ἰησοῦς, λέγων· Υπόστρεψον εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ, ὅσα ἐποίησέ σοι ὁ θεός. Καὶ ἀπῆλθε, καθ' ὅλην τὴν πόλιν κηρύσσων ὅτα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.» Τὸ μὲν φυγεῖν τοὺς βόσκοντας, σωτηρίας ἀφορμὴ ἐγένετο τοῖς Γαδαρη νοῖς, ἀλλ' ἐκεῖνοι οὐ συνῆκαν. Δέον γὰρ θαυμάσαι τὴν δύναμιν τοῦ Σωτῆρος, καὶ πιστεῦσαι αὐτῷ· οἱ δὲ ἠρώτησαν, φησί, τὸν Ἰησοῦν, ἀντὶ τοῦ παρεκάλεσαν, ἀπελθεῖν ἀπ' αὐτῶν, ἐφοβήθησαν γὰρ μήπως καὶ ἄλλο τι ἐπιζήμιον πάθωσιν, ὥσπερ καὶ τοὺς χοίρους ἀπώλεσαν. Ὁ δὲ θεραπευθεὶς ἐκεῖνος, ἀναν τίῤῥητον τὴν ἀπόδειξιν τῆς θεραπείας εμφαίνει. Οὕτω γὰρ ὑγιάσθη τὰς φρένας, ὥστε ἐπιγνῶναί τε τὸν Ἰησοῦν, καὶ ἀξιοῦν αὐτὸν, ἵνα ᾖ σὺν αὐτῷ. Καὶ γὰρ, ὡς ἔοικεν, ἐφοβεῖτο μήπως μακρυνθεὶς ἀπὸ τοῦ Ἰησοῦ, πάλιν εὐεπιχείρητος ἔσται τοῖς δαίμοσιν. Ο δὲ Κύριος, δεικνύων αὐτῷ ὅτι κἂν μὴ συνῇ τῷ Ἰησοῦ, δύναται τῇ χάριτι αὐτοῦ σκεπόμενος ἀνώ τεμος εἶναι δαιμονικῆς ἐπηρείας, Υπόστρεψε, φησίν, εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα ἐποίησέ σοι ὁ Θεό;. Οὐκ εἶπεν, ὅσα σοι ἐποίησα ἐγὼς, τύπον ἡμῖν ταπεινοφροσύνης διδούς. Καὶ ἵνα πάντα πρὸς Θεὸν ἀνα φέρωμεν τὰ κατορθώματα. Ο δὲ οὕτως εὐγνώμων ἦν, ὥστε διηγεῖσθαι ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησούς Ὁ μὲν γὰρ Κύριος προσέταξεν αὐτῷ διηγείσθαι, ὅσα ἐποίησεν αὐτῷ ὁ Θεὸς, ὁ δὲ διηγεῖται, δια ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς. Δεῖ οὖν καὶ ἡμᾶς ὅταν τινὶ ποιήσωμεν ἀγαθὸν, μὴ θέλειν ἀνακηρύττεσθαι τοῦτο, ἐκεῖνον δὲ τὸν παθόντα τὸ ἀγαθὸν, κἂν ἡμεῖς μὴ θέλωμεν, ἀνακηρύττειν αὐτό. Εγένετο δὲ ἐν τῷ ὑποστρέψαι τὸν Ἰησοῦν, ἀπὸ εδέξατο αὐτὸν ὁ ὄχλος, ἦσαν γάρ πάντες προσδοκῶντες αὐτόν. Καὶ ἰδοὺ ἦλθεν ἀνὴρ, ᾧ ὄνομα Ιάειρος, καὶ αὐτὸς ἄρχων τῆς Συναγωγῆς ὑπῆρχε, καὶ πεσών παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, παρεκάλει αὐτὸν εἰσ ελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, ὅτι θυγάτηρ μονογενής ἦν αὐτῷ, ὡς ἐτῶν δώδεκα, καὶ αὕτη ἀπέθνησκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν, οἱ ὄχλοι συνέπνιγον αὐτόν. Καὶ γυνὴ οὖσα ἐν ῥύσει αίματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον, οὐκ ἴσχυσεν ὑπ' αὐδενὸς θεραπευθῆναι, προσελθοῦσα ὄπισθεν, ἥψατο του κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ φύσις τοῦ αἵματος αὐτῆς.» Υπέστρεψε μὲν ὁ Ἰησοῦς ἀπὸ τῆς τῶν Γαδαρηνῶν χώρας. Προσεδόκων δὲ αὐτὸν οἱ ὄχλοι, ἅμα μὲν διὰ τὴν διδασκαλίαν, ἅμα δὲ διὰ τὰ θαύματα. προσῆλθεν οὖν καί τις ἄρχων της Συναγωγῆς, οὐκ εὐτελῆς, οὐδ᾽ ἀπόβλητος, ἀλλὰ τῶν πρώτων. Προστίθησι δὲ καὶ τὸ ὄνομα τούτου ὁ εὐαγγελιστής, ἵνα γνωριμώτερον τὸ θαῦμα γένηται, ὡς ἔστιν ἀληθές. προσπίπτει δὲ οὗτος τῷ Ἰησοῦ, χρείας ἐνστάσης. Καίτοι ἔδει αὐτὸν καὶ μὴ ταύτης ἀναγκαζούσης, προσπεσεῖν, καὶ ἐπιγνῶναι αὐτὸν Θεὸν ὄντα, ὅμως καὶ Ολίψις ἔσθ' ὅτε ἐκβιάζεται τοὺς ἀνθρώπους πρὸς
col. 809–810page 64 of 222
PG 123:809τὴν τοῦ κρείττονος ἐπιλογήν. Ταύτῃ τοι καὶ ὁ Δαυῒ Εφη ἐν χημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαι, τῶν μὴ ἐγγιζόντων πρὸς σέ. Εν παρόδῳ δὲ πρόσο εἰσι γυνὴ πίστιν ἐπαγομένη μάλα πολλήν. προσελθοῦσα γάρ, ήψατο του κρασπέδου τοῦ ἱματίου αὐτοῦ, πιστεύουσα πάντως, ὅτι ἐὰν μόνον ἅψηται, σωθήσεται. Καὶ παραχρῆμα ἔστη ἡ φύσις τοῦ αἵματος. Ὥσπερ γὰρ εἰ προσαγάγοι τις ὀρθαλμὸν φωτὶ λάμ ποντι, ἢ πυρὶ φρύγανον, εὐθὺς ἐνεργοῦσιν, οὕτω προσαγαγοῦσα πίστιν τῷ δυναμένῳ θεραπεῦσαι, εὐθὺς τῆς θεραπείας ἔτυχεν. Οὐδὲν γὰρ ελογίσατο, οὐ τὸ πολυχρόνιον τῆς νόσου, οὐ. τὸ τοὺς Ιατρούς ἀστοχῆσαι, οὐκ ἄλλο οὐδέν. ᾿Αλλὰ μόνον ἐπίστευσε, καὶ σέσωσται. Καὶ ὡς ἔοικε, πρότερον ήψατο τοῦ Ἰησοῦ νοητῶς, εἶτα καὶ σωματικῶς. Ει Καὶ εἶπεν ὁ Ἰησοῦ; Τίς ὁ ἀψάμενός μου; 'Αρ νουμένων δὲ πάντων, εἶπεν ὁ Πέτρος καὶ οἱ μετ' αὐτοῦ· Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀπο θλίβουσι, καὶ λέγεις, Τίς ὁ ἁψάμενός μου; Ὁ δὲ Ἰησοῦς εἶπεν· Ηψατό μου τις. Ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ' ἐμοῦ. Ἰδούσα δὲ ἡ γυνή ὅτι οὐκ ἔλαβε, τρέμουσα ἦλθε, καὶ προσπεσοῦσα αὐτῷ, δι' ἣν αἰτίαν ήψατο αὐτοῦ, ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. Ὁ δὲ εἶπεν αὐτῇ· Θάρσει, θύγατερ, ή πίστις σου σέσωκέ σε, πορεύου εἰς εἰρήνην.» Ο Κύριος θέλων καὶ τῆς γυναικὸς τὴν πίστιν πᾶσιν ἐπιδείξασθαι, ἵνα μιμηταὶ ταύτης γένωνται, καὶ τῷ Ιαείρῳ ἐλπίδας ἀγαθὰς δοῦναι περὶ τῆς αὐτοῦ θυγατρός, φανεροί τὸ λαθραίως γενόμενον, καὶ ζητεῖ μὲν τὶς ὁ ἁψά μένος αὐτοῦ. Ὁ δὲ Πέτρος, ὥσπερ τολμηρός, μεμ φόμενος αὐτὸν ἕνεκεν τῆς ἐρωτήσεως, φησί. Τοσού τεί σε συμπνίγουσι, καὶ λέγεις Τίς ὁ ἁψάμενος μου; Οὐκ ἐνενύει δὲ τί ὁ Κύριος ἠρώτα. Ο μὲν γὰρ Ἰησοῦς ἐπυνθάνετο, Τίς ὁ ἁψάμενός μου μετὰ πί στεως, καὶ οὐχὶ ἁπλῶς οὕτως. Ωσπερ γὰρ ἔχει τις ὦτα τοῦ ἀκούειν, ἄλλος δὲ ὦτα ἔχει καὶ οὐκ ἀκούει, οὕτως ἄλλος μὲν ἄπτεται μετὰ πίστεως, ἄλλος δὲ ἐγγίζει μὲν, ἡ δὲ καρδία αὐτοῦ πόρρω ἀπέχει. Ἐρωτᾷ τοίνυν ὁ Κύριος, καί τοι εἰδὼς τὴν γυναῖκα, ἀλλ' ὅπερ ἔφην, ἵνα καὶ τὴν πίστιν αὐτῆς ὑποδείξῃ, καὶ τὴν ἀρχισυνάγωγον εὔελπιν ποιήσῃ· ἐρωτᾷ, καὶ θεατρίζει τὴν γυναῖκα. Εγνων γάρ, φησί, δύναμιν ἐξελθοῦσαν ἀπ' ἐμοῦ, εἰκότως. Οἱ μὲν γὰρ προφῆται οὐκ εἶχον δυνάμεις ἀπ' αὐτῶν ἐξερχομένας· χάριτι γὰρ Θεοῦ ἐθαυματούργουν. Ὁ δὲ Ἰησοῦς πηγὴ ὢν παντὸς ἀγαθοῦ καὶ πάσης δυνάμεως, ἔχει καὶ δυνά μεις ἀπ' αὐτοῦ ἐξερχομένας. Διπλῇ δὲ θεραπεύει τὴν γυναῖκα ὁ Κύριος, πρῶτον μὲν τὴν νόσον αὐτῆς Ιασάμενος, έπειτα δὲ καὶ τὸν τρόμον τῆς ψυχῆς και ταστείλας, διὰ τοῦ εἰπεῖν· Θάρσει, θύγατερ. Ετι αὐτοῦ λαλοῦντος, ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων αὐτῷ, ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου, μὴ σκύλλε τὸν διδάσκαλον. Ο δὲ Ἰησοῦς ἀκούσας, ἀπεκρίθη αὐτῷ, λέγων Μη φοβοῦ, μόνον πίστευε, καὶ σωθήσεται. Ελ (ὼν δὲ εἰς τὴν οἰκίαν, οὐκ ἀφῆκεν εἰσελθεῖν οὐ ξένα, εἰ μὴ Πέτρον, καὶ Ἰάκωβον, καὶ Ἰωάν νην, καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μη
col. 811–812page 65 of 222
PG 123:811τέρα. Εκλαιον δὲ πάντες, καὶ ἐκέπτοντο αὐτήν. δὲ εἶπε· Μὴ κλαίετε, οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. Αυτός δὲ ἐκβαλὼν ἔξω πάντας και κρατήσας της χειρός αὐτῆς, ἐφώνησε λέγων· 'Η παῖς, ἐγείρω. Καὶ ἐπι έστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρήμα, καὶ διέταξεν αὐτῇ δοθήναι φαγείν. Καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς. Ὁ δὲ παρήγγειλεν αὐτοῖς με, δεν εξα πεῖν τὸ γεγονός.» Ο Ἰησοῦς ἀκούσας, ὡς εἶπέ τις πρὸς τὸν ἀρχισυνάγωγον· Μὴ σκύλλε τὸν διδάσκα ου, τουτέστι, Μὴ εἰς κόπους ἐμβαλε, μὴ μετακίνει, οὐκ ἀνέμεινε τὸν ἀρχισυνάγωγον λαλῆσαι τι πρὸς αὐτὸν, ἀλλὰ προφθάσας, ἵνα μὴ εἴπῃ ὁ ἀρχισυνάγωγος· Οὐ χρείαν σου έχω, ήδη γέγονε τὸ κακόν, ἰδοὺ ἀπέθανεν ἣν προσεδοκῶμεν ὅτι θεραπεύσεις, ἵνα γοῦν μηδὲν τοιοῦτον εἴπῃ· ἄπιστος γὰρ ἦν καὶ Ἰουδαῖος· προφθάσας αὐτὸν ὁ Χριστός, φησί. Μη φοβοῦ, μόνον πίστευε, πρὸς τὴν αἱμέρνουν, φησίν, ἀποσκόπει· ἐκείνην μιμούμενος οὐκ ἀστοχήσεις. Μόνον δὲ Πέτρον, καὶ Ἰωάννην, καὶ Ἰάκωβον ἀφίτ σιν εἰσελθεῖν, ὡς προκρίτους τῶν μαθητῶν, καὶ ὡς δυναμένους σιωπῆσαι τὸ θαῦμα. Οὐ γὰρ ἤθελεν ἵνα πρὸ καιροῦ ἀποκαλυφθείη τοῖς πολλοῖς, διὰ τὸν φθόνον τάχα τῶν Ἰουδαίων, τὰ πλείω τῶν ἔργων αὐτοῦ συγκαλύπτων, ἵνα μὴ τῷ φθόνῳ διακαιόμενοι, κρίματος ἔνεχοι εἶεν. Ὥσπερ οὖν καὶ ἡμᾶς δεῖ ποιεῖν, ὅταν εἴη τις ἡμῖν φθονῶν, οὐκ ἐφείλομεν πρὸς αὐτὸν ἀπογυμνοῦν τὰ κατορθώματα ἡμῶν, ἵνα μὴ πλήττοντες αὐτὸν, ποιῶμεν πλέον φθονεῖν, καὶ εἰς ἁμάρτημα ἐμβάλλωμεν, ἀλλ' ὡς οἷόν τε σπουδάζειν ὡς ἂν λανθάνωσιν αὐτόν. Λέγοντος δὲ τοῦ Κυρίου ὅτι οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει, καὶ τὸν θάνατον ὕπνον καλοῦντο;, διότι ἔμελλε τὴν τε θνηκυίαν ἀναστῆσαι ὥσπερ ἐξ ὕπνου, κατεγέλων αὐτοῦ οἱ ἀκούοντες, ἵνα καὶ μᾶλλον τὸ θαῦμα εξη θαῦμα. Ἵνα γὰρ μὴ ἔχωσι λέγειν ὕστερον ὡς οὐκ ἀπέθανεν, ἀλλ᾽ ὕπνωττε, διὰ τοῦτο ᾠκονόμησε πρόσ τερον καταγελασθῆναι, ἐν τῷ λέγειν ὅτι οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει, ὡς ἂν ἐμφραγῶσι τὰ στόματ τῶν θελόντων συκοφαντεῖν. Τοσοῦτον γὰρ ἀπέθανεν, ὥστε καὶ κατεγέλων αὐτοῦ λέγοντος ὅτι οὐκ ἀπέθανεν. Εξέβαλε δὲ ἔξω πάντας, τάχα μὲν παιδεύων ἡμᾶς ἀφιλοδόξους εἶναι, καὶ μηδὲν πρὸς ἐπίδειξιν ποιεῖν. Τάχα δὲ καὶ διδάσκων, ὅτι ὅταν μέλλῃ τις θαυματουργεῖν, οὐκ ἐν μέσῳ πολλῶν δεῖ αὐτὸν εἶναι, ἀλλ᾿ ἰδιάζοντα καὶ ἀπερίσπαστον. Ἐπέστρεψεν οὖν τὸ πνεῦμα τῆς παιδός· οὐ γὰρ ἄλλην ψυχὴν εἰσήνε κεν, ἀλλ' ἐκείνην τὴν ἀπὸ τοῦ σώματος ἀποστάσαν, ταύτην ἐποίησε στραφῆναι ἐπ' αὐτό. Διετάξατο δὲ αὐτῇ δοθῆναι φαγεῖν, πρὸς πίστωσιν πλείονα καὶ βεβαίωσιν τοῦ ἀληθῶς αὐτὴν ἀναστῆναι. Έστι δὲ καὶ οὕτω ταῦτα νοήσαι· αἱμόριους ἐστὶ πᾶσα ψυχή βλύζουσα καὶ πηγάζουσα τὴν αἱματώδη ἁμαρτίαν και φονικήν. Πάσα γὰρ ἁμαρτία φανούς ἐστι καὶ σφαγεὺς τῆς ψυχῆς. Αὕτη οὖν ἡ ψυχὴ, ἀναμένη των ἱματίων τοῦ Ἰησοῦ, τουτέστι τῆς σαρκώσεως αὐτοῦ, καὶ πιστεύσασα ότι σεσάρκωται ὁ Υἱός τοῦ Θεού, ἁγιάζεται. Κἂν ἀρχισυνάγωγος δέ τις εἴη, τουτέσ
col. 813–814page 66 of 222
PG 123:813νούς πολλῶν ἐν τῷ συνάγειν τὰ ἀπὸ πλεονεξίας κρατῶν· νοσεῖ δὲ αὐτοῦ ἡ θυγάτηρ, ἡ διάνοια λέγω, μόνον προσκαλεσάσθω τὴν Ἰησοῦν καὶ πιστευσάτω, καὶ σωθήσεται. ΚΕΦΑΛ. Θ. Περὶ τῆς ἀποστολῆς τῶν δώδεκα. Περὶ Ἡρώδου ὅτι ἤκουσε περὶ Ἰησοῦ. Περὶ τῶν πέντε ἄρτων καὶ τῶν δύο ἰχθύων. Περὶ τῆς τοῦ Κυρίου ἐπι ερωτήσεως. Περὶ τῆς μεταμορφώσεως τοῦ Χρι στοῦ. Περὶ τοῦ σεληνιαζομένου. Περὶ τῶν δια λογιζομένων τίς μείζων. Περὶ τοῦ κωλυομένου δαιμόνια ἐλαύνειν ὑπὸ τῶν μαθητῶν. Περὶ τοῦ μὴ αἰτεῖν τιμωρίαν εἰς τοὺς μὴ δεξαμένους αὐτούς. Περὶ τοῦ μὴ ἐπιτρεπομένου ἀκολουθεῖν. Συγκαλεσάμενος δὲ τοὺς δώδεκα, ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια, καὶ νόσου; θεραπεύειν, καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας. Καὶ εἶπε πρὸς αὐτούς· Μηδὲν αἴρετε εἰς τὴν ὁδὸν, μήτε ράβδον, μήτε πήραν, μήτε ἄρτον, μήτε ἀργύ ριον, μήτε ἀνὰ δύο χιτῶνας ἔχειν, καὶ εἰς ἣν ἂν οι μίαν εἰσέλθητε, ἐκεῖ μένετε, καὶ ἐκεῖθεν ἐξέρχεσθε, καὶ ὅσοι ἂν μὴ δέξωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης, καὶ τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάξατε εἰς μαρτύριον ἐπ' αὐτούς. Ἐξερ χέμενοι δὲ, διήρχοντο κατά κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.» Καὶ ἐντεῦθεν δείκνυται ἡ ὑπεροχὴ τῆς θεότητος τοῦ Ἰησοῦ. Οὐ γὰρ μόνοναὐτὸς ἐθαυματούργει, ἀλλὰ καὶ τοῖς μαθηταῖς ταὐτὸ τοῦτο ἐδίδου, καί τοιγε οὐκ ἀνθρώπου, ἀλλὰ Θεοῦ πάντως ἐστὶ τὸ τοιαῦτα χαρίζεσθαι δῶρα τοῖς αὐτοῦ φίλοις. Δοὺς δὲ αὐτοῖς ἐξουσίαν κατὰ τῶν πονηρῶν πνευμάτων, οὐκ ἄχρι τούτου αὐτοὺς περιώρισεν, ἀλλὰ καὶ κηρύσσειν τὸ Εὐαγγέλιον προσέταξε. Δεῖ γὰρ τὸν διδασκαλίαν ἐγκεχειρισμένον καὶ κηρύσσειν καὶ θαυματουργεῖν. Τό τε γὰρ κήρυγμα διὰ τῶν θαυμά των βεβαιοῦται, τά τε θαύματα διὰ τοῦ κηρύγματος. Πολλοὶ γὰρ πολλάκις θαύματα ἐποίησαν ἀπὸ δαιμόνων, ἀλλ' οὐκ ἦν τὸ κήρυγμα αὐτῶν ὑγιές. Διὸ οὐδὲ τὰ θαύματα αὐτῶν ἐκ Θεοῦ· οὕτω δὲ ἀπερί τους αὐτ τοὺς ἀποστέλλει, ὥστε οὔτε ἄρτον βούλεται αὐτοὺς αἴρειν, οὔτ᾽ ἄλλο τι ὧν οἱ πολλοὶ ἐπαγόμεθα. παραγγέλλει δὲ αὐτοῖς καὶ τοῦτο, μὴ μεταπηδᾷν ἀπὸ τού του εἰς ἐκεῖνον, ἀλλ᾽ εἰς ἣν ἂν οἰκίαν εἰσέλθωσιν, ἐκεῖ μένειν, ἵνα μὴ δόξωσιν ἄστατοί τινες εἶναι καὶ εὐμετάβολοι. Αποτινάσσειν δὲ τὸν κονιορτόν φησιν, ἐὰν μὴ δέξωνταί τινες ὑμᾶς, εἰς μαρτύριον ἐπ' αὐτ τους, τουτέστιν, εἰς ἔλεγχον αὐτῶν καὶ κατάκρισιν, δεικνύντας αὐτοῖς ὅτι πολλὴν ὁδὸν δι' αὐτοὺς ἀνύσαν τις, οὐδὲν ἀπ' αὐτῶν κέρδος ἔσχον. Τινὲς δὲ τὸ μὴ βαστάζειν τοὺς ἀποστόλους, μήτε πήραν, μήτε ῥάβδον, μήτε ἀνὰ δύο χιτῶνας ἔχειν, οὕτω νοοῦσιν, ὅτι Μὴ θησαυρίζετε. Τούτου γὰρ σύμβολον ἡ πήρα, πολλὰ συνάγουσα· μήτε ῥάβδον βαστάζετε, τουτέστι, μὴ θυμώνεις καὶ πληκτικοὶ γένησθε, μήτε ἀνὰ δύο χιτῶνας ἔχετε, ἀντὶ τοῦ, ποικίλοι τινὲς κατὰ τὸ ἦθος καὶ διπλεῖ τὰς γνώμας τυγχάνετε. Ηκουσε δὲ Ἡρώδης ὁ τετράρχης τα γενόμενα ὑπ' αὐτοῦ πάντα, καὶ διηπόρει, διὰ τὸ λέγεσθαι ὑπό αι Εἰ

Chapter IXCaput IX

col. 815–816page 67 of 222
PG 123:815τινων ὅτι Ἰωάννης ἐγήγερτ: ἐκ νεκρῶν, ὑπό τινων δὲ, ὅτι Ηλίας ἐφάνη. 'Αλλα δὲ, ὅτι προφήτης εις τῶν ἀρχαίων ἀνέστη. Καὶ εἶπεν ὁ Ἡρώδης· Ιωάννιν ἐγὼ ἀπεκεφάλισα· τί; δέ ἐστιν εὗτος, περὶ οὗ ἐγὼ ἀκούω τοιαῦτα; Καὶ ἐζήτει ἰδεῖν αὐτόν.» Οὗτος ὁ Πρώδης ὁ μικρὸς ἦν, ὁ υἱὸς τοῦ μεγάλου Ηρώδου τοῦ τὰ βρέφη ἀποκτείναντος. Ἐκεῖνος μὲν γὰρ β σιλεὺς ἦν, οὗτος δὲ τετράρχης· διηπόρει δὲ περὶ Ἰησοῦ, τίς ἂν εἴη. Ἰωάννην μὲν γάρ, φησίν, ἐγὼ ἀποκεφάλισα, καὶ εἴπερ ὁ Ἰωάννης ἐστὶν ἐγερθεὶς ἐκ νεκρῶν, πάντως ἰδὼν αὐτόν γνωρίσω. Εζήτει γὰρ ἰδεῖν αὐτόν. Ορα δὲ ὅτι οἱ ᾿Εβραῖοι ἐδόξαζον ἀνάστασιν νεκρῶν ἐν ζωῇ σαρκικῇ, καὶ ἐν βρώμασι και τόμασι, κακῶς δοξάζοντες. Η γὰρ ἀνάστασις οὐκ ἐν βιώσει καὶ πίσει, η ζωή σαρκικῇ, ἀλλ' ὡς ἄγγε λοι θεοῦ, οὕτω διάγουσιν. Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι, διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. Καὶ παραλαβὼν αὐτούς, ὑπεχώρησε κατ' ἰδίαν εἰς τόπον ἔρημον πόλεως καλουμένης Βηθσαϊδά. Οἱ δὲ ὄχλοι γνόντες, ἠκολούθησαν αὐτῷ. Καὶ δεξάμενος αὐτοὺς, ἐλάλει αὐτοῖς περὶ τῆς βασι λείας τοῦ Θεοῦ· καὶ τοὺς χρείαν ἔχοντας θεραπεία; Ιᾶτο. Ἡ δὲ ἡμέρα ήρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα, εἶπον αὐτῷ· Ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κύκλῳ κώμας καὶ τοὺς ἀγρούς, καταλύσωσι, καὶ εύρωσιν επισιτισμόν, ότι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν. Εἶπε δὲ πρὸς αὐτούς· Δίτε αὐτοῖς ὑμεῖς φαγεῖν. Οἱ δὲ εἶπον· Οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ πέντε ἄρτοι καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς, ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώ ματα. Ησαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. Είπε δὲ πρὸς τοὺς μαθητάς αὐτοῦ· Κατακλίνατε αὐτοὺς κλισίας ἀνὰ πεντήκοντα. Καὶ ἐποίησαν οὕτω, καὶ ἀνέκλιναν ἅπαντας. Λαβὼν δὲ τοὺς πέντε ἄρτους κα τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν, εὐλ γησεν αὐτοὺς, καὶ κατέκλασε, καὶ ἐδίδου τοῖς μαθη ταῖς παρατιθέναι τῷ ὄχλῳ, καὶ ἔφαγον, καὶ Ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς, κλασμάτων κύρινοι δώδεκα.» Εἰς ἔρημον τύπον ἄπεισιν ὁ Ἰησοῦς, ἐπειδὴ τὸ τῶν ἄρτων θαῦμα τε λέσαι ἔμελλεν, ἵνα μὴ ἔχοι τις λέγειν, ὅτι ἐγγὺς οὔ σης πόλεως, ἐκεῖθεν ἄρτοι ἡνέχθησαν. Δεξάμενος οὖν τοὺς ὄχλους, ἐδίδασκέ τε καὶ ἐθεράπευεν, ἵνα σὺ μάτ ύῃς, ὅτι ἡ καθ' ἡμᾶς φιλοσοφία λόγῳ καὶ πράξει μερίζεται, καὶ οὔτε δεί λέγειν ἄπρακτα, οὔτε πράτω τειν άλογα. Κλινούσης δὲ τῆς ἡμέρας, οἱ μαθηταί φιλανθρωπότερον ἤδη ἀρξάμενοι ἔχειν καὶ ποιμαντι κώτερον, κατελεοῦσι τοὺς ὄχλους, καί φασιν· Από λυπων αὐτοὺς, τουτέστι, θεράπευσον τὰς ἀσθενείας αὐτῶν τάχιον. Πλήρωσον τὰς αἰτήσεις αὐτῶν. Ο Κύριος πρὸς τοὺς μαθητὰς λέγων· Δότε αὐτοῖς ὑμεῖς φαγεῖν, οὐχ ὡς ἀγνοῶν τὴν ἀπορίαν φησίν, αλλά βουλόμενος παρακινῆσαι αὐτοὺς, ἵνα εἴπωτι, πόσους ἄρτους ἔχουσι, καὶ οὕτω δειχθῇ τὸ θαῦμα μέγα, ἐκ τῆς ὁμολογίας ἐκείνων, δειχθείσης τῆς ποσότητος τῶν ἄρτων. Τὸ δὲ, Κατακλίνατε αὐτοὺς κλισίας ἀνὰ πεντ τήκοντα, δείκνυσιν ὅτι δεῖ ἡμᾶς, ὅταν τινὰ ξενοδοχε μεν, καὶ κατακλίνειν αὐτὸν, καὶ πάσης ἐπιμελείας ἐξ οὖν. ᾿Αναβλέπει δὲ εἰς τὸν οὐρανὸν, δεικνύων ήμα
col. 817–818page 68 of 222
PG 123:817CΑΡ. ΙΧ. Όταν μέλλωμεν φαγεῖν, εὐχαριστίας τῷ Θεῷ ἀναπές πειν. Δίδωσ: δὲ τοῖς μαθηταῖς, εἶθ' οὕτως ἐκεῖνοι τοῖς ὄχλοις, ἵνα μὴ ἐπιλάβωνται τοῦ θαύματος, ἀλλ' ἀναμιμνήσκωνται τούτου, ἐνθυμούμενο: ὅτι τοὺς ἄρτους εἰς τὰς χεῖρας αὐτῶν ἔλαβον. Τὸ δὲ περίττευμα ἦσαν κόφινοι δώδεκα, ἵνα μάθωμεν πόσον ἡ φιλοξενία δύναται, καὶ πῶς πληθύνονται τὰ ἡμέτερα, ὅταν παρέχωνται τοῖς δεομένοις. Εἴρηται δὲ περὶ τούτων πλατύτερον ἐν τῷ κατὰ Ματθαῖον. Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόντο καταμόνας, συνῆσαν αὐτῷ οἱ μαθηταί. Καὶ ἐπηρώτησεν αὐτούς, λέγων· Τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι; (:ἱ δὲ ἀποκριθέντες εἶπον· Ἰωάννην τὸν Βαπτιστήν άλλοι δὲ Ηλίαν, ἄλλοι δ' ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. Εἶπε δὲ αὐτοῖς· Ὑμεῖς δὲ, τίνα με λέγετε είναι; Αποκριθεὶς δὲ ὁ Πέτρος εἶπε· Τον Χρι στὸν τοῦ Θεοῦ. Ὁ δὲ ἐπιτιμήσας αὐτοῖς, παρήγο γειλε μηδενὶ εἰπεῖν τοῦτο, εἰπὼν, ὅτι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων, καὶ ἀρχιερέων; καὶ γραμματίων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερ Αῆναι, ο Ερωτῶν τοὺς μαθητὰς ὁ Κύριος, οὐκ εὐ θέως ἐρωτᾷ τί λέγουσιν αὐτοῖ, ἀλλὰ πρότερον την τοῦ λαοῦ γνώμην, εἶθ' οὕτω τὴν αὐτῶν ἐκείνων. Τοῦτο δὲ ποιεῖ, ὡς ἂν ἀδόκιμον ἀποδείξας τὴν τῶν πολλῶν περὶ αὐτοῦ φήμην, μεταστήσῃ τοὺς μαθητάς εἰς τὴν ἀληθὴ ὑπόληψιν. Ο δὴ καὶ πέπρακται. Είν τόντων γὰρ τῶν μαθητῶν, ὅτι οἱ μὲν Ιωάννην, οἱ δὲ "λίαν σε λέγουσιν, αὐτὸς ἐρωτᾷ· Ὑμεῖς δὲ, τουτω ἐστιν, Υμεῖς οἱ διαφέροντες πάντων, οἱ ἐξειλεγμένοι, οἱ ἐξαίρετοι, τίνα με λέγετε; Ὁ δὲ Πέτρος προπηδα ι ν λοιπῶν, καὶ στόμα πάντων γενόμενος, ὁμολογεῖ αὐτὸν εἶναι τὸν πάλαι κηρυττόμενον Χριστὸν τοῦ Θεοῦ. Οὐ γὰρ εἶπε, Χριστὸν τοῦ Θεοῦ, ἀλλὰ τὴν Χρι στὸν τοῦ Θεοῦ μετὰ τοῦ ἄρθρου, ἵνα δηλώσῃ ὅτι αὐ τός ἐστιν ὁ κυρίως Χριστὸς τοῦ Θεοῦ. Πολλοὶ μὲν γὰρ ἐχρίσθησαν, ἀλλ' ὁ Χριστὸς τοῦ Θεοῦ εἷς καὶ μόνος ἐστίν. Έλεγε δὲ πρὸς τάντας· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ' ἡμέραν, καὶ ἀκολουθείτω μοι. Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὑτοῦ σῶσαι, ἀπολέσει αὐτὴν, ὅ; δ' ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αύα τήν. Τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλων, ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς; Ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ Υἱ; τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ Πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων. Λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἱ οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὴν βασι λείαν τοῦ Θεοῦ. Ἐπειδὴ περὶ ἑαυτοῦ εἶπεν, ὅτι Δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου πολλά παθεῖν, ἐπιφέρει καὶ κοινόν τι καὶ καθολικών, ὅτι οὐ μόνος ἐγὼ θάνατον ὑποστήσομαι, ἀλλὰ γὰρ καὶ πάντες οι βουλόμενοι ἀκολουθεῖν ἐμοὶ, ἐφείλουσιν ἑαυτοὺς ἀπαρνεῖσθαι, μηδεμίαν κοινωνίαν ἔχοντες πρὸς τὴν σάρκα, ἀλλὰ καταφρονοῦντες ἑαυτῶν. Σταυρὸν δὲ ἐνταῦθα λέγει τὸν θάνατον τὸν ἐπονείδιστον· ἕτερος γὰρ θάνατο; ἦν ούτως άδοξος ὡς ὁ διὰ σταυρού. Δείκνυσιν οὖν
col. 819–820page 69 of 222
PG 123:819ὅτι εἴ τις θέλει μαθητὴς αὐτοῦ εἶναι, ἀποθνήσκειν του ὀφείλει οὐκ ἔνδοξον θάνατον, ἀλλ᾽ ἐπονείδιστον, ὡς κατάκριτος φονευόμενος. Ἐπεὶ δὲ πολλοὶ φονεύονται μὲν ἐπονειδίστως, ἀλλ' ὡς λῃσταὶ καὶ κακοποιοί, διὰ τοῦτο προσέθηκε τὸ, Καὶ ἀκολουθείτω μοι, τουτέστι, πᾶσαν ἀρετὴν μετερχέσθω. "Ος γὰρ ἂν θέλῃ τὴν ψ χὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν, τουτέστιν, ὃς ἂν θέλῃ ζῆσαι κατὰ κόσμον, οὗτος ἀποθανεῖται κατὰ ψυχήν. Επαισχύνεται δὲ τὸν Χριστὸν, ὁ λέγων, ὅτι, Πῶς πιστεύσω ἐσταυρωμένῳ Θεῷ καὶ ἐμπαιχθέντι; ἀλλὰ καὶ τοὺς αὐτοῦ λόγους ἐπαισχύνεται, ὁ τὴν τοῦ Εὐαγγελίου Ιδιωτείαν διασύρων. Τοιοῦτον οὖν ἐπει σχυνθήσεται ὁ Κύριος ἐν τῇ δόξῃ αὐτοῦ, τουτέστι, τῇ δευτέρα παρουσίᾳ. Ο δὲ λέγει τοιοῦτόν ἐστιν ὥσπερ ἐάν τις οικοδεσπότης ἔχῃ δοῦλον πονηρόν, αἰσχύνεται ὀνομάσαι τοῦτον δοῦλον οἰκεῖον, οὕτω καὶ ἐγώ, φησίν, αἰσχυνθήσομαι ὀνομάσαι δοῦλον ἐμὸν, τὸν άρνησάμενον με. Ἐπεὶ δὲ εἶπεν ἄνω, ὅτι ὓς ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ, σώσει αὐτὴν, θέλων δεῖξαι, ποίων ἀγαθῶν καταξιοῦνται οἱ τοιοῦτοι, φησίν· Εἰσί τινες τῶν ὧδε, οἳ οὐ μὴ ἀποθάνωσιν ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ, τουτέστι, τὴν δόξαν ἐν ᾗ μέλο λουσιν ἔπεσθαι οἱ δίκαιοι. Τοῦτο δὲ εἶπε περὶ τῆς μεταμορφώσεως. Ἡ γὰρ μεταμόρφωσις τύπος ἦν τῆς μελλούσης ἄνω δόξης, καὶ ὥσπερ ἐν ταύτῃ ήστρα. ψεν ὁ Ἰησοῦς παραδόξως, οὕτως ἀναλόγως τότε οἱ δίκαιοι λάμψουσιν. Εἰσὶν οὖν, φησί, τινές, Ἰωάννης, Πέτρος καὶ Ἰάκωβος, οἳ οὐ μὴ φθάσωσιν ἀποθανεῖν, ἕως ἂν ἴδωσιν ἐν ποίᾳ δόξῃ ἔσονται οἱ ἐμὲ ὁμολογοῦντες. ίδωσι δὲ τοῦτο ἐν τῷ καιρῷ τῆς μεταμορφώσεως. Εγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέ ραι ὀκτῶ, καὶ παραλαβών Πέτρον, καὶ Ἰωάννην, καὶ Ἰάκωβον, ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι. Καὶ ἐγένετο, ἐν τῷ προσεύχεσθαι αὐτὸν, τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον, καὶ ὁ ἱματισμὸς αὐτοῦ λευ κὸς ἐξαστράπτων. Καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωσῆς καὶ Ηλίας, οἱ ὀφθέντες ἐν δόξῃ, ἔλεγον τὴν ἔξοδον αὐτοῦ, ἦν ἔμελλε πλη ροῦν ἐν Ἱερουσαλήμ. 'Ο δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ, ἦσαν βεβαρημένοι ὕπνῳ. Διαγρηγορήσαντες δὲ, εἶ δον τὴν δόξαν αὐτοῦ. Καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστώτας αὐτῷ· καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ' αὐτοῦ, εἶπεν ὁ Πέτρος πρὸς τὸν Ἰησοῦν Επιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσ σωμεν σκηνὰς τρεῖς, μίαν σοὶ, καὶ μίαν Μωτεῖ, καὶ μίαν Ηλία, μὴ εἰδὼς ὁ λέγει. Ταῦτα δὲ αὐτοῦ λέ γοντος, ἐγέ στο νεφέλη καὶ ἐπεσκίασεν αὐτούς. Εφο βήθησαν δὲ ἐν τῷ ἐκείνους εἰσελθεῖν εἰς τὴν νετέ λην, καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης, λέγοντα Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, αὐτοῦ ἀκούετε. Καὶ ἐν τῷ γενέσθαι τὴν φωνήν, εὑρέθη ὁ Ἰησοῦς μόνος, καὶ αὐτοὶ ἐσίγησαν, καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑωράκασιν.» Ὁ μὲν Ματθαῖος ἐξ ἡμέρας φησὶ διελθεῖν μετά τους λόγους τούτους, καὶ τότε τὸν Ἰησοῦν ἀνελθεῖν εἰς τὸ ὄρος Λουκᾶς δὲ ὀκτώ φησι διελθεῖν, τὰς μετα Σε μένας ἡμέρα: λέγει· Λουκάς δέ, οὐ τάς μεταξύ γίνας, αλλά και τὴν ἡμέραν καθ' ήν ελέχθησαν
col. 821–822page 70 of 222
PG 123:821λόγοι οὗτος, κακείνην καθ᾿ ἣν ἡ μεταμόρφωσις γέ γονε. Παρέλαβε δὲ τοὺς τρεῖς μόνους, τὸν μὲν Πέ τρον ὡς ἀγαπῶντα, τὸν δὲ Ἰωάννην ὡς ἀγαπαμε νον, καὶ τὸν Ἰάκωβον δὲ, ὡς καὶ αὐτὸν θερμὸν ὄντα τὸν ὑπὲρ αὐτοῦ ζῆλον, ἢ καὶ ὡς δυναμένους κρύψαι τὸ πράγμα, καὶ κατασχεῖν, καὶ μηδενὶ ἀπαγγείλαι. ᾿Αναβαίνει δὲ εἰς ὄρος, ὥστε προσεύξασθαι. Δεῖ γὰρ ἰδιάζοντας ἡμᾶς καὶ ἀναβαίνοντας, καὶ μηδενὶ τῶν γηίνων ἐγκύπτοντας, προσεύχεσθαι. Εγένετο δὲ τὸ εἶ δες αὐτοῦ ἕτερον, οὐχ ὡς μεταστάντος αὐτοῦ εἰς ἄλλην φύσιν. Ἔμεινε γὰρ οἷος ἦν· ἀλλὰ τὸ σχῆμα τοῦ προσ ώπου αὐτοῦ ἐφάνη λαμπρότερον ή πρότερον. Ωσπερ οὖν καὶ ἐπὶ τῶν ἱματίων αὐτοῦ γέγονε. Τούτων γὰρ τὸ εἶδος μόνον ἐξήστραψεν, οὐχὶ τῆς οὐσίας τῶν ἱμα τίων μεταμειφθείσης, ἀλλὰ τῆς ἐπιφανείας. Μωϋσῆς δὲ καὶ Ηλίας συνειστήκεισαν αὐτῷ προσευχομένῳ, ἵνα δειχθῇ ὅτι οὐκ ἔστιν ἐναντίος τοῖς προφήταις καὶ τῷ νόμῳ. Εἰ γὰρ ἦν, οὐκ ἂν ὁ τὸν νόμον δούς Μωϋσῆς, καὶ ὁ τῶν προφητῶν θερμότατος Ἠλίας, ἡνέσχοντο δορυφορεῖν αὐτὸν, καὶ αὐτῷ συνίστασθαι. Ελεγον δὲ τὴν ἔξοδον ἦν ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ, τουτέστι τὸν θάνατον. Ὁ δὲ Πέτρος ὕπνῳ ἐβαρεῖτο, τῇ προσευχῇ σχολάζοντος τοῦ Χριστοῦ. Ασθενής γὰρ ἦν, καὶ τὸ ἀνθρώπινον ἐπλήρου, ὕπνῳ δου λεύων. Διαγρηγορήσας δὲ, θεωρεῖ τὴν δόξαν, καὶ τους δύο άνδρας· ὥσπερ δὲ ἀποδεχόμενος τὴν ἐκεῖσε διατριβήν, διά τε τὸ φῶς καὶ διὰ τὸ θεωρεῖν τοὺς προφήτας, φησί Καλόν ἐστιν ἡμᾶς ὧδε είναι. Εγή μιζε γὰρ ὅτι τότε ἦν ἡ συντέλεια, καὶ ἡ βασιλεία τοῦ Ἰησοῦ· μὴ εἰδὼς ὁ λέγει. Οὔπω γὰρ ἦν τὸ πέρας, ( οὐδὲ τῆς βασιλείας ἡ ἡμέρα ἐνειστήκει, οὐδὲ τῆς τῶν ἀγαθῶν ἀπολαύσεως ὧν μεθέξουσιν οἱ ἅγιοι. Αμα δὲ καὶ φοβούμενος τὸ σταυρωθῆναι τὸν Χρισ στην, ταῦτά φησιν. Ἐπεὶ γὰρ ἤκουσεν αὐτοῦ, ὅτι δεῖ αὐτὸν ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀνα στῆναι, φησὶ ταῦτα, μονονουχί λέγων· Μὴ κατέλη θωμεν ἐκ τοῦ ὄρους, ἐνταῦθα καταμείνωμεν, ἵνα τὸν σταυρὸν διαδράσωμεν καὶ τὸ πάθος. Ἔχομεν Μίαν βοηθὸν, εἰ ἐπέλθωσιν ἡμῖν οἱ Ἰουδαῖοι, τὸ πῦρ κατενεγκόντα, καὶ τοὺς πεντηκοντάρχους ἀπο λέσαντα. Εχομεν Μωϋσῆν τὸν τόσα καὶ τόσα ἔθνη ἀφανίσαντα· ταῦτα δὲ ἔλεγε μὴ εἰδὼς ὁ λέγει. Αὐτὸς μὲν γὰρ ἐνόμιζεν ὅτι παγχάλεπόν τι καὶ κακόν ἐστιν ὁ σταυρὸς, καὶ διὰ τοῦτο ἀποδιδράσκων αὐτὸν, ταῦτ τα έλεγεν. Ο δε Κύριος ἐδίψα σταυρωθῆναι, ἐπεὶ εὐκ ἐνὴν ἄλλως τοὺς ἀνθρώπους σωθῆναι. Τοῦ τε Πέτρου, «Ποιήμεν σκηνὰς τρεῖς, ο λέγοντος, ὁ Κύριος σκηνὴν ἀχειροποίητεν ἐξαίφνης ποιεῖ, καὶ ἐν ταύτῃ εἰσέρχεται μετά γε τῶν προφητῶν, ἵνα ἐπιχθῇ ὅτι οὐδὲν ἐλαττοῦται τοῦ Πατρός. "Ωσπερ γὰρ ἐν τῇ παλαιᾷ ἡ νεφέλη ελέγετο ἔχειν τὸν Κύριον, καὶ Μωϋσῆς εἰσήρχετο ἐν αὐτῇ, καὶ οὕτω τὸν νόμου εδέχετο, οὕτω καὶ νῦν ἡ νεφέλη τὸν Χριστὸν ἐδέξα το, καὶ νεφέλη οὐ γνοφώδης· παρῆλθε γὰρ ἡ σκιά τοῦ νόμου, καὶ τὸ σκοτεινὸν τῆς ἀσαφείας· ἀλλὰ νεο φέλη φωτεινή. "Ηλθε γὰρ ἡ ἀλήθεια καὶ ἔλαμψεν ἡ τοῦ Κυρίου χάρις, καὶ οὐδὲν σκοτεινὴν νῦν. Εγέ
col. 823–824page 71 of 222
PG 123:823νετο δὲ καὶ φωνὴ ἐκ τῆς νεφέλης, ὥσπερ καὶ τὸ παλαιὸν φωνὴ τοῦ Θεοῦ ἡκούετο ἐκ τῆς νεφέλης. Εὑρέθη δὲ Ἰησοῦς μόνος, ἵνα μή τις νομίσῃ ὅτι τὸν Οὗτός ἐστιν ὁ Υἱός μου, περὶ Μωϋσέως ἢ Ηλίου ἐλέχθη. Τάχα μέντοι καὶ τοῦτο σημαίνει, ότι μέχρι μέν τινος καιροῦ ἐφαίνοντο ὁ νόμος καὶ οἱ προφῆται, ὥσπερ καὶ ἐνταῦθα Μωσῆς καὶ Ἠλίας, εἶτα μόνος Ἰησοῦς, ἐκείνων παρελθόντων· τὸ γὰρ Εὐαγγέλιον νῦν κρατεῖ, τῶν νομικών παρελθόντων. Ἐσίγησαν δὲ καὶ οὐδὲν ἀπήγγειλαν οἱ ἀπόστολοι, ὧν έωράκασι. Πρὸ γὰρ τοῦ σταυροῦ οὐκ ἔδει λέγεσθαι τι θεοπρεπὲς περὶ Ἰησοῦ. Οἱ γὰρ ἀκούσαντες ταῦτα, εἶτα ὁρῶντες αὐτὸν σταυρούμενον, ποίαν δόξαν ἔσχον ἂν περὶ αὐτοῦ; "Αρ' οὐχὶ πλάνον αὐτὸν καὶ φαντασιοσκόπον αὐτὸν ἐνόμισαν; Διὰ τοῦτο τοίνυν οὐδὲν ἔρ γον παράδοξον καὶ θεοπρεπὲς πρὸ τοῦ σταυροῦ κηρύττουσιν οἱ ἀπόστολοι. Περὶ δὲ ταύτης τῆς περικοπής εἴρηται ἡμῖν ἐν τῷ κατὰ Ματθαῖον πολλὰ καὶ χαρίεντα. Εγένετο δὲ ἐν τῇ ἑξῆς ἡμέρᾳ, κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους, συνήντησεν αὐτῷ ὄχλος πολύς. Καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἀνεβόησε λέγων Διδάσκαλε, δέομαί σου, επίβλεψον ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής ἐστί μοι, καὶ ἰδοὺ πνεῦμα, λαμβάνει αὐτὸν, καὶ ἐξαίφνης κράζει, καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ, καὶ μόγις ἀποχωρεῖ ἀπ' αὐτοῦ, συντρίβον αὐτὸν καὶ ἐδεήθην τῶν μαθητῶν σου, ἵνα ἐκβάλλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν. ᾿Αποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ο γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς, ἕως πότε ανέξομαι ὑμῶν; Προσάγαγε τὸν υἱόν σου ὧδε. Ἔτι δὲ προσ ερχομένου αὐτοῦ, ἔῤῥηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν. Ἐπετίμησε δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα, καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ.» Σφόδρα ἄπιστος ἦν ὁ ἀνὴρ οὗτος· διὰ τοῦτο γάρ τοι οὐδὲ τὸ δαιμόνιον ἐξήρχετο ἀπὸ τοῦ παιδὸς αὐτοῦ, νικώσης τῆς ἀπιστίας τὴν τῶν ἀποστόλων δύναμιν. ᾿Αλλὰ δὴ καντεῦθεν δεί κνυται ἡ ἀπιστία αὐτοῦ καὶ αὐθάδεια, ἐκ τοῦ ἐν ώπιον πάντων προσελθόντα κατηγορεῖν τῶν μαθη τῶν· ὁ γοῦν Κύριος, δεικνύων ὅτι παρὰ τὴν ἀπε στίαν αὐτοῦ ἐστι τὸ μὴ ἰαθῆναι τὸν παῖδα, ἐνώπιον πάντων ὀνειδίζει αὐτῷ, καὶ οὐ μόνῳ αὐτῷ, ἀλλὰ καὶ τοῖς ἄλλοις πᾶσι κοινῶς. Ἐν γὰρ τῷ εἰπεῖν, γενεὰ ἄπιστος, σύμπαντας περιλαμβάνει τοὺς Ἰου δαίους. Τὸ δὲ, διεστραμμένη, ἐμφαίνει ὅτι οὐκ ἐξ ἀρχῆς, οὐδὲ ἐκ φύσεως ή πονηρία. ᾿Αλλὰ φύσει μὲν ἦσαν ὀρθοί· σπέρμα γὰρ ἅγιον ἦν τὸ τοῦ ᾿Αβραὰμ καὶ Ἰσαάκ· διεστράφησαν δὲ ὑπὸ κακίας. Τὸ δὲ, Εως πότε ἔσομα: πρὸς ὑμᾶς, ἕως πότε ἀνέξομαι ὑμῶν; τοῦτο δηλοῖ, ὅτι ἀσπαστὸν ἔχει τὸν θάνατον, καὶ βούλεται αὐτῶν τάχιον ἀπαλλαγῆναι. Εως γὰρ πό τε, φησὶν, ἀνέξομαι τῆς ἀπιστίας ὑμῶν; Δεικνύων οὖν ὅτι ἔχει δύναμιν νικῶσαν τὴν ἀπιστίαν τῶν Ἰουδαίων, φησί· Προσάγαγε τὸν υἱόν σου ὧδε. Κα! ἁγιάσας αὐτόν, ἀπέδωκε τῷ πατρὶ αὐτοῦ. Πρότερου γὰρ ὁ δαιμονῶν οὐκ ἦν τοῦ πατρὸς αὐτοῦ, ἀλλὰ τοῦ κατέχοντος αὐτὸν πονηροῦ πνεύματος. Τότε δὲ ὁ Κύριος ἀπέδωκεν αὐτὸν τῷ ἀπολέσαντι αὐτὸν, εἶτα εὐρόντι πατρί. Εξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ Θεοῦ. Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἶ; ἐποίησεν ὁ Ἰησοῦς, εἶπε πρὸς τοὺς μαθητὰς αὐτοῦ
col. 825–826page 72 of 222
PG 123:825Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους. Γαιιι Ο γὰρ Υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδεσθαι εἰς χεῖρας ἀνθρώπων. Οἱ δὲ ἡγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπ' αὐτῶν, ἵνα μὴ αἰ σθωνται αὐτό. Καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.» Οἱ μὲν ἄλλοι πάντες ἐθαύ μαζον ἐπὶ πᾶσιν οἷς ἐποίει ὁ Ἰησοῦς, οὐκ ἐπὶ τῷ ἑνὶ τούτῳ θαύματι. Ο δὲ ἀφεὶς τοὺς ἄλλους, πρὸς τοὺς μαθητὰς διαλέγεται, καί φησι· Θέστε ὑμεῖς ταῦτα πάντα, τά τε θαύματα καὶ τοὺς ἐπὶ τοῖς θαύ μασι λόγους, εἰς τὰ ὦτα ὑμῶν. Διὰ τί; Διότι μέλλω παραδοθῆναι καὶ σταυρωθῆναι, ἵν᾿ ὅταν σταυρωθέν τα με ίδητα, μὴ νομίσητε ὅτι ἀπὸ ἀδυναμίας τοῦτο πέπονθα. Ο γὰρ τοιαῦτα θαυματουργῶν, ἡδύνατο ἂν μηδὲ σταυρωθῆναι. Οἱ δὲ, ἡγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπ' αὐτῶν. Διὰ τί δὲ τοῦτο ἐγένετο; ἵνα μὴ πρὸ καιροῦ λυπῶνται, καὶ ἡ τῷ φόβῳ ἐκταράττωνται. Συγκαταβαίνων οὖν ὁ θεὸς τῇ ἀσθενείᾳ αὐτῶν, καὶ οἷον παιδία τινὰ διακυβερνῶν αὐτοὺς, οὐ συνεχώρει νοῆσαι αὐτοὺς τὸ περὶ τοῦ σταυροῦ λεγόμενον. Ορα δὲ καὶ τὴν ἐκείνων εὐλάβειαν, πῶς εὐλαβοῦντο ἐρωτῆσαι, μᾶλλον δὲ ἐφοβοῦντο. Ο γὰρ φόβος επίτασις ἐστιν εὐλαβείας, ὥσπερ καὶ ἡ εὐλάβεια συνεσταλμένος φόβος. Εἰσῆλθε δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ, τις ἂν εἴη μείζων αὐτῶν. 'Ο δὲ Ἰησοῦς, ἰδὼν τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν, ἐπιλαβόμενος παιδίου, έστησεν αὐτὸ παρ' ἑαυτῷ, καὶ εἶπεν αὐτοῖς· ὓς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τὴ ὀνόματι μου, ἐμὲ δέχεται καὶ ὅς ἐὰν ἐμὲ δέξηται, δέχεται τὸν ἀποστείλαντά με. Ο γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτος ἔσται μέγας. Αποκριθεὶς δὲ ὁ Ιωάννης εἶπεν Επιστάτα, εἴδομέν τινα ἐπὶ τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύσαμεν αὐτὸν, ὅτι οὐκ ἀκο λουθεί μεθ' ἡμῶν. Καὶ εἶπε πρὸς αὐτὸν ὁ Ἰησοῦς Μὴ κωλύετε. Ο; γὰρ οὐκ ἔστι καθ᾿ ἡμῶν, ὑπὲρ ἡμῶν ἐστιν.» Πάθος διακένου δόξης ὑπέδραμε τους ἀποστόλους. Ἐπεὶ δοκεῖ ἐκ τοῦ τὸν δαιμονιζόμενον μὴ θεραπευθῆναι ἐπεγερθέντος αὐτοῖς τοῦ πάθους. Εἰκὸς γὰρ ἦν αὐτοὺς διαφιλονεικῆσαι περὶ τούτου, λέγοντα ἕκαστον, ὅτι οὐ διὰ τὴν ἐμὴν ἀδυναμίαν, ἀλλὰ διὰ τὴν τοῦ δεῖνος οὐκ ἐθεραπεύθη ὁ παῖς, καντεῦθεν ἀναφθῆναι τὴν περὶ τοῦ, τίς ἂν εἴη μεί ζων, ἔριν. ᾿Αλλ' ὁ Κύριος, εἰδὼς τὰς καρδίας ἐκά στου, φθάνει, καὶ πρὶν ἢ αὐξηθείη τὸ πάθος τοῦτο, σπουδάζει πρόῤῥιζον ἐκτεμεῖν. Αρχόμενα μὲν γὰρ τὰ πάθη νικῶνται ῥᾳδίως, αύξηθέντα δὲ δυσαπόβλητά γίνεται. Πῶς οὖν ἐκτέμνει τὸ κακόν; Επιλα βήμενος, φησί, παιδίου, δείκνυσι τοῦτο τοῖς μαθη ταῖ, δηλῶν αὐτοῖς διὰ τούτου, ὅτι τοιαύτην γνώ μην δεῖ ἡμᾶς ἐν ἑαυτοῖς κατασκευάζειν, οἵαν τους παιδίοις ή ηλικία δέδωκε. Ταῦτα γὰρ ἀπειρύκακά τέ εἰσι καὶ ἀπλούστατα, μήτε φιλοδοξίας λογισμοῖς ἐνχλούμενα, μήτε φιλοπρωτίας. Ος οὖν, φησί, δέ ξεται τοιοῦτον παιδίον ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχε τα:. Ο δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὑμεῖς μὲν νομί ζετε, ὅτι ἐὰν σοβαροί φαίνησθε καὶ φιλόδοξοι, τότε ἀρέσετε τοῖς πολλοῖς, καὶ τότε πλείονες ὑποδέξονται ὑμᾶς. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι τοσοῦτον τὸ ἀπλέ
col. 827–828page 73 of 222
PG 123:827τητι χαίρω, καὶ οὕτω χαρακτηρίζει αὕτη τους ἐμοὺς μαθητάς, ὥστε ὅστις ἂν δέξηται τὴν ἁπλούστα τον άνδρα καὶ ἄκακον, ὡς ἐμὸν μαθητήν (τοῦτο γάρ ἐστι τὸν ἐπὶ τῷ ὀνόματί μου), ἐμὲ δέχεται. Ὁ γὰρ ἀλαζόνα δεχόμενος, οὔτε ἐμὸν μαθητὴν δέχεται, οὔτε ἐμέ. Αποκριθεὶς δὲ ὁ Ἰωάννης εἶπε· Κύριε, εἴδομέν τινα ἐπὶ τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμό για, καὶ ἐκωλύσαμεν αὐτόν. Ποία ἀκολουθία τοῦ λόγου, ἂν εἶπεν ὁ Ιωάννης, πρὸς ἃ εἶπεν ὁ Κύριος; Πολλὴ μὲν οὖν. Ἐπεὶ γὰρ εἶπεν ὁ Κύριος, ὅτι Ο μικρότερος ἐν ὑμῖν ὑπάρχων, οὗτος ἔσται μέσ γας, ἐφοβήθη λοιπὸν ὁ Ἰωάννης, μήπως κακόν τι ἐποίησαν κωλύσαντες άνθρωπον ἐξουσιαστικῶς καὶ ἀλαζονικῶς. Τὸ γὰρ κωλύειν τινὰ ἀπὸ τινός, οὐκ ἐλάττονα ἐμφαίνει τὸν κωλύοντα, ἀλλὰ κρείττόν τι φρονοῦντα ἐκείνου τοῦ κωλυομένου παρ' αὐτοῦ. Ὁ τοίνυν Ἰωάννης ἐφοβήθη τοῦτο, μήπως ἀλαζονικών ἔργον ἐποίησε, κωλύσας τὸν ἄνθρωπον. Τίνος δὲ ἕνεκεν ἐκώλυον τὸν ἄνθρωπον; Οὐ φθονοῦντες, ἀλλά κρίνοντες αὐτὸν ἀνάξιον τοῦ θαυματουργεῖν· οὐ γὰρ ἦν μετ' αὐτῶν δεξάμενος τὴν χάριν τοῦ θαυματουργεῖν, οὐδ᾽ ἀπέστειλεν αὐτὸν ἐπὶ τοῦτο ὁ Κύριος, ὥσπερ καὶ αὐτούς· οὐδὲ ἠκολούθει ὅλως τῷ Ἰησοῦ. Τί οὖν ὁ Κύριος; "Αφετε, φησίν, αὐτὸν τοῦτο ποιεῖν Συντρίβει γὰρ καὶ αὐτὸς τὴν Σατανά δύναμιν, καὶ ἐπεὶ οὐκ ἐμποδίζει ὑμῖν εἰς τὸ κήρυγμα, οὐδὲ συμ πράττει τῷ διαβόλῳ, λοιπὸν ὑπὲρ ἡμῶν ἐστιν. γὰρ οὐκ ἔστι κατὰ τοῦ Θεοῦ, ὑπὲρ τοῦ Θεοῦ ἐστιν, ὥσπερ ὅστις οὐ συνάγει μετὰ τοῦ Θεοῦ, ἐκεῖνος μετά τοῦ διαβόλου ἐστί. Θαύμασον δέ μοι τὴν δύναμιν τοῦ ὀνόματος τοῦ Χριστοῦ, πῶς καὶ διὰ τῶν ἀνα ξέων καὶ μὴ ὄντων μαθητῶν αὐτοῦ, ἐνέργει ἡ χά ρις, καὶ ψιλῶς ὀνομαζομένου, οὕτω καὶ διὰ τῶν ἱερέων, κἂν ἀνάξιοι ὦσιν, ἐνεργεῖ ἡ χάρις καὶ ἁγιά ζονται πάντες, κἂν ἄναγνος εἴη ὁ ἱερεύς. Εγένετο δὲ ἐν τῷ συμπληρούσθαι τὰς ἡμέρας τῆς ἀναλήψεως αὐτοῦ, καὶ αὐτὸς τὸ πρόσωπον αὐτοῦ ἐστήριξε τοῦ πορεύεσθαι εἰς Ἱερουσαλήμ, καὶ ἀπο έστειλεν ἀγγέλους προ προσώπου αὐτοῦ, καὶ Πορευθέντες, εἰσῆλθον εἰς κώμην Σαμαρειτών, ὥστε ἑτοιμάσαι αὐτῷ. Καὶ οὐκ ἐδέξαντο αὐτὸν, στι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἱερουσαλήμ. Ιδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ, Ἰάκωβος καὶ Ἰωάννης, εἶπον· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ, καὶ ἀναλῶσαι αὐτοὺς ὡς καὶ Ηλίας ἐποίησε; Στραφεὶς δὲ ὁ Ἰησοῦς, επετίμησεν αὐτοῖς, καὶ εἶπεν· Οὐκ οἴδατε οἷου πνεύματός ἐστε ὑμεῖς. Ο γὰρ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶται. Καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.» Τί ἐστιν ὅπερ φησὶν, ὅτι ἐγένετο ἐν τῷ συμπληρούσθαι τὰς ἡμέρας τῆς ἀναλήψεως αὐτοῦ; Τουτέστιν, ὅτι ἐνειστήκει ὁ καιρὸς, καθ᾽ ἦν ἔδει λοιπὸν τὸ σωτήριον ὑπὲρ ἡμῶν ὑπομείναντα πάθος, ἀναληφθῆναι εἰς οὐρανὸν καὶ συνεδρεῦσαι τῷ Θεῷ καὶ Πατρί. Τότε τοίνυν ὅτε ἐνειστήκει ὁ καιρὸς τοῦ πάθους αὐτοῦ, καὶ τῆς ἐκ τοῦ κόσμου αναλήψεως, ἔκρινε μηκέτι ὧδε κἀκεῖσε περιέρχεσθαι, ἀλλ' ἀνελ θεῖν εἰς Ἱεροσόλυμα. Τὸ γοῦν, ἐστήριξε τὸ πρόσωπου αὐτοῦ, τοῦτο δηλοῖ ὅτι ἀφώρισεν, ἐκύρωσεν, ἔστησε
col. 829–830page 74 of 222
PG 123:829βουλήν, ὥστε ἀπελθεῖν εἰς Ἱερουσαλήμ. Εκπέμπει ἀπελθεῖν εἰς Ἱεροσόλυμα, ἐπεὶ εἰ μὴ τοῦτο ἦν, καὶ δὲ ἀγγέλους πρὸ προσώπου αὐτοῦ, ἵνα ἑτοιμάσωσι δοχήν τινα αὐτῷ, γινώσκων μὲν ὅτι οὐχ ὑποδεχθήσεται ὑπὸ τῶν Σαμαρειτῶν, ὅμως δ' οὖν ἀποστέλλει αὐτούς, ὡς ἂν πᾶσαν πρόφασιν τῶν Σαμαρειτών περιέλῃ, καὶ μὴ ἔχωσι λέγειν ὕστερον, ὅτι, ἐδεξάμεθα ἂν αὐτὸν εἰ ἀπέστειλέ τινας πρὸ αὐτοῦ. "Αμα δὲ καὶ τοὺς μαθητὰς αὐτοῦ ὠφελῶν, ἵνα μὴ σκανδαλισθῶσιν, ἐν τῷ σταυρῷ αὐτὸν ὁρῶντες ὑβριζόμενον. Ἀλλ᾽ ἀπὸ τούτου τοῦ νῦν μάθωσιν, ὅτι ὥσπερ νῦν καταφρονηθείς παρὰ τῶν Σαμαρειτῶν, ἀνεξικά πως ήνεγκε, μᾶλλον δὲ καὶ αὐτοῖς ἐπιτίμησε τοῖς μαθηταῖς παροξύνουσιν αὐτὸν κατὰ τῶν ὑβριστῶν, οὕτω καὶ τότε σταυρούμενος, οὐχ ὡς ἀδύνατος, ἀλλ' ὡς μακρόθυμος φέρει. ὠφελεῖ δὲ τοὺς μαθητάς, καὶ καθὰ διδάσκει αὐτοὺς ἐκ τοῦ καθ᾽ αὑτὸν ὑπο δείγματος, ἀνεξικάκους εἶναι. Αὐτοὶ μὲν γὰρ πρὸς τὸν Ἡλίαν ἀφορῶντες, δς κατέφλεξε δις πεντήκοντα ἄνδρας μετὰ τῶν πεντηκοντάρχων, παρώξυνον τὸν Κύριον κατὰ τῶν ὑβρισάντων· ἔτι γὰρ ἀτελεῖς ἦσαν. Αὐτὸς δὲ δεικνύων αὐτοῖς, ὅτι ὑψηλότερός ἐστιν ὁ αὐτοῦ νόμος ἢ ὁ κατὰ τὸν Ἡλίαν βίος, ἐπιτιμή αὐτοῖς, καὶ ἀφίστησιν ἀπὸ τῆς τοιαύτης γνώμης, Διδάξας πράως φέρειν τοὺς ὑβρίζοντας. Τί δὲ ἐστίνὅπερ λέγει, Οὐκ ἐδέξαντο αὐτὸν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἱερουσαλήμ; "Αρα τοῦτο λέγει, ὅτι οὐκ ἐδέξαντο αὐτὸν, διότι ἀφώρισεν αὐτὸς ἀπελθεῖν εἰς Ἱερουσαλήμ; Καὶ λοιπὸν ἐὰν οὕτω νοήσωμεν, ὅτι διὰ τοῦτο αὐτὸν οὐκ ἐδέξαντο, διότι αὐτὸς ἀφώρισεν ἀπελθεῖν εἰς Ἱερουσαλήμ, εὑρίσκονται ἐκεῖνοι ἀναίτιοι, οι μὴ δεξάμενοι; Εστιν οὖν εἰπεῖν ὅτι τοῦτο λέγει ὁ εὐαγγελιστής, ὅτι οὐκ ἐδέξαντο αὐτὸν, οὐδὲ εἰσῆλθεν εἰς Σαμάρειαν. Εἶτα ὥσπερ τινὸς ἐρωτήσαντος, καὶ διατί οὐχ ὑπεδέξαντο αὐτὸν καὶ ἄκοντες, οὐδὲ εἰσῆλθεν, ἆρα διότι ἀδύ νατος ἦν, ἢ οὐκ ἴσχυε κἂν ἐκεῖνοι μὴ ἐβούλοντο, εἰσελθεῖν; Λύων τοῦτο, φησίν· οὐχὶ διὰ τὸ ἀδύνατος εἶναι, ἀλλὰ διότι οὐκ ἐβούλετο ἐκεῖ εἰσελθεῖν, ἀλλὰ μὴ βουλομένων ἐκείνων εἰς λθεν ἂν εἰς τὴν κώμην. Εγένετο δὲ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ, εἶπέ τις πρὸς αὐτόν· ' κολουθήσω σοι ὅπου ἂν ἀπέρχῃ, Κύριε. Καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Αἱ ἀλώ πεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. Εἶπε δὲ πρὸς ἕτερον· Ακο λούθει μοι. 'Ο δὲ εἶπε· Κύριε, ἐπίτρεψόν μοι ἀπελ τι πρῶτον θάψαι τὸν πατέρα μου. Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς - "Αφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελθών, διάγγελλε τὴν βασιλείαν τοῦ Θεοῦ. Εἶπε δὲ καὶ ἕτερος· 'Ακολουθήσω σου, Κύριε, πρώτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου. Εἶπε δὲ ὁ Ἰησοῦς πρὸς αὐτόν (ὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ' ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.. Οὗτος ὁ προσελθὼν τῷ Ἰησοῦ, καὶ αιτησάμενος ἵνα ἀκολουθῇ αὐτῷ, μετά πονηράς γνώμης προσῆλθεν. Ἐπεὶ γὰρ εἶδε τὸν Κύριον πολύν
col. 831–832page 75 of 222
PG 123:831& ὄχλον ἐπαγόμενον, ἐνόμισεν, ὅτι ἀπὸ τούτων χρήματα συλλέγει ὁ Κύριος, καὶ ᾤετο καὶ αὐτὸς, εἰ ἀκο θήσει τῷ Ἰησοῦ, συναγαγεῖν χρήματα, διὰ τοῦτο οὖν ἀποκρούεται αὐτὸν ὁ Κύριος, μονονουχί λέγων αὐτῷ τοιαῦτα· Σὺ μὲν νομίζεις χρήματα συνάξειν ἀπὸ τοῦ ἀκολουθεῖν ἐμοί, οίει γὰρ ὅτι ὁ ἐμὸς βίος τοιοῦτός ἐστιν, ἀλλ' οὐχ οὕτως ἔχει. Τοσοῦτον γὰρ πτωχείαν εἰσηγοῦμαι καὶ διδάσκων, ὥστε τάλλα μὲν 341 ζῶα φωλεοὺς ἔχειν, ἐμὲ δὲ μηδὲ οἰκίαν, καὶ τοῦ τον μὲν οὕτως ἀπεκρούσατο. Ετέρῳ δὲ μηδὲ ἀξιώ σαντι ἐπιτρέπει τὸ ἀκολουθεῖν· τοῦ δὲ αἰτησαμένου ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα αὐτοῦ, οὐ συγχωρεί τοῦτο, εἰπών· Αφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, ὅπερ αινίττεται, ὅτι ἄπιστος ἦν ὁ πατὴρ αὐτοῦ, καὶ διὰ τοῦτο ἀνάξιος γηρωβοσκηθήναι ὑπὸ τοῦ πιστεύσαντος αὐτοῦ παιδός. "Αφες γὰρ, φησί, τοὺς νεκροὺς συγγενείς, τουτέστι τοὺς ἀπίστους. γηρωτροφῆσαι τὸν ἄπιστόν σου πατέρα ἄχρι καὶ ταφῆς· τὸ γὰρ θάψαι ἐνταῦθα τοῦτο σημαίνει, τὸ ἐπιμελείας ἀξιῶσαι, ἄχρι καὶ τῆς ταφῆς, ἐπεὶ καὶ ἐν τῇ κοινῇ ὁμιλίᾳ οὕτως ειώθαμεν λέγειν· Ο δεῖνα υἱὸς ἔθαψε τὸν πατέρα αὐτοῦ, οὐ τοῦτο λέγοντες, ὅτι μόνον ἔθαψεν αὐτὸν, ἄλλο δὲ οὐδὲν ἀγαθὸν ἐποι ησιν, ἀλλ' ὅτι ἐπεμελήσατο αὐτοῦ ἄχρι καὶ τῆς τελευτῆς καὶ ταφῆς. Ἐκεῖνοι μὲν οὖν οἱ νεκροί, τουτέστιν οἱ ἄπιστοι, θαψάτωσαν τὴν νεκρὸν αὐτῶν, λέγω δὴ τὸν σὸν πατέρα, σὺ δὲ ἐπεὶ ἐπίστευσας, διάγγελε, ὡς ἐμὸς μαθητής, τὸ Εὐαγγέλιον τοῦ Θεοῦ. Τοῦτο δὲ εἶπεν ὁ Κύριος, οὐ κωλύων ἡμᾶς ἀπὸ τοῦ τρέφειν τοὺς γονεῖς, ἀλλὰ διδάσκων ἡμᾶς, ὅτι τῶν ἀπίστων γονέων προτιμητέον τὴν θεοσέβειαν, καὶ ὅτι οὐδὲν ἐμπόδιον ἔχειν δεῖ πρὸς τὸ ἀγαθόν. ᾿Αλλὰ καὶ αὐτῆς τῆς φύσεως καταφρονεῖν, ὥσπερ οὖν καὶ τῷ ἀκολουθῆσαι ἀξιοῦντι αὐτῷ, πρότερον ἀποτάξασθαι τοῖς ἐν τῷ οἴκῳ αὐτοῦ, οὐ συγχωρεῖ τοῦτο. Λέγω δὴ τὸ ἀπελθεῖν εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀποτάξασθαι, τουτέστιν, ἵνα ιδιωτικώτερον εἴπω, ἀποχαι ρετίσαι. Εμφαίνε: γὰρ ὁ τοιοῦτος ἄνθρωπος, ὅτι σχέσιν ἔχει πρὸς τὸν κόσμον· καὶ οὐχὶ κατὰ τοὺς ἀποστόλους διάκειται, οἳ ἀκούσαντες αὐτοῦ, εὐθὺς ἠκολούθησαν αὐτῷ· μηδὲν ἄλλο περιεργασάμενος, ἀλλ' ἀφέντες καὶ τὴν πρὸς τοὺς οἰκείους ἀποταγήν. Πολλάκις γὰρ συμβαίνει ἐν ὅσῳ τις ἀποτάσσεται τοῖς συγγενέσιν αὐτοῦ, εὑρίσκεσθαί τινας ἐκ τούτων κωλύοντας αὐτὸν ἀπὸ τοῦ κατὰ Θεὸν βίου, διὸ καλόν ἐστιν ἅμα τῷ θελῆσαι τὸ ἀγαθὸν, ἐπιτελεῖν αὐτὸ μηδὲν ἀναδυομένους. Οὐδεὶς γὰρ ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸ ἄροτρον τὸ πνευματικόν. Καὶ βλέπων πάλιν ἐπὶ τὸν κόσμον, ἐπιτήδειός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Νοήσεις δὲ ἀλώπεκας καὶ τοὺς πανούργους δαίμονας, οι καὶ πετεινὰ τοῦ οὐρανοῦ λέγονται, τουτέστι τοῦ ἀέρος. Κατὰ τὸν ἄρχοντα γὰρ, φησί, τῆς ἐξουσίας τοῦ ἀέρος. Φησὶν οὖν ὁ Κύ ριος πρὸς τὸν ἄνθρωπον, ὅτι, Οἱ δαίμονες ἐν σοὶ φωλεοὺς ἔχουσι, καὶ διὰ τοῦτο ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐγὼ οὐκ ἔχω τοῦ τὴν κεφαλήν κλίνω, τούτο ἐστι, τῆς εἰς ἐμὲ πίστεως οὐχ ὁρῶ τύπον ἐν τῇ καρδίᾳ σου, τῇ πληρωθεί η δαιμόνων. Κεφαλὴ γὰρ τοῦ Χριστοῦ, ἡ πίστις ἡ εἰς αὐτόν ἐστιν. Ὅταν γάρ τις αύτη πιστεύση θέλον ή το, τότε τὴν κεφαλήν
col. 833–834page 76 of 222
PG 123:833τοῦ Χριστοῦ κρατεῖ. Νεκρὸς δέ ἐστιν ὁ ἁμαρτωλός. Ος καὶ θάπτεται τοῖς ἑαυτοῦ νεκρούς, τουτέστι τοὺς πονηροὺς λογισμούς, μὴ ἐξαγορεύων τούτους. Κωλύει τοίνυν ὁ Κύριος τὸν μέλλοντα ἀκολουθεῖν αὐτοῦ, ἀπὸ τοῦ θάπτειν τὸν πονηρὸν λογισμὸν, καὶ κρύπτειν αὐτόν· βούλεται γὰρ φανεροῦν αὐτὸν διὰ τῆς ἐξαγορεύσεως. ΚΕΦΑΛ. Γ'. Περὶ τῶν ἀναδειχθέντων· ἑβδομήκοντα. Περὶ τοῦ ἐπερωτήσαντος νομικοῦ Περὶ τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς. Περὶ Μάρθας καὶ Μαρίας τῆς ἀδελφῆς αὐτῆς. Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ Κύριος καὶ ἑτέρου; ἑβδομήκοντα, καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο πρὸς προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον, οὗ ἔμελλεν αὐτὸς ἔρχεσθαι· ἔλεγεν οὖν πρὸς αὐτούς· Ο μὲν θερισμός πολύς, οἱ δὲ ἐργάται ὀλίγοι. Δεήθητε οὖν τοῦ Κυρίου τοῦ θερισμοῦ, ὅπως ἐκβάλλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. Υπάγετε· ἰδοὺ ἀποστέλλω ὑμᾶς, ὡς ἄρνας ἐν μέσῳ λύκων.» Γέγραπται ἐν τῇ Εξίδῳ ὅτι ἦλθον οἱ υἱοὶ Ἰσραήλ εἰς Ἐλεὶμ, καὶ ἦταν ἐκεῖ δώδεκα πηγαὶ ὑδάτων, καὶ ἑβδομήκοντα στελέχη φοινίκων. Τοῦτο τοίνυν τότε μὲν ἱστορικῶς τε καὶ τυπικῶς ἐγένετο, νῦν δὲ ἀληθῶς ἐξέβη. Ελεὶμ γὰρ ἐρμηνεύεται ανάβασις· ὅπερ οὐδὲν ἄλλο, ἢ τοῦτο, ὅτι ἀναβαίνοντες ἡμεῖς εἰς τελειοτέραν σύνεσιν καὶ αὔξησιν πνευματικὴν, καὶ μὴ κατά τους Εβραίους εναπομένοντες τῷ νόμῳ, ἀλλ᾽ εἰς τὸν Χριστιανισμὸν ἀνατρέχοντες, εὑρήσομεν τας δώδεκα πηγάς, τους κορυφαίους λέγω δώδεκα ἀπο στόλους, οι πηγαὶ πάσης διδασκαλίας γλυκυτάτης εἰσίν. Εύρήσομεν δὲ καὶ τὰ ἑβδομήκοντα στελέχη τῶν φοινίκων, τοὺς ἑβδομήκοντα λέγω· οἱ πηγαὶ μὲν οὐ λίγονται, φοίνικες δὲ ὡς ἀπὸ τῶν ἀποστόλων ἐκτρεφόμενοι καὶ διδασκόμενο:. Εἰ γὰρ καὶ ὁ Χριστὸς αὐτοὺς ἐξελέξατο, ἀλλ᾽ οὖν ὑποδεέστεροι ἦσαν τῶν δώδεκα, καὶ μαθηταὶ αὐτῶν ὕστερον καὶ ἀκόλουθοι γεγόνασι. Οι φοίνικες οὖν οὗτοι ὑπὸ μὲν τῶν πη γῶν, τῶν ἀποστόλων λέγω, ἀνετράφησαν. Η ῖν δὲ καρπὸν γλυκὺν ἅμα καὶ στύφοντα μετρίως ἐχορήγησαν. Τοιαύτη γὰρ τῶν ἁγίων ἡ διδασκαλία, οὔτε πάντη γλυκαίνουσα καὶ κολακεύουσα, οὔτε πάντη στύρουσα καὶ πλήττουσα, ἀλλ᾽ ἀμφοτέρων μετέχουσα, καὶ ὄντως ηρτυμένη μὲν ἄλατι, ἀλλὰ καὶ χάριν ἔχουσα, καθὼς ὁ Παῦλος βοᾷ· ι Ο λόγος ὑμῶν ἐν χάριτι, ἅλατι ηρτυμένος. • Αναδείκνυσι δὲ τοὺς ἑβδομήκοντα μαθητὰς ὁ Κύριος διὰ τὸ πλῆθος τῶν δεομένων διδασκαλίας. Ωσπερ γὰρ ἀγροὶ εὐφορή σαντες πολλούς ζητοῦσι τοὺς θεριστές, οὕτως οἱ μέλλοντες πιστεύειν, πολλοὶ ὄντες καὶ ἀναρίθμητοι, πολλῶν ἐδέοντο διδασκάλων. Ανά δύο δὲ πέμπει αὐτοὺς ὡς ἀσφαλεστέρους, ἵνα ὁ ἕτερος τῷ ἑτέρῳ συνεργῇ, πρὸ προσώπου δὲ αὐτοῦ πορευόμενοι, δη λονότι ἐδίδασκον, ὡς Ἰωάννης· «Ετοιμάσατε τὴν όδον Κυρίου.» Σκόπει δὲ πῶς εἰπὼν, ὅτι, ο Δεήθητε τοῦ Κυρίου τοῦ θερισμοῦ, ὅπως ἐκβάλλῃ ἐργάτας, κ ὕστερον αὐτὸς οἰκείᾳ ἀποστέλλει αὐτούς. ᾿Αληθῶς γὰρ αὐτός ἐστιν ὁ Κύριος τοῦ θερισμοῦ, ἤτοι τῶν πιστευόντων, ὡς Θεὸς ἀληθής. Προλέγει δὲ αὐτοῖς καὶ διωγμούς, καὶ ὅτι ὡς ἐν μέσῳ λύκων ἄρνες ἴσονται, ὡς ἂν μὴ ἀπροσδόκητοι αὐτοῖς ἐπελθόντες, ταράξωσι τῷ αἰφνιδίῳ. σε

Chapter XCaput X

col. 835–836page 77 of 222
PG 123:835Ει Ει Μη βαστάζετε βαλάντιον, μή πήραν, μηδὲ ὑπο δήματα, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε. Εἰς ἦν δ᾽ ἂν οἰκίαν εἰσέρχησθε, πρῶτον λέγετε· Εἰρήνη τῷ οἴκῳ τούτῳ. Καὶ ἐὰν μὲν ᾗ ἐκεῖ υἱὸς εἰρήνης, ἐπαναπαύσεται ἐπ' αὐτὸν ἡ εἰρήνη ὑμῶν, εἰ δὲ μή γε, ἐφ' ὑμᾶς ἀνακάμψει. Ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε ἐσθίοντες καὶ πίνοντες τὰ παρ' αὐτῶν. "Αξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ ἐστι. Μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. Καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε, καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν. Καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς· 'Ηγγικεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. • Ἐπειδὴ ἔμελλεν αὐτοὺς ἀποστέλλειν κήρυκας τοῦ Εὐαγγελίου, φησί· Μὴ βαστάζετε βαλάντιον, μήτε τὸ καὶ τό· ἀρκεῖ γὰρ ὑμῖν τὴν φροντίδα του λόγου ἔχειν. Εἰ γὰρ βαλάντιον βαστάζετε, πρόδηλον, ὅτι ἐπ' ἐκεῖνο ἀσχοληθήσεσθε, καὶ τοῦ λόγου κατα φρονήσετε. Αλλως τε· Ἐπειδὴ μέλλετε τρέφεσθαι ὑπὸ τῶν διδασκομένων, τίς χρεία βαλαντίου ὑμῖν ἢ πήρας, ἢ ὑποδημάτων; Πᾶσαν γὰρ ὑμῖν τὴν χρείαν τούτων οἱ διδασκόμενοι ἀποθεραπεύουσι. Τὸ δὲ, Μη δένα κατὰ τὴν ὁδὸν ἀσπάζεσθε, διὰ τοῦτο αὐτοῖ; ἐπιτίθησι, διὰ τὴ μὴ ἀπασχολεῖσθαι περὶ ἀνθρωπία νους ἀσπασμούς, καὶ φιλοφρονήσεις, καὶ ἐκ τούτου πρὸς τὸ κήρυγμα ἐμποδίζεσθαι. Εἰκὸς γὰρ τὸν το χόντα τοῦ ἀσπασμοῦ, πάλιν καὶ αὐτὸν ἀντασπάσα σθαι, καὶ τυχὸν καὶ μακροτέρας ὁμιλίας ἀξιῶσαι, οἷα τὰ τῶν συνοδοιπορούντων, εἶτα ὡς ἤδη φίλον γενόμενον, καὶ φιλοφρονήσασθαί τι περιττότερον, καὶ οὕτω κατὰ μικρὸν εἰς ἀνθρωπίνας σχέσεις τὸν ἀπόστολον ἐκπεσεῖν, καὶ ἀμελῆσαι τοῦ λόγου. Κατά μὲν οὖν τὴν ὁδὸν ἀσπάζεσθαί τινα κωλύει διὰ τὴν εἰρημένην αἰτίαν. Εἰς δὲ οἰκίαν εἰσερχόμενοι, φησί, λέγετε· Εἰρήνη τῷ οἴκῳ τούτῳ· τουτέστιν, ἀσπά ζεσθε τοὺς ἐν τῇ οἰκίᾳ. Εἶτα δεικνύων, ὅτι οὐ μόνον ἀσπασμός ἐστι τοῦτο, ἀλλὰ καὶ εὐλογία, φησιν, ὅτι Ἐὰν μὲν ἡ ἄξιος ὁ οἰκοδεσπότης, ευλογηθήσεται, εἰ δὲ ὑβριστὴς καὶ ἀνεπίδεκτος εἰρήνης, μαχόμενος καὶ ἐναντιούμενος τῷ λόγῳ ὑμῶν καὶ τῇ διδασκαλία, ἡ εὐλογία οὐκ ἐπ' αὐτὸν ἥξει, ἀλλ᾽ εἰς ὑμᾶς επαναστρέψει. Μὴ μεταβαίνειν δὲ εἰς πολλὰς οἰκίας παραγγέλλει, ἵνα μὴ δοκῶσι γαστρίμαργοι, καὶ σκανδαλίζωσι πολλοὺς, καὶ λυπῶσι τοὺς ἐξ ἀρχῆς ὑποδεξαμένους. ᾿Αλλὰ καὶ ἐσθίετε, φησί, τὰ παρ ῃ αὐτῶν, τουτέστιν, ἃ προσάγουσι ὑμῖν, κἂν μικρά ὦσιν, κἂν εὐτελῆ, μηδὲν πλέον ἐπιζητοῦντες. Αντί μισθοῦ δὲ ἔχετε τὴν τροφὴν, καὶ μὴ ζητεῖτε καὶ τρέφεσθαι, καὶ μισθὸν πάλιν παρὰ μέρος λαμβάνειν, ἀλλ' αὐτὴν τὴν τροφὴν ἀντὶ μισθοῦ ἔχετε. Ο α οὖν, πῶς τοὺς μαθητὰς ἐξασφαλίζεται πρὸς ἀκτη μοσύνην, καὶ θεραπεύειν δὲ τοὺς ἐν ταῖς πόλεσιν ἀσθενεῖς παραγγέλλει, ἵνα ἐντεῦθεν θαυματουργοῦντες, ἐφελκύωνται τοὺς ἀνθρώπους ἐπὶ τὸ κήρυγμα. Ορα γὰρ τί φησι, Καὶ λέγετε αὐτοῖς, ὅτι Ηγγικεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. Εἰ γὰρ πρῶτον θεραπεύετε, εἶτα διδάσκετε, εὐδρομήσει ὑμῖν ὁ λόγος, καὶ πιστεύσουσιν οἱ ἄνθρωποι, ὅτι ἡ βασιλεία του Θεοῦ ἔφθασεν ἐπ' αὐτούς. Οὐκ ἂν γὰρ ἐθεραπεύοντο, εἰ μή τις θεία δύναμις ἦν ἡ ταῦτα τελοῦσα. ᾿Αλλὰ γὰρ
col. 837–838page 78 of 222
PG 123:837καὶ ὅταν κατὰ ψυχὴν ἀσθενοῦντες θεραπευθῶσι, τότε & ἤγγικεν ἐπ' αὐτοὺς ἡ βασιλεία τοῦ Θεοῦ. Ἀπὸ γὰρ τοῦ ἀσθενοῦντος μακράν ἐστιν αὕτη, βασιλευομένου ὑπὸ τῆς ἁμαρτίας ἔτι. Εἰς ἦν δ᾽ ἂν πόλιν εἰσέρχησθε καὶ μὴ δέχονται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας, αὐτοῖς εἴπατε Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πό λεως ὑμῶν, ἀπομασσόμεθα ὑμῖν, πλὴν τοῦτο γινώ σχετε, ὅτι ἤγγικεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ Λέγω δὲ ὑμῖν ὅτι Σοδόμοις ἀνεκτότερον ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἢ τῇ πόλει ἐκείνῃ.» Οταν, φησί, μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες διαμαρτύρασθε αυτ τοῖς, ὅτι οὐδὲν κοινὸν ἡμῖν πρὸς ὑμᾶς, οὐδὲ ἔχομέν τι ἀπὸ τῆς ὑμετέρας πόλεως· ἀλλὰ καὶ τὸν κονιορτόν τὴν κολληθέντα ἡμῖν ἀπομασσόμεθα, τουτέστιν ἀποτινάσσομεν, ἀποσπογγίζομεν, ἀποῤῥίπτομεν ὑμῖν· πλὴν γινώσκετε, ότι ήγγικεν ἐφ' ὑμᾶς ἡ βα σιλεία τοῦ Θεοῦ. Ἐνταῦθα ζητήσει τις· Πῶς φησιν ὁ Κύριος καὶ τοῖς ὑποδεχομένοις τοὺς ἀποστόλους. ἐγγίσαι τὴν βασιλείαν, καὶ τοῖς μὴ ὑποδεχομένοις; Εστιν οὖν εἰπεῖν, ὅτι οὐδὲν ἐναντίον φησί. Καὶ γὰρ τοῖς μὲν τοὺς ἀποστόλους δεχομένοις, ἐγγίζειν τὴν βασιλείαν ἐπ᾿ εὐεργεσίᾳ, τοῖς δὲ μὴ ὑποδεχομένοις, ἐπὶ κατακρίσει. Υπόθου γάρ μοι ἐν θεάτρῳ τινὶ κατακρίτους εἶναι πολλούς, καὶ ἑτέρους ἀκατακρίν τους· συγκλητικούς τέ φημι, στρατηγούς τε καὶ ἀριστέας τυχόν, εἶτα λέγειν τινα κήρυκα πρὸς πάν τας ὁμοῦ τούς τε κατακρίτους, καὶ τοὺς ἐντίμους, ὅτι ἤγγικεν ὁ βασιλεὺς ὑμῖν, ἆρ᾽ οὐ τοῖς μὲν ἐπὶ κολάσει, τοῖς δὲ ἐπὶ τιμῇ καὶ εὐεργεσίᾳ ἐγγίζειν τὸν βασιλέα λέγει; Οὕτως οὖν ἐνταῦθα νόει. ᾿Αν εκτότερον δὲ ἔσται Σοδόμοις, φησί, ἢ τῇ μὴ παραδεξαμένη ὑμᾶς πόλει. Διατί; Διότι εἰς Σόδομα ἀπό στολοι οὐκ ἀπεστάλησαν· οἱ τοίνυν τοὺς ἀποστόλους μὴ δεξάμενοι, χείρους Σοδομιτῶν εἰσιν. παρατήρησον δὲ, ὅτι ἡ πόλις ή μὴ παραδεχομένη τοὺς ἀποστόλους, πλατείας ἔχει. Πλατεία γάρ ἐστιν ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν· ὅστις οὖν πλατείας ὁδοὺς ἔχει ἀπαγούσας εἰς ἀπώλειαν, ἐκεῖνος ἀποστολικὸν λόγον καὶ θεῖον οὐ παραδέχεται. Ουαί σοι, Χωραζείν, οὐαί σοι, Βηθσαϊδα, ὅτι εἰ ἐν Τύμῳ καὶ Σιδῶν ἐγένοντο αἱ δυνάμεις, αἱ γενό μεναι ἐν ὑμῖν, πάλαι ἂν, ἐν σάκκῳ καὶ σποδῷ καθήμεναι, μετενόησαν. Πλὴν Τύρῳ καὶ Σιδώνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει, ἢ ὑμῖν. Καὶ σύ, Ει Καπερναούμ, ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾅδου καταβιβασθήσῃ. ῾Ο ἀκούων ὑμῶν, ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν, ἀθετεῖ τὸν ἀποστείλαντά με.» Ή Τύρος καὶ ἡ Σιδών πόλεις ἦσαν Ελληνίδες, ἡ δὲ Βηθσαϊδὰ καὶ ἡ Χωραζείν, Ἰουδαῖκαί. Λέγει τοίνυν, ὅτι Ἐν τῇ κρί σει ανεκτότερον ἔσται τοῖς Ἕλλησιν, ἢ ὑμῖν τοῖς ἰδοῦσι θαύματα, καὶ μὴ πιστεύσασιν. Ἐκεῖνοι γὰρ εἰ εἶδον, ἐπίστευσαν ἄν. ᾿Αλλὰ καὶ σύ, Καπερναούμ, ὑψώθης μὲν ἕως οὐρανοῦ, δοξαζομένη διὰ τὰ ἐν σοὶ θαύματα πολλά γεγονότα, καταβιβασθήσῃ δὲ ἕως είδου, κατακριθησομένη δι' αὐτὸ τοῦτο, ὅτι καὶ μετὰ τοσαῦτα θαύματα ἀπιστεῖς. Εἶτα ἵνα μὴ λέγωσιν Οἱ πεμπόμενοι ἐπὶ τὸ κήρυγμα, ὅτι τοῦ ἀποστέλλεις
col. 839–840page 79 of 222
PG 123:839ἡμᾶς, εἰ μὴ μέλλουσιν ἡμᾶς πόλεις τινὲς ὑπλέ χεσθαι; φησί· Μὴ λυπεῖσθε· ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ καὶ τὸν Πατέρα μου, ὥστε ἡ ὕβρις οὐκ εἰς ὑμᾶς ἵσταται, ἀλλ᾽ εἰ; Θεὸν ἀνατρέχει. Παραμυθία τοίνυν ἔστω ὑμῖν, τὸν Θεὸν ὑδρίζεσθαι· ὥσπερ πάλιν μὴ καυχάσθε. Η υψηλοφρονεῖτε, ὅτι ἀκούουσί τινες ὑμῶν. Οὐ γὰρ ὑμέτερον τὸ ἔργον, ἀλλ᾿ ἐμοῦ καὶ τῆς χάριτος. ἐμφανέστερον πλήττουσιν, οὗτοι ὄφεις. Οσοι δὲ Υπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς, λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· Εθεώρουν την Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ιδού δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὅρεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὲ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται. Χαίρετε δὲ μᾶλλον ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς.» Προεἶπεν ὅτι ἀπέστειλε τοὺς ἑβδομή χοντα. Νῦν οὖν λέγει ὅτι ὑπέστρεψαν χαίροντες, δεί οὐ μόνον τὰς ἄλλας νόσους ἐδίωκον, ἀλλ' ὅτι καὶ τὸ μείζον κακόν, τοὺς δαίμονας ἐξήλαυνον. Ορα δὲ πῶς οὐχ ὑψηλοφρονοῦσι. Φασὶ γὰρ, ὅτι Ἐν τῷ ὀνόματί σου ὑποτάσσονται ἡμῖν οἱ δαίμονες. Ἐν τῇ σῇ χάριτι, οὐ τῇ ἡμετέρᾳ ἰσχύλ. Εἶπε δὲ αὐτοῖς ὁ Κύριος Μὴ θαυμάζετε, εἰ δαίμονες ὑμῖν ὑποτάσσονται· ὁ γὰρ ἄρχων αὐτῶν, πάλαι κατέπεσεν ἀπ᾿ οὐρανοῦ. Καὶ οὐδεμίαν ἰσχὺν ἔχει. Εἰ γὰρ καὶ τοῖς ἀνθρώποις οὐχ ἑωρᾶτο τοῦτο, ἀλλ᾽ οὖν ἐμοὶ ἐθεωρεῖτο τῷ τῶν ἀοράτων θεωρῷ, ὡς ἀστραπὴ δὲ κατέπεσεν, ἐπεὶ φῶ; ἦν, καὶ ἀρχάγγελος, καὶ ἑωσφόρος, εἰ καὶ σκό τος γέγονεν. Ει τοίνυν οὗτος κατέπεσεν ἀπ' οὐρανοῦ, οἱ δοῦλοι αὐτοῦ, τὰ δαιμόνια λέγω, τί οὐ πείσονται; Τινὲς δὲ τὸν ἀπ᾿ οὐρανοῦ, οὕτω νοοῦσι, τουτέστιν, ἀπὸ δόξης. Ἐπεὶ γὰρ εἶπον αὐτῷ οἱ ἑβδομήκοντα, ὅτι τὰ δαιμόνια ὑποτάσσεται, φησίν, ὅτι, καὶ ἐγὼ τοῦτο ἐγίνωσκον. Ἔβλεπον γὰρ τὸν Σατανᾶν ἐξ οὐρανῶν, τουτέστιν, ἀπὸ τῆς δόξης ἧς εἶχε, καὶ τῆς τιμῆς πεσόντα. Πρὸ γὰρ Χριστοῦ ὡς Θεὸς ἐτιμᾶτο. Νῦν δὲ ἐξέπεσε τοῦ οὐρανοῦ, τουτέστι, τοῦ τιμᾶσθαι ὡς Θεὸς, καὶ νομίζεσθαι ὅτι ἐν τῷ οὐρανῷ ἐστιν. Ἰδοὺ οὖν δίδωμι ὑμῖν ἐξουσίαν καταπατεῖν τὰς δυν νάμεις αὐτοῦ. Ὄφεις γὰρ καὶ σκορπίοι αἱ τῶν δαιμόνων φάλαγγες κάτω συρόμεναι· καὶ ὅσοι μὲν ἀφανέστερον, οὗτοι σκορπίοι, οἷον ὁ μὲν τῆς πορνείας καὶ τοῦ φόνου δαίμων, ὄφις. Εἰς προφανή γάρ κακὶ συνωθεῖ. Ὁ δὲ διὰ νόσον δῆθεν πείθων τὸν ἄνθρωπον λουτροῖς χράσθαι καὶ μυρίσμασι καὶ ταῖς ἄλλαις βλακείαις, ὁ τοιοῦτος δαίμων σκορπίος ἂν κληθείη. Μὴ ἐμφανὲς ἔχων τὸ κέντρον, ἀλλὰ λεληθότως τὴν σάρκα περιποιείσθαι σπεύδων, ἵνα ρίψῃ τὸν πειθόμενον εἰς πτῶμα μέγα. Χάρις δὲ τῷ Κυρίῳ τῷ διδόντι δύναμιν πατεῖν ἐπάνω τούτων. Παιδεύων δὲ αὐτοὺς μὴ ὑψηλοφρονεῖν, φησί· Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται. Αλλοι γάρ εἰσιν οἱ ἐκ τούτου εὐεργετούμενοι, οἱ τῆς ἰάσεως καταξιούμενοι. Αλλὰ μᾶλλον ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς, οὐ μέλανι, ἀλλὰ μνήμη
col. 841–842page 80 of 222
PG 123:841Θεοῦ, καὶ χάριτι. Καὶ ὁ μὲν διάβολος ἄνωθεν κατα πίπτει, οἱ δὲ ἄνθρωποι κάτω ὄντες γράφονται άνω. Ἡ ἀληθινὴ οὖν χαρά, τὸ γράφεσθαι ὑμῶν τὰ ὀνόματα ἄνω καὶ μνημονεύεσθαι ὑπὸ Θεοῦ. Ἐν αὐτῇ τῇ ὥρᾳ ἡγαλλίασατο τῷ πνεύματι ὁ Ἰησοῦς, καὶ εἶπεν· Ἐξομολογοῦμαι σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναὶ, ὁ Πατὴρ, ὅτι οὕτως ἐγένετο εὐ δοκία ἔμπροσθέν σου.» "Ωσπερ πατὴρ ἀγαθὸς παῖδας ἰδὼν κατορθώσαντάς τι, οὕτω καὶ ὁ Σωτὴρ ἀγάλλεται, ὅτι τοιούτων ἀγαθῶν ἠξιώθησαν οἱ ἀπόστολοι. Εὐχαριστεῖ οὖν τῷ Πατρὶ, ὅτι ἀπεκρύβησαν τὰ τοιαῦτα μυστήρια ἀπὸ σοφῶν, τῶν Φαρισαίων δη λαδὴ καὶ Γραμματέων τῶν ἑρμηνευόντων τὸν νόμον, καὶ συνετῶν τῶν μαθητευομένων ὑπὸ τούτων δή τῶν Γραμματέων. Σοφὸς μὲν γὰρ ἐστιν ὁ διδάσκων, συνετὸς δὲ ὁ διδασκόμενος καὶ συνιείς τὰ λεγόμενα. Οἷον ὑποδείγματος χάριν, σοφὸς ὁ Γαμαλιήλ, συνε τὸς δὲ ὁ Παῦλος. Ὁ μὲν γὰρ διδάσκαλος, ὁ δὲ συν ιεὶς τὰ λεγόμενα παρ' ἐκείνου. Νηπίους δὲ ὀνομάζειτοὺς οἰκείους μαθητάς ὁ Κύριος, οἷα μὴ νομομαθείς ὄντας, ἀλλὰ τοὺς πλείους ἐκ τοῦ ὄχλου καὶ τῶν ἁλιέων συνηρανισμένους. Ἀλλὰ μὴν καὶ ὡς ἄκακοι, νήπιοι ἂν κληθείεν. Ἐκεῖνοι δὲ δοκοῦντες συνετοί καὶ σοφοί, οὐ μὴν ὄντες. Απεκρύβη οὖν τὰ μυστήρια ἀπὸ τῶν δοκούντων σοφῶν καὶ συνετῶν, οὐ μὴν ὄντων. Εἰ γὰρ ἦσαν, ἀπεκαλύφθη ἂν αὐτοῖς. Ναι, ο Πατήρ, εὐχαριστῶ σοι, ὅτι οὕτως ἐγένετο εὐδοκία Εμπροσθέν σου, τουτέστιν, ὅτι τοιαύτη εὐδοκία καὶ θέλησις ἐγένετο Εμπροσθέν σου, καὶ οὕτως ἤρεσέ Καὶ στραφείς πρὸς τοὺς μαθητάς, εἶπε· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου. Καὶ οὐδεὶς για νώσκει, τίς ἐστιν ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ, καὶ τίς ἐστιν ὁ Πατὴρ, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Καὶ στραφεὶς πρὸς τοὺς μαθητάς, κατ' ἰδίαν εἶπε· Μακάριοι οἱ ὀφθαλμοί, οι βλέποντες Ο ὑμεῖς βλέπετε. Λέγω γὰρ ὑμῖν, ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἐθέλησαν ἰδεῖν ὁ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἡ ἀκούετε, καὶ οὐκ ἤκουσαν.» Πάντα παραδίδονται τῷ Υἱῷ ὑπὸ τοῦ Πατρός, καθ' ὁ ἔμελλον ὑποταγήναι τῷ Υἱῷ τὰ πάντα. Δύο γὰρ τρόποι εἰσὶ καθ' οὓς βασιλεύει τῶν πάντων ὁ Θεός· ὁ μὲν, καὶ μὴ βουλομένων, ὁ δὲ, βουλομένων. Οταν τι λέγω, Δεσπότης ἐστὶν ὁ Θεὸς ἐμοῦ, κἂν μὴ θέλω, καθό Δημιουργός μου ἐστιν. Εστι δὲ Δεσπότης ἐμὸς πάλιν, ὅταν διὰ τῆς τῶν ἐντολῶν εργασίας τὸ θέλημα αὐτοῦ πληρῶ ὡς δοῦλος εὐγνώμων. Πρώην μὲν γὰρ ἡ τῶν ἀνθρωπων φύσις δούλη ἦν, καὶ ὑποχείριος τῷ Θεῷ, καν μή ἤθελε, κἂν τῷ Σατανά ὑπούργει. Ἐπεὶ δὲ ὁ Χριστὸς τὸν ὑπὲρ ἡμῶν ἀνεδέξατο πόλεμον, καὶ ἐκσπάσας ἡμᾶς ἀπὸ τῆς τυραννίδος τοῦ διαβόλου, ὑπηρέτας ἡμᾶς καὶ ἐργάτας τῶν ἐντολῶν ἐποίησεν, ἔκτοτε δοῦλοι γεγόναμεν εὐγνώμονες καὶ φύσει καὶ προα ρέσει. Η μὲν γὰρ πρὶν δουλεία φύσει μόνον ἦν, ἡ δευτέρα δὲ, καὶ προαιρέσει. Τοῦτο οὖν ἔστιν 8 λέγε: νῦν ὁ Κύριος, ὅτι Πάντα μοι παρεδόθη ὑπὸ
col. 843–844page 81 of 222
PG 123:843«τοῦ Πατρός μου, τουτέστι, πάντα μοι ὑποταγήνει ".» μέλλει, καὶ ὑπὸ τὴν ἐμὴς δεσποτείαν μεταπεσεῖν. Ομοιον δὲ τοῦτο τῷ ἀλλαχοῦ ῥηθέντι, «Εδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Ἐπεὶ γὰρ είρηνοποίησε τὰ πάντα τά τε ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, διὰ τοῦτο τοιαῦτα λέγει. Καὶ ἄλλως δὲ, Πάντα παραδίδονται τῷ Υἱῷ ὑπὸ τοῦ Πατρός, πάντα τὰ τῆς ὑπὲρ ἡμῶν οἰκονομίας ἔργα. Ἐπειδὴ γὰρ ὑπὲρ ἡμῶν οὔτε ὁ Πατήρ, οὔτε τὸ Πνεῦμα ἢ ἐσαρκώθη, ἢ ἔπαθεν, ἢ ἀνέστη, ἀλλ' ὁ Υἱὸς ταῦτα πάντα ἑνήρ γησε, καὶ ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν ἐγένετο, διὰ τοῦτο εἶπε πάντα παραδεδόσθαι αὐτῷ, ὥσπερ ἂν εἰ Ελεγεν. Ο Πατήρ μου ἐμοὶ ἐνεπίστευσε πάντα, τὸ σαρκωθῆναι, τὸ παθεῖν, τὸ ἀναστῆναι, τὸ σῶσαι τὴν ἀπωσθεῖσαν φύσιν, καὶ οὐδεὶς γινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ, καὶ τίς ἐστιν ὁ Πατήρ, εἰ μὴ ὁ Υἱός ἐπειδὴ εἶπεν ὅτι, Πάντα μοι παρεδόθη, ὡσανεὶ ἀπο ρίαν τινὰ λύει νῦν. Ἵνα γὰρ μὴ ἀπορῇ τις, Καὶ τίνος Ενεκά σοι παρέδωκε πάντα καὶ οὐχ ἑτέρῳ, τυχὸν ἀγγέλῳ, ἢ ἀρχαγγέλῳ; φησίν, ὅτι Διὰ τοῦτό μας παρέδωκε, διότι ὁμοφυὴς αὐτῷ εἰμι καὶ ὁμοούσιος. Καὶ ὥσπερ ἐκεῖνον οὐδεὶς γινώσκει, οὕτως οὐδὲ ἐμὲ, εἰ μὴ ὁ Πατήρ μόνος, ὥστε εἰκότως μοι παρέσ δωκε πάντα, ὡς ὁμοφυεῖ αὐτῷ, καὶ πᾶσαν ὑπερχει μένῳ γνῶσιν, ὥσπερ καὶ αὐτὸς πάσης γνώσεως ἐπέκεινα. Καὶ γὰρ καὶ ὁ Πατήρ, φησί, ὑπὸ τοῦ Υἱοῦ μόνου γινώσκεται, καὶ ᾧ ἂν βουληθῇ ἀποκαλύψαι ὁ Υἱός. Ορα δὲ πῶς ὁ μὲν Υἱὸς οὐ δι' ἀποκαλύψεως γινώσκει τὸν Πατέρα, οἱ δὲ κτιστοὶ δι' ἀπικα λύψεως χάριτι γὰρ λαμβάνουσι τὴν γνῶσιν· οὐκ ἄρα κτιστὸς ὁ Υἱός. Στραφεὶς δὲ πρὸς τοὺς μαθητάς, μακαρίζει αὐτούς, καὶ πάντας ἁπλῶς τοὺς βλέποντας, μετά πίστεως δηλονότι, ἐν σαρκὶ περιπατοῦντα αὐτὸν καὶ θαυματουργοῦντα. Καὶ γὰρ οἱ πάλαι προφῆται καὶ βασιλεῖς ἐπεθύμησαν μὲν ἰδεῖν ἐν σαρκὶ τὸν Κύριον, καὶ ἀκοῦσαι αὐτοῦ, ἀλλ' οὐχ έτυχον τούτου. Καὶ ἄλλω; δὲ, Ἐπεὶ εἶπεν ἄνω, ὅτι ρ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ, ἐκεῖνος γινώσκει τὸν Πα τέρα, μακαρίζει λοιπόν τοὺς μαθητὲς ὡς τῆς ἀπο καλύψεως ταύτης τυχόντας. Απεκάλυπτε γὰρ αὐτοῖς τὸν Πατέρα δι' αὐτοῦ. Ὁ γὰρ αὐτὸν ὁρῶν, ἑώρα τὸν Πατέρα. Τούτου δὲ τοῦ ἀγαθοῦ οὐδεὶς τῶν πρὸ τῆς ἐνσάρκου οἰκονομίας ἁγίων ἐπέτυχεν· ἐπεὶ γὰρ οὐκ εἶδον τὸν Κύριον ἐν σαρκί, δι᾿ οὗ ὁ Πατήρ ἐγνωρίζετο, λοιπὸν οὐδὲ τὸν Πατέρα εἶδον οὕτως ὡς οἱ ἀπόστολοι. Καὶ ἰδοὺ νομικός τις ἀνέστη, ἐκπειράζων αὐτὸν, καὶ λέγων· Διδάσκαλε, τί ποιήσας ζωήν αἰώνιον κληρονομήσω; Ο δὲ εἶπε πρὸς αὐτόν· Ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; Ὁ δὲ ἀπο κριθεὶς εἶπεν· 'Αγαπήσεις Κύριον τόν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. Εἶπε δὲ αὐτῷ Ορθῶς ἀπεκρίθης· τοῦτο ποίει, καὶ ζήσῃ. ο 'Αλατ ζών τις ἦν ὁ νομικός, μᾶλλον δὲ ὑπερήφανος, ὡς ἐκ τῶν ἑξῆς δείκνυται, οὐ μόνον δὲ, ἀλλὰ καὶ δόλιος. Πρόσεισι γοῦν ἐκπειράζων τὸν Κύριον. Πετο γὰρ ὡς ὑποσκελίσει αὐτὸν, ἐξ ὧν ἂν πρὸς αὐτὸν ἀποκριθείη. Αλλ' ὁ Κύριος ἐπὶ τὸν νόμον αὐτὸν ἀπάγει, ἐφ᾽ ᾧ σου,
col. 845–846page 82 of 222
PG 123:845μέγα εβρενθύετο. Ορα δὲ τὴν τοῦ νόμου ἀκρίβειαν, πῶς κελεύει ἀγαπᾶν τὸν Θεόν. Ο άνθρωπος τελειότερον ἐστι πάντων τῶν κτισμάτων, μετέχων μὲν καὶ αὐτῶν πάντων, ἔχων δέ τι καὶ ἐξαίρετον, οἷόν τι λέγω· Μετέχει καὶ τοῦ λίθου· ἔχει γὰρ τρίχας, ὄνυχας, ἀναίσθητα ὄντα, ὥσπερ ὁ λίθος. Μετέχει καὶ τοῦ φυτοῦ, καθὸ αὔξεται, καὶ τρέφεται, καὶ γεννά τὸ ὅμοιον, ὥσπερ καὶ τὰ φυτά. Μετέχει καὶ τῶν ἀλόγων, καθὸ ἔχει τὰς αἰσθήσεις, καὶ θυμοῦται, καὶ ἐπιθυμεῖ. Μετέχει δὲ καὶ Θεοῦ παρὰ πάντα τὰ ἄλλα ζώα, κατὰ τὴν νοεράν ψυχήν. Θέλων οὖν δεῖξαι δ νόμοι, ὅτι δεῖ τὸν ἄνθρωπον ὅλον δ᾽ ὅλου ἑαυτὸν, δοῦναι θεῷ, καὶ πάσας τὰς ψυχικές δυνάμεις εἰς τὴν ἀγάπην τοῦ Θεοῦ ἀναλῶσαι, διὰ μὲν τοῦ εἰπεῖν, ἐξ ὅλης τῆς καρδίας, τὴν σωματικωτέραν καὶ τὴν τοῖς φυτοῖς οἰκείαν ἐδήλωσε δύναμιν. Διὰ δὲ τοῦ ἐξ ὅλης τῆς ψυχῆς, τὴν μέσην καὶ τοῖς αἰσθητικοῖς ἁρμόζουσαν. Διὰ δὲ τοῦ ἐξ ὅλης τῆς διανοίας, τὸ ἰδιαίτατον τοῦ ἀνθρώπου τὴν νοεράν ψυχήν κατεμή νυτε. Τὸ δὲ ἐξ ὅλης τῆς ἰσχύος, εἰς πάντα ταῦτα δεῖ ἡμᾶς ἔλκειν. Δεῖ γὰρ ἡμᾶς καὶ τὴν φυτικήν δύναμιν τῆς ψυχῆς ὑποτάττειν τῇ ἀγάπῃ τοῦ Χριστοῦ. Ἀλλὰ πῶς; Ἰσχυρῶς, ἀλλὰ μὴ ἐκλελυμένως. Καὶ τὴν αἰσθητικὴν, καὶ ταύτην ἰσχυρῶ;, καὶ τὴν νοεράν, καὶ ταύτην ἐξ ὅλης τῆς ἰσχύος. Ὥστε ὅλους ἑαυτούς ὀφείλομεν διδόναι Θεῷ, καὶ ὑποτάττειν, καὶ τὴν Ορεπτικὴν, καὶ τὴν αἰσθητικὴν καὶ διανοητικὴν ἡμῶν δύναμιν τῇ ἀγάπῃ τοῦ Θεοῦ. Καὶ τὴν πλησίον σου ώς σεαυτόν. Ο νόμος οὔπω τὰ τέλεια δυνάμενος διδάσκειν διὰ τὸ νηπιῶδες τῶν ἀκουόντων, των πλησίον ἀγαπᾶν προτρέπεται ὡς ἑαυτόν. Ὁ δὲ Χρι στὸς καὶ ὑπὲρ ἑαυτὸν ἀγαπᾶν τὸν πλησίον ἐδίδαξε Μείζονα γὰρ ταύτης ἀγάπην, φησί, οὐκ ἔχει τις δεῖξαι, ή ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φί λων αὐτοῦ. Λέγει οὖν πρὸς τὸν νομικών· Ορθῶς ἀπει κρίθης. Ἐπεὶ γὰρ, φησὶν, ἔτι τῷ νόμῳ ὑπόκεισαι ὀρθῶς ἀποκρίνῃ· κατὰ τὸν νόμον γὰρ φρονεῖς. Ο δὲ θέλων δικαιοῦν ἑαυτὸν, εἶπε πρὸς τὸν Ἰησοῦν· Καὶ τίς ἐστι μου πλησίον; Υπολαβὼν δὲ ὁ Ἰησοῦς, εἶπεν· "Ανθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, καὶ λῃσταῖς περιέπεσεν, οι καὶ ἐκδύσαντες αὐτὸν, καὶ πληγάς περιθέντες, ἀπῆλθον, ἀφέντες ἡμιθανῆ τυγχάνοντα. Κατά συγ κυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. Ομοίως δὲ καὶ Λευί της γενόμενος κατὰ τὸν τόπον ἐλθὼν, καὶ ἰδὼν αὐτὸν ἀντιπαρήλθε. Σαμαρείτης δὲ ὀδεύων ἦλθε κατ' αὐτ τὸν, καὶ ἰδὼν ἐσπλαγχνίσθη, καὶ προσελθὼν κατέ δησε τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον. Επιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον, καὶ ἐπεμελήθη αὐτοῦ. Καὶ ἐπὶ τὴν αύριον ἐξελθὼν, ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ, καὶ εἶπεν αὐτῷ· Ἐπιμελήθητι αὐτοῦ καὶ ὅ τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με, ἀποδώσω σο:. Τίς οὖν τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; Ο (α)
col. 847–848page 83 of 222
PG 123:847δὲ εἶπεν· Ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ. Εἶπεν οτι αὐτῷ ὁ Ἰησοῦς· Πορεύου, καὶ σὺ ποίει ὁμοίως. ο Ἐπαινεθεὶς ὑπὸ τοῦ Σωτῆρος ὁ νομικός, τὴν ἀλα ζονείαν ἐξέῤῥηξεν. Εἶπε γάρ· Καὶ τίς ἐστί μου πλη σίον; βετο γὰρ ὅτι δίκαιος ὤν, οὐδένα ἔχειν ὅμοιον ἑαυτῷ, καὶ πλησιάζοντα κατὰ τὴν ἀρετήν. Πλησίον γὰρ μόνον ἤλπιζεν εἶναι τὸν δίκαιον τῷ δικαίῳ. Θέλων οὖν δικαιοῦν ἑαυτὸν καὶ ὑπεραίρειν πάντων ? ἀνθρώπων, ἀλαζονευόμενός φησι· Καὶ τίς ἐστί μου πλησίον Ὁ δὲ Σωτήρ, άτε δή Ποιητής ὤν, καὶ εἰδὼς πάντας ἐν πλάσμα, οὐ ταῖς πράξεσιν, οὐδὲ τοῖς ἀξιώμασιν, ἀλλὰ τῇ φύσει ὁρίζεται τὸν πλησίον. Με γὰρ νόμιζε, φησίν, ὅτι ἐπειδὴ δίκαιος εἴ, οὐδείς σοί ἐστιν ὅμοιος. Πάντες γὰρ οἱ τῆς αὐτῆς φύσεως κεκοινωνηκότες πλησίον σου εἰσι. Γενοῦ τοίνυν καὶ αὐτὸς πλησίον αὐτοῖς, οὐ τῷ τόπῳ, ἀλλὰ τῇ διαθέτ σει καὶ τῇ εἰς αὐτοὺς ἐπιμελείᾳ. Διὸ καὶ τὸν Σαμαρείτην εἰσάγω σοι πρὸς ὑπόδειγμα, ίνα σοι δείξω, ὅτι ὥσπερ οὗτος διαφέρων τῷ βίῳ, ὅμως πλησίον γέγονε τοῦ ἀξίου ἐλεηθῆναι, οὕτω καὶ σὺ δείξον σεαυτὸν πλησίον τῇ συμπαθείᾳ, καὶ αὐτόκλητος ἐπὶ τὴν βοήθειαν βάδιζε. Διδασκόμεθα οὖν καὶ ταῦτα διὰ τῆς παραβολῆς ταύτης, τὸ ἑτοίμους εἶναι πρὸς ἔλεον, καὶ σπεύδειν πλησίον γίνεσθαι τῶν δεομένων τῆς παρ' ἡμῶν βοηθείας. Διδασκόμεθα δὲ καὶ τὴν περὶ τὸν ἄνθρωπον ἀγαθότητα τοῦ Θεοῦ. Κατέβαινε γὰρ ἡ ἀνθρωπίνη φύσις ἀπὸ Ἱερουσαλήμ, τουτέστι τῆς ἀστασιάστου καὶ εἰρηναίας διαγωγής. Ορασις γὰρ εἰρήνης ερμηνεύεται ἡ Ἱερουσαλήμ. Ποῦ δὲ κατέβαινεν; Εἰς τὴν Ιεριχώ, τὴν κοίλην καὶ χθαμαλὴν καὶ τῷ καύματι πνιγηράν, τουτέστι, τὴν ἐμπαθῆ ζωήν. "Ορα δὲ, οὐκ εἶπεν ὅτι Κατέβη, ἀλλά, Κατέβαινεν. 'Αεὶ γὰρ ἡ ἀνθρωπίνη φύσις ἐπὶ τὰ κάτω ἔνευεν, οὐχ ἅπαξ, ἀλλὰ δι' ὅλου τῷ ἐμπαθεῖ βίῳ προσέχουσα. Περιέπεσε δὲ λῃσταῖς, τοῖς δαίμνο σιν. Εἰ μὴ γὰρ καταβῇ τις ἀπὸ τοῦ ὕψους τῆς δια νοίας, οὐ περιπίπτει τοῖς δαίμοσιν· οἱ ἐκδύσαντες τὸν ἄνθρωπον, καὶ στερήσαντες τῶν τῆς ἀρετῆς ἱματίων, τότε τὰς πληγὰς ἐπέθηκαν τῆς ἁμαρτίας. Πρότερον γὰρ ἀπογυμνοῦσιν ἡμᾶς παντὸς ἀγαθοῦ λογισμοῦ, καὶ τῆς τοῦ Θεοῦ σκέπης, εἶθ' οὕτως τὰς πληγὰς τῆς ἁμαρτίας επιβάλλουσιν. Ημιθανή δὲ κατέλειψαν τὴν ἀνθρωπίνην φύσιν, ἢ διότι ἡ ψυχή ἀθάνατος, τὸ δὲ σῶμα θνητόν· ὥστε τὸ ἥμισυ τοῦ ἀνθρώπου τῷ θανάτῳ ὑπαχθῆναι· ἡ διότι οὐ πάντη ἦν ἀπεγνωσμένη ἡ ἀνθρωπίνη φύσις· ἐν γὰρ Χριστῷ τὴν σωτηρίαν ἕξειν ἠλπίζετο. Ωστε οὐκ ἐτεθανάτωτο παντελῶς, ἀλλ' ὅσον μὲν ἐπὶ τῷ τοῦ Ἀδὰμ παρα πτώμα.. θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν· ὅσον δ ἐπὶ τῷ τοῦ Χριστοῦ δικαιώματι ὁ θάνατος ἔμελλε καταργείται. Ἱερέα δὲ καὶ Λευίτην, τὸν νόμον μοι νόει καὶ τοὺς προφήτας. Οὗτοι γὰρ ἡβούλοντο μὲν δικαιῶσαι τὴν ἀνθρωπίνην φύσιν, οὐκ ηδυνήθησαν δέ. Αδύνατον γάρ, φησὶν ὁ Παῦλος, αἷμα ταύρων καὶ τράγων ἀφελεῖν ἁμαρτίας. Ἠλέησαν μὲν οὖν τὸν ἄνθρωπον, καὶ θεραπεῦσαι διενοήθησαν. Εἶτα τῇ τῶν πληγῶν ἐπικρατείᾳ νικηθέντες, εἰς τοὺπίσω ἀντιπαρελθείν. ἀντιπαρ ο
col. 849–850page 84 of 222
PG 123:849Χ. πάλιν ὑπεχώρησαν. Τοῦτο γὰρ σημαίνει τὸ ἀντιἦλθεν. παρελθεῖν. Ἦλθε μὲν γὰρ ὁ νόμος, καὶ ἐπέστη τῷ κειμένῳ, εἶτα μὴ ἰσχύων θεραπεῦσαι, ἀπεστράφη. Οπερ ἔστι τὸ ἀντιπαρῆλθεν. "Ορα δὲ τὸ κατὰ συγ κυρίαν, τίνα νοῦν ἔχει. Τῷ ὄντι γὰρ ὁ νόμος οὐ προηγουμένως εδόθη, ἀλλὰ διὰ τὴν ἀνθρωπίνην ἀσθένειαν, μὴ δυναμένην ἐξ ἀρχῆς δέξασθαι τὸ κατά Χριστὸν μυστήριον. Διὰ τοῦτό φησιν, ὅτι ῾Ο ἱερεύς, τουτέστιν ὁ νόμος, κατὰ συγκυρίαν, ὅπερ ειώθα μεν λέγειν κατὰ σύμβαμα, ἀλλ᾽ οὐ προηγουμένως, ἦλθεν εἰς τὸ θεραπεῦσαι τὸν ἄνθρωπον. Αλλ' ὁ Κύριος καὶ Θεὸς ἡμῶν, ὁ δι' ἡμᾶς κατάρα γενόμενος, καὶ Σαμαρείτης ἀκούσας, ὁδεύων, τουτέστιν, αὐτὸ τοῦτο πρόφασιν ὁδοῦ ποιησάμενος, καὶ τὸν σκοπὸν θέμενος, τὸ ἡμᾶς θεραπεῦσαι, ἀλλ' οὐ παρ οδεύων, καὶ ἐκ παρέργου επισκεψάμενος ἡμᾶς, ἦλθεν εἰς ἡμᾶς, συναναστραφείς ἡμῖν, καὶ ὁμιλήσας ἀφαντάστως. Κατέδησεν οὖν εὐθὺς τὰ τραύματα, μὴ ἐάσας τὴν κακίαν ἐπὶ πλέον ἄνετον εἶναι, ἀλλὰ καταδήσας αὐτὴν, ἐπέχεεν δὲ ἔλαιον καὶ οἶνον ἔλαιον μὲν τὸν λόγον τῆς διδασκαλίας, τὸν διὰ τῶν ἀγαθῶν προτρεπόμενον· οἶνον δὲ, τὴν διὰ τῶν φοβερωτέρων ενάγοντα πρὸς ἀρετήν. Οἷον ὅταν ἀκούῃς τοῦ Κυρίου λέγοντος· Δεῦτε πρός με, κἀγὼ ἀνα παύσω ὑμᾶς, τοῦτο τὸ ἔλαιον· ἱλαρότητα γὰρ καὶ ἀνάπαυσιν ὑποδείκνυσι. Καὶ πάλιν· Δεῦτε, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Οταν δὲ λέγῃ, ὅτι Πορεύεσθε εἰς τὸ σκότος, τοῦτο ὁ οἶνος, Η στυπτική διδασκαλία. Νοήσεις δ᾽ ἂν καὶ ἄλλως ἔλαιον τὴν κατὰ ἄνθρωπον διαγωγήν, οἶνον τὴν κατὰ Θεὸν, οἷόν τι λέγω· Ο Κύριο; τὰ μὲν ἀνθρωπίνως ενήργει, τὰ δὲ, θεϊκῶς. Τὸ μὲν γὰρ ἐσθίειν καὶ πίνειν, καὶ τὸν ἄνετον βίον μεταδιώκειν, ἀλλ' εὐχὶ σκληραγωγίαν ἐνδείκνυσθαι, ὥσπερ ὁ Ἰωάννης, τοῦτό ἐστι τὸ ἔλαιον. Η δὲ ξένη νηστεία καὶ ὁ ἐν θαλάσσῃ περίπατος, καὶ ὅσα ἄλλα τῆς θείας δυνά μεως, ταῦτά ἐστιν ὁ οἶνος. Οἴνῳ γὰρ ἀπεικαστέον τὴν θεότητα, ἣν ἄκρατον ὑπενεγκεῖν οὐδεὶς ἂν ἡδυ νήθη, εἰ μὴ καὶ τὸ ἔλαιον ἦν, τουτέστιν ἡ κατὰ ἄνε θρωπον διαγωγή. Ἐπεὶ οὖν δι᾿ ἀμφοτέρων ἡμᾶς Έσωσε, θεότητός φημι καὶ ἀνθρωπότητος, διὰ τοῦτο λέγεται οἶνον καὶ ἔλαιον ἐπιχέαι. Καὶ καθ᾿ ἑκάστην δὲ οἱ βαπτιζόμενοι, τῶν τραυμάτων τῆς ψυχῆς ἀπαλλάττονται, ἐλαίῳ μὲν τοῦ μύρου χριόμενοι, εὐθὺς δὲ κοινωνοῦντες, καὶ τοῦ θείου αἵματος μετα λαμβάνοντες. Ανεβίβασε δὲ ὁ Κύριος τὴν τραυματισθεῖσαν ἡμῶν φύσιν ἐπὶ τὸ ἴδιον υποζύγιον, του τέστιν, ἐπὶ τὸ σῶμα αὐτοῦ· μέλη γὰρ αὐτοῦ ἡμᾶς ἐποίησε, καὶ κοινωνούς τοῦ σώματος αὐτοῦ, κάτω τε κειμένους ἀνεβίβασεν ἐπὶ τὴν ἀξίαν ἐκείνην, ὥστε συσσώμους αὐτῷ εἶναι. Πανδοχεῖον δὲ ἡ Ἐκκλησία, ἡ πάντα ὑποδεχομένη· ὁ μὲν γὰρ νόμος, οὐ πάντας εδέχετο. Μωαβίτης γάρ, φησί, καὶ Αμμανίτης οὐκ εἰσελεύσεται εἰς Ἐκκλησίαν Θεοῦ. Νῦν δὲ ἐν παντὶ ἔθνει ὁ φοβούμενος τὸν Θεὸν δεκτὸς αὐτῷ ἐστι, θέα λων πιστεῦσαι, καὶ μέρος γενέσθαι τῆς Ἐκκλησίας. Πάντας γὰρ ὑποδέχεται, καὶ ἁμαρτωλοὺς καὶ τελώ νας. Ορα δὲ τὴν ἀκρίβειαν, πῶς φησιν, ὅτι ἀπα γαγὼν εἰς τὸ πανδοχεῖον, ἐπεμελήθη αὐτοῦ· πρὶν Ει
col. 851–852page 85 of 222
PG 123:851γὰρ ἡ ἀπαγαγεῖν εἰς τοῦτο, μόνον κατέδησε τα τραύ ματα. Τί οὖν ἐστιν ὁ φημι; Ότι τῆς Ἐκκλησίας συστάσης, καὶ γενομένου τοῦ πανδοχείου, τουτέστιν, ἐκ πάντων σχεδόν τῶν ἐθνῶν τῆς πίστεως αὐξηθείσης, τότε ἐγένετο καὶ Πνεύματος ἁγίου δωρεά, καὶ ἡ χάρις τοῦ Θεοῦ ἐπλατύνετο. Και τούτο μαθήση ἀπὸ τῶν Πράξεων τῶν ἀποστόλων. Ἐπέχει δὲ τύπον πανδοχέως πᾶς ἀπόστολος, καὶ διδάσκαλος, καὶ ποι μὴν, οἷς δέδωκεν ὁ Κύριος δύο δηνάρια, τις δύο Διαθήκας, τὴν Παλαιὰν καὶ τὴν Νέαν. Τις γὰρ εἰκόνα βασιλέως φέρουσιν ἀμφότεραι, τοῦ αὐτοῦ Θεοῦ λόγια εἶσαι. Ταῦτα γοῦν τὰ δηνάρια εἰς οὐρα νούς ἀνερχόμενος ὁ Κύριος κατέλιπε τοῖς ἀποστόλοις, καὶ τοῖς κατὰ καιροὺς ἐπισκόποις, καὶ διδα σκάλοις. Εἶπε δὲ, ὅτι ῾Ο ἂν προσδαπανήσης οίκοθεν, ἐγὼ δώσω στι. Τῷ ὄντι γὰρ προσεδαπάνησαν οίκοθεν οἱ ἀπίστολοι, πολλὰ κοπιάσαντες, καὶ πανταχοῦ τὴν διδασκαλίαν σπείροντες. Αλλὰ καὶ οἱ κατὰ καιρώς διδάσκαλοι ἐξηγούμενοι τὴν Παλαιὰν καὶ τὴν Νέαν, πολλὰ προσεδαπάνησαν οίκοθεν, ὑπὲρ ὧν την με στὸν ἀπολήψονται ἐν τῷ ἐπανέρχεσθαι τὸν Κύριον, τουτέστιν ἐν τῇ δευτέρα παρουσία. Τότε γὰρ ἂν εἴποι ἕκαστος αὐτῶν αὐτῷ· Κύριε, δύο δηνάρια δέδωκάς μοι, ἰδοὺ ἄλλα δύο προσεδαπάνησα. Προς ὃν ἐρεῖ καὶ αὐτός· Εύ, δοῦλε ἀγαθέ. ἀπὸ τῆς ἀκροάσεως, τότε ὁ Κύριος δραξάμενος Εγένετο δὲ ἐν τῷ πορεύεσθαι αὐτοὺς, καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά, γυνὴ δέ τις, ονόματι Μάρθα, ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε ήν ἀδελφὴ καλουμένη Μαρία, ἢ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, ἤκουε τῶν λόγων αύ τοῦ. Ἡ δὲ Μάρθα περιεσπάτο περὶ πολλὴν διακονίαν. Επιστᾶσα δὲ εἶπε· Κύριε, ού μέλει σοι, ὅτι ἡ ἀδελφή μου μόνη με κατέλιπς διακονεῖν; Εἰπὲ οὖν αὐτῇ, ἵνα μοι συναντιλάβηται. ᾿Αποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς Μάρθα, Μάρθα, μεριμνας, καὶ τυρβάζῃ περὶ πολλά. Ἑνὸς δὲ ἐστι χρεία. Μα ρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαι ρεθήσεται ἀπ' αὐτῆς.» Μέγα μὲν τὸ τῆς φιλοξενίας ἀγαθὸν, ὅπερ ἡ Μάρθα ἐπεδείκνυτο, καὶ οὐκ ἀπό βλητον· μεῖζον δὲ τὸ προσέχειν τοῖς πνευματικωτέροις λόγοις. Δι' ἐκείνου μὲν γὰρ τὸ σῶμα τρέφεται, διὰ δὲ τούτου ἡ ψυχὴ ζωοῦται. Οὐ γὰρ διὰ τοῦτο, φησί, πάρεσμεν, ὦ Μάρθα, ἵνα την γαστέρα εμ πλήσωμεν ποικίλων βρωμάτων, ἀλλ᾽ ἵνα ψυχὰς ὠφε λήσωμεν. Ορα δὲ τὴν τοῦ Κυρίου γνώμην. Οὐ πρόσ τερον εἶπε τι πρὸς τὴν Μάρθαν, πρὶν ἢ παρ' ἐκεί νης λαβεῖν τὰς ἀφορμὰς τῆς ἐπιπλήξεως. Ἐπεὶ γὰρ ἐκείνη ἀποσπάσασθαι ἐπειρᾶτο τὴν ἀδελφὴν αὐτῆς ἀφορμῆς, ἐπιπλήττει αὐτήν. Μέχρι γὰρ τότε ἡ φιλοξενία τιμητέα, μέχρις ὅτου οὐ περιστᾷ ἡμᾶς, καὶ απαγάγει τῶν ἀναγκαιοτέρων. Επὰν δὲ ἄρξηται κωλύειν ἡμᾶς ἀπὸ τῶν σπουδαιοτέρων, τηνικαῦτα ταύτης προτιμητέον τὴν τῶν θείων ἀκρόασιν, μάλο λον δὲ εἰ δεῖ τὸ ἀκριβέστερον εἰπεῖν, οὐ τὴν φιλοξενίαν κωλύει ὁ Κύριος, ἀλλὰ τὴν ποικιλίαν καὶ τύρ δην, τουτέστι τὸν περισπασμόν, καὶ τὴν ταραχήν ἐπεὶ τὴν λιτὴν ὑποδοχὴν ἐπαινεῖ. Ινα τί γάρ, φησί, Μάρθα μεριμνᾷς, καὶ τυρβάζῃ πολλά, τουτέστι, που ριστά, ταράττη; Ἑνὸς ἔχομεν χρείαν τοῦ φαγεῖν δ τι δή ποτε, οὐχὶ ποικιλίας. Τινὲς δὲ τὸν ἑνός ἐστι χρεία, οὐ περὶ τοῦ φαγεῖν ἐνόησαν, ἀλλὰ τοῦ προσέχειν τῇ διδασκαλίᾳ. Δι' ὧν δὲ λέγει, διδάσκει τους
col. 853–854page 86 of 222
PG 123:853ΧΙ. Τι ἀποστόλους ὁ Κύριος, ἵνα ὅταν εἰσέλθωσιν εἰς οἰκίαν τινός, μηδὲν ποικίλον ζητῶσιν, ἀλλ' ἀρχῶνται τῇ λετῇ ὑποδοχῇ, μηδὲν πλέον ζητοῦντες, ἢ τὸ προσέχειν τῇ διδασκαλίᾳ· νόει δέ μοι, Μάρθαν μὲν τὴν πρακτικὴν ἀρετὴν, Μαρίαν δὲ τὴν θεωρίαν. Ἡ μὲν οὖν πρακτική περισπασμούς ἔχει καὶ ὀχλήσεις, ἡ δὲ θεωρία, κυρία γενομένη τῶν παθῶν· Μαρία γὰρ, κυρία, ἑρμηνεύεται· εἰς τὴν τῶν θείων λόγων καὶ τῶν κριμάτων ἐποψίαν ἐνασχολεῖται μόνην. Πρόσχες δὲ καὶ τὸν Παρακαθίσασα παρὰ τοὺς πόδας αὐτοῦ, ἤκους τῶν λόγων αὐτοῦ. Οἱ μὲν γὰρ πόδες νοοῖντο ἂν εἰς τὴν πρακτικὴν ἀρετήν. Κινήσεως γὰρ καὶ πορείας εἰσὶν ἐνδεικτικοί. Τὸ δὲ καθίσαι, τῆς ἑδραιότητος σύμβολον. Οστις οὖν καθίσει παρὰ τοὺς πό δες τοῦ Ἰησοῦ, τουτέστιν, ὅστις ἐδραιωθῇ ἐν τῇ πρακτικῇ, καὶ τὴν τοῦ Ἰησοῦ πορείαν καὶ διαγωγὴν μιμησάμενος ἐν ταύτῃ στερεωθῇ, ἐκεῖνος μετὰ ταῦτα φθάνει εἰς τὴν ἀκοὴν τῶν θείων λογίων, ήγουν τὴν θεωρίαν. Ἐπεὶ καὶ ἡ Μαρία πρῶτον καθίσασα, είν' ούτως έκανε τῶν λόγων. Σὺ τοίνυν, εἰ μὲν δύνα σαι, εἰς τὴν τῆς Μαρίας τάξιν ἀνάβηθι, κυρία γενο μένη τῶν παθῶν, καὶ εἰς θεωρίαν φθάσασα. Εἰ δὲ μὴ τοῦτό σοι δυνατόν, Μάρθα γενοῦ, τῷ πρακτικῷ μέρει προσκειμένη, καὶ διὰ τούτου Χριστὸν ὑποδεχομένη. Ορα δὲ καὶ τὸ, ο ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς. Ὁ Ὁ μὲν γὰρ πρακτικὸς ἔχει ὁ ἀφαιρεθήσεται ἀπ' αὐτοῦ, τουτέστιν, αὐτὸ τοῦτο τὴν ἀσχου λίαν, καὶ τὸν περισπασμόν προκόπτων γὰρ καὶ φθάνων εἰς θεωρίαν, τοῦ περισπασμοῦ καὶ τῆς τύρα της ἐλευθεροῦται· ὥστε ἀφαιρεῖταί τι ἀπ' αὐτοῦ. Ο δὲ θεωρητικὸς οὐ στερεῖται ποτε τῆς ἀγαθῆς ταύτης μερίδος, λέγω δὴ τῆς θεωρίας. Εἰς γὰρ ποῖον ἄλλο μείζον προκύψει, φθάσας εἰς αὐτὸ τὸ ἀκρότα τεν, λέγω δὴ τὸ Θεὸν βλέπειν, ὅπερ ἔστι θεουργεῖσθαι; Ο γάρ Θεὸν βλέπειν ἀξιωθείς, θεὸς γίνεται Τῷ ὁμοίῳ γὰρ τὸ ὅμοιον καταλαμβάνεται. ΚΕΦΑΛ. ΙΔ΄. Περὶ προσευχῆς. Περὶ τοῦ ἔχοντος δαιμόνιον κωφόν. Περὶ τῆς ἐκ τοῦ ὄχλου ἐπαράσης φω τήν. Περὶ τῶν αἰτούντων σημεῖον. Περὶ τοῦ Φαρισαίου τοῦ καλέσαντος τὸν Ἰησοῦν. Περι τοῦ ταλανισμοῦ τῶν νομικών. σου, Καὶ ἐγένετο, ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέ τις τῶν μαθη τῶν αὐτοῦ πρὸς αὐτόν· Κύριε, δίδαξον ἡμᾶς προσεί. χεσθαι, καθὼς καὶ Ἰωάννης ἐδίδαξε τους μαθητὰς αὐτοῦ. Εἶπε δὲ αὐτοῖς· Οταν προσεύχησθε, λέγετε Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω το θέλημά ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς, τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ᾿ ἡμέραν, καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ ἀφίεμεν παντὶ ὀφείλοντι ἡμῖν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ζηλοῖ ὁ μαθητής Χριστοῦ τοὺς μαθητὰς Ἰωάννου, διὰ καὶ ζητεῖ διδαχθῆναι τρόπον προσευχῆς. Ο γοῦν Σωτὴρ διδάσκει, μὴ παρωσάμενος τὴν ἀξίωσιν τοῦ μαθητοῦ. Πάτερ ἡμῶν, φησὶν, ὁ ἐν τοῖς οὐρανοῖς. Ορα τὴν τῆς εὐχῆς δύναμιν. Εὐθὺς ἄνω σε ἀνάγει, καὶ πείθει σε, ἐπειδὴ ὀνομάζεις πατέρα τὸν Θεὸν, μὴ πάντη τῆς ὁμοιότητος ἀπολείπεσθαι, ἀλλὰ σπου

Chapter XICaput XI

col. 855–856page 87 of 222
PG 123:855δάζειν πρὸς τὸν Πατέρα εξομοιοῦσθαι. Οὐκ εἶπε δὲ, Πάτερ μου, ἀλλὰ Πάτερ ἡμῶν, εἰς φιλαδελφίαν σε διεγείρων, καὶ καταναγκάζων πάντας ἀγαπᾶν, ὡς κοινοὺς ἀδελφούς. Ἐν τοῖς οὐρανοῖς δὲ εἰπὼν, οὐ περιγράφει ἐκεῖ τὸν Θεὸν, ἀλλὰ τὸν ἀκρεατὴν ἀνά γει εἰς οὐρανοὺς, καὶ ἀπάγει τῶν γηίνων. Αγια σθήτω τὸ ὄνομά σου, ἀντὶ τοῦ, δοξασθήτω, τουτέστι, ποίησον ἡμῶν τὸν βίον εἰς δόξαν εἶναι σήν. Ὥσπερ γὰρ τὸ ὄνομα τοῦ Θεοῦ βλασφημεῖται διὰ τοὺς και κούς, οὕτω δοξάζεται διὰ τοὺς ἀγαθὸν βίον ἔχοντας. Ἐλθέτω ἡ βασιλεία σου. Ὁ μὲν ἁμαρτωλὸς ἀπεύ χεται τὴν βασιλείαν τοῦ Θεοῦ, μή βουλόμενος ταύτην ἐλθεῖν, διὰ τὰ ἐκεῖ δικαιωτήρια. Ὁ δὲ δίκαιος τοὐναντίον τάχιον αὐτὴν ἐλθεῖν εὔχεται, ὡς ἂν ἀπαλλαγεῖς τῶν ἐνταῦθα πειρατηρίων, ἀναπαύσηται. Γενέσθω δὲ καὶ τὸ θέλημά σου, ὥσπερ ἐν οὐρανῷ ὑπὸ τῶν ἀγγέλων, οὕτω καὶ ὑφ᾽ ἡμῶν τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς. Οι γὰρ ἄγγελοι πάντες κατὰ τὸ τοῦ Θεοῦ θέλημα πάντα ἐνεργοῦσι. Διδάσκει δὲ τὸν ἐπιούσιον ἄρτον ζητεῖν μόνον, τουτέστι, τὸν ἐπὶ τῇ οὐσίᾳ ἡμῶν, καὶ τῇ συστάσει τῆς ζωῆς συμβαλλόμενον· οὐ τὸν περιστὸν πάντως, ἀλλὰ τὸν ἀναγκαῖον. Τὸ δὲ, μὴ εἰσελθεῖν εἰς πειρασμὸν, τὸ μὴ ἐπιπηδᾷν τοῖς πειρασμούς σημαίνει. Οὐ γὰρ δεῖ ἡμᾶς παρακαλεῖν τὸν Θεὸν, ἵνα ἡμᾶς εἰς πειρασμὸν ἐμβάλῃ, ἀλλ᾽ ἀπεύχεσθαι μὲν τοῦτο· ἐπὶν δὲ ἔλθῃ, γενναίως φέρειν. Εστι δὲ εἰπεῖν, ὅτι διττὸν τὸ εἶδος τῶν πειρασμῶν. Οἱ μὲν γὰρ ἑκούσιοι· οἷον μέθη, φόνος, μοιχεία, καὶ τἆλλα πάθη· τούτοις γὰρ τοῖς πειρασμοῖς ἑκόντες ἑαυτοὺς ύπεμβάλλομεν. Ακούσιοι δὲ πειρασμοί, οἷς οἱ τύ ραννοι καὶ βίαιοι ἡμᾶς ὑποβάλλουσιν. Ἀπὸ τοίνυν τῶν ἑκουσίων πειρασμῶν, τουτέστι τῶν παθῶν, φεύγειν δεῖ ἡμᾶς, καὶ τούτους ἀπεύχεσθαι, καὶ λέ γειν, Μὴ εἰσενέγκης ἡμᾶς, τουτέστι, μή συγχωρήσῃς ἡμᾶς ἐμπεσεῖν εἰς πειρασμόν, ήγουν εἰς πάθος ἀκούσιον, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Οὗτος γάρ ἐστι καὶ τοὺς ἀκουσίους καὶ τοὺς ἑκουσίους πειρασμοὺς ἐπάγων. Διὸ μὴ ἀκουσίως πειραζόμενος ὑπὸ ἀνθρώπου, νόμιζε τὸν ἄνθρωπον εἶναί σοι αἴτιον τοῦ πειρασμοῦ, ἀλλὰ τὸν πονηρόν. Ἐκεῖνος γάρ ἐστιν ὁ πείθων τὸν ἄνθρωπον κατὰ σοῦ λυττᾶν καὶ μαίνεσθαι. Καὶ εἶπε πρὸς αὐτούς· Τίς ἐξ ὑμῶν ἔξει φίλον, καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυχτίου, καὶ εἴπῃ αὐτῷ· Φίλε, χρησόν μοι τρεῖς ἄρτους, ἐπειδὴ φίλος παρεγένετο ἐξ ὁδοῦ πρὸς μὲ, καὶ οὐκ ἔχω δ παραθήσω αὐτῷ. Κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ· Μή μοι κόπους πάρεχε, ἤδη ἡ θύρα κέκλεισται, καὶ τὰ παι ή δία μου μετ᾿ ἐμοῦ εἰς τὴν κοίτην εἰσὶν, οὐ δύναμαι ἀναστὰς δοῦναί σοι. Λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι αὐτοῦ φίλον, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ὅσων χρήζει. Παραβολήν τινα καὶ ὑπόδειγμα λέγει ὁ Κύριος. παιδεύων ἡμᾶς ἀόκνως - προσεύχεσθαι. Τί οὖν ση μαίνει ἡ παραβολή; Μεσονύκτιον μέν φασιν εἶναι τὰ ἔσχατα τοῦ βίου, ἐν οἷς οἱ ἄνθρωποι γενόμενοι προς συναίσθησιν ἔρχονται τοῦ καλοῦ, καὶ προστρέχουσι Θεῷ. Οὗτος γὰρ ἐστιν ὁ φίλος, ὁ πάντας φιλῶν, καὶ θέλων σωθῆναι. Προσέρχονται τοίνυν πολλοὶ ἐν τῷ μεσονυκτίῳ, τουτέστιν ἐν τῷ ἐσχάτῳ βίῳ, τῷ Θεῷ, ὡς φίλῳ, καὶ λέγουσι· Δὺς τρεῖς ἄρτους, τὴν εἰς
col. 857–858page 88 of 222
PG 123:857ΧΙ. Τριάδα πίστιν. Φίλος γὰρ παρεγένετο τουτέστιν, ὁ ἄγγελος ὁ τὴν ψυχὴν παραλαμβάνων. Φίλος δὲ καὶ πᾶς ἄγγελος, καθὰ δὴ καὶ ὁ Κύριός φησι· Χαρά για νεται ἐν οὐρανῷ ἐπὶ σωτηρίᾳ ἀνθρώπου. Τὰ δὲ παιδία τὰ ἐπὶ τῆς κλίνης ἀναπαυόμενα, εἰσὶν οἱ στραφέντες, καὶ γεγονότες ὡς τὰ παιδία, καὶ ἠξιω μένοι τῷ Κυρίῳ συναναπαύεσθαι. ᾿Αναίδειαν δὲ λέ γει τὴν μεθ' ὑπομονῆς ἐπιτεταμένην προσευχήν. Νόει δὲ καὶ ἄλλως, μεσονύκτιον μέν, τὴν ἀκμήν, καὶ τὸ μεσαίτατον τῶν πειρασμῶν. Νὺξ μὲν γὰρ πᾶς πειρασμός, μεσονύκτιον δὲ πάντως τὸ μέσον τῶν πειρασμῶν. Ὅταν οὖν τις ἐν μέσοις τοῖς πει ρασμοίς γένηται, προσέρχεται τῷ φιλοῦντι ἡμᾶς Θεῷ, καὶ λέγει· Χρησόν μοι τρεῖς ἄρτους, τὴν σω τηρίαν τοῦ σώματος, καὶ τῆς ψυχῆς, καὶ τοῦ πνεύ ματος. Ἀπὸ γὰρ τῶν πειρασμῶν δέος, μή κινδυνεύσῃ ταῦτα τὰ τρία. Τίς δὲ ὁ φίλος ὁ παραγενόμενος ἐξ ὁδοῦ; Η πάντως Κύριος ὁ δοκιμάζων ἡμᾶς ἐν τοῖς πειρασμοῖς, καὶ θέλων φαγεῖν τὴν ἡμε τέραν σωτηρίαν; Οὐκ ἔχει δὲ τί παραθήσει τούτῳ ὁ ἐν τοῖς πειρασμοῖς ἐμπεσών, καὶ ἀσθενῶν ἀφ᾽ ἑαυτοῦ ἀντιστῆναι τούτοις, καὶ θεραπεῦσαι Θεόν. Τὸ δὲ κλεισθῆναι τὴν θύραν, τοῦτο σημαίνει, ὅτι δεῖ πρὸ τῶν πειρασμῶν ἡμᾶς εἶναι ἡτος μασμένους, ἐπὰν δὲ ἐμπέσωμεν, κέκλεισται ἡ τῆς ἑτοιμασίας θύρα, καὶ ἀνέτοιμοι εὑρισκόμενοι, εἰ μὴ ὁ Θεὸς βοηθήσει, κινδυνεύσωμεν. Παιδία δὲ, καθά προαπ εδόθησαν, εἶεν ἂν οἱ γενόμενοι υἱοὶ τοῦ Θεοῦ δι' ἀρεσ τῆς, καὶ ἀνακλινόμενοι, καὶ ἀναπαυόμενοι ἐν Θεῷ. Κἀγὼ ὑμῖν λέγω· Δἰτεῖτε, καὶ δοθήσεται ὑμῖν, ζητεῖτε, καὶ εὑρήσετε, κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρί σκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. Τίνα δὲ ὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Η καὶ ἰχθὺν, μὴ ἀντὶ ἰχθύος ὄφιν ἐπιδώσει αὐτῷ; Η καὶ ἐὰν αἰτήσῃ ὡδν, μὴ ἐπιδώσει αὐτῷ σκορπίον; Εἰ οὖν ὑμεῖς πονηροὶ ὑπάρχοντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσω μάλ. λον ὁ Πατὴρ ὁ ἐξ οὐρανοῦ δώσει Πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν!, Ορα τὸ ἀκριβὲς τῆς λέξεως. Οὐκ εἶπεν, ὅτι Αἰτήσασθε, καὶ δοθήσεται, ἀλλ᾽, Αἰτεῖτε, ἀντὶ τοῦ, διηνεκώς ζητείτε. Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει. Αρα οὖν ὁ ἀσύμφορα αἰτῶν λαμβάνει; Οὐχί πρῶτον μὲν γὰρ ἡ τῶν ἀσυμφόρων αἴτησις οὐδὲ αἰ τησις ἂν κληθείη πρὸς τὸν Θεόν. Ο γὰρ τῷ Θεῷ προσευχόμενος, ὀφείλει αἰτεῖσθαι, ἃ ἐκεῖνος δίδωσιν. Οταν δέ τις τὰ ἀσύμφορα αἰτεῖται, οὐ πρὸς τὸν Θεὸν ποιεῖται τὴν αἴτησιν· οὗτος γὰρ ἀσύμφορα οὐ δίδωσιν. Επειτα ἄκους καὶ αὐτοῦ τοῦ Κυρίου, πῶς διδάσκει ἡμᾶς αἰτεῖσθαι ἃ δεῖ. "Αρτον γάρ, φησίν, ὁ υἱὸς καὶ ἰχθὺν καὶ ὡὸν αἰτεῖται. Ὥσπερ οὖν ταῦτα ἀνθρώπου ἐστὶ βρῶσις, οὕτω καὶ τὰ αἰτήματα ἡμῶν ὀφείλουσιν εἶναι συμφέροντα καὶ συμβαλλόμενα ἡμῖν. Νόει δέ μοι, ὅτι ἄρτον μὲν αἰτεῖται πᾶς ὁ τὴν εἰς Τριάδα πίστιν ἀποκαλυφθῆναι αὐτῷ, καὶ τὴν ὀρθότητα τῶν δογμάτων αἰτῶν· ἄρτος γὰρ ταῦτα εἰσιν ὡς στηρίζονται καρδίαν. Ἰχθὺν δὲ αἰτεῖ ὁ ἐν τῷ πελά
col. 859–860page 89 of 222
PG 123:859συνέργειαν, ἵνα ἐν μέσῳ τῶν πειρασμῶν ἀκαταβά πτιστος, καὶ ζῶν ὥσπερ ἰχθὺς διαφυλαχθῇ. Ἐν δὲ αἰτεῖ ὁ τὰ γεννήματα τῶν ἐναρέτων ψυχῶν δοθῆναι γει μὲν τοῦ βίου ὤν, ζητῶν δὲ τὴν παρὰ τοῦ Θεοῦ αὐτῷ ζητῶν, αἵτινες δηλαδή ψυχαὶ ὄρνισιν ἂν εἰκότως παραβάλλοιντο πτέρυγας λαβοῦσαι, καὶ πνεύ ματι κουφισθεῖσαι, καὶ ὑπεραναπτᾶσαι τὴν γῆν. Κωφός, Καὶ ἦν ἐκβάλλων δαιμόνιον, καὶ αὐτὸ ἦν κω φόν. Εγένετο δὲ, τοῦ δαιμονίου ἐξελθόντος, ἐλάλησεν ὁ κωφός, καὶ ἐθαύμασαν οἱ ὄχλοι. Τινὲς δὲ ἐξ αὐτῶν εἶπον· Ἐν Βεελζεβούλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. Ετεροι δὲ πειράζοντες, σημείον παρ' αὐτοῦ ἐζήτουν ἐξ οὐρανοῦ. Αὐτὸς δὲ εἰδὼς τὰ διανοήματα αὐτῶν, εἶπεν αὐτοῖς· Πάσα βασιλεία ἐφ' ἑαυτὴν διαμερισθεῖσα ἐρημοῦται, καὶ οἶκος ἐπὶ οἶκον πίπτει. Εἰ δὲ καὶ Σατανᾶς ἐφ' ἑαυτὸν διεμερίσθη, πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ, ὅτι λέγετε ἐν Βεελζεβούλ ἐκβάλλειν με τὰ δαιμόνια; Εἰ δὲ ἐγὼ ἐν Βεελζεβούλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι; Διὰ τοῦτο κριταὶ ὑμῶν αὐτοὶ ἔσονται. Εἰ δὲ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τα δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.» Κωφός λέγεται μὲν ὡς ἐπὶ τὸ πολὺ ὁ μὴ λαλῶν, λέγοιτο δ᾽ ἂν καὶ ὁ μὴ ἀκούων, κυριώτερον δὲ ὁ μήτε ἀκούων, μήτε λαλῶν. Καὶ οἶγε ἐκ γενετής μὴ ἀκούοντε;, οὐδὲ λαλοῦσιν· ἐξ ἀνάγκης γὰρ τοῦτο συμβαίνει αὐτοῖς. Ἐκεῖνα γὰρ λαλοῦμεν, ὅτι διὰ τοῦ ἀκούειν μανθάνομεν δηλαδή. Όταν δέ τις οὐκ ἀκούῃ, εἰκότως οὐδὲ λαλεῖ, πλὴν εἰ μὴ πολλάκις ὑπὸ πάθους ὕστερον εβλάβη τὰς ἀκούς· τὸν τοιοῦτον γὰρ οὐδὲν κωλύει λαλεῖν. Ο τοίνυν τῷ Κυρίῳ προσαχθεὶς ἀμφότερα ἦν, καὶ τὴν γλῶτταν καὶ τὰ Στα κωφός. Σύμβολον δὲ οὗτος τῆς ἀνθρωπίνης φύ σεως, ἥτις ὑπὸ δαιμόνων κατεχομένη, οὔτε ἀκούειν ήνείχετο λόγων Θεοῦ, οὔτε πολλῷ μᾶλλον ἐκλαλεῖν ἠδύνατο. 'Αλλ' ὁ Κύριος ἐλθὼν, καὶ τὰ δαιμόνια ἐξελάσας, τὰς ἐμπαθεῖς καὶ δαιμονιώδεις πράξεις, ἐποίησεν ἡμᾶς λαλεῖν, καὶ κηρύττειν τὴν ἀλήθειαν δεῖ γὰρ οὐ μόνον ἀκούειν Θεοῦ λόγους, ἀλλὰ καὶ ἑτέ ροις λαλεῖν. 'Ακούσωμεν οὖν οἱ ἔχοντες μὲν ἐν ἐπυ τοῖς τὰς δαιμονιώδεις πράξεις, οιόμενοι δὲ καὶ ἑτέ ρους διδάσκειν, καὶ ἐφιέμενοι ὑπὸ τῶν ἀνθρώπων καλεῖσθαι 'Ραβδί. Ἐξελθόντος γὰρ τοῦ δαιμονίου, τότε ἡ ἀληθὴς λαλιὰ ἤτοι διδασκαλία γίνεται· ἕως δ' ἂν ἔσω ἡμῶν εἴη ἡ τοῦ δαίμονος πράξις, κἂν δοχών μεν λαλεῖν, οὐ λαλοῦμεν. Οι Φαρισαῖοι δὲ διαβάλλουσι τὸ θαῦμα, καὶ ὡς γόητα τὸν Κύριον ὑβρίζουσι. Τὸν γὰρ ἄρχοντα, φασί, τῶν δαιμονίων ἔχων φίλων, τῇ συνεργίᾳ ἐκείνου ἐκβάλλει τα δαιμόνια. Πρό; οὓς ὁ Κύριος, Πῶς, φησί, δυνατὸν δαίμονα ἐκβάλλειν ἄλλον δαίμονα; Τοῦτο γὰρ κατάλυσις ἂν εἴη τῆς βασιλείας αὐτοῦ. Εἰ γὰρ βασιλείαν μὲν αὐτοὶ ἡγοῦνται καὶ ἀνάπαυσιν τὸ κατοικεῖν ἐν ἀνθρώποις, ἐκβάλλει δὲ αὐτοὺς ὁ ἄρχων αὐτῶν, πρόδηλον ότι ἑαυτὸν καταλύει. Καὶ γὰρ πᾶσα βασιλεία μερισθεῖσα καὶ στασιάζουσα καταλύεται, καὶ οἶκος μερισθεὶς πίπτει. Οἶκον δὲ εἴτε τὸ οἰκοδόμημα νοήσεις και λῶς. Καὶ γὰρ ἡ οἰκοδομὴ ἕως μὲν φυλάττει τὴν (α)
col. 861–862page 90 of 222
PG 123:861ΧΙ. συνέχειαν, ἵσταται, ἐπὰν δὲ διαστῶσιν ἀπ' ἀλλήλων εἰ τοῖχοι, πίπτει, εἴτε οἶκον νοήσεις τοὺς ἐν τῇ οι κίᾳ, καὶ οὗτοι ἕως μὲν εἰρηνεύουσι, συνεστήκασι, ἐπὰν δὲ διαστῶσι κατ' ἀλλήλων, πίπτουσιν. Εστω δὲ, ὅτι ἐκβάλλω ἐγὼ τὰ δαιμόνια ἐν τῷ Βεελζεβούλ, οἱ υἱοὶ ὑμῶν, τουτέστιν οἱ ἀπόστολοι, ἐν τίνι ἐκβάλε λουσιν; "Η δήλον, ὅτι ἐν τῷ ἐμῷ ὀνόματι; Πῶς οὖν ἐμὲ λέγετε, ὅτι ἐν τῷ Βεελζεβούλ ἐκβάλλω ἐγώ, ὡς χρείαν ἔχων τῆς ἐκείνου δυνάμεως, ὅπου με οι ὑμέτεροι υἱοί, ήγουν οἱ ἀπόστολοι, ἐν τῷ ὀνόματί μου ἐκβάλλουσιν; Αρα αὐτοὶ κατακρινοῦσιν ὑμᾶς. Πρόδηλον γὰρ ὡς ἐὰν ἐκεῖνοι ἐκβάλλωσιν ἐν τῷ ὀνό ματί μου, ἐγὼ τῆς ἑτέρου δυνάμεως οὐ χρήζω. Εν δακτύλῳ γοῦν Θεοῦ, τουτέστιν ἐν Πνεύματι ἁγίῳ, ἐκβάλλω, καὶ οὐκ ἐν πνεύματι πονηρῷ. Δάκτυλον δὲ τὸ Πνεῦμα λέγει, ἵνα μάθῃς ὅτι ὥσπερ ὁ δάκτυλος ὁμοούσιός ἐστι τῷ ὅλῳ σώματι, οὕτω καὶ τὸ Πνεῦμα ὁμοούσιον τῷ Πατρὶ καὶ τῷ Υἱῷ. Μήποτε δὲ ἐπειδὴ χειρ Θεοῦ λέγεται ὁ Υἱός, ἐπανεπαύσαντο δὲ ἐπ' αὐτ τὴν αἱ τοῦ Πνεύματος ἑπτὰ ἐνέργειαι οὐχ ὡς ἐνερ γούμενον, ἀλλ' ὡς ὁμοούσιον τῷ Πνεύματι. Ἐν δὲ τῶν τοῦ Πνεύματος χαρισμάτων καὶ ἐνεργειῶν ἐστι τὸ ἐσθαι· διὰ τοῦτο λέγεται ἐν δακτύλῳ Θεοῦ ἐκβάλλειν τὰ δαιμόνια, τουτέστι τῷ πνευματικῷ χαρίσματι. Ωσπερ γὰρ ὁ δάκτυλος μέρος τῆς χειρός, οὕτω καὶ τὸ πνεῦμα τῶν ἰάσεων μέρος ἦν ὧν εἶχεν ὁ Ἰησοῦς πνευμάτων, ἤτοι τῶν τοῦ πνεύματος ενερ γειῶν. Ἐὰν οὖν ἐκβάλλω, φησί, τὰ δαιμόνια θείᾳ ενεργεία, ἔφθασεν ἄρα ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. ἡ βασιλεία τοῦ διαβόλου, καὶ βασιλεύει ὁ Θεὸς ὁ τοὺς λέγει. Όταν ὁ ἰσχυρός καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλὴν, ἐν εἰρήνῃ ἐστὶ τὰ ὑπάρχοντα αὐτῷ. Επὰν δὲ ὁ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν νικήσῃ αὐτὸν, τὴν πανοπλίαν αὐτοῦ αἵρει, ἐφ' ᾗ ἐπεποίθει, καὶ τὰ σκύλα αὐτοῦ διαδίδωσιν. Ο μὴ ὢν μετ᾿ ἐμοῦ, κατ' ἐμοῦ ἐστι, καὶ ὁ μὴ συνάγων μετ' ἐμοῦ, σκορπίζει. Οταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι' ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ μὴ εὑρίσκων λέγει• Υποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον. Καὶ ἐλθὼν εὑρίσκει σεσαρωμένον καὶ κεκοσμημένον, τότε πορεύεται, καὶ παραλαμβάνει ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθέντα κατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων.» "Ην μεν, φησί, πρὸ τῆς ἐμῆς παρουσίας ἰσχυρὸς ὁ Σατανᾶς, καὶ ἐφύλασσε τὴν ἑαυτοῦ αὐλὴν, τουτέστι, κατεκρά. τει τῆς ἀνθρωπίνης φύσεως βεβαίως καὶ ἀσφαλῶς ἐπὰν δὲ ἦλθον ἐγὼ ὁ ἰσχυρότερος αὐτοῦ, καὶ νενίκηκα τὸν κόσμον, καὶ τὴν πανοπλίαν αὐτοῦ, ἐφ' ᾗ ἐπεποίθει, ὅπερ ἔστι πάντα τὰ εἴδη τῆς ἁμαρτίας· αὕτη γὰρ ὅπλα τοῦ διαβόλου, καὶ ταύτῃ θαῤῥῶν ἐνίσχυε κατά τῶν ἀνθρώπων· ταύτην οὖν τὴν πανοπλίαν αὐτοῦ διέρρηξα αναμάρτητος εὑρεθείς, καὶ ἔκτοτε ἠσθέ νησε. Καὶ τὰ σκύλα αὐτοῦ, ἤτοι τοὺς ἀνθρώπους, ούς εἶχεν ὡς λάφυρα, ἀπέσπασα ἀπ' αὐτοῦ, καὶ διαδίδωμι ἄλλον ἄλλῳ ἀγγέλῳ πιστῷ φύλακι, ἵνα ἀντὶ τοῦ δαί μονος, ᾧ ἐτυραννεῖτο, ἔχῃ αὐτὸν ὁ ἄγγελος. Καὶ ἄλο λως δέ· Τίνα κοινωνίαν ἔχω ἐγὼ πρὸς τὸν Βεελζε "Οπερ τοιοῦτον ἔχει τὸν νοῦν, ὅτι καταλύεται λοιπὸν δαίμονας ἐκδιώκων. Ακους γὰρ τί διὰ τῶν ἑξῆς
col. 863–864page 91 of 222
PG 123:863βούλ; Εμὸν ἔργον ἐστὶ, τὸ συνάγειν τὰ τέκνα του Θεοῦ τὰ διεσκορπισμένα, εκείνου ἔργον, τὸ τὰ συν ηγμένα σκορπίζειν. Πῶς οὖν τοιαῦτα περὶ ἐμοῦ 200 γίζεσθε, ὅτι κοινωνίαν ἔχω πρὸς τὸν Σατανᾶν; Αλλ' ὄντως ὁ τοιοῦτος λογισμὸς ὑμῖν συνέβη ἀπὸ τοῦ μᾶλλον ὑμᾶς δαιμοναν. Καὶ γὰρ εἴχετε μὲν καὶ πρώην τὸ ἀκάθαρτον πνεῦμα ἐνοικοῦν ἐν ὑμῖν, ὅτε εἰδωλολατρεῖτε, καὶ τοὺς προφήτας ἐφονεύετε· εἶτα ἔδοξεν ἐξελθεῖν ἐξ ὑμῶν, εἶτα νῦν ὑποστρέψαν εἰς τὸν ἑαυτοῦ οἶκον, τουτέστι τὰς ὑμετέρας ψυχάς, μετὰ πνευμάτων ἑπτὰ, ήγουν πολλῶν· τὸ γὰρ ἑπτὰ, ἀντὶ τοῦ, πολλὰ, νοεῖται παρὰ τῇ Γραφῇ· ἐποίησεν ὑμῖν τὰ ἔσχατα χείρονα τῶν πρώτων. Οσῳ τότε μὲν ὅταν εἰδώλοις ἐλατρεύετε, τοὺς προφήτας ἀπεκτιννύετε, καὶ οὔπω οὐδὲν εἰς τὸν τοῦ Θεοῦ Υἱὸν προδήλως δι' ὑμᾶς ἐν σαρκὶ φανέντα ὑβρίζετε. Νῦν δὲ ποία ἐλπὶς σωτηρία;, ὅτε καὶ σαρκωθέντος τοῦ Υἱοῦ, καὶ δι' ὑμᾶς θαυματουργοῦντος, ἐπὶ τῆς αὐτῆς ἀγνωμοσύνης καὶ ὕβρεως ἑστήκατε; Ανυδροι δὲ τόποι, αἱ τῶν μηδὲν ὑδαρὲς ἐχόντων ψυχαί μηδὲ ἔκλυτον, ἀλλὰ καὶ ξηραὶ, καὶ μεμεριμνημέναι, ἐν οἷς οὐδεμίαν εὑρίσκει τὸ πνεῦμα τῆς ἀκαθαρσίας ἀνάπαυσιν. Ἐπεὶ τοίνυν ἐν ταῖς τοιαύταις ψυχαῖς οὐδεμίαν ενοικήσεως χώραν ἔχει ὁ πονηρὸς, ἐπὶ τοὺς Ἰουδαίους τρέπεται, καὶ γίνεται αὐτῶν τὰ ἔσχατα χείρονα των πρώτων· οὐκέτι γὰρ παρ' αὐτοῖς προφῆται· ἀπέκτειναν γὰρ τὸν λόγον· οὐκέτι χρίσμα· τὸν γὰρ Χριστὸν ἐσταύρωσαν. Ταῦτα δὲ ἐν αὐτοῖς ὡρῶντο πρώην, εἰ καὶ εἰδωλολάτρουν, νῦν δὲ ἐπεὶ εἰς τὸν Υἱὸν τοῦ Θεοῦ ἥμαρτον, πάντων ἐστέρηνται. Οι Εγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου, εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ή βαστάσασά σε, καὶ μαστοί, οὓς ἐθήλασας. Αὐτὸς δὲ εἶπε· Μενούνγε, μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ, καὶ φυλάσσοντες αὐτόν. Τῶν δὲ ὄχλων ἐπαθροιζομένων, ήρξατο λέγειν· Η γενιά αὕτη πονηρά ἐστι, σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτ του. Καθὼς γὰρ ἐγένετο Ἰωνᾶς σημεῖον τοῖς Νινευΐταις, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ. Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεάς ταύτης, καὶ και τακρινεῖ αὐτοῦ, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομώντος, καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὧδε. "Ανδρες Νινευίται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεάς ταύτης, καὶ κατακρινοῦσιν αὐτὴν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε.» Τῶν Φαρισαίων καὶ Γραμματέων διαβαλλόντων τὰ θαύματα, ἡ γυνὴ τὸ ἄδολον χρήμα καὶ ἁπλοῦν εὐφημεῖ. Ποῦ δέ εἰσιν οἱ λέγοντες φανε τασίᾳ φανῆναι τὸν Κύριον; Ἰδοὺ γὰρ καὶ μαστού; θηλάσαι μαρτυρεῖται. Αὐτὸς δὲ μακαρίζει τοὺς φυλάσσοντας τὸν λόγον τοῦ Θεοῦ, οὐκ ἐκβάλλων τοῦ μακα ρισμοῦ τὴν Μητέρα αὐτοῦ, ἅπαγε, ἀλλὰ δεικνύων, ὅτι οὐδὲν οὐδὲ ἐκείνη ὠφεληθήσεται ἀπὸ τοῦ τεκεῖν αὐτὸν καὶ θηλάσαι, εἰ μὴ καὶ τὴν ἄλλην ἅπασαν ἀρετὴν ἔχοι. Αμα δὲ καὶ πρὸς τὸν καιρὸν ταῦτά φησιν. Ἐπεὶ γὰρ οἱ βάσκανοι καὶ ἀνήκοοι τῶν λόγων αὐτοῦ διέβαλλον τοὺς ἀκούοντας, αὐτὸς τὸ ἐναντίον ποιῶν, μᾶλλον μακαρίζει τοὺς ἀκούοντας. Τάχα δὲ
col. 865–866page 92 of 222
PG 123:865καὶ διὰ τὸν ἰαθέντα χωρὸν ταῦτά φησιν, ἵνα καὶ αὐ- 359 τὸς ἀκούσας φυλάξῃ τὸν λόγον, καὶ μὴ γίνηται αὐτῷ ἢ πρὸς τὸ ἀκούειν δύναμις εἰς κατάκρισιν. Τῶν δὲ ὄχλων ἐπαθροιζομένων, ήρξατο ὁ Κύριος ἐλέγχειν. τοὺς ἀγνώμονας. Ἐπειδὴ γὰρ ἦσάν τινες παρ' αὐτοῖς οἱ ζητοῦντες σημεῖον ἐξ οὐρανοῦ γενέσθαι παρὰ τοῦ Ἰησοῦ· ἔλεγον γὰρ, ὅτι Οσα ποιεῖ σημεῖα, ἀπὸ γῆς εἰσι, καὶ ἐν Βεελζεβούλ ταῦτα ποιεῖ τῷ κοσμοκράτορι, ὡς ἔχοντι τῆς γῆς ἐξουσίαν, ἐξ οὐρανοῦ δὲ οὐ δύναται ποιῆσαι, οἷα μὴ τοῦ οὐρανίου Πατρὸς Υἱός ῶν. Ἐπεὶ οὖν ἡσάν τινες οἱ ταῦτα λέγοντες, τούτου ἕνεκεν ἐλέγχει αὐτοὺς ὁ Κύριος, καί φησιν, ὅτι Δο θήσεται ὑμῖν σημείον, ὅπερ δείξει με ἀληθινὸν Υἱὸν τοῦ οὐρανίου Πατρός. Ποῖον τοῦτο; Τὸ τοῦ Ἰωνᾶ, ἤγουν τὸ τῆς ἀναστάσεως. Ωσπερ γὰρ ἐκεῖνος τρεῖς ἡμέρας εποίησεν ἐν τῇ κοιλίᾳ τοῦ κήτους, οὕτω κἀγὼ τρεῖς ἡμέρας ποιήσας ἐν τῇ κοιλίᾳ τοῦ κήτους, τοῦ μεγάλου θηρός, τοῦ ᾅδου, ἀναστήσομαι. Αλλ' Ἰωνᾶ μὲν μετὰ τὴν ἐκ τοῦ κήτους οἷον ἀναβίωσιν κηρύσσοντι ἐπείσθησαν οἱ Νινευίται, ἐμοὶ δὲ καὶ ἀναστάντι οὐ πιστεύσει ἡ γενεὰ αὕτη· ἔθεν κατακριθήσονται, ὅτι Νινευίτας οὐκ ἐμιμήσαντο, καίτοι γε πλεῖον Ἰωνᾶ ὧδε. Τό τε γὰρ ἀξίωμα τὸ ἐμὸν καὶ τὸ τοῦ κηρύγματος εἶδος πολλὴν διαφορὰν ἐνδείκνυται. Ἐγὼ Δεσπότης, ἐκεῖνος δοῦλος. Εγώ βασιλείαν οὐσ ρανῶν κηρύσσω, ἐκεῖνος σωτηρίαν τὴν ἀπὸ τῆς καταστροφῆς. Ἐγὼ μετὰ θαυμάτων, ἐκεῖνος οὐδὲν ποιήσας θαῦμα. Ομοίως καὶ ἡ βασίλισσα τοῦ νότου κατακρινεῖ τὴν γενεάν ταύτην, ὅτι ἐκ περάτων γῆς ἦλθεν ἀκοῦσαι τὴν σοφίαν Σολομῶντος. Νόει δέ μοι καὶ πᾶσαν ψυχὴν ἐν τῷ καλῷ κρατοῦσαν καὶ ἱστα μένην βασίλισσαν τοῦ νότου. Οἷόν τί φημι, ο βορράς παρὰ τῇ Γραφῇ διαβάλλεται, ὡς τοῦ ἀντικειμένου τόπος· ψυχρὸς γὰρ καὶ νεκροποιὸς καὶ ναρκώδης· ὁ δὲ νότος ἐπαινεῖται ὡς πνεῦμα θερμὸν καὶ ζωογόνον, καὶ τῶν νεναρκηκότων μελών θαλπτικόν. Διὸ καὶ ἡ ἐν τῷ Ἄσματι νύμφη τὸν βοῤῥᾶν διώκουσα, Εξε γέρθητι, φησί, βοῤῥᾶ, καὶ ἔρχου, νότε. Καὶ πάλιν ὁ προφήτης φησί. Καὶ τὸν ἀπὸ βορρά εξολοθρεύσῃ Κύριος, δηλονότι τὸν Σατανᾶν. Η τοίνυν ψυχή ή βασιλεύουσα ἐν τῷ νότῳ, τῇ ἀγαθῇ μερίδι καὶ τῷ πνευματικῷ βίῳ, καὶ διὰ τῆς πρακτικῆς τὸ κράτος ἔχοντα, ἔρχεται εἰς τὸ ἡ κοῦσαι τὴν σοφίαν, ὅπερ ἔστιν, εἰς θεωρίαν ἀναβι ἴνει. Η γὰρ σοφία τοῦ Σολομῶντος τοῦ εἰρηνικοῦ βασιλέως, τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν ἡ θεωρία ἐστίν, εἰς ἣν ἄλλω; οὐκ ἂν εἰσέλθῃ τις, εἰ μὴ διὰ τοῦ βασιλεῦσαι ἐν τῷ ἀγαθῷ βίῳ, καὶ κρατῆσαι διὰ τῆς πρακτικῆς. Οὐδεὶς δὲ λύχνον ἅψας, εἰς κρυπτήν τίθησιν, οὐδὲ ὑπὸ τὸν μόδιον, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, ἵνα οἱ εἰσπορευόμενο: τὸ φῶς βλέπωσιν. Ο λύχνος τοῦ σώ ματός ἐστιν ὁ ὀφθαλμός. Οταν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν. Ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου σκοτεινόν ἐστι. Σκόπει οὖν, μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν. Εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινὸν, μὴ ἔχον τι μέρος σκοτεινὸν, ἔσται φωτεινὸν ὅλον, ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε.» Επειδήπερ οἱ βάσκανοι Ἰου δαῖοι τὰ θαύματα βλέποντες ἐσυκοφάντουν ταῦτα νέος κακίς, τούτου ἕνεκεν ὁ Κύριος ταῦτά φησι· Οτι λύχνον λαβόντες οἱ ἄνθρωποι παρὰ τοῦ Θεοῦ, τὴν
col. 867–868page 93 of 222
PG 123:867τοῦ νοὸς χάριν, δι' ἧς βλέπομεν ὡσανεί φωτός δε θέντος ἡμῖν, κατέκρυψαν ταύτην τὴν διάκρισιν τοῦ νοῦ, καὶ ἀπὸ βασκανίας σκοτισθέντες, τὰ θαύματα καὶ τὰς εὐεργεσίας οὐχ ὁρῶσι. Καίτοι ἐπὶ τούτῳ ἐλά βομεν τὸν νοῦν, ἵνα ἐπὶ τὴν λυχνίαν τιθῶμεν, ὡς ἂν καὶ ἄλλοι βλέπωσι τὸ φῶς. Δοκεῖ δέ μοι τοῦτο λέγειν, ὅτι, η Φαρισαῖς, ἔχεις γνῶσιν, τοῦτο ὁ λύχνος. Ἔδει σε τῇ γνώσει ταύτῃ κεχρήσθαι πρὸς τὴν τῶν θαυ μάτων ἐπίγνωσιν, καὶ τοῖς ἄλλοις δὲ φαίνειν καὶ δεικνύειν ταῦτα, ὅτι ἔργα εἰσὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οὐχὶ τοῦ Βεελζεβούλ, ὡς ἂν οἱ εἰσπορευόμενοι, τουτέστιν οἱ εἰσαγωγικοὶ καὶ ἀρχάριοι, τὸ φῶς βλέ πωσιν. Ὁ μὲν γὰρ σοφὸς ἤδη ἐπορεύθη, ὁ δὲ ἔτι μανθάνων πορεύεται. 'Αλλ' οὐ τοῦτο ἠβουλήθητε ὑμεῖς οἱ Φαρισαῖοι, ἀλλὰ τὸν ὀφθαλμὸν τῆς ψυχῆς τὸν νοῦν ἁπλοῦν ὄντα, ἐποιήσατε λοξὴν καὶ σκολιών. Ὥσπερ γὰρ ὁ ὀφθαλμὸς τοῦ σώματος, ὅπως ἂν ἔχῃ, οὕτω καὶ τὸ σῶμα ποιεῖ, εἰ μὲν φωτεινὸς εἴη, ἔσται καὶ τὸ σῶμα ἐν φωτί· εἰ δὲ σκοτεινός, ἔσται κἀκεῖνο ἐν σκότει. Τὸν αὐτὸν τρόπον καὶ τῷ νοὶ ἡ ψυχὴ συν διατίθεται. Καὶ ἂν ἔλαβεν ἐκ Θεοῦ ὀφθαλμὸν καὶ φῶς, τοῦτον εἰ εὕροι σκοτιζόμενον ἢ ὑπὸ βασκανία;, ἢ φιλοχρηματίας, καὶ ἁπλῶς εἰπεῖν φιλοῦλίας, σκο τίζεται καὶ αὐτή. Ἐν δὲ τῷ λαλῆσαι, ἠρώτα αὐτὸν Φαρισαῖές τις, ὅπως ἀριστήσῃ παρ' αὐτῷ· εἰσελθὼν δὲ ἀνέπεσεν. Ο δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν, ὅτι οὐ πρῶτον ἐβα πείσθη πρὸ τοῦ ἀρίστου. Εἶπε δὲ ὁ Κύριος πρ αὐτόν· Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτη ρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας· ἄφρονες, οὐχ ὁ ποιή σας τὸ ἔξωθεν, καὶ τὸ ἔσωθεν ἐποίησεν; Πλὴν τὰ ἐνόντα δότε ελεημοσύνην, καὶ ἰδοὺ πάντα καθαρά ὑμῖν ἐστιν. ο Ηδει μὲν τὴν τῶν Φαρισαίων σκαιότητα ὁ Κύριος, ἀλλ᾽ ὅμως συνεστιᾶται αὐτοῖς δι αὐτὸ τοῦτο, ὅτι πονηροὶ ἦταν, καὶ διορθώσεως έχρη ζον. Διὰ τοῦτο γάρ τοι συνεσθίει, ὡς ἂν δράξηται ἀφορμῆς, καὶ βελτιώσῃ τὰ ἤθη αὐτῶν. Ὥσπερ οὖν καὶ νῦν τὸ ἀνόητον αὐτῶν ἔθος ἐπισκώπτων, φημί δὴ τὸ πρὸ τοῦ φαγεῖν καθαρίζεσθαι αὐτοὺς, διδάσκει, ὅτι δεῖ τὴν ψυχὴν κεκαθάρθαι δι' ἔργων ἀγαθῶν, ὡς τόγε νίπτεσθαι δι' ὕδατος, οὐ ψυχήν, ἀλλὰ σῶμα καθαίρει. Ἐκεῖνοι γὰρ ἐνόμιζον οἱ ἀνόητοι, ὅτι ἅμα τῷ σώματι καὶ ἡ ψυχὴ αὐτῶν καθαίρεται διὰ τοῦ βαπτίζεσθαι καὶ νίπτεσθαι τὸ σῶμα. Ο τοίνυν Κύριος χαρίεντι παραδείγματι κέχρηται τῷ τοῦ που τηρίου. Ἐπεὶ γὰρ καιρὸς ἦν τραπέζης, ποτηρίου καὶ πίνακος μνημονεύει, ἀπὸ τῶν ἐν ὄψει κειμένων μαρτ τυρίαν παράγων, καὶ συμπείθων τὸν Φαρισαῖον, ὅτι ὥσπερ οὐδὲν ὄφελος ἔξωθεν μὲν καθαρὸν εἶναι τὸ ποτήριον, ἔσωθεν δὲ ῥύπου παντός πεπληρωμένον, οὕτως οὐδὲ σώματος βαπτιζομένου, ψυχῆς δὲ γεμούσης πάσης ἀκαθαρσίας, οἷον αρπαγῆς καὶ πονηρίας. Ηνίξατο δὲ τὰ δύο πάθη τὰ ἐπικρατοῦντα τῶν Ἰου δαίων. πλεονεξίαν διὰ τῆς ἁρπαγής, φθόνον δὲ καὶ τὰ ἐκ φθόνου διὰ τῆς πονηρίας. Οὐδὲν οὖν ὄφελος, ὅταν οὕτως ἔχῃ ή ψυχή. "Αφρονες, οὐχ ὁ ποιήσας τὸ δ σῶμα, ὅ πολλῆς ἐπιμελείας ἀξιοῖς, καὶ τὴν ψυχὴν ἐποίησεν; Οφείλετε οὖν καὶ ταύτην καθαίρειν. Εἶτα
col. 869–870page 94 of 222
PG 123:869διδάσκει αὐτοὺς, πῶς καθαρίζεται τὸ ἔσω. Διὰ τῆς Ελεημοσύνης, φησίν. Ορα δέ μοι πῶς τὰ δύο πάθη αὐτῶν θεραπεύει, τὸν φθόνον λέγω, καὶ τὴν ἁρπα γὴν, διὰ τοῦ ὑποθέσθαι τὴν ἐλεημοσύνην. Ο γὰρ ἐλεῶν ἀληθῶς, οὐχ ἁρπάσει τὰ τοῦ ἐλεουμένου οὐ φθονήσει τῷ ἑλεουμένῳ. Ἐπεὶ τοίνυν δύο τούτοις πάθη ὠνείδισε, δι᾿ ἑνὸς φαρμάκου ταῦτα ἐκμοχλεύει, τῆς ἐλεημοσύνης, ήτις πρώτη θύρα τῆς θεοποιοῦ ἀγάπης· ἀγάπης δὲ παρούσης που πλεονεξία καὶ φθόνος; Τὰ ἐνόντα οὖν, τουτέστι, τὰ ὑπάρχοντα ὑμῖν καλῶς δὲ εἶπε τὰ ἐνόντα, καὶ οὐκ εἶπεν, ὄντα, διότι τὰ χρήματα ἔνεισιν ἐν τῇ καρδίᾳ τοῦ φιλοχρημάτου, καὶ ἐγκάθηνται αὐτῇ, διὸ καὶ Δαυΐδ,φησι, μή προς τίθεσθαι τὴν καρδίαν τῷ πλούτῳ, τουτέστι, μὴ προσηλοῦν αὐτὴν καὶ συνδεσμεῖν. Αλλ' οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον, καὶ τὸ πήγανον, καὶ πᾶν λάχανον, καὶ παρέρχεσθε τὴν κρίσιν, καὶ τὴν ἀγάπην τοῦ Θεοῦ· ταῦτα ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι. Οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς, καὶ τοὺς ἀσπασμούς ἐν ταῖς ἀγοραῖς. Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα, καὶ οἱ ἄνθρωποι περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν. Απο κριθεὶς δέ τις τῶν νομικῶν, λέγει αὐτῷ· Διδάσκαλε, ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις. Ὁ δὲ εἶπε· Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαὶ, ὅτι φορτίζετε τοὺς ἀνθρώ τους φορτία δυσβάστακτα, καὶ αὐτοὶ ἐνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις. Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς· ἄρα μαρτυρεῖτε, & καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν, ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτοὺς, ὑμεῖς δὲ οἰκοδομεῖτε αὐτῶν τὰ μνημεῖα. Διὰ τοῦτο καὶ ἡ σοφία τοῦ Θεοῦ εἶπεν· ᾿Αποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσι καὶ διώξουσιν, ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν, τὸ ἐκχυνόμενον ἀπὸ καταβολής κόσμου ἀπὸ τῆς γενεάς ταύτ τῆς, ἀπὸ τοῦ αἵματος "Αβελ ἕως τοῦ αἵματος Ζαχα ρίου, τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου. Ναὶ λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεάς ταύτης.» Οἱ Φαρισαῖοι ἵνα μὴ παραβῶσι δή θεν τὸν νόμον, ἀπεδεκάτουν καὶ τὰ ἐλάχιστα, εἰ δέ τις αὐτοῖς ἐμέμψατο τυχὸν ὡς μικρολογουμένοις, τὸν νόμον προὔφερον, ὃς ἀπὸ πάντων δεκάτας προσ φέρεσθαι τοῖς ἱερεῦσιν ἐκέλευεν. Ὁ γοῦν Κύριος φησιν, ὅτι Ωσπερ τούτων οὐκ ἀμελεῖτε, ἔδει ὑμᾶς καὶ τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ Θεοῦ περιποιεῖσθαι. Ἐπειδὴ γὰρ ἄδικοι ἦσαν, καὶ χήραν καὶ ὀρφανὸν ἀπεκτίννυον, φησίν, ὅτι δεῖ ὑμᾶς ἔχειν τὴν κρίσιν, ήγουν τὴν δικαιοκρισίαν. Ἐπεὶ δὲ καὶ κατα φρονηταὶ ἦσαν τοῦ Θεοῦ, ἀδιαφόρως τοῖς ἱεροῖς ἔργοις ἐπιχειροῦντες, διὰ τοῦτο αὐτοῖς τὴν τοῦ Θεοῦ ἀγάπην ἔχειν ἐντέλλεται. Ο γὰρ ἀγαπῶν τὸν Θεὸν, οὐ καταφρονητικῶς μέτεισι τὰ ἔργα αὐτοῦ. Τάχα δέ μοι δοκεῖ, ἐπειδὴ δύο είδη τῆς ἀγάπης, τό τε πρὸς οι Ει (πῶς γὰρ ὁ ἐλεῶν 32, Ο γὰρ 32, Ο γὰρ 26, τοῦ ἐλεουμένου ἀληθῶς;) οὐ φθονήσει, κ. τ. λ. ἐλεῶν ἀληθῶς, οὐχ ἁρπάσει τὰ τοῦ ἑλεουμένου. Γῶς γὰρ ὁ ἐλεῶν ἀληθῶς φθονήσει τῷ ἐλεουμένῳ; κ. τ. ο
col. 871–872page 95 of 222
PG 123:871τὸν Θεὸν, καὶ τὸ πρὸς τὸν πλησίον, τὰ δύο ταῦτα πι. αινίττεσθαι, διὰ μὲν τοῦ εἰπεῖν τὴν κρίσιν, ὑποδηλῶν τὴν εἰς τὸν πλησίον ἀγάπην· τὸ γὰρ δικαίως κρίνειν τὸν πλησίον, καὶ μὴ καταδυναστεύειν αὐτοῦ, ἐκ τοῦ ἀγαπᾶν αὐτὸν γίνεται. Διὰ δὲ τοῦ εἰπεῖν τὴν ἀγάπην τοῦ Θεοῦ, τὴν πρὸς τὸν Θεὸν πάντως μηνύων ὁλικὴν διάθεσιν. Καὶ ὅταν δέ τις ἀγαπᾷ τὸν πλησίον οὐ διά τι κοσμικόν, ἢ αἰσχρὸν πάθος, ἀλλὰ κατά Θεόν, λεχθείη ἂν καὶ αὕτη ἀγάπη τοῦ Θεοῦ, ήγουν ἦν ἐντέλλεται ὁ Θεὸς, ἣν ἀποδέχεται. Ηθελον δὲ παρὰ παντὸς ἀνθρώπου τιμᾶσθαι καὶ προσαγορεύεσθαι ὡς διδάσκαλοι ἐν ταῖς ἀγοραῖς· τοῦτο γὰρ ὁ ἀσπα σμός, ή προσηγορία. Ἐοίκατε γοῦν, φησί, μνήμασιν, ἃ γέμουσι μὲν πάσης σαπρίας, ἔξωθεν δὲ λάμ πουσιν μαρμάροις· ὁ ὁρῶντες οἱ ἄνθρωποι, οὐκ εἶ δασι ποῦ περιπατοῦσιν, ἢ γὰρ ἂν ἐμυσάχθησαν τὴν ἔσωθεν βίελυγμίαν. Ο δὲ νομικός ανοήτως υπάγει ἑαυτὸν τῷ ἐλέγχῳ. Αλλοι δὲ ἦσαν οἱ νομικοί παρά τοὺς Φαρισαίους. Οἱ μὲν γὰρ Φαρισαῖοι ὡς ἀσκητεὶ ἐδόκουν, καὶ ἀποκεκομμένοι τῶν ἄλλων. Οἱ δὲ νομικοί Γραμματεῖς ἦσαν καὶ διδάσκαλοι, τοῖς βουλομένοις τὰ τοῦ νόμου ζητήματα λύοντες. Ἐφόρτιζαν οὖν τους ἀνθρώπους βαρέα καὶ δυσβάστακτα οἱ νομικοί, ἐντελλόμενοι αὐτοῖς τὰ τοῦ νόμου δυσφύλακτα παρατηρήματα, αὐτοὶ δὲ τῷ δακτύλῳ αὐτῶν οὐ προσέψαυεν τοῖς φορτίοις, τουτέστιν, αὐτοὶ οὐδὲν, ἐξ ὧν τοῖς ἄλλοις ἐπέταττον, ἔπραττον. Οταν μὲν γὰρ ὁ διδά σκων πράττῃ ὁ διδάσκει, ἐπελαφρύνει τὰ φορτία, ὑπόδειγμα διδοὺς ἑαυτὸν, καὶ παρηγορίαν εμποιῶν τοῖς διδασκομένοις. Ὅταν δὲ οὐδὲν ὧν λέγει πράττη, τηνικαῦτα βαρέα ὄντως τὰ φορτία δοκεῖ τοῖς διδασκομένοις, ὡς μηδὲ παρὰ τοῦ διδασκάλου δυνάμενα κατα ορθωθῆναι. Εμφαίνει δὲ ὁ Κύριος τοὺς Ἰουδαίους ἀπογόνους καὶ κληρονόμους τῆς κακίας τοῦ Κάϊν, διὰ τοῦ λέγειν ὅτι πᾶν αἷμα ἐκχυθὲν ἀπὸ ᾿Αβελ ἕως τοῦ Ζαχαρίου ἀπαιτηθήσεται ἀπὸ τῆς γενεάς ταύτης. Καὶ γὰρ, φησὶν, ὑμεῖς ἀδελφοὺς ὄντας ὑμῶν τοὺς προφήτας ἐφονεύσατε, ὡς κἀκεῖνος τὸν ᾿Αβελ. "Οθεν οὐκ ἀλόγως τινὲς τὸν μὲν Κάϊν εἰς τὸν τοὺς προφήτας ἀποκτείναντα λαὸν ἐξελάβοντο, ἀφ᾽ οὗ ἐκδεδί κηνται ἑπτὰ, ἐλαφροτέρᾳ δηλαδή τιμωρίᾳ· τὸν δὲ Λάμεχ εἰς τοὺς ἀποκτείναντας τὸν Χριστὸν, διὸ καὶ ἑβδομηκοντάκις ἑπτὰ ἐκδεδίκηνται, εἰς αἰχμαλωσίαν διασπαρέντες ἀνυπόστροφον. Τίς δὲ ἦν ἄρα Ζαχαρίας, ὃν ἐφόνευσαν μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου; Οἱ μὲν λέγουσι τὸν ἀρχαῖον Ζαχαρίαν τὸν τοῦ Ἰωάδε, καὶ ἂν ἐλιθοβόλησαν, ὡς ἔστι μαθεῖν ἐκ τῆς βίβλου τῶν Βασιλειῶν οἱ δὲ τὸν πατέρα τοῦ Προδρόμου, τοῦτον γὰρ τάξαντα τὴν Θεοτόκον μετὰ τῶν παρθένων μετὰ τὸ τεκεῖν τὸν Χριστὸν, καὶ στήσαντα ταύ την ἐν τῷ τόπῳ ἐν ᾧ ἐκεῖναι ἵσταντο· ὁ δὲ τόπος ἦν μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου τοῦ ἔξω τοῦ προσεδόκων τινὲς τὸν Χριστὸν βασιλέα αὐτῶν ἐσόμε χαλκοῦ. Διὰ τοῦτο τοίνυν ἐφόνευσαν αὐτόν. Ἐπεὶ γὰρ νον, οὐκ ἤθελον δὲ βασιλευθῆναι, τούτου ἕνεκα ἐφόνευσαν τὸν ἅγιον, ὡς βεβαιοῦντα ὅτι παρθένος ἔτεκεν καὶ ὁ Χριστὸς ἐγεννήθη ὁ μέλλων αὐτῶν βασιλεύειν, ὅπερ ἀπεστρέφοντο· ἀβασίλευτοι γὰρ ἤθελον εἶναι. Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἔρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε. Λέγοντος δὲ αὐτοῦ ταῦτα πρὸς
col. 873–874page 96 of 222
PG 123:873αὐτοὺς, άρξαντο οἱ Γραμματεῖς καὶ ο! Φαρισαῖοι δεινῶς ἐνέχειν, καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειό. νων, ἐνεδρεύοντες αὐτὸν, ζητοῦντες θηρεῦσαι τι ἐκ τοῦ στόματος αὐτοῦ, ἵνα κατηγορήσωσιν αὐτοῦ Κλείδα γνώσεως ὠνόμασεν ὁ Κύριος την διδασκαλίαν, καὶ τὴν διὰ τοῦ νόμου χειραγωγίαν δυναμένου προσ ἄγειν τῷ Χριστῷ. Ο γὰρ νόμος χειραγωγός πάν τως εἰς Χριστόν. Οι τοίνυν νομικοὶ τὸν νόμον δοκοῦντες ἑρμηνεύειν, τὴν κλεῖδα τῆς γνώσεως κατείχον εθελοκάκως, καὶ οὐκ ἤνοιγον τὰς τοῦ νόμου θύρας, ἵνα δι' αὐτῶν εἰσέλθωσιν αὐτοί τε καὶ ὁ λαὸς πρὸς Χριστόν. Εστι δὲ ὁ νόμος θύρα εἰς Χριστόν· πλὴν ἡ θύρα αὕτη κεκλεισμένη ἐστὶν, ἐὰν μή τις τὴν ἀσά φειαν τοῦ νόμου σαφηνίζῃ καὶ διανοίγῃ. Καὶ γὰρ ὁ Κύ ριος εἶπεν Εἰ ἐπιστεύετε Μωσεί, ἐπιστεύετε ἂν ἐμοί.» Καὶ πάλιν· 4 Ερευνᾶτε τὰς Γραφάς, ὅτι αὗταίεἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, καὶ ὑμεῖς οὐ θέλετε ἐλθεῖν πρός με.» Οἷον ὡς ἐπὶ ἑνὸς ὑποδεῖξαι, ἀμνὸς ἐσφάζετο τοῖς Ἰουδαίος, ἐχρίοντο αἱ φλιαὶ, καὶ τὰ κρέα ἤσθιον, καὶ ἦν αὐτοῖς νίκη τοῦτο κατὰ τοῦ ὀλοθρευ τοῦ. Τοῦτο δὲ ἅπαν τὸ τοῦ Χριστοῦ μυστήριον ἐδή λου, οὗ ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου σφαγέντος, ἐχρίσθησαν αἱ ἡμέτεραι φλιαὶ, θυμὸς καὶ ἐπιθυμία, καὶ τὸ τούτων ὑπέρθυρον τὸ λογιστικόν· καὶ τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐφάγομεν, καὶ νενι κήκαμεν τὸν τὰς ψυχικὰς ἡμῶν δυνάμεις ὀλοθρεύοντα. Καὶ τὰ πλείω δὲ τοῦ νόμου τὸν Χριστὸν ὑπεδή λουν. Κεκλεισμένος μέντοι ἦν ὁ νόμος τῇ τοῦ γράμ ματος ἀσαφείᾳ, ὥσπερ τινὶ θύρα. Ἐὰν δέ τις διδα σκαλίαν ἐνεκεχείριστο, οὗτος είχε την κλείδα τῆς γνώσεως· καὶ εἰ ἠβούλετο, ήνοιξεν ἂν καὶ αὐτός τε εἰσῆλθε, καὶ ἄλλοις ὁδηγὸς ἐγένετο, ὅπερ οἱ νομικοί οὐκ ἐποίησαν, ἀλλ᾽ ἦραν τὴν κλείδα τῆς γνώσεως, τουτέστιν ἀπέκρυψαν, ἠφάνισαν, καὶ λοιπὸν ὡς τῆς κλειδὸς ἀρθείσης ἐκ μέσου, ἤτοι τῆς ἑρμηνείας τοῦ νόμου, ἔμεινε κεκλεισμένη ἡ τούτου θύρα. Νοήσεις δ' ἂν καὶ τὴν πίστιν κλεῖδα τῆς γνώσεως. Διὰ γὰρ τῆς πίστεως προσγίνεται ἡ τῆς ἀληθείας γνῶσις καὶ γοῦν ὁ προφήτης Ησαΐας φησί· ι Καὶ Ἐὰν οὐ πιστεύσητε, οὐδ᾽ οὐ μὴ συνῆτε.» Οἱ τοίνυν νομικοί τὴν κλεῖδα ταύτης, ἤτοι τὴν πίστιν, ἦραν ἐκ μέσου, καὶ ἀπέκρυψαν. Οὐ γὰρ εἴων πιστεύειν τινὰς εἰς τὸν ὅλων Σωτήρα Χριστόν. Ἐθαυματούργει ἐκεῖνος, καὶ ὁ λαὸς διὰ τῶν θαυμάτων πιστεύων, ἔμελλεν ἐπιγινώσκειν αὐτὸν Θεόν· οἱ δὲ ἐν Βεελζεβούλ ἔλεγον ἐπιη τελεῖν αὐτὸν τὰ θαύματα. Ορᾶς πῶς ἦραν τὴν κλεῖδα τῆς γνώσεως, οὐκ ἐῶντες πιστεύειν τῷ δι᾽ οὗ ἡ γνώ σις αὐτοῖς ἔμελλεν ἐπιγίνεσθαι; Ἐδίδασκεν ἐν ταῖς Συναγωγαῖς τὸ θέλημα τοῦ Θεοῦ, οἱ δὲ ἔλεγον, δαιμόνιον ἔχει, καὶ μαίνεται, τί αὐτοῦ ἀκούετε; "Ηραν οὖν κατὰ τὸ ἀληθὲς τὴν κλεῖδα τῆς γνώσεως, αὐτοί τε οὐκ εἰσῆλθον, καὶ ἑτέρους κεκωλύκασι, καὶ ταῦτα εισερχομένους, τουτέστιν ἐπιτηδείους όντας πρὸς θεογνωσίαν. Ἔτι δὲ αὐτοῦ ταῦτα λέγοντος, ἐκεῖνοι ὥσπερ ἐπιμαρτυροῦντες τοῖς λόγοις αὐτοῦ, δέον ἐπι γνῶναι τὴν οἰκείαν ἀσθένειαν, ἐπεδείκνυον ἑαυτοὺς δῆθεν σοφωτέρους αὐτοῦ, καὶ δὴ ἀποστοματίζειν αύτ οι νιι, θ. ἀποστοματίζειν,

Chapter XIICaput XII

col. 875–876page 97 of 222
PG 123:875τὸν ἤρξαντο, τουτέστι πυκνῶς ἐρωτᾷν αὐτὸν, καὶ αποστο ματίζειν ἀποστομα τίζειν, ἀπορεῖν. Γίνεται. γὰρ τὸ ἀποστοματίζειν, όταν πλεί νες ἐρωτῶσιν ἕνα περὶ ἄλλων καὶ ἄλλων υποθέσεων. Τότε γὰρ μὴ δυνάμενος πᾶσιν ἀποκρίνεσθαι, έμφασιν δίδωσι τοῖς ἀνοήτοις τοῦ ἐξαπορηθῆναι. Τούτο τοίνυν ἐσοφίζοντο καὶ οἱ κατάρατοι ἐκεῖνοι κατὰ Χριστοῦ. Πολλοὶ γὰρ ἐρωτῶντες Ένα, εδόκουν ἀποστοματίζειν, καὶ εἰς ἀπορίαν ἄγειν αὐτὸν, ὡς μὴ δυνά μενον αὐτοῖς ἀποκρίνεσθαι, ὅπερ εἰκότως ἐγί νετο πῶς γὰρ ὁ εἷς δύναται πολλοῖς, ἀποκρίνεσθαι ἄλλα καὶ ἄλλα ἐρωτῶσι; Δύναται δὲ τὸ ἀποστοματίζειν καὶ οὕτω νοηθῆναι, ἀντὶ τοῦ παγιδεύειν αὐτὸν, καὶ ἀπὸ τοῦ στόματος κρατεῖν. Όταν γάρ τις κρατηθῇ ἀφ᾽ ὧν λέγει, ἀποστοματίζεσθαι δοκεῖ, τουτέστιν, ἀπὸ τοῦ στόματος έλκεσθαι, καὶ κατακρίνεσθαι. Δηλοῖ δὲ τοῦτο καὶ τὰ ἐφεξῆς. Ζη τοῦντες γὰρ, φησί, θηράσαι τι ἐκ τοῦ στόματος αὐ τοῦ ὅπερ γὰρ πρὸ ὀλίγου εἶπεν ἀποστοματίζειν, τοῦτο νῦν λέγει θηρεῦσαι ἐκ τοῦ στόματος αὐτοῦ. Πρώτων δὲ αὐτὸν, ποτὲ μὲν περὶ τοῦ νόμου, ὡς ἂν βλάσφημον ἐλέγξωσιν αὐτὸν κατηγορήσαντα του Μωσέως· Τοῦτο γὰρ ὑπενόουν. Ποτὲ δὲ περὶ τῶν τοῦ Καίσαρος, ἵνα ὡς στασιαστὴν αὐτὸν καὶ τυραννιῶντε προσαγγείλωσι, καὶ ὅλως, οἷα ἂν ψυχαί πονηραὶ καὶ πάσης κακοηθείας ἀνάμεστοι ἐννοήσαιεν. ΚΕΦΑΛ 18'. Περὶ τῆς ζύμης των Φαρισαίων. Περὶ τοῦ θέλοντος μερίσασθαι τὴν κληρονομίαν. Περὶ οὗ εὐ φόρησεν ἡ χώρα πλουσίου. Περὶ τοῦ τῶν της νων καταφρονεῖν. Περὶ τοῦ φεύγειν τὴν φιλαργυρίαν. Περὶ τοῦ ἀγρύπνου δούλου. Περὶ τοῦ πρὸς τὸν πλησίον μὴ φιλονεικεῖν. Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμη; τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις. Οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν, ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν δ οὐ γνωσθήσεται. ᾿Ανθ' ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε, ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ δ πρὸς τὸ οἷς ἐλαλήσατε ἐν τοῖς ταμείοις, κηρυχθήσεται ἐπὶ τῶν δωμάτων.» Φαρισαῖοι μὲν παγιδεύειν αὐτὸν ἐπειρῶντο ἐν λόγῳ, ὡς ἂν τοὺς ὄχλους ἀποστήσωσιν ἀπ' αὐτοῦ. Τὸ δὲ εἰς τοὐναντίον περιίστατο μᾶλλον γὰρ προσίεσαν οἱ ὄχλοι, καὶ εἰς μυριάδας συλλεγόμενοι, καὶ οὕτως ἐφιέμενοι ἕκαστος πλησιάζειν αὐτῷ, ὥστε καὶ συμπατεῖν ἀλλήλους. Οὕτως ἄρα ἰσχυρὸν ἡ ἀλήθεια, καὶ ὁ δήλος πανταχοῦ ἀσθε νής. Ἰησοῦς οὖν ἰδὼν τὸν δόλον τῶν Φαρισαίων, καὶ ὅτι σχηματίζονται μὲν ἐρωτᾷν, τῇ δὲ ἀληθείᾳ παγι δεύουσιν, εἶπε τοῖς μαθηταῖς αὐτοῦ περὶ τῆς ὑποκρίσεως τῶν Φαρισαίων, ἐλέγχων πάντω; αὐτοὺς, καὶ τὰς καρδίας αὐτῶν μεστὰς ὑποκρίσεως ἀπογυμνών. Σύμην δὲ καλεῖ τὴν ὑπόκρισιν ὡς ἐξώδη, καὶ τῆς πα λαιᾶς κακίας οὖσαν, καὶ μεταποιοῦσαν καὶ συμφθεί ρουσαν ἑαυτῇ τὰς τῶν ἀνθρώπων γνώμας, οἷς ἂν προσμιγείη. Οὐδὲν γὰρ οὕτως ἀλλοιοῖ τὰ ἤθη, ὡς ἡ ὑπόκρισις. Δεῖ οὖν τοὺς τῷ Χριστῷ μαθητευθέντες τὴν ὑπόκρισιν φεύγειν. Αλήθεια γὰρ ἂν ὁ Χριστὸς, προδήλως τῷ ψεύδει ἀντίκειται. Ψεύδους δὲ μεστή
col. 877–878page 98 of 222
PG 123:877πάτα ὑπόκρισις, ἄλλο μὲν πλαττομένη, άλλο δὲ οὖσα. ο Οἱ μὲν οὖν Φαρισαῖοι, φησιν, οίονται λανθάνειν δια τῆς ὑποκρίσεως, τὸ χρηστόηθες αὐτοῖς περιποιούμενοι. Πλὴν οὐδὲν συγκεκαλυμμένον ἐστὶν ὅ οὐκ ἀπο καλυφθήσεται. Πάντα γὰρ καὶ ῥήματα καὶ διανοήματα γυμνά παραστήσονται τῷ τελευταίῳ μὲν πάνω τως κριτηρίω, πλὴν κἐν τῷ παρόντι βίῳ πολλὰ τῶν κρυπτομένων γυμνοῦσθαι φιλεῖ· ὅσα οὖν εἴπατε ἐν τῇ σκοτίᾳ καὶ ἐν τοῖς ταμείοις, καὶ κρυφίως έλα λήσατε, κηρυχθήσεται ἐπὶ τῷ φωτὶ καὶ ἐπὶ τῶν δω μάτων. Ταῦτα δὲ φαίνεται μὲν πρὸς τοὺς μαθητάς λέγων, πρὸς δὲ τοὺς Φαρισαίους ἀποτείνεται, τὰς αὐτῶν ἐπιβουλὰς αἰνιττόμενος, καὶ μονονουχὶ τοῦτο δηλῶν αὐτοῖς, κἂν δοκῇ πρὸς τοὺς μαθητὰς ταῦτα λέγειν. Οτι, ὦ Φαρισαῖοι, ὅσα ἐν τῇ σκοτίᾳ, τουτο ἐστιν ἐν ταῖς σκοτειναῖς ὑμῶν καρδίαις, ἐμελετήσατε παγιδεῦσαι με θέλοντες, ἐν τῷ φωτὶ ἀκουσθήσεται καὶ γνωσθήσεται· ἐγὼ γὰρ εἰμι τὸ φῶς, καὶ οὐ δύο νασθέ με λαθεῖν, ἀλλ' ἐν ἐμοὶ τῷ φωτὶ πᾶν ὁ ἡ ὑμετέρα σκοτία βουλεύεται, διαγινώσκεται. Καὶ δ πρὸς τὸ οἷς ἀλλήλους συνεβουλεύσασθε, ἀκουστόν μοι γέγονεν οὕτως, ὥσπερ ἂν εἰ ἐπὶ τῶν ὑψηλῶν δωμάτων ἐκηρύχθη. Ταῦτα δὲ δύνασαι νοῆσαι, καὶ ὅτι φῶς μέν ἐστι τὸ Εὐαγγέλιον, καὶ δώματα ὑψηλὰ, αἱ τῶν ἀποστόλων ὑψηλαὶ ψυχαί. Οσα δὲ οἱ Φαρι σαῖοι ἐβουλεύοντο, ἐκηρύχθησαν ὕστερον, καὶ ἡκού σθησαν ἐν τῷ φωτὶ τοῦ Εὐαγγελίου, ἐπὶ τῶν τοῦ Πνεύματος. Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι. Υποδείξω δὲ ὑμῖν είνα φοβηθήτε. Φοβηθῆτε τὸν μετὰ τὸ ἀποκτεῖναι, ἐξουσίαν ἔχοντα ἐμβαλεῖν εἰς τὴν γέενναν. Ναὶ λέγω υμίν, τοῦτον φοβηθήτε. Οὐχὶ πέντε στρουθία πωλείται ἀσσαρίων δύο; Καὶ ἐν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ Θεοῦ, ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. Μὴ οὖν φοβεῖσθε, πολλῶν στρουθίων διαφέρετε. Ἐπειδὴ τῆς ὑποκρίσεως τῶν Φαρισαίων κατηγόρησεν ὁ Κύριος, καὶ ἀπέστησεν αὐτῆς τοὺς αὐτοῦ μαθητὰς, καὶ ἐν τῷ μέσῳ δὲ πάλιν τους Φαρισαίους Επληττε διὰ τοῦ λέ γειν· › Ο εἴπατε ἐν τῇ σκοτίᾳ, ἀκουσθήσεται ἐν τῷ φωτί, ο νῦν πρὸς τοὺς φίλους αὐτοῦ τὰ τελειότερα διαλέγεται. Τὰς γὰρ ἀκάνθας ἐξελών ἤδη, σπείρει τὸ ἀγαθὸν σπέρμα. Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου τὰ γὰρ πρότερον λεγόμενα οὐ πρὸς αὐτοὺς ἦσαν, ἀλλὰ πρὸς τοὺς Φαρισαίους· ὑμῖν οὖν λέγω τοῖς φί λοις μου· οὐ πᾶσι γὰρ ἀρμόζει ὁ λόγος οὗτος, ἀλλ᾽ οἱ ἐξ όλης ψυχῆς ἠγάπησαν αὐτὸν, καὶ οἱ δύνανται λέ γειν· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; Τοῖς τοιούτοις ἀρμόζει αὕτη ἡ παραίνεσις. Μη φορ βηθῆτε, φησὶν, ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, καὶ μηδὲν τούτου πλέον βλάπτειν ἐχόντων. Εἰς γὰρ μια πρὶν ἡ ἀπ' αὐτῶν ζημία περιίσταται, σῶμα βλαπτόν των, ὁ τὸ οἰκεῖον πείσεται, κἂν αὐτοὶ μὴ βλάψωσιν. Ἐκεῖνον δὲ ἄξιον φοβεῖσθαι τὸν οὐ μόνον σῶμα κολά ζοντά, ἀλλὰ καὶ ψυχήν, τὸ ἀθάνατον χρῆμα ἀθανάτοις ἀποστολικῶν ψυχῶν ἱσταμένου τοῦ μεγάλου κήρυκος
col. 879–880page 99 of 222
PG 123:879ἀνδρίαν οὖν πνευματικὴν ἀλείφει τοὺς αὐτοῦ φίλους ὁ Χριστὸς, μάρτυρας αὐτοὺς ἐργαζόμενος, καὶ τὸν τῶν ἀνθρώπων φόβον ἀπ' αὐτῶν ἐκβάλλων. "Ανθρωπ ποι γάρ, φησί, μέχρι τοῦ φθαρτοῦ σώματος ἐκτείνουσι τὰς ἀργὰς, καὶ πέρας αὐτῶν τῆς καθ' ἡμῶν ἐπιβουλής ὁ τῆς σαρκὸς θάνατος· Θεοῦ δὲ κολάζοντος, οὐ μέχρι μόνης σαρκὸς ἡ ζημία στήσεται, ἀλλὰ καὶ αὐτὴ συν υπάγεται ταῖς αἰκίαις ἡ ἀθλία ψυχή. Σημείωσαι δὲ ἐντεῦθεν, ὅτι τοῖς ἁμαρτωλοῖς ὁ θάνατος πρός τιμω ρίαν ἐπάγεται, κανταῦθα κολαζομένοις διὰ τοῦ ἀπο κτείνεσθαι, κἀκεῖσε μετὰ ταῦτα εἰς γέενναν ἐμβαλο λομένοις. Εξετάζων δὲ τὴν λέξιν, και τι ἕτερον ἐννοήσεις. Ορα γὰρ ὅτι οὐκ εἶπε· Φοβήθητε τὸν μετά τὸ ἀποκτεῖναι βάλλοντα εἰς τὴν γέενναν, ἀλλ', εξου σίαν ἔχοντα βαλεῖν. Οὐ γὰρ πάντως οἱ ἀποθνήσκοντες ἁμαρτωλοὶ βάλλονται εἰς τὴν γέενναν, ἀλλ᾽ ἐν τῇ ἐξουσίᾳ κείται τοῦτο τοῦ Θεοῦ, ὥστε καὶ τὸ συγχωρεῖν. Τοῦτο δὲ λέγω διὰ τὰς ἐπὶ τοῖς κεκοιμημένοις γενομένας προσφορὰς καὶ τὰς διαδόσεις, αἳ οὐ μικρά συντελοῦσι τοῖς καὶ ἐν ἁμαρτίαις βαρείαις ἀποθανοῦσιν. Οὐ πάντως οὖν μετὰ τὸ ἀποκτεῖναι βάλλει εἰς τὴν γέενναν, ἀλλ' ἐξουσίαν ἔχει βαλεῖν. Μή τοίνυν ἐλλείψωμεν ἡμεῖς, σπουδάζοντες δι' ἐλεημοσυνῶν καὶ πρεσβειῶν ἐξιλεοῦσθαι τὴν ἐξουσίαν μὲν ἔχοντα βα λεῖν, οὐ πάντως καὶ τῇ ἐξουσίᾳ ταύτῃ χρώμενον, ἀλλὰ καὶ συγχωρεῖν δυνάμενον. Ἐπεὶ δὲ πολλοὶ τὸν ὑπὲρ τῆς ἀληθείας θάνατον ἐγκατάλειψιν οἴονται Θεοῦ· Μὴ τοῦτο, φησὶν, ὑμεῖς οἰηθῆτε. Οὐ γὰρ ὡς ὑποβάλλοντα τιμωρίαις, καὶ ταύταις ἐν πυρί, εἰς οι εγκαταλιμπανόμενοι ὑπ' ἐμοῦ, μέλλετε θνήσκειν. Εἰ ο γὰρ καὶ τῶν στρουθίων τῶν πωλουμένων οὐδὲν ἀνε επίληστον, πολλοῦ δεῖ ὁ ὑμέτερος θάνατος τῶν ἐμῶν φίλων γενέσθαι, ὡς μὴ προνοουμένου ὑμῶν ἐμοῦ. Τοσαύτην γὰρ ὑμῶν ποιοῦμαι την πρόνοιαν, ὥστε ἕκαστα τῶν ὑμετέρων εἰδέναι λεπτῶς, καὶ οίον Αριθμημένας ἔχειν τὰς τρίχας ὑμῶν· κἂν τοίνυν εἰς πειρασμὸν ἐάσω ὑμᾶς εἰσελθεῖν, χορηγήσω πάντως καὶ τὴν εἰς τὸ ὑπομεῖναι δύναμιν. Πολλάκι; δὲ εἰ τινα ἀσθενῆ ἴδω, οὐδὲ ἐμπεσεῖν αὐτὸν συγχωρήσω πειρατηρίῳ. Κηδεμών γὰρ ῶν, καὶ πάντα εἰδὼς, καὶ ἠριθμημένα ἔχων καὶ τὰ λεπτότατα, ἑκάστῳ τὸ κατ' ἀξίαν καὶ τὸ πρόσφορον οἰκονομῶ. Επιτηρήσεις δὲ εὑρήσεις ἐν τῇ Γραφῇ ἀριθμούμενα πάντα τὰ ἀγω δρεῖα, καὶ εἰς μέτρον ἡλικίας φθάσαντα, καὶ ἄξια ἁπλῶς θείας ἀπαριθμήσεως. Κεφαλὴν οὖν ἐκάστου τῶν πιστῶν τὴν χριστοπρεπῆ πολιτείαν νοητέον. Τρίχας δὲ ταύτης τὰς κατὰ μέρος νεκροτέρας τοῦ σώματος πράξεις, αἱ ἀριθμοῦνται παρὰ Θεῷ, καὶ ἐν λόγῳ τίθενται. Αἱ γὰρ τοιαῦται ὑμῶν πράξεις θείας ἐπισκοπῆς ἀξιοῦνται. Νοοῦσι δέ τινες, πέντε στρουθία, τὰς πέντε αισθήσεις, αἳ δύο ἀσσαρίων πωλούμεναι, τουτέστι διὰ Καινῆς καὶ Παλαιᾶς Διαθήκης, ἀνεπίληστοί εἰσι παρὰ τῷ Θεῷ. ἂν γὰρ αἱ αἰσθήσεις ῥυθμίζονται καὶ προσάγονται τῷ λόγῳ, ὥστε μὴ εἶναι ἀχρεῖαι εἰς πνευματικὴν βρῶσιν, οὗτοι ἀνεπί ληστοι τῷ Κυρίῳ. Λέγω δὲ ὑμῖν, πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσῃ ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων
col. 881–882page 100 of 222
PG 123:881τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ενώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀν θρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ἅγιον Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. "Οτ' ἂν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς Συναγωγάς, καὶ τὰς ἀρχὰς, καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε, πῶς ἢ τί ἀπολογήσησθε, ἢ τί εἴπητε· τὸ γὰρ ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ, ἃ δεῖ εἰπεῖν.» Νῦν τὸ ἔπαθλον τῆς μαρτυρίας προτίθησιν. Ἐπεὶ γὰρ εἶπε, Μη φοβείσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, καὶ προσείπεν, ὅτι, Καὶ αἱ τρίχες ὑμῶν ἠρίθμηνται, ἵνα μή τις εἴπῃ· Δός μοι καὶ μισθόν τινα· τί γάρ μοι μέλλει εἰ τὰς τρίχας ἔχεις ηριθμημένας; φησί· Θέλεις καὶ μισθόν; ἄκους· ὓς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ, ὁμολογηθήσεται ἐνώπιον τοῦ Θεοῦ. Τὸ δὲ, Ομολογήσῃ ἐν ἐμοί, εἶπεν, ἀντὶ τοῦ, Μετὰ τῆς ἐμῆς συνεργείας, καὶ ἐν τῇ ἐμῇ δυνάμει. Ομολογήσω γοῦν κἀγὼ ἐν αὐτῷ, τουτέστιν, ὑπ' αὐτοῦ συνεργούμενος. Χρήζο μὲν γὰρ καὶ ἡμεῖς προηγουμένως τοῦ Θεοῦ· οὐδὲν γὰρ χωρὶς ἐκείνου δυνάμεθα· καὶ ὁ Θεὸς πάλιν χρή ζει ἡμῶν· ἐὰν γὰρ μὴ εὕρῃ ἐν ἡμῖν ἔργα άξια, οὐδὲ προσλαμβάνεται ἡμᾶς, ἡ γὰρ ἂν προσωπολήπτης εἴη. Ομολογοῦμεν οὖν ἡμεῖς ἐν αὐτῷ, τουτέστιν ἐν τῇ αὐτοῦ συνεργείᾳ. Καὶ αὐτὸς ἐν ἡμῖν, τουτ ἐστιν ἐν τῇ ἡμῶν συνεργεία. Εἰ μὴ γὰρ δώσομεν αὐτῷ ἀφορμὴν, οὐδὲ ὁμολογήσει ὑπὲρ ἡμῶν. Ὁ δὲ ἀρνούμενος, οὐκ ἐν τῇ τοῦ Θεοῦ δυνάμει ἀρνεῖται. Διὸ οὐδὲ προσέθηκε τὸν ἐν ἐμοὶ, ἀλλ', ὁ ἀρνησάμενός με, μήποτε δὲ καὶ ὁ πᾶς ἅγιος ἐν τῷ Χριστῷ μένει, καὶ ὁ Χριστὸς ἐν αὐτῷ, κατὰ τοῦτο εἴρηται τό "Ος " ἂν ὁμολογήσῃ ἐν ἐμοὶ, τουτέστι μένων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ μένων· καὶ πᾶς δ; ἂν ἐρῇ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ. Τοῦτ' ἐστι, ὃς βλασφημήσει εἰς ἐμὲ τὸν φαινόμενον Υἱὸν ψιλόν τοῦ ἀνθρώπου, καὶ ἐσθίοντα, καὶ πίνοντα, καὶ μετὰ τελωνῶν διάγοντα καὶ πορνῶν, συγγνωστός, καν μετανοήσῃ, καν μή. Οὐ γὰρ λογίζεται αὐτῷ ἁμαρτία μὴ πιστεύοντι. Τί γὰρ εἶδεν, ἵνα πιστεύσῃ; Τί δὲ μᾶλλον οὐκ εἶδεν ἄξιον δυσφημίας; Εἶδεν ἄνθρωπον, πόρναι; συνδιάζοντα, καὶ βλασφημεῖ εἰς αὐτόν· οὐ λογίζεται οὖν αὐτῷ ἁμαρτία. Εἰκὸς γὰρ ἔπαθε πως γὰρ Υἱὸς Θεοῦ, ὁ πόρναις συνδιάγων; βλασφημήσει τοίνυν και πλάνον ἀποκαλέσει τὸν οὕτω μὲν διάγοντα, Υἱὸν δὲ Θεοῦ ἑαυτὸν ποιοῦντα. "Οταν δέ τις εἰς τὸ ἅγιον Πνεῦμα βλασφημῇ, ἀσύγγνωστος. Ο δὲ λέγει, τοιοῦτόν ἐστιν· Οταν θεοσημείας βλέπων, καὶ ἔργα μεγάλα καὶ ἐξαίρετα ἀπιστῇ καὶ συκοφάντῃ, τὰς τοῦ ἁγίου Πνεύματος ένεργείας τῷ Βεελζεβοὺλ προσανατιθείς, τότε βλασφημῶν εἰς τὸ ἅγιον Πνεῦμα, καὶ ἐν πνεύματι πονηρῷ καὶ οὐ θείῳ τὰ σημεία γίνεσθαι λέγων, ἀσύγγνωστός ἐστι, καὶ οὐκ ἔσται ἀθῶο:, εἰ μὴ μετανοήσει;· τῷ μὲν εἰς τὸν Τὸν τοῦ ἀνθρώπου βλασφημοῦντι, οὐδὲ ἁμαρτία ἐλογίζετο, διὸ καὶ μὴ μετανοῶν συγγνωστέος. Τῷ δὲ θείου Πνεύματος ἔργα ὁρῶντι, καὶ βλασφημούν τι, χωρίς μετανοίας οὐκ ἀφεθήσεται. Αμαρτία γάρ
col. 883–884page 101 of 222
PG 123:8834 μεγίστη λογισθήσεται. Οταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ τὰ ἑξῆς. Ἐπειδὴ ἡ ἀσθένεια ἡμῶν διττή, καὶ ἢ διὰ φόβον κολάσεων ἀποφεύγομεν τὸ μαρτύριον, ἢ δι᾽ ἀγροικίαν, καὶ τὸ μὴ δύνασθαι δοῦναι λόγον τῆς ἐν ἡμῖν πίστεως· Ιάσατο μὲν τὸν ἐπὶ ταῖς κολάσεσι φόβον διὰ τοῦ εἰπεῖν, Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόν των τὸ σῶμα, ἰᾶται δὲ νῦν καὶ τὸν ἐπὶ τῇ ἀγρο κίᾳ. Ἐπεὶ γὰρ οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα ἐπί στευσαν, ἀλλ' οἱ πλείους ἰδιῶται, Μή φοβοῦ, φησί, ὁ ἄγροικος καὶ ἰδιώτης, μηδὲ μερίμνα πως ἢ τί ἀπολογήσῃ τῷ τυράννῳ ἐρωτώμενος ἢ τί εἴπῃς ἄλλον τρόπον δημηγορῶν· τὸ γὰρ ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ, ἃ δεῖ εἰπεῖν. Ὥστε, τίς χρεία τοῦ φροντίζειν, εἶχε ἐν αὐτῇ τῇ ὥρᾳ μέλλεις ὑπὸ τοῦ Πνεύματος διδάσκεσθαι; οὕτως οὖν ἀμφοτέρωθεν εἰς τὸ μαρτύριον ἡμᾶς ἐπαλείφει, τόν τε ἐπὶ τῇ σωματικῇ ἀσθενείᾳ φόβον, τόν τε ἐπὶ τῇ ἀγροικία ἰώμενος. 4. Εἶπε δέ τις αὐτῷ ἐκ τοῦ ὄχλου Διδάσκαλε, εἰπὶ τῷ ἀδελφῷ μου μερίσασθαι μετ᾿ ἐμοῦ τὴν κληρονομίαν. Ο δὲ εἶπεν αὐτῷ· ῎Ανθρωπε, τίς με κατέστησε δικαστὴν ή μεριστὴν ἐφ' ὑμᾶ;; Εἶπε δὲ πρὸς αὐτ τούς· Ορᾶτε καὶ φυλάσσεσθε ἀπὸ τῆς πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτῷ.» Διδάσκων ἡμᾶς ὁ Κύριος, πῶς δεῖ καταφρονεῖν τῶν βιωτικῶν, καὶ ὅτι οὐ δεῖ περισπάσθαι περὶ τὰ γήϊνα, ἀποπέμπεται τὸν προσ καλούμενον αὐτὸν εἰς τὸ μερίσασθαι τὴν πατρώαν κληρονομίαν. Διὸ καί φησι· Τίς με κατέστησε δικα στὴν ἢ μεριστὴν ἐφ' ὑμᾶς; Ἐπειδὴ γὰρ ἐκεῖνος καταλιπών αἰτεῖν τὰ χρήσιμα καὶ πρὸς ψυχικήν σωτηρίαν συμφέροντα, περὶ γηίνων καὶ προσκαίρων πραγμάτων μεριστὴν αὐτὸν γενέσθαι ᾐτεῖτο, τούτου χάριν ὡς ὀχληρὸν καὶ οὐδὲν ἐθέλοντα μαθεῖν τῶν δεόντων ἀποπέμπεται, καὶ τοῦτο πράως ποιῶν καὶ οὐκ ἐπιπληκτικῶς. Πείθει δὲ πάντως διὰ τούτου πάντας τοὺς καὶ τότε καὶ νῦν ἀκούοντας παντὸς μὲν ἀμελεῖν προσκαίρου καὶ γηίνου πράγματος, μὴ φιλονεικοῦντας ἀδελφοῖς, εἶχοντας δὲ μᾶλλον αὐτοἶ;, και βούλωνται πλεονεκτεῖν. Από γὰρ τοῦ αἵροντος, φησί, τὰ σὰ μὴ ἀπαίτει, ζητοῦντας ὅσα πέρ ἐστι χρήσιμα καὶ ἀναγκαῖα πρὸς σωτηρίαν ψυχῆς. Δια καὶ ἐπήγαγε λέγων· Ορᾶτε καὶ φυλάσσεσθε ἀπὸ τῆς πλεονεξίας, ὡς βόθρον τινὰ διαβολικὸν παραινών ἡμῖν ταύτην ἀποφεύγειν. Πρὸς τίνας δὲ τοῦτο εἶπε, Ορᾶτε καὶ φυλάσσεσθε ἀπὸ τῆς πλεονεξίας; Πρὸς τοὺς δύο τούτους ἀδελφούς· ἐπεὶ γὰρ περὶ κληρονομίας ἦν αὐτοῖς ἡ ἀμφιβολία, εἰκὸς δὲ ἦν τῶν δύο τούτων τὸν ἕνα ἀδικεῖν τὸν ἕτερον, διὰ τοῦτο περί πλεονεξίας αὐτοῖς διαλέγεται. Μέγα γὰρ τοῦτο και κόν· διὸ καὶ Παῦλος, εἰδωλολατρείαν τοῦτο καλεί, τάχα ὡς μόνοις πρέπον τοῖς μὴ εἰδόσι Θεόν· ἡ ὅπερ καὶ ἀληθέστερον, ἐπεὶ τὰ εἴδωλα τῶν ἐθνῶν, ἀργύ ριον καὶ χρυσίον. Ομοιος τοῖς εἰδωλολάτραις ὁ τις μῶν τὸ ἀργύριον καὶ τὸ χρυσίον· τὴν γὰρ αὐτὴν ὕλην προσκυνοῦσι καὶ περιέπουσιν ἀμφότεροι. Δεῖ
col. 885–886page 102 of 222
PG 123:885οὖν φεύγειν τὸ περιττόν. Διατί; Διότι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστι, τουτέστιν, οὐ συνεκτείνεται τὸ τῆς ζωῆς μέτρον τῇ περιουσίᾳ· οὐ γὰρ δὴ ὁ ἔχων πολλά, ἤδη που καὶ ἐς μακρὸν ζή σεται, οὐδὲ ἀκολουθεῖ τῷ πλήθει τοῦ πλούτου ἡ μακροζωΐα. Τοῦτο δὲ λέγει ὁ Κύριος, ἀνατρέπων τοὺς τῶν φιλοπλούτων λογισμούς· ἐπειδὴ γὰρ οἱ φιλό πλουτοι δοκοῦσιν ὡς φιλόζωοι περιέπειν τὸν πλοῦτον, καὶ ὡς ἐπὶ μακρόν μέλλοντες βιώσεσθαι, πανταχόθεν συνάγειν, φησίν· “Αθλις καὶ ταλαίπωρε, μὴ γὰρ ἐκ τοῦ ἔχειν πολλὰ προσγενήσεταί σοι καὶ τὸ μακρόβιον; τί τοίνυν κακοπαθεῖς προδήλως ὑπὲρ τῆς ἀδήλου ἀναπαύσεως; Αδηλον μὲν γὰρ, είγε φθάσεις εἰς γῆρας, οὗ είνεκα θησαυρίζεις. Πρόδηλον δὲ ὅτι νῦν δαπανᾷ περὶ τὸν πορισμὸν τῶν χρημάτων. Εἶπε δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων· ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ή χώρα, καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; Καὶ εἶπε· Τοῦτο ποιήσω, καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὰ γεννήματα μου, καὶ τὰ ἀγαθά μου, καὶ ἐρῶ τῇ ψυχῇ μου Ψυχή, έχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά, ἀναπαύου, φάγε, πίε, εὐφραίνου. Εἶπε δὲ αὐτῷ ὁ Θεός· Αφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου απαι τοῦσιν ἀπὸ σοῦ· ὁ δὲ ἡτοίμασας, τίνι ἔσται; Οὕτως Ο θησαυρίζων ἑαυτῷ, καὶ μὴ εἰς Θεὸν πλουτῶν.» Εἰπὼν ὅτι οὐ τῇ περισσείᾳ τῶν χρημάτων καὶ ἡ τοῦ ἀνθρώπου ζωὴ συμπαρεκτείνεται, πρὸς βεβαίωσιν τούτου ἐπιφέρει καὶ παραβολήν. Καὶ δρα πῶς ὑπο γράφει ἡμῖν ἀνοήτου πλουσίου ἀπλήστους λογισμούς. Ο μὲν γὰρ Θεὸς τὰ ἑαυτοῦ ἐποίει, καὶ τὴν οἰκείαν εὐσπλαγχνίαν ἐπεδείκνυτο· οὐ γὰρ ἂν γήδιον τοῦ πλουσίου, ἀλλ' ὅλη ἡ χώρα εὐφόρησεν. Ὁ δὲ οὕτως ἦν ἄκαρπος περὶ τὴν εὐσπλαγχνίαν, ὥστε πρὶν ἢ λαβεῖν, συνεῖχεν. Ορα δὲ καὶ τὰς τοῦ πλουσίου ἡδονὰ;, Τί ποιήσω; Τοιαύτας φωνὰς οὐχὶ καὶ ὁ πένης λέγει, τί ποιήσω, ὅτι οὐκ ἔχω πῶς τραφήσομαι, πῶς ἐνδύσομαι; Ιδε μοι καὶ τὰς τοῦ πλου στου φωνάς - Τί ποιήσω, ὅτι οὐκ ἔχω που συνάξω τοὺς καρπούς μου; Καλή γε ἀνάπαυσις. Εἶγε καὶ ὁ πένης φητί· Τί ποιήσω, ὅτι οὐκ ἔχω; καὶ ὁ πλούσιος, Τί ποιήσω, ὅτι οὐκ ἔχω; τί τοίνυν συνάγομεν ἐκ τοῦ πλείω συνάγειν; ἀνάπαυσιν μὲν γὰρ οὐ κερδαίνομεν. Καὶ δῆλον ἀπὸ τῶν φροντίδων, ἁμαρτιῶν δὲ μόνον πλῆθος ἑαυτοῖς ἐπισωρεύομεν. Καθελώ μου τὰς ἀποθήκας, καὶ μείζονας οικοδομήσω. Ἐὰν δὲ πλέον εὐφορήσῃ εἰς τὸ μέλλον ή χώρα, πάλιν καθαιρήσεις, καὶ πάλιν οἰκοδομήσεις· καὶ τίς χρεία καθαιρεῖν καὶ οἰκοδομεῖν; Ἔχεις ἀποθήκας τῶν πτωχῶν τὰς γα στέρας, πολλὰ δυναμένας χωρεῖν, καὶ ἀκαταλύτους καὶ ἀφθάρτους· οὐράνιοι γάρ εἰσι καὶ θεῖαι, εἴπερ ὁ τρέφων πένητα, Θεὸν τρέφει. Ορα δὲ καὶ ἕτερον ἀκητον. Τὰ γεννήματά μου, καὶ τὰ ἀγαθά μου. Οὐ γὰρ ἐνόμιζε ταῦτα ἔχειν ἐκ Θεοῦ, ἡ γὰρ ἂν, ὡς Θεοῦ εἰκονόμος, περὶ ταῦτα διέκειτο. Αλλ' οἰκείων πόνων γεννήματα ταῦτα ᾤετο, διὸ καὶ ἑαυτῷ ταῦτα σφετε βιζόμενος, Τὰ γεννήματά μου καὶ τὰ ἀγαθά μου, Ελεγεν· οὐδένα γάρ, φησίν, έχω κοινωνόν, οὐδένα η
col. 887–888page 103 of 222
PG 123:887τῶν δικαίων γὰρ αἱ ψυχαὶ ἐν χειρὶ Θεοῦ. Τῷ ὄντι μεριστὴν ποιοῦμαι, οὐ τοῦ Θεοῦ εἰσιν, ἀλλ' ἐμὰ, μόνος οὖν ἀπολαύσω· οὐ τὸν Θεὸν προσλήψομαι εἰς τὴν τούτων ἀπόλαυσιν. Ἐπεὶ δὲ ταῦτα αὐτοῦ ἀνόητα, ἴδωμεν καὶ τὰ ἑξῆς. Ψυχή, έχεις πολλέ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά. Μήκος ἑαυτῷ ὁρίζει ζωῆς, ὥσπερ καὶ τοῦτο ἐκ γῆς γεωργήσας· μὴ γὰρ καὶ τοῦτο γέννημα σὸν, μὴ γὰρ καὶ τοῦτο ἀγαθὸν σόν. Φάγε, πίε, εὐφραίνου. Εὗγε τῶν ἀγαθῶν τῆς ψυχῆς τὸ γὰρ φαγεῖν καὶ τὸ πιεῖν, ἀλόγου ψυχῆς ἀγαθόν τοιαύτην οὖν ἔχων καὶ αὐτὸς ψυχήν, εἰκότως αὐτῇ ταῦτα προσανατίθης. Λογικῆς δὲ ψυχῆς ἀγαθὸν, νοῆσαι, λογίσασθαι, εὐφρανθῆναι νόμῳ Θεοῦ καὶ διανοήμασιν ἀγαθοῖς. Οὐκ ἀρκεῖ δέ σοι τὸ φαγεῖν καὶ πιεῖν, ὦ ἄφρον, ἀλλὰ καὶ τὴν ἐπακολουθοῦσαν τούτοις αἰσχίστην καὶ μυσαρὰν ἡδονὴν ἐπιτάττει; τῇ ψυχῇ; Εὐφήμως γὰρ ὁ Κύριος διὰ τοῦ, Εὐφραίνου, τὰ ἀσελγέστατα πάθη ἐδήλωσεν, ἃ τῇ πλησμονῇ τῶν βρωμάτων καὶ τομάτων παρέπεται. Εἶπε δὲ αὐτῷ ὁ Θεός· Αφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαι τοῦσιν ἀπὸ σοῦ. Οὐχ ὡς τοῦ Θεοῦ τῷ πλουσίῳ ὁμι λήσαντος λέγεται τὸ, Εἶπε δὲ αὐτῷ ὁ Θεὸς, ἀλλὰ τοιοῦτόν τι λέγει, ὅτι ταῦτα δὲ αὐτοῦ ἐνθυμουμένου, εἶπεν ὁ Θεὸς (πλάττεται γὰρ ταῦτα ή παραβολή) Αφρον. Αφρονα μὲν οὖν αὐτὸν ὀνομάζει, ὡς πάντη ἀνόητα βουλευσάμενον, καθὰ δὴ ἀπεδείξαμεν. "Αφρων γὰρ καὶ μάταιος πᾶς τοιοῦτος, καθὰ καὶ Δαυΐδ λέγει Μάτην πᾶς ἄνθρωπος· καὶ ἡ αἰτία, θησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά· πῶς γὰρ οὐκ ἄφρων, ὁ μὴ γνοὺς ὅτι ζωῆς μέτρα παρὰ μόνῳ τῷ Θεῷ, καὶ οὐκ αὐτός τις ἕκαστος ἑαυτῷ ὁριστὴς τῆς ζωῆς, Ορα δὲ καὶ τὴν λέξιν τοῦ, Ἀπαιτοῦσιν. Ωσπερ γάρ τινες ἀπηνεῖς φορολόγοι, φοβεροί ἄγγελοι τὴν ψυχήν σου ἀπαιτοῦσιν ἄκοντος, οἷα διὰ φιλοζωΐαν ἀντι ποιουμένου τῶν ἐνταῦθα· ὁ μὲν γὰρ δίκαιος οὐκ ἀπαιτεῖται τὴν ψυχὴν, ἀλλὰ παρατίθεται ταύτην τῷ Θεῷ καὶ Πατρὶ τῶν πνευμάτων, χαίρων καὶ ἀγαλ λόμενος, καὶ οὐδὲ διαφορεῖ περὶ τὴν ἀπόθεσιν· ἐλα φρὸν γὰρ φορτίον τὸ σῶμα περίκειται· ὁ δέ γε ἁμαρτωλὸς κατασαρκώσας τὴν ψυχὴν, καὶ προσσω ματοποιώσας αὐτὴν, καὶ γῆν ποιήσας, δυσαποσπά στω; αὐτὴν ἔχειν παρεσκεύασε, διὸ καὶ ἀπαιτεῖσθαι ταύτην λέγεται, ὥσπερ τις χρεώστης ἀπειθής πράκτορσιν ἀπηνέσι παραδιδόμενος. Ὅρα δὲ πῶς οὐκ εἶπεν· 'Απαιτῶ τὴν ψυχήν σου, ἀλλ', 'Απαιτοῦσι οὖν ἐν νυκτὶ ἀπαιτεῖται τὴν ψυχὴν ὁ τοιοῦτος. Ο γὰρ ἔχει φῶς θείας ἐπιγνώσεως ἐπιλάμπον αὐτῷ, ἀλλ' ἐν νυκτὶ τῆς φιλοπλουτίας ὤν, καὶ ὑπὸ ταύτης ἐσκοτισμένος, θανάτῳ καταλαμβάνεται· οὕτως ἄρι ὁ θησαυρίζων ἑαυτῷ, ἄφρων δηλαδή καλούμενος, καὶ μὴ περαίνων τὰς αὑτοῦ βουλὰς, ἀλλ' ἐν αὐτῷ τῷ καιρῷ τῆς βουλῆς ἐκτεμνόμενος ὅλως τοῦ βίου. Εἰ δέ γε τοῖς πένησι καὶ τῷ Θεῷ ἐθησαύριζεν, οὐκ ἂν εἶχεν οὕτως· σπουδάσωμεν οὖν εἰς Θεὸν πλουτεῖν, τουτέστιν, ἐπ' ἐκείνῳ πεποιθέναι, καὶ ἐκεῖνον ἡμέτερον ἔχειν πλούτον, καὶ τοῦ πλούτου ταμείαν, καὶ μὴ λέγειν ὅτι τὰ ἀγαθά μου, ἀλλὰ τὰ ἀγαθὰ τοῦ θεοῦ
col. 889–890page 104 of 222
PG 123:889εἰ δὲ Θεοῦ εἰσιν ἀγαθὰ, μὴ ἀποστερώμεθα τὸν Θεὸν τῶν ἀγαθῶν αὐτοῦ· τοῦτο ἔστι τὸ εἰς Θεὸν πλουτεῖν, τὸ πιστεύειν ὅτι ἐὰν πάντα δώσω καὶ κενώσω, οὐδέν μοι τῶν ἀναγκαίων ἐπιλείψει· ταμεῖον γάρ μοι τῶν ἀγαθῶν ἐστιν ὁ Θεός· ἀνοίγω καὶ αἴρω τὰ χρειώδη. Εἶπε δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· Διὰ τοῦτο ὑμῖν λέγω, μὴ μεριμνᾶτε τῇ ψυχῇ τί φάγητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε. Η γὰρ ψυχὴ πλείων ἐστὶ τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος· και τανοήσατε τους κόρακας ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστι ταμεῖον, οὐδὲ ἀποθήκη, καὶ ὁ Θεὸς τρέφει αὐτούς. Πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν; Τίς δὲ ἐξ ὑμῶν μεριμνών δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πήχυν ἵνα; Εἰ οὖν οὔτε ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε; › Κατὰ μικρὸν ἐπὶ τὰ τελεώτερα προ άγει τὴν διδασκαλίαν ὁ Κύριος. Ορα γὰρ τὴν τάξιν. δίδαξε φυλάσσεσθαι ἀπὸ τῆς πλεονεξίας, καὶ προσο έθηκε παραβολὴν, τὴν περὶ τοῦ πλουσίου, διὰ ταύ της δεικνύς, ὅτι ἄφρων ὁ τοῦ πλείονος ὀρεγόμενος. Εἶτα προκόπτων τῷ λόγῳ, οὐδὲ περὶ τῶν ἀναγκαίων ἡμᾶς μεριμνᾶν ἐξ. Ωσπερ οὖν ὁ διάβολος ἀπὸ τῶν μικρῶν ἀρχόμενος περιπίπτειν ἡμᾶς τοῖς μείζωσι ποιεῖ (διὸ καὶ μυρμηκολέων ὠνόμασται παρὰ τῷ Ιώ), οὕτως ἐκ τοῦ ἐναντίου ὁ Κύριος ἀναλύων αὐτ τοῦ τὰ ἔργα, πρότερον τὰ μεγάλα ἁμαρτήματα φεύγει, εἶτα καὶ τὰς ἀρχὰς τούτων ὑποδείκνυσι. Τὴν οὖν πλεονεξίαν ὑποδείξας ἡμῖν φυλάττεσθαι, ἔρχεται καὶ ἐπὶ τὴν ρίζαν ταύτης, ἵνα καὶ ταύ την ὑποτέμῃ, φημὶ δὴ τὴν μέριμναν, καί φησι Διὰ τοῦτο λέγω ὑμῖν, ἐπειδή, φησίν, ἄφρων ἐστὶν ὁ πλείονα ζωῆς μέτρα ἑαυτῷ διαγράφων, καὶ ἀπατών μενος τοῦ πλείονος ἐντεῦθεν ὀρέγεσθαι, οἷος ἦν ὁ πλούσιος, διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνήσετε τῇ ψυχῇ ὑμῶν τί φάγητε, οὐχ ὡς τῆς νοερᾶς ψυχῆς ἐσθιούσης, ἀλλ' ἐπεὶ δοκεῖ ἡ ψυχὴ μὴ ἄλλως ἀνα έχεσθαι τῷ σώματι συνδεδέσθαι, εἰ μὴ τρεφομένων ἡμῶν· διὰ τοῦτο οὕτως εἶπεν. "Αλλως τε τὸ μὲν σῶμα καὶ νεκρὸν ἐνδύεται, οὐ τρέφεται δέ. Ἐπεὶ οὖν τοῦ ἐμψύχου τὸ τρέφεσθαι, εἰκότως ἀνέθηκε τῇ ψυχῇ τὸ τρέφεσθαι. Η οὐχὶ καὶ ἡ θρεπτική δύναμις ψυχή λέγεται; Μὴ μεριμνήσητε οὖν τῷ θρεπτικῷ μέρει τῆς ἀλόγου ψυχῆς, τί φάγητε, μηδὲ τῷ σώματι, τί ἐνδύσησθε. Εἶτα ἐπιφέρει λογισμόν· ὁ γὰρ τὸ μεῖζον δούς, τὴν ψυχὴν, οὐ δώσει καὶ τὴν τροφήν; Ο τὸ σῶμα δούς, οὐχὶ καὶ τὸ ἔνδυμα δώσει; Εἶτα ἀπὸ παραδείγματος τῶν κοράκων, ὡς ἂν ἐνθρέψῃ ἡμᾶς, τὰ πετεινὰ εἰς μέσον ἄγει. Ηδύνατο μὲν γὰρ ἁγίους προφήτας παραγαγεῖν, οἷον τὸν Ἡλίαν καὶ τὸν Μωϋ σῆν, ἀλλὰ πρὸς πλείω δυσωπίαν τὰ πετεινὰ φέρει. Εἶτα καὶ ἕτερον λογισμὸν ἐπιφέρει. Ειπέ μοι, τί μετ ριμνῶν κερδαίνεις; Προστίθης τῇ ἡλικίᾳ σου κἂν τὸ ἐλάχιστον; Οὐχὶ, μᾶλλον μὲν οὖν ὑφαιρεῖς τῶν σαρ
col. 891–892page 105 of 222
PG 123:891κῶν· τηκεδών γὰρ ἡ μέριμνα. Εἰ τοίνυν τὸ ἐλάχιστον ο μετεωρισμός τεωρισμόν? οὐ δύνασαι προσθῆναι, τί περὶ τῶν λοιπῶν μεριμνᾷς; Πρόδηλον γὰρ ὅτι, ὥσπερ την αύξησιν ὁ Θεὸς δίδωσιν, οὕτω καὶ τἆλλα δώσει. Κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιά, οὐδὲ νήθει. Λέγω ὑμῖν, ὅτι οὐδὲ Σολομῶν ἐν πάσῃ τῇ δέξῃ αὐτοῦ περιεβάλετο ὡς ἐν τούτων. Εἰ δὲ τὸν χόρ τον ἐν τῷ ἀγρῷ σήμερον ὄντα, καὶ αὔριον εἰς κλίβα την βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσι, πόσ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; Καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε ἢ καὶ τί πίητε, καὶ μὴ μετεωρίζεσθε. Ταῦτα γὰρ πάντα τὰ ἔθνη του κόσμου ἐπιζητεῖ. Ὑμῶν δὲ ὁ Πατὴρ οἶδεν, ὅτι χρήζετε τούτων· πλὴν ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.» Καὶ τὸ τῶν κρίνων ὑπόδειγμα, πρὸς τὸ ἐντρέψαι ἡμᾶς πλεῖον ἔθηκεν· εἰ γὰρ ταῦτα οὕτω; ἀμφιέννυσιν ὁ Θεὸς, ὡς μηδὲ τὴν τοῦ Σολομῶντος δόξαν ἰσχύσαι περιβαλέσθαι ποτὲ ὡς ἐν τούτων, καὶ ταῦτα τοῦ κάλλους τῶν κρίνων μὴ ἀναγκαίου ὄντος, πόσῳ μᾶλλον ἡμᾶς, τὸ τίμιον πλάσμα, οὐκ ἀμφιέσει, καὶ ταῦτα ἀναγκαίου ὄντος τῷ σώματι ἡμῶν τοῦ ἐνδύματος; Τί οὖν, φησί, κελεύεις ἡμᾶς μὴ γεωρ γεῖν; Οὐκ εἶπε· Μὴ γεωργεῖτε, ἀλλὰ, Μὴ μεριμνάτε. Εργάζεσθαι μὲν γὰρ οὐ κωλύω, μεριμνὴν δὲ, ὅπερ ἔστι τὴν ἐλπίδα ἔχειν ἐν ἑαυτοῖς, τοῦτο ἀπαγορεύω Ως όγε εργαζόμενος μὲν, ἐλπίζων δὲ εἰς Θεὸν, οὕτως ἀμερίμνως διάγει. Ὅτι γὰρ τὴν μέριμναν ὡς ἀπο άγουσαν Θεοῦ ἐκκόπτει, δῆλον. Φησὶ γάρ Μη ζητεῖτε τί φάγητε, ἢ τί πίητε, καὶ μὴ μετεωρίζεσθε. μετεωρισμὸν γὰρ πάντως οὐδὲν ἄλλο λέγει, ἢ τὸν περιο σπασμὸν, καὶ τοῦ λογισμοῦ τὴν ἄστατον περιφοράν, ἄλλοτε ἄλλο ἐνθυμουμένου, καὶ ἀπὸ τούτου πηδῶντος ἐπ' ἐκεῖνο, καὶ ἀεὶ τὰ ὑψηλότερα φανταζομένου οὐχὶ τοῦτό ἐστιν ὁ μετεωρισμός; Ὡς οὖν ἀπάγουσαν ἡμᾶς τοῦ Θεοῦ τὴν τοιαύτην μέριμναν, ἡτοὶ τὸν μετεωρισμόν, ἀπαγορεύει ὁ Κύριος, εἰπὼν, ὅτι Ταῦτα πάντα τὰ ἔθνη ἐπιζητεῖ. Οὐ γὰρ μέχρι τῶν ἀναγκαίων ἡ μέριμνα ίσταται, ἀλλ' ὅπερ εἶπον, ἀεὶ τὰ ὑψηλότερα ζητεῖ· διὸ καὶ μετεωρισμός λέγεται, οἷόν τί φημι· Οὐκ ἔχομεν ἄρτον, μεριμνώμεν πόθεν Έξωμεν, καὶ οὐκ ἄχρι τούτου ἱστάμεθα, ἀλλὰ καὶ ὁποῖον στέαρ πυροῦ· εἶτα καὶ οἶνον, καὶ τοῦτον ἀγ θοσμίαν, καὶ ὄψον πρὸς τούτοις. Καὶ τοῦτο ἀτταγῆνος ἢ φασιανοῦ. Ορᾷς τὴν μέριμναν, καὶ τὸν μετεωρισμόν; Διὰ τοῦτο ὁ Κύριος παντελῶς ταύτην ἀποκόπτει· οἱ ἐθνικοὶ γὰρ ταῦτα ζητοῦσιν. Εἶτα καὶ ἕτερον ἐπάγει λογισμόν, ὅτι ὁ Πατὴρ ἡμῶν οἶδεν ὅτι χρήζετε, καὶ οὐχ ἵνα λογισμόν, ἀλλὰ καὶ πλείους. Πατὴρ γάρ ἐστι, φησί, καὶ εἰ Πατὴρ, πῶς οὐ δώσει, ᾿Αλλὰ καὶ οἶδε, μὴ γὰρ ἀγνοεῖ, ἀλλὰ καὶ χρήζετε, μὴ γὰρ περιττά ἐστιν, ἀλλὰ χρειώδη. Εἰ οὖν καὶ Πατήρ, καὶ ὑμεῖς χρήζετε, καὶ οἶδεν ἐκεῖνος, πῶς οὐ δώσει; Ζητεῖτε οὖν τὴν βασιλείαν τοῦ Θεοῦ προ ηγουμένως, καὶ τὴν περὶ τὰ βιωτικὰ μέριμναν ἀπο ποιήσασθε, ὡς ἐκκόπτουσαν ἡμᾶς ἀπὸ τούτου. Καὶ τότε ταῦτα πάντα προστεθήσεται ὑμῖν. Ορος Θεόν; (α)
col. 893–894page 106 of 222
PG 123:893εἰ ζητεῖς τὰ μικρὰ, οὐκ ἀρεστὸν αὐτῷ ποιεῖς· κατ αισχύνεις γὰρ τὸ αὐτοῦ μεγαλόδωρον. Εἰ ζητεῖς τὰ μεγάλα, ἐκεῖνά τε λήψῃ, καὶ πρός γε προσθήκην ἕξεις καὶ τὰ μικρά· εἰ γὰρ ἴδοι σε ἀσχολούμενον περὶ τὴν βασιλείαν αὐτοῦ, ἀναγκαῖον πάντως, ὅτι προνοήσεται σου ἐν τοῖς σοῖς. Η οὐχὶ καὶ ἡμεῖς ἐν ταῖς οἰκείαις οὕτω ποιοῦμεν, μᾶλλον ἐκείνων φροντίζοντες τῶν ὅλους ἑαυτοὺς ἐπιδεδωκότων τῇ ἡμετέρᾳ θερα πείᾳ, καὶ τούτων προνοούμενοι, ὡς μὴ προνοουμένων αὐτῶν; οὐ πολλῷ οὖν μᾶλλον ὁ Κύριος; Εκκόπτει τοίνυν τὴν περὶ τῶν βιωτικῶν μέριμναν ὁ Κύριος, ἵνα πείσῃ ἡμᾶς ζητεῖν τὴν βασιλείαν αὐτοῦ· μερι μνῶσι γὰρ τοῦτο οὐκ ἔνεστιν. Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν ὁ Πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν. ο Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεη μοσύνην· ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει, οὐδὲ σής διαφθείρει· ὅπου γὰρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.» Μικρὸν ποίμνιον ὀνομάζει τοὺς αὐτῷ μα θητεύειν θέλοντας ὁ Κύριος, ἢ διότι ἐν τῷ κόσμῳ τούτῳ οἱ ἅγιοι μικροὶ καὶ ἐλάχιστοι διὰ τὴν ἐκούσιον ἀκτημοσύνην καὶ ἀχρηματοσύνην, ἢ διὰ τὸ ἡττᾶσθαι τῆς τῶν ἀγγέλων πληθύος ἀμετρήτου οὔσης, καὶ ἀσυγκρείτως ὑπερεχούσης τὰ καθ' ἡμᾶς· ὅτι γὰρ πλείους οἱ ἄγγελοι, δῆλον ἐκ τῆς παραβολῆς, ἣν εἶπεν ὁ Κύριος· ὅτι χαίρει ὁ ποιμὴν ἐπὶ τῷ ἐνὶ πλανηθέντι καὶ εὑρεθέντι, ἢ ἐπὶ τοῖς ἐννενηκονταεννέα τοῖς μὴ πεπλανημένοις· ἔδειξε γὰρ ἐντεῦθεν, ὅτι ὥσπερ τὸ ἓν πρὸς τὰ ἐννενηκονταεννέα, οὕτω καὶ ἡ ἀνθρωπίνη φύσις πρὸς τὴν ἀγγελικήν. Μὴ φοβοῦ, φησί, ὦ μικρὸν ποίμνιον, ἀντὶ τοῦ, Μὴ ἀπι στήσῃς, ὅτι προνοήσεταί σου ὁ Θεὸς, κἂν μὴ σύ μεριμνα;. Διὰ τί; Διότι εὐδόκησεν ὁ Πατὴρ δοῦναι ὑμῖν τὴν βασιλείαν. Ἐπεὶ οὖν τὴν βασιλείαν δίδωσι, πολλῷ μᾶλλον τὰ τῆς γῆς. Μή τοίνυν ἀπίστει, ὅτι ἐὰν ἀκτημοσύνην ἐπιτηδεύσῃ, οὐχ ἕξεις τὸν προνοησόμενον σου, ἀλλὰ πώλησον τὰ ὑπάρχοντα, καὶ δδ; ἐλεημοσύνην, καὶ ποίησον θησαυρὸν ἀνέκλειπτον. Εἶτα πείθει ἡμᾶς καὶ ἀπὸ ογισμῶν ἀναντιῤῥήτων. Ενταῦθα μὲν γὰρ, φησί, ας διαφθείρει, ἐν οὐρανοῖ; δὲ οὐ τοῦτο. Οὐκ ἄρα οὖν ἀνόητον τὸ θησαυρίζειν ἐν τόπῳ, ἐν ᾧ διαφθορά; Εἶτα ἐπειδὴ τὸν χρυσὸν οὐ δια φθείξει σής, εἶπε καὶ τὸ, Οπου κλέπτης οὐκ ἐγγίζει. Σὴς μὲν γὰρ οὐ διαφθείρει χρυσὸν, ἀλλὰ κλέπτης συλᾷ. Εἶτα ἐπειδὴ οὐ πάντες κλέπτονται, προστίθησι την μείζω πάντη καὶ ἀναντίῤῥητον λογισμόν. υπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται. Ἔστω γὰρ, φησίν, ὅτι οὔτε σης διαφθείρει, οὔτε κλέπτης ἐγγίζει, αὐτὸ τοῦτο τὸ ἔχειν τὴν καρ δίαν προσηλωμένην τῷ κατορωρυγμένῳ θηραυρῷ, καὶ τὰ θεῖον χρῆμα τῆς ψυχῆς τῇ γῇ ἐμβαλεῖν, πόσης ἄξιον τιμωρίας; Μάλλον δὲ πῶς οὐ μεγίστη τιμωρία τῷ γε νοῦν ἔχοντι; Ὅπου ὁ θησαυρός σου, ἐκεῖ καὶ ἡ καρ δία σου· εἰ ἐν τῇ γῇ, καὶ αὕτη, εἰ ἐν τῷ οὐρανῷ ἐκεῖ νος, ἄνω καὶ αὕτη. Τίς οὖν οὐκ ἂν ἔλοιτο εἶναι ἄνω
col. 895–896page 107 of 222
PG 123:895καὶ μὴ ὑπὸ γῆν; ἄγγελος εἶναι καὶ μὴ ἀσπάλαξ ὑπὸ γῆν ἀεὶ ἐν τοῖς ὀρύγμασι διαιτώμενος Έστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι, καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προς δεχομένοις τὸν κύριον ἑαυτῶν πότε ἀναλύσει ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος, εὐθέως ἀνοί ξωσιν αὐτῷ· μακάριοι οἱ δοῦλοι ἐκεῖνοι οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας. 'Αμὴν λέγω ὑμῖν, ὅτι περιζώσεται, καὶ ἀνακλινεῖ αὐτοὺς, καὶ παρελθὼν διακονήσει αὐτοῖς. Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρα φυ λακῇ, καὶ ἐν τῇ τρίτῃ φυλακῇ, καὶ εὕρῃ οὕτως, μας χάριοί εἰσιν οἱ δοῦλοι ἐκεῖνοι. Τοῦτο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποία ὥρᾳ ὁ κλέπτης έρχε ται, εγρηγόρησεν ἂν, καὶ οὐκ ἂν ἀφῆκε διορυγῆναι τὸν οἶκον αὐτοῦ. Καὶ ὑμεῖς οὖν γίνεσθε έτοιμοι, ὅτι ῇ ὥρᾳ οὐ δοκεῖτε, ὁ Υἱὸς τοῦ ἀνθρώπου έρχεται, ο Απέριττον ποιήσας τὸν μαθητὴν αὐτοῦ ὁ Κύριος, καὶ γυμνώσας αὐτὸν πάσης βιωτικής μερίμνης καὶ μετεωρισμοῦ, καὶ κούφον ἀπεργασάμενος, ήδη καὶ ὑπηρέτην αὐτὸν ποιεῖ. Δεῖ γὰρ τὸν ὑπηρετεῖν θέλοντα, κοῦφον εἶναι καὶ εὐθαλῆ, διό φησιν· Εστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, ὅπερ ἔστιν, Έτοιμοι πάν τοτε φαίνεσθε πρὸς τὰ ἔργα τοῦ Δεσπότου ὑμῶν. Καὶ οἱ λύχνοι καιόμενοι· ὅπερ ἔστι, Μὴ ἐν σκότει καὶ ἀκρισία διάγετε, ἀλλ' ἔστω ὑμῶν τὸ τοῦ λόγου φῶς, πάντα υποδεικνύον τὰ πρακτέα καὶ μὴ πρακτέα. Εστιν οὖν νὺξ ὁ κόσμος οὗτος. Έζωσμένοι δὲ τὰς οσφύας, οἱ τὴν πρακτικὴν μετιόντες. Τοιοῦτον γὰρ τὸ σχῆμα τῶν ἐργατικῶν, οἷς δεῖ καὶ τοὺς λύχνους προσείναι καιομένους. Δεῖ γὰρ τῇ πρακτικῇ προσεῖναι καὶ τὸ τῆς διακρίσεως χάρισμα, ἵν᾿ ἔχοι διαγινώσκειν ὁ πρακτικός, οὐ μόνον τί χρή ποιεῖν, ἀλλὰ καὶ τὸ πῶς. Πολλοὶ μὲν γὰρ τὸ καλὸν ἐποίησαν, οὐ καλῶς δέ· οἱ τοιοῦτοι οὖν τὰς μὲν ὀσφύας ἦσαν περιεζωσμένοι· ἔπραττον γάρ, τοὺς δὲ λύχνους οὐκ εἶχον καιομένους, τουτέστιν, οὐκ εἶχον τὴν ἐκ τοῦ λόγου διάκρισιν, ἀλλ' ἡ εἰς τύφον ἐν έπετον, ἢ εἰς ἄλλον ἀπονοίας κρημνόν. Νοήσεις δὲ καὶ τοῦτο, ὅτι πρῶτον αἱ ὀσφύε; ἡμῶν περιζώννυνται, εἶτα οἱ λύχνοι καίονται. Πρῶτον γὰρ πρᾶξις, εἶτα θεωρία, ήτις ἐστὶ τοῦ νοῦ ἔλλαμψις. Λύχνος γὰρ ὁ νοῦς ἡμῶν, ὃς ὅταν ἔχῃ τὸ φῶς τοῦ Θεοῦ ἐν αὐτῷ λάμπον, τότε λέγεται καίεσθαι· σπουδάσωμεν οὖν ἀρετὴν ἀσκεῖν, ἵνα τοὺς δύο λύχνους ἡμῶν κατο μένους ἔχωμεν, τόν τε ἐνδιάθετον λόγον, καὶ τὸν προφορικόν, τὸν μὲν ἐνδιάθετον διὰ παντὸς ἀστράπτοντα ἐν τῇ ψυχῇ, τὸν δὲ προφορικὸν ἐν τῇ γλώσσῃ. Ο μὲν γὰρ ἔνδον ἡμᾶς φωτίζει, ὁ δὲ διδασκαλικός καὶ προφορικὸς λύχνος τοὺς ἄλλους. Καὶ ἡμεῖς ὦμεν όμοιοι ἀνθρώποις προσδεχομένοις τὸν Κύριον ἑαυτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων· τίς δὲ οὗτος ὁ Κύριος, ἢ ὁ Χριστὸς ὁ Ἰησοῦς; "Ος τὴν ἀνθρωπίνην φύσιν ἀναλαβὼν ὡς νύμφην, καὶ ἐνώτας ἑαυτῷ, γάμον ἐποίησεν εἰς σάρκα μίαν αὐτῇ κολληθείς, μᾶλλον δὲ οὐχ ἕνα γάμον ποιεῖται, ἀλλὰ πολλούς· καθ᾿ ἑκάστην γὰρ ἡμέραν νυμφεύεται ἐν οὐρανῷ τὰς τῶν ἁγίων ψυχές, δι παριστάνει αὐτῷ Παύλος, ἢ εἴ τις κατα
col. 897–898page 108 of 222
PG 123:897Παῦλον, παρθένους ἁγνάς. Αναλύει δὲ ἐκ τῶν ἐν οὐρανοῖς γάμων, τάχα μὲν καθολικῶς ἐν τῇ καθόλου συντελείᾳ, ὅτε ἀπ᾿ οὐρανοῦ ἐλεύσεται ἐν τῇ δόξῃ τοῦ Πατρός. Τάχα δὲ καὶ καθ᾿ ἑκάστην ὥραν ἐν τῇ μετ ρικῇ τοῦ καθ᾿ ἕνα συντελείᾳ ἀοράτως καὶ ἀπροσδοκήτως ἐφιστάμενος· μακάριος οὖν ἐκεῖνος, ὃν εὑρή σει περιεζωσμένον μὲν τὴν ὀσφύν, οἷα δὴ τῷ πρακτικῷ μέρει τῆς κατὰ Χριστὸν φιλοσοφίας θεραπεύειν τὸν Θεὸν ἑτοιμασθέντα, ἔχοντα δὲ τὸν λύχνον τοῦ λόγου καὶ τῆς διακρίσεως καιόμενον, καὶ μὴ μόνον πράτ τοντα τὸ καλὸν, ἀλλὰ καὶ καλῶς· οὐ μὴν ἀλλὰ καὶ τὴν θεωρίαν, οἷόν τιν ο λύχνον δεξάμενον· διὰ γὰρ τοῦ τὴν ὀσφὺν περιεζῶσθαι περιγίνεται ἡμῖν καὶ ὁ καιόμενος λύχνος τῆς θεωρίας, μᾶλλον δὲ οἱ δύο λύχνοι, ὅ τε ἐνδιάθετος καὶ ὁ προφορικός· τῷ τοιούτῳ οὖν θεράποντι θεράπων ὁ Κύριος γίνεται. Περιζώ δ σεται γάρ, φησί, καὶ ἀνακλινεῖ αὐτούς. Καὶ παρελθών διακονήσει αὐτοῖς· περιζώννυται μὲν οὖν ὁ Θεὸς καθὸ οὐχ ἅπασαν τὴν τῶν ἀγαθῶν χύσιν ἡμῖν ἐπι χορηγεῖ, ἀλλ' ἀναστέλλει ταύτην· τίς γὰρ δύναται χωρῆσαι Θεόν, ὅσος ἐστί; Καὶ δῆλον ἐκ τῶν Σεραφίμ καλυπτομένων διὰ τὴν ὑπερβολὴν τοῦ θείου φωτός ἀνακλίνει δὲ τοὺς καλοὺς δούλους· ὅλους γὰρ δι' ὅλων ἀναπαύει· ὡς γὰρ ὁ ἀνακεκλιμένος ὅλον τὸ σῶμα ἀναπαύει, οὕτω καὶ ἐν τῇ μελλούσῃ παρουσία ὅλοι δι' ὅλων οἱ ἅγιοι ἀναπαύονται. Ενταῦθα μὲν γὰρ τῷ σώματι ἄνεσιν οὐχ εὑρίσκουσιν, εκεῖσε δὲ σὺν ταῖς ψυχαῖς καὶ τὰ πνευματικὰ αὐτῶν καὶ τὰ θεῖα σώματα ἀφθαρσίαν κληρονομήσαντα, πάσης ἀναπαύσεως ἀπολαύουσιν, καὶ ἔσται ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν αὐτοῖς· διακονεῖ δὲ τοῖς ἀξίοις, ἀμειβόμενος αὐτοὺς τοῖς ἴσοι;· καὶ ὥσπερ αὐτοὶ αὐτῷ διηκόνησαν, οὕτω καὶ αὐτὸς αὐτοῖς ὑπηρετῶν καὶ δαψιλῆ αὐτοῖς παρέχων τράπεζαν, καὶ τὴν τῶν πνευματικών χα ρισμάτων τρυφήν χαριζόμενος. Φυλακὴν δὲ δευτέραν καὶ τρίτην νεήσαις ἂν τὰς διαφόρους ὥρας τῆς ζωῆς ἡμῶν. Οἷόν τι λέγω· "Ωσπερ ὁ ἀγρυπνῶν ἐν τῇ δευ τέρα καὶ τρίτῃ φυλακῇ, δοκεῖ ἐγρηγορώτατος εἶναι (αὗται γὰρ αἱ ὧραι τῆς νυκτός μάλιστα ὕπνου παρ εκτικαὶ τοῖς ἀνθρώποις καὶ πρώτου ύπνου), οὕτω νόει μοι καὶ ἐν τῇ διαφόρῳ καταστάσει τῆς ζωῆς ἡμῶν εἶναι ὥρας τὰς μακαρίους ἡμᾶς ποιούσας, ἐὰν εὑρεθῶμεν γρηγοροῦντες. "Ηρπασέ τις τὰ χρήσ ματά σου, τεθνήκασί συ: παῖδες, ἐσυκοφαντήθης δὰν ἐν τοῖς τοιούτοις καιροῖς οὐ καταπέσῃς, ἀλλ' ἐγρηγορὡς εὑρεθεὶς τῷ Θεῷ καὶ Δεσπότῃ, καὶ μηδὲν ἔξω τῶν αὐτοῦ ἐντολῶν ἀναγκασθῇς πρᾶξαι, όντως Εγρηγορότα σε εὗρεν ἐν δευτέρᾳ καὶ τρίτῃ φυλακή, τουτέστιν, ἐν καιρῷ δεινῷ, καὶ ὕπνον θανατώδη, καὶ κατάπτωσιν ταῖς χαύναις ψυχαῖς παρέχοντι· δεῖ οὖν ἐγρηγόρσεως· οἰκοδεσπότῃ γὰρ ἐοίκαμεν, ὃς εἰ μὲν ἀγρυπνεῖ, οὐ δύναται οὐδὲν κατὰ τῶν αὐτοῦ χρημά των ὁ κλέπτης· εἰ δὲ ὑπνώδης ἐστὶ, πάντα ἄρας οἰχήσεται. Κλέπτην δὲ ἐνταῦθα νοοῦσι μέν τινες καὶ τὸν διάβολον, ὥσπερ καὶ οἶκον τὴν ψυχὴν, οικοδεσπότην τὸν ἄνθρωπον· οὐ μὴν ἔοικε πρόσφορος εἶναι τῇ ει με (α)
col. 899–900page 109 of 222
PG 123:899ἀκολουθίς αὕτη ἡ ἐκδοχή· κλέπτῃ γὰρ ἐνταῦθα παραβάλλεται ή παρουσία τοῦ Κυρίου διὰ τὸ ἀπροσδόκητον, ὡς καί τις τῶν ἀποστόλων λέγει· Η γὰρ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτί. Καὶ ἐνταῦθα δὲ ὁ Κύριος ἴδε πῶς ἑρμηνεύει ἡμῖν, τίς ἐστιν ὁ κλέπτης φησί γάρ· καὶ ὑμεῖς οὖν γρηγορείτε, ότι η ωρα οὐ δοκεῖτε, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. Φασὶ δέ τινες, ὅτι περὶ τὴν πρώτην φυλακήν έγρηγοροῦντες νοοῦνται οἱ τῶν ἄλλων ἐπιμελέστεροι· περὶ δὲ τὴν δευτέραν οἱ ὑποβεβηκότες· περὶ δὲ τὴν τρίτην, οἱ ἔτι του των ήττους. Αλλοι δὲ τὰς διαφόρους ηλικίας ἐξ. ηγήσαντο. Πρώτην μὲν καθ᾽ ἣν νέοι εσμέν, δευτέραν δὲ, καθ᾿ ἣν ἄνδρες, τρίτην δὲ, καθ' ήν πρεσβύται. Μακάριος οὖν ὅστις εὑρεθῇ ἐν ὁποιαδηποτοῦν ἡλικία ἀγρηγορώς, καὶ μὴ ἀμελῶς περὶ τὴν ἐργασίαν τοῦ καλοῦ διακείμενος. Εἶπε δὲ αὐτῷ ὁ Πέτρος Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις, ἢ καὶ πρὸς πάντας; Εἶπε δὲ ὁ Κύριος· Τίς ἆρά ἐστιν ὁ πιστὸς οἰκονόμος, καὶ φρόνιμος, ἂν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ, τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον; Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ, εὑρήσει ποιοῦντα οὕτως· ἀληθῶς λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ καταστήσει αὐτόν.» Ηρώτησεν ὁ Πέτρος, οἷα πάντων φροντίζων, καὶ ὑπὲρ τῶν ἀκουόντων διακαιόμενος ὡς φιλάδελφος, καὶ ὡς ἤδη τὴν Ἐκκλησίαν πιστευθείς, εἰ πρό; πάντας τὴν παραβολήν ταύτην λέγει· ὁ δὲ Κύριος φανερῶς μὲν οὐδὲν ἀποκρίνεται αὐτῷ πρὸς τὴν ἐρώτησιν, ἐπικεκρυμμένως δὲ δείκνυσιν, ὅτι ἡ μὲν ρηθεῖσα παραβολή κοινὴ ἦν, καὶ εἰς πάντας φθάνουσα καὶ τοὺς τυχόντας πιστούς, τῆς δὲ πρὸς ὑμᾶς, φησί, τοὺς ἀποστόλους, καὶ ἁπλῶς τοὺς διδασκαλίας ή προστασίας ἀξιωθέντας, ἤδη ἄκουε· Τίς ἄρα ἐστὶν ὁ πιστὸς καὶ φρόνιμος οικονόμος. Η μὲν προφ ρηθεῖσα παραβολὴ πολλοῖς, φησὶν, ἁρμόζει, νῦν δὲ περὶ τῶν προστασίας ἀξιωθέντων φησί, λέγων Διαπορῶ τίς εὑρεθήσεται ταῦτα ἔχων, καὶ πίστιν καὶ φρόνησιν· σπάνιος γὰρ οὗτος καὶ δυσεύρετος. ὥσπερ γὰρ ἐπὶ τῶν χρηματικῶν οἰκονομιῶν εἰ πιο στὸς εἴη τις τῷ δεσπότῃ αὐτοῦ, μὴ φρόνιμος δ ἀπόλλυται τὰ δεσποτικά, μὴ δυναμένου διοικῆσαι ταῦτα ὡς δεῖ, ἀλλ' ὅταν χρεία δοῦναι, μὴ διδόντος, καὶ πλειόνων ἀπώλειαν ποιοῦντος· πάλιν, εἰ φρόνιμος μὲν εἴη, καὶ ποριστικός, ἄπιστος δὲ, κλέπτης ἂν εἴη, καὶ τόσῳ μᾶλλον δυσφώρατος, ὅσῳ καὶ φρο νιμότατος· οὕτω δὴ καὶ ἐπὶ τῶν θείων, δεῖ ἐν ταυτῷ καὶ πίστεως καὶ φρονήσεως· οἶδα γὰρ ἐγὼ πολλούς σπουδαίους μὲν δοκοῦντας κατ' ἀρετὴν, καὶ θεοσεβεῖς, καὶ πίστιν ἔχοντας, ἐν τῷ μὴ δύνασθαι δὲ φρονίμως διαθέσθαι τὰ ἐκκλησιαστικά, οὐ μόνον χρήματα, ἀλλὰ καὶ ψυχὰς ζημιώσαντας· οἷον ἔπταισε τις ἐν ψυχικῷ προσπταίσματι, εἰ μὴ φρόνιμος εξη ὁ προεστώς, ἀλλὰ μόνον πίστιν ἔχων, τουτέστιν ἀρετὴν ἀδιάκριτον, ἢ ἐξ ἀμέτρου ἐπιτιμήσεως, ἡ ἐκ πραότητος ἀκαίρου διαφθαρείη ή πταίσας, καὶ οὐκ ἰαθήσεται, ἀλλ᾽ ἐπιτριβήσεται. "Οστις οὖν πιστὸς
col. 901–902page 110 of 222
PG 123:901ὦ εὑρεθῇ καὶ φρόνιμος, κατασταθήσεται ἐπὶ τῆς Θεραπείας τοῦ Κυρίου, τουτέστιν επάνω πάντων τῶν δούλων, ὥστε ἑκάστῳ ἐν καιρῷ διδόναι το σε το μέτρον, εἴτε δογματικός λόγος ἐστὶν, ᾧ τρέφονται οι ψυχαί, είτε πράξεων ὑποτύπωσις, καὶ διαταγῇ πῶς δεῖ βιοῦν· ὁ τοιοῦτος, εἰ οὕτως ευρεθείη τοιῶν, μακάριος, καὶ ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ καταστήσει αὐτὸν ὁ Κύριος, οὐ μόνον ἐπὶ τοῖς δούλοις, ἀλλ᾽ ἤδη καὶ υψηλοτέρου βαθμοῦ ἀξιώσας, ἐπὶ πᾶσιν αὐτὸν καταστήσει, ὥστε καὶ τὰ ἐπίγεια ἔχειν ὑπακούοντα καὶ τὰ οὐράνια, οἷος Ἰησοῦς ὁ τοῦ Ναυῆ, οἷος Ηλίας, ὁ μὲν ἡλίῳ, ὁ δὲ νεφέλαις οὐρανοῦ ἐπιτάττοντες, καὶ πάντες ἁπλῶς οἱ ἅγιοι ὡς Θεοῦ φίλοι τοῖς τοῦ φίλου χρώμενοι· κοινὰ γὰρ τὰ τῶν φίλων· καὶ πᾶς ὁ τὴν πρακτικὴν μετιών ἀρετὴν ἐν τῷ ἡσύχῳ βίῳ, καὶ τὰ δοῦλα πάθη, θυμὸν καὶ ἐπιθυμίαν, οἰκονομῶν, καὶ ἑκάστῳ ἐν καιρῷ τὸ σιτομέτριον παρέχων, θυμῷ μεν, ὥστε μισεῖν τοὺς μεσοῦντας τὸν Κύριον, καὶ ἐπὶ τοῖς ἐχθροῖς αὐτοῦ ἐκτήκεσθαι, ἐπιθυμίᾳ δὲ, ώστε πρόνοιαν τῆς σαρκὸς ποιεῖν ἀναγκαίαν, καὶ ὅλὴν αὐτὴν πρὸς Θεὸν ἀνα πέμπειν πᾶς οὖν ὁ τοιοῦτος μακάριος, καὶ δὴ ἐπιτεύξεται καὶ θεωρίας, καὶ ἐπὶ πᾶσι τοῖς τοῦ Κυρίου ὑπάρχουσι κατασταθήσεται, πάντα τῷ θεωρητικῷ νῷ ἀξιωθεὶς βλέπειν καὶ ἐπισκοπεῖν· καὶ οὐ μόνον ταῦτα τὰ μὴ Κυρίως ὑπάρχοντα, ἀλλὰ καὶ τὰ κυρίως υπάρχοντα, λέγω δὴ τὰ αἰώνια. Ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει ὁ Κύριός μου ἐλθεῖν, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν, καὶ μεθύσκεσθαι, ἥξει ὁ κύριος τοῦ δού λου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει.» Οὐαὶ τοῖς τοιού τοις δούλοις, οι χάρισμα λαβόντες πνευματικής Επιστασίας, διαφθείρουσι τὴν ἐμπιστευθεῖσαν αὐτοῖς οικονομίαν, καὶ πίνουσι μέν, καὶ μεθύσκονται, εἴτε αἰσθητῶς ταῦτα βούλοιο νοεῖν· συμβαίνει γὰρ καὶ τοῦτο τοῖς κακοῖς τῶν Ἐκκλησιῶν ἡγεμόσι, κατα σπαταλῶσι τῶν πτωχικών χρημάτων· εἴτε καὶ μέθην νοεῖν βάλεις τὴν παραφορὰν τοῦ νοῦ, καὶ ἐν δόγμασι καὶ ἐν χρήμασι. Τύπουσι δὲ οἱ τοιοῦτοι προστάται τοὺς παῖδας καὶ τὰς παιδίσκας, φημὶ δή, τοὺς ἐν τῇ Εκκλησίᾳ ἀσθενεστέρους σκανδαλίζοντες, τύπτουσιν αὐτῶν τὴν συνείδησιν. Ο γὰρ ἀσθενὴς καὶ μι κράψυχος ἰδὼν ἐμὲ τὸν ἀρχιερέα κακῶς διεξάγοντα τὴν ζωὴν, τύπτεται τὴν συνείδησιν σκανδαλιζόμενος, καὶ πληγὰς δέχεται ἐν τῇ καρδίᾳ, καὶ ἀσθενέστερος γίνεται. Ταῦτα δὲ πάντα συμβαίνει τῷ το πρῷ δούλῳ ἐκ τοῦ εἰπεῖν, ὅτι, Ο Κύριός μου χρονίζει ἐλθεῖν· ἀπὸ βαθυμίας γὰρ, καὶ τοῦ μὴ ἐνθυμεῖσθαι τὴν ὥραν τῆς τελευτής, τὰ τοιαῦτα για νονται. Εἰ γὰρ ἐννοοῦμεν, ὅτι ἥκει ὁ Κύριος, καὶ ἐπὶ θύραις ἡ τελευτὴ καὶ συντέλεια τῆς ζωῆς ἡμῶν, ἧττον ἂν ἡμαρτάνομεν. Αλλ' δρα καὶ τὴν τιμω ρίαν. Διχοτομήσει, φησὶν, αὐτὸν, τουτέστι, στερήσει τοῦ χαρίσματος τοῦ διδασκαλικοῦ. Ἵνα γὰρ μὴ τις νομίσῃ ὅτι συμβαλεῖται αὐτῷ τὸ χάρισμα, πρὸς τὸ μὴ σφοδρότερον κολασθῆναι, Πώς, φησί, συμβαλεῖται αὐτῷ τὸ χάρισμα, ὅπου με γυμνός τούτου οι
col. 903–904page 111 of 222
PG 123:903εὑρίσκεται τότε; τὸ γὰρ διχοτομηθῆναι, τοῦτο ση μαίνει, Τὸ στερηθῆναι τῆς χάριτος. Εὑρίσκεται γὰρ ὁ ἐλεεινὸς τότε σὰρξ ὧν καὶ οὐ πνεῦμα· ἐπεὶ τότε ἐσμὲν ἐν πνεύματι, κατὰ τὸν ᾿Απόστολον, ότε Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ἡμῖν· ὁ δὲ μὴ πνεύματι στοιχήσας, ἀλλ' ἐν σαρκὶ ὢν, καὶ ἄμοιρος εὑρεθείς πνευματι τῆς πολιτείας, μετὰ τῶν ἀπίστων τάττεται, οἷα σύν τῷ ἀπίστῳ κόσμῳ κατακρινόμενος, ώς μηδὲν ὠφε ληθεὶς ἀπὸ τῆς δοκούσης πίστεως· ἡ γὰρ ἀληθὴς πίστις ἐν αὐτῷ οὐκ ἦν· εἰ γὰρ ἀληθὴς πίστις ἐν αὐτῷ ἦν, οἰκονόμος ἂν ἦν πιστός· νῦν δὲ ἐπεὶ πίσ νων ἦν, καὶ μεθύων, καὶ διαφθείρων τὰ δεσποτικά, οὐκ εἶχε τὴν ἀληθῆ πίστιν, ἣν ἀπαιτοῦνται οἱ οἶκο νόμοι· καλῶς ἄρα μετὰ τῶν ἀπίστων τίθεται τὸ μέρος αὐτοῦ· στερηθεὶς γὰρ τοῦ χαρίσματος καὶ γυμνωθεὶς, κολοβος εὑρίσκεται καὶ οὐχ ὁλόκληρος. Ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα του κυρίου αὐτοῦ, καὶ μὴ ἑτοιμάσας μηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δωρήσεται πολλάς· ὁ δὲ μὴ γνοὺς, ποιήσας δὲ ἄξια πληγών, δαρήσεται ὀλίγας· παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ' αὐτοῦ, καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν. Ἐνταῦθα καὶ πλεῖόν τι καὶ φοβερώτερον ὑποδείκνυσιν ἡμῖν ὁ Κύριος. Οὐ μόνον γάρ, φησί, τοῦ χαρί σματος γυμνωθήσεται ὁ τοιοῦτος, καὶ οὐδὲν αὐτῷ συμβαλεῖται πρὸς ἀπαλλαγὴν τῶν κολάσεων, ἀλλὰ καὶ μείζονος αὐτῷ κατακρίσεως αἴτιον γενήσεται το τοῦ ἀξιώματος μέγεθος. Οσῳ γὰρ γινώσκων ἔπταισε, τοσούτῳ μείζονα την τιμωρίαν ἑαυτῷ περι ποιεῖται. Καὶ διὰ τῶν ἐφεξῆς δὲ σαφέστερον τοῦτο ποιεῖ. τῷ γὰρ ἐδόθη, φησί, πολύ, καὶ πολὺ ζητηθής σεται παρ' αὐτοῦ, καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν. Διὰ τούτων γὰρ αινίττεται τὴν τοῖς διδασκάλοις ὀφειλομένην τιμωρίαν μείζονα ἐσομένην. Καὶ δίδοται οὖν τοῖς διδασκάλοις καὶ παρακατατίθεται· δίδοται μὲν, οἷον τὸ χάρισμα τοῦ θαυματουργεῖν καὶ ἰᾶσθαι νόσους, παρακατατίθεται δὲ αὐτοῖς τὸ τοῦ λόγου καὶ τῆς διδασκαλίας χάρισμα. Επὶ μὲν οὖν τοῦ, Δίδοται, οὐκ εἶπεν ὅτι Περισσότερον ἀπαιτήσουσιν· ἐπὶ δὲ τοῦ, παρακατατίθεται· καὶ γὰρ ὄντως τὸ τοῦ λόγου χάρισμα επεργασίας δεῖται, καὶ ἀπαιτεῖται ὁ διδάσκαλος περισσότερον. Δεῖ γὰρ αὐτὸν μὴ ῥᾳθυμεῖν, ἀλλὰ πλεονάζειν τὸ τοῦ λόγου τάλαντον· τὸ τοίνυν, παρ ετέθη, ἀντὶ τοῦ, ᾧ ἐδανείσθη πολύ, ὀφείλεις νοεῖν· τὸ γὰρ δάνειον παρακαταθήκην ἐνταῦθα ὠνόμασεν. ᾿Αλλὰ ζητοῦσί τίνες, Εστω, καλῶς τιμωρεῖται ὁ γνού; τὸ θέλημα τοῦ δεσπότου, καὶ μὴ ποιῶν, ὁ δὲ μὴ γνούς, διατί τιμωρεῖται; Διότι δυνάμενος μαθεῖν καὶ αὐτὸς, ὅμως οὐκ ἠθέλησεν, ἀλλ᾽ ἀπὸ ῥᾳθυμίας αὐτὸς ἑαυτῷ αἴτιος τοῦ μὴ μαθεῖν γέγονεν, ὥστε διὰ τοῦτο και λαστέος, ὅτι ἐκὼν οὐκ ἔμαθε. Φρίξωμεν, ἀδελφοί· εἰ γὰρ ὁ μηδ' ὅλως γνούς, ἄξιος πληγῶν, ποῖος ἀπαλ λάξει λόγος τοὺς ἐν γνώσει πλημμελοῦντας, καὶ μάλιστα εἰ καὶ διδάσκαλοι εἶεν; Φορτικώτερον γὰρ τὸ τούτων κατάκριμα. Πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν· καὶ τί θέλω, εἰ ἤδη ἀνήφθη; Βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ
col. 905–906page 112 of 222
PG 123:905πῶς συνέχομα: ἕως οὗ τελεσθῇ Πῦρ νοεῖται μὲν καὶ τὸ κήρυγμα, ὁ λόγος γὰρ πῦρ κατεσθίων πᾶν ὑλῶδες καὶ συρφετώδες νόημα, καὶ τὰ εἴδωλα ἐξ αφανίζων όποίας ἂν ύλης είεν. Νοεῖται δὲ καὶ ὁ ζῆλος ὁ ὑπὲρ τοῦ καλοῦ ἐν ἑκάστῳ ἡμῶν ἀναπτόμενος τάχα δὲ καὶ οὗτος διὰ τὸν λόγον τοῦ Θεοῦ γινομένης, οὐκ ἀπέοικε τοῦ προτέρου· τούτῳ δὴ τῷ πυρὶ βούλεται ὁ Κύριος ἀνάπτεσθαι τὰς καρδίας ἡμῶν δεῖ γὰρ ἡμᾶς ζῆλον διάπυρον ὑπὲρ τοῦ καλοῦ ἔχειν τὸ γὰρ, τί θέλω, ἀντὶ τοῦ, πόσον θέλω, εἰ ἤδη ἀνήφθη; Επισπεύδει γὰρ τὴν ἄναψιν τούτου τοῦ πυρὸς, καθὼς καὶ ὁ Παῦλος λέγει· Τῷ πνεύματι ζέοντες. Καὶ πάλιν· Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ. Βάπτισμα δὲ τὸν θάνατον ἑαυτοῦ λέγει. Ἐπειδὴ γὰρ τὸ πῦρ τοῦτο οὐκ ἄλλως ἔμελλεν ἀναφθῆναι, εἰ μὴ μετὰ τὸν θάνατον αὐτοῦ· καὶ γὰρ ἔκτοτε τὸ κήρυγμα καὶ ὁ ζῆλος ηὐξήθη· διὰ τοῦτο ἐπάγει καὶ περὶ τοῦ θανάτου, ονομάζων αὐτὸν βάπτισμα. Ἐπιθυμῶν δὲ τούτου σφόδρα, φησί· Καὶ πῶς συνέχομαι, ἀντὶ τοῦ, πόσον φροντίζω καὶ θλίβομαι, ἕως οὗ τελεσθῇ; Διψῷ γὰρ τὸν ὑπὲρ τῆς πάντων σωτηρίας θάνατον. Πῦρ δὲ ἦλθε βαλεῖν ὁ Κύριος, οὐ μόνον ἐπὶ πᾶσαν τὴν γῆν, εἰς ἣν ὁ λόγος καὶ ἡ πίστις ἡπλώθη, ἀλλὰ καὶ ἐπὶ τὴν ἑκάστου ψυχήν, τὴν μὲν οὖσαν ἀκαν Οηφόρον καὶ ἄκαρπον, ὑπὸ δὲ τοῦ θείου λόγου ὥσπερ πυρὶς διακαιομένην, καὶ δεκτικήν γινομένην τῶν θείων σπερμάτων, καὶ καρποφοροῦσαν πνευματικῶς. Οταν γὰρ ἅψηταί τινος ψυχῆς ἀοράτως ἡ θεία χάρις, δοκεῖ φλέγεσθαι τῷ Θεοῦ πόθῳ, ὡς οὐκ ἔστινεἰπεῖν, ὥσπερ ἀμέλει καὶ οἱ περὶ Κλεόπαν τῷ τοιού τῳ πυρὶ τῆς τοῦ Θεοῦ ὑπο λεγόμενοι ἀοράτως χάρι τος, Ούχι ή καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν; ἔλεγον. Εἴτις οὖν ἔπαθε τὸ τοιοῦτον πάθος, εἴσεται τὸ λεγόμενον. Πάσχουσι δὲ πολλοὶ καὶ πολλάκις ἀναγινωσκομένων θείων Γραφών, ἢ βίων. ἁγίων Πατέρων, ἢ παραινούντων τινῶν καὶ διδασκόντων, διακαιόμενοι πρὸς τὸ καλὸν τὰς ψυχὰς, καὶ οἱ μὲν ἄχρι τέλους, οἱ δὲ παραυτίκα ἀποψυχραίνονται. Δοκεῖτε, ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; Οὐχὶ, λέγω ὑμῖν, ἀλλ᾽ ἢ διαμερισμόν· ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν οἴκῳ ἑνὶ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶ, καὶ δύο ἐπὶ τρισὶν διαμερισθήσονται, πατὴρ ἐπὶ υἱῷ, καὶ υἱὸς ἐπὶ πατρί· μήτηρ ἐπὶ θυγατρὶ, καὶ θυγάτηρ ἐπὶ μητρί· πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς, καὶ νύμφη ἐπὶ τὴν πενθερὰν αὐ τῆς.» Χριστὸς μέν ἐστιν ἡ εἰρήνη ἡμῶν, πλην, Οὐκ ἦλθόν, φησὶν, εἰρήνην δοῦναι. "Οθεν αἰνί γματι ἔοικε τὸ λεγόμενον. Λέγομεν οὖν, ὡς οὐ πᾶσα εἰρήνη αψογος καὶ καλὴ, ἀλλ᾽ ἔστιν ἐπιστα λής πολλάκις, καὶ πόῤῥω τῆς θείας ἀγάπης βάλο λουσα· οἷον ἦταν εἰρηνεύωμεν, καὶ συμφωνῶμεν ἐπὶ καταλύσει τῆς ἀληθείας· ταύτην οὖν τὴν εἰρήνην οὐκ ἦλθε δοῦναι Χριστός, τουναντίον μὲν οὖν βούλεται ἡμᾶς διαφέρεσθαι πρὸς ἀλλήλους ὑπὲρ τοῦ καλοῦ, ὅ καὶ ἐν τῷ διωγμῷ γέγονεν· ἐν ἑνὶ γὰρ οἴκῳ πατήρ Ἕλλην υἱῷ πιστῷ διεφέρετο, καὶ μήτηρ θυγατρί, καὶ τὸ ἔμπαλιν. Πῶς δὲ εἰπὼν πέντε ἐν ἑνὶ οἴκῳ
col. 907–908page 113 of 222
PG 123:907διαμεμερισμένους ἔσεσθαι, ἐν τῇ ἀπαριθμήσει εξ πρόσωπα τέθεικε; Λέγομεν οὖν ὅτι ἐν πρόσωπον δις ελήφθη. Η θυγάτηρ γὰρ καὶ ἡ νύμφη τὸ αὐτὸ πρόσο ωπόν ἔστιν, ὡς πρὸς μὲν οὖν τὴν μητέρα προσ λαμβανόμενον, θυγάτηρ ὠνομάσθη, ὡς δὲ πρὸς τὴν πενθεράν, νύμφη. Τρεῖ; οὖν ἔσανται διαμεμερισμένοι, ὁ πατὴρ, καὶ ἡ μήτηρ, καὶ ἡ πενθερά, ἐπὶ δυσὶ, τουτέστι τῷ υἱῷ καὶ τῇ θυγατρί. Η γάρ θα γάτηρ, ὡς ἔφαμεν, ἐν πρόσωπον οὖσα, καθό δύο σχέσεις ἀναδέχεται, κατὰ τοῦτο δοκεί είναι δύο πρόσο ωπα, τῇ μητρὶ προστεθημένη καὶ τῇ πενθερᾷ. Νόει δέ μοι ἁπλῶς πατέρα καὶ μητέρα καὶ πενθερὰν πάντα τὰ παλαιὰ, υἱὸν δὲ καὶ θυγατέρα, πάντα τὰ νέα· ὁ τοίνυν Κύριος πᾶσι τοῖς παλαοῖς ἡμῶν καὶ ἁμαρτωλοῖ; ἔθεσι καὶ δόγμασι μάχεσθαι τὰ νέα καὶ θεῖα αὐτοῦ ἐντάλματα καὶ δόγματα βούλεται. Νότι δὲ καὶ οὕτως· Πατήρ μὲν ὁ νοῦς, υἱὸς δὲ ὁ λόγος, μερισμός οὖν τούτων ἐγένετο ἐν τῷ ἑνὶ οἴκῳ, τῷ ἀν θρώπῳ φημί, οἷον ἵνα σαφέστερον εἴπω, ἐνελάμφθη ὁ νοῦς τοῦ ᾿Αρεοπαγίτου Διονυσίου, καὶ τὸ κήρυγμα ἐδέξατο· ἀνθίστατο δὲ τούτου τῷ νοῖ τῷ ἀναποδείκτως δεξαμένῳ τὴν πίστιν ὁ λόγος ὁ Ἑλληνικό, ἀποδεικνύειν πειρώμενος, καὶ διαλεκτικαῖς ἐφόδοις ἀκολουθεῖν ἀναγκάζων. Ορᾷς μερισμὸν πατρὸς καὶ υἱοῦ μαχομένων ἀλλήλοις διὰ Χριστὸν καὶ τὸ κήρυ γμα; Καὶ μητέρα δὲ καὶ πενθεραν καλέσαις ἂν τὴν διάνοιαν, θυγατέρα δὲ καὶ νύμφην τὴν αἴσθησιν. Καὶ ταύταις οὖν μάχη ἵσταται διὰ Χριστὸν, τῇ μὲν διανοίᾳ κατὰ τῆς αἰθήσεως, όταν ή διάνοια πείθῃ προτιμὰν τὰ μὴ ρευστὰ τῶν ρευστῶν, τὰ αόρατα τῶν ὁρατῶν, καὶ ἔχῃ πρὸς τοῦτο πολλὰς ἀποδείξεις συνεργούς. Εστι δὲ ὅτε καὶ τῇ αἰσθήσει κατὰ τῆς διανοίας πόλεμος συγκροτείται· ἡ γὰρ αἴσθησις διὰ τῶν θαυμάτων καὶ τῶν δρωμένων σημείων χειραγωγουμένη πρὸς πίστιν, οὐ πείθεται τοῖς τῆς διανοίας λογισμοίς, οὐδὲ ταῖς Ἑλληνικαῖς ἀποδείξεσιν ἔπεσθαι βούλεται, συναναγκαζούσαις τους προσέχοντας αὐταῖς μὴ πιστεύειν, ὅτι θεὸς γέγονεν ἄνθρωπος, ἢ ὅτι παρθένος ἔτεκε. Τοιαῦτα γὰρ τέ τῶν φύσει δουλεύοντων Ελληνικῶν λογισμῶν ληο ρήματα. Η μέντοι αἴσθησις διὰ τῶν ὁρωμένων θαυμάτων κρείττων πάσης ἀποδείξεως ἐστι πρὸς θεογνωσίαν χειραγωγός· οὐ πᾶσα οὖν εἰρήνη καὶ συμφωνία καλόν, ἀλλ' ἔστιν ὅτε καὶ μάχη καὶ διά τῆς ἀληθείας ἐχθροῖς. στασις θεῖόν τι χρῆμα δοκεῖ· μηδεὶς τοίνυν φιλιαζέτω τοῖς πονηροῖς, ἀλλὰ κἂν πατήρ, καν μήτηρ εναντίαι εὑρίσκωνται τῷ Χριστοῦ νόμῳ, πολεμητέον αὐτοῖς ὡς 4 Ἔλεγε δὲ καὶ τοῖς ὄχλοις. Οταν ίδητε νεφέλην ἀνατέλλουσαν ἀπὸ δυσμῶν, εὐθέως λέγετε, ὅτι Ομε ὄρος έρχεται, καὶ γίνεται οὕτως· καὶ ὅταν νότον πνέοντα, λέγετε ότι Καύσων ἔσται, καὶ γίνεται. Υποκριταί, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν, τὴν δὲ καιρὸν τοῦτον πῶς οὐ δοκιμάζετε; Τί δὲ καὶ ἀφ' ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον; ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ' ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ' αὐτοῦ, μή ποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε παραδῷ τῷ πράκτορι, καὶ ὁ πράκτωρ σε βάλῃ εἰς φυλακήν λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν, ἕως οὗ καὶ τὸ ἔσχατον λεπτὸν
col. 909–910page 114 of 222
PG 123:909ἀποδῷς. Ἐπειδὴ περὶ τοῦ κηρύγματος διελέχθη, καὶ πῦρ αὐτὸ καὶ μάχαιραν ὠνόμασεν· εἰκὸς δὲ ἦν τοὺς ἀκούοντας ταράσσεσθαι, μή συνιέντας τί ἐστι τὸ λεγόμενον, φησίν· ὅτι Ωσπερ τὰς τοῦ μέρος ποιότητας από τινων σημείων διαγινώσκετε, οὕτως ἔδει καὶ τὴν ἐμὴν παρουσίαν ἐπιγινώσκειν ἀπό τε τῶν λεγομένων, ἀπό τε τῶν πραττομένων ὑπ' ἐμοῦ. Καὶ γὰρ οἱ λόγοι μου δεικνύουσί με ἐναντιούμενον ὑμῖν, καὶ τὰ ἔργα δὲ ὁμοίως. Ὑμεῖς μὲν γὰρ τελῶναι καὶ ἁρπαγες, ἐγὼ δὲ οὐκ ἔχω ποῦ τὴν κε φαλήν κλίναι. Εδει οὖν ὑμᾶς, ὥσπερ ἀπὸ τῆς νεφέλης τεκμαίρεσθαι τὸν ὄμβρον, καὶ ἀπὸ τοῦ νότου τὸν καύσωνα, οὕτω καὶ τὸν καιρὸν τῆς ἐμῆς δηλαδὴ παρ ουσίας δοκιμάζειν, καὶ τεκμηριοῦσθαι, ὅτι οὐκ εἰ ρήνην ἦλθον δοῦναι, ἀλλ᾽ ὄμβρον καὶ ταραχήν. Νε φέλη γάρ εἰμι καὶ αὐτὸς, καὶ ἀπὸ δυσμῶν ἔρχομαι, τῆς ἀνθρωπίνης φύσεως λέγω, τῆς πρώην χθαμαλῆς τε καὶ πολὺν τὸν ἐκ τῆς ἁμαρτία; ζόφον ἐχούσης. Ἀλλὰ καὶ πῦρ ἦλθον βαλεῖν, καὶ καύσωνα ποιῆσαι νότος γάρ εἰμι, πνεῦμα θερμὸν, καὶ τῆς τοῦ βορρά ψυχρότητος ἀντίθετον· ἐπεὶ καὶ ἀπὸ τῆς Βηθλεὲμ ἐφάνην, ἥτις πρὸς νότον κεῖται. Ταῦτα εἰπὼν,, διδάσκει αὐτοὺς καὶ περὶ εἰρήνης λοιπὸν ἐπαινετῆς ἐπεὶ γὰρ ἔδειξε τὴν ἐπαινετήν διάστασιν, δείκνυσι καὶ τὴν ἀμώμητον εἰρήνην καί φησιν, ὅτι Επειδὰν ὁ ἀντίδικος ἔλκῃ σε εἰς δικαστήριον, ἐν τῇ ὁδῷ σπούδασον, ἀγώνισα: τὸ γὰρ Δὸς ἐργασίαν, τοῦτο δηλοῖ· τὸ πάντα τρόπον ἐπινοήσασθαι, ὡς ἂν ἀπαλ λαγῇ; ἀπ' αὐτοῦ· καὶ ἄλλως δὲ, τὸ Δὲς ἐργασία» νοεῖται, ἀντὶ τοῦ, καν μηδὲν ἔχῃς, δανείσθητι, καὶ δὸς ἐρ γασίαν, δὲς ἐργασίαν, τουτέστι, τόκον, ὑπὲρ τοῦ ἀπηλλά. χθαι αὐτοῦ, Μήποτε κατασύρῃ σε πρὸς τὸν κριτὴν, καὶ ὁ κριτής σε παραδῷ τῷ πράκτορα, τουτέστι τῷ ἀπαιτητῇ, κἀκεῖνος βάλῃ σε εἰς φυλακήν, ἕως οὗ καὶ τὸ ἔσχατον λεπτὸν ἀποδῷς. Ταῦτα δὲ λέγει ὁ Κύριος, ἐκφοβῶν διὰ τούτων τοὺς παχυτέρους, καὶ πρὸς τὸ εἰρηνεύειν συνάγων· εἰδὼς γὰρ ὅτι τοὺς γεωδεστέρους ὁ τῆς ζημίας φόβος καὶ τῶν κολά σεων συστέλλει, διὰ τοῦτο ταῦτά φησι· Νοοῦνται δὲ ταῦτα καὶ διὰ τὸν διάβολον ἀντίδικος γὰρ οὗτο; ἡμῶν· ἐν τῇ ὁδῷ οὖν, τῷ βίῳ τούτῳ λέγω, ὄντες, σπουδάσωμεν εργαζόμενοι τὴν ἀρετὴν, ἀπηλλάχθαι ἀπ' αὐτοῦ, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς αὐτὸν, μή ποτε ἐν τῇ μελλούσῃ κρίσει παραδῷ ἡμᾶς τῷ κριτῇ. Τὰ γὰρ ἔργα αὐτοῦ Ἡ ἐνταῦθα ἐποιήσαμεν, η αὐτὰ παραδιδόασιν ἡμᾶς τῇ κρίσει, καὶ ὁ κριτὴς τῷ πράκτορι παραδίδωσιν ἡμᾶς, τιμωρητικῇ τινι καὶ κακοποιῷ δυνάμει· καὶ λοιπὸν τιμωρεῖται ἡμᾶς, ἄχρις ἂν καὶ τῶν λεπτῶν ἁμαρτημάτων δίκας δύο μεν, καὶ τὸ τῆς κολάσεως μέτρον ἐκπληρώσωμεν. Οὐδέποτε πληροῦται τὸ τῆς κολάσεως μέτρον, ἀεὶ ἄρα κολασθησόμεθα. Εἰ γὰρ ἄχρι τότε εἰς φυλακὴν ἐσόμεθα, ἄχρις ἂν τὸ ἔσχατον λεπτὸν ἀποδώμεν, ούτ δέποτε δὲ μέλλομεν ἀποδοῦναι, πρόδηλον ὡς ἀΐδιος ή κόλασις ἔσται. ΚΕΦΑΛ. ΙΓ'. Περὶ τῶν Γαλιλαίων, καὶ τῶν ἐν τῷ Σιλωάμ. Περὶ τῆς συκῆς καρπὸν μὴ ἐνεγκούσης. Περὶ τῆς ἐχούσης πνεῦμα ἀσθενείας. Περὶ τοῦ κόκκου σινάπεως παραβολὴ, καὶ τῆς ζύμης. Περὶ τοῦ ἐπερωτήσαντος, εἰ ὀλίγοι οἱ σωζόμενοι. Περί τῶν εἰπόντων τῷ Ἰησοῦ διὰ 'Ηρώδην. Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλ

Chapter XIIICaput XIII

col. 911–912page 115 of 222
PG 123:911λοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα Πι λάτος έμιξε μετὰ τῶν θυσιῶν αὐτῶν· καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Δεκεῖτε ὅτι οἱ Γαλιλαία οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγέ νοντο, ὅτι τοιαῦτα πεπόνθασιν; Οχι, λέγω ὑμῖν, ἀλλ᾽ ἐὰν μὴ μετανοήτε, πάντες ὡσαύτως ἀπολεῖσθε. Η ἐκεῖνοι οἱ δέκα καὶ ὀκτώ, ἐφ' οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωάμ, καὶ ἀπέκτεινεν αὐτούς· δοκεῖτε ότι οὗτοι ὀφειλέται ἐγένοντο παρὰ πάντας ἀνθρώπους τοὺς κατοικοῦντας ἐν Ἱερουσαλήμ; Ουχι, λέγω ὑμῖν, ἀλλ' ἐὰν μὴ μετανοήτε, πάντες ὁμοίως ἀπολεῖσθε. ο Ἰούδας ὁ Γαλιλαίος, οὗ καὶ ἐν ταῖς Πράξεσιν ὁ αὐτὸς οὗτος εὐαγγελιστὴς μέμνηται, νομομαθής δῆθεν ὤν, Έπεισε πολλούς καὶ ἄλλους Γαλιλαίους συναπαχθῆναι τῷ αὐτοῦ δόγματι. Ἐδογμάτιζε δὲ μηδένα ἀνθρώπων μηδὲ μέχρι στόματος ἀνέχεσθαι λέγειν Κύριον, μηδὲ κατά τινα τιμὴν καὶ φιλοφροσύνην, μηδ' αὐτὸν τὴν βασιλεύοντα· ὅθεν καὶ πολλοί γε αὐτῶν ὑπὲρ τοῦ μὴ εἰπεῖν κύριον τὸν Καίσαρα χαλεπῶ; ᾐκίζοντο, οι καὶ ἐδίδασκον μηδὲν παρὰ τὰς διατεταγμένας τῷ Μωσεί θυσίας δεῖν ἀναφέρεσθαι· διόπερ ἐκώλυον τις ὑπὲρ τοῦ Καίσαρος καὶ τοῦ Ῥωμαίων ἔθνους γινο μένας θυσίας. Εἰκὸς οὖν ἐπὶ τούτοις ἀγανακτοῦντα τὸν Πιλάτον κελεῦσαι τοὺς Γαλιλαίους τούτους ἀπο σφάττεσθαι παρ' αὐταῖς δὴ ταῖς θυσίαις ταῖς ὑπ' αὐτῶν κωλυομέναις ὑπὲρ τοῦ 'Ρωμαίων ἔθνους γίνε σθαι, ὥστε ἀναμιγῆναι τὸ αἷμα αὐτῶν τῷ τῶν θυ σιῶν αἷματι. Απήγγελλον οὖν τινες ταῦτα τῷ Σωτήρ ὡς ὑπὲρ εὐσεβείας δῆθεν γινόμενα, βουλόμενοι τὸ ἐπὶ τούτοις ἀρέσκον αὐτῷ μαθεῖν. Ενόμιζον γάρ τινες δικαιότατα αὐτοὺς παθεῖν ὡς ἁμαρτωλούς, ἅτε στάσιν κινήσαντας, καὶ τὸν Πιλάτον ερεθίσαντας ἐπὶ τῷ μισεῖν τοὺς Ἰουδαίους· ἡ γὰρ αὐτῶν ἔν στασις ἡ ὑπὲρ τοῦ μὴ καλεῖν τὴν Καίσαρα κύριον. παντὸς τοῦ ἔθνους τῶν Ἰουδαίων ἤπτετο. Ο τοίνυν Σωτὴρ τὸ μὲν εἶναι αὐτοὺς ἁμαρτωλοὺς οὐκ ἀρνειοῦ μήν φησι ταῦτα πεπονθέναι αὐτοὺς ὡς ἁμαρ τωλοτέρους τῶν λοιπῶν τῶν μὴ πεπονθότων· ἐὰν γὰρ καὶ ὑμεῖς μὴ μετανοήσητε, καὶ ἀφέμενοι τοῦ στα σιάζειν καὶ ἐμφυλίους μάχας ἀνάπτειν, θεὸν τοῖς ἔρ γοις θεραπεύειν σπεύσητε, χείρονα πείσεσθε· δεῖ γὰρ μὴ προφάσει εὐσεβείας δόξαν ἑαυτοῖς περιεθέν τας, εἰς ἐμφυλίους στάσεις απονεύειν. Ο δὲ πύργος ὁ πεσὼν ἐν τῷ Σιλωάμ, δείγμα ἦν τῶν μετὰ ταῦτα συμβησομένων τῷ λαῷ· διὰ γὰρ τῶν τότε ἀναιρεθέν των ὀλίγων τοὺς πολλοὺς ἐπαίδευσεν, ὅτι καὶ αὐτοὶ τὰ χείρω πείσονται· ὁ μὲν γὰρ πύργος τῆς ὅλης πόλ λεως ἐστὶ προτύπωσις, οἱ δὲ δέκα καὶ ὀκτὼ τοῦ ὅλου Εθνους. Πεσούσης οὖν τῆς πόλεως ὑπὸ Τίτου, πᾶν τὸ ἔθνος συναπώλετο τῇ ἀπιστία εναπομείναντες. Τοῦτο ἔστω ἡμῖν πρὸς πάντα τὰ καθ᾿ ἡμέραν προς πίπτοντα νουθεσία. Μὴ γὰρ ἐπειδή τινες περιπίπτουσιν, ἡμῶν ἀπειράστων καταλιμπανομένων, ἤδη τοῦτο ἡμῖν εἰς ἀμεριμνίαν παντελῆ ἔστω, ὅτι ὡς δίκαιοι ἀπείραςτοι καταλιμπανόμεθα, ἀλλὰ του ται, ναντίον μᾶλλον παιδευόμεθα, ὅτι ἐπὶ τούτῳ κολάζονται ἐκεῖνοι, ἵνα ἡμεῖς βελτιωθῶμεν, εἰ δὲ μή, τὰ χείριστα πει όμεθα. Ἔλεγε ἐὲ ταύτην τὴν παραβολήν· Συκήν εἶχε τις ἐν τῷ ἀμπελῶνι αὐτοῦ πεφυτευμένην, καὶ ἦλθε ζη
col. 913–914page 116 of 222
PG 123:913τῶν καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὗρεν· εἶπε δὲ πρὸς τὸν ἀμπελουργόν Ἰδοὺ τρία ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ, καὶ οὐχ ευρίσκω· ἔκκος ψαν αὐτήν, ἵνα τί καὶ τὴν γῆν καταργεί; Ο δὲ ἀποκριθεὶς λέγει αὐτῷ· Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βαλῶ κοπρίᾳ, κἂν μὲν ποιήσῃ καρπόν· εἰ δὲ μήγε, εἰς τὸ μέλλον εκκόψεις αὐτήν.» ἀκολούθως εἰσάγει τὴν παραβολὴν ταύτην· ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ἐὰν μὴ μετανοήσητε, ἀπολεῖσθε, Εἰ. κότως ἐπισυνάπτει την παραβολὴν ταύτην. Ἔστιν οὖν συχῆ ἡ γενεὰ τῶν Ἰουδαίων φύλλα μόνα πικρὰ ποιοῦσα, καρπὸν δὲ μὴ παρέχουσα. Ἐν τῷ ἀμπε λῶνι δὲ τοῦ Θεοῦ ἵστατο, τῇ πολιτείᾳ τῇ Ἰουδαϊκῇ. Ο οικοδεσπότης ὁ Χριστὸς ἐλθὼν, καὶ ζητῶν καρ τὸν πίστεως καὶ ἀγαθοεργίας ἐν αὐτῇ, οὐχ εὗρε. Τρία δὲ ἔτη ἦλθε, διὰ Μωσέως, διὰ προφητῶν, καὶ τὸ τρίτον δι᾿ ἑαυτοῦ· ὕστερον μέντοι μὴ μετανοήσαντας ἐξέκοψε τῆς τοῦ Θεοῦ ἀγάπης· οὐκ ἔτι γὰρ Εθνος Κυρίου, καὶ λαὸς ἅγιος καλοῦνται· εἰς τὸν τό τον δὲ αὐτῶν ἀντεισήχθησαν τὰ ἔθνη τὰ δυνάμενα καρποφορεῖν. Νοηθείη δ' ἂν καὶ ἡ σύμπασα ἀνθρωπότης συχῆ· οἰκοδεσπότης, ὁ Θεὸς καὶ Πατήρ ἀμε πελουργὸς δὲ ὁ Υἱὸς τοῦ Θεοῦ· φιλοπονῆσαι δὲ καὶ Εκκαθάραι τὸν ἀμπελῶνα ἡμῶν ἐνδημήσας· ἐκκο πῆναι ταύτην τὴν συκήν ὡς ἄκαρπον οὐκ ἐξ ὁ Χριστὸς τοιαῦτα λέγων· ο Αφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος. Εἰ διὰ νόμου καὶ προφητῶν οὐκ ἐβελτιώθησαν, καὶ μετανοίας καρπὸν οὐκ ἐπέδωκαν, αλλά γε κἀγὼ τοῖς ἐμοῖς ἀρδεύσω τούτους δόγμασι καὶ παθήμασι, κἂν μὲν ποιήσωσι καρπὸν εὐπειθείας, εἰ δὲ μή γε, εἰς τὸ μέλλον ἐκκόψεις αὐτὴν, τῆς τῶν δικαίων μερίδος εκτεμὼν αὐτούς. Ἐκ τρίτου δὲ καρπόν ζη τηθεῖσα ἡ φύσις ἡμῶν, οὐκ ἐπέδωκεν ἅπαξ μὲν, ὅτε ἐν τῷ παραδείσῳ τὴν ἐντολὴν παρέβημεν· δεύ τερον δὲ, ὅτε ἐν τῷ νόμῳ ἐμοσχοποίησαν, ο καὶ Αλλάξαντο τὴν δόξαν τοῦ Θεοῦ ἐν ὁμοιώματι μόσχου ἐσθίοντος χόρτου, ο Καὶ τρίτον, ὅτε τὸν Σωτῆρα καὶ Κύριον παρητήσαντο, εἰπόντες· Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα. Καὶ ὁ καθ᾿ ἕνα δὲ ἡμῶν, συχῆ ἐστιν ἐν τῷ ἀμπελῶνι τοῦ Θεοῦ, τῇ ᾿Εκκλησία, ἢ ἁπλῶς εἰπεῖν, τῷ κόσμῳ τούτῳ πεφυτευμένος. Έρχεται οὖν ζητῶν καρπὸν ὁ Θεὸς, καὶ ἐὰν εὕρῃ σε ἄκαρπον, ἐκκοπῆναι τοῦ βίου τούτου προστάττει· ὁ δὲ ἀμπελουργὸς ἱκετεύει φείσασθαι. Τίς δὲ ὁ ἀμπελουργὸς; "Η ὁ ἄγγελος ὁ ἑκάστου φύλαξ, ἢ καὶ αὐτ τὸς ὁ ἄνθρωπος· ἕκαστος γὰρ αὐτὸς ἑαυτῷ ἀμπελουργὸς. Πολλάκις οὖν ἀῤῥωστίαις θανατώδεσιν, ἄλλοις κινδύνοις περιπεσόντες, "Αφες, ὦ Κύριε, λέ γομεν, καὶ τοῦτο τὸ ἔτος, καὶ μετανοήσομεν· τοῦτο γὰρ δηλοῖ τὸ σκάψαι, καὶ περιβαλεῖν κοπρίᾳ. Σκά πτεται μὲν γὰρ ἡ ψυχή, ὅταν τὸν χοῦν τῶν βιωτικῶν φροντίδων αποτινάσσηται, καὶ κουφίζηται. Κύπρια δὲ αὐτῇ περιβάλλονται, ἢ τῆς ἀτιμοτέρας ἀγωγῆς καὶ παρὰ πάντων καταπατουμένης θερμότης· ὅταν γάρ τις ἀπὸ δόξης εἰς ἄδοξον βίον ἑαυτὸν ἐπιῤῥιψη διὰ τὴν τῆς ψυχῆς σωτηρίαν, κόπρια λέγεται περι οι Ει
col. 915–916page 117 of 222
PG 123:915βαλεῖν τῇ ψυχῇ πρὸς τὸ καρποφορῆσαι· ἐὰν μὲν α οὖν ποιήσωμεν καρπὸν, εἰ δὲ μήγε, οὐκέτι ἀφίησιν ἡμᾶς ἐν τῷ ἀμπελῶνι αὐτοῦ, ἀλλ' ἐκκόπτει τοῦδε τοῦ κόσμου, ἵνα μὴ καταργῶμεν τὸν τόπον· τὸν γὰρ ἁμαρτωλὸν πολυχρονοῦντα βλέπων τις, βλάπτεται, καὶ χείρων γίνεται· καὶ οὕτως εὑρίσκεται ὁ ἁμαρτ τωλὸς μήτε αὐτὸς καρποφορῶν, καὶ ἄλλῳ ἐμπο δίζων δυναμένῳ καρποφορεῖν. Εἰ δὲ ἐκκοπῇ τοῦδε τοῦ βίου, τάχα οἱ ἐκκοπέντα αὐτὸν ἰδόντες, εἰς συναίσθησιν ἐρχόμενοι, μεταβαλοῦνται καὶ καρποφορήσουσι. Τρία δὲ ἔτη λέγεται ἔρχεσθαι ὁ οίκο δεσπότης ἐπὶ τὴν συκῆν, τάχα μὲν καὶ διὰ τὸ τρεῖς εἶναι τοὺς δεδομένους ἡμῖν νόμους, δι᾿ ὧν ἔρχεται πρὸς ἡμᾶς ὁ Κύριος· εἰσὶ δὲ οὗτοι, ὁ φυσικὸς, ὁ νομικός, καὶ ὁ πνευματικός. Εδει μὲν γὰρ τῷ φυσικῷ νόμῳ παιδευομένους ἡμᾶς καρποφορεῖν· ἡ γὰρ φύσις αὐτὴν διδάσκει τὸ δέον· ἐπεὶ δὲ ἄχρηστον εὗρεν ἐν ἡμῖν τὸν φυσικὸν, ἔδωκε τὸν Μωσαϊκόν βοηθὸν τοῦ φυσικοῦ νόμου· ὡς δὲ καὶ οὗτος ἄχρησ στοῦ διὰ τὴν ῥαθυμίαν ἡμῶν εὑρίσκετο, δίδωσι τὸν πνευματικών όταν οὖν οἱ τρεῖς οὗτοι μὴ βελτιώσουσι τήν τινος ψυχήν, μηδὲ ὑπὸ τῆς μακροζωΐας καὶ φιλ. ανθρωπίας βελτιωθείη, τότε δὴ εἰς τὸ μέλλον οὐκέτι ἐᾶται οὐ γὰρ πολλάκις ἐξαπατᾶται ὁ θεὸς ταῖς ὑπερημερίαις. Μήποτε δε καὶ τρία ἔτη νοήσης τὰς τρεῖς καταστάσεις τῶν ἡλικιῶν; Την παιδικὴν, ήτοι τῶν μειρακίων, ἥτις περὶ τὰ ὀκτωκαίδεκα έτη λογίζεται· τὴν ἀνδρικὴν, καὶ τὴν τρίτην τῶν ἤδη ἀρξαμένων πολιοῦσθαι. Οταν οὖν ἐν τῷ γήρα, τῷ τρίτῳ ἔτει, οὐ δῶμεν καρπούς, καὶ ἔτι συγχωρηθώ μεν ζῆσαι πρὸς τὸ περιβαλεῖν κόπρια, τὴν ἄτιμον διὰ Χριστὸν ζωὴν ἐπανῃρημένοι, εἶτα καὶ οὕτως ψευσόμεθα, οὐκ ἔτι φείσεται ἡμῶν ὁ Κύριος, ἀλλ' εκκόψει, ἵνα μὴ καταργῶμεν τὴν γῆν καὶ ἄλλους βλάπτοντες. Αὕτη ἡ ἐξήγησις δοκεί μοι εἶναι προστ φυεστέρα τῷ σκοπῷ τῷ προκειμένῳ. Ην δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς Σάββασι· καὶ ἰδοὺ γυνὴ ἦν πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα καὶ ὀκτὼ, καὶ ἦν συγκύπτουσα, καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές· ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησε, καὶ εἶπεν αὐτῇ Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου· καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας, καὶ παραχρῆμα ἀνωρθώθη, καὶ ἐδόξαζε τὸν Θεόν. ᾿Αποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος ἀγανακτῶν, ὅτι τῷ Σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγε τῷ ὄχλῳ· "Εξ ἡμέραι εἰσὶν, ἐν οἷς δεῖ ἐργά ζεσθαι· ἐν ταύταις οὖν ἐρχόμενοι θεραπεύεσθε, και μὴ τῇ ἡμέρᾳ τοῦ Σαββάτου. ᾿Απεκρίθη δὲ αὐτῷ ὁ Κύριος, καὶ εἶπεν· Ὑποκριτὰ, ἕκαστος ὑμῶν τῷ Σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ, ἢ τὴν ὄνον ἀπὸ τῆς φάτνης, καὶ ἀπαγαγὼν ποτίζει; Ταύτην δὲ θυγατέρα ᾽Αβραὰμ ούσαν, ἣν ἔδησεν ὁ Σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρα τοῦ Σαββάτου; Καὶ ταῦτα λέγοντας αὐτοῦ, κατησχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς δ᾽ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσι τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ' αὐτοῦ.» Εξ επηρείας διαβολικῆς τὸ πάθος τοῦτο τῇ γυναικὶ συνέβη, καθὰ δὴ καὶ ὁ Κύριος φησιν· ἦν ἔδησιν ὁ Σατανᾶς ἔτη δέκα καὶ
col. 917–918page 118 of 222
PG 123:917Εκτώ. Ἴσως γὰρ διὰ πταίσματά τινα ἐγκαταλειφθεῖσαν ὑπὸ Θεοῦ ἐτιμωρεῖτο ὁ Σατανᾶς. παραίτιος γάρ ἐστι τοῖς τῶν ἀνθρώπων σώματι πάντων τῶν δυσχερῶν, ὅταν ἄνωθεν παρὰ Θεοῦ συγχωρηθείη· ἐπεὶ καὶ ἐξ ἀρχῆς αὐτὸς ἡμῖν πρόξενος έγε γίνει τοῦ ἐκπεσεῖν μὲν τῆς ἀφθαρσίας, ἐφ᾽ ᾖ ἐκτίσθημεν, νοσερῷ δὲ σώματι καὶ παθῶν δεκτικῷ προσδεθῆναι· τοὺς δερματίνους γὰρ χιτῶνας τοῦτο νοοῦμεν πάντως. Ο μέντοι Κύριος θεοπρεπεστάτη φωνῇ καὶ ἐξουσίας γεμούσῃ τῆς γυναικὸς ταύτης τὴν νόσον ἐλαύνει. Επιτίθησι δὲ καὶ τὰς χεῖρας αὐτῇ, ἵνα μάθωμεν, ὅτι τὴν τοῦ λόγου δύναμίν τε καὶ ἐνέργειαν ἡ ἁγία πεφόρηκε σάρξ· ἰδία γὰρ ἦν αὐτοῦ, καὶ οὐχ ἑτέρου τινὸς παρ' αὐτὸν ὄντος κατα μόνας καὶ ἰδιοῦποστάτων κεχωρισμένου, καθὰ δὴ Νεστορίῳ τῷ δυσσεβεῖ δοκεῖ. Η μὲν οὖν ἀγαθότης " τοῦ Κυρίου τοιαύτη, καὶ οὕτω τὸ οἰκεῖον πλάσμα ἐλέησεν. Ὁ δὲ ἐξ ἀρχῆς τὴν γυναῖκα δεσμήσας Σατανᾶς, ἀχθόμενος τῇ ταύτης λύσει, οἷα θέλων ἐπὶ πλέον κακουχεῖσθαι αὐτὴν, δεσμεῖ τὸν ἀρχισυνάγωγον τῷ φθόνῳ, καὶ διὰ τοῦ στόματος τούτου ἐπηρεάζει τῷ θαύματι· οὕτως ἄρα πανταχοῦ τοῖς καλοῖς ἐπιτίθεται. Αγανακτεῖ οὖν ὅτι ἐν Σαββάτῳ ἡ θερα πεία γέγονε, ὃν ὁ Κύριος χαριεστάτῳ ὑποδείγματι τῶν ἀλόγων ζώων ἐλέγχει· ὅθεν οὐ μόνος αὐτὸς τοῖς τοιούτοις λόγοις, ἀλλὰ καὶ πάντες οἱ ἄλλοι ἀν τικείμενοι τῷ Ἰησοῦ ἀπὸ τῶν λόγων κατησχύνοντο. Λίαν γὰρ ἦν ἀνόητον τὸ κωλύειν θεραπευθήναι ἄνθρωπον ἐν Σαββάτῳ, διὰ τὴν ἀργίαν δῆθεν τὴν ὑπὸ τοῦ νόμου τῷ Σαββάτῳ προστεταγμένην. Οἱ μὲν οὖν ἀντικείμενοι τῷ Ἰησοῦ ἀπὸ τῶν λόγων κατ ῃσχύνοντο, οἱ δὲ ὄχλοι ἔχαιρον ἐπὶ τοῖς ἔργοις, ὡς ἐκεῖνοί γε τοῖς ἔργοις οὐκ ἔχαιρον, ἀλλ' ἐξετήκοντο θαυματουργοῦντος τοῦ Χριστοῦ. Οἱ δὲ τοῦ ὄχλου οἷα ὠφελούμενοι ἐκ τῶν σημείων, ἔχαιρον, ιάσεων ἀπολαύοντες. Ταῦτα δέ μοι λάμβανε τὰ θαύματα καὶ ἐπὶ τὸν ἐντὸς ἄνθρωπον· συγκύπτει γὰρ ἡ ψυχή, ὅταν ἐπὶ τὰς γηΐνας μόνος φροντίδα; νεύῃ, καὶ μηδὲν οὐράνιον ἢ θεῖον φαντάζηται· διὸ καὶ ὀκτὼ καὶ δέκα ἔτη νοσεῖν λέγεται. Οταν γάρ τις περὶ τὴν τήρησιν τῶν ἐντολῶν τοῦ θείου νόμου, αἵτινές εἰσι δέκα, καὶ περὶ τὴν ἐλπίδα τοῦ ὀγδόου αἰῶνος ἀσθενῇ, δέκα καὶ ὀκτὼ ἔτη συγκύπτειν λέγεται· ἢ οὐχ ὁ τῇ γῇ προσκείμενος, καὶ ἁμαρτάνων ἀεὶ τάς τε ἐντο λὰς ἀθετεῖ, καὶ τὴν μέλλοντα αἰῶνα οὐ προσδέχεται; 'Αλλ' ὁ Κύριος ἐν Σαββάτῳ καὶ Συναγωγή θεραπεύει τὴν τοιαύτην ψυχήν. "Οταν γάρ συναγάγῃ τις ἐν ἑαυτῷ τοὺς τῆς ἐξομολογήσεως λογισμούς· Ἰούδας γὰρ ἐξομολόγησις λέγεται· καὶ Σάββατον σχοίη, τουτέστιν ἀργίαν ἀπὸ τῶν κακῶν, τότε θεραπεύει αὐτὸν ὁ Ἰησοῦς, οὐ λόγῳ μόνῳ λέγων αὐτῷ ἀπολέλυσαι τῆς ἀσθενείας σου, ἀλλὰ καὶ τὰς χεῖρας συνεργίαν πρὸς τὸ πράττειν τὰ τῆς ἀρετῆς ἔργα τὴν θεραπείαν λαβεῖν δοκοῦντας ἀρκεσθῆναι. Έλεγε δέ, Τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ τίνι ὁμοιώσω αὐτήν; Ομοία ἐστὶ κόκκῳ σινά πεω;, δν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κήπον ἑαυτοῦ, καὶ ηύξησε, καὶ ἐγένετο εἰς δένδρον μέγα, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσαν ἐν τοῖς κλάδοις ἐπιθείς δεῖ γὰρ ἡμᾶς καὶ τὴν τῶν θείων χειρῶν δέξασθαι, καὶ μὴ διὰ λόγου μόνου καὶ κατηχήσεως
col. 919–920page 119 of 222
PG 123:919αὐτοῦ. Πάλιν εἶπε· Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; ῾Ομοία ἐστὶ ζύμῃ, ἣν λαβούσα γυνή έκρυψε εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη όλον. Καὶ διεπορεύετο κατά πόλεις καὶ κώμας διδάσκων, καὶ πορείαν ποιούμενος εἰς Ἱερουσαλήμ. ο Κόκκῳ στο νάπεως παραβάλλει τὴν βασιλείαν τοῦ Θεοῦ· βασι λεία δὲ Θεοῦ ὁ λόγος καὶ τὸ κήρυγμα. Διὰ γὰρ τοῦ κηρύγματος ἐβασίλευσεν ἐπὶ τὰς ψυχὰς τῶν ἀνθρώπων. Ωσπερ οὖν τὸ σίνηπι δοκεῖ μὲν εἶναι μικρὸν, πολλὴν δὲ τὴν δύναμιν ἔχει, οὕτω καὶ ὁ λόγος τοῦ Εὐαγγελίου καταφρονεῖται μὲν τοῖς πολλοῖς, καὶ δοκεῖ μωρία εἶναι, λαβὼν δὲ αὐτὸν ἄνθρωπος, καὶ βαλὼν εἰς κῆπον αὐτοῦ, ἤγουν τῇ ἑαυτοῦ ψυχή, δένδρον μέγα ποιεῖ, ὥστε κλάδους αὐτῷ προσεῖναι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅπερ ἔστι τοὺς τὰ ὑψηλὰ θέλοντας πέτεσθαι ἀνθρώπους, κατασκηνοῦν ἐν τούτοις τοῖς κλάδοις. Οἱ γὰρ τῶν γηίνων ύπερ κείμενοι, ἐν τοῖς κλάδους τοῦ κηρύγματος, ήτοι τοῖς ἡπλωμένοις νοήμασιν ἀναπαύονται· οἷόν τί φημι, κόκκον ἔλαβεν ὁ Παῦλος, τὴν μικρὰν τοῦ ᾿Ανανίου κατήχησιν· ἀλλὰ φυτεύσας τοῦτον τὸν κόκκον ἐν τῷ πίονι αὐτοῦ κήπῳ, κλάδους ἐποίησε, τὰς πολλές, φημί, καὶ καλὰς διδασκαλίας, καὶ ἐπιστολὰς, ἐν οἷς κατεσκήνουν οὐ μόνον οἱ τότε ὑψηλοὶ καὶ σοφοί κατά νοῦν καὶ σοφίαν, οἷοι οἱ Κορίνθιοι, ὁ Διονύσιος, ὁ ρόθεος καὶ ἄλλοι πλεῖστοι, ἀλλὰ καὶ οἱ καθ᾿ ἑκάστους καιρούς. Δύναται κόκκος σινάπεως νοηθῆναι καὶ αὐ τὸς ὁ Κύριος, εὐτελὴς μὲν τὸ φαινόμενον· τέκτονος γὰρ υἱὸς, καὶ πενέστατος· πεσὼν δὲ ἐν τῇ καρδίᾳ τῆς γῆς διὰ τοῦ νεκρωθῆναι, καὶ ἐν τῷ κήπαρ ταφείς, κλάδους ὡραίους τοὺς ἀποστόλους ἐποίησεν, οἷς ἐπαναπαύονται πάντες οἱ πρώην περιφερόμενα παντὶ πνεύματι τῆς πλάνης, οἷον οἱ ἐξ ἐθνῶν πε τεινοῖς παραβαλλόμενοι διὰ τὸ τοῦ λογισμοῦ εὐπε ριάγωγον καὶ εὐεξαπάτητον, καὶ πολλῆς γέμον κου φότητος. Τοιοῦτοι γὰρ πάντες οἱ πλανώμενοι, πετεινοῖς τοῦ οὐρανοῦ, τουτέστι τοῦ ἀέρος έοικότες. Πά λιν ἔοικε ζύμῃ ὁ θεῖος λόγος, ἣν λαβοῦσα γυνή, τουτέστιν ἡ ἀνθρωπεία φύσις, ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, τουτέστιν εἰς σῶμα, ψυχήν, πνεῦμα, ὥστε ἁγιασθῆναι ταῦτα, καθά φησιν ο μακάριος Παῦλος, καὶ γενέσθαι ἓν φύραμα τῇ πρὸς τὸ ἅγιον Πνεῦμα κοινωνίᾳ. Νοήσαις δ' ἂν γυναῖκα τὴν ψυχὴν, σάτα δὲ τρία τὸ τριμερὲς αὐτῆς, λογικόν, θυμικόν, καὶ ἐπιθυμητικόν. Εἰ οὖν τις ἐν τῷ τριμερεί τούτῳ κατακρύψει τὸν λόγον τοῦ Θεοῦ, ποιήσει ὅλον τοῦτο πνευματικὸν, ὥστε μήτε τὸ λογιστικὸν ἐν τοῖς δόγε μασι σφάλλεσθαι, μήτε θυμὸν καὶ ἐπιθυμίαν ἀλόγιστε φέρεσθαι, ἀλλὰ ζυμωθῆναι, καὶ ἐξομοιωθῆναι τῷ λόγῳ τοῦ Θεοῦ. Διεπορεύετο δὲ ὁ Ἰησοῦς κατά πόσ λεις καὶ κώμας διδάσκων· οὔτε γὰρ τῶν μικρῶν μὲν ἐπέβαινεν, οἷαι αἱ κῶμαι, τῶν δὲ πόλεων ἡμέλει, ὅπερ ποιοῦσιν οἱ τοὺς ἀφελεστέρους ἐξαπατᾷν βου λόμενοι, οὔτε τῶν πόλεων ἐπιβαίνων ὡς φιλενδείκτης και φίλος δόξης, τῶν μικρῶν ἡμέλει, ἀλλ' ὡς κοινὸς δεσπότης, μᾶλλον δὲ πατὴρ πάντων προνοούμενος πανταχού περιῄει. Αρ' οὖν τὰς μὲν ἔξω πέλεις
col. 921–922page 120 of 222
PG 123:921περιήρχετο, ἐν αἷς οὐ τοσοῦτοι ἦσαν νομομαθείς, & τὴν δὲ Ἱερουσαλὴμ ἀπεδίδρασκεν, ἅτε δεδιὼς τοὺς παρὰ τῶν νομομαθῶν ἐλέγχους, ἢ τὸν ἐκ τούτων θάνατον ὑφορώμενος; Οὐκ ἔστιν εἰπεῖν, ἀλλὰ καὶ πορείαν, φησί, ποιούμενος εἰς Ἱερουσαλήμ· ἔνθα γὰρ πλείους οἱ νοσοῦντες, ἐκεῖσε μᾶλλον εἰσωθείτω ὁ ἰατρός. Είπε δέ τις αὐτῷ· Κύριε, εἰ ὀλίγοι οἱ σωζόμε και; Ὁ δὲ εἶπε πρὸς αὐτούς· Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενής πύλης, ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν, καὶ οὐκ ἐσχύσουσιν. Αφ' οὗ δ' ἐγερθῇ ὁ οι κοδεσπότης, καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι, καὶ κρούειν τὴν θύραν, λέγοντες Κύ μιε, Κύριε, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ· τότε ἄρξεσθε λέγειν Ἐφάγομεν ἐνώπιόν σου, καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας. Καὶ ἐρεῖ, Λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστὲ, ἀπέστητε ἀπ' ἐμοῦ πάντες οἱ ἐργάτα: τῆς ἀδικίας. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς, καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· ὅταν ὄψησθε Αβραὰμ, καὶ Ἰσαάκ, καὶ Ἰακώβ, καὶ πάντας τους προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους έξω καὶ ἥξουσιν ἀπὸ ᾿Ανατολῶν καὶ Δυσμῶν, καὶ ἀπὸ Βοῤῥᾷ καὶ Νότου, καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. Καὶ ἰδοὺ εἰσὶν ἔσχατοι οἱ ἔσονται πρώτ τοι, καὶ εἰσι πρῶτοι οἱ ἔσονται ἔσχατοι.» Ολίγοι οι σωζόμενοι διὰ τὸ μὴ ἐγχωρεῖν πολλοὺς δέξασθαι τὴν στενήν· ἔστιν οὖν ὁ οἰκοδεσπότης ὁ Κύριος, συγκαλεῖται δὲ πάντας ἀνθρώπους εἰς ἐστίασιν, καὶ ἀπό λαυσιν τῶν ἀδαπανήτων ἀγαθῶν· ὅσοι μὲν οὖν σπου δαῖοι ἄχρι καὶ τῆς τοῦ ἀρίστου ὥρας σπουδάζουσιν εἰσελθεῖν. Οσοι δὲ νωθρέστεροι, καὶ μετὰ τὴν τοῦ ἀρίστου ὥραν ἐρχόμενοι, ἀποκλείονται. Τίς δὲ ἡ ὥρα τοῦ ἀρίστου, ἢ ὁ παρών βίος; Οὗτος γὰρ ὄντως δ καιρὸς ἄριστον εἰς τὴν πρὸς τὸ ἑστιαθῆναι πνευματικὴν ἑτοιμασίαν. ᾿Αφ᾿ οὗ τοίνυν ἐγερθῇ ὁ οἰκοδεσπότης, τουτέστιν, εἰς κρίσιν ἐξαναστῇ, καὶ ἀπο κλείση την θύραν, τὴν τῆς ἀρετῆς, φημί, ὁδὸν, ἥτις μετὰ τὴν ἐντεῦθεν ἀποβίωσιν οὐχ ὁδεύεται· ἐν τῷ βίῳ γὰρ οὔσιν ἡμῖν ὁδεύεται ἡ τῆς ἀρετῆς ὁδός· ἄρ χονται μὲν οἱ ἀμελέστερον ἐνταῦθα ζήσαντες κρού ειν τὴν θύραν· τότε γὰρ δὴ τότε διὰ τῆς ἀνονήτου μετανοίας τὴν τῆς ἀρετῆς ὁδὸν ἀναζητοῦσε λόγοις ψιλοῖς, οἷόν τισι κρότοις καὶ κτύποις ἀνακαλούμενοι ταύτην, τῶν ἔργων απόντων. Ὁ δὲ οἰκοδεσπότης ήδη δικαίως ἀποκλείσας, προσποιείται μηδὲ εἰδέναι πό θεν εἰσίν· εἰκότως, εἰσὶ μὲν γὰρ ἐκ τοῦ διαβόλου, + δὲ Κύριος τοὺς ὄντας αὐτοῦ γινώσκει. Τὸ δὲ, Ἐφάγο μεν καὶ ἐπίομεν ἐνώπιόν σου, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας, καὶ ἁπλῶς μὲν οὕτως πρὸς τοὺς ἐξ Ισραήλ λέγεται. Καὶ γὰρ ἐξ αὐτῶν ὁ Χριστὸς κατὰ σάρκα, καὶ αὐτοῖς συνήσθιε καὶ συνέπινε. Πλὴν ἀλλὰ καὶ ὑψηλότερον δύναται νοηθῆναι τὸν Ἐν ώπιόν σου ἐφάγομεν καὶ ἐπίομεν· τὴν γὰρ νομικήν τελοῦντες λατρείαν, καὶ προσκομίζοντες τῷ Θεῷ τὰς δι' αίματος θυσίας, ἤσθιον καὶ ηὐφραίνοντο, ἡκροῶντο δὲ καὶ τῶν θείων βίβλων ἐν ταῖς συναγωγαίς. Πάντως γὰρ ὁ Κύριος καὶ διὰ τῶν προφητῶν ἐδίδασκεν· οὐ γὰρ τὰ ἑαυτῶν οἱ προφῆται προετίθεσαν, ἀλλὰ τὰ τοῦ Θεοῦ ὑπηγόρευον, διὸ καὶ ἔλεγον, Τάδε λέγει Κύριος. Οίκων ήρκεσε τοῖς Ἰουδαίοις εἰς δικαίωσιν ἡ δι' αιν
col. 923–924page 121 of 222
PG 123:923μάτων λατρεία, μη προσηκαμένοις τὴν πίστιν τὴν δικαιοῦσαν τὸν ἀσεβή. Καὶ τοῖς κατ' ἐμὲ δὲ Χριστιανοῖς μὲν, ἀμελέσι δὲ τὴν ζωὴν, ἁρμόσειεν ἂν ταῦτα ἢ οὐχὶ καὶ ἡμεῖς τρώγομεν τὸ θεῖον σῶμα, καὶ πά νομεν τὸ αἷμα τοῦ Θεοῦ ἐνώπιον αὐτοῦ καθ' ἑκά στην τῇ μυστική τραπέζη προσιόντες, καὶ διδάσκει ἐν ταῖς πλατείαις ψυχαῖς ἡμῶν ὁ Κύριος; 'Αλλ' ού δὲν ὄφελος, εἰ ἀκροαταὶ τοῦ θείου νόμου γινόμεθα, καὶ οὐ ποιηταί· τοὐναντίον μὲν οὖν μᾶλλον εἰς μει ξένων βασάνων ὑπόθεσιν ἡμῖν ἡ ἀκρόασις, ὥσπερ καὶ ἡ τῶν θείων ἁγιασμάτων μετάληψις εἰς κρίμα και ίσταται. Παρατήρησον δὲ ὅτι ἀπόβλητοί εἰσιν ἐκεῖ ναι, ὧν ἐν ταῖς πλατείαις διδάσκει ὁ Κύριος· ὡς ἐάν γε διδάσκοντα αὐτὸν ἔχωμεν οὐκ ἐν πλατείαι;, ἀλλ' ἐν στεναῖς καὶ τεθλιμμέναις καὶ κατανενυγμέναις καρ δίαις, οὐκ ἀπόβλητοι ἐσόμεθα. Τὸ δὲ Ἐκεῖ ἔσται ὁ κλαυθμός, ὅταν ἔψησθε 'Αβραὰμ καὶ Ἰσαὰκ καὶ Ια κώδ, ἁρμόζει μὲν καὶ τοῖς Ἰσραηλίταις, πρὸς οὓς ταῦτα διελέγετο, καὶ ἔτι τοῖς κατὰ καιροὺς ἀπίστοι;. Οι γάρ Ἰουδαίοι τούτῳ μάλιστα ἐδάκνοντο τῷ ἀκού ειν, ὅτι ἄλλοι μὲν οἱ ἐξ ἐθνῶν ἀναπαύσονται μετά ᾿Αβραὰμ καὶ τῶν πατέρων, αὐτοὶ δὲ ἐξωθήσονται ἁρμόζει δὲ καὶ ἡμῖν τοῖς μὴ ἀκόλουθα τῇ πίστει πράττουσι· καὶ ἡμεῖς γὰρ ἐν τῷ νόμῳ τοῦ Χριστοῦ καυχώμενοι, εἶτα διὰ τῆς παραβάσεως τούτου άθε τοῦντες αὐτὸν, πρώτοι μὲν τῷ δοκεῖν ἐσμεν, ὡς κατηχηθέντες ἐκ σπαργάνων αὐτῶν τὸν λόγον καὶ τὸν τυχόν προτιμηθέντων, τῶν πρὸς τῷ τέλει τοῦ βίου ὀλίγον τῆς ζωῆς χρόνον. Χριστὸν φορέσαντες, ἔσχατοι δὲ ἐσόμεθα ἐθνικῶν πιστευσάντων, καὶ ἀρεστῶς τῷ Θεῷ διαγαγόντων τὸν Ἐν αὐτῇ τῇ ἡμέρᾳ προσῆλθόν τινες Φαρισαῖοι λέγοντες αὐτῷ· Εξελθε, καὶ πορεύου ἐντεῦθεν, ὅτι Ηρώδης θέλει σε ἀποκτεῖναι. Καὶ εἶπεν αὐτοῖς Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ, Ἰδοὺ ἐκβάλλω δαιμόνια, καὶ ἰάσεις ἐπιτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι. Πλὴν δεν με σήμερον καὶ αύριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι, ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ. ο φθόνῳ δια τηκόμενοι οἱ κατάρατοι Φαρισαῖοι ἐκροβεῖν πειρῶνται τὸν Κύριον καὶ τὸν Πρώδην ἐπαπειλοῦσιν αὐτῷ οὐ γὰρ ἤθελον αὐτὸν ὁρᾷν θαυματουργοῦντα, ἵνα μὴ τῷ πλήθει τῶν σημείων εφέλκηται τοὺς ὄχλους, καὶ τῇ τοῦ λόγου δυνάμει διδάσκων ἐπιστρέφῃ πρὸς ἑαυτόν. Προφασίζονται οὖν τὸν Ἡρώδην, καὶ κής δεσθαι τοῦ Σωτῆρος σχηματίζονται. Ἐκεῖνος ἐ εἰδὼς τὰς καρδίας αὐτῶν, πράως τε καὶ συνεσκιασμένως, ὡς ἔθος αὐτῷ, ἀποκρίνεται αὐτοῖς, καί φη σιν, Εἴπατε τῇ ἀλώπεκι ταύτῃ· καὶ δοκεῖ μὲν ἀλώ πεκα τὸν Ηρώδην. ὀνομάζειν, τους Φαρισαίους δὲ μᾶλλον, εἴ τις ἀκριβῶς σκοποίη.. Οὐ γὰρ εἶπε, τῇ ἀλώπεκι ἐκείνῃ, ἀλλὰ ταύτῃ, μέσῃ τινὶ χρώμενος φωνῇ, καί γε εὐφυῶς. Διὰ μὲν γὰρ τοῦ ἐνικῶς εἰπεῖν ἀλώπεκι, τὸν Ἡρώδην δέδωκεν ἐκείνοις ὑπολαβείν, διὰ δὲ τοῦ δεικτικῶς φάναι ταύτῃ, αὐτοὺς ἐκείνου; τοὺς δολερούς ᾐνίξατο· τῷ ὄντι γὰρ τὸ τῆς ἀλώπεκος πανούργον καὶ δύστροπον οἱ Φαρισαῖοι ἐπεδείκνυτο. Ορα δέ μοι πῶς πρὸς τὴν κακουργίαν αὐτῶν ἀποκρίνεται αὐτοῖς. Ἐπεὶ γὰρ ἐκεῖνοι διὰ τὰς ἰάσεις φθονοῦντες τὸν ἐκ τοῦ Ἡρώδου φόβον αὐτῷ ἐπέσειον, αὐτός, ὅπερ ἡπίστατο λυπεῖν ἐκείνους, τοῦτο λέγει
col. 925–926page 122 of 222
PG 123:925Ἰδοὺ γὰρ, φησίν, ἐπιτελῶ ἰάσεις, καὶ δαιμόνια ἐκ βάλλω· ὡς γὰρ προείρηται, διὰ τοῦτο ἐδίωκον αὐτὸν, ἵνα μὴ τῇ τῶν παραδόξων ἐπιδείξει χρώμενος σα γηνεύῃ πολλοὺς εἰς τὸ πιστεύειν αὐτῷ. Τὸ δὲ, σήμε ρον καὶ αὔριον, πλείονας ἡμέρας δηλοί. Ωσπερ οὖν καὶ ἡμεῖς εἰώθαμεν ἐν τῇ συνήθει ὁμιλίᾳ λέγειν, Σήμερον καὶ αύριον γίνεται τόδε, οὐ πάντως τοσού τῳ διαστήματι τὸ ἔργον περικλείοντες, ἀλλὰ τὸ τα χέως γενήσεσθαι δηλοῦντες· οὕτως οὖν καὶ ὁ Χριστὸς εἰπὼν, ὅτι Ἰάσεις ἐπιτελῶ σήμερον, καὶ αὔριον, καὶ τῇ τρίτῃ ἡμέρᾳ τελειοῦμαι, οὐ πάντως τοῦτο ἐδήλωσε, τὸ ἐν τῇ τρίτῃ ἡμέρᾳ ἀναγκαίως τελειωθῆναι, ἀλλὰ τὸ συντόμως τὸν θάνατον αὐτοῦ γενήσεσθαι δη λοι. Πλήν δεί με σήμερον καὶ αὔριον, τουτέστι χρό ναν τινά, προσμεῖναι ἐνταῦθα θαυματουργοῦντα, καὶ τῇ ἐχομένῃ πορεύεσθαι εἰς Ἱερουσαλήμ· ἐκεῖσε γὰρ 11011 ἀνώρισα ἐμαυτῷ τὸ πάθος. Ἐπειδὴ γὰρ ἐκεῖνοι ἔλε γον αὐτῷ· Εξελθε, ὅτι Ηρώδης μέλλει σε φονεύειν, ἐν τῇ Γαλιλαίᾳ δὲ ταῦτα ἔλεγον, ἐκείνης γὰρ Ηρώ της ἦρχε, δείκνυσιν αὐτοῖς, ὅτι καὶ πολλὰ βουλευομένῳ Ηρώδῃ οὐκ ἔσται αὐτὸν ἀνελεῖν· οὐ γὰρ ἐν Γαλιλαίᾳ, ἀλλ' ἐν Ἱερουσαλὴμ προώριστα: αὐτῷ πα θεῖν. Ινα δέ σοι καὶ τὸ ῥητὸν τοῦ Εὐαγγελίου σα φέστερον ἐκθῶμαι, μὴ νοήσῃς ὅτι δεῖ με σήμερον καὶ αύριον πορεύεσθαι, ἀλλὰ στῆθι ἄχρι τοῦ σήμε μον καὶ αὔριον· καὶ οὕτως εἰπὲ τὸ, τῇ ἐχομένῃ που ρεύεσθαι, οἷον πολλάκις ἀριθμοῦντες ειώθαμεν λέ γειν, Ἐγὼ Κυριακῇ δευτέρᾳ καὶ τρίτῃ ἐξέρχομαι, εὐχ ὡς μέλλων καὶ ἐν τῇ Κυριακῇ, καὶ ἐν τῇ δευτέ ρι ἐξελθεῖν, ἀλλ᾽ ἀπαριθμούμενος μόνον τὰς δύο, ἵνα δηλώσω την τρίτην. Οὕτως οὖν καὶ ὁ Κύριος ἐνταῦθα ὥσπερ ἀπαριθμούμενός φησι, Δεν με σήμερον καὶ αὔριον, εἶτα τῇ τρίτῃ πορεύεσθαι εἰς Ἱερουσαλήμ:? ἐκεῖσε γάρ μοι τὸ τέλος ἀφώρισται. Καθάπερ δὲ ἀνωτέρω εξείπομεν, οὐχὶ ὡς ἐν τρισὶν ἡμέραις πε- 392 ρικλείων τὴν ἑαυτοῦ ζωὴν ὁ Κύριος, ταύτά φησιν, ἀλλὰ πλείονας μὲν ἡμέρας, πλὴν οὐ πάνυ μακρόν τινα χρόνον υποσημαίνει· ὡσανεὶ γὰρ τοιαῦτά φησι πρὸς τοὺς αὐτῷ διαφθονουμένους· Τί τὸν ἐμὸν μελε τάτε θάνατον; ἰδοὺ μετ᾿ ὀλίγον τοῦτο γίνεται. Οταν δὲ ἀκούσῃς, ὅτι οὐκ ἐνδέχεται ἔξω Ἱερουσαλὴμ ἀπο λέσθαι προφήτην, μή νόμιζε βίαν αναγκαστικὴν Ἰουδαίοις ἐπάγεσθαι εἰς τὸ τοιαῦτα ὁρᾷν, ἐκ τοῦ τὰ τοιαῦτα γράφειν, ἀλλὰ τῇ μιαιφόνῳ αὐτῶν προαιρέσει ἀκολούθως λέγεσθαι τοῦτο· ὥσπερ ἂν εἰ λῃστὴν ὁρῶν μιαιφονώτατον ἀδοστατοῦντα εἴποιέν τις, Οὐκ ἐνδέχεται τὴν ὁδὸν ταύτην, ἐν ᾗ ὅλῃστὴς τοὺς ὁδεύον τα; ἐνεδρεύει, καθαρὰν αἱμάτων εἶναι· πάντως γὰρ τοῖς ἔργοις τοῦ λῃστοῦ τὸ ἀκόλουθόν φησιν. Οὕτως οὖν κάν τῇ Ἱερουσαλήμ λῃστῶν ἐγκαθημένων τῶν Φαρισαίων καὶ Γραμματέων, οὐκ ἐνεδέχετο ἐν ἄλλῳ χωρίῳ, ἢ πάντως ἐν τῷ τῶν λῃστῶν, ἀπολέσθαι τὸν τῶν προφητῶν Δεσπότην· ἐνεθισθέντες γὰρ τοῖς αἵμασι τῶν δούλων, καὶ τὸν Κύριον ἀποκτενοῦσι. Ιερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολούσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν, ποσάκις ἠθέλησα ἐπισυνάξας τὰ τέκνα του, εν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν Έρημος· μὴν λέγω ὑμῖν, οὐ μή με ίδητε ήδη, ἄχρις ἂν εἴπητε· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.» Τῷ διπλασιασμό τοῦ ὀνόματος δείκνυσι

Chapter XIVCaput XIV

col. 927–928page 123 of 222
PG 123:927την στοργήν, ἣν ἔχει περὶ αὐτοὺς ὁ Κύριος· ὥσπερ γάρ τις ἐραστής παρὰ τῆς ἐρωμένης καταφρονού. μενος, οὕτως ἀνακαλεῖται τὴν μοιχαλίδα Συναγωγήν δείκνυσι δὲ καὶ τὴν οἰκείαν φιλανθρωπίαν, ὅτι πολύ λάκις ἠθέλησεν ἐπισυναγαγεῖν αὐτοὺς, καὶ τὴν ἐκεί νων απόνοιαν σημαίνει, ἐν τῷ εἰπεῖν, ὅτι οὐκ ἠθελήσατε· ἀφίημι λοιπὸν ὑμᾶς. Τοσοῦτον γὰρ ἐμίσησα τὴν πονηρίαν ὑμῶν, ὥστε οὐδὲ τὸν ναὸν λέγω οἶκόν μου εἶναι, ἀλλ' οἶκον ὑμῶν· ἄχρι γὰρ ἐνεπολιτεύετο ὑμῖν ἡ ἀρετή, καὶ ὁ ναὸς ἐμὸς ἦν· ἐπεὶ δὲ καὶ αὐτὸν ἐμιάνατε, καὶ ἐμπόριον καὶ σπήλαιον λῃστῶν πε ποιήκατε ταῖς πολλαῖς καπηλείαις, καὶ τῷ φιλοχρη μάτῳ τῆς γνώμης ἀλλήλους ἀποκτιννύοντες· τοῦτο γάρ ἐστιν ἡ πραγματεία τῆς ληστείας ὑποσκελίζουσα τὸν ἀδελφὸν καὶ ἁρπάζουσα τὰ αὐτοῦ· 8 καὶ οἱ λῃσταὶ ποιοῦσι, συμποδίζοντες γὰρ τοὺς ὁδίτας, ού τως ἤδη τὰ αὐτῶν ἀφαιροῦνται· ἐπεὶ οὖν τὸν ναὸν σπήλαιον λῃστῶν πεποιήκατε διὰ τὸ τῶν πραγματ τειῶν εἶδος, ἃς ἐν αὐτῷ τῷ τῆς προσευχῆς οἴκῳ ἐποιεῖτε, οὐκέτι ἐμός ἐστιν οἶκος, ἀλλ' ὑμῶν· Οὐ μόν νον δὲ τὸν ναὸν νοήσεις οἶκον, ἀλλὰ καὶ τὴν ἅπασαν γενεὰν τῶν Ἰουδαίων· οἶδε γὰρ ἡ Γραφὴ καὶ τὸ γέν νος οἶκον ὀνομάζειν· ὡς τὸ «Οἶκος Λευΐ, εὐλογήσατε τὸν Κύριον.» Κανταῦθα οὖν δύναται νοηθῆναι τὸ, οἶκος ἀντὶ τοῦ τὸ γένος ὑμῶν ἀφίεται παρ' ἐμοῦ, ὡς καὶ διὰ τοῦ προφήτου ἀλλαχοῦ φησιν, Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου οἶκον γὰρ ἐκεῖ τοὺς Ἰσραηλίτας φησί· δείκνυσι δὲ, ὅτι καὶ πρὸ τούτου αὐτὸς ἦν ὁ συνέχων αὐτοὺς, καὶ τῶν ἐχθρῶν βυόμενος· τὸ δὲ, Οὐ μή με ίδητε ἄχρις ἂν εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυ ρίου· τὴν δευτέραν σημαίνει παρουσίαν. Τότε γὰρ καὶ ἄκοντες ὁμολογήσουσιν αὐτὸν Σωτῆρα καὶ Κύ ριον, ὅτε αὐτοῖς οὐδὲν ὄφελος. Τί οὖν; οὐκ εἶδον αὐτὸν ἀφ' οὗ ταῦτα εἶπε; Καὶ μάλα· ὅταν οὖν λέγῃ, ὅτι οὐ με ίδητε ἀπὸ τοῦ νῦν, οὐχὶ τὴν τότε ὤμαν σημαίνει, ἀλλὰ τὸν μετὰ τὸν σταυρὸν χρόνον· ὥσπερ ἂν εἰ εἶπεν, Αφ' οὗ με σταυρώσετε, οὐκέτι οὐ μὴ με ἴδητε, ἄχρις ἂν πάλιν ἔλθω. ΚΕΦΑΛ. ΙΔ'. Περὶ τοῦ ὑδρωπικοῦ. Περὶ τοῦ μὴ ἀγαπᾷν τὰς πρωτοκλισίας. Περὶ τοῦ πτωχοὺς μᾶλλον εἰς τὸ δεῖπνον καλεῖν, ἢ φίλους. Περὶ τῶν καλουμένων ἐν τῷ δείπνῳ. Περὶ οἰκοδομῆς πύργου παραβολή. Καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν αὐτὸν εἰς οἶκόν τι νος τῶν ἀρχόντων τῶν Φαρισαίων Σαββάτῳ, φαγεῖν ἄρτον, καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν. Κα! ἰδοὺ ἄνθρωπός τις ἦν υδρωπικὸς ἔμπροσθεν αὐτοῦ. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς τοὺς Φαρισαίους καὶ νομικούς, λέγων· Εἰ ἔξεστι θεραπεύειν ἐν Σαβ βάτῳ; Οἱ δὲ ἡσύχασαν. Καὶ ἐπιλαβόμενος ιάσατο αὐτὸν, καὶ ἀπέλυσε. Καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπε· Τίνος ὑμῶν ὄνος ἢ βοῦς εἰς φρέαρ ἐμπεσείται, καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν τῇ ἡμέρᾳ τοῦ Σαββάτου; Καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι αὐτῷ πρὸς ταῦτα.» Εἰ καὶ ἐγίνωσκε τὸ δύστροπον τῶν
col. 929–930page 124 of 222
PG 123:929Φαρισαίων ὁ Κύριος, ὅμως εἰσίει εἰς τοὺς οἴκους αὐ τῶν· ὠφελείας γὰρ ψυχῶν ἐφρόντιζε, καὶ διὰ τοῦτο εἰσήρχετο· ἡ γὰρ ἐκ λόγου καὶ διδασκαλίας, ἢ ἐκ σημείων ἐπιδείξεως δυνατὸν ἦν αὐτοὺς ὠφελεῖσθαι, εἶχε ἡβούλοντο. Παρελθόντος οὖν εἰς μέσον τοῦ ὑδρω πικοῦ, ὁ Κύριος οὐ τοῦτο ἐσκόπησεν, ὅπως μὴ σκανδαλίσῃ αὐτοὺς, ἀλλ' ὅπως εὐεργετήσῃ τὸν θεραπείας δεόμενον. Δεῖ γὰρ ἡμᾶς, ἔνθα ὠφέλεια ἀνακύπτει μάλα πολλή, μὴ φροντίζειν τῶν ἀνοήτως σκανδαλιζομένων. Ελέγχει δὲ τὴν ἀφροσύνην τῶν ἐγκαλεῖν μελλόντων αὐτῷ, διὸ καὶ ἐρωτᾷ, Εἰ ἔξεστι τῷ Σαβ βάτῳ θεραπεύειν, ἢ οὔ; Δρα γὰρ οὐ προφανῶς καταγελᾷ αὐτῶν ὡς ἀνοήτων; εἴγε τοῦ Θεοῦ τὸ Σάβ βατον εὐλογήσαντος, αὐτοὶ κωλύουσιν ἀγαθοποιεῖν ἐν τούτῳ, καὶ ποιοῦσιν αὐτὸ πάντως ἐπικατάρατον; Η γὰρ ἡμέρα ἡ μηδὲν ἔργον ἀγαθὸν ἐπιδεχομένη, οὐκ εὐλογημένη. Αλλ' οὗτοί γε γνόντες ὅπο: φέρει τὸ ἐρώτημα, ἡσύχασαν· τότε δὴ ὁ Ἰησοῦς τὸ οἰκεῖον ποιεῖ, καὶ διὰ τῆς ἀφῆς ἰᾶται τὸν ἄνθρωπον· εἶτα καὶ τοὺς Φαρισαίους εντρέπει διὰ τούτου, μονονουχί τοιαῦτα λέγων αὐτοῖς· Εἰ κεκώλυσεν ὁ νόμος ἐλεεῖν ἐν Σαββάτῳ, μὴ φροντίσῃς υἱοῦ κινδυνεύοντος ἐν Σαββάτῳ; Καὶ τί λέγω υἱοῦ; ὅπου οὐδὲ βοῦν ἀβοήθη τον καταλείψεις εἰ κινδυνεύοντα ὄψει; Πῶς οὖν οὐκ ἀνόητον παρατηρεῖσθαι τὴν τοῦ ὑδρωπικοῦ θεραπείαν ἐν Σαββάτῳ; Υδρωπικός ἐστι καὶ πᾶς ὃς διὰ τοῦ ἀνειμένου βίου καὶ ὑγροῦ κατὰ ψυχὴν νοσήσας δει νῶς, δεῖται Χριστοῦ, οὐκοῦν καὶ θεραπευθήσεται, εἰ Εμπροσθεν Χριστοῦ γένηται. Ο γὰρ ἔμπροσθεν Θεοῦ εἶναι ἐννοῶν ἀεὶ, καὶ παρ' αὐτοῦ ὁρᾶσθαι, ἐλάχιστα ἁμαρτήσεται. Ελεγε δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς· Οταν κληθῇς ὑπό τινο; εἰς γάμον, μή κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερος σου ᾗ κεκλημένος ὑπ' αὐτοῦ, καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτ τὴν καλέσας, ἐρεῖ σοι, Δὴς τούτῳ τόπον, καὶ τότε ἄρξῃ μετ' αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν· ἀλλ' όταν κληθῇς, πορευθεὶς ἀνάπεσον εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε, εἴπῃ σοι· Φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ενώπιον τῶν συναναχειμένων σοι, ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.» Ορᾷς τὰ δεῖπνα τοῦ Χρι τοῦ ποιά τινά εἰσιν, εἰς ὠφέλειαν ψυχῶν, οὐκ εἰς κόρον γαστρός καταστρέφοντα; Ιδε γάρ, ιάσατο τὸν ὑδρωπικὸν, ἐδίδαξε τους Φαρισαίους, ὅτι καλὸν τὸ ἐν Σαββάτῳ εὐεργετεῖν. Ἐπεὶ δὲ εἶδεν αὐτοὺς καὶ περὶ τῆς πρωτοκλισίας θορυβουμένους, ἰᾶται καὶ τοῦτο τὸ πάθος οὐκ ἀπὸ σμικρᾶς ἀρχόμενον προφάσεως, ἀλλ' ἀπὸ μεγάλης καὶ δυσδιαφεύκτου, τῆς κενοδοξίας φημί· καὶ μή τις νομιζέτω τὴν περὶ τούτου διδασκαλίαν μικράν εἶναι, καὶ ἀναξίαν τῆς τοῦ Θεοῦ μεγαλοπρεπείας· μάλιστα μὲν γὰρ οὐδὲ ἰατρὸν φιλάνθρωπον εἴποις ἂν, τὸν ποδάγρας μὲν ἰᾶσθαι ἐπαγγελλόμενον, καὶ ὅσα τῶν νοσημάτων ἀξιόλογα, δακτύλου δὲ σύντριμμα ή ιδόντος ἄλγος μὴ δεχόμενον θεραπεύειν. Ἔπειτα πῶς μικρὸν τὸ τῆς κενοδοξίας πάθος, 8 ηνώχλει πάντως τοῖς τὰς πρωτοκλισίας ζητοῦσιν; Ἐχρὴν οὖν, ἐχρῆν
col. 931–932page 125 of 222
PG 123:931τὸν τῆς ταπεινώσεως διδάσκαλον, καὶ ἀρχηγὸν, καὶ τελειωτὴν Χριστὸν πάντα κλάδον τῆς πονηρά, ρίσης τῆς κενοδοξίας ἐκτέμνειν. Καὶ τοῦτο δέ μοι προσλη γίζου· εἰ μὲν οὖν οὐκ ἦν καιρὸς τραπέζης, καὶ δι ελέγετο περί τούτων ὁ Κύριος, ἀφεὶς τοὺς περὶ ἄλλων λόγους, εἶχεν ἂν λόγον ἡ μέμψις, νῦν δὲ δείπνου δι τος, καὶ τοῦ τῆς φιλοπρωτείας πάθους πρὸ ὀφθαλμῶν τοῦ Σωτῆρος ἐνοχλούντος τοῖς ἐλεεινοί;, καιρὸν εἶν χεν ή παραίνεσις. Ιδε γὰρ καὶ ἄλλως πόσου μώμου τὸν ἄνθρωπον ἀπαλλάττει, καὶ πῶς κόσμιον αὐτὸν ποιεῖ. Πόσης γὰρ αἰσχύνης ανάμεστον, ὅταν τὸν μὴ πρέποντα σοι τόπον ζητήσαντι, εἶτα ἐλθόντος τοῦ έντιμοτέρου, ὁ καλέσας σε εἴπῃ· Δὸς τούτῳ τόπον, καὶ τοῦτο πολλάκις, καὶ ὑποβαίνῃ; μὲν αὐτός, ἐκεῖ. νοι δὲ προεδρεύωσι; Πόσου δὲ ἐπαίνου ἄξιον τοὐναντίον, ὅταν ὁ τῆς πρώτης καθέδρας ἄξιος, ὑποδὰς ἐξ ἀρχῆς, εἶτα προεδρεύων εὑρεθῇ, πάντων ἐξισταμένων αὐτῷ τῶν πρωτείων; "Αρα μικρά σοι δοκεί ή τοιαύτη τοῦ Κυρίου παραίνεσις, τὴν μεγίστην τῶν ἀρετῶν, τὴν ταπείνωσιν ὑπογράφουσα, καὶ ταῖς τῶν ἀκροωμένων ψυχαῖς εγκαθιστώσα, καὶ πρὸς τὸ εὔ σχημον άγουσα τότε αὐτῆς ἀκούοντα; ὅπερ οὖν καὶ ὁ Χριστοῦ μαθητής Παῦλος ὕστερον εἶπε, «Πάντα εύ σχημόνως καὶ κατὰ τάξιν, φησί, γινέσθω. › Πῶς οὖν τοῦτο γενήσεται; Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου Εκαστος. Ορᾶς τὸν μαθητὴν τὰ αὐτὰ τῷ διδασκάλω φθεγγόμενον; Τὸ δὲ, «Πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, πῶς νοήσομεν; Καὶ γὰρ πολλοὶ ἐν τῷ βίῳ τούτῳ ὑψοῦντες ἑαυτοὺς, τιμῆς ἀπολαύουσι τοῦτο μὲν οὖν ἔστι τὸ ταπεινοῦσθαι, ὅταν τις ἀπη λαύῃ πλείονος τιμῆς ἐν τῷ κόσμῳ " τότε γὰρ ἄθλιος καὶ ταπεινὸς παρὰ Θεῷ. Επειτα δὲ οὐκ ἄχρι τέλους, οὐδὲ παρὰ πᾶσιν· ὁ τοιοῦτος τιμᾶται, ἀλλ᾽ ἐν ὅσῳ τούτοις τιμᾶται, ἐκεῖνοι διασύρουσιν αὐτὸν, ἢ καὶ αὐτοὶ οἱ τιμῶντες. Αληθής οὖν ἡ τῆς ἀληθείας ἀπό φασις. Καὶ πᾶς ὁ ἀνάξιος ὕψους, σφετεριζόμενος τοῦτο, ταπεινωθήσεται, καὶ παρὰ τῷ Θεῷ μὲν, ὅτε Η τελευταία κρίσις, κάν τῷ βίῳ δὲ τούτῳ πάντων μάλιστα· φύσει δὲ πᾶς ἄνθρωπος ανάξιος ύψους. Μηδεὶς οὖν ἐπαιρέσθω, ἵνα μὴ ἐσχάτως ταπεινωθή, Ελεγε δὲ τῷ κεκληκότι αὐτὸν, Οταν ποιῇς ἄρι στον ἢ δείπνον, μὴ φώνει τους φίλους σου, μηδὲ τοὺς ἀδελφούς σου, μηδὲ τοὺς συγγενείς σου, μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοί σε ἀντικαλέσωσι, καὶ γένηταί σοι ἀνταπόδομα, ἀλλ' ὅταν ποιής Χ, δοχήν, κάλεσον πτωχούς, αναπήρους, χωλούς, τυ φλούς, καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναι σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων. Ακούσας δέ τις τῶν συνανακειμένων εἶπεν αὐτῷ· Μακάριος ός φάγεται ἄριστον ἐν τῇ βα σιλείᾳ τοῦ Θεοῦ. • Ἐκ δυοῖν μεροῖν συγκειμένου του δείπνου, τῶν τα καλούντων καὶ τῶν καλουμένων, τὸ μὲν τῶν καλουμένων μέρος έφθη διὰ παραινέσεως εἰς τὴν σωτήριον ταπεινοφροσύνην χειραγωγήσας, καὶ ὄψον αὐτοῖς ἀδαπάνητον παραθεὶς, λοιπὸν δὲ τὸν καλέσαντα ἀντιφιλοτιμεῖται, καὶ διὰ παραινέσεως ἀνθεστιᾷ, ἀπάγων αὐτὸν τοῦ διά τινα χάριν άνθρω
col. 933–934page 126 of 222
PG 123:933είνην τὰς ἐστιάσεις ποιεῖσθαι, καὶ τὴν παραυτίκα ἀντιμισθίαν ἐκδέχεσθαι. Οἱ γὰρ μικρόψυχοι φίλους καλοῦντες ἢ συγγενεῖς διὰ τὴν ἐν τῷ παρευθὺ χάριν τοῦτο ποιοῦσι, κἂν μὴ τύχωσι, δυσχεραίνουσιν. Οἱ δὲ μεγαλόψυχοι τὸ μέλλον ἀναμένοντες παρὰ τοῦ ὄντως πλουσίου, τὰς ἀμοιβὰς ἐκδέχονται. Ταῦτα δὲ λέγων ὁ Κύριος, οὐ τῆς πρὸς τοὺς φίλους τιμής ἀπείργει ἡμᾶς, ἀλλὰ μὴ πιπράσκειν τὴν φιλοφροσύνην παιδεύει. Ακούσας δέ τις ταῦτα, καὶ νομίσας, ὅτι ὁ Θεὸς ἀντιφιλοτιμήσεται, καὶ ἀνθεστιάσει σω ματικαῖς τραπέζαις τους δικαίους, εἶπεν· ὅτι Μα κάριος ὅστις φάγεται ἄριστον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. Οὐ γὰρ ἦν πνευματικός, ἵνα νοήσῃ τὰ ὑπὲρ αἴσθησιν, ἀλλ᾽ ἔτι ψυχικός, τουτέστιν ἀνθρωπίνοις λογισμοῖς διοικούμενος· τοιοῦτος γὰρ ὁ ψυχικὸς ὁ μηδὲν ὑπὲρ φύσιν πιστεύων, ἀλλὰ πάντα κατὰ φύσιν νοῶν. Τρεῖς γὰρ εἰσι καταστάσεις, σαρκική, ψυχική, 396 καὶ πνευματική. Καὶ σαρκικὴ μέν ἐστιν, ὅταν τις ήδεσθαι βούληται, καὶ χαίρειν μετὰ τοῦ καὶ ἄλλους κακοποιεῖν, οἷόν ἐστι πάντων τὸ τῶν πλεονεκτῶν φῦλον· ψυχικὴ δὲ κατάστασις, ὅταν τις μήτε βλάπτειν μήτε βλάπτεσθαι βούλοιτο· τοῦτο γὰρ τὸ κατὰ φύσιν ζῆν· ἐπεὶ καὶ ἡ φύσις αὐτὴ τοῦτο ἡμῖν εἰσηγείται πνευματικὴ δὲ, ὅταν τις καὶ βλάπτεσθαι βούλοιτο διὰ τὸ καλὸν καὶ κακουχεῖσθαι. Εστιν οὖν ἡ μὲν πρώτη παρὰ φύσιν, ἡ δὲ μέση κατὰ φύσιν, ἡ δὲ τρίτη ὑπὲρ φύσιν. Πᾶς οὖν ἀνθρώπινα φρονῶν, καὶ μηδὲν τῶν ὑπὲρ φύσιν δυνάμενος νοῆσαι, ψυχικός λέγεται, ὡς ψυχῇ καὶ πνεύματι διοικούμενος· ὅταν ", δέ τις πνεύματι ἄγηται, καὶ οὐκέτι ζῇ αὐτὸς, τῇ δὲ ἐν αὐτῷ Χριστός, οὗτός ἐστιν ὁ πνευματικὸς, ὁ τὴν φύσιν ὑπεραναδάς· ψυχικὸς οὖν ἦν ὁ νομίσας αι σθητὰς ἔσεσθαι τὰς ἀμοιβὰς τοῖς ἁγίοις, οἷα μηδὲν τῶν ὑπὲρ φύσιν δυνάμενος νοῆσαι. . Ὁ δὲ εἶπεν αὐτῷ, Ανθρωπός τις εποίησε δείπνον μέγα, καὶ ἐκάλεσε πολλοὺς, καὶ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου, εἰπεῖν τοῖς κεκλημένοις Έρχεσθε, ὅτι ἤδη ἔτοιμά ἐστι πάντα. Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτείσθαι πάντες. Ὁ πρῶτος εἶπεν αὐτῷ· Αγρὸν ἡγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν, καὶ ἰδεῖν αὐτὸν ἐρωτῶ σε, ἔχε με παρητημένον. Καὶ ἕτερος εἶπε· Ζεύγη βοῶν ἡγόρασα πέντε, καὶ που ρεύομαι δοκιμάσαι αὐτὰ, ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε· Γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν.» Τοῦ συναναχειμένου εἰ πόντος, ὅτι μακάριος ας φάγεται ἄριστον ἐν τῇ βα σιλείᾳ τοῦ Θεοῦ, ὁ Κύριος διδάσκει αὐτὸν πλατύτερον, πῶς δεῖ νοεῖν ἡμᾶς τὰς τοῦ Θεοῦ ἐστιάσεις. Καὶ δή φησι παραβολὴν τοιάνδε, ἄνθρωπον μὲν ὀνομάζων τὸν φιλάνθρωπον αὐτοῦ Πατέρα. Ο γὰρ Θεὸς ὅταν μὲν τὴν τιμωρητικὴν αὐτοῦ δύναμιν αινίττηται, παρὰ τῇ Γραφῇ πάνθηρ, καὶ πάρδαλις, καὶ ἄρκτος ὀνομάζεται· ὅταν δὲ φιλανθρωπίαν τινὰ αἰνίττεσθαι μέλλῃ, ἄνθρωπος εἰσάγεται, ὥσπερ οὖν καὶ νῦν ἐπειδὴ περὶ τῆς φιλανθρωποτάτης οικονομίας δια λαμβάνει ἡ παραβολή, ἣν ἐνήργησεν ἐν ἡμῖν, κοι νωνούς ἡμᾶς ποιήσας τῆς σαρκὸς τοῦ Υἱοῦ αὐτοῦ,
col. 935–936page 127 of 222
PG 123:935ἄνθρωπον αὐτὸν ὠνόμασε· δεῖπνον δὲ μέγα ἐκάλεσε τὴν οἰκονομίαν ταύτην, δεῖπνον μὲν, ἐπειδὴ ἐν ἐσχά τοις καιροῖς, καὶ οἷον ἐπὶ δυσμαῖς τοῦ αἰῶνος ἦλθεν ὁ Κύριος. Μέγας δὲ ὁ δεῖπνος οὗτος, ἐπειδὴ καὶ ὁμολογουμένως μέγα τὸ τῆς σωτηρίας ἡμῶν μυστήριον· καὶ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου. Τίς ἐστιν οὗτος ὁ δοῦλος; Ο τὴν μορφὴν τοῦ δούλου ἀναλαβὼν ὁ Υἱὸς τοῦ Θεοῦ, ἄνθρωπος γε νόμενος, καὶ ὡς ἄνθρωπος ἀποσταλῆναι λεγόμενος. Πρόσχες δὲ πῶς οὐκ εἶπε, δοῦλον, ἀλλὰ μετὰ τοῦ ἄρ θρου, τὸν δοῦλον, τὸν κυρίως, φησίν, αὐτῷ κατὰ τὸ ἀνθρώπινον εὐαρεστήσαντα καὶ εὖ δουλεύσαντα. Οὐ μόνον γὰρ καθὸ Υἱὸς καὶ Θεὸς εὐάρεστος τῷ Πατρί, ἀλλὰ καὶ καθὸ ἄνθρωπος, αὐτὸς μόνος αναμαρτήτως πάσαις ταῖς τοῦ Πατρὸς βουλαῖς καὶ ἐντολαῖς ὑπηρετήσας, καὶ πληρώσας πᾶσαν δικαιοσύνην, δουλεῦσαι λέγεται τῷ Θεῷ καὶ Πατρὶ, διὸ καὶ κυρίως δοῦλος τοῦ Θεοῦ αὐτὸς ἂν λέγοιτο μόνος. Τῇ ὥρᾳ δὲ τοῦ δείπνου ἀπεστάλη, τουτέστιν, ἐν τῷ ὡρισμένῳ καὶ ἐπιτηδείῳ καιρῷ. Οὐδὲ γὰρ ἄλλος καιρὸς ἦν τῆς σω τηρίας ἡμῶν ἐπιτηδειότερος, ἢ ἐκεῖνος ὁ κατὰ τὴν τοῦ Αὐγούστου Καίσαρος βασιλείαν, ότε κορυφωθεῖσαν τὴν κακίαν ἔδει καθαιρεθῆναι. "Ωσπερ γὰρ να σημα ύπουλον, καὶ κακόηθες ἐῶσιν οἱ ἰατροὶ πάντα τὸν πονηρὸν χυμὸν ἐχρῆξαι, εἶθ' οὕτως τὰς φαρμακείας ἐπάγουσιν, οὕτως καὶ τὴν ἁμαρτίαν ἔδει πάντα τὰ οἰκεῖα ἑαυτῆς εἴδη ἐπιδείξασθαι, εἶτα τὸν μέγαν «ἰατρὸν ἐπιθεῖναι τὸ φάρμακον. Διὰ τοῦτο δὲ περι έμεινεν ὁ Κύριος τὸ μέτρον τῆς κακίας πληρῶσαι τὸν διάβολον, καὶ οὕτως σαρκωθεὶς πᾶν εἶδος κακίας διά πάσης τῆς ἁγίας αὐτοῦ πολιτείας ἐξιάσατο. Απ εστάλη οὖν ἐν ὥρᾳ, τουτέστι, τῷ ὡραίῳ καὶ ἐπιτηδείῳ καιρῷ, καθὰ καὶ Δαυΐδ λέγει «Περίζωσαι την ρομ φαίαν σου, ἐπὶ τὸν μηρόν σου, δυνατὶ ν τῇ ὡραιότητ σου πάντως γὰρ ῥομφαία μὲν ὁ λόγος τοῦ Θεοῦ, διὰ τοῦ μηροῦ δὲ ἡ ἐν σαρκὶ γένεσις σημαίνεται, ἥτις τῇ ὡραιότητι ἐγένετο, τουτέστιν, ἐν τῷ ἐπιτηδείῳ καιρῷ. Απεστάλη δὲ εἰπεῖν τοῖς κεκλημένοις. Τίνες δέ εἰσιν οὗτοι οἱ κεκλημένοι; Τάχα μὲν καὶ πάντεςἄνθρωποι πάντας γὰρ ἐκάλεσεν ὁ Θεὸς εἰς τὴν ἐπίσ ", γνωσιν αὐτοῦ, τοῦτο μὲν διὰ τῆς τῶν ὁρωμένων εὐτ ταξίας, τοῦτο δὲ διὰ τοῦ φυσικοῦ νόμου· τάχα δὲ εἰ κειότερον οἱ ἐξ Ισραήλ, οἳ διὰ τοῦ νόμου καὶ τῶν προφητῶν ἐκλήθησαν· εἰς τούτους οὖν ἀπεστάλη προηγουμένως ὁ Κύριος, εἰς τὰ πρόβατα οίκου Ἰσραήλ. Αὐτὸς μὲν οὖν ἔλεγε· Ερχεσθε ότι ήδη ἕτοιμά ἐστι πάντα· ἐγγὺς γὰρ εἶναι τὴν βασιλείαν τῶν οὐρανῶν, ἅπασιν εὐηγγελίζετο ὁ Κύριος, καὶ ἐντὸς ὑμῶν. Οἱ δὲ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι, τουτέστιν, ὡς ἐξ ἑνὸς συνθήματος· πάντες γὰρ οἱ ἄρχοντες τῶν Ἰουδαίων παραιτησάμενοι ἔχειν τὸν Ἰησοῦν βασιλέα, οὐδὲ τοῦ δείπνου ἠξιώθησαν· ὁ μὲν διὰ φιλοπλουτίαν, ὁ δὲ διὰ φιληδονίαν. Ο μὲν γὰρ τὸν ἀργὸν ἀγοράσας, καὶ ὁ τὰ ζεύγη τῶν βοῶν, φιλόπλουτοι ἂν νοηθεῖεν· ὁ δὲ τὴν γυναῖκα γήμας, φιλήδονο;· εἰ βούλει δέ μοι, ἀγρὸν ἀγοράζει ὁ διὰ τὴν τοῦ κόσμου σοφίαν μὴ παραδεχόμενο; τὸ μυστή
col. 937–938page 128 of 222
PG 123:937ΧΙΥ. φιν. Αγρός μὲν γὰρ ὁ κόσμος, καὶ ἡ φύσις ἁπλῶς, ὁ δὲ τὴν φύσιν βλέπων, τὸ ὑπὲρ φύσιν οὐ παραδέχεται. Ἰδὼν οὖν ὁ Φαρισαῖος τυχὲν τὸν ἀγρὸν, τουτ ἐστι, πρὸς τοὺς τῆς φύσεως νόμους ἀποβλέψας, οὐ παρεδέξατο τὸ τεκεῖν παρθένον Θεόν, ὡς ὑπὲρ φύσιν ἄν· ἀλλὰ καὶ οἱ τῇ ἔξω σοφίᾳ ἐγκαυχώμενοι πάντες, διὰ τὸν ἀγρὸν τοῦτον, τουτέστι τὴν φύσιν, ἡγνόησαν τὴν καινοτομήσαντα τὴν φύσιν Ἰησοῦν. Ὁ δὲ ζεύγη βοῶν ἀγοράσας πέντε, καὶ δοκιμάζων αὐτὰ, νοηθείη ἂν καὶ ὁ φιλοῦλος ἄνθρωπος, ὃς τὰς πέντε τῆς ψυχῆς αἰσθήσεις ταῖς σωματικαῖς συνέζευξε, καὶ τὴν ψυχὴν σάρκα ἐποίησε· διὰ τοῦτο οἷα δὴ περὶ γῆν ἐνησχου λημένος, οὐ βούλεται του λογικού δείπνου μεταλα Εεῖν, φησὶ γὰρ καὶ σοφός· «Τί σοφισθήσεται ὁ κρατ τῶν ἀρότρου;» Ὁ δὲ διὰ τὴν γυναῖκα ἐκπίπτων, ὁ φιλήδονος εἴη ἄν, ὃς τῇ σαρκὶ τῇ συζύγῳ τῆς ψυχῆς προστετηκώς, καὶ ἐν αὐτῇ ὧν, ὡς κολληθεὶς αὐτῇ, Θεῷ ἀρέσαι οὐ δύναται. Νοήσας δ' ἂν ταῦτα πάντα καὶ κατὰ τὸ ῥητόν· καὶ γὰρ ἐκπίπτομεν τοῦ Θεοῦ καὶ δι' ἀγροὺς, καὶ διὰ ζεύγη βοῶν, καὶ διὰ γάμους, προσκείμενοι μὲν τούτοις, καὶ τὸν ἅπαντα βίον εἰς ταῦτα δαπανώντες, και που καὶ ἄχρις αἱμάτων διὰ ταῦτα ἐκτραχηλιζόμενοι· θεῖον δὲ μηδὲν ἢ νόημα ἢ ῥῆμα διανοούμενοι, ἢ μετερχόμενοι, Και παραγενόμενος ὁ δοῦλος, ἀπήγγειλε τῷ κυ ρίῳ αὐτοῦ ταῦτα. Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης, εἶπε τῷ δούλῳ αὐτοῦ· Εξελθε ταχέως εἰς τὰς πλα τείας, καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχούς, καὶ ἀναπήρους, καὶ χωλούς, καὶ τυφλούς εἰσάγαγε ὧδε. Καὶ εἶπεν ὁ δοῦλος· Κύριε, γέγονεν ὡς ἐπέταξας, καὶ ἔτι τόπο; ἐστί· καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον Εξελθε εἰς τὰς ὁδοὺς, καὶ φραγμούς, καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἰκός μου· λέγω γὰρ ὑμῖν, ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου.» Απερρίφησαν μὲν εἰ ἄρχοντες τῶν Ἰουδαίων, καὶ οὐδεὶς ἐκ τούτων ἐπίσ στευσε τῷ Χριστῷ, ὡς καὶ αὐτοὶ ἐνεκαυχῶντο τη και κ.α. Μὴ γὰρ, φησί, τῶν ἀρχόντων τις ἐπίστευσεν εἰς αὐτόν; Οὗτοι μὲν οὖν οἱ νομομαθεῖς, καὶ Γραμ ματεῖς, ὡς φησιν ὁ προφήτης, μωρανθέντες ἐξέ μέσον τῆς χάριτος· οἱ δὲ ἐκ τῶν Ἰουδαίων ἰδιῶται χωλοῖς, καὶ τυφλοῖς, καὶ ἀναπήροις ἀπεικαζόμενοι, τὰ μωρὰ τοῦ κόσμου, καὶ οἱ ἐξουδενωμένοι, οὗτοι ἐκλήθησαν. Ο γὰρ ὄχλος ἐθαύμαζεν ἐπὶ τοῖς λό γοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόμα της τοῦ Ἰησοῦ, καὶ ἔχαιρον τῇ διδασκαλία. Μεθ' 8 δὲ εἰσῆλθον οὗτοι οἱ ἐξ Ισραήλ, ἡ ἐκλογή, φημί, τοὺς ὁ Θεὸς προώρισεν εἰς δόξαν αὐτοῦ, οἱ ἦσαν Πέ τίς;, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ αἱ λοιπαὶ μυριάδες τῶν πιστευσάντων, ἡ ἀγαθότης τοῦ Θεοῦ καὶ εἰς τὰ Εθνη ὑπερεκχείται· οἱ γὰρ ἐν ταῖς ὁδοῖς, καὶ τοῖς φραγμοῖς, τὰ ἔθνη νοηθεῖεν. Οἱ μὲν Ἰσραηλῖται ἐντὸς ἦσαν τῆς πόλεως, ἅτε καὶ νομοθεσίαν δεξά μενοι, καὶ ἀστειοτέραν διαγωγήν λαχόντες· τὰ δὲ ἔθνη ξένα τῶν διαθηκῶν ὄντα, καὶ ἀπηλλοτριωμέν και τῆς νομοθεσίας τοῦ Χριστοῦ, καὶ μὴ συμπολίται ὄντες τῶν ἁγίων εὐκ ἐν μιᾷ ὁδῷ, ἀλλὰ πολλαῖς τῆς ὀνομίας καὶ ἀγροικίας διέτριβον, καὶ ἐν τοῖς φρα γμοῖς, ταῖς ἁμαρτίαις, φημί ἡ γὰρ ἁμαρτία μέγας φραγμὸς, καὶ μεσότοιχον διϊστῶν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ. ΧΑΙΤΗ, 26. ὦ
col. 939–940page 129 of 222
PG 123:939Τὴν κτηνώδη οὖν τῶν ἐθνῶν διαγωγήν, καὶ εἰς τὰς πολλὰς δόξας μεμερισμένην αινίττεται διὰ τῶν ὁδῶν, τὴν δὲ ἐν ἁμαρτίαις αὐτῶν ζωὴν διὰ τῶν φραγμών οὐχ ἁπλῶς δὲ κελεύει τούτους καλέσαι, ἀλλὰ ἀναγκάσαι, καίτοι προαιρετικὸν ἅπασι τὸ πιστεύειν· ἀλλ' ἵνα μάθωμεν, ὅτι μεγάλης τοῦ Θεοῦ δυνάμεως ση μεῖόν ἐστι τὸ πιστεῦσαι τὰ ἔθνη τοσαύτην ἀγνωσίαν ἔχοντα, διὰ τοῦτο εἶπεν, Ανάγκασον. Εἰ μὴ γὰρ ἦν πολλή τοῦ κηρυττομένου ἡ δύναμις, καὶ μεγάλη ἡ τοῦ λόγου ἀλήθεια, πῶς ἂν ἐπείσθησαν ἄνθρωποι είδω λομανοῦντες, καὶ αἰσχρουργοῦντες ἀθρόον ἐπιγνώνει τὸν ὄντως Θεὸν, καὶ πνευματικὸν βίον τελέσαι; Το τοίνυν παράδοξον τῆς μεταθέσεως θέλων δηλῶσαι, ἀνάγκην τὸ πρᾶγμα ὠνόμασεν· ὡς ἂν εἴποι τις, ὅτι καὶ μὴ βουλόμενοι οἱ Ἕλληνες ἀφεἶναι τὰ εἴδωλα, καὶ τὴν τρυφήν, ὅμως ὑπὸ τῆς ἀληθείας τοῦ κηρύ γματος ἠναγκάσθησαν ταῦτα φυγείν. "Αλλως τε και ἡ δύναμις τῶν σημείων μεγάλην ἐπῆγεν ἀνάγκην τοῦ μετατεθῆναι εἰς τὴν τοῦ Χριστοῦ πίστιν. Καὶ καθεκάστην δὲ ὁ δεῖπνο; οὗτος ἑτοιμάζεται, καὶ και λούμεθα πάντες εἰς τὴν βασιλείαν, ἣν καὶ πρὸ κατα βολῆς κόσμου ήτοίμασεν ὁ Θεὸς τοῖς ἀνθρώποις· ἀλλ᾽ οἱ μὲν διὰ σοφία: περιεργίαν, οἱ δὲ διὰ φιλοῦλίαν, οι δὲ διὰ φιλοσαρπίαν οὐκ ἀξιούμεθα ταύτης· ἡ δὲ τοῦ Θεοῦ φιλανθρωπία ἑτέροις ἁμαρτωλοῖς χαρίζεται ταύτην, τυφλοῖς τὰς νοητὰς ὄψεις, μὴ συνεῖσι τί τὸ θέλημα τοῦ Θεοῦ, ἡ συνιεῖσι μὲν, χωλοῖς δὲ οὖσι, καὶ ἀκινητοῦσι πρὸς τὸ πράττειν τοῦτο· καὶ συνόλως πτωχοῖς ἀποπεσοῦσι τῆς ἄνω δόξης· καὶ ἀναπήροις, ἄμωμον τὸν ἑαυτῶν βίον μὴ ἐπιδεικνυμένοις· τούτοις οὖν τοῖς ἁμαρτωλοῖς εἰς τὰς πλατείας, καὶ εὐρυχώρους ὁδοὺς τῆς ἁμαρτίας πλανωμένοις. ἐπιπέμπει δ Πατὴρ τὸν δειπνοκλήτορα αὐτοῦ Υἱόν, τὸν καὶ δοῦλον γενόμενον κατὰ σάρκα, τὸν μὴ δικαίους ἐλθόντα και λέσαι, ἀλλὰ ἁμαρτωλούς· καὶ ἐστι τούτους φιλοτίμως ἀντ᾽ ἐκείνων των γνωστικῶν καὶ πλουσίων, καὶ τῇ σαρκὶ χαριζομένων. Πολλοῖς δὲ καὶ νήσους ἐπι πέμπων καὶ κινδύνους, ποιεῖ αὐτοὺς καὶ ἄκοντα; ἀποτάξασθαι τῷ βίῳ, οἷς κρίμασιν οἶδε, καὶ εἰσάγει αὐτοὺς εἰς τὸν δεῖπνον αὐτοῦ, ἀνάγκην αὐτοῖς ἐπάν γων τὴν τῶν κινδύνων ἐπιφοράν· καὶ τούτου τὰ πει ραδείγματα πολλά. Διδάσκει δὲ ἡμᾶς καὶ κατὰ τὸ ἁπλούστερον ἡ παραβολὴ τοῖς πένησι καὶ ἀναπήροις χαρίζεσθαι μᾶλλον ἢ τοῖς πλουσίοις, δ καὶ πρὸ ὀλί Ο γου παραινών, διὰ τοῦτο αὐτὸ δοκεῖ τὴν παραβολήν ἐστιᾷν. Καὶ ἄλλο δὲ μανθάνομεν, τὸ ὀφείλειν ούτ ἀδελφῶν, ὥστε καὶ μὴ θέλοντας ἀναγκάζειν προς διδάσκουσι μεγάλη νουθεσία, ὥστε καὶ ἄκοντας εἰπεῖν, πιστούμενος διὰ ταύτης, ὅτι τοὺς πτωχούς δεῖ τως είναι πρόθυμοι, καὶ φιλότιμοι περὶ τὴν ὑποδοχὴν τῶν τὸ μεταλαμβάνειν τῶν ἡμετέρων ἀγαθῶν. Τοῦτο καὶ τοῖς τοὺς μαθητάς παιδεύειν τὸ δέον. Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί, καὶ στρα φεὶς εἶπε πρὸς αὐτούς· Εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφούς, καὶ τὰς ἀδελφὰς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν, οὐ δύναται μου είναι μαθητής· καὶ ὅστις οὐ βαστάζει τὸν σταυ ρὸν αὐτοῦ, καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναταί μου εἶναι μαθητής.» Ἐπειδὴ πολλοὶ τῶν συμπορευομέν νων τῷ Ἰησοῦ, οὐ σὺν προθυμίᾳ πάσῃ, καὶ ἀποταγή ἠκολούθουν, ἀλλὰ ψυχρότερον διέκειντο, διδάσκων
col. 941–942page 130 of 222
PG 123:941Ει αὐτοὺς οἷον δεῖ τὸν μαθητὴν αὐτοῦ εἶναι, ἀποφαίνεται περὶ τούτου, καὶ οἷον διατυποῖ αὐτὸν, καὶ ζωγραφεί εἰσηγούμενος δεῖν αὐτὸν μισεῖν οὐ μόνον τοὺς ἔξω θεν αὐτῷ ᾠχειωμένους, ἀλλὰ καὶ τὴν ἑαυτοῦ ψυχήν. Ορα δὲ μὴ συναρπασθῇς τῷ ῥητῷ ἁπλῶς οὕτως καὶ ἀνεπιστημόνως. Οὐ γὰρ ἀπανθρωπίαν διδάσκει ὁ φιλάνθρωπος, οὐδὲ διαχειρίζεσθαι ἑαυτοὺς νουθετεί, ἀλλὰ τόν γε γνήσιον αὐτοῦ μαθητήν βούλεται τότε μισεῖν τοὺς κατὰ γένος οἰκείους, ὅτι πρὸς θεοσέβειαν αὐτῷ ἐμποδίζοιεν καὶ διὰ τὴν πρὸς αὐτοὺς σχέσιν κωλύοιτο αὐτὸς τὸ καλὸν μετιέναι· ἐπεὶ εἰ μὴ ἐμπου δίζοιεν, τιμήν μᾶλλον ἄχρι τῆς τελευταίας ἀναπνοῆς διδάσκει. Καὶ πῶς διδάσκει; Διὰ τῆς μείζονος διδα σκαλίας, φημί, δι' ὧν ἔπραξεν αὐτός· καὶ γὰρ τῷ Ἰωσήφ, καίτοι οὐδὲ κυρίως αὐτοῦ πατρὶ ὄντι, ἀλλὰ νομιζομένῳ, ἦν ὑποτασσόμενος, καὶ τῆς Μητρὸς τοσαύτην ἐποιεῖτο ἀεὶ τὴν πρόνοιαν, ὥστε οὐδὲ σταυ ρούμενος ἡμέλησε ταύτης, ἀλλὰ παρεδίδου τῷ ἡγα πημένῳ μαθητή. Πῶς οὖν ὁ ταῦτα διδάξας διὰ τῶν ἔργων, ἕτερα διὰ τῶν λόγων εἰσηγοῦτο; Αλλ' ὅπερ ἔφην, μισεῖν ἡμᾶς τοὺς γονεῖς ἐντέλλεται, ὅτε Θεὸς τὸ κινδυνευόμενον. Τότε γὰρ οὐ γονείς λογίζονται οὐδὲ οἰκεῖοι, πρὸς τὴν τοιαύτην ὠφέλειαν ἡμῖν ἀντι πίπτοντες. Κάντεῦθεν δὲ δῆλον, 8 λέγομεν, ἐκ τοῦ καὶ τὴν ἑαυτοῦ ψυχὴν ἐντέλλεσθαι μισεῖν· πάντως γὰρ οὐ τοῦτο διακελεύεται τὸ ἑαυτοὺς ἀποκτιννύναι, ἀλλὰ τὸ ταῖς ἐπιθυμίαις τῆς ψυχῆς ταῖς χωριζούσαις ἡμᾶς τοῦ Θεοῦ ἀποτάσσεσθαι· καὶ εἰ πρόκειται μαρο τύριον, μὴ φροντίζειν τῆς ψυχῆς, μόνον κέρδους προσ κειμένου αἰωνίου. Οτι δὲ τοῦτο διδάσκει, καὶ οὐ τὸ ἁπλῶς ἑαυτοὺς ἀποκτιννύναι, δείκνυσι πάλιν αὐτὸς ἐξ ὧν τοῦ διαβόλου πειράζοντος αὐτὸν, ὥστε βαλεῖν ἑαυτὸν κάτω ἀπὸ τοῦ ἱεροῦ, ἀπεκρούσατο τὴν πεῖ ραν, καὶ οὐδὲ ἐπεδίδου ἑαυτὸν τοῖς Ἰουδαίοις, ἀλλὰ καὶ ἀνεχώρει, καὶ διὰ μέσου αὐτῶν ἀνερχόμενος τοὺς φωνοῦντας [[. φονῶντας] ἀπεκρύπτετο. "Οστις οὖν βλαπτόμενος εἰς θεοσέβειαν ὑπό τινος τῶν οἰκείων, στέργει τὴν πρὸς αὐτοὺς σχέσιν, καὶ προτιμοτέραν ταύτην ποιεῖται τῆς πρὸς τὸν Θεὸν εὐαρεστήσεως, ἔτι τε καὶ διὰ τοῦ φιλοζωεῖν πολλάκις καὶ εἶτος οὐ δύναται Χριστοῦ εἶναι μαθητής. Τίς γὰρ ἐξ ὑμῶν θέλων πύργον οἰκοδομήσαι, οὐχὶ πρῶτον καθίσας ψηφίζει την δαπάνην, εἰ ἔχει τὰ εἰ; ἀπαρτισμὸν, ἵνα μήπωτε, θέντος αὐτοῦ θεμέλιον, καὶ μὴ ἰσχύοντος ἐκτελέσαι, πάντες οἱ θεωροῦντες ἄρξωνται ἐμπαίζειν αὐτῷ λέγοντες, ὅτι, Οὗτος ὁ ἄν θρωπος ήρξατο οἰκοδομεῖν, καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι; ο Διὰ τῆς τοῦ πύργου παραβολῆς διδάσκει ἡμᾶς ὁ Κύριος ἅπαξ ἀκολουθεῖν αὐτῷ ἑλομένους, φυλάξαι τὴν αὐτὴν προαίρεσιν, καὶ μὴ θεμέλιον μὲν κατα βαλέσθαι, ἤτοι ἀρχὴν ἀκολουθήσεως, εἶτα τέλος μὴ ἐπιθεῖναι, ὡς μὴ ἔχοντας ἀρκοῦσαν τὴν παρασκευὴν τῆς προθυμίας. Τοιοῦτοι ἦσαν ἐκεῖνοι, περὶ ὧν Ἰωάν νης ὁ εὐαγγελιστὴς ἔφη· Πολλοὶ οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω. Καὶ πᾶς δὲ ἄνθρωπος (α) μαρτυρίου προκειμένου εἰς ἄρνησιν ἐκτραχηλίζεται,
col. 943–944page 131 of 222
PG 123:943οι 4 πράττειν μὲν τὴν ἀρετὴν ἑλόμενος, μὴ φθάσας δε. ὥστε καὶ θείαν γνῶσιν προσλαβεῖν, διὰ τὸ ἀτελῶς καὶ ἀλόγως τῆς ἀρετῆς ἄρξασθαι, ἀτελῶς κτίζει, μὴ δυνάμενος ἀπαρτίσαι τὸν πύργον τῆς ὑψηλῆς γνώ σεως· ὅθεν καὶ ἐμπαίζεται ὑπὸ τῶν θεωρούντων α τὸν καὶ ἀνθρώπων καὶ δαιμόνων. Καὶ ἄλλως δὲ, θε μέλιον μὲν νοήσαις τὸν διδασκαλικὸν λόγον. Ο γὰρ τῆς διδασκαλίας λόγος διαλαμβάνων, φέρε εἰπεῖν, περὶ ἐγκρατείας θεμελίῳ ἔοικε καταβληθεὶς ἐπὶ τὴν τοῦ μαθητοῦ ψυχήν. Δεῖ οὖν τῷ λόγῳ τούτῳ, έτσι τῷ θεμελίῳ, καὶ ἐποικοδομεῖν, τὰ τῆς πράξεως λέγω ἵνα καὶ πύργος ἡμῖν ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ ἀπαρτισθείη ἡ ἀρετὴ ἐκείνη, ἣν προεθέμεθα. Ότι θεμέλιος μὲν ὁ λόγος, οἰκοδομὴ δὲ ἡ πρᾶξις, ἱκανῶς ἡμᾶς ὁ ᾿Απόστολος διδάσκει λέγων, ότι ο Θεμέλιον τέθεικα Ἰησοῦν Χριστὸν, ἄλλος δὲ ἐποικοδομεῖ· καὶ ἑξῆς καταλέγει τάς διαφόρους οἰκοδομές, ήτοι έργα σίας ἢ καλῶν ἢ πονηρῶν ἔργων· φοβηθώμεν ουν, μήποτε ἐμπαίζωσιν ἡμῖν οἱ δαίμονες, περὶ ὧν ὁ προ φήτης φησὶνἔτι, ο Ἐμπαῖκται κυριεύσουσιν αὐτῶν, ο τῶν ὑπὸ τοῦ Θεοῦ δηλαδὴ ἀπωσμένων. Η τίς βασιλεύς πορευόμενος συμβαλεῖν, ἐτέει βασιλεῖ εἰς πόλεμον, οὐχὶ καθίσας πρῶτον βουλεύεται, εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ἀπαντῆσα: τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ πρὸς αὐτόν· εἰ δὲ μήγε ἔτι πόλεω αὐτοῦ ὄντος, πρεσβείαν ἀποστείλας ἐρωτᾷ τὰ πρὸς εἰρήνην; Οὕτως αν πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής. Καλὸν τὸ ἄλα;· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; Οὔτε εἰ; γῆν εὔτε εἰς κοπρία, εὔθετόν ἐστιν ἔξω βάλλουσιν αυτό. Ει Ο ἔχων ώτα ακούειν, ἀκουέτω.» Καὶ αὕτη ἡ παρα βολή διδάσκει ἡμᾶς μὴ διψύχους εἶναι, μηδὲ σ: ρα καὶ Θεῷ προσηλῶσθαι· ἀλλ᾽ εἰ μέλλοιμεν τὸν κατά τῶν πονηρῶν δυνάμεων πόλεμον ἄρασθαι, προσφέρεσθαι αὐτοῖς ὡς ἐχθροῖς, καὶ ἀληθῶς ἀντιπαρατάτο τεσθαι Βασιλεὺς μὲν οὖν ἐστι καὶ ἡ ἁμαρτία βασ λεύουσα ἐν τῷ θνητῷ σώματι ἡμῶν τῶν παραδεχομένων αὐτήν· βασιλεὺς δὲ καὶ ὁ νοῦς ἡμῶν ἐκτίσθη. Εἰ τοίνυν μέλλοις» ἀντιστῆναι τῇ ἁμαρτία, διαψύχως πολεμείτω αὐτῇ. Δεινὸς γὰρ ὁ στρατός ταύτης καὶ φοβερός, καὶ μείζων καὶ πλείων δοκεῖ ἡμῶν· οἱ γὰρ δαίμονες στρατιῶται τῆς ἁμαρτίας, οἱ δοκοῦσιν εἰ κοσι χιλιάδων ἀριθμὸν ἐπέχειν, πρὸς δέκα χιλιάδες ἡμετέρας· ἀσώματοι γὰρ ὄντες, καὶ πρὸς τοὺς ἐν σωμάτους ἡμᾶ, συγκρινόμενοι, πλείονα τὴν ἰσχὺν δοκοῦσιν ἔχειν· κἂν οὖν δοκῶσιν ἰσχυρότεροι, ἀλλ' ἡμεῖς δυνάμεθα ἀντιπαρατάσσεσθαι. Ἐν τῷ Θεῷ γάρ, φησί, ποιήσομεν δύναμιν· ν καί· ο Κύριος φωτισμό; μου καὶ Σωτήρ μου, τίνα φοβηθήσομαι; Ἐὰν παρα τάξηται ἐπ' ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου.» Δέδωκε δὲ ἡμῖν πάντως ὁ σαρκωθείς δι' ἡμᾶς Θεὸς πατεῖν ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Διὸ καὶ ἐπειδὴ ἐν σαρκὶ ὄντες, οὐ σαρκικά όπλα έχομεν, καν δέκα χιλιάδας δοκώμεν ἔχειν, διὰ τὸ ἐν σώματι εἶναι, ἐκείνων εἴκοσι χιλιάδων ὄντων διὰ τὸ ἀσώμα σαν τῆς φύσεως, ὅμως λέγειν ὀφείλομεν ο Κύριο, ὁ
col. 945–946page 132 of 222
PG 123:945ΧΥ. ἐλεός μου, δύναμίς μου· ο καὶ μηδέποτε εἰρηνεύσωμεν πρὸς τὴν ἁμαρτίαν, ὅπερ ἐστὶ δουλωθῆναι τοῖς πάθεσιν· ἀλλὰ μᾶλλον ἀντιστῶμεν αὐτοῖς καὶ ἄσπονδον μέσος πρὸς αὐτὰ ἀναδεξώμεθα, μηδὲν θέλοντες ἔχειν τῶν τοῦ κόσμου ἐμπαθῶν, ἀλλ' ἀποτασσόμενοι τ σιν· ὅτι οὐ δύναται Χριστοῦ εἶναι μαθητής ὁ μὴ ἀποτασσόμενος πᾶσιν, ἀλλ' εἰρηνεύων πρός τινα τῶν ἐν τῷ κόσμῳ ψυχοβλαβών. Ο γὰρ Χριστοῦ μαθητής, Ένας οφείλει εἶναι, οὐ μόνον αὐτὸς ἀγαθὸς ὤν, καὶ κακίας ἀμέτοχος, ἀλλὰ καὶ ἄλλοις μεταδοτικὸς ἀγα θέτητος· τοιοῦτον γὰρ τὸ ἅλας· αὐτή τε ἄτηπτον μένον καὶ ἀβλαβές, καὶ ἕτερα διαφυλάττει ἄσηπτα, οἷς ἂν μεταδῷ τῆς ποιότητος. Ἐὰν δὲ τὸ ἅλας ἀπο βάλῃ τὴν οἰκείαν φύσιν, ἄχρηστον πάντη γίνεται, οὔτε εἰς γῆν, οὔτε εἰς κοπρίαν εὔθετον ὅν. "Ο δὲ λέ γει, τοιουτόν ἐστιν· Ἐγὼ μὲν πάντα Χριστιανὸν ὠφέλιμον καὶ ἀρτυτικὸν βούλομαι εἶναι, οὐ μόνον τὸν διδασκαλίας χάρισμα εγκεχειρισμένον, οἷοι ἦσαν οἱ ἀπόστολοι, καὶ διδάσκαλοι, καὶ ποιμένες, ἀλλὰ καὶ τοὺς λαϊκοὺς αὐτοὺς χρησίμους, καὶ ἐπωφελεῖς τοῖς πλησίον ἀπαιτῶ εἶναι. Ἐὰν δὲ ὁ μέλλων ἑτέρους ὠφελεῖν, αὐτὸς ἀδόκιμος γένηται, καὶ ἐκστῇ τῆς προσηκούσης τῷ Χριστιανῷ καταστάσεως, οὔτε ώρε λῆσαι, οὔτε ὠφεληθῆναι δυνήσεται. • Οὔτε γὰρ εἰς γῆν, φησίν, οὔτε εἰς κυπρίαν εὔθετόν ἐστιν, ο Αἰν:το τεται δὲ διὰ μὲν τῆς γῆς τὸ ὠφελούμενον, διὰ δὲ τῆς κοπρίας τὸ ὠφελοῦν. Διὸ ὡς μήτε ὠφελῶν, μήτε ὠφελούμενος ἀπόβλητος πάντη καὶ ἀποβιπτέος ἐπεὶ δὲ σκοτεινός και παραβολικὸς ὁ λόγος ἦν, δις. γείρων τοὺς ἀκροατὲς ὁ Κύριος εἰς τὸ μὴ ἁπλῶς παραδέξασθαι τὸ ῥηθὲν περὶ τοῦ ἅλατος, φητές. Ο ἔχων ὦτα ἀκούειν, ἀκουέτω,» τοῦτ' ἔστιν, Ὁ ἔχων σύνεσιν συνέτω· ὦτα γὰρ ἐνταῦθα τὴν αἰσθητικὴν δύναμιν τῆς ψυχῆς, καὶ τὴν πρὸς τὸ συνιέναι ἐπιτηδειότητα νοητέον· ἕκαστος οὖν ἡμῶν τῶν πιστῶν ἅλας ἐστὶν, ἐκ τῶν θείων λόγων καὶ τῆς ἄνωθεν χά ριτος ταύτην τὴν ποιότητα δεδεγμένος· Οτι δὲ ἡ χά ρις ἅλας ἐστὶν, ἄκουε του Παύλου. Ο λόγος ὑμῶν Έστω ἐν χάριτι ἄλατι ἠρτυμένος· ν ὡς ὅταν ὁ λόγος εἴη ἄχαρις, άναλος λέγοιτο. Εἰ τοίνυν καταφρονήσομεν τῆς τῶν θείων λόγων ποιότητος, καὶ οὐ δε χόμεθα ταύτην εἰς ἑαυτοὺς καὶ ποιούμεθα ἐξ αὐτῆς, τότε μωροὶ καὶ ἀσύνετοι γινόμεθα, καὶ ὄντως ἐπ ράνθη τὸ ἅλας ἡμῶν, ὡς μὴ ἔχων τὴν τῆς ἄνωθεν χάριτος ποιότητα. ΚΕΦΑΛ. ΙΕ. Περὶ τῶν ἑκατων προβάτων παραβολή. Περὶ τοῦ ἀποδημήσαντες εἰς χώραν μακράν. Ησαν δὲ ἐγγίζοντες αὐτῷ πάντες οι τελώναι, καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ· καὶ διεγόγγυζον οι Φαρισαῖοι καὶ οἱ Γραμματεῖ; λέγοντας, ὅτι, Οὗτος ἁμαρτωλούς προσδέχεται και συνεσθίει αὐτοῖς. Εἶπε δὲ πρὸς αὐτοὺς τὴν παραβολήν ταύτην λέγων· Τί; ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα, καὶ ἀπ' α λέσας ἓν ἐξ αὐτῶν, οὐ καταλείπει τὰ ἐννενηκονταεννέα ἐν τῇ ἐρήμῳ, καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλές, άχαρις,

Chapter XVCaput XV

col. 947–948page 133 of 222
PG 123:947ἕως εὕρῃ αὐτό· καὶ εὐρὼν ἐπιτίθησιν ἐπὶ τούς ὤμους αὐτοῦ χαίρων, καὶ ἐλθὼν εἰς τὸν οἶκον αὐτοῦ συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας λέγων αὐτοῖς Συγχάρητέ μοι, ότι εὗρον τὸ πρόβατόν μου τὸ ἀπο Σωλός; Λέγω ὑμῖν, ὅτι οὕτω χαρὰ ἐν τῷ οὐρανῷ ἔσται ἐπὶ ἐπὶ ἁμαρτωλῷ μετανοοῦντι, ἢ ἐπὶ ἐννενα κονταεννέα δικαίοις, οἵτινες οὐ χρείαν ἔχουσι μετα νοίας. Η τις γυνή δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπο λέσῃ δραχμήν μίαν, οὐχὶ ἅπτει λύχνον, καὶ σαροί τὴν οἰκίαν, καὶ ζητεῖ ἐπιμελῶς, ἕως ὅτου εὕρῃ, καὶ εὑροῦσα, συγκαλεῖ τὰς φίλας καὶ τὰς γείτονας λέ γουσα· Συγχάρητέ μοι, ὅτι εὗρον τὴν δραχμήν, ἣν ἀπώλεσε; Οὕτω λέγω ὑμῖν, χαρὰ γίνεται ενώ πιον τῶν ἀγγέλων τοῦ Θεοῦ ἐπὶ ἐνὶ ἁμαρτωλῷ μετα νοοῦντι. Ὁ μὲν Κύριος ἐκεῖνο ἐποίει οὗ ἕνεκεν καὶ εσαρκώθη, προσιέμενος τοὺς τελώνας καὶ τοὺς ἁμαρτωλούς, ὡς ἰατρὸς τοὺς ἀσθενοῦντας· οἱ δὲ ἁμαρτωλοὶ τῷ ὄντι Φαρισαῖοι γογγυσμῷ τὴν φιλακι θρωπίαν ταύτην ημείβοντο· βδελυκτοὺς γὰρ ἡγού μενοι τοὺς τελώνας, αὐτοὶ τὰς οἰκίας τῶν χηρῶν καὶ τῶν ὀρφανῶν κατήσθιον. Τί οὖν ὁ Κύριος; Ὥσπερ πρὸς τοὺς τελώνας ἐφιλανθρωπεύετο, οὕτω δὴ καὶ πρὸς τούτους αὐτοὺς τοὺς τὴν φιλανθρωπίαν ταύτην διαβάλλοντας· οὐ γὰρ ἀποστρέφεται τούτους ὡς ἀνιάτους καὶ γογγυστάς, ἀλλὰ πραέως θεραπεύει παραβολὴν αὐτοῖς λέγων τὴν τῶν προβάτων, καὶ ἀπὸ τῶν ἐναργῶν καὶ φανερῶν πείθων αὐτοὺς, καὶ ἐπιστομίζων μὴ δυσχεραίνειν ἐπὶ τῷ τοσούτῳ τῆς ἀγαθότητος χύματι. Καίτοι εἰ ἐπὶ προβάτῳ ἑνὶ ἀλόγῳ, καὶ μὴ κατ' εἰκόνα Θεοῦ γεγενημένῳ τοσαύτη χαρά γίνεται εὑρεθέντι μετὰ τὸ πλανηθῆναι, πόσην εἰκὸς γίνεσθαι ἐπὶ ἀνθρώπῳ λογικῷ κατ' εἰκόνα Θεοῦ δε δημιουργημένῳ; Προδήλως μὲν οὖν ἡ παραβολή τους δικαίους φησὶ πρόβατα εννενηκονταεννέα, καὶ ἐν τὸν ἐκπεσόντα ἁμαρτωλόν. Φασὶ δέ τινε; ἑκατὸν μὲν πρόβατα πᾶσαν τὴν λογικὴν κτίσιν, ἐν δὲ πρόσ βατον τῆς λογικῆς φύσεως τὸν ἄνθρωπον, δ πλαντ θὲν ἀνεζήτησεν ὁ ποιμὴν ὁ καλός, ἀφεὶς τὰ ἐννεσης κονταεννέα ἐν τῇ ἐρήμῳ, τουτέστιν, ἐν τῷ ἄνω τόπῳ τῷ οὐρανίῳ. Ερημος γὰρ πολυοχλίας κοσμικῆς ἀπῳκισμένος ὁ οὐρανὸς, καὶ πάσης γαλήνης καὶ εἰρήνης με μεστωμένος. Εὑρὼν δὲ ὁ Κύριος τοῦτο τὸ πλανηθέν, ἐπέθηκεν ἐπὶ τοὺς ὤμους αὐτοῦ. 404 Τὰς γὰρ ἀσθενείας ἡμῶν, καὶ τὰς ἁμαρτίας αὐτὸς ἐβάστασε, καὶ πάντα τὰ βάρῃ ἡμῶν αὐτὸς ἀβαρῶς ἀνεδέξατο· πάντα ὅσα ἐχρεωστούμεν, αὐτὸς ἀπο φλήσας, καὶ ἡμᾶς ῥᾳδίως καὶ ἀπόνως τώτας ἄχρι καὶ τοῦ οἴκου αὐτοῦ, τουτέστι, τοῦ οὐρανοῦ· καὶ συγκαλεί τους φίλους καὶ τοὺς γείτονας, τάχα τοὺς ἀγγέλους, οὓς καὶ πρόβατα εἶναι ἀποδεδώκαμεν κατ' ἄλλην καὶ ἄλλην ἐπιβολήν. Καθ' δ μὲν γὰρ πᾶσα κτιστὴ φύσις ὡς πρὸς Θεὸν κτηνώδης ἐστί, κατὰ τοῦτο πρόβατα καλοῖντο ἂν αἱ ἄνω δυνάμει;. Καθὸ δὲ λογικαί, ήγουν νοεραὶ καὶ πλησιέστερα: τῶν ἄλλων κτισμάτων δοκοῦσαι, κατὰ τοῦτο φίλοι καὶ
col. 949–950page 134 of 222
PG 123:949γείτονες οἱ τῶν ἀγγελικῶν δυνάμεων χοροὶ νοηθεῖν. Καὶ γυναῖκα δὲ νοήσαις, τὴν σοφίαν, καὶ δύναμιν τοῦ Θεοῦ καὶ Πατρὸς τὸν αὐτοῦ Υἱόν, ὃς ἀπώλεσε μίαν δραχμὴν ἐκ τῶν λογικῶν, καὶ κατ' εἰκόνα αὐτοῦ κτισθέντων κτισμάτων τὸν ἄνθρωπον, καὶ ἅπτει λύχνον, τὴν ἑαυτοῦ σάρκα. Ὥσπερ γὰρ ὁ λύ χνος ἐκ γῆς ὢν τὰ ἐσκοτισμένα φωτίζει διὰ τοῦ φωτός, οὗ δέχεται, οὕτω καὶ ἡ σάρξ τοῦ Κυρίου γήϊ νος οὖσα, καὶ ὁμοία ἡμῖν, τῷ φωτὶ τῆς θεότητος, ὑφ᾽ ἧς προσελήφθη, ἔφανε· καὶ μὴν ἐσαρώθη καὶ ὁ οἶκος, τουτέστιν, ἅπας ὁ κόσμος ἀπεκαθάρθη τῆς ἁμαρτίας. Χριστὸς γὰρ ἦν ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Καὶ δὴ εὑρέθη ἡ δραχμή, ή βασιλική εἰκὼν, καὶ χαρὰ γίνεται αὐτῷ τε τῷ εὑρόντι Χριστῷ, καὶ ταῖς ἄνω δυνάμεσιν, αι φίλαι αὐτῷ καὶ γείτονες εἰσι· φίλαι μὲν ὡς τὸ θέλημα αὐτοῦ ποιοῦσαι, γείτονες δὲ ὡς ἀσώματος. Ζητῶ δὲ μή ποτε φίλαι μὲν αὐτοῦ εἰσι πᾶσαι αἱ ἄνω δυνάμεις, γείτονες δὲ αἱ πλησιέστεραι, οἷον Θρόνοι, Χερουβείμ, Σεραφείμ. Ορα γὰρ τὴν λέξιν. Και συγκαλεῖ τὰς φίλας καὶ τὰς γείτονας· ο ἔοικε γὰρ δύο τινὰ μέρη παραδηλοῦν, εἰ καὶ περιεργότερον δόξει. Είπε δέ· 'Ανθρωπός τις εἶχε δύο υἱοὺς, καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρὶ· Πάτερ, δός μοι τὸ ἐπι βάλλον μέρος τῆς οὐσίας· καὶ διεῖλεν αὐτοῖς τὸν βίον. Καὶ μετ' οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς, ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισε τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως δαπανήσαντος δὲ αὐτοῦ πάντα, ἐγένετο λιμός ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ύστε ρεῖσθαι, καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης· καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους, καὶ ἐπεθύμει γεμί. σαι τὴν κοιλίαν αὐτοῦ ἐκ τῶν κερατίων ὧν ἤσθιον εἰ χοίροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ.» Καὶ αὕτη ἡ παρα βολὴ ὁμοία ταῖς προλαβούσαις ἐστίν· εἰσάγει γὰρ καὶ αὕτη ἄνθρωπον μὲν, τὸν Θεὸν, τὸν ὄντως φιλανθρώπου' νἱοὺς δύο, τὰ δύο τάγματα τῶν ἀνθρώπων, δια καίους φημὶ καὶ ἁμαρτωλούς. Εἶπε δὲ ὁ νεώτερος Δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. Η δικαι σύνη μὲν ἀρχαῖον κτῆμα τῆς ἀνθρωπίνης φύσεως, διὸ καὶ ὁ πρεσβύτερος υἱὸς οὐκ ἀποσκιρτῇ· ἡ δὲ ἁμαρτία υστερογενές κακόν, διὸ καὶ ὁ νεώτερος ἀπο σκιρτᾷ, ὁ τῇ ἁμαρτία δηλαδὴ τῇ ὕστερον έπειτα αχθείσῃ συναυξηθείς. Καὶ ἄλλως δὲ νεώτερος υἱλς λέγεται ὁ ἁμαρτωλός, ὡς νεωτεριστής, καὶ ἀποστά της, καὶ ἀντάρας τῷ πατρικῷ θελήματι. • Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας.» Οὐσία τοῦ ἀνθρώπου τὸ λογικόν ἐστιν, ᾧ παρέπεται καὶ τὸ αὐτεξούσιον, πᾶν γὰρ λογικὸν αὐτεξούσιον. Δίδωσιν οὖν ἡμῖν ὁ Κύριος τὸν λόγον, ἵνα χρησώμεθα αὐτο εξουσίως τούτῳ ὡς οὐσίᾳ ὄντι ἡμετέρα. Δίδωσι δὲ πᾶσιν ἐπίσης, πάντες γὰρ ἐπίσης λογικοί, επίσης αὐτεξούσιοι· ἀλλ᾽ οἱ μὲν κατὰ λόγον χρώμεθα τῇ φιλοτιμίς ταύτῃ, οἱ δὲ καὶ ἀχρειοῦμεν τὸ θεῖον δῶ ρον. Καὶ πάντα δὲ ἁπλῶς, ὅσα δέδωκεν ἡμῖν ὁ Κύ ριος, οὐσία ἡμῶν λογισθείεν, οἷον λέγω οὐρανὸν, γῆν, ἁπλῶς τὴν κτίσιν πᾶσαν, νόμον, προφήτας. 'Αλλ' ὁ μὲν νεώτερος υἱὸς εἶδον οὐρανὸν, καὶ ἐθεοποίησεν, Ει
col. 951–952page 135 of 222
PG 123:951εἶδε γῆν, καὶ ἐσεβάσθη, καὶ ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ηβουλήθη πορεύεσθαι, ἐν τοῖς προφήταις ἐπονη μεύο σατο. Ο δὲ πρεσβύτερος υἱὸς πᾶσι τούτοις εἰς δύ ξαν Θεοῦ ἀπεχρήσατο. Δοὺς οὖν ταῦτα ἐπίσης εἴασεν αὐτεξουσίως πορεύεσθαι, οὐδένα γὰρ βιάζεται με δουλεύειν αὐτῷ βουλόμενον. Εἰ γὰρ ἤθελε βιάζεσθαι, οὐδ' ἂν λογικοὺς ἡμᾶς καὶ αὐτεξουσίους ἐδημιούργησεν. "Απαντα δὲ ταῦτα συλλήβδην ο νεώτερος ἐδαπάνησε· καὶ τί τὸ αἴτιον; Οτι ἀπεδήμησεν εἰς χώραν μακράν. Επειδὰν γὰρ ὁ ἄνθρωπος ἀποστῇ ἀπὸ Θεοῦ, καὶ μακρὰν ἑαυτὸν ποιήσῃ τοῦ θείου φόβου, πάντα τὰ θεῖα δῶρα ἐκδαπανᾷ. Ἐγγὺς μὲν ὄντες τοῦ Θεοῦ, οὐδὲν τοιοῦτον ποιοῦμεν ἀπωλείας ἄξιον, κατὰ τόν «Προωρώμην τὸν Κύριον ἐνώπιόν με διαπαντός, ὅτι ἐκ δεξιῶν μου ἐστὶν, ἵνα μὴ σαλευθώ. ο Μακρὰν δὲ αὐτοῦ καὶ ἀποστάται γενόμενοι τὰ χεί ριστα πάντα καὶ ποιοῦμεν, καὶ πάσχομεν, κατά τό Ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται. κ Διασκόρπισε τοίνυν τὴν οὐσίαν εἰκότως· ἡ μὲν γὰρ ἀρετὴ ἕνα ὄρον ἔχει, καὶ ἕν τι ἐστίν· ἡ δὲ κακία πολυσχιδής ἐστι, καὶ πλάνας ἐμποιοῦσα πολλάς, οἷσ λόγου χάριν, τῆς μὲν ἀνδρίας εἷς ἐστιν ὅρος, τὸ δὲ ἔστιν, ὅτε δεῖ, καὶ ὡς δεῖ, καὶ πρὸς οὓς δεῖ τῷ θυ μικῷ χρᾶσθαι. Τῆς δὲ κακίας δύο τὰ εἴδη, δειλία καὶ θρασύτης. Ορᾷς σκορπιζόμενον τὸν λόγον, καὶ τὴν ἑνότητα τῆς ἀρετῆς ἀπολλυμένην; Δαπανηθείσης δὲ τῆς οὐσίας ταύτης, καὶ μηκέτι κατὰ λόγον, τὸν φυσικὸν νόμον φημί, πορευομένου τοῦ ἀνθρώπων, ἀλλὰ μηδὲ νόμῳ στοιχοῦντος τῷ γραπτῷ, μηδέ προ φητῶν ἀκούοντος, λιμὸς ἰσχυρὸς γίνεται, οὐ λιμό ἄρτου, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου. Και ἄρχεται ὑστερεῖσθαι, οἷα μὴ φοβούμενος τὸν Κύριον, ἀλλὰ μακρὰν ἀπέχων αὐτοῦ· ὡς τοῖς γε φοβουμένοις τὸν Κύριον οὐκ ἔστιν ὑστέρημα. Πῶς δὲ οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις; Διότι ὁ φοβούμενος τὸν Κύριον ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Δια τοῦτο δὲ δόξα καὶ πλοῦτο; ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἐσκόρπισε μᾶλλον αὐτὸς, καὶ ἔδωκε τοῖς πένης, τοσοῦτον ἀπέχει τοῦ αὐτὸς ὑστερεῖσθαι. Ὁ τοίνυν μακρὰν ἀποδημήσας τοῦ Θεοῦ, καὶ μὴ πρὸ ὀφθαλμῶν ἔχων τὸ φοβερὸν αὐτοῦ πρόσωπον, ὑστερεῖται εἰκό τως, οὐδενὸς θείου λόγου ἐν ἐκείνῳ ἐνεργοῦντος. Καὶ πορευθείς, τουτέστι, προοδεύσας, καὶ προκε; τῇ κακίμ, ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης. Ὁ μὲν γὰρ κολλώμενος τῷ Κυρίῳ, ἐν πνεῦμα γίνεται· ὁ δὲ κολλώμενο; τῇ πόρνῃ, φύσει τῶν δαιμόνων, ἓν σῶμα γίνεται, σαρξ ὅλος καθιστάμενος, καὶ μὴ πνεύματος χώρησις ἐν ἑαυτῷ ἔχων, ὡς οἱ ἐπὶ τοῦ κατακλυσμού. Πολῖται γὰρ τῆς χώρας ἐκείνης τῆς ἀπεχούσης τοῦ Θεοῦ οἱ δαίμονες πάν τως εἰσίν. Οὗτος δὲ προκόψας, καὶ ἐν κακίᾳ δυνατός γεγονώς βόσκει χοίρους, τουτέστι, καὶ ἄλλοις διδά σκαλος πονηρίας γίνεται καὶ βορβορώδους πράξεω;. Πάντες γὰρ οἱ τῷ βορβόρῳ τῶν ἀτίμων πράξεων καὶ ὑλικῶν παθῶν ἐντούμενοι, μοῖροι· τοῦ χοίρου γάρ οἱ ὀφθαλμοὶ οὐδέποτε τὰ ἄνω βλέπειν δύνανται, ἀλλοκότου διαπλάσεως τυχόντες. Ὅθεν καὶ οἱ α
col. 953–954page 136 of 222
PG 123:953βοσκο! ἐπειδὰν χοίρον κατέχοντες, οὐ δύνωνται παύειν ή αὐτὸν βοῶντα, ἀναστρέψαντες υπτιον, μετριώτερον αὐτὸν πείθουσι βοᾷν. Οἱονεὶ γὰρ εἰς θέαν ἐλθὼν ὧν οὐκ εἶδέ ποτε, καὶ τὰ ἄνω βλέπων ἐκπλήττεται, καὶ σιγῇ· τοιοῦτοι οἱ ὀφθαλμοὶ τῶν τοῖς φαύλοις ἐντρεφομένων, οὐδέποτε τὰ ἄνω ὁρῶσι. Τούτους οὖν βόσκει ὁ πολλῶν ἐν κακίᾳ προέχων, οἷοι οἱ πορνοβοσκοί, οἱ ἀρχιλησταί, οἱ ἀρχιτελῶναι, πάντες γὰρ οὗτοι χοί μους βόσκειν λεχθήσονται. Επιθυμεῖ δὲ ἡ ἐλεεινός εξ:ος κορεσθῆναι τῆς ἁμαρτίας, καὶ οὐδεὶς αὐτῷ δίδωσι ταύτης κόρον. Τῶν γὰρ κακῶν οὐ λαμβάνει κόρον, ὁ τούτοις ἐνεθισθείς· μὴ γὰρ μένει ἡ ἡδονὴ, ἀλλ᾽ ἅμα γίνεται, καὶ ἀπογίνεται, καὶ εὑρίσκεται πάλιν κενὸς ὁ ἐλεεινός, κερατίοις γὰρ παραβάλλεται ἡ ἁμαρτία, γλυκύτητα έχουσα και τραχύτητα, ἡδύνει μὲν γὰρ πρόσκαιρα, κολάζει δὲ ἀΐδια. Οὐδεὶς οὖν δίδωσι κορεσθῆναι τῶν κακῶν τῷ ἐν τούτοις τρυφῶντι. Τις γὰρ καὶ δώσει αὐτῷ κόρον, καὶ παύ σει; Θεός; 'Αλλ' οὐ πάρεστι, μακρὰν γὰρ τοῦ Θεοῦ ἀποδημεῖ ὁ ταῦτα ἐσθίων. Αλλά δρόμονες; Καὶ πῶς καὶ κόρον γενέσθαι τῆς κακίας; Εἰ; οίγε μᾶλλον τοῦτο σπεύδοντες, τὸ μηδέποτε παύλαν Εἰς ἑαυτὸν δὲ ἐλθὼν, εἶπε· Πόσοι μίσθιος τοῦ πατρός μου περισσεύονται ἄρτων; ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι. ᾿Αναστάς πορεύσομαι πρὸς τὸν πατέρα μου, καὶ ἐρῶ αὐτῷ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρα νὸν καὶ ἐνώπιόν σου, καὶ οὐκ ἔτι εἰμὶ ἄξιος κληθῆναι υιός σου· ποίησόν με ὡς ἕνα των μισθίων σου. Καὶ ἀναὸ τὰς ἦλθε πρὸς τὸν πατέρα ἑαυτοῦ. Ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος, εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ, καὶ εὐσπλαγχνίσθη, καὶ δραμὼν ἔπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ κατεφίλησεν αὐτόν. Εἶπε δὲ αὐτῷ ὁ υἱός· Πάτερ, ήμαρτον εἰς τὴν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκ ἔτι εἰμὶ ἄξιος κληθῆναι υιός σου.» Εί; ἑαυτὸν ἦλθεν ὁ τέως ἄσωτος· ἕως μὲν γὰρ ἔπραττε τὰ φαύλα, ἔξω ἑαυτοῦ ἦν. Καταδαπανῆσαι γὰρ λέγε ται τὴν οὐσίαν, καὶ εἰκότως· διὰ τοῦτο ἔξω ἑαυτοῦ ἐστιν. Ο γὰρ μὴ λόγῳ κυβερνώμενος, ἀλλὰ ὡς ἄλογος ζῶν, καὶ ἑτέροις τῆς ἀλογίας ἐξάρχων, Εξω ἑαυτοῦ ἐστι, καὶ οὐ μένει ἐπὶ τῆς οἰκείας ουσίας, τουτέστι, του λόγου. Ὅταν δὲ ἀναλογίσηται τίς ὢν ἐπὶ ποίαν κατήντησεν ἀθλιότητα, τότε γίνεται ἐν ἑαυτῷ, λογιζόμενος, καὶ εἰς μετάνοιαν ἐρχόμενος ἀπὸ τῆς ἔξω περιπλανήσεως. Μισθίους δὲ λέγει, οἷον τοὺς κατηχουμένους, οἱ οὔπω ἔφθασαν γενέσθαι υἱοί, ώς μηπω φωτισθέντες. Πάντως δὲ οἱ κατηχούμενοι περιστείαν ἔχουσι τῶν ἄρτων τῶν λογικῶν, καθ᾿ ἑκάστην τῶν ἀναγνωσμάτων ἀκούοντες. Καί ένα μάθης διαφορὰν μισθίου καὶ υἱοῦ, ἄκους. Τρεις εἰσ: τάξεις τῶν σωζομένων· οἱ μὲν γὰρ ὡς δοῦλοι ποιοῦσι τὸ καλόν φοβούμενοι τὴν κρίσιν· ὁ καὶ ὁ Δαυτό αἰνίττεται· «Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκα; μου, λέγων· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην.» Οἱ δὲ μίσθιοι εἶναι δοκοῦσιν ἐπιθυμίᾳ τῶν ἀγαθῶν εὐαρεστιν σπεύδοντες Θεῷ, ὡς ὁ αὐτὸς Δαυΐδ φησιν· «Έκλινα τὴν καρδίαν μου τοῦ ποιῆσα τα δικαιώματά σου εἰς τὸν αἰῶνα δι' ἀντάμειψιν. ο Ε: δέ εἰσιν υἱοι, δι' ἀγάπην τὴν πρὸς θεὸν ποιοῦντες τις ἐντολὰς αὐτοῦ, ὡς καὶ πάλιν ὁ αὐτὸς Δαυίδ
col. 955–956page 137 of 222
PG 123:955η μαρτυρεῖ· ι ὡς ἠγάπησε τὸν νόμον σου, Κύριε! ὅλην τὴν ἡμέραν μελέτη μου ἐστί· ν καὶ πάλιν «Ηρα τὰς χεῖρας μου πρὸς τὰς ἐντολάς σου, ἂς ἠγάπησα, ο οὐχ ἃς ἐφοβήθην καὶ πάλιν· ο θαυμαστά τὰ μαρτυρία σου, καὶ διὰ τὸ εἶναι θαυμαστὰ, διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου. Οταν οὖν ἐν τῇ τάξει τοῦ υἱοῦ ὤν τις, εἶτα διὰ τὴν ἁμαρτίαν αποκηρυχθείη, καὶ ὁρῴη ἄλλους ἀπολαύοντας τῶν θείων χαρισμάτων, καὶ κοινωνοῦντας τῶν θείων μυστηρίων, καὶ τοῦ ἄρτου τοῦ θείου· οὐδὲ γὰρ περὶ τῶν κατηχουμένων μόνον χρὴ νοεῖν ὡς μισθίων λεγομένων, ἀλλὰ καὶ τῶν ἐν τῇ Ἐκκλησίᾳ ἁπλῶς μὴ τῆς πρώτης τάξεως ὄντων· τότε δὴ ταῦτα τὰ οἰκτρὰ ὀφείλει ἐπιλέγειν ἑαυτῷ· Πόσοι μίσθιοι τοῦ Πατρός μου περισσεύουσιν ἄρτων· ἐγὼ δὲ λιμῷ & ἀπόλλυμαι. Αλλ' ἀναστάς, τουτέστιν, ἐκ τοῦ πτώ ματος τῆς ἁμαρτίας, πορεύσομαι πρὸς τὸν Πατέρα μου, καὶ ἐρῶ αὐτῷ· Πάτερ, ἡμαρτον εἰς τὸν οὐρα νὸν, καὶ ἐνώπιόν σου· καταλιπὼν γὰρ τὰ οὐράνια, ήμαρτον εἰς ταῦτα, προτιμήσας αὐτῶν τὴν κατάπτι στον ἡδονὴν, καὶ τῆς πατρίδος μου οὐρανοῦ τὴν τοῦ λιμοῦ χώραν προκρίνας. Ωσπερ γὰρ ἁμαρτάνειν λέγεται, φέρε εἰπεῖν εἰς χρυσὸν, ὁ μόλιβδον αὐτοῦ προτιμῶν, οὕτως εἰς οὐρανὸν ἁμαρτάνει, ὁ τούτου προτιμήσας τα γήινα. Αποτυγχάνει γὰρ πάντως τῆς εἰς τὸν οὐρανὸν φερούσης ὁδοῦ. Ἐπίστησον δὲ, ότι, ὅταν μὲν ἡμάρτανεν, ὡς μὴ ἐνώπιον τοῦ Θεοῦ πράττων ημάρτανεν, ὅτε δὲ ἐξομολογείται, ἐνώπιον τοῦ Θεοῦ ἡμαρτηκώς αἰσθάνεται. Αναστὰς δὲ ἦλθε πρὸς τὸν πατέρα αὐτοῦ, δεῖ γὰρ ἡμᾶς μὴ μόνον βούλεσθαι τὰ φίλα Θεῷ, ἀλλὰ καὶ πράττειν. Ωσπερ δὲ εἶδες θερμὴν τὴν μετάνοιαν, οὕτως καὶ τὴν εὔο σπλαγχνίαν τοῦ πατρὸς δρα. Οὐδὲ γὰρ ἀνέμεινε τὸν υἱὸν ἐλθεῖν ἄχρις αὐτοῦ, ἀλλὰ προφθάνει, καὶ περι πλέκεται. Πατὴρ γὰρ τῇ χρηστότητι, εἰ καὶ φύσει Θεός, καὶ ὅλος ὅλον περιφύεται, ἵνα πάντοθεν αὐτὸν πρὸς ἑαυτὸν συσφίγξη, καθὰ εἴρηται·. Καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε. › Καὶ πάλαι μὲν ὅτε ἐμάκρυνεν ἑαυτὸν ὁ υἱὸς, καιρὸς ἦν καὶ τῷ πατρὶ τοῦ μακρυνθῆναι ἀπὸ τῆς περιλήψεως· ὅτε δὲ ἤγγισε διὰ τῆς προσευχῆς καὶ τῆς ἐπιστροφῆς, καιρὸς ἐγένετο τοῦ περιλαβεῖν. Επιπίπτει τοίνυν ἐπὶ τὸν τράχηλον, τὸν ἀποστατοῦντα πρώην, πειθήνιον νῦν γενέσθαι ἐνδεικνύμενος. Καὶ καταφιλεῖ αὐτὸν, τὴν καταλλαγὴν δεικνύων, καὶ οἷόν τι προπύλαιον τὸ στόμα πρῶτον τοῦ μιανθέντος ἁγιάζων, εἶτα διὰ τούτου καὶ ἐπὶ τὰ ἔνδον τὸν ἁγιασμὸν εἰσπέμπων. (α) Εἶπε δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ· Ἐξ ενέγκατε την στολὴν τὴν πρώτην, καὶ ἐνδύσατε αὐτὸν, καὶ δίτε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ, καὶ ὑποδήματα εἰς τοὺς πόδας αὐτοῦ, καὶ ἐξενέγκαντες τὸν μέσχον τὸν σιτευτὸν θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν, ὅτι ὁ υἱός μου οὗτος νεκρὸς ἦν, καὶ ἀνέζησε, καὶ ἀπολωλὼς ἦν, καὶ εὑρέθη. Και ήρξαντο εὐφραίνεσθαι. • Δούλους ἢ τοὺς ἀγγέλους νοήσαις, τὰ λειτουργικά πνεύματα τὰ στελλόμενα εἰς διακονίαν διὰ τοὺς σωτηρίας ἀξίους· καὶ γὰρ οὗτοι στολίζουσε τὸν ἐκ κακίας ἐπιστρέφοντα τὴν στολὴν τὴν πρώτην, ἤτοι τὴν ἀρχαίαν, ἣν πρὶν ἁμαρτεῖν ἐφοροῦμεν, τὸ
col. 957–958page 138 of 222
PG 123:957Ενδυμα τῆς ἀφθαρσίας, ἢ τὴν τιμίαν τὴν πρὸ τῶν ἄλλων πασῶν, οἷά ἐστιν ἡ τοῦ βαπτίσματος. Πρώτη γάρ μοι αὕτη περιτίθεται, καὶ παρ' αὐτῆς λαμβάνω τὴν τῆς ἀσχημοσύνης περιστολήν. Η τοίνυν τους ἀγγέλους νοήσαις δούλους, τοὺς πᾶσι τοῖς ὑφ᾽ ἡμῖν τελουμένοις διακονουμένους, καὶ δι' ὧν ἁγιαζόμεθα μέσων· ἢ καὶ τοὺς ἱερεῖς, τοὺς καὶ διὰ βαπτίσματ τος, καὶ λόγου διδασκαλικοῦ τὸν ἐπιστρέφοντα ἐνδύον τας, καὶ στολὴν πρώτην περιτιθέντας, τὸν Χριστὸν αὐτόν (οι γὰρ ἐβαπτίσθημεν εἰς Χριστὸν, Χριστὸν ἐν δυσάμεθα), καὶ δακτύλιον διδόασιν εἰς τὴν χεῖρα, τὴν σφραγίδα τοῦ Χριστιανισμοῦ, ἣν διὰ τῶν ἔργων ἔχομεν· ἡ μὲν γὰρ χεὶρ τῆς πράξεως σύμβολον, ὁ δὲ δακτύλιος τῆς σφραγίδος· ὁ τοίνυν βαπτισθείς, καὶ ἁπλῶς ὁ ἀπὸ κακίας ἐπιστρέφων, ὀφείλει ἔχειν ἐπὶ τῆς χειρός, τουτέστιν, ἐπὶ πάσης πρακτικῆς δυνάμεως, σφραγίδα, καὶ γνώρισμα Χριστιανοῦ, ἵνα δεικνύναι ἔχῃ, ὡς κατ' εἰκόνα τοῦ κτίσαντος αὐτὸν ἀνεκαινίσθη. Η καὶ ἄλλως νοήσαις τὸν δακτύλιον, ἀρραβῶνα τοῦ Πνεύματος οἷον τί φημι· Ὁ Θεὸς τὰ μὲν τελειότητα ἀγαθὰ τότε δίδωσιν, ὅτε τούτων και ρὸς, καὶ νῦν δὲ πιστούμενος δηλαδή, ἐκεῖνα δίδωσιν ἡμῖν χαρίσματα, οἷόν τινες ἀῤῥαβῶνας τῶν μελλόν των, τοῖς μὲν θαυματουργίαν, τοῖς δὲ διδασκαλίαν, τοῖς δὲ ἄλλο τι, καὶ ταῦτα δεχόμενοι ἀπὸ τούτων καὶ τὰ τελειότερα βεβαίως ελπίζομεν. Υποδήματα εἰς τοὺς πέδας, ἵνα φυλάττωνται ἀπὸ τῶν σκορπίων, τῶν μικρῶν δηλαδή δοκούντων ἁμαρτημάτων, καὶ κρυφίων, ὡς ἔφη Δαυΐς, πλὴν θανατωδῶν καὶ αὐτ τῶν· καὶ μὴν καὶ ἀπὸ ὄφεων τῶν προφανῶς βλάπτειν νομιζομένων, φημὶ ἁμαρτιῶν. Καὶ ἄλλως δὲ, ὑπο δήματα δίδονται τῷ ἀξιωθέντι τῆς πρώτης στολῆς, ποιοῦντες τοῦ Θεοῦ αὐτὸν ἕτοιμον εἰς τὸ εὐαγγελίζεσθαι, καὶ ὠφελεῖν ἑτέρους. Τοῦτο γὰρ ὁ Χριστιανὸς τοῦ πλησίον ἡ ὠφέλεια. Μόσχος δὲ σιτευτὸς οὐκ ἀγνοεῖται τίς ἐστιν, δ θυόμενος, καὶ ἐπθιόμενος ο πάντως γὰρ ὁ ἀληθὴς Υἱὸς τοῦ Θεοῦ, καθὸ ἄνθρω της, καὶ σάρκα είληφε, τὴν ἄλογον φύσει, καὶ κτηνώδη, κἂν αὐτὴν τῶν οἰκείων αὐχημάτων πε πλήρωκε. Κατά τοῦτο μόσχος νοεῖται, ἀπειράζυγος μὲν τοῦ νόμου τῆς ἁμαρτίας· σιτευτὸς δὲ, καθὸ εἰς τοῦτο τὸ μυστήριον ἀφώριο το πρὸ καταβολής κόσμου. Καὶ περιεργότερον δὲ ἴσι; δόξει τὸ ῥηθησόμενον, ὅμως βηθήσεται· ὅτι ὁ ι ρτος, ὃν κλῶμεν κατὰ τὸ φαινόμενον μὲν, ἐκ σίτου συνεστώς, σιτευτός ῥη θείη· κατὰ τὸ νοούμενον δὲ σὰρξ ὤν, μόσχος ἂν λεχθείη. Καὶ ὁ αὐτός ἐστι μόσχος, καὶ σιτευτός. Πᾶς οὖν βαπτιζόμενος, καὶ υἱὸς Θεοῦ γινόμενο;, μᾶλλον δὲ ἀποκαθιστάμενος, καὶ ἁπλῶς πᾶς ὁ ἀπὸ ἁμαρτίας καθαριζόμενος, τοῦ μόσχου τούτου τοῦ σιτευτού κοινωνεῖ, καὶ εὐφροσύνης αίτιος καὶ τῷ Πατρὶ, καὶ τοῖς δούλοις αὐτοῦ καθίσταται, ἀγγέλοις καὶ ἱερεῦσιν ὡς ἐκ νεκρώσεως ἀναζήσας, καὶ ἐξ ἀπωλείας εὑρεθείς· ὅσον μὲν γὰρ ἐπὶ τῇ τῆς κακίας περιουσίᾳ νεκρὸς ἦν, ἀπεγνωσμένος δηλαδή· ὅσον δὲ ἐπὶ τῇ ἀνθρωπίνῃ φύσει τῇ τρεπτῇ, καὶ ἐκ κακίας δυναμένη εἰς ἀρετὴν μεταπεσεῖν, ἀπολωλώς λέγεται· ὁ *Ην δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ, τα ὡς ἐρχόμενος ήγγισε τῇ οἰκίᾳ, ήκουσε συμφωνίας γὰρ ἀπολωλώς μετριώτερον, ἢ ὁ νεκρός.
col. 959–960page 139 of 222
PG 123:959καὶ χορῶν, καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων δούλων, ἐπυνθάνετο τί εἴη ταῦτα· ὁ δὲ εἶπεν αὐτῷ, ὅτι, ῾Ο ἀδελφός σου ήκει, καὶ ἔθυσεν ὁ πατήρ σου την μόσχον τὸν σιτευτὸν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν. Ο οὖν πατέρ αὐτοῦ ἐξελθών, παρεκάλει αὐτόν· ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ πατρί· Ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι, καὶ οὐδέποτέ σου ἐντολὴν παρεῖδον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριτον, ἵνα μετὰ τῶν φίλων μου εὐφρανθώ ὅτε δὲ ὁ υἱός σου οὗτος, ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν, ἦλθεν, ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτόν. Ὁ δὲ εἶπεν αὐτῷ· Τέκνον, σὺ πάντοτε μετ᾿ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ τά ἐστιν· εὐφρανθῆναι δὲ ἔδει, καὶ χαρῆναι, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἀνέζησε, καὶ ἀπολωλὼς ἦν, καὶ εὐ μέθη.» Ενταῦθα τὸ πολυθρύλλητον ζήτημα· Πῶς ὁ υἱὸς φαίνεται φθονερός ὁ εὐαρέστως ζήσας τἆλλα, καὶ δεδουλευκώς τῷ πατρί; “Ο λυθήσεται, είγε τις τὴν παραβολὴν ἀναλογίσαιτο, διὰ τί ἐῤῥέθη· πάντως γὰρ διότι ἐγόγγυζον οἱ καθαροὶ, καὶ δικαιοῦντε; ἑαυτοὺς Φαρισαῖοι ἐπὶ τῷ Κυρίῳ προσδεχομένη πόρνας καὶ τελώνας, διὰ τοῦτο ἡ παραβολή αὕτη μετὰ τῶν πρὸ αὐτῆς εἴρηται· ἐπεὶ οὖν διότι ἐγάγε γυζον οἱ Φαρισαῖοι, δίκαιοι ὄντες ὑπὲρ τοὺς τελώνας. ὡς ἐδόκουν, εἴρηται· σκόπει ὅτι τὸ πρόσωπον τοῦ δοκοῦντος γογγύζειν υἱοῦ λαμβάνεται εἰς πάντας τοὺς σκανδαλιζομένους ἐπὶ τῇ ἀθρίᾳ εὐπραγίᾳ, καὶ σωτηρίᾳ τῶν ἁμαρτωλῶν· τοῦτο δὲ οὐκ ἔστι φθόνος, ἀλλ' ὑπέρχυσις τῆς φιλανθρωπίας τοῦ Θεοῦ ἁγνοο μένη ἡμῖν, καὶ διὰ τοῦτο τίκτουσα τὴν γογγυσμόν ἄρα γὰρ ὁ Δαυΐδ οὐκ εἰσάγει πρόσωπον σκανδαλιζομένου ἐπὶ τῇ εἰρήνῃ τῶν ἁμαρτωλῶν; καὶ ὁ ἱερε μίας ὁμοίως, «Τί ὅτι ὁδὸς ἀσεβῶν εὐθηνείται, λέγων, καὶ ἐφύτευσας αὐτοὺς, καὶ ἐριζοβόλησαν·. Ταύτα γὰρ πάντα τῆς ἀσθενοῦς καὶ πτωχῆς διανοίας εἰσὶ τῶν ἀνθρώπων ἐμπυριζομένης, καὶ δισταζούσης ἐπὶ τῇ ἀναξίᾳ, δῆθεν εὐπραγία τῶν πονηρῶν. Λέγε τοίνυν διὰ τῆς παρούσης παραβολῆς ὁ Κύριος μονονουχὶ τοιαῦτα τοῖς Φαρισαίοις· Εστω, ὑμεῖς δίκαιο κατὰ τὸν υἱὸν ἐκεῖνον, καὶ εὐάρεστοι τῷ Πατρί, παρακαλῶ ὑμᾶς τοὺς δικαίους καὶ καθαρούς, μὴ γογγύζειν ἐπὶ τῇ εὐφροσύνῃ, ἣν ποιούμεθα διὰ τὴν τοῦ ἁμαρτωλοῦ σωτηρίαν· καὶ γὰρ καὶ οὗτος υἱός. Οὐ τοίνυν φθίνος ἐντεῦθεν ἐμφαίνεται, ἀλλὰ τὴν τῶν Φαρισαίων γνώμην παιδεύει ὁ Κύριος διὰ τῆς πιο ραβολῆς ταύτης, ὥστε εἰ καὶ δίκαιο: εἶεν αὐτοὶ, καὶ πᾶσαν ἐντολὴν τοῦ Θεοῦ πεπληρωκότες, μη δυσχεραίνειν ἐπὶ τῇ παραδοχῇ τῶν ἁμαρτωλῶν. Καὶ οὐδὲν θαυμαστὸν εἰ δυσχεραίνομεν ἐπὶ τοῖς ἀναξίως δοκοῦσι γίνεσθαι, τοσαύτη γάρ ἐστιν ἡ τοῦ Θεοῦ φιλανθρωπία, καὶ οὕτως ἀφθόνως μεταδίδωσιν ἡμῖν τῶν οἰκείων ἀγαθῶν, ὥστε καὶ γογγυσμόν τίκτεσθαι ἐντεῦθεν δύνασθαι· ὅπερ καὶ ἐν τῇ συνήθει ὁμιλί λέγομεν. Πολλάκις γὰρ εὐεργετήσαντές τινα, εἶτα ἀχαριστηθέντες παρ' αὐτοῦ λέγομεν, ὅτι Μέμφοντα μοι πάντες, ὅτι σε ευηργέτησα τοσαῦτα· καίτοι γε ἴσως οὐκ ἐμέμψατό τις ἡμῖν, ἀλλὰ ὅμως τῆς εὐεργε
col. 961–962page 140 of 222
PG 123:961σίας ἐνδείξασθαι βουλόμενοι τὸ μέγεθος, τοῦτο πλάτ τομεν. Ιδωμεν δὲ καὶ κατὰ μέρος ὡς ἐν ἐπιτομῇ τὴν παραβολήν. Ἐν ἀγρῷ ἦν ὁ πρεσβύτερος υἱὸς, ἐν τῷ κόσμῳ τούτῳ, ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν, τὴν σάρκα φημι, ἵνα ἐμπλησθῇ ἄρτων, καὶ σπείρων ἐν δάκρυσιν, ἵνα ἐν ἀγαλλιάσει θερίσῃ. Μαθὼν δὲ τὰ πραχθέντα, οὐκ ἤθελεν εἰς τὴν κοινὴν χαρὰν εἰσελθεῖν. Ο δὲ φιλάνθρωπο; πατὴρ ἕξεισι, καὶ παρακαλεῖ, καὶ ἀναδιδάσκει αὐτὴν τὴν τῆς εὐφροσύνης αἰτίαν, ὅτι νεκροῦ ἐστιν ἀναζώωσις· διὰ τὸ ἀγνοεῖν ὡς ἄνθρωπον σκανδαλιζόμενον, καὶ αἰτιώμενον αὐτὸν, ὡς αὐτῷ μὲν, οὐδὲ ἔριφον ἐδεδώκει, τῷ δὲ ἀσώτῳ τὸν σιτευτὸν καταθύσειε μόσχον. Τί δέ ἐστι τὸ διὰ τοῦ ἐρίφου δηλούμενον; δε ἂν μάθοις· Πᾶς ἔριφος τῆς ἀριστερᾶς καὶ ἁμαρτωλοῦ μερίδος τάττεται. Φησὶν οὖν ὁ εὐάρεστος υἱὸς, ὅτι Ἐν πᾶσι πόνοις διήγον τὴν ζωὴν, διωκόμενος, κακοχούμενος, ὑπὸ τῶν ἁμαρ τωλῶν θλιβόμενος, καὶ οὐδέποτε ὑπὲρ ἐμοῦ ἔσφαξας καὶ ἀπέκτεινας ἔριφον, τουτέστιν, ἁμαρτωλὸν θλί οντά με, ὡς ἂν εὕρω μικρὰν ἄνεσιν· οἷον ἔριφος ἦν τῷ Ἠλιοὺ ὁ ᾿Αχαάβ. Εδίωκεν οὖν τὸν προφή την, καὶ οὐκ ἔδωκεν ὁ Κύριος τοῦτον τὸν ἔριτου τα χέως εἰς σφαγὴν, ἵνα μικρὸν ἀνεθείς Ἠλιοὺ ἀνά παύσηται μετὰ τῶν φίλων αὐτοῦ τῶν προφητῶν. Διδ καὶ φησὶ πρὸς Θεόν· Κύριε, τοὺς προφήτας το ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν.» Εριφος τῷ Δαυὶδ ὁ Σαούλ, καὶ πάντες οἱ ἐνδιαβάλο λοντες αὐτὸν, οὓς ἐφίει ὁ Κύριος πειράζειν αὐτὸν, καὶ οὐκ ἔσφαττεν, ὡς ἂν ἡσθείη Δαυΐδ· διὸ καὶ ἔλε γεν· ο Εως πότε ἁμαρτωλοί, Κύριε, έως πότε άμαρ τω οι καυχήσονται»; Ταῦτα λέγει καὶ ὁ ἐν τῷ Εὐαγγελίῳ υἱός· Πάντοτε με ἐν κόποις ὄντα ούτ δεμιᾶς παραμυθίας ηξίωσας, οὐδὲ τῶν θλιβόντων με τινα σφαγῇ παρέδωκας, νῦν δὲ οὕτως ἀπό νως σώξεις τὸν ἄσωτον. Οὗτος μὲν οὖν ὁ σκοπός τῆς παραβολῆς ἅπας, διὰ τοὺς γογγύζοντας Φαρι σχίους ἐπὶ τοῖς ὑπὸ τοῦ Κυρίου προσλαμβανόμενοι; ἁμαρτωλοῖς λεχθείσης, καὶ παιδευούσης, κἂν ὦμεν δίκαιοι, μὴ τοὺς ἁμαρτωλοὺς ἀποσείεσθαι, [η δὲ προσδεχομένου αὐτοὺς τοῦ Θεοῦ καταγογγύζειν. Υιός τοίνυν νεώτερος αἱ πύρναι, καὶ οἱ τελῶναι· υἱὸς πρεσβύτερος οι Φαρισαῖοι καὶ οἱ Γραμματείς, καθ' ὑπόθεσιν δίκαιοι λαμβανόμενοι, ώσανεί λέγοντος τοῦ Θεοῦ· Επτω, ὑμεῖς δίκαιοι ἀληθῶς, καὶ οὐδεμίαν ἐντολὴν παραβεβηκότες· οὐ δεῖ οὖν προσλαμβάνεσθαι τοὺς ἐκ πονηρία; ἐπιστρέφοντας; Τους τοιούτους οὖν γογγυστὰς παιδεύει διὰ τῆς παραβολῆς. Οὐκ ἀγνοῶ δὲ, ὅτι τινὲς εἰς τοὺς ἀγγέλους μὲν τὸν πρεσβύτερον υιόν, τὸν δὲ νεώτερον εἰς τὴν τῶν ἀν θρώπων φύσιν τὴν νεωτερίσασαν κατὰ τῆς δοθείσης ἐντολῆς καὶ ἀφηνιάσασαν ἐξελάβοντο· ἄλλοι εἰς τοὺς ᾿Ισραηλίτας καὶ τοὺς ἐθνικούς. 'Αληθὲς δὲ, δ είπομεν μόνον, ὅτι εἰς μὲν τῶν δικαίων τὸ πρόσωπον, λαμβάνεται ὁ πρεσβύτερος υἱὸς, εἰς τὸ τῶν ἁμαρτωλῶν δε καὶ ἐπιστρεφόντων, ὁ νεώτερος. Τὸ δὲ ὅλον ὕφος τῆς παραβολῆς διὰ τοὺς Φαρισαίους συνέστη, παι δεύοντος αὐτοὺς τοῦ Κυρίου, μὴ δυσχεραίνειν ἐπὶ τῇ τα αδοχῇ τῶν ἁμαρτωλῶν, κἂν αὐτοὶ δίκαιοι εἶεν. ματεία

Chapter XVICaput XVI

col. 963–964page 141 of 222
PG 123:963Μηδεὶς οὖν ἐπὶ τοῖς τοῦ Θεοῦ κρίμασι δυσχεραινέτω, ἀλλ᾽ ἀνεχέσθω εὐπραγούντων, καὶ σωζομένων των ἁμαρτωλῶν δοκούντων. Γι' γὰρ οἶδας, εἰ ἕνα σὺ νομίζεις ἁμαρτωλόν, οὗτος μετενόησε, καὶ διὰ τοῦτο προσεδέχθη; Τί δὲ εἰ κρυπτὰς ἀρετὰς ἔχει, καὶ διὰ ταύτας παρὰ τοῦ Θεοῦ εὐμενῶς ὁρᾶται; ΚΕΦΑΛ. 14. Περὶ τοῦ οἰκονόμου τῆς ἀδικίας. Περὶ τοῦ μηδὲ κεραίαν ἀπὸ τοῦ νόμου παρελθεῖν ἄν. Περὶ τοῦ μὴ ἀπολύειν τὴν γυναῖκά. Περὶ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου. Ελεγε δὲ καὶ πρὸς τοὺς μαθητὲς αὐτοῦ - ἄνθρωπος τις ἦν πλούσιος, δ; εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ, ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ. Καὶ φωνήσας αὐτόν, εἶπεν αὐτῷ· Τί τοῦτο ἀκούω περὶ σοῦ; Απόδος τὸν λόγον τῆς οἰκονομίας σου, οὐ γὰρ δυνήσῃ ἔτι οἰκονομεῖν. Εἶπε δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος· Τί ποιήσω, ὅτι ὁ κύριός μου ἀφαι ρεῖται τὴν οἰκονομίαν ἀπ᾿ ἐμοῦ; Σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι· ἔγνων τί ποιήσω, ἵνα, όταν με τασταθῶ τῆς οἰκονομίας, δέξωνται με εἰς τοὺς οἴκους φειλετῶν τοῦ κυρίου αὐτοῦ, ἔλεγε τῷ πρώτῳ· Πόσον ὀφείλεις τῷ κυρίῳ μου; Ὁ δὲ εἶπεν· Ἑκατὸν βάτους ἐλαίου· καὶ εἶπεν αὐτῷ· Δέξαι σου το γράμμα, καὶ καθίσας ταχέως γράψον πεντήκοντα. Έπειτα ἑτέρῳ εἶπε· Σὺ δὲ πίσον ὀφείλεις; Ο δὲ εἶπεν· Ἐκπτὶν κύρους σίτου. Καὶ λέγει αὐτῷ· Δέξαι σου τὸ γράμμα, καὶ γράψον ὀγδοήκοντα. Καὶ ἐπήνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας, ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροί εἰσιν ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν. Κἀγὼ ὑμῖν λέγω, ποιήσετε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνά τῆς ἀδικίας, ἵνα, ὅταν εκλείπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.» Πάσα παραβολή πλαγίως καὶ εἰκονικῶς δηλοί πρα γμάτων τινῶν φύσιν, οὐ κατὰ πάντα ἐοικυῖα τῆς πράγμασιν ἐκείνοις, δι᾽ ἃ παρελήφθη. Δι' οὐδὲ χρὴ πάντα τὰ μέρη τῶν παραβολῶν λεπτώς πολυπραγμονεῖσθαι, ἀλλ' ὅσον ἔοικε τῷ προκειμένῳ καρπουμένους, τὰ λοιπὰ ἐᾷν, ὡς τῇ παραβολῇ συνυφιστάμενα, καὶ μηδὲν πρὸς τὸ προκείμενον συμβαλλόμενα, οἷον δὴ καὶ ἐπὶ τῆς προτεθείσης παραβολῆς, χρὴ ποιῆσαι. Εἰ γὰρ πάντα ἐξετάζειν ἐπιχειρήσομεν λε β αὐτῶν. Καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρει delito-πτομερώς, τίς ὁ οἰκονόμο;, τίς ὁ τοῦτον προβαλλό (α) ὅτι φρονίμως ἐποίησεν, μενος εἰς τὴν οἰκονομίαν, καὶ παρὰ τίνος διεβλήθη, καὶ τίνες οἱ χρεωστοῦντες, καὶ διὰ ποίαν αἰτίαν ὁ μὲν ἔλαιον, ὁ δὲ σἶτον, καὶ διατί ἀνὰ ἑκατὸν ἐκλῆσαι λέγονται· καὶ ἁπλῶς τἆλλα πάντα εἰ περιεργότερον ἐξετάζοιμεν, σκοτεινὸν τὸν λόγον ποιησόμεθα, προς τῷ καὶ καταγέλαστα ἴσως ἐξηγεῖσθαι διὰ τὴν τῆς ἀπορίας ἀνάγκην. Δεῖ τοίνυν τοσοῦτον ὠφεληθῆναι ἀπὸ τῆς παρούσης παραβολῆς, ὅσον ἐνδέχεται. Οταν τί φημι· ὁ Κύριος ἐνταῦθα βούλεται ἡμᾶς διδάξαι περὶ τοῦ τὸν δοθέντα ἡμῖν πλοῦτον καλῶς διατίθεσθαι. Καὶ πρῶτον μὲν τοῦτο μανθάνομεν, ὅτι οὐκ ἐσμὲν κύριοι χρημάτων, οὐδὲν γὰρ ἔχομεν ἴδιον, ἀλλ' οἰκονόμοι ἀλλοτρίων ἐσμεν παρὰ τοῦ Δεσπότου ἡμῖν ἐγκεχειρισμένων, ἵνα καλῶς αὐτὰ διαθώμεθα, καὶ ὡς ἐκεῖνος προστάττει· ἔπειτα ὅτι μὴ κατὰ γνώ μην τοῦ Δεσπότου τὴν οἰκονομίαν τοῦ πλούτου με
col. 965–966page 142 of 222
PG 123:965ταχειριζόμενοι, ἀλλ᾽ εἰς οἰκείας σπατάλας τοῖς δοθεῖσιν ἀποχρώμενοι, διαβεβλημένοι ἐσμὲν οἰκονόμοι. Βούλημα γὰρ τοῦ Δεσπότου ἐστὶ χρᾶσθαι τοῖς δοθεῖσιν εἰς τὰς τῶν ὁμοδούλων χρείας, οὐκ εἰς οἰκείας τρι φάς· διαβαλλόμενοι δὲ καὶ μέλλοντες μεθίστασθαι τῆς οἰκονομίας τῶν χρημάτων, ἤτοι τοῦ βίου τούτου ἐκκόπτεσθαι, ὅτι δηλαδὴ καὶ λόγον δώσομεν τῆς οικονομίας μετὰ τὴν ἐνθένδε μετάστασιν, ἐὰν φρόνιμοι ώμεν, ἐπαισθανόμεθα ὀψὲ γοῦν τοῦ δέοντος, καὶ ποιοῦμεν ἡμῖν ἑαυτοῖς φίλους ἐκ τῶν τῆς ἀδικίας χρημάτων· ἀδικίας δὲ χρήματα ἐκεῖνα ονομάζονται, ὅσα ὁ μὲν Κύριος δέδωκεν ἀναλίσκεσθαι εἰς χρείας τῶν ἀδελφῶν, καὶ ὁμοδούλων, ἡμεῖς δὲ ἑαυτοῖς πα ρακατέσχομεν. Ἀλλ᾽ ὀψὲ γοῦν συναισθώμεθα, πολ φερόμεθα, καὶ ὅτι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὔτε κάμνειν δυνάμεθα· εργασίας γὰρ οὐκ ἔστι τότε καιρός· οὔτε ἀπαιτεῖν εὐπρεπές· μωραὶ γὰρ αἱ παρθένοι αἱ ἐπαι τήσασαι ονομάζονται. Τί τοίνυν λοιπόν; Τὸ συμμεριστὰς ποιῆσαι τῶν χρημάτων τούτων τοὺς ἀδελφούς, ἵν᾽ ὅταν ἐκλίπωμεν ἐντεῦθεν, τουτέστιν, ἀπὸ τοῦ βίου τούτου ἀναχωρῶμεν, δέξωνται ἡμᾶς οἱ πένητες εἰς τὰς αἰωνίους σκηνάς· τοῖς γὰρ ἐν Χριστῷ πένησιν αἱ αἰώνιαι σκηναί ἀπεκληρώθησαν, εἰς ἃς δύνανται δέ ξασθαι τοὺς ἐνταῦθα αὐτοῖς φιλιάσαντας διὰ τῆς δόσεως τῶν χρημάτων, & Δεσποτικὰ ὄντα τοῖς πένησιν ἔδει ἐξ ἀρχῆς δοθῆναι. Οὗτοι γὰρ οἱ χρεῶται κατὰ τὸ εἰρημένον· ο Ολην τὴν ἡμέραν ἐλεεῖ, καὶ δανείζει ὁ δι καιος, καὶ πάλιν· Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ.» Εδει μὲν οὖν προηγουμένως πά τα δοθῆναι τοῖς καλοῖς τούτοις χρεωφειλέταις τοῖς ἑκατονταπλασίονα ἀποδιδοῦσι. Πλὴν ἐπεὶ οἰκονόμοι τῆς ἀδικίας εύρι σκόμεθα, ἀδίκως παρακατέχοντες & ἄλλοις ἀφώρισται, μὴ πάντη μενητέον ἐν ταύτῃ τῇ ἀπανθρωπία, ἀλλὰ μεταδοτέον τοῖς πένησιν, ἵνα παρ' αὐτῶν ὑπο δεχθῶμεν εἰς τὰς αἰωνίους σκηνάς. Οὕτως οὖν ἐκλαμβάνουσιν ἡμῖν τὴν παραβολήν, οὐδὲν περιτόν, ἢ περί ἔργον, ἢ ἐνειροκριτ. κιντῇ ἐξηγήσει απαντήσει. Δοκεῖ δὲ ἀλλόκοτόν τι σημαίνειν τό· Υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι εἰσι, καὶ τὰ ἑξῆς. Οὐκ ἔστι δὲ δυσπα ρακολούθητον, ἢ ξενίζον. Υἱοὺς γὰρ αἰῶνας φησι τούτου, τοὺς ἐπινοουμένους πάντα τὰ ἐν τῇ γῇ αὐτοῖς λυσιτελοῦντα· υἱοὺς δὲ φωτός, τους ὀφείλοντας τον πνευματικὸν πλοῦτον μεταχειρίζεσθαι θεο φιλῶς. Τοῦτο οὖν λέγει, ὅτι οἱ ἄνθρωποι ο κονόμοι μὲν ἀνθρωπίνων διοικήσεων καθιστάμενοι πάντα τρόπον πραγματεύονται, ὅπως μετὰ τὸ μετασταθῆναι ἐκ τῆς οἰκονομίας, ἔχωσι παρηγορίαν· υἱοὶ δὲ φωτός ταττόμενοι, τουτέστι, πνευματικὴν διοίκησιν χρημάτων πιστευόμενοι, οὐδὲν ἐπινοοῦνται πρὸς τὸ ὠφεληθῆναι μετὰ ταῦτα· υἱοὶ οὖν τοῦ αἰῶνος τούτου οἱ ἀνθρωπίνας διοικήσεις πεπιστευμένοι, καὶ ἐν τῇ γενεᾷ τῇ ἑαυτῶν, τουτέστιν, ἐν τῷ βίῳ τούτῳ, φρο νίμως τὰ καθ' ἑαυτοὺς διοικοῦντε;. Υἱοὶ δὲ φωτὸς οἱ χρήματα λαβόντες, ὥστε διοικεῖν αὐτὰ θεοφιλῶς. Ευρισκόμεθα οὖν ἐν μὲν ταῖς ἀνθρωπίναις διοικήσεσι φρονίμως τὰ ἑαυτῶν διοικοῦντες, καὶ πραγματευόμενοι, ἵνα, εἰ καὶ ἐκπέσωμέν ποτε τῆς οἰκονομίας. οι ΣΙΣ,
col. 967–968page 143 of 222
PG 123:967* οι μέν τι καταφύγιον τοῦ βίου· ἐν δὲ τοῖς κατὰ Θεὸν ὀφείλουσι διοικεῖσθαι χρήμασιν οὐ φαινόμεθα προ νοιαν ποιούμενοι, μήπως λόγον δῶμεν τῆς οἰκνος μίας μεταστάντες ἐκ τοῦδε τοῦ βίου, καὶ εὐρεθῶμεν πάσης παραμυθίας ἐστερημένοι. Διὸ καὶ ἄφρονες καλούμεθα, μὴ φρονοῦντες τὰ μετὰ ταῦτα μὲν ἀνα σιτελήσοντα, ἀλλὰ ποιήσωμεν ἑαυτοῖς φίλους τους πένητας, μεταδιδόντες αὐτοῖς τοῦ τῆς ἀδικίας πλού. του, τουτέστι, τοῦ δοθέντος μὲν ἡμῖν παρὰ Θεοῦ, ὥστε δικαιοσύνης ὅπλον γενέσθαι, ὑποκρατηθέντος δὲ παρ' ἡμῶν, καὶ διὰ τοῦτο εἰς ἀδικίαν μεταστί.. τος. Εἰ δὲ ὁ ἐκ δικαίων δῆθεν πόρων πλοῦτος, όταν μὴ καλῶς οἰκονομηθῇ, καὶ δοθῇ πένησιν, ἀδικία και μαμωνᾶς λογίζεται, ὁ ἐξ ἀδικίας, πόσῳ μᾶλλον. Εκ τούτου οὖν ποιήσωμεν ἡμῖν φίλους, ἵνα, ὅταν ἐκλίπω μεν, καὶ ἀναχωρῶμεν ἐκ τοῦ βίου, ἢ καὶ ἄλλως, ὅταν ἐλιγοψυχῶμεν κατακρινόμενοι, ἐκεῖτε δέξωνται ἡμ εἰς τὰς αἰωνίους σκηνάς. . Ὁ πιστὸς ἐν ἐλαχίστῳ, καὶ ἐν πολλῷ πιστός ἐστιν· ὁ δὲ ἐν ἐλαχίστῳ ἄδικος, καὶ ἐν πολλῷ ἄδικός ἐστιν. Εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγέ νεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει; Καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ὑμέτερον τις ὑμῖν δώσει; Οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίας δουλεύειν· ἡ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου κατα φρονήσει· οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνά. Ετι περὶ τοῦ δεῖν κατὰ Θεὸν οἰκονομεῖν τὸν πλοῦτον διδάσκει. Ο γὰρ πιστὸς ἐν ἐλαχίστῳ, τουτέστιν. ὁ διοικήσας καλῶς τὸν ἐμπιστευθέντα αὐτῷ τοῦτον ἐν τῷ κόσμῳ τούτῳ, καὶ ἐν πολλῷ πιστός ἐστ, τουτέστι, καὶ ἐν τῷ μέλλοντι αἰῶνι τοῦ ὄντως πλο του ἄξιός ἐστιν. Ελάχιστον οὖν καλεῖ τὸν γήϊνον πλοῦτον, ὡς τῷ ὄντι μικρὸν, μᾶλλον δὲ οὐδὲν ὄντα, ἐπείπερ ρευστός· πολὺν δὲ, τὸν οὐράνιον, ὡς μέσ νοντα ἀεὶ, καὶ προστιθέμενον. Ὁ δὲ ἐν τούτῳ τῷ γηΐνῳ ἄδικος φανείς, καὶ σφετερισάμενος τὰ εἰς κοινὴν τῶν ἀδελφῶν χρείαν δοθέντα αὐτῷ, οὐδὲ τοῦ πολλοῦ ἐκείνου ἄξιος εὑρεθήσεται, ἀλλ' ὡς ἄδικος ἀποβληθήσεται. Ερμηνεύων δὲ τὸ ῥηθὲν, ἐπιφέρει Εἰ ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τίν ἀληθινὸν τίς ὑμῖν πιστεύσει; "Αδικον μὲν μαμωναν τὸν προσόντα πλοῦτον ὑμῖν ὠνόμασεν· εἰ γὰρ οὐκ ἦν ἄδικος, οὐκ ἂν προσῆν, νῦν δὲ ἐπεὶ πρόσεστιν ἡμῖν, εὔδηλον ὅτι ὑποκρατούμενος, καὶ μὴ πτωχοίς διαδιδόμενος, ἄδικός ἐστι· τοῦτο δὲ νοσφισμός αλλοτρίων χρημάτων καὶ πτωχικῶν, τοῦτο δὲ ἀδι κία. Ὃς οὖν τὸν πλοῦτον τοῦτον κακῶς διοικεῖ καὶ ἀπίστως, πῶς τὸν ἀληθινὸν πλοῦτον πιστευθήσεται; καὶ τοῖς μὴ πιστῶς διαθεμένοις ἡμῖν τὸ ἀλλο τριον, τουτέστι, τὰ χρήματα· ἀλλότρια δὲ ταῦτα ὡς τοῖς πτωχεῖς ἀχωρισμένα, καὶ ἄλλως, καθὲ οὐκ εἰσηνέγκαμέν τι εἰς τὸν κόσμον, ἀλλὰ γυμνο! γεγεννήμεθα· τὸ ἡμέτερον είς δώσει; Ημέτερον δὲ ὁ πλοῦτος ὁ οὐράνιος καὶ θεῖος, ἐκεῖ γὰρ ἡμῶν τὸ πολίτευμα, καὶ τοῦ κατ' εἰκόνα Θεοῦ δημιουργηθέντος ἀνθρώπων χρήματα μὲν, καὶ κτήματα ἀλλότρια, οὐδὲν γὰρ ἔοικεν αὐτῷ τούτων. Θείων δὲ ἀγαθῶν ἀπόλαυσις, καὶ Θεοῦ μέθεξις, τοῦτό ἐστι τὸ ἡμέτερον. Μέχρι μὲν οὖν τούτου ἐδίδαξεν ἡμᾶς, πῶς δεῖ διοικεῖν τὸν πλοῦ
col. 969–970page 144 of 222
PG 123:969τον πιστῶς ἀλλότριος γάρ ἐστι, καὶ οὐχ ἡμῶν ἡμεῖς γὰρ οἰκονόμοι, καὶ οὐχὶ κύριοι καὶ δεσπόται. Ἐπεὶ δὲ ἡ κατὰ Θεὸν τοῦ πλούτου διοίκησις οὐκ ἄλλως κατορθοῦται, εἰ μὴ διὰ τῆς ἀπροσπαθείας, προστίθησι καὶ τοῦτο τῇ διδασκαλίᾳ, εἰπών· Οὐ δύ νασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ, τουτέστιν, ἀδύνα τον τὸν προσηλωμένον τῷ πλούτῳ, καὶ ὑποκρατοῦντά τι κατὰ προσπάθειαν, δοῦλον εἶναι Θεοῦ· ὥστε εἰ μέλλεις πιστῶς διοικεῖν τὸν πλοῦτον, μὴ δουλεύσης αὐτῷ, ὅπερ ἐστί, μὴ ἔχῃς σχέσιν πρὸς αὐτὸν, καὶ ὄντως ἐδούλευσας τῷ Θεῷ· πανταχοῦ γὰρ ἡ φιλαργυρία διαβάλλεται, ὅπερ ἔστιν ἡ ἐμπαθής σχέσις καὶ φιλία τοῦ πλούτου. Ει Ἤκουον δὲ ταῦτα πάντα καὶ οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες καὶ ἐξεμυκτήριζον αὐτόν. Καὶ εἶπεν αὐτοῖς· Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων, ὁ δὲ Θεὸς γινώσκει τὰς καρ δίας ὑμῶν, ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν, βδέλυγμα παρὰ τῷ Θεῷ.» Οἱ μὲν Φαρισαῖοι ἐξεμυκτήριζον τὸν Κύριον, ὡς ἐπὶ τοῖς λόγοις δακνόμενοι· δυσηρετοῦντο γὰρ ὡς φιλάργυροι περὶ ἀκτημοσύνης ἀκούοντες, ἐπεὶ καὶ εἰρητάι· Βδέλυγμα ἁμαρτωλῷ θεοσέβεια, καὶ οἱ ἔλεγχοι τῷ ἀσεβεῖ μώλωπες. Ο δὲ Κύριος ἐκκαλύπτων τὴν ὑποκεκρυμμένην αὐτῶν πονηρίαν, καὶ δεικνύς, ὅτι εἰ καὶ ὑποκρίνονται δικαιοσύνην, βδελυκτοί εἰσι παρὰ τῷ Θεῷ διὰ τὴν οἴησιν, ἣν περὶ ἑαυτῶν ἔχουσι, φησίν· Ὑμεῖς ἐστε οι δικαιοῦντες ἑαυτοὺς, καὶ οἰόμενοι, ὡς μόνοις ὑμῖν τὸ νοεῖν ἃ δεῖ, καὶ διδάσκειν δέδοται· διὸ καὶ μυκτηρίζετε τοὺς ἐμοὺς λόγους ὡς ἄφρονος, θέλοντες νομίζεσθαι τῷ πλήθει ἀληθείας διδάσκαλοι. Αλλ' οὐχ οὕτως· ὁ γὰρ Θεὸς γινώσκει τὰς καρδίας ὑμῶν, καὶ βδελυκτοὺς ὑμᾶς ἡγεῖται διὰ τὴν ὑψηλοφροσύνην, καὶ τὴν τῆς ἀνθρωπίνης δόξης ἐπιθυμίαν.. Τὸ γὰρ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα παρὰ τῷ Θεῷ,» ἀκάθαρτος γὰρ – παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος. Έδει γοῦν ὑμᾶς· ὦ Φαρισαῖοι, μὴ πρὸς ὑπόληψιν ζῆν ἀνθρωπίνην, Θεὸς γὰρ διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων· δικαιοῦν δὲ μᾶλλον ἑαυτοὺς ἐνώπιον τοῦ Θεοῦ. Ο νόμος· καὶ οἱ προφῆται ἕως Ιωάννου, ἀπὸ τότε ἡ βασιλεία τοῦ Θεοῦ εὐαγγελίζεται· καὶ πᾶς εἰς αὐτὴν βιάζεται. Ευκοπώτερον δέ ἐστι τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν, ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν. Πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ, καὶ γαμῶν ἑτέ ραν, μοιχεύει, καὶ πᾶς ὁ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν, μοιχεύει.» Δοκεῖ ἀπηρτημένα εἶναι ταῦτα, καὶ μηδεμίαν κοινωνίαν ἔχειν πρὸς τὰ προῤῥηθέντα, ἀλλὰ τῷ προσέχοντι οὐκ ἀνακόλουθα δόξαιεν ἂν, λίαν δὲ τοῖς προλαβοῦσιν ἀκόλουθα. Ἐπειδὴ γὰρ αὐτὸς μὲν ἀκτημοσύνην εἰσηγήσατο δι' ὧν ἀνωτέρω εἶπε, καὶ τὸν πλοῦτον ἄδικον μαμωνᾶν ἐκάλεσεν, ὁ δὲ νόμος τὰς εὐλογίας καὶ ἐν τῷ πλούτῳ ἐδίδου, καὶ οἱ προφῆται τὰ ἀγαθὰ τῆς γῆς ἐπηγγέλλοντο, ἵνα μή τις εἴπῃ αὐτῷ διαμυκτηρίζων, ὥσπερ οἱ Φαρι σαῖοι, Τί σὺ λέγεις; ἐναντιοῖς τῷ νόμῳ; ἐκεῖνος καὶ ἐν τῷ πλούτῳ εὐλογεῖ, καὶ σὺ ἀκτημοσύνην διδά σκεις; Διὰ τοῦτό φησιν· Ο νόμος καὶ οἱ προφῆται ο
col. 971–972page 145 of 222
PG 123:971έως Ιωάννου εἶχον τὸν καιρόν. Καὶ καλῶς μὲν ἰδί η xις, θ. δασκον, είτε καιρὸν ἐχούσης τῆς νηπιότητος τῶν ἀκουόντων. Αφ' οὗ δὲ ὁ Ἰωάννης, ὁ σχεδόν αῦλος δι' ἀκτημοσύνην, καὶ ἀκτήμων διὰ τὴν μικροῦ ἀθλία, ἐπεδήμησε, καὶ βασιλείαν οὐρανῶν ἐκήρυξεν, οὐκέτι λοιπὸν τὰ τῆς γῆς ἀγαθὰ καιρὸν ἔχουσιν, ἀλλ' ἡ βασ σιλεία τῶν οὐρανῶν κηρύττεται. Διὸ καὶ ἀκτημοσύνην ἐν γῇ ὀφείλουσιν ἐπιτηδεύειν οἱ τῶν οὐρανῶν ἐφιέμενοι. Ἐπεὶ οἶγε προφῆται καὶ ὁ νόμος, μή μνησθέντες βασιλείας οὐρανῶν, εἰκότως τὰ τῆς γῆς ἀγαθὰ ἐπηγγέλλοντο τοῖς ἔτι ἀτελεστέροις, καὶ μηδὲν μέγα καὶ ἀνδρικὸν ἐννοεῖν δυναμένοις. Ὥστε εἰκότως, ὦ Φαρισαῖοι, ἀκτημοσύνην διδάσκω, οἷα δὴ τῶν ἀτελῶν τοῦ νόμου προσταγμάτων μηκέτι καιρὸν ἐχόντων. Εἶτα ἵνα μὴ εἴπωσιν, ὅτι λοιπὸν πάντα τὰ τοῦ νόμου ἐκβέβληται ὡς ματαίου καὶ διακένου, οὐχί φησιν, ἀλλὰ μᾶλλον νῦν ἀναπληροῦται καὶ τελειοῦται. Οσα γὰρ ἐσκιαγράφησεν ἐκεῖνος εἴτε περί Χριστοῦ λέγων τυπικῶς, εἴτε περὶ ἐντολῶν, ταῦτα νῦν ἀναπληροῦνται, καὶ οὐδὲν τούτων ἄχρι καὶ μιᾶς κεραίας διαπεσείται· τά τε γὰρ περὶ Χριστοῦ ἐκεῖ σκιοειδῶς ὑποδειχθέντα, νῦν φανώτερον τελεσθήσονται. Καὶ αἱ ἐντολαὶ τοῦ νόμου, αἱ τότε πρὸς τὴν τῶν ἀτελῶν διάνοιαν οἰκείως καὶ καταλλήλως δ θεῖσαι, νῦν τὸ ὑψηλότερον καὶ τελειότερον ἔξουσιν ὅτι γὰρ ὁ νόμος πρὸς ἀτελεῖς ἀτελῶς διελέγετο, δῆλονἐντεῦθεν. Καὶ γὰρ περί λύσεως γάμου πρὸς τὴν σκλη ροκαρδίαν τῶν Εβραίων ἀπεκρίνατο, ἵν' εἰ μισοίη ὁ ἀνὴρ τὴν γυναῖκα, ἐξουσίαν ἔχῃ ἀπολύειν αὐτὴν, ἵνα μὴ χειρόν τι γένηται. Φονεῖς γὰρ ὄντες καὶ αἱμοχαρεῖς, οὐδὲ τῶν οἰκειοτάτων ἐφείδοντο, ὡς καὶ τοὺς υἱοὺς καὶ τὰς θυγατέρας τοῖς δαιμονίοις θύειν ἀλλὰ τὸ μὲν χθαμαλὸν, καὶ ἀτελὲς τοῦ νόμου τοιοῦ τον καιρὸς γὰρ ἦν τῆς τοιαύτης νομοθεσίας τότε, νυνὶ δὲ ἄλλης τελειοτέρας διδασκαλίας δεῖ. Διό και φημι, πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ, παρεκτός λόγου πορνείας δηλαδή, καὶ γαμῶν ἑτέραν, μοιχεύει ὥστε οὐδὲν θαυμαστὸν, εἰ καὶ μὴ περὶ ἀκτημοσύνης διαλέγομαι, μηδὲν οὕτω σαφῶς τοῦ νόμου διδάσκοντος (6-7). Ιδού γοῦν περὶ τῆς τοῦ γάμου λύσεως ὁ νόμος αδιαφόρως ἐκέλευσε, διὰ τὴν μιαιφονίαν τῶν Ἰουδαίων, ἐγὼ δὲ πρὸς τὸ τελειότερον ἐγγυμνάζων τοὺς ἀκούοντας, τὴν ἀνεύλογον ἀπόλυσιν ἀπαγορεύω, οὐκ ἐναντία ἐκείνῳ διαγορεύων, ἀλλὰ μᾶλλον τὸ έκείνου βούλημα ἱστῶν. Τῷ γὰρ νόμῳ βουλητὸν ἦν τὸ μὴ γίνεσθαι φόνους μεταξὺ ἀνδρὸς καὶ γυναικός τοῦτο κἀγὼ τυπῶ, διὰ τοῦ παιδεύειν τοὺς συζύγους ἀλλήλων κήδεσθαι, καὶ φείδεσθαι, ὡς μελῶν οἰκείων, ὥστε καὶ ὁ νόμος μὲν τοῦτο ἐβούλετο· ἐπεὶ δὲ ἀτε λεῖς ἦσαν οἱ ἀκούοντες, ὥρισε τὴν τοῦ γάμου διά λυσιν, ἵνα κἂν οὕτως φειδώ γένοιτο καὶ μὴ κατ' ἀλλήλων μαίνοιντο ὅ τε ἀνὴρ καὶ ἡ γυνή· τὰ τοῖ (6-7) 32, Μηδὲν οὕτω σαφῶς τοῦ νόμου δια δάσκοντος, αὐτὸς περὶ ἀκτημοσύνης διαλέγομαι. Ιδού γοῦν, κ. τ. λ.
col. 973–974page 146 of 222
PG 123:973νόμου τοίνυν πάντα έστησεν ὁ Χριστός· ὥστε καλῶς εἶπεν, ὡς ἀδύνατόν φησιν, πεσεῖν μίαν κεραίαν τοῦ νόμου· πῶς γὰρ ἂν πέσῃ ὁ μᾶλλον ὀρθούμενος ὑπὸ Χριστοῦ; Ανθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον, εὐφραινόμενος καθ' ἡμέραν λαμπρῶς. Πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος, δ; εβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος, καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόν των ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου. 'Αλλὰ καὶ οἱ κύνες ερχόμενοι ἀπέλειχον τὰ ἔλκη αὐτοῦ. Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν, καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον τοῦ ᾿Αβραάμ. Απέθανε δὲ καὶ ὁ πλούσιος, καὶ ἐτάφη. • Ακόλουθα τοῖς προειρημένοις ταῦτα. Ἐπειδὴ γὰρ προλαβών περί τοῦ τὸν πλοῦτον διατίθεσθαι καλῶς ἐδίδαξεν, εἰκότως ἐπισυνάπτει καὶ ταύτην τὴν παραβολήν, εἰς τοῦτο αὐτὸ φέρουσαν διὰ τοῦ κατὰ τὸν πλούσιον ὑποδείγματος. Παραβολὴ γὰρ καὶ τοῦτο, ἀλλ' οὐχ ὡς τινες ἀνοήτως ἂν οἱηθείεν, πραγμά ἐστιν ήδη γεγονός. Οὐδέπω γὰρ οὔτε τοῖς δικαίοις τῶν ἀγαθῶν, οὔτε τοῖς ἁμαρτωλοῖς τῶν ἐναντίων ἡ ἀποκλήρωσις, ἀλλ' ἐσχημάτισε τὸν λόγον ὁ Κύριος, πρὸς τὸ παιδεῦσαι δ τοὺς ἀνελεήμονας, οἷα αὐτοῖς ἀποκείσονται, καὶ αὖ διδάξαι τοὺς κακοπαθοῦντας, οἷα εὐπαθήσουσιν, ὑπὲρ ὧν ἐνταῦθα ὑπομένουσι. Τὸν μὲν οὖν πλούσιον ἀνωνύμως ἐν τῇ παραβολῇ παρέλαβεν, οἷα μηδὲ ἄξιον παρὰ θεῷ ὀνομάζεσθαι, καθὰ καὶ διὰ τοῦ προς φήτου φησίν, οὐ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου. Τοῦ δὲ πένητος όνομαστὶ μνημονεύει· τῶν γὰρ δικαίων τὰ ὀνόματα καὶ ἐν βίβλῳ ζωῆς ἀπογράφονται· ἔστι δὲ λόγος, ὡς ἡ Εβραίων παράδοσις ἔχει, Λάζαρον εἶναι τινα ἐν Ἱεροσολύμοις πατ' ἐκεῖνο καιροῦ ἐσχάτην πενίαν κεκληρωμένον καὶ ἀῤῥωστίαν, οὗ μνημονεῦσαι τὸν Κύριον εἰς πα ραβολὴν αὐτὸν λαβόντα, ὡς ἐμφανῆ καὶ γνώριμον. Ὁ μὲν οὖν πλούσιος πάντοθεν εὐροῶν ἦν, καὶ γὰρ καὶ πορφύραν καὶ βύσσον ἐνεδέδυτο· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ τὴν ἄλλην τρυφὴν ἐτρύφα πᾶσαν. Ευφραινόμενος γάρ, φησί, καὶ οὐ νῦν μὲν, νῦν δὲ οῦ, ἀλλὰ καθημέραν, καὶ οὐ μετρίως, ἀλλὰ λαμπρῶς, τουτέστιν ἀσώτως καὶ πολυτελῶς. Ο δὲ Λάζαρος καὶ πένης, καὶ ἀῤῥωστῶν, καὶ τοῦτο δεινῶς· ἡλκωμένος γάρ, φησίν. Εστι γὰρ ἀῤῥωστεῖν, οὐ μὴν ἡλκῶσθαι. Ἐνταῦθα δὲ ἐπίτασις τοῦ κακοῦ καὶ πρὸς τὸν πυλῶνα βεβλημένος τοῦ πλουσίου, ἑτέρα βάσανος τὸ ὁρᾶν ἄλλους ὑπερτρυφῶντας, αὐτὸν δὲ λιμώττειν. Ἐπεθύμει γὰρ χορτασθῆναι οὐχὶ βρωμάτων πολυ τελῶν, ἀλλὰ καὶ ψιχίων αὐτῶν, καὶ τούτων, ὧν οἱ κύνες χορτάζονται. ᾿Αλλὰ καὶ ἔρημος τῶν θεραπευσόντων· οἱ γὰρ κύνες ἔλειχον τὰ ἔλκη αὐτοῦ, οἷα μηδενὸς ὄντος τοῦ ἀποσοβήσοντος τούτους. Αρα οὖν ἐν τοσούτοις δεινοῖς ὧν ὁ Λάζαρος ἐβλασφήμησεν; ἢ ἐλοιδόρησε τὴν τροφὴν τοῦ πλουσίου; ἢ τὴν ἀπαν θρωπίαν κατέκρινεν; ἢ τὴν πρόνοιαν ἐμέμψατο; Οὐδὲν τούτων ἐνόησεν, ἀλλὰ μετὰ πολλῆς τῆς φιλο σοφίας καρτέρει. Πόθεν δῆλον; Αφ' ὧν οἱ ἄγγελοι αὐτὸν ἀποθανόντα ἐδέχοντο. Οὐκ ἂν γὰρ, εἰ γογγυστής ἦν καὶ βλάσφημος, τοσαύτης τιμῆς ἠξιώθη, καὶ τῆς
col. 975–976page 147 of 222
PG 123:975παρ' ἀγγέλων δορυφορίας, ἀπέθανε δὲ καὶ ὁ πλού σιος, καὶ ἐτάφη. Τῷ ὄντι γὰρ καὶ ζῶντος κατω ρυγμένη αὐτοῦ ἦν ἡ ψυχή, ὡς τάφον περιφέρουσα τὴν σάρκα. Διὸ καὶ ἀποθανών οὐχ ὑπὸ ἀγγέλων ἀπάγεται, ἀλλ᾽ εἰς τὸν ᾄδην κατάγεται. Ο γὰρ μηδὲν ὑψηλὸν φρονήσας ποτὲ μηδ' οὐράνιον, τοῦ κατωτάτου τόπου ἄξιος, τῷ γοῦν εἰπεῖν, ὅτι ἐτάφη, τοῦτο παρηνίξατο ὁ Κύριος, ὅτι καὶ ἡ ψυχὴ αὐτοῦ τὸν κατω τάτω τόπον καὶ ζοφώδη έλαχεν. Καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τὸν ᾿Αβραὰμ ἀπὸ μα κρόθεν, καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ, καὶ αὐτὸς φωνήσας εἶπε· Πάτερ ᾽Αβραὰμ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὑτοῦ ὕδατος, καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Εἶπε δὲ ᾽Αβραάμ Ιν ι Τέκνον, μνήσθητι, ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου Ει ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακὰ, νῦν δὲ ὅδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Καὶ ἐπὶ πᾶν τούτοις χάσμα μέγα εστήρικται μεταξὺ ἡμῶν καὶ ὑμῶν, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. • Ωσπερ τὸν Ἀδὰμ ὁ Κύριος ἐκβάλλων τοῦ παραδείσου ἀπέναντι αὐτοῦ κατῴκισεν, ἵνα τῇ συνε χεῖ ὄψει ανανεούμενον τὸ πάθος ἀκριβεστέραν αὐτῷ παράσχῃ τὴν αἴσθησιν τῆς τῶν ἀγαθῶν ἐκπτώσεως, οὕτω καὶ τοῦτον κατέναντι τοῦ Λαζάρου κατεδίκασεν, ἵν᾿ ὁρῶν αὐτὸν ἐν οἷοις ἐστὶν, αἰσθάνηται ὧν διὰ τὴν ἀπανθρωπίαν ἐκπέπτωκε. Διατί δὲ οὐ παρ᾽ ἄλλων τινὶ τῶν δικαίων, ἀλλ' ἐν τοῖς κόλποις τοῦ ᾿Αβραάμ εἶδε τὸν Λάζαρον, ἐπεὶ φιλόξενος ἦν ὁ ᾿Αβραάμ. Τ οὖν ἔλεγχος τῆς μισοξενίας αὐτοῦ γένηται, διὰ τοῦτο μετ᾿ ἐκείνου βλέπει. Ἐκεῖνος καὶ τοὺς παριόντας εἰς τὴν οἰκίαν εἷλκε τὴν ἑαυτοῦ, αὐτὸς δὲ καὶ τὸν ἔσω κείμενον παρεώρα. Διατί δὲ μὴ πρὸς τὸν Λάζαρον ἀποτείνει τὸν λόγον, ἀλλὰ πρὸς τὸν Αβραάμ; Ισχύνετο ἴσως· ἐνόμιζε γὰρ τυχὸν καὶ μνησικακεῖν τὸν Λάζαρον, καὶ ἐκ τῶν καθ᾿ ἑαυτὸν ἔκρινε καὶ τὰ τοῦ Λαζάρου. Εἰ γὰρ ἐγὼ τοσαύτης ἀπολαύων εὐημερίας, παρεώρων αὐτὸν τοσούτοις κακοῖς στενοχωρούμενον, καὶ οὐδὲ ψιχίων μετε δουν, πολλῷ μᾶλλον αὐτὸς ὁ καταφρονηθείς μνησικακήσει, καὶ οὐκ ἐπινεύσει δοῦναι τὴν χάριν. Διὰ τοῦτο πρὸς τὸν Ἀβραὰμ ποιεῖται τους λόγους. Ενόμιζε γὰρ ἀγνοεῖν τὸν πατριάρχην τὰ γεγενημένα. Τί οὖν ἐκεῖνος; οὐκ εἶπεν· Απάνθρωπε καὶ ὠμὲ, οὐκ αἰσχύνῃ; φιλανθρωπίας νῦν μέμνησα:; ἀλλὰ πῶς; Τέκνον. "Ορα συμπαθῆ καὶ ἁγίαν ψυχήν φησὶ γὰρ καί τις σοφός· Ψυχὴν τεταπεινωμένην μὴ προσταράξῃς. Διὰ τοῦτο καὶ αὐτὸς, τέκνον, φησὶν, αἰνιττόμενος διὰ τούτου, ὅτι ἄχρι τούτου ἐστὶν αὐτῷ ἡ ἐξουσία τοῦ ὀνομάσαι αὐτὸν οὕτως ἱλαρῶς, πο ραιτέρω ὃς οὐδενὸς ἐξουσιάζει. Οὗ ἔχω τούτου σα μεταδίδωμι, συμπαθούς φωνῆς, τὸ δὲ ἐντεῦθεν ἐκεῖ μεταβαίνειν οὐχ ἡμέτερον· ἐκλείσθη γὰρ τὰ πάντα. Καὶ σὺ μὲν ἀπέλαβες τὰ ἀγαθά σου, ἐκεῖνος δὲ τὰ κακά. Τίνος δὲ ἕνεκεν οὐκ εἶπεν, Ελαβες, ἀλλ᾽, Απέλαβες; Τὸ γὰρ ἀπολαβεῖν ἐπὶ τῶν ὑποδεχομένων ἅπερ ἐχρεωστοῦντο, λέγειν ειώθαμεν. Τί οὖν μανθάνομεν; "Οτι κἂν μιαροί τινε; εἶεν, κἂν εἰ; ἔσχατον κακίας ἐληλακότες, πολλάκις ἔν τι και
col. 977–978page 148 of 222
PG 123:977Έυο εἰργάσαντο ἀγαθά. "Οθεν καὶ αὐτὸς ἔχων τινὰ ὅτι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὁ ἀδικῶν τὸν ἀδικούμενον ποίᾳ κατακρίσει, ὥσπερ ἐνταῦθα ὁ πλούσιος τὸν ἀγαθὰ διὰ τῆς ἐν τῷδε τῷ βίῳ ευημερίας τὴν ἀμοι στην δεξάμενος, ἀπολαβεῖν ταῦτα λέγεται· ὁμοίως δὲ καὶ ὁ Λάζαρος τὰ κακά. Ἴσως γὰρ καὶ οὗτος ἓν ἢ δύο εἰργάσατο κακά, καὶ διὰ τῆς ὀδύνης, ἧς ἐνα ταῦθα ὑπέμεινεν, ἀπέλαβε τὴν ἀξίαν ἀμοιβὴν τού των. Διὸ παρακαλεῖται μὲν οὗτος, ὀδυνᾶσαι δὲ σύ. Τὸ δὲ χάσμα δηλοῖ τὴν τῶν δικαίων πρὸς τοὺς ἁμαρτ τωλούς διάστασιν καὶ διαφοράν. Ωσπερ γὰρ καὶ αἱ προαιρέσεις αὐτῶν διάφοροι ἦσαν, οὕτω καὶ αἱ μοναί πολλὴν τὴν ἀπόστασιν ἔχουσιν, ἑκάστου τὰ κατάλληλα τῇ προαιρέσει καὶ τῷ βίῳ ἀπολαμβάνοντος. Σημείωσαι δὲ ἐντεῦθεν πόρισμά τι κατὰ τῶν Ωριγενιαστῶν λεγόντων, ὅτι τέλος ἐχούσης τῆς κοι λάσεως έσται καιρὸς, ὅτε οἱ ἁμαρτωλοὶ ἑνωθήσονται τοῖς δικαίοις, καὶ τῷ Θεῷ, καὶ οὕτως τὰ πάντα ἐν πᾶσι γένηται ὁ Θεός. Ἰδοὺ γὰρ ἀκούομεν τοῦ ᾿Αβραὰμ λέγοντος, ὅπως οἱ βουλόμενοι ἔνθεν πρὸς ὑμᾶς, ἡ ἐκεῖθεν διαβῆναι πρὸς ἡμᾶς μὴ δύνωνται. Ὥσπερ οὖν ἀδύνατον ἐκ τῆς λήξεως τῶν δικαίων μεταβηναι τινα εἰς τὸν τόπον τῶν ἁμαρτωλῶν, οὕτως ἀδύνατον, ἡμᾶς διδάσκει ᾿Αβραάμ, τὸ μεταβῆναι ἐκ τοῦ τόπου τῆς κολάσεως εἰς τὸν τόπον τῶν δικαίων. Αβραὰμ δὲ ἀξιοπιστότερος δήπου Ωριγένους. Τι δὲ ὁ ᾄδης; Οἱ μὲν αὐτόν φασι χῶρον υπόγειον σκο τεινὸν, οἱ δὲ τὴν ἀπὸ τοῦ ἐμφανοῦς εἰς τὸ ἀφανὲς καὶ ἀειδὲς μετάστασιν τῆς ψυχῆς ᾄδην ἔφασαν. "Αχρι μὲν γὰρ ἐν σώματι ἐστιν ἡ ψυχή, φαίνεται διὰ τῶν οἰκείων ἐνεργειῶν, μεταστᾶσα δὲ τοῦ σώματος άει δὴς γίνεται· τοῦτο γοῦν ἔφασαν εἶναι τὸν ᾄδην. Κόλπους δὲ ᾽Αβραὰμ, την περιοχὴν τῶν ἀγαθῶν τῶν ἀποκειμένων τοῖς δικαίοις, τοῖς ἀπὸ ζάλης εἰς λιμένας καταντήσασιν οὐρανίους. Ἐπεὶ καὶ ἐν θα λάσσῃ κόλπους· ειώθαμεν καλεῖν τοὺς λιμενοειδείς καὶ ἀναπαυτηρίους τόπους. Σημείωσαι δὲ καὶ τοῦτο, ὄψεται, ἐν ποίᾳ δόξῃ ἐστὶ, καὶ οὗτος αὖ ἐκεῖνον ἐν Λάζαρον, καὶ οὗτος πάλιν τὸν πλούσιον. Εἶπε δέ· Ἐρωτῶ οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου· ἔχω γὰρ πέντε ἀδελφούς, όπως διαμαρτύρητα: αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. Λέγει αὐτῷ ᾿Αβραάμ Εχουσι Μωσέα καὶ τοὺς προ φήτας, ἀκουσάτωσαν αὐτῶν. Ὁ δὲ εἶπεν· Οὐχὶ, πάτερ Αβραάμ, ἀλλ' ἐάν τις ἐκ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς, μετανοήσουσιν. Εἶπε δὲ αὐτῷ· Ε! Μωσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ Εάν τις ἐκ νεκρῶν ἀναστῇ, πεισθήσονται.» Απο τυχὼν τῶν καθ᾽ ἑαυτὸν ὁ ἐλεεινὸς πλούσιος, ὑπὲρ ἑτέρων τίθησι τὴν ἱκετηρίαν. Ορα πῶς ὑπὸ τῆς κολάσεως εἰς συναίσθησιν ἦλθε, καὶ ὁ τοῦ Λαζάρου πρὶν καταφρονῶν ἐν ποσὶ κειμένου, νῦν ἑτέρων ἀπόντων φροντίζει, καὶ παρακαλεῖ πεμφθῆναι τὸν Λά ζαρον ἐκ τῶν νεκρῶν εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ. Καὶ οὐχ ἁπλῶς ἕνα τῶν νεκρῶν, ἀλλὰ τὸν Λάζαρον, Όπως ἴδωσιν αὐτὸν στεφανωθέντα καὶ ἐν δόξῃ καὶ ὑγεία, οἱ ἰδόντες αὐτὸν ἐν ἀῤῥωστίᾳ, καὶ ἀτιμίᾳ, καὶ οι γενόμενοι μάρτυρες της πενίας αὐτοῦ, αὐτοὶ καὶ τῆς δόξης γένωνται θεαταί. Πρόδηλον γὰρ ὡς ἐν δόξῃ ἔμελλεν αὐτοῖς ἐπιφανήναι, είχε αξιόπιστου
Page scan enlarged

Notebook

Full View