PG 123Theophylactus Bulgari Archiepiscopus
Commentary on the Gospel of Saint John
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Life of Saint John according to SophroniusVita S. Joannis ex Sophronio

col. 1127–1128page 1 of 111
PG 123:1127ΘΕΟΦΥΛΑΚΤΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΒΟΥΛΓΑΡΙΑΣ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΟΣ ΤΟΥ ΙΩΑΝΝΟΥ Ἐκ τοῦ Σωφρονίου. Ιωάννης, ἐν Ἰησοῦς πάνυ ἠγάπησεν, υἱὸς Ζεβεδαίου, ἀδελφὸς Ἰακώβου τοῦ ὑπὸ Ηρώδου μετά τὸ πάθος τοῦ Κυρίου ἀποκεφαλισθέντος, ἔσχατος πάντων ἔγραψεν Εὐαγγέλιον, παρακληθεὶς παρά τῶν τῆς Ἀσίας ἐπισκόπων, καὶ κατὰ Κηρίνθου και ἄλλων αἱρετικῶν· καὶ μάλιστα τηνικαῦτα τοῦ τῶν Εμβιωνιτῶν ὑγματος ἀνακύψαντος, τῶν φασκήν των τὸν Χριστὸν πρὸ Μαρίας μὴ γεγενῆσθαι. "Οθεν ἠναγκάσθη τὴν θείαν γέννησιν αὐτοῦ εἰπεῖν. Καὶ ἄλλην δὲ αἰτίαν τούτου τοῦ συγγράμματος φέρουσιν. Αναγνοὺς γὰρ Ματθαίου, Μάρκου καὶ Λουκά τὰ τεύχη, ἐδοκίμασε μὲν τὸ ὕφος τῶν ἱστοριών, καὶ ἀληθῆ αὐτοὺς εἰρηκέναι ἐβεβαίωσεν. Ἑνὸς δὲ ἐνιαυτοῦ μόνον, ἐν ᾧ καὶ ἔπαθε, μετὰ τὴν φυλακὴν Ἰωάννου τὴν ἱστορίαν συντάξαι. Εάσας τοίνυν τὸν ἐνιαυτὸν οὗ τὰ πεπραγμένα παρὰ τῶν τριῶν ἐξει τέλη, τοῦ ἀνωτέρου χρόνου, πρὶν ἢ τὸν Ἰωάννη ἐμβληθῆναι εἰς τὴν εἰρκτὴν, τὰς πράξεις εξέθετε καθὰ σαφηνισθῆναι δυνήσεται τοῖς ἐπιμελῶς τοῖς τέτταρσιν Εὐαγγελίοις ἐντυγχάνουσιν· ὅπερ καὶ τὸν διαφωνίαν τὴν δοκοῦσαν εἶναι Ἰωάννου μετὰ τῶν » λοιπῶν εἴργει. Εγραψε δὲ μίαν Ἐπιστολὴν, ἧς ἡ ἀρχὴ ἐστιν· Ο ἦν ἀπαρχῆς· ο ἥτις παρὰ πάν των τῶν ἐκκλησιαστικῶν καὶ πεπαιδευμένων ἀν δρῶν ἐγκρίνεται. Αἱ δὲ λοιπαὶ δύο, ὧν ἡ ἀρχὴ ἐστι, πρώτης μέν, Ο πρεσβύτερος Ἐκλεκτῇ κυρί.·, δευτέρας δὲ, Ο πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ· ο Ἰωάννου πρεσβυτέρου λέγονται· οὗ ἔτι καὶ νῦν ἕτερον μνῆμα ἐν τῇ Ἐφέσῳ τυγχάνει. Καί τινες νομίζουσι, τὰ δύο μνημεῖα Ἰωάννου εἶναι τοῦ εὐαγγελιστοῦ, περὶ οὗ, ἡνίκα κατὰ τάξιν εἰς Πιπίαν τὸν τούτου ἀκροατὴν ἔλθωμεν, ἐξηγησόμεθα. Τοιγα του. τεσσαρεσκαιδεκάτῳ ἔτει, δεύτερον μετά Νέρωνι διωγμὸν κινοῦντος Δομετιανοῦ, εἰς Πάτμου να σου περιορισθείς, συνέταξεν Αποκάλυψιν, ἣν μετέφρασεν Ἰουστῖνος μάρτυς καὶ Εἰρηναῖος. Σφαγέντος δὲ
col. 1129–1130page 2 of 111
PG 123:1129Δομετιανοῦ, καὶ τῶν πράξεων αὐτοῦ διὰ τὴν πολλὴν ὠμότητα παρὰ συγκλήτου ἀκυρωθεισῶν, ἐπὶ Νέρβα εἰς Εφεσον ἀναζεύξας, ἕως Τραϊανοῦ τοῦ βασιλέως ἐκεῖσε διατελέσας, πάσας τὰς τῆς ᾿Ασίας ἐθεμελίωσε καὶ ᾠκοδόμησεν ἐκκλησίας· καὶ λίαν γηράσας, ἐξη κοστῷ ὀγδόῳ ἐνιαυτῷ μετὰ τὸ πάθος τοῦ Κυρίου τελευτήσας, πλησίον τῆς προειρημένης πόλεως ἠξιώθη τῆς κοιμήσεως. ΒΙΟΣ ΙΩΑΝΝΟΥ ΤΟΥ ΕΥΑΓΓΕΛΙΣΤΟΥ. Ἐκ τῆς τοῦ Δωροθέου μάρτυρος καὶ Τυρίων ἐπι σκόπου συνόψεως. Ιωάννης ὁ ἀδελφὸς αὐτοῦ, ὁ καὶ εὐαγγελιστὴς τοῦ Κυρίου γενόμενος, ὃν καὶ ἠγάπα ὁ Κύριος, ἐν μὲν τῇ Ἀσίᾳ ἐκήρυξε τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, ὑπὸ δὲ Τραϊανοῦ βασιλέως ἐξωρίσθη ἐν τῇ νήσῳ Πάτμῳ, διὰ τὸν λόγον τοῦ Κυρίου. Ἐκεῖ δὲ ῶν, καὶ τὸ ἅγιον Εὐαγγέλιον ἔγραψε, καὶ ἐξέδωκεν ἐν Ἐφέσῳ διὰ Γαΐου τοῦ ξενοδόχου καὶ διακόνου, ᾧ καὶ Παῦλος ὁ ἀπόστολος μαρτυρεί, λέγων Ρωμαίοις· «ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ ὅλης τῆς ἐκκλησίας.» Μετὰ δὲ τὴν τελευτὴν Τραϊανοῦ ἐπάνεισιν ἀπὸ τῆς νήσου ὁ μακάριος Ἰωάννης, καὶ παραμένει ἐν Ἐφέσῳ, καὶ ἔζησεν ἔτη ρχ', καὶ μετὰ ταῦτα ζῶν ἑαυτὸν ἐκεῖ ἔθαψε Θεοῦ βουλήσει. Εἰσὶ δὲ οἱ λέγουσι, ἐπὶ Δομετιανοῦ, υἱοῦ Ουεσπασιανού. ΤΑ ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓ ΓΕΛΙΟΥ. α'. Περὶ τῆς μαρτυρίας τοῦ Ἰωάννου περὶ Χρι στοῦ. Περὶ τοῦ Ἰωάννου ἐρωτηθέντος, εἰ ἔστιν ὁ Χριστός. Περὶ Ἀνδρέου, Πέτρου, Φιλίππου καὶ Ναθαναὴλ κληθέντων. β'. Περὶ τοῦ ἐν Κανᾷ γάμου. Περὶ τῶν ἐκβληθέντων ἐκ τοῦ ἱεροῦ. Περὶ τοῦ, Λύσατε τὸν ναὸν τοῦτον. γ. Περὶ τοῦ Νικοδήμου καὶ Ἰησοῦ. Περὶ τοῦ Ἰησοῦ καὶ Ἰωάννου βαπτιζόντων. Περὶ καθα ρισμού. δ. Περὶ τῆς Σαμαρείτιδος. Περὶ τοῦ υἱοῦ τοῦ βασιλικοῦ. τ'. Περὶ τοῦ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχοντος ἐν ἀσθενείᾳ. Περὶ τῶν Ἰουδαίων ζητούντων ἀπο κτεῖναι τὸν Ἰησοῦν. ς'. Περὶ τῶν πέντε ἄρτων καὶ δύο ιχθύων. Περί τῆς ἀναχωρήσεως τοῦ Ἰησοῦ, ἵνα μὴ ποιή σωσιν αὐτὸν βασιλέα. Περὶ τοῦ ἐν θαλάσσῃ περιπάτου. Περὶ τοῦ ὄχλου επομένου τῷ Ἰησοῦ τοῖς πλοιαρίοις. Περὶ τοῦ ὄχλου ζητοῦντος σημεῖον. Περὶ τοῦ ἄρτον ἐκ τοῦ οὐρανοῦ. Περί πολλῶν μαθητῶν ἀπελθόντων ἀπὸ τοῦ Ἰη σοῦ. Περὶ τῆς ἐμολογίας τοῦ Πέτρου περὶ τοῦ Χριστοῦ. ζ. Περὶ τῆς ἀναβάσεως τοῦ Κυρίου ὡς ἐν κρυ πτῷ εἰς τὴν ἑορτήν. Περὶ τῶν Ἰουδαίων θαν μαζόντων, πῶς ὁ Ἰησοῦς γράμματα οἶδε μὴ μεμαθηκώς. Περὶ τοῦ σχίσματος τοῦ ὄχλου περὶ Χριστοῦ. Περὶ τῆς τῶν ἀρχόντων καὶ Νικοδήμου αμφισβητήσεως. τῇ. Περὶ τῶν ἐρωτώντων τὸν Ἰησοῦν περὶ τοῦ Πατρὸς αὐτοῦ. Περὶ τοῦ Ἰησοῦ ἐλευθέρωσιν μὴ ἐπὶ Τραϊανοῦ αὐτὸν ἐξορισθῆναι ἐν Πάτμῳ, ἀλλὰ

His life from the synopsis of Dorotheus, Bishop of TyreVita ejusdem ex synopsi Dorothei Tyriorum episcopi

col. 1131–1132page 3 of 111
PG 123:1131επαγγελλομένου τοῖς ἑπομένοις αὐτῷ. Περὶ τῶν εἰπόντων ὅτι δαιμόνιον ἔχει ὁ Ἰησοῦς. Περὶ τῶν πειρωμένων Ἰουδαίων λιθοβολεῖν τὸν Ἰ σοῦν, ὅτι τοῦ ᾽Αβραὰμ προέκρινεν αὐτόν. θ'. Περὶ τοῦ ἐκ γενετής τυφλού. ι'. Περὶ τοῦ καλοῦ ποιμένοι καὶ μισθωτού. Περί τοῦ Ἰησοῦ ἐρωτηθέντος, ἐν τῇ στοᾷ περίπο τοῦντος. ια. Περὶ τῆς ἀγέρσεως τοῦ Λαζάρου. Περὶ τῆς τῶν ἀρχιερέων καὶ τῶν Φαρισαίων βουλῆς περί τοῦ ἀποκτεῖναι τὸν Ἰησοῦν. Περὶ ὧν εἶπεν ὁ Κατάφας. ιβ'. Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ. Περὶ ὧν εἶπεν Ἰούδας. Περὶ τοῦ ὀναρίου. Περὶ τῶν Ελλήνων προσελθόντων καὶ ἐρωτώντων είν Φίλιππον. Περὶ τῆς φωνῆς ἐκ τοῦ οὐρανού ἀκουσθείσης. ιγ. Περὶ τοῦ νιπτῆρος. Περὶ τοῦ ἐξελθόντες Ιούδα ἵνα τὸν Χριστὸν παραδῷ. Περὶ τῆς ἐνο τολῆς τοῦ ἀγαπᾷν ἀλλήλους. Περὶ τοῦ ζητοῦντος Πέτρου, ποῦ ὑπάγει ὁ Κύριος. ιδ. Περὶ Θωμᾶ ἀγνοοῦντος τοῦ ὑπάγει ὁ Κύριος. Περὶ τοῦ Ἰούδα τοῦ Θαδδαίου ἐρωτῶντος τίν Ἰησοῦν. Περὶ τοῦ Παρακλήτου. ιε'. Περὶ τῆς ἀληθινῆς ἀμπέλου, καὶ γεωργού, καὶ κλήματος. ις'. Περὶ τοῦ Ἰησοῦ προλέγοντος τὰ συμβησ μενα τοῖς μαθηταῖς. Περὶ τοῦ, Μικρὸν, καὶ δε σθέ με. Περὶ τοῦ τὸν Πατέρα ὅσα ἂν αἰτήσωνται δώσειν. ιζ'. Περὶ τῆς προσευχῆς τοῦ Ἰησοῦ πρὸς τὸν Πατέρα ὑπὲρ τῶν δεδομένων ἑαυτῷ μαθητών. τηʹ. Περὶ τῆς παραδόσεως τοῦ Ἰησοῦ. Περὶ τῶν Ἰουδαίων χαμαὶ πεσόντων. Περὶ τοῦ Πέτρου ἀποκόψαντος τὸ ωτίον τῷ τοῦ ἀρχιερέως δούλῳ. Περὶ τοῦ Ἰησοῦ ἀπαγομένου προς Αγ. ναν, καὶ Καϊάφαν, καὶ Πιλάτον. ιθ'. Περὶ τῆς τοῦ Χριστοῦ μαστιγώσεως. Περὶ τῆς σταυρώσεως τοῦ Χριστοῦ. Περὶ τῶν παρὰ τῷ σταυρῷ ἑστώτων. Περὶ τῆς αἰτήσεως τοῦ κυριακοῦ σώματος. Περὶ τῆς ταφῆς αὐτοῦ. κ'. Περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ. Περὶ τῆς φανερώσεως τοῦ Χριστοῦ, πρῶτον μὲν τῇ Μα ρίᾳ τῇ Μαγδαληνῇ, ἔπειτα δὲ τοῖς μαθηταῖς συνηγμένοις. κα'. Περὶ τῆς φανερώσεως τοῦ Ἰησοῦ μετὰ τὴν ἀνάστασιν Πέτρῳ καὶ ἑτέροις αλιεύουσιν ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος. Περὶ τοῦ τῷ Πέτρῳ λεχθέντος· Βίσκε τὰ πρόβατά μου.
col. 1133–1134page 4 of 111
PG 123:1133ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΠΡΟΟΙΜΙΟΝ. Ἡ τοῦ ἁγίου Πνεύματος δύναμις ἐν ἀσθενείᾳ τελειοῦται, καθὰ γέγραπται, καὶ πιστεύομεν· ἐν ἀσθενείᾳ δὲ οὐ σώματος μόνον, ἀλλὰ δὴ καὶ λόγου, καὶ σοφίας ἐν γλώττη κειμένης. Καὶ τοῦτο δῆλον ἐκ πολλῶν μὲν καὶ ἄλλων, μάλιστα δὲ ἐκ τοῦ περὶ τὸν μέγαν Θεολόγον καὶ ἀδελφὸν τοῦ Χριστοῦ ἐν χάριτι ὁρωμένου. Οὗτος γὰρ ἁλιέω; μὲν πατρὸς ἦν, τὴν αὐ τὴν δὲ τέχνην τῷ πατρὶ μεταχειριζόμενος, οὐ μόνον ἀμαθὴς ἦν τῆς Ἑλληνικῆς καὶ Ἰουδαϊκῆς παιδεύσεως, ἀλλὰ καὶ πάντη ἀγράμματος, καθὰ δὴ καὶ ὁ Θειότατος Λουκᾶς ἐν ταῖς Πράξεσιν ἱστορεῖ περὶ αὐτ τοῦ. Καὶ γὰρ δὴ καὶ ἡ πατρὶς αὐτοῦ εὐτελεστάτη καὶ άσημος, ὡς χωρίον εἶναι οὐ λογικῆς, ἀλλ' ἀλιευτικῆς τέχνης. Βηθσαϊδα γὰρ τοῦτον ἐξήνεγκεν. Αλλ' όμως ὁ τοιοῦτος, ὁ ἀγράμματος, ὁ ἄδημος, ὁ μηδὲν ἔχων περίβλεπτον, ἴδε ποίου τετύχηκε πνεύματος, ώστε & μηδεὶς τῶν ἄλλων εὐαγγελιστῶν ἡμᾶς ἐδίδαξεν, αὐτ τὸς ταῦτα βροντῆσαι. Ἐπειδὴ γὰρ ἐκείνων κατα γενομένων περὶ τὸ σωματικὸν τοῦ Χριστοῦ, μηδὲν δὲ περὶ τῆς πρὸ αἰώνων αὐτοῦ ὑπάρξεως τρανώτερον καὶ σαφέστερον εἰπόντων, δέος ἦν μή ποτέ τινες χαμαιπετεῖς, καὶ μηδὲν ὑψηλὸν νοῆσαι δυνάμενοι, νομίσωσι τὸν Χριστὸν τότε πρώτον εἰς ύπαρξιν ἐλε θεῖν, ὅτι ἀπὸ Μαρίας ἐγεννήθη, καὶ οὐχὶ πρὸ αἰώνων ἐκ τοῦ Πατρὸς γεννηθῆναι, δ πάντως πέπονθε Παῦ λος ὁ Σαμοσατεύς. Τούτου ένεκεν ὁ μέγας Ιωάννης περὶ τῆς ἄνω γεννήσεως διαλαμβάνει, καίτοι οὐδὲ τὴν σάρκωσιν τοῦ Λόγου ἀμνημόνευτον καταλείψας φησί γάρ ο Καὶ ὁ Λόγος σάρξ ἐγένετο.. α; δέ τινές φασι, καὶ ἠξίωσαν αὐτὸν οἱ ὀρθόδοξοι συγγράψαι περὶ τῆς ἄνω γεννήσεως, οἷα ἀναφανέντων τις νῶν αἱρετικῶν ἐν ταῖς ἡμέρας; ἐκείναις, τῶν δογματ τιζόντων ἄνθρωπον ψιλὸν ὑπάρξει τὸν Ἰησοῦν. Οτε δὴ λέγεται ὁ ἅγιος τὰ τῶν ἄλλων εὐαγγελιστῶν ἀνα γνούς, θαυμάσαι μὲν ἐκείνους τῆς περὶ πάντα άλη θοῦς ἀφηγήσεως, ἐπικρῖναι δὲ ὡς ὑγιῶς ἔχοντα, καὶ μηδὲν πρὸς χάριν εἰπόντας τῶν ἀποστόλων. "Α μένο τοι οὐ σαφῶς εἶπον ἐκεῖνοι, ἢ τελείως παρέλιπον, ταῦτα αὐτὸν ἐξαπλῶσαι, καὶ τρανῶσαι, καὶ προσθεῖναι διὰ τοῦ ἰδίου Εὐαγγελίου· δ καὶ συνέγραψεν ἐν Πάτμῳ τῇ νήσῳ ἐξόριστος διατελῶν, μετὰ τριακονταδύο έτη τῆς τοῦ Χριστοῦ ἀναλήψεως. Ήγαπᾶτο δὲ πάντων μάλιστα μαθητῶν Ἰωάννης τῷ Κυρίῳ, ὡς ἁπλοῦς

Chapter ICaput Primum

col. 1135–1136page 5 of 111
Præfatio auctoris
PG 123:1135τι και πραότατος, και χρηστοηθέστατος, και ως Deiρινα β καθαρὸς τὴν καρδίαν, ήγουν παρθένος. Ἐξ οὗ δὴ χα ρίσματος καὶ τὴν θεολογίαν ἐπιστεύθη, τῶν ἀθεάτι τοῖς πολλοῖς μυστηρίων κατατρυφήσας, ο Μακάρι γάρ, φησίν, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ἔψονται.. 'Ην δὲ ἄρα καὶ συγγενής του Κυρίου· και πῶς, ἄκουσον, Ἰωσὴφ ὁ τῆς πανάγνου Θεοτόκου μνηστήρ ἔσχεν ἐκ προτέρας γυναικός παῖδας ἐπτι, τέσσαρας ἄρρενας καὶ τρεῖς θηλείας, την Μαρίαν, τὴν Ἐσθήρ, τὴν Σαλώμην, ἦς, λέγω, τῆς Σαλώμη.. υἱ; ἦν οὗτος ὁ Ἰωάννης. Εὑρίσκεται τοίνυν ὁ ΚΑ ρ:ος θεῖος αὐτοῦ ὤν. Ἐπεὶ γὰρ πατὴρ τοῦ Κυρίου ο Ἰωσήφ, τούτου δὲ τοῦ Ἰωσὴς θυγάτηρ ή Σαλώμη ἀδελφὴ ἄρα τοῦ Κυρίου ἡ Σαλώμη λογίζεται, ὥσ καὶ ὁ ταύτης υἱὸς Ιωάννης ἀνεψιός τοῦ Κυρίου. Ο χ ἄτοπον δὲ ἴσως καὶ τὰ ὀνόματα της μητρὸς αὐτο καὶ αὐτοῦ τοῦ εὐαγγελιστοῦ ἀναπτύξαι. Η μήτι η Σαλώμη καλουμένη, ἑρμηνεύεται εἰρηνική, ὁ δὲ τ άνω, χάρις αὐτῆς. Γινωσκέτω οὖν πᾶσα ψυχή, ἐς ἡ εἰρήνη ἡ πρός τε τοὺς ἀνθρώπους, καὶ ἡ κατά ψυχὴν ἀπὸ τῶν παθῶν, μήτηρ γίνεται τῆς θείας χα ριτος, καὶ γεννᾷ ταύτην ἐν ἡμῖν. Τὴν γὰρ ταραττι μένην ψυχὴν, καὶ ἔτι μάχας ἔχουσαν πρός τε του ἄλλους ἀνθρωπους, καὶ πρὸς ἑαυτὴν, οὐκ εἰκὸς τῆς θείας ἀξιωθήναι χάριτος. Επεσκεψάμεθα δὲ καὶ τ θαυμασιώτερον συμβὲν περὶ τοῦτον δὴ τὸν εὐαγγ λιστὴν Ἰωάννην. Μόνο; γὰρ οὗτος τρεῖς μητέρα; αναφαίνεται ἔχων, τὴν φυσικὴν τὴν Σαλώμην, τὴν βροντήν (υἱὸς γὰρ βροντῆ; διὰ τὴν τοῦ Εὐαγγελί μεγαλοφωνίαν), καὶ τὴν Θεοτόκον· «Ιδού γάρ, φτ σίν, ἡ μήτηρ σου.» Αλλ' ἐπεὶ ταῦτα ἡμῖν πρὸ το ἐξηγήσεως εἴρηται, αρκτέον τη καὶ τῆς τοῦ ῥητο ἀναπτύξεως. ΚΕΦΑΛ. Α'. Περὶ τῆς μαρτυρίας τοῦ Ἰωάννου περὶ Χριστοί. Περὶ τοῦ Ιωάννου ερωτηθέντες, εἰ ἔστιν ε Χριστός. Περὶ Ἀνδρέου, Πέτρου, Φιλίππου και Ναθαναήλ κληθέντων. Ἐν ἀρχῇ ἦν ὁ Λόγος.» "Οπερ καὶ ἐν προοιμίο:; εἶπον, πάλιν καὶ τοῦτο ἐρῶ, ὅτι τῶν ἄλλων εὐαγγελιστῶν τὴν κάτω γέννησιν τοῦ Κυρίου, τὴν ἀνα φήν, την αὔξησιν πλατέως ἀφηγησαμένων, οὗτος μὲν ἐκεῖνα παρατρέχει, ὡς αὐτάρκως τοῖς συμμαθηταῖς αὐτοῦ ῥηθέντα, περὶ δὲ τῆς θεότητος τοῦ δι' ἡμᾶς ενανθρωπήσαντος διαλέγεται· καίτοι εἰ ἀκριβῶς θεα ρήσεις, οὔτε ἐκεῖνοι τὸ περὶ τῆς τοῦ Μονογενούς θεότητος εἰπεῖν παρώσαντο, ἀλλ' ἐπεμνήσθησαν, εἰ καὶ μὴ πλατέως, οὔτε οὗτος πρὸς τὸν ὑψηλότερων λέ γον ἀποβλέψας, ἡμέλησε πάντη τῆς ἐνσάρκου οι κονομία;· ἓν γὰρ ἦν Πνεῦμα τὸ κινοῦν τὰς τῶν ἀπάν των ψυχάς. Διαλέγεται οὖν ἡμῖν περὶ τοῦ Υἱοῦ· ὁ γὰρ Πατὴρ ἤδη ἀπὸ τῆς Παλαιᾶς γνώριμος ἦν. Καίτη οὐδὲ τὸν Πατέρα ἀπεσιώπησεν, ἀλλὰ καὶ περὶ τούτου μέμνηται, καὶ περὶ τοῦ Υἱοῦ λέγει. Δείκνυσι τοίν τὸ ἀΐδιον τοῦ Μονογενοῦς ἐν τῷ λέγειν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, ο τουτέστιν, ἀπ' ἀρχῆς ἦν. Τὸ γὰρ ἀπ'
col. 1137–1138page 6 of 111
PG 123:1137ἀρχῆς ὂν, οὐ μὴ εὑρεθῇ πάντως χρόνο;, ὅτι οὐκ ἦν. Καὶ πόθεν, φησί, δῆλον ὅτι τὸ, ο Ἐν ἀρχῇ ἦν, ο ταυτὸν σημαίνει τῷ, ἀπ' ἀρχῆς; Πόθεν; Καὶ ἀπ' αὐ τῆς μὲν τῆς κοινῆς ὑπολήψεως, μάλιστα δὲ ἀπ' αὐ τοῦ τούτου τοῦ εὐαγγελιστοῦ. Φησὶ γὰρ ἐν μιᾷ τῶν αὐτοῦ ἐπιστολῶν· «Ο ἦν ἀπ' ἀρχῆς δ ἑωρά καμεν. «Ορᾷς οὖν πῶς αὐτὸς ἑαυτὸν ὁ ἡγαπημένος Ερμηνεύει; Ναί, φησίν, ἀλλ' ἐγὼ τὸ, «ἐν ἀρχῇ, ο οὕτω νοῶ, ὥσπερ καὶ παρὰ τῷ Μωσεί· • Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεός. ο Ωσπερ γὰρ ἐκεῖ οὐχ ὡς ἀϊδίου ὄντος τοῦ οὐρανοῦ τὸ, «ἐν ἀρχῇ, ο νοεῖται, οὕτως οὐδ' ἐνταῦθα τό, «ἐν ἀρχῇ, ο νήσω, ὡς ἀϊδίου Εν τις τοῦ Μονογενοῦς. Ταῦτα μὲν ὁ αἱρετικός. Ἡμεῖς δὲ πρὸς ταύτην τὴν ἀνόητον ἔνστασιν οὐδὲν ἕτερον ἐροῦμεν, ἀλλ᾽ ἢ τοῦτο· ' σοφιστὰ τῆς κακίας, πῶς τὸ ἑξῆς ὑπεκράτησας; Ἀλλ᾿ ἡμεῖς τοῦτο ἐροῦμεν, κἂν τὰ μὴ θέλῃς. Ἐκεῖ μὲν γὰρ ὁ Μωσῆς φησιν Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ο ἐνταῦθα δὲ, • Ἐν ἀρχῇ ἦν ὁ Λόγος.» Τίς οὖν κοινωνία τῷ ἐποίησε, η πρὸς τὸ ο ἦν; ο Εἰ μὲν γὰρ ἐγέγραπτο καὶ ἐνταῦθα· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν Υἱὸν, ἐσίγησα ἄν· νῦν δὲ, «Ἐν ἀρχῇ ἦν· ο ἐξ οὗ νοῦ τὸ ἀϊδίως εἶναι τὸν λόγον, ἀλλὰ μὴ ὕστε ρον, καθὼς ὑμεῖς φλυαρείτε. Τίνος δὲ ἔνεκεν οὐκ εἶπεν· Ἐν ἀρχῇ ἦν ὁ Υἱός, ἀλλ', ε ὁ Λόγος, ο ἄκους. Οτι διὰ τὴν τῶν ἀκουόντων ἀσθένειαν, ἵνα μὴ ἀκού σαντες εὐθὺς ἐξ ἀρχῆς υἱόν, νοήσωμεν γέννησιν ἐμε ταθῆ καὶ σωματικὴν, τούτου ἕνεκεν Λόγον αὐτὸν ἐκάλεσεν· ἵνα σὺ μάθῃς ὅτι ὥσπερ ὁ λόγος γεννᾶται ἐκ τοῦ νοὸς ἀπαθῶς, οὕτω καὶ οὗτος ἐγεννήθη ἐκ τοῦ Πατρὸς ἀπαθῶς· καὶ ἄλλως δὲ αὐτὸν Λόγον ἐκά λεσεν, ἐπειδὴ τὰ τοῦ Πατρὸς ἡμῖν ἀπήγγειλεν, ὥσπερ καὶ πᾶς λόγος τὰ τοῦ νοὸς ἀπαγγέλλει βουλεύματα, ἅμα δὲ καὶ ἵνα δείξῃ αὐτὸν συναΐδιον τῷ Πατρὶ ὄντα. “Ωσπερ γὰρ οὐκ ἔστιν εἰπεῖν νοῦν ὄντα ποτέ χωρίς λόγου, οὕτως οὐδὲ τὸν Πατέρα καὶ τὸν Θεὸν χωρὶς τοῦ Υιού. Μετὰ τοῦ ἄρθρου δὲ εἶπεν· Ο Λόγος. Εἰσὶ γὰρ καὶ ἄλλοι πολλοὶ λόγοι τοῦ Θεοῦ, οἷον δή, φημί, αἱ προφητεῖαι, καὶ τὰ προστάγματα· καθὸ εἴρηται περὶ τῶν ἀγγέλων, ὅτι δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ, τουτέστι, τὰ προστάγματα αὐτοῦ ἀλλ' ὁ κυρίως λόγος οὐσία τις ἐστὶν ἐνυπόστατος. ς Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Καὶ ἐνταῦθα σαφέστερον δείκνυσι συναΐδιον τὸν Υἱὸν τῷ Πατρί. να γὰρ μὴ νομίσῃς, ὅτι ἦν ποτε ὁ Πατήρ χωρίς τοῦ Υἱοῦ, φησίν, ὅτι «Ο Λόγος ἦν πρὸς τὸν Θεόν, ο τουτέστι μετὰ Θεοῦ, ἐν τοῖς κόλποις τοῖς πατρικοῖς. Τὸ γὰρ, ο πρός, ὁ ἀντὶ τοῦ, μετὰ ὀφείλεις νοῆσαι, ὡς καὶ ἀλλαχοῦ κεῖται·. Οὐχὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ πρὸς ἡμᾶς εἰσιν; ο ἀντὶ τοῦ, μια ἡμῶν ἀναστρέφονται; Οὕτω κἀνταῦθα τὸ, ο πρὸς τὸν Θεόν, ο νέησον, ἀντὶ τοῦ, μετὰ Θεοῦ ἦν, σὺν τῷ Θε, ἐν τοῖς κόλποις αὐτοῦ. Οὐκ ἐνδέχεται γὰρ τὸν σε Ει Ει 52: ο ἀκηκόαμεν,
col. 1139–1140page 7 of 111
PG 123:1139Θεὸν ἄλογον ἢ ἄσοφον εἶναί ποτε, ἢ ἀδύνατον. Διὰ οι ο ο τοῦτο πιστεύομεν, ὅτι ἐπεὶ λόγος, καὶ σοφία, καὶ δύναμις τοῦ Πατρός ἐστιν ὁ Υἱός, ἀεὶ ἦν πρὸς τὸν Θεόν, ἀντὶ τοῦ, σὺν τῷ Πατρὶ, καὶ μετὰ τοῦ Πατρός. Καὶ πῶς, φησὶν, υἱὸν ὄντα μὴ εἶναι ὕστερον τοῦ πα τρός; Πῶς; Μάνθανε ἀπὸ τοῦ ὑλικοῦ ὑποδείγματος. Τὸ ἐπαύγασμα τοῦ ἡλίου ἄρα οὐκ ἐξ αὐτοῦ ἐστι του ἡλίου; Ναὶ πάντως. Δρα οὖν καὶ ὕστερόν ἐστι τοῦ ἡλίου, ὥστε ἐννοηθῆναι ποτε ήλιον χωρὶς τούτου; Οὐκ ἔστιν εἰπεῖν. Πῶς γὰρ ἂν καὶ εἴη ἥλιος μὴ ἀπαύ γασμα ἔχων; Οπερ οὖν ἐπὶ τούτου, πολλῷ μᾶλλον ἐπὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ νοηθήσεται. Απαύ γασμα γὰρ ἂν ὁ Υἱὸς τοῦ Πατρός, καθὼς ὁ Παῦλος λέγει, ἀεὶ τῷ Πατρὶ συνεκφαίνεσθαι πιστευθήσεται, καὶ οὐχ ὕστερος ἔσται αὐτοῦ. Νόει δέ μοι καὶ Σαβέλλιον τὸν Λίβυν ἐκ τούτου τοῦ ῥητοῦ ἀνατρεπόμενον. Ἐκεῖνος γὰρ ἐδογμάτιζεν, ὅτι ὁ Πατήρ καὶ ὁ Υἱός καὶ τὸ Πνεῦμα ἐν πρόσωπόν εἰσι, καὶ τοῦτο τὸ ἐν πρόσωπον ποτὲ μὲν ἐφάνη ὡς Πατήρ, ποτὲ δὲ ὡς Υιός, ποτὲ δὲ ὡς Πνεῦμα. Ταῦτα ἐφλυάρει ὁ τοῦ πατρὸς τοῦ ψεύδους υἱὸς, καὶ τοῦ πονηροῦ πλήρης πνεύματος. Ελέγχεται δὲ προφανῶς ἐκ τούτου, λέγω δὴ τοῦ· «Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Σαφέστατα γὰρ ὁ εὐαγγελιστὴς ἐνταῦθα λέγει, ἄλλον εἶναι τὸν Λόγον, καὶ ἄλλον τὸν Θεὸν ἦτοι τὸν Πατέρα. Επί γὰρ ὁ Λόγος ἦν σὺν τῷ θεῷ, πρόδηλον ότι δύο πρόσ ωπα εἰσάγονται, εἰ καὶ μία φύσις τούτοις τοῖς δυσίν. Οτιδὲ μία φύσις, ἄκους. Καὶ Θεὸς ἦν ὁ Λόγος.» Ψρες ὅτι καὶ ὁ Λόγος Θεός; Ὥστε μία φύσις τῷ Πατρὶ καὶ τῷ Υἱῷ, ἐπεὶ καὶ μία θεότης. Αισχυνέσθωσαν τοίνυν καὶ Αρειος καὶ Σαβέλλιος· Αρειος μὲν, κτίσμα λίγων τὸν Υἱὸν τοῦ Θεοῦ καὶ ποίημα, ἐντρεπέσθω διὰ τοῦ, Ἐν ἀρχῇ ἦν, καὶ Θεὸς ἦν ὁ Λόγος. ο Σαβέλλιος δὲ, ὁ μὴ λέγων τριάδα προσώπων, ἀλλὰ μονάδα, δια τοῦ, • Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν.» Τρανῶς γὰρ ἐνταῦθα ἄλλον εἶναι τὸν Λόγον, καὶ ἄλλον τὸν Πα τέρα, κηρύττει ὁ μέγας Ιωάννης, εἰ καὶ μὴ ἄλλο καὶ ἄλλο. Τὸ μὲν γὰρ ἄλλος καὶ ἄλλος ἐπὶ τῶν προτών πων λέγεται, τὸ δὲ ἄλλο καὶ ἄλλο, ἐπὶ τῶν φύ σεων. Οἷον, ἵνα σαφέστερον τὸ νόημα εκθήσωμαι, Πέτρος. καὶ Παῦλος, ἄλλος μὲν καὶ ἄλλος δύο γὰρ πρόσωπα· οὐκ ἄλλο δὲ καὶ ἄλλον μια γὰρ φύσις αύτ τοῖς ἡ ἀνθρωπότης. Οὕτως οὖν καὶ ἐπὶ Πατρὸς καὶ Υἱοῦ δογματιστέον· ἄλλος μὲν γὰρ καὶ ἄλλες δύο γὰρ πρόσωπα· οὐκ ἄλλο δὲ καὶ ἄλλο· μία γὰρ φύσις ή θεάτης. • Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.» Οὗτος ὁ Θεὸς Λόγο; οὐδέποτε ἐχωρίσθη τοῦ Θεοῦ καὶ Πα τρός. Ἐπεὶ γὰρ εἶπεν, ὅτι ο Καὶ Θεὸς ἦν ὁ Λόγος, ο ἵνα μή τις σατανικὴ ὑπόνοις ἐκταράξη τινάς, Δρα μήποτε ἐπεὶ καὶ ὁ Λόγος Θεός ἐστιν, επανέστη τῷ Πατρὶ, ὡς οἱ παρ' Έλλησι μυθευόμενοι, καὶ οἷον ἀποχωρισθ. ἐς αὐτοῦ, ἀντίθεος γέγονε; διὰ τοῦτο τοί νυν φησὶν, ὅτι εἰ καὶ Θεός ἐστιν ὁ Λόγος, ἀλλ᾽ οὖν πάλιν πρὸς τὸν Θεὸν καὶ Πατέρα ἐστὶ, σὺν αὐτῷ ὢν, καὶ οὐδέποτε χωριζόμενος. Οὐ χεῖρον δὲ καὶ πρὸς τοὺς Ἀρειανίζοντας καὶ τοῦτο εἰπεῖν· Οἱ χωροί, ἀκούσατε, οἱ λέγοντες ἔργον εἶναι καὶ ποίημα του
col. 1141–1142page 8 of 111
PG 123:1141οι Θεοῦ τὸν Υἱὸν αὐτοῦ, σύνετε ποῖον όνομα τέθεικεν ὁ εὐαγγελιστὴς τῷ Υἱῷ τοῦ Θεοῦ. Λόγον γὰρ αὐτὸν ἐκάλεσεν· ὑμεῖς δὲ ἔργον αὐτὸν καὶ ποίημα ὀνομάζετε. Λόγος ἐστὶν, οὐκ ἔργον, οὐδὲ κτίσμα. Διττοῦ δὲ ὄντος τοῦ λόγου (ὁ μὲν γάρ ἐστιν ἐνδιάθετος, ὃν καὶ μὴ λέγοντες ἔχομεν, φημὶ δὴ τὴν τοῦ λέγειν δύναμιν καὶ κοιμώμενος γάρ τις, καὶ μὴ λέγων, ὅμως ἔχει τὸν λόγον ἐν αὐτῷ κείμενον, καὶ τὴν δύναμιν οὐκ ἀπέβαλεν· ὁ μὲν οὖν ἐστιν ἐνδιάθετος, ὁ δὲ προφορικὸς, ἂν καὶ διὰ τῶν χειλέων προφέρομεν τὴν τοῦ λέγειν δύναμιν τοῦ ἐνδιαθέτου, καὶ ἐντὸς κειμένου, εἰς ἐνέργειαν προάγοντες)· διττοῦ τοίνυν ὄντος τοῦ λόγου, οὐδέτερος τούτων ἁρμόζει ἐπὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ. Οὔτε γὰρ προφορικός, οὔτε ἐνδιάθετός ἐστιν ὁ Λόγος τοῦ Θεοῦ. Ἐκεῖνοι μὲν γὰρ τῶν φυσικῶν καὶ καθ' ἡμᾶς· ὁ δὲ τοῦ Πατρὸς λόγος ὑπὲρ φύσιν ῶν, οὐχ ὑποβάλλεται τοῖς κάτω τεχνολογήμασιν. "Ωστε διαπέπτωκε τοῦ Ἕλληνος Πορφυρίου τὸ σόφισμα. Ἐκεῖνος γὰρ ἀνατρέπειν πειρώμενος τὸ Εὐαγγέλιον, τοιαύταις ἐχρῆτο διαιρέσεσιν. Εἰ γὰρ Λόγος, φησίν, ὁ γιὸς τοῦ Θεοῦ, ἤτοι προφορικός ἐστιν ἢ ἐνδιάθετος ἀλλὰ μὴν οὔτε τοῦτο, οὔτε ἐκεῖνο· οὐκ ἄρα οὐδὲ Λόγος ἐστίν. Ε;θασε μὲν οὖν λύσας ὁ εὐαγγελιστὴς τὸ σόο φισμα τοῦτο διὰ τοῦ εἰπεῖν, ὅτι τὸ ἐνδιάθετον καὶ τὸ προφορικὸν ἐπὶ τῶν καθ' ἡμᾶς καὶ τῶν φυσικῶν λέγεται· ἐπὶ δὲ τοῦ ὑπὲρ φύσιν, οὐδὲν τοιοῦτον. Πλὴν καὶ τοῦτο ῥητέον, ὡς εἰ μὲν ἦν τὸ ὄνομα τοῦτο τὸ λόγος ἄξιον τοῦ Θεοῦ, καὶ κυρίως ἐπ' αὐτοῦ καὶ οὐσιωδῶς λεγόμενον, εἶχεν ἂν λόγον ἢ ἀπορία τοῦ Ἕλληνος· νῦν δὲ οὔτε ἄλλο όνομα εὕροι ἄν τις χύριον ἐπὶ Θεοῦ, οὔτε τὸ, Λόγος, αὐτὸ οὐσιωδῶς ἐστι καὶ κυρίως, δηλωτικὸν δὲ μόνον ἐστὶ τοῦ ἀπαθῶς γεννηθῆναι τὸν Υἱὸν ἐκ τοῦ Πατρὸς, ὥσπερ ὁ λόγο; ἐκ τοῦ νοῦ, καὶ τοῦ αὐτὸν γεγονέναι τοῦ πατρικού θελήματος ἄγγελον. Ὥστε τί ἐπιδράττῃ τοῦ ὀνόματος, ὦ ταλαίπωρε; "Η που καὶ Πατέρα ἀκούων, καὶ Τϊόν, καὶ Πνεῦμα ἐπὶ τὰ ὑλικὰ καταπεσῇ, καὶ σαρκικοὺς ἀνατυπώσεις τῷ νῷ πατέρας, καὶ υἱοὺς, καὶ πνεῦμα ἀέριον, νότιον τυχὸν ἢ βόρειον, ἤ τι άλλο τῶν ἐργαζομένων τους κλύδωνας; Αλλὰ γὰρ εἰ βούλῃ μαθεῖν ποῖος Λόγος ἐστὶν ὁ τοῦ Θεοῦ, ἄκουσον τῶν ἐφεξῆς. Πάντα δι' αὐτοῦ ἐγένετο. • Μη νομίσῃς, φησί, λόγον εἰς ἀέρα χεόμενον καὶ λυόμενον, ἀλλὰ ποιητην πάντων νοητῶν καὶ αἰσθητῶν. ᾿Αλλὰ πάλιν οἱ περὶ τὴν ᾿Αρειον ἐπιφύονται, λέγοντες ὅτι ὥσπερ λέγομεν διὰ τοῦ πρίονος γενέσθαι τὴν θύραν ὡς δι' ὀργάνου, ἕτερον μέντο: τὸν τεχνίτην τὸν κινοῦντα τὸ ὄργανον οὕτω καὶ διὰ τοῦ Υἱοῦ γενέσθαι τὰ πάντα, οὐχ ὡς αὐτοῦ ποιητοῦ διτος, ἀλλ᾽ ὀργάνου, ὥσπερ ἐκεῖ ὁ πρίων, τοῦ μέντοι Θεοῦ καὶ Πατρός ποιητοῦ ὄντος καὶ χρωμένου τῷ Υἱῷ ὡς ὀργάνῳ. Ὥστε ποίημα, φασίν, ὁ Υἱός, ἐπὶ τούτῳ κτισθεὶς, ἐπὶ τῷ δι' αὐτοῦ γενέσθαι τὰ πάντα· ὥστε, ὁ πρίων ἐπὶ τούτῳ γίνε ται, ἐπὶ τῷ δι' αὐτοῦ ἐνεργηθῆναι τα τεκτονικὰ ἔργα. Ταῦτα μὲν ἡ πονηρὰ τοῦ ᾿Αρείου φατρία. "Αγεί; δέ τι πρὸς τούτους ἐροῦμεν ἁπλοῦν καὶ εὐθές, ὡς εἰ ἐπὶ τούτῳ ἔκτισεν, ὥς φατ:, ὁ Πατήρ τὸν Τίν, ἵνα όργανον ἔχῃ τοῦτον προς συμπλήρωσιν τῆς από φως, ἀτιμότερος ἔσται ὁ γιὸς τῆς κτίσεως.
col. 1143–1144page 9 of 111
PG 123:1143"Ωσπερ γὰρ τοῦ πρίονος ὀργάνου εντος τιμιώτερα ο εἰσι τὰ δι' αὐτοῦ γινόμενα· ὁ γὰρ πρίων &᾽ ἐκεῖνα ἐγένετο, οὐχὶ ἐκεῖνα διὰ τὴν πρίονα· οὕτω καὶ ἡ κτίσις τιμιωτέρα Εσται του Μονογενοῦς. Δι' ἐκείνη, γὰρ, ὡς λέγουσιν αὐτοὶ, ὁ Πατὴρ ἔκτισεν αὐτόν· ὡς Εάν γε μὴ ἔμελλεν ὁ Θεὸς κτίσαι τὰ πάντα, οὐδὲ τὸν Μονογενῆ παρήγαγε. Τούτων τῶν ῥημάτων τί ἀνση τότερον; Ναί, φησὶ, καὶ πῶς οὐκ εἶπεν, Αὐτὸς ὁ Α' γος ἐποίησε τὰ πάντα, ἀλλ' ἐχρήσατο ταύτῃ τῇ προ θέσει τῇ, «διά;» Πῶ;; Ἵνα μὴ ἀγέννητον καὶ ἄναρχον υπονοήσῃς εἶναι τὸν Υἱὸν καὶ ἀντίθεον, τούτου ενεχεν εἶπεν, ὡς ὁ Πατὴρ διὰ τοῦ Λόγου ἐποίησε τα πάντα. Υπίθες γάρ τινα ἔχοντα υἱὸν βασιλέα, μέλλοντα δὲ κτίσαι πόλιν, ἐμπιστεῦσαι τῷ υἱῷ τὴν ταύτης κτί σιν. Ὥσπερ οὖν ὁ λέγων· Διὰ τοῦ Υἱοῦ τοῦ βασιλέως ἐκτίσθη ἡ πόλις, οὐ δοῦλον εἰσάγει τὸν υἱὸν τοῦ βα σιλέως, ἀλλὰ δείκνυσιν, ὅτι οὗτος ὁ υἱὸς ἔχει καὶ πατέρα, καὶ οὐ μόνο; ἐστίν· οὕτω καὶ ἐνταῦθα εὐαγγελιστὴς εἰπὼν διὰ τοῦ υἱοῦ γεγενήσθαι τὰ πάντα, ἐδήλωσεν ὅτι ὁ Πατήρ μετίτῃ αὐτῷ πρὸς τὴν κτίσιν, ἵν᾿ οὕτως εἴπω, ἐχρήσατο, οὐχ ὡς ἐλάττον αὐτῷ, ἀλλὰ ὡς μᾶλλον ἰσοδυνάμῳ, καὶ ὡς ἰσχύοντα τηλικαύτην ἐκτελεῖν ἐπίτασιν. Καὶ τοῦτό σοι λέγω, ὅτι ἐάν σε ταράττῃ ἡ ο διὰ ο πρόσθεσις, καὶ ζητῆς εὑρεῖν ἐν τῇ Γραφῇ ῥησίν τινα λέγουσαν ὅτι αὐτὸς ὁ Λόγο; ἐποίησε τὰ πάντα, ἄκουε τοῦ Δαυΐδ· «Κατ' ἀρχὰς σύ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσιν οἱ οὐρανοί.» Ορᾶς πῶς οὐκ εἶπεν, ὅτι Διὰ σοῦ ἐγένοντο οἱ οὐρανοὶ, καὶ ἐθεμελιώθη ἡ γῆ, ἀλλὰ, «Σὺ ἐθεμελίωσας, καὶ ἔργα χει μῶν σου εἰσιν. ο Ὅτι δὲ ταῦτα περὶ τοῦ Μονογενοῦς ὁ Δαυΐδ, ἀλλ' οὐ περὶ τοῦ Πατρὸς λέγει, μάθοις ἂν καὶ ἀπ' αὐτοῦ τοῦ Ἀποστόλου, συγχρωμένου τῷ ρητῷ ἐν τῇ πρὸς Εβραίους· μάθοις δ᾽ ἂν καὶ ἀπ' αὐτοῦ τοῦ ψαλμοῦ. Εἰπὼν γάρ, ὅτι. Ο Κύριος ἐπέβλεψεν ἐπὶ τὴν γῆν, τοῦ ἀκοῦσα: τοῦ στεναγμοῦ, καὶ λῦσαι τους τεθανατωμένους, καὶ τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ όνομα Κυρίου, ο είναι άλλον δηλοῖ, ἢ τὸν Υἱὸν τοῦ Θεοῦ; Οὗτος γὰρ ἐπὶ τὴν γῆν ἐπέβλεψεν, εἴτε ταύτην ἐφ' ἧς κινούμεθα, εἴτε τὴν ἡμετέραν φύσιν τὴν γει θεῖσαν, εἴτε τὴν σάρκα, κατὰ τὸ, ο Γῆ εἶ, ο ἦν καὶ προσείληφεν, ἔλυτέ τε ἡμᾶς τοὺς πεπεδημένους ταῖς τῶν οἰκείων ἁμαρτημάτων πλοκαῖς, καὶ υἱοὺς τῶν τεθανατωμένων, τοῦ Ἀδὰμ καὶ τῆς Εὔας, καὶ ἀνήγε γειλεν ἐν Σιὼν τὸ ὄνομα Κυρίου. Ἐν γὰρ τῷ ἱερῷ ἑστὼς ἐδίδασκε περὶ τοῦ Πατρὸς αὐτοῦ· καθὰ καὶ αὐτὸς λέγει·· Εφανέρωσά σου τὸ ὄνομα τοῖς ἀν θρώποις.» Ταῦτα τοίνυν τίνι ἁρμόζουσι, τῷ Πατρ ἢ τῷ Υἱῷ; Πάντα τῷ Υἱῷ. Αὐτὸς γὰρ ἀνήγγειλε τὸ όνομα του Πατρός, διδάσκων. Μετά γοῦν τὸ ταῦτα εἰπεῖν ὁ μακάριος Δαυίδ, ἐπάγει· ι Καὶ σὺ κατ' αρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσιν οἱ εὐρανοί, ο "Αρ' οὐ φανερῶς τὴν Τον παρεισάγει ποιητὴν, ἀλλ' οὐκ ὄργανον; Εἰ δὲ πόλιν ή ο διά το πρόθεσις υφεσίν τινα δοκεί σοι εἰσ ἀγειν, τί φήσεις, ὅταν ὁ Παῦλος τιθῇ ταύτην ἐπὶ τοῦ Πατρός; Φησὶ γάρ ο Πιστὸς ὁ Θεὸς, δι' οὗ ἐκλή
col. 1145–1146page 10 of 111
PG 123:1145Ει θημεν εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ. ο Αρα ὄργανον ἐνταῦθα ποιεῖ τὸν Πατέρα; Καὶ πάλιν, «Παῦλος ἀπόστολος διὰ θελήματος Θεοῦ.» ᾿Αλλὰ ταῦτα μὲν ἱκανά· ἐπανιτέον δὲ πάλιν ὅθεν ἐξέβημεν. • Πάντα δι' αὐτοῦ ἐγένετο. ο Μωσῆς μὲν περὶ τῆς ὁρατῆς κτι σεως διαλαβών, οὐδὲν ἡμῖν περὶ τῶν νοητῶν διετράνωσεν· ὁ δ᾽ εὐαγγελιστὴς ἑνὶ ῥήματι πάντα περιλα δών, φησί· «Πάντα δι' αὐτοῦ ἐγένετο, ο τὰ ὁρατὰ καὶ τὰ νοητά. ι Καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἐν, δ γέγονεν.» Επειδὴ εἶπεν, ὅτι πάντα αὐτὸς ἔκτισεν, ἵνα μὴ νομίσῃ τις, ὅτι καὶ τὸ Πνεῦμα τὸ ἅγιον αὐτὸς Έκτισε, προστίθησιν, ότι ο Πάντα δι' αὐτοῦ ἐγένετο. ο Ποῖα δὲ πάντα; Τὰ γενόμενα· ὥσπερ εἰ ἔλεγεν, ὅτι Εἴ τι ἔστι τῆς γεννητῆς φύσεως, ἐκεῖνο γέγονεν ὑπὸ τοῦ Λόγου, τὸ δὲ Πνεῦμα οὐκ ἔστιν ἐπὶ τῆς γεννητῆς φύσεως, διὸ οὐδὲ γέγονεν ὑπ' αὐτοῦ. Χωρὶς οὖν τῆς τοῦ Λόγου δυνάμεως οὐδὲν ἐγένετο δ γέγονεν, ἀντὶ τοῦ, ὁ γεννητῆς φύσεως ἦν. Ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀν θρώπων.» Οἱ μὲν οὖν Πνευματομάχοι οὕτως ἀναγινώσκουσι τὸ παρὸν χωρίον. Καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἔν· εἶτα ἐνταῦθα στίξαντες, ἀναγινώσκουσιν ὡς ἀφ' ἑτέρας ἀρχῆς· Ο γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν· καὶ Ερμηνεύουσι κατὰ τὸν οἰκεῖον νοῦν τὸ χωρίον, λέγοντες ὅτι ἐνταῦθα περὶ τοῦ Πνεύματος διαλαμβάνει ἡ εὐαγγελιστὴς λέγων, τουτέστι, τὸ Πνεῦμα τὸ ἅγιον ζωὴ ἦν. Ταῦτα λέγουσιν οἱ περὶ Μακεδόνιον, σπεύ δοντες δείξαι κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον, καὶ συγκατα αριθμῆσαι αὐτὸ τοῖς γενομένοις. Ἡμεῖς δὲ οὐχ οὕ τως, ἀλλὰ στίξαντες ἐν τῷ, ε 8 γέγονεν,» ἀπ' ἀρχῆς ἑτέρας ἀναγινώσκομεν τό, ο Ἐν αὐτῷ ζωὴ ἦν. ο Ἐπειδὴ γὰρ εἶπε περὶ τῆς δημιουργίας, ότι ο Πάντα δι' αὐτοῦ ἐγένετο, ο λέγει λοιπὸν καὶ περὶ τῆς προ νοίας, ὅτι οὐ μόνον ἐδημιούργησεν, ἀλλὰ καὶ τὴν ζωὴν τῶν δημιουργηθέντων αὐτός ἐστιν ὁ συνέχων καὶ γὰρ «Ἐν αὐτῷ ζωὴ ἦν.» Οίδα δὲ παρά τινι τῶν ἁγίων οὕτως ἀναγνωσθὲν τὸ χωρίον τοῦτο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἔν, ὃ γέγονεν ἐν αὐτῷ· ο εἶτα ἐνταῦθα στίξας, ήρξατο τοῦ ἐφεξῆς, Ζωή ἦν· ν καὶ οἶμα: ὅτι οὐδὲ αὕτη ἡ ἀνάγνωσις ἔσφαλτα., ἀλλὰ τοῦ αὐτοῦ ὀρθοῦ νοήματο; ἔχεται. Καὶ οὗτος γὰρ ὁ ἅγιος ὀρθοδόξως ενόησεν, ὅτι χωρίς τοῦ Λόγου οὐδὲ ἐν ἐγένετο, ὃ γέγονεν ἐν αὐτῷ. Πάντα γὰρ ὅτα γεγόνασι καὶ ἐκτίσθησαν ἐν αὐτῷ, τῷ λόγῳ φημί, χωρὶς αὐτοῦ οὐ γεγόνασιν. Εἶτα ἀπὸ ἄλλης ἀρχῆς Ζωή ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων, ο Ζωὴν δὲ ὁ εὐαγγελιστης ὀνομάζει τὸν Κύριον, ὡς τὴν τῶν ἁπάντων ζωὴν συνέχοντα, ἀλλὰ καὶ ὡς τῆς πνευ ματικῆς ζωῆς πρόξενον πᾶσι τοῖς λογικοῖς. Φῶς δὲ, οἱ τοιοῦτον αἰσθητόν, ἀλλὰ νοητόν, τὴν ψυχὴν φωτί τον αὐτήν. Οὐκ εἶπε δὲ, ὅτι τῶν Ἰουδαίων μήνων ἐστὶ φῶς, ἀλλὰ πάντων ἀνθρώπων. Πάντες γὰρ ἄν νωποι, καθὸ νοῦν ἐλάβομεν καὶ λόγον παρὰ τοῦ κτίσαντος ἡμᾶς λόγου, κατὰ τοῦτο λεγόμενα φωτι σθῆναι ὑπ' αὐτοῦ. Ὁ γὰρ λόγος ὁ δοθεὶς ἡμῖν, δι' ἂν και λογικοὶ καλούμεθα, φῶς ἐστιν ὁδηγοῦν ἡμᾶς εἰς τα πρακτέα, καὶ τὰ μὴ πρακτέα. Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία
col. 1147–1148page 11 of 111
PG 123:1147αὐτὸ οὐ κατέλαβεν. Τὸ φῶς, ήγουν ὁ λόγος του Θεοῦ, ἐν τῇ σκοτίᾳ, τουτέστιν, ἐν τῷ θανάτῳ καὶ τῇ πλάνῃ φαίνει. Καὶ γὰρ καὶ ἐν τῷ θανάτῳ γενόμενος, οὕτως αὐτοῦ περιεγένετο, ὡς καὶ οὓς ἔφθασε κ πιεῖν, ἀναγκάσαι αὐτὸν ἐξεμέσαι· καὶ ἐν τῇ πλάνη τῇ Ελληνικῇ λάμπει τὸ κήρυγμα. 4 Καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.» Οὔτε γὰρ ὁ θάνατος αὐτοῦ περιεγένετο, οὔτε ἡ πλάνη. Ακαταγώνιστον γάρ ἐστι τὸ φῶς τοῦτο, ὁ Θεὸς Λόγος φημί. Τινὲς δὲ σκοτίον ἐνόμισαν τὴν σάρκα καὶ τὸν βίον. Καὶ ἐν σαφεί οὖν γενόμενος καὶ ἐν τῷ βίῳ τούτῳ ὁ Λόγος Ελαμψε καὶ ἡ σκοτία, ἡ ἀντικειμένη λέγω δύναμις, ἐπεί ρασε μὲν, καὶ ἐδίωξε τὸ φῶς, ἀλλ' εὗρεν ἀκαταμάχητον καὶ ἀήττητον. Σκοτία δὲ λέγεται ἡ σάρξ, οὐχ ὡς κατὰ φύσιν τοιαύτη οὖσα, ἅπαγε! ἀλλ' ὡς διὰ τὴν ἁμαρτίαν. Ἡ γὰρ σάρξ οὐδὲν ὅλως ἔχει κακόν φυσι κω, κινουμένη, παρὰ φύσιν δὲ κινηθεῖσα, καὶ πρὸς ἁμαρτίαν ὑπηρετήσατα, σκοτία καὶ γίνεται καὶ λέγεται. Εγένετο άνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης.» Μετὰ τὸ διαλεχθῆναι ἡμῖν περὶ τῆς πρὸ αἰώνων υπάρξεως τοῦ Θεοῦ Λόγου, ἐπειδὴ μέλλει καὶ περὶ τῆς τοῦ Λόγου σαρκώσεως εἰπεῖν, παρεμβάλλει τὸν τοῦ Προδρόμου λόγον. Καὶ τι γὰρ ἄλλο, ἢ Πρόδρομος ὧν ὁ Ἰωάννης ἔχει καὶ τὸν περὶ τῆς αὐτοῦ γενέσεως λόγον, προτρέχοντα τῆς τοῦ Κυρίου ενσάρκου γεννήσεως; Φησὶν οὖν περὶ τοῦ Προδρόμου ὁ εὐαγγελιστής, ότι ο Εγένετο ἀπεσταλμένος παρὰ Θεοῦ, ν ἀντὶ τοῦ, ἀπεστάλη παρὰ Θεοῦ. Οἱ γὰρ ψευδοπροφῆται οὐκ ἐκ Θεοῦ. Ὅταν δὲ ἀκού σῃς, ὅτι ἀπεστάλη παρὰ Θεοῦ, μηδὲν ἴδιον νομίσης ἢ ἀνθρώπινον λέγειν, ἀλλὰ πάντα θεῖα. Διὰ τοῦτο καὶ ἄγγελος λέγεται, ἀγγέλου δὲ ἀρετὴ μηδὲν ίδιον λέγειν. "Αγγελον δὲ ἀκούσας, μὴ νόμιζε, ότι φύσει ἄγγελος ἦν, ἢ ἐκ τῶν οὐρανῶν κατέβη· ἀλλὰ διὰ τὸ ἔρ γον καὶ τὴν διακονίαν ἄγγελος καλεῖται. Ἐπεὶ γὰρ ὑπηρέτησε τῷ κηρύγματι, καὶ προή, γειλε τὸν Κύριον, τούτου ἕνεκεν ἐκλήθη ἄγγελος. Διὸ καὶ ὁ εὐαγγελιστῇ; ἀνατρέπων τὴν τῶν πολλῶν ὑπόνοιαν, των ἴσως νομισάντων, ὅτι ἄγγελος ἦν ὁ Ἰωάννης τῇ φύσει, φησίν· «Εγένετο άνθρωπος απεσταλμένος παρὰ Θεοῦ. ο Οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήση περί τοῦ φωτός, ἵνα πάντες πιστεύσωσι δι' αὐτοῦ. Ούτως, φησίν, ὁ ἀπεσταλμένος παρὰ Θεοῦ, ἵνα μαρτυρή τη περὶ τοῦ φωτός. Εἶτα ἵνα μή τις νομίσῃ, ὅτι ἔχρη δεν ἄρα τῆς τουτου μαρτυρίας ὁ Μονογενής ὡς έλλ πῆς ὤν, διὰ τοῦτο προστίθησιν, ὅτι ἦλθε μαρτυρήσων περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ· οὐχ ὡς αὐτοῦ τῆς ἐκείνου χρήζοντος μαρτυρίας, ἀλλ᾽ ἵνα πάντες πιστεύσωσι δι' αὐτοῦ. 'Αρα οὖν καὶ πάντες ἐπίστευσαν δι' αὐτοῦ; Οὐχι. Πῶς οὖν φησιν ὁ εὐαγγελιστής, ο Ἵνα πάντες πιστεύσωσι;» Πῶς; Ὅσον τὸ ἐπ' ἐκείνῳ, διὰ τοῦτο ἐμαρτύρησεν, ἵνα πάντας ἑλκύσῃ· εἰ δὲ ἠπίστησαν τινες, οὐκ ἐκεῖνος μεμπτέος. Ἐπειδὴ καὶ ὁ ἥλιος ἐπὶ τούτῳ ἀνατέλλει, ἵνα πάντας φωτίσῃ· εἰ δέ τις ἀπο κλείσας ἑαυτὸν ἐν ζοφώδει οἰκήματι, οὐκ ἀπολογα τῆς ἀκτῖος αὐτοῦ, τί τοῦτο πρὸς τὸν ἥλιον; Ούπ κάρτα θα, ἀπεστάλη μὲν ἡ Ἰων της, ένα πόλις
col. 1149–1150page 12 of 111
PG 123:1149πιστεύσωσιν· εἰ δὲ μὴ τοῦτο ἀπέβη, οὐκ ἐκεῖνος αίτιος. Ὁ Οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾽ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.» Ἐπειδὴ ὡς ἐπὶ πολύ συμβαίνει τὸν μαρτυροῦντα κρείττονα εἶναι τοῦ μαρτυρουμένου, ἵνα μὴ νομίσης, ὅτι καὶ Ἰωάννης μαρτυρῶν περὶ] Χριστοῦ κρείττων αὐτοῦ ἦν· τὴν πονηρὰν ταύτην ὑποψίαν περιαιρῶν, φησίν· Οὐκ ἦν ἐκεῖνος τὸ φῶς. Αλλ' εἴποι ἄν τις· 'Αρα οὐδὲ τὸν Ἰωάννην, οὔτε τινὰ ἄλλον τῶν ἁγίων εἴποιμεν φῶς; Φῶς μὲν εἴποι μεν ἕκαστον τῶν ἁγίων· τὸ φῶς δὲ οὐκ ἂν εἴποιμεν μετὰ τοῦ ἄρθρου. Οἷον, εάν σε εροιτό τις· 'Αρα δ Ιωάννης φῶς ἐστι; κατάνευσον· εἰ δὲ οὕτως ἔρων τήσει· 'Αρα ὁ Ἰωάννης τὸ φῶς ἐστιν; εἰπὲ, Οῦ. Οὐ γὰρ ἐστιν αὐτὸς τὸ φῶς κυρίως, ἀλλὰ φῶς κατὰ μετοχὴν, ἔχον τὴν λάμψιν ἐκ τοῦ ἀληθινοῦ φωτός. Ην τὸ φῶς τὸ ἀληθινὸν, δ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.» Μέλλει εἰπεῖν περὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ Μονογενοῦς, ὅτι ἦλθεν εἰς τὰ ἴδια, ὅτι σὰρξ ἐγένετο. Ινα τοίνυν μὴ νομίσῃ εις, ὅτι πρὸ τοῦ σαρκωθῆναι οὐκ ἦν, τούτου ένεκα ἀνάγει τὴν διάνοιαν ἐπὶ τὴν ἐπέκεινα πάσης ἀρχῆς ὕπαρξιν, καί φησιν· Ην καὶ πρὸ τοῦ σαρκωθῆναι τὸ φῶς τὸ ἀληθινόν. Διὰ τούτου δὲ τὴν Φωτεινοῦ καὶ Παύλου τοῦ Σαμοσατέως αίρεσιν ἀνατρέπει, τῶν Ζογματισάντων τότε ὑπάρξαι τὸν Μονογενῆ, ὅτε ἀπὸ Μαρίας ἐγεννήθη· πρὸ τούτου δὲ μὴ εἶναι. Ακους καὶ σύ, ὁ ᾿Αρειανὸς, ὁ μὴ λέγων ἀληθινὸν Θεὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τί φησιν ὁ εὐαγγελιστής· «τὸ φῶς τὸ ἀληθινόν·, καὶ σὺ δὲ, ὦ Μανιχαῖς, ὁ λέγων, ὅτι τοῦ πονηροῦ δημιουργοῦ ἐσμεν κτίσματα, άκους, ότι τὸ φῶς τὸ ἀληθινὸν φωτίζει πάντα ἄνθρωπον. Εἰ οὖν ὁ πονηρὸς δημιουργός σκότος ἐστὶν, οὐκ ἂν φωτίσῃ τινά· ὥστε τοῦ φωτὸς τοῦ ἀληθινοῦ ἐσμεν κτίσ σματα. Καὶ πῶς, φησί, φωτίζει πάντα ἄνθρωπον, όπου με βλέπομέν τινας εσκοτισμένους; Ὅταν τὸ ἐφ' ἑαυτῷ, πάντας φωτίζει. Εἰπὲ γάρ μοι, οὐ πάν τες λογικοί; οὐ πάντες φύσει γινώσκοντες τὸ καλὸν καὶ τοὐναντίον; οὐκ ἔχοντες δύναμιν ἐννοῆσαι ἀπὸ τῶν κτισμάτων τὸν Κτίστην; Ὥστε ὁ λόγος ὁ δοθείς ἡμῖν, καὶ παιδαγωγῶν ἡμᾶς φύσει, ὃς καὶ φυσικός νόμος καλεῖται, οὗτος? κληθείη φῶς, τὸ δοθέν ἡμῖν παρὰ Θεοῦ· εἰ δέ τι ἐς κακῶς τῷ λόγῳ ἐχρή σαντο, ἑαυτοὺς ἐσκότισαν Τινὲς δὲ οὕτω λύουσι την ἔνστασιν ταύτην· Φωτίζει, φησίν, ὁ Κύριος πάντα ἄνθρωπον τὸν ἐρχόμενον εἰς τὸν κόσμον, ἤτοι εἰς τάξιν βελτίονα, καὶ σπουδάζοντα κοσμῆσαι τὴν οἰκείαν ψυχὴν, καὶ μὴ ἐᾶσαι ἄκοσμόν τε καὶ ἀκαλλῆ. Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγέν νετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.· Ἐν τῷ κόσμῳ ἦν, ὡς Θεὸς πανταχού παρών· ἀλλὰ δὴ καὶ κατὰ προνοητικὸν καὶ συνε[κ]τικὸν λεχθείη ἂν ἐν τῷ κόσμῳ εἶναι. Καίτοι τί τοῦτο, φησί, λέγω, ὅτι ἐν τῷ κόσμῳ ἦν, ὅπου γε οὐδὲ ὁ κόσμος ἂν ἦν, εἰ μὴ αὐτὸς αὐτὸν ἐποίησε; Πανταχόθεν δὲ Δημιουργὸν αὐτὸν δείκνυσιν ἅμα μὲν καὶ τὴν τοῦ Μάνεντος λύσσαν ἀναστέλλων, τοῦ λέγοντος, πονηρόν δημιουργόν παραγαγεῖν τὰ σύμπαντα· ἀλλὰ δὴ καὶ τὴν τοῦ ᾿Αρείου, τοῦ φήσαν του κτίσμα εἶναι τὸν Υἱὸν τοῦ Θεοῦ· ἅμα δὲ καὶ Ει
col. 1151–1152page 13 of 111
PG 123:1151πάντα ἄνθρωπον ἐνάγων εἰς τὸ ὁμολογήσει τον Ποιητὴν, καὶ μὴ λατρεῦσαι τοῖς κτίσμασιν, ἀλλὰ προσκυνῆσαι τὸν Κτίστην. «Ο κόσμος δε, φησίν, αὐτὸν οὐκ ἔγνω,· ἀντὶ τοῦ, ὁ χυδαῖος λαός, ὁ τοῖς τοῦ κόσμου προστετηκώς πράγμασι. Τὸ γὰρ ο κα σμος» όνομα σημαίνει μὲν και τὸ σύμπαν τοῦτο, καθὰ ἐνταῦθα είρηται, ὅτι «Ο κόσμος δι' αὐτοῦ ἐγέ νετο· › σημαίνει δὲ καὶ τοὺς τὰ κοσμικά φρονοῦντα;" καθὰ ἐνταῦθά φησιν, ότι ο Ὁ κόσμος αὐτὸν οὐκ ἔγνω,» ἀντὶ τοῦ, οἱ γήϊνοι ἄνθρωποι· ἐπεὶ οἴγε ἅγιοι πάντες καὶ οἱ προφῆται ἐπέγνωσαν. Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρεια ον.» Ενταῦθα φανερώτατα εἰς τὸν περὶ τῆς ἐνσάρο και οικονομίας λόγον εἰσβάλλει, καὶ ἔστιν ἡ δη ὑφὴ τοῦ νοήματος τοιαύτη· "Ην μὲν χωρίς σαρκὸς τὸ φῶς τὸ ἀληθινὸν ἐν τῷ κόσμῳ, καὶ οὐκ ἐπεγινώ σχετο· εἶτα καὶ εἰς τὰ ἴδια ἦλθε μετά σαρκός. Ιδια δὲ αὐτοῦ ἢ τὸν ὅλον κόσμον νοήσεις, ἢ τὴν Ἰουδαίων, ἣν ἐξελέξατο ὡς σχοίνισμα κληρονομίας, καὶ ὡς με ρίδα, καὶ ὡς περιουσιασμὸν αὐτοῦ. Καὶ οἱ ἴδιο αὐτὸν οὐ παρέλαβον, ν ἢ οἱ Ἰουδαῖοι, ἢ καὶ οἱ λοιποί ἄνθρωποι, οἱ ὑπ' αὐτοῦ κτισθέντες. Ὥσπερ οὖν ἀπο κλαίεται τὴν ἄνοιαν τῶν ἀνθρώπων, καὶ θαυμάζει τὴν φιλανθρωπίαν τοῦ Δεσπότου. Ιδιοι, φησίν, ὄντες αὐτοῦ, οὐ πάντες παρέλαβον αὐτόν. Οὐ γὰρ & ἀγκη τινὰ ἐφέλκεται ὁ Κύριος, ἀλλὰ γνώμῃ καὶ προαιρέσει. Οσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐταῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ.» Κἂν δοῦλοι, κἂν ἐλεύθεροι, κἂν παῖδες, καν γέροντες, κἂν Βάρβαροι, και Ελληνες, ὅσοι ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι. Τίνες δέ εἰσιν οὗτοι; Οἱ πιστεύοντες εἰς τὸ ὄνομα αὐτοῦ. Ωστε οἱ λαβόντες τὸν Λόγον καὶ τὸ φῶς τὸ ἀληθινὸν, διὰ τῆς πίστεως ἔλαβον καὶ ὑπεδέξαντο. Τίνος δὲ χάριν οὐκ εἶπεν, ὅτι ἐποίησεν αὐτοὺς τέκνα Θεοῦ, ἀλλ᾿ ὅτι ἐξουσίαν ἔδωκεν αὐτοῖς τέκνα θεοῦ γενέσθαι; Τίνος ένεκεν; Ακους, ὅτι οὐκ ἐξαρκεί προς τὴν φυλακὴν τῆς καθαρότητος τὸ βαπτισθῆναι, ἀλλὰ καὶ πολλῆς σπουδῆς χρεία, ὥστε τὴν ἐν τῷ βαπτίσματι τυπωθεῖσαν εἰκόνα τῆς υἱοθεσίας ἀκηλίδωτο διαφυλάξαι· διὸ πολλοὶ ἔλαβον μὲν τὴν διὰ τοῦ βαπτίσματος χάριν τῆς υἱοθεσίας, ῥαθυμήσαντες δὲ οὐκ ἐγένοντο τέκνα Θεοῦ ἄχρι τέλους. Τάχα δ' ἂν τις εἶποι καὶ τοῦτο, ὅτι πολλοὶ λαμβάνουσι μὲν αὐτὸν ΠΟΠ ; διὰ τοῦ πιστεῦσαι μόνον, οἷοί εἰσιν οἱ λεγόμενοι Κατα ηχούμενοι, οὔπω δὲ ἐγένοντο τέκνα Θεοῦ· ἐξουσίαν μέντοι γε ἔχουσιν, εἰ βούλοιντο βαπτισθῆναι, καὶ ταύτης καταξιωθῆναι τῆς χάριτος, τῆς υἱοθεσίας φημί. Ερεῖ δέ τις καὶ τοῦτο, ὅτι Εἰ καὶ διὰ τοῦ βα πτίσματος τῆς υἱοθεσίας τὴν χάριν δεχόμεθα, ἀλλὰ τὸ τέλειον ἐν τῇ ἀναστάσει ἀπολαμβάνομεν, καὶ τὴν ἐντελεστά στην υιοθεσίαν τότε ἐλπίζομεν ἀπελεγε σθαι· καθὰ δὴ καὶ Παυλός φησιν·. Οτ: την υιοθε σαν ἀπεκδεχόμεθα. ο Διὰ τοῦτο γοῦν καὶ οὗτος ὁ εὐαγγελιστὴς οὐκ εἶπεν, ὅτι Οτοι ἔλαβον αὐτὸν, ἐποίησεν αὐτοὺς τέκνα θεοῦ, ἀλλ', ε Εδωκεν αὐτοῖς εξουσίαν τέκνα θεού γενέσθαι, τουτέστιν, ἐν τῷ Η λογος των γεωμετθαι ταύτην την χάρη.
col. 1153–1154page 14 of 111
PG 123:1153Οι οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός. εὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν.» Σύγκρισιν ὥσπερ ποιεῖται τοῦ θείου καὶ τοῦ σαρκικοῦ τόκου, οὐκ ἀπεικότω. ἀναμιμνήσκων ἡμᾶς τῶν σαρκικῶν ὠδίνων, ἀλλ' ὅπως διὰ τῆς συγκρίσεως ἐπιγνόντες ἡμεῖς τοῦ σαρκικοῦ τόκου τὸ ἀγενιὲς καὶ ταπεινὸν, πρὸς τὴν θείαν χάριν δράμωμεν. Φησὶ γοῦν· ι Οἳ οὐκ ἐξ αἱμάτων ἐγεννήθησαν,» τῶν κατα μηνίων δηλαδή; ἐκ τούτων γὰρ ἡ τροφὴ καὶ ἡ αύξη σις τῷ ἐμβρύῳ φασὶ δὲ ὅτι καὶ τὸ σπέρμα πρῶτον ἐξαιματοῦται, εἶτα εἰς σάρκα καὶ τὴν ἄλλην διασκευήν μεταπλάττεται. Επεὶ δὲ εἰκὸς ἦν τινας εἰπεῖν, ὅτι καὶ τοῦ Ἰσαὰκ λοιπὸν ἡ γέννησις τοιαύτη ἦν, οἵαν γεννῶνται οἱ πιστεύοντες εἰς Χριστόν· καὶ γὰρ καὶ ὁ Ἰσαὰκ οὐκ ἐξ αἱμάτων ἐγεννήθη· ἐξέλιπε γὰρ τῇ Σάβᾳ τὰ καταμήνια· ἐπεὶ τοίνυν ἐνεδέχετο τίνας ὑπονοῆσαι τοῦτο, ἐπάγει τὸ, ὁ Οὐδὲ ἐκ θελή ματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός.» Καὶ γὰρ τῷ Ἰσαὰκ εἰ οὐκ ἐξ αἱμάτων ἡ γέννησις, ἀλλά γε ἐκ θελήματος ἀνδρός· ἤθελε γὰρ δήπου ὁ ἀνὴρ γεν νηθῆναι αὐτῷ παιδίον ἐκ τῆς Σάρρας. Ἐκ θελήματ τος δὲ σαρκὸς, ὡς ἐκ τῆς ᾿Αννης ὁ Σαμουήλ. Εἶπο:; οὖν τὸν μὲν Ἰσαὰκ ἐκ θελήματος ἀνδρὸς, τὸν δὲ Σα μουὴλ ἐκ θελήματος σαρκὸς, τουτέστι, τῆς ἀνθρω πένης («)· ἔδίψα γὰρ τοῦ κτήσασθαι παῖδα ἡ στεῖρα αὕτη· τάχα δὲ καὶ ἀμφότερα ἐπὶ ἀμφοτέρων. Εἰ δέ τι καὶ ἕτερον βούλοιο μαθεῖν, ἄκουε, ὅτι ἡ κατά σάρκα μίζες ἢ ἀπὸ πυρώσεως φυσικής γίνεται πολύ λάκις γάρ τις έτυχε διαπλάσεως θερμοτέρας, καὶ ἐκ τούτου ἐστὶν εὐκατάφορος πρὸς συνουσίαν (τοῦτο γοῦν ὠνόμασε θέλημα σαρκὸς), ἢ διὰ πονηρὰν συνή θειαν, καὶ ἀκόλαστον δίαιταν, ἡ πρὸς συνουσίαν ὁρμὴ άσχετος γίνεται, ἣν θέλημα ἀνδρὸς ἐκάλεσεν, ὡς οὐ τῆς φυσικῆς διαπλάσεως, ἀλλὰ τῆς τοῦ ἀνδρὸς ἀκο λασίας ἔργον οὖσαν. Ἴσως δὲ, ἐπεὶ ποτὲ μὲν εὑρί σκεται ἡ γυνὴ πρὸς συνουσίαν εὐκατάφορος, ποτὲ δὲ ὁ ἀνὴρ, διὰ μὲν τοῦ θελήματος τοῦ ἀνδρὸς τὴν τοῦ ἀνδρὸς λαγνείαν ἐδήλωσε· διὰ δὲ τοῦ θελήματος τῆς σαρκὸς, τὴν τῆς γυναικός. Νοήσεις δ' ἂν εἰκότως καὶ θέλημα σαρκὸς τὴν ἐπιθυμίαν τὴν ἀναζωπυρού 31, ἐκ τούτων γὰρ ἡ τροφή καὶ ἡ αὔξησις τῷ ἐμβρύῳ. Πάντες οἱ ἐξ ἀνδρῶν καὶ γυ ναικῶν τικτόμενοι φυσικὴν γέννησιν ἔχουσι τὴν ἐξ αἱμάτων. Ἐπεὶ δὲ τῶν ἀλλήλοις συναρμοζομένων ἀνδρῶν τε καὶ γυναικῶν, οἱ μὲν ἀνδριζόμενοι κατὰ τῆς ἐπιθυμίας τῆς σαρκός, συναρμόζονται διὰ παιδοποιίαν, οἱ δὲ ἀνδριζόμενοι κατ' αὐτῆς, δι' αὐ τὴν συναρμόζονται τὴν ἐπιθυμίαν, τοὺς μὲν ἀπο τικτομένους ἐκ τῶν κατὰ τῆς σαρκὸς ἀνδριζομένων παρεισάγει ἐκ θελήματος γεννᾶσθαι ἀνδρὸς, τους δὲ δι᾽ ἐπιθυμίαν σαρκὸς, ἐκ θελήματος σαρκός, καί φησι, τοὺς ἐκ Θεοῦ κατὰ χάριν τῆς υἱοθεσίας τικτομένους, μὴ κεκτῆσθαι ταύτην τὴν θείαν ἀπό σεξιν φυσικῶς ὅλως, είτε γεγένηνται ἐκ τοῦ διὰ παιδοποιίαν, εἴτε ἐκ τῆς δι' ἐπιθυμίαν σαρκὸς, τους φυσικῶς ἀποτεκόντας αὐτούς, ἀλλήλοις συνέρχεσθαι. νοήσεις, ταῦτα δὲ πάντα.
col. 1155–1156page 15 of 111
PG 123:1155σαν πρός μίξιν τὴν σάρκα· θέλημα δὲ ἀνδρός, τὴν Ο ο πρὸς τὸν συνδυασμὸν τοῦ ἐπιθυμοῦντος συγκατάθεσιν, ἥτις ἀρχὴ τῆς πράξεως. Εθηκε δὲ καὶ ἀμφότερα, ὅτι πολλοὶ ἐπιθυμοῦσι μεν, οὐ μὴν εὐθὺς καὶ συν απάγονται τῇ ἐπιθυμίᾳ· ἀλλὰ κατακρατοῦσι ταύτης, καὶ πρὸς τὴν πράξιν οὐκ ὀλισθαίνουσιν. Ὅσοι δὲ ἦτα τῶνται, ἐκεῖνοι πρῶτον ὑπὸ τῆς σαρκὸς καὶ τῆς ἐν ταύτῃ ὑποσμυχούσης επιθυμίας διακαιόμενοι, πρὸς τὸ θέλειν μιγῆναι ἐκτρέπονται. Εὐτάκτως οὖν ὁ εὐαγγελιστὴς τὴ θέλημα τῆς σαρκὸς προέταξε του θελήματος τοῦ ἀνδρὸς, ὡς τῆς ἐπιθυμίας φυσικῶς προηγουμένης τῆς μίξεως, καὶ ἀμφοτέρων ἐπὶ τοῦ συνδυασμού συντρεχόντων ἐξ ἀνάγκης. Ταῦτα δὲ πάντα είρηται διὰ τοὺς τὰ ἀνόητα πολλάκις ἐρωτῶντας· ἐπεὶ, τό γε κυριώτερον εἰπεῖν, μία διὰ πάντων τούτων έννοια δηλοῦται, φημὶ δὴ, ἡ τῆς τοῦ σας κικοῦ τόπου εὐτελείας Έμφασις. Τί οὖν πλέον ἔχομεν οἱ εἰς Χριστὸν πιστεύοντες τῶν ἐν τῷ νόμῳ Ἰσραηλι τῶν; Καὶ γὰρ κἀκεῖνοι υἱοὶ Θεοῦ ἐλέγοντο. Πολὺ τὸ διάφορον ἡμῶν κἀκείνων. Ἐπεὶ γὰρ ὁ νόμος ἐν πᾶσι σκιὰν εἶχε τῶν μελλόντων, οὐδὲ τὴν υἱοθεσίαν ἔχειν ἐδίδου τοῖς Ἰσραηλίταις, ἀλλ' ὡς ἐν τόπῳ καὶ σχή ματι· ἡμεῖς δὲ κατὰ ἀλήθειαν λαβόντες τὸ Πνεῦμε τοῦ Θεοῦ διὰ τοῦ βαπτίσματος, κράζομεν· '166 6 Πατήρ.» Εκείνοις δὲ ὥσπερ τὸ βάπτισμα τυπικόν ἦν καὶ σκιώδες, οὕτω καὶ ἡ υιοθεσία τὴν ἡμετέραν προτυποῦσα. Κἂν οὖν υἱοὶ ἐκαλοῦντο, ἀλλὰ σκιωδῶς, καὶ οὐκ αὐτὴν τὴν ἀλήθειαν της υιοθεσίας εἶχον, ὡς ἡμεῖς νῦν διὰ τοῦ βαπτίσματος. Καὶ ὁ Λόγος σάρξ εγένετο. Εἰπὼν ὅτι τέχνε γινόμεθα Θεοῦ, εἰ θέλομεν, οἱ πιστεύσαντες εἰς Χρισ στὸν, ἐπιφέρει καὶ τὴν αἰτίαν τοῦ τηλικούτου άγα θοῦ. Τί γάρ, φησί, προεξένησεν ἡμῖν τὴν υἱοθεσίαν ταύτην, βούλει μαθεῖν; Τὸ τὸν Λόγον σάρκα γενέσθαι. Ὅταν δὲ ἀκούσῃς, ότι ο Σάρξ ἐγένετο, ο μὴ νομίσης ὅτι ἐξέστη τῆς οἰκείας φύσεως, καὶ ἐτράπη εἰς σάρκα οὐ γὰρ ἂν Θεὸς ἦν, εἴπερ ετρέπετο καὶ ἡλλοιοῦτο ἀλλ' ὅτι μένων 8 ἦν, ἐγένετο 8 οὐκ ἦν. Ἀπολλινάριος δὲ ὁ Λαοδικεὺς ἐντεῦθεν αἵρεσιν συνεστήσατο. Εδογμάτισε γὰρ ὅτι ὁ Κύριος καὶ Θεὸς ἡμῶν οὐκ ἀνέλαβε τὴν τοῦ ἀνθρώπου φύσιν τελείαν, ήγουν σῶμα μετὰ ψυχῆς λογικῆς, ἀλλὰ σάρκα μόνην, ψυ χῆς λογικῆς καὶ νοερᾶς ἄμοιρον. Τί γὰρ ἔχρηζει Θεὸς τῆς ψυχῆς, ἔχων τὴν θεότητα κυβερνῶσαν τὸ σῶμα, ὃν τρόπον ἔχομεν ἡμεῖς τὴν ψυχὴν διεξάγου σαν τὸ ἡμῶν σῶμα; Εἶχε δὲ εἰς ἐπικουρίαν, ὡς ᾤετο, τὸ παρὸν ῥητόν·. Καὶ ὁ Λόγος σάρξ ἐγένετο. ο Οὐ γάρ, φησίν, εἶπεν, ὅτι "Ανθρωπος ἐγένετο, ἀλλὰ, ο σάρξ.» Ωστε οὐκ ἀνέλαβε ψυχὴν νοῦν ἔχουν σαν καὶ λόγον, ἀλλὰ σάρκα ἄνουν καὶ ἄλογον. Ἡγνύει δὲ ἄρα ὁ ἐλεεινός, ὅτι ἡ Γραφὴ ἀπὸ τοῦ μέρους πολ λάκις ὀνομάζει τὸ ὅλον οἷον, μέλλουσα ἐπιμνησθῆναι ἀνθρώπου όλου, ἀπὸ μέρους, τῆς ψυχῆς λόγῳ ὀνομάζει αὐτόν· οἷον, «Πᾶσα ψυχή, ήτις οὐ περι τμηθῇ, θανατούσθω.» Ἰδοὺ γὰρ ἀντὶ τοῦ εἰπεῖν, τάς ἄνθρωπος, εἶπε τὸ μέρος, τὴν ψυχὴν λέγω. Καὶ τά λιν ἀπὸ τῆς σαρκὸς ὀνομάζει τὸ ὅλον, ώς όταν λέγη
col. 1157–1158page 16 of 111
PG 123:1157ο οι Και έψεται πᾶσα σὰρξ τὸ Σωτήριον τοῦ Θεοῦ πάντα γὰρ ἄνθρωπον μέλλων εἰπεῖν, τῷ τῆς σαρ κὸς ὀνόματι προσεχρήσατο. Ούτως οὖν καὶ ὁ εὐαγ γελιστής, ἀντὶ τοῦ εἰπεῖν· Ο Λόγος ἄνθρωπος ἐγέν νετο, εἶπεν, «Ο Λόγος σὰρξ ἐγένετο,» ἀπὸ τοῦ μέρους τὸν ἄνθρωπον ὀνομάζων, τὸν ἐκ ψυχῆς καὶ σώματος συγκείμενον. Τάχα δὲ ἐπεὶ ἡ σὰρξ ἀλλό τριόν ἐστι τῆς θείας φύσεως, θέλων ὁ εὐαγγελιστής δηλῶσαι τὴν ὑπεράπειρον συγκατάβασιν τοῦ Θεοῦ, τῆς σαρκὸς ἐμνήσθη, ἵν᾿ ἐκπλαγῶμεν τὴν ἄφατον φιλανθρωπίαν αὐτοῦ, ὅτι, διὰ τὴν σωτηρίαν ἡμῶν, τὸ ἀλλότριον τῆς φύσεως αὐτοῦ καὶ ξένον παντάπασι, φημὶ δὴ τὴν σάρκα, προσέλαβεν. 'Η μὲν γὰρ ψυχὴ Έχει τινὰ συγγένειαν πρός Θεόν· ἡ δὲ σὰρξ παντάπασιν ἀκοινώνητο;. Διὰ τοῦτο οὖν οἶμαι τὸν εὐαγ γελιστὴν ἐνταῦθα μόνῳ τῷ τῆς σαρκὸς ὀνόματι χρή σασθαι, οὐχ ὡς ἀμοιροῦντος ψυχῆς τοῦ προσλήμα ματος, ἀλλὰ πρὸς ἔνδειξιν πλείω τοῦ θαυμαστοῦ καὶ φρικώδους μυστηρίου. Ἐπεὶ ἐὰν οὐ προσελάβετο ψυχὴν ἀνθρωπίνην ὁ Λόγος σαρκωθείς, αθεράπευτοι ὅτι εἰσὶν αἱ ψυχαὶ ἡμῶν· ὃ γὰρ οὐ προσελάβετο, οὐδὲ ἡγίασε. Καὶ τίς ὁ γέλως, τῆς ψυχῆς πρώτης παθούσης (ἐκείνη γὰρ ἡ ἐνδοῦσα τοῖς τοῦ ὄφεω; λό γα; καὶ ἀπατηθεῖσα ἐν παραδείσῳ, εἶτα καὶ ἡ χεὶρ ἥψατο ἐπακολουθήσασα τῇ κυρίᾳ καὶ δεσποίνῃ τῇ ψυχῇ), τὴν μὲν θεράπαιναν, τὴν σάρκα, καὶ προς ληφθῆναι, καὶ ἁγιασθῆναι, καὶ θεραπευθῆναι, τὴν δὲ κυρίαν ἐαθῆναι ἀπρόσληπτόν τε καὶ ἀθεράπευτον; Αλλ' Απολινάριος μὲν ἐῤῥέτω. Ἡμεῖς δὲ ὅταν ἀκούωμεν, ὅτι «Ο Λόγος σὰρξ ἐγένετο, ο πιστεύου μεν ότι άνθρωπος τέλειος, τῆς Γραφῆς ειωθυίας καὶ σάρκα και ψυχὴν μονομερῶς τὸν σύνθετον ἄνθρωπον ὀνομάζειν. Ανατρέπεται δὲ ἐκ τούτου τοῦ ῥητοῦ καὶ Νεστόριος. Ἐκεῖνος γὰρ ἔλεγεν, ὅτι οὐχ ὁ Θεὸς Λό γος αὐτὸς ἐκεῖνος ἐγένετο ἄνθρωπος, συλληφθεὶς ἐκ τῶν πανάγνων αἱμάτων τῆς ἁγίας Παρθένου, ἀλλ᾽ ἔτεκεν ἡ Παρθένος ἄνθρωπον· οὗτος δὲ ὁ ἄνθρωπος, χαριτωθεὶς ἀρετῆς πάσης εἴδει, ἔσχε τὸν τοῦ Θεοῦ Λόγου συνημμένον αὐτῷ, καὶ ἐξουσίαν διδόντα κατά πνευμάτων ἀκαθάρτων· καὶ ἐκ τούτου ἐδογμάτιζε δύο υἱοὺς, ἵνα τὸν τῆς Παρθένου, τὸν Ἰη σοῦν τὸν ἄνθρωπον, καὶ ἕτερον τὸν Υἱὸν τοῦ Θεοῦ, συνημμένον μὲν τῷ ἀνθρώπῳ, καὶ ἀδιάσπαστον αὐτῷ ὄντα, ἀλλὰ κατὰ χάριν καὶ σχέσιν καὶ ἀγάπη, οἷα δὴ ἐναρέτου ὄντος τοῦ ἀνθρώπου. Ταῦτα ἐκεῖ νος ἐθελοχωρῶν πρὸς τὴν ἀλήθειαν. Εἰ γὰρ ἡβού λετο, ἤκουσεν ἂν καὶ αὐτὸς τοῦ μακαρίου τούτου εὐαγγελιστοῦ λέγοντος, ὅτι. Ο Λόγος σάρξ ἐγέ νετο.» Οὐ προφανῶς γὰρ ἐνταῦθα ἐλέγχεται; Αὐτὸς γὰρ ὁ Λόγος ἄνθρωπος ἐγένετο. Οὐκ εἶπεν· Εὐρὼν ἄνθρωπον ὁ λόγος, συνήφθη αὐτῷ, ἀλλ', Αὐτὸς ἐκεῖ νος άνθρωπος ἐγένετο. Ανατρέπεται δὲ καὶ Εὐτυ χὴς, καὶ Οὐαλεντίνο;, καὶ Μάνης ἐντεῦθεν. Οὗτοι γὰρ κατὰ φαντασίαν ἔλεγον φανῆναι τὴν Λόγον τοῦ Θεοῦ. ᾿Ακουέτωσαν οὖν, ὅτι «Ο Λόγος σάρξ ἐγέ νετο.» Οὐκ εἶπεν, ὅτι Σάρξ εφαντάσθη, ἡ ἔδοξεν, ἀλλ᾽, ὅτι Εγένετο ἀληθείᾳ, καὶ οὐσίᾳ, καὶ οὐ φανε
col. 1159–1160page 17 of 111
PG 123:1159τασίᾳ. "Ατοπον γὰρ καὶ ἀνόητον πιστεύειν, ὡς δ οι Υἱός τοῦ Θεοῦ, ἀλήθεια ὢν καὶ λεγόμενος, εψεύσατο τὴν ἐνανθρώπησιν· τοιοῦτον γὰρ ἡ φαντασία, ψευ δῆς πάντως ἔνδειξις. ι Καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Ἐπειδὴ ἄνω εἶπεν, ὅτι «Ο Λόγος σὰρξ ἐγένετο, ο ἵνα μή τις υπολάβῃ, ὅτι μία φύσις λοιπὸν ἐγένετο ὁ Χριστὸς, διὰ τοῦτο ἐπάγει τὸ, ο Εσκήνωσεν ἐν ἡμῖν, ο ἵνα δείξῃ τὰς δύο φύσεις, τήν τε ἡμετέραν, καὶ τὴν τοῦ Λόγου. Ωσπερ γὰρ ἄλλης φύσεως ἐστιν ἡ σκηνή, καὶ ἄλλης ὁ κατασκηνῶν ἐν αὐτῇ· οὕτω καὶ ὁ Λόγος σκηνῶσαι ἐν ἡμῖν λεγόμενος, τουτέστιν, ἐν τῇ ἡμετέρα φύσει, ἄλλης ἂν εἴη φύσεως παρέ τὴν ἡμετέραν. Αἰσχυνέσθωσαν οἱ ᾿Αρμένιοι, οἱ μίαν φύσιν πρεσβεύοντες. Μανθάνομεν οὖν, διὰ μὲν τοῦ, Ο Λόγος σάρξ ἐγένετο, ο ὅτι αὐτὸς ὁ Λόγος αν θρωπος ἐγένετο, καὶ υἱὸς ὢν τοῦ Θεοῦ, γέγονε καὶ γυναικὸς Υἱός· ἥτις καὶ κυρίως Θεοτόκος καλεῖται, ὡς τὸν Θεὸν γεννήσασα ἐν σαρκί. Διὰ δὲ τοῦ, «Ἑσπή νωσεν ἐν ἡμῖν, τοῦτο διδασκόμεθα, τὸ δύο φύσεις πιστεύειν εἰς τὸν ἕνα Χριστόν. Εἰ γὰρ καὶ εἶ; κατὰ ὑπόστασιν ήγουν τὸ πρόσωπον, ἀλλὰ δύο κατά τάς φύσεις· Θεὸς γὰρ καὶ ἄνθρωπος· θεία δὲ φύσις καὶ ἀνθρωπίνη οὐκ ἂν εἶεν ἕν, εἰ καὶ περὶ ἕνα θεωρούντο, τὸν Χριστόν φημι. Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενούς παρὰ Πατρός, πλήρης χάριτος καὶ ἀλη θείας.» Επειδὴ εἶπεν, ὅτι ο Σαρξ ἐγένετο, ο ἐπ φέρει λοιπόν, ὅτι ο Εθεασάμεθα τὴν δόξαν αὐτοῦ, κ ἐν σαρκὶ δηλονότι όντος. Εἰ γὰρ τὸ πρόσωπον Μω σέως λαμπρυνθὲν ἐκ τῆς πρὸς Θεὸν ὁμιλίας οἱ Ἰσραηλῖται ἰδεῖν οὐχ ἡδύναντο, πολλῷ μᾶλλον τὴν θεότητα τοῦ Μονογενοῦς γυμνὴν οὐκ ἂν ἐχώρησαν οἱ ἀπό στολοι, εἰ μὴ διὰ τῆς σαρκὸς ἐπεφάνη. Εθεασάμεθα δὲ τὴν δόξαν οὐ τοιαύτην, οἵαν ἔσχεν ὁ Μωσής, ή μεθ' οίας δόξης ὤφθησαν τὰ Χερουβὶμ καὶ τὰ Σε ραφὶμ τῷ προφήτῃ, ἀλλὰ τοιαύτην δόξαν, οἷαν ἔπρεπεν εἶναι μονογενεῖ Υἱῷ, ἐκ τοῦ Πατρὸς φυσικῶς αὐτῷ προσοῦσαν. Τὸ γὰρ ο ὡς» ἐνταῦθα ούχ όμοι ώσεώς ἐστιν, ἀλλὰ βεβαιώσεως καὶ ἀναμφισβητή του διορισμού. Ωσπερ βασιλέα βλέποντες μετὰ δόσ ξης πολλῆς προερχόμενον, λέγομεν ὅτι ὡς βασιλεύς προῆλθεν, ἀντὶ τοῦ, ὡς ὄντως καὶ κατὰ ἀλήθειαν βασιλεύς· οὕτως οὖν κἀνταῦθα τὸ, «ὡς μονογενοῦς, ο ὀφείλομεν νοῆσαι, ἀντὶ τοῦ, Η δόξα, ἣν εθεασάμεθα, ὡς τῷ ὄντι κατὰ ἀλήθειαν Υἱοῦ δόξε ἦν. «Πλήρης χάριτος καὶ ἀληθείας.» Χάριτος μὲν πλήρης, καθὸ καὶ ὁ Λόγος αὐτοῦ κεχαριτωμένος ἦν, ἵνα οὕτως είπω, καθὰ καὶ Δαυΐδ λέγει. Εξεχύθη ἡ χάρις ἐν χείλεσί σου.» Καὶ ὁ εὐαγγελιστής, ότι Ἐθαύμαζον πάντες ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ.» Καὶ πᾶσι δὲ τὰς ἰάσεις ἐχαρίζετο τοῖς χρήζουσιν αὐτῶν. ᾿Αληθείας δὲ πλήρης ἦν, καθὸ καὶ οἱ προφῆται, καὶ Μωσῆς αὐτὸς, ὅσα ἔλεγον ἢ ἔπραττον, πάντα τύποι ἦσαν· ὁ δὲ Χριστὸς ὁ ἔλεγε καὶ ἔπραττεν, ἅπαντα ἀληθείας πλήρη, αὐτόχαρις ὢν καὶ αὐτοαλήθεια, καὶ ἄλλοις ταῦτα χορηγών. Ποῦ δὲ ἐθεάσαντο τὴν
col. 1161–1162page 18 of 111
PG 123:1161εξαν; Ἴσως μέν τινες υπολήψονται, ὅτι ἐν τῷ ὄρει των Θαβώρ. Τάχα δὲ καὶ τοῦτο μὲν ἀληθὲς, πλην οὐκ ἐν τῷ ὄρει μόνῳ, ἀλλ' ἐν πᾶσιν οἷς ἔπραττε καὶ ἔλεγεν, ἔβλεπον τὴν δόξαν αὐτοῦ. Ιωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέγων· Οὗτος ἦν, ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος, Εμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.» Τὴν Ἰωάννου μαρτυρίαν συνεχώς παραλαμβάνει ὁ εὐαγ γελιστής· οὐχὶ τὸν Δεσπότην ἀξιόπιστον ἀπὸ τοῦ δούλου ποιῶν, ἀλλ᾽ ἐπεὶ μεγάλην ὑπόληψιν εἶχον περὶ Ἰωάννου οἱ ὄχλοι, τούτου ἕνεκεν παραλαμβά. ναι εἰς τὴν περὶ τοῦ Χριστοῦ μαρτυρίαν τὸν παρ' ἐκείνοις νομιζόμενον μέγαν Ἰωάννην, καὶ διὰ τοῦτο ὑπὲρ ἅπαντας πιστευόμενον. Τὸ δὲ, ο κέκραγε, ο τὴν πολλὴν παῤῥησίαν τοῦ Ἰωάννου δεικνύει. Οὐ γὰρ ἐν γωνίᾳ, ἀλλὰ μετὰ πολλῆς τῆς παρρησίας ἐβόα περὶ Χριστοῦ. Τί δὲ ἔλεγεν; «Οὗτος ἦν, ὃν εἶπον· ὁ καὶ πρὸ τοῦ ἰδεῖν τὸν Χριστὸν ὁ Ἰωάννης εμαρτύρει περὶ αὐτοῦ. Καὶ τοῦτο Θεοῦ πάντως εύ δοκία, ἵνα μὴ δόξῃ, τῷ προσώπῳ χαριζόμενος τοῦ Χριστοῦ, περὶ αὐτοῦ τὰ χρηστότερα μαρτυρεῖν. Διδ καὶ λέγει· ι Ον εἶπον,» τουτέστι, καὶ πρὶν ἰδεῖν αὐτὸν, «ὁ ὀπίσω μου ἐρχόμενος,» κατὰ τοὺς τῆς γεννήσεως δηλαδή χρόνους· ἐξ γὰρ μῆνας πρότερος ἦν ὁ πρόδρομος τοῦ Χριστοῦ κατὰ τὴν ἐν σαρκί γέννησιν. «Οὗτος ἔμπροσθέν μου γέγονεν, ο ἀντὶ τοῦ, προτιμότερός μου καὶ ἐνδοξότερος ἐγένετο. Διὰ τί; Ὅτι καὶ πρῶτος μου ἦν κατὰ τὴν θεότητα. Οἱ δὲ 'Αρειανοὶ ἀνοήτως ἡρμήνευσαν τὸ ῥητὸν τοῦτο. (έλοντες γὰρ δεῖξαι, ὅτι ὁ Υἱός τοῦ Θεοῦ οὐκ ἐγεν ήθη ἀπὸ τοῦ Πατρὸς, ἀλλὰ γέγονεν ὡς ἐν τῶν κτισ μάτων, φασὶν, ἔτι Ἰδοὺ ὁ Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ τὸ, ο Εμπροσθέν μου γέγονεν, ἡ ἀντὶ τοῦ, πρὸ ἐμοῦ γέγονε, καὶ ἐκτίσθη παρὰ τοῦ Θεοῦ, ὡς ἐν τῶν ποιημάτων. Ελέγχονται δὲ, κακῶς νοοῦντες τὸ ῥη τὸν ἐκ τοῦ ἐφεξῆς. Ποια γὰρ ἔννοια ἐμφαίνεται ἐν τῷ λέγειν, ὅτι ο Οὗτος, ὁ Χριστὸς δηλαδή, «ἔμε προσθέν μου γέγονεν, ἡ ἀντὶ τοῦ, πρὸ ἐμοῦ ἐκτίσθη, διότι πρῶτός μου ἦν;» 'Ανόητον γὰρ παντάπασι τὸ λέγειν, ὅτι Τοῦτον ἔκτισεν ὁ Θεὸς πρότερον, διότι πρωτός μου ἦν. Τοὐναντίον γὰρ ὤφειλε μᾶλλον εἰδ τεῖν, ὅτι οὗτος πρῶτός μου ἐστι, διότι ἔμπροσθέν μου γέγονεν, ήγουν ἐκτίσθη. Ταῦτα μὲν τὰ τῶν Αρειανῶν. Ἡμεῖς δὲ ὀρθοδόξως νεοῦμεν, ὅτι «Ο ἐπίσω μου ἐρχόμενος,» κατὰ τὴν ἐκ Παρθένου ἐν σαρκὶ γέννησιν, ο ἔμπροσθέν μου γέγονεν, ο ἀντὶ τοῦ, ἐνδοξότερος και προτιμότερός μου ἐγένετο ἐκ τῶν περὶ αὐτὸν συμβάντων θαυμάτων, ἐκ τοῦ τό κου, ἐκ τῆς ἀνατροφῆς, ἐκ τῆς σοφίας. Καὶ εἰκός τως τοῦτο. Καὶ γὰρ πρῶτός μου ἦν, κατὰ τὴν πρὸ αἰώνων ἐκ Πατρός γέννησιν, εἰ καὶ ὀπίσω μου ἦλθε κατὰ τὴν ἐν σαρκί παρουσίαν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος.» Καὶ ταῦτα τοῦ Προδρόμου εἰσὶ ῥήματα λέγοντος περὶ τοῦ Χριστοῦ, ὅτι ἡμεῖς πάντες οἱ προφῆται ἐκ τοῦ πληρώματος αὐτοῦ ἐλάβομεν. Οὐ γὰρ τοσαύτην ἔχει τὴν γέρον, ἐπην οἱ πνευματοφόρητοι άνθρωποι· ἀλλὰ πηγή ὑπάρχων παντὸς ἀγαθοῦ, καὶ πάσης σοφίας και
col. 1163–1164page 19 of 111
PG 123:1163προφητείας, ὑπερβλύζει αὐτὴν πᾶσι τοῖς ἀξίοις, καὶ Ει ἐν τῷ ὑπερβλύζειν πλήρης διαμένων, καὶ οὐδέποτε κενούμενος. Καὶ χάριν δὲ ἐλάβομεν, τὴν τῆς Και νῆς δηλαδή Διαθήκης, ἀντὶ τῆς χάριτος, τῆς παλαιά; νομοθεσίας. Ἐπεὶ γὰρ ἐκείνη ἡ Διαθήκη εγήρασε καὶ ἐσαθρώθη, ἀντ᾽ ἐκείνης τὴν Νέαν ἐλάβομεν. Καὶ πῶς, φησὶν, ὠνόμασε χάριν τὴν Παλαιὰν Δια θήκην; Διότι καὶ οἱ Ἰουδαῖοι χάριτι υιοθετήθησαν καὶ προσεδέχθησαν. Φησὶ γὰρ, ὅτι • Οὐ διὰ τὸ που λυπληθεῖν ὑμᾶς, ἀλλὰ διὰ τοὺς πατέρας ὁμῶν ἐξ ελεξάμην ὑμᾶς.» Καὶ οἱ παλαιοὶ. τοίνυν χάριτι προσεδέχθησαν, καὶ ἡμεῖς δὲ ὁμολογουμένως χάριτι ἐσμεν σεσωσμένοι. "Οτι ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.» Εφερμηνεύει ήμῖν, πῶς ἐλάβομεν χάριν μεγίστην ἀντὶ μικράς χάριτος· καί φησιν, ὅτι ὁ μὲν νόμος διὰ Μωσέως εδόθη, μεσίτῃ χρησαμένου τοῦ Θεοῦ ἀνθρώπων, την Μωσεί φημι· ἡ δὲ Καινή Διαθήκη διὰ Ἰησοῦ Χρι στοῦ, ἥτις καὶ χάρις ονομάζεται, διότι εχαρίσατο ἡμῖν ὁ Θεὸς οὐ μόνον τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, ἀλλὰ καὶ τὴν υἱοθεσίαν. 'Αλήθεια δὲ καλεῖται, καθ' ὅσον ὅσα οἱ πάλαι τυπικῶς ἢ εἶδον, ἢ εἶπον, ταῦτα λαμπρῶς αὕτη ἀνεκήρυξεν. Η τοίνυν Καινή διαθήκη, ἡ καὶ χάρις όνομαζομένη καὶ ἀλήθεια, οὐκ ἀν θρώπῳ ψιλῷ μεσίτῃ ἐχρήσατο, ἀλλὰ τῷ Υἱῷ τοῦ Θεοῦ. Καὶ δρα πῶς ἐπὶ μὲν τῆς Παλαιᾶς εἶπε τὸ Εδόθη διὰ Μωσέως, ὑπουργὸς γὰρ καὶ ὑπηρέτης οὗτος ἦν. Ἐπὶ δὲ τῆς Καινῆς, οὐκ εἶπε τὸ, ε ε ἐδόθη, ἀλλὰ τὸ, «ἐγένετο, ο ἵνα δείξῃ ὑπὸ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὡς δεσπότου, οὐχὶ δούλου, γενομέν νην, καὶ εἰς τέλος προβᾶσαν τὴν χάριν καὶ τὴν ἀλή θειαν. Νόμος μὲν γὰρ ἐδόθη παρά Θεοῦ διὰ μέσου τοῦ Μωσέως· ἡ χάρις ἐγένετο, οὐχὶ ἐδόθη, διὰ Ἰησοῦ Χριστοῦ. Αὐθεντικὸν μὲν τὸ «'Εγένετο, ο δουλικών δὲ τὸν ἐδόθη. Θεὸν οὐδεὶ; ἑώρακε πώποτε· ὁ μονογενής Υιο;. ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρός, ἐκεῖνος ἐξηγήσατο.» Ἐπειδὴ εἶπεν, ὅτι. Η χάρις καὶ ἡ ἀλήθεια δι Ἰησοῦ Χριστοῦ ἐγένετο, τοῦτο θέλων κατασκευάσαι, φησίν, ὅτι οὐδὲν ἄπιστον είρηκα. Ο μὲν γὰρ Μωσῆς οὔτε Θεὸν ἑώρακεν, ὥσπερ οὐδ' άλλος τις, οὔτε εἶχεν ἡμῖν ἐξήγησιν τρανεστάτην καὶ σαφή περὶ αὐτοῦ εἰπεῖν· ἀλλὰ δοῦλος ὤν, ὑπηρέτησε μόνον πρὸς τὴν τοῦ νομικού γράμματος διακονίαν. Ο δὲ Χριστό;, Υἱὸς ὢν καὶ Μονογενὴς, καὶ ἐν τοῖς κόλπεις ὧν τοῖς πατρικοῖς, οὐ μόνον αὐτὸν ὁρᾷ, ἀλλὰ καὶ πα σιν ἀνθρώποις ἐξηγεῖται περὶ αὐτοῦ. Ὥστε ἐπειδὴ Υιός ἐστι, καὶ τὸν Πατέρα ὁρᾷ, οἷα δὴ ἐν τοῖς κάλ ποις αὐτοῦ ὢν, εἰκότως τὴν χάριν καὶ τὴν ἀλήθειαν ἡμῖν ἔδωκεν. 'Αλλ' ἐρεῖ τις ἴσως· Πῶς ἐνταῦθα μὲν μανθάνομεν, ὅτι οὐδεὶς ἑώρακε τὸν Θεόν, ὁ δὲ προ φήτης λέγει· «Εἶδον τὸν Κύριον; Εἶδε μὲν ὁ προ φήτης, ἀλλ' οὐκ αὐτὴν τὴν οὐσίαν, ἀλλ' ὁμοίωμά τι καὶ φαντασίαν τινὰ, ὡς ἐχώρει ἰδεῖν. Καὶ ἄλλος πάλιν ἐν ἄλλῳ τύπῳ εἶδε, καὶ ἄλλος ἐν ἄλλῳ. Οθεν δῆλον, ὅτι οὐκ αὐτὴν τὴν ἀλήθειαν ἔβλεπον· οὐ γὰρ ἂν ἐν
col. 1165–1166page 20 of 111
PG 123:1165διαφόροις σχήμασιν αὐτὴν ἐθεώρουν ἁπλῆν οὖσαν καὶ ἀσχημάτιστον. Ἀλλ᾿ οὐδὲ οἱ ἄγγελοι βλέπουσι Θεοῦ οὐσίαν, εἰ καὶ λέγονται τὸ πρόσωπον τοῦ Θεοῦ ὁρᾷν· τοῦτο γὰρ ἐνδεικτικόν ἐστι μόνου τοῦ φαντάζεσθαι ἀεὶ Θεόν. Ὁ Υἱὸς οὖν μόνος ὁρᾷ τὸν Πατέρα, καὶ ἐξηγεῖται αὐτὸν πᾶσιν ἀνθρώποις. Κόλπους δὲ ἀκούων πατρικούς, μηδὲν ὑποπτεύσῃς σωματικόν ἐπὶ Θεοῦ. Τὴν γὰρ γνησιότητα, καὶ τὸ ἀχώριστον, καὶ συναΐδιον δεῖξαι βουλόμενος τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα ὁ εὐαγγελιστὴς, τούτου τοῦ ὀνόματος ἐμνή σθη. «Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας, ἵνα ἐρωτήσωσιν αὐτόν· Σὺ τίς εἶ; Καὶ ὡμολόγησε, καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν, ὅτι Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός.» Εἶπεν ἀνωτέρω, ὅτι Ἰωάν της μαρτυρεί περὶ αὐτοῦ· εἶτα εἰπὼν διὰ μέσου τί ἐμαρτύρησεν ὁ Ἰωάννης περὶ τοῦ Χριστοῦ, ὅτι «Ού τος ἔμπροσθέν μου γέγονε,» καὶ ὅτι ο Ἡμεῖς πάνω τες οἱ προφῆται ἐκ τοῦ πληρώματος αὐτοῦ ἐλάβο μεν, ο επιφέρει· «Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ιωάννου.» Ποία; Ην ἀνωτέρω εἶπεν, ὅτι ἔμπροσθεν μου γέγονε,» καὶ τὰ λοιπά· ἀλλὰ καὶ ὁ ἐφεξῆς λέγει, ὅτι «Οὐκ εἰμὶ ὁ Χριστὸς,» καὶ ταῦτα μαρ τυρία Ιωάννου εἰσίν. • Απέστειλαν οὖν οἱ Ιου δαῖοι πρὸς Ἰωάννην οὓς εἶχον κρείττονας· ἱερεῖς γὰρ καὶ Λευΐτας, καὶ τούτου; Ἱεροσολυμίτας· ὡς ἂν οὗ τοι, οἷα δὴ συνετώτεροι, πείσωσι τὸν Ἰωάννην διὰ κολακείας, ὁμολογῆσαι ἑαυτὸν Χριστόν. Ὅρα δὲ τὴν σκαιότητα· οὐκ ἐρωτῶσιν αὐτὸν εὐθέως· Σὺ εἶ ὁ Χριστός; ἀλλὰ, «Σὺ τίς εἶ; ο Ἐκεῖνος δὲ, τὴν και κουργίαν εἰδὼς αὐτῶν, οὐ λέγει τίς ἦν, ἀλλ᾽ ὁμολογεῖ, ὅτι «Οὐκ εἰμὶ ὁ Χριστός, ο πρὸς τὸν σκοπὸν αὐτῶν ἀποβλέπων, καὶ πανταχόθεν αὐτοὺς ἐπισπώμεν νος πρὸς τὸ πιστεῦσαι, ὅτι ἄλλος ἐστὶν ὁ Χριστὸς ὁ παρ' αὐτῶν νομιζόμενος εὐτελῆς, καὶ εὐτελοῦς πα τρός, τέκτονος γάρ· καὶ εὐτελοῦς πατρίδος, Ναζα μὰτ γάρ· ἐξ ἧς οὐδὲν ἀγαθὸν εἶναι ἐπίστευον. Περί μέντοι αὐτοῦ τοῦ Προδρόμου μεγάλην δόξαν εἶχον πατρός τε γὰρ ἀρχιερέως ἦν, καὶ βίου ἀγγελικοῦ καὶ άθλου σχεδόν. "Οθεν θαυμάσαι δίκαιον, πῶς ἐξ ὧν ᾤοντα ἐκεῖνοι βλάψαι τὴν τοῦ Χριστοῦ δόξαν, ἐκ τού των συμποδίζονται. Ερωτῶσι μὲν γὰρ ὡς ἀξιόπιστον τὸν Ἰωάννην, ἵνα τῆς εἰς Χριστὸν ἀπιστίας τὴν ἐκείνου μαρτυρίαν ὑπόθεσιν ἔχωσιν, εἴπερ μὴ ὁμολογήσῃ αὐτὸν Χριστόν· τὸ δὲ εἰς τοὐναντίον περιετράπη αὐτοῖς. Τοῦτον γὰρ, ὃν εἶχον ἀξιόπιστον, εύ ρίσκουσι μαρτυροῦντα περὶ Χριστοῦ, καὶ μὴ εἰς ἑαυ τὸν ἕλκοντα τὴν τιμήν. Καὶ ἠρώτησαν αὐτόν· Τί οὖν; Ηλίας εί σύ; Καὶ λέγει· Οὐκ εἰμί. Ο προφήτης εἶ σύ; Καὶ ἀπεκρίθη· Οὔ. Εἶπον οὖν αὐτῷ· Τίς εἶ, ἵνα ἀπόκρισιν δῶ μεν τοῖς πέμψασιν ἡμᾶς; Τί λέγεις περὶ σεαυτοῦ; Εφη· Εγώ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Εὐθύνατε τὴν ὁδὸν Κυρίου, καθὼς εἶπεν Ησαΐας ὁ προφήτης. Τὸν Ηλίαν προσεδόκων ἥξειν, ἀρχαίᾳ παραδόσει πειθόμενο:· διὸ ἐρωτῶσιν αὐτὸν εἰ ἔστιν Ηλίας· καὶ γάρ τοι καὶ ὁ βίος αὐτοῦ ἐῴκει τῷ τοῦ Ἡλιού. Αρ.
col. 1167–1168page 21 of 111
PG 123:1167νεῖται οὖν καὶ τοῦτο. Ο προφήτης εί σύ;» Αρο ο νεῖται καὶ τοῦτο, καίτοι γε προφήτης ἦν. Πῶς οὖν ἀρνεῖται; Πῶς; Ὅτι οὐκ ἠρώτησαν αὐτὸν. Προφήτης εἴ σύ; ἀλλ᾽, «Ο προφήτης εἴ;» μετὰ τοῦ, «ό, ν ἄρθρου ποιησάμενοι τὴν ἐρώτησιν, ἀντὶ τοῦ, ἐκεῖνο; ὁ προφήτης ὁ προσδοκώμενος, ἂν εἶπε Μωσῆς, ὅτι Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεός.» Οὐκ ηρνήσατο οὖν ὁ Ἰωάννης τὸ προφήτης εἶναι, ἀλλὰ τό, ο ὁ προφήτης, ο ἐκεῖνος ὁ προσδοκώμενος. Ἐπεὶ γὰρ ἤκουσαν Μωσέως εἰπόντος, ὅτι προφήτης ἀναστήσεται, ἤλπιζον κατά τινας καιρούς γενήσεσθαι τοῦτον τὸν προφήτην. Εἶτα πάλιν ἐπίκεινται· Εἰπὲ οὖν ἡμῖν, τίς εἶ; Τότε ἀποκρίνεται αὐτοῖς· ι Εγώ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ.» Εγώ, φησὶν, εἰμὶ, περὶ οὗ γέγραπται· «Φωνή βοώντος ἐν τῇ ἐρήμῳ. Εἰ μὴ γὰρ προσθήσεις τὸ, ο περὶ οὗ γέγραπται, κ ατοπός τις φαίνεται ἡ τοῦ λόγου σύνταξις. Τί δὲ βοῶντος; • Ευθύνατε τὴν ὁδὸν Κυρίου.» Δούλος, φη σιν, εἰμὶ, καὶ προοδοποιῷ τῷ Κυρίῳ τὰς καρδίας ὑμῶν. Εὐθύνατε οὖν ταύτας, οἱ σκολιοὶ καὶ δόλιοι, καὶ ὁμαλίσατε, ὥστε ὁδὸν γενέσθαι τῷ Κυρίῳ Χριστῷ δι' ὑμῶν. Εἶτα ἐπεισάγει τὸν Ἡσαΐαν μάρτυρα. Με γάλα γὰρ εἰπὼν περὶ τοῦ Χριστοῦ, ὅτι Κύριός ἐστι, καὶ ὅτι αὐτὸς δούλου καὶ κήρυκος ἔργον μεταχειρίζεται, καταφεύγει ἐπὶ τὸν προφήτην. Τάχα δ' ἄν τις τὸ, «Εγώ φωνὴ βοῶντος, ο οὕτως ἑρμηνεύσειεν, ὅτι Ἐγώ εἰμι φωνὴ τοῦ Χριστοῦ τοῦ βοῶντος, του τέστι, τοῦ τὴν ἀλήθειαν τρανῶς διαγγέλλοντος. Οι μὲν γὰρ τοῦ νόμου πάντες ίσχνόφωνοι, οἷα μὴ τῆς ἀληθείας τοῦ Εὐαγγελίου καιρὸν ἐχούσης· καὶ τοῦτο ἦν ἄρα τὸ ἰσχνόφωνον τοῦ Μωσέω;, τὸ τοῦ νόμου ἀτράνωτον καὶ ἀσαφές. Ο δὲ Χριστὸς οἷα δὴ αὐτο αλήθεια ὢν, καὶ πάντα ἡμῖν ἀπαγγείλας τὰ τοῦ Πα τρὸς, βυῶν ἐστιν. Ο τοίνυν Ἰωάννης φησίν· Ἐγώ εἰμι ἡ φωνὴ τοῦ Λόγου τοῦ βοῶντος, ἐν τῇ ἐρήμῳ διάγων. Εἶτα ἀπ᾽ ἄλλης ἀρχῆς· «Εὐθύνατε τὴν ἰδόν τοῦ Κυρίου.» Εἰκότως λέγεται φωνὴ ὁ Ιωάννης, ὡς Πρόδρομος ὢν τοῦ Χριστοῦ, ὥσπερ καὶ ἡ φωνὴ προ τρέχει τοῦ λόγου· οἷον, ἵνα σαφέστερον εἴπω, φωνὴ μέν ἐστιν πνεῦμα ἀδιάρθρωτον, ὁ ἐκ τοῦ θώρακος ἔξεισιν· ὅταν δὲ ὑπὸ τῆς γλώττης διαρθρωθῇ, τότε γίνεται λόγος. Πρῶτον οὖν ἡ φωνὴ, εἶτα ὁ λόγος πρότερος Ιωάννης, εἶτα Χριστὸς κατὰ τὴν ἐν σαρκί παρουσίαν. Καὶ τὸ μὲν τοῦ Ἰωάννου βάπτισμα, ἀδιάρθρωτον· οὐ γὰρ εἶχε τὸ, «ἐν Πνεύματι, τὸ δὲ τοῦ Χριστοῦ, διηρθρωμένον, καὶ οὐδὲν τοῦ σκιώδους καὶ τυπικοῦ ἔχον· σ ἐν Πνεύματι ο γάρ. Καὶ οἱ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων καὶ ἠρώτησαν αὐτὸν, καὶ εἶπον αὐτῷ· Τί οὖν βαπτίζεις, εἰ εὶ οὐκ εἶ ὁ Χριστὸς, οὔτε Ηλίας, οὔτε ὁ προφήτης, ο Ἐπειδὴ διὰ κολακείας οὐκ ἠδύναντο αὐτὸν ἑλεῖν, διὰ σκληροτέρων καὶ ἐπιπληκτικωτέ ρων λόγων ἐκφοβοῦσιν· ἵνα εἴπῃ ὁ ήθελον, και όμο λογήσῃ ἑαυτὸν Χριστὸν, «Τί οὖν βαπτίζεις;» λέγοντες· τίς του τοσαύτην ἐξουσίαν ἔδωκεν; ῞Οτον δὲ ἐπ τοῦ λόγου τούτου, δείκνυται, ὅτι ἄλλον εἶναι ἐνόμιζον τὸν Χριστὸν, καὶ ἄλλον τὸν προσδοκώμενον προφή
col. 1169–1170page 22 of 111
PG 123:1169την. Λέγουσι γάρ· Εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς, οὔτε ὁ προφήτης· ὁ ἕτερον νοοῦντες τὸν Χριστὸν εἶναι, καὶ: › ἄλλον τὸν προφήτην, κακῶς εἰδότες. Ο γὰρ προφήτης αὐτός ἐστιν ὁ Χριστὸς καὶ Θεὸς ἡμῶν. Ταῦτα δὲ πάντα ἔλεγον, ὡς ἔφην, ὡς ἂν καταναγκάσωσιν ὁμολογήσαι 522 ἑαυτὸν Χριστόν· μᾶλλον δὲ, εἰ χρὴ τὸ ἀληθέστερον εἰ #εῖν, ὡς βασκαίνοντες αὐτοῦ τῆς δόξης, ἐρωτῶσιν αὐτ τόν. Διὰ οὐδὲ πυνθάνονται, εἰ αὐτός ἐστιν ὁ Χριστὸς, ἀλλά, Σὺ τίς εἶ;, ὡσανεὶ λέγοντες· Τίς εἶ σὺ ὁ τηλικούτῳ ἔργῳ ἐπιχειρῶν, τῷ βαπτίζειν καὶ καθαί- › ρειν τοὺς ἐξομολογουμένους; Καὶ γάρ μοι φαίνονται οἱ Ἰουδαῖοι θέλοντες μηδὲ τὸν Ἰωάννην δόξαι παρὰ τοῖς πολλοῖς Χριστὸν, ἀλλ᾽ ἀπὸ φθόνου καὶ βασκανίας ἐρωτᾷν αὐτόν·. Σὺ τίς εἶ;» Καταρατώτατοι τοίνυν, οἱ βαπτίζοντα ὑποδεχόμενοι, μεθ' ὅ δὲ βαπτισθῶσιν, ἀγνωμονοῦντες, ὄντως γεννήματα ἐχιδνῶν οἱ Ἰουδαῖοι. ς Απεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων - Εγώ βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε· αὐτός ἐστιν ὁ ὀπίσω μου ερχόμενος, ὃς Εμπροσθέν μου γέγονεν, οὗ οὐκ εἰμὶ ἄξιος, ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. Ιδε καὶ τὴν πρα ότητα τοῦ ἁγίου, καὶ τὴν ἀλήθειαν· τὴν μὲν, ὅτι οὐ δὲν πρὸς αὐτοὺς τραχὺ φθέγγεται, καίτοι ἐπηρεαστὰς ὄντας· τὴν δὲ ἀλήθειαν, ὅτι μάρτυς ἐστὶ τῆς τοῦ Χριστοῦ δόξης εὐπαῤῥησίαστος· καὶ οὐκ ἀποκρύπτεται τὴν δόξαν τοῦ Κυρίου, ἑαυτῷ περιποιούμενος εύκλειαν, ἀλλ᾽ ὁμολογεῖ, ὅτι Ἐγὼ μὲν βαπτίζω εύ τελὲς βάπτισμα· ἐν ὕδατι γὰρ μόνην, οὐκ ἄφεσιν ἁμαρτιῶν ἔχοντι, ἀλλὰ προπαρασκευάζοντι εἰς τὸ δέξασθαι τὸ πνευματικών βάπτισμα, τὸ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν δωρούμενον. ο Μέσος δὲ ὑμῶν ἔστη κεν, ὃν ὑμεῖς οὐκ οἴδατε·, ἀναμεμιγμένος γὰρ τῷ πλήθει ὁ Κύριος, ἡγνοεῖτο τις εἴη καὶ πόθεν. Τάχα δ' ἄν τις εἶποι, ὅτι καὶ κατ᾽ ἄλλον τρόπον μέσος ἵστατο τῶν Φαρισαίων ὁ Κύριος, ἀλλ᾽ ἡγνόουν αὐτόν. Ἐπεὶ γὰρ αὐτοὶ τὰς Γραφὰς ἐδόκουν ἐκμελετᾷν, ἐν δὲ ταύ ταις κατηγγέλλετο ὁ Κύριος, μέσος αὐτῶν ἦν, του τέστιν, ἐν ταῖς καρδίαις αὐτῶν, ἀλλ' ἡγνόουν αὐτὸν, οἷα μὴ νοοῦντες τὰς Γραφὰς, εἰ καὶ ἐν ταῖς καρδίαις ταύτας εἶχον. Μή ποτε δὲ καὶ καθὸ μεσίτης Θεοῦ καὶ ἀνθρώπων ἦν ὁ Κύριος, μέσος ἵστατο τῶν Φα» ρισαίων, ἀποκαταλλάξαι θέλων αὐτοὺς τῷ Θεῷ, ἀλλ' Αγνόουν αὐτόν. Συνεχῶς δὲ τίθησι τό·. Ο ὀπίσω μου ερχόμενος, δεικνύων, ὅτι οὐ τελειωτικόν ἐστι τὸ αὐτοῦ βάπτισμα, ἀλλὰ προειδοποιητικὸν τοῦ πνευματικοῦ βαπτίσματος. Τὸ δὲ, ο Εμπροσθέν μου γέγο νεν, ἡ ἀντὶ τοῦ, ἐντιμότερο;, ἐνδοξότερος, καὶ τοσοῦ τον, ὥστε οὐδὲ ἐν τοῖς ἐσχάτοις τῶν αὐτοῦ δούλων καταριθμεῖσθαί με· τὸ γὰρ λύειν τὸ ὑπόδημα τῆς ἐσχάτης διακονίας ἐστίν. Οἶδα δὲ παρά τινι τῶν ἁγίων τοιαύτην ἀναγνοὺς ἐξήγησιν· Τὸ ὑπόδημα εἰς τὴν τῶν ἁμαρτωλῶν σάρκα, καὶ τῇ φθορᾷ ὑποκειμένην, λαμβάνεται πανταχοῦ· ὁ δὲ ἱμάς, ἦτο: ὁ λῶρος, εἰς τὸν δεσμὸν τῶν ἁμαρτιῶν. Ὁ τοίνυν Ἰωάννης ἐν μὲν τοῖς ἄλλοις, τοῖς ἐκπορευομένοις πρὸς αὐτὸν καὶ ἐξομολογουμένοις, ἴσχυε λύειν τὸν ἱμάντα τῶν ἁμαρτ τῶν· σειραῖς γὰρ τῶν οἰκείων ἁμαρτιῶν σφιγγόμε και εξήρχοντο πρὸς αὐτόν· καὶ διὰ τοῦ εἰς μετάνοιαν
col. 1171–1172page 23 of 111
PG 123:11714 αὐτοὺς παρακαλεῖν, προωδοποίει αὐτοῖς εἰς τὸ καὶ τελείως ἀποβαλέσθαι τὸν ἱμάντα τοῦτον, καὶ τὸ ἀμερο τωλὸν ὑπόδημα· ἐπὶ δὲ Χριστοῦ, ἱμάντα μὴ εὑρί σκων, ἤτοι σύνδεσμον ἁμαρτίας, εἰκότως οὐδὲ λύειν αὐτὸν ἐδύνατο. Πῶς γὰρ, ὃν οὐχ εὕρισκεν; «Αμαρτ τίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη ἐν τῷ στόματι αὐτοῦ δόλος.» Υπόδημα δὲ ἡ παρουσία τοῦ Κυρίου ἡ εἰς ἡμᾶς· ἱμὰς δὲ αὐτῆς, ὁ τρόπος τῆς σαρκώσεως, καὶ τοῦ πῶς συνεδέθη τῷ σώματι ὁ Λόγος τοῦ Θεοῦ. Τοῦτον οὖν τὸν τρόπον λύειν ἀδύνατον· τίς γὰρ δύο καται λύσαι πῶς συνεδέθη τῷ σώματι Θεός; «Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο περαν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης βαπτίζων. Τίνος ἔνεκεν εἶπεν, ὅτι ο Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο;» να δείξῃ τὴν παῤῥησίαν τοῦ μεγάλου κήρυκος, ὅτι οὐκ ἐν οἰκίᾳ, η οὐδὲ ἐν γωνίᾳ, ἀλλὰ τὸν Ἰορδάνην καταλαβών, ἐν μέσι πλήθους ταῦτα περὶ Χριστοῦ ἀνεκήρυττε. Χρὴ δὲ γινώσκειν, ὅτι τὰ ἀκριβῆ τῶν ἀντιγράφων, «ἐν Βηθαβαρᾷ, ο ἔχει· ἡ γὰρ Βηθανία οὐχὶ πέραν τοῦ Ἰορδάνου, ἀλλ' ἐγγύς που τῶν Ἱεροσολύμων ἐστίν. Τῇ ἐπαύριον βλέπει (α) τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτὸν, καὶ λέγει· "Ιδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴ ρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Συνεχῶς ὁ Κύριος έρχεται πρὸς τὸν Πρόδρομον τίνος ἕνεκεν; Η πάντως ἐπειδὴ ὡς εἷς τῶν πολλῶν ἐβαπτίσθη καὶ αὐτὸς ὑπὸ Ιωάννου, ἵνα μὴ νομίσωσί τινες, ὅτι ὡς ἁμαρτίαις ἔνοχος ὢν ἐπίσης τοῖς ἄλλοις ἐβαπτίσατο, ταύτην τὴν ὑπόνοιαν διορθώσααθαι βουλόμενος ὁ Βαπτιστής, φησίν· κ Ιδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τοῦ κόσμου τὴν ἁμαρτίαν.» Ο γὰρ οὕτω καθαρός; ὥστε καὶ τὰ τῶν ἄλλων ἁμαρτήματα αίρειν καὶ ἀφανίζειν, πρό δηλον, ὅτι οὐκ ἂν τὸ τῆς ἐξομολογήσεως βάπτισμα ἐπίσης τοῖς ἄλλοις ἐδέξατο. Εξέτασον δέ μοι καὶ τὸ ῥητόν· ε Ιδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὡς πρὸς ἐπιθυμοῦντας ἰδεῖν τὸν ὑπὸ τοῦ Ησαίου κηρυττόμενον ἀμνὸν, ὁ λόγος ἐστίν. Ἴδε ὁ ἀμνὸς, φησὶν, ὁ ζητούμενος, ἐκεῖνος ὁ ἀμνὸς ἰδοὺ πάρεστιν. Εἰκὸς γὰρ, πολλούς τῇ προφητικῇ τοῦ Ἡσαΐου βίβλῳ ἐμμελετήσαντας, ζητεῖν τίς ἂν εἴη ὁ ἀμνός. Ο τοίνυν Ἰωάννης ὑπο δείκνυσιν αὐτόν· οὐκ εἶπε δὲ, ἀμνὸς, ἀλλ', ε δ ἀμνός. • Πολλοὶ μὲν γὰρ ἀμνοί, ὥσπερ καὶ πολλοὶ Χριστοί· ἀλλ' ὁ ἀληθινὸς ἀμνὸς ὁ παρὰ Μωσῇ το πούμενος, καὶ παρὰ Ησαίου κηρυττόμενος, οὗτός ἐστι. Τοῦ Θεοῦ δὲ λέγεται ἀμνὸς ὁ Χριστὸς, εἴτε τοῦ Θεοῦ ὡς προσδεξαμένου τὴν ἐπὶ σωτηρίᾳ ἡμῶν θά νατον τοῦ Χριστοῦ, εἴτε ὡς τοῦ Θεοῦ δόντος αὐτὸν ὑπὲρ ἡμῶν εἰς θάνατον. "Ωσπερ ειώθαμεν λέγειν Τόδε τὸ θύμα τοῦ δεῖνός ἐστιν, ἀντὶ τοῦ· Ὁ δεῖνα τοῦτο προσήγαγεν· οὕτως οὖν καὶ ὁ Κύριος λέγεται ἀμνὸς τοῦ Θεοῦ, ὡς τοῦ Θεοῦ καὶ Πατρὸς διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην δόντος αὐτὸν εἰς σφαγὴν ὑπὲρ 26 30: Επίσης τοῖς ἄλλοις ἐβαπτίσατο. Διὰ τοῦτο πάλιν ἔρχεται διδοὺς τῷ Ἰωάννῃ ταύτην τὴν ὑπόνοιαν διορθώσασθαι. Διό καί φησιν 4 Βαπτιστής, κ. τ. λ. (α) ὁ Ἰωάννης,
col. 1173–1174page 24 of 111
PG 123:1173ἡμῶν. Οὐκ εἶπε δὲ, ὁ ἄρας τὴν ἁμαρτίαν, ἀλλ', ε ὁ αἴρων ο καθ' ἑκάστην γὰρ αίρει τὰς ἁμαρτίας ἡμῶν, τὰς μὲν διὰ τοῦ βαπτίσματος, τὰς δὲ διὰ μετανοίας. Καὶ οἱ μὲν θυόμενοι ἐν τῇ Παλαιᾷ ἀμνοι, οὐδενὸς ἁμαρτίας παντελῶς ἐξηφάνιζον· οὗτος δὲ τοῦ κόσμου παντὸς τὴν ἁμαρτίαν αἴρει, τουτέστιν ἀφανίζει, ἐκ μέσου ποιεῖ. Τίνος δὲ ἕνεκεν οὐκ εἶπεν, ἁμαρτία;· ἀλλ', ο ἁμαρτίαν;» Τάχα μὲν καὶ διὰ τοῦ ἁμαρτίαν, ν εἰπεῖν, καθολικῶς εἶπεν, ὥσπερ ελύθαμεν λέγειν, ὅτι ἀπέστη ὁ ἄνθρωπος, ἀντὶ τοῦ, πᾶσα ἡ ἀνθρωπότης ἀπὸ Θεοῦ· οὕτως οὖν κανταῦθα τὴν ἁμαρτίαν εἰπὼν, πάσας τὰς ἁμαρτίας ἐδήλωσεν τάχα δὲ, ἐπεὶ παρακούσας ὁ ἄνθρωπος τοῦ Θεοῦ, εἰς τὰ πάθη ἐξετραχηλίσθη, ἡ ἁμαρτία τοῦ κόσμου ἡ παρακὴ ἦν, ἣν ἐκ μέσου ἦρεν ὁ Κύριος, γενόμενος ὑπήκοος μέχρι θανάτου, καὶ τὸ ἐναντίον τῷ ἐναντί Ιασάμενος. οι Ουτός έατι περὶ οὗ ἐγὼ εἶπον· Οπίσω μου ἔρ χεται ἀνὴρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτος μου ἦν, ο Ανω μὲν τοῖς ἀπὸ τῶν Φαρισαίων ἐλθοῦσ σιν ὁ Ἰωάννης ἔλεγεν, ότι ο Μέσος ὑμῶν ἔστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε, δς ἔμπροσθέν μου γέγονε·· νῦν δὲ καὶ δακτυλοδειχτεῖ αὐτὸν, καὶ ἐμφανίζει τοῖς ἀγνοοῦσιν. Οὗτος ἐκεῖνος ἐστι περὶ οὗ ἐμαρτύρουν, φησὶ πρὸς τοὺς Φαρισαίους, ὅτι ἔμπροσθέν μου γέ γονεν, ἀντὶ τοῦ, ἐπισημότερός μου καὶ ἐντιμότερος. Διατί; «Ότι πρωτός μου ἦν.» Ακουε, "Αρεις, οὐκ εἶπεν, ὅτι πρῶτος μου ἐκτίσθη, ἀλλ' ὅτι ἦν, ο Ακους καὶ, ἡ τοῦ Σαμοσατέως φατρία, ὅτι οὐκ ἀπὸ Μαρίας ήρξατο τοῦ εἶναι ὁ Κύριος, ἀλλὰ πρῶτος ἦν τοῦ Προδρόμου, κατὰ τὴν προαιώνιον ὕπαρξιν. Ἐπεὶ ἐξ», ὡς ὑμεῖς φλυαρεῖτε, ἀπὸ Μαρίας ἀρχὴν ἔλαβε τοῦ εἶναι ὁ Κύριος, πῶς ἦν πρῶτος τοῦ Προδρόμου; Ούτος γάρ τοι προδήλως ἐξ μησί προτερεῖ τοῦ Κυρίου κατὰ τὴν ἐν σαρκὶ γέννησιν. Ανὴρ δὲ λέγεται ὁ Κύ ριος, τάχα μὲν καὶ διὰ τὸ τῆς ἡλικίας τέλειον· τριπ κονταετής γὰρ ἐβαπτίσατο· τάχα δὲ καὶ ὡς πάσης ψυχῆς ἀνὴρ, καὶ τῆς Ἐκκλησίας νυμφίος. «"Πρμο σάμην γάρ, φησὶν ὁ Παῦλος, ὑμᾶς ἑνὶ ἀνδρὶ παρα στῆσαι, ν τῷ Χριστῷ δηλαδή. Φησὶν οὖν ὁ Πρόδρομος, άτι Εγώ μέν εἰμι ὁ νυμφαγωγός και προξενητής Ερχεται δὲ ὀπίσω μου ὁ ἀνήρ. Ἐγὼ γὰρ ἐφέλκομαι δ τὰς ψυχὰς πρὸς τὴν εἰς Χριστὸν πίστιν· αὐτὸς δέ ἐστιν ὁ ἀνὴρ, ὁ ταύταις μέλλων ἁρμοσθῆναι. δ «Κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ᾽ ἵνα φανερωθῇ τῷ Ισραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων. Καὶ ἐμαρτύρησεν ὁ Ἰωάννης λέγων, ὅτι Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ' αὐτὸν, καὶ οὐκ ᾔδειν αὐτόν· ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν Εφ᾿ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτὸν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ. Κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα,: ι οὗτός ἐστιν ὁ Υἱός τοῦ Θεοῦ. Ἐπειδὴ συγγενής ἦν τοῦ Κυρίου ὁ Πρόδρομος - φησὶ γὰρ ὁ ἄγγελος πρὸς τὴν Παρ βένον, ὅτι «Ιδού ή συγγενής του Ελισάβετ Ο
col. 1175–1176page 25 of 111
PG 123:1175συνέλαβεν, ἵνα μή τις υπονοήσῃ, ὡς διὰ τὴν η συγγένειαν καταχαρίζεται ὁ Πρόδρομος τῷ Κυ ρίῳ, καὶ τοιαῦτα μαρτυρεῖ περὶ αὐτοῦ, τούτου Ενεκέν φησι συνεχῶς, ὅτι ο Κἀγὼ οὐκ ᾔδειν αὐτήν, ο τὰς ὑποψίας ἀναιρῶν· ἀλλ᾽ ἵνα, φησί, φανερωθῇ το Ἰσραὴλ, διὰ τοῦτο ἦλθον βαπτίζων. Ίνα, φησί, πάντες οδηγηθῶσι πρὸς τὴν εἰς αὐτὸν πίστιν. καὶ ὑποδειχθῇ τοῖς λαοῖς, διὰ τοῦτο ἐγὼ βαπτίζω. Εμε γὰρ βαπτίζοντος, συντρέχουσιν οἱ λαοί· συναγομένοις δὲ, φανεροῦται αὐτοῖς ὁ Χριστὸς ὑπ' ἐμοῦ την ρυττόμενον, καὶ παρών παροῦσι δεικνύμενος. Εἰ μὲ γὰρ διὰ τὸ βάπτισμα συνέτρεχον, πῶς ἂν ὑπεδείχθη παρὰ τοῦ Ἰωάννου ὁ Κύριος; Οὐ γὰρ ἂν τὰς οἰκία, περιερχόμενος καὶ περιάγων ἀπὸ χειρὸς τὸν Χριστίν ἐδείκνυειν ἑκάστῳ. Διὰ τοῦτο οὖν, φησίν, ἦλθον βαπτίζων ἐν ὕδατι, ἵνα διὰ τὸ βάπτισμα συνερχομένοις τοῖς λαοῖς, ὑπ' ἐμοῦ φανερωθῇ. Ἐντεῖθεν δὲ μεν θάνομεν, ὅτι τὰ λεγόμενα παιδικά τοῦ Χριστοῦ θαύ ματα ψευδή εἰσι, καὶ παρὰ τῶν θελόντων διαγελᾶσθαι τὸ μυστήριον συντεθειμένα. Εἰ γὰρ ἦσαν ἀληθῆ, πῶς ἡγνοεῖτο ποιῶν ταῦτα ὁ Κύριος; Οὐ γὰρ δήπου ἦν εἰκὸς, τοιαῦτα θαυματουργοῦντα μὴ οι περιβόητον εἶναι. Αλλ' οὐκ ἔστι τοῦτο, οὐκ ἔστι. Πρὸ γὰρ τοῦ βαπτισθῆναι οὔτε σημεῖα ἐποίησεν. οὔτε ἐγνωρίζετο. • Αλλ' ὁ πέμψας με βαπτίζειν, ἐκεῖνός μοι εἶπεν· Ἐφ᾿ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα κατα βαῖνον, ἐκεῖνος ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ. • Ανύποπτον τὴν περὶ Χριστοῦ μαρτυρίαν, ὡς ἔφην, ποιούμενος ὁ Ἰωάννης, ἀνάγει την μαρ τυρίαν ἐπὶ τὸν Θεὸν καὶ Πατέρα. Ἐγὼ μὲν γὰρο φησίν, οὐκ ᾔδειν αὐτὸν, ὁ δὲ Πατήρ μοι ἀπεκάλυψε τοῦτον ἐν τῷ βαπτίσματι. 'Αλλ' ἐρωτήσειεν ἄν τις Εἰ οὐκ ᾔδει αὐτὸν Ἰωάννης, πῶς ὁ Ματθαῖός φησιν, ὅτι «Διεκώλυεν αὐτὸν λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι; ο Εστιν οὖν εἰπεῖν τοῦτο· Το, Οὐκ ᾔδειν αὐτὸν,» οὕτως νόησον, ὅτι πρὸ πολλού χρόνου καὶ πρὸ τοῦ βαπτίσματος οὐκ ᾔδει αὐτόν· ἐν μέντοι τῷ τοῦ βαπτίσματος καιρῷ, τότε ἔγνω αὐτόν. Η καὶ ἄλλως ἔστιν εἰπεῖν, ὅτι ᾔδει μὲν αὐτὸν, ὅτι Χριστός ἐστιν· ὅτι δέ γε αὐτὸς ὁ βαπτίσων ἐστὶν ἐν Πνεύματι ἁγίῳ, τότε ἔμαθεν, ὅτι τὸ Πνεῦμα ίδι και ταβαῖνον. Λέγων οὖν, ὅτι «Οὐκ ᾔδειν αὐτὸν, ο τοῦτε δίδωσι νοεῖν, ὅτι οὐκ ᾔδει, ὡς αὐτός ἐστιν ὁ ἐν Πνεύματι ἁγίῳ βαπτίσων· ὅτι μέντοι ὑπὲρ τοὺς πολ λοὺς ἐστιν, ᾔδει. Διὸ καὶ, κατὰ τὸν Ματθαῖον, διε κώλυεν αὐτὸν, ὡς μείζονα πάντως εἰδώς· ἐπεὶ δὲ τὸ Πνεῦμα κατήλθεν, τότε σαφέστερον ἐπιγνούς, καὶ τοῖς ἄλλοις ἐκήρυξεν αὐτόν. Τὸ δὲ Πνεῦμα τάσιν ὤφθη τοῖς παροῦσιν, καὶ οὐ μόνον Ἰωάννῃ. Τί οὖν, φησίν, οὐκ ἐπίστευσαν; Διότι ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία, ἐπεὶ καὶ θαυματουργοῦντα αὐτὸν βλέ ποντες, οὐκ ἐπίστευσαν. Τινὲς δέ φασιν, ὅτι οὐ πάν τες εἶδον, ἀλλ' οἱ εὐλαβέστεροι. Εἰ γὰρ καὶ σωμα τικῶς κατέβη τὸ Πνεῦμα, ἀλλ᾿ εἰκός ἐστι μὴ ταιν ἐφθῆναι, ἀλλὰ τοῖς ἀξίοις, ἐπεὶ καὶ οἱ προφῆται πολλὰ ἐν αἰσθητῷ εἴδε: εἶδον· οἷον ὁ Δανιήλ, ὁ Ἔξε κιήλ' ἀλλ᾽ ὅμως οὐδεὶς ἄλλος ἐθεώρει ταῦτα. «Καγι Εώρακα, καὶ μεμαρτύρηκα, ὅτι αὐτός ἐστιν ὁ ΓΕ; τοῦ Θεοῦ, η Καὶ ποῦ ἐμαρτύρησεν ἡ Ἰωάννης, δι
col. 1177–1178page 26 of 111
PG 123:1177οὗτός ἐστιν ὁ Υἱός τοῦ Θεοῦ; Οὐδαμοῦ γὰρ γέγραπται τοῦτο· ἀμνὸν μὲν γὰρ λέγει, Υἱὸν δὲ Θεοῦ οὐ δαμοῦ. Οθεν εἰκὸς στοχάζεσθαι, ὅτι καὶ ἕτερα πλείονα παραλέλειπται· οὐ γὰρ πάντα συνεγρά ζησαν. Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης, καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι, λέγει· Ιε ὁ ἀμνὸς τοῦ Θεοῦ. Καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος, καὶ ἠκο λούθησαν τῷ Ἰησοῦ.». Διὰ τὴν τῶν ἀκουόντων ῥᾳ θυμίαν ἀναγκάζεται ὁ Ἰωάννης τὰ αὐτὰ λέγειν, ἵνα τῷ συνεχεί γοῦν τῆς μαρτυρίας κατεργάσηταί τι. Οὐκ οὖν οὐδὲ διεψεύσθη, ἀλλὰ δύο μαθητές προσ σήγαγε ῷ Χριστῷ. Νυμφαγωγός γὰρ ὧν τῷ ὄντι, πάντα ἐποίει, ὥστε προσαγαγεῖν τῷ νυμφίῳ τὴν ἀν θρωπίνην φύσιν· διὸ καὶ ὁ μὲν Χριστὸς σιγῇ ὡς νυμφίος, ὁ δὲ πρόξενος ἅπαντα φθέγγεται. Καὶ ὡς νυμφίος δὲ παραγίνεται πρὸς τὸ πλῆθος ὁ Κύριος Ἐπὶ γὰρ τῶν γάμων οὐχ ἡ νύμφη πρὸς τὸν νυμφίον, ἀλλ᾽ οὗτος πρὸς ἐκείνην ἄπεισι, καν βασιλέως εἴη υἱός. Διὸ καὶ τὴν φύσιν ἡμῶν μέλλων νυμφεύσασθαι ὁ Κύριος, κατέβη πρὸς αὐτὴν ἐπὶ τὴν γῆν, καὶ γενο μένων τῶν γάμων, ἔλαβεν αὐτὴν, ἀναληφθεὶς εἰς τὸν οἶκον τὸν πατρικόν. • Εμβλέψας οὖν, φησίν, τῷ Νησοῦ ὁ Ιωάννης, ο τουτέστι, καὶ τοῖς ὀφθαλμοῖς ἐνδεικνύμενος τὴν χαρὰν ἣν εἶχεν ἐπὶ τῷ Χριστῷ, καὶ τὸ θαῦμα, ο "Ιδε, φησὶν, ὁ ἀμνός.» Οἱ δὲ ματ θηταὶ συνεχέσι μαρτυρίας καταμαλαχθέντες, ἠκολούθησαν τῷ Ἰησοῦ, οὐ καταφρονήσαντες Ιωάννας, Χριστοῦ τὰ κρείττονα. Στραφεὶς δὲ ὁ Ἰησοῦς, καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας, λέγει αὐτοῖς· Τί ζητεῖτε; Οἱ δὲ εἶπον αὐτῷ· Ραβδί, ὁ λέγεται έρμηνευόμενον, διδασκάλο, που μένεις; Λέγει αὐτοῖς· Έρχεσθε, καὶ ἴδετε. Ηλθον οὖν, καὶ εἶδον ποῦ μένει, καὶ παρ' αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην. Ὥρα δὲ ἦν ὡς δεκάτη.» Ο μὲν Ματθαῖος περὶ τοῦ βαπτίσματος τοῦ Κυρίου διηγησάμενος, ἀνάγει αὐτὸν εὐθὺς εἰς τὸ ὄρος πειρασθησόμενον· ὁ δέ γε παρών εὐαγγελιστής, ὅσα ἐκείνῳ εἴρηται βάσας, τὰ μετὰ τὴν ἐκ τοῦ ὄρους κάθοδον διηγείται. Καὶ ἡ τῶν μαθητῶν τοίνυν τοῦ Ιωάννου ἀκολούθησις, καὶ πρὸς τὸν Χριστὸν ἔλευσις, μετὰ τὸ κατελθεῖν ἐκ τοῦ ὄρους καὶ πειρασθῆναι γίνεται· δεικνύντος, οἶμαι, τοῦ λόγου, ὅτι οὐ χρὴ διδάσκαλόν τινα καθίστασθαι, εἰ μὴ πρότερον αὐτὸς ἀνελθὼν ἐπὶ τὸ τῆς ἀρετῆς ἄκρον (τοῦτο γὰρ τὸ δρος) καὶ πάντα νικήσας πειρασμόν, ἄρῃ τὸ τρό παιον κατὰ τοῦ πειράζοντος. Ακολουθοῦσι τοίνυν πρώτον οι μαθηταί, καὶ τότε ἐρωτῶσιν αὐτὸν τοῦ μένει. Οὐ γὰρ δημοσίᾳ πολλῶν παρόντων, ἀλλὰ κατ' ἰδίαν ἐχρῆν διαλεχθῆναι ὡς περὶ ἀναγκαίων. Μᾶλλον δὲ, οὐδὲ αὐτοὶ πρῶτοι ἐρωτῶσιν, ἀλλ' ὁ Χριστὸς αὐτ τὸς ἐνάγει εἰς τὸ ἐρωτήσα:. Λέγει γὰρ αὐτοῖς· «Τι ζητείτε; ν οὐχ ὡς ἀγνοῶν (πῶς γὰρ ὁ εἰδὼς τὰς καρδίας τῶν ἀνθρώπων;), ἀλλ᾽ ἵνα διὰ τῆς ἐρωτής σεως προσκαλέσηται αὐτοὺς εἰς τὸ εἰπεῖν ὁ βούλον Δε μᾶλλον δὲ πεισθέντες αὐτῷ μαρτυροῦντι περὶ τοῦ 51. εὐθὺς προσήγαγε.
col. 1179–1180page 27 of 111
PG 123:1179ται. Εἰκὸς γὰρ αὐτοὺς καὶ ἐρυθριᾷν, καὶ δεδοικέναι αὐτὸν, ὡς ὑπὲρ ἄνθρωπον μαρτυρούμενον παρὰ τοῦ Ἰωάννου. Σὺ δέ μοι θαύμασον τὴν εὐγνωμοσύνην τούτων. Οὐ γὰρ μόνον ἠκολούθησαν, ἀλλὰ καὶ ῥαβδι αὐτὸν καλοῦσιν, ὁ ἐστι, διδάσκαλε, καὶ ταῦτα οὔπω οὐδὲν παρ' αὐτοῦ ἀκούσαντες. Ιδίᾳ μέντας θέλοντες οι παρ' αὐτοῦ μαθεῖν, ἐρωτῶι· «Που μένεις;» ἐν ἡσυχία γὰρ τὸ εἰπεῖν, καὶ ἀκοῦσαι ἁρμοδιώτερον. Ο δὲ Κύριος οὐ λέγει αὐτοῖς τὰ ση μεῖα τῆς οἰκίας, ἀλλ', ο Έρχεσθε, φησὶ, καὶ ἴδετε. Τοῦτο δὲ ποιεῖ, ἅμα μὲν ἐπισπώμενος αὐτοὺς πλέονπρὸς τὴν ἀκολούθησιν, ἅμα δὲ γυμνάζων αὐτῶν τὸν πόθον, εἰ μὴ ἀποκάμοιεν πρὸς τὴν ὁδόν· εἰ γὰρ μετά ψυχράς γνώμης προσῆλθον, οὐδ' ἂν πρὸς τὴν οἰκίαν Ακολούθησαν. Πῶς δὲ ἀλλαχοῦ φησιν, ότι ο Ο γάς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίναι, ο ἐνταῦθα δὲ φαίνεται οἰκίαν ἔχων; Οὐκ ἐναντίον τοῦτο ἐκείνῳ. Καὶ γὰρ ὅταν λέγῃ, «Οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίναι, ο οὐ τοῦτο λέγει, το μηδ' όλως έχειν καταγώγιον, ἀλλὰ τὸ μὴ ἴδιον ἔχειν. Εἰ ἔμενεν οὖν ἐν οἰκίᾳ, οὐκ ἐν ἰδίᾳ ἔμενεν, ἀλλ᾽ ἐκ ἀλλοτρίς. Ο μάτην δὲ ἐπισημαίνεται ὁ εὐαγγελιστὴς τὸν καιρόν, ὅτι ο Ωρα ἦν ὡς δεκάτη, ο ἀλλ᾽ ἵνα καὶ τοὺς διδά σκοντας καὶ τοὺς μαθητιώντας διδάξῃ, ὅτι οὐ διὰ τὸν καιρὸν ἀναβάλλεσθαι δεῖ, ἀλλὰ καὶ τὴν διδάσκα τον μὴ ὑπερτίθεσθαι, καὶ λέγειν, ὅτι ὑψέ ἐστιν, αύριον μαθήσῃ, καὶ τὸν μαθητήν πάντα καιρόν γινώσκειν μαθήσεως, καὶ μὴ ἀναβάλλεσθαι τὴν ἀκρόασιν εἰς τὴν αὔριον. Καὶ τοῦτο δὲ μανθάνιο, μεν, ὅτι οὕτως εἶχον ἀβαρῆ τὴν γαστέρα, καὶ ἔννηφον, ὥστε τὸν καιρὸν δν ἄλλοι δαπανῶσιν εἰς ἀνάπαυσιν σώματος, βαρούμενοι δήπου τοῖς βρώμασι, καὶ μὴ δυνάμεν σπουδαίῳ ἔργῳ ἐπιχειρῆσαι, ταῦταν αὐτοὶ ἀνήλισκο εἰς ἀκρόασιν. Οντως Ιωάννου τοῦ ἀτρόφου ἦσαν μα θηταί. "Ορα δέ μοι, ὅτι πρὸς τοὺς ἀκολουθοῦντας αυτής στρέφεται ὁ Ἰησοῦς, καὶ δεικνύει αὐτοῖς τὸ ἑαυτοῦ πρόσωπον. Εἰ μὴ γὰρ διὰ τῆς ἀγαθῆς πράξεως ἀπο λουθήσῃς τῷ Ἰησοῦ, οὐκ ἂν φθάσῃς εἰς θεωρίαν τοῦ προσώπου Κυρίου, οὐδὲ ἀπελεύσῃ πρὸς τὴν κατα μονὴν αὐτοῦ, τουτέστιν, οὐ φθάσεις εἰς τὸν τῆς θείας γνώσεως φωτισμόν· οἰκία γὰρ τοῦ Χριστοῦ τὸ φῶς. Φως γάρ, φησὶν, οἰκῶν ἀπρόσιτον.» Ο γάρ της μὴ καθάρας ἑαυτὸν, καὶ διὰ τῆς καθάρσεως ἀκολο θήσας, πῶς ἐν γνώσει φωτισθήσεται; «Ην δὲ ᾿Ανδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εις ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου, καὶ ἀ λουθησάντων αὐτῷ. Εὑρίσκει οὗτος πρῶτον τὸν ἀδεί φὸν τὸν ἴδιον Σίμωνα, καὶ λέγει αὐτῷ· Εὑρήκαμεν τὸν Μεσσίαν, ἢ ἐστι μεθερμηνευόμενον, ο Χριστός ο καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. Εμβλέψας δε αὐτῷ ὁ Ἰησοῦς, εἶπε· Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ, οὐ κληθήσῃ Κηφᾶς, ὁ ἑρμηνεύεται, Πέτρος.» Τὸ μὲν τοῦ ᾿Ανδρέου ὄνομα γνωρίζει ἡμῖν, τὸ δὲ τοῦ ἑτέρου οὐδαμῶς. Φασὶ γάρ τινες αὐτὸν εἶναι τὸν Ἰωάννην τὸν ταῦτα γράφοντα· τινὲς δὲ ὅτι οὐκ ἦν τῶν ἐπισή τ μων ἐκεῖνος· ἅμα δὲ οὐδὲ κέρδος ἦν τι ἐκ τοῦ μπο θεῖν τὸ ὄνομα. Τοῦ μέντοι Ανδρέου μέμνηται, καὶ
col. 1181–1182page 28 of 111
PG 123:1181ὡς ἐπισήμου, καὶ ὡς τὸν ἴδιον ἀδελφὸν προσαγαγόντος. Ορα δέ μοι φιλαδελφίαν, πῶς οὐκ ἀπεκρύψατο τὸν ἀδελφὸν τὸ ἀγαθόν, ἀλλὰ κοινούται αὐτῷ τὸν θησαυρὸν, καὶ περιχαρείας φωνὴν ἀφίησιν, «Εὑρή καμεν, ο λέγων· ω; ἔοικε γάρ, ἐκ πολλοῦ ἐπόθουν καὶ ἐμελέτων τὴν ζήτησιν. Καὶ οὐχ ἁπλῶς λέγει, Μεσσίαν, ἀλλὰ, ο τὴν Μεσσίαν,» μετὰ τοῦ ἄρθρου, ἐκεῖνον αὐτὸν τὸν κυρίως ὄντα Χριστόν. Ο γὰρ προς δοκώμενο; αὐτοῖς εἰς ἦν, εἰ καὶ πολλοὶ Χριστοὶ καὶ υἱοὶ τοῦ Θεοῦ προσηγορεύοντο. Ηγαγε δὲ αὐτὸν πρὸς τὸν Ἰησοῦν, οὐχ ὡς εὔκολον ὄντα τὸ ἦθος, καὶ παντὶ λόγω συμπεριφερόμενον, ἀλλ' ὡς ὀξὺν μᾶλλον καὶ θερμόν, καὶ εὐφυῶς παραδεξάμενον τους λόγους, οὔς αὐτῷ εἴρηκεν ὁ ἀδελφὸς περὶ Χριστοῦ. Εἰκὸς γὰρ τὸν ᾿Ανδρέαν πλείω διαλεχθῆναι αὐτῷ, καὶ ἀκριβῶς τὰ περὶ Χριστοῦ ἐπαγγείλαι, ἅτε παρὰ τῷ Χριστῷ μείναντα καὶ διδαχθέντα μυστικώτερά τινα. Εἰ δὲ ἐπιμένοι τις εὐκολίαν καταγινώσκων του Πέτρου, μανθανέτω καὶ τοῦτο, ὅτι οὐδὲ γέγραπται, ὅτι ἐπίσ στευσεν εὐθὺς τῷ ᾿Ανδρέᾳ, ἀλλ' ὅτι «ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν, ο ὅπερ μᾶλλον στεῤῥᾶς διανοίας καὶ οὐ συμπεριφερομένης ἐστίν. Οὐ γὰρ ἁπλῶς παρ εξατο τοὺς ᾿Ανδρέου λόγους, ἀλλ' ἠθέλησεν ἰδεῖν καὶ τὸν Χριστόν· ἵνα εἰ μὲν εὕρη τι ἀξιόλογον, ἀκολουθήσῃ. εἰ δὲ οὐκ, ἀναποδίσῃ· ὥστε τὸ ἀχθῆναι, πρὸς τὸν Ἰησοῦν οὐκ εὐηθείας, ἀλλ' ἀκριβείας γνώρισμα. Τί οὖν ὁ Κύριος; Ἀπὸ τοῦ προφητεῦσαι περὶ αὐτοῦ, ἀπο καλύπτειν ἄρχεται αὐτῷ ἑαυτόν. Ἐπεὶ γὰρ αἱ προ φητεῖαι οὐδὲν ἔλαττον τῶν σημείων, εἰ μὴ καὶ μᾶλλον, πείθουσι τοὺς ἀνθρώπους, προφητεύει περὶ τοῦ Πέ τρου. • Συ γάρ, φησίν, εἶ Σίμων υἱὸς Ἰωνᾶ η εἶτα καὶ τὸ μέλλον·. Σὺ κληθήσῃ Κηφάς. • Ἀπὸ ὰρ τοῦ τὸ παρὸν εἰπεῖν, καὶ τὸ μέλλον πιστοῦται. Οὐκ εἶπε δὲ, ότι Καλέσω σε ἐγὼ Πέτρον, ἀλλά, ο κληθήσῃ.» Οὐ γὰρ ἐβούλετο ἐξ ἀρχῆς τὰ τῆς αὐθεντίας ἐπιδείκνυσθαι, ἐπεὶ οὐδὲ εἶχον πίστιν βεβαίαν περὶ αὐτοῦ. Τίνος δὲ ἔνεκεν τοῦτον μὲν Πέτρον επονομάζει, τοὺς δὲ τοῦ Ζεβεδαίου, υἱοὺς βροντῆς; Ἵνα δείξῃ, ὅτι καὶ τὴν Παλαιὰν αὐτός ἐστιν ὁ δεδωκώς, ὁ καὶ τὰ ὀνό ματα, ὥσπερ τότε, καὶ νῦν μετατιθείς. τόν δε "Αβραμ Αβραάμ, καὶ τὴν Σάραν Σάρραν καλέσας. Ἴσθι δὲ ὅτι Σίμων ερμηνεύεται η ὑπακοή, ο Ἰωνᾶς δὲ ο περιστερά.» Τέκνον οὖν τῆς πραότητος, ἥτις διὰ τῆς περιστερᾶς δηλοῦται, ἡ ὑπακοὴ· ὁ δὲ τὴν ὑπακοὴν ἔχων καὶ Πέτρος γίνεται, εἰς στερρότητα τοῦ καλοῦ διὰ τῆς ὑπακοῆς προβιβαζόμενος. Τῇ δὲ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει αὐτῷ· Ακολούθε: μοι. 'Ην δὲ ὁ Φίλιππος ἀπὸ Βηθ σαῖδα ἐκ τῆς πόλεω; 'Ανδρέου καὶ Πέτρου. Ευρίσκει Φίλιππος τὸν Ναθαναὴλ, καὶ λέγει αὐτῷ· Ον ἔγραψε λίωσῆς ἐν τῷ νόμων καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ.» Ο μὲν Ανδρέας τοῦ Προδρόμου ἀκούσας, καὶ ὁ Πέτρος τοῦ ᾿Ανδρέου, ἠκολούθησαν τῷ Ἰησοῦ· ὁ δὲ Φίλιππος φαίνεται μηδὲν ἀκούσας, καὶ ὅμως ἀκολουθήσας τῷ Κυρίῳ εὐθὺς, εἰπόντι πρὸς αὐτὸν τὸ, ο Ακολούθει μον.» Πόθεν οὖν οὕτως εὐθέως ἐπείσθη; Δοκεῖ τοίνυν
col. 1183–1184page 29 of 111
PG 123:1183πρῶτον μὲν ἡ τοῦ Κυρίου φωνὴ ἐν τῇ ψυχῇ αὐτοῦ εργάσασθαί τι κέντρον ἀγάπης. Οὐ γὰρ ἁπλῶς ἡ τοῦ Σωτήρος φωνὴ ἐλέγετο, ἀλλὰ τοῖς ἀξίοις εὐθὺς διέ και τὰ ἐντὸς πρὸς τὴν ἀγάπησιν αὐτοῦ· ὥσπερ καὶ οἱ περὶ τὴν Κλεόπαν φασί· Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ; ο Επειτα δὲ καὶ διὰ τὸ με μεριμνημένην καρδίαν ἔχειν τὴν Φίλιππον, καὶ συνεχῶς μελετἂν τὰ Μωσέως, καὶ προσδοκᾶν ἀεὶ τὸν Χριστὸν, εὐθέως ὅτε εἶδε, ἐπείσθη· διὸ καί φησιν·. Εὑρήκαμεν Ἰησοῦν·, δ δείκνυσιν ὡς ἐζήτει ἂν Μή ποτε δὲ παρὰ τοῦ Ανδρέου καὶ τοῦ Πέτρου ἔμαθε περὶ τοῦ Χριστού. Καὶ γὰρ ἐκ τῆς αὐτῆς πατρίδος ἔντι, εἰκός, συν μιλήσαντας τούτους, ἀφηγήσασθαι περὶ τοῦ Κυρίου 8 καὶ ὁ εὐαγγελιστὴς δοκεῖ παραινίττεσθαι διὰ τοῦ λέγειν· «*Ην δὲ ὁ Φίλιππος ἐκ τῆς πόλεως Αν δρέου και Πέτρου. • Μικρά δέ τις ἦν αὕτη ἡ πίσ λις, καὶ κώμη μᾶλλον ἀρμόδιος λέγεσθαι. "Οθεν καὶ θαυμάσαι ἄξιον τὴν τοῦ Χριστοῦ δύναμιν, ὅτι ἀπὸ τῶν οὐδένα καρπὸν φερόντων, τοὺς ἐκκρίτους τῶν μαθητῶν ἐξελέξατο. Οὐ τοίνυν οὐδὲ Φίλιππος παρ' ἑαυτῷ κατέχει τὸ ἀγαθὸν, ἀλλὰ μεταδίδωσι καὶ τῷ Ναθαναήλ. Καὶ ἐπειδὴ νομομαθὴς ἦν ὁ Ναθαναήλ, ἐπὶ τὸν νόμον καὶ τοὺς προφήτας αὐτὸν παραπέμπει Φίλιππος· καὶ γὰρ ἀκριβὴς καὶ διεσκεμμένος ἦν τὰ νομικά. Υἱὸν δὲ τοῦ Ἰωσὴφ λέγει τὸν Κύριον, ἐπειδὴ τούτου ταῖς ἐνομίζετο· καὶ ἀπὸ Ναζαρέτ αὐτὸν ὀνομάζει, εἰ καὶ κυρίως ἀπὸ Βηθλεὲμ ἦν. Ἐν ἐκεί νῇ γὰρ ἐγγεννήθη, ἐν δὲ Ναζαρέτ ἀνετράφη· ἀλλ' ὅμως ἐπεὶ ἡ μὲν γέννησις αὐτοῦ τοῖς πολλοῖς ἄδηλος ἦν, ἡ δὲ ἀνατροφὴ δήλη, ἀπὸ Ναζαρὲς τοῦτον ὀνομάζουσιν, ὡς ἐν ταύτῃ τραφέντα. 32: ὡς ἐζήτει ἀε!. Καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρέτ δύνα ταί τι ἀγαθὸν εἶναι; Λέγει αὐτῷ Φίλιππος· Έργω καὶ ἴδε. Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν, καὶ λέγει περὶ αὐτοῦ· Ιδε αληθές Ισραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. Λέγει αὐτῷ Ναθαναὴλ· Πόθεν με γινώσκεις; Απεκρίθη Ἰησοῦς, κα! εἶπεν αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκήν, εἶδόν σε.» Ο μὲν Φίλιππος ἐκ Ναζαρέ τὸν Χριστὸν εἶπεν· ὁ δὲ Ναθαναήλ, οἷα δὴ ἀκρι βέστερος ῶν, ἐγίνωσκεν ἀπὸ τῶν Γραφῶν, ὅτι ἀπὸ Βηθλεὲμ δεῖ ἐλθεῖν τὸν Χριστόν· καὶ διὰ τοῦτή τη σιν· Ἐκ Ναζαρέτ δύναταί τι ἀγαθὸν εἶναι; Ο Φίλιππος· «Ερχου καὶ ἴδε, ο φησίν· εἰδὼς ὅτι ἐὰν γεύσηται τῶν ῥημάτων τοῦ Χριστοῦ, οὐκ ἀποστήσεται. Ἐπαινεῖται δὲ Ναθαναὴλ παρὰ Χριστοῦ, ὡς ἀληθῶς Ἰσραηλίτης, ἐπειδὴ οὐδὲν πρὸς χάριν πρὸς ἀπέχθειαν εἶπεν. Οὐ γὰρ ἀπιστίας ἦσαν τὰ ῥήματα, αλλὰ ἀκριβείας καὶ νομομαθούς διανοίας, γινωσκούσης, ὅτι ὁ Χριστὸς οὐκ ἀπὸ Ναζαρέτ, ἀλλ' ἐκ Βηθλεὲμ ἔρχεται. Τί τοίνυν ὁ Ναθαναήλ; ἆρι ἐχαυνώθη τῷ ἐπαίνῳ; Οὔκουν, ἀλλ' ἐπιμένει, σαν φέστερον καὶ ἀκριβέστερόν τι βουλόμενος μαθεῖν διὸ καὶ ἐρωτᾷ·. Πόθεν με γινώσκεις;» Ο εξ Κυριος, διὰ τοῦ εἰπεῖν αὐτῷ. * οὐδεὶς ἐγίνωσκε
col. 1185–1186page 30 of 111
PG 123:1185πλὴν αὐτοῦ καὶ Φιλίππου, ὡς καταμόνας λαληθέντα καὶ πραχθέντα, ἀποκαλύπτει τὴν οἰκείαν θεότητα. Ο γάρ τοι Φίλιππος καταμόνας καὶ οὐδενὸς παρόν το; ὑπὸ τὴν συκῆν ωμίλησεν τῷ Ναθαναήλ, & δὴ πάντα ὁ Χριστὸς καὶ μὴ παρὼν ἐγίνωσκε· διὸ καὶ φησιν· «Οντα ὑπὸ τὴν συκῆν εἶδόν σε.» Πρὸ τοῦ πλησιάσαι δὲ τὸν Φίλιππον εἶπεν ὁ Κύριος περὶ τοῦ Ναθαναήλ, ἵνα μή τις υποπτεύσῃ, ὅτι ὁ Φίλιππος εἶπε τὸ περὶ τῆς συκῆς καὶ τῶν ἄλλων, ἃ διελέχθη τῷ Ναθαναήλ. "Οθεν ὁ Ναθαναήλ ἐπιγνοὺς τὸν Κύ ριον, ὡμολόγησεν αὐτὸν Υἱὸν Θεοῦ. ῎Ακουε γαρ τί φησίν. Απεκρίθη Ναθαναήλ, καὶ λέγει αὐτῷ· Ραβ ι, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ισραήλ. Απεκρίθη Ἰησοῦς, καὶ εἶπεν αὐτῷ· Οτι εἶπόν σοι, Εἶδόν σε ὑποκάτω τῆς συχῆς, πιστεύεις·: Ει μείζω τούτων ὄψει. Καὶ λέγει αὐτῷ· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἀπάρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ κατα βαίνοντας ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου.» Τὰ μέλι πα δύναται ή προφητεία εἰς τὸ ἐφελκύσασθαί τινας εἰς πίστιν, καὶ πλείονα δὲ τῶν θαυμάτων δύναμιν ἔχει. Τὰ μὲν γὰρ θαύματα δύνανται φαντασιωδῶς καὶ οἱ δαίμονες ὑποκρίνεσθαι· τὴν δὲ πρόγνωσιν τῶν μελ λόντων καὶ προαγόρευσιν οὐδεὶς ἀκριβῶς ἔχει, ούτε ἄγγελος, ούτε πολλῷ μᾶλλον δαίμονες. Διὸ καὶ τὸν Ναθαναὴλ ὁ Κύριος ἐπεσπάσατο, εἰπὼν αὐτῷ τόν τε τόπον, καὶ ὅτι ἐφώνησεν αὐτὸν ὁ Φίλιππος, καὶ ὅτι ἀληθῶς ἐστιν Ισραηλίτης. Ακούσας οὖν ταῦτα Ναθαναήλ, ἐν συναισθήσει γίνεται τῆς τοῦ Κυρίου μεγαλειότητος, καθ' ὅσον τέως ἐνῆν, καὶ ὁμολογεῖ αὐτὸν Υἱὸν Θεοῦ. Πλὴν εἰ καὶ Υἱὸν Θεοῦ ὁμολογεῖ, ἀλλ᾽ οὖν οὐχ ὡς ὁ Πέτρος. Ο μὲν γὰρ Πέτρος Υϊόν Θεοῦ ἀνωμολόγησεν, ὡς Θεὸν ἀληθῆ· διὸ καὶ μαχα ρίζεται, καὶ τὴν Ἐκκλησίαν πιστεύεται. Ο δὲ Ναθαναὴλ ὡς ἄνθρωπον ψιλὸν αὐτὸν ὡμολόγησε, χάριτι διὰ τὴν ἀρετὴν υἱοθετηθέντα τῷ Θεῷ· καὶ τοῦτο δῆλον ἐκ τοῦ ἐπαγαγεῖν·. Σὺ εἶ ὁ βασιλεὺς τοῦ Ισραήλ.» Ορᾷς, ὅτι οὔπω ἔφθασεν εἰς τὴν τελείαν γνωσιν τῆς ἀληθοῦς θεότητος τοῦ Μονογενοῦς; ὡς ἄνθρωπον γὰρ θεοφιλή, και ὡς βασιλέα τοῦ Ἰσραὴλ αὐτὸν πιστεύει εἶναι. Εἰ ὁ ἀληθῶς Θεὸν ὡμολόγησεν, οὐκ ἂν εἶπεν αὐτὸν ασιλέα τοῦ Ἰσραὴλ, ἀλλὰ βασιλέα τοῦ παντός· διὸ οὐδὲ μακαρίζεται ὡς ὁ Πέτρος. "Οθεν καὶ ὁ Κύριος διορθούμενος αὐτὸν, καὶ ἀνάγων εἰς τὸ νοῆσαί τι ἄξιον τῆς αὐτοῦ θεότητος, Οψεσθε, φησί, τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνον τα καὶ καταβαίνοντας ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου. Μὴ γάρ με, φησίν, ὑπολάμβανε ψιλὸν ἄνθρωπον, ἀλλὰ Δεσπότην τῶν ἀγγέλων. Τῷ γὰρ ἄγγελοι δια κονοῦσιν, οὐκ ἂν εἴη ἄνθρωπος ψιλός, ἀλλὰ Θεὸς ἀληθής. Ἐπὶ δὲ τοῦ σταυροῦ καὶ τῆς ἀναλήψεως ταῦτα ἐξέβησαν. Καὶ γὰρ καὶ πρὸς τῷ καιρῷ τοῦ πάνους ἄγγελος ἀπ᾿ οὐρανοῦ ἐνίσχυσεν αὐτόν· καὶ ἐν τῷ τάφῳ, ἄγγελος· καὶ ἐν τῇ ἀναλήψει, ὡς ὁ Λουκᾶς ἱστορεῖ. Τινὲς δὲ συκῆν ἐνόησαν τὴν νόμον, ὡς καρπὸν ἔχοντα πρὸς καιρὸν γλυκαίνοντα, τῇ

Chapter IICaput II

col. 1187–1188page 31 of 111
PG 123:1187τραχύτητι δὲ τῶν νομικών παρατηρημάτων, καὶ τῷ (α), σαι τὴν ἄγνωστον οὐσίαν. Καὶ ἄλλως δὲ, ἀναβαίνει τις, γας ἐνδιατρίβει· καταβαίνει δὲ, ὅτε τοῖς περὶ σαρκὸς καὶ τῆς ἐν τῷ ᾅδῃ καταβάσεως εμφιλοχωρεῖ. δυσκατεργάστῳ τῶν ἐντολῶν, ὥσπερ φύλλοις σκεπό. μενον. Φασὶν οὖν, ὅτι τὸν Ναθαναὴλ εἶδεν ὁ Κύριος, ἀντὶ τοῦ ἱλαρῶ. ἐπέβλεψε, καὶ τὴν σύνεσιν αὐτοῦ κατενόησεν, καὶ ἔτι ὑπὸ τὸν νόμον ὄντος. Σὺ δέ μοι καὶ τούτῳ τὸν νοῦν ἐπίστησον, είγε θέλγη τοῖς τοιού τοις, ὅτι τὸν Ναθαναὴλ ὁ Κύριο; εἶδεν ὑπὸ τὴν συκήν, ἤτοι ὑπὸ τὸν νόμον, τουτέστιν ἐντὸς τοῦ νόμου, καὶ τὰ βάθη αὐτοῦ ἐρευνῶντα. Εἰ γὰρ μὴ τὰ βάθη τοῦ νόμου ηρεύνα, οὐκ ἂν αὐτὸν εἶδεν ὁ Κύριος. Ισθι δὲ καὶ τοῦτο, ὅτι Γαλιλαία ερμηνεύς ται, κατακυλιστή. Ἐξῆλθεν οὖν ὁ Κύριος εἰς τὴν κατακυλιστὴν τούτου τοῦ κόσμου ἡ χώραν, καὶ τὴν φύσιν τὴν ἀνθρωπίνην, καὶ ὄντας ἡμᾶς ὑπὸ τὴν συχήν, τουτέστι τὴν ἀνήδονον ἁμαρτίαν, ᾗ καὶ δριμύτης οὐκ ὀλίγη σύνεστι διὰ τὴν μεταμέλειαν, καὶ τὰ ἐκεῖ δικαιωτήρια, ως φιλάνθρωπος εἶδε, καὶ ἐξελέξατο ὁμολογοῦντας αὐτὸν Υἱόν Θεοῦ, καὶ βασι λέα τοῦ Ἰσραὴλ τοῦ ὁρῶντος Θεόν. Εἰ δέ γε ἐπιτεί νοιμεν τὴν σπουδήν, καὶ μειζόνων καταξιώσει ἡμᾶς θεαμάτων, καὶ ὀψόμεθα τοὺς ἀγγέλους ἀναβαίνοντας μὲν πρὸς τὸ ὕψος τῆς αὐτοῦ θείας γνώσεως, κατα βαίνοντας δὲ πάλιν, διὰ τοῦ μὴ φθάνειν κατανοί. ὅτε τοῖς περὶ τῆς θεότητος τοῦ Μονογενούς λ ΚΕΦΑΛ. Β'. Περὶ τοῦ ἐν Κανα γάμου. Περὶ τῶν ἐκβληθέντων ἐκ τοῦ ἱεροῦ. Περὶ τοῦ, Λύσατε τὸν ναὸν τοῦτον. Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κα να τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ. Ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς, καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. Καὶ ὑστερήσαντος οίνου, λέγει ή μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν· Οἶνον οὐκ ἔχουσι Λέγει αὐτῇ ὁ Ἰησοῦς· Τί ἐμοὶ καὶ σοί, γύναι; Ούπω ήκει ἡ ὥρα μου.» Καλούσιν εἰς τὸν γάμον τὸν Κύριον, οὐχ ὡς θαύματα ἰδόντες, οὐδ᾽ ὡς μέσ γαν τινὰ, ἀλλ' ἀπλως καὶ ὡς γνώριμον, ὅθεν τοῦτο σημαίνων ὁ εὐαγγελιστής, φησίν· «"Ην δὲ ἡ μήτηρ τοῦ Ἰησοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐκεῖ. ν Ωσπερ ούν έκείνην καὶ τοὺς ἀδελφούς, οὕτω καὶ τὸν Κύριον ἐκάλεσαν. Ὁ δὲ Κύριος παραγίνεται, καὶ οὐκ ἀπα ξιοῖ τὴν κλήσιν, ὅτι μὴ εἰς τὴν οἰκείαν ἀξίαν ἑώρα, ἀλλὰ πρὸς τὴν ὠφέλειαν καὶ εὐεργεσίαν ἡμῶν. Ὁ γὰρ μὴ ἀπαξιώσας γενέσθαι ἐν δούλοις, πολλῷ μάλλον οὐκ ἂν ἀπηξίωσεν εἰς γάμον ἐλθεῖν. Παρα καλεῖ δὲ αὐτὸν ἡ μήτηρ εἰς θαυματουργίαν, μεγά λην περὶ τῆς αὐτοῦ δυνάμεως λαβοῦσα ὑπόληψιν ἀπό τε τῆς συλλήψεως, από τε τοῦ τόκου. Πάντα γὰρ συνετήρει ἐν τῇ καρδίᾳ αὐτῆς, καὶ ἐκ τούτων ἐλογίζετο τὸν υἱὸν ὑπὲρ ἄνθρωπον δύνασθαι. Οὐ γὰρ δὴ ἀπὸ τοῦ καὶ ἄλλα θαύματα ποιῆσαι τὸν Ἰησοῦν, παρακαλέσαι αὐτὸν προήχθη ἡ μήτηρ εἰς τοῦτο. Παῖς γὰρ ῶν, οὐδὲν ἐθαυματούργησεν· ἡ γὰρ ἂν ἐπίσημος πᾶσιν ἦν. Αμα δὲ ἡ μήτηρ καὶ τῶν μαρτυριών Ἰωάννου ἐμέμνητο, δ; περὶ αὐτοῦ ἐμαρ
col. 1189–1190page 32 of 111
PG 123:1189τύρησεν, ἔβλεπέ τι ἤδη καὶ μαθητὰς αὐτῷ ἀκολουθοῦντας· καὶ ἐκ τούτων πάντων τεκμαίρετο τὴν δύναμιν τοῦ Παιδός. Ο δὲ ἐπιτιμῇ αὐτῇ οὐκ ἀλόγως. Εἰ γὰρ, φησὶν, οὐκ ἔστιν οἶνος, ἔδει αὐτοὺς ἐκείνους τοὺς μὴ ἔχοντας προσελθεῖν, καὶ ἀξιῶσαι, οὐχὶ σὲ τὴν Μητέρα. Η γὰρ περὶ τῶν οἰκείων παράκλησις σκάνδαλον γίνεται τοῖς ὁρῶσιν· ὅταν δὲ οἱ χρείαν ἔχοντες αὐτοὶ δέωνται, ἀνύποπτον τὸ πράγμα γίνε ται. Τὸ δὲ, ο Οὔπω ἥκει ἡ ὥρα μου, ο φησίν, οὐχ ὡς ὑποκείμενος ἀνάγκαις καιρῶν, ἡ ὥρας παρατηρούμενος πῶς γὰρ ὁ Ποιητὴς τῶν χρόνων καὶ τῶν αἰώνων;) ἀλλ' ὅτι πάντα μετὰ τοῦ καιροῦ τοῦ προσ έχοντος εργάζεται. Ἐπεὶ οὖν ἄδηλος ἦν ἔτι, καὶ ἄγνωστος τοῖς πολλοῖς, καὶ οὐδὲ τοὺς μαθητάς πάνω τας εἶχεν, ἀλλ' οὐδὲ οἱ ἐν τῷ γάμῳ αὐτὸν ἐγίνωσκον ἡ γὰρ ἂν αὐτοὶ προσῆλθον καὶ παρεκάλουν περὶ τοῦ εἴνου· ἐπεὶ οὖν ταῦτα πάντα ἦν, διὰ τοῦτό φησιν Ούπω ἥκει ἡ ὥρα μου, τουτέστιν, επιτήδειος καιρὸ; οὐ πάρεστιν. Αλλ' ἔτι ἐνίσταται ἡ τοῦ ᾿Αρείου λύττα, δεῖξαι πειρωμένη τὸν Κύριον υποκείμενον ὥραις καὶ καιροίς. Μάνθανε τοίνυν, ὦ κατάρατε, ὡς εἰ ὑπέκειτο ραις, πῶς λοιπὸν ἐποίησε τὸ θαῦ μα; Εδει γάρ, κατὰ τὸν σὸν λόγον, ἐπεὶ δουλεύει ὡραι; καὶ καιροῖς, οὔπω δὲ ἧκεν ἡ ὥρα αὐτοῦ, μὴ δυνηθῆναι θαυματουργῆσαι· ἀλλὰ μὴν ἐθαυματούργησεν· οὐκ ἄρα δουλεύει ώραις. Ορα δέ μοι πῶς οὐκ ἄχρι τέλους, οὐδὲ διὰ πάντων ἀντιτείνει τῇ Μητρί· ἀλλ' ἐπιπλήξας μικρόν, πάλιν τὴν ἀξίωσιν αὐτῆς πληροί, τιμῶν αὐτὴν, καὶ ἡμῖν τύπους διδοὺς τῆς πρὸς τοὺς τεκόντας αἰδοῦς. απ Λέγει ή Μήτηρ αὐτοῦ τοῖς διακόνοις· Ο τι ἂν λέγῃ ὑμῖν, ποιήσατε. Ησαν δὲ ἐκεῖ ὑδρίαι λίθιναι Εξ κείμεναι κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, χωροῦσαι ἀνὰ μετρητὰς δύο ή τρεῖς. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Γεμίσατε τὰς ὑδρίας ὕδατος. Καὶ ἐγέ μισαν αὐτὰ; ἕως ἂνω. Καὶ λέγει αὐτοῖς· Ἀντλήσατε νῦν, καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ. Καὶ ἤνεγκαν ο Τοῖς διακόνοις λέγει ή Μήτηρ "Ο τι ἂν λέγῃ ὑμῖν, ποιήσατε· ν ὥστε πλείονα γενέσθαι τὴν αἴτησιν, προσελθόντων αὐτῶν καὶ αἰτὴσαμένων· ὡς ἂν δειχθῇ, ὅτι οὐκ ἀσθενείας ἦν ἡ παραίτησις, ἀλλὰ τοῦ μὴ δόξαι ἐπιτρέχειν ταῖς θαυματουργίαις διὰ ἔνδειξιν καὶ κενὸν τύφον. Δὲ δὲ ὑδρίαι αἱ λίθιναι, εἰς τὸν κα θαρισμὸν τῶν Ἰουδαίων ἐχρημάτιζον. Οἱ γὰρ Ιου- 533 δαῖοι καθ' ἑκάστην σχεδὸν ἀπεπλύνοντο, καὶ οὕτως ἤσθιον· οἷον, εἰ λεπροῦ ἥψαντο, εἰ νεκροῦ, εἰ γυναικὶ ὡμίλησαν, ὡς ἀκάθαρτοι λοιπὸν ὄντες ἀπελούοντο. Επεὶ οὖν ἡ Παλαιστίνη ἄνυδρος ἦν, καὶ οὐκ ἦν πολύ λαχοῦ πηγὰς εὑρίσκειν, ἐπλήρουν ἀεὶ τὰς ὑδρίας ὕδατος, ὥστε μὴ τρέχειν εἰς ποταμούς, είποτε ἀκά θαρτοι γένοιντο. Οὐχ ἁπλῶς οὖν εἶπεν, ὅτι ο κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων· ο ἀλλ᾽ ἵνα μή τινες τῶν ἀπίστων ὑποπτεύσωσιν, ὅτι τρυγία τις ἦν ἐναπομείνασα, εἶτα τοῦ ὕδατος ἐπιβληθέντος καὶ κερα σθέντος, οἶνος λεπτότατος γέγονε, δείκνυσιν, ὅτι οὐδέποτε ἐκεῖνα γεγόνασιν οίνου δοχεῖα. "Αρ' οὖν οὐκ Αδύνατο καὶ χωρὶς τοῦ γεμισθῆναι τὰς ὑδρίας ύδα του, δημιουργήσαι οἶνον ἐξ οὐκ ὄντων; Ηδύνατο
col. 1191–1192page 33 of 111
PG 123:1191? & μέν, ἀλλὰ πολλαχού περικόπτει το μέγεθος τῶν θαυ μάτων, ὡς ἂν εὐπαραδεκτότερα γένοιντο· ἅμα δὲ ἵνα καὶ τοὺς διακόνους μάρτυρας ἔχῃ τοῦ θαύματος, τοὺς τὸ ὕδωρ ἐπιφορήσαντας ταῖς ὑδρίαις· ἔτι το ἵνα μάθωμεν, ὅτι αὐτός ἐστιν, ὁ καὶ τὸ τῆς ἀμπέ λου υγρόν, ὕδωρ πάντως δν, εἰς οἶνον ματασκευάζων. Κελεύει οὖν τοῖς διακόνοις, ἵνα τῷ ἀρχιτρικλίνῳ δε!. ξωσι τὸ γεῦμα· οὐκ ἀπεικότως, ἀλλ᾽ ἵνα μή τινε ὑποπτεύσωσιν ὅτι μεθυόντων σύλλογος ἦν, καὶ διέφθαρτο αὐτοῖς ἡ αἴσθησις, καὶ ὡς διεφθαρμένα τῇ μέθῃ ᾤοντο τὸ ὕδωρ οἶνον. Ἵνα τοίνυν μὴ σχῇ χώραν ἡ τοιαύτη ὑπόνοια, τῷ ἀρχιτρικλίνῳ ἐπιτρέπει τὴν γεῦσιν, τῷ νήφοντι. Καὶ γὰρ ἐν τοῖς τοιούτως οἱ τήνδε τὴν διακονίαν εμπεπιστευμένοι μάλιστα νήφουσιν, ἵνα ἐν τάξει καὶ εὐκοσμίᾳ τὰ πάντα διὰ κελεύσματος αὐτῶν γίνωνται. Αλλ' εὐξώμεθα ταῦτα τελεσθῆναι καὶ ἐφ' ἡμῖν, νῦν οἷον γάμον μὲν γενέ σθαι, ήτοι συνάφειαν τοῦ Θεοῦ πρὸς τὴν ἡμετέραν ψυχήν, ἕως ἔτι ἐσμὲν ἐν τῇ Κανὰ τῆς Γαλιλαίας, τῷ χωρίῳ, λέγω, τοῦ κάτω τούτου καὶ κατακυλιστοῦ κόσμου, τοῦ ἄλλοτε ἄλλως μετακυλιομένου καὶ μετ τακυλίοντος. Ο γάμος δὲ οὗτος ἄνευ τῆς παρουσίας Χριστοῦ, καὶ τῆς αὐτοῦ μητρὸς, καὶ τῶν μαθητῶν, οὐ γίνεται. Εἰ μὴ γάρ τις πιστεύσει εἰς Χριστὸν τὸν ἐκ Μαρίας γεννηθέντα, καὶ ἐν τοῖς ἀποστόλοις λαλή σαντα, πῶς συναφθήσεται τῷ Θεῷ; Ιδωμεν οὖν, τί θαυματουργεῖ ὁ Κύριος ἐν τῷ τοιούτῳ γάμῳ, καὶ τῇ τοιαύτῃ συναφείᾳ τοῦ Θεοῦ πρὸς τὴν ψυχήν. Το χωρ εἰς οἶνον μεταποιεί, τὰς ἐξ ὑδρίας ἡμῶν τὰς λιθένα; πληροί. "Υδωρ μὲν οὖν νοήσαις ἂν τὸ ὑδαρές, καὶ ὑγρὸν, καὶ διαλελυμένον ἡμῶν ἔν τε βίῳ καὶ δόγμασιν· ὑδρίας δὲ ἐξ, τάς τε πέντε αισθήσεις, δι' ὧν ἐν ταῖς πράξεσι σφαλλόμεθα, καὶ ἔκτην ὑδρίαν τὸ λε γιστικόν, δι' οὗ ἐν τοῖς δόγματι σφαλερώς διακείμεθα. Ο τοίνυν Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ λόγος ὁ εὐαγγελικός, φημὶ, ἰώμενος τὰ ἡμέτερα σφάλματα, τὰ ἔν τε τῷ πρακτικῷ καὶ τῷ δογματικῷ, στο. εω ρητικῷ, τὸ ἐν τούτοις ὑδαρὲς καὶ εὐδιάλυτον εἰς οἶων μετατίθησι, τὸν στύφοντα λέγω καὶ εὐφραίνοντα βίον καὶ λόγον· καὶ οὕτω πληροῦνται αἱ ἐξ ὑδρίας ἡμῶν τούτου τοῦ καλοῦ πόματος· αἱ τε αἰσθήσεις, ἵνα με κατὰ τὸ πρακτικὸν πταίωμεν, καὶ ὁ λογισμός, ἵνα μὴ ἐν τοῖς δόγμασι προσπταίωμεν. Πρόσχες δὲ ὅτι απ λίθιναι ὑδρίαι διὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων ἵσταντο ἐκεῖ. Ἰούδας μὲν λέγεται ο ἐξομολόγησις καθαρίζεται δὲ ὁ ἐξομολογούμενος διὰ τῶν πέντε αἰσθήσεων, δι' ὧν πρότερον ἡμάρτανεν. Ο ὀφθαλμό; εἶδε κακῶς, ἀλλ᾽ ὀφθαλμὸς πάλιν δακρύε: ἐν τῇ ἐξομολογήσει, καὶ οὕτω γίνεται εἰς καθαρισμών. Ἤκουσε τὸ οὖ; πορνικά ᾄσματα, ἀλλ᾽ αὖθις κλίνεται εἰς ῥήματα στόματος Θεοῦ· οὕτω καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων. Πάλιν τὸ λογιστικὸν σφάλλεται ἐν τοῖς δόγμασιν, ἀλλ᾽ αὖθις καθαίρει τὴν προτέραν κακίαν, εἰς τὸ ὀρθῶς δογματίζειν μεταπεσίν. Λίθινα: δὲ υδρίαι, ἢ διότι ἀπὸ γῆς ἡμῶν ἡ σύστασις, ἢ διὰ τὰ 51. "Ινα τῷ ἀρχιτρικλίνῳ ἐνέγκωσιν ἐκ του μεταβληθέντος εἰς οἶνον ὕδατος, τοῦ ὁ δὲ ᾠκονομήθη, ὡς ἂν μή τινες υποπτεύσωσι, κ. τ. λ. ο τι
col. 1193–1194page 34 of 111
PG 123:1193στεῤῥὰ δεῖν εἶναι τὰ τοῦ τοιούτου οίνου μέλλοντα Επεσθαι δοχεῖα, καὶ δυσκατάλυτα. Λιθίνη υδρία ἦν τοῦ Παύλου τὸ λογιστικὴν, καὶ ὅταν ἐδίωκε, ζηλωτής γὰρ ἦν τῶν πατρικῶν παραδόσεων ὑπὲρ πάντας τοὺς συνηλικιώτας· καὶ ὅταν ἐκήρυττε, τοσαύτην γὰρ τὴν ἐν τοῖς λόγοις δύναμιν εἶχεν, ὥστε καὶ τοῖς Λυ κεῦσιν Ἑρμῆς νομισθῆναι, ὡς τοῦ λόγου ἡγούμενος. ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστὶν (οἱ δὲ διάκος να: ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ), φωνεῖ τὸν νυμ φίον ὁ ἀρχιτρίκλινος, καὶ λέγει αὐτῷ· Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησι, καὶ ὅταν μεθυσθῶσι, τότε τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι.» Ο αρχιτρίκλινος οὐχὶ τοὺς διακόνους ἐρωτή, ἀλλὰ τὸν νυμφίον. Τίνος ένεκεν; Κατ' οἰκονομίαν πάντως θείαν. Εἰ γὰρ τοὺς διακόνους ηρώτησε, πάντως ἂν ἀπεκάλυψαν τὸ θαῦμα, οὐδεὶς δὲ ἂν αὐτ τοῖς ἐπίστευσεν. ᾿Αρχὴ γὰρ ἦν τῶν σημείων, καὶ οὔπω οὐδεὶς εἶχεν ὑπόληψιν μεγάλην περὶ τοῦ Χρι στοῦ· ὥστε καὶ τῶν διακόνων ἀφηγουμένων τὸ θαῦμα, οὐδεὶς ἂν ἐπίστευσε. Μετὰ ταῦτα μέντοι ὅτε καὶ ἕτερα σημεία επεδείξατο, ἔμελλε καὶ τοῦτο πιστευθήσεσθαι, καὶ κατὰ μικρὸν οἱ διάκονοι πρὸς πάντα; ἀφηγούμενοι τοῦτο, ἔδοξαν ἂν πιστοί. Διὰ τοῦτο ᾠκονόμησεν ὁ Κύριος, μὴ τοὺς διακόνους ερωτηθῆναι, ἀλλὰ τὸν νυμφίον. Οὐχ ἁπλῶς δὲ οἶνον ἐποίησεν, ἀλλὰ καὶ κάλλιστον. Τοιαῦτα γὰρ τὰ τοῦ Χριστοῦ θαύματα· πολλῷ βελτίω τῶν διὰ φύσεως τελουμένων. Τοῦ μὲν οὖν τὸ ὕδωρ οἶνον γενέσθαι, μάρτυρες οἱ διάκονοι, οἱ ἠντληκότες τὸ ὕδωρ· τοῦ δὲ κάλλιστον γενέσθαι, ὁ ἀρχιτρίκλινος· ἅπερ πάντα, τοῦ χρόνου προϊόντος, ἔμελλον κηρυχθέντα πιστωθῆναι βεβαιότερον τοῖς ἀκούουσι. Δύνασαι δὲ νοῆσαι οἶνον μὲν τὸν εὐαγγελικὸν λόγον, ὕδωρ δὲ πάντα τὰ πρὸ τοῦ Εὐαγγελίου· ὑδαρέστερα γὰρ ἦσαν, καὶ πρὸς τὴν τοῦ λόγου τελείωσιν μὴ φθάνοντα. Οἷον τί φημι Δέδωκε νόμους διαφόρους τῷ ἀνθρώπῳ ὁ Κύριος, ἕνα τὸν ἐν τῷ παραδείσῳ, δεύτερον τὸν ἐπὶ Νώε, τρίτον τὸν ἐπὶ ᾿Αβραὰμ τῆς περιτομῆς, τέταρτον τὸν διὰ τοῦ Μωσέως, πέμπτον διὰ τῶν προφητῶν. Πάντες οὖν οὗτοι, ὡς πρὸς τὴν τοῦ Εὐαγγελίου ἀκρί βειαν καὶ δύναμιν συγκρινόμενοι, υδαρεῖς εἰσιν, εἴτις ἁπλῶς αὐτοὺς καὶ κατὰ τὸ γράμμα νοεῖ. Εἰ δ' ἐμβα Ούνας τῷ πνεύματι, κατανοήσει τα κεκρυμμένα, εύο ρήσει τὸ ὕδωρ οἶνον γεγενημένον· τὰ γὰρ ἁπλῶς λε γόμενα καὶ κατὰ τὸ γράμμα νοούμενα τοῖς πολλοῖς, ὕδωρ ὄντα, πάντως ὁ πνευματικῶς ἀνακρίνων, εὑρή σει οἶνον κάλλιστον, ὕστερον πινόμενον, καὶ τηρούμενον παρὰ τοῦ νυμφίου Χριστοῦ· ἐπεὶ καὶ ἐν ἐσχά τοις καιροῖς ἐδείχθη τὸ Εὐαγγέλιον. Ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησ σοῦς ἐν Κανά τῆς Γαλιλαίας, καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ. ὁ Ὅτι μὲν μετὰ τὸ βάπτισμα ἤρξατο τῶν σημείων ὁ Κύριος, καὶ πρότερον ειρήκαμεν. "Εοικε δὲ καὶ πρῶτον σημεῖον τοῦτο ποιῆσαι τὸ τοῦ οἴνου. Φησί γάρ ο Ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν ση μείων.» 'Αλλ' ἐρεῖ τις, ὅτι εἰ καὶ ἀρχὴ ἐστι τῶν σε
col. 1195–1196page 35 of 111
PG 123:1195σημείων αὕτη, ἀλλ' οὐχὶ πάντων, ἀλλὰ τῶν ἐν Κο τῆς Γαλιλαίας. Διάφορα γάρ, φησίν, θαύματα ποιή σαντος ἐν Κανά, αὕτη ἐστὶν ἡ ἀρχή. Ταῦτα μὲν εἴπει τις ἄν· ἡμεῖς δὲ, καίτοι πολλὰ ἔχοντες πρὸς τὸ δείξαι, ὅτι καὶ πάντων τῶν σημείων ἐστὶν ἀρχὴ (καὶ γὰρ τὸ, «Εφανέρωσε τὴν δόξαν αὐτοῦ, καὶ τὸ «Επίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, ἐνδείκνυνται, ὅτι ἕτερον πρὸ τούτου θαῦμα οὐκ ἐποίησεν· ἀπ' ἐκείνου γὰρ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ), ὅμως οὐ διαφερόμεθα, είτε τοῦτο πρότερον, εἴτε ἕτερον γέγονε. Πῶς δὲ ἄρα ἐφανέρωσε τὴν δέξαν αὐτοῦ; Οὐδὲ γὰρ πολλοὶ προσεῖχον τῷ γενομένη, οὐδὲ ἐνώπιον δήμον γέγονεν. Αλλ' εἰ καὶ μὴ τότε, ἀλλ᾽ ὕστερον ἔμελλον τὸ θαῦμα ἀκούσεσθαι πάντες ὅθεν καὶ μέχρι τοῦ νῦν ᾄδεται, καὶ οὐ διέλαβε. Το &, «Οἱ μαθηταὶ αὐτοῦ ἐπίστευσαν εἰς αὐτὸν,» οὕτω νόησον, ἀντὶ τοῦ, πίστιν περισσοτέραν καὶ βεβαιοτέραν ἔλαβον εἰς αὐτόν· ἐπεὶ καὶ πρότερον πάντως ἐπίστευον, ἀλλ' οὐχ οὕτω βεβαίως. Μετὰ τοῦτο κατέβη εἰς Καπερναούμ αὐτὸς, καὶ ἡ μήτηρ αὐτοῦ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οἱ μαθη ταὶ αὐτοῦ· καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας. Καὶ ἐγγὺς ἦν τὸ Πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς. Καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βίας, καὶ πρόβατα, καὶ περιστεράς, καὶ τοὺς κερματιστὰς καθημένους. Καὶ ποιήσας φραγγέλλιον ἐκ σχοινίων, πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα, καὶ τοὺς βόας· καὶ τῶν κολ λυδιστῶν ἐξέχεε τὸ κάμα, καὶ τὰς τραπέζας ανέτρεψε, καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· Δραπε ταῦτα ἐντεῦθεν, καὶ μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πα τρός μου οἶκον εμπορίου. Εμνήσθησαν δὲ οἱ μαθη ταὶ αὐτοῦ, ὅτι γεγραμμένον ἐστίν· Ὁ ζῆλος τοῦ ναουμ ὁ Κύριος, οὐδεμιᾶς ἄλλης χρείας ἕνεκεν, ἀλλ' οἴκου σου κατέφαγέ με, ο Κατέρχεται εἰς Καπερ Εν ἢ τοῦ ἀποκαταστῆσαι τὴν μητέρα αὐτοῦ ἐκεῖ, ἵνα μὴ πανταχοῦ αὐτὴν ἐφέλκηται. Ἐπεὶ γὰρ διὰ τὸν γάμον ἦλθον εἰς Κανά, τοῦ γάμου παρελθόντος, ἐπ ανάγει τὴν μητέρα εἰς τὸν ἐν Καπερναούμ οἶκον αὐ τῆς. Δῆλον δὲ τοῦτο, ὅτι διὰ ταύτην τὴν αἰτίαν κατ έβη εἰς Καπερναούμ, ἐκ τοῦ μήτε πολλὰς μείνει ἐκεῖ ἡμέρας, μήτε θαύματα ἐν αὐτῇ ποιῆσαι. Απί. στως γὰρ εἶχον πρὸς αὐτὸν οἱ τὴν πόλιν ταύτην οἰκοῦντες· διὸ καὶ ἀλλαχοῦ ὁ Κύριος ταλανίζει απ τήν. Διὰ δὲ τοῦ εἰπεῖν ὁ εὐαγγελιστὴς, ὅτι ο Η ἐγγὺς τὸ Πάσχα, ο δείκνυσιν ὅτι οὐ πρὸ πολλῶν ἡμε ρῶν τοῦ Πάσχα ἐβαπτίσατο. Ανελθὼν δὲ εἰς Ἱερο σόλυμα, ποιεῖ πράγμα πολλῆς αὐθεντίας γέμον. Τοὺς γὰρ πωλοῦντας τὰ πρόβατα, καὶ τοὺς βόας, ἐκβάλλει. Εἰ δὲ καὶ ὁ Ματθαῖός φησι τοῦτο πεποιηκέναι αὐτὸν, ἀλλ᾽ ἴσθι ὡς οὐχ άπαξ τοῦτο ἐποίησεν, ἀλλὰ τὸ μὲν παρὰ τῷ Ματθαίῳ, ἐγγὺς τοῦ πάθους ποιεῖ· τὸ δ νῦν παρὰ τῷ Ἰωάννη, τῶν σημείων ἀρχόμενος· διὰ ἐνταῦθα ἀφειμένως εἶπε·· Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου, οἶκον ἐμπορίου.» Αρχὴ γὰρ τέως ἦν τῶν σημείων, καὶ οὔπω τοσαύτη παρρησία ἦν
col. 1197–1198page 36 of 111
PG 123:1197αὐτῷ ἀπὸ τῆς τῶν σημείων ἐπιδείξεως. Ἐκεῖ δὲ, παρὰ τῷ Ματθαίῳ, φημί· Μὴ ποιεῖτε, φησί, σπή λαιον λῃστῶν. ο Φανερῶς γὰρ λῃστὰς αὐτοὺς ἀνέ μασε, ὡς ἐξ ἀδίκων κερδαίνοντας πόρων. Οταν γάρ τις τὸ ὀλίγου τιμώμενον πολλοῦ τιμήματος ἀξιοῖ, καὶ ἀπὸ πενήτων τυχὸν καὶ χηρῶν τὸ κέρδος ερανίζηται? (ὡς ἐπὶ τὸ πολὺ γὰρ οὗτοι οἱ τὰ χρειώδη εξωνούμε. νοι, καὶ πιπράσκοντες), τι άλλο, ἢ ἔργον λῃστοῦ ποιεῖ, ἐκ συμφορῶν ἑτέρων κέρδη πραγματευόμενος; Τίνος δὲ ἔνεκεν ὅλως ἐκβάλλει τους τοιούτους ἐκ τοῦ ἱεροῦ; Οὐκ ἀλόγως· ἀλλ᾽ ἐπεὶ ἔμελλεν ἐν Σαββάτι θεραπεύειν, καὶ παραλύειν τὸν νόμον, ἵνα μὴ δόξῃ ἀντίθεος εἶναι, διορθοῦται ἐντεῦθεν τὴν τοιαύτην Ει ὑπόληψιν. Οὐ γὰρ ἂν ὁ τοσοῦτον ζῆλον ἐπιδειξάμενος ὑπὲρ τοῦ οἴκου, τὸν τοῦ οἴκου δεσπότην τὸν Θεὸν ἠθέτησεν. Οὐ γὰρ ἁπλῶς ἐξέβαλεν, ἀλλὰ καὶ φραγελλίῳ πλεκτῷ τύπτων, καὶ ἀνατρέπων τὰς τρα πέζας, καὶ τὸ κέρμα, ἤτοι τὸ νόμισμα τῶν κολλυβι ‹ στῶν, ἐκχέων, καὶ ἔργῳ παρακεκινδυνευμένῳ ἐπι χειρῶν. Οὐκ ἂν οὖν ὁ εἰς κίνδυνον ρίπτων ἑαυτὸν ὑπὲρ τοῦ οἴκου τοῦ Θεοῦ, παρέλυε τὸν νόμον τοῦ Θεοῦ ὡς ἀντίθεος, ἀλλὰ πάντως ὡς Υἱὸς ὢν, καὶ τὴν ἴσην εξουσίαν ἔχων τῷ Θεῷ καὶ Πατρὶ, τῷ καὶ τὸν περὶ τοῦ Σαββάτου νόμον δόντι. Διὸ οὐδὲ εἶπε· Τὸν οἶκον τοῦ Θεοῦ, ἀλλὰ, «Τὸν οἶκον τοῦ Πατρός μου·; δεικνύων ὅτι ἐξουσιάζει, ὡς Υἱὸς, τῶν τοῦ Πατρὸς πάντων. Κολλυβισταὶ δὲ εἰσὶν οἱ τὰ λεπτὰ νομίσματα πωλοῦντε;, ἤτοι τοὺς νούμμους. Κόλλυβος γὰρ λέ γεται τὸ λεπτὸν νόμισμα παρ' Ελλησιν, ὁ 'Ρωμαῖοι νοῦμμον ὀνομάζουσι. Πολλοὶ καὶ τῶν ἀρχιερέων ἁμαρτάνουσι τοιαῦτα, οἷα τότε οι κάπηλοι, τοὺς βόας πωλοῦντες ἐν τῇ Ἐκκλησίᾳ, λέγω δή, τοὺς ἐν λόγῳ διδασκαλικῷ διαπρέποντας μὴ περιποιούμενοι, ἀλλ᾽ ἐκδιδόντες τοῖς κακουργείν βουλομένοις· ἀλλὰ καὶ τὰ πρόβατα, τὸν ἀφελέστερον καὶ κοινὸν λαὸν, καὶ τὰς περιστεράς, τὰ πνευματικά φημι χαρίσματα, πιπράσκοντες, καὶ τοὺς πλείονα διδόντας, τοῖς μεί- 537 ζοσι βαθμοῖς ἐγκατατάττοντες· οὓς ὁ Κύριος ἐκβάλλει τοῦ ἱεροῦ, ἀναξίους τῆς ἀρχιερωσύνης κρίνων. ᾿Αλλὰ κάν τις κέρμα καὶ νόμισμα, ήτοι δόγμα καὶ λόγον, πωλῇ, καὶ τυχὸν διδάσκαλος ὤν, οὐ καταγγέλ- « λει τὸν λόγον, εἰ μὴ κέρδος ἔχει, καὶ τούτου τὴν τράπεζαν ἀνατρέπει ὁ Κύριος, τὸν θρόνον λέγω τῆς διδασκαλίας, καὶ τὸν λόγον, ὃν ἐκεῖνος συνέχει διὰ κακίαν, μὴ διδοὺς αὐτὸν πᾶσιν, ὃν ὁ Κύριος Ἰησοῦς ἐκχέει διὰ φιλανθρωπίαν, καὶ τοῖς λαοῖς δίδωσιν, ἐκεῖνον μὲν παραλύων τῆς ἀρχῆς, ἄλλον δὲ τὸν ἄξιον ἐπὶ τὸν τῆς διδασκαλίας θρόνον καθίζων. Εμνήσθησαν δὲ οἱ μαθηταὶ, ὅτι γεγραμμένον ἐστίν· • Ο ζήλος τοῦ οἴκου σου κατέφαγέ με.» Κατά βραχὺ γὰρ τὴν ἐπὶ τὸ κρεῖττον ἐπίδοσιν λαμβάνοντες, ἤδη καὶ τῶν Γραφών αναμιμνήσκονται, κἀκεῖθεν τὰς μαρτυρίας λαμβάνοντες, βεβαιοτέραν τὴν περὶ Χριστοῦ γνῶσιν καθιστῶσιν ἑαυτοῖς. Απεκρίθησαν οὖν οἱ Ἰουδαῖοι, καὶ εἶπον αὐτῷ Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; Απ εκρίθη ὁ Ἰησοῦς, καὶ εἶπεν αὐτοῖς· Δύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Εἶπον οὖν οἱ Ἰουδαῖοι· Τεσσαράκοντα καὶ ἐξ ἔτεσιν ᾠκο δομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις έγε ρεῖς αὐτόν; Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. Ὅτε οὖν ηγέρθη ἐκ νεκρῶν, ἐμνής σθησαν οἱ μαθηταὶ αὐτοῦ, ὅτι τοῦτο ἔλεγεν αὐτοῖς, καὶ ἐπίστευσαν τῇ Γραφῇ, καὶ τῷ λόγῳ ᾧ εἶπεν ὁ
col. 1199–1200page 37 of 111
PG 123:1199Ἰησοῦς. • Επειδή έβλεπον τὸν Κύριον οἱ Ἰουδαία μετὰ πολλῆς ἐξουσίας ταῦτα ποιοῦντα, καὶ λέγοντα, Τὸν οἶκον τοῦ Πατρός μου μὴ ποιεῖτε ἐμπόριον, ο φασί· Πεῖσον ἡμᾶς διά τινος σημείου, ὅτι Υιός εξ τοῦ Θεοῦ, καὶ ὅτι ἐκεῖθεν ἐπέμφθης· πόθεν γάρ δήλον, ὅτι Πατήρ σοῦ ἐστιν ὁ τοῦ οἴκου τούτου Κα ρ:ος; Ὁ δὲ αἰνιγματωδῶς αὐτοῖς ἀποκρίνεται, «Αύ σατε, λέγων, τὸν ναὸν τοῦτον, ο τὸ σῶμα πάντως λέγων αὐτοῦ, ἐπειδὴ ἐν αὐτῷ κατῴκει πᾶσα ἡ θεό της τοῦ Μονογενοῦς. Εἰπὼν δὲ, ο Λύσατε,» οὐ προ τρέπει αὐτοὺς εἰς μιαιφονίαν, ἅπαγε! ἀλλ' ἐπείπερ ἠπίστατο δράσοντας τοῦτο, ἀνυπερθέτως αὐτὸ τὸ συμβησόμενον ὑπαινίττεται. Ακουέτωσαν καὶ 'Ἀρειανοὶ, πῶς ὁ Κύριος, καὶ τοῦ θανάτου καταλυτής, φησί τό, ο Εγερώ. ὁ Οὐ γὰρ εἶπεν, ὅτι Εγερεῖ ὁ Πατήρ, δ ἀλλ' εἶπεν, ὅτι • Εγερῶ ἐγώ, ο τῇ οἰκείᾳ δυνάμει χρώμενος, καὶ οὐκ ἄλλης ἔξωθεν προσδεόμενος. Ο δὲ Ἰουδαῖοι, περὶ τοῦ ἀψύχου ναοῦ δοκοῦντες αὐτὸν λέγειν, καταγελῶσιν αὐτοῦ. Διὰ γὰρ τεσσαράκοντα καὶ ἐξ ἐτῶν οἰκοδομηθέντα, πῶς, φασί, λέγεις αὐτή; ἐν τρισὶν ἡμέραις ἐγερεῖν; Ιστέον δὲ ὅτι, ὅτε μὲν παρὰ τοῦ Σολομῶντος ᾠκοδομήθη ὁ ναὸς τὸ πρῶτον, διὰ εἴκοσι ἐτῶν πάντα ἀνενδεῶς ἀπηρτίσθησαν ο ὕστερον δὲ μετὰ τὴν αἰχμαλωσίαν, λαβόντες οἱ Εβραῖοι ἐξουσίαν οἰκοδομῆσαι αὐτὸν, ήρξαντο μὲν ἐπὶ τῆς βασιλείας Κύρου ἀνοικοδομεῖν· εἶτα ἐμπο διζόμενοι παρὰ τῶν διαφθονούντων αυτοίς, παρ έτειναν τὴν οἰκοδομὴν ἄχρι τῆς Αρταξέρξου βασι λείας· ἐπὶ τούτου δὲ πάσης ἀδείας ἀπολαύσαντις, μετὰ πολλῆς σπουδῆς ἡδυνήθησαν εκτελέσει τὸ ἔργον· ὅτε δὴ καὶ λέγεται τοὺς Ἰουδαίους κτίσ ζοντας, τῇ μὲν ἑτέρα ταῖν χεροῖν δόρυ, θατέρᾳ δὲ οἰκοδομικὸν ἐργαλεῖον κατέχειν· οὕτως ἦσαν ἐν φόβῳ πολλῷ τοὺς πλησιοχώρους δεδοικότες Ιδουμαίους, οὔ τί που τοὺς Πέρσας· παρ' ἐκείνων γὰρ, ὡς εἶπον, φημὶ δή, τῶν Περσῶν, ἄδειαν πᾶσαν ἔλαβον. Ταύ την τοίνυν τὴν οἰκοδομὴν τὴν μετὰ τὴν αἰχμαλωσίαν φασὶν ἐν τεσσαράκοντα καὶ ἐξ ἔτεσι γενέσθαι, ὡς κωλυθέντων τῶν Ἰουδαίων, καὶ διὰ τοῦτο παρατει νάντων ἀπὸ τῆς Κύρου βασιλείας ἄχρι καὶ τῆς Αρτε ξέρξου. Καὶ οὐ θαυμαστόν, είπερ οἱ Ἰουδαίοι σε ἔγνωσαν, ὅπου γε οὐδὲ οἱ μαθηταί. Καὶ γὰρ δύο αὐτοὺς τὰ μέγιστα ἐνεπόδιζον· ἓν μὲν τὸ περὶ τῆς ἀναστάσεως δυσκατάληπτον δ', μᾶλλον δὲ παντάπασιν ἄγνωστον αὐτοῖς· ἕτερον δὲ, ὅτι Θεός ἐστιν ὁ ἐνοικῶν τῷ σώματι μετά μέντοι τὴν ἀνάστασιν ἔγνωσαν οἱ μαθηταὶ, καὶ ἐπίστευσαν τῇ Γραφι ποία Γραφῇ; Καὶ πάσῃ μὲν τῇ περὶ τῆς ἀναστάσεως διαλαμβανούσῃ· προδηλότατα δὲ τῇ, ο Ούκ ἐγκαταλείψεις την ψυχήν μου εἰς ᾅδην· καὶ τῇ, Κύριος βούλεται καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς καὶ δεῖξαι αὐτῷ φῶς.» Εμφανέστατα γὰρ αὐται αἱ Γραφαὶ περὶ τῆς ἀναστάσεως διαλαμβάνουσιν. Απολινάριος δὲ ἐντεῦθεν πειρᾶται συνηγορίαν ευρέ σθαι τῆς οἰκείας αἱρέσεως. Θέλων γὰρ συστήσει, Ο 31. μόλις ηδυνήθησαν.
col. 1201–1202page 38 of 111
PG 123:1201ὅτι άψυχος ἦν ἡ τοῦ Κυρίου σαρξ, φησίν, ὅτι Έπειδή ναός λέγεται ἡ σάρξ, ἄψυχος δὲ ὁ ναὸς, ἄψυχος ἄρα καὶ αὕτη. Εμβρόντητε καὶ πολύτροπε· σὺ δὲ καὶ ξύλα καὶ λίθους ποιήσεις τὴν τοῦ Κυρίου σάρκα, ἐπειδὴ ἐκ τούτων ὁ ναός; Οταν δὲ ἀκούσῃς τοῦ Κυ ρίου, ο Νῦν ἡ ψυχή μου τετάρακται· ν καὶ ὅτι Εξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου,» πῶς ταῦτα νοεῖ;; Εἰ δὲ οὐ περὶ τῆς λογικῆς καὶ νοερᾶς ταῦτα ψυχῆς τῆς λέγεσθαι, το, ο Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου, ο ποῦ θήσεις; οὐ γὰρ δήπου περὶ τῆς ἀλόγου ψυχῆς καὶ τοῦτο νοήσεις. Το δὲ, «Οὐκ ἐγκαταλείψεις την ψυχήν μου εἰς ᾅδην, ο τί σοι δοκεῖ; ᾿Αλλὰ σὺ μὲν φθείρου μετὰ τῶν σῶν. ΚΕΦΑΛ. Γ'. Περὶ τοῦ Νικοδήμου καὶ Ἰησοῦ. Περὶ τοῦ Ἰησοῦ καὶ Ἰωάννου βαπτιζόντων. Περὶ καθαρισμοῦ. «Ως δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ Πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες τὰ σημεῖα & εποίει. Αὐτὸς δὲ ὁ Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς, διὰ τὸ αὐτὸν γινώσκειν πάντας, καὶ ὅτι οὐ χρείαν είχεν, ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου. Αὐτὸς γὰρ ἐγίνωσκε, τί ἦν ἐν τῷ ἀνθρώπῳ. Ην δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων (Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων οὗτος ἦλθε πρὸς τὸν Ἰησοῦν νυκτὸς, καὶ εἶπεν αὐτῷ· Ραββί, οἴδαμεν, ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ τὰ σημεῖα ταῦτα δύναται ποιεῖν, ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ' αὐτοῦ.» Έδοξαν μέν τινες πιστεύειν εἰς τὸ ὄνομα τοῦ Ἰη τοῦ, ὅτε ἦν ἐν τῇ ἑορτῇ, ἀλλ' οὐ βεβαία ἦν ἡ πίστις αὐτῶν. Πρός καιρὸν γὰρ προσέχοντες τῷ Χριστῷ οὐχ ὡς θεῷ, ἀλλ' ὡς ἀνθρώπῳ θεοφορουμένῳ, πάλιν καὶ ταύτης αὐτῆς τῆς οὐδαμινῆς πίστεως ἐξέπιπτον. Οτι δὲ τοιοῦτοι ἦσαν, δῆλον ἐκ τῶν ἑξῆς. Αὐτὸς γάρ, φησίν, ὁ Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς,» οὐδὲ ὡς τῷ ὄντι πιστοῖς πάντα τὰ δόσ γματα ενεχείριζεν, ἐμβατεύων ταῖς καρδίαις αὐτῶν, καὶ γινώσκων τί ἦν ἐν αὐταῖς περὶ αὐτοῦ. Οὐ γὰρ διελάνθανεν αὐτὸν οἷος ἦν ὁ λογισμὸς ἐν ἑκάστῳ ἀνα θρώπῳ τῷ δοκοῦντι πιστεύειν. Σχεδόν δὲ καὶ Νική δημος τοιοῦτος ἦν· ἐπίστευε μὲν γὰρ καὶ οὗτος τῷ Ἰησοῦ, καὶ φαίνεται πρὸς τοὺς Ἰουδαίους ὑπὲρ τοῦ Κυρίου λέγων, ὅτι δεῖ μετὰ ἐρεύνης καὶ ἐξετάσεως καταδικάσαι αὐτόν· ἀλλὰ καὶ μετὰ τὸν σταυ ρόν πολλὴν ἐπιμέλειαν καὶ φιλοτιμίαν πρὸς τὸν ἐνταφιασμὸν ἐνδείκνυται. Οὐ μέντοι γε, ὡς ἐχρῆν, ἐπίσ στευσεν· ἀλλ' ἔτι τῆς Ἰουδαϊκῆς ἀσθενείας ἐχόμενος, νύκτωρ μὲν ἔρχεται πρὸς τὸν Ἰησοῦν διὰ τὸν φόβου τῶν Ἰουδαίων, διδάσκαλον δὲ αὐτὸν ἀποκαλεῖ, ὡς ψιλὸν ἄνθρωπον· τοιαύτην γὰρ ὑπόληψιν εἶχε περὶ αὐτοῦ· διὸ καὶ ἐπάγει, ὅτι ο Οὐδεὶς δύναται ταῦτα ποιεῖν, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ' αὐτοῦ.» Ορᾶς, ὅτι ὡς ἀνθρώπῳ προφήτῃ, καὶ παρὰ τοῦ Θεοῦ ἀγαπωμένῳ, πρόσεισι τῷ Ἰησοῦ; Τί οὖν ὁ Κύριος; Οὐκ ἐλέγχει αὐτὸν ἐπιπληκτικῶς, οὐδέ φησι· Διά τί οὖν πρὸς τὸν ἐκ Θεοῦ ἀποσταλέντα διδάσκαλον ἔρχῃ νυ κτός; Διατί μὴ παρρησιάζῃ; Οὐδὲν τούτων φησίν, ἀλλ᾽ ἱλαρῶς αὐτῷ περὶ θείων καὶ ὑψηλῶν διαλέγεται. Σημείωσαι δὲ, ὅτι πολλὰ θαύματα ποιοῦντος τοῦ Χριστοῦ, οὐδὲν τούτων ὁ παρὼν εὐαγγελιστής διη γεῖται· ἢ ὡς τοῖς ἄλλοις εὐαγγελισταῖς ῥηθέντων, ἢ ὡς τὴν κατὰ μέρος ἀφήγησιν ὑπερβαινόντων.

Chapter IIICaput III

col. 1203–1204page 39 of 111
PG 123:1203Απεκρίθη ὁ Ἰησοῦς, καὶ εἶπεν αὐτῷ· Αμήν, ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύ νεται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ.» Δοκεῖ παρὰ τοῦ Σωτῆρος πρὸς τὸν Νικόδημον βηθέντα, οὐδεμιαν κοινωνίαν ἔχειν πρὸς & είρηκεν ὁ Νικόδημος· τῷ δὲ προσέχοντι καὶ πολλὴ κοινωνία έμφα νήσεται. Ἐπεὶ γὰρ ὁ Νικόδημος ὑπόληψιν εἶχε περί Χριστοῦ ταπεινήν, ὅτι διδάσκαλός ἐστι, καὶ ὅτι ὁ Θεός ἐστι μετ' αὐτοῦ, φησὶ πρὸς αὐτὸν ὁ Κύριος, ὅτι Εἰκότως ἔχεις τοιαύτην υπόληψιν περὶ ἐμοῦ. Ούτω γὰρ ἐγεννήθης ἄνωθεν, τουτέστιν, ἐκ Θεοῦ πνεύματ τικὴν γέννησιν, ἀλλ᾽ ἔτι σαρκικὸς εἶ, καὶ ἡ γνώσις, ἣν ἔχεις περὶ ἐμοῦ, οὐκ ἔστι πνευματική, ἀλλὰ ψυχική καὶ ἀνθρωπική. Ἐγὼ δὲ λέγω σοι, ὅτι καὶ σύ, καὶ ἄλλος ἐστισοῦν, ἐὰν μὴ ἄνωθεν καὶ ἐκ Θεοῦ γεννηθέντες, τὴν ἀξίαν δόξαν περὶ ἐμοῦ λάβοιτε, ἔξω τῆς βασιλείας ἐστέ. Η γὰρ διὰ τοῦ βαπτίσματος γέν νησις φωτισμὸν ἐμποιοῦσα τῇ ψυχῇ, τὴν τοῦ Θεοῦ βασιλείαν, ἤτοι τὸν μονογενῆ Υἱὸν αὐτοῦ βλέπειν, τουτέστι, νοεῖν, δίδωσιν. Ωσπερ γὰρ Θεοῦ σοφία δ νἱός, οὕτω δὴ καὶ βασιλεία Θεοῦ αὐτὸς ἂν λέγοιτο Ταύτην δὲ τὴν βασιλείαν οὐκ ἂν ἴδοι τις, τουτέστι, νοήσοι, ὦ Νικόδημε, εἰ μὴ γεννηθῇ ἐκ τοῦ Θεοῦ. Ὥστε καὶ σὺ, ἐπεὶ οὐκ ἐγεννήθης οὔπω πνευματικῶς, διὰ τοῦτο οὐ βλέπεις ἐμὲ τὴν βασιλείαν τοῦ Θεοῦ, καθὰ δεῖ, ἀλλὰ ταπεινὴν δόξαν ἔχει; περὶ ἐμοῦ. Λέγει πρὸς αὐτὸν ὁ Νικόδημος, Πώς δύναται ἄνθρωπος γεννηθῆναι, γέρων ων; Μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρός αὐτοῦ δεύτερον εἰσελθεῖν, καὶ γεννηθῆναι; Απεκρίθη Ἰησοῦς· Ἀμὴν, ἀμὴν ἄνωθεν, ἄνωθεν λέγω σοι, ἐὰν μήτις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύ ματος, οὐ δύναται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.» 'Ακούων ο Νικόδημος μείζω ἀνθρωπίνης δασκαλίας, ἐκπλήττεται, καὶ παθὼν ἀνθρώπινον κάτ θος, ἐρωτᾷ· «Πῶς δύναται;» ὅπερ ἀπιστίας ἐστὶ σημεῖον. Όπου γὰρ πίστις οὐκ ἔστιν, ἐκεῖ τὸν Πώς τίδε; καὶ, Διὰ τί τόδε; Διὸ καὶ καταγέλαστα τὰ τοῦ Νικοδήμου βήματα φαίνονται. Οὐ γὰρ ἐνενόησε γέννησιν πνευματικήν, ἀλλὰ γαστρός σωματικής μέμνηται. Ἐπεὶ γὰρ ἤκουσε τὸ, «Εάν μή τις γεν νηθῇ ἄνωθεν, ο ἐνόμισε τὸ ἄνωθεν οὕτω λέγεσθαι, ἀντὶ τοῦ, ἐξ ἀρχῆς, ἐκ δευτέρου· ὥστε εἶναι τὸ λεγόμενον τοιοῦτον· Ἐὰν μή τις γεννηθῇ ἐξ ἀρχῆς καὶ ἐκ δευτέρου. Διὰ τοῦτο οὖν φησι, Πώς δύναται γέρων ὢν δεύτερον εἰσελθεῖν εἰς τὴν κοιλίαν τῆς μη τρὸς αὐτοῦ; Δύο γὰρ ἦταν τὰ ποιοῦντα αὐτὸν ἀπι ρεῖν, ἥ τε γέννησις ή πνευματική, ή τε βασιλεία. Οὐδὲ γὰρ δ'ομα βασιλείας οὐρανῶν ἠκούσθη ποτέ παρὰ Ἰουδι ίοις. Τέως δ' οὖν περὶ τῆς γεννήσεως ἀπορεῖ, διὸ καὶ ὁ Χριστὸς σαφέστερον αὐτῷ τὸν τῆς γεννήσεως τῆς πνευματικῆς τρόπον ἀποκαλύπτει, «Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος, λέγων, καὶ Πνεύματος.» Διπλοῦς γὰρ ὧν ὁ ἄνθρωπος, ἐκ ψυχῆς καὶ σώματος, διπλοῦν ἔχει καὶ τὸν τῆς γεννήσεως τρόπον. Τὸ μὲν γὰρ ὕδωρ ὁρατῶς λαμβανόμενον, εἰς τὴν τοῦ σώματος κάθαρσιν νοεῖται· τὸ δὲ Πνεύμα ἀοράτως συντρέχον, εἰς τὴν τῆς ἀοράτου ψυχῆς ἀναγέννησιν. Εἰ δὲ ἐρωτᾷς· Πῶς τὸ ὕδωρ δύνατα
col. 1205–1206page 40 of 111
PG 123:1205γεννῆσαι, ἐρωτήσω κἀγώ· Πῶς τὸ σπέρμα, ὑδα τῶδες ἂν καὶ αὐτό, δύναται εἰς ἄνθρωπον δια πλα σθῆναι; Ὥσπερ οὖν ἐπὶ τοῦ σωματικού σπέρματος, τὸ πᾶν, τῆς τοῦ Θεοῦ χάριτός ἐστιν· οὕτω καὶ ἐπὶ τοῦ βαπτίσματος, ὕδωρ ὑπόκειται. Αλλὰ τὸ Πνεῦμα τὰ πάντα ἐνεργεῖ, καὶ ἡ διὰ τῶν εὐχῶν ἐπίκλησις, τοῦ Θεοῦ δὲ μᾶλλον παρουσία. Ταφῆς γὰρ καὶ ἀνα στάσεως σύμβολα καὶ εἰκὼν ἐν τῷ ὕδατι τούτῳ τε λεῖται. Αἱ τρεῖς καταδύσεις, τῆς τριημέρου ταφῆς σύμβολα· εἶτα ἀναδύνει ὁ ἄνθρωπος ὥσπερ ὁ Κύριος, λαμπρότερον καὶ φαιδρότερον τὸ τῆς ἀφθαρσίας Ενδυμα φορῶν, καὶ τὴν φθορὰν ἐγκαταβυθίσας τῷ ὕδατι. Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς, σάρξ ἐστι· καὶ 6-8. ‹ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστι. Μὴ θαυμάσῃς, ὅτι εἶπόν σοι, ὅτι δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. Τὸ πνεῦμα ὅπου θέλει, πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει. Οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος.» Απάγων τὸν Νικόδημον ὁ Κύριοςἀπὸ τῆς σαρκικῆς γεννήσεως, φησί·. Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς, σάρξ ἐστι· τὸ δὲ γεγεννημένον ἐκ τοῦ Πνεύματος, πνεῦμα,· τουτέστι, πνευματικός ἐστιν ὁ ἄνθρωπος ὁ γεγεννημένος διὰ τοῦ βαπτί. σματος· τὸ γὰρ πνεῦμα, ἀντὶ τοῦ, πνευματικός, ὀφείλεις νοῆσαι. Οὐ γὰρ δὴ Πνεῦμα θεῖον γίνεται δ βαπτισθεὶς, ἀλλὰ τὴν ἐν Πνεύματι υἱοθεσίαν καὶ χάριν καὶ τιμὴν λαβών, τοῦ πνευματικὸς εἶναι κατα αξιοῦται. Ορῶν δὲ τὸν Νικόδημον ἔτι θορυβούμενον φησί·. Μὴ θαυμάσης.» Εἶτα ἀπὸ αἰσθητοῦ παρα δείγματος πειρᾶται διδάσκειν αὐτόν. • Τὸ πνεῦμα γὰρ, φησίν, ὅπου θέλει, πνεῖ.» Απὸ ἀνέμου, φησί, μάνθανε τὰ μείζονα. Ο γὰρ ἄνεμος (τοῦτον γὰρ ἐνταῦθά φησι πνεῦμα) ὅπου θέλει, πνεῖ· καὶ τὸν ἦχον αὐτοῦ ἀκούεις, ἀλλ' ὅμως οὐκ οἶδας τὴν φορὰν αὐτοῦ. ᾿Ακάθεκτος γάρ ἐστι, καὶ ἀκώλυτος, καὶ φυσικῇ ἐξουσία τὴν ὁποιδήποτε ὁρμὴν ἔχει. Τὸ δὲ, Όπου θέλει πνεῖ, ο φησίν, οὐχ ὡς προαιρετικοῦ ὄντος τοῦ ἀνέμου, καὶ θέλησιν ἔχοντος, ἀλλ' ὡς ἔφην, τὴν ἀπὸ φύσεως αὐτῷ προσοῦσαν φορὰν καὶ ἀκώλυ τον ἐξουσίαν δεῖξαι βουλόμενος. Εἰ οὖν τὸν ἄνεμον, τοῦτο δὴ τὸ αἰσθήσει ὑποπίπτον πνεῦμα, ἀγνοεῖς, πῶς καὶ ποῦ πνεί, πῶς τὴν ἀπὸ τοῦ θείου Πνεύματ τος ἀναγέννησιν περιεργάζῃ; Εἰ τοῦτο τὸ πνεῦμα οὐ δύναται κατασχεθῆναι, πολλῷ μᾶλλον ἡ τοῦ ἁγίου Πνεύματος χάρις, νόμοις φύσεως οὐχ ὑπενεχθήσεται. Αισχυνέσθω Μακεδόνιος ο Πνευματομάχος, καὶ πρὸ τούτου Ευνόμιος· ὁ μὲν δοῦλον ποιῶν τὸ Πνεῦμα, καίτοι γε ἤκουσεν ἐνταῦθα, ὅτι Ανεμος ὅπου θέλει, πνεῖ· πολλῷ οὖν μᾶλλον τὸ Πνεῦμα αὐτεξουσιωτέραν ἕξει την κίνησιν, καὶ ὅπου θέλει, καὶ ὡς θέλει, ἐνεργήσει ὁ δὲ Εὐνόμιος αὐτά τε ταῦτα πρότερος ἁμαρτών, καὶ κτίσμα εἰπὼν τὸ Πνεῦμα, καὶ πρός γε ἀπαυθαδιασάμενος, οὕτω γινώσκειν Θεὸν, ὡς ἑαυτὸν αὐτός. Ακουέτω οὖν, ὅτι οὐδὲ τοῦ ἀνέμου τὴν φοράν, καὶ τὴν ὁρμὴν οἷός Απεκρίθη Νικόδημος, καὶ εἶπεν αὐτῷ· Πῶς δύναται ταῦτα γενέσθαι; Απεκρίθη Ἰησοῦς, καὶ εἶπεν αὐτῷ· Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραήλ, καὶ ταῦτα οὐ γινώσκεις; Ἀμὴν, ἀμὴν λέγω σοι, ὅτι δ εἴδαμεν, λαλοῦμεν, καὶ ὁ ἑωράκαμεν, μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε. Εἰ τὰ ἐπίσ πῶς οὖν Θεοῦ οὐσίας κατατολμᾷς, ἀλιτήριε,
col. 1207–1208page 41 of 111
PG 123:1207γεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε· πῶς, ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύετε;» Ετι ἐπὶ τῆς του δαϊκῆς εὐτελείας ὁ Νικόδημος ἵσταται· διὰ τοῦτο ἐρωτᾷ πάλιν· ι Πῶς δύναται ταῦτα γενέσθαι;» Διο καὶ ὁ Κύριος δεικνύων αὐτῷ, ὅτι ἀπὸ ἀφελείας ταῦτα φθέγγεται, φησί· Σὺ διδάσκαλος ὢν τοῦ Ἰσραὴλ, εἰ ἀναμνησθεὶς τὰ ἐν τῇ Παλαιᾷ παράδοξα θαύματα ἀπὸ τῆς τοῦ ἀνθρώπου πλάσεως, καὶ τὰ ἑξῆς, πῶς τάπλα σται, πῶς ἐκ πλευρᾶς ἡ γυνή, πῶς τὰ ἐν Αἰγύπτῳ τεράστια, πῶς τὰ ἐν Ἐρυθρᾷ, πῶς στεῖραι ἔτεχον, καὶ τὰ ὅμοια· εἰ ταῦτα ἀναλογίσῃ, ὡς διδάσκαλος της Ισραήλ, οὐδὲ περὶ ὧν λέγω νῦν ἀπιστήσεις. Πλήν ἐγὼ μὲν δ οἶδα λέγω, καὶ ὁ ἑώρακα, τουτέστιν, ἀκριβῶς ἔγνωκα. Οὐ γὰρ δήπου σωματικὴν διν τό, ο Εωράκαμεν, ο δηλοῖ, ἀλλὰ γνῶσιν ἀκριβεστά την· ἀλλ' ὑμεῖς τὴν μαρτυρίαν ἡμῶν, τουτέστιν, μοῦ, οὐ λαμβάνετε. Ταῦτα δὲ λέγει ὁ Κύριος οὐ πρὸς τὸν Νικόδημον, ἀλλὰ πρὸς τὸ γένος τῶν Ἰου δαίων ἀποτεινόμενος τῶν ἀπιστησάντων ἄχρι τέλους. Εἰ οὖν τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, τουτέστιν, εἰ περὶ τῆς ἐν τῷ βαπτίσματι γινομένης ἀναγεννήσεως εἶπον ὑμῖν, καὶ οὐ παρεδέξασθε, ἀλλ' ἠρωτήσατε τὸ, ο Πῶς;» (ἐπίγειον δὲ ταύτην τὴν γέννησιν ὀνομάζει, ὡς ἐπὶ γῆς τελουμένην προς εὐεργεσίαν τῶν ἐπὶ γῆς ἀνθρώπων· εἰ γὰρ καὶ ἐπου ράνιός ἐστι κατὰ τὴν χάριν καὶ τὴν τιμήν, ἀλλ᾽ οὖν ἐπὶ γῆς ὄντες βαπτιζόμεθα )· εἰ τοίνυν περὶ ταύτης τῆς ἐπιγείου γεννήσεως εἰπὼν, εὗρον ὑμᾶς ἀπ στοῦντας· περὶ τῆς ἐπουρανίου γεννήσεως της δ άποῤῥήτου, ἣν ὁ μονογενής Υἱὸς ἐγεννήθη ἀπὸ τοῦ τα Πατρός, ἀκούσαντες, πῶς πιστεύσετε; Τινὲς δὲ, ἐπίγειον, τὸ τοῦ ἀνέμου παράδειγμα ἐνόησαν εἶναι τὸ λεγόμενον τοιοῦτον· Εἰ τὸ ὑπόδειγμα ἀπὸ τῶν ἐπιγείων δέδωκα ὑμῖν, καὶ οὐδὲ οὕτως ἐπείσθητε, πῶς δυνήσεσθε τὰ ἀνώτερα μαθεῖν. Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ο ὢν ἐν τῷ οὐρανῷ.» Οὐδὲ τοῦτο φαίνεται ἔχειν τινά κοινωνίαν πρὸς τὰ πρὸ αὐτοῦ. Εἰ δέ τις ἀκριβῶς ὁρᾷ τὸν νοῦν τοῦ Κυρίου, καὶ μάλα φανήσεται τ:ῖς πρὴ αὐτοῦ κοινωνοῦν. Ἐπεὶ γὰρ διδάσκαλον τὸν Κύριον, καὶ προφήτην ὠνόμαζεν ὁ Νικόδημος, Με νόμιζέ με, φησὶν, ὡς προφήτην ἀπὸ γῆς ὄντα, παρέ Θεοῦ ἀπεστάλθαι διδάξοντα· ἀλλ᾽ ἄνωθέν με νόμιζε κατελθεῖν, ὡς Υἱόν, οὐκ ἀπὸ γῆς εἶναι. Οὐδεὶς οὖν τῶν προφητῶν ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὲ ἐγὼ μέλλω μόνος ἀναβῆναι, ὡς καὶ κατῆλθον. Υϊ δὲ ἀνθρώπου ἀκούσας καταβῆναι ἐξ οὐρανοῦ, μὴ κα μίσῃς, ὅτι ἡ σὰρξ ἐκ τοῦ οὐρανοῦ κατέβη, (τοῦτο γὰρ Απολιναρίου τοῦ δογματίσαντος τὸ σῶμα ἐξ οὐρανοῦ ἔχοντα τὸν Χριστὸν, διὰ τῆς Παρθένου ἐλ θεῖν ὡς διὰ σωλήνος)· ἀλλ᾽ ἐπεὶ μία ἡ ὑπόστασις, ἤγουν ἓν πρόσωπον ἦν ὁ Χριστὸς ἐκ δύο φύσεων σύνθετος, τὰ τοῦ ἀνθρώπου ὀνόματα λέγοντα: ἐπὶ τοῦ Λόγου, καὶ πάλιν τὰ τοῦ Λόγου τῷ ἀνθρούς τη προστίθενται. Οὕτως οὖν κανταῦθα ὁ Υἱὸς τοῦ ἀνα θρώπου λέγεται κατελθεῖν ἐξ οὐρανοῦ, ὡς ἑνὸς ὄντος τοῦ προσώπου, καὶ μιᾶς τῆς ὑποστάσεως. Εἶτα ἵνα μὴ ἐκ ύσας, ὅτι κατέβη, νομίτης, ὡς καταβὰς οτα
col. 1209–1210page 42 of 111
PG 123:1209ἔστι λοιπὸν ἐν οὐρανῷ, φησίν, «Ο ὢν ἐν τῷ οὐρανῷ.» & Μὴ γὰρ δὴ ἐπειδὴ ἤκουσας, ὅτι κατέβην, νομίσης μὴ εἶναί με καὶ ἐκεῖ· ἀλλὰ κἀνταῦθα πάρειμι σως ματικῶς, κἀκεῖ συγκάθημαι τῷ Πατρὶ θεϊκῶς. Καὶ καθὼς Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου· ἵνα πας ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον.» Προειπών περὶ τῆς διὰ τοῦ βαπτίσματος ἀναγεννήσεως, λέγει λοιπὸν καὶ περὶ τῆς διὰ τοῦ σταυροῦ γενομένης ἡμῖν εὐεργεσίας. Ο γὰρ σταυ ρὸς, καὶ ὁ θάνατος, αἴτιος ἡμῖν τῆς διὰ τοῦ βαπτί. σματος χάριτος, είγε βαπτιζόμενοι, τὸν θάνατον τοῦ Κυρίου εἰκονίζομεν. Οὐ λέγει δὲ προφανῶς, ὅτι Μέλλω σταυρωθῆναι· ἀλλὰ τοῦ ὄψεως μέμνηται, καὶ τῆς Παλαιᾶς ἱστορίας· ἅμα μὲν διδάσκων ἡμᾶς, ὅτι συγγενῆ τὰ παλαιὰ τοῖς καινοῖς, καὶ εἷς καὶ ὁ αὐτός ἐστι νομοθέτη: Παλαιᾶς τε καὶ Νέας Διαθήκης, καν Μαρκίων, καὶ Μάνης, καὶ ὁ λοιπὸς τῶν τοιούτων αἱρετικῶν κατάλογος, ἀθετῶσι τὴν Παλαιὰν, τοῦ πονηροῦ δημιουργοῦ λέγοντες αὐτὴν εἶναι νομοθεσίαν· ὅμα δὲ καὶ παιδεύων, ὅτι εἰ πρὸς εἰκόνα χαλκήν βλέποντες ὄψεως οἱ Ἰουδαῖοι, τὸν θάνατον ἔφευγον - πολλῷ μᾶλλον ἡμεῖς, εἰς τὴν ἑσταυρωμέ τον βλέποντες, καὶ πιστεύοντες, τὸν ψυχικὸν ἐκφεύγομεν θάνατον. Ορα δέ μοι τὸν τύπον πρὸς τὴν ἀλήθειαν. Ἐκεῖ ὄψεως ὁμοίωμα, εἶδος μὲν ἔχον θηρίου, τὴν τὸν δὲ οὐκ ἔχον· οὕτω κάνταῦθα, ἄνθρωπος ὁ Κύριος, ἀλλ᾽ ἁμαρτίας τοῦ ἐλεύθερος, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ἐλθὼν, τουτέστιν, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίᾳ υποκειμένης, ἀλλ' οὐχὶ σὰρξ ἁμαρτία; ὑπάρχων. Καὶ τότε μὲν οἱ ὁρῶντες, σωματικὸν, ἡμεῖς δὲ ψυχικὸν ἐκφεύγομεν θάνατον καὶ τότε μὲν δήγματα ἔφεων ἰᾶτο δ' κρεμάμενος, νῦν δὲ τοῦ νοητοῦ δράκοντος τὰς πληγάς θεραπεύει Χριστός. • Υψωθῆναι ἡ δὲ ἀκούων, νόει τὸ, κρε μασθῆναι. Εφ' ὕψους γὰρ ἐκρεμάσθη, ἵνα καὶ τὸν αέρα ἁγιάσῃ, ὁ τὴν γῆν ἁγιάσας διὰ τοῦ ἐπ' αὐτῆς περιπατῆσαι. Νόει δὲ καὶ τὸ, δοξασθῆναι. Καὶ γὰρ ὄντως ὕψος καὶ δόξα τοῦ Χριστοῦ ὁ σταυρὸς γέγονεν. Ἐν ᾧ γὰρ ἐδόκει κατακριθῆναι, ἐν τούτῳ κατέκρινε τὸν ἄρχοντα τοῦ κόσμου τούτου. Οἷόν τι λέγω· Ο Ἀδὰμ δικαίως ἀπέθανεν· ἡμαρτε γάρ. Ο Κύριος ἀδίκως ἀπέθανεν οὐχ ἥμαρτε γάρ. Μέχρι μὲν οὖν τῆς τοῦ Κυρίου σταυρώσεως, δικαίως κατεκράτε τῶν ἀνθρώπων ὁ θάνατος· ἐπεὶ δὲ ἀναμάρτητος εὑρέθη ὁ Κύριος, τί λοιπὸν δίκαιον ἐπ' αὐτῷ εἶχεν ὁ διάβολος, ἵνα θανατώσῃ αὐτόν; Ὥστε ἐπεὶ ἀδίκως ἐθανατώθη, νενίκηκε τὸν θανατώσαντα αὐτὸν, καὶ οὕτως ἠλευθέρωσε καὶ τὸν Ἀδὰμ ἐκ τοῦ θανάτου, τοῦ δικαίω; ἐπαχθέντος αὐτῷ, ὡς ἁμαρτήσαντι. Καὶ ἄλλως δέ· Δύο ἦταν τὰ κρατοῦντα τοῦ ἀνθρωπίνου γένους, ἡδονὴ, καὶ λύπη· διὰ δὴ τοίνυν τῶν δύο τούτων ἐλθὼν ὁ Κύριος, ἀήττητος εὑρέθη. Προσ ἐβαλε μὲν γὰρ αὐτῷ πρότερον ἐν τῷ ὄρει ὁ πειράζων δι' ἡδονῆς· εὑρὼν δὲ ταύτῃ ἀνάλωτον, ὕστερον τὸ μέγα μηχάνημα τὴν λύπην προσήγαγεν, ἵνα καν (α)
col. 1211–1212page 43 of 111
PG 123:1211διὰ ταύτης γοῦν κρατήσῃ αὐτοῦ· καὶ διὰ τοῦτο παρ εκίνησε πάντα κατ' αὐτοῦ, τοὺς μαθητὰς ἀρνήσασθαι, τοὺς στρατιώτας εμπαίζειν, τοὺς παραπορευομένους βλασφημεῖν, καὶ ἁπλῶς τοὺς Ἰουδαίους θανατώσαι. ᾿Αλλὰ καὶ οὕτως εὗρεν αὐτὸν ἀήττητον. Οὐ γὰρ ἡδυνήθη ἐν τῷ σταυρῷ λύπη πεῖσαι τὸν Κύ ριον μισῆσαι τοὺς σταυροῦντας, ἀλλὰ γὰρ ἡγάπε πάλιν καὶ ὑπερηύχετο λέγων·. Μὴ στήσῃς αὐτοῖς, Πάτερ, τὴν ἁμαρτίαν ταύτην, ο Οράς πως νενίκηκεν ἐν ᾧ ἐδόκει ἡττᾶσθαι; Οὕτως οὖν καὶ ὕψωσις αὐτοῦ καὶ δόξα γέγονεν ὁ σταυρός. (α), Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν, μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωήν αἰώνιον. Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ.. Πολλὴ ἡ τῆς ἀγάπης τοῦ Θεοῦ πρὸς τὸν κόσμον ἐπίτασις, καὶ τοσαύτη, ὥστε οὐκ ἄγγελον, οὐ προφήτην δοῦναι, ἀλλὰ τὸν Υἱὸν αὐ τοῦ, καὶ τοῦτον μονογενή. Καὶ ἄγγελον μὲν γὰρ εἰ ἔδωκεν, οὐδὲν οὕτω μικρὸν ἦν τὸ πρᾶγμα. Διατί; Διότι ὁ μὲν ἄγγελος, διάκονος αὐτοῦ πιστὸς καὶ ὑπηρέτης ἡμεῖς δὲ, ἐχθροὶ καὶ ἀποστάται. Νῦν δὲ Υιόν τους, ποίαν ὑπερβολὴν ἀγάπης καρῆκε; Πάλιν, εἰ πολύ λοὺς ἔχων υἱοὺς, ἕνα δέδωκε, καὶ τοῦτο ὑπέρμεγα νῦν δὲ τὸν Μονογενή δέδωκεν. 'Αρα οὖν ἔστιν ἀξίω; ὑμνῆσαι τὴν ἀγαθότητα. Οἱ δὲ Ἀρειανοὶ λέγουσιν ὅτι Μονογενής λέγεται, διότι αὐτὸς μόνος γέγονε, καὶ ἐκτίσθη ὑπὸ Θεοῦ, τὰ δ᾽ ἄλλα πάντα ὑπ' αὐτοῦ. Πρὸς οὓς ἁπλοῦς ὁ λόγος, ὅτι Εἰ μὲν Μονογενής ελέγετο χωρὶς τοῦ Υἱός, εἶχεν ἂν λόγον τὸ κομψών ὑμῶν εὕρημα· νῦν δὲ μετὰ τοῦ Μονογενοῦς καὶ τὸ Υἱὸς λεγόμενον, οὐ δίδωσιν οὕτω νοεῖν τὸν Μονογενή, ἀλλὰ τὸν μόνον γεννηθέντα ἐκ τοῦ Πατρός. Ορα δέ μοι, ὅτι ὥσπερ ἄνω εἶπεν, ὅτι ὁ Υἱός τοῦ ἀνθρώπου κατέβη ἐκ τοῦ οὐρανοῦ, καίτοι οὐ κατέβη ἡ σὰρξ ἐκ τοῦ οὐρανοῦ, ἀλλ' ὅμως διὰ τὸ ἓν πρόσωπον, καὶ τὴν μίαν ὑπόστασιν, τὰ τοῦ Θεοῦ προσέθηκε τῷ ἀνθρώπῳ· οὕτω κἀνταῦθα τὸ ἔμπαλιν τὰ τοῦ ἀνθρώπου προστίθησι τῷ Θεῷ λόγῳ. Εδωκε γάρ, φησίν, ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς θάνατον· καίτοι ὁ Θεὸς ἀπα θὴς διέμεινεν· ἀλλ' ἐπεὶ εἷς καὶ ὁ αὐτὸς καθ᾽ ὑπό στασιν ἦν ὅ τε τοῦ Θεοῦ Λόγος, καὶ ὁ τὰ πάθη ὑφιστάμενος ἄνθρωπος· ὁ Υἱὸς λέγεται διδόσθαι, ὃς καὶ ἀληθῶς ἔπασχεν ἐν τῇ οἰκείᾳ σαρκί Τί δε τὸ κέρδος τοῦ δοθῆναι τὸν Υἱόν; Ὡς μέγα καὶ ὑπὲρ ἔννοιαν ἀνθρωπίνην, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν, δύο ταῦτα κερδάνῃ· ἐν μὲν, τὸ μὴ ἀπολέσθαι· ἔτε ρον δὲ, τὸ καὶ ζωὴν ἔχειν, καὶ ταύτην αἰώνιον. Η μὲν γὰρ Παλαιὰ, τοὺς ἐν ταύτῃ εὐαρεστοῦντας τῷ Θεῷ, μακρότητος ἡμερῶν ἐμπιπλὴν ὑπισχνείτο τὸ δὲ Εὐαγγέλιον, οὐ προσκαίρω ζωῇ φιλοτιμεῖται, ἀλλὰ καὶ αἰωνίῳ καὶ ἀκαταλύτῳ. Ἐπεὶ δὲ δύο εἰσὶν αἱ τοῦ Χριστοῦ παρουσίαι, ἥ τε ήδη γεγενημένη, 31: “ὺς καὶ ἀληθῶς ἔπασχεν, οὐ τῇ οἰκείᾳ φύσει, ἀλλὰ τῇ οἰκείᾳ σαρκί, (α)
col. 1213–1214page 44 of 111
PG 123:1213καὶ ἡ μέλλουσα, περὶ τῆς προτέρας λέγει παρουσίας, ὅτι οὐκ ἀπεστάλη ὁ Υἱός ἵνα κατακρίνῃ τὸν κόσμον. Ἐπεὶ εἰ ἐπὶ τοῦτο ἦλθε, πάντες ἂν κατεκρίθησαν πάντες γὰρ ἡμαρτον, καθὰ καὶ Παυλός φησιν· ἀλλὰ προηγουμένως ἐπὶ τὸ σῶσαι τὸν κόσμον ἦλθε, καὶ τοῦτο σκοπὸς ἦν αὐτῷ· κατὰ συμβεβηκός δὲ κρίνει τοὺς μὴ πιστεύσαντας. Ο μέντοι Μωσαϊκὸς νόμος, προηγουμένως εἰς ἔλεγχον τῆς ἁμαρτίας ἦλθε, καὶ κατάκρισιν τῶν παραβαινόντων. Οὐδενὶ γὰρ συνεχώρει, ἀλλ᾽ ἅμα τε εὗρεν ἁμαρτάνοντά τι, καὶ ἅμα τὴν δίκην ἐπῆγεν. Ἡ μὲν οὖν πρώτη παρουσία οὐκ εἶχε σκοπὸν τὸ κρίνειν, εἰ μὴ κατὰ συμβεβηκός, τοὺς ἀπιστήσαντας· οὗτοι γὰρ ἤδη κέκρινται· ἡ δέ γε δευτέρα παρουσία, πάντως ἐπὶ τῷ πάντας κρῖναι, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, γενήσε και. Ο πιστεύων εἰς τὸν Υἱόν, οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων, ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενούς Υἱοῦ τοῦ Θεοῦ. Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἦλθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον το σκότος, ἢ τὸ φῶς· ἦν γὰρ πονηρὰ αὐτῶν τὰ ἔργα. Πᾶς γὰρ ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ ὁ δὲ ποιῶν τὴν ἀλήθειαν, ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα.» Τί ἐστιν, «Ο πιστεύων εἰς τὸν Υἱόν, οὐ κρίνεται; ο Αρα γὰρ, ἐὰν ἀκάθαρτον ἔχῃ βίον, οὐ κρίνεται; Μάλιστα μὲν τοὺς τοιούτους οὐδὲ γνη σίως πιστοὺς ὁ Παῦλός φησι. «Θεὸν γὰρ, φησίν. ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται.» Πλήν ἐνταῦθα τοῦτό φησιν, ὅτι κατ' αὐτὸ τοῦτο τὸ πιστεῦσαι, οὐ κρίνεται· τῶν μέντοι πονηρῶν ἔργων χαλε πωτέρας εὐθύνας δώσει· ἀπιστίας δὲ ἕνεκεν οὐ 2000 λάζεται· ἀπαξ γὰρ ἐπίστευσεν. Ὁ δὲ μὴ πιστεύων, ήδη κέκριται.» Πῶς; Πρῶτον μὲν, ὅτι καὶ αὕτη ή ἀπιστία κατάκρισίς ἐστι. Τὸ γὰρ ἐκτὸς εἶναι τοῦ φωτός, αὐτὸ μόνον τιμωρία μεγίστη. Επειτα εἰ μὴ καὶ ἐντεῦθεν ἤδη τῇ γεέννῃ δίδοται, ἀλλ᾽ οὖν τὰς ἀφορμὰς τῆς μελλούσης το κωρίας ἐντεῦθεν συνῆξε καθάπερ καὶ ὁ φονεύς, κ.ν μὴ τῇ ψήφῳ τοῦ κρί νοντος καταδικασθῇ, τῇ οὐ πράγματος καταδεδίκασται φύσει· καὶ ὁ ᾿Αδὲ δὲ, ᾗ ἡμέρᾳ ἔφαγεν ἀπὸ τοῦ ξύλου, ἀπέθανε, καίτοι ἔζη, ἀλλὰ τῇ ἀποφάσει καὶ τῇ τοῦ πράγματος φύσει τεθνηκὼς ἦν. Πᾶς οὖν ἄπιστος, κατάκριτος ἐστιν ἐντεῦθεν ἤδη, ὡς τῇ και Χάσει πάντως παραδοθησόμενος, καὶ οὐδὲ εἰς κρίσιν ἀχθησόμενος, κατὰ τὸν ὁ Οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν χρίσει·, οὐδὲ γὰρ λόγου ἀξιοῦνται οἱ ἀσεβεῖς, ὥσπερ οὐδὲ ὁ διάβολος. 'Εν κρίσει μὲν οὖν οὐκ ἀνα στήσονται, ἐν κατακρίσει δέ. Οὕτω καὶ ἐν τῷ Εὐαγ γελίῳ φησὶν ὁ Κύριος, ὅτι ὁ ἄρχων τοῦ κόσμου τού του, ήδη κέκριται, οὐ μόνον ὡς αὐτὸς ἀπιστήσας, ἀλλὰ καὶ τὸν Ἰούδαν προδότην ποιήσας, καὶ τοῖς ἄλλοις τῆς ἀπωλείας γεγονώς πρόξενος. Εἰ δὲ ὁ Κύ ριος ἐν παραβολαῖς εἰσάγει τοὺς κολασθησομένους λόγου ἀξιουμένους, μὴ θαυμάσῃς πρῶτον μὲν ὅτι οι
col. 1215–1216page 45 of 111
PG 123:1215παραβολαῖς λεγόμενα, ὡς νόμους καὶ κανόνας παρα λαμβάνειν. Ἐν γὰρ τῇ ἡμέρᾳ ἐκείνῃ ἕκαστος τὸ συνειδὸς ἔχων ἀπαραλόγιστον δικαστὴν, οὐ δεῖται ἑτέρου ἐλέγχου, ἀλλ' ἐγκεχαλινωμένος αὐτὸς ὑφ' ἑαυτοῦ ἄπεισιν. Ἔπειτα οὐκ ἀπίστους εἰσάγει ὁ Κύριος ἀξιουμένους λόγου, ἀλλὰ πιστοὺς μὲν, ἀσπλάγχνους δὲ καὶ ἀνελεήμονας. Ἡμεῖς δὲ περὶ ἀσεβῶν καὶ ἀπίστων λέγομεν· ἕτερον δὲ ἀσεβὴς καὶ ἄπιστος, καὶ ἕτερον ἀνελεήμων καὶ ἁμαρτωλός. (α) Δείκνυσιν ἐνταῦθα πάσης ἀπολογίας εστερημένους, τοὺς μὴ πιστεύσαντας. Αὕτη γάρ ἐστιν ἡ κατάκρισις, φησίν, ὅτι ἦλθε πρὸς αὐτοὺς τὸ φῶς, οὐδὲ οὕτως προς έδραμον αὐτῷ. Οὐ γὰρ τοῦτο μόνον ἥμαρτον, ὅτι οὐκ ἐζήτησαν αὐτοὶ τὸ φῶς, ἀλλὰ τὸ χείριστον τοῦτό ἐστιν, ὅτι ἐκεῖνο ἦλθε πρὸς αὐτοὺς, καὶ ὅμως οὐ παρεδέξαντο· διὰ τοῦτο καὶ κατακεκριμένοι εἰσίν. Εἰ μὲν γὰρ μὴ ἦλθε τὸ φῶς, εἶχον ἂν οἱ ἄνθρωποι ἄγνοιαν τοῦ καλοῦ προβαλέσθαι· ἐπεὶ δὲ ἦλθε μὲν ὁ Θεός Λόγος, δέδωκε δὲ τὸν λόγον αὐτοῦ, ὥστε των τίζειν, οὐ παρεδέξαντο δὲ, πάσης ἀπολογίας λοιπὸν εστέρηνται. Ἵνα δὲ μή τις εἴποι, ὅτι Οὐδεὶς ἂν τὸ σκότος προτιμήσεις τοῦ φωτὸς, τίθησι καὶ τὴν α τίαν, ἀφ᾽ ἧς οἱ ἄνθρωποι τῷ σκότει προσῆλθον. ι "ν γὰρ, φησί, πονηρὰ αὐτῶν τὰ ἔργα.· Ἐπειδὴ γὰρ ὁ Χριστιανισμός, οὐ μόνον δόγματα ὀρθὰ, ἀλλὰ καὶ πολιτείαν σεμνὴν ἀπαιτεῖ, αὐτοὶ δὲ ἡβούλοντο τῷ βορβόρῳ τῆς ἁμαρτίας ἐγκυλίεσθαι, διὰ τοῦτο οὐκ ἠθέλησαν οἱ τὰ φανία πράσσοντες, πρὸς τὸ φῶς τοῦ παραβολαί εἰσι τὰ λεγόμενα, καὶ οὐ δεῖ πάντα τὰ ἐν ο Χριστιανισμοῦ ἐλθεῖν, καὶ τοῖς ἐμοῖς νόμοις ὑποβαλεῖν ἑαυτούς. Ο δέ γε ποιῶν τὴν ἀλήθειαν, ὁ πρὸς βίον δηλαδή νεύων σεμνὸν καὶ θεάρεστον, προστρέχει τῷ Χριστιανισμῷ ὡς φωτὶ, ἵνα μᾶλλον ἐν τῷ ἀγαθῷ προκόψῃ, καὶ φανῇ αὐτοῦ τὰ ἔργα κατὰ Θεόν. Ο γὰρ τοιοῦτος, μετὰ τοῦ πιστεύειν ὀρθῶς, καὶ πολιτείαν σεμνὴν κατορθῶν, λάμπει πᾶσιν ἀνθρώποις, καὶ δο ξάζεται Θεὸς ἐν αὐτῷ. Ὥστε τῆς ἀπιστίας αἰτία γέν γονε τοῖς Ελλησιν ἡ ἀκαθαρσία τοῦ βίου. 'Αλλ' ίσως ἐρεῖ τις· Τί οὖν; οὐκ εἰσὶ Χριστιανοὶ φαῦλοι, καὶ Έλληνες ἐπαινετοὶ κατὰ βίον; Τὸ μὲν οὖν εἶναι φαύλους Χριστιανούς, καὶ αὐτός φημι· τὸ δὲ Ελλη νας ἀγαθοὺς εὑρεθῆναι, οὐκ ἂν ποτε φαίην. Από φύσεως μὲν γὰρ ἐπιεικεῖς, καὶ ἀγαθοὶ εὑρεθεῖέν τινες (τοῦτο δὲ οὐκ ἔστιν ἀρετή)· ἀπὸ ἀσκήσεως δὲ καὶ μελέτης τοῦ ἀγαθοῦ, οὐδείς. Εἰ δέ τινες έλεξαν ἀγαθοὶ, ἀλλὰ πρὸς δόξαν πάντα ἐποίουν· ὁ δὲ δύξης ἕνεκα πράσσων, καὶ οὐ δι' αὐτὸ τὸ καλόν, ὅταν και ρὸν εὕρῃ, τῇ πονηρᾷ ἐπιθυμίᾳ χαρήσεται. Εἰ γὰρ παρ' ἡμῖν, καὶ γεέννης ἀπειλὴ, καὶ ἄλλη πᾶσα ἐπι μέλεια, καὶ βίοι αναριθμήτων ἁγίων, μόλις κατα έχουσι τοὺς ἀνθρώπους ἐν ἀρετῇ· σχολῇ γε αἱ παρ' Ελλησι φλυαρίαι, και μιαρίαι, τοὺς παρ' ἐκείνοις ἐν τῷ καλῷ καθέξουσι. Μέγα μὲν οὖν, εἰ καὶ μὴ παγκάκους ἐργάσαιντο. (α) αύτη κόσμου. Μετὰ ταῦτα ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβε μετ' αὐτῶν, καὶ ἐβάπτιζεν. "Ην δὲ καὶ Ἰωάννης βαπτίζων δὲ ἐστὶν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν
col. 1217–1218page 46 of 111
PG 123:1217ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλείμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ, καὶ παρεγένοντο καὶ ἐβαπτίζοντο. Οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ιωάννης, ο Μέχρι μὲν ἡ ἑορτὴ τοῦ Πάσχα συνίστατο, ἐν Ἱεροσολύμοις ἦν ὁ Ἰησοῦς· ἐπεὶ δὲ παρῆλθεν αὕτη, ἐξῆλθεν ἐπὶ τὴν Ἰουδαίαν γῆν, καὶ πλησίον τοῦ Ἰορδάνου δια έτριβεν, ἔνθα πολλοί συνέτρεχον. Οὐκ ἐζήτει δὲ τοὺς πολυοχλοῦντας τόπους διὰ φιλοτιμίαν κενὴν, ἢ ἐπίσ δειξιν, ἀλλὰ πλείοσι τὴν ὠφέλειαν καὶ τὸ ἀγαθὸν κοι νοῦσθαι θέλων· ἐπεὶ καὶ εἰς τὰς ἑορτὰς ἀνέβαινε, δι' αὐτὸ τοῦτο, ὡς πλείονας ὠφελήσων καὶ λόγῳ, καὶ θαυμάτων ἐπιδείξεσιν. Ακούων δὲ ὅτι ἐβάπτιζε, μὴ αὐτὸν ἐκεῖνον νόμιζε βαπτίζειν, ἀλλὰ τοὺς αὐτοῦ μαθητάς· τὸ δὲ τῶν μαθητῶν ἔργον, εἰς τὸν Διδά σκαλον ἀναφέρει ὁ εὐαγγελιστής. Ἐπείτοι γε προϊών αὐτὸς οὗτος ὁ εὐαγγελιστής, φησίν, ότι ο Ιησούς οὐκ ἐβάπτιζεν, ἀλλ᾽ οἱ μαθηταὶ αὐτοῦ. ὁ Ἐρωτᾷς δέ· Τίνος ένεκεν αὐτὸς οὐκ ἐβάπτιζε; Μάνθανε Προλαβὼν εἶπεν ὁ Ἰωάννης, ὅτι ὁ Αὐτὸς ὑμᾶς βα πτίσει ἐν Πνεύματι ἁγίῳ·, Πνεῦμα δὲ ἅγιον οὕτω ἦν δεδωκώς, διότι οὐδὲ καιρὸς ἦν. Εἰ τοίνυν ἐβάπτιζεν, ἢ χωρὶς Πνεύματο; ἐβάπτιζεν ἂν, καὶ τί λοιπὸν διέφερε τοῦ Ιωάννου; ἢ ἐδίδου ἂν Πνεῦμα καὶ πρὸ καιροῦ, ὅπερ ἀνάξιον τοῦ πάντα ἐν καιρῷ ποιοῦντος Θεοῦ. Τίς δὲ ἦν ὁ καιρὸς τῆς τοῦ Πνεύματος δύσεω;; Ο μετὰ τὴν ἀνάληψιν. Εδει γὰρ ἐμφανισθῆναι τὴν ἀνθρωπίνην φύσιν τῷ Πατρὶ ἀναμάρτητον ἐν Χριστῷ Ἰησοῦ· καὶ οὕτω διαλλαγέντος τοῦ Θεοῦ πρὸς ἡμᾶς, τὸ Πνεῦμα ὡς πλοῦτον καὶ φιλοτιμίαν ἐπιπεμφθῆναι. Οἱ τοίνυν μαθηταὶ τοῦ Ἰησοῦ ἐβάπτιζον, ἵνα πλείους ο τῇ σωτηριώδει διδασκαλίς προσάξωσι. Τούτων δὲ βαπτιζόντων, καὶ ὁ Ἰωάννης ἔτι βαπτίζει, καὶ οὐκ ἐπαύσατο, δύο κατορθῶν ἐν ταυτῷ· ἓν μὲν, τὸ τοῖς προστρέχουσιν αὐτῷ περὶ Χριστοῦ λέγειν, καὶ προστ ἄγειν αὐτοὺς αὐτῷ· ἕτερον δὲ, τὸ τοὺς μαθητάς μὴ εἰς ζῆλον, καὶ πλείονα φιλονεικίαν ερεθίσαι. Εἰ γὰρ ἐπαύσατο τοῦ βαπτίζειν, τί οὐκ ἂν ἐποίησαν οἱ μα θη.αὶ αὐτοῦ, φθονώτερον διακείμενοι πρὸς Χριστόν; Εἰ γὰρ μυριάκις βοῶν, καὶ τῶν πρωτείων ἀεὶ τῷ Χριστῷ παραχωρῶν, οὐκ ἔπεισεν αὐτοὺς αὐτῷ προς δραμεῖν· εἰς πόσον ἂν φθόνον οὐκ ἐκίνησεν αὐτοὺς, εἶχε τοῦ βαπτίζειν ἐπαύσατο; Διὸ καὶ ὁ Χριστὸς τότε μάλιστα ἤρξατο κηρύττειν, ὅτε Ιωάννης κατεκλείσθη, διὰ τὸν φθόνον τῶν τοῦ Βαπτιστοῦ μαθητῶν. Οἶμαι δὲ καὶ τὴν τελευτὴν Ἰωάννου διὰ τοῦτο συγχωρηθῆναι ταχίστην γενέσθαι, ὥστε πᾶσαν τὴν τοῦ πλή θους διάθεσιν ἐπὶ τὸν Χριστὸν μετελθεῖν, καὶ μηκέτι ταῖς περὶ ἀμφοτέρων, Ἰωάννου καὶ Χριστοῦ, σχί ζεσθαι γνώμαις. Βαπτίζουσι τοίνυν οἱ τοῦ Χριστοῦ μαθηταὶ βάπτισμα μηδὲν πλέον ἔχον τοῦ βαπτίσματ τος Ιωάννου. "Αμτω γὰρ ἀτελῆ, ὡς τοῦ Πνεύματος ἄμοιρα· αἰτία μέντοι ἀμφοτέροις μία, το προσάγειν Χριστῷ τοὺς βαπτιζομένους. Εγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίων περὶ καθαρισμοῦ. Καὶ ἦλθον προς τὸν Ἰωάννην, καὶ εἶπον αὐτῷ· Ραβδί, δς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σύ μεμαρτύρηκας, ίδε, οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν. Απεκρίθη, καὶ εἶπεν ὁ Ἰωάννης· Οὐ δύναται ἄγο
col. 1219–1220page 47 of 111
PG 123:1219» θρωπος λαμβάνειν οὐδὲν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. • Εγένετο ζήτησις περὶ τοῦ βαπτίσματος πρὸς Ἰουδαῖόν τινα φιλονεικούντων τῶν Ιωάννου μαθητῶν. Ὁ μὲν γὰρ Ἰουδαῖος, τὸ βάπτισμα τῶν Χριστοῦ μαθητῶν προετίθει· οἱ δὲ μαθηταὶ Ἰωάννου, τὸ τοῦ διδασκάλου. Ζητήσαντες δὲ περὶ τοῦ καθαρισμοῦ, ἤτοι τοῦ βαπτίσματος, προσίατι τῷ αὑτῶν διδασκάλῳ, καὶ ἄρχονται παρακνίζειν αὐτὸν, λέγοντες· ο Ραβδί, ὃς ἦν μετὰ σοῦ, ο δς τάξιν εἶχε μαθητοῦ, ἀποσχίσας ο βαπτίζει. - " σύ μεμαρτύο ρηκας, ὁ ἀντὶ τοῦ, Ὃν σὺ ἐβάπτισας, ὃν σὺ λαμπρὸν ἐποίησας, τοιαῦτά (α) σοι τολμη· ἀλλὰ καὶ ἕτερον, τὸ σοὶ μὲν μὴ προσέχειν τινάς, αὐτῷ δὲ πάντας. Πάντες γάρ, φησὶν, ἔρχονται πρὸς αὐτὸν, καταφρονήσαντές σου. Ιωάννης δὲ θέλων αὐτοὺς ἐκφοβῆσαι, καὶ δεῖξαι, ὅτι τῷ Θεῷ πολεμοῦσι, κωλύοντες τὸν Χριστὸν, καὶ τοῦ δοξάζεσθαι αὐτὸν ἀπείργοντες, φησίν· «Οὐ δύναται ἄνθρωπος λαβεῖν ἀφ' ἑαυτοῦ οὐδὲν,» καὶ τὰ ἑξῆς. Εἰ γὰρ μὴ ἄνωθεν, φησί, δεδομένον ἦν, οὐκ ἂν ηύξανεν ὁ παρ' ὑμῶν φθονούμενος. Ὥστε δύο ἁμαρτάνετε ἐν ταυτῷ· ἓν μὲν, τὸ ἐναντιοῦσθαι τῇ τοῦ Θεοῦ βουλῇ· ἕτερον δὲ, τὸ ἀδύνατον ἐπιχειρεῖν. Αμα δὲ καὶ ἠρέμα παραμυθεῖται αὐτούς, ὅτι οὐκ ἄνθρωπός έστιν ὁ νικῶν ὑμᾶς, ἀλλὰ Θεός. ᾿Αλλὰ καὶ ἡμεῖς, φησὶν, ἄνω θεν είχομεν δ' είχομεν, οὐκ οἴκοθεν. Εἰ δὲ λαμπρότερα τὰ τοῦ Χριστοῦ, οὐ χρὴ θαυμάζειν· Θεὸς γὰρ βούλεται. Αὐτοὶ ὑμεῖς μαρτυρεῖτε ἐμοί, ὅτι εἶπον· Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστὸς, ἀλλ' ὅτι ἀπεσταλμένος εἰμὶ ἔμ προσθεν ἐκείνου. Ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίνο ὁ δὲ φίλος τοῦ νυμφίου ὁ ἑστηκώς, καὶ ἀκούων αὐτοῦ, χαρα χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. Αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται. Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.» Αὐτοί, φησὶν, ὑμεῖς γινώσκετε, ὅτι ἐγὼ μεμαρτύρηκα αὐτῷ, ὅτι μείζων ἐμοῦ ἐστιν. Εἰ οὖν ὅλως τῇ ἐμῇ μαρτυρίᾳ προσέχετε, μάθετε, ὅτι ἐκεῖνος ἐμοῦ προτιμητέος, καὶ τοῦτό ἐστιν ἡ ἐμὴ χαρά, τὸ ἐκείνῳ πάντας προσέρχεσθαι. Εἰ μὲν γὰρ μή προσήρχετο τῷ νυμφίῳ νύμφη, τουτέστιν, ὁ λαὸς, τότε ἂν ἤλγησα ἐγὼ ὁ νυμφαγωγός· νῦν δὲ τούτου γενομένου, χαρᾷ χαίρω. Βλέπω γὰρ τὸν νυμφίον Χριστὸν φωνοῦντα τῇ νύμφῃ, τῷ λαῷ, καὶ διδάσκοντα αὐτόν. Οὐχ ἁπλῶς δὲ εἶπε καὶ τὸ, «Εστηκώς.» Δείκνυσι γὰρ ὅτι τὰ αὐτοῦ πέπαυται, καὶ ἔστη, οὐκέτι ἐνεργοῦντα, καὶ ὅτι αὐτὸν λοιπὸν ἐστάνας χρή, καὶ μόνον ἀκούειν τοῦ Χριστοῦ διδάσκοντος, (α) τὰ αὐτά. Επιτ. ΡΑΤΒ. καὶ διαλεγομένου πρὸς τὴν νύμφην. Τὸ γὰρ ἐμὸν, φησὶν, ἔργον ήνυσται, καὶ παρέδωκα αὐτῷ τὸν λαόν. Χρή τοίνυν τὴν ἐμὴν δόξαν ἐλαττοῦσθαι, τὴν δὲ ἐκείνου αὐξάνειν. Πῶς δὲ ἄρα ἐλαττοῦται ἡ δόξα τοῦ Προδρόμου; Η πάντως, ὥσπερ ὁ ἑωσφόρος ὑπὸ τοῦ ἡλίου ἀποκρύπτεται, καὶ δοκεῖ μὲν τοῖς πολλοῖς, ὅτι ἔσβεσται τὸ φῶς, τῇ δὲ ἀληθείᾳ οὐκ ἔσβεσται, ἀλλ᾽ ὑπὸ τοῦ μείζονος κρύπτεται, οὕτω καὶ Πρό δρομος ὁ ἑωσφόρος ὑπὸ τοῦ νοητοῦ ἡλίου κρυπτόμενος, ἐλαττοῦσθαι λέγεται· αὔξει δὲ ὁ Χριστὸς, καθό κατὰ βραχὺ ἐκφαίνει ἑαυτὸν διὰ τῶν θαυμάτων· οὐ κατὰ προκοπὴν τὴν ἐν ἀρετῇ αύξων (μὴ γένοιτό! τοῦτο γὰρ Νεστορίου τὸ παραλήρημα), ἀλλὰ κατὰ
col. 1221–1222page 48 of 111
PG 123:1221τὴν ἔκφανσιν καὶ ἐπίδειξιν τῆς θεότητος. Κατ' ὀλίγον &. γὰρ, ὅτι Θεός ἐστιν, εξέφαινε, καὶ οὐκ ἀθρόως. Πεπλήρωται οὖν, φησίν, ἡ ἐμὴ χαρὰ ἐπὶ τῷ νυμφίῳ. Τὸ γὰρ ἔργον, ὁ ἐπιστεύθην ὡς νυμφαγωγός, ὁρῶ προχωρήσαν. Πάσης τοίνυν ψυχῆς νυμφίος, ὁ Κύριος νυμφὼν δὲ, ἔνθα ή συνάφεια γίνεται, ὁ τόπος τοῦ βαπτίσματος, ἤτοι ἡ Ἐκκλησία. Δίδωσι δὲ ἀρραβῶνα τῇ νύμφη, ἁμαρτιῶν ἄφεσιν. Πνεύματος Αγίου κοινωνίαν· τὰ δὲ τελεώτερα ἐν τῷ μέλλοντι, ὅτε τὰ κρείττω καὶ ὑψηλότερα μυσταγωγήσει τοῖς ἀξίοις. Σημείωσαι δὲ, ὅτι οὐδεὶς ἄλλος ἐστὶ νυμφίος, εἰ μὴ μόνος ὁ Χριστός· πάντες δὲ οἱ διδάσκοντες, νυμφαγωγοί εἰσιν, ὥσπερ οὖν καὶ ὁ Πρόδρομος. Οὐδεὶς γὰρ ἄλλος Σωτήρ ἐστι τῶν ἀγαθῶν, εἰ μὴ ὁ Κύριος· οἱ δὲ ἄλλοιπάντες, μεσίται, καὶ τῶν παρὰ τοῦ Κυρίου δεδομένων ἀγαθῶν διάκονοι. ῾Ο ἄνωθεν ερχόμενος, ἐπάνω πάντων ἐστίν· ὁ ὢν ἐκ τῆς γῆς, ἐκ τῆς γῆς ἐστι, καὶ ἐκ τῆς γῆς λα λεῖ. Ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος, ἐπάνω πάντων ἐστί· καὶ ὁ ἑώρακε, καὶ ἤκουσε, τοῦτο μαρτυρεῖ καὶ τὴν μαρτυρίαν αυτοῦ οὐδεὶς λαμβάνει. Ο λα βὼν αὐτοῦ την μαρτυρίαν, ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθῆς ἐστιν. Ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς, τὰ ῥής ματα τοῦ Θεοῦ λαλεῖ. Οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα,» Συγκρίνει ἑαυτὸν ὁ Πρόδρομος τῷ Χριστῷ, καὶ φησιν, ὅτι Εκείνος μὲν ἄνωθεν ἔρχεται ἐκ τοῦ Πατρὸς, καὶ ἐπάνω πάντων ἐστὶν, ἐξῃρημένος πάντων καὶ τὴν Πατρώαν ὑπεροχὴν ἀποσώζων· ἐγὼ δὲ ἐκ γῆς ὤν, γήινα λαλῶ, εὐτελῆ καὶ ταπεινὰ, ὡς πρὸς σύγκρισιν τῆς τοῦ Χριστοῦ διδασκαλίας. Επεί τοιγε καὶ τὰ αὐτοῦ τοῦ Προδρόμου, θεῖα ἦσαν· ὡς δὲ πρὸς τὰ τοῦ Χριστοῦ συγκρινόμενα, πολὺ τὸ χα μαλὴν ἔχουσιν. Ἐκεῖνος, φησὶν, ὁ ἑώρακε καὶ ἤκουσε, λαλεῖ· τουτέστιν, ἃ παρὰ τοῦ Πατρὸς ἤκουσε, καὶ δ δώρακεν, ήγουν, ἃ ἀκριβῶς οἶδεν, ἐκεῖνα λαλεῖ καὶ μαρτυρεῖ. Ἀλλὰ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς τῶν μὴ τῇ ἀληθείᾳ προσεχόντων λαμβάνει. "Ος δὲ λάβῃ τὴν μαρτυρίαν, ήτοι τὴν διδασκαλίαν αὐτοῦ, ἐσφράγισεν, ἀντὶ τοῦ, ἔδειξεν, ἐβεβαίωσεν, ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. Ὁ γὰρ τῷ παρὰ Θεοῦ ἀπεσταλμένῳ πιστεύων, τῷ θεῷ πιστεύει, καὶ λοιπὸν σφραγίζει, καὶ ἀποδείκνυσιν, ὅτι ὡς ἀληθεῖ ὄντι ἐπίστευσεν ὥσπερ οὖν πάλιν ὁ ἀπιστῶν τῷ παρὰ τοῦ Θεοῦ ἀπεσταλμένῳ, δεικνύει, ὅτι ψεύστης· ἐστὶ, καὶ διὰ τοῦτο οὐκ ἐπίστευσεν αὐτῷ, οἷα δὴ ψευδομένῳ· ὥστε ὁ τῷ Χριστῷ πιστεύων, δείκνυσι τὸν Θεὸν ἀληθῆ, ἐξ αὐτοῦ τούτου πάντως, τοῦ πιστεῦσαι τῷ παρ' αὐτοῦ ἀπεσταλμένῳ. Πρόδηλον γάρ, ὅτι ὡς ἀληθεῖ ὄντι αὐτῷ ἐπίστευσε, καὶ εἰκότως. Οἱ μὲν γὰρ ἄλλοιπάντες, φησί, μέτρῳ τὴν ἐνέργειαν ἔλαβον τοῦ Πνεύματος· αὐτῷ δὲ τῷ Χριστῷ οὐκ ἐκ μέτρου δέ δωκε μίαν τυχὸν ἢ δύο ενεργείας, ἀλλ' αὐτὸς τὸ Πνεῦμα ολόκληρον ἔχει οὐσιωδῶς τοῖς μὲν οὖν προ φήταις ὁ Θεὸς καὶ δίδωσι τὸ Πνεύμα, ήτοι τὴν ἐνέρ γειαν τοῦ Πνεύματος, καὶ ἐν μέτρῳ δίδωσι· Χριστῷ δὲ οὔτε ἐν μέτρω, οὔτε ὅλως δίδωσιν· ἔχει γὰρ αὐτὸ οὐσιωδῶς ὁ Χριστός. Ὅταν δὲ ἀκούσῃς, ὅτι ὁ Χρι στις, ἃ ἤκουσε παρὰ τοῦ Πατρός, ἐκεῖνα λαλεῖ, μὴ νόμιζε αὐτὸν ἐνδεά ὄντα γνώσεως, παρὰ τοῦ Πατρὸς
col. 1223–1224page 49 of 111
PG 123:1223μανθάνειν· ἀλλ᾽ ἐπεὶ πάντα, ὅσα εἶδεν ὁ τις φυσι β (α), χῶς, πάντα ἐκ τοῦ Πατρὸς ἔχει ὡς ὁμοούσιος αὐτῷ, τούτου ένεκεν λέγεται παρὰ τοῦ Πατρὸς ἀκούειν, ὅσα οἶδεν· ὥσπερ εἰ ἴδοις υἱὸν κατά πάντα τῷ πατρὶ ἐοικότα, λέγεις ὅτι Πάντα ἐκ τοῦ πατρὸς ἔχει, ἀντὶ τοῦ. Οὐδενὶ ἄλλῳ ὅμοιος ἀπέβη, ἢ τῷ πατρί. Ακούων δὲ ἀπεστάλθαι, ὡς ἀκτῖνα νόησον απὸ τοῦ ἡλίου του Πατρός, αὐτὸν ἀποσταλῆναι. " οὐχ οὕτω λέγομεν, ὅτι ᾿Απέστειλε τὰς ἀκτῖνας ὁ ἥλιος; καὶ ᾿Αφῆκε τὸ φῶς ὁ ἥλιος, ἀντὶ τοῦ, ἔπεμψε τῇ γῇ, Καὶ οὐδέ που την ἀκτῖνα, ἑτέρας ουσίας λέγομεν εἶναι, ἢ ὑπέραν τοῦ ἡλίου. Οὕτως οὖν καὶ τὸν Υἱὸν ἀπεστάλθαι τῷ κόσμῳ παρὰ τοῦ νοητοῦ ἡλίου, τοῦ Πατρὸς, ὡς ἀπαύγασμα καὶ ἀκτῖνα, καὶ φῶς, καὶ ὡς ἂν βούλοις, καθ' ὅσον ἐγχωρεί, καλεῖν αὐτόν. Οὐκ ἄκαιρον δὲ εἰπεῖν, ἐν ταῦθα τοῦ λόγου γενομένου, πῶς ἔχει ὁ Υἱὸς τὸ Πνεῦμα, καὶ πῶς λέγεται τὸ Πνεῦμα τοῦ Υἱοῦ. Φησὶ γὰρ καὶ ὁ ᾿Απόστολος·. Τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ ἐν ταῖς καρδίαις ὑμῶν ἀπέστειλε, κράζον· 6 Πατήρ, καὶ πάλιν, ο Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.» Οἱ γὰρ Λατίνης, κακῶς ταῦτα ἐκδεχόμενοι καὶ παρανοοῦντες, φασίν, ὅτι τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται. Ἡμεῖς δὲ πρῶτον μὲν τοῦτό φαμεν πρὸς αὐτοὺς, ὅτι ἄλλο ἐστὶ τὸ εἶναι ἔκ τινος, καὶ ἄλλο τὸ εἶναί τινο;· οἶον, τὸ Πνεῦμα εἶναι μὲν τοῦ Υἱοῦ Πνεῦμα, ἀναμφίβολο", καὶ παρὰ τῆς Γραφῆς πάσης βεβαιούμενον· εἶναι ἐξ ἐκ τοῦ Υἱοῦ, οὐδεμία Γραφή μαρτυρεί, ἵνα μὴ δύο τοὺς αἰτίους τοῦ Πνεύματος εἰσάξωμεν, τόν τε Π τέρα καὶ τὸν Υἱόν. Ναί, φασὶν, ἀλλ' ἐνετύσησε τοῖς μαθηταῖς, καὶ εἶπε· Λάβετε Πνεῦμα ἅγιον. Βαβαλ τῆς παροινίας! Εἰ τότε ἔδωκε τοῖς μαθηταῖς τὸ Πνεῦμα, ὅτε ἐνεφύσησε, πῶς λοιπὸν ἔλεγεν αὐτοῖς, ότι ο Λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματ τοῦ ἐφ' ὑμᾶς οὗ μετὰ πολλὰς ταύτας ἡμέρας;» πῶς ἐν τῇ Πεντηκοστῇ πιστεύομεν τὴν κάθοδον για νέσθαι τοῦ Πνεύματος, εἶχε ἐν τῇ ὀψίᾳ τῆς ἀναστασίμου ἡμέρας ἔδωκεν αὐτό; τότε γὰρ δήπου ενεφύο σησεν. ᾿Αλλὰ ταῦτα μέν ἐστι πλατύς γέλως. Φανερόν γὰρ, ὡς τότε αὐτοῖς οὐ τὸ ἅγιον Πνεῦρα δέδωκεν, ἀλλὰ χάρισμα ἐν τῶν τοῦ Πνεύματος, τὸ ἀφιέναι τὰς ἁμαρτίας. Εὐθὺς γὰρ ἐπάγει ο Αν τινων ἀφῆτε τὰς ἁμαρτίας.» Τὸ δὲ Πνεῦμα οὐσιωδῶς ἔχει ὁ Υἱός, ὡς ὁμοούσιος αὐτῷ, οὐχ ὡς ἐνεργούμενος ὑπ' αὐτοῦ· οἱ γὰρ προφῆται ἐνεργοῦνται. Λέγεται δε τὸ Πνεῦμα εἶναι τοῦ Υἱοῦ, καθὸ ἀλήθεια μέν ἐστιν ὁ Υἱὸς, καὶ δύναμις, καὶ σοφία· τὸ δὲ ἅγιον Πνεῦμα, καὶ ἀληθείας, και ἰσχύος, καὶ σοφίας Πνεῦμα παρὰ τοῦ Ἡσαΐου αναγέγραπται. Καὶ ἄλλως δὲ, ἐπεὶ διὰ Υἱοῦ χορηγείται, τοῖς ἀνθρώποις, διὰ τοῦτο τοῦ Υἱοῦ λέγεται. Πίστευε σὺ τὸ Πνεῦμα, ἐκ τοῦ Πατρὸς μὲν προϊέναι, δι' Υἱοῦ δὲ χορηγεῖσθαι τῇ κτίσει, καὶ οὗτος ἔσται σοι κανὼν ὀρθοδοξίας. . Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Ὁ πιστεύων εἰς τὸν Υἱόν, ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ, οὐκ ὄψεται ζωὴν, ἀλλ᾽ ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ᾿ αὐτόν.» Εἰπὼν περὶ τοῦ Χρι στοῦ τὰ ὑψηλὰ, νῦν πάλιν τὰ ταπεινὰ φθέγγεται, εὐπαράδεκτον τὸν λόγον τοῖς ἀκροαταίς ποιῶν. Διὰ τοῦτο, φησίν, ἀγαπᾷ ὁ Πατὴρ τὸν Υἱόν, ὡς περὶ ἀνω το
col. 1225–1226page 50 of 111
PG 123:1225θρωπου τινός θαυμαστοῦ διαλεγόμενος, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ τοῦ Υἱοῦ, κατὰ τὸ ἀνθρώπινον. Εἰ δὲ καὶ κατὰ τὸ θεϊκόν, τί τοῦτο; Δέδωκε ὁ Παν τὴρ τὰ πάντα τῷ Υἱῷ, λόγῳ φύσεως, ἀλλ' οὐ χάρι τος. Ἐπεὶ γὰρ καὶ τὸ εἶναι ἐκ τοῦ Πατρὸς ἔχει, εἰκότως καὶ πάντα ἐκ τοῦ Πατρὸς λέγεται ἔχειν. Εχει τοίνυν τὰ πάντα ὁ Υἱὸς, τά τε ἐν οὐρανῷ, τά τε ἐπὶ γῆς· δεσπόζει γὰρ ἁπάντων, κἂν μὴ βούλωνται. Ὕστερον μέντοι, ὅτε κατὰ τὴν δευτέραν παρο φυτίαν πᾶν γόνυ κάμψει αὐτῷ, τὴν παντελῆ δεσποτείαν πάντων λήψεται· ὅτε οὐκέτι ἡ κακία δύναμιν ἔχει, ἀλλ' ἀνενέργητος μένουσα, δείκνυσι τὴν φύσιν τοῦ ἀγαθοῦ ἐξ ἀρχῆς πᾶσιν ἐνοῦσαν, καὶ τὰ πάντα συνέχουσαν. Ὁ πιστεύων εἰς τὸν Υἱόν, ἔχει τὴν αἰώνιον ζωὴν ἐν αὐτῷ, ο αὐτὸν λέγω τὸν Χριστὸν, ὅ; ζωή ἐστιν ἀληθῶς. «Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα. —: Ὁ δὲ ἀπειθῶν οὐκ ὄψεται τὴν ζωήν.» Ο γὰρ ἀποστὰς ἑκουσίως τῆς ζωῆς, πῶς ἕξει αὐτήν, ἥτις ἐστὶν ὁ Χριστός; Ὡς καὶ Παῦλό; φησιν· ο "Οτανό Χριστός φανερωθῇ ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς, οἱ πρὸς τὴν κακίαν νεκροὶ καὶ ἀκίνητοι γενόμενοι, φανερωθήσεσθε ἐν δόξῃ. — 'Αλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ' αὐτόν.» Οὐκ εἶπεν, ὅτι με νεῖ αὐτὸν, ἀλλ', «ἐπ᾿ αὐτόν, ο δεικνὺς ὅτι οὐδέποτε αὐτοῦ ἀποστήσεται. "Ινα γὰρ μὴ ἀκούσας θά νατον, πρόσκαιρον τοῦτον νοήσῃς, φησίν, ὅτι ο με νεῖ ἐπ' αὐτὸν, ν ἐπὶ τὸν ἀπειθήσαντα, καὶ ἀΐδιος ἔσται ἡ κόλασις. Διὰ τούτων δὲ πάντων τῶν ῥημάτ των ἐνάγει ὁ Βαπτιστής καὶ συνωθεῖ τοὺς ἀκούοντας πάντα; εἰς τὴν τοῦ Χριστοῦ πίστιν. Οὐ γὰρ μάτην ταῦτά φησιν, ἀλλὰ καὶ τοὺς οἰκείους μαθητὰς καὶ τοὺς ἄλλους πάντας παιδεύει, μηκέτι φθονεῖν τῷ Χριστῷ, ἀλλ' ὡς Θεῷ προσέχειν. ΚΕΦΑΛ. Δ'. Περὶ τῆς Σαμαρείτιδος. Περὶ τοῦ υἱοῦ τοῦ βα σιλικοῦ. Ὡς οὖν ἔγνω ὁ Κύριος ὅτι ἤκουσαν οι Φαρι σαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰ; ποιεῖ καὶ βα πτίζει, ἡ Ἰωάννης (καίτοι γε αὐτὸς ὁ Ἰησοῦς οὐκ ἐβάπτιζεν, ἀλλ' οἱ μαθηταὶ αὐτοῦ), ἀφῆκε τὴν Ἰου δαίαν γῆν, καὶ ἀπῆλθε πάλιν εἰς τὴν Γαλιλαίαν. Εδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας.» Ο φιλάνθρωπο:, ἅπαξ δι' ἡμᾶς σαρκωθείς, πάντα πρὸς ἡμετέραν ὠφέλειαν διαπράττεται. Αμέλει καὶ νῦν ἀκούσας, ὅτι οἱ Φαρισαῖοι περὶ τῆς δόξης αὐτοῦ ἤκουσαν, καὶ γνούς, ὅτι εἰς φθόνον κινηθήσονται τὸν κατ' αὐτοῦ, ὑποχωρεῖ εἰς τὴν Γαλιλαίαν· δύο ταῦτα διδάσκων ἡμᾶς· ἓν μὲν, τὸ φείδεσθαι τῶν ἐχθρῶν, καὶ πάντα τρόπον πειρᾶσθαι μὴ διδόναι αὐτοῖς ἀφορμὴν σκανδάλου ή φθόνου· ἕτερον δὲ, τὸ μὴ ἐπιρρίπτειν ἑαυτοὺς τοῖς πειρασμοῖς ἀνοήτως καὶ ἀνονήτως, ἀλλ' ὑποχωρεῖν πρὸς καιρόν, μέχρις ἂν ἡ μανία ῥαΐσῃ. Καίτοι δὲ δυνατὸς ὢν ἐπισχεῖντοὺς αὐτῷ φθονοῦντας, κἂν εἰ κατ' αὐτοῦ ὥρμησαν, ὅμως ὑπεξίσταται, ὥστε μή φαντασίαν δόξαι τὴν οικονομίαν τῆς σαρκός. Εἰ γάρ συχνάκις διά μέσου αὐτῶν ἐξήρχετο, τί οὐκ ἂν εἶπον οἱ Φαντασι δοκῆται, Α.

Chapter IVCaput IV

col. 1227–1228page 51 of 111
PG 123:1227οἱ περὶ Μάνετα, λέγω, καὶ Οὐαλεντίνον, καὶ τὴν κατάρατον Ευτυχή; Αἰνιττόμενος δὲ ὁ εὐαγγελιστής τὸ τοῦ φθόνου συκοφαντικόν, φησίν, ὅτι καίτοι γε δ Ἰησοῦς οὐκ ἐβάπτιζεν, ἀλλ' ὅμως οι φθονοῦντες, βουλόμενοι ὑποκνίζειν τοὺς Φαρισαίους κατὰ Χρι στοῦ, ἐσυκοφάντουν αὐτὸν ὡς βαπτίζονται ο Εδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας.» Π; πάς εργον γὰρ ὁδοῦ ἐποιεῖτο τους Σαμαρείτας. Ορα γὰρ ὅτι οὐκ εἶπεν, Εδει αὐτὸν ἀπέρχεσθαι εἰς Σ μάρειαν, ἀλλὰ, ο διέρχεσθαι διὰ τῆς Σαμαρείας. Εβούλετο γὰρ πρόφασιν πᾶσαν κατηγορίας τοῖς Ἰουδαίοις ἐκκόψαι, ὥστε μὴ ἔχειν αὐτοὺς λέγειν, ὅτι ἀφεὶς αὐτοὺς εἰς τὰ ἔθνη τὰ βδελυκτὰ μετῆλθεν. Οταν γὰρ ἀπήλαυνον αὐτὸν, τότε τοῖς ἐθνικοῖς παρ ἐβαλε· καὶ οὐδὲ τότε προηγουμένως, ἀλλ᾽ ἐκ παρέργου. Ερχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομέ την Συχάρ, πλησίον τοῦ χωρίου, ὃ ἔδωκεν Ἰακώβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ. "Ην δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. ο Αξιον εἰπεῖν, πόθεν οι Σαμαρείται συνέστησαν, καὶ πόθεν τὴν προσηγορίαν ταύτην ἔλαβον. Σομέρ το ὄρος ἐκαλεῖτο ἀπὸ τοῦ κτησαμένου αὐτό, καθὰ καὶ Ησαΐας φησίν· ι Η κεφαλή Σομόρων Εφραίμ. ο Οἱ δὲ ὑπὸ τὸ ὄρος οἰκοῦντες, οὐ Σαμαρείται τὸ πρα τον, ἀλλ᾽ Ἰσραηλῖται ἐλέγοντο. Προσκρούσαντες δὲ τῷ Θεῷ, παρεδόθησαν κατά διαφόρους καιροὺς τοῖς Ασσυρίοις. Τέλος δὲ ὁ Ασσύριος ἐπελθὼν αὐτοῖς, ἀποστασίαν μελετήσασιν, ειλέ τε αὐτοὺς, καὶ οὐκ ἔτι μένειν κατὰ χώραν ἀφίησιν, ὑποπτεύων τὴν Ο αὖθις ἀποστασίαν· ἀλλὰ τούτους μὲν εἰς Βαβυλωνίους καὶ Μήδους μετήγαγεν, ἐκεῖθεν δὲ ἔθνη ἐκ διαφόρων τόπων ἀγαγών, κατῴκισεν ἐν τῇ Σαμαρεία. Τούτων δὲ γενομένων, βουλόμενος ὁ Θεὸς δεῖξαι τοῖς βαρβά μοις, ὅτι μὴ δι' ἀσθένειαν, ἀλλὰ δι' ἁμαρτίαν ἐξέδωκε τοὺς Ἰουδαίους αὐτοῖς, ἐπαρίησι λέοντας τοῖς μετα οικισθεῖσιν ἐν Σαμαρεία βαρβάροις, οἵτινες τούτους έλυμαίνοντο ἀπαξάπαντας. Απαγγελθέντος δὲ τού του τῷ βασιλεῖ, μεταστέλλεται τινας τῶν ἐν αἰχμαλωσίᾳ γερόντων Ιουδαίων, καὶ ἐρωτᾷ, τί ποιητέον εἴη, ὡς ἂν μηκέτι οἱ λέοντες λυμαίνωντα: τοὺς ἐν τῇ Σαμαρείᾳ βαρβάρους. Οἱ δὲ ὑφηγοῦνται αὐτῷ, ὅτι ὁ Θεὸς τοῦ Ἰσραὴλ ἐφορᾷ τὸν τόπον ἐκεῖνον, καὶ οὐκ ἀνέχεται κατοικεῖν ἐκεῖ τοὺς μὴ τὰ αὐτοῦ εἰδότας νόμιμα. Εἴ τι οὖν αὐτῷ μέλει τῶν ἐκεῖ βαρβάρων, στεῖλαι ἱερεῖς Ἰουδαίους, οἵ τὰ τοῦ Θεοῦ νόμιμα τοῖς βαρβάροις παραδώσουσιν, καὶ οὕτως ἐξιλεωθήσεσθαι τὸν Θεόν. Πείθεται τούτοις ὁ βασιλεὺς, καὶ πέμπει ἱερέα τινὰ παραδώσοντα τοῖς ἐν Σαμαρείᾳ βαρβάροις τὸν τοῦ Θεοῦ νόμον. Οἱ δὲ πάντα μὲν τὰ θεῖα βιβλία οὐκ ἐδέξαντο, μόνα δὲ τὰ πέντε τοῦ Μωσέως, τὴν Γένεσιν, τὴν Εξοδον, τὸ Λευϊτικὸν, τους ἀριθμοὺς καὶ τὸ Δευτερονόμιον. 'Αλλ' οὐδὲ τελείως τῆς δυστεβείας ἀπέστησαν· χρόνοις δὲ ὕστερον τῶν μὲν εἰδώλων ἀπέστησαν, ἐσέβοντο δὲ τὸν Θεόν. Οἱ τοίνυν Ἰουδαῖοι ἐκ τῆς αἰχμαλωσίας ἐπανελθόντες ζηλοτύ πω; ἀεὶ πρὸς αὐτοὺς εἶχον, ἅτε Ασσυρίους ὄντας τὸ γένος, καὶ ἀπὸ τοῦ ὄρους Σαμαρείτας αὐτοῦ; υ.
col. 1229–1230page 52 of 111
PG 123:1229ἐκάλουν. Ἐκεῖνοι δὲ τοῦ ᾽Αβραὰμ καὶ Ἰακὼβ έαυ- Ά τοὺς ἀπογόνους ὠνόμαζον. Ο τε γὰρ Ἀβραὰμ Χαλδαῖος ἦν, ὅ τε Ἰακώβ διὰ τὴν ἐκεῖσε πηγὴν οἰκεῖος αὐτοῖς ἐλογίζετο. Οἱ γοῦν Ἰουδαῖοι μετὰ πάντων τῶν ἐθνικῶν καὶ αὐτοὺς ἐβδελύσσοντο ὅθεν καὶ τῷ Κυρίῳ προσονειδίζοντες ἔλεγον· ο Σα μαρείτης εξ.» Καὶ αὐτὸς δὲ τοῖς μαθηταῖς ἔλεγε Εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε.» Τίνος δὲ ἕνεκεν ὁ εὐαγγελιστὴς περὶ τοῦ χωρίου τοῦ Ἰακὼβ καὶ τῆς πηγῆς ἀκριβολογεῖται; Πρῶτον μὲν, ἵνα ὅταν ἀκούσῃς τῆς γυναικὸς λεγούσης, ὅτι ο Ιακώβ ὁ πατὴρ ἡμῶν ἔδωκεν ἡμῖν τὴν πηγὴν ταύτην, ο μὴ ξενισθῇς. Ο γὰρ τόπος ἐκεῖνος ἦν τὰ Σύκιμα, Ενθα οἱ υἱοὶ Ἰακὼβ Συμεὼν καὶ Λευὶ τὸν χαλεπὸν ἐκεῖνον εἰργάσαντο φόνον, διὰ τὸ τὴν ἀδελφὴν αὐτῶν Δείναν βιασθῆναι ὑπὸ τοῦ Συκιμιτῶν ἄρχοντος. Επειτα δὲ καὶ τοῦτο μανθάνομεν ἀπὸ τοῦ τὴν εὐαγ γελιστὴν καταλέγειν ἡμῖν τὰ περὶ τοῦ χωρίου καὶ τῆς πηγῆς, ὅτι ἡ τῶν Ἰουδαίων ἀποβολή πάλαι ἐγένετο διὰ τὰς ἁμαρτίας αὐτῶν· καὶ προσκρουσάν των αὐτῶν τῷ Θεῷ, οἱ ἐθνικοὶ κατέσχον τοὺς τόπους καὶ ὰ οἱ πατριάρχαι διὰ τὴν εἰς Χριστὸν πίστιν ἐκτήσαντο, ταῦτα αὐτοὶ διὰ τὴν δυσσέβειαν ἀπώλεσαν. Ὥστε οὐδὲν καινὸν, οὐδὲ νῦν εἰ οἱ ἐθνικοὶ ἀντὶ τῶν Ἰουδαίων εἰσήχθησαν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Τὸ δὲ χωρίον ὁ ἔδωκεν Ἰακὼβ τῷ Ἰωσήφ, τοὺς Συκιμίτας ἀπολέσαντες, τὴν πόλιν ἐξερήμωσαν, τῷ Ἰωσὴφ ὁ πατήρ. Σύκιμα ἔλεγετο. Ἐπεὶ γὰρ οἱ παῖδες τοῦ Ἰακώβ ταύτην δὴ τὴν ἐξερημωθεῖσαν δέδωκεν εἰς κλῆρον Ο οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας, ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ. Ὥρα ἦν ὡσεὶ ἔκτη. Ερχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Δός μοι πιεῖν. Οἱ γὰρ μας θηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τρο τὰς ἀγοράσωσιν. ο Κεκοπιακέναι τὸν Κύριον ἐκ τῆς ὁδοιπορίας φάσκων ὁ εὐαγγελιστής, δείκνυσιν ἡμῖν ἅμα μὲν τὸ ἄτυφον αὐτοῦ καὶ ἀπέριττον (οὐδὲ γὰρ ὑποζυγίοις ἐχρᾶτο πρὸς τὴν ὁδοιπορίαν, ἀλλὰ πεζός ώδευε, παιδεύων καὶ ἡμᾶς τὸ μὴ πολλῶν δεῖσθαι), ἅμα δὲ καὶ τὸ συντόνως αὐτὴν ἐδεύειν καὶ μὴ ῥᾳθύμως. Ἐξ οὗ μανθάνομεν καὶ ἡμεῖς τὸ μετὰ συντονίας καὶ ἐπιμελείας πράττειν τὸ ἔργον τοῦ Θεοῦ. Τὸ δὲ, «Εκαθέζετο οὕτω, ο σημαίνοι ἂν τὸ ἁπλῶς καὶ ὡς ἔτυχε, καὶ ὅτι οὐκ ἐπὶ θρόνου, αλλ' οὕτως, ἀφελῶς δηλονότι, ἐπὶ ἐδάφους ἀναπαύων τὸ τῶμα, καὶ παρὰ τῇ πηγῇ ἀναψύχων αὐτό. Εἶτα καὶ ἑτέραν αἰτίαν εἰσάγει τοῦ καθῆσθαι αὐτὸν παρὰ τῇ πηγῇ, τὸ εἶναι σταθεράν μεσημβρίαν. ι Ωρα γὰρ, φησὶν, ἦν ὡσεὶ ἔκτη.» Ωστε καὶ διὰ τὸ τῆς ἄρας θαλπεινὸν ἐδεῖτο ἀναπαύσεώς τε καὶ ἀναψύξεω;. Καὶ ἄλλως δέ· ἵνα μή τις αιτιάσηται τὸν Κύριον, πως τοῖς μαθηταῖς αὐτοῦ ἐγκελευόμενος εἰς ὁδὸν ἐθνῶν μὴ ἀπελθεῖν, αὐτὸς εἰς Σαμαρείτας ἔρχεται, διὰ τοῦτό φησιν, ὅτι ἡ ἐπὶ τοῦ τόπου καθέδρα διὰ τὸν κόπον γέγονε, καὶ ὅτι ἡ πρὸς τὴν γυναῖκα διάλεξις εύλογον εἶχεν ἀφορμὴν, τὸ δίψος. Ἐπεὶ γὰρ ἐδίψα ἀκολούθως κατὰ τὸ ἀνθρώπινον, ἐδεῖτο καὶ ποτού. Ζητοῦντι δὲ ὁμιλεῖ τὸ γύναιον ὁμιλίαν ψυχῆς φιλο
col. 1231–1232page 53 of 111
PG 123:1231μαθους. Τί οὖν λοιπὸν ξέει ποιῆσαι; ἀπώσεσθαι η τὴν γυναῖκα οὕτω φιλομαθώς διακειμένην, καὶ δια ψῶσαν ἀκοῦσαι τῶν ἐφ' οις ἡπάρει; Απαγε! οὐ Θεοῦ φιλανθρωπίας τοῦτο. Ορα δέ μοι καὶ ἀπὸ τούτου τὸ ἄτυφον τοῦ Κυρίου. Μόνος γὰρ καταλιμπάνεται ἐπὶ τῆς ὁδοῦ, τῶν μαθητῶν ἀπελθόντων εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσι. Τοσοῦτον γὰρ ἐν δευτέρῳ τὰ τῆς γαστρὸς ἐτίθεντο, ὥστε ἐν ᾧ και μ πάντες σχεδὸν καὶ ὑπνώττουσι μετὰ τὸ ἀριστησαν οὗτοι τροφὰς ἡγόραζον, ἄρτους δηλαδή μόνους, ἵνα καὶ ἡμεῖς μάθωμεν τῆς ποικιλίας τῶν ἐδεσμάτων Ολιγωρεῖν. "Ορα δέ μοι καὶ τὴν ἀκρίβειαν τοῦ εὐαγγελιστοῦ. Οὐδὲ γὰρ εἶπεν ἀποφαντικῶς; Ὅλα ἦν ἔκτη, ἀλλὰ διὰ τὸ μὴ ἀποπεσεῖν τῆς ἀληθείας, «ὡσεὶ Έκτη, ο ἔφη, τὸ ἀσφαλὲς τῷ λόγῳ προμηθούμενος. Λέγει οὖν αὐτῷ ἡ γυνή, ἡ Σαμαρείτις· Πῶς σ Ἰουδαῖος ών, παρ' ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικός Σαμαρείτιδος; Οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμα ρείταις. Απεκρίθη Ἰησοῦς, καὶ εἶπεν αὐτῇ· Κι ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σα Δός μοι πιεῖν, σὺ ἂν ᾖτησα; αὐτὸν, καὶ ἔδωκεν ἂν σοι ὕδωρ ζῶν. Λέγει αὐτῷ ἡ γυνή Κύριε, τε άντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ, πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; › Ἀπὸ τοῦ σχήματος καὶ τῆς στολῆς ἴσως, καὶ τῆς ἄλλης περὶ τὸ σῶμα διαθέσεως, καὶ αὐτῆς τῆς ὁμιλίας, ἐνόμισεν ἡ Σαμαρείτις Ἰουδαῖον εἶναι τὸν Κύριον· διὸ καὶ πρὸς αὐτὸν λέγει· «Πῶς σὺ Ἰουδαῖος ὤν,» καὶ τὰ ἑξῆς. Όλα δὲ πῶς διεσκεμμένον ἦν τὸ γύναιον. Εἰ γὰρ Έδει φυλάξασθαι, τὸν Κύριον ἔδει, οὐκ ἐκείνην. Οὐ γὰρ εἶπεν, ὅτι Ἰουδαίοις οὐ συγχρῶνται Σαμαρείται, ἀλλ', Ἰουδαῖοι Σαμαρείται οὐ προσίενται. Αλλ' όμως ἡ γυνὴ οὐδὲ οὕτως σιγᾷ, ἀλλ' οἰηθεῖσα τὸν Κύριον πράγμα παράνομον ποιεῖν, διορθοῦται τὸ μὴ κατὰ νόμον γινόμενον. Ὁ δὲ Χριστὸς οὐ πρότερον ἔκκι λύπτει ἑαυτὸν, πρὶν ἡ ἀρετὴ τῆς γυναικὸς δειχθείτ Ἐπεὶ γὰρ ἐδείχθη τοῦ γυναίου ἡ ἀρετὴ, καὶ ἔτι οὕτως διεσκεμμένη καὶ ἀκριβής ἐστι, τότε ἄρχεται λοιπὸν αὐτῇ ὁμιλεῖν τὰ ὑψηλότερα. ο Εἰ δεις γάρ, φησί, τὴν δωρεὰν τοῦ Θεοῦ, ν τουτέστιν, εἰ ἐγίνωσκες, τί δωρεῖται Θεός, καὶ ὅτι αἰώνια καὶ ἄφθαρτα, ᾔδεις δὲ καὶ ἐμὲ, ὅτι Θεὸς ὢν δύναμαι ταῦτά σει δοῦναι, σὺ ἂν ἐζήτησας καὶ ἔλαβες ὕδωρ ζῶν. Τὴν χάριν δὲ τοῦ ἁγίου Πνεύματος, ὕδωρ φησίν εἶναι, διότι τε καθαίρει και πολλὴν παραψυχὴν χορηγεί τοῖς ὑποδεχομένοις· ὕδωρ δὲ οὐχ ἱστάμενον, οἷα τὰ ἐν λάκκοις καὶ φρέασι σηπεδονώδη καὶ διεφθαρότα, ἀλλὰ ζῶν, τουτέστιν ἀναβλύζον, ἀναπηδύων, κινούμενον. Η γὰρ χάρις του Πνεύματος ἀεικίνητον πρὸς τὸ ἀγαθὸν τὴν ψυχὴν ἐργάζεται, ἀναβάσεις ἀεὶ δια τιθεμένην. Τοιοῦτον ὕδωρ ἔπιε Παῦλος ζῶν καὶ ἀει κίνητον, τῶν μὲν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς ἐὲ ἔμπροσθεν ἐπεκτεινόμενο:. ο Λέγει αὐτῷ ἡ γυνή Κύριε, ο ρᾶς πῶς εὐθὺς τῆς ταπεινῆς ἐννοιες ἀποστῶτα, πολλὴν τὴν τιμὴν αὐτῷ ἀπονέμει, Κα ριον ονομάζουσα; Οὐ μέντοι εἰς τὸ βάθος τῶν τῶ Χριστοῦ ῥημάτων ἔφθασεν, ἀλλ᾽ ἄλλως μὲν ἐκεῖνος λέγει, ἄλλως δὲ ἐκείνη νοεῖ τὰ περὶ τοῦ ὕδατος.
col. 1233–1234page 54 of 111
PG 123:1233Μή σὺ μείζων εἴ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ Επιε, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ τὰ θρέμματα αὐτοῦ; Απεκρίθη Ἰησοῦς, καὶ εἶπεν αὐτῇ· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν· ὅς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰώνα· ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος αλλομένου εἰς ζωὴν αἰώνιον. Λέγει πρὸς αὐτὸν ἡ γυνή Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ, μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν. ο Πατέρα ἑαυτῆς ποιεῖται τὸν Ἰακώβ, εἰς τὴν Ἰουδαϊκὴν εὐγένειαν αὐτὴν συνωθοῦσα. "Ορα δέ μοι τὴν σύνεσιν τῆς γυναικός, πῶς εὐθὺς ἀπὸ τῆς τῶν ὑδάτων διαφοράς συλλογίζεται καὶ τὴν διαφοράν τῶν διδόντων. Εἰ γὰρ, φησί, τοιοῦτον ὕδωρ δώσεις, πάντως μείζων εἶ τοῦ τὸ παρὸν ὕδωρ δεδωκότος ἡμῖν Ἰακώβ. Τὸ δὲ, ο Καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν, κ ἔπαινός ἐστι τῆς τοῦ ὕδατος ἡδύτητος. Τοσούτον γάρ, φησίν, ἠρέσκετο τῇ πηγῇ ὁ πατριάρχης, ὥστε καὶ αὐτὸς πιεῖν, καὶ οἱ υἱοὶ αὐτοῦ. Τὸ δὲ καὶ τὰ θρέμματα αὐτοῦ πιεῖν, ἐνδεικτικόν ἐστι τῆς ἀφθονίας τοῦ ὕδατος. Οὐ μόνον γάρ, φησιν, ἡδὺ ἐστι τὸ ὕδωρ, καὶ οὕτως ἡδὺ, ὡς καὶ τὸν Ἰακὼβ πιεῖν ἐξ αὐτοῦ· ἀλλὰ καὶ δαψιλές, καὶ οὕτως, ὥστε καὶ πρὸς τὸ πλῆθος τῶν θρεμμάτων τοῦ πατριάρχου ἀρκέται. Εἰπούσης δὲ τῆς γυναικὸς τὰ, ο Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν;» ὁ Κύριος φανερῶς μὲν οὐ λέγει, ὅτι Ναὶ μείζων εἰμὶ, ἵνα μὴ δόξῃ κομπάζειν, μήπω δοὺς ἀπέδειξαν τῆς οἰκείας, δυνάμεως· δι᾿ ὧν δὲ λέγει, τοῦτο κατασκευάζει· ι Ο πίνων μὲν γὰρ ἐκ τοῦ ὕδα τος τούτου διψήσει· ὁ δὲ ἐκ τοῦ ἐμοῦ πίνων οὐ μὴ διψήσει.» Ωστε εἰ θαυμάζεις τὸν Ἰακὼν τὸν δόντα τὸ ὕδωρ τοῦτο, πολλῷ μᾶλλον ἐμὲ χρὴ θαυμάσαι, τὸ πολὺ βέλτιον ὕδωρ παρέχοντα. "Ο γὰρ ἐγὼ δί δωμι, πηγὴ γίνεται ὕδατος ἀεὶ καὶ ἀεὶ πληθυνομένου. Οὐ γὰρ ὅσον λάβωσιν οἱ ἅγιοι ἐκ Θεοῦ, τοσοῦτον καὶ ἄχρι τέλους τηροῦσιν· ἀλλὰ σπέρματα μὲν καὶ ἀρχὰς τοῦ ἀγαθοῦ δέχονται διὰ τῆς χάριτος, προσ δαπανῶσι δὲ καὶ αὐτοὶ καὶ αὔξουσιν· ὁ καὶ διὰ τῆς τῶν ταλάντων παραβολῆς σημαίνει ὁ Κύριος, καὶ διὰ τοῦ πανδοχέως. Καὶ γὰρ ὁ τὰ δύο τάλαντα λαβών, ἐκέρδησεν ἄλλα δύο διὰ τῆς ἐπεργασίας· καὶ τῷ πανδοχεῖ δὲ, τῷ τὸν τραυματισθέντα ὑπὸ λῃστῶν ποδεξαμένῳ, ύπισχνείται ὁ Κύριος, ὅτι Ο άν προσδαπανήσῃς οἴκοθεν, ἐγώ δώσω σοι. Τοῦτο οὖν κἀνταῦθα αινίττεται· Δίδωμι μὲν ἐγὼ ὕδωρ τῷ διψῶντι, ἐκεῖνο δὲ, ὅπερ δίδωμι, οἱ μένει τοσοῦτον, ἀλλὰ πλημμυρεῖ, καὶ πηγὴ γίνεται. Δέδωκε δὲ τῷ Παύλῳ ὕδωρ βραχὺ ὁ Κύριος, τὰς τοῦ ᾿Ανανίου κατ ηχήσεις, ἀλλὰ πηγὴν ὁ Παῦλος τὸ βραχὺ ἐκεῖνο τῆς διδασκαλίας ὕδωρ τοῦ ᾿Ανανίου ἀπέδειξεν, ὥστε ἀπὸ Ιερουσαλήμ μέχρι τοῦ Ἰλλυρικοῦ φθᾶσαι τὰ τῆς πηγῆς ἐκείνης ὁρμήματα. Η γυνὴ δὲ πῶς ποτε ἄρχ περὶ ταῦτα διάκειται; Ταπεινῶς μὲν ἔτι (νομίζει γὰρ περὶ ὕδατος αἰσθητοῦ τοὺς λόγους είναι), πλὴν ἀλλ' ἐμφαίνει και τινα προκοπήν. Τὸ μὲν γὰρ πρότερον † ήρει, λέγουσα·. Πόθεν ἔχεις δέως ζῶν: ν νῦν δὲ και Δ,
col. 1235–1236page 55 of 111
PG 123:1235ἀνενδοιάστως δεξαμένη τὸν λόγον, φησί ο Δός μοι τοῦτο τὸ ὕδωρ, ο Εοικεν οὖν αὕτη συνετωτέρα εἶναι τοῦ Νικοδήμου. Ἐκεῖνος μὲν γὰρ, μυρίων ἀκούσας τοιούτων, ἔλεγε· Πῶς ταῦτα γενέσθαι δύναται ο αὕτη δὲ ἄρχεται καταφρονεῖν ἤδη καὶ τῆς πηγῆς τοῦ Ἰακώβ. Εἰ γὰρ, φησί, τοιοῦτον ὕδωρ ἔχεις, δός μοι, καὶ οὐκ ἔτι ἐλεύσομαι ὧδε, ὥστε ἀντλεῖν. Ορις πως προέκρινε τὸν Κύριον τοῦ Ἰακώβ. "Οτι ή σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. Λέγει αὐτῇ ὁ Ἰησοῦς Ὕπαγε, φώνησον τὸν ἄνδρα σου, καὶ ἐλθὲ ἐνθάδε. Ἀπεκρίθη δὲ ἡ γυνή, καὶ εἶπεν αὐτῷ· Οὐκ ἔχω ἄνδρα. Λέγει αὐτῇ ὁ Ἰη σοῦς· Καλῶς εἶπας, ὅτι Ανδρα οὐκ ἔχω. Πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν δν ἔχεις, οὐκ ἔστι σου ἀνήρ· τοῦτο ἀληθῶς εἴρηκας. Λέγει αὐτῷ ἡ γυνή Κύριε, θεωρῶ, ὅτι προφήτης εί σύ. Οι πατέρες ἡμῶν ἐν τούτῳ τῷ ὄρει προσεκύνησαν, καὶ ὑμεῖς λέγετε, ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος, ὅπου δεῖ προς κυνεῖν. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Γύναι, πίστευσόν μοι, ὅτι ἔρχεται ώρα, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ Πατρί. Υμείς προς κυνεῖτε 8 οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν δ οίδα μεν (α). — Υπαγε, φώνησέν σου τὸν ἄνδρα. 5 Επει γὰρ ἑώρα αὐτὴν ἐπικειμένην, ὥστε λαβεῖν, καὶ ἀναγκάζουσαν αὐτὸν δοῦναι, φησί· ο Φώνησόν στο τὸν ἄνδρα· ν ὡσανεὶ ἐνδεικνύμενος, ὅτι κἀκεῖνον δεῖ κοινωνόν σοι γενέσθαι τῆς δωρεάς ταύτης της ἐμῆς. Ἐκείνη δὲ ἅμα μὲν λαβεῖν, ἅμα δὲ καὶ λαβείν σπεύδουσα, φησίν· «Οὐκ ἔχω ἄνδρα.» Ο δὲ Κύριος, διὰ προφητείας λοιπὸν ἀποκαλύπτων τὴν οἰκείαν δύναμιν, τούς τε προτέρους ἀριθμεῖ, καὶ τὴν νῦν ἐγκρυπτόμενον ἤλεγξεν. 'Αρα οὖν ἐδυσχέρανεν ἐκείνη ταῦτα ἀκούσασα; ἢ ἀφεῖσα τοῦτον ἔφυγεν; Ούκουν, ἀλλὰ θαυμάσασα μᾶλλον καὶ προσκαρτερήσασα πλέον λέγει • «Κύριε, θεωρώ, ότι προφήτης εἶ σύ· ο καὶ περὶ δογμάτων ἐνθέων αὐτὸν ἐρωτᾷ, οὐ περὶ βιωτικῶν, οἷον, σώματος ὑγείας, ἢ χρημάτων· οὕτω φι λόσοφον είχεν καὶ εὐρυὰ πρὸς ἀρετὴν τὴν ψυχήν. ᾿Αλλὰ τί; «Οι πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προς εκύνησαν. ο Ταῦτα δὲ λέγει διὰ τοὺς περὶ τὸν ᾿Αβραάμ· καὶ γὰρ ἐν ἐκείνῳ φασὶν ὑπ' αὐτοῦ ἀνη νέχθαι τὸν Ἰσαὰκ εἰς θυσίαν. Καὶ πῶς, φησὶν, σὑμεῖ; λέγετε, ὅτι ἐν Ἱεροσολύμοις δεῖ προσκυνεῖν; ι Εἶδες πῶς ὑψηλοτέρα γέγονεν; Ἡ γὰρ πρὸ μικροῦ μεριμνώσα ὑπὲρ τοῦ μὴ σκύλλεσθαι διὰ τοῦ διψήν, περὶ δογμάτων ἐρωτᾷ. Διὸ καὶ ὁ Χριστὸς ἰδὼν τὴν αὐτῆς σύνεσιν, τοῦτο μὲν τὸ ἀπόρημα αὐτῆς οὐ λύει (οὐ γὰρ ἦν περισπούδαστον), ἄλλο δὲ μείζον δόγμα ἀποκαλύπτει, ὅπερ οὐδὲ Νικοδήμῳ, οὐδὲ Ναθαναὴλ ἀπεκάλυψεν. Ερχεται γαρ, φησίν, ώρα, ὅτι οὔτε ἐν Ἱεροσολύμοις, οὔτε ἐνταῦθα προσκυνηθήσεται ὁ Θεός. Σὺ μὲν γὰρ, φησί, σπουδάζεις δεῖξαι τὰ τῶν Σαμι ρειτῶν ἐντιμότερα τῶν παρὰ τοῖς Ἰουδαίοις· ἐγὼ δὲ λέγω σοι, ὅτι οὔτε ταῦτα, οὔτε ἐκεῖνα ἔχουσι τὸ πρεσβεῖον, ἀλλ᾽ ἑτέρα τις έσται κατάστασις, ἀμφοτέρων ἀμείνων. Πλὴν καὶ οὕτω τοὺς Ἰουδαίους σεμνοτέρους τῶν Σαμαρειτῶν ὑμῶν ἀποφαίνω. Ὑμεῖς γάρ, φησί,
col. 1237–1238page 56 of 111
PG 123:1237προσκυνεῖτε οὐκ οἴδατε· ἡμεῖς δὲ οἱ Ἰουδαῖοι, δ οίδαμεν. Εαυτὸν δὲ μετὰ τῶν Ἰουδαίων ἀριθμεί, δ ότι πρὸς τὴν ὑπόνοιαν τῆς γυναικὸς φθέγγεται· ὡς προφήτην γὰρ Ἰουδαῖον αὐτὸν ὑπενόει ἐκείνη, καὶ διὰ τοῦτό φησι· «Ἡμεῖς προσκυνοῦμεν.» Πῶς δὲ οὐκ ᾔδεισαν οι Σαμαρείται 8 προσεκύνουν; Τόπῳ περικλείεσθαι ἐνόμιζον τὸν Θεόν. Διὸ καὶ πέμψανε τες, ὅτε ὑπὸ τῶν λεόντων κατεβιβρώσκοντο, ὡς ἄνω εἴρηται, ἀπήγγειλαν τῷ βασιλεῖ τῶν Ασσυρίων, ὅτι ὁ τοῦ τόπου Θεὸς αὐτοὺς οὐ παραδέχεται. Ενθεν τοι καὶ ἔμειναν ἄχρι πολλοῦ καὶ εἴδωλα θεραπεύοντες, καὶ οὐκ αὐτὸν δὲ τὸν Θεόν. Ἰουδαῖοι δὲ ταύτης ἦσαν ἀπηλλαγμένοι τῆς ὑπονοίας, καὶ Θεὸν τῶν ἁπάντων αὐτὸν ᾔδεισαν, εἰ καὶ μὴ πάντες. • Ότι ή σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστί.» Διπλήν ἔννοιαν τοῦτο δίδωσιν ἡμῖν. Η γὰρ ὅτι τῇ οἰκουμένῃ τὰ ἀγαθὰ ἐκ τῶν Ἰουδαίων γέγονε (τὸ γὰρ εἰδέναι Θεὸν, καὶ κατα γινώσκειν εἰδώλων, ἐκεῖθεν τὴν ἀρχὴν ἔσχε, καὶ τὰ ἄλλα πάντα δόγματα, καὶ αὐτὸ δὲ τοῦτο τὸ τῆς προσ κυνήσεως παρ' ἡμῖν (α) τοῖς Σαμαρείταις, εἰ καὶ μὴ ὀρθῶς, ἀπὸ γοῦν τῶν Ἰουδαίων τὴν ἀρχὴν ἔσχεν) ἢ σωτηρίαν τὴν οἰκείαν παρουσίαν ὀνομάζει, ἥτις ἐκ τῶν Ἰουδαίων γέγονεν. Ἔστι δὲ καὶ αὐτὸν τὸν Κύ ριον σωτηρίαν νοῆσαι, ὅς ἐγένετο ἐκ τῶν Ἰουδαίων τὸ κατὰ σάρκα. Αλλ' ἔρχεται ώρα, καὶ νῦν ἔστιν, ὅτε οἱ ἀλη Οινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ Πατήρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. Πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀλη θείς δεν προσκυνεῖν.» Εἰ καὶ πλέον ὑμῶν τῶν Σαμαρειτῶν ἔχομεν ἡμεῖς οἱ Ἰουδαῖοι τῷ τρόπῳ τῆς προσκυνήσεως, ἀλλὰ καὶ τὰ τῶν Ἰουδαίων τέλος ἕξει λειπόν. Οὐ γὰρ τὰ τῶν τόπων ἀμειφθήσεται μόνον, ἀλλὰ καὶ τὰ τοῦ τρόπου τῆς λατρείας· καὶ ταῦτα ἐπὶ θύραις ἐφέστηκε, καὶ νῦν ἔστιν· οὐ γὰρ, ὡς τὰ παρὰ τῶν προφητῶν εἰρημένα, παράτασιν χρονικὴν λήψονται. ᾿Αληθινοὺς δὲ προσκυνητάς φησι τοὺς κατὰ τὸν αὐτοῦ νόμον πολιτευομένους, οἳ οὐ τύπων περικλείουσι τὸν Θεὸν, ὡς οἱ Σαμαρείται, ἢ λατρεία θεραπεύουσιν αὐτὸν σωματικῇ, ὡς Ἰουδαῖο:, ἀλλ' ἐν πνεύματι καὶ ἀληθείᾳ, τουτέστι διὰ τῆς ψυχῆς, διὰ τῆς τοῦ νοὸς καθαρότητας. Επεὶ γὰρ ὁ Θεός πνεῦμά ἐστι, τουτέστιν ἀσώματος, δεῖ αὐτὸν προσκυνεῖν ἀσωμάτως, ὅ ἔστι κατὰ ψυχήν. Τοῦτο γὰρ διὰ τοῦ, ἐν πνεύματι, ο δηλοῖ· καὶ γὰρ καὶ πνεῦμα, καὶ ἀσώματον ἡ ψυχή. Ἐπεὶ δὲ πολλοὶ δοκοῦσι μὲν αὐτὸν προσκυνεῖν κατὰ ψυχὴν, οὐκ ὀρο Οὴν δὲ δόξαν περὶ αὐτοῦ ἔχουσιν, ὡς οἱ αἱρετικοί, διὰ τοῦτο προσέθηκε τὸ· ἐν ἀληθείᾳ. ο Δεῖ γὰρ καὶ κατὰ νοῦν προσκυνεῖν τῷ Θεῷ, ἀλλὰ καὶ ἀληθῆ δόξαν περὶ αὐτοῦ ἔχειν. Τάχα δέ τις ἐρεῖ, ὅτι τὰ δύο τῆς καθ' ἡμᾶς φιλοσοφίας ἐνταῦθα μέρη αινίττεται, πρᾶξιν λέγω καὶ θεωρίαν, διὰ τῶν δύο τούτων· διὰ μὲν τοῦ, «ἐν πνεύματι, ο τὸ πρακτικόν. «Όσοι γὰρ πνεύματι θεοῦ ἄγονται, τὰς πράξεις του σώματος θανατοῦσι,» κατὰ τὸν θεῖον ᾿Απόστολον· καὶ πάλιν Η σάρξ, ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος· τὸ δὲ (α) Ημίν εν ὑμῖν. Ει
col. 1239–1240page 57 of 111
PG 123:1239καὶ «Ευπνεῦμα, κατὰ τῆς σαρκός, ὥστε την πρακτικὴν αινίττεται διὰ τοῦ, ἐν πνεύματι· διὰ δὲ τοῦ ἐν ἀληθείᾳ, ο τὸ θεωρητικόν. Ταῦτα δὲ καὶ Παῦλός φησιν, ὅταν λέγῃ, ἐν ἀζύμοις εἰλικρινείας, ο ἤτοι καθαρότητος βίου, ὃ ἔστι τοῦ πρακτικοῦ, ἀληθείας, ο δ ἔστι τοῦ θεωρητικοῦ· τὸ γὰρ θεωρητικόν περὶ τὴν ἀλήθειαν καταγίνεται τοῦ δογματικού λόγου. Καὶ ἄλλως· Ἐπεὶ τῶν Σαμαρειτών ἴδιον ἦν τὸ περικλείειν τόπῳ τὸν Θεὸν, καὶ λέγειν ὅτι ἐν τούτῳ τῷ τόπῳ δεῖ προσκυνεῖν, τοῖς δὲ Ἰουδαίοις τυπικῶς πάντα ἐτελεῖτο καὶ σκιωδῶς· τὸ μὲν, ο ἐν πνεύματι, ο πρὸς ἀντιδιαστολήν τῶν Σαμαρειτών φησιν, ὥστε εἶναι τὸ λεγόμενον τοιοῦτον· Ὑμεῖς μὲν, οἱ Σαμαρείται, τοπικήν τινα λατρείαν προςάγετε τῷ Θεῷ· οἱ δὲ ἀληθινοὶ προσκυνηταὶ οὐ τοπικὴν προσάξουσιν· ἐν πνεύματι γὰρ λατρεύσουσιν, ήτοι τῷ νῷ καὶ τῇ ψυχῇ. 'Αλλ' οὐδὲ κατὰ τοὺς Ἰουδαίους ἐν τύπῳ καὶ σκια προσκυνήσουσιν, ἀλλ' ἐν ἀληθείς, οἷα τῶν Ἰουδαϊκῶν ἐθῶν τε καὶ παρατηρημάτων μελλόντων καταλυθῆναι. Τάχα δὲ ἐπεὶ ὁ Ἰουδαϊκός νόμος, κατὰ τὸ γράμμα νοούμενος, τύπος καὶ σκιὰ ἦν, πρὸς ἀντιδιαστολὴν μὲν τοῦ γράμματος κεῖται τὸ, ι ἐν πνεύματι, οὐκ ἔτι γὰρ ὁ τοῦ γράμματος ἐν ἡμῖν πολιτεύεται νόμος, ἀλλ' ὁ τοῦ πνεύματος Τὸ μὲν γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ·») πρὸς ἀντιδιαστολὴν δὲ τοῦ τύπου καὶ τῆς σκιᾶς, τὸ, ι ἐν ἀληθείᾳ.» Έρχετα: οὖν, φησίν, ὥρα, μᾶλλον δὲ καὶ νῦν ἔστιν, ὁ τῆς ἐμῆς δηλαδή σωματικῆς παρουσίας καιρός, ὅτε οἱ ἀληθινοί προσ κυνηταὶ οὔτε κατὰ Σαμαρείτας, ἐν τόπῳ ἑνὶ προς κυνήσουσιν, ἀλλ' ἐν παντὶ τύπῳ κατὰ πνεῦμα, καὶ ἀσωμάτω; τὴν προσκύνησιν προσάγοντες (ὥσπερ καὶ Παυλός φησιν· ι " λατρεύω ἐν τῷ πνεύματί μου»)· οὔτε κατὰ τοὺς Ἰουδαίους, τυπικήν, καὶ σκιώδη, καὶ τῶν μελλόντων εμφαντικήν λατρείαν προσάξουσιν, ἀλλ' ἀληθῆ καὶ μηδὲν σκιῶδες ἔχουσαν. Τοιούτους γὰρ ζητεῖ τοὺς προσκυνητὰς ὁ Θεός ἐπειδὴ πνεῦμά ἐστι, πνευματικούς, καὶ ἐπειδὴ ἀλήθειά ἐστιν, ἀληθινούς. Η Η Λέγει αὐτῷ ἡ γυνή· Οἶδα ὅτι Μεσσίας έρχε ται, ὁ λεγόμενος Χριστός. "Οταν ἔλθῃ ἐκεῖνος, ἀναγ γελεῖ ἡμῖν πάντα. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι ὁ λαλῶν σοι. Καὶ ἐπὶ τούτῳ ἦλθον οἱ μαθηταὶ αὐτ τοῦ, καὶ ἐθαύμασαν, ὅτι μετά γυναικὸς ἐλάλει. Οὐδεὶς μέντοι εἶπε· Τί ζητεῖς, ἢ τί λαλεῖς μετ' αὐτῆς;» Πόθεν ἡ γυνὴ ἐπίστατο, ὅτι Μεσσίας Ερχε ται ὁ λεγόμενος Χριστός; Ἐκ τῶν Μωσαϊκῶν Γρα φῶν. Καὶ γὰρ ἔφημεν εἰπόντες, ὅτι τὴν πεντάτευχον Μωσέως οι Σαμαρεῖται ἐδέξαντο. Ἐπεὶ οὖν τὰ Μωσαϊκά ἐδέξαντο, ἐκ τούτων ήδεισαν τὰς περὶ Χριστοῦ προφητείας, καὶ ἔτι Υἱός ἐστι τοῦ Θεοῦ. Τό τε γάρ, ο Ποιήσωμεν ἄνθρωπον, ο ὡς πρὸς τὸν Υἱὸν εἰρῆσθαι παρὰ τοῦ Πατρὸς ἐμφαίνει· καὶ τῷ ᾿Αβραὰμ δὲ ἐν τῇ σκηνῇ ὁ Υἱὸς ἦν ὁ διαλεγόμενος καὶ ὁ Ἰακὼβ περὶ αὐτοῦ προφητεύων ἔλεγε τό, Οὐκ ἐκλείψει ἄρχων, ἐξ Ἰούδα, ἕως ἂν ἔλθῃ, ᾧ ἀπόκειται·, καὶ αὐτὸς δὲ Μωϋσής, ο Προφήτην ἀναστήσει Κύριος ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ αὑτοῦ ἀκούσεσθε· ι καὶ πολλὰ ἕτερα τὴν τοῦ Χρι στοῦ παρουσίαν ἀνακηρύττουσι. Διὰ τοῦτο οὖν φησιν
col. 1241–1242page 58 of 111
PG 123:1241ἡ γυνή Οἶδα ὅτι ἔρχεται Μεσσίας. Ὁ δὲ Κύριος λη:πὸν ἐκκαλύπτει αὐτῇ ἑαυτὸν, οὕτω τῆς ἀκολου Οίας τοῦ λόγου ἀπαιτησάση:. Εἰ δὲ εὐθὺς ἐξ ἀρχῆς εἶπεν, ὅτι Ἐγώ εἰμι ὁ Χριστὸς, οὔτε τὴν γυναῖκα ἔπεισεν ἂν, καὶ ἔδοξε φορτικός τις εἶναι καὶ ἀλαζών νῦν δὲ κατὰ μικρὸν αὐτὴν προβιβάσας ἐπὶ τὸ ἀναμνησθῆναι τῆς περὶ Χριστοῦ προσδοκίας, οὕτως ἤδη ἑαυτὸν ἐκκαλύπτει. Τίνος δὲ ἕνεκεν τοῖς μὲν Ἰουδαίος συνεχῶς ἐρωτῶσιν, ο Εἰπὲ ἡμῖν εἰ σὺ εἶ ὁ Χριστὸς, ν οὐκ ἀπεκάλυψεν ἑαυτὸν, τῇ δὲ γυναικὶ λέγει; Εκείνοις μὲν οὐδὲν λέγει, διότι οὐκ ἐπὶ τῷ μαθεῖν πρώτων, ἀλλ' ἐπὶ τῷ μᾶλλον συκοφαντῆσαι ταύτῃ δὲ, διὰ τὸ εὐγνώμονα εἶναι, φανερῶς ἑαυτὸν ἀποκαλύπτει. Καὶ γὰρ ἐξ ἁπλῆς γνώμης και δια νοίας, καὶ ποθοῦσα μαθεῖν τὸ ἀληθὲς, ἠρώτα, καὶ δῆλον ἐκ τῶν μετὰ ταῦτα. Καὶ γὰρ ἀκούσασα, οὐ μόνον αὐτὴ ἐπίστευσεν, ἀλλὰ καὶ ἄλλους εἰς πίστιν, ἐσαγήνευσεν, καὶ πανταχοῦ ἡ γυνὴ φαίνεται καὶ ἀκριβωμένη καὶ πιστή. Απαρτισθείσης δὲ λοιπὸν τῆς πρὸς τὴν γυναῖκα ὁμιλίας καὶ διδασκαλίας, εὐκαίρως ἀπήντησαν οἱ μαθηταὶ, καὶ ἐθαύμαζον τὸ άτυφον αὐτοῦ, ὅτι οὕτως ἂν ἔνδοξος καὶ περιβόητος παρὰ πᾶσιν, ἡνείχετο μετά τοσαύτης συγκαταβάσεως γυναικὶ διαλέγεσθαι πενιχρᾷ καὶ Σαμαρείτιδι. Θαυμάζοντες δὲ, ὅμως οὐ θαῤῥοῦσιν ἐρωτῆσαι, περὶ είνος αὐτῇ διαλέγεται· οὕτως ἦσαν πεπαιδευμένοι, καὶ τὴν μαθηταῖς πρέπουσαν εὐλάβειαν ετήρουν πρὸς τὸν διδάσκαλον. Εἰ δέ που καὶ φαίνοιντο παρρησιαζόμενοι, ὥσπερ Ιωάννης ἡνίκα πίπτει ἐπὶ τὸ στῆθος, καὶ ὅταν προσιόντες λέγωσιν· «Τίς μεί ζων;» καὶ ὅταν οἱ τοῦ Ζεβεδαίου παρακαλῶσιν, ἵνα εἷς ἐξ εὐωνύμων, καὶ εἷς ἐκ δεξιῶν καθίσωσιν ἀλλ' ἐκεῖνα ὡς εἰς αὐτοὺς ἀνήκοντα, καὶ τέως ἀναγε καῖς αὐτοῖς φαινόμενα, εξετάζουσιν. Ἐνταῦθα δὲ, ἐπεὶ μὴ τοσοῦτον αὐτοῖς διέφερε τὸ ζητεῖν, ὁ μὴ ἀναγκαῖον ἦν ὅλως, διὰ τοῦτο οὐ χρώνται τῇ παρ βησίᾳ ὡς μὴ ἐχούσῃ καιρόν. Αφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλ θεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις· Δεῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα μήτι οὗτός ἐστιν ὁ Χριστός; Ἐξῆλθον οὖν ἐκ τῆς πόλεως, καὶ ἤρχοντο πρὸς αὐτόν.» Τοσοῦτον ἀνήφθη τὴν καρδίαν ἡ γυνὴ ὑπὸ τῶν εἰρημένων, ὥστε καὶ τὴν ὑδρίαν ἀφεῖναι· οὕτως ἄρα ταχέως προετίμησε τὸ ὕδωρ τοῦ Χριστοῦ τῆς τοῦ Ἰακὼς πηγῆς· καὶ δὴ ἀπόστολος γίνεται, ὑπὸ τῆς τὴν καρδίαν αὐτῆς περιλαβούσης πίστεως χειροτονηθεῖσα, καὶ πόλιν ὁλόκληρον διδάσκει, καὶ ἐφέλκεται. «Δεῦτε, φησίν, ίξετε ἄνθρωπον, δ: εἶπέ μοι πάντα ὅσα ἐποίησα. Οντως ἐπειδὰν ἐπυρώθη ἡ ψυχή πυρὶ θείῳ, πρὸς οὐδὲν τῶν ἐν γῇ ἐρᾷ, οὐ πρὸς αἰσχύνην, οὐ πρὸς ἀτιμίαν. Ἰδοὺ οὖν καὶ αὕτη οὐκ αἰσχύνεται καὶ τὰ οἰκεῖα ἐκπομπεύουσα, ἀλλά φησιν· «Ος εἶπέ μοι πάντα ὅσα ἐποίησα.» Καίτοι γε ἡδύνατο καὶ ἑτέ ἕως εἰπεῖν· Δεῦτε, ἴδετε προφήτην προφητεύονται ἀλλ' οὐχ οὕτως, ἀλλὰ καταφρονεῖ τῆς οἰκείας δόξης καὶ πρὸς τὸ κηρύξαι τὴν ἀλήθειαν ἀποβλέπει μέ
col. 1243–1244page 59 of 111
PG 123:1243Οὐ λέγει δὲ, ὅτι Οὗτός ἐστιν ὁ Χριστὸς, ἀπη (α). ο φαντικῶς, ἀλλὰ, ο Μήτι οὗτός ἐστιν ὁ Χριστό;; ο βουλομένη λοιπὸν αὐτοὺς ἐκείνους συμψήφους λατ βεῖν, καὶ εὐπαραδεκτότερον ποιοῦσα τὸν λόγον. Εἰ γὰρ ἀπεφήνατο, ὅτι Οὗτός ἐστιν ὁ Χριστὸς, τυχέν ἂν καὶ ἀπεδυσπέτησαν τινες, τὴν ψῆφον αὐτῆς ὡς διαβεβλημένης μὴ παραδεχόμενοι. Ενόησαν δέ τινες τοὺς πέντε ἄνδρας τῆς Σαμαρείτιδος εἶναι τὰ πέντε βιβλία, ἃ ἡ Σαμαρείτις μόνη παρεδέχετο. ι Ον δὲ νῦν ἔχεις, ο φησί, τουτέστιν, ὁ λόγος ὁ ἐμὸς, εν νῦν ἐξ ἐμοῦ δέχῃ, «οὐκ ἔστι σου ἀνήρ· ο οὕτω γὰρ συνεζεύχθης, φησί, τῇ ἐμῇ τοῦ Ἰησοῦ διδασκαλία. Εἴποι δ' ἄν τις καὶ εἰς τύπον τῆς ἀνθρωπίνης φύσ σεως λογίζεσθαι τὴν Σαμαρείτιν. Ἡ γὰρ φύσις ἡμῶν πάλαι μὲν ἐν ὄρει κατῴκει, τῷ νοῖ τῷ πλήρει τῆς θείας χάριτος. Πρὶν ἡ γὰρ ἁμάρτῃ ὁ 'Αδάμ, πάσι θείοις ἐκεκόσμητο χαρίσμασι. Καὶ γὰρ καὶ προφή της ἦν. Εγερθεὶς γὰρ ἀπὸ τοῦ ὕπνου, περί τε τῆς διαπλάσεως τῆς γυναικὸς, καὶ περὶ τῆς πρὸς αὐτὴν σχέσεως τοῦ ἀνδρὸς ἀπεφήνατο. Έφησε γάρο Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου· ο καὶ ἔτι Αντί τούτου καταλείψει ἄνθρωπος τον πατέρα αὐτοῦ καὶ τὴν μητέρα. ο 'Ην μὲν οὖν ἡ φύσις ἡμῶν ἐν τῷ ὄρει τούτῳ, τῷ ὑψηλῷ νοῖ, ἀλλὰ προσκρούσασα τῷ Θεῷ, αἰχμάλωτος ἀπήχθη, καὶ τὸ μὲν σπέρμα τὸ ἅγιον, πᾶσαν ἔννοιαν λέγω θειοτέραν, ὁ αἰχμαλωτίσας ἡμᾶς διάβολος ἀπήγαγεν εἰς Βαβυ λῶνα, τὴν σύγχυσίν φημι τοῦδε τοῦ κόσμου· ἀντ ενώκισε δὲ καὶ τοὺς βαρβαρικούς λογισμούς, οὓς ε λέοντες, οἱ βασιλεύοντες ἐν ἡμῖν ἀγαθοὶ λογισμοί, κατήσθιον, ἄχρις ἂν ἔπεισαν αὐτοὺς παραδέξασθαι τὰ τοῦ Θεοῦ λόγια. Ἀλλ᾿ οὐδὲ ταῦτα ὁλοκλήρως· ἡ γὰρ κακία ἅπαξ ἐν τῷ ὄρει ἡμῶν, τῷ οἱ λέγω, κατοικήσασα, ἐδέξατο μὲν τὰ Μωσέως, οὐχ ὁλι κλήρως δὲ τοῦ καλοῦ ἐγένετο, ἀλλὰ καὶ ἔτι ὑπὸ κατάραν ἦν. Ο τοίνυν Ἰησοῦς ὁδοιπορήσας, τους ἐστι, πολλὰς ὁδοὺς οἰκονομιῶν καὶ τρόπους προς ἡμετέραν σωτηρίαν μετελθών, καὶ ποτὲ μὲν ἀπε λαῖς, ποτὲ δὲ κακῶν, πληγαῖς, ποτὲ δὲ εὐεργεσία:;, ἄλλοτε δὲ ἀγαθῶν ὑποσχέσεσι μεθοδεύων τὴν ἡμε τέραν ζωήν, ἀπέκαμε μὲν, τοιούτοις τρόποις ἐπι χειρῶν ἡμᾶς διορθώσασθαι, εὗρε δὲ καὶ ἄλλην ο! κονομίαν, ἐν ᾗ καὶ ἐκάθισε, καὶ ἐπανεπαύσατο ἀρεσθεὶς ταύτῃ. Ποίαν; Τὴν πηγὴν τοῦ βαπτίσματ τος, ἐν ᾗ τὴν φύσιν ἡμῶν ὥσπερ τινά Σαμαρείτιν εὐηργέτησεν. Η δὲ πηγή αὕτη τοῦ βαπτίσματος πηγὴ Ἰακὼβ εἰκότως ἂν λεχθείη, τουτέστι πτερνιο στοῦ. Ἐν αὐτῇ γὰρ τῇ πηγῇ πτερνίζει τις τὸν διά βολον· ἐπεὶ καὶ ὁ Κύριος ἐν ταύτῃ συνέθλασε την κεφαλὴν τοῦ δράκοντος, ἂν καὶ ἔδωκε βρῶμα λαοίς τοῖς Αιθίοψι. Τῷ γὰρ δράκοντι τούτῳ οὐκ ἄλλοι τις νὰς ἀνευφραίνονται καὶ τρέφονται, εἰ μὴ οἱ ἐξοφων μένοι καὶ μέλανες τὴν ψυχὴν, καὶ τοῦ θείου φωτός ἀμέτοχοι. Ταύτῃ δὲ τῇ φύσει ἡμῶν πέντε ἄνδρες συνεζύγησαν· οἱ διάφοροι νόμοι, οἱ παρὰ τοῦ Θεοῦ (α) μένα.
col. 1245–1246page 60 of 111
PG 123:1245διθέντες αὐτῇ, ὁ ἐν τῷ παραδείσῳ, ὁ ἐπὶ τοῦ Νῶς, ὁ ἐπὶ τοῦ ᾿Αβραάμ, ὁ ἐπὶ τοῦ Μωσέως, ὁ διὰ τῶν προφητῶν. Ὁ Νῶε γὰρ μετὰ τὸν κατακλυσμὸν δια ταγήν τινα ἐδέξατο, καὶ ὁ Ἀβραὰμ τὴν τῆς περιτομῆς. Τούτοις οὖν τοῖς πέντε νόμοις συζυγεῖσα ἡ φύσις, καὶ ἔκτον προσέλαβεν ὕστερον δν οὐκ εἶχεν ἄνδρα, οὐδὲ συνεζύγη οὐδέπω, τὸν τῆς Καινῆς Δια θήκης. Νοήσεις δ᾽ ἄν τις ἔκτον νόμον, ὃν ἄνδρα οὐκ εἶχεν ἡ φύσις, τὸν τῆς εἰδωλολατρείας. Τοῦτον γὰρ δὴ τὸν νόμον οὐκ εἶχεν ἐκ Θεοῦ δοθέντα αὐτῇ σύζυ γον, ἀλλ' ὡς μοιχαλὶς ἐμίγνυτο τούτῳ. Διὰ καὶ ὁ προφήτης φησί· «Καὶ ἐμοιχῶντο ἐν τῷ ξύλῳ· καὶ πάλιν • Εξεπόρνευσαν ὀπίσω παντός ξύλου, ο διὰ τὰ γλυπτά δηλαδὴ καὶ τὰ δένδρα & ετίμων. Εἰς τοσο οὗτον γὰρ ἀνοησίας εξετραχηλίσθη ἡ φύσις, ὥστε καὶ δένδροις ὡραίοις διὰ τὸ κάλλος θύειν, κυπαρίσσοις καὶ πλατάνοις, καὶ τοῖς τοιούτοις. "Οτε τοίνυν τὸν ἔκτον τοῦτον μοιχὸν ὁ ἄνθρωπος έστερξε, καὶ εἰς εἰδωλολατρείας ἐξωλίσθησε, τότε ὁ Κύριος ἐλθὼν ἀπαλλάττει ἡμᾶς ταύτης· διὸ καί φησιν·. Ον νῦν ἔχεις. • Καὶ γὰρ ὄντως κατὰ τοὺς τῆς τοῦ Χριστοῦ παρουσίας χρόνους εἰς Ἑλληνισμὸν καὶ Ἰουδαίων οἱ σοφώτεροι ἐξετράπησαν· καὶ δηλοῖ ἡ τῶν Φαρισαίων αἵρεσις, εἱμαρμένῃ καὶ ἀστρολογίᾳ πιστεύουσα. Εστι δὲ Σαμαρείτις καὶ πᾶσα ψυχὴ ἡ ταῖς πέντε αἰσθήσεσιν ἀλόγως υποζυγεῖσα, εἶτα καὶ τὴν περὶ τὰ δό ήματα σφαλερώτατα, οἷόν τινα ἔκτον μοιχὸν προσλα δομένη, ἣν ὁ Ἰησοῦς εὐεργετεί, εἴτε διὰ τοῦ βα πτίσματος, εἴτε διὰ τῆς πηγῆς τῶν δακρύων. Καὶ τὰ δάκρυα γὰρ φρέαρ τοῦ Ἰακὼβ ἂν λεχθεῖεν, τοῦ ἡμε τέρου νοῦ, τοῦ πτερνίζοντας τὴν κακίαν. Ἐξ οὗ ὕδατος αὐτός τε ὁ νοῦς πίνει, καὶ οἱ υἱοὶ αὐτοῦ οἱ τῆς ψυχῆς, θυμὸς καὶ ἐπιθυμία· τὰ γὰρ δάκρυα τῷ χήν γίνονται. λογισμοί, καὶ τὰ θρέμματα αὐτοῦ, τὰ ἄλογα μέρη νῷ καὶ τοῖς λογισμοῖς καὶ τοῖς λοιποῖς εἰς ἀναψυ Ἐν δὲ τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ αὐτ τοῦ, λέγοντες· Ραββε, φάγε. Καὶ εἶπεν αὐτοῖς Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε. Ελεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους. Μήτις ἤνεγκεν αὐτῷ φαγεῖν; Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐμὲν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.» Ηρώτων οἱ μαθηταὶ τὸν Κύριον, ἀντὶ τοῦ, παρεκάλουν, ὥστε φαγεῖν, οὐκ ἐκ προπετοῦς γνώμης, ἀλλ' ἐκ πολλῆς φιλοστοργίας τῆς πρὸς τὸν διδάσκαλον· καὶ γὰρ ἔβλεπον αὐτὸν κεκμηκότα ὑπὸ τῆς ὁδοιπορίας καὶ τῆς ἐπικειμένης φλογός. Ὁ δὲ Κύριος, γινώσκων ὅτι ἡ Σαμαρείτις μέλλει ἐπισπάσασθαι πᾶσαν σχεδὸν τὴν πόλιν πρὸς αὐτὸν, καὶ ὅτι πιστεύσωσιν αὐτῷ οἱ Σαμαρείται, Εγώ, φησί, βρῶσιν ἔχω φαγεῖν, ν τουτέστι τὴν σωτηρίαν τῶν ἀνθρώπων· οὕτω γὰρ ταύτης ἐπιθυμῶ, ὡς οὐδεὶς ὑμῶν τῆς αἰσθητῆς βρώσεως. Ταύτην δὲ τὴν βρῶσιν, ἣν ἔχω φαγεῖν, ὑμεῖς οἱ μαθηταί μου οὐκ οἴδατε. Παχεῖς γὰρ ὄντες ἔτι, καὶ μὴ δυνάμενοι νῆσαὶ τὰ αἰνιγματωδῶς ὑπ' ἐμοῦ λεγόμενα, οὐχ οἷ. δατε ὅτι βρῶσιν ὀνομάζω τὴν τῶν ἀνθρώπων σωτη μίαν. Καὶ ἄλλως δέ· Οὐκ οἴδατε ταύτην την βρώσ σιν· οὐ γὰρ γινώσκετε, ὅτι πιστεύσουσί μοι οἱ igησε
col. 1247–1248page 61 of 111
PG 123:1247Ἔτι διαπορεύσι, Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν; Οὐ τολμῶσι γάρ, διὰ τὸ τὴν συνήθη αὐτοῖς εὐλά βειαν, πεῦσιν προσαγαγεῖν αὐτῷ. Ἐκεῖνος μέντοι, καίτοι ἐκείνων μὴ ἐρωτησάντων, ἀποκαλύπτει τὸ αἰνιγματωδῶς ἐηθέν, καί φησιν • • Ἐμὲν βρωμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με (βέ λημα γὰρ Θεοῦ ἡ τῶν ἀνθρώπων σωτηρία), καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.» Οἱ μὲν γὰρ προφῆται καὶ ὁ νόμος οὐκ ἠδυνήθησαν τελειῶσαι τὸ τοῦ Θεοῦ ἔργον· ἀτελεῖς γὰρ ἦσαν, τύπου; καὶ σκιὰς τῶν μελ. λόντων ἀγαθῶν ἐμφαίνοντες. Ὁ δὲ Κύριος ἐτελείωσε τὸ τοῦ Θεοῦ ἔργον, τὴν ἡμετέραν λέγω σωτηρίαν καὶ ἀνακαίνισιν. Τάχα δέ μοι νόει Θεοῦ ἔργον τον ἄνθρωπον, ὃν ἐτελείωσε μόνος ὁ Υἱός τοῦ Θεοῦ, ἐν Σαμαρείται, καὶ σωθήσονται. Τί ουν οἱ μαθηταί ἑαυτῷ ἀναμάρτητον ἀποδείξας τὴν φύσιν ἡμῶν καὶ ἐν παντὶ ἔργῳ ἀγαθῷ, διὰ τῆς ἐν σαρκὶ θείας πολι τείας τετελειωμένην καὶ ἀπηρτισμένην ἀποφήνας, καὶ ἄχρι τέλους νικήσας τὸν κόσμον. Καὶ ὁ νόμος δὲ Θεοῦ ἔργον ἐστί, καθὸ δακτύλῳ Θεοῦ ἐγράφη, ἐν νό μον ἐτελείωσεν ὁ Κύριος. Τέλος γὰρ νόμου Χριστός, ὡς πάντα τὰ ἐν τῷ νόμῳ τελούμενα καταπαύσας, καὶ ἀπὸ τῆς σωματικής λατρείας ἐπὶ τὴν πνευματικὴν ταῦτα μεταγαγών. Αίνιγματωδῶς δὲ φθέγγεται πολλάκις ὁ Κύριος προσεκτικωτέρους ποιῶν τοὺς ἀκροατάς, καὶ διεγείρων αὐτοὺς εἰς τὸ ἐρωτήσαι καὶ μαθεῖν τὸ συγκεκαλυμμένως λεγόμενον. Βρώπιν δὲ ὀνομάζων τὴν τῶν ἀνθρώπων σωτηρίαν, διδάσκει τοὺς μαθητάς, ἵνα καὶ αὐτοὶ, ὅτε δη χειροτονηθείεν διδάσκαλοι τῆς οἰκουμένης, περὶ ἐλάττονος ποιεῖντο την σωματικὴν βρῶσιν, ὅλην τὴν ἐπιθυμίαν πρὸς τὸ σώζειν ἀνθρώπους μετενεγκόντες. Σημείωσαι δὲ, ὅτι καὶ τὰ παρά τινων προσφερόμενα βρώματα ἐδέχετα ὁ Κύριος. Φασὶ γὰρ οἱ μαθηταί· «Μή τις ήνεγε αὐτῷ φαγεῖν;» Τοῦτο δὲ ἐποίει, οὐχ ὡς χρήζων τῆς παρ' ἑτέρων διακονίας, (πῶς γὰρ ὁ διδοὺς τροφήν πάσῃ σαρκί;) ἀλλ᾽ ἵνα οἱ προσφέροντες μισθον ἔχωσι, καὶ συνεθισθῶσι καὶ ἄλλους τρέφειν, καὶ ἅμα τύπον διδοὺς πᾶσιν ἀνθρώποις τοῦ μὴ ἐπαισχύνεσαι τὴν πτωχείαν, μηδὲ βαρύ νομίζειν τὸ παρ' ἄλλω τρέφεσθαι. Ἴδιον δὲ τοῖς διδάσκουσι καὶ ἀναγκαιότατον τοῦτό ἐστι, τὸ ἄλλους ἔχειν τῆς τροφῆς φροντιστὰς, ἵν᾽ αὐτοὶ ἀπερίσπαστοι ὄντες, διακονῶσι τὴν τοῦ λόγου διακονίαν. Διὸ καὶ τοῖς μαθηταῖς του ο ἐπέταξε, τὸ παρὰ τῶν μαθητευομένων τρέφεσθαι. 55-37. •: • Οὐχ ὑμεῖς λέγετε, ὅτι Τετράμηνόν ἐστι, καὶ δ θερισμός ἔρχεται; Ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ θεάσασθε τὰς χώρας, ὅτι λευ καί εἰσι πρὸς θερισμόν ἤδη. Καὶ ὁ θερίζων, μισθέν λαμβάνει, καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον· ἶνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. Ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ἀληθινός, ὅτι ἄλλος ἐστὶν ὁ σπείρων, καὶ ἄλλος ὁ θερίζων. Ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε. 'Αλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε Αρχεται νῦν σαφέστερον ανακαλύπτειν τοῖς μαθη ταῖ; τὰ αἰνιγματωδῶς προβληθέντα. Ὑμεῖς μὲν γὰρ φησί, λέγετε, ἀντὶ τοῦ, νομίζετε, ὅτι ὁ θερισμό; ἐν τῇ τετραμήνῳ ταύτῃ ἔρχεται, ὁ αἰσθητές δηλαδή
col. 1249–1250page 62 of 111
PG 123:1249ἐγὼ δὲ λέγω ὑμῖν, οτι πάρεστιν ὁ νοητός θερισμός. 563 52 Ταῦτα δὲ ἔλεγε διὰ τοὺς Σαμαρείται ήδη προσερχομένους αὐτῷ. Ἐπάρατε οὖν τοὺς ὀφθαλμοὺς ὑμῶν, εἴτε τοὺς νοητούς, εἴτε τοὺς αἰσθητους, καὶ θεάσασθε τὸ πλῆθος τῶν προσερχομένων Σαμαρειτῶν, καὶ τὰς εἰς τὴν πίστιν προθύμους καὶ ἑτοίμους ψυχὰς αὐτῶν, αἴτινες ὥσπερ χώραι λευκασμέναι δέονται θερισμού. Καθάπερ γὰρ οἱ στάχυες, ὅταν λευκανθῶσιν, ἕτοιμοι εἰς θερισμόν, οὕτω καὶ οὗτοι πρὸς σωτηρίαν εἰσὶ παρεσκευασμένοι. «Καὶ ὁ θερίζων μισθόν λαμβάνει, καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον· ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ, καὶ ὁ θερίζων. › “Ο δὲ λέγει, τοιοῦτόν ἐστιν· Οἱ προφῆται ἔσπειραν, ἀλλ' οὐκ ἐθέ ρισαν. Οὐ μὴν διὰ τοῦτο ἀπεστέρηνται τῆς ἡδονῆς, ἀλλὰ σὺν ἡμῖν χαίρουσιν, εἰ καὶ μὴ σὺν ἡμῖν θερί ζουσιν, ὅπερ ἐν τοῖς αἰσθητοῖς θερισμοῖς οὐκ ἔστιν. Ἐκεῖ γὰρ ἐὰν συμβῇ ἄλλον σπείραι, καὶ ἄλλον θε μίσαι, λύπη τῷ μὴ θερίζοντα. Ἐν δὲ τοῖς πνευματ τικοῖς, οὐχ οὕτως· ἀλλὰ καὶ οἱ προφῆται προκηρύξαντες, καὶ προμαλάξαντες τῶν ἀνθρώπων τὰς γνώ μας, χαίρουσι σὺν ἡμῖν τοῖς εἰς σωτηρίαν τοὺς ἀνθρώπους ἐφελκύσασι. Τὸ δὲ, • Ἐγὼ ὑμᾶς ἀπο έστειλα θερίζειν, ὅ οὐχ ὑμεῖς κεκοπιάκατε, ο διὰ τοῦτό φησιν ὁ Κύριος, ἵν᾿ ὅταν ἀποστέλλῃ τοὺς μαθητάς ἐπὶ τὸ κήρυγμα, μὴ θορυβηθῶσιν, ὡς εἰς πρᾶγμα ἐπίπονον ἀποστελλόμενοι. Τὸ γὰρ ἐπιπονώτερον, φησίν, οἱ προφῆται ἀνεδέξαντο, ὑμεῖς δὲ ἐπὶ τὸ ἔτοι μον πέμπεσθε. Λόγον δὲ ἀληθινόν φησι, παροιμίαν τινά περιφερομένην παρὰ τῷ πλήθει, ὅτι ο "Αλλος ἐστὶν ὁ σπείρων, καὶ ἄλλος ὁ θερίζων.» "Ορα δε, πῶς πάντα δεσποτικῶς λέγει καὶ ἐξουσιαστικῶς. Ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν.» Ακουέτωσαν οἱ περὶ Μαρκίωνα τὸν κατάρατον, καὶ Μάνοντα, καὶ τοὺ; τοιούτους, οἳ τὴν Παλαιάς Διαθήκην ἀπαλλοτριοῦσι τῆς Νέας· κἀντεῦθεν γὰρ ἐλέγχονται. Εἰ γὰρ ἀλλο τρία ἦν ἡ Παλαιὰ, πῶς οἱ ἀπόστολοι ἐθέρισαν τὰ τῶν προφητῶν; Ὥστε ἐπεὶ τὰ τῆς Παλαιᾶς οἱ ἀπόστολοι ἐβέρισαν, οὐκ ἀλλοτρία τῆς Καινῆς Διαθήκης ἐκείνη, ἀλλ' ἀμφότερα: μία. Ακουέτωσαν καὶ οἱ περὶ "Αρειον πῶς ὡς Κύριος καὶ ἐξουσιαστής πέμπει τοὺς μαθη τάς· πέμπει δὲ, ἵνα ἀπὸ τῶν γηίνων θερίσωσι, καὶ ἐκτέμωσι τοὺς προστετηκότας αὐτοῖς καὶ Ἕλληνας καὶ Ἰουδαίους, καὶ εἰς τ ν ἅλω ἀποκομίζωσιν αὐτ τους, τὴν Ἐκκλησίαν λέγ· ἐν ᾗ γενόμενοι διὰ τοῦ ἁλοῦσθαι παρὰ τῶν βοῶν, ουτέστι τῶν διδασκάλων, καὶ ὑποκεῖσθαι αὐτοῖς, τρίβονται, καὶ πᾶν ἀσχυρώ. δες, καὶ σαρκικὸν, καὶ τοῦ πυρὸς ὑπέγκαυμα ἀποβαλλόμενοι, καθαροί κόκκοι τῇ οὐρανίῳ ἀποθήκῃ ἐν αποτίθενται, είτα καὶ βρῶμα γίνονται τοῦ Θεοῦ τῇ σωτηρία τούτων ἐνευφραινομένου. Οὕτως ὁ Παῦλος. ἐθέριζε τῆς γῆς ἀποτέμνων, καὶ διδάσκων ἡμᾶς, ὅτι τὸ πολίτευμα ἡμῶν ἐν οὐρανοῖς ὑπάρχει. Χρῶνται δέ τινες καὶ ἐπὶ τῶν γερόντων χαριέντως τῷ, ο Θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμόν,» διὰ τὰς πολιὰς δηλαδή, καὶ τὸν τοῦ θανάτου θερισμόν. Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης, ὅτι Εἶπέ μοι πάντα ὅσα ἐποίησα. Ὡς οὖν (α)
col. 1251–1252page 63 of 111
PG 123:1251ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρείται, ἠρώτων αὐτὸν μεῖ και παρ' αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας, καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ· τῇ τε γυναικὶ ἔλεγον, ὅτι οὐκ ἔτι διὰ τὴν σὴν λαλιὰν πιο στεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου ὁ Χριστός. ο Διὰ τὸν λόγον τῆς γυναικὸς πιστεύουσιν οι Σαμα ρεῖται, ὡς συνετοί παρ' ἑαυτοῖς κρίναντες, ὡς οὐκ ἂν τὸν οἰκεῖον βίον ἡ γυνὴ ἐξεπόμπευσεν ὑπὲρ τοῦ χαρίσασθαι ἑτέρῳ, εἰ μὴ ἀληθῶς μέγας τις ἦν καὶ ὑπὲρ τοὺς πολλοὺς ὁ ὑπ' αὐτῆς κηρυττόμενος· διὸ καὶ τὴν πίστιν τοῖς ἔργοις δεικνύντες, παρεκάλουν αὐτὸν δι' ὅλου παρ' ἑαυτοῖς εἶναι· τὸ γὰρ, ο μεἶναι, ο τοῦτο σημαίνει τὸ κατοικήσαι τελείως παρ' αὐτοῖς. Ὁ δὲ τοῦτο μὲν οὐ πείθεται, δύο δὲ μόνας ἡμέρας μένει ὅθεν καὶ πολλῷ πλείους αὐτῶν ἐπίστευσαν διὰ τὴν διδασκαλίαν αὐτοῦ. Καὶ γὰρ ὁ εὐαγγελιστὴς οὐκ ἐξη γεῖται τὰ κατά μέρος θαυμαστὰ τῆς διδασκαλίας αὐτοῦ ῥήματα, ἀλλ' ἡμῖν γε δίδωσι νοεῖν ἐκ τοῦ τέλους τῶν πραγμάτων τὴν δύναμιν τῆς θείας αὐτοῦ διδασκαλίας. Πολλὰ γάρ τοι καὶ τῶν μεγάλων παρα τρέχουσιν οἱ εὐαγγελισταί, ὅτι μὴ πρὸς ἐπίδειξιν καὶ φιλοτιμίαν γράφουσιν, ἀλλὰ πρὸς ἀλήθειαν. Καὶ παρὰ τοῖς Σαμαρείταις οὖν γενόμενον τὸν Κύριον εἰκὸς θειότερά τινα διδάξαι· ὅθεν οὐδὲ σημεῖον οὐδὲν ἰδόν τες, πιστεύουσι καὶ παρακαλοῦσι μένειν. Ἰουδαῖοι δὲ καὶ λόγων μυρίων καὶ σημείων καταπολαύσαντες, ἔτι ἐδίωκον, ὄντως • ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκεια καὶ αὐτοῦ. • "Ορα δέ μοι πόσον βραχὺ τὸ πλῆθος την διδάξασαν αὐτοὺς ὑπερηκόντισαν. Οὐ γὰρ προφήτην αὐτὸν λέγουσιν, οὐδὲ Σωτῆρα τοῦ Ἰσραὴλ, ἀλλὰ τοῦ κόσμου, καὶ μετὰ τοῦ ἄρθρου, «Οὗτός ἐστιν ὁ Σω τήρ, ο ὁ κυρίως καὶ τῷ ὄντι σώσας πάντας. Ηλθον μὲν γὰρ πολλοὶ σῶσαι, καὶ νόμος, καὶ προφῆται, καὶ ἄγγελοι, ἀλλ' οὗτός ἐστιν ὁ ἀληθινὸς Σωτήρ. Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν, καὶ ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν· αὐτὸς γὰρ ὁ Ἰησοῦς ἐμαρτύρησεν, ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τις μὴν οὐκ ἔχει. Οτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα έωρακότες ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ· καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν.» Εξελθὼν ἀπὸ Σαμαρείας ὁ Κύριος, εἰς τὴν Γαλιλαίαν ἀπέρχεται. Εἶτα, ἵνα μὴ ἐξετάζῃ τις, καὶ διαπορῇ, τίνος ἕνεκεν οὐκ ἐν τῇ Γαλιλαίᾳ ἀεὶ ἦν, ἀλλ' ἐκ διαλείμματος αὐτοῖς ἐπιδημεῖ, καὶ ταῦτα ἐκ τῆς Γαλιλαία; εἶναι δοκών, φησίν, ὅτι διὰ τοῦτο οὐκ ἐν τῇ Γαλιλαίᾳ παρέμενε, διότι οὐ δεμίαν τιμὴν πρὸς αὐτὸν ἐνεδείκνυντο. • Αὐτὸς γὰρ ὁ Ἰησοῦς ἐμαρτύρησεν, ὅτι προφήτης ἐν τῇ δια πατρίδι ἄτιμός ἐστιν.» Ειώθαμεν γὰρ οἱ ἄνθρωποι τῶν ἐν συνηθείᾳ καταφρονεῖν, ἀεὶ τοῖς ξένοις καὶ ἀηθέσι προσέχοντες. Τί οὖν; Οὐχ ὁρῶμεν πολλούς καὶ παρὰ τοῖς οἰκείοις τιμωμένους; Μάλιστα μὲν οὖν σπάνιον τὸ τοιοῦτον· εἰ δέ πού τινες εὑρεθεῖεν ἐν τῇ πατρίδι τιμώμενοι, πολλῷ μᾶλλον ἐν τῇ ἀλλοτρία τιμηθήσονται, ὥστε συγκρινομένη ἡ ἐν τῇ πατρίδ τιμὴ πρὸς τὴν ἐν τῇ ἀλλοτρίᾳ, ἀτιμία εὑρεθήσεται.
col. 1253–1254page 64 of 111
PG 123:1253Ο γάρ τοι φθόνος, τοῖς συμπατριώταις οὐ συγχωρεῖ τὴν προσήκουσαν τιμὴν ἀποδιδόναι, ἀλλ' ὑφειμένην τὴν ταύτην ἀποδιδόασιν, αἰσχύνην οἰκείαν ἡγούμενοι τὴν τοῦ ὁμοφύλου εὐδοκίμησιν. Ελθόντι οὖν τῷ Κυ ρίῳ εἰς Γαλιλαίαν ἐπίστευσαν οἱ Γαλιλαῖοι, τὰ σημεῖα ἰδύντες ἃ ἐποίησεν ἐν Ἱεροσολύμοις. Πλήν οι Σαμα ρεῖται δοκιμώτεροι, οἱ καὶ χωρὶς σημείων πιστεύσαντες ἀπὸ τοῦ λόγου τῆς γυναικός. "Ορα δὲ πανταχοῦ τοὺς ἀποβλήτους μὲν δοκοῦντας, εὐδοκιμοῦντας ἐν τῇ πίστει Σαμαρείτας λέγω καὶ Γαλιλαίου;" (καὶ γὰρ καὶ τούτους ἐξουθένουν ὡς ἀγροικότερον διαχει μένους· διὸ καὶ ἔλεγον, ότι ο Προφήτης ἐκ τῆς Γαλι λαίας οὐκ ἐγήγερται).. τοὺς δὲ ἐκλεκτούς νομιζομένους, ἀποβαλλομένους, οἷοι ἦσαν οἱ Ἱεροσολυμίται Ἰουδαῖοι, Εἰκότως ἄρα καὶ οἱ ἐθνικοὶ παρεδέχθημεν. Ἐν γὰρ τῇ οἰκείᾳ πατρίδι, τῇ τῶν Ἰουδαίων, εἴποι ἄν τι;, συναγωγῇ, τιμὴν οὐκ ἔσχεν ὁ προφήτης Χρι στις, καθὰ Μωϋσῆς λέγει, ότι ο Προφήτην ἀναστήσει Κύριος ἡμῶν. Παθεν οὖν ὁ Ἰησοῦς πάλιν εἰς τὴν Κανᾶ τῆς Γα λιλαίας, ὅπου ἐποίησε τὸ ὕδωρ οἶνον. Καὶ ἦν τις βασιλι δς, οὗ ὁ υἱὸς ἠσθένει ἐν Καπερναούμ. Οὗτος ἀκούσας, ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἀπῆλθεν πρὸς αὐτὸν, καὶ ἠρώτα αὐτὸν, ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· ἔμελλε γὰρ ἀποθνήσκειν. Εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν· Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε. Λέο γει πρὸς αὐτὸν ὁ βασιλικός Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου. Λέγει αὐτῷ ὁ Ἰησοῦς Πορεύου, ὁ υἱός σου ζῇ. Καὶ ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ, ᾧ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐπορεύετο. ο Αναμιμνήσκει ἡμᾶς ὁ εὐαγγελιστὴς τοῦ ἐν Καν θαύματος, ὅπου ἐγένετο τὸ ὕδωρ οἶνος, ἅμα μὲν διὰ τὸ αὐξῆσαι τῶν Σαμαρειτῶν τὸ ἐγκώμιον (οἱ μὲν γὰρ Γαλιλαίοι, φησί, καὶ ἀπὸ τῶν ἐν Ἱεροσολύμοις καὶ ἀπὸ τῶν παρ' αὐτοῖς γενομένων σημείων αὐτὸν ἐδέξαντο· οἱ δὲ Σαμαρεῖται ἀπὸ μόνης τῆς μαρτυρίας τῆς γυναικὸς, καὶ τῆς αὐτοῦ τοῦ Κυρίου διδα σκαλίας), ἅμα δὲ καὶ ἵνα δείξῃ ἡμῖν, ὅτι καὶ ὁ βασι λικὸς ἀπὸ τοῦ ἐν Κανᾷ θαύματος ἀγαθήν τινα περί τοῦ Χριστοῦ ὑπόληψιν ἐδέξατο, εἰ καὶ μὴ τὴν ἀξίαν. Βασιλικὸν δὲ τοῦτον καλεῖ, ἢ ὡς ἐκ γένους ὄντα βα σιλικοῦ, ἡ ἀξίωμά τι ἀρχῆς ἕτερον οὕτω καλούμενον ἔχοντα. Αρα οὖν, φησὶ, καὶ αὐτός ἐστιν οὗτος τῷ παρὰ τῷ Ματθαίῳ ἑκατοντάρχῳ; καὶ γὰρ κἀκεῖνος ἐν Καπερναούμ ἦν. Οὐκ οἶμαι τοίνυν τὸν αὐτὸν εἶναι, ἀλλ᾽ ἕτερον. Ἐκεῖνος μὲν γὰρ καὶ βουλόμενον ἐλθεῖν τὸν Χριστὸν διακωλύει, λέγων·· Οὐκ εἰμὶ ἄξιος, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς·, οὗτος δὲ εἰς τὴν οἰκίαν αὐτοῦ ἕλκει τὸν Ἰησοῦν. Κακείνου μὲν ὁ παῖς, ἤγουν ὁ δοῦλος, παρέσει κατείχετο· τούτου δὲ ὁ υἱὸς πυρετῷ. Κἀκεῖ μὲν ἀπὸ τοῦ ὄρους καταβάς, εἰς Καπερναούμ εἰσῆλθε· νῦν δὲ, ἀπὸ τῆς Σαμα ρείας, καὶ οὐκ εἰς Καπερναούμ, ἀλλ' εἰς Κανά. Επι πᾶσιν, ἐκεῖνος μὲν ἑκατόνταρχος· οὗτος δὲ, βασιλικὸς τὸ ἀξίωμα. Αξιοῖ μὲν οὖν ὁ βασιλικὸς τὸν Κύριον κατελθεῖν, ὡς ἰάσηται τὸν υἱόν· ὁ δὲ Κύριος καθ
col. 1255–1256page 65 of 111
PG 123:1255απτόμενος αὐτοῦ, ὡς μὴ τελείαν τὴν πίστιν, ἀλλ' ἐκ μέρους ἔχοντος (καὶ γὰρ τὸ εἰπεῖν, ο Κατάβηθι πρὶν ἀποθανεῖν τὸν υἱόν μου, ο τὴν ἀσθένειαν τῆ; πίστεως αὐτοῦ ἐμφαίνει, ὡς μὴ πιστεύοντος, ὅτι εἰ καὶ συμβῇ αὐτὸν ἀποθανεῖν, δυνατός ἐστιν ἀναστῆσαι αὐτὸν), διὰ ταῦτα οὖν καθαπτόμενος αὐτοῦ, φησίν' ο Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε· ο ἅμα δὲ καὶ τῶν ἑτέρων πολιτῶν κατ ηγορῶν τῶν ἐν τῇ Καπερναούμ. Φαίνονται γάρ πανταχοῦ πολλὴν ἀπιστίαν κατηγορούμενοι. Έπει οὖν ἀσθενὴς ἦν ὁ βασιλικός την γνώμην, καὶ κατα ήπειγε τὸν Κύριον κατελθεῖν εἰς θεραπείαν τοῦ παι δὸς, δεικνύων αὐτῷ ὁ Σωτὴρ, ὅτι καὶ ἀπὼν δύναται αὐτὸν θεραπεῦσαι, λέγει· ι Πορεύου, ὁ υἱός σου ζη. Αμέλει τοῦ μὲν παιδὸς τὸν πυρετόν, τοῦ πατρὸς δὲ τὴν ἀπιστίαν ιάσατο. Γίνωσκε δὲ, ὡς ἄλλο τέρας, καὶ ἄλλο σημεῖον. Τέρας μὲν γὰρ τὸ παρὰ φύσιν, οἷον τὸ διανοίξαι ὀφθαλμούς τυφλοῦ γεγεννημένου, καὶ ἐγεῖραι νεκρόν σημεῖον δὲ, τὸ οὐκ ἔξω τῆς φύ σεως, οἷον τὸ ἰᾶσθαι ἄρρωστο». Τελέσει δὲ καὶ τοῦτο τὸ θαῦμα καὶ νῦν ὁ Κύριος ἐπὶ παντὸς τοῦ προτερ χομένου. Οἷον βασιλικός ἐστι πᾶς ἄνθρωπος, οὐ μόν νον ὡς τοῦ βασιλέως πάντων συγγενής διὰ τὴν ψυ χήν, ἀλλὰ καὶ ὡς αὐτὸς βασιλικὴν ἀρχὴν κατά πάν των δεξάμενος. Ευρίσκεται δὲ πολλάκις ἔχων τις τὸν νοῦν, οἷα υἱὸν, πυρὶ ἡδονῶν ἀτόπων καὶ ἐπιθυμίαις κακῶς ἔχοντα. Εἰ τοίνυν προσέλθῃ τῷ Ἰησοῦ, καὶ αἰτήσει αὐτὸν καταθῆναι, τουτέστι, συγκαταβάσει φιλανθρωπίες χρήσασθαι, καὶ συγχωρῆσαι αὐτῷ τὰς ἁμαρτίας πρὶν ἢ τελείως ἀπὸ τῆς νόσου τῶν ἐπιθυμιῶν ἀπονεκρωθῇ, (εἰ μὴ γὰρ συγκαταβαίη ἡμῖν ὁ Θεός, ἀλλὰ τὰς ἀνομίας παρατηρήσαιτο, καὶ κατ' ἐκείνας εξετάσεις, τίς λοιπὸν ὑποστήσεται;) εἰ προσο έλθῃ τοίνυν, ὡς εἴρηται, τεύξεται τοῦ ζητουμένου, καὶ ἀπολήψεται τὴν νοῦν αὐτοῦ ὑγια. Πλὴν ἄρα καὶ τί φησιν ὁ Κύριος πρὸς αὐτόν·. Πορεύου, ὁ υἱό; σου ζῇ· ο τουτέστι, Μὴ ἀκίνητος ἔτο πρὸς τὸ καλόν, ἀλλὰ πορεύου, καὶ κίνησιν ἀκατάπαυστον ενδείκνυσο πρὸς τὸ ἀγαθόν· τότε γὰρ ὁ υἱός σου ζῇ. Εἰ δὲ παύσῃ τοῦ πορεύεσθαι, τεθνήξεται σου πάντως ὁ νοῦς, τῇ περὶ τὸ καλὸν ἀκινησίᾳ τὴν νέκρωσιν λαβών. Ει Ηδη δὲ αὐτοῦ καταβαίνοντος, οἱ δοῦλοι αὐτοῦ ἀπήντησαν αὐτῷ, καὶ ἀπήγγειλαν λέγοντες, ὅτι Ο υἱός σου ζῇ. Επύθετο οὖν παρ' αὐτῶν τὴν ὥραν, ἐν ή κομψότερον ἔσχεν. Καὶ εἶπον αὐτῷ, ὅτι χθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός. Ἔγνω οὖν ὁ πατὴρι ὅτι ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι Ο υἱός σου ζῇ, καὶ ἐπίστευσεν αὐτὸς, καὶ ἡ οἰκία αὐτοῦ ὅλη. Τοῦτο πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς, ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλι λαίαν. ὁ Ἐκπλαγέντες οἱ δοῦλοι τὴν ἀθρόαν μετα Το ὴν τῆς νόσου, ἀπαντῶσι τῷ κυρίῳ, εὐαγγελιζόμενοι αὐτῷ τὴν τοῦ υἱοῦ ὑγείαν. Οὐ γὰρ ἁπλῶς καὶ ὡς ἔτυχεν, ἀλλ' ἀθρόον ἀπηλλάγη τοῦ πυρετοῦ, ὥστε δειχθῆναι μὴ φύσεως ἀκολουθίαν εἶναι τὸ πράγμα, ἀλλὰ τῆς δυνάμεως τοῦ Χριστοῦ. Μαθὼν δὲ παρά τῶν δούλων τὴν ὥραν, ἐν ᾗ κομψότερον ὁ παῖς ἔσχεν, ἀντὶ τοῦ, ἐπὶ τὸ βέλτιον καὶ εὐρωστότερον μετα λθεν ὁ παῖς, τελείως πιστεύει τῷ Κυρίῳ. Η γὰρ προτέ
col. 1257–1258page 66 of 111
PG 123:1257πίστις αυτοῦ ἀτελής ἦν. Μὴ γάρ μοι εἴπῃς, ὅτι καὶ μὴν οὐκ ἂν προσῆλθεν, εἰ μὴ ἐπίστευσεν. Εἰώθασι γὰρ οἱ πατέρες ἀπὸ τῆς πρὸς τοὺς παῖδας φιλία;, οὐ μόνον οἷς θα βοῦσιν ἰατροῖς προσιέναι, ἀλλὰ καὶ τοῖς ἀτέχνοις, μηδὲν τῶν δεόντων παραλιπεῖν βουλόμενοι. Προσῆλθε μὲν οὖν ἀπὸ πίστεως, εἶχε καὶ τοῦτο δώσομεν, ἀλλὰ ψυχρᾶς καὶ ἀτελοῦς, ἣν οὐδὲ πίστιν ἄν τις καλέσεις. Τότε δὲ τελείως ἐπίστευσεν, ὅτε καὶ περὶ τῆς ὥρας ἔμαθε. Τίνος δὲ ἕνεκεν ὁ εὐαγγελιστής φησιν, ὅτι δεύτερον τοῦτο τὸ σημεῖον ἐποίησεν ἐν Κανά; Ἵνα δείξῃ τοὺς Σαμαρείτας πολλῶν ἀξίου; ἐγκωμίων. Καὶ γὰρ, φησί, καὶ δευτέρου τούτου τοῦ σημείου γενομένου, οὐδέπω οἱ Γαλιλαίοι πρὸς τὸ ὕψος ἐκείνων ἔφθασαν, τῶν μηδὲν ἰδόντων της μεῖον. ΚΕΦΑΛ. Ε'. Περὶ τοῦ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχοντος ἐν τῇ ἀσθενείᾳ. Περὶ τῶν Ἰουδαίων ζητούντων ἀπο κτεῖναι τὸν Ἰησοῦν. Μετὰ ταῦτα ἦν ἡ ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. Ἔστι δὲ ἐν ταῖς Ἱεροσολύμοις προβατική κολυμβήθρα ἡ ἐπιλεγομένη Εβραϊστι Βηθεσδά, πέντε στοὺς ἔχουσα. Εν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλών, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. Αγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμ. Είθε, καὶ ἐτάρασσε τὸ ὕδωρ. Ο οὖν πρῶτος ἐμβας μετὰ τὴν ταραχὴν τοῦ ὕδατος, ὑγιὴς ἐγένετο, ᾧ δή ποτε κατείχετο νοσήματι.» Εορτὴ ἦν τῶν Ἰουδαίων, ἡ τῆς Πεντηκοστῆς, οἶμαι. Αναβαίνει δὲ ἐν ταύτῃ ὁ Κύριος· ἅμα μὲν, ἵνα μὴ δόξῃ ἐναντίος τῷ νόμῳ, ἀλλὰ φαίνηται συνεορτάζων τοῖς πολλοῖς· ἅμα δὲ, Ένα πλείους διὰ σημείων διδασκαλίας ἐπισπάσηται, καὶ μάλιστα τὸ πλῆθος τὸ ἄδολον. Ἐν γὰρ ταῖς ἑορταῖς ειώθασι συνέρχεσθαι καὶ ἀγρόται, καὶ ἀστι καὶ χειρώνακτες, τὰς ἄλλας ἡμέρας τοῖς ἔργοις συν ασχολούμενοι. Προβατικὴ δὲ ἐλέγετο ἡ κολυμβήθρα, διότι τὰ πρὸς θυσίαν πρόβατα ἐκεῖ συνήγετο, καὶ τὰ ἔγκατα αὐτῶν ἐπλύνοντο ἐκεῖ. Εἶχον δὲ οἱ πολλοὶ ὑπόληψιν, ὅτι καὶ ἀπὸ μόνου τοῦ πλύνεσθαι τὰ ἐντό σθια τῶν ἱερείων δύναμίν τινα λαμβάνει θειοτέραν τὸ ὕδωρ, διὸ καὶ τὸν ἄγγελον ἐπιφοιτᾷν τούτῳ τῷ ὕδατι ὡς ἐκλεκτῷ, καὶ θαυματουργεῖν. Εοικεν άρα Η θεία πρόνοια πόῤῥωθεν ὁδοποιοῦσα τοῖς Ἰουδαίοι; πρὸς τὴν εἰς Χριστὸν πίστιν, τὸ τῆς κολυμβήθρας ταύτης θαῦμα προοικονομήσαι. Ἐπεὶ γὰρ ἔμελλε βάπτισμα δίδοσθαι πολλὴν ἔχον δύναμιν, καὶ δωρεάν μεγίστην, οἷα καθαῖρον ἁμαρτίας, καὶ ζωοποιοῦν τὰς ψυχάς, προζωγραφεῖ Θεὸς τὸ βάπτισμα ἐν τοῖς Ἰουδαϊκοῖς, καὶ δίδωσι μὲν καὶ ὕδωρ αὐτοῖς καθαίρον μολυσμού; οὐ κυρίως ὄντας, ἀλλὰ δοκοῦντας· οἷον τοὺς ἀπὸ τοῦ ἅψασθαι νεκροῦ, ἡ λεπροῦ, καὶ τῶν τοιούτων ἑτέρων· δίδωσι δὲ καὶ τὸ τῆς κολυμβήθρας ταύτης θαῦμα, ὁδηγοῦν αὐτοὺς εἰς τὴν παραδοχήν τοῦ βαπτίσματος. Αγγελος γὰρ κατὰ καιρὸν κατα βαίνων, διετάρασσε τὸ ὕδωρ, καὶ ἰαματικὴν ἐνετίθει τούτῳ δύναμιν. Οὐ γὰρ δήπου ἡ τοῦ ὕδατος φύσις, αὐτὴ καθ' ἑαυτὴν ἰᾶτο (ἡ γὰρ ἂν διὰ παντὸς τοῦτο ἐγίνετο), ἀλλ' ἐπὶ τῇ τοῦ ἀγγέλου ἐνεργεία τὸ πᾶν ο

Chapter VCaput V

col. 1259–1260page 67 of 111
PG 123:1259ἡ ἐκεῖτο. Οὕτως οὖν καὶ ἐφ' ἡμῖν τὸ τοῦ βαπτίσματος ὕδωρ, ὕδωρ ἐστὶν ἁπλῶς, δεξάμενον δὲ τὴν τοῦ Πνεύματος χάριν διὰ τῶν θείων ἐπικλήσεων, τὰ φυ χικά νοσήματα λύει· κἂν τυφλός εἴη τις τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς πεπηρωμένος, καὶ μὴ δυνάμενος διακρἶναι τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος, κἂν χωλός, ἀκίνητος πρὸς ἐργασίαν καλοῦ, καὶ προκοπὴν τὴν ἐπὶ τὸ κρεῖττον, κἂν ξηρὸς παντάπασι καὶ ἀπ εγνωσμένος, καὶ μηδενὸς ἀγαθοῦ μετουσίαν ἔχων, πάντας τὸ ὕδωρ τοῦτο ἰᾶται. Καὶ τότε μὲν ἡ ἀσθέν νεια ενεπόδιζε τισι πρὸς τὴν θεραπείαν, νῦν δὲ πρὸς τὸ βαπτισθῆναι οὐδὲν ἔχομεν κώλυμα. Οὐ γὰρ ἐνὸς θεραπευομένου, οἱ ἄλλοι ἀθεραπευτοι ἐῶνται· ἀλλὰ κἂν πᾶσα ἡ οἰκουμένη συνέλθῃ, οὐκ ἐλαττοῦται ἡ χάρις. «Ην δέ τις ἄνθρωπος ἐκεῖ, τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ. Τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνούς, ὅτι πολὺν ἤδη χρόνον έχει, λέγει αὐτῷ· θέλεις υγιής γενέσθαι; Απεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγώ, ἄλλος πρὸ ἐμοῦ κατα βαίνει.» Εκπληκτική ή καρτερία τοῦ παραλύτου. Έτη τριάκοντα καὶ ὀκτὼ εἶχε, καὶ καθ᾿ ἕκαστον ἰνιαυτὸν ἀπαλλαγήσεσθαι τοῦ νοσήματος προσδοκῶν, Ενηδρεύετο ἐμποδιζόμενος ὑπὸ τῶν δυνατωτέρων. Καὶ ὅμως οὐκ ἀφίστατο, οὐδὲ ἀπεγίνωσκε· διὸ καὶ ἐρωτᾷ αὐτὸν ὁ Κύριος, θέλων δεῖξαι ἡμῖν τὴν καρ τερίαν τοῦ ἀνθρώπου· οὐ γὰρ δὴ ὡς μαθησόμενος ἐρωτᾷ. Τοῦτο γὰρ οὐ μόνον περιττόν, ἀλλὰ καὶ ἀνόητον, τὸ ἐρωτᾷν εἰ θέλει ὁ νοσῶν ὑγι ναι. Οπερ οὖν εἶπον, ἵνα δείξῃ ἡμῖν τὴν καρτερίαν τοῦ ἀνθρώπου, διὰ τοῦτο ἐρωτᾷ. Τί οὖν ἐκεῖνος; Μετὰ πολλῆς ἐπιεικείας ἀποκρίνεται: Ναί, φησὶ, Κύριε, θέλω μὲν, ἀλλ᾽ οὐκ ἔχω ἄνθρωπον τὸν δυνάμενόν με εμβαλεῖν τῷ ὕδατι. Οὐδὲν βλάσφημον ἀπεκρίνατο, οὐκ ἀπὸ επέμψατο τὸν Χριστὸν, ὡς ἐρωτήσαντα ἄτοπον ἐρώ τημα, οὐ κατηράσατο τὴν ἡμέραν τῆς γεννήσεως, οἷα οι μικρόψυχοι ποιοῦμεν, καὶ ταῦτα ἐλαφροτέροις νοσήμασι περιπίπτοντες, ἀλλὰ πράως καὶ δυσωπητικῶς ποιεῖται τὴν ἀπόκρισιν, καίτοι γε μὴ εἰδώ;, ὅστις ποτὲ ἦν ὁ ἐρωτῶν, ἀλλ᾽ ἡ τοῦτο μόνον ἴσως ενόμισε, χρησιμεύει[ν] αὐτῷ τὸν Χριστὸν, ὥστε ἐμ βαλεῖν αὐτὸν εἰς τὸ ὕδωρ, καὶ διὰ τούτων ἐπισπάσασθαι καὶ δυσωπῆσαι τῶν ῥημάτων βούλεται. Οὐκ εἶπε δὲ ὁ Χριστὸς, Θέλεις; θεραπεύσω σε, ἵνα μὴ δόξῃ κομπάζειν. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Έγειραι, ἆρον τὸν κράτο βατόν σου, καὶ περιπάτει. Καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρε τὸν κράββατον αὐτοῦ, καὶ περιεπάτει. Εν δὲ Σάββατον ἐν ἐκείνῃ τῇ ἡμέ ββ. Ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ Σάββατόν ἐστιν· οὐκ ἔξεστί σοι ἆραι τὸν κράββατον. Κελεύει ἆραι τὸ κλινίδιον, πιστώσασθαι βουλόμενος τὸ γενόμενον θαῦμα, ὥστε μηδένα νομίσαι φαντασίαν αὐτὸ εἶναι. Οὐ γὰρ ἂν, εἰ μὴ βεβαίως καὶ σφόδρα συνεπάγη αὐτῷ τὰ μέλη, τὴν κλίνην φέρειν ηδύνατο Οὐκ ἀπαιτεῖ δὲ αὐτὸν πρὸ τῆς ἰάσεως πίστιν, ὥσπερ ἐπὶ ἄλλων τινῶν, ὅτι οὐδέτω αὐτὸν εἶδεν ὁ ἀσθενῶν σημεῖον πεποιηκότα. Καὶ γὰρ κακείνους, οὓς ἀπε
col. 1261–1262page 68 of 111
PG 123:1261δεῖ πίστιν ὁ Κύριος, οὐ πρὸ τῶν θαυμάτων, ἀλλὰ μετὰ τὸ ποιῆσαι ἐνώπιον αὐτῶν τὰ θαύματα, ἀπαι τεῖ αὐτοὺς τὴν πίστιν. Ορα δέ μοι πῶς ἅμα τε ἤκουσε καὶ ἐπίστευσεν. Οὐ γὰρ διεκρίθη καθ' έαυ τὸν, καὶ εἶπεν· Οὐ λῆρος οὗτος, ὃς αὐθωρὸν ἐγερθῆ. ναί με εγκελεύεται; τριάκοντα ὀκτὼ ἔτη ἔχων, οὐκ ἐπέτυχον Ιάσεως, καὶ οὕτως ἀθρόον ἐγερθήσομαι; Οὐδὲν τοιοῦτον, ἀλλὰ πιστεύσας ηγέρθη. Εν Σαβ βάτῳ δὲ θεραπεύει, διδάσκων τοὺς ἀνθρώπους ἑτέ ρως νοεῖν τὰς τοῦ νόμου παρατηρήσεις, καὶ μὴ τῇ σωματικῶς νοουμένῃ ἀργίᾳ δοκεῖν τιμήν τὸ Σάββα τον, ἀλλὰ τῇ τῶν κακῶν ἀποχῇ. Ἐπεὶ τόγε ἀγαθοποιεῖν ἐν Σαββάτῳ, οὐκ ἂν ὁ νόμος εκώλυε, νόμος ὢν τοῦ Θεοῦ τοῦ ἀγαθοποιοῦντος. Απεκρίθη αὐτοῖς· Ο ποιήσας με ὑγιῆ, ἐκεῖνος μοι εἶπεν· Αρον τὸν κράββατόν σου, καὶ περιπάτει. Ἠρώτησαν οὖν αὐτόν· Τίς ἐστιν ὁ ἄνθρωπος ὁ είν τιών σοι· Δρον τὸν κράββατόν σου, καὶ περιπάτει; Ο δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν· ὁ γὰρ Ἰησοῦς ἐξω ένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ.» Χρὴ θαυμάσαι την τοῦ ἀνθρώπου προς Ἰουδαίους παρρησίαν, πῶς ἐπι κειμένων αὐτῷ καὶ λεγόντων, «Οὐκ Εξεστί σοι ἆραι τὸν κράββατόν σου διὰ τὸ Σάββατον, ο αὐτὸς μετὰ παῤῥησίας ἀνεκήρυττε τὸν εὐεργέτην· ο Ο ποιήσας με ὑγιῆ, αὐτός μοι εἶπεν· ἡ ὡσανεὶ τοιαῦτα λέγων Δηρεῖτε, καὶ παραπαίετε, κελεύοντες μὴ πείθεσθαι τῷ ἀπὸ μακρᾶς οὕτω καὶ χαλεπῆς με νόσου ἀπαλλάξαντι. Οἱ δὲ Ἰουδαῖοι οὐκ ἐρωτῶσιν αὐτὸν, Τίς ἐστιν ὁ ποιήσας σε ὑγιῆ; ἀλλὰ, Τίς ἐστιν ὁ εἰπών σοι· Αρον τὸν κράββατον;» Οὕτως ἄρα πρὸς μὲν τὸ καλὸν ἐθελοντι τύφλωττον, τὴν δὲ δοκοῦσαν παράβασιν τοῦ Σαββάτου ἄνω καὶ κάτω προέφερον ὁ δὲ Ἰησοῦς ἐξένευσε, πρῶτον μὲν, ἵνα ἀπόντος αὐτ τοῦ ἀνύποπτος γένηται ή μαρτυρία ἡ περὶ τῆς ὑγείας, καὶ μὴ δόξῃ ὁ ἄνθρωπος καταχαρίζεσθαι αὐτ τῷ, ἀλλὰ τῇ ἀληθείᾳ προσμαρτυρεῖν· ἔπειτα, ἵνα μὴ ἐπὶ πλεῖον ἀνάψῃ τοῖς Ἰουδαίοις τὸν θυμόν. Οίδε γὰρ καὶ ὄψις μόνη τοῦ διαφθονουμένου, οὐ μικρὸν τοῖς βασκαίνουσιν ἐνιέναι σπινθήρα φθόνου· διὰ τοῦτο ἀφίησιν αὐτὸ καθ' ἑαυτὸ τὸ ἔργον ἐξετάζεσθαι. Οἱ γὰρ ἐγκαλοῦντες Ἰουδαῖοι, εἰς ἐξέτασιν καὶ λόγους τὸ γιο γονὸς φέροντες, ἐξακουστότερον αὐτὸ ποιοῦσιν. ο Μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ, καὶ εἶπεν αὐτῷ· Ιδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χειρόν τί σοι γένηται. Απῆλθεν ὁ ἄνθρωπος, καὶ ἀπήγγειλε τοῖς Ἰουδαίοις, ὅτι Ἰησοῦςἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ. Καὶ διὰ τοῦτο ἐδίωκον τὸν Ἰησοῦν οἱ Ἰουδαῖοι, καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι, ὅτι ταῦτα ἐποίησεν ἐν Σαββάτῳ.» Εκ τοῦ φά καὶ τὸν Κύριον τῷ παραλύτῳ, ο Ιδε, ὑγιὴς γέγονας μηκέτι ἁμάρτανε, ο μανθάνομεν πρῶτον μὲν, ὅτι ἐξ ἁμαρτιῶν ἐτέχθη, τῷ ἀνθρώπῳ τὸ νόσημα· δεύτερον δὲ, ὅτι ἀληθῆς ὁ περὶ τῆς γεέννης λόγο;, καὶ ὅτι ἀϊ διός ἐστιν ἡ τιμωρία. Ποῦ γὰρ νῦν εἰσιν οἱ λέγοντες, ότι Ἐν μια ὥρᾳ επόρνευσα, καὶ πῶς ἀθάνατα και λασθήσομαι; Ἰδοὺ γὰρ καὶ οὗτος οὐκ ἐν τοσούτοις ἥμαρτεν ἔτεσιν, ἐν ὅσοις ἐκολάζετο, ἀλλ' ὁλόκληρον
col. 1263–1264page 69 of 111
PG 123:1263ἀνθρώπου βίον σχεδὸν ἐνάλωσεν ἐν τῷ μήκει τῆς τιμωρίας. Οὐ γὰρ χρόνῳ τὰ ἁμαρτήματα κρίνεται, ἀλλ' αὐτῇ τῇ φύσει τῶν πεπλημμελημένων. Μετά τούτων κἀκεῖνο μανθάνομεν, ὅτι κἂν χαλεπὴν δῶμεν ὑπὲρ τῶν προτέρων ἁμαρτημάτων τὴν δίκην, εἶτα τοῖ; αὐτοῖς ἁμαρτήμασι πάλιν ἐμφυρῶμεν, χαλεπώτερα πάλιν πεισόμεθα· καὶ μάλα εἰκότως. Ο γέρ μηδὲ τῇ προτέρᾳ τιμωρία βελτιωθείς, ἐπὶ μείζονα ἄγεται κολαστήρια, ὡς ἀναίσθητος καὶ καταφρονη τής. Καὶ τίνος ένεκεν, φησίν, οὐ πάντες οὕτω κολά ζονται; Καὶ γὰρ πολλοὺς ὁρῶμεν τῶν φαύλων εὐτω ματοῦντα;, καὶ σφριγῶνται, καὶ εὐημερούντας. Αλλά τὸ μηδὲν αὐτοὺς παθεῖν ἐνταῦθα, ἐφόδιον γίνεται μείζονος ἐκεῖ τιμωρίας· καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν, ὅτι «Κρινόμενοι ὑπὸ Κυρίου, ἐνταῦθα δηλον ότι, ο παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν, ο ἐκεῖ δηλαδή· τὰ μὲν γὰρ ἐνταῦθα νουθεσίας, τὰ δὲ ἐκεῖ τιμωρίας ἐστί. Τί οὖν; Πάντα τὰ νοσήματα ἐξ ἁμαρτημάτων; Οὐ πάντα μὲν, ἀλλὰ τὰ πλείονα. Τὰ μὲν γὰρ δι' ἁμαρτήματα, ὥσπερ καὶ τοῦ παραλύτου τούτου, καὶ ἐν ταῖς Βασιλείαις δὲ ὁρῶμέν τινα ποδαλγία περιπεσόντα δι' ἁμαρτίας· τὰ δὲ δι᾿ εὐδοκίμησιν καὶ ἀναρξησιν, ὥσπερ ἐπὶ τοῦ Ιώβ, ἵνα δειχθῇ ἡ ἀρετὴ αὐτοῦ· γίνονται δέ τινα καὶ ἀπὸ ῥᾳθυμίας, οἷον γαστριμαργίας καὶ μέθης. Τινὲς δὲ ἀπὸ τοῦ εἰπεῖν τὸν Κύριον, «Μηκέτι ἁμάρτανε, στοχαζόμενοι ἀποφαίνονται, ὅτι τοῦτον τὸν παράλυ τον ᾔδει ὁ Κύριος μέλλοντα υποδείξαι αὐτὸν, καὶ καταμηνύσαι τοῖς Ἰουδαίοις, μεθ᾽ ὁ εὗρεν αὐτὸν ἐν τῷ ἱερῷ, καὶ διὰ τοῦτό φησι· «Μηκέτι ἁμάρτανε.» 'Αλλ' οὐκ ἔστι τοῦτο. Φαίνεται γὰρ εὐλαβὴς ὁ ἄν θρωπο;. «Εὑρίσκει γὰρ αὐτὸν, φησίν, ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ.» Καίτοι εἰ μὴ εὐλαβὴς ἦν, ἀνέσει και τρυ φῇ ἂν ἐξέδωκεν ἑαυτὸν, οἴκαδε δραμὼν, καὶ ἐξέφυγεν ἂν τὴν τῶν Ἰουδαίων μανίαν, καὶ τὰς λογοπραγίας ἀλλ' οὐδὲν τούτων αὐτὸν ἐποίησεν ἀποστῆναι τοῦ ἱε ροῦ· ἀλλὰ καὶ μετὰ τὸ ἐπιγνῶναι τὸν Ἰησοῦν, ἄρα πῶς αὐτὸν εὐγνωμόνως ἀνακηρύττει τοῖς Ἰουδαίοις. Οὐ γὰρ λέγει, ὅτι Ἰησοῦς ἐστιν ὁ εἰπὼν ἆρει τὸν κράββατον, ὅπερ ἐκεῖνοι ἤθελον ἀκούειν, ἀλλ' ὁ ποι ήσας αὐτὸν ὑγιῆ, ὅπερ ἀκούειν οὐκ ἠνείχοντο, ἔγκλημα ποιούμενοι τὴν τοῦ Σαββάτου παράλυσιν. Εἰ δὲ Ἰουδαῖοι ἐδίωκον τὸν Κύριον, τί παρὰ τοῦτο ἡμαρ τεν ὁ ἄνθρωπος, ὑποδείξας αὐτὸν αὐτοῖς; Αὐτὸς μὲν γὰρ ἀπ᾿ εὐγνώμονος διανοίας, ἵνα καὶ τοὺς ἄλλους ἐφελκύσηται πρὸς πίστιν, ἐκήρυττε τὸν θεραπευτήν εἰ δὲ ἐκεῖνοι ἐδίωκον τὸν εὐεργέτην, ἐκείνων τὸ Έγκλημα. Νόει δέ μοι προβατικήν κολυμβήθραν, τὴν τοῦ βαπτίσματος χάριν, ἐν ᾗ τὸ ὑπὲρ ἡμῶν τυθὲν πρόβατον Ἰησοῦς ὁ Κύριος, ἐπλύθη βαπτισόμενος ὑπὲρ ἡμῶν. Πέντε δὲ στοὺς ἔχει αὕτη ἡ κολυμβήθρα. Αἱ γὰρ τέσσαρες ἀρεταῖ, καὶ τὸ θεωρητικὸν καὶ δια γματικὸν, τῷ βαπτίσματι συνεμφαίνονται. Η τοίνυν ἀνθρωπίνη φύσις, οἷά τις παράλυτος, πάσας τὰς ψυ χικές δυνάμεις παρεθεῖσα, κατέκειτο τριάκοντα καὶ ὀκτώ. ἔτη νοσοῦσα. Οὔτε γὰρ ἐν τῇ εἰς Τριάδι το στει ὑγιῶς εἶχεν, οὔτε ἔγδοον αἰῶνα, ἀνάστασιν λέγω
col. 1265–1266page 70 of 111
PG 123:1265καὶ κρίσιν τῶν 3:56:ωμένων, βεβαίως ἐπίστευε γενή πρώβατα, τυχεῖν, καὶ ἐν τῷ ἱερῷ εὐρεθῆναι μετὰ τὴν ὑγείαν, χείρων ἡμῖν ἡ μέλλουσα κόλασις γένηται. σεσθαι. Διὸ καὶ οὐχ εὕρισκε θεραπείαν· οὐδὲ γὰρ είχεν ἄνθρωπον τὸν ἐμβαλοῦντα εἰς τὴν κολυμβή Οραν, τουτέστιν, οὔπω ἐγεγόνει ἄνθρωπος ὁ Υἱὸς τοῦ Θεοῦ, δς ἔμελλε διὰ τοῦ βαπτίσματος ὑγιᾶσαι αὐτόν. Οτε δὲ γέγονεν ἄνθρωπος, τότε ἡγίασε μὲν τὴν φύ σιν ἡμῶν, προσέταξε δὲ καὶ τὸ κλινίδιον ἄραι, τουτ ἐστι, καὶ τὸ σῶμα κούφον ποιῆσαι καὶ ἐλαφρόν, καὶ ἄρτι ἀπὸ τῆς γῆς, μή βαρυνόμενον σαρξὶ καὶ μερίμναις γηίναις, ἀλλὰ τῆς πρὸς τὸ καλὸν ῥαθυμίας ἐξαναστῆσαι, καὶ περιπατεῖν, ὅ ἐστι κινεῖσθαι προς τὴν τοῦ ἀγαθοῦ ἐργασίαν. Τὸ δὲ ταράσσεσθαι τὸ ὕδωρ τῆς κολυμβήθρας τοῦτο δηλοί, τὸ ἐν αὐτῇ θορυβεῖσθαι τὰ πνεύματα τῆς πονηρίας, συντριβόμενα και συμπνιγόμενα τῇ τοῦ ἁγίου Πνεύματος χάριτι. Εἴη δὲ καὶ ἡμᾶς ἐπιτυχεῖν τῆς ὑγείας, τους παρειμένους 1 μὲν, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀκινητοῦντας, μή ἔχοντας δὲ ἄνθρωπον, τουτέστιν, ἀνθρώπινον λογια σμόν, οἷα παρασυμβληθέντας τοῖς κτήνεσιν τοῖς ανοήτοις, ἵνα βάλλῃ ἡμᾶς εἰς τὴν τῶν δακρύων τῆς μετανοίας κολυμβήθραν, εἰς ἣν ὁ πρῶτος ἐμβας θεραπεύεται. Ο γὰρ εἰς τοὺς ὑστέρους καιροὺς ἀνα βαλλόμενος, καὶ ὑπερτιθεὶς τὴν μετάνοιαν, καὶ μὴ σπεύδων ἐνταῦθα μετανοήσαι, ἀλλ' ὑστερῶν, οὐ τυγχάνει τῆς ἰάσεως. Πρῶτος οὖν σπούδασον ἐμβῆναι, ἵνα μή σε προλάβῃ ὁ θάνατος. Ταύτην δὲ τὴν κολυμβήθραν τῆς μετανοίας ἄγγελος ταράσσει. Ποῖος; Ο τῆς μεγάλης βουλῆς τοῦ Πατρός, ὁ Χρι στὸς καὶ Σωτήρ. Εἰ γὰρ μὴ ἅψηται τῆς καρδίας ἡμῶν ὁ θεῖος λόγος, καὶ ταραχὴν ἐργάσηται ἐν ταύτῃ διὰ μνήμης τῶν ἐν τῷ μέλλοντι αἰῶνι κολαστηρίων, " οὐκ ἄλλως ἐνεργηθήσεται ἡ κολυμβήθρα αὕτη, οὐδὲ ὑγεία γίνεται τῇ παρειμένῃ ψυχῇ. Προβατική δ' ἂν εἰκότως κληθείη αὕτη· τὰ γὰρ ἐντόσθια καὶ οἱ λογι σμοὶ τῶν εἰς θυσίαν ζῶσαν ἁγίων εὐάρεστον τῷ Θεῷ Ετοιμαζομένων, καὶ ἀκάκων γινομένων, ὡς πρόβατα ἐν ταύτῃ ἀποπλύνονται. Γένοιτο οὖν ἡμᾶς τῆς ὑγείας ήγουν, μηκέτι ἀνιέροις λογισμοῖς μολυνθῆναι, ἵνα μὴ Ο δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς· Ο Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομα:. Διὰ τοῦτο οὖν μᾶλλον αὐτὸν ἐζήτουν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυε τὸ Σάββατον, ἀλλὰ καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ.» Οἱ μὲν Ιου δαῖοι ὡς ἐργασαμένῳ ἐν Σαββάτῳ τὴν θεραπείαν, ἐγκαλοῦσι τῷ Χριστῷ· αὐτὸς δὲ οἷα δὴ ὁμότιμος ὢν τῷ Πατρὶ καὶ τῆς αὐτῆς ἐξουσίας, φησίν, ὅτι "Ωσπερ ὁ Θεὸς καὶ Πατήρ μου εργάζεται καὶ ἐν Σαββάτῳ, καὶ οὐκ ἐγκαλεῖτε αὐτῷ, οὕτως οὐδὲ ἐμοί. Πῶς δὲ δ Πατὴρ ἐργάζεται ἕως ἄρτι, τοῦ Μωσέως λέγοντος, ὅτι ο Κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτ τοῦ;» Θέλεις μαθεῖν, πῶς ἐργάζεται ὅτι ὁ Θεός; Ορα τὴν οἰκουμένην, καὶ κατάμαθε τὰ τῆς Προνοίας ἔργα· ἥλιον ἀνατέλλοντα, δυόμενον, θάλασσαν, πη γὰς, ποταμούς, ζῶα πάντα ἁπλῶς δημιουργηθέντα καὶ ἴδοις ἂν τὴν κτίσιν τὰ ἑαυτῆς ἐνεργοῦσαν, μᾶλ τον δὲ ἐνεργουμένην, καὶ κινουμένην τῷ ἀῤῥήτῳ τῆς Προνοίας λόγῳ. Πάντως δὲ ἡ Πρόνοια καὶ ἐν Σαββάτο το
col. 1267–1268page 71 of 111
PG 123:1267τὰ οἰκεῖα ἐνεργεῖ. ὥστε ἐπεὶ ὁ Πατὴρ ἐργάζεται, καὶ ἐν Σαββάτῳ τὴν κτίσιν διακυβερνᾷ, εἰκότως κάτ γώ, φησίν, ὁ Υἱὸς αὐτοῦ ἐργάζομαι. Οἱ δὲ, διατηκόμενοι τῷ φθόνῳ, ἐζήτουν αὐτὸν ἀποκτεῖναι, οὐ μόν νον, ὅτι ἔλυε τὸ Σάββατον, ἀλλ' ὅτι καὶ Πατέρα αὐτοῦ ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ. Ἐπεὶ γὰρ Υἱὸν ἔλεγεν ἑαυτὸν, ἀναγκαίως ισότιμον ἐποίει ἑαυτὸν τῷ Θεῷ· πᾶς γὰρ υἱὸς τῆς αὐτῆς ἐστι φύσεως τῷ πατρί. Ποῦ ᾿Αρειος ἐνταῦθα; Όντως τετύφλωται περὶ τὸ φῶς. Υιόν γὰρ ὀνομάζων τὸν Χριστὸν τοῦ Πατρός, οὐκ ἐδίδου αὐτῷ τὸ καὶ τὴν αὐτὴν φύσιν ἔχειν τῷ Πατρὶ, ἀλλὰ κτίσμα τὸν τοῦ ἀκτίστου Πατρός Γιὸν ὡμολόγει. Καίτοι Ἰουδαίους γοῦν ἔδει διδασκάλους παραλαβεῖν, οἱ διὰ τοῦτο ἐδίωκον τὸν Κύριον, ὅτι Υἱὸν ἑαυτὸν ἔλεγε τοῦ Θεοῦ. Αναγκαίως γὰρ συνήγετο, καὶ ἴσος εἶναι θεῷ· ἐπεὶ εἰ μὴ μέγα ἦν τὸ τοῦ Υἱοῦ ἀξίωμα, καὶ εἰς ἴσον ἦγεν ἑαυτὸν τῷ Θεῷ, τίνος ἕνεκεν ἐδίωκον αὐτόν; Απεκρίνατο οὖν ὁ Ἰησοῦς, καὶ εἶπεν αὐτοῖς· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεί. Ο γὰρ Πατὴρ φιλεῖ τὸν Υἱὸν, καὶ πάντα δείκνυσιν αὐτῷ, & αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε. Ωσπερ γὰρ ὁ Πατήρ έχει ρει τοὺς νεκρούς, καὶ ζωοποιεῖ· οὕτω καὶ ὁ Υἱε, οὓς θέλει ζωοποιεῖ. — Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν,, καθὸ οὐδὲν ἀλλότριον, οὐδὲ ξένον τοῦ Πατρός έχει, ἀλλὰ πάντα ἔοικε τῷ Πατρί· καὶ οὐκ ἄλλην ἔχει οὐσίαν, ἵνα καὶ ἄλλην δύναμιν ἔχῃ, καὶ ἀκολούθως ἄλλην ἐνέργειαν· ἀλλ᾽ ἐπεὶ τὴν αὐτὴν ἔχει οὐσίαν, τὴν αὐτὴν ἔχει καὶ δύναμιν. Διὰ τοῦτο δὲ καὶ τὰ αὐτὰ ἐνεργεῖ, καὶ οὐ δύναται ἄλλο τι ποιῆσαι, παρ' δ ὁ Πατὴρ ποιεῖ. Οὐ γὰρ ἄλλην δύναμιν ἔχει ἡ ὑποδεεστέραν, ἢ ὑπερτέραν τῆς πατρικῆς· ἀλλὰ μία οὐσία, μία δύναμις, μία ενέργεια Πατρὶ καὶ Γιῷ. Ναί, φησίν, ἀλλ᾽ οἷόν τις διδάσκαλός ἐστιν ὁ Πατήρ τοῦ Υἱοῦ, ὑποδεικνύων αὐτῷ, πῶς δεῖ ἐργάζεσθαι. Ἐὰν γὰρ μὴ βλέπῃ τὸν Πατέρα ὁ Υἱὸς ποιοῦντα, οὐδὲν ποιεῖ. Οὐκοῦν ἐρωτῶ "Αρειον καὶ Εὐνόμιον, τοὺς ταῦτα ληροῦντας, πῶς διδάσκει ὁ Πατὴρ τὸν γιόν; Εν σοφίᾳ, ἢ οὐ; Πάντως ἐν σοφίᾳ. Τίς δὲ ἡ σοφία τοῦ Θεοῦ; "Αρ' οὐχὶ ὁ Υἱός; Ναὶ πάντως. Ο Υἱὸς ἄρα διδάσκει ἑαυτόν. Βαβαὶ τῆς ἀνοίας ὑμῶν! οἴγε ὡς παῖδά τινα παραδιδόατε τῷ Πατρὶ τὸν Υἱόν μαθησόμενον. Ἐγὼ δὲ μετὰ τῆς τοῦ Θεοῦ σοφίας ἀποφαίνομαι, ὅτι εἴ τι οἶδεν ὁ Πατήρ, οὐκ ἄνευ τοῦ Υἱοῦ οἶδεν· αὐτὸς γάρ ἐστιν ἡ σοφία αὐτοῦ. Εἰτι δύναται ὁ Πατήρ, οὐκ ἄνευ τοῦ Υἱοῦ δύναται· αὐτὸς γάρ ἐστιν ἡ δύναμις αὐτοῦ. Ὅτι δὲ ταῦτα ἀληθή, ἄκουε· «Ο τι ἂν ὁ Πατὴρ ποιῇ, ταῦτα καὶ ὁ Υἱς ὁμοίως ποιεί.» Εἰ ὁ Πατήρ μετ' ἐξουσίας καὶ δυνά μεως, καὶ ὁ Υἱὸς ὁμοίως. Οὐκ ἄρα υποδεέστερος ὁ Υἱὸς τοῦ Πατρός. Εἰ δὲ ταπεινῶς είρηται το, ο Δεί κνυσιν αὐτῷ πάντα,» καὶ τὸ, «Μείζονα τούτων δείξει, ο οὐ χρὴ θαυμάζειν. Πρὸς γὰρ ἀνθρώπους διαλέγεται φωνοῦντας, κατ' αὐτοῦ, καὶ διαπριομένους τῷ φθόνω. Καὶ εἰ μὴ πανταχοῦ παρέπλεκε τὰ τα
col. 1269–1270page 72 of 111
PG 123:1269γ. πεινὰ τοῖς ὑψηλοῖς, τί οὐκ ἂν ἐποίουν, ὅπου γε καὶ οὕτω ταπεινῶς τὰ πλείω φθεγγομένου, λυττῶσι; Τί δέ ἐστι, τὸ, ο Καὶ μείζονα τούτων δείξει; ο Επειδή παράλυτον ἔσφιγξε, μέλλει δὲ καὶ νεκρὸν ἐγείρειν, διὰ τοῦτό φησιν· Εἰ θαυμάζετε ότι παρά λυτον ὑγιῆ πεποίηκα, μείζονα τούτων ὄψεσθε. Οτι δὲ τὸ δεῖξαι ῥῆμα ταπεινὸν ὄν, κατ' οἰκονομίαν εἶπεν, ἵνα τὴν μωρίαν αὐτῶν παραμυθήσηται, ἄκους τῶν ἐφεξῆς. • Ως γὰρ ὁ Πατήρ, φησίν, ἐγείρει τοὺς νεκρούς, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Εγείρει μὲν οὖν ὁ Υἱὸς, ὥσπερ ὁ Πατὴρ, καὶ διὰ τούτου δείκνυσι τὸ τῆς δυνάμεως ἀπαράλλακτον διὰ δὲ τοῦ, ὁ Οὓς θέλει, ο τῆς ἐξουσίας τὴν ἰσότητα. ο Ταῦτα δὲ πάντα οἱ μὲν 'Αρειανοὶ κατὰ τῆς Υἱοῦ δόξης ἐκλαμβάνονται, οἱ δὲ ὀρθόδοξοι ὑπὲρ ταύτης νοούμεν. η Οὐδὲ γὰρ ὁ Πατήρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ· ἵνα πάντες τιμῶσι τὸν Υἱόν, καθὼς τιμῶσι τὸν Πατέρα. Ο μὴ τιμῶν τὸν Υιόν, οὐ τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν. Αμὴν, ἀμὴν λέγω ὑμῖν, ὁ τῶν λόγων μου ἀκούων, καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.» Εδειξεν ἑαυτὸν εὐεργετεῖν δυνάμενον διὰ τῶν πολλῶν σημείων, ὧν ἐποίησεν. Ἐπεὶ δὲ οὐκ ἐδυσώπησεν αὐτοὺς, ἡ ἐπεσπάσατο πρὸς τὸ τιμῆσαι αὐτὸν, ὡς ἄξιον ἦν, φησίν, ὅτι Την κρίσιν πᾶσαν ὁ Πατὴρ τῷ Υἱῷ δέδωκεν, ο ἵνα καὶ ὁ φόβος τῆς κρίσεως πείσῃ αὐτοὺς τιμὴν πρὸς αὐτὸν ἐνδείξασθαι. Ειώθα μεν γὰρ οἱ ἄνθρωποι, € καὶ μάλιστα οἱ ἀλογώτεροι, φόβῳ μᾶλλον ἢ εὐεργεσίαις, τὸ δέον μεταμανθάνειν. Τὸ δὲ, ο Ἔδωκε την κρίσιν τῷ Υἱῷ ὁ Πατὴρ,» οὕτω νόησον, ὅτι κριτὴν αὐτὸν ἐγέννησεν, ὥσπερ ἀκούεις καὶ τὸ, ο Ζωὴν ἔδωκεν αὐτῷ,» καὶ νοεῖς, ὅτι ζῶντα αὐτὸν ἐγέννησεν. Ἐπεὶ γὰρ ὁ Πατήρ ἐστιν αἴτιος τῷ Υἱῷ τοῦ εἶναι, τὰ πάντα, ὅσα ἔχει ὁ Υἱός, λέγεται λαβεῖν παρὰ τοῦ Πατρὸς, ὡς ἐξ αὐτοῦ φυσικῶς ταῦτα ἔχων. Καὶ τὴν κρίσιν οὖν ἔχει ἐκ τοῦ Πατρὸς οὕτως, ὡς ἔχει αὐτὴν ὁ Πατήρ. Ινα γὰρ μὴ ἀκούοντες αἴτιον εἶναι τὸν Πατέρα τοῦ Υἱοῦ, νοήσωμεν ὅτι οὗτός ἐστιν αἴτιος αὐτοῦ, ὥσπερ καὶ τῶν κτισμάτων, καὶ διὰ τοῦτο τῆς τιμῆς ἐλάττωσιν εἰσαγάγωμεν, φησὶν ὅτι οὐδεμία παραλλαγὴ τῷ Υἱῷ πρὸς τὸν Πατέρα. Ο γὰρ ἐξουσίαν ἔχων κολάζειν, καὶ τιμῶν, ὡς βούλεται, ταὐτὰ δύναται τῷ Πατρί· διὸ καὶ δεῖ αὐτὸν τιμᾶν οὕτως ὡς τὸν Πατέρα. • Ἵνα γάρ, φησί, πάντες τιμῶσι τὸν Υἱόν, καθὼς τιμῶσι τὸν Πατέρα. Οἱ γοῦν περὶ τὸν ᾿Αρειον, ἐπειδὴ ὡς κτίσμα τιμάν οἴονται τὸν Υἱόν, καὶ τὸν Πατέρα λοιπὸν ὡς κτίσμα τιμῶντες ἐλέγχονται. Η γὰρ οὐ τιμῶσιν ὅλως τὸν Υϊν, καὶ μετὰ τῶν Ἰουδαίων ταττέσθωσαν· ἢ εἴπερ τιμῶσι μὲν αὐτὸν, ὡς κτίσμα δὲ, πρέπει δὲ τιμήν αὐτὸν ὥσπερ καὶ τὸν Πατέρα, ἐλέγχονται πάντως καὶ τὸν Πατέρα ὡς κτίσμα τιμῶντες. Καὶ ἄλλως δὲ, κατὰ τὸ ἐπαγόμενον· πῶς τιμῶσι τὸν Πατέρα, 20, Επειδή συγγ τῶν
col. 1271–1272page 73 of 111
PG 123:1271οἱ μή τιμῶντες τὸν Υἱόν; Ἐπάγει γάρ Ο μὴ τιμῶν τὸν Υἱόν, οὐ τιμᾷ τὸν Πατέρα. • Ο μή τι μῶν, φησίν, οὕτως, ὡς εἶπον, καθὼς καὶ τὸν Πα τέρα· ἐπεὶ εἴ τις λέγει, ὅτι κτίσμα μὲν ὁ Υἱὸς, ὑπερ έχων δὲ πάντων τῶν κτισμάτων, καὶ δοκοίη χαρίσ ζεσθαι τῷ Υἱῷ ψευδή ταύτην καὶ ματαίαν τιμὴν, ατιμάζει πάντως καὶ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν. Τὸ δὲ, ο πέμψαντα, ο εἶπεν, ἵνα μὴ ἐχθη ριωθώσι, καθά προείπομεν. Τὴν γὰρ διδασκαλίαν, ὡς εἴρηται, πλέκει θαυμασίως, ποτὲ μὲν τὰ ὑψηλὰ ἑαυτῷ προσμαρτυρῶν, ὡς ἦν ἄξιον, ποτὲ δὲ, διὰ τὴν μανίαν τῶν ἐχθρῶν Ἰουδαίων, τα ταπεινά. Ει γὰρ καὶ ἀναστάντος ἐκ νεκρῶν, καὶ ἀναβάντος εἰς οὐρανούς, καὶ διὰ τῶν ἀποστόλων δείξαντος τὴν ο! κείαν δύναμιν, ἐπανέστησαν "Αρειος καὶ Εὐνόμιο; τῇ δόξῃ αὐτοῦ, καὶ εἰς κτίσμα αὐτὸν κατήγαγον· εἰ τότε Ἰουδαῖοι βλέποντες αὐτὸν ἐν σαρκὶ περιπατοῦντα μετὰ τῶν τελωνῶν καὶ πορνῶν, καὶ τρώγοντα, καὶ πίνοντα, ὡς ἕνα τῶν πολλῶν, τί οὐκ ἂν ἐποίησαν, εἰ πάντα ὑψηλὰ περὶ ἑαυτοῦ ἔλεγε, καὶ μὴ συγκατεμίγνυς καὶ τὰ ταπεινά; Διὸ καὶ ἐπάγει . Ὁ ἀκούων μου τοὺς λόγους, καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον. ο Τὰς δὲ γνώμας αὐτῶν καὶ διὰ τούτων ἱλαρύνει ἀκουόντων, ὅτι Θεῷ μέλλουσι πιστεύειν ἀκούοντες τοὺς λόγους απο τοῦ. Οὐ γὰρ εἶπεν, ὅτι Ο πιστεύων ἐμοί, ἀλλά, Τῷ πέμψαντί με.» Ο τοίνυν πιστεύων ἐκείνῳ, εἰς κρίσιν, ἤτοι εἰς κόλασιν, οὐκ ἔρχεται, ἀλλὰ ζῇ οίδιον ζωὴν, θάνατον τὸν ψυχικὸν καὶ αἰώνιον με ύφο ιστάμενος, εἰ καὶ τὸν φυσικὸν τὸν πρόσκαιρον ὑποσταίη. Αμήν, ἀμὴν λέγω ὑμῖν, ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται. Ωσπερ γὰρ ὁ Πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ, καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ καὶ κρίσιν ποιεῖν· ὅτι Υἱὸς ἀνθρώπου ἐστί. Μη θαυμάζετε τοῦτο, ὅτι ἔρχεται ὥρα, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ, καὶ ἐκ πορεύσονται, οἱ τὰ ἀγαθὰ ποιήσαντες, εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρί σεως.» Εἰπὼν ἀνωτέρω, ότι ο 'Ο μὴ τιμῶν τὸν Υἱόν, οὐ τιμᾷ τὸν Πατέρα, καὶ ὑψηλά τινα περὶ αὐτοῦ φθεγ ξάμενος, ἵνα μὴ δόξῃ κόμπος εἶναι & λέγει, καὶ τύ φος διάκενος, παρέχει καὶ τὴν διὰ τῶν ἔργων ἀπό δειξιν λέγων, ὅτι «Ερχεται ὥρα, εἶτα, ἵνα μὴ ματ κρὸν ὑποπτεύσωμεν τὸν χρόνον, φησί· «Καὶ νῦν ἔστιν, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ Υἱοῦ,» του το ἐστι, νῦν ἐμοῦ μεθ' ὑμῶν διατρίβοντος. Ταῦτα δὲ λέ γει περὶ ὧν ἔμελλεν ἀναστῆσαι νεκρῶν, οἷον τοῦ υἱοῦ τῆς χήρας, τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου, καὶ τοῦ Λαζάρου. Εἶτα καὶ λογισμὸν ἐπάγει τῶν εἰρημένων ἀποδεικτικόν. «"Ωσπερ γάρ, φησίν, ὁ Πατήρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ· ὁ ἵνα ζωογονῇ τοὺς ἀκούοντας αὐτοῦ τῆς φωνῆς. Οὐ μόνον δὲ ἐξουσίαν δέδωκεν αὐτῷ ζω. γονεῖν, ἀλλὰ καὶ κρίσιν ποιεῖν, ὥστε κολάζειν καὶ τιμωρεῖσθαι. Συνεχῶς δὲ τοὺς περὶ κρίσεως λέγου; εἰς τὸ μέσον ἄγει, ἵνα τοὺς ἀκροατα; ἐπαγάγηται.
col. 1273–1274page 74 of 111
PG 123:1273εἰς ζωὴν ἀναστῆναι τοὺς τὰ ἀγαθὰ πράξαντας, δι' Ὁ γὰρ πεισθείς, ὅτι καὶ ἀναστήσεται, καὶ αὐτῷ δώ σει τὰς εὐθύνας τῶν πεπλημμελημένων, προσδρα. μεῖται πάντως αὐτῷ, ἐξιλεούμενος αὐτὸν, ὡς μέλ λοντα αὐτοῦ κριτὴν ἔσεσθαι. Μὴ θαυμάζετε δὲ, ὅτι Υἱὸς ἀνθρώπου ἐστίν. Εἰ γὰρ καὶ Υἱὸς ἀνθρώπου ἐστὶν, ἀλλὰ καὶ Θεός ἐστιν· ὥστε την κρίσιν εἰκό τως ἔχει, ὡς Υἱὸς Θεοῦ. Εἰ δὲ καὶ ἄνθρωπος φαίνεται, μὴ θαυμάζετε. Χρὴ δὲ γινώσκειν, ὅτι Παῦλος ὁ Σαμοσατεύς, ψιλόν ἄνθρωπον δογματίζων τὸν Κύ ριον, οὕτως ἀνεγίνωσκε τοῦτο τὸ χωρίον «Καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ, καὶ κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστίν· ἡ ἐνταῦθα δὲ στίζων, ἀπ᾿ ἄλλης ἀρχῆς ἀνεγίνωσκε τὸ, «Μὴ θαυμάζετε τοῦτο. Ἀνόη τον δὲ τελείως ἐστὶ τὸ οὕτως ἀναγινώσκειν. Τὴν γὰρ κρίσιν δέδωκε τῷ Υἱῷ ὁ Πατήρ, οὐχ ὅτι Υἱὸς ἀνθρώπου ἐστὶν, ἀλλ' ὅτι Θεός. Ἐκεῖνος μὲν οὖν μὴ δεχό μενος εἰπεῖν τὸν Χριστὸν Θεὸν, ἀλλ' Υἱὸν ἀνθρώπου, οὕτως ἐνόει κριτὴν αὐτὸν εἶναι, οὐχ ὡς Θεόν, ἀλλ' ὡς Υἱὸν ἀνθρώπου· ἡμεῖς δὲ οὕτω νοοῦμεν, ὡς εἴρη ται. Εἰπὼν δὲ περὶ τῆς μερικῆς ἀναστάσεως, τοῦ Λαζάρου, φημί, καὶ τῶν ἄλλων, οι πάλαι δηλαδὴ ἔθανον, νῦν λέγει περὶ τῆς καθόλου • ε Οτι ἔρχεται ὥρα, ἐν ᾗ οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωτ νῆς τοῦ Θεοῦ· περὶ τῆς καθολικῆς γὰρ ἀναστάσεως ἐνταῦθά φησιν. Ἐπειδὴ δὲ εἶπεν ἀνωτέρω, ὅτι Ο πιστεύων, εἰς κρίσιν οὐκ ἔρχεται, ο ἵνα μήνα μίσωμεν, ὅτι ἡ πίστις μόνη εἰς σωτηρίαν ἀρκεῖ, φη σίν, ὅτι ο 'Αναστήσονται, οἱ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως, οἱ τὰ ἀγαθά, εἰς ἀνάστασιν ζωῆς.» Οὐκ ἄρα ἡ πίστις μόνη χωρίς ἔργων δικαιοί, ἀλλὰ καὶ τὰ ἔργα προσεῖναι δεῖ· τότε γὰρ καὶ κυρίως πίστις ἐστίν. Ορα δὲ διπλῆν τὴν διδασκαλίαν γενο μένην, διὰ φόβου καὶ ἱλαρότητος. Τὸ μὲν γὰρ κατα κριθῆναι τοὺς τὰ φαῦλα πράξαντας, ἐκφοβεῖ· τὸ δὲ Ιλαρότητος προτρέπεται. ο Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ' ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω, κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν· ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.» Καθὰ καὶ ἐν τοῖς ἀνωτέρω λέλεκται, τὴν ἀπαραλλαξίαν τοῦ Υἱοῦ πρὸς τὸν Παν τέρα ἐνδείκνυνται ταῦτα τὰ ῥήματα, τό, «Οὐ δύνα μαι ἐγὼ ποιεῖν ἀπ' ἐμαυτοῦ οὐδὲν,» καὶ ὅσα τοιουτότροπα. Οὐδὲν γὰρ ξένων καὶ ἀλλότριον τοῦ Πατρὸς δύναμαι ἐγώ ποιεῖν· οὔτε γὰρ θέλημα ἔχω ἀλλοῖον παρὰ τὸ πατρικόν, οὔτε δύναμιν. Καθὼς δὲ ἀκούω παρὰ τοῦ Πατρός, οὕτω κρίνω· τουτέστιν, ὡς ἂν αὐτὸς ὁ Πατὴρ κρίνει, οὕτω κἀγώ. Ταῦτα δὲ λέγειδιὰ τὸ δεῖξαι, ὡς πολλάκις ἔφημεν, τὸ ἀπαράλλακτον καὶ ἐν ἔργοις, καὶ λόγοις, καὶ κρίσεσιν. Ινα γὰρ μή τινες, ἄνθρωπον ὁρῶντες αὐτὸν, σκανδαλίζωνται, πῶς ὁ φαινόμενος άνθρωπος δικαίαν κρίσιν ποιή σειεν, τοῦ Δαυτό εἰπόντος, ο Πᾶς ἄνθρωπος ψεύ στης· › ἔφθασε μὲν εἰπὼν, ὅτι Μὴ θαυμάζετε, διότι Υἱὸς ἀνθρώπου εἰμί· λέγει δὲ καὶ νῦν, ὅτι Δικαία ἡ κρίσις μου ἐστι, καθὸ κρίνω, ὡς ἀκούω τοῦ Πατρός μου κρίνοντος. Μὴ γὰρ τὸ ἐμὸν θέλημα ζητῶ, ἀλλὰ ὸ τοῦ Πατρός. Ο μὲν θέλων τὸ ἑαυτοῦ βούλημα κυ
col. 1275–1276page 75 of 111
PG 123:1275» ρῶται, ὅπως ἂν ὑποπτευθείη, ὡς παραφθείρων το ο δίκαιον· ὁ δὲ μὴ τὰ ἑαυτοῦ σκοπῶν, τίνα ἂν ἔχῃ πρόφασιν τοῦ μὴ τὰ δίκαια ψηφίζεσθαι; Εγώ τοίνυν οὐ ζητῶ τὸ θέλημα τὸ ἐμόν· οὐδὲ γὰρ ἔχω ἐμὸν θέ λημα· ἀλλ' ὁ θέλει ὁ Πατὴρ, ἐκεῖνο κἀγώ. Αν εγώ μαρτυρώ περί εμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής. Αλλος ἐστιν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθῆς ἐστιν ἡ μαρτυρία ἣν μαρ τυρεῖ περὶ ἐμοῦ. Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ. Ἐγὼ δὲ παρὰ ἀνθρώπου την μαρτυρίαν οὐ λαμβάνω· ἀλλὰ ταῦτα λέγω, ἵνα ὑμεῖς σωθῆτε. Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος, καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιασθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ. › Φαίνεται ἐνταῦθα ἐναντία λέγων ὁ Κύριος. Καὶ γὰρ πολλαχού φαίνεται μαρτυρήσας ἑαυτῷ, ὥσπερ τῇ Σαμαρείτιδι ἔφη·. Εγώ εἰμι ὁ Χριστός·» καὶ τῷ τυφλῷ, καὶ ἑτέρωθι πολ λαχοῦ. Ἐὰν οὖν ταῦτα ὦσι ψευδή, ποία ἡμῖν σωτη ρίας ἐλπίς; Οὐ τοῦτο δὲ μόνον δοκεῖ ἐναντίωμα, ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον. Προϊών γάρ, φησίν, ὅτι, ο Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστι.» Πῶς οὖν συμβιβασθήσονται ταῦτα δοκοῦντα μάχεσθαι; Ο μὲν λέγει, ὅτι «Αν εγώ μαρ τυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀλη θής, ο λέγει ὡς πρὸς τὴν ὑπόληψιν τῶν Ἰουδαίων. Ἐπεὶ γὰρ ἔμελλον ἐκεῖνοι ἴσως εἰπεῖν αὐτῷ, ὅτι Σ μαρτυρεῖς περὶ σεαυτοῦ, οὐδεὶς δὲ μαρτυρῶν ἑαυτῷ, αξιόπιστός ἐστι, φησὶν ἑνστατικῶς, ὅτι οὐ μαρτυρώ ἐγὼ περὶ ἐμαυτοῦ· ἡ γὰρ ἂν κατὰ τὴν ὑμετέραν γνώμην οὐκ ἄξιος εἴην πιστεύεσθαι. ο ῎Αλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, ἡ ὁ Ἰωάννης. “Ο δὲ λέγει, ὅτι Κἂν ἐγὼ μαρτυρώ, ή μαρτυρία μου ἀληθῆς ἐστι, κ κατά συνδρομήν λέγει, συντρέχων γὰρ τῷ λογισμό τῶν Ἰουδαίων, φησίν, ὅτι Εστω, ὅτι ἐγώ μαρτυρώ περὶ ἐμαυτοῦ. Κἂν ἐγὼ τοίνυν μαρτυρῶ, ἀληθής ἐστιν ἡ μαρτυρία μου· Θεὸς γὰρ ῶν, ἀξιόπιστο; εἰμι. Ὥστε τὸ μὲν πρῶτον ἐνστατικῶς εἶπεν, ὅτι οὐκ εγώ μαρτυρῶ, ἀλλ' ὁ Πρόδρομος· τὸ δὲ δεύτερον, κατὰ ἀντιπαράστασιν, ἤτοι συνδρομήν, ότι ο Καν ἐγὼ μαρτυρῶ, ἀληθής ἐστιν ἡ μαρτυρία μου.» Τρείς οὖν, φησίν, ἔχω μάρτυρας, τὸν Ἰωάννην, τὰ ἔργα μου, τὸν Πατέρα μου. Καὶ πρῶτον τὸν Ἰωάννην τί θησιν, ἵνα μήτις εἴπῃ αὐτῷ· Τί οὖν, εἰ ἐκεῖνος προς χάριν ἐμαρτύρησέ σοι; φησίν, ὅτι Ὑμεῖς αὐτοὶ ἀπὸ εστείλατε πρὸς Ἰωάννην. Πάντως δὲ οὐκ ἂν ἀπεστείλατε ἐρωτῶντες, εἰ μὴ ἀξιόπιστον αὐτὸν ἐνομίζετε. Ὥστε καὶ ὑμεῖς αὐτοὶ μαρτυρεῖτε, ὅτι ἀληθὴς ἦν ὁ Ἰωάννης. Καίτοι ἐγὼ μὲν, οἷα δὴ Θεὸς ὤν, οὐ δέο μαι ἀνθρωπίνης μαρτυρίας, τῆς τοῦ δούλου ὁ Δεσπό της. Ἐπεὶ δὲ ὑμεῖς αὐτὸν ἀξιοπιστότερον ἡγεῖσθε, καὶ αὐτῷ μᾶλλον προσέχετε ἤπερ ἐμοὶ, κακείνῳ μὲν προσεδράμετε, ἐμοὶ δὲ οὐδὲ θαυματουργοῦντι πιο στεύετε· διὰ τοῦτο ἀναμιμνήσκω τῆς Ἰωάννου μαρτ τυρίας, καὶ πάντα ποιῶ, καὶ ἀναδέχομαι καὶ τὰ ἀνα άξια τῆς ἐμῆς θεότητος, ἵνα ὑμεῖς σωθῆτε. Λύχν
col. 1277–1278page 76 of 111
PG 123:1277δὲ καιόμενον τὴν Ἰωάννην φησί, καθὼς καὶ ἐκ γῆς εἶχε τὴν διάπλασιν, καὶ οὐκ οἴκοθεν τὸ φῶς, ἀλλ' ἀπὸ τῆς τοῦ Πνεύματος χάριτος καὶ πρόσκαιρον. Αμα τε γὰρ ἐφάνη ἡ τοῦ Κυρίου ἡμέρα, ήτοι διδασκαλία, καὶ ἀπεκρύβη ὁ λύχνος. Ὑμεῖς δὲ, πρὸς ὥραν μὲν ἀπεδέξασθε τὰ εἰρημένα παρ' αὐτοῦ, καὶ ἡγαλλιά σθητε ἐν αὐτῷ· εἶτα ἐπιλαθόμενοι ὧν περὶ ἐμοῦ εἶ πον, ἐμείνατε ἐπὶ τῆς προτέρας ἀπιστίας. Εἰ γὰρ ἐκείνῳ ἀπαξ βεβαίως ἐπιστεύσατε, ταχέως ἂν ὑμᾶς πρὸς τὴν ἐμὴν ἔχειραγώγησε πίστιν. Ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάν νου. Τὰ γὰρ ἔργα & ἔδωκέ μοι ὁ Πατήρ, ἵνα τε λειώσω αὐτά, αὐτὰ τὰ ἔργα ἃ ἐγὼ πατῶ, μαρτυρεί περὶ ἐμοῦ, ὅτι ὁ Πατήρ με ἀπέσταλκε· καὶ ὁ πέμψας με Πατὴρ, αὐτὸς μεμαρτύρηκε περὶ ἐμοῦ οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε πώποτε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε, καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε μένοντα ἐν ὑμῖν· ὅτι ἐν ἀπέστειλε ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε.» Εμαρτύρησε μὲν, φησίν, Ιωάννης περὶ ἐμοῦ, Ἰωάννης ὁ πάντων δοκῶν ὑμῖν ἀξιοπιστότατος. Ἐπεὶ δὲ εἰκὸς εὑρεθῆναί τινας συκοφάντας, οἱ τυχὸν ἐροῦσι· Καὶ τί πρὸς ἡμᾶς; Ἰωάννης ἐχαρίζετό σοι, καὶ διὰ τοῦτο τὰ χρηστότερα ἐπεμαρτύρει· Ὑμεῖς, φησίν, ἐπέμψατε προς Ἰωάννην, καὶ ἡρωτήσατε, ἀληθῆ πάντως αὐτὸν να μίζοντες. Πλὴν ἔχω καὶ ἄλλην μαρτυρίαν μείζω τοῦ Ἰωάννου. Τὰ ἔργα καὶ ὰ ἔδωκέ μοι ὁ Πατήρ, τουτέστιν, "Ανέθετό μοι ὁ Πατήρ, ἵνα τελειώσω αυ δ τὰ, μαρτυροῦσι περὶ ἐμοῦ. Λέγει δὲ ἔργα, τὰ θαύ ματα δήπου, οἷον τὴν τοῦ παραλύτου ἀνόρθωσιν, καὶ τὰ λοιπά. Ἐπεὶ δὲ ἐνεκάλουν αὐτῷ, ὅτι ἐν Σαββάτῳ ταῦτα ποιεῖ, λέγοντες, ότι ο Οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ὅτι τὸ Σάββατον οὐ τηρεῖ·, δείκνυσιν αὐτοῖς, ὅτι τὰ τῷ Πατρὶ δεδογμένα ποιεῖ, καὶ ὅτι μᾶλλον ἐκ τοῦ Θεοῦ ἐστι, καθὼς τὰ παρὰ τοῦ Θεοῦ δεδομένα αὐτῷ ἔργα τελεῖ. «Τὰ γὰρ ἔργα, φησίν, & έδωκέ μοι ὁ Πατήρ, ἵνα τελειώσω αὐτά.» Επεὶ οὖν ὁ Πατὴρ δέδωκε ταῦ τα, ὑμεῖς ἐστε ἀντίθεοι οἱ ἐναντιούμενοι τοῖς τοις ύ τοις έργοις. Καὶ ὁ πέμψας με Πατήρ, αὐτὸς μεμαρ τύρησε περὶ ἐμοῦ. ο Ποῦ δ μεμαρτύρηκε περὶ αὐτοῦ ὁ Πατήρ; Τινὲς μὲν λέγου ιν, ὡς ἐπὶ τοῦ βαπτίσματος, ὅταν εἶπεν·. Οὔτε ἐστιν ὁ Υἱός μου ὁ ἀγα τητής, ο Κρείττον δὲ οἶμαι νοεῖν, ὅτι διὰ πάσης τῆς Γραφῆς ἐμαρτύρησε περὶ αὐτοῦ ὁ Θεὸς, διά τε τοῦ νόμου καὶ τῶν προφητῶν. Ἀλλ᾽ ὑμεῖς, φησίν, οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε, τοῦ Πατρὸς λέγω, οὔτε εἶδος αὐτοῦ ἑωράκατε, ἀλλὰ παντάπασιν ἄγνωστος ὑμῖν ἐστι· διότι καὶ τὸν λόγον αὐτοῦ οὐκ Έχετε μένοντα ἐν ὑμῖν· τουτέστι, Τὰς Γραφὰς τὰς περὶ ἐμοῦ μαρτυρούσας οὐκ οἴδατε, εἰ καὶ δοκεῖτε ὅτι οίδατε, καὶ καυχάσθε, ὡς τὰ λόγια τοῦ Θεοῦ Εμπιστευθέντες. Πόθεν δῆλον, ὅτι οὐκ οἴδατε τὰς Γραφάς· ο Ότι ὅν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε.» Ὥσπερ οὖν οὔτε φωνὴν Θεοῦ ἡκού σατε (οὐ γὰρ ἔχει φωνὴν ὁ Θεὸς αἰσθητήν), οὔτε Ει
col. 1279–1280page 77 of 111
PG 123:1279εἶδος αὐτοῦ ἑωράκατε (ἄνειδεος γάρ ἐστι καὶ ἀσχη μάτιστος)· οὕτως οὐδὲ τὸν λόγον αὐτοῦ, λέγω δή τὰς Γραφὰς τὰς περὶ ἐμοῦ μαρτυρούσας, ἔχετε ἐν ἑαυτοῖς. Ἐρευνάτε τας Γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, καὶ οὐ θέλετε άλ θεῖν πρός με, ἵνα ζωὴν ἔχητε. Δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω, ἀλλ' ἔγνωκα ὑμᾶς, ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς.» Εἶπεν αὐτ τοῖς, ὅτι, Ο λόγος τοῦ Θεοῦ, τουτέστιν, αἱ Γραφεί αἱ περὶ ἐμοῦ μαρτυροῦσαι, οὐκ ἔστιν ἐν ὑμῖν. Διδά σχων οὖν πῶς δυνήσονται σχεῖν τὸν λόγον τοῦ Θεοῦ, φησίν· «Ερευνάτε τας Γραφάς· ἐν αὐταῖς γὰρ δο κεῖτε ὑμεῖς ζωὴν ἔχειν.» Ορα δὲ πῶς οὐκ εἶπεν, Εχετε ζωὴν, ἀλλ', ο ῞Οτι δοκεῖτε·, δοκεῖτε δὲ εἰ πε, δεικνὺς ὅτι οὐδὲν κατὰ ἀλήθειαν ἐκεῖθεν ἐκαρποῦντο, ἀπὸ τῆς ἀναγνώσεως μόνης σώζεσθαι προσδοκῶντες, πίστεως μὴ προσούσης. «Εκείνα μὲν γὰρ εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· ἀλλ᾽ ὑμεῖς οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν ἔχητε. ο Ωστε καντεῦθεν μανθάνωμεν, ὡς ἐκ προαιρέσεως ἦσαν κακοί. Οὐκ εἶπε γάρ, ὅτι Οὐ δύνασθε ἐλθεῖν, ἀλλ' ὅτι «Οὐ θέλετε ἐλθεῖν. ο ᾿Ακουέτωσαν Μανι χαῖοι, ὅτι οὐ φύσει τὸ κακὸν, ἀλλὰ προαιρέσει συν ίσταται. Ἐπεὶ δὲ ἀνέμνησεν αὐτοὺς τῆς Ἰωάννου μαρτυρίας, καὶ τῆς τοῦ Πατρὸς, καὶ τῆς δια τῶν ἔργων αὐτοῦ, διὰ τὴν σωτηρίαν αὐτῶν μόνον ταῦτα ποιῶν· εἰκὸς δὲ ἦν πολλοὺς ὑποπτεύειν, ὅτι δόξης ἔρωτι ταῦτα λέγει· διὰ τοῦτό φησιν, ὅτι «Δόξαν παρέ ἀνθρώπων οὐ λαμβάνω·, τουτέστι, Δήξη; οὐ δέομαι· οὐδὲ γὰρ φύσιν ἔχω τοιαύτην, ὥστε δεῖ σθαι τῆς παρὰ ἀνθρώπων δόξης. Υμεῖς δὲ διώκετε με προφασιζόμενοι, ὅτι δι' ἀγάπην Θεοῦ τοῦτο ποιεῖτε. Αλλ' οὐκ ἔστι τοῦτο, οὐκ ἔστι. «Εγνωκα γὰρ ὑμᾶς, ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς· ο κἂν ἄνω καὶ κάτω τοῦτο προβάλλοισθε, τὸ διὰ τὸ διώκειν με Εικότως οὖν οἱ Ἰουδαῖ. τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ εἶχον, ἐπεὶ ἐδίωκον την 51, τὸ διὰ τὸ τὸν Θεόν, διώκειν με αὐτοαγάπην, τὸν Υἱὸν τοῦ Θεοῦ. Εἰκότως καὶ τὸν λόγον αὐτοῦ οὐκ εἶχον μένοντα ἐν αὐτοῖς· τὸν γὰρ Λόγον καὶ Θεὸν παρῃτοῦντο. Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε. Πῶς δύνασθε ὑμεῖς πιο στεῦσαι, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε; Μη δοκεῖτε, ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πα τέρα· ἔστιν ἡ κατηγορῶν ὑμῶν Μωσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. Εἰ γὰρ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. Εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς μή μασι πιστεύσετε; κ «Εγώ μέν, φησίν, ἐλήλυθα εν τῷ ὀνόματι τοῦ Πατρός μου» (καὶ γὰρ πανταχοῦ τὸν Πατέρα ὑμνεῖ, καὶ παρ' αὐτοῦ φησιν ἀπεστάλθαι. καὶ οὐδὲν δύνασθαι ποιεῖν ἀφ' ἑαυτοῦ· καὶ ὅλως και πεινὰ πολλὰ φθέγγεται, πᾶσαν πρόφαση όγκωμα

Chapter VICaput VI

col. 1281–1282page 78 of 111
PG 123:1281ο σύνης ἐκκόψαι βουλόμενος)· ἄλλος δὲ ἐλεύσεται, ὁ Αντίχριστος δηλονότι, δς μέλλει ἀποδεικνύναι, ὅτι αὐτός ἐστι μόνος Θεός. Εμὲ μὲν οὖν τὸν ἐν ὀνόματι τοῦ Πατρὸς ἐλθόντα, τουτέστι, τὸν λέγοντα παρὰ τοῦ Πατρὸς ἀπεστάλθαι, οὐ δέχεσθε, ἐκεῖνον δὲ δέξεσθε. Τοῦτο δὲ συμβαίνει ὑμῖν, διότι ἐκεῖνος μὲν τὴν τοῦ βίου δόξαν ὑμῖν ἐπαγγελεῖται, ἣν ὑμεῖς ζητεῖτε, θέλοντες τὴν παρὰ ἀλλήλων δόξαν λαμβάνειν, καὶ τὴν παρὰ τοῦ μόνου Θεοῦ διαπτύοντες· ἐγὼ δὲ οὐδὲν ἐν βίῳ περίβλεπτον ὑμῖν ἐπαγγέλλομαι, ἀλλὰ πολ τὴν ἐνορᾶτε δυσκολίαν τοῖς ὑπ' ἐμοῦ λεγομένοις. Διὰ τοῦτο οὖν, φησὶν, ἐμοὶ οὐ πιστεύετε· οὐδὲν γὰρ τερπνὸν βιωτικόν προσδοκάτε ἕξειν ἀπ' ἐμοῦ. Καὶ ἄλλως δέ· «Οὐ πιστεύετέ μοι, ὡς δίξαν τὴν παρὰ ἀλλήλων θέλοντες.» Αρχοντες μὲν γὰρ καὶ διδάσκαλοι αὐτοὶ μόνοι θέλοντες δοκεῖν παρὰ τῷ πλήθει, οὐ δέχονται με, ἵνα μὴ ἐλαττωθείη αὐτοῖς ἡ δόξα· λαοὶ δὲ, τὴν παρὰ τῶν ἀρχόντων ἀγάπην ζητοῦντες, οὐ θέλουσι προσδραμεῖν ἐμοί, ἵνα μὴ τῆς παρὰ τῶν ἀρχόντων τιμῆς δι' ἐμὲ ἐκπέσωσιν. Ἐπεὶ δὲ καὶ τὸν Μωϋσῆν ἄνω καὶ κάτω προέφερον, φησίν, ὅτι Απο τὸς κατηγορήσει ὑμῶν· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε. Ποῦ δὲ ἔγραψε περὶ αὐτοῦ; Καὶ ἐν πολ λοῖς μὲν ἄλλοις (καὶ γὰρ τὸ, ο Προφήτην ὑμῖν ἀνα στήσει Κύριος, ο περὶ Χριστοῦ ἦν, καὶ ἄλλα πολλά, τὰ μὲν ἐν λόγοις, τὰ δὲ ἐν σημείοις καὶ συμβόλοις, οἷον τὸ τῆς βάτου θαῦμα· καὶ γὰρ πῦρ μὲν ἡ θεότης· βάτος δὲ ἀκανθώδης, ἡ ἁμαρτωλὸς φύσις, ἧς ἐπιλαθόμενον τὸ πῦρ τῆς θεότητος, ἀκατάφλεκτον ταύτην ἐτήρησε, τῷ φωτὶ λαμπρύναν, καὶ τῶν οἰκείων μὲν αὐχημάτων μεταδεδωκὸς, τῶν δὲ ἐκείνης ἐλαττωμάτων μὴ μετειληφός), οὐχ ἥκιστα δὲ καὶ τοῦτο Μωσής εἴρηκεν, εἰς τὴν τοῦ Χριστοῦ πίστιν συμβαλλόμενον. Ἐὰν γάρ, φησί, προφήτης ἀναστῇ, σημεία ποιῶν, καὶ ἀφιστῶν ἀπὸ Θεοῦ, μὴ πιστεύσητε αὐτῷ· οἷός ἐστιν ὁ ᾿Αντίχριστος. Ἐὰν δὲ ἀναστῇ προφήτης σημεία ποιῶν, καὶ πρὸς τὸν Θεὸν καὶ Πατέρα ἄγων, μᾶλλον οὐκ ἀφιστῶν αὐτοῦ, τούτῳ πιστεύσατε. Ὁ Χριστὸς οὖν ἐν ὀνόματι τοῦ Πατρὸς ἐλθὼν, καὶ σημεῖα μὲν ποιῶν, μὴ ἀπάγων δὲ αὐτοὺς τῆς θεοσεβείας, αὐτὸς ἦν ὁ παρὰ Μωσεί προφητευόμενος. ο Εἰ οὖν τοῖς Μωϋσέως γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ρήμασι πιστεύσετε; ν Ἐκεῖνος, φησὶν, ἔγραψε, καὶ πάρεισιν ὑμῖν ἀεὶ πρὸ ὀφθαλμῶν τὰ βιβλία, ὥστε, κἂν ἐπιλάθοισθε, ἔχειν ο πάλιν βαδίαν τὴν ἀνάμνησιν· καὶ ὅμως οὐ πιο στεύετε τοῖς γεγραμμένοις· καὶ πῶς πιστεύσετε τοῖς ἐμοῖς ἀγράφοις ρήμασι; Τί οὖν ταῦτα λέγεις, ὦ Κύριε, ἐπεὶ οἶδας, ὅτι οὐ πιστεύσουσιν; Εἰ καὶ οἶδα, φησίν, ὅτι παρακούσουσιν, ἀλλ᾽ ὅμως λέγω, ἵνα μὴ ὕστερον προφασίζωνται, ὅτι Εἰ εἶπας, ἐπι στεύσαμεν. "Αλλως τε, ἐκεῖνοι μὲν οἱ τότε, οἷα ἀγνώ μονες, οὐκ ἐπίστευον· τοὺς δὲ μετέπειτα μέλλοντας τῆς ἀπὸ τῶν τοῦ Χριστοῦ ῥημάτων ὠφελείας. ΚΕΦΑΛ. Γ'. Περὶ τῶν πέντε ἄρτων καὶ δύο ιχθύων. Περὶ τῆς ἀναχωρήσεως τοῦ Ἰησοῦ, ἵνα μὴ ποιήσωσιν πιστεύειν, οὐκ ἦν εἰκὸς, οὐδὲ δίκαιον, στερηθῆναι
col. 1283–1284page 79 of 111
PG 123:1283αὐτὸν βασιλέα. Περὶ τοῦ ἐν θαλάσση περιπ του. Περὶ τοῦ ὄχλου επομένου τῷ Ἰησοῦ τοῖς πλοιαρίοις. Περὶ τοῦ ὄχλου ζητοῦντος σημεῖον. Περὶ τοῦ ἄρτον ἐκ τοῦ οὐρανοῦ. Περὶ τῶν πολλῶν μαθητῶν ἀπελθόντων ἀπὸ τοῦ Ἰη σου. Περὶ τῆς γνώμης του Πέτρου περὶ τοῦ Χριστοῦ. ο καὶ τὸ, Ἡ ἑορτὴ τῶν Ἰουδαίων. Οὐ γὰρ τοῦ Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θα λάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος. Καὶ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς, ὅτι δώρων αὐτοῦ τὰ σην μεῖα ὁ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. Ανήλθε δὲ εἰς τὸ ὄρος ὁ Ἰησοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθη τῶν αὐτοῦ. Εν δὲ ἐγγὺς τὸ Πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων.» Διαλεχθείς τοῖς Ἰουδαίοις σκληρότερον ὁ Κύριος, ἐπειδὴ ἐκ τῶν τοιούτων βημάτων φθό νον καὶ θυμὸν ἐκίνησεν ἐν αὐτοῖς, καταπραΰνει αὐ τοὺς διὰ τῆς ἀναχωρήσεως, καὶ πέραν τῆς θαλάσσης τῆς Τιβεριάδος ἀπέρχεται. Θάλασσαν δὲ λέγει τὴν λίμνην· τὰ γὰρ συστήματα τῶν ὑδάτων, θαλάσσας ἐκάλεσεν ἡ θεία Γραφή. "Αλλως δέ· Μεταβαίνει ἀπὸ τόπου εἰς τόπον, δοκιμάζων τὴν τοῦ πλήθους προαίρεσιν· τῶν γὰρ ῥαθυμοτέρων κατά χώραν μενόντων, οι σπουδαιότεροι ἠκολούθησαν αὐτῷ. Πλην δρα, ὅτι καὶ οἱ ἀκολουθοῦντες, οὐ διὰ τὴν διδασκαλίαν, ἀλλὰ διὰ τὴν ἐκ τῶν θαυμάτων σωματικὴν ὠφέλειαν ἠκολούθουν. «Διότι γάρ, φησίν, δώρων τὰ σημεῖα, ἐποίει ἐπὶ τῶν ἀσθενούντων.» Κρείττονες δέ εἰσιν οἱ παρὰ τῷ Ματθαίῳ καὶ φιλοσοφώτεροι. • ἐξεπλήσσοντο γάρ, φησίν, ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐδίδασκεν αὐτοὺς ὡς ἐξουσίαν ἔχων.» Ανεισι δὲ εἰς τὸ ὄρος διὰ τὸ μέλλον γίνεσθαι σημείον. Οὐ γὰρ φιλόκομπος τις καὶ φιλενδείκτης ἦν, ἵνα ἐν μέσαις πόλεσι θάν ματουργῇ· ἀλλὰ φεύγων τὴν κενὴν τῶν πολλῶν δύο ξαν, ησυχίαν ζητεῖ. Καὶ ἡμᾶς τοῦτο παιδεύων, ἅμα δὲ καὶ τοῖς μαθηταῖς μυστικά τινα θέλων κοινολογήσασθαι, τὸ ὄρος ζητεῖ. 'Δεὶ γὰρ τοῦτο ἔθος αὐτῷ ποιεῖν· ἐπειδὴ καὶ δεῖ πάσης ταραχῆς ἀπηλλάχθαι, καὶ τόπον ζητεῖν παντὸς θορύβου καθαρόν, τὸν το αῦτα διαλεξόμενον. ι Ην δέ, φησὶν, ἐγγὺς τὸ Πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων.» Καὶ ὅμως οὐκ ἀναβαίνει, ἀλλ᾽ εἰς τὴν Γαλιλαίαν ἀναχωρεῖ· οὐ γὰρ ἔτι τοῖς τοῦ νόμου διατάγμασιν ὑπέκειτο, ἵνα καὶ τὰς νομι κὰς τελῇ ἑορτάς. "Αλλως τε, καὶ τῆς Ἰουδαϊκῆς πο νηρίας διωκούσης αὐτόν, ἀφορμὴν λαβών, ηρέμε ὑπεκλύει τὸν νόμον· δεικνύων τοῖς προσέχουσιν, ότι πέπαυται ὁ τύπος τῆς ἀληθείας ἐλθούσης. "Ορα δὲ Χριστοῦ ἦν ἑορτὴ (πῶς γὰρ τοῦ μὴ ἀναβαίνοντος εἰς αὐτήν;), ἀλλὰ μόνων τῶν Ἰουδαίων. Επάρας οὖν ὁ Ἰησοῦς τοὺς ὀφθαλμούς, καὶ θεα σάμενος, ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν, λέγει πρὸς τὸν Φίλιππον· Πόθεν ἀγοράσομεν άρτους, ἵνα φάγωσιν οὗτοι; Τοῦτο δὲ ἔλεγε πειράζων αὐτόν αὐτὸς γὰρ ᾔδει, τί ἔμελλε ποιεῖν. Απεκρίθη αὐτῷ Φίλιππος - Διακοσίων δηναρίων άρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς, ἵνα ἕκαστος αὐτῶν βραχύ τι λάβη. Λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ανδρέας, ὁ ἀδελφὸς Σίμωνος Πέτρου· "Εστι παιδάριον ἐν ὧδε, δ ἔχει πέντε ἄρτους κριθίνους, καὶ δύο ἀψάρια· ἀλλὰ ταῦτα
col. 1285–1286page 80 of 111
PG 123:1285τί ἐστιν εἰς τοσούτους;» Τίνος ένεκεν εἶπε, τό, «Ανα βλέψας τοῖς ὀφθαλμοῖς ὁ Ἰησοῦς; «Ἵνα μάθωμεν, ὅτι οὐκ ἐρέμβετο τοὺς ὀφθαλμοὺς τῇδε κἀκεῖσε· ἀλλ' ἐπὶ συννοίας καθήμενος καὶ προσοχῆς καὶ ἀκριβείας, οἷα δὴ τοῖς μαθηταῖς περί τινων θειοτέρων διαλεγόμενος, τέλος ἀνέβλεψε τοῖς ὀφθαλμοῖς, καὶ ἐρωτᾷ περὶ τοῦ ὄχλου, πόθεν διατραφήσεται. Οὐκ ἄλλον δὲ ἐρωτᾷ, ἀλλὰ Φίλιππον. Οὗτος γὰρ ἦν ὁ πλείονος δεόμενος διδασκαλίας, ὁ μετὰ ταῦτα λέγων· «Δείξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν.» Διὰ τοῦτο πρὸ πολλοῦ αὐτὸν ῥυθμίζει, καὶ διὰ τῆς ἐρωτήσεως ἐνάγει αὐτὸν εἰς τὸ ἀεὶ μνημονεύειν τοῦ θαύματος. Εἰ μὲν γὰρ ἁπλῶς τὸ σημεῖον ἐγένετο, οὐκ ἂν του» οῦτον ἐφάνη τὸ θαῦμα· νυνὶ δὲ πρότερον αὐτὸν ἀναγκάζει ὁμολογῆσαι τὴν σπάνιν, ἵνα ἀκριβέστεη ρον καταμάθῃ τοῦ μέλλοντος γίνεσθαι θαύματος τὸ μέγεθος, καὶ μὴ δυνηθῇ λοιπὸν ἐκβαλεῖν τὴν μνή μην τῶν ὁμολογηθέντων. Διὰ τοῦτό φησι Πόθεν ἀγοράσομεν ἄρτους, ἵνα φάγωσιν οὗτοι;» Λέγει δὲ ταῦτα πειράζων τὸν Φίλιππον, τουτέστι, θέλων αὐτὸν γνώριμον καταστῆσαι, είναι πίστιν ἔχει. Οὐ γὰρ δὴ ὡς ἀγνοῶν αὐτὸς τὴν τοῦ Φιλίππου γνώμην, έρωτα αὐτὸν, ἀλλὰ τοῖς ἄλλοις θέλων δεῖξαι αὐτόν. «Αὐτὸς γὰρ ὁ Κύριος, ήδει τί ἔμελλε ποιεῖν.» Τον οὖν Φιλίππου πειράσας είγε πίστιν ἔχει, καὶ εὑρὼν αὐτὸν ἀν θρωπίνως ἔτι διακείμενον, καὶ μὴν καὶ τὸν ᾿Ανδρέαν εὑρίσκει τοιοῦτον. Εἰ γὰρ καὶ ὑψηλότερόν τι τοῦ φι λίππου εφαντάσθη (ἐκείνου γὰρ εἰπόντος, ὅτι ο Δια κισίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν, ο αὐτὸς πέντε ἄρτους κριθίνους, καὶ δύο ἀψάρια ὑποδεικνύει, εν νοήσας ἴσως καὶ τὰ τῶν προφητῶν θαύματα, όπως ὁ Ελισσαίος ἐποίει τὸ ἐπὶ τῶν ἄρτων σημείον, ὅτε * Σαμάρεια εἰς ἔσχατον ἀπωλείας ἦλθεν), ἀλλ' ὅμως καὶ ᾿Ανδρέας ἐλέγχεται, μηδὲν ἐπάξιον τοῦ Κυρίου ἐννοήσας. Φησί γάρ' «Ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους;» Ενόμισε γὰρ, ὅτι αὐξήσει μὲν ἴσως ὁ Κύ ριος τοὺς ἄρτους, ἀλλ' ἐὰν ἦσαν πλείονες, πλείων ἂν καὶ ἡ αύξησις ἐγίνετο, ἐπισφαλῶς πάντως νοῶν. Ο γὰρ Κύριος καὶ ἐκ μὴ ὄντων ἠδύνατο ἄρτους ποιεῖν τῷ πλήθει ἀρκοῦντας· ὅμως ἵνα μὴ δόξῃ ἡ κτίσις ἀλλοτρία εἶναι τῆς αὐτοῦ σοφίας, αὐτῇ τῇ κτίσει κέ χρηται πρὸς τὴν ὑπόθεσιν τῶν θαυμάτων· καὶ ἀφορῶ μὴν λαβὼν τοὺς ἄρτους, ὥσπερ ὕλην τινά, οὕτως εἰδοποιεῖ τὸ θαῦμα. Αἰσχυνέσθωσαν οι Μανιχαίοι λέγοντες, ὅτι ὁ ἄρτος, καὶ πάντα τὰ ἐν τῇ κτίσει, τοῦ πονηροῦ Θεοῦ εἰσι δημιουργήματα· καὶ διὰ τοῦτο ἐάν τις αὐτοῖς δῴη ἄρτον, μὴ λαμβάνοντες αὐτὸν ἐκ τῶν ἐκείνου χειρῶν, ἀλλὰ πόρρωθεν μὲν αὐτὸν ρίψαι ἐπιτάττοντες, ἱστάμενοι δὲ καὶ καταρώμενοι τῷ δόντι· Ο σπείρας σε, σπαρείη· ὁ ἀλήσας σε, ἀλεσθείη τὰς σάρκας, καὶ ὅσα τοιουτότροπα. Αἰσχυνέσθωσαν οὖν ἀκούοντες, ὅτι ὁ τοῦ ἀγαθοῦ Θεοῦ Υἱὸς ὁ Χριστὸς, ἄρτους επλήθυνεν. Εἰ δὲ κακὸν ἦσαν κτίσμα, οὐκ ἂν ὁ ἀγαθὸς τὸ κακὸν ἐπλήθυνεν, ἵνα μὴ λέγω καὶ αὐτὸς ἄρτους ἤσθιεν. 'Αλλ' έρωτής σοι ἄν τις· 'Αρα τοῦτο τὸ τῶν ἄρτων θαῦμα, τὸ οι
col. 1287–1288page 81 of 111
PG 123:1287αὐτό ἐστι τῷ παρὰ τῷ Ματθαίῳ Τὸ αὐτό ἐστι. Εἰ δὲ ἐκεῖ μὲν προσέρχονται οι μαθηταὶ ὑπομιμνήσκοντες περὶ τοῦ ὄχλου, ἵνα ἀπολυθῶσιν, ἐνταῦθα δὲ αὐτὸς ὁ Ἰησοῦς ἐρωτᾷ, πόθεν διατρέφειεν, οὐ χρὴ θαυμάζειν. Εἰκὸς γάρ ἐστιν ἀμφότερα γενέσθαι, καὶ τῶν μαθητῶν πρότερον υπομνησάντων τὸν Κύ ριον περὶ τοῦ ἀπολυθῆναι τοὺς ὄχλους, ερωτηθῆναι τὸν Φίλιππον ὑπὸ τοῦ Κυρίου, πόθεν διατραφήσονται. Εἶπε δὲ ὁ Ἰησοῦς· Ποιήσατε τοὺς ἀνθρώπου; ἀναπεσεῖν. Ην δε χόρτος πολὺς ἐν τῷ τόπῳ. Ανέτε σον οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ὡσεὶ πεντακισχίλιοι. Ελαβε δὲ τοὺς ἄρτους ὁ Ἰησοῦς, καὶ εὐχαριστήσας, διέδωκε τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ τοῖς ἀνακειμένοις· ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ήθελον. ὡς δὲ ἐνεπλήσθησαν, λέγει τοῖς μαθηταῖς αὐτοῦ Συναγάγετε τὰ περιττεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται. Συνήγαγον οὖν, καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων, ὁ ἐπερίσσευσε τοῖς βεβρωκόσιν.» Ως ἑτοίμου τῆς τραπέζης οὔσης, ἐκέλευσεν αὐτοὺς εὐθέως ἀναπεσεῖν. Οἱ δὲ μαθηταί, καίτοι πρότερο άπιστοῦντες, ὅμως προθύμως κατακλίνουσι τοὺς ἀνθρώπους. • Ην δὲ χόρτος», ἔαρος ὄντος. Ην γάρ, φησί, τὸ Πάσχα· τοῦτο δὲ ἐν τῷ πρώτῳ τοῦ ἔαρος μηνὶ ἐτελεῖτο. Μόνοι δὲ οἱ ἄνδρες ἀριθμοῦνται παρά τοῦ εὐαγγελιστοῦ, τῇ νομικῇ συνηθείᾳ ἀκολουθοῦντος. Καὶ γὰρ καὶ Μωσῆς ἀπὸ εἰκοσαετοῦς καὶ ἀνωτέρω ηρίθμησε τὸν λαόν, μηδόλως μνημονεύσας γυναικῶν· δηλοῦντος τοῦ λόγου, ὅτι πᾶν ὅσον ἀνδρῶδες καὶ νεανικόν, τίμιον, καὶ ἄξιον ἀριθμοῦ παρὰ Θεῷ. Λαβὼν δὲ τοὺς ἄρτους εὐχαριστεῖ, δεικνύς, ὅτι πρὸ τροφῆς εὐχαριστεῖν δεῖ τῷ Θεῷ· ἅμα δὲ καὶ ἐπειδὴ ὄχλος ἦν, διὰ τοῦτο εὐχαριστεῖ ἐνώπιον τοῦ ὄχλου, ἵνα πεισθῶσι πάντες, ὅτι κατὰ γνώμην Θεοῦ παρ εγένετο, καὶ ὡς οὐκ ἔστιν ἀντίθεος, ἀλλὰ πάντα πρὸς τὸν Πατέρα ἀναφέρει. Οτε μὲν γὰρ κατὰ μόνες ποιεῖ σημεία, οὐδὲν τοιοῦτον ποιεῖ, καίτοι μείζω τελῶν· ὅταν δὲ ἐνώπιον πολλῶν θαυματουργῇ, τότε πρὸς τὸν Θεὸν ἀναβλέπει. Δείκνυσι δὲ, ὅτι οὐκ ἀσθενείᾳ τοῦτο ποιεῖ, ἀλλὰ δι' οἰκονομίαν, ἣν εἶπο μεν, ἐκ τοῦ τὰ μείζονα δεσποτικῶς καὶ αὐθεντικώς ποιεῖν. Λέγουσι δέ τινες διὰ τοῦτο αὐτὸν εὐχαριστεῖν, ἵνα λάθῃ τὸν τοῦ κόσμου ἄρχοντα ἄχρι καὶ τοῦ και ροῦ τοῦ πάθους, καὶ μὴ ἐντεῦθεν ἤδη στηθείη απ τὸν Θεὸν, ἀλλ᾽ ἀπατηθῇ, καὶ δελεασθῇ, καὶ οὕτω διὰ τοῦ σταυροῦ νεκρωθείη. Συγχωρεῖ δὲ ὁ Κύριος περισσεῦσαι τοὺς ἄρτους, οὐ δι᾿ ἐπίδειξιν ἅπαγε! ἀλλ᾿ ὥστε μὴ φαντασίᾳ νομισθῆναι τὸ κοι ρεσθῆναι τοὺς ἀνθρώπους, ἀλλὰ πᾶσι φανῆναι, ὅτι τοσοῦτον ἀληθῶς ἐκομέσθησαν, ὥστε καὶ ἐπερίσσευσαν τοσαῦτα· διὰ ταύτην δὲ τὴν αἰτίαν καὶ τὰ κλάσματα κελεύει συναχθῆναι, ἵνα ὁρῶντες ταῦτα, τοῦ γεγονό τοῦ ἀναμιμνήσκωνται θαύματος ἐπὶ πλέον. Χρὴ δὲ οὐ μόνον θαυμάσαι, ὅτι ἐπερίσσευσαν, ἀλλὰ καὶ, τὴν ἀκρίβειαν τοῦ περισσεύματος, ὅτι οὔτε πλεῖον, οὔτε 31, Τὸ αὐτό ἐστι τῷ παρὰ τῷ Ματθαίῳ; Λέγομεν οὖν, ὅτι καὶ τὸ αὐτό ἐστιν. Περισσοῦσαι τοσαῦτα κλάσματα.
col. 1289–1290page 82 of 111
PG 123:1289ἔλαττον, ἀλλ' ἐσαρίθμους τῶν μαθητῶν τοὺς κοφί δικαίαις ψυχαῖς. Οἱ γὰρ κόφινοι, ἐκ βαίων φοινικί τους τῶν λειψάνων ἐποίησε περιττεῦσαι· ἵνα πάντες βαστάσωσι, καὶ μηδὲ ὁ Ἰούδας ἄμοιρος καταλειφθείη, ἀλλ᾽ ἔχῃ καὶ τοῦτο τὸ θαῦμα δεικτικὸν τοῦ εἶναι Θεὸν τὸν αὐτοῦ διδάσκαλον, καὶ ὠφεληθείη κακ τού του, κἂν διὰ τὴν αὐτοῦ κακίαν εἰς κατάκρισιν μᾶλ λον αὐτοῦ τοῦτο γέγονε τὸν γὰρ τοσαῦτα περιττεύο ματα ποιήσαντα, ἐξ ὧν καὶ αὐτὸς κόφινον ἐβάστασε, τοῦτον προδέδωκεν. Οὐ γὰρ δὴ μάτην τοῖς ἀποστή λοις προσέταξε βαστάσαι τοὺς κοφίνους, ἀλλ᾽ ἵνα ἀεὶ ἀναμιμνήσκωνται τοῦ θαύματος, ὡς μέλλοντες ἔσεσθαι διδάσκαλοι τῆς οἰκουμένης. Τὸ μὲν γὰρ πλῆθος, οὐδὲν μέγα ἔμελλον καρπώσασθαι παραυτίκα γὰρ ἐπελάθοντο τοῦ θαύματος, οὕτως ἦσαν ἀνόητοι· οἱ δὲ μαθηταί, οὐ τὰ τυχόντα ἔμελλον κερδαίνειν. Μανθάνομεν δὲ ἀπὸ τοῦ γεγονότος μὴ μικροψυχεῖν ἐν ταῖς στενοχωρίαις τῆς πενίας, μηδὲ δειλιᾷν πρὸς φιλοξενίαν καὶ μετάδοσιν, ἀλλὰ πιο στεύειν, ὅτι κἂν ἕνα ἄρτον ἔχωμεν, πληθυνεί τοῦτον ὁ τὰ τοσαῦτα περιττεῦσαι ποιήσας ἐκ πέντε άρτων. Κατ' ἀλληγορίαν δὲ, ὅτε ἐκπεφοίτηκε τῶν Ἱεροσολύμων ὁ Κύριος, κατὰ τὸ ἐν προφήταις εἰρημένον, Εγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ο τότε δὴ εἰς τὴν Γαλιλαίαν τῶν ἐθνῶν ἄπεισιν, τοὺς ἐθνικούς προσλαμβανόμενος, καὶ ὄχλος αὐτῷ πολὺς ἀκολουθεῖ. "Ανεισι δὲ εἰς τὸ ὄρος, ήτοι εἰς τὸν σταυρὸν, ἵνα πάντας ἑλκύσῃ πρὸς ἑαυτὸν, ἢ εἰς τὸν οὐρανὸν, εἰς τὴν θεοπρεπή κτι μὴν καὶ δόξαν. ᾿Αναληφθεὶς γὰρ εἰς οὐρανὸν, καὶ ὡς Θεὸς παρ' ἡμῶν δοξαζόμενος, καὶ μὴ ψιλός ἄνθρωπος, εἰς ὄρος ἀνελθεῖν λέγεται· ἡ γὰρ ὑψηλὴ " περὶ αὐτοῦ ἔννοια, δρος. Διαδίδωσι δὲ ἡμῖν τοῖς ταῖς πέντε αἰσθήσεσιν υποπεπτωκόσι, τους λογικούς ἄρτους πέντε καὶ αὐτοὺς ὄντας. Εκάστῃ γὰρ αἰσθήσει τὸν πρόσφορον ἄρτον δίδωσι, ἤτοι τὸν λόγον· ὡς καὶ Παῦλος λέγει ο θέλω πέντε λόγους ἐν Ἐκκλησίᾳ λαλῆσαι, τοὺς ταῖς πέντε δηλαδὴ αἰσθήσεσιν ἁρμός ζοντας προς διόρθωσιν.» Οὐ μέντοι δυνάμεθα τούτους τοὺς πέντε λόγους όλους καταφαγεῖν, ἀλλὰ καὶ περ ριττεύουσιν. Οὐ γάρ τις δύναται ἡμῶν ὅλους τοῦ μυστηρίου τοὺς λόγους χωρῆσαι, ἀλλὰ τὰ ἡμῖν τοῖς ὑλικωτέροις ἀνέφικτα καὶ ἄβρωτα οἱ ἀπόστολοι βα στάζουσιν, ὥσπερ ἄν τισι κοφίνοις, ταῖς ἑαυτῶν ο Δίκαιος δὲ, ὡς φοίνιξ ἀνθήσει. νων Οἱ οὖν ἄνθρωποι, ἰδόντες τὸ σημεῖον ὁ ἐποίησεν ὁ Ἰησοῦς, ἔλεγον ὅτι, Οὗτός ἐστιν ἀληθῶς ὁ προφή τῆς ὁ ἐρχόμενος εἰς τὸν κόσμον. Ἰησοῦς οὖν, γνούς ὅτι μέλλουσιν ἔρχεσθαι, καὶ ἁρπάζειν αὐτὸν, ἵνα ποιήσωσιν αὐτὸν βασιλέα, ἀνεχώρησε πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος, ο Ορα την γαστριμαργίαν τοῦ πλήθους· μυρία θαύματα ποιήσαντος τοῦ Ἰησοῦ, καὶ θαυμασιώτερα, οὐκ ἐθαύμαζον· καὶ ἰδοὺ διὰ τὴν βρῶσιν, «Οὗτος, φασίν, ἔστιν ὁ προφήτης.» Οὐκ ἔτι αὐτῷ περὶ τῆς τοῦ Σαββάτου παραβάσεως ἐγκαλοῦσιν, οὐκ ἔτι τὸν νόμον ἐκδικοῦσιν· ἀλλὰ του σοῦτον διὰ τοὺς ἄρτους αὐτὸν τιμῶσιν, ὥστε οὐ μόνον προφήτην αναγορεύουσιν, ἀλλὰ καὶ βασιλείας
col. 1291–1292page 83 of 111
PG 123:1291ἄξιον οἴονται. ᾿Αλλ' ἐκεῖνος φεύγει, παιδεύων ἡμᾶς τῶν κοσμικῶν καταφρονεῖν ἀξιωμάτων. Αναχωρεί δὲ εἰς τὸ ὄρος αὐτὸς μόνος, μηδένα των μαθητών παραλαβών· ὡς ἂν αὐτῶν τὸν πόθον δοκιμάσῃ, καὶ εἰ μὴ φέρουσι τὴν αὐτοῦ στέρησιν. Ως δὲ ὀψία ἐγένετο, κατέβησαν οι μαθητεί αὐτοῦ εἰς τὴν θάλασσαν. Καὶ ἐμβάντες εἰς τὸ πλοῖον, ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καπερναούμ. Καὶ σκοτία ἤδη ἐγεγόνει, καὶ οὐκ ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς. Η τε θάλασσα ἀνέμου πνέοντος διηγεί. ρετο. Εληλαχότες οὖν ὡς σταδίους εἰκοσιπέντε τριάκοντα, θεωροῦσι τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, καὶ ἐγγὺς τοῦ πλοίου γενόμενον· καὶ ἐφοβήθησαν. Ο δὲ λέγει αὐτοῖς· Ἐγώ εἰμι, μὴ φοβείσθε. Ηθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως τὸ πλοῖον ἐγένετο ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆ γον.» Ὁ μὲν Κύριος ἄνεισιν εἰς τὸ ὄρος μόνος, ἵνα, καθὼς εἴπωμεν, δοκιμάσῃ τὸν πόθον τῶν μαθητών, εἰ ἐπιζητοῦσιν αὐτόν. Οἱ δὲ, περιμένουσι μὲν αὐτὸν ἄχρι; οψίας, προσδοκῶντες ήξειν αὐτόν· μὴ ἐλθόντας δὲ, οὐκ ἀνέχονται, ἀλλὰ πρὸς ζήτησιν αὐτοῦ τῷ πόθῳ κεντούμενοι, ἐμβαίνουσιν εἰς τὸ πλοῖον. Οὐ γὰρ ἁπλῶς, καὶ ὡς ἔτυχεν, ὁ εὐαγγελιστής τον και ρὸν ἐδήλωσεν, ἀλλὰ διὰ τούτου τὴν σφοδρὰν ἀγάπην αὐτῶν ἐμφαίνων, ὅτι οὐδὲ ἑσπέρα αὐτοὺς κατέσχεν. Αφίησι δὲ αὐτοὺς χειμασθῆναι, ἵνα ἐκ τοῦ κλύδων νος γαλήνης ἐπιγενομένης, τῷ γεγονότι μάλλον επευφρανθῶσι, καὶ ἀνεπίληστος ἡ μνήμη τούτου ταῖς αὐτῶν καρδίαις ἐνσημανθῇ. Βρίσταται δὲ αὐ τοῖς χειμαζομένοις, καὶ διὰ τοῦ λόγου τόν τε φίλοι ἐκβάλλει, καὶ ἅμα γαλήνην τῇ θαλάσσῃ ἐμποιεῖ καὶ διπλὴν εὐδίαν ἐργάζεται, τῶν τε ψυχῶν αὐτῶν καὶ τῆς θαλάσσης πραΰνας τὴν ταραχήν. Οὐκ ἀνέβη δὲ εἰς τὸ πλοῖον, τὸ θαῦμα μείζον εργάσασθαι βουλόμενος. Ορα γὰρ τρία τὰ θαύματα· ἕν, ἔτι περιεπάτει ἐπὶ τῆς θαλάσσης· δεύτερον, ότι κατε στώρεσε τα κύματα· τρίτον, τὸ εὐθέως ποιῆσαι γενέσθαι τὸ πλοῖον ἐπὶ τὴν γῆν, εἰς ἣν ὑπήγον, καίτοι πολὺ ἀπεῖχε τῆς γῆς, ὅτε τούτῳ ἐπέστη ὁ Κύριος. Διέβησαν μὲν οὖν καὶ Ἰουδαῖοι τὴν Ἐρυ θρὰν, Μωσέως ἡγουμένου. ἀλλ᾽ ἐκεῖνος μὲν ὡς δοῦλος πάντα εἰργάζετο καὶ εὐχόμενος· οὗτος δὲ, μετ' ἐξουσίας ἁπάσης. Κἀκεῖ μὲν νότου πνεύσαντος, εἶξε τὸ ὕδωρ, ὥστε ἐπὶ ξηρᾶς ποιῆσαι παρελθεῖν » ἐνταῦθα δὲ, μεῖζον τὸ θαῦμα ἐγένετο. Μένουσα γὰρ ἐπὶ τῆς οἰκείας φύσεως ἡ θάλασσα, οὕτως έφερε τὸν Δεσπότην ἐπὶ τῶν νώτων, ἵνα πληρωθῇ τὸ προ φητικόν·. Ο περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπὶ ἐδέ φους. • Πολλοὶ καὶ νῦν ἐσμεν ἐν σκότῳ τῷ νοητῷ, καὶ κινδυνεύομεν ἐν τῇ θαλάσσῃ τῇ νοητῇ καταπνίγεσθαι· ἀλλ' ὑποδεξώμεθα Χριστὸν, καὶ πάντως σωθησόμεθα ἀπὸ τῶν κινδύνων· κἂν πολλάκις φύ βους ἐπεισάγωσιν ἡμῖν τινες, πειράζοντες ἡμᾶς 4 δαίμονες, ἢ ἄνθρωποι, καὶ διὰ τὸν φόβον πειρώνται ἡμᾶς κατασείειν, ἀκούσωμεν τοῦ Χριστοῦ βοώντος Μὴ φοβεῖσθε, ἐγώ εἰμι.» Ο δὲ λέγει, τοιοῦτόνἐστι· Τὰ μὲν φοβερά παρέρχονται, διὰ μὴ φοβείσθε
col. 1293–1294page 84 of 111
PG 123:1293τὰ παρερχόμενα. Εγω δέ εἰμὶ, τουτέστιν, ἀεὶ μένω, καὶ ὡς Θεὸς ἐγὼ τυγχάνω ὁ ὤν. Ἐπεὶ τοίνυν τὰ μὲν φοβερά πρόσκαιρα, καὶ οὐκ ἀληθῶς ὄντα, ἐγὼ δέ εἰμι, ἀντὶ τοῦ, μένω, καὶ οὐδέποτε παρέρχομαι, ἀλλ᾽ ἀληθῶς εἰμι, μὴ προδῶτε τὴν εἰς ἐμὲ πίστιν διὰ τὰ πρόσκαιρα. Ορα δέ μοι, πῶς οὐκ ἐν ἀρχῇ τοῦ κινδύνου, ἀλλ' ἐν ἀκμῇ ἐπιφαίνεται ὁ Χρι στὸς, καὶ λύει τὸν φόβον. Ἐξ γὰρ ἡμᾶς ἐν μέσοις γενέσθαι τοῖς δεινοῖς, ἵνα παλαίσαντες τῇ θλίψει, καὶ πιεσθέντες, δοκιμώτεροι γενώμεθα· καὶ ἵνα κινήσαντες πᾶσαν τὴν ἡμετέραν δύναμιν καὶ σοφίαν, καὶ εὑρόντες αὐτὴν ἀσθενῆ, πρὸς ἐκεῖνον καταφεύγωμεν μόνον, τὸν ἐξ ἀπροσδοκήτων σώζειν δυνάμενον. Ὅτε γὰρ ὁ ἀνθρώπινος ἀποκάμῃ νοῦς, τότε ἡ ἐκ Θεοῦ σωτηρία ἀθρόον ἐπιγενομένη, παρασκευάζει ἡμᾶς πρὸς ἐκεῖνον πέτασθαι μόνον τὸν σώζοντα, καὶ μὴ ἑαυτοῖς τὴν σωτηρίαν ἐπιγράφεσθαι. Εἰ θελήσω μεν δὲ καὶ εἰς τὸ πλοῖον ἡμῶν λαβεῖν τὸν Χριστὸν, τουτέστι, κατοικίσαι τὸν Χριστὸν ἐν τῇ καρδίᾳ ἡμῶν, εὐθὺς εὑρεθησόμεθα ἐν τῇ γῇ, εἰς ἣν ἀπαγόμεθα. Ποία δὲ ἡ γῆ ἐστιν αὕτη; Η πάντως ἡ γῆ τῆς ἐπαγγελίας, ὁ οὐρανός, ἡ γῆ τῶν πραέων, καὶ ἀπὸ πάσης κακίας ειρηνευσάντων. δ Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θα λάσσης, εἰδὼς ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ, εἰ μὴ ἐν ἐκεῖνο εἰς δ ἀνέβησαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ὅτι οὐ συνεισῆλθε τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ πλοιάριον, ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον. ἄλλα δὲ ἦλθε πλοιάρια ἐκ τῆς Τιβεριάδος ἐγγύς τοῦ τόπου, ὅπου ἔφαγον τὸν ἄρτον, εὐχαριστήσαντος τοῦ Κυρίου. ὅτι οὖν εἶδεν ὁ ὄχλος, ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ, οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἀνέβησαν καὶ αὐτοὶ εἰς τὰ πλοιάρια καὶ ἦλθον εἰς Καπερναούμ, ζητοῦντες τὸν Ἰησοῦν. Καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης, εἶπον αὐτῷ· Ραββεί, πότε ὧδε παραγέγονας; Απεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, καὶ εἶπεν Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων, καὶ ἐχορτάσθητε.» Πεζεύων μὲν ὁ Ἰησοῦς ἐπὶ τῆς θαλάσσης, ἀπῆλθεν εἰς τὸ πέραν. Οἱ δὲ ὄχλοι τῇ ἐπαύριον ζητοῦντες αὐτὸν, καὶ ἰδόντες, ὅτι πλοῖον ἂν ἦν τὸ τοὺς μαθητὲς ὑποδεξάμενον, εἰς ὃ οὐ συνεισῆλθεν ὁ Ἰησοῦς, εἰς ἔννοιαν ἦλθον τοῦ θαύματος, καὶ ὑπε νόουν, ὅτι τὴν θάλασσαν πεζεύων, παρεγένετο εἰς τὸ πέραν. Εἰ μὲν γὰρ καὶ ἄλλο πλοίον ἦν, εἰκὸς ἦν ὑπονοῆσαι, ὅτι τοῖς μαθηταῖς οὐ συνέπλευσεν, εἰς ἐκεῖνο δὲ εἰσελθὼν, διεπέρασε. Νῦν δὲ, ἑνὸς ὄντος τοῦ πλοίου τοῦ τοὺς μαθητὰς μόνους, καὶ μὴ τὸν Κύριον, υποδεξαμένου, πρόδηλον τὸ θαῦμα. Ταῦτα τοίνυν ἐννοήσαντες οἱ ὄχλοι, ἐπειδὴ εὗρον ἄλλα πλοιάρια ἐκ τοῦ πέραν ἐλθόντα, ἐνέβησαν ἐν ἐκείνοις, καὶ εἰς Καπερναούμ διεπέρασαν· ἔνθα δὴ τὸν Κύριον εὑρόντες, οὐ προσπίπτουσι, καὶ δέονται μαθεῖν πῶς διέβη, οὐδὲ ζητοῦσι περὶ τούτου τοῦ σημείου, ἀλλ᾽ οὕτω χαύνως φασί·. Πότε ὧδε παραγέγονας;» Οι γὰρ ζητοῦντες αὐτὸν ἁρπάσαι καὶ ποιῆσαι βασιλέα, εὑρόντες αὐτὸν, οὐδὲν τοιοῦτον βουλεύονται· ἀλλὰ τὸ θαῦμα ἐκβάλλοντες, ἄλλης ζητοῦσι τραπέζης ἀπο λαύειν, οἷας καὶ πρότερον. Διὸ καὶ ὀνειδίζονται παρά
col. 1295–1296page 85 of 111
PG 123:1295τοῦ Κυρίου. • Ζητεῖτε γάρ με, φησίν, ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων,» καὶ διὰ τοῦτό με ποθεῖτε, ἵνα πάλιν ἔχητέ με τραπεζοποιόν. Πρόσχες δὲ, ὅτι καίτοι ελέγ χων αὐτοὺς, οὐ σκληρῷ κέχρηται τῷ ἐλέγχῳ. Οὐ γὰρ εἶπεν, ὅτι, Ο γαστρίδουλοι καὶ λαίμαργοι, ἀλλὰ μετὰ πραύτητος. Διορθώσασθαι γὰρ βουλόμενος, ἐλέγχε αὐτοὺς, ἅμα δὲ καὶ διὰ τοῦ ἐκκαλύψει τὰ κρυπτά τῆς καρδίας αὐτῶν, εἰς πίστιν αὐτοὺς ἐθέλων άγα γεῖν μείζονα. Ὅτι δὲ διόρθωσις ἦν αὐτῶν ὁ ἔλεγχος, δῆλον ἐκ τῶν ἐφεξῆς. Διδασκαλίαν γὰρ χρησιμωτά την πρὸς αὐτοὺς ποιεῖται καί φησιν Εργάζεσθε μή την βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ Υἱὸς τοῦ ἀνθρώπου δώσει ὑμῖν· τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεός.» Ὑμεῖς μὲν, φησί, διὰ τοὺς ἄρτους ζητεῖτέ με, ὡς τὴν τροφὴν ταύτην που θοῦντες· δεῖ δὲ ὑμᾶς μὴ ὅλως νεύειν εἰς γαστέρα, ἀλλὰ τῶν πνευματικών φροντίζειν μάλιστα, καὶ μὴ πᾶσαν τὴν μέριμναν εἰς τὴν σωματικὴν τροφὴν ἀνα λίσκειν. Ταύτην γάρ ε βρῶσιν ἀπολλυμένην ν ἐκά λεσεν. Ἐπεὶ δὲ πολλοὶ τῶν θελόντων ἀργώς ζήν, καὶ μάλιστα οἱ Μασαλιανος, τῷ ῥητῷ τούτῳ κέχρην. ται πρὸς συνηγορίαν τῆς αὐτῶν ἀργίας, ἀναγκαῖον σαφηνίσαι τὸ ῥητόν. Οὐ γὰρ τοῦτο εἶπεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὡς τὴν μὲν σωματικὴν ἔργα. σίαν ἀποκόψαι βουλόμενος, εἰς ἀργίαν δὲ συνωθῶν. Πᾶσαν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία, καὶ εἰ δεῖ τ' ακριβὲ; εἰπεῖν, τοῦτό ἐστιν ἡ ἀπολλυμένη βρώσις, τὸ ἀργῶς ἐθέλειν ζῇν· ὡς τόν γε τῷ Χριστῷ ἑπόμεν νον, δεῖ ἐργάζεσθαι, ἵνα ἔχῃ καὶ ἄλλοις μεταδιδόναι τοῦτο γὰρ ἔχει μισθὸν, τὴν τῆς μελλούσης βασιλείας επαγγελίαν. Πῶς οὖν, φησὶν, εἶπεν ὁ Κύριος, ὅτι οὐ δεῖ ἐργάζεσθαι τὴν βρώσιν τὴν ἀπολλυμένην; Τὸ σύντονον τῆς αὐτῶν περὶ τὰ βρώματα σπουδῆς ἐκε κύπτων, καὶ πρὸς τὰ πνευματικὰ μετρίως μεταβιβάζων. Ναί, φησίν, ἀλλὰ μὴν, ὅτι τὴν σωματικὴν ἐργασίαν ἐκκόπτει ὁ Χριστὸς, δῆλον ἐκ τοῦ πρὸς τὴν Μάρθαν εἰπεῖν· ο Μάρθα, μεριμνᾶς καὶ τυρβάζη. ἑνὸς δέ ἐστι χρεία Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, καὶ πάλιν·. Μὴ μεριμνήσητε περὶ τῆς αύριον.» Ταῦτα μὲν διαποροῦσιν οἱ τρέφεσθαι ἀφ γῶς θέλοντες. Ἡμεῖς δὲ τί φαμεν; Οτι τὸ πρὸς τὴν Μάρθαν λεχ έν, οὐ περὶ ἔργου ἐστι, καὶ ἐργασίας, καὶ ἀργίας, ἀλλὰ περὶ τοῦ καιρὸν εἰδέναι, καὶ μὴ τὸν τῆς ἀκροάσεως χρόνον ἀναλίσκειν εἰς τὴν περὶ τα βρώματα σπουδήν. Πείθων οὖν αὐτὴν, μὴ τὸν τῆς διδασκαλίας καιρὸν προδιδόναι μάτην διὰ τὴν περὶ τῆς γαστρὸς ἀσχολίαν, ταύτά φησι. Τὸ δὲ, Μή μεριμνήσητε, ο εἰπὼν, οὐδὲ οὕτως ἐκβάλλει τὴν ἐργασίαν. "Αλλο γὰρ μέριμνα, καὶ ἄλλο ἐργα σία. Εστι γάρ τινα καὶ ἐργαζόμενον, μηδὲν μεριμνών. δάσκων οὖν ἡμᾶς ὁ Κύριος, μὴ προσηλώσθαι τους βιωτικοίς, μηδὲ ποιεῖσθαι φροντίδα της αύριον ἀνα πλύσεως, ἀλλὰ μᾶλλον καθ' ἑκάστην θέλων ἡμᾶς εργάζεσθαι, φησίν • Μη μεριμνήσητε περὶ τῆς αὔριον· › ὥσπερ ἂν εἰ οὕτως ἔλεγε· Μὴ μεριμνή
col. 1297–1298page 86 of 111
PG 123:1297σητε, πῶς σήμερον ἐργασάμενοι, αὔριον ἀναπαύ σεσθε· ἀλλ᾽ ἑκάστης ημέρας τροφὴν ἐκ τῆς καθ' ἡμέραν ἐργασίας ἔχοντες, μὴ μεριμνᾶτε περὶ τῆς αὔριον. Βρῶσιν δὲ μένουσαν, τὴν μυστικὴν λέγει μετάληψιν τῆς σαρκὸς τοῦ Κυρίου, ἣν αὐτὸς ἡμῖν δίσ δωσιν, Υἱὸς ἀνθρώπου γενόμενος, ἂν ὁ Πατὴρ ἐσφρά γιας, τουτέστιν, ἀπέδειξεν, ἐβεβαίωσεν, ὅτι ἔστιν Υἱὸς αὐτοῦ. ᾿Απέδειξε μὲν γὰρ καὶ αὐτὸς ἑαυτὸν ὁ Χριστὸς διὰ τῶν θαυμάτων· ἐπεὶ δὲ πρὸς Ἰουδαίους διαλέγεται, ἵνα μὴ ταραχθῶσιν, ἐπὶ τὴν Πατέρα ἀνατρέχει, καί φησι, παρ' αὐτοῦ ἐσφραγίσθαι, τουτο ἐστιν, ἀποδεδείχθαι, μεμαρτυρῆσθαι. Ἐπεὶ καὶ εἰκών ἐστι τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ σφράγισμα, καὶ χαρακτήρ, νόει, παρ' αὐτοῦ σφραγισθῆναι τοῦτον, καθ' 8 εἰκὼν καὶ σφραγισμά ἐστιν· ὥστε εἶναι τὸ λεγόμενον τοιοῦτον· Τοῦτον γὰρ τὸν φαινόμενον Υἱὸν ἀνθρώπου, ἐσφράγισεν ὁ Πατήρ, τουτέστι, σφραγῖδα αὐτοῦ καὶ εἰκόνα ἐγέννησε, ἀπαραλλαξίαν πᾶσαν καὶ ταυτότητα φυσικὴν πρὸς αὐτὸν ἀποτώζουσαν. Εἶπον οὖν πρὸς αὐτόν· Τί ποιῶμεν, ἵνα έργα ζώμεθα τὰ ἔργα τοῦ Θεοῦ; Απεκρίθη ὁ Ἰησοῦς, καὶ εἶπεν αὐτοῖς· Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. Εἶπον οὖν αὐτῷ· Τί οὖν ποιεῖς τὸ σημεῖον, ἵνα ἴδωμεν, καὶ πιστεύσωμέν σοι; Τί ἐργάζῃ;» Ζητοῦσιν οἱ Ἰου δαίοι μαθεῖν τὸ ἔργον τοῦ Θεοῦ, οὐχ ἵνα τοῦτο πράτ ξωσιν, ἀλλ᾽ ἵνα δράξωνται ἀφορμάς. Εἰδὼς οὖν αὐτ τοὺς μηδὲν ὠφεληθησομένους, ὅμως διὰ τὸ κοινωφελὲς τῆς διδασκαλίας ἀποκρίνεται, καὶ ὑποδείκνυσιν αὐτοῖς, μᾶλλον δὲ πᾶσιν ἀνθρώποις, ὅτι τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, τὸ πιστεύειν εἰς ὃν ἐκεῖνος ἀπέ στειλεν. Η γὰρ εἰς αὐτὸν πίστις, ἔργον ὄντως ἱερόν τα καὶ τέλειον, καὶ ἁγιάζον τοὺς ταύτην ἔχοντας. Οδηγός γὰρ γίνεται ἡ ἀκριβῆς πίστις πρὸς πᾶσαν ἀγαθὴν ἐργασίαν, καὶ ἡ ἀγαθὴ ἐργασία συντηρεί τὴν πίστιν. «Τά τε γὰρ ἔργα ἄτερ πίστεως νεκρά, καὶ ἡ πίστις χωρὶς ἔργων.» "Ορα δὲ ἀγνωμοσύνην καὶ ἀναισθησίαν· σημεῖον πάλιν ζητοῦσιν οἱ τοσαῦτα καὶ τηλικαῦτα ἰδόντες, καὶ τὸ τῶν ἄρτων μᾶλλον ἀφ᾽ ὧν ἐκορέσθησαν. Ως γαστρίμαργοι οὖν, πάλιν τοιοῦτον αἰτοῦσι σημεῖον, εἰς γαστέρα αὐτοῖς συμ βαλλόμενον. Οτι δὲ τοῦτο ἀληθές, δῆλον ἐκ τῶν ἑξῆς. Οι πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς έστι γεγραμμένον· Αρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν. Εἶπεν οὖν αὐτοῖ; ὁ Ἰησοῦς Αμήν, ἀμὴν λέγω ὑμῖν, οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ· ἀλλ᾽ ὁ Πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν. Ο γάρ" ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Εἶπον οὖν πρὸς αὐτόν «Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον.» Οὐ μάτην ἐλέγομεν, ὅτι ὡς τῇ κοιλίᾳ δουλεύοντες, ἐζή τουν σημεῖον· οἷον ἦν τὸ τῶν ἄρτων. Ἰδοὺ γοῦν τοῦ μάννα μέμνηνται, καὶ οὐχ ἑτέρου τινός θαύματος, εἴτε τῶν Αἰγυπτίων, εἴτε τῶν κατὰ τὴν Ἐρυθρὰνθάλασσαν. Βουλόμενοι γὰρ ἐρεθίσαι αὐτὸν, ἵνα καὶ αὐτὸς τοιοῦτον σημεῖον ποιήσῃ, ὅπερ ἡδύνατο αὐτοὺς Νοι
col. 1299–1300page 87 of 111
PG 123:1299θρέψαι σαρκικώς, μέμνηνται τοῦ μάννα διά γαστρι › μαργίας ὑπερβολήν. Τί οὖν ἡ ἄπειρος τοῦ Θεοῦ σοφία, ὁ Κύριος ἡμῶν Ἰησοῦς, ἀποκρίνεται αὐτοῖς; Ὅτι Οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον· κ τουτο ἐστι, τὸν ἀληθινὸν ἄρτον οὐ δέδωκεν ὑμῖν Μωσής" ἀλλὰ πάντα τὰ τότε γινόμενα, τύποι ἦσαν τῶν νῦν γινομένων. Ὁ μὲν γὰρ Μωσῆς τύπον ἐπεῖχε τοῦ Θεοῦ, τοῦ ἀληθινοῦ τῶν νοητῶν Ἰσραηλιτών στρατηγοῦ· ὁ δὲ ἄρτος ἐκεῖνος, τύπος ἐμοῦ τοῦ ἐκ τῶν οὐρα νῶν καταβάντος, καὶ ἀληθῶς τρέφοντος, καὶ ἀληθε νοῦ ὑπάρχοντος. Λέγει δὲ ἑαυτὸν ἀληθινὸν ἄρτον, οὐχ ὡς τοῦ μάννα ψευδούς ὄντος, ἀλλ᾽ ἐπειδὴ ἐκεῖνος τύπος ἦν καὶ σκιά, καὶ οὐκ αὐτοαλήθεια. Κυρίως γὰρ μάννα ὁ μονογενής Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος γενόμενος, τὸ ἐκπληκτικὸν ῥῆμα καὶ ἄκουσμα. Μάννα γὰρ ερμηνεύεται, Τί τοῦτο; Οἱ γὰρ Εβραίοι, ο ἰδόντε; αὐτὸ ἕκαστος πρὸ τῆς οἰκείας σκηνής σωρηδὸν κεχυμένον, καὶ τῷ ἀήθει καὶ ξένῳ τοῦ θεάματος καταπλαγέντες, ηρώτων αλλήλους· Τί τοῦτο; Ο τοί νυν Κύριος γενόμενος άνθρωπος ὁ Υἱὸς τοῦ Θεοῦ, αὐτός ἐστι τὸ πάντας ἐκπλῆττον μάννα, ώστε έκα στον διαπορούντα λέγειν· Τί τοῦτο; Πῶς ὁ Υἱός τοῦ Θεοῦ, καὶ Υἱὸς ἀνθρώπου; Πῶς ἐκ δύο τῶν ἐναν τίων ἐν πρόσωπον; Τί τοῦτο τὸ μυστήριον; Οὗτος οὖν ὁ ἄρτος, ζωὴ κατὰ φύσιν ὤν, οἷα ζώντος Πατρὸς Υἱὸς, ποιεῖ τὸ οἰκεῖον ζωοποιεῖ γὰρ τὰ πάντα. Ὥσπερ οὖν ὁ ἐκ γῆς ἄρτος τὴν ἀσθενῆ φύσιν τῆς σαρκὸς συνέχει, καὶ οὐκ ἐξ καταφθείρεσθαι· οὕτω καὶ ὁ Χριστὸς διὰ τῆς τοῦ Πνεύματος ενεργείας τὴν ψυχήν ζωοποιεῖ, καὶ μὴν καὶ αὐτὸ τὸ σῶμα συνέχει εἰς ἀφθαρσίαν. Διὰ γὰρ Χριστοῦ ἡ ἐκ νεκρῶν ἀνά στασις τῇ ἀνθρωπίνη φύσει κεχάρισται, καὶ ἡ τῶν σωμάτων ἀφθαρσία. 'Αλλ' οἱ Ἰουδαῖοι περὶ γαστέρα ἔτι νεύοντες, καὶ τὸ ὅλον γῇ ὄντες, περὶ αἰσθητου ἄρτου νοοῦσι τὰ εἰρημένα, καί φασι· «Δὸς ἡμῖν τὸν ἄρτον τοῦτον.» Οὕτως οὖν ἀνοηταίνοντες, ἠλέγχοντο, και, ο Πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον, ο φασίν, οὐ μίαν ἡμέραν οὐδὲ δύο. Τοῦτο δὲ καὶ ἀπὸ φιλαργυρίας ἔλεγον. Ἵνα γὰρ μὴ ἀναλίσκωμεν τὰ χρήματα ἡμῶν περὶ τὴν τῆς τροφῆς εὐπορίαν, δς πάνω τοτε τοῦτον τὸν εὐπόριστον ἄρτον. Εἶπε δὲ αὐτοῖς ὁ Ἰησοῦς· Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρός με, οὐ μὴ πεινάσῃ καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσῃ πώποτε. Αλλ' εἶπον ὑμῖν, ὅτι καὶ ἑωράκατέ με, καὶ οὐ πιστεύετε. Πᾶν ὃ δίδωσι μοι ὁ Πατήρ, πρὸς ἐμὲ ἥξει· καὶ τὸν δ ἐρχόμενον πρὸς μὲ, οὐ μὴ ἐκβάλω έξω· ὅτι κατα βέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. › Τῶν Ἰουδαίων οἷα δὴ γηίνων, περὶ αἰσθητοῦ ἄρτου νομι ζόντων λέγειν τὸν Κύριον, καὶ διὰ τοῦτο ἐπικειμένων, καὶ ζητούντων, ἐλέγχων αὐτοὺς ὁ Κύριος, καὶ δεικνύς, ὅτι ἕως μὲν αἰσθητὴν ὑπώπτευον τὴν τρο φήν, ἐπέτρεχον· ὅταν δὲ μάθωσιν, ὅτι πνευματική ἐστιν, οὐκ ἔτι ἐπιδραμοῦνται, φησίν· «'Εγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς.» Οὐκ εἶπε δὲ, Αρτος τροφής, αλλά, ο Ζωῆς.» Επειδὴ γὰρ τὰ πάντα νενέρωτο, εζωοποίησεν ἡμᾶς δι᾿ ἑαυτοῦ ὁ Κύριος, ὅς ἐστιν ἄρτος, καθὸ τὴν ζύμην τοῦ ἀνθρωπίνου φυράματος
col. 1301–1302page 88 of 111
PG 123:1301πιστεύομεν ἐξοπτηθῆναι τῷ πυρὶ τῆς θεότητος ζωῆς δὲ ἄρτος οὐ τοιαύτης συνήθους, ἀλλὰ παρηλλαγμένης, καὶ θανάτῳ μὴ διακοπτομένης. Ο πιο στεύων δὲ εἰς τὸν τοιοῦτον ἄρτον, οὐ μὴ πεινάση, οὐδ᾽ οὐ μὴ λιμώξῃ λιμὸν τοῦ ἀκοῦσαι λόγον Θεοῦ, οὐδὲ διψήσῃ δίψαν νοητήν, ἀπὸ τοῦ μὴ ἔχειν τὸ ὕδωρ τοῦ βαπτίσματος, καὶ τὸν ἁγιασμὸν τοῦ Πνεύ ματος, γινομένην. Ο μὲν γὰρ ἀβάπτιστος, δίψαν ἔχει καὶ ξηρότητα πολλὴν, ἀμοιρῶν τοῦ ἀναψύχοντος ἁγίου ὕδατος· ὁ δὲ βεβαπτισμένος, ἔχων τὸ Πνεῦμα, ἀεὶ ψυχαγωγεῖται δι᾿ αὐτοῦ. Δεικνύων δὲ, ὅτι καὶ ἡ πίστις ἡ εἰς αὐτὸν οὐ τὸ τυχόν ἐστι πράγμα, ἀλλὰ δῶρον Θεοῦ, τοῖς ἀξίοις καὶ εὐθέσι τῇ καρδίᾳ παρά τοῦ Πατρὸς διδόμενον, φησίν, ότι ο Πᾶν δ᾽ δίδωσί μοι ὁ Πατήρ, πρὸς ἐμὲ ἥξει, ν τουτέστιν, ἐκεῖνοι πιστεύσουσιν εἰς ἐμέ, οὓς δίδωσί μοι ὁ Πατήρ. Ὑμεῖς δὲ οἱ Ἰουδαῖοι, ὡς ἀνάξιοι ὄντες, οὐ δίδοσθέ μοι παρὰ τοῦ Πατρός· δ: οὐδὲ ἔρχεσθε πρὸς μὲ, οὐ γὰρ ἔχετε εὐθεῖαν τὴν καρδίαν, ἵνα ὑμᾶς ἀγαπήσας ο Θεὸς καὶ Πατὴρ, ἀγάγῃ εἰς τὴν ἐμὴν πίστιν. «Εγώ δὲ τὴν ἐρχόμενον πρός με, οὐ μὴ ἐκβάλω ἔξω, τουτο ἐστιν, οὐ μὴ ἀπολέσω, ἀλλὰ σώσω, καὶ ἐπιμελείας ἀπολοῦσαι παρασκευάσω πολλῆς. Καταβέβηκα γὰρ ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ἄλλο τι πράξω παρὰ τὸ θέα λημα τοῦ Πατρός. Ταῦτα δέ φησιν, ἵνα μάθωτι, ὅτι ἰ μὴ δεχόμενος αὐτὸν, ἀντίθεός ἐστιν, ἐναντιούμενος του θελήματι τοῦ Πατρός. Ἐπεὶ γὰρ αὐτὸν ἀντίθεον ἔλεγον ἐκεῖνοι, αὐτὸς τὸ ἔγκλημα εἰς αὐτοὺς περιο τρέπει καί φησιν, εἰ καὶ μὴ φανερῶς, ὅτι, Υμείς ἐστε ἀντίθεο:, οἱ μὴ δεχόμενοι τὸν τῷ τοῦ Πατρὸς θελήματι ἀκολουθοῦντα. Ποῦ ἐστι Νεστόριος ἐνταῦθα, ὁ λέγων, ὅτι μετὰ τὴν ἀνάστασιν ἐθεοποιήθη ὁ Χρι στές; Οὐκ ἀκούεις, ταλαίπωρε, ὅτι καταβέβηκεν ἐκ τοῦ οὐρανοῦ; Ὁ δὲ καταβὰς ἐκ τοῦ οὐρανοῦ, οὐ ψιλός άνθρωπος δήπου ἦν, ἀλλὰ θεός. Ψιλὸς γὰρ ἄν θρωπο; οὐ καταβαίνει, ἀλλ᾽ εἰ ἄρα ἀναβαίνει εἰς οὐρανόν, χαριζομένου δι' ἀρετὴν τοῦτο τοῦ Θεοῦ. Ἐπεὶ οὖν τοῦ Κυρίου ἡ κατάβασις προέλαβε τὴν ἀνάβασιν, ὁ αὐτὸς οὖν καὶ κατέβη ἐξ οὐρανοῦ, ὡς Θεός δηλονότι, διὰ τὸ ἐνανθρωπήσαι συγκαταβάς· καὶ ἀνέβη· εἰς οὐρανοὺς, μετὰ σαρκὸς δηλαδὴ ὡς άνθρωπος, ἔνθα ἦν τὸ πρότερον ὡς Θεός. Οὐκ ἄρα ψιλὸς ἄνθρωπος ὁ Χριστός, θεωθεὶς ὕστερον, ὡς ἑλήσει· Νεστόριος, ἀλλὰ Θεὸς προαιώνιος ἐνανθρωπήσας ἐν ἐσχάτοις καιροίς. Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με Πα τῇς, ἵνα πᾶν δ δέδωκέ μοι, οὐ μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Τοῦτο δὲ ἐστι τὸ θέλημα τοῦ πέριξ αυτής με, ἵνα πᾶς ὁ Θεωρῶν τὸν Υἱὸν, καὶ πιστεύων εἰς αὐτὸν, ἔχῃ ζωή αιώνιον καὶ ἀναστήσω αὐτὸν ἐγὼ ἐν τῇ ἐσχάτῃ ἡμέρα.» Συνεχώς τίθησι τὸ, ο Δέδωκέ μοι ο Πα τὴρ, ο ἵνα πλήξη τας καρδίας αὐτῶν, καὶ ἐπιγνῶμεν, ὅτι τῆς τοῦ Θεοῦ δωρεᾶς ἀνάξιο! εἰσιν. Ε! γὰρ ὁ Πατήρ δίδωσιν ὡς μέγα τι τὴν εἰς Χριστὸν πίστιν, αὐτοὶ δὲ ταύτην οὐκ ἔχουσι, πρόδηλον ὅτι τῆς τοῦ Θεοῦ δωρεᾶς ἀποπεπτώκασιν. Ἐγὼ τοίνυν, φησίν, οὐκ ἀπολέσω οὓς δίδωσί μει ὁ Πατήρ, τουτέστι, τοὺς πιστεύοντάς μοι· ἀλλ᾿ ἀναστήσω αὐτοὺς, ὅπερ ἐστὶν, ἀναστάσεως ἀξιώσω λαμπράς. Διττή γάρ ἐστιν ἡ – κάστασις· ἡ μὲν κοινὴ καὶ καθολική, ἣν πάντες οἱ αμαρτωλοὶ ἀνίστανται· ἡ δὲ, ἢν μόνοι οἱ δίκαιοι εἰς
col. 1303–1304page 89 of 111
PG 123:1303ἡ ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα ἀναλαμβανόμενοι, νάστασιν, καὶ προσαπαντώντες τῷ Κυρίῳ μετὰ παρρησίας. Ταύτην δὲ τὴν ἀνάστασιν, ὁ Παῦλος ἐξανάσταση ὀνομάζει, διὰ τὴν ἐκ τῆς γῆς ἔπαρσιν. Οἱ γὰρ ἁμαρ τωλοί, ἀνίστανται μὲν ἐκ τῶν μνημείων, ἐκ δὲ τῆς γῆς οὐκ ἐξανίστανται εἰς ἀέρα· κάτω γὰρ μένουσιν ὡς κατάκριτοι. Ὥστε οἱ δίκαιοι, καὶ ἀνίστανται, καὶ ἐξανίστανται ἀρπαζόμενο: ἐν νεφέλαις εἰς ἀπάν τησιν τοῦ Κυρίου· οἱ δὲ ἁμαρτωλοὶ ἀνίστανται μή. νον. Ερμηνεύων δὲ ὁ Κύριος τί ἐστι τὸ, ο Πἂν & δέδωκέ μοι ὁ Πατήρ, οὐ μὴ ἀπολέσω,» φησὶ τὴν αὐτὴν ἔννοιαν δι' ἄλλων λέξεων· ι Ἵνα πᾶς ὁ θεω ρῶν τὸν Υἱὸν, καὶ πιστεύων, ἔχῃ ζωήν αιών.ο. Οὐδὲν γὰρ ἄλλο λέγει, ἢ ὅπερ εἶπεν ἀνωτέρω. Τη μὲν γὰρ, ο Πᾶν ὃ δέδωκέ μοι ὁ Πατήρ, ο ταυτόν ἐστι τῷ, ο Πᾶς ὁ θεωρῶν τὸν Υἱὸν, καὶ πιστεύων· ν τὸ δὲ Οὐ μὴ ἀπολέσω, ο ταυτὸν τῷ, ο Ἔχει ζωὴν αἰώ νιον.» Συνεχῶς δὲ μέμνηται ἀναστάσεως, ἵνα πείση τοὺς ἀνθρώπους, μὴ τοῖς ὁρωμένοις μόνοις περιγράφειν τὴν τοῦ Θεοῦ πρόνοιαν, ἀλλ' εἰδέναι ὡς ἔστι καὶ άλλη κατάστασις, καθ᾿ ἣν ἀναμφιβόλως ἀπολαύσουσι τῶν τῆς ἀρετῆς μισθῶν· εἰ καὶ μὴ νῦν προφαίνεται τις ἡ βιωτικὴ ἀμοιβή, διὰ τοῦτο μή καθυφιέναι τοῦ πρὸς ἀρετὴν δρόμου. Εγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι εἶν πεν, Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωτής, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; Πῶς οὖν λέγει οὗτος, ὅτι, Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; Απεκρίθη Ἰησοῦς, καὶ εἶπεν αὐτοῖ;· Μὴ γογγύζετε μετ' αλλήλων. Οὐδεὶς δύναται ἐλθεῖν πρὸς μὲν ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ελκύσῃ αὐτὸν, καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. ο Εγόγγυζαν οἱ Ἰουδαῖοι, εἰπόντος τοῦ Κυρίου, ὅτι, «Εγώ είμι ὁ ἄρτος, ο ὡς ἀπατηθέντες. Αχρι μὲν γὰρ ἐνόμι τον περὶ ἄρτου αἰσθητοῦ λέγειν αὐτὸν, πράως ἔτε ρον, ἐλπίζοντες, ὅτι δώσει αὐτοῖς τὸν ἄρτον τοῦτον, καὶ τῇ γαστρὶ αὐτῶν χαρίσεται· ἐπεὶ δὲ ἀπεκάλυψεν αὐτοῖς, ὅτι οὐ περὶ αἰσθητοῦ ἄρτου, ἀλλὰ περὶ πνευ ματικοῦ ἐστιν ὁ λόγος αὐτῷ, ἀπογνόντες γογγύζουσι. Ποῦ γὰρ αὐτοῖς τὸ νοεῖν πνευματικὴν τροφὴν, καὶ ζωὴν, καὶ ἀνάστασιν; Ἐσκανδαλίζοντο οὖν ἐπ' αὐτῷ, ὁρῶντες μὲν αὐτοῦ τὴν μητέρα, ἀκούοντες δὲ, ὅτι, Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα.» Μὴ νοοῦντες τοί νυν, ὅτι καὶ Θεός ἐστιν ὁ αὐτὸς, ἀλλ᾽ εἰς τὴ φαιν μενον ἀποβλέποντες, ἐγόγγυζον, ὡς ἀλαζονευομένου τοῦ Κυρίου, καὶ ἔλεγον· ὁ Οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ἰωσήφ;» Αὐτὸς δὲ ὁ Σωτὴρ οὐκ ἀποκρίνεται αὐτοῖς, ὅτι, Οὐκ εἰμὶ υἱὸς Ἰωσήφ· οὐ γὰρ ἡδύναντο νοῆσαι τὸν τόπον τὸν ἄῤῥητον τὸν ἐκ Παρθένου. Εἰ δὲ τὴν κατὰ σάρκα γέννησιν οὐκ ἐχώρει ἡ διάνοια αὐτῶν, πολλῷ μᾶλλον τὴν ἐκ τοῦ Πατρὸς προαιώνιον. Τί δε ἀποκρίνεται αὐτοῖς; «Οὐδεὶς δύναται ἐλθεῖν πρὸ; μὲ, ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν.» Τοῦτο δὲ λέγει, οὐ τὸ αὐτεξούσιον ἀναιρῶν, ἀπαγε! ἀλλὰ δειπνύων, ὅτι πολλῆς δεῖται συνεργείας παρά Θεοῦ ὁ μέλλων
col. 1305–1306page 90 of 111
PG 123:1305πιστεῦσαι. Αλλως δέ· Ἐκείνους ἕλκει ὁ Πατήρ, τους κατά προαίρεσιν ἐπιτηδειότητα ἔχοντας· τοὺς δὲ ποιήσαντας ἑαυτοὺς ἀνεπιτηδείους, οὐχ έλκει εἰς πίστιν. Ωσπερ γὰρ ἡ μαγνήτις, οὐ πάντα, οἷς προς εγγίζει, ἀλλὰ μόνον τὸν σίδηρον ἕλκει· οὕτω καὶ ὁ Θεός, πᾶτι μὲν ἐγγίζει, τοὺς ἐπιτηδειοτέρους δὲ, καὶ οἰκείωσίν τινα πρὸς αὐτὸν ἐπιδεικνυμένους ἕλκει. Ὁ μὲν οὖν Πατὴρ ἕλκει καὶ προσάγει τῷ Υἱῷ, ὁ δὲ Τέλς ἀνιστῷ, καὶ ζωοποιεῖ, καὶ τὴν ἐν ἀγαθοῖς πνοήν, καὶ ζωὴν, ἢ ἐστι τὸ Πνεῦμα τὸ ἅγιον, χαριζόμενος. Η ἁγία οὖν Τριὰς εὐεργετεί τοὺς πιστεύοντας, καὶ οι παρὰ μέρος ὁ Πατὴρ μόνος, ἢ ὁ Υἱὸς μόνος ἀλλ' ὥσπερ μία φύσις, οὕτω καὶ ἡ τῆς εὐεργεσίας ενέργεια μία, τοῦ Πατρὸς προσάγοντος, τοῦ Υἱοῦ ζωοποιοῦντος, τοῦ ἁγίου Πνεύματος ἀντὶ πνοῆς για νομένου τοῖς ζωοποιουμένοις. Πᾶς γὰρ ὁ ζῶν, καὶ πνοὴν ἔχει. Ορα δὲ τὴν αὐθεντίαν τοῦ Υἱοῦ· «Εγώ, φησίν, ἀναστήσω.» Οὐκ εἶπε γὰρ, ὅτι, Ὁ Πατήρ μου ἀναστήσει, ἀλλ', ο Εγώ.» Οὐ γὰρ δι᾿ ὅλου τα πεινῶς φθέγγεται, ἀλλ' ἔστιν οὗ καὶ τὸ ὕψος τῆς οἰκείας ἐκκαλύπτει θεότητος. Εστι γεγραμμένον ἐν τοῖς προφήταις· Καὶ ἔσον ται πάντες διδακτοί τοῦ Θεοῦ. Πᾶς οὖν ὁ ἀκούων παρὰ τοῦ Πατρὸς καὶ μαθών, ἔρχεται πρὸς μέ· οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα. 'Αμήν, ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμέ, ἔχει ζωὴν αἰώνιον.» Εἶπεν ἀνωτέρω, ότι ο "Ον ἂν ἑλκύσῃ ὁ Πατὴρ, ἐκεῖνος ἔρχε ται πρὸς μέ· ο θέλων δὲ τοῦτο κατασκευάσαι, ἐπὶ τοὺς προφήτας ἀναφέρει τὸν λόγον, ο "Έστι γάρ, φησί, γεγραμμένον ἐν τοῖς προφήταις, ὅτι, Ἔσονται πάντες διδακτοὶ Θεοῦ·, πάντες δὲ οἱ βουλόμενοι δηλονότι. Κοινός γὰρ διδάσκαλος ὁ Πατήρ, δι' ἀπο καλύψεως γνωρίζων τοῖς ἀξίοις τὸν Υἱὸν αὐτοῦ. Απτόμενος γὰρ τῶν καρδιῶν τῶν ἀδόλων καὶ ἀπαν σύργων, ἀποκαλύπτει αὐτοῖς τὸν Υἱόν, ὥσπερ καὶ τῷ Πέτρῳ ἀπεκάλυψεν αὐτόν. ο Ὁ ἀκούων οὖν παρὰ τοῦ Πατρός,» τουτέστιν, ὁ τὴν τοῦ Πατρὸς ἀποκάλυψιν δεχόμενος, καὶ μαθητὴς ἐκείνου ἀληθὴς γινό μενος, «οὗτος ἔρχεται πρὸς μέ.» Ορα δέ, πῶς μετ' ἀκριβείας ἅπαντα φθέγγεται. Οὐ γὰρ εἶπεν, ὅτι, Ο ἀκούων παρὰ τοῦ Πατρὸς, ἐκεῖνος ἔρχεται πρὸς μὲ, ἀλλὰ προσέθηκε τὸ, ο καὶ μαθών.» Οὐ γὰρ ἀρχεῖ τὸ ἀκοῦσαι, ἀλλὰ δεῖ προσεῖναι καὶ μαθεῖν. Τί οὖν; Πρὸ τούτου ἐν τῇ Παλαιᾷ οὐκ ἦταν διδακτοὶ Θεοῦ; 'Ηταν μὲν, ἀλλ' οὐχ οὕτως. Ενταῦθα γὰρ τὸ ἐξαίρετόν ἐστιν, ἐν τῇ Καινῇ, λέγω, Διαθήκη. Τότε μὲν γὰρ δι' ἀνθρώπων ἔμπ' ο͵ τὰ περὶ Θεοῦ· νῦν δὲ τοῦ Μονογενοῦς σαρκωθέντος, παρ' αὐτοῦ τοῦ Πα τρὸς ἐν ἁγίῳ Πνεύματι ἡ γνῶσις γίνεται· ὥστε πληροῦσθαι τὸ προφητικόν ο Ἐν τῷ φωτί σου (τοῦ Πατρὸς ), τουτέστι, τῷ Πνεύματι, «οψόμεθα φῶς, ο ὅ ἐστιν ὁ Υἱός. Εἰκότως ἄρα νῦν ἐσμεν διδακτοὶ Θεοῦ πάντες, οἱ τὴν εἰς Χριστὸν ὑποδεξάμενοι πίστιν. Ἐπεὶ δὲ εἶπεν, ὅτι. Ὁ ἀκούων παρὰ τοῦ Πατρός, ἐκεῖνος ἔρχεται πρὸς μὲ, ο ἵνα μή τις ὑπο λάβῃ, ὅτι περὶ αἰσθητοῦ πατρὸς λέγει, φησίν·
col. 1307–1308page 91 of 111
PG 123:1307τοῦτο λέγω, ὅτι βλέπει τις τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός, ἀληθῶς ἐξ αὐτοῦ ὤν, καὶ γεννηθεὶς ἐκ τῆς οὐσίας αὐτοῦ. Πάντες γὰρ ἐκ Θεοῦ ἐσμεν, ἀλλὰ κυρίως ὁ Υἱός εἷς ἐστιν, ὃς καὶ οἶδε τὸν Πατέρα. Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ, καὶ ἀπέθανον. Ούτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ, καὶ μὴ ἀποθάνῃ. Εγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Εάν τις φάγη ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα. Καὶ ὁ ἄρτος δὲ, ὅν ἐγὼ δώσω, ή σάρξ μου ἐστιν ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωής. ο Πρὸς τὸ μάννα συγκρίνει τὴν παρ' αὐτοῦ διδομένην τροφήν. «Εγώ μὲν γὰρ, φησίν, εἰμὶ ὁ ἄρτος τῆς ζωῆς· κ τὸ δὲ μάννα οἱ φαγόντες ἀπέθανον.» Οὐχ ἁπλῶς δὲ προσέθηκε τὸν ὁ Ἐν τῇ ἐρήμῳ, ο ἀλλὰ βουλόμενος δείξαι, ὅτι οὐδὲ ἄχρι πολλοῦ διήρκεσε τοῖς πατράσι τὴ μάννα, ἀλλ' ἐν τῇ ἐρήμῳ μόνον, οὐ συνεισῆλθε δε αὐτοῖς εἰς τὴν ἐπαγγελίας γῆν. Οὗτος δὲ ἄρτος οὐ τοιοῦτος, ἀλλὰ διαιωνίζων, ὥστε πολλῷ μείζονα τῶν πατέρων αὐτῶν ἀγαθὰ δέξονται, είγε βουλήσονται. Πῶς δὲ οὐ μείζονα τὰ παρὰ Χριστοῦ διδόμενα; Κἂν γὰρ γεύσηταί τις θανάτου, ὅμως ζῇ διὰ τὴν ἐλπίδα τῆς ἀναστάσεως. Φανερῶς δὲ ἐνταῦθα περί τῆς μυστικῆς μεταλήψεως τοῦ σώματος αὐτοῦ φησιν. Ο άρτος γάρ, φησὶν, ὃν ἐγὼ δώσω, ή σάρξ μου ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωής. Τὴν ἐξουσίαν δὲ αὐτοῦ δεικνύων, ὅτι οὐχ ὡς δεῖλος καὶ ἐλάττων τοῦ Πατρὸς αὐτοῦ ἐσταυρώθη, ἀλλ' ἐκών, φησὶν, ὅτι Εγώ δώσω την σάρκα μου ὑπέρ τῆς τοῦ κόσμου ζωῆς. Εἰ γὰρ καὶ δεδόσθαι λέγεται ὑπὸ τοῦ Πατρὸς, ἀλλὰ καὶ ἑαυτὸν δεδωκέναι· ἐκεῖνο μὲν, ἵνα τὴν πρὸς τὸν Πατέρα ὁμόνοιαν μάθωμεν τοῦτο δὲ, ἵνα τὴν αὐτεξουσιότητα τοῦ Υἱοῦ. Πρόσχες δὲ, ὅτι ὁ ἄρτος ὁ ἐν τοῖς μυστηρίοις ὑφ' ἡμῶν ἐσθιόμενος, οὐκ ἀντίτυπόν ἐστι τῆς τοῦ Κυρίου σαρκός, ἀλλ᾽ αὐτὴ ἡ τοῦ Κυρίου σάρξ. Οὐ γὰρ εἶπεν, ὅτι, Ο ἄρτος δν ἐγώ δώσω, ἀντίτυπόν ἐστι τῆς σαρκός μου, ἀλλ', ο ἡ σάρξ μοῦ ἐστι.» Μεταποιεῖται γάρ ἀποῤῥήτοις λόγοις ὁ ἄρτος οὗτος διὰ τῆς μυστικής εὐλογίας, καὶ ἐπιφοιτήσεως τοῦ ἁγίου Πνεύματος, εἰς σάρκα τοῦ Κυρίου. Καὶ μή τινα θροείτω τὸ τὸν ἄρτον σάρκα πιστεύεσθαι. Καὶ γάρ τοι καὶ ἐν σαρκὶ περιπατοῦντος τοῦ Κυρίου, καὶ τὴν ἐξ ἄρτου τροφήν προσιεμένου, ὁ ἄρτος ἐκεῖνος ὁ ἐσθιόμενος, εἰς σώμα αὐτοῦ μετεβάλλετο, καὶ συνεξωμοιοῦτο τῇ ἁγίᾳ αὐτ τοῦ σαρκὶ, καὶ εἰς αὔξησιν καὶ σύστασιν συνεβάλλετο κατὰ τὸ ἀνθρώπινον. Καὶ νῦν οὖν ὁ ἄρτος εἰς σάρκα τοῦ Κυρίου μεταβάλλεται. Καὶ πῶς, φησὶν, οὐχὶ καὶ σὰρξ φαίνεται ἡμῖν, ἀλλ᾽ ἄρτος; Διὰ τὸ μὴ ' ἡμᾶς ἀηδίζεσθαι πρὸς τὴν βρῶσιν. Εἰ μὲν γὰρ σέξ ἐφαίνετο, ἀηδῶς ἂν διεκείμεθα πρὸς τὴν μετάληψιν νῦν δὲ, τῇ ἡμετέρᾳ ἀσθενείᾳ συγκαταβαίνοντος τοῦ Κυρίου, τοιαύτη φαίνεται ἡμῖν ἡ μυστική βρῶσις, οἷα ἐστὶν ἡ συνήθης ἡμῖν. Ὑπὲρ τῆς τοῦ κόσμου δὲ ζωῆς τὴν σάρκα αὐτοῦ πρὸς θάνατον δέδωκεν· ἀπο θανών γὰρ, τὸν θάνατον λέλυκε. Νέει δέ μος τοῦ κόσμου ζωήν, τάχα μὲν καὶ τὴν ἀνάστασιν (ὁ γὰρ θάνατος τοῦ Κυρίου τὴν καθολικὴν ἀνάστασιν παντὶ τῷ γένει τῶν ἀνθρώπων ἐπραγματεύσατο)· τάχε δὲ καὶ τὴν ἐν ἁγιασμό και μακαριότητι ζωήν, τοῦ
col. 1309–1310page 92 of 111
PG 123:1309κόσμου ζωὴν ὀνομάζει. Κἂν γὰρ μὴ πάντες παρε δέξαντο τὸν ἁγιασμὸν καὶ τὴν ἐν Πνεύματι ζωήν, ἀλλ᾽ οὖν ἔγε Κύριος ὑπὲρ τοῦ κόσμου ἑαυτὸν δέδωκε, καὶ ὅσον τὸ ἐπ' ἐκείνῳ, ὁ κόσμος ἐσώθη, καὶ ἡ φύσις ἅπασα ἡγιάσθη, καθό δύναμιν ἔλαβε νικᾷν την ἁμαρτίαν, καὶ ἡ ἁμαρτία ἀπέδρα διὰ τοῦ ἑνὸς ἀν θρώπου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὥσπερ καὶ σθησεν. δι᾿ ἑνὸς ἀνθρώπου τοῦ Ἀδὰμ εἰς ἁμαρτίαν ὠλι Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οι Ιουδαίοι, λέ γοντες· Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα φαγεῖν; Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· 'Αμήν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον· καὶ ἐγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἡ γὰρ σάρξ μου ἀληθῶς ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθῶς ἐστι πόσις. ο Ακούσαντες οἱ Ἰουδαῖοι περὶ τῆς βρώσεως τῆς σαρκὸς τοῦ Κυρίου, ἀπιστοῦσι. Διὰ τοῦτο καὶ τὸ τῆς ἀπιστίας ῥῆμα, το, «Πῶς;» φθέγγονται. Ὅταν γὰρ ἀπιστίας λογισμοί εἰσέλθωσιν εἰς ψυχήν, τότε καὶ τὸ, Πῶς; συνεισέρχεται. Διὰ τοῦτο καὶ αὐτὸς θέλωνδεῖξαι, ὅτι οὐκ ἔστι τοῦτο ἀδύνατον, ἀλλὰ καὶ σφό. δρα ἀναγκαῖον, καὶ οὐκ ἔστιν ὅλλως ἔχειν ζωήν, φησίν·. Ἐὰν μή μου τὴν σάρκα φάγητε, καὶ τὰ ἑξῆς. Οὕτω καὶ ὁ Νικόδημος ἐξ ἀπιστίας ἔλεγε Πῶς δύναται άνθρωπος εἰσελθεῖν εἰς τὴν κοιλίαν τῆς μητρός;» Δεῖ τοίνυν ἡμᾶς ἀκούσαντας, ὅτι ἐὰν μὴ φάγωμεν τὴν σάρκα τοῦ Υἱοῦ, οὐκ ἔχομεν ζωὴν, ἐν ταῖς μεταλήψεσι τῶν θείων μυστηρίων πίστιν έχειν ἀδίστακτον, καὶ μὴ ζητεῖν τὸ, Πῶς; Ο γὰρ ψυχι κὸς ἄνθρωπος, τουτέστιν, ὁ λογισμοῖς ἀνθρωπίνοις καὶ ψυχικοῖς, ήτοι φυσικοῖς, ἑπόμενος, οὐ δέχεται τὰ ὑπὲρ φύσιν καὶ πνευματικά· ὥσπερ οὖν καὶ τὴν πνευματικὴν βρῶσιν τῆς τοῦ Κυρίου σαρκὸς οὐ νοεί, ἧς οἱ μὴ μεταλαμβάνοντες, ἀμέτοχοι ἔσονται τῆς αἰωνίου ζωῆς, ὡς μὴ παραδεξάμενοι τὸν Ἰησοῦν τὸν ὄντα ζωὴν ἀληθινήν. Οὐ γὰρ ψιλοῦ ἀνθρώπου σάρξ ἐστιν ἡ ἐσθιομένη, ἀλλὰ Θεοῦ, καὶ θεοποιεῖν δυνα μένη, ὡς ἀνακραθείσα θεότητι. Αὕτη καὶ ἀληθῶς ἐστι βρώσις, καθὸ οὐ πρὸς ὀλίγον καιρὸν διαρκεῖ, οὐδὲ φθείρεται καθάπερ ή ρευστή βρῶσις, ἀλλὰ τῆς αἰωνίου ζωῆς ἐστιν ἐπίκουρος. Ομοίως δὲ καὶ ἡ πόσις τοῦ αἵματος τοῦ Κυρίου, ἀληθῶς ἐστι πότις, ὅτι μὴ πρὸς καιρὸν ἐπαρχει τῷ δίψει, ἀλλ᾽ εἰς ἀεὶ ἄδιψον διατηρεῖ καὶ ἀνεπιδεῖ τὸν πιόντα· καθὼς καὶ πρὸς τὴν Σαμαρείτιν ἔλεγεν, ὅτι, «Ο πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω, οὐ διψήσῃ. ο Ὅστις γὰρ τὴν χάριν τοῦ ἁγίου Πνεύματος διὰ τῆς μεταλήψεως τῶν θείων μυστηρίων δέξεται, οὔτε λιμώττει νοη τὸν λιμόν, ούτε διψᾷ δίψος, οἷον οἱ ἄπιστοι. Ο τρώγων μου την σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. Καθὼς ἀπό στειλέ με ὁ ζῶν Πατὴρ, κἀγὼ ζῷ διὰ τὸν Πατέρα καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσεται δι' εμέ. Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· οὐ καθὼς ἔφαγον τὸ μάννα οι πατέρες ὑμῶν ἐν τῇ ἐρήμῳ, καὶ σε
col. 1311–1312page 93 of 111
PG 123:1311» ἢ ἀπέθανον. Ο τρώγων τοῦτον τὸν ἄρτον, ζήσεται εἰς τὸν αἰῶνα. Ενταῦθα μανθάνομεν τὸ μυστήριον τῆς μεταλήψεως. Ο γὰρ τρώγων καὶ πίνων τὴν σέρκα καὶ τὸ αἷμα τοῦ Κυρίου, ἐν αὐτῷ μένει τῷ Κυρίῳ, καὶ ὁ Κύριος ἐν αὐτῷ. Συνανάκρασις γὰρ ? ξένη καὶ ὑπὲρ λόγον γίνεται, ὥστε εἶναι τὸν Θεὸν ἐν ἡμῖν, καὶ ἡμᾶς ἐν τῷ Θεῷ. Οὐκ ακούεις φρικτών ἄκουσμα; Οὐ Θεὸν ψιλόν τρώγομεν, (ἀναφής γάρ ἐστι καὶ ἀσώματος, καὶ οὔτε ὀφθαλμοῖς, οὔτε ὁδοῦ σιν ἁλώσιμος), οὐδὲ πάλιν ψιλοῦ ἀνθρώπου σάρκε (οὐδὲν γὰρ ὠφελῆσαι δύναται)· ἀλλ᾽ ἐπειδὴ θείος ἤνωσεν ἑαυτῷ τὴν σάρκα κατὰ τὴν ἄῤῥητον ἀνάκρασιν, ζωοποιὸς ὑπάρχει καὶ ἡ σὰρξ, οὐχ ὅτι εἰς τὴν τοῦ Θεοῦ φύσιν μετακεχώρηκεν, ἅπαγε! ἀλλὰ κατά τὴν ὁμοίωσιν τοῦ πεπυρωμένου σιδήρου, ὃς καὶ σίδηρος μένει, καὶ τὴν τοῦ πυρὸς δείκνυσιν ἐνέρ γειαν· οὕτως οὖν καὶ ἡ τοῦ Κυρίου σαρξ μένουσα σὰρξ, ζωοποιός ἐστιν, ὡς τοῦ Θεοῦ Λόγου σάρξ. Ὥσπερ οὖν, φησὶν, ἐγὼ ζῶ διὰ τὸν Πατέρα, τουτέστιν, ὡς γεννηθεὶς ἐκ τοῦ Πατρός, ὅς ἐστι ζωή, 596 οὕτω καὶ ὁ τρώγων με, ζήσεται δι' ἐμὲ ἀνακιρνώμενος, ὥσπερ καὶ μεταστοιχειούμενος εἰς ἐμὲ τὸν ζωογονεῖν ἰσχύοντα. "Οταν δὲ ἀκούσῃς, ὅτι, Εγώ ζω, ο μὴ νόμιζε αὐτὸν κατὰ μετοχήν ζωῆς ζην γὰρ ἂν ζῶον ἐλέγετο ὁ Θεός· ἀλλ᾽ οὐκ ἔστιν. Ούτε γὰρ Θεὸς ζῶον ονομάζεται, οὔτε κτιστὸν ἡ ζωή κληθήσεται. Συνεχῶς δὲ ἄνω και κάτω στρέφει το Οι πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμου, ο διὰ τὸ πεῖσαι τοὺς ἀκούοντας, ὅτι εἰ δυνατὸν ἐγίνετο ἐν τεσσαράκοντα ἔτεσιν ἄνευ ἀμητοῦ καὶ σποράς διατραφῆναι ἀνθρώπους, καὶ διακρατηθῆναι αὐτοῖς τὴν ζωὴν, πολλῷ μᾶλλον νῦν διακρατήσει τὴν ζωὴν ἡμῶν τὴν νοητὴν τῷ κρείττονι ἄρτῳ ὁ Κύριος, τῇ σαρκὶ αὐτοῦ τῇ ἄνευ σπορᾶς ἀνδρὸς συστάσῃ ἐκ παρθένου γῆς. Πανταχοῦ δὲ ζωῆς μέμνηται, καὶ συχνότερον τοῦτο τὸ ὄνομα παράγει, ἐπειδὴ οὐδὲν οὕτως ἡδὺ τοῖς ἀνθρώποις, ὡς τοῦτο τὸ χρῆμα. Κα! σὺ τοίνυν δύναται οὐ μόνον κατὰ τὴν μυστικήν μετά ληψιν ἐσθίειν καὶ πίνειν τὴν σάρκα καὶ τὸ αἷμα τοῦ Δεσπότου, ἀλλὰ καὶ κατ' ἄλλον τρόπον. Καὶ γὰρ τὴν μὲν σάρκα ἐσθίει τις, ὅταν διὰ τῆς πρακτικής βαδίζῃ· δυσκατέργαστον γὰρ ἡ σάρξ, ὥσπερ καὶ ἡ πρακτικὴ ἔγκοπος· τὸ δὲ αἷμα πίνει, ὡς οἶνον εὐ φραίνοντα καρδίαν, ὁ θεωρητικός· ἄκοπον γὰρ ἡ θεωρία, μᾶλλον δὲ καὶ κόπων ἀνάπαυσις, καὶ πόσει ἐοικυία, ἐπεὶ καὶ ἡ πόσις ἄκοπον μᾶλλον, ήπερ ή βρώσις. Ταῦτα εἶπεν ἐν τῇ συναγωγῇ διδάσκων ἐν Καπερναούμ. Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθη τῶν αὐτοῦ, εἶπον· Σκληρός ἐστιν ὁ λόγος οὗτος· τις δύναται αὐτοῦ ἀκούειν; Εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυ τῷ, ὅτι γογγύζουσι περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς· Τοῦτο ὑμᾶς σκανδαλίζει; Ἐὰν οὖν θεωρῆτε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα, ὅπου ἦν τὸ πρότερον;» Τίνος ένεκεν ἐν τῇ συναγωγή ἐδίδασκεν; "Αμα μὲν τὸ πλῆθος θηρεῦσαι βουλόμενος, ἅμα δὲ δεικνύων, ὅτι οὐκ ἐναντίος ἐστὶ τῷ νότ μῳ τῷ ἀναγινωσκομένῳ ἐν ταῖς συναγωγαίς. Διατί δὲ τοὺς τοιούτους λόγους εἰς τὸ μέσον προβφερε, καίτοι μηδένα μέλλων ὠφελῆται, ἀλλὰ πολλούς
col. 1313–1314page 94 of 111
PG 123:1313σκανδαλίζειν μᾶλλον; Καὶ γὰρ οἱ μαθηταὶ αὐτοῦ ἀκούσαντες, εἶπον· ο Σκληρός ἐστιν ὁ λόγος οὗτος τίς δύναται αὐτοῦ ἀκούειν;» Τί οὖν τὸ κέρδος ἐκ τού των τῶν ῥημάτων; Καὶ μάλα πολὺ καὶ μέγα. Ἐπεὶ γὰρ σωματικῆς τροφῆς ἐμέμνηντο συνεχῶς, καὶ τὸ μάννα εἰς μέσον προσφερον, δεικνύων αὐτοῖς, ὅτι πάντα ἐκεῖνα τύποι ἦσαν καὶ σκιά, τὰ νῦν δὲ παρ᾽ αὐτοῦ λεγόμενα ταῦτα, εἰσὶν ἡ ἀλήθεια, τούτου ένε κεν ταῦτα λέγει, καὶ τροφῆς πνευματικῆς μέμνηται, ἵνα πείσῃ αὐτοὺς ἀπὸ τῶν αἰσθητῶν ποσῶς ἀνανεῦσαι, καὶ τῶν τύπων μὲν καὶ τῆς σκιᾶς κατα φρονῆσαι, τῇ δὲ ἀληθείᾳ προσδραμεῖν. 'Αλλ' ἐκεῖνοι μηδὲν ὑπὲρ τὴν αἴσθησιν νοεῖν δυνάμενοι, οὔτε βελτιοῦνται, καὶ μᾶλλον ἀποπηδῶσι καί φασι Σκληρός ἐστιν ὁ λόγος οὗτος,» ἀντὶ τοῦ, τραχύς, ἀπαράδεκτος. Τίς γάρ σαρκικὸς ὤν, δύναται παρα δέξασθαι πνευματικὴν τροφὴν, καὶ ἄρτον ἐξ οὐρα νοῦ καταβαίνοντα, καὶ σάρκα ἐσθιομένην; "Οταν δὲ ἀκούσῃς, ὅτι οἱ μαθηταὶ αὐτοῦ ἀπεπήδησαν, μή τοὺς ὄντως μαθητὰς νοήσῃς, ἀλλὰ τοὺς εἰς τάξιν μαθητῶν αὐτῷ ἀκολουθοῦντας, καὶ τῷ φαινομένῳ μόνῳ σχηματιζομένους, ὅτι διδάσκονται παρ' αὐτοῦ. Καὶ γὰρ ἐν τοῖς μαθηταῖς ἦσάν τινες, οἶ, ὡς μὲν πρὸς τὸν ἔχλον συγκρινόμενοι, ἐλέγοντο αὐτοῦ μας θηταί· παρέμενον γὰρ αὐτῷ πλείονα καιρὸν, Υπερ οἱ ὄχλοι· ὡς δὲ πρὸς τοὺς ἀληθινοὺς αὐτοῦ μαθητές παρεξεταζόμενοι, οὐδενὸς ἦταν ἄξιοι, ἅτε πρὸς και ρὸν πιστεύσαντες αὐτῷ, καὶ ἀπὸ ψυχρᾶ;, ἵν' οὕτως εἴπω, θερμότητος. Ορα δὲ ἀνοησίαν. Δέον γὰρ ἐρω τῆσαι, καὶ μαθεῖν τὰ ἀγνοούμενα, οἱ δὲ ἀποπηδώσι, καὶ οὐδὲν πνευματικῶς ἐκλαμβάνονται, ἀλλὰ πάντα κατὰ τὸ φαινόμενον. Ἐπεὶ γὰρ σάρκα ἤκουον; ἐνό μιζον, ὅτι σαρκοφάγους αὐτοὺς ἀναγκάζει γενέσθαι καὶ αἱμοβόρους. Οἱ δὲ πνευματικῶς νοοῦντες ἡμεῖς, οὔτε σαρκοφάγοι ἐσμὲν, καὶ μᾶλλον ἁγιαζόμεθα διὰ τῆς τοιαύτης τροφῆς. Θέλων δὲ δεῖξαι αὐτοῖς, ὅτι ὡς Θεὸν οὐδὲν αὐτὸν λανθάνει τῶν ἐν ταῖς καρδίαις αὐτῶν, φησί·. Τοῦτο ὑμᾶς σκανδαλίζει; ο Ἐὰν οὖν ἴδητε εἰς οὐρανὸν ἀνερχόμενον ἐμὲ, τὸν φαινό. μενον Υἱὸν ἀνθρώπου, ὅπου ἦν τὸ πρότερον ὡς Θεός; Ο γὰρ αὐτὸς ἀναβαίνει ὡς ἄνθρωπος, ὅπου ἦν τὸ πρότερον ὡς Θεός. τοῦτο δὲ εἶπεν, ἵνα ἀπα γάγη αὐτοὺς ἀπὸ τοῦ νομ ειν αὐτὸν εἶναι υἱὸν Ίως σήφ. Ο γὰρ πιστεύσας, ὅτι ἐν οὐρανῷ ἦν τὸ πρό τερον, πάντως δήπου πιστεύσει αὐτὸν μηδὲ τοῦ Ἰωσὴφ υἱὸν εἶναι, ἀλλὰ τοῦ Θεοῦ· καὶ λοιπὸν ποι σθήσεται τοῖς παρ' αὐτοῦ λεγομένοις. Ακούων δὲ, ὅτι ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν οὐρανῷ ἦν τὸ πρότερον, μὴ νόμιζε ὅτι ἐξ οὐρανοῦ κατέβη τὸ σῶμα (τοῦτο γὰρ Μαρκέλλου τοῦ αἱ εσιάρχου καὶ Απολιναρίου τὸ παραλήρημα)· ἀλλ' ἐπειδὴ εἷς καὶ ὁ αὐτὸς ἦν Υἱὸς τοῦ ἀνθρώπου καὶ Θεὸς Λόγος, λέγεται, καθὰ τερον ὡς Θεός. Τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν· ἡ σαρξ οὐκ ὤφε λεῖ οὐδέν. Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, πνευμά ἐστι καὶ ζωὴ ἐστιν. Αλλ' εἰσί τινες ἐξ ὑμῶν οἱ οὐ πιστευουσιν. ίδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς, τίνες εἰσὶν οἱ μὴ πιστεύοντες, καὶ τίς ἐστιν ἡ παραδώσων αὐτόν, ο Επειδή, ὡς πολλάκις εἴπομεν, σαρκικῶς εἴπομεν, ἀναβαίνειν ὡς ἄνθρωπος, ὅπου ἦν τὸ πρόσ
col. 1315–1316page 95 of 111
PG 123:1315ἐκλαμβάνοντες τὰ λεγόμενα παρὰ τοῦ Χριστοῦ, ἐσκανδαλίζοντο, φησίν, ὅτι, Τὸ πνευματικῶς νοεῖν τὰ λεγόμενα παρ' ἐμοῦ, τοῦτό ἐστι τὸ ὠφελοῦν· ἡ δὲ σάρξ, τουτέστι, το σαρκικῶς αὐτὰ ἐκδέχεσθαι, οὐδὲν ὠφελεῖ, ἀλλὰ σκανδάλου ἀφορμή γίνεται. Οὕτω δὴ αὐτοὶ σαρκικῶς ἀκούοντες τῶν παρὰ Χρι στοῦ λεγομένων, ἐσκανδαλίζοντο. Επιφέρει οὖν, ὅτι, Τα ρήματα, ὰ ἐγὼ λαλῶ, πνεῦμά ἐστι, ο τουτ έστι, πνευματικά ἐστι, ι καὶ ζωή ἐστιν, ο οὐδὲν ἔχοντα σαρκικὸν, καὶ ζωὴν προξενοῦντα αιώνιον. Δεικνύων δὲ τὸ τῆς θεότητος ἀξίωμα, τὸ ἀποκαλύπτειν φημὶ τὰ κεκρυμμένα, φησὶ πρὸς αὐτοὺς, ὅτι Εισί τινες ἐξ ὑμῶν, οἱ οὐ πιστεύουσιν.» Εἰπὼν δὲ, ο τινές, ο τοὺς μαθητὰς ὑπεξήγαγε. Καὶ ὁ εὐαγ γελιστής θέλων ἡμῖν δεῖξαι, ὅτι πρὸ καταβολής κόσμου πάντα ἐγίνωσκε, φησίν, ὅτι, Ἐξ ἀρχῆς ἐγί νωσκεν ὁ Ἰησοῦς, τίνες εἰσὶν οἱ μὴ πιστεύοντες, ὅτι δὲ καὶ τοῦ προδότου τὴν πονηρίαν· ὅπερ εν ἐληθοῦς θεότητος ἔνδειξις. Ο γὰρ προφήτης περὶ τοῦ Θεοῦ φησιν·. Ο εἰδὼς τὰ πάντα πριν γενέ σεως αὐτῶν. ο Καὶ ἔλεγε· Διὰ τοῦτο εἴρηκα ὑμῖν, ὅτι οὐδεὶςδύναται ἐλθεῖν πρὸς μὲν ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ Πατρός μου. Εκ τούτου πολλοὶ ἀπῆλθον τῶν μαθητῶν αὐτοῦ εἰς τὰ ὀπίσω, καὶ οὐκ ἔτι μετ' αὐτ τοῦ περιεπάτουν. Εἶπε δὲ ὁ Ἰησοῦς τοῖς δώδεκα Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;» Πολλάκις είπομεν, ὅτι ὅταν ἀκούσῃς, ὡς ὁ Πατήρ δίδωσι τὴν εἰς τὸν Υἱὸν πίστιν, μὴ νομίσῃς, ὅτι ἄλλους μὲν εὐεργετεί ὁ Πατὴρ κατὰ ἀποκλήρωσιν, ἄλλους δὲ οὔ: τοῦτο γὰρ ἀδικοῦντός ἐστιν, ἀλλ' ἐκείνους εὐεργετεῖν νόμιζε τὸν Πατέρα, καὶ ἐκείνοις διδόναι τὴν τῆς πίστεως δωρεάν, ὅσοις ή προαίρεσις συνεργεῖ. Ο γὰρ μὴ ὑπὸ τῆς προαιρέσεως συνεργούμενος, οὐδὲ ἀπὸ τοῦ Θεοῦ προσλαμβανόμενος ὠφελεῖται. Οἷόν τι λέγω Πᾶσι δίδωσιν ὁ Θεὸς, ἀλλ᾽ οἱ μὲν καὶ λαμβάνουσι, καὶ χρῶνται καλῶς τῷ δεδομένῳ, καὶ φυλάττοντες αὐτὸ, δεικνύουσι τὴν τοῦ Θεοῦ δωρεάν. Οἱ δὲ λαμβάνουσι μὲν, ἀπολλύντες δὲ τὰ δεδομένα, φαίνονται μηδὲν λαβόντες. Οταν οὖν λέγῃ ὁ εὐαγγελιστής, ὅτι Ἐὰν μὴ ᾖ δεδομένον τινὶ ἐκ τοῦ Πατρὸς, οὐ δύνα ται ἐλθεῖν πρὸς τὸν Υἱόν, τοῦτο λέγει, ὅτι, Εκείνος ἔρχεται πρὸς τὸν Υἱόν, ᾧτινι δώσει ὁ Πατήρ, ήτοι παρ' οὗ φυλαχθείη ἡ γενομένη αὐτῷ παρὰ Θεοῦ δωρεά. • Απήλθον οὖν πολλοὶ τῶν μαθητῶν εἰς τὰ ὀπίσω· ν τουτέστιν, ἀποσχίσαντε; ἑαυτοὺς τοῦ Διδασκάλου, οὐκ εἰς προκοπὴν προῆλθον, ἀλλ' εἰς τὰ ὀπίσω, τουτέστιν, εἰς ἀπιστίαν· τῷ ὄντι γὰρ, ὁ ἑαυτὸν ἀποσχίζων τοῦ Χριστοῦ, εἰς τὰ ὀπίσω ἄπεισιν· ὁ δὲ κατὰ Παῦλον κολλώμενος τῷ Κυρίῳ, ἀεὶ τοῖς ἔμπροσθεν επεκτείνεται. Αὐτὸς δὲ δειχνύ; ὅτι οὐ δέεται τινος, οὐδὲ τῆς παρ' αὐτῶν τούτων διακονίας ή θεραπείας, λέγει πρὸς αὐτούς· «Μή καὶ ὑμεῖς θέλετε ὑπάγειν; ο Διὰ τί δὲ μᾶλλον οὐχ 30, ή γενομένη αὐτῷ παρὰ Θεοῦ δω ρεά, καὶ ὃς ποιήσει ἑαυτὸν ἄξιον τοῦ λαβεῖν. Απῆλ θον οὖν, κ. τ. λ.
col. 1317–1318page 96 of 111
PG 123:1317ἐπήνεσε τοὺς δώδεκα, ὡς μὴ συναπαχθέντας τοῖς ἄλλοις Ομοῦ μὲν τηρῶν τὸ τῷ διδασκάλῳ πρέπον ἀξίωμα, ὁμοῦ δὲ δεικνύων καὶ ἡμῖν, ὅτι διὰ τούτου μᾶλλον ἐφέλκεσθαι τοῦ τρόπου ἔνεστιν. Εἰ μὲν γὰρ ἐπήνεσε, κἂν ἔπαθόν τι ἀνθρώπινον, καὶ ἠλαζονεύσαντο, χαρίζεσθαι αὐτῷ οἰόμενοι διὰ τῆς ἀκολουθήσεως. Τὸ δὲ δεικνύναι, ὡς οὐ δεῖται τῆς ἀκολουθήσεως αὐτῶν, μᾶλλον αὐτοὺς ἡδύνατο κατέχειν, ὡς εὐεργετουμένους μᾶλλον, ἢ εὐεργετοῦντας, καὶ λαμβάνοντας χάριν, ή διδόντας. Σκόπει δε, πῶς συνετῶς εἶπεν. Οὐκ εἶπε γὰρ Ἀπέλθετε· τοῦτο γὰρ ἀπωθουμένου ἦν· ἀλλ᾽ ἐρωτα· Μὴ θέλετε υπάγειν; › ὅπερ ἦν αὐτοὺς ποιοῦν κυρίους τοῦ ἀκολουθεῖν καὶ μή· δεικνύντος, ὅτι οὐ βούλεται αὐτοὺς αἰδο! τῇ πρὸς αὐτὸν ἀκολουθεῖν αὐτῷ, ἀλλὰ μετὰ τοῦ χάριν εἰδέναι ὑπὲρ τοῦ ἀκολουθεῖν. Απεκρίθη αὐτῷ Σίμων Πέτρος Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; Ρήματα ζωῆς αἰωνίου ἔχεις καὶ ἡμεῖς πεπιστεύκαμεν, καὶ ἐγνώκαμεν, ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Απεκρίθη αύ τοῖς ὁ Ἰησοῦς· Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; Καὶ ἐξ ὑμῶν εἰς διάβολός ἐστιν; “Ελεγε δὲ τὸν Ἰού δεν Σίμωνος Ισκαρίωτην· οὗτος γὰρ ἔμελλεν αὐτὸν παραδιδόναι, εἷς ὢν ἐκ τῶν δώδεκα. ο Φιλόστοργος ῶν ὁ Πέτρος καὶ φιλάδελφος, ὑπὲρ παντὸς ἀπολογεί και τοῦ χοροῦ. Οὐ γὰρ εἶπε, Κύριε, πρὸς τίνα απε λεύσομαι; Καὶ ὅτι Εγνωκα καὶ πεπίστευκα, ἀλλὰ, Πρὸς τίνα ἀπελευσόμεθα;» καὶ τὰ ἑξῆς. Ζωῆς δὲ αἰωνίου ῥήματα ἔχειν τὸν Κύριόν φησιν, ἐπειδὴ ἤκουσεν αὐτοῦ λέγοντος, ὅτι ο Τὸν πιστεύοντα εἰς ἐμὲ ἀναστήσω, καὶ ἕξει ζωὴν αἰώνιον.» "Ηδη γὰρ τὴν ἀνάστασιν οὗτοι παρεδέξαντο, καὶ πᾶσαν τὴν δι δασκαλίαν. Ωστε οὐ ῥήματα ἦσαν τὰ σκανδαλίζοντα, ἀλλὰ καὶ ἡ ἀπροσεξία καὶ ἡ ῥᾳθυμία, καὶ ἡ ἀγνωμοσύνῃ τῶν ἀκουόντων. Καὶ γὰρ καὶ οὗτοι οἱ δώδεκα τὰ αὐτὰ ἤκουον, καὶ ὅμως οὐκ ἐσκανδαλίσθησαν, ἀλλ' ἔμειναν. Τί οὖν ὁ Χριστός; Δρα ἐπαινεῖ Πέτρον, ὥσπερ ἀλλαχοῦ τοῦτο ἐποίησεν; Οὐδαμῶς, ἵνα μὴ δόξῃ, ὅτι κολακεύε: διὰ τὸ παραμεἶναι αὐτῷ. Αλλά τί λέγει πρὸς τὸν Πέτρον; Ἐγὼ μὲν ὑμᾶς ἐξελεξάμην τοὺς δώδεκα, πλὴν οὐδὲ ὑμεῖς ἅπαντέ; ἐστε τῆς ἐκλογῆς ἄξιοι, ἀλλ᾽ εἷς ἐξ ὑμῶν διάβολός ἐστι. Τοῦτο δὲ διχῶς νοητέον. "Η γὰρ ὅτι. Καὶ νῦν πάντα τὰ ἐμὰ διαβάλλει, καὶ οὐδὲν τούτων ἀποδέχεται, ἢ ὅτι, Μέλλει διαβαλεῖν ἐμέ. Καὶ γὰρ ὄντως τοιοῦτος ἀπεφάνθη: « Ἰούδας, διαβάλλων πρὸς Ἰουδαίους τὸν Κύριον, καὶ τὰ μυστήρια αὐτοῦ ἐκφέρων αὐτοῖς· καθὰ καὶ Δαυΐδ περὶ αὐτοῦ φησιν·· Ἐξεπορεύετο ἔξω, καὶ ἐλάλει ἐπὶ τὸ αὐτό. η Λέγει δὲ ταῦτα πρὸς τὸν Πέτρον ὁ Κύριος, διορθούμενος αὐτόν. Ἐπεὶ γὰρ εἶπεν ὁ Πέ τρος, ὅτι, Καὶ ἐγνώκαμεν καὶ πεπιστεύκαμεν, Μή τοῦτο νόμιζε, φησίν. Οὐ γὰρ πάντες ἐστὲ πιστοί, οὐδὲ πάντες με εγνώκατε. Ορα δέ μοι τὸν Κύριον, πῶς ἔτι πόρρωθεν τοῦ προδότου τὴν κακίαν ἀνα κρουόμενος, καὶ ἀναχαιτίζων αὐτήν, ταῦτά φησιν εἰδὼς μὲν, ὅτι οὐδὲν ὠφελήσει, ὅμως δὲ τὸ ἑαυτοῦ ποιῶν· καὶ οὔτε φανερὸν αὐτὸν ἐποίησεν, οὔτε

Chapter VIICaput VII

col. 1319–1320page 97 of 111
PG 123:1319πάντη λαθεῖν εἴασεν· ἐκεῖνο μὲν, ἵνα μὴ ἀπαναισχυντήσας φιλονεικότερος γένηται· τοῦτο δὲ, ἵνα μὴ ἀδεως εργάζηται τὸ τόλμημα, οἷα νομίζων λανθάνειν. Εκ τούτου δὲ καὶ τοῦτο μανθάνομεν, ὅτι οὐκ ἀνάγκῃ καὶ βία ποιεῖν εἴωθεν ἀγαθοὺς ὁ Θεὸς, οὐδὲ ἡ ἐκλογὴ αὐτοῦ βιάζεται την προαίρεσιν ἡμῶν, καὶ κακὴν οὖσαν ἀναγκάζει γενέσθαι ἀγαθήν. 'Αλλ' ἡ μὲν ἐκλογὴ γίνεται παρὰ Θεοῦ, προτρέποντος ἡμᾶς ἐπὶ τὸ καλόν, καὶ τὴν αὐτοῦ ἐφαπλοῦντος ἡμῖν ἀγαθότητα· ἐν δὲ τῇ γνώμῃ ἡμῶν καὶ τῇ προαιρέσει κεῖται τὸ σωθῆς ναι, καὶ ἀξίως τῆς ἐκλογῆς περιπατῆσαι, ἢ τοὐναντίον. Θαύμασον δὲ, ὅτι τοσοῦτον ὁ διάβολος πωλεμεί, ὡς δυνηθῆναι ἕνα τῶν δώδεκα ἀφαρπάσαι, τῶν ἐγει ράντων νεκρούς, καὶ θαύματα ποιησάντων, καὶ τῆς πνευματικῆς τοῦ Κυρίου διδασκαλίας καὶ ζωοποιοῦ ἀπολαυσάντων. Καὶ ποῦ λοιπὸν σωτηρίας ἐλπὶς ἡμῖν τοῖς ἐθελουσίως ἐκ νέοτητος ἑαυτοὺς τῇ κακίᾳ δου λώσασι; Διὸ καὶ ὁ εὐαγγελιστὴς, ὡς θαυμάζων, εἶπε τὸ, «Εἷς ὢν ἐκ τῶν δώδεκα. ο Καίτοι γάρ, φησί, τούτου τοῦ ἁγίου χορού ῶν, ὅμως τῇ πονηρά προαιρέσει ἀνάξιος εὑρέθη· οὕτως ἐθελότρεπτον ζῶον δ ἄνθρωπος. Καὶ λοιπὸν ἐῤῥέτωσαν Μανιχαῖοι. Οὐ γὰρ ἀπὸ φυσσώς ἐσμεν κακοί· ἡ γὰρ ἂν πάντοτε ενήργει ἐν ἡμῖν ἡ κακία. Νῦν δὲ οὐ πάντοτε ἦν Ἰούδας κακὸς, ἀλλ᾽ ἦν, ὅτε ἦν ἅγιος. Προαιρέσει ἄρα τὰ κακά καὶ τίκτονται καὶ αὐξάνονται. Ο ΚΕΦΑΛ Ζ'. Περὶ τῆς ἀναβάσεως τοῦ Κυρίου ὡς ἐν κρυπτῷ εἰς τὴν ἑορτήν. Περὶ τῶν Ἰουδαίων θαυμαζόντων, πῶς ὁ Ἰησοῦς γράμματα οἶδε μὴ μετ μαθηκώς. Περὶ τοῦ σχίσματος τοῦ ὄχλου περὶ Χριστοῦ. Περὶ τῆς τῶν ἀρχόντων καὶ Νικοδήμου αμφισβητήσεως. Καὶ περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα ἐν τῇ Γα λιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. Ην δὲ ἐγγύς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ Σκηνοπηγία. Εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· Μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσωσι τὰ ἔργα ἃ ποιεῖς οὐδεὶς γὰρ ἐν κρυπτῷ τι ποιεῖ, καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. Εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν.» Διὰ τοὺς μιαι φόνους Ἰουδαίους ἀναχωρεῖ οὐχ ὡς δει ῶν πρὸς τὸν θάνατον· ἐνῆν γὰρ αὐτὸν καὶ ἐν μέσῳ αὐτῶν περιπατεῖν, καὶ μηδὲν παθεῖν· ἀλλ᾽ εἰ τοιαῦτα πάντοτε ἐποίει, οὐκ ἂν ἐπιστεύθη, ὅτι ἄνθρωπος γέγονεν, ἀλλὰ φαντασία ἔδοξεν ἄν. Οθεν νῦν μὲν ὑποστέλλεται βεβαιῶν καὶ πιστούμενος τὸ ἀνθρώπινον, καὶ ἐντρέπων πάντας τοὺς κατὰ φαντασίαν αὐτ τὸν σαρκωθῆναι λέγοντας, Μάνετα, Μαρκίωνα, καὶ Βασιλείδην, καὶ τοὺς ὁμοίους. "Αλλοτε δὲ πάλιν ἐν μέσῳ ὢν τῶν φονώντων, καὶ κατ' αὐτοῦ λυττώντων ἀβλαβής διαμένει, καὶ δείκνυσι τὰ τῆς θεότητος, και ταισχύνων τὸν Σαμοσατέα Παῦλον, καὶ πείθων πάνω τας ὅτι οὐ ψιλὸς ἄνθρωπος, ἀλλὰ καὶ Θεὸς ἦν. Ὑπο 26, 30, 31, 32. Οὐδὲ οἱ ἀδελφοὶ αὐ τοῦ ἐπίστευον εἰς αὐτόν. Οὐκ ἤθελεν ὁ Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ περιπατεῖν διὰ τοὺς μιαιφόνους Ἰου δαίους, κ. τ. λ.
col. 1321–1322page 98 of 111
PG 123:1321χωρεί τοίνυν εἰς Γαλιλαίαν νῦν. Ἐπεὶ γὰρ οὔπω ἐνειστήκει ὁ καιρὸς τοῦ πάθους, μάταιον ἦν καὶ περ ριστον, ἐν μέσῳ τῶν ἐχθρῶν αὐτοῦ ἀναστρέφεσθαι, καὶ πλείονος ἀεὶ λύττης αὐτοῖς πρόξενον γίνεσθαι. Ην δέ, φησίν, ἡ Σκηνοπηγία.» Αξιον εἰπεῖν περί τῶν ἑορτῶν τῶν τελουμένων τοῖς Ἰουδαίοις. Τρείς γὰρ ἦσαν· μία ἡ τοῦ Πάσχα, ἣν ἐτέλουν ὡς ἐκ τῆς Αἰγύπτου διαβάντες, ἢ καὶ πρώτη παρ' αὐτοῖς· δευ τέρα δὲ ἡ Πεντηκοστή, ἣν ἐτέλουν ὡς ῥυσθέντες μὲν τῶν ἐν τῇ ἐρήμῳ κακῶν, εἰς δὲ τὴν γῆν τῆς ἐπαγ γελίας εἰσελθόντες, καὶ γευσάμενοι τότε πρώτως καρπού σιτηροῦ· διὸ καὶ δράγματα ἐν ταύτῃ τῇ ἑορτῇ ὡς ἀπαρχάς προσήγον. Τρίτη ή Σκηνοπηγία, ἣν ἐτέλουν εὐχαριστήριον ἐπὶ τῇ συγκομιδῇ τῶν καρπῶν κατὰ τὸν Σεπτέμβριον παρὰ Ρωμαίοις μήνα. Τότε γὰρ δὴ εὐχαρίστουν τῷ Κυρίῳ, ὡς πάν. τας τοὺς καρποὺς συγκομισάμενοι. Διὸ καὶ σκηνάς, *τος καλύβας ἐπήγνυον, καὶ ὡς ἐν ἀγροῖς διάγοντες, ηὐφραίνοντο. "Οθεν καὶ ψαλμούς τινας Δαβιτικούς, ἐπιγραφὴν ἔχοντας, Ὑπὲρ τῶν ληνῶν, φασί τινες, εἰς ταύτην τὴν ἑορτὴν συντεθῆναι ὑπ᾽ τοῦ Δαυΐδ. Τίτε γὰρ δὴ τοὺς ληνοὺς αὐτῶν ἐπλήρουν, τρυγῶντες δηλαδὴ καὶ ἐπὶ τούτοις εὐχαριστοῦντες, καὶ ψαλμοῖς ἐχρῶντο, καὶ τοῖς ἄλλοις τοῖς πρὸς εὐχαριστίαν. Οδός ἐστιν ὁ ὄγδοος ψαλμός. Διὸ καὶ ἐν αὐτῷ μέμνηται τῶν παρὰ Θεοῦ δοθέντων ἀγαθῶν τῷ ἀνθρώπῳ ὁ προφήτης. νίττετο δὲ καὶ ταῦτα· τὸ μὲν Πάσχα, τὴν διάβασιν ἡμῶν, τὴν ἐξ ἀπιστίας εἰς πίστιν ἡ δὲ Πεντηκοστή, τὴν εἰς τὴν Ἐκκλησίαν εἰσέλευσιν, ὡς τὴν ἄλλην ἐπαγγελίας, ὅτε δηλαδὴ καὶ ἄρτον τρώγομεν, μεταλαμβάνοντες τῶν θείων μυστηρίων. Οὐ γὰρ ἅμα τῷ πιστεῦσαι καὶ διαβήναι ἀπὸ τῆς ἀπιστίας, ἤδη καὶ τοῦ ἄρτου ἐσθίομεν· ἀλλὰ δεῖ πρότερον βαπτισθῆναι, καὶ ἄξιον γενέσθαι τοῦ μετὰ τῶν βεβαπτισμένων ἐν Ἐκκλησίᾳ ἴστασθαι, καὶ τότε τοῦ ἄρτου μεταλαβείν, 'Η δὲ Σκηνοπηγία, τὴν ἀνά στασιν, ὅτε πάντες μὲν οἱ καρποὶ τῶν πράξεων ἡμῶν συντελοῦνται, τα σκηνώματα δὲ ἡμῶν τὰ διὰ τοῦ θανάτου καταλυθέντα, αὖθις συμπήγνυνται. Εἰσὶ δὲ καὶ ἄλλοι λόγοι θειότερο: ἐπὶ ταύταις ταῖς ἑορταῖς, οῦ; οὐ νῦν λέγειν καιρός· τὸ τοῖς πολλοῖς γὰρ ὠφελιμώτερον ἀεὶ ἐκλεγόμεθα. Οὔσης οὖν ἑορτῆς τοῖς Ἰουδαίοις τῆς καλουμένης Σκηνοπηγίας, ἐπεὶ εἶδον αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ μὴ παρασκευαζόμενον ἀνα βῆναι, φθονοῦντες αὐτῷ, φασί· Μετάβηθι ἐντεῦθεν, καὶ ὕπαγε ἐκεῖ, ἵνα καὶ οἱ μαθηταί σου, τουτέστιν, οἱ ὄχλοι οἱ ἀκολουθοῦντές σοι, θεωρήσωσιν & ποιεῖς. Οὐ γὰρ περὶ τῶν δώδεκά φησιν, ἀλλὰ περὶ τῶν ἄλλως ἑπομένων αὐτῷ. Ἐγκαλοῦσι δὲ αὐτῷ οἱ ἀδελφοὶ αὐ τοῦ, οἱ τοῦ Ἰωσὴφ δηλαδὴ παῖδες, δύο πάθη, δειλίαν, καὶ φιλοδοξίαν. Διό καί φασιν·· Οὐδεὶς γὰρ ἐν κρυπτῷ τι ποιεῖ, ν ἵπερ ἐστὶ δειλίας, ο καὶ ζητεῖ αὐτὸς ἐν παῤῥησίᾳ εἶναι, ο ὅπερ ἐστὶ φιλοδοξίας. «Εί ταῦτα ποιεῖς, φανέρωσον, φασί, σεαυτὸν τῷ κόσμῳ.» Ενταῦθα δὲ αἰνίττονται, ὅτι Οὐδὲ ἀγαθὴν ὑπόληψιν ἔχομεν ἐπὶ τοῖς ὑπὸ σοῦ γενομένοις. Εἰ γὰρ ταῦτα ποιεῖς ὡς καλά, φανέρωσον σεαυτόν· εἰ δὲ ἀπο (α)
col. 1323–1324page 99 of 111
PG 123:1323κρύπτη, πρόδηλον ότι κακά πράττων ἀποκρύπτη. Τίνος δὲ ἔνεκεν ἐν τοῖς πέντε μησὶν οὐδὲν ἄλλο διη γησάμενος ὁ εὐαγγελιστής, ἀλλ᾽ ἢ τὸ κατά τους ἄρτους σημεῖον, καὶ τὴν πρὸς τοὺς φαγόντας, ἀγνωμονούντας τοῦ Κυρίου διάλεξιν, τάλλα ὑπερεπήδησεν, εἰπών· ο 'Εν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ιουδαίων ή Σκηνοπηγία;» "Οτι γὰρ διά μέσου πέντε μηνῶν ἔργα ἀπεσιώπησε, δῆλον ἐντεῦθεν. Ὅτε μὲν γὰρ τὸ θαῦμα ἐτέλεσε τῶν ἄρτων, Πάσχα ἦν, ὅπερ κατὰ τὸν παρὰ Ρωμαίοις Μάρτιον μῆνα ἐτελεῖτο, πρῶτον παρ' ἐκείνοις καλούμενον μῆνε· νῦν δὲ ἡ Σκηνοπηγία, ή συνίσταται κατὰ τὸν παρ' ἡμῖν Σεπ τέμυριον. Διατί οὖν τοῦτο ἐποίησεν ὁ εὐαγγελιστής Διότι οὐκ ἐνῆν ἅπαντα καταλέγειν. "Αλλως τε, ἐκεῖνα λέγειν ἐσπουδάκεσιν οἱ εὐαγγελισταί, ὑπὲρ ὧν μέμψις ἢ ἀντιλογία τις περὶ τῶν Ἰουδαίων παρηκολούθησεν. Αξιον δὲ θαυμάσαι τὸ φιλάληθες αὐτῶν, πῶς οὐκ αἰσχύνονται λέγειν ταῦτα, ἃ δοκεῖ ἀδοξίαν τινὰ ἐπιφέρειν τῷ Διδασκάλῳ. Πολλή εν παραδραμὼν καὶ θαύματα καὶ βήματα τοῦ Κυρίου ὁ εὐαγγελιστής, τὴν ἀπιστίαν τῶν ἀδελφῶν διηγεῖται, καὶ ὅσα προσωνείδιζον αὐτῷ. Πόθεν δὲ αὐτοῖς ἡ τοσαύτη ἀπιστία; Ἀπὸ προαιρέσεως καὶ φθόνου τὸ γὰρ συγγενές, εἴωθέ πως ἀεὶ διαφθονείσαι. Πλ σκόπει, ὅτι τοσαύτην ἀπιστίαν ἔχοντε; πρὸ τοῦ σταυ ροῦ εἰς αὐτὸν, ὅτε καὶ ἔνδοξον αὐτὸν ἑώρων, καὶ θαύματα ποιοῦντα, μετὰ τὸν σταυρὸν καὶ τὴν δοκοῦσαν ἀδοξίαν ὑπὲρ αὐτοῦ ἐμαρτύρησαν, ἀπόστολοι, καὶ κήρυκες, καὶ ἀρχιερεῖς γενόμενοι. Ὅθεν ἀναντιῤῥήτως αὐτὸν ἀναστάντα εωράκασιν. Οὐ γὰρ ἂν ὑπὲρ αὐτοῦ δεδώκασιν ἑαυτοὺς, εἰ μὴ βεβαίαν τὴν περὶ τῆς ἀναστάσεως αὐτοῦ πληροφορίαν ἐδέξαντο. Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ὁ καιρὸς ὁ ἐμὲς οὔπω πάρεστιν, ὁ δὲ καιρὸ, ὁ ὑμέτερος πάντοτε ἐστιν Έτοιμος. Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρώ περὶ αὐτοῦ, ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. Υμεῖς ἀνάβητε εἰς τὴν ἑορ ὴν ταύτην· ἐγὼ οὕτω ἀναβαίνων εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ καιρὸς ὁ ἐμὸς οὔπω πως πλήρωται. ο Οἱ μὲν ἀδελφοὶ, τῷ Κυρίῳ φθονοῦν τεῖ, ἐγκαλούσιν αὐτῷ δειλίαν ἅμα καὶ ἀλαζονείαν. Ἐκεῖνο; δὲ τί φησι πρὸς αὐτούς; "Αρα τραχέως φθέγ γεται; Οὐ μὲν οὖν, ἀλλὰ πράως. Οὐ γὰρ εἶπεν Ὑμεῖς τίνες ἐστὲ, οι συμβουλεύοντες ταῦτα καὶ δι δάσκοντες; ᾿Αλλὰ τί φησιν; «Ο καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν· ο τουτέστιν, ὁ τοῦ σταυροῦ καὶ τοῦ θα νάτου·· ὁ δὲ καιρὸς ὁ ὑμέτερο, πάντοτέ ἐστιν ἔτσι μας.» Υμείς γάρ, φησί, κἂν ἀεὶ συνῆτε τοῖς Ἰου δαίοις, οὐκ ἀναιρήσουσιν ὑμᾶς τὰ αὐτὰ ζηλούντα; αὐτοῖς· ἐμὲ δὲ εὐθέως βουλήσονται ἀνελεῖν, εἶπερ ἴδωσιν εἰς τὴν ἑορτὴν ἀφικόμενον. Η καὶ ἄλλω; νοητέον τους. Ο γάρ μακαρίζων τους πενθούντας ἐπὶ τοῦ παρόντος αἰῶνος, ἀκολουθα καὶ νυνὶ φθέγγεται, καὶ εἰς πάντας τοὺς ἁγίους δυνάμενα διαβαίνειν. Οὐκ ἔστι γάρ, φησίν, ἐμὸς καιρὸ; ἑορτῆς, ὅτε ἐρῶ πᾶσαν κακίαν ἐμπολιτευομένην τῷ τῶν Ἰουδαίων πληρώματ.. θρήνου γὰρ καὶ πένθους καιρός, άλη θείας μὲν ἀπεληλαμένης, τοῦ δὲ θείου θελήματος οὐ κρατοῦντος. Διὰ ταῦτα οὖν ἐμὸν καιρὸς ἑορτῆς (20 Γ. 54, εἶτα ἐνειδί οντός.
col. 1325–1326page 100 of 111
PG 123:1325οὐκ ἔστιν· ὑμῖν δέ γε, ὡς συμφώνως τοῖς Ἰουδαίοις & 603 ἐμπολιτευομένοις, καὶ τῷ κόσμῳ προσκειμένοις, οὐκ ἀνοίκειον τὸ συνεορτάζειν τοῖς ὁμοίοις ὑμῖν. Καὶ ὑμᾶς μὲν ὁ κόσμος οὐ δύναται μισεῖν, τουτέστιν, οἱ τὰ τοῦ κόσμου φρονοῦντε;, οἷα δή, καθὰ εἴρηται, ἐοικότας αὐτοῖς· ἐμὲ δὲ μισεῖ, ὅτι ἐλέγχω αὐτοῦ τὰ ἔργα. Τοῦτο γὰρ τοῦ μίσους γίνεται αἴτιον, ὁ ἔλεγχος ὁ πεπαρρησιασμένος. Πέμπει τοίνυν τοὺς ἀδελφοὺς εἰς τὴν ἑορτήν, δεικνύων, ὅτι οὐκ ἀναγκάζει συν αὐτῷ μένειν, εἴ γε μὴ βούλεται. Σκόπει δὲ, ὅτι πρὸς τὰ δύο εγκλήματα & επέφερον αὐτῷ ἐκεῖνοι, δειλίαν λέγω καὶ φιλοδοξίαν, δύο καὶ τὰς ἀπολογίας ποιεῖται πρὸς μὲν τὴν δειλίαν, ἐν τῷ λέγειν, ὅτι Ελέγχω τὰ ἔργα τοῦ κόσμου, ήγουν τῶν τὰ τοῦ κόσμου φρο νούντων • οὐκ ἂν δὲ ἤλεγχον, εἴ γε δειλὸς ἤμην, ὡς νομίζετε· πρὸς δὲ τὴν φιλοδοξίαν, ἐν τῷ μὴ ἀναγκάζειν αὐτοὺς, ὥστε παραμένειν αὐτῷ. Εἰ γάρ τοι φιλοδοξία; ἐγκλήματι ἔνοχος ἦν, οὐκ ἂν αὐτοὺς ἀπο επέμπετο· ἐπεὶ τοῖς φιλοδόξοις καὶ ἀλαζονικοῖς, τὸ πολλοὺς ἔχειν ἀκολούθους μᾶλλον σπουδάζεται. Ἐπεὶ. οὖν δύο ταῦτα αὐτῷ προσωνείδιζον, εἰκότως πρὸς τὰ δύο ἀντέστη, δεικνύων σαθρὰν τὴν αὐτῶν ὑπόνοιαν. Τὸ δὲ, ι Ο καιρὸς ὁ ἐμὸς οὔπω πεπλήρωται, ο τοῦτο δηλοῖ, ὅτι οὔπω τοῦ θανάτου καὶ τοῦ σταυροῦ και ρός. Δεί γάρ με ἔτι ἐν σαρκὶ ζῆν πρὸς τὸ καὶ πλείονα σημεία ποιῆσαι, καὶ πλείους διδασκαλίας ἐκθέσθαι ὡς ἂν καὶ πλείους ὄχλους πιστεῦσαι παρασκευάσω, καὶ τοὺς μαθητάς στεῤῥοτέρους ποιήσω, διά τε τῆς τῶν πλειόνων σημείων ἐπιδείξεως καὶ τῆς διδασαλίας. Ούπω οὖν, φησὶν, ἐνέστη ὁ καιρὸς τοῦ θανάτου, ἵνα ἐπιρρίψω ἐμαυτὸν τοῖς κατ' ἐμοῦ λυττῶι· διὸ οὐδὲ Ταῦτα δὲ εἰπὼν αὐτοῖς, ἔμεινεν ἐν τῇ Γαλιλαία. Ο Καὶ ὅτε ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν, οὐ φανερῶς, ἀλλ᾽ ὡς ἐν χρυ πτῷ. ο Τίνος ένεκεν, εἰπὼν τοῖς ἀδελφοῖς, ὅτι «Οὐκ ἀναβαίνω εἰς τὴν ἑορτήν, ο πάλιν ἀναβαίνει; Οὐκ εἶπε καθάπαξ, ὅτι οὐκ ἀναβαίνω, ἀλλὰ, Νῦν, του τέστι, Μεθ' ὑμῶν. Ἐν ἀρχῇ μὲν παρητείτο τὴν ἀνά βασιν, ἅτε ζεόντων θυμῷ τῶν Ἰουδαίων. Μετά ταῦτα μέντοι μελλούσης τῆς ἑορτῆς λύεσθαι, ἄνεισιν, ὅτε καὶ τὴν μανίαν αὐτῶν εἰκὸς ἦν λωφῆσαι. Καὶ ἄλλως δέ· Οὐκ ἐναντία πεποίηκεν ὧν εἶπεν. Οὐ γὰρ ἀνέβη ἑορτάσων, ἀλλὰ διδάξων· καὶ οὐ μετὰ ἱλαρότητος ᾗ χρῶνται οἱ πανηγυρίζοντες, ἀλλὰ λά θρα. Κρύπτεται δὲ διὰ τὸ βεβαιῶσαι τὸ ἀνθρώπινον. Εἰ γὰρ ἐνεφανίσθη, Ελύτησαν ἂν κατ' αὐτοῦ, βουλόμενοι αὐτὸν ἀποκτεῖναι. Οὐκ ἂν δὲ παρεχώρησεν αὐτοῖς τοῦτο ποιῆσαι, οία μήπω τοῦ καιροῦ ἐνστάντος τοῦ πάθους· ἀλλὰ μέσον αὐτῶν ὤν, ἐξέφυγεν ἂν τὸ πάθος, καὶ ἔδοξεν ἂν φαντασία σαρκωθῆναι· διὰ τοῦτο φεύγει καὶ ἀναχωρεῖ ὡς ἄνθρωπο;, οἰκονομῶν τὰ οἰκεῖα. Οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ, καὶ ἔλεγον· Ποῦ ἐστιν ἐκεῖνος; Και γογγυσμός πολύς περὶ αὐτοῦ ἦν ἐν τοῖς ὄχλοις. Οἱ μὲν ἔλεγον, ὅτι ᾿Αγαθός ἐστιν· ἄλλοι δὲ ἔλεγον, Οὐκ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. Οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ ἀναβαίνω εἰς τὴν ἑορτήν. ο
col. 1327–1328page 101 of 111
PG 123:1327» διὰ τὸν φόβον τῶν Ἰουδαίων. ο ᾿Απὸ πολλοῦ μέσου; οἱ Ἰουδαῖοι οὐδὲ τοῦ ὀνόματος αὐτοῦ μέμνηνται. Οὐ γὰρ λέγουσι, Ποῦ ἐστιν ὁ Ἰησοῦς; ἀλλὰ, «Που ἐστιν ἐκεῖνος;» οὕτω καὶ τῷ ὀνόματι αὐτοῦ ψιλῷ ἀπηχθάνοντο. Σκόπει δέ μοι καὶ τὴν μιαιφονίαν αὐτῶν, πῶς οὐδὲ τοῦ καιροῦ τῆς ἑορτῆς ἐφείδοντο, ἀλλὰ θηρεῦσαι κατὰ ταύτην αὐτὸν ἐβούλοντο· διδ καὶ ἐζήτουν· οὕτω πολλὴν εὐλάβειαν καὶ αἰδῶ ἐτή ρουν περὶ τὰς ἑορτάς, καὶ τοιαῦτα ἦν αὐτῶν τὰ κατορθώματα. ο Γογγυσμὸς δὲ περὶ αὐτοῦ ἦν ἐν τοῖς ὄχι λοις, ἡ ἐπειδὴ διάφοροι περὶ αὐτοῦ ἦσαν γνῶμαι· τῶν μὲν ἀρχόντων λεγόντων, ὅτι ο Πλανᾷ τὸν ὄχλον πολλῶν δὲ λεγόντων, ότι ο ᾿Αγαθός ἐστιν.. Οὗτοι δὲ ἄρα οἱ λέγοντες αὐτὸν ἀγαθὸν, ἐκ τοῦ ὄχλου ἦσαν. Οτι δὲ τοῦτο ἀληθὲς, δῆλον ἐκ τοῦ εἰπεῖν τὸν εὐαγ γελιστήν, ὡς οὐδεὶς ἐτόλμα παρρησιασθῆναι διὰ τὸν φίλον τῶν Ἰουδαίων· πρόδηλον γάρ, ὅτι ἐκ τοῦ ὄχλου ἦσαν οἱ μὴ τολμῶντες παῤῥησίᾳ ὑπὲρ αὐτοῦ λαλῆσαι, καὶ ἐσιώπων, δεδοικότες τοὺς ἄρχοντας Ἰουδαίους. ᾿Αλλὰ καὶ τὸ λέγειν, ὅτι ο Πλανᾷ τὸν ὄχλον, ο τεκμήριόν ἐστι τοῦ ἐκ τῶν ἀρχόντων εἶνα τοὺς διαβάλλοντας αὐτόν. Εἰ γὰρ ἦσαν ἐκ τοῦ ὄχλου, ἔλεγον ἂν, ὅτι Πλανᾷ ἡμᾶς. Νῦν δὲ λέγοντες, ὅτι Πλανᾷ τὸν ὄχλον, ο δεικνύουσιν ὅτι οὐκ ἐκ τοῦ ὄχλου, ἀλλ' ἐκ τῶν ἀρχόντων εἰσὶν οἱ ταῦτα λέγων τες. Ορα δέ μοι πανταχοῦ τὸ μὲν ἀρχικὴν διεφθαρμένον, τοὺς δὲ ἀρχομένους ἀδιαφθόρους μένοντας πλὴν, διὰ τὸ μὴ ἔχειν ἀνδρειοτέραν τὴν γνώμην, ἀλλ' ὅτι ἀτελεῖς εἶναι, ἀπαῤῥησιάστους ὄντας. η Ηδη δὲ τῆς ἑορτῆς μεσούσης, ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκε. Καὶ ἐθαύμαζον οἱ Ἰου δαῖοι, λέγοντε; Πῶς οὗτος γράμματα οἶδε, μὴ μεματ θηκώς; Απεκρίθη οὖν αὐτοῖς ὁ Ἰησοῦς, καὶ εἶπεν Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ, ἀλλὰ τοῦ πέμψαντε; με. › Διὰ τί τῆς ἑορτῆς μεσούσης ἀνῆλθεν; χαυνώσῃ αὐτῶν τὸν θυμὸν, ἅμα δὲ καὶ ἵνα μετά σχολῆς ἀκούσωσι καὶ προσοχῆς τῶν παρ' αὐτοῦ λε γομένων, μηκέτι τῆς ἑορτῆς ἐμφραττούσης τὰ ὦτα αὐτῶν. Ἐν γὰρ τῇ ἀρχῇ τῆς ἑορτῆς εἰκὸς ἦν αὐτοὺς περισπάσθαι περὶ τὰ τῆς ἑορτῆς. Αφνω οὖν αὐτοῖς ἐπιφανέντος, ἤκουον ἁπλῶς πάντες, οἵ τε ἀγαθὸν αὐτὸν, οἵ τε πλάνον λέγοντες· οἱ μὲν, πρὸς τὸ κερ δῆσαί τι καὶ θαυμάσαι· οἱ δὲ, πρὸς τὸ ἐπιλαβέσθαι αὐτοῦ, καὶ συλλαβεῖν αὐτὸν ὡς πλάνον. Τί μεν ἐδί δαξεν, οὐκ εἶπεν ὁ εὐαγγελιστής· ὅτι δὲ θαυμάσιά τινα εἶπεν, δι' ὧν κατέσχεν αὐτούς, καὶ μετέβαλλε τὰς γνώμας εἰς θαῦμα, ἐδήλωσε διὰ τοῦ εἰπεῖν, ὅτι Ἐθαύμαζον, πῶς γράμματα οἶδε, μὴ μεμαθηκώς.» Πλὴν εἰ καὶ ἐθαύμαζον, ἀλλ' οὐδὲ οὕτως ἀπήλλακται ἡ γνώμη αὐτῶν πονηρίας. Οὐ γὰρ τὴν διδασκαλίαν εθαύμαζον, οὐδὲ τὰ λεγόμενα ἐδέχοντο, ἀλλ' ἐθαύ μαζον πῶς οἶδε γράμματα, τουτέστι, διηπόρουν, ἐξεπλήττοντο, ὅπερ ειώθασιν οι βασκαίνοντες πά σχειν. Οἷον, ὡς ἐπὶ παραδείγματος, ἔστι τινὶ γεί των πένης, εἶτα τυχὸν πολλάκις εὐπορεῖ ἱματίου που λυτελεστέρου· ἰδὼν οὖν τοῦτον ὁ βάσκανος γείτων, λέγει· Πῶς οὗτος ἐνδέονται πολυτελῶς πενέστατος ὤν; Πόθεν τὸ τοιοῦτον ἱμάτιον; Ταῦτα δὲ λέγει, ούχ ὡς θαυμάζων τῷ ὄντι, ἀλλὰ φθόνω διακαιόμενος,
col. 1329–1330page 102 of 111
PG 123:1329καὶ πρὸς διαβολὴν τοῦ γείτονος τοιούτοις λόγοις? χρώμενος - Πάντως γάρ, φησίν, έκλεψε τὴν ἐσθῆτα. Οὕτω; οὖν καὶ οἱ Ἰουδαῖοι • Πῶς οὗτος οἶδε γράμ ματα;» Πάντως ἐν τῷ Βεελζεβούλ. Καίτοι ἐχρῆν αὐτοὺς ἀπὸ τούτου μᾶλλον ἐννοήσαι, ὅτι οὐδὲν ἀν θρώπινον ἦν αὐτῷ. Αλλ' ἐπειδὴ τοῦτο αὐτοὶ οὐκ ήθελον ὁμολογήσαι, αὐτὸς ἀποκρίνεται αὐτοῖς, ἀνα διδάσκων, ὅτι ἀπὸ τοῦ Πατρὸς καὶ Θεοῦ ἐστιν ἡ δι δασκαλία. Οὐδὲν γὰρ ἐμόν ἐστι, φησί, οὐδὲν ἀπ᾿ ἐμαυτοῦ ὡς ἀντίθεος φθέγγομαι, ἀλλ᾽ ἅπερ ἂν εἴη τοῦ Πατρὸς, ταῦτα καὶ ἐμά ἐστι βήματα. Εάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπ' ἐμαυτοῦ λαλῶ. ῾Ο ἀφ' ἑαυτοῦ λαλῶν, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ. Ο δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαν. τος αὐτὸν, οὗτος ἀληθῆς ἐστι, καὶ ἀδικία οὐκ ἔστιν ἐν αὐτῷ.» Εἰπὼν, ὅτι «Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστινἐμὴ, ο τουτέστιν, ἐναντία Θεῷ, «ἀλλὰ τοῦ Πατρός μοῦ ἐστιν, ο φησίν, ὅτι Εάν τις τὸ θέλημα τοῦ Θεοῦ ποιῇ, τουτέστιν, Εάν τις ἀρετῆς ἀντιποιῆται, καὶ οὐ φθόνῳ δουλεύῃ, οὐδὲ τῷ πρός με ματαίῳ φθόνῳ ἐπισκοπῆται, γνώσεται τῶν ἐμῶν λόγων τὴν δύνα μιν, ἐάν τε τὰ τοῦ Πατρὸς λαλῶ, ἐάν τε ξένα τινὰ καὶ παρηλλαγμένα. Θέλημα δὲ τοῦ Θεοῦ ποιεῖ, καὶ ὁ τὰς Γραφὰς καὶ τοὺς προφήτας ἐρευνῶν. Ο γοῦν τοιοῦτος δύναται γνῶναι περὶ τῆς τοῦ Κυρίου διδα χῆς, ὅτι ἀπὸ Θεοῦ ἐστιν. Οἱ προφῆται γὰρ οὐκ ἀν τίθεον εἰσάγουσι τὸν Κύριον καὶ ἀφ' ἑαυτοῦ λαλοῦντα, ἀλλὰ πάντα τὰ τῷ Θεῷ δοκοῦντα, καὶ λέγοντα καὶ πράττοντα. Εἶτα καὶ ἕτερον λογισμὸν ἐπιφέρει, λέ γων· ῾Ο ἀφ' ἑαυτοῦ λαλῶν, τουτέστιν, ὁ βουλόμενος ἰδίαν στῆσαι διδασκαλίαν, δι' οὐδὲν ἕτερον τοῦτο ποιεῖ, ἢ χάριν τοῦ δόξαν τινὰ ἐκ τούτου καρπώτα σθαι. Εἰ δὲ ἐγώ, φησίν, οὐ βούλομαι καρπώσασθαι δόξαν ἰδίαν, ἀλλὰ τὴν δόξαν τοῦ πέμψαντός με ζητῶ, τίνος ἕνεκεν βουλοίμην ἂν ἕτερα διδάσκειν; 'Αληθής οὖν εἰμι, καὶ οὐκ ἔστιν ἀδικία ἐν ἐμοί· τουτέστιν, Οὐ δόξαν· ἑτέρῳ ἁρμόζουσαν ἁρπάζω· τοῦτο γὰρ ἀδικία. Ωστε ἡ διδαχή μου καὶ ἀλήθειαν ἔχει, καὶ δικαιοσύνην ἐν ταὐτῷ. Οὐ γὰρ ἐξ ἀλαζονείας γίνε ται, ἵνα καὶ τὸ ψευδὲς ἔχῃ καὶ τὸ ἄδικον. Ο γὰρ ἀλαζὼν καὶ ψεύδεται, καθὸ περὶ αὐτοῦ τὰ ὑπὲρ τὴν ἀξίαν αὐτοῦ λέγει, καὶ ἀδικεῖ, καθὸ τὴν ἀλλο τρίαν καὶ μηδὲν αὐτῷ προσήκουσαν δόξαν ἁρπάζει. Ο δὲ Κύριος ἐπειδὴ τὰ τοῦ Πατρὸς ἐζήτει, καὶ οὐδὲν περὶ ἑαυτοῦ ἠλαζονεύετο, καὶ ἀληθής ἐστι πάντως καὶ δίκαιος. Πολλαχοῦ δὲ εἴπομεν, καὶ νῦν λέγομεν, ὅτι ὅταν ταπεινά τινα λέγων φαίνηται ὁ Κύριος, οὐ δεῖ νομίζειν, ὅτι ὡς ἐλάττων ὢν τοῦ Πατρὸς κατά φύσιν, ταῦτα φθέγγεται, ἀλλὰ διὰ τὴ μὴ ἀντίθεος νομισθῆναι, καὶ διὰ τὴν ἀσθένειαν τῶν ἀκουόντων, καὶ διὰ τὸ σάρκα περιβεβλήσθαι, καὶ διὰ τὸ διδά σκειν ἡμᾶς μετριάζειν, και μηδὲν μέγα λέγειν περὶ ἑαυτῶν. Οταν δέ γε ὑψηλὰ καὶ περὶ τῆς οἰκείας δόξης φθέγγηται, χρὴ πιστεύειν ἡμᾶς, ὅτι ὡς τῷ ὄντι ἴσος τῷ Πατρὶ, ταῦτα τὰ ὑψηλὰ φθέγγεται, διὰ τὸ μέγεθος τῆς οἰκείας φύσεως. Οὐ Μωτῆς δέδωκεν ὑμῖν τὸν νόμον; Καὶ οὐδεὶς ἐξ
col. 1331–1332page 103 of 111
PG 123:1331ὑμῶν ποιεῖ τὸν νόμον; Τί με ζητεῖτε ἀποκτείνει; Απεκρίθη ὁ ὄχλος, καὶ εἶπε· Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; ο Φαίνεται μὲν, ὡς οὐδεμίαν ἀκο λουθίαν σώζει πρὸς τὰ πρότερα τοῦτο, ὁ λέγει νῦν καλῶς δὲ σκοποῦσιν ἡμῖν, καὶ λίαν ἀκόλουθα. Ἐπειδὴ γὰρ ἐνεκάλουν αὐτῷ, ὅτι τὸ Σάββατον ἔλυς, καὶ τὸν νό μον παρέλυε, πρὸς τοῦτο ἐνίσταται, δεικνύων αὐτοὺς μᾶλλον παραβάτης τοῦ νόμου. Ὁ μὲν γὰρ νόμος φησί· Μὴ φονεύσεις· ὑμεῖς δὲ ζητεῖτε ἀποκτεῖναι. Ωστε ὑμεῖς παραλύετε τὸν νόμον, οὐκ ἐγώ. Αφέν τες οὖν τὸ ἑαυτοὺς καταδικάζειν, ἐμοὶ ἐγκαλεῖτε ὡς παραβαίνοντι τὸν νόμον, διότι ἄνθρωπον ἐθεράπευσα ἐν Σαββάτῳ. Τὸ δὲ, ο Οὐδεὶς ἐξ ὑμῶν ποιεί τὸν νόμον, ο εἶπε, διότι πάντες, πρὸς οὓς διε λέγετο, εζήτουν αὐτὸν ἀποκτεῖναι. Ορα δὲ, πῶς αὐτὸς μὲν πραείᾳ τῇ φωνῇ αὐτοῖς διαλέγεται ἐκεῖνοι δὲ ὑβριστικῶς καὶ μετὰ θράσους, «Δαιμόνιον ἔχεις, ο φασί· διὰ τοῦτο γὰρ ὑβρίζουσι. προκατα πλήττειν αὐτὸν καὶ ἐκφοβεῖν εἰόμενο:. Τὸν Μωσέα δέ φησι δοῦναι τὸν νόμον, καίτοι αὐτὸς ὢν Κύριος Μωσέως, καὶ τοῦ νόμου πάροχος, διὰ τὴν ἀσθένειαν καὶ ἀναισθησίαν τῶν Ἰουδαίων. Ποῦ γὰρ ἂν ἠνέσχοντο ἀκοῦσαι, ὅτι οὐχ ὁ Μωσῆς δέδωκε αὐτοῖς τὸν νόμον, ἀλλ' αὐτὸς ὁ τοῦ Μωσέως Δεσπότης καὶ Κύριος; Απεκρίθη Ἰησοῦς, καὶ εἶπεν αὐτοῖς· Εν ἔργαν ἐποίησα, καὶ πάντες θαυμάζετε διὰ τοῦτο. Μωσί; δέδωκεν ὑμῖν τὴν περιτομήν, οὐχ ὅτι ἐκ τοῦ Μα σέως ἐστὶν, ἀλλ' ἐκ τῶν πατέρων· καὶ ἐν Σαββάτῳ περιτέμνετε άνθρωπον. Ε! περιτομὴν λαμβάνει δ ἄνθρωπος ἐν Σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος Μω σέως, ἐμοὶ χολᾶτε, ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησε ἐν Σαββάτῳ; Μὴ κρίνετε κατ' ἔψιν, ἀλλὰ τὴν δ καίαν κρίσιν κρίνατε.» Από συλλογισμού τινος δείκνυσιν αὐτοὺς μάτην κατ' αὐτοῦ λυττῶντας, και φησιν· • Εν ἔργον ἐποίησαν ἐν Σαββάτῳ, τὴν τοῦ παραλύτου ἀνόρθωσιν, καὶ πάντες θαυμάζετε διά τοῦτο, ὁ ἀντὶ τοῦ, Ταράττεσθε, θορυβείσθε. Καίτοι Μωσῆς αὐτὸς ἐκεῖνος ὁ νομοθέτης Έλυσε τὸ Σά τον, διὰ τὸ κελεῦσαι πᾶσαν ψυχὴν τῇ ἡμέρᾳ τῇ ὀγδύῃ περιτέμνεσθαι. Συνέβαινε γὰρ πολλάκις τὴν ἡμέραν τὴν ὀγδόην, καθ᾿ ἣν ἀνάγκη ἦν περιτέμνεσθαι, Σάββατον εἶναι. Ὥστε εἰ τὸ Σάββατον παρε λύθη ὑπ' αὐτοῦ τοῦ Μωσέως διὰ τὴν περιτομήν, €07 καὶ οὐδὲν κωλύει ἡ τοῦ Σαββάτου ἡμέρα περιτμηθῆναι ἄνθρωπον, ἀλλὰ κἂν Σάββατον τύχη εἶναι ἡ ὀγδόη ἡμέρα, παραλύεται ὁ περὶ τῆς ἀργίας του Σαββάτου νόμος, ἵνα μὴ λυθῇ ὁ τῆς περιτομῆς εἰ ταῦτα τοίνυν οὕτως ἔχει, τί ἐμοὶ χολᾶτε και ὀργίζεσθε, ὅτι ἐν Σαββάτῳ ἄνθρωπον ὁλόκλη ἡγίασα;, αίτοι ἡ περιτομὴ οὐ τοῦ Μωσέως ήν, ἀλλὰ τῶν πατέρων· ἀλλ' ὅμως αὕτη, καίτοι μὴ οὖσα Μωσέως, τὴν περὶ τοῦ Σαββάτου νόμον τὸν ὑπὸ τοῦ Μωσέως τεθέντα, παρέλυσε. καὶ ἡ μὲν περ ριτομή, οδύνην ἐμποιοῦσα, οὐ κωλύεται ταρὰ τοῦ Σαββάτου· ἐγὼ δὲ ἐδύνης ἐλευθερώσας ἄνθρωπον, καὶ ὑγιῆ ποιήσας, διαβάλλονται; ε Μή κρίνετε κα
col. 1333–1334page 104 of 111
PG 123:1333Κάιν, ο ἀντὶ τοῦ, Δικαίως καὶ ἀπροσωπολήπτως ψηφίσασθε. Μὴ τὸν μὲν Μωσέα λύοντα τὸ Σάββατον διὰ τῆς περιτομής, έξω μέμψεως τίθετε· ἐμὲ δὲ κατακρίνετε, καὶ ταῦτα ἐπ᾿ εὐεργεσίᾳ ἀνθρώπου τὸ Σάββατον καταλύσαντα. Τὸ γὰρ τὸν μὲν Μωσέα Έξω μέμψεως τιθέναι διὰ τὸ τοῦ προσώπου ἀξίωμα, ἐμὲ σαφής. δὲ δοκοῦντα ἄξοξον, κατακρίνειν, προσωποληψία Ελεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν· Οὐχ οὗτός ἐστιν δν ζητοῦσιν ἀποκτεῖναι; Καὶ ἴδε παῤῥης στα λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Χρισ στός; 'Αλλὰ τοῦτον οἴδαμεν, τύθεν ἐστίν· ὁ δὲ Χρι στὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν. ο Οὐχ ἁπλῶς καὶ μάτην πρόσκειται τὸ, ο Τινὲς τῶν Ἱεροσολυμιτών,» ἀλλ᾽ ἵνα δείξῃ, ὅτι οἱ μάλιστα τῶν μεγάλων ἀπολαύσαντες σημείων, οὗτοι πάντων ἦσαν ἀθλιώτεροι.. Πῶς γὰρ οὐκ ἄθλιοι, ὅτι μέγα σημείον τῆς αὐτοῦ θεότητος ἰδόντες, ἔτι διεφθαρμένοι εἰσὶ τῇ κρίσει; Μέγα μὲν γὰρ σημεῖον εἶχον, εἴπερ ηδούς λοντο, τὸ ἐν μέσῳ τῶν κατ᾿ αὐτοῦ λυττώντων παρ δησιάζεσθαι αὐτὸν, καὶ μηδὲν ὑπ' αὐτῶν πάσχειν. 'Αλλ' οὐκ ἠβούλοντο ἀπὸ τούτου τοῦ σημείου ἐπι γνῶναι τὴν δύναμιν αὐτοῦ. Διστάζουσι δὲ, λέγοντες Μή ποτε έγνωσαν οἱ ἄρχοντες, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Χριστός;» Καὶ οὐδὲ ἐπὶ ταύτης τῆς γνώ μης μένουσιν, ἀλλὰ συλλογίζονται, ὅτι τὸν μὲν Χρι στὸν οὐδεὶς οἶδε, πόθεν ἔρχεται· τοῦτον δὲ οἶδαμεν, πόθεν ἐστίν· οὐκ ἄρα οὗτός ἐστιν ὁ Χριστός. Καίτοι ὅρα τὴν κακίαν, πῶς καὶ ἑαυτῇ ἐναντιοῦται· οἱ ἄρχοντες αὐτῶν ἐρωτώμενοι ὑπὸ Ηρώδου, ἐν Βη θλεὲμ τῆς Ἰουδαίας φασί γεννᾶσθαι τὸν Χριστόν οὗτοι δὲ λέγουσιν, ὅτι οὐδεὶς οἶδε τὸν Χριστὸν, πόθεν ἐστίν. Ορᾷς έναντιφωνίαν; Καὶ πάλιν ἀλλαχοῦ μέν φασιν, ότι ο Ἡμεῖς οἴδαμεν, ὅτι Μωσεί λελάληκεν δ Θεως· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν, Εἶδες μαινομένων λόγους; Οίδαμεν, και, Οὐκ οίδαμεν. Τι ταύτης τῆς μανίας ἴσον; Πρὸς μὲν γὰρ ἐν μόνον ἑώρων, τὸ μὴ πεισθῆναι. Διὸ ὅταν μὲν αὐτοῖς συνε έφερεν, ἔλεγον, ὅτι Οίδαμεν· ὅταν δὲ πάλιν οὐ συνέ φερε, διετείνοντο, ὡς εὐκ οἴδαμεν. Τῆς κακίας οὖν ἐστιν αὐτῶν ἡ τοσαύτη έναντι φωνία. Ζητήσει ἄν τις, Πόθεν κινούμενοι οὗτοι λέγουσιν, ὅτι ο Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν; ο Οὐ γὰρ ἄν, εἰ μὴ μαρτυρίαν τινὰ εἶχον ἀπὸ τῶν Γραφών, η παραδόσεις βεβαίας, οὕτω προδήλως ἐναντία ἐφθέγγοντο τοῖς ἐπὶ τοῦ Ἡρώδου Γραμματ τεῦσιν, εἰποῦσι προφανώς, ὅτι ο Εν Βηθλεέμ τῆς Ἰουδαίας γεννᾶται· ο καὶ πάλιν τοῖς λέγουσιν, ὅτι Ἐκ Βηθλεὲμ τῆς κώμης ὁ Χριστὸς ἔρχεται.» Τί οὖν ἔστιν εἰπεῖν; Ὅτι ἀπὸ τῶν προφητῶν ἀμφότεροι ταῦτα ἔλεγον. Οἵ τε γὰρ ἐν Βηθλεὲμ αὐτὸν γεννά. σθαι, καὶ ἐκ τῆς κώμης τοῦ Δαυίδ εἶναι λέγοντες, 23, Τοῦτον δὲ οὐκ οἴδαμεν τόθεν ἐστίν. Ενταῦθα δέ φησιν, ότι Τοῦτον οἴδαμεν πόλ θεν ἐστίν. Εἶες, κ. τ. λ. (α)
col. 1335–1336page 105 of 111
PG 123:1335προφανῶς τὸν προφήτην Μιχαίαν είχαν μάρτυρα Ει πιο λέγοντα, ὡς καὶ ὁ Ματθαῖός φησι· ο Καὶ σὺ, Βηθ λεὲμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος ἔστις ποιμανεῖ τὸν λαόν μου Ισραήλ.» Καὶ οὗτοι δὲ πά Σιν οι λέγοντε;, ὅτι τὸν Χριστὸν οὐκ οἶδέ τις, πόθεν έρχεται, τοὺς προφήτας εἶχον μάρτυρας τῆς του αὐτῆς γνώμης· καὶ αὐτὸν δὲ τὸν Μιχαίαν λέγοντα, ὅτι «Αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος·» ὅπερ ἄγνωστον τὴν αὐτοῦ ἔξοδον, ἤτοι τὴν γέννησιν ἐμφαίνει. Τὸν γὰρ, «ἀπ' ἀρχῆς,» καὶ ο ἐξ ἡμετ ρῶν αἰῶνος, ο τὰς ἐξόδους ἔχοντα, ἤτοι τὴν γέννησιν, οὐκ ἄν τις ἀνθρώπων εἰδείη. Άνθρωποι γὰρ ἐν χρόνῳ, ἐκεῖνος δὲ ἐξ ἡμερῶν αἰῶνος καὶ ἀπ' ἀρχῆς τὸ δὲ αἰώνιον πῶς ὁ ὑπὸ χρόνον γινώσκει; ᾿Αλλὰ καὶ Ἡσαΐας φησί·. Τὴν δὲ γενεὰν αὐτοῦ τίς διη γήσεται; › Ἐκ τούτων οὖν πειθόμενοι ἔλεγον, ότι Τὸν Χριστὸν οὐκ οἶδέ τις, πόθεν ἐστίν. Οὐ γὰρ δὴ ἐνενόουν, ὅτι διπλοῦς ὧν ὁ Κύριος Ἰησοῦς, κατὰ μὲν τὴν ἐκ Παρθένου ἐν σαρκὶ γέννησιν, εγνωρίζεται πόθεν ἐστὶν, ὅτι ἐκ Βηθλεέμ· κατὰ δὲ τὴν ἀσώματον καὶ ἀποῤῥητοτέραν τὴν ἐκ Πατρὸς πρὸ πάντων τῶν αἰώνων, λέγεται γενεὰν ἔχειν ὑπερτέραν πάσης διη γήσεως. Οὗτοι τοίνυν οἱ Ἱεροσολυμῖται τὴν μὲν ἐν σαρκὶ γέννησιν ὁμολογοῦσιν εἰδέναι, καὶ πόθεν ἐστί τὴν δὲ πρὸ αἰώνων, καθ' ήν οὐκ οἶδέ τις τὸν Χριστόν, πόθεν ἐστὶν, οὐχ ὁμολογοῦσιν. Διὸ μὴ λογιζόμενοι δει διπλοῦς ὤν, τὸ μέντοι γινώσκεται, τὸ δ' ού, φασὶν, ὡς οὐκ εἴη ὁ Χριστός. Εκραζεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς, καὶ λέγων· Κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾽ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε. Ἐγὼ δὲ οἶδα αὐτὸν, ὅτι παρ' αὐτοῦ εἰμι, κἀκεῖνος με ἀπέστειλεν.» Επειδὴ τὰ Οἴδαμεν τοῦτον, πόθεν ἐστὶ, ν δι᾽ οὐδὲν ἔτερον ἔλεγον, ἀλλ᾽ ἢ δεῖξαι θέλοντες, ὅτι ἐκ τῆς γῆς ἐστι, καὶ ὅτι τέκτονος υἱός, διὰ τοῦτο αὐτὸς ἀνάγει αὐτοὺς εἰς τὸν οὐρανὸν λέγων· ι Καὶ ἐμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· τουτέστι, Κἂν εἰ διὰ τὴν κακίαν συγ καλύπτητα, όμως οἴδατε πόθεν εἰμί, ὅτι ἐξ οὐρανοῦ. Ἐπεὶ γὰρ ἐκεῖθεν ἐστιν ὁ Πατήρ μου, πρόδηλον, ὅτι καὶ αὐτὸς ἐκεῖθεν εἰμι, καὶ ὅτι παρ' ἐκείνου ἀπεστάλην, ὅς ἐστιν ἀληθής. Ἐπεὶ δὲ ἐκεῖνος ἀληθής, κἀγὼ ἂν εἴην ἀληθὴς, καὶ οὐ πλάνος. Οὐ γὰρ ἂν ὁ ἀληθὴς. πλάνον καὶ ψευδῆ ἠθέλησεν ἀποστείλαι. Τοῦτον δὲ τὸν ἀποστείλαντά με, ὑμεῖς μὲν οὐκ οἴδατε, ἀλλ' ἀγνοεῖτε ἄγνοιαν τὴν διὰ τῶν ἔργων. ὡς γὰρ ὁ Παῦ λός φησιν, ἔστιν ἄγνοια ἐν γνώσει. «Θεόν, φησίν, ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Καὶ ὑμεῖς οὖν οἱ Ἰουδαῖοι οὐκ οἴδατε τον Πατέρα μου διά τὰ ἔργα ὑμῶν τὰ πονηρὰ, καὶ τὴν κακίστην γνώμην. Ἐγὼ δὲ οἶδα αὐτόν.» Οὐ γὰρ ἐμποδίζουσί μοι οὔτε γνώμη πονηρά, οὔτε ἔργα ἀπαρέσκοντα ἐκείνῳ, πρὸς τὴν γνῶσιν αὐτοῦ. • Παρ' αὐτοῦ γάρ εἰμι· ν τουτέστιν, ἐξ αὐτοῦ, οὐκ ἀπ' ἄλλης οὐσίας, ἢ ἀλλά τριος αὐτοῦ, ο κἀκεῖνος με ἀπέστειλεν. ο Ορα δὲ ἐνταῦθα τὰς δύο φύσεις τοῦ Χριστοῦ δηλουμένας· διά ο σε
col. 1337–1338page 106 of 111
PG 123:1337μὲν του, ο Παρ' αὐτοῦ εἰμι, ο τὴν οὐσίαν τῆς θεό τητος· διὰ δὲ τοῦ, «Κἀκεῖνός με ἀπέστειλε, ο τὸ ἀνθρώπινον· ἀπόστολος γὰρ κατὰ τὸ ἀνθρώπινον λέγεται, καθὰ καὶ δοῦλος ὁ Υἱός τοῦ Θεοῦ, Ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἐπίστευσαν εἰς αὐτ τὶν, καὶ ἔλεγον, ότι Ὁ Χριστὸς ὅταν ἔλθῃ, μήτι πλείω σημεία τούτων ποιήσει, ὧν οὗτος ἐποίησεν; ο Δεικνύων ὁ εὐαγγελιστής, ὅτι ἀοράτως κατείχοντο, καὶ ὅτι ἐκὼν ἔπαθε, καὶ οὐκ ἐξ ἀδυναμίας, φησίν, ὅτι Εζήτουν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾿ αὐτὸν τὰς χεῖρας.» Τὸ δὲ, Οὔπω ἦλθεν ἡ ὥρα αὐτοῦ, κ ἔφη, οὐχ ὅτι καιροῖς ὑπέκειτο, ἀλλ' ὅτι πάντα ἐν ὥρᾳ, καὶ ἐπιτηδείῳ καιρῷ καὶ τῷ προσήκοντι ποιεί. Ηνίκα γὰρ τὸ παθεῖν εὔκαιρον ελογίσατο, δηλαδὴκατὰ τὸν ὡραῖον καὶ ἐπιτήδειον χρόνον, τότε δὴ καὶ τοῖς σταυρωταῖς συνεχώρησε. Πάντα γὰρ ἐν και τοῖς ὡραίοις καὶ ἐπιτηδείοις ποιεῖ καὶ οἰκονομεί. Οίον, ἔδει δοθῆναι τὸν νόμον, ἀλλ' ἐν καιρῷ τῷ προσ σκοντι, τοὺς προφήτας ὁμοίως, καὶ τὸ Εὐαγγέλιον. Τὸ οὖν τῆς ὥρας ὄνομα, τὸ ἀκριβὲς τῆς σοφίας καὶ τῆς προνοίας τοῦ Σωτῆρος ἐνδείκνυται. • Πολλοὶ δὲ ἐπίστευσαν αὐτῷ, λέγοντες· Μὴ ὁ Χριστὸς πλείω ση μεῖα ποιήσει, ὧν οὗτος ἐποίησε; ο Λέγουσι δὲ περὶ τοῦ οἴνου τοῦ ἐν Κανᾷ, τοῦ υἱοῦ τοῦ βασιλικοῦ, τοῦ παραλύτου, τῶν ἄρτων, καὶ ἁπλῶς τῶν ἄλλων πάν των, ὧν οὐδὲ οἱ εὐαγγελισταί, διὰ τὸ πλῆθος, ὄνο μαστὶ ἐπιμέμνηνται. Πλὴν εἰ καὶ ἀκούεις, ὅτι ἐπίσ στευσαν πολλοί, ἀλλ᾽ οὖν οὐκ ἀκριβὴς ἦν ἡ πίστις αὐτῶν, ἀλλ᾽ οἷαν εἰκὸς εἶναι πλήθους χυδαίου, ἄλλο τε ἄλλως μεταταστημένου ταῖς γνώμαις. Ηκουσαν οἱ Φαρισαίοι γογγύζοντος τοῦ ὄχλου περὶ αὐτοῦ ταῦτα· καὶ ἀπέστειλαν ὑπηρέτας οἱ Φα ρισαῖοι καὶ οἱ ἀρχιερεῖς, ἵνα πιάσωσιν αὐτόν. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ετι μικρόν χρόνον μεθ' ὑμῶν εἰμι, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε· καὶ ὅπου ἐγώ εἰμι, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. Εἶπον οὖν οἱ Ἰουδαῖο: πρὸς ἑαυτούς Ποῦ οὗτος μέλλει πορεύεσθαι, ὅτι ἡμεῖς οὐχ ευρήσου μεν αὐτόν; Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι, καὶ διδάσκειν τοὺς Ἕλληνας; Τίς ἐστιν ὁ λόγος οὗτος ἂν εἶπε· Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε· καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;» Δι' ὧν ἐγόγγυζεν ὁ ὄχλος, ἐνέφηνεν ὡς ἄρα χρηστοτέραν ἔσχον διάθεσιν, καὶ μερικήν τινα πίστιν πρὸς τὸν Κύριον, καὶ ὡς ἀποσχισθῆναι τῶν ἀρχόντων ἡβούλοντο· οὗπερ ἐκεῖνοι αἰσθόμενοι, ἔπεμψαν συλ λαβέσθαι τοῦτον, διὰ τοῦτο μόνον ὅτι ἐπιστεύετο εἶ ναι Χριστός. Επεμψαν δὲ, ἀλλ' οὐκ αὐτοὶ ἦλθον, φου βούμενοι τὸν ὄχλον, μή τι νεωτερίσωσι· διὸ τοὺς ὑπηρέτας στέλλουσιν, ἑαυτοὺς μὲν ὑπεξάγοντες τοῦ ίσως συμβησομένου κινδύνου, ἐκείνους δὲ τῷ θυμῷ τοῦ ὄχλου ἐνδιδόντες· οὕτω πανταχοῦ τὸ ἑαυτῶν ἐσκόπουν. Ὁ δὲ Κύριος ταπεινοφροσύνης γέμοντα ῥήματα φθέγγεται·. Ετι μικρὸν μεθ' ὑμῶν εἰμι. Τί, φησί, σπουδάζετέ με ἀπελθεῖν; Τί διώκετε; Μια κρὸν ἀναμείνατε χρόνον, καὶ οὐδὲ θελόντων ὑμῶν
col. 1339–1340page 107 of 111
PG 123:1339κατέχειν με, ἀντέξομαι. Ορα δὲ καὶ τὸ, ο Μεθ᾽ ὑμῶν εἰμι· ν τουτέστι, Κἂν διώκητε, κἂν ἐλαύνητε, ἐγὼ μεθ' ὑμῶν εἰμι· ήγουν, Τὰ ὑπὲρ ὑμῶν οἰκονομῶ, καὶ τὰ πρὸς σωτηρίαν λέγω. Καὶ ὑπάγω πρὸς τὸν τέμψαντά με.» Ενταῦθα καὶ ἐκφοβεῖ αὐτούς, ὡς μέλλοντας ἐκείνῳ προσκρούειν τῷ πέμψαντι αὐτόν. Οἱ γὰρ τὸν πεμφθέντα ατιμάζοντες, εύδηλον ἔτι τῷ πέμψαντι προσκρούουσιν. «Υπάγων δὲ εἰπών, δι λωσε τὸ ἑκούσιον τοῦ θανάτου. Δεικνύων δὲ, ὅτι ἡ τελευτὴ αὐτοῦ οὐκ ἔσται τοιαύτη οἷα ή κοινή, φησίν, ὅτι ο Οπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.» Εἰ γὰρ κοινὴ καὶ ὁμοία ἦν τοῖς πολλοῖς ἡ τελευτή αὐτοῦ, καὶ ἔμελλεν ἐναπομείναι τῷ θανάτῳ, οὐκ ἂν εἶπεν, ὅτι ο Ὑμεῖς οὐ δύνασθε ἐλθεῖν· ο πάντες γὰρ εἰς τὸν κοινὸν θάνατον ἄπιμεν. Ὅπερ οὖν εἶπεν, δεῖξαι βουλόμενος, ὅτι ὁ αὐτοῦ θάνατος οὐκ ἔστι τοι οὗτος, οἷος ὁ κοινός, φησίν, ότι ο Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.» Καὶ τὸ εἰπεῖν δὲ, ὅτι ο Ζην τήσετέ με, καὶ οὐχ ευρήσετε, ο δείκνυσιν ὅτι ποθεινὸς αὐτοῖς ἔσται. Πότε δὲ ἐζήτησαν αὐτόν; Ο Λουκάς εἶπεν, ότι ο Πολλαὶ γυναῖκες ἐκόπτοντο ἐπ' αὐτῷ εἰκὸς δὲ καὶ ἄλλους πολλούς τοῦτο πάσχειν, ἀλλὰ καὶ τῆς πόλεως αλισκομένης, μεμνήσθαι τοῦ Χρι στοῦ καὶ τῶν θαυμάτων αὐτοῦ, καὶ τὴν παρουσίαν ζητεῖν τὴν αὐτοῦ. Ταῦτα δὲ πάντα έλεγεν, ἐφελκύσασθαι αὐτοὺς καὶ κατακάμψαι βουλόμενος. Επ! γὰρ οἱ ὑπηρέται ἦλθον, συλλαβεῖν αὐτὴν βουλόμενον, δείκνυσιν, ὡς οἶδε τῆς ἀφίξεως αὐτῶν τὴν αἰτίαν, καὶ ὅτι φονεῦσαι αὐτὸν βούλονται. Διο προλέγει αὐτοῖς τὸν ἑαυτοῦ θάνατον, ὅτι μικρὸν, καὶ ὑπάγει πρὸς τὸν Πατέρα. Καὶ τὸ προειπεῖν δὲ τὸν θάνατον, μέγα καὶ οὐκ ἀνθρώπινον. Διὸ καὶ ὁ Δαυΐδ, «Γνώρισόν μοι, φησί, Κύριε, τὸ πέρας μου.» Ελεγον δὲ οἱ Ἰουδαῖοι· «Μη εἰς τὴν διασποράν την Ἑλλήνων μέλλει ἀπέρχεσθαι; ο Ορα πῶς ἐπαθόν τι, καὶ κατ εκλάσθησαν προς τὰ λεχθέντα ὑπ' αὐτοῦ· δῆλον δὲ ἀπὸ τοῦ ἐρωτᾷν·. Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλή νων μέλλει πορεύεσθαι;» Εἰ γὰρ οὐ τοῦτο ἦν, εἶπον ἄν· Βούλει ἀπελθεῖν; Ἡμεῖς τοῦτο εὐχόμεθα, τούτο ἀσμενίζομεν. Νῦν δὲ οὐδὲν τοιοῦτον, ἀλλ' ὥσπερ ἀγωνιῶντες μὴ στερηθῶσιν αὐτοῦ, ζητοῦσι, ποῦ μέλ λει ἀπελθεῖν. δῆλον δὲ τοῦτο καὶ ἀπὸ τοῦ εἰπεῖν, ὅτι Εἰς τοὺς Ἕλληνας μέλλει πορεύεσθαι, καὶ δι δάσκειν αὐτούς. Οὐ γὰρ εἶπον, ὅτι Μέλλει πλανή αὐτοὺς, ἀλλὰ, «Διδάσκειν.» Διασπορὰν δὲ ἐκάλουν τοὺς ἐθνικούς, ὡς ἐν παντὶ τόπῳ διεσπαρμένους. Δε τοῖς γὰρ οἱ Ἰουδαῖοι τὸ παλαιὸν οὐκ ἐμίγνυντο, ἀλλ' ἐν ἑνὶ τόπῳ, τῇ Παλαιστίνη συνηγμένοι, ώνείδιζαν τοὺς ἐθνικούς, ὡς πανταχοῦ διεσπαρμένους· όπερ εἰς αὐτοὺς περιετράπη ὕστερον· διασπορὰ γὰρ μπι λον αὐτοὶ οἱ Εβραίοι γεγόνασιν. Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς, εἱστήκει ὁ Ἰησοῦς, καὶ ἔκραξε λέγων· Εάν τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Ο πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφή, ποταμοί ρεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ ὕδατος ζῶντος.» Την πρώτη
col. 1341–1342page 108 of 111
PG 123:1341ἡμέραν τῆς ἑορτῆς καὶ τὴν ἐσχάτην, ἤτοι τὴν ἑβδδ ο μήν, μεγάλην ὠνόμαζον, ἐπεὶ καὶ ὁ νόμος τὴν ἑδ% μην ἡμέραν τῆς ἑορτῆς, κλητὴν ἁγίαν ἐκάλεσε. Τούτῳ γοῦν ἐπόμενος καὶ ὁ εὐαγγελιστής, τὴν ἐσχά την ἡμέραν, μεγάλην ονομάζει. Εικότως οὖν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ διαλέγεται τοῖς ὄχλοις, εφόδια οιονεί τινα διδοὺς αὐτοῖς μέλλουσιν ἀπιένα: οἴκαδε. Τις γὰρ ἐν τῷ μέσῳ ἡμέρας εἰς τρυφὴν ἀνειμέναις, ἄκαιρον ἦν προσλαλέγεσθαι· οὐδὲ γὰρ προτεῖχον ἄν. Ἔκραζε δὲ ὁ Ἰησοῦς, ἅμα μὲν ἵνα ἐξάκουστος εἴη, ἅμα δὲ τὴν παρρησίαν δεικνύων, καὶ ὡς οὐδένα πτοείται. Τί οὖν φησιν; ο Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφή· ο ἐνταῦθα χὰρ δεῖ στίξαι, εἶτα ἀπ᾿ ἄλλης ἀρχῆς ἀναγνωστέον τὸ, ο Ποταμοί φεύ σουσιν ἐκ τῆς κοιλίας αὐτοῦ. Ἐπεὶ γὰρ πολλοί ἀπὸ τῶν σημείων ἐπίστευον, δεικνὺς ὅτι οὐκ ἀπὸ τῶν σημείων δεῖ πιστεύειν οὕτως ὡς ἀπὸ τῶν Γρα. φῶν (ἡ γὰρ διωρθωμένη πίστις ἀπὸ τῶν Γραφών ἐστι), τούτου ένεκέν φησιν· ο Ο πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ Γραφή, τουτέστι, Καθα μαρτυρεί ἡ Γραφὴ περὶ ἐμοῦ, ὅτι Υιός είμι Θεοῦ, ὅτι Κτίστης, ὅτι Κύριος του παντός, ὅτι Σωτὴρ τοῦ κόσμου. Πολ λοὶ γὰρ ἔδοξαν πιστεύειν, ἀλλ᾽ οὐχ ὡς εἶπεν ἡ Γραφὴ ὡς δὲ αὐτοὶ ταῖς αὐτῶν αἱρέσεσιν ἠκολού Οτσαν· τοιοῦτοι πάντες οἱ αἱρετικοί. Ποταμούς δὲ εἶπεν ἐκ τῆς κοιλίας τοῦ οὕτω πιστεύσαντος ῥεῦσαι, κοιλίαν μὲν τροπικῶς ὀνομάζων τὴν καρδίαν ὡς καὶ ὁ Δαυΐδ· ι Καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου, τουτέστι, Τῆς καρδίας μου. Ποταμούς δὲ δεῦσαι ἔφη, καὶ οὐ ποταμὸν, ὕδατος ζῶντος, την τοῦ Πνεύματος ἄφθονον χάριν καὶ τὴν δαψίλειαν αϊνιστόμενος. Τοιοῦτον γάρ ἐστι τὸ Πνεῦμα, εἰς οἶαν ψυχὴν εἰσέλθοι, καὶ ἐν ᾧ ἂν ἱδρυνθείη, ποιοῦν αὐτὴν ανακλύζειν πάσης πηγῆς ἀφθονώτερον. Καὶ μάθοι ἄν τις, πῶς ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας τοῦ πιστεύοντος κατὰ τὰς Γραφάς, εἶχε τὴν τοῦ Πέτρου γλῶτταν, καὶ τὴν τοῦ Παύλου ῥύμην, καὶ τὴν τοῦ Στεφάνου σοφίαν κατασκέψαιτο· οἷς οὐδὲν ὑφίστατο λέγοντας, ἀλλὰ πάνιες παρεσύροντο ώς τινων ποταμῶν ῥεύμασιν ἀνυποστάτοις τὴν φοράν. Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν. Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω εδοξάσθη.» Ερ μηνεύων ὁ εὐαγγγελιστής ίνες εἰσὶν οἱ ποταμοὶ τοῦ ζώντος ὕδατος, φησίν, ὅτι ο Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος, οὗ ἔμελλον αμβάνειν οἱ πιστεύοντες. Οὔπω γὰρ ἦν, φησί, Πνεῦμα ἅγιον.» 'Αλλ' ἐνταῦθα ζητήσειεν ἄν τις· Πώς φησιν ὁ εὐαγγελιστής, ὅτι οὔπω ἦν Πνεῦμα ἅγιον, δοθὲν δηλονότι; καὶ μὴν οἱ προφῆται Πνεύματι ἐλάλουν; Καὶ οἱ ἀπόστολοι δὲ πως ἄρα τὰς ἰάσεις ἑτέλουν; Φαμὲν οὖν, ὅτι οἱ προφῆται Πνεύματι ἐλάλουν ὁμολογουμένως, ἀλλ᾽ ἡ χάρις αὕτη συνεστάλη, καὶ ἀπὸ τῆς γῆς ἀνεχώρησεν. Ὥστε εἰ καὶ ἐν τοῖς χρόνοις τῶν προφητῶν ἐνήργει, ἀλλὰ τότε διὰ τὸ ἀνάξιον τοῦ λαοῦ, ὅτε, φημί, Χρι στὸς ἐν σαρκὶ περιεπάτει, οὐκ ἐπιχωρίαζεν ή προ φητεία, οὐδὲ ἐπόπτευεν αὐτῶν τὰ ἅγια καὶ τὸν ναὸν ἡ χάρις. Ἐπεὶ οὖν τότε μὲν οὐκ ἦν ἡ τοῦ Πνεύμα της ενέργεια, ἔμελλε δὲ δοθῆναι, διὰ τοῦτό φησιν,
col. 1343–1344page 109 of 111
PG 123:1343λιτευόμενον τοῖς Ἰουδαίοις, καὶ ἐπιφαινόμενον διά τῶν ἐνεργειῶν. Οἱ δέ γε ἀπόστολοι, οὐκ ἐν Πνεύ ματι, ἀλλ' ἐν τῇ τοῦ Κυρίου ἐξουσίᾳ τὰ θαύματα ἐτέλουν. Ακουε γὰρ καὶ τοῦ Εὐαγγελίου, τί φησιν, ὅτι • Μέλλων αὐτοὺς πέμπειν, ἔδωκεν αὐτοῖς ἐξαι. σίαν, ο ἀλλ' οὐ Πνεῦμα ἅγιον. Ὥστε͵ ὅσα ἐποίουν θαυμάσια, οὐ Πνεύματι, ἀλλ' ἐξουσίᾳ καὶ ὀνόματι Κυρίου ἐποίουν. Οτε μέντοι ἐξανέστη τοῦ τάφου, τότε εἶπεν αὐτοῖς· ο Λάβετε Πνεῦμα ἅγιον» καὶ ἐν τῇ Πεντηκοστῇ ἦλθεν ἐπ' αὐτοὺς τὸ Πνεῦμα τὸ ἅγιον. Αλλως τε, εἰ καὶ ἐν τοῖς προφήταις ἦν ἡ τοῦ Πνεύματος δύναμις, καὶ ἐν τοῖς ἀποστόλοις πρὸ τοῦ σταυροῦ, ἀλλ᾽ οὐχ οὕτως, ὡς μετὰ τὴν ἀνάληψιν, δαψιλής δηλαδή καὶ ἄφθονος, ὡς καὶ ποταμοῖς παι ραβάλλεσθαι. Ὥστε εἰκότως ὁ εὐαγγελιστὴς εἶπεν, ὅτι «Ούπω ἦν Πνεῦμα ἅγιον, τουτέστιν, οὕτως «ὅτι «Οὐδέπω ἦν Πνεῦμα ἅγιον,» τουτέστιν, ἐμπου ἐκχυθὲν δαψιλῶς ὡς ὕστερον· ἐπεὶ καὶ πρὸ τοῦ σταυ ροῦ ἦν μέν, ἀλλ' οὐχ οὕτω δαψιλῶς. «Οὐδέπω γὰρ Ἰησοῦς ἐδοξάσθη, ο δόξαν ἐνταῦθα τὸν σταυρὸν ὀνο μάζοντος τοῦ εὐαγγελιστοῦ. Διὰ γὰρ τοῦ σταυρού κατέβαλε τὸν τύραννον, καὶ ἐβασίλευσεν. Ούπω οὖν τοῦ σταυροῦ παγέντος, οὐδὲ τῆς ἁμαρτίας καταργηθείσης, οὐδὲ τῆς φύσεως ἡμῶν ἐν Χριστῷ νικη σάσης τὸν κόσμον, καὶ καταλλαγείσης τῷ Θεῷ, εἰ κότως οὐκ ἐδόθη ἡ δαψιλὴς τοῦ Πνεύματος χάρι;. Εδει γὰρ πρότερον ἡμᾶς γενέσθαι τοῦ Θεοῦ φίλους, 8 διὰ τοῦ σταυροῦ ἐτελέσθη, εἶθ' οὕτως λαβεῖν τὴν δωρεὰν τοῦ Θεοῦ· ὥσπερ καὶ ἐν τοῖς κοσμικοῖς, πρώ τερόν τις γίνεται τοῦ βασιλέως φίλος, εἶτα λαμβάνει τὰς δωρεάς. Χάρις οὖν τῷ Θεῷ, τῷ τοσαύτην ἡμῖν ἐπιδαψιλευσαμένῳ τὴν χάριν, ὅσην οὐδὲ τοῖς προ φήταις. Οἱ γὰρ προφῆται χάριν μὲν εἶχον Πνεύματος, ἄλλοις δὲ οὐ παρεῖχον· οἱ δὲ ἀπόστολοι μα ριάδας ἐνέπλησαν. Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον, ἔλεγον· Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης. Αλλες ἔλεγον· Οὗτός ἐστιν ὁ Χριστός. "Αλλοι ἔλεγον· Μη γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; οὐχὶ ἡ Γραφή είπεν, ὅτι ἐκ τοῦ σπέρματος Δαυίδ, καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν Δαυΐδ, ὁ Χριστὸς ἔρχε ται; Σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι' αὐτόν. Τὴν παρρησίαν τῶν ῥημάτων καταδυσωπηθέντες τινὲς ἐκ τοῦ ὄχλου, οὐκ ἐκ τῶν ἀρχόντων (οἱ γὰρ ἄρχοντες ἀεὶ διὰ βασκανίαν ἀντέπιπτον), ὁμολογο σιν, ὅτι «Οὗτός ἐστιν ὁ προφήτης, ο ὁ προσδοκώμενος. "Αλλοι δὲ, οἷα ὄχλος ὄντες ἀμαθὴς καὶ ἀπερίσκεπτος, ἔλεγον, ὅτι • Ο Χριστός ἐστιν· ο οὗ συνιέντε, ὅτι αὐτός ἐστι, καὶ οὐκ ἄλλος καὶ ἄλλος δ τε Χριστός καὶ ὁ προφήτης. Οἱ δὲ ἀγνωμονέστεροι, Μή χάρι φασὶν, ὁ Χριστὸς ἐκ τῆς Γαλιλαίας ἔρχεται; ἀλλ' ἐκ Βηθλεὲμ καὶ ἐκ σπέρματος Δαυίδ. Τοῦτο δὲ ἔλεγεν κακούργῳ γνώμῃ, καὶ οὐ κατὰ τὸν Ναθαναήλ. Ο μέν γὰρ, ὡς νομομαθής καὶ ἀκριβὴς, ἔλεγεν, ὅτι «Επ Ναζαρέτ δύναταί τι ἀγαθὸν εἶναι; ο Διὸ καὶ ὁ Κύριος ἐπαινεῖ αὐτὸν, ὡς οὐ κακούργω;, ἀλλὰ κατὰ νομικήν (α)
col. 1345–1346page 110 of 111
PG 123:1345ἀκρίβειαν τοῦτο λέγοντα. Ουτος δὲ δολερῶς τοῦτό φασιν, ὅτι οὐκ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται. Εοίκασι γὰρ γινώσκειν μὲν, ὅτι ἐκ Βηθλεέμ έστιν ὁ Ἰησοῦς, εἰ καὶ ἐν τῇ Γαλιλαίᾳ ἀνετράφη ἐκ βασκανίας δὲ μὴ θέλειν ὁμολογεῖν τὴν ἐκ Βηθλεὲμ γένο νησιν, ἀλλὰ Γαλιλαῖον αὐτὸν προσονομάζειν. Εστω δὲ, ὅτι ἡγνόουν αὐτὸν ἐκ Βηθλεὲμ εἶναι· τὸ, ο ἐκ σπέρματος Δαυΐδ, ο πῶς ἀμφέβαλλον; "Η γὰρ οὐ προδήλως ἐκ Δαυίδ ή Μαρία εἷλκε τὸ γένος; Έχ τούτου οὖν δῆλον, ὅτι κακούργως ἔλεγον ταῦτα. Σχίσμα δὲ ἐγένετο ἐν τῷ ὄχλῳ, ν οὐκ ἐν τοῖς ἄρ χουσιν. Οἱ γὰρ ἄρχοντες, μιᾶς γνώμης ἦσαν, τοῦ μὴ δέχεσθαι αὐτὸν ὡς Χριστόν. Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτὸν, ἀλλ' οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας. "Ηλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους· καὶ εἶπον αὐτοῖς ἐκεῖνο:· Διὰ τί οὐκ ἠγάγετε αὐτόν; ᾿Απεκρίθησαν οἱ ὑπηρέται· Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος.» Οἱ μὲν οὖν μετριώτεροι ἐν κακίᾳ, ἐν λόγοις μόνοις ηναντιοῦντο τῇ δόξῃ τοῦ Χριστοῦ· οἱ δὲ ἀναισχυντότεροι, καὶ χεῖρας ἤθελον ἐπάγειν· ἀλλ' ὅμως ἀοράτως πεπέ δηντο, τῆς θείας αὐτοὺς κατεχούσης δυνάμεως καὶ οὐδὲ ὑπὸ τούτου τοῦ θαύματος κατενύσσοντο. Όντως ὁ Δαυΐδ περὶ τούτων εἶπε τό «Διεσχίσθησαν, καὶ οὐ κατενύγησαν.» Οἱ δὲ ὑπηρέται οἱ σταλέντες, ὥστε ἀγαγεῖν αὐτὸν, ἴδωμεν τί αποκρίνονται τοῖς Φαρι σαίοις, ὡς λίαν εὐγνώμονες. Οἱ μὲν γὰρ Φαρισαῖοι καὶ σοφώτεροι δοκοῦντες εἶναι, καὶ Γραφὰς ἀναγινώσκοντες, καὶ θαύματα ὁρῶντες, λυττῶσι κατὰ τοῦ Κυρίου, καὶ ἐρωτῶσι ληστρικῶς· «Διὰ τί οὐκ ἠγά γετε αὐτόν;: Οἱ δὲ καὶ χωρὶς σημείων ἀπὸ διδασκαλίας μόνης επείσθησαν· οὕτως ἦσαν εὐφυεῖς πρὸς τὸ ἀγαθόν. Ὅτι δὲ οὐκ ἀπὸ σημείων, ἀλλ᾽ ἀπὸ τῆς διδασκαλίας ἑάλωσαν, δ μεῖζόν ἐστι, δῆλον ἐντεῦθεν. Οὐ γὰρ εἶπον, ὅτι οὐδέποτε οὕτως ἐθαυματούργησεν ὁ ἄνθρωπος, ἀλλ', «Οὕτως ἐλάλησεν· › οὕτως ἦσαν συγκεκροτημένοι καὶ ὀξεῖς εἰς τὸ παραδέξασθαι λόγον σωτηρίας. Χρὴ δὲ οὐ μόνον τὴν σύνεσιν αὐτῶν θαυ μάσαι, ἀλλὰ καὶ τὴν παρρησίαν. Οὐ γὰρ ὑπέπτηξαν τὸν θυμὸν τῶν Φαρισαίων, οὐδὲ ὡς ὑπηρέται ὑπε στάλησαν, καὶ τὰ ἀρεστὰ τοῖς ἄρχουσιν αὐτῶν εἶπον, ἀλλὰ μαρτυροῦσι τῇ ἀληθείᾳ. Οὓς δεῖ μιμεῖσθαι πάντας τοὺς τοῖς ἄρχουσι παρεπομένους, καὶ μὴ ὑπο ακούειν αὐτοῖς ἐφ᾽ οἷς ἂν ἀδίκως προστάξαιεν· ὥσπερ καὶ ἐπὶ τοῦ Σαούλ γέγονε. Καὶ γὰρ τούτου προστάξαντος τοὺς ἱερεῖς τοῦ Θεοῦ παρανόμως ἀναιρεθῆναι, οἱ παρεστῶτες αὐτῷ ποιῆσαι οὐκ ἐπείσθησαν. Απεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· Μὴ καὶ ὑμεῖς πεπλάνησθε; Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν, ἢ ἐκ τῶν Φαρισαίων; Αλλ' ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον, ἐπικατάρατοί εἰσιν. Λέγει Νικόδημος πρὸς αὐτοὺς, ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτὸν, εἷς ἂν ἐξ αὐτῶν· Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ' αὐτοῦ πρότερον, καὶ γνῷ τί ποιεῖ;» Τίνος ένεκεν τοῖς ὑπηρέταις οὐκ ὄρο γίλως, ἀλλὰ πράως προσφέρονται οἱ Φαρισαῖοι, ἡπίω;
col. 1347–1348page 111 of 111
PG 123:1347«?. οὕτω λέγοντες· ι Μὴ καὶ ὑμεῖς πεπλάνησθε; ο Διότι ἐδεδοίκεσαν, μὴ καὶ αὐτοὶ τέλεον ἀποσχισθῶσι, καὶ πρόσθωνται τῷ Χριστῷ. Διὸ ἡμερώτερον αὐτοῖς καὶ κολακευτικώτερόν φασιν·. Μὴ καὶ ὑμεῖς, ο οἱ δῆθεν τῶν ἄλλων σοφώτεροι, καὶ παραμένοντες ἡμῖν τοῖς νομομαθέσι, ο πεπλάνησθε;» Πειρώνται δὲ αὐτοὺς πεῖσαι ἀπὸ τεκμηρίου σφόδρα ανοήτως· «Μὴ γὰρ, φασί, τὰς τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν;» Καὶ μὴν τίνος τὸ ἔγκλημα; Τοῦ Χριστοῦ, ἡ τῶν μὴ πι στευσάντων; Πάντως γὰρ ἐκεῖνοι κατακριτέει, οἱ με πιστεύσαντες. Επικατάρατον δὲ τὸν ὄχλον φασί, διότι ἐπίστευσεν, αὐτοὶ μυρίων ὄντες καταρῶν ἄξιοι, ὡς ἄπιστοι, καὶ τοῖς ἄλλοις ἀπιστίας πρόξενοι. Τίνος δὲ ἕνεκεν ἐπισημαίνεται ὁ εὐαγγελιστής περὶ τοῦ Νικοδήμου, ὅτι ἦλθε νυκτὸς πρὸς τὸν Ἰησοῦν, καὶ ὅτι ἐξ αὐτῶν ἦν; Ἵνα δείξῃ αὐτοὺς ψευδομένους. Επει γὰρ εἶπον, «Μή τι; τῶν ἀρχόντων ἐπίστευσεν εἰ; αὐτόν; ο δείκνυσιν ὅτι καὶ ἐν τούτῳ ψεύδονται. Το γὰρ ὁ Νικόδημος, ἄρχων ὤν, καὶ εἷς ἐξ αὐτῶν, ἐπίσ στευσεν εἰς Χριστόν. Πῶς οὖν αὐτοῖς διαλέγεται ὁ Νικόδημος; «Μὴ ὁ νόμος ἡμῶν, φησί, κατακρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ πρότερον ἀκούσῃ;» Δείκνυσιν οὖν ἐντεῦθεν, ὅτι οὐδὲ τὸν νόμον ἀνεγίνωσκον, οὐδὲ τὰ τοῦ νόμου ἐποίουν, κἂν ἐπὶ τοῖς νομικοῖς μέγα ἐφρόνουν. Εἰ γὰρ ὁ νόμος μὲν κελεύει μηδένα ἀποκτιννύναι ἀκρίτως, οὗτοι δὲ πρὶν ἀκοῦσαι ἐπὶ τοῦτο ὥρμησαν, παραβάται του νόμου εἰσὶ προφανείς. Εἰπὼν δὲ τὸ, ο Καὶ γνῷ τί ποιεῖ, ὁ ἐνέφηνεν ὅτι οὐ ψιλῆς ἀκροάσεως, ἀλλὰ καὶ λίαν ἀκριβοῦς δεῖ, ὥστε γνῶναι τί χρή ποιῆσαι, καὶ μὴ ἀγνώστως οὕτω και ταδικάσαι.
Continue reading PG 123: Ordo Rerum →≣ entire volume
Page scan enlarged

Notebook

Full View