PG 124Theophylactus Bulgari Archiepiscopus
Commentary on the Epistle to the Galatians
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Chapter ICaput Primum

col. 955–956page 1 of 39
PG 124:955᾿Αλλὰ διὰ Ἰησοῦ Χριστοῦ, καὶ Θεοῦ Πατρός, τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, ο Καὶ μὴν αἱ Πράξεις ὑπὸ τοῦ Πνεύματος δηλοῦσιν αὐτὸν ἀφο ρισθῆναι εἰς τὴν ἀποστολήν. Δῆλον οὖν, ὅτι μία ἐξουσία Υἱοῦ, καὶ Πνεύματος, καὶ Πατρός. Σημείων σαι δὲ, καὶ τὸ, «Διά, ο ἐπὶ τοῦ Πατρὸς κείμενον, καὶ πρῶτον τὸν Υἱὸν ὀνομασθέντα, διὰ τοὺς ταῦτα περιεργαζομένους αἱρετικούς. Ευκαίρως δὲ ἀναμιμνήσκει τοῦ θανάτου καὶ τῆς ἀναστάσεως, ἵνα πείσῃ αὐτοὺς μηκέτι τῷ νόμῳ προσέχειν, τῷ μηδὲν ὑπὲρ αὐτῶν εἰσενεγκόντι· ἀλλὰ τῷ Χριστῷ, τῷ ὑπὲρ αὐτ τῶν ἀποθανόντι καὶ ἀναστάντι· καὶ ὅτι τὸ τοιούτου ἀφίστασθαι εὐεργέτου, μεγάλης αγνωμοσύνης. Λέγε τα: δὲ αὐτὸν ἐγεῖραι ὁ Πατὴρ, καὶ διὰ τὴν τῶν ἀκροα τῶν ἀσθένειαν, καὶ διότι εἰς τὸν Πατέρα πάντα ἀνα φέρονται, ὅσα ὁ Υἱὸς ποιεῖ. Οὐ γὰρ δήπου αὐτὸς ἑαυτὸν ἐγεῖραι ἀδύνατος ἦν, δς καὶ τοῖς εἰς αὐτὸν πιστεύσασι οι δέδωκε νεκρούς ἐγείρειν ἀπὸ σκιᾶς μόν νης τῶν σωμάτων αὐτῶν. Καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί.» Επειδή διέ βαλλον αὐτὸν ὡς μόνον ταῦτα κηρύττοντα, δείκνυσι νῦν “ὡς πολλοὺς καὶ ἄλλους ἔχει τῆς γνώμης και νωνούς. Ταῖς ᾿Εκκλησίαις τῆς Γαλατίας. ο Ορα τὸν θυ μὸν καὶ τὴν ὀδύνην. Οὐ γὰρ εἶπε, Τοῖς ἀγαπητεῖς, τοῖς ἡγιασμένοις, οὐδὲ, Ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ, ἀλλ᾽ ἁπλῶς, ο Ταῖς Ἐκκλησίαις τῆς Γαλατίας.» Ἐπεὶ δὲ καὶ διεστασίαζον, εἰκότως καὶ πολλὰς Εχ κλησίας τούτους ὀνομάζει· ἅμα δὲ καὶ ἐντρέπων αυτ τοὺς, συνάγει εἰς ἓν διὰ τοῦ ὀνόματος τούτου. Οἱ γὰρ εἰς πολλὰ διῃρημένοι οὐ δύνανται ταύτῃ καλεῖσθαι τῇ προσηγορία, ἡ συμφωνίαν δηλοί. Χάρις ὑμῖν καὶ εἰρήνη. • Ἐπειδὴ ἐκινδύνευον τῆς χάριτος ἐκπεσεῖν, ἐκ τοῦ προσέχειν τῷ νόμῳ, έπεύχεται ταύτην αὐτοῖς· καὶ ἐπειδὴ πολεμίους ἑαυτοὺς τοῦ Θεοῦ ἐποίησαν, ἱστῶντες τὰ νομικά, δ ἐκεῖνος κατήργησε, πρὸς τὴν εἰρήνην αὐτοὺς ἐπαν άγει. Από Θεοῦ Πατρός. ο Ο Θεός Πατὴρ ὑμῶν ἐγέ νετο. Πόθεν; ᾿Απὸ τοῦ νόμου, πρὸς ὃν κεχήνατε, ἢ ἀπὸ τοῦ βαπτίσματος τοῦ Χριστοῦ; Πῶς οὖν ἀπο στρέφεσθε τὸν εὐεργέτην; Σημείωσαι δὲ τὸν ᾿Απὸ Θεοῦ Πατρός,» χωρὶς τοῦ ἄρθρου κείμενον, διὰ τοὺς ο Ει ἐλάττονα εἰσάγοντας τὸν Υἱόν, ἐκ τοῦ τὸν Ἰωάννην λέγειν· «Καὶ Θεὸς ἦν ὁ Λόγος,» χωρὶς ἄρθρου. Καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ὁ Οὐχ ὁ νόμος ἡμῶν κύριος, ἀλλ' ὁ Χριστὸς Ἰησοῦς. Καὶ αὐτὰ δὲ τὰ ὀνόματα, τῆς εὐεργεσίας ἐνδεικτικά. Ἰησοῦς γάρ, ὡς ἀπὸ τῶν ἁμαρτιῶν σώσας τὸν λαόν· καὶ Χριστός δὲ, ἀπὸ τῆς τοῦ Πνεύματος χρίσεως, ἣν ὑπὲρ ἡμῶν εχρίσθη, ἁγιάσας τὴν φύσιν ἐν τῷ προσλήμματι, καὶ δοὺς ἡμῖν οὕτως ὀνομάζεσθαι. Τοῦ δόντος ἑαυτὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν. ὁ Ἰδοὺ ἑαυτὸν δέδωκεν· οὐκ ἄρα ὡς δοῦλος ὑπούργη Η πιστεύουσι σε αν
col. 957–958page 2 of 39
PG 124:957σεν. Οταν οὖν ἀκούσῃς, αὐτὸν ὑπὸ τοῦ Πατρὸς δε δόσθαι, τὴν εὐδοκίαν καὶ τὴν θέλησιν ἐννόει τοῦ Πα τρός. Εδωκε δὲ ἑαυτὸν, ἵνα ἀπαλλάξῃ ἡμᾶς τῶν ἁμαρτιῶν, ὧν ὁ νόμος ἀπαλλάξαι οὐκ ἴσχυε. Πῶς οὖν τὸν ἀπαλλάξαντα ἀφέντες, τῷ νόμῳ προσέχετε, τῷ μηδὲν ὠφελήσαντι; Όπως ἐξέληται ἡμᾶς ἀπὸ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ. ὁ Ἐνταῦθα οἱ Μανιχαῖοι ἐπιπηδῶσι τῷ ῥητῷ, λέγοντες, ὅτι Ἰδοὺ πονηρὸν ἐκάλεσε τὸν ἐνε στῶτα αἰῶνα, ἤτοι τὴν ζωὴν ἡμῶν. Οὐκ ἔστι δὲ τοῦτο. Οὔτε γὰρ αἱ ἡμέραι πονηραὶ αὐταὶ καθ' ἑαυτάς (τίς γὰρ πονηρία τοῦ ἡλιακοῦ δρόμου, ἢ τοῦ διαστήματος τῶν ἡμερῶν;) Οὔτε ἡ ζωὴ ἡμῶν αὐτὴ καθ' ἑαυτὴν πονηρά ἐστι· πῶς γὰρ, ἐν ᾗ τὸν Θεὸν ἐπισ γινώσκομεν, καὶ περὶ τῶν μελλόντων φιλοσοφοῦμεν; ἀλλ᾽ αἰῶνα πονηρόν, τὰς πράξεις φησὶ τὰς πονηράς, καὶ τὴν διεφθαρμένην προαίρεσιν. Ὥσπερει καὶ ἡμεῖς εἰώθαμεν λέγειν, Κακὴν ἔσχον ἡμέραν, οὐ τὸν καιρὸν, ἀλλὰ τὴν περίστασιν, καὶ τὴν πρᾶξιν δια βάλλοντες. Οὐ γὰρ ἵνα ἡμᾶς ἀποκτείνῃ, καὶ ἐκβάλῃ τῆς παρούσης ζωῆς, διὰ τοῦτο ἀπέθανεν ὁ Χριστὸς, ἀλλ᾽ ἵνα τῶν πονηρῶν πράξεων ἀπαλλάξῃ τοῦ λοιποῦ. Ἐπειδὴ γὰρ εἶπεν ἀνωτέρω, ὅτι Εδωκεν ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, τουτέστιν, 'Ηλευθέρωσεν ἡμᾶς τῶν προγεγονότων πταισμάτων· λέγει λοιπόν, ὅτι καὶ πρὸς τὸ μέλλον ἀσφάλειαν ἔδωκεν, ἵνα ἐξέληται ἡμᾶς τῆς πονηρᾶς διαγωγής. Ο νόμος δὲ, οὔτε τὰ μέλλον ἐνίσχυε. Κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν.» Ἐπειδὴ ἐνόμιζον ἐκεῖνοι ὅτι τοῦ Θεοῦ παρακούουσιν ἀφέντες τὸν νόμον, διορθοῦται τὴν ὑπόνοιαν αὐτῶν, δεικνὺς ὅτι θέλημα τοῦ Πατρός ἐστι, τὸ διὰ τοῦ Υἱοῦ ἐλευθερωθῆναι. Ορᾷς δὲ ὅτι οὐκ εἶπε, Κατ' ἐπιταγὴν τοῦ Πατρὸς, ἀλλὰ, ο Κατὰ τὸ θέλημα, ο του τέστι, τὴν εὐδοκίαν. Εἰπὼν δὲ Πατέρα ἡμῶν τὸν Θεόν, πάλιν τοῦ εὐεργέτου υπομιμνήσκει Χριστοῦ, ᾶς τὸν αὐτοῦ Πατέρα, καὶ ἡμῶν Πατέρα ἐποίησε. Πῶς οὖν τούτου ἀφίστασθε; «τῇ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.» Οὐδαμοῦ ἀλλαχοῦ ἐν προοιμίοις τό, ο Αμήν, ο θεός, ἐνταῦθα τέθεικε· δεικνὺς ὅτι ὁ λόγος ἀπηρτισμένος ἐστὶν αὐτῷ, καὶ πρὸς τὴν κατηγορίαν τῶν Γαλατῶν ἱκανὰ τὰ εἰρημένα· καὶ γὰρ ἀναμνήσας τῶν ἀφά των τοῦ Θεοῦ εὐεργεσιῶν, ἐξ ὧν κατεκρίνοντο οὗτοι, ἀφιέντες τὸν εὐεργετήσαντα τα Χριστόν· εἶτα ἐκε πλαγείς ταύτας, καὶ μηκέτι μηδὲν δυνάμενος ἄλλο περὶ αὐτῶν ἐξειπεῖν, εἰς δοξολογίαν κατακλείει τὸν λόγον. Θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ.» Δείκνυσιν ὅτι μεγάλην τινὰ ὑπόληψιν περὶ αὐτῶν εἶχε. Θαυ μάζω γάρ, φησίν, είγε ὑμεῖς οἱ τοσαῦτα πεπονηκότ τες ἐν τῇ πίστει, οὕτω ταχέως μετατίθεσθε. Δύο δὲ τὰ ἐγκλήματα, τό τε, ι Μετατίθεσθε,» καὶ τὸ, «Τα χέως· ο ὥστε μηδὲ χρόνου δεῖσθαι τοὺς ἀπατῶντας ὅπερ κουφότητα 16 τῶν παραδεχομένων κατηγορεί. ωή ο. «ὥστε 0. * εὐεργέτην Ο. προγεγονότα ἁμαρτήματα ἐξήλειψεν, οὔτε πρὸς τὸ 66 κουφότητος Ο.
col. 959–960page 3 of 39
PG 124:959Καὶ οὐκ εἶπε, Μετέθεσθε, ἀλλά, Μετατίθεσθε τουτέστιν, Οὐδέπω πιστεύω, οὐδὲ ἡγοῦμαι ἀπηρτισμένην εἶναι τὴν ἀπάτην. Ορα δὲ σοφίαν. Ἐπειδὴ τοῦ νόμου ἐχόμενοι, ᾤοντο θεραπεύειν τὸν Πατέρα, φησὶν, ὅτι ἀπὸ τοῦ Πατρὸς μετατίθενται οἱ τῷ νόμῳ προσέχοντες. ο 'Απὸ ο γάρ ι τοῦ καλέσαντος ὑμᾶς, ο φησί, τουτέστι, τοῦ Πατρός. • Εν χάριτι Χριστοῦ, ο τουτέστιν, ὥστε δικαιωθῆναι ὑπὸ Χριστοῦ, οὐκ ἐξ ἔργων, ἀλλὰ χάριτι. Ο μὲν γὰρ Υἱὸς παρέχει τὴν ἄφεσιν ἐν χάριτι· ὁ δὲ Πατὴρ πρὸς ταύτην καλεῖ. Εἰς ἕτερον Εὐαγγέλιον, ὃ οὐκ ἔστιν ἄλλο, εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς, καὶ θέλοντες μεταστρέψαι τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ.» Επειδὴ τὴν ἑαυτῶν ἀπάτην οἱ πλάνοι Εὐαγγέλιον ἐκάλουν, αὐτὸς καὶ πρὸς τὸ ὄνομα μάχεται, καί φησιν, ὅτι Οὐκ ἔστιν ἄλλο Εὐαγγέλιον παρ' δ παρελάβετε Ἐν γάρ ἐστι τὸ τὴν ὀρθοδοξίαν περιέχον “, ὅ ἐγὼ ἐκήρυξα· εἰ μὴ ἄρα τινὲς τοὺς ὀφθαλμοὺς τῶν ψυχῶν ὑμῶν ταράσσουσι, καὶ ποιοῦ σιν ἕτερα ἀνθ' ἑτέρων ὁρᾷν, θέλοντες μεταστρέψαι τὸ Εὐαγγέλιον τοῦ Χρισ στοῦ. Καὶ μὴν οὐχ ὅλον τὸ Εὐαγγέλιον ἀνέτρεπον, ἀλλὰ τὴν περὶ τοῦ Σαββάτου καὶ τῆς Περιτομής μόνον ἐντολὴν παρεισήγον· ἀλλ' ὅμως δείκνυσι, ὅτι καὶ μικρὸν παραποιηθὲν, τὸ ὅλον Εὐαγγέλιον ανατρέπει· ὥσπερ καὶ ὁ τοῦ βασιλικοῦ νομίσματος μικρόν τι περικόψας, τὸ ὅλον νόμισμα κίβδηλον εἰρ γάσατο. Σημείωσαι δὲ τοῦτο, διὰ τοὺς λέγοντας, ὅτι τάδε μικρόν ἐστι καὶ συγχωρητέον. Δράσσονται δὲ τοῦ ῥητοῦ οἱ Μαρκιωνισταί, καί φασιν, ἐντεῦθεν δεῖν μὴ τὰ τέσσαρα, ἀλλ' ἓν δέχεσθαι Εὐαγγέλιον, 8 αὐτοὶ συγχέοντες [γ. χέαν. ] καὶ περικόψαντες συνέθηκαν. Ἰδοὺ γὰρ, φασὶν, ὁ Παῦλος ἐν εἶναι λέγει Εὐαγγέλιον. Καὶ τί τοῦτο; Καὶ ἡμεῖς τὰ τέσσαρα ἂν εἶναι λέγομεν, κατά γε την συμφωνίαν· οὐδὲ γὰρ Παῦλος περὶ ἀριθμοῦ λέγει νῦν, ἀλλὰ περὶ διαφωνίας. Διότι γάρ, φησί, διαφωνεῖ τὸ τῶν πλάνων κήρυγμα, διὰ τοῦτο οὐκ ἔστιν Εὐαγγέλιον, ὡς εἴ γε συνεφώνει, ἦν ἂν Εὐαγγέλιον, τουτέστι, κήρυγμα ἀποστολικόν. Ωστε φλυαρία σαφὴς τὰ τοῦ Μαρκίωνος. ᾿Αλλὰ κἂν ἡμεῖς, ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ' ὅ εὐηγγελισάμεθα ὑμῖν, ἀνά θεμα έστω.» Ινα μή τις εἴπῃ, ὅτι διὰ φιλοδοξίαν τὰ οἰκεῖα συγκροτεί δόγματα, καὶ ἑαυτὸν ἀναθεματίζει. Ἐπειδὴ δὲ καὶ εἰς ἀξιώματα κατέφευγον, καὶ τοὺς περὶ Πέτρον προέφερον καὶ Ἰάκωβον· διὰ τοῦτο καὶ ἀγγέλων ἐμνήσθη. Προσέθηκε δὲ τὸ, «Ἐξ οὐ ρανοῦ, ὁ ἐπειδὴ καὶ οἱ ἱερεῖς, ἄγγελοι ἐκαλοῦντο. Ἵνα γοῦν μὴ περὶ ἱερέων ὑπολάσῃς λέγεσθαι, τῇ τοῦ οὐρανοῦ προσθήκῃ τὰς ἄνω δυνάμεις ἐδήλωσε. Καὶ οὐκ εἶπεν, ὅτι Ἐὰν ἐναντία καταγγέλλωσιν, ἀλλὰ, Κἂν μικρόν τι εὐαγγελίζωνται, παρ' ὅ εὐηγγελισάμεθα. Διὰ μὲν οὖν [ τοῦ ] τοὺς ἀγγέλους ἀναθεματίσαι, πᾶν ἀξίωμα ἐκβάλλει· διὰ δὲ τοῦ ἑαυτὸν, πᾶσαν οικειότητα. Μὴ γάρ μοι εἴπῃς, ὅτι Οι συναπόστολοι σου κηρύττουσιν ἕτερα· οὐδὲ ἐμαυ οι παρ' ὅπερ ἐλάβ. ο. το παρέχον ο.
col. 961–962page 4 of 39
PG 124:961τοῦ φείδομαι ἕτερα κηρύσσοντος. Οὐχ ὡς καταγινώσκων δὲ τῶν ἀποστόλων ταῦτά φησιν, ἀλλὰ βου λόμενος ἀποῤῥάψαι τὰ στόματα τῶν πλάνων, καὶ δεῖξαι, ὅτι ἀξίωμα οὐ προσίεται, ὅταν ὁ λόγος περί διγμάτων ᾖ. Ως προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω· Εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' ὅ παρελάβετε, ἀνάθεμα ἔστω. ο Ἵνα μὴ νομίσωσιν ἀπὸ θυμοῦ, καὶ κατὰ συναρπαγὴν ταῦτα εἰπεῖν αὐτὸν, δεύτερον αὐτὰ τί θησι, δεικνύς ὅτι οὐκ ἀκρίτως, ἀλλὰ βεβαίως καὶ πα γίως κυρώσας ταῦτα παρ' ἑαυτῷ ", οὕτως ἀπέφηνα το. Αρτι γὰρ ἀνθρώπους πείθω, ἢ τὸν Θεόν; ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν;» Μέλλει ἀπολογήσασθαι περὶ ὧν ἐγκαλεῖται. Ἵνα τοίνυν μὴ ἐπαρθῶσιν αὐτοὶ ὡς τῷ διδασκάλῳ δικάζοντες, φησί· Μη νομίζετε ὅτι ὑμῖν ἀπολογοῦμαι, ἢ ὑμᾶς ζητῶ πεῖσαι, ἀλλὰ πρὸς τὸν Θεόν μοι ὁ πᾶς λόγος. "Οθεν οὐδὲ ταῦτα γράφω, τῆς παρ' ὑμῖν ἐφιέμενος δόξης, καὶ ἵνα μα θητὰς ἔχοιμι, ἀλλὰ τῷ Θεῷ ἀπολογούμενος ὑπὲρ τῶν δογμάτων, καὶ οὐκ ἀνθρώποις ἀρέσκειν θέλων. Ἢ καὶ οὕτως· Ἐπειδὴ διέβαλλον αὐτὸν, ὡς ἄλλα παρ' ἄλλοις κηρύττοντα, καὶ πρὸς τοὺς ἀνθρώπους μεταβαλλόμενον, φησίν, ὅτι Ανθρώπους πείθειν σπουδάζω, καὶ τούτοι; ἀρέσκειν, ἢ τῷ Θεῷ; Εἰ γὰρ ἀνθρώποις ἀρέσκειν ήθελον, πάντως ἂν ἐποίουν δ λέγετε. Εἰ γὰρ ἔτι ἀνθρώποις ήρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.» Κατασκευάζει ὅτι οὐκ ἀνθρώποις ἀρέσκειν σπουδάζει· καὶ πῶς ἂν ἢ αὐτοὺς κολακεύ σειεν, ἢ ἄλλα παρ' ἄλλοις κηρύξειεν; Εἰ γὰρ τοῦτο ἐσπούδαζον, οὐκ ἂν ἀπέστην τῶν Ἰουδαϊκῶν, καὶ προσῆλθον τῷ Χριστῷ· οὐκ ἂν κατεφρόνησα συγκ γενῶν, φίλων, δόξης τοσαύτης, καὶ εἰλόμην διω γμούς, καὶ κινδύνους, καὶ ἀτιμίας. Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ Εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ' ἐμοῦ, ὅτι οὐκ ἔστι κατ' ἄνθρωπον.» Μέλλει δεῖξαι αὐτοῖς, ὅτι 50 μετέστη κατ' ἀλήθειαν ἀπὸ τοῦ νόμου, καὶ διὰ τοῦτο μέμνηται τοῦ προτέρου βίου, καὶ τῆς ἀθρόας μεταβολῆς· δει κνύς, ὅτι οὐκ ἂν μετέστη δ' ἁθρόον, εἰ μὴ θειοτέραν τινὰ πληροφορίαν ἔσχε δ'. Διό καί φησιν, ὅτι «Οὐκ ἔστι κατ' ἄνθρωπον τὸ Εὐαγγέλιόν μου·; τουτέστιν, Οὐκ ἄνθρωπον ἔσχον διδάσκαλον, ἀλλ᾽ αὐτοῦ τοῦ Χριστοῦ γέγονα μαθητής. «Οὐ γὰρ ἐγὼ παρ' ἀνθρώπου παρέλαβον αὐτὸ, ἀλλὰ διὰ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.» Τοῦτο γὰρ ἔλεγον οἱ διαβάλλοντες, ὅτι οὐχ ὥσπερ οἱ ἀπόστολοι, αὐτήκον; ἐγένετο τοῦ Χριστοῦ, ἀλλὰ παρὰ ἀνθρώπων παρέλαβε πάντα. Φησὶν οὖν, ὅτι Αὐτὸς ἐκεῖνος ἀπε κάλυψέ μοι τὸ Εὐαγγέλιον, ὁ καὶ τοὺς περὶ Πέτρον μαθητεύσας. Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ.. Πόθεν δῆλον ὅτι δι' ἀποκαλύψεως θείας παρέλαβον τὸ Εὐαγγέλιον; Ἐκ τῆς προτέρας μου ἀναστροφής. Ο γὰρ τοιοῦτος διώκτης, πῶς ἂν ο 49 περὶ ἑαυτοῦ ο. 60 εἰ ο. οι μετέστην Ο. σε ξεχων Ο.
col. 963–964page 5 of 39
PG 124:963κυσέ με; Ότι γάρ σφοδρός ήμην διώκτης, δήλον ἀπὸ τοῦ καὶ ὑμᾶς ἀκοῦσαι τοὺς Γαλάτας, τους του σοῦτον διεστηκότας " τῆς Ἰουδαίας. ἀθρόως μετεβλήθην, εἰ μὴ θεία τις ἀποκάλυψις είλο Ει Ει σε αφεστηκότας και πορθοῦντος 0. Οτι καθ' ὑπερβολὴν ἐδίωκον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτήν. Ορα πῶ, ἕκαστον μετὰ ἐπιτάσεως τίθησιν. Οὐ γὰρ εἶπεν, Εδίωκον, ἀλλὰ, Μεθ᾽ ὑπερβολῆς πάσης. Καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ, ο Ἐπόρθουν η τουτέστι, Κατασκάψαι ἐπεχείρουν, καὶ ἀφανίσαι· τοῦτο γὰρ πορθητοῦ ἔργον 14 Καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλω τῆς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. Υπὲρ ἅπαντας, φησί, τοὺς κατὰ τὸν αὐτὸν χρόνον, θερμότητα πολλὴν ἐνεδειχνύμην, καὶ προέκοπτον εἰς τὸν κατὰ τῆς Ἐκκλησίας πόλεμον· ἢ, ὅτι Έντιμος ήμην παρὰ Ἰουδαίοις. Μὴ νομίσῃς δὲ, ὅτι κενοδοξίας ἦν τὸ πρᾶγμα, ἢ θυμοῦ, ἀλλὰ ζήλου. Εἰ τοίνυν τὰ κατὰ τῆς Ἐκκλησίας οὐ δι' ἀνθρώπινεν τι ἐποίουν, ἀλλὰ κατὰ ζῆλον Θεοῦ, εἰ καὶ πεπλανημένως· πῶς νῦν, ὅτε τὴν ἀλήθειαν ἐπέγνων, δόξης ἔρωτι ἀνθρωπίνης κηρύττοιμι ἂν ἄλλα καὶ ἄλλα, καὶ οὐχ & ἡ ἀλήθεια ἀπαιτεῖ, καὶ ὁ Χριστός με εδίδαξεν; Οτε δὲ εὐδόκησεν ὁ Θεὸς, ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου.» Εἰ ἐκ κοιλίας μητρὸς ἀφώριστο πρὸς τὸ Εὐαγγέλιον, καὶ ἐξελέγη παρὰ Θεοῦ, πάντως διά τινα οἰκονομίαν τὸν μεταξύ χρόνον και τελείφθη ἐν τῷ Ἰουδαϊσμῷ· ἵνα δηλαδὴ ἡ οὕτως ἀθρόα αὐτοῦ μεταβολὴ πολλούς πιστώσηται καὶ ἐπισ σπάσηται. Αφώρισε δὲ αὐτὸν ὁ Θεὸς, οὐ κατὰ ἀπο κλήρωσιν, ἀλλὰ κατὰ πρόγνωσιν τοῦ ἄξιον εἶναι. Καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ.» Ὁ μὲν Θεὸς διὰ τὴν ἀρετὴν αὐτοῦ ἐκάλεσεν αὐτόν. «Σκεῦος γὰρ ἐκλογῆς μοι, ο φησίν, ο ἔστιν.» Αὐτὸς δὲ μετριοφρονῶν, διὰ τῆς χάριτος, φησί, κληθῆναι, οὐ κατ' ἀξίαν, ἀλλὰ δι' ἔλεον. Αποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοί.» Οὐκ εἶπεν, ᾿Αποκαλύψαι ἐμοί, ἀλλ᾽ ὧν ἐμοί· δεικνὺς ὅτι οὐ λόγῳ μόνον ἔμαθεν, ἀλλὰ καὶ πολλοῦ πνεύματος ἐπληρώθη τὴν καρδίαν, εἰς τὸν ἐντὸς ἄνθρωπον τῆς γνώσεως ἐμβαφείσης, καὶ τοῦ Χριστοῦ ἐν αὐτῷ Ο λαλοῦντος. Ινα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν. ο Απεκάλυψε μοι τὸν Υἱόν, οὐχ ἵνα αὐτὸν ἴδω μόνον, ἀλλ᾽ ἵνα καὶ εἰς ἄλλους ἐξενέγκω. Οὐ γὰρ τὸ πιστεῦσαι μόνον, ἀλλὰ καὶ τὸ χειροτονηθῆναι, παρὰ τοῦ Θεοῦ γέγονε. Πῶς οὖν λέγετε ὅτι παρὰ ἀνθρώπων ἐδιδάχθην; Οὐχ ἁπλῶς δὲ, Ἵνα εὐαγγελίζωμαι αὐτὸν, ἀλλ', «Ἐν τοῖς ἔθνεσιν.» Ωστε, πῶς ἂν τοῖς ἔθνεσι κηρύξαιμι περιτομήν; Εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἷματι.» Τουτέστιν, Οὐκ εἰς λόγον ἦλθον τοῖς ἀποστόλοις"
col. 965–966page 6 of 39
PG 124:965τούτους γὰρ σάρκα καὶ αἷμα καλεῖ, ἀπὸ τῆς φύσεως αὐτοὺς ὀνομάζων· ἡ ἁπλῶς περὶ πάντων ἀνθρώ των τοῦτό φησιν, ὅτι Παρ᾽ οὐδενὸς ἀνθρώπου ἔμα θόν τι. Οὐδὲ ἀνῆλθον οι εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους.» Πῶς οὖν ταῦτά φησιν ὁ ᾿Από στελος; ἄρα οὕτω τετύφωται, ὡς καὶ αὐτάρκη αὐτὸν ἑαυτῷ νομίζειν, καὶ μὴ δεῖσθαι συμβούλου; καὶ πῶς οὐκ ἤκουσε τοῦ λέγοντος·. Μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ; ν' καὶ, «Οὐαὶ οἱ συνετοί παρ' ἑαυτοῖς;» Μὴ γένοιτο. Ἀλλ᾽ ἐπειδὴ οἱ αὐτὸν διαβάλλοντες ἔλεγον, ὅτι Τοῖς ἀποστόλοις επεσθαι δεῖ, ἀλλ' οὐκ αὐτῷ· καὶ ὅτι πρὸ αὐτοῦ ἦσαν ἐκεῖνοι ἀπόστολοι ἠναγκάσθη ταῦτα εἰπεῖν, ἵνα τοὺς πλάνους κατα στείλῃ. Καὶ γὰρ ἄλογον ἦν, τὸν παρὰ Θεοῦ μαθόντα, ἀνθρώποις προσανέχειν λοιπόν. Οὐ τοίνυν ἀπο γούμενος ταῦτα λέγει, ἀλλ᾽ ἵνα δείξῃ τοῦ οἰκείου κηρύγματος τὸ ἀξίωμα. Καὶ μὴν ἀπῆλθεν εἰς Ἱεροσόλυμα, ἀλλ' οὐχ ὥστε αὐτὸν μαθεῖν, ἀλλ᾿ ὥστε ἑτέρους πεῖσαι, ὅτι καὶ τοῖς ἐν Ἱεροσολύμοις ταῦτα δοκεῖ. Επειτα εὐθέως οὐκ ἀνῆλθε, τουτέστιν, ἐν προοιμίας· μετὰ ταῦτα δὲ ἀνῆλθε, καὶ τότε ὑπὲρ τοῦ ἄλλους πείσαι. Αλλ' ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπο έστρεψα εἰς Δαμασκόν.» Τοὺς ἀγεωργήτους τόπους περιῄει, καὶ ἀγρίους· εἰ γὰρ ἔμενε μετὰ τῶν ἀπο στόλων, ενεποδίζετο ἂν τὸ κήρυγμα, καὶ οὐχ οὕτω ταχέως ἂν διεδόθη. Διὰ τοῦτο πρὸς τὰ ἀγριώτατα τῶν ἐθνῶν ἔτρεχεν. Ορα δὲ ταπεινοφροσύνην, πῶς τὰς πόλεις καταλέγων, οὐδαμοῦ εἶπεν ὅσους ἐπέστρεψε, καίτοι γε ἐν Δαμασκῷ οὕτω συνέχει τοὺς Ἰουδαίους, ὡς καὶ ἐπιβουλευθῆναι παρὰ τοῦ ἐθνάρχου. Οὕτως ἄρα οὐ φιλοτιμίας ένεκα τι λέγει, & δοκεῖ λέγειν μεγάλα περὶ ἑαυτοῦ, ἀλλὰ τοῦ μὴ βλαβῆναι τὸ κήρ ρυγμα, ἀπιστουμένου αὐτοῦ, ὡς εὐτελοῦς, καὶ μα θητῶν μαθητοῦ. Επειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα, ἱστορῆσαι Πέτρον.» Καὶ τοῦτο ταπεινοφροσύνης, εἴ γε ὁ τοσαῦτα κατορθώσας ἀπῄει πρὸς Πέ τρον, οὐκ ὠφελείας ἕνεκα, ἀλλ᾽ ἱστορίας μόνης, τις μῶν ὡς μείζονα αὐτοῦ. Διὸ οὐδὲ εἶπεν, Ἰδεῖν Πέ τρον, ἀλλ', ο Ιστορῆσαι·, ὅπερ οἱ τὰς μεγάλας πόλεις καὶ λαμπράς καταμανθάνοντες λέγουσιν, ὥσπερ καὶ ἡμεῖς ἀπίεμεν πρὸς ἁγίους ἄνδρας· μᾶλ λον δὲ ἡμεῖς ὠφελείας ἕνεκεν, ἐκεῖνος δὲ τιμῆς μόνης. Καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε. Τὸ μὲν ἱστορῆσαι, τιμῆς σημείον· τὸ δὲ ἐπιμεῖναι, φιλίας καὶ ἀγάπης σφοδρᾶς. Οὐκ εἶπε δὲ, ὅτι Εδι δάχθην, ἀλλ', ο Επέμεινα πρὸς αὐτὸν, ἡ ἀντὶ τοῦ, μετ᾿ αὐτοῦ. Ετερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου.» Διὰ μὲν τὸν Πέτρον ἀνέβη, οὕτως αὐτὸν ἐτίμα καὶ ἐπόθει· εἶδε στ Ἰδεῖν, Ἱστορῆσαι, ως ἀλλὰ οὐδὲ ἀπῆλθον ο. 30 χάριν ο. σε ἦν δὲ καὶ Ἰάκωβος ο.
col. 1031–1032page 7 of 39
Caput IICaput IIICaput IVCaput VCaput VI
PG 124:1031νῆς λαμπρότερον μαρτυροῦσιν, ὅτι οὐ τοῦ νόμου, ἀλλὰ τοῦ κατὰ Χριστὸν δόγματος προεκινδύνευσα. Οὐκ εἶπε δὲ, Εχω, ἀλλά, ο Βαστάζω, ο ὥσπερ τι τρόπαιον ἢ σημεῖον βασιλικόν, καὶ τούτοις ἐν αβρύνομαι. Η χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετά τοῦ Πνεύματος ὑμῶν, ἀδελφοί. Αμήν.» Διὰ τοῦ ἐπεύξασθαι αὐτοῖς, δείκνυσιν ὡς οὐ θυμῷ καὶ ἀπὸ εχθείᾳ εἶπεν &· εἶπεν. Οὐ μόνον δὲ εὐχὴ, ἀλλὰ καὶ διδασκαλία τοῦτό ἐστιν, ἐπισφραγίζουσα τὰ με θέντα πάντα. Αναμιμνήσκει γὰρ τῆς χάριτος ἧς ἀπέλαυσαν, οὐ διὰ τοῦ νόμου, ἀλλὰ πιστεύσαντες τῷ Χριστῷ. Καὶ οὐκ εἶπε, Μεθ᾽ ὑμῶν, ἀλλὰ, «Μετὰ τοῦ πνεύματος ὑμῶν,» ἀπάγων αὐτοὺς ἀπὸ τῶν σαρκικῶν, καὶ δεικνύς, ὅτι οὐκ ἀπὸ τοῦ νόμου, ἀλλ᾽ ἀπὸ τῆς χάριτος τὸ Πνεῦμα ἐδέξαντο καὶ ὅτι οὐχ ὁ νόμος, οὐδὲ ἡ περιτομή, ἀλλὰ ἡ χάρις δύναται αὐτοῖς τὸ Πνεῦμα συντηρῆσαι, ὥσπερ οὖν καὶ δέ δωκεν. ᾿Αλλὰ καὶ τῷ, ἀδελφοὺς προσειπεῖν, τῆς και λυμβήθρας υπέμνησεν, ἐξ ἧς ἀδελφοὶ γινόμεθα, ἑνὸς Πατρὸς υἱοὶ τοῦ Θεοῦ ὄντες, καὶ οὐκ ἀπὸ τοῦ νόμου. Εἴη δὲ καὶ μεθ᾿ ἡμῶν ἡ χάρις τοῦ Θεοῦ πνευματικῶς βιούντων, καὶ τὸν θεῖον τοῦ Παρακλήτου ἁγιασμὸν μὴ ἀποβαλλόντων τῷ τῶν ἁμαρτημάτων βορβόρῳ, ἀλλ᾽ ἀεὶ πλείονα ἑαυτοῖς προξενούντων ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, τῷ τὴν καινὴν ζωὴν καὶ πνευματικὴν τῇ ἀναιρέσει τῆς παλαιᾶς καὶ σωματικῆς ὑποδείξαντι. ' ἡ δόξα εἰς τοὺς αἰῶνας. Αμήν. ΘΕΟΦΥΛΑΚΤΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΒΟΥΛΓΑΡΙΑΣ ΤΗΣ ΤΟΥ ΑΓΙΟΥ ΠΑΥΛΟΥ ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ ΕΞΗΓΗΣΙΣ. ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ Εφεσος μητρόπολις μέν ἐστι τῆς ᾿Ασίας· ἐσέ βετο δὲ τὴν Αρτεμιν, ἧς καὶ ναὸς ἦν ἐν αὐτῇ

Chapter IICaput II

col. 967–968page 8 of 39
PG 124:967δὲ καὶ Ἰάκωβον· μετὰ τιμῆς δὲ καὶ τούτου μέμνηται, Τὸν ἀδελφὸν τοῦ Κυρίου, ο εἰπών· οὕτω καὶ βασκανίας ἀπήλλακτο. Καίτοι εἰ ἠβούλετο σημᾶναι, εἶπεν ἄν, Τὸν τοῦ Κλοπα. Οὐδὲ γὰρ κατὰ σάρκα ἀδελφὸς ἦν τοῦ Κυρίου, ἀλλ' ἐνομίζετο. Πῶς δὲ ἦν τοῦ Κλοπα, ἄκουε· Κλοπᾶς καὶ Ἰωσὴφ ἀδελφοί τοῦ Κλοπᾶ ἀπαιδος τελευτήσαντος, ὁ Ἰωσὴφ ἐξανέστησεν αὐτῷ σπέρμα, καὶ ἔτεκε τοῦτον, καὶ τοὺς ἄλλους αὐτοῦ ἀδελφούς, καὶ Μαρίαν ἦν τοῦ Κλοπα οὖσαν, ἀδελφὴν τῆς τοῦ Κυρίου Μητρὸς τὸ εὐαγγέλιον εἶπεν· ὡς τοῦ Ἰωσὴφ μᾶλλον πατρὸς κηδεμονίαν πρὸς τὴν Παρθένον, ἢ ἀνδρὸς διάθεσιν διασώσαντος. δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ Θεοῦ, ὅτι οὐ ψεύδομαι.» Καθάπερ ἐπὶ δικαστηρίου μέλλων εὐθύνας υπέχειν, οὕτως ἐπαγωνίζεται τῷ λόγῳ ὡ; Ει ἂν ἀξιόπιστος δοκῇ. Έπειτα ἦλθον εἰς τὰ κλήματα κλίμ.] τῆς Συρίας καὶ τῆς Κιλικίας. Ημην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς Ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Χριστῷ. Μόνον δὲ ἀκούοντες ἦσαν, ὅτι Ο διώκων ἡμᾶς ποτε, νῦν εὐαγγελίζεται τὴν πίστιν, ἦν ποτε επόρθει. Διὰ τὸ τὸν Πέτρον ἰδεῖν μόνον, ἐπιστάς τῇ Ἰουδαίᾳ, πάλιν μεθίσταται ταύτης, διά τε τὸ ἔθνεσιν ἀπεστάλθαι κήρυξ, καὶ τὸν μὴ ἐπ' ἀλλότριον θεμέλιον ἀνέχεσθαι οἰκοδομεῖν. Διὸ καὶ ἡγνοεύμην, φησί, τοῖς ἐν τῇ Ἰουδαίᾳ Χριστιανοῖς κατ' δμένο Πῶς οὖν ἂν αὐτοῖς ἐκήρυξα περιτομήν, ὁ μηδὲ κατ' ὄψιν αὐτοῖς γνωριζόμενος; Τοῦτο γὰρ διέβαλλον αὐτ τὸν, ὅτι ἐν Ἰουδαίᾳ περιτομὴν ἐκήρυξε. Μόνον γὰρ ἤκουιν περὶ ἐμοῦ, ὅτι ἐπέστρεψα εἰς Χριστὸν, καὶ εὐαγγελίζομαι αὐτόν. Καὶ ἐδέξαζον ἐν ἐμοὶ τὸν Θεόν.» Καὶ τοῦτο μετριοφροσύνης. Οὐ γὰρ εἶπεν, ὅτι Εθαύμαζόν με, ἐξεπλήττοντα με· ἀλλὰ τὸ πᾶν τῆς χάριτος ἔδειξει δν. Τὸν» γὰρ ι Θεὸν ἐδόξαζον ἐν ἐμοί, 1 ὡς δηλαδή τὸ ὅλον ἐργαζόμενον. ΚΕΦΑΛ. Β'. Έπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰ; Ιερορόλυμα μετὰ Βαρνάβα, συμπαραλαβών και Τίτον. 'Ανέβην δὲ κατὰ ἀποκάλυψιν. • Τῆς μὲν προτέρας ἀναβάσεως Πέτρος ἦν ἡ αἰτία τῆς δὲ δευτέρας, ἡ ἀποκάλυψις. Τίτον δὲ καὶ Βαρνάβαν επήγετο μάρτυρας τοῦ ἰδίου κηρύγματος, ὅτι ἀρε στὸν ἔδοξε τοῖς ἀποστόλοις. Καὶ ἀνεθέμην αὐτοῖς τὸ Εὐαγγέλιον, ὁ κηρύσσω ἐν τοῖς ἔθνεσι.» Τουτέστι, τὸ χωρὶς περιτομή Τίνος δὲ ἕνεκεν μετὰ τοσαῦτα ἔτη ἀνέθετο αὐτοῖς, δέον παρὰ τὴν ἀρχὴν τοῦτο ποιῆσαι, καὶ γνῶναι είτε καλῶς, εἴτε μή, τρέχει; 'Ανόητον γὰρ, τὸ τοσαῦτα ἔτη δραμόντα, εἶτα μανθάνειν δεῖσθαι, εἰ ἄρα με εἰς κενὸν ἔδραμεν. ᾿Αλλ' εἰ μὲν ὡς αὐτὸς μαθητέ μενος περὶ τοῦ οἰκείου δρόμου ἀνήρχετο, ὄντως ἄλογον ἦν τὸ γινόμενον· ἐπεὶ δὲ πολλοὺς ὁρῶν σκανδαλιζομένους, ὡς τοῦ μὲν Πέτρου δεχομένου περιτομήν, αὐτοῦ δὲ μὴ περιτέμνοντος, καὶ διὰ τοῦτο παρανομεῖν ὑποπτευομένου, ἀνῆλθε κατά ἀποκάλυψιν, τοῦ Πνεύματος ὑποβάλλοντος αὐτῷ, ὡς
col. 969–970page 9 of 39
PG 124:969ἄν πεισθώσιν οἱ σκανδαλιζόμενοι, ὅτι οὐδεμία δια φωνία ἐν τῷ κηρύγματι, ἀλλ' οἰκονομικῶ; τὴν περιτομὴν οἱ συγχωροῦντες συγχωροῦσιν, ὡς ἐμπεριτόμοις κηρύσσοντες, πῶς οὖν ἄλογον τὸ γενομένου; Τό τε γὰρ Πνεῦμα ὑπὲρ τοῦ ἑτέρους διορθωθῆναι, ἐκίνησεν αὐτὸν ἀνελθεῖν, καὶ αὐτὸς εἰκότως ὑπήκουσε. Κατ' ἰδίαν δὲ τοῖς δοκοῦσι.» Διὰ τὸ πολλούς εἶναι τοὺς σκανδαλιζομένους, κατ' ιδίαν ὁμιλεῖ τοῖς περὶ Πέτρον ὁ Παῦλος, ἵνα μὴ στάσις γένηται, καὶ μείζον ἀρθῇ τὸ σκάνδαλον. Μυριάδες γὰρ ἦσαν οἱ σκανδαλιζόμενοι, οὓς ἐν κοινῷ ἀκούσαντας, ὅτι ὁ Παῦλος περιτομὴν καταργεῖ, εἰκὸς ἦν ἀναθορυβη σαι, καὶ τὰ πάντα ταράξαι. Διὰ τοῦτο τοίνυν ἰδία ὁμιλεῖ, Τίτον καὶ Βαρνάβαν ἔχων μάρτυρας, πᾶσινἀνθρώποις δηλοῦντας, ὅτι οὐδὲ τοῖς ἀποστόλοις ἔδο ξεν ἐναντίον τι κηρύττειν. Δοκοῦντας δὲ λέγων, οὐκ ἀναιρεῖ τὸ εἶναι αὐτοὺς, ἀλλὰ μετὰ τῆς ἑαυτοῦ καὶ τὴν κοινὴν ἁπάντων ψῆφον τίθησιν· ὥσπερ καὶ περὶ ἑαυτοῦ εἶπεν, ὅτι Δοκῶ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν οὐχ ὡς ἀναιρῶν τὸ ἔχειν, ἀλλὰ τὴν κοινὴν ὑπόληψιν εἰσάγων. ι Τοῖς δοκοῦσιν ο οὖν, τουτέστι, τοῖς μετ γάλοις, τοῖς ἐνδόξοις. «Μήπως εἰς κενὸν τρέχω, ἢ ἔδραμον.» Τουτο ἐστιν, "Ινα διδάξω τοὺς σκανδαλιζομένους ἐπ' ἐμοὶ, ὅτι οὐκ εἰς κενὸν τρέχω· οὐχ ἵνα ἐγὼ μάθω· πῶς γὰρ, ὁ ἀποκαλυφθεὶς παρὰ τοῦ Πατρὸς τὸν Υἱὸν καὶ τὸ Εὐαγγέλιον τούτου; Αλλ' οὐδὲ Τίτος, ὁ σὺν ἐμοὶ Ἕλλην ὤν, ηναγ κάσθη περιτμηθῆναι.» Ακροβυστος ὧν ὁ Τίτος, φησίν, οὐκ ἠναγκάσθη περιτμηθῆναι. Ὅπερ ἀπό δειξις μεγίστη τοῦ μηδὲ τοὺς ἀποστόλους προηγουμένως, ἀλλὰ κατ' οἰκονομίαν, διὰ τοὺς ἐκ περιτομῆς πιστούς, δέχεσθαι τὴν περιτομήν, καὶ τοῦ μὴ ἔχειν μέμψασθαι τὸ Παύλου κήρυγμα, οὗ ὁ μαθητὴς ἦν ἀπερίτμητος. Διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν, ἦν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἡμᾶς καταδουλώσωνται. ο Η σύνταξις τοῦ λόγου τοιάδε· Οὐδὲ διὰ τοὺς παρεισάκτους ψευδαδέλφους ηναγκάσθη Τίτος περιτμηθῆναι· τουτέστι, Καίτοι αὐτῶν δὲ παρόντων τῶν ἐναντιουμένων μοι, ὅμως οἱ ἀπόστολοι, οὐδὲ δι' αὐτοὺς ἠνάγκασαν Τίτον περιτμηθῆναι. Πῶς δὲ ψευδ αδέλφους τούτους καλεῖ περιτομὴν εἰσηγουμένους, εἴ γε καὶ οἱ ἀπόστολοι ταύτην ἐδέχοντο; Διότι οἱ μὲν ἀπόστολοι συγκαταβαίνοντες τοῖς ἐκ περιτομής πιστεύουσιν, ἐδέχοντο την περιτομήν, ἅτε Ιουδαίοις κηρύσσοντες· αὐτοὶ δὲ, ὡς νομοθετοῦντες τὴν περι τι μὴν προηγουμένως, καὶ ὡς ἐκδικοῦντες τὸν νό σε τιθεὶς 0. 50 αὐτῷ 0.
col. 971–972page 10 of 39
PG 124:971μον. Διὰ τοῦτο οὖν ψευδαδέλφους αὐτοὺς καλεῖ ΠΟΡ ᾿Αλλὰ καὶ διὰ τοῦ εἰπεῖν, ο Παρεισῆλθον, ο τὴν τ θραίαν αὐτῶν ἐπιβουλὴν δηλοῖ· καὶ διὰ τοῦ, «Κατα σκοπῆσαι, ο αινίττεται πολεμίους αὐτοὺς ὄντας. Οἱ γὰρ κατάσκοποι δι᾿ οὐδὲν παρεισέρχονται, ἢ τὸ κατα μαθεῖν πάντα, καὶ εὐκολίαν ἑαυτοῖς κατασκευάσαι πρὸς τὸ πορθῆσαι καὶ καταδουλώσαι· ὅπερ οὖν καὶ οὗτοι ἐποίουν. Περιεσκόπουν γὰρ, τίνες εἰσὶν ἀκρόβυστοι, έχοντες τὴν ἐλευθερίαν τὴν ἐν Χριστῷ, του ἐστι, μὴ ὑποκείμενοι τῷ νόμῳ, ἵνα ἐπιλάβωνται καὶ ἀναγκάζωσι περιτμηθῆναι, καὶ πάλιν ἡμᾶς ὑπαγάγωσι τῇ δουλείᾳ τοῦ νόμου, ἧς ἡμᾶς ἠλευθέρωσε Χριστός. Κάντεῦθεν οὖν δῆλον, ὅτι οἱ μὲν ἀπό στολοι συνεχώρουν τὰ τοῦ νόμου, ἵνα κατὰ μικρὸν ὑπεξέλωνται τῆς δουλείας· οὗτοι δὲ κατεσκεύαζον, ἵνα κραταιώσωσι τὴν δουλείαν. Οἷς οὐδὲ πρὸς ὥραν είξαμεν τῇ ὑποταγῇ, ἵνα ἡ ἀλήθεια τοῦ Εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς, ο θέα εἶπε, Τῷ λόγῳ, ἀλλά, «Τῇ ὑποταγῇ. 1 Οὐ γὰρ ἵνα διδάξωσι τι ἡμᾶς ταῦτα ἐποίουν, ἀλλ᾽ ἵνα ὑποτέ. ξωτι καὶ δουλώσωνται. Διὰ τοῦτο τοῖς μὲν ἀποστόλοις εἴξαμεν· τούτοις δὲ, οὐκέτι. Ινα, φησί, βέσ βαια μένῃ καὶ ἀληθῆ, ὁ ἐκηρύξαμεν ὑμῖν. Ποια; Οτι τὰ ἀρχαῖα παρῆλθε, καὶ ὅτι ὁ νόμος κατήργηται, καὶ ὅτι τοὺς περιτεμνομένους Χριστὸς οὐ προς ίεται, οὐδὲ ὠφελεῖ οὐδέν. Αντιστάντες οὖν ἐκεί νοις, ἐδείξαμεν, ὅτι ἀληθῆ καὶ ὑμῖν περὶ τῆς τοῦ νὰ μου ἀργίας το εκηρύξαμεν. Μὴ τοίνυν ἐκσταίητε τῆς ἀληθείας ταύτης. Ἀπὸ δὲ τῶν δοκούντων εἶναι τι, ὁποῖοι τοτε ἦσαν, οὐδέν μοι διαφέρει πρόσωπον Θεὸς ἀνθρωπίνου λαμβάνει. ο Ἐπεὶ εἰκὸς ἦν τινα ἀντιπεσεῖν αὐτῷ, καὶ εἰπεῖν· Πῶς οὖν οἱ ἀπόστολοι προσέταττον περι τέμνειν; λύει ταύτην τὴν ἀντίθεσιν, καὶ τὴν μὲν ἀληθῆ αἰτίαν οὐ λέγει, ὅτι οἰκονομικῶς καὶ συγκαταβαίνοντες τοῦτο ποιοῖσιν· ὡς ἂν μὴ ἀκούσαντες τοῦτο οἱ ἐξ Ιουδαίων πιστοί, ὅτι καὶ οἱ ἀπόστολοι οὐκ ἀληθῶς “, ἀλλ' οἰκονομικῶς σε συγχωρούσι την περιτομὴν, ἀποστῶσι καὶ ἀπ' αὐτῶν, ὡς καταλυόν των καὶ αὐτῶν τὸν νόμον· τέως γὰρ διὰ τοῦτο αὐτο; προσεῖχον, ὡς τὸν νόμον φυλάττουσι. Ταύτην μὲν οὖν τὴν αἰτίαν ἀποκρύπτει Παῦλος. Βαρεῖ δὲ σφάλμα τοὺς ἀποστόλους λέγων, ὅτι ο Ουδέν μοι διαφέρει τουτέστιν α, Οὐδεμία μοι φροντὶς περὶ τῶν δοκούν. των εἶναί τι, τῶν μεγάλων δηλαδὴ ἀποστόλων, εἴτε περιτομὴν ἐκήρυττον, εἴτε μή· αὐτοὶ γὰρ τῷ θεῷ λόγον δώσουσι· καὶ οὐκ ἐπειδὴ μεγάλοι εἰσὶ καὶ ἔξαρχοι, τὸ πρόσωπον αὐτῶν δυσωπηθήσεται ὁ Θεός ἀπροσωπόληπτος γάρ. Ορα δέ· Οὐκ εἶπεν, Ὁποῖε ποτέ εἰσιν, ἀλλ', «Ὁποῖοί ποτε ἦσαν, ο δεικνύς ότι λοιπὸν κἀκεῖνοι ἐπαύσαντο τοῦ οὕτω κηρύττειν, Στι τοῦ κηρύγματος πανταχοῦ λάμψαντος. Ταῦτα δὲ λέο γει ὁ Παῦλος, οὐκ ἐξουθενῶν τοὺς ἁγίους, ἀλλ' ὡφε λῆσα: θέλων τοὺς ἀκούοντας. είκονο, ίᾳ ο. 68 οὐκ ἔστιν υ. ο αληθείας ο. οι αληθεία κ.
col. 973–974page 11 of 39
PG 124:973Ἐμοὶ γὰρ οἱ δοκοῦντες οὐδὲν προσανέθεντο.» Ἐκεῖνοι μὲν, φησίν, οἷοι ἂν ἦσαν, τῷ Θεῷ μελήσει τοῦτο δὲ οἶδα, ὅτι ἐμοὶ μὲν οὐδὲν ἠναντιώθησαν, οὐδὲ προσέθηκαν τι τῷ κηρύγματί μου, ἢ διωρθώσαντο. ᾿Αλλὰ τοὐναντίον, ἰδόντες ὅτι πεπίστευμαι τὸ Εὐαγγέλιον τῆς ἀκροβυστίας, καθώς Πέτρος τῆς περιτομῆς (ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς τὴν ἀποστολὴν τῆς περιτομῆς, ἐνήργησε καὶ ἐμοὶ εἰς τὰ ἔθνη), καὶ γνόντες τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι, Ἰάκωβος, καὶ Κηφᾶς, καὶ Ἰωάννης, οἱ δοκοῦντες στύλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ και νωνίας, ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ, εἰς τὴν περι τομήν, ο Τινές οὕτως ήρμήνευσαν· Οὐ μόνον αὐτ δὲν διωρθώσαντο τὰ ἐμὰ, ἀλλὰ τοὐναντίον, καὶ διωρο θώθησαν. Οὐκ ἔστι δὲ τοῦτο. Τί γὰρ καὶ ἔμελλον αὐτοὶ παρ' αὐτοῦ διορθωθῆνα:; καὶ γὰρ ἕκαστος αὐτῶν ἀπηρτισμένος ἦν. Τοῦτο γοῦν λέγει Αλλά τουναντίον δεξιὰς ἔδωκαν ἐμοὶ κοι νωνίας· ο εἶτα τἄλλα διὰ μέσου· ε Ιδόντες ὅτι πεπίστευμαι τὸ Εὐαγγέλιον τῆς ἀκροβυστίας,» καὶ τὰ ἑξῆς. Τοσοῦτον γάρ με οὐ διωρθώσαντο, ὥστε καὶ ἐπήνεσαν, καὶ συνεφώνησαν, ἵνα ἐγὼ μὲν καὶ Βαρ νάδας εἰς τὴν ἀκροβυστίαν, ἤτοι εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν, τουτέστι, τοὺς Ἰουδαίους αὐτ αγγελίζωνται. Περιτομὴ γὰρ, καὶ ἀκροβυστία, οὐκ αὐτὰ τὰ πράγματα λέγει, ἀλλὰ τοὺς ἀκροβυστους καὶ τοὺς περιτετμημένους. Ἐνταῦθα δὲ δείκνυσιν ἑαυτὸν ἰσότιμον τῷ Πέτρῳ. Ο γὰρ δοὺς ἐκείνῳ τὴν εἰς τοὺς Εβραίους ἐνέργειαν τοῦ Εὐαγγελίου, ἔδων κε κάμοὶ ταύτην εἰς τὰ ἔθνη. Ορα δέ, πῶς ἔδειξεν ὅτι οὐ μόνον τοῖς ἀποστόλοις ἤρεσε τὸ κήρυγμα αυτ τοῦ, ἀλλὰ καὶ τῷ Θεῷ τοῦτο ἐδόκει. Οἱ γὰρ ἀπόστολοι ο γνόντες, ο φησί, ε τὴν χάριν τοῦ Θεοῦ. Οὐκ εἶπεν, 'Ακούσαντες, ἀλλ᾽ Ἐξ αὐτῶν τῶν πραγμάτων γνόντες.» Πῶς γὰρ ἂν ἔδωκέ μοι τὴν χάριν, εἰ μὴ ἀρεστὸν αὐτῷ τὸ τοιοῦτον κήρυγμα ἦν; Πάλιν δὲ μετ' ἐγκωμίων τῶν τριῶν ἐμνήσθη. Οἱ γὰρ δοκοῦντες στύλοι, τουτέστιν, οἱ μεγάλοι, οὓς πάντες πανταχοῦ περιφέρουσι καὶ δοξάζουσιν, οὗτοι μαρτυροῦσί μοι, ὅτι καὶ τῷ Χριστῷ τὸ κήρυγμά μου ἀρέσκει. Διὸ καὶ δεξιὰς ἔδωκαν, ο τουτέστι, Συνεφώνησαν, καὶ κοι νωνούς ἡμᾶς ἐποιήσαντο, καὶ ἔδειξαν ὅτι ἀρέσκονται τῷ κηρύγματί μου, ὡς μηδὲν διαφέροντι τοῦ λό γου αὐτῶν. Μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν· δ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι.» Τὸ μὲν κήρυγμα, φησί, διειλόμεθα, τοὺς δὲ πτωχοὺς ἀμερίστους εἶχο μεν. Καὶ γὰρ ἐν Ἱεροσολύμοις πολλοὶ ἦσαν τῶν πιο στευσάντων διαρπαγέντες τα προσόντα ὑπὸ τῶν ἀπίσ στων Ιουδαίων, καὶ τῆς ἀναγκαίας ἀποροῦντες τρο φῆς. Οὐχ οὕτω γὰρ οἱ Ἕλληνες ἐπολέμουν τοῖς ἐξ αὐτῶν πιστοῖς, ὅσον Ἰουδαῖοι τοῖς ἐξ Εβραίων Χρι στιανοί;. Διὸ πολλὴν Παῦλος ποιεῖται σπουδὴν τῆς εἰς αὐτοὺς ἐπιμελείας, ὡς καὶ αὐτὸς ὁμολογεῖ, ὅτι Εσπούδασα αὐτὸ τοῦτο ποιῆσαι.» Καὶ γὰρ πάν τοθεν ἀπὸ τῶν μαθητευομένων συνάγων, διεκόμιζεν αὐτὸς αὐτοῖς.
col. 975–976page 12 of 39
PG 124:975Οτε δὲ ἦλθε Πέτρος εἰς 'Αντιόχειαν, κατά πρόσω ωπον αὐτῷ ἀντέστην. • Πολλοί νομίζουσιν ἐνταῦθα τὸν Παῦλον τοῦ Πέτρου κατηγορεῖν ὑπόκρισιν· ἀλλ' οὐκ ἔστιν. Οτα γὰρ δοκεῖ λέγειν κατὰ τοῦ Πέτρου, οἰκονομικῆς ἐπράχθησαν καὶ ἐλέχθησαν. Ο γέρ Πέτρος ἐν μὲν Ἱεροσολύμοις ὢν συνεχώρει τὴν περι τομήν· οὐ γὰρ ἦν ἀθρίως ἀποσπάσαι τοῦ νόμου εἰς Ἀντιόχειαν δὲ ἐλθών, συνήσθιε τοῖς ἐθνικοῖς ἐλθόντων δέ τινων Ἱεροσολυμιτῶν εἰς Αντιόχειαν, ὑπεστέλλετο ἀπὸ τῶν ἐθνικῶν, ἵνα τε μή σκανά λίσῃ τοὺς Ἱεροσολυμίτας, καὶ ἅμα, ἵνα δώσῃ τῷ Παύλῳ εὔλογον τῆς ἐπιτιμήσεως πρόφασιν· διὸ καὶ Παῦλος ἐπιπλήττει, καὶ Πέτρος ἀνέχεται· οὕτω γὰρ ἔμελλον εὐκολώτερον οἱ μαθηταὶ μεταθέσθαι, ἔγκα λουμένου τοῦ διδασκάλου καὶ σιγῶντος. Τὰ τοίνυν, κατὰ πρόσωπον ἀντιστῆναι, σχῆμα ἦν, ὡς εἴ με μάχη ὄντως ἦν, οὐκ ἂν ἐπὶ τῶν μαθητῶν ἀλλήλοις ἐπετίσ μησαν· σφόδρα γὰρ ἂν ἐσκανδάλισαν αὐτούς. Νύν δὲ ἡ ἐν τῷ φανερῷ σχηματισθεῖσα μάχη, διόρθωσης ἦν τῶν μαθητῶν· οὐδὲ γάρ, οὐδὲ ἀντιλέγει τι ὁ Πέ τρος· δῆλον, ὡς ἀποδεχόμενος τὴν ἀντίστασιν του Παύλου. ο Ότι κατεγνωσμένος ἦν.» Οὐκ εἶπεν, -Υπ' ἐμοῦ, ἀλλ᾽ ἁπλῶς, ὑπὸ ἄλλων τῶν ἀγνοούντων τὸ οἰκονομούμενον, καὶ οἰομένων ὑπόκρισιν εἶναι, τ), ἀπόντων μὲν τῶν Ἱεροσολυμιτῶν συνεσθίειν τοῖς ἔθνεσιν· ἐπιστάντων δὲ, ὑποσταλῆναι. Τινὲς δὲ ου τως ἐνόησαν, ὅτι προκατεγνωσμένος ἦν, φησί, διὰ τὸ συμραγεῖν Κορνηλίῳ, καὶ διὰ τοῦτο καὶ νῦν ὑπεστάλη, Ο φοβηθείς μήπως αὐτοῦ καὶ πάλιν καταγνῶσιν· ἐπεὶ δὲ ὑπεστάλη, ἀντέστην αὐτῷ. Πρὸ γὰρ τοῦ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου, μετά τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπέστειλε καὶ ἀφώρισεν ἑαυτὸν, φοβούμενος τοὺς ἐκ περιτομῆς.» Λέγει καὶ τὴν αἰτίαν τῆς καταγνώσεως. Ἰάκωβος ὁ εὗτος ἦν ὁ ἀδελφὸς τοῦ Κυρίου 68, ὁ καὶ ἐν Περεσου λύμοις διδάσκων ὡς ἐπίσκοπος αὐτῶν. Ἀπὸ τούτου οὖν ἀπεστάλησαν τινες ἐξ Ἰουδαίων μὲν πιστεύσοντες, πλὴν ἔτι τοῦ νόμου ἐχόμενοι, καὶ ἀπῆλθον εἰς ᾿Αντιόχειαν· οὓς ἰδὼν Πέτρος καὶ φοβηθείς, οὐχ ἵνα μὴ αὐτὸς κινδυνεύσῃ, ἀλλ᾽ ἵνα μὴ αὐτοὶ σκανδαλισθέντες ἀποσκιρτήσωσι τῆς πίστεως, ὑπέστελλεν ἑαυτὸν ἀπὸ τῆς μετὰ τῶν ἐθνικῶν συναναστροφής. Αγνοοῦντες οὖν τινες τὴν αἰτίαν, κατεγίνωσκον αὐτοῦ. Συνυπεκρίθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι, ὥστε καὶ Βαρνάβας συναπήχθη τῇ ὑποκρίσει αὐτ τῶν» Υπόκρισιν τὸ πρᾶγμα καλεῖ. Οὐ γὰρ βούλεται ἐκκαλύψαι τὴν γνώμην τοῦ Πέτρου· ἅμα δὲ καὶ διὰ τοὺς σφοδρῶς ἀντεχομένους τοῦ νόμου, ὑπόκρισιν τοῦτο ὠνόμασεν, ἵνα πρόῤῥιζον ἀνέλῃ αὐτῶν τὴν πρὸς τὸν νόμον διάθεσιν. Λοιποὺς δὲ Ἰουδαίους καλεῖ τοὺς ἐν 'Αντιοχείᾳ ἐξ Ιουδαίων πιστεύσαντα, εἰ καὶ αὐτοὶ ὑπέστελλον ἑαυτοὺς ἀπὸ τῶν ἀκριβύν στων. 14. • Αλλ' ὅτε εἶδεν ὅτι οὐκ ὀρθοποδοῦσι πρὸς τὴν οι καὶ γὰρ ὁ π.
col. 977–978page 13 of 39
PG 124:977ἀλήθειαν τοῦ Εὐαγγελίου, εἶπον τῷ Πέτρῳ ἔμπρο στεν πάντων.» Μηδὲ αὕτη ἡ λέξις ταραττέτω σε οὐ γὰρ Πέτρου καταγινώσκων ταῦτα λέγει, ἀλλὰ διὰ τοὺς μέλλοντας ὠφεληθῆναι ἐκ τοῦ ἀκοῦσαι ὅτι καὶ ὁ Πέτρος ἐπετιμήθη, ὡς τοῦ νόμου ἐχόμενος· καὶ ὑμεῖς τί ποιεῖτε λοιπόν; Διὰ τοῦτο γὰρ καὶ τότε ἔμπροσθεν πάντων ἐπιτιμᾷ αὐτῷ, ἵνα ἐκεῖνο: ἀκού σαντες φοβηθῶσι, τοῦ τηλικούτου στύλου ἐπιτιμωμένου, καὶ μὴ ἔχοντος ἀντιλέγειν. Εὐσέβιος δὲ, οὐ τὸν μέγαν Πέτρον λέγει ἐπιτιμηθῆναι παρὰ τοῦ Παύ λου, ἀλλ᾽ ἕτερόν τινα Κηφῶν, ἕνα τῶν ἑβδομήκοντα καὶ κατασκευάζειν οἴεται τοῦτο, οὐκ εἰκὸς εἶναι λέ γων, τὴν ἀπολογησάμενον ἐν ἀρχῇ, ὅτε τῷ Κορνη λέω συμφαγὼν τινὰς ἐσκανδάλισεν, αὖθις δεηθῆναι τῆς τοιαύτης ἐπιτιμήσεως. Αλλ', ὦ σοφώτατε, οὐδ᾽ ἡμεῖς λέγομεν τὸν Πέτρον, ὡς ἀγνοοῦντα τὸ δέον, ἐπιτιμηθῆναι παρὰ Παύλου, ἀλλ᾽ ἑκόντα ἀποστῆναι τὴν ἐπιτίμησιν, ἵν' ἕτεροι διορθωθώσιν. Εἰ σὺ Ἰουδαῖος ὢν, ἐθνικῶς ζῇς, καὶ οὐκ Ἰου δκικῶς, τί τὰ ἔθνη ἀναγκάζεις Ἰουδαΐζειν;» Μου ' ουχὶ τοῖς πᾶσι βοᾷ ὁ Παῦλος· Μιμήσασθε τὸν διδάσκαλον ὑμῶν. Ἰδοὺ καὶ γὰρ αὐτὸς Ἰουδαῖος ὤν, όμως συνέφαγε τοῖς ἐθνικοῖς. Ορα δὲ, πῶς οὐκ ἐγκαλεῖ αὐτῷ, ὅτι Κακῶς ποιεῖς, τὸν νόμον τηρῶν, ἀλλ' ὑπὲρ τῶν οἰκείων δὲ μαθητῶν τῶν ἐθνικῶν ἐπιτιμᾷ, ὡς ἀναγκάζοντι αὐτοὺς περιτέμνεσθαι καὶ Ἰουδαΐζειν. Οὕτω γὰρ ὁ λόγος εὐπαραδεκτότερος ἔμελλε δόξειν. Ημεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοὶ.» Φύσει, τουτέστιν, οὐ προσήλυτοι, ἀλλ᾽ ἐκ πα τέρων Ἰουδαίων φύντες, καὶ συντραφέντες τῷ νόμῳ, ἀφήκαμεν τὴν σύντροφον πολιτείαν, καὶ προσεφύ γομεν τῇ εἰς Χριστὸν πίστει. Εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ· καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ, καὶ οὐκ ἐξ ἔργων νόμου διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ.» Ορα, πῶς μετ' ἀσφελείας [ἀφελείας] πάντα φθέγγεται. Οὐ γὰρ ὡς πονηρόν, ἀλλ' ὡς ἀσθενῆ, καὶ μὴ δυνάμενον δικαιῶσαι, αὐτὸν εἰάσαμεν. Οὐδεὶς γὰρ τὰ ἔργα αὐτοῦ ἡδύνατο τελέσαι, φορτικά ὄντα καὶ δυσκατόρθωτα, οὐ διὰ τὸ μέγεθος αὐτῶν, ἀλλὰ διὰ τὴν μικρολογίαν μᾶλλον· καὶ ἄλλως, διότι ψυ χὴν οὐχ ἡγίαζεν, ἀλλὰ σωματικοὺς ῥύπους ἐκάθαιρε. Περιττή οὖν ἡ περιτομή. Προϊὼν δὲ ἐρεῖ, ὅτι καὶ ἐπικίνδυνος, ἀλλοτριοῦσα τοῦ Χριστοῦ. Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ, εὑρέ θημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; ο Έζητήσαμεν, φησί, δικαιωθῆναι ἐν Χριστῷ, ἀφέντες τὸν νόμον· ὡς λέγετε δὲ ὑμεῖς, ἁμαρτία ἐστὶ τὸ ἀφιέναι τὸν νόμον· εἰς ταύτην λοι τὸν τὴν ἁμαρτίαν ὁ Χριστὸς ἡμᾶς συνώθησε· δι' ἐκεῖνον γὰρ ἀφήκαμεν τὰ νομικὰ πάντα. Ὥστε οὐ μόνον οὐκ ἐδικαίωσεν ἡμᾶς, ὡς φατε, ὁ Χριστὸς, ἀλλὰ καὶ πλείονος κατακρίσεως αἴτιος ἡμῖν γέγονε, ἐκ τοῦ πεῖσαι ἡμᾶς ἀφεῖναι τὸν νόμον.
col. 979–980page 14 of 39
PG 124:979Μη γένοιτο.» Εἰς ἄτοπον ἀπαγαγὼν τὸν λόγονο οὐδὲ ἐδεήθη λοιπὸν κατασκευῆς, ἀλλ᾽ ἡρκέσθη τῇ ἀπαγορεύσει· ὅπερ ἀεὶ ποιεῖν εἴωθεν ἐπὶ τῶν ἀπη γορευμένων πάντη. Εἰ γὰρ ἂ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ, παρα βάτην ἐμαυτὸν συνίστημι. ο Ορα την σοφίαν ἐκεῖνοι ἔλεγον, ὅτι Ο τὸν νόμον λύων, παραβάτης οὗτος δείκνυσι τοὐναντίον, ὅτι ὁ τηρῶν αὐτὸν, παρα βάτης, οὐ μόνον τὴν πίστιν παραβαίνων, ἀλλὰ καὶ αὐτὸν τὸν νόμον. Αὐτὸς γάρ με ωδήγησε προς τὴν πίστιν, καὶ ἔπεισεν ἀφεῖναι αὐτόν. Προϊὼν μὲν οὖν δείξει τοῦτο· τέως δὲ νῦν φησιν, ὅτι Πέπαυται ὁ νόμος, καὶ τοῦτο ὡμολογήσαμεν, δι' ὧν κατελύσα μεν αὐτὸν, ἀποστάντες αὐτοῦ. Αν τοίνυν φιλονεικήσωμεν στῆσαι αὐτὸν, παραβάται γινόμεθα, τὰ παρὰ τοῦ Θεοῦ λυθέντα ἱστῶντες. Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον.» Κατα σκευάζει, πῶς κατέλυσε τὸν νόμον, καί φησιν, ὅτι Διὰ τοῦ νόμου τοῦ τῆς χάριτος καὶ τοῦ Εὐαγ γελίου, ἀπέθανον τῷ Μωσέως 6 νόμῳ· ἢ ὅτι απέ θανον, φησί, τῷ νόμῳ διὰ τοῦ νόμου· τουτέστιν, Αὐτός με ἐνήγαγεν ὁ νόμος εἰς τὸ μηκέτι προσέχειν αὐτῷ, ὁδηγήσας με εἰς Χριστὸν, διά τε τῶν Μωσαϊκῶν λόγων καὶ τῶν προφητικῶν. Εἰ τοίνυν πάλιν αὐτῷ προσέχοιμι, καὶ αὐτὸν παραβαίνω. Η καὶ οὐ τως· ῾Ο νόμος ἐκέλευε τὸν μὴ ποιοῦντα τὰ γεγραμμένα, κολάζεσθαι καὶ φονεύεσθαι. Οὐκοῦν ἐπειδὴ ἀδύνατος ἦν τελεσθῆναι, ὅσον τὸ ἐπ' αὐτῷ τεθανά τωμαι. Μὴ τοίνυν ἐπιταττέτω μοι, τῷ ὅσον τὰ κατ' αὐτὸν τεθνεῶτι, καὶ ψυχικὸν θάνατον, διότι ἡμάρ τανον, μὴ δυνάμενος τελέσαι τὰ τοῦ νόμου· καὶ σωματικών, ὅσον τὸ ἀπὸ τῆς τοῦ νόμου κατακρίσεως. Πῶς οὖν ἔτι προσέξω τῷ ἀποκτείναντί με; Ἵνα Θεῷ ζήσω, Χριστῷ συνεσταύρωμαι. ο Ίνα μή τις εἴπῃ· Πῶς οὖν ζῇς, ἐπειδὴ ἀπέθανες; Φησὶν ὅτι Ο μὲν νόμος ζῶντα ἀπέκτεινεν· ὁ δὲ Χριστὸς νεκρὸν λαβὼν, ἐζωοποίησέ με, νοητῶς συσταυρωθέντα αὐτῷ, καὶ συνθανόντα διὰ τοῦ βαπτίσματος. Διπλοῦν δὲ τὸ θαῦμα, καὶ ὅτι νεκρὸν ἐζωοποίησε, καὶ ὅτι διὰ θανάτου. οὐκέτι Ζῶ δὲ, οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. 1 Τῷ μὲν εἰπεῖν, «Χριστῷ συνεσταύρωμαι, ο τὸ βά. πτισμα ηνίξατο· τῷ δὲ εἰπεῖν ο Ζῶ δὲ, ἐγώ, ο τὴν μετὰ ταῦτα πολιτείαν, δι' ἧς νεκροῦται ἡμῶν τὰ μέλη. «Ζῇ δὲ ὁ Χριστὸς ἐν ἐμοί· κ τους ἐστιν, Οὐδὲν ἐν ἡμῖν γὰρ σ' ὧν οὐ βούλεται ὁ Χρι στὸς, ἀλλ᾽ ἐκεῖνός ἐστιν ὁ πάντα ποιῶν ἐν ἡμῖν, καὶ κρατῶν, καὶ δεσπόζων. Καὶ τὸ μὲν ἡμέτερον θέλη μα νεκρόν ἐστι, τὸ δὲ ἐκείνου ζῇ, καὶ κυβερνᾷ τὴν ζωὴν ἡμῶν. Εἰ τοίνυν ζῷ τῷ Θεῷ ἑτέραν ζωὴν παρὰ τὴν ἐν νόμῳ, καὶ ἐνεκρώθην τῷ νόμῳ, ουδέν τοῦ νόμου φυλάττειν δύναμαι. Ο δὲ τῷ νῦν ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ μωσαϊκῷ Ο γίνεται 1.

Chapter IIICaput III

col. 981–982page 15 of 39
PG 124:981Υἱοῦ τοῦ Θεοῦ. ο μὲν εἶπον, περὶ τῆς νοητῆς ζωῆς εἶπον· καὶ τὴν αἰσθητὴν δὲ αὐτὴν ζωὴν εὐρή. σει; οὖσάν μοι ἀπὸ Χριστοῦ. Καὶ γὰρ ὁ μὲν νόμος παραβαινόμενος, πάντας ὑπὸ ἁμαρτίαν καὶ κόλασιν ἐποίει, καὶ οὐδὲν ἐκώλυς πάντας ἀπολέσθαι, καθά περ ἐπὶ τοῦ κατακλυσμοῦ, ὡς παραβάτας· ἐλθὼν δὲ ὁ Χριστὸς, ἐξήρπασεν ἡμᾶς τῆς κατακρίσεως, δια καιώσας τῷ οἰκείῳ θανάτῳ. Ὥστε καὶ τοῦτο αὐτὸ, τὰ αἰσθητῶς καὶ ἐν σαρκὶ ζῆν, διὰ τὴν εἰς Χριστὸν πίστιν ἔχομεν, τὴν δικαιοῦσαν ἡμᾶς, καὶ τῆς κατα κρίσεως ἐξαρπάζουσαν. Τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.» Καὶ μὴν ὑπὲρ πάντων δέδωκεν ἑαυ τὸν, καὶ πάντας ἡγάπησεν· ἀλλ' ὁ Παῦλος ἐννοήσας τίνων ἀπαλλάξας ἡμᾶς ὁ Χριστὸς τίνα έχαρίσατο, καὶ ευρωθεὶς τῇ ἀγάπῃ, τὸ κοινὸν ἴδιον ποιεῖται· ὡς καὶ οἱ προφῆται·. Ο Θεός, ὁ Θεός μου· › ἅμα δὲ καὶ δεικνύς, ὅτι τοσαύτην δεῖ χάριν ὁμολογεῖν τῷ Χριστῷ ἔκαστον, ὅσην ἂν εἰ καὶ δι' αὐτὸν μόνον ἀπο έθανεν. Οἱ δὲ τῇ εὐεργεσίᾳ χρησάμενοι, οἱ εἰς αὐ τὴν πιστεύσαντες εἰσι μόνοι. Ωστε ὁ τῷ νόμῳ προσ έχων, δείκνυσιν ὅτι οὐκ ἀπέθανεν ὑπὲρ αὐτοῦ ὁ Χριστός. Καὶ πῶς τοῦτο οὐ φρίττεις, ἀλλ᾽ ἐπὶ τον νόμου παλινδρομείς, ἄχρηστον τὸν θάνατον τοῦ Δεσπότου δεικνύων; Σημείωσαι δὲ καὶ τὸ, Παρα δόντα ἑαυτὸν, διὰ τοὺς ᾿Αρειανούς. Οὐκ ἀθετῶ τὴν χάριν τοῦ Θεοῦ. ὁ Ἐπειδὴ τὰ ἀπὸ τῶν λογισμῶν τέθεικεν, ἀποφαίνεται λοιπὴν, ότι Οὐκ ἀποτείωμαι τὴν τοῦ Χριστοῦ δωρεάν ἦν μοι ἐχαρίσατο, δικαιώσας με χωρὶς ἔργων τῷ θανάτῳ αὐτοῦ, οὐδὲ τῷ νόμῳ προστρέχω. Εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστός δι ρεὰν ἀπέθανεν.» Εἰ γὰρ ὁ νόμος, φησί, σώζειν καὶ δικαιοῦν ἰσχύει, ὁ Χριστὸς μάτην λοιπὸν ἀπέθανε. Διὰ τοῦτο γὰρ πάντως ἀπέθανεν, ἵνα αὐτὸς σώσῃ διὰ τοῦ θανάτου, ὡς τοῦ νόμου μὴ ἰσχύοντος· ὡς εἴ με σώζει ὁ νόμος, περιττὸς ὁ τοῦ Χριστοῦ θάνατος. ὑμᾶς ποῦ ἡ βλασφημία προχωρεί; ΚΕΦΑΛ. Γ'. Ω ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανε τῇ ἀλη θείᾳ μὴ πείθεσθαι;» Δείξας διὰ τῶν προτέρων ὅτι οὐκ ἀπ' ἀνθρώπων ἦν ἀπόστολος “, οὐδὲ δι᾿ ἀνθρώ των, καὶ ἀξιόπιστον ἑαυτὸν καταστήσας, μετά πλείονος αὐθεντίας διαλέγεται· καὶ μέλλων τὴν πί στην συγκρίνει καὶ τὸν νόμον, πρότερον ἀνοήτους αὐτοὺς ἀποκαλεῖ, οὐχ ὡς παραβαίνων τὸν νόμον τοῦ Χριστοῦ, ἀλλὰ καὶ σφόδρα τηρῶν αὐτόν. Οὐ γὰρ ὁ ἁπλῶς καλῶν τὸν ἀδελφὸν αὐτοῦ μωρόν, ενέχεται, ἀλλ' ἡ εἰκῆ. Οὗτοι δὲ πάντως δικαιότατα ἀνόητοι ἐκλήθησαν, οἱ τοσούτων ἀγαθῶν ἀναισθητοῦντες, καὶ ἄχρηστον ποιοῦντες τὸν τοῦ Χριστοῦ θάνατον. Ορα δὲ, ὅτι μετὰ τὰς ἀποδείξεις αὐτοῖς ἐπιτιμά, καὶ εὐθὺς καθυφίησιν. Οὐ γὰρ εἶπε, Τίς ὑμᾶς ἠπάτησεν; ἀλλὰ, «Τίς εβάσκανε;» Τίς ἐφθόνησε; δει σ' ἀπέθανεν. Αἰνίττεται καὶ τοῦτο ὅτι ὁ μὲν Χριστὸς ὑπὲρ πάντων ἀπέθανε· οἱ δὲ 60 διδάσκαλος Ο.
col. 983–984page 16 of 39
PG 124:983κνὺς ἄξια φθόνου πράττοντας πρωῒ Δηλοι δὲ, ὅτι οἱ παραπείθοντες αὐτοὺς, οὐχ ὡς κηδεμόνες, οὐδὲ ὡς τὸ λεἶπον ἀναπληροῦντες ταῦτα ποιοῦσιν, ἀλλ' ὡς καὶ τὰ ὄντα ἀκρωτηριάζοντες· τοιοῦτον γὰρ ὁ φθόνος. Οὐχ ὡς τοῦ φθόνου δὲ καθ᾿ ἑαυτὸν ἰσχὺν ἔχοντος, ταῦτα εἶπεν, ἀλλ᾿ ὡς ταῦτα διδασκόντων διὰ βασκανίαν ἐπὶ τοῦτο ἐλθόντων. Οἷς κατ᾽ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη, ἐν ὑμῖν ἐσταυρωμένος.» Καὶ μὴν ἐν Ἱερουσαλὴμ ἐσταυρώθη· πῶς οὖν φησιν, ὅτι ο Κατ' ὀφθαλμούς, καὶ, ο Ἐν ὑμῖν;» Οτι τοῖς τῆς πίστεως ὀφθαλμοῖς εἶδον τὸν σταυρὸν ἀκριβέστερον τῶν τότε παρόντων καὶ θεωμένων. Ἐκείνων μὲν γὰρ πολλοί θεασάμενοι σωματικῶς, οὐδὲν ἀπώναντο· οὗτοι δὲ ὀφθαλμοφανῶς μὴ ἰδόντες, διὰ τῆς πίστεως ἀκριβέστερον εἶδον. Προεγράφη τοίνυν ὁ Χριστὸς ", τουτέστιν, ἐζωγραφήθη διὰ τοῦ κηρύγματος· ὑμεῖς δὲ πιστεύσαντες τῷ κηρύγματι, ὡς παρόντα αὐτὸν ἴδετε. Ταῦτα δὲ καὶ ἔπαινός εἰσιν αὐτῶν, καὶ ψόγω ἔπαινος μὲν, ὅτι μετὰ τοσαύτης πληροφορίας ἐδέσ ξαντο ταῦτα· ψόγος δὲ, ὅτι ἂν εἶδον γυμνούμενον, ἀνεσκολοπισμένον, θνήσκοντα, τοῦτον ἀφέντες ἐπὶ τὸν νόμον ἔδραμον. Ορα δὲ, πῶς πάντα ἀφεὶς, τὸν σταυρὸν εἰς μέσον φέρει. α ἀκριβῶς Τοῦτο μόνον θέλω μαθεῖν ἀφ᾽ ὑμῶν· Ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως; ο Ἐπειδὴ τοῖς μακροῖς οὐ παρακολουθεῖτε λίγους, οὐδὲ τῆς οἰκονομίας τὸ μέγεθος κατοπτεῦσαι βού λεσθε, σύντομόν τι ἐρῶ πρὸς ὑμᾶς. Αποκρίθητε γάρ μαι τοῦτο τὸ μικρόν· Πέθεν ἐλάβετε Πνεῦμα ἅγιον, καὶ τοσαύτην δύναμιν καὶ σημεῖα ἐποιήσατε; Εκ τῶν ἐν νόμῳ ἔργων, ἢ ἐκ τῆς πίστεως; Πρόδηλον ὅτι ἐκ τῆς πίστεως· ἐπεὶ μὴ ὅτε τοῦ νόμου εἶχεσθε, Πνεῦμα είχετε, καὶ δυνάμεις ἐπετελεῖτε. Πῶς οὖν ἀφέντες τὴν πίστιν, πάλιν ἔχεσθε τοῦ νόμου; Οὕτως ἀνόητοί έστε, ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε;» Πάλιν εὐκαίρως τὴν ὕβριν επήγαγεν. Δέον γάρ, φησί, προσθήκην ποιῆσαι, του χρόνου προϊόντος, οὐ μόνον οὐκ ἐπεδώκατε, ἀλλὰ καὶ εἰς τοὐπίσω ἀπήχθητε. Τὸ μὲν γὰρ σημεῖα ποιεῖν, πνευματικόν ἐστιν· ὅπερ εἴχετε ἐν ἀρχῇ· τὸ δὲ περι τέμνεσθαι, σαρκικόν· ὁ νῦν ἐν τῷ τέλει εἴλεσθε. Καὶ οὐκ εἶπε, Τελεῖτε, ἀλλὰ, «Τελεῖσθε, ο δεικνύ; ὅτι δίκην θρεμμάτων ἀλόγων λαβόντες αὐτοὺς ἐκεῖ νοι κατέκοπτον, οἱ τὴν περιτομήν διδάσκοντες. Τοσαῦτα ἐπάθετε εἰκῆ; εἴγε καὶ εἰκῆ. ὁ Παλα λοῖς πειρασμοῖς ἦταν παλαίσαντες διὰ τὸν Χριστόν Τοσαῦτα οὖν, φησί, μάτην πεπόνθατε; Εἰ γὰρ περι τέμνεσθε, μάτην ἐκεῖνα πάντα, καὶ ἐζημίωσαν ὑμᾶς οἱ πλάνοι τοὺς τοσούτους στεφάνους. Εἶτι 2 δοὺς αὐτοῖς ἐλπίδας ἐπανόδου, φησίν· ε Εί γε καλ

Chapter IVCaput IV

col. 985–986page 17 of 39
PG 124:985εἰκῇ· ν τουτέστιν, Εἰ βουληθείητε ανανήψαι, οὐκ Λ.:» εἰκῇ, οὐδὲ μάτην ὑμῖν πεπόνηται. Αἰσχυνέσθωσαν καντεῦθεν οἱ τὴν μετάνοιαν ἀναιροῦντες. Ἰδοὺ γὰρ σημειοφόροι, καὶ ὁμολογηταὶ, καὶ μάρτυρες ἦσαν οὗτοι, ἀλλ' ἐκπεσόντας οὐκ ἀποβάλλεται Παῦλος, ἀλλὰ προσίεται ἡδέως. Ο οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα, καὶ ἐνερο γῶν δυνάμεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου, ἢ ἐξ ἀκοῆς πίστεως;» Ο Θεός, φησίν, ὁ ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα, ὥστε προφητεύειν καὶ γλώσσαις λα λεῖν, καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν σημείων καὶ τεράτων, διὰ τὰ ἐκ τοῦ νόμου ἔργα ταῦτα ἐποίει, ὡς θεραπευόμενο; δι᾽ ὑμῶν ταῦτα τελούντων, ἢ διὰ τὴν πίστιν ἦν εἰς Χριστὸν ἐπεδείξασθε; Πρόδηλον ὅτι διὰ ταύτην. Πῶς οὖν ἀφέντες ταύτην, ἐξ ἧς ἐδοξάζεσθε, ἐπὶ τὸν καταργηθέντα νόμου τρέχετε; Καθὼς καὶ ᾿Αβραὰμ ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.» Μάλιστα μὲν, φησὶν, ἔδει ὑμᾶς ἐξ ὧν ἐπετελέσατε σημείων γνῶναι τὴν τῆς πίστεως δύναμιν πλὴν καὶ πρὸς τὸν προ πάτορα ἀποβλέψατε, οὗ πολὺς ὑμῖν ὁ λόγος, καὶ εὑρήσετε καὶ αὐτὸν ἐκ πίστεως δικαιωθέντα. Εἰ δὲ ὁ πρὸ τῆς χάριτος ἐκ πίστεως δικαιούται, πολλῷ μᾶλλον οἱ τῆς χάριτος ἀξιωθέντες, ὀφείλουσι τῆς πίστεως ἔχεσθαι. Γινώσκετε ἄρα, ὅτι οἱ ἐκ πίστεως, οὗτοί εἰσιν υἱοὶ ᾿Αβραάμ.» Ἐπειδὴ ἐδεδοίκεισαν μήπως τὸν νόμον ἀφέντες ἐκπέσωσι τῆς τοῦ πατριάρχου συγχ γενείας (σφόδρα γὰρ ἐσεμνύνοντο ἐπὶ ταύτῃ), δεί κνυσιν αὐτὸς τοὐναντίον, ὅτι ἡ πίστις μᾶλλον αὐτοὺς υἱοὺς ποιεῖ ᾽Αβραὰμ τους ταύτην ἔχοντας. Προϊδοῦσα δὲ ἡ Γραφή, ὅτι ἐκ πίστεως δικαιοί τὰ ἔθνη ὁ Θεὸς, προευηγγελίσατο τῷ ᾿Αβραάμ, ὅτι Ἐν σοὶ εὐλογηθήσονται πάντα τὰ ἔθνη.» ᾿Αποδεί κνυσι, πῶς οἱ ἐκ πίστεως, οὗτοί εἰσιν υἱοὶ 'Αβραάμ καὶ ἐπάγει τὴν μαρτυρίαν ἀπὸ τῆς Γραφῆς, ὅτι Ἐν σοὶ εὐλογηθήσονται τὰ ἔθνη· ἡ ἀντὶ τοῦ. Ἐν τῷ μιμήσασθαι τὴν πίστιν σου. Δείκνυσι δὲ καὶ ὅτι του νόμου πρεσβυτέρα ἡ πίστις, εἴ γε πρὸ τοῦ νό μου τὸν ᾿Αβραὰμ αὕτη ἐδικαίωσε· καὶ ὅτι κατὰ τὴν προφητείαν τὰ νῦν γινόμενα γίνεται. • Προϊδοῦσα ν γάρ, φησίν, ο ἡ Γραφή,» τουτέστιν, αὐτὸς ὁ τὸν νόμον δούς Θεός, προώρισε μὴ ἐκ νόμου, ἀλλ' ἐκ πίστεως δικαιοῦσθαι. Καὶ οὐκ εἶπεν, Απεκάλυψεν, ἀλλ' ο Εὐηγγελίσατο· ἵνα μάθης, ὅτι καὶ ὁ ᾿Αβραάμ έχαιρε τούτῳ τῷ τρόπῳ τῆς δικαιώσεως, καὶ ἐπέθει τοῦτο ἐκβῆναι. Ωστε οἱ ἐκ πίστεως, εὐλογοῦνται σὺν τῷ πιο στῷ ᾿Αβραάμ. ο Ἐπειδὴ ἐταράττοντο, μήποτε ὦσιν ἐπικατάρατοι, ὡς μὴ ἐμμένοντες τῷ νόμῳ (ἐγέγραπτο γάρο Ἐπικατάρατος ὃς οὐκ ἐμμένει τοῖς γε γραμμένοις ἐν τῷ νόμῳ), τοὐναντίον μᾶλλον δείκνυσιν, ὅτι εὐλογημένοι εἰσὶν οἱ τὸν νόμον ἀφιέντες, καὶ τῇ πίστει προσιόντες, ὥσπερ καὶ ὁ πιστὸς Αβραὰμ ηυλόγητο. Οσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν, ὑπὸ κατάραν
col. 987–988page 18 of 39
PG 124:987ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίω τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά.» Ινα μή τις ἀντι πέσῃ λέγων, ὅτι Εἰκότως ὁ ᾿Αβραὰμ ἀπὸ πίστεως ηυλογήθη καὶ ἐδικαιώθη. διότι οὔπω τ νόμος ἦν· σὺ δὲ δεῖξόν μοι ὅτι μεθ' ὅ ἐδόθη ὁ νόμος, ἡ πίστις δι καιοὶ καὶ εὐλογημένους ποιεῖ· δείκνυσιν ὁ ἀπόστολος νῦν, οὐ μόνον ὅτι δικαιοῖ ἡ πίστις καὶ εὐλογεῖ, ἀλλ' ὅτι καὶ ὁ νόμος, ἁμαρτίας και κατάρας αίτιος γίνεται· οὐδεὶς γὰρ ποιεῖν δύναται τὰ γεγραμμένα ἐν τῷ νόμῳ· ὁ δὲ μὴ ποιῶν, ἐπικατάρατος. Ὥστε τῆς πίστεώς ἐστι τὸ εὐλογεῖν, καὶ μάτην ὑμεῖς φυ βεῖσθε μήποτε ἐπικατάρατοι γένησθε ἀποστάντες τοῦ νόμου. Μᾶλλον γὰρ χρώμενοι αὐτῷ ὑπὸ κατάραν ἐστὲ, ὡς μὴ δυνάμενοι πληροῦν αὐτόν. εἰσί. Γέγραπται γάρ· Επικατάρατος πᾶς ὃς οὐκ ῞Οτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιούται παρὰ τῷ Θεῷ, δῆλον, ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται. Ο δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλ' ὁ ποιήσας αὐτὰ ἄνθρωπος, ζήσεται ἐν αὐτοῖς. Ὁ Δείξας ὅτι ὁ νόμος ἐπικαταράτου, ποιεῖ, ἡ δὲ πίστις εὐλογεῖ, νῦν δεί κνυσιν ὅτι καὶ ἡ πίστις μόνη δικαιοῖ, καὶ οὐχ ὁ νό μας, καὶ παράγει τον 'Αακούμ λέγοντα, ότι Εκ πίστεως ζήσεται ὁ δίκαιος,» καὶ οὐκ ἀπὸ νόμου. Ο γὰρ νόμος, οὐ μόνην πίστιν ἀπαιτεῖ, ἀλλὰ καὶ ἔργα. Καλῶς δὲ εἶπε, «Παρὰ τῷ Θεῷ.» Παρά γὰρ τοῖς ἀνθρώποις, δίκαιοι ἴσως δοκοῦσιν οἱ τοῦ νόμου ἐχόμενοι, οἷοι οι Φαρισαῖοι, οἱ δικαιοῦντες ἑαυτοὺς ἔμπροσθεν τῶν ἀνθρώπων. Ἐπεὶ οὖν ὁ νέο μος διὰ τὸ δυσκατόρθωτο, οὔτε ἐδικαίου, καὶ ὑπὸ κατάραν ἐποίει, ἦλθεν ἡ χάρις ῥᾳδίαν ὁδὸν δεικνύουσα τὴν πίστιν, δι' ἧς δικαιούμενοι εὐλογούμεθα. Ιδού τοίνυν ἀποδέδεικται, ὅτι οὐ μόνον πρὸ τοῦ νόμου, ηὐλέγει καὶ ἐδικαίου ἡ πίστις, ἀλλὰ μᾶλλον καὶ μετὰ τὸν νόμον. Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Γέγραπται γάρ· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύο λου.» Ινα μή τις αντείπῃ, λέγων, ὅτι ᾿Αληθώς μὲν ὁ μὴ ποιῶν τὸν νόμον ἐπικατάρατος, καὶ ὅτι ἡ πίστις δικαιοῖ· πόθεν δὲ δῆλον, ὅτι ἡ κατάρα ἐκείνη ἀνῄρηται; Δεδοίκαμεν γὰρ μήπως ὡς ὑπὸ τὸν ζυγὸν τοῦ νόμου ἅπαξ γενόμενοι, ὑπὸ τὴν κα τάραν ἔτι ὦμεν καὶ αὐτοί· δείκνυσιν οὖν, ὅτι λέ λυται ή κατάρα διὰ Χριστοῦ· Δοὺς γὰρ τιμὴν τὸ τι οὐδέπω 0. αὐτὸς γενέσθαι κατάρα, ἐξηγόρασεν ἡμᾶς ἀπὸ τῆς τοῦ νόμου κατάρας, ἦν αὐτὸς μὲν ἐξέφυγεν, ἅτε τὸν νόμον πληρώσας· ἡμεῖς δὲ ὑπεύθυνοι ταύτῃ ἡμεν, μὴ δυνάμενοι τελέσαι αὐτόν· οἷον ἂν εἴ τινα κατα δικασθέντα ἀποθανεῖν, ἕτερός τις ἀνεύθυνος ἐξέλοιτο τοῦ θανάτου, ἑλόμενος αὐτὸς θανεῖν ὑπὲρ ἐκείνου, Ἐδέξατο οὖν κατάραν τὴν ἀπὸ τοῦ κρεμασθῆναι, καὶ ἔλυσε κατάραν τὴν ἀπὸ τοῦ μὴ πληροῦν τὸν νό μον ἡμῖν ἐπικειμένην, αὐτὸς μὴ ὑποκείμενος ταύτη. Τόν τε γὰρ νόμον ἐπλήρωσε, καὶ ἁμαρτίαν οὐκ ἐποίησεν.
col. 989–990page 19 of 39
PG 124:989Ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ ᾿Αβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ.» Διὰ τοῦτο, φησί, κατάρα γέν γονεν ἐκεῖνος, ο ἵνα εἰς τὰ ἔθνη, ο τουτέστι, τοὺς μὴ τῷ νόμῳ χρωμένους, ι ἡ εὐλογία τοῦ ᾿Αβραάμ,» τουτέστιν, ἡ ἐκ πίστεως, ο γένηται ἐν Χριστῷ Ἰησοῦ,» τουτέστι, τῷ σπέρματι τοῦ ᾿Αβραάμ καθὼς καὶ γέγραπται, ὅτι «Ἐν τῷ σπέρματί σου ευλογηθήσονται, ν τουτέστιν, ἐν Χριστῷ, τῷ ἐκ σοῦ γενομένῳ κατὰ σάρκα, πιστεύοντες δηλαδὴ εἰς αὐτ τόν. Ἵνα τὴν ἐπαγγελίαν τοῦ Πνεύματος λάβωμεν διὰ τῆς πίστεως.» Διὰ τοῦτο, φησίν, ηυλόγηται τὰ ἔθνη, ἵνα καὶ τὸ Πνεῦμα λάδωσι διὰ τῆς πίστεως. Ἐπειδὴ γὰρ οὐκ ἦν δέξασθαι τὸ Πνεῦμα τοὺς ἔτι ὑπὸ κατάραν ὄντας, εὐλογοῦνται, λυθείσης τῆς και τάρας ὑπὸ Χριστοῦ· καὶ τότε διὰ τῆς πίστεως δι καιωθέντες, δέχονται τὴν ἐπαγγελίαν τοῦ Πνεύματος· ἃ γὰρ ἐπηγγείλατο ὁ Θεὸς τῷ ᾿Αβραάμ, πνευ ματικὰ νοεῖ εἶναι ὁ Παῦλος· & δηλαδὴ νῦν ἡμῖν ἐδόθησαν, ἥ τε εὐλογία καὶ τἆλλα. Αδελφοί, κατὰ ἄνθρωπον λέγω. ο 'Ανωτέρω ἀνοήτους καλέσας, νῦν ἀδελφοὺς λέγει· ἐκεῖνο μὲν, στύφων· τοῦτο δὲ παραμυθούμενος. ἀνθρώπινον, φησὶν, ὑπόδειγμα μέλλω ὑμῖν παραγαγεῖν. Ομως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς 15-17. ἀθετεῖ, ἢ ἐπιδιατάσσεται. Τῷ δὲ ᾽Αβραὰμ ἐδόθησαν το αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει, Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνὸς, Καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός. Τοῦτο δὲ λέγω. Διαθήκην προκεκυρωμένην ὑπὸ Θεοῦ εἰς Χριστόν, ὁ μετὰ τριακόσια καὶ τριάκοντα ἔτη γε γονὼς νόμος οὐκ ἀκυροί, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν.» Τοῦτο βούλεται δεῖξαι, ὅτι ἡ πίστις, › διαθήκη ἐστὶν ἀρχαιοτέρα τοῦ νόμου, καὶ ὅτι οὐκ ἂν δίκαιον εἴη προτιμηθῆναι αὐτῆς τὸν νόμον. Διδ καὶ τὸ ὑπόδειγμα τέθεικεν. Ἐὰν γὰρ ἄνθρωπος, φησί, διάθηται, μὴ τολμᾷ τις μετὰ ταῦτα ἐλθὼν ἀνατρέψαι ἢ ἐπιδιατάξασθαι, τουτέστι, προσθεῖναι τι; Οὐκοῦν μᾶλλον ἐπὶ τοῦ Θεοῦ. Καὶ γὰρ ὁ Θεὸς διαθήκην ἐποίησε πρὸς τὸν ᾿Αβραάμ, ἵνα ἐν τῷ σπέρματι αὐτοῦ εὐλογηθῶσι τὰ ἔθνη. Τὸ δὲ σπέρμα αὐτοῦ ὁ Χριστός. Οὐ γὰρ εἶπε, Τοῖς σπέρμασιν, ἵνα μὴ νομίσῃς τοὺς ἀπ' αὐτοῦ καταγομένους Ἰουδαίους καὶ Ισμαηλίτας· ἀλλὰ, Τῷ σπέρ ματι, ο ἐνικῶς· ὅπερ ἐστὶν, ὡς εἴρηται, ὁ Χριστός. Πῶς οὖν ταύτην την διαθήκην, καὶ συμφωνίαν, καὶ ἐπαγγελίαν δύναται ἀκυρῶται ὁ νόμος, ἵνα μὴ ἐν τῷ Χριστῷ εὐλογηθῶσι τὰ ἔθνη, ἀλλ᾽ ἐν ταῖς νομικαῖς ἐντολαῖ;; Τοῦτο γὰρ οὐδὲν ἄλλο ἐστὶν, ἢ καταργεῖσθαι τὴν ἐπαγγελίαν· ὅπερ ἄτοπον. «Εἰ γὰρ ἐκ τοῦ νόμου ἡ κληρονομία, οὐκ ἔστιν ἐξ ἐπαγγελίας. Τῷ δὲ ᾽Αβραὰμ δι' ἐπαγγελίας κει χάρισται ὁ Θεός.» Εἰ ὁ νόμος, φησί, χαρίζεται τὰς εὐλογίας, καὶ ζωῆς καὶ δικαιοσύνης κληρονόμους ποιεῖ, λοιπὸν ἡ ἐπαγγελία ἐκείνη ἡ πρὸς τὸν ἐῤῥήθησαν …. το τοῦτον ο. το φυή στις 10.
col. 991–992page 20 of 39
PG 124:991᾿Αβραάμ, ἄχυρός ἐστι καὶ ἐκβέβληται. Αλλ' οὐκ ἂν ἔχοι τοῦτο λόγον· ματαγενέστερος γὰρ ἂν ὁ νό μας, πῶς ἀκυρώσει την προτέραν διαθήκην; Με σπεῦδε δὲ πᾶν τὸ ὑπόδειγμα εἰς τὸ προκείμενον έλ κύσαι. Διὰ τοῦτο γὰρ καὶ αὐτὸς εἶπε· • Κατὰ ἄν θρωπον λέγω· ν τουτέστιν, Ανθρώπινον ὑπόδειγμα παράγω. Ωστε εἰ μὴ δυνηθῇ πρὸς τὰ θεῖα ἐξισωθῆναι, οὐδὲν καινόν. «Τί οὖν; Ο νόμος, τῶν παραβάσεων χάριν προσ ετέθη; • Επειδὴ τὴν πίστιν ἐπῆρε, καὶ πρεσο τέραν ἔδειξεν, ἀνέκυπτεν ἀντίθεσις· Τίνος οὖν ἕνεκεν ὁ νόμος ἐδόθη, εἰ ἡ πίστις πρεσβυτέρα ἦν, καὶ τὰς εὐλογίας αὕτη ἐδίδου; Φησὶ τοίνυν, ὅτι οὐκ εἶχε, ἀλλὰ τῶν παραβάσεων χάριν, ἵνα ἀντὶ χαλινοῦ εἴη τοῖς Ἰουδαίοις, κωλύων παραβαίνειν τινὰς γοῦν τῶν ἐντολῶν, εἰ μὴ καὶ πάσας. Καλῶς δὲ τὸ, ο Προς. Ο 17 ἐπάρει οι το ἔχειν ο. ετέθη· ο ἵνα δείξῃ τὸν νόμον μὴ προηγουμένως του θέντα, ὥσπερ αἱ ἐπαγγελίαι, ἀλλ᾽ οἷον παρατεθέντα διὰ τὰς πολλὰς παραβάσεις, ἵνα κἂν ὀλίγας κωλύῃ. Αχρις οὗ ἦλθε τὸ σπέρμα ᾧ ἐπήγγελται. ο Αλλ' ὅμως οὐκ εἰς ἀπέραντον ἐξόθη ὁ νόμος, ἀλλ' ἄχρις οὗ ἔλθῃ ὁ Χριστὸς, ᾧ ἐπήγγελται τὸ εὐλογεῖσθαι ἐν αὐτῷ τὰ ἔθνη. Εἰ τοίνυν μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας δέδοται, τί περαιτέρω ἔλκεις αὐτόν; Διαταγείς δι' ἀγγέλων ἐν χειρὶ μεσίτου.» Εδό θη, φησίν, ὁ νόμος, διακονηθεὶς διὰ μέσων ἀγγέ λων, ἢ τῶν ἱερέων, ἢ ὄντως ἀγγέλων. Καὶ γὰρ καὶ πρὸς τὰς σάλπιγγας ἐκείνας, καὶ τὰς βροντὰς, καὶ τὰ δείγματα, ἄγγελοι διηκόνουν. «Ἐν χειρὶ μεσίτου, ο τουτέστι, Χριστοῦ. Δείκνυσι γὰρ ὅτι καὶ τὸν νόμον ὁ Χριστὸς δέδωκεν· ὥστε καὶ τοῦ ἀνελεῖν αὐτὸν αὐτ τός ἐστι κύριος. Ο δὲ μεσίτης, ἑνὸς οὐκ ἔστιν· ὁ δὲ Θεὸς εἰς ἐστιν.» Ωστε καὶ ὁ Χριστὸς δύο τινῶν ἐστι μεσίτης, Θεοῦ δηλαδὴ καὶ ἀνθρώπων. Ἐμεσίτευσε γάρ ἀμφοτέροις, εἰρήνην ποιήσας, καὶ τὸν πόλεμον λύ σας, ὃς ἦν τοῖς ἀνθρώποις πρὸς Θεόν. Αφ' οὗ γὰρ ἤνωσεν ἑαυτῷ τὴν ἀνθρωπίνην φύσιν, ἔκτοτε τὴν εἰρήνην ἐποίησε, τῇ θείᾳ φύσει τὴν ἐχθρὰν διὰ τῆς ἁμαρτίας σάρκα παραδόξως ανακεράσας. Ωστε ἐπεὶ μεσίτης καὶ διαλλακτὴς αὐτός ἐστιν, εἴδηλον ὡς αὐτὸς σώζει, καὶ οὐχ ὁ νόμος. Ο οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ; Μὴ γένοιτο.» Εἰ αἱ μὲν ἐπαγγελίαι ηυλόγουν, ὁ δὲ νόμος κατάραν εἰσάγει "· πρόδηλον, ὅτι ἐὰν παρα δεξώμεθα αὐτὸν, ὡς τὸ κῦρος ἔχοντα 18, λύει τὰς ἐπαγγελίας τοῦ Θεοῦ, τὰς τὴν εὐλογίαν διδούσας. 'Αλλὰ μὴ γένοιτο. "Ακουε δὲ καὶ τῶν ἑξῆς. Εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζωοποιῆσαι, δι τως ἂν ἐκ τοῦ νόμου ἦν ἡ δικαιοσύνη.» Τότε, φησ σὶν, ὁ νόμος ἐπικρατέστερος ἂν ἦν τῆς πίστεως, καὶ εὐλόγει, καὶ ἐδικαίου τὸν ἄνθρωπον, εἰ ζωοποιῆσαι ἠδύνατο καὶ σῶσαι. Νῦν δὲ μᾶλλον ἀποκτιννύει, καθ' δ οὐ δύναται ἁμαρτιῶν ἐλευθερῶσα:. Πῶς οὖν ἐπι
col. 993–994page 21 of 39
PG 124:993κρατήσει τῆς πίστεως τῆς δυναμένης ζωοποιεῖν διὰ τοῦ βαπτίσματος, καὶ εὐλογούσης καὶ δικαιούσης; ᾿Αλλὰ συνέκλεισεν ἡ Γραφὴ τὰ πάντα " ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χρι στοῦ δοθῇ τοῖς πιστεύουσιν.» Ο νόμος, φησίν, οὐκ ἴσχυεν ἀπαλλάξαι ἁμαρτιῶν, ἀλλὰ πρὸς τοῦτο συν ήργησε, πρὸς τὸ συγκλείσαι τοὺς ἀνθρώπους ὑπὸ ἁμαρτίαν· τουτέστι, δεῖξαι αὐτοὺς ἁμαρτάνοντας, καὶ συνωθῆσαι ἵνα τῆς ἀφέσεως ἐπιθυμήσωσι, καὶ προσδράμωσι τῷ ταύτην δυναμένῳ παρασχεῖν Χρι στῷ 10. Ἐπειδὴ γὰρ οἱ Ἰουδαῖοι, μὴ αἰσθανόμενοι τῶν ἁμαρτημάτων, οὐδὲ τῆς ἀφέσεως ἐπεθύμεν δέδωκε τὸν νόμον συγκλείοντα αὐτούς· ὅ ἐστι, στενοχωροῦντά καὶ ἄγχοντα τοῖς ἐλέγχοις, καὶ δεικνύντα ἁμαρτωλούς, καὶ συνωθοῦντα εἰς τὸ ζητῆσαι τὸν τρόπον, δι' οὗ δυνατὸν συγχωρηθῆναι· ὁ δέ ἐστιν ἡ εἰς Χριστὸν πίστις, δι' ἧς εὐλογούμεθα καὶ δι καιούμεθα 81. Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα, συγκεκλεισμένοι εἰς τὴν πίστιν τὴν μέλ λουσαν ἀποκαλυφθῆναι. • Ο νόμος, φησὶν, πολλὴν ἀσφάλειαν παρείχε τοῖς ὑπ' αὐτὸν οὔτι καὶ φρου ρουμένοις, τῶν πλειόνων ἀπείργων ἁμαρτημάτων, καὶ οἷόν τι τεῖχος ὢν, καὶ συγκλείων τοὺς ἀνθρώπους καὶ συναγαγὼν 83 εἰς τὴν πίστιν. Πῶ;; Ελέγχων γὰρ τὰς ἁμαρτίας 68, καὶ μὴ δυνάμενος τούτων ἐλευθερῶσαι, ἐξ ἀνάγκης ὑπεδείκνυε τὴν πίστιν δι καιοῦσαν, ἥτις ἦν μὲν καὶ πάλαι κρυπτομένη, ὕστερον δὲ ἀπεκαλύφθη, ὅτε καὶ ὁ Θεὸς ἐφανερώθη ἐν σαρκί. Ωστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστὸν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν.» Ὥσπερ γὰρ ὁ παιδαγωγός πάσης κακίας ἀπαλλάττει τὸν νέον, καὶ τὰ μαθήματα παρὰ τοῦ διδασκάλου δέχε σθαι μετά πάσης ἐπιμελείας καὶ προσοχῆς παρα σκευάζει· οὕτω καὶ ὁ νόμος ἀρετὴν τε σύμμετρον ἐπαίδευε τοὺς ὑπ' αὐτὸν, καὶ πρὸς τὸν Χριστὸν, ὅς ἐστιν ὁ διδάσκαλος, ἀπῆγε, διὰ τοῦ ἐλέγχειν καὶ ἀποδεικνύναι τὰ ἁμαρτήματα προθυμοτέρους ποιῶν εἰς τὸ ζητῆσαι τὸν τὴν ἄφεσιν διδόντα, καὶ δικαιούν τα ἐκ πίστεως. Αἰσχυνέσθωσαν οὖν οἱ τὸν νόμον διαβάλλοντες. Οὔτε γὰρ ὁ παιδαγωγὸς ἐναντιοῦται τῷ διδασκάλῳ, οὔτε ὁ νόμος τῇ Καινῇ ἐναντίος. Ἐλθούσης δὲ τῆς πίστεως, οὐκέτι ὑπὸ παιδ αγωγόν εσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε, διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ.» Ελθούσης, φησί, τῆς πίστεως, τῆς τέλειον ἄνδρα ποιούσης, οὐκ ἂν ἔτι εἴημεν ὑπὸ παιδαγωγὴν οἱ τελειωθέντες δι' αὐτῆς, καὶ τὴν νηπιότητα ὑπερβάντες. Οτι γὰρ τέλειοι ἄνδρες ἐσμὲν ἐκ πίστεως, δῆλον ἐξ οὗ καὶ υἱοὶ Θεοῦ ἐσμεν διὰ τῆς ἐν Χριστῷ πίστεως· οὕτω γὰρ ἡ σύ ταξις. Πάντως δὲ ὁ ἀξιωθεὶς υἱὸς Θεοῦ γενέσθαι, οὐκ ἀτελῆς, οὐδὲ νήπιος. Ὥστε γελοίον 85 τὸν ἄνδρας γενομένους, τῷ παιδαγωγῷ νόμῳ ὑποτάσσεσθαι * τοὺς πάντας Ο. 80 Θεῷ 0. ει δικαιούμενοι 0. 83 συνωθῶν 0. 88 ἐλέγχων δὲ τοὺς ἁμαρτάνοντας, με δυνάμενος δὲ τούτους τῶν ἁμαρτιῶν ἐλευθερῶται ο. οι πρὸς τὸν διδάσκαλον, ὅς ἐστιν ὁ Χριστός 1.
col. 995–996page 22 of 39
PG 124:995ὥσπερ καὶ τὸ, ἡμέρας φανείσης μὴ τὸν ἥλιον ὁρᾷν, ἀλλὰ τὸν λύχνον. Ορα δὲ, πῶς ἀνωτέρω μὲν ἔδειξε τὴν πίστιν υἱοὺς ποιοῦσαν ᾿Αβραάμ, νῦν δὲ υἱοὺς Θεοῦ· οὕτω μεγάλα δύναται. Οσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.» Κατασκευάζει πως υἱοί ἐσμεν Θεοῦ, καί φησιν, ὅτι διὰ τοῦ βαπτίσματος. Οὐκ εἶπε δὲ, ὅτι "Οσοι ἐβαπτίσθητε, υἱοὶ Θεοῦ γεγόνατε, ὥσπερ καὶ ἡ ἀκολουθία ἀπῄτει· ἀλλὰ τὸ πολὺ φρικωδέστερον, ὅτι ο Χριστὸν ἐνεδύσασθε.» Εἰ γὰρ Χρισ στὸν τὸν Υἱὸν τοῦ Θεοῦ ἐνδεδύμεθα, καὶ πρὸς αὐτὸν ἐφωμοιώθημεν ἀφ.)· εἰς μίαν συγγένειαν καὶ μίαν ἰδέαν ἤχθημεν, χάριτι γεγονότες ὅπερ ἐκεῖν; ἐστι φύσει. Οὐκ ἔνι Ἰουδαῖος, οὐδὲ Ἕλλην· οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος· οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς ἐστε εἷς ἐν Χριστῷ Ἰησοῦ.» Εκαστος, φησί, τῶν βαπτιζομένων ἀπεβάλετο μὲν τὰ φυσικὰ ἰδιώ ματα 8. ἕνα δὲ τύπον καὶ μίαν μορφήν πάντες ἀνα έλαβον, οὐκ ἀγγέλου, ἀλλ' αὐτοῦ τοῦ Δεσπότου, ἐν ἑαυτοῖς δεικνύντες τὸν Χριστόν. Ὥστε καὶ εἰς ἐσμεν πάντες ἐν Χριστῷ Ἰησοῦ· τουτέστι, καθὸ μίαν μορ φὴν τὴν τοῦ Χριστοῦ ἐπικειμένην ἔχομεν ἢ καὶ καθὸ ἓν σῶμά ἐσμεν, μίαν κεφαλὴν ἔχομεν ε' τὸν Χριστόν. Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ ᾿Αβραὰμ σπέρμα ἐστὶ, καὶ κατ' ἐπαγγελίαν κληρονόμοι.» Επειδή ἔμπροσθεν εἶπεν, ὅτι σπέρμα τοῦ Ἀβραάμ, ἐν ᾧ εὐλογοῦνται τὰ ἔθνη, ὁ Χριστός ἐστιν, ᾧ δὴ καὶ ἐδό θησαν αἱ ἐπαγγελίαι· ἀπέδειξε δὲ ὅτι Καὶ ὑμεῖς τὴν μορφὴν τοῦ Χριστοῦ ἔχετε· συμπεραίνει νῦν, ὅτι "Αρα καὶ ὑμεῖς σπέρμα τοῦ ᾿Αβραάμ ἐστε, καὶ λοι τὸν καὶ κληρονόμοι τῆς ἐπηγγελμένης εὐλογίας. Πῶς οὖν τῷ νόμῳ προσέχετε οἱ εὐλογηθέντες διὰ τοῦ Χριστὸν ἐνδύσασθαι καὶ ὁμοιωθῆναι αὐτῷ, καὶ ἐν τεῦθεν γενέσθαι σπέρμα Αβραάμ; ΚΕΦΑΛ. Δ'. 4 Λέγω δέ· Εφ' ὅσον χρόνον ὁ κληρονόμος να πιός ἐστιν, οὐ διαφέρει δούλου, κύριος πάντων ὧν, ἀλλ' ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους, ἄχρι τῆς προ θεσμίας τοῦ πατρός.» Τουτέστιν, ὥρισεν αὐτὸν ὁ πατὴρ μηδὲν διοικείν, ἄχρι τῆς νομίμου ἡλικίας, καὶ δεῖ στέργειν. Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στα χεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι.» Νήπιοι, οὐ τῇ ἡλικίᾳ, ἀλλὰ τῇ περὶ Θεοῦ γνώσει. Στοιχεῖα δὲ τοῦ κόσμου, τὰς νουμηνίας καὶ τὰ Σάββατα λέγει· αὗται γὰρ αἱ ἡμέραι ἀπὸ δρόμου σελήνης καὶ ἡλίου ἡμῖν γίν νονται. Ωστε καὶ οἱ νῦν ἡμᾶς ὑπὸ τὸν νόμον ἄγον τες, νηπίους ποιοῦσι, καὶ ὑπὸ τὰ στοιχεῖα τοῦ κόσ σμου, καίτοι ἄνδρας γενομένους καὶ τελείους, καὶ υἱοὺς Θεοῦ, καὶ οἰκοδεσπότας, καὶ κυρίους. Μανθάν νομεν δὲ, ὅτι ὁ μὲν Θεὸ; τὴν υἱοθεσίαν (αὕτη γὰρ ἡ κληρονομία) ἐξ ἀρχῆς ἠβούλετο δοῦναι, ἀλλ' ἡ νιτιά κι τὴν φυσικὴν ἰδιότητα 0. 8' ἔχοντες αὐτὸν ο.
col. 997–998page 23 of 39
PG 124:997της ἡμῶν ἐκώλυε Βουλόμενος δὲ πάνυ καθελεῖν τὸν νόμον, οὐκ εἶπεν, ὅτι Ταῖς ἡμέραις ἦμεν δεδουλωμένοι, ἀλλ', ο Ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου,» ἵνα ἐντρέψῃ μᾶλλον τοὺς 60 καὶ ἔτι τῷ νόμῳ πείθοντας προσέχειν. Μὴ ταραχθῇς δὲ εἴ γε ἐκ τοῦ ἀκολούθου ἐπίτροποι καὶ οἰκονόμοι νοοῦνται τὰ στοιχεῖα. Πρῶτον μὲν γὰρ τὸν νόμον ὀφείλεις 50 ἐπίτροπον νοεῖν, ὥσπερ καὶ παιδαγωγόν, οὐχὶ ταῦτα· ἔπειτα της νουμηνίας, καὶ τὰ Σάββατα, στοιχεία εἶπεν. 'Αλλως τε, καὶ διὰ τὸ ἐκ περιουσίας ἀποστῆσαι τοῦ νόμου, καὶ ἐντρέψαι αὐτούς, τοῦτο οὕτως εἶπεν, ὥστ περ καὶ προϊὼν ἔτι μᾶλλον δείξει. Τινὲς δὲ στοιχεῖα, τὴν στοιχειώδη καὶ εἰσαγωγικὸν νόμον ἐνόησαν. ῞Οτε δὲ ἔλθῃ τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.» Τέως μὲν οὖν νήπιοι ὄντες ὑπὸ νουμηνίας ἦμεν καὶ Σάββατα ὅτε δὲ ἦλθεν ὁ ὡρισμένος καιρὸς τῆς σαρκώσεως τοῦ Χριστοῦ, ὅτε πᾶν εἶδος κακίας οι διεξελθοῦσα ἡ φύσ σις ἡ ἀνθρωπίνη ἐδεῖτο θεραπείας, «ἐξαπέστειλε τὸν Υἱὸν αὐτοῦ ὁ Θεὸς» (τουτέστιν, ηὐδόκησεν ἐλθεῖν) «γενόμενον, ο οὐκ εἶπε διὰ γυναικός, ἵνα μὴ πάρε οδον εὕρωσιν οἱ λέγοντες, ὡς διὰ σωλήνος τῆς Παρ θένου διελθεῖν τὸν Κύριον κατά φαντασίαν πάντως ἀλλ', ο Εκ γυναικός· η τουτέστιν, ἐκ τῆς οὐσίας αὐτῆς σῶμα λαβόντα, καὶ καρπὸν ὄντα τῆς κοιλίας αὐτῆς. Ἐγένετο δὲ ὑπὸ νόμον, περιτμηθεὶς καὶ τε λέσας πάντα, ἵν᾿ ἐκτὸς τῆς κατάρας γενόμενος, ἡμᾶς ἐξαγοράσῃ. Δύο δὲ κατορθώματά φησι τῆς σαρ χώσεως τοῦ Χριστοῦ· τό τε ἐξαγοράσαι ἡμᾶς ἐκ τῆς τοῦ νόμου κατάρας, καὶ τὸ ἀποδοῦναι τὴν υἱοθεσίαν. Απολάβωμεν, δὲ, εἶπε, δεικνὺς ἄνωθεν καὶ ἐξ ἐπαγγελίας ὀφειλομένην ταύτην ἡμῖν, εἰ καὶ μὴ ἐδί δοτο διὰ τὴν νηπιότητα. Καὶ γὰρ καὶ ἡ ἐπαγγελθείσα τῷ ᾽Αβραὰμ κληρονομία, ή υἱοθεσία ἦν. Ὁ γὰρ υἱὸς κληρονομεί. ῞Οτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦ μα τοῦ Υἱοῦ αὐτοῦ ἐν ταῖς καρδίαις ὑμῶν, κράζον ᾿Αββὰ ὁ Πατήρ. Ωστε οὐκέτι εἰ δοῦλος, ἀλλὰ υἱός εἰ δὲ υἱὸς, καὶ κληρονόμος· κληρονόμος μὲν Θεοῦ, συγκληρονόμος δὲ Χριστοῦ. › Πόθεν, φησί, δῆλον ὅτι υἱοθεσίας ἠξιώθημεν; Απέδειξε μὲν αὐτὸ καὶ πρότερον, ὅτε ἔδειξεν ἡμᾶς Χριστὸν ἐνδεδυμένους, ὅς ἐστιν Υἱός· δείκνυσι δὲ καὶ νῦν, ἐκ τοῦ τὸ Πνεῦμα ἡμᾶς λαβεῖν, ὅ παρασκευάζει ἡμᾶς Πατέρα καλεῖν τὸν Θεὸν, τῶν καρδιῶν ἡμῶν ἀπτόμενον ἐνθέω; καὶ καινοπρεπώς. Τοῦτο δὲ οὐκ ἂν ἐγένετο, εἰ μὴ υἱοθεσίας ἠξιώθημεν. Ὥστε ἐπεὶ υἱοὶ ἐσμεν καὶ κληρονόμοι οὐ τῶν τυχόντων πραγμάτων, ἀλλὰ τῶν τοῦ Θεοῦ, καὶ συμμερισταὶ τοῦ Μονογενοῦς, τί πάλιν 4 δοῦλοι γινόμεθα, καὶ ἀθετοῦμεν τὴν υἱοθετήσασαν ἡμᾶς πίστιν, τῷ νόμῳ προσέχοντε;; Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεὸν, ἐδουλεύσατε σε ενεπόδιζε ο. 68 αὐτοὺς πι. οι έφείλομεν ο. οι πλάνης ο. θα τοίνυν Οι
col. 999–1000page 24 of 39
PG 124:999τοῖς μὴ φύσει οὖσι θεοῖς. Ενταῦθα πρὸς τοὺς ἐξ ἐθνῶν πιστεύσαντας ἀποτείνεται δεικνὺς ὅτι καὶ εἰ δωλολατρεία ἐστὶν ἡ τῶν ἡμερῶν παρατήρησις, καὶ μεῖζον ἢ πάλαι ἁμαρτάνουσι. Πάλαι μὲν, φησίν, οὐκ ᾔδειτε τὸν Θεὸν, ἅτε ἐσκοτισμένοι καὶ πεπλανημένοι καὶ διὰ τοῦτο ἐδουλεύετε ἡλίῳ καὶ σελήνῃ, ἅτινα οὐ φύσει εἰσὶ θεοί· νῦν δὲ μετὰ τὴν τῆς ἀληθείας ἐπί γνωσιν, ἐὰν ἡμέρας παρατηρήσθε, οὐδὲν ἄλλο ἢ στοι χείοις λατρεύετε, καὶ χεῖρον τὸ ἀσέβημα. Νῦν δὲ γνόντες Θεόν, μᾶλλον δὲ γνωσθέντε; ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχά στοιχεία, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε; Νῦν δέ, φησίν, ἔγνωτε Θεὸν, μᾶλλον δὲ οὐχ ὑμεῖς τὸν Θεὸν οἰκείῳ πόνῳ εὕρετε καὶ ἐπέγνωτε (οὐδὲ γὰρ, οὐδὲ ἐζητήσατε ὅλως), ἀλλ' αὐτὸς ὑμᾶς ἐν σκότῳ βα θεῖ διάγοντας ἐζήτησε καὶ Προσελάβετο. Το γάρ, Γνωσθέντες, ο ἀντὶ τοῦ, Προσληφθέντες ὑπὸ Θεοῦ. Πῶς οὖν ἐπιστρέφετε ο πάλιν ἐπὶ τὰ πτωχὰ καὶ ἀσθενῆ στοιχεῖα; Τουτέστι, τὰ μηδεμίαν δύναμιν έχοντα πρὸς " τὰ προκείμενα ἀγαθὰ, μηδὲ ἰσχύοντα πνευματικῶς ὠφελῆσαι; "Αμα δὲ καὶ ὡς ἐστερημένα νοῦ, καὶ αἰσθήσεως, καὶ ζωῆς, πτωχὰ ταῦτα καλεί καὶ ἀσθενῆ, κἂν Ἕλληνες ἀπαρέσκωνται. Οἱ μὲν οὖν ψευδαπόστολοι, ὡς τοῦ νόμου ἐκδικηταί, τὰς τῶν ἡμερῶν παρατηρήσεις εἰσῆγον· αὐτὸς δὲ σοφώτατα εἰδωλολατρείαν τὸ πρᾶγμα καλεῖ, ἦν καὶ αὐτὸς ὁ νόμος ἀπαγορεύει. Ωστε καὶ τῷ νόμῳ ἐναντίαι οἱ ταῦτα διδάσκοντες. Ημέρας παρατηρεῖσθε, καὶ μῆνας, καὶ καιρούς, καὶ ἐνιαυτού;. ν Ἐκ τούτων δῆλον, ὅτι οὐ μόνον περιο τομὴν ἐκήρυττον οἱ ψευδαπόστολοι, ἀλλὰ καὶ τὰς ἑορτάς, καὶ τὰς νουμηνίας. Φοβοῦμαι μήπως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς. Ορα σπλάγχνα· ἐκεῖνοι σαλεύονται, καὶ Παῦλος φο βεῖται. Τὸ δὲ, «Μήπως, ο δηλοῖ ἔτι αὐτοὺς περιύν τας, καὶ μήπω τέλεον ναυαγήσαντας· καὶ δίδωσιν αὐτοῖς ἐλπίδα, ὅτι εἰ θελήσαιεν ἀνανῆψαι, οὐκ εἰκῇ ὁ εἰς αὐτοὺς γεγένηται πόνος ὡσανεὶ οὖν λέγε αὐτοῖς· Μνήσθητε τῶν ἐμῶν εἰς ὑμᾶς ἱδρώτων, καὶ μὴ ματαιώσατέ μου τους πόνους. Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς.» Προς τοὺς ἐξ Ἰουδαίων ταῦτά φησιν, ὅτι Μιμήσα,θέ με. Ο Καὶ γὰρ ἐγὼ σφόδρα τοῦ νόμου περιεκαιόμην, ὡς ὑμεῖς· ἀλλ' ἀφῆκα τοῦτον, καὶ νῦν τοῦ Χριστοῦ καὶ τῆς πίστεως ὑπερμαχῶν τοιοῦτοι καὶ ὑμεῖς γίνεσθε. Καλῶς δὲ τοῦτο ὕστερον τέθεικεν. Οἱ γὰρ ἄνθρωποι μᾶλλον ἀπὸ τῶν ὁμογενῶν ὑποδειγμάτων Έρχονται, ἢ ἀπὸ τῶν λογισμών. Αδελφοί, δέομαι ὑμῶν, οὐδέν με ηδικήσατε. Ἐπειδὴ σφόδρα αὐτῶν καθήψατο, βούλεται τά ι μαλάξαι. Οὔτε γὰρ ἡ σφοδρὰ ἐπίπληξις λυσιτελής, οὔτ᾽ ἡ παντελής ἄνεσις. Διὸ καὶ ἀδελφοὺς αὐτούς και λεῖ, ἅμα καὶ τῆς χάριτος υπομιμνήσκων τοῦ βαπτίσματος, ἐξ ἧς πάντες ἀδελφοὶ, ὡς ἐξ ἑνὸς Πατρέ να επιστρέφεσθε ο. » εἰ; Ο. 98 κόπος 0.
col. 1001–1002page 25 of 39
PG 124:1001τοῦ Θεοῦ, γεγόναμεν. Απολογεῖται δὲ καὶ ὑπὲρ τῶν 350 ῥηθέντων, ὅτι οὐ κατὰ ἀπέχθειαν ἐλέχθησαν. Οὐδὲν γάρ με ήδικήσατε, ἵνα καὶ ἐχθρωδῶς ὑμῖν προσφέ ρωμαι, ἀλλὰ μᾶλλον καὶ μυρία τιμῆς καὶ χάριτος ἔργα ἐπεδείξασθέ μοι. Πῶς οὖν κατὰ ἀπέχθειαν εξ πον ἂν ταῦτα; ᾿Αλλὰ δηλαδή κηδόμενος ὑμῶν, καὶ ἀν τιχαρίζεσθαι μᾶλλον θέλων. Οίδατε δὲ, ὅτι δι' ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον· καὶ τὸν πειρασμὸν τὸν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε, οὐδὲ διεπτύσατε. Οἴδατε, φησὶν, ὅτι μετὰ ἀσθενείας σαρκικῆς, ταυτο ἐστι, μετὰ διωγμῶν καὶ κινδύνων εὐηγγελισάμην ὑμῖν, καὶ οὐδ' οὕτως ἀπεστράφητέ μου σ· οὐδὲ ὁ πειρασμός μου οὗτος, τουτέστιν, οἱ διωγμοί, καὶ αἱ μάστιγες, καὶ τὰ τοιαῦτα, ἐσκανδάλισεν ὑμᾶς, καὶ ἐποίησεν ἐξουθενῆσαί με καὶ διαπτύσαι. Αμα δὲ καὶ ἐντρέπει αὐτοὺς λεληθότως, δεικνὺς ὅσα ἔπαθε παρὰ τῶν ἐναντιουμένων δι' αὐτούς. Αλλ' ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν.» Οὕτω, φησί, μὲ ἐτιμήσατε, ὡς κρείττονα ἢ κατὰ ἄνθρωπον. Πῶς οὖν οὐκ ἄτοπον, τότε μὲν διωκόμενον καὶ ἐλαυνόμενον δέχεσθαι με ὡς ἄγγελον καὶ ὡς Χριστὸν, καὶ μὴ σκανδαλίζεσθαι· νῦν δὲ τὰ δέοντα συμβουλεύοντα, ὡς ἐχθρὸν λογίζεσθαι, καὶ μὴ παραδέχεσθαι; Τίς οὖν ὁ μακαρισμὸς ὑμῶν;» Διαπορεῖ καὶ ἐκπλήττεται, καί φησι· Τίς γέγονεν ὁ μακαρισμός ὑμῶν; τουτέστι, Ποῦ ἀπῆλθεν ἐκεῖνα πάντα ἐφ᾽ οἷς ἐμακαρίζεσθε παρὰ πάντων, ὡς φιλοδιδάσκαλοι; Τίς οὖν ἐστι νῦν; Εἰς τί μετεβλήθη ὁ μακαρισμός ὑμῶν ἐκεῖνος; Νῦν γὰρ οὐχ ὁρῶ τοῦτον, ὡς ὑμῶν ἐναντίως περὶ ἐμὲ διατεθέντων. Μαρτυρῶ γὰρ ὑμῖν, ὅτι εἰ δυνατόν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι. › Καὶ τῶν ὀφθαλμῶν αὐτῶν τιμιώτερόν με ἐτίθεσθε πάλαι διὰ τὸ κήρυγμα· τί οὖν γέγονεν ὅτι καὶ ὡς ἐχθρόν με νῦν ὑποπτεύετε; Ατοπον γὰρ τὸν οὕτω παρ' ὑμῶν τιμηθέντα, ἐχθρᾷ γνώμῃ ταῦτα λέγειν ὑμῖν. Ωστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν;» Αλλην, φησίν, οὐκ οἶδα ἔχθρας αἰτίαν, ἢ ὅτι τὰ ἀληθῆ ὑμῖν εἶπον, καὶ ἤλεγξα διαφθειρομένους περὶ τὰ δόγματα. Διὰ τοῦτο δὲ μᾶλλον ἔδει πλεῖόν με ἀγαπηθῆναι παρ' ὑμῶν, ὡς κηδεμόνος ἔργον ποιή σαντα. Ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλ' ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε. › Ζῆλος μέν ἐστιν ἀγαθὸς, ὅταν τις ἀρετὴν μιμηταί τινος· ζῆλος δὲ οὐ καλός, ὅταν τις σπεύδῃ ἐκβαλεῖν τῆς ἀρετῆς τὸν κατα ορθοῦντα. Οὗτοι τοίνυν σπουδάζουσιν ἐκκλεῖσαι ὑμᾶς, τουτέστιν, ἐκβαλεῖν τῆς τελειοτάτης "' ἐν Χρι στῷ καταστάσεως καὶ γνώσεως, εἰς δὲ τὴν ἐν τῷ νόμῳ ἀτελεστέραν ἐμβαλεῖν, ἵνα αὐτοὺς τιμᾶτε ὡς διδασκάλους, καὶ ζηλοῦτε καὶ μιμήσθε, ὡς μαθηταί. μου Ο. οι τελειοτέρας ο.
col. 1003–1004page 26 of 39
PG 124:1003καθηγητές είναι πρὸς τὰ τελεώτερα. "Ο δὴ καὶ ἐγέ νετο, ὅτε πρὸς ὑμᾶς ἡμην. Αινίττεται δὲ ταῦτα ἑξῆς. Ἐγὼ δὲ τοὐναντίον ἠβουλόμην ὑμᾶς αὐτοῖς καὶ πᾶσι Καλὸν δὲ τὸ ζητοῦσθαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναι με πρὸς ὑμᾶς. ο Οράς ὅτι τοῦτο αἰνίττεται, ὡς τὰ ἄρα ζηλωτοὶ ἦσαν πάσιν ἐπὶ τῇ τελειότητι, ὅτε παρὴν ὁ ᾿Απόστολος; Καὶ τοῦτο δὲ αἰνίττεται, ὅτι ἡ ἀπουσία αὐτοῦ ταῦτα εἰργάσατο. Μακάριον οὖν, φησίν, ὅταν μὴ μόνον παρ ὄντος τοῦ διδασκάλου, ἀλλὰ καὶ ἀπόντος, οἱ μαθητ ταὶ τὸ δέον φρονῶσι. Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Μητέρα μιμεῖται περιτρέμουσαν τοῖς παιδίοις. Διεφθείρατε, φησί, την μορφ φήν τοῦ Χριστοῦ, ἂν εἴχετε ἐν ὑμῖν αὐτοῖς ἀπὸ τοῦ βαπτίσματος, καὶ δέεσθε πάλιν ἑτέρας ἀναγεννήσεως καὶ ἀναπλάσεως, ἵνα πάλιν ἐν ὑμῖν ἡ μορφὴ τοῦ Χριστοῦ γένηται, ὥστε ἐξ αὐτοῦ χαρακτηρίζεσθαι ὑμᾶς. Πάλιν γὰρ ὑμᾶς ὠδίνω, διὰ τῆς διδασκαλίας πάλιν ἀναγεννῶ. Οὐ γὰρ ἀπογινώσκω. Διὰ τοῦτο καὶ τεκνία καλώ, ἵνα μὴ ὑμεῖς ἀπογνῶτε. Καὶ τοῦτο δὲ κατὰ Ναυατιανῶν· τοὺς γὰρ Γαλάτας Παύλος μὲν πάλιν ὠδίνει καὶ ἀναμορφοι· ἐκεῖνοι δὲ οὐ παραδέχονται τὴν ἐκ μετανοίας διόρθωσιν. Ηθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλά ξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.» Οὐκ ἀρκοῦμα: τοῖς γράμμασιν, ἀλλ᾽ ἤθελον καὶ παρεῖναι καὶ ἀλλάξαι τὴν φωνήν μου, τουτέστιν, εἰς ὀλοφυρμοὺς καὶ θρήνους τρέψαι ταύτην. Καὶ γὰρ ἀπο ρῶ τί εἴπω περὶ ὑμῶν, πῶς οἱ οὕτως ὑψωθέντες ὥστε καὶ κινδυνεῦσαι ὑπὲρ τῆς πίστεως, καὶ σημεία τελέσα: διὰ τῆς πίστεως, νῦν εἰς τὴν νομικὴν 9 εντό λειαν περισύρεσθε. Διὰ τοῦτο οὖν ήθελον παρὼν ὑμῖν ὀλοφύρεσθαι. Όταν γὰρ ἀμηχανήσωμεν, ειώθαμεν είς δάκρυα καταφέρεσθαι. Λέγετέ μοι, οἱ ὑπὸ νόμου θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε; • Ἐπειδὴ ἱκανῶς αὐτοὺς ἐμέ. λαξε καὶ ἐπεσπάσατο, πάλιν εἰς ἀγῶνας ἐμβαίνει, δεικνὺς ὅτι αὐτὸς ὁ νόμος οὐ βούλεται ἑαυτὸν φυλάττεσθαι· καί φησιν· Αποκρίθητέ μοι. Καλῶς δὲ εἶν πε τὸ, «Θέλοντες.» Οὐ γὰρ τῆς τῶν πραγμάτων ἀκολουθίας, ἀλλὰ τῆς αὐτῶν ἀκαίρου φιλονεικίας ἦν τὸ πρᾶγμα. Νόμον δὲ λέγει τὸ τῆς γενέσεως βιβλίον ἔθο; γὰρ αὐτῷ πᾶσαν τὴν Παλαιὰν νόμον καλεῖν. Γέγραπται γάρ, ὅτι Αβραὰμ δύο υἱοὺς εἶχεν ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας.» Εἶπεν ἀνωτέρω, ὅτι «Υἱο! ἐστε Αβραάμ. ο Ἐπεὶ δὲ οὗ τῆς αὐτῆς ἀξίας ἦσαν οἱ υἱοὶ τοῦ πατριάρχου, ἀλλ' ὁ μὲν ἐκ τῆς δούλης, ὁ δὲ ἐκ τῆς ἐλευθέρας· δείκνυσι νῦν, ὅτι οὐ μόνον υἱοὶ, ἀλλὰ καὶ τοιοῦτοί έστε, οἷος ὁ ἐλεύθερος καὶ εὐγενής· οὕτως ὑμᾶς ἡ πίστις ἐξην γένησεν. οι ὅτι Οι οι κοσμικήν Ο.
col. 1005–1006page 27 of 39
PG 124:1005Αλλ' ὁ μὲν ἐκ τῆς παιδίσκης, κατὰ σάρκα γεγέννηται· ὁ δὲ ἐκ τῆς ἐλευθέρας, διὰ τῆς ἐπαγγελίας. Ο Ἐπειδὴ λέγων υἱοὺς αὐτοὺς εἶναι ᾽Αβραὰμ ἐδόκει ἀπίθανα λέγειν, εἴ γε οἱ μὴ κατὰ σάρκα ἐξ ᾿Αβραὰμ γεννηθέντες, υἱοὶ αὐτοῦ εἰσι· φησὶν, ὅτι καὶ ὁ Ἰσαὰκ ὁ οἰκειότερος υἱὸς τοῦ ᾿Αβραάμ, οὐδὲ αὐτὸς κατὰ σάρκα γεγέννηται· πῶς γὰρ τῆς φύσεως νεκρωθείσης, καὶ τῆς μήτρας πεπηρωμένης; ἀλλ' ὁ τοῦ Θεοῦ λόγος καὶ ἡ ἐπαγγελία αὐτὸν διέπλασεν. Ο δὲ | Ισμαήλ, φύσεως ἀκολουθία γεγέννηται. Τοῦτο γὰρ τὸ, 1. Κατά σάρκα, ἔστιν· ἀλλ' ὅμως ὁ μὲν κατὰ σάρ κα, δοῦλος καὶ ἀλλότριος τῆς κληρονομίας· ὁ δὲ μὴ κατὰ σάρκα, δεσπότης καὶ κληρονόμος. Τί τοίνυν τὸ κωλύον καὶ ὑμᾶς, εἰ μὴ καὶ κατὰ σάρκα γεγόνατε ἐξ ᾿Αβραάμ, υἱοὺς αὐτοῦ εἶναι; καὶ γὰρ καὶ ὑμεῖς διὰ τῶν ἐπὶ τῇ κολυμβήθρα ἐπιλεγομένων ῥημάτων διεπλάσθητε. "Ατινά ἐστιν ἀλληγορούμενα.» Τουτέστιν, ἡ μὲν ἱστορία αὕτη οὐ μόνον τοῦτο δηλοῖ, ἀλλὰ καὶ ἄλλα τινὰ ἀγορεύει· διὸ καὶ ἀλληγορία κέκληται. Τύπος γὰρ ἦσαν ἐκεῖνα τῶν παρόντων. Αὗται γάρ εἰσιν αἱ δύο διαθῆκαι· μία μὲν ἀπὸ δρους Σινᾶ εἰς δουλείαν γεννῶσα, ἥτις ἐστίν ᾿Αγαρ. Τὸ γὰρ Αγαρ Σινᾶ ὅρος ἐστὶν ἐν τῇ ᾿Αραβίᾳ· συν στοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ, δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς. — Αὗται.» Ποῖαι; Αἱ δύο γυναίκες ἀλληγοροῦνται εἰς τε τὴν Νέαν καὶ εἰς τὴν Παλαιὰν Διαθήκην. Πῶς; Ἡ μὲν ᾿Αγαρ εἰς τὴν Παλαιάν. Καὶ γὰρ ὁ νόμος ἀπὸ τοῦ Σινᾶ ὅρους ἐδόθη. Τὸ δὲ Σινᾶ ἐν ᾿Αραβία μέν ἐστιν, 'Αγαρ δὲ καλεῖται τῇ ᾿Αραβικῇ γλώσσῃ· συστοιχεῖ δὲ καὶ τῇ Ἱερουσαλήμ· τουτέ στις γειτνιάζει, ἅπτεται· ἢ ὅτι ἀπεικάζεται τῇ κάτω Ἱερουσαλήμ, καὶ ἀναλογεῖ αὐτῇ, καὶ εἰς ἐκείνην ἐκλαμβάνεται, ὡς ὁμοιότητος οὔσης ἀμφοῖν. Ωσπερ οὖν ἡ ᾿Αγαρ δούλη ἦν, καὶ εἰς δουλείαν ἐγέννα· οὕτω καὶ ὁ νόμος ὁ ἐκ τοῦ Σινᾶ ὅρους, τοῦ καλουμένου Αγαρ, καὶ πρὸς τὴν Ἱερουσαλὴμ ἀπεικαζομένου, ὡς συστοίχου ὄντος αὐτῇ καὶ ἀναλόγου, εἰς δουλείαν γεννῇ τοὺς αὐτῷ προσέχοντας. Καὶ γὰρ ἐν τῷ νόμῳ πολὺ τὸ ἀνελεύθερον καὶ δουλικόν. "Η τε γὰρ ἀρετὴ ἐπὶ μισθῷ ἐνομοθετεῖτο φθαρτῷ, τοῖς τῆς γῆς, φημί, ἀγαθοῖς· καὶ ἡ τῆς κακίας αποφυγὴ διὰ κολάσεων καὶ φόβων εἰσηγεῖτο. . Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν.» Ὁ μὲν τύπος τῆς ᾿Αγαρ ἐν τούτοις· ὅρα δὲ καὶ τὸν τῆς Σάρρας· αὕτη γὰρ τὴν ἄνω Ἱερουσαλήμ προετύπου. Εκείνη γὰρ ἡ πόλις τῶν πιστῶν, ἀφ' ἧς καὶ ὁ νόμος ἡμῖν· ἐξ οὐ ρανοῦ γὰρ τὸ Εὐαγγέλιον. Ελευθέρα δὲ ἐστιν ἐκ τῶν τοῦ νόμου παρατηρήσεων, καὶ πάντα ἐλευθέρως διατάττεται καὶ εὐγενῶς. Οὐδὲν γὰρ ἡμῖν ἐπὶ μια σθῷ ὁρατῷ κατορθοῦται, οὐδὲ κολάσεις σωματικαὶ ἐπικρέμανται ἡμῖν, ἀλλὰ καὶ αἱ ἐπαγγελίαι θειότεραι, καὶ αἱ κολάσεις εὐγενέσι πρέπουσαι, τὸ τρα πέζης μυστικῆς ἐκκλεισθῆναι, καὶ ἐπιτιμηθῆναι. Αμάδων Ο.
col. 1007–1008page 28 of 39
PG 124:1007ο παρέχει ο. Γέγραπται γάρο Ευφράνθητι, στεῖρα ἡ οὐ τίτ κτουσα· ῥῆξον καὶ βόησον, ἢ οὐκ ὠδίνουσα, ὅτι πολλά τὰ τέκνα τῆς ἐρήμου, μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. • Οὐκ ἀρκεῖται τοῖς τύποις, ἀλλὰ καὶ τὸν Ησαΐαν παράγει " μάρτυρα, στεῖραν μὲν λέγοντα καὶ ἔρημον τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν. Καὶ γὰρ ἔρη μος ἦν θείας γνώσεως, καὶ ἄτεκνος, οὐδένα προφή την Θεοῦ προενεγκοῦσα ἡ διδάσκαλον· ἔχουσαν δὲ ἄνδρα, τὴν Ἰουδαίων Συναγωγήν, ἢ ὅτι τὸν νόμον εἶχε διοικοῦντα τὰ αὐτῆς, ἢ ὅτι τὸν Θεὸν αὐτόν. Ῥῆξον» οὖν, ἀντὶ τοῦ ", Φωνὴν εὐφροσύνης ἐκλά λησον, ὅτι νῦν ἐπληρώθη σοι τὰ τέκνα, καὶ προφῆται, καὶ διδάσκαλοι, καὶ υἱοὶ Θεοῦ ἐκ σου, καὶ τὴν οἰκουμένην πᾶσαν σὺ ἐγέννησας, οὐχ ἐν ἔθνος, ὡς ἡ Ἰουδαίων Συναγωγή. Ἡμεῖς δὲ, ἀδελφοί, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα εσμέν. 'Αλλ᾿ ὥσπερ τότε ὁ κατὰ σάρκα γεν νηθεὶς ἐδίωκε τὸν κατὰ πνεῦμα, οὕτω καὶ νῦν.» Ἡ Ἐκκλησία, φησί, στείρα οὖσα, ὥσπερ ἡ Σάββα, οὐ μόνον πολύπαις ἐγένετο ὡς ἐκείνη, ἀλλὰ καὶ οὕτως ἐγέννησεν ὡς ἐκείνη. Καθάπερ γὰρ ἐκείνην μητέρα οὐχ ἡ φύσις, ἀλλ' ἡ ἐπαγγελία εποίησεν (δ γὰρ εἰπών, ο Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι, ν οὗτος εἰς τὴν νηδύν εἰσελθὼν, τὸ βρέφος διέπλασεν) οὕτω δὴ καὶ ἐφ' ἡμῖν, ὡς καὶ ἀνωτέρω είρηται, ρήσ ματα θεῖα τὴν ἀνάπλασιν ποιοῦσι, τὰ ἐν τῇ κολυμβήθρᾳ ἐπιλεγόμενα. Είτα, ἵνα μή τις εἴπῃ· Καὶ ποία αὕτη ἐλευθερία, ὅταν οἱ Ἰουδαῖοι μαστίζωσι τους πιστεύοντας· οἱ δὲ δοκοῦντες εἶναι ἐλεύθεροι διώκονται; φησίν, ὅτι καὶ τότε οὕτω συνέβαινε. Καὶ γὰρ ὁ Ἰσμαὴλ ἐδίωκε τὸν Ἰσαάκ· ἀλλ᾽ ὅμως οὐδὲνἐκώλυε τὸν διωκόμενον γνήσιον εἶναι τοῦ ᾽Αβραὰμ υἱὸν, καὶ δεσπότην τοῦ διώκοντος. Καὶ ἐξ αὐτοῦ οὖν τούτου τοῦ διώκεσθαι παρὰ τῶν Ἰουδαίων, δείχνυ ται ἡ πρὸς τὸν Ἰσαὰκ ὁμοιότης ἡμῶν, καὶ πρὸς τὸν 'Αβραὰμ οἰκειότης. ᾿Αλλὰ τί λέγει ἡ Γραφή; Εκβαλε τὸν υἱὸν τῆς παιδίσκης· οὐ γὰρ μὴ κληρονομήσῃ ὁ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας.» Ινα μή τις εἴπῃ· Τί οὖν; παράκλησίς ἐστι τοῖς νῦν διωκομένοις παρὰ τῶν Εβραίων πιστοῖς, τὸ, καὶ τὸν Ἰσαὰκ τότε διώκεσθαι; φησίν, ὅτι, Ακουε τί λέγε ή Γραφή, καὶ τότε παρακληθήσῃ· ἀντὶ γὰρ τοῦ προσκαίρου διωγμοῦ, οὗ ἐδίωκε τὸν Ἰσαάκ, τελείως ἐκβάλλεται· καὶ οὐ τὸ ἐκβληθῆναι μόνον ἀρκεῖ αὐτῷ εἰς τιμωρίαν, ἀλλὰ μᾶλλον τὸ μὴ γενέσθαι κοινων νὸν τῶν ἡτοιμασμένων τῷ παιδί. Ο καὶ μείζων κόλασις, ἀπὸ τῆς τοῦ Θεοῦ γνώμης καὶ κρίσεως τὴν ἀρχὴν λαβοῦσα, καὶ οὐκ ἀπὸ τοῦ διωγμοῦ. Ορα δὲ, πῶς οὐχὶ τοῦ ᾿Αβραάμ, ἀλλὰ τῆς παιδίσκης υἱὸν ὠνόμασε, τὸν μὴ ἀξιούμενον κληρονομήσαι, ἀπὸ τοῦ φαυλοτέρου γένους αὐτὸν καλῶν. Σκόπησον τοί νυν, ὅτι ἔδειξε τὸν νόμον αὐτὸν εἰσηγούμενον τὴν ἐπληθύνθη τ. ο τῆς παιδίσκης, καὶ τὸν υἱὸν αὐτῆς, οὐ γὰρ κληρονομήσει

Chapter VCaput V

col. 1009–1010page 29 of 39
PG 124:1009ἑαυτοῦ κατάλυσιν, εἴ γε πάντα τὰ ῥηθέντα, τύπος ὄντα τῶν νῦν γινομένων, ἐν τῷ νόμῳ, ἤτοι τῷ τῆς Παλαιᾶς βιβλίῳ ἱστύρηται. Αρα, ἀδελφοί, ουκ ἐσμὲν τῆς παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας.» Ταῦτα πάντα κινεί, ἵνα δείξῃ, ὅτι τὸ γενόμενον νῦν περὶ ἡμᾶς, πρὶ πολλῶν χρόν νων διετυποῦτο. Πῶς οὖν οὐκ ἄτοπον ἐλευθερίας τυ χόντας πρὸ τοσούτων ἐτῶν, πάλιν ἑκόντας δούλους γίνεσθαι; ΚΕΦΑΛ. Ε΄. Τῇ ἐλευθερία οὖν, ᾗ ὁ Χριστὸς ἠλευθέρωσε ἡμᾶς, στήκατε στήκετε].. Μὴ γὰρ, φησίν, ἑαυτοὺς ἠλευθερώσατε, ἀλλ' ὁ τὴν τιμὴν δοὺς ὑπὲρ ὑμῶν. Πῶς οὖν ἑαυτοὺς ὑπάγετε τῇ τοῦ νόμου δε σποτεία, παρὰ γνώμην τοῦ ὑμᾶς ἐλευθερώσαντος Χριστοῦ; Εἰπὼν δὲ, «Στήκατε, ο ἔδειξε σαλευομένους. Καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε., Ζυγὸν εἰπὼν, τὸ βαρὺ τῆς ἐν νόμῳ δουλείας δηλοί. Τὸ δὲ, ο Πάλιν, ο ἀναισθησίαν αὐτῶν κατηγορεῖ, εξ γε πείρα μαθόντες τὸ φορτικὸν τῆς δουλείας, πάλιν ἐπ' αὐτὴν αὐτομολοῦσιν. Ιδε, ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς οὐδὲν ὑμᾶς ὠφελήσει.» Τὴν τοῦ οἱ κείου προσώπου ἀξιοπιστίαν ἀντὶ πάσης ἀποδείξεως τίθησιν. Οὐκ ὠφελεῖ δὲ Χριστὸς τὸν περιτεμνόμενον, διότι ὁ τοιοῦτος τὴν χάριν ἀθετεῖ, καὶ τῷ νόμῳ μὲν, ὡς εὐεργέτῃ, προστρέχει· Χριστῷ δὲ ἀπιστεῖ πάντως, ὡς μὴ εὐεργετήσαντι αὐτόν· ὁ δὲ ἀπιστῶν, οὐδὲν κερδανεῖ ἀπὸ τοῦ ἀπιστουμένου. Μαρτύρομαι δὲ παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι. ο Ἵνα μὴ νομίσωσι * ταῦτα κατ' ἔχθραν λέ γεσθαι, Οὐχ ὑμῖν, φησί, λέγω μόνοις, ἀλλὰ καὶ παντί περιτεμνομένῳ, ὅτι βάρος μέγα ἐπιτίθετε ἑαυτοῖς· τὰ γὰρ νόμιμα ἀλλήλων ἔχεται· καὶ ὅταν ἀναδέξῃ μικρόν τι τοῦ νόμου καὶ ὑπαγάγῃς σεαυτὸν τῷ ζυγῷ, ὅλην τὴν δεσποτείαν· ἐφειλκύσω. Η γὰρ περιτομὴ καὶ θυσίαν ἀπαιτεῖ, καὶ ἡμέραν παρατήρει· ἡ δὲ θυσία τόπον ἀπαιτεῖ καὶ τρόπον, καὶ καθα ρισμούς. Ο γὰρ ἀκάθαρτος οὐ θύει. Οἱ καθαρμοί πάλιν ἑτέρας * παρατηρήσεις ἔχουσιν. Ὁρᾶς πῶς ὁ ἀποστατήσας Χριστοῦ, οὐ μόνον ἐξ ἐκείνου οὐκ ὠφε λεῖται, ἀλλὰ καὶ μυρίοις βάρεσιν ἑαυτὸν ὑπέθηκεν; Εἰ γὰρ κύριος ὁ νόμος, ὅλον πλήρωσον· εἰ δὲ οὐ κύριος, μηδὲ μέρος καταδέξη. Κατηργήθητε από Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε· τῆς χάριτος ἐξεπέσετε.» Τουτέστιν, Οὐδεμίαν κοινωνίαν ἔχετε μετὰ τοῦ Χριστοῦ· οἵτινες, ὡς ὑπολαμβάνετε, ἐν νόμῳ δικαιούσθε, τῆς χάριτος ἐξεπέσετε, τῆς ἀληθῶς δικαιούσης. Μέγα ὅλως τον δεσπότην Ο. 4 άλλας υπέχεσθε ο. ο νομίσης Ο.
col. 1011–1012page 30 of 39
PG 124:1011οὖν τὸ ναυάγιον, ὅταν μήτε τὰ τοῦ νόμου προςιά ῃ, καὶ τὰ τῆς χάριτος ἀποβάλης. Ημεῖς γὰρ Πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.» Ημεῖ;, φησίν, οἱ πιστοί, οὐ νόμῳ, ἀλλὰ Πνεύματι ἁγίῳ ἐλπίζομεν δικαιοῦ. σθαι. Πῶς; Ἐκ πίστεως. Δεῖ γὰρ προηγεῖσθαι τὴν πίστιν, εἶτα τῇ ἐπιφοιτήσει τοῦ ἁγίου Πνεύματος ἄφεσιν τῶν ἁμαρτιῶν λαμβάνειν, καὶ δικαιοῦσθαι ἐν τῷ βαπτίσματι. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ισχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι' ἀγάπης ἐνεργουμένη.» Καὶ μὴν ἔλεγεν ὅτι βλαβερὸν ἡ περιτομή πῶς οὖν ἀδιάφορον· νῦν τίθησιν αὐτήν; Φαμὲν οὖν ὅτι περιτομὴν λέγει τὴν πρὸ τῆς πίστεως· ὡσεὶ Εἰ:τα γεν, ὅτι Οἱ ἐν τῇ Νέᾳ Διαθήκῃ ἀπογραφόμενοι, οὔτε ἐὰν περιτετμημένοι ὦσιν ὠφελοῦνται, οὔτε ἐὰν ἀκρόβυστοι, βλάπτονται. Ἡ γὰρ πίστις ἐστὶ τὸ πᾶν, ἡ δι' ἀγάπης ενεργουμένη· τουτέστιν, ὀφείλουσα ἀεὶ ενεργὴς καὶ ζῶσα δείκνυσθαι διὰ τῆς εἰς Χριστὸν ἀγάπης. Αἰνίττεται δὲ αὐτοὺς πιστεύσαντας μὲν, μὴ ῥιζωθέντας δὲ ἐν τῇ πρὸς Χριστὸν ἀγάπῃ, καὶ διὰ τοῦτο πρὸς τὸν νόμον αὐτομολήσαντας· ἡ καὶ εἰς τὴν πρὸς τὸν πλησίον ἀγάπην αὐτοὺς διορθοῦται. Δείκνυσι δὲ ἅμα, ὅτι καὶ οἱ πλανῶντες αὐτοὺς, εἰ ἀγάπην εἶχον πρὸς αὐτοὺς, οὐκ ἂν ἐτόλμησαν ταῦτα ποιεῖν. Μάνθανε οὖν, ὅτι ἡ πίστις ἐνεργεῖται μὲν δι' ἀγάπης, τουτέστι, ζῶσα δείκνυται· μὴ ἔχουσα δὲ τὴν ἀγάπην, ἀνενέργητός ἐστιν. "Ομοιον τῷ, «Πίσ στις χωρὶς ἔργων, νεκρά. Οι Ετρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψε τῇ ἀληθείᾳ μὴ πείθεσθαι; › Οὐκ ἐρωτῶντος ἐστι τοῦτο, ἀλλ᾽ ολοφυρομένου καὶ λέγοντος· Εἰς τελειότητα ἐφθά σατε· τί γέγονε; τίς τοσοῦτον ἴσχυσεν, ὥστε ἐμπη δίσαι ὑμᾶς τῇ ἀληθείᾳ τοῦ Εὐαγγελίου μὴ πείθεσθαι, ἀλλὰ τῷ καταργηθέντι καὶ σκιώδει νόμῳ; Η πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς. Τουτέστι, τὸ πείθεσθαι τοῖς ἀπατῶσιν, οὐκ ἔστιν ἐκ τοῦ Χριστοῦ· οὐ γὰρ ἐκάλεσεν ὑμᾶς ἐκεῖνος, ἵνα πείθησθε τοῖς συμβουλεύουσιν Ἰουδαΐζειν. Μικρά ζύμη ὅλον τὸ φύραμα ζυμοί, ἵνα μὴ εἴπωσι: Τί τοσοῦτον ἡμῶν καθήψω (μίαν γὰρ ἐντο λὴν τοῦ νόμου παρέβημεν "), καὶ ἐπαίρεις τὸ ἔγκλημα; φησίν, ὅτι τὸ δοκοῦν μικρὸν τοῦτο, εἰς τὰ καίρια βλάπτει. "Ωσπερ γὰρ ἡ ζύμη πρὸς ἑαυτὴν ζυμεῖ καὶ μεταποιεῖ τὸ ὅλον φύραμα, καίτοι μικρὰ οὔσα· οὕτω καὶ ἡ περιτομή, μία οὖσα ἐντολὴ, εἰς τέλειον Ἰον δαϊσμὸν ὑμᾶς μετακαλεί 10. Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε.» Θαῤῥῶ, φησὶν, εἰς ὑμᾶς· οἶδα γὰρ τοὺς ἐμοὺς μαθητάς· οἶδα ὑμῶν τὸ εὐδιόρθω τον. Θαῤῥῶ οὖν εἰς ὑμᾶς, ὡς δυναμένους διορθών σασθαι· θαῤῥῶ δὲ καὶ τῷ Κυρίῳ, ὃς οὐ θέλει οὐδὲ Ο αδιαφόρως ο.· ὑπέβημεν ο. 10 μεταβαλεί ο.
col. 1013–1014page 31 of 39
PG 124:1013τὴν τυχόντα ἀπολέσθαι. 11. Προτρέπει τοίνυν αὐτοὺς καὶ τὰ παρ' ἑαυτῶν εἰσενεγκεῖν, καὶ ἐπὶ τῷ Κυρίῳ ἐλπίζειν. Οὐ γὰρ ἄλλως ἔνεστι τῶν παρὰ τοῦ Θεοῦ τυχεῖν, ἂν μὴ καὶ τὴν παρ' ἑαυτῶν σπουδήν, φησίν, εἰσφέρητε. Ο δὲ ταράσσων ὑμᾶς, βαστάσει τὸ κρῖμα, ὅστις ἂν ᾖ.» Ὑμεῖς μὲν, φησὶν, διορθωθήσεσθε· πλην οὐ διὰ τοῦτο οἱ ἀπατήσαντες ὑμᾶς ἐλευθερωθήσον. ται τῆς κολάσεως, ἀλλὰ δώσουσι δίκην, καν μεγάλοι τινές δοκῶσι καὶ ἀξιόπιστοι. Τοῦτο γάρ ἐστι τὸ, Οστις 2 ᾖ.» Τοῦτο δὲ λέγει, ἵνα μὴ καὶ ἕτεροι πάλιν ἐπιθῶνται. Ἐγὼ δὲ, ἀδελφοί, εἰ περιτομήν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; • Ἐπειδὴ διαβάλλοντες αὐτὸν ἔλε γον, ὅτι ὑποκριτής ἐστιν, ἀλλαχοῦ μὲν περιτομήν κηρύσσων, ἀλλαχοῦ δὲ οὔ· φησίν, ὅτι ὑμεῖς μάρ τυρες, ὅτι διώκομαι παρὰ τῶν Ἰουδαίων. Εἰ οὖν περιτομὴν κηρύσσω, ὑπὲρ τίνος ἄλλου διώκομαι; πρόδηλον γὰρ ὅτι διὰ τὸ καταλύειν τὰ πάτρια απ των, διώκουσι με. Εἰ δὲ περιτομὴν κηρύσσω, συν ιστῶ ταῦτα· πῶς οὖν με διώκουσι; Τί οὖν, φασίν; οὐ περιέτεμε Τιμόθεον; Ναί· ἀλλὰ κατ' οἰκονομίαν. Αλλο δὲ τὸ περιτεμεῖν, καὶ ἄλλο τὸ κηρύσσειν που ριτομήν. Οὐ γὰρ εἶπεν, Εἰ περιτομὴν εἰργασάμην, ἀλλ', «Εἰ κηρύσσω. ο Ο γὰρ κηρύσσων, δογματίζει δεῖν ἀεὶ τοῦτο γίνεσθαι, ὡς ἁπλῶς καλόν· ὁ δὲ κατ᾽ οικονομίαν ποιήσας τι, οὐχ ὡς ἁπλῶς καλὸν τοῦτο ποιεῖ, ἀλλ' ὡς πρὸς καιρὸν χρειώδες. Αρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.» Ε! περιτομήν, φησί, κηρύττω, πέπαυται τὸ σκάν δαλον 8 σκανδαλίζονται ἐπὶ τῷ σταυρῷ οἱ Ἰουδαῖοι. Δι' οὐδὲν γὰρ ἕτερον σκανδαλίζονται ἐπὶ τῷ τοῦ σταυροῦ κηρύγματι, καὶ οὐ παραδέχονται τοῦτο, εἰ μὴ διὰ τὸ καταλύεσθαι τὴν περιτομὴν καὶ τὸν νόμον ὑπὸ τούτου. Ωστε περιτομῆς κηρυττομένης ὑπ' ἐμοῦ, ἡ μάχη τῶν Ἰουδαίων, ἡ πρὸς τὸν σταυρὸν, καὶ τὸ σκάνδαλον 8 σκανδαλίζονται ἐπ' αὐτῷ, κατα ἡ γηται καὶ πέπαυται. Οφελον καὶ ἀποκύψονται οἱ ἀναστατοῦντες; ὑμᾶς.» Τοὺς μὲν ἀπατηθέντας, ἀνοήτους εκάλεσεν ἐν ἀρχῇ, οὐδὲν ἀλλ᾽ ἢ ὡς παισὶν ἐπιπλήξας· τοῖς δὲ ἀπατήσασιν, ὡς ἀνίατα νοσοῦσιν, ἐπαρᾶται, καὶ λέγει· Είθε μὴ μόνον περιετέμνοντο, ἀλλὰ καὶ τε λείως ἀπέκοπτον τὰ ἑαυτῶν μόρια! Ορα δὲ καὶ πῶς, 'Αναστατούντες, ο εἶπεν, ὅπερ ἐπὶ τῶν αἰχμαλωτιζόντων 14 λέγομεν. Καὶ γὰρ καὶ οὗτοι τὴν ἐλευθερίαν αὐτῶν ἀφηροῦντο, καὶ τῆς ἄνω Ἱερουσαλήμ ἐπανιστῶντες 11, ὡς μετανάστας πρὸς τὸν νόμον καὶ τὴν Ἰουδαϊκὴν μικρολογίαν μεθίστων. Σημείωσαι δὲ κατὰ τῶν ἀποκοπτόντων ἑαυτοὺς, ὅτι τὴν τοῦ Αποστόλου κατάραν ἐφ' ἑαυτοὺς ἐπισπῶνται. Ὑμεῖς γὰρ ἐν ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί, μα νον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί.» Οὐχ Αναστατοῦντες, "1 ἀποβαλέσθαι Ο. 1 αἰχμαλώτων 0. 18 ἴσ. μετανιστώντες Ο.
col. 1015–1016page 32 of 39
PG 124:1015ίνα, φησί, δουλεύωμεν τῷ νόμῳ, ἐκλήθημεν ὑπὸ τοῦ Χριστοῦ· ἀλλ᾽ ἵνα ἐλευθεριάσωμεν ἀπὸ τοῦ ζυγού τῆς νομικῆς δουλείας. Εἶτα, ἵνα μὴ ὑποπτεύσῃ τις, ὅτι ἐπειδὴ ἐλευθεριάζομεν, έξεστιν ἡμῖν λοιπὸν πράτο τείν & βουλόμεθα, διορθοῦται τοῦτο, καί φησιν, ὅτι Μὴ τὴν ἐλευθερίαν, ἔχωμεν «εἰς ἀφορμὴν τῇ σαρκί, ν τουτέστι, ταῖς σαρκικαῖς ἐπιθυμίαις. Ο γὰρ ἐπὶ τούτῳ ἐλύθημεν τοῦ ζυγοῦ τοῦ νόμου, ἵνα κατακρημνισθῶμεν, ἀλλ᾽ ἵνα καὶ χωρὶς ζυγοῦ βαίνω μεν εὕρυθμα, ὡς ἤδη καλῶς παιδευθέντες. Οὐ γὰρ ἵνα παραβαίνωμεν τὰ τοῦ νόμου, διὰ τοῦτο ἐλευθε ριάζομεν, ἀλλ' ἵνα ὑπερβαίνωμεν καὶ τὸν νόμον. ᾿Αλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις. ο Ἐπειδὴ ἀνεῖλε τὸν ζυγὸν τοῦ νόμου, ἕτερον ἐπιτίθησι ζυγόν, τὸν τῆς ἀγάπης, ἐλαφρότερόν τε καὶ ἰσχυρότερον ἐκείνου. Αινίττεται δὲ ὅτι ἀπὸ φιλαρ * ἐξελθών οι χίας ἐπεισεκώμασαν αὐτοῖς οἱ πλάνοι· αὕτη γὰρ τῶν αἱρέσεων μήτηρ. Ἐπεὶ οὖν φιλαρχία ὑμᾶς ἔσχισε, «διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις, τὴν ἐπιτεταμένην δηλώσας ἀγάπην διὰ τοῦτο, «Δου λεύετε.» Εἰς τὸν ἠθικὸν δὲ λοιπὸν λόγον τραπείς, δείκνυσι τρόπον δι' οὗ ἂν κατορθωθείη τὸ μὴ ταῖς σαρκικαῖς ἐπιθυμίαις δουλεύειν. «Ο γὰρ πᾶς νόμος ἑνὶ λόγῳ πληροῦται, ἐν τῷ, Αγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν.» Εί ὅλως, φησί, πληροῦν θέλετε τὸν νόμον, μὴ ἐν τῷ περιδέ μνεσθαι, ἀλλ' ἐν τῇ ἀγάπῃ πληροῦτε· αὕτη γὰρ τοῦ νόμου πλήρωμα. Ορα δὲ, πῶς καὶ εἰς τὸν ἠθικὸν λόγον διεξελθών '', οὐκ ἐπιλανθάνεται τοῦ δογματικοῦ, οὕτω σφόδρα δυνᾶτο ἐφ᾽ ᾧ ἐπλανήθησαν. Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπ' ἀλλήλων ἀναλωθῆτε.» Οπερ οἶδε γινόμενον ἀληθῶς, ὡς ἀμφιβάλλων τίθησι, καὶ τὸ ἑξῆς δὲ ὁμοίως, «Μὴ ὑπ' ἀλλήλων ἀναλωθῆτε· › φοβοῦντο; γάρ ἐστι τοῦτο καὶ ἀσφαλιζομένου, οὐ καταδικάζοντος. Οὐκ εἶπε δὲ, ο Δάχνετε,» μόνον (ὅπερ ἐστὶ θυ μού), ἀλλὰ καὶ, «Κατεσθίετε,ο 8 θηριωδίας ἐσχάτης, Ταῦτα δὲ λέγει μὲν καὶ περὶ τῶν διεφθαρμένων δογμάτων· νοεῖται δὲ καὶ περὶ τῶν εἰς ἀλλήλους ἐπισ βουλῶν, καὶ ἀρπαγῶν, καὶ πλεονεξιῶν. Ἐπειδὴ δὲ καὶ οἱ ἀδικοῦντες καὶ ἐπιβουλεύοντες δοκοῦσιν ἄλλους ἀναλίσκειν, φησί. Σκοπεῖτε, μὴ εἰς ὑμᾶς τὸ πράγμα Ο περιτραπή. Λέγω δὲ, Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. Ἐπειδὴ εἶπεν ὅτι τὸ δάκνειν καὶ κατεσθίειν, ἀναλωτικόν ἐστι, λέγει καὶ τὸ φάρ μακον τούτου, δ καὶ τὴν ἀγάπην συντηρεί, καὶ συν τηρεῖται ὑπ' αὐτῆς, λέγω δή, τὸ πνευματικοὺς εἶναι. Εάν γὰρ ὦμεν πνευματικοί, ἀγαπῶμεν μᾶλλον καὶ ἐὰν ἀγαπῶμεν, πνευματικοί γινόμεθα, καὶ λοι τὸν σαρκικὴν ἐπιθυμίαν οὐ τελοῦμεν. Η γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός. Ταῦτα δὲ ἀντίκεινται
col. 1017–1018page 33 of 39
PG 124:1017ἀλλήλοις, ἵνα μὴ ἂν θέλητε, ταῦτα ποιῆτε. ο Εν ταῦθα ἐπιτιθέμενοι Μανιχαίοι, καὶ οἱ τοιοῦτοι πάνε τες αἱρετικοί, λέγουσιν, ὅτι ὁ ἄνθρωπος ἐκ δύο οὐ σιῶν ἐναντίων σύγκειται, καὶ μαρτυρεῖ ὁ ᾿Απόστολος δι' ὧν λέγει νῦν. Οὐκ ἔστι δέ· οὐ γὰρ περὶ τῆς οὔτ σίας διαλέγεται, ἀλλὰ σάρκα λέγει την γεώδη λο γισμὸν, καὶ ῥᾴθυμον, καὶ ἡμελημένον, οὐ τὸ σῶμα καὶ πνεῦμα, τὸν πνευματικὸν λογισμόν, οὐ τὴν ψυ χήν. Ο οὖν γεώδης, φησί, λογισμὸς ἀντίκειται τῷ πνευματικῷ· καὶ ὁ πνευματικὸς λογισμός, τῷ γεώδει. Λογισμῶν οὖν πονηρῶν καὶ ἀγαθῶν μάχην εἰσάγει, ἀλλ᾽ οὐ σώματος καὶ ψυχῆς. Τὸ γὰρ θέλειν, καὶ μὴ θέλειν, τῆς ψυχῆς ἐστι τῆς λογιζομένης. Επάγει γὰρ Ἵνα μὴ & ἂν θέλητε, ταῦτα ποιῆτε·, ἐπεὶ τό γε σώμα συνεργόν ἐστι τῆς ψυχῆς, οὐκ ἐναντίον· καὶ ἡ ψυχὴ ἀντέχεται τοῦ σώματος, καὶ πάντα πάσχει ὥστε αὐτὸ μὴ καταλιπεῖν, καὶ ἀποῤῥηγνυμένη αὐτ τοῦ ἀλγεῖ. Πῶς οὖν ἐναντία τὰ τοσαύτην σχέσιν πρὸς άλληλα έχοντα; Εἰ δὲ πνεύματι άγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. Ο πνεῦμα ἔχων, σβέννυσι τὰς πονηρὰς ἐπιθυμίας. Ο δὲ τούτων ἀπαλλαγείς, οὐ δεῖται τῆς συμβουλῆς τοῦ νόμου, οὔτε ὑπ' αὐτόν ἐστιν. Ο γάρ μηδὲ θυ μούμενος, πῶς δεῖται τοῦ παραγγέλλοντος μὴ φορ νεύειν; Καὶ ὁ μηδὲ ἐπιθυμῶν, πῶς δεῖται τοῦ συμβουλεύοντος μὴ πορνεύειν; Ὅπερ καὶ ἀλλαχοῦ εἶπε· «Δικαίῳ νόμος οὐ κεῖται.» Δοκεῖ δὲ καὶ ἐγκώμιον τοῦ νόμου λέγειν, εἴ γε ἐν τάξει τοῦ πνεύ ματος ἦν, κατὰ δύναμιν 10 τὴν αὐτοῦ παιδαγωγῶν, ὅτε καιρὸν εἶχε. Πῶς οὖν αὖθις ὑπὸ παιδαγωγού γίνεσθε, τὸ Πνεῦμα ἀφέντες τὸ τελείους ὑμᾶς ποιοῦν; Ὥσπερ ἂν εἴ τις φιλόσοφος ὢν, δεῖται παιδαγωγού. Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς, ἅτινά ἐστι πορνεία καὶ μοιχεία. Τῆς διεφθαρμένης, φησί, προαιρέσεως καὶ σαρκικῆς τὰ ἔργα ταῦτά εἰσιν, ἀφ' ὦν 16 καὶ ἐπιγινώσκεται πορνεία καὶ μοιχεία. Δῆλον δὲ, πῶς διαφέρει πορνεία μοιχείας. Ακαθαρσία, ασέλγεια. Τρόπους αἰσχροὺς [μία ξει;] ἐνταῦθα αινίττεται, οὓς οὐδὲ ἡνέσχετο ὀνομάσαι. Ειδωλολατρεία, φαρμακείαι, ἔχθραι, ἔρεις, ζή λοι, θυμοί, ἐρίθεια, διχοστασίας, αἱρέσεις, φθόνοι, φόνοι, μέθαι, κώμοι, καὶ τὰ ὅμοια τούτοις· & προ λέγω ὑμῖν, καθὼς καὶ προεἶπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν.» Εἰπάτωσαν ἡμῖν οἱ τὴν σάρκα διαβάλλοντες. "Εστω ἡ ἀσέλγεια καὶ ἡ πορνεία, τοῦ σώματος ἁμαρτήμα τα· αἱ ἔχθραι, καὶ αἱ αἱρέσεις, καὶ τὰ τοιαῦτα, πῶς ἂν εἶεν σαρκός; Ὥστε πρόδηλον, ὅτι πάντα τῆς δι εφθαρμένης ἐστὶ προαιρέσεως. Εἰ δὲ σαρκὸς ἦσαν, φυσικῶς ἡμῖν προσόντα, πῶς ἂν βασιλείας Θεοῦ ἡμᾶς ἐξέβαλλον ε; Οὐ γὰρ φύσεως, ἀλλὰ προαιρέσεως, καὶ αἱ κολάσεις καὶ οἱ στέφανοι. Καὶ ἄλλως δὲ, εἰ φύσεως 18 κατὰ δύναμιν τὴν αὐτοῦ παιδαγωγών, ὅτε καιρὸν εἶχε 1 ἐφ᾽ ᾧ ο. "' ἐξήγαγον οι
col. 1019–1020page 34 of 39
PG 124:1019Πάσχοντες· τὸ γὰρ πράσσειν προαίρεσιν ἐμφαίνει. Εχθρας δὲ νόει τὰς ἀδίκους· Εἰσὶ γὰρ καὶ δίκαιαι ἔχθραι, αἴ γε διὰ τὴν πίστιν γινόμεναι, καὶ αἱ πρὸς πάντας τοὺς τοῦ εὐθέος ἐχνεύοντας. Ζήλους δὲ λέγει τὰς ζηλοτυπίας· ἔστι γὰρ καὶ ζῆλος ἀγαθὸς, ὅταν τις τὸν τὸ καλὸν πράσσοντα μιμεῖται. Καλῶς δὲ μετὰ τὰς διχοστασίας καὶ τὰς ἐριθείας, τὰς αἱρέσεις τέθεικε· πᾶσα γὰρ αἵρεσις ἀπὸ φιλονεικείας, τὸ οἱ. κεῖον θέλημα ἱστᾷν θέλοντος τοῦ φιλονείκου, καὶ διὰ τοῦτο αἵρεσιν συνιστῶντος. Καὶ ὁ φόνος δὲ ἀπὸ τοῦ φθόνου, καὶ οἱ κῶμοι 18 ἀπὸ μέθης. Κῶμοι γὰρ τὰ τῶν μεθυόντων μεθ᾽ ὕβρεων ᾄσματα· διὸ προτέθεικε τὰ γεννῶντα, εἶτα τὰ ἐξ αὐτῶν γεννώμενα. ἦσαν τὰ πάθη, οὐκ ἂν εἶπε, Πράσσοντες, ἀλλά, Κῶμοι «Ο δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη.» Τὰ μὲν πονηρὰ ἔργα ἐξ ἡμῶν γίνονται μόνον· διὸ καὶ ἔργα σαρκὸς εἶπεν, ἅμα καὶ ὡς ἐρ γωδίαν καὶ βαρύτητα ἔχοντα. Τὰ δὲ καλὰ, οὐχ ἡμε τέρας δεῖται μόνον ἐπιμελείας, ἀλλὰ καὶ τῆς ἄνωθεν συνεργείας· διὸ καρπὸν αὐτὰ εἶπε τοῦ Πνεύματο; ὡς παρ' ἡμῶν μὲν τοῦ σπόρου διδομένου, ήτοι της προθέσεως 1, τοῦ δὲ καρπὸν γενέσθαι, ἐν τῷ θεῷ κειμένου. Τὴν ῥίζαν δὲ πάντων τῶν ἀγαθῶν εἴθησε πρῶτον τὴν ἀγάπην, εἶτα τὴν χαράν. Ο γάρ αγαπο πῶν ἀεὶ χαίρει, καὶ ὅταν πάσχῃ κακῶς· ὡς εὐεργέ την γὰρ ὁρᾷ τὸν κακῶς ποιοῦντα. Χαίρει δὲ καὶ ἐπὶ τῷ Θεῷ, ὡς δι' αὐτὸν πάντα ποιῶν καὶ πάσχων, καὶ διὰ τοῦτο ἀγαθῷ συνειδότι ἐπευφραινόμενος. Ἐκ τῆς ἀγάπης δὲ καὶ τῆς χαρᾶς εἰρηνεύει καὶ κατὰ ψυχήν, μὴ ταραττόμενος τοῖς λογισμοῖς· καὶ πρὸς τοὺς ἔξωθεν δὲ πάντας. Εἰ γὰρ καὶ ἀπεχθάνεσθαι δοκεῖ τι σιν, οὐκ αὐτοῖς, ἀλλὰ τῇ ἐν αὐτοῖς κακίᾳ ἀπεχθάνεται, ἐκείνους ἀγαπῶν ὡς ἀδελφοὺς, καὶ πρὸς τὸ συμφέρον αὐτῶν τὴν ἀπέχθειαν ἐνδεικνύμενος ταύ την, ἵνα διορθωθῶσι. Μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, εγκράτεια. • Μακροθυμία πραότητο; ἐν τούτῳ δοκεῖ παρὰ τῇ Γραφῇ διαφέρειν, τῷ τὸν μὲν μακρόθυμον πολὺν ὄντα ἐν φρονήσει, μὴ ὀξέως, ἀλλὰ σχολῇ ἐπιτιθέναι τὴν προσήκουσαν δίκην τῷ πταίον τι· τὸν δὲ πρᾶον ἀφιέναι παντάπασιν· ὡς ὁ Μωσής τῇ Μαριὰμ καὶ τῷ ᾿Ααρὼν ἀφιεὶς, πραῦς ἐκλήθη παρὰ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. Χρηστότης δὲ κοινότερόν τί ἐστι παρὰ τὴν ἀγαθωσύνην. Χρηστός γὰρ Κύριος τοῖς σύμπασιν· ἡ δὲ ἀγαθωσύνη μόνους τοὺς ἀξίους εὐεργετεί, κατὰ τόν «Αγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς.» Πίστιν δὲ λέγει οὐ τὴν ἁπλῶς, ἀλλὰ τὴν καὶ ὄρη μεθιστῶσαν, τὴν τὰ παρὰ ἀνθρώπους ἀδύνατα πιστεύουσαν παρὰ Θεῷ δυνατὰ εἶναι ἀδια τάκτως· ἐπὶ πᾶσι δὲ ἡ ἐγκράτεια, οὐ βρωμάτων μόνον, ἀλλὰ καὶ παντὸς πονηροῦ. το ὁ κώμος 10 προαιρέσεως Π.

Chapter VICaput VI

col. 1021–1022page 35 of 39
PG 124:1021Κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος.» Ψυχὴ γὰρ Α΄ κατορθοῦσα ταῦτα ἀπὸ Πνεύματος, οὐ δεῖται τῆς ἀπὸ τοῦ νόμου νουθεσίας, υψηλοτέρα αὐτὴ οὖσα· ὥσπερ καὶ οἱ φύσει ὀξεῖς ἵπποι οὐ δέονται μάστιγος. Οὐχ ὡς πονηρὰν δὲ τὸν νόμον ἐκβάλλει οὐδὲ ἐνταῦθα, ἀλλ' ὡς ἐλάττονα τῆς παρὰ τοῦ Πνεύματος διδομέν νης φιλοσοφίας. «Οἱ δὲ τοῦ Χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν 10 σύν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. • Οσπερ τινὸς εἰπόντος· Τίς ἐστιν ὁ ταῦτα, ἃ εἶπας, κατορθῶν; φησίν, ὅτι «Οἱ δὲ τοῦ Χριστοῦ, ν τουτέστιν, οἱ τῆς μερίδος τοῦ Χριστοῦ ὄντες, «τὴν σάρκα ἐσταύρωσαν, ο τουτέστι, τὸ σαρκικὸν φρόνημα ἐνέκρωσαν. Οὐ γὰρ δὴ ἑαυτοὺς ἀνεῖλον· ἵνα σάρκα νοήσῃς μὴ τὴν εἰ οὐσίαν τῆς σαρκὸς, ἀλλὰ τὸν γεώδη λογισμόν, ὥστε μήτε τὰ τοῦ θυμοῦ παθήματα ἐν αὐτοῖς ζῇν, μήτε τὰς ἐπιθυμίας ", ἀλλὰ καὶ ταῦτα κἀκείνα; ἐστ ταυρώσθαι, καὶ νενεκρῶσθαι. "Η παθήματα ἁπλῶς τὰς ἐμπαθεῖς πράξεις φησί, κἄν τε ἀπὸ θυμοῦ ὦσι, κάν τε ἀπὸ ἐπιθυμίας. Οὐ μόνον οὖν τὰς πράξεις φησί νεκροῦσθαι, ἀλλὰ καὶ αὐτὰς τὰς ἀρχὰς τούτων, ἤτοι τὰς ἐπιθυμίας. Εἰ ζῶμεν Πνεύματι, Πνεύματι καὶ στοιχῶμεν. Επειδή, φησί, τοσαύτη ἡ τοῦ Πνεύματος ἰσχύς, ἐκείνῳ ζῶμεν, ἐκείνῳ ἀρχώμεθα. Τοῦτο γὰρ ἐστι τὸ, Στοιχῶμεν, ἡ ἀντὶ τοῦ, Ἀρκεσθῶμεν τῇ τοῦ Πνεύ ματος δυνάμει, καὶ μὴ ἐπιζητῶμεν τὴν ἀπὸ τοῦ νόμου προσθήκην. Μή γενώμεθα γιν.] κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.» Δείκνυσιν ἐνταῦθα, ὅτι οἱ πλανήσαντες αὐτοὺς, ἀπὸ φιλοδοξίας 1 εἰς τοῦτο ἦλθον (αὕτη γὰρ αἰτία πάντων τῶν κακῶν), ἀλλήλους δὴ προκαλούμενοι εἰς φιλονεικίαν καὶ ἔρεις· ὡς ὅταν τις λέγῃ τῷ ἀντιπάλῳ· Ἐὰν εἶ δυνατός, δεῦρο ποιήσωμεν τόδε τι. Ἐπεὶ δὲ ἀπὸ κενοδοξίας ὁ φθόνος, καὶ τοῦτον κωλύει. ΚΕΦΑΛ. Γ'. Αδελφοί, ἐὰν και προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοί, καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραότητος. • Ἐπειδὴ πολ λοὶ παρ᾽ αὐτοῖς δοκοῦντες ἐπιτιμᾷν τοῖς ἁμαρτάνουσι, τὰ ἑαυτῶν ἐξεδίκουν πάθη, ἀπὸ φιλαρχίας εἰς τοῦτο ἐρχόμενοι· φησὶν, ὅτι «Εάν προληφθῇ τις, κ τουτέστι, Συναρπαγῇ, παθὼν ἐπήρειαν ὑπὸ δαίμονος, ι ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε·, τουτέστι, Μὴ κολάζετε, ἀλλὰ διορθοῦσθε ἐν πνεύματι πρα ότητος.» Οὐκ εἶπεν, Ἐν πραότητι, ἀλλ', ο Εν Πνεύματι [πραότητος], ο δεικνὺς ὅτι καὶ τῷ Πνεύματι τοῦτο δοκεῖ, καὶ ὅτι πνευματικοῦ χαρίσματος, τὸ μετ᾿ ἐπιεικείας τοὺς ἁμαρτάνοντας διορθοῦσθαι. Σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῆς ἵνα μὴ ἐπαρθῇ ὁ ἕτερον καταρτίζων, ἀσφαλίζεται αὐτόν. Σκόπει γάρ, φησὶ, καὶ τήρει σεαυτὸν, μὴ καὶ σὺ τοῖς αὐτοῖς περιπέσῃς, πειρασμὸν παθών ὑπὸ τοῦ ἀντικειμένου. Εμφαντικῶς δὲ εἶπε τὸ, 20 ἀνεσταύρωσαν 0. Στοι χῶμεν, 3' ρητήν ο. 33 31 τὰ τῆς ἐπιθυ. Ο. 13 φιλονεικείας ο. " ἐπαρθῇς οι
col. 1023–1024page 36 of 39
PG 124:1023Α. Σύ· ο τῆς γὰρ ἀνθρωπίνης ἀσθενείας υπέμνησε διὰ τούτου. Πληρώσατε,: Αναπληρώσατε, Αλλήλων τὰ βάρη βαστάζετε. Επειδή γαρ ἄνθρωπον ὄντα οὐκ ἔστιν ἀναμάρτητον εἶναι, παραινεῖ μὴ ἀκριβολογεῖσθαι πρὸς τὰ τοῦ πλησίον ἀμερο τήματα, ἀλλὰ φέρειν ταῦτα, ἵνα καὶ τὰ αὐτοῦ πάλιν παρ' ἄλλου βαστάζηται ἁμαρτήματα. Καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χρισ στοῦ.» Οὐκ εἶπε, «Πληρώσατε, ο ἀλλὰ, ο ἀναπληρώσατε· ν τουτέστι, Κοινῇ πάντες πληρώσατε, δι' ὧν ἀλλήλους φέρετε· οἷον ὁ ὀξὺς τὸν νωθῆ φερέτω, καὶ ὁ νωθής τὴν σφοδρὰν ἐκείνου όρμήν· καὶ οὕτως οὔτε ἐκεῖνος ἁμαρτήτεται ὑπὸ τούτου βασταζόμενος, οὔτε οὗτος ὑπ' ἐκείνου. Οὕτω δὲ 18 ἀλλήλοις χεῖρα ὀρέγοντες, δι' ἀλλήλων πληρώσατε τὸν νόμον τοῦ Χριστοῦ, 8 λείπει τῷ πλησίον ἀναπληρῶν ἕκαστος διὰ τοῦ βα στάζειν ἐκεῖνον. Καὶ ἄλλως γὰρ ἀγάπη; τὸ τὰ βάρη βαστάζειν ἀλλήλων· ἡ δὲ ἀγάπη, πλήρωσις τῶν ἐν τολῶν τοῦ Χριστοῦ. 50 γὰρ 0. Εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὤν, ἑαυτὸν φρεναπατᾷ.» Πάλιν ἐνταῦθα τὴν ἁπόνοιαν καταβάλλει, δεικνὺς ὅτι 5 δοκῶν εἶναί τι, οὐδέν ἐστιν, αὐτὴ τοῦτο δοκεῖν τεκμήριον ἐκφέρων τῆς ἑαυτοῦ οὐθενείας ", καὶ οὐδένα ἄλλον ἀπατῶν, ἀλλ' ἑαυτόν. Τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἔξει, καὶ οὐκ εἰς τὸν ἕτερον.» Εξεταζέτω, φησί, μετὰ ἀκριβείας τὰς ἑαυτοῦ πράξεις (τοῦτο γὰρ τὸ, • Δοκιμαζέτω»), εἰ μὴ κατὰ κενοδοξίαν ἐποίησεν, εἰ μὴ ἐν ὑποκρίσει, εἰ μὴ ἄλλῃ τινὶ ἀνθρωπίνῃ αἰτίᾳ, καὶ τότε μὴ καθ' ἑτέρου καυχάσθω. Αλλ' εἰ ἄρα ἀκατασχέτως” ἔχει, εἰς ἑαυτὸν τὸ καύχημα ἐχέτω, τουτέστιν, αὐτὸς ἑαυτῷ συγκρινόμενος, τοῦ χθὲς ἔργου τὸ σήμερον κρεῖττον νομιζέτω, καὶ ἐναβρυνέσθω τῷ ἀγαθῷ Εργῳ. Ταῦτα δὲ λέγει Παῦλος συγκαταβατικῶς, οὐ νομοθετικῶς, ὡς ἂν κατὰ μικρὸν ἀποστήσῃ τὰ αὐχή ματα τοῦ τοιούτου ήθους. Ο γὰρ ἐθισθεὶς μή τοῦ πλησίον, ὡς ὁ Φαρισαῖος, κατακαυχάσθαι, τα χέως, καὶ τοῦ καθ' ἑαυτὸν ἐναβρύνεσθαι ἀποστήσεται. Εκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.» Τι γὰρ κατακαυχᾷ τοῦ πλησίον; καὶ σὺ κἀκεῖνος τὰ ίδια φορτία βαστάσετε, καὶ τότε δοκιμασθήσεται ἑκάστου τὸ ἔργον. Ὥστε ἐπεὶ καὶ σὺ φορτία ἔχεις καὶ βάρη, μηδὲ καθ' ἑτέρου καυχῶ, μηδὲ κατὰ σαυτὸν ἐναβρύνου τῇ ἀγαθοεργία. Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς.» Περὶ τῶν διδασκάλων λοιπὸν διαλέγεται, ἵνα οἱ παρ' αὐτῶν κατηχούσ μενοι κοινωνῶσι τοῖς κατηχούσιν, οὐκ ἐν ἑνί τινι, ἀλλ' ἐν πᾶσιν ἀγαθοῖς, τροφῆς, ἐνδύματος, τιμῆς, εὐνοίας, καὶ πάντων ἁπλῶς μεταδιδόντες τῶν ἀγα 50 ασθενείας Ο. 21 οι ἀκαταισχύντως ο.
col. 1025–1026page 37 of 39
PG 124:1025θῶν. Μείζονα γὰρ ὧν δίδως λαμβάνεις· ἀντὶ γὰρ τῶν σαρκικῶν, πνευματικά. Διὸ καὶ κοινωνίαν τὸ πρᾶγμα καλεῖ, ὡς ἀντιδόσεως γινομένης. Τίνος δὲ ἕνεκεν ὁ Χριστὸς τρέφεσθαι τοὺς διδασκάλους ὑπὸ τῶν μαθητῶν ὥρισε; Διὰ δύο ταῦτα, ἵνα μήτε οἱ διδάσκαλοι ἐπαίρωνται σφόδρα, ἀλλ' ὡς δεόμενοι τῶν μαθητών μετριοφρονῶσι, καὶ ἵνα μόνῳ τῷ λόγῳ σχολάζωσι, μὴ περισπώμενοι εἰς τροφές· καὶ οἱ μαθηταὶ ἐν τῇ περὶ τοὺς διδασκάλους εὐγνωμοσύνῃ, καὶ περὶ τοὺς ἄλλους τοιοῦτοι εἶναι παιδεύωνται καὶ ἅμα μὴ ἐπαισχύνωνται μηδὲ αὐτοὶ πενόμενοι καὶ ἐπαιτοῦντες, ὅπου γε καὶ οἱ διδάσκαλοι αὐτῶν, τοιοῦτοί εἰσι. Μὴ πλανᾶσθε, Θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ ἂν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει. Ὅτι ὁ σπείρων εἰς τὴν σάρκα αὐτοῦ, ἐκ τῆς σαρκός θερίσει φθοράν ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερί σει ζωὴν αἰώνιον.» Επειδή πολλάκις τινὲς αἰτιώμενοι τοὺς διδασκάλους ὡς κακοῦ βίου, παρορῶσιν αὐτοὺς, καὶ οὐ τρέφουσι πενομένους, λέγει μὲν καὶ προϊών, ὅτι «Τὸ καλὸν ποιοῦντες μὴ ἐκκακῶμεν, καὶ νῦν δὲ δείκνυσιν, ὅτι καὶ πρὸς τοὺς τοιούτους διδασκάλου; ἀφειδῶς ἔχειν χρή, ὡς εἰς πνευματικὸν πράγμα τοῦ ἀναλώματος. γινομένου. Συγκρίνων οὖν τὰς εἰς τὰ σαρκικὰ γινομένας δαπάνας, καὶ τὰς εἰς τὰ πνευματικά, φησίν· Ἐὰν μὲν εἰς τὴν σάρκα ἀναλίσκῃς, τραπέζας καὶ ἡδύσματα κατασκευάζων, καὶ μέθην, καὶ τρυφὴν, καὶ ἀδδηφαγίαν σπείρων, φθο ρὰν θερίσεις· καὶ γὰρ καὶ αὐτὰ φθείρεται, καὶ συμ φθείρει τὸ σῶμα. Ἐὰν δὲ εἰς τὸ πνεῦμα σπείρῃς, τουτέστιν, εἰς τὰ πνευματικὰ ἔργα, ἐλεημοσύνην ποιῶν πρὸς πάντας, καὶ σωφροσύνην μετιών, ζωήν αἰώνιον θερίσεις. Οὐ γὰρ μυκτηρίζεται καὶ ἀπατᾶται Θεός, ἀλλ᾽ ἑκάστῳ τότε τὰ οἰκεῖα ἀποδίδωσι. Κρείττον οὖν περί πνευματικὰ ἀναλίσκειν, οἷς συμ περιέχεται καὶ ἡ πρὸς τοὺς διδασκάλους δαπάνη, ἢ περὶ τὰς σαρκικὰς ἡδυπαθείας 38 τὰς φθειρομένας καὶ φθειρούσας τὸ σῶμα. Ἐκ γὰρ τῶν ἡδυπαθειῶν καὶ τῶν περιττωμάτων αἱ νόσοι. Τὸ δὲ καλὸν ποιοῦντες, μὴ ἐκκακῶμεν· καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι.» Νῦν ἀποκαλύπτει έκδηλότερον, ὅτι κἂν πονηροὶ ὦσιν οἱ δεόμενοι ἡμῶν, ἡμεῖς μὴ ἐκκακῶμεν ὡς ἀγαθοποιοῦντες αὐτοῖς. Καὶ τὴν δαψίλειαν δὲ καὶ τὴν διηνεκή δόσιν ἐμφαίνει διὰ τοῦ φάναι, μὴ δεῖν ἐκκακεῖν. Εἶτα ἐπειδὴ μέγα ἀπῄτησε, τίθησι καὶ τὸ ἔπαθλον εὐθὺς, ὅτι «Θερίσομεν.» Πῶς; Μὴ ἐκλυόμενοι, τουτέστι, μηδένα κόπον ἔχοντες, ἀλλὰ πᾶσαν ἀνάπαυσιν. Εν ταῦθα μὲν γὰρ αὐχμοὶ καὶ κόποι ἐν τῷ θερισμῷ· ἐκεῖ δὲ οὐχ οὕτως. Αρα οὖν, ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.» Ὥσπερ οὐκ ἀεὶ τοῦ σπείρειν καιρός, οὕτως οὐδὲ τοῦ ἐλεεῖν· καὶ δηλοῦσιν αἱ παρθένοι, καὶ ὁ Λάζαρος. Εως οὖν τὸν ἐν ταύτῃ τῇ ζωῇ καιρὸν Ως ἐπιθυμίας Ο.
col. 1027–1028page 38 of 39
PG 124:1027Λ ἔχομεν, μή μονον πρὸς διδασκάλους, ἀλλὰ καὶ πρὸς Ελληνας καὶ Ἰουδαίους τὸ ἀγαθὸν ἐργαζώμεθα, του.. ἐστι, τὴν εὐποιίαν, τὴν ἐλεημοσύνην. Οὐ μέντοι τῷ αὐτῷ μέτρῳ δεῖ χρᾶσθαι πρός τούτους καὶ του; οἰκείους τῆς πίστεως, ἀλλὰ πλείονα τὴν φιλοτιμίαν πρὸς τοὺς πιστοὺς ἐπιδείκνυσθαι. Τοῦτο γὰρ δηλ διὰ τοῦ, • Μάλιστα.» Ορα δὲ, πῶς καὶ ἐν τούτῳ ἀπάγει αὐτοὺς τῆς Ἰουδαϊκῆς ταπεινότητος, εἴ γε ὁ μὲν νόμος πρὸς τοὺς ὁμοφύλους ἤνοιγε τὰ σπλάγχνα ἡ δὲ χάρις γῆν ἐμοῦ καὶ θάλασταν ἐπὶ τὴν τῆς ἐλεημοσύνης καλεῖ τράπεζαν, εἰ καὶ μὴ ὁμοίῳ τῷ μέτρῳ, καθὰ εἴρηται. Ιδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. › Ολίγα εἰς τὸ ἠθικὸν εἰπὼν, πάλιν ἐπὶ τὰ πρότερα επανέρχεται, τὰ δάκνοντα αὐτοῦ ἐν τὴν καμ δίαν, καὶ δηλοῖ ὅτι αὐτὸς οἰκείᾳ χειρὶ το έγραψε την Ἐπιστολὴν πᾶσαν, οὐχ ἵνα ἀγάπην μόνον ἐνδείξηται πρὸς αὐτούς, ἀλλ᾽ ἵνα καὶ ὑποψίαν πονηρών ἀνέλῃ. Διεβάλλετο καὶ ὡς ἄλλα ἀλλαχοῦ κηρύττων Αναγκάσθη οὖν μαρτυρίαν ἔγγραφον θέσθαι του οἰκείου κηρύγματος. Καίτοι τὰς ἄλλας ἐπιστολῆς ἄλλοι ἔγραφον, αὐτὸς δὲ εἰ ἄρα τὸν ἀσπασμὸν μόνον ἔγραψε. Τὸ δὲ, «Πηλίκοις, ο οὐ μεγέθους ἐστὶ δι λωτικόν, ἀλλὰ τῆς ἀμορφίας των γραμμάτων, ὡσεὶ ἔλεγεν· Καίτοι μὴ εἰδὼς ἄριστα γράφειν, ὅμως ἠναγκάσθην ἰδιόχειρον τὴν Ἐπιστολὴν γρά ψαι. Οσοι θέλουσιν εὐπροσωπῆσαι ει ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι. — ο Οσοι, ο φησί, < θέλουσιν εὐδοκιμεῖν ἐν σαρκί,» τουτέστι, παρὰ ἀνα θρώποις, τοῖς Ἰουδαίοις δηλαδή (ὠνειδίζοντο γὰρ παρ' αὐτοῖς ὡς τῶν πατρικῶν ἀποστάντες ἐθῶν), ο οὗτος ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, ο ἀπολογούμενο τοῖς Ἰουδαίοις διὰ τῆς ὑμετέρας σαρκός, ο ἀναγκάζουσι ο δὲ, εἰπὼν, ἔδειξεν αὐτοὺς ἄκοντας τοῦτο ὑπομένοντας, παρέχων αὐτοῖς ἀφορμὴν ἀναχωρήσεω; ὡς νῦν ἀκουσίως σφαλλομένοις. Μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται.» Καὶ δι' ἑτέραν, φησὶν, αἰτίαν τοῦτο ποιοῦσιν ἵνα γὰρ μὴ ὑπὸ τοῦ σταυροῦ καὶ τῆς πίστεως διώ κωνται, καὶ ἐλαύνωνται, ὡς ταύτην παραβαίνοντες, καὶ περιτεμνόμενοι, θέλουσιν ἔχειν καὶ ἑτέρους και νωνούς τῆς περιτομής. Οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρα σαρκὶ καυχήσωνται.» Οὐ μόνον, φησί, δι' ἀνθρωπαρέσκειαν, ἀλλὰ καὶ διὰ φιλοδοξίαν ταῦτα ποιοῦσιν. Οὐ γὰρ κατὰ ζῆλον τὸν ὑπὲρ τοῦ νόμου, οὐδὲ ἕνεκεν εὐσεβείας, φησί, τοῦτο ἐργάζονται, ἀλλά διὰ φιλοδοξίαν, ο Ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται· ν τουτέστιν, ἵνα ἐν τῷ κατακόπτειν την ὑμετέραν σάρκα καυχήσωνται, ὡς διδάσκαλοι ὑμῶν, καὶ μαθητὰς ὑμᾶς ἔχοντες. Ἐμοὶ δὲ μὴ γένοιτο καυχάσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ειεί νοι μὲν, φησίν, ἐν περιτομῇ καυχώνται, πράγματι ε ἴσ. αὐτῶν ο. 30 οικειοχείρως ο. οι ευδοκιμείν υ.
col. 1029–1030page 39 of 39
PG 124:1029κατηργημένῳ· ἐμοὶ δὲ μὴ γένοιτο ἐν ἄλλῳ τινὶ καυ χάσθαι, «Εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, (τουτέστιν ἐν τῇ εἰς τὸν ἐσταυρωμένον πίστει, τῷ τὸν νόμον καταργήσαντι. Ω; ἀπηγορευμένον δέ τι ἀπηύξατο, καὶ τὴν τοῦ Θεοῦ συμμαχίαν καλέσας εἰς τοῦτο. Πῶς δὲ καυχᾶταί τις ἐπὶ τῷ σταυρῷ; "Οτι, Δι᾿ ἐμὲ τὸν ἀχρεῖον ὁ Δεσπό της μου ἐσταυρώθη, ἀγαπήσας με οὕτως, ὡς καὶ ἑαυτὸν ἐκδοῦναι. Καύχημα οὖν τοῦ Παύλου, καὶ πιστοῦ· παντὸς ὁ σταυρὸς, ὡς ἐν αὐτῷ δεικνυμένης τῆς τοῦ Δεσπότου πρὸς ἡμᾶς ἀγάπης. Τίς δὲ δοῦλος οὐ καυχᾶται ἀγαπώμενος παρὰ τοῦ δεσπότου; Δι᾽ οὗ ἐμοὶ ὁ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσ σμῳ. • Κόσμον τὰ βιωτικὰ πράγματα λέγει, δόξαν, πλοῦτον, τρυφήν. Ταῦτα γοῦν μοι νεκρὰ γέγονε, κἀγὼ δὲ αὐτοῖς νεκρός είμι, διπλῆς τῆς νεκρώσεω; γενομένης. Οὔτε γὰρ ἐκεῖνα ἑλεῖν με δύναται νεκρὰ γάρ· οὐδὲ αὐτὸς προεδραμεῖν ἐκείνοις· νεκρὸς γάρ εἰμι. Ἐν γὰρ Χριστῷ Ἰησοῦ, οὔτε περιτομή τι ισχύει, οὔτε ἀκροβυστία, ἀλλὰ καινή κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ' αὐτ τοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. • Μή μοι λέγε, φησί, περιτομὴν τὴν οὐδὲν δυναμένην καὶ ἄχρηστον οὖσαν, ὥσπερ καὶ ἡ ἀκροβυστία. Ο γάρ Χριστὸς πάντα ἐκαίνισε, καὶ ἄλλην πολιτείαν ἀπαι τεῖ ἡμᾶ;. Καινὴ γὰρ κτίσις ἡ κατὰ Χριστὸν ζωή, διότι νῦν αἱ ψυχαὶ ἡμῶν, παλαιωθεῖσαι τῇ ἁμαρτίᾳ, ἀνενεώθησαν τῷ βαπτίσματι· καὶ ὅτι ἐν τῷ μέλ. λοντι τῇ ἀφθαρσίᾳ καὶ δόξῃ τιμηθησόμεθα, καὶ τὰ σώματα καινισθέντες, καὶ ἀφθαρτισθέντες. "Οσοι οὖν ἐμμενοῦσι τῷ κανόνι τούτῳ τῆς κατὰ Χριστὸν καινῆς πολιτείας, φεύγοντες τὴν παλαιωθεῖσαν καὶ ἀδυνατήσασαν περιτομήν, εἰρήνης τῆς πρὸς τὸν Θεὸν ἐπιτεύξονται, ἀπαλλαγέντες τῶν ἁμαρτιῶν, αἴτινες ἡμῖν ἐκπολεμοῦσι τὸν Θεὸν, καὶ φιλανθρωπίας ἀξιωθήσονται· οὐκέτι ὡς ἐχθροὶ τοῦ Θεοῦ μια σούμενοι, ἀλλ' ἐλέους ἀξιούμενοι, ὡς εἰρήνης γενο μένης αὐτοῖς διὰ τοῦ σταυροῦ καὶ τῆς χάριτος. Οι τοιοῦτοι δέ εἰσι καὶ Ἰσραὴλ κυρίως, ὡς ὁρῶντες τὸν Θεόν· ὡς οι γε μὴ τοιοῦτοι, καν Ἰσραηλῖται τὸ γένος ὦσι, ψευδῶς λέγονται. Τοῦτο δὲ παρὰ τοῦ Δαυὶς ἐδέξατο ὁ Παῦλος, λέγοντος· «Εἰρήνη ἐπὶ τὴν Ἰσραήλ.» Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω. ο Οὐκ ὡς ὀκνῶν ταῦτα λέγει, οὐδ᾽ ὡς ἐκκακήσας. Πῶς γὰρ ὁ παραινῶν, ο Ἐπίστηθι εὐκαίρως, ἀκαίρως; ο ἀλλὰ βουλόμενος τοὺς παρ' αὐτοῦ τεθέντας νόμους ἀκινήτους εἶναι, καὶ ἵνα μὴ ἐλπίζωσιν ἄλλο τι ἀπ' αὐτοῦ, ἀλλὰ τελείαν πληροφορίαν δέξωνται, ὅτι οὕτω κηρύσσει. Ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.» Απολογίαν, φησίν, ἔχω πρὸς τοὺς λέγοντας ὑμῖν, ὅτι ὑποκριτής είμι, καὶ ἀλλαχοῦ περιτομὴν κηρύσσω, τὰ στίγματα καὶ τοὺς κινδύνους τοὺς ὑπὲρ Χριστοῦ. Αὐτὰ γὰρ πάσης φως
Page scan enlarged

Notebook

Full View