PG 124Theophylactus Bulgari Archiepiscopus
Commentary on the Epistle to the Philippians
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Commentary on PhilippiansCommentarius in Epistolam Philippenses

col. 1139–1140page 1 of 34
PG 124:1139ΘΕΟΦΥΛΑΚΤΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΒΟΥΛΓΑΡΙΑΣ ΤΗΣ ΤΟΥ ΑΓΙΟΥ ΠΑΥΛΟΥ ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ ΕΞΗΓΗΣΙΣ. 425 ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ ΕΠΙ ΣΤΟΛΗΣ. Οι Φιλιππήσιοι ἀπὸ πόλεως εἰσι μιᾶς τῶν ἐν Μακεδονία Φιλίππων, οὕτω καλουμένης ἀπὸ τοῦ οἰκιστοῦ, ὑπὸ μητρόπολιν τότε Θεσσαλονίκης " τελοῦντες. Πολλὰ δὲ αὐτοῖς χρηστὰ ὁ Παῦλος μαρτυρεῖ. Ἐν δεσμοῖς δὲ ὧν ἔγραψε την Επι στολήν· μετὰ γὰρ τὴν πρώτην ἀπολογίαν, ἧς εμνήσθη ἐν τῇ πρὸς Τιμόθεον, αὖθις ἐδέθη. "Η σαν δὲ οἱ Φιλιππήσιοι δι' Επαφροδίτου πέμ ψαντες αὐτῷ τὰ πρὸς τὴν χρείαν· ἅμα δὲ καὶ γνῶναι θέλοντες τὰ κατ' αὐτόν. Ἐπεὶ 11 δὲ εἰκὸς ἦν αὐτοὺς θορυβηθῆναι ἀκούσαντας ὡς ἐδέδετο ὁ διδάσκαλος, αὐτὸ τοῦτο γράψει αὐτοῖς, διδά σκων ὅτι τὰ δεσμὰ οὐ θορυβεῖν αὐτοὺς ὀφείλει, ἀλλὰ χαρὰν προξενεῖν, διὰ τὸ ὑπὲρ Χριστοῦ εἶ και. Συμβουλεύει δὲ αὐτοῖς καὶ περὶ ὁμονοίας καὶ ταπεινοφροσύνης. Καθάπτεται δὲ καὶ τῶν Ἰουδαίων, τῶν ἐν προσχήματι Χριστιανισμού τῷ δόγματι λυμαινομένων, καὶ κύνας αὐτοὺς και λεῖ, καὶ κακοὺς ἐργάτας. Διαλέγεται τε αὐτοῖς πολλὰ περὶ ἠθῶν. Μέμνηται δὲ συνετῶς καὶ τῶν πεμφθέντων χρειωδῶν. Φαίνεται δὲ μετὰ τιμῆς αὐτοῖς διαλεγόμενος· καὶ γὰρ πολλὴν ἀρετὴν ἐπεδείξαντο καὶ ἐπιτηδειότητα εἰς τὴν πίστιν. Ενταῦθα ἦν ἡ πορφυροπῶλις· ἐνταῦθα ὁ ἀρχι συνάγωγος ἐπίστευσεν· ἐνταῦθα ὁ Παῦλος μαστιχθεὶς μετὰ τοῦ Σίλα καθείρχθη· ἐνταῦθα ὁ δεσμοφύλαξ ἀπὸ “ἑνὸς σημείου προσῆλθε Χρισ Η μητρόπολεως τότε Θεσσαλονίκης οι 13 επειδή ο 1. Ανέδειξαν ο. 1. ὑπὸ 0.

Chapter ICaput Primum

col. 1141–1142page 2 of 34
PG 124:1141στῷ μετὰ τῆς οἰκίας ὅλης· ἐνταῦθα οἱ στρατηγοὶ ἐφοβήθησαν τὸν Παῦλον, καὶ ἠξίωσαν ἐξελ θεῖν· καὶ ὅλως λαμπρὰν ἔσχε τὸ κήρυγμα τὴν ἀρχὴν· καὶ ταῦτα ἀπὸ τῶν Πράξεων μανθάνο μεν. Προσμαρτυρεῖ δὲ αὐτοῖς ὁ Παῦλος, οὐ μό τον πίστιν ὀρθὴν καὶ κινδύνους, ἀλλὰ καὶ εὐμετάδοτον προαίρεσιν. ἂν ἕνεκεν ἁπάντων σφό δρα φιλῶν αὐτοὺς καὶ τιμῶν φαίνεται. ΚΕΦΑΛΑΙΩΝ ΠΡΩΤΟΝ. Παῦλος καὶ Τιμόθεος δοῦλοι Ἰησοῦ Χριστοῦ. Ενταῦθα οὐ τίθησι τὸ αὐτοῦ ἀξίωμα [ότι] ὁ ᾿Απόστο λος, ἀλλὰ δοῦλον Ἰησοῦ Χριστοῦ ἑαυτὸν προγράφει μέγα μὲν καὶ τοῦτο ὄν, πλὴν κοινότερον. Τιμοθέῳ δὲ γράφων καὶ Κορινθίοις, ἀπόστολον ἑαυτὸν καλεῖ. Τί δήποτε; Ὅτι ἐκεῖ μὲν ἔμελλε πολλὰ διατάττεσθαι, καὶ διὰ τοῦτο ἀνελάβετο τὸ τοῦ ἀποστόλου ἀξίωμα· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον ἐπιτάττει, ἀλλ᾽ ὡς ὁμοτίμους τιμά. Πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ, τοῖς οὖσιν ἐν Φιλίπποις. Ἐπειδὴ καὶ Ἰουδαῖοι ἑαυτοὺς ἁγίους ἐκάλουν, ὡς λαὸς ἅγιος, διὰ τοῦτο προσέθηκεν· ν Χριστῷ Ἰησοῦ. Οἱ γὰρ ἐν Χριστῷ Ἰησοῦ, ἅγιοι ὄντως εἰσὶν, ἐκεῖνοι δὲ βέβηλοι. Συνεπισκόποις καὶ διακόνοις. Συνεπισκόπους εἶπε τοὺς πρεσβυτέρους· οὐ γὰρ δὴ ἐν μιᾷ πόλει πολλοὶ ἦσαν ἐπίσκοποι. Ούπω γὰρ ἦσαν διακεκριμένα τὰ ὀνόματα, ἀλλὰ καὶ οἱ ἐπίσκοποι, διάκονοι καὶ πρεσβύτεροι ἐκαλοῦντο. Τῷ γὰρ Τιμοθέῳ ἐπισ σκόπῳ ὄντι φησι· Τὴν διακονίαν σου πληροφόρη σου· καὶ πάλιν, "Ο εδόθη σοι μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου· τουτέστι τῶν ἐπισκό των· οὐ γὰρ πρεσβύτεροι τὸν ἐπίσκοπον ἐχειροτόνουν. Καὶ αὖ ", οἱ πρεσβύτεροι, ἐπίσκοποι ἐλέγοντο, ὡς ἐπισκοποῦντες δηλαδὴ καὶ αὐτοὶ τὸν λαὸν, ὥστε καθαίρειν καὶ φωτίζειν τοὺς δεομένους. Τίνος δὲ χάριν τῷ κλήρῳ νῦν γράφει, ὅπερ οὐδαμοῦ ἀλλαχοῦ ἐποίησεν; Οτι αὐτοὶ τὸν Ἐπαφρόδιτον έπεμψαν, ἐπαγόμενον τὰ πρὸς χρείαν τῷ ᾿Αποστόλῳ. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Τὸ σύνηθες πρόσρημα προτίθησιν, ἐπευχόμενος αὐτοῖς ἵνα κεχαριτω μένοι είεν, καὶ μὴ ἐπαρθέντες κατ' ἀλλήλων ἐκπέ σωσι τῆς εἰρήνης καὶ τῆς ὁμονοίας. Τὰ γὰρ χαρί σματα τοῖς μὴ 10 προσέχουσι τύφοι πρόξενα. 18 αὖθις 0. 16 μὲν 0.
col. 1143–1144page 3 of 34
PG 124:1143ή 17 πόνον ἢ δεύ. Ο. οι ἡμῶν ο. Εὐχαριστῶ τῷ Θεῷ μου, ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν, πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν. Οσάκις ὑμῶν ἀναμνησθώ, φησὶ (πάντοτε δὲ τοῦτο ποιῶ), δοξάζω τὸν Θεὸν, ὅτι τοσοῦτον εἰς ἀρετὴν ἐπιδεδώκατε. Οὐ μὴν ἐπε δὴ οὕτως εὐδόκιμοι ἐστε ἐν τοῖς θείοις, παύομαι δεόμενος, ἀλλὰ καὶ δέομαι ὑπὲρ πάντων, ἵνα ἔτι εὐοδωθῆτε. Μετὰ χαρᾶς τὴν δέησίν μου ποιούμενος. Επι γὰρ καὶ μετὰ λύπης μεμνήσθαι, ὡς ὅταν ἀλλαχοῦ λέγει· Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν. "Ωστε τὸ μετὰ χαρᾶς μεμνῆσθαι, σημεῖον τῆς ἐκείνων ἀρετῆς. Ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ Εὐαγγέλιον, ἀπὸ πρώτης ἡμέρας ἄχρι τοῦ νῦν. Μέγα αὐτοῖς ἐνταῦτ θα προσμαρτυρεί, καὶ ἀποστολικὸν τῷ ὄντι, ὅτι, φησί, καὶ Κοινωνοί μου γίνεσθε καὶ συμμερισταὶ τῶν ἐπὶ τῷ Εὐαγγελίῳ πόνων· οὐχ ἕνα χρόνον, οὐδὲ δεύ τερον '', ἀλλ' ἀφ' οὗ ἐπιστεύσατε μέχρι τοῦ νῦν. Πῶς δὲ κοινωνεῖτε; Πέμποντές μοι τὰ πρὸς χρείαν [χρη ζομένῳ] καὶ κηδόμενοί μου. Ὁ γὰρ τῷ καλόν τι μεταχειριζομένῳ συνεργῶν, καὶ βοηθῶν πᾶσι τρόποις, μεριστής αὐτῷ τοῦ ἔργου γίνεται. Οὕτω καὶ τοῖς μάρτυσιν, οἱ τούτους μελοῦντες ", καὶ τοῖς ἀσκηταῖς οἱ πᾶσαν ἀμεριμνίαν αὐτοῖς ἐμποιοῦντες, καὶ τοῖς διδασκάλοις οἱ ἀπερισπάστους αὐτοὺς ποιοῦντες, κοινωνοὶ τῶν στεφάνων γίνονται. Πεποιθὼς αὐτὸ τοῦτο, ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν, ἐπιτελέσει. Εὐχαριστῶ, φησί, καὶ χαίρω, θαῤῥῶν ὅτι ὁ Θεὸς, ὃς ἐνήρξατο ποιεῖν ἐν ὑμῖν τὰ ἀγαθὰ ἔργα, αὐτὸς καὶ πληρώσει· ἀπὸ γὰρ τῶν παρελθόντων καὶ περὶ τῶν μελλόντων στο χάζομαι. "Ορα δὲ, πῶς μετριοφρονεῖν αὐτοὺς διδά σκει, τῷ Θεῷ πάντα ἀναθεὶς, καὶ οὐκ αὐτοῖς μό νοις. Οὐ μὴν οὐδὲ οὕτως ἀπεστέρησεν αὐτοὺς ἐγχων μίων· εἶπε γάρ· ῾Ο ἐναρξάμενος ἐν ὑμῖν· τους ἐστι, Διὰ τῆς ὑμῶν προαιρέσεως· εἰ γὰρ μὴ ἡ προαίρεσις τοῦ ἀνθρώπου εἴη, οὐδὲ ὁ Θεὸς ἐνεργήσει. Ἐπεὶ εἰ ἁπλῶς ἐνήργει, οὐδὲν ἂν ἐκώλυε καὶ Ελληνας καὶ πάντας ἀνθρώπους ἐνεργεῖσθαι. Ωπε οὐ μικρῶς κάν τούτῳ 10 εγκωμιάζει αὐτούς, ὡς ἐπι σπασαμένους τοῦ Θεοῦ τὴν χάριν συμπράττειν αυτ τοῖς· καὶ ὅτι τηλικαῦτά εἰσι τὰ κατορθώματα, ώστε μηδὲ ὑπ' ἀνθρωπίνης ἐνεργεῖσθαι δυνάμεως, ἀλλ' ὑπὸ Θεοῦ. ῎Α μα δὲ καὶ παραθαρρύνει αὐτοὺς ὥστε μὴ ῥᾳθυμῆσαι· εἰ γὰρ ὁ Θεὸς ἐπιτελεῖν μέλλει, οὐδὲ πολὺς ἔσται κάματος. Αχρις ἡμέρας Ἰησοῦ Χριστοῦ. Τουτέστιν, ἄχρι τῆς παρουσίας τοῦ Κυρίου. Οὕτω, φησί, θαῤῥῶ, ὅτι οὐκ ἐν μόνοις ὑμῖν ὁ Θεὸς ἐνεργήσει, ἀλλὰ καὶ ἐν τοῖς ἐξ ὑμῶν ", ἄχρι τῆς συντελείας τοῦ κόσμου. Ἢ τὴν ἑκάστου τελευτήν, ἡμέραν Ἰησοῦ Χριστοῦ νόει, τουτέστι συντέλειαν. Καθώς ἐστι δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ ἁπάντων ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ 10 ἐπιμελοῦντε;, και, πλημμελούντες ο. 10 κακ τούτου Ο. 30 επ:τε λέσειν Ο.
col. 1145–1146page 4 of 34
PG 124:1145ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου, καὶ τῇ ἀπολογίᾳ, καὶ βεβαιώσει τοῦ Εὐαγγελίου. Πέποιθα, φησίν, ὅτι ἄχρι τέλους τοιοῦτοι ἔσεσθε, καὶ φρονῶ τοῦτο ὑπὲρ ὑμῶν, διότι ἀεὶ ἔχω ἐν τῇ καρδίᾳ ὑμᾶς, καὶ οἶδα τὰ ὑμέτερα κατορθώματα, καὶ ὅτι σπουδάζετε καὶ ἀπόντες συγκοινωνοί μου γενέσθαι τῆς χάριτος τοῦ Εὐαγγελίου καὶ τῶν δεσμῶν. Ωστε δίκαιόν ἐστιν ἐμὲ τοιαῦτα στοχάζεσθαι ὑπὲρ ὑμῶν, καὶ ἀπὸ τῶν προοιμίων τεκμαίρεσθαι 38 καὶ τὸ τέλος. Ὅσον δὲ ἐγκώμιον τὸ ἐν καρδίᾳ εἶναι Παύλου, τοῦ μὴ ἁπλῶς οὕτως, ἀλλὰ μετὰ κρίσεως, καὶ τοὺς ἀξίους ἀγαπῶντος; Αλλ' οὐδ' ὅτε, φησίν, ἀπελογούμην Νέα ρωνι, ἐξέστητέ μου τῆς μνήμης. Βεβαίωσιν δὲ τοῦ Εὐαγγελίου τὰ δεσμά φησι καὶ τὰς θλίψεις. Και ἀπολογίαν δὲ αὐτὰ ταῦτα εἴποις ἄν. Πρόδηλον γάρ, ὅτι εἰ μὴ ἐπέπειστο ἀῤῥήτου; εἶναι ἀντιδόσεις, καὶ ἄματα ἀγαθὰ, οὐκ ἂν ἐδεσμεῖτο· οὐκ 18 ἂν τῷ θηριώδει Νέρωνι προσέκρουεν, εἰ μὴ ἄλλον βασιλέα μενι μώτερον 3 προεώρα. Ωστε αἱ θλίψεις βεβαίωσις τοῦ Εὐαγγελίου. Συγκοινωνούς μοι τῆς χάριτος πάντας ὑμᾶς ὄντας. Δείκνυσιν ἐνταῦθα, ὅτι οὐκ ἀκρίτως αὐτοὺς ἀγαπᾷ. Διὰ τοῦτο γὰρ, φησὶν, ἔχω ὑμᾶς ἐν τῇ καρ δία, διότι συγκοινωνοί μοί ἐστε τῆς χάριτος ταύτης, τουτέστι τῶν θλίψεων καὶ τῶν δεσμῶν καὶ σπουδάζετε μὴ ἀπολειφθῆναι ἡμῶν ἐν ταῖς θλίψεσιν, ἀλλὰ τῶν ὑπὲρ τοῦ Εὐαγγελίου πειρασμῶν κοινωνῆσαι. Ὅτι δὲ 38 χάρις τὰ δεσμὰ, δῆλον· Αρκεῖ σοι ἡ χάρις μου. Η γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Η δ καὶ μᾶλλον, ὡς προκατιών λέγει, ὅτι ἡμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ πάσχειν. Ορα δὲ, πῶς οὐκ εἶπε, Κοινωνούς, ἀλλὰ, «συγκοινωνούς,» δεικνὺς ὅτι καὶ αὐτὸς ' ἄλλοις ἐστὶ κοινωνός, ὥσπερ ἀλλαχοῦ φησιν· "Ἵνα συγκοινωνὸς τοῦ Εὐαγ γελίου γένωμαι, τουτέστιν, Ινα κοινωνήσω τῶν ἀποκειμένων ἀγαθῶν, τοῖς τὸ Εὐαγγέλιον καταγγέλλουσι. Μάρτυς γάρ μου ἐστιν ὁ Θεὸς, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ. Οὐχ ὡς ἀπιστούμενος μάρτυρα καλεῖ τὸν Θεὸν, ἀλλὰ τὴν πολλὴν διάθεσιν Οὐκ ἔχων παραστῆσαι διὰ λόγου, τῷ Θεῷ καταλιμπάνει τοῦτο, τῷ τὰς καρδίας, ἐξω ετάζοντι. Τοῦτο δὲ τοῦ ἀληθεύειν αὐτὸν τεκμήριον. Οὐ γὰρ ἂν, εἰ ἐκολάκευεν αὐτοὺς, μάρτυρα τὸν Θεὸν ἐκάλεσεν. Εν σπλάγχνοις δὲ, εἶπεν, Ἰησοῦ Χριστοῦ· τουτέστιν, οὐχὶ διά τι ἀνθρώπινον, οὐδ' ὅτι ἐπέμψατέ μοι τὰ πρὸς χρείαν, ἀλλ᾽ ἐν τῇ κατά Βεὴν ἀγάπῃ. "Η, ὅτι Πατὴρ ὑμῶν γεγονώς διὰ τῆς πίστεως τῆς εἰς Χριστὸν, σπλάγχνα ἔχω ἐφ' ὑμῖν, οὐ φυσικὰ, ἀλλ᾽ οἷα Χριστὸς χαρίζεται τοῖς γνησίοις αὐτοῦ δούλοις, τοῖς αὐτῷ γεννῶσι τὰ τοῦ Εὐαγγελίου τέκνα. Πάντας δὲ ποθῶ, ἐπειδὴ καὶ πάντες τοιοῦτοι έστε. Καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ. Καίτοι οὕτω 25 γάρ υ. 1) τεκμαίρομαι Ο. 13 ούδ' 0. Η μονιμώτατα θα παρακατιων Ο. 17 οὗτος 0.
col. 1147–1148page 5 of 34
PG 124:1147φιλούμενος, ὅμως ἔτι μᾶλλον βούλεται φιλεῖσθαι. Αγάπης γὰρ μέτρον τὸ μηδέποτε ίστασθαι. Ορα δὲ, πῶς ἐπιτατικωτέραις " ἐχρήσατο ταῖς. λέξεσιν, εἰπὼν, Ετι, και, μᾶλλον, και, περισσεύῃ. Φησί δὲ ταῦτα, οὐ μόνον ἵνα αὐτὸν ἀγαπῶσιν, ἀλλὰ καὶ τοὺς ἄλλους 8. Εν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει. Τουτέστιν, ἵνα μὴ ἁπλῶς πάντας ἀγαπᾶτε, ἀλλὰ μετὰ δοκι μασίας, καὶ γνώσεως, καὶ κρίσεως. Εἰσὶ γὰρ πολλοί ἀλόγως φιλοῦντες· ὅθεν οὐδὲν μόνιμοι αἱ τοιαῦται φιλίαι. "Η, ὅτι ἵνα μὴ αἱρετικοὺς ἀγαπᾶτε. Εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα. Τουτ. ἔστι τὰ συμφέροντα. Ἐὰν γὰρ μετὰ δοκιμασίας καὶ κρίσεως ἀγαπᾶτε, δύνασθε τὸ συμφέρον δοκιμάσαι, καὶ ἐπιγνῶναι τίνας μὲν χρή φιλεῖν, ὅτι τοὺς πι στούς· καὶ τίνας μὴ, ὅτι τοὺς ἀπίστους. Πῶς οὖν ἀλλαχοῦ φησι, Μετὰ πάντων ἀνθρώπων ειρηνεύετε; Πρῶτον μὲν, οὐχ ἁπλῶς εἶπεν, ἀλλὰ προσδιώρισεν Εἰ δυνατόν, μετὰ πάντων εἰρηνεύετε. Επειτα, ἄλλο ἐστὶ τὸ εἰρηνεύειν, καὶ ἄλλο τὸ ἀγαπᾷν. Τὸ μὲν γὰρ, τὸ μὴ μάχεσθαι· τὸ δὲ ἀγαπᾷν, διάθεσιν ψυχῆς ἀπαιτεῖ, καὶ οἷον σύγκρασιν, καὶ ἤθους ὁμοιότητα 10. ὅπερ πρὸς αἱρετικοὺς οὐ δεῖ ἐνδείκνυσθαι. Εἰ γὰρ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔκκοψον αὐτόν. Ινα ἦτε ειλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέ μαν Χριστοῦ. Οὐ πρὸς τὸ ἐμὸν συμφέρον ταῦτα λέ γω, ἀλλ᾽ ἵνα ὑμεῖς μηδὲν νόθον δόγμα τῷ τῆς ἀγά της προσχήματι παραδέξησθε. Εἶπε ει δὲ, εἰλικρινεῖς, ὡς πρὸς τὸν Θεόν· ἀπρόσκοποι, ὡς πρὸς τοὺς ἀνθρώπους. Εἰ γὰρ καὶ μή σε βλάπτει ἡ πρὸς τὸν αἱρετικὸν φιλία, ἀλλ᾽ ἕτερον σκανδαλίζει 18. Ώστε πῶς ἐν τῇ ἡμέρᾳ Χριστοῦ εὑρεθῇς δ' εἰλικρινής, σκανδαλίζων τοὺς ἀδελφούς; Πεπληρωμένοι καρπῶν δικαιοσύνης, τῶν διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον Θεοῦ. Τουτέστιν, Ινα μετὰ τῆς τῶν δογμάτων ὀρθότητος καὶ βίον ἔχητε ἀκατάγνωστον. Δικαιοσύνην γὰρ τὴν πᾶσαν ἀρετήν φησιν, ἢ τὴν ἐλεημοσύνην ἰδικώτερον. Οὐχ ἵνα δὲ ἀτελῶς τὴν ἀρετὴν ἢ τὴν ἐλεημοσύνην ἐργάζησθε, ἀλλ᾽ ἵνα ἦτε πεπληρωμένοι. Επει δὴ δὲ καὶ οἱ Ἕλληνες ἐδόκουν ἀρετῆς μεταποιεῖσθαι καὶ ἐλεημοσύνης, προσέθηκε· Τῶν διὰ Ἰησοῦ Χριστοῦ· τὰ ἐκείνων γὰρ οὐ κατὰ Χριστὸν, ἀλλὰ διὰ κενοδοξίαν καὶ ἀνθρωπαρέσκειαν. Εἰς δόξαν δὲ τοῦ Θεοῦ, τουτέστιν, Οὐκ εἰς ἐμὴν τοῦ διδάσκοντος ταῦτα. Ὥστε οὐ δεῖ ἐμποδίσαι ὑμᾶς τῇ δόξῃ τοῦ Θεοῦ. ῎Αμα δὲ καὶ παραθαρρύνει αὐτούς, ὡς τοῦ Θεοῦ μέλλοντος συνεργεῖν ἐν τῷ εἰς δόξαν αὐτοῦ ἔργῳ. Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοί, ὅτι τὰ κατ' ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθεν. Εἰκὸς ἦν αὐτοὺς μαθόντας ὅτι δέδεται, θορυβεῖσθαι, ὡς τοῦ κηρύγματος εγκοπτομένου. Αναιρῶν οὖν τὴν ὑπόνοιαν ταύτην, φησὶν, ὅτι οὐ 18 ἐπιτατικώτερον Ο. 19 ἀλλ᾽ ἵνα καὶ ἀλλήλου; Πι. 20 ἡμερότητα 0. ται 0. εὑρεθήσῃ 0. οι ήτε ο. 84 ἕτερος σκανδαλίζε
col. 1149–1150page 6 of 34
PG 124:1149μόνον οὐκ ἐνεπόδισαν τὰ δεσμά μου τῷ Εὐαγγελίῳ, ἀλλὰ καὶ μᾶλλον εἰς προκοπὴν ἐγένοντο. Ωστε τοὺς δεσμούς μου φανερούς γενέσθαι ἐν Χριστῷ ἐν ὅλῳ τῷ πραιτωρίῳ, καὶ τοῖς λοιποῖς πᾶσι. Τουτέστιν, ὥστε καὶ δεδεμένον όντα με πλέον παρρησιάζεσθαι, καὶ μὴ σιγῆσαί με, ἀλλὰ τὸ κήρυ γμα τοῦ λόγου καὶ ἄχρις αὐτοῦ φθάσαι τοῦ πραιτωρίου, τουτέστι τῶν βασιλείων, καὶ ἐν τῇ πόλει πάσῃ. Τοῦτο δὲ ἐν Χριστῷ γέγονε· τουτέστιν, Οὐκ ἐμὸν κατόρθωμα, ἀλλὰ τοῦ Χριστοῦ. "Η, Τούς δεσμούς μου τοὺς ἐν Χριστῷ, τουτέστι, τοὺς διὰ Χριστόν. Καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ, πεποιθότας τοῖς δεσμοῖς μου, τολμᾷν περισσοτέρως αφόβως λαλεῖν τὸν λόγον. Καὶ πρότερον μὲν ἐπαῤῥησιάζοντο, νῦν δὲ περισσότερον ἐκ τοῦ ἐμὲ ἰδεῖν πλέον παρρησιαζόμενον, καὶ ταῦτα δεδεμένον. Ἐπεὶ γὰρ εἶδον ἐμὲ δεδεμένον, ἀνεῤῥώσθησαν κάτ κεῖνοι εἰς ζῆλον. Ἐπεὶ δὲ μέγα ἐδόκει λέγειν, ὅτι Ἐγὼ αὐτοὺς ἐθάῤῥυνα, εἶπεν· Ἐν Κυρίῳ. Εἰ τοίνυν οἱ ἐγγὺς ὄντες τῶν δεσμῶν μου οὐ ταράττονται, ἀλλὰ μᾶλλον πλεῖον θάρσος δέχονται, πολλῷ μᾶλλον ὑμᾶς χρή. Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ δι' εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν. Ἐπειδὴ κατα εσχέθη ὁ Παῦλος, πολλοὶ τῶν ἀπίστων ἐκήρυττον καὶ αὐτοὶ τὸν Χριστὸν, βουλόμενοι εἰς πλείονα ὀργὴν ἐκκαῦσαι τὸν Νέρωνα, ὥστε τάχιον τὸν Παῦλον ἀν ελεῖν, ὡς τοῦ κηρύγματος πανταχοῦ δι' 88 αὐτοῦ και τασπειρομένου. Τοῦτο οὖν ἐστι τὸ, Διὰ φθόνον καὶ ἔριν. "Η, ὅτι Βουλόμενοι καὶ αὐτοὶ τιμᾶσθαι, καὶ ὑποσπάν τι τῆς ἐμῆς δόξης. "Αλλοι δὲ, «Δι' εὐδοκίαν,» φησί, τουτέστι, χωρὶς ὑποκρίσεως, καὶ μετὰ εὐτ θείας 20 γνώμης. Οἱ μὲν ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς. Τουτέστιν, οὐκ εἰλικρινῶς, οὐδὲ δι' αὐτὸ τὸ καλόν. Οιόμενοι θλίψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου. Νομίζοντες, φησίν, οὕτω με εἰς μείζονα ἐμβαλεῖν κίνδυνον, καὶ θλίψιν ἐπὶ θλίψει ἐπάγειν· ἀλλ' οὐχ οὕτω προβαίνει αὐτοῖς τὸ τέχνασμα. Λαμπρότερον γὰρ ἐκ τούτου τὸ κήρυγμα γίνεται, καὶ ἡ ἐμὴ χαρὰ διὰ τοῦτο μείζων. Ορᾷς, ὅτι ἔστιν ἔργον ποιῆσαι ἀγαθὸν οὐκ ἀπὸ προαιρέσεως ἀγαθῆς, καὶ οὐ μόνον μισθὸν μὴ ἀπολαβεῖν, ἀλλὰ καὶ κολασθῆναι; Οἱ δὲ ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ Εὐαγγελίου κείμαι. Τουτέστιν, Οἱ δὲ ἀπὸ τῆς ἀγά της τῆς εἰς τε τὸν Κύριον καὶ εἰς ἐμὲ, κηρύττουσιν, εἰδότες ὅτι λόγους μέλλω ποιῆσαι ὑπὲρ τοῦ κηρύγματος, καὶ διὰ τοῦτο συναίρονται μοι τοῦ ἔργον. Ἐὰν γὰρ πολλοὶ ὦσιν οἱ τῷ κηρύγματί μου προτε ιόντες, εὔκολός μοι ἡ ἀπολογία ἔσται. Εἰς τοῦτο οὖν ἐκεῖνοι συνεργοῦσι, κατηχούντες πολλούς. 13 περισσοτέρως ο. " γὰρ παρεθάρ. Ο. Ν 10 ὑπ' ο. 86 ὀρθῆς, Ο. Η προσφέρειν ο. 30 πόλεμον θα
col. 1151–1152page 7 of 34
PG 124:1151Αποκαραδοκίαν ποιήσωσιν ο. Τί γάρ; πλὴν [ότι] παντὶ τρόπῳ, είτε προφάσει, εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται. Τί γάρ, φησί, δεῖ πολλὰ λέγειν; ἢ τί μοι, φησὶ, μέλει, ἄν τε οὕτως, ἄν τε οὔ· εἶτε προφάσει, τουτέστιν ἐριθείᾳ καὶ ὑποκρίσει· εἴτε ἀληθείᾳ, τουτέστιν εὐθύτητι γνώμης, Χριστὸς καταγγέλλεται; Ἐκ τούτων τινὲς ἀνόητοι ὑπέλαβον, ὅτι ὁ Παῦλος πάροδον δέδωκε ταῖς αἱρέ σεσι. Μόνον γάρ, φησί, τὸν Χριστὸν καταγγελλέτω τις, καὶ οὐδὲν διαφέρει. ᾿Αλλὰ σκόπει, πρῶτον μὲν οὐκ εἶπε, Καταγγελλέσθω, ἵνα καὶ νομοθετεῖν δόξῃ ἀλλὰ, Καταγγέλλεται, τὸ γινόμενον ἐξηγούμενος. Επειτα, εἰ καὶ ὡς νομοθετῶν εἰρήκει, οὐδὲ οὕτω πάροδον ταῖς αἱρέσεσι δέδωκε. Πῶς; Ὅτι οὗτοι περὶ ὧν φησιν, οὐ νόθα δόγματα εἰσῆγον, ἀλλ᾽ ὀρθὰ μὲν ἐκήρυττον, οὐκ ὀρθῶς δὲ, οὐδὲ εὐθεῖ σκοπῷ· οἱ δὲ αἱρετικοί, προηγουμένως οὐκ ὀρθὰ κηρύττουσιν, ἀλλὰ διεστραμμένα καὶ νόθα, μετὰ τοῦ καὶ τὸν σκοπὸν ἔχειν διεστραμμένον. Καὶ ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ χαρήσομαι. Ἐκεῖνοι μὲν διὰ τὸ λυπῆσαί με ταῦτα ποιοῦσιν· ἐγὼ δὲ χαίρω ὅτι ὁ Χριστός πλέον κηρύττεται· κἂν ἔτι τοῦτο ποιοῦσιν, ἐπὶ πλέον χαρήσομαι. Ορις, πῶς αἱ μηχαναὶ τοῦ διαβόλου αὐτὸν ἐκεῖνον καταλύουσιν; οἶδα γὰρ ὅτι μοι τοῦτο ἀποβήσεται εἰς σωτη ρίαν. Τοῦτο. Ποῖον; Τὸ αὔξεσθαι τὸ κήρυγμα διὰ τῆς πρὸς ἐμὲ ἔχθρας καὶ τοῦ ζήλου. Διὰ τῆς ὑμῶν δεήσεως, καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ. "Ορα την ταπεινοφροσύνην τοῦ μακαρίου 4, ἀπὸ μυρίων κατορθωμάτων ἔχων ὀφειλομένην τὴν σωτηρίαν, ὅμως φησίν, ὅτι Ἐὰν τῶν ὑμετέρων εὐχῶν ἀξιωθῶ, καὶ ἐπιχορηγηθῇ μοι δι' αὐτῶν πλεῖον τὸ Πνεῦμα, ἐντεῦθεν ἔσται μοι ἡ σωτηρία". Επιχορηγίαν δὲ λέγει τὴν πλείω ἐπίσ δοσιν τῆς χάριτος τοῦ Πνεύματος. Κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου. 'Απο καραδοκίαν, τὴν βεβαίαν ἐλπίδα καὶ ἀμετάθετών φησί, παρὰ τὸ, τὴν κάραν ὅλην δοκεῖν καὶ ἐπινεύειν πρὸς τὸ βεβαίως ἐλπιζόμενον. Φησὶ γοῦν, ὅτι Ἐλπίζω βεβαίως σωθήσεσθαι. Σωτηρίαν δὲ καὶ τὴν ἀπαλλαγὴν τῆς τοῦ Νέρωνος ωμότητος νοήσεις. Ωσπερ γάρ, φησί, τὸν πρῶτον [κίνδυνον], οὕτω καὶ τὸν παρόντα διαφεύξομαι. Διδάσκει δὲ ἐνταῦθα μὴ τὸ πᾶν ταῖς ετέρων εὐχαῖς ἐπιτρέπειν, ἀλλὰ καὶ αὐτοὺς ἡμᾶς συνεισφέρειν, ὥσπερ οὖν καὶ αὐτὸς τὴν ἐλπίδα, τὴν πάντων αἰτίαν ἀγαθῶν. Καὶ ὁ προφήτης γάρ φησι Γένοιτο τὸ ἔλεός σου καθάπερ ἠλπίσαμεν· καὶ ετέρωθι, Τίς ἤλπισεν ἐπὶ Κύριον καὶ κατησχύνθη; καὶ αὐτὸς ὁ Παῦλος, Ἡ ἐλπὶς οὐ καταισχύνει. *Οτι ἐν οὐδενὶ αἰσχυνθήσομαι. Τουτέστιν, Ούτε ἐν τῷ ζῇν· κηρύττω γάρ· οὔτε ἐν τῷ θανεῖν· οὐ γὰρ νο του μακαρίου Παύλου Η εἰς σωτηρίαν. και γάρ ο.
col. 1153–1154page 8 of 34
PG 124:1153περιέσονται οἱ ἐχθροί. Κἂν γὰρ κτείνωσι, τότε μοι μᾶλλον ἡ ἀνεπαίσχυντος δόξα· ὅμως οὐκ ἔστα: οὐδὲ ἐ τοῦτο αὐτοῖς. Αλλ' ἐν πάσῃ παρρησίᾳ μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς, εἶτε διὰ θανάτου. Ἐκεῖνοι μὲν, φησί, διὰ τοῦ αὐτῶν δόλου ᾠήθησαν εἰς κινδύνους καὶ θάνατόν με ἐμβα λεῖν· οὐ προχωρήσει δὲ αὐτοῖς τὸ σπούδασμα, 'Αλλ' ἐν πάσῃ παρρησίᾳ, τουτέστι φανερῶς καὶ ἀναν τιῤῥήτως, μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματι μου· τουτέστι, Ζῶντός μου, καὶ τὸ σῶμα τοῦτο περιφέροντος· οὐ γὰρ ἀποθανοῦμαι. Ἵνα δὲ μή τις εἴπῃ· Τί οὖν; Ἐὰν σὺ ἀποθάνῃς, οὐ μεγαλυνθήσεται; ἐπάγει, ὅτι Καὶ διὰ τοῦ θανάτου μὲν τοῦ ἐμοῦ μεγα λυνθήσεται, ὅτι με καὶ τοῦ θανάτου ἰσχυρότερον ἐποίησε· πλὴν τέως διὰ τῆς ζωῆς νῦν, ὅτι ταύτην κα μοι ἐχαρίσατο ἐξελόμενος τῶν κινδύνων. Λέγει δὲ περὶ τοῦ θανάτου, οὐχ ὡς εὐθέως ἀποθανούμενος, ἀλλ᾽ ἵνα, εἰ καὶ γένηται, μή ταραχθῶσι· σφόδρα γὰρ αὐτοῦ περιείχοντο. Ἐμοὶ γὰρ τὸ ζῆν, Χριστὸς, καὶ τὸ ἀποθανεῖν, κέρδος. Τουτέστι, Καινήν τινα ζωὴν ζῶ, καὶ ὁ Χρι στός μοί ἐστι τὰ πάντα, καὶ πνοὴ, καὶ ζωή, καὶ φῶς. Τὸ γὰρ τῆς ζωῆς ὄνομα σημαίνει μὲν καὶ τὴν φυσικὴν ζωὴν ('Ἐν αὐτῷ γὰρ, φησί, ζῶμεν καὶ κι νούμεθα)· σημαίνει δὲ καὶ τὴν τῆς ἁμαρτίας· ὡς ὅταν λέγῃ· Οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ; σημαίνει δὲ καὶ τὴν αἰώνιον, ἤτοι τὴν κατὰ Χριστόν· ὡς, Τὸ ἡμῶν πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει. Ἐνταῦθα τοίνυν οὐ τὴν φυσικὴν ζωὴν ἀρνεῖται ὁ Παῦλος, ἀλλὰ τὴν ἐν τῇ ἁμαρτίᾳ, τὴν προσέχουσαν τῇ κοσμικῇ ἀπάτῃ. Τὸν Χριστὸν δὲ ὁμολογεῖ εἶναι [εν] αὐτῷ ζωὴν, ὥσπερ οὖν καὶ ἀλλαχοῦ φησιν· Ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ. Τὸ δὲ ἀποθανεῖν, κέρδος, ὅτι αὐτῷ, φησί, τότε σαφέστερον συνέσομαι. Ὥστε κέρδος μοι προξενήσουσιν οἱ τῆς ἐν τῷ κόσμῳ ζωῆς ἐκβαλεῖν σπεύδοντες, τῷ Χριστῷ, ὅς ἐστιν ἐμὴ ζωή, παρα πέμποντές με. Εἰ δὲ τὸ ζῆν σαρκί, τοῦτό μοι καρπὺς ἔργου, καὶ τί αἱρήσομαι οὐ γνωρίζω. ἵνα μὴ νομίσης διαβάλλειν αὐτὸν τὴν παροῦσαν ζωὴν, φησίν· Εἰ δὲ τὸ ζῆν ἐν σαρκί, τοῦτό μοι καρπὸς ἔργου· τουτο ἐστιν, Εἶπον μὲν ὅτι κέρδος μοι τὸ θανεῖν, πλὴν ἐπειδὴ καὶ τὸ ζῆν ἐν σαρκὶ οὐκ ἄκαρπόν μοί ἐστι (καρποφορώ γάρ, διδάσκων καὶ φωτίζων πάντας), οὐκ οἶδα τί αἱρήσομαι. Ἐνταῦθα δὲ φράττονται καὶ τῶν τὴν παροῦσαν ζωὴν διαβαλλόν των αἱρετικῶν τὰ στόματα· καὶ γὰρ οὐ πονηρά ἐστιν, εἴ γε καρποὺς ἡμῖν δίδωσιν. "Ωστε οὐχ αὕτη αἰτία, ἀλλ᾽ ἡ προαίρεσις τῶν κακῶς χρωμένων αὐτῇ. Καὶ μυστήριον δέ τι ἀποκαλύπτων, δείκνυσιν ἑαυτὸν κύριον ὄντα τοῦ ζῆν καὶ τοῦ ἀποθανεῖν. Εἰ γὰρ βου λοίμην, φησίν, αἰτήσασθαι τὸν Θεὸν, δώσει χάριν 63 οὐδὲν ο. μα πάντα 0. " ἀγάπῃ 0.
col. 1155–1156page 9 of 34
PG 124:1155ὥστε καὶ ἐκ τούτου ὀφείλετε παραμυθείσθαι, ὅτι εἰ καὶ θανῶ 68, οὐχὶ σε πονηρίᾳ τῶν ἐχθρῶν ἀλλὰ θεον οικονομία γίνεται τοῦτο. Συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ μᾶλλον κρείσσον· τὸ δὲ ἐπιμένειν ἐν τῇ σαρκὶ, ἀναγκαιότερων δι' ὑμᾶς. Ταῦτα λέγει προπαρασκευάζων αὐτοὺς ἐνεγκεῖν γενναίως την μέλλουσαν αὐτοῦ τελευτήν. Τί γὰρ ἀλγεῖτε, φησὶν, ἐπὶ τῷ θα νάτῳ; Τοῦτο ἐπιθυμῶ, [πάλαι, καὶ πάλιν] καὶ κρείττόν μοι τοῦτό ἐστι· δίδωσι γάρ μοι σὺν Χριστῷ εἶναι. ὥστε οὐ δεῖ ὑμᾶς ἀλγεῖν. Πλὴν πάλιν τὸ ἐπιμένειν τῇ σαρκί, ἀναγκαιότερον διὰ τὴν ὑμετέραν σ' ὠφέλειαν οὐ γὰρ ζητῶ τὸ ἐμαυτοῦ, ἀλλὰ τὸ ὑμῶν. Συνεχόμενος οὖν ἐκ τῶν δύο τούτων, τουτέστι στενοχωρούμενος, καὶ μὴ εἰδὼς ποῖον προτιμήσω· ὅμως ἀναγκαιότερον κρίσ νω, τὸ ὑμᾶς ζῶν ὠφελεῖν. Δρα ἔστι τι τῆς τοῦ Παύλου ψυχῆς ἀντάξιον; ὅς γε καὶ τοῦ συνείναι Χριστῷ αἰ ρετώτερον ἔκρινε καὶ προτιμότερον τὴν τῶν ἄλλων ὠφέλειαν, ἵνα πλέον οἰκειωθῇ τῷ Χριστῷ ὑπερτιθέμενος τὴν μετὰ Χριστοῦ διαγωγήν. Ει ακ σε θανατῶ 0. Καὶ τοῦτο πεποιθὼς οἶδα, ότι μενῶ καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν, εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως. Επειδή, φησὶν, ἀναγκαῖόν ἐστι τὸ ἐπιμένειν τῇ σαρκί, πεποιθότως καὶ ἀδιστάκτως οἶδα ὅτι μενῶ· τουτέστι, ζήσω· καὶ οὐχ ἁπλῶς, ἀλλὰ, μεθ᾽ ὑμῶν· ὅ ἐστιν, Οψομαι ὑμᾶς. Τίνος ένεκεν; Ἵνα ὑμεῖς προκόψητε ἐν τῇ πίστει, τουτέστι, στην ριχθῆτε και παγιωθῆτε ἔν τε τῷ δόγματι, καὶ τῷ βίῳ· ἥτις προκοπή χαρά ἐστιν ἀληθὴς καὶ ὑμῶν καὶ ἐμοῦ. Ἐνταῦθα δὲ καὶ φοβεῖ αὐτούς, ὡς ἂν εἰ λέγων· Ορᾶτε, δι' ὑμᾶς ἐστερήθην τοῦ συνείναι Χριστῷ· μὴ ματαιώσητέ μου τὴν ἐν σαρκί παραμονὴν. Τί οὖν; διὰ Φιλιππησίους μόνους παρέμενεν; Οὐ διὰ τούτους μόνους, ἀλλὰ θεραπεύων αὐτοὺς τοῦτο λέγει, καὶ προτρεπόμενος, εἰς πλείω νῆψιν. Ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ, διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς. Ἐπειδὴ ἄνω εἶπεν, ὅτι διὰ τὴν ὑμῶν προκοπήν παραμενῶ, δείκνυσιν ὅτι καὶ αὐτός τι κερδαίνει ἐκ τούτου, τὸ καυχᾶσθαι περισσοτέρως ἐπ' αὐτοῖς, ὡς προκόπτουσι διὰ τῆς αὐτοῦ πρὸς αὐτοὺς παρουσίας. Τί οὖν; ἦλθε πρὸς αὐτούς; Τοῦτο ἄδηλόν ἐστι καὶ ζητεῖται. Μόνον ἀξίως τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ που λιτεύεσθε. Μόνον τοῦτο ζητῶ σε παρ' ὑμῶν, ἵνα ἐπιδῶτε πρὸς ἀρετήν. Αξίως δὲ τοῦ Εὐαγγελίου πολιτεύεται ὁ ἑαυτὸν ἀπαρνησάμενος, καὶ τὸν στα ρὸν ἄρας, καὶ ἀκολουθήσας, Χριστῷ. Ινα, εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς, εἴτε ἀπών, ἀκούσω τὰ περὶ ὑμῶν. Οὐχ ὡς μεταθέμενος τὴν γνώμην, οὐδ᾽ ὡς οὐκέτι ἥξων ταῦτα λέγει· ἀλλά, 4 οὐ χρὴ πονηρίᾳ τῶν ἐχθρῶν ὑπολαμβάνειν τοῦτο γίνεσθαι, ἀλλὰ Θεοῦ οἰκονομία 0. οι ὑμῶν ο.. συνέχομαι οι συνδιαγωγήν ο. οὐ ἐπιζητῶ ο. μ ό. το υ.

Chapter IICaput II

col. 1157–1158page 10 of 34
PG 124:1157Καὶ ἐὰν τυχὸν οὐκ ἔλθω, φησί, δύναμαι καὶ ἀπὼν εὐφραίνεσθαι ἐν δι τῇ κατὰ τὸ Εὐαγγέλιον πολιτεία ὑμῶν. Ὥστε μὴ ἀναπέσητε, κἂν μὴ παραγένωμαι, ἀλλ᾽ ὡς μαθησομένου τὰ καθ᾽ ὑμᾶς, νήφετε. Οτιστήκετε ἐν ἑνὶ πνεύματι, μια ψυχῇ. Τουτο ἐστιν, ἐν τῷ αὐτῷ χαρίσματι τῷ τῆς ὁμονοίας· οὕτω γὰρ καὶ ἐν μιᾷ ψυχῇ ἱστανταί τινες όμονοοῦντες καὶ ὁμοψυχοῦντες, δηλονότι ὅταν σε καὶ ἓν πνεῦμα ἔχωσι. δὲ Συναθλοῦντες τῇ πίστει τοῦ Εὐαγγελίου. Τουτέστι, συμπαραλαμβάνοντες τι ἀλλήλους ἐν τῇ ὑπὲρ τῆς πίστεως ἀθλήσει. Καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων. Οὐ λέγω, φησί, μὴ καταπίπτοντες, ἀλλὰ, μηδὲ πτυρόμενοι, τουτέστι, μὴ θορυβούμενοι ἐν μη δενί, κἂν κινδύνους ἀπειλῶσι, κἂν θανάτους επα άγωσιν· οὐδὲν γὰρ ἀνύουσιν, ἀλλὰ πτύρουσι μόνον οὕτως εἰσὶν ἀνίσχυροι. Ητις ἐστὶν αὐτοῖς μὲν ἔνδειξις απωλείας, ὑμῖν δὲ σωτηρίας. "Οταν γὰρ ἴδωσιν, ὅτι μυρία τεχναζόμενοι, οὐδὲ πτύραι ὑμᾶς δύνανται, οὐ δεῖγμα τοῦτο σαφὲς ἐξουσιν, ὅτι τὰ μὲν αὐτῶν ἀπολοῦνται, τὰ δὲ ὑμέτερα οι ἰσχυρὰ, καὶ ἀνάλωτα, καὶ αὐτόθεν ἔχοντα τὴν σωτηρίαν; Καὶ τοῦτο ἀπὸ Θεοῦ. "Οτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, σύ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Χάρισμα όνο μάζων ὁ Παῦλος τὸ ὑπὲρ Χριστοῦ πάσχειν, δύο [ταῦτα] ἐνταῦθα κατορθοῖ· ἓν μὲν, ἵνα μὴ αἰσχύνωνται, μηδὲ καταπίπτωσι πάσχοντε;· ἕτερον δὲ, ἵνα μὴ ἐπαίρωνται. Τὸ πᾶν γὰρ, φησί, τοῦ Θεοῦ ἐστι. Καὶ γὰρ καὶ τὰς ἀρετὰς χαρίσματά φησιν οὐχ ἵνα τὸ αὐτεξούσιον ἀνέλῃ, ἀλλ' ίνα μετριόφρονα; κατασκευάσῃ. Οὐδὲ γὰρ ἄνευ Θεοῦ ποιεῖν τι δυνά μεθα. Τάχα δὲ καὶ τοῦτο τὸ χάρισμα μεῖζον τοῦ νεκροὺς ἀνιστᾷν. Ἐκεῖ μὲν γὰρ ὀφειλέτης εἰμί ἐνταῦθα δὲ ὀφειλέτην ἔχω τὸν Χριστόν. Ὢ θαῦμα! καὶ χαρίζεται μοι, καὶ ἐπ' αὐτῷ τούτῳ ὀφείλει μοι. Τὸν αὐτὸν ἀγῶνα ἔχοντες, οἷον ἴδετε ἐν ἐμοί, καὶ νῦν ἀκούετε ἐν ἐμοί. Δείκνυσι τὰ αὐτὰ ἀγω νιζομένους αὐτῷ, τὰ αὐτὰ ἀθλοῦντας· δ μεγάλην αὐτοῖς ἀρετὴν προσμαρτυρεί. Εχετε δὲ, φησὶν, ἐμὲ ὑπόδειγμα· καὶ γὰρ ίδετέ με παρ' ὑμῖν ἀθλήσαντα, ὅτε δηλαδὴ ἐδάρην καὶ ἐφυλακίσθην· καὶ νῦν δὲ ἀκούστε. ΚΕΦΑΛ. Β'. Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴτις πα ραμυθία * ἀγάπης, εἴ τις κοινωνία Πνεύματος, εξ τινα σπλάγχια καὶ οἰκτιρμοί, πληρώσατέ μου τὴν χαρὰν, ἵνα τὸ αὐτὸ φρονῆτε. “Ο λέγει, τοιοῦ τόν ἐστιν· Εἰ βούλεσθε παράκλησίν τινα δοῦναί μοι ἐν τοῖς πειρασμοῖς μου· εἴ τινα παραμυθίαν, οταν ἡ ἀγάπη γεννᾷ· εἰ μέλλετε δεῖξαι ὅτι κοινωνίαν τινὰ ἔχετε μετ᾿ ἐμοῦ ἐν τοῖς πνευματικοῖς καὶ κατὰ Ει δε κι ἐπὶ ο. δε τουτέστιν, ὁμονοοῦσι, καὶ ὁμε σχοῦσιν, ὅτι ο. παραμύθιον ο. 13 συμπεριλ. π. οι ημέτερα 0. σε είτε
col. 1159–1160page 11 of 34
PG 124:1159πάσχω· ταῦτα πάντα ἐν τούτῳ μοι ἀπόδοτε, ἐν τῷ ἀλλήλους ἀγαπᾷν. Ορα δὲ, πῶς τὸ ὁμονοεῖν ἐκείνους, οἰκείαν εὐεργεσίαν, καὶ ὡς αὐτὸς ἐλέους ἀξιούμενος τίθεται. Οὐκ εἶπε δὲ, Ποιήσατέ μοι χαράν, ἀλλὰ, [χαράν] Πληρώσατε. "Ηρξασθε, φησί, τῆς ἐν ἐμοὶ χαρᾶς, καὶ ἤδη μετεδώκατέ μοι τοῦ εἰρηνεύειν· ἐπι θυμῶ λοιπὸν καὶ εἰς τέλος ταύτην ἐλθεῖν. Ποία δέ μοι χαρά; Οὐχ ἵνα τῶν κινδύνων ῥυσθῶ, ἢ λάβω τι παρ ὑμῶν, ἀλλ' ἵνα ὑμεῖς τὸ αὐτὸ φρονῆτε. ; Κύριον· εἰ σπλαγχνίζεσθε καὶ οἰκτείρετέ με ἐφ' οἷς εριθεία, μου Ο. Τὴν αὐτὴν ἀγάπην ἔχοντες. Τοῦτο μείζον τοῦ τὸ αὐτὸ φρονεῖν. Τὴν [γὰρ] αὐτὴν ἀγάπην ἔχετε. Μὴ φιλούμενος ὑπερβαλλόντως αὐτὸς, φίλει χαύνως δ', ἀλλ' ἴσῳ τῷ μέτρῳ. Σύμψυχοι, τὸ ἓν φρονοῦντες. Ως μία ὄντες ψυχὴ, οὐ τῇ οὐσίᾳ, ἀλλὰ τῇ [μια] γνώμῃ καὶ τῇ ὁμο νοίᾳ· 8 δηλοῖ εἰπών· Τὸ ἓν φρονοῦντες. Μηδὲν κατ' ερίθειαν, ἢ κενοδοξίαν. Μηδέν, φησί, κατὰ ζῆλον ἢ ἔριν ποιοῦντες· ὅπερ ειώθαμεν λέ γειν· Σπουδάσαι ἔχω, ἵνα μή με νικήσῃ ὁ δεῖνα τοῦτό ἐστιν ἡ ἐριθεία. Εἶτα τὴν ταύτης ως μητέρα ἐπάγει, τὴν κενοδοξίαν· ἐκ γὰρ ταύτης ἐκείνη. Οταν γὰρ τῆς τῶν ἀνθρώπων δόξης ἐρῶμεν, τί οὐ πράττομεν διὰ ταύτην; ᾿Αλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμεν νοι ὑπερέχοντας ἑαυτῶν. Νῦνε ὁδὸν δείκνυσιν ἡμῖν δι' ἧς φευξόμεθα τὴν κενοδοξίαν, καὶ δόγμα λέγει συγκρότημα τῆς ἡμῶν σωτηρίας. Ἐὰν γὰρ ὑπολά της, φησὶν, ὅτι ὁ δεῖνα οὐχ ἁπλῶς μείζων σου ἐστιν, ἀλλ' ὅτι καὶ καθ' ὑπερβολὴν ὑπερέχει σου, καὶ ἀπὸ πολλῆς ταπεινοφροσύνης πείσης σεαυτὸν τοῦτο οὕτως ἔχειν, τιμήσεις πάντως αὐτόν. Τοῦτο δὲ ποιῶν, οὐκο ἐτι ὅταν ἴδῃς αὐτὸν καὶ παρ' ἑτέρων τιμώμενον, δυσχερανεῖς, ἀλλὰ κἂν ὀνειδίσῃ σε αὐτὸς, κἂν τύψῃ. κούφως οἴσεις· μείζονα γάρ σου αὐτὸν νενόμικας. Οὐδὲ φθονήσεις· ὁ γὰρ φθόνος πρὸς τοὺς ἴσους, οὐ πρὸς τοὺς ὑπερέχοντας. Καὶ αὖθις, ἐκεῖνος οὕτως ὑπολαμβανέτω σε, ὡς ὑπερέχοντα αὐτοῦ, καὶ ἔσται πᾶσα γαλήνη. Μὴ τὰ ἑαυτοῦ ἕκαστος σκοπείτω, ἀλλὰ καὶ τὰ τοῦ ἑτέρου ἕκαστος. Οταν γὰρ ἐγὼ μὲν τὸ σοὶ συμφέρον, σὺ δὲ τὸ ἐμὸν αὖθις ζητεῖς “, οὔτε κενο δοξίας ἐνταῦθα χώρα, οὔτε ἔριδος, οὔτε τινὸς ἁπλῶ; τῶν κακῶν, ἀλλὰ βίος ἀγγελικὸς καὶ θεῖος. Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χρισ στῷ Ἰησοῦ. "Ωσπερ ὁ Χριστός, Γίνεσθε οἰκτίρμονες, φησὶν, ὥσπερ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος καὶ αὖθις, Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι οὕτω καὶ Παῦλος ταπεινοφροσύνην διδάσκων, τὸν Χριστὸν εἰς τὸ μέσον παράγει, ἐκ περιουσίας ἡμᾶς ἐντρέπων, ὥσπερ καὶ ἀλλαχοῦ λέγει· Δι' ἡμᾶς ἐπε 88 τούτου Ο. σε φιλεῖς φαύλως 0. 50 την Ο. 60 ἑαυτῶν πο σε ζητήσης Οι
col. 1161–1162page 12 of 34
PG 124:1161τώχει σε πλούσιος ὤν. Οταν γὰρ δείξῃ τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν παντὸς ὕψους ἐπέκεινα, ἐν τοῖς κατω τάτοις γενόμενον, τίνα οὐκ ἐντρέψῃ σε τῶν ὑψηλοφρόνων; ὓς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Αρίθμει, πόσοι ἐντεῦθεν αἱρετικοί πίπτουσι. Μαρκίων ὁ Ποντικὸς ἔλεγεν, ὅτι πονηρὸς ὁ κόσμος, καὶ ἡ σάρξ, καὶ οὐκ ἀνέλαβε ταύτην ὁ Θεός. Μάρκελλος ὁ Γαλάτης, καὶ Φωτεινὸς, καὶ Σωφρόνιος, ἔλεγον τὸν Λόγον τοῦ Θεοῦ ἐνέργειαν εἶναι, οὐκ οὐσίαν ἐνυπόστατον· ταύτην δὲ ἐνοικῆσαι τὸν «ἐκ σπέρματος Δαυΐδ. Καὶ Παῦλος δὲ ὁ Σαμωσατεὺς ἔλεγεν, ὅτι ἀπὸ Μαρίας ἔσχε τὴν ἀρχὴν τοῦ εἶναι. Καὶ Σαβέλλιος δὲ ὁ Λίβυς ἔλεγεν, ὅτι Πατήρ, καὶ Υἱὸς, καὶ Πνεῦμα ἅγιον, ὀνόματά έστι ψιλά ἑνὶ προσώπῳ ἐπιλεγόμενα. "Αρειος ἔλεγεν, ὅτι κτίσμα ἐστὶν ὁ Υἱός. ᾿Απολλινάριος ὁ Λαοδικεύς, ὅτι ψυχὴν νοερὰν οὐκ ἔλαβεν ". "Ορα τοίνυν, πῶς πίπτουσι πάντ τες μια σχεδόν μαχαίρᾳ· Εν μορφῇ Θεοῦ ὑπάρχων. Πῶς οὖν, οἱ περὶ Μάρκελλον, λέγετε, ὅτι ἐνέργειά ἐστιν ὁ Λόγος, οὐκ οὐσία δέ; Μορφὴ γὰρ Θεοῦ ἡ οὐσία λέγεται, ὥσπερ μορφή δούλου, ή. φύσις τοῦ δούλου. Πῶς καὶ σὺ, ὁ Σαμωσατεὺς, ὅτι ἀπὸ Μαρίας ἤρξατο; Προϋπῆρχε γὰρ ἐν μορφῇ καὶ οὐσίᾳ θεϊκῇ. ᾿Αλλὰ καὶ Σαβέλλιον πίπτοντα ὄρα· Οὐχ ἁρπα τμόν, φησίν, ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. [σον δὲ ἐπὶ ἑνὸς προσώπου οὐ λέγεται· τὸ γὰρ ἴσον, τινὶ ἴσον· ὥστε δύο πρόσωπα ἐντεῦθεν φαίνεται ". "Αρειος δὲ διὰ πλειόνων καθαιρεῖται. Ἐν μορφῇ γὰρ Θεοῦ, τουτέστιν, οὐσίᾳ· καὶ οὐκ εἶπε, Γεγονώς, ἀλλ', Υπάρ χων· ὅμοιον τῷ, Ἐγὼ εἰμι ὁ ὤν. Καὶ, Οὐχ ἁρπα γμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Ορᾷς τὴν ἰσός τητα; Πῶς οὖν σὺ λέγεις ὅτι μείζων ὁ Πατὴρ, ὁ δὲ Υἱὸς ἐλάττων; Αλλ' ὅρα τὴν ἀνόητον αὐτῶν ἔν στασιν. Μικρός, φασί, Θεὸς ὢν ὁ Υἱός, οὐχ ἥρπασε τὸ εἶναι ἶσα τῷ μεγάλῳ Θεῷ. Πρῶτον μὲν οὖν, ποία Γραφὴ διδάσκει ἡμᾶς μικρὸν καὶ μέγαν Θεόν; ταῦτα γὰρ τῶν Ἑλλήνων εἰσίν. "Οτι δὲ καὶ ὁ Υἱὸς μέγας θεός, ἄχους Παύλου· Τὴν ἐπιφάνειαν, φησὶ, τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Έπειτα, εἰ 6 μικρός, πῶς ἂν ἤρπασε τὸ γενέσθαι μέγας; Πρὸς τούτοις ὁ Παῦλος ταπεινοφροσύνην διδάσκειν μέλλων, ἄτοπος ἂν ἦν τοῦτο "7 παραινῶν Ἐπειδὴ ὁ μικρὸς Θεὸς τῷ μεγάλῳ Θεῷ οὐκ ἐπανέστη, ὀφείλετε καὶ ὑμεῖς ὑποταπεινοῦσθαι ἀλλήλοις. Τὸ γὰρ μὴ ἐπαναστῆναι τῷ μείζονι, ποία ταπεινοφροσύνη; Αδυναμία μόνο, 68 τοῦτο. Τὸ δὲ τὸν ἴσον καὶ ὁμοδύναμον θεῷ, ἑκόντα σε ἄνθρωπον γενέσθαι, τοῦτο ταπείνωσις. Ταῦτα μὲν οὖν ἱκανῶς. Λοιπὸν ἔρα τί φησιν· Οὐχ άρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ. Οταν τις ἁρπάσῃ τι, φοβεῖται ἀποθέσθαι αὐτὸ, ἵνα μὴ ἀπολέσῃ, ὡς οὐχ αὐτοῦ ὅν· ὅταν δὲ ἔχῃ τι φυ σικόν, εὐχερῶς αὐτοῦ καταφρονεῖ, εἰδὼς ὅτι ἀναπόβλητον αὐτὸ ἔχει τὸ· κἂν δόξῃ ἀποθέσθαι, πάλιν αὐτὸ αναλήψεται. Φησὶν οὖν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ οὐκ ἐφο σε τρέψει ο. Θεόν ο. 68 της Οι «ἀνέλαβεν 0. σε φαίνονται. Οι τὸ ἔχων Ο. μὲν οὖν π. 69 ὁμοδο
col. 1163–1164page 13 of 34
PG 124:1163εἶχεν ἐξ ἁρπαγῆς τοῦτο”, φημὶ δὴ τὸ, τὸ εἶναι ἴσος τῷ Θεῷ καὶ Πατρί, ἀλλὰ φυσικὸν αὐτοῦ ἀξίωμα τοῦτο ἐγίνωσκε. Διὸ καὶ ταπεινωθῆναι είλετο, ώς καὶ ἐν τῇ ταπεινώσει τὸ ὕψος αὐτοῦ τηρῶν. βήθη καταβηναι τοῦ οἰκείου ἀξιώματος, δι᾿ ὅ τι οὐκ Αλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών Ποῦ οἱ λέγοντες, ὅτι ἄκων καὶ ἐπίταγμα πληρῶν κατέβη; Ακουέτωσαν ὅτι ἑαυτὸν ἐκένωσεν, ὡς Κύριος, ὡς αὐτεξούσιος. Μορφὴν δὲ δούλου, εἰπὼν, Απολλινάριον ἐντρέπει. Ο " γὰρ μορφήν, ήτοι τὴν φύσιν τοῦ δούλου λαβὼν, καὶ νοερὰν πάντως ψυχὴν ἔχει. Εν ὁμοιώματι ἀνθρώπων γενόμενος. Ἐνταῦθα οι Μαρκιωνισταί φασιν, ὅτι κατὰ φαντασίαν ἐσαρκώθη. Ορᾷς γὰρ, φασί, πῶς ὁ Παῦλος ὁμοίωμα ἀνα θρώπου [ού] λαβεῖν φησιν αὐτὸν, καὶ σχηματίσασθαι, οὐχὶ οὐσίᾳ γενέσθαι ἄνθρωπον; Τί οὖν ἐστιν; Ο Κύριος οὐ πάντα τὰ ἡμέτερα εἶχεν, ἀλλὰ καί τινα οὐκ εἶχεν, οἷον, τὸ ἀπὸ συνουσίας [μή] τεχθῆναι, τὸ ἁμαρτίαν [μὴ] ποιῆσαι. Οὐκ ἦν δὲ τὸ φαινόμενον μό νον, ἀλλὰ καὶ Θεός· οὐκ ἦν ψιλός άνθρωπος. Διά τοῦτό φησιν· Ἐν ὁμοιώματι ἀνθρώπων. Ἡμεῖ; μὲν γὰρ ψυχὴ καὶ σῶμα· ἐκεῖνος δὲ ψυχὴ καὶ σῶμα, καὶ Θεός· ἐπεὶ καὶ ὅταν λέγῃ, Ἐν ομοιώματι σαρ κὸς ἁμαρτίας, οὐ τοῦτο λέγει, ότι σάρκα οὐκ εἶχεν, ἀλλ' ὅτι ἡ σὰρξ ἐκείνη οὐχ ἥμαρτεν, ἀλλ' ὁμοία ἦν τῇ ἁμαρτωλῷ κατὰ τὴν φύσιν, οὐ κατὰ τὴν κακίαν. Ωσπερ οὖν ἐκεῖ τὸ ὅμοιον, διὰ τὸ μὴ πάντα εἶναι ἴσα· οὕτω καὶ ἐνταῦθα τὸ ὁμοίωμα, διὰ τὸ μὴ ἐκ συνουσίας τεχθῆναι, διὰ τὸ ἀναμάρτητον, διὰ τὸ μὴ ψιλὸν ἄνθρωπον εἶναι. Καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Ἐπειδὴ εἶπεν, ὅτι Ἐκένωσεν ἑαυτὸν, ἵνα μὴ μεταβολὴν νομίσῃς τὸ πρᾶγμα καὶ μετάπτωσιν, φησί· Μένων 8 ἦν, ἔλαβεν ὃ οὐκ ἦν. Οὐχ ἡ φύσις μετέπεσεν, ἀλλ' ἐν σχήματι ἐγένετο, τουτέστιν, ἐν σαρκί· σαρκὸς γὰρ τὸ ἐσχηματίσθαι ". Ἐπειδὴ γὰρ εἶπε, Μορφήν δούλου ἔλαβεν, ἐθάρσησε λοιπὸν καὶ τοῦτο εἰπεῖν, ὡς ἐκείνου ταῦτα ἐπιστομίζοντες. Καλῶς δὲ εἶπε τὸ, Ως άνθρωπος. Οὐ γὰρ ἦν εἷς τῶν πολλῶν, ἀλλ' ὡς εἷς τῶν πολλῶν· οὐ γὰρ εἰς ἄνθρωπον μετ έπεσεν ὁ Θεὸς Λόγος, ἀλλ' ὡς ἄνθρωπος ἐφάνη καὶ ἀσχημάτιστο; ὢν, ὑπὸ σχῆμα ἐγένετο. Τινὲς δὲ οὕτως ἡρμήνευσαν· Καὶ σχήματι εὑρεθείς, οἷα δὴ ἄνθρωπος ἀληθῶς, καθὰ καὶ Ἰωάννης λέγει· Δόξαν ὡς μονογενούς παρὰ Πατρός· ἀντὶ τοῦ, οταν πρέπει ἔχειν τὸν Μονογενῆ. Τὸ γὰρ, Ως, σημαίνει καὶ δισταγμόν, σημαίνει καὶ βεβαίωσιν. * σχηματίζεσθαι ο. τι διότι ο. 18 αὐτὸ Ο. 98 κυρῶν ο. 14 και 0.
col. 1165–1166page 14 of 34
PG 124:1165Εταπείνωσεν ἑαυτὸν, γενόμενος υπήκοος μέ χρι θανάτου, θανάτου δὲ σταυροῦ. Πάλιν τὸ, Εταπείνωσεν ἑαυτὸν, ἵνα μὴ ὡς ἄχων νομισθῇ συγκαταβῆναι. Αλλά, φασὶν οἱ Ἀρειανοί, ἰδοὺ, ὑπήκοος λέγεται. Καὶ τί τοῦτο, ὦ ἀνόητοι; καὶ φίλοις ὑπακούομεν, καὶ οὐδὲν τοῦτο ἐλάττους ποιεῖ ἡμᾶς. Ὡς Υἱὸς Πατρὶ ὑπήκουσεν ἑκὼν, καὶ ἐν τού τῷ αὐτῷ δεικνὺς τὴν γνησιότητα· υἱοῦ γὰρ γνησίου τὸ τιμᾶν τὸν πατέρα. "Ορα δὲ ἐπιτάσεις· Δοῦλος ἐγένετο, ἀλλὰ καὶ θάνατον ἐδέξατο· καὶ τὸ ἔτι τού του μείζον, ἐπονείδιστον. Θανάτου γὰρ σταυροῦ τουτέστι, τοῦ ἐπικαταράτου, τοῦ τοῖς ἀνόμοις ἀφ ωρισμένου. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα. Οταν τῆς σαρκὸς ἐπιλάβηται ὁ Παῦλος, ἀδεῶς τὰ ταπεινὰ πάντα φθέγγεται, ὡς τῆς σαρκὸς ταῦτα δεχομένης. Οὕτως οὖν δέξαι ταῦτα περὶ τῆς σαρκός, μηδαμοῦ διαιρῶν τὸν ἕνα Χριστόν. Ποῖον δὲ τὸ χαρισθὲν ὄνομα τῇ ἀν θρωπίνῃ φύσει τοῦ ἑνὸς Χριστοῦ; Τό, Υἱὸς, τό, Θεός. Καὶ γὰρ ὁ ἄνθρωπος Υἱὸς Θεοῦ, καθὼς καὶ ὁ ἄγγελος εἶπε· Καὶ τὸ γεννώμενον ἅγιον, θήσεται Υἱὸς Θεοῦ. κλη Ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων. Τους ἐστιν, ὁ κόσμος πᾶς, καὶ ἄγγελοι, καὶ ἄνθρωποι, καὶ δαίμονες - ἢ ὅτι καὶ οἱ δίκαιοι καὶ οἱ ἁμαρτωλοί. Καὶ δαίμονες γὰρ ἐπιγνώσονται, καὶ ἄκοντες ὑπου κλιθήσονται, οὐκέτι τῇ ἀληθείᾳ ἀντιμαχόμενοι, οι γε καὶ πρὸ τοῦ καιροῦ ἐκείνου ἔλεγον· Οίδαμέν σε τις εἴ. Καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ότι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Πατρός. Τουτέστιν, ἵνα πάντες τοῦτο εἴπωσιν ', ὅτι Κύριος Ἰησοῦς Χριστός, Κύριος καὶ Θεός ἐστι. Τοῦτο δὲ δόξα ἐστὶ τοῦ Πατρὸς, ὅτι τοιοῦτον ἔχει Υιόν, ᾧ τὰ πάντα ὑποκλίνονται. Ορᾷς, ὅτι ἡ ἀναρξησις τοῦ Μονα γενοῦς, δόξα ἐστὶ τοῦ Πατρός; Ὥστε τοὐναντίον, ἡ ἐλάττωσις αὐτοῦ, ἀτιμία τοῦ Πατρός. "Ωστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε. Τὰς παραινέσεις μετὰ ἐγκωμίων δεῖ ποιεῖσθαι οὕτω γὰρ εὐπαράδεκτοι γίνονται. Διὸ καὶ αὐτὸς αὐτοὺς ἐγκωμιάζει, ἀγαπητοὺς καλῶν, καὶ, Καθώς, φησί, πάντοτε ὑπηκούσατε· τοῦτο λέγων, ὅτι Εδειξα ὑμῖν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ὑπήκους γέγονε μιμήσασθε μὲν οὖν ἐκεῖνον, μιμήσασθε δὲ καὶ ἑαυτούς. Μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου. Τότε μὲν γὰρ ἴσως ἐδοκεῖτε διὰ τὴν πρὸς ἐμὲ αἰδὼ πάντα πράττειν νῦν δὲ ἐὰν πρὸς ἀρετὴν ἐπιτείνητε, δείξετε ὅτι οὐ δι' ἐμὲ, ἀλλὰ διὰ τὸν Θεόν. Μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε. Οὐ δι' ἐμαυτὸν τε, φησί, παρακαλώ ὑμᾶς, ἀλλ᾽ ἵνα τὰ πρὸς τὴν ὑμετέραν σωτηρίαν την κηρύξωσιν το ἐμὲ ο.
col. 1167–1168page 15 of 34
PG 124:1167ποιῆτε μετά φόβου, καὶ τούτου ἐπιτεταμένου, καὶ Κατεργάζεσθε Εργάζεσθε, μετὰ τρόμου. "Ανευ γὰρ φόβου οὐδὲν ἀγαθὸν κατορθοῦται, οὔτε ἐν ταῖς λογικαῖς τέχναις, οὔτε ἐν ταῖς βαναύσοις. Πῶς δὲ ὁ φόβος κατορθωθήσεται; Εάν ἐννοήσωμεν ὅτι πανταχοῦ ὁ Θεὸς πάρεστι, καὶ πάντα ἀκούει, καὶ πάντα ὁρᾷ, οὐ τὰ πραττόμενα, ἀλλὰ καὶ τὰ ἐννοούμενα. Δουλεύσατε γάρ, φησί, τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιάσθε αὐτῷ ἐν τρόμῳ. Εστι " γὰρ ἀγαλλίασις μετὰ τρόμου, ὅταν τὸ καλόν τις ποιῶν, καὶ τοῦτο μετὰ τρόμου, εὐπαρρησίαστον ἔχει τὸ συνειδός. Κατεργάζεσθε δὲ, εἶπεν, οὐκ, Εργά ζεσθε· τουτέστι, μετὰ πολλῆς σπουδῆς καὶ ἐπιμελείας. Ὁ Θεὸς γὰρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ το θέλειν καὶ τὸ ἐνεργεῖν. Ἐπειδὴ εἶπε· Μετὰ φόβου 441 καὶ τρόμου· νῦν φησι· Μὴ πτοηθῆτε διὰ τοῦτο. Οὐ γὰρ τοῦτο εἶπον, ἵνα ἀπαγορεύσῃς, ἀλλ᾽ ἵνα προσέχης. "Αν γὰρ προσέχῃς, ὁ Θεὸς τὰ πάντα ἐργάσεται. Αὐτὸς γάρ ἐστιν ὁ καὶ προθυμίαν διδοὺς ἡμῖν, ὥστε θέλειν τὸ ἀγαθὸν, καὶ τὴν ἐργασίαν αὐτ τοῦ εἰς τέλος ἄγων. Ενεργεῖ γὰρ ὁ Θεὸς ἐν ἡμῖν τὸ θέλειν· τουτέστι, συνεργεῖ ἡμῖν πρὸς τὸ θέλειν τὰ ἀγαθὰ, καὶ τ αὔξει τὸ ἀγαθὸν θέλημα ἡμῶν, καὶ συνεκκαίει ὥστε θερμότερον γενέσθαι. Καὶ ἄλλως δὲ ἐπειδὴ τὸ τέλος αὐτὸς ἐπιτίθησιν, οἱ δὲ ἄν θρωποι, ἅπερ ἂν ὁρῶμεν τελειούμενα, πρὸς ἐκεῖνα καὶ τὸ θέλημα ἡμῶν τείνομεν· διὰ τοῦτο καὶ τὸ θέλειν ἐνεργεῖσθαι ὑπὸ Θεοῦ λέγει. Οἷον ἠθέλησας τι; Ἐνήρξω πράττειν τοῦτο· ἐὰν μὲν τὸ τέλος επακολουθῇ, θέλεις πλέον τοῦτο τὸ ἔργον· εἰ δ᾽ οὔ, ἀποναρκᾷ σοι ἡ θέλησις. Τοῦ τοίνυν τέλους παρὰ τῷ Θεῷ ὄντος, τοῦ καὶ τὸ θέλειν ἡμῶν 80 συνεκκαίον τος, εἰκότως καὶ τοῦτό φησιν εἶναι παρὰ τῷ Θεῷ. Η καὶ ἀπὸ πολλῆς εὐγνωμοσύνης ὁ Παῦλος καὶ αὐτὸ τὸ θέλειν ἐκ τοῦ Θεοῦ ἡμῖν ἐνεργεῖσθαι λέγει· ὥσπερ καὶ τὰ κατορθώματα, χαρίσματα καλεῖ· οὐ τὸ αὐτὸ εξούσιον ἀναιρῶν, ἀλλὰ βουλόμενος ἡμᾶς ἀεὶ εὐ χαριστεῖν, καὶ πάντα ἀνατιθέναι τῷ Θεῷ. Ορα δὲ καὶ τὴν λέξιν· Ἐν ὑμῖναι, εἶπε, τοῖς μετὰ φόβου καὶ τρόμου τὴν σωτηρίαν κατεργαζομένοις· ἐν γὰρ τοῖς τοιούτοις ἐνεργεῖ ὁ Θεὸς τὰ πάντα. Ὑπὲρ τῆς εὐδοκίας. Τουτέστιν, Ὑπὲρ τοῦ πλη ρωθῆναι εἰς ὑμᾶς τὴν εὐδοκίαν καὶ τὸ ἀγαθὸν θέλημα αὐτοῦ, ἵνα οὕτω ζῶμεν ὡς αὐτὸς βούλεται. Ὥστε καὶ ἐκ τούτου θαρσείτε· πάντως γὰρ συνεργήσει ὑμῖν ὁ Θεὸς πρὸς τὸ ὀρθῶς ζῆν, εἰ καὶ μὴ δι' ελ λο τι, διότι γοῦν αὐτὸς ἀποδέχεται. Καὶ πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ δια λογισμῶν. Ο διάβολος, ἐπειδὴν οὐ δυνηθῇ καθάπαξ ἀπὸ τοῦ καλοῦ κωλύσαί τινα, ἢ ἀπόνοιαν αὐτῷ εἰσ ηγεῖται, ἢ κενοδοξίαν· ἢ εἰ μὴ ταῦτα, γογγυσμόν, ἢ ἀμφιβολίαν καὶ ἀπιστίαν. Ἐπεὶ οὖν ἐν πειρασμοῖς καὶ κινδύνοις συνεχέσιν ἦσαν, ἐκ τούτων δὲ πολλοὶ εἰς γογγυσμὸν ἐκτραχηλίζονται καὶ βλασφημίας, Χωρίς γογγυσμών, φησί, πάντα ποιεῖτε. 81 ἡμῖν ο. το ήγουν οι το γὰρ 0.
col. 1169–1170page 16 of 34
PG 124:1169Ὁ γὰρ γογγύζων, ἀχάριστος καὶ δύσφημος. διαλογισμοὺς δὲ, την διάκρισιν φησι καὶ τὸν δισταγμόν. Οἷον· "Οταν ἐντολῆς προκειμένης λέγῃ τις· 'Αρα, ἐὰν τόδε ποιήσω, ἔξω μισθόν; ἆρα καλόν ἐστιν; Οὐ δεῖ γὰρ ἐν τοῖς τοιούτοις διστάζειν, ἀλλὰ πεποιθότως ποιεῖν· κἂν πόνος ᾖ, καν κάματος, μηδὲν διαλογίζεσθαι. *Ινα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι. Τουτ ἐστιν, ἀνεπίληπτοι καὶ ἄσπιλοι· οὐ γὰρ μικρά κηλίς ὁ γογγυσμός. Οὐκ εἶπε δὲ, ὥσπερ ἐν τῇ πρὸς Και ρινθίους, ὅτι κόλασις ἀπόκειται τῷ γογγυσμῷ, διότι ὡς ἐλευθέροις τούτοις διαλέγεται. Ακουε γὰρ καὶ τῶν ἑξῆς Τέκνα Θεοῦ ἀμώμητα. Ωστε δούλων καὶ ἀγνω μόνων τὸ γογγύζειν. Ποῖος γὰρ υἱὸς ἐν τοῖς τοῦ πατρὸς [πονῶν] καὶ ἑαυτῷ κάμνων, γογγύζει; Εν μέσω γενεᾶς σκολιᾶς καὶ διεστραμμένης. Οἶδα, φησὶν, ὅτι πολλοὶ οἱ πολεμοῦντες, καὶ εἰς τὸ γογγύζειν ὑμᾶς ἐκβιαζόμενοι· ἀλλὰ τοῦτο μάλιστα ἐπαινετόν, ὅταν τις καὶ παρακνιζόμενος, οὐδὲν τοιοῦ τον πάσχῃ. Ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἔχοντες. Ωσπερ οἱ φωστῆρες ἐν σκότει λάμ πουσιν, οὕτω καὶ ὑμεῖς ἐν μέσῳ τῶν σχολιῶν, εὐθεῖς ὄντες, μάλλον ἀπολάμπειν σπουδάσατε. Τὸ γὰρ, Φαίνεσθε, προστακτικὸν δοκεί μοι. Λόγον δὲ ζωῆς ἔχοντες ", τοῦτ' ἔστι, Σπέρμα ζωῆς ἐν ὑμῖν αὐτοῖς ἔχοντες, καὶ μέλλοντες ζήσεσθαι, καὶ ἐντεῦθεν ἤδη ἀρραβῶνα τῆς σωτηρίας λαβόντες. Η, ὅτι Ὥσπερ οἱ φωστῆρες καὶ φωτίζουσι καὶ ἀναζωοῦσι τὰ σώ ματα τῇ θάλψε: 68, οὕτω καὶ ὑμεῖς σπεύσατε εἶναι ζωτικὴ τοῖς ἄλλοις ἀνθρώποις δύναμις. Εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ. Τοσαύτη, φησίν, ἡ ὑμετέρα ἀρετὴ ἔστω, ὥστε μὴ μόνον ὑμᾶς εἰς τὴν ζωὴν ἄγειν, ἀλλὰ καὶ ἐμὲ λαμπρότερον ποιεῖν ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ. *Οτι οὐκ εἰς κενὸν ἕδραμον, οὐδὲ εἰς κενὸν ἐκοπίασα. Τοῦτό μοι καύχημα, ὅτι τοιούτους ὑμᾶς ἐπαίδευσα, καὶ οὐ κενός μου ὁ ἐφ' ὑμῖν κόπος γέγονεν. Αλλ' εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λει τουργία τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν. Εἰ καὶ τελευτῶ, φησί· τοῦτο γὰρ σπονδὴν καλεῖ, τὴν τελευτήν. Σπένδομαι δὲ ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν· τουτο ἐστι, Πρότερον ὑμᾶς θύσας ε, καὶ λειτουργίαν [ὑμᾶς] προσενεγκών, καὶ πιστοὺς ποιήσας· ὅμως οὐχ ὡς ὁ ἀποθανούμενος λυποῦμαι, ἀλλὰ ς καὶ χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν.» Χαίρω μὲν οὖν, ὅτι σπονδή γίνομαι· συγχαίρω δὲ, ὅτι τὴν πίστιν ὑμῶν ὡς θυσίαν προσάγω τῷ Χριστῷ. Τὸ δ' αὐτὸ καὶ ὑμεῖς χαίρετε. Ὅτι ^ καὶ αὐτοὶ προσηνέχθητε. Καὶ συγχαίρετέ μοι. "Οτι σπένδεσθαι μέλλων χαίρω ἐπ' αὐτῷ. κι ἐπέχοντες 0. 83 θλίψει 0. 81 μας Ο. σε θυσίαν. Ο. 86 ἔτι 0. 17 ἐμαυτῷ σε
col. 1171–1172page 17 of 34
PG 124:1171'Ελπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ, Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχώ, γνοὺς τὰ περὶ ὑμῶν. Ὥσπερ πάντα, οὕτω καὶ τὴν Τιμοθέου ἀπο στολὴν τῷ Χριστῷ ἀνατίθησι. Πέποιθα γάρ, φη σὶν, ὅτι ἐκεῖνος ἐξευμαρίσει τοῦτο, ἵνα ὥσπερ ὑμεῖς εὐψυχεῖτε, μαθόντες διὰ τῆς Ἐπιστολῆς μου ταύτης τὰ κατ' ἐμὲ, ὅτι εἰς προκοπήν ἦλθε τὸ Εὐαγγέλιον, καὶ ὅτι τὰ τῶν ἐχθρῶν εἰς τοὐναντίον περιετράπησαν· οὕτω κἀγὼ εὐψυχῶ καὶ παραμυθούμαι, γνοὺς τὰ καθ' ὑμᾶς παρὰ τοῦ Τιμοθέου ἀκριβῶς μοι ἀπαγγελθησόμενα. Οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει. Ἠδυνάμην, φησὶ, καὶ ἄλλον πέμψαι, ἀλλ᾽ οὐδεὶς οὕτως ισόψυχός μοι ὡς οὗτος τουτέστι, κηδόμενος τῶν ὑμετέρων ὁμοίως ἐμοὶ, ὅστις γνησίως, τουτέστι, πατρικῶς τὰ περὶ ὑμῶν μεριμνήσει. Ορα δὲ κηδεμονίαν· ὅτε μὴ αὐτὸς ἐπιδημεῖν ηὐκαίρει, ἄλλους Επεμψεν, ἵνα μηδένα καιρὸν ῥᾳθυμῶσιν οἱ μαθητευόμενοι. Οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Χρι στοῦ Ἰησοῦ. Τουτέστι, τὴν οἰκείαν ἀνάπαυσιν, καὶ τὸ ἐν ἀσφαλείᾳ εἶναι· οὐδεὶς γὰρ εὐκόλως ἔλοιτο όδοιπο μίαν τοσαύτην εν ἀναδέξασθαι. Ταῦτα δὲ λέγει, καὶ Τιμόθεον μὲν ἐγκωμιάζων, παιδεύων δὲ καὶ τοὺς ἀκούοντας μὴ ζητεῖν ἄνεσιν. Ο γὰρ ταύτην ζητῶν, οὐ τὰ τοῦ Χριστοῦ ζητεῖ. Βαβαὶ, πόσον ἀπέχομεν Χριστοῦ! Τὴν δὲ δοκιμὴν αὐτοῦ γινωσκετε, ὅτι ὡς πατρί τέκνον, σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ Εὐαγγέλιον. Ὑμεῖς, φησί, μάρτυρες ὅτι ὡς πατρὶ τέκνον ἐδού λευσεν, οὐκ εἰς σωματικὴν μόνον ὑπουργίαν, ἀλλ' 8 πολλῷ μείζον, εἰς τὸ κήρυγμα. Ωστε, εἴτε ὡς υἱὸς ἐμὸς, τιμῆς ἀξιωτέος· εἴτε ὡς Θεοῦ λειτουργός, πολλῷ μᾶλλον. Συνιστᾷ δὲ διὰ τούτων αὐτοῖς τὸν Τιμόθεον, οὐ τοσοῦτον ἐκείνῳ χαριζόμενος, ὅσον αὐτ τοῖς. Εἰ γὰρ ὡς ἀξιολόγῳ τὸ αὐτῷ προσέξουσιν, αὐτ τοὶ πάντως διὰ τοῦ λόγου αὐτοῦ ὠφεληθήσονται, καὶ πλείω μισθὸν ἔξουσι. Τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι, ὡς ἂν ἀπίδω τὰ περὶ ἐμὲ, ἐξ αὐτῆς. "Οταν ἴδω, ποῖον ἔξει τέλος τὰ κατ' ἐμέ, ἐξ αὐτῆς, τουτέστιν, εὐθέως πέμψω τοῦτον. Πέποιθα δὲ ἐν Κυρίῳ, ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι πρὸς ὑμᾶς. Οὐχ ὡς ἀπειπάμενος πάντη τὴν πρὸς ὑμᾶς ἄφιξιν, διὰ τοῦτο τὸν Τιμόθεον πέμ πω, ἀλλ᾽ ἵνα, ὅπερ ἔφην, ἐν τῷ μεταξὺ εὐθυμώ, με θὼν τὰ καθ᾽ ὑμᾶς. Ορα δέ, πῶς καὶ τὴν πρὸς αὐτ τοὺς ἔλευσιν, τοῦ Θεοῦ ἐξαρτᾷ, Πέποιθα, λέγων, ἐν Κυρίῳ· τουτέστιν, ἐὰν ὁ Θεὸς βούληται. ᾿Αναγκαῖον δὲ ἡγησάμην Επαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου. Μετά κι ἀνατίθημι Οι εν τοιαύτην Θ. ο αξιολογωτέρῳ ο.
col. 1173–1174page 18 of 34
PG 124:1173ἐπαίνων καὶ τοῦτον ἀποστέλλει, ὡς τὸν Τιμόθεον, διὰ τὴν αὐτὴν αἰτίαν, ἣν ἀνωτέρω εἰρήκαμεν. Τοῦ συνεργοῦ δὲ μείζων ὁ συστρατιώτης. Συνεργεῖ μὲν γάρ τις καὶ ἐν ἀκινδύνοις πράγμασιν· ὁ δὲ συστρατιώτης, πάντως ἐν κινδύνοις. Ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν " τῆς χρείας μου πέμψαι πρὸς ὑμᾶς. Τουτέστι, Τὸν παρ' ὑμῶν ἀποσταλέντα πρός με, ὑμῖν χαρίζομαι· δι' αὐτοῦ γὰρ ἦσαν στείλαντες αὐτῷ τὰ πρὸς χρείαν. Η, Ὑμῶν ἀπόστολον, τὸν διδάσκαλον ὑμῶν, φησίν. Επειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς ἰδεῖν, καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησε. Καὶ γὰρ ἡσθένησε παραπλήσιον θανάτῳ. Εἰδὼς, φησίν, ὅτι ἀγαπᾶτε αὐτὸν, καὶ ὅτι ἐλυπήθητε ἐπὶ τῇ ἀρ ῥωστίᾳ αὐτοῦ, ἐπιποθεῖ ἰδεῖν ὑμᾶς, ἵνα τῆς λύπης ὑμᾶς ἀπαλλάξῃ, ἣν ἔχετε ἐπὶ τῇ ἀσθενείᾳ αὐτοῦ. Καὶ ἄλλο δέ τι κατασκευάζει ἐνταῦθα. Ἀπολογεῖται αὐτοῖς ἐφ᾽ ᾧ διὰ χρόνου πέμπει πρὸς αὐτοὺς, μονονουχὶ λέγων· Οὐ κατὰ ῥαθυμίαν τοῦτο γέγονεν, ἀλλὰ τὸν μὲν Τιμόθεον ὡς ἰσόψυχον κατέχω παρ' ἐμαυτῷ ὁ δὲ Επαφρόδιτος ἠσθένησε, καὶ διὰ τοῦτο πρὸ και ροῦ οὐκ ἦλθεν, ἐπεὶ ως μακρὰ ἡ ἀῤῥωστία αὐτοῦ παραπλησία γὰρ θανάτῳ. 'Αλλ' ὁ Θεὸς αὐτὸν ἠλέησε. Τί λέγεις, ώ Μανι χαῖς; Εἰ πονηρὸς ὁ κόσμος, καὶ ἡ ἐν τούτῳ ζωή, πῶς νῦν ὁ Ἀπόστολος ἔλεον Θεοῦ καλεῖ, τὸ ἐαθῆναι τὸν Ἐπαφρόδιτον ἐν τῇ ζωῇ; Ἀλλὰ τοῖς μὲν αἱρε τικοῖς οὐδεὶς πρὸς τοῦτο λόγος· ζητήσειαν δ᾽ ἂν καὶ Χριστιανοί • Εἰ καλὸν τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, τίνος ένεκεν Ελεόν φησι τοῦ Θεοῦ τὴν ἐνταῦθα εἶναι ζωήν; "Η τοίνυν διότι καὶ ὁ Επαφρόδιτος διδά σκαλος ὤν, ἔμελλε πλείονας ψυχάς προσαγαγεῖν κα τῷ Θεῷ ἐπιζήσας (ὅπερ ἀναγκαιότερόν ἐστι τοῦ ἀνα λῦσαι, ὡς ἀνωτέρω εἴρηται)· ἢ πολλὰ καὶ κατὰ τὴν κοινὴν συνήθειαν τῶν ἀκουόντων ὁ Παῦλος φθέγγεται, καὶ οὐ πανταχοῦ φιλοσοφεί Πρὸς γὰρ ἀνθρώ τους βιωτικούς ἦν αὐτῷ ὁ λόγος, ἔτι δεδοικότας τὸν θάνατον. Αλλως τε, καὶ καλὸν ἡ παροῦσα ζωὴ αὐτ τὴ καθ᾿ ἑαυτήν· ἐπεὶ διὰ τί ἐν τάξει κολάσεως τί θησι τοὺς ἀώρους θανάτους; Διὰ τοῦτο γὰρ, φησίν, ἀσθενεῖς ἐν ὑμῖν, καὶ κοιμῶνται ἱκανοί. Η γὰρ μέλλουσα ζωὴ οὐχὶ πονηροῦ κρείττων (ἐπεὶ οὐκ ἀγαθή), ἀλλὰ καλοῦ καλλίων. Οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμέ. Θρᾷς, πῶς καὶ ἀπὸ τούτου αἰδέσιμον " ποιεῖ τὸν Επαφρόδιτον; εἴ γε τὴν ἐκείνου ἐκ τῆς ἀρρωστίας ἀνακομιδὴν, εὐεργεσίαν ἐκ Θεοῦ οἰκείαν καὶ ἔλεον τίθεται. Ινα μὴ λύπην ἐπὶ λύπῃ σχῶ. Τουτέστιν, Ἵνα μὴ σὺν τῇ λύπῃ τῇ ἐκ τῆς ἀῤῥωστίας αὐτοῦ ἐπι σε συνεργόν ο. οι ἐπειδὴ ο. προσενεγκείν ο. * αἰδὼ 0.
col. 1175–1176page 19 of 34
PG 124:1175γενομένῃ μοι, καὶ ἑτέραν λύπην σχῶ, τὴν ἐκ τοῦ ἀποθανεῖν αὐτόν Σπουδαιοτέρως δὲ ἔπεμψα αὐτὸν ἵνα ἰδόντες αὐτ τὸν χαρῆτε. Τουτέστιν, Ανυπερθέτως ἔπεμψα, ἵνα τῆς ἐπ' αὐτῷ ἀδημονίας ἀπαλλαγῆτε ἐκ τοῦ ἰδεῖν αὐτὸν, μᾶλλον δὲ χαρῆτε. Κἀγὼ ἀλυπότερος ὦ. Πῶς ἀλυπότερος ὦ; Ὅτι ἐὰν ὑμεῖς χαίρητε, κἀγὼ χαίρω. Καὶ οὐκ εἶπεν, Αλυπος, ἀλλ', 'Αλυπότερος, δεικνὺς ὅτι ἡ ψυχὴ αὐτ τοῦ οὐδέποτε λύπης ἦν ἐκτός. Τις γὰρ, φησὶν, ἀσθε νεῖ, καὶ οὐκ ἀσθενῶ; Προσδέχεσθε οὖν αὐτὸν ἐν Κυρίῳ μετὰ πάσης χαρᾶς. Τουτέστιν, ἐν ὑποδοχῇ τῇ κατὰ Θεὸν, ὡς ἀποδέχεται ὁ Θεὸς, ήγουν ἀξίως τῶν ἁγίων. Ταῦτα δὲ ποιεῖ ὁ Παῦλος ὑπὲρ αὐτῶν τῶν Φιλιππησίων μείζον γὰρ τὸ κέρδος τῷ ποιοῦντι, ἢ τῷ πάσχοντι εὖ. Καὶ τοὺς τοιούτους εντίμους ἔχετε. Ἵνα μὴ δόξῃ αὐτῷ μόνῳ χαρίζεσθαι, κοινῶς παραινεῖ πάντας τοὺς τὴν αὐτὴν πάντας τοὺς τὴν αὐτὴν ν ἀρετὴν ἐπιδεικνυμένους τιμήν. Οτι διὰ τὸ ἔργον τοῦ Χριστοῦ μέχρι θανάτου ήγγισε παραβουλευσάμενος τῇ ψυχῇ. Τὸν Ἐπαφρόδιτον έπεμψαν οἱ Φιλιππήσιοι πρὸς Παύλον, διακομίζοντα αὐτῷ τὰ πρὸς χρείαν. Εὗρεν οὖν ἐν κινδύνοις τὸν Παῦλον ἐν Ῥώμῃ ', ὅτε ἐπικίνδυνον ἦν τινα προσελθεῖν αὐτῷ, ὡς τοῦ βασιλέως ἀπεχθῶς πρὸς αὐτὸν ἔχοντος. Τότε τοίνυν οὗτος παντὸς κιν δύνου καταφρονήσας, διηκόνησε τῷ Παύλῳ. Τοῦτο οὖν νῦν λέγει. Καὶ ὅρα· οὐκ εἶπε, Δι᾿ ἐμὲ, ἀλλὰ, Διὰ τὸ ἔργον τοῦ Θεοῦ παρεβουλεύσατο, τουτέστιν, ἐπέρ ριψεν ἑαυτὸν τῷ θανάτῳ. Τί γὰρ εἰ μὴ ἀπέθανε, τοῦ Θεοῦ οἰκονομήσαντος; Αλλ' αὐτός γε τὴν προαίρεσιν ἔδειξε. Καὶ ἡμεῖς οὖν, ὅταν ἴδωμεν ἁγίους ἐν κινδύνοις, παραβουλευώμεθα· τοῦτο γὰρ ἀσφάλεια, τὸ ἐν τοῖς τοιούτοις ριψοκίνδυνον. εσκοτίνης. "Ινα αναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας. Ὑμεῖς, φησὶν, οὐ παρῆτε ἐν 'Ρώμῃ, ἵνα καὶ σωματικῶς μοι διακονήσητε, εἰ καὶ τὰ πρὸς χρείαν ἐπέμψατε. Τοῦτο οὖν, ὁ ὑστερήσατε ὑμεῖς, τὴν διὰ τῆς χειρὸς 58 καὶ τοῦ σώματος λειτουργίαν, αὐτ ὡς αὐτοῦ Ο. ὑστερών Ο. τὸς ἀνεπλήρωσεν, ἀντὶ πάντων ὑμῶν διακονήσας μοι. Ὥστε δίκαιος ἂν εἴη καὶ πολλῆς παρ' ὑμῖν εὐ νοίας ἀπολαῦσαι, ὡς τὰ πάντων το ὑμῶν μόνος αὐ τὸς εἰσενεγκών. Ορα δὲ, πῶς λειτουργίαν τὸ πρᾶγ μα καλεῖ καὶ ὑστέρημα, ἵνα δείξῃ ὅτι ὀφειλή ἐστι καὶ χρέος, τὸ τοὺς ἐν ἀνέσει ὄντας βοηθεῖν τοῖς κιν δυνεύουσι, καὶ ὁ μὴ ποιῶν τοῦτο, ὑστερεῖ, ὡς ὁ τὰ δημοσιακά λειτουργήματα μὴ πληρῶν '. Ἵνα οὖν μή να την ψυχήν ο. οι κατὰ τὴν Ῥώμην ο. 8 τῶν χειρῶν ο. οι πάντα οι 1 λειτουργίας
col. 1177–1178page 20 of 34
PG 124:1177νομίσαντες μέγα τι ποιῆσαι, ὑψηλοφρονήσωσι καὶ ἀπολέσωσι τὸν μισθὸν, οὕτω τοῦτο ὠνόμασε, μετριοφρονεῖν αὐτοὺς παρασκευάζων, ὡς χρέος ἀπο δόντας. ΚΕΦΑΛ. Γ'. Τὸ λοιπὸν, ἀδελφοί μου, χαίρετε ἐν Κυρίῳ. Ἐπειδὴ ἦσαν μὲν ἐν ἀθυμίᾳ διὰ τὸ μὴ γινώσκειν πῶς τὰ κατὰ τὸν Παῦλον, πῶς τὸ κήρυγμα, πῶς τῷ Ἐπαφροδίτῳ τὰ τῆς νόσου, ἔλυσε δὲ ταῦτα πάνω τα εἰπὼν, ὅτι καὶ τὸ Εὐαγγέλιον ἐπιδίδωσι, κἀγὼ ἔρχομαι, καὶ ὁ Επαφρόδιτος ἐπεστάλη [/. ἀπ.], φησί· Τὸ λοιπὸν χαίρετε. Οὐδεμία γὰρ ἔτι πρόφασις τοῦ μὴ χαίρειν. Τοὺς μὲν οὖν Γαλάτας τέκνα καλεῖ, ἐπειδὴ διορθώσεως ἐδέοντο· τούτους δὲ ἀδελ φοὺς, ἐπειδὴ μετὰ τιμῆς αὐτοῖς διαλέγεται. Καλῶς δὲ εἶπεν· Ἐν Κυρίῳ. Τὸ γὰρ κατὰ κόσμον χαίρειν, οὐκ ἔστι χαίρειν· ἀλλ᾽ ἐν Κυρίῳ, καὶ αἱ θλίψεις χαρὰν ἔχουσιν. "Η, ὅτι Ἐπειδὴ ὁ Κύριος ῥᾴω τὰ πράγματα ἐποίησε, χαίρετε. Τὰ αὐτὰ γράφειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ ἀσφελές. Μετὰ τὸ πολλὰ αὐτοὺς ἐπαινέσαι, τότε τὴν παραίνεσιν εἰσάγει, ἵνα μὴ ἐξ ἀρχῆς φορτικός δόξῃ. β Βλέπετε τοὺς κύνας. Ησαν γάρ τινες Ἰουδαῖοι, οἱ ὑποκρινόμενοι Χριστιανισμόν, καὶ κηρύττοντες δῆθεν τὸ Εὐαγγέλιον, παρεμίγνυον καὶ τὰ Ἰουδαϊκά. Ἐπεὶ οὖν δυσδιάγνωστοι ἦσαν, διὰ τοῦτό φησι Βλέπετε, τηρεῖτε, προσέχετε, μὴ λάθωσι. Κύνες δὲ πρότερον μὲν ἐκαλοῦντο οἱ ἐθνικοί, νῦν δὲ οἱ Ἰου δαῖοι, ὡς ἔταμοὶ ς καὶ πρὸς τὸ φῶς τῆς ἀληθείας ἀναισχυντοῦντες, καὶ κατὰ πάντων ὑλακτοῦντες. Βλέπετε τοὺς κακοὺς ἐργάτας. Ἐνταῦθα καὶ τῆς τῶν κυνῶν προσηγορίας ἀποστερεῖ αὐτούς. Κύνες μὲν γὰρ πολλοὶ καὶ ἐπιτραπέζιοι, φησίν, εἰσὶ, καὶ τὰς τῶν δεσποτῶν οἰκίας φρουροῦσιν οὗτοι δὲ ἐργάζονται μὲν, ἀλλ' ἐπὶ κακῷ, καὶ ἀργίας πολλῷ χείρονα, ἀνασπῶντες τὰ καλῶς φυτευθέντα. Βλέπετε τὴν κατατομήν. Τουτέστι, τοὺς περιτομὴν ἔχοντας. Μέγα δὲ καὶ τίμιον ἦν τότε * παρὰ Ἰουδαίοις ἡ περιτομή, ὅπου γε καὶ τὸ Σάββατον διὰ ταύτην ἐλύετο. Ἐπεὶ οὖν νῦν ἤργησεν, οὐδὲν ἄλλο ἢ κατατομή ἐστιν. Ἐπεὶ γὰρ οὐκ ἔστι νόμιμον τὸ γενόμενον, τὴν σάρκα μόνον κατατέμνουσιν. "Η, διότι τὴν Ἐκκλησίαν ἐπειρῶντο διατέμνειν. Ἡμεῖς γὰρ ἐσμεν ἡ περιτομή, οἱ πνεύματι Θεῷ λατρεύοντες. Εἰ δεῖ, φησί, ζητεῖν περιτομὴν, παρ' ἡμῖν ταύτην εὑρήσετε τοῖς πνευματικώς, τουτέστι, τοῖς διὰ ψυχῆς καὶ νοός λατρεύουσιν. ῾Ο γὰρ τὴν ψυχὴν περιτμηθείς, καὶ διὰ ταύτης δου λεύων τῷ Θεῷ, οὗτος τὴν εὐγενή περιτομὴν ἔχει, ὅσῳ καὶ ψυχὴ κρείττων σώματος. Οὐκ εἶπε δὲ, Εν ἡμῖν γάρ ἐστιν ἡ περιτομή, ἀλλ', Ημεῖς ἐσμεν. ὡς ἀπηνεῖς ὄντες - δεσποτικάς 0. . ποτε 0. * κατατέμνειν Ο.

Chapter IIICaput III

col. 1179–1180page 21 of 34
PG 124:1179Τοῦτο γάρ ἐστιν ἀληθῶς ἄνθρωπος, ἡ περιτομή ή ἐνάρετος. Καὶ πάλιν, οὐκ εἶπεν, Εν ἐκείνοις ἡ και τατομή, ἀλλ', Αὐτόχρημα εἰσιν ἀπώλεια καὶ κακία. Καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ, οὐκ ἐν σαρκὶ πεποιθότες. Ποῖον οὖν βέλτιον; ἐν Χριστῷ καυχᾶσθαι τῷ περιτέμνοντι τὰς καρδίας ἡμῶν, καὶ εἰς τὴν εὐγένειαν τῶν υἱῶν τοῦ Θεοῦ ἀνάγοντι διὰ τοῦ λουτροῦ· ἡ ἐν σαρκὶ καυχάσθαι, τουτέστιν, ἐν τῇ σαρκική περιτομῇ μεγαλοφρονεῖν, ὡς Αβραὰμ υἱοὺς ὄντας; Καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί. Ει ἐξ ἐθνῶν, φησίν, ἐγενόμην, εἶχεν ἄν τις λέγειν, ὅτι διὰ τοῦτο κατηγορῶ τῆς περιτομῆς, ἅτε ἀπεστερημένος τῆς εὐγενείας τοῦ Ἰουδαϊσμοῦ· νῦν δὲ καὶ αὐτὸς, φησίν, ἔχω ταύτην, ἣν φατε ὑμεῖς, πεποίθησιν καὶ καύχησιν, τὴν ἐπὶ τῇ σαρκική περιτομή. Δῆλον οὖν, ὅτι οὐχ ὡς ἀπεστερημένος τῆς δοκούσης εὐγενείας ὑμῶν, ἀλλὰ δι' αὐτὴν τὴν ἀλήθειαν κατα γινώσκω τῆς περιτομής. Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκὶ, ἐγώ μᾶλλον. "Ορα σοφίαν· Οὐκ ὀνομαστὶ μέμνηται, ἀνεπαχθῆ τὸν λόγον ποιῶν· ἀλλὰ καὶ ἐν τῷ εἰπεῖν, Εἴ τις δοκεῖ ἄλλος, δείκνυσιν ὅτι ἄλλοι ἠνάγκασαν αὐτὸν ἐλθεῖν ἐπὶ τοὺς λόγους τούτους. Καλῶς δὲ εἶπε τὸ, Δοκεῖν ἢ ὡς οὐκ ἐχόντων τοσαύτην πεποίθησιν ὅσην αὐτός· ἢ ὡς τῆς πεποιθήσεως τῆς ἐπὶ τῇ περ ριτομῇ, οὐκ ἀληθοῦς οὔσης, ἀλλὰ δοκούσης. Περιτομὴ ὀκταήμερος. “Ο μάλιστα ηὔχουν, τὸ τῆς περιτομῆς, πρῶτον τέθεικε. Διὰ δὲ τοῦ εἰπεῖν, Οκταήμερος, ἐδήλωσεν ὅτι οὐ προσήλυτος ἦν. Ἐκ γένους Ισραήλ. Τουτέστιν, οὐδὲ προσηλύ των γονέων, ἀλλὰ κἀκείνων Ἰσραηλιτῶν. Φυλῆς Βενιαμίν. Τουτέστι, τοῦ δοκιμωτέρου μέσ ρους '. Τὰ γὰρ τῶν ἱερέων, ἐν τῷ κλήρῳ ταύτης ἦν τῆς φυλῆς. Εβραῖος ἐξ Εβραίων. "Ανωθεν, φησί, τῶν εὐ δοκίμων Ἰουδαίων εἰμί· ἐνῆν μὲν γὰρ ἐκ γένους εξ ναι Ισραήλ, ἀλλ' οὐχ Ἑβραῖον ἐξ Εβραίων. Πολλοί γὰρ καὶ διέφθειραν τὸ πρᾶγμα· καὶ αὐτῆς τῆς Εβραϊδος γλώττης ὄντες ἀμύητοι, διὰ τὸ πρὸς ἐθνι κοὺς ἀναχυθῆναι, οὐκ ἠκριβοῦντο τὰς Γραφάς. Εγώ οὖν, φησίν, Ἑβραῖός εἰμι· τουτέστι, Σώζω τὸν χα ρακτήρα. Η τὴν πολλὴν εὐγένειαν διὰ τούτων δεί κνυσι. Κατὰ νόμον Φαρισαίος. Ἐπειδὴ & προείπεν ἀπροαίρετα ἦν, τὸ περιτμηθῆναι, τὸ ἐκ γένους Ἰσραὴλ εἶναι, καὶ τὰ λοιπά· νῦν λέγει καὶ τὰ [ἐκ] τῆς αὐτοῦ προαιρέσεως κατορθώματα, καί φησι Κατὰ νόμον Φαρισαῖος, τουτέστιν, ἐν τῇ τοῦ νόμου μαθήσει. Η γὰρ εὐδοκιμωτάτη αἵρεσις παρ' Ίου δαίοις οἱ Φαρισαῖοι ἦσαν. Καὶ κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν. Ἐπειδὴ καὶ Φαρισαῖοι ἦσαν, καὶ οὐ σφόδρα ζηλωταί, φησίν, ὅτι Ἐγὼ ζῆλον εἶχον, καὶ τοσοῦτον, ὥστε διώκειν τοὺς τοῦ Χριστοῦ. κατηγοροῦντες ἐσμεν ο. ' ἀπεῤῥιμμένος, καὶ ἀπεστερημένος ο. * τῆς Ἰουδαϊκῆς Ο. Ο γένους Ο.
col. 1181–1182page 22 of 34
PG 124:1181Κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος. Ἐπειδὴ πολλοὶ καὶ διὰ φιλαρχίαν ζη λοῦσι, καὶ δι᾿ ἄλλας αἰτίας, καὶ οὐχὶ ὑπὲρ τοῦ νόμου, φησὶν, ὅτι ἄμεμπτος ὢν κατὰ τὴν ἐν νόμῳ δικαιοσύνην, πῶς ἂν διά τι ἀνθρώπινον ἐδίωκον, καὶ οὐ κατὰ θεῖον ζῆλον; Αλλ' ἅτινα ἦν μοι κέρδη, ταῦτα ἤγημαι διὰ τὸν Χριστὸν ζημίαν. Ἀλλὰ μενούνγε καὶ ἡγοῦ μαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώ σεως Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου μου. Ἐνταῦθα οἱ τὸν νόμον διαβάλλοντες αἱρετικοὶ ἐπιπηδῶντες, Ἰδού, φασί, ζημίαν όνομάζει τὸν νόμον [καὶ σκύβαλα· ] πῶς οὖν παρὰ τοῦ Θεοῦ ἐδόθη; Πρῶτον μὲν οὖν εὐχαριστήσωμεν, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ᾠκονόμησεν αὐτοὺς παραδέξασθαι τὰ ῥήματα, ὡς ὑπὲρ αὐτῶν ὄντα. Εἰ γὰρ μὴ τοῦτο ἦν, ἐξήλειψαν ἂν τὰ ῥητὰ ταῦτα, ὥσπερ καὶ ἄλλα πολλά. Έπειτα πρόσχες οὐκ εἶπεν ἁπλῶς, ὅτι Ζημία ἐστὶν ὁ νόμος, ἀλλ' ὅτι Ηγημαι αὐτὸν ζημίαν φύσει μὲν γὰρ οὐκ ἔστι ζη μία. Πῶς γὰρ, ὃς εἰς Χριστὸν ἄγει καλῶς νοούμενος; Ἐπεὶ δὲ ἐγὼ πρότερον κακῶς νοῶν αὐτὸν οὐ προσῄειν Χριστῷ, εἶτα ὕστερον, ἐπιγνοὺς τὴν ἀλήθειαν, προσ ἦλθον Χριστῷ, καὶ ἔδοξέ μοι γενέσθαι ζημία ὁ νόμος τὸν χρόνον ἐκεῖνον, καθ᾽ ἂν κακῶς νοῶν αὐτὸν, οὐ προσ ἦλθον Χριστῷ. Ἐπεὶ τῇ γε οἰκεία φύσει ὁ νόμος κέρ δος ἐστί. Καὶ ἄκουε· οὐκ εἶπεν, Ατινα ἡγούμην κέρδη, ἀλλ', Ατινα ἦν. Αληθῶς γὰρ κέρδος ἐστὶν ὁ νόμος, θηριωδίας ἀπαλλάττων τοὺς ἀνθρώπους καὶ δεισιδαιμονίας, καὶ οἷον κλίμαξ γενόμενος, καὶ ἀνα γαγὼν ἡμᾶς ἐπὶ τὴν κατὰ Χριστὸν ζωήν. Ωσπερ οὖν ἡ διὰ κλίμακος ἀνελθὼν, οὐ διαπτύει τὴν κλί μακα, ἀλλὰ καὶ χάριν αὐτῇ οἶδεν· εἰ μὴ γὰρ αὕτη ἦν, οὐκ ἂν ἀνέβη· οὕτω καὶ ὁ νόμος κέρδος μὲν ἦν, νῦν δὲ ζημίαν αὐτὸν ἡγούμεθα, οὐχ ὅτι τοιοῦτός 10 ἐστιν, ἀλλ' ἐπειδὴ μείζων ἡ χάρις. Ωσπερ γάρ ἀργύριόν τις κατέχων, ἐπειδὰν χρυσίον εὕρῃ, καὶ μὴ ἐξῇ ἀμφότερα κατασχεῖν, ζημίαν ἡγεῖται τὸ κατέχειν ἐκεῖνο, καὶ λοιπὸν ἀφεὶς αὐτὸ, λαμβάνει το χρυσίον οὕτω καὶ ἐνταῦθα ζημία ὁ νόμος, ὅταν ἀπάγῃ Χρισ στοῦ· ἂν δὲ παραπέμπῃ, οὐκέτι. Οὐ μόνον οὖν, φησί, πάλαι ήγημαι ζημίαν τὸν νόμον, ἀλλὰ καὶ νῦν ἡγοῦ μαι. Διὰ τί; Διὰ τὸ ὑπερέχον τῆς χάριτος. Ορᾶς, ὅτι σύγκρισιν ποιεῖται; Ἡ δὲ σύγκρισις, ὁμογενῶν πραγμάτων· καὶ τὸ ὑπερέχον, ὁμογενοῦς ὑπερέχει. Ὥστε καὶ ὁ νόμος γνῶσις, ἀλλ' ἐλάττων· ὡς καὶ ὁ λύχνος φῶς, ἀλλ᾽ 11 οὐχ οἷον τὸ τοῦ ἡλίου, φῶς δὲ όμως. Δι' δν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύ βαλα εἶναι, ἵνα Χριστὸν κερδήσω. Διὰ τὸν Χριστὸν, φησὶν, ἐζημιώθην· τουτέστι, Ζημίαν ἡγησάμην πάντα· ἢ ὅτι ἀπεβαλόμην. Ορᾷς, ὅτι οὐ φύσει ζημία ὁ νόμος, ἀλλὰ διὰ τὸν Χριστόν. Σκύβαλα δὲ, οὔπω μὲν δῆλον εἰ τὸν νόμον ὠνόμασεν. Εἰκὸς γὰρ περὶ τῶν κοσμικῶν πραγμάτων λέγειν· οὕτω 12 γὰρ προεἶπε 10 τοῦτό 0. 11 ἀλλ᾽ οἷον; Ο. 11 οὔπω 0.
col. 1183–1184page 23 of 34
PG 124:1183Δι' δν τὰ πάντα ἐζημιώθην, τὰ τοῦ παρόντος τυχὸν κόσμου. Εἰ δὲ καὶ περὶ τοῦ νόμου εἰρῆσθαι δεξόμεθα τοῦτο, οὐδὲ οὕτως ὕβρισται. Σκύβαλα γὰρ τοῦ σίτου τὰ ἄχυρα, ἤτοι ἡ καλάμη· ἀλλ' ἡ καλάμη, συντηρητικὴ ἐστι τοῦ σίτου, καὶ στήριγμα αὐτοῦ, καὶ " εἰ μὴ ἦν αὕτη, οὐκ ἂν σίτος ἐγένετο· ὅμως φανέντος τοῦ σίτου καὶ ἐκλεγέντος, ἄχρηστος λοιπὸν αὕτη. Οὕτω καὶ ὁ νόμος, τῆς χάριτος βεβαιωτὴς καὶ μάρ τυς· φανείσης δὲ αὐτῆς, οὐ δεῖ προσκαθῆσθαι τῷ τούτου γράμματι. Καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύ την τὴν ἐκ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Χρι στοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην. Ἵνα μὴ ἔχω ἐμὴν δικαιοσύνην, τὴν ἐκ τῶν ἔργων τοῦ νόμου, ὡς δῆθεν κατορθώσας αὐτά· οὐδὲ γὰρ, οὐδὲ ἔστι δικαιοσύνη ἐξ ἔργων, ὅτι οὐδὲ κατώρθωσα 16 ταῦτα· ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, ἥτις ἐστὶν ἐκ Θεοῦ δικαιοσύνη, τουτέστι, θεῖον δῶρον, χάριτι δικαιοῦσα τοὺς πιστεύοντας. Ἐὰν γὰρ πιστεύσῃς τῇ καρδίᾳ, καὶ ὁμοι λογήσῃς τῷ στόματι, σωθήσῃ. Τὰ δὲ θεῖα δώρα, πολλῷ τῷ μέτρῳ ὑπερβαίνει τὴν εὐτέλειαν τῶν ἀν θρωπίνῃ σπουδῇ τελουμένων κατορθωμάτων, ὥσπερ καὶ ὁ σῖτος τὰ σκύβαλα. Ἐπὶ τῇ πίστει, τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύο ναμιν τῆς ἀναστάσεως αὐτοῦ. ῎Αρα διὰ πίστεως ἡ γνῶσις. Ποῖος γὰρ λογισμὸς τὴν ἀνάστασιν ἡμῖν παραστήσει; Οὐδὲ εἷς, ἀλλὰ πίστις. Εἰ δὲ ἡ ἀνάστασις πίστει γινώσκεται, πῶς τὸ μεῖζον, ἡ γέννησις, λογισμοῖς καταλειφθήσεται; πῶς δὲ μεῖζον; Ὅτι τῆς μὲν ἀναστάσεως πολλὰ ὑποδείγματα 1· ἀνέστησαν μὲν γὰρ πολλοὶ καὶ πρὸ Χριστοῦ· ἐκ παρθένου δὲ οὐδεὶς ἐτέχθη. Ἡ τοίνυν ἐκ Θεοῦ δικαιοσύνη ἐν 16 τη πίστει ἐστὶ, τουτέστιν, εἰς ταύτην ἐπερείδεται, καὶ αὐτὴν ἔχει θεμέλιον. Δύναμιν δὲ εἶπεν ἀναστάσεως τῷ ὄντι γὰρ μεγάλη ἰσχὺς τὸ ἀναστῆναι. Καὶ ἄλλως δὲ, ἡ ἀνάστασις δύναμιν ἐνίησιν ἡμῖν εἰς τὸ τὴν αὐτ τὴν ὁδεύειν ὁδόν. Καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ. Διωκόμενοι, φησί, καὶ θλιβόμενοι, κοινωνοὶ γινόμεθα τῶν παθημάτων τοῦ Χριστοῦ. Εἰ τοίνυν μὴ ἐπιστεύο μεν, ὅτι συμβασιλεύσομεν, οὐκ ἂν τοσαῦτα καὶ τοι αῦτα ἐπάσχομεν. Σημείωσαι δὲ, ὅτι ἐκεῖνος μάλιστα πιστεύει, ὅτι Χριστὸς ἀνέστη, ὁ πάσχων. Καὶ ἄκουε τῶν ἑξῆς Συμμορφούμενος " τῷ θανάτῳ αὐτοῦ. Τουτέστιν, Εξομοιούμενος 48. Καθάπερ γὰρ ἐκεῖνος ὑπὸ τῶν ἀν θρώπων ἔπαθεν, οὕτω κἀγώ. Οτι διωγμοί γάρ, καὶ τὰ παθήματα, τὴν εἰκόνα ζωγραφοῦσι τοῦ θανάτου ἐκείνου, καὶ χριστοὶ γινόμεθα καὶ ἡμεῖς, καθὸ πάσχου μεν. Ορᾷς τὸ κατόρθωμα 18 τῶν παθῶν, Είπως καταντήσω εἰς τὴν ἐξανάστασιν τῶν νεκρῶν. Τί οὖν; εἰ μὴ ἔπαθες, ὦ Παῦλε, οὐκ ἔμελ 16 κατώρθωσέ τις 0. ἀξίωμα 0. 18 ὑποδείγματα ἔχουσι 10 ἐπὶ Ο. 19 φούμε 18 ἐκ λόγου γίνωσκε ὡς 0. και θα μοιούμεθα ω.
col. 1185–1186page 24 of 34
PG 124:1185λες ἀναστῆναι; Αλλ' ἐξανάστασιν ἐνταῦθα νόει, την ἔνδοξον, τὴν ἐν νεφέλαις ἐξαρσιν. Πάντες μὲν γὰρ ἀνίστανται, οὐ πάντες δὲ καὶ τὸ ἐξανίστανται· ἀλλ' οἱ μὲν ἁμαρτωλοὶ, κάτω μένουσι τὸν Κριτήν· οἱ δὲ ἅγιοι, ἁρπάζονται ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου. Νοήσεις δὲ καὶ ἀπὸ τῆς ἀκολουθίας τὸ λεγό μενον. Απέθανε, φησίν, ὁ Χριστός· ἀποθνήσκω κἀγώ. Ανέστη ἐκεῖνος ἐνδόξως, σπουδάζω κἀγὼ τοιαύτης ἀναστάσεως τυχεῖν ἐνδόξου. Ορα δὲ καὶ εὐλάβειαν τοῦ τοσαῦτα κατορθώσαντος, τοῦ ὑπὲρ τοὺς εἰ ἀνθρώπους ὄντος· Εἴπως φθάσω. Οὐ θαρρώ γὰρ, φησὶν, ούπω· οὕτως ἐταπεινοφρόνει· ὅπερ άλ λαχοῦ λέγει· Ο δοκῶν ἐστάναι, βλεπέτω μὴ πέσῃ καὶ, Μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Οὐχ ὅτι ἤδη ἔλαβον, ἢ ἤδη τετελείωμαι. Εἰπὼν, ὅτι Εἴ πως καταντήσω ", κατασκευάζει τοῦτο, και φησιν, ὅτι Διὰ τοῦτο οὕτως εἶπον διστακτικῶς, ὅτι οὔπω ἔλαβον τὸ βραβείον, οὔπω τετελείωμαι. Διώκω δὲ, εἰ καὶ καταλάβω, ἐφ᾽ ᾧ καὶ κατ ελήφθην ὑπὸ Χριστοῦ “Ἰησοῦ. Ἔτι, φησὶν, ἐν αγώνιός είμι, ἔτι διώκω, εἴ πως ἰσχύσω καταλαβεῖν τὸ τέλος καὶ τὸ βραβεῖον. Εἶτα δεικνὺς ὅτι ὀφειλή ἐστι τὸ πρᾶγμα, φησί· Διότι καὶ κατελήφθην ὑπὸ Χριστοῦ· τουτέστι, Τῶν ἀπολλυμένων ήμην, τῶν ἀπεγνωσμένων· κατεδίωξε με ὁ Χριστὸς, καὶ φεύ γοντα ἀπ' αὐτοῦ κατέλαβε, καὶ ἐπέστρεφεν. Οφείλω τοίνυν καὶ αὐτὸς διώκειν αὐτὸν λοιπὸν, ὡς ἂν κατα λάβω. Εμφαντικώτατα δὲ τὸ διώκειν εἶπεν. Ο γὰρ διώχων, οὐδὲν ἄλλο ὁρᾷ ἢ πρὸς ὁ σπεύδει, πάντα δὲ παρέρχεται, καὶ τὰ φίλτατα καὶ τὰ ἀναγκαιότατα. Οὕτως ὀφείλομεν καὶ ἡμεῖς σπεύδειν, ὑπ᾽ οὐδενὸς διακοπτόμενοι. Αδελφοί, ἐγὼ ἐμαυτὸν οὔπω λογίζομαι κατειληφέναι. Ἐπειδὴ πολλὰ ἐπῄνεσε Φιλιππησίους, νῦν καταστέλλων αὐτῶν τὸ φρόνημα, φησίν, ὅτι Ἐγὼ ὁ τοσοῦτος και τηλικοῦτος, ὁ διδάσκαλος ὑμῶν, οὔπω λογίζομαι κατειληφέναι τὴν ἀρε τὴν ἅπασαν· ὡς ἂν εἰ ἐπὶ δρομέως εἴποι τις· Οὔπω τὸ πᾶν ήνυσε. Πῶς οὖν ἀλλαχοῦ φησι· Τὸν δρόμον τετέλεκα; Ἐκεῖνο πρὸς τῇ τελευτῇ ὧν ἔφη. Εν δὲ, τῶν μὲν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος. Εν ποιῶ, φησίν, ἑνὸς γίνομαι μόνου, ὅπως ἀεὶ προκόπτοιμι· ἐπιλανθάνομαι τῶν κατορθωμάτων, καὶ ἀφίημι αὐτὰ ὀπίσω, καὶ οὐδὲ μέμνημαι ὅλως αὐτῶν, καὶ οὕτω τὰ ἔμ προσθεν διώκω, ὡς λείποντά μοι· ὡς ὅ γε ήδη] τετελειῶσθαι νομίζων, παύσεται τρέχων, ὡς ἤδη τὸ πᾶν κατωρθωκώς. Τί δέ ἐστι τὸ, Επεκτεινόμενος; Τουτ' ἔστι· Πρὶν φθάσαι ", λαβεῖν σπουδάζων, καὶ τοὺς πόδας, καίτοι τρέχοντας, τῷ λοιπῷ σώματι διώκειν. 50 οὐ μέντοι πάντες ο. οι τοὺς οὐρανούς 0. 39 φθάσω Ο. 18 ἐν Χριστῷ ο. 24 φθάσω 0.
col. 1187–1188page 25 of 34
PG 124:1187προλαμβάνειν σπεύδων, τὸ ἐπικλίνειν ἑαυτὸν εἰς τὰ έμπροσθεν· ὅπερ ἀπὸ πολλῆς προθυμίας γίνεται. 10 αὐτοῦ 0. Κατὰ σκοπὸν διώκω, ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ. Οὐκ ἀσκό. πως, φησί, τρέχω, ἀλλὰ πρὸς σκοπὸν ἀφορῶν. Τίς δὲ οὗτος; «Τὸ βραβεῖον τῆς ἄνω κλήσεως,» τουτέστι, τῆς ἀφθάρτου, τῆς ἐν οὐρανοῖς. Κάτω μὲν γὰρ ὁ ἀγὼν, ἀλλ' ὁ στέφανος ἄνω, ἐν τῇ τῶν ἁγίων λαμπρότητι. Καὶ γὰρ καὶ ὁ βασιλεὺς, πλέον τιμῶν τοὺς ἀγωνιστάς, ἄνω καλέσας στεφανοί. Δεικνύων δὲ ὅτι ἡ τοῦ Χριστοῦ βοήθεια τὸ πᾶν ποιεῖ, καὶ ἄνευ αὐτῆ; " ὁ δρόμος ἀτελῆς, φησίν· Ἐν Χριστῷ Ἰησοῦ, του τέστι, διὰ τῆς ἐκείνου συνεργείας. “Οσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν. - Τοῦτο, ποῖον; Τὸ ἐπιλανθάνεσθαι τῶν ὄπισθεν. Τελείου γάρ, τὸ μὴ τέλειον νομίζειν ἑαυτόν· τοῦτο γάρ ἐστι το λειότης, τὸ μὴ θαῤῥεῖν. Καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει. Ἐνταῦθα ἀσφαλίζεται αὐτούς τουτέστιν, Είτε νομίζετε τὸ πᾶν κατωρθωκέναι, ὁ Θεὸς ὑμῖν, ὡς ἀγνοοῦσιν, ὑποδείξει τὸ δέον. Ταῦτα δὲ περὶ βίου τελειότητος είρηται, καὶ τοῦ μὴ νομίσ ζειν ἑαυτοὺς τελείους εἶναι. Πλὴν εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ στοιχεῖν καὶ γόνι, τὸ αὐτὸ φρονείν. Τέως, φησὶν, δ κατωρθώσα μεν, κατέχωμεν, τὸ τῆς ὁμονοίας, τὸ τῆς εἰρήνης καὶ στοιχῶμεν τῷ αὐτῷ κανόνι, τουτέστι, τῇ αὐτῇ πίστει, τῷ αὐτῷ ὄρῳ· ὁ κανὼν γὰρ οὔτε πρόσθεσιν ἔχει, οὔτε ἀφαίρεσιν· μηδὲ ὑμεῖς οὖν τὰ παραγγέλματα τοῦ Πνεύματος ἀλλοιοῦτε. Συμμιμηταί μοι γίνεσθε, ἀδελφοὶ, καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας, καθὼς ἔχετε τύποι ἡμᾶς. Εἶπεν ἀνωτέρω· Βλέπετε τοὺς κύνας· καὶ ἀπήγαγε τοὺς Φιλιππησίους ἐκείνων· νῦν δὲ συγκολλή αὐτοὺς τοῖς καλῶς περιπατοῦσι· τοῦτο γάρ ἐστι τὸ, Σκοπεῖτε, ἀντὶ τοῦ, Προσέχετε αὐτοῖς καὶ ὡς πρὸς ἀρχέτυπον βλέποντες, πρὸς ἐκείνους ἀποτυποῦσθε καὶ ὥσπερ ἔχετε τύπον ἐμὲ, οὕτω κἀκείνους. Οὐ γὰρ διὰ ῥημάτων μόνον ἐδίδασκεν, ἀλλὰ καὶ διὰ βίου καὶ ἀγωγῆς ἑαυτὸν τύπον παρεῖχεν· ἐπεὶ καὶ τοῦτο ἡ τελεία διδασκαλία. Πολλοὶ γὰρ περιπατοῦσιν οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω. Οὐκ ὀνομαστ. τούτους λέγει, ἵνα μὴ πλήξῃ, ἀλλὰ δίδωσιν αὐτοῖς ἀναγνῶναι τούτους. Οὓς γάρ, φησί, πολλάκις ἔλεγον ὑμῖν. Νῦν δὲ ἐπειδὴ προέκοψε τὸ κακὸν καὶ ἐπετάσθη, οὐδὲ μνημονεύειν ἔχω τούτων ἀδακρυτί. Ορᾷς συμπάθειαν; οὐκ ἐπὶ τοῖς οἰκείοις ἔκλαιε κακοῖς (οὐ γὰρ εἶχεν), ἀλλ' ἐφ᾽ οἷς ἕτεροι ἀναλγήτως καὶ ἐν τρυφῇ ἔζων. Τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ. ῾Ησάν τινες Χριστιανισμὸν μὲν ὑποκρινόμενοι, ἐν τροφή
col. 1189–1190page 26 of 34
PG 124:1189δὲ καὶ ἀνέσει ζῶντες· τούτους ἐχθροὺς τοῦ σταυροῦ φησιν. Ὁ μὲν γὰρ ψυχὴν ἐπιζητεῖ παρατεταμένην εἰς θάνατον, διψῶσαν κίνδυνον· αὐτοὶ δὲ ἐκλέλυνται καὶ απεναντίας ἐκείνῳ πολιτεύονται. Εἰ γὰρ τὸν σταυρὸν ἐφίλουν, ἐσπούδαζον ἂν τὸν ἐσταυρωμένον βίον ζήν, τὸν κατάπικρον. Οὐ φρίττομεν λοιπόν, εἴ γε ὁ τῆς τρυφῆς φίλος, καὶ τῆς ἐνταῦθα ἀνέσεως, καὶ ἀσφα λείας, ἐχθρός ἐστι τοῦ σταυροῦ τοῦ Χριστοῦ; ἂν ὁ θεὸς ἡ κοιλία. Λατρεύουσι γὰρ ὡς θεῷ ταύτῃ, καὶ πᾶσαν θεραπείαν προσάγουσι. Τοῖς μὲν τὰ χρήματα, τοῖς δὲ ἡ κοιλία θεός· περὶ ὧν ἀλλα χοῦ φησι· Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀπο θνήσκομεν. Ἰδοὺ καὶ ἑτέρα εἰδωλολατρεία. Καὶ ἡ δόξα, ἐν τῇ αἰσχύνῃ αὐτῶν. Τινὲς περὶ τῆς περιτομῆς φασι τοῦτο, ἣν αὐτοὶ μὲν δόξαν εἶχον, αἰσχύνη δὲ ὄντως ἐστίν. Οὐκ ἔστι δὲ τοῦτο 16, ἀλλὰ τὴν ἀναλγησίαν αὐτῶν διὰ τούτων δείκνυσι. Καὶ γὰρ ἁμαρτάνοντας, φησί, δέον εγκαλύπτεσθαι καὶ ἐπαισχύνεσθαι, οἱ δὲ δόξαν ταῦτα ἡγοῦνται. Οἱ τὰ ἐπίγεια φρονοῦντες. Οὗτοι γὰρ ἔχουσι θεὸν τὴν κοιλίαν, οἱ μηδὲν πνευματικὸν ἢ οὐράνιον νοούμενοι. Ημῶν δὲ " τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρ χει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστόν. Ὥστε τὰ ἄνω δεῖ ἡμᾶς φρονεῖν, πρὸς τὴν πατρίδα ἡμῶν σπεύδειν, ἔνθα καὶ πολι τεύεσθαι ετάχθημεν· ἐπεὶ καὶ ὁ Δεσπότης καὶ Βασι λεὺς ἡμῶν ἐκεῖ, καὶ ἐκεῖθεν αὐτὸν ἥξειν προσδοκώ μεν ἐν τῇ δόξῃ τῇ Πατρικῇ μετὰ τῶν ἁγίων ἀγγέλων. Ωστε καὶ ἀπὸ τοῦ τόπου, καὶ ἀπὸ τοῦ προσώπου, δυσωπήθητε. *Ος μετασχηματίσει το σωμα τῆς ταπεινώσεως ἡμῶν. Πολλὰ νῦν πάσχει τὸ σῶμα· δεσμεῖται, μας στίζεται, μυρίοις δεινοῖς ὑποβάλλεται. Διὰ τοῦτο ταπεινώσεως σῶμα, ὅτι φθορᾷ καὶ ἀλγηδόσιν 58 υπό κειται· ἀλλὰ μετασχηματισθήσεται, τουτέστι, τὸ αὐτὸ μένον ἐνδύσεται ἀφθαρσίαν· μετασχηματισμὸν γὰρ, τὴν ἀπὸ φθορᾶς ἀλλαγὴν νόησον. Εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. Ἐπειδὴ σύμμορφον αὐτοῦ, φησὶν, ἐγένετο διὰ τῆς κοινωνίας των παθών, σύμμορφον γενήσεται καὶ τῇ δόξῃ. Βαβαί! τί εἶπε; Τῷ ὑπὸ τῶν ἀγγέλων προσκυνουμένῳ, τῷ ἐν δεξιᾷ τοῦ Πατρὸς καθημένῳ, τῷ τῆς δόξης ὄντι σώματι σύμμορφον γίνεται τὸ σῶμα ἡμῶν, καὶ οὕτω δοξάζεται, ὡς ἐκεῖνο 'Αρα ἂν πᾶσα ἡ οἰκουμένη ἐπὶ τὸ αὐτὸ δακρύῃ τους ἐκπίπτοντας τῆς τοιαύτης δόξης, ἀξίως δακρύσει; Κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαυτῷ τὰ πάντα. Ἐπειδὴ μέγα εἶπε και σχεδὸν ἄπιστον, φησί· Μὴ ἀπιστήσῃς· δύναμιν γὰρ ἔχει, δι' ἧς ἐνεργεῖ τὰ πάντα, καὶ ὑπέταξεν ἀγγέλους, καὶ ἀρχαγγέλους, καὶ δαίμονας· ὥστε ἐπεὶ ἐκεῖνα τὰ μείζω ἐποίησε, πολλῷ μᾶλλον τοῦτο τὸ ἔλαττον ἐκεί. νων ποιήσει. Τί; δὲ ὑπέταξεν; Οἱ μέν φασιν. ὅτι ὁ Θεὸς καὶ Πατὴρ ὑπέταξεν αὐτῷ, τῷ Χριστῷ δηλαδή, τὰ 10 ἀλλ' οὐκ ἔστι τοῦτο ο. " γάρ ο. 18 - γηδόν: 0.

Chapter IVCaput IV

col. 1191–1192page 27 of 34
PG 124:1191πάντα. Πλὴν ἀνακόλουθόν ἐστιν· οὐ γὰρ εἶπεν ἄνω περὶ τοῦ Πατρός. Βέλτιον οὖν περὶ τοῦ Χριστοῦ τοῦτο νοεῖν, ὃς διὰ τῆς δυνάμεως τῆς θεότητος ὑπέταξεν αὐτῷ, τῷ σώματι αὐτοῦ δηλαδή, τὰ πάντα. Οὐ γὰρ δὴ φοβηθησόμεθα μήποτε διέλωμεν τὸν Χριστόν Ένα γὰρ οἴδαμεν αὐτὸν καὶ ἐν τῇ ἑτερότητι τῶν φύσεων. Γνησία σύζυγε, Η ΚΕΦΑΛ. Δ'. Ὥστε, ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, οὕτω στήκετε ἐν Κυρίῳ, ἀγαπητοί. Ωστε, φησίν, εἰ καὶ ὁρᾶτε τούτους χαί ροντας καὶ δεδοξασμένους, ἀλλ' ὑμεῖς στήκετε οὕτως, ὥσπερ ίστασθε, ἐν τῷ ἐλπίζειν ὅτι συνδοξασθησόμεθα Χριστῷ, μὴ παρατραπῆτε. Ορα δὲ, πόσα τὰ ἐγκύ μια· 'Αδελφοί, καὶ οὐχ ἁπλῶς, ἀλλ', ᾿Αγαπητοί, καὶ ἔτι, Επιπόθητοι, τουτέστιν, Επιζητούμενοι πότε ὀφθήσεσθέ μοι. Καὶ ἔτι· Χαρά, καὶ οὐχ ἁπλῶς, ἀλλὰ και, Στέφανος, οὗ ἐνδοξότερον οὐκ ἔστιν ἄλλο τι. Καὶ πρὸ τῆς παραινέσεως ἐγκώμιον, καὶ αὖ μετὰ τὴν παραίνεσιν· οὕτως ἦσαν ἀξιόλογοι, ὥστε τοσαύ της τιμῆς ἀξιοῦσθαι παρὰ Παύλου. Ευωδίαν * παρακαλῶ, καὶ Συντύχην παρακαλῶ τὸ αὐτὸ φρονεῖν ἐν Κυρίῳ. Καὶ ἐρωτῶ καὶ σὲ, γνήσιο σύζυγε, συλλαμβάνου αὐταῖς. Δοκοῦσί μοι αὗται αἱ γυναῖκες τὸ κεφάλαιον εἶναι τῆς ἐκκλησίας τῆς ἐκεῖ. Παρατίθεται οὖν ταύτας ἀνδρί τινι θαυμαστῷ, ὅς ἢ ἀδελφὸς ἦν μιᾶς αὐτῶν, ἢ καὶ ἀνήρο Τάχα δὲ καὶ ὁ δεσμοφύλαξ ἴσως ἂν ἦν οὗτος· ὡς ἂν εἰ ἔλεγε· Νῦν ἀδελφὸς εἶ γνήσιος, νῦν ἀνὴρ γνή σιος, ἐὰν ἐν τῷ ἔργῳ τοῦ Κυρίου τὸν αὐτὸν ἔλκης ζυγόν, συλλαβόμενος " αὐταῖς. Τινὲς δὲ πλανηθέντες, τὴν αὐτοῦ γυναῖκά φασι τὸν Παῦλον παρακαλεῖν ἐν ταῦθα· ἀλλ' οὐκ ἔστιν. Ινα γὰρ τἄλλα ἐάτω, ἔδει, Γνησία σύζυγε, εἰπεῖν. Αἵτινες ἐν τῷ Εὐαγγελίῳ συνήθλησαν μοι, μετ τὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν τῶν συνεργών μου. Οὐ μικρὸν καὶ” αὗται, φησί, συνεβάλοντο μέσ ρος, καίτοι πολλῶν ὄντων καὶ ἄλλων τῶν συνεργούντων. Διὸ καὶ, Συνήθλησαν μοι, λέγει. Οὐ μικρῶς γὰρ τότε συνεκροτοῦντο αἱ Ἐκκλησίαι, ἄλ λου τὸν ἄλλον τιμῶντος καὶ βοηθοῦντος. ᾿Αλλὰ νῦν, φεῦ! ὅπως ἔχομεν. Εἰς τὸν ἕνα καταβάλλομεν· διὰ τοῦτο καὶ οὕτως ἔχομεν εναντίως τοῖς τότε. ἂν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς. Ὁρᾷς, ὅσηνά ρετὴν ταῖς γυναιξὶ μαρτυρεῖ; “Ο γὰρ τοῖς ἀποστόλοις ὁ Κύριος εἶπεν, ὅτι τὰ ὀνόματα ὑμῶν γέγματα πται ἐν τοῖς οὐρανοῖς, τοῦτο καὶ αὐταῖς ὁ Παῦλος προσμαρτυρεῖ, μετὰ τῶν λοιπῶν ἐν βίβλῳ ζωῆς γε γράφθαι τὰ ὀνόματα, τουτέστι, τῇ γνώσει τοῦ Θεοῦ καὶ τῇ κρίσει. Η τὴν ζωὴν αὐταῖς ἐπεψηφίσατο ἐντεῦθεν ἤδη, ὥσπερ, 'Ο μὴ πιστεύων ήδη κέκριται, καὶ τάχα ἐν βίβλῳ θανάτου γέγραπται. Χαίρετε ἐν Κυρίῳ πάντοτε. Πῶς οὖν ὁ Κύριος 30 ἕτερον Ο. 30 Εὐδοκίαν θ. οι συλλαμβανόμενος 0. 3. δὲ 0.
col. 1193–1194page 28 of 34
PG 124:1193λέγει· Μακάριοι οἱ πενθοῦντες; Ὅτι τοῦτο αὐτό ἐστι χαίρειν, τὸ οὕτω πενθεῖν. Οὐ γὰρ ἁπλῶς εἶπε, Χαίρετε, ἀλλ᾽, Ἐν τῷ Κυρίῳ. Ο δὲ ὢν ἐν Κυρίῳ πάντοτε χαίρει, κἂν στρεβλῶται, κἂν ξαίνηται. Ὑπ έστρεφον γάρ, φησί, χαίροντες ἀπὸ τοῦ δικα στηρίου, ὅτι ἠξιώθησαν ὑπὲρ τοῦ Χριστοῦ ἀτιμασθῆναι. Πάλιν ἐρῶ, χαίρετε. Επειδὴ τῶν πραγμάτων ἡ φύσις λύπην ἔτικτε, διὰ τοῦ διπλασιασμού δείκνυσιν, ὅτι πάντως δεν χαίρειν. Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. Ἐπειδὴ ἄνω διέβαλλέ τινας ὁ Παῦλος, ὡς ἐχθρούς τοῦ σταυροῦ, παραινεῖ μὴ ἀπεχθῶς πρὸς τούτους. ἔχειν, ἀλλ' ἐπιεικῶς κεχρῆσθαι τούτοις, κἂν ἐχθροὶ ὦσι. Ο Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε. ᾿Αλλὰ ζη λοῦτε, ὅτι τρυφῶσιν ἐκεῖνοι καὶ ὑβρίζουσιν, ὑμεῖς δὲ ἐν θλίψει. Ο Κύριος ἐγγὺς, ἤδη ἡ κρίσις. ἐπέστη, μηδὲν μελέτω ὑμῖν μήτε τῆς ἐκείνων ὕβρεως, μήτε τῆς ὑμῶν θλίψεως· δώσουσι γὰρ λόγον ἐκεῖναι, καὶ ὑμεῖς ἀναπαύσεσθε. Ἀλλ᾽ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσε. μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν. Ἰδοὺ καὶ ἑτέρα παραμυθία, τὸ εὔ χεσθαι ἐν παντὶ πράγματι, καὶ τοῦτο μετὰ εὐχα ριστίας. Πῶς γὰρ ἄν τις αἰτήσει 3 τὰ μέλλοντα, μὴ ὑπὲρ τῶν προτέρων εὐγνωμοσύνην ἐπιδειξάμενος; Ωστε ὑπὲρ πάντων, καὶ τῶν δοκούντων ἐναντίων, εὐχαριστεῖν δεῖ. Τὸ γὰρ ἐπὶ τοῖς ἀγαθοῖς εὐχαριστεῖν, καὶ ἡ φύσις τῶν πραγμάτων ἀπαιτεῖ· ἐκεῖνο δὲ, ψυχῆς εὐγνώμονος. Αἱ τοιαῦται εὐχαὶ γνωρίζουσι τὰ αἰτήματα ἡμῶν πρὸς τὸν Θεόν. Τὰς γὰρ ἄλλως γινομένας οὐδὲ ἐπιγινώσκει. Καὶ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ύμων, καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. Τουτέστιν, ἡ καταλλαγή, ἣν πρὸς ἀνθρώπους ἐποιήσατο, ἥτις υπερέχει πάντα νοῦν, οὐκ ἀνθρώπινον μόνον, ἀλλὰ καὶ ἀγγελικόν· ὡς ἂν εἰ ἔλεγεν· Ο φυσάμενος ἡμᾶς οὕτως, ὡς οὐδὲ ὁ νοῦς καταλαβεῖν δύναται. Τίς γὰρ προσεδόκησεν, ὅτι τοσαῦτα ἡμῖν ἔσεται ἀγαθὰ, καὶ ὅτι οι καταλλαγησόμεθα τῷ Θεῷ; αὐτὸς ὑμᾶς φυλάξει καὶ ἀσφαλίσαιτο, ὥστε μηδὲ ἐννοῆσαί τι πονηρόν. "Η εἰρήνην φησίν, ἣν ὁ Κύριος εἶπεν· Εἰρήνην ἀφίημι ὑμῖν αὕτη φρουρήσει ὑμᾶς. Καὶ γὰρ ἡ εἰρήνη αὕτη ὑπερ έχει πάντα νοῦν, ὅταν κελεύῃ πρὸς τοὺς ἐχθροὺς εἰρηνεύειν, πρὸς τοὺς ἀδικοῦντας. Εἰ δὲ ἡ εἰρήνη ὑπερέχει πάντα νοῦν, πόσῳ μᾶλλον ἡ οὐσία; Τὸ δὲ, Εν Χριστῷ Ἰησοῦ, τοῦτ' ἔστιν, Ἐν αὐτῷ φυλάξει 30, ὥστε μὴ ἐκπεσεῖν αὐτοῦ, ἀλλὰ μᾶλλον μένειν ἐν αὐτῷ. Τὸ λοιπὸν, ἀδελφοί. Ὡς ἐπειγόμενος, καὶ οὐδὲν κοινὸν ἔτι ἔχων πρὸς τὰ παρόντα 56, οὕτω φησίν. 83 αιτήσηται πο φυλάξειν ο. δὴ πρὸς ταῦτα δὴ τὰ παρόντα Ο.
col. 1195–1196page 29 of 34
PG 124:1195Ει οι μήματα, σχήματα 0. σε νομίσῃ; ὅτι ο. 10 ἀγράφως 0. "Οσα ἀληθῆ. Τουτέστιν, ἐνάρετα. Η γὰρ κακία ψεῦδος, καὶ ἡ ἡδονὴ αὐτῆς. "Οσα σεμνά. Πρὸς τοὺς τὰ ἐπίγεια φρονοῦντας "Οσα ἀγνά. Πρὸς τοὺς, ὧν ὁ θεὸς ἡ κοιλία. *Όσα προσφιλή. Τουτέστι, καὶ Θεῷ καὶ ἀνθρώποις. Τοῦτο δὲ, διὰ τὸ μὴ προσκρούειν τισί. “Οσα εὔφημα· εἴ τις ἀρετὴ, καὶ εἴ τις ἔπαινος. Ορᾷς, ὅτι καὶ τῶν πρὸς ἀνθρώπους προνοεῖν αὐτοὺς βούλεται; ἀλλ' οὐχ ἁπλῶς, ἀλλὰ μετὰ τὸ εἰπεῖν· Εἰ τις ἀρετή. Ταῦτα λογίζεσθε. Ἐπειδὴ ἀπὸ ἐννοιῶν αἱ πονη ραὶ πράξεις γίνονται, Ταῦτα λογίζεσθε, φησί, τὰ προειρημένα. "Α καὶ ἐμάθετε, καὶ παρελάβετε, καὶ ἠκούσατε, καὶ εἴδετε ἐν ἐμοί. Ἐπειδὴ οὐκ ἐνῆν περὶ πάντων ἀκριβολογεῖσθαι, περὶ εἰσόδων, περὶ ἐξίδων, βήμα τος, σχήματος ε', ἐν κεφαλαίῳ φησίν· Οσα ἐμάθετε καὶ ἠκούσατε διὰ διδασκαλίας, καὶ παρελάβετε ἐγε γράφως 8, καὶ εἴδετε ἐν ἐμοὶ δι᾽ ἔργων αὐτῶν. Τοῦτο γάρ, ὡς πολλάκις εἴρηται, διδασκαλία ἀρίστη, τὸ ἑαυτὸν τύπον παρέχειν. Ταῦτα πράσσετε. Μὴ μόνον λογίζεσθε, ὡς ἀνωσ τέρω είρηται, μηδὲ λέγετε μόνον, ἀλλὰ καὶ πράτο τετε. Καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ' ὑμῶν. Τουτ ἐστιν, Εν γαλήνῃ ἔσεσθε, ἐὰν ταῦτα πράσσητε. Ἐὰν γὰρ εἰρηνεύωμεν, καὶ πρὸς τὸν Θεὸν, δι' ἀρε τῆς δηλαδή, καὶ πρὸς τοὺς ἀνθρώπους (Μετὰ τῶν μισούντων γάρ, φησί, τὴν εἰρήνην, ἤμην εἰρηνικὸς), ἔσται αὐτὸς μεθ᾽ ὑμῶν. Ὃς γὰρ καὶ φεύγοντας διώκει, πῶς οὐ προτιοῦσι συνέστα: 30; Εχάρην δὲ ἐν Κυρίῳ μεγάλως, ὅτι ἤδη ποτέ ἀνεβάλετε εἰς τὸ ὑπὲρ ἐμοῦ φρονεῖν. Οὐ κοσμικώς ἐχάρην, φησίν, οὐδὲ βιωτικῶς, ἀλλ᾽, ἐν Κυρίῳ οὐχ ὅτι ἀνάπαυσιν ἔσχον ἐγώ, ἀλλ' ὅτι ὑμεῖς προεκ ψατε. Διὰ τοῦτο καὶ μεγάλως, ὅτι ὑπὲρ τῆς ἐκείνων ὠφελείας. Ηρέμα δὲ ἐπιτιμήσας ὑπὲρ τοῦ παρελθόντος 40 χρόνου, ὡς ἂν διδάξῃ συνεχῶς καὶ διαπαντός μεταδιδόναι, πάλιν αὐτὸ συνεσκίασε. Τὸ γὰρ, Ηδη ποτέ, χρόνον δηλοί μακρόν. Καὶ τὸν ᾿Ανεβάλετε δὲ, ὡς ἐπὶ φυτῶν βλαστησάντων ", εἶτα ξηρανθέντων, καὶ αὖθις ἀναθαλλόντων. Καὶ ὑμεῖς, φησίν, ὄντες άνθηρεὶ ἐμπράνθητε, εἶτα ἀνεβάλετο. Ὥστε καὶ ἐπι τίμησίς ἐστι καὶ ἔπαινος τοῦτο 49. Οὐ γὰρ μικρὸν τὸ μαρανθέντα ἀναθῆλαι πάλιν. Ἵνα δὲ μὴ νομίσῃ τις ὅτι ἐ καὶ ἐν τοῖς λοιποῖς ἐμπράνθησαν, ἐπήγαγεν Εἰς τὸ ὑπὲρ ἐμοῦ φρονεῖν· εἰς τοῦτο μόνον τὸ φρον τίζειν μου τῆς ἀναγκαίας χρείας. Ζητητέον δε, πως ὁ λέγων, Μακάριόν ἐστι διδόναι μᾶλλον ἢ λαμβά σεται 0. το παρόντος Ο. Μ τῶν βλαστησ. ο. ' οὗτος ο. "Οσα δίκαια. Πρὸς τοὺς ἀδικοῦντας.
col. 1197–1198page 30 of 34
PG 124:1197νειν· καὶ πάλιν πρὸς Κορινθίους, Καλόν μοι μᾶλ λον ἀποθανεῖν, ἢ τὸ καύχημά μου, ἵνα τις κενώσῃ, νῦν εὑρίσκεται λαμβάνων; Ἐκεῖ εἰκότως οὐκ ἐλάμ βανε, διὰ τοὺς ψευδαποστόλους υποκρινομένους τὸ μὴ λαμβάνειν, ἵνα ἐν ῳ, φησί, καυχῶνται, εὑρε θῶσι ὡς κἀγώ. Καὶ γὰρ οὐχ ἁπλῶ; εἶπεν· Οὐ φρα γήσεται τὸ καύχημά μου, ἀλλ', Ἐν τοῖς κλίμασι τῆς ᾿Αχαΐας· ἐπεὶ, Αλλας, φησίν, Εκκλησίας ἐσύλησα. Ὥστε ἐκεῖ οἰκονομικῶς οὐκ ἐλάμβανεν ἐνταῦθα δὲ ἀγαπητοὶ οἱ διδόντες καὶ ἐπιπόθητοι, οὖς, εἰ μὴ ἐλάμβανεν “, ἔπληξεν ἄν. "Αλλως τε, καὶ τὸ λαμβάνειν, ὑπὲρ τῶν διδόντων μᾶλλον ἐστιν· αὐτ τοὶ γὰρ το ὠφελοῦνται μᾶλλον ἢ οἱ λαμβάνοντες. Τὸ δὲ λέγειν, Μακάριόν ἐστι διδόναι μᾶλλον ἢ λαμ βάνειν, οὐκ ἀπαγόρευσις ἁπλῶς ἐστι τοῦ λαμβάνειν, ἀλλὰ σύγκρισίς ἐστι, τὸ κρεῖττον ὑποδεικνύουσα. Οὐδὲ γὰρ ἐπειδὴ καλλίων ὁ χρυσός, ἤδη ἀπαγορεύει τις τὸ ἔχειν ἀργύριον. Αλλως δὲ καὶ ἐκεῖνο 48 περὶ τοῦ ἐργάζεσθαι, καὶ ἐκ τοῦ ἔργου διδόναι λέγει, καὶ δεῖ οὕτω ποιεῖν. Ἐὰν δὲ μὴ ᾖ καιρὸς τοῦ ἐργά ζεσθαι, δεσμῶν ' περιτεθειμένων ἢ ἀῤῥωστίας, τί δεῖ] ποιητέον; οὐ δεῖ λαμβάνειν; Ἐγὼ μὲν οἶμαι. Εφ᾽ ᾧ καὶ ἐφρονεῖτε. Τουτέστιν, Εἴχετε μὲν ἐν τῇ καρδίᾳ τὴν περὶ ἐμοῦ φροντίδα, καὶ ἐμερι μνᾶτε ὑπὲρ ἐμοῦ· καὶ γὰρ καὶ ἔθος ὑμῖν φροντίζειν [ὑπέρ] μου. Οι Η αιρεῖσθε δέ. Οὐ τῆς ῥαθυμίας ὑμῶν, φησὶν, ἀλλὰ τῆς ἀνάγκης τοῦτο· τουτέστιν, Οὐκ εἴχετε ἐν χερσὶν, οὐδὲ ἐν ἀφθονίᾳ ἦτε· ἀπὸ τῆς κοινῆς συν ηθείας τοῦτο λαβών. Ως λέγομεν· Στενοχωρία μοι ἐπῆλθε, κακός καιρὸς νῦν ἐστιν. Οὐχ ότι καθ' ὑστέρησιν λέγω. Οὐ διὰ τοῦτο μέμφομαι ὑμῖν, ὡς ἐν ἐνδείᾳ ὢν, καὶ τὸ ἐμαυτοῦ σκοπών. Ἐγὼ γὰρ ἔμαθον, ἐν οἷς εἰμι, αὐτάρκης εἶναι. Ορᾷς, ὅτι δυσκατόρθωτόν ἐστι τὸ ἐν αὐταρκείᾳ χαί ρειν, καὶ γυμνασίας δεῖται καὶ μελέτη;; Εμαθον. γὰρ, φησίν. Οἶδα καὶ ταπεινοῦσθαι, οἶδα και περισσεύειν. Τουτέστι, Καὶ ὀλίγοις κεχρῆσθαι οἶδα, καὶ λιμὸν ὑποφέρειν καὶ ἔνδειαν, καὶ αὖ περισσεύειν. Καὶ ποία τοῦτο ἀρετή, τὸ εἰδέναι περισσεύειν; Καὶ σφό δρα μὲν οὖν μεγάλη. Ηλείους γὰρ ἡ περισσεία ἐκτραχηλίζει, ἢ ἡ ἔνδεια, εἰς πλείους ἐπιθυμίας καὶ ἀτόπους ἐκκαίουσα. Πῶς δὲ ᾔδει ὁ Παῦλος περισσεύειν; Οτι εἰς ἄλλους ἀνήλισκε, καὶ οὐκ ἔχαιρεν ἐπὶ τῇ περισσείᾳ 4, ἀλλ᾽ ἴσος ἦν ἔν τε πλησμονῇ καὶ ἐν ἐνδείᾳ, οὔτε ἐπὶ ταύτῃ χαυνούμενος, οὔτε ἐπὶ τῇ ἐνδείᾳ πιεζόμενος. Ἐν παντὶ καὶ ἐν πᾶσι μεμνημαι. Ἐν παντὶ τῷ μακρῷ χρόνῳ, καὶ ἐν παντὶ πράγματι, καὶ ἐν πᾶσι τοῖς παρεμπίπτουσι πεῖραν ἔλαβον. σε ἔλαβεν ο. 10 καὶ γὰρ ο. ΧΙ, 12. σε ἄλλως τε ἐκεῖ ο. οι πολέμων καὶ ταραχῶν ο. 48 παρρησίας ο
col. 1199–1200page 31 of 34
PG 124:1199Ει Καὶ χορτάζεσθαι, καὶ πεινᾷν, καὶ περισσεύειν, καὶ ὑστερεῖσθαι. Οἱ Ἰσραηλῖται οὔτε πεινᾶν ᾔδε σαν· κατελάλησαν γὰρ τοῦ Θεοῦ, καὶ εἶπον· Μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν; ἀλλ' οὐδὲ χορτάζεσθαι· ἔφαγον γάρ, καὶ ἐνεπλήσθησαν, καὶ ἀπελάκτισαν. Αλλ' ὁ Παῦλος, καὶ οἱ κατὰ Χριστὸν, οὐχ οὕτω. Δείκνυσι δὲ διὰ τούτων, ὅτι οὔτε πρότερον, μὴ διδόντων, ἐλυπεῖτο, οὔτε νῦν, δόντων, ἐχάρη ἀνθρωπίνῳ λογισμῷ, ἀλλ' ὑπὲρ αὐτῶν, ὡς ὠφελουμένων. Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντι με άριστῷ. Ἐπειδὴ ᾔσθετο μεγάλα εἰπὼν περὶ ἑαυτοῦ, φησίν Οὐκ ἐμὸν τὸ κατόρθωμα, ἀλλὰ τοῦ τὴν ἰσχὺν δεδω κότος Χριστοῦ. Πλὴν καλῶς ἐποιήσατε, συγκοινωνήσαντές μου τῇ θλίψει. Εἶπεν, ὅτι Οίδα αὐτάρκης εἶναι. Ἵνα οὖν μή σκανδαλισθῶσιν οἱ Φιλιππήσιοι ἐπ' αὐτῷ, ὡς μὴ ἡδέως δεξαμένῳ τὰ παρ' αὐτῶν, ἀλλ᾽ ἄχρηστα αὐτὰ ἡγησαμένῳ (εἰώθασι γὰρ οἱ διδόντες σκανδαλίζεσθαι, ἐπειδὰν οἱ λαμβάνοντες λέγωσιν, ὅτι Οὐ δεόμεθα)· θεραπεύει τοῦτο, λέγων· Πλην καλῶς ἐποιήσατε· τουτέστιν, Εἰ καὶ μὴ δέομαι, ἀλλ' ὅμως τὴν ὑμετέραν χάριν ἀπεδεξάμην. Καὶ ὅρα σοφίαν, πῶς ἐπαίρει τὸ πρᾶγμα· Συγκοινωνήσαντές μου τῇ θλίψει· ἴσους ἑαυτῷ αὐτοὺς κατέστησεν. Ἐγὼ μὲν γὰρ, φησί, ταῦτα πάσχω· ἐπεὶ δὲ ἐφροντίσατε μου, ὁ Θεὸς καὶ ὑμᾶς συναθλητάς μου λογί ζεται. Διὰ μὲν οὖν τῶν ἄνω ῥηθέντων, τὸ φρόνημα αὐτῶν κατέσπασε “· διὰ δὲ τῶν νῦν λεγομένων, τὴν προθυμίαν αὐτῶν ἀναῤῥώννυσιν. Οἴδατε δὲ καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ Εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι Εκκλησία εκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνοι. Ἐπειδὴ ἐδόκει ἐπιπλῆξαι αὐτοῖς ἀνωτέρω, εἰπών· Ηδη ποτέ ἀνεθάλετε· νῦν ἀπολογεῖται σοφῶς, ὅτι Τοῦτο αὐτὸ ὃ ἔδοξα ἐπιπλῆξαι, οὐχ ὡς θέλων λαμβάνειν, ἀλλ' ἐκ τοῦ σφόδρα θαῤῥεῖν ὑμῖν, καὶ ὑμεῖς αἴτιοι. Πρώτ τοι γὰρ τῶν ἄλλων ὑμεῖς ἐπεχειρήσατε φροντίζειν τῆς χρείας μου. Καὶ ἐκ τούτου λαβὼν παρρησίαν, ἐπιτιμῆσαι ἔδοξα ὑμῖν, ὡς τὸ εἰωθὸς ἐλλείψασι. Μέγα οὖν τὸ ἐγκώμιον, καὶ ὅτι σὺ ἐν ἀρχῇ τοῦ Εὐαγγελίου, καὶ ὅτι οὐ μόνον μένοντι παρ' ὑμῖν ἐχορηγήσατε, ἀλλὰ καὶ ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, τουτέστι, καὶ ὅτε τῆς ὑμετέρας ἐνορίας ἀπέβην. Οὐκ εἶπε δὲ, Οὐδεμία μοι Εκκλησία δέδωκεν, ἀλλ', Οὐδεμία μοι Εκκλησία κεκοινώνηκεν εἰς λόγον δόσεως καὶ λήψεως. Καὶ γὰρ κοινωνία κι ἐστὶ τὸ πρᾶγμα. Δίδως σαρκικά, καὶ λαμβάνεις πνευματ τικὰ, ὡς καὶ ἀλλαχοῦ· Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικά ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερί σομεν; Αἱ ἄλλαι τοίνυν Ἐκκλησίαι οὐκ ἐκοινώνησαν εἰς λόγον δόσεως τῶν σαρκικῶν, καὶ λήψεως τῶν πνευματικῶν. το κατέπαυσε 0. το ότι τα 0. σε κοινωνίας 0.
col. 1201–1202page 32 of 34
PG 124:1201Οτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μου ἐπέμψατε. Μέγα καὶ τοῦτο αὐτῶν ἐγκώμιον, ὅτι καὶ ἐν τῇ μητροπόλει καθήμενος, παρά τῆς μικρᾶς ἑτρέφετο πόλεως. Χρείαν γὰρ τὰ χρειώδη δαπανήματά φησι· χρείαν δέ, οὐ σε τρυφήν, οὐδὲ σπατάλην. Οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα, ἀλλ' ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν. Ἐπειδὴ ταπεινόν τι ἐφθέγξατο, εἰπών. Εἰς τὴν χρείαν μου ἵνα μὴ ἐκ τούτου ἐπαρθῶσιν ἐκεῖνοι, φησίν· Οὐ λέγω ταῦτα, ὅτι ἐπιζητῶ τὰς ὑμῶν δόσεις, ἀλλὰ διὰ τὸ ὑμῖν συμφέρον, ἵνα ὑμεῖς καρπὸν ἐνέγκητε· ὃς καρπὸς εἰς λόγον ὑμῶν ἐστι· τουτέστιν, ὑμᾶς ὠφελεῖ. Ορᾶς, ὅτι αὐτοὶ ὠφελοῦντο “8 ἐκ τοῦ παρ έχειν; Απέχω δὲ πάντα καὶ περισσεύω. Ἐπειδὴ εἶπεν, Οὐ ζητῶ· ἵνα μὴ πάλιν ῥᾳθυμοτέρους ποιήσῃ (ὅσῳ γὰρ ἂν ὦσι φιλοσοφώτεροι, τοσούτῳ καὶ τὰς παρὰ τῶν εὖ παθόντων εὐχαριστίας ἐπιζητοῦσιν οἱ εξ ποιοῦντες), φησίν· 'Απέχω δὲ πάντα καὶ περισσεύω· τουτέστι, Δια ταύτης τῆς δόσεως, οὐ μόνον τὰ ἐλλειφθέντα ἐπληρώσατε, ἀλλὰ καὶ ὑπερεβάλετε. Εἰπὼν δὲ τὸ ", Απέχω, ὡς ἐπὶ ὀφειλῆς, ἵνα μὴ ἐπαίρωνται, πάλιν ἱλαρύνων δείκνυσιν, ὅτι καὶ ὑπὲρ ὀφειλὴν ἔπραξαν, περισσὰ πέμψαντες. Πεπλήρωμαι, δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ' ὑμῶν, ἐσμὴν εὐωδίας, θυσίαν δεκτήν, ευάρεστον τῷ Θεῷ. Βαβαί! ποῦ τὸ δῶρον αὐτῶν ἀνήγαγεν! Οὐκ ἐγώ, φησὶν, ἔλαβον, ἀλλ' ὁ Θεὸς δι' ἐμοῦ. Ωστε κἂν ἐγὼ μὴ χρήζω, μὴ μελέτω ὑμῖν ἐπεὶ οὐδὲ ὁ Θεὸς ἔχρηζεν· ἀλλ' ὅμως οὕτως ἀπεδέξατο, ὡς καὶ τὴν Γραφὴν εἰπεῖν· [ὡς] Ωσφράνθη Κύριος ὀσμὴν εὐωδίας· ἵνα μὴ ἀκούσαντες ἀνενδεή εἶναι τὸν Θεὸν, ῥαθυμότεροι περὶ τὸ διδόναι γενώ μεθα. 'Ο δὲ Θεός μου πληρώσαι πᾶσαν χρείαν ὑμῶν, κατὰ τὸν πλοῦτον αὑτοῦ, ἐν δόξῃ, ἐν Χριστῷ Ἰησοῦ. Ἐπειδὴ εἶπεν ἄνω, ὅτι Ἠκαιρεῖσθε· τουτ ἐστιν, Ἐστενοχωρεῖσθε· ἐπεύχεται νῦν αὐτοῖς, ὥστε ἐν αὐταρκείᾳ εἶναι. Εἰ μὲν γὰρ φιλόσοφοι ἦσαν, οὐκ ἂν αὐτοῖς τὰ σωματικὰ ἐπηύξατο· ἐπεὶ δὲ βιωτικοὶ ἄνθρωποι, καί τινα ἐπιθυμίαν καὶ τῶν παρόντων ἔχοντες, ἐπεύχεται αὐτοῖς συγκαταβατικῶς, οὐ περισσείαν ἢ τρυφήν, ἀλλὰ τῶν χρειωδῶν εὐπορίαν. Πληρώσαι γάρ, φησί, πᾶσαν χρείαν ὑμῶν, ὥστε μὴ εἶναι ἐν ἐνδείᾳ. Εἶτα, ἵνα μή νο μίσωσιν ὅτι στενοχωρήσει αὐτοὺς, Κατὰ τὸν πλοῦ τον αὐτοῦ, φησί· τουτέστι, Πλουσίως καὶ ἀστενοχωρήτως τὰ χρειώδη ὑμῖν δύναται δοῦναι. Ὥστε εἰς δόξαν αὐτοῦ χρᾶσθε τῇ περιουσία. Τὸ δὲ, 'Εν Χρι στῷ Ἰησοῦ, δύναται μὲν καὶ οὕτω νοηθῆναι, ὅτι Ταῦτα ποιήσει ὁ Πατὴρ ἐν Χριστῷ Ἰησοῦ, τουτέστι, μεσιτεύοντος τοῦ Χριστοῦ· δύναται δὲ καὶ οὕτως με αλούνται ο. κι ὅτι ο.
col. 1203–1204page 33 of 34
PG 124:1203Ἐν δόξῃ τῇ εἰς Χριστὸν Ἰησοῦν ἀναφερομένη. Έτ ἄγει οὖν Τῷ δὲ Θεῷ καὶ Πατρὶ ἡμῶν δόξα εἰς τοὺς αἰών νας τῶν αἰώνων. Αμήν. Ἐπειδὴ γὰρ εἶπεν, Εἰς δόξαν τοῦ Υἱοῦ, ἐπήγαγεν, ὅτι αὕτη ἡ δόξα τοῦ Χριστοῦ, τοῦ Πατρός ἐστιν. Ασπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ. Οὐ μικρᾶς εὐνοίας τὸ διὰ γραμμάτων ἀσπάζεσθαι αὐτούς. Ασπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί. Ησαν γὰρ πλείους μετ' αὐτοῦ, τάχα καὶ ἐκ τῆς Ῥώμης αὐτῆς ὄντες, οὐκ ὄντες μὴν τοιοῦτοι, ὥστε καὶ ἀπο στόλων ἀναδέχεσθαι πράγματα. Μόνος γὰρ Τιμόθεος ἦν τοιοῦτος, ἂν καὶ ἰσόψυχον ὠνόμασεν ἀνωτέρω. Οὐ παραιτεῖται δὲ ὅμως καὶ τούτους ἀδελφοὺς καλεῖν. Ασπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι, μάλιστα οι ἐκ τῆς Καίσαρος οἰκίας. Ανέῤῥωσεν αὐτοὺς, δείξας ὅτι καὶ τῆς βασιλικῆς οἰκίας το κήρυγμα σε ήψατο καὶ ὅτι Εἰ οἱ ἐν τοῖς βασιλείοις πάντων καταφρονήσαν διὰ Χριστὸν, πόσῳ μᾶλλον ὑμᾶς δεῖ τοὺς εὐτε λεῖς; Δείκνυσι δὲ ὅτι καὶ παρ' ἐκείνοις μέμνηται αὐτῶν τῆς ἀρετῆς. Οἱ γὰρ ἂν εἰς πόθον αὐτῶν ἤγαγε τοὺς ἐν τοῖς βασιλείοις, ὥστε καὶ ἀσπάζεσθαι αὐτούς. Η χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν. Τὸ σύνηθες αὐτῷ, εὐχή κατακλείει 86 τὴν Ἐπιστολήν. [Καὶ] διδάσκει δὲ ἅμα, ἵνα κἂν κατορθώματα ἔχωσι, χάριτι ταῦτα Χριστοῦ ἔχειν πείθωνται, καὶ μὴ ἐπαίρωνται. Οὕτω γὰρ καὶ ἔσται ἀεὶ ἡ χάρις μετ᾿ αὐτῶν, ἐὰν μὴ ἐπαρθῶσι. Γέ νοιτο οὖν καὶ ἡμᾶς τήν τε ἄλλην πᾶσαν ἀρετὴν, καὶ δὴ καὶ τὴν τῆς μεταδόσεως πλουτήσαι, διὰ τῆς χάριτος τοῦ Χριστοῦ· ἵνα ἡμεῖς αὐτοὶ ὠφελούμενοι διὰ τοῦ διδόναι, καὶ πᾶσι μὲν τοῖς χρήζουσι, μάλιστα δὲ τοῖς ὑπὲρ τοῦ Θεοῦ κακοπαθοῦσιν, ἀπολαύσωμεν τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ. ' ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν. κ τὸ εὐαγγελικὸν κήρυγμα το κατακλείεσθαι Οι σε Θεοῦ Ο.
col. 1205–1206page 34 of 34
PG 124:1205ΘΕΟΦΥΛΑΚΤΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΒΟΥΛΓΑΡΙΑΣ ΤΗΣ ΤΟΥ ΑΓΙΟΥ ΠΑΥΛΟΥ ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ ΕΠΙΣΤΟΛΗΣ ΕΞΗΓΗΣΙΣ. ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ ΕΠΙ- 461 ΣΤΟΛΗΣ. Πᾶσαι μὲν αἱ Επιστολαὶ Παύλου ἅγιαι, μάλι στα δὲ αἱ δεδεμένου αὐτοῦ πεμπόμεναι, ὥσπερ ἂν εἰ ἀριστεὺς ἐν τῷ μεταξὺ σφαγὰς καὶ τρό παια ἱστῶν, ἐπέστελλεν. Οἶδε δὲ καὶ αὐτὸς τοῦτο μέγα δν καὶ πρὸς φιλοτιμίαν. Τῷ γὰρ Φιλήμονι γράφων φησίν· “Ον ἐγέννησα ἐν τοῖς δεσμοῖς μου. Τοῦτο δὲ εἶπεν, ἵνα καὶ ἡμεῖς μὴ ἀσχάλλω μεν πρὸς τὰ δεινὰ, ἀλλὰ καὶ φιλοτιμώμεθα. Πολ καὶ μὲν οὖν εἰσι τοιαῦται, ἤ τε πρὸς Ἐφεσίους, καὶ ἡ πρὸς Φιλήμονα, καὶ ἡ πρὸς Τιμόθεον, καὶ ἡ πρὸς Φιλιππησίους, καὶ αὕτη δὲ ἡ πρὸς Κολοσσαεῖς, ἐν δεσμοῖς ὄντος ἐστάλη. Ωσπερ δὲ Ρω μαίους μὴ ἰδὼν καὶ ῾Εβραίους, ὅμως ἔγραψεν οὕτως οὐδὲ τούτους ἰδὼν γράφει. Παρὰ τούτοις δὲ ἦν καὶ Φιλήμων καὶ ᾿Αρχιππος, ὃς καὶ δοκεῖ μοί τινα Εκκλησίαν ἐγκεχειρίσθαι. Γράφει δὲ καὶ Κολοσσαεῦσιν ἐπὶ τοιαύτῃ ὑποθέσει· Πονηρόν τι δόγμα αὐτοῖς ἐνεπολιτεύετο· φοντο γάρ, οὐ διὰ τοῦ Υἱοῦ, ἀλλὰ δι' ἀγγέλων προσαχθῆναι τῷ Θεῷ καὶ Πατρὶ, ἄτοπον οἰόμενοι τὸν Υἱὸν τοῦ Θεοῦ πιστεύειν ἐν ἐσχάτοις καιροῖς φανῆναι, ὅπου γε ἐν τῇ Παλαιᾷ πάντα δι' ἀγγέλων ἐγένοντο. Εί χον δὲ καὶ παρατηρήσεις πολλὰς Ἰουδαϊκὰς καὶ Ελληνικάς, ἡμέρας παρατηρούμενοι, καὶ και ρούς, καὶ βρώματα. "Α δὴ πάντα δεόμενα διορ θώσεως, ἐκίνησε τὸν Ἀπόστολον πρὸς τὸ γράψαι ταύτην τὴν Επιστολήν.
Page scan enlarged

Notebook

Full View