PG 125Theophylactus Bulgari Archiepiscopus
Exposition on the Second Epistle to Timothy
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Chapter ICaput Primum

col. 91–92page 1 of 26
PG 125:91πολλαὶ διὰ δόξαν αίρεσιν συνιστώντες, η συνείδασε πολλὴν τὴν σαθρότητα. Ο δὲ λέγει τοιοῦτόν ἐστι Μὴ ὑποπτεύσῃς με άλλα φρονεῖν, καὶ ἄλλα λέγειν καθαρόν μοι ἐστι τὸ συνειδός, ὥσπερ ἀεὶ, και νῦν. Οὐ ψεύδομαι τοίνυν λέγων ὅτι φιλώ σε, καὶ ἀεὶ μέμνη μαί σου. Λ ἐδίωκε, καὶ οὐ κατὰ ἀνθρώπινου λογισμόν, ὡς ο ο Ως ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσί μου νυκτὸς καὶ ἡμέρας, ἐπιποθώ σε ἰδεῖν. Εὐχαριστῶ τῷ Θεῷ, ὅτι μέμνημεί σου. Οὐχ ἁπλῶς δὲ, ἀλλ' ἐν ταῖς δεήσεσι, καὶ νυκτὸς καὶ ἡμέρας τὸν Θεὸν παρακαλῶν ὑπὲρ σοῦ, ὡς ἂν πλη ρώσῃ μου τὸν πόθον, ὃν ἔχω, ὥστε ἰδεῖν σε. Πῶς οὖν ἐστέρησα ἂν ἐμαυτὸν ἑκὼν τοσαύτης ἡδονῆς, εἶχε ἡδυνάμην ἐλθεῖν; Διὰ τί οὖν οὐ λέγει φανερῶς τὴν αἰτίαν, τὸ κατέχεσθαι παρὰ Νέρωνος; Ἵνα μὴ λυπήσῃ αὐτὸν ἐξ ἀρχῆς. Πρὸς τῷ τέλει δὲ ταύτην ἀνακαλύπτει. Μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ. Οὕτω σύνταξον· Ἐπιποθών σε ἰδεῖν, Ένα χαρᾶς πληρωθῶ· εἶτα διὰ μέσου, μεμνημένος σου τῶν δακρύων. Εἰ γὰρ καὶ σφόδρα ἄφιλος φύσει, ἤμην, ἀλλ' οὖν γε τὰ δάκρυά σου ἱκανὰ κάμψαι με, εἰς μνήμην ἐλθόντα. Εἰκὸς γὰρ ἦν τὸν Τιμόθεο ἀποσχιζόμενον Παύλου, οδύρεσθαι μᾶλλον ἢ παιδίον τοῦ μασθοῦ ἀποσπώμενον. Ὑπόμνησιν λαμβάνων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως. Οὐ μόνον τῶν δακρύων μεμνημένος, ἐπι ποθώ σε ἰδεῖν, ἀλλὰ καὶ τῆς ἀδόλου σου πίστεως μέγα γάρ σοι καὶ τοῦτο δικαίωμα πρὸς τὸ ἀγαπᾶσθαι ὑπ' ἐμοῦ. "Ητις ένῴκησε πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι, καὶ τῇ μητρί σου Εθνίκῃ. Καὶ ἄλλο ἐγχε μιον, ὅτι οὐκ ἀπὸ ἀπίστων ἐγένετο, ἀλλ' ἀπὸ πιστῶν, εἰ καὶ ἐξ Ἰουδαίων. Ο μέντοι πατὴρ αὐτοῦ Ελ λην ἦν. Ορα δὲ πῶς ὁ νόμος ἤρξατο καταλύεσθαι, τῶν ἐπιμίξεων τούτων γινομένων. Πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί. Ἐπειδὴ τὰ τῶν προγόνων καλὰ, ἐὰν μὲν καὶ ἡμεῖς τοιοῦτοι ὦμεν, δοξάζει ἡμᾶς, εἰ δὲ μή, εἰς αἰσχύνην μᾶλλον ἡμῖν εἰσι, διὰ τοῦτό φησιν, ὅτι ἡ τῶν προγόνων πίστις καὶ ἐν σοί ἐστιν, ὡς ἀκριβῶς πέπεισμαι. Εἰκότως οὖν ἀνυπόκριτον ἔχεις ταύτην, ὡς ἄνωθεν τεθεμελιωμένην, καὶ σαλεύεσθαι οὐκ ἔχουσαν. Δι' ἣν αἰτίαν ἀναμιμνήσκω σε ἀναζωπυρείν τὸ χάρισμα τοῦ Θεοῦ. Διότι, φησίν, οἶδα σε ἀτυπία κριτον ἔχοντα πίστιν, διεγείρω σε, ὥστε τὴν χάριν τοῦ Πνεύματος, ἣν ἔλαβες εἰς προστασίαν τῆς Ἐκ κλησίας, εἰς σημείων ἐργασίαν, καὶ ἁπλῶς, εἰς πά σαν τὴν ἐπισκόπω πρέπουσαν ἀρετὴν ταύτην ἀναξε. πυρείν, τουτέστιν, ἀεὶ ζῶσαν καὶ ἀκμάζουσαν ἐργά ζεσθαι. Ὥσπερ γὰρ τὸ πῦρ δεῖται ξύλων, οὕτω καὶ ἡ χάρις τοῦ Πνεύματος δείται προθυμίας, καὶ προσ οχῆς, καὶ νήψεως, ἵνα ἀεὶ ἀναζέη· ὡς ἐὰν μὴ ταῦτα παρῶσι, σβέννυται, ὡς καὶ ἀλλαχοῦ λέγει το Πνεῦμα μὴ σβέννυτε.
col. 93–94page 2 of 26
PG 125:93῾Ο ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου. Εστι μὲν ἐν σοὶ ἡ χάρις αὕτη, ἣν ἔλαβες ἅμα τῷ ἐπιθεῖναί μέ σοι τὰς χεῖρας, ὅτε σε εχειροτόνουν ἐπίσκοπον· πλὴν σφοδρότερον τὸ πῦρ ἔργασαι. Ον ἔλαβες λόγον, παῤῥησίας εμπλήσον καὶ ἀνδρείας στῆθι γενναίως. Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως. Τουτέστιν, οὐ διὰ τοῦτο ἐλάβομεν τὸ Πνεῦμα, ἵνα ὑποστελλώμεθα, ἀλλ᾽ ἵνα δυνατοὶ ὦμεν πρὸς τοὺς πειρασμούς, και παρρησιαζώμεθα πολλοῖς γὰρ δίδωσι πνεῦμα δειλίας, ὡς ἐν ταῖς βασι λείαις γέγραπται· Καὶ ἐπέπεσε πνεῦμα δειλίας ἐπ' αὐτοὺς· τουτέστι, φόβον αὐτοῖς ἐνέθηκε. Καὶ ἀγάπης. Τῆς τε πρὸς αὐτὸν, καὶ τῆς πρὸς τὸν πλησίον. Καὶ τὸ ἀγαπᾶν γὰρ τὸν Θεὸν ὡς πα Ξέρα, ἐκ τοῦ Πνεύματος ἔχομεν τοῦ ποιοῦντος ἡμᾶς κράζειν· Ἀββᾶ ὁ Πατήρ. Καὶ τὸ μὴ σαλεύεσθαι ἐκ τῆς πρὸς τὸν πλησίον ἀγάπης, χάρισμά ἐστιν ἀπὸ θείας δυνάμεως γινόμενον, ὥσπερ αὖ τὸ σκανδαλ ζεσθαι, ἀπὸ δειλίας και μικροψυχίας. Πλὴν δεῖ καὶ ἡμᾶς προτέρους ἐπιδείκνυσθαι τὰ παρ' ἑαυτῶν. καὶ σωφρονισμού. Η ἵνα σώφρονες ὦμεν, καὶ ὑγιεῖς τὴν διάνοιαν, καὶ ἐν καταστάσει· ἡ ἵνα σωφρονισμὸν ἔχωμεν τὸ Πνεῦμα, κἄν τις πειρασμὸς ἡμῖν Επιγένηται, πρός σωφρονισμόν τοῦτον δεχώμεθα * ἵνα καὶ ἄλλοις ὦμεν σωφρονισταὶ καὶ παιδευτεί. Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν. Πολλοὶ τρισάθλιοι ἀνθρωπίνοις λογισμοῖς ἐξετάζοντες τὰ ὑπὲρ κατάληψιν, αἰσχύνην νομίζουσι τὰ τὸν Υἱὸν τοῦ Θεοῦ σταυρωθῆναι λέγειν, ἀγνοοῦν δες ὅτι διὰ τοῦ σταυροῦ τούτου ὁ κατάδικος ἄνθρωπος υἱὸς Θεοῦ ἐγένετο. Σὺ οὖν, ὦ Τιμόθεε, μὴ ἐπαισχυνθῇς τὸ μαρτύριον καὶ τὸν θάνατον τοῦ Χρι στοῦ, τὸν διὰ τοῦ σταυροῦ, ἀλλὰ παρρησιάζου μᾶλο λον, καὶ κήρυττε τοῦτον. Οὐκ εἶπε δὲ, Μὴ δείσης, ἀλλα, Μὴ ἐπαισχυνθῇς, ἵνα δείξῃ ὅτι οὐκ ἔχει κίν δυνον τὸ πρᾶγμα, ἀλλὰ μόνον αἰσχύνην· εἰ ταύτης καταφρονήσεις, ἀκίνδυνα τἄλλα. Μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ. Μὴ αἰσχυνθῇς, εἰ ἐγὼ ὁ νεκροὺς ἐγείρων, ὁ τῆς οἰκουμένης διδάσκαλοι, δέδεμαι. Οὐ γὰρ ὡς κακοῦργος δέδεμαι, ἀλλ' αὐτοῦ εἰμι δέσμιος, τουτέστι, δι' αὐτόν. Εἰ γὰρ ἐκεῖνος σταυρὸν οὐκ ἐπαισχύνθη, πῶς ἐγὼ τὰ δεσμά; Αλλά συγκακοπάθησον τῷ Εὐαγγελίῳ. Τουτο ἔστι, μὴ ἁπλῶς δείξῃς, ὅτι οὐκ ἐπαισχύνῃ, ἀλλὰ τῇ !πείρᾳ καὶ διὰ τῶν ἔργων, καὶ κοινωνὸς γενοῦ καὶ τῷ Χριστῷ καὶ ἐμοὶ τῶν αὐτῶν. Ταῦτα δὲ καὶ διὰ τῶν ἀνωτέρω ᾐνίξατο, εἰπὼν, ὅτι Δέδωκεν ἡμῖν Πνεύμα δυνάμεως. Τί δέ ἐστι, συγκακοπάθησον τῷ Εὐαγγελίῳ; 'Αρα ὡς τοῦ εὐαγγελίου κακοπαθοῦντος; Οὐκ ἔστι τοῦτο· ἀλλ᾽ ἢ τοῦτο λέγει, ὅτι Συγκακοπάθησον ἐμοὶ, διὰ τὸ Εὐαγγέλιον, ἢ Εὐαγ γέλιον λέγει πάντας τοὺς τοῦ Εὐαγγελίου κήρυκας καὶ μύστας, ὡς καὶ ἐν τῇ πρὸς Κορινθίους. Συγ κακοπάθησον οὖν τοῖς τοῦ Εὐαγγελίου. Ἴσως δέ τις ο
col. 95–96page 3 of 26
PG 125:95περιεργότερον κακοπάθειαν τοῦ Εὐαγγελίου ἐρεῖ τὸν ἐμποδισμὸν καὶ τὴν πρὸς αὐτὸ ἀπιστίαν. Συγκιν. δύνευσαν τα οὖν καὶ σὺ τῷ οὕτω πάσχοντι οι Ευαγ γελία Κατὰ δύναμιν Θεοῦ. Ἐπεὶ φορτικὸν ἦν τὸ κακοπάθησον, παραμυθεῖται αὐτό 98. Μή γάρ, φησί, δυνάμει τῇ σῇ, ἀλλὰ τῇ τοῦ Χριστοῦ· σὲν τὸ ἐλέσθαι καὶ ἡ προθυμία. Τοῦ σώσαντος ἡμᾶς, καὶ καλέσαντος κλήσει ἁγίᾳ. Δείκνυσι τὰ τεκμήρια τῆς δυνάμεως τοῦ Θεοῦ. Εσωσε γὰρ ἡμᾶς, φησί, καὶ πόῤῥω ὄντας ἐκάλεσε πρὸς ἑαυτὸν, ὡς ἂν, ἁγίους ἡμᾶς ἐργάσηται. Ο οξ μὴ θέλοντας σώτας, πολλῷ μᾶλλον νῦν θέλουσι συνεργήσει. Οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατὰ ἰδίαν πρό θεσιν καὶ χάριν. Οὐδενὸς ἀναγκάζοντος, οὐδενὸς συμβουλεύοντος, ἀλλ' ἐξ ιδίας προθέσεως, τουτέστιν, εἴκοθεν ἐκ τῆς ἀγαθότητος αὐτοῦ ὁρμώμενος. Τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρό νων αιωνίων. Τουτέστι, προτυπωθεῖσαν ἀνάρχω; καὶ προαιωνίως δοθῆναι ἡμῖν διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Οὐ μικρὸν δὲ καὶ τοῦτο, τὸ μὴ ἐκ μεταμελείας, ἀλλὰ προαιωνίως ταῦτα τὸν Θεὸν βούλεσθαι ἐφ' ἡμῖν. Φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Εἰ γὰρ καὶ προ ώριστο ἡ χάρις, ἀλλὰ νῦν ἐφανερώθη, ὅτε ἐπέφηνεν ὁ Σωτήρ. Καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ Εὐαγγελίου. Εν μὲν τῷ οἰκείῳ σώματι κατήργησεν ἐμπράκτως τὸν θάνατον, ἀφθαρτίσας αὐτό ἡμᾶς δὲ ἐφώτιζε διὰ τοῦ Εὐαγγελίου ἐλπίζειν τὴν ζωὴν καὶ τὴν ἀφθαρσίαν. Οὐ γὰρ ἤδη ἡμεῖς ἠφθαρτίσθημεν ἐνεργείᾳ, ἀλλὰ μέλλομεν, καὶ τὴν ἐλπίδα ταύτην τὸ Εὐαγγέλιον ἡμῖν ἐβεβαίωσεν. Εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος, καὶ διδάσκαλος ἐθνῶν. Τίνος ένεκεν διδάσκαλον ἑαυτὸν ἐθνῶν νῦν ὠνόμαστε; Τῷ Τιμοθέῳ δεικνύων ὅτι Δεῖ καὶ σὲ τοῖς ἔθνεσιν ὁμιλεῖν, καὶ μὴ καταπίπτειν, ἀλλ᾽ ἐμὲ μιμεῖσθαι τὸν διὰ τὴν διδασκαλίαν εὐαγγελίου δεδεμένον. Δι' ἣν αἰτίαν καὶ ταῦτα πάσχω. Διὰ τὸ εἶναι κήρυξ τῶν ἐθνῶν. Οὐ γὰρ ὡς κακοῦργος. Αμα δὲ καὶ ἀξιόπιστον ποιεῖ τὸν λόγον, ὅτι Ἐὰν μὴ ἐπίστευον καταβληθῆναι 88 τὸν θάνατον, οὐκ ἂν ταῦτα ἔπι σχον. Αλλ' οὐκ ἐπαισχύνομαι. Ορᾷς πῶς διὰ τῶν ἔργων ἐνδείκνυται ὁ ἐδίδασκε τὸν Τιμόθεον, τὸ μὴ αἰσχύνεσθαι τὰ πάθη; Οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστι τὴν παρακαταθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν. Βαβαὶ τῆς παρρησίας. καὶ τῆς ἀδιστάκτου ἐλπίδος! Οἶδα, φησὶ, καὶ πέπεισμαι ἀσφαλῶς. Παρακαταθήκην δὲ ἢ τὴν πίστιν οι συγκακοπάθησον ο. οι ὄντως κάμνοντι ο. ας τοῦ:00. Οι κατακλιθήναι 0.
col. 97–98page 4 of 26
PG 125:97φησὶ καὶ τὸ κήρυγμα, ὅτι αὐτὸς ὁ παραπέμενός μοι Χριστὸς φυλάξει ταῦτα, καὶ πάσχω πάντα ὥστε τὸν θησαυρόν μου μὴ συληθῆναι· ἢ τοὺς πιστοὺς λέγει, οὓς παρέθετο αὐτῷ ὁ Χριστός, ἢ οὓς αὐτὸς παρέθετο τῷ Κυρίῳ, ὡς καὶ ἀλλαχοῦ φησι· Παρα τίθεμαι ὑμᾶς τῷ Κυρίῳ· ὡς ἂν εἰ ἔλεγεν, ὅτι οὐκ αἰσχύνομαι, ἐλπίζων ὅτι πολλούς προσάξω τῷ Θεῷ, ο; καὶ φυλάξει, ὡς ἄν με ὑπὲρ αὐτῶν δοξάσῃ '. "Η παρακαταθήκην λέγει τὴν ἀντιμισθίαν· καὶ γὰρ πᾶς ὁ καλόν τι ποιῶν, τῷ Θεῷ αὐτὸ παρατίθησιν, ὡς ἂν ἐν καιρῷ ὑπὲρ αὐτοῦ στεφανωθῇ. Υποτύπωσιν ἔχε τῶν ὑγιαινόντων λόγων. Ὥσπερ ζωγράφος ἔγραψά σοι, καὶ ὑπετυπωσάμην εἰκόνα καὶ ἀρχέτυπον, ἵνα πρὸς τοῦτο ἀφορῶν καὶ αὐτὸς ζωγραφῇς ταύτην τὴν ὑποτύπωσιν τῶν ἐμῶν λόγων· τουτέστι, τὸ ἀρχέτυπον ἔχε, κἄν τι δέῃ ζωγραφῆσαι, ἀπ' αὐτῆς λάμβανε και ζωγράφει. Πάντα γὰρ ἐκεῖ ἐναπόκεινται. Ων παρ' ἐμοῦ ἤκουσας. Οὐ διὰ γραμμάτων μόνον, ἀλλὰ καὶ στόμα κατὰ στόμα. Μὴ τοίνυν ἐλλειπῶς ἔχειν νομίζομεν τὰς Επιστολάς, ὡς μὴ περὶ πάντων δια λαμβανούσας, ὅπου γε ἀγράφως πολλὰ παρέθετο. Ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ. Τουτέστιν, οἱ λόγοι μου καὶ περὶ πίστεως καὶ ἀγά της διαγορεύουσιν· ὅ ἐστι περὶ δογμάτων καὶ περὶ βίου· κἄν τι δέῃ δογματίσαι ενάρετον, ἢ εἰπεῖν, ἢ πρᾶξαι, ἐκεῖθέν σοι λαβεῖν ἔξεστι. Τὴν καλὴν παρακαταθήκην φύλαξαν, διὰ Πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. Τὰς περὶ πίστεως, τὰς περὶ βίου παρατεθείσας σοι ο ἐντολὰς, ἢ τὸ χάρισμα ὃ ἔλαβες, ὡς καὶ ἀνωτέρω εἶπε. Πῶς δὲ φυλάξει;; Οὐκ ἀνθρωπίνῃ ἰσχύει, ἀλλὰ διὰ Πνεύματος ἁγίου, ὃ ἐνοικεῖ ἐν ἡμῖν διὰ τοῦ βαπτίσματος. Ἐὰν δὲ τηρήσωμεν αὐτὸ καὶ οὐ διώ ξωμεν διὰ τῶν φαύλων πράξεων, φυλάξει καὶ αὐτὸ ἡμῖν πάντα ὅσα παρὰ Θεοῦ ἔχομεν. Σπούδασον οὖν φυλάττειν τὸ Πνεῦμα, καὶ αὐτὸ πάλιν τηρήσει σοι τὴν παρακαταθήκην. Ἐὰν γὰρ μὴ Κύριος φυλάξη πόλιν, εἰς ματην ἡγρύπνησεν ὁ φυλάσσων. Οἶδας τοῦτο, ὅτι ἀπεστράφησαν με πάντες οι ἐν τῇ 'Ασίᾳ, ὧν ἐστι Φύγελλος καὶ 'Ερμογένης. Ἐξηγεῖται τοὺς πειρασμούς, οὐχ ἵνα καταβάλλῃ τὸν μαθητήν, ἀλλ᾽ ἵνα μᾶλλον πείσῃ, εἶχε καὶ αὐτὸς τοῖς ἴσοις περιπέσει, μὴ ξένον τι παθεῖν, ἀλλὰ φέ ρειν. Ἐπειδὴ γὰρ συνελήφθη ὑπὸ Νέρωνος, κατέλιπον αὐτὸν πάντες οἱ ἐν τῇ Ἀσίᾳ, τουτέστιν, οἱ ἐκ τῆς Ασίας ἐνδημοῦντες τῇ Ῥώμη. Δῴη Έλεος ὁ Κύριος τῷ Ονησιφόρου οἴκῳ. Ορα φιλοσοφίαν· τοὺς μὲν καταλιπόντας οὐ κατη ράσατο, ἀλλ᾽ ἁπλῶς μόνον * ἀφηγήσατο τὸ γεγονός. Τῷ δὲ φροντίσαντι αὐτοῦ ἐπεύχεται, καὶ οὐκ αὐτῷ μόνῳ, ἀλλὰ καὶ παντὶ τῷ οἴκῳ αὐτοῦ· οὕτως ἦσαν ἐνάρετοι, οὕτως αὐτοὺς Ὀνησιφόρος επαίδευσεν, αὐτοῦ δοξασθῇ ο. διαλαβούσας ο. ο διαλαμβάνουσιν Ο. μᾶλλον ο.

Chapter IICaput II

col. 99–100page 5 of 26
PG 125:998 Ο φρονοῦντες 0. "Οτι πολλάκις με ανέψυξε. Καθάπερ ἀθλητήν τινα ὑπὸ αὐχμοῦ συνεχόμενον τῶν θλίψεων, αναψύ ξ:ως ἠξίωσεν, οὐχ ἅπαξ, ἀλλὰ πολλάκις. Οὕτω δεῖ καὶ ἡμᾶς ποιεῖν, πάντοθεν καὶ ἀεὶ συγκροτεῖν τοὺς ἀγαθόν τι μετιόντα;· οὕτω γὰρ κοινωνοὶ αὐτοῖς ἐπό μεθα τῶν μισθών. Μὴ γάρ μοι τὸν Παῦλον εἴπῃς. Ὁ Παῦλος, και μηδένα εἶχε τὸν συγκροτοῦντα, ἔμει νεν ἂν ἕδραῖος. Ἀλλ᾽ ἴσως ἄν τις ἄλλος οὐ καρτερή αει. ἐὰν μὴ ἔχῃ τὸν ἀντιστηρίζοντα. Ἐὰν οὖν εὑρεθῇ τις συγκροτῶν αὐτὸν καὶ ἐπιμελούμενος αὐτοῦ, πρόδηλον ὅτι τῆς νίκης κοινωνεῖ· εἰ δὲ τῆς νίκης, καὶ τῶν στεφάνων. Κἂν τοῖς πολέμοις δὲ τὸ παλαιὸν οἱ τὰ σκεύη φυλάττοντες, τους στρατιώταις ἐξ ἴσου διελάγχανον τῶν λαφύρων, Καὶ τὴν ἅλυσίν μου οὐκ ἐπῃσχύνθη. Πανταχού τὴν αἰσχύνην λέγει, οὐ τὸν κίνδυνον, παραθαρρύνων Τιμόθεον, ὡς αἰσχύνης μόνης, καὶ οὐ κινδύνου προς όντος. Καίτοι γε καὶ κίνδυνος προσῆν· ὁ γὰρ Νέρων ἐμαίνετο κατά Παύλου, ὡς κατηχήσαντός τινα τῶν οἰκείων αὐτῷ. Αλλά γενόμενος ἐν Ρώμῃ σπουδαιότερον ἐζή τησέ με, καὶ εὗρει. Οὐ μόνον οὐκ ἔφυγέ μου την συντυχίαν, ἀλλὰ καὶ ἐπεζήτησέ με, καὶ εἶμεν, δ μεγάλης ανδρείας καὶ πίστεως, Δη αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ἠλέησέ με, φησί λάβοι τοίνυν τὴν ἀνταπόδοσιν ἐν τῇ φρικτῇ ἡμέρᾳ, ὅτε πολλού ἐλέους χρεία πᾶσι, καὶ τοῖς ἁγίοις. Εἰ δὲ Ονησιφό φος, ὁ κινδύνοις ἑαυτὸν παραβάλλων, διὰ Χριστὸν, ἀπὸ ἐλέους σώζηται, πολλῷ μᾶλλον ἡμεῖς. Ἐνταῦθα δὲ ἐπιπηδώσιν οἱ τὰ Μαρκίωνος νοσοῦντες", Ιδού, λέγοντες, δύο Κύριος· Ἀλλ' οὐκ ἔστι τοῦτο. Εἰς γὰρ Κύριος, ὡς οὗτος αὐτὸς ὁ Παῦλος ἀλλαχοῦ φησιν. Εθος δὲ τῇ Γραφῇ οὕτω κεχρῆσθαι τῷ λόγῳ, ὡς τὸ "Εβρεξε Κύριος παρὰ Κυρίου, τουτέστι παρ' ἑαυ τοῦ. Οὕτω καὶ ἐνταῦθα. Εἰ δὲ καὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν δηλοῦσθαι ἐνταῦθα δέξῃ, οὐδὲ τοῦτο ἄτοπον. Καὶ ὁ Πατὴρ γὰρ Κύριος, καὶ ὁ Υἱός Κύριος, καὶ τὸ Πνεῦμα Κύριος· ἀλλ᾽ εἶ; Κύριος ταῖς τρισὶν ὑποστάσεσιν ἐμφαινόμενος. "Ορα δὲ ὅτι οὐκ εἶπε· Δώῃ αὐτῷ ὁ Κύριος ἕτερόν τι, ἀλλ᾽, ἔλεος. Καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις. Συνήθης ἐστί, φησί, τῇ ἀγαθοεργία οὐχ ἅπαξ ἐποίησεν, ἀλλὰ καὶ ἐν Ἐφέσῳ καὶ ἐν Ῥώμῃ. Τοιοῦτον εἶναι δεῖ τὸν Χριστιανὸν, ἀεὶ τὸ ἀγαθὸν ἐργάζεσθαι, καὶ δι' ὅλης τῆς ζωῆς, ΚΕΦΑΛ. Β'. Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ. Τί λέγεις; Εἶπας ὅτι δέδεσαι, ὅτι πάντες σε ἀπεστράφησαν, καὶ ὥσπερ οὐδὲν δεινὸν εἰπὼν, ἐπιφέρεις· Σὺ οὖν,
col. 191–192page 6 of 26
Caput IIICaput IV
PG 125:191τέκνον μου, ἐνδυναμοῦ; Ναὶ, δι' αὐτὸ τοῦτο μᾶλλον, ὅτι ἐγὼ ἐν δεινοῖς, σὺ ἐνδυναμοῦ· εἰ μὲν γὰρ ἐγὼ ὁ διδάσκαλος οὐκ ἔπασχον τοιαῦτα, ἴσως Εδει σε καταπίπτειν, ὡς ἐν κινδύνοις βεβηκότα νέον καὶ ἄπειρον. Νῦν δὲ οὐ μικρά σοι παράκλησις πρὸς τὸ φέρειν γενναίως τὰ συμπίπτοντα, ὅτι καὶ αὐτό; τοιαῦτα πάσχω, ὡς τῆς τοῦ πράγματος φύλ σεως ἐχούσης τους κινδύνους, ἀλλ᾽ οὗ τῆς σῆς ἀπειρίας. Ἐπεὶ καὶ καθόλου πᾶς ἐλάττων ἐν οἷμα δήποτε πράγματι κινδύνοις περιπεσών παρακαλεῖ και μεγάλως, ὅταν καὶ τὸν αὐτοῦ μείζονα ἐν τοῖς αὐτοῖς ἐρα. "Ορα δὲ μετὰ πόσης φιλοστοργίας παρο αι εἶ, τέκνον μου, λέγων· ὡς ἂν εἰ γὰρ τὴν ψυχὴν τῷ βήματι ἐνεστάλαξεν. Εἰ τέκνον εἶ, τὸν πατέρα μιμού. Ἐν τῇ χάριτι, τῇ ἐν Χριστῷ Ἰησοῦ. Μὴ μόνον ἀπὸ τοῦ κατ' ἐμὲ ὑποδείγματος ἐνδυναμοῦ, ἀλλὰ μάλιστα διὰ τῆς χάριτος τοῦ Χριστοῦ. Ἐκεί την έχει συναγωνιζομένην ', δι' ἧς ἐλάβα μεν ἐξουσίαν πατεῖν ἐπάνω όφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ ὑπὸ μηδενὸς ἀδικεῖσθαι. Καὶ ἃ ἤκουσας παρ' ἐμοῦ διὰ πολλῶν μαρτύρων. ήκουσας, οὐχ ἃ συνεζήτησας· ἡ γὰρ πίστις ἐξ ἀκοῆς. Ηκουσας δὲ οὐ λάθρα, ἀλλὰ μετὰ παρρησίας, πολλών παρόντων. Τινὲς δὲ, πολλοὺς μάρτυρας, νόμον καὶ προφήτας ἐνόησαν. Γραφι καὶ γὰρ μαρτυρίαις " συνεκροτείτό μοι ὁ λόγος. Ταῦτα παράθου πίτοῖς ἀνθρώποις. Οὐκ εἶπεν Εἰπὲ, ἀλλά - Παράθου, καθάπερ ἐπὶ θησαυροῦ. Τὸ γὰρ παρατιθέμενον, ἐν ἀσφαλείς παρακατατίθεται ". Ποιεῖ δὲ διὰ τούτου τὸν μαθητὴν προσεκτικώτερον. Πιστοῖς, οὐ συλλογιστικῆς καὶ συζητικοῖς· πιστοῖς δὲ, τοῖς μὴ προδιδούσι τὴν παρακαταθήκην. Οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Τί γὰρ ὄφελος, ὅταν τις αὐτὲς μὲν πιστὸς ᾖ, καὶ πάντα δέχεται ἀζητήτως, μὴ δύναται δὲ καὶ εἰς ἑτέρους ἐξάγειν 10 τὴν διδασκαλίαν; Καὶ αὖ, εἰ μὴ προδιδῶ μὲν τὸν λόγον αὐτὸς, οὐ δύνηται δὲ καὶ ἄλλους τοιούτους ποιεῖν; Δύο τοίνυν ἔχειν δεῖ, καὶ πιστὸν εἶναι, καὶ διδακτικὸν τὸν διδάσκαλου. Ταῦτα γὰρ δῆλον, ὅτι περὶ πρεσβυτέρων καὶ ἐπι σκόπων αὐτῷ διατάττεται, οὐ περὶ λαϊκῶν· τοῦτο γὰρ ἄτοπον, ὅπου γε αὐτὸς ὁ Παῦλος καὶ Ἕλλησι καὶ Ἰουδαίοις ἐπέστελλεν ". Οἶμαι δὲ ὅτι καὶ περί τινων μυστικωτέρων λέγει, ἃ δεῖ πιστοῖς καὶ διδα κτικοῖς παρατίθεσθαι. Σὺ οὖν κακοπάθησον ὡς καλός στρατιώτης Ἰησοῦ Χριστοῦ. Ορᾷς ὅτι τὸ κακοπαθεῖν στρα τ ώτου; Ὥστε τὸ μὴ κακοπαθεῖν οὐ στρατιώτου. Οἱ τοίνυν χρή δυσχεραίνειν, εἰ κακοπαθεί τις ἐν στρατιώταις ταχθείς. Ὅσον δὲ τὸ ἀξίωμα εἶναι παραμυθείται Ο. 11 ἐκήρυττεν. Η συναγωνιστήν Ο. Η γραφαῖς γὰρ μυρίαις Ο. παρατίθεται ο. 10 ἐξέχειν. Ο.
col. 103–104page 7 of 26
PG 125:103στρατιώτην Χριστοῦ, ὅπου γε μέγα τινὲς οἴονται τὸ τοῦ ἐπιγείου βασιλέως στρατιῶται εἶναι Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ταῦτα πρὸς πάντας εἴρηται ἐπισκόπους καὶ διδασκάλους. Εμφαντικὸν δὲ τὸ, Εμπλέκεται. Τῷ ὄντι γὰρ δεσμὰ καὶ ὄφεις εἰσὶ τὰ τοιαῦτα. Καὶ πραγματείαις δὲ εἰπών, τοὺς θορύβους καὶ τὰς ὀχλήσεις ηνίξατο, καὶ ἀπὸ αὐτῶν τῶν λέξεων ἀπο τρέπων. Τί σεαυτὸν ἐνδεσμεῖς; τί εἰς ὀχλήσεις καὶ πραγματείας σεαυτὸν ἐμπλέκεις; Τῆς στρα τείας μόνης φρόντιζε. καὶ οὕτως ἀρέσεις Χριστῷ τῷ εἰς στρατείαν ἐκλεξαμένῳ σε. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τουτέστιν, οὐκ ἐὰν εἰς τὸν ἀγῶνα εἰσέλθῃ, ἀρκεῖ τοῦτο, οὐδὲ ἐὰν ἀλείψηται, οὐδὲ ἐὰν συμπλακῇ, ἀλλ' ἐὰν μὴ καὶ τοὺς περὶ βρωμάτων καὶ πομάτων, καὶ σωφροσύνης άθλη τικούς 48 νόμους φυλάξῃ, καὶ τοὺς ἐν τῷ τρόπῳ τῆς πάλης. Οὐ γὰρ ἁπλῶς καὶ ὡς θέλει ἕκαστος, ἐφεῖται αὐτῷ παλαίειν, ἀλλὰ νόμοι καὶ περὶ τούτου ἀθλητικοί. Ορα δὲ σοφίαν. Στρατιώτου εμνήσθη, ἵνα δείξῃ ὅτι εἰς σφαγὰς καὶ θανάτους δεῖ ἡτον μάσθαι· καὶ ἀθλητοῦ, ἵνα πάντα καρτερῇ, καὶ ἐν ἀσκήσει ᾗ διαπαντός. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρώτον τῶν καρπῶν μεταλαμβάνειν. Λέγει καὶ τρίτον ὑπόδειγμα, διδασκάλῳ μᾶλλον ἁρμόδιον. Τὰ γὰρ τοῦ στρατιώτου καὶ τοῦ ἀθλητοῦ, καὶ τοῖς ἀρχομένοις οἰκεῖα· ὁ γεωργὸς οὐχ φαυτοῦ ἐπιμελεῖται, ἀλλὰ τῆς γῆς, καὶ ἀμοιβὴν οὐ μικρὰν λαμβάνει τὴν ἀπὸ τῆς καρποφορίας. Οὕτω καὶ ὁ διδάσκαλος οὐκ ἀνόνητα πονεί, ἀλλὰ πρὸ τῶν ἄλλων αὐτὸς ἀπολαύσει τῶν οἰκείων Ιδρώτων, τοῦ Θεοῦ δαψιλῶς αὐτὸν ἀμειβομένου. Ινα τοίνυν μὴ δυσχεραίνῃ τις πρὸς τὸ μέλλον τῆς ἀντιμισθίας. Ηδη, φησίν, ἀπολαμβάνεις, ἐν αὐτῷ τῷ κόπῳ ἡ ἀντίδοσις, εἰ μηδὲν ἄλλο, ἡ ὠφέλεια γοῦν τῶν ψυχῶν " μέγα σοι κέρδος ἐντεῦθεν ήδη. Τινὲς δὲ περὶ τοῦ τιμᾶσθαι τοὺς διδασκάλους φασὶ τοῦτο, ἀλλ' οὐκ ἔχει λόγον. Ορα δὲ, οὐχ ἁπλῶς γεωργὸν εἶπεν, ἀλλὰ, τὸν κοπιώντα, τουτέστι τὸν κοπτόμενον, οὐχ ἁπλῶς ἐργαζόμενον, Νόει Ο λέγω. Ἐπειδὴ αἰνιγματωδῶς πάντα εἶπε, τὰ τοῦ στρατιώτου, τὰ τοῦ ἀθλητού, τὰ τοῦ γεωρ γου, Νέει, φησί. Τούτου γὰρ χάριν ταῦτα εἶπον οὕτως, ἵνα σε ἐξύνω 18. Εἶτα ἐπεύχεται, ὡς γνησί τέχνη. Δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσιν. Οὐ μόνον τούτοις οἷς εἶπον, ἀλλὰ πᾶσι καὶ λόγοις καὶ έργοις. Μνημόνευς Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαβίδ. Τοῦτο λέγει καὶ διὰ 10 πράγματα ο. 13 αθλητοί, ο. 1 ἀσφάλεια ἀγνοούντων ψυ. ο. 18 σε δόκιμον δείξω πι.
col. 105–106page 8 of 26
PG 125:105τοὺς αἱρετικούς. Ησαν μὲν γάρ τινες καὶ τότε, οι αἰσχύνην ἐνόμιζον τὸ τὸν Υἱὸν τοῦ Θεοῦ παθεῖν, καὶ διὰ τοῦτο ἴσως τὴν φαντασίαν εἰσῆγον. Οὕτω γὰρ ἐταπεινώθη ὁ Θεὸς δι' ἡμᾶς, ὡς καὶ αἰσχύνεσθαι τοὺς ἀνθρώπους περιάπτειν Θεῷ τὴν τοσαύ την ταπείνωσιν. Λέγει δὲ καὶ διὰ τὸ παραμυθήσασθαι αὐτὸν, δεικνὺς ὅτι καὶ αὐτὸς ὁ διδάσκαλος Χριστὸς διὰ πάθους ἐνίκησε τὸν θάνατον. Τούτου μνημόνευε, καὶ οὐκ ὀκλάσεις πρὸς τὰ πάθη. Κατὰ τὸ Εὐαγγέλιον μου. "Ησαν γάρ τινες ἕτερα εὐαγγελιζόμενοι· ἀλλ' οὐκ ἐκείνοις, ἀλλὰ τῷ ἐμῷ Εὐαγγγελίῳ δεν προσέχειν. Ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν, ὡς κακοῦργος. Πάλιν ἀφ' ἑαυτοῦ παραμυθεῖται τὸν μαθητήν, καὶ ὅτι κακοπαθεί λέγων, καὶ ὅτι πονηρὰν δόξαν ἀποφέρεται. Αλλ' ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Ἵνα μήτις εἴπῃ· Καὶ τί τὸ ὄφελος; Τί δὲ τὸ θαῦμα, εἰ δέδεσαι; Δεῖξόν μοι κέρδος, δείξόν μοι θαυμαστόν τι· φησὶν, ὅτι ὁ λόγος οὐ δέδεται. Μὴ γὰρ αἰσθητὸν ἔργον ἐστὶν, ἵνα ἐμποδίζηται τοῦ σώματος δεδεμένου. Λόγος ἐστὶ θεῖον χρῆμα, καὶ Θεοῦ λόγος· ἡμῶν δεδεμένων, λέλυται καὶ τρέχει. Ἰδοὺ γὰρ καὶ δε δεμένοι γράφομεν καὶ κηρύττομεν. Εἶδες θαῦμα, είδες κέρδος. Διὰ τοῦτο πάντα υπομένω 10 διὰ τοὺς ἐκλε κτούς. Ἰδοὺ καὶ τοῦτο προτροπή. Οὐχ ὑπὲρ ἐμαυ τοῦ γάρ, φησί, πάσχω, ἀλλ' ὑπὲρ τῆς ἑτέρων σω τηρίας· οὐχ ἵνα αὐτὸς δοξασθῶ, ἀλλ᾿ ἕνα ἕτεροι. Τίνες δὲ οὗτοι; Οἱ ἐκλεκτοί τοῦ Θεοῦ. Εἰ οὖν θεὸς αὐτοὺς ἐξελέξατο, πάντα δεῖ ἡμᾶς πάσχειν ὑπὲρ αὐτῶν. "Ινα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χρισ στῷ Ἰησοῦ. Καὶ αὐτοὶ, ὥσπερ καὶ ἡμεῖς. Ωσπερ δι' ἡμᾶς, φησὶν, ὁ Θεὸς ἔπαθεν, ἵνα σωθῶμεν, οὕτω καὶ ἡμεῖς πάσχομεν δι' ἐκείνους ". Ωστε ἀνταπόδοσίς ἐστι τὸ πρᾶγμα, οὐ χάρις. Εἶτα, ἵνα μὴ εἴπῃ τις αὐτῷ· Τί λέγεις; Σὺ ἐν δεσμοῖς μέλ λεις 18 ἀπολέσθαι, καὶ ἄλλοις σωτηρίας αἴτιος γενέ σθαι ἀλαζονεύῃ; Οὐ ταύτης, φησί, λέγω τῆς σω ματικῆς σωτηρίας, ἀλλὰ τῆς ἐν Χριστῷ Ἰησοῦ τῆς ἀληθινῆς, τῆς ἐνδόξου· ἡ γὰρ σωματική σωτηρία άδοξος. "Ακους γὰρ καὶ τῶν ἐφεξῆς. Μετὰ δόξης αιωνίου. Οὐ μόνον ἵνα σωθῶσιν, ἀλλὰ τὸ μείζον, ἵνα καὶ δοξασθῶσι μεθ᾿ ἡμῶν αἰωνίως. Ὥστε εἰ καὶ αἰσχύνην ἔχει τὰ δεσμὰ, ἀλλὰ καὶ δόξαν προξενεῖ τοῖς ἐκλεκτοῖς, καὶ ταύτην αἰώνιον. Εἰ δὲ ἄλλοις, πολλῷ μᾶλλον ἐμοὶ, τῷ ταῦτα περικειμένῳ. Μὴ οὖν ἀδημόνει ἐπ' ἐμοί. Πιστὸς ὁ λόγος. Ἐπειδὴ πολλοὶ ἀμφιβάλλουσι περὶ τῆς μελλούσης ζωῆς καὶ δόξης, λέγοντες - "Οτε ζω, τότε θανάτῳ ἐκδίδομαι, καὶ ὅτε ἐποθάνω, ζήσω; καὶ τὰ τοιαῦτα· διὰ τοῦτο βεβαιοί τὸν πάσχω 0. 17 ἐκεῖνον 0. 18 θέλεις Ο. νίνο,
col. 107–108page 9 of 26
PG 125:107λόγον, καί φησι· Πιστὸς ὁ λόγος. Ποἶο;; Ὅτι οἱ ἐκλεκτοὶ ἐνδόξου καὶ αἰωνίου σωτηρίας ἐπιτεύξονται. 18 τὸ μυστήριον τοῦτο 0. Εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν. Και τασκευάζει τὸ αὐτὸ καὶ διὰ λογισμῶν ἀνθρωπίνων. Καίτοι καὶ ἀνωτέρω τεκμήριον τούτου 18 δέδωκεν εἰπών· Μνημόνευε Ἰησοῦν Αγηγερμένον ἐκ νεκρῶν· ἔδειξε γὰρ ἔτι μετά θάνατον ἀνέστη. Πῶς οὖν κατασκευάζει; Εἰ ἐν τοῖς σκυθρωποῖς κοινωνοῦμεν, ἐν τοῖς χρηστοῖς οὐκ ἔστι τοῦτο; Οὐδὲ ἄνθρωπος ποιήσειε, πόσῳ μᾶλλον ὁ Θεός, ἡ πηγὴ τῆς δικαιοσύνης καὶ ἀγαθότητος; Βά νατον δὲ λέγει, τόν τε διὰ τοῦ βαπτίσματος, τίν τε διὰ τῶν παθημάτων καὶ πειρασμῶν. Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν. Οὐκ ἀρχεῖ τὸ ἅπαξ εἰς θάνατον ἐκδοῦναί τινα ἑαυτὸν, ἀλλὰ τὸ διαπαντός. Καθ' ἡμέραν γάρ, φησίν, ἀπο Θνήσκω. Πολλῆς οὖν δεῖ ὑπομονῆς εἰς τοῦτο, ἵνα καὶ τὸ συμβασιλεῦσαι ἡμῖν περιγένηται. Εἰ ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς. Καὶ ἀπὸ τῶν ἐκ τοῦ ἐναντίου συμβησομένων κατασκευάζει τὸν λόγον. Οὐ γὰρ ἐν τοῖς χρηστοῖς μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἐναντίοις αἱ ἀμοιβαί. "Ος γάρ, φησίν, ἀρνήσεται με, ἀρνήσομαι κἀγὼ αὐτόν. Εννόησον δὲ τί παθεῖν εἰκὸς τὸν ἀρνηθέντα ὑπὸ Χριστοῦ. Εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει. Εἰ ἀπι στοῦμεν ὅτι ἀνέστη, οὐδὲν ἀπὸ τούτου βλάπτεται. Ἐκεῖνος γὰρ ἀληθῆς ἐστι, βέβαιος ἐστιν, ἐάν τε εἴπωμεν, ἄν τε μὴ εἴπωμεν. Αρνήσασθαι ἑαυτὸν οὐ δύναται. Τουτέστιν, οὐ δύναται μὴ εἶναι. Οὐκ ἔχει φύσιν εἰς τὸ μὴ ὂν αὐτ τὸν χωρῆσαι· ἀεὶ μένει, κἂν ἡμεῖς μὴ ὁμολογώμεν αὐτόν. Ὥστε οὐκ εἰς ἐκεῖνον ἔρχεται ἡ ὠφέλεια ἢ ἡ βλάβη, κάν τε ὁμολογῶμεν, κἄν τε ἀρνώμεθα, ἀλλ εἰς ἡμᾶς ἀμφότερα. Ταῦτα ὑπομίμνησκε. "Ινα μή τις νομίσῃ ὅτι αὐ τὸς ὁ Τιμόθεος ἐδεῖτο ταῦτα διδαχθῆναι, φησί· Τοὺς ἄλλους ὑπομίμνησκε. Διαμαρτυρόμενος ἐνώπιον τοῦ Κυρίου, μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Ἐπειδὴ λιχνίαν ἔχει τὸ πρᾶγμα, καὶ ἀεὶ βούλεται ἡ ἀνθρωπίνη ψυχή συζητεῖν καὶ λογομαχεῖν, Σύ, φησί, διαμαρτύρου αὐτοῖς ἐνώπιον τοῦ Θεοῦ, μὴ λογομαχεῖν· ἀντὶ τοῦ, Παράγγελλε, μάρτυρα παραλαμβάνων τὸν Θεὸν, ἵνα εἰδῶσιν, ὅτι ἐάν σου καταφρονῶσιν, ἐκεῖνος αὐτοὺς κρινεῖ. Οὐ μόνον γὰρ οὐδὲν χρησιμεύει ή λογομαχία, οὐδὲ φέρει τι κέρδος, ἀλλὰ καὶ βλάβη πολλὴ γίνεται. καταστρέφεται γὰρ ἡ πίστις τῶν ἀκουόντων, ὥσπερ τις πύρ γος, ὑπὸ μοχλῶν τινων τῶν συζητήσεων. Σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ Θεῷ, ἐργάτην ἀνεπαίσχυντον. Ἑρμηνεύει πῶς ἂν δόκιμος γένοιτο, εἰ ἐργάτης ἀνεπαίσχυντος εἴη· τους ἐστιν, εἰ μηδὲν τῶν εἰς εὐσέβειαν ἡκόντων ἐπαισχύνεται ποιεῖν. Οὕτω γὰρ εὐδοκιμήσεις παρὰ τῷ
col. 109–110page 10 of 26
PG 125:109Δεσπότῃ, πάντα υφιστάμενος ὑπὲρ αὐτοῦ, πάντα ἐρ γαζόμενος. Πανταχοῦ δὲ πολλὴν περὶ τῆς αἰσχύνης ποιεῖται τὴν σπουδήν, διότι τοῖς πολλοῖς αἰσχύνη ἦν καὶ ὁ σταυρὸς τοῦ Χριστοῦ, καὶ τὸ κήρυγμα αὐτοῦ, ὡς ἰδιωτικόν· καὶ αὐτοὶ οἱ ἀπόστολοι, ὡς εὐτελεῖς, καὶ τὰ ἔσχατα πάσχοντες. Σὺ οὖν, φησί, μὴ ἐπαισχύ. μου. Ορθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. Πολ λοὶ γὰρ παρασπῶσιν αὐτὸν καὶ παρέλκουσιν, ἀλλὰ σὺ πρὸς τὸ ὀρθὸν ἄγε. “Η ἐπειδὴ οὐκ εἶπεν, ἀπευθύνοντα, ἄλλο τι δέδωκε νοεῖν. Ωσπερ ἐπὶ δέρματος τινος καὶ ἱμάντος περιττά τινα καὶ νόθα ἔχοντος, Τέμνε, φησί, τὰ ἀλλότρια ἐκ τοῦ κηρύγματος, καὶ ἔκκοπτε τῇ μαχαίρᾳ τοῦ λόγου. Τὰς δὲ βεβήλους κενοφωνίας περιίστασο. Τουτ ἐστι, παραιτοῦ. Πανταχοῦ δὲ ὁ μακάριος Ἰωάννης κενοφωνίας, τὰς καινοτομίας δίδωσι νοεῖν. Τινὲς δὲ τὸ, περιίστασο, ἀντὶ τοῦ, περισσῶς ἵστασο, εἰς τὸ παῦσαι καὶ κωλύσαι, νοοῦσιν· ὅπερ οὐκ ἔστιν. Ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας. Καὶ ὁ λόγος αὐτῶν, ὡς γάγγραινα, νομὴν ἕξει. Ακά Οκτον, φησὶν, ἐστὶ τὸ κακὸν, οὐκέτι Ιατρείαν δεχό μενον. Τὸ πᾶν γὰρ λυμαίνονται, καὶ ἀδιόρθωτοί εἰσι. Γάγγραινα γὰρ νόσημά ἐστι σηπεδόνας έγρα ζόμενον, καὶ τὰ κύκλῳ ἐπινεμόμενον. ἂν ἐστιν Υμέναιος καὶ Φιλητός· οἵτινες περὶ τὴν ἀλήθειαν ἡστόχησαν, λέγοντες τὴν ἀνάστασιν ήδη γεγονέναι, καὶ ἀνατρέπουσι τήν τινων πίστιν. Καλῶς ἀνωτέρω εἶπε τὸ, Ἐπὶ πλεῖον προ κόψουσιν ἀσεβείας. Δοκεῖ μὲν γὰρ τοῦτο μόνον εἶναι τὸ δεινὸν, τὸ περὶ τῆς ἀναστάσεως - πολλὰ μέντοι ἐξ αὐτοῦ τίκτεται. Εἰ γὰρ ἡ ἀνάστασις ἤδη γέγονεν, ἀνῄρηται ἡ κρίσις καὶ ἡ ἀνταπόδοσις, καὶ οἱ μὲν ἀγαθοὶ ἀπέλαυσαν ὀδυνῶν καὶ θλίψεων· οἱ δὲ φαῦλοι ἐκολάσθησαν το τρυφῶντες. Καὶ τί δεῖ λοιπὸν ἀρετῆς, εἰ αἱ ἀμοιβαὶ τοιαῦται; Οὐκ εἶπε δὲ, ὅτι τὴν πάντων πίστιν, ἀλλὰ, τὴν τινῶν, τουτέστι, τῶν σαθροτέρων. Επιφέρει οὖν Ο μέντοι στερεὸς θεμέλιος τοῦ Θεοῦ ἔστηκε. Ο λέγει, τοιοῦτόν ἐστιν· Οὐ πάντες ἀνετράπησαν, και νοφωνίας, καινοτομία;, περιίστα στο, ἀλλ᾽ οἱ ἀβέβαιο. Εἰ γὰρ μὴ τοιοῦτοι ἦσαν, οὐκ ἂν κατέπεσον. Ὥσπερ οὐδὲ ὁ Ἀδὰμ πρὸ τῆς προσβολῆς βέβαιος ἦν· οἱ μέντοι πεπηγότες ἑστήκασι βέβαιοι καὶ ἀκίνητοι. Ορα δὲ, καὶ στερεός, καὶ θεμέλιος. Οὕτως ἔχεσθαι δεῖ τῇ; πίστεως. Εχων τὴν σφραγίδα ταύτην. Εγνω Κύριος τοὺς ὄντας αὐτοῦ· καὶ, ᾿Αποστήτω ἀπὸ ἀδικίας πᾶς ὀνομάζων τὸ ὄνομα Κυρίου. Τουτέστιν, ἔχων ὡσανεί λίθος τις γράμματά τινα καὶ γνωρίσματα εγκεκολαμμένα αὐτῷ δι' αὐτῶν τῶν ἔργων, καὶ αὐτῷ ἐφαρμόζοντα, τό, Εγνω Κύριος, καὶ τὰ ἑξῆς. Τουτο ἐστι, προεγνώσθησαν ὑπὸ Θεοῦ, ὡς αὐτοῦ ἔντες το εδοξάσθησαν Ο.
col. 111–112page 11 of 26
PG 125:111ΤΗ πῆναι τοῖς σαθροτέροις. Αδικίας δὲ, τῆς ἐν δόγματι πλάνης, φησίν, ἢ ἁπλῶς πάσης ἀδικίας; Ὁ ἀδικῶν οὐκ ἔστι τοῦ θεμελίου, οὐκ ἔστι τοῦ Θεοῦ. Πῶς γὰρ; ἐκείνου δικαίου ὄντος; οὐκ ἔχει τὴν σφραγίδα. "Ορα δὲ ὅτι εἰ ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου, ὀφείλει ἀφ ίστασθαι ἀπὸ ἀδικίας, ὁ μὴ ἀφιστάμενος, οὐδὲ ὄνο μάζειν ἄξιος. Οὐχ ὡραῖος γὰρ αἶνος ἐν στόματι ἁμαρτωλοῦ. ὁλοτελῶς· καὶ προεξελέγησαν, ὥστε μὴ συνανατρα Εν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ἐστρά κινα. Ἐπειδὴ πολλοὶ ταράττονται, διὰ τί εἰσιν ἐν τῷ κόσμῳ οἱ πονηροί, ἀφεὶς τὰς ἄλλας αἰτίας ὁ Παῦ λος, νῦν ταύτην φησί· διότι καὶ ἐν μεγάλῃ οἰκίᾳ β σκεύη εἰσὶ διάφορα. Μεγάλην δὲ οἰκίαν τὸν κόσμον φησίν, οὐ γὰρ τὴν Ἐκκλησίαν· ἐν ταύτῃ γὰρ οὐδὲν ξύλινον εἶναι βούλεται, ἀλλὰ πάντα χρυσᾶ καὶ ἀργυ ρᾶ, ἔνθα σῶμα Χριστοῦ, ἔνθα Παρθένος ει μη Ε χουσα σπίλον. Καὶ ἃ μὲν ἐστιν εἰς τιμὴν, ἃ δὲ εἰς ἀτιμίαν. Τὰ μὲν χρυσᾶ, ἤτοι οἱ ἐνάρετοι, εἰς τιμήν· τὰ δὲ ξύλινα καὶ ὀστράκινα, τουτέστιν, οἱ φαῦλοι, εἰς ἀτι μίαν. Οὐκ εἶπε δὲ, εἰς χρῆσιν καὶ ἀχρηστίαν, διότι καὶ οἱ φαῦλοι, εἰ καὶ μὴ πρὸς ἀρετήν, αλλά γε πρὸς τὴν τοῦ κόσμου ἁπλῶς σύστασιν χρησιμεύουσι, καὶ πρός τινας δὲ οἰκονομίας, ὡς ὁ Φαραώ. Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων 39, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον. Ορᾷς ὅτι οὐ φύσεώς ἐστιν, οὐδὲ τῆς ὑλικῆς ἀνάγκης, ὡς οἱ Μανιχαίοί φασι, τὸ εἶναι χρυσοῦν ἢ ἐστράκινον, ἀλλὰ τῆς προαιρέσεως ἡμῶν; Εξεστι γὰρ ἑκάστῳ ἑαυτὸν ἐκκαθαίρειν, τουτέστι, τελείως αποκαθαίρειν ἀπὸ τῆς ὀστρακίνης καὶ ξυλίνης προαιρέσεως, καὶ χρυσῆν καὶ ἀργυρᾶν ἐγκαθισταν. Ὁ Παῦλος ὀστράκινος ἦν, ἀλλ' ἐγένετο χρυσοῦς· ὁ Ἰούδας χρυσοῦς ἦν, ἀλλ᾽ ἐγένετο ἐστράκινος. Εἰ οὖν διαβέβληται τὰ ὀστράκινα, πῶς ἀλλαχοῦ φησιν· ἔχοντες τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν; Ἐκεῖ περὶ τῆς τοῦ σώματος φύσεώς φησιν. Ωσπερ γὰρ τὸ ἔστρακον ούτ δὲν ἄλλο ἐστὶν ἢ πηλὸς ὡπτημένος, οὕτω καὶ τὸ σῶ μα ἡμῶν οὐδὲν ἄλλο ἢ πηλὸς τῇ θερμότητι τῆς ψυ χῆς στερεούμενος. Ενταῦθα δὲ περὶ τῆς προαιρέσεως. Καὶ εὔχρηστον τῷ Δεσπότῃ. Αρα οὖν τὰ ξύ λινα ἄχρηστά εἰσι πρὸς τὸν προηγούμενον σκοπὸν τοῦ Δεσπότου Θεοῦ, ὅστις θέλει πάντας σωθῆναι, κάν, ὡς εἴρηται, δοκῶσι κατ᾿ ἄλλον τρόπον χρησιμεύειν. Εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον. Τουτέστι, κἂν μὴ καιρὸς ἐπιστῇ τοῦ πρᾶξαι, ὅμως ἔτοιμον καὶ παρεσκευασμένον ἔσται, κἂν πρὸς μαρτυρίαν, κἂν πρὸς παρθενίαν. Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεύγε. Νεωτερι καὶ ἐπιθυμίαι, οὐχ αἱ τῆς πορνείας μόνον, ἀλλὰ καὶ πᾶσα ἄτοπος ἐπιθυμία, κἂν δυναστείας ἐρᾷ τις, κἂν 31 παρθενία Ο. 28 τῶν τοιούτων Θ.
col. 113–114page 12 of 26
PG 125:113χρημάτων· ἀνόητοι γὰρ αὗται αἱ ἐπιθυμίαι καὶ φαντασίαι, καὶ φρενῶν ἀβεβαίων. Ορα πῶς καὶ γύρων νεωτερίζεται ". Δίωκε δὲ δικαιοσύνην. Δικαιοσύνην τὴν καθόλου ἀρετὴν λέγει. Πίστιν. Τὴν ἀληθῆ καὶ βεβαίαν, καὶ πρὸς τοὺς φιλουμένους συνδιάθεσιν· ὡσανεὶ ἔλεγε· Μὴ ἔσο ἄπι στος καὶ ἀβέβαιος. Επιφέρει οὖν εὐθύς Αγάπην, εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τον Κύριον ἐκ καθαρᾶς καρδίας. Τουτέστιν, ἐκεί νοις θάρρει μόνοις, τοῖς ἀνυπούλως καὶ ἀδήλως ἐπι καλουμένοις τὸν Κύριον, τοῖς εἰρηνικοῖς, τοῖς ἁμά χοι; 15, μετ' ἐκείνων ἀναμίγνυσο. Τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παρ αιτοῦ, εἰδὼς ὅτι γεννῶσι μάχας. Ορᾶς πῶς πάνω ταχοῦ ἀπάγει αὐτὸν τῶν ζητήσεων; οὐχ ὅτι οὐκ εἶχεν ἱκανῶς ἀνατρέπειν αὐτάς· εἶχε γάρ ἀλλὰ διότι ἄχρηστον καὶ τὸ ὅλως εἰς τοιούτους ἀγῶνας παρεμβάλλειν ἑαυτόν. Οὐδὲν γὰρ ἀγαθὸν τέλος ἐξ αὐτῶν, ἀλλ' ἡ μάχαι καὶ ἐπέχθειαι. Ταύτας οὖν παραιτοῦ, τὰς μωράς. Ὥστε εἰσὶν έτεραι ζητήσεις, αἱ περὶ τῶν Γραφῶν, ὃς οὐ δεῖ παραιτεῖσθαι ὡς μὴ γεννώσας δηλαδὴ μάχας. Ορα λοιπὴν πῶς σφάλλονται οι μα χόμενοι ἐν ταῖς περὶ τῶν Γραφών δῆθεν ζητή θεσι. Δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ᾽ ἤπιον εἶναι πρὸς πάντας. Ηπιον, τουτέστι, πρᾶον. Πῶς οὖν λέγει· Ελεγχε αὐτοὺς μετὰ πάσης ἐπιταγῆς καὶ ἀποτόμως, καὶ, Μηδείς σου τῆς νεότητος Ο καταφρονείτω; Διότι ὁ σφοδρός έλεγχος ο τότε μάλιστα δάκνει, ὅτε μετ' ἐπιεικείας γένηται. Ενεστι γὰρ μετὰ πραότητος καθάψασθαι μᾶλλον, ἢ μετὰ θρασύτητος ἐντρέψαι. Διδακτικόν. Πρὸς τοὺς μαθεῖν βουλομένους. Α ρετικὲν γὰρ μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ. Ανεξίκακον. Μάλιστα τοῦτο ἔχειν χρὴ, καὶ ἀνα μένειν τὴν ἐπιστροφὴν, καὶ ἀεὶ λέγειν, καὶ μὴ εὐθὺς ἐκκόπτειν. Ορα γὰρ καὶ τὸ παρεπόμενον Ἐν πραότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμέ τους 18. Μετὰ θρασύτητος γὰρ καὶ μάχης οὐκ ἄν τι τῶν χρησίμων δυνηθείη συνιδεῖν ἡ ψυχή, διότι τὸν μέλλοντά τι τῶν χρησίμων μαθεῖν, χρὴ πρὸ τῶν ἄλ λων ἁπάντων ἡδέως ἔχειν πρὸς τὸν διδάσκοντα 18. Πῶς δ᾽ ἂν ἡδέως ἔχοι πρὸς τὸν θρασυνόμενον καὶ ὑβρίζοντα; Πῶς οὖν φησιν, ὅτι Αἱρετικὸν ἀνθρώπου μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραι τοῦ; Ἐκεῖ τὸν ἀδιόρθωτον λέγει, ἂν οἶδεν ἀνίατα νοσοῦντα· ἐνταῦθα δὲ περὶ τῶν οὔπω ἀνιάτων, δ καὶ ἐκ τῶν ἑξῆς δῆλον. "Ηπιον, σ 13 ανόνητοι ο. οι νεωτερικεύεται ο. 38 τοῖς ἐπικαλουμένοις τὸν Κύριον ο. 49 ἐπαγόμενον ο. 18 ἀντικαθισταμένους Ο. 10 καθηγητήν τα σφόδρα ελεγχόμενο: Θ.

Chapter IIICaput III

col. 115–116page 13 of 26
PG 125:115Μή ποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν, εἰς Φίλαυτος ἐπίγνωσιν ἀληθείας. Ἴσως, φησὶν, ἔσται τις διόρ θωτις. Τὸ δὲ, ἴσως, ἐπὶ τῶν ἀδήλων ἐστὶ καὶ ἀμφι βόλων. Ωστε τῶν μὲν προδήλως ἀνιάτων ἀφίστασθαι χρή· τοὺς δὲ ἀμφιβόλους πειρᾶσθαι διορθοῦν. Ορα δὲ πῶς διδάσκων ταπεινοφρονεῖν, οὐκ εἶπε, μήποτε δυνηθῇς, ἀλλὰ, μήποτε δῷ αὐτοῖς Κύριος ανανήψαι. Κἂν γένηταί τι, φησί, τοῦ Κυρίου ἐστὶ, σὺ μὴ ἐπαί ρου. Ὥστε κἂν πείσωμέν τινα καὶ ἡμεῖς, μὴ λου ζώμεθα ὡς αὐτοὶ πείθομεν. Καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδες. Ταῦτα μὴ περὶ δογμάτων μόνον, ἀλλὰ καὶ περὶ βίου νύει. Ἐν τῇ παγίδι γὰρ τοῦ διαβόλου εἰσὶν οἱ ἄνθρωποι, οὐ δογμάτων ἕνεκεν, ἀλλὰ καὶ βίου. Ωστε καὶ τοὺς περὶ τὸν βίον σφαλλομένους ἀνεξικακως διορ θοῦσθαι δεῖ. Ὡς γὰρ ὁ στρουθός, κἂν ἐξ ἑνὸς μέσ ρους, τοῦ ποδὸς λέγω, κατέχηται, ὑπὸ τὴν ἐξουσίαν ἐστὶ τοῦ τὴν παγίδα στήσαντος· οὕτω καὶ ἡμεῖς, κἂν μὴ ἐξ ἀμφοῖν, πίστεως λέγω καὶ βίου, κατεχώμεθα, ἀλλ᾽ ἐκ τοῦ βίου μόνου, ὑπὸ τὴν ἐξουσίαν ἐσμὲν τοῦ διαβόλου. Εζωγρημένοι ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα. Ἐν πλάνῃ, φησί, νήχονται· ἀλλὰ ζωγρηθέντες ὑπὸ Θεοῦ εἰς τὸ ἐκείνου θέλημα, τουτέστι τοῦ Θεοῦ, ἴσως ἀνανήψουσιν ἀπὸ τῶν ὑδάτων τῆς πλάνης. Θέλημα δὲ τοῦ Θεοῦ, οὐ τὸ πιστεύειν μόνον, ἀλλὰ καὶ τὸ βιοῦν ὀρθῶς. Ωστε καὶ περὶ βίου ταῦτα νόει, μή μόνον περὶ δογμάτων. Τινὲς δὲ τὸν ἐζωγρημέν νοι ὑπ' αὐτοῦ, τοῦ διαβόλου ἐνόησαν, καὶ τὰ ἑξῆς ὡσαύτως. ΚΕΦΑΛ. Γ. Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐν στήσονται καιροι χαλεποί. Ἐπειδὴ πολλοὶ πονηροί κατὰ τοὺς τότε καιρούς ἦσαν, ἵνα μὴ θορυβῆται ὁ Τιμόθεος ἐπὶ τούτοις, προεῖπε μὲν αὐτῷ, ὅτι Ε, μεγάλῃ οἰκίᾳ, καὶ τὰ ἑξῆς· λέγει δὲ καὶ νῦν ὅτι μετὰ ταῦτα ἔσονται. ᾿Αλλὰ μὴν καὶ ἐπὶ Μωϋσέως Ἰαννῆς καὶ Ἰαμβρῆς ἦσαν. Ὥστε οὐ κενοφανὲς τὸ πράγμα, οὐδὲ μέχρι σοῦ στήσεται. Μή τοίνυν δυσχέραινε. Καιροὶ δὲ χαλεποί, τουτέστι πάνυ πονηροί. Οὐ περὶ ἡμερῶν δὲ τοῦτο νοητέον, (τίς γὰρ πονηρία ἡμέρας;) ἀλλὰ περὶ τῶν ἐν ταῖς ἡμέραις πονηρῶν καὶ πραγμάτων καὶ ἀνθρώπων. Καὶ ἡμεῖς ἐν τῇ συνηθείᾳ οὕτω λέγομεν καιρούς πονηροὺς καὶ οὐ πονηρούς, ἀπὸ τῶν ἐν αὐτοῖς συμβαινόντων πρα γμάτων, ἢ ἀπὸ τῶν ἀνθρώπων. Εσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι. Εὐθὺς τὸ πάντων αἴτιον τῶν κακῶν τίθησι, τὸ μὴ τὰ τοῦ πλησίον, ἀλλὰ τὰ αὐτοῦ μόνου σκοπεῖν. Φίλαυτος γὰρ ὁ ἑαυτὸν μόνον φιλῶν· ἐξ οὗ συμβαίνει τὸ μηδὲ ἑαυτὸν φιλεῖν. "Ωσπερ γὰρ ἐν τοῖς μέλεσιν ἡ τοῦ ἑνὸς βλάβη καὶ εἰς τὰ λοιπὰ διαβαίνει, καὶ ἐπὶ τῶν οἰκοδομημάτων ὡσαύτως· οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ, ὁ ἀμελῶν τοῦ ἀδελφοῦ, καὶ ἑαυτὸν μόνον τημελῶν, καὶ ἑαυτῷ λυμαίνεται.
col. 117–118page 14 of 26
PG 125:117Φιλάργυροι. Εἰπὼν τὴν ρίζαν, ἐπάγει ἰδικῶς καὶ τοὺς ἀπ' αὐτῆς κλάδους, ὧν πρῶτος καὶ μέγιστος ή φιλαργυρία (α). Ωσπερ γὰρ ἐκ τῆς ἀγάπης παν καλόν, οὕτως ἐκ τῆς φιλαυτίας πᾶν κακόν, ἀντικειμένης τῇ ἀγάπῃ. Ἡ μὲν γὰρ πλατεῖα ἐστι, καὶ πανε ταχοῦ ἐπκέχυται· ἡ δὲ φιλαυτία στενοῖ τὸ πλάτος ταύτης, καὶ εἰς ἕνα μόνον συστέλλει. Αλαζόνες. Κατὰ ἄνθρωπον κομπάζοντες. Υπερήφανοι, βλάσφημοι. Προκοπτούσης τῆς κακίας, ἤδη καὶ ἐπὶ Θεὸν ἡ ὕβρις. Όταν γάρ τις τῶν ἀνθρώπων καταλαζονεύσηται, εἶτα καὶ πᾶν κατόρθωμα ἑαυτῷ ἐπιγράφῃ, καὶ οὐχὶ τῇ θείᾳ χάριτι, τότε ἤδη καὶ βλασφημεί. Γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, ἄστοργοι, άσπονδοι. Εἰκότως· εἰ γὰρ Θεὸν βλασφημοῦσι, πῶς γονεῖς τιμήσουσιν; Ο δὲ γονεῖς μὴ τιμῶν, καὶ πρὸς πάντας ἔσται ἀχάριστος. Ὁ δὲ τοιοῦτος καὶ ἀνόσιος, ὅτι τὴν ὁσίαν καὶ τὸ ὀφειλόμενον ἀθετεῖ ἀλλὰ καὶ ἄστοργος. Τίνα γὰρ στέρξει ἄλλον, ὁ τὸν εὐεργέτην αποπτύσας; Καὶ ἄσπονδος, μηδενί σπενδόμενος, είγε μηδὲ τῷ εὐεργέτη. Διάβολοι. Τουτέστι, πάντας κακολογούντες. Ο γὰρ μηδὲν ἑαυτῷ συνειδὼς ἀγαθὸν, πάντας διαβάλλει, ἑαυτῷ παραμυθίαν τινὰ περιποιούμενος, τῷ δοκεῖν, καὶ ἐπινοῶν. Ἀκρατεῖς. Καὶ γλώττης, καὶ γαστρὸς, καὶ τῶν ἄλλων ἁπάντων. Ανήμεροι. Ορᾷς τίνας ποιεῖ ἡ φιλαυτία καὶ ἡ φιλαργυρία; Θηρία ἀντὶ ἀνθρώπων. Ἀφιλάγαθοι. Παντὸς ἀγαθοῦ ἐχθροί. Προδόται. Τῆς φιλίας. Προπετεῖς. Τουτέστιν, ἀβέβαιοι, οὐδὲν σταθερὸν ἔχοντες. Τετυρωμένοι. Απονοίας πεπληρωμένοι. Φιλήδονοι μᾶλλον ἢ φιλόθεοι. Αναγκαίως ἔνθα γὰρ φιλία τῶν τοῦ κόσμου τερπνῶν, ἐκεῖ θεῖος πόθος οὐκ ἔστιν. Έχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύνα μιν αὐτῆς ἠργημένοι. Τουτέστι, σχηματίζονται μόνον τὴν ἀσέβειαν καὶ ὑποκρίνονται, διὰ δὲ τῶν ἔργων ἀρνοῦνται ταύτην. Σημείωσαι δὲ ὅτι ἡ δύνα μις τῆς εὐσεβείας, καὶ τὰ οἱονεὶ νεῦρα, ἐν τοῖς ἔρ γοις δείχνονται. Εἰκότως οὖν λέγεται χωρὶς ἔργων νεκρὰ εἶναι. Μόρφωσιν δὲ ἀλλαχοῦ ὁ ᾿Απόστολος ἐπὶ καλοῦ παρέλαβεν· ὁ γὰρ διδάσκαλος μόρφωσιν γνώσεως ἔχει, τουτέστι, πλάττει καὶ μορφοῖ τὴν γνῶσιν ἐν τοῖς μαθηταῖς. Καὶ τούτους ἀποτρέπου. Εἰ ἐν ὑστέροις καιροίς ἔσονται, πῶς φησι, Τούτους ἀποτρέπου; Εἰκὸς μὲν καὶ τότε τοιούτους εἶναί τινας, εἰ καὶ μὴ μεθ᾽ ὑπερ βολῆς, ἀλλ᾽ ὅμως εἶναι, ὡς ἂν εἰ ἔλεγε, Τοὺς τοιού (α) φιλαυτία, φιλαργυρία,
col. 119–120page 15 of 26
PG 125:119γ τους καὶ νῦν εὑρισκομένους [καλῶς ποιῶν] ἀποτρέπουν ὥσπερ καὶ ἐπιφέρει· Εκ τούτων εἰσὶν οἱ ἐνδύ νοντες εἰς τὰς οἰκίας. Η ὅτι ὑστέρας ἡμέρας τὰς εὐθὺς μετὰ τὴν αὑτοῦ τελευτὴν ὁ Παῦλος λέγει, ἐν αἷς περιεῖναι ἔτι ὁ Τιμόθεος ἔμελλεν· ή, δ καὶ ἀληθέστερον ὁ μέγας Ἰωάννης ἐπικρίνει, διὰ Τιμο θέου πᾶσι παραινεῖ ἐκτρέπεσθαι τους τοιούτους. Ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰ κίας. Τὸ ἀναίσχυντον αὐτῶν διὰ τοῦ, ἐνδυνόντες, δηλοῖ, καὶ τὸ ἀνελεύθερον, καὶ κολακικὸν, καὶ ἀπάτης γέμον. Καὶ αἰχμαλωτίζοντες γυναικάρια. Οὐκ εἶπεν, ἀπατῶντες, ἀλλ', αἰχμαλωτίζοντες, ὡς δούλοις χρώμενοι· τοιοῦτος γὰρ ὁ ἀπατώμενος. Ορα δὲ ὅτι γυναικῶν τὸ ἀπατᾶσθαι, μᾶλλον δὲ γυναικαρίων. ὥστε καὶ ὁ ἀνὴρ ἀπατώμενος γυναικάριον λε χθείη. Σεσωρευμένα άμαρτίαις. Τὸ πλῆθος τῶν ἁμαρ τιῶν δηλοῖ, καὶ τὸ ἄτακτον καὶ συγκεχυμένον. Οὐχ ἁπλῶς γὰρ γυναῖκας ἀπατῶσιν (οὐ γὰρ τῆς φύσεως κατηγορητέον), ἀλλὰ τὰς ἐχούσας σωρὸν ἁμαρτημάτ των. Ο γὰρ μηδὲν ἑαυτῷ συνειδὼς ἀγαθὸν, τοῖς πονηροῖς δογματισταῖς ταχέως 30 πείθεται, ἑαυτὸν παραμυθούμενος, ὡς μὴ δίκην δώσων ἐπὶ τοῖς ἔργοις. Αγόμενα ἐπιθυμίαις ποικίλαις. Τουτέστι, χρησ μάτων, δόξης, τρυφῆς, καλλωπισμοῦ· αἰνίττεται δὲ καὶ αἰσχρὰς ἐπιθυμίας. Ορα δὲ καὶ τὸν ἀγόμενα, ὡς ἐπὶ ἀλόγων. Πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίσ γνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα. 'Αρα οὖν συγγνώμης εἰσὶν ἄξιαι; Οὐδαμῶς, ἀλλὰ καὶ μᾶλλον ἀσύγγνωστοι. Ἐπειδὴ γὰρ ἑαυτὰς κατέχωσαν ταῖς ἁμαρτίαις καὶ ταῖς ἐπιθυμίαις, ἐπωρώθη αὐτῶν ὁ νοῦς.Ὥστε τὸ μὴ δύνασθαι μαθεῖν, οὐ φυσικόν, ἀλλὰ προαιρετικὸν αὐταῖς. Ὃν τρόπον δὲ Ιαννῆς καὶ Ἰαμβρῆς ἀνέστησαν Μωσεῖ, οὕτω καὶ οὗτοι ἀνθίστανται τῇ ἀλη θείᾳ. Οἱ μάγοι ἦσαν οὗτοι, οἱ ἐπὶ Μωσέως. Πόθεν δὲ τὰ ὀνόματα αὐτῶν ᾔδει ὁ Παῦλος, τῆς Γραφῆς μη λεγούσης ταῦτα; Η ἀγράφως παραδέδοται ", ἢ ἐκ Πνεύματος ἁγίου εἰκὸς ἦν εἰδέναι τὸν Παῦλον. *Ανθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν. "Οταν τις τὸν νοῦν φθαρῇ ἐν τοῖς πάθεσι, τότε ἀδόκιμος περὶ τὴν πίστιν γίνεται. Εἶπε γὰρ ἄφρων· Οὐκ ἔστι Θεός. Πόθεν; Διότι διεφθάρησαν, καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις. "Αρα ὁ ἀδιάφθορος νοῦς τὴν πίστιν παραδέχεται. Προσεκτέον οὖν, μή διαφθαρῶμεν τοῖς πάθεσι, καὶ εὕρῃ χώραν ἐν ἡμῖν ἡ τῆς πίστεως κιβδηλία. 20 ῥᾳδίως ο. 11 ή δι' ἀγράφου παραδόσεως Π.
col. 121–122page 16 of 26
PG 125:121'Αλλ' οὐ προκόψουσιν ἐπὶ πλεῖον. Πῶς οὖν ἀλλαχοῦ λέγει· Προκόψουσιν ἐπὶ πλεῖον ἀσεβείας; Ἐκεῖ τοῦτό φησιν, ὅτι ἀρξάμενοι τῶν πονηρῶν δο γμάτων καὶ τοῦ πλανᾶν οὐ στήσονται, ἀλλ᾽ ἀεὶ καινότερα ἐξευρήσουσιν· ἐνταῦθα δὲ τοῦτό φησιν, ὅτι οὐκ ἀπατήσουσιν, οὐδὲ συναρπάσουσι πολλούς, ἀλλὰ κἂν ἐν πρώτοις δόξωσιν ἀπατῆσαι, ὅμως εύσ φώρατοι ἔσονται. Επιφέρει οὖν Ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὥσπερ καὶ ἡ ἐκείνων ἐγένετο. Εἰ ἀπιστεῖς, μάθε ἀπὸ τῶν ἐκείνοις τοῖς μάγοις συμβάντων. Καὶ γὰρ ἐκεῖ νοι ἠλέγχθησαν κατὰ φαντασίαν θαυματοποιοῦντες καὶ ἀπατῶντες, ὅτε Μωσῆς ἑτερατούργησεν ἀληθῶς. Ὥστε πάντα τὰ τῆς ἀπάτης προς καιρὸν ἀνθεῖ. Σὺ δὲ παρηκολούθηκάς μου τῇ διδασκαλία. Ἐκεῖνοι μὲν, φησί, τοιοῦτοι, σὺ δὲ οἶδας τὰ ἡμέτερα ἀκριβῶς, ὅτι οὐ τοιαῦτα· οὐ γὰρ ἁπλῶς συνεγένου, ἀλλὰ παρηκολούθηκας, τουτέστι, μακρὸν συνεγένου μου χρόνον, καὶ πᾶσι προσεῖχες τοῖς ἐμοῖς ὥστε ἰσχυρὸς ἔτο, καὶ ἀντίβαινε τοῖς ἐναντίοις. Τῇ διδασκαλία, τοῦτο περί λόγου. Τῇ ἀγωγῇ. Τοῦτο περὶ βίου καὶ πολιτείας. Τῇ προθέσει. Τουτέστι, τῇ προθυμίᾳ, καὶ τῷ ἀνδρείῳ παρασήματι τῆς ψυχῆς. Οὐ γὰρ ἔλεγον μόνον, φησὶν, ἀλλὰ καὶ ἐποίουν. Τῇ πίστει. Τουτέστι, τῇ ἐν τοῖς δόγμασι τῆς ἀληθείας εδραιότητι, ἢ τῇ ἐν τοῖς κινδύνοις μὴ – ἀπογινώσκειν ποιούσῃ, ἀλλὰ πιστεύειν τῷ Θεῷ, ἐξελεῖται. ὅτι Τῇ μακροθυμίᾳ. Τῇ πρὸς τοὺς αἱρετικούς· οὐ γὰρ ἐταραττόμην, ἀλλὰ μετὰ πραότητος πάντα ἐδεχόμην. Τῇ ὑπομονῇ. Τῇ πρὸς τοὺς διωγμούς. Τοῖς διωγμοῖς, τοῖς παθήμασιν. Οὐ μόνον έδιω κόμην, φησίν, ἀλλὰ καὶ ἔπασχον. Ἐπειδὴ δὲ δύο ταῦτα ταράττει μάλιστα τὸν διδάσκαλον, τότε αἱρετικοὺς εἶναι, καὶ τὸ πάσχειν· περὶ μὲν τῶν αἱρετικῶν πολλὰ διελέχθη, πείθων Τιμοθέῳ μὴ ταράττεσθαι. Ἐπὶ δὲ ταῖς θλίψεσι τὰ ἑαυτοῦ καταλέγει, παρα θαῤῥύνων τὸν μαθητήν. Οτι μοι ἐγένετο ἐν 'Αντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις. 'Αντιόχειαν τὴν τῆς Πισσιδίας λέγει. Λύστρα δὲ, ὅθεν ἦν ὁ Τιμόθεος. Διὰ τί δὲ τούτων μόνων μέμνηται; Επειδή γνωριμώτερα ἦν τῷ Τιμο θέῳ, ἢ καὶ νεαρώτερα τῶν ἄλλων. Ορα δὲ πῶς οὐ λέγει ταῦτα κατ᾽ εἶδος· οὐ γὰρ ἐπιδείξεως ἕνεκεν, ἀλλὰ παραμυθίας τοῦ μαθητοῦ, ταῦτα γράφει ἀναγκαίως. Ολους διωγμούς ὑπέμεινα, καὶ ἐκ πάντων με ἐῤῥύσατο ὁ Κύριος· Αμφότερα ταῦτα δείκνυσι τῷ Τιμοθέῳ, ὅτι Καὶ ἐγὼ προθυμίαν 38 παρειχόμην, ὥστε προθυμίας είχόμην ο. Τη
col. 123–124page 17 of 26
PG 125:123[δεῖ] ὑπομένειν, καὶ ὁ Θεὸς οὐ κατελίμπανέ με, Ὥστε καὶ σὺ προθυμοῦ, καὶ οὐκ ἐγκαταλειφθήσῃ. Καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ, διωχθήσονται. Καὶ τοῦτο μεγίστη παραμυθία. Τί γὰρ λέγω, φησί, περὶ ἐμαυτοῦ μέσ νου; Πάντες οἱ θέλοντες εὐσεβῶς ζῆν καὶ κατὰ τὸ Εὐαγγέλιον, διωχθήσονται. Διωγμοὺς δὲ ἐνταῦθαλέγει, οὗ τοὺς παρὰ ἀπίστων μόνους, ἀλλὰ καὶ τὰς θλίψεις ἁπλῶς, καὶ τὰς ὀδύνας, ἃς οἱ ἐνάρετοι ὑφο ίστανται. Πειρατήριον γάρ ἐστιν ὁ βίος τοῦ ἀνθρώπου, κατὰ τὸν Ἰώβ, καὶ ὁ τὴν στενὴν ὁδεύων, ἐξ ἀνάγκης θλίβεται. Πονηροι δὲ άνθρωποι και γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. Μηδέν σε θορυβείτω, εἰ ἐκεῖνοι ἐν εὐθυμίᾳ, σὺ δὲ ἐν πει ρασμοῖς· οὕτως ἔχει ἡ φύσις τῶν πραγμάτων. Απο εδύσω εἰς τὸν ἀγῶνα, ἀνάγκη ἐστὶν ἱδρώτων σε γέ μειν. 'Ανόητον οὖν τὸ ἐν ἀγῶνι ἄνεσιν ζητεῖν. Εἰ γὰρ καὶ δοκοῦσι προκόπτειν, ἀλλ᾽ οὐκ ἔστι τοῦτο προκοπή, τὸ εὐοδοῦσθαι αὐτοὺς ἐν τῇ πλάνῃ. Ερ μηνεύων γὰρ τί ἐστι τὸ χεῖρον, εἶπε, τὸ πλανά, 8 εὐδοκιμοῦντι πι. καὶ πλανᾶσθαι. Σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης. Σύ δὲ, φησὶν, ἀπερίτρεπτος ἔσο, καὶ μὴ παραζήλου ἐν πονηρευομένοις, μηδὲ ἐν ἀνθρώπῳ κατευοδουμένῳ δὲ ἐν τῇ ὁδῷ αὐτοῦ. Οὐχ ἁπλῶς δὲ ἔμαθες, ἀλλὰ καὶ ἐπιστώθης, τουτέστι, μετά πληροφορίας ἔμαθες. Ωστε κἂν ἐναντία ὁρᾷς τῶν πιστευθέντων, μὴ θορυβοῦ, ἐπεὶ καὶ Ἀβραὰμ ἀκούσας, ὅτι Εν Ισαάκ κληθήσεται σοι σπέρμα, εἶτα σφάξας τοῦτον κελευόμενος, οὐκ ἐταράττετο. Εἰδὼς παρὰ τίνος ἔμαθες, καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οίδας. Δύο αἰτίας λέγει τοῦ δεῖν αὐτὸν ἀπερίτρεπτον μένειν, "Οτι τε οὐ παρὰ τοῦ τυ χόντος ἔμαθες, φησὶν, ἀλλὰ παρὰ Παύλου, ἴσον δὲ εἰπεῖν, ὅτι καὶ Χριστοῦ· καὶ ὅτι οὐ χθὲς καὶ πρώην ἔμαθες, ἀλλὰ ἀπὸ βρέφους, καὶ ἐῤῥιζωμένη ἐστὶν ἐν σοὶ ἡ θεία γνῶσις. Ὥστε οὐκ ἀφήσει σε ἀνόη τόν τι παθεῖν, καὶ οἷον οι πολλοί. Ο γὰρ τὰς Γραφὰς εἰδὼς, ὡς δεῖ, οὐδέποτε περιτραπήσεται. Ἱερὰ δὲ γράμματα τὴν θείαν λέγει Γραφήν. Τοῦτο κατὰ Σίμωνος, καὶ Μάνοντος, καὶ πάντων τῶν τὴν Παλαιὰν πονηρὰν ἀποκαλούντων. Τὰ δυνάμενα σε σοφίσαι εἰς σωτηρίαν διὰ πιο στεως τῆς ἐν Χριστῷ Ἰησοῦ. Οὐχ ὥσπερ ἡ ἔξω γνῶσις σοφίζει τὸν ἄνθρωπον εἰς ἀπάτην καὶ σου φίσματα καὶ λογομαχίας, ἐξ ὧν ἀπώλεια ψυχῆς, οὕτω καὶ ἡ θεία γνώσις, ἀλλ᾽ αὐτὴ σοφίζει εἰς σω τηρίαν. Ποίαν; Οὐ τὴν δι᾽ ἔργων, οὐ τὴν διὰ λόγων, ἀλλὰ τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ. Οδηγοῦσι γὰρ αἱ ἅγιαι Γραφαὶ τὸν ἄνθρωπον εἰς τὸ πιστεῦσαι Χριστῷ, σωτηρίαν αὐτῷ περιποιοῦντι,

Chapter IVCaput IV

col. 125–126page 18 of 26
PG 125:125Πάσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος. Πολ- Λ λοὺς εἰρηκὼς παραμυθίας τρόπους, νῦν καὶ τὴν μετ γίστην ἐπάγει, τὴν ἐκ τῆς ἀναγνώσεως τῶν Γρα φῶν. Μέλλει γὰρ λυπηρόν τι αὐτῷ ἀγγέλλειν, ὅτι τελειοῦται. Ινα οὖν μὴ καταπέσῃ, ὡς στερεούμενος τοῦ αὐτὸν συνιστῶντος, Εχεις, φησί, τὰς Γραφάς ἀντ᾿ ἐμοῦ δυναμένας ὠφελεῖν σε. Ζητοῦσι δέ τινες πῶς εἶπε, Πᾶσα γραφὴ θεόπνευστος. Αρα ούν καὶ αἱ τῶν Ἑλλήνων γραφαὶ θεόπνευστοι; Καὶ βια ζόμενοί τινες στίζουσιν εἰς τὸ, θεόπνευστος, και φασιν, ὅτι πᾶσα γραφή, ἥτις ἐστὶ θεόπνευστος, ἐκείνη καὶ ὠφέλιμος. Ἔδει δὲ αὐτοὺς συνιδεῖν, ὅτι εἰπὼν ἀνωτέρω, Τὰ ἱερὰ Γράμματα οἶδας, λέγει νῦν, ὅτι πᾶσα γραφή. Ποία; Περὶ ἧς διελέγετο, περὶ ἧς εἶπεν, ὅτι ἱερά. Πάσα οὖν ἡ τοιαύτη, θεόπνευστος καὶ ὠφέλιμος, πρὸς πάντα & ἑξῆς ἐπι φέρει. Πρὸς διδασκαλίαν. Ὠφελεί, φησί, διδάσκουσα ἡμᾶς, εἴ τι δεῖ μαθεῖν. Οὐδὲν γάρ ἐστιν, δ μὴ διὰ τῆς θείας Γραφῆς δύναται λυθῆναι. Πρὸς ἔλεγχον. Εἰ ἐλέγξαι δεῖ τὰ ψευδῆ, καὶ ταῦτα ἐκεῖθεν. Πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δια καιοσύνῃ. Είπερ δεῖ, φησὶν, ἐπαγορθωθῆναι καὶ παιδευθῆναι, τουτέστι, σωφρονισθῆναι πρὸς δικαιοσύνην, τουτέστι πρὸς τὰ δίκαια πράττειν, καὶ τοῦτο ἐκ τῶν Γραφῶν σοι περίεστιν. Ινα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος. Η ἐπανόρθωσις, φησί, γίνεται ἐκ τῶν Γραφών, ἵνα μηδὲν " τῶν καλῶν λείπῃ τῷ κατὰ Θεὸν ἀνθρώπῳ. Ὥστε καὶ σὺ ἐὰν βούλῃ ἄρτιος εἶναι, τουτέστι, τέλειος καὶ ὑγιὴς, καὶ ἀεὶ ἴσος, οὔτε τοῖς λυπηροῖς συστελλόμενος οὔτε τοῖς χρηστοῖς φυσώμενος, τοῦτο γὰρ ἀνισότητος οι γνώμης, ταύτας έχε συμβούλους ἀντ᾿ ἐμοῦ. Εἰ δὲ Τιμοθέῳ τῷ Πνεύματος πλήρει ἔγραψε περὶ ἀναγνώσεως, πόσῳ μᾶλλον ἡμῖν; "Ορα δὲ, ὅτι χωρὶς τῶν Γραφῶν οὐκ ἔστιν ἄρτιον γενέσθαι. Πρὸς πᾶν ἔργον ἀγαθὸν ἀπηρτισμένος. Ούχ ἁπλῶς μετέχων ἀγαθῶν πράξεων, ἀλλ' ἀπηρτισμένος, τουτέστι τετελειωμένος· οὐ πρὸς τόδε μέν, τάδε ού, ἀλλὰ πρὸς πᾶν. ΚΕΦΑΛ. Δ'. Διαμαρτύρομαι οὖν ἐγὼ ἐνώπιον τοῦ Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ μέλλοντος κρῖναι ζῶντας καὶ νεκρούς. Ἐφόβησε μὲν τὸν Τιμόθεον καὶ ἄλλοτε εἰπών· Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ. τοῦ [ζῶντος καὶ] ζωοποιοῦντος τὰ πάντα· νυνὶ δὲ φοβερώτερον ποιεῖ τὸν λόγον, τῆς κρίσεως ἐκείνης ἀναμνήσας. Ἐκεῖνον γὰρ, φησί, τὸν μέλλοντα εὐ θύνας ἀπαιτεῖν, μάρτυρα ποιοῦμαι, ὅτι οὐδὲ τοῦτο ἔκρυψα ἀπὸ σοῦ. Ζῶντας δὲ καὶ νεκρούς, ἢ ἁμαρ τωλοὺς λέγει καὶ δικαίους, ἢ τοὺς ἤδη ἀπελθόντας νι, δὲ ἐν ἰσότητι 0. εἰ
col. 127–128page 19 of 26
PG 125:127καὶ τοὺς τότε καταλειφθησομένους ζῶντας Τινὲς δὲ καὶ ψυχὰς καὶ σώματα ενόησαν. Κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ τὴν βασιλείαν αὑτοῦ. Πότε κρίνειν μέλλοντος; Ἐν τῇ ἐπιφανεία αὐτοῦ, τῇ μετὰ δόξης καὶ βασιλείας γενησομένῃ. Οὐχ οὕτω γὰρ ἤξει εὐτελῆς ὡς πρότερον. Κήρυξον τὸν λόγον. Τί ἐστιν ὁ διαμαρτύρομαι; Κήρυξον τὸν λόγον, μὴ συνέξῃς τὸ χάρισμα. Φοβη θῶμεν οἱ μὴ κηρύσσοντες. Επίστηθι εὐκαίρως, ακαίρως. Οἷον μετὰ ἐπι μονῆς 8 καὶ ἐπιστασίας λάλησον, μὴ ἅπαξ, ἀλλ' ἀεί. Μὴ ἔστω σοι καιρὸς ώρισμένος, ἀλλὰ καὶ εὐκαίρως, τουτέστιν, ἐν εἰρήνῃ, ἐν ἀδείᾳ, καὶ ἐπ' Ἐκκλησίας 80 ων· ἀλλὰ καὶ ἀκαίρως, τουτέστιν, ἐν κινδύνοις ὤν, καὶ ἔξω τῆς Ἐκκλησίας, λάλει καὶ κήρυττε. Τὸ εὔκαιρον γὰρ καὶ τὸ ἄκαιρον, πρὸς τὴν ὑπόληψιν τῶν πολλῶν εἶπεν· οἴονται γὰρ εὐ καιρίαν μὲν τὴν ἄνεσιν, ἀκαιρίαν δὲ τὸν κινδυνώδη καιρόν. Καὶ αὖ καιρὸν διδασκαλίας τὸ ἐν Ἐκκλησία εἶναι· ἀκαιρίαν δὲ τὸ ἔξω ταύτης. Η καὶ ἄλλως - Μη ἀναμείνῃς τὸν καιρὸν τοῦ πτώματος ε, ἀλλὰ καὶ πρὶν ἢ πέσοι 80, δίδαξον. Ελεγξον. Οταν ὁρᾷς ὅτι δεῖ ποιῆσαι τοῦτο, τουτέστιν, ὅταν εὕρῃς ἁμαρτόντα, ἢ μέλλοντα ἁμαρ τεῖν, μὴ ὑποσταλής. Ἐπιτίμησον. Μεθ' ὁ ἐλέγξεις καὶ ἀποδείξεις αὐτ τὴν ἁμαρτόντα, τότε ἐπιτίμησον· τουτέστι, τὸ πρόσω τιμον καὶ τὴν τιμωρίαν ἐπίθες. Παρακάλεσον. Ἡ ἐπιτίμησις τομῇ ἔοικεν· ἡ παράκλησις, φαρμάκω ἱλαρῷ. Επίθες οὖν τὸ φάρμακον τῆς παρακλήσεως, ἵνα μὴ ἡ τομὴ μόνη τὰς ἀλγηδόνας σφοδροτέρας ποιοῦσα, εἰς ἀπόγνωσιν ρίπτῃ. Εν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. Τοῦτο πᾶσι τοῖς προῤῥηθεῖσι σύνταξον. Καὶ ἐλέγχειν γὰρ ἐν πάσῃ μακροθυμίᾳ δεῖ, ὥστε μὴ πᾶσιν ἁπλῶς πιο στεύειν· καὶ ἐν διδαχῇ, διδάσκοντας όπως ἥμαρτε, καὶ τίς ἡ ἁμαρτία· καὶ ἐπιτιμᾷν ὡσαύτω; ἐν μακροθυμίᾳ, μὴ ὡς ἐχθρῷ ποινὴν ἐπιτιθέντας, ἀλλ᾽, ὡς τέκνῳ, παιδείαν. Καὶ ἐν διδαχῇ, τουτέστι, διδάσκοντας αὐτὸν τὸ κέρδος τοῦ ἐπιτιμίου. Ἡ δὲ παράκλησις καὶ μάλιστα χρήζει και μακροθυμίας " καὶ δια δαχῆς. Οὐκ ἐν τῇ τυχούσῃ δὲ μακροθυμίᾳ, ἀλλ' ἐν πάσῃ, τουτέστι, τῇ παντοιοτρόπως δεικνυμένῃ, καὶ δι' ἔργων, καὶ διὰ λόγων, καὶ διὰ σχημάτων. Εσται γὰρ καιρὸς, ὅτε τῆς ὑγιαινούσης διδα σκαλίας οὐκ ἀνέξονται. Ωστε πρὶν ἢ ἐκτραχηλισθῆναι αὐτοὺς προκατάλαβε. Διὰ τοῦτο καὶ ἀνω τέρω εἶπεν, εὐκαίρως, ἀκαίρως, ἕως ὅτι ἔχεις πειθομένους, πάντα πράττε. Ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας, ἑαυτοῖς ἐπισως ρεύσουσι διδασκάλους. Τὸ ἀδιάκριτον πλῆθος τῶν διδασκάλων διὰ τοῦ ἐπισωρεύσουσιν, ἐδήλωσε, καὶ διὰ τοῦ ὑπὸ τῶν λαῶν χειροτονεῖσθαι, οὐδὲν κι ἐπιστολῆς ο. 36 ἐκκλησιῶν ο. Οι πταίσματος 0. πταίσῃ Ο. 30 μετά μακροθυ 0.
col. 129–130page 20 of 26
PG 125:129κατά λόγον ποιούντων, ἀλλὰ τοὺς συντρέχοντας ταῖς ἑαυτῶν ἐπιθυμίαις, καὶ τὰ πρὸς ἡδονὴν αὐτοῖς καὶ λέγοντας, καὶ ποιοῦντας, τούτους χειροτονούντων. Ανηθόμενοι τὴν ἀκοήν. Τουτέστι, τερπόμενοι τὴν ἀκοὴν, καὶ γαργαλιζόμενοι, καὶ ἀεὶ ἐπιθυμοῦντες τὰ πρὸς χάριν ἀκούειν. Καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀπο στρέψουσιν· ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. Ορᾷς ὅτι οὐχ ὡς ἀγνοοῦντες σφάλλονται, ἀλλ' ἑκόντες; Αποστρέψουσι γὰρ τὴν ἀκοὴν, φησί, καὶ ἐκτραπήσονται. Ὥστε ἑκούσιον τὸ κακόν. Ταῦτα δὲ λέγει, οὐχ ἵνα εἰς ἀθυμίαν ἐμβάλλῃ τὸν μαθητὴν, ἀλλ᾽ ἵνα πείσῃ, τῷ μὲν παρόντι τῆς ἀδείας καιρῷ εἰς δέον κεχρῆσθαι· ὅταν δὲ ἐκβῇ, γενναίως φέρειν ὥσπερ καὶ ὁ Χριστὸς ἔλεγε· Παραδώσουσιν ὑμᾶς καὶ μαστιγώσουσι. Καὶ ὁ αὐτὸς οὗτος· Μετὰ τὴν ἀφιξίν μου εἰσελεύσονται λύκοι βαρεῖς. Σὺ δὲ νῆρε ἐν πᾶσι, κακοπάθησον. Ορᾷς ὅτι διὰ τὸ νήφειν ταῦτα προλέγει; ὡσανεὶ ἔλεγε, Πρὶν ἢ τὴν λύμην ἐκείνην ἐπελθεῖν, ἕως οὗ πάρεισιν οἱ λύκοι, κακοπάθησον, καὶ ἑκουσίως καὶ ἀκουσίως, ἵνα ἐν ἀσφαλεῖ τὰ πρόβατα 40 καταστήσῃς. Εργον εὐαγγελιστοῦ ". "Αρα τοῦτο τὸ ἔργον τοῦ εὐαγγελιστοῦ τὸ κακοπαθεῖν, καὶ παρ' ἑαυτοῦ, καὶ παρὰ τῶν ἔξωθεν. Την διακονίαν σου πληροφόρησον. Τουτέστι, πλήρωσον. Ωστε τότε ή διακονία πληροῦται. ὅταν τις κακοπαθῇ. Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκεν. Οὐκ εἶπε, θύομαι, ἀλλὰ τὸ πλέον. Τῆς μὲν γὰρ θυσίας οὐ τὸ πᾶν ἀνα φέρεται τῷ Θεῷ, τῆς δὲ σπονδῆς τὸ ὅλον. Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι. Τίνος ένεκα Παῦλος νῦν ταῦτα μεγαληγορεί; Οὐ μεγαληγορεί, ἀλλὰ παραμυθεῖται τὸν μαθητὴν, ὡς ἂν μὴ ἀλγῇ ὑπὲρ αὐτοῦ, ἅτε καλῆς ἐπιτυχόντος τελευτῆς, καὶ πρὸς στεφάνους ἀπιόντος. Ωσπερανεί πατὴρ ἀπο θνήσκων, παραμυθούμενος τὸ παιδίον παρακαθήμε νῦν καὶ κλαῖον, λέγῃ· Τέκνον, μὴ κλαῖς, ἐζήσαμεν καλῶς, τρόπαια ἐστήσαμεν, μεγάλας ἡμῖν οἶδεν ὁ βασιλεὺς τὰς χάριτας, ἔχεις καὶ σὺ θαυμάζεσθαι ἐπὶ τῶν ἡμῖν πεπραγμένων. Δῆλον γὰρ ὅτι ταῦτα λέγει ὁ πατὴρ, ἀνιστὰς τὸν παῖδα τοῖς ἐγκωμίοις πρὸς τὸ κούφως φέρειν τὸν χωρισμόν. Οὕτω καὶ Παῦλος ἐνταῦθα παραμυθείται Τιμόθεον, ώσανεί διαθήκην συντιθεὶς τὴν ἐπιστολήν. Τὸν ἀγῶνα τὸν καλὸν ἡγώνισμαι· οὐκοῦν καὶ σὺ αὐτοῦ ἐπιλαβοῦ. Ενθα οὖν ἄλυσις, ἔνθα δεσμά, ὦ Παῦλε, οὗτος ἀγὼν καλός; Ναί, δι' αὐτὸ τοῦτο, ὑπὲρ γὰρ Χριστοῦ γίνε ται ταῦτα. Ἐν τοῖς ἔξω ἀγῶσι πολλὰς ἡμέρας που νοῦσιν ἐε οἱ ἄνθρωποι, καὶ ἐν ὥρᾳ μιᾷ τὸν στέφανον λαμβάνουσιν· ἐνταῦθα δὲ διαπαντὸς ἡ λαμπρότης ο Η πράγματα 0. σε ἔργον ποίησον εὐαγγελιστοῦ 43 ποιοῦσι
col. 131–132page 21 of 26
PG 125:131ἐστι τερπνὸς καὶ εὐπρεπής. Λ τοῖς ἀγωνιζομένοις. Διὰ τοῦτο καλὸς ὁ ἀγών, τουτ Τὸν δρόμον τετέλεκα. ᾿Απὸ Ἱερουσαλὴμ γὰρ και κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπλήρωκε τὸ εὐαγγέλιον, οὕτως ἔτρεχε μυρία διακόπτων κωλύματα, θανάτους, ἐπιβουλάς, συμφοράς, ώσανεί πτερὰ ἔχων ἀπὸ πυρός. Τὴν πίστιν τετήρηκα. Πολλὰ γὰρ ἦν τὰ συλῆσαι 48 ταύτην ἐπιχειροῦντα, ἀπειλα, θάνατοι, ὑπου σχέσεις ἡδέων· ἀλλ' αὐτὸς πρὸς ἅπαντα ἀνέστη, νή φων καὶ ἐγρηγορὼς ἀεὶ, καὶ τὸν κλέπτην επιτηρών. Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέ φανος. Ικανὰ μὲν καὶ τὰ ῥηθέντα πρὸς παραμυ θέαν· ὧδε καὶ τὰ ἔπαθλα προστίθησιν, ἵνα ἐπὶ πλέον διαναστήσῃ. Οὐ γὰρ ἀλγεῖν χρή, φησίν, ὅτι ἄπειμι στεφανωθησόμενος. Δικαιοσύνην δὲ τὴν καθόλου ἀρε τὴν κἀνταῦθά φησιν. *Ον ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής. Οὐκ εἶπε, Δώσει, ἀλλ', ἀποδώσει, ὡσανεί τινα ὀφειλὴν καὶ χρέος· δίκαιος γὰρ ὧν, πάν τως τοῖς πόνοις τὴν ἀντιμισθίαν ὁρίσει. Ωστε ὀφειλή ὁ στέφανος, διὰ τὸ δίκαιον τοῦ κριτον. Οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Ἐνταῦθα καὶ αὐτὴν διανίστησι τὸν Τιμόθεον. Εἰ γὰρ πᾶσι, πολλῷ μᾶλ λον σοί. Τί; δὲ ἀγαπᾷ τὴν ἐπιφάνειαν αὐτοῦ; Ο πράττων άξια ταύτης· ὡς ὄγε μὴ πράττων, οὐκ ἔοικε ταύτην ἀγαπᾶν, ἀλλὰ καὶ ἀπεύχεσθαι αὐτὴν, ἵνα μὴ τὰ ἄξια τῶν ἔργων ἀπολάβῃ. Επιφάνεια δὲ λέγεται, διὰ τὸ ἐπάνω φαίνεσθαι, καὶ ἄνωθεν ἀνατέλο λειν. Πρὸ δὲ τῆς καθολικῆς ἐπιφανείας ἔστι καὶ ἑτέρα, καθ᾽ ἣν ἐμφανίζει αὐτὸς ἑαυτὸν τοῖς ἀξίοις, οὐχὶ τῷ κόσμῳ. Καὶ αὖθις· Εγώ, φησί, καὶ ὁ Πα τὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιή σομεν. Επιφάνεια, Ει Σπούδασον ἐλθεῖν πρὸς μὲ ταχέως. Τί δήποτε πρὸς ἑαυτὸν καλεῖ τὸν Τιμόθεον, καὶ ταῦτα ἐκκλησίαν ἐμπεπιστευμένον τὴν τῆς Ἐφέσου, καὶ ἔθνος ὁλόκληρον; Διότι ἐν δεσμοῖς ἦν καὶ συνεκέκλειστο ὑπὸ Νέρωνος, καὶ οὐκ εἶχεν αὐτὸς πρὸς αὐτὸν ἐλ θεῖν, διὰ τοῦτο ἐκεῖνον καλεῖ εἰς Ρώμην, ποθῶν πρὸ τῆς τελευτῆς ἴσως αὐτῷ πολλὰ παραθέσθαι. Δημᾶς γάρ με εγκατέλιπεν, ἀγαπήσας τὸν νύν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην. Οὐ λέ 10 συλλαβεῖν ο. “ἐφελκύσασθαι. υ. γει, ἵνα σε ίδω πρὶν ἀποθανεῖν με, ἵνα μὴ λυπήσῃ ἀλλ' ἐπειδὴ μόνος εἰμὶ, καὶ οὐδένα ἔχω τὸν συν αντιλαμβανόμενόν μοι τοῦ Εὐαγγελίου, σπούδασον ἐλθεῖν. Τί δέ ἐστιν, ἀγαπήσας τὸν νῦν αἰῶνα; Τουτέστι, τῆς ἀνέσεως ἐρασθεὶς, καὶ τοῦ ἀκινδύνου βίου καὶ ἀσφαλούς, εἷλετο μᾶλλον οἴκοι τρυφᾷν, ἢ μετ᾿ ἐμοῦ ταλαιπωρεῖσθαι. Τοῦτον δὲ μόνον διαβάλλει, οὐκ αὐτὸν διαβάλλειν βουλόμενος, ἀλλ' ἡμᾶς στην ρίξαι, ὥστε μή μαλακίζεσθαι ἐν τοῖς κινδύνοις ἅμα δὲ καὶ τὸν Τιμόθεον μᾶλλον ἐφέλκεσθαι κ βου λόμενος.
col. 133–134page 22 of 26
PG 125:133Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν. Τούτους οὐκέτι διαβάλλει· καὶ γὰρ ὁ Τίτος τῶν σφό δρα θαυμαστῶν ἦν, ὡς καὶ Κρήτην εμπιστευθῆναι. Οὗτοι οὖν οἱ δύο, οὐχ ὡς ἀγαπήσαντες τὸν νῦν αἰῶνα ἀπῆλθον, ἀλλὰ διὰ τὸ κήρυγμα ίσως, ή δι' άλ λην χρείαν. Λουκᾶς ἐστι μόνος μετ᾿ ἐμοῦ. Οὗτος γὰρ ἀδια σπάστως εἶχεν αὐτοῦ, ὁ καὶ τὸ Εὐαγγέλιον γράψας, καὶ τὰς Πράξεις τὰς καθολικάς. Περὶ τούτου φησὶ γράφων· Οὗ ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ διὰ πα σῶν τῶν Ἐκκλησιῶν. Μάρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ· ἔστι γάρ μοι εύχρηστος εἰς διακονίαν. Οὐκ εἰς τὴν ἀνάπαυσιν λέγει τὴν ἑαυτοῦ, ἀλλ᾽ εἰς τὴν διακονίαν τοῦ Εὐαγγελίου. Καὶ γὰρ ἐν δεσμοῖς ὤν, οὐκ ἔληγε κηρύτ των. Αρα οὖν καὶ τὸν Τιμόθεον, οὐχ ἕνεκεν ἑαυτοῦ ἐκάλει· ἀλλ' ὑπὲρ τοῦ Εὐαγγελίου, ὥστε μηδεμίαν ταραχὴν γενέσθαι τοῖς πιστοῖς κατὰ τὴν αὐτοῦ τε λευτήν, τῶν αὐτοῦ μαθητῶν πολλῶν παρόντων, καὶ κωλυόντων τὸν θόρυβον, καὶ παραμυθουμένων τοὺς ἀφερήτως φέροντας αὐτοῦ τὴν τελευτήν. Καὶ γὰρ άνδρας αξιολόγους εἰκὸς εἶναι τοὺς πεπιστευκότας ἐπὶ τῆς Ῥώμης. Τυχικὸν δὲ ἀπέστειλα εἰς Εφεσον. Ὥστε μόν νος εγκαταλέλειμμαι, καὶ ἀναγκαία ή σή παρουσία. Τὸν φελίνην, ὃν ἀπέλιπεν ἐν Τρωάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία. Ιμάτιόν τι λέγει ἐνταῦθα· ζητεῖ δὲ τοῦτο, ὥστε μὴ δεηθῆναι παρ' ἑτέρων λαβεῖν. Πανταχοῦ γὰρ πολλὴν πρόνοιαν ποιεῖται, τοῦ μὴ δεῖσθα: ἑτέρων. Τινὲς δὲ τὸ γλωσ σόκομόν φασιν, ἔνθα τὰ βιβλία ἔκειντο. Τί δὲ τῶν βιβλίων ἐδεῖτο, μέλλων ἀποδημεῖν πρὸς Θεόν; Ἵνα αὐτὰ τοῖς πιστοῖς παράθηται, ὥστε ἀντ᾿ αὐτοῦ ἔχειν. Μάλιστα τὰς μεμβ͵ ἀνας. Ἴσως αὗται ὠφελιμώτερα τινα περιείχον. Αλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνο εδείξατο. Μέμνηται τοῦ πειρασμοῦ τούτου, οὐχ ἵνα ἐκεῖνον διαβάλλῃ, ἀλλ᾽ ἵνα τὸν μαθητὴν πείσῃ γενναίως φέρειν καὶ τοὺς παρά τινων εὐτελῶν καὶ ἀτίμων προσαγομένους πειρασμούς. Πολλοὶ γὰρ ὑπὸ μὲν ἀξιολόγων τινῶν πειραζόμενοι, φέρουσι, παρα μυθίαν ἔχοντες τὴν τῶν πειραζόντων ὑπεροχήν. τὸ δὲ ὑπὸ εὐτελῶν καὶ ἀπεῤῥιμμένων πάσχειν, με γάλην τὴν 48 ἀνίαν. Διὸ καὶ Παυλός φησι· Πολλά μοι κακὰ ἐνεδείξατο, ἀντὶ τοῦ, Ἔθλιψέ με υπερβαλο λόντως, ἢ καὶ διαφόρως. Καὶ ἄλλως γὰρ οἱ ἄσημοι καὶ ἄτιμοι, ἐλάχιστα τῆς ὑπολήψεως τῶν πολλῶν φροντίζοντες, ἐπειδὰν ἄρξωνταί τινας κακοῦν, οὐδ όλως φείδονται. Αποδῴη αὐτῷ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ. θάῤῥει, φησίν· οὐκ ἀτιμωρητὶ ταῦτα αὐτῷ προ χωρήσει, ἀλλ' ἀποδῴη αὐτῷ Κύριος, ἀντὶ τοῦ, ἀποδώσει· μᾶλλον γὰρ προφητεία ἐστὶν, ἢ ἀρά, μεγάλην ἔχει τὴν
col. 135–136page 23 of 26
PG 125:135Οὐχ ὡς τῶν ἁγίων δὲ ταῖς τιμωρίαις ἐπιτρεχόντων, τοῦτο εἴρηται παρὰ τοῦ Παύλου, ἀλλ' ὡς τοῦ κηρύ γματος δεομένου τῆς τῶν ἐμποδιζόντων αὐτῷ συστολῆς, ἀλλὰ καὶ τῶν ἀσθενεστέρων ἐκ τούτου παραμυθουμένων τὰ μέγιστα. Ον καὶ σὺ φυλάσσου. Οὐκ εἶπε, Τιμώρησον, κόλασον (καίτοιγε ἐνῆν διὰ τῆς χάριτος τοῦ Πνεύ ματος ταῦτα ἐργάσασθαι), ἀλλὰ φυλάσσεσθαι, τουτο ἐστιν ἐκκλίνειν, ἀναχωρεῖν ἀπ' αὐτοῦ κελεύει, τῷ Θεῷ παραχωροῦντα της τιμωρίας. Λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις. Τουτέστι, πολεμεῖ καὶ ἐναντιοῦται τοῖς τοῦ εὐαγγελίου 40 λόγοις. Ἐν τῇ πρώτη μου απολογίᾳ οὐδείς μοι συμ παρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον. Πάλιν ἑτέρους πειρασμούς διηγεῖται, ἵνα μᾶλλον ἀλείψῃ σ τὸν μαθητήν. Πρώτην δὲ ἀπολογίαν ποίαν λέγει; Παρέστη πρότερον τῷ Νέρωνι, καὶ διέφυγε τὸν θά νατον, ὥστε καὶ κηρύσσειν ἔκτοτε· ἐπεὶ δὲ τὸν οἶνο χίον αὐτοῦ κατήχησε, τότε ὑπερζέσας Νέρων τῇ ματ νίᾳ, ἀπέτεμεν αὐτόν. Αθυμίαν δὲ ἐμφαίνει τὸ, Πάντες με έγκατέλιπον· ὡσανεὶ ἔλεγε· Καὶ οἱ οι κετοί μοι προέδωκαν, καὶ πάσης ἐστερήθην παρα μυθίας. Ωστε καὶ σὺ ἐν δεινοῖς καταλειφθεὶς ἔχε παραμυθίαν τά κατ' ἐμέ. Μὴ αὐτοῖς λογισθείη. Ορᾶς πῶς φείδεται τῶν οἰκείων; καίτοι ἔργον εἰργάσαντο δεινὸν οἱ οἰκεῖοι οἱ συνεργοί, εγκαταλιπόντες αὐτόν. Οὐ γάρ ἐστιν ίσον παρὰ τῶν ἔξωθεν καταφρονηθῆναι, καὶ παρὰ τῶν οἰκείων. Αλλ' όμως εύχεται μὴ λογισθῆναι αὐτ τοῖς τοῦτο, παρὰ Θεῷ δηλαδή, ἄλλως ἁμάρτημα εν μέγα, καὶ ἄξιον λογίζεσθαι. Αλλ' ὁ Κύριός μοι παρέστη. Τοῦτο 48 πάλιν παραμυθία τῷ μαθητῇ· δείκνυσι γὰρ, ὅτι τὸν παρὰ ἀνθρώπων εγκαταλειπόμενον οὐκ ἀφίησί τι δεινὸν παθεῖν ὁ Θεός. Καὶ ἐνεδυνάμωσέ με. Τουτέστι, παρρησίαν ἐχαρίσατο, οὐκ ἀφῆκε καταπεσεῖν. Ἵνα δι' ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ. "Ορα τὴν πολλὴν αὐτοῦ ταπεινοφροσύνην. Οὐχ ὡς ἄξιον γὰρ, φησί, τυχεῖν τῆς δωρεᾶς ἐνεδυνάμωσέ με, ἀλλ' ἵνα τὸ κήρυγμα δι' ἐμοῦ πληροφορηθῇ, τουτέστι 1 βεβαιωθῇ, ἡ εἰς πέρας ἔλθῃ καὶ πληρωθῇ· ὥσπερ ἂν εἴτις αλουργίδα καὶ διάδημα βαστάζοι, καὶ διὰ ταῦτα σώζοιτο. Καὶ ἀκούσῃ πάντα τὰ ἔθνη. Τουτέστιν, ἵνα κατά δηλος πᾶσι γένηται καὶ τοῦ κηρύγματος ἡ δόξα, καὶ τῆς περὶ ἐμὲ προνοίας ἡ κηδεμονία. Καὶ ἐῤῥύσατό με ἐκ στόματος λέοντος. Τουτο ἐστι τοῦ Νέρωνος. Λέοντα γὰρ τοῦτόν φησι, διὰ τὸ ἰσχυρὸν αὐτοῦ τῆς βασιλείας καὶ ἀκατάπληκτον. Ορα δὲ τῶς παρὰ μικρὸν ἦλθεν ἀποθανεῖν, εἰς αὐτ τὸν τὸν φάρυγγα τοῦ λέοντος ἐμπεσών. Καὶ ῥύσεται με ὁ Κύριος ἀπὸ παντὸς ἔργου κηρύγματος 0. ὀξύνη σε ίδου Ο.
col. 137–138page 24 of 26
PG 125:137πονηρού. Τότε μὲν τοῦ σωματικού με θανάτου ἐξ ήρπασεν· ἐπεὶ δὲ ἱκανῶς ἐκήρυξα, ἐλπίζω ὅτι φύσε ταί με, οὐκέτι μὲν θανάτου σωματικοῦ, ἤδη γὰρ σπένδομαι, ἀλλὰ παντὸς ἁμαρτήματος, τουτέστιν, οὐκ ἐάσει με μαλακισθῆναι πρὸς τὸν θάνατον, ἀλλὰ δώσει μέχρις αίματος αντικαταστῆναι πρὸς τὴν ἁμαρτίαν, ὅπερ ἐστὶ ῥυσθῆναι τοῦ νοητοῦ λέοντος. Μείζων οὖν αὕτη ἡ σωτηρία, ὅτε δοκεῖ ἐκδεδόσθαι, ἢ ἡ πρότερον, ὅτε ἐξέφυγε. Καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπου ράγιον. Τουτέστιν, ἐξαρπάσει με πάσης άμπρο τίας, ἐκεῖ δὲ φυλάξει. Τοῦτο γάρ ἐστι σωθῆναι εἰς τὴν βασιλείαν, τὸ ἐνταῦθα δι' αὐτὸν ἀποθανεῖν. Ο μισῶν γὰρ τὴν ψυχὴν αὐτοῦ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. Αρα ἡ ὄντως το σωτηρία αὕτη ἐστὶν, ὅταν ἐκεῖ διαλάμπωμεν. 'ᾗ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. δε δοξολογία τοῦ Υἱοῦ, ὡς καὶ τοῦ Πατρός· οὗτος γὰρ ὁ Κύριος. οι Ασπασαι Πρίσκιλλαν καὶ 'Ακύλαν. Οὗτοί εἰσιν εἱ τὸν Ἀπολλὼ προσλαβόμενοι καὶ κατηχήσαντες, παρ' οἷς καὶ αὐτὸς Παῦλος κατήχθη ", ὧν συνεχῶς μέμνηται. Προτίθησι δὲ τὴν γυναῖκα, ὡς πιστοτέ σαν καὶ σπουδαιοτέραν· καὶ γὰρ καὶ τὸν Ἀπολλώ αὕτη κατήχησεν· ἢ καὶ ἀδιαφόρως τοῦτο ποιεῖ. Τὸν δὲ ἀσπασμὸν ποιεῖται, ὁμοῦ μὲν παραμυθούμενος, ὁμοῦ δὲ καὶ τιμὴν καὶ ἀγάπην ἐνδεικνύμενος διὰ τούτου· τὸ δὲ μεῖζον, καὶ πολλῆς μετα αδοὺς χάριτος. Αρκεῖ γὰρ καὶ ἀσπασμὸς μόνος τοῦ μακαρίου καὶ ἁγίου ἐκείνου, πολλῆς ἐμπλῆσαι χά. Ο μετος τὸν προσαγορευόμενον. Καὶ τὸν Ονησιφόρου οίκον. Τουτέστι, τοὺς ἐν τῇ οἰκίᾳ αὐτοῦ. Αὐτὸς γὰρ ἐν Ρώμῃ ἦν, ἐπιμελούμενος Παύλου ἐν δεσμοῖς, ὡς προείρηται. Διὰ δὲ τῆς πρωταγορεύσεως κἀκείνους προθυμοτέρους ποιεί, ὥστε τοιαῦτα μετιέναι. Εραστος ἔμεινεν ἐν Κορίνθῳ· Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. Ἐπεὶ τούτων εὐκ ἐμνήσθη, νῦν μέμνηται, καὶ δείκνυσιν ἑαυτὸν πάντοθεν μεμονωμένων, ὥστε ἐφέλκεσθαι τὸν Τιμό θεον τάχιον ἐλθεῖν. Τίνος δὲ ἕνεκεν οὐκ ἰάσατο τὸν Τρόφιμον ἀσθενοῦντα; Ότι οὐ πάντα ηδύναντο οἱ ἅγιοι, τοῦ Θεοῦ τοῦτο ποιοῦντος, ἵνα μὴ οἱ ἄνθρωποι αὐτοὺς θεοποιήσωσιν. Οὕτω καὶ Μωσῆς ἰσχνόφωνος γεγονὼς ἐκ νέου καὶ ὤν, οὐκ ἰάσατο ἑαυτὸν, οὐδὲ εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσῆλθεν, ἵνα μὴ θεὸς να μισθῇ. Οὕτω καὶ αὐτὸς οὗτος ὁ Παῦλος σκόλοπα εἶχεν. Ἡ δὲ Μίλητος τῆς Ἐφέσου ἐγγύς ἐστιν. Αρα οὖν ἢ ὅτε ἀπέπλεεν ἐπὶ τὴν Ἰουδαίαν, ἀφῆκεν αὐτὸν ἐν Μιλήτῳ Παῦλος, ἢ μετὰ τὸ γενέσθαι ἐν Ρώμῃ, πάλιν ἀνῆλθεν εἰς ταῦτα τὰ μέρη, οὐκ ἔχου μεν εἰπεῖν. Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Επειδή πάν με από πάσης σὺ ἄρα ἡ ἀμετάπτωτος, καὶ ὄντως 11. κατηχηνη 0.
col. 139–140page 25 of 26
PG 125:13988 σπούδασαν τοθεν μεμόνωμαι, ὡς συνορᾶν ἔστι δε, ἐλθεῖν. Οὐ λέγει δὲ, πρὶν ἢ θανείν με, λυπηρὸν γὰρ τοῦτο, ἀλλ᾽ ἵνα μὴ κωλυθῇς τῷ χειμῶν, καὶ οὐκ ἴδῃς με δηλονότι, εἰ καὶ μὴ εἴρηται. Ασπάζεται σε Εὔβουλος, καὶ Ποίδης, καὶ Αϊ νος. Τοῦτον τὸν Λίνον ἱστοροῦσί τινες δεύτερον μετά Πέτρον ἐπίσκοπον τῆς Ῥωμαίων Ἐκκλησίας γεν! σθαι. Καὶ Κλαυδία. Ορᾶς πῶς καὶ γυναῖκες διάπυροι ἦσαν καὶ θερμαὶ, καὶ ἐσταυρωμέναι τῷ κόσμῳ; καὶ γὰρ οὐδὲν ἐλαττοῦτα: τὸ γένος τοῦτο τῶν ἀνδρῶν, ἐὰν θέλῃ. Καὶ ἐν τοῖς βιωτικοῖς γὰρ μεγάλα συμ βάλλονται τῷ βίῳ· ἅτε τὴν οἰκουρίαν ἀναδεδεγμένας, καὶ τοὺς ἄνδρας ἀμερίμνως τὰ πολιτικὰ μεταχειρίζεσθαι παρασκευάζουσαι. Καὶ ἐν τοῖς πνευματικοῖς δὲ καὶ σωφροσύνην ἀσκῆσαι μᾶλλον δύνανται τῶν ἀν δρῶν, καὶ τὸν ἁγιασμὸν καὶ κοσμιότητα ἐπιδείξασθαι καὶ νηστείαν. Καὶ ὅλως οὐδὲν ἐμπόδιον ταῖς θηλείαις πρὸς ἀρετὴν, ἐὰν βούλοιντο. Καὶ οἱ ἀδελφοὶ πάντες. Οὐκέτι ὀνομαστὶ τούτων ἐμνήσθη· τοσούτων δὲ ὄντων πιστῶν, ἐκείνων με μνηται ονομαστὶ μόνον, ὡς μᾶλλον λαμπόντων, ἅτε καὶ ἐκβεβηκότων ἔξω τῶν κοσμικών πραγμάτων, καὶ θερμοτέρων όντων. Ο Κύριος Ἰησοῦς Χριστός μετὰ τοῦ πνεύματ τός σου. Μὴ ἄλγει, φησίν, ὅτι ἀφίσταμαι· ὁ Κύριος γὰρ μετὰ σοῦ. Καὶ οὐκ εἶπε, μετὰ σοῦ, ἀλλὰ, μετά τοῦ πνεύματός σου. Διπλῆ ἡ βοήθεια, τῆς χάριτος τοῦ Πνεύματος, καὶ τοῦ Θεοῦ βοηθοῦντος αὐτῇ. Καὶ ἄλλως δὲ τοῦτο αινίττεται, ὅτι τότε ἐστὶν ὁ Κύ ριος μεθ᾿ ἡμῶν, ὅτε καὶ τὸ Πνεῦμα μεθ' ἡμῶν ἔχοι μεν, μὴ διώξαντες αὐτὸ διὰ κακίας. Η χάρις μεθ' ἡμῶν. 'Αμήν. Καὶ ἑαυτῷ λοιπόν ἐπεύχεται, ὥστε ἀεὶ εὐάρεστον * εἶναι τῷ Θεῷ, καὶ χάριν ἔχειν παρ' αὐτῷ. Ὥσπερ γὰρ ὁ τὸν βασιλέα ὁρῶν, καὶ χάριν ἔχων παρ' αὐτῷ, οὐδενὸς αἰσθάνεται λυπηροῦ· οὕτω κἂν τῶν φίλων ἀπολιμπανώμεθα, και δεινοῖς περιπέσωμεν, οὐδενὸς αίσθησιν ληψόμεθα, τῆς χάριτος ἐκείνης συνούσης καὶ τειχιζούσης ἡμᾶς. Τοῦτο δ' οὐκ ἂν ἄλλως γένοιτο, εἰ μὴ διὰ τοῦ ἐργάζεσθαι ἡμᾶς τὰ ἀρεστὰ τῷ Δεσπότῃ. Ωσπερ γὰρ ἐν ταῖς οἰκίαις ἐκεῖνο: τῶν δούλων χάριν εὑρί σκουσι παρὰ τοῖς δεσπόταις, οἱ τὰ ἀρεστὰ αὐτοῖ; ποιοῦντες· οὕτω καὶ ἡμῶν ἕκαστος χάριν ἔξει παρὰ τῷ κοινῷ Δεσπότῃ, ἐὰν τὰ ἐκείνου μεριμνᾷ. Οὕτω γὰρ τῆς ἐκείνου προνοίας διὰ πάντων ἐπιτεύξεται. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. ἔνεστι 0. κι αὐτοῦ ο. ο· εὐχαρίστους καὶ εὐαρέστους Ο.
col. 141–142page 26 of 26
PG 125:141ΘΕΟΦΥΛΑΚΤΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΒΟΥΛΓΑΡΙΑΣ ΤΗΣ ΤΟΥ ΑΓΙΟΥ ΠΑΥΛΟΥ ΠΡΟΣ ΤΙΤΟΝ ΕΠΙΣΤΟΛΗΣ ΕΞΗΓΗΣΙΣ. Υπόθεσις τῆς πρὸς Τίτον Επιστολῆς. Τῶν Παύλῳ συνύντων δοκιμώτατος ὁ Τίτος ῶν, ἐπίσκοπός τε τῆς Κρήτης μεγάλης οὔσης, δι' αὐτὸ τοῦτο κεχειροτόνητο, καὶ τοσούτων επι σκόπων κρίσιν 15 καὶ χειροτονίαν επετράπη. Καὶ τὰ ἐλλείποντα δὲ ἀναπληρῶσαι, ὡς δοκιμώτατος 50 πάντως προστάττεται διὰ ταύτης τῆς Ἐπι στολῆς, ἣν γράφει Παῦλος αὐτῷ πρὶν ἢ δεθῇ 39, καὶ ἐν ἀδείᾳ ὢν. Οὐδαμοῦ γὰρ πειρασμῶν ἐνταῦθα μέμνηται. "Οθεν δοκεῖ μοι καὶ πρότερον εἶναι τῆς πρὸς Τιμόθεον· ἐκείνην γὰρ πρὸς τῷ τέλει ὢν ραψε. Συνεχῶς δὲ μνημονεύει ἐνταῦθα τῆς χά ριτος, δι' ἧς ἐσώθημεν, ἱκανὴν τοῦτο εἰδὼς παρά τ κλησιν. Ὁ γὰρ ἀναμνησθεὶς τις ὢν πρότερον 58 τίνων ἠξιώθη μετὰ ταῦτα δωρεῶν " καὶ χάριτος, σπουδάσει πάντως μὴ παροργίσαι τὸν εὐεργέτην. Αποτείνεται δὲ καὶ πρὸς Ιουδαίους. Εἰ δὲ ὁλό κληρον τὸ γένος ὑβρίζει, μὴ θαυμάσης. Οὐ γὰρ ὡς ὑβριστής, ἀλλ' ὡς ἐραστὴς τοῦ Θεοῦ καὶ ζη ιωτὴς τοῦτο ποιεῖ, ὥσπερ καὶ ὁ Χριστὸς μυρία ἡ λοιδέρει τοῖς Γραμματεῦσιν, οὐχ ὑπὲρ ἑαυτοῦ, ἀλλ᾽ ὅτι τοὺς ἄλλους ἀπώλλυον. Βραχεῖαν δὲ ποιεῖ τὴν Ἐπιστολὴν, ἵνα κἀντεῦθεν τοῦ Τίτου μάθωμεν. Ο τοιοῦτος γὰρ οὐ δεῖται πολλῶν λόγων, ἀλλ᾽ οἷον ὑπομνήσεώς τινος 60. σε χρίσις …. ο δόκιμος 0. σε δεθῆναι ο. 68 πρώην Ο. 89 σε δωρεάν καὶ χάριτι, και, κατὰ δωρεάν καὶ το τινος. Επιστέλλει δὲ ταύτην τὴν ἐπιστολὴν αὐτῷ ἀπὸ Νικοπόλεως …. χαριτι π.
Page scan enlarged

Notebook

Full View