PG 125Theophylactus Bulgari Archiepiscopus
Exposition of the Epistle to Philemon
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 173–174page 1 of 7
PG 125:173χρῆναι ταύτην συναριθμεῖσθαι ταῖς λοιπαῖς, ἅτε ὑπὲρ εὐτελοῦς οὖσαν πράγματος· ἀλλ' ὅρα πόσα ἐκ ταύτης τὰ χρήσιμα. Πρῶτον μὲν παιδεύει ἡμᾶς καὶ ὑπὲρ τῶν δοκούντων εὐτελῶν σπουδάζειν. Μὴ καταφρονήσατε γὰρ, φησὶν ὁ Κύριος, ἑνὸς τῶν μικρῶν.» Δεύτερον δὲ, ὅτι εἰ δοῦλος οὕτως Ιταμὸς καὶ κακοῦργος ὑπέστρεψεν, οὐ χρὴ ἀπο γινώσκειν ἑαυτῶν, καὶ μάλιστα ἐν ἐλευθερία ανατραφέντων 9. Τρίτον, ὅτι οὐ χρὴ προφάσει εὐλαβείας δούλους ἀποσπᾷν τῶν δεσποτῶν μὴ βουλομένων. Τέταρτον, ὅτι οὐ χρὴ ἡμᾶς ὑπερτ φρονεῖν τῶν δούλων ἐναρέτων ὄντων, οὐδὲ ἐπαι ο σχύνεσθαι αὐτοὺς, ὁπότε Παῦλος καλεῖ τέκνον τὸν ᾿Ονήσιμον. Τίς γοῦν ἐστιν ὁ ἀπαξιων ταύτ την ταῖς λοιπαῖς συναριθμεῖν, τοσαύτης ὠφελείας γέμουσαν; κι αναστραφέντων 0, Οι συναριθμεῖσθαι Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ. Εὐθέως ἐκ προοιμίων παιδεύει τὸν δεσπότην μὴ ἐπαισχύνε βλαι τὸν δοῦλον, σύνδουλον νῦν γεγονότα. Πάντα γὰρ διὰ τὸν Χριστὸν καλὰ, καὶ τὰ δεσμὰ, οἷς καὶ αὐτὸς χαίρει, ὥστε καὶ ὀνομάζεσθαι ἀπ' αὐτῶν. Αμα δὲ καὶ δυσωπεῖ, δεικνὺς ὅτι δίκαιον τῷ διὰ τὸν Χρι στὸν δεσμουμένῳ 35 δοθῆναι τὴν χάριν. Καὶ Τιμόθεος ὁ ἀδελφός. "Ωσπερ οὐκ ἀρχῶν αὐτὸς εἰς ἱκεσίαν, συμπαραλαμβάνει καὶ τὸν Τιμόν θεον συνεκέτην, ἵνα τὴν τῶν πλειόνων ἱκεσίαν δυσωπηθῇ. Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν. Εἰ ἀγαπητὸς, δώσει τὴν χάριν· εἰ συνεργός, οὐ καθέ ξε: τὸν δοῦλον, ἀλλὰ πάλιν ἀποστελεῖ πρὸς ὑπηρεσίαν τοῦ κηρύγματος, οὗ καὶ αὐτὸς ἐργάτης ἐστί. Καὶ γὰρ καὶ τὸ ἔργον τοῦ δεσπότου αναπληρώσει, ἐὰν αὖθις ἀποδοθῇ. Καὶ ᾿Απρίᾳ τῇ ἀγαπητῇ, καὶ ᾿Αρχίππῳ τῷ συ στρατιώτῃ ἡμῶν. Ἴσως ἡ ᾿Απφία γαμετὴ ἦν, καὶ ὁ ᾿Αρχιππος φίλος. Εἰ συστρατιώτης δὲ, καὶ ἐν τούτῳ ἀγωνιεῖται. Οὗτος δὲ ἦν περὶ οὗ γράφει Κοι λασσαεῦσιν· Εἴπατε τῷ Ἀρχίππῳ, Βλέπε τὴν διακονίαν ἦν παρέλαβες. Καὶ τῇ κατ' οἶκόν σου Εκκλησίᾳ. Εκκλησίαν, πάντας τοὺς ἐν τῇ οἰκίᾳ πιστοὺς λέγει, συμπαραλαβὼν καὶ δούλους. Ορα δὲ ταπεινοφροσύνην, ὅπως καὶ τούτους παρακαλεῖ συλλαβέσθαι αὐτῷ τῆς πρεσβείας. ως δεσμίῳ Ο. συμπαρακαλῶν καὶ τούτους ο.
col. 175–176page 2 of 7
PG 125:175Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Πῶς δὲ ἔσται ἡ χάρις τοῦ Θεοῦ ἐν ἡμῖν; Ἐὰν καὶ ἡμεῖς τοῖς ὀφειλέταις χαρισώμεθα. Πῶς δὲ εἰρήνη; Αν καὶ σὺ καταλλαγῆς τῷ δούλῳ. Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε, μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου. Οσάκις, φησί, μνησθώ που, μιμνήσκομαι δὲ πάντοτε ὅταν προσεύχομαι, τοσαυτάκις εὐχαριστῶ τῷ Θεῷ ὑπὲρ τῆς σῆς ἀρετῆς. Τίς δὲ αὕτη, ἐπιφέρει. Ακούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἦν ἔχεις πρὸς τὸν Κύριον καὶ πρὸς πάντας τοὺς ἁγίους. Ενταῦθα ὡς ἐλεήμονα αὐτὸν ἐπαινεῖ. Οὐκ ἂν δὲ ἀπὸ Φρυγίας εἰς Ρώμην ἠκούσθη ἡ ἀγάπη καὶ ἡ πίστις αὐτοῦ, εἰ μὴ μεγίστη ἦν. Ἐπεὶ οὖν πάν τας τοὺς ἁγίους, ἤτοι πιστοὺς ἀγαπᾷς, ὀφείλεις καὶ τὸν Ονήσιμον ἀγαπῆσαι, πιστὸς γὰρ, ἵνα καὶ τὴν Κύριον φανῇς ἀγαπῶν. Ορᾷς βίαν νοημάτων δυσω πητικῶν; Όπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργής γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ὑμῖν. Εὐχαριστῶ, φησί, τῷ Θεῷ ὑπὲρ τῆς ἀγάπης σου, προσευχόμενος καὶ ὑπὲρ τούτου, ἵνα ἡ πίστις σου, ἣν κοινὴν ἔχεις ἡμῖν, ἐνεργής γένηται καὶ ἔμπρακτος, καὶ οἷον ζῶσα, ἐν τῷ ἐπιγινώσκειν σε πᾶν ἔργον ἀγαθὸν, τουτέστιν, ἀγαπᾶν καὶ μεταχειρίζεσθαι. Τότε γὰρ ἡ πίστις ζῇ, ὅταν πᾶν ἀγαθὸν ἔργον μετερχώμεθα, ὥσπερ καὶ νεκρά ἐστι χωρίς ἔργων οὖσα. Προσέθηκε δὲ, τοῦ ἐν ὑμῖν, ἵνα δείξη ὅτι καὶ νῦν ὁ Φιλήμων πᾶν ἀγαθὸν ἔργον ἐν ἑαυτῷ ἔχει, ὡσανεὶ τοῦτο λέγων· Παντὸς ἀγαθοῦ ἔργου του καὶ νῦν ἐν ὑμῖν, τουτέστιν ἐν σοὶ ὄντος. Ἐν τῷ εἰπεῖν δὲ, κοινωνία τῆς πίστεως, συνάπτει τὸν Φιλήμονα πρὸς ἑαυτὸν ὁ Παῦλος, καὶ ἐνοποιεῖ. Η γὰρ κοινή πίστις, καὶ ἑνοποιός ἐστιν· ὥστε δεῖ σε καὶ τὸ ἐν φρονεῖν ἐμοί. "Η κοινωνία πίστεως τὴν ἐλεημοσύνην καλεῖ, ὡς ἀπὸ πίστεως πολλῆς γενι μένην. Φησὶν οὖν ἔτι Μνείαν σου ποιοῦμαι, εὐχόμενος ἵνα ἡ κοινωνικὴ καὶ εὐμετάδοτος σου γνώμη μηδέποτε παύσηται, ἀλλὰ μᾶλλον πᾶν ἀγαθὸν, δ ἐστιν ἐν ὑμῖν, τουτέστιν ὅπερ σο! πρόσεστιν, ἐκχέῃς πρὸς τοὺς δεομένους. Εἰς Χριστὸν Ἰησοῦν. Εἰς Χριστὸν Ἰησοῦν, φη σὶν, ἀναφέρεται ὅ τι ἂν ἀγαθὸν ποιῇς τοῖς δεομένοις, καὶ μάλιστα ἁγίοι;· ὥστε καὶ νῦν εἰ τὸν Ονήσιμον δέξῃ, καὶ χάριν ἐμοὶ ταύτην καταθήσεις, Χριστῷ δίδω; αὐτήν. Χάριν ἔχομεν πολλὴν καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου. Τουτέστι χαρὰν ἔχομεν, καὶ οὐ μόνον χαράν, ἀλλὰ καὶ παρηγορίαν μεγίστην ἐν τοῖς δεσμοῖς ἐπὶ τῇ ἀγάπῃ σου, ὅπερ ἐστὶ τῇ φιλανθρώπως καὶ μεταδοτική σου προαιρέσει. “Οτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ. Σοφώτατα τὸ πρᾶγμα μεταχειρίζεται, ἀναμιμνήσκων αὐτὸν τῶν πρὸς ἄλλους εὐεργεσιῶν, ἵνα μᾶλλον μαλάξῃ, ἐννοήσαντα ὅτι εἰ ἄλλοις ἀγνοουμένοις δίδωμι, πολλῷ μᾶλλον τῷ διδασκάλω Παύλῳ. Καὶ οὐχ ἁπλῶς εἶπεν ὅτι Αίδως τοῖς ἁγίοις,
col. 177–178page 3 of 7
PG 125:177αλλ' ὅτι Αναπαύεις τὰ σπλάγχνα τῶν ἁγίων, τουτ ἐστιν ὁλοψύχω; ἀποδέχονται τὴν φιλανθρωπία» σου, ὡς ἀφθόνως καὶ θεραπευτικῶς εἰς αὐτοὺς γινομένην. Διὸ καὶ πολλὴν ἐν Χριστῷ παῤῥησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον, διὰ … τὴν ἀγάπην μᾶλλον παρακαλῶ. Επειδή, φησί, πρὸς πάντας ἁγίους τοιοῦτος εἶ, ὥστε τὰς καρδίας αὐτῶν ἐπαναπαύεσθαι σοι, πολλῷ μᾶλλον ἐγὼ ἐν Χριστῷ, τουτ ἐστιν ὡς κατὰ Χριστὸν γεννήσας σε, παρρησίαν εἶχον ἐπιτάσσειν σοι, οὐχ ὡς δεσπόζων σου, ἀλλὰ διὰ τὴν ἀγάπην, ἣν κἀγὼ ἔχω πρὸς σὲ, καὶ σὺ πρὸς ἐμέ. Τὸ ἀνῆκον δὲ, ἢ ὅτι ἐπιτάσσειν σοι τὸ ἀνῆκον, τουτέστι τὸ εἰς χρείαν μου ἐλθὸν, ὡς ἂν αὐτὸ ἀπο πληροῖς· ἢ ὅτι Πάντας θεραπεύεις τοὺς ἁγίους κἀγὼ οὖν κατὰ τὸ ἀνῆκον, τουτέστι τὸ ἐπιβάλλον μοι μέρος, παρρησίαν εἶχον ἐπιτάσσειν σοι, ἀλλ' ὅμως παρακαλώ. Οὕτω γὰρ ἔχω ἀναγκαῖον τὸ πράγμα, ώστε δεῖσθαι. Τοιοῦτος ὢν ὡς ὁ Παῦλος πρεσβύτης, νῦν δὲ καὶ δέσμιος Ἰησοῦ Χριστοῦ. Τοιοῦτος ὤν, φησί, πρεσβευτής, καὶ οὕτως ἄξιος ἀκούεσθαι, ὡς εἰκὸς Παῦλον πρεσβύτην, τουτέστι, καὶ ἀπὸ τοῦ διδασκαλικοῦ ἀξιώματος, καὶ τοῦ χρόνου τὴ αἰδέσιμον ἔχον. τα, νῦν δὲ καὶ μεῖζον ἄλλο προσλαβόντα, τὸ διά Χριστὸν δεδέσθαι. Ορᾷ; ὅσαι ἀφορμαὶ πρὸς τὸ πείσαι. Παρακαλῶ οὖν σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου. Οὔπω τοῦ ὀνόμα- “ τος ἐπεμνήσθη τοῦ μεσιτευομένου. Προκαταλεαίνει γὰρ τὸν Φιλήμονα, ἐγκωμιάζων τὸν οἰκέτην ἐν τῷ καλεῖν αὐτὸν τέκνον. Διὰ τί δὲ αὐτὸν οὕτω καλεῖς; Ὅτι ἐγέννησα αὐτὸν, τουτέστι, κατήχησα, καὶ βαπ τισθῆναι ἐποίησα, καὶ ταῦτα ἐν ἀναγκαίαις· ἐν δεσ μοῖς γάρ. Διὰ τούτων οὖν κατακοιμήσας τὸν θυμὸν αὐτοῦ, οὕτω μέμνηται τοῦ ὀνόματος. Ονήσιμον τὸν ποτέ σοι ἄχρηστον. Ο δεν ὅτι ἡ τοῦ ἁμαρτήματος ὁμολογία σβεννύει τὸν θυμόν· διὸ καὶ οὕτω φησί. Νυνὶ δέ σοι καὶ ἐμοὶ εὔχρηστον. Διότι εὐλαβὴς καὶ ἅγιος γέγονεν, ἀμφοτέροις ἐστὶν εὔχρηστος, φησίν. Εἰ γὰρ Παύλῳ, τῷ τοσαύτην ἀκρίβειαν ἀπαι τοῦντι, δηλονότι καὶ Φιλήμονι. Αμα δὲ καὶ τοῦτο αἰνίττεται, ὅτι Εὔχρηστός μοι ὤν, αὖθις ἀποσταλήτω τιμής μέσ Ον ἀνέπεμψα. Τουτέστι, σοὶ παραδίδωμι τους του, ὡς βούλει χρῆσαι αὐτῷ. Διὰ δὲ τοῦ παραδοῦναι, μᾶλλον πραΰνει τὴν ὀργήν. Σὺ δὲ αὐτὸν, τουτέστι, τὰ ἐμὰ σπλάγχνα, προσλαβοῦ. ᾿Αντὶ τοῦ, μετὰ ἀγάπης δέξαι αὐτὸν, μᾶλλον δὲ οὐκ αὐτὸν, ἀλλὰ τὰ ἐμὰ σπλάγχνα· οὕτω γὰρ αὐτὸν ἀγαπῶ, καὶ ἐν τῇ ψυχῇ περιφέρω. Ον ἐγὼ ήβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, φιλανθρωπευτικῶς Ο. 83 επί 0.
col. 179–180page 4 of 7
PG 125:179ἵνα ὑπὲρ σοῦ μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ * τῷ δεσπότη 1. Εὐαγγελίου. "Ορα σοφίαν, πῶς κατὰ μικρὸν εἰς τὸν τόπον τοῦ δεσπότου ο αὐτὸν κατέστησεν "Ινα γάρ, φησὶν, ὑπὲρ σοῦ μοι διακονῇ: Δείκνυσι δὲ καὶ ὅτι τὸ τοῦ δεσπότου συμφέρον βούλεται. Εἰ γὰρ σύ, φησί, χρεωστεῖς τὸ διακονεῖν μοι, οὗτος δὲ ἀντὶ σοῦ τοῦτο ποιεῖ, σὺ κερδαίνεις. Χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι. Καὶ διὰ τούτου μάλιστα καταμαλάσσει τὸν Φιλήμονα. Πράγμα γὰρ οὕτως ἀναγκαῖον· ἐν δεσ μοῖς γὰρ, καὶ τούτοις ὑπὲρ τοῦ Θεοῦ, ἔμελλε δια κονεῖν, ὅμως παρά γνώμην αὐτοῦ ποιῆσαι οὐκ ἠθέ λησεν. Ὥστε πῶς οὐ προσήκει δοῦναι τὴν χάριν τῷ δυναμένῳ μὲν καὶ χωρὶς αὐτοῦ ταύτην καρπούς σθαι, μὴ θελήσαντι δέ; Ἵνα μὴ ὡς κατ' ανάγκην τὸ ἀγαθόν σου. ἀλλὰ ὡς κατὰ ἑκούσιον. Οὐκ εἶπε, Κατὰ ἀνάγκην, ἀλλ', ὡς κατὰ ἀνάγκην, ὡσανεὶ τοῦτο λέγων, ὅτι Καὶ παρὰ γνώμην σου κατέχων τοῦτον, ἀληθῶς μὲν οὐκ ἐλύπουν σε· ἐφαίνετο δὲ ὅμως τοῖς πολλοῖς, ὅτι Κατὰ ἀνάγκην καὶ ἄκοντός σου γίνεται. Νῦν οὖν εξλόμην μᾶλλον τὸ μηδὲ ὅλως τισὶ δοκεῖν τοῦτο ἀκούσιον, ἀλλ' ἐκούσιον ἀναμφιβόλως. Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν. καὶ τῆς σοφίας· ἐπειδὴ γὰρ Ονήσιμος ἀπὸ κακούργου γνώμης έφυγε, μεταστρέφει Παῦλος τὴν φυγήν, ὡς πρὸς συμφέρον γενομένην. Τάχα γάρ, φησί, κατ θείαν οἰκονομίαν ἔφυγεν. Ευφήμως δὲ καὶ τὴν ουσ γήν χωρισμὸν καλεῖ, ἵνα μὴ τῷ ὀνόματι τῆς φυγῆς παροξύνῃ τὸν δεσπότην. Καὶ ἐν τῷ συστείλαι δὲ τὴν χρόνον, παύει τὴν ὀργήν· Πρὸς ὥραν γὰρ, φησὶν, εχωρίσθη. Αμα δὲ καὶ δείκνυσιν, ὅτι ὅσον χρόνου μετὰ Παύλου ἦν, Φιλήμονι συνῆν. Ἐκεῖνο οὖν μόνον ἀπῆν, ὅσον πρὸ τοῦ συγγενέσθαι τῷ Παύλῳ· τοῦτο δὲ ὀλίγον, καὶ οἷον ὥρα μία. ὥστε καὶ ἀπὸ τοῦ νῦν, εἰ ἐμοὶ συνέσται ἀποσταλείς παρὰ σοῦ, λογίζου σου συνεἶναι αὐτόν. Ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς. Τουτέστιν, ἀπολαύῃς. Οὐκέτι ὡς δοῦλον, ἀλλ' ὑπὲρ δοῦλον, ἀδελφίν ἀγαπητόν, μάλιστα ἐμοὶ, πόσῳ δὲ μᾶλλον σοι, καὶ ἐν σαρκὶ καὶ ἐν Κυρίῳ. Πρὸς πολλά, φησίν, ὠφέλησεν ἡ φυγή· ἀντὶ γὰρ ὥρας μιᾶς, ἔχεις αὐτὸν αἰώνιον. Καὶ ὁ πᾶς μὲν γὰρ βίος τοῦ ἀνθρώπου, ὡς πρὸς τὸν αἰῶνα, οὐδέν ἐστι· πολλῷ δὲ μᾶλ λον ὁ τῆς φυγῆς καιρός· καὶ ἀντὶ δούλου ἀδελφὸν, ἀντὶ ἀχρήστου ἀγαπητόν· καὶ ἐν σαρκί, τουτέστι, καὶ ἐν ταῖς κοσμικαῖς ὑπηρεσίαις ἄξιον ἀγαπᾶσθαι, ὡς θεραπευτικὸν, καὶ ἐν Κυρίῳ, τουτέστι καὶ ἐν ταῖς πνευματικαίς. Εἰ οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. Τουτέστιν, εἰ τὰ αὐτά μοι φρονεῖν ὡμολόγησας, ὡς ἐμὲ δέξαι αὐτόν. Τίνα οὐκ ἂν κατεδυσώπησε; Τίς γὰρ οὐκ ἂν ἐθέλησε Παῦλον προσδέξασθαι;
col. 181–182page 5 of 7
PG 125:181Εἰ δέ τι ἠδίκησεν, ἡ ὀφείλει, ταῦτα ἐμοὶ ἐλλόγει. Οὐκ εἶπεν, Εκλεψεν, ἀλλ' εὐφημότερον, ἠδίκησεν, ἢ ὀφείλει. Εἰκὸς γὰρ ἦν αὐτὸν καταναλώσαι τὰ κλαπέντα. Διό φησιν, Ἐμοὶ εἰς χρέος τοῦτο λό γισαι, ἐμὲ ἔχε ὀφειλέτην. Ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρὶ, ἐγὼ ἀπο τίσω. Χαριέντως ταῦτά φησι', μετά πνευματικῆς χάριτος γράφων, καὶ ὡσανεὶ τοῦτο λέγων· Προς ἀσφάλειαν πλείονα, ὅτι ἀποδώσω ' τὸ χρέος, ἰδιό χειρά μοι τὰ γράμματα. Νε ἴνα μὴ λέγω, ὅτι καὶ σεαυτόν μοι προσοφείλεις. Ἵνα μὴ δόξῃ ὥσπερ ὑβρίζειν τὸν Φιλήμονα, ὅτι οὐκ ἐθάρρησεν ὑπὲρ κλοπῆς ἑτέρου, οἰκέτου, ἁπλῶς οὕ τως αἰτήσασθαι αὐτὸν, ἀλλὰ καὶ χειρόγραφον αύτ τῷ ποιεῖ· τοῦτο γὰρ ὠμόν τινα καὶ πρὸς τὸν διδάσκαλον ἄσπλαγχνον ἐδείκνυ τὸν Φιλήμονα, δείκευσιν ὅτι καὶ σφόδρα αὐτῷ θαῤῥεῖ. Οὐ μόνον γάρ, φησί, τὰ σὰ, ἀλλὰ πρὸς τούτοις καὶ σεαυτόν μοι προσοφείλεις. Ναι, ἀδελφέ, ἐγώ σου ἐναίμην ἐν Κυρίῳ. Ήλθε πάλιν ἀπὸ τοῦ χαρίεντος ἐπὶ τὸ σπουδαιότερον, καὶ παρακαλεί. Εγώ σου, φησὶν, ὀναίμην, τουτέστιν, ἀπολαύσαιμι τῶν σῶν χαρίτων, οὐκ ἐν κοσμικοῖς πράγμασιν, ἀλλ' ἐν τοῖς κατὰ Κύριον 1. Ανάπαυσόν μου τὰ σπλάγχνα ἐν Χριστῷ. Ανάπαυτόν μου, φησί, τὴν περὶ σὲ ἀγάπην, ἢ τὴν καρδίαν μου διὰ τὸν Χριστόν. Οὐκ ἐμοὶ γὰρ τὴν χά ριν δίδως, ἀλλὰ τῷ Χριστῷ. Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς, ὅτι καὶ ὑπὲρ δ λέγω, ποιήσεις. Οὐκ ἐπιτάττων, Ο φησίν, οὐδὲ αὐθαδιαζόμενος ἔγραψά σοι, ἀλλὰ θαρ ῥῶν τῇ ὑπακοῇ σου. Ποῖον σίδηρον ταῦτα οὐκ ἐμά λαξαν; 'Αμα δὲ καὶ ἑτοίμαζε μοι ξενίαν. Ὅπερ ἴσως ἂν ὑπενόησεν ὁ Φιλήμων ὅτι Εἰ μὴ διὰ Ονήσιμον, οὐδὲ λόγου με ἠξίου, τοῦτο νῦν θεραπεύει ὅτι Οὐ δι' ἐκεῖ ναν μόνον ἔγραψα, ἀλλὰ καὶ διὰ τοῦτο ἔγραψα, φη. σιν, ἵνα ετοιμάσῃς μοι ξενίαν· ἅμα δὲ καὶ ὅπως φοβηθῇ, ὅτι ἤξει ὁ ᾿Απόστολος, καὶ καταγνώσεται αὐτοῦ, εἰ μὴ παραδέξηται τὸν Ονήσιμον. Ελπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν. Δύο ταῦτα μανθάνομεν· ἓν μὲν, ὅτι πολλὴ ἡ τῶν εὐχῶν δύναμις, είγε καὶ ὁ τηλικοῦ της Παύλος δεῖται τῆς ἐκ τούτων βοηθείας· καὶ ἔτε μου δὲ, ὅτι δεῖ ταπεινοφρονεῖν, εἶχε ὁ Παῦλος τῶν εὐχῶν τῶν μαθητῶν χρήζει. Ασπάζεται σε Επαρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ. Οὗτος ὁ Επαφρᾶς παρὰ Κολαστ στέων ἦν ἀποσταλείς πρὸς Παῦλον· ὥστε εἶναι δῆ λον, ὅτι ἀπὸ Κολασσαίων ἦν ὁ Φιλήμων. συναιχμάλωτον δὲ αὐτὸν καλεῖ, δεικνὺς ὅτι καὶ Επαφρᾶς ἐν πολλή θλίψει ἐστὶ, καὶ διὰ τοῦτο ἐντρέπων τὸν Φιλή μονα, εἶχε ἐκεῖνος μὲν καὶ συγκακοπαθῇ Παύλῳ, αὐτὸς δὲ οὐδὲ τὴν ἐπὶ Ονησίμου χάριν παρέξει αὐτ ' λέγει ο.· ἀποτίσω 0.· Θεόν 0. Ιια,
col. 183–184page 6 of 7
PG 125:183646 τῷ. Συναιχμάλωτος δέ ἐστι, φησίν, οὐ διά τι ἀνθρώ τινόν, ἀλλὰ διὰ τὸν Χριστὸν Ἰησοῦν, συγκακοπαθῶν ὑπὲρ τοῦ Εὐαγγελίου. Μάρκος, Αρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνα εργοί μου. Ο Δημᾶς τὴν μὲν ἀρχὴν εὐδόκιμος ἦν, ὡσπεροῦν καὶ ἐνταῦθα μαρτυρεῖται ὡς Παύλου συν εργό;· ὕστερον δὲ ῥᾳθυμήσας ἀπέστη τοῦ Παύλου, ὥσπερ δὴ καὶ ἐν τῇ πρὸς Τιμόθεον Επιστολῇ γρά φει Παῦλος, ὑστέρα προδήλως ταύτης οὔσῃ· Δημᾶς γάρ με εγκατέλιπε, Λουκᾶς ἐστι μόνος μετ' ἐμοῦ. Ο τελευταῖος οὖν ἐνταῦθα ταχθεὶς Λουκᾶς, γέγονε πρῶτος πάντως, τοῦ Δημᾶ ἀποστάντος. Οὕτως οὐ δεῖ τινα θαῤῥεῖν ἑαυτῷ, ἀλλὰ τὸν ἱστάμενον βλέπειν, μὴ πέσῃ. Συνεργοὶ δὲ εἰπὼν, δείκνυσιν ὅτι Καὶ οὗ τοι σὺν ἐμοὶ παρακαλοῦσί σε, καὶ ἄξιος ἂν εἴης δοῦ και τοῖς τοσούτοις τὴν χάριν. Ορᾷς πόσα ὠφελούμεθα ἐκ τῆς βραχείας ταύτης καὶ σαφούς δοκούσης Ἐπιστολῆς; Ούτως ἄρα οὐδὲν τῶν τῆς Γραφῆς ἀνεξ έταστον δεῖ καταλιπεῖν, ἀλλ' ἐκ πάντων. ὡς Πνεύ ματι λαληθέντων, ἐπιζητεῖν πνευματικόν τινα νούν καὶ ὠφέλιμον. Πάντως δὲ ὁ ταῦτα λαλήσας Παρά κλητος δώσει τοῖς καλῶς ζητοῦσι τοῦ ζητουμένου τὴν εὕρεσιν. Ὑφ' οὗ καὶ ἡμεῖς φωτιζόμενοι, οδηγοίμεθα ἀεὶ πρὸς τὴν ἀλήθειαν τοῦ κατὰ Θεὸν λόγου καὶ βίου, μήτε ψευδοδοξίαις ὑπαγόμενοι, μήτε τῷ ψεύδει τῆς τοῦ κόσμου ἡδονῆς δελεαζόμενοι· καὶ οἵ τε δοῦλοι ἑαυτοὺς διὰ τῆς πίστεως καὶ τῆς ἀρετῆς ἐξευγενί ζοιμεν, οι τε δεσπόται δούλους ὁρῶντες ἁγίους καὶ ἀποστόλους, σπουδάζοιμεν μὴ πολλῷ τούτων ἀτιμότεροι εὑρεθῆναι ἐν τῇ βασιλείᾳ τοῦ Δεσπότου, καὶ δι' ἡμᾶς δούλου φανέντος, Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν. "Ω ἡ δόξα, καὶ τὸ κράτος, καὶ ἡ τιμὴ νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.
col. 185–186page 7 of 7
PG 125:185ΘΕΟΦΥΛΑΚΤΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΒΟΥΛΓΑΡΙΑΣ ΤΗΣ ΤΟΥ ΑΓΙΟΥ ΠΑΥΛΟΥ ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ ΕΞΗΓΗΣΙΣ. Υπόθεσις τῆς πρὸς Ἑβραίους Επιστολῆς. Ἐθνῶν μὲν ἀπόστολος ἦν ὁ μακάριος Παῦλος, καθὰ δὴ καὶ αὐτὸς ἐν τῇ πρὸς Ρωμαίους φησίν. Οὐ γὰρ ἡνέσχοντο ἂν αὐτοῦ ῾Εβραῖοι κηρύσσοντος αὐτοῖς, ἅτε δὴ ἀπεχθανόμενοι αὐτῷ πλέον ἢ τοῖς ἄλλοις, ὡς διὰ τῆς ἀθρόας αὐτοῦ μεταβολῆς ἅμαχον δεικνύντι τὴν τοῦ Χριστοῦ δύναμιν, τὴν οὕτω σφοδρὸν διώκτην ἑλκύσασαν. Σημεῖον γὰρ μέγα τῆς ἀληθείας τοῦ καθ' ἡμᾶς κηρύγματος, τὸ Παῦλον τὸν θερμότατον ζηλωτὴν τοῦ νόμου ἐξ αίφνης Χριστῷ προσελθεῖν. Διὰ τοῦτο ἐκθύμως ἐπολέμουν αὐτῷ, καὶ οὐδὲ φωνῆς ἂν ἠνέσχοντο. ᾿Αλλὰ καὶ οἱ ἐξ ᾿Εβραίων πιστεύσαντες, οὐδὲ οὗτοι πάνυ τι προσεῖχον αὐτῷ, ἅτε τοῦ νόμου ἀπάγοντι παντελῶς, καὶ τὴν περιτομὴν λύοντι. Πλὴν εἰ καὶ τοῖς ἔθνεσιν ἀπεστάλη κήρυξ, όμως καὶ πρὸς 'Εβραίους γράφει. "Ωσπερ γὰρ οὐκ ἐπε τράπη μὲν βαπτίζειν, ἐβάπτιζε δὲ ὅμως, οὐδὲ γὰρ οὐδὲ ἐκωλύθη· οὕτω καὶ ῾Εβραίοις ἐκ περιουσίας ἐπιστέλλει. Καὶ γὰρ σφόδρα αὐτῶν ἐκήδετο, ὑπὲρ ὧν καὶ ἀνάθεμα γενέσθαι ηύχετο. Τοῖς ἐν Παλαιστίνῃ δὲ, καὶ ἐν Ἱεροσολύμοις ἐπιστέλλει. Οὗτοι γὰρ ὑπὸ τῶν ἀπίστων Εβραίων καὶ τὰ ὑπάρχοντα διηρπάγησαν, καὶ μυρίαις κακώσεσιν ὑπεβλήθησαν. "Οθεν καὶ τῆς πρὸς τούτους ἐλεημοσύνης σφόδρα φροντίζει, καὶ Κορινθίους περιτομής 0. • Απεβάλλοντο υ tκης
Page scan enlarged

Notebook

Full View