PG 125Theophylactus Bulgari Archiepiscopus
Argument of the Book of Acts, together with its Chapters
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 803–804page 1 of 6
Caput PrimumCaput IICaput IIICaput IVCaput VCaput VICaput VIICaput VIIICaput IXCaput XCaput XICaput XIICaput XIIICaput XIVCaput XVCaput XVICaput XVIICaput XVIIICaput XIXCaput XXCaput XXICaput XXIICaput XXIII
PG 125:803Καὶ σοῦ, Λαυρέντι, κροτάφους περίδησεν Απόλλων Κορικίοις δάφνης πλέγμασι χρυσοκόμου, Ἶσον ὅτ' ἀμφοτέρων σοφίῃ, γλώττῃ τ' ὑπερέχεις, Δείγματα μειλιχίης ἀμφοτέρου χάριτος. ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΒΙΒΛΟΥ ΤΩΝ ΠΡΑΞΕΩΝ ΣΥΝ ΤΟΙΣ ΚΕΦΑΛΑΙΟΙΣ ΑΥΤΩΝ. Πράξεις ἀποστόλων τὸ βιβλίον καλεῖται, ἐπειδὴ τὰς πράξεις ὁμοῦ τῶν ἀποστόλων περιέχει. Ὁ δὲ
col. 805–806page 2 of 6
PG 125:805διηγούμενος ταύτας, ἐστὶ Λουκᾶς ὁ εὐαγγελιστής, ὁ καὶ τὸ βιβλίον συγγράφων ᾿Αντιοχεύς γὰρ οὗτος ὑπάρχων τὸ γένος, Ιατρός τε τὴν ἐπιστήμην, συν απεδήμει γὰρ ' τοῖς τε ἄλλοις ἀποστόλοις, καὶ μάλι στα τῷ Παύλῳ, καὶ εἰδὼς ἀκριβῶς γράφει. διηγεῖται δὲ ἐν αὐτῷ, πῶς ἀγγέλων ὑπολαβόντων ἀνελήφθη ὁ Κύριος. Καὶ τὴν τοῦ ἁγίου Πνεύματος έκχυσιν γενομένην ἐν τῇ Πεντηκοστῇ ἐπί τε τοὺς ἀποστόλους καὶ πάντας τοὺς τότε παρόντας· τήν τε κατάστα στασιν τοῦ Ματθία· ἀντὶ Ἰούδα τοῦ προδότου· καὶ τὴν κατάστασιν τῶν ἑπτὰ Διακόνων· καὶ τὴν ἐκλο γὴν τοῦ Παύλου· καὶ ὅσα ἔπαθε· καὶ ὅσα οἱ ἀποστόλο: διὰ προσευχῆς καὶ τῆς εἰς αὐτὸν τὸν Χρι στον πίστεως ἐθαυματούργησαν. Καὶ τέλος τὴν εἰς Ρώμην ἀποδημίαν αὐτοῦ. Τῶν δὲ ἀποστόλων τὰς πράξεις, καὶ τὰ σημεῖα τὰ παρ' αὐτῶν γενόμενα διηγείται Λιυκᾶς· καὶ ἔστιν ἃ καὶ ἐξηγεῖται σημεία ταῦτα α'. Πέτρος καὶ Ἰωάννης ἐθεράπευσαν ἐν τῷ ὀνό ματι τοῦ Κυρίου τὸν ἐκ γεννητῆς χωλόν, τὸν ἐν τῇ Ὡραίᾳ πύλῃ καθήμενον. β'. Πέτρος Ανανίαν καὶ Σαπφείραν τὴν γυναῖκα αὐτοῦ ἤλεγξε νοσφισαμένους ἀπὸ τῆς ἐπαγγελίας τῆς εἰς Θεόν· καὶ γεγόνασι παραχρῆμα νεκροί. γ. Πέτρος τὸν παράλυτον Ενέαν· ἀνέστησεν. δ. Πέτρος ἐν Ἰόππῃ τὴν ἀποθανούσαν νεκρὰν Δορο κάδα ευξάμενος ήγειρε. ε'. Πέτρος τὸ ἐκ τοῦ οὐρανοῦ καθιέμενον σκεῦος πλήρες παντὸς ζώου ἑώρακε. 5. Πέτρου ἡ σκιὰ ἐρχομένη ἐπὶ τοὺς ἀσθενοῦντας, ἐθεράπευεν αὐτούς. ζ. Πέτρος τηρούμενος καὶ δεδεμένος ἐν τῇ φυ λακῇ, ὑπὸ ἀγγέλου ἀπελύθη, μὴ εἰδότων τῶν στρα τιωτῶν· καὶ Ἡρώδης σκωληκόβρωτος γενόμενος ἐξέψυξε. η'. Στέφανος ἐποίει τέρατα καὶ σημεια. Θ. Φίλιππος ἐν Σαμαρίᾳ πολλὰ πνεύματα ἐξέβαλε· καὶ χωλοὶ καὶ παραλελυμένοι ἐθεραπεύθησαν ὑπ' αὐτοῦ. ι'. Παῦλος ἐγγίζων τῇ Δαμασκώ, εἶδεν ὀπτασίαν. καὶ εὐθὺς γέγονεν εὐαγγελιστής. ια΄. Ὁ αὐτὸς Φίλιππος τὸν εὐνοῦχον ὑπήντησεν ἀναγινώσκοντα καὶ ἐβάπτισε. ιβ. Παῦλος ἐν Λύστροις χωλὸν ἐκ γεννητῆς ὄντα 12. ἐθεράπευσεν ἐν τῷ ὀνόματι τοῦ Κυρίου. ιγ. Παῦλος ἀπὸ ὀπτασίας εἰς Μακεδονίαν ἐκλήθη. ιδ. Παῦλος γυναῖκα τὴν ἔχουσαν πνεῦμα Πύ θωνος ἐκαθάρισεν δ ἐν Φιλίπποις. ιεʹ. Παῦλος καὶ Σίλας εἰς φυλακὴν ἐβλήθησαν καὶ ἡσφαλισμένους εἶχον τοὺς πόδας ἐν τῷ ξύλῳ. Ἐν δὲ τῷ μεσονυκτίῳ σεισμός γέγονε· καὶ λέλυνται αὐτῶν τὰ δεσμά. ις. Ἀπὸ τοῦ χρωτός Παύλου απέφερον σουδάρια τῶν ἀποστόλων Ματθίας Αἰνέαν Αἰναίαν, ἐκαθαίρησεν,
col. 647–648page 3 of 6
PG 125:647ἐπὶ τοὺς ἀσθενοῦντα; καὶ δαιμονιῶντας· καὶ ἐθεραπεύοντο. τζ'. Παῦλος ἐν Τρωάδι πεσόντα Εύτυχον ἀπὸ τῆς Ουρίδος, καὶ ἀποθανόντα ήγειρε λέγων· Η ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστι. τηʹ. Παῦλος ἐν Κύπρῳ ἐπετίμησε τῷ μάγῳ Ελύ μα· καὶ ἐγένετο τυφλὸς αὐτὸς ὁ μάγος. ιθ'. Παῦλος ὡς ἔπλεεν ἐν Ῥώμῃ, ἐχειμάσθησαν αὐτός τε καὶ πάντες οἱ ἐν τῷ πλοίῳ ἐπὶ νυχθήμερα ιδ'. Πάντων δὲ προσδοκώντων ἀποθανεῖν, ἐπιστὰς ὁ Κύριος εἶπεν αὐτῷ τῷ Παύλῳ, ὅτι Διὰ σὲ κεχάρισμαι τούτοις τὸ ζῆν· καὶ ἐσώθησαν πάντες. ! Εξελθόντα τὸν Παῦλον ἀπὸ τοῦ πλοίου, έχεις ἔδακε· καὶ οἱ μὲν πάντες ἐνόμιζον αὐτὸν γίνεσθαι νεκρόν. α; δὲ ἀπαθὴς ἔμεινεν, ἐνόμισαν αὐτὸν εἰς και θεόν. κα'. Τὸν πρῶτον Πούπλιον ἐν τῇ νήσῳ δυσεντερία συνεχόμενον, χειροθετήσας, ιάσατο ὁ Παῦλος· καὶ ἄλλους πολλοὺς ἀσθενοῦντας ἐθεράπευσεν. Περίοδοι τοῦ ἁγίου ἀποστόλου Παύλου. Από Δαμασκοῦ ἤρξατο, καὶ ἦλθεν εἰς Ἱερουσαλήμ ἐκεῖθεν εἰς Ταρσόν· κἀκεῖθεν εἰς Αντιόχειαν, καὶ πάλιν δεύτερον εἰς Ἱερουσαλήμ· καὶ πάλιν δεύτερον εἰς ᾿Αντιόχειαν, κἀκεῖθεν ἀφορισθεὶς μετὰ Βαρ νάδα εἰς τὴν ἀποστολήν, κατῆλθεν εἰς Σελεύκειαν εἶτα εἰς Κύπρον· ἔνθα καὶ Παῦλος ήρξα το καλεῖσθαι· εἶτα εἰς Πέργην· ' εἰς Ἀντιόχειαν τῆς Πια δίας· εἶτα εἰς Ικόνιον· εἶτα εἰς Λύστραν καὶ Δέρ ην καὶ Λυκαονίαν εἶτα εἰς Παμφυλίαν· εἶτε πάλιν εἰς Πέργην· εἶτα εἰς 'Αττάλιαν· εἶτα πάλιν τρίτον εἰς ᾿Αντιόχειαν τῆς Συρίας· εἶτα πάλιν τρί. τον εἰς Ἱερουσαλήμ, διὰ τὴν περιτομήν. Εἶτα πάλιν τέταρτον εἰς Αντιόχειαν. Είτα πάλιν δεύτερον εἰς Δέρβην καὶ Λύστραν ἔνθα τὸν Τιμόθεον περιέτεμεν εἶτα εἰς τὴν Φρυγίαν καὶ Γαλατικὴν χώραν· εἶτα εἰς Μυσίαν· εἶτα εἰς Τρωάδα· κἀκεῖθεν εἰς Νεάπολιν εἶτα εἰς Φιλίππους τῆς Μακεδονίας· εἶτα, διελθών τὴν Ἀμφίπολιν καὶ τὴν Ἀπολλωνίαν, ἦλθεν εἰς Θεσσαλονίκην· εἶτα εἰς Βέρροιαν, εἶτα εἰς ᾿Αθήνας· εἶτα εἰς Κόρινθον· εἶτα εἰς Εφεσον· εἶτα εἰς Καισάρειαν· εἶτα δεύτερον εἰς Αντιόχειαν τῆς Πιο σιδίας· εἶτα εἰς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν εἶτα πάλιν δεύτερον εἰς Εφεσον· εἶτα, διελθὼν τὴν Μακεδονίαν, " ἦλθε πάλιν δεύτερον εἰς Φιλίππους. Καὶ ἀπὸ Φιλίππων 13 πάλιν εἰς Τρωάδα· ἔνθα καὶ τὸν Εὔτυχον ήγειρε πεσόντα· εἶτα εἰς τὴν 'Ασ σον· εἶτα εἰς Μιτυλήνην· εἶτα 18 ἀντικρὺ Χίου. Εἶτα εἰς Σάμον, κἀκεῖθεν εἰς Μήλητον· ἐκεῖθεν, εἰσπεμψάμενος 18 τοὺς ἐν Ἐφέσῳ, ὡμίλησεν αὐτοῖς εἶτα εἰς Χῶν· εἶτα εἰς Ῥόδον· κἀκεῖθεν εἰς Πάν ταρα· κἀκεῖθεν εἰς Τύρον· εἶτα εἰς Πτολεμαΐδα κἀκεῖθεν εἰς Καισάρειαν· κἀκεῖθεν πάλιν τέταρτον ἀνῆλθεν εἰ; Ἱερουσαλήμ· κἀκεῖθεν παρεπέμφθη εἰς ἴσ. εἰς Ῥώμην. ' γρ. ἀνῆλθεν.· ἀλλαχοῦ προστίθεται τὸ εἶτα.· γρ. τῆς Λυκαονίας. " προστίθηται ἀλλαχοῦ, εἶτα, διῆλθε τὴν Συρίαν κατὰ (ίσ. καὶ τὴν Κιλικίαν. *: ἦλθεν εἰς Ελλάδα· κἀκεῖθεν διελθὼν τὴν Μακεδονίαν. 18 Φιλίπποις, μεταπεμψάμενος. 13· γρ. εἰς τὰ ἀντικρύ. για
col. 489–490page 4 of 6
PG 125:489Καισάρειαν. Καὶ λοιπὸν δέσμιος ἐπὶ Ῥώμην. Οὕτως 15 ἀπὸ Καισαρείας ἦλθεν εἰς Σιδῶνα· κἀκεῖθεν εἰς Μέρα της Λυκίας· εἶτα εἰς Κνίδον· κἀκεῖθεν πολλὰ παθὼν ἦλθεν εἰς τὴν νῆσον. Ενθα ἡ ἔχιδνα καθή ψατο τῆς χειρὸς αὐτοῦ καὶ ἔμεινεν ἀβλαβής· εἶτα εἰς Συρακούσας· εἶτα εἰ; Ρήγιον τῆς Καλαβρίας εἶτα εἰς Ποτιόλου;· κἀκεῖθεν πεζὸς ἀνῆλθεν εἰς Ρώ μην, ἀπαντησάντων αὐτῷ τῶν ἀδελφῶν εἰς ᾿Αππίου φόρον καὶ τριῶν Ταβερνῶν '. Καὶ λοιπὸν εἰσελθὼν εἰς Ρώμην, καὶ διδάξας χρόνον ἱκανὸν, ὕστερον ἐν αὐτῇ τῇ Ῥώμη ἐμαρτύρησεν, αὐτόθι τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενος. 'Ρωμαῖοι δὲ περικαλλέσιν οἴκοις καὶ βασιλείοις τὰ λείψανα τούτου καθήρξαντες 19 ἐπέτειον αὐτῷ ἡμέραν μνήμης πανηγυρίζουσι τὴν προ τριῶν Καλανδῶν Ἰουλίων 18. Πολλὰς δὲ καὶ πρὸ τούτου ήδη παραινέσεις ὑπὲρ τοῦ βίου καὶ ἀρετῆς ὁ μακάριο; ἐποιήσατο, καὶ πολλὰ περὶ τῶν πρακτέων τοῖς ἀνθρώποις εἰσηγήσατο. Ἔτι δὲ ὅλως καὶ διὰ τῆς ὑφῆς τῶν δεκατεσσάρων Επιστολῶν αὐτοῦ τὴν ὅλην ἀνθρώποις διέγραψε πολιτείαν. Τα Κεφάλαια των Πράξεων τῶν ἁγίων ἀποστόλων. α'. Περὶ τῆς ἐξ ἀναστάσεως διδασκαλίας Χρι στοῦ, καὶ ὀπτασίας πρὸς τοὺς μαθητάς, καὶ περὶ ἐπαγγελίας τῆς τοῦ ἁγίου Πνεύματος δωρεᾶς· θέας τε καὶ τρόπου τῆς ἀναλήψεως τοῦ Κυρίου· καὶ περὶ τῆς ἐνδόξου δευτέρας αὐτοῦ παρουσίας β'. Πέτρου διάλογος πρὸς τοὺς μαθητευθέντας, 'περὶ θανάτου καὶ ἀποβολῆς Ἰούδα τοῦ προ δότου. γ. Περὶ θείας τοῦ ἁγίου Πνεύματος ἐπιφοιτήσεως ἐν ἡμέρᾳ τῆς Πεντηκοστῆς γενομένης εἰς τοὺς πιστεύσαντας. δ. Περὶ τῆς ἐν Χριστῷ θεραπείας τοῦ ἐκ γεν νητῆς χωλοῦ, Πέτρου τε κατηχήσεως ελεητι κῆς, συμβουλευτικῆς, συμπαθητικῆς πρὸς σωτηρίαν ε. Περὶ ὁμοψύχου καὶ καθολικῆς κοινωνίας τῶν πιστευσάντων. 5. Οτι τοὺς· ἀποστόλους ἐμβληθέντας ἐν τῷ δεσμωτηρίῳ ἄγγελος τοῦ Θεοῦ νύκτωρ ἐξέωσεν, ἐπιτρέψας ακωλύτως κηρύσσειν τὸν Ἰη σουν ζ'. Περὶ χειροτονίας τῶν ἑπτὰ διακόνων. η΄. Ἰουδαίων ἐπανάστασις καὶ συκοφαντία κατὰ Στεφάνου, αὐτοῦ δὲ δημηγορία περὶ τῆς πρὸς Αβραάμ διαθήκης τοῦ Θεοῦ, καὶ περὶ τῶν πατριαρχῶν. θ. Περὶ διωγμοῦ τῆς Ἐκκλησίας, καὶ ταφῆς Στεφάνου. οὗτος 10 τρεῖς Ταβερνάς. " γρ. καθείρξαντες. 18 προσετέθη ἀλλαχοῦ· Εκτῳ τῶν ὅλων μηνὶ τοῦτο μαρτύριον ἑορτάζοντες.
col. 431–432page 5 of 6
PG 125:43110. Περὶ Σίμωνος του μάγου πιστεύσαντος καὶ τοῦ βαπτισθέντος σὺν ἑτέροις πλείοσιν ια'. "Οτι οὐκ ἀργυρίου, οὐδὲ ὑποκριταῖς, ἀλλὰ ἁγίοις διὰ πίστεως ἡ μετοχὴ τοῦ ἁγίου Πνεύ ματος δίδοται 12. ιβ'. "Οτι τοῖς ἀγαθοῖς καὶ πιστοῖς εὐοδοῖ ὁ Θεὸς τὴν σωτηρίαν, δῆλον ἐκ τῆς κατὰ τὸν εὐνοῦχον ὑποθέσεως. ιγ'. Περὶ τῆς οὐρανόθεν θείας κλήσεως. Παύλου εἰς ἀποστολὴν Χριστοῦ. ιδ. Περὶ 'Εναία 10 παραλυτικοῦ λαθέντος ἐν Λυ δία το διὰ Πέτρου. ιεʹ. Περὶ Κορνηλίου, ὅτε οι ἦλθε πρὸς αὐτὸν ὁ ἄγγελος, καὶ ὅσα πάλιν Πέτρου 13 ουρανόθεν περὶ κλήσεως ἐθνῶν ἐῤῥήθη. ις'. Ὡς Πέτρος καθεξῆς ἕκαστα τῶν γεγονότων διηγεῖται τοῖς ἀποστόλοις διακριθεῖσι προφητ τείας " αὐτοῦ, τὸ τηνικαῦτα δὲ Βαρνάβαν ἐκπέμψαι πρὸς τοὺς ἐν Ἀντιοχείᾳ ἀδελφούς. ιζ'. Προφητεία Αγάθου περὶ λιμοῦ οἰκουμενικοῦ· 14 καὶ καρποφορία πρὸς τοὺς ἐν Ἀντιοχείᾳ 18 ἀδελφούς. τηʹ. Ἰακώβου ἀποστόλου κατασφαγή. " Εν ᾧ καὶ περὶ τῆς τῶν φυλάκων κολάσεως καὶ μετέ πειτα τῆς τοῦ ἀσεβοῦς Ηρώδου πικρᾶς καὶ ὀλεθρίου καταστροφῆς. 10΄. Αποστολὴ Βαρνάβα και Σκύλου παρὰ τοῦ Θείου Πνεύματος εἰς Κύπρον· ὅσα τε εἰργάσαντο ἐν ὀνόματι Χριστοῦ περὶ Ελύμα τοῦ Μάγου. κ. Παύλου εὐθαλής Διδασκαλία εἰς Χριστίν, ἔκ τε τοῦ νόμου καὶ καθεξῆς τῶν προφητῶν ἱστορικὴ καὶ εὐαγγελική. κα'. "Οπως ἐν Ικονίῳ κηρύξαντες τὸν Χριστίν πολλῶν τε πιστευσάντων ἐδιώχθησαν οἱ ἀπό στολοι. κβ'. Περὶ τοῦ ἐν Λύστροις ἐκ γεννητῆς χωλού ἰαθέντος διὰ τῶν ἀποστόλων· διόπερ εἶναί τε θεοί, καὶ παρεῖναι ἔδοξαν τοῖς ἐγχωρίοις, ἔνθα δὴ καὶ λιθάζεται ὁ Παῦλος. κγ'. "Οτι οὐ δεῖ περιτέμνεσθαι τοὺς ἐξ ἐθνῶν. Δόγματα καὶ γεύσεις τῶν ἀποστόλων. κδ. Περὶ κατηχήσεως Τιμοθέου, καὶ τῆς κατὰ ἀποκάλυψιν ἀφίξεως Παύλου εἰς Μακεδονίας. κε'. 11 Περὶ στάσεως γενομένης ἐν Θεσσαλονίκη τοῦ κηρύγματος ἕνεκεν· φυγῆς τε τοῦ Παύλου εἰς Βέρροιαν, κἀκεῖθεν εἰς ᾿Αθήνας. κς'. Περὶ τῆς Αθήνας 18 ἐπιβωμίου γραφῆς, φιλο 19 Αινέα. 30 Λύδδα, ἴσως. 21 ἴσως, ὅπως. 29 Πέτρω, ἴσως. 18 ἴσως, διακριθείσης τῆς προφητείας. μου, οἰκουμενικῆς. 28 ἴσως, ἐν τῇ Ἰουδαίᾳ. 11 Πέτρου ἀπαλλαγή. * ἴσως, ᾿Αθήναι..
col. 493–494page 6 of 6
PG 125:493σόφου τε κηρύγματος καὶ εὐσεβείας τοῦ Παύ λου. κι'. Περί Ακύλα καὶ Πρισκίλλης, καὶ τῆς Κορίνθου ἀπειθίας· τῆς τε κατὰ πρόγνωσιν ἐπ' αὐτ τοὺς εὐδοκίας ἀποκαλυφθείσης τῷ Παύλῳ. κη'. Περὶ βαπτίσματος, καὶ τῆς τοῦ ἁγίου Πνεύ ματος δωρεᾶς δοθείσης διὰ προσευχῆς Παύ λου τοῖς ἐν Ἐφέσῳ πιστεύσασι, καὶ περὶ ἰά σεως Παύλου. κι'. Περίοδος Παύλου ἐκ τῆς περὶ θανάτου καὶ ανακλήσεως Εὐτυχοῦ διὰ προσευχῆς ἐν Τρω άδι,· παραίνεσίς τε ποιμαντικὴ πρὸς τοὺς ἐν Ἐφέσῳ πρεσβυτέρους. Χ. Αγάθου προφητεία περὶ τῶν συμβησομένων 30. τῷ Παύλῳ ἐν ῾Ιερουσαλήμ. λα'. Παραίνεσις Ιακώβου πρὸς Παῦλον, περὶ τοῦ μὴ δοκεῖν κωλύειν Εβραίους περιτέμνεσθαι. λβ'. Περὶ τῆς ἐν Ιερουσαλὴμ κατὰ Παύλου κινηθείσης αταξίας, όπως τε αὐτὸν ὁ χιλίαρχος τοῦ πλήθους ἐξαιρεῖται 80. γ "Οσα ὁ Παῦλος καταβὰς εἰς τὸ συνέδριον ἔπαθε καὶ εἶπε καὶ εὐθυβόλως έπραξε ἰδ. Περὶ ἐπιβουλῆς μελετωμένης κατὰ τοῦ Παύ που ὑπὸ Ἰουδαίων, καὶ μηνύσεως αὐτοῦ πρὸς Λυσίαν. λε'. Τερτύλλου περὶ Παύλου κατηγορία, καὶ ἀπο λογία αὐτοῦ ἐπὶ τοῦ ἡγεμόνος. λς'. Περὶ Φήλικος διαδόχου, καὶ τῆς Φήστου προαγωγῆς, τέλος τε ἐπ' αὐτοῦ διακρίσεως Παύλου καὶ ἐφέσεως. λξ. Αγρίππα καὶ Βερνίκης παρουσία· καὶ πεῦσις τῶν κατὰ Παῦλον. λη. Πλους Παύλου ἐπὶ 'Ρώμης κινδύνων τε πλείστων καὶ μεγίστων ἔμπλεως. λθ'. Ὅπως ἀπὸ Μελίτης εἰς Ρώμην κατήντησεν ὁ Παῦλος. μ'. Περὶ διαλέξεως Παύλου τῆς πρὸς τοὺς ἐν Ρώτ μη Ἰουδαίους. το ἴσως, εὐπειθίας. 10 ἐξερεῖται οι πλήστων,
Page scan enlarged

Notebook

Full View