PG 125Theophylactus Bulgari Archiepiscopus
Argument on the Catholic Epistle of Saint James, with a Table of Contents
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1131–1132page 1 of 2
PG 125:1131τλ' ἔτη μέχρι τῆς ὑπατίας, τετάρτης μὲν 'Αρκαδίου, Αὐγούστων, Ο' Ινδικτιώνος τῆς τε πηρικής περι τρίτης δὲ Ονωρίου τῶν δύο ἀδελφῶν αὐτοκρατόρων όδου. Μηνὶ Ἰουνίῳ κθ' ἡμέρᾳ. ΘΕΟΦΥΛΑΚΤΟΥ ΕΞΗΓΗΣΙΣ ΑΚΡΙΒΗΣ ΤΩΝ ΚΑΘΟΛΙΚΩΝ ΕΠΙΣΤΟΛΩΝ. ΔΙΑ ΤΙ ΕΠΙΣΤΟΛΑΙ ΤΟΙΑΙΔΕ ΚΑΘΟΔΙΚΑΙ Καθολικαὶ λέγονται αὗται αἱ Επιστολαί· Ἰακώ σου μία, Πέτρου δύο, Ἰωάννου τρεῖς, καὶ Ἰούδα μία, οἱονεὶ ἐγκύκλιοι. Οὐ γὰρ ἀφορισμένως ἔθνει ἐνὶ, ἢ πόλει, ὡς ὁ θεῖος Παῦλος Ρωμαίοις, οίονε:, ή Κορινθίοις, προσφωνεί ταύτας τὰς Επιστολὰς ὁ τῶν τοιούτων τοῦ Κυρίου μαθητῶν Θίασος, ἀλλὰ καθόλου τοῖς πιστοῖς, ἤτοι τοῖς Ἰουδαίοις τοῖς ἐν τῇ διασπορᾷ, ὡς καὶ ὁ Πέτρος, ἢ καὶ πᾶσι τοῖς ὑπὸ τὴν αὐτὴν πίστιν Χριστιανοίς τελούσιν. ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΚΑΤΟΛΙΚΗΣ ΕΠΙΣΤΟΛΗΣ ΙΑΚΩΒΟΥ. Ἐπειδὴ γὰρ αὐτὸς ὁ Ἰάκωβος ταύτην γράφει τοῖς ἀπὸ τῶν δώδεκα φυλῶν διασπαρεῖσι, καὶ πιστεύσασιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· γράφει δὲ διδασκαλικὴν τὴν Ἐπιστολὴν, διδάσκων περί διαφοράς πειρασμῶν, ποῖος μὲν ἐστιν ἀπὸ Θεοῦ, ποῖος δὲ ἀπὸ τῆς ἰδίας καρδίας τῶν ἀνθρώπων ἐστί· καὶ ὅτι οὐ λόγῳ μόνῳ, ἀλλὰ καὶ ἔργῳ [δεί] δεικνύναι τὴν πίσ στιν, καὶ οὐχ οἱ ἀκροαταὶ τοῦ νόμου, ἀλλὰ οἱ ποιηταὶ τοῦ νόμου δικαιοῦνται. Περὶ δὲ τῶν πλουσίων παραγγέλλει, ἵνα μὴ προκρίνωνται τῶν πτωχῶν οἱ πλούσιος ἐν ταῖς ἐκκλησίαις, ἀλλὰ μᾶλλον καὶ ἐπιπλήττων α ὡς ὑπερήφανοι. Καὶ τέλος παραμυθησάμενος τους ἀδικουμένους, καὶ προτρεψάμενος αὐτοὺς μακροθυμεῖν ἕως τῆς παρουσίας τοῦ Κριτοῦ· καὶ διδάξας περὶ ὑπομονῆς, καὶ δείξα, ἐκ τοῦ Ἰὼβ τὸ χρήσιμον τῆς ὑπομονῆς, παραγγέλλει προσκαλεῖσθαι τοὺς πρεσβυτέρους ἐπὶ τοὺς ἀσθενοῦντας, καὶ σπουδά
col. 1133–1134page 2 of 2
PG 125:1133ζειν ἐπιστρέφειν τους πλανηθέντας, ἐπὶ τὴν ἀλήθειαν" εἶναι γὰρ τούτου μισθὸν παρὰ τοῦ Κυρίου ἄφεσιν ἁμαρτιῶν. Καὶ οὕτω τελειοῖ τὴν Ἐπιστολήν. ΕΚΘΕΣΙΣ ΤΩΝ ΚΕΦΑΛΑΙΩΝ ΤΗΣ ΚΑΘΟΛΙΚΗΣ ΕΠΙΣΤΟΛΗΣ ΙΑΚΩΒΟΥ. α'. Περὶ ὑπομονῆς, καὶ πίστεως ἀνυποκρίτου, καὶ ταπεινοφροσύνης πρὸς τοὺς πλησίον· ἐν ᾧ περὶ τῆς ἐν ὑμῖν πυρώσεως, καὶ τῶν ἐξ αὐτ τῆς παθῶν, ὅτι οὐ παρὰ Θεοῦ τὸ αἴτιον· εἴ τι γὰρ ἀγαθὸν ἡμῖν, παρ' αὐτοῦ. Περὶ πραότητος, καὶ ἁγνείας, καὶ πράξεως ἀγαθῆς μεταδοτικῆς ἐπὶ μακαρισμῷ, καὶ περὶ ἐπιστήμης καὶ συμ μετρίας λόγου. Περὶ τῆς πρὸς ἕκαστον ἀγάπης ἀπροσωπολήπτου κατὰ νόμον. Οτι οὐκ ἐκ πίστεως μόνον, ἀλλὰ καὶ ἐξ ἔργων, καὶ οὐ καθ' ἑκατέρων ἰδικῶς, ἀλλ' ἐξ ἀμφοῖν ἅμα δικαιοῦται άνθρωπος. "Οτι ἡ προπετῆς καὶ ἄτακτος γλῶττα θανατοῖ τὸν κεκτημένον, ἧς κρατεῖν ἀνάγκη εἰς εὐφημίαν καὶ δόξαν Θεοῦ. β'. Περὶ ἀναστροφῆς ἀγαθῆς καὶ ἀμάχου προς ἀλλήλους ἐκ φιλοδοξίας τῆς ἐπὶ σοφίᾳ ἀνθρωπίνῃ. γ. Περὶ θείας σοφίας. δ. Καὶ ὅτι ἐκ ῥᾳθυμίας, καὶ φιληδονίας, ἔρις, καὶ ἀκαταστασία, καὶ ἡ πρὸς Θεὸν ἔχθρα γίνε ται. ε'. Περί μετανοίας προς σωτηρίαν. ς'. Περὶ τοῦ μὴ κρίνειν τὸν πλησίον. ζ. Ὅτι οὐκ ἐν ἀνθρώπῳ, ἀλλ' ἐν τῷ Θεῷ τὰ διαβήματα ἀνδρὸς κατευθύνεται. 3. Περὶ πλεονεξίας πλουσίων καὶ τῆς ἐν κόσμῳ τρυφῆς αὐτῶν, καὶ περὶ δικαιοκρισίας Θεοῦ. 6. Περὶ μακροθυμίας καὶ ὑπομονῆς παθημάτων, καὶ περὶ ἀληθείας. ι'. Παραινέσεις ἰδικαὶ ἑκάστῳ προσήκουσαι μετὰ πίστεως. Καὶ ὅτι διακονητέον τῇ τοῦ πλησίον σωτηρία. καπι. ΕΠΙΣΤΟΛΗ ΚΑΘΟΛΙΚΗ ΤΟΥ ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΙΑΚΩΒΟΥ. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. 1. • Ἰάκωβος Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος, ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ, γαίρειν.» Θεοῦ μὲν τοῦ Πατρὸς, Κυρίου δὲ τοῦ Ἰησοῦ, ὥστε εἰ ἐξ ἴσου Πατρὸς καὶ Υἱοῦ δοῦλος,
Page scan enlarged

Notebook

Full View