PG 126Theophylactus Bulgari Archiepiscopus
Oration on the Presentation of the Blessed Virgin Mary
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 131–132page 1 of 10
PG 126:131αὐτὴν κατὰ πρὸ εἶπεν προείπεν), ὡς ἔνεστι τὰ ποιηθέντα αὐτῇ μεγαλεία σεβασθησόμεθα; μᾶλ λον δὲ καὶ ταῦτα τῷ ἀνεκδιηγήτῳ δοξάσομεν, τὸ μέγεθος κηρύττοντες, οἷς μὴ καταλαμβάνομεν. "Αμπ γάρ τι καὶ ἁγιασθησόμεθα, καὶ γλῶτταν οἱ λέγοντες, καὶ ἀκοὴν οἱ ἀκούοντες. ἢ τὸ κατὰ δύναμιν εἰπόντες, καὶ μακαρίσαντες β β'. Είχε μὲν ἡ ἀνθρωπίνη φύσις κακῶς, καὶ ἀπαξ ἀποσπαθεῖσαι Θεοῦ, οἷά τις λίθος ἐξ ακρωρείας εφέρετο θραυομένη, καὶ διασπειρομένη πρὸς πολλές δόξας καὶ γνώμας, καὶ φθειρομένη διὰ ταῦτα ἐλεεινῶς. Καὶ ἀπὸ γυναικὸς λαβοῦσα ἀρχὴν ἡ ἀπά τη, ἅπαν τὸ γένος ἐνέμετο, μηδὲ τοῦ στεῤῥοτέρου φεισαμένη μέρους τῆς φύσεως. Τί γοῦν; Ὁ μέγας ἡμῶν Ποιητὴς καὶ Προνοητής ἀναδείκνυται, καὶ πιο στοῦται τῇ προνοίᾳ τὴν ποίησιν, καὶ τὴν σοφίαν τῆς περὶ τὰ κτίσματα διοικήσεως, τῆς περὶ τὸ κτίσαι δυνάμεως προβάλλεται κήρυκα. Δεῖ γὰρ τὸ ποιῆσαν προνοείσθαι του ποιηθέντος, εἴ γε μακροτέραν αὐτῷ τὴν σύστασιν εἶναι βούλοιτο, καὶ μὴ ἅμα τὸ [[. τῷ] παγῆναι τὴν λύσιν λαβεῖν· ἢ οὕτως γε, ἄλογος ἂν εἴη κτίσις· καὶ ἄτεχνος, παῖς ἀληθῶς, καὶ ψάμμους 10 παίζων, τῷ κτίζειν καὶ πλέον παι ζόμενος. γ'. Οὔχουν ἀπρονοήτους ἡμᾶς ὁ Κτίστης κατέλιπεν· ἀλλὰ καὶ ὁμιλίαις καὶ ἐπιφανείαις συνετίζων καὶ συμβιβάζων, καὶ ἐνυπνίοις σοφίζων, καὶ παντ τοίως εὐεργετῶν, καὶ νόμον διδοὺς εἰς βοήθειαν, ἤδη δὲ καὶ τοῖς αὐστηροτέροις στύφων, καὶ τοῖς βαρυτέροις πιέζων, ἵν᾽ ἐκτακείη πᾶν ὅσον σαρκώδες καὶ περιττὸν καὶ ἀκατοίκητον Πνεύματος", καὶ τί γὰρ οὐ ποιῶν, τί δὲ οὐκ ἐπιτεχνώμενο;; Ἐπεὶ πάντα τῆς ἡμετέρας ῥαθυμίας ἑώρα δεύτερα, καὶ ἀπὸ κεφαλῆς ἄχρι ποδῶν ὑπὸ τῶν πικρῶν πληγέντα 18 λῃστῶν, οὔτε ἔλαιον, οὔτε καταδέσμους, παρά τε τοῦ νόμου καὶ τῶν προφητῶν ἐδεχόμεθα, ἀντιπαρ ερχομένων ἡμῶν καὶ ἀδυνατούντων διὰ τῆς βασι λευούσης ἐν τῇ σαρκὶ ἡμῶν ἁμαρτίας, αὐτὸς ἐν ομοιώματι σαρκὶς ἁμαρτίας 10 γενέσθαι σπλάγχνοις χρηστότητος ἐκβιάζεται, ὡς ἂν κατακρίνας τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, καὶ εἰς ὑπὲρ πάντων ἀποθανών, πάσῃ τῇ φύσει τὴν νίκην χαρίσηται Ἐπεὶ δὲ ἐβασίλευσε μὲν ὁ θάνατος, ὑπὸ τῆς ἁμαρτίας δορυφορούμενός τε καὶ κρατυνόμενος, καὶ πολλὴν εἶχε καθ᾿ ἡμῶν δυναστείαν, οἷα ἐν ἀνομίαις συλλαμβανομένων, καὶ ἐν ἁμαρτίαις τικτομένων, καὶ φύσεως ἦν ἀνάγκη τους τικτομένους καὶ φθεί ρεσθαι· ἔδει διὰ ταῦτα ἁγιασθῆναι καὶ τὴν γέννησιν, καὶ στῆναι τὸν τοῦ θανάτου χειμάρρουν διά τῆς κοιλάδος τῆς τῶν ἁμαρτωλῶν γεννήσεως ῥέοντα, τῷ μεγάλῳ τῆς ἁγιωσύνης ἀνακοπέντα ἐρύματι. ο * καθά. 6 * σεβασθησόμεθα, ἡ περιεργασόμεθα. ' ἀποσπασθεῖσα, " ή ε! μή. Ο χτίστης. μου. " Πνεύματι. Η πληγέντες. εἰ πλὴν ἁμαρτίας. χαρίσε:α:. το κατά φ
col. 133–134page 2 of 10
PG 126:133δ'. Ἐπεὶ οὖν ταῦτα οὕτω καὶ τὰς εἰς τὸν παρόντα 4. βίον εἰσόδους 15 ἔδει πρώτως ἀπολαῦσαι τῆς χάριτος, ἵνα καὶ τὰ τέλη τούτοις ἐπακολουθήσῃ κατάλληλα ἐκλέγεται καὶ ἡ πρὸς τὸν τόκον ὑπηρετήσουσα, πά σαις χαριτωθεῖσα ταῖς ἀρεταῖς, καὶ πάσης κτίσεως ὑπερέχουσα, φυλῆς μὲν οὔτα βασιλικῆς (ἐξ Ιούδα γὰρ), καὶ γονέων λαμπρῶν καὶ τὸ τοῦ τόπου μέρος, λαμπροτέρων δὲ καὶ τὴν εὐσέβειαν, καρπὸς δὲ τούτοις ἀναφανείσα θεόσδοτος. Οἷα γὰρ δὴ τὰ τοῦ Θεοῦ κρίματα, ἄμεμπτοι μὲν ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν ἐπορεύοντο, ἐκινδύνευον δὲ μὴ διαδρᾶναι τὸ τῆς ἀτεχνίας ὄνειδος, εἴτε τὴν πίστιν αὐτῶν τοῦ Θεοῦ δοκιμάζοντος, ὥσπερ ἄρα καὶ τοῦ προπάτορος. Ἀβραὰμ (φιλεῖ γὰρ ἀεὶ τοῖς δυνατωτέροις ἐπιτιθέναι τὰ βαρύτερα, ἵνα καὶ αὐτοὶ στεφανώνται λαμπρότερον, καὶ τοῖς μετέπειτα παράκλησις γένωνται), εἴτε τι ἄλλο ἐν τούτοις δεικνύντος μυστικώτερον καὶ συμβολικώτερον. Πλὴν ἀλλ᾽ ἐκεῖνοι τὰς καρδίας πῶς ἂν εἴποις ἐδάκνοντο, καὶ τῇ μνήμῃ τῆς ἀτε κνίας διεσπαράττοντο· καὶ μᾶλλον τὴν μακαρίαν Ανναν (καὶ τί γὰρ ἡ γυνή; χρῆμα μαλακόν, καὶ λύπαις εὐένδοτον, καὶ μάλιστα τῷ ζήλῳ ὑποκνιζόμενον). ἡ ῥομφαία τῆς ἀπαιδίας συνέκοπτε. Τί οὖν; Οὐ πρὸς Ιατρούς καταφεύγουσιν, οὐ περιάπτοις δεσμοῦνται, οὐ πόμα ζητοῦσι περὶ τὰς κυήσεις λυσιτελοῦν 10, οὐ γόητα 30 ἐπικαλοῦνται· ταῦτα γὰρ? ἀνθρώπων ἀρρώστων εἶναι ὡς ἀληθῶς, καὶ τὰς ψυ χὰς τῇ ἀπιστία καταποθέντων, καὶ δεσμουμένων ἀῤῥήτοις τοῦ Πονηροῦ ἅμμασιν, οἳ οὐδὲ σπέρμα, τῷ βίῳ καταλιπεῖν ὄντως δίκαιοι. Ούκουν ἐκεῖνοι τοιαῦτα· πρὸς δὲ τὸν Ποιητὴν τῆς κτίσεως βλέπουσι, τὸν καὶ ἀπ' ἀρχῆς δόντα τὸν πληθυσμὸν, καὶ τὴν αὔξησιν, καὶ τὴν μήτραν Σάβρας νενεκρωμένην ζωοποίησαντα, καὶ νηστείαις ἑαυτοὺς ἐκδόντες, εὐ χαῖς τε τὴν θείαν ἐπισπασάμενοι ἀγαθότητα, και τῶν παλαιῶν θαυμασίων ἀναμνήσαντες ὧν αἱ τῶν πατριαρχῶν γυναῖκες ἀπέλαυσαν, ὧν ἡ Σουμανίτις, ὧν ἡ τοῦ Σαμουὴλ μήτηρ "Αννα, σπείροισι, καὶ ἐν ἀγαλλιάσει θερίζουσι· καὶ οἱ πρὶν ἐξουδενωμέ και τους νεφρούς, ἠλλοιώθησαν, καὶ τίκτεται τούς τοις θυγάτριον, τοσοῦτον ὑπερέχον αὐτοὺς 3 άγιω σύνῃ καὶ χάριτι, ὅσον καὶ ἡ ἐν αὐτῷ τοῦ Θεοῦ κατασκήνωσις, ἢ ἀνάπαυσις, τῆς ἐν ἐκείνοις οἰκή σεως. Τοῖς μὲν γὰρ ἁπλῶς ἐνῴκει Θεός, κατὰ τὸ εἰδ ρημένον· Ενοικήσωἐν αὐτοῖς καὶ ἐμπεριπατήσω τῆς δὲ τὴν μήτραν οὐσιωδῶς ὁ Θεὸς ἐπλήρωσεν. ε'. 'Αρ᾽ οὖν τὴν χάριν ἡγνόησαν; ἆρα τοὺς ἀγενεῖς γονεῖς ἐμιμήσαντο; καὶ γήρως χειραγωγὸν, καὶ βίου κληρονόμον, καὶ γένους διάδοχον τὴν παῖδα ἕξειν έλω πίζοντες, οἴκοι παρακατέσχον τρυφερώτερον ἀνα τρέφοντες; Ἀλλ᾽ οὐκ ἂν ἦσαν ὄντως ἐκείνης γονεῖς, 15 εἰσόδους ἡμῶν. 1 δὲ τὰ θεῖα, καί. Οι αρρήκτοις. "' ἑαυτοὺς ἀναμνήσαντες. ἡ μακαρία Αννα. πόματα. 33 αὐτῶν. 19 λυσιτελοῦντα. το γόητες.
col. 135–136page 3 of 10
PG 126:135οὐδ' ἂν ἐξ ἀρχῆς ταύτην λαβεῖν ἠξιώθησαν, εἰ τοιαῦτα φρονεῖν ἐπεφύκεσαν. Πᾶσαν δὲ προσπάθειαν σαρκικὴν ἐκ τοῦ Πνεύματος αποξήσαντες, καὶ παντὸς ὑπεράνω γενόμενοι, δῶρον δωροῦνται Θεῷ τὸ θεόσο δοτον αὐτοῖς ἀγαθὸν, καὶ δεικνύουσιν ὡς ἐξ ἐκείνου τὸ καλὸν ἔχουσιν, οἷς ἐκείνῳ ἀποδεδώκασι. Καὶ πρὸς τὸν ναὸν ἀποφέρουσιν ἀνάθημα τῷ δεσπόζοντι ζῶν καὶ κινούμενον, καὶ τῷ οἴκῳ τοῦ Κυρίου ἡ εὐπρέπεια ἐπιτίθεται, καὶ ὁ τόπος αὐτῷ ἀποκληροῦται τοῦ τῆς δόξης σκηνώματος (ὰ καὶ Δαβίδ ἀγαπῶν μὲν ὁμολογεῖ 8, ὀφθαλμοῖς δὲ ἰδεῖν οὐκ ἠξίω ται)· καὶ ἐπιλανθάνεται μὲν ἡ Παῖς τοῦ οἴκου τοῦ πατρικοῦ, τῷ βασιλεῖ δὲ προσάγεται τοῦ κάλλους αὐτῆς ἐπιθυμήσαντι. Προσάγεται δὲ οὐκ ἀπαρρησιάστως, οὐδ᾽ ἀφιλοτίμως καὶ ἀκλεῶς, ἀλλὰ μετὰ λαμπρᾶς τῆς πομπῆς ἐξάγεται μὲν τῆς οἰκίας μετ' εὐφημίας πάντων κροτούντων τὰ ἐξιτήρια· ἅπαν δὲ τὸ συγγενικὴν, καὶ γειτονικὸν, καὶ ὅσον κατά φιλίας δεσμόν, τοῖς γονεῦσι ταύτης συνείποντο. Πατέρες μὲν περὶ τὸν πατέρα, μητέρες δὲ περὶ τὴν μητέρα συνέχαιρον, κόραι δὲ καὶ νεάνιδες αὐτῇ λαμπαδηφόροι τῇ τοῦ Θεοῦ Παιδὶ συμπροήεσαν, οἷόν τις κύκλος ἀστέρων τῇ σελήνῃ συνυποφαίνων 26 καὶ πᾶσα ἐξηγεῖτο Ἱεροσόλυμα, την καινὴν ταύτην πομπὴν θεώμενοι, κοράσιον τριετές, τοσαύτῃ δόξῃ περιστελλόμενον, τοσαύτῃ λαμπροφορία τιμώμενον. Ἐπεὶ δὲ ὁ ναὸς εἶχεν αὐτοὺς, ἅπαν τὸ ἱερατικές ἀπήντα φῦλον τοῖς ᾄσμασι δεξιούμενον· καὶ αὐτὸν τὸν ἀρχιερέα τὸ θαῦμα ἐκίνει, καὶ τοσούτῳ μᾶλλον, ὅτῳ καὶ τῶν ἄλλων ἦν ἐνθεώτερος. ς΄. Καὶ οἱ γονεῖς τὴν Παῖδα προσάγουσιν αὐτῷ, καὶ πιστεύουσι, διηγούμενοι μὲν καὶ τὴν στείρωσιν, καὶ τὴν ἐπὶ ταύτης ἐπαγγελίαν, ὁμολογοῦντες μέντος καὶ ἄλλως ὑπὲρ αὐτοὺς εἶναι τὴν ἀνατροφὴν τῆς Παιδός· θειοτέραν γὰρ οὔταν, δεῖσθαι καὶ τῆς ἀνα γωγῆς ἀναλόγως 31 ἵνα μὴ μαργαρίτης, οὕτω λαμ πρὸ;· καὶ ἀτίμητος, ῥάκει πενιχρῷ προσαρμόζοιτο, δέον αὐτὸν τῷ βασιλείῳ πέπλῳ παρενείρειν, εἰς δόξεν καὶ κόσμον μείζονα. 'Ο δὲ ἀρχιερεὺς, τότε δὴ μᾶλ λον ἐκστὰς ἑαυτοῦ, καὶ ὑπὸ Θεοῦ ληφθεὶς, κατείδε μὲν τὴν Παῖδα θείων χαρίτων ἀληθῶς καταγώγιον, ἀξίαν δὲ μᾶλλον, ἢ αὐτὸς, τῷ τοῦ Θεοῦ προσώπῳ διὰ παντὸς ἐμφανίζεσθαι. Συνῆκε δὲ τὸ βαθέως ἐν τῷ νόμῳ περὶ τῆς κιβωτοῦ λεγόμενον, ὡς εἰς τὰ ῞Αγια τῶν ἁγίων ἀποτεθησομένης, εἰς ταύτην δὴ τὴν Κό την ἀποσκήπτειν τρανῶς. Μηδὲν οὖν ἐνδοιάσας, μηδὲ ὑποσταλείς, τολμᾷ τι παρὰ τὸν νόμον δίκαιον μᾶλλον δὲ ὑπὲρ τὸν κάτω νόμον γενόμενος, καὶ δια βὰς τὸν γνόφον τοῦ γράμματος, μετὰ τοῦ Πνεύματος γίνεται, καὶ φέρων εἰς τὰ τῶν ἁγίων Αγια τὸ ἀνά θημα ἀποτίθησι· καὶ δέχεται τόπος κόρην, ο μηδενί μὲν τῶν ἄλλων ἀνδρῶν 38 θεατὸς, μηδενὶ δὲ τῶν ἱερέων βατός, μηδ' αὐτῷ τῷ ἀρχιερεῖ, ὅτι μὴ ἅπαξ 24 δμολόγει. 15 δεσμά. 16 συνυποφαίνοντες. ε' ἀναλόγου. 18 μηδὲ θεατός.
col. 137–138page 4 of 10
PG 126:137πατούμενος. Έδει γὰρ τὴν ὑπὲρ πᾶσαν τὴν φύσιν ἁγιασθεῖσαν τῇ καθαρότητα, καὶ δικαιωθεῖσαν ἐκ μήτρας, μὴ νόμου δουλεύειν βαρύτητι, τοῦ μηδενί δικαίῳ κειμένῳ, μόνοις δὲ ἐπιτιθεμένου 30 τοῖς ἁμαρτάνουσι. Νόμος μὲν γὰρ τῶν παραβάσεων χάριν ἐπεισῆλθε κἀκείνοις ἐπετέθη παιδαγωγὸς, τοῖς δεομένοις παιδαγωγίας. Ἐκείνῃ δὲ, τῇ καὶ τῶν ἀγγέλων ὑπερκειμένῃ, οὐ νόμος, ἀλλ' ἡ χάρις ἐπετέλει τὰ τελεώτερα. Επισημαίνει δὲ ὁ Θεὸς, τοῖς γινομένοις ὡς αὐτοῖς ἀρισκόμενος· ἀγγέλῳ γὰρ διακόνῳ πρὸς ἀνατροφήν τῆς ἀνατεθείσης κέχρηται, καὶ τρέφει παραδόξῳ τρόπῳ τὴν τεξομέ νην αὐτὸν καὶ τρέψασαν 10, ἵνα μηδὲν αὐτῆς σχεδόν εἴη ἀνθρώπινον, πάντα δὲ θεῖα ἐμφαίνοιτο 36. ζ. Τοῦτό ἐστιν ἡμῖν ἡ πανήγυρις", τοῦτο ἑορτάζομεν σήμερον, Κόρης προσαγωγήν, καὶ εἰς τὰ Αγρια τῶν ἁγίων εισαγωγήν. Ὢ καινὸν μὲν πράγμα, καινὸν δὲ ἄκουσμα! θῆλυ Παιδίον τοῖς τοῦ Θεοῦ ἀδύτοις καὶ ἀθεάτοις ἐνδιαιτώμενον. Καίτοι κἂν εἰς τὴν αὐλὴν μόνην ἐπάτει, διὰ παντὸς καὶ τοῦτο ἂν ἐδείκνυ ταύτης τὴν πρὸς τὸν Δεσπότην οἰκείωσιν, εἴ γε τὸ, Πατεῖν τὴν αὐλήν μου οὐ] προσθήσεσθε, παρὰ Θεοῦ τοῖς προσκεκρουκόσιν ὥρισται· κἂν εἰ μόνον εἶδε τὰ ῾Αγια, καὶ τοῦτο μέγα παῤῥησίας ενέχυρον· κἂν ἅπαξ εἰσῆλθε τοῦ ἔτους, μεῖζον καὶ τοῦτο τῆς τῶν γυναικών ταπεινότητος. Νῦν δὲ τὴν αὐλὴν ὑπερβᾶσα, τὸ δεύτερον καταπέτασμα διαβάσα, τῶν ᾿Αγίων ἐπιβᾶσα, τῷ Θεῷ συνεῖναι διηνεκῶς ἀφορίζεται, καὶ τῇ φύσει τῶν ἀνθρώπων ἀραβὼν ἀῤῥαβ.] τῆς μετὰ ταῦτα χάριτος γίνεται. προδεικνῦσα ἐν ἑαυτῇ τὸ ἡμέτερον, καὶ προοδοποιοῦσα παντὶ τῷ γένει τὴν εἰς τὰ οὐράνια Αγια καὶ ἀλη θινὰ ἀναδόν τε καὶ εἴσοδον, καὶ τὸν νόμον αὐτόθεν φαίνουσα καταργούμενον· ἐς μὴ δυνάμενος δικαιούν, μηδὲ καθαίρειν ἁμαρτιῶν, ἀπείργεν ἔξω σχεδόν τι τῶν ἁγίων σύμπαντας. Έμελλε γὰρ ὁ Χριστὸς πάντας δικαιώσαι 30 χάριτι, καὶ λύσας τὸ μεσότοιχον τοῦ φραγμοῦ, πᾶσιν ἀνοίξαι τὰς τῶν πρὶν ἀβάτων εἰσ όδους, καὶ ἁγιάσας πάντας, καὶ καθαρίσας ὕδατί τε καὶ Πνεύματι, εἰς τὰ τῶν ἁγίων εἰσδέξασθαι "Αγια. Διὰ ταῦτα τὴν Παρθένον προϋποδέχεται. Καὶ τὰ νῦν ἐπ' αὐτῇ γεγονότα, τῇ πρὸς αὐτὸν παντὸς τοῦ γένους μετὰ ταῦτα καταλλαγῇ ο όμηρα πιστα δια δωσι, η'. Παιδίον μὲν οὖν ἀνατίθεται, διὰ τὴν ἀκακίαν 8. καὶ τὴν εὐθύτητα τῶν γὰρ τοιούτων ἐστὶν ἡ βα σε 10 κειμένου. 30 ἐπιτεθειμένου. οι παρεισήλθε. 33 δ' ἐπεστάθη. 20 ενήργει. Οι τροφήν. 20 θρέψου σαν. δὲ ἐμφαίνηται. ": Υπό τούτου συνεκλήθημεν τήμερον· τούτο νῦν ὑμνεῖν προτρεπόμεθα, τὴν εἰς τὸν ναὸν καθαρωτάτης Κόρης προσαγωγήν, καὶ εἰς τὰ ῾Αγια τῶν ἁγίων ἀπα γωγήν. εἰς ἁμαρτίας. δικαιώσας. τῆς καταλλαγῆς.
col. 139–140page 5 of 10
PG 126:139σιλεία τῶν οὐρανῶν, καὶ τῶν ἀκακων ἀντιλαμβάνεται Κύριος, καὶ εὐθύτητα εἶδε τὸ πρόσωπον αὐτοῦ. Θῆλυ δὲ διὰ τὴν Εὔαν δι' ἦν καὶ ἐξ ἧς ἡ παράβασις, ἵνα ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, υπερ περισσεύσῃ ἡ χάρις· καὶ παραδείσου ἐκβαλοῦσα γυνή, εἰς τὰ τῶν ἁγίων Αγα τῆς φύσεως προηγήσεται. Τριετὲς δὲ, διὰ τοῦ ἀριθμοῦ μυστικῶς τῆς Τριάδος ἐμφαινομένης, ἢ τὴν ἁγιωσύνην ηύξατο “ Τί δὲ ἡ πομπή; Το πεπαρρησιασμένον τῆς χάριτος, εἰς πᾶσαν τὴν γῆν ἐξελθούσης, ἀλλ' οὐχ ἑνὶ τόπῳ περικλεισθεῖσα σε κατὰ τὴν τοῦ νόμου στενότητα. Τε δὲ αἱ νεάνιδες; Ψυχαὶ τοῦ κατὰ Θεὸν καὶ νέου φυράματος, τῇ Παρθένω συμβιβάζουσαι 4 κατά μίμη σιν. Εχω τι κάν ταῖς λαμπάδες [[.— ἔαις] όραν; Τὸ φῶς τοῦ βίου λάμπον εἰς δόξαν Θεοῦ, καὶ τὸν τῆς γνώσεως φωτισμὸν, ἐν ταῖς πρακτικαῖς χερσὶν ἀν απτόμενόν τε καὶ κατεχόμενον, ὡς τῷ γε παρειμένας ἐσχηκότι τὰς χεῖρας, καὶ ὑπὸ τῆς ἰσχύος έγκατα λελειμμένῳ, δ φησιν ὁ θεῖος Δαβίδ, καὶ τὸ φῶς τῶν δ ὀφθαλμῶν, καὶ αὐτὸ οὐ πάρεστι. Πνεῦμα γὰρ ἅγιον δόλον φεύξεται, καὶ οὐκ ἐνοικήσει ἐν σώματι καταχέω ἁμαρτίας. θ'. Σὺ δέ μοι τῇ σκιᾷ παρακάθισο θησο] και σκανδαλίζου τοῖς λεγομένοις διὰ τὴν σαυτοῦ τύφλωσιν, καὶ μηδὲν φρύνει περαιτέρω τοῦ γράμματος. ὁ σκληροτράχηλος, καὶ ἀπερίτμητος τῇ καρδίᾳ καὶ τοῖς ὠσὶν, ὁ ἀεὶ ἀντιπίπτων τῷ Πνεύματι. Εστιν ἀρχιερέα οὕτω παρανομείν λέγεσθαι 4 προφανώς, καὶ παρακεκινδυνευμένως πράττειν, εἰ μή τι περὶ τῆς Παιδὸς θειότερον πέπειστο; Πῶς δ' ἂν οὕτω παραβόλως ἐν ἐπεισήγαγε την Κόρην, εἰ μὴ συμβούλους εἶχε τοῦ σοφωτέρους, τὴν δήλωσίν τε καὶ ἀλή θειαν, οἷς ἐκεῖνος ἐ τὸ στῆθος είχε κοσμούμενον, καὶ παρ' ων ἐξεδέχετο τοῦ ἀεὶ ποιητέου τὸ σύνθημα; Τίς δὲ ἂν ταῦτα τῶν ἱερέων ἠνέσχετο; Πῶς δ' ἂν τὸν λαὸν οὐ συνεκίνησε τὸ πρᾶγμα καινοτομούμενον, καὶ ἄλλως στασιώδεις ὄντας, καὶ ταῖς καινοτομίαις ἀεὶ έφεδρεύοντας; ᾿Αλλὰ γὰρ ἦν κραταιότερον τὸ τοῦ Θεοῦ θέλημα, καὶ ἃ ὁ Θεὸς ὁ ἅγιος ἐκύρωσεν, οὐδεὶς ἀνθρώπων είχε διασκεδάζειν, καὶ τοῖς ἀρνήτοις " χρο λινοῖς τῆς Προνοίας, αἱ πάντων σιαγόνες ἤρχοντο καὶ κατείχοντο, ἐπαινούντων ὡς ὑπὲρ ἀνθρωπίνους λογισμοὺς τὰ γινόμενα. Αλλ' οὐ συναινείς τούτοις ὡς ἀληθέσιν, οὐδὲ πιστεύεις ἐν τῷ Θεῷ; Κοινὸν μέν σοι τοῦτο πρὸς τοὺς προγόνους, καὶ πατρῷον τὸ σεμνολόγημα, οἷς μὴ πιστεύουσιν ἐν τῷ Θεῷ, ἀλλ ἐξουθενήσασι γῆν ἐπιθυμητήν, Τεσσαράκοντα έτη, φησὶν ὁ ἀπιστηθείς, προσώχθισα, καὶ εἶπα· 'Αεὶ πλανῶνται τῇ καρδίᾳ. Πλὴν ἄρα κι μὴ καὶ τοῖς Ελλησιν ἀνοίξῃς πλατυτέραν θύραν εἰ, ἀπιστίαν τῶν ἐν τῷ νόμῳ Θεοῦ θαυμασίων, οὕτως ἐμότε τοῖ; το ν, 20. σε συμβαδίζουσαι. Η οι συναύξησε. ως περικλεισθείσης. τοῖς ἀβάτοις. βήκτοις, τα ήγχοντο. οἱ ἀλλ' ὅρα. καταχρέῳ. 48 • ελέσθαι. 48 ἀγάλμασι. 49 ἀρ
col. 141–142page 6 of 10
PG 126:141ἡμετέροις χωρῶν, καὶ τῷ νόμῳ δοκῶν συνηγορείν, λάθῃς κατὰ τοῦ νόμου προφέρων τὰ σὰ ψηφίσματα. ι. Αλλ᾽ Ἰουδαῖοι μὲν τὸ κάλυμμα κατὰ τῶν ὀμ μάτων φερέτωσαν, καὶ μηδὲν φωτοειδὲς καὶ Θεοῦ βλεπέτωσαν ἄξιον. Ἐκάμμυσαν γὰρ τοῖς ὀφθαλμοῖς, καὶ διὰ τοῦτο οὐκ ἔγνωσαν, τι ἐν σκότει δια πορεύονται. Ἡμεῖς δὲ ἀνακεκαλυμμένῳ προσώπω τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, καὶ τῷ φωτὶ τούτου σημειούμενοι καὶ μορφούμενοι, μὴ μόνον τὰ τῆς ἑορτῆς κατοπτεύσωμεν, καὶ τιμήσωμεν, ἀλλὰ καὶ αὐτοὶ ἑορτὴ γενώμεθα, ή τι ἑορτῆς ὑπόθεσις. Εσται δὲ τοῦτο πῶς; Χθὲς ἦσθα στείρα ψυχὴ καὶ άκαρπος, μηδὲ οι τέκνον γεννῶσα ζωής φωτός σε ἄξιον; σήμερον ἐν τῇ γαστρὶ λάβε τὸν δεσποτικὸν φόνον, νηστείαις χρησταῖς ", δάκρυσιν, ἐξομολογήσεσι, τοῖς ἀγαθοῖς ὄντως σπέρμασι, καὶ Πνεῦμα σωτηρίας σεαυτῷ ἀπογέννησον, καὶ τρέψον στ τέκνον, καὶ αὔξησον, τῇ μέχρι τῆς σεβασμίας Τριάδος πίστει, μηδὲ πολυθεῖαν εἰσάγων, δημῶδες γάρ μήτε μοναρχίαν 80, ἐνδιές γάρ· καὶ τὸ μὲν τῆς αἰσχροπαθείας Ελληνικής, διαδοχὰς περινοησάντων θεότητος, τὸ δὲ τῆς Ἰουδαϊκῆς μικροπρεπείας, μή χωρησάντων τὰ τρία, διὰ τοῦ λογισμοῦ τὴν στενότητα. Καὶ ἀπόδος τῷ Κυρίῳ ἀνάθημα, παρ' οὗ πᾶσα δό σις ἀγαθή· μὴ τοῖς σεαυτοῦ πόνοις ἀνατιθεὶς τὸ ἀγαθὸν ἔκγονον, τῇ δὲ ἐκείνου δυνάμει καὶ χάριτι. Ἐπιλαμπέτω σοι καὶ τὸ τῆς παρθενίας φῶς, ἡ σως φροσύνης, ἀκατάσβεστον, καὶ οὕτως ἄξιος ἔσῃ τοῦ εἰσελθεῖν, ἢ εἰσάγειν 5 εἰς τὰ Ἅγια· ἁγιασμοῦ γὰρ χωρὶς καὶ καθαρότητος, οὐδεὶς τὸν Κύριον δίνεται, Παύλῳ λέγοντι μετὰ τοῦ Κυρίου πείσθητι. Οὕτω δὴ τραφείσῃ " τῷ θείῳ ἄρτῳ καὶ μυστικῷ δι' ἀγγέλου κομιζομένῳ καὶ διδομένῳ σοι, εἴπερ ἄγγε λος Κυρίου ὁ ἱερεὺς καὶ λέγεται, καὶ πιστεύεται. ια'. Τοιαῦτα τὰ κέρδη τῆς κατὰ Χριστὸν πανηγύρεως· οὕτω Χριστιανοὶ ταῖς ἑορταῖς ἐμφαιδρύνον. ται. Παρθένο; εἶ; τὴν δόξαν ἴδε τῆς παρθενίας, καὶ που προσάγει τε καὶ ἀνάγει, καὶ τίνι τρέφει, καὶ διὰ τίνος, καὶ μὴ δῷς εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξῃ ἡ λαμπάς, μηδὲ ἀναβῇ σοι διὰ τῶν θυρίδων ὁ θάνατος, μηδὲ βεβηλώσῃς τὸ τῆς ἀφ θαρσίας ἅγιον, ἀνάκλησιν οὐ δεχόμενον. Τίς γὰρ ἑαυτῷ τὴν παρθενίαν ἀπεκατέστησε, κἂν τὰς σάρ καὶ ἐκτήξῃ, κἂν ἑαυτὸν τηρήσῃ καὶ τοῖς κλέπται; λογισμοῖς ἀνεπίβατον; ᾿Αλλὰ δεσμὰ γάμου περι ετέθη σοι; ὅρα μὴ τὸν γάμον αἰτιάσῃ τῆς ἀπὸ Θεοῦ διαστάσεω;, μηδὲ προφασίσῃ τὰ μάταια. Ἰωακεὶμ γὰρ καὶ Αννα, καὶ ὑπὸ γάμον, καὶ οὐκ ἔξω Θεοῦ καὶ τὸ καινότατον, ἐπειδὴ τὴν τοῦ γένους διάδοχον ἔχοντες οι προήκαντο, την γνώμην « ἔχουσιν ἀδιάδο να καί. οὐδὲ συνῆκαν ὅτι. οι μηδέν. σι καὶ φωτός. δε χρῆσαι. Οι θρέψον. στενώσης εἰς ἓν πρόσωπον εἶτ᾽ οὖν ὑπόστασιν, εἰσαγαγεῖν. το τραφήσῃ. οι εκόντες. μνήμην
col. 143–144page 7 of 10
PG 126:143χον· καὶ θυγατέρα Θεῷ δόντες, πατέρες Θεοῦ εἶναι καὶ κατὰ λόγον ἁρμόζοντι. καλεῖσθαι ἀντέλαβον. Πρὸς τούτους βλέπων, καὶ τῷ γάμφ τὰ εἰκότα λειτούργησον, ὥσπερ Καίσαρι, καὶ τῷ Θεῷ ἀπόδος τὰ τοῦ Θεοῦ. Στέργε σου τὴν σύ ζυγον ὡς οἰκείαν σάρκα (Οὐδεὶς γὰρ ἑαυτὸν ἐμί σησε), καὶ μὴ περαιτέρω σοι τῆς σῆς οἰκίας ἐπε εκτεινέσθω τὰ ἔμματα. Πίνε ὕδατα ἀπὸ σῶν φρεάτων· στενὰ γὰρ τὰ ἀλλότρια, θλίψιν τῇ σαρκὶ κἀνταῦθα τὴν ἐκ τῶν νόμων ἐπάγοντα. Τὰ τέκνα τρέφε ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, δεδοικὼς τὸ τοῦ ἀρχιερέως Ηλεὶ κατάκριμα· καὶ ἡγιάσθης τῷ γάμῳ, καὶ τὸν γάμον ἡγίασας, καὶ γέγονας ἀμφιδέξιος, καὶ τὰ τοῦ κόσμου κατὰ Θεὸν μεταχειρισάμε. νος, καὶ τὴν Γραφὴν ἐπαληθεύουσαν σοι ἀνέδειξας 4, ὅτι παρὰ Κυρίου ἁρμόζεται ἀνδρὶ γυνή, τὴν καλὴν όντως ἄρμοσιν ε, καὶ στεφανίτιν ω Θεῷ, τῷ πάντα ιβ'. Οὕτως ἑορτάζοιμεν, ἀδελφοί, οὕτως ἑορτα ζοίμεθα, ἵνα δὴ καὶ τῆς εἰς τὴν τελεωτέραν τῶν ἁγίων ἀγίας εἰσόδου ἀξιωθείημεν, ψυχαί παρθένοι καὶ πάντων κακῶν καθαρεύουσαι (ἣν ἀληθινὴν παρο θενίαν ὁ λόγος τίθεται), τὰς λαμπάδας τῷ τῆς φιλο ανθρωπίας ἐλαίῳ λαμπράς κατέχουσαι, όπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστός, αὐτὴν ταύτην συλλήπτορα καὶ τῆς προθέσεως καὶ τῆς πράξεως ἔχοντες τὴν τοσούτων ἡμᾶς χαρίτων κατα ξιώσασαν, καὶ νῦν διὰ τῆς ἑορτῆς αὐτῆς ἁγιάζουσαν, καὶ τότε τοῦ κάλλους καταξιώσουσαν, τῆς παν αγίας καὶ πάντων ἐσωτέρας Τριάδος, τοῦ Πατέρος, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, τοῦ ἑνὸς Θεοῦ· ᾧ πρέπει πᾶσα δόξα, τιμή, καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ο οι δείξας. Οι άρμογήν. στεφανοῦται, μακαρίας.
col. 145–146page 8 of 10
PG 126:145ΥΣΤΑΤΟΝ ΜΕΡΟΣ ΤΗΣ ΟΜΙΛΙΑΣ ΘΕΟΦΥΛΑΚΤΟΥ ΕΙΣ ΤΟ ΙΑ' ΕΩΘΙΝΟΝ ΕΥΑΙΤΕΛΙΟΝ.. Αλλοι δὲ βεβαιοῦνται, ὅτι κυρίως κεκοίμηται, ήγουν ἐτελεύτησε. Καὶ γὰρ μετὰ Δομετιανὸν ἐβα σίλευσε Νερούας, ἔτος ἕν. ὓς ἀνακαλεσάμενος Ἰωάννην ἐκ τῆς Πάτμου τῆς νήσου, ἀπέλυσεν οἷο πεῖν ἐν Ἐφέσῳ. Μόνος τότε περιὼν ἐν τῷ βίῳ ἐπι τῶν μαθητῶν, καὶ συγγραψάμενος τὸ καθ᾽ αὑτὸν Εὐαγγέλιον, ἐν εἰρήνῃ ἀνεπαύσατο. Περὶ οὗ καὶ ὁ πολυΐστωρ Εὐσέβιος ἐν τῇ Εκκλησιαστικῇ ἱστορία Θωμᾶς μὲν τὴν Πάρθον είληχεν· Ἰωάννης δὲ τὴν Ἀσίαν. Πρὸς οὓς καὶ διατρίψας, ἐν Ἐφέσῳ ἐτελεύτησε. Καὶ πάλιν, Καὶ Ἰωάννης ὁ εὐαγγελιστὴς ἐν Ἐφέσῳ τῆς Ἀσίας τελευτᾷ, καὶ θάπτεται πρὸς τῶν αὐτοῦ πίστων. Ομοίως καὶ Φίλιππος ὁ ἐκ τῶν ἑπτὰ διακόνων ἐν Ιεραπόλει τελειοῦται, καὶ θάπτεται μετὰ τῆς θυγατρὸς αὐτοῦ Περὶ ὧν καὶ Πολυκράτης ὁ τῆς ἐν Ἐφέσῳ παροικίας ἐπίσκοπος, Οὐΐκτορι τῷ [Ῥωμαίων] ἐπισκόπῳ γράφων, οὕτω φησίν· Καὶ γὰρ καὶ κατὰ τὴν Ασίαν μεγάλα στοιχεῖα κεκοίμηται· ἅτινα καὶ ἀνα στήσονται τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς παρουσίας τοῦ Κυρίου... Ἰωάννης ὁ ἐπιστήθιος Χριστοῦ, ὃς καὶ τὸ πέταλον πεφορηκὼς [καὶ μάρτυς]· καὶ διδά σκαλος, ἐν Ἐφέσῳ γενόμενος, κεκοίμηται. Καὶ Φίλιππος ὁ ἐκ τῶν ἑπτὰ διακόνων, ἐν ῾Ιεραπόλει τελειοῦται. Οὗτός ἐστιν ὁ καὶ τὸν εὐνοῦχον βα πτίσας, καὶ τὸν Σίμωνα κατηχήσεις. Οὐ μὴν δὲ, ἀλλὰ καὶ ὁ θεῖος Ιππόλυτος Ρώμης, περὶ τοῦ κηρύγματος καὶ τῆς τελειώσεως τῶν ἀποστόλων διεξιών, ἔφη· Ἰωάννης ὁ ἀδελφὸς Ιακώβου, κηρύσσων ἐν τῇ Ἀσίᾳ τὸν λόγον, ἐξωρίσθη ἐν Πάτμῳ τῇ νήσῳ ὑπὸ Δομετιανοῦ βασιλέως Ρωσ μιαίων· κἀκεῖθεν πάλιν εἰς Εφεσον ἀπὸ τῆς ἐξορίας ἀνακληθεὶς ὑπὸ Νερούα· καὶ τὸ καθ' αὐτὸν Εὐαγγέλιον συγγραψάμενος, ἔνθα καὶ τὴν
col. 147–148page 9 of 10
PG 126:147ἀπὸ λείψανον ζητηθὲν οὐχ ευρέθη. Ο δὲ τοῦ μεγά λου Γρηγορίου ἀδελφὸς Καισάριος, ἐρωτηθεὶς ἐν Κωνσταντινουπόλει ἐπὶ σεκρέτου περὶ τούτου, εκρίνατο λέγων οὕτως· «Αὐτὸς ὁ Ἰωάννης ἐν τῷ καθ᾿ αὐτὸν Εὐαγγέλιον πρὸς τῷ τέλει διεσάφησεν, οὕτω φάσκων· Καὶ τοῦτο εἰπὼν ὁ Ἰησοῦς, λέγει αὐτῷ, τουτέστι τῷ Πέτρῳ· 'Ακολούθει μοι. Επιστραφεὶς δὲ ὁ Πέτρος, βλέπει τὸν μαθητὴν, ὃν ἠγάπα δ Ἰησοῦς ἀκολουθοῦντα, και φησι· Κύριε, οὗτος δὲ τί; Λέγει αὐτῷ ὁ Ἰησοῦς Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Ἐπεὶ οὖν ἁλιεύοντα αὐτὸν κατειληφώς, τῷ Πέτρῳ μόνῳ προσ ετάγη ἕπεσθαι αὐτῷ· ὁ δὲ, καὶ τὸν Ἰωάννην συμ πορεύεσθαι βουλόμενος, ἔφησεν· Αὐτὸς δὲ τί; ὃν ἀποκάλυψιν θεασάμενος, ἐτελεύτησεν· οὗ τὸ θεσπίσας ὁ Ἰησοῦς προσμένειν ἐπὶ τῆς ἁλίας Ει ἁλιείας], φησίν· Ἐὰν αὐτὸν θέλω μένειν ἐνταῦθα ἁλιεύειν ἕως ἂν ὑποστρέψας ἔρχομαι πάλιν ὧδε, τι πρὸς σέ; Ὥστε οὖν ἄριστα διορθούμενος την ἐσφαλμένην αὐτῶν ὑπόνοιαν, εἰκότως ἔφη· Καὶ οὐκ εἶπεν αὐτῷ, ὅτι οὐκ ἀποθνήσκει. Καὶ γὰρ ἐν πολλοῖς πολλάκις διεσφάλλοντο πρὸς τὰς πεύσεις Χριστοῦ καὶ ἀποκρίσεις, ὡς καὶ ἀκούειν, ἀσυν έτους καὶ βραδεῖς τῇ καρδίᾳ· ἕως ἐλθὸν τὸ Πνεῦμα τὸ ἅγιον, ἐδίδαξεν αὐτοὺς, καὶ ὡδήγησεν εἰς πᾶσαν τὴν ἀλήθειαν, κατὰ τὸν λόγον τοῦ Χριστοῦ.» Εἰ δέ τις εριστικῶς τε καὶ προπετῶς ἀκροώμενος τὰς ἱερὰς ταύτας φωνάς τε καὶ μαρτυρίας, ἀκαίρως δῆθεν συλλογιζόμενος εἶποι, ὅτι πρὸς τὸ καταγγεῖλαι τὴν δευτέραν τοῦ Χριστοῦ παρουσίαν κατελείφθη ζῶν ἐν σαρκὶ μετὰ Ενώχ καὶ Ἠλία, ἀκουέτο, ὅτιπερ μόνους αὐτὸς οὗτος διὰ τῆς ἀπο καλύψεως ἐκείνους ἐκ προσώπου Κυρίου λέγει, τοὺς δύο μάρτυρας γενήσεσθαι Ενώχ καὶ Ἠλίαν, τοιάδε φάσκων· Καὶ δώσω τοῖς δυσὶ μάρτυσι μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα, περιβεβλημένοι σάκκους. Οὗτοι είσιν αἱ δύο ἐλαῖαι, καὶ αἱ δύο λυχνίαι, αἱ ἐνώπιον Κυρίου ἁπάσης τῆς γῆς ἐστῶσαι· καὶ εἴ τις θε λήσειεν αὐτοὺς ἀδικήσαι, πῦρ εκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν, καὶ κατεσθίει τους έχε θροὺς αὐτῶν. Καὶ ὅταν τελέσωσι τὴν μαρτυρίαν αὐτῶν, ποιήσει τὸ ἀναβαῖνον θηρίον ἐκ τῆς αβύσσου πόλεμον μετ' αὐτῶν καὶ νικήσει αὐτ τοὺς, καὶ ἀποκτενεῖ αὐτοὺς, καὶ τὰ πτώματα αὐτῶν ἐπὶ τῆς πλατείας τῆς μεγάλης πόλεως ἔσονται τρεῖς ἡμέρας ἄταρα, ὅπου καὶ ὁ Κύριος ἐσταυρώθη. Μάτην οὖν παραληροῦσί τινες, φάσκοντες αὐτὸν ἔτι ζῆν ἐν σαρκί, μὴ νοοῦντες μήτε ἄγουσι [/. ἄλγεσι] τῷ ὄντι, μήτε σαρκί, περὶ τίνων διαβεβαιοῦνται, οἴκοθεν τοῦτο, καὶ οὐκ ἔκ τινωνἐξηγητῶν ἱερῶν ῥιψοκινδύνως τε καὶ τολμηρῶς ὄντως τερατευόμενοι. Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τού των, καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ότι αληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ 'Ιη σοῦς, ἅτινα ἐὰν γράφηται καθ' ἐν, οὐδὲ αὐτὸν οι
col. 149–150page 10 of 10
PG 126:149οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν. Εἰπόντος τοῦ εὐαγγελιστοῦ καὶ μαρτυρήσαντος περὶ τοῦ διαδοθέντος ψευδοῦς λόγου, καὶ διορθωσαμένου τὴν τῶν πολλῶν ἐσφαλμένην ὑπόληψιν, ὡς [ού] συνεωρακότων 8 περὶ αὐτοῦ εἶπεν ὁ Κύριος, ἀλλὰ νομισάν των ὅτι οὐκ ἀποθανεῖται, ἐμπεδοῖ τὸν λόγον αὐτοῦ, καί φησιν· Οὗτός ἐστιν ὁ μαθητὴς, καὶ οὐκ ἄλλος, ὁ μαρτυρῶν περὶ ἑαυτοῦ. Ἐγὼ (φησὶν ὁ μαθητὴς δ τῷ Κυρίῳ ἡγαπημένος, καὶ ἐν τῷ στήθει ἀναπεσών τῷ Δεσποτικῷ) διαβεβαιοῦμαι, ὅτι τεθνήξομαι νόμῳ φύσεως. Η καὶ ἄλλως· Ο παρὰ τῶν ἀποστόλων κηρυττόμενος, ὅτι οὐκ ἀποθνήσκει, αὐτὸς οὗτός ἐστιν ἐκεῖνος ὁ μαρτυρῶν περὶ τούτων. Ποίων; Τῶν ὧν ἐμνήσθη θαυμάτων Χριστοῦ καὶ τεραστίων τῶν δη λονότι γενομένων πρὸ τοῦ πάθους καὶ μετὰ τὴν ἀνά στασιν. Ἔστι δὲ καὶ ἄλλα πολλά, ὧν οὐκ ἐμνήσθη μεν, οὐδὲ ἐγράψαμεν, ὅσα ἐποίησεν ὁ Ἰησοῦς ἐν διδασκαλικοῖς λόγοις καὶ θαύμασιν, ἅτινα εἰ ἐγράφετο καθ' εἱρμὸν ἀκριβῶς ὡς ἐχρῆν καθ᾿ ἕν, οὐδὲ αὐτὸς ὁ κόσμος, τουτέστιν ὁ ἀνθρώπινος νοῦς, ἐχώρησεν, ήγουν ἠδυνήθη δέξασθαι καὶ καταλαβεῖν (ὡς ὑπολαμβάνω) τοὺς περὶ Χριστοῦ γραφομένους θεοπνεύστους καὶ ζωηφόρους λόγους. Τὸ δὲ, ᾿Αμήν, βεβαιωτικόν ἐστι καὶ ἐπισφράγισμα τῶν λόγων αὐτοῦ· Ναί, δια τως οὕτως ἔχει τὸ ἀληθές. Ευχαριστήσαντες οὖν Κυρίῳ τῷ Θεῷ ἡμῶν, τῷ καταξιώσαντι καὶ χορηγήσαντι ἐλθεῖν ἕως ὧδε, ἵνα συντελέσωμεν ἐνταῦθα καὶ τὴν ἐξήγησιν, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμή, καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πα τρὶ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.
Page scan enlarged

Notebook

Full View