PG 126Theophylactus Bulgari Archiepiscopus
Instruction to a King
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Chapter IICaput II

Chapter III, IVCaput III, IV

col. 255–256page 1 of 16
Caput IICaput PrimumPars Prior
PG 126:255Λ ύετός, καταβαίνῃ τὰ ἐμὰ ῥήματα. "Οθεν τὰ ἑκούσια. τοῦ στόματός μου εὐδόκησας. Οὐ γὰρ κολακεύσα τὸν ἐμὸν αὐτοκράτορα, οὐδὲ θρύψω σου τὰ ὦτα λόγοις ἀπατηλοῖς, καὶ τὸν σοφιστὴν ἐπιφαίνουσιν οὐδὲ τὸν Λύδιον ἁρμόσομαι νόμον, ἀλλὰ τὸν σύντονον τε καὶ Δώριον. Λίαν γὰρ ἂν ἀδικοίην καὶ τὴν τοῦ λαχόντος με βίου προαίρεσιν, καὶ τὴν σὴν φύσιν ἢ πάντως ἀγαθοὺς καρποὺς καὶ οὐκ ἀγενεῖς δοῦναι δύναται, μόνον εἰ σπέρμα βασιλικὸν ὑποδέχοιτο. ΚΕΦΑΛ. Γ'. Κωνσταντῖνος ἐκ τῆς πατρίδος εὔμοιρος. Τί γὰρ οὔ σοι συντρέχει πρὸς τὸ βίον ελέσθαι τὸ [[. τὸν] δεξιώτατον; ᾧ γε καὶ πατρὶς βασίλισσα καὶ μεγαλόπολις καὶ καλλίπολις, ᾗπερ οὐδ' ἂν ὁ Μῶμος αὐτὸς ἐγκαλέσειε τὸ μὴ οὐ πρὸς τὰς ὥρας κεκρᾶσθαι, καὶ τρυφᾶν ἀέρων εὐμοιρίᾳ καὶ συμμετρία. Οὔτε γὰρ χειμὼν ἐνταῦθα νεωτερίζει, καὶ τοὺς ὅρους ἐκβαίνων Σκυθικώτερον ἡμῖν ἐπιτίθεται, ὡς τὸ αἷμα τοῖς ζώοις πηγνύναι, καὶ τοῖς ποταμοῖς ἐπιβάλλειν δεσμὰ κρυστάλλινα· οὐδὲ θέρος ἐκλύον καὶ πᾶσαν καταβάλλον τὴν δύναμιν, ὡς καὶ τὸν κύνα φοβερὸν ἐπεγείρειν τοῖς σώμασι κατὰ τῆς τούτων εὐσταθείας ἀγριαινόμενον ᾿Αλλὰ χειμὼν μὲν οἷος τὴν ἡμετέραν συγκροτεῖν δύναμιν, καὶ συνάγειν τὴν τῶν στοιχείων παράταξιν, οὐκ ἐῶν αὐτὴν πάμπαν διαφορεῖσθαι καὶ σκίδνασθαι· θέρος δὲ, οἷον θάλψιν διδόναι τοῖς σώ μασι καὶ περιττωμάτων διάπνοιαν· αἱ δὲ λοιποί τῶν ὡρῶν, πρὸς τὴν τῶν ἀδελφῶν ἰδέαν ἀναλόγως μορφούμεναι. Οὐχ ὁρᾷς γάρ τι [[. τοι] καὶ τοὺς τῶν δένδρων καρπούς, οἷς ἐντρυφῶμεν οἱ τῆς εὐδαίμονος οικήτορες πόλεως; Οὕτω μὲν γὰρ μεγέθους ἱκανῶς ἔχουσιν, ὡς μηδένα λόγον εἶναι τοῖς ὁρῶσι περὶ τῆς κατὰ γεῦσιν ἡδύτητος· οὕτω δὲ τὴν γεῦσιν ἡδύνουσιν, ὡς ἐν τούτῳ τῷ μέρει τὸ μέγεθος ἀποκρύπτεσθαι. Καὶ γὰρ οὖν τοὺς μὲν ἀλλαχοῦ μεγάλους τῇ ἡδονῇ ὑπερβάλλουσι· τοὺς δ' ἡδονῇ προύχοντας, τῷ μέγεθος προφαίνειν ἐξαίσιον· τοὺς δ᾽ ἄμφω ταῦτα ἐπαινετούς, τῷ βασιλίδος εἶναι γεννήματα. ΚΕΦΑΛ. Δ'. Δωρεαὶ τοῦ σώματος ἐν Κωνσταντίνῳ ἐξαίρεται. Αὕτη σου καὶ τὸ σῶμα πτερώσασα πρὸς πᾶν ὁτιοῦν ἔπλασεν ἐπιτήδειον, καὶ ταῖς ψυχικαῖς ἐνερ γείαις ὑπέθηκε διάκονον ἀνεμπόδιστον. Οὔτε γὰρ βαρύ σοι τοῦτο, καὶ νωχελὲς, καὶ δυσκίνητον, και πολλῶν κέντρων δεόμενον· οὔτ᾽ αὖ πάλιν εὐκινητά τερον τοῦ προσήκοντος, ὥστε καὶ ἄττειν ἀκράτητα
col. 257–258page 2 of 16
PG 126:257ἀλλ᾽ ἀμφοτέρων τὴν ἀμετρίαν διαφυγόν, τοῖς ὅροις τῆς μεσότητος ἐγκαθίδρυται. Ενθα μὲν γὰρ ἵππον ἀναδῆναι δεῖ, καὶ πυκνοῖς δρόμοις ἑαυτὸν ἐγγυμνάσασθαι, καὶ τὸ δόρυ τῇδε καὶ τῇδε περιαγαγεῖν δεξιαῖς ταῖς στροφαῖς, καὶ πολεμικαῖς ταῖς ὀρχήσεσιν, ἐνταῦθά σοι τὸ σῶμα κουφότατον· ἀλλὰ δὴ καὶ τὸ ἐν κυνηγεσίαις τῶν ἄλλων προεξιππάσασθαί, καὶ προφθάσαι τοὺς ἄνδρας, καὶ καταβαλεῖν θηρίον, ὗ καὶ νεκρὸν ἰδεῖν τὴν σὴν ἄλλος ἄγων ηλικίαν οὐκ ἂν ὑπέμεινε· τό τε τοξεύειν ἀφ᾽ ἵππου πεταμένου τοῖς δρόμοις, καὶ τοξεύειν ἐπίσκοπα· ταῦτα δὴ πάντα τῆς εὐκινησίας γνωρίσματα. Αὖθις δὲ τὸ κόσμιον τοῦ βαδίσματος, καὶ τὸ τετυγμένον τοῦ φθέγματος, καὶ τὸ ἔννούν ἁπλῶς ἐν πᾶσι καὶ οἷον φιλόσοφον, καὶ τὸ μὴ περιιέσθαι κατὰ τοὺς νυμφο λήπτους καὶ ἀλόγιστα περιστρέφεσθαι, δηλοῖ τὴν τῶν στοιχείων σοι κράσιν, οἷόν τινι ζυγῷ διατεθεῖ σαν ὑπὸ τοῦ Κρείττονος. ΚΕΦΑΛ. Ε'. Τοῦ αὐτοῦ νοῦς καὶ μνήμη. Τὸ δὲ πρὸς τὰ μαθήματα πεφυκός, τὸ δὲ ἀγχίνουν, τὸ δὲ μνημονικόν, που θήσομεν, ὦ πανδέξιε; Ἐγὼ τούτων ἁπάντων ἀψευδής μάρτυς καὶ ἀπαράγραπτος • συμμάρτυρες δέ μοι καὶ ὁ χρηστότατος οὗτος χορός, οἱ σῆς ἐπειράθησαν φύσεω;. Πολλάκις γάρ ἀναγινώσκεται μέν τις ἀνδρῶν παλαιῶν, ἢ πρᾶξις, * λόγος ἀξιανάγνωστος· προφθάνεις δὲ σύ με δ μαθητὴς τὴν διδάσκαλον, καὶ προαρπάζεις τὸ νόημα καὶ ἁρπάσας, οὐκ εὐθὺς ἀπολώλεκας, ἀλλὰ τοῖς τῆς ψυχῆς ταμείοις εναπέθηκας κειμήλιον ἀναφαίρετον. Πολλοὶ γὰρ ἐξέως μανθάνουσιν, ἐξύτερον δὲ πάλιν ἀπομανθάνουσιν· ἅμα τε ἐπέβαλον, καὶ ἅμα ἀπέδα λον· ὅμοιον ὥσπερ εἴ τις γράφῃ καθ᾽ ὕδατος· τα γέως μὲν γὰρ κινήσει τὸν κάλαμον, ἀλλ᾽ οὐδ᾽ ἴχνος τῇ ταχύτητι τῶν κινήσεων ἔψεται. Σοὶ δὲ τὰ δι εστώτα ή φύσις ἤνωσε, καὶ τάχος μαθήσεως, και μνήμης ἀσύγκριτον. Καὶ παντὸς μὲν εἶ κηροῦ πρὸς τὴν ἐγγραφὴν εὐτυπώτερος, πάσης δὲ πλακὸς προς τὴν συντήρησιν στερεώτερος. ΚΕΦΑΛ. Γ'. Περὶ τοῦ πάππου καὶ πατρὸς τοῦ Κωνσταντίνου ᾿Αλλὰ γὰρ οὔ με διέλαθε τὰ τῶν σῶν γονέων καλὰ, οἷς καὶ αὐτοῖς σε Θεὸς εἰς πᾶν καλὸν συνεκρότησε. Σὺ γὰρ, ὦ καλὲ παῖ, καὶ πάντων βασιλέων ἐμοὶ ποθεινότερε, οὐ τὴν μὲν φύσιν τοιαύτην ἔσχες, οἷαν μετρίως ὁ λόγος ὑπετυπώσατο, τῇ δὲ τῶν γονέων ἐπαισχύνῃ φαυλότητι, ώς τοὺς ἑτεροφθάλ μους πάσχειν φησὶ παροιμία, καὶ τῇ μὲν ἐλλάμπεσθαι, τῇ δὲ καταδύεσθαι. Ἀλλὰ σοὶ καὶ βασιλικών

Chapter VIICaput VII

col. 259–260page 3 of 16
Caput V, VI
PG 126:259πατρόθεν τὸ γένος καὶ δικαιότατον· καὶ τῷ μακα ρίῳ σου πάππω, μᾶλλον τῆς ἀρχῆς, τὸ ἐν ταῖς κρίσ σεσιν ἰθυτενὲς καὶ ἀπροσκλινές· τῷ τε θειοτάτῳ σου πατρὶ ποῖον ἀρετῆς εἶδος τὴν ψυχὴν οὐ μεμόρ φωκεν ἢ τίνι παρῆκεν ἄλλῳ τὰ πρῶτα φέρεσθαι, ταῖς τε φιλομαθείαις καὶ ταῖς περὶ τὸ θεῖον φρον τίσιν γε καὶ ἡ βασιλεία οὐδὲν ἦν ἕτερον ἢ βίβλοι, καὶ λογίων ἀνδρῶν ὁμιλίαι, καὶ τὸ εἰπεῖν τι καὶ ἀκοῦσαι παλαιὸν σπούδασμα. ΚΕΦΑΛ. Ζ'. Εὐγένεια καὶ εὐσέβεια τῆς μητρός Κωνσταντίνου. Τὰ δὲ τῆς μητρός (ἀλλὰ τίς ἄν μοι δώσει τὴν Ηροδότου γλυκύτητα, καὶ τὴν ᾿Αριστείδου πυκνότητα, ἵνα μηδὲν ἀξιόλεκτον παραλείψαιμι;)· ἡ τού νυν σοι μήτηρ βασιλική μὲν αὐτὴ καὶ πανολβίου τοῦ σπέρματος, οὐ πατέρας μόνον λαμπροὺς καὶ πάππους καὶ ἐπιπάππους ἀριθμεῖν ἔχουσα, ἀλλὰ μυρίους ἐπὶ μυρίοις προγόνους βασιλεῖς εὐτυχήσασα, καὶ βασιλικωτέραν δὲ τὴν ψυχὴν ἐκ τῶν οἰκείων πράξεων ἐπιδείξασα· ἦν τὸ σεμνύνειν ἀπὸ τῆς βασιλείας, ἐκ τοῦ ἐλύτρου σεμνύνειν τὸν μαρο γαρίτην ἐστίν. Τι γὰρ αὐτῇ τὸ τῆς βασιλείας περά δοξον; "Ητις πάντα λογισαμένη σκύβαλα, κατὰ τὸν Απόστολον, Χριστὸν μόνον κερδῆσαι είλετο, ὑφ' οὗ καὶ θανάτου τῆς σαρκὸς ἀνερούσθη, τὴν ἐν αὐτῷ κρυπτομένην ζωὴν ἀγαπήσασα· καὶ οὕτως ἀθρόο τὸ βασιλικὸν μὲν ὕψος ενόμισε βάραθρον, τῆς δὲ κατὰ Χριστὸν ταπεινότητος ύψος τῷ ὄντι οὐράνιον, ὥστε μᾶλλον μὲν τῆς μεταβολῆς τὸ ἀθρόον θαυμάζεσθαι, μᾶλλον δὲ τοῦ ἀθρόου τὴν ἐπὶ τὸ ἄκρον μετάστασιν. Τὸ γὰρ ἐπὶ τὸν μονήρη βίον μετενεχθῆναι, πολλαῖς καὶ δὴ προσεγένετο· ἀλλὰ γυνα κωδέστερον, ἀλλὰ μαλακώτερον· τὸ δ' οὕτω θερμῶς πτωχεῦσαι τῷ πνεύματι, μόνης τῆς μακαρίας Μαρίας καὶ σπούδασμα καὶ μελέτημα. Ετι τοίνυν αἱ μὲν ἄλλαι τάχα μυρίαις ἀνάγκαις ἐκβιασθεῖσαι, τὴν μοναχικὴν πολιτείαν ἐσχηματίσαντο, καί τινι κέντρῳ πρὸς τὸν ζυγὸν ὑπήχθησαν ἄκουσαι· τὸ δὲ ἀκούσιον οὐδὲ πιστὸν, οὐδὲ μόνιμον· τῇ δὲ καὶ τοῦτο μετὰ τῶν ἄλλων θαύματος πρόξενον, ὅτι μηδενὶ διωκομένη δεινῷ, μηδένα τὸν ἐκβιαζόμενον ἔχουσα, ὅτι μὴ μόνον τὸν Χριστοῦ ἔρωτα, εἰς ὀσμὴν μύρων αὐτοῦ ἕδραμε, καὶ ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησε καὶ ἐκάθισε. Καίτοι εἰ καὶ τὰ; πένητι βίῳ συσπαργανωθείσας θαυμάζομεν, ὅταν ἔλωνται ταύ την τὴν ἀγωγὴν τοῦ βίου τὴν σκληρὰν καὶ ταλαίπωρον, πόσον τὸ θαῦμα τῇ δεσποίνῃ ὀφείλομεν, ἢ τρυφερῶς μὲν γεννωμένη, τρυφερωτέρας δὲ τῆς διαγωγῆς καὶ τῆς ἄλλης ἀγωγῆς εὐμοιρήσασα, βίον ἀνθείλετο κατάπικρον καὶ κατάπονον! τὰ τρύχινα μὲν τοῖς μαλακοῖς ἀντιτάξασα· τὸ δὲ μέλαν καὶ πενθικὸν, τοῖς ὑπερλαμπρος στολίσματι· ταῖς ἁβραῖς
col. 261–262page 4 of 16
PG 126:261δὲ διαίταις, τὸ ὀλιγόπιτόν τε και ασιτο. Καὶ ἁπλῶς, & ὁδοὺς σκληρὰς διὰ τοὺς τοῦ Κυρίου λόγους εφύλαξε. ΚΕΦΑΛ. Η'. Τῆς μητρὸς Κωνσταντίνου ἐλεημοσύνη. Τάχα τοίνυν ἵσταται τις πάλαι τῷ λόγῳ μεμφόμενος, ὅτι μὴ τὴν φιλανθρωπίαν διέξεισι καὶ τὸν έλεον. 'Ο δὲ λόγος βούλεται μὲν καὶ αὐτὸς, ἀπο δειλιᾷ δὲ πρὸς τοσοῦτον ἀφεῖναι πέλαγος. Ποια γὰρ ἂν καὶ λέξῃ δυνάμει πόσοις τὰς τοῦ λιμοῦ ἀγχόνας διέῤῥηξας, πόσων τὴν γύμνωσιν ἔθαλψας, πότων παίδων ἀποβολής ἐπελάφρυνας, πόσους ἐπὶ πατέρων στερήσεσι παρεκάλεσας, πόσαις ἀνδρῶν θανάτους ἐκούφισας; Οὐδὲ τοῦτο τῆς Ησαίου παρεῖδες φωνῆς, ὦ τρισολβία σὺ, τὸ κτεινομένους ἐκπρίᾳσθαι· ἀλλ' αὐχένων πολλῶν τὸ ξίφος ἀπήγαγες, καὶ τὸ τοῦ θανάτου σκότος ἄρτι τοῖς ὀφθαλμοῖς ἐκείνων ἐπιχεό. μενον, ὁ τοῦ ἐλέους ἥλιος ἀπεσκέδασας. ΚΕΦΑΛ. Θ. ῆς αὐτῆς λαμπραὶ ἐπιδόσεις οὐκ ἀλαζονικαί. Οὐδ' αἱ νυκτεριναί σου διαδόσεις λανθάνουσι, κἂν σὺ λανθάνειν ἐσπούδασας· ἀλλὰ κἂν ἐν νυκτὶ γίν νωνται, τὸ φῶς αὐτῶν διαλάμπει, κἀντεῦθεν ὁ Π τὴρ δοξάζεται ὁ οὐράνιος. Λανθάνει μέντοι ἡ δεξιά σου πρᾶξις τὴν ἀριστερὰν, καὶ τῆς ἐναντίας μερί δος. Τὸ μὲν γὰρ ἐφαπλοῦσθαι τὸν ἔλεον, τῆς δεξιᾶς ἡ πρᾶξις ἐστι· τὸ δὲ μὴ τἀγαθὸν ἐπιδείκνυσθαι, μηδὲ σαλπίζειν τὸ φιλανθρώπευμα, τοῦτό ἐστι λαγ θάνειν τὴν τῆς κενοδοξίας μοίραν τὴν ἀποπεμπομέ νην εἰς γέενναν. Οὕτως ἐγὼ τοῦ, Μὴ γνώτω ή ἀριστερὰ τί ποιεῖ ἡ δεξιά σου, συνίημι. ΚΕΦΑΛ. Γ'. Κατά τινων ἀλαζονικῶς φιλοτίμων παρέκβασις. Κατοι γε, τίς οὐκ οἶδεν ὡς ὁ νῦν καιρὸς περί νι,

Chapter XICaput XI

col. 263–264page 5 of 16
Caput VIII - X
PG 126:263535 τι πρᾶγμα ενεωτέρισεν; οὐκ οἶδα μὲν ὅπως γενό μενον (ευξαίμην δ' ἂν ὀρθοῦ σκοποῦ τὸ πρᾶγμα κατα στοχάζεσθαι), πλὴν τοῖς πολλοῖς σκανδάλου παρ αίτιον. Αρχαία μὲν γὰρ ψυχῶν φροντιστήρια το χρόνῳ κεκμηκότα, καὶ χειρὸς ἀντιλαμβανομένης δείμε να παρεώσαντο καινίζονται δέ τινα νεαρά τε καὶ πρόσφατα ἐπὶ τοῖς τῶν καινουργούντων ὀνό μασι· καὶ αὐτὸς ἕκαστος νεουργός τε είναι προθε μεῖται, καὶ δεσπότης τοῦ νεουργήματος· ὥσπερ ἂν εἴ τις υἱὸν περιορῶν νοσοῦντα αθεράπευτος, ζητοίη σύζυγον ἄλλην, ἵν᾽ ἐξ ἐκείνης παιδοποιήσηται, μηδὲν ἔχων ἐγκαλεῖν τῷ νοσούντι. Αβέλτερε ἄνθρωπε, καὶ νοσῶν ὄντως ανίατα, παῖδα ἔχων ἀγαθὸν, εἶτα τοῦτον ἐξὸν θεραπεῦσαι περιορών, ἑτέρου γάμου φροντίσιν ἑαυτὸν ἐπιρρίπτεις, καὶ περιττοῖς προϊεσαι διαπονήμασιν ΚΕΦΑΛ. ΙΑ'. Μαρίας Αὐγούστης λαμπραὶ ἐπιδόσεις. Αλλ' οὐχ ἡ σὴ μήτηρ, ὦ βασιλεῦ, ἐάλω τοῖς τοιού των δικτύοις· ἀλλὰ πάντας ἀνθρωπίνους λογισμούς διαπτύσασα, καὶ τὸ ἐπικαλέσασθαι τὸ ὄνομα ἐπὶ τῶν γειῶν τοῖς γεηροῖς ἀποῤῥίψασα, ναὸν ἑαυτὴν κατεσκεύασεν, οἷον ὁ ἀρχιτέκτων Παῦλος ἡμῖν ὑπο τίθεται, τῷ θεμελίῳ Χριστῷ, καὶ ἄργυρον καὶ λίθους ἤδη τιμίους διὰ τῶν πενήτων ὡς ὑπουργῶν ἐποικο δομήσασα. Πολλὰ μὲν γὰρ καὶ τῶν πολιτῶν τοῖς μάλιστα δεομένοις ἐλέους διένειμε· πολλοῖς δὲ καὶ τὸ μοναχικὸν ἐψυχαγώγησε σύνταγμα, ὅσον τε θήλυ, καὶ ὅσον ἄῤῥεν, ἅπαν κατὰ τοῦ κοσμοκράτορος ἀνα δριζόμενον. Οὐδὲ τὰς ἀντιπέρας νήσους ἀφῆκας ἐκτὸς εἶναι τῆς σῆς κατασχέσεως, ἀλλὰ κἀνταῦθα τὸν σπόρον σου ἔσπειρας, ὃν ἐν ἀγαλλιάσει καιροίς ἰδίοις μὴ ἐκλυομένην θερίσεις. Ὥστε καὶ σὲ λέγειν δύνασθαι· Εγκαινίζεσθε προς με, νῆσοι, τὴν ἄρτε γενομένην ὑμῶν σώτειράν τε καὶ θρέπτειραν. Τὰ δ' πῶς μὲν ἔκαστον αὐτῶν ὑποδέχῃ ὡς ἄγγελον Θεοῦ, ὡς Χριστὸν Ἰησοῦν· πῶς δὲ ἡ δόσις μεθ᾽ ἱλαρότητος· πῶς δὲ σὺν ταύτῃ καὶ ἡ δαψίλεια· τίς πάντα δυνατὸς ἐξηγήσασθαι; μᾶλλον δὲ τίς πᾶσιν ἐπιβαλλόμενος οὐ καταγέλαστος ἔσεται; Πρότερον μὲν γὰρ ἄν τις ἀριθμήση ποτάκις τῆς ἡμέρας ἀνέπνευσας, ἢ ποσάκις ηλέητας. Σοὶ γὰρ ἴσον τὸ ἀναπνεῖν καὶ τὸ εἰς τοὺς καθεκάστην παραβάλλοντάς σοι γινόμενα, ἐλεεῖν.
col. 265–266page 6 of 16
PG 126:265ΚΕΦΑΛ. ΙΒ'. Τῆς αὐτῆς ἐπιτηδεύματα καὶ πολυμαθία. Η δὲ πραότης πόση! τὸ δὲ φιλομαθὲς ὑπὲρ πᾶσαν ἀνθρωπίνην ὑπόληψιν. Ταύτην, ποία μὲν βίβλος καὶ τῶν πεπυκνωμένων καὶ στιβαρῶν διέφυγε, ποῖον δὲ πατρῷον διήγημα; ἢν ποτὲ μὲν ἐν τοῖς τε λεωτέροις ἐνδιαιτωμένην εὑρήσει τις, οἷόν τινα τρο φὴν στερεάν προσιεμένην τὰ δόγματα, ποτὲ δὲ τοῖ; ἁπλουστέροις ἐνδιατρίβουσαν, ὡς ἄνθεσι λειμῶνος ἐπιτερποῦς καὶ χαρίεντος. Καὶ συντόμως εἰπεῖν, τῷ νόμῳ τοῦ Κυρίου νυκτὸς καὶ ἡμέρας ἐμμελετᾷ καὶ ἐγειρομένη καὶ περιπατοῦσα, καὶ ἐγειρομένη καὶ καθεζομένη, τὰ θεῖα μέτεισι λόγια, καὶ τρισσῶς ταῦτα πλαξι καρδίας εναπογράφεται, ως Δαβίδ, καὶ Μωϋσῆς, καὶ Σολομών απεφήναντο. ΚΕΦΑΛ. ΙΓ'. Τῆς τοῦ υἱοῦ αὐτῆς παιδείας ἀξιόλογος ἔννοια. Τί ἔτι; Καλόν τεκνογονία, καὶ ἀγωγὴ παίδων ἐπαινετὴ καὶ θεάρεστος, καὶ τῇ μητρὶ ἀρκοῦσα πρὸς σωτηρίαν, εἴ τι δεῖ Παύλῳ πιστεύειν, τὰς μητέρας σώζεσθαι ἐκ τοῦ τῆς τῶν παίδων ἐπιμελεῖσθαι σω φροσύνης ἐγγυησαμένῳ. Καὶ τίς οὕτω σεμνῶς ἡλιο κίαν παιδὸς ἐπισφαλή διεξάγει; τίς δε πλείονας σω φρονιστές ἐφιστῷ τῷ παιδί· τοὺς μὲν γλῶτταν ἐξευ γενίζοντας, τοὺς δὲ τὸν νοῦν καταρτίζοντας,τοὺς δἱστορίαν ἐρανίζοντας, πάντως δὲ πάντας τῷ νέῳ τι συνεισάγοντας; Ερυθριᾷς τοῖς ἐπαίνοις, ὦ περιστερά Κυρίου, καὶ καλὴ, καὶ τελεία· οὐκοῦν διὰ τοῦτο μᾶλλον ἀξιεπαίνετος. Οὐ γὰρ εὐφημητέος ὁ τοὺς ἐπαίνους θηρώμενος (ἀλαζὼν γάρ), ἀλλ᾽ ὑμνητέος μᾶλλον ὁ τούτους υποστελλόμενος φιλόσοφος γάρ. ΜΕΡΟΣ ΕΤΕΡΟΝ, ΠΑΡΑΙΝΕΤΙΚΟΝ ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Πανάθλιος ὁ βασιλεὺς ὁ ταῖς θεολήπτοις δωρεαῖς καταχρώμενος. Ακούεις, αὐτοκράτορ· οὐ γὰρ μάτην ταῦτά μοι ῥαψῳδηται, οὐδ᾽ ἵνα κενὰ ψάλλων -λλω], τοῦτο δὴ τὸ τῆς παροιμίας· ἀλλ᾽ ἵνα δείξαιμί σοι πόσοις ἀγαθοῖς παρὰ τοῦ Κρείττονος κεχορήγησαι, καὶ ὡς πάρεστί σοι πάντως ὑπερβαλέσθαι τοὺς πώποτε αὐτοκράτορας, τοσαύταις ἀφορμαΐς βοηθουμένῳ πρὸς

Chapter II-VCaput II - V

col. 267–268page 7 of 16
Caput PrimumCaput XII - XIIIPars altera
PG 126:267τούτοις πᾶσι προσθείης τον κολοφώνα τῆς σῆς ἀρε τῆς; τίς δὲ ἀθλιώτερος, εἰ ταῦτα καταρυπάνης δια τῶν σῶν μετέπειτα πράξεων; τὸ καλόν. Τις μὲν γὰρ ἔσται μακαριώτερος, ει ΚΕΦΑΛ. Β'. Η βασιλικὴ ἀξία τῷ τῶν βασιλικῶν ἀρετῶν ἀποροῦντι, αἰσχύνη. Μὴ γὰρ σου τὴν βασιλείαν σοι προς δόξαν συμβαλεῖσθαι, εἰ μὴ καὶ τὸν τρόπον βασιλικὴν ἐπιδείξαις (ἐπεὶ οὕτω γε καὶ ὁ μαινόμενος Καμβύσης, καὶ ο θήλυς Σαρδανάπαλος, Αριστείδου και Ἐπαμεινώνδου λαμπρότεροι)· ἀλλὰ τοσούτῳ μᾶλλον γελα σθήσῃ τὴν βασιλείαν ὑβρίζων, ὅσῳ καὶ ὑβρίζεις περιφανέστερον. Ιδιώτου μὲν γὰρ ἀλόγως βιώσκον τος, καὶ τοῖς τῆς ἀρετῆς νόμοις ἐμπαροινοῦντο, κἂν ὁ γειτονῶν ἀγνοήσειεν. Οὐ γὰρ εἰς πολλούς δια βαίνειν τὴν ἰδιωτικὴν ἁμαρτάδα, ἀλλὰ τῷ οἰκιδίῳ ἐμπερικλείεσθαι πέφυκε. Βασιλεύς δ' οὐχ οὕτως ἀλλὰ καὶ λογισάμενος μόνον, ὡς ἁμαρτήσει, τους πολλοὺς οὐ λήσεται. ΚΕΦΑΛ. Γ΄. Τῶν ἀρετῶν ἕνεκα, καὶ οὐκ ἐνδυμάτων, ὁ Βασι λεὺς ἐπαινεῖται. Μηδὲ νόμιζέ σοι τὴν κατάχρυσον καὶ περιπόρφυρον τήβενναν ὑπαγαγεῖν ἄνδρας θεράποντας "Αρηος, ἄνδρας δεινὸν δερκομένους καὶ λεοντῶδες, εἰ μή σε καὶ χαλκεοθώρακα βλέποιεν καὶ αὐτουργοῦντα τὴν πόλεμον. Οὐ γὰρ ἐκπλήττεται Βάρβαρος ὁρῶν νυμφικῶς ἔχοντα, ἀλλὰ καταγελᾷ χρυσοφοροῦντος ὡς παιδαρίου· καὶ διαπαίζων ὡς παιδικόν τε καὶ ἄναλ κιν, οίεται δικαίως, ὡς οὐδὲ κονδύλου πρὸς τὸν φόνον τούτου δεήσεται. και ΚΕΦΑΛ. Δ'. Τῆς φιληδονίας καταφρονεῖν τῷ βασιλεῖ καθήκει. Εἰ δέ σου καὶ τῶν ἡδονῶν ἡ γοητεία κρατεί, καλός γε ἡμῖν ὁ αὐτοκράτωρ, καὶ τῶν ἄλλων βασιλεύειν ἐπάξιος! Ος τρίδουλον ἑαυτὸν ταῖς ἀνελευθέροις ἡδοναῖς ὑποτέθεικε, πῶς ἄλλους παιδεύσει μὴ τοὺς νόμους δευτέρους ἡδονῆς τίθεσθαι; πάνυ γὰρ ἑαυτὸν προςπαίδευσε. Πῶς ἑτέροις ἡγήσεται πρὸς τὸ βέλ τιον; οὐ γὰρ αὐτὸς τῶν νουθετητῶν κατακούει. ΚΕΦΑΛ. Ε'. Η φιλοπονία τῷ βασιλεῖ πρέπουσα καὶ χρήσει μος. Εξοριστέον σοι τοίνυν καὶ ἐκκοπτέον πάσῃ μηχανῇ καὶ πυρὶ καὶ σιδήρῳ τὸ δεινότατον θηρίον τὴν ἡδο νήν· ἀντεισακτέον δέ σοι καὶ ἀντιτακτέον τοὺς πό νους, οι σωμασκοῦσι τοὺς αὐτοκράτορας, καὶ κατά τῶν ἀντιπάλων σοβαρούς τρέφουσιν. Οὗτοι γὰρ καὶ τοῖς νέοις τὴν ἄνθην τῆς ἡλικία; οὐκ ἐῶσι μαραίνε
col. 269–270page 8 of 16
PG 126:269σαι, καὶ τοῖς γεγηρακόσι τὴν ἐκ τοῦ γήρως ἐπικουφίζουσι κάκωσιν, ἡλικιῶται τούτων ὄντες καὶ σύνο τρόφοι. ΚΕΦΑΛ. Γ'. Τρία δόκιμα καὶ τρία ἄδεκτα τῆς κυβερνήσεως είδη. Ἀλλὰ γὰρ δεῦρο καὶ μάνθανε βασιλείας τύπον, ὡς οἷόν τε συντομώτατον. Τρεῖς εἰσι πολιτειῶν κατα στάσεις καθολικώτεραι· ὧν ἡ μὲν μοναρχία, καὶ ἔννομος καὶ βασιλεία καλεῖται, βάσις οὖσα λαοῦ καὶ στήριγμα, κατὰ τὸ ἔτυμον τοῦ ὀνόματος. Η δ' ἐκ πολλῶν μὲν ἀρχόντων, ἑνομωτάτων ἐννομ.] δὲ τούτων. συντέθειται· ἀριστοκρατία ταύτῃ τὸ ὄνομα. Ἡ δέ τις τοῦ δήμου παντὸς συνδρομὴ πρὸς τὴν τῆς πολιτείας διοίκησιν, ἣν δημοκρατίαν ὠνόμασαν. Αντικάθηνται· δὲ ταύταις ἕτεραι τρεῖς, τῆς ἀξίας ἐκβιαζόμεναι. Καὶ τὴν μὲν βασιλείαν τυραννὶς ἐν εδρεύει· τὴν δ' ἀριστοκρατίαν, ὀλιγοκρατία τοξεύει, όταν πλούσιοί τινες και βίαιοι τοὺς ἀρίστους ὑπο κρινόμενοι ἄρχωσι· δημοκρατίαν δὲ ἡ ὀχλοκρατία ὁρᾷ ἀντιπρόσωπον, συγκεχυμένου τοῦ πλήθους συν έλευσις ἄνομός τε καὶ παντάπασιν άτακτος. Περ! μὲν οὖν τῶν ἄλλων οὐδ᾽ ὁτιοῦν διαλέξομαι. ΚΕΦΑΛ. Ζ'. Πρώτον τυράννου τεκμήριον, τὸ βιαίως ἐπέρχεσθαι. Τυραννίδος δὲ καὶ βασιλείας ἄκουσον τὰ γνωρίσματα - Πρῶτον μὲν ὁ τύραννος ἐπὶ τὴν ἀρχὴν ἐκε βιάζεται. Οὐ γὰρ ὑπὸ τῶν πολιτῶν τὰ χαλινὰ τῆς ἀρχῆς ἐκδέχεται, ἀλλ᾽ αὐτὸς ἁρπάζει ταῦτα σφαγαῖς δε καὶ αἵμασι· τοιαῦτα μὲν αὐτῆς τὰ προοίμια, καὶ οὕτως ἐξ ἀρχῆς τοῖς αἵμασι περιραίνεται. ΚΕΦΑΛ. Η'. Δεύτερον τυραννίδος σημεῖον, ἐς τῶν ὑποκειμένων ὑποστάσεις καὶ ἐλευθερίαν ἀπάνθρωπος μ καὶ ἐξύβριστος ἐγκατάσκηψις. Ἐπὰν δὲ εἰσέλθῃ πρὸς τὰ ἀνάκτορα, ποίας τὰς τελετὰς ἐκτελεῖ; Πάσας μὲν ἡδονὰς πρεσβεύει τοῦ σώματος, πάσας δὲ λύπας τοῖς ὑπηκόοις ἐπιτεχνά ζεται, οὐδενὶ πιστεύων, οὐδένα φίλον ἔχων, πάντας ἐχθροὺς καὶ ποιούμενος καὶ ἡγούμενος· τοὺς μὲν ἀγαθούς, ὅτι νομίζει τούτων μισεῖσθαι· ἀγαθοὶ γὰρ ὄντως μισήσουσι τὸν ἀνόμοιον. Τοὺς δὲ πονηροὺς δι' αὐτὸ τοῦτο πάντως, ὅτι πονηροὶ καὶ τῶν αὐτῶν ἐφιέμενοι· ἀγωνιᾷ γὰρ μή τις αὐτοῦ πονηρότερος τῇ ἀρχῇ ἐπιθήσοιτο. 'Αεὶ τοίνυν κόπτει τῶν ἀσταχύων τοὺς προύχοντας, καὶ πάντας απεργάζεται πέ νητας, καὶ πάντας ἀναγκάζει πενθεῖν καὶ κόπτεσθαι· ἵνα μὴ τρυφῶν τις, φησί, σχολάζῃ, καὶ σχολάζων περιεργάζηται, καὶ περιεργαζόμενος φρο

Chapter IX, XCaput IX, X

col. 271–272page 9 of 16
Caput VI - VIII
PG 126:271νοίη νεώτερα. Νόμους τε μεταπεττεύει και μετατίθησιν, ἢ τῷ φιλοχρημάτῳ τῆς ψυχῆς, ἢ τῷ ἀκολάστῳ, πάντως δὲ πάθει τινὶ χαριζόμενος. Καὶ στρατιωτικὸν μὲν οὐ τρέφειν οἶδεν ὑπὲρ τῆς πολιτείας, οὔτε συνίστησι· δορυφόρους δὲ περὶ αὐτὸν συναγαγὼν τοῦ σώματος φύλακας, τούτους σιτίζει καὶ πιαίνει, κατά τῆς πολιτεία; τρέφων τους σύμπαντας, καὶ πᾶσαν αὐτοῖς ἐφιεὶς τὴν ἡνίαν σφάττειν, ἐξουθενεῖν, ἀτε χνοῦν. ΚΕΦΑΛ. Θ'. Τοῦ λαοῦ τυραννίδι υποκειμένου, ταλαιπωρία. Τυράννου κρατοῦντος, καὶ γεωργὸς καρποῦται τὰ δάκρυα, πόνοις μὲν καθ' ἡμέραν τρυχόμενος, ὑπὸ τυραννικῷ δὲ λαίλαπι συναρπαζόμενον ὁρῶν τὸ γεώργιον, καὶ τὴν τῆς λύπης βάτου ἀντὶ σταφυλῆς γεωργεί, κεντοῦσαν αὐτοῦ τὰ σπλάγχνα τῇ τῆς ἀκάν θης ὀξύτητι· καὶ τὸ δεινότερον, ὅτι καὶ τοῖς ἐχθροῖς καὶ τοῖς οἰκείοις άρπαγμα γίνεται. Ο θαλάσσιος δὲ τοῖς ἀνέμοις ἀρᾶται καὶ τῇ θαλάσσῃ, ὅτι μὴ αὐτὸν κατεβύθισαν· οὕτω πικροτέρας θαλάσσης καὶ τυραν νικωτέρων ἀνέμων πεπείραται. Οἱ δὲ τῆς πολιτείας ἐπώνυμοι, οὗτοι μὲν πᾶσαν συμφορᾶς ὑπερβολὴν παρελαύνουσιν, ὅσῳ καὶ συνοικοῦσι τῷ Μινοταύρῳ, και πρὸς βρῶσιν εἰσι προχειρότατοι. Τοῦ μὲν γὰρ δ πλοῦτος μετακομίζεται· τοῦ δὲ θυγάτηρ θαλαμευομένη σεμνῶς τὸ πρὶν, εἰς ὑβριν ἀσπάζεται· καὶ ὁ κρότους εξεγείρειν ἐλπίζων ἐπὶ τῇ παστάδι καὶ τοῖς νυμφεύμασιν, οιμωγὰς ἀνεγείρει τὴν ὕβριν ἀνα κλαιόμενος, καὶ δάκρυσι χαρμονῆς, τῆς λύπης ἀντι χέει τὰ δάκρυα. Τοῦ δὲ γυνὴ πρὸς μισαρὰν ἀπαγομένη κοίτην οἷον τὸ βέλος τῇ καρδίᾳ ἐμπήγνυσι! Καν γρύξωσι τι ῥῆμα ἐλεύθερον, τὸ ξίφος εὐθὺς κατὰ σπλάγχνων βαπτίζεται. Τοῦτο μόνον ἡδὺ τοῖς ἐλεεινοῖς καὶ ἀσπάσιον, ὅτι τοιούτων θεαμάτων διὰ τοῦ ξίφους ἀπάγονται, ΚΕΦΑΛ. Γ. Φόβοι εναγώνιοι καὶ διηνεκές βάσανος τοῦ τυ ράννου. Ἐκεῖνο τὸ θηρίον ὁ τύραννος, οὐδὲ τὴν γυναῖκα ἡδέως βλέπει, οὐδὲ τὰ φίλτατα· ἀλλὰ καὶ ταύτην ὑποπτεύει καὶ συγκοιμωμένην τρέμει, καὶ τὸν ὕπνον ὑποφρίττει, μήπως αὐτὸν τῷ ἀδελφῷ θανάτῳ παρα κατάθηται· καὶ πᾶσι μὲν τοῖς ἄλλοις παρέχει την εὐφροσύνην ἡ τράπεζα· ὁ δὲ τότε μάλιστα πέφρικε, μὴ δηλητήριόν τι τοῖς βρώμασιν ἀναμέμικται, μὴ τὸ ποτήριον αὐτοῦ, θανάτου ποτήριον γένηται. Οὐδὲ τοῖς δορυφόροις ἔχει πιστεύειν ὁ ἀλιτήριος. Πόθεν;
col. 273–274page 10 of 16
PG 126:273οἷς τῶν ἄλλων μάλιστα δέδοικεν, ὅσῳ καὶ ξιφοφο ροῦσιν ἔγγιον. Αεὶ γὰρ ἐννοεῖ, μήπως, οὐχ ὑπὲρ ἑαυτοῦ, κατ' αὐτοῦ δὲ τοῖς ξίφεσι χρήσωνται. Κατὰ μὲν γὰρ τῶν ἄλλων ἐπλίζει τούτους, κατὰ δὲ τῶν δορυφόρων οὐκ ἔχει τίνας οπλίσειεν. Αξιός γε ὁ τρόμος οὗτος τυραννικοῦ καὶ ἀπίστου φρονήματος. ὡς οὐκ ἔστιν ᾧ ἂν τις ποινηλατήσῃ πλέον τὸν τύ Γαννον, ἢ ὅσον αὐτὸς ἑαυτὸν τιμωρεῖται τοιαύταις ἀνάγκαις ἐγκαταστήσας. ΚΕΦΑΛ. ΙΑ. Εἰρηνικὴ τοῖς ὑποκειμένοις καὶ χαροποιὰ τοῦ δικαίου βασιλέως ἡ εἴσοδος. Εἶδες τὴν τυράννου μορφήν, ὡς βδελυρά τε καὶ ἀποτρόπαιος ὅρα λοιπὸν καὶ τὸ τοῦ βασιλέως κάλε λος, ὡς ποθητόν, ὡς ἐράσμιον ἄντικρυς, οἷον τὸ σὶν, εἴ γε βούλοιο. Καίτοι τρόπον μέν τινα καὶ τὴν βασιλείαν συνεζωγράφησα οἷς ἔγραψά σοι τὸν τύραννον. Καὶ γὰρ ἐναντίος ἂν εἴη ἐκείνῳ οὗτος ὁ βασι λεύς· πλὴν ὀλίγα τινὰ προσεπιβάλλω βαλῶ] τούτῳ τὰ χρώματα. Καὶ πρῶτον ὅρα τοῦτον. εὐθὺς ἐναντία τῷ τυράννῳ ζωγραφοῦντα τὰ πρόθυρα· καὶ οὐ βίᾳ τὴν ἀρχὴν κτώμενον, οὐδὲ τὸν πέπλον αἴ ματι βάπτοντα· ἀλλ᾽ εὐν ἷα πλήθους καὶ λαοῦ συν δρομῇ καὶ σώφρονι καὶ εὐγνώμονι. Ἀρετῆς γὰρ ἆθλον τὴν βασιλείαν ἐκδέχεται, καὶ πάντες ἀποχωροῦσι τῶν κρειττόνων τῷ κρείττον:. Οὕτω κάν μελίσσαις ὁ βασιλεὺς αὐτοφυής ἐστι, καὶ πᾶν τὸ πλῆθος ἡγεμόνα τοῦτον πεποίηται. Οὕτω μὲν αὐτῷ τὰ τῆς βασιλείας προαύλια, ὡς ἱλαρὰ καὶ εὐπρόσιτα, οὐ σκυθρωπὰ καὶ δυσεντευκτα. Βαίνω μεν δὲ ἤδη προσωτέρω, καὶ τὴν βασιλείαν θεώ. μεθα. ΚΕΦΑΛ. ΙΒ'. Η εἰς ἄκρον θεοσέβεια, τῷ βασιλεῖ χρειώδης καὶ καρποφόρος. Οὐκοῦν ὁ ἀληθὴς βασιλεὺς εἰδὼς, ὅτι καθάπερ οἰκίας καὶ νεὼς νεώ] δεῖ τὰ κάτω ἀσφαλέστερα εἶναι, οὕτω δὴ καὶ τὴν βασιλείαν προσήκει βαίνειν ἀσφαλῶς, τὴν εὐσέβειαν ποιεῖται θεμέλιον. Οὕτω μὲν εὐσεβὴς ὤν, ὡς μηδὲ τοῖς ἱερεῦσι πρωτείων παρα χωρεῖν· οὕτω δὲ πάντα ποιῶν καὶ λέγων, ὡς Θεὸν εἰδὼς πάντων ἔφορον καὶ πάντων ἐπήκοον. Φιλόθεος δὲ ῶν, ἀναγινώσκεται ὡς ἔστι θεοφιλής φιλῶν γὰρ Θεόν, ὑπὸ Θεοῦ φιληθήσεται. "Οθεν αὐτῷ τὰ πάντα ἔσται Θεὸς καὶ πατὴρ καὶ ἀδελφὸς, καὶ στρατιώτης, και σύμμαχος, ἐν πολέμῳ κατορθῶν καὶ συνεγείρων τα τρόπαια· ἐν

Chapter XIII, XIVCaput XIII, XIV

col. 275–276page 11 of 16
Caput XI, XII
PG 126:275εἰρήνῃ τὰ τῆς εὐνομίας συμπροθυμούμενος. Τις οὖν ἐλβιώτερος τοῦ τὸν Θεὸν φίλον ἔχοντος; τίς μᾶλλον ἐν ταῖς μάχαις αήττητος; τίς ἐκεχειρία εἰρην χω τέρα; Τῷ ὄντι γὰρ κινδυνεύει μόνος οὗτος τοῦ κα σμου βασιλεύειν παντός. Εἰ γὰρ Θεοῦ μὲν ὁ κόσμος, ἐκεῖνος δὲ Θεοῦ φίλος ἀνωμολόγηται, τὰ δὲ τῶν φί λῶν κοινά· δεσπότης ἔσται τοῦ κόσμου βασιλεὺς ὁ Θεοφιλέστατος. ΚΕΦΑΛ. ΙΓ'. *Οτι φίλοι πιστοὶ τῆς βασιλείας, ὀρθῶς πολι τεύεσθαι μελλούσης, ἀναγκαῖον όργανον τυγ χάνουσιν. Πῶς οὖν τοῖς σύμπασιν ἐπιστήσεται; πῶς τοῖς έκασταχοῦ πραττομένοις παρέψεται, καὶ ἐπέψεται, καὶ τὸν μὲν ἐπαινέσει, τῷ δὲ προσμέμψεται, τὸ δὲ διορθώσεται; Πῶς ταῦτα πάντα, βούλει μαθεῖν; Διὰ τοῦ τῶν φίλων πτερωτοῦ ἅρματος. Αὐτὸς μὲν γὰρ εἰς ἐστι, πολλαπλάσιος δὲ διὰ τῶν φίλων γίνεται. ΚΕΦΑΛ. ΙΔ'. Τῶν βασιλέων τὸ ἐν καλοῖς ἄκρον καὶ μέγιστον, οὗ τῶν ἄλλων οἱ πλεῖστοι ἀμοιροῦσιν, οἱ φίλοι ὑπάρχουσιν. Ἀλλ᾽ ἐπειδὴ φίλων ἐμνήσθην, ἀναδιδάξω σέ τι περὶ τούτων πλατύτερον. Πολλῶν γὰρ ὄντων τῇ βασιλεία καλῶν, οὐδὲν τοιοῦτον ὡς τὸ τοῦ φίλου πράγμα καὶ ὄνομα. Τύραννος μὲν γὰρ τῷ φόβῳ περιστοιχίζεται, καὶ τὰς ἀπειλὰς ἔχει, καὶ τοὺς ἑκάστοτε φόνους, στεῤῥόν τι καὶ ἀκαθαίρετον πρόβλημα. Σὺ δὲ ἀλλὰ τα φιλίᾳ τειχίζου, καὶ τῇ εὐνοίᾳ μάλιστα πάντων φράτο του. Οὐδὲν γὰρ οὕτω ἀσθενὲς ὡς ὁ παρὰ πολλῶν μισούμενος ἄνθρωπος, κἂν ὑπὸ πολλῶν δορυφόρων φυλάττηται. Προσκυνεῖ μὲν ἴσως ὁ πολίτης, καὶ μετ γαλύνει καὶ εὐφημεῖ, καὶ προσθήκην ἡμερῶν αἰτεῖται παρὰ τοῦ Κρείττονος· ἀλλ᾽ ἡ γλῶσσα ὁμώμοχ', ἡ δὲ φρὴν ἔστ' ἀνώμοτος· καὶ τὰ χείλη μὲν ἐδίηνεν, ὑπερώην δ' οὐκ ἐδίηνε. Καὶ δέδοικε μὲν ἐξει πεῖν, ὅτι μισεῖ καὶ βδελύττεται καιροῦ δὲ λαβόμενος, οὐ λόγοις, ἀλλ᾽ ἔργοις τὸ μῖσος δείκνυσι, και τῶν ἡπάτων ἡμῶν ἀπογεύεται.
col. 277–278page 12 of 16
PG 126:277ΚΕΦΑΛ. ΙΕ'. Ειλικρινούς πρὸς βασιλέα φίλου υπηρεσία. Αλλ' οὐχ ὁ φίλος οὕτω· νυκτὸς δὲ καὶ ἡμέρας τοῦ φίλου βασιλέως φροντίζει, καὶ ταῖς ὑπὲρ ἐκείνου κάμνει μερίμναις· οὐχ ὅπως κερδάνῃ, τοῦτο μόνον σκοπῶν, καὶ τὴν ἀρχὴν ἐκκαρπώσηται· ἀλλ' ὅπως οραμάτως ἕξει τῇ βασιλείᾳ τὰ πράγματα· καὶ λυπή σει μικρὸν, ἵνα μεῖζον εὐφράνῃ· καὶ δριμύξεται τοῖς ῥήμασιν, ἵνα γλυκάνῃ τοῖς πράγμασιν· οὐχ υποκλινόμενος τοῖς τοῦ βασιλέως θελήμασιν, οὐδὲ σκιᾶς ἔργον ποιῶν, καὶ συνεπινεύων τοῖς νεύμασι, καὶ συγκινούμενος τοῖς κινήμασιν· ἀληθὴς δὲ ῶν, καὶ αὐθέκαστος, καὶ τὰ τοῦ φίλου δι' ἀγάπην ἐξιδιούμενος. ΚΕΦΑΛ. ΙΓ'. Τῶν κολακευόντων τὴν βλάβην ὁ βασιλεὺς φευ γέτω. Καὶ μέντοι καὶ βασιλεὺς οὐ βαρύν σωφρονιστή, ἀλλὰ γλυκὺν νουθετητὴν τὸν φίλον οἰήσεται· καὶ τοῖς μὲν κολακεύουσιν ὡς ἐχθραίνουσιν ἐμπικρα νεῖται, καὶ βαρὺ συνάξει τὸ ἐπισκύνιον. Τῷ ὄντι γὰρ οἱ τῆς κολακείας θεραπευταὶ θανάσιμον κιρ νοῦσι μελίκρατον· καὶ φιλοῦσιν, ἀλλὰ καὶ δάκνον. τΕ;· καὶ σαίνουσιν, ἀλλὰ καὶ σπαράττοντες· καὶ μέλι μὲν ἀποστάζουσιν, ἀλλὰ πικροτέρας χολῆς τὰς ἀναδήσεις ποιούμενον. Τούτοις μὲν οὔτε τὰς τῶν βα σιλείων ἀναπετάσει θύρας, οὔτε τὰς τῶν ὠτίων· ἀλλ' ὡς Σειρήνας παραπλεύσεται κηρῷ καὶ λόγοις σο φαῖς τὰς ἀκοὰς ἐμφραξάμενος. ΚΕΦΑΛ. 17'. Των φίλων ταῖς νουθεσίαις τὸν βασιλέα πειθαρχεῖν καὶ ὑπομένειν πρέπει. Τοῖς δὲ φίλοις ἑαυτὸν παρέξει καὶ τέμνειν καὶ καίειν ὡς ἰατροῖς ἐπιστήμοσι, καὶ πάντα τὸν ἑαυτοῦ συνετώτερον εἰσκαλέσει πρὸς τὰ βασίλεια, καὶ πολύ λοὺς ἐκ τῆς γωνίας ανασπάσει πρὸς τὰ μειράκια ψιθυρίζοντα (f.-τας], οἷς παραδοὺς ἑαυτὸν δεξαμένην τὴν ἑαυτοῦ καρδίαν ποιήσεται, πᾶν δεχομένην κάλλιστον χώρημα. ΚΕΦΑΛ ΙΗ'. Ποῖον τρόπον χρηστούς φίλους ὁ βασιλεὺς 180 κιμάσει. Τούτους μέντοι τοὺς φίλους ἐπιστήσει ταῖς τῶν πόλεων διοικήσεσι, πάντως πείραν λαβὼν αὐτῶν ὅτι καλῶς ἐπιστήσονται. Τίς δὲ ἡ πεῖρα; Καί μοι συν ακολούθει τῷ λόγῳ προσεκτικώτερον· τάχα γάρ σοι παραδώσω τὴν λίθον τὴν χρυσογνώμονα • Τρία ταῦτα περὶ τὴν πεῖραν ταύτην ἔχομεν θεωρεῖν· ἄνθρω οἶκον, καὶ πόλιν. Πρῶτον μὲν οὖν σκόπει τὸν που,

Chapter XIX, XXCaput XIX, XX

col. 279–280page 13 of 16
Caput XV - XVIII
PG 126:279ἄνθρωπον, εἰ τὸ οἰκεῖον ἦθος κατήρτιτισεν· ὡς μήν τε τὸν θυμὸν, μήτε τὴν ἐπιθυμίαν, τὰ δοῦλα ταῦτα καὶ ὑποχείρια τοῦ λογισμού καταστῆσαι ἐγκρατή το καὶ κύρια. Κάπειδὰν εὔρῃς τοιοῦτον, ἐπὶ τὴν τοῦ οἴκου διοίκησιν ἀναβίβασον· εἰ δὲ καὶ περὶ ταύτην εὕρῃς ἐν δόκιμον [[. εὐδ.], πρὸς ἄλλον αὐτὸν ἀνάβαθμον ὕψωσον, καὶ πόλεως διοίκησιν πίστευσον. Ο γὰρ μὴ ἑαυτὸν ἰθύνας, πῶς οἴκου κατὰ τὸ δέον ἐπιστα τήσειεν; Ὁμὴ οἶκον εὐθετήσας, πῶς πόλιν ἐθύνειεν; Οὗτος ἔστω σοι γνώμων τῶν ἀρχόντων ἀπαραλόγιστος, καὶ τοὺς ἐν τοῖς εἰδικωτέραις δοκιμασθέντας, ταῖς κοιναῖς προσάγαγε διοικήσεσιν. Ὁ γὰρ ἐν ὀλί γῳ πιστὸς, καὶ ἐν πολλῷ πιστός ἐστιν, ὡς ἐμάθο μεν· ὥσπερ εἴ τις τοῦ οἴκου οὐκ οἶδε προΐστασθαι, οὐδ' Εκκλησίαν αὐτῷ παραδίδωσιν ὁ ἀπόστολος. ΚΕΦΑΛ. 18' Τῆς τοῦ βασιλέως εὐνοίας ἡ δοκιμασία τὰ τῶν ὑποκειμένων ἐπιτηδεύματα θαυμασίως καθόλο κει. Τοιοῦτοι δ' ὄντες οἱ ἄρχοντες, ταχέως τὴν βασι λείαν αὐξήσουσι πρὸς τὸ βέλτιον, πολλοὺς καὶ ἄλλους ἑαυτῶν ὁμοίους ἐξεργασάμενοι. Φιλεῖ γὰρ τὸ παρὰ βασιλέων σπουδαζόμενον αύξεσθαι, κἂν φιλορήτωρ ὁ αὐτοκράτωρ, βαβαὶ τῆς τῶν σοφιστῶν ἐπομβρία; 1 περιχεῖται τοῖς ἀναγνώσμασι τὰ ἀνάκτορα. Κἂν δόξῃ φιλοσοφίᾳ προσέχειν, καὶ περὶ τὰ μαθήματα στρέ φεσθαι, παρὰ τὰς βασιλικὰς θύρας οἱ τοῦ Πλάτωνος γέμοντες, καὶ οὐδὲ τοῖς τὰς πύλας τηροῦσιν ὁ ᾿Αρχιμήδης, ὁ Εὐκλείδης, ὁ 'Υψικλῆς ἀνεπίγνωστοι. *Αν δὲ φίλιππος νομισθῇ, στενοχωρεῖται τὰ βασίλεια Νησαίοις ίπποις καὶ Ἰταλοῖς. ΚΕΦΑΛ. Κ'. Οτι ἀνάξιον καὶ ζημίας αἴτιον τοὺς ἀδίκους παρὰ τῷ βασιλεῖ εὐδοκιμεῖν. Καὶ τοίνυν μὲν τοὺς μετιάντας ἀρετῆς [την] οὐκ οἶδεν οὐδὲ ὅποι γῆς διατρίβουσιν, οὐδὲ ψιλὴν 545 θέαν τούτοις παρέχεται. ᾿Ανθρώπους δὲ κακοηθείας πάτης περιφανή εργαστήρια, καὶ ἀξιώμασι δωρεῖται, καὶ δεξιώμασι, καὶ τούτους ταῖς πόλεσιν ἐπ αφίησι, κερδῶν ἀδίκων ἐμπόρους, καὶ ῥυπαρῶν λημ μάτων προσαγωγής [f.-γεῖς]· καὶ δίδωσι τούτοις καταμαγειρεύειν τὰ πρόβατα, μόνον εἰ αὐτῷ τὰ λιπαρώτερα φέροιεν· καὶ πάντα συμφύρει θεία καὶ άνθρώπινα δίκαια, μόνον εἰ ὁδολὸν ἀναδέξαιτο. Οχνῶ μὲν ἐγὼ τοῦτο· Πέρσαι δ' ἂν κάπηλον εἴποιεν, ὥστ περ ἐκεῖνον Δαρεῖον. Τάχα δὲ οὐδὲ κάπηλον (φιλανθρωπότατον γὰρ, εἰ καὶ ἀνελεύθερον τούνομα), ἀλλὰ λῃστὴν καὶ μιαιφόνον καὶ ἵν' οὕτως είπω, τρικαλι
col. 281–282page 14 of 16
PG 126:281τήριον, ἵνα μόνον κερδάνῃ τοὺς ἄλλους φονεύοντα, καὶ θλίψεις τοῖς ὑπηκόοις πραγματευόμενον, ἵν᾿ αυτ τῆς ἀφθόνως ἐνυβρίζῃ ταῖς ἡδοναίς. ΚΕΦΑΛ. ΚΑ'. Τῇ πολιτεία, δν τρόπιν τῇ νήϊ τὸν κυβερνήτην, προσέχειν χρή. Δεῖ δὲ οὐχὶ τῶν ἡδονῶν πλέον ἔχειν τὴν βασιλείαν, τῶν δὲ πόνων καὶ τῶν φροντίδων τὸ βάρος ἐθελον τὴν ἀνατίθεσθαι. Η οὐχ ὁρᾷς καὶ τὸν κυβερνήτην, ὅπως ἀεὶ ἐνεργός ἐστι, καὶ τῶν ἄλλων ἡδὺ καθευβ; δόντων, καὶ βαθὺ κῦμα διαγόντων, αὐτὸς τῇ ἀγρυ πνία προστέτηκε; κἂν ἡμέρας ὑπνώσῃ καιροῦ δρα ξάμενος, ταῖς διακοπαῖς ὁ ὕπνος εἰς γρήγορσιν αὐτῷ περιίσταται· ὥστε πυκνῶς αὐτὸν λέγειν· Τὴν ὀθό την περίστειλον, τὸν πόδα ἐξάπλωσον, τὸ πηδάλιον περιάγαγε, ἀλλὰ τρίξει τὸ κέρας, ἀλλὰ προβλήτα σκόπελον ἔκφυγε; καὶ σχεδόν τι πλέον ἐνεργεῖ τῶν ἐγρηγορότων αὐτὸς καὶ κοιμώμενος. Πόνοις οὖν ὁ βασιλεὺς ἑαυτὸν ἐκδότω, μὴ τρυφῆς χωρίον, ἀλλὰ φροντίδων τὴν βασιλείαν ποιούμενος. ΚΕΦΑΛ. ΚΒ'. Ὅπως τῶν πολεμικών διαχειρίζειν καὶ ἐν αὐτοῖς πολιτεύεσθαι τῷ βασιλεῖ ἀναγκαῖον. Καὶ τοὺς μὲν πολέμους αὐτὸς ἐνεργείτω, πᾶσι παρών, καὶ πάντα θεώμενος. Οὐ μέντοι γε τοῖς κινδύνοις ἑαυτὸν παραλόγως προήσεται· οὔτε στρα τιώτου θάνατον ἀποθανεῖται, ἀλλὰ στρατηγοῦ λελογισμένου, καὶ πολλὰ τρόπαια στήσαντος. ΚΕΦΑΛ. ΚΓ. Τὰς στρατιωτικὰς ἀσκήσεις καὶ πολέμων σκιάς εἰρήνης καιρῷ συχνάζειν δεῖ, καὶ τῶν στρα τιωτῶν τοὺς γέροντας τιμᾷν. Εἰρηνεύων δέ, ἀσκείτω τὸν πόλεμον, ἑαυτὸν μὲν ἐκπονῶν ἑκάστοτε πρὸς πᾶν εἶδος πολέμου, καὶ μηδὲν τούτων ἀπαναινόμενος, συγγυμνάζων δὲ καὶ στρατιώτας ὁμοῦ καὶ ξύμπαντας, διδασκάλους δὲ καὶ θεατὰς τῶν γυμνασίων ποιούμενος ὅσον γεν ροντικὸν καὶ ἀπόμαχον. Η πολιὰ γὰρ Εχει τι λέξαι τῶν νέων σοφώτερον. Γέρων δὲ ἀνὴρ, καὶ νέος, ἕτερος. Ὁ μέν ἐστι νοῦς, ὁ γέρων· ὁ δὲ, χείρ· θάτερος θατέρου δεόμενος. Ως οὐδὲν οὕτω τὰ τῶν Ῥωμαίων διέφθειρεν, ὡς τὸ μην δένα εἶναι ἐπὶ τῶν πραγμάτων στιβαρόν γέροντα, ρυτιδωθέντα μὲν τῷ χρόνῳ τὸ ἔλυτρον, τὸν δὲ χαρ τὸν ἔνδοθεν τελειώσαντα, καθάπερ τὸ κάρυον.

Chapter XXIV - XXVICaput XXIV - XXVI

col. 283–284page 15 of 16
Caput XXI - XXIII
PG 126:283ΚΕΦΑΛ. ΚΑ. Υγιὴς τῷ βασιλεῖ τοῦ σώματος ἡ ἄσκησις. Καὶ τοῦτον ἐχέτω νόμον ὁ βασιλεὺς, τὸ μήποτε ἀνιδρωτὶ σἶτον αἱρεῖσθαι. Ἐκ ταύτης γὰρ τῆς ἀσε κήσεως τό τε σῶμα αὐτοῦ ὑγιεινότερον ἔσται καὶ ἀπεριττότατον· καὶ τὸ λογικὸν οὐκ ἐμποδισθήσεται πολλοῖς ἐπιχωννύμενον τοῖς περιττώμασι. Τίς οὖν τοιούτῳ πολέμιος αὐτοκράτορι; ΚΕΦΑΛ. ΚΕ'. Τοῖς θυμελικοῖς καὶ γελωτοποιοίς προσέχειν, τῷ βασιλεῖ ἄπρεπον· μᾶλλον δὲ πρέπον τοῖς φρο νίμοις συμβιοῦν, καὶ τοῖς πεπαιδευμένοις συνομιλεῖν. Πῶς δὲ σχολάσει μίμοις καὶ γελωτοποιοῖς ὁ τοιοῦ της; ἢ πῶς οὐ πάντας πρὸς εὔνοιαν ἐπισπάσεται, ὑπὲρ αὐτῶν ὁρῶντας φροντίζοντά τε καὶ γυμναζόμενον; Ἐπεὶ τοὐναντίον, εἰ τοῖς μὲν σκηνικοῖς καὶ τοῖς ἀτελγέσιν ἀνοίγονται τὰ βασίλεια, καὶ τοὺς ἀξίους βαράθρων ὑποδέχονται τὰ ἀνάκτορα, συν ασχημονήσοντας τῷ τῆς οἰκουμένης δεσπότῃ, καὶ βωμολόχους συμφθεγξομένους, καὶ διφροῦντας τὸ λογι ζόμενον· τοῖς δὲ καὶ βασιλεύειν ἀξίοις, καὶ τὴν πρώτην πύλην κατὰ τῶν προσώπων οἱ πυλωροί ἐν τινάσσουσι· καὶ ὁ μὲν τιμηθήσεται, ὃς ψιττακὸν ὑπεκρίνατο, καὶ ὡς ἀηδὼν ἑτερέτισεν· οἱ δὲ ἀνθρώπινα λέγοντες, μᾶλλον δὲ θεῖα φθεγγόμενοι, περιελεύσονται ἄτιμοι, αὐτοὶ μὲν παρ' οὐδὲν τρεφόμενοι, πα χεῖς δὲ τοὺς φθεῖρας τοῦ σώματος ἀποτρέφοντες, καὶ ὕβρεως μὲν ἆθλα καὶ ἀσχημοσύνης προκείσονται, ἀρε τὴ δὲ μάταιον χρῆμα καταλειφθήσεται, αὐχμοῦ καὶ εὐρῶτος ἀνάμεστος· πῶς οὖν ἕξειν οἴει τούτοις τά πράγματα Η πᾶτι δῆλον, κἂν ἡμεῖς μὴ λέγωμεν Τὸ φιλάνθρωπον τῷ βασιλεῖ χρήσιμον. Ἡ φιλανθρωπία δὲ πόση τις ἔσται τοῦ αὐτοκράτορος; Οτη Θεῷ πρὸς ἀνθρώπους. Οὐ γὰρ προηγουμένως τῷ ξίφει χρήσεται, ἀλλ' ἀναγκαίως καὶ βιαζόμενος· Τον γὰρ ἄνω Βασιλέα μιμήσεται· εἰ δὲ μὴ τὸν Βασιλέα, τὴν μέλισσαν αἰσχυνθήσεται, ἣν τῶν ἄλλων μελιττών μόνην ἡ φύσις παρήγαγεν ἄκεντρον. Οστις δὲ ἐπ δίως ἀπογυμνοῖ τὸ ξίφος, οὗτος οὐ βασιλεὺς, ἀλλὰ δή μιος· οὐδὲ Θεὸν ἔχων ἀρχέτυπον, οὐδὲ πρὸς ἐκεῖνον τυπούμενος, ἀλλὰ δαίμονας ἀλάστορας ἀνθρώπων τρεφομένους αἵματι.
col. 285–286page 16 of 16
PG 126:285ΚΕΦΑΛ. ΚΖ'. Ε. ὅσον ξίφει καὶ βασάνοις χρῆσθαι καθῆκον τῷ βασιλεῖ. Καὶ οὐκ ἀμβλύνω τὸ ξίφος παντάπασι, μή τις ἐπιτυέσθω τῷ λόγῳ, μηδέ μου σπαραττέτω τὰ ῥή ματα. Οἶδα γὰρ, ὦ κράτιστε βασιλεῦ, ὅτι τὰ κόκκινά σοι ὑποδήματα καὶ ἐνδύματα, τοῦ πυρός εἰσι σύμ βολα. Τοῦ δὲ πυρός διπλή τις ή δύναμις, φωτιστική τε καὶ καυστική· ὅπερ ἐστὶν εἰπεῖν, ἐνεργητική τε καὶ τιμωρητική. Χρῶ τοίνυν ταῖς τιμωρίαις, ἀλλ' ἐπ' ἐλάχιστον. Φώτιζε μὲν συνεχέστερον, κατάκαιε δὲ ἀργότερον. Τοῦτο καὶ ἡ λαμπὰς ἡ προπορευομένη τοῦ αὐτοκράτορος βούλεται, ᾗ πρὸς τὸ φωτίζειν μό νον, ἀλλ' οὐχὶ καὶ πρὸς τὸ καίειν προσκέχρηται. Λάμπε τοίνυν καὶ σὺν τοῖς ἀγαθουργήμασιν. ΚΕΦΑΛ. ΚΗ'. ρετῇ καὶ σοφίᾳ τοῖς ὑποκειμένοις ὑπερέχειν τῷ βασιλεῖ μελήσεται. Ἐπὶ τάσι, τοῦτό μοι παραφύλαττε. Φημὶ γὰρ τὸν ἄρξειν ἀνθρώπων μέλλοντα, δεῖν εἶναι τὴν ἀρετὴν ὑπὲρ ἄνθρωπον. ὡς γὰρ ὁ τῶν προβάτων ἄρχων, οὐ πρόβατον, ἀλλ᾽ ἄνθρωπος δήπουθεν· καὶ ὁ τῶν βοῶν, οὐ βοῦς, ἀλλὰ λογικὸς ἐπιστάτης, καὶ τῶν ἀγομένων μακρῷ τὴν φύσιν ὑπέρτερος· οὕτως ἄρα καὶ τὸν ἄρχοντα τῶν ἀνθρώπων ὑπερκεῖσθαι δεῖ τοσοῦτον, ὅσον προβάτων ποιμήν, καὶ βοῶν ὁ βου κύλος. ΚΕΦΑΛ. ΚΘ'. Ταύτης τῆς πραγματείας συμπέρασμα, καὶ ὁμοίας ἄλλης ἐπάγγελμα. Οι καταβαρυνώ σε τῇ πλησμονῇ τῇ τῆς παραινέσεως, ἀλλὰ τάχα καὶ εἰς ἑτέραν ταμιεύσομαι τρά πεζαν· καὶ Θεοῦ διδόντος παρασκευάσω σοι τὰ λει πόμενα, μόνον ἴδοιμί σε ταῦτα μετ' ορέξεως προσηκάμενον, καὶ πέψαντα τὰ βρωθέντα, καὶ πρὸς τὴν πνευματικὴν ἡλικίαν ἀπολαύσαντα. ΚΕΦΑΛ. Λ'. Ο Θεὸς Κωνσταντίνῳ βοηθὸς ἐπαγγέλλεται, ἐὰν τῇ παρούσῃ παραινέσει, καὶ ταῖς τῆς μητρὸς ἐντολαῖς πειθαρχεῖν θελήσῃ. Λόγοι τιμῶσί σε, τίμα καὶ σὺ τοὺς λόγους, καὶ τῇ ὁσία του μητέρι καταπειθὴς ἔστω [ [. ἔσο ] εἰσαεί. Τοῖ; γὰρ ταύτης χαλινοῖς ὑπαγόμενος, Θεὸν ἕξεις ἀεὶ καὶ τῶν ἔργων συμπράκτορα, καὶ τῆς βασιλείας συλλήπτερα. Πάντως δέ σοι τοῦτο δώσει μητέρος ἀρετὴ καὶ εὐλογία, ἐπὶ κεφαλῆς καταβαίνουσα, καὶ τὸν οἶκον τόν τε βασιλικόν καὶ τὸν ψυχικόν σοι στηρίζουσα.
Page scan enlarged

Notebook

Full View