PG 126Theophylactus Bulgari Archiepiscopus
Oration on Alexios Komnenos
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 287–288page 1 of 10
Oratio in Alexium Comnenum
PG 126:287*Ην γὰρ τὸ παιδίον καὶ ἄλλως ὡραῖον καὶ ἔτι νέον οὔπω τὸν ἔβδομον χρόνον ὑπερελάσαν (καὶ οὐ νέμεσις εἰ τοὺς ἐμοὺς ἐπαινοίην, ὑπὸ τῆς τῶν πρα γμάτων ἀναγκαζομένη φύσεως)· ἡδὺ μὲν οὐκ ἐν λό γοις μόνον, ἀλλὰ καὶ ἐν παντοίαις κινήσεσι καὶ περιστροφαίς παιγνίων ἀπαράμιλλον, ὡς οἱ τότε παρόντες ὕστερον ἔλεγον· ξανθὸν καὶ λευκόν, ὥσπερ γάλα· ἐρυθήματος μεστὸν ὅπου δέοι, καὶ ὁποῖον [ [. ὁποῖα ] τὰ τῶν καλύκων ἄρτι ἐξαστράπτοντα ρόδα. Οἱ δὲ ὀφθαλμοὶ οὐ λευκοί, ἀλλ' Ιέρακος εοικότες, καὶ λάμποντες ὑπὸ ταῖς ὀφρύσιν, ὥσπερ ἐν χρυσῇ σφενδόνῃ· κἀντεῦθεν ποικίλαις τέρψεσι τέρπον τοὺς ὁρῶντας, οὐράνιόν γε καὶ οὐκ ἐπίγειον κάλλος δου κοῦν· καὶ τὸ ὅλον, εἶπεν ἄν τις ἰδὼν, ὁποῖον τὸν έρωτα γράφουσιν. ΘΕΟΦΥΛΑΚΤΟΥ ΛΟΓΟΣ ΕΙΣ ΤΟΝ ΑΥΤΟΚΡΑΤΟΡΑ ΚΥΡΙΟΝ ΑΛΕΞΙΟΝ ΤΟΝ ΚΟΜΝΗΝΟΝ α΄. Ανάγει μέν μοι τὸν λόγον ὦ αὐτοκράτορ, εἰς τὰ βασίλεια καὶ ὁ θεσμὸς τοῦ ἔθους ὁ τῷ ὄντι βασιλικώτατος, ὃς τοῖς ἑκάστοτε σοφισταῖς ἀναπετάννυσι τὰ ἀνάκτορα· πλὴν κἂν εἰ μὴ τοῦτ᾽ ἦν, αὐτοῦ κέλευστος ἄν σοι τὴν εὐφημίαν προσήγαγον. Λίαν
col. 289–290page 2 of 10
PG 126:289γὰρ ἂν ἦν σκαιὸς τὴν γνώμην καὶ ἐπαρίστερος, καὶ κάλλους ἔργων ἀνέραστος, εἰ σιγῇ παρεἶδον τὴν τῶν σῶν πρακτέων ὥραν, γλῶτταν ἔχων καὶ δυνάμενο; φθέγγεσθαι· μᾶλλον δὲ δυοῖν ἐνειχόμην ἐγκλήμασι τὰς σάς τε χαρὰς ἡδίκουν, δι' ἂς ἔχω τὸ ἐλεύθερα φθέγγεσθαι, καὶ τὴν αὐτὸς ἐμαυτοῦ φύσιν διέβαλον, ὡς ἀγαθοῖς τοσούτοις ἀνάλωτον καὶ μισόκαλον. Ότι τοίνυν ἐκ τοῦ λέγειν τοσαῦτα κερδαίνομεν τῷ τε δικαίῳ χώραν διδόντες, καὶ τὴν πονηρὰν δόξαν ἀπο πεμπόμενοι, πῶς οὐκ ἂν τὴν τῆς Τρωάδος ἐκείνην εὐχὴν προσευξαίμεθα γενέσθαι, φθόγγον ἡμῖν ἐν βραχίοσι καὶ χερσὶ καὶ κόμαισι καὶ ποδῶν βάσει, ἵνα παρ' ὅλων τῶν μελῶν ὁ τῆς εὐφημίας προς άγοιτο ἔρανος, ἐπεὶ πᾶσιν αὐτοῖς τὴν ἐκ τῶν Βαρ βάρων ἄνεσιν ἔδωκας; Εμελλον δὲ ἄρα, ὥσπερ τῶν πράξεών σου χρηστὰ ἀπελαύσαμεν, οὕτω δὴ καὶ τῶν ἐπὶ ταῖς πράξεσι λόγων οὐ μικρὸν ὄνασθαι καὶ αὐτοὶ γὰρ τὸ μέρος ἀγαθὸν νομιζόμεθα, ὅτι τοῖς τοῖς ἐπαίνοις τὴν γλῶτταν ἀπεκληρώσαμεν σήμερον. Αλλ᾽ ὦ γέρον Ἰσόκρατες, σὺ μὲν ἀδημονοῦντι ἐῴ χεις, ὅτι μὴ καιρὸν εἶχες καταβαίνειν εἰς θέατρον, καὶ τῷ τοῦ δήμου συλλόγῳ τὸ κάλλος τῆς φωνῆς ἐπιδείκνυσθαι. Ἡμεῖς δὲ, δ μὲν ἐπόθεις ἐλάβομεν ὅπερ δὲ εἶχες, οὐκ ἔχομεν. Λίγων μὲν γὰρ ἀγών, καὶ δὴ μέγιστος· σοφιστὴς δὲ παρὰ πολὺ τῆς δόξης ερχόμενος, ἄλλος ἄλλως] τε καὶ τηλικού τοῖς ἔργοις ἀντιταλαντεύων τούτου δύναμιν. Οὐκ ἀπορῶν γὰρ ὕλης πῦρ οὐκ ἔχω τοσοῦτον, ὅσον πυρο σὺν ἐξάψαι τηλεφανῆ καὶ ἀέριον. Τὰ μὲν οὖν ἄλλα παρήσειν μοι δοκῶ· πολλοῖς τε γὰρ ἐκεῖνα λελο γογράφηται, καὶ ἡμεῖς δὲ τούτοις τὴν γλῶτταν έχου σμήσαμεν ἄλλο τῆς [γ. ἄλλοτε ] τῶν δ' ἀρετῶν ἐκ μέρους τοῦ βασιλέως μνησθήσομαι, καὶ ταύτῃ τῷ καιρῷ τὰ εἰκότα χαρίσομαι. β'. Μεγάλου δέ μοι δοκοῦσιν ἐστέρεσθαι. Αστε ρῆσθαι] τοῦ παραδείγματος, ὅσοι τῶν φιλοσόφων περὶ τῆς τῶν ἀρετῶν ἐπραγματεύσαντο φύσεως· εἰ γὰρ κἀκεῖνοι τοὺς ἡμετέρους τούτους χρόνους ευτύχησαν, εἶχον ἂν οὐκ ἀρμαρτύρως λέγειν πρὸς τὸν αὐτοκράτ τορα βλέποντες· οἱ δὲ οὐ γὰρ εἶχον πρὸς ὁ καὶ βλέψουσι, ψιλοὺς καὶ ἀνεγγείους [γ. ἀνεγγύους] τοὺς λόγους προὔφερον. Ο δ' ἡμέτερος βασιλεύς, ἅπερ ἐκεῖνοι νεκρὰ τοῖς γράμμασιν εναπέθεντο, ἔμψυχα καὶ ζῶντα φαίνει τοῖς πράγμασιν· ἀνδρείαν μὲν τὴν ἀληθῆ καὶ γενναίαν τῆς οἰκείας ἀρχῆς προ βαλλόμενος, οὐ τὴν νόθον καὶ ψευδομένην τὸ ὄνομα, ἀλλ᾽ ἦν ἀρετὴ θυγατέρα γνωρίζει καὶ ἐγκολπίζεται, τὴν αὐτὸ τὸ καλὸν προσησαμένην -στησαμ.], καὶ δι' αὐτὸ κινδυνεύουσαν· ἦν τάχα καὶ πατὴρ ὑπὲρ παιδὸς ἀγαθός τε καὶ ἀγαθοῦ καὶ παῖς ὑπὲρ ἐπιδείξαιτο. Σὺ μὲν οὖν, ὦ βασιλεῦ, ἔχων τὸ πρᾶγμα τῆς ἀνδρείας, οὐδὲν δέῃ τῶν ἐπὶ ταύτῃ λογικῶν
col. 291–292page 3 of 10
PG 126:291διαιρέσεων· ἐμοὶ δὲ καὶ τοῦτο συγχώρει το φιλο τίμημα, καὶ μικρά τινα περὶ ταύτης δός διαλέξασθαι· τάχα γὰρ οὐδέ σοι ἄχαρι ἔσται τὸ ἐπεισόδιον. Ἔστι μὲν γὰρ, ἔστιν ἀληθὴς ἀνδρεία, καὶ μὴ τὸ όνομα καταισχύνουσα, ἣν αὐτός τε ἔχεις, καὶ ταῖς τῶν στρατιωτῶν καρδίαις ἐγκαθιστᾷ; Η περὶ τὰ ἀνθρώπῳ φοβερὰ καὶ τὸν προσήκοντα θάνατον ἀνέκπληκτος καρδίας κατάστασις· ἣν σχόντες οὐ μόνον ἐχθροὺς, ἀλλὰ καὶ χρόνον ἐνίκησαν, τοὺς μὲν αὐτίκα, τὸν δὲ, ἕως ἂν τὸ τῶν ἀνθρώπων γένος συνίστηται· αἱ δ᾽ ἄλλαι πάλαι κατὰ τὸ ἔσχα τον ἀπήχημα ταύτης μετέχουσαι φαίνονται. Είτε γὰρ διὰ τὴν ἐμπειρίαν ἀνδρίζοιντο, ὡς οἱ ναῦται πρὸς χειμῶνας καὶ κλύδωνας· εἴτε διὰ φόβον πλη γῶν, ὡς οἱ πάλαι του Ξέρξου στρατιῶται ὑπὸ μά εἴτε διὰ στιγι πρὸς τὴν παράταξιν συνωθούμενοι θυμοῦ περιουσίαν, ὡς οἱ σύες κατὰ ξιφῶν ὠθικό μένοι εἴτε διὰ τὴν εὐελπιστίαν, ὡς οἱ πολλάκις τῶν ἀντιπάλων κρατήσαντες, καὶ διὰ τοῦτο πάλιν θαῤῥαλεώτερον συμπλεκόμενοι· εἴτε δι᾽ ἄνοιαν, ὡς οἱ ἀπατώμενοι, τῷ μὴ δοκεῖν τοῖς κρείττοσιν αὐτ τῶν ἀντιτάσσεσθαι, μεθ᾽ ὅ μὲν δὴ γνῷεν, τὰ νῶτα τρέποντες· ταῦτα γοῦν πάντα τὰ εἴδη πόρρω τῆς ἀνδρίας ἐσκήνωται. Σὺ δὲ οὔτε παρακαλεῖ γ. -λ πρὸς τὰ τολμητέα (πόῤῥω γὰρ τῆς σῆς πρακτικής τὸ θρασύ τε καὶ ἔμπληκτον), οὔτε τοῖς μενοεικέσι τὰ νῶτα είδως • λάσιον γάρ σοι τὸ στῆθος, καὶ ἡ καρδία πυρὸς ἐργαστήριον· βασιλέα δὲ τὸν λόγον χειροτονήσας, τὸν θυμὸν αὐτῷ δορυφόρον ὑπέθηκας, ᾗπερ ἂν ἐκεῖνος νοήσῃ, ταύτῃ ἀλλόμενον. Ταύτην σου τὴν ἀνδρίαν, καὶ ὁ τῶν Περσῶν κατέχων Βάρο βαρος, καὶ παίζων καὶ σπουδάζων ἐκπλήττεται ὥστε κάν τοῖς πότοις ὑπὲρ τῆς σῆς ὑγείας κρατήσ ρας ἵστησιν, ἰδών σε τοῖς ὠτίοις, καὶ διὰ τῆς φήμης περιπλεκόμενος· Εἰς γὰρ πᾶσαν τὴν γῆν ἐξῆ.ι θεν ὁ φθόγγος τῆς σῆς γενναιότητος· καὶ ὅ τι. ὅτι] τοῖς περιβοήτοις Φρακτοῖς [[. Φράγκοις] οὐδὲν οὔτ᾽ ἐν λόγοις, οὔτ' ἐν ἔργοις ἐνδέδωκας· ἀλλὰ καὶ τὰ ἔργα του παρὰ τὰς ἐκείνων ἐλπίδας, αἷς ἀπατηθέντες ἐστράτευσαν· καὶ οἱ λόγοι μεγαλουργοῦ καὶ μεγαλογνώμονος, Βαρβάρων θράτος συστέλλοντες. Ἐκεῖνά σε, ὦ γενναῖε, ἐκεῖ νά σε καὶ τοῖς Ούννος φοβερὴν ἀπειργάσαντο, καὶ πολλῶν, καὶ μὲ τὰς σὰς χεῖρας, πόλεων τὴν σὴν φιλίαν ἐπρίαντο, καὶ εἰς συμμάχους ἑαυτοὺς κατὰ Σκυθῶν τῶν καταράτων ἐνέγραψαν, τὴν ἀήττητόν σου δεξιὰν ἐπαναταθῆναι μένην τοῖς σφῶν ἐχθροῖς αἰτησάμενοι. γ΄. Οὐ μὴν ὁ Σκύθης τούτοις προβαίνουσιν ἐπεν; σταξεν, ἀλλὰ κρεῖττον μὲν φρονήσας ἢ κατὰ Βάρο βαρον, ἑαυτὸν δὲ νικήσας τῷ βελτίονι σκέμμματι, ἐδὲν ἐβάδιζε τῶν προτέρων καταδρομών κερδαλεωτέραν τε πολύ, καὶ τὴν δεξιὰν οὐ μετὰ ξίφους ἀν ἔτεινεν, ἀλλ᾽ εἰς δεξιώσεις προέτεινε, καὶ προσκυνεῖν τὴν βασιλέα ἄοπλον εἵλετο, ὃν ἐπλισμένον φέρειν οὐκ ἴσχυε· καὶ δεσπότην ἔχειν εἰρηνικόν, ὃν ἀντι μαχον ἐνόμιζεν ἄμαχον. Καίτοι τίς οὐκ οἶδε τὴν τῶν Σκυθῶν ἀτοπίαν, οἷς ὁρμὴ μὲν ὅση καὶ ἀστρα
col. 293–294page 4 of 10
PG 126:293πῆς; ἀφορμὴ δὲ βαρειά τε ὁμοῦ καὶ ταχεῖα, τὸ μὲν, τῷ πλήθει τῆς λείας, τὸ δὲ, τῇ περὶ τὸ φεύγειν ὀξύτητι; 'Αεί τε γὰρ ἐπιόντες τὴν φήμην προφθάνουσι, καὶ ἀπιόντες, οὐδ᾽ ἀκούειν διδόασι περὶ αὐτ τῶν τοῖς διώκουσι. Τὸ δὲ μεῖζον, ἀλλοτρίαν μὲν κατατρέχουσι, σφετέραν δ' οὐκ ἔχουσιν· ἀλλὰ κάν τις εἴη Δαρείου του Υστάσπεως τολμηρότερος, ὡς καὶ ζεύξαι τὸν Ιστρον, καὶ Σκύθας ἀναζητεῖν, τοῦτ' ἐκεῖνο, διώξει φρενοβλαβῶς τὰ ἀκίνητα. Αὐτοὶ μὲν τις πέτρας περιβαλοῦνται καὶ ταῖς λόχμαις ἐνδύ σονται· ὁ δὲ οὐδὲν πλέον, ἢ ὄρη τε καὶ δάση περι ελεύσεται, μόνα τῆς τῶν διωκομένων φύσεως ἀγριώτερα, καὶ τῆς πολλῆς δὲ ἐκείνης τῶν Σκυθῶν ἔρη μίας μόνης θεατής καταστήσεται, ἣν οὐδὲ ἡ παροιμία ηγνόησε. Κἂν προσβιάζηται την φύσιν τοῦ πράγματος, αὐτὸς μὲν ἀπολεῖται, οὐ μᾶλλον 1 ελεούμενος τῆς ἀτυχίας, ἢ τοῦ θράσους μισούμενος οἱ δὲ Σκύθαι δείξουσι πετρῶν ὄντες καὶ δρυών ἔκγονοι, καὶ δράσουσι μόνον, ἀλλ' οὐχὶ πείσονται ὥστε ἔμοιγε, εἰ μὴ πάντα τοῖς μύθοις ἐπιτρεπτέον, καὶ ὁ Γύγης ἐκεῖνος Σκύθης ἦν ἐξ ἀφανοῦς βάλλων, αὐτὸς μὴ βαλλόμενος. Τούτοις συμφορὰ μὲν βίος ἀπράγμων, τὸ δὲ ἡσυχάζειν, ἀρρώστημα, καὶ τὰ τῆς εὐδαιμονίας ἄκρα πατεῖν δοκοῦσιν, ὅταν πολέμου καιρὸν εὐλογον ἔχωσιν, ἢ ταῖς σπουδαῖς ἐνυβρίσωσι. Καὶ οὗτος αὐτοῖς ὁ πολεμικώτερος, ὃς ἂν φανείη βαρβαρικώτερός τε καὶ ἀπιστότερος, μαινομένῃ τε χειρὶ θύων, καὶ ἀπονοίᾳ δουλεύων. Καὶ τὸ χείριστον, ὅτι τῷ πλήθει νικῶσι τὰς μελίσσας τοῦ ἔαρος, καὶ οὐδείς ποτε τούτων εἶδε χιλιάδας, ἢ μυριάδας, ἀλλ' ἀριθμὸς τούτων τὸ ἀναρίθμητον. “ Ἀλλὰ γὰρ τούτοις, τοῖς τοιούτοις τὴν ὁρμὴν, τοῖς τοσούτοις τὸ πλῆθος, ὁ σὸς φόβος ἀντὶ μυρίων πολέ μων ήρκεσε, καὶ τὸν ἵππον μὲν ἀναπαῦσαι, κατα πῆξαι τὲ τὸ δο, άτιον, λύσαί τε τῆς ἀσπίδος τὸν πόρπακα πέπεικεν. δ. Αλλ' οἷόν με τόδε μικροῦ διελάνθανε τοῦ Σκύ θου τὸ τέχνασμα. Τῆς γὰρ εἰρήνης ἐρῶν, καὶ ἡδέως ἂν ὑπὲρ ταύτης καὶ τὰ φίλτατα ἀποδόμενος, ὁ δὲ μετεχειρίζετο τὸ πρᾶγμα σοφώτερον. Πρέσβεις γὰρ σχηματίσας τῷ κραταιῷ δεσπότῃ προσέπεμπεν, ἐρεῖν κελεύσας οὐχ ὅτι εἰρήνης δέονται, ἀλλ' ὅτι δεομένῳ πάρεισι τὰς ὁμολογίας θησόμενοι. Ο δὲ καὶ ἄλλως μὲν ἐν ταῖς πρὸς Βαρβάρους ὁμιλίαις πάντας ἀπο κρύπτει καὶ φιλοσόφους και ρήτορας τῶν νοημάτων τῇ στιβαρότητι, καὶ τῶν ῥημάτων τῇ καθαρότητι, εὔπορος εὑρεῖν, εὔκολος εἰπεῖν, πολὺς μὲν νοῆσαι, ἡδὺς δ' ἑρμηνεῦσαι, μεγαλοφροσύνης τε την διά λεξιν ἐμπιπλῶν, καὶ βασιλικούς τους λόγους καὶ ἀνατεταμένους ποιούμενος· τότε δὲ καὶ πρὸς τὴν ἀπάτην τοῦ Βαρβάρου εμπικρινάμενος, τους Ομη ρικοὺς ἐκείνους δημηγόρους ἐνίκα, τοῦτο μὲν λι γέως καὶ ταῦρα καταρητορεύων τοῦ Σκυθικοῦ, τοῦ το δὲ νιφάδεσσιν εοικότα χειμερίησιν Εν οἷς
col. 295–296page 5 of 10
PG 126:295μὲν γὰρ ἔδει σφοδροτέρας καταδρομής, ενταῦθ᾽ ὁ Ο Οδυσσεύς· ἐν οἷς δὲ μικρὸν ὑφιέναι τοῦ τόνου, ἐνταῦθά σοι ὁ Μενέλαος. Εἶτα τί; Αἰσχύνην οὐ μικράν προσοφλήσαντες, καὶ γνόντες ὡς αὐτοὺς ἡ τοῦ ἀπατᾷν ἐπιθυμία ήπάτησε, τὰ προσωπεία διασχόντες ἀπογυμνοῦσι τὰ πρόσωπα, καὶ ὡμο λόγησαν ὡς διψοῦσι τῆς εἰρήνης, ποῤῥωθέν σας τοῦ πυρὸς ἀπολαύσαντες· καὶ οἱ πρότερον αἵματι μόν λις διακρινόμενοι, γράμμασι καὶ συνθήκαι; τὰ καθ᾿ αὐτοὺς ἐνεπίστευσαν. Οὕτως ἅμα [Γ. ἄρα] συγχωρεί καὶ φιλόνεικος Βάρβαρος τῷ τῆς ἀρετῆς ὑπερέχοντι, καὶ νικᾷ θυριώδη φύσιν βασιλική θειότης. ε'. Ο λευκῆς ἐκείνης ἡμέρας, ἐν ᾗ χρόνιοι δή μάλα χρόνιοι τρόπαιον εἰρηνικὸν ἀνεστήσαμεν! ὦ βασι λέως χειρῶν ἐργασαμένων τὴν νίκην πρὶν ἐνεργήσαι τὸν πόλεμον! ὢ καιρῶν εὐδαιμόνων καθ' οὓς τὴν εἰρήνην δεδώκαμεν, οὐκ ἐλάβομεν. Εἴ τις οὖν ἐπισ θυμεῖ, νίκην ἀκμητὶ γενομένην εναγκαλίσασθαι, ἐμφορείθω τῶν παιδικῶν τοῦ βασιλέως. Καίτοι καν εἰ κινδύνοις, καὶ στρατοῦ πόνῳ, καὶ ῥείθροις αἱμάτων ἐστεφανώσω τὸν πόλεμον, μέγα τ' ἂν ἦν τὸ ἔργον, καὶ πολλῶν γλώσσας ἐχάλκευεν εἰς τὸν ἔπαινον. Νῦν δὲ πολλῷ πλεῖον τοῦ θαύματος τῷ ἔργῳ περίεστιν, ὅτι μηδὲ τὴν χεῖρα ἀνέμειναν οἱ πολέμιοι, ἀλλ᾽ ἑαυτῶν καταγνόντες, δικαίαν ψήφον εξήνεγκαν· καὶ τοῦτό γε μόνον ἐκεῖνοι, οὐ Βάρβαροι, οὐδὲ Σκύθαι, ὅτι πρὸ τῆς βλάβης, τοῦ κρείττονος ᾔσθοντο. Αλλος μὲν οὖν οὐδ᾽ ἂν τὴν τοῦ ἔθνους πρεσβείαν ἐδέξατο, ἀλλ' ἀτε νέστερος ἐφάνη τοῦ δέοντος, καὶ τὴν ὀρούν τοῦ καιροῦ ὑψηλοτέραν ἀνέτεινε, καὶ οὐ πρότερον τῆς δίκης ἐπεύ σατο πρὶν αίμασι Σκυθικοῖς εὐωχῆσαι τοῦ θυμοῦ τὸ θη ρίον. Σοῦ δὲ καὶ τοῦτο καινότατον, ὅτι μὴ τοῖς κειμένοις ἐπανάβης, μηδὲ τοὺς ἱκέτας ἀπώθησαν· ἀλλ' ὥσπερ ότι φρυαττομένους εἶδες, καὶ νεῦρον σιδηροῦν δεικνύντας τὸν τράχηλον, ἀντεπεδείκνυσο τὸ ἀνένδοτον· οὕτως ὅτε συστελλομένους εὗρες, καὶ καθαιροῦντας τὸ φρύ αγμα, τὴν τύχην ἐλέησας, καὶ τὸ, Μηδὲν ἄγαν, ἐν τοῖς ἔργοις ἐπήνεσας· τότε τοῦ σοφοῦ βασιλέως εὖ ἔχειν νο μίσας, Μὴ γίνου δίκαιος πολύ, παγκάλως φιλοσοφήσαντος, οὐχ ὅσον ἐκείνοις ἔδει παθεῖν ἐπήγαγες, ἀλλ' ὅσον σοὶ προσῆκε ποιεῖν, ἐπ' ἐκείνους ἔδειξας. Οὐδὲ γὰρ οὔτε βασιλικών, οὔτε θεῖον τὸ τιμωρίας ἐμπίπλασθαι, ἀλλ' ἐριννυώδες καὶ δαιμονιώδες, καὶ πονηραῖς ἀφωρισμένον καὶ φύσεσι καὶ δυνάμεσιν. Οὐ γὰρ ἀκούεις καὶ τῶν λογίων, ὅτι θλίψις δι' ἀγγέλων πονηρῶν ἀποστέλλεται; καὶ Θεὸς δὲ αὐτὸς οὐ θέλει τὸν θάνατον τοῦ ἀσεβοῦς, οὐδὲ τῇ ἀπωλεία τῶν ζώντων τέρπεται; Δαβίδ μα ταῦτα καὶ Ἰεζε κιὴλ καὶ Σολομῶν ἐμαρτύρησαν. Ούκουν οὐδ᾽ αὐτό, ὁ Θεοῦ μὲν ύπαρχος, ἡμέτερος δὲ βασιλεύς, τὴν χολὴν τοῖς Σκύθαις ἐπέχυσας, ἀλλὰ καὶ ἄξι ἐν ἐπιβέβληκας, καὶ σπονδὰς ζητοῦσι προσδέδωκας, και το Ρωμαίων βασιλείᾳ πολλὰς πόλεις ὡς μητρὶ θυγα τέρας αἰχμαλωτισθείσας ἀπέδωκας. Καὶ νῦν γεωργὸς εὐονείρους ὕπνους ὑπνώττει διὰ τὴν σὴν ὑπὲρ ἡμῶν ἀγρυπνίαν, καὶ οὐ φαντάζεται, ποτὲ μὲν διώκοντα, ποτὲ δὲ κατέχοντα, καὶ ἄρτι μὲν δεσμοῦντα, ἄρτι δὲ ΣΣ!!!,
col. 297–298page 6 of 10
PG 126:297τὸ ξίφος ἐπάγονται, ἀλλ' ἀνέτειλεν ὁ ἥλιος, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἄχρις ἑσπέρας ἐξέρχεται Ο ἥλιος ἔγνω τὴν δύσιν, καὶ ἀναλύει τοῦ ἔργου, καὶ τράπεζαν ἱστῇ τῇ ἀφοβίᾳ κατάκομον, καὶ κρατῆρα πλήσας ἐλεύθερον, τῷ σῷ μὲν κράτει συνήδεται, τῶν δὲ Σκυθῶν κατερεύγεται, καὶ τοῖς φιλτάτοις προσπαίζει, καὶ ἡδέως εναγκαλίζεται, διὰ τὸν μέγαν ᾿Αλέξιον ὁρᾷν ταῦτα, καὶ ὑπ' ἐκείνων ὁρᾶσθαι διατεινόμενος. Τί μὴ λέγω τοὺς ἐκ τῆς Έψας σοι προσχωρήσαντας (τοῦτο μὲν ἰδίᾳ, τοῦτο δὲ καὶ κοινῇ); "Ον ἀμφισβητοῦσι μὲν ἀνδρεία καὶ πραότης, ὁποτέρα προσήγαγεν· ἑκατέρα γὰρ τούτων μεταπεποίηται. Οποτέρα δ' ἂν κριθείη νικάν, ὁ βασιλεύς ἐστιν ὁ νικῶν, ὅστις ἀποῤῥήτους ἴυγγας ἡμῖν ἐπετήδευσε, καὶ τοὺς ἀμειλίκτους μειλίσσεται, καὶ τὸ θειότερον, ὅτι Θεὸν αὐτοῖς προμνηστεύεται, καὶ εἰσάγει τοῦτον εἰς τὴν αὐτῶν βασιλείαν, καὶ τῆς ἐκεῖ συγκλήτου μέρος ποιεῖ· καὶ ἄνδρας αἱμάτων ἀποπλύνων ταῖς τοῦ Σωτηρίου πηγαίς, τέκνα φωτός δεικνύει, καὶ τὸ τῆς ἀφθαρσίας ἱμάτιον ἀμφιέννυσι, καὶ πλάττει τούτους πλάσιν ἡμερινὴν καὶ σωτήριον, ἵνα καὶ παρ' αὐτοῦ τὴν προσφορὰν τῶν ἐθνῶν ὡς παρὰ Παύλου Χριστός προσδέξηται. Αλλ' ὁρᾶτε ὡς καὶ ἀπόστολος ἡμῖν ὁ αὐτοκράτωρ ἐκδέδεικται, καὶ ἀνέκυψε τοῦτο τοῦ λόγου οἷόν τι πόρισμα. Σὺ δέ μοι λέγε Προμηθέα καὶ μῦθον ἀνθρώπους πλάττοντα ἀλλ' ἐγώ σοι μετὰ τῆς ἀληθείας ἀντιπαράγω τὴν βασιλέως προμήθειαν μεταπλάττοντος Βαρβάρους ἐπὶ τὸ ἀνθρώπινον, ἢ θειότερον, ός γε καὶ διδάσκαλον ἐθνῶν ἐγκατέστησας, ἐν πίστει καὶ ἀληθείᾳ, τὰ τοῦ Παύλου σοι λέγω ἐρθοτομήσοντα τοῦ λόγου τὴν αύλακα, πληθυνοῦντα Θεῷ τὸ γεώργιον. Σ'. Τί μοι τὰ πόῤῥω λέγειν; Τί δε πρὸς τὸν Ιστρον καὶ τὴν Εῴαν ἀπάγομαι; Τί δὲ μὴ ἀφ' ἑστίας ἀρχομένην τὴν φιλανθρωπίαν τοῦ αὐτοκράτορος δεί κνυμι; 'Ανέστη γάρ τις οὐ πολὺς ἐξ οὗ χρόνος βασι λικοῦ σπέρματος ἑαυτὸν ποιούμενος ἄσταχυν (ενέρ. γειαν πλάνης εἶπεν ἂν αὐτὸν ὁ ᾿Αποστόλος), ὃς κούφοις τισὶν ἀνθρώποις καὶ παρασήμοις καὶ ἀξίοις αὐτοῦ προσφυείς, Ἡσίοδος κηφῆσιν, Αρχίλοχος πιθήκοις. Ο βασιλείων ὕψος καὶ μέγεθος, καὶ ἀνα κτόρων λαμπρότης, καὶ θρόνων μεγαλειότης ἀσύγκριτος, οἷον ἡμῖν ἐνυβρίζειν ἐτόλμα, άρπαγμα τὰ τώρα τῆς ἀρετῆς ἡγησάμενος. 'Αλλ᾽ οὖν μετὰ τῶν συνωμοτῶν ὁ μωρὸς 'Αδωνίας ἐβασιλεία, καὶ τοῦ πονηροῦ κόμματος. Τί δε; ῾Ο ἀποκαλύπτων βαθέα, καὶ ἑρμηνεύων μυστήρια, ἀπεκάλυψε τῷ ὠτίῳ τοῦ βασιλέως τὸν πονηρὸν σύνδεσμον, καὶ τὸ ὀλέθριον διαβούλιον ἀταλαιπώρως φωρᾶσαι πεποίηκε. Τί γοῦν ἐνταῦθα σκοπεῖτε; Τὸ πικρὸν τοῦ βασιλέως καὶ ἀπαρ αίτητον; Πῶς τοὺς ἀπράκτους φονευτάς ήμύνατο; Πῶς τοὺς ἄχειρας ξιφηφόρους ημείψατο; Εψίλωσε μὲν αὐτοῖς τὰς κεφαλὰς, τοῦ φυσικοῦ κόσμου στερήσας, ὡς περὶ τὴν κεφαλὴν ἀσχημονήσαντάς τε καὶ ἐξυβρίσαντας· ἐψίλωσε καὶ τὸ γένειον, τὸν οἶμαι,
col. 299–300page 7 of 10
PG 126:299ἡ ἄνανδρον αὐτῶν καὶ ἀγενὲς ἐκπομπεύων διὰ συμβολικοῦ τοῦ προσχήματος. Σκόλοπα δὲ ἀνέστησε μὲν, καὶ τὸν πλάνον ἐκεῖνον ἐπέδησεν, ἐπεγέλα δὲ ἄρα τῷ σκόλοπι ὁ φιλάνθρωπο:, φοβήτερον [. φόβητρον! αὐτὸν μόνον ὀξύνας καὶ οἷον μορμολύκειον τεκτηνάμενος· οὐδὲ γὰρ εἶναι τῆς ᾿Αλεξίου βασιλείας ἀν δρὸς Ρωμαίου φόνον θεάσασθαι. Τοῦτό σοι πόσων ἀριστευμάτων ἀντάξιον Τούτου; τι ἂν εὔροις περὶ [[. παρά] τοῖς παλαιοῖς ὑποστάσιον; Λέγεται τι περὶ τοῦ πανευφήμου Κωνσταντίνου, ὡς ἄρα δῆμος μέν τις ὑβριστὴς καὶ ἀγέρωχος (καὶ τί γὰρ ἢ δήμος παντοίας κακίας συμφόρημα καὶ ὕβρεως τελεστής ριον;), στήλας αὐτοῦ τῆς ἀγορᾶς κατασπάσας, λίθων βολαῖς τὰς ὄψεις διαλωβήσαντο. Αγγελθὲν δὲ τοῦτο τῷ βασιλεῖ, πολλοὶ μὲν σχέτλια παθεῖν, καὶ μετὰ τῶν σχετλίων τὸ πρᾶγμα τίθεσθαι, τοῦ βασιλικού θυμοῦ τὸ βέλος ὀξύνοντας· τὸν δὲ, πράως διαψης λαφῶντα τὸ πρόσωπον, Μή τι, φάναι, κατὰ τούτου τοῖς λίθοις ἐχρήσαντο, ἢ τὰ τῆς λώδης ταῖς παρειαίς ἐντεσήμανται; Ως δ' οὐκ ἔφασαν ἐκεῖνοι τῷ βασι λικῷ προσώπῳ ίχνος ὕβρεως ἐπιφαίνεσθαι, Οὐκοῦν, εἰπεῖν, ἐῶμεν τοὺς παροινήσαντας· οὐ γὰρ ἡμᾶς κακον τι διέθεντο, ἀλλὰ τῷ χαλκῷ ἐπελύττησαν. Τοῦτο μέγα μὲν, βασιλεῦ, καὶ τῆς Κωνσταντίνου ψυχῆς ἐπάξιον, ἀλλὰ μέχρι σοῦ μέγα καὶ τῆς σῆς πράξεως. Βέλιος δ' ἀνόρουσε λιπών περικαλλέα λίμνην καὶ οἱ λοιποὶ ἀστερες ἐκρύβησαν. Ἐκείνοις μὲν γὰρ εἰς τὰς σκιὰς ἐξυβρίσασιν, οὐ τοσοῦτον μέγα τὰς τιμωρίας χαρίσασθαι μηδὲν μέγα λυμηναμένοις τὰ πράγματα· σοῦ δὲ τῷ αὐχένι μόνον οὐκ ἐπικατα ήνεγκεν ἡ πονηρὰ φατρία τὸν σίδηρον, οἷς χάριν τῆς ἀθωώσεως τοῖς παλαιοῖς οὐ δίδως χώραν συγκρίσεως. Οὕτω διδάσκεις ἡμᾶς τοῖς ἀδικοῦσι προσφέρεσθαι. Καὶ γὰρ κἂν τοῖς ἄλλοις Σολομῶνος εξ δικαιότερος, ταύτῃ γοῦν ἑκὼν τῆς ἀκριβείας ὑφίεσαι, καὶ τὸ μὲν διανεμητικόν σοι δίκαιον, καὶ τὸ ἐπανορθωτικὸν ὑπερευκατώρθωται· τὸ δὲ κατὰ τὸ ἀντιπεπονθὸς, ἐνταῦθά σοι μετριώτερον. Καὶ βούλει μᾶλλον ὑπόχρεω; ἔχειν τοὺς εἰς σὲ πλημμελήσαντας, ὡς πολὺ μὲν ὀφείλοντας, πολὺ δὲ ἀφεθέντας, καὶ τὸ δί καιον ἀγαπήσαντας τοσοῦτον ὅσον ἀφείθησαν. Οἶδας πάντως τὸ εὐαγγελικὸν ἀποθέσπισμα· φιλεῖ γὰρ ἄνθρωπος πρὸς μὲν τὸ ἀντιτεῖνον ἀντισκληρήνεσθαι, ὑπείκειν δὲ τῷ μαλάττοντι, καθάπερ ἐλαίῳ τῷ τῆς πειθούς φαρμάκω γινόμενος χαλαρώτερος. "Αρα δή σοι τὸ πρᾶον ἀπὸ φρενὸς μαλακωτέρας ἐμπέφυκεν, ὡς μὴ εἶναι προτέρημα, ἀλλὰ νόσημα, Μή οὕτως ἡμεῖς τὰς φρένας νοσήσαιμεν, ὡς τῆς βασιλικῆς ἀρετῆς τὴν μορφὴν λελωβῆσθαι πιστεύειν οὐλαῖς τισι καὶ σπαράγμασι. Καὶ γάρ σοι τὸ ἦθος ἐπὶ τῆς ἀρχικῆς μεγαλειότητος ἕστηκε, καὶ τὸ ἡδὺ προδείκνυσι καὶ τὸ χάριεν· καὶ οὔτε σκληρὸν τὸ ἀνδρικών,
col. 301–302page 8 of 10
PG 126:301ούτε κορασιωδές σοι τὸ ἐπίχαρι, ὡς μήτε τὸ σεμνὸν εἰς ἀλαζονείαν ἐκτραχηλίζεσθαι, μήτε καταρριπτεῖσθαι τὸ ἱλαρὸν εἰς εὐτέλειαν. Σὺ μαλακίσῃ ποτέ, ὁ ἀδαμάντινος, ὁ ἀνένδοτος; ὅς ἐπειδὰν σχολάζῃς τῶν τοῦ πολέμου κινήσεων, οὐχ ἵππων ἁμίλλαις καὶ δήμων μανίαις σεαυτὸν ἐπιῤῥίπτεις, οὐδ᾽ ἐνθηλύ νεις τὴν ἀκοὴν τοῖς τῆς ἀνάνδρου μουσικῆς κρού σμασιν, ἀλλὰ θήραις καὶ κυνηγεσίαις ἀνεγείρεις τοῦ θυμοῦ τὸ κοιμώμενον, καὶ τοὺς εὐγενεῖς παῖδας γεύων τῶν τῆς ἡλικίας ἀριστευμάτων ὡς σκύλα χας. ζ. Σωφροσύνης δὲ οἶδ᾽, ὅτι οὐ ζητεῖτε μαρτυρίαν, οὕτως αὐτὸν πιέζοντα τὸ σῶμα θεώμενοι καὶ ταῖς ἑκάστοτε θυραυλίαις, καὶ τοῖς ξηροτέροις γυμνάσμασιν, ὅς γε καὶ μίαν ἐξ ἀρχῆς ἔστερξε την καλήν ἐν γυναιξί, τὴν βασιλείας ἀξίαν σύζυγον. "Οθεν αὐτ τοῖς προσήκοντα τῇ τοῦ γάμου ρίζῃ καὶ τὰ βλα στήματα. Καὶ νῦν τοῖσδε ἔρταις [τοῖς γενέταις?] ὁ καλός, ὁ μυριοπόθητος, τὸ ὀψιμώτατον θέαμα, ὁ τῶν ἀετῶν νεοττὸς, ὀξὺ μὲν ὁρῶν ἤδη, περιμένων δὲ τὰ ὠκύπτερα. ᾿Αλλὰ τί, ὦ πάτερ, πρὸς τὸν παῖδα βρα εύτερος ἐγένου τῆς φύσεως; Τί μὴ τὸν βασιλέα υἱὸν καὶ βασιλέα γνωρίζεις, ἀλλ᾽ ἀναδύῃ τὴν ποθουμένην ἀνάῤῥησιν; Τί μὴ μεταδίδως ὀνόματος τῷ μετασχόντι φύσει τοῦ πράγματος; ᾿Αλλὰ κἂν σὲ μὴ θέλῃς, θεσμός ἐστιν ἀδραστείας ἀκίνητος, λέοντα τὸν σκύμνον εἶναι τοῦ λέοντος. η'. Η φρόνησις δέ σοι αὕτη μέν γε καὶ τῶν ἔξω, καὶ τῶν ἔσω μεταποιεῖται· κἂν πόλεμον κατορθώσῃς, μερίτιν ἑαυτῇ παρεντίθησι, καὶ τὴν ταύτης ἀδελφὴν, τὴν ἀνδρίαν, οὐκ ἀξιοῖ σχετλιάζειν, εἰ τὸν κλῆρον τῶν τροπαίων ἡ ἀδελφή συμμερίζεται ταῖς τῶν πόλεων διοικήσεσιν, αυτή μόνη ἐπιστατεῖν δια τείνεται, Ταύτην γὰρ ὡς ὄντως νοήμων ἐκτήσω τῆς ἀρχῆς σου κυβέρνησιν. Ταῦτα ἄρα καὶ διατάττεται, ἄρχοντας μὲν αἱρεῖσθαι τοὺς ὡς πα τέρες παίδων ἐπιμελησομένους τῶν ὑπηκόων. "Η οὐχ ὁρᾷς, φησί, τὸν μέγαν βασιλέα καὶ σοῦ ἀρχέ τύπον, ὅπως ἄλλοις ορίοις άγγελον ἄλλον ἐθνῶν ἐπέστησε, πάντας πρὸς ἐκεῖνον ἐπεστραμμένους συμφέροντας, οὐ καταμαγειρεύοντας τὸν ὑπήκοον, οὐδὲ αὐτοὺς μὲν πιαίνοντας, τοὺς δὲ πολίτας ἰσχναί νοντας; Ανάλωμα δὲ τῶν μὲν, βωμολόχοι, καὶ τῷ Θεάτρῳ τελούμενοι, καὶ πρὸς τὸ γελασθῆναι σπου δάζοντες, τῶν βασιλείων ἐλήλανται. Καὶ τοὺς ἀρ γοὺς κηφήνας πρὸς τὸ κακὸν μόνον τὰ κέντρα φέροντας, τούτους ὁ βασιλεὺς σὺ τοῦ σοῦ σμήνους ἀπήγαγες, ἵνα μὴ τῶν καμνόντων τὸ μέλι βλίττωσι. Καὶ μόνος εἴ τοῖς ἀνθρώποις διδάσκαλος, ἔργῳ τούτους παιδεύων ὡς ἐπ᾿ ἔργοις ἀγαθοῖς διαπλάσθημεν. Μαθὼν γὰρ ἔχεις, ὅτι πᾶσαν κακίαν ἡ ἀργία δί δαξε, καὶ ὡς ἐπίπαν ἀνὰ τοὺς ἀνθρώπους?] μὴ βουλομένους εργάζεσθαι, τὰ τῶν ἑτέρων περιεργάζεσθαι. Θ. Σωφροσύνην δὲ καὶ εὐκοσμίαν περὶ τοὺς βασι > έως οἴκους ὅσην περὶ τοὺς ἱερεῖς ἀπαιτεῖν γινώσκα μεν (καὶ μήποτε τούτων ἐστὶ τὸ βασίλειον ἱερά τευμα;). Εθαύμασα τοῦτο πολλάκις ἐγὼ κατ' ἐμαυτὸν
col. 303–304page 9 of 10
PG 126:303; συσκοπούμενος· καὶ γὰρ αὖ καὶ αὐτῷ διαπορῆσαί μο Ο παρέστη ἐν ἐπιστάσει γενομένῳ τοῦ πράγματος, καὶ μόλις εὗρον τῆς τοιαύτης ευκοσμίας τὸ ἀρχικώτατον αἴτιον, τὴν μακαρίαν ρίζαν ὑμῶν τὴν ὁσίαν μητέρα. Εἰ γὰρ ἡ ἀπαρχὴ ἁγία, πάντως που καὶ τὸ φύραμα. Εκείνη παντὸς ὑμῖν καλοῦ καὶ χορηγία καὶ πρόξενος· ἐκείνη καὶ τὴν ἕνωσιν ὑμῖν δίδωσι, κλάδοις μὲν οὖσι καὶ σχιζομένοις εἰς διάφορα πρόσωπα· τῇ ρίζη δ' ἐνουμένοις, καὶ ἀπ' ἐκείνης ἔλκουσι τὴν ποιότητα (ὁρᾶτε γοῦν, πῶς καὶ ὁ λόγος ἅμα τε ἐκείνης ἐμνή σθη, καὶ ὑμᾶς ἔνωσε! Πρῶτον μὲν γὰρ τῆς πρὸς τὸν βασιλέα μόνον ἀπέλαυον προσφωνήσεως· ἐκείνης δ' ἐπιμνησθεὶς, εὐθὺς ἐμνήσθην τῆς μεγίστης και τι μίας μοι κεφαλῆς, τοῦ πρώτου μετὰ τὸν πρῶτον, καὶ κρατίστου βασιλέως μετὰ τὸν κράτιστον)· ἐκεί γης τὰ χρυσὰ δάκρυα τὴν ἄδακρυν ἡμῖν νίκην δια δόασιν· ἐκείνης οἱ πάννυχοι στεναγμοὶ τὰς τῆς χαρ ρᾶς ἐκβοήσεις, καὶ τὰ ἐπινίκια ᾆσματα· ἐκείνη σε βασιλεῦ, τροπαίῳ τῷ κατὰ Σκυθῶν ἐστεφάνωσε. Θέλεις ᾄσωμαί σοι τὰ ἐκ τοῦ Ασματος, ἐπεί μοι και ρὸς καὶ νίκης καὶ πανηγύρεως; Εξέλθετε καὶ ἴδετε ἐν τῷ στεφάνῳ, ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ. Δια ταῦτα κἂν μὴ παρῆτε, τοῖς πράγμασι πάρεστε τάς ἁπάντων γὰρ φροντίδας ὡς οὐδεὶς ἑνὸς ἀναδέχεται. Κἂν παρῆτε, οὐ πάρεστε, τῇ ταύτης μεγαλονοίᾳ τ πᾶν ἐπιτρέποντες. Πολλαὶ γυναῖκες ἐποίησαν δύνα μιν· σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Σολο μῶν λειτουργεί σοι μεθ' ἡμῶν τὸ ἐγκώμιον, οὗ σὺ τῆς φρονήσεως βαβαὶ ὅσον προώδευσας! ᾿Αλλὰ καὶ ὁ Δαβίδ σε μητέρα ἐπὶ τέκνοις εὐφραινομένην ψάλλει, οὐχ ἁπλῶς τέκνοις, ὦ σὺ μακάριε, ἀλλὰ πρόσθες καὶ τέκνοις τέκνων· τάχα δὲ κακείνων ἐκγόνοις, ἵνα τὴν εὐδαιμονίαν παραστήσῃ σαφεστέραν. Ο πανολβία τοῦ ἀνεμπλήστου δράματος, μᾶλλον μὲν θαυμασία δι' ἑαυτὴν, μᾶλλον δὲ διὰ τοὺς ἐξ αὐτῆς· οἱ νόμου ἔμπρακτον ἑαυτοὺς προθέντες ἀνθρώποις ἅπασι, δι' ἑαυτῶν κηρύττουσι τὸ φιλάδελφον, λάλῳ σιωπῇ τὸν βίον ἡμῶν σωφρονίζοντες. Τὸ γὰρ πρὶν ἀκοινώνητον τὸ χρῆμα τῆς βασιλείας, ἢ δυσκοινώνητον· διὸ τὰ Θυέστεια δείπνα πεπαροιμίασται, καὶ οὐδ᾽ ὁ πολὺς χρόνος τὴν μιαρὰν ἐκείνην συνέστειλε τράπεζαν. Αλλ᾿ οὗτοι μεθ᾽ ἱλαρότητος εκοινώσαντο καὶ δυοῖν ἑνὸς μέλει, καὶ τῷ ἑνὶ τοῖν δυοῖν. Οὐ γὰρ ἔχω πῶς ἄλλως φθέγξωμαι, ὅθεν ἐμοὶ δοκεῖν βουληθεὶς ὁ Θεὸς τῶν πραγμάτων ἑτέραν κτίσιν καὶ νεωτέραν ἐνδείξασθαι τῷ τῆς βασιλείας οὐρανῷ τοὺς δύο φωστῆρας τοὺς μεγάλους ἐγκαταστήσασθαι. Καὶ τοῦτο ἦν ἄρχ τοῦ Ἐκκλησιαστοῦ τὸ σοφόν, ᾿Αγαθοὶ οἱ δύο ὑπὲρ τὸν ἕνα. Ο μόνοι τοῖς ἴσοις ἀλλήλους ἀμειψάμενοι, μόνο: μὲν νικῶντες ἅπαντας, μόνοι δὲ ἀλλήλων νικώ μενοι. Μακάριο! τε καὶ ὑμεῖς οἱ ἀρχόμενοι, καὶ τῶν πρὸ τούτου μακαριώτεροι, τῶν μὲν ὑφ' ἑνὸς, ὅτι ὑπὸ δύο ἀρχόμεθα, τῶν δὲ ὑπὸ δύο, ὅτι ὑπὸ τοιούτων. Οἱ
col. 305–306page 10 of 10
PG 126:305δὲ ὑμῖν πλησιάζοντες ἡμῶν μᾶλλον μακαριώτεροι, ὅτι τοὺς ὑμετέρους χαρακτῆρας ταῖς ἑαυτῶν ψυχαῖς ἐνσημαίνονται, καὶ κατέχουσι τούτους μᾶλλον, ἢ οἱ δακτύλιοι τὰ γλύμματα. Η οὐχὶ καὶ οὗτος ὁ περί ὑμᾶς κύκλος πρὸς τὸ μέσον τῆς ἀρετῆς ὑμῶν νέο νευχε, κἀντεῦθεν ἴσας τὰς εὐθείας γνώμας ἐκδέχεται; σοφίας τε εἰς τὸ ἀκρότατον ήκουσι καὶ σεμνότητος πάντες καὶ τοῦ δικαίου κατάμεστοι. Εἶτα τοιαύτην βασιλείαν οὐ μαντευσαίμην ἐγὼ καὶ ὀρνίθων γάλα παρέξειν ἡμῖν; κἄν τις με μάντιν ἐρῇ, οὐκ ἀπο ποιήσομαι τ' οὔνομα, ἀλλὰ καὶ οἰωνιστὴν αὐτὸν ἀνερυθριάστως προσονομάσαιμι, εἰς σὲ τὸν ἀετὸν ἐπιδέξιον βλέποντα, κἀντεῖθεν δεχόμενου τῆς κοι στικῆς εὐετηρίας τὸ σύμβολον Μελάμποδος ἀληθέστε μον, Πολυδάμαντος ἀκριβέστερον, Βαλαάμ εὐσεβέστερον. ι. Απολαύσει μὲν οὖν καὶ κοινῇ τῶν κοινῶν ἀγα θῶν ἡ σοφιστική. Σὺ δὲ ἀλλὰ καὶ ἰδίᾳ ταύτῃ βοήθησ σον· κινδυνεύει γὰρ οὐκ ἐπὶ γόνυ, ἀλλ' ἐπὶ στόμα. πεσεῖν. Οὐ δέχομαι τὸν ἐμὸν βασιλέα 'Αδριανῶν καὶ Μάρκων καὶ Κομμόδων ἀφιλολογώτερον φαίνεσθαι, οι δημοσίοις σιτήσεσι σοφιστικὴν γλῶσσαν ἔτρεφον οὐ δέχομαι σε τῶν πρὸ τοῦ βασιλέων καὶ μὴ ταύτῃ τὸ κρεῖττον παρὰ δικαζούσῃ τῇ Θέμιδι φέρεσθαι. Ἐκεῖνοι μὲν γὰρ ἔθος ἐκλιπὲς τῷ χρόνῳ γενόμενον ἐπεισήγαγον, καὶ τὸ λέγειν ἐπὶ βασιλείων ἀπέδωκαν σὺ δὲ, καὶ τὸ προθυμότερον λέγειν, τῷ θεμελίῳ ἐποικοδόμησον. Ἀλλ᾽ ἐγὼ μὲν, ὦ παῖδες, τῷ πέπλῳ τῆς βασιλικῆς εὐφημίας τὸν στήμονα προϋπέστησα ὑμεῖς δὲ καὶ δὴ τὴν κρόκην προσεπιβάλετε. Ἐγὼ τὴν τέχνην ὑμῖν παρέδωκα, ἵνα ποικιλώτερος ὁ πέπλος καὶ τελεώτερος γένηται.
Page scan enlarged

Notebook

Full View