PG 126Theophylactus Bulgari Archiepiscopus
Exposition on the Prophet Habakkuk
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 819–820page 1 of 44
PG 126:819εἰς δώδεκα μέρη, καὶ γενήσονται δώδεκα δρύες, ἐπακοῦσαι καὶ ἀκολουθῆσαι τῷ ἐπὶ γῆς φανέντι Θεῷ, καὶ δι' αὐτοῦ σωθήσεται πᾶσα ἡ γῆ. Καὶ οὕτως θανών, ἐτάφη ἐν τῇ γῇ αὐτοῦ. ΤΟΥ ΑΥΤΟΥ ΘΕΟΦΥΛΑΚΤΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΒΟΥΛΓΑΡΙΑΣ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΒΑΚΟΥΜ Επισκόπου, Αββακούμ, ΥΠΟΘΕΣΙΣ. Εἰσί τινες, οι σφόδρα δυσχαιρένουσι, τοὺς ἀδικοῦντας ευημερούντας θεώμενοι· καὶ οἱ μὲν, ἀμφι βάλλουσιν, εἰ προνοεῖται πάντων ὁ Θεός· οἱ δὲ, πι στεύουσι μὲν εἶναι πρόνοιαν· ἐπαποροῦσι δὲ, εἰ δή ποτε τοῦτον οἰκονομεῖται τὸν τρόπον τὰ πράγματα. Τούτων τῶν δευτέρων τὸ πρόσωπον ὁ προφήτης Αμ βακούμ ἀναλαβὼν, ἐπαπορεῖ μὲν, ὡς δῆθεν μαθεῖν ἐφιέμενος τὴν αἰτίαν τῶν οὕτω γινομένων· ἐπιφέρει δὲ τὴν λύσιν, ἢν ἡ τοῦ Πνεύματος χορήγησε χά ρις Οὐ γὰρ, ὥς τινες ὑπέλαβον, αὐτός γε τοῦτο τὸ πάθος ὑπέμεινεν, ἀλλὰ τὰ παρὰ τῶν ἄλλων ὑπονοούμενα, η λεγόμενα, εἰσφέρει, καὶ τὴν περὶ τῶν ζητουμένων διδασκαλίαν ἐπιφέρει. Ταυτὸ δὴ τοῦτο καὶ ὁ θεῖος Δαβὶδ πεποίηκεν· εἰσάγει γὰρ κἀκεῖνος πρός ωπον δυσχεραίνον ἐπὶ ταῖς εὐθηνίαις τῶν πονηρῶν ἀνθρώπων, καί φησιν· Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσα λεύθησαν οἱ πόδες, παρ' ὀλίγον ἐξεχύθη τὰ δια βήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρή τὴν ἁμαρτωλῶν θεωρῶν. Καὶ πολλὰ τοιαῦτα προς θεὶς, ὑπέδειξε τῶν ζητουμένων τὴν λύσιν. Τοῦτο γάρ ἐστι, φησί, κόπος ενώπιόν μου,· ἕως οὗ εἰσέλθω εἰς τὸ ἁγαστήριο τοῦ Θεοῦ, καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν. Τοῦτο δὲ μαθὼν ἀπὸ τῆς τοῦ Πνεύ ματος χάριτος, συνεπήγαγε· Πλὴν· διὰ τὰς πολύ Δύναμις,
col. 821–822page 2 of 44
PG 126:821τητας αὐτῶν, ἔθου αὐτοῖς κακά, και τὰ ἑξῆς· εἶτα διδάσκων μὴ περιεργάζεσθαι τὰς θείας οἰκονομίας, ἀλλ' ἀπλοϊκῶς ἔπεσθαι ταύταις, Κτηνώδης, φησὶν, ἐγενήθην παρὰ σοι, κἀγὼ διαπαντὶς μετὰ σοῦ. Καθάπερ γὰρ τὸ κτῆνος, φησὶ, τῷ ἄγοντι ἔπεται, μὴ περιεργαζόμενου πῆ βαδίζει, οὕτω δεῖ τοῖς λόγοις ἀκολουθεῖν· τοῦτο γὰρ ποιῶν, ἀεὶ μετὰ σοῦ ἔσομαι. Ὅτι δὲ τὰς τοιαύτας ζητήσεις τέθεικεν, οὐχ ὡς αὐτ τὸς ἀμφιβάλλων περὶ τῆς Πρόνοιας, ἀλλὰ τοὺς τῶν ἄλλων εἰσάγων λογισμούς, δηλοῖ τοῦ ψαλμοῦ τὸ προ σίμιον· Ως ἀγαθὸς, φησὶν, ὁ Θεὸς τῷ Ἰσραὴλ τοῖς εὐθέσι τῇ καρδίᾳ! Ο δὲ ἀγαθὸν τὸν Θεὸν ὁμολογήσας, δῆλον ὅτι καὶ ἀγαθῶν εἶναι δοτήρα συνομολογεί. Τοιαῦτα καὶ ἐν ψαλμοῖς ἄλλοις, καὶ παρ' ἄλλοις προς φήταις εὑρίσκομεν. Τούτοι; ἔοικε καὶ τοῦ θείου Αμβακούμ ἡ προφητεία. Δοκεῖ γὰρ ἐπαπορεῖν, τίνος χάριν οἱ θρασεῖς καὶ αὐθάδεις ὑπὲρ τοὺς ἐπιεικεστέρους ευημερούσι, καὶ διατί τοῖς παρανομοῦσιν ἡ τιμωρία κατά πόδας οὐχ ἔπεται· ἵνα ἐπαπορήσας, εἶτα τὴν λύσιν ἐπαγαγών, τοὺς τὰ τοιαῦτα νοσοῦντας, καὶ τῆς Προνοίας καταγογγύζοντας θεραπεύσῃ. Τινὲς δὲ κατ᾿ ἄλλην τινὰ μέθοδον σχηματίσαι τοὺς λόγους τούτου; τὸν προφήτην ἐνόησαν. Ἐπειδὴ γὰρ τῶν προφητῶν τὰ δεινὰ προαγορευόντων, ἐδυσχέ φαινον οἱ Ἰσραηλῖται, ὡς ἀεὶ κακώσεις ἀκούοντες καὶ θλίψεις, δείκνυσιν εὐμεθόδως αὐτοῖς ὁ προφήτης, ὅτι ἄξιοί εἰσι τοιαῦτα παθεῖν, οἷα προλέγουσιν οἱ προφῆται, διότι τάδε καὶ τάδε ἁμαρτάνουσι. Δια τοῦτο εἰσάγει ἑαυτὴν δυσχεραίνοντα πρὸς τὸν Θεὸν ἐπὶ τῇ τοσαύτῃ τῆς κακίας χύσει, καὶ ζητοῦντα ἐκδί κησιν· ἵνα δείξῃ, ὅτι οὕτως εἰσὶ πονηρὰ τὰ ἔργα αὐτῶν, εἰ καὶ αὐτοὶ μὴ αἰσθάνονται, ὥστε καὶ τὸν Θεόν βλασφημεῖσθαι παρ' αὐτοῦ, ὅτι μὴ ταχεῖαν ἐπ άγει τὴν κόλασιν ἐπὶ τούτοις. Αμέλει καὶ μετὰ τὰ ἱκανῶς δυσχερᾶναι, προφητεύει, ὅτι οἱ καταφρονηταὶ οὐ διαδράσουσι τὴν θείαν δίκην. Ἵνα δὲ παραμυθήσηται τοὺς Ἰσραηλίτας τούτους, προαγορεύει καὶ τὴν τῶν Βαβυλωνίων κατάλυσιν, καὶ τὴν διὰ Κύρου τῶν Ισραηλιτῶν ἐλευθερίαν καὶ ἐπάνοδον. Αἰνίττεται δὲ καὶ τὴν καθολικὴν τῆς ἀνθρωπίνης φύσεως λύτρωσιν, ἧς ἀπηλαύσαμεν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι στοῦ· ἦν καὶ ἀνυμνῶν ὁ μακάριος οὗτος προφήτης, 133 πρὸς τῷ τέλει τῆς προφητείας, ᾠδὴν ποιεῖται, ἐν ᾗ καὶ διάψαλμα εὕρηται καθὰ σὺν Θεῷ ἐπὶ τόπου γενόμενοι δείξομεν. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Τὸ λήμμα, ὃ εἶδεν 'Αμβακούμ ὁ προφήτης. Λήμμα καλεῖται ἡ προφητεία, ἢ διότι λαμβάνεται Εὕρηντα:, διαψάλματα.
col. 823–824page 3 of 44
PG 126:8234 ἐκ Θεοῦ δεδομένη, ἢ διὰ τὴν τῆς προφητικῆς διανοίας καὶ πάλιν, Δι' οὗ ἐλάβομεν καὶ χάριν καὶ ἀπο λῆψιν, καὶ τὸν ἀπὸ τῶν ἀνθρωπίνων ἐπὶ τὰς θείας ἀποκαλύψεις μετανάστασιν. Ε! τοίνυν οὐκ ἀνθρωπίνως φθέγγεται, ἀλλ' ὑπὸ τοῦ Πνεύματος ληφθείς προφητεύει, εὔδηλον ὡς οὐκ αὐτὸς ἐπὶ τῇ Προνοία διστάζει, ἀλλ᾽ ἢ τοὺς διστάζοντας θεραπεῦσαι βου λόμενος, ἢ τοὺς Ἰσραηλίτας πεῖσαι, ὡς δικαίως πεί σονται & οἱ προφῆται προαγγέλλουσιν. Ὅπου γε καὶ αὐτὸς δυσχεραίνει μᾶλλον, ἢ ὅτι μή τάχιον ὁ Θεὸς ἐπάγει τὴν δίκην αὐτοῖς, οὕτως ἁμαρτάνουσιν. Εἰ δὲ Αμβακούμ ἑρμηνεύεται, πατὴρ ἐγέρσεως, τίς ἂν εἴη ἄλλος οὗτος, ἢ ὁ ᾿Αρχηγὸς τῆς ζωῆς ἡμῶν, ὁ Πρωτότοκος ἐκ νεκρῶν, καὶ ᾿Απαρχὴ τῶν κεκοιμημέν νων, καὶ Πατὴρ τοῦ μέλλοντος αἰῶνος, ὃς τῇ ἐγέρσει καὶ ἀναστάσει ἀποκεκλήρωται; Οὗτος κατὰ τὸ ἀνθρώπινον λαβὼν ἀπὸ Θεοῦ Πατρὸς τὴν τοῦ ἁγίου Πνεύ ματος δόξαν καὶ τιμὴν, ἐκ προσώπου τῆς ἀνθρωπί της φύσεως οδύρεται τὴν ἀδικίαν, ἣν αὕτη πάσχει ὑπὸ τῶν δαιμόνων τυραννουμένη. Ορα δὲ καὶ τὸ, Ο προφήτης, τουτέστιν ἐκεῖνος προηγγελμένος ὑπὸ Μωσέως, εἰπόντος Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς, αὐτοῦ ἀκούσασθε σεσθε] καθὰ Ἰωάννην Φαρισαῖοι ηρώτων· Ο προφήτης εἰ σύ; Καὶ πᾶς δὲ ὀστισοῦν οὐ μόνος αὐτὸς ἐγειρόμενος ὑπὸ [ [. ἀπὸ ] τοῦ πτώματος τῆς ἁμαρτίας, ἀλλὰ καὶ ἄλλοις τῆς τοιαύτης εγέρσεως καθηγεῖσθαι δυ νάμενος, ἃ ὁρᾷ, οὐκ ἀνθρωπίνοις λογισμοῖς ὁρᾷ, ἀλλὰ λαμβάνων ἀπὸ Θεοῦ, ὥστε λέγειν μετὰ Παύλου Οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοὶ στολήν· και, "Η ικανότης ἡμῶν ἐκ τοῦ Θεοῦ. "Εως τίνος κεκράξομαι, καὶ οὐ μὴ εἰσακούσης, Σκήπτεται τοῦ πλεονεκτουμένου τὸ πρόσωπον, καί φησιν, ὅτι Πολλάκις ἐκέκραξα πρὸς σέ, δεόμενος ένα τὴν πονηρίαν ἐκκόψῃς, καὶ οὐκ εἰσηκούσθην ἕως τίνος οὖν μακροθυμήσεις; Τοῦτο δὲ εἴρηται, ἵνα δείξη τοῖς αἰτιωμένοις τὸν Θεὸν Ἰσραηλίταις, ὡς κολάσεις αὐτοῖς ἀεὶ ἀπειλοῦνται· ὅτι τοσοῦτον μᾶλλον μακροθυμεῖ, ὥστε τοὺς μισοπονήρους τῶν ἀνθρώπων εἰς ἀγανάκτησιν κινεῖν, ὅτι μὴ τάχιον ἐπάγει τιμω μίας. "Ινα τί ἔδειξας μοι πόνους καὶ κόπους, Επι βλέπειν ταλαιπωρίαν καὶ ἀσέβειαν; Συμπαθείς ὄντες οἱ ἅγιοι, δι' ἀμφοτέρους οδύρονται, τούς τε βλαπτομένους και ταλαιπωρουμένους, καὶ τοὺς βλάπτοντας καὶ εἰς ταλαιπωρίαν ἄγοντας· τάχα δὲ διὰ τούτους καὶ πλέον, ὅσῳ καὶ [ εἰς ] ψυχήν αὐτοῖς, τὸ τιμιώτατον χρῆμα, ἀποσκήπτει ἡ βλάβη. Φησὶν οὖν· Ινα τί μοι ἔδειξας τοὺς πόνους καὶ κό τους τῶν βλαπτομένων ἀνθρώπων, ὥστε ἐπιβλέπειν τὴν ταλαιπωρίαν μὲν αὐτῶν, ἀσέβειαν δὲ τῶν ἀδε κούντων αὐτούς; Πῶς δὲ τὸν Θεὸν εἶπε δεῖξαι αὐτῷ ταῦτα; Η ὡς παραχωρήσαντα διὰ τὴν μακρο
col. 825–826page 4 of 44
PG 126:825θυμίαν τοιαῦτα γενέσθαι, καὶ μὴ ἐκκάψαντα ταῦτα ἢ ὡς παρατείναντα αὐτοῦ τὴν ζωὴν, ὥστε τοιαῦτα βλέπειν. Οἱ γὰρ ἅγιοι πικραινόμενοι τὰς ψυχὰς, την ἀνάλυσιν ποθοῦσιν· ὡς ὁ Ἰωνᾶς· Καὶ νῦν λάβε, φησί, τὴν ψυχήν μου ἀπ' ἐμοῦ. Εἶποι δ' ἄν τις, ὅτι αὐτὴ ἡ ἀδικία, κόπος καὶ πόνος ἐστὶ τῶν ἀδικούντων, καὶ ἡ ἀσέβεια, ταλαιπωρία τῶν ἀσεβούντων· οὐδὲν γὰρ ἐπιπονώτερον κακίας, ἢ ἀσθενέστερον ἀσεβείας. Ορα δὲ, πῶς ἀσέβειαν καλεῖ τὴν ἀδικίαν, ἢ κατα δυσωπῶν τοὺς ἀδικοῦντας καὶ ἐκφοβῶν διὰ τοῦ πιο κροῦ τῆς λέξεως, ἢ τάχα καὶ λογισμὸν ἔχει ὁ λόγος εἰκότα. Εἰ γὰρ μὴ ὁ τρέφων τὸν ἐλάχιστον ἀδελφὸν, θεὸν οὐ τρέφει (Εφ' ὅσον γὰρ οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε) ἀκολούθως, ἵνα μή τι πλέον λέγω, ὁ ἀδικῶν πτωχόν, Θεὸν ἀδικεῖ· ἡ δὲ εἰς Θεὸν ἀδικία, οἶμαι, ἀσέβεια. Καὶ ἡ ἀνθρωπίνη δὲ φύσις, ἐν ἱδρῶτι τοῦ προσώπου κατακριθεῖσα διὰ τὴν παρακοὴν ζῇν, καὶ ἐν λύπαις τίκτειν τέκνα, θρηνεῖ ταῦτα, ζητοῦσα τὴν ἀπαλλα ζην, ἣν ὁ Υἱὸς τοῦ Θεοῦ ἔμελλεν αὐτῇ χαρίσασθαι. ᾿Αλλὰ καὶ ὁ χάριν λαβὼν ἐγείρειν τοὺς ἁμαρτάνοντας, καλεῖ τὸν Θεὸν πρὸς τὸ μηκέτι αὐτῷ δεικνύειν αὐτοὺς κοπιῶντας ἐπὶ τοῖς ἔργοις τῆς ἀνομίας, καὶ ταλαιπωρουμένους ἐν αὐτῷ τούτῳ τῷ ἀσεβεῖν εἰς Θεόν. Τοιοῦτος γὰρ ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἀνυβρίσας. Ἐξ ἐναντίας γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβά τει (53'. Δείκνυσιν ὁ προφήτης, ὅτι οὐχ ὑπὲρ ἑαυ τοῦ, ἀλλ' ὑπὲρ τῆς θείας ἐντολῆς καταφρονουμένης, καὶ ὑπὲρ ἀδελφῶν κακῶς πασχόντων ἀλγεῖ Βλέποντός μου γάρ, φησὶν, ὁ κριτής δῶρα ἔλαβε, καὶ τὸν νόμον παρέβη τὸν λέγοντα· Οὐ λήψη πρόσο ωπον ἐν κρίσει, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστι. Διὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρίσις, ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον ἕνεκεν τούτου ἐξελεύσεται τὸ κρίμα διεστραμμένον. Διὰ τὸ λαμβάνειν, φησί, τοὺς κριτὰς δῶρα, καὶ διὰ τὸ δυνατώτερον εἶναι τὸν ἄδικον τοῦ τὸ δίκαιον ἔχοντος, διεσκέδασται ὁ νόμος, ἀντὶ τοῦ, ἀπέρριπται, συγκέχυται, τὴν οἰκείαν φύσ σεν οὐ τηρεῖ, οὐδὲ ἡ προσήκουσα κρίσις ἐπάγεται τοῖς πράγμασιν. Ἀλλὰ πολλάκις, κἂν ἄρξηται ὁ κριτής εὐθεῖαν τὴν κρίσιν ποιεῖν, οὐκ ἐξάγει ταύτην ἄχρι τέλους ὑπὸ τῶν δώρων ἀλλαχόσε παρενεχθείς. Ος γε καὶ διὰ τοῦτο ἴσως ἄρχεται κρίνειν δικαίως, ἵνα τὸν δυνάστην ἐκφοβήσας ὡς καταδικάσων αὐτὸν, πλείω τὰ δῶρα παρ' αὐτοῦ λάβοι. Ενεκεν τοίνυν τούτου, τοῦ εἶναι δυνάστην τὸν ἄδικον, καὶ πλείω ἔχειν παρὰ τὸ δίκαιον, ἐξέρχεται ἡ κρίσις στρεβλή. xνι, κρίσιν, Λαλεί,
col. 827–828page 5 of 44
PG 126:827Γέγονε καὶ ἡ ἐπὶ τῷ Κυρίῳ τῶν σταυρωσάντων αὐτὸν υ κρίσις ἐξ ἐναντίας αὐτοῦ· καὶ γὰρ τῷ ὄντι δικαιοσύ. νῆς αὐτῆς ἄδικος οὖσα ἐκείνη, ἀπεναντίας ἦν. Κα! ὁ κριτής Πιλάτος ἔλαβε τὴν δόξαν τῶν ἀνθρώπων, ὴν ἠγάπησε μάλλον, ήπερ τὴν δόξαν τοῦ Θεοῦ. Διά τοῦτο ὁ ἀσεβὴς λαὸς κατεδυνάστευσε τὸν δίκαιον, καὶ ἐξῆλθε τὸ κρῖμα κατ' αὐτοῦ διεστραμμένον. 'Α:' ὧν γὰρ ὤφειλον αὐτὸν ὡς εὐεργέτην ὑμνεῖν, ἀσχή μονι θανάτῳ κατεδίκασαν αὐτόν. Ἐπητιᾶτο δὲ τοὺς Ἰουδαίους ὁ Κύριος καὶ ἄλλως, ὡς μὴ κρίνοντα; ὀρθῶς, ὅτε τὸν παράλυτον υγιάσαντι ἐν Σπεβάτῳ ἐπετίμων. Ἔλεγε γάρ· Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν Σαββάτῳ, ἐμοὶ τί χολᾶτε, ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν Σαββάτῳ; Μὴ κρίνετε κατ' ὄψιν. Γίνεται διεστραμμένη ἡ κρίσις καὶ ἐν τῷ κριτηρίῳ τῷ ἀνθρωπίνῳ, ὅτε ὁ νοῦς λαμβάνων ὡς δῶ ρον τὴν ἐμπαθῆ τῶν αἰσθήσεων ἡδονὴν, τοῖς αἰσθητοίς τὴν νικῶσαν ψῆφον διδῷ· τότε καὶ ὁ ἐχθρὸς ἡμῶν, ὁ ὄντως ἀσεβὴς ὡς ἀποστάτης Θεοῦ, καταδυναστεύει τὸν λόγον, ὅς τὸ δίκαιον ἔχει μεθ' ἑαυτοῦ Δίκαιον δὲ, τὸ τὰ βλεπόμενα καὶ αἰσθητά, νικᾶσθαι ὑπὸ τῶν μὴ βλεπομένων καὶ νοητῶν· τὰ γὰρ βλεπόμενα, πρόσκαιρα· τὰ δὲ μὴ βλεπόμενα, αιώνια. Ιδετε, οἱ κατατρονηται, καὶ ἐπιβλέψατε, καὶ θαυμάσατε θαυμάσια, καὶ ἀφανίσθητε. Διεξελθὼν 2 διεξῆλθε περὶ τῶν παρανομούντων ἐν Ἱερουσαλὴμ (οἱ γὰρ ἐν Σαμαρεία ἤδη τὴν Βαβυλῶνα έχουν αἰχμαλωτισθέντες), καὶ τοῦ δυσχεραίνοντος προς που τους λόγους πραθείς, ποιεῖται τὴν ἀπόκρισιν, ὡ; ἀπὸ τοῦ Θεοῦ, ἰώμενος διὰ ταύτης καὶ τοὺς τῆς Προνοίας καταγογγύζοντας, ως βραδείας· καὶ ἄλλως δὲ δεικνύων τοῖς Ἰσραηλίταις, ὅτι ὁ ἐπάξει αὐτοῖς κακά, δικαίως επάξει ὡς καταφρονηταῖς· ἀδεῶς γὰρ παρηνόμουν, οὐ μόνον τοῦ νόμου παρακούοντες, ἀλλ' οὐδὲ τῶν προφητῶν ἐπιστρεφόμενοι, συχνότερον ἀπει λούντων. Τούτοις παρακελεύεται ἰδεῖν, ἀντὶ τοῦ, προσχεῖν τοῖς λεγομένοις, καὶ ἐπιβλέψαι, τουτέστι κατασκέψασθαι μετὰ ἐπιστάσεως καὶ νήψεως, καὶ καταπλαγῆναι, καὶ δεῖσαι τὴν ἀπειλήν. Θαυμαστά γάρ, φησί, τινὰ μέλλω ποιεῖν ἐφ' ὑμῖν. Καὶ γὰρ τὸ ἔθνος τὸ ἅγιον, τὸν πρωτότοκον μου υἱὸν ὑμᾶς μέλλω παραδοῦναι τοῖς ἐχθροῖς, ὥστε πάνδεινα ὑπ' αὐτῶν παθεῖν. Τί δέ ἐστι τὸ, Ἀφανίσθητε; 'Αντί τοῦ, Ἐγκαλύψασθε, κρύβητε ἀπὸ φόβου καὶ αἰσχύνης. Η, ὅτι Αφανίσθητε, ᾗ κακοὶ νῦν ἐστε, ἵνα ἀγαθοὶ γένοισθε. Ο γὰρ ᾗ κακός ἐστιν ἀφανιζόμενος, εἰς τὸ ἀγαθὸς εἶναι ἔρχεται· ὥσπερ ὅσον ὁ ἔξω ἀν θρωπος φθείρεται, τοσοῦτον ὁ ἔσω ἀνακαινοῦτα:. Ἐπεὶ δὲ πᾶς ὁ καταφρονῶν τοῦ Θεοῦ, οὐ βλέπει (οὐ γὰρ ἂν τοῦ οὕτως καλοῦ κατεφρόνει)· διὰ τοῦτο διὰ τοῦ Θεοῦ Λό τοῦ, Β.ιν.
col. 829–830page 6 of 44
PG 126:829τοῖς ἐν τῷ ἁμαρτάνοντι καταφρονηταῖς λογισμοίς ἐγκελεύεται τὸ ἰδεῖν, ὅτι τὸ ὄντως καλὸν ὁ Θεός ἐστι, καὶ ἐπιβλέψαι ἐπ' αὐτὸν, καὶ μὴ ἀπατᾶσθαι ψευδεί κάλλει τῶν ὁρωμένων, μηδὲ θαυμάσαι τὰ ἀθαύμαστα βιωτικά, ἀλλὰ τὰ ὄντως θαυμάσια τὰ ἐν τοῖς οὐρα ναῖς. Καὶ ἀφανίσθητε, φησὶν, ἀπὸ τῆς ἀνθρωπίνης ψυχῆς, οἱ καταφρονηταὶ λογισμοί, ἵνα υπεισέλθω σιν οἱ πάντα ὑποπτήσσοντες δι' εὐλάβειαν, καὶ φοβούμενοι τὸν δυνάμενον καὶ σῶμα καὶ ψυχήν παραδοῦναι τῇ γεέννῃ, καὶ διὰ τοῦτο ἐκκλίνοντες ἀπὸ κακοῦ Διότι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ὃ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγήται. Οὐκ εἰς μακράν, φησὶν, ἀλλ' ἐν ταῖς ἡμέραις ὑμῶν παραδώσω ὑμᾶς τοὺς παρανόμους τοῖς ἐχθροῖς. Τοῦτο γάρ ἐστι τὸ ἔργον, ὃ ἐργάζομαι. Καὶ οἶδα μὲν, ὅτι καταφρονηταὶ ὄντες, οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκ διηγῆται ὑμῖν. Πρὸ γὰρ τῆς πείρας τῶν πραγμάτων, τὰς ἀπειλὰς οὐδὲν ἡγεῖσθε, ὡς ψευδείς οὖσας· ὅμως τὸ ἐμαυτοῦ ποιῶν ὡς ἀγαθὸς καὶ δίκαιος, κρίνειν ἀπὸ μόνης της προγνώσεως οὐκ ἀνέχομαι. Ἀλλὰ καὶ τοῖς ἀπίστοις μέλλουσι τὰς προρρήσεις προσφέρω, καὶ τηνικαῦτα θεραπείαν οὐ δεχομένοις τας τιμω μίας ἐπιφέρω. Τάχα δ' ἂν καὶ ὁ Μονογενής νοηθείη, λέγων πρὸς τοὺς τυραννήσαντας τῆς ἀνθρωπίνης φύσεως, καὶ τοῦ Θεοῦ καταφρονοῦντας δαίμονας, ὅτι ἔργον μέγα μέλλει ἐργάσασθαι, τὸ σάρκα λαβεῖν τότε ἐν ταῖς ἡμέραις αὐτῶν, τουτέστιν ἐν τῷ καιρῷ τῆς αὐτῶν εὐημερίας. Οἶδε γὰρ ἡ Γραφὴ ἡμέ ραν καὶ εὐημερίαν ὀνομάζειν· ὡς τὸν ᾿Απὸ ὕψους ἡμέρας οὐ φοβηθήσομαι· και, Ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα. Ὅτε οὖν ἡ κακία ὑμῶν κρα τήσει τῆς οἰκουμένης, ὡς διαφθαρήναι πάντας και βδελυχθῆναι, καὶ μὴ εἶναι μηδένα δίκαιον ἕως ἑνὸς, τότε σάρκα λήψομαι και ποιήσω θαυμάσια, τά τε άλλα, καὶ ἃ μεθ' ὑμῶν προδήλως ἐπεδείκνυον, ἐκβάλλων ὑμᾶς ἀπὸ τῶν ἀνθρώπων. Ἴδετε οὖν ταῦτα, καὶ ἀφανίσθητε, μηκέτι τῷ ἀέρι ἐνεξουσιάζειν φρυαττόμενοι, ἀλλ' ὑπὸ γῆν καταδυόμενοι. Διότι ιδού ἐγὼ ἐξεγείρω τοὺς Χαλδαίους, τὸ ἔθνος τὸ πικρὸν καὶ τὸ ταχινὸν, τὸ πορευόμε τον ἐπὶ τὰ πλάτη τῆς γῆς, τοῦ κατακληρονομή σα σκηνώματα οὐκ αὐτοῦ. Εἰπὼν, ὅτι Ἐν ταῖς ἡμέραις ὑμῶν, ἐπειδὴ καὶ τοῦτο πλάτος έχει, φησίν, ὅτι Ιδού· οὐ βραδύνω γὰρ, ἀλλ᾽ Ἰδοὺ ἐγὼ ἐξεγείρω, ὁ πάντα ἰσχύων, ὁ μηδένα δεδιώς. Φοβερὸς ὁ λόγος Αντεισέλθωσιν, ; τῷ γὰρ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ, Λέγει, "Οτε ούν, φησίν, ιδού,
col. 831–832page 7 of 44
PG 126:831τίς γὰρ ὑποστήσεται τὸν ὑπὸ Θεοῦ ἐξεγειρόμενον; ᾿Αλλὰ καὶ φύσει εἰσὶ πικροί· ἐπίτασις καὶ τοῦτα ᾿Αλλὰ καὶ ταχινει· ἱππόται γάρ· ὥστε μηδένα και ρὸν ἐνδιδόναι ὑμῖν πρὸς τὸ ἀντιπαρασκευάσασθαι, ἢ πρὸς τὸ φυγεῖν. ᾿Αλλὰ καὶ συνήθεις εἰσὶ καὶ σύν τροφοι τοῖς πολέμοις· πορεύονται γὰρ ἐπὶ τὰ πλάτη τῆς γῆς, τουτέστιν ἐπὶ πᾶσαν τὴν γῆν, οὐ τὴν πλη στον μόνην καὶ τοῦτο ἔχουσιν ἔργον. Οὐ γὰρ εἶπε, Τὸ πορευθὲν, ἀλλὰ τὸ πορευόμενον. Καὶ οὐ διαρπάζουσι μόνον τὰς ἀλλοτρίας χώρας. εἶτα ὑποστρέφουσιν, ὥστε εἶναι ὑμῖν ἐλπίδας τοῦ πάλιν τὰς πατρίδας ὑμῶν καθέξειν· ἀλλὰ σκοπός αὐτοῖς τὸ κατακληρονομεῖν τὰς χώρας, καὶ οἰκειοῦσθαι τὰ σκηνώματα, τὰ μὴ ὄντα πρότερον αὐτῶν. Καὶ ὁ Κύριος δὲ σαρκούμενος, τοὺς Χαλδαίους Μάν γους ἐξήγειρεν, οι πικροί πρότερον ὄντες καὶ ὠμε, καὶ ταχινοὶ τοῦ ἐκχέαι αἷμα, καὶ τὴν πλατείαν ὁδεύου. τες ὡς φιλήδονοι, καὶ φιλόχρυσοι, ἦλθον πρὸς αὐτὸν, ὥστε προσκυνῆσαι αὐτῷ, καὶ κατακληρονομῆσαι τὰ ἐν οὐρανοῖς σκηνώματα, ἃ οὐκ ἦσαν αὐτῶν πρό τερον. ᾿Αλλὰ καὶ σύμπαντα τὸν ἐθνικὸν λαὸν, ὃς διά τῶν Χαλδαίων δηλοῦται, εἰς πίστιν ἐξήγειρεν ὁ σαρ κωθείς Κύριος, καὶ τὸ μέγα ἔργον ἐργασάμενος τοῦτο. Ομολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον, Θεὸς ἐφανερώθη ἐν σαρκί. Οὗτοι τοίνυν πικρο ὄντες, ὡς τὸν ἰὸν τοῦ ὄφεως ἔχοντες, διά τε τὰς ἀσε δείας καὶ ἄλλας ἁμαρτίας, ταχινοὶ εἰς μετάνοιαν ἐγέ νεντο· καὶ ἐπορεύθησαν ἐπὶ τὰ πλάτη τῆς θείας Γραφῆς, ἢ τῆς Ἐκκλησίας, μὴ εἰς ἐν πρόσωπον τὴν θεοσέβειαν στενοῦντες, ἀλλ᾽ εἰς τρία ὁμοούσια πλατύνοντες· καὶ μὴ κατὰ τὸ γράμμα μόνον, ἀλλὰ καὶ κατὰ τὸ πνεῦμα νοοῦντες τας Γραφάς, ὥστε τρισσῶς αὐτὰς ἀπο γράφεσθαι, κατὰ τὸ τῆς παροιμίας παράγγελμα, ὥστε κατακληρονομήσαι τὸν νόμον καὶ τοὺς προ φήτας, ἐν οἷς ἡ χάρις τοῦ Πνεύματος κατεσκήνου, μὴ ὄντα πρότερον αὐτῶν· τοῖς γὰρ Ἰουδαίοις ἐδόθησαν μόνοις. Εγνώρισε γάρ, φησί, δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ἰσραήλ· οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει, καὶ τὸν νόμον αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς. Καὶ ἄλλως δὲ, ἔθνος ὠμὸν καὶ πικρὸν ὁ Σατανᾶς, καὶ οἱ ὑπ' αὐτὸν δαίμονες, οὓς ἐξεγείρει Θεὸς δι' αὐτοῦ, εἴ τις κατὰ Παῦλόν ἐστιν, ἐπὶ τοὺς ἁμαρτάνοντας, παραδιδοὺς αὐτοὺς τούτοις, εἰς ὅλε θρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ. Οὗτοι, ἔνθα μὲν εὕρωσι στενὴν ὁδὸν καὶ τεθλιμμένην πύλην, οὔτε πορεύονται ἐκεῖ, οὔτε εἰσέρχονται· ἔνθα δὲ τὸ πλάτης γεηροῦ φρονήματος καὶ βίου ἀνέτου καὶ ἡπλωμένου, ἐκεῖ πορεύονται, καὶ κατακληρονομοῦσι τὰ σκηνώματα, καὶ σώματα τῶν ἀνθρώπων, ἃ ὡς πλά σματα ὄντα Θεοῦ, οὐκ ἦσαν αὐτῶν. Περισσῶς, οὐ τὴν πλησίον μόνην, Παλαιστίνην, το πλάτος γεηροῦ φρονήματος,
col. 833–834page 8 of 44
PG 126:833Φοβερὸς καὶ ἐπιφανής ἐστι. Τίς; Ἢ πάντως ὁ Λ βασιλεὺς τῶν Χαλδαίων, ὁ Ναβουχοδονόσορ τυχόν, δς τόν τε Ισραὴλ εἷλε καὶ ἐνέπρησεν Ουτος φοβερός ἦν καὶ τοῖς ἔργοις, ἀλλὰ καὶ ἐπιφανής, τουτέστιν ἔνδοξος, καὶ ἐπίσημος, ἱκανὸς καὶ ἀπὸ τῆς φήμης μόνης ἐκδειματῶσαι πάντας τοὺς ἀκούοντας. Ἐξ αὐτοῦ τὸ κρῖμα αὐτοῦ ἐστι. Τουτέστιν, οὐ νόμοις ἀκολουθεῖ ώστε κατ' ἐκείνους κρίνειν, τόδε μὲν δεκτόν, τόδε δὲ ἄδεχτον· ἀλλὰ κατὰ τὸ δόξαν αὐτῷ κρίνειν· καὶ ὁ ἂν ἐνθυμηθείη, ἐκεῖνο νόμος αὐτῷ ἐστι. Καὶ τὸ λῆγμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται. Ἐπειδὴ τοῖς Χαλδαίοις ἔθος ἦν πρὸ τῶν πολέμων μαντεύεσθαι, καὶ μάγῳ τέχνῃ πειρᾶσθαι προμανθάνειν τὸ τῆς μάχης τέλος, φησίν, ὅτι τὸ λῆμμα αὐτοῦ, τουτέστιν ἡ πρόῤῥησις καὶ μαντεία ἡ περί τοῦ πολέμου, οὐκ ἐξ ἀλλοτρίων μάντεων ἔσται αὐτῷ πορέωθεν συγκαλουμένων, ἀλλ' ἐξ αὐτοῦ, τουτέστιν, ἐκ τῶν αὐθιγενῶν καὶ ἐγχωρίων μάγων, οἱ μᾶλλον καὶ τοῖς ἄλλοις ἔθνεσιν αὐχοῦσι προσημαίνειν τὰ μέλλοντα. Οὕτω καὶ Βαλαὰμ ἀπὸ Μεσοποταμίας μετεκλήθη ὑπὸ Βαλάκ. Η καὶ οὕτως· Κρίμα λέγει τὴν ἐκδίκησιν, ἣν κατὰ τοῦ Ἰσραηλίτου λαοῦ ὁ Θεὸς ἐψηφίσατο, καί φησιν, ὅτι τὸ κρῖμα αὐτοῦ, τουτέστι τοῦ Ἰσραηλιτικοῦ λαοῦ, ἡ δίκη ἣν κατεκρίθη δοῦναι ὡς παροργίσας τὸν Θεὸν, καὶ τὸ λήμμα αὐτοῦ, τουτέστιν ἡ προφητευθείσα κατ' αὐτοῦ ἀπόφασις, ἐξ αὐτοῦ ἐξελεύσεται, τοῦ τῶν Βαβυλωνίων δηλαδή βα σιλέως, ὅ ἐστι, τέλος λήψεται καὶ ἐνεργηθήσεται. Ἀλλὰ καὶ ὁ ἐξ ἐθνῶν λαὸς φοβερός ἐστι λοιπὸν τοῖς δαίμοσι καὶ ἐπιφανής, ὡς σημειωθεὶς τῷ φωτὶ τοῦ προσώπου τοῦ Θεοῦ, καὶ ἄνωθεν ἔχων τὴν λαμπρότητα διὰ τῆς ἐπιφανείσης πᾶσιν ἀνθρώποις χάριτος τοῦ Θεοῦ. Καὶ οὔτε νόμου ἀκούσαντες, οὔτε προφη τῶν, οἴκοθεν ἔκριναν τὸ καλὸν, καὶ τῇ πίστει προσ έδραμον. Καὶ τὸ λήμμα δ ἐλήφθησαν ὑπὸ Χριστοῦ, προσληφθέντες εἰς τὴν αὐτοῦ Ἐκκλησίαν, τῆς αὐτῶν προαιρέσεως ήν. Καὶ ὁ Σατανᾶς δὲ, παραλαβὼν τοὺς ἁμαρτάνοντας εἰς σωφρονισμόν, φοβερός ἐστι, καὶ ἐμφανῆ τὴν οἰκείαν κακίαν ενδείκνυται, ούτω κατα χρώμενος τῷ θείῳ πλάσματι, καὶ διὰ τούτων ἐπισ φαίνων τὴν πρὸς τὸν Πλάστην δυσμένειαν. Εξ αὐτ τοῦ τοίνυν τούτου καὶ τὸ κατάκριμα αὐτοῦ ἐστι, καὶ ὁ ἄνθρωπος ἐν λαμβάνει εἰς παιδείαν, ἐξ αὐτοῦ ἐξελεύσεται, τουτέστιν, οὐκέτι ὑποχείριος ἔσται αὐτῷ· παιδεύεται γὰρ πάντως ἵνα τῶν ἔργων αὐτοῦ ἀποστῇ, καὶ τὸ πνεῦμα σωθῇ. Οὕτως ὁ ἐχθρὸς τῆς ἀρετῆς καὶ ἐκδικητὴς αὐτοῦ γίνεται. Καὶ ἐξαλοῦνται ὑπὲρ παρδάλεις οἱ ἵπποι αὐτ τῶν, καὶ ὀξύτεροι ὑπὲρ τοὺς λύκους τῆς ᾿Αρα "Ος τήν τε Ιερουσαλὴμ εἶνε καὶ τὸν ναὸν ἐν έπρησε, 67) Ενδειματώσαι, 'Ακολουθών, Πρὸς τὸ μανθάνειν, Κρίμα,
col. 835–836page 9 of 44
PG 126:835βίας. Εἰπὼν, ὅτι ταχινόν ἐστι τὸ τῶν Χαλδαίων ἔθνος, διδάσκει νῦν, πῶς εἰσι ταχεῖς, καὶ ὅτι διὰ τὴν τῶν ἵππων ὀξύτητα, οὓς καὶ ὑπὲρ παρδάλεις ἐκπηδᾶν φησιν. Ἐπειδὴ δὲ τὸ πήδημα τῆς παρδάλεως οὐκ ἐπιπολὺ διήκει, προστίθησι καὶ ἑτέραν σύγκρισιν, καί φησιν, ὅτι Ὑπὲρ τοὺς λύκους τῆς Ἀῤῥα βίας εἰσὶν οἱ ἵπποι τῶν Βαβυλωνίων ἐξεῖς· οἱ γὰρ Αῤῥάσιοι, λύκοι λέγονται ὀξύτατοί τε τὸ προπτυχών διαρπάζειν, καὶ ἐπιδιωκόμενοι, ἀκατάληπτοι εἶναι, 8 ταῖς παρδάλεσιν οὐκ ἔστι. Καὶ ἐξιππάσονται οἱ ἱππεῖς αὐτοῦ, καὶ ἐρμή σουσι μακρόθεν, καὶ πετασθήσονται ὡς ἀετὶς πρόθυμος εἰς τὸ φαγεῖν. Διὰ τούτων καὶ τὴν φύ μην ὁμοῦ καὶ τὸ τάχος δείκνυσι, καὶ ὅτι ἐκ τῶν ὑψη λοτέρων ἐπενεχθήσονται αὐτοῖς. Ωσπερ γὰρ ὁ ἀετὶς και ῥωμαλέον ἐστὶν ἐν πτηνεῖς καὶ ταχύτατον, καὶ μάλιστα όταν καὶ πεινῶν προθυμῆται πρὸς τὸ φαν γεῖν, καὶ ἐκ τῶν ὑψηλοτέρων καταφερόμενος, ανα υπόστατός ἐστιν· οὕτως καὶ οἱ ἱππεῖς τῶν Χαλ δαίων, οὐ μόνον δυνατοί εἰσιν, ἀλλὰ καὶ ταχιν διὰ τοὺς ἵππους, καὶ πρόθυμοι εἰς τὸ ἐκπορευθῆναι καὶ καταφαγεῖν, καὶ ἐκδαπανήσαι τὰς πόλεις, καὶ υψόθεν καταφερόμενοι. Εγώ γάρ, φησίν, ἐπεγείρα αὐτούς. Καὶ τοῦ ἐξ ἐθνῶν δὲ λαοῦ τὸ πρὶν ἱππικὸν καὶ ἀγέρωχον φρύαγμα, ἐξαλεῖται ἐκ τῆς πλάνης, ὑπὲρ τοὺς τῶν Ἰουδαίων ἄρχοντας, οι παρδάλεις καὶ λύκο; Αῤῥασίας ἐκλήθησαν, ὡς θηριώδεις καὶ αἱμοχαρείς. ᾿Αλλὰ καὶ οἱ ἱππεῖς τοῦ τοιούτου λαοῦ, οἱ ἀπόστολοι, οἱ ἐκάθισαν ἐπὶ τὸ ἄλογον αὐτῶν φρύαγμα, και ὑπέταξαν αὐτὸ, συντόνως δραμοῦνται καὶ ὁρμήσου μακρόθεν (ἀπὸ γὰρ Ἰσραὴλ εἰς τὰ ἔθνη ἐχώρησαν), καὶ πετασθήσονται, ὡς ἀετὸς Χριστός, οὗ βρώσις ἐστιν ἡ σωτηρία τῶν ἀνθρώπων. Ἀλλὰ καὶ τῶν ἁμαρτανόντων καὶ παιδευομένων οἱ ἵπποι, τουτέστιν οἱ θηλυμανεῖς λογισμοί, ἐξαλοῦνται ἀπὸ τῆς τοιαύ της ἐμπαθείας· ὥστε ὑπὲρ τὰς νοητάς παρδάλεις τοὺς δαίμονας γενέσθαι, καὶ μηκέτι αὐτοῖς ἐφικτούς εἶναι. Οἱ δὲ ἱππεῖς τῶν ἵππων τούτων, ὁ νοῦς καὶ ὁ λόγος, οἱ ἐπέβησαν τοῦ ἐπιθυμητικού μέρους, μα κρόθεν γενήσονται τῶν προτέρων παθῶν, καὶ τοῖς τῆς σωφροσύνης καὶ ἁγνείας πτεροῖς κουφιζόμενοι, πετασθήσονται εἰς οὐρανοὺς, οὗ ὁ Χριστὸς ὥστε τὰ ἄνω φρονεῖν, καὶ σὺν ἐκείνῳ εἶναι, καὶ προθυμεῖσθαι πρὸς τὸ φαγεῖν τὸ ξύλον τῆς ζωῆς. Π Συντέλεια εἰς ἀσεβεῖς ἥξει ἀνθεστηκότας προς ώποις αὐτῶν ἐξ ἐναντίας. Τοιούτων, φησί, τῶν Χαλδαίων ὄντων, οἴους ὁ λόγος ὑπέγραψε, συντέλεια ἥξει ἐπὶ τοὺς ἐν Ἱερουσαλὴμ ἀσεβεῖς, τοὺς ἀνθεστηκότας τῷ Θεῷ κατὰ πρόσωπον καὶ ἀναιδῶς αὐτῷ ἐναντιουμένους. Η ὅτι οἱ Χαλδαῖοι ἐκείνους συντελέσουσι τοὺς ἀνθεστηκότας αὐτοῖς καὶ εἰς πρόσωπ πολεμοῦντας. Τοὺς γὰρ προχωροῦντας καὶ αὐτομολοῦντας, καὶ τὴν ὑπ' αὐτοὺς δουλείαν αὐθαιρέτως ὑποδυομένους, ἀνέτου; ζῇν ἑάσουσιν· ὅ καὶ ἀπὸ τοῦ Ἱερεμίου μανθάνομεν. Καὶ ἐπὶ τοὺς Ἰουδαίους δὲ συντέλεια ἧκε, τοὺς ἀσεβήσαντας εἰς τὸν μονογενή τοῦ Θεοῦ Υἱὸν, καὶ ἀντιστάντας αὐτῷ, οὐ κρύβος, ἀλλ᾽ ἀναφανδόν και πεπαρρησιασμένως, ὥστε καὶ
col. 837–838page 10 of 44
PG 126:837εἰπεῖν· 'Αρον, άρον, σταύρωσον αὐτόν. Αλλὰ καὶ τῶν καθ' ἑκάστην ἁμαρτανόντων και παρανομούν των, τέως μὲν φείδεται ὁ Θεός, ἕως ἂν μετριώτερον τὴν κακίαν μετίωσιν· ὅταν δὲ ἐκρήξωσι ταύτην, ὥστε πεπαρρησιασμένως ἀσεβεῖν, τηνικαῦτα ἐπάγει αὐτοῖς τὴν συντέλειαν. Καὶ συνάξει ὡς ἄμμον αἰχμαλωσίαν. Ἐπειδὴ οἱ Ἰσραηλῖτα: ἀφέντες Θεὸν καὶ τὴν ἐκείνου βο θειαν, τῷ οἰκείῳ πλήθει θάρρουν, φησίν, ὅτι Κά πολλοὶ γενήσεσθε, ὥστε καὶ ἄμμα παρεικάζεσθαι, ὁ Βαβυλώνιος βασιλεὺς αἰχμαλώτους ὑμᾶς ποιήσεται. ᾿Αλλὰ καὶ ὁ ἐξ ἐθνῶν λαός, τελειωθέντες ἐν Χριστῷ, καὶ ἄλλος ἄλλου διδάσκαλοι γενόμενοι, πολλοὺς αἰχμαλωτίσουσιν εἰς τὴν ὑπακοὴν τοῦ Χρι στοῦ Καὶ αὐτὸς ἐν βασιλεῦσι τρυφήσει, καὶ τύραννοι παίγνια αὐτοῦ, καὶ αὐτὸς εἰς πᾶν ἐχύρωμα εμπαίξεται, καὶ βαλεῖ χῶμα, καὶ κρα τήσει αὐτοῦ. Ἐπειδὴ οἱ Ἰσραηλῖται τοῖς οἰκείοιςβασιλεῦσιν ἐθάρξουν, καὶ τοῖς πλησιοχώροις δὲ προσο έτρεχον, εἴτε βασιλεῖς ἦταν, τουτέστι ἐννόμω; ἄρχοντες, εἴτε τύραννοι, παρανόμως καὶ βιαίως κρατοῦντες, καὶ τῇ αὐτῶν δυνάμει και συμμαχίᾳ ἐθάρξουν, καὶ οὐ τῇ τοῦ Θεοῦ· φησίν, ὅτι ὁ Ναβουχοδονόσορ ῥᾳδίως περι ἔσται τούτων τῶν βασιλέων, καὶ τρυφὴν ἡγήσεται καὶ ἀναιμωτί πάντων κρατήσει. Οὕτω γοῦν καὶ τὸν Ἰεχονίαν δεδεμένον απήγαγε, καὶ τὸν Σεδεκίαν ἀπετύφλωσε, καὶ τῇ Αἰγύπτῳ δὲ βαρὺς ἐπετέθη. Αλλά καν αἱ πόλεις εἶεν ὀχυρας, καὶ φρούρια δυσάλωτα, καὶ τούτων κρατήσει, ὥσπερ παίζων μᾶλλον, ἢ σπουδάζων. Χώμα, γάρ, φησί, μόνον βαλεῖ, ὥστε τῷ τείχει ἀντεγεῖραι τοῦτο, ὁ οὐδὲ πολεμικῶν ἀνδρῶν δεῖται, ἀλλὰ τῶν σκευοφόρων καὶ τῶν θητεύειν μεμαθηκότων. Οὕτω δὴ τὴν Τύρον εἷλεν ὁ Βαβυλώνιος. Ταῦτα καὶ περὶ τοῦ διαβόλου νοεῖται, ὅς τοὺς Ισραηλίτας, άμμον όντας, καὶ οἰκείους τῇ ἀλη μυρᾷ τοῦ βίου θαλάσσῃ, ὡς ἀγαπῶντας τὴν δό ξαν τῶν ἀνθρώπων μᾶλλον, ήπερ τὴν δόξαν τοῦ Θεοῦ, εἷλεν αἰχμαλώτους, καὶ ἐνέπαιξε τοῖς ἀρχ ιερεῦσι, καὶ τοῖς λοιποῖς αὐτῶν ἄρχουσιν, οι βασι λεῦσιν εἰκαζόμενοι, διὰ τὸ νόμιμον δῆθεν ἔχειν ἀρο χὴν, τύραννοι τοῖς τρόποις ἦσαν, καὶ εἰς τὰ ὀχυρώματα αὐτῶν ἐνέπαιξε, πείσας αὐτοὺς κακῶς νοεῖν τὰς Γραφάς. Ἡ γὰρ τῶν Γραφῶν γνῶσις, αὐτοῖς ὀχύρωμα· αὐτοὶ δὲ ἦραν τὴν κλεῖδα τῆς γνώσεως, καὶ οὔτε εἰσήρχοντο, καὶ τοὺς εἰσελθεῖν βουλομένους ἑκώλιον. Ἐκράτησε δὲ τῶν ὀχυρωμάτων τούτων, βαλὼν χῶμα, την ταπεινὴν καὶ γήῖνον καὶ κάτω κει μένην παρεξήγησιν, καὶ μηδὲν ὑψηλὸν καὶ οὐράνιον ἔχουσαν· ἀγαθῶν γὰρ γεηρῶν ἀπόλαυσιν νοοῦσι, καὶ τιμωρίας σωματικάς, καὶ πάντα τἆλλα τοιαῦτα. ΧΙΧ, Αλλος ἄλλοις, Τυραννήσει, Πόλεως, Καὶ τρυφὴν ἡγήσεται τὸν πρὸς αὐτοὺς πό λεμον, καὶ τοὺς τυράννους δὲ παίγνια ἡγήσεται, κείους, οἴκους,
col. 839–840page 11 of 44
PG 126:839τῶν παθῶν, διὰ τοῦ τυραννῆσαι καὶ βιάσασθαι την φύσιν. Ἐπειδὴ γὰρ βιαστή ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ βιασταί ἁρπάζουσιν αὐτήν· πάν τες οἱ τὴν ἀρετὴν μετιόντες, καὶ βασιλεῖς ἂν λεχθείεν, καὶ τύραννοι· τὸ μὲν, ὡς ἐνταῦθα βασιλεύσαντες, καὶ ἐκεῖθεν βασιλεύοντες, τελεώτερον, ὅταν ὁ Χρι στὸς φανερωθῇ ἡ ζωὴ ἡμῶν· τὸ δὲ, ὡς τυραννήσαντες καὶ βιασάμενοι τὴν φύσιν. Οταν οὖν ὁ ἀεὶ τοῖς καλοῖς πολεμῶν, ἰσχύσῃ τινὰ τῶν τοιούτων καθ. ελῖν, ἐντρύφημα τοῦτον ἔχει καὶ ἐμπαίζει αὐτῷ (τὰ γὰρ βρώματα αὐτοῦ ἐκλεκτά), καὶ μάλιστα εἰς ἀπόγνωσιν τοὺς τοιούτους ρίπτει, ὡς τὸν ἄθλιον Ἰού δαν· καὶ παντὸς δὲ ὀχυρώματος κρατεῖ βάλλων χώμα. Τὸν γὰρ χοῦν τῶν γηίνων φροντίδων βάλλων καὶ ἀνεγείρων, πολιορκεῖ τὸν ἀνθρώπινον νοῦν, καὶ αἱρεῖ, ᾶς ὀχύρωμα ὑπὸ Θεοῦ ἔκτισται. ᾿Αλλὰ καὶ βασιλεῖς τύραννοί εἰσιν οἱ βασιλεύσαντες Τότε μεταβαλεῖ τὸ πνεῦμα, καὶ διελεύσεται καὶ ἐξιλάσεται. Οπηνίκα, φησί, ταῦτα πάντα ἐνδείξηται ὁ Βαβυλώνιος, καὶ πάντων δόξῃ κρατῆσαι, τότε μεταβαλεῖ ὁ Θεὸς τὸ πνεῦμα, τουτέστι, τὴν θυμώδη ὀργήν, ἣν εἶχεν ἐπὶ τοὺς ἀσεβεῖς, καὶ δια ελεύσεται, τουτέστι, πόῤῥω τῶν κολαζομένων γεγή σεται, μηκέτι αὐτοῖς ἐφιστάμενος καὶ ἐπιτηρῶν τὰ ἔργα αὐτῶν καὶ δίκην ἀπαιτῶν, καὶ ἵλεω; αὐτοῖ; ἔσται. Εἶπε δὲ τοῦτο, οὐχ ὅτι ὁ Θεὸς παλίμβολός έστ:ν εὐκόλως μεταβαλλόμενος, ἀλλ᾽ ὅτι τὴν προσήκουσαν δίκην ἀπαιτήσας, καὶ τοῖς νοσοῦσι τὰ κατάλληλα καὶ ἀρκοῦντα ἐπιθεὶς φάρμακα, ἔπαυσε λοιπὸν τὴν ἰατρικὴν ἀγωγήν. ᾿Αλλὰ καὶ τοὺς ἐξ Ἰσραὴλ ὁ θεὸς ὅταν ἴδῃ τῷ διαβόλῳ αἰχμαλωτισθέντας, οὐκ ἀπώ σεται τὸν λαὸν αὐτοῦ ὄν προέγνω· ἀλλ᾽ ἵλεως ἔσται τοῖς Ἰουδαίων μετανοοῦσι, καὶ βαπτιζομένοις εἰς τὸ δνομα τοῦ Κυρίου Ἰησοῦ· καὶ ταῦτα μαθήσῃ ἀπὸ τῶν Πράξεων μάλιστα. Τοὺς γὰρ τρισχιλίους ὄψει καὶ πεντακισχιλίους καὶ τὰς πολλὰς μυριάδας, ας τῷ Παύλῳ Ἰάκωβος δείκνυσι. Καὶ ἑκάστοτε δὲ τοῦτο γίνεται. Καὶ πᾶς ὁ ὑπὸ τοῦ διαβόλου κρατούμενος, μὴ ἀπογινωσκέτω. Οτε γὰρ εἰς τὸ τῆς κακίας ἔσχα τον κατενεχθῇ, τότε μεταβαλεῖ τὸ πνεῦμα, τὸ ἐν αὐτῷ πονηρὸν, εἰς τὸ ἀγαθὸν, καὶ διελεύσεται τὴν σώζουσαν ὁδὸν, καὶ ἀπάγουσαν ἀπὸ κακίας εἰς ἀρε τὴν, καὶ ἀπὸ γῆς εἰς οὐρανὸν, καὶ ἐξιλάσεται τὸν Θεὸν διὰ μετανοίας ὑπὲρ τῶν προγεγονότων. Οὐ γὰρ ἀνίλαστός ἐστιν, ἀλλ᾽ οἰκτίρμων, καὶ ἐλά σεται ταῖς ἁμαρτίαις, καὶ οὐ διαφθερεί. γάρ, αὐτῷ, Ανοίκτιστος,
col. 841–842page 12 of 44
PG 126:841Αὕτη ἡ ἰσχὺς τῷ Θεῷ μου. Θαυμάσας ὁ προφή της τὴν τοῦ Θεοῦ χρηστότητα, ἀναβος, ὅτι Η τοιαύτη ἰσχὺς τοῦ οὕτως παιδεύειν, καὶ πάλιν οὕτως οἰκτείρειν, καὶ μεταβάλλειν τὴν τιμωρίαν εἰς ἔλεον, οὐκ ἄλλῳ τινὶ προσήκει, ἢ σοὶ τῷ Θεῷ μου. Σὺ γὰρ ὁ θανατῶν καὶ ζωογονῶν. Ταῦτα καὶ διὰ τὸ κατ' ἑκλο γὴν λήμμα ἐρεῖς, θαυμάζων τῶς οὓς ἀπώσατο αὖθις εἰσεδέξατο· καὶ διὰ τοὺς ἐκ κακίας ἐσχά τῆς ἐπιστρέφοντας, ὅταν ἴδῃς αὐτοὺς εἰς τὸ ὕψος τῆς ἀρετῆς ἀναδραμόντας· οὐ γὰρ ἀνθρωπίνη ἰσχὺς τοιαῦτα δύναται, ἀλλὰ θείας ταῦτα τῷ ὄντι δυνά μεως καὶ χάριτος, προσλαβούσης καὶ τὴν ἀνθρωπίνην προαίρεσιν. Λαλοῦντος γάρ σου, ἐρεῖ· Ἰδοὺ πάρειμι, οὐχὶ σιγῶντος· καὶ ᾿Ανοιξον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. Σὺ ἄνοιξον πρῶτον, εἶτα '*. ἐγὼ πληρώσω. Οὐχὶ σὺ ἀπ' ἀρχῆς Κύριος ὁ Θεὸς ὁ ἅγιός μου; Καὶ οὐ μὴ ἀποθάνωμεν. Εἰ γὰρ καὶ ἡμεῖς παρ ἐβημεν, ἀλλὰ σὲ ἄνωθεν καὶ ἐξ ἀρχῆς τῶν πατέρων ἡμῶν Κύριος ἦσθα, ὁ Θεὸς ὁ ἅγιος, ὁ μηδὲν ἀκάθαρ τον ὑποδεχόμενος, καὶ διὰ τοῦτο καὶ ἡμᾶς ἀπωσάμενος ὡς ἀκαθάρτους. Ἐπεὶ οὖν σε ἀρχαῖον Δεσπότην ἔχομεν, οὐ μὴ ἀπεθάνωμεν, τουτέστιν, οὐ μὴ ἐξολο θρευθῶμεν οὐδὲ πανωλεθρίαν ὑποστησόμεθα. Ορα δὲ, ὅτι παλαιᾶς ἀναμιμνήσκει τὸν Θεὸν οἰκειότητος, ὅπερ καὶ ὁ Παῦλος λέγει περὶ τῶν Ἰσραηλιτῶν, ὅτι Εχθροὶ διὰ τὸ Εὐαγγέλιον, ἀλλ' ἀγα πητοὶ διὰ τοὺς πατέρας. Καὶ πρὸς τὸν ἐν ἀρχῇ δὲ καὶ ἀπ' ἀρχῆς ὄντα λόγου καὶ Θεὸν ὄντα, λέγοιτο ἂν ταῦτα, δς καὶ "Αγιός μου ἐγένετο, τουτέστιν, Ὑπὲρ ἐμοῦ ἁγίασμα καὶ προσφοράν ἑαυτὸν προστ ἤνεγκε, τῷ θανάτῳ τὸ σῶμα ἐκδοὺς, καθὰ καὶ ἔλεγε Καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν. Διὸ ἡμεῖ; ἀπεθάνομεν τὸν ἐν τῷ Ἀδὰμ θάνατον· αὐτὸς γὰρ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα τοῦ θανάτου ἡμᾶς λυτρώσηται. Καὶ ὁ ἐκ τῆς ἀρετῆς δὲ πεσών, εἶτα εἰς αὐτὴν ἐπανιών, ἐρεῖ· Οὐχὶ σὺ ἀπ᾿ ἀρχῆς ἦσθα Κύριός μου; Διὸ ἐπαναδραμὼν ἐπὶ τὸν ἀρχαῖον δεσπότην τὸν ἅγιον, φυγὼν τὸν ἀκάθαρτον, τύραν νεν, οὐ μὴ ἀποθάνω, ὡς ἀπογνούς. Κύριε, εἰς κρίμα τέταχας αὐτόν. Τίνα αὐτόν, “Η τὸν Βαβυλώνιον, ὥστε κρῖναι καὶ παιδεῦσαι τὸν Ἰσραὴλ, ἢ τὸν ἐν Ἱερουσαλὴμ λαόν, τέταχα; εἰς κατάκριμα. ᾿Αλλὰ καὶ τὸν Κύριον Ἰησοῦν εἰς κρίμα τέταχεν, ὡς αὐτός φησιν· Εἰς κρίμα ἐγὼ εἰς τὴν κόσμον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέ ψωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Κα! τὸν ἄνθρωπον δὲ τέταχεν ὁ Θεὸς εἰς τὸ διακρίνειν τὸ καλὸν ἀπὸ τοῦ κακοῦ, καὶ μὴ τὸ σύμμικτον ξύ αὕτη, ἔλαιον, ἔλεον, Πῶς οὓς ἀπώσασθαι ἐδόκει, τουτέστιν, οὐ μὴ ἐξολοθρευθῶμεν, με
col. 843–844page 13 of 44
PG 126:843λον ἐσθίειν, ὅπερ ἐστὶν ἡδονὴ, καλὴ μὲν φαινομένη, κακὴ δὲ τῇ ἀληθείᾳ οὖσα. ς Καὶ ἔπλασέ με τοῦ ἐλέγχειν παιδείαν Την μὲν ῥηθεῖσαν, φησί, τιμωρίαν ώρισε κατά του Ἰσραήλ· ἐμὲ δὲ τὸν προφήτην έπλασε, τουτέστι, ἔθηκε καὶ ἀφώρισεν εἰς τὸ ἐλέγχειν, τουτέστι, δεικνύναι τὴν παιδείαν ταύτην τὴν ἀφωρισμένην κατ' αὐτῶν. Καὶ ὁ Κύριος Ἰησοῦς εἶποι ἂν, ὅτι Επλασέ με ὁ Πατὴρ ἐν τῇ μήτρᾳ τῆς Παρθένου, τοῦ ἐλέγχειν τὸν νόμον, καὶ δεικνύναι αὐτὸν ἀτελή. Διὸ καὶ ἔλεγεν· Εβρέθη τοῖς ἀρχαίοις· Οὐ μει γεύσεις. Ἐγὼ δὲ λέγω ὑμῖν· Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, καὶ τὰ ἑξῆς. Παιδεία γὰρ ἦν ὁ νόμος τοῦ Θεοῦ, δοθεὶς τοῖς ἀτελέσιν, οι καῖος τῇ ἕξει αὐτῶν ἀτελεῖ οὔσῃ. Ενθεν του και εἶπεν ὁ Κύριος, ὅτι Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψε τὴν περὶ ἀποστασίου νόμον. Πλεγχε οὖν αὐτόν, ὥσπερ ἐλέγχει τὸν λύχνον ὁ ἥλιος φανείς. Οὐ γὰρ δεδόξασται, φησί, τὸ δεδο ξασμένον, ἔνεκεν τῆς ὑπερβαλλούσης δόξης. Και ὁ μέγας δὲ Πέτρος περὶ τοῦ προφητικοῦ λόγου φησίν 'ῇ καλῶς ποιεῖτε προσέχοντες, ὡς λύχνῳ καί νοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάση, καὶ Φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν. ᾿Αλλὰ καὶ οἱ Γραμματεῖς καὶ οἱ Φαρισαίοι, παιδεία ἦσαν τοῦ λαοῦ, οὓς ἐλέγχων ἔλεγεν· Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι τάξε καὶ τάδε ποιεῖτε. Καθαρὶς ὁ ὀφθαλμός του τοῦ μὴ ὁρᾷν που νηρά, καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήσῃ· τους τί ἐπιβλέπεις ἐπὶ τοὺς καταφρονοῦντας; Ο μὲν ἡ πόρει, καὶ λέλυται ἡ ἀπορία ἐκείνη· νῦν δὲ διὰ τοὺς Χαλδαίους ἀπορεῖ· οὐδὲ τοῦτο, ὡς αὐτὸς δεόμενος λύσεως (πῶς γὰρ, ὅς γε εἰς τὸ ἐλέγχειν καὶ διδάσκειν τοὺς ἄλλους επλάσθη;), ἀλλὰ γινώσκων, ὅτι πολλοῖς τεχθήσεται καὶ περὶ τούτων ζήτησ:;, ἐπαποροῦσι· Τίνος ένεκεν τοῖς Χαλδαίοις ἀσεβεστέροις οὖσι τοὺς Ἰσραηλίτας ἧττον ἀπεβοῦντας παρ έδωκε; Τούτου οὖν χάριν ἐπαπορεῖ, καί φησι πρὸς τὸν Θεόν· Οἶδα, ὅτι καθαρός ἐστιν ὁ ὀφθαλμός του. καὶ οὐ βούλει ὁρᾷν πονηρὰ ἔργα, οὐδὲ δέχῃ βλέπειν τοὺς πόνους, οὓς ἐπάγουσιν οἱ πονηροί και κακοὶ καὶ κακοποιοὶ τοῖς ἀκεραιοτέροις καὶ ἀσθενεστέροις. Ἵνα τί οὖν τοὺς καταφρονητάς, τουτέστι, τοὺς ἀλαζόνας καὶ τῶν σῶν νόμων ὑπερόπτας Χαλδαίους ἐπιβλέπει;; τουτέστιν, Ἱλαρώτερον αὐτοῖς προσδιάκεισαι, και εὐημερεῖν ἐᾶς; Παρασιωπήσῃ ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον. Καταπίνει, φησὶν, ὁ ἀσεβὴς Βαβυλώνιος τὸν δίκαιον Ἰσραηλίτην, καὶ σὺ παρασιωπές. Διατί οὖν γίνεται; Δίκαιον δέ φησι τὸν Ἰσραηλίτην ὡς πρὸς τὸν Βαβυλώνιον, ὡς ἂν εἰ ἔλεγε τὸν δικαιότε Παιδείας αὐτοῦ, "Δ μὲν ἠπόρει πρότερον ὁ προφήτης, ἐπὶ τοῖς ἐν Ιερουσαλήμ παρανομοῦσιν ἡπόρει, καὶ λέλυται ἡ ἀπορία,
col. 845–846page 14 of 44
PG 126:845μον. Ημαρτον μὲν γὰρ, φησί, καὶ Ἰσραηλῖται ἀλλ᾽ οὖν ὡς πρὸς τοὺς Χαλδαίους, δίκαιοί εἰσι. Καὶ ποιήσεις τοὺς ἀνθρώπους, ὡς τοὺς ἰχθύας 14. τῆς θαλάσσης, καὶ ὡς τὰ ἑρπετὰ μὴ ἔχοντα ἡγούμενον. Ἐκ τῆς μακροθυμίας, φησί, τῆς ταύ της καὶ τοῦ μὴ κολάζεσθαι ὑπὸ σοῦ τους πονηροτάτους, ἀλλὰ μᾶλλον τούτοις ἐκδίδοσθαι τοὺς ήτα του πονηρούς, ποιήσεις τοὺς ἀνθρώπους μηδὲν δια φέρειν τῶν ἰχθύων, οι μήτε νόμους μήτε κριτάς ἔχουσιν, ἀλλ᾽ εἰς βορὰν τοῖς δυνατωτέροις οἱ ἀσθενέστεροι πρόκεινται· ἀλλὰ καὶ τοῖς ἑρπετοῖ; παρεοικέναι, ο διὰ τὸ πονηρὸν τῆς φύσεως, οὐδὲ ἡγεμόνας ἔχουσιν, ὡς ἄμικτα ὄντα καὶ μετάλληλα Τὰ γὰρ ὑφ' ἡγεμόνα ταττόμενα των ζώων, ἡμερώτερα φιλοίκειαν καὶ συναγελαστικὴν τὴν φύσιν ἐνδεικνύμενα καὶ διὰ τούτου. Καταφρονηταὶ δὲ καὶ ἀνωτέρω εἴρηνται οἱ δαίμονες, ἐφ᾽ οὓς παρτο σιωπῶν ὁ Θεὸς τοὺς πρὸ τῆς οἰκονομίας χρόνους ἐποίει τοὺς ἀνθρώπους ἐξ ἀποτελέσματος δίκην ἰχθύων ζῆν, ἀλαγωτάτους ὄντας καὶ ἀφωνοτάτους. οὔτε γὰρ ἦν ἐν αὐτοῖς ὁ τῆς εὐσεβείας λόγος, ούτε ξολογίας φωνή πρός Θεόν· ἀλληλοκτόνοι δὲ μᾶλλον ἦσαν, καὶ τῇ ἁλμυρᾷ τοῦ βίου θαλάσσῃ ἐνζωογο νούμενοι. Πικρόν τε οὕτως ἦν ὁ τρόπος τούτων, ὥστε λέγεσθαι· Ιὺς ἀσπίδος ὑπὸ τὰ χείλη αυτ τῶν, καὶ θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ όλεως. Συντέλειαν ἐν ἀγκίστρῳ ἀνέσπασε, καὶ εἶι κισεν αὐτὸν ἐν ἀμφιβλήστρῳ, καὶ συνήγαγεν αὐτὸν ἐν ταῖς σαγήναις αὐτοῦ. Εἰπὼν, ὅτι κατα πίνει ὁ ἀσεβὴς τὸν δίκαιον, καὶ ὅτι γενήσονται οἱ ἄνθρωποι, ὡς ἰχθύες τῆς θαλάσσης, δείκνυσι νῦν, περὶ τίνος λέγει ταῦτα, καὶ ὅτι περὶ τοῦ Βαβυλω νέου. Οὗτος γὰρ, φησί, τοσαύτην. Έχει δύναμιν, ὡς ολόκληρα έθνη (τοῦτο γὰρ δηλοῖ ἡ συντέλεια) ανα στην οἷόν τινι ἀγκίστρι τῇ οἰκείᾳ ἰσχύϊ, καὶ ἐλ κύειν. αὐτὸν, ἀντὶ τοῦ, αὐτὴν τὴν συντέλειαν, ἐν ἀμφιβλή απρῳ ταῖς δειναῖς μεθόδοις (ἡ γὰρ Εβραϊκή συνήθεια, τοῖς ἀρσενικοῖς ἀντὶ θηλυκών χρῆται), καὶ συνήγαγεν ἐν ταῖς σαγήναις, ταῖς πολεμικαῖς δυνάμεσι. Καὶ ὁ διάβολος δὲ ὅλον ἐθή ρευσε τὸν ἄνθρωπον, καὶ εἴλκυσεν αὐτὸν τῷ τῆς παρακοῆς ἀγκίστρῳ, καὶ τῆς γεύσεως δελέατι, προ τιθεὶς τὴν ἰσοθεῖαν· καὶ συνήγαγεν αὐτὸν, καὶ οἰω κειότατον ἐποίησεν ἐν ταῖς σαγήναις τῶν πολυπλόκων καὶ ποικίλων ἡδονῶν. Οὕτω καὶ νῦν ποιεῖ πρῶτον ἀνασπᾷ τὸν νοῦν, ἀποσπῶν αὐτὸν τῷ Κυρίῳ κολλώμενον, τῷ ἀγκίστρῳ τῆς εὐηδόνου ἐνθυμήσεω;" εἶτα ἑλκύει αὐτὸν τῷ ἀμφιβληστρῳ τῆς συγκαταθέσεως, ἀμφοτέρωθεν κρατῶν αὐτὸν, ἔκ τε τοῦ ἐνθυ Τοιαύτης, Πρός άλληλα, Ηγεμόνι, Ημερώτατα, Δολεραῖς μεθόδοις,
col. 847–848page 15 of 44
PG 126:847μηθῆναι τὸ κακὸν, καὶ τοῦ συγκαταθέσθαι. Είτα συνάγει αὐτὸν, καὶ οἷον ἐγκολπίζεται ταῖς σαγήνεις τῶν ἐργασιῶν. Αφ' οὗ γὰρ ἅπαξ πείσῃ αὐτὸν ἐρε γάσασθαι τὸ κακὸν, ἔκτοτε οἰκεῖον ποιεῖται, πείθων καταχρῆσθαι ταῖς οἰκείοις ἐπιθυμίαις, καὶ εἰς ἀπό γνωσιν συνωθῶν, ὡς ἤδη ἀπωσθέντα παρὰ Θεοῦ. Ἕνεκεν τούτου εὐφρανθήσεται καὶ χαρήσεται ἡ καρδία αὐτοῦ. Καὶ τοῦ Βαβυλωνίου, φησίν, ἡ καρδία ἐπεντρυφήσει ταῖς τῶν ἐθνῶν πανολεθρίαις. καὶ τὸν ὄλεθρον τούτων εὐφροσύνην καὶ τέρψιν ἡγήσεται. Καὶ τοῦ διαβόλου ἡ καρδία, τῇ τῶν ἀνθρώπων ἀπωλείᾳ εὐφραίνεται, ὡς ἔχοντος πολλούς κοινωνούς τῆς ἀπὸ τοῦ Θεοῦ καταπτώσεως. "Ενεκεν τούτου θήσει τῇ σαγήνῃ αὐτοῦ, καὶ θυμιάσει τῷ ἀμφιβλήστρῳ αὐτοῦ, ὅτι ἐν αὐτοῖς ἐλίπανε μερίδα αὐτοῦ, καὶ τὰ βρώματα αὐτοῦ ἐκλεκτά. Μεγάλας γὰρ βασιλείας καὶ πολυχρύσους ὑφ' ἑαυτὸν ἐποιήσατο. Δηλοῖ δὲ καὶ ὁ Δανιήλ τὴν ἀλαζονείαν αὐτοῦ λέγων· Ὃς ἔστησε» εἰκόνα χρυσῆν, καὶ πάντας προσκυνεῖν ταύτῃ ἐκέλευσε τοὺς ὑπηκόους αὐτοῦ, ἄρχοντας καὶ ἀρχομένους. Καὶ ὁ θεῖος δὲ Ησαΐας περὶ αὐτοῦ φησιν· Εἶπας· Ἀναβήσομαι ἐπὶ τῶν νεφελῶν ἐπάνω τῶν ἄστρων θήσομαι τον θρόνον μου καταλήψομαι τὴν οἰκουμένην ὡς νοσσιάν, καὶ ὡς καταλελειμμένα ἀὰ ἀρῶ. Εἶτα καὶ τὴν τι μωρίαν φέρει, ἣν πείσεται· 'Υποκάτω σου στρώ σουσι σῆψιν, καὶ τὸ κατάλειμμά σου, σκώληξ. ᾿Αλλὰ καὶ ὁ διάβολος οὐ τοσοῦτον τῷ ἀγκίστρῳ χάρι ἔχει, τῇ ἐνθυμήσει, φημὶ, δέλεαρ ἐμβαλλομένῃ τὴν ἡδονὴν, ὅσον τῷ ἀμφιβληστρῳ τῇ συγκαταθέσει, καὶ τῇ σαγήνῃ τῇ ἐργασίᾳ. Ἐπὶ μὲν οὖν τοῦ ἀμφιβλήστρου, τὸ θυμιὰν εἶπεν, ὡς ἐπὶ λεπτοτέρου τὸ λεπτό. τερον· ἐπὶ δὲ τῆς σαγήνης, τὸ θύειν. "Η τε γὰρ εργασία τοῦ κακοῦ σωματικωτέρα, καὶ ἡ θυσία του αύτη. Ἐπεὶ δὲ πολλοὺς καὶ τῶν ἁγίων καὶ ἐκλεκτῶν τῷ Θεῷ σαγηνεύει ὁ δεινὸς οὗτος καὶ πολυμήχανος τῆς ἀλμυράς ταύτης θαλάσσης ἁλιεύς· εἰκότως εἴρηται· Τὰ βρώματα αὐτοῦ ἐκλεκτά· τούτους γὰρ καὶ μᾶλλον θηρεύειν σπουδάζει. Οὕτω καὶ τὸν Ἰούδαν ἐξελέξατο μὲν ὁ Κύριος· αὐτὸς δὲ τῇ σαγήνη τῆς φιλαργυρίας πολλὰ συναγαγούσῃ οἰκεῖον ποιη σάμενος, βρῶμα ἑαυτοῦ ἔθετο. Ὡς γὰρ τῷ Θεῷ βρῶμά ἐστιν ἡ ἀνθρώπων σωτηρία· οὕτως αὐτῷ ἡ απώλεια. ᾿Αλλὰ καὶ τοὺς Ἰσραηλίτας, μερίδα ὄντας θήσει, ποιήσει, Τὴν ἀλαζονείαν τοῦ Βαβυλωνίου δείκνυσι διὰ τούτου· Οιήσεται γάρ, φη σιν, ὅτι ο!κείᾳ δυνάμει, οὐ θεία παραχωρήσει, ταῦτα κατορθοῖ, καὶ χάριν ἕξει τῇ οἰκείᾳ ισχύϊ, καὶ παρα χελεύσεται τοῖς ὑπ' αὐτοῦ, ἵνα τῷ Θεῷ ὀφειλομένας τιμὰς τῇ αὐτοῦ δυνάμει προσφέρωσι, ὡς προσαγα γούσῃ αὐτῷ λιπαρὰν μερίδα, οὐ βρώματα καταλήψομαι, καταλείψομαι,
col. 849–850page 16 of 44
PG 126:849Θεοῦ (μερὶς γὰρ Κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχο! νισμα κληρονομίας αὐτοῦ Ἰσραήλ), μερίδα λιπαρά, αὐτοῦ ἐποιήσατο, καὶ ἐκλεκτοὺς ὄντας, Θεοκτόνους παρεσκεύασε γενέσθαι. Διὰ τοῦτο ἀμφιβαλεῖ ἀμφίβληστρον αὐτοῦ, καὶ διὰ παντὸς ἀποκτέννειν ἔθνη οὐ φείσεται. Επειδή, φησί, λιπαρὰς μερίδας συνάγει καὶ βρώ ματα ἐκλεκτά, καὶ κατευοδοῦται ἐν τοῖς οἰκείοις θε λήμασιν, οὐδενὸς πειρασθεὶς ἐναντιώματος· καὶ κατὰ τῶν ἄλλων ἐθνῶν ἐπιχειρήσει, καὶ οὐ παύσεται τῇ οἰκείᾳ δυνάμει χρώμενος, ὡς ἀμφιβλήστρῳ ὥσπερ οὖν οὐδὲ ὁ διάβολος ἐφείσατο τοῦ ἀποκτένειν διὰ τῆς ἁμαρτίας πάντα τὰ ἔθνη, ἐπειδὴ ἅπαξ κέν τρον τοῦ θανάτου τῶν ψυχῶν καὶ σωμάτων ἐπέγνω τὴν ἁμαρτίαν οὖσαν. ΚΕΦΑΛ. Β'. Ἐπὶ τῆς φυλακῆς μου στήσομαι, καὶ ἐπιβή σεμαι ἐπὶ πέτρας, καὶ ἀποσκοπεύσω τοῦ ἰδεῖν, τί λαλήσει ἐν ἐμοὶ, καὶ τί ἀποκριθῶ ἐπὶ τὸν ἔλεγχόν μου. Εθος ἐστὶ τοῖς ἁγίοις, εἰ μαθεῖν τι βούλοιντο ἐκ Θεοῦ, πάσῃ φυλακῇ φυλάττειν τὴν ἑαυ τῶν καρδίαν ἀπὸ κοσμικῶν φροντίδων, καὶ πρὸς μόνον τὸν θεὸν συντετάσθαι, καὶ ἀναβαίνειν οἷον ἐπί τινα πέτραν τὴν τῆς διανοίας ἀπὸ τῶν γηΐνων ὕψωσιν. Καρ δίας γὰρ ὑψηλὰς ζητεῖ ὁ Θεὸς, καθὸ καὶ ὁ Δαβίδ λέγει· Τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν· καὶ πάλιν, Νεοττοὶ γυπὸς ὑψηλὰ πέτονται. Καὶ ὁ προφήτης οὖν Αμβακούμ ἀπορήσας τα προειρημένα, ὡς ἐκ προσώπου τῶν τὰ τοιαῦτα ζητούντων, καὶ μέλλων ἐπαγαγεῖν τὴν τούτων λύ σιν, οὐκ ἐξ ἀνθρωπίνων λογισμῶν, ἀλλ' ὡς ἀπὸ Θεοῦ φησι ταύτην ἐπάξειν. Διὸ καί φησιν, ὅτι Ἐπὶ τῆς τάξεώς μου τῆς προφητικῆς στήσομαι, καὶ τῆς πνευ ματικῆς θεωρίας, φυλάττων τὸν νοῦν ἀμιγῆ φρον τίδων κοσμικῶν καὶ ἀκηλίδωτον, καὶ στήσομαι ἐπὶ πέτραν τὴν στερὰν καὶ ἀσάλευτον, καὶ ὑψηλὴν πρὸς Θεὸν ἀναδρομήν, ἐφ' ἣν καὶ Μωσήν ἔστησεν ὁ Θεός. Ωσπερ γὰρ οἱ φυλάττειν μέλλοντες, ἐφ' ὑψη λόν τινα τόπον ἀναβαίνοντες, οὕτω βλέπουσι· τὸν αὐτόν, φησί, τρόπον καὶ αὐτὸς ἀποσκοπεύσω, τί λα λήσει ἐν ἐμοὶ ὁ Θεός, ἐφ' οἷς ἀπόρησα διὰ τοὺς Βα βυλωνίους, πῶς οὐ διδόασι τῶν κακῶν δίκας, ὥστε ἔχειν με εἰδέναι τί ἀποκριθήσομαι πρὸς τοὺς βου λομένους με ἐρωτᾷν τὰ τοιαῦτα, καὶ μανθάνειν περὶ τῶν θείων οἰκονομιῶν. Ἔλεγχον γὰρ τὴν ἐρώ τησιν ὠνόμασεν. Ορα δὲ, πῶς οὐκ εἶπε, [Τί λαλή σε ἔξωθεν ἐμοῦ, ἀλλὰ, Τί] λαλήσει ἐν ἐμοὶ, ἵνα δείξῃ, ὅτι οὐκ ἔξωθεν ἐλάλει αὐτῷ ὁ Θεός, ἀλλ᾽ οὐδὲ ἄλλῳ προφήτῃ· ἀλλ' ἔσωθεν καὶ τῆς δια νοίας αὐτῆς ἁπτόμενος. Οὕτω λέγεται λαλεῖν ἐν τοῖς προφήταις ὁ Θεός. Η μὲν γὰρ ἀνθρωπίνη λαλιά,
col. 851–852page 17 of 44
PG 126:851έξωθεν πρώτως τὰ ὦτα περὶκτυποῦσα, εἶτα καὶ ἐπὶ τὴν διάνοιαν διαβαίνει· ἡ δὲ θεία λαλιά, Ενδον με νεται καὶ τῶν νοερῶν ὠτίων ἅπτεται. Πέτραν δὲ τὴν πίστιν νοήσεις. Ο γὰρ πιστεύων, ὅτι οὐδὲν ἦν ποιεῖ ὁ Θεὸς, ἀλόγως ποιεῖ, ἐκεῖνος μόνος ἀσάλευτος ἵσταται, μὴ κλονούμενος ἀπὸ τῆς ἀνωμαλίας τῶν γινομένων.. Καὶ ἀπεκρίθη πρός με Κύριος, καὶ εἶπε· Γρά ψον ὅρασιν, καὶ σαφῶς, εἰς πυξίον, όπως δικη ὁ ἀναγινώσκων αὐτὰ, διότι δρασις εἰς καιρόν, καὶ ἀνατελεῖ εἰς πέρας, καὶ οὐκ εἰς κενόν. Προστάττει ὁ Κύριος τῷ προφήτην γράψει τὴν ὥρα τιν, τουτέστι, τὴν ἀποκάλυψιν ἣν ἀπεκάλυψεν αὐτῷ, ἐφ᾽ οἷς διαπυρῶν ἐφαίνετο. Τις δὲ η αποκάλυψις, μικρὸν παρακατιῶν, ἐρεῖ. Τέως δ' οὖν γράψαι τὴν ἀποκάλυψιν ταύτην παρακελεύεται, καὶ μὴ ἀσαφῶς κατὰ τὸν προφητικών και συνεσκιασμένον λόγον, ἀλλὰ σαφῶς· ὥστε δήλην εἶναι ταύτην· καὶ γράψαι μὴ ἐν χάρτῃ, ἀλλ' ἐν πυξίῳ, τουτέστιν, ἐν πινακίῳ ἐκ πυξίου, ἵνα μείνῃ ἡ γραφὴ, καὶ μὴ μόνον οἱ νῦν ὄντες ἐπιγινώσκωσι ταύτην, ἀλλὰ καὶ δ μετὰ ταῦτα ἀναγινώσκων διώχῃ, τουτέστιν, ἐπιζητῇ τὸ πέρας τῆς ἀποκαλύψεως, καὶ πότε πληρωθήσονται ταῦτα. Η γὰρ ὅρασις αὕτη, οὐ νῦν τελεῖται, ἀλλὰ καιροῦ δεῖται. Καὶ μὴ ἐνδοξαζε ἐπ' αὐτῇ, εἰ μὴ νῦν ὁρᾷς αὐτὴν ἐκβαίνουσαν. Εκβήσεται γὰρ πάντως εἰς πέ ρας, καὶ οὐκ εἰς κενὸν ἔσται. Τοῦ γὰρ Θεοῦ ταύτην αποκαλύψαντος, ὅς ἐστιν αὐτοαλήθεια καὶ πλήρης, πῶς ἔσται ψεύδος καὶ κενόν; Ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτὸν, ὅτι ὁ ἐρ χόμενος ἥξει, καὶ οὐ μὴ χρονιεῖ. Αὕτη ἡ ἀποκάλυψις, ἢν μυστικῶς τῷ προφήτῃ ἀπεκάλυψεν ὁ Θεός διὸ οὐδὲ ὀνομαστὶ ὑπέδειξε, τίς οὗτος, ὃν χρὴ ὑπο μένειν, κἂν ὑστερῇ καὶ βραδύνῃ. Εἴποι μὲν οὖν ἄν τις, ὅτι περὶ τοῦ Θεοῦ τοῦτό φησιν· ἐπειδὴ γὰρ ήτιάτο Αμβακούμ τὸν Θεὸν, ὡς μὴ κατόπιν τῶν ἁμαρτιῶν τὰς τιμωρίας ἐπάγοντα, μηδὲ τοῖς Βαδι λωνίοις ἐπιτιθέντα τὴν δίκην ταχεῖαν, λύσιν νῦν επάγει τῆς ἀπορίας, καί φησιν, ὡς Ηξει μὲν πάνω τως ὁ Θεὸς ἦν αἰτιᾷ ὡς βραδύνοντα, πλὴν εἰς και ρόν. Εἰ τοίνυν ὑστερήσῃ καὶ βραδύνῃ, ὑπόμεινον. Λέγουσι δέ τινες, ὅτι περὶ τοῦ Κύρου ταῦτά φησιν. Οὗτος γὰρ ἤξει μὲν κατὰ Βαβυλῶνος, καὶ ταπεινώσει ταύτην, καὶ τοὺς ἀδικουμένους ἐλευθερώσει πλὴν οὐ νῦν. Πῶς δὲ εἰπὼν τὸν Ἐὰν ὑστερήσῃ, επήγαγε τὸ, Οὐ μὴ χρονίσει; Τὸ μὲν, "ὑστερήσει, ὡς πρὸς τὴν ὀλιγοψυχίαν φησίν· τὸ δὲ, Οὐ μὴ χρονίσει, ὡς πρὸς τὴν ὑπομονὴν, ὡσανεὶ τοῦτο λέ γων· Ἐὰν ἀπὸ μικροψυχίας δοκῇ σοι βραδύνειν, ὑπόμεινον, καὶ ἡ ὑπομονὴ πείσει σε μὴ λογίζεσθαι, ὅτι ἐχρόνισε. Τῷ ὄντι γὰρ ἡ μικροψυχία, ὥσπερ τὰ φορητά, ἀφόρητα οὕτω καὶ τὰ Ως πρὸς, Αφόρητος,
col. 853–854page 18 of 44
PG 126:853ταχέα, βραδία δοκεῖ ποιεῖν· τὸ ἔμπαλιν δὲ ἡ μεγαλοψυχία, τὰ δυσφόρητα, φορητά· καὶ τὰ βρα δέα, ταχέα. Ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. 'Ο δὲ δίκαιός μου, ἐκ πίστεως ζήσεται. Εἶπεν ἀνωτέρω· Γράψον ὅρασιν, ὅπως διώκῃ ὁ ἀνα γινώσκων αὐτὸ, τουτέστιν, ἐπιζητῇ τὰ τῆς ὁράσεως, ὡς ἐλπίζων αὐτὰ ἐκβήσεσθαι. Νῦν οὖν φησιν, ὅτι ᾿Εὰν ὑποστείληται, ἐκεῖνος ὁ ἀναγινώσκων, τουτ ἔστιν, ἐνδοιάσῃ, καὶ ἀμφιβάλῃ, οὐκ εὐαρεστός ἐστιν ἐμοὶ, οὐδὲ εὐδοκεῖ καὶ ἐπαναπαύεται αὐτῷ ἡ ψυχή μου. Ωσπερ δὲ ὑπνοῦν λέγεται ὁ Θεὸς καὶ ἐγρηγορέναι, καὶ χεῖρας ἔχειν καὶ πόδας ἀνθρωποπρεπῶς· οὕτω καὶ τὸ, "Η ψυχή μου. Η γὰρ ψυχή τοῦ δι' ἡμᾶς ἐπὶ γῆς ἐλθόντος καὶ ἐνανθρωπήσαντος Θεοῦ Λόγου, ἐν μὲν τῷ ἀπίστῳ καὶ ὑποστολ λομένῳ τοῦ ὀνομάσαι αὐτὸν Υἱὸν Θεοῦ καὶ Θεὸν ἀληθινὸν, οὐκ εὐδοκεῖ· ὁ δὲ ἀνυποστόλως καὶ ἀδι στάκτως αὐτὸν ὁμολογῶν, δίκαιος ἐκ πίστεως γενό μενος, ἕξει τὴν ζωὴν, ἤτοι τὴν μέλλουσαν, ἢ αὐτὴν τὴν δικαιοσύνην. Ἐξ ἔργων μὲν γὰρ νόμου, οὐ δικαιούται πᾶσα σάρξ. Ο γὰρ νόμος, ὀργὴν κατεργάζεται παραβαινόμενος, καὶ ἀπέκτεινε τοὺς παρα βαίνοντας· ἡ δὲ πίστις χάριτι λύουτα τὰ ἁμαρτήματα, δικαιοῖ· διὸ καὶ εἴρηται, ὥς τινα τῶν ἀντι γράφων ἔχει· 'Ο δὲ δίκαιός μου· τουτέστιν, Ὁ τῇ ἐμῇ χάριτι δίκαιος γεγονώς. Πυξίον δέ ἐστι πᾶσα ψυχὴ ἰσχυρὰ καὶ λεία, τουτέστι, πραεία, μηδὲν ἔχουσα τραχὺ καὶ ἀπονενοημένον, τὰς περὶ Χριστοῦ προφητικὰς ἀποκαλύψεις ἐν ἑαυτῇ δεχομένη, καὶ φυλάττουσα ἀνεξαλείπτως τὰς περί τε τῆς προτέρας αὐτοῦ παρουσίας καὶ τῆς δευτέρας. Δι' καὶ ὅταν ὁρᾷ τὴν δικαιοσύνην ἀσθενοῦσαν, καὶ τὴν ἀδικίαν Ισχύουσαν, οὐ δυσχεραίνει, ἀλλ' ὑπομένει τὸν καιρὸν, τουτέστι, τὴν εὔκαιρον χρόνον τῆς ἀκριβοῦς κρίσεως καὶ τῶν ἑκάστῳ βεβιωμένων ἀνταποδόσεως· καὶ δίκαιος ὤν, οὐκ ἐξίσταται τῆς δικαιοσύνης, ἀλλὰ τὴν παροῦσαν ζωὴν ἀνύει ἐκ τῆς περὶ τῶν μελ λόντων πίστεως, ἀπαράτρεπτος διαμένων, καὶ ἐν Χριστῷ ζῶν, ταῖς ἐλπίσι τῆς τοῦ Θεοῦ δικαιοκρισίας ἐνευφραίνεται. Τοιοῦτος οὖν ὁ λέγων· Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον καὶ προῆλθον, καὶ ἰδοὺ οὐκ ἦν Ἐν μὲν γὰρ τῷ νῦν βίῳ ἴσως ἄχρι τέλους εὐδρομεί. Καίτοι οὐδὲ τοῦτο συγχωρεῖ οὗτος αὐτός· καὶ γάρ φησιν· Οἱ πονη Βραχέα, οὕτω καὶ τὸν Ἡ ψυχή μου εἶπεν οἰκείως τῇ ἀσθενείᾳ ἡμῶν. Εἰ δὲ ὁ Χριστός ἐστι, περὶ οὗ εἶπε τὸ, Ηξει, καὶ οὐ χρονίσει (αὐτὸς γὰρ ἐστὶν ὁ ὢν, καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος), εἰκότως ὡς ἀπ' αὐτοῦ εἴρηται το, Η ψυχή μου· ἡ γὰρ ψυχή τοῦ ἐλθόντος, κ. τ. λ. Για 'Ανοίγει, Καὶ ἐπαιρόμενον, ὡς τὰς κέδρους του Λιβά Τουτ' ἔστι τῷ νῷ πρὸς τὴν μέλλουσαν κατά στασιν διέβη· καὶ ἰδοὺ οὐκ ἦν.
col. 855–856page 19 of 44
PG 126:855ρευόμενοι, ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται. Πλὴν ἀλλ' ἐν τῷ μέλλοντι αἰῶνι, πάντως τὴν προς ήκουσαν δίκην δώσει. Καὶ οὐκ ἔσται οὕτως ἀποπεσὼν τοῦ ἀληθῶς ὄντος· κατὰ γὰρ Παῦλον. Τῷ θεῷ ἐσμεν. Οὕτω καὶ ἀλλαχοῦ περὶ τοῦ Θεοῦ φησι Ο καλῶν τὰ μὴ ὄντα ὡς ὄντα, τουτέστι, τοὺς ἔξω αὐτοῦ, καὶ διὰ τοῦτο μὴ ὄντας. ποιήσας απ τοὺς ἐντὸς αὐτοῦ γενέσθαι καὶ διὰ τοῦτο καὶ εἶναι. Ο δὲ κατοιύμενος καὶ καταχρινητὴς ἀνής, αλαζων, καὶ οὐθὲν οὐ μὴ περάνη. Προειπών, ὅτι ἥξει ὁ μέλλων λῦσαι τὰ σκυθρωπά, καὶ τοὺς συντετριμμένους ἀπαλλάξαι πάσης ταλαιπωρίας, λοιπὸν μέμνηται τοῦ Βαβυλωνίου Ναβουχοδονόσορ, και φτ σιν, ὅτι πάσης οιήσεως γέμων καὶ καταφρονῶν τοῦ Θεοῦ, οὐδὲν οὐ μὴ περάνῃ, τουτέστιν, οὐκ ἄχρι τέ λους τὴν εὐδαιμονίαν ἀκράδαντον καθέξει, εἰ καὶ ἐν ψυχῇ φυσηθῇ· καὶ τοῦτο ἀπὸ τοῦ Δανιήλ μαθησε μεθα, ὅτι καὶ πρὸ τοῦ τὸν Κῦρον ἐπιστρατεύσαι, ἀπεῤῥίφη τῆς βασιλείας, μελαγχολήσας, καὶ ὡς ἔαι μονῶν περιήρχετο τὰς ἐρήμους, ἔξω αυλιζόμενος, καὶ ταῖς ἀνωμαλίαις τοῦ ἀέρος ἐκκείμενος ἀβοήθη της· ὥστε καὶ τὴν τοῦ σώματος αὐτοῦ ἐπιφάνειαν, ἐπὶ τὸ θηριωδέστερον καὶ ἀγριώτερον ἀλλοιωθήναι. Ἔχεις οὖν τὴν λύσιν τῶν ἠπορημένων, ὁ ἀπορῶν ἐπὶ τοῖς τῆς Προνοίας λόγοις· ἰδοὺ γὰρ εἶδες τό τέλος τοῦ ἀσεβοῦς, καὶ ταῖς καὶ τάδε ποιοῦντος. "Ος ἐπλάτυνε καθώς ᾅδης τὴν ψυχὴν αὐτοῦ καὶ οὗτος ὡς θάνατος ἐμπιπλάμενος, καὶ συν άξει πρὸς ἑαυτὸν πάντα τὰ ἔθνη, καὶ εἰσδέξεται πρὸς ἑαυτὸν πάντας τοὺς λαούς. Απερ ἀνωτέρω εἶπεν ὁ προφήτης, ὅτι Συντέλειαν ἐν ἀγκίστρω ἀνέσπασε, καὶ ὅτι διαπαντὸς ἀποκτέννειν ἔθνη οὐ φείσεται, ἐπισφραγίζει νῦν ὁ Θεὸς, ἐπὶ τὸ μεῖζον ἀνάγων καὶ ὑπερβολικώτερον την κακίαν καὶ τοῦ αἰσθητοῦ Βαβυλωνίου, καὶ τοῦ νοητοῦ· ὁ μὲν γὰρ προφήτης, σαγήνῃ καὶ ἀμφιβληστρῳ καὶ ἀγκίστρῳ τὸν τρόπον τούτου καὶ τὴν δύναμιν ἀπείκασεν· ὁ δὲ θεὸς μὴ κορέννυσθαί φησιν αὐτὸν, παραπλησίως ᾅδῃ τὰς ψυχὰς λαμβάνοντι, καὶ μὴ ἐμπιπλαμένῳ, καὶ θανάτῳ τὰ σώματα δεχομένῳ, καὶ μὴ κορεννυμένῳ, καὶ πάντας ἀνθρώπους ὑφ᾽ ἑαυτὸν ποιούμενον, μὴ ἵστασθαι τῆς ἐπιθυμίας. Κυρίως δὲ κατοιόμενος μα,: 1) καὶ καταφρονητής, ὁ πατὴρ τῆς ὑπερηφανίας, ὃς Χιν, ιν, εἰ καὶ τὴν ἀνθρωπίνην φύσιν έθανάτωσε διὰ τῆς ἐν τῷ Ἀδὰμ ἁμαρτίας, καὶ ἐπλάτυνε τὴν ψυχὴν αὐτοῦ, οὐ μόνον κατὰ τῶν ἁμαρτωλῶν χωρήσας, ἀλλὰ καὶ κατὰ τῶν δικαίων καὶ αὐτῶν τῶν νηπίων (ἐβασίλευσε γὰρ δ θάνατος καὶ ἐπὶ τοὺς ἁμαρτή ποιήσας ἐν αὐτοῖς: αὐτῷ) γενέσθαι, κ. τ. λ., αληθινού Ναβουχοδονόσορ, ἐπὶ τοὺς οὐκ ἀμ αρτήσαντας,
col. 857–858page 20 of 44
PG 126:857σαντας), ἀλλ᾽ οὐ μὴ περανεῖ. Χριστὸς γὰρ ὑπὲρ ἡμῶν ἀναμάρτητος φανείς, ἀνέλυσε τὴν ἐν τῷ Ἀδὰμ ἁμαρτίαν. Διὸ καὶ ἀδίκως ἀποθανὼν καὶ ἐγερθεὶς ἐκ νεκρῶν, καθότι οὐκ ἦν δυνατὸν κρατεῖ. σθαι ὑπὸ τοῦ θανάτου τὸν ἀρχηγὸν διά τε εἰδωλολατρείας καὶ πονηρῶν ἄλλων ἔργων, πάντας ὑφ᾽ ἑαυτὸν ἐποιήσατο ὁ δὲ Χριστός, ἐκαθάρισεν ἡμᾶς ἀπὸ νεκρῶν ἔργων, εἰς τὰ δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ. Οὐχὶ ταῦτα πάντα κατ' αὐτοῦ παραβολὴν λήψονται, καὶ πρόβλημα εἰς διήγησιν αὐτοῦ; Οι φρονοῦντες, φησί, παραβολὴν ποιήσονται, ἀντὶ τοῦ, ᾠδὴν καὶ πρόβλημα, τουτέστι, λόγον δημώδη, καὶ πᾶσιν ἀνὰ στόμα προβεβλημένον· ὥστε πρὸ παντὸς ἄλλου διηγήματος, περὶ αὐτοῦ διηγεῖσθαι. Η παραβολὴν εἰπὼν, τοῦτο σημαίνει, ὅταν μέλλωσ! τινες μνησθῆναί τινος, ὡς δυστυχήσαντος, τοῦτον ἕξουσι παραβολὴν, λέγοντες· Οὕτως ἐδυστύχησεν ὁ δεῖνα, ὡς ὁ Βαβυλώνιος. Καὶ ἐροῦσιν· Οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ (ἕως τίνος;) καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς. Ταῦτα, φησίν, ᾄσονται, θρηνοῦντες τον Βαβυλώνιον· Οὐαὶ ὁ τοῖς μηδὲν αὐτῷ προσ ήκουσι τὰς χεῖρας ἐπιβάλλων, καὶ τὸν κλοιὸν αὐτοῦ, έτος τὸ βάρος τῆς ἀρχῆς, βαρύτερον καθιστῶν τοῖς ὑπηκόοις διὰ τὸ τοὺς φόρους ἐπιτιθέναι βαρεῖς, καὶ τέλη. Διὰ μέσου δὲ ἐπεφώνησεν· "Εως τίνος; δε κνὺς τὸ ἄπληστον αὐτοῦ καὶ ἀκόρεστον, καὶ ὅτι οὐκ εἶδε πέρας, καὶ ὅτι οὐ μέχρι πολλοῦ ταῦτα ἔσται, ἀλλὰ παύσεται ὅσον οὔπω. Ἐβάρυνε δὲ τὸν κλοιόν καὶ καθὸ βαρυτέραν τὴν ἐκ Θεοῦ τιμωρίαν ἑαυτῷ ἐ ποίει, ἐφ᾽ οἷς ἀεὶ ἐν κακίᾳ προέκοπτε. Καὶ ὁ διά βολος δὲ, τὰ οὐκ ὄντα ἑαυτῷ συνάγων· τοὺς γάρ ἀνθρώπους Θεοῦ ὄντας, καὶ μηδὲν αὐτῷ διαφέροντας, υποχειρίους ἑαυτοῦ ποιεῖ· ἀφηρέθη δὲ τούτους τῇ δυνάμει τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ. "Οθεν καὶ βασ εύτερον ἑαυτῷ τὸν κλοιόν τῆς τιμωρίας κατασκευάζει, ὅτι μηδὲ τῇ ἐπιδημίᾳ τοῦ Χριστοῦ τῆς κακίας Επαύσατο, καίτοι τὰ καιριώτατα τῆς δυνάμεως περι πεοπείς. Ὅτι ἐξαίφνης ἀναστήσονται οἱ δάκνοντες αὐτ πὶν, καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ Εἰς διαρπαγὴν αὐτοῖς. Εἶπεν ἀνωτέρω ἕως τίνος; Σώσπερ σχετλιάζων καὶ δεινοπαθῶν, ἀντὶ τοῦ, Μέχρι Στάσου ταῦτα ποιήσεις; Εἶτα ὥσπερ ἐρωτῶντός τινο;" Πῶς τοῦτο εἶπας; φησί· Διότι καὶ ἄκων τῆς ἀδικίας παύσεται. Ωσπερ γὰρ ἐξ ὕπνου ἀναστήσον τα: ἐξαίφνης καὶ ἀπροσδοκήτως οἱ δάκνοντες αὐτὸν ὥσπερ ὁδοῦσι ταῖς τοῦ πολέμου προσβολαῖς, καὶ
col. 859–860page 21 of 44
PG 126:859κατεσθίοντες αὐτοῦ τὰς στρατιωτικές δυνάμει; καὶ δαπανώντες, οἱ ὑπὸ Κῦρον δηλαδὴ Πέρσαι καὶ Μή δαι καὶ Ἐλαμῖται· καὶ ὥσπερ ἐκ μέθης καὶ κάρου ἀνανήφοντες, καὶ λογισμὸν ἔμφρονα καὶ ἐλευθέριον ἀναλαμβάνοντες, οὐκέτι ἀνέξονται τῆς τοσαύτης σου βαρύτητος, ἀλλὰ παντοιοτρόπως ἐπιβουλεύσουσί σο καὶ διαρπάσονται τὴν βασιλείαν σου. Επανέστησαν δὲ καὶ τῷ διαβόλῳ ἀπόστολος καὶ μάρτυρες, οἱ δι δάσκοντες καὶ ὁμολογοῦντες στόματι τὸν Χριστὸν, ἔδακνον τὸ σῶμα αὐτοῦ ἥται τοὺς τὰ αὐτὰ αὐτοῦ] φρονοῦντας. Ωσπερ γὰρ τῶμα Χριστοῦ οἱ πιστοί, οὕτω καὶ τοῦ διαβόλου οι άπιστα. Καὶ α πρότερον είδα ολάτραι, ἐπίβουλοι αὐτοῦ ἔσονται, καθαιροῦντες τὰ αὐτοῦ ἔργα. Ἐξένηψαν γάρ, και εἶδον τὸ ξύλον, ξύλον καὶ τὴν ἄλλην ύλην, στα ἦν, οἷς πρὶν ἐλάτρευον ὡς μεθύοντες. Καὶ ὁ ἀπὸ ἁμαρτίας δὲ ἐπιστρέφων, ἀνίσταται· κείμενος γὰρ, οὐκ ἂν ἐπιστραφείη· καὶ ἐξομολογούμενος δάκνει τὸν διάβολον ἐν τῷ στόματι ᾧ ἐξομολογείται. Και ἐκνήψας ἀπὸ τοῦ χάρου ᾧ κατεσχέθη ὑπὸ τῆς ἡδονῆς. ἐπιβουλεύει διὰ νηστείας, χαμευνίας, προσευχή καὶ διαρπάζει αὐτὸν, καὶ ἄλλους πρὸς σωτηρίαν ὁδηγεῖ, τῷ τε λόγῳ καὶ τῷ καθ᾿ ἑαυτὸν ὑποδείγματι τοῦ ἁγίου. Διότι σὺ ἐσκύλευσας ἔθνη πολλά, σκυλεύσουσί σε πάντες οἱ ὑπολελειμμένοι λαοί, δι' αἶ. ματος ἀνθρώπων, καὶ ἀσεβείας γῆς, καὶ πόλεων, καὶ πάντων τῶν κατοικούντων αὐτήν. Πολλούς μὲν, φησί, σὺ ἐσκύλευσας, πλὴν ὑπὸ ὀλίγων κατα λυθήσῃ, τῶν ἔξω τῆς σῆς τυραννίδος ὑπολειφθέντων, οἷς οὐδὲ ἤλπιζες ἐπιθήσεσθαί σοι. Οὕτω θεήλατος σοί ἐστιν ἡ πληγή, ὅτι οἱ καταπεφρονημένοι ὑπὸ σοῦ, οὗτοι περιεγένοντό σου πάντως, ὡς Θεοῦ ἐνισχύοντας αὐτούς. Πείσῃ δὲ ταῦτα διὰ τὰς σφαγὰς τῶν ἀνθρώπων, καὶ διὰ τὰς ἀσεβείας ἃς ἐποίεις, πᾶσαν τὴν γῆν καὶ πᾶσαν πόλιν ἐρήμους αὐτὰς ποιῶν τῶν οἰ κητόρων. Υπ' μὲν οὖν Κύρου πέπονθε ταῦτα ὁ βυλώνιος, ἤτοι ἡ ἀρχὴ αὐτοῦ· ὑπὸ δὲ τῶν ἁγίων ὁ Σατανᾶς, ἐς σκυλεύσας τοὺς ἀνθρώπους διὰ τῆς πλανώτης ἡδονῆς, ἐσκυλεύθη μὲν τούτους καὶ ὑπὸ τοῦ Χριστοῦ, εἰσελθόντος εἰς τὴν οἰκίαν αὐτοῦ, ἤτοι, τὸν κόσμον, ἐν ᾧ τὴν ἰσχὺν εἶχε, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαντος, οἷς ἐχρῆτο πρὸς πᾶσαν ἐνέρ γειαν αὐτοῦ. Ἐσκυλεύθη δὲ καὶ διὰ τῶν ἀποστόλων, οἱ ἐκ τοῦ κατ' ἐκλογὴν λήμματος τῶν Ἰσραηλιτών ὄντες, πάντας τοὺς ὑπὸ τὴν ἐξουσίαν τοῦ Σατανά ἠλευθέρουν. 'Ω ὁ πλεονεκτῶν κακὴν πλευνεξίαν τῷ οἴκῳ αὐτοῦ, τοῦ τάξαι εἰς ὕψος νοσσιὰν αὐτοῦ, τοῦ σκεπασθῆναι ἐκ χειρὸς κακῶν. Σχετλιάζει ἐπὶ τῷ Βαβυλωνίῳ ὡς πλεονέκτῃ. Είποις δ' ἂν ὅτι καὶ θρη νεῖ αὐτόν· καὶ γὰρ ἄθλιος ὄντως, καὶ θρηνεῖσθαι ἄξιος, ὁ τοῦ πλείονος ἐφιέμενος. Ωσπερ οὖν καὶ οὗτος ἐπλεονέκτει πλεονεξίαν κακὴν τῷ οἴκῳ αὐτοῦ, Τοῦ ἐχθροῦ, Το ξύλον Επιβουλεύει τῷ ἐχθρῷ, "Οτε καὶ ἄλλους,
col. 861–862page 22 of 44
PG 126:861τουτέστι, διὰ τὴν ἀρχὴν αὐτοῦ καὶ βασιλείαν, ώστε η 153 ποιῆσαι ταύτην ὑψηλὴν καὶ δυνατήν, πρὸς τὸ μηδ ενός πειραθήναι κακοῦ, ἢ καὶ τὸν βασιλικὸν οἶκον λαμπρόν ἐποίει και κατάχρυσον, καὶ ὑψηλὸν αὐτὸν ᾠκοδόμες, πάντοθεν ἀσφαλιζόμενος, ὡς ἀνεπιβη. λευτος εἴη. Εἶπε δὲ νοσσιὰν ἐκ μεταφορᾶς τῶν ὀρν θων, τῶν ὑψηλὰς ποιούντων τὰς οἰκείας νοσσιάς, ὡς ἂν μὴ εὐάλωτοι εδεν οἱ νεοττοὶ τοῖς ἐπιβουλεύειν ἐθέλουν. Δηλοῖ δὲ καὶ τὸ κούφον του φρενματος. καὶ ἐπηρμένον. Ἔστι δὲ καὶ πλεονεξία καλή, ὅταν τις πλέον ἐθέλῃ ἔχειν ἐν ἀρετῇ, καὶ ὅταν δοὺς ἕνα ταῦθα ὀλίγα, πλείω ἐκεῖσε λαβεῖν σπουδάζοι. Εβουλεύσω αἰσχύνην τῷ οἴκῳ σου. Τὸ ὕψος, φησί, τοῦτὰ ὅ περιεποιήσω ἀπὸ πλεονεξίας τῷ οἴκῳ σου, καὶ τῇ βασιλείᾳ σου, εἰς αἰσχύνην πλείω περι στήσεται σοι· ὅτῳ γὰρ λαμπρότερος εί, τοσούτῳ πλείων σε αἰσχύνη τὸ ἐκπεσεῖν τῆς τοσαύτης καὶ τηλικαύτης λαμπρότητος. Ταῦτα καὶ πρὸς πάντας πλεονέκτας εἴρηται. Καὶ ἀκουέτωσαν ταῦτα, καὶ ὠφελείσθωσαν. Εἴρηται δὲ καὶ περὶ τοῦ πλεονεκτήσαντος τὸν Θεὸν ἀποστάτου, καὶ ἁρπάσαντος ὑφ᾽ ἑαυτὸν τὴν ἀνθρωπίνην φύσιν· ὃς ἔταξε μὲν εἰς ὕψος τὸν οἶκον αὐτοῦ καὶ τὴν νοσσιάν, τουτέστι, τὴν ἁμαρτίαν· ἐν αὐτῇ γὰρ ἐπαναπαύεται. Νοσσιὰν δὲ λέγεται ἔχειν ὡς ὄρνις, διὰ τὴν ἐν τῷ ἄέρι ἀρχὴν καὶ ἐξουσίαν, καὶ τὸ ἀλαζονικὸν καὶ ὑψηλόφρον. Αλλ' ἐβουλεύσατὸ αἰσχύνην τῷ τοιούτῳ οἴκῳ αὐτοῦ. Οτε γὰρ ἁμαρτίαν ἐκορύφωσε, καὶ εἰς τὸ κεφά λαιον τῆς κακίας ἔπεισε φθάσαι, τούς τε ἄλλους ἀνθρώπους εἰς πᾶν εἶδος ἁμαρτίας συνεληλακώς, καὶ τοὺς Ἰσραηλίτας εἰς τὸ πληρῶσαι τὸ μέτρον τῶν πατέρων αὐτῶν καὶ θεοκτινῆσαι, τηνικαῦτα κατησχύνθη. Γη ΠΑ Συνεπέρανας λαοὺς πολλοὺς καὶ ἐξήμαρτεν ἡ ψυχή σου. Τουτέστι, Συνετέλεσας, πανολεθρία διέφθειρας, (ὅπερ ἀνωτέρω εἶπε· Συντέλειαν ἐν ἀγκίστρῳ ἀνέσπασε), καὶ οὐδὲ ἔστης τοῦ ἁμαρ τάνειν, ἀλλὰ καὶ ἔτι ἐξήμαρτεν ἡ ψυχή σου, εἰς πλεονεξίας μείζους προχωρούσα. Η, ὅτι Μετὰ τὸ συντελέσαι λαοὺς πολλοὺς, ὑπερηφανίαν ἐνόσησας, κατ' αὐτοῦ τοῦ Θεοῦ λυττήσας, ὅπερ ἐστὶν ἁμαρτία ψυχῆς. Ἀλλὰ καὶ οἱ ψευδοδιδάσκαλοι πλεονεκτούσι πλεονεξίαν κακὴν, ἀποσπώντες τῆς ὑγιους διδασκαλίας τοὺς μαθητὲς ὀπίσω αὐτῶν, ἵνα τοὺς οἴκους αὐτῶν, καὶ οὐ τοῦ Θεοῦ, τουτέστι, τὰς λεγομένας Ἐκκλησίας, ὑψηλοτέρας καὶ ἐνδοξοτέρας ποιήσωσι, διὰ τοῦ λαλεῖν ὑπέρογκα· ἀλλ᾽ αἰσχύνην αὐταῖς βου λεύονται, τῆς Ἐκκλησίας, ἥτις ἐστὶ τῷ ὄντι οἶκος Θεοῦ, κραταιοτέρας δεικνυμένης, ὅτε καὶ συμπεραί νωσιν οἱ τοιοῦτοι λαούς πολλούς, τῷ ἀναθέματι αὐτ τοὺς ἐνόχους καθιστῶντες, ἵπερ ἐστὶ πέρας καὶ τέ λος παντός αἱρετικοῦ, ὁ ἀπὸ Θεοῦ, φημί, χωρι σμός. Οὐδὲ οὕτως,
col. 863–864page 23 of 44
PG 126:863κάνθαροι Διότι λίθος ἐκ τοίχου βοήσεται, καὶ κάνθαρος ἐκ ξύλου φθέγξεται αὐτά. Εθο; τῇ Γραφῇ, τοῖς ἀψύχοις καὶ ἀναισθήτοις καὶ τοῖς ἀλόγοις περιτιθέ. και φωνάς, οὐχ ὡς φωνῆσαι δυναμένοις, ἀλλ' ὡς δι' αὐτῶν των πραγμάτων μονονουχί κεκραγόσιν. Οὕτω γοῦν καὶ Ησαΐας φησίν· Αἰσχύνθητι, Σιδών, εἶπεν ἡ θάλασσα· καὶ, Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. Καὶ τό γε τοῖς παροῦσι μᾶλλον ἐοιχός, ὁ Κύριος εἶπε τοῖς Ἰουδαίοις͵ ὅτε οἱ πλείονες ὕμνουν αὐτόν· Ἀμὴν λέγω ὑμῖν, ἂν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται. Φησὶν οὖν πρὸς τὸν Βαβυλώνιον, ὅτι οὐ μόνον οἱ λόγου μετειληχότες, ἀλλὰ καὶ τὰ ἄψυχα, καὶ οἱ λίθοι, καὶ τὰ ἄλογα, οἱ κάνθαροι κατα βοήσονται τῆς σῆς μανίας καὶ ἀνοίας· καὶ πῶς, ἐροῦμεν. Ὁ Ναβουχοδονόσορ τὰς τῆς Ἰουδαίας οι κίας καὶ πόλεις καθῄρει καὶ ἐνεπίμπρα. Αναγκαίως οὖν καὶ οἱ λίθοι κατέπιπτον, καὶ ξύλα, κανθάρους μικρούς, ἤτοι οῆτας ἔχοντα ἀπὸ παλαιότητος, ἐξ ἧς καὶ ταῖς πόλεσι καὶ ταῖς οἰκίαις ἐπεμαρτυρεῖτο ἡ παλαιότης. Ταῦτα δὴ οὖν τὰ κατεσκαμμένα καὶ πυρ ποληθέντα, καταβοήσειν φησὶ τῆς αὐτοῦ ὠμότητος ὁ προφήτης. Ιστέον δὲ, ὅτι ἀντὶ τοῦ, Κάνθαρος, ὁ Σύμμαχος, Σύνδεσμος ξύλων, τέθεικεν. Ἴσως οὖν οἱ παλαιοὶ τὴν τῶν ξύλων ἀντεμπλοκήν, τῶν τὰς οροφὰς ἀνεχόντων, κανθάρους ὠνόμαζον, διὰ τὸ οἰκ καὶ πολλοῖς ἀναβαστάζειν τὴν ἐπικειμένην αὐτοῖς ἐροφήν. ᾿Αλλὰ καὶ πᾶς λίθος ἐκ τοῦ Ἰουδαϊκοῦ ναοῦ καθαιρόμενος [. -ρούμ.], βοήσεται τὴν τοῦ Κυρίου δύναμιν. Καὶ ὁ τῇ τῆς ἁμαρτίας κόπρῳ τέως ἐγκυλιόμενος, ἐπειδὰν τὸ ξύλον τοῦ σταυροῦ δέξηται, φθέγξεται· Ἐμοὶ δὲ μὴ γένοιτο καυχάσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου μου Ἰησοῦ Χρι στοῦ, δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ· καὶ, ὅτι Χριστὸς εἰ τέθνηκεν ἐξ ἀσθε νείας σαρκὸς, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ. Οὐαὶ ὁ οἰκοδομῶν πόλιν ἐν αἵμασι, καὶ ἑτοιμάζων πόλιν ἐν ἀδικίαις· οὐ ταῦτά ἐστι παρὰ Κυ ρίου παντοκράτορος; θρήνων ἀληθῶς καὶ ὀδυρμών ἄξιος ὁ ἐξ ἀδίκων σφαγῶν τὴν οἰκείαν βασιλείαν αυξάνων, οἷος ἦν καὶ ὁ Βαβυλώνιος, ἐξ αἱμάτων καὶ πολέμων οἰκοδομῶν πόλιν τὴν Βαβυλῶνα, ἢ καὶ πά σαν πόλιν ἐπ' αὐτῷ οὖσαν, τουτέστιν, ὑψηλοτέραν ποιῶν καὶ πλουσιωτέραν, καὶ ἑτοιμάζων, ἀντὶ τοῦ, ἑδραίαν καὶ ἀκλόνητον ταύτην δοχῶν ποιεῖν, ἐκ τοῦ ἄδικον πλοῦτον καὶ δύναμιν συναθροίζειν. Ταῦτα δὲ οὐκ ἔστι παρὰ Κυρίου, τουτέστιν, οὐ προσέταξε ταῦτα, οὐδὲ νενομοθέτηκεν αὐτὰ ὁ Κύριος, οὐδὲ ἀρεστὰ αὐτῷ ἐστιν. ᾠκοδόμησε πόλιν ὁ διάβολος ἐν αἷμασιν, ὅτε συνεστήσατο τὴν πολιτείαν τῶν εἰδωλικῶν θυσιῶν καὶ ἡτοίμασε πόλιν ἐν ἀδικίαις, ὅτε τοὺς ἀνθρώπους ἔπεισε πολιτεύεσθαι ἐν πλεονεξίᾳ, καὶ ἁπλῶς ἡδονῇ καὶ τρυφῇ, ἥτις ἐστὶν ἀδικία, τοῦ ἐν ἡμῖν κρείττονος ἀδικουμένου ὑπὸ τοῦ χείρονος. παῖδες, οἱ πλείονες,
col. 865–866page 24 of 44
PG 126:865Καὶ ἐξέλιπον λαοὶ πολλοὶ ἱκανοὶ ἐν πυρὶ, καὶ Εθνη πολλὰ ώλιγοψύχησαν. Δείκνυσι πῶς ᾠκοδόμει ὁ Βαβυλώνιος ἐν αἵμασι καὶ ἀδικίαις. Καὶ γὰρ, φησί, λαοὺς πολλοὺς ἐνέπρησας, τὰς πόλεις αὐτῶν καὶ τὰς χώρας καταφλέξας, καὶ ἔθνη πολλὰ ὀλιγοψυχῆσαι ἐποίησας, τουτέστιν, ἀπαγορεῦσαι ἐν και κοῖς καὶ τὴν δύναμιν αὐτῶν ἀποβαλεῖν. Εξέλι τον ἔθνη πολλὰ ἐν πυρὶ, ἐν ᾧ ἔκαιον καὶ ὡλοκαύτουν τὰ ἱερεῖα τοῖς εἰδώλοις. Ἀλλὰ καὶ ἐν τῷ πυρὶ τοῦ θυμοῦ, οἱ ὑπὸ τοῦ δεινοτάτου Βαβυλωνίου κρα τούμενοι, ἐκλείπουσι. Ὅτι ἐμπλησθήσεται ἡ γῆ τοῦ γνῶναι τὸν Κύ Γιον, ὡς ὕδωρ πολύ κατακαλύπτον θαλάσσας. Τινὰ τῶν ἀντιγράφων ἔχει, Ενεπλήσθη, καὶ τοῦτο ἀντὶ τοῦ, Ἐμπλησθήσεται, νοήσεις. Επειδή άνω τέρω εἶπεν· Οὐαί· ἐπάγει νῦν τὴν αἰτίαν, καί φη σιν, ὅτι Διὰ τοῦτο, Οὐαὶ, εἶπον, διότι γνωσθήσεται ἐπὶ σοὶ ἡ δύναμις τοῦ Θεοῦ. Καὶ σύμπασα ἡ γῆ γνώσεται τὸν Κύριον, ὡς δικαίως κρίνοντα. Καὶ ὥσπερ ὕδωρ πολύ κατακαλύπτων θαλάσσας, τους ἐστιν, ὑπερβάλλον καὶ ὑπερβλύζον, εἰς πάντα χεῖται τόπον, οὕτως ἡ γνῶσις τοῦ Κυρίου πολλὴ ἔσται, καὶ ἐπὶ πάντας χεθήσεται. Οὕτω καὶ Δαβὶδ λέγει· Γ' ινώ σκεται Κύριος κρίματα ποιῶν· ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Όταν γὰρ ὁ ἁμαρτωλὸς συλληφθῇ ἐν αὐτοῖς τούτοις οἷς κακουργεί, τότε ὁ Κύριος κρίματα ποιῶν, γνωστός πᾶσι γίνεται. Προλέγει δὲ καὶ τὴν διὰ Χριστοῦ γενη σομένην θεογνωσίαν ἐπὶ πᾶσαν τὴν γῆν, καθὼς καὶ αὐτὸς ὁ Κύριος ἔλεγε πρὸς τὸν Πατέρα· Ἐφανέ ρωτά σου τὸ ὄνομα τοῖς ἀνθρώποις. Πρότερον γάρ μόνοις Εβραίοις ἐπεγινώσκετο, καὶ οὐδὲ τούτοις, ὡς Πατὴρ Υἱοῦ, ἡ ὡς προβολείς Πνεύματος· ἀλλ᾽ ἁπλῶς ὡς Θεὸς καὶ Δημιουργός πάντων· διὰ δὲ Χριστοῦ καὶ πᾶσιν ἀνθρώποις επεγνώσθη, ἕως ἐσχάτου τῆς γῆς, καὶ ἐν τελείᾳ τῇ δόξῃ, ὡς Υἱοῦ καὶ Πνεύματος ἀρχή. Τὰς οὖν θαλάσσας τῶν ἐθνῶν, τὰς διὰ τὴν ἀπιστίαν πικράς, τὸ πότιμον ὕδωρ τῆς θεογνωσίας ἐπέκλυσε καὶ κατεκάλυψεν, ὥστε αὐτὰς εἰς αὐτὸ μεταποιηθῆναι. Καὶ ὁ Κύριος δὲ αὐτὸς ποταμὸς εἰς Ρήνης, καὶ χειμάρρους λέγεται, ὡς τὸν Ἰδοὺ ἐγὼ ἐπικλίνω ἐπ' αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάρρους ἐπικλύζων δόξαν ἐθνῶν. απαγορεῦσαι ἐν κακοῖς, Δευτερεύει μὲν ὁ Υἱὸς τοῦ Πατρὸς τῷ αἰτίῳ· δευτερεύει δὲ καὶ τὸ Πνεῦμα τοῦ Υἱοῦ κατὰ τὸν τῆς αἰτίας λόγον. Εἰς τὸ Πάτερ· Τὸ δὲ ἅγιον Πνεῦμα, καὶ ἐκ τοῦ Πατρὸς λέγεται, καὶ ἐκ τοῦ Υἱοῦ εἶναι προσμαρτυρεῖται. Εἰ δὲ ὁ Υἱὸς, ἐπειδὴ ἐκ Θεοῦ ἐστιν, ἴδιος τῆς οὐσίας αὐτοῦ ἐστιν, ἀνάγκη καὶ τὸ Πνεῦμα ἐκ Θεοῦ λεγό μενον, ἴδιον εἶναι κατ' ουσίαν τοῦ Υἱοῦ, καὶ οὐ ξένου τοῦ Θεοῦ. Ἐπειδὴ δὲ ὁμοούσιον ἐστι τῷ Υἱῷ, καὶ πρόεισι θεοπρεπώς ἐξ αὐτοῦ, πᾶσαν αὐτοῦ τὴν ἐφ᾽ ἅπασι τελειοτάτην ἔχον ἐνέργειάν τε καὶ δύναμιν, διὰ τοῦτό φησιν Ἐκ τοῦ ἐμοῦ λήψεται. 62: Οὐκ ἀλλότριον Πατρὸς καὶ Υἱοῦ· ἀλλ' ἐκ τῆς αὐτῆς οὐσίας, ἐκ τῆς αὐτῆς θε τητος, ἐκ Πατρὸς καὶ Υἱοῦ, σὺν Πατρὶ καὶ Υἱῷ ἐνυπόστατον ἀεὶ Πνεῦμα ἅγιον.
col. 867–868page 25 of 44
PG 126:867*Ο ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπὴν θολερον, καὶ μεθύσκων, ὅπως ἐπιβλέπῃ ἐπὶ τὰ σπήλαια αὐτῶν. Πλησμονὴν ἀτιμίας ἐκ δόξης πίε. Καὶ πάλιν τὸν Βαβυλώνιον ταλανίζων, Επειδή, φησίν, ἐπότιζες τὰς τιμωρίας τοὺς πλησίον, τουτ έστι, πάντας ἀνθρώπους τοὺς ἐκ τοῦ αὐτοῦ πηλού διηρτισμένους, ἢ καὶ τοὺς ὁμοφύλους καὶ συγγενείς σου, οἷόν τι πόμα θολερὸν πηγῆς ἀνατροπὴν παθούσης, ήτοι συνταραχθείσης, καὶ ἐμέθυσκες αὐτοὺς διὰ κολάσεων, ὡς ἂν ὑποδείξωσί σοι τὰ σπήλαια, τουτέστι τοὺς κρυπτούς τόπους, ἐν οἷς τους θησαν ροὺς εἶχον κατορωρυγμένους, καὶ ἐπιβλέψῃς αὐτούς διὰ τοῦτο πίε καὶ αὐτὸς τὸ πόμα τῆς ἀτιμίας εἰς πλησμονήν. Οὐ γὰρ οὕτως ἐλαφρῶς ἀτιμασθή, στην ἀλλ' ὑπερβολικῶς· καὶ ἡ αἰτία, ὅτι ἐκ δόξῃς πολλῆς εἰς ἀτιμίαν κατολισθήσαι μέλλεις. Ἔστι δὲ καὶ παράδοσις Εβραϊκή, ὡς Ναβουχοδονόσορ τοὺς τῶν ἐθνῶν ἡγουμένους, εἰς τὴν ἑαυτοῦ ἀπάγων, καὶ τίν τους συγκροτών δημοτελεῖς, εἰσῆγε τούτους, καὶ μεθύσκων, ἐποίει ὀρχεῖσθαι. Σειομένοις δὲ καὶ π πτουσι, καὶ ὡς εἰκὸς ἀπογυμνουμένοις τὰ κρυπτά μέλη τοῦ σώματος, ἐπενετρύφα καταγελών. Ταῦτα σπήλαια ὁ προφήτης ὠνόμασεν. Ἐκδεδώκασι δὲ καὶ οἱ ἄλλοι ἑρμηνευταὶ ἀντὶ τῶν σπηλαίων, Τὴν γο μνωσιν. Όπως, φησίν, ἐπιβλέπῃ ἐπὶ τὴν γύμνωσιν αὐτῶν. Καὶ ὁ διάβολος δὲ τοὺς ἀνθρώπους, εἰ πλησίον αὐτοῦ εἰσι, κατὰ τὸ καὶ αὐτοὶ λογικῆς εἶναι φύσεως, επότιζεν ἀνατροπὴν θολεμάν, συνβολῶν τὸν νοῦν αὐτῶν, καὶ ἀνατρέπων καὶ συνταράσσων ἐν ἐκ φύσεως ὡς Θεὸς ἐνέθηκε γνῶσιν τοῦ καλοῦ, καὶ μεθύσκων ταῖς ἡδοναῖς, ὅπως σπήλαια αὐτοῦ ὡς λῃστοῦ γενόμεναι αἱ καρδίαι αὐτῶν, ἔχωσι ταύτων έφορον ἑαυτῶν, ἐπιβλέποντα καὶ ἐπιτηροῦντα, μέ που λογισμὸς ἀγαθὸς εἰσέλθῃ. Αλλ' ἐπεὶ τὸ ὕδωρ τῆς γνώσεως τοῦ Θεοῦ ὁ Χριστὸς, ὁ χειμάρρους τῆς τρυφῆς ἐπέκλυσε τὴν γῆν, ἡτιμώθη ὁ λῃστὴς οὗτος εἰς πλησμονήν· πάσης γὰρ τῆς αὐτοῦ δυνάμεως ἐξέπεσεν. Οὐκέτι εἰδωλολατρεία οὐδαμοῦ, οὐκέτι τὰ πάθη θεοποιεῖται, ὡς καὶ ἐν Ησαΐᾳ λέγει· Απο στελεῖ Κύριος εἰς τὴν σὴν τιμὴν ἀτιμίαν. Καὶ ο αιρεσιάρχαι δὲ ποτίζουσι τοὺς πλησιάζοντας αὐτοῖς καὶ μαθητευομένους θολερὰν ἀνατροπήν, ἀνατρέποντες τὸν ὑγια τῶν Γραφῶν νοῦν, ὡς ἂν ἐπὶ τὰ σπήλαια αὐτῶν, ἤτοι τάς συναγωγάς, ἐπιβλέπωσιν. ᾿Αλλὰ καὶ αἱ καρδίαι αὐτῶν, σπήλαια ἂν βηθείεν, τὸν φωτισμὸν τῆς γνώσεως τοῦ Εὐαγγελίου τοῦ Χρισ στοῦ μὴ δεχόμενα, τοῦ Ἡλίου τῆς δικαιοσύνης· ἀλλὰ καὶ ἑρπετῶν γέμοντα καὶ κνωδάλων, λογισμῶν ποιη ρῶν καὶ ἱοβόλων. Καὶ σὺ, καρδία, σαλεύθητι καὶ σείσθητι. Προς τὴν Βαβυλωνίου καρδίαν φησὶν, ὅτι Πολλοὶ ὑπὸ σοῦ ἐσαλεύθησαν πρίν. Νῦν οὖν καὶ σὺ ἡ μηδέποτε ἐλπί
col. 869–870page 26 of 44
PG 126:869σασα σαλευθῆναι, καὶ μεταπεσεῖν ἀπὸ τῆς εὐημερίας, 157 ἀλλ' ἀκράδαντο; εἰς ἀεὶ στήσασθαι στήσεσθαι], καὶ διὰ τοῦτο σκληρυνομένη, σαλεύθητι, τουτέστι σύνες, ὅτι μετέπεσέ σοι ἡ εὐημερία, καὶ αἴσθησιν λαβοῦσα τῶν εἰς σὲ γενομένων, ἀπὸ τῆς ἐν τῇ ἀλα ζονείᾳ στάσεως σαλεύθητι καὶ σείσθητι, τρόμον τινά παθοῦσα, καὶ λύπην ἀναλαβοῦσα καὶ μετανοίας άρ χήν. Οτι δὲ πολλοὶ ἐν εὐθηνίαις ὄντες, οἴονται, μηδέ ποτε σαλευθῆναι, μαρτυρεῖ Δαβὶδ λέγων· Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα· μὴ ἐννοήσας, ὅτι σὺ τὴν εὐπρέπειαν μου καὶ περιφάνειαν ἐνεδυνάμωσας, καὶ σταθηρὰν τέως εἶναι πεποίηκας. Οὐχ ὅτι ἐγὼ ἤμην ἄξιος, ἀλλ' ὅτι σὺ ἠθέλησας. Κύριε γάρ, φησὶν, ἐν τῷ θελήματι σου παρέσχου τῷ κάλλει μου δύναμιν. ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος. Τοῦτον οὖν τὸν ταραγμὲν παθεῖν παραινεί τῷ Βαβυλωνίῳ. Καὶ μακάριος ὃς ἐν τῷ μαστίζεσθαι ὑπὸ Θεοῦ, ταράττεται καὶ σαλεύεται ἀπὸ κακίας, καὶ οὐ λέγει, ὅτι Ανδροῦμαι. Εκύλωσεν ἐπὶ σὲ ποτήριον δεξιᾶς Κυρίου. Διὰ τοῦτο, φησί, παραινώ σεισθῆναι καὶ σαλευθῆναι, διότι ἦλθεν ἐπὶ σὲ ἡ δικαία τοῦ Θεοῦ τιμωρία. Ταύτην γὰρ ποτήριον θείας δεξιᾶς ὀνομάζει· καὶ πολλαχοῦ δὲ ἀλλαχοῦ ἡ τιμωρία ποτήριον λέγεται. Ο δὲ πιὼν καὶ μεθυσθείς, σαλεύεται. Τί δέ ἐστι τὸ, Εκύκλωσε; Περιέλαβεν, ὥστε μὴ δύνασθαί σε δια φυγεῖν ταύτην. Η, ὅτι "Ωσπερ ἐν συμποσίῳ τὸ που τήριον περιέρχεται κύκλῳ τοὺς συμπίτας, οὕτω καὶ ἐκ Θεοῦ τιμωρία, πρότερον μὲν τὰς ἄλλας βασι λείας περιῆλθε, διὰ σοῦ τιμωρησαμένη ταύτας καὶ μεθύσασα συμφορῶν· κύκλῳ δὲ διερχομένη, νῦν ἔφθασεν ἐπὶ σε· ὥστε ὀφείλεις τοῦτο πιεῖν. Η δεξιὰ γὰρ Κυρίου προσφέρει σοι τοῦτο, καὶ ἀδύνατόν ἐστιν ἐκφυγεῖν. Τὴν γὰρ χεῖρα αὐτοῦ τὴν ὑψηλὴν, τίς ἀποστρέψει; Και συνήχθη ατιμία ἐπὶ τὴν δόξαν σου. Ὥσπερ ὅταν εὐημέρει, πάντοθεν συνήρχετό σοι ἡ δόξα, καὶ ἀπὸ τοῦ πλούτου, καὶ ἀπὸ ἀνδρίας καὶ συνέσεως, και πλήθους ὑπηκόων καὶ τῶν τοιούτων οὕτω νῦν ἡ ἀτιμία συναχθήσεταί σοι, ἀπὸ δειλίας, ἀπὸ ἀσυνεσίας, ἀπὸ τοῦ μηδένα ἔχειν ὑπήκοον, καὶ ἁπλῶς πάντων τῶν τοιούτων· ὁ γὰρ ἔνδοξος, ἀφ᾽ ὧν δοξάζεται, ἐξ ἐκείνων ἀτιμοῦται, ἐκπεσὼν αὐτ τῶν. Ἐπεὶ δὲ δ' Κύριος ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας ἐποίησεν ενδιατρίψας τῷ ᾅδῃ, πρὸς ταύτην τὴν καρδίαν φησιν, ὅτι Σείσθητι καὶ σαλεύθητι τάχα μὲν καὶ ἀπὸ τοῦ σεισμοῦ τοῦ γενομένου ἐν τῷ ἐκπνεῦσαι αὐτὸν, ὅτε καὶ τὰ μνημεῖα ἀνεῴχθη τάχα δὲ καὶ ὡς πάσης τῆς ἀρχῆς τοῦ ᾅδου σαλεύο
col. 871–872page 27 of 44
PG 126:871μένης, καὶ τῶν χαλκῶν πυλῶν συντριβομένων· παρ εγένετο γὰρ κηρύξαι αἰχμαλώτοις άφεσιν. Ἐπάγει οὖν, ὅτι Εκύκλωσέ σε τὸ ποτήριον τοῦ θανάτου, ο ἔπινεν ἡ δεξιὰ τοῦ Κυρίου, ὁ Χριστός· καὶ διὰ τοῦ το, καὶ οὓς κατέπιες ἰσχύσας, ἐξήμεσας. Καὶ κατά δόξαν ἐν Χριστῷ ἐπὶ τῷ κρατῆσαι τῆς ἀνθρωπίνης φύσεως, νῦν ἄτιμος γέγονας. Κατηργήθη γὰρ ἔσχατος ἐχθρὸς, δόξα τοῦ κακοῦ καὶ καύχημα ἡ κακία κατὰ τὸ, Τί έγκαυχῇ ἐν καλίᾳ; Ὅταν δὲ προσοχθίσῃ τῇ κακίᾳ, καὶ συγάξῃ ἑαυτὸν, τότε ἀτι μίαν ἡγεῖται τὴν προτέραν δόξαν. Διότι ασέβεια τοῦ Λιβάνου καλύψει σε. Ο Α' βανος ὄρος μὲν ἦν τῆς Φοινίκης εὔξυλόν τε καὶ εξώδες· παρεικάζει δὲ ἡ Γραφὴ τούτῳ τὴν Ἱερουσαλὴμ, ὡς μεγίστην καὶ ὑπερηρμένην, καὶ πολλῆς εὐωδίας τῆς ἐκ τῶν ἁγίων ἀνδρῶν γέμουσαν, ὡς καὶ Δαβίδ φησιν· Αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφι τευσας· ἐκεῖ στρουθία ἐννοσσεύσουσιν. Εκz στὸς γὰρ τῶν ἁγίων, κέδρῳ ἔοικε, διὰ τὸ ὑψοῦ ἡρ θαι· ὑποδέχεται δὲ τοὺς ὑπ' αὐτῷ μαθητεύεσθαι βουλομένους, καὶ σκέπη αὐτοῖς γίνεται. Επειδή οὖν τὴν Ἱερουσαλήμ ἐνέπρησε σὺν τῷ θείῳ καὶ ὁ Βαβυλώνιος, ἡ ἀσέβεια, φησίν, ἡ ἐπὶ τῷ Λιβάνῳ, τῇ Ἱερουσαλήμ, φημί, γινομένη, καλύψει σε Καὶ ταλαιπωρία θηρίων πτοήσει σε. θηρία τοὺς περὶ Κυρόν φησιν, ὡς πολὺ τὸ ἄγριον ἔχοντας. Η οὖν ταλαιπωρία, ἣν οὗτοι ἐπάξουσί σοι, πτοήσει σε τουτέστι, ταπεινὸν καὶ δειλὸν, καὶ ἀθαρσῆ ποιή σει. ᾿Αλλὰ καὶ ἀσέβεια πολλὴ ἦν ἐν τῷ Λιβάνῳ πά λαι, διὰ τὴν ἐκεῖ εἰδωλολατρείαν· τοῖς γὰρ ὑψηλοτέροις τῶν ὁρῶν ἐπεφοίτων οἱ δαιμονοφόρηται, ώς ἐκεῖσε όλον τοῖς δαίμοσι συνεσόμενος, δι' ἦν ὁ διά Θόλος κεκάλυπται τῇ ἀδύσσῳ παραδοθείς, καὶ τὰ ὑπ' αὐτῷ τῶν δαιμόνων θηρία ἐταλαιπώρησαν, μας στιζόμενα τῷ Χριστοῦ ὀνόματι, Δι' αἵματα ἀνθρώπων, καὶ ἀσεβείας γῆς καὶ πόλεως, καὶ πάντων των κατοικούντων ἐν αὐτῇ. Πάλιν τὸ δίκαιον τῆς τιμωρίας δείκνυσι, καὶ ὡς οὐκ αλόγως ἢ ἀδίκως ταῦτα πάσχει, ἀλλὰ διὰ τὰ αἵματα καὶ τὰς ἀσεβείας, ἃς ἐποίει, πᾶσαν γῆν καὶ πόλιν οἰκητόρων ἐξερημῶν. Ἀλλὰ καὶ τοῖς Θεοκτόνοι; ἁρμόσει ταῦτα, οἱ ἡτιμώθησαν, καὶ τὸ ποτήριον τῆς τοῦ Κυρίου ὀργῆς ἔπιον, καὶ εἰς ταλαιπωρίαν ὑπὸ θηρίων, τῶν Ρωμαϊκῶν δηλαδή στρατευμάτων, κατηνέχθησαν, διὰ τὰ αἵματα τῶν προφητῶν, καὶ τοῦ Κυρίου μαθητῶν. Ἠτέβησαν γὰρ καὶ αὐτοὶ εἰς τὸν Λίβανον, τὴν εὐώδη Ἐκκλησίαν, ἥτις ἐστὶ καὶ γῆ τοῦ Θεοῦ καὶ πόλις. Ποιήσει,
col. 873–874page 28 of 44
PG 126:873Τι ὠφελεῖ γλυπτὸν, ὅτι ἔγλυψαν αὐτό; Επλα σαν αὐτὸ χώνευμα φαντασίαν ψευδῆ, ὅτι πέτ ποιθεν ὁ πλάσας ἐπὶ τὸ πλάσμα αὐτοῦ, τοῦ ποιῆσαι εἴδωλα κωφά. Οι Βαβυλώνιοι, τοῦ Κύρου ἐπιστρατεύσαντος αὐτοῖς, ἐπὶ τὰ εἴδωλα καὶ τὰς γοητείας ἐτράπησαν. Διὸ διαγελᾷ ὁ προφήτης την ἀνοησίαν αὐτῶν, οἱ τοῦ μὲν ἀληθινοῦ Θεοῦ τὸν ναὸν ἐνέπρησαν· ἐθάῤῥουν δὲ τοῖς εἰδώλοις, τοῖς μὴ δυ ναμένοις αὐτοὺς ἐκ τῶν ἐχθρῶν ῥύσασθαι, τοῖς δὲ εἰδώλοις ὅσα ἐκ μεταλλικῆς ὕλης κατεσκεύαστο, τα μὲν ἦσαν γλυπτά, τὰ δὲ, πλαστὰ καὶ ἐλατά· χωνεύματα μέντοι πάντα· εἰ καί τινα ἰδιοτροπίαν εἶχον τὰ γλυπτά. Ταῦτα μὲν γὰρ αὐτοπλήρη ἦσαν καὶ ναστά, μὴ ἔχοντα όλως ἔσωθεν κενώματα· τὰ δὲ πλαστά, ξυμβλητα, καὶ ἀλλοτρίας ύλης έσωθεν γέμοντα, πίσσης, ἢ κηροῦ, ἢ πηλοῦ. Ἐγίνετο δε καὶ λίθινα γλυπτά, καὶ ξύλινα γλυπτά τε καὶ συμ βλητά. Εστι δ' ἃ καὶ ζωγράφων χεῖρες διὰ χρωμάτ των ἐπεμόρφουν. Μνημονεύσας οὖν ἰδικώτερον τῶν γλυπτῶν καὶ πλαστῶν, εἶτα ἐπήγαγε καθολικώτε μον· Τοῦ ποιῆσαι τὰ εἴδωλα κωφά. Διὰ γὰρ τῆς τοῦ ποιῆσαι λέξεως, πάντα συμπεριέλαβε τὰ ὅπως δήποτε καὶ ἐξ οιασδηποτοῦν ὕλης γινόμενα. Τάχα δὲ καὶ τὸ, ἔπλασε, καὶ τὸ, πλάσμα, τοῦτο σημαίνειὥσπερ ὅταν λέγωμεν· Ἐποίησεν ὁ Θεὸς τὴν γῆν καὶ πάλιν, Τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν. Ο δὲ νοῦς τοιοῦτος Πέτειλεν ὁ πλάσας ἐπὶ τὸ πλά σμα, καὶ διὰ τοῦτο ποιοῦσι τὰ εἴδωλα· ὅσῳ πλείω ποιήσουσι, τοσούτῳ πλείονος ὠφελείας ἐπιτυχεῖν αἱόμενοι. Εἰπὼν δὲ, φαντασίαν, προσέθηκε τὸ, ψευδή, διότι ἔστι καὶ φαντασία ἀληθής· ἤτοι όταν τις τὰ φανέντα αὐτῷ ἀναποληθῇ αὖθις καθ' ἑαυτὸν τοιαῦτα, οἷα καὶ ἐφάνησαν. Η καὶ φαντασίαν οἶδεν ἡ Γραφὴ τὴν λαμπρότητα. Ἐπεὶ οὖν πολλαὶ λαμπρότητές εἰσιν ὑφεστῶσαι, ὅτε καὶ πραγ μάτων οὗται τοιούτων· ἡ δὲ τῶν εἰδώλων λαμπρό τῆς ἀνυπόστατός ἐστιν ἀνυποστάτων, διὰ τοῦτο φαντασίαν εἴρηκε ψευδή. Οὐαὶ ὁ λέγων τῷ ξύλῳ· Εκνηψον, ἐγέρθητι καὶ τῷ λίθῳ· Υψώθητι, καὶ αὐτό ἐστι φαντασία. Θρηνεῖ τοὺς ἐν ταῖς περιεχούσαις συμφοραῖς μὴ ἐπὶ τὸν σῶσαι δυνάμενον καταφεύγοντας, ἀλλ' ἐπὶ τὰ ξύλινα καὶ λίθινα εἴδωλα τρέχοντας, ο καὶ δεομένους, ἵνα ὥσπερ υπνώττοντες, διεγερθῶσι καὶ ὑψωθῶσι κατὰ τῶν ἐχθρῶν, τὴν οἰκείαν δύναμιν ὑψηλὴν καὶ ἀήττητον δεικνύντα. "Ορα δε, τῆς οὐκ εἶπε, ξύλινον εἴδωλον, ἢ λίθινον, ἀλλὰ, ξύλον, ἢ λίθον, πρὸς ἐντροπὴν πλείω. Εἰ γὰρ καὶ εἶδος ἔχει, φησίν, ἀνθρώπου, ἀλλ' ὅμως ξύλον μένει καὶ λίθος· τὸ δὲ εἶδος, ὃ περιφέρει, φαντασία ἐστὶ ψευδής πάντως, ὥσπερ προείπεν· οὐκ ἔδει γάρ διττολογεῖν. Τοῦτο δέ ἐστιν ἔλασμα χρυσίου ἢ ἀργυρίου. Αδιανόητον φαίνεται τὸ ῥητόν. Λίθον γὰρ εἰπὼν καὶ ξύλον, ἐπήγαγε· Τοῦτο δὲ ἐστιν ἔλασμα χρυσίου
col. 875–876page 29 of 44
PG 126:875160 καὶ ἀργυρίου. Αρα οὖν τὸ ξύλον καὶ ὁ λίθος Ελασμά ἐστι χρυσίου καὶ ἀργυρίου; Οὐχὶ, ἀλλ' οὕτως νόησον· τὰ μὲν, εἰσὶ ξύλινα καὶ λίθοι· τοῦτο δέ ἐστιν ἔλασμα, ἀντὶ τοῦ, ἄλλα δὲ ἐστιν ἔλασμα χρυσοῦν ἡ ἀργυροῦν. Καὶ πνεῦμα οὐκ ἔστιν ἐν αὐτῷ. Ἀντὶ τοῦ, οὐδὲν πνεῦμά ἐστι ἐν αὐτῷ, οὔτε τὸ φυσικὸν, οὔτε τὸ αἰσθητικόν, οὔτε τὸ λογικόν. Ο δὲ Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· εὐλαβε σθω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ. Τὰ μὲν εἴδωλα, φησί, χωρὰ καὶ ἀσθενῆ, καὶ μηδένα ώφε λῆσαι δυνάμενα· ὁ δὲ Κύριος έχει οἷόν τινα ναὸν τὸν οὐρανὸν, καὶ ἐν ἐκείνῳ κατοικεῖ, ὡς ἁγίων ἅγιος. Κατοικεῖ δὲ τὸν ἐν Ἱερουσαλὴμ ναόν, ἐν ὁ τοῖς εἰδώλοις πεποιθὼς ἐνέπρησεν, ὑπὲρ οὗ καὶ δί και δώσει. Εἰ δὲ ἐν οὐρανοῖς κατοικεῖ, πᾶσα ἡ γῆ εὐλαβείσθω τὸ πρόσωπον αὐτοῦ, τουτέστι τὴν ἐπι στασίαν αὐτοῦ καὶ ἐπίσκεψιν τῶν ἡμετέρων ἔργων, καὶ μηδεὶς καταφρονείτω, μηδὲ ἀλαζονευέσθω, πρὸς τὰ τῷ Βαβυλωνίῳ συμβεβηκότα ἀφορῶν. Ναός Κυ ρίου καὶ τὸ σῶμα, δ ἐκ τῆς ἁγίας Παρθένου ἑαυτῷ συνέπηξε, ὃν ναὸν καὶ νῦν κατοικεῖ. Πάντες εν οἱ τὰ τῆς γῆς φρονοῦντες, εὐλαβείσθωσαν ἀπὸ τοῦ προσώπου αὐτοῦ, τῆς δευτέρας, φημί, παρουσίας, ὅτε ἥξει επισκέψασθαι τὰ ἡμέτερα φοβερώτερον, οὐχὶ διορθώσασθαι. ΚΕΦΑΛ. Γ'. Κύριε, εισακήκοα τὴν ἀκοὴν σου, καὶ ἐφοβήθην κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην. Δια μορφώσας καὶ σχηματίσας ὁ θαυμάσιος προφήτης τοῦ λόγου τὸν χαρακτῆρα εἰς ἐρώτησιν καὶ ἀπόκρισιν, καὶ ζητήσας, τίνος ένεκεν οὐ κολάζει θεὸς τοὺς καταφρα νητὰς, καὶ μαθών, ὅτι οὐκ εἰς τέλος τοῦτο ἔσται, ἀλλὰ τοὺς μὲν Ἰουδαίους διὰ Βαβυλωνίων, τοὺς δὲ Βαβυλωνίους διὰ Περσῶν τιμωρήσεται εἰς ὑμνῳδίαν μεταβάλλει τὸν λόγον, εὐχόμενός τε ἅμα, καὶ ὑμνῶν καὶ ἐκπληττόμενος τοῦ Θεοῦ τὸ δίκαιον, καὶ τὰς ἀποῤῥήτους αὐτοῦ οἰκονομίας. Εν σχήματι προσ ευχῆς καὶ εὐχῆς προθεσπίζει τὰ ἑσόμενα. Φησίν οὖν, ὅτι Ἀκούσας, ἃ εἶπας, περί τε τῶν ἐν Ἱερουσαλὴμ παρανομούντων, ὅτι τῷ Βαβυλωνίῳ παρα διθήσονται, καὶ περὶ αὐτοῦ τούτου τοῦ ἀσεβοῦς, ὅτι τοῖς Πέρσαις ἐκδοθήσεται, ἐφοβήθην όπως πανωλεθρίᾳ τοὺς ἁμαρτάνοντας παραδίδως. Οὐδὲν τῶν ὑπὸ σοῦ γινομένων αλόγως γίνεται· ἐκπλήττομαι τοῦ [γ. τῆς] ψήφου τὸ δίκαιον. Λέγοι δ' ἂν καὶ περὶ τοῦ κατὰ Χριστὸν μυστηρίου ταῦτα· ἐπεὶ γὰρ ἐμνή σθη τῆς Βαβυλωνίων καθαιρέσεως, ἣν ὁ Κύριος ἐργασάμενος ἠλευθέρωσε τους Ισραηλίτας, ἀνατρέχει λοιπὸν καὶ ἐπὶ τὴν καθολικωτέραν καὶ μυστικωτέραν ἐλευθερίαν, ἣν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χρι στὸς ἐποιήσατο, ἐλευθερώσας ἡμᾶς τῆς τοῦ Σατα νὰ ἐξουσίας, καί φησι πρὸς τὸν Πατέρα μὲν, ὅτι Κύριε Πάτερ, ήκουσά σου μυστικῶς ἀποκαλύψαντός Προσχήματι.
col. 877–878page 30 of 44
PG 126:877και την σάρκωσιν τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ ἐφοβήθην πῶς δέξεται ἡ γῆ τὸν μηδαμοῦ χωρούμενον. Καὶ κατανοήσας δὲ λεπτότερον καὶ ἀκριβέστερον τὰ ἔργα σου, ἃ μέλλεις ποιεῖν, σῶμα διαπλάτας αὐτῷ ἐκ Παρθένου ἐν Πνεύματι ἁγίῳ, καὶ τὰ σημεῖα τ᾿ ἄλλα, ἃ αὐτὸς ἐν τῷ σῷ ὀνόματι ποιήσει, ἐξέστην. ᾿Αλλὰ καὶ πρὸς τὸν Υἱὸν λέγοιτο ἂν, ὅτι Εἰσακήκοα τὴν περὶ σοῦ ἀκοήν. Εἶπε γὰρ ἀνωτέρω, ὅτι 'Ακούσομαι τί λαλήσει ἐν ἐμοὶ τὸ Πνεῦμα πάντως. καὶ κατενόησα τὰ ἔργα, δι' ὧν κατεργάσῃ τὴν σωτηρίαν τῇ ἀνθρωπίνη φύσει, τά τε ἄλλα καὶ τὸν σταυρὸν, καὶ τὸν θάνατον, καὶ τὴν ἀνάστασιν, καὶ ἀνάληψιν, καὶ ἐξέστην, πῶς τἀναντία συνελεύσονται, σῶμα τῷ ἀσωμάτῳ, θάνατος τῇ ζωῇ, θανάτῳ ἡ ἀνάστασις, πῶς σῶμα ἐν οὐρανοῖς. Ταῦτα γὰρ ὄντως ἐκπλήξεως γέμει. Εν μέσῳ δύο γνωσθήσῃ. Δύο ζωαί, ἤ τε παροῦσα καὶ ἡ μέλλουσα, ὧν μέσος ὁ δίκαιος Κριτής ἀναφαίνεται· τοὺς μὲν καὶ ἐνταῦθα κολάζων ή δου ξάζων· τοὺς δὲ ταῖς ἐκεῖθεν ἀκράτοις τιμωρίαις ἢ ἀναπαύσεσι ταμιεύων. Τινὲς δὲ οὐ ζωᾶς, ἀλλὰ ζῶα, ἐνταῦθα λέγεσθαι νενοήκασι τὰ Χερουβὶμ τῆς δόξης, ἃ κατεσκίαζον τὸ ἱλαστήριον· τὸ μὲν, ἐκ δεξιῶν· τὸ δὲ, ἐξ εὐωνύμων· ὧν ἐκ μέσου φωνή ἐξιοῦσα θεία, ἐδήλου τῷ ἀρχιερεῖ τὴν τοῦ Θεοῦ βου λήν, ὅτε εἰσήει εἰς τὸ ἄδυτον. Ἐπειδὴ γοῦν καὶ ὁ Κύριος Ἰησοῦς, σάρκα φορέσας, γέγονεν ἱλαστήριον ἡμῶν, ὡς ὁ ᾿Απόστολος μαρτυρεῖ, ἅτε τὴν ψυχὴν θεὶς ὑπὲρ ἡμῶν, καὶ ἀποκαταλλάξας ἡμᾶς τῷ Θεῷ καὶ Πατρί· μένει δὲ θεὸς ὅμως καὶ ὑπὸ τῶν Χερου Εμ δορυφορούμενος, φησίν, ὅτι Γνωσθήσῃ, ὦ Δέ σποτα, ὡς ἄρα ἱλαστήριον ἡμῶν ἔσῃ ἀληθῶς. Σὲ γὰρ προετύπου τὸ ἐν μέσῳ τῶν δύο Χερουβὶμ ἑστὼς νομικὸν ἱλαστήριον. Ετεροι δὲ δύο ζῶα τοὺς Βαβυ λωνίους καὶ τοὺς Ἰουδαίους ἐνόησαν, ὧν ἐν μέσῳ ἐγνώσθη δικαιοσύνας ποιῶν. Καὶ ἄλλας δὲ ἐπιβου νὰς οἴδαμεν, ὧν ἀφεξόμεθα διὰ τὸν κόρον. Ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ. Καὶ ἀναδειχθήσῃ πᾶσιν ὅτι δίκαιος εἶ καὶ ἀληθής. Ἀλλὰ καὶ περὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ φησιν, ὅτι Ἐγγίζει τὰ ἔτη τῆς συντελείας, καὶ ὁ προωη ρισμένος τῇ σαρκώσει του καιρός πάρεστιν. Οὗτος δὲ ἦν, ὅτε ἡ κακία ἐκορυφώθη, καὶ οὐδὲν ἀτόλμητον ὑπελείφθη τῷ διαβόλῳ, ἀλλὰ πάντες ἥμαρτον, καὶ ὑστεροῦντο τῆς δόξης τοῦ Θεοῦ, καὶ οὐκ ἦν δίκαιος οὐδὲ εἷς, τότε ἐπιγνωσθήσῃ καὶ ἀναδειχθήσῃ ὁ νῦν ἐν σκιαῖς καὶ τύποις προκηρυττόμενος. Ζώων, Προείρηκας, φησὶν, ὦ Κύριε, τὰ περὶ τῶν Βαβυλωνίων. "Οτ' οὖν ἐπιστῇ ὁ καιρὸς τοῦ τελε σθῆναι & προείπας, τότε ἐπιγνωσθήσῃ, καὶ ἀναδειχθήσῃ πᾶσιν, κ. τ. λ. Επιγνώσεται καὶ ἀναδειχθήσεται,
col. 879–880page 31 of 44
PG 126:879Ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργ ἐλέους με ησθήσῃ. Το πρόσωπον τῆς ἀνθρωπότητας ὑποδὺς ὁ προφήτης φησίν. "Οτε ταραχθῆ ψυχή, ἀνθρώπου ἀπὸ τῆς ὀργῆς, κολαζομένου ὑπὸ σοῦ, τότε πάλιν τοῦ ἐλέους μιμνήσκῃ· ὥσπερ οὖν καὶ τοὺς Ἰσραηλίτας παραδοθέντας τοῖς Βαβυλωνίοις πάλιν ἐλέησας. ᾿Αλλὰ καὶ ἡ φύσις ἡ ἀνθρωπίνη ταραχὴν ἔπαθεν, ὀργισθέντος αὐτῇ τοῦ Θεοῦ διὰ τὴν παρα κοήν, καὶ θνητή γέγονεν, ὡς καὶ ὁ Δαβίδ φησιν Αποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθής σονται, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσι. ᾿Αλλὰ πάλιν ηλέησας αὐτὴν, καὶ ἄφθαρτον ἐν σοὶ καὶ ἀθάνατον ἔδειξας, ὡς ὁ αὐτὸς πάλιν λέγει· Εξ αποστελεῖς τὸ Πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Ο Θεὸς ἀπὸ Θαιμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὅρους κατασκίου δασέος. Τ, Θαιμάν, οἱ μὲν νέ ον, δὲ Αἰσα ἡρμήνευσαν. Προθεσπίζει δὲ ὁ προφήτης, ὅτι ἐν Βηθλεὲμ ἐλεύσεται ὁ Χριστός, ἥτις πρὸς τὸ νότιον καὶ Λιβυκόν μέρος τῆς Ἱερουσαλὴμ διάκειται. Ορος δὲ κατάσκιον τὴν Ἱερουσαλήμ αὐτὴν καλεῖ· δασὺ μὲν, ὡς παντοδαποῖς θείοις χαρίσμασι καὶ ἀρεταῖς τῶν ἐν αὐτῇ ἁγίων κομῶσαν κατάσκιον δὲ, ὡς τῆς νεφέλης καὶ τῆς θείας χάριτος ἐπισκιαζούσης ἐν αὐτῇ, καὶ ὡς ἐν σκέπῃ τοῦ οὐρανοῦ αὐ λιζόμενον. Καὶ ἡ Θεοτόκος δὲ, δρος δασύ, ὡς με σιδήρου ἀναβάντος ἐπ' αὐτὴν, λογισμοῦ τὸν ῥυπαρόν έχοντος, μηδὲ χειρὸς ἀνθρωπίνης πράξεως, ἵνα τέμη τὴν παρθενίαν αὐτῆς· κατάσκιον δὲ, διότι τό τε ἅγιον Πνεῦμα ἐπῆλθεν ἐπ' αὐτὴν, καὶ δύναμις Υψίστου ἐπεσκίασεν αὐτῇ. Διάψαλμον Εκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ. Εἰ καὶ γέγονε, φησίν, ἄνθρωπος ὁ Μονογενῆς, καὶ κατὰ τοῦτο τῶν ἀγγέλων ἠλαττῶσθαι δοκεῖ· ἀλλ᾽ οὖν ἡ ἀρετὴ αὐτοῦ, τουτέστιν ἡ δόξα, καὶ ἡ σεβασμιότης ἐπέκεινα ἐστι τῶν οὐρανῶν, τουτέστι τῶν ἐν οὐρανοῖς ἀγγέλων. Πρό; τίνα γάρ τούτων εἶπεν· Υιός μου εἶ σὺ, κάθου ἐκ δεξιῶν μου, ἢ ὅτι λαμπρότερός εστι καὶ τοῦ οὐρανίου φωτός; ᾿Αλλὰ καὶ πᾶσα ἡ γῆ τότε μᾶλλον ἐπέγνωσαν αὐτὸν Κύριον καὶ Δεσπότην, ὅτε ἐσαρκώθη, καὶ αἰνεῖ αὐτὸν ὡς μονογενῆ καὶ ὁμοούσιον Υἱὸν τοῦ Πατρός. ᾿Αλλὰ καὶ ὅτε μετά οι
col. 881–882page 32 of 44
PG 126:881σαρκὸς ἐπὶ νεφέλης ἀνήρχετο, εκάλυψεν οὐρανούς· 4 καὶ μᾶλλον ἔκτοτε ἐπίγνω αὐτὸν ἡ γῆ Θεόν. Καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται. Τὸ φέγγος, φησὶν, ὁ ὑποδείξει ἡμῖν ὁ Χριστὸς, θεογνωσίαν τε καὶ βίον θεάρεστον εἰσηγούμενος, ὡς φῶς ἔστα τουτέστιν, οὐκ ἀμυδρὸν οὐδὲ ἀσθενὲς, οἷον τὸ Μω σαϊκὸν (σκιὰν γὰρ εἶχεν ἐκεῖνο), ἀλλ᾽ ἄκρατον φῶς καὶ ἀμιγές· διὸ καὶ ἔλεγεν ὁ προφήτης. Φωτίζου, Ἱερουσαλήμ' ἥκει γάρ σου τὸ φῶς· καὶ, Ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, εἶδε φῶς μέγα. ᾿Αλλὰ καὶ τὸ τῆς σαρκὸς αὐτοῦ φέγγος, ὡς τὸ τῆς θεότητος φῶ; ἔσται ἐν τῷ ὄρει Θαβώρ. Ἐν τῇ σαρκὶ γὰρ ἡ θεό. της ἐξέλαμπε. Κέρατα ἐν χερσὶν αὐτοῦ, καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ. Οὐ μόνον, φησί, τῷ φωτὶ τῆς διδασκαλίας χρησάμενος, ὑπέδειξε τὴν ἀλήθειαν τὴν ἐν βίῳ καὶ δόγμασιν· ἀλλὰ καὶ δυνάμεις πλεί στις θαυματουργῶν ἐπεδείξατο. Κέρας δὲ πάντως ἡ δύναμις πολλαχοῦ λέγεται, ἐπειδὴ τὰ κέρατα ὅπλα εἰσὶ τοῖς ἔχουσι ταῦτα ζώοις. Τελευταῖον δὲ καὶ ὑπὲρ ἡμῶν ἀπέθανεν, ὁ τῆς μεγίστης δυνάμεως αὐτοῦ σημεῖον, ὅτι διὰ θανάτου τὸν θάνατον κατήργησεν· ἀμφότερα δὲ ταῦτα ἐποίησε, τὴν πρὸς ἡμᾶς αὐτοῦ ἀγάπην κραταιὰν καὶ μεγάλην ἐμφαίνων. Μείζονα γὰρ ταύτης ἀγάπην οὐδεὶς ἔχει ἢ ἵνα τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. Ἐπεὶ δὲ τὰ κέρατα λαμβάνεται καὶ ἐπὶ βασιλέως, ὡς τὸ, Υψώσει κέρας Χριστοῦ αὐτοῦ· καὶ ἐπὶ ὑπεροψίας, ὡς τὸ, Μὴ ἐπαίζετε εἰς ὕψος τὸ κέρας ὑμῶν φασί τινες λέγειν τὸν προφήτην ὅτι βασι λεῖσι τῶν δαιμόνων, καὶ αἱ ὑπεροψίαν, ἐν ταῖς χερ σὶν αὐτοῦ γεγόνασιν, ἀντὶ τοῦ, ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ· ὥσπερ καὶ τὸν Ἐν χερσί σου οἱ κληροί μου· ἀντὶ τοῦ, ἐν τῇ ἐξουσία του. Ἐπεὶ δὲ τούτους κατετροπώσατο τότε δή, ὅτε ἔλεγε: Κρίσις τοῦ κόσμου ἐστί· νῦν ὁ ἄρχων τοῦ κόσμου ἐκβληθήσεται ἔξω θεὶς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ ἡμῶν, ἔδειξε τὴν πρὸς ἡμᾶς ἀγάπησιν κραταιάν. Ἡ ἀγάπη δὲ αὕτη οὐκ ἀσθενείας ἦν, ἀλλ' ἰσχύος. Οὐ γὰρ ὡ; ἀσθενὴς ἔπαθεν, ἀλλ᾽ ἑκών· ὅς γε και σταυρούμενος, τὴν οἰκείαν ἐδείκνυ δύναμιν, ἥλιον σκοτίζων, γῆν σείων, μνημεῖα ἀνοιγνύς. Πρὸ προσώπου αὐτοῦ πορεύσεται λόγος. Ούκ ἀμάρτυρος, φησίν, ἔστιν, ἀλλ' ἔχει μάρτυρα βέβαιον τὸν προφητικὸν λόγον· πρὸ γὰρ τῆς ἐνσάρκου αὐ τοῦ οἰκονομίας, ὁ λόγος ὁ προφητικὸς ἐκήρυξεν αὐ τόν. ᾿Αλλὰ καὶ ὁ τοῦ Ἰωάννου λόγος, λέγοντος *Ερχεται ὁ ἰσχυρότερός μου ἐπίσω μου. Αλλά καὶ ἅμα τῷ γεννηθῆναι ἦχον οἱ Μάγοι, καὶ θρύλλος πολὺς περὶ αὐτοῦ γέγονε· καὶ μετὰ ταῦτα ἐξῆλθεν ἡ φήμη αὐτοῦ εἰς ὅλην τὴν Συρίαν. Ἀλλὰ καὶ ἐν το
col. 883–884page 33 of 44
PG 126:883ται, καὶ οὐδέν ἐστιν ἄλογον. Ἐπεὶ δὲ καὶ πρόσωπον Κυρίου λέγεται ἡ φοβερὰ ἐπιστασία αὐτοῦ, ὡς τὸ, Πρόσωπον Κυρίου ἐπὶ ποιοῦντας κακά· νοήσεις, ὅτι μαρτύρεται ἡμᾶς καὶ ὑποδεικνύει τὰ πρακτέα πρότερον, εἶτα ἐφίσταται, ἀποδιδοὺς ἑκάστῳ. Εἰ μὴ γὰρ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, φησίν, ἁμαρτίαν οὐκ εἶχον. 164 πᾶσι τοῖς ὑπὸ Κυρίου γενομένοις λόγος προπορεύε Ο Καὶ ἐξελεύσεται εἰς παιδείαν κατὰ πόδας αὐτοῦ. Προαποστείλας, φησί, τὸν λόγον εἰς παιδείαν τῶν ἀνθρώπων, εἶτα καὶ αὐτὸς ἦλθε κατά πόλεις τοῦ λόγου τοῦ προφητικοῦ. "Η, ὅπερ εἶπον, προσ μαρτυρόμενος, ἔπειτα παιδεύει ἡμᾶς μὴ ἀκούσαντας. Τινὲς δὲ οὕτως ἀνέγνωσαν· Ἐξελεύσονται εἰς πεδία οἱ πόδες αὐτοῦ. Τὸ, Πεδία, διὰ τοῦ ε ψιλού γράφοντες καὶ τοῦ ι, καὶ νοοῦντες, ὅτι πάντα βάσιμα τῷ σαρκωθέντι Θεῷ, ὥσπερ πεδία ύπτια καὶ ἱππή λατα, καὶ οὐδὲν ἀδύνατον αὐτῷ. Νοοῖντο δ' ἂν καὶ οἱ ταπεινοὶ τῇ καρδίᾳ, πεδία, οἳ τὸν ἐξ οὐρανοῦ δεχόμενοι σπόρον καρποφοροῦσιν ἐν ἑκατὸν, καὶ ἑξήκοντα, καὶ τριάκοντα· περὶ ὧν καὶ Δαβίδ λέγει· Καὶ τὰ πεδία σου πλησθήσονται πιότητος, καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον. Εἶτε δεικνύς, ὅτι περὶ λογικών πεδίων καὶ κοιλάδων λέγει, φησι· Κεκράξονται· καὶ γὰρ ὑμνήσουσιν. Εστη καὶ ἐσαλεύθη ἡ γῆ. Επέβλεψε, καὶ ἐτάκη ἔθνη, διεθρύβη τὰ ὄρη βίᾳ, ἐτάκησαν βου νοὶ αἰώνιοι, πορείας αιωνίους αὐτοῦ ἀντὶ κόπων εἶδον. Τὸ παντοδύναμον δείκνυσι τοῦ Θεοῦ, καὶ ὅτι ἀνυπόστατός ἐστιν. "Αμα τε γὰρ ἔστη καὶ σαλεύεται ἡ γῆ καὶ ἅμα ἐπιβλέπει, καὶ τήκονται ὡς κηρὸς ἔθνη ὁλόκληρα· καὶ τὰ ὄρη θρύπτονται ἀπὸ τῆς βίας καὶ δυνάμεως αὐτοῦ· καὶ οἱ βουνοὶ αἰώνιοι, τουτέστιν ἐκπαλαι ὀνομαστοί, διὰ τὸ ὕψος καὶ μέσ γεθος· καὶ τὰς πορείας αὐτοῦ καὶ τὰς ὁδοὺς, ἂς ἐξ αἰῶνος ποιεῖται κινούμενος ἑκάστοτε ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ, οἱ ἰδόντες, οὐ φορητὰς εἶδον, ἀλλ᾽ ἐγκόπους· οὕτως ἦσαν φοβεραί. Νοήσεις δὲ καὶ ὅτι ἔστη ἐν τῷ σταυρῷ, καὶ ἐσαλεύθη μὲν ἡ γῆν τὰ ὄρη δὲ, ήτοι αἱ πέτραι, ἐθρύβησαν. Ἐτάκη δὲ τὰ ἔθνη τῶν δαιμόνων, καὶ οἱ βουνοὶ τῆς εἰδωλολατρείας δεκτικοὶ κατελύθησαν. Ταύτας δὲ τὰς πορείας αὐτ τοῦ καὶ κινήσεις καὶ ἐνεργείας, ἂς πρὸ τῶν αἰώνων προώρισεν, ἀντὶ τῶν κόπων τῶν ἐν τῷ σταυρῷ για νομένας εἶδον οἱ σταυροῦντες αὐτόν. Εκοπίασε γὰρ ἀληθῶς καὶ ἐπόνεσεν ὑπὲρ ἡμῶν σταυρούμενος, καὶ ἐμαλακίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν. ᾿Αλλὰ καὶ ἡ γῆ, ἤτοι τὴν γῆν οἰκοῦσα φύσις ἀνθρώπων, ἔστη ἐν ταυτῷ καὶ ἐσαλεύθη. Ὑπὸ μὲν γὰρ τῆς μέθης τῶν παθῶν σαλευομένη πρότερον, ἔστη ὡς τοῦ λοιποῦ μὴ σαλεύεσθαι. Ἐσαλεύθη δὲ ὡς μετακινηθεῖσα ἐπ τῆς ἐν τῷ κακῷ στάσεως. Καὶ διεθρύβησαν μὲν αἱ ἀντικείμεναι δυνάμεις, αἱ σκληραι καὶ ὑψηλόφρονες· ετάκησαν δὲ καὶ οἱ βουνοί, τὰ τῶν ἀρχιερέων
col. 885–886page 34 of 44
PG 126:885καὶ Γραμματέων καὶ Φαρισαίων ἀξιώματα, τὰ ἐξ 165 αἰῶνος ὀνομαστά· οἵτινες τὰς πορείας τοῦ Κυρίου, ἃς ἐποιεῖτο ἐν τῇ Ἰουδαίᾳ, αἰωνίους οὔσας, τουτ ἐστιν ἄχρι τῆς συντελείας τοῦ αἰῶνος μνημονευθης σομένας, ἢ τὰς ἐντολὰς ἃς ἐδίδου, αἰωνίους ούσας καὶ ἀκαταλύτους (πορεῖαι γὰρ, ἐντολαί· κατὰ τὸν Οδὲν ἐντολῶν σου έδραμον, ἀντὶ τῶν κόπων εξ δεν· τουτέστι, φορτικὰς ἡγήσαντο· καίτοι λέγοντος" Αρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς· ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι· καὶ, Δεῦτε, κἀγὼ ἀναπαύσω ὑμᾶς κοπιῶντας, καὶ περερτισμένους ταῖς τοῦ νόμου σμικρολογίαις· οὗ τὸν ζυγὸν οὐδὲ οἱ πατέρες αὐτῶν ἠδυνήθησαν βα στάσαι. Σκηνώματα Αιθιόπων πτοηθήσονται, καὶ σκη καὶ γῆς Μαδιάμ. Μετὰ τὰ σωτήρια πάθη, τὰ σκη νώματα τῶν νοητῶν Αἰθιόπων, τῶν ζοφώδη προαίρεσιν ἐχόντων, αἱ τῶν ἀνθρώπων, φημί, ψυχαὶ ἐν αἷς κατεσκήνουν, ἐπτοήθησαν, καὶ ὑπεκλίθησαν τῷ λόγῳ τοῦ Εὐαγγελίου· καὶ αἱ σκηναὶ τῆς γῆς Μα διαμ, αἱ φιλόπονοι καὶ φιλήδονοι διαθέσεις. Ο γὰρ Ἰσραὴλ ἐν ταῖς Μαδιανίτισιν ἐξεπόρνευσεν, ὅτε ἔστη Φινιὲς καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦ. σις. Ἑρμηνεύεται δὲ Μαδιηναῖος, κατακεκριμένος. Καλῶς δὲ σκηνώματα καὶ σκηνὰς εἴρηκεν· αἵ τε γὰρ τῶν ἀνθρώπων ψυχαί, πρόσκαιρα κατοικητή για τοῖς δαίμοσιν ἦσαν, αἵ τε τῆς ἡδονῆς ἐργασίαι, εὐκατάλυτοι καὶ παροδικαὶ ὡσεὶ σκηναί. Ἀλλὰ καὶ αἰσθητῶς οἱ ἀπόστολοι καὶ Αἰθιοπίαν εἶδον, καὶ τὴν Μαδιανίτην (. -νίτιν] χώραν ἐπεσκέψαντο, τὸν θεῖον καταγγέλλοντες λόγον. ς Μὴ ἐν ποταμοῖς ὀργισθῇς ὠργίσθης], ἢ ἐν ποταμοῖς ὁ θυμός σου, ἢ ἐν θαλάσσῃ τὸ ὄρ μημά σου; "Οτι ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία· ἐντείνων ἐντενεῖς τὸ τόξον σου ἐπὶ σκῆπτρα. Ἐπειδὴ εἶπεν ἀνω τέρω, ὅτι ἐν τῷ σταυρῷ ἱστάμενος, τὰ ὄρη συντρίβει, καὶ τὰ ἔθνη τήκει· νῦν φησιν, ὅτι οὐκ ὀργιζόμενος τοῖς ἀνθρώποις, ταῦτα, ὦ Κύριε, ποιεῖς, οὐδὲ ὡς πανολεθρίαν αὐτοῖς ἐπάγων (ποταμοὺς γὰρ καὶ θαλάσσας, τὰ συστήματα τῶν ἀνθρώπων, καὶ τὰ διάφορα ἔθνη ἐκάλεσεν)· ἀλλὰ μᾶλλον τῆς κοινῆς προνοούμενος σωτηρίας, ταῦτα κατεδέξω τὰ πάθη. Διὸ καθάπερ τισὶν ἵπποις τοῖς ἀποστόλοις ἐποχούμενος διιππεύσεις πᾶσαν τὴν γῆν, οὐχ ἵνα κολάσῃς, ἀλλ᾽ ἵνα σώσῃς· οὐ γὰρ ἦλθες ἵνα κρίνῃς τὸν κόσ σμον, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος διὰ σοῦ. Ἀλλὰ τοῖς μὲν πιστεύσασιν ἔσται σωτηρία ἡ ἱππασία σου· τὸ δὲ τόξον σου ἐντείνων ἐντενεῖς ἐπὶ τὰς ἀπιστησάσας φυλὰς τοῦ Ἰσραήλ. Ταύτας γὰρ ὠνόμασε σκήπτρα. Οτι δὲ ἵπποι βαστάζοντες τὸν Χριστὸν οἱ ἀπόστο
col. 887–888page 35 of 44
PG 126:887λοι, δῆλον ἐξ ὧν ᾿Ανανίας περὶ τοῦ Παύλου ἤκουσεν, ὅτι Σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ενώπιον ἐθνῶν καὶ βασι λέων καὶ υἱῶν Ἰσραι· τὸ δέ, Εντείνων ἐντενεῖς τὸ τόξον σου, ἔοικε τοῖς τοῦ Δαβίδ· Εκτεινε καὶ κατευοδοῦ· καὶ, Τὰ βέλη τὰ ἠκονημένα ἐν καρ δίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. Τινὲς δὲ τὸ, Μὴ ἐν ποταμοῖς ὀργισθῇς, οὕτως ἐνόησαν· Σκοπός, φησί, τῷ προφήτῃ δεῖξαι τὰ ἐν τῇ Καινῇ γινόμενα πολλῷ θεοπρεπέστερα τῶν ἐν τῇ Παλαιά· διὸ καὶ λέγει, ὅτι οὐχ ὥσπερ ἐν τῇ Παλαιᾷ ποταμοὺς εἰς αἷμα μετέστρεψας καὶ θαλάσσας ἐξήρανας, ἵνα ἐλευθερώσῃς τὸν λαόν σου ἀπὸ αἰσθητῶν ἐχθρῶν, οὕτω καὶ νῦν ποιήσεις· ἀλλ' ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους τοὺς ἀποστόλους, ἵνα τὰ σκήπτρα τῶν δαιμόνων καθέλῃς. Ποταμῶν ῥαγήσεται γῆ. Καθάπερ οἱ γηπόνοι εἰς διώρυχας καὶ ἀμάρας διαιροῦσι τοὺς ποταμούς, άρ δείαν τῇ γῇ σοφιζόμενοι, οὕτω καὶ σύ, φησὶ, Κύριε, τὴν γῆν παρασκευάσεις, εἰς ὑποδοχὴν τῶν νοητῶν πο τα ῶν τῶν ἀποστόλων· ὥστε εἶναι τὸ λεγόμενον Ενε κεν τῶν ποταμῶν ῥαγήσεται ἡ γῆ. Τινὲς μὲν γῆν ποταμῶν αἰσθητῶς μὲν τὴν Μεσοποταμίαν ἐνόησαν, μέσην οὖσαν τῶν δύο μεγάλων ποταμῶν Εὐφρά του και Τίγρητος· νοητῶς δὲ, τὴν ἁμαρτίαν, ἥτις μέση ἐστὶ τοῦ ὑγροῦ καὶ ἀνειμένου βίου. Η τε οὖν Μεσοποταμία ραγήσεται, τουτέστι καταβληθήσεται, καὶ πεσεῖται, ὥσπερ τεῖχος οὖσα τῆς Βαβυλωνίων δυνάμεως· καὶ ἡ ἁμαρτία δὲ ῥαγήσεται ὑπὸ τῆς μα χαίρας, ἣν ἦλθεν ὁ Κύριος βαλεῖν ἐπὶ τῆς γῆς. Ποταμών γῆ καὶ ἡ Ἱερουσαλήμ, οἷα δὴ ἁγίους τότε πολλοὺς ἔχουσα, οἷς ποταμούς ὠνόμασεν. Ωσπερ γὰρ φῶς ὢν ἀληθινὸν ὁ Κύριος, κατά μετά οχὴν ἐποίησε τοὺς ἀποστόλους φῶς τοῦ κόσμου· οὕτω καὶ οἱ ἅγιοι εἰσὶ καὶ λέγονται ποταμοί. Φησὶ τοί νυν, ὅτι ἡ γῆ ἡ πάλαι ποταμούς σχοῦσα ποτίζοντας αὐτὴν, νῦν ῥαγήσεται ὡς ἡ διψῶσα γῆ, ἅτε μὴ δε ξαμένη τὸν προφητικόν λόγον, μηδὲ πιστεύσασα Χριστῷ. Εἰ γὰρ ἐπιστεύετε, φησί, Μωσεῖ, ἐπι στεύετε ἂν ἐμοί. Οψονται σε καὶ ἀδικήσουσιν λαοί. Τοῦτο δι πλὴν διάνοιαν ἔχει ἡ γὰρ τοῦτο νοήσεις, ὅτι Οἱ πεπιστευκότες λαοὶ ὄψονται τὸ τὸν φῶς καὶ ὠδινήσουσι· τουτέστιν, Ἔρωτα καὶ πόθον σφοδρὸν ἔξουσι τοῦ ἰδεῖν τὴν σὴν βασιλείαν, καὶ ὠδικήσουσι τὸν σὸν φόβον, ἵνα πνεῦμα σωτηρίας ἀποτέκωσιν· ἦ, ὅτι θ ἄπιστοι λαοὶ ὄψονται τὴν δόξαν τοῦ σοῦ κηρύγματ τος, καὶ ὠδῖνας καὶ πόνους ἕξουσιν ἀπὸ φθόνου, οἷο ἦσαν οἱ λέγοντες· "Ιδε ὁ κόσμος ὀπίσω αὐτοῦ ὑπὸ εγει.
col. 889–890page 36 of 44
PG 126:889Σκορπίζων ὕδατα πορείας. "Υδατα πορείας αἱ τοῦ πνευματικοῦ καὶ εὐαγγελικοῦ λόγου χάριτες. Τὸ ὕδωρ γὰρ τῆς πρὸς ἡμᾶς πορείας τοῦ μονογενοῦς τὸ Πνεῦμά ἐστιν, ὅ ἔδωκε τοῖς πιστεύσουσιν εἰς αὐτόν. Ἐπεὶ οὖν διάφοροι τῆς πνευματικῆς δι δασκαλίας οἱ τρόποι, τὸ ἐν ὕδωρ πολλὰ γίνεται, καὶ σκορπίζεται καὶ διαιρεῖται ἑκάστῳ πρὸς τὴν ἕξιν αὐτοῦ, ἐπειδὴ καὶ διαίρεσιν χαρισμάτων είναι μαν θάνομεν, τὸ δὲ αὐτὸ Πνεῦμα. Αλλὰ καὶ πορευόμενος εἰς κώμας καὶ πόλεις ὁ Κύριος, τὸ ὕδωρ τῆς διδα σκαλίας ἐσκόρπιζε, τοῖς πρὸς οὓς ἔλεγεν· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. Πολλοί ἔχουσιν ὕδατα λόγου, ἀλλ᾽ οὐκ εἰσὶ πορείας, ἀλλὰ σταδαῖα, οδωδότα δυσωδίας φθόνου. Ἐν ἑαυτοῖς γὰρ οὗτοι τὸ ἀγαθὸν ἔχουσι, μὴ εἰς ἄλλους αὐτὸ δια χέοντες· οἳ καὶ ἑοίκασι τῷ κατορωρυχότι τὸ τάλαν του. Ο μέντοι ἐκχέων καὶ ἐπ' ἄλλους τὸ ἀγαθὸν, οὗτος ἔχει ὕδατα πορείας, καὶ ἔοικε τῷ βάλλοντι τοῖς τραπεζίταις τὸ τάλαντον, καὶ πλουσιώτερον τὸν δεσπότην ποιήσαντι. Εδωκεν ἡ ἄβυσσος φωνὴν αὐτῆς ὕψος φαν τασίας αὐτῆς. Ἐπέμεινε τῇ τροπῇ, καὶ τὴν τῶν νοημάτων ἀκολουθίαν ἐφύλαξε. Ποταμοὺς γὰρ τοὺς Ιεροὺς ἀποστόλους καλέσας, θάλασσαν ὀνομάζει τὰ ἔθνη, τῇ τῆς ἀσεβείας πικρία κατεχόμενα. Καθάπερ οὖν ποταμῶν εἰς πέλαγος ἐμβαλλόντων, πολὺς ἦχος καὶ ψόφος ἀποτελεῖται, τῶν θαλαττίων κυμάτων εἰργόντων, καὶ ἐπεχόντων τὴν εἰσβολήν· οὕτω τῶν θείων ἀποστόλων τὰ ἔθνη περινοστούντων, καὶ τὸ σως τήριον διαπορθμευόντων κήρυγμα, θόρυβοι κατ' αυ τῶν ἐκινοῦντο καὶ στάσεις, τῶν ἀπίστων ἀντιλεγόν των, καὶ σβέσαι πειρωμένων τὸ κήρυγμα, ὥσπερ ἐν Ἐφέσῳ ὁ ἀργυροκόπος εποίησε Δημήτριος, ἐν Κου ρίνθῳ δὲ ἕτεροι, καὶ ἐν Ἱεροσολύμοις Ἰουδαῖοι, ὅτε καὶ Ῥωμαίοις τὸν Παῦλον παρέδωκαν. Η τοίνυν τῶν ἐθνῶν ἄβυσσος ταραχῆς φωνὴν ἐδίδου, καὶ ὕψος φαντασίας καὶ ἐπάρσεως τῶν κηρυγμάτων αὐτῆς ἐνόησαν δέ τινες καὶ τὴν πληθὺν τῶν πεπιστευκότων ἄβυσσον, ὡς ἐκ τῶν ποταμῶν καὶ τῶν ὑδάτων τῶν ἀνωτέρω ῥηθέντων συστᾶσαν. Αὕτη τοίνυν ἡ ἄξωτε σος, καὶ τὸ ὕψος τῆς φαντασίας αὐτῆς, τουτέστιν οἱ ἐν αὐτῇ ὑψηλοὶ, καὶ πλούτου καὶ δόξης φαντασίαν ἔχοντες, ἔδωκαν φωνήν, ὁμολογοῦντες τὸν Κύριον Ἰησοῦν Χριστὸν ἐν τῷ στόματι αὐτῶν. Ἐπήρθη ὁ ἥλιος, καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς εἰς φῶς. Ο τῆς δικαιοσύνης "Ηλιος ἐπήρθη ἐν τῷ σταυρῷ, καὶ νύξ ἐγένετο, ὅτι ἡ σελήνη ἔχει τάξιν φαίνεσθαι. Η ὅτι τοῦ Κυρίου σταυρουμένου, ἡ ἐξ ἐθνῶν Ἐκκλησία ἀνέλαμψε, καὶ ἔστη ἐν τάξει αὐτῆς εἰς φῶς· τουτέστι, πλησιφαής γέγονε, τὴν τάξιν σώζουσα τοῦ ἰδίου κύκλου. Ο τε γὰρ ἑκατόνταρχος ἐθνικὸς ὤν, Υἱὸν Θεοῦ ὡμολόγησε τὸν σταυρούμενον, καὶ οἱ σὺν αὐτῷ ὄντες. Καὶ ὁ Κύριος το
col. 891–892page 37 of 44
PG 126:891αὐτὸς εἶπεν· “Οταν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Εἰ δὲ ἥλιος ἐστι τὸ Εὐαγγέλιον, καὶ ἀκτί νες αὐτοῦ ἡπλώθησαν, τότε καὶ ἡ σελήνη, τουτέστιν ὁ νόμος, ἔστη εἰς φῶς. Τότε γὰρ ἐφάνη πνευματικὸς ὁ νόμος, ὅτε τὸ Πνεῦμα αὐτὸν ἡρμήνευσεν. Ού τως ἐφάνησαν ἀλληγορούμεναι ἡ ᾿Αγαρ, ἡ Σάββα οὕτω τὸ, Οὐ φιμώσεις βοῦν ἀλοῶντα, περὶ τῶν διδασκάλων ἐφάνη νομοθετηθέν· οὕτω περιτομή ἐδείχθη καρδίας, οὐ σωματικοῦ μορίου. Ταύτην δὲ τὴν τάξιν εἶχε μὲν καὶ πρὶν ὁ νόμος· ἐκρύπτετο δὲ, ἅτε σκιᾶς οὔση, περὶ αὐτόν. "Οτε δὲ ἦλθε τὸ φῶς, τότε ἔστη καὶ αὐτὸς ἐν τῇ τάξει αὐτοῦ. Βολίδες του πορεύσονται, εἰς φέγγος ἀστραπῆς ὅπλων σου. Τοὺς ἱεροὺς ἀποστόλους βολίδας καλεῖ, οἱ ἐπορεύθησαν ὥσπερ ἀπό τινος εὐσθενοῦς καὶ δυνατῆς χειρὸς πεμφθέντες, ὥστε παγῆναι ἐν καρ δίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως, τῶν δαιμόνων, καθὰ καὶ ὁ Δαβὶδ λέγει· ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων. ἐξετινάχθησαν μὲν γὰρ καὶ ἀπερρίφησαν ἀπὸ προσώπου του Θεοῦ οἱ Ἰουδαῖοι· οἱ δὲ υἱοὶ τούτων βέλη γεγόνασι τοῦ δυνατοῦ Χριστοῦ, τῆς δυνάμεως τοῦ Θεοῦ. Οὗτοι δὲ εἰς φέγγος τῆς ἀστραπῆς τῶν ὅπλων τοῦ Χρι στοῦ ἐπορεύθησαν. Οπλα μὲν γὰρ τοῦ Χριστοῦ, ὁ ὁ Παῦλος ἡμᾶς ἐνδύει λέγων· Ενδύσασθε τὴν παν οπλίαν τοῦ Θεοῦ, ἥτις ἐστὶν ὁ θώραξ τῆς δικαιοσύνης, ἡ περικεφαλαία τοῦ σωτηρίου, καὶ ἡ μάτ χαιρα τοῦ Πνεύματος. Λαμπρὰ δὲ ταῦτα τὰ ὅπλα καὶ ἀστράπτοντα· λαμπρύνει γὰρ ἡ ἀρετὴ τὸν αὐτ τὴν ἐνδεδυμένον, κἂν κρύπτηται. Λαμψάτω γάρ φησί, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων. Οι οὖν ἀπόστολοι ἐπορεύθησαν μαθητεύοντες πάντα τὰ ἔθνη, εἰς τὸ δεῖξαι πᾶσι τὸ φέγγος τῆς τῶν ὅπλων ἀστραπής. Ἐν ἀπειλῇ ὀλιγώσεις γῆν, καὶ ἐν θυμῷ κατ άξεις ἔθνη. Τὴν Ἰουδαϊκήν, φησί, γῆν ἐρημωθῆναι ποιήσεις ὑπὸ Ῥωμαίων, ὡς ἀσεβησάντων εἰς σὲ τῶν ἐν αὐτῇ, καὶ κατάξεις, ἀντὶ τοῦ, ταπεινώσεις τους Ἰσραηλίτας, ἐθνῶν ἀπήνειαν πρὸς σὲ μιμησαμένους. "Η, ὅτι Τὰς πράξεις τοῦ γηίνου φρονήματος ὀλιγώσεις διὰ τῶν βολίδων σου τῶν ἀποστόλων· καὶ τὰ ἐθνικὰ φρονήματα ταπεινώσεις καὶ ὑποτάξεις. Ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου. Εἰπὼν, ὅτι Ολιγώσεις τὴν Ἰουδαϊκὴν γῆν, ὡσανεὶ ἀπολογεῖται· Καίτοι σὺ ἐξο ἦλθες εἰς σωτηρίαν τοῦ λαοῦ σου τούτου. Οὐκ ἦλθες γὰρ εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οίκου Ἰσραήλ. Διὸ καὶ Ἰησοῦς ἐκλήθης, καὶ παρεγένου ἐνταῦθα, ἵνα σώσης τους χρισθέντας τῷ αἷματί σου, καὶ τῷ Πνεύματί σου τῷ ἁγίῳ. Ἀλλ᾿ οὐκ ἠθέλησαν διὸ αὐτοὺς μὲν ὠλίγωσας· λαὸν δὲ ἕτερον περιεποιήσω, οἳ καὶ χριστοὶ γεγόνασι διὰ τοῦ βαπτίσματος, εἰς τὸν θάνατόν σου βαπτισθέντες, καὶ χρισθέντες Α.
col. 893–894page 38 of 44
PG 126:893τῳ τῆς ἀγαλλιάσεως ἐλαίῳ, τῷ Πνεύματι. "Η τὴν αἰτίαν ἐπάγει τοῦ ὀλιγωθῆναι τὸ γεηρόν φρόνημα. Διὰ τοῦτο γὰρ, φησίν, ὀλιγώσεις τὴν γῆν, διότι ἐπὶ τούτῳ ἐξῆλθες, ἵνα σώσῃς. "Αλλως δὲ οὐκ ἦν σωθῆ ναι, εἰ μὴ αἱ γήϊνοι πράξεις ώλιγώθησαν. Εβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον. Τους μὲν πιστεύσαντας, φησί, καὶ χριστοὺς καὶ μετόχους γενομένους, ἔσωσας· εἰς δὲ τὰς τῶν ἀνόμων Ιου δαίων κεφαλάς, τουτέστι τοὺς ἄρχοντας καὶ προ έχοντας, θάνατον ἔβαλες, διὰ τῶν Ρωμαίων αὐτοὺς ἐξολοθρεύσας. Εξήγειρας δεσμούς ἕως τραχήλου εἰς τέλος. Τουτέστιν, Εδησας αὐτοὺς ταῖς τῶν οἰκείων ἁμαρ τημάτων σειραῖς, οὐ μερικῶς κατασφιγγομένους, ἀλλ᾽ οἷον δι' ὅλου τοῦ σώματος, καὶ ἕως τραχήλου. Αἱ γὰρ ἁμαρτίαι αὐτῶν ἐξεγερθεῖσαι κατ' αὐτῶν, ὅτι ἠβουλήθη Θεὸς, ἔδησαν αὐτοὺς, καὶ ὑποχειρίους Ρωμαίοις ἐποίησαν, ὥστε τράχηλον αὐτῶν τὸν ἐπηρμένον ταπεινωθῆναι καὶ συντελεσθῆναι. Τοῦτο γὰρ σημαίνει τὸ, Εἰς τέλος. Εἰσὶ καὶ ἀγαπήσεως δε σμοί, οὓς τοῖς πιστεύουσιν ἐπιβάλλων ὁ Κύριος, τὸν τράχηλον αὐτῶν, τῷ οἰκείῳ ζυγῷ ἐπάγει. Εξήγειρε δὲ καὶ ἄλλους δεσμούς ὁ Χριστὸς κατὰ τοῦ Ἰούδα, οὺς τῷ αὐτοῦ τραχήλῳ περιθεὶς οὗτος, τέλος εὗρε δι' ἀγχόνης. Διέκοψας ἐν ἐκστάσει κεφαλὰς δυναστῶν σεισθήσονται ἐν αὐτῇ. Διανοίξουσι χαλινούς αὐτῶν, ὡς ὁ ἐσθίων πτωχὸς λάθρα. Εκστασιν, φησί, πεπόνθασιν οἱ δυνάσται τοῦ Ἰσραήλ, ἐκστάντες τοῦ ὀρθοῦ φρονήματος, καὶ λυττήσαντες καὶ μανέντες κατὰ σοῦ. Διὰ τοῦτο οὖν διέκοψας αὐτοὺς ἀπὸ τῆς σῆς οἰκειότητος, καίτοι πρώην μερίδα στην δντας. Η, ὅτι Διεσκόρπισας ἄλλον ἀλλαχόσε. Τοῦτο καὶ Δαβίδ φησι· Διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν. Εἰκότως δὲ αἱ κεφαλαὶ αὐτῶν αἱ τοῦ νοῦ χωρητικοί διεκόπησαν ἀπὸ τῆς πρὸς τὸν Λόγον οι χειότητος, ὅτι μὴ κατὰ λόγον ἐφρόνησαν, ἀλλὰ μᾶλο λον τῷ λόγῳ ἐπανέστησαν. "Η, ὅτι Σημεία σοῦ ποιή σαντος, ἐκστήσονται, καὶ σεισμόν πείσονται ταρασ σήμενοι, καὶ διακοπήσονται, οἱ μὲν λέγοντες, ὅτι Πλανᾷ τὸν ὄχλον· ἄλλοι δὲ, ὅτι οὐδέποτε ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. Κρύφα μένο τοι αἱ κεφαλαί, οἱ ἄρχοντες καταγογγύσουσί σου, δι ανοίγοντες τα χείλη καὶ τοὺς ὁδόντας, ἅτινα χαλινός εἰσι τοῦ στόματος, ὥσπερ πτωχὸς μὴ τολμών προφανῶς μεταλαβεῖν τροφῆς, ἀλλὰ μεμυκότος τοῦ στόματος ἔνδον ταύτην λεπτύνων. Ἐφοβοῦντο γὰρ τὸν ὄχλον τῷ Ἰησοῦ προσδιακείμενον διὰ τὰ θαύματα. Καὶ οἱ ἀπόστολοι δὲ οἱ πρώην μὴ τολμῶντες λαλῆσαι, ἀλλὰ κεκλεισμένοι ἐν ὑπερῴῳ, καὶ λάθρα ἐσθίοντες τὴν τῶν πιστευόντων αὐτοῖς σωτηρίαν, ὥσπερ ἵπποι δι ανοίξαντες τοὺς χαλινούς τοῦ στόματος, τουτέστι διάψαλμα,
col. 895–896page 39 of 44
PG 126:895τοὺς ἀνθρωπίνους φόβους ἀποῤῥίψαντες, ἐν παρξη εί σία κηρύξουσι. Τάχα δὲ καὶ πρὸς τὸν Θεὸν ὁ προφή της φησίν, ὅτι Εν ἐκστάσει τινὶ καὶ θυμώνει διαθέ και γεγονώς, ὦ Κύριε, διέκοψας αὐτούς· τῷ ὄντι γάρ, εἴπερ Θεὸς κολάζει· ἀλλ᾽ αὐτοὶ ἑαυτοὺς κολάζομεν· καὶ μαρτυρεῖ ὁ εἰπών· Θεὸς θάνατον οὐκ ἐποίησεν· καὶ αὖθις ἕτερος, Πειράζει δὲ Θεὺς οὐδένα· ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας. Καὶ ἐπεβίβασας εἰς θάλασσαν τους ίππους σου, ταράσσοντας ὕδατα πολλά. Τετήρηκε πάλιν ὁ βα γος τῇ τροπῇ τὸ οἰκεῖον σχῆμα. Χαλινῶν γὰρ μνη μονεύσας, νῦν ἵππους ὀνομάζει τοὺς ἀποστόλους, οὓς εἰς τὴν τοῦ βίου θάλασσαν ἐπεβίβασεν ὁ Κύ ριος, τὰ ἔθνη, ὕδατα ὄντα διὰ τὸν ἀγρὸν καὶ δια λελυμένον αὐτῶν βίον, ταράσσοντας, ἐν τῷ διδά σκειν αὐτοὺς, ὅτι κρίσις ἔσται, καὶ τῶν ἐν τῷ παρ όντι βίῳ ἔργων ἀνταπόδοσις. Οὕτω γοῦν καὶ Παύ. λος τους Αθηναίους ἐτάραξεν, εἰπών· Τοὺς μὲν χρό νους τῆς ἀγνοίας υπεριδὼν ὁ Θεὸς, τὰ νῦν παρ αγγέλλει πᾶσι μετανοεῖν, ὅτι ἔστησεν ἡμέραν ἐν ᾖ μέλλει κρίνειν τὴν οἰκουμένην. Ετάμας:0, δὲ καὶ ἄλλως οἱ ἀπόστολοι, καθὴ τὰ γένη κατ' απο λήλων διίστων διὰ τὸν λόγον, δ καὶ ὁ Κύριος εἶπεν Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Πολλὰ δὲ ὕδατα, τὰ ἔθνη, ὡς πρός γε τὸν Ἰσραήλ ἓν ἔθνος ὄντα. Ἐν ἀρχῇ μὲν οὖν ὁ Κύριος ἔλεγεν Εἰς ἐδὲν ἐθνῶν μὴ ἀπέλθητε· ἐπεὶ δὲ ἐπήρθη ἐν τῷ σταυρῷ καὶ ἀνέστη. Μαθητεύσατε, φησί, πάντα τὰ ἔθνη. Ἐφυλαξάμην, καὶ ἐπτοήθη ἡ καρδία μου, ἀπὸ φωνῆς προσευχῆς χειλέων μου. Καὶ εἰσῆλθε τρό μος εἰς τὰ ὀστᾶ μου, καὶ ὑποκάτωθέν μου ἐταράχθη ἡ ἕξις μου 'Αναπαύσομαι ἐν ἡμέρα Ολίψεώς μου, τοῦ ἀναβῆναί με εἰς ἰαὶν παροικίας μου. Φυλακὴν καλοῦσιν οἱ προφῆται τὴν κατὰ νῦν τήρησιν καὶ προσοχὴν ἣν ποιοῦνται, ἐπηνίκα τὸ Πνεῦμα αὐτοῖς ἐνηχεῖ τῶν ἐσομένων τὴν γνῶσιν ὥσπερ οὖν καὶ αὐτὸς οὗτος ἔφη ἀνωτέρω· 'Επὶ τῆς φυλακῆς μου στήσομαι. Φησὶν οὖν, ὅτι 0; ἐφύλαξα τὸν νοῦν μου ἀπὸ τῶν γηΐνων φροντίζων, προσευχόμενός σοι, ἀπεκάλυψας μοι, ἃ πείσονται οἱ ἐξ Ἰσραὴλ ἀπιστήσαντες, καὶ διὰ τοῦτο συμπέπτωκεν ἡ καρδία μου· ὡς συμπαθής γὰρ ἂν, λυπεῖται ἐπὶ τοῖς ὁμοφύλοις. "Οτι ἅ μοι ἀπεκάλυψας προσευχομένῳ, ἐφυλαξάμην, τουτέστιν ἀπεσκέπησα και ἐτήρησα παρ' ἐμαυτῷ, & καὶ ἐξεφώνησα μετὰ ταῦτα προσευχόμενος. Καὶ διὰ τοῦτο ἐπτοήθη ἡ καρδία μου, καὶ τρόμος κατέλαβε τὰ ὀστᾶ μου, καὶ κάτωθεν καὶ ἐκ βάθους ἐταράχθη πᾶσα ἡ ἕξις καὶ κατάστασις τῆς ψυχῆς μου. Εἶτα εὐθὺς ἐνηχηθεὶς ὑπὸ τοῦ Πνεύματος, φησίν, ὅτι οὐκ ὄψομαι ταῦτα, ἃ τοῖς Εἴπερ ού, Ἐν ἐμοὶ ἐταράχθη ἡ ἰσχύς μου,
col. 897–898page 40 of 44
PG 126:897Ισραηλίταις συμβήσεται. Τότε γὰρ, ὅτε ἐπιστῇ ἡ ἡμέρα τῆς κακῶν ἐπαγωγῆς, ἥτις ἐστὶν ἐμοὶ ἡμέρα θλίψεως, ἀναπαύσομαι τουτέστι, τελευτήσω τὴν ζωήν (θάνατος γὰρ ἀνδρὶ ἀνάπαυσις), καὶ ἀναβήσομαι εἰ; τὴν ἄνω πόλιν, ἔνθα ἐστὶν ὁ λαὸς τῶν ἁγίων, ὁ παροικίαν ἡγησάμενος τὴν ἐνταῦθα ζωὴν, ἣν καὶ αὐτὸς τοιαύτην ήγημαι. Οὕτω καὶ Δαβίδ, Πάροικος ἐγώ είμαι, φησί, καὶ παρεπίδημος, καθὼς πάντες οι πατέρες μου, τοὺς πατριάρχας πάντως αἰνιττόμενος, καὶ τοὺς μετ' αὐτοὺς ἁγίους. Τινὰ δὲ τῶν ἀντιγράφων ἔχουσιν· Εἰς ναὸν παροικίας μου καὶ νοήσεις, ὅτι ᾿Αναβήσομαι εἰς τὸν ναὸν τὸν αὐ ράνιον ἀπὸ τῆς παροικίας μου ταύτης, καὶ ἐπιτο θῶν τὴν ἀνάλυσιν, λέγει τὸν ᾿Αναπαύσομαι. Επειδή γὰρ προγνοὺς ἃ τῷ γένει αὐτοῦ συμβήσεται, ἐλυ πεῖτο, φησί· Τότε ἀναπαύσομαι ἀπὸ τῆς θλίψεως, ἐὰν ἀναλύσω ἀπὸ τῆς παροικίας μου· ὥστε γενέ σθω τοῦτο. Διότι συχῆ οὐ καρποφορήσει καὶ οὐκ ἔσται γεννήματα ἐν ταῖς ἀμπέλοις. Ψεύσεται ἔργον ἐλαίας, καὶ τὰ πεδία οὐ ποιήσει βρᾶσιν. Τὴν αἰτίαν παρίστησι τῆς θλίψεως, δι' ἣν καὶ ἐταράχθη, καί φησιν, ὅτι διὰ τοῦτο λυποῦμαι, ὅτι ἡ συκῆ οὐκ ότι καρποφορήσει, Ἱερουσαλήμ. Καὶ γὰρ ἐλθὼν εἰς αὐτὴν ὁ Χριστὸς, οὐχ εὗρε καρπὸν ἐν αὐτῇ, εἰ μὴ φύλλα μόνα, τὴν ἔξωθεν δηλαδὴ ἐπίδειξιν καὶ ὑπό κρισιν τῆς θεοσεβείας· ὡς αὖθις ἐν παραβολαῖς εἴ πε· Συκήν τις εἶχεν, ἣν διὰ τὴν ἀκαρπίαν ἐκ τεμεῖν ἠβουλήθη. Ὁ δὲ γεωργὶς ὀλίγον ἐνδεθῆ Ο ναι χρόνον ἱκέτευσε, ὥστε ἢ καρποφορῆσαι, ἢ πράγῥιζεν ἐκτμηθῆναι. 'Αλλ' οὐδὲ ὁ ἀμπελών καρποφορήσει. Αμπελὼν δὲ ὁ λαὸς, ὡς καὶ ὁ Ησαΐας· Καὶ ὁ ἀμπελῶν Κυρίου Σαβαώθ, οἶκος τοῦ ᾿Ισραήλ ἐστι, καὶ ἄνθρωπος τοῦ Ἰούδα, νεόφυτον ἡγαπημένον. Ελαίαν δὲ ὀνομάζει τους Φαρισαίους καὶ Σαδδουκαίους, οἱ ἐπὶ τῷ τῆς δικαιοσύνης ὀνόματι σεμνυνόμενοι, ἔρημοι τῶν ταύτης ὑπῆρχον καρπῶν Ὅτι δὲ ἡ ἐλαία εἰς εἰκόνα δικαίου παραλαμβάνεται, μαρτυρεῖ καὶ Δαβίδ, Εγώ ὡσεὶ ἐλαία κατάκαρπος, λέγων. Καὶ πᾶσα δὲ ἡ Συναγωγὴ ἐλαία, ὡς Ἱερεμίας φησίν· 'Ελαίαν εὔσ κιον τῷ εἴδει εκάλεσε Κύριος τὸ ὄνομά σου. Αὕτη οὖν τὸ ἔργον αὐτῆς ἐψεύσατο παιδαγωγούμενοι γὰρ εἰς Χριστὸν διά τε νόμου καὶ προφητῶν, οὐ προσο ήκαντο τοῦτον. Διὰ τοῦτο καὶ ἐξεκλάσθησαν οἱ κλάδοι αὐτῶν· ἐνεκεντρίσθησαν. δὲ οἱ τῆς ἀγριελαίας εθνικοί. ᾿Αλλὰ καὶ τὰ πεδία οὐ ποιήσει βρῶσιν, οἱ ταπεινότεροι τοῦ λαοῦ, πρὸς οὓς λέγεται· Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐπ' ἀκάνθαις. Οὗτοι οὖν τοσοῦτον ἀνεμόφθοροι γεγόνασι, μηδένα Οι Καλῶν, Ωραίαν, Αγριελαίου,
col. 899–900page 41 of 44
PG 126:899καρπὸν θεῖον γεωργήσαντες, ὥστε οὐδὲ τὸ εἰς βρ σιν αύταρκες γεωργῆσαι. Εξέλιπον ἀπὸ βρώσεως πρόβατα. Οἱ ἁπλούστεροι καὶ εὐηθέστεροι, εἴτουν ἀκακώτεροι, καὶ τοῦ ποιμαίνεσθαι ὑπὸ τῶν συνετωτέρων ἄξιοι, ἐξέλιπον ὑπὸ τοῦ μὴ ἔχειν βρῶσιν· οὐκ ἦν γὰρ ὁ βρῶσιν αὐτ τοῖς παρατιθείς, καθὰ καὶ ὁ προφήτης εἶπεν· Επ άξω λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτον, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Καὶ οὐχ ὑπάρξουσιν βόες ἐπὶ φάτναις. Βόες ο νομοδιδάσκαλοι, Λευῖται, ἱερεῖς, καὶ ἀρχιερεῖς. Καὶ ὁ Ἀπόστολος γὰρ τὸ, Οὐ φιμώσεις βοῦν ἀλοώντα, εἰς τοὺς διδασκάλους διεδέξατο. Οὗτοι γὰρ τὸν τῆς γνώσεως στον τοῖς τῆς ἀσαφείας τοῦ γράμματα περιβλήμασι καλυπτόμενον, ἐταράχθησαν ἀπογυμνοῦν, καὶ προτιθέναι τοῖς ἄλλοις σαφῆ καὶ εὐνάη τον. Εχουσι μέντοι καὶ αὐτοὶ τὰς ἀπὸ τοῦ λαοῦ ἐω ροφορίας, τὰς ἀπαρχάς φημι, καὶ τὰς δεκάτας, καὶ τὰς ἐκ τῶν θυσιῶν, οἷα ἐν φάτναις καὶ θυσιαστηρίοις προσαγόμενα. Οὔτ᾽ οὖν φάτναι καὶ θυσιαστήρια ὑπάρξουσιν, οὔτε βόες τοιοῦτοι. Ἐπεὶ δέ τινα τῶν ἀντιγράφων ἔχουσι προσγεγραμμένον τὸ, 'Εξ λάσεως αὐτῶν, νοήσεις, ὅτι ἴασις μὲν αὐτῶν ἦν ὁ Χριστό;· ἐπεὶ δὲ τοῦτον οὐ προσεδέξαντο, ἐκ τοῦ Χριστοῦ συνέβη αὐτοῖς τὸ ἐκλελοιπέναι. Αὐτὸς γὰρ αὐτοὺς πανωλεθρίᾳ παρέδωκε. Τινὲς δὲ ἐνόησαν, ὅτι ἐπειδὴ ἐμνήσθη ὁ προφήτης τοῦ ἀναλύσαι, ἀφηγεῖται λοιπὸν περὶ τῆς ἐκεῖ καταστάσεως, ὅτι οὐδὲν τῶν ἐνταῦθα ἔχει ἡ ἐκεῖσε κατάστασις. ἀγαλλιαν σκιρτᾷν, Εγὼ δὲ ἐν τῷ Κυρίῳ ἀγαλλιάσομαι, χαρήσομαι ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου. Δελύπημαι, φησί, διὰ τοὺς συγγενείς μου, τοὺς κατὰ σάρκα, μέλλοντας τοιούτων καὶ τοσούτων κακῶν πειραθήσεσθαι. Πλὴν ἐννοῶν τὴν δόξαν τοῦ Θεοῦ τὴν πᾶσιν ἀν θρώποις ἐπιγνωσθησομένην, χαίρω καὶ ἀγαλλιώμαι, τουτέστι σκιρτώ. ᾿Αγαλλιᾷν γὰρ ἐστι τὸ σκιρτᾷν, δ ἐπίτασις χαρᾶς ἐστι. Νόει δὲ ὅτι ὡς ἐκ προσώπου τῶν ἐν πίστει δικαιωθέντων ὁ λόγος. Μονονουχὶ γὰρ τοιαῦτά φησιν, ὅτι Οἱ μὲν ἐξ Ἰσραήλ, ἐξ ἔργων προσδοκώντες δικαιωθῆναι, οὕτως ἀπώσθησαν· ἐγὼ δὲ ὁ ἐθνικὸς, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ἐν ἐποίησα, ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος καὶ ἐν τῇ αὐτοῦ χάριτι σωθείς, ἐπ' αὐτῷ ἀγαλλιάσομαι. "Ομοιον τῷ ὑπὸ τοῦ ᾿Αποστόλου λεγομένῳ, ὅτι τὰ μὲν ἔθνη ἐκ πίστεως εὗρον τὴν δικαιοσύνην. Ισραήλ δε διώκων νόμον δικαιοσύνης, οὐκ ἔφθασε διότι οὐκ ἐκ πίστεως, ἀλλ' ὡς ἐξ ἔργων νόμου· καὶ τά λιν, Τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τίν Θεόν. Διώχων διαιοσύνην εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασε,
col. 901–902page 42 of 44
PG 126:901Κύριος ὁ Θεός μου, δύναμίς μου. Ασθενής μέν ἐστιν ἡ ἀνθρωπίνη φύσις, φησίν, ἀλλὰ ταύτην ἐνώ σα; ἑαυτῷ ὁ Κύριος καὶ Θεός μου, δυνατὴν ἀπεργάσεται. Οὕτω καὶ Παῦλος, Πάντα ισχύω, φησίν, ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ· καὶ Δαβίδ, "Οτι καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ. Καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν. Τουτέστιν, Ἐν ἀσφαλείς στήσει τους πόδας μου, ὥστε ἵστασθαί με στερεόν τῇ πίστει, δυνάμενον παρ τεῖν ἐπάνω όφεων καὶ σκορπίων. Τὴν γὰρ συντέλειαν, ἀσφάλειαν, οἱ ἄλλοι ἡρμήνευσαν. Εοικε δὲ καὶ ὥσπερ ἐπί τινος δρομέως τοῦτο λέγειν. Δρό μον, φησί, τρέχω· ὁ Θεὸς οὖν τάξει τους πόδας μου εἰς τὸ συντελέσαι τὸν δρόμον, ὥστε λέγειν μετά Παύλου - Τίν δρόμον τετέλεκα. Τρέχουσι πολλοί, ἀλλὰ ἄτακτα· οἷόν εἰσιν οἱ ἀθλοῦντες μὲν, μή νο μίμως δέ. 'Ο Θεός οὖν τάσσει τους πόδας, ὅταν μὴ παρὰ τοὺς αὐτοῦ νόμους τρέχωμεν, μήτε διδάσκον» τις παρὰ τὰς Γραφάς, μήτε τὴν ἀρετὴν μετιόντες παρὰ τὰς ἐντολὰς αὐτοῦ· οἷον οἱ τὸν γάμον βδελυσα σόμενοι καὶ τὰ κτίσματα. Ἐπὶ τὰ ὑψηλὰ ἐπιδιδᾷ με τοῦ κινῆσαί με ἐν τῇ ᾠδῇ αὐτοῦ. ᾿Ανώτερον, φησί, τῆς γῆς ποιεῖ με, καὶ τὰ ὑψηλὰ φρονεῖν διδάσκει, ὡς ἂν ἐκ τῶν ὑψηλοτέρων καταγωνίσωμαι τοὺς ἐχθρούς. Κάτω γὰρ ἱστάμενος, καὶ τῇ γῇ προσκείμενος, πῶς νικήσω τὰ πνευματικὰ τῆς πονηρία; ἐν τοῖς ἐπουρανίοις; Νέο κήσας δὲ, τότε ἄξιος ἔσομαι τοῦ ᾅδειν αὐτῷ. Οὐχ ὡραῖος γὰρ αἶνος ἐν στόματι ἁμαρτωλοῦ. Ὁ οὖν νικήσας τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐκεῖνο; ᾄδει τῷ Θεῷ πνευματικωτέραν ᾠδὴν καὶ ἀΰλευτέραν [. λωτ.), ἄνευ τῆς τοῦ ὀργάνου συνεκφωνήσεως, νῷ μόνῳ προσομιλῶν τῷ Θεῷ, καὶ στόμα κατά στόμα λαλῶν. "Ο δὴ εἰ μὲν ἐν τῷδε τῷ βίῳ γίνεται, εἰδεῖεν ἂν ὅπως γίνεται οἱ τούτου καταξιωθέντες· ἐν γοῦν τῷ μέλλοντι πάντως ἔσται, ὅτε οὐκ ἔσται σαρξ, καὶ τὰ σαρκικά, ὅτε ὁ Θεὸς ἔσται τὰ πάντα ἐν πᾶσιν. Οὕτως καὶ Μωσῆς ὅτε οἱ Αἰγύπτιοι κατεποντίσθησαν, αὐτὸς μὲν ἄδει μετὰ ἀνδρῶν· ἡ δὲ Μαρία τύμπανον ἀνακρούεται. Ετι γὰρ σωματικώτεροι οἱ τῶν μὴ τὰ πάντα ἀνδριζομένων ὕμνοι, καὶ τοῦ συμφυοῦς ὀργάνου δεόμενοι. “Η οὐ τοῦτο λέγει, ὅτι Μετὰ τὸ νικῆσαι τὴν ᾠδὴν ποιήσομαι, ἀλλ', Ἓν αὐτῷ τούτῳ τῷ ᾅδειν, καὶ δοξολογεῖν αὐτὸν, καὶ ἐπικαλεῖσθαι τὸ ὄνομα αὐτοῦ, νικήσω. Ἐν τῷ ἐνόματι γάρ, φησί, Κυρίου τοῦ Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα· ὥσπερ οὖν οἱ ἀπόστολοι, ἐν τῷ ὀνόματι τοῦ Κυρίου ποιοῦντες τὰς δυνάμεις, ἐμεγαλύνοντο ὑπὸ τοῦ λαοῦ, καὶ τοὺς ἐχθροὺς ἐνίκων. Ιστέον μέντοι, ὅτι τινὲς τὴν προσευχὴν τοῦ ᾿Αμβακούμ ἱστορικῶς νενοηκότες, περὶ τῆς ἐκ Βαβυλώνος επανόδου ταῦτα τὸν προφή τὴν εἰπεῖν ἔφασαν· καὶ οὐ διοισόμεθα πρὸς αὐτοὺς, Επιθῶμεν,
col. 903–904page 43 of 44
PG 126:903τοῦ Παύλου εἰπόντος τυπικῶς μὲν ἐκείνοις συμβαίνειν, ἡμῖν δὲ τῷ ὄντι γεγράφθαι. Εἰ μὴ γὰρ ἡ σκιογραφία προβαίνῃ, οὐκ ἂν ἡ εἰκὼν ἐπιτελεσθείη. Πλὴν ἀλλὰ πολλῶν τ' [. πολλὰ τῶν ἐν τῇ προσ ευχῇ λεγομένων, ἀσύμβατά εἰσι τοῖς ἱστορικῶς για νομένοις. ᾿Αλλὰ περὶ μὲν τούτων ὁ βουλόμενος ὅπω; ἂν ἐθέλοι, κρινέτω· ἐκεῖνο δὲ πᾶσι πρόδηλον, ὅτι τὸ τὰς Γραφάς λαλῆσαν Πνεῦμα τοῦ Θεοῦ, διὰ πάν των πάντας ὠφελεῖσθαι βούλεται, καὶ διὰ τῶν ἱστο ρικῶς λεγομένων, καὶ διὰ τῶν πνευματικῶς νοουμέν νων. Οὐ γάρ εἰσι καθάπαξ τὰ ἡμέτερα ὡς τὰ τῶν Ἑλλήνων, ἵνα ἡ μὲν ἀλληγορία τὸ σεμνὸν ἔχῃ, τὸ δὲ ῥητὸν ἄσεμνον εἴη καὶ ἀσχημοσύνης γέμον· ἀλλὰ καὶ τὸ ῥητὸν ἐνταῦθα ἅγιον καὶ ψυχωφελές τοῖς γε καλῶς ἀκούουσιν. ἂν καὶ αὐτοὶ εἴημεν ἐν ἁγίῳ Πνεύματι, τῷ καὶ τὰ φαινόμενα λαλήσαντι, καὶ τὰ κεκρυμμένα τῶν νοημάτων ἀνακαλύπτοντι, καὶ δι ἀμφοτέρων ἁγιάζοντι, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. Αμβακούμ ὁ προφήτης ἦν ἐξ ἀγροῦ Βε θερουχάρ, φυλής Συμεών. Καὶ εἶδε πρὸ τῆς αἰχμα αλωσίας περὶ τῆς ἁλώσεως τῆς Ἱερουσαλήμ, καὶ επένθησε σφόδρα. Καὶ ὅτε ἦλθε Ναβουχοδονόσορ ἐν Ἱερουσαλήμ, ἔφυγεν εἰς ὑστραγένην, καὶ ἦν πάρ οικος ἐν γῇ Ἰσμαήλ. ὡς δὲ ἐπέστρεψαν οἱ Χαλδαίο:, καὶ οἱ κατάλοιποι οἱ ὄντες ἐν Ἱερουσαλήμ, κατ ἐβησαν εἰς Αἴγυπτον, ἦν οὗτος παροικῶν τὴν γῆν αὐτοῦ καὶ λειτουργῶν θερισταῖς τοῦ λαοῦ αὐτοῦ Ως δὲ ἔλαβε τὸ ἔδεσμα ἀπενέγκα: τοῖς ἐργάταις, προεφήτευσε τοῖς Ἰουδαίοις, εἰπών· Πορεύομαι εἰς γῆν μακράν, καὶ ταχέως ἐλεύσομαι. Ἐὰν δὲ βρα δύνω, ἀπενέγκατε τοῖς θερισταῖς τὸ ἄριστον αὐτῶν. Καὶ γενόμενος ἐν Βαβυλῶνι, καὶ δοὺς τὸ ἄριστον τῷ Δανιήλ, ἐπέστη τοῖς θερισταῖς ἐσθίουσι, καὶ οὐδενὶ εἶπε τὸ γεγονός. Συνῆκε δὲ ἐκ τούτου, ὅτι τάχιον ἐπιστρέψει ὁ λαὸς ἐκ Βαβυλῶνος. Καὶ πρὸ δύο ἐτῶν τῆς ἐπιστροφῆς θανών, ἐτάφη ἐκεῖ ἐν ἀγρῷ Ἔδωκε δὲ τέρας τοῖς ἐν τῇ Ἰουδαίᾳ, ὅτι δίψονται ἐν τῷ ναῷ φῶς, καὶ οὕτως ἔδωσε τὴν δόξαν τοῦ ναοῦ. Καὶ περὶ τῆς συντελείας τοῦ ναοῦ προείπεν, ὅτι ὑπὲ ἔθνους δυτικοῦ γενήσεται. Καὶ τότε τὸ ἅπλωμα του Δαβεὶρ εἰς μικρά διαρραγήσεται, καὶ τὰ ἐπίκρανα τῶν δύο στύλων ἀφαιρεθήσεται· καὶ οὐδεὶς γνώσεται ποῦ ἔσονται. Ταῦτα δὲ ἐν τῇ ἐρήμῳ ἀπενεχθήσονται ὑπὸ ἀγγέλου, ὅπου ἐν ἀρχῇ ἐπάγη ἡ σκηνὴ τοῦ μαρ τυρίου, καὶ τοῖς ἐπὶ τέλει γνωσθήσεται Κύριος προφήτης Βεθνοῦ γὰρ, ἀγροῦ αὐτοῦ λαοῦ αὐτοῦ,
col. 905–906page 44 of 44
PG 126:905ΤΟΥ ΑΥΤΟΥ ΘΕΟΦΥΛΑΚΤΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΒΟΥΛΓΑΡΙΑΣ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΝΑΝ. ΥΠΟΘΕΣΙΣ. Πάντας ἀνθρώπους δημιουργήτας ὁ τῶν ὅλων Θεὸς, πάντων ὁμοίως διατελεί προμηθούμενος, εἰ καὶ τὸ Ἰσραηλιτῶν ποτε πλέον ἐπιμελούμενος ὤφθη· καὶ τοῦτο δὲ εἰς κοινὴν πάντων εὐεργεσίαν ἐποίει. Ωσπερ γὰρ αὐτοῦ τοῦ Ἰσραὴλ τὴν προσήκουσαν κηδεμονίαν ποιούμενος, οὐ πρὸς ἕνα ἕκαστον διαλεγόμενος τὸ πρακτέον ἐδείκνυ, ἀλλ᾽ ἕνα τὸν ἄριστον ἐξ ἁπάντων ἐκλεγόμενος, νῦν μὲν Μωσέα τὸν μέγαν, νῦν δὲ Ἰη σοῦν τὸν τοῦ Ναυῆ, ἄλλοτε δὲ τὸν Σαμουήλ, καὶ ἐν ἑτέρῳ καιρῷ τὴν Ἠλίαν· καὶ δι᾿ ἑκάστου τούτων ἢ νόμους τιθεὶς, ἢ θαύματα δεικνύς, ἢ παραινέσεις προσφέρων, ἐπωήγει πρὸς σωτηρίαν· οὕτω τὸν Ἰσραηλίτην λαὸν τῶν ἄλλων ἐθνικῶν ἀποκρίνας, τῇ περὶ τούτων ἐπιμελείᾳ, καὶ ταῖς συχναῖς ἐπιφανείας καὶ ἀρρήτοις θαυματουργίαις, ἐπεδείκνυ καὶ τοῖς ἄλλοις έθνεσι τὴν εἰς θεογνωσίαν ὁδόν. Τοῦτο γὰρ ἡμᾶς διὰ τοῦ θεσπεσίου ἐδίδαξεν Ωσηέ. Σκοπός ναρ, φησίν, Ἐφραὶμ μετὰ Θεοῦ προφήτης. Οἷον γάρ τινα σκοπὸν καὶ προφήτην προβάλλετο τὸν λαὸν, εἰς τὴν τῶν ἄλλων ἐθνῶν ὠφέλειάν τε καὶ σω
Page scan enlarged

Notebook

Full View