PG 126Theophylactus Bulgari Archiepiscopus
Exposition on the Prophet Jonah
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 907–908page 1 of 32
PG 126:907τηρίαν. Οὕτω καὶ Αἴγυπτος διὰ τούτων τὴν ἄρρητον δύναμιν τοῦ Θεοῦ μεμάθηκε, καὶ τὸν ἐκείνων α όλεθρον εἰς ἅπαντας τοὺς ἀνθρώπους ή φήμη δ αγαγοῦσα, θαυμάζειν ἅπαντας παρεσκεύασε τῆς θείας προμηθείας τὸ δίκαιον. Ἐντεῦθεν Ῥαπό ἡ πόρνη τῆς θεογνωσίας δεξαμένη την αίγλην, ἔλεγε της κατασκόποις, ὅτι Επέπεσεν ὁ φόβος ὑμῶν, καὶ ὁ τρόμος ὑμῶν ἐφ' ἡμᾶς. Ηκούσαμεν γὰρ ὅπως κατεξήρανε Κύριος ὁ Θεὸς τὴν Ερυθρὰν θάλασσαν ἔμπροσθεν ὑμῶν, καὶ διήγαγεν ὑμᾶς· ότι Κύριος ὁ Θεὸς ὑμῶν, Θεὸς ἐν οὐρανῷ ἄνω, καὶ ἐπὶ τῆς γῆς κάτω. Καὶ χρόνοις πολλοῖς ὕστερον τὴν κιβωτὸν οἱ ἀλλόφυλοι θεασάμενοι, μετὰ δέους καὶ φρίκης ἐβόων· Οὗτος ὁ Θεὸς ὁ πατάξας τὴν Αἴγυπτον. Καὶ τῶν Ασσυρίων δὲ κατακοντίσας τὰς τοσαύτας μυριάδας, πρὸ τῶν τῆς Ἱερουσαλὴμ περιβόλων, καὶ τὸν βασιλέα αὐτῶν Σεναχηρείμ κατ αναγκάσας φυγεῖν, δῆλον πᾶσιν ἀνθρώποις τὴν οἰκείαν ἐποίησε δύναμιν· καὶ ἐν τῇ Βαβυλῶνι δὲ φυλάξας ἀλώβητον τοῖς λέουσι τὸν Δανιήλ, καὶ τῆς καμίνου διασώσας τοὺς τρεῖς ἐκείνους παῖδας, καὶ τὸν ἀλαζόνα βασιλέα Ναβουχοδονόσορ κατέπληξε, καὶ τοὺς ὑπ' ἐκείνῳ πάντας δι' αὐτοῦ ἐδίδαξεν, ὡς μόν νος Θεὸς, ὁ τῶν Ἰσραηλιτῶν Θεός. Καὶ ἐπὶ Κύρου δὲ τοῦ Πέρσον, τὴν πολυθρύλλητον ἐπάνοδον τῷ λαῷ δωρησάμενο;, καὶ τὴν Ἱερουσαλὴμ εἰς τὴν προτέραν ἐπαγαγών [[. ἐπαναγ.] εὐπραξίαν, ὥστε καὶ τὸν ναὸν οἰκοδομηθῆναι λαμπρότερον, δεδήλωκε πᾶσι, καὶ τοῖς ἐγγὺς καὶ τοῖς μακράν, ὡς μόνος αὐτός ἐστιν ἱκανὸς προμηθεῖσθαι καὶ προστατεῖν τῶν οἰκείων αὐτῷ. Καὶ ἐπὶ τῶν Μακεδόνων δὲ πολλάκις τὴν οἰκείαν διὰ τῶν Μακκαβαίων ὑπέδειξε δύναμιν. Καὶ μέν τοι καὶ διὰ τῶν προφητῶν θαυματουργούντων, καὶ τὰ ἐσόμενα προλεγόντων, πολλὰ τῶν ἐθνῶν πρὸς τὴν ἀλήθειαν ωδήγησεν. Οὕτω τὸν μέγαν Ελισσαίον οἱ Σύροι εφοβήθησαν, ποτὲ μὲν ἀορασία πληγέντες ὑπ' αὐτοῦ, ποτὲ δὲ τοῦ Νεεμᾶν τὴν κάτ θαρσιν θεασάμενοι· τοσοῦτον γὰρ ἔσχον πρὸς τὸν προφήτην σέβας, ὥστε τὸν βασιλέα αὐτῶν, ἀῤῥωστία περιπεσόντα, πρὸς τοῦτον ἀποστείλαι τὸν ᾿Αζαήλ, ὃν οὗτος αὐτὸς ὁ προφήτης ἔχρισε βασιλέα τοῖς Σύ ροις. Καὶ τὸν θεσπέσιον δὲ Ἱερεμίαν τοσαύτης Αξίωσε τιμῆς τῶν Βαβυλωνίων ὁ βασιλεὺς, ὡς αἱρε σιν αὐτῷ τῆς οἰκήσεως δοῦναι· καὶ τοὺς μὲν ἄλλους πάντας βασιλέα, καὶ ἄρχοντας, αἰχμαλώτους απήγαγε· τούτῳ δὲ μόνῳ δέδωκεν ἐξουσίαν διάγειν, ὅπου βούλεται. τοσοῦτον. Οὕτω καὶ τὸν μακάριον Ἰωνᾶν Νινευΐτῶν προ φήτην ὁ τῶν ὅλων Θεὺς ἐχειροτόνησε· πόλις δὲ Νι νευϊτῶν μεγίστη, καὶ τοῦ τῶν Ἀσσυρίων βασιλέως τὰ βασίλεια δεξαμένη. Ἐπειδὴ γὰρ ἔμελλεν ὁ μονογενής τοῦ Θεοῦ Λόγος δι' ἀνθρωπείας φύσεως ἐπιφαίνεσθαι τοῖς ἀνθρώποις, καὶ πάντα τὰ ἔθνη τῷ τῆς θεογνωσίας καταφωτίζειν φωτὶ, καὶ πρὸ τῆς οἰκείας έναν
col. 909–910page 2 of 32
PG 126:909θρωτήσεως τὴν θείαν αὐτοῦ κηδεμονίαν τοῖς ἔθνε σιν ὑποδείκνυσιν, ἵνα τοῖς προλαβοῦσι τὰ ἐσόμενα βεβαιώσῃ, καὶ διδάξῃ πάντα, ὡς οὐκ Ἰουδαίων μένων ὁ Θεὸς, ἀλλὰ καὶ ἐθνῶν, καὶ τῆς Παλαιᾶς καὶ τῆς Νέας Διαθήκης τὴν συγγένειαν δείξῃ. ΕΙ γὰρ μηδεμίαν τῶν ἐθνῶν ἐποιήσατο πρόνοιαν πρὸ τῆς ἐνανθρωπήσεως, ἕτερον ἂν αὐτὸν ὑπέλαβον Ἰουδαῖοι Θεόν, ὡς ἐναντία δρῶντα τῷ δεδωκότι τὸν νόμον· ὁ μὲν γὰρ, μόνων Ἰουδαίων ἐφρόντιζεν· οὗτος δὲ, πάντων ἀνθρώπων ἐποιήσατο ἐπιμέλειαν. Ο πέ πονθε Μαρκίων ὁ βδελυρός, ἄλλον τῆς Νέας διαθήκης παρὰ τὸν] τῆς Παλαιᾶς Θεὸν εἰπών καὶ ταῦτα κἂν τῇ Παλαιᾷ, ὡς εἴρηται, τὴν περὶ πάντας ἀνθρώπους αὐτοῦ θεασάμενος πρόνοιαν. Διὰ ταῦτα μὲν οὖν ὁ Θεὸς, μᾶλλον δὲ διά τινας κρείττους ἀποῤῥητοτέρους λόγους, τὸν Ἰωνᾶν τοῖς Νινευίταις προφητεῦσαι ἐθέσπισεν ᾿Αλλὰ καὶ τῷ Ἰσραὴλ πολλὰ τῶν ἐσομένων προείπε, σύγχρονος γενόμενος Ἐσης, καὶ ᾿Αμώς, καὶ Μιχαίᾳ. Εἰ γὰρ καὶ μηδεὶς ἕτερος αὐτοῦ λόγος έγγραφος φέρεται, ἀλλ᾽ οὖν ἀπὸ τῆς τετάρτης τῶν Βασιλειῶν δηλοῦται, ὅτι καὶ ἑτέρας ἐποιήσατο προφητείας. Λέγει γὰρ ἡ Γραφὴ περὶ Ιεροβοάμ, οὐ τοῦ υἱοῦ Ναβάν, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ, ὥστε προσκυνεῖν ταῖς χρυσαῖς δαμάλεσιν, ἀλλὰ περὶ ἑτέρου, ὃς τρίτος ἐξ Ιηοῦ γεγονώς, τῶν δέκα φυλῶν ἐβασίλευσεν, υἱὸς ὢν Ἰωά;· Οτι οὖ τος αποκατέστησε τὸ ὅριον Ἰσραὴλ ἀπὸ εἰσόδου μάθ, ἕως θαλάσσης τῆς πρὸς ἑσπέραν, κατὰ τὸ ῥῆμα Κυρίου Θεοῦ Ἰσραήλ, ὁ ἐλάλησεν ἐν χειρὶ Ἰωνᾶ υἱοῦ ᾿Αμαθὶ τοῦ προφήτου τοῦ ἐκ Γεθε φρά. ᾿Αναγέγραπται δὲ ἡ παροῦσα προφητεία μόνη, κατὰ θείαν τάχα οἰκονομίαν ἅμα μὲν, πρὸς παι δείαν καὶ νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰών νων κατήντησεν, ἵνα μήτε ἀπογινώσκωμεν, κἂν εἰς αὐτὸ τὸ τῆς κακίας βάραθρον καταπέσωμεν, ἀλλ᾽ εἴδωμεν ὅτι φιλάνθρωπον ἔχομεν Κύριον· καὶ πρὸς μετάνοιαν δὲ ἀπονεύσαντες, γνησίως αὐτὴν μετερχώμεθα, καὶ μὴ χαύνως καὶ ἐκλελυμένως καθυποκρινώμεθα ταύτην, παράδειγμα τούτους τοὺς εθνικοὺς ἔχοντες. Γέγραπται δὲ εἰς ἔλεγχον τοῦ Ισραήλ. Ποία γὰρ αὐτοῖς οὐκ ἔσται αἰσχύνη, είγε οὗτοι μὲν ἄνθρωποι βάρβαροι, καὶ μεγάλης δυναστείας ἐπειλημμένοι, καὶ ἐν τρυφῇ ζῶντες, καὶ μηδέποτε προφήτην ἀκούσαντες, οὕτως ὑπήκουσαν τῷ κηρύη γματι· αὐτοὶ δὲ τῷ νόμῳ παιδαγωγούμενοι, καὶ λαὸς Θεοῦ περιούσιος ὄντες, τοὺς καταγγέλλοντας αὐτοῖς τὴν σωτηρίαν ἐφόνευον, ὥστε καὶ τὸν Υἱόν τοῦ Θεοῦ κτεῖναι, Σωτῆρα καὶ Λυτρωτὴν αὐτοῖς ἐλ θόντα; Οὗ καὶ τὸ μυστήριον τῆς ταφῆς καὶ τῆς ἀναστάσεως ἐν τῇ παρούσῃ ταύτῃ προφητεία όπου σημαίνεται, καθὰ δὴ καὶ αὐτὸς Ἰουδαίοις ὁμιλῶν χιν, Έστειλε κήρυκα· Ιστέον μέντοι, ὡς ὁ προ φήτης οὗτος οὐ μόνοις τοῖς ἐθνικοῖς τούτας Νινευ ταις προεφήτευσεν, ἀλλὰ καὶ τῷ Ισραήλ. Ἰησοῦ,
col. 911–912page 3 of 32
PG 126:911έλεγεν· Ἡ γενεά αὕτη σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται, εἰ μὴ τὸ σημεῖον Ἰωνα τοῦ προφήτου. "Ωσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεις νύχτας· οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. ᾿Αλλὰ καὶ ἔτι [/. ἔτι] πρὸς ἔλεγχον καὶ κατάκρισιν τῶν Ἰουδαίων ἡ Γραφὴ αὕτη ἐκδίδοται, μαρτυρεῖ αὐτὸς ὁ Κύριος ἐν Εὐαγγελίοις εἰπών *Ανδρες Νινευῖται ἀναστήσονται, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ. Πλεῖον δὲ Ἰωνᾶ ὧδε. Πῶς δὲ τὸ πλεῖον ἐν Χριστῷ παρὰ τὸν Ἰωνᾶν; Ὅτι ὁ μὲν ἠπείλησε μόνον Νινευίταις τὴν κατα στροφήν· ὁ δέ γε Κύριος ἡμῶν, οὐκ ἐκήρυττε μέσ νον, ἀλλὰ καὶ θαύματα μυρία ἐτέλει, δι ὧν εἰκὸς ἦν ἐλκυσθῆναι αὐτοὺς πρὸς τὴν πίστιν· οἱ δὲ ἠπεί θησαν. Σημαίνεται οὖν ὡς ἐν τύπῳ τῷ Ἰωνᾶ τὸ κατὰ Χριστὸν μυστήριον πλὴν οὐ διὰ πάντων δεξ ζητεῖν τὴν ὁμοιότητα· οὐδὲ καθάπαξ τῆς ἱστορίας ἀπαιτητέον ἡμᾶς πρὸς πνευματικὴν θεωρίαν στρέ φειν. Καθόλου γὰρ εἰπεῖν, ἐπειδάν τινα τῶν πάλα. ἁγίων εἰς τύπον τοῦ Χριστοῦ λέγωμεν γεγονέναι, οὐ χρὴ ζητεῖν διὰ πάντων τὴν ὁμοιότητα. Ο εν Μωϋσήν λέγομεν τύπον γεγενήσθαι Χριστοῦ, ὡς να μοθέτην, καὶ ὡς μεσίτην. Λάλει γάρ, φησί, πρὺς ἡμᾶς σύ, καὶ μὴ λαλείτω ὁ Θεὸς πρὸς ἡμᾶς, μή ποτε ἀποθάνωμεν. Καὶ Χριστὸς δὲ ἄμφω ταῦτα, . τόν τε νόμον δοὺς ἡμῖν, καὶ μεσίτης Θεοῦ καὶ ἀνα ἡ ἐπὶ Χριστοῦ δὲ, οὐδὲν τοιοῦτον. Αμαρτίαν γὰρ θρώπων γενόμενος, καὶ τὰ περὶ τοῦ Πατρὸς ἀπαγ γείλας ἡμῖν, καὶ ἀποκαταλλάξας αὐτῷ. Αλλ' οὔτι καὶ βραδύγλωσσος ὁ Χριστὸς, ἢ ἰσχνόφωνος, ὥσπερ Μωϋσῆς· οὐδὲ διέστειλεν ἐν τοῖς χείλεσιν αὐτοῦ, καὶ παρὰ τοῦτο τῆς γῆς τῆς ἐπαγγελίας ἀπέτυχε. Πάλιν Ααρὼν εἰς τύπον τοῦ Χριστοῦ ὡς ἀρχιερεύς, καὶ εἰς τὰ Ἅγια τῶν ἁγίων εἰστρέχων, καὶ τὰς ἁμαρ τίας τοῦ λαοῦ λύων· ἐπεὶ καὶ ὁ Χριστὸς ταῦτα πάντα, καὶ μέγας ἀρχιερεὺς γεγονώς, καὶ ἑαυτὸν προσενεγκών, καὶ εἰς τὸν οὐρανὸν εἰσδραμών, καὶ τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνενεγκών, καὶ τὸ χειρός γράφον διαρρήξας. Αλλ' 'Ααρών μὲν οὐκ ἀμώμητος, καὶ ὡς καταγογγύσας Μωσέως σὺν Μαριάμ, καὶ τοὺς ἐν τῇ ἐρήμῳ μοσχοποιήσαντας μὴ κωλύσας οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στό, ατι αὐτοῦ. Οὕτως οὖν κἀνταῦθα· ἀπεστάλη μὲν Ἰωνᾶς κηρύξα: τοῖς Νινευίταις, ἀλλ' οὐ πρόθυμος ἦν, δρα σμῷ δὲ ἐπεβάλλετο· ὁ δὲ Χριστὸς ἀποσταλεὶς παρά τοῦ Πατρὸς, ὑπήκοος γέγονε. Καὶ τὸ μὲν ῥιφῆναι τὸν προφήτην εἰς θάλασσαν ἑκόντα, καὶ τὸ καταποθῆναι ὑπὸ κήτους, καὶ ἐκδοθῆναι τριήμερον, καὶ πρὸς τὴν Νινευί ἀπελθεῖν, κοινὰ πρὸς Χριστόν· καὶ γὰρ κἀκεῖνος ἐκὼν ἀπέθανε, καὶ κατεπόθη τῷ θα νάτῳ ἀληθῶς, καὶ ἐξεδόθη τριήμερος, καὶ εἰς τὴν Γαλιλαίαν ἀπελθὼν τοῦ πρὸς τὰ ἔθνη κηρύγματος ἐκέλευε ποιεῖσθαι τὴν ἀρχήν. Αλλ' Ἰωνᾶ; μὲν
col. 913–914page 4 of 32
PG 126:913ἐλυπεῖτο σωθέντων Νινευΐτῶν Χριστῷ δὲ ἡ σωτη ρία τῶν ἐθνῶν περισπούδαστος. Ὅσον οὖν χρήσι μεν πρὸς τὸ κατὰ Χριστὸν μυστήριον ἀπανθήσαν τες ἐκ τῆς ἀνὰ χεῖρας ταύτης προφητείας, τὰ λοιπὰ τῷ γράμματι συγχωρήσωμεν, ἵνα καὶ τύπος εἴη· ὡς ἤ γε διὰ πάντων ταυτότης, οὐ τύπου οὐδὲ σκογραφίας παρὰ τοῖς ὀρθῶς κρίνουσι. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν τὸν τοῦ Ἀμαθί. Τίνος ἕνεκεν οὕτως ἤρξατο; Εμφασιν γάρ τινα έχει τὸ, Καὶ ἐγένετο. Εοικεν οὖν, λόγου ὄντος πολλοῦ περὶ τῆς Νινευΐ, καὶ φήμης ἐπὶ πάντας κρατούσης, ὡς ἄρα τῷ πλούτῳ καὶ τῇ δυναστείᾳ βαρουμένη πολυαμάρτητος εἴη, ἀκολούθως εἰρῆσθαι τὸ, Καὶ ἐγένετο λόγος Κυρίου. Η ὡς τῶν Ισραηλιτῶν ἀπειθούντων, ὁμολογουμένως ήρξατο οὕτως, ὡς ἂν εἰ ἔλεγεν· Οἱ Ἰσραηλῖται κακῶς εἶχον καὶ ἀπειθῶς. Καὶ λοιπὸν ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν, ὥστε εἰς τὸ ἔθνος τῶν Νινευϊτῶν σταλῆναι. Πρόσκειται δὲ τὸ ὄνομα τοῦ πατρὸς τοῦ προφήτου, διὰ τὰς ὁμωνυμίας. Εἰκὸς γὰρ καὶ ἄλλους οὕτω καλεῖσθαι, ἀλλ' οὐ δήπου καὶ τοῦ αὐτοῦ πα τοὺς ἂν ἦσαν. Λέγων· 'Ανάστηθι καὶ πορεύθητι εἰς Νινευί τὴν πόλιν τὴν μεγάλην. Μέγιστον δείγμα τῆς ὕστερον ἐσομένης τῶν ἐθνῶν παραδοχῆς ἡ τοῦ Ἰωνᾶ πρὸς τὴν Νινευί ἀποστολή· πόλις γὰρ αὕτη τῶν ᾿Ασσυρίων, ἡ προὔχουσα, ὡς ἐν προοιμίοις εἴ ρηται. ᾠκοδόμησε γάρ, φησίν, Ασσούρ τὴν Νινευΐ ἐθνικοὶ δὲ πάντως οι Ασσύριοι. Ταύτην δὴ σωθῆ ναι βουλόμενος ὁ Θεός, ὡς χωρίον οὖσαν τέως εἰδω λολατρείας, καὶ πάσης γοητείας και μαγγανείας, καὶ μέντο: διὰ τοῦτο καὶ τὸν προφήτην κήρυκα με τανοίας στείλας αὐτοῖς, ἔδειξεν, ὁ ἀνωτέρω είπομεν, ὡς οὐκ ἔστιν Ἰουδαίων ὁ Θεὸς μόνον, ἀλλὰ καὶ ἐθ νῶν. Καὶ ὅτι οὐκ ἔσται προσωποληψία παρ' αὐτῷ, ἀλλ᾽ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργα ζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι. Καθὰ καὶ Πέτρος ἐπὶ τοῦ Κορνηλίου τοῦτο ἀληθῶς καὶ αὐτοῖς πράγμασι καταλαβὼν ἀπεφήνατο. Ἐπιπευστικά [. σπευτ. ] δέ εἰσι ῥήματα τὸν ᾿Ανάσθητι καὶ Πορεύθητι. Ο γὰρ μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμπρο τωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῆν, ἐπιταχύνει τὸν προφήτην, εἰς τὸ τῆς μετανοίας κήρυγμα. Διδ προστίθησι, Τὴν μεγάλην, ἵνα μᾶλλον καταδυσω πήσῃ αὐτὸν ἐπιταχῦναι τὴν πορείαν. Οὐ γάρ ἐστι, φησί, χωρίδιόν τι εὐτελὲς, ἀλλὰ πόλις, οὐ μία τῶν πολλῶν, ἀλλὰ μεγάλη· ὥστε οὐ πολλοῦ δεῖ κατ
col. 915–916page 5 of 32
PG 126:915καταφρονῆσαι ταύτης. Εἰ γὰρ οὐδὲ τῶν εὐτελῶν δεῖ καταφρονεῖν, πολλῷ μᾶλλον τῶν μεγάλων. Καὶ κήρυξον ἐν αὐτῇ, ὅτι ἀνέβη ή κραυγή της κακίας αὐτῆς πρός με. Επειδή, φησίν, ἀναισθητοῦσι τῶν ἰδίων παρανομιῶν καὶ ἀσεβειῶν, σὺ γενοῦ αὐτοῖς κήρυξ, καὶ δίδαξον αὐτοὺς, ὅτι τηλικαύτην οὕτω κακίαν ἐπεδείξαντο, ὥστε ἄχρι τοῦ οὐρανοῦ φθάσαι τὸ μέγεθος αὐτῆς, καὶ μονονουχί φωνὴν ἀφιέναι, κατακράζουσαν τῶν αὐτὴν μετιόντων. Οὐκ ἀγνοεῖ μὲν γὰρ τῶν ὄντων οὐδὲν, κἂν ἐλάχιστον ᾖ, ὁ πάντα εἰδὼς πριν γενέσεως αὐτῶν· πλὴν ἐπεὶ φιλάνθρωπος ὧν, οὐκ ἐπὶ σμικροίς τισι τὴν τιμωρίαν επάγει, ἀλλ' ὅτε μεγάλα καὶ ἀξιόλογα τὰ κακὰ γένωνται, καὶ οἷα κινῆσαι τὴν αὐτοῦ χρηστό. τητα πρὸς ὀργὴν, τότε διανίσταται πρὸς ἐκδίκησιν διὰ τοῦτο λέγει, κραυγὴν τῆς κακίας γενέσθαι πρὸς αὐτὸν, ὡς πληθυνθείσης, καὶ προσκαλουμένης εἰς ἐχε κοπήν. Οὕτω καὶ τὸ ᾿Αβελ αἷμα λέγεται καταβοἂν τῆς τοῦ Κάϊν μιαιφονίας· οὕτω καὶ ἡ τῶν Σοδόμων αἰσχρουργία, κατεκραύγασεν αὐτῶν. Τῷ ὄντι γὰρ οἱ Νινευίται ἐν πλούτῳ ζῶντες πᾶσαν παρανομίαν μετίεσαν· τά τε ἄλλα ἀσελγώς διαγενόμενος [γ. - γιν.], καὶ φαρμακείαις σχολάζοντες καὶ μαγείαις, τοῦτο δὴ τὸ ἐν Χαλδαίοις ἐξαίρετον, καθά καὶ Ναούμ· Πόρνη καλὴ καὶ ἐπίχαρις ἡγουμένη φαρμάκων. Διὸ καὶ ὁ Κύριος τον προφήτην εἰς ταύτην ἔστειλε, καίτοι ποῤῥωτάτω τῆς Ἰουδαίας ἀπῳκισμένην· ἵνα δείξῃ πᾶσιν ἀνθρώποις, ὅτι καὶ τοῖς τῆς πλάνης βρόχοις ἐνειλημμένοι μάλιστα πάντων, καὶ κατάρχοντες πάσης παρανομίας, καὶ οὗτοι τὴν θεογνωσίαν ὑποδέξονται, καὶ τὴν ἀρετὴν ἐγκολπίσονται. Οὐ γάρ ἐστιν ὁ τοῦ Θεοῦ λόγος ἀδρα νῆς, ἀλλὰ μεγαλοδύναμος καὶ ἐνεργής, ὡς καὶ πρὸς Ἱερεμίαν είρηται· Ιδού δέδωκα τους λόγους μου εἰς τὸ στόμα σου πῦρ, καὶ τὸν λαὸν τοῦτον ξύλα· καὶ πάλιν, Οὐχ οἱ λόγοι μου ὡς πῦρ φλέγον, λέγει Κύριος, καὶ ὡς πόλυξ κόπτων πέτραν; Σκόπει δὲ καὶ τὸ τῆς κραυγής όνομα, οὕτω τεθὲν ὡς ἐπὶ τῶν Σοδομιτών. Καὶ ἀνέστη Ἰωνᾶς τοῦ φυγεῖν εἰς Θαρσείς ἀπὸ προσώπου Κυρίου. Ενταῦθα διαποροῦσι πολύ λοι, τί δήποτε προφήτης ων, φεύγει, ὡς τὸν Θεὸν λησόμενος. Τοῦτο γὰρ οὐδ᾽ ἄλλος τις τῶν μετριωτέρων ᾠήθη ἂν, ὅτι Θεὸν ἀποδράσει, τὸν πάντα πληροῦντα καὶ μηδαμοῦ χωρούμενον. Η οὐκ ἤκουσε τὸν Δαβίδ, εἴ γε καὶ αὐτὸς μὴ ᾔδει· Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου που φύγω; καὶ τὰ ἑξῆς. Εοικεν οὖν ἢ ἄτοπον εἶναι τὸ λει γόμενον, ἢ αὐτὸς ἄτοπός τις εἶναι καὶ ἀλλόκοτος τ Πρ. γενέσεως, Καὶ τρυφῇ ζώντες, Απῄεσαν, Ενειλημμένοις,
col. 917–918page 6 of 32
PG 126:917θρωπος. Εστι μὲν οὖν εἰπεῖν, ὡς σαφῶς μὲν ᾔδει, καὶ πλέον ἢ οἱ ἄλλοι, ὡς προφήτης, ὅτι πάρεστιν ὁ τῶν ὅλων Κύριος πανταχοῦ, καὶ οὐδεὶς τόπος ἔρημος τῆς αὐτοῦ προμηθείας· ὑπελάμβανε δὲ ὅμως τὰς Ενεργεστέρας (Γ. ἐναργ.] ἐπιφανείας ἐν Ἰουδαίᾳ μό νῃ ποιεῖσθαι αὐτόν. Καὶ ὡς εἰ ταύτης πόρρω γένοιτο, αὐκέτι αὐτῷ ἐπιφανήσεται, ώστε προς ταύτην τὴν 182 διακονίαν αὐτὸν στείλαι. Τοῦτο γὰρ σημαίνει τὸν ᾿Απὸ προσώπου Κυρίου, τουτέστιν, ἀπέφευγε την ἐναργεστέραν ἐπιφάνειαν τοῦ Θεοῦ, καὶ τὴν ἐξ αὐτοῦ ἀποστολήν. Ὅτι γὰρ οἱ πάλα: ἅγιοι ἐν τόποις τισὶν ἀφωρισμένοις ἐπιφαίνεσθαι τὸν Θεὸν ᾤοντο, μαρτυ μεῖ καὶ ὁ Ἰακώβ, ὅτε ίδε την κλίμακα καὶ τοὺς ἀγγέλους ἀναβαίνοντας, εἰπὼν, ὅτι Εστι Κύ μιος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ Δαβὶδ δὲ, Εξελέξατο Κύριος τὴν Σιών, ᾑρετίσατο " αὐτὴν εἰς κατοικίαν ἑαυτῷ. Καὶ νῦν δὲ ἔτι καὶ ἡμεῖς οἱ τὰ τελεώτερα φρονείν διδασκόμενοι, τῷδέ 1. τινι τόπῳ ἐπισκιάζειν τὴν θείαν χάριν πιστεύοντες μᾶλλον, τούτῳ προσφοιτῶμεν, ὡς ἁγιασθησόμενοι, καὶ χάρισμά τι θεῖον καρπωσόμενοι. Παραιτεῖται δὲ τὴν διακονίαν, οὐχ ὡς ἀπειθὴς ἡ ὀκνηρὸς ἀνάξια γὰρ προφήτου ἀμφότερα), ἀλλ᾽ ἅμα μὲν ὡς εἰδὼς, ὅτι τεύξονται τῆς θείας φιλανθρωπίας οἱ Νινευίται, εἴ γε μεταμελείᾳ χρήσαιντο, κἀντεῦθεν συμβήσεται τὴν προφητείαν ψευδή νομισθήναι, δ πάντη άπρε πὲς καὶ ἀνάξιον. Τυχὸν δὲ καὶ κακῶς αὐτὸν οἱ Νιο νευῖται διαθήσονται, ὡς ψευδῶς αὐτοὺς ταῖς ἐκ τῆς μετανοίας κακοπαθείαις ἐμβάλλοντα. Ταύτην δὲ αὐτῷ τὴν ὑπόνοιαν τέθεικε τὸ περὶ τοῦ μηδὲν τῶν δεινῶν τοὺς Νινευΐτας πείσεσθαι, καὶ αὕτη ἡ ὑπό θεσις τοῦ κηρύγματος. Συνελογίσατο γὰρ, ὡς οὐκ ἂν προεκήρυξεν, είπερ ἀπολέσαι ἡβούλετο· ἀλλὰ δῆλον ὡς ἐπὶ μετάνοιάν ἐστιν ἡ τροπή, ἡ τῆς τιμωρίας ἀπειλή. Πρὸς δὲ τούτῳ καὶ τῶν Ἰουδαίων κατηγορίαν ὑπέλαβεν ἔσεσθαι τὴν τῶν Νινευΐτῶν εὐπείθειαν, ὡς τῶν μὲν ἁγνῶτι καὶ ἀλλοφύλω πεπιστευκό των ἀνδρὶ, τῶν δὲ, ἀπειθούντων ταῖς ὁμοφύλοις προφήταις, μετὰ θαυματουργιῶν τὰς προφητείας ποιουμένοις. Διὰ ταῦτα τὸ κελευσθὲν εὐθὺς οὐκ ἐποίησεν, ἀλλὰ φεύγειν εἰς Θαρσεῖς ἐπεβάλλετο. Ταύτην δὲ τὴν χώραν, τινὲς μὲν, τὴν Ταρσόν φασιν, ή Κιλικίας μέν ἐστι μητρόπολις, ὑπὸ δὲ τους πρόποδας κείται Ταύρου τοῦ ὄρους· τινὲς δὲν χώραν τῆς Ἰνδίας οὕτω φασὶ καλεῖσθαι θαρσεῖς· ἐκ γὰρ θαρ σεῖς καὶ τὸν Σολομῶντα τοὺς πολυτελείς λίθους καὶ τοὺς τῶν ἐλεφάντων ὁδόντας ἐμπορεύεσθαι μετὰ καὶ πιθήκων· ταῦτα δὲ οὐκ ἄλλοθεν, ἢ ἐξ Ινδίας δια κομίζεται, χρόνῳ διετεῖ· διὰ τοσούτου δὲ ἡ ναῦς Σολομώντος καταίρειν ἐν τῇ βίβλῳ τῶν Βασι λειῶν λέγεται. Σφάλλονται δὲ οἱ ταῦτα λέγοντες. Εἰ γὰρ ἐπὶ τὴν Ἰνδίαν ἔφευγεν, οὐκ ἔδει ἐπὶ τὴν 'Αγγέλους τοῦ Θεοῦ, Πόδας,
col. 919–920page 7 of 32
PG 126:919ΤΕ Παλαιστίνης, ἐπίκειται δὲ τῇ πρὸς ἑσπέραν ἀπο νευούσῃ θαλάσσῃ. Διὰ τούτου τοῦ πελάγους οὐκ ἄν τις ναυτιλίᾳ χρώμενος, εἰς Ἰνδίαν ἔλθοι μεταξὺ γὰρ τῆς ἡμετέρας θαλάσσης καὶ τῆς Ινδικῆς, ήπειρός ἐστι πολλή, οἰκουμένη καὶ ἀοίκητος, καὶ ὄρη πολλὰ καὶ μεγάλα, καὶ ὁ Ερυθραίος κόλπος, ᾧ συνάπτει λοιπὸν ὁ Ινδικές. ᾿Αλλὰ καὶ ἡ θεία Γραφή μαρτυρεῖ, ὅτι οὐκ ἔστι τῆς Ἰνδῶν ἡ Θαρσείς, οὐδὲ Ταρσός, ἀλλὰ τῆς ᾿Αφρικής ἐστιν· ἐν γὰρ τῷ Ησαΐα, οἱ μὲν Ἑβδομήκοντα, Ολολύξατε, ἐξέδωκαν, πλοῖα Καρχηδόνος, ότι ἀπόλωλε τὸ ὀχύρωμα ὑμῶν· ὁ δὲ 'Ακύλας καὶ Σύμμαχος, Θαρσεῖς, ἀντὶ τῆς Καρχηδόνος τεθεί. κασι καὶ τοῦ Ἰεζεκιὴλ δὲ μνήμην Καρχηδόνος ποιησαμένου, καὶ ἐν τῷ Ἑβραίῳ καὶ ἐν τῷ Σύριο, Θαρσεῖς, εὕρηται. Ἐξ ὧν δῆλον, ὡς οὐκ εἰς Ἰνδίαν ὁ Ἰωνᾶς, ἀλλ᾽ εἰς Καρχηδόνα έφευγε. Ιοππην κατελθεῖν. Αὕτη γὰρ παραλία μέν ἐστι Καὶ κατέβη εἰς Ιόππην, καὶ εὗρε πλοῖον βα δίζον εἰς Θαρσεῖς, καὶ ἔδωκε τὸ ναῦλον αὐτοῦ, καὶ ἀνέβη εἰς αὐτὸς τοῦ πλεῦσαι μετ' αὐτῶν εἰς Θαρσεῖς ἐκ προσώπου Κυρίου. Τὴν διὰ θαλάσσης φυγὴν ποιεῖται, νομίσας ὡς τάχιστα τῆς διακονίας τοῦ προφητεῦσαι τοῖς Νινευίταις ἀπαλλαγήσεται. Ἔδωκε δὲ καὶ τὸν τῆς ναυτιλίας μισθὸν, οὐδὲ τῆς ἐντεῦθεν ζημίας ἐπισχεῖν αὐτὸν δυνηθείσης. Πάντα γὰρ αὐτῷ κοῦφα ἐδόκει, καὶ πατρίδος στέρησις, καὶ θαλάσσης κίνδυνος, καὶ μισθοῦ καταβολή, μόνον εἰ τὴν ἐπιβαρῆ ταύτην λειτουργίαν ἐκδεδυκέναι αὐτῷ γένοιτο. Καὶ Κύριος ἐξήγειρε πνεῦμα μέγα εἰς τὴν θά λασσαν, καὶ ἐγένετο κλύδων μέγας ἐν τῇ θα λάσσῃ, καὶ τὸ πλοῖον ἐκινδύνευε συντριβῆναι, καὶ ἐφοβήθησαν οἱ ναυτικοὶ, καὶ ἀνεβόων ἔκα στις πρὸς τὸν θεὸν αὐτοῦ, καὶ ἐκβολὴν ἐποιήσαντο τῶν σκευῶν τῶν ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν, τοῦ κουφισθῆναι ἀπ' αὐτῶν. Ἰωνᾶς μὲν οὕτω φυγεῖν τὴν θείαν ὑπηρεσίαν ἐνόμιζεν ἀλλ᾽ ὁ γῆς καὶ θαλάσσης Κύριος, ἐγείρει κατὰ τοῦ σκάφους κλύδωνα, καὶ τῶν κυμάτων περιβάλλει τῷ πλοίῳ δεσμὰ, ἵνα μάθωμεν μὴ φεύγειν τὴν θείαν διακονίαν, καλούμενοι πρὸς ἔργον θεάρεστον, ἀνα βάλλεσθαί τε καὶ ἀναδύεσθαι. Διδασκόμεθα δὲ ἐν τεῦθεν, ὅτι οὐδὲν ἀπρονόητον· ἀλλὰ καὶ οἱ κλύδωνες θεία βουλῇ, καὶ οὐ συντυχικῶς, ἢ φυσικῶς γίνονται. Κύριος γάρ, φησὶν, ἐξήγειρε πνεῦμα μέγα. Εἰ μή τις ἄρα εἴποι, ὅτι ὡς ἐπίπαν μὲν φυσικῶς οἱ κλύδωνες γίνονται, άστρων συνόδοις καὶ ὑποχωρήσεσι, τοῦ Θεοῦ πάντως ταύτην τὴν τάξιν τῇ τοῦ κόσμου κινήσει εντεθεικότος· γίνονται μέντοι πολλάκις, καὶ ὅτε ἡ φύσις οὐκ ἀπαιτεῖ, τοῦ Θεοῦ βουλομένου, ὃς καὶ τὴν φύσιν ἐποίησε, καὶ ἀλλοιοῦν αὐτὴν πρὸς τὸ αὐτῷ βουλητὸν ἑκάστοτε δύναται. Ἐν ἀμφοτέροι; δὲ Ἐξέδωκαν καὶ τεθείκατι.
col. 921–922page 8 of 32
PG 126:921τοῖς τρόποις ἐκεῖνοι σώζονται ἢ ἀπόλλυνται, οὓς σωθῆναι ἡ ἀπολέσθαι ἐδικαίωσε. Τὸ δὲ φοβηθῆναι τους ναυτικούς, σημεῖον τοῦ μεγέθους του κινδύνου, ὅτε καὶ οἱ τῆς θαλάσσης εμπειρότατοι, ἐδεδοίκεσαν, δῆλον ὡς ἀπεγνωκότες, καὶ ἐκβολὴν ἐποιοῦντο τῶν σκευῶν, ὡς ἂν δηλαδὴ κουφισθῆναι τὸ πλοῖον. Ικές τ.υον δὲ καὶ τοὺς αὑτῶν θεοὺς ἕκαστος, τῆς Γραφῆς οὐ μάτην ταῦτα διηγουμένης, ἀλλ᾽ ἵνα διδάξῃ, ὅτι ἀμφότερα δεῖ, καὶ τὰ ἡμέτερα ποιεῖν, καὶ τὴν θείαν ἐπικαλεῖσθαι συμμαχίαν, καὶ μήποτε τὸ πᾶν τῷ θεῷ ἐπιτρέπειν, αὐτοὺς ἀργούς καθημένους· ἀψύχων γὰρ τοῦτο καὶ ἀκινήτων· μήτε ταῖς ἡμετέραις καθάπαξ ἐπινοίαις καὶ πραγματείαις θαῤῥεῖν· πάλιν γὰρ αὖ τοῦτο ἀθέων καὶ ἀπονενοημένων. Φασὶ δέ τινες, ὅτι περὶ τοῦτο μόνον τὸ πλοῖον ὁ κλύδων ἐγέ νετο. Οὐ γὰρ ἂν, εἴπερ κοινὸς ἦν ὁ κλύδων, κλήρῳ μαθεῖν ἐπεχείρησαν τὸν τοῦ κλύδωνος αἴτιον. Αλλ' ἐπειδὴ τοὺς ἄλλους ἑώρων ἀκινδύνως πλέοντας, καὶ ἐξ οὐρίων φερομένους, τὴν δὲ σφετέραν ὁλκάδα καταδύναι κινδυνεύουσαν, ζητοῦσι τίς ἐν αὐτοῖς ὁ τοῦ κλύδωνος αἴτιος. Καὶ ἔχειν γε ἔοικε τὸ εἰκὸς ὁ λόγος, εἴπερ καὶ ἕτερα πλοία συμπλέοντα, ἀκίνδυνα ἐφέροντο. Ὁ Ἰωνᾶς δὲ κατέβη εἰς τὴν κοιλίαν τοῦ πλοί ου, καὶ ἐκάθευδε, καὶ ἔρεγχεν. Οὐχ οὕτως ἀμελὴς ἦν ὁ προφήτης, καὶ ῥᾳθυμίαις ἐκδεδωκώς, ὥστε τοσούτου κινδύνου ἐπηρτημένου καθεύδειν αὐτὸς, καὶ οὐχ ἁπλῶς, ἀλλ᾽ οὕτω βαθέως, ὥστε καὶ ῥέγχειν, 8 μεγίστης ἀφροντησίας δεῖγμα· ἀλλὰ πρὸ τοῦ κιν δύνου καὶ τοῦ χειμῶνος ὁ ὕπνος ἦν, καὶ οὗτος ἴσως ἐξ ἀθυμίας τῆς ἀπὸ τοῦ φεύγειν. Καὶ τὸ εἰς τὴν κοιλίαν δὲ τοῦ πλοίου καταβῆναι, τουτέστιν εἰς τὴν κατωτάτω χώραν, ἄξιον προφητικοῦ ἤθους· τὸ γὰρ ιδιαστικὸν καὶ μονήρες, προφητικόν. Οὕτω καὶ Δα Εἰδ, Καταμόνας εἰμὶ, φησί· καὶ Ἱερεμίας, ᾿Αγαθὸν ἀνδρὶ, ὅταν ἄρῃ τὸν ζυγὸν ἐκ νεότητος αὐτοῦ καθίσεται καταμόνας· καὶ πάλιν, Οὐκ ἐκάθισα μετὰ συνεδρίου αὐτοῦ παιζόντων. Καταμόνας ἐκαθήμην, ὅτι πικρίας ενεπλήσθην. Καὶ προσῆλθε πρὸς αὐτὸν ὁ πρωρεὺς καὶ εἶπεν αὐτῷ· Τί σὺ ῥέγχεις; Ανάστα, ἐπικαλοῦ τὸν Θεόν σου, ὅπως σώσῃ ὁ Θεὸς ἡμᾶς, καὶ οὐ μὴ ἀπολώμεθα. Τὸ ναυτικὸν πλῆθος, ἄλλως μὲν ἀμε ἐς τοῦ δέοντος καὶ ἀσύνετον· ἐνταῦθα δὲ οὕτως ἀπὸ τοῦ φόβου συνετίζεται ὥστε τον πρωρέα μή μόνον αὐτὸν εὔχεσθαι, ἀλλὰ καὶ τῷ Ἰωνᾷ προσελ θέντα, καὶ τοῦτον εἰς εὐχὰς διεγείρειν· οὕτως ἡ ἀνάγκη διδάσκει τὰ δέοντα. Καὶ ὅρα, ὅπως εἰ καὶ διαφόρους ἐπεκαλοῦντο θεούς, ὅμως γνῶσιν εἶχον Συνεπαίρεσθαι,
col. 923–924page 9 of 32
PG 126:923Όπως σώσωσιν ἡμᾶς οἱ θεοὶ, ἀλλ', Ὁ Θεὸς, ὅτι ἕνα ἐνόμιζον· καὶ τοῦ Ἰωνᾶ μετά πάντων εὐχομένω τῷ οἰκείῳ Θεῷ, ἕνα τινὰ ἴσως ἐκ τῶν πολλῶν εἰς βοήθειαν καλουμένων ἐπακούσαντα, δυνηθήναι σῶσαι αὐτοὺς, τυχὰν τοῦτον ὄντα Ποσειδώνα, ἢ τῶν Νηρέα, ἢ τὴν Θέτιν, ἢ ἄλλον τινὰ τοιοῦτον ἐνάλιον δαίμονα κατὰ τὴν Ἑλληνικὴν πλάνην. τοῦ ἕνα Θεὸν εἶναι τὸν μείζω πάντων. Οὐ γὰρ εἶπεν, Καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Δεῦτε, βάλωμεν τους κλήρους Καὶ ἔπε σεν ὁ κλῆρος ἐπὶ Ἰωνᾶν. Υπήκουσε μὲν ἂν ὁ Ἰω νὰς τῷ πρωρεῖ, καὶ ηύξατο. Εἰ γὰρ καὶ μὴ εἶπε τοῦτο ἡ Γραφή, ἀλλ᾽ οὖν νοεῖται ὅπου γε ὅτι οὐδὲ ἀνέστη ἐκ τοῦ ὕπνου εἶπεν, ὅμως οὐδεὶς ἀμφιβάλλει ἀναστῆναι αὐτόν. Ευξάμενος δὲ, οὐκ εἰσηκούσθη οὐδὲ γὰρ ἦν εἰκὸς τὸν παρήκοον ἀκουσθῆναι. Αλλ' ή φυγὴ τὴν πρὸς Θεὸν αὐτοῦ παρρησίαν ἀφαιρεῖται. Ἐπεὶ οὖν ἀπὸ τῶν εὐχῶν ἡ βοήθεια κοινῇ ἀπηλέγχετο, ἐπὶ τὸν κλῆρον καταφεύγουσιν, ὁ τοῖς ἐθνικοίς σύνηθες. "Ηδεσαν γὰρ φυσικῶς, ὡς ἔστι τοῖς ἁμαρτ τάνουσιν ἐπικειμένη ποινή, καὶ δίκας τενεύομεν ἀξίας ὧν ἁμαρτάνομεν, καὶ οὐκ ἀπρονόητα τὰ τῇδε Διὸ καὶ ἐπίστευον, ὡς ἡ Πρόνοια, διὰ τοῦ κλήρου. γνωρίσει αὐτοῖς τὸ αἴτιον. Οὐ γὰρ δὴ τοῦτο ἔαντο, ὅτι συντυχικῶς ὁ κλῆρος ὑποδείξει αὐτοῖ; τὸν ἁμαρ τάνοντα. Μὴ μέντοι ὁ ἀκούων, ὅτι παρ' ἐκείνοις ὁ κλῆρας εὐδοκίμησε, δεξάσθω ἤδη ὡς ἐφειμένον τὸ τοῦ κλήρου χρήμα. ᾿Αλλ' ἐννοείτω ὅτι ὁ Θεὸς ἔκαστον ἀπὸ τῶν οἰκείων, καὶ συμφύλων, και γνωρίμων απ τῷ ἐπάγεται· ὥσπερ τοὺς μάγους δι' ἀστέρας, καὶ τοὺς ᾿Αζώτους ἐν τῇ Παλαιά, διὰ τοῦ συμβόλου τοῦ ἀπὸ τῶν βοῶν, τῶν τὴν κιβωτόν διακομιζουσῶν, ἐπειδὴ ἐκεῖνος ὑπέδειξε τὰ μέλλοντα περὶ αὐτὸν ἔστ σθαι. Οὕτω καὶ ἁλιεῖς εὑρών, Δεῦτε ὀπίσω μου, £! πε, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων, τὸ σύνο ηθες αὐτοῖς ὑποτείνας ὄνομα. Κανταῦθα τοίνυν, ἐπειδὴ σύνηθες ἦν τὸ κληροῦσθαι τοῖς ναυτικοῖς ὡς ἐθνικοῖς, συγκαταβαίνων ὁ Θεὸς αὐτοῖς διὰ τοῦ ἐγε νωσμένου αὐτοῖς συμβόλου, τὸν αἴτιον τοῦ κινδύνου εγνώρισεν. Επεί γε [ Οτι δὲ? ] ὁ κλῆρος οὐ πνευ ματικόν ἐστι, δηλοῦσιν οἱ ἀπόστολοι, ὅτε οὔπω Πνεύ μα παρἦν αὐτοῖς, τότε τῷ κλήρῳ χρησάμενοι· μετά μέντοι τὴν τοῦ Πνεύματος κάθοδον, οὐδαμοῦ τὴν κλῆρον παραδεξάμενοι. Καίτοι γε τοὺς ἀποστόλους οὐδὲ κλήρῳ τοιούτῳ χρήσασθαί τινες διισχυρίζονται, ἀλλά τισι θειοτέροις σημείας, δηλοῦσιν αὐτοῖς τὸν ὑπὸ Θεοῦ ἐκλεγέντα. ενόμιζον, Καὶ ἐπιγνῶμεν τίνος ἕνεκα ἡ κακία αὕτη ἔστιν ἐν ἡμῖν, καὶ ἔβαλον κλήρους, Εξωτικούς,
col. 925–926page 10 of 32
PG 126:925Καὶ εἶπον πρὸς αὐτόν· Απάγγειλον δὴ ἡμῖν, τίνος ἕνεκεν ἡ κακία αὕτη ἐν ἡμῖν· τίς σου ἡ ἐργασία ἐστὶ, καὶ πόθεν ἔρχῃ, καὶ τοῦ πορεύῃ, καὶ ἐκ ποίας χώρας, καὶ ἐκ ποίου λαοῦ εἶ σύ; Ορα βαρβάρους ἀνθρώπους ἐπιεικεῖς. Οὐ γὰρ ἅμα τῷ ἐπιγνῶναι τῆς ζάλης αἴτιον τὸν Ἰωνᾶν, ἀγριαίνουσι πρὸς αὐτὸν, ἀλλ' ἡπίως καὶ πράως ἐρωτῶσι Τίνος ἕνεκεν ἡ κακία αὕτη; τουτέστιν, Η κάκωσις αὕτη ἐκ ποίου ἁμαρτήματος ὑπὸ σοῦ πραχθέντος ἐπε ῆλθεν ἡμῖν; Ερωτῶσι δὲ, ἵνα μαθόντες, πειράσων τα: διορθώσασθαι τὸ ἁμάρτημα, ὡς ἔνεστι. πυνθάνονται δὲ καὶ τίνα εργασίαν μέτεισι, τουτέστι, ποῖον ἐπιτήδευμα βίου ἔχει, καὶ ποίου ἔθνους ἐστὶ, καὶ τὴν ἐδων, πόθεν, ποῖ βαδίζει· ὡς ἂν καὶ ἐκ τοῦ ἐπιτηδεύματος αὐτοῦ, καὶ ἐκ τῶν κοινῶν τοῦ ἔθνους επι τηδευμάτων, καὶ τῆς ὁδοῦ ἦν βαδίζει, τεκμήρωνται τὸν βίον αὐτοῦ, καὶ οὕτως ἐξιλεώσονται [f.-σωντ. ] τὸν Θεὸν, ᾧ προσεκεκρούκει. "Ποντο γὰρ ὅτι τὸν λελυπημένον ἐπ' αὐτῷ ἐκθεραπεύσαντες δαίμονα, τυχὸν ὄντα θαλάσσιον, τὴν ἐκ τοῦ χειμῶνας διαφεύξονται βλάβην. Μιμησώμεθα οὖν τὸ τῶν ἀνδρῶν μέσ τριον καὶ ἐπιεικὲς ἦθος, οἱ τὰ κρείττονα ἀπαι τούμενοι. Καὶ εἶπε πρὸς αὐτούς· Δοῦλος Κυρίου ἐγώ εἰ μι, καὶ τὸν Θεὸν τοῦ οὐρανοῦ ἐγὼ σέβομαι, δς ἐποίησε τὴν θάλασσαν καὶ τὴν ξηράν. Ταῦ το, φησὶν, ἐμοὶ ἐπιτήδευμα, καὶ αὕτη μου ἡ έργα σία, τὸ δουλεύειν τῷ ἀληθινῷ Θεῷ διὰ τῶν πράξεων, εἰ καὶ νῦν ἠπείθησα αὐτῷ, καὶ σέβεσθαι αὐτὸν διὰ τῆς εἰς αὐτὸν πίστεως. Πολλοὶ γὰρ σέβονται μὲν τὸν ἀληθινὸν Θεὸν, οὐκ εἰσὶ δὲ δοῦλοι αὐτοῦ, ὡς μὴ τὰ ἀρεστὰ αὐτῷ ἔργα ποιοῦντες. Τάχα δὲ καὶ διὰ τού του, καὶ ποίας χώρας ἐστὶν ἔδειξεν, ὅτι τῆς Ἰου δείας. Οὐ γὰρ ἄλλο ἔθνος τοῦτον ἐσέβοντα τὸν Θεόν. θαύματος δὲ ἄξιος ὁ προφήτης, ὅτι καὶ θανάτου ἐγ γύ; ὤν, κηρύττει την δύναμιν τοῦ Θεοῦ, καὶ τοῖς ναυτικοῖς κτισματολάτραις καὶ εἰδωλολάτραις οὖσιν ἀποκαλύπτει τὸ μεγαλεῖον αὐτοῦ, Ποιητήν πάντων τοῦτον ἀποκαλῶν τοῦ τε οὐρανοῦ καὶ τῶν κάτω. Διὰ μέντοι τοῦ εἰπεῖν, "Ος ἐποίησε τὴν θά λασσαν, δίδωσιν αὐτοῖς συλλογίσασθαι, ὅτι ἐπειδὴ τὴν Ποιητὴν θαλάσσης σέβεται, δῆλον ὡς προσκεκρουκὼς αὐτῷ, τὸν κλύδωνα τοῦτον ἤγειρε. Καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβον μέγαν, καὶ εἶπον πρὸς αὐτόν· Τί τοῦτο ἐποίησας; Διότι ἔγνωσαν οἱ ἄνδρες, ὅτι ἐκ προσώπου Κυρίου ἦν φεύγων, ὅτι ἀπήγγειλεν αὐτοῖς. Ἐκ τούτου, φησὶν, ἔγνωσαν ότι φεύγει προσκρούσας τῷ Θεῷ, ἐκ τοῦ ἀπαγγεῖλαι αὐτοῖς, ὅτι δοῦλος Κυρίου ἐστίν. Επει δὴ γὰρ εἶπεν, ὅτι τὸν ἀληθινὸν Θεὸν σέβεται, συνῆκαν ὅτι Ἰουδαῖός ἐστιν. Ἰουδαίοις δὲ οὐκ ἐξῆν ἀλλο φύλοις ἐπιμίσγεσθαι, καὶ πόλεσιν εἰδωλολάτραις παραβάλλειν· ὥστε δῆλον ὡς προσκεκρουκε τῷ οι Ει Κύριον τὸν Θεόν, Κοσμολάτραις,
col. 927–928page 11 of 32
PG 126:927ΤΣΟ παραιτείται ζωὴν, καὶ τοῖς Ἑλλήνων ἔθεσιν ἐπιδιδοὺς ἑαυτὸν, φεύγει ἐκ προσώπου τοῦ τῶν Ἰουδαίων Θεοῦ. Διὸ ἐφοβήθησαν, μὴ ὡς τοῦ Θεοῦ τούτου δυνατοῦ ὄντος καὶ ἀναποδράστου, καὶ αὐτοὶ τῷ τού του δραπέτῃ συναπόλωνται. Ότι δὲ Ἰουδαίοις Εξω νόμου ἐδόκει τὸ ῾Ελλησι μίσγεσθαι, δῆλον μὲν ἀπὸ τῆς Παλαιᾶς δήπου, δῆλον δὲ καὶ ἀπὸ τοῦ εὐαγγελίου. Φάσκοντος γὰρ τοῦ Κυρίου τοῖς Ἰουδαίοις *Οπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, ἔλεγον ἐκεῖνοι ἀνοήτως· Ποῦ μέλλει οὗτος πο ρεύεσθαι, ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορείε σθαι, καὶ διδάσκειν τοὺς Ελληνας; κείῳ Θεῷ. Τάχα δὲ ὑπέλαβον ὅτι καὶ τὴν ἐν νόμῳ Καὶ εἶπον πρὸς αὐτόν· Τί ποιήσομεν καὶ και πάσει ἡ θάλασσα ἀφ᾿ ἡμῶν; Καὶ ἔτι θαυμάσα ἄξιον τὸ τῶν ναυτικῶν τούτων ἀνθρώπων ἦθος, ήμερον οὕτω καὶ πρᾶον δν. Οὐ γὰρ ἐπενέβησαν αὐτῷ, οὐδ᾽ εἶπον· Ω μιαρὲ καὶ παμμίαρε, διὰ σὲ ἀπολούμεθα· ἀλλ' αὐτὸν ποιοῦνται τοῦ ἐπ' αὐτῷ ποιητέου κριτήν. Εἴτε οὖν καὶ πρότερον οὕτως ἦταν ἐπιεικεῖς, ἀξιοζήλωτοι· εἴτε ὑπὸ τοῦ φόβου πρὸς τὸ πραΰτερον μετεπλάσθησαν, καὶ οὕτω μιμητέοι ὅπου γε πολλάκις ἡμεῖς, συμφοραῖς περιπεσόντες, εκθηριούμεθα, οὐ πρὸς τοὺς αἰτίους μόνους τῶν συμφορῶν, ἀλλ᾽ ἤδη καὶ πρὸς αὐτοὺς τοὺς εἰ κειοτάτους, καὶ τῶν συμφορῶν παρακλήτορας. 05 χουν ἐκεῖνοι τοιοῦτοι· ἀλλὰ τὰς γνώμας μερίζονται, Ει Δούλον, ούτε καταψηφίσασθαι αὐτοῦ θάνατον ἀποθαῤῥοῦσιν, ἄλλως τε καὶ δοῦλον ἀκούσαντες εἶναι τοῦ Ἰουδαίων Θεοῦ (φοβερὸς δὲ οὗτος αὐτοῖς ἐπεφήμιστο)· οὔτε πάν λιν τοῦ κινδύνου καταφρονῆσαι δύνανται. Διὸ ὡς Θεοῦ δοῦλον παρακαλοῦσιν αὐτὸν εἰπεῖν, τί δεῖ ἐπ' αὐτῷ ποιῆσαι· δῆλον γὰρ ὄντα μηδὲ τὴν ἰατρείαν τοῦ κακοῦ ἀγνοεῖν. *Οτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξήγειρε μᾶλο λον κλύδωνα. Μετὰ τὸν κλήρον στο δρότερον, φησίν, ὁ κλύδων ἐγένετο. 'Η γὰρ θάλασσα ἐπο ρεύετο· τουτέστι, πλέον ἐκινεῖτο καὶ ὠγκοῦτο. Τι δὲ τῶν ἀντιγράφων, Επωρύετο, ἔχει, ἀντὶ τοῦ, φοβερὸν ἔχει, ἅτε τῶν κυμάτων ἀλλήλοις καὶ τῷ πλοίῳ προσαραττομένων Εγίνετο δὲ ταῦτα σφα δρότερα μετὰ τὸν κλῆρον, τοῦ Θεοῦ σαφῶς δεικνύντος, διὰ τίνα ἡ κάκωσις ἦν. Καὶ εἶπεν Ἰωνᾶς πρὸς αὐτούς· "Αρατέ με, καὶ ἐμβάλετε εἰς τὴν θάλασσαν, καὶ κοπάσει ἡ θά λασσα ἀφ' ὑμῶν. Διότι ἔγνων κἀγὼ, ὅτι δι' ἐμὲ ὁ κλύδων οὗτος ὁ μέγας ἐφ' ὑμᾶς. Τοιοῦτόν ἐστιν εὐγνώμων ψυχή. Επιγνούς γὰρ ὁ προφήτης τὸ Προσαραττόντων,
col. 929–930page 12 of 32
PG 126:929οἰκεῖον ἁμάρτημα, ἐπαισχύνεται μὲν οἷς ἐπλημμέλησε παρακούσα: Θεοῦ· εἰδὼς δὲ ὅτι σπείσεται ἡ θά λασσα δουλεύουσα τῷ θείῳ προστάγματι, εἶπερ λάβοι τὸν παρακούσαντα Θεοῦ, καταψηφίζεται τὸν θάνατον αὐτὸς ἑαυτοῦ. Ἀλλ᾿ οὐχ ἡμεῖς τοιοῦτοί ποθεν, ἀλλὰ καὶ σαφῶς εἰδότες πολλάκις τὰ ἡμαρτημένα ἡμῖν τιμωρίας άξια, ἐπειδάν τινα μακρὰν κά κασιν ὑποστῶμεν, ὡς ἀναμάρτητοι καταγογγύζομεν τῆς Προνοίας· τοσούτου δέομεν τὴν ἀξίαν ποινὴν ἑαυτῶν καταψηφίσασθαι. Καὶ παρεβιάζοντο οἱ ἄνδρες τοῦ ἐπιστρέψαι εἰς τὴν γῆν, καὶ οὐκ ἠδύναντο, ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξηγείρετο μᾶλλον ἐπ' αὐτοὺς, καὶ ἀνεβόησαν πρὸς Κύριον, καὶ εἶπον· Μηδαμῶς, Κύριε, απολώμεθα ἔνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου, καὶ μὴ δῶς ἐφ' ἡμᾶς αἷμα δίκαιον διότι σύ, Κύριε, ὃν τρόπον ἐβούλου πεποίηκας. Φιλανθρωπότατοι καὶ χρηστοήθεις, ὡς εἴπομεν, οἱ ἄνδρες οὗτοι. Καὶ γὰρ τοῦ Ἰωνᾶ ἑαυτὸν ἐκδόντος εἰς θάνατον, οὗτο: καὶ ἔτι προσβιάζονται πρὸς τὴν γῆν κατᾶραι ταῖς κώπαις χρώμενοι, ἀλλ᾽ ἦν αὐτοῖς ὁ κόπος κενός. Η γὰρ θάλασσα μᾶλλον ἐπηγείρετο, καὶ οὐδὲ οὕτως ποιοῦσί τι κατὰ τοῦ προφήτου, καίτοι τὸ δίκαιον ἔχοντες, ὡς αὐτοῦ ἑαυτὸν κατακρίναντος. ᾿Αλλὰ καὶ τὸ ὅλως ὑπηρετεῖν τοιαῦτα τῇ ἐκείνου βουλῇ, φονικόν κρίνουσι. Διὸ προηγουμένως μὲν εύχονται ῥυσθῆναι ἀπὸ τοῦ κλύδωνος, καὶ μὴ ἀπολέσθαι ἕνεκεν τοῦ περιποιεῖσθαι τὴν ψυχὴν τοῦ προφήτου, ἀλλὰ συγχωρηθῆναι καὶ αὐτὸν ζῆν καὶ αὐτούς. Εἰ δ᾽ ἀναγκαῖον, φησὶν, ἔστι, τοῦτον θανεῖν, μηδαμῶς ἐφ' ἡμᾶς αἷμα δίκαιον, τουτέστι, τὸ αἷμα αὐτοῦ, μὴ εἰς κατάκρισιν ἡμῶν ποιήσῃς γενέσθαι, δίκαιον ἦν, ὡς δούλου σου. Οὐ γὰρ ὡς φονικοὶ τοῦ τον θανατοῦμεν, ἀλλὰ τῷ σῷ υπηρετούμενοι βουλήματι· σὺ γὰρ, ὡς ἠβούλου, πεποίηκας ταῦτα. Όρα δὲ τοὺς Βαρβάρους, πῶς οὐ λογοπραγοῦσι· Πῶς ταῦτα γίνονται; ἄρα μιαιφόνος οὗτος ὁ Θεός; ἆρα αιμοχαρής; Ἀλλὰ τὴν τοῦ Θεοῦ βουλὴν στέργουσι, καὶ προσκυνοῦσι, μὴ περιεργαζόμενοι τὰς αἰτίας τῶν γινομένων. Καὶ ἔλαβον τὸν Ἰωνᾶν, καὶ ἔβαλον αὐτὸν εἰς τὴν θάλασσαν, καὶ ἔστη ἡ θάλασσα ἐκ τοῦ σά λου αὐτῆς· καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβῳ μετ γάλῳ τὸν Κύριον, καὶ ἔθυσαν θυσίαν τῷ Κυρίῳ, καὶ ηύξαντο ευχάς. Μόγις ποτὲ ἐπιτολμῶσι τῷ ἔργῳ, καὶ εὐθὺς ἡ θάλασσα γαληνιᾷ· οἱ δὲ, ἐπιγινώσκουσι τὸν Κύριον τελεώτερον ἢ πρόσθεν, καὶ φοβοῦνται αὐτ τὴν οὐ μικρῶς, ὡς ἀδιάφυκτον ὄντα δηλαδή, καὶ ἰδότα σφοδρῶς τοῖς πρὸς αὐτὸν ἁμαρτάνουσιν ἐπ ξέρχεσθαι. Καὶ τὰ μὲν τῶν εἰς θείαν τιμὴν φερόντων ποίησαν. "Εθυσαν γάρ, φησί, θυσίας· ἴσως καὶ εἰς ὴν γῆν ἀποβεβηκότες· παρεῖχε γὰρ ἡ θάλασσα. Η αν το δὲ εὐχάς, τουτέστιν, ὑπέσχοντο τάδε τινὰ ποιή Π Διάφευκτον,
col. 931–932page 13 of 32
PG 126:931σαν. Καὶ οἱ πολλούς πρότερον νομίζοντες θεούς, καὶ ἕκαστος ἐν τῷ καιρῷ τοῦ κλύδωνος, νῦν ἕνα ἐπιγνή τες τὸν δεσπόζοντα τοῦ κράτους τῆς θαλάσσης, καὶ τὸν σάλον τῶν κυμάτων αὐτῆς καταπραΰνονται αὐτῷ καὶ θύουσι, καὶ τὰς ὑποσχέσεις ποιοῦνται. Ομως τὰς θείας οἰκονομίας; Έφυγεν ὁ Ἰωνᾶς, ἵνα μὴ σωθῶσιν οἱ Νινευΐται, καὶ ἰδοὺ σώζονται οι ναυτικ, ἔπειτα κἀκεῖνος, καὶ πλεῖον τὸ ἀγαθὸν γίνεται. Οὕτως ἡ Πρόνοια καὶ τοῖς ἡμετέροις ἁμαρτήμασι πρὸς ἀγαθὸν ἀποκέχρηται. σειν τυχὸν, εἰ τῆς πατρίδος ἐπιβαλεν. Οὕτως ἐβελτιώθη ΚΕΦΑΛ. Β'. Καὶ προσέταξε Κύριος κήτει μεγάλῳ καταπιείς τὸν Ἰωνᾶν· καὶ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κύ τους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Τό, προσέταξεν, ἀντὶ τοῦ, ἠθέλησεν ὑπὸ κήτους καταποθήναι τὸν προφήτην· καὶ γέγονε τοῦτο. Οὐ γὰρ ὥσπερ ἀνθρώποις ἢ ἀγγέλοις εντέλλεται Θεός, εἰς νοῦν αὐτοῖς ἐνηχῶν τὸ πρακτέον, οὕτω καὶ τῷ κήτει ἐν ετείλατο· ἀλλὰ τὸ θελῆσαί τι Θεὸν, νόμος ἐστὶ καὶ πρόσταγμα, ἀναγκαίως ἀποπληρούμενον. Καὶ ἀπύρα ῥητος ἡμῖν ὁ τῆς ὑπακοῆς τρόπος· αὐτῷ δ' ὧν ἐγνωσμένος. Καταπίνεται οὖν ὁ προφήτης ὑπὸ τοῦ κήτους, οὐδὲν ἠδικημένος ἐν τῇ καταπόσει· καὶ διαγίνεται ἐν τῇ τοῦ ζώου κοιλίᾳ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας· ὃ πέρα πάσης πίστεως δοκεῖ τοῖς ἀκεύ. ουσι, καὶ μάλιστα τοῖς ἐξ Ἑλληνικῶν ὡρμημένας παρακουσμάτων· οἱ καὶ θαυμάζω πῶς οὐ συνιούσιν αὐτοί, τοῖς σφῶν αὐτῶν πτεροῖς ἁλισκόμενοι. Επι γὰρ καὶ παρ' αὐτοῖς τι τοιοῦτον περὶ Ηρακλέος με γόμενον, ὡς κήτει καταποθέντος, εἶτα ἐπδοθέντος ἀλωβήτου μὲν τ' ἄλλα πάντα, τὰς δὲ τρίχας μόνες ἀποβαλόντος, καὶ ταῦτα, τῇ ἐμφύτῳ τοῦ ζώου θερμ τητι. Η γοῦν καὶ τὰ ἡμέτερα παραδέξονται, ή καὶ τὰ οἰκεῖα συναθετήσουσιν. Ἐπεὶ δὲ δεῖ μὴ ἀπὸ τῆς τῶν παρ' ἐκείνοις μύθων σαθρότητος τὴν τῆς ἡμετέρας ἀληθείας στερρότητα συνιστᾷν, ἐννοητέον, ότι πρῶτον μὲν, τί οὐκ ἂν γένοιτο, Θεοῦ βουλομένου; Επειτα καὶ τὰ περὶ τὸ ἔμβρυον θαυματουργούμενα σκοπητέον, ὁ ὑγρότητι μὲν ἐννήχεται τῇ φυσική κατέχωσται δὲ ὥσπερ τῇ τῆς κυοφορούσης ντ δύϊ· ζῇ δὲ ὅμως καὶ σώζεται τοῖς τοῦ Θεοῦ παρα έως τιθηνούμενον νεύμασι. Καὶ λόγος μὲν οὐδεὶς ἀνθρώπινος τούτων ἐφικνεῖται· πιστεύεται δὲ, ὡς καθ᾿ ἑκάστην ὁρώμενα, καὶ τῇ ἐνεργείᾳ πιστούμενα. Οὐ τοίνυν οὐδὲ τοῖς κατὰ τὸν Ἰωνᾶν ἀπιστητές, ἀλλὰ καὶ γενέσθαι ταῦτα πιστευτέον, καὶ εἰς τύπων μυστηρίου μείζονος καὶ θειοτέρου παραδεχτέον. Έφευγε μὲν γὰρ ἡ ἀνθρωπίνη φύσις ἀπὸ προσώπω Κυρίου, διὰ τὴν παρακοὴν, καὶ ἀπεκρύβη ἀπ' αὐτοῦ, ὥστε ἀκοῦσαι· 'Αδάμ, ποῦ εἶ; Απέρριψε δὲ ἑαυτὴν τῇ τοῦ βίου τούτου θαλάσση, πλοία, χρισ μένη τῷ σώματι, ᾧ καὶ τὸ ναῦλον δέδωκε, τὴν ὑπο κἀκεῖνο:, Κατακεχώρισται, Απεκρούσθη,
col. 933–934page 14 of 32
PG 126:933ηρεσίαν δηλαδή, ἣν ὑπηρέτει αὐτῷ, πρόνοιαν αὐτοῦ? εἰς πᾶσαν ποιουμένη ἐπιθυμίαν. Τῶν οὖν πνευμάτ των τῆς πονηρίας ταραττόντων τὴν θάλασσαν, τὰ κύματα τῶν ἡδονῶν ἐπανίσταντο, καὶ κατεβάπτιζον τὸ σῶμα σὺν τῇ ψυχῇ. Ην οὖν ἀναγκαῖον θανεῖν τινα τῶν ἐν τῷ πλοίῳ, τῷ σώματι δηλαδή λέγω. Ο οὖν τὴν φύσιν ἡμῶν ἐνδυσάμενος Κύριος, καὶ εἰς ἐξ ἡμῶν γεγονώς, καὶ εἰς τὸ πλοῖον ἡμῶν εἰσελθὼν, τουτέστι, τὸ σῶμα τῆς ταπεινώσεως φορέσας, καὶ σκηνώσας ἐν ἡμῖν, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ἀποθνήσκει κατὰ κλῆρον, τουτέστι, κατὰ προορισ σμόν, ὃν προώρισεν ὁ Πατήρ, ἀποκληρώσας καὶ προ θέμενος πρὸ πάντων τῶν αἰώνων τὸ ὑπὲρ ἡμῶν ἀποθανεῖν τὸν αὐτοῦ Υἱὸν, ὡς ὁ Πέτρος λέγει καὶ Παῦλος. Καὶ ἄρα· Ἰωνᾶς ἑρμηνεύεται, 'Υψίστου πονοῦντος, ἢ περιστερά. Ο γοῦν Ὕψιστος ἐπό νησεν ὑπὲρ ἡμῶν πόνους, καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται ἐκών μέν, οὐ μὴν ἀποσφάττει ἑαυτὸν, ἀλλὰ διὰ χειρῶν ἀνόμων προσπήγνυται τῷ σταυρῷ ὥσπερ καὶ Ἰωνᾶς, καίτοι αὐτὸς ἑαυτῷ καταψηφισάμενος θάνατον, οὐ ῥίπτει ἑαυτὸν, ἀλλὰ ῥίπτεται διδάσκοντος καὶ ἡμᾶς τοῦ λόγου, μή ριψοκινδυνεῖν, μηδὲ τοῖς θανάτοις περιπίπτειν παραβολώτερον. Θανόντος οὖν Χριστοῦ, καὶ τῷ κήτει τῷ παμφάγω παραδοθέντος, τὰ μὲν πνεύματα τῆς πονηρίας ἐκό πασε, τὰ δὲ κύματα τῶν ἡδονῶν κατεστορέσθη, καὶ γαλήνη πᾶσα καὶ εἰρήνη τῷ βίῳ ἐνεπολιτεύθη, καὶ ταῖς ψυχαῖς καὶ τοῖς σώμασι, καθὰ καὶ αὐτὸς ἔλε γεν· Εἰρήνην ἀφίημι ὑμῖν· καὶ αὖθις ἀναστάς, Εἰρήνη ὑμῖν, τοῖς μαθηταῖς προσεφώνησε. Καὶ ἄλλως δέ φασί τινες, τὸν μὲν προφήτην, τύπον Χριστοῦ· τὸ πλοῖον, τῆς Ἰουδαίων Συναγωγῆς· τὸν πρωρέα, τοῦ Μωσέως· τους ναύτας, τῶν προφητῶν τὴν θάλασσαν, τῶν παθῶν, ἃ παρ' ἡμῶν ὑπῆρχε χρεωστούμενα· τὸν κλῆρον, τῆς βουλῆς τοῦ Πατρὸς, καθ᾽ ἦν ὁ Χριστὸς εἰς τὴν θάλασσαν τῶν παθημά των ρίπτεται, καὶ εἰς τὴν κοιλίαν τοῦ μεγάλου κήτους τοῦ θανάτου εἰσέρχεται· ἔνθα τρεῖς ἡμέρας διατρίψας, ἀνέστη, καὶ τοῖς ἔθνεσιν ἐκήρυξε, τὰ δὲ μετανοήσαντα ἐσώθη. είς Καὶ προσηύξατο Ἰωνᾶς πρὸς Κύριον τὸν Θεὸν αὐτοῦ ἐκ τῆς κοιλίας τοῦ κήτους, καὶ εἶπεν ΠΟΓ Εβόησα ἐν θλίψει μου πρὸς Κύριον τόν Θεόν Επ μου, καὶ εἰσήκουσέ μου. Εκ κοιλίας ᾅδου κραν γῆς μου ἤκουσας φωνῆς μου. Οὐδὲν ὑπὸ τοῦ κήτους ἀδικηθεὶς ὁ προφήτης, ἀλλ᾿ ὥσπερ οἴκῳ τῷ κήτει χρησάμενος, καὶ μήτε τὸ σῶμα λωβηθείς, μήτε τὰς φρένας, αἰσθάνεται τῆς τοῦ Θεοῦ βοηθείας. Οὐκ ἀγνοήσας δὲ καὶ ὅτι προσέκρουσεν αὐτῷ ἐκ τοῦ κατοκνῆσαι τὴν διακονίαν, τρέπεται πρὸς εὐχάς καὶ ὁ πάλαι ἐν Ἱερουσαλὴμ μόνῃ τὸν Θεὸν ἐναργώς Σιν, ὑπομένει τοὺς ὑπὲρ ἡμῶν πόνους, καὶ περὶ ἡμῶν Χωρίς ἁμαρτίας, Καὶ ὡς περιστερὰ διὰ τὴν ἀκακίαν, ἀκάκως ὀδυνᾶται,
col. 935–936page 15 of 32
PG 126:935επιφαίνεσθαι οἰόμενος, νῦν εὑρίσκει αὐτὸν ἐν και λίᾳ τοῦ κήτους παρόντα, καὶ εὐχαριστεῖ τῷ σεσω κάτι, καί φησιν, ὅτι ἐδέχθη αὐτῷ ἡ προσευχή, ἢ ὡς προφητικῷ Πνεύματι συνεὶς τοῦτο, ἢ καὶ κατὰ τὰ εἰκὸς τοῦτο λέγων. Οὐ γὰρ ἂν διετέλεσα ζῶν, φησί, μέχρι τοῦ νῦν, εἰ μὴ εἰσήκουσας τῆς προσευχής μου. Αδου δὲ κοιλίαν, τὴν τοῦ κήτους ὠνόμασε, 191 καὶ ὅτι τὸ ζῶον θανατηφόρον, καὶ ὅτι τῇ φύσει τοῦ γεγονότος νεκρὸς ἦν· ἔζη δὲ μόνῃ Θεοῦ χάριτι. "Αλλως τε καὶ ὡς τύπος Χριστοῦ, ἐν καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας διαγεγονότος, είχα. τως ἐν κοιλίᾳ ᾅδου διαγεγενῆσθαί φησι. Καὶ ὅρα το παράδοξον· Ὁ μὲν ἀληθῶς τοῦ θανάτου γευσάμενος, ἐν τῇ καρδίᾳ τῆς γῆς ἔφη ἔσεσθαι τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, μὴ μνημονεύσας ᾅδου, ἢ θανάτου· ὁ δὲ ἐν σκιᾷ τοῦ θανάτου ὢν Ἰωνᾶς, καὶ μὴ ἀληθῶς θανών, ᾅδου μνημονεύει· ἵνα μάθης, ὅτι τῷ μὲν Κυρίῳ ὡς Θεῷ καὶ ὁ θάνατος αυθαίρετος, καὶ ἡ ἀνάστασις αὐτεξούσιος· διὸ καρδίαν γῆς ὠνόμασεν, οὐχὶ θάνατον, οὐδὲ ᾅδην. Τῷ δὲ Ἰωνᾷ, οὐκ ἐν τῇ ἐξουσίᾳ ἦν ἡ ζωή· διὸ ὡς ἐν ᾅδῃ ὤν, ὅσον γε κατά τὴν φύσιν τοῦ γινομένου, κοιλίας ᾅδου ἐμνήσθη. Ἐβόησε δὲ καὶ ὁ Κύριος ἐν τῇ θλίψει τῇ κατὰ τὸν σταυρόν, πρὸς τὸν Πατέρα· Πάτερ, ἄρες αὐτοῖς τὴν ἁμαρτίαν· καὶ εἰσηκούσθη πάντως. Α φείθη γὰρ τοῖς μὴ τῇ ἀπιστίᾳ ἐμμείνασι. Κοιλίαν δὲ ᾅδου τάχ' ἄν τις εἴποι καὶ τὸν σταυρόν· οὗτος γὰρ τὸν ὑπὲρ ἡμῶν τοῦ Κυρίου θάνατον ἐγέννησεν. Απέρριψας με εἰς βάθη καρδίας θαλάσσης, καὶ ποταμοὶ ἐκύκλωσάν με. Καρδίαν θαλάσσης ἀκούων, μνήσθητι τοῦ Κυρίου εἰπόντος, ὅτι ἔσται ἐν τῇ καρδίᾳ τῆς γῆς, καὶ ὅρα τὸν τύπον τῇ ἀληθείᾳ συμφωνοῦντα. Πολυτρόπως δὲ ἐξηγεῖται τὸ συμβἂν ὁ προφήτης, μεγαλύνων τὴν εἰς αὐτὸν γενομένην χάριν τοῦ Θεοῦ, καὶ δεικνὺς ἅμα τὴν δύναμιν αὐτοῦ, ὡς ἰσχύοντος ἐκ παντὸς κακοῦ σώζειν, κἂν φοβερώτατον εἴη· οὐ γὰρ εἶπεν ἁπλῶς, Εἰς τὰ βάθη, ἀλλὰ προσέθηκε και, Καρδίας. Ἐπειδὴ γὰρ ἡ καρδία δοκεῖ τὸ ἐσώτατον εἶναι τοῦ ζώου καὶ κυριώτατον, ὑπερ βολὴν ἐνταῦθα δεικνύς, Εἰς βάθη καρδίας, εἶπεν, εἰς τὰ ἐσώτατα· ὡς ἂν εἰ ἔλεγε· Τῶν ἐσωτάτων της θαλάσσης με ἀπέρριψας (τὸ γὰρ κῆτος ἐν τοῖ; βάθεσ διατρίβει)· αὐτοῦ δὲ τοῦ κήτους τὰ ἐσώτατά με περι έσχον. Ποταμοὺς δὲ λέγει τῶν κυμάτων τὰς προς βολάς. Η ἐπειδὴ καὶ ποταμοὶ ἐμβάλλουσι τῇ θα λάσσῃ, ὁ ὑπὸ τῆς θαλάσσης κυκλούμενος, δηλαδή και ὑπὸ τῶν ποταμῶν κυκλοῦται. Πάντες οι μετεωρισμοί σου, καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διῆλθον. Ὅτε ἤμην, φησίν, ἐν τῷ πλοίῳ, μετεωρισμοὺς εἶχον, ἅτε τῆς νεώς μετεώρι γινομένης ὑπὸ τῶν κυμάτων. Σοὶ δὲ ἦσαν οἱ τοιοῦτο μετεωρισμοὶ καὶ τὰ κύματα, ὡς κατὰ τὴν σὴν πρόσ ταξιν συνιστάμενα. Τὴν ἁμαρτίαν ταύτην,
col. 937–938page 16 of 32
PG 126:937Κἀγὼ εἶπον· Ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου. 'Αρα προσθήσω τοῦ ἐπιβλέψαι πρὸς ναὸν τὸν ἅγιόν σου; Τηνικαῦτα, φησίν, ἐν μέσοις ὢν τοῖς δεινοίς, ὑπενόουν, ὅτι τῶν σῶν ὀφθαλμῶν καὶ τῆς σῆς ἐπισκο τῆς καὶ ἐφορίας ἀπέῤῥιμμαι, καὶ ἐνεδοίαζον· "Αρα ἀπὸ τοῦ νῦν ζήσω, καὶ προσθήσω, τουτέστι, σπου δάσω καὶ προθυμήσομαι, ἀξιωθήσομαι ἐπιβλέψαι τὸν ἅγιόν σου ναὸν τὸν ἐν Ἱεροσολύμοις; Τινὲς δὲ, οὕτως· Οἶδα μὲν, ἐν τῇ κοιλίᾳ τοῦ κήτους ὤν, ὅτι σέσωκάς με παραδόξως· πλὴν ἐνδοιάζω, εἰ καὶ ἐκδο θήσομαι, καὶ εἰς φῶ; ἥξω, ὥστε καὶ εἰς αὐτὸν φθάσαι τὸν θεῖον ναὸν, καὶ ἐν αὐτῷ δοξολογῆσαί σε. Καὶ ἐπὶ τὸν Κύριον δὲ μετεωρισμοὶ ἐπῆλθον αἱ σκιαὶ τῆς μετεώρου καὶ ὑπερηφάνου καὶ ἀστάτου Συναγωγῆς καὶ κύματα, τὰ ποικίλα τοῦ πάθους εἴδη, ἃ ὡς κατὰ γνώμην τοῦ Πατρὸς ἐπελθόντα, ἐκείνου είναι λέγονται. Τότε δὴ καὶ εἶπεν· "Ινα τί με εγκατέλιπες; ὅμοιον τῷ ἐνταῦθα, ᾿Απῶσμαι ἐξ ὀφθαλμῶν σου. Εἶπε δὲ τοῦτο ἀνθρωπίνως. Οἱ γὰρ ἄνθρωποι έγκα. ταλελείφθαι τοὺς εἰς τὰ τοιαῦτα περιπίπτοντας λέ γουσιν. γοῦν εἰκὸς ἦν τοὺς ἄλλους λέγειν ἀνθρώπους περὶ αὐτοῦ, αὐτὸς ταῦτά φησι περὶ ἑαυτοῦ. Διὸ καὶ ὡς πρὸς τὴν τοιαύτην διάνοιαν, λέγει· "Αρα οὖν καὶ ἐπιβλέψω ἔτι πρὸς τὸ σῶμα, ο σός ἐστιν ἅγιος το ναός, ὡς ὑπὸ σοῦ κατασκευασθείς μοι; "Η ὡς καὶ σὲ ἐν ἐμοὶ χωρῶν, καὶ ἀναλήψομαι αὖθις αὐτὸ ἐξ ἀνα στάσεως; Μηδεὶς δὲ ἐπιφυέσθω τῷ λόγῳ, ὡς ἀγνοοῦντα τὸν Κύριον παρεισάγοντι, εἰ καὶ ἀναστήσεται· ἀλλὰ προσεχέτω οἶ; είπομεν, ὅτι κατὰ τοὺς ἀνθρωπίνου; λογισμούς ταῦτα εἴρηται. Περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς μου· ἄβυσσος ἐκύκλωσέ με ἐσχάτη· ἔδυ ἡ κεφαλή μου εἰς σχι σμὰς ὀρέων. Κατέβην εἰς γῆν, ἧς οι μοχλοί αὐτ τῆς, κάτοχοι αἰώνιοι. Τὴν περὶ αὐτὸν τοῦ Θεοῦ χάριν ποικίλως ὁ προφήτης ἐξυμνῶν, καὶ ὑπὸ ὕδατος περισχεθῆναι φησιν, ὁ φύσιν εἶχε τὴν ψυχὴν ἀφαι ρεῖσθαι, καὶ ὑπὸ τῆς ἐσχάτης ἀβύσσου κυκλωθῆναι, καὶ ἐν σχισμαῖς ὀρέων γενέσθαι. Αἰνίττεται δὲ διὰ τούτου καὶ τὸ τοῦ κήτους μέγεθος· καὶ ὄρη τινὰ καὶ σπήλαια, οἷς εἰκὸς τὸ κῆτος εγκαταδύεσθαι. Ταῦτα γὰρ ἐν τῇ θαλάσσης πολλὰ, οἷς τὰ σκάφη προσαρατο τόμενα διαφθείρονται. Ο δεδιότες οἱ ἐμπειρότατοι τῶν ναυτῶν, τὰς ὑφάλους πέτρας ἐκκλίνειν σπουδάζουσιν. Εἰς γῆν δὲ λέγει καταβῆναι τὴν τοῦ ᾅδου, οὐχ ὅτι ἐκεῖ κατέβη (οὐ γὰρ ἀπέθανεν ἀληθῶς), ἀλλ' ὅτι τοῦ κινδύνου τὸ μέγεθος τοῦτο ἀπῄτες, τὸ τεθνάναι δοκεῖν, καὶ εἰς αὐτὸν ἀφικέσθαι τὸν ᾄδην, εἰς ὃν και ταβας, ὥσπερ ὑπό τινων μοχλών κατέχεται. Οὗτοι δέ εἰσι κάτοχοι αιώνιοι, τουτέστιν, εἰς αἰῶνα κατ έχοντες τοὺς ἐμπεσόντας. Ἢ ἀντὶ τοῦ, ἀσφαλῶς καὶ ἀῤῥήτως ἐῤῥιζωμένοι, καὶ ὑπ' οὐδενὸς ἐξ αἰῶνος χχνη, ἐξ αἰῶνος,
col. 939–940page 17 of 32
PG 126:939μονιμότητος. "Αβυσσος ἐσχάτη τῷ Κυρίῳ ὁ θάνατος, δν ἔσχατον ὑπὲρ ὑμῶν ὑπέστη, μετὰ τὰς μυρίας ἐπιβουλάς. Εδω δὲ ἡ κεφαλὴ αὐτοῦ εἰς τὸ τοῦ τάφου σπήλαιον. παραλελυμένοι, καὶ τῆς οἰκείας ἐκστάντες ἔδρας καὶ Ει οι Καὶ ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου προς σέ, Κύριε ὁ Θεός μου. Ἐκ τοῦ ἐν τῷ κήτει σεσῶσθαι ἄρχεται πιστεύειν, ὅτι καὶ τοῦ ἀναζῆσαι τεύξεται διὸ καὶ εὔχεται τοῦτο, οὐκ ἂν ευξάμενος, εἰ μὴ ἐξ ἐκείνου καὶ τοῦτο ἐπίστευσε δυνατὸν εἶναι τῷ Θεῷ. Αδυνάτων γὰρ ὄντων ἀμφοῖν ἐπίσης, ᾧ τὸ ἕτερο δυνατὸν, καὶ τὸ ἕτερον πάντως. Η ζωή μου τοίνυν ή ἐν τῷ κήτει, ἀπὸ ταύτης τῆς φθορᾶς ἐν δοκώ φθα ρῆναι, ἀναβήτω πρὸς σὲ, τουτέστι, πρὸς τὸν ναὸν τὸν άγιόν σου, ἐν ᾧ σὺ ὀπτάνῃ καὶ δοξολογῇ, ὥστε κἀμὲ ἐν τούτῳ ἀπολαύειν τῆς σῆς χάριτος. Καὶ τοῦ Κυ ρίου δὲ ἡ ζωή, οὐκ ἐκ φθορᾶς (οὐ γὰρ εἶδε ταύτην), ἀλλ᾽ ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ἀνέβη πρὸς τὸν ἐπουράνιον ναὸν καὶ τὸν Πατέρα, καθὰ καὶ ἔλεγεν Αναβαίνω πρὸς τὴν Πατέρα μου. Ἐν τῷ ἐκλείπειν τὴν ψυχήν μου ἀπ' ἐμοῦ τοῦ Κυρίου ἐμνήσθην. Καὶ ἔλθοιπρὸς σὲ ἡ προς ευχή μου, πρὸς ναὸν τὸν ἅγιόν σου. Οὐκ ἀκερδεῖς τοῖς ἁγίοις αἱ θλίψεις· οὕτω καὶ Δαβίδ φησιν Εν θλίψει ἐπεκαλεσάμην τὸν Κύριον, καὶ ἐπο ήκουσέ μου εἰς πλατυσμόν. Καὶ Ησαΐας, Εν θλί ψει εμνήσθην σου. Καὶ ὁ Παῦλος, Ὑπομονὴν ἡ θλίψις κατεργάζεται· ἡ δὲ ὑπομονὴ, δοκιμήν. Καὶ Ἰωνᾶς τοίνυν ὅτε ἐξελίμπανεν ἡ ψυχὴ αὐτῷ ὑπὸ τοῦ φόβου τοῦ κινδύνου, οὐκ, Εἰς βλασφημίαν ἐξέπεσον, φησὶν, ἀλλ', Εμνήσθην τοῦ Κυρίου· τη ἐστιν, Επεκαλεσάμην αὐτὸν βοηθόν. "Η, ότι Εμνή σθην, ὅτι φιλάνθρωπός ἐστι, καὶ παράγεται την ἁμαρτίαν ἣν έδρασα παρακούσας αὐτοῦ· διὸ καὶ ἐδεήθην αὐτοῦ, καὶ λοιπὸν γενοίμην ἄξιος τοῦ ἀνελ θεῖν πρὸς σὲ τὴν προσευχήν μου, ἣν ποιήσομαι πρὸς τὸν ναὸν τὸν ἁγιόν σου, ὅτε πάντως ἀναβιώσομα:. Εἰ γὰρ ἀναζήσω, καὶ ἐλεύσομαι πρὸς τὸν ἐν Ἱερο σολύμοις ναὸν, καὶ προσεύξομαί σοι. Η καὶ, Αύτη ἡ νῦν προσευχή, ἣν προσηυξάμην σοι, ὥστε ἀναί ναι τὴν ζωήν μου ἐκ φθορᾶς, καὶ ἔλθο: πρὸς σέ, ἤτοι πρὸς τὸν ναὸν τὸν ἅγιόν σου, ἢ τὸν ἐπουράνιο ἢ τὸν κάτω. Ἐν τούτῳ γὰρ μόνῳ, ὡς καὶ ἐν προ μίοις εἴρηται, ἐπίστευον τὰς ἐναργεῖς ἐμφανεία; ποιεῖσθαι τὸν Θεὸν, καὶ τὰς πάντων εὐχὰς ἐν τούτῳ δέχεσθαι. Ἀλλὰ καὶ ὁ Κύριος ὅτε έμελλε θανείν, ἐμνήσθη τοῦ Πατρός, εἰπών· Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου. Καὶ ἀναβὰς εἰς τὸν οὐρανὸν μετὰ σώματος, εντυγχάνει ὑπὲρ ἡμῶν τῷ Πατρί, τοῦ σώματος εἰς πρεσβείαν ὄντος, καὶ ἀντί μεγάλης ικετηρίας προσδεικνυμένου τῷ Πατρί, πρὸς τὸ ἐλεηθῆναι ἡμᾶς, δι' οὗ τοῦτο ὑπὸ τοῦ Ἐξ ἐμοῦ τὴν ψυχήν μου, Δι' ους,
col. 941–942page 18 of 32
PG 126:941Υἱοῦ προσελήφθη. Η γοῦν μετὰ σώματος ἀνάβασις πρὺς τὸν θεῖον καὶ οὐράνιον ναὸν προσευχὴ νοηθήσεται τοῦ ὑπὲρ ἡμῶν, ὡς εἴρηται, διὰ τοῦ σώματος ἐντυγχάνοντος. Φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτῶν ἐγκατέλιπον· ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι. "Οσα ηύξάμην ἀπο δώσω σοι εἰς σωτηρίαν μου τῷ Κυρίῳ. "Αλλοι μὲν, φησί, τὰ μάταια καὶ ψευδῆ διώκοντες εἴδωλα, καὶ ταῖς μὴ οὔσι θεοῖς λατρεύοντες, οὐκ ἐξαιτοῦσι παρὰ σοῦ τὸν ἔλεον. Η, ὅτι Ελεηθέντες παρὰ σοῦ, καὶ ῥυσθέντες ἐκ συμφορῶν, οὐχ ὑμνοῦσι καὶ μεγαλύνουσι τὸν ἔλεον ἂν ἐποίησας μετ' αὐτῶν. "Η και, Σὲ τὸν ἔλεον αὐτῶν ἐγκατέλιπον· διὰ γὰρ τὸν σὸν ἔλεον ζῶσιν· ὡς Εἴ γε παρανομίας παρατηρήσῃ, εἰς ὑποστήσεται; Ἐγὼ δὲ σωθεὶς, σοὶ θυσίας προσ άξω, μετὰ εὐχαριστηρίων φωνῶν· καὶ ὅσα ηὐξάμην, τουτέστιν, ὑπεσχόμην ἕνεκα τῆς σωτηρίας μου ταύτης, ἀποδώσω σοι. "Ησαν γὰρ θυσίαι σωτηρίου παρὰ τῷ νόμῳ· διὸ καί τινα τῶν ἀντιγράφων, εἰς σωτήριον, ἔχουσι. Τινὲς δὲ οὕτως· Ἐκεῖνα, φησίν, ἀποδώσω σοι, ὅσα την σωτηρίαν προξενεῖ, καὶ τὴν ἐμὴν ὠφελεῖ ψυχήν· ταῦτα δέ εἰσι, τὸ ὑπακούειν τοι, καὶ τὸ τῆς προφητικῆς διανοίας ἔργον ἐκτελεῖν. Καὶ οἱ τὸν Κύριον δὲ φυλάττοντες, μάταια και ψευδῆ ἐφύλαττον, οἱ καὶ τὸν ἔλεον αὐτῶν, τὸ τῆς ἀναστάσεως δηλαδή μυστήριον, τὸ ὑπὲρ πάσης ἀνθρωπίνης φύσεως τελεσθέν, καὶ ὑπὲρ αὐτῶν δὲ πάντως, ἐπείπερ καὶ αὐτοὶ ἄνθρωπος ἐγκατέλιπον, μὴ θελήσαντες πιστεῦσαι, ὅτι ἀνέστη ὁ ὑπ' αὐτῶν φυλασσόμενος. Καὶ αὐτὸς δὲ ὁ Κύριος ἔλεος ἦν αὐτῶν, ἀλλ' οὐκ ἠθέλησαν αὐτόν. Ἐγὼ δὲ, φησίν, ὁ Υἱός σου, ούτω σοι, τουτέστιν, αἴτιος γενήσομαι τοῦ θύεσθαί τοι ἐν τῷ κόσμῳ τὴν μυστικὴν θυσίαν, καὶ ἀποδώσω σοι τὴν σωτηρίαν τῶν ἀνθρώπων, ἣν ἡ ἐμὴ σάρκωσις ἐπηγγέλλετο. ᾿Αλλὰ καὶ προσηύξατο πρὸ τοῦ πάν θους· Πάτερ, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου, ἵνα καὶ αὐτοὶ ἐν ᾧς.. ΚΕΦΑΛ. Γ'. Καὶ προσετάγη ἀπὸ Κυρίου τῷ κήτει, καὶ ἐξ έβαλε τὸν Ἰωνᾶν ἐπὶ τὴν ξηράν. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν ἐκ δευτέρου, λέγων Ανάστηθι καὶ πορεύου εἰς Νινευΐ τὴν πόλιν τὴν μεγάλην, καὶ κήρυξον ἐν αὐτῇ κατὰ τὸ κήρυγμα τὸ ἔμπροσθεν, ὁ ἐγὼ λελάληκα πρὸς σέ. Καὶ ἀνέστη Ἰωνᾶς, καὶ ἐπορεύθη εἰς Νινευΐ, καθὰ καὶ ἐλάλησεν ὁ Κύριος. Προστάττεται πάλιν τὸ κῆτος, τουτέστι, θείᾳ δυνάμει καὶ ἀποῤῥήτῳ πρὸς τὸ δοκοῦν τῷ Θεῷ κινεῖται, καὶ ἐκ λαγόνων ἀβλαβή τὸν προφήτην ἀνίησιν, ἐκ τοῦ παθεῖν κερδάναντα τὸ μαθεῖν τὴν ὑπακοήν. Προσταχθεὶς γὰρ ἐκ δευτέρου ἀπελθεῖν πρὸς τὴν Νινευί, καὶ κηρύξαι κατὰ τὸ ἔμ cxΧΙΣ,
col. 943–944page 19 of 32
PG 126:943τῆς πρὸς τὸν Θεὸν), οὐκ ἀναδύεται, ἀλλ᾽ εὐθὺς ἀν ίσταται, οὐ σώματι μόνον, ἀλλὰ καὶ προθυμές, καὶ ἀναστάσει ψυχῆς, καὶ τὸ κελευσθὲν ποιεῖ. Οὕτως ἄφα τοῖς προσέχουσιν αἱ θλίψεις μέγα παίδευμα προς τη πράττειν τὰ δοκοῦντα Θεοῦ. Παραθεώρει δέ μοι και τὰ τοῦ Κυρίου πρὸς τὰ τοῦ Ἰωνᾶ. Οὗτος πρὸς τοῦ παθεῖν ἃ ἔπαθεν, ἀποδιδράσκει τὴν Νινευί - καὶ ὁ Κύριος πρὸ τοῦ πάθους, κατώκνει κηρύττειν τοῖς ἔθνεσιν, ὅς γε καὶ ταῖς μαθηταῖς ἀπηγόρευεν εἰς ὁδὸν ἐθνῶν μὴ ἐλθεῖν· πορεύεσθαι δὲ μᾶλλον ἐνετέλλετο πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οίκου Ισραή ἐπεὶ μηδὲ αὐτὸς ἀλλαχόσε, ἢ εἰς ταῦτα, ἀποστι λῆναι. Ἐπεὶ δὲ παθὼν, ἐν τῇ καρδίᾳ τῆς γῆς ταῖς ἡμέρας καὶ τρεῖς νύκτας γέγονε, καὶ τἆλλα, ὅσα προετύπου Ἰωνᾶς, κατεδέξατο, καὶ ἀνέβη αὐτῷ ἐκ φθορᾶς ἡ ζωή· κηρύττει λοιπόν καὶ τοῖς Εύνε τι διά τῶν ἀποστόλων, κατὰ τὸ κήρυγμα τὸ ἔμπροσθεν. Ο γὰρ ἄλλα μὲν τοῖς ἐξ Ισραήλ πρὸ τοῦ πάθους, αλλα δὲ τοῖς ἔθνεσι μετὰ τὸ πάθος παρέδωκεν· ἀλλ' ἐν ἐπὶ πάντας τὸ Εὐαγγέλιον, καὶ μία ἡ πίστις, καὶ ἐν τὸ βάπτισμα. προσθεν κήρυγμα (τὸ δὲ ἦν, ὅτι ἀνέβη ἡ κακία αὐτ κι Η Ἡ δὲ Νινευί ἦν πόλις μεγάλη τῷ Θεῷ ὡσεὶ πορείας ὁδοῦ τριῶν ἡμερῶν. Μεγάλη ἦν Ν νευῖ τῷ μεγέθει, καὶ διὰ τοῦτο καὶ παρὰ τῷ Θεῷ μεγάλη ἦν, καὶ περὶ πολλοῦ ἐποιεῖτο τὴν αὐτῆς σω τηρίαν, ἅτε δὴ πολλοὺς ἐν αὐτῇ διαπλάσας ἀνθρώπους, καὶ τούτους πάντας σωθῆναι θέλων. Τὸ δὲ, Ωσεὶ πορείας ὁδὸν ἡμερῶν τριῶν, τινὲς μὲν περὶ τοῦ διαστήματος τῆς πόλεως ἐξειλήφασιν, ὡς διὰ τριῶν ἡμερῶν πᾶσαν περινοστήσαι δυναμένου τὴν πόλιν. Καὶ ἤρξατο Ἰωνᾶς τοῦ εἰσπορεύεσθαι εἰς τὴν πόλιν ὡσεὶ πορείας ὁδοῦ ἡμέρας μιᾶς. Καὶ ἐκή ρυξε, καὶ εἶπεν· Ετι τρεῖς ἡμέραι, καὶ Νινευί καταστραφήσεται. Οὐ κατ' εὐθὺ τῆς πόλεων έδειων ἐκήρυττεν, ἀλλ᾽ ἀγορὰς καὶ ἀγυιάς, καὶ ῥύμα, που ρινοστῶν. Θαῦμα δὲ ἦν, ἀνὴρ Ἑβραῖος, καὶ ἐξ ἀλα λοδαπής ἥκων, καὶ οὐδενὶ διεγνωσμένος, διὰ τοῦ ἄστεως καὶ βαδίζων καὶ κεκραγώς· "Ετι τρεις ἡμέραι, καὶ Νινευΐ καταστραφήσεται. ᾿Αλλὰ ζη τήσει τις ἂν, πῶς ὁ μὲν Θεὸς κηρύττειν ἐκέλευε κατὰ τὸ κήρυγμα τὸ ἔμπροσθεν. Εστι τοίνυν εἰπεῖν, ὅτι οἱ προφῆται τοῦτο μόνον συνοπτικῶς ἡμῖν δ ηγοῦνται, ὅτι ἀπεστάλησαν· οὐ μέντι πάντας τους λόγους, οὓς ὅ τε Θεὸς πρὸς αὐτούς, καὶ αὐτοὶ πρὸς τὸν Θεὸν ἐποιήσαντο, διεξοδικῶς καὶ πλατέως απαγ γέλλουσιν. Αμέλει καὶ ἐν ἀρχῇ μὲν τῆς προφητείας οὐδὲν λαλήσας ὁ προφήτης οὗτος προς Βεν ἐπίγνωστα.· πλην εύρήσομεν λέγοντα· 'Ο Κύρε, οὐχ οὗτοι οἱ λόγοι μου, ἔτι ὄντος μου ἐπὶ τῇ γα Μεγάλη, φησιν, ἦν, Ως διά τριῶν ἡμερῶν ἐδν, κατά τε τὸ μῆκος καὶ εὗρος ἔχουσαν. Τινὲς δὲ τοῦ κηρύσσοντος δια τριῶν ἡμερῶν πᾶσαν. οὗτος
col. 945–946page 20 of 32
PG 126:945μου; Διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρ σεῖς, διότι ἔγνων, ὅτι σὺ ἐλεήμων καὶ οἰκτιρμῶν. Οὐδὲν οὖν θαυμαστὸν καὶ τὸν Ἔτι τρεῖς ἡμέ ραι καὶ Νινευί καταστραφήσεται, εἰρῆσθαι μὲν ἐν ἀρχῇ πρὸς τὸν ὑποφήτην ὑπὸ Θεοῦ, μὴ ἀναγρα φῆνα: δὲ ὑπ' αὐτοῦ. Ιστέον δὲ, ὅτι οἱ λοιποὶ ἑρμη νευταί, Τεσσαράκοντα ἡμέρας, ἀντὶ τῶν τριῶν, ἔφησαν. Καί τινες ὡς ἔχοντά γε τὸ εἰκὸς τὸν ἀρι θμὸν τοῦτον ἐδέξαντο. Ἐν γὰρ τρισὶν ἡμέραις, φασί, πότε μὲν αὐτὸς πᾶσαν περιενόστησε τὴν πόλιν πότε δὲ τὴν ἐπίπονον ἐκείνην μετάνοιαν οἱ Νινευίται τῷ Θεῷ προσήνεγκαν· πότε δὲ πρὸ τῶν πυλῶν καθήμενος ὁ Ἰωνᾶς, τὸ τῆς προφητείας ἀνέμεινε [[. -μενε] τέλος. Διὸ τὸ τῶν τεσσαράκοντα ἡμερῶν, ἀληθέστερον εἶναί φασιν. Εἰκὸς δὲ καὶ τοὺς Εβδο μήκοντα τεσσαράκοντα θεῖναι ἡμέρας· τοὺς δὲ τὴν ἀρχὴν γράψαντας, σφαλῆναι, εἶτα ἐν πᾶσι τοῖς ἀντ τιγράφοις τὸ σφάλμα διαδοθῆναι. Πλὴν ὅρα, ὅτι οὐδὲ τὰς τρεῖς ἡμέρας παραδεχομένοις ἀπαντήσει τι ἄτο που. Οὔτε γὰρ πᾶσαν τὴν πόλιν περινοστῆσαι τὸν προφήτην επάναγκες ἦν, ἀλλ᾽ ἅμα τε μιᾶς ἡμέρας ὁδὸν ἐπορεύθη κηρύττων, καὶ εἰς πάντας διεδόθη τὸ κήρυγμα, ὥστε καὶ εἰς τὸν βασιλέα φθάσαι, καὶ πρὸς τὸ ἐπιδειχθῆναι τὴν ἐπίπονον τῶν Νινευΐτῶν μετάνοιαν, καὶ παρὰ Θεοῦ προσδεχθῆναι, ἤρχουν καὶ αἱ μετὰ τὸ κήρυγμα ἡμέραι, εἴτε τρεῖς ταύτας Οπ. μεν, εἴτε δύο· ὅπου γε καὶ μία ἡμέρα ήρκει δεῖξαι τοὺς ἀνθρώπους γνησίως μεταγνόντας. Εκάθισε δὲ πρὸ τῶν πυλῶν ὁ Ἰωνᾶς, εἴτε μεθ᾽ εἶδε τούτους οὕτω μετανοεῖν ἐπιβαλλομένους ήτοι μετὰ τὴν πρώτην εὐθὺς τοῦ κηρύγματος ἡμέραν, ἤτοι μετὰ την συμπλήρωσιν τῶν τριῶν ἡμερῶν, γινώσκων μὲν ἔτι ἱλαρὸς πρὸς αὐτοὺς διετέθη ὁ Θεὸς, καὶ οὐ και ταστρέψει, τουτέστι, παντελῶς ἀπολέσει· πλὴν ἀλλ᾽ ἀναμένων ἴσως ελαφροτέραν τινὰ τιμωρίαν αὐτοῖς ἐπαχθήσεσθαι. Εἴρηται τὰ ἡμῖν δοκοῦντα πρὸς τὸ μὴ ἀθετηθῆναι τὴν περὶ τῶν τριῶν ἡμερῶν ἀρχαίαν γρα φήν· ὁ δ᾽ ἀναγινώσκων, & κρινεί κρείττονα, προ ελέσθω. Ει Καὶ ἐπίστευσαν οἱ ἄνδρες Νινευΐ τῷ Θεῷ, καὶ ἐκήρυξαν νηστείαν, καὶ ἐνεδύσαντο σάκκους, ἀπὸ μεγάλου αὐτῶν ἕως μικροῦ αὐτῶν. ἐμφαντικῶς εἴρηται τὸ, Οἱ ἄνδρες Νινευΐ, τουτέστιν, οἱ πᾶν ἄτοπον ὁρῶντες πρώην, οἱ γόητες, οἱ φαρμακεῖς, οἱ δαιμονοφόρητοι, ἐπίστευσαν τῷ ἀληθεῖ Θεῷ οἱ πάσης τρυφῆς καὶ ἀσελγείας γέμοντες, ἐνήστευσαν· οἱ βλάκες, καὶ τρυφεροί τὴν ἀμφίασιν, σάκ χους ἐνεδύσαντο. Καὶ οὐκ ἀπὸ τῶν μικρῶν καὶ πενεστέρων ἤρξατο ἡ τοιαύτη ἀγωγή· ἀλλ' ἀπὸ τῶν μεγάλων καὶ πλουσιωτέρων αρξαμένη, οὕτως ήδη καὶ ἐπὶ τοὺς μικρούς διέβη. Νόει μέντοι καὶ τὸ ἁπλῶς προσπίπτον, ὅτι ἀπὸ τῶν μεγάλων, τουτέστι, τῶν ἀνδρῶν, ἄχρι καὶ τῶν μικρῶν, ὅ ἐστι νηπίων, αναστραφήναι, Προφήτην, Μεταβαλλομένους,
col. 947–948page 21 of 32
PG 126:947τὰ τῆς μετανοίας γνωρίσματα ἐπεδείξαντο. Αλλ' οὗτοι μὲν οἱ μηδέποτε μηδενός λόγου ψυχωφελούς ἀκροασάμενοι, μαθηταὶ γεγόνασιν ἀνθρώπου πένη τος καὶ ἀγνῶτος· Ἰουδαῖοι δὲ, καὶ Μωσέως καὶ προ φητῶν καταγελώντες, τελευταῖον καὶ αὐτῷ τῷ 20 τῆρι Θεῷ ἀπιστήσαντες, Θεοκτόνοι γεγόνασιν. Καὶ ἤγγισεν ὁ λόγος πρὸς τὸν βασιλέα τῆς Νινευΐ, καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου αὐτοῦ, καὶ περιείλετο τὴν στολὴν αὐτοῦ ἀφ' ἑαυτοῦ καὶ περιεβάλετο σάκκον, καὶ ἐκάθισεν ἐπὶ σπο δοῦ. Καὶ ἐκηρύχθη, καὶ ἐῤῥέθη τῇ Νινευί παρά τοῦ βασιλέως καὶ τῶν μεγιστάνων αὐτοῦ, λεγόν. των· Οἱ ἄνθρωποι, καὶ τὰ κτήνη, καὶ οἱ βόες, καὶ τὰ πρόβατα, μὴ γευσάσθωσαν μηδέν, μηδὲ νεμέτωσαν, καὶ ὕδωρ μὴ πιέτωσαν. Επειδή οι μεγι στάνες πρῶτοι τῆς μετανοίας ήρξαντο, εἰκότως ἀνηνέχθη ταχέως καὶ ἐπὶ τὸν βασιλέα ὁ λόγος τοῦ κηρύγματος. Καὶ ὅρα εὐγνώμονα ἄνθρωπον, καὶ τῶν οἰκείων κακῶν ἐπιγνώμονα· Οὐκ ἠπίστησεν, οὐ διεχλεύασε τὸν λόγον, οὐκ ἠγρίανεν ἐπὶ τῇ ἀποτομές τῆς ἀπειλῆς· ἀλλὰ γνούς, ὅτι κακῶς ἔζησε τὸν προ διανυσθέντα χρόνον (φυσικῶς γὰρ τὸ συνειδός τὴν ἁμαρτίαν ἐπιδεικνύει), ἀποπηδῇ μὲν τοῦ θρόνου, εφ' οὗ καθήμενος πρὶν, πολλὰ κακῶς ἔκρινέ τε καὶ διετάξατο, κάθηται δὲ ἐπὶ σποδοῦ καὶ κόνεως· καὶ τὴν μὲν χρυσόπαστον, καὶ λιθοκόλλητον, καὶ τρ φεραν στολὴν ἐκδύεται, ἐνδύεται δὲ σάκκον τραχύν, καὶ οὐκ ἀνεκτῶς ὁδωδότα. Οὕτως ἀθρόον φιλόσοφος γίνεται, καὶ δείκνυσι πᾶσιν, ὅτι μάτην προβάλλονται την συνήθειαν, ὡς δεσμεῖν δυναμένην, καὶ κηρύττει ἵνα καὶ τὰ ἄλογα συνηστεύσωσιν· οὐχ ὡς τοῦ Θεοῦ τοῦτο ζητοῦντος παρὰ τῶν κτηνῶν, ἀλλ' ὡς ἐκείνων τὴν ὑπερβολὴν τῆς περὶ τὴν νηστείαν προθυμίας δεικνυόντων, διὰ τοῦ καὶ τὰ ἄλογα καταναγκάσαι νηστεύειν. Καὶ ἄλλως δὲ ἔδεσαν, ὡς συμβαλείται αὐτοῖς εἰς ἐπιπονωτέραν μετάνοιαν ἡ τῶν κτηνών κακοπάθεια, ἐννοοῦσιν, ὡς εἰ τὰ ἀναμάρτητα κτήνη νηστεύουσι, πολλῷ μᾶλλον αὐτοὶ τοῦτο ποιεῖν ὀφεί λουσιν, οἱ ταῖς ἁμαρτίαις ὑπεύθυνοι ἅμα δὲ καὶ τοῦτο ἐλογίζοντο, ὡς τῶν ἀλόγων ζώων τῷ λιμῷ πιεζομένων, καὶ ἑκάστων τῇ φυσικῇ κεχρημένων φωνῇ, αὐτοὶ μὲν πρὸς θερμότερα δάκρυα ὑπὸ τῆς συμπαθείας ἀπενεχθήσονται· ὁ δὲ Θεὸς σπλαγχνική. μενος, έτοιμότερον τὴν οἰκείαν ἐπιδώσει χρηστότητα. Τινὲς δὲ, κτήνη, τοὺς ἀλογωτέρους τῶν ἀνθρώπων λέγεσθαι ἐνταῦθα ἐτερατεύσαντο. Καὶ περιεβάλλοντο σάκκους οἱ ἄνθρωποι καὶ τὰ κτήνη. Σάκκους, την κακοπάθειαν νόει· οὐ γὰρ δὴ τὰ κτήνη ἐσακκοφόρουν. Καὶ ἀνεβόησαν πρὸς τὸν Θεὸν ἐκτενῶς. Εἰ μὲν τό, ἀνεβόησαν, κοινὸν λαμβάνεις, ἐπί τε τῶν ἀν θρώπων καὶ τῶν κτηνῶν (καὶ γὰρ καὶ αἱ τῶν ζώων ἀπειθήσαντες. ἀφ' ἑαυτοῦ, Προδιηνυσθέντα. Διὰ τοῦτο καὶ,
col. 949–950page 22 of 32
PG 126:949τῶν λιμωττόντων φωναί, οἷα ἱκετηρία τις ἦσαν τῇ τοῦ Θεοῦ χρηστότητι), τὸν Ἐκτενῶς, νοήσεις, ἀντὶ τοῦ, συντεταμένως, ὑπερβολικῶς· εἰ δὲ ἐπὶ τῶν ἀν θρώπων μόνων, νόει ὅτι καὶ τὰς χεῖρας ἐκτείνοντες, ἀνεβόων, ὁ φυσικὸν ὥσπερ ἐστὶν ἡμῖν ἐκτείνειν τὰς χεῖρας, ὅτε ικετεύομεν, οἱονεὶ δράξασθαι ἐπιποθοῦσι τοῦ ἱκετευομένου, καὶ λαβεῖν τάχιον ἀπ' αὐτοῦ ὅ αἰ τοῦμεν. Καὶ ἀπέστρεψεν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ ἀπὸ τῆς κακίας τῆς ἐν χερσὶν αὐτῶν. Οὐ μόνον τῇ νηστείᾳ καὶ τῷ σάκο κῳ, ἤτοι τῇ κακοπαθείᾳ χρώμενοι τὸν Θεὸν ἱκέ τευον, ἀλλὰ καὶ τρόπους διωρθώσαντο· οὗτος γὰρ τῆς ἀληθοῦς μετανοίας ὁ ὅρος, ὡς ἐν Ηταῖα λέγει Οὐ ταύτην τὴν νηστείαν ἐγὼ ἐξελεξάμην, καὶ ἡμέραν, ταπεινοῦν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ. ᾿Αλλὰ λύε πάντα σύνδεσμον ἀδικίας. Καὶ πάλιν, Μάθε καλὸν ποιεῖν. Οἱ μὲν οὖν πενέστεροι ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς ἀπέστρεψαν μέθης, ψεύδους, ἀσελγείας, ὕβρεως, καὶ τῶν τοιούτων· οἱ δὲ δυνα τώτεροι, καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν, τῆς ἐν βίᾳ και καταδυναστείᾳ τελουμένης· τὴν γὰρ βίαν αι χείρες σημαίνουσιν. Οὕτω καὶ ἐν τῇ συνήθει ὁμιλία λέγομεν· Ο δεῖνα χειρὶ ἔπραξε τόδε τι. ᾿Αλλὰ καὶ ὁ ἀδίκως κρίνων διὰ δῶρα, ἐν χερσὶν ἔχει τὴν ἀδικίαν, ἄδικον τὴν ψῆφον τιθείς· καὶ ὁ ἐκ τοῦ ἁρπάζειν πλουτῶν, ἐν χερσὶν ἔχει τὴν ἀδι κίαν. Οταν δὲ ὁ μὲν ψηφηφορεῖ ἐννόμως, ὁ δὲ ἀποκτᾶται φιλανθρώπως, ἀποστρέφουσιν ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν. Λέγοντες, Τίς οἶδεν, εἰ μετανοήσει καὶ παρα κληθήσεται ὁ Θεὸς, καὶ ἀποστρέψει ἐξ ὀργῆς θυμοῦ αὐτοῦ, καὶ οὐ μὴ ἀπολώμεθα; Ορα συν ετοὺς ἀνθρώπους· Οὐκ εἰς ἀπόγνωσιν ἔῤῥιψαν έαυ τοὺς, αἰσθόμενοι τοῦ μεγέθους τῶν ἁμαρτιῶν, ἀλλὰ συνελογίσαντο καὶ τὴν ἡμερότητα τοῦ Κριτοῦ, καὶ ὅτι μετανοήσει, τουτέστι μεταβουλεύσεται, καὶ με ταβαλεῖ τὴν ἀπειλὴν, καὶ παρακληθήσεται, τουτ ἐστιν ἡμερωθήσεται. Αλλ' οὐχ οἱ Ἰσραηλίτα τοιοῦτοι· ἀλλὰ τί ἔλεγον, ἄκουσον· Αἱ ἀνομίαι ἡμῶν ἐφ' ἡμῖν εἰσι, καὶ ἐν αὐταῖς ἡμεῖς τηκόμεθα, καὶ πως ζησόμεθα; Ταῦτα δὲ ἔλεγον, μὴ θέλοντες ἀπο στρέψαι ἀπὸ τῶν πονηρῶν, ἀλλ' ἐνηδόμενοι ταύ ταις, καὶ ἐπίτηδες προβαλλόμενοι τὸ ἀνίπτον ἐξ ἀπογνώσεως. Αλλ' ὁ Θεὸς ἔλεγεν αὐτοῖ;· Απο στροφῇ ἀποστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν τῆς πονη ρᾶς, καὶ ἵνα τί ἀποθνήσκετε, οἶκος Ἰσραήλ; Οὕτω δεῖ καὶ ἡμᾶς μετανοεῖν, ὡς οἱ Νινευίται, ὅσῳ μείζω ἔχομεν κακά, τοσούτῳ μᾶλλον ἐννοοῦντες καὶ τὴν τοῦ Δεσπότου φιλανθρωπίαν, ἢ οὐδ᾽ ἔστιν εἰπεῖν, ὅπου μέτρῳ ὑπερβάλλει τὸ πλῆθος τῶν ἡμετέρων ἁμαρτιῶν. Αδικίας, (92. Υπέστρεψαν, Τουτέστι τῆς ἐν βία,
col. 951–952page 23 of 32
PG 126:951Καὶ ἀποστρέψει ἐξ ὀργῆς θυμοῦ αὐτοῦ, καὶ οὐ μὴ ἀπυλώμεθα. Θυμός μέν ἐστιν ἡ κρίσις τοῦ ἐπαχθῆναι τάδε τινὰ σκυθρωπὰ τῷ ἀξίῳ· ὀργὴ δὲ, ὁ πόνος ἤδη καὶ ἡ κόλασις, ἡ ἀπὸ τοῦ δικαίου Κριτοῦ ἐπαγομένη. Οἷον, ο ιατρός σημειωσάμενος τι φλεγμαῖνον μέρος καὶ ὕπουλον, κρίνει αναγκαίαν εἶναι τὴν τομήν· τοῦτο θυμὸν ὀνομάζει ἡ Γραφή. Μετὰ δὲ ταύτην τὴν κρίσιν ἐπακολουθεῖ καὶ ἡ τομή, ἐδύνην ἐμποιοῦσα τῷ διακοπτομένῳ· τοῦτο ὀργή Θεοῦ ὠνόμασται. Αποστρέψει ουν, φησίν, ὁ Θεὸς ἀπὸ τοῦ πόνον ἐπαγαγεῖν ἡμῖν καὶ κόλασιν, ἥτις κόλασις τοῦ θυμοῦ αὐτοῦ ἀποτέλεσμά ἐστι. Τοιοῦτον καὶ Δαβὶδ εἶπεν· "Οτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ. Εἶδεν ὁ Θεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν. Οὐ τὴν νηστείαν αὐτῶν εἶδεν, ἀλλὰ τὰ ἔργα αὐτῶν, δηλον. ότι τὰ ἀγαθὰ ὁ ἐποίησαν, διότι ἀπέστρεψαν ἀπὸ τῶν πονηρῶν. Εκκλινον γάρ, φησίν, ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. Ως ἤ γε νηστεία οὐκ αὐτάρ της ἦν ἐξιλεώσασθαι τὸν Θεὸν, εἰ μὴ καὶ τὰ ἤθη διωρθώθησαν καὶ ἔργα ἀγαθὰ ἐπεδείξαντο. Καὶ μετενόησεν ἐπὶ τῇ κακίᾳ ᾗ ἐλάλησε τοῦ ποιῆσαι αὐτοῖς. Τῇ μετανοίᾳ τῶν Νινευΐτῶν χαρί ζεται καὶ ὁ Θεὸς μετάνοιαν, οὐχ ὡς ὁμοίως ἡμῖν μετανοῶν (οὐ γὰρ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο βού λεται), ἀλλὰ τὴν μεταβολὴν τῆς ἀπειλῆς, ὡς ἀνωτέρωεἴρηται, μετάνοιαν ὁ λόγος ονομάζει· τούτου γὰρ ἕνεκα οὐκ ἠπείλησεν ἂν ἀλλ᾽ ἐτιμωρήσατο εὐθύς. Αλλ' ἐπειδὴ τῇ σωτηρίᾳ χαίρει, ἀπειλεῖ τὰ φοβερά, ἵνα μὴ ἐπάγῃ αὐτά. Κακίαν δὲ ἀκούων, μὴ φαυλότητα ἐννοήσῃς. Οὐ γάρ ἐστι κακῶν ἐργά τῆς ὁ τῆς κακίας ἀναιρέτης· ἀλλὰ κακίαν ἐνταῦθα τὴν κάκωσιν ὁ λόγος δηλοῖ, ἣν ἀπειλήσας ὁ Θεὸς αὐτοῖς πρότερον, οὐκέτι ἔμελλεν ἐπαγαγεῖν ὡς μετανοήσασιν, ὡς ἐν ἄλλῳ προφήτῃ εἴρηται· Οὐκ ἔστι κακία ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησε καὶ ἀλλαχοῦ, Πρόσθες αὐτοῖς κακά, Κύριε, τους ἐστι τὰ κακοῦντα καὶ ἀνιῶντα. Καὶ παρὰ τούτῳ δὲ αὐτῷ τῷ Ἰωνᾷ, μικρὸν κατωτέρω, Τοῦ σκιάζειν αὐτῷ, φησὶν, ἀπὸ τῶν κακῶν αὐτοῦ. μετάνοια», ΚΕΦΑΛ. Δ'. Καὶ ἐλυπήθη Ἰωνᾶς λύπην μεγάλην, καὶ συνεχύθη, καὶ προσηύξατο πρὸς Κύριον, καὶ εἶ πεν· Ω δὴ Κύριε, οὐχ οὗτοι οἱ λόγοι μου, ἔτι ὄντος μου ἐν τῇ γῇ μου; Διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρσείς, διότι ἔγνων, ὅτι σὺ ἐλε "Ωσπερ δὲ καὶ ὀργή, Καὶ εἶδεν, Τούτου γὰρ ἕνεκα ηπείλησεν, ἵνα μὴ κολάσῃ, ὡς εἴγε κολάσαι βούλετο, οὐδ' ηπείλησεν ἄν.
col. 953–954page 24 of 32
PG 126:953ή ήμων καὶ μακρόθυμος, καὶ πολυέλεος καὶ μετα- mεια νεῶν ἐπὶ κακίαις Αἱ μὲν τρεῖς ἡμέραι συνεπληρώθησαν, μεθ' ἂς ἡ καταστροφὴ τῇ Νινευί ἠπείλητο· τοῦ δὲ Θεοῦ μηδὲν τοιοῦτον ἐπενεγκόντος τοῖς πικρῶς μετανοήσασι, καὶ σφᾶς αὐτοὺς κολασαμέ νοις, διὰ τῆς συντονωτάτης κακοπαθείας λυπεῖται ὁ Ἰωνᾶς, οὐχ ὡς φθονῶν τοῖς σωθεῖτιν, οὐδὲ ὡς ἐφηδόμενος ἀπωλείαις ἀνθρώπων (πόῤῥω γὰρ ταῦτα τοῦ ἀγαθοῦ καὶ πραέος Πνεύματος, οὗ καταγώγιον ἦν οὗτος), ἀλλ' ὅτι ἐκινδύνευε ψεύστης λογισθῆναι, καὶ αὐτὸ τοῦτο ἀγύρτης, μάτην αὐτοὺς τεθορυβηκώς, καὶ οὐκ ἀπὸ στόματος Κυρίου λαλῶν, ἀλλ' ἀπὸ κοι λίας φωνῶν. Ἔνθεν τοι καὶ δικαιολογεῖται πρὸς τὸν φιλάνθρωπον, και, Οὐχὶ ταῦτα, φησίν, ἔλεγον, ἔτι ὢν ἐν τῇ Ἰσραηλίτιδι γῇ, ὅτι σὺ ἐλεήμων εἶ; Εώρων γάρ σε καὶ περὶ τὸν Ισραήλ πολλὴν μας κροθυμίαν ἐπιδεικνύμενον, καὶ πείρᾳ διεγίνωσκον τὰ σὰ σπλάγχνα· καὶ διὰ τοῦτο τὴν προφητικὴν ἀξίαν ἀπέφευγον, ὅτι ἐγίνωσκόν σε μετανοοῦντα ἐπὶ ταῖς κακίαις, τουτέστι ταῖς κακώσεσιν, ὥστε μὴ ταύτας ἐπάγειν τοῖς τέως δόξασιν ἀξίοις. Νῦν Δέσποτα Κύριε, λάβε τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ὅτι καλόν τὸ ἀποθανεῖν με, ἢ ζῇν. Πρότερον μὲν, φησί, κήτει καταποθείς, ηὐχόμην ἀναβῆναι ἐκ φθορᾶς τὴν ζωήν μου. Νῦν δὲ τοὐναντίον ἀποθανεῖν ἱμείρομαι· τοῦτο γὰρ κάλλιον, ἢ ζώντα ψευδή με νομίζεσθαι, καὶ βλασφημεῖσθαι τῆς προφητείας τὸ χάρισμα. Τάχα μὲν οὖν ἄν τινι δόξειε ς μικρόψυχος ὁ προφήτης, καὶ μὴ τῷ Θεῷ παραχωρῶν τῶν αὐτοῦ κριμάτων. Καὶ ἴσως οὐ θαυμαστόν ἄνθρωπος γὰρ ἦν, καὶ ταῦτα τῆς Παλαιᾶς, ἔνθα καὶ οἱ δοκοῦντες τέλειοι, ἀτελεῖς ἔτι. Τάχα δὲ καὶ οὐχ ὡς μικρόψυχος ἀθυμεῖ· οὐ γὰρ ὑπὲρ τῆς οἰκείας δόξης, ἀλλ' ὑπὲρ τῆς τοῦ Θεοῦ, εἴπερ ἐκείνου χάρις ἡ προφητεία, ἧς διαπιπτούσης, ὁ Θεὸς τοῦ Ἰσραὴλ ἐβλασφημήθη ἂν παρὰ τοῖς ἔθνεσι. Καὶ εἶπε Κύριος· Εἰ σφόδρα λελύπησαι σύ; Λυπούμενον τὸν προφήτην ἀνακτᾶται ὁ Θεός, διὰ τοῦ ἐρωτᾷν, εἴπερ λελύπηται· ἐρωτῶν γὰρ, ἐπι πλήττειν αὐτῷ δοκεῖ, ὡς οὐ καλῶς λυπηθέντι. Τοῦτο δὲ σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν. Εφη γάρ "Αρα δικαίως ἐλυπήθης; Καί· Εἰ καλῶς ἐλυπήθης; τουτέστι, Σκόπησον παρὰ σαυτῷ εί δικαίως ἔχεις τὰς τῆς λύπης ἀφορμάς. Αλλ' ἐνταῦθα μὲν αὐτὸν ἑαυτῷ καθιστῇ Ιατρόν, δι εγείρων λογίσασθαι, ὅτι ἀδίκως λελύπηται, καὶ παύσασθαι τῆς ἀθυμίας. Ἐπεὶ δὲ οὐ συνῆκεν ὁ προ φήτης, πρὸς τῷ τέλει αὐτὸς ὁ Κύριος τὴν αἰτίαν τοῦ μὴ δεῖν λυπεῖσθαι ἀριδηλότατα παρίστησιν αὐτῷ, ἐγγαστρίμυθος. Προφητείαν, Καὶ νῦν, Παραχωρεῖν, Β.ιν. Περὶ σεαυτοῦ, Δίκας, δι καίας,
col. 955–956page 25 of 32
PG 126:955εὐμεθόδως καὶ παντόρως τὰ περὶ τὴν κολόκυνθαν διασκευάσας. Καὶ ἐξῆλθεν Ιωνᾶς ἐκ τῆς πόλεως. καὶ ἐκάθε ισεν ἀπέναντι τῆς πόλεως, καὶ ἐποίησεν ἑαυτῷ ἐκεῖ σκηνὴν, καὶ ἐκάθητο ὑποκάτω αὐτῆς, ἕως οὗ ἀπίδῃ, τί ἔσται τῇ πόλει. Τοῦτο πρῶτον γενό μενον, ὥς τινες λέγουσι, τελευταῖον ἔθηκεν ὁ προφή της· διηγησάμενος γὰρ τῶν Νινευΐτῶν τὴν μετά νοιαν, ἠβουλήθη ταύτῃ συνάψαι τὴν θείαν φιλανθρωπίαν, καὶ τὴν ἀπὸ ταύτης αὐτῷ συμβᾶσαν ἀθυμίαν, καὶ οὓς εἶπε πρὸς τὸν Θεὸν λόγους. Διὸ φαίνεται ὕστερον ταῦτα λέγων, ἃ πρότερον ἐγένοντο. Κηρύξας γὰρ ὁ Ἰωνᾶς, ἐξῆλθε τοῦ ἄστεος, καὶ πηξάμενο; σκηνὴν, τὸ τέλος ἀνέμενε τῆς προρρήσεως. Τούτο γὰρ δῆλον ὡς πρὸ τῆς ἀθυμίας ἐγένετο. Μετὰ γὰρ τὸ τέλος τῶν ὡρισμένων ἡμερῶν, θεασάμενος μηδὲν τῶν ἠπειλημένων ὑπομείνασαν τὴν πόλιν, ἀθυμεῖ, καὶ τὴν μετ' ὀδύνης ἐκείνην ποιεῖται προσευχὴν, δικαιολογούμενος πρὸς τὸν Θεόν. Τινὲς δὲ εὐχ οὕτω φασὶν, ἀλλὰ τοῦτο, ὁ ἐκάθισεν ἀπέναντι τῆς πόλεως, μετὰ τὴν ἀθυμίαν γενέσθαι, ὥσπερ κατὰ τὴν Γρα φὴν τέτακται· ἰδόντα γὰρ ὡς οὐ κατεστράφη ἡ Νι νευί, ἀθυμῆσαι τὸν προφήτην, καὶ εἰπεῖν ἃ εἶπε πρὸς τὸν Θεόν· εἶτα ἐξελθόντα τῆς πόλεως, πρὸ αὐτῆς καθῆσθαι, καταστροφὴν μὲν οὐκέτι ἐλπί ζοντα, πλὴν ἀλλά τινα ἑτέραν τιμωρίαν μετριωτέραν καραδοκοῦντα, ὡς καὶ ἀνωτέρω εἴπομεν μηδὲ γὰρ πιστεύειν, ὡς διὰ τριῶν ἡμερῶν ἴσχυ σαν ἐξαλείψαι τοσούτων γραμματεία πλημμελημάτ άκα κίμ, των. Καὶ προσέταξε Κύριος ὁ Θεὸς κολοκύνθη, καὶ ἀνέβη ὑπὲρ κεφαλῆς ᾿Ιωνᾶ, τοῦ εἶναι σκιάν ὑπεράνω τῆς κεφαλῆς αὐτοῦ, τοῦ σκιάζειν αὐτῷ ἀπὸ τῶν κακῶν αὐτοῦ. Καὶ ἐχάρη Ἰωνᾶς ἐπὶ τῇ κολοκύνθη χαραν μεγάλην. Παραψυχήν του προφήτου μηχανᾶται ὁ Θεὸς, καὶ προστάττει κολοκύνθῃ, ὥσπερ τῷ κήτει, τουτέστι, βούλεται καλο κύνθην φύναι, καὶ εὐθὺς γίνεται, ἅμα τε βλαστήσασα, καὶ ἐκταθεῖσα, καὶ κόμην δασεῖαν ἐκ φύλλων πλατέων ἐπιδειξαμένη, ὥστε σκιάζειν τὴν Ἰωνί κεφαλὴν ἀπὸ τῶν κακῶν, τουτέστι τῶν κακώσεων τῆς ἡλιοκαΐας. Τὸ δὲ, λυπηθέντα ἐπὶ σωτηρία των Νινευΐτῶν τὸν προφήτην, χαρῆναι ἐπὶ τῇ τοῦ λαχάνου αναβλαστήσει, ἐμφαίνει τὸ ἦθος τοῦ ἀνδρὸς ἁπλοῦν, καὶ τῇ τῶν νηπίων ἀκακίᾳ ἐγγίζουν. Και ταῦτα γὰρ ῥᾳδίως καὶ ὑπὸ τῆς προστυχούσης ε οιασδηποτοῦν αἰτίας πρός τε τὸ χαίρειν καὶ πρὸς ἀλγεῖν μεταφέρονται. Καὶ προσέταξεν ὁ Θεὸς σκώληκι ἑωθινῇ τῇ ἐπαύριον, καὶ ἐπάταξε τὴν κολοκύνθην, και ἐξηράνθη· καὶ ἐγένετο ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον, καὶ προσέταξεν ὁ Θεὸς πνεύματι καύσεως συγκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κε Τυχούσης,
col. 957–958page 26 of 32
PG 126:957φαλὴν Ἰωνᾶ, καὶ ὠλιγοψύχει, καὶ ἀπελέγετο τὴν ψυχὴν αὐτοῦ, καὶ εἶπε· Καλόν μοι τὸ ἀπο θανεῖν με, ἢ ζήν με. Σκώληκα μὲν ἑωθινὴν ὄν μάζει την κάμπην, διὰ τὸ ἐκ δρόσου τῆς ὑπὸ τὴν ἕω πιπτούσης τὰς τῆς γενέσεως ἔχειν ἀρχάς. προστάττεται δὲ καὶ αὕτη, ὥσπερ εἴρηται, τοῦ βουλήματος τοῦ θείου προστάγματος όνομαζομένου, ὥστε τὴν βίζαν τῆς κολοκύνθης φαγεῖν. Καὶ δὴ γέγονε τοῦτο, καὶ ἐξηράνθη τὸ λάχανον. Προστάττει δὲ Θεὸς, καὶ γίνεται πνεῦμα καύσεως (οὐ γὰρ ὁ ἥλιος μόνον ἦν φλογώδης, ἀλλὰ καὶ πνεῦμα καύσεως ἐπεγένετο, πλεονάζον τὴν φλόγωσιν), καὶ πατάσσεται μὲν ἡ Ἰωνᾶ κεφαλὴ ὑπό τε τοῦ ἡλίου, καὶ τοῦ καυσώδους ἐκείνου πνεύματος· ὁ δὲ δυσθυμῶν, ἀπολέγεται τὴν ζωήν. Πανσόφως δὲ ταῦτα οἰκονομεῖται, ἵνα μάθω μεν τὴν ἀνθρωπίνην ἀσθένειαν, καὶ μὴ περιεργαζώ- 18 μεθα τους λόγους τῶν ὑπὸ Θεοῦ γενομένων γιν.] ἑκάστοτε. Καὶ εἶπε Κύριος πρὸς Ιωναν Εἰ σφόδρα ε λύπησαι σὺ ἐπὶ τῇ κολοκύνθῃ; Καὶ εἶπε· Στό δρα λελύπημαι ἐγὼ ἕως θανάτου. Καὶ εἶτε Κύριος· Σὺ ἐγείσω ὑπὲρ τῆς κολοκύνθης, ὑπὲρ ῆς οὐκ ἐκακοπάθησας, οὐδὲ ἐξέθρεψας αὐτὴν, ἡ ἐγεννήθη ὑπὸ νύκτα, καὶ ὑπὸ νύκτα ἀπώλετο ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ τῆς Νινευΐ πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες ανθρώπων, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν, ἢ ἀριστερὰν αὐτῶν, καὶ κτήνη πολλά; Λυπηθέντα τὸν προφήτην ἐρωτᾷ ὁ τῶν ἁμαρτωλῶν κηδόμενος καὶ τῶν δικαίων προμηθούμενος Κύριος, εἰ σφόδρα λελύπηται, οὐχ ὡς ἀγνοῶν, ἀλλ' ὡς μέλα λων διδάξαι αὐτὸν, ὅτι οὐ δεῖ λυπεῖσθαι. ὁμολογήσαντος γὰρ οὕτω λυπεῖσθαι, ὡς καὶ θανάτου ἐπιθυμεῖν, Σο!, φησὶν ὁ Θεὸς, χρῶμαι κριτῇ. Σκόπησον τοίνυν, εἰ δίκαιον, σὲ μὲν ὑπὲρ τῆς κολοκύνθης αλ γεῖν, ἧς οὐ γέγονας γεωργός· οὔτε γὰρ ἐφύτευσα:, οὔτε ἤρδευσα:, ἀλλ' ὑπὸ τὸν ὄρθρον γενομένη, πάλιν τῇ ὑστεραίᾳ ὑπὸ τὸν ὄρθρον, σκώληκος γέγονε παρ ανάλωμα· ἐμὲ δὲ ἐβούλου ἀφειδώς τηλικαύτη χρήσ σασθαι τῇ πόλει, ὑπ' ἐμοῦ τὸ εἶναι λαβούσῃ; Θαύ μασον τοίνυν τὴν φιλανθρωπίαν μου, ὡς τὸ εὔλογου ἔχουσαν, καὶ μὴ ἀθύμει, ὡς τῆς προφητείας δια πιπτούσης. Τὸ δὲ, Οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν, ἢ ἀριστεράν, τινὲς μὲν ἐπὶ τῆς ἁπλότητος τῶν Νινευί τῶν ἀνδρῶν εἰρῆσθαι ἐνόμισαν, δοκεῖ δὲ μᾶλλον η περὶ τῶν ἐν τῇ πόλει νηπίων λέγεσθαι τοῦτο, ἐξ οὗ τὸ πλῆθος τῆς πόλεως συλλογίζεσθαι πάρεστιν. Εἰ γὰρ οἱ νήπιοι μόνοι, πλείους, ἢ δώδεκα μυριάδες, τὸ λοιπὸν πλῆθος, πόσον; Καὶ ὁ σκοπὸς δὲ τῶν εἰρη μένων ὑπὸ Θεοῦ, πρὸς ταύτην ἡμᾶς ποδηγεῖ τὴν διάνοιαν. Εἰ γὰρ οὐκ ἔδει, φησί, δέξασθαι τὴν τῶν ἁμαρτωλῶν μετάνοιαν, ἐχρῆν γοῦν οἶκτον λαβεῖν τινα τοσούτων μυριάδων νηπίων, οι διὰ τὸ νέον τῆς ἡλικίας οὐκ οἴδασι ποία μὲν αὐτοῖς ἡ δεξιά, ποία δὲ ἡ εὐώνυμος, καὶ διὰ τοῦτο οὐδὲ ἁμαρτίας ὄντες ἔνοχοι, οὐκ ὤφειλον πάντως δοῦναι δίκας ἢ ἀπολέσθαι Ωσαύτως καὶ τῶν κτηνῶν ἔδει φείσα Καὶ ἀπολέσθαι,
col. 959–960page 27 of 32
PG 126:959οὐδὲ γὰρ αὐτὰ δίκην ὑπὲρ ἁμαρτημάτων ὤφειλεν. Εἰ οὖν ὁ οὖν ὁ δίκαιος οικτείρει ψυχές κτηνῶν, πόσω μᾶλλον ὁ ποιητὴς τούτων φείσεται τοῦ οἰκείου κτήματος; "Ωσπερ οὖν καὶ τὰ κτήνη διά τοῦτο προστέθεικεν, ἵνα δείξῃ δικαίως σωθεῖσαν τὴν πόλιν· οὕτω καὶ τὴν ἄωρον ἡλικίαν προστέθεικεν ὡς μήτε τούτων, μήτε ἐκείνων ποινές ὑπὲρ ἁμαρτημάτων δικαίως εισπραττομένων. Τῆς μὲν οὖν προφητείας τοῦτο τὸ τέλος· ἡμεῖς δὲ τὸν ἀγα Ο Δεσπότην ἡμῶν ὑμνήσωμεν, δς μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτὸν, καὶ λυπεῖν ἔστιν ὅτε τοὺς εὐαρεστοῦντας αὐτῷ ἁγίους ἄνδρας ἀνέχεται, καὶ μὴ βουλομένων αὐτῶν, ὀρέγειν τὸν ἔλεον. Οὕτως Ἠλιοῦ τοῦ πάνω τὸν ὑετὸν ἐπισχόντος, αὐτὸς οἷά τε πρεσβευτής σθαι παραγίνεται πρὸς τὸν δοῦλον, καὶ, Πορεύθητε φησί τῷ ᾿Αχαάβ, καὶ δώσω τὸν ὑτὸν ἐπὶ προσώπου τῆς γῆς. Ἀλλ' οὕτω μὲν ἡ Νινευΐ σὺν τοῖς κτήνεσι διεσώθη· οὕτω δὲ καὶ ὁ Χριστὸς τοὺς ἑαυτὸν ἀντίλυτρον, πάντας ἔσωσε, σοφοὺς καὶ ἀσία φους, πλουσίους καὶ πένητας, πρὸς ἐν λέγεσθαι ὑπὸ τοῦ Δαβὶδ πιστεύομεν· Ανθρώπους καὶ κτήση σώσεις, Κύριε· ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεός· οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ των πτερύγων σου ἐλπιοῦσι. Καὶ τ᾿ ἄλλα μὲν τῆς προφητείας ταύτης, θαύματος ἄξια· οὐχ ἥκιστα δὲ καὶ τὸ ἦθος τοῦ προφήτου, ὃ ἐν ταύτῃ διαφαίνεται, οὕτως εὐγνώμον καὶ ἀληθὲς ὅν, ὥστε πάντα ἀπερικαλύπτως εἰπεῖν, καὶ ἀπογυμνώσαι τὰ ἑαυτοῦ ἑλατ τώματα, τὴν ἀπείθειαν, τὴν φυγήν, τὴν μικροψυχίαν, καὶ μὴ ἐπαισχυνθῆναι τούτοις, ἀλλὰ στηλιτεῦσαι ταῦτα πρὸς ἡμετέραν· ὠφέλειαν. Τοιοῦτοι πάντες ἦσαν οἱ ἅγιοι, οὐ τὸ ἑαυτῶν ζητοῦντες, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθώσιν. Οὕτω τοι καὶ Δαβὶδ τὴν οἰκείαν ἐστηλίτευσεν ἁμαρτίαν, ἵνα τοῖς ὀψιγόνοις ὠφέλειαν πραγματεύσηται, καὶ τὸν πεντηκοστὸν ψαλμὸν ἐνε γράψατο, πάσης μὲν κατανύξεως γέμοντα, χρηστές δὲ τοῖς ἀπογινώσκουσιν ἐλπίδας ὑποτιθέντα, ὡς οὐδέν ἐστι τῶν ἁμαρτημάτων οὕτω μέγα τε καὶ πολὺ, δ μὴ δάκρυσιν ἐξαλείφεται. Καὶ γὰρ ἐν αὐτῷ τούτῳ τῷ ψαλμῷ, ἐν ᾧ τὴν ἁμαρτίαν θρηνεί, προφητεύε περὶ μεγάλων μυστηρίων καὶ οὐρανίων τῆς τε ἄω Σιὼν καὶ τοῦ ἐκεῖσε θυσιαστηρίου, καὶ θυμάτων ἀποῤῥητοτέρων καὶ ἀξίων ἐκείνου, ἐκ περιουσίας δεικνύων, ὡς οὐχ ἁμαρτημάτων μόνον συγχώρησιν ἡ μετάνοια πραγματεύεται, ἀλλὰ καὶ χαρισμάτων ἐπίδοσιν. Οὐκ ἀγνοητέον δὲ, ὡς τὴν τοῦ Ἰωνᾶ παρα κοὴν, καὶ φυγὴν, καὶ τ᾿ ἄλλα, οὐδόλως παρεδέξαντό τινες καθ' ἱστορίαν γενέσθαι. 'Αλλ' ἐπειδήπερ, φα σὶν, ἑώρα τὴν τοῦ Ἰσραὴλ ἔκπτωσιν, καὶ μεταβαίνουσαν εἰς τὰ ἔθνη την προφητικὴν χάριν ᾐσθάνετο, ἵνα δείξῃ δικαίως σωθεῖσαν τὴν πόλιν, οὕτω καὶ τὴν ἄωρου ἡλικίαν προστέθεικε, Οἷά τις. πορεύθητε, φησί, και άφθησαν υπούλως, μια οὐδόλως,
col. 961–962page 28 of 32
PG 126:961διὰ τοῦτο ὑποχωρεῖ τῷ κηρύγματι, καὶ ἀναβάλλεται τὸ ἐπίταγμα· καὶ τὴν κατασκοπὴν τῆς χαρᾶς ἀφεὶς (τοῦτο γὰρ Εβραίοις Ιόππη δύναται), τὸ παλαιὸν ὕψος λέγω καὶ τὸ ἀξίωμα, εἰς τὸ τῆς λύπης ἑαυτὸν Έρριψε πέλαγος, καὶ χειμάζεται τοῖς λογισμοῖς, καὶ ναυαγεί, τουτέστι κυμαίνεται, ἐννοούμενος, πῶς τὸν υἱὸν τὸν πρωτότοκον, τὸ βασίλειον ιεράτευμα, τὸν περιούσιον λαὸν παραιτεῖται τὸ Πνεῦμα, καὶ ἐπὶ τοὺς ἀκαθάρτους κύνας τὰ ἔθνη χωρεῖ. Εἶτα ὑπνώττει ὁ Ἰωνᾶς, ὅ ἐστιν, ἐξαπορεῖται παντάπασι, καὶ παύει τὰς οἰκείας αἰσθήσεις, ὡς μηκέτι νοεῖν ἔχων, πῶς τοῦτο γίνεται. Ἐπεὶ καὶ Παῦλος ἐπ' αὐτῷ τούτῳ ἐξαπορηθεὶς, ἐκδοᾷ· "Ω βάθος πλούτου, καὶ σο γίας, καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! ᾿Αλλ' ὁ πρωρεὺς αὐτὸν διϋπνίζει, ὁ πάντα προορῶν Λόγος, ὃς αὐτῷ προϋπέδειξεν, ὡς ἄρα Θεοκτόνοι μὲν ἔσονται οἱ αὐτοῦ ὁμόφυλοι, δικαίως δὲ αὐτῶν ἀποφοιτήσει ἡ χάρις. Καὶ οὕτως ὑποπίπτει τῷ κλήρῳ, τῇ ἄνωθεν δή, λέγω, ἀποκληρώσει, καὶ τῇ δικαίᾳ τοῦ Θεοῦ κρίσει, ἢ [?] τὸ καθαρὸν καὶ ἅγιον πνεῦμα τοῖς ἀκαθάρτοις τοῦ Θεοῦ σταυρωταῖς δωρεῖσθαι οὐ δικαιοῖ. Εἶτα καὶ τῷ κήτει καταπίνεται μέν, οὐκ ἀναλίσκεται δέ· ἐννοεῖ μὲν γὰρ τὴν ἔκπτωσιν τοῦ ἀπιστήσαντος Ισραήλ, ἀλλὰ προσεννοεῖ καὶ τὴν σω τηρίαν τοῦ κατ' ἐκλογὴν λείμματος· οὐ γὰρ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ἂν προέγνω. Καὶ τὸ θαῦμα, Χριστῷ τριήμερος συνεκδίδοται· πιστεύει γὰρ ὅτι διὰ λουτροῦ παλιγγενεσίας οἱ εἰς τὴν τριήμερον ἀνάστασιν βαπτιζόμενοι, ἀναζήσουσιν, οὐδὲν ὑπὸ τοῦ κήτους τῆς δευτέρας ἀπιστίας παραβλαβέντες. Εἶτα τὸ κή ρυγμα τρανότερον προβλέπει εἰς τὰ ἔθνη ἐρχό μενον, καὶ μετανοοῦντα ταῦτα, καὶ ἄφεσιν ἁμαρ τιῶν ἐκ Θεοῦ δεχόμενα· καὶ λυπεῖται, οὐχ ὅτι οὗτοι σώζονται, ἀλλ' ὅτι οἱ αὐτοῦ φυλέται καὶ συγγενείς ἀποβάλλονται. Καὶ μὴ θαυμάσῃς, ἐπεὶ καὶ Παύλῳ λύπη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ, ἡ τοῦ Ἰσραήλ ἔκπτωσις. Αἰνιττόμενος δὲ Ἰωνᾶς καὶ τοὺς ἐν τοῖς καιροῖς τῶν ἀποστόλων ἔτι τοῦ νόμου ἐξεχομένους οἷος καὶ Πέτρος ἦν, πρὶν ἢ τὴν σινδόνα ἰδεῖν, ἀθέμι τον εἶναι οἱ μενος ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἔθνεσι, τῆς πόλεως ἔξεισι, τῆς τῶν ἐθνῶν, φημί, Εκκλησίας, οὐ παραδεκτέους τούτους κρίνων ἐπὶ τὴν πίστιν, εἰ μὴ καὶ Ἰουδαῖσαι καὶ ὑπὸ τῇ σκηνῇ κάθηται, τῇ περιδική διαθήκῃ περιέπων ταύτην, καὶ δεῖν λέγων περιτέμνεσθαι καὶ τὰ Μωσέως ἔθη τηρεῖν, καὶ τῇ σκιᾷ τῆς κολοκύνθης ἐπαναπαύεται, ἣν εἶναι τὸν νόμον μανθάνομεν, ὑπὸ νύκτα τε γεννηθέντα, ὅτε δηλαδὴ νὺς ἐκράτει τῆς ἁμαρτίας (νόμος γὰρ τῶν παραβάσεων χάριν προσετέλεσε), καὶ ἀπολλύμενον ὑπὸ νύκτα· κατήργηται γάρ, ὅτε οὐκ ἠδύνατο τῆς ῥηθείσης νυκτὸς ἔξω γενέσθαι. Πρὸς γὰρ τῷ ἐξ ἔργων Τῆς προτέρας ἀπιστίας, Πραότερον, Εχομένους, Ιουδαΐσειέ τις, Ιδεῖν, "Οτι,
col. 963–964page 29 of 32
PG 126:963τὸ παράπτωμα· χωρὶς γὰρ νόμου, ἁμαρτία νεκρά. Πῶς δὲ καὶ ἀπώλετο; Διὰ τῆς ἐνεργείας τοῦ σκέ ληκος τοῦ ἑωθινοῦ, τῆς δυνάμεως τοῦ Θεοῦ τῆς μετ γάλης, τῆς χάριτος τοῦ φωτεινοῦ καὶ φωτοδότου Ἰησοῦ, τοῦ ἐπιλάμψαντος ἡμῖν, καὶ τὴν ἕω τῆς τε θεογνωσίας καὶ τοῦ ὀρθοῦ βίου ποιήσαντος, τοῦ λέ γοντος· Ἐγὼ δὲ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος αὕτη γὰρ ἡ τὸν νόμον κατάξασά τε καὶ καταργήσασα. Καὶ τότε δὴ μανθάνει ὁ Ἰωνᾶς τελεώτερον τὸ μυσ στήριον, ὅτι δικαίως τὰ ἔθνη παραλαμβάνεται καὶ σώζεται. "Η οὐχὶ καὶ ἐν ταῖς Πράξεσιν οἵ τε ἄλλοι, καὶ αὐτὸς ὁ Πέτρος πρὸς τοὺς ἐθνικούς διακρίνονται πρότερον; Εἶτα μανθάνει Πέτρος διὰ τῆς σινδόνος τὴν τῶν ἐθνῶν καθαρότητα, καὶ τοὺς ἄλλους διδάσκει, ὅτι καὶ ζυγὸς ὀνομάζεται ὁ νόμος, ὃν οὔτε αὐτοὶ, οὔτε οἱ πατέρες αὐτῶν ἠδυνήθησαν βαστάσαι. Ταῦτα πάντα αινιττόμενος Ἰωνᾶς, οὕτω διεσκεύασε την προφητείαν. ᾿Αλλὰ γὰρ τά τε άλλα ὠφεληθείημεν ἐκ ταύτης, καὶ τὸ μαθεῖν πικρὰν εἶναι τὴν ἀντιμισθίαν τοῦ παρακούειν προσταγμάτων Θεοῦ. Διὰ γὰρ τὸ προσκρούειν Θεῷ, καὶ πειρασμῶν θαλάσσαις ἐκδιδό μεθα, καὶ κλύξωσι προσπαλαίομεν. Καὶ δοκεῖ μὲν τὸ κῆτος παμφάγον, ὁ εἰς πειρασμούς ἡμᾶς ἐκδότου; λαμβάνων, καταπιεῖν ἡμᾶς καὶ ἀπολέσαι διὰ τοῦ βλασφημήσαι τυχὸν καὶ καταγογγύσαι τῆς Προνοίας" πλὴν ἀλλ' ἡμεῖς ἀκεραίους ἑαυτοὺς διασώσωμεν. Τοῦτο δὲ ἔσται εἰ εὐχόμενα τῷ δυναμένῳ ἀνάγειν ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν, καὶ ὑπισχνούμεθα αὐτῷ θυσίας πνευματικάς, τὰς εἰς σωτηρίαν ἡμῶν πράξει; φημί. Οὕτω γὰρ ἔχοντες, οὐ φυλαξόμεθα μάταια καὶ ψευδή, ὦ πάσχουσιν οἱ τὸν ἔλεον τὸν θεῖον ἐγκαταλιμπάνοντες, καὶ εἰς βλασφημίας χωροῦντες. Οὗτοι γὰρ τῷ ὄντι μάταιοι, μήτε τὰς θλίψεις διὰ του βλασφημεῖν ἀνιέντες, καὶ ἔτι τὸν Θεὸν παροξύνοντες, καὶ βαρυτέρας τὰς μάστιγας προκαλούμενοι, δέον τὸν ἔλεον τοῦ Θεοῦ ἐπικαλεῖσθαι. Η οὐχὶ καὶ οἱ κατὰ κόσμον δοῦλοι, ἐπειδὰν ὑπὸ τῶν δεσποτών παιδευόμενοι βλασφημῶσιν, ἔτι μᾶλλον τὴν δεσποτικὴν ὀργὴν προσεκκαίουσιν· οἱ μέντοι, Ελέησον, λέγοντες, πραΰνουσιν ταύτην, καὶ τὸ ἐπιπλέον κολάζεσθαι διαφεύγουσιν; Οὕτω φρονοῦντες, καὶ εἰς τὸν παθόντα ὑπὲρ ἡμῶν ἀφορῶντες καὶ τριήμερον ἀναστάντα, καὶ αὐτοὶ τριήμεροι αναστησόμεθα, πίστιν, ἐλπίδα, νόμου μὴ δικαιοῦσθαί τινα ἔτι ἐπλεόνα. ε δι' αὐτοῦ ἀγάπην, τὰ τρία ταῦτα φωτίζοντα ἡμᾶς ἐν τῇ νυκτὶ Μήτε, μήποτε. τῶν θλίψεων ἔχοντες, Πιστός τε ὁ Θεὸς, λέγοντες, 8; οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι, καὶ διὰ τοῦτο ὑπομένοντες, καὶ τὴν δοκιμὴν ἐκ τῆς ὑπομονῆς, καὶ ἐκ ταύτης τὴν ἐλπίδα δεχόμενοι. Ἡ δὲ ἐλπὶς οὐ καταισχύνει πάντως. Καὶ οὕτως εἰς τὴν ἀγάπην τοῦ Πατρὸς τῶν οἰκτιρμῶν φθάνοντες ἐν τῷ ἐννοεῖν, ὅτι Τις ἐστιν υἱὸς, ὃν οὐ παιδεύει πατήρ; καὶ, Ὃν άγα πᾷ, παιδεύει· ὥστε καὶ ἡμᾶς ὀφείλειν αὐτὸν ἀγα πᾶν μετὰ τοῦ λέγοντος· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ;
col. 965–966page 30 of 32
PG 126:965Ἐὰν ταῦτα κατορθώσωμεν, καὶ κήρυκες ἐτό Ε! μεθα ἄλλοις ἁμαρτάνουσι, καὶ σώσομεν τούτους διὰ τοῦ καθ᾿ ἡμᾶς παραδείγματος. Οὕτω καὶ ἔξω τῆς πόλεως γενησόμεθα, τοῦ κόσμου δηλαδὴ τούτου, ὡς ὁ Παῦλος παραινεῖ, ἔξω κελεύων ἔρχεσθαι, τὸν ὀνει δισμὸν τοῦ Χριστοῦ φέροντας, τουτέστι πᾶσαν ἀτι μίαν, καὶ πᾶσαν κάκωσιν· οὕτω καὶ ἐν σκηνῇ ἀνα παυσόμεθα, οὐ μόνιμον, ἀλλὰ παροδικὴν ἐνταῦθα δια τριβὴν νομίζοντες, ὡς ᾿Αβραὰμ καὶ οἱ λοιποί πατριάρχαι, οι συγκληρονόμοι τῆς ἐπαγγελίας, οἵ ἐν σκηναῖς παρῴκησαν, ὡς τὴν τοὺς θεμελίους ἔχου σαν πόλιν εκδεχόμενοι. Καὶ ἡ σκιὰ τῆς κολοκύνθης, τοῦ κόσμου τούτου τῆς δόξης (Πᾶσα γὰρ δόξα ἀν θρώπου ὡς ἄνθος χόρτου), ἀναψύχειν δοκεῖ ἐν τῷ τῶν θλίψεων καύσωνι, καὶ διὰ τοῦτο ποθεῖται ἡμῖν. ᾿Αλλὰ πατασσέτω αὐτὴν ἡ σκώληξ ἡ ἑωθινή, ἡ συνείδησις ἡμῶν, οὐδὲν τῶν ἡμετέρων σκοτεινὸν καὶ ἀφανές. Διὸ καὶ σκώληξ ἐστὶν, ἀεὶ τῶν ἁμαρ τημάτων ἡμῖν αἴσθησιν διδοῦσα. Σῆς γὰρ ἐστέων, καρδία αισθητική. Αὕτη πρὸ ὀφθαλμῶν ἡμῖν τιθεῖσα τὰ ἡμέτερα κακά, καὶ διδάσκουσα, ὡς ἄξιοι έσμεν καὶ βαρυτέρων θλίψεων διὰ τὰς ἁμαρτίας ἡμῶν, πατάξει τὴν ἐπιθυμίαν τῆς δόξης, καὶ πείσει λέγειν μετὰ τοῦ προφήτου. Οργὴν Κυρίου ὑποίσω, ότι ἥμαρτεν αὐτῷ· καὶ αὖ, Ολίγα ὧν ἥμαρτον, με Διαστίγωμαι. Χάρις οὖν τῷ διὰ πάντων ὠφελοῦντι ἡμᾶς Πνεύματι, καὶ μυστήρια μὲν ἀποκαλύπτοντα διὰ τῆς τοῦ γράμματος περιαιρέσεω;, οὐχ ἥκιστα δὲ καὶ διὰ τοῦ γράμματος διορθουμένῳ τὰς τῶν προσχόντων ψυχάς. Αὐτίκα γοῦν ἵνα ἐξ ἑνὸς τὸ πᾶν παραστήσωμεν, τό, Ετι τρεῖς ἡμέραι, καὶ Νινευί καταστραφήσεται, μυστικώτερον μὲν σημαίνει την διὰ τῆς τοῦ Κυρίου τριημέρου ταφῆς καταστροφὴν τῆς πονηρᾶς ἀντικειμένης βασιλείας τῆς πάλαι κρατ τούτης καὶ δυναστευούσης, ὥσπερ ἡ Νινευΐ ἐν τοῖς ἔθνεσι, πρὸς ἦν ἐμάχετο μὲν ὁ νόμος, ἀλλ' ἀσθενής ἦν· διὸ καὶ εἴρηται, Ετι τρεῖς ἡμέραι, καὶ ἡ τελεία αὕτη καταστροφή ὅτι ἀπεκδύσεται τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, θριαμβεύσας αὐτὰς ἐν τῷ σταυρῷ, ὁ μέλλων διὰ τοῦ θανάτου καταργῆσαι τὴν τὸ κά τος ἔχοντα τοῦ θανάτου. ᾿Αλλὰ καὶ τοῦ Ἰησοῦ τὰς ἐν τῇ γῇ ποιουμένου διατριβάς, κατελύετο μὲν οὕτως ή τῶν δαιμόνων ἀρχή· ἐσκύλευε δὲ τὸν ἰσχυρὸν, τὰ σκεύη αὐτοῦ διαρπάζων, καὶ τοὺς δαιμονῶντας ἰώς μενος· πλὴν ἡ τελεία καταστροφὴ τῆς δαιμονικῆς τυραννίδος διὰ τῆς τριημέρου ἀναστάσεως ἐτελέσθη. ᾿Αλλὰ καὶ διὰ τῆς ἐν τῷ βαπτίσματι τριττῆς κατα δύσεως, τῆς ὄντως ἡμερινῆς καὶ φωτιστικῆς, ἡ ἁμαρτία καταστρέφεται. Σημαίνεται μὲν οὖν καὶ ταῦτα μυστικῶς διὰ τοῦ, Ετι τρεῖς ἡμέραι, καὶ 163) Τοῦ Χριστοῦ· ἐὰν ταῦτα, Ἔτι τρεῖς ἡμέραι, τοῦ λόγου δηλοῦντος, ὡς τὴν κακίαν καὶ ὁ λόγος μὲν κολάζει, πλὴν ἔτι τρεῖς ἡμέραι· καὶ τηνικαῦτα ἡ τελεία ταύτης καταστροφή, ότι κ. τ. λ. νόμος, λόγος,
col. 967–968page 31 of 32
PG 126:967η Νινευί καταστραφήσεται. Πλὴν οὐδὲ τὸ γράμμα ἡμῖν ἄχρηστον, μανθάνουσι μὴ ἀπογινώσκειν, ἀλλὰ θα ῤῥεῖν τῇ τοῦ Κυρίου φιλανθρωπία, δ; διὰ μετά νοιαν τριῶν ἡμερῶν, πολλῶν ἐτῶν κακίας παρεῖδεν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. Ἰωνᾶς ἑρμηνεύεται, Υψίστου πονοῦντος, ἡ περιστερά. Ἰωνᾶς ἦν ἐκ γῆς Καραθιαρίμ ὥς τινές φασι, πλησίον Αζώτου πόλεως, κατὰ θά λασσαν. Καὶ ἐκβρασθεὶς ἐκ τοῦ κήτους, ἀπελθὼν εἰς Νινευί, καὶ κηρύξας, καὶ ἀνακάμψας, οὐκ ἔμεινεν ἐν τῇ γῇ αὐτοῦ· ἀλλὰ παραλαβὼν τὴν μητέρα αὐτοῦ, παρώκησεν ἐν γῇ Ασούρ, χώρᾳ ἀλλοφύλων ἐθνῶν. Ελεγε γάρ, ὅτι οὕτως ἀφελῶ τὸ ὄνειδός μου, ὅτι ἐψευσάμην, προφητεύσεις κατὰ Νινευί τῆς πόλεως τῆς μεγάλης. Ην δὲ τότε Ηλίας ὁ προ φήτης ἐλέγχων τὸν ᾿Αχαάβ, καὶ καλέσας λιμὸν ἐπὶ τὴν γῆν, ἔφυγε. Καὶ ἐλθὼν εἰς Σάρεφθα, εὗρε τὴν χήραν μετὰ τοῦ υἱοῦ αὐτῆς, καὶ ἔμεινε παρ' αὐτοῖς· οὐδὲ γὰρ ἐδύνατο μένειν μετὰ τῶν ἀπερ τμήτων, καὶ εὐλόγησεν αὐτὴν διὰ τὴν ξενοδοχίαν εν γὰρ προγινώσκων αὐτὴν ἐκ πρώτου. Θανόντος δὲ τοῦ υἱοῦ αὐτῆς ἐν μέσῳ ἀπεριτμήτων, πάλιν ήγειρεν ὁ Θεὸς διὰ τοῦ Ἠλία ἐκεῖ νεκρόν· ἡ θέλησε γάρ δεῖξαι αὐτῷ, ὅτι οὐ δύναταί τις διαδρᾶναι Θεόν, Καὶ ἀναστὰς Ἰωνᾶ; μετὰ τὸν λιμὸν ἦλθεν εἰς τὴν Ἰουδαίαν, καὶ ἀπέθανεν ἡ μήτηρ αὐτοῦ κατὰ τὴν ὁδὸν, καὶ ἔθαψαν αὐτὴν ἐχόμενα τῆς βαλάνου Δεδώ μας· καὶ κατῴκησεν ἐν γῇ Σαμαάμ. Απέθανε δὲ έκεῖ, καὶ ἐτάφη ἐν σπηλαίῳ Κενέζ, κριτοῦ γενομένου ἐν ἡμέραις τῆς ἀναρχίας. Καὶ ἔδωκε τέρας πολὺ ἐν Ἰσραὴλ, καὶ ἐφ' ὅλην τὴν γῆν. "Οταν, φησίν, ἔδωσε λίθον βοῶντα οἰκτρῶς, καὶ κάνθαρον ἀπὸ ξύλου πρὸς Θεὸν φθεγγόμενον, τότε ἐγγίζειν τὴν σωτη ρίαν, τότε ὄψονται τὴν Ἱερουσαλὴμ ηφανισμό την ἕως θεμελίων ὅλην· καὶ εἰς αὐτὴν πάντα τὰ ἔθνη προσκυνήσει τῷ Κυρίῳ, καὶ μεταθής σουσι τοὺς λίθους κατὰ δυσμὰς ἡλίου, καὶ ἐκεῖ ἔσται ἡ προσκύνησις τοῦ ἡλειμμένου, διὰ τὸ Ἱερουσαλὴμ βδελυχθῆναι, ἐν ἐρημώσει θηρίων καὶ πάσης ἀκαθαρσίας· καὶ τότε ἥξει τὸ τέλος πάσης πνοής. Καριαθαίμ,
col. 969–970page 32 of 32
PG 126:969ΤΟΥ ΑΥΤΟΥ ΘΕΟΦΥΛΑΚΤΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΒΟΥΛΓΑΡΙΑΣ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΝΑΟΥΜ. ΥΠΟΘΕΣΙΣ. Εκήρυξε μὲν Ἰωνᾶς ὁ θαυμάσιος τοῖς Νινευίταις, ὡς εἰ μὴ μετανοήσαιεν, ἀπολοῦνται· Νινευί δὲ, πόλις τῶν ᾿Ασσυρίων ή προύχουσα. Πεισθέντες δὲ οὗτοι, καὶ διὰ τῆς μετανοίας τὴν θείαν ὀργὴν ἀπο στρέψαντες, τότε μὲν οὐδενὸς τῶν ἀπειληθέντων δεινῶν ἐπειράθησαν· οἷα δὲ [τα] τῆς ἀνθρωπίνης ἀσθε νείας, ὕστερον ἀπεῤῥᾳθυμηκότες, καὶ εἰς τὴν προτέραν πονηρίαν ἐπανελθόντες, ἄλλα τε παράνομα μυ ρία δεδράκασι, καὶ τὰς κατὰ τοῦ Ἰσραὴλ τετολμή πασιν ἐκστρατείας. Καὶ τὰς μὲν δέκα φυλὰς, ὅ τε Θεγλαθφαλα τὰρ καὶ ὁ Σαλμανασὰρ ἐξανδραποδίσαντες, αἰχμαλώτους ἀπήγαγον. Τῇ δὲ τοῦ Ἰούδα φυλῇ Σε ναχηρεὶμ ἐπιστρατεύσας, πολλὰς πόλεις ἑλων, καὶ τὴν Ἱερουσαλὴμ αὐτὴν πολιορκήσας, κατ' αὐτοῦ τοῦ Θεοῦ τὴν γλῶτταν κινήσας, ἀπέβαλε μὲν τὰς τοσαύτας χιλιάδας ἐν μιᾷ νυκτί· αὐτὸς δὲ διὰ ταύτην διαφυγὼν τὴν πληγὴν, καὶ οἴκοι γενόμενος, ἵνα κη ρύξῃ τὴν θείαν δύναμιν (τούτου γὰρ ἕνεκα διεφυλάχθη), ἐν αὐτοῖς τοῖς βασιλείοις ὑπὸ τῶν ἰδίων υἱῶν δέχεται τὴν πληγήν. Εἶτα μικρὸν ὕστερον εἰς Πέρσας καὶ Μήδους τῆς βασιλείας μετατεθείσης, πανωλε βρίᾳ παρεδόθη ἡ Νινευί, ὅτε καὶ Κῦρος τοὺς Ἰσραηλίτας ελευθέρους ἀφήκεν. Ο τοίνυν ἀνὰ χειρα προφήτης Ναούμ, τοῦτον τὸν ἔλεθρον τῆς Νινευί προαναφωνεῖ· ἅμα μὲν διδάσκων πάντας, ὡς δίκαιος ὧν ὁ Θεὸς, οὐδὲν ἀπρονόητον, ἐξ, ἀλλ᾽ ἑκάστοις τὰς πρεπούσας ἐπιτίθησι δίκας. Διὸ τὸν μὲν Ἰσραὴλ ήσεβηκότα παρέδωκεν Ασσυρίοις αὐτοὺς δὲ τούτους πάλιν τοῖς Πέρσαις, διότι παρα λαβόντες τὸν Ἰσραήλ, θηριωδῶς αὐτοῖς ἐχρήσαντο. Οὐ γὰρ ὡς τῇ θείᾳ διακονοῦντες ὀργῇ, κατὰ τοῦ Ισραὴλ ἐστράτευσαν, ἀλλὰ τὴν οἰκείαν πλεονεξίαν
Page scan enlarged

Notebook

Full View