PG 126Theophylactus Bulgari Archiepiscopus
Commentary on the Prophet Nahum
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 971–972page 1 of 40
PG 126:971ἀποπιμπλάντες, καὶ καταδυναστεύειν πάντων εύγ λοντες. Διὸ ὁ Θεὸς τότε μὲν ἐχρήσατο αὐτοῖς κολα σταῖς καὶ δημίοις κατὰ τοῦ Ἰσραήλ· ἵνα δὲ μὴ νο μίσωσιν, ὡς οἰκείᾳ δυνάμει κατώρθωσαν & ἐποίησαν, κατηκόντισε μὲν τὰς τοσαύτας χιλιάδας τοῦ Σεναχηρείμ· τέλος δὲ καὶ αὐτὴν τὴν Νινευί μετ τὰ τῆς τῶν ᾿Ασσυρίων βασιλείας καθεῖλεν. Ο γὰρ Θεὸς τὸν αὐτοῦ λαὸν ἡμαρτηκότα παραδίδωσι μὲν τοῖς ἐχθροῖς· βούλεται δὲ ὅμως αὐτοὺς μὴ ἀποτόμως τῇ κατὰ τοῦ θείου λαοῦ ἀρχῇ χρήσθαι. Διὸ εξ περ ἴδῃ τούτους τους δημίους πικρότερον κολάζοντας, ἐπαφίησι καὶ αὐτοῖς τὴν οἰκείαν ὀργὴν, ἵνα πείρα μάθωσιν, ὅσον κακόν ἐστιν ἡ ἀπήνεια. Ει δε τις ἐρεῖ· Καὶ πῶς ὁ Σαούλ ἀπεβλήθη, διέτι τα; Αμαληκίταις φιλανθρωπότερον προσηνέχθη· ἀκου σάτω πρῶτον μὲν, ὅτι 'Αμαληκίται οὐκ ἦσαν λαός Θεοῦ, ἀλλ᾽ ἀντιστάται καὶ ἐχθροί· ἡμεῖς δὲ περὶ θείου λαοῦ λέγομεν, ἦν ὁ Θεὸς ὡς πατὴρ υἱὸν ἐθέλει παιδεύειν, ἀλλ' οὐκ ἀφανίζειν· ἔπειτα, ὅτι καὶ ῥη τῶν προσέταξεν ὁ Θεὸς τῷ Σαούλ ἀφανίσαι τοὺς ᾿Αμαληκίτας· οὐκ ἔδει δὲ τὴν προφανή τοῦ Θεοῦ πρόσταξιν παραβῆναι. Καὶ ἄλλως δὲ, οὐ διὰ φιλανθρωπίαν ὁ Σαούλ ἐφείσατο τοῦ ᾿Αμαλήκ, ἀλλὰ διὰ φιλοχρηματίαν. Διδάσκει μὲν οὖν καὶ τὴν θείαν, ὡς εἴρηται, πρόνοιαν ὁ προφήτης πάντας ἀνθρώπου; ἰδίως δὲ καὶ τοῖς Ἰσραηλίταις χρηστὰς ἐντίθησιν ἐλπίδας, ἵνα μὴ ἀπογνόντες παντελῶς, τῆς εἰς Θεὸν ἐλπίδος ἐκπέσωσιν· ἀλλὰ πρὸς αὐτὸν ὁρῶντες, καὶ τῇ εἰς αὐτὸν πίστει τεθωρακισμένοι, ὡς μόνον λ τροῦσθαι δυνάμενον, παράκλησιν ἔχωσιν, ὡς τῶν Ασσυρίων μελλόντων δίκας διδόναι τῷ Κύρῳ, ὑφ᾽ οὗ καὶ αὐτοὶ τῆς αἰχμαλωσίας ἀπολυθήσονται. Η γὰρ ἀπόγνωσις ἐποίει αὐτοὺς τοῖς ἔθνεσι προσ χωρεῖν, καὶ τὰ ἐκείνων ἔθη μετιέναι. Τοῦτο μὲν οὖν τῆς παρούσης προφητείας πρόδηλον πρόβλημα Καὶ τὸ κατὰ Χριστὸν δὲ μυστήριον βαθέως κείμενον, ἐνταῦθα κατανοεῖται. Ο δῴη αὐτὸς ἐκεῖνος κατιδεῖν, ὁ φωτίζων πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον, ἅμα καὶ τὸ ἦθος ἡμῶν καταρτύων, διὰ τοῦ ἀγαθοῦ καὶ εὐθέος Πνεύματος, οὗ ἡ προφητεία ενέργημα. η δ ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Λήμμα Νινευί. Η τοῦ ἁγίου Πνεύματος χάρι; διαφόρως ἐν τοῖς προφήταις ενήργει. Τοὺς μὲν γὰρ ὁρᾶν ἐποίει τὰ μέλλοντα, ὡς Ἡσαΐας, καὶ Μιχαίας, καὶ Δανιὴλ, καὶ Ζαχαρίας· τοῖς δὲ ἐνήχει τινά, ὡς ἐβούλετο, καὶ ἐδόκουν ἀκούειν προσδιαλεγομένου τινός. Τί γὰρ λαλήσει ἐν ἐμοὶ, καὶ, Τί ἀποκριθώ πρὸς ἔλεγχον μου; φησὶν ὁ ᾿Αμδαχούμ· ὥσπερ καὶ Δαβὶδ λέγει· 'Ακούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός. ᾿Αλλὰ καὶ ἐν αὐτοῖς τοῖς προφήτ θεῖσι προφήταις ἔστιν ἰδεῖν καὶ τοῦτο. Τινῶν δὲ σε ναοῦ, λαοῦ, Βούλημα.
col. 973–974page 2 of 40
PG 126:973ἐξαπίνης ἐπελαμβάνετο, καὶ κατέχουσα αὐτοὺς, καὶ τῶν ἀνθρωπίνων χωρίζουσα, ἐλάλει διὰ τούτων τὰ μέλη λοντα. Ταύτην τοίνυν τὴν τῆς διανοίας αιφνίδιον κατά σχεσιν, λήμμα προσηγόρευσεν ὁ Ναούμ, ὡσανεὶ τοῦτο λέγων, ὅτι ληφθεῖσα ἡ διάνοιά μου ὑπὸ τοῦ Πνεύ ματος, προείδε τὰ τῇ Νινευΐ συμβησόμενα. Ιστέον μέντοι, ὅτι πᾶσα προφητεία λήμμα ἂν λεχθείη και νῷ ὀνόματι· ἐκ Θεοῦ γὰρ ταύτην οἱ προφῆται ἐλάμ βανον. ᾿Αλλὰ καὶ ἡ ὅρασις ὥσπερ κοινόν τι δοκεῖ εἶναι· ἐπὶ πάντων γὰρ τῶν τρόπων τῆς προφητείας, ὁ νοῦς ἦν ἐλλαμπόμενος τῷ φωτὶ τοῦ Πνεύ ματος. Ακους γοῦν τί κἀνταῦθα ἐπάγει Βιβλίον δράσεως Ναούμ τοῦ Ἑλκεσαίου. Τοῦ το, φησί, τὸ λήμμα, τουτέστιν, ἡ κατὰ τῆς Νινευί προφητεία, ἣν ποιοῦμαι ληφθεὶς διὰ τοῦ Πνεύματος, ή, "Ην ἔλαβον ἀπὸ Θεοῦ, βιβλίον ἐστὶ, περι ἔχον τὴν ὅρασιν ἐμοῦ τοῦ Ναούμ, τοῦ ὁρμωμένου ἀπὸ κώμης Ελκασαῖ. Καὶ γὰρ προεῖδον τὰ μέλλοντα, καὶ ὡς προϊδὼν ταῦτα, λέγω. Τινὲς δὲ τὸν Δῆμμα, τουτέστιν, Ἡ ἀνὰ χεῖρας ληφθεῖσά μοι ὑπόθεσις, περὶ τῆς Νινευΐ ἐστι, καὶ περὶ αὐτῆς μέλλω ποιεῖσθαι τοὺς λόγους. Τὸ δὲ βιβλίον τοῦτο, ὁράσεως ἐστι τοῦ Ναούμ. Μήποτε δὲ ἀπὸ τῆς τοῦ Ἱερεμίου προφητείας οἰκειότερον νοηθείη, τί σημαίνει ἐνταῦθα τὸ λῆμμα. Εοικε γὰρ ἐκεῖνος λέγειν τὸ λήμμα, την μετὰ ζήλου ὀργήν, ἐκ τοῦ τὸν ἰσχυρότερον λα βόντα τὸν ἀσθενέστερον καταρρηγνύναι. Καὶ ὅτῳ σχολή, ἀναγνώτω τὸ μέρος ἐκεῖνο τῆς προφητείας Ἱερεμίου. Κανταῦθα τοίνυν, ἐπειδὴ τῇ Νινευί Θεὸς ὀργίζεται, καὶ μέλλει λαβεῖν αὐτὴν, καὶ καταῤῥῆξαι ἀπὸ τοῦ τῆς ἀρχῆς ὕψους, λήμμα Θεοῦ ὠνόμασε τὴν Νινευί. Ἐπεὶ δὲ Ναούμ ἑρμηνεύεται παράκλησις, καὶ ἡ Νινευῖ δὲ, εἰς τὴν κακία; οἰκειότητα ἂν ἐκληφθείη, ἣν ὁ κοσμοκράτωρ είχε βασίλειον ὁ τὸ κράτος ἔχων τοῦ θανάτου. Παράκλησις μέν ἐστιν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, κατὰ τὸν Ἰωάννην λέγοντα· Ἐὰν ἁμάρτωμεν, Παράκλητον ἔχομεν Ἰησοῦν Χριστόν.-Λημμα δὲ κατὰ τῆς Νινευί, ἡ σὰρξ ἐν προσέλαβεν, ἵνα κατακρίνῃ τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἥτις βιβλίον ἐστὶν, ὡς τὸν Λόγον δεξαμένη, σκηνώσαντα ἐν αὐτῇ. Ἐπεὶ δὲ ὁ αὐτὸς Λόγος καὶ φῶς ἐστιν ἀληθινὸν, 8 φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, καὶ ὁ ἀκολουθῶν αὐτῷ, οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ· καὶ ἐπὶ τούτῳ ἦλθεν, ἵνα οἱ μὴ βλέποντες βλέψωσιν· εἰκότως ἡ αὐτοῦ σάρξ, βιβλίον ἐστὶν δράσεως. ᾿Αλλὰ καὶ πολλοὶ, φησί, βασιλεῖς καὶ προφῆται, οἱ πρὸ τῆς σαρκώσεως ταύτης δη λαφὴ, ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοί. Καὶ εἴ τις δὲ κατὰ Βαρνάβαν ἀνὴρ ὢν ἀγαθὸς, καὶ πλήρης Πνεύματος ἁγίου καὶ πίστεως, δύναται παρακαλεῖν πάντας τῇ Ορωμένου, οἰκειότητα. εἰς τὴν οἰκείαν οικειότητα. κακότητα Βασιλεύς,
col. 975–976page 3 of 40
PG 126:975προθέσει τῆς καρδίας προσμένειν τῷ Κυρίῳ, λεχθήσεται μὲν καὶ αὐτὸς υἱὸς παρακλήσεως· λήμμα δὲ Νινευί ἕξει, ὡς λαμβάνων καὶ αἰχμαλωτίζων πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, καὶ βιβλίον δράσεως διδοὺς τοῖς καθημένοις ἐν σκότει καὶ σκιᾷ θανάτου, όπηνίκα φωτίζει τοῖς ἀγνοοῦσι φῶς γνώ σεως. Ορα δὲ, ὅτι πρότερον, Λήμμα Νινευί, εἶτα, Βιβλίων δράσεως. Εἰ μὴ γάρ τις τὴν κακίαν σκυ λεύσει, καὶ ὑποχείριον λάβοι, οὐκ ἂν εἰς τὸ βιβλίον τῆς δράσεως φθάσοι, ὅπερ ἐστὶν ἡ θεωρία. ᾿Αμφό τερα δὲ ταῦτα τῆς παρακλήσεως εἰσιν, ἤτοι τῆς τοῦ Παρακλήτου ἐνεργείας· ὅ τε γὰρ λόγος τῆς σου φίας, ἐν Πνεύματι δίδοται, καὶ τὰ ἐνεργήματα τῶν δυνάμεων, ἐν τῷ αὐτῷ Πνεύματι. Κύριες, ζηλωτής. Πρὸς τοὺς Νινευίτας ταῦτά φη σιν. Ἐπειδὴ γὰρ λελυττηκότες κατὰ τῶν Ἰσραηλιτῶν, ἀπηνῶς αὐτοῖς προσηνέχθησαν, καὶ κατὰ τοῦ Θεοῦ δὲ ἐβλασφήμουν, οἷόμενοι μὴ τῇ ἐκείνου παραχωρήσει, ἀλλὰ τῇ σφῶν αὐτῶν δυνάμει κρατῆσαι· λέγει νῦν αὐτοῖς· Ορᾶτε, ποῖ φέρεσθε· Θεὸς ζηλωτής έστι, τουτέστι, κατὰ τῶν παρανομούντων καὶ ὑπερηφανευομένων. Ζῆλον γάρ φησι τὴν δικαίαν ὀργὴν, τὴν μετὰ ζέσεως γινομένην. Επάγει οὖν Εκδικῶν Κύριος μετὰ θυμοῦ, ἐκδικῶν Κύριες τοὺς ὑπεναντίους αὐτῷ. Οὗτοι δέ εἰσιν, οἱ πρὸς τῇ εἰδωλολατρείᾳ ἔτι καὶ ἄλλως ἁμαρτάνοντες μάλιστα δὲ ὑπεναντίοι αὐτῷ οἱ ὑπερήφανοι. Κύριος γὰρ ὑπερηφάνοις ἀντιτάσσεται. Καὶ ἐξαίρων αὐτὸς τοὺς ἐχθροὺς αὐτοῦ. Τους “ἐστιν, ἐκ μέσου ποιῶν, ἀφανίζων. Εμφαντικὸν δὲ ΔΧΧΗ, τὸ, Αὐτός. Αὐτὸς γὰρ, φησὶν, ὁ μέγας, καὶ πολὺς, καὶ ἰσχυρός· ὥσπερ ὅταν μέλλων ἐνδείξασθαί τις, ὅτι ἡ δεῖνα πόλις ἄρδην ἀπώλετο, εἴποι, ὅτι Ο βα σιλεὺς ταύτῃ ἐπεστράτευσε, καὶ διήρπασε, μετὰ τοῦ στρατοῦ παντὸς ἐλθών. Ομοιον τῷ· Φοβερόν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. ᾿Αλλὰ καὶ πρὸς τοὺς τότε Ισραηλίτας ασχάλλοντας, ἴσως δὲ καὶ αἰτιωμένους τὸν Θεὸν, ταῦτα λέγει ὁ προφήτης, δεικνύ; ὅτι δικαίως τοῖς Βαβυλωνίοις παρεδόθησαν. Ειδωλολατρήσαντες γάρ, ἀντὶ τοῦ λαός εξ ναι Θεοῦ, καὶ οἰκεῖοι αὐτῷ, μᾶλλον δὲ υἱοὶ, ἐχθροί αὐτῷ γεγόνασι. Διὸ καὶ ζηλώσας, ὅτι αὐτὸν ἐγκατο ἔλιπον, παρέδωκεν αὐτοὺς τοῖς ἐχθροῖς. Τοῦτο καὶ ἐν τῇ ᾠδῇ Μωϋσέως εἶπεν· Αὐτοὶ παρεζήλωσαν με ἐπ' οὐ Θεῷ, παρώργισαν με ἐν τοῖς εἰδώλοις αύτ τῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ᾽ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιώ αὐτούς. Ἔθνος δὲ ἀσύνετον οἱ Βαβυλώνιοι, καὶ ὡς ἁλαζόνες, καὶ ὡς τοῖς μὴ οὖσι θεοῖς λατρεύοντες. Οὐδὲν γὰρ άλα ζόνος καὶ εἰδωλολάτρου ἀσυνετώτερον. Κύριος μακρόθυμος, καὶ μεγάλη ἡ ἰσχὺς αὐ
col. 977–978page 4 of 40
PG 126:977τοῦ, καὶ ἀθωῶν οὐκ ἀθωώσει. Οὐκ εὐθὺς μὲν ἐπάγει, φησί, τὴν δίκην ὁ Κύριος, ἀλλὰ μακροθυμίᾳ πλείστῃ πρὸς τοὺς ἁμαρτάνοντας χρῆται· ἐπι στρέψαι γὰρ αὐτοὺς βούλεται. Καὶ τούτου μάρτυρες ὑμεῖς, ὦ Νινευίται, μεταμελείᾳ χρησάμενοι· εἶτα πάλιν πονηρίαν πολλὴν νοσήσαντες, καὶ ὅμως δίκας ὑπὲρ ταύτης μὴ δόντες. Πλὴν ἀλλὰ μακρόθυμος ὤν, καὶ φέρων ἐπὶ πολὺ τὰς τῶν ἀνθρώπων παρανομίας, οὐ δι' ἀσθένειαν τοῦτο ποιεῖ. Μεγάλη γὰρ ἡ ἰσχὺς αὐτοῦ, καὶ ὅτε μέλλει κολάσαι τοὺς μὴ μεταμελουμένους, σφοδρὰν ἐπάγει τὴν τιμωρίαν. ᾿Αθωών γὰρ οὐκ ἀθωώσει, τουτέστι, πανωλεθρίαν ἐπάγει. Εἰ γὰρ καὶ δοκεῖ ἀθωοῦν, ἀλλ' οὐκ εἰς τέλος ἀθωσί. Η κατὰ ἰδίωμα τῆς Γραφῆς εἴρηται τὸν ᾿Αθωῶν οὐκ αθωώσει, ὡς τὸ, Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ Ισραήλ. Κανταῦθα οὖν μέλλων εἰπεῖν, ὅτι οὐκ ἀθωοῖ, ἐδίπλωσε την λέξιν. Καὶ τοὺς ἀπεκτονότας δὲ τὸν Υἱὸν αὐτοῦ ἐξεδίκησε μετὰ θυμοῦ, τουτέστι, δί καὶ εἰσε πράξατο μη μετανοήσαντας, καὶ ἐξῆρεν αὐτ τοὺς ἐκ τῆς Ἱερουσαλήμ, ζηλώσας ὑπὲρ τοῦ δικαίου, οὗ φονεῖς αὐτοὶ ἐγένοντο. Καὶ πᾶς δὲ ὁ κατὰ σαρκάζων, ἐχθρός ἐστι τοῦ Θεοῦ· τὸ γὰρ φρόνημα τῆς σαρκό;, ἔχθρα εἰς Θεόν. Ἐκδικεῖ οὖν τὸν τοιοῦτον ἐχθρὸν ὁ Κύριος, τάχα μὲν καὶ ἐνταῦθα πειρασμοῖς παραδιδούς, ὥστε τὸ ἐχθρὸν αὐτοῦ φρόνημα έξαρ θῆναι ἐκ τοῦ τοιούτου ἀνθρώπου. Εἰ δὲ ἐνταῦθα μακροθυμήσῃ, ὥσπερ εἴωθε πολλάκις ποιεῖν, ἵνα διὰ τῆς χρηστότητος πρὸς ἑαυτὸν ἑλκύσῃ· ἀλλ᾽ οὖν ἐν τῇ τελευταίᾳ κρίσει οὐκ ἀθωώσει, καίτοι ἐνταῦθα ἀθωῶν. Ταῦτα δὲ ποιεῖ ὡς νυμφίος, ζηλῶν ὑπὲρ τῶν ψυχῶν, ἃς κτίσας ἵνα αὐτῷ ἁρμοσθείεν παρθένοι ἁγναὶ, ὁρᾷ τῷ ἐχθρῷ καὶ ἀποστάτῃ κολλωμένας, καὶ καταισχυνούσας τὴν εὐγένειαν, ἣν φύσει ἀπὸ τοῦ λόγου ἔσχον. β Κύριος ἐν συντελείᾳ, καὶ ἐν συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ. 'Οδόν λέγει τὴν κίνησιν, ἣν ποιεῖται θεὸς κατὰ τῶν ἀξίων τιμωρίας. Αὕτη τοίνυν ἡ κίνησις, οὐχ ἁπλῶς τιμωρίας ἐπάγει, ἀλλὰ συντέλειαν ποιεῖται, ὅ ἐστι πανωλεθρίαν, καὶ συσσείει, τουτέστι, συν ταράττει, μεθιστῶσα καὶ μεταβάλλουσα τὰ πράγματα, οὕτω τοίνυν καὶ τοῖς Νινευίταις προσενεχθήσεται. Καὶ λοιπὸν, μὴ ἀθυμῆτε -μεῖτε], οἱ Ἰσραηλῖται, η κακῶς ὑπ' αὐτῶν πεπονθότες. Ηξει γὰρ καὶ ἐπ' αὐτ τοὺς ἡ συντέλεια. Καὶ νεφέλη κονιορτός ποδῶν αὐτοῦ. 'Αρμοδίως μᾶλλον τὸν κονιορτόν τῇ ὁδῷ προστέθεικεν. "Ανθρω τος μὲν οὖν, φησίν, ἐδεύων, κονιορτον ἐγείρει· Θεὸς δὲ οὕτω τοι μεγαλοπρεπῶς κινεῖται, ὥστε νεφέλας ἐγείρειν. Καὶ κατὰ Νινευΐτῶν οὖν κινηθείς, νέφη
col. 979–980page 5 of 40
PG 126:979κακῶν ἐπιστήσει πάντοθεν. Καὶ τοῦ Μονογενοῦς δὲ ἢ πρὸς τὴν ἡμετέραν ἐσχατιὰν ὁδὸς, ἐν συντελεία τῶν αἰώνων γενομένη, συνέσεισεν ἀρχάς τε καὶ ἐξου σίας. Καὶ αὐτὴ δὲ ἡ ἀπὸ τοῦ νόμου ἐπὶ τὸ Εὐαγγέλιον μετάστασις, σεισμὸς ἂν νοηθείη. Α' δὲ νοηταὶ νεφέ λαι, τουτέστιν, οἱ προφῆται, τὴν παρουσίαν αὐτοῦ ἐμήνυσαν· ὥσπερ καὶ τοὺς τρέχοντας μηνύει κόνις ἀνισταμένη. Νεφέλας δὲ τούτους καλεῖ, ὡς σκοτεινοτέρῳ μὲν, καὶ οὐ λίαν ἐμφανεῖ κεχρημένους λόγῳ, πλὴν ἀλλὰ τὸ ὕδωρ τὸ πνευματικὸν ἐγκυμονοῦντας, καὶ ἐν καιρῷ ἀποδιδόντας τοῖς ἀξίοις συνιέναι πνευ ματικά. Οδεύει δὲ καὶ ἐν ἡμῖν ὁ Κύριος, τὸν σπού δαῖον καὶ κατ' ἀρετὴν μετιοῦσι βίον. Οτε οὖν ἡ και κία συντελεσθῇ καὶ ἐξολοθρευθῇ ἐκ τῆς ψυχῆς, ήγουν σεισθῇ, καὶ οὐκέτι βεβαίωσίν τινα καὶ μονιμότητα ἔχῃ ἐν αὐτῇ, τότε ἡ ὁδὸς τοῦ Κυρίου χώραν εὑρίσκει. Ἐκ δὲ τῆς ὁδοῦ ταύτης καὶ τῆς κινήσεως, τὸ ἐν ἡμῖν παχὺ καὶ γεῶδες, λεπτόν τι; καὶ οἷον ἀερῶδες καὶ πνευματικὸν γίνεται. Ὥστε καὶ ἄνω φερόμενον, εἰς νεφέλας συνίσταται, όμβρον νοητὸν καὶ ἄλλοις ἐπ στάζειν δυναμένας. Απειλῶν θαλάσσῃ, καὶ ξηραίνων αὐτὴν, καὶ πάντας τους ποταμοὺς ἐξερημών. Διδάσκων ἡμᾶς τὸ παντοδύναμον τοῦ Θεοῦ, καὶ ὅτι ῥᾳδίως πᾶν ὃ ἐὰν θελήσῃ ποιεῖ, ὅτι εἰ θελήσειεν, ἅπασαν ξηρανεῖ τὴν θάλασσαν, καὶ πάντας τους ποταμοὺς ἀφανίσει. Καὶ τοῦτο δῆλον ἀφ᾽ ὧν τε τὴν Ἐρυθραν θάλασσαν ἐπὶ Μωϋσέως, καὶ τὸν Ἰορδάνην ποταμὸν ἐπὶ Ἰησοῦ τοῦ Ναυῆ ἐξήρανε. Καὶ τὴν Νινευΐ τοίνυν ξηρανεί, οἷόν τινα θάλασσαν οὖσαν πλατείαν, τῇ δόξῃ καὶ τῷ πλού τῳ βαθεῖαν, καὶ πάντας τοὺς πολέμους ἐπικυμαίνουσαν, καὶ τὰ ὑπ' αὐτὴν ἔθνη, ὥσπερ τινας ποταμούς, εἰς αὐτὴν εἰσβάλλοντα, καὶ συναιρόμενα αὐτῇ εἰς ὄγκον καὶ πληθυσμόν, ἐξερημώσει. Θάλασσα, ἡ τοῦ παρόντος βίου πικρία, ἣν ἀνοηταίνοντες ἡμεῖς, ὡς ποταμούς προσιέμεθα. Ταύτην ὁ Κύριος ἐξήρανε, καὶ τὸ δοκοῦν αὐτῆς πότιμον ἐξηφάνισε, διδάξας ὡς ἐν τῷ κόσμῳ θλίψιν ἔχομεν· ἐὰν δὲ τὸν ζυγὸν αὐτοῦ ἄρωμεν, εὑρήσομεν ἀνάπαυσιν ταῖς ψυχαῖς ἡμῶν. ᾿Αλλὰ κἂν ἐν πειρασμοῖς τις εἴη, ἐν θαλάσσῃ ἐστὶ, καὶ ἐν ποταμοῖς. Πρὸς ἐκεῖνον οὖν αὐτῷ καταφεύ κτέον, τὸν ἀπειλοῦντα θαλάσσῃ, καὶ ποταμούς ξη ραίνοντα. Ολιγώθη ἡ Βασανίτις καὶ ὁ Κάρμηλος. Καὶ τοῦτο τῆς Θεοῦ δυνάμεως ενδεικτικόν. Καὶ γὰρ, φησὶ, Βασανίτιν χώραν τῆς Παλαιστίνης ἀφορωτά την, καὶ τὸν Κάρμηλον, τῆς Ἰουδαίας προς όντα, ἔθνη ενέμοντο ἄμαχα καὶ δυσκαταγώνιστα· ἀλλ᾽ ὅμως ὁ Θεὸς ταῦτα καθεῖλε, καὶ τοὺς ἐξ Ἰσραὴλ κατα ῴκισεν. Οὐδὲν οὖν ἄπιστον, εἰ καὶ τὴν Νινευί καθα ελεί. Καὶ τὰ ἐξανθοῦντα τοῦ Λιβάνου ἐξέλιπον. Δί βανος, ὄρος τῆς Φοινίκης ἐστίν. Εξανθοῦντα δὲ τούτου φησί, τοὺς ἄρχοντας καὶ βασιλεῖς τῆς τῷ Λιβάνῳ ὑποκειμένης χώρας, οὓς καὶ αὐτοὺς ὁ Θεὸς καταγωνισάμενος, υποχειρίους τοῖς Ἰσραηλίταις ἐποίησε. Δύνασαι δὲ καὶ ἐπὶ μέλλοντος ἐκλαβεῖν ταῦτα, οἷονε, λέγοντος τοῦ προφήτου, ὅτι οὕτως ἐστὶ δυνατός ὁ Θεὸς, ὥστε εἰ θελήσει, ολιγωθήσεται ἡ Βασανίτις,
col. 981–982page 6 of 40
PG 126:981καίτοι πολυανθρωποτάτη οὖσα διὰ τὴν εὐκαρπίαν καὶ ὁ Κάρμηλος καὶ ὁ Λίβανος, καίτοι εὐδενδρότατα ὄρη, καὶ ἀμφιλαφή όντα, ἐκλείψουσι, εἰ μόνον ἐκεῖ. νος νεύσει. Ωσαύτως καὶ πάντα τὰ ἐφεξῆς οὕτω νοή σεις καὶ ἐπὶ μέλλοντος λεγόμενα. Καὶ ὄρη ἐσείσθη ἀπ' αὐτοῦ, καὶ οἱ βουνοὶ ἐσα λεύθησαν, καὶ ἀνεστάλη ἡ γῆ ἀπὸ προσώπου αὐτοῦ σύμπασα. Ἐπειδὴ γὰρ ὑπελάμβανον αὐτόν τινες ἐν Ἰουδαίᾳ μόνον δύνασθαι, καθὰ ἔλεγον· Θεός ὀρέων, Θεὸς Ισραήλ, καὶ οὐ Θεὸς κοιλάδων· φη σίν, ὅτι Πάντα τὰ ὄρη σεισθήσονται ἀπ' αὐτοῦ, τουτο ἐστιν, ἀπὸ μόνου τοῦ νεύματος αὐτοῦ· καὶ ἡ γῆ δὲ, οὐχ ἥδε ἢ ὧδε, ἀλλὰ σύμπασα ἀνεστάλη ἀπὸ προσ ώπου αὐτοῦ, τουτέστιν, ἔφριξεν, ή μετεκινήθη, καὶ τῆς οἰκείας ἕδρας ἐξέστη, επιβλέποντος ἐπ' αὐτὴν δριμύτερον. Καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. Εἰ αὐτὸ τὸ στοιχεῖον, πολλῷ μᾶλλον οἱ κατοικοῦντες ἐν αὐτῇ, ἄνθρωποί τε καὶ λοιπὰ ζῶα. Ὀλιγώθη ή Βασανίτις καὶ ὁ Κάρμηλος, ὅτε Ἰουδαῖοι διὰ τὸν σταυρωθέντα ὑπ' αὐτῶν Κύριον τῆς δόξης, τοῖς Ῥωμαίοις παρ εδέθησαν. ᾿Αλλὰ καὶ διὰ τῆς Βασανίτιδος μὲν, ἡ ἠθικὴ πολιτεία καὶ πρακτική· διὰ δὲ τοῦ Καρμήλου, τὰ τῶν δογμάτων ὑψηλότερα δηλοῦται, ἅτινα πολλά δντα, ὠλιγώθη εἰς τὴν συντετμημένον καὶ συντετελεσμένον λόγον τοῦ Εὐαγγελίου συγκεφαλαιωθέντα. Ἐπεὶ δὲ ὁ Λίβανος εἰδωλολατρείας ἦν ἐργαστήριον, ἐξέλιπε καὶ τὰ ἐν αὐτῷ πρὶν ἀνθοῦντα τῆς εἰδωλολατρείας εἴδη, ἢ καὶ ἡ τῶν Ἑλλήνων σοφία, ἣν ἐμώρανεν ὁ Θεός. Εσείσθη δὲ ἐν τῷ σταυρῷ τὰ ὄρη, καὶ ἡ φύσις ἡμῶν, ἡ πρότερον οὖσα γῆ, ἀνεστάλη, ἄνω εδεύσασα, καὶ τὴν πρὸς οὐρανοὺς στειλαμένη που ρείαν, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ γήϊνοι λο γισμοί, θεῖοι καὶ οὐράνιοι ἐγένοντο. ᾿Αλλὰ καν τις καρποφορῇ ἐν κακίᾳ, καὶ θάλλῃ, ὀλιγοῦται, καὶ ἐκε λείπει κατ' αὐτὴν, ὅταν ὁ Θεὸς ἐπιβλέψῃ, μετάνοιαν αὐτῷ ἐντιθεὶς, καὶ ἡ ὀρεινὴ σκληρὰ αὐτοῦ καρδία, καὶ τὰ τῆς γῆς φρονοῦσα, σείεται καὶ μετακινεῖται ἀπὸ τῆς ἐν τῷ κακῷ στάσεως. Ἀπὸ προσώπου ὀργῆς αὐτοῦ τίς ὑποστήσεται; Εἰ καὶ ἐν πολλοῖς παρὰ τῇ Γραφῇ τὸ πρόσωπον τοῦ Θεοῦ ἐπὶ κολαστικής τινος δυνάμεως τάττεται, πλὴν ἀλλὰ καὶ ἐπὶ τοῦ ἱλαρωτέρου τρόπου ἔστιν ὅτε εὑρί σχεται, ὡς τὸ, Ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα· καὶ, Ινατί τὸ πρόσωπόν σου ἀπο στρέφεις; διὰ τοῦτο ἐνταῦθα εἰπὼν, ᾿Απὸ προστ ώπου, προσέθηκε τό, οργῆς. Τίς οὖν ὑποστήσεται, φησίν, ὅτι τὸ πρόσωπον ὀργῆς πλήρες ἡμῖν ἐπιδείξει; Έοικεν οὖν ὁ μονογενής Υἱὸς πρόσωπον λέγε σθαι τοῦ Πατρός, ὡς χαρακτήρ τῆς ὑποστάσεως αὐτ τοῦ, καὶ γνωριστικὸς αὐτοῦ, ὁ αὐτὸς καὶ κολάζειν καὶ σώζειν. Οὗτος γὰρ, φησὶ, κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν. Καὶ τὶς ἀναστήσεται ἐν ὀργῇ θυμοῦ αὐτοῦ; Επίτασίν τινα ἐνταῦθα δηλοῖ εἰπὼν τὸν Ἐν ὀργῇ
col. 983–984page 7 of 40
PG 126:983θυμοῦ αὐτοῦ. Μήποτε δὲ ἐπειδὴ κατά τινα; θυμός θυμός, μέν ἐστιν ἡ ἀρχὴ τοῦ πάθους, δ γίνεται ἐξ ἀναθυμιάσεως τοῦ περικαρδίου αἵματος ζέοντος· ὀργὴ δὲ, θυμὸς ὀργῶν πρὸς τὸ ἐργάζεσθαί τι· διὰ τοῦτο ἐν ταῦθα εἴρηκεν· 'Εν ὀργῇ θυμοῦ αὐτοῦ· τουτέστιν, Οταν ὁ θυμὸς αὐτοῦ καὶ ἔργα ποιεῖ πρὸς ἄμυναν καὶ ἀντιλύπησιν, τίς ἀντιστήσεται, ὥστε ἀποστρέψαι τὴν χεῖρα αὐτοῦ, καὶ ἀναστείλαι τὴν τιμωρίαν; Ὁ θυμὸς αὐτοῦ τήκει ἀρχὰς, καὶ αἱ πέτραι διεθρύβησαν ἀπ' αὐτοῦ. Τοὺς τὰς μεγίστας, φησίν, ἀρχὰς ἐγκεχειρισμένους, καὶ πετρῶν ἰσχὺν ἔχειν ὑπολαμβανομένους, συντρίβει καὶ καταλύει ὁ θυμὸς αὐτοῦ, καὶ τήκει, ὥσπερ κηρόν πῦρ. Εἰκότως οὖν οὐδεὶς ἀντιστήσεται αὐτῷ. Ἀλλὰ καὶ τὰς ἀρχὰς τοῦ σκέτους, καὶ τὰς ἐξουσίας κατέλυσεν ὁ θυμὸς αὐτοῦ, ὅτε ἀπέστειλεν αὐτοὺς εἰς τὴν ἄβυσσον, καὶ τὰς Ἰου δαϊκὰς ἀρχὰς, διὰ τὸ ἐπὶ τῷ σταυρῷ αὐτῶν ἄγο; καὶ αἱ πέτραι διεθρύβησαν, ταχὰ μὲν καὶ αἱ αἴσθηται ἐπὶ τοῦ σταυροῦ· τάχα δὲ, καὶ τὰ σκληροκάρδια ἔθνη, δεξάμενα τὸν λόγον τοῦ Εὐαγγελίου. Οταν οὖν ἐν ἡμῖν ἄρχῃ ὁ νοῦς, μία ἀρχὴ ἐστι· διὸ οὐ τήκεται αὕτη· ὅτε δὲ ὁ θυμὸς ἄρχῃ, καὶ ἡ ἐπιθυμία, ἰδοὺ πολλαὶ ἀρχαί, ἃς τήκει ὁ θυμὸς τοῦ Κυρίου, εἰς νοῦν ἡμῖν λαμβανόμενος, λέγοντος ποτὲ μὲν, ὅτι τοὺς μὴ θέλοντάς με βασιλεῦσαι ἐπ' αὐτοὺς, ἀγά γετε καὶ σφάξατε· ποτὲ δὲ, Διχοτομήσει αὐτὸν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς, καὶ ὁ βρυγμὸς τῶν ὀδόν των. Διαθρύπτονται δὲ καὶ αἱ πέτραι ὑπὸ τοῦ τοιού του θυμοῦ, αἱ τέως βαρεῖαι καὶ ἀνένδοτοι ἐν τῷ κακῷ ἔξεις. Χρηστος Κύριος τοῖς ὑπομένουσιν αὐτὸν ἐν ἡμέρᾳ θλίψεως. Ἐπειδὴ τὰ φοβερὰ εἶπε, καὶ θυμοῦ καὶ ὀργῆς ἐμνήσθη καὶ ἀποτομίας πολλῆς, ἵνα μὴ σκληρόν τινα καὶ πονηρὸν νομίσωσί τινες τὸν Θεὸν, δ ἔπαθον οἱ ἀπὸ Σίμωνος καὶ Μαρκίωνος, επάγει καὶ τὰ τῆς χρηστότητος, καί φησιν, ὅτι Εἰ καὶ μέγαν τινὰ καὶ ἀνυπόστατον τὸν τοῦ Κυρίου θυμὸν εἶπον. ἀλλὰ τοῖς ἐχθροῖς ὁ θυμὸς ἀφώρισται, ἤτοι τοῖς οὐ μόνον κακὰ ποιοῦσιν, ἀλλὰ καὶ ἐν τῷ κολάζεσθαι δε αὐτὰ μὴ εὐγνωμόνως δεχομένοις την παιδείαν, ἀλλὰ βλασφημοῦσι καὶ ἀποδυσπετοῦσιν. Ἐπείτοιγε τοῖς ὑπομένουσιν αὐτὸν ἐν ἡμέρᾳ θλίψεως, τουτέστι, τὴν παρ' αὐτοῦ ἐπαγομένην παιδείαν φέρουσιν εὐχαρίστως, καὶ ὑπομένουσιν αὐτὸν ὡς Πατέρα παιδεύοντα, τοῖς τοιούτοις χρηστός ἐστιν. Η τὸ, Ὑπομένουσιν, ἀντὶ τοῦ, Τὴν αὐτοῦ παράκλησιν ἐκδεχομένοις, καὶ πρὸς αὐτὸν ἀφορῶσι, καὶ μὴ πρὸς ἄλλας βοηθείας, ἢ δαιμόνων, ἢ ἀνθρώπων. Τοιοῦτον τὸν Ὑπομένων ὑπέμεινε τὸν Κύριον· διὸ ἐπάγει· Καὶ προσέσχε μοι, — καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας "Οστις γὰρ αὐτὸν ἀναμένει βοηθὸν, ἐπακούσεται, καὶ τῆς χρηστότητος αὐτοῦ ἀπολαύει.
col. 985–986page 8 of 40
PG 126:985Καὶ γινώσκων τοὺς εὐλαβουμένους αὐτόν. Τουτ Α. ἐστιν ἀγαπῶν καὶ οἰκειούμενος τοὺς εὐλαβουμένους αὐτὸν, καὶ διὰ τοῦτο μὴ ἁμαρτάνοντας, ἢ τοὺς εὐλα βῶς δεχομένους ἅπερ αὐτὸς ἐπάγει. Καὶ ἐν κατακλυσμῷ πορείας, συντέλειαν ποιή σεται τοὺς ἐπεγειρομένους. Δείξας όπως προσφέρεται Θεὸς τοῖς εὐλαβέσι, νῦν πάλιν τὴν κατὰ τῶν ἀνοσίων διεξέρχεται ἐπεξέλευσιν, καί φησιν, ὅτι ὁ Θεὸς τοὺς ἐπεγειρομένους αὐτῷ, τουτέστι, τοὺς τρα χηλιῶντας, καὶ ὥσπερ δούλους πονηροὺς ἐπανισταμένους τοῖς θείοις αὐτοῦ νόμοις, τούτους ποιεῖται συντέλειαν, τουτέστιν, ἐξολοθρεύσει, αὐτοαπώλειαν τούτους τίθησιν, ἐν τῷ κατακλυσμῷ τῆς πορείας αὐτοῦ, τουτέστι πορευόμενος καὶ κινούμενός τι κατ' αὐτῶν, ὥσπερ ὕδωρ βίαιον κατὰ πρανούς φερόμενον, καὶ κατακλυσμὸν ποιούμενον τῶν ὑποκειμένων. Καὶ τοὺς ἐχθροὺς αὐτοῦ διώξεται σκότος. Το τῶν συμφορῶν· εἰ γὰρ ἐν θλίψεσι καὶ κακώσεσιν ὄντες, σκοτίζονται τὴν διάνοιαν, καὶ ἐν ἡμέρᾳ, ὡς ἐν νυκτί, διάγουσι. Συνετέλεσε καὶ ὁ Μονογενής τοὺς ἀεὶ ἐπεγειρομένους καὶ ἀποστατοῦντας αὐτῷ δαίμονας ἐν τῷ κατακλυσμῷ τῆς αὐτοῦ πορείας, τουτέστι, τῷ βαπτίσματι ᾧ ἐβαπτίσατο πορευθεὶς ἐκ τῶν κόλ πων τοῦ Πατρὸς πρὸς ἡμᾶς· καταδιώξεται αὐτοὺς τὸ σκότος τὸ ἐξώτερον, ὃ αὐτοῖς ἡτοίμασται. Αλλά καὶ τοὺς ἐπεγειρομένους αὐτῷ Φαρισαίους καὶ Γραμ ματεῖς, καὶ τοὺς λοιποὺς ἀπειθεῖς, συνεθανάτου, καὶ τὸ νοητὸν μὴ ἀκούσαντας τοῦ λέγοντος· 'Εγώ είμι τὸ φῶς τοῦ κόσμου· καὶ, "Εως τὸ φῶς ἔχετε, περι πατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ σκοτία ὑμᾶς κατα λάβῃ. Καὶ ἐν ἡμῖν δὲ ὁ κατακλυσμὸς τῶν δακρύων, ἔχων καὶ πορείαν, ὅ ἐστι κίνησιν ἐν ἀρεταῖς, συντελεῖ τοὺς ἐπεγειρομένους ἡμῖν δαιμονιώδεις λογισμούς. Τοὺς ἐχθροὺς δὲ τοῦ Θεοῦ διώκει σκότος, αὐτὴ ἡ ἁμαρτία, τὸ συνειδὸς ἀεὶ σκοτίζουσα, καὶ τῇ αὐτῆς ἀσχημοσύνῃ μονονουχί συνωθοῦσα πρὸς τὰ τῆς ἀρε τῆς εὐσχήμονα έργα. Τί λογίζεσθε ἐπὶ τὸν Κύριον; Ἐρωτᾷ περὶ τοῦ Θεοῦ, καί φησι· Ποίαν δύναμιν ἔχειν αὐτὸν ὑπο λαμβάνετε; Συντέλειαν αὐτὸς ποιήσει, οὐκ ἐκδικήσει δὶς ἐπὶ τὸ αὐτὸ ἐν θλίψει. Ερωτήσας αὐτὸς, πάλιν ἀπο κρίνεται, ὅτι Τοιοῦτός ἐστι τὴν δύναμιν ὁ Θεὸς, ὥστε ὁπηνίκα τιμωρήσασθαί τινα ἀξίως βούλεται, συντελεῖ αὐτὸν ἀθρόως διὰ μιᾶς πληγῆς, καὶ οὐ δεῖται δευτέρας ἐκδικήσεως· πῶς γὰρ ἅπαξ συντελῶν αὐτόν; Τινὲς δὲ οὕτως ἀνέγνωσαν· Τί λογίζεσθε τὸ συνεθανάτου τὸ νοη τόν.
col. 987–988page 9 of 40
PG 126:987ἐπὶ τὸν Κύριον Συντέλειαν αὐτὸς ποιήσει; μέ χρι τούτου, ερωτηματικῶς· εἶτα ἀποκρίνεται· Οὐκ ἐκδικήσει δὶς ἐπὶ τὸ αὐτὸ ἐν θλίψει. Φασίν οὖν ταῦτα λέγεσθαι πρὸς τοὺς Ἰσραηλίτας. Ἐπειδὴ γὰρ τοῦ Σαλμανασὰρ τὰς δέκα φυλὰς αἰχμαλωτίσαντος, καί τινας πόλεις τῆς Ἰούδα βασιλείας ἐλόντος, ἔδε δοίκεσαν οἱ περιλειφθέντες, μήπως πάλιν αὐτοῖς ἐπανέλθωσιν οἱ Βαβυλώνιοι, καὶ διὰ τοῦτο εἰς τὰς ὁμοχώρους ἔφευγον, καὶ συνεμιαίνοντο τοῖς ἔθνεσιν ἐνταῦθα παραμυθεῖται αὐτοὺς ὁ προφήτης, λέγων Τι λογίζεσθε ὅτι ὁ Κύριος οὐ φιλάνθρωπός ἐστι, καὶ ὅτι συντέλειαν ὑμῶν ποιήσει καὶ πανωλεθρίαν; Οὐκ ἔσται τοῦτο. Οὐκ ἐκδικήσει γὰρ δὶς ἐπὶ τὸ αὐτό, θλίψεις ἡμῖν μ.] ἐπάγων δευτέρας· ἅπαξ, φησὶν, ὑμᾶς ἐτιμωρήσατο· οὐχὶ δευτέραν ἐπάξει πληγήν. Μὴ τοίνυν τοῖς ἔθνεσι προσχωρῆτε [[--ρείτε), ἀλλὰ τὸν Κύριον ὑπομένετε, τὸν τοῖς ὑπομένουσιν αὐτὸν χρηστὸν ὄντα. Οτι ἕως θεμελίων αὐτοῦ χερσωθήσεται. “Η δ ὑπὸ Θεοῦ τιμωρούμενος, ή Νινευΐ. Τὸ ἀπὸ τοῦδε γὰρ, σαφέστατα περὶ αὐτῆς, καὶ πρὸς ταύτην ποιεῖται τὸν λόγον. Φησὶν οὖν, ὅτι καθαιρεθέντων τῶν θεμελίων καὶ τῶν στεῤῥῶν ἐκείνων τειχῶν, καὶ τῶν λαμπρών οίκων, χερσωθήσεται ἡ μεγάλη πόλις, τουτέστιν ἔρημος ἔσται, μήτε εἰς κατοικίαν χρησιμεύουσα διὰ τὴν καθαίρεσιν, μήτε εἰς γεωργίαν, διὰ τὰ συγχώσματα τῶν οἰκοδομημάτων. Καὶ ὡς σμίλαξ περιπλεκομένη βρωθήσεται. Η σμίλαξ κιττοειδές φυτόν οὖσα, ἔρπει μὲν ἀεὶ πρὸς τὸ ἄνω • λεπτοὺς δὲ προΐησι κλώνας, καὶ τῶν ἐγὼ γὺς ἑστηκότων δράττεται φυτῶν, καὶ μάλιστα τῶν παλιούρων, ὥστε καταπνίγειν μὲν ἐκεῖνα, φθείρεσθαι δὲ καὶ αὐτὴ τῷ χρόνῳ. Τοιαύτη τις ἦν καὶ ἡ Βαβυ λών, ἀεὶ πρὸς τὸ ὑψηλότερον ἀνατρέχειν ἐθέλουσα, καὶ πανταχοῦ τὰς τῆς δυναστείας πλεκτάνας ἐκτείνουσα· ὥστε καταπιέζεσθαι καὶ καταπνίγεσθαι τοὺς ὑπ' αὐτῆς συλληφθέντας, καὶ πολλὰς βασιλείας ὑπ' αὐτῆς καταλύεσθαι. βρωθήσεται τοίνυν αὕτη ὑπὸ Περσῶν καὶ Μήδων, Κύρου αὐτῶν στρατηγοῦντος· τουτέστιν, ἀφανισθήσεται, τῆς βασιλείας ἐρημωθεῖσα. Καὶ ὡς καλάμη ξηρασίας μεστή. Διό καὶ πυρὶ τῶν πολεμίων παραδοθήσεται εἰς κατάβρωσιν. Ἐκ σοῦ ἐξελεύσεται λογισμὸς κατὰ τοῦ Κυ ρίου πονηρὰ βουλευόμενος καὶ ἐναντία. Πρὸς αὐτ τὴν τὴν Νινευΐ ποιούμενος τοὺς λόγους, τὰς αἰτίας αὐτῇ τῆς ἐρημώσεως δείκνυσι. Καὶ γὰρ, φησί, τοῦ Θεοῦ παραδόντος σοι τοὺς Ἰσραηλίτας, οὐκ αὐτῷ ἀνέθηκας τὸ τρόπαιον, ἀλλὰ τῇ δυνάμει· τὸν δὲ Θεὸν ἀσθενῆ ἐλογίσω εἶναι, μὴ δυνάμενον σώζειν τοὺς πεποιθότας ἐπ' αὐτόν. Καὶ γὰρ Σεναχηρείμ, Είπατε, φησίν, Εζεκίᾳ· Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας· Μή σε απατάτω ὁ Θεός σου, ἐφ᾽ ᾧ σὺ ἡμῶν, κος. ἐξ οὗ, ἐκ σοῦ,
col. 989–990page 10 of 40
PG 126:989πέποιθας ἐπ' αὐτῷ, ὅτι ρύσεται τὸν Ἰσραὴλ ἐκ χει ρός μου. Καὶ ὁ ὑποστράτηγος δὲ τούτου Ραψάκης, τοιουτότροπα έβλασφήμησε. Ταύτην αὐτοῦ τὴν ἀλα ζονείαν ὑποδεικνὺς ὁ Θεὸς, διὰ τοῦ προφήτου φησίν Επισκέψομαι ἐπὶ τὸν νοῦν τὸν μέγαν τον βασι λέα τῶν Ἀσσυρίων. Καὶ αὖ διδάσκων αὐτὸν, ὅτι οὐ τῇ οἰκείς δυνάμει κατώρθωσεν κατώρθωσεν, ἀλλὰ Θεοῦ συγχωρήσει, Μὴ δοξασθήσεται, φησίν, ἀξίνη, ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; ἢ ὑψωθήσεται πρίων, ἄνευ τοῦ ἕλκοντος αὐτόν; Εχερσώθη καὶ ἡ Κυριοκτόνος Συναγωγή, ἕως τῶν θεμελίων, τουτέστι, τῶν θυσιῶν, καὶ τῆς νομικῆς πάσης λατρείας· ἐπὶ τούτων γὰρ ἐδόκει βεβηκέναι. Οι περιάγοντες δὲ τὴν θάλασσαν καὶ ξηράν, ὥστε ποιῆσαι ένα προσ ήλυτον, εἶτα ποιοῦντες αὐτὸν υἱὸν γεέννης, σμίλαξ ἦσαν περιπλεκομένη, καὶ καταπνίγουσα τοὺς ὑπ' αὐτῆς συλληφθέντας· καὶ ὡς καλάμη ξηρά, οὐδὲ ἐδέ ξατο τὸν ὑετὸν καταβάντα, οὐδὲ τὸ ὕδωρ ἀλλόμενον εἰς ζωὴν αἰώνιον. Ἐλογίσαντο δὲ κατὰ τοῦ Κυρίου τῆς δόξης πονηρὰ καὶ ἐναντία οἷς παρ' αὐτοῦ εὐηρε γέτηντο, θανατώσαι δηλαδὴ αὐτόν. Διὰ τοῦτο βρω θήσονται υπό τε τοῦ πυρὸς τῶν Ῥωμαίων, καὶ τοῦ τελευταίου καὶ διαιωνίζοντος. Σμίλακι ἐοίκασι καὶ οἱ τὴν ἀγάπην ὑποκρινόμενοι, καὶ περιπλεκόμενοι μὲν διὰ τῆς χρηστότητος τοὺς πλησίον τὰ δὲ πρὸς ἀπο ὡλειαν αὐτῶν βουλευόμενοι. Εκ τούτων ἐξέρχεται 221 λογισμὸς κατὰ τοῦ Κυρίου πονηρὸς καὶ ἐναντίος. Εὐθὺς γὰρ ὁ Κύριος, αὐτοὶ δὲ σκολιοί· καὶ ἀγάπη ὁ Κύριος, αὐτοὶ δὲ ἀγάπης ἐχθροί. ᾿Αλλὰ καὶ ἡ πλεονεξία, σμίλαξ, πάντων ἐπιδραττομένη, καὶ λογιζομένη κατὰ τοῦ Κυρίου πονηρὰ μὲν, ὅτι οὐ προνοεῖται τῶν τῇδε· οὐδεὶς γὰρ πλεονέκτης, πρό νοιαν εἶναι ἀληθῶς πιστεύει, εἰ καὶ σχηματίζεται τοῦτο· ἐναντία δὲ, διότι ὁ μὲν δίκαιος καὶ δικαιοσύν νας ἠγάπησεν· ὁ δὲ πλεονέκτης, ἄδικος, καὶ ἀδικίας ἀγαπῶν. Βρωθήσεται τοίνυν ἡ τοιαύτη σμίλαξ αὐτὴ ὑφ᾽ ἑαυτῆς· οὗτος γὰρ ὁ πλεονέκτης, ὑπ' ἐκείνου τοῦ πλεονεκτικωτέρου καταναλίσκεται. Τάδε λέγει Κύριος, κατάρχων ὑδάτων πολλῶν, καὶ οὕτως διασταλήσονται. Υδατα πολλά, τοὺς Πέρσας καὶ τοὺς Μήδας [- δους?] φησί, τῇ Νινευ ἐπιστρατεύσαντας, ὧν ὁ Κύριος κατήρχε, ἄγων αὐτοὺς ἐπ' αὐτήν, οἵτινες καὶ παρὰ τοῦ Κυρίου διασταλήσονται, τουτέστι, διαταχθήσονται, καὶ διαχωρισθήσονται, ὡς ὑπὸ στρατηγοῦ τινος· ὥστε τόνδε μὲν τόδε τὸ μέρος πολιορκεῖν, τὸν δὲ τόδε. Καὶ ἡ ἀκοή σου οὐκ ἐνακουσθήσεται ἔτι. Δια βόητος γὰρ οὖσα πρώην ἐπὶ δυναστείᾳ, οὐκέτι ἀκοὴν καὶ φήμην τοιαύτην ἔξεις. Η, ὅτι οὐχ ὑπακούσουσί σου, οὐδὲ δουλεύσουσί σοι, οἱ πρώην ὑπακούοντες καὶ δουλεύοντές σοι. Κατάρχει δὲ
col. 991–992page 11 of 40
PG 126:991υδάτων πολλῶν ὁ Κύριος, τῶν τοῦ βαπτίσματος, το ἃ καὶ οὕτως διαστέλλει καὶ διατάττεται, ὥστε παν ταχοῦ τελεῖσθαι. Μαθητεύσατε γάρ, φησί, πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτούς· ὥστε πολλά βαπτίσματα γίνεσθαι, τουτέστι, βαπτισμούς τῶν ἑκα σταχοῦ πιστῶν. Ἐν μὲν γὰρ εἴρηται βάπτισμα, ὥσπερ καὶ πίστις μία, διὰ τὴ ἐπὶ τῇ τελετῇ δηλαδή δόγμα, ἐν ὃν ἐν πάσῃ Ἐκκλησίᾳ, τῇ παραλαβούση βαπτίζειν τῇ τῆς Τριάδος ἐπικλήσει, καὶ τυπούν τὸν τοῦ Κυρίου θάνατον καὶ τὴν ἀνάστασιν τῇ τρισσῇ καταδύσει καὶ ἀναδύσει. Καὶ διὰ τὸ προσάπαξ δὲ δί δοσθαι τῶν πιστῶν ἑκάστῳ φαίη ἄν τις αὐτὸ ἐν λέ γεσθαι. Οἱ μέντοι βαπτισμοί, πολλοί, ὅτι καὶ οἱ βαπτιζόμενοι πολλοί. Καὶ ἄλλως δὲ τὰ ὕδατα των βαπτισμάτων οὕτω διαστέλλονται ὑπὸ τοῦ Κυρίου, ὥστε διττῶν ὄντων ἡμῶν, ἐκ ψυχῆς καὶ σώματος, τὴν μὲν τοῦ σώματος κάθαρσιν, διὰ τοῦ ὕδατος τε λεῖσθαι, τὰ δὲ τῆς ψυχῆς, διὰ τοῦ Πνεύματος. Εἶτα πρὸς τὸν διάβολον· 'Η ἀκοὴ σου, οὐκ ἐν. ακουσθήσεται ἔτι. Οὐκέτι γὰρ αἱ δαιμονικαὶ τελεταί ἀκούονται. Ύδατα πολλά, καὶ τοὺς πειρασμούς οἶδεν ἡ Γραφή, ὡς τό, Πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν, πρὸς αὐτὸν οὐκ ἐγγιοῦσιν. Ο γὰρ κατα κλυσμὸς τῶν πειρασμῶν, κἂν πολλλοὶ καὶ ἐπάλληλοι ὦσιν, οὐδ᾽ ἐγγὺς τοῦ ὁσίου ἀνδρὸς γενήσονται. Φησὶν οὖν, ὅτι κατάρχει μὲν ὁ Κύριος τῶν πειρασμῶν. Αὐτὸς γὰρ οἰκονομῶν τὴν ἡμετέραν σωτη ρίαν, ἢ δοκιμήν, συγχωρεῖ τούτους επάγεσθαι. Δια σταλήσονται δὲ οὗτοι, ἀντὶ τοῦ, διακοπήσονται, καὶ ἡ συνέχεια αὐτῶν διαστολὴν ἕξει. Οὕτως ἀντὶ τοῦ Κυ ρίου, καὶ οὐκ ἀνθρωπίναις ἐπινοίαις ἢ καὶ σπουδαῖς. Αὐτὸς γὰρ πατάσσει, καὶ πάλιν ἱᾶται. Καὶ νῦν συντρίψω τὴν ῥάβδον αὐτοῦ ἀπὸ σοῦ. Πρὸς τὸν Ἰσραὴλ ἀπέστρεψε τον λόγον, ὅτι Τὴν βα σιλείαν τῆς Νινευῖ καὶ τὴν ἐξουσίαν (ταύτην γὰρ ῥάβδον ὠνόμασε) συντρίψω ἀπὸ σοῦ. "Η, Τὴν ῥάδιον αὐτοῦ τοῦ Ἰσραήλ, δι' ἧς κολάζεται, καὶ συντρίψω ἀπὸ σοῦ τῆς Νινευΐ· ὥστε μηκέτι σὲ κατέχουσαν ταύτην, κολάζειν δι' αὐτῆς τὸν Ἰσραήλ. ᾿Αλλὰ καὶ πρὸς τὴν ἀνθρωπίνην φύσιν λέγοι ἄν, ὅτι Ράβον τοῦ διαβόλου, τὴν ἁμαρτίαν, ἐν ᾗ ἐθανάτου ὑμᾶς, συντρίψω· κέντρον γὰρ τοῦ θανάτου, ἡ ἁμαρτία. Συντρίψω δὲ ταύτην ἀπὸ σοῦ, τουτέστι, σὲ ἐνδυσάμενος, καὶ [διά] σοῦ παλαίσας πρὸς τὰς ἀρχὲς καὶ τὰς ἐξουσίας, καὶ ἀπεκδυσάμενος, καὶ θριαμβεύσας αὐτὰς ἐν τῷ σταυρῷ. Ράβδος τοῦ διαβόλου οἱ πειρασμοί, δι' ὧν παίει τὸν ἄνθρωπον, ἵνα βλασφημήσῃ, ὡς τὸν Ἰώβ· ἣν ῥάβδον συντρίβει ὁ Κύριος, διδάσκων· Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι καὶ, Ἐν τῇ ὑπομονῇ ὑμῶν, κτήσασθε τὰς ψυχὰς ὑμῶν· καὶ, Λοιδορούμενος, καὶ μὴ ἀντιλοιδορών πάσχων,καὶ μὴ ἀπειλών. Αντὶ τοῦ διὰ τοῦ καὶ ἀνθρωπίναις ἐπινοίαις, οι
col. 993–994page 12 of 40
PG 126:993Καὶ τοὺς δεσμούς σου διαῤῥήξω. Πρὸς τὸν Ἰσραήλ φησιν, ὅτι Εἶχες μὲν τὴν δυναστείαν καὶ τὴν τυραννίδα τῆς Νινευΐ, οἷόν τινας δεσμούς κατέχοντας σε, ώστε δουλεύειν αὐτῇ, καὶ μηδὲν ἔργον ἐλευθέριον διαπράττεσθαι· ταύτην δὲ τὴν δυναστείαν ἐγὼ διαῤῥήξω, παραδοὺς αὐτὴν τῷ Πέρσῃ. Εἰ δὲ καὶ πρὸς τὴν Νινευί ὁ λόγος, νοήσεις δεσμούς, οὐχ οἷς κατείχετο, ἀλλ᾽ οἷς κατεῖχε μᾶλλον, τά τε ἄλλα ἔθνη, καὶ τὸν Ἰσραήλ. Μεγάλα δεσμὰ καὶ τῇ ἀνθρωπίνῃ φύσει ἡ παρακοή, κατέχουσα αὐτὴν ἐν τῇ γῇ· δι' αὐτὴν γὰρ ἤκουσε· Γῆ εἶ· ἀλλ᾽ ἐπειδὴ ὁ οὐράνιος μορφὴν δούλου λαβών, ὑπήκοος ἐγένετο μέχρι θανάτου, διέρρηξε τὰ τῆς παρακοῆς δεσμὰ, καὶ ὑψωθεὶς εἰς οὐρανὸν, πάντας ἑλκύει πρὸς ἑαυτόν. Καὶ ἐντελεῖται περὶ σοῦ Κύριος. Τῷ Κυρῳ ἐντε λεῖται περὶ σοῦ, ὦ Ἰσραὴλ, ὥστε ἀφεῖναι σε ἀπὸ τῆς αἰχμαλωσίας. Πῶς δὲ ἐντελεῖται; Οὐ προφήτας στεί λας, ἀλλὰ τῆς αὐτοῦ ψυχῆς ἀοράτως αψάμενος οἷς οἶδε κρίμασι, καίτοι εἰδωλολάτρου ὄντος καὶ ἀν αξίου. Οὕτω καὶ τῷ κήτει ἐνετείλατο καταπιεῖν τὸν Ἰωνᾶν, καὶ τῇ κολοκύνθη τοῦ σκιάζειν αὐτὸν, καὶ τῷ σκώληκι τοῦ πατάξαι τὴν κολοκύνθην. ᾿Αλλὰ καὶ πρὸς τὴν Νινευί λέγει, ὅτι Περὶ σοῦ ἐντελεῖται Κύριος τῷ Κύρῳ, ὥστε ἐπιστρατεῦσαί σοι. Ἐντε λεῖται καὶ περὶ τῆς ἀνθρωπίνης φύσεως ὁ Κύριος τοῖς ἀγγέλοις αὐτοῦ, ὥστε διαφυλάξαι αὐτὴν ἐν πά σαις ταῖς ὁδοῖς. Εκάστῳ γὰρ καὶ τῶν ἐν τῇ Ἐκκλησία μικρῶν ἄγγελος ἀφώρισται, ὡς ἐμάθομεν. Τάχα δὲ καὶ εἰς τὰς τοῦ Σωτῆρος διδασκαλίας ἔχει τὴν ἀνα φορὰν ἡ προφητεία. Ἐπειδὴ γὰρ τὴν φύσιν ἡμῶν προσλαβών, ἐπέῤῥωσεν αὐτὴν, καὶ δυνατωτέραν εἰργάσατο, μονονουχί τοῦτό φησιν· Αἱ μὲν τοῦ νότ μου ἐντολαί, τῆς πάλαι φύσεως ἦσαν, τῆς ἐν τῷ 'Αδάμ κατακρίτου καὶ ἀσθενοῦς· περὶ σοῦ δὲ, τῆς νέας γενομένης διὰ τοῦ νέου ᾿Αδάμ, ἄλλα ἐντελεῖται ὁ Κύριος Ἰησοῦς· Εῤῥέθη τοῖς ἀρχαίοις· Οὐκ ἐπιορκήσεις· ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὁμόσαι ὅλως, καὶ τὰ λοιπά. Λέγοι δ᾽ ἂν καὶ πρὸς τὸν ἐν πειρασμοῖς ὄντα, ὅτι Ἐντελεῖται περὶ σοῦ τοῖς ἀγγέ λοις, ὥστε μὴ ἐγγιεῖν μάστιγα τῷ σκηνώματί σου. Οὐ σπαρήσεται ἐξ ὀνόματός σου ἔτι. Εἰ μὲν πρὸς τὴν Νινευί ὁ λόγος, λέγοι ἄν, ὅτι οὐκέτι σπέρμα ἀνθρώπου τινὸς κληθήσεται ἐκ τοῦ σοῦ ὀνόματος. Έθος γὰρ τοῖς ὑπηκόοις ἀπὸ τῶν κρα τούντων καλεῖσθαι. Οὕτω καὶ ἀπὸ Βαβυλῶνος Βαβυλώνιοι· καὶ ἀπὸ Κύρου τοῦ Πέρσου, Πέρ σαι· ἀπὸ Ἀλεξάνδρου Μακεδόνος, Μακεδόνες καὶ ἀπὸ Ῥώμης Ρωμαίοι. Κατὰ τοῦτον τὸν λόγον, καὶ Παῦλος Ῥωμαῖος ἦν. Οὐ τοίνυν ἀπὸ τοῦ νῦν ἄρξεις, ὥστε ἀπὸ σοῦ καλεῖσθαι τοὺς ἀρχομένους. Εἰ δὲ πρὸς τὸν Ἰσραὴλ λέγεται ταῦτα, νήσεις, ὅτι Μετὰ τὸ ἐλευθερωθῆναι σε ὑπὸ Κύ Ει καὶ τὰ λοιπά,
col. 995–996page 13 of 40
PG 126:995ρου, οὐκέτι ἐκ τοῦ ὀνόματός σου, τουτέστιν ο ραηλίτης τις διασπαρήσεται εἰς αἰχμαλωσίαν οι δε, εἰ γὰρ ἐπολεμήθησαν υπό τε Αντιόχου, καὶ ἄλο λων πολλῶν ὁμόρων ἐθνῶν, ἀλλά γε καθολική διασπορὰ οὐκ ἐπεγένετο αὐτοῖς. Καὶ θαῤῥῶν δ᾽ ἂν ἀποφήναιο, ὅτι οὐ δή ποτέ τις ἀληθῶς Ισραηλί της διασπείρεται. Οὐ γὰρ πάντες οἱ ἐξ Ισραήλ, οὗτοι Ισραήλ. Διὰ τοῦτο καὶ ὁ Κύριος εἶπεν Ιδε ἀληθῶς Ισραηλίτης· ὡς ὄντων ψευδών τίνων Ἰσραηλιτῶν. Καὶ οἱ νῦν οὖν διεσπαρμένα εἰς πάντα κόσμον, νόθοι, καὶ οὐκ Ἰσραηλῖται ἡ γὰρ ἂν καὶ αὐτοὶ μετὰ τοῦ Ναθαναὴλ ἔλεγον Σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Πρὸ μὲν οὖν Χριστοῦ, ἡ ἀνθρωπίνη φύσις, διεσπαρμένη ἦν εἰς ἄλλας καὶ ἄλλας δόξας πολυθείας· ἐν Χριστῷ δὲ ἐνωθεῖσα πρὸς τὴν θείαν φύσιν, καὶ τὴν ὄντως θεοσέβειαν ἔμαθε. Διο λέ γέται· Οὐ σπαρήσεται ἐκ τοῦ ὀνόματός σου ἔτι τουτέστιν, ἄνθρωπος (τοῦτο γὰρ ὄνομα τῆς ἡμε τέρας φύσεως) οὐ διασπαρήσεται εἰς πολλὰς δόξας καὶ φαντασίας. Καὶ πρὸς τὸν πειραζόμενον δὲ, καὶ οἷον ἀμφιβάλλοντα, τί τὸ κέρδος ἐκ τῶν τει ρασμῶν, φησὶν οὖν, ὅτι τοῦτο κερδήσεις, τὸ μη κέτι ἀνθρώπινον λογισμόν απαρῆναι ἐν σεί· ούτω καὶ ὁ Ἰώβ, μετὰ τὸν πειρασμόν, φησίν· "Ηγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδὸν, καὶ ἐφαύλισα ἐμεν τὸν καὶ ἐτάκην. "Ωσφ γὰρ ὁ ἔξω άνθρωπος φθεί ρετικά, τοσούτῳ ὁ ἔσω ἀνακαιγονται. Εξ οίκου Θεοῦ σου ἐξολοθρεύσω γλυπτά, καὶ χωνευτά θήσομαι ταφήν σου. Πολλοὶ τῶν του δαίων, καὶ μετὰ τὴν αἰχμαλωσίαν εἰδωλολάτρουν, μὴ σωφρονισθέντες ὅλως ταύτῃ. Οθεν Ἰωσίας δ θαυμάσιος, τά τε είδωλα πάντα καθεῖλε, καὶ τὰ σκεύη αὐτῶν ἔκαυσε, καὶ διέσπειρε τὸν χοῦν αὐτῶν ἐπὶ πρόσωπον τῶν μνημάτων τῶν θυσιαζόντων αυτ τοῖς. Τοῦτο οὖν ἐστι τὸ, θήσομαι ταφήν σου, τὸ τὸν χοῦν τῶν θεῶν ἀναμίξαι τῷ χοῖ τῶν εἰδωλολατρῶν. Καὶ πρὸς τὴν Νινευῖ δὲ λέγοιτο ἐν, ὅτι καὶ τοὺς θεούς σου εἰς ἐξολόθρευσιν παραδώσω ὅθεν σὺ φοβούμενος μήποτε λάφυρα των πολεμίω γένωνται, μετακρύψεις αὐτοὺς ὥσπερ ἐν τάφοις τισὶ καταχωνοῦσα. Μή ποτε δὲ, ἐπειδὴ ὡς εἰδι λολάτραι τοῖς ἐχθροῖς εἰς θάνατον ὑπὸ Θεοῦ παρ εδίδαντο, φησίν, ὅτι Ταῦτα τὰ είδωλα θήσομα ταφήν σου, τουτέστι θανάτου πράξενα, καὶ ταφή αὐτά σοι γενήσονται. "Ην δὲ καὶ ὁ διάβολος θεός τῆς ἀνθρωπίνης φύσεως· οἶκος δὲ τοῦ τοιούτων θεοῦ, ὁ κόσμος ἅπας, ἐξ οὗ πᾶσα εἰδωλολατρεία ἐξωλοθρεύθη ὑπὸ Χριστοῦ. Καλὴ δὲ καὶ ἡ ἐπαγ γελία ἣν ἐπαγγέλλεται τῇ φύσει ἡμῶν, ὁ τὰ εἴδωλα εξολοθρεύων, ὅτι θήσομαι ταφήν σου τουτέστιν, Αποκτενῶ τὸν παλαιὸν ἄνθρωπον, καὶ θάψω σε, ἵνα καινοποιήσω καὶ ἀναστήσω. ἀπεθάνομεν γὰρ καὶ συνετάφημεν τῷ Χριστῷ διὰ τοῦ βαπτίσματος. Ἀλλὰ καὶ ἐκ τοῦ νοὸς ἡμῶν, & οἶκος κατεσκευάσθη τοῦ Θεοῦ, ἐξολοθρευθήσονται
col. 997–998page 14 of 40
PG 126:997γλυπτά, ἡ ῥητορική καλλιῤῥημοσύνη, καὶ χωνευτά, αἱ τῶν φιλοσόφων δόξαι, διὰ τῶν ἀποδεικτικῶν, ὡς φασι, μεθόδων, σἷόν τινων πυρώσεων ἀναφερόμεναι. Τότε δὲ θάπτεται ὁ νοῦς ἡμῶν, ἤτοι ἡ διάνοια, ὅτε μηδὲν φρονοῦμεν ἴδιον καὶ ἀνθρώπινον, ὥσπερ καὶ Σολομών λέγει· Φρόνησις ἀν θρώπου οὐκ ἔστιν ἐν ἐμοί. Τὸ γὰρ, Πίστευσον, ταφή ἐπι τῆς διανοίας, μή συγχωρουμένης κινεῖσθαι, καὶ διανοεῖσθαι, καὶ πολυπραγμονείν. Ότι ταχεῖς ἰδοὺ ἐπὶ τὰ ὄρη οι πόδες εὐαγ γελιζομένου καὶ ἐπαγγέλλοντος ειρήνην. μονονοὺκ ἐπὶ θύραις ὄντα τὰ ἀγαθὰ δεικνύει. Ἰδοὺ γὰρ, φησίν, ἰδοὺ ἥξει ἄγγελος εὐαγγελιζόμενος τὴν τοῦ Κυρίου μου κατὰ τῶν Νινευΐτῶν ἐκστρατείαν, καὶ τὴν ἄλωσιν τῆς Νινευί, ἥτις εἰρήνη ἦν τοῖς Ἰσ. ραηλίταις, ἐλευθεροῦσα αὐτοὺς ἀπὸ τῆς αἰχμαλωσίας. Ἐπὶ τὰ ὄρη ἰδὲ, φησίν, ἢ διότι ὀρεινὴ ἡ ὁδὸς αὕτη, ἡ ἀπὸ Νινευί ἐπὶ Ἱερουσαλήμ, ἢ ἐπειδή οἱ διαγγέλλοντές τι ἀπὸ τῶν ὀρέων ὡς ἐξ ἀπόπτων τόπων, ποιοῦνται σημεία, δι᾿ ὧν ἐμφανίζουσι τὴν ἀγγελίαν τοῖς κάτω. Πόδες τοῦ Κυρίου, οἱ ἀπ στολοι, οἱ ἀπεστάλησαν εἰς τὰ ὄρη, τὰ ἔθνη, τὰ τῶν νοητών θηρίων κατοικητήρια, μαθητεύοντες αὐτοὺς, ὃς ἦν εὐαγγελιζόμενος εἰρήνην· καὶ διὰ πάντων μέν, ὧν ἐδίδαξε καὶ ἐποίησεν, εἰρηνοποιῶν ἡμᾶς τῷ Πατρὶ· Ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν, φησίν, ἐν ὦσιν. Ἐμφανέστατα δὲ εὐηγγελίζετο τὴν πρὸς ἀλλήλους εἰρήνην, διὰ τοῦ λέγειν· Ἀπὸ τοῦ αἴροντος τὰ σὰ, μὴ ἀπαίτει· καὶ τῷ θέλοντί σοι κριθῆναι, καὶ τὸν χιτῶνα σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον. Απήγγειλε δὲ ταῦτα, ὡς μηδὲν ἀφ' ἑαυτοῦ λέγων, ἀλλὰ τὰ τοῦ Πατρὸς ἀπαγγέλλων. Καὶ τοῦ Ἰωάννου δὲ οἱ πόδες τα χεῖς ἦσαν ἐπὶ τὰ ὄρη, τοὺς Φαρισαίους τοὺς ὑψηλόφρονας, ἀπαγγέλλοντος τὴν ἀληθινὴν εἰρήνην, τὸν Χριστὸν, οἷς καὶ ἔλεγε· Γεννήματα εχιδνῶν, ἑτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται. Ούτ δεὶς δὲ δύναται ἀπαγγεῖλαι εἰρήνην κάτω ὢν, καὶ τοῖς τῆς γῆς προσκείμενος· διὰ γὰρ τὰ τῆς γῆς ἀγαθά, οι πόλεμοι. Εἰ μέλλεις τοίνυν εἰρήνην εὐαγγελίσασθαι, καὶ σαυτῷ καὶ τοῖς πλησίον, ὑψηλότερος γενοῦ τῆς γῆς, καὶ τῶν αὐτῆς ἀγαθῶν, πλούτου καὶ δόξης. Ἐπὶ τὰ ὄρη ἀνάβηθι τὰ οὐράνια, ὅπου καὶ Δαβὶδ αἴρων τους ὀφθαλμούς, ήλπιζεν ἥξειν αὐτῷ ἐκεῖθεν τὴν βοή Θειαν. Τούτῳ καὶ οἱ διδάσκαλοι προσεχέτωσαν τὸν νοῦν, ἵνα ἐπὶ τὰ ὄρη τῆς ὑψηλής πολιτείας ἱστά μενοι, οὕτως ἀπαγγέλλωσι τὴν εἰρήνην τοῖς λαοῖς, 8 καὶ διὰ τοῦ βήματος αὐτοῖς παραδηλούται. Εόρταζε, Ἰούδα, τὰς ἑορτάς σου. Ἐπειδὴ γὰρ ἐν τῇ αἰχμαλωσίᾳ ῶν, ἐκωλύου ἑορτάζειν (ὰ γὰρ νόμος, ἐν Ἱερουσαλὴμ ἐκέλευεν ἑορτάζειν διὸ καὶ ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκρέμασαν οι πάλαι τὰ ὄργανα ἐπ᾽ ἱτέαις, ὡς οὐκ ἐξὺν ᾄδειν Χιν,
col. 999–1000page 15 of 40
PG 126:999τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας)· νῦν ἀπο λυθεὶς τῆς αἰχμαλωσίας, ἀκωλύτως εόρταζε. Ταῦτα δὲ ἡ προφήτης φησίν, ἢ ὁ ἄγγελος ὁ εὐαγγελιζόμενος. Καὶ πᾶς δὲ ὁ νοητός Ἰούδας, ἤτοι ὁ ἐξω ομολογούμενος ἐν ὅσῳ μὲν ἐστιν ἐν τῇ Βαβυλώνι, τῇ συγχύσει, τῇ γῇ τῇ ἀλλοτρία τοῦ Θεοῦ, οὐ δύναται ἑορτάζειν, οὔτε τὸ Πάσχα, τὴν διαβατήριον ἑορτὴν καὶ ἐξόδιον (οὐ γὰρ διέβη, οὐδὲ ἐξῆλθε τὴν ἁμαρτίαν, οὔτε τὴν τῶν ἑβδομάδων, ἥτις ἐστὶν ἡ Πεντηκοστή· ἔξω γάρ ἐστι τοῦ πνευματικοῦ σαββατισμοῦ, μὴ ἄρας τὸν ζυγὸν τοῦ Χριστοῦ, ἐξ οὗ εὑρίσκεται ἡ ἀνάπαυσις· ἀλλ᾽ οὐδὲ τὴν τῆς Σκηνοπηγίας· οὐ γὰρ ὡς σκηνὴν παροικεῖ τὸν κόσμον, ἀλλ' ὡς βεβαίαν κατοικίαν ἐμμένει. Ούτε τῆς ἀναστάσεως καὶ τῆς κατ' ἐκείνην ζωῆς μνη μονεύει, ὅτε τὸ σκῆνος ἑκάστου παγήσεται καινόν τε καὶ ἄφθαρτον. Ἐπειδὰν δὲ τῆς ὑπὸ τῇ Συγχυτική ἁμαρτίᾳ δουλείας ἀπαλλαγῇ, τότε ἑορτάζειν κελεύεται τὰς ἑορτὰς αὐτοῦ, ὡς εἰρήκαμεν. Δ' τρεῖς δὲ αὗται, πάντως καὶ ἐν τῷ νόμῳ ἦσαν μέσ γισται ἑορταί. ᾿Απόδος τὰς εὐχάς σου. Τουτέστι, Τὰς ὑπο σχέσεις, &ς ὑπέσχου, ἀποπλήρωσον, θύων, καὶ τ' ἄλλα ἐπιτελῶν νόμιμα. Επηγγείλαντο γάρ, ὁπηνίκα ἐν τῇ αἰχμαλωσίᾳ ἦσαν, ἀποδώσειν τῷ Θεῷ πολλά χαριστήρια, εἴπερ ἐπανέλθοιεν, ὡς ἐν τῷ ξε' καὶ ξη' ψαλμῷ εὑρήσομεν. Διότι οὐ μὴ προσθῶσιν ἔτι τοῦ διελθεῖν εἰς παλαίωσιν. Τουτέστιν, Οὐκέτι οἱ ἐχθροί σου μακροχρονίσουσιν, οὐδὲ παλαιωθήσεται αὐτοῖς ἡ ευημερία· ἀλλὰ ταχέως καὶ αὐτοὶ ἀπολοῦνται, καὶ ἡ εὐθηνία αὐτοῖς προσαπολεῖται. Η καὶ ὅτι τοῦ ἐξομολογουμένου αἱ ἑορταί, οὐκ ἔρχονται εἰς παλαίωσιν· ἀεὶ γὰρ ἀνακαινοῦνται ἡ ἡμέρα | [. ἡμέρα] τῇ ἡμέρᾳ κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν. ΚΕΦΑΛ. Β'. Συντετέλεσται, ανήλωται Ή Νινευί καὶ ὁ ταύτης ἄρχων· ὥστε μηκέτι σοι φόβον εἶναι τινα ἐξ αὐτῶν· ἢ ἡ ἁμαρτία, καὶ ἡ ἀσέβεια. ᾿Ανέβη ὁ ἐμφυσῶν εἰς τὸ πρόσωπόν σου, εξαι ρούμενος ἐκ θλίψεως. Ανέβη, φησί, κατὰ τῆς Νινευί ὁ Κῦρος, ὃς ἐμφυσήσας σοι, ἐξεῖλετό σε ἐκ θλίψεως. Τὸ δὲ ἐμφυσᾶν, ἐκ συνηθείας Ἰου δαϊκῆς τινος εἶπεν· ὥσπερ γὰρ τὸ διαῤῥηγνύναι τὰ ἱμάτια σύνηθες ἦν αὐτοῖς· οὕτω καὶ τὸ ἐμφυσ ἐπὶ τὰ τῶν ἠσθενηκότων πρόσωπα· ἐποίουν δὲ τοῦτο μάλιστα οἱ ἐξορκισταί. Τινὲς τὸν Θεὸν εἶπον ἐνταῦθα λέγεσθαι, ὃς τῷ οἰκείῳ νεύματι, οἷόν τινι έμφυσήματι χρησάμενος, ἀνεζώωσε τον λαόν, οἱονεὶ τεθνηκότα, καθὰ Ἰεζεχιήλ λέγει, Επηγγείλατο, Νῦν τετέλεσται, ἀνάλωται, Ασθενούντων ἄσωπα. ἄσωτα άσωπα.
col. 1001–1002page 16 of 40
PG 126:1001νεκροῖς ὀστέοις τούτου; παρεικάσας, ὥσπερ καὶ τῷ Ἀδὰμ ἐμφυσήσας πνοὴν ζωῆς, ἐποίησεν αύτ τὸν εἰς ψυχὴν ζῶσαν. Ανέβη καὶ ὁ Κύριος – ἐκ νεκρῶν, καταλύσας τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τὸν νοητὸν ᾿Ασσύριον· καὶ ἐνεφύσησε τοῖς μαθηταῖς, εἰπών· Εἰρήνη ὑμῖν Εχάρησαν γὰρ οἱ μαθηταὶ, ἰδόντες τὸν Κύριον. Ἐπειδὴ γὰρ ἀπώλεσεν 'Αδάμ τὴν εἰκόνα, ἣν διὰ τοῦ θείου ἔλαβεν εμφυσήματος, εἰκότως ταύτην ἀνακαινίσας ὁ Χριστὸς, τοῖς ἱεροῖς ἀπέδωκεν ἀποστόλοις, καὶ δι' αὐτῶν, ἅπασι τοῖς πιστεύουσι. Σκόπευσον ὁδόν. Πρὸς τὸν Ἰούδαν, φησί, παρακελευόμενος αὐτῷ περισκοπεῖν τὰς ὁδοὺς, καὶ τοὺς ἀγγέλους προσδοκᾷν, καὶ τὰ παρ' ἐκείνων εύαγο γέλια δέχεσθαι. Ἢ καὶ ὡς τῷ μέλλοντι ἀνακομί ζεσαι ἐκ τῆς αἰχμαλωσίας φησὶν, ὅτι Περισκόπει, ποία σοι ῥᾴων καὶ ἐπιτομωτέρα ὁδός. Κράτησον οσφύος, ἄνδρισαι τῇ ἰσχύϊ σφόδρα. Ἀντὶ τοῦ, Τὴν προτέραν ἀπόθου δειλίαν, καὶ ἄνδρισαι, τὴν ἐσουν σου περισφίγξας. Οὕτω καὶ τῷ Ἰώβ φησιν ὁ Κύριος· Ζῶσαι, ὥσπερ ἀνὴρ, τὴν ὀσφύν σου· καὶ ὁ Παῦλος, Περιζώσασθε τὰς ὀσφύας ὑμῶν ἐν ἀληθείᾳ. Κἀνταῦθα τοίνυν ἀνα ὁρίσασθαι καὶ θαῤῥεῖν παρακελεύεται, τὴν προτέραν ἀποθέμενο; [[. - νον] δειλίαν. Η, ὅτι Ετοιμάσθητε πρὸς τὴν ἰδὲν τῆς ἐπανόδου· τὸ γὰρ τῆς ὀσφύος κρατεῖν διὰ τῆς ζώνης, ὁδοιπορούντων ἐστὶ σχῆμα. Διαῤῥέων γὰρ ὁ χιτών, πρὸς τὴν ὁδοιπορίαν ἀπο κάμῃς πονῶν· ἀλλ᾽ ἄνδρισαι πρὸς τούτου; Καὶ ἑκάστῳ δὲ ἡμῶν διακελεύεται· Σκόπευσαν τὴν ὁδὸν τὸν Χριστὸν, ἵνα ἐν αὐτῇ περιπατῇς. Η καὶ πρὸς θεωρίαν ἡμᾶς τοῦ κατὰ Χριστὸν μυστηρίου προτρεπόμενος, φησί· Κατάμαθε τὴν ἐδόν. Ἐπεὶ δὲ διὰ πρακτικῆς ἀναβαίνομεν εἰς τὸ τα θεία σκοπεύειν, καὶ χωρὶς ἁγιασμοῦ οὐδεὶς Εψεται τὸν Κύριον, Κράτησον, φησί, τῆς ἐσφύος, ἐν ᾗ τὸ ἐπιθυμητικόν. Εἶτα ἐπειδὴ νουθετούμενοι ἀγνεύειν, λέγειν ειώθαμεν· Οὐ δυνάμεθα, φυσικών ἐστι τὸ πάθος· δείκνυσι καὶ πῶς κρατήσομεν. Ανδρισαι γάρ, φησί, σφόδρα· τουτέστι, Μή χαύνως ἀντιστῇς, ἀλλὰ σφοδρῶς· καὶ τοῦτο, Εν τῇ ἰσχύν, τουτέστι τῷ Χριστῷ, τῷ τὴν φύσιν ἡ; ῶν νευρώσαντι, διὰ τοῦ προσλαβέσθαι αὐτὴν, καὶ ἡνα σα: τῇ θεότητι. "Ανευ γὰρ τούτου, κἂν ἀνδρίζῃ, οὐδὲν ἰσχύσεις. Διὰ τοῦτο οὐδεὶς ἐν τοῖς ἀπίστοις παρθένος· οὐ γὰρ ἐν τῇ ἰσχύϊ ἀνδρίζονται. ΧΧΧΙ, Αὐτήν, πνοὴν Εἰπών Λάβετε Πνεῦμα ἅγιον· καὶ ἐξείλετο αὐτοὺς ἐκ θλίψεως εἰπών Διαῤῥέων γὰρ ὁ χι τῶν, πρὸς τὴν ὁδοιπορίαν ἐμποδίζει. Οὕτω καὶ ὁ μακάριος Ηλίας - Εσφιγξε, φησί, τὴν ὀσφύν αυτ τοῦ, καὶ ἔτρεχε πρὸ τοῦ ἅρματος τοῦ ᾿Αχαάβ, 'Αλλά μηδὲ πρὸς τοὺς τῆς ὁδοιπορίας ἀποκάμῃς τόνους ἀλλ' ἀνδρισα: πρὸς τούτους. Β.
col. 1003–1004page 17 of 40
PG 126:1003Διότι ἀπέστρεψε Κύριος την ΰβριν Ἰακώβ, καθὼς ὕβριν τοῦ Ἰσραήλ.-- Ἰακὼβ μὲν τὰς δέκα φυλάς ονομάζει· Ἰσραὴλ δὲ, τὰς ἐν Ἱεροσολύμοις δύο. Αἱ μὲν οὖν δέκα, πρότερον ᾐχμαλωτίσθησαν ὑπὸ τῶν Βαβυλωνίων· αἱ δὲ δύο, ὕστερον, τοῦ Ναβουχοδονόσορ τοῖς Ἱεροσολύμοις ἐπιστρατεύσαντος. Ἐπεὶ οὖν ὁ Κῦρος ταῖς δώδεκα φυλαῖς ὁμοῦ τὴν ἐπάνοδον ἐφῆκε, φησίν, ὅτι 'Απέστρεψε Κύριος τὴν ὕβριν τοῦ ᾿Ιακώβ, τουτέστι, Περιείλε τὴν αἰχμαλωσίαν καὶ τὴν δουλείαν τῶν δέκα φυλῶν, ὥσπερ καὶ τοῦ Ἰσραὴλ, τουτέστι τῶν δύο, καὶ ἀπέστρεψεν αὐτοὺς εἰς τὰ οἰκεῖα. Υβρις γὰρ ἦν τοῖς ἐλευθέροις, καὶ ἐκ γένους Αβραάμ καταγομένοις, ἡ δουλεία. Η καὶ οὕτως· Ἐπειδὴ τὸ Ἰακὼβ ὄνομα ὑπὸ τῶν πατέ των ἐτέθη τῷ πατριάρχῃ· τὸ δὲ Ἰσραὴλ, ὑπὸ τοῦ Θεοῦ, διὸ καὶ τιμιώτερον ἦν τοῦτο τὸ ὄνομα· ἀκ μάζει μὲν ἐνταῦθα τὸν λαὸν ἅπαντα τῷ ἀνθρωπίνῳ ὀνόματι· φησὶ δὲ, ὅτι τὴν ὕβριν, ήγουν τὴν δου λείαν, τοῦ Ἰακώβ, τουτέστι παντὸς τοῦ λαοῦ, ἀπο έστρεψε Κύριος, ὡς ἕδριν οὖσαν τοῦ πατριάρχου ἐκείνου, τοῦ διὰ τὴν ἀρετὴν Ἰσραὴλ ἐπονομασθέν του. Ως ἂν οὖν μὴ ἐκεῖνος ὑβρίζηται, ὁ πάση; τιμῆς ἄξιος, τούτου χάριν τῶν ἐκγόνων ἐκεί νου ἐφείσατο. Υβρις τοῦ Ἰακὼς, τουτέστι, τοῦ πρακτικοῦ, τοῦ τὰ πάθη τεταγμένου πτερνίζειν, τὸ δουλεῦσαι ἐμπαθεί τινι πράξει· ὥσπερ τοῦ Ἰσραήλ, ἤτοι τοῦ θεωρητικοῦ, τὸ ὑποκλιθῆναι ψευδεῖ δόγματι ταύτας δὲ τὰς ὕβρεις ἀποστρέφει Κύριος, τῷ μὲν πρακτικῷ τὰς ἐντολὰς διδοὺς, ὥστε ταύτας ἐργαζί μενον ἐλευθερωθῆναι· τῷ δὲ θεωρητικῷ, φωτίζων τὸν νοῦν, πρὸς τὴν τῆς Ἐκκλησίας ὀρθοδοξίαν. Διότι ἐκτινάσσοντες ἐξετίναξαν αὐτοὺς, καὶ τὰ κλήματα αὐτῶν διέφθειραν· ὅπλα δυναστείας αὐτοῦ ἐξ ἀνθρώπων. Ὥσπερ, φησίν, οἱ τὰ τῆς αμπέλου ἐκτινάσσοντες κλήματα, διαφθείρουσι τὸν καρπόν· οὕτω καὶ οἱ Πέρσαι τοὺς Βαβυλωνίους δια κλονήσαντες, καὶ κατασείσαντες, τὴν αὐτῶν βασι λείαν διέφθειραν, ἥτις ἦν καρπὸς τῶν κλημάτων αὐτῶν. Τίνα δὲ ἦσαν τὰ κλήματα, ἑρμηνεύει, ὅτι τὰ ὅπλα τῆς δυναστείας, οὐ τῆς ἐκ Θεοῦ, ἀλλὰ τῆς ἐξ ἀνθρώπων. ᾿Ανθρωπίναις γὰρ δυνάμεσιν ἐκράτουν ὅπλα γὰρ δυναστείας αὐτοῦ, τοῦ τῶν Βαβυλωνίων δηλαδὴ λαοῦ, τοὺς δυνατούς ἐπλίτας πάντως λέγει. Επάγει γοῦν Ανδρας δυνατούς ἐμπαίζοντας ἐν πυρί. Ἵνα μή τις νομίσῃ, ὅτι οἱ Βαβυλώνιοι ὡς ἀσθενεῖς ὑπὸ εκλίθησαν τοῖς Πέρσαις, εμνήσθη μὲν ἀνωτέρω ὅπλων δυναστείας· ἐμφανέστερον δὲ νῦν λέγει, ὅτι Έξ ετίναξαν τοὺς ἄνδρας όντας δυνατούς, καὶ οὕτω θρασεῖς καὶ τολμηρούς, ὥστε καὶ αὐτοῦ κατατολμών τοῦ πυρὸς, καὶ ὡς παίγνιον ἡγεῖσθαι τὰ κινδυνώδη καὶ φοβερά. ὥστε οὐ διὰ τὴν ἐκείνων ἀσθένειαν ἴσχυσαν οἱ Πέρσαι κατ' αὐτῶν, ἀλλὰ διὰ τὴν θείαν ψήφον, παραδοῦσαν αὐτοὺς τούτοις εἰς διαφθοράν. Δώδεκα, Εκφανέστερον.
col. 1005–1006page 18 of 40
PG 126:1005Ἐξετίναξαν ἀπὸ τῆς Ἱερουσαλήμ καὶ οἱ Ρωμαῖοι τους Θεοκτόνους, τοὺς πρὸν μὲν ὄντας, ἤτοι ἐμφυτευθέντας, ἄμπελον καρποφόρον ἀληθινὴν, στραφέντας δὲ εἰς πικρίαν. ῾Ο γὰρ οἶνος αὐτῶν, θυμὸς δρακόντων, καὶ θυμὸς ἀσπίδων. Καὶ γὰρ τὸν Κύ ριον, χολὴν ἐπότισαν, καὶ τὰ κλήματα αὐτῶν, τὰ ὄντα ἔξω τῆς πόλεως ἕως θαλάσσης ἐντεταμένα, διέφθειραν· πάντας γὰρ σχεδόν τοὺς ἐν ταῖς ἔξω χώραις κατασχεθέντας, ἀπέκτειναν. Οὐ γὰρ ἦσαν αὐτ τοῖς τὰ ὅπλα τῆς δυναστείας ἐκ Θεοῦ (πῶς γὰρ, οὗ τὸν Υἱὸν ἀπέκτειναν;), ἀλλὰ ταῖς ἐξ ἀνθρώπων βοη θείαις ἐθάρξουν, τῶν ἀναστατούντων αὐτοὺς ζήίω τῶν. Οὗτο: οὖν οἱ Θεοκτόνοι, καὶ δυνατοὶ ἦσαν, ὡς ἐν νόμῳ μαθητευθέντες (Δυνατοὶ δὲ, δυνατῶς ἐτασθήσονται), καὶ ἐνέπαιζον τῷ Κυρίῳ, ὃς πῦρ ἦν διὰ τὴν θεότητα· τοῦτο μὲν, ἑκάστοτε πειράζοντες αὐτήν· τοῦτο δὲ, τοῖς Ῥωμαίοις στρατιώταις ἐκδόντες πρὸς τὸ ἐμπαίζεσθαι. Ἐξετίναξαν καὶ τοὺς νοητούς Βαβυλωνίους, τοὺς δαίμονας, οἱ ὑπὸ Χριστοῦ στρατηγούμενοι, πόῤῥω ἑαυτῶν τούτους ποιήσαντες, καὶ τὴν πλάνην αὐτῶν ἀπωσάμενοι, καὶ τὰ κλήματα αὐτῶν διέφθειραν, τὰς μαντείας φημί, καὶ τὰς γοη τείας, ἐξ ὧν τὸν οἶνον τῆς πλάνης γεννώντες, ἐπότι τον τοὺς ἀνθρώπους, ὡς καὶ ἐν τῷ της λέγει· Οἶνον καὶ μέθυσμα ἐδέξατο καρδία λαοῦ μου. Εἶτα περὶ τοῦ διαβόλου φησίν, ὅτι τὰ ὅπλα τῆς δυναστείας αὐτ τοῦ, ἐξ ἀνθρώπων ἐστίν· ἀπὸ γὰρ τῆς ἡμετέρας ῥᾳ θυμίας τὴν δυναστείαν κέκτηται. "Ανδρες δὲ δυνατοί οἱ δαίμονες, ὡς ἄσαρκοι, πολεμοῦντες ἡμῖν σαρκικοῖς· ἐμπαίζουσι δὲ ἐν τῷ πυρὶ τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας. Ωσπερ ἀμπέλου ὄντος τοῦ Κυρίου, κλή ματα αὐτοῦ εἰσιν οἱ ἀπόστολοι, καὶ οἱ ἑκάστοτε σῶμα αὐτοῦ καὶ μέλη γινόμενοι· οὕτω καὶ τοῦ ἀντικειμένου, ἀμπέλου ὄντος Σοδομιτικῆς, ἡ κληματὶς ἀκο λούθως ἐκ Γομόρρας, οἱ ἐξ αὐτοῦ ἐξερχόμενοι, καὶ πάσης κακίας ποιότητα ἀπ' αὐτοῦ δεχόμενοι. Αἱ ἡνίαι τῶν ἁρμάτων αὐτῶν, ἐν ἡμέρᾳ ἑτοι μασίας αὐτοῦ, καὶ οἱ ἱππεῖς θορυβηθήσονται ἐν ταῖς ὁδοῖς, καὶ συγχυθήσονται τὰ ἄρματα, καὶ συμπλακήσονται ἐν ταῖς πλατείαις. Οἱ μὲν Βα Κυλώνιοι, ἑτοιμασθήσονται, φησίν, ὥστε ἀφ᾽ ἵππων ἀντιτάξεσθαι τοῖς Πέρσαις. Καὶ αἱ ἡνίαι τῶν ἁρμά των αὐτοῦ, τοῦ Βαβυλωνίου στρατοῦ, ἕτοιμοι ἔσονται, ἀλλ' οὐδὲν ὀνήσουσιν. Οι τε γὰρ ἱππεῖς θορυβηθήσονται ἐν ταῖς ὁδοῖς, ὑπὸ τοῦ πλήθους ἐπιόντων τῶν πολεμίων· καὶ τῶν ἁρμάτων δὲ σύγχυσις ἔσται, τουτ ἔστι σύγκρουσις, συμπλεκομένων ἀλλήλοις καὶ συμ πατουμένων ὑπ' ἀλλήλων, οὐκ ἐν στενοῖς τισι τόποις, ἵνα τις τὴν στενοχωρίαν αἰτιᾶται, ἀλλ' ἐν ταῖς πλα. τείαις, ὥστε εἶναι καταφανές, ὅτι ὑπὸ Θεοῦ πολε μοῦνται, καὶ οἱ ἱππεῖς, καὶ οἱ ἁρματηλάται. "Αρμα τοῦ Κυρίου ἐκτίσθησαν αἱ ἡμέτεραι ψυχαί, ὡς ἂν Τὰ ἐν ταῖς ἔξω πόλεσι ἕως, "Αρματα,
col. 1007–1008page 19 of 40
PG 126:1007μεναι, ἐνιππεύωσι τῇ θεωρίᾳ τῶν ὄντων τοὺς λόγους τούτων μετιοῦσαι. Γίνονται δὲ τοῦ Βαβυλωνίου ἅρματα, ὅταν πρὸς τὰς ἀλόγους πράξεις κινώ μεθα. Ηνίας δὲ ἡμῶν, αἵ τε φυσικαὶ ἔννοιαι, καὶ αἱ ἐντολαὶ τοῦ Κυρίου. Οταν οὖν αἱ ὡς ἡνίαι αὗται ἑτοιμασθῶσιν ἡμῖν, τότε οἱ ἐφ' ἡμῶν ἱπ πεύοντες δαίμονες, θορυβοῦνται ἐν ταῖς διαφόροις καὶ πολυπλανέσι τῆς κακίας ὁδοῖς, ἐν οἷς ἡμᾶς κι νεῖσθαι ἔπεισαν· καὶ τὰ ἄρματα αὐτῶν συγκρούον σιν ἀλλήλοις, καὶ συμπλέκονται ἐν ταῖς πάς τείαις. Ο δὲ λέγω, τοιοῦτόν ἐστιν· Ἡ κακία, έως μὲν αὐτὴν μετερχόμεθα, ομαλή τις δοκεῖ, καὶ ἴση αὐτὴ ἑαυτῇ, καὶ εἰρηνική· ὅταν δὲ τὰς ἡνίας ἀνα λάβωμεν, φυσικῶ; τε τὸ καλὸν σκοπήσαντες, καὶ ὑπὸ τῶν ἐντολῶν πρὸς τοῦτο χειραγωγηθέντες, τότε αὐτὸν βαστάζουσαι, ως λόγον, καὶ κατ' αὐτὸν κινο Ο βλέπομεν αὐτὴν ἄνισον ἑαυτῇ συγκροτούσαν καὶ συμπλεκομένην. Οὐχ ὁρᾷς τοὺς ἐν ταῖς πλα τείαις τοῦ βίου τούτου ἐδεύοντας, καὶ μὴ τὴν στενήν τῆς κατὰ Θεὸν ζωῆς ὁδὸν τρίβοντας, πῶς ποτὲ μὲν τοῖς εὐημερίαις χαυνούμενοι κατεπαίρονται πάντων, ποτὲ δὲ περιστάσεώς τινος μικρᾶς ἐπελθούσης, πάνω των ἀγενέστεροι γίνονται, υποκατακλινόμενοι τῇ μικρά συμφορᾷ, καὶ τὸν βίον ἀβίωτον ἡγούμενο:; Ταῦτα δὲ θεωροῦνται ἡμῖν, ὅτε, ὡς ἔφην, τὰς δοθείσας ἡμῖν ἡνίας ἀναλάβωμεν, καὶ ἑτοίμους αὐτὰς ἔχωμεν ἐν ἡμέρᾳ καὶ ἐν φωτὶ τῆς συναισθήσεως ἡμῶν αὐτῶν γενόμενοι. Ἡ ἄρασις αὐτῶν, ὡς λαμπάδες πυρὸς, καὶ ὡς ἀστραπαὶ διατρέχουσαι. Ἐπειδὴ εἶπεν, ὅτι τὰ τάδε ἅρματα τῶν Νινευΐτῶν, ἤτοι τῶν Βαβυλωνίων, καὶ τάδε πείσονται, φησί· Καίτοι οὐκ ἀσθενεῖς ἦσαν, ἀλλ' ἀνδρεῖοι καὶ θυμοειδεῖς, οἷοι καὶ πῦρ ἀπὸ τῶν ὀφθαλμῶν ἀφιέναι, καὶ οἷόν τισι λαμπάσι καὶ ἀστραπαῖς ἐνεδειμάτουν τοὺς ὑπηκόους· ἀλλ᾽ ὅμως ἐν τῇ τῶν πολεμίων προσβολή, δειλία αὐτοὺς καθέξει. Τινές δὲ καὶ περὶ τῶν Περσῶν ταῦτα ἐνόησαν, μονονουχί τοῖς σωματικοῖς ὀφθαλμοῖς ὁρῶντος αὐτοὺς τοῦ προ φήτου, ὡς πῦρ ἐπερχομένους κατὰ τῆς Νινευΐ. Καὶ μνησθήσονται οἱ μεγιστάνες αὐτῶν, καὶ φεύξονται ἡμέρας, καὶ ἀσθενήσουσιν ἐν τῇ ποι ρείᾳ αὐτῶν, καὶ σπεύσουσιν ἐπὶ τὰ τείχη, καὶ ἑτοιμάσουσι τὰς προφυλακὰς αὐτῶν. Τῶν Νινευί τῶν, φησίν, οἱ μεγιστάνες, οἱ ἐπὶ τῇ δύναμει μέγα Ενιππάσωσι, Πάντων, φρονοῦντες, πάντα; λογισμοὺς ἀνακινήσουσι, καὶ πάσης μηχανῆς ἀναμνησθήσονται· καὶ πειράσονται μὲν φυγεῖν ἡμέρας, ἅτε ὑπὸ τῶν δεινῶν συνεχόμενοι, καὶ μηδὲ τὴν νύχτα περιμεῖναι ἑώμενοι· οὐκ εὐοω θήσονται δὲ ἐν τῇ κατὰ τὴν φυγὴν πορείᾳ, ἀλλὰ κά λιν ἐπὶ τὰ τείχη σπεύσουσιν ἀναβῆναι, ὡς ὑπὸ τού ὡς ἡνίαι Συγκρίνουσι, Κων. Τότε βλέπομεν αὐτὴν ἄνισον ἑαυτῇ ἐν ὑπερβολαῖς καὶ ἐλλείψεσι θεωρουμένην, καὶ ἑαυτὴν ἑαυτῇ συγκρούουσαν, Ασθενέστεροι, Συναινέσεως αὐτῶν,
col. 1009–1010page 20 of 40
PG 126:1009των σωθησόμενοι, καὶ τῆς φυλακής φροντιοῦσι τῆς πόλεως. Η τό, Μνησθήσονται, οὕτω νοήσεις, ὅτι ᾿Αναμνησθήσονται τῶν κακώσεων, δ, ἐπέφερον τοῖς Ἰσραηλίταις, καὶ τῶν εἰς τὸν Θεὸν βλασφημιών, καὶ εἴσονται λοιπόν, ὅτι τὸν Θεὸν ἔχουσι πολέμιον, καὶ διὰ τοῦτο φεύξονται οὐ κρύφα, ἀλλ' ἡμέρας ο τοσαύτη γὰρ δειλία περιλήψεται αὐτούς. Ἔστι καὶ τῶν δαιμόνων ἡ ὅρασις, ὡς λαμπάδες μὲν διὰ τὴν φύσιν (Εθεώρουν γάρ, φησί, τον Σατανᾶν, ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα), τάχα δὲ καὶ ἐπειδὴ μετασχηματίζονται εἰς ἄγγελον φωτός. διατρέχουσαι δὲ, ὡς τὴν ὑπ᾽ οὐρανὸν ἐμπεριπατοῦ σαι. Η καὶ ὅτι οὐκ ἀστραπαί εἰσι μόνιμοι, ἀλλὰ Διατρέχουσαι τουτέστι, θάττον ἀποσβεννύμεναι. Το γὰρ φῶς αὐτῶν, ὁ ἐπιμορφάζονται, ταχύ ἀποσβέννυται, κατὰ τὸ εἰρημένον· Φῶς ἀσεβῶν σβέννυται. Οἱ δὲ μεγιστάνες αὐτῶν, τουτέστιν, αἱ λεγεώνες, μνησθήσονται τῆς τοῦ Κυρίου δυνάμεως, ὥστε λέγειν· Εα· τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ Καὶ ἀσθενήσουσιν ἐν τῇ πορείᾳ αὐτῶν, ὅτε μετὰ τῶν χοίρων κατακρημνισθῶσιν εἰς τὴν θάλασσαν, ἢ ὅτι οὐκέτι ἰσχὺν Εξουσι κατὰ τῶν ἀν θρώπων πορεύεσθαι. Καὶ σπεύσουσιν, ὥστε τὸν σταυ ρὸν καὶ τὸν θάνατον τοῦ Κυρίου κατεργάσασθαι. "Ωσπερ γὰρ τείχη ταῦτα ᾤοντο αὐτοῖς εἶναι, ὡς ἀνωνύμου ἐσομένου, ἢ καὶ δυσωνύμου τοῦ Κυρίου, οἷα δὴ ὡς λῃστοῦ σταυρωθέντος. Πτοίμασαν δὲ καὶ τις προφυλακας αὐτῶν, ἢ τὰ πρὸ τοῦ σταυροῦ πάντα, τοὺς ἐμπαιγμοὺς καὶ τὰ ἀνείδη (ταῦτα γὰρ οἷόν τινες προφυλακαὶ ἦσαν τοῦ σταυροῦ καὶ τοῦ θανάτου), ἢ τὰς ἐπὶ τῷ τάφῳ φυλακὰς τῶν στρατιω τῶν. Ἀλλὰ καὶ ἐν τῇ ψυχῇ, μεγιστανές εἰσιν, ὁ νοῦς καὶ ὁ λόγος. Μνησθήσονται οὖν τοῦ οἰκείου ἀξιώμα τοῦ, καὶ φεύξονται τὴν τῶν παθῶν δουλείαν, ἡμέρας περὶ αὐτὴν οὔσης· οὐ γὰρ ὡς πρὶν ἐν σκότει διαπορεύονται. Καὶ ἐν τῇ προτέρᾳ ἐπισφαλεῖ πορείᾳ ἀσθενήσουσι, μηκέτι εὐδρομοῦντες ἐν τῇ κακία καὶ σπεύσουσιν ἐπὶ τὰ τείχη, τὰς ἐντολὰς, αἱ περι τειχίζουσιν ἡμᾶς, καὶ ἑτοιμάσουσι τάς προφυλακὰς της φυσικὰς ἐννοίας· αὗται γὰρ πρὸ τῶν ἐντολῶν φυλάττουσιν. Ἀλλὰ καὶ τὸ ἅγιον βάπτισμα, καὶ τὸ χρίσμα, τείχη μεγάλα και στερεά, ἐφ' & σπεύ δει πᾶς ἀμύητος, ὅταν ἐπιγνῷ τὸν σώζειν δυνάμενον Ἰησοῦν. Οὐ μέντοι οὕτως ἁπλῶς, ἀλλὰ καὶ προφυ λάττεται, πρὸ τοῦ βαπτίσματος νηστεύειν καὶ ἀγνεύειν προσταττόμενος, ἵνα ἐν ἕξει τοῦ ἀγαθοῦ γένηται. Πύλαι τῶν πόλεων διηνοίχθησαν, τὰ βασίλεια διέπεσε, καὶ ἡ ὑπόστασις ἀπεκαλύφθη. Οἱ μὲν Φυσικής, Διατρέχουσι, Ἰησοῦ, Υιέ, 'Ασφαλεῖ, Προφυλακὰς αὐτῶν,
col. 1011–1012page 21 of 40
PG 126:1011Νινευίται, φησίν, ήγουν πάντες οἱ ὑπήκοοι απ τῶν, ἐπὶ τὰ τείχη αναβήσονται, ὡς ὑπὸ τούτων φυλαχθησόμενοι, ἀλλ' οὐδὲν αὐτοῖς ὄφελος. Αἴτε γὰρ πύλαι καὶ αὐτῆς τῆς Νινευΐ, καὶ τῶν ἄλλων πασῶν πόλεων, διανοιγήσονται, καὶ τὰ βασίλεια ὑπὸ τοῖς ἐχθροῖς ἔσται, τῆς δόξης αὐτῶν πεσούσης καὶ ἀφαιρεθείσης, καὶ ἡ ὑπόστασις αὐτῶν πᾶσα, ἤτοι οἱ θησαυροί, οἱ ἀποκεκλεισμένοι καὶ κατησφαλισμέν νοι, ἀποκαλυφθήσονται, καὶ δῆλοι πᾶσιν ἔσονται εἰς διαρπαγὴν ἐκκείμενοι. Πύλαι πόλεων, αἱ αἰσθήσεις τῶν ψυχῶν, αἱ διανοίγονται, ὅτε ἐπιβάλλουσι τοῖς πράγματι ἀνεξαπατήτως. Τότε καὶ τὰ βασίλεια τῆς ἁμαρτίας τῆς βασιλευούσης ἐν τῷ θνητῷ ἡμῶν σώ ματι, διαπίπτουσι, σαθρά φαινόμενα, καὶ ἀποκαλύπτεται ἡ τῆς ἀρετῆς ὑπόστασις. Τότε γὰρ δηλοῦται ὅτι ἡ μὲν ἁμαρτία, ἀνυπόστατος, ἡ δὲ ἀρετὴ ὑφίσταται ὄντως. Τοῦτο γὰρ οίμαι λέγειν καὶ τὸν Δα Εἰδ πρὸς τὸν Θεὸν, ὅτι Ἡ ὑπόστασις μου, παρὰ σε ἐστιν. ῞Οτε γάρ ἐστιν ἐν τῷ Θεῷ ὁ ἄνθρωπος, τότε ὑφίσταται. Ἐν αὐτῷ γὰρ ζῶμεν, φησὶ, καὶ κινούμεθα, καὶ ἐσμέν. Ο γὰρ τὸ εἶναι ἔχων ἐν τῷ λογι κὸς εἶναι, τότε δὲ καὶ ἐν Θεῷ ὢν, ὅτε κατά λόγον ζή. εἰκότως ἐν τῷ Θεῷ ὑφίσταται, ἵνα μὴ λέγω ὅτι καὶ ἐν τῷ λόγῳ τῷ ἡμετέρῳ ὄντες, ἐν τῷ Θεῷ λόγῳ ἐσμέν· μοῖρα γὰρ τοῦ θείου ὁ ἡμέτερος. Καὶ αὐτὴ ἀνέβαινε, καὶ αἱ δοῦλαι αὐτῆς ἤγοντο καθώς περιστεραὶ φθεγγόμεναι ἐν καρδίαις αὐτῶν. Ὡσανεὶ βλέπει ὁ προφήτης τὴν Νινευί ἀπαγομένην εἰς τὴν αἰχμαλωσίαν, καί φησιν, ὅτι ἀνέβαινεν ὡς πρὸς τὴν Περσίδα ἀγομένη, καὶ σὺν αὐτῇ αἱ ὑπὸ ήκοοι αὐτῆς πόλεις, στενάζουσαι ἐν καρδίαις, τους έστι, κρυφαίως, καὶ τὸν γογγυσμὸν τῶν περιστερῶν μιμούμεναι. Οτε ἡ ὑπόστασις ἀποκαλύπτεται τῆς ἀρετῆς, ἀναβαίνει ἡ ψυχὴ τὰς θείας αναβάσεις καὶ αἱ δοῦλαι αὐτῆς δυνάμεις, οὐκέτ: ἦγον, ἀλλ' ἤγοντο ὑπὸ τοῦ νοῦ καὶ τοῦ λόγου, ὁ θυμὸς καὶ ἡ ἐπι θυμία· διὸ καὶ περιστεραὶ γεγόνασι τοῦ Πνεύματος εἰκότως Οὔτε γὰρ ἐπιθυμία ἀνθρωπίνην ἡμέ ραν ἐπιθυμεῖ τότε, οὔτε ὁ θυμὸς εἰκὴ ὀργίζεται τῷ ἀδελφῷ· ἀλλ᾿ ἡ μὲν ἔμπροσθεν τοῦ Κυρίου ἵσταται ὁ δὲ Κύριος Πνεῦμά ἐστι, καθὰ καὶ Δανιὴλ ἀνὴρ ἦν ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος. Ο δὲ ὀργίζεται, καὶ οὐχ ἁμαρτάνει, κατὰ τῆς κακίας πᾶσαν κενών τὴν χολήν, καθὸ καὶ Μωσῆς ὁ πραότατος ώπλισε τοὺς Λευΐτας, κατὰ τῶν εἰδωλολατρησάντων· καὶ Φινεές, καὶ Ἠλίας, ζηλωταὶ ὠνομάσθησαν. Καὶ τὸ Πνεῦμα δὲ αὐτό, πραότητος δν, λέγεται καὶ παροξύνεσθαι. Αἱ δὲ οὕτως νοηθεῖσαι περιστεραί, φθέγγονται ἀλαλήτως, καὶ μαρτυροῦσι τοῦ Χριστοῦ τὴν δύναμιν, δι' ἣν ταῦτα κατωρθώθησαν· τῇ γὰρ τοῦ Χριστοῦ ἰσχύϊ τὴν σάρκα ἐσταύρωσαν, σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Ηνοίγησαν καὶ Πνεύματος εἰκόνες,
col. 1013–1014page 22 of 40
PG 126:1013πύλαι τῶν πόλεων καὶ τῶν ὀχυρωμάτων τοῦ θανά- ". του, ὅτε ὁ Κύριος τὸν ὑπὲρ ἡμῶν ὑπέστη θάνατον, καὶ τὰ βασίλεια διέπεσε τοῦ ᾅδου, καὶ τοῦ ἔχοντος τὸ κράτος τοῦ θανάτου. Καὶ ἡ θεία τοῦ Λόγου ὑπόστασις ἀπεκαλύφθη, μετὰ τῆς ἡνωμένης ἁγίας ψυχῆς, τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις πύλας χαλκᾶς συντρίβουσα, καὶ μοχλούς σιδηρούς συν θλῶσα, καὶ τὴν οἰκείαν εμφανίζουσα δύναμιν. Καὶ τῇ ψυχῇ συνῆν ἐν τῷ ᾅδῃ θαυματουργοῦσα, καὶ τῷ σώματι ἐν τῷ τάφῳ ἀδιάφθορον αὐτὸ συντηροῦσα. Καὶ αὐτὴ δὲ ἡ τοῦ Κυρίου ψυχὴ ἀνέβαινεν ἐκ τοῦ ᾅδου, καὶ αἱ δοῦναι αὐτῆς τῶν ἁγίων ψυχαὶ ἠκολούθουν αὐτῇ ὡς περιστεραὶ ἀκέραιοι καὶ ἁπλαστοι, καὶ εὐθύτητος καὶ ἀκακίας γέμουσαι, ᾅδουσαι· Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νίκος; Καὶ Νινευΐ, ὡς κολυμβήθρα ὕδατος τὰ ὕδατα αὐτῆς. Καὶ αὐτοὶ φεύγοντες, οὐκ ἔστησαν, καὶ οὐκ ἦν ὁ ἐπιβλέπων Εμφασιν δ, Και, σύνδεσμος ἔχει, ἀντὶ τοῦ, Καίτοι, φησί, τῆς Νινευῖ τὰ ὕδατα, τουτέστιν, οἱ κατοικοῦντες αὐτὴν καὶ συμ πληροῦντες, τοσοῦτοι ἦσαν τὸ πλῆθος, ὥστε κολυμβήθρᾳ εἰκάζεσθαι, ὕδατος πεπληρωμένῃ καὶ ἐκβλυζούσῃ τὰ περιττά (καὶ γὰρ πληθυνομένου τοῦ λαοῦ, ἀποικίας ἔστελλεν)· ἀλλ' ὅμως οἱ τοιοῦτοι εἰς φυγὴν ἀποβλέψαντες, οὐκ ἔστησαν· οὐδὲ ἦν ἐν αὐτοῖς ὁ εἰς τὰ ὀπίσω ἐπιβλέπων· ἀλλὰ πάντες εἰς τὰ ἔμ προσθεν ἔβλεπον, ἀποσκοποῦντες που φεύξονται. ᾿Αλλὰ καὶ ἡ ἐξ ἐθνῶν Ἐκκλησία (ἐθνικὴ γὰρ ἡ Νινευί) έχει ύδατα τοῦ βαπτίσματος, καὶ ταύτης οικήτορες, φεύγοντες τὴν κακίαν, οὐχ ἵστανται, ἵνα μὴ πάθωσιν, ὅπερ ἡ τοῦ Λώτ γυνή· καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὁ βλέπων ἐπὶ τὸ κατόπιν. Οὐ γὰρ ἐπιδα λόντες τὴν χεῖρα ἐπ' ἄροτρον, στρέφονται εἰς τὰ ὀπίσω· ἀλλὰ τῶν ὄπισθεν μὲν ἐπιλανθανόμενοι, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενοι, οὕτω τρέχουσιν, ὡς οὐκ ἀδήλως. ς Διήρπαζον τὸ ἀργύριον, διήρπαζον τὸ χρυσίον, καὶ οὐκ ἦν πέρας του κόσμου αὐτῆς. Την πρότερον τῶν Νινευΐτῶν διέξεισιν ἀδικίαν καὶ πλεονεξίαν, καὶ ὅτι ἐξ ἁρπαγῶν συνήγον. Καὶ οὐκ ἔχει τις, φη σίν, εἰπεῖν, ὅτι διὰ χρείαν ήρπαζον· μετριώτερον γὰρ ἂν ἦν τὸ κακὸν, ἀλλὰ δι' ύβριν, καὶ τὸ θέλειν κόσμους ἔχειν διαφόρους καὶ πολυτελεῖς· Οὐκ ἦν γὰρ, φησί, πέρας τοῦ κόσμου αὐτῆς. Θηλυπρεπῶς γὰρ καὶ ἄνδρες διὰ μαλακίαν καὶ βλακείαν ἐκα σμοῦντο. Βεβάρυνται ὑπὲρ πάντα τὰ σκεύῃ τὰ ἐπιθυμητά αὐτῶν. Τουτέστιν, ὁ κόσμος ᾧ κατεκόσμουν τὰ σώ ματα αὐτῶν, βάρος εἶχε πολύ, τουτέστιν, ὄγκον, καὶ Ψυχῇ γάρ, Αὐτῷ, 'Ακέραιαι, Εμβλυζούσῃ, Ο βλέπων,
col. 1015–1016page 23 of 40
PG 126:1015πλούτου περιουσίας ἔνδειγμα· οὕτως ἦν πολὺς καὶ Λέγω, Υπόλυτος. πολυτελής ὑπὲρ πάντα τὰ ἄλλα σκεύη αὐτῶν. Κα! τοι κἀκεῖνα ἐπιθυμητὰ ἦν, ἀντὶ τοῦ, περιττά, καὶ πρὸς τρυφήν κατεσκευασμένα, ἀλλ' ὅμως ὁ κόσμος ἐνίκα ταῦτα. Η καὶ οὕτως· Απερ ἀπεθησαύριζον, φησὶν, αὐτοὶ, οἱ πολέμιοι λήψονται, κρατήσαντες αὐτ τῶν, καὶ εἰς τὴν σφετέραν ἀποκομίσουσι ταῦτα. βαρύνοντα τοὺς διακομίζοντας αὐτά. Ως γεγενημένα δὲ τὰ ἐσόμενα λέγει, κατὰ τὸ τῆς Γραφῆς ἰδίωμα τὸ γάρ, Βεβάρυνται, ἀντὶ τοῦ, Βαρυνθήσονται. Αλλά καὶ οἱ πρὶν εἰδωλολάτραι εθνικοί, νῦν δὲ τῆς Ἐκ κλησίας, καὶ τὸ ἀργύριον, τὰ τοῦ νόμου λόγια, καὶ τὸ χρυσίον, τὴν τοῦ Εὐαγγελίου καθαρὰν καὶ ἄσκιον χάριν διαρπάζουσι, τὴν καλὴν ἁπληστίαν νό σοῦντες. Διὸ καὶ κατακοσμεῖται ἡ Ἐκκλησία, ὥστε μὴ εἶναι πέρας τοῦ κόσμου αὐτῆς. Κόσμος γὰρ αὐτῆς ἡ βασιλεία τοῦ Λόγου, τοῦ σκηνώσαντος ἐν ἡμῖν, τῆς βασιλείας οὐκ ἔσται τέλος. Ὁ δὲ τοιοῦτος κόσ σμος, καὶ βαρύς ἐστιν· οὐ γὰρ περιφέρεται παντί ἀνέμῳ τῆς διδασκαλίας, ἀλλὰ βάρος ἔχει καὶ σταθηρότητα ὑπὲρ πάντα τὰ φιλόσοφα δόγματα, & σκεύη ἦσαν τοῖς ἐξ ἐθνῶν ἐπιθυμητά. ᾿Αλλὰ καὶ οἱ δαίμονες, πρώην μὲν διήρπαζον τὸ ἀργύριον καὶ τὸ χρυ σίον, τόν τε τῆς πρακτικῆς λόγον, καὶ τῆς θεωρητικῆς αἰχμαλωτίζοντες, καὶ τῇ σοφίᾳ τῶν Ἑλλήνων οὐκ εἰς δέον χρώμενοι· νῦν δὲ βεβάρυνται ὑπὲρ πάν τας ἀνθρώπους, τους πρώην ὄντας σκεύη αὐτῶν κατηρτισμένα εἰς ἀπώλειαν. Οἱ μὲν γὰρ καθαρισθέντες, σκεύη γεγόνασιν εύχρηστα εἰς τιμὴν τοῦ Δεν σπότου· ὃς ἐλθὼν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, αὐτὸν ἔδησε, καὶ τὰ σκεύη αὐτοῦ ταῦτα διήρπασεν· οἱ δὲ σειραῖς ζήμου παραδοθέντες, ἐταράχθησαν [.- έτερο τα ώθησαν]. Εντιναγμὲς καὶ ἀνατιναγμὸς, καὶ ἐκβρασμός, καὶ καρδίας θραυσμὸς, καὶ ἀπόλυσις γονά των, καὶ ὠδῖνες ἐπὶ πᾶσαν ὀσφύν. "Α ἐπὶ τῶν σεισμών είωθε γίνεσθαι, ταρασσομένης τῆς γῆς, ταῦτα καὶ ἐπὶ τῆς τῶν πολεμίων τέθεικεν ἐπελεύσεως. Καὶ αὐτοὶ γὰρ, φησί, τινάξουσι πάντα καὶ καταστήσουσιν· αἱ δὲ καρδίαι τῶν Νινευἰτῶν, θραυ σθήσονται, καὶ συντριβήσονται, ὥστε τῷ δέει βαλλομένων καὶ αἱ τῶν γονάτων ἁρμονίαι λυθήσονται, καὶ παραπλησίως ταῖς τικτούσαις ὠδῖνα; ἕξουσιν, τους ἐστιν. ἀφορή τους πόνους, μεγάλα κακὰ ἀποτίκτον τας. Πᾶσα ὀσφύς, τουτέστι, πᾶσα δύναμις ἀνδρική τὴν γὰρ ὀσφὺν καὶ ἐπὶ τῆς δυνάμεως τίθησιν ἡ Γρα φή, ὡς ἀνωτέρω είρηται. Εκτινάσσει μὲν οὖν ἡ γῆ, ήτοι ἀποτινάσσει, ὅταν τὰ ἐπ' αὐτῆς ἑστῶτα ἀποσείεται· ἀνατινάσσει δὲ, ὅταν τὰ θεμέλια ἀνάγῃ ἐκ βάθους εἰς ὕψος ἀναῤῥιπτοῦσα· ἐκβράττει δὲ, ὅταν ὥσπερ ἐν κοσκίνῳ τῇδε κἀκεῖσε μετακινοῦσα, τὰ κάτω ἀναδιδοῖ, πολλάκις καὶ πηγὰς ἀναῤῥηγοῦσα ψυχρῶν τε καὶ θερμῶν ὑδάτων· ἐπειδὴ καὶ τρία φα Τουτέστι,
col. 1017–1018page 24 of 40
PG 126:1017σιν εἴδη εἶναι τῶν σεισμῶν. Καὶ οἱ περὶ Κῦρον μὲν οὖν καὶ τὰ ἄνω καὶ ἐμφανῆ, καὶ τὰ κάτω καὶ ἀφανῆ μετακινήσουσι, καὶ πάντα συγχέαντες καὶ συνταράξαντες, οὐδὲν ἐπὶ τοῦ καθεστῶτος μένειν ἑάσουσι. Τὸ πρόσωπον πάντων, ὡς πρόσκαυμα χύ τρας. Ἀπὸ τοῦ φόβου, φησί, παγήσεται τὸ αἷμα· τὰ δὲ πρόσωπα ἐκ πάντων περιδνωθήσονται [γ.πελιδν.?] (37) ὅπερ ἐν ταῖς μεγίσταις ψύξεσι γίνεται· ὥστε ἐκείνῳ τῷ μέρει τῆς χύτρας προσεοικέναι, δ τῷ πυρὶ προστ ομιλοῦν καὶ προσκαιόμενον, με μέλανται. Ταῦτα καὶ τοῖς τὸν Κύριον σταυρώσασι συνέβη, οἳ καὶ ἐξετινάχθησαν ἐκ τῆς παλαιᾶς αὐτῶν πατρίδος, διασπαρέντες εἰς πάντα τόπον. Εξετινάχθη δὲ καὶ ἡ πλάνη τῶν δαιμόνων, καὶ ἀνετινάχθη εἰς ὕψος ὁ κάτω κεί μενος άνθρωπος, καὶ ἐξεβράσθη πᾶσα κακία, διὰ τῆς ἐξομολογήσεως, ἐπὶ τὰ ἔξω χεθεῖσα καὶ ἀναρ ῥαγεῖσα. Τῇ δὲ ἐξομολογήσει συνθεωρεῖται καὶ τῆς καρδίας θραυσμός· ὁ γὰρ τοῦ προτέρου καταγνούς βίου, πρόδηλον, ὡς συντριβήσεται μεταμελούμενος ἐφ' οἷς ἔπραξεν· οὗ καὶ τὸ πρόσωπον, ἤτοι ἡ παρ ῥησία ἣν είχε, πράττων ἀπηρυθριασμένως τὰ κακά, μελαίνεται νῦν, κατηφιῶντος ἐπὶ τοῖς τότε ἔργοις, ἐφ᾽ οἷς νῦν ἐπαισχύνεται. Υπολύονται δὲ αὐτῷ καὶ τὰ γόνατα, ἐφ᾽ ὧν ἡρείδετο ἱστάμενος ἐν τῇ κακία καὶ ἡ ὀσφύς, ἐν ᾗ ἐστι τὸ ἐπιθυμητικόν, ὠδῖνας ἔχει τοῦ θείου φόβου, δν συλλαμβάνουσα, Πνεῦμα θεῖον ἀποτίκτε:, τὸ τοῦ ἁγιασμοῦ, οὗ χωρίς, οὐδεὶς όψεται τὸν Κύριον. Ποῦ ἐστι τὸ κατοικητήριον τῶν λεόντων, καὶ ἡ νομὴ ἡ οὖσα τοῖς σκύμνοις; Λέοντας μὲν καλεί τοὺς βασιλεῖς, κατοικητήριον λεόντων, την Νινευΐ σκύμνους δὲ, ἢ τοὺς τῶν βασιλέων υἱοὺς, ἢ τοὺς σας τράπας καὶ ὑπάρχους τῶν βασιλέων· νομὴν δὲ τοῦ των, τὰς ὑπηκόους πόλεις, αἱ φόρους ἀπαιτούμεναι, και χρήματα εἰσφέρουσαι, νομὴ ἦσαν αὐτῶν, τρέφουσαι αὐτούς· νομαὶ γὰρ πλουσίων, κατὰ τὸ γεγραμμένον, πτωχοί. Ἐπεὶ οὖν καὶ ἡ Νινευΐ σὺν τοῖς βασιλεῦσι, καὶ βασιλέων υἱοῖς, καὶ σατράπαις, καὶ αἱ ὑπ' αὐτὴν πόλεις διεφθάρησαν, ὥστε μηδαμοῦ φαίνεσθαι, Ποῦ ἐστι, φησίν, ή τοσαύτη και τηλικαύτη πό λις, καὶ αἱ ὑπήκοοι αὐτῆς Ποῦ ἐπορεύθη λέων τοῦ εἰσελθεῖν; Επιμένων τῇ τροπῇ φησίν, ὡς εἰρωνευόμενος: "Αρα μὴ Ο λέων, τουτέστιν, ὁ βασιλεὺς τῆς Νινευί, ἀπεδήμησε πορευθεὶς, ὥστε εἰσελθεῖν εἰς ἄλλην χώραν, καὶ διὰ τοῦτο εὑρόντες οἱ πολέμιοι ἐρημίαν, κατεκράτησαν τῆς πόλεως; Ἐκεῖ σκύμνος λέοντος, καὶ οὐκ ἦν ὁ ἐκροβώνα λέων ἤρπασε τὰ ἱκανὰ τοῖς σκύμνοις αὐτοῦ, καὶ ἀπέπνιξε τοῖς λέουσιν αὐτοῦ, καὶ ἔπλησε θήρας νοσσιὰν αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἀρ παγῆς. Ἐπειδὴ ἠρώτησε· Ποῖν ἐπορεύθη ὁ λέων; ὡσανεὶ ἀποκρίνεται, καί φησιν, ὅτι οὐκ ἐπορεύθη οὐδὲ ἀπεδήμησεν· ἀλλὰ καὶ αὐτὸς ἐκεῖ ἦν, καὶ σκύ Καὶ τὸ, Εκάστων περιδνωθήσεται,
col. 1019–1020page 25 of 40
PG 126:1019οἱ στρατηγοί, οὓς ὁ ἐκφοβῶν πρὶν οὐκ ἦν (ἀκατάπληκτοι γὰρ ἦσαν πρώην, μηδένα φοβούμενοι), ἀλλὰ μᾶλλον ὥσπερ λέων, ἁρπάζοντες τὰ τῶν ἄλλων βα σιλειῶν χρήματα, καὶ φόρους συναθροίζοντες, και τοῖς ἐκγόνοις τροφήν πορίζοντες. Τοῦτο γὰρ δηλοῖ διὰ τοῦ εἰπεῖν, Απέπνιξε τοῖς λέουσιν αὐτοῦ. Ἐπεὶ γὰρ εἴωθε τὰ θηρία ἀποπνίγειν τὰ ὑπ' αὐτῶν θηρώμενα ζῶα, καὶ οὕτω τοῖς ἐξ αὐτῶν προσφέρειν τροφήν· τὸν αὐτὸν, φησί, τρόπον καὶ οἱ Ασσύριο: βασι λεῖς, τὰς ἄλλας καταλύοντες βασιλείας, τοῖς οἰκείοις λέουσι, τουτέστι, τοῖς παισὶν αὐτῶν καὶ βασιλεῦσι, τὸν ἐκείνων πλοῦτον, καὶ τοὺς ἑκάστοτε συναγομένου; φόρους, ήθροιζον. Ὥσπερ καὶ τὴν Σαμάρειαν μὲν Σαλμανασάρ, τὴν δὲ Ἱερουσαλήμ Ναβουχοδονόσορ διήρπασαν, καὶ τὴν Νινευί, ἥτις ἦν νοσσιά αὐτῶν μνος λέοντος, ἤτοι οἱ υἱοὶ αὐτοῦ, ἢ οἱ σατράπαι και ἀπέπνιξεν οὓς τοῦ Πνεύματος τοῦ ἁγίου ἐστέρησε, ο λέων, καὶ κατοικητήριον, ἐνέπλησαν θήρας καὶ ἁρπαγής. Νοσσιὰν μὲν οὖν αὐτὴν ἐκάλεσεν, ὡς ἐπὶ ὀρνέων, διά τε τὸ κούφον καὶ ὑψηλόφρον τῶν βασιλέων, καὶ διὰ τὸ εὐαλώτου ταύτης γενομένης τοῖς Πέρσαις, ἀποπτῆναι αὐτοὺς ἀπαχθέντας εἰς τὴν Περσίδα και τοικητήριον δὲ ὡς λεόντων, διὰ τὴν προτέραν δύνατα μιν. Εστι δὲ καὶ ἑτέρα γραφή· Ποῦ ἐπορεύθη τοῦ εἰσελθεῖν ἐκεῖ; εἶτα ἀπ᾿ ἄλλης ἀρχῆς· Σκύμνος λέοντος, καὶ τὰ ἑξῆς· καὶ ἔχει νοῦν τοιοῦτον· Ποῦ ἐστιν ἡ Νινευΐ, ὅπου ἐκεῖ βασι λεῖς εἰσήρχοντο, καὶ ἔμενον ἀσφαλῶς, ὡς ἀπορθή του τῆς πόλεως οὔσης; ἀλλὰ καὶ οἱ σκύμνοι τῶν β σιλέων εἰσήρχοντο, καὶ οὐκ ἦν ὁ ἐκφοβῶν αὐτούς. Την Νινευΐ γὰρ κατοικοῦντες, ἀδεῶς εἶχον: "Ην δὲ καὶ Ἱερουσαλὴμ κατοικητήριον λεόντων, τῶν ἐκ 11 βίδ βασιλέων, καὶ λοιπῶν ἀρχόντων, οι διήρπαζον καὶ ἀπέπνιγον τοὺς πενεστέρους τοῦ λαοῦ. ᾿Αλλὰ νῦν ποῦ ἐστι μετὰ τὴν Χριστοκτονίαν; ᾿Αλλὰ καὶ ἐν ταῖς τῶν νῦν ἐξομολογουμένων ψυχαῖς κατώκουν οι νοτ τοὶ λέοντες, ὧν γεννήματα ὄντες οἱ πονηροί λογισμού, ἐνέμοντο καὶ κατεδαπάνων τὴν ἐν αὐταῖς θείαν μοῖ ραν. Ο οὖν διάβολος, ὁ ὡς λέων περιερχόμενος, καὶ ζητῶν τίνα καταπίῃ, ποῦ νῦν ἐστι; ποῦ ἐπορεύθη; Ἐκεῖ γὰρ, ὅπου αὐτὸς ἦν πρὶν, νῦν ὁ παρὰ τῷ Ἰπ κώς σκύμνος, τοῦ λέοντος, ἔστιν ὁ Κύριος Ἰησοῦς καὶ οὐκ ἔστι λοιπὸν ὁ ἐκφοβῶν τοὺς παραδεξαμένους τοῦτον τὸν σκύμνον. Ικανῶς γὰρ τὸν διελθόντα χρό νον ήρπασεν ὁ ἄγριος ἐκεῖνος λέων ἃ ἤρπασε, καὶ καὶ ἔπλησε τὸν ᾄδην θήρας, τῶν διὰ τὴν ἁμαρτίαν νεκρουμένων· ὃς ᾅδης κατοικητήριον αὐτοῦ ἐστι νῦν· οὐκέτι γὰρ τὴν ἀρχὴν ἐν τῷ ἀέρι ἔχει, ἀλλὰ τῷ ᾅδῃ παραδέδοται. Ἰδοὺ ἐγὼ ἐπὶ σε, λέγει Κύριος παντοκράτωρ. Οὕτω μὲν οὖν, ὦ Νινευί, διήρπαζες πάσας τας βασι λείας. Αντί τούτων οὖν ἰδοὺ ἐγὼ ταχὺ ἐπὶ σὲ ἐπ Χώρας,
col. 1021–1022page 26 of 40
PG 126:1021ανίσταμαι, εἰ καὶ μέχρι τοῦ νῦν ἐμακροθύμουν. Εμφαντικῶς δὲ πρόσκειται τὸ, Παντοκράτωρ. Εἰ γὰρ πάντων κρατῶ, καὶ σοῦ περιέσομαι. Καὶ ἐκκαύσω ἐν καπνῷ τὸ πλῆθός σου, καὶ τοὺς λέοντάς σου καταφάγεται ῥομφαία. Ἐπειδὴ τροπικῶς ἄνω λεόντων, καὶ σκύμνων, καὶ θήρα;, καὶ νομῆς ἐμνημόνευσεν, εἰκότως καὶ τὴν τούτων ἀναίρεσιν τροπικῶς προθεσπίζει. Ἐπειδὴ γὰρ τὰ ἐν σπηλαίοις τισὶ κεκρυμμένα θηρία, καὶ προκύπτειν οὐ βουλόμενα, οἱ θηραταὶ ἐξιέναι καταναγκάζουσι, καπνὸν τοῖς στομίοις τῶν σπηλαίων προσφέροντες, καὶ ἐξιόντα δέχονται δόρασι καὶ ῥομφαίαις, καὶ ἀποκτιννύουσι· φησίν, ὅτι Τὸ πλῆθος τοῦ λαοῦ σου ἐκκαύσω ἐν καπνῷ, τουτέστι, τὴν πολυπληθή ταύτην πόλιν ἐμπρήσω, καὶ τοὺς βασιλεῖς καὶ ἄρχοντας, σφαγῇ παραδώσω· ὥσπερ δὴ καὶ τὴν Ἱερουσαλὴμ εἰς ἐμπρησμόν παρέδωκε, καὶ τοὺς ἐν αὐτῇ στασιαστὰς λέοντας ὄντας, ὡς τοὺς ταπεινοτέρους κατεσθίοντας, κατέφαγεν ἡ τῶν Ρωμαίων ῥομφαία. Καὶ ἐξολοθρεύσω ἐκ τῆς γῆς τὴν θήραν σου, καὶ οὐ μὴ ἀκουσθῇ τὰ ἔργα σου ἔτι. Τουτέστιν, Οὐκέτι οὐ μὴ θηρεύσῃς καὶ διαρπάσῃς ἔθνη καὶ βασιλείας· οὐδὲ τὰ ἔργα σου τὰ πολεμικά, καὶ τὰ ἐκ τούτων κακά, ἃ ἐποίεις τοῖς ὑπὸ σὲ γενομένοις ἀκου σθήσονται· παύσῃ γὰρ ταῦτα ποιοῦσα. Εθήρευον καὶ οἱ Φαρισαῖοι τὰς ψυχὰς τῶν αὐτοῖς πειθομένων προσηλύτων καὶ Ἰουδαίων, διὰ τοῦ τὸ γράμμα έχε διδάσκειν αὐτοὺς, ἢν θήραν ἐξωλόθρευσεν ἐκ τῆς γῆς τῆς ἀνθρωπίνης φύσεως ὁ τὸν νόμον τοῦ Πνεύματος τῆς ζωῆς δοὺς αὐτῇ. Καὶ οὐκέτι τὰ ἔργα τῆς νομ κῆς πολιτείας ἀκούεται, ὅτι μηδὲ δικαιωθήσεται ἐξ αὐτῶν πᾶσα σάρξ. ᾿Αλλὰ καὶ πρὸς τὴν τοῦ διαβόλου δύναμιν λέγοι ἂν ὁ Κύριος Ἰδοὺ ἐγὼ ἐπὶ σὲ μετὰ σαρκὸς ἐφιστάμενος, καὶ τὸ πλῆθος τῶν ὑπὸ σὲ δαι μόνων εκκαύσω ἐν τῇ ἀτμίδι τῆς τοῦ Πνεύματος ἐνεργείας, ἡ καὶ ἐν τοῖς προοιμίοις τοῦ μέλλοντος πυρός. "Α γὰρ ἐβασάνιζε τους δαίμονας, καπνὸς ἦσαν τοῦ ἡτοιμασμένου αὐτοῖς πυρός. Καὶ ἡ ῥομ φαία, ὁ εὐαγγελικός λόγος, ἔφαγε τοὺς λέοντας αὐτ τοῦ, ἢ τοὺς δαίμονας αὐτοὺς τούτους, ἢ τοὺς σοφούς, καὶ τὰ μεγάλα ἐν λόγῳ δυναμένους. Καὶ ἡ πλάνη, δι' ἧς ἐθήρευε τοὺς ἀνθρώπους, ἐξωλοθρεύθη ἐκ γῆς καὶ τὰ ἔργα, ἃ ἐν τοῖς ναοῖς τῶν εἰδώλων ἐτελοῦντο, οὐκέτι ἀκούονται. ΚΕΦΑΛ. Γ'. Η πόλις αἱμάτων, ὅλη ψευδὴς, ἀδικίας πλή ρης. Ἐκτραγῳδεῖ σχετλιαστικῶς τὸν τρόπον τῆς Νινευί, καὶ πόλιν αἱμάτων ταύτην ἀποκαλεῖ· φιλο πόλεμοι γὰρ οἱ Νινευῖται, καὶ αἷμασι χαίροντες. Ολη δὲ ψευδῆς, καὶ καθὸ εἰδωλολάτρουν, πάντες ὁμοῦ τοὺς ψευδωνύμους θεούς σέβοντες, καὶ πένητες καὶ πλούσιοι, καὶ καθὸ φιλοψευδεῖς ἦσαν ἐν τοῖς λόγοις, δόλους καὶ πανουργίας μετιόντες, οἷς ἔπεται καὶ τὸ ἀδικεῖν. Πᾶς γὰρ δόλιος, καὶ πανοῦργος καὶ ἄδικος, εἰ μήτι ἄλλο, αὐτὸ τοῦτο τὸ τὸν πλησίον ἀδικεῖν καὶ ἐξαπατᾷν. Εοικε δὲ διδάσκειν ὁ προφήτης, πόθεν γέγονεν ἡ Νινευΐ πόλις αἱμάτων, ὅτι ἐκ τοῦ ψεύδε Ο
col. 1023–1024page 27 of 40
PG 126:1023σθαι καὶ τοῦ ἀδικεῖν· ἔνθα γάρ ψεῦδος καὶ ἀδικία, μηδὲ αἵματα ἐκεῖ ἀπελπίσης. ᾿Αλλὰ καὶ Ἱερουσαλήμ πόλις αἱμάτων, ὡς τοὺς προφήτας ἀποκτιννῦτα, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους· καὶ ὅλη ψευδής. ὡς μισοῦσα τὴν ἀλήθειαν, ἥτις ἦν Χριστὸς, καὶ λέ γουσα περὶ αὐτοῦ ψευδῆ, ὅτι Σαμαρείτης ἐστὶ, καὶ δαιμονῶν, καὶ πλάνος, καὶ πλήρης αδικίας, ὡς τὸν Εὐεργέτη, σταυρώσατα, καὶ τὸν ἅγιον καὶ δίκαιο ἀρνησαμένη, καὶ πληρώσασα τὸ μέτρον τῶν προφητοκτόνων πατέρων, ἐν τῷ αὐτὴ Θεοκτόνος γε νέσθαι. Οὐ ψηλαφηθήσεται θήρα. "Οπερ ἀνωτέρω εἶπεν Εξολοθρεύσω τὴν θήραν σου, τοῦτο καὶ νῦν φησιν, ὅτι Οὐκέτι ὑπὸ σοῦ ψηλαφηθήσεται θήρα, τουτέστιν, οὐ κρατηθήσεταί τις πόλις ἢ βασιλεία ὑπὸ σοῦ, οὐδὲ θηρεύσεις πλοῦτον καὶ φόρους· ταῦτα γὰρ ἦσαν θήρα σου. Θήρα δὲ τῆς πάλαι Ἱερουσαλήμ, πάντες οἱ προ φῆται. Οὐκέτι οὖν, φησί, προφήτης ἔσται ἐν σοὶ, οὐδὲ θηρεύσεις καὶ παγιδεύσεις αὐτόν. Φωνὴ μαστίγων φωνή σεισμοῦ. Ωσπερ ἀκούειν δοκεῖ καὶ ὁρᾷν ὁ προφήτης τὰ τοῦ πολέμου κακὰ, καὶ οὕτως ἀφηγεῖται αὐτὰ, ὡς ἤδη παρόν.α αἱονεὶ γὰρ ἐνηχεῖται φωνὴν μαστίγων, δι' ὧν οἱ ἵπποι πρὸς τὸ ὀξύτερον τρέχειν διεγείροντας και σεισμῷ δὲ ἐοικέναι τὸν κτύπον λέγει τῶν τροχῶν. Καὶ ἵππου διώκοντος. Κατὰ κοινοῦ τὸ, Φωνή. Δοκεῖ γὰρ ἀκούειν ἵππου χρεμετισμούς διώκοντας, καὶ οἷον ἐπαισθανομένου τῆς νίκης, καὶ διὰ τοῦτο χρεμετίζοντος ἐπινίκιον· γαῦρον δὲ ὁ ἵππος. Εἰπὼν δὲ, Φωνὴ μαστίγων, ἔδειξε και τις ἦν ὁ μαστιζόμενος, ὅτι ἵππος πρὸς τὸ διώκειν εὐτονώτερον. Καὶ ἅρματος ἀναβράσσοντος. Ειπών, Φωνήσει σμοῦ τροχών, δείκνυσι σαφέστερον, ὅτι αὕτη ἡ φωνή, ἅρματος φωνή, ανατινασσομένου τῇ φύμῃ τοῦ δρόμου. Καὶ ἱππέως ἀναβαίνοντος. - Φωνή, φησίν, όπο πέως ἀναβαίνοντος, τουτέστι, θόρυβος καὶ ἀλα λαγμός· οἱ γὰρ ἱππεῖς μέλλοντες ἀναβαίνειν ἢ ἵππους, ἢ ἅρματα, θορυβοῦσι, καὶ ἀλαλάζουσιν. ἀλλήλοις ἐγκελευόμενοι. Καὶ στιλβούσης ῥομφαίας, καὶ ἐξαστραπτόντων ὅπλων, καὶ πλήθους τραυματιῶν, καὶ βαρείας πτώσεως. Οὐκέτι ἐφείλεις εξακούειν φωνήν, ἀλλ' ὅρασιν. Δοκεῖ γὰρ ὁρᾷν τὰς μὲν ῥομφαίας στιλβούσας, τοὺς δὲ θώρακας καὶ τὰ ἄλλα όπλα ἐξαστράπτοντα, καὶ πλῆθος ἀνδρῶν, τῶν μὲν τραυματιζόν των, τῶν δὲ πιπτόντων μετὰ βάρους ὅπλων. Τοιαῦτα δὲ καὶ περὶ τῶν τὴν Ἱερουσαλὴμ πολιορκησάντων Καὶ τροχῶν, Κατεπείγονται
col. 1025–1026page 28 of 40
PG 126:1025καὶ πορθησάντων νοεῖσθαι καιρὸν ἔχει· καὶ γὰρ πολλὰ τοιαῦτα συνέβη καὶ τότε τοῖς καταράτοις Ἰουδαίοις. Καὶ οὐκ ἦν πέρας τοῖς ἔθνεσιν αὐτῆς, καὶ ἀσθενήσουσι τοῖς σώμασιν αὐτῶν ἀπὸ πλήθους πορνείας. Εθνη μὲν πολλά, καὶ ἀριθμοῦ πέρα, τῆς Νινευ? ὑπήκοα, πρὸς τὸ συμμαχῆσαι αὐτῇ ἐλεύ σονται· πλὴν ἐν τοῖς σώμασιν αὐτῶν, οἷς πεποίθασιν ὡς δῆθεν εὐσωματοῦντες, ἀσθενήσουσι. Διὰ τί; Διότι πορνείαν ἐπετήδευσαν, τήν τε ἐν τοῖς τρόποις καὶ ἤθεσιν, ἐκ πάσης ἀρετῆς, καὶ αὐτῆς τῆς σωφροσύνης ἐκπορνεύσαντες, καὶ τὴν ἀπὸ Θεοῦ ἐπὶ εἴδωλα. ᾿Αλλὰ καὶ τοῖς ἔθνεσι τῆς Ἱερουσαλήμ, τουτέστι, τοῖς οι κήτορσιν αὐτῆς, τοῖς τῶν ἐθνῶν τοὺς τρόπους ζηλώσασιν, οὐκ ἦν πέρας· ἀριθμοῦ γὰρ κρείττους συνῆλθον εἰς ταύτην ὡς Ιώσηπος ἱστορεῖ. Ἠσθένησαν δὲ ἐν τοῖς σώμασιν αὐτῶν, λιμῷ τακέντες. Διὰ τί; Διότι επόρνευσαν, καὶ ἀπέστησαν ἀπὸ Χριστοῦ εἰπόντες· Μὴ γράφε· 'Ο βασιλεὺς τῶν Ἰουδαίων. ᾿Αλλὰ κατὰ τὸ πρόχειρον, ἀσθένεια ἐν τοῖς σώμασιν γίνεται, ἀπὸ πλήθους πορνείας· οὐδεὶς γὰρ ἀσελγαίνων, ἰσχυρὸν ἔχει τὸ σῶμα. Ὥστε εί τις στρατιώτης ὤν, μάλιστα ισχύειν ἐθέλει, σωφρονείτω. Πόρνη καλὴ καὶ ἐπίχαρις. Καὶ κατὰ τὴν σωματ τικὴν πορνείαν πόρνη ἦν Νινευί, διὰ πολλὴν τρυφήν ἀσελγῶς ζῶσα, καὶ κατὰ τὴν εἰδωλολατρείαν. Καλή δὲ καὶ ἐπίχαρις, ὡς περιφανείᾳ, πλούτῳ, καὶ τοῖς ἄλλοις ἀγαθοῖς αὐτοῦσα καὶ λαμπρά τις οὗτα, καὶ πολλὰ χαρίεντα καὶ ἀστεῖα πλουτοῦσα, οἷα δή ς βασιλὲς τῶν ἄλλων πόλεων. Ηγουμένη φαρμάκων. Τουτέστι, γέμουσα γοη τείας, καὶ ἄρχουσα τῶν ἄλλων ἐν ταῖς φαρμακείαις· μαγείαις γὰρ καὶ γοητείαις οι Ασσύριο τῶν ἄλλων ἐκράτουν. Πωλοῦσα ἔθνη ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ φυ λὰς ἐν τοῖς φαρμάκοις αὐτῆς. Οὐκ ἠρχοῦ, φησί, τῇ οἰκείᾳ ἀσεβείᾳ, ἀλλὰ καὶ ὑπήκοά σοι ἔθνη ἠνάγκαζες τὰ αὐτὰ σοὶ δρᾷν, καὶ ἐπώλεις αὐτὰ, καὶ δοῦλα ἐποίεις, τῇ τε πορνείᾳ, καὶ τῇ φαρμακεία. Η καὶ οὕτως· Οἱ μάγοι ταῖς οἰκείαις μαγγανείαις χρώμενοι, ὑπισχνοῦντο πᾶσι τοῖς εἰς πόλεμον ἐξιοῦσι, τοὺς ἐχθροὺς ὑποχειρίους ποιήσειν, καὶ μισθὸν ἐπὶ τού τοις ἐλάμβανον. Ἐπώλουν τοίνυν τὰ ἔθνη καὶ τὰς φυλὰς, τοῖς μισθὸν διδοῦσι διὰ τῶν μαγειῶν, ἐπαγ γελλόμενοι αὐτὰ ὑπήκοα θήσεσθαι. Οὕτω καὶ Βα λαὰμ τῷ Βαλάκ ἐπηγγείλατο, ὑποχείριον θεῖναι τὸν Ισραηλίτην λαόν. Νοοῦντι δέ σοι ταῦτα περὶ τῆς Ιερουσαλήμ, φανήσεται ὁ Ναούμ μονονουχὶ τὰ αὐτὰ τῷ 'Ησαΐα λέγων, σχετλιάζοντι· Πῶς ἐγένετο πόρνη πόλις πιστή Σιών; Καὶ ἐνταῦθα γὰρ καλὴ καὶ ἐπίχαρις λέγεσθαι νοεῖται ἡ Ἱερουσαλήμ, διὰ τὸ δέξασθαι τὸν νόμον, δς καὶ αὐτὸς χάρις ἦν (Χάριν Μέν φησι, Εἰ; ταύτην εἰσῆλθον, nΟΙ Περιφάνειαν, καὶ δόξαν ἐπὶ πλούτῳ — ἔχουσα,
col. 1027–1028page 29 of 40
PG 126:1027γάρ, φησίν, ἀντὶ χάριτος)· ἀλλ' ἐγένετο πόρνη, καὶ ο ΣΙΧ, ὅτε ἀπέστησαν τοῦ Κυρίου οἱ εἰπόντες· Σκληρές ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; καὶ πάλιν ὅτε εἶπον· Σὺ εἶ μαθητὴς ἐκείνου· ἡμεῖς δὲ, τοῦ Μωσέως ἐσμὲν μαθηταί· καὶ τελευταίον σύμπαντες εἰπόντες· Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα. Καὶ φαρμάκων δὲ ἡγεῖται, ὡς τῶν ἡγου μένων αὐτῆς, καὶ ἀρχόντων, καὶ διδασκάλων κατα φαρμακευόντων ταῖς ὑποκρίσεσι καὶ ψευδοδιδασκα λίαις τοὺς λαούς, καὶ πωλούντων αὐτοὺς τοῖς δα μοσι. Καὶ ψυχὴ δὲ, καλὴ μὲν ἐκτίσθη παρὰ Θεοῦ, καὶ ἐπίχαρις, τὴν τοῦ ἐμφυσήματος χάριν δεξα μένη· πόρνη δὲ γίνεται, ὅταν ὑπὸ τῆς ἡδονῆς φαρμακευθεῖσα, και καταγοητευθείσα, ἀποστατήσῃ τοῦ ἀληθῶς καλοῦ· καὶ τοσοῦτον, ὥστε καὶ ἄλλοις ἡγε μὼν εἶναι τῆς φαρμακείας τῶν ἡδονῶν. Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, λέγει Κύριος παντοκράτωρ. Μὴ οἴου, φησίν, ὅτι ἄνθρωπός σοι πολεμήσει ὁ Κύ ρος· ἀλλ' ἐγὼ ἐπανίσταμαί σοι ὁ παντοκράτωρ Κύ ριος· ὥστε μεγάλην προσδέχου τὴν ἐπίθεσιν. Καὶ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπον σου. Ὡς ἐπὶ γυναικὸς ἑταιριζομένης ὁ λόγος ἐστὶν, ἢ ὅσον μὲν εἰς πρόσωπον καὶ τὸν ἔξωθεν ὡραϊσμὸν, ἀξιέραστος τοῖς ὁρῶσι δοκεῖ εἰ δέ τις ἀπαμφιάσῃ αὐτὴν, καὶ τὰ τοῦ σώματος ἀσχήμονα γυμνὰ παραδείξῃ, ἀσχημονήσει πάντως. Οὕτως οὖν, φησὶν, ὦ Νινευῖ, ἀποκαλύψω τὰ ὀπίσω σου· τουτ ἐστιν, "Οσον ἄσχημόν ἐστιν ἐν σοί, κρυπτόμενον πρώην, νῦν εἰς τὸ ἐμφανὲς καταστήσω, ὥστε φαί νεσθαι αὐτὸ ἀντὶ τοῦ προσώπου σου, καὶ ἀτιμία ἀντὶ τῆς δόξης περιλήψεται σε, καὶ ὅλην τὴν παρανομίαν σου δήλην καταστήσω, διὰ τῆς ἐπαχθησομένης σου τιμωρίας. Καὶ δείξω ἔθνεσι τὴν αἰσχύνην σου, καὶ βα σιλείαις τὴν ἀτιμίαν σου. Ἐδόκεις μὲν γὰρ πᾶσιν ἔθνεσι καὶ βασιλεῦσιν ὡραία τις εἶναι ταῖς μαγείαι; ὠχυρωμένη, καὶ ταύται; νομίζουσα κατευμεγεθεῖν τῶν ἐχθρῶν, ἐμοῦ μακροθυμοῦντος· ἀλλὰ νῦν ἐπ εγερθείς σοι, δείξω τοῖς ἔθνεσιν, ὧν ἐκράτησας, ὡς οὐδὲ τότε σὺ ἴσχυες, ὅτε αὐτῶν ἐκράτεις, ἀλλὰ τὸ ἐμὸν θέλημα ταῦτα ἐποίει· καὶ αἱ πρώην τιμῶσαι σε βασιλεῖαι, ὡς ἰσχυρὰν, νῦν τὴν ἀτιμίαν τῆς ἀσθε νείας σου ἐπιγνώσονται. Ταῦτα καὶ εἰ; τὴν μέλλουσαν κρίσιν ἀνενεχθεῖεν ἂν, ὅτε ἀποκαλύπτονται ἐπὶ τὸ πρόσωπον ἑκάστου τῶν ἁμαρτανόντων τὰ ὀπίσω αὐτῷ πραχθέντα, τουτέστιν, ἡ ἀσχημοσύνη τῶν προημαρτημένων. Καὶ δείκνυται ἡ αἰσχύνη ἑκάστου καὶ ἡ ἀτιμία, καὶ ἔθνεσι, τοῖς λοιποῖς ἁμαρτωλοί, καὶ βασιλείαις, τοῖς δικαίοις, οι συμβασιλεύσουσι τῷ Χριστῷ, είπερ καὶ συνέπαθον ἐνταῦθα. Ὅτε καὶ ὁ θεῖος λόγος ἅψεται ψυχῆς τέως ἁμαρτανούσης, και εἰς αἴσθησιν αὐτὴν ἀγάγῃ τῆς προτέρας ἐν κακία ζωῆς· τοιαύτην ἀποκάλυψιν ποιεῖται, καὶ ἐμπομ πεύεται διὰ τῆς ἐξαγορεύσεως τα πρώην κρυπτό. μενα, καὶ δείκνυσιν ὁ λόγος τῶν ἔργων τὴν αἰσχύνην τοῖς ἔθνεσι, τουτέστι, τοῖς δαίμοσιν, ὡς ἂν
col. 1029–1030page 30 of 40
PG 126:1029γνόντες, ὅτι ἐπαισχύνεται ἐν τοῖς ἔργοις αὐτῶν, μηκέτι αὐτῷ ὡς οἰκείῳ προσέρχωνται. Οἱ δὲ αὐτοὶ, καὶ βασιλεῖαι λέγονται πολλαὶ, ὡς πολυειδῶς ἐν τῷ ἀνθρώπῳ βασιλεύοντες διὰ τῆς ἁμαρτίας, ὡς ἥ γε τοῦ Κυρίου βασιλεία, μία. Καὶ ἐπιρρίψω ἐπὶ σὲ βδελυγμόν κατὰ τὰς ἀκα θαρσίας σου. Τουτέστι, Τοιαύτην σε ποιήσω, ὥστε πάντας τοὺς ὁρῶντας σε βδελύττεσθαι. Εἶτα ἵνα μή τις εἴπῃ, ὅτι ὁ Θεὸς ποιεῖ, τοὺς μὲν βδελυκτούς, τοὺς δὲ ἐνδόξους, καὶ λοιπὸν κατὰ ἀποκλήρωσιν πάντα γίνονται, ἐπήγαγε· Κατὰ τὰς ἀκαθαρσίας σου· δεικνύων, ὅτι Δικαίως σοι τὴν βδελυγμὸν ἐπ άξω, διότι ἀκαθαρσίας ἔχεις. Τῷ δὲ ἀκαθάρτῳ τί ἄλλο προσήκει, ἢ τὸ βδελυχθῆναι; Ὥστε μηδεὶς τὸν Θεὸν αἰτιάσθω, εἴ γε αὐτὸν οἱ ἄνθρωποι βδελύττων ται, ἀλλὰ τὴν οἰκείαν ἀκαθαρσίαν. Οὕτω καὶ ἐπὶ τοὺς Εβραίους ἐπέρριψε βδελυγμὸν διὰ τὰς ἀκα θαρσίας αὐτῶν, τάς τε ἄλλας, καὶ τὰς ἐκ τῆς Θεο κτονίας· αἱ γὰρ χεῖρες αὐτῶν, ἀκάθαρτοι, ὡς αἱμα τος πλήρεις. Κατὰ τὸ μέτρον δὲ τῆς ἑκάστου ακα θαρσίας, ἐπάγεται καὶ ὁ βδελυγμός, καὶ οὔτε πλείων, οὔτε ἐλάττων, τὴν χρηστότητα ἐνταῦθα μιγνύντος τοῦ Δεσπότου καὶ κριτοῦ. Ἀλλὰ καὶ ἐν τῷ μέλλοντι κριτηρίῳ ἄλλος ἄλλου βδελυκτότερος ἔσται, κατά τὸ μέτρον τῆς τῶν ἔργων ἀκαθαρσίας. Καὶ θήσομαί σε εἰς παράδειγμα. Τους ἐστιν, Οὕτω περιβόητα τὰ σὰ πάθη καταστήσω, ο ὥστε ἐπειδὰν ἀπόληταί ποτε πόλις, ἢ χώρα, λέγειν τινὰς ὅτι Οὕτως ἀπόλωλεν ἡ δεῖνα ἡ πόλις, ὡς ἡ Νινευΐ. Καὶ ἔσται πᾶς ὁ ὁρῶν σε, καταβήσεται ἀπὸ σου. Κατεσκαμμένης γάρ σου, ἐπιστὰς τοῖς ἐρει πίοις πᾶς ὁστισοῦν καὶ συμπτώματι, κἂν πρότερον ἐχθρὸς ἦν, καὶ τὴν σὴν ἐδυσχέραινε δυναστείαν· καὶ ἰδὼν ἐρημίαν μάλα πολλήν, καταβήσεται ἀπὸ τῶν τοιούτων συμπτωμάτων, τουτέστιν, αποπηδήσει μὴ φέρων ὁρᾷν τὴν τοσαύτην ἐρημίαν· ἢ καὶ δεδοι πώς, μή τι καὶ αὐτὸς πάθῃ κακὸν διὰ τὴν τοσαύ την ερημίαν. Καὶ ἐρεῖ· Δειλαία Νινευΐ· τις στενάξει αὐτήν; Αθλία καὶ ταλαίπωρος ἡ Νινευΐ· τίς εὑρεθήσεται θρηνωδός τοιοῦτος, ὥστε αὐτὴν ἀξίως θρηνήσαι; ἢ ὅτι οὐχ ὑπελείφθη τις οἰκεῖος αὐτῇ, ἵνα θρηνήσῃ ταύτην· διὸ καὶ ἐπάγει Πόθεν ζητήσω παράκλησιν αὐτῇ; Ἐπὶ μὲν γὰρ τῶν ἄλλων πόλεων, ἢ χωρῶν, καὶ ἀπόλλυνταί τινες καὶ σώζονται, καὶ οἱ σωθέντες, εἰσὶ παράκλησις ἐπὶ δὲ τῆς Νινευί, παράκλησιν οὐκ ἔστιν εὑρεῖν πανωλεθρίᾳ γὰρ παρεδόθη. Καθήσομαι, λέγειν τινάς. 'Αποδημήσει, τοσαύτην
col. 1031–1032page 31 of 40
PG 126:1031'Αρμόσαι χορδήν, ἑτοιμάσαι, μερίς (0. — ρίδα] Αμμών. Εμὸς τὴν ᾿Αλεξάνδρειαν ταῦτα παρακελεύ ται, εἰ καὶ μήπω 'Αλεξάνδρεια έκαλεῖτο τότε· αὕτη γάρ ἐστιν ἡ καλουμένη ν, ήτοι Αμμών, ὡς ἀνακειμένη τῷ ᾿Αμμωνι, δαίμονι ὄντι, οὕτως ἐπισήμῳ παρ' Έλλησιν, ὥστε πολλοὺς ἀπὸ τῆς Ἑλλάδος χρησμών χάριν ἐκεῖσε φοιτᾷν. Καὶ ᾿Αλέξανδρος δὲ ὁ Μακεδόνων βασιλεὺς λέγεται πως τοῦτον δραμὼν ὡς αὐτοῦ πατέρα, χρησμούς παρ' αὐτοῦ ἰαβεῖν. Ἐπε δὴ τοίνυν πᾶσα ἡ Αίγυπτος, καὶ ἡ δεν, ἡ ὕστερον ἀπὸ ᾿Αλεξάνδρου κληθεῖσα Αλεξάνδρεια, εξήρτητο τούτου τοῦ δαίμονος, μερίδα Αμμὼν αὐτὴν ὀνομάζει. Κακὰ οὖν πολλὰ καὶ αὕτη ὑπὸ τῶν Νινευΐτων, ήτα Ασσυρίων, ὑπέστη· καὶ γὰρ ἐστράτευσαν πάση τῇ Αἰγύπτῳ οὗτοι, ἔνθα καὶ τῶν Ἰσραηλιτῶν τοὺς αποφυγόντας εὑρόντες, «μῶς αὐτοῖς ἐχρήσαν=0. Παρακελεύεται τοίνυν τῇ ἂν, ὡς ἂν ἀργότῃ σε χορδήν, καὶ ἑτοιμάσῃ τὴν κιθάραν, καὶ ὡς χαίρουσα ἐπὶ τοῖς Νινευΐτῶν κακοῖς, καὶ ὡς ἄλλω; ἑορτάζουσα, ὥσπερ καὶ ἀνωτέρω τῷ Ἰούδᾳ παρεκελεύς το ἑορτάζειν. Η κατοικοῦσα ποταμούς. Τους διώρυχες του Νείλου φησὶ ποταμούς. Ης ἡ ἀρχὴ θάλασσα, καὶ ὕδωρ τὰ τείχη αυτ τῆς. Πάντοθεν, φησίν, ἔχει ἡ ᾿Αμμὼν τὸ ἀσφαλές ἐκ μὲν τοῦ βορείου μέρους, τὴν θάλασσαν ἔχουσα ἐκ δὲ τοῦ νοτίου, την Μαιώτιδα λίμνην πλου τοῦσα δὲ καὶ τὸ τοῦ Νείλου ὕδωρ, οἷον τεῖχος, ὡς τέλματα ποιοῦν δυσέμβατα. Αιθιοπία, ἰσχὺς αὐτῆς καὶ Αἴγυπτος, καὶ οὐκ ἔστι πέρας τῆς φυγῆς σου. ψεύδ, και Λίβυες ἐγένοντο βοηθοὶ αὐτῆς. Τοὺς ἐπικούρους καὶ συμ μάχους ἀπαριθμεῖται, δεικνύων αὐτὴν οὐ μόνον ἐκ τῆς τοῦ τόπου θέσεως κατωχυρωμένην, ἀλλὰ καὶ ἀπὸ τῆς τῶν συμμάχων δυνάμεως. Φουδ δὲ ὀνομάζει τοὺς Εσπερίους Λίβυας, τοὺς νῦν καλουμένους Αφρους. Αλλ' όμως, φησί, καίτοι οὕτως ὠχυρωμένη σὺ ἡ μερίς τοῦ Ἀμμών, ὑπότε τῶν διωρύχων καὶ τῶν τελμάτων του Νει ῴου ύδατος, καὶ τῆς θα λάσσης, καὶ τῆς Λίμνη, καὶ τῶν ῥηθέντων συμμάχων· ὅμως εἰς φυγήν τραπήσῃ καὶ αὐτὴν καὶ οὐκ ἔσται τέλος τῆς φυγῆς σου. Μερίς Αμμὼν καὶ ἡ ἐξ ἐθνῶν Ἐκκλησία, ἡ κατοικεῖ ποταμούς, τα γλυκέα τοῦ Εὐαγγελίου τῆς χάριτος ὕδατα, καὶ ὕδωρ κύκλῳ αὐτῆς, τὸ πνευματικών βάπτισμα, φυλάττων αὐτὴν τά το εν· ἢ καὶ ἄρχει τῆς θαλάσσης, των πειρατικῶν κυμάτων τοῦ βίου, καὶ τῶν ἁλικῶν αἱρέσεων, μὴ νικωμένη ὑπό τινος τούτων· καὶ Πύλαι γάρ ᾅδου, οὐ κατισχύσουσιν αὐτῆς. Ἔχε: δὲ καὶ μετὰ τὸ βάπτισμα τείχη, τὸ ὕδωρ τῶν τῆς μετα νείας δακρύων. Καὶ Αιθιοπία καὶ Αἴγυπτος, ἰσχὺς αὐτῆς. Ο τε γὰρ Λιθίου ευνούχος, πρῶτος ἐξ ἐθνῶν Μαρεώτικα,
col. 1033–1034page 32 of 40
PG 126:1033βαπτίζεται· καὶ ὁ Κύριος πρώτην τὴν Αἴγυπτον ἐπεσκέψατο, ὅτε γεννηθεὶς, εὐθὺς ἔφυγεν. Οὐ μικρά δὲ ἡ ἰσχὺς τῷ τῆς Ἐκκλησίας κηρύγματι τὸ τοι αῦτα ἔθνη αὐτῇ προσδραμείν, ᾿Αλλὰ καὶ τοὺς Λίβυας, τοὺς ἐν τῇ Πεντηκοστή παρατυχόντας τῇ τοῦ Πνεύ ματος παρουσίᾳ, βοηθοὺς ἔχει, οἱ ἐπεμαρτύρουν ἐκ τοῦ τῶν γλωσσών χαρίσματος, ὅτι θεῖόν ἐστι τὸ κή ριγμα. Ταύτη τοι καὶ τὸ φεύγειν αὐτῇ ἀεὶ προστ έχει, ἀπό τε τῆς ἀσεβείας, καὶ τοῦ ἀεὶ διώκοντος ἡμᾶς διὰ πάντων καὶ λόγων καὶ ἔργων, ἵνα μὴ στᾶσα τῆς φυγῆς καταληφθῇ. Καὶ αὕτη εἰς μετοικεσίαν πορεύεται αἰχμάλωτος. Δηλαδή ή ᾿Αλεξάνδρεια, καὶ πᾶσα ἡ Αἰγυπτος καὶ γὰρ ὅτε Ναβουχοδονόσορ επόρθησε ταύτην, καὶ ὑπὸ Καμβύσου δὲ ὕστερον, ὃς ἦν Κύρου υἱὸς, την βασιλείαν καταλύσαντος αὐτῆς, ὑπὸ τὴν τῶν Περ σῶν δυναστείαν τελεῖν ἡναγκάσθη. ᾿Αλλὰ καὶ 'Αλέ ξανδρος ὑπὸ τὴν Μακεδονικήν βασιλείαν τοὺς Αίγυ πτίους ἐποίησε. Καὶ τὰ νήπια αὐτῆς ἐδαφιοῦσιν ἀπ' ἀρχῆς πασῶν τῶν ὁδῶν αὐτῆς. Τουτέστι, τοσαύτην ἀπήνειαν οἱ ἐχθροὶ ἐνδείξονται, ὥστε καὶ τὰ νήπια ἀποκτιννύναι, τὰς αὐτῶν κεφαλὰς τῇ γῇ προσαράστ ποντες· τοῦτο γάρ ἐστι τὸ ἐδαφίζειν αὐτὰ, καὶ τοῦ πειεῖν ἐν ταῖς ἀρχαῖς τῶν ὁδῶν, τουτέστιν, ἐν ταῖς τριόδοις πρὸς φίλον πλείω τῶν διερχομένων, ερών των, ὅτι οὐδὲ φειδοῦς ἀξίων νηπίων φείδονται. Καὶ ἐπὶ πάντα τὰ ἔνδοξα αὐτῆς βαλοῦσι κλή ρους. Ωστε διανεμηθῆναι αὐτὰ ἀμάχως, οὐ μόνον κτήματα καὶ χρήματα, ἀλλὰ καὶ σώματα ένδοξα, οἷον γυναῖκας καὶ παῖδας, ὥστε εἰς δούλους αὐτοὺς εἶναι τοῖς ἀπὸ κλήρου λαχοῦσι. Καὶ πάντες οἱ μεγιστάνες αὐτῆς δεθήσονται χειροπέδαις. Οὕτως ἔσονται δειλοί, φησὶν, ὥστε μηδὲ ἐν πολέμῳ ἀναιρεθῆναι, ὅπερ ἀνδρῶν ἐστι γενναίων, ἀλλὰ δεθῆναι, γυναικών νόμῳ καὶ ἀγενών ἀνδραρίων, ὡς δοῦλος. Καίτοι μεγιστάνες όντες, ἐπορεύθησαν εἰς μετοικεσίαν Καὶ ἡ τῶν κυριοκτόνων Συναγωγή, καὶ οἱ νήπιοι, τρόφιμα αὐτῆς, οἱ τῷ στοιχειώδει τοῦ νόμου καὶ ἀτελεῖ τρεφόμενοι γάλακτι, ἐδαφίζονται, τῇ γῇ ἐναπομένοντες, ώ; μηδὲν ὑψηλὸν νοῆσαι δυνάμενοι. Τοῦτο δὲ πεπόνθασιν ἀπὸ οἰήσεως· αὕτη γάρ ἐστιν ἀρχὴ πασῶν τῶν ἐπικρήμνων ὁδῶν τῆς Θεοκτόνου Συναγωγής. Καὶ ἐπὶ πάντα τὰ ἔνδοξα αὐτῆς, τό τε χρίσμα τῆς ἀρχιερωσύνης, καὶ τὴν στολὴν τοῦ ἀρχιερέως, καὶ τὰς θυσίας, ἐβλήθησαν οἱ ἐν τῇ Ἐκκλησίᾳ θεῖοι κλῆροι, ἀφ᾽ ὧν καὶ κληρικοὶ ὀνομάζονται. Οὐ γὰρ ἀνθρωπίνη χάρις, ἀλλὰ θεῖος κλήρος, ήτοι χάρισμα δοκεῖ τὸ τῶν χειροτονουμένων. Τὰ τοίνυν ἐκείνων ἔνδοξα ἡμῖν ὁ Θεὸς ἀπεκλήρωσε πνευματικῶς. Καὶ οἱ μεγιστάνες ἐκείνων Φαρισαῖοι καὶ Γραμματείς, χειροπέδαις ἐδέθησαν, μηδὲν ἐνεργῆσαι τῶν τοῦ νόμου δυνάμενοι, ἀνθ' ων τὸν Κύριον ἔδησαν. Εἰς μετοικεσίαν Βαβυλῶνος,
col. 1035–1036page 33 of 40
PG 126:1035Τα καὶ σὺ μεθυσθήσῃ, καὶ ἔσῃ παρεπραμένη. Περὶ τῆς μερίδος ᾿Αμμών προθεσπίσας τὰ εἰρη μένα, πάλιν ἐπὶ τὴν Νινευί μεταφέρει τὸν λόγον, καί φησιν, ὅτι Τὰ μὲν ἐκείνη πείσεται· καὶ σὺ ὥσπερ τινὶ μέθῃ παραδοθήσῃ τῇ συμφορά, καὶ παρα οραθήσῃ ὑπ' ἐμοῦ τοῦ Δεσπότου, οὐκέτι τηροῦντός σε, ὡς πρότερον, ὑπερτέραν παντὸς κακοῦ, ἀλλὰ ταῖς ἁμαρτίαις σου παραδιδόντος. Καὶ σὺ ζητήσεις σεαυτῇ στάσιν ἐχθρῶν σου. Ἐπειδὴ μέθης εμνήσθη, ἐπιμένει τῇ τροπῇ, καὶ φησιν, ὅτι Παραφερομένη τῇδε κἀκεῖσε, καὶ ἀστα τοῦσα, ὥσπερ οἱ μεθύοντες, ζητήσεις μὲν στάσιν, ὗτοι ἐλευθερίαν ἐκ τῶν ἐχθρῶν· οὐχ ἕξεις δὲ, ἀλλὰ διηνεκώς φεύξῃ. Εμεθύσθησαν τῷ θυμῷ καὶ οἱ τὸν Κύριον κτείναντες (θυμὸς γὰρ δρακόντων, ὁ οἶνος αὐτῶν), καὶ διὰ τοῦτο παροραθέντες ὑπὸ Κυρίου, τοῦ ἀεὶ καὶ αὐτοὺς καὶ τὸν οἶκον αὐτῶν ἐφορῶντος, ὥσπερ καὶ Σολομὼν ηύξατο, ἤκουσαν· Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Καὶ ζητοῦσι μὲν στῆναι ἐν Ἱερουσαλήμ αὖθις, καὶ παύσασθαι τῆς διασποράς καὶ τοῦ διωγμοῦ· οὐχ ευρίσκουσι δὲ τὸ ζητούν μενον. Πάντα τὰ ὀχυρώματά σου, ὡς συκαῖ σκοπούς ἔχουσαι, ἐὰν σαλευθῶσι, πεσοῦνται εἰς στέμα ἔσθοντος. Αἱ ὀχυραί σου, φησί, πόλεις τοῖς πολε μίας παραδοθήσονται. "Ωσπερ γὰρ συκαί, σκοπούς ἔχουσαι, τουτέστι, οῦκα πρώιμα καὶ πάνυ πέπειρα, ἐὰν ὑπὸ ἀνέμου σαλευθῶσιν, ἢ καὶ μᾶλλον ὑπ' ἀνα θρώπου βουλομένου σύκα φαγεῖν, ῥᾳδίως ταῦτα ρίπτουσι, καὶ λοιπὸν ἀνελόμενος ἄνθρωπος ἐσθίει οὕτω καὶ αἱ πόλεις σου ῥᾳδίως τους οικήτορας απο βαλοῦσιν εἰς στόμα τῶν ἐχθρῶν ἐμπεσόντας. Όχυ ρώματα τῆς Συναγωγής, αἱ φαρισαῖκαὶ καὶ κατὰ τὸ γράμμα παρατηρήσεις, καὶ αἱ παραδόσεις αὐτῶν, ἔχουσαι καρπούς, γλυκύτητα πρόσκαιρον καὶ ἔκλυ τον ἐνδεικνυμένους· αἵτινες σαλευθεῖσαι τῇ ἐπεδη μία Χριστοῦ, ἔπεσον εἰς τὸ στόμα αὐτοῦ, τοῦ ἀεὶ τὰς ἀνθρωπίνας ψυχὰς ἔσθοντος διαβόλου ὥστε διαβολικοὶ λοιπὸν εἶναι λόγοι, καὶ τοῦ στόματος ἐκείνου ἄξιοι. ᾿Αλλὰ καὶ ψυχῆς ἁμαρτανούσης, όχι ρώματα μὲν εἰσιν αἱ ἡδοναί· διὰ γὰρ ἡδονὴν συνεχόμεθα τῇ ἁμαρτίᾳ. Αὗται δὲ σῦκα ἔχουσαι πρώϊμα τὰ ἐν τῷ προπάτορι Αδάμ φανέντα (ωραίο; γὰρ ἦν εἰς ὅρασιν, καὶ καλὸς εἰς βρῶσιν, ὁ ἐκεῖ νον θανατώσας καρπός), σαλεύονται μὲν ὑπὸ τοῦ Δὲ εὐθὺς, ἐν ἡμῖν λόγου, δεικνύντος τὸ ἀβέβαιον αὐτῶν, καὶ ὡς πλέον ἔχουσι τὸ λυποῦν· πίπτουσι δὲ αἱ πρὶν δοκοῦσαι ὀχυραὶ εἶναι· οὐ γὰρ δύνανται ἀντι στῆναι τῷ τοῦ λόγου σεισμῷ· ὥστε καὶ αὐτὸν τὸν προτερον ἐσθίοντα ταύτας, τὸ στόμα ἀνοίγειν κατ' αὐτῶν, καὶ κατὐγορεῖν ὡς ἀπατηλῶν, καὶ ἐποπτεύειν Οὕτως καὶ ἡ εἰς τὴν Βηρσαβεέ ἁμαρτία. καὶ ἡ εἰς τὸν Οὐρίαν, συκαῖ μὲν ἦσαν, τέρτουσαι Εκπομπεύειν αὐτὰς,
col. 1037–1038page 34 of 40
PG 126:1037τῷ προσκαίρῳ καρπῷ τὸν Δαβίδ· ἀλλὰ σεισθεῖσαι τῷ τοῦ Νάθαν ἐλεγμῷ, ἐνέπεσον εἰς στόμα τοῦ πρότερον ἡδέως αὐτὰς ἔσθοντος, στηλιτεύοντος απο τὰς ἐν τῷ ν' ψαλμῷ. Ἰδοὺ ὁ λαός σου ὡς γυναῖκες ἐν σοί. Τουτο ἐστιν, οἱ γενναιότατος σου στρατιῶτα: δειλία συνεχή μενοι, οὐδὲν διοίσουσι γυναικῶν. Τοῦτο δὲ πείσονται ἐν σοὶ, τουτέστι, διὰ σὲ, καὶ τὰς ἁμαρτίας σου, καὶ τὴν ὑπερηφανίαν σου. Ανδρεῖοι μὲν γὰρ καθ' ἑαυ τοὺς, ἀλλὰ σὺ αὐτοὺς δειλοὺς ἀπειργάσω, παροργίσασα τὸν Θεόν. Καὶ σοῦ δὲ τῆς ἀποβλήτου Ἱερουσαλὴμ ὁ λαὸς, ὡς γυναῖκές εἰσιν, οὐδὲν ἀνδρεῖον ἐπισ δεικνύναι ἔχοντες κατὰ τῆς πλάνης, ἣν πλανῶνται, ἀλλὰ τοῖς τὰ πονηρὰ διδάσκουσιν αὐτοὺς, καὶ ἀπο κατάστασιν ἐπαγγελλομένοις υποκατακλινόμενοι. Τοῦτο δὲ πάσχουσιν ἐν σοί, τουτέστι, διότι πρὸς σὲ: 245 ἀφορῶσι, καὶ σὲ ἀπολαβεῖν ἐλπίζουσιν, οὐκ ἐννοοῦντες, ὅτι ἄλλη Ἱερουσαλήμ ἐστιν ἀκατάλυτος, ἡ ἐλευ θέρα, ἡ μήτηρ πάντων τῶν Χριστῷ πιστευόντων. Τοῖς ἐχθροῖς σου ἀνοιγόμεναι ἀνοιχθήσονται πύλαι τῆς γῆς σου. Καταφάγεται πῦρ τοὺς μου χλούς σου. Α' πύλαι, φησί, τῶν πόλεων τῆς γῆς σου ἀνοιχθήσονται τοῖς Πέρσαις· αἱ μὲν ἀπόνως, ἅτε τῶν ταύτας τηρούντων έκουσίως προσχωρούν αἱ δὲ ἐκπολ ορκούμεναι, καὶ ὑπὸ πυρὸς τοὺς μοχλούς δαπανώμεναι. Η οὐ περὶ πυλῶν πόλεων λέγει, ἀλλὰ βούλεται ἐνδείξασθαι, ὅτι Ἡ γῆ σου ἅπασα ἔσται ἀνειμένη εἰς καταδρομὴν καὶ διαφθοράν, ἥτις πρώην οὕτως ἦν ἀνεπίβατος τοῖς ἐχθροῖς, ὡς ἂν ὑπὸ πυλῶν τινων κατησφαλισμένη. Καὶ τοὺς μοχλούς δέ σου, τουτέστι, πᾶσαν τὴν δύναμίν σου καὶ ἀσφάλειαν, πῦρ, τουτέστιν, ἡ τῶν πολεμίων ἀνυπόστατος και φλογώδης δύναμις, καταναλώσει. Γῆ τῶν Ἰουδαίων, ἡ κατὰ τὸ γράμμα πολιτεία κάτω κειμένη. Αὕτη μέντοι πύλας εἶχε πρὸς τὸ Πνεῦμα φερούσας, αἵτινες ἠνοίχθησαν τοῖς ἐθνικοῖς, οὓς; ἐχθροὺς εἶχον οἱ ἐκ περιτομῆς καὶ βδελυκτούς. Και τοὺς μοχλοὺς δὲ αὐτῶν, καὶ τὰ ὀχυρώματα τῆς Φαρ σαϊκῆς διδασκαλίας, τὸ πῦρ τοῦ εὐαγγελικοῦ καὶ πνευματικοῦ λόγου κατέφαγεν. * Υδωρ πείροχῆς ἐπίσπασαι σεαυτῇ· κατακράτησον τῶν ὀχυρωμάτων σου. Οἱ Νινευίται, Κύ ρου πολιορκεῖν αὐτοὺς μέλλοντος, δεδιότες τὴν ἅλω σιν, τάφους ἔξωθεν διωρύξαντες, καὶ ὕδωρ πολὺ τὸ μὲν εἰς αὐτὰς ἐπισπασάμενοι, τὸ δὲ καὶ κατὰ τῆς λοιπῆς ἐπαφιέντες πεδιάδος, ὥστε καὶ τὰ τέλματα γενέσθαι, ᾤοντο τὴν εἰς τὴν πόλιν πάροδον τοῖς ἐχθροῖς ἀπείρξειν Τοῦτο οὖν φησι κατ' ε!ρω νείαν ὁ Θεὸς ἐνταῦθα· Ασφάλισα: σεαυτήν, διά τε τοῦ ἐπισπάσασθαι ὕδωρ κύκλῳ περιέχον τὰ τείχη, καὶ διὰ τοῦ κρατῆσαι τῶν ὀχυρωμάτων σου, τῶν τε πύργων, καὶ τῶν λοιπῶν. Υδωρ περιοχῆς ἦν ἡ τῶν Φαρισαίων διδασκαλία, περιέχουσα καὶ συγκλείουσα 'Απείργειν,
col. 1039–1040page 35 of 40
PG 126:1039με ὑπὸ τὸν νόμον τοὺς τοῦτο ἐπισπωμένους• ὀχυρώματα δὲ, ὡς πολλάκις εἴρηται, αἱ παραδόσεις, ας κρατοῦσι. Λέγοι δ᾽ ἂν καὶ πρὸς τὴν ἁμαρτάνουσαν ψυχὴν, καὶ καιομένην τῷ πυρὶ τῶν ἡδονῶν· Ἐπί σπασαι σεαυτῇ τὸ ὕδωρ τῆς περιοχῆς, τουτέστι, τοῦ Θεοῦ τοῦ περιέχοντος πάντα· ἢ τοῦ Εὐαγγελίου τοῦ περιέχοντος τὴν οἰκουμένην, καὶ κατακράτησαν τῶν ὀχυρωμάτων. Δέδωκε γάρ σοι, φησί, φυσικῶς ὁ Θεὸς ὀχυρώματα τὸν νοῦν, καὶ τὸν λόγον, ὃν ἐὰν κροτήσῃς, οὐκέτι ευάλωτος ἔσῃ τοῖς ἐχθροῖς. Εμβηθι εἰς πηλὸν, καὶ συμπάτησον ἐν ἀχύ ρεις, καὶ κράτησον ὑπὲρ πλίνθον. Ετι τῇ εἰρω νείᾳ ἐπιμένει, καὶ δοκεῖ συμβουλεύειν αὐτοῖς, ἵνα τῶν ὀχυρωμάτων ἐπιμελούμενοι, καὶ πηλόν ποιή σωσι, καὶ συμπατήσωσιν αὐτὸν ἐν ἀχύροις, ὥστε πλίνθους ποιῆσαι (ἡ γὰρ πλίνθος ἐπτωμένη, εἰς ὀχυρὰ κτίσματα αναγκαιότατον). Καὶ τί λέγω, φησί, πλίνθους; ἄλλα τινὰ ὀχυροῦ ὑπὲρ πλίνθον, καὶ κατακράτησον δι' ἐκείνων. Εκεί καταφάγεται σε πῦρ, ἐξολοθρεύσει σε ῥομφαία, καταφάγεται σε ὡς ἀκρὶς, καὶ βαρυνθήσῃ ὡς βροῦχος. Τὸ, ἐκεῖ, ἀντὶ τοῦ, τηνικαῦτα, νόμισον. Οὐδὲν γὰρ, φησίν, ὠφεληθήσῃ ἀπὸ τῶν τοιούτων ἐπινοιῶν, ἀλλ' ὅταν ὀχυρώσῃς αὐτὴν διὰ πλίνθων ὀπτῶν, καὶ δι᾿ ἑτέρων τῶν ὑπὲρ πλίνθων τηνικαῦτα σὲ μὲν τὴν πόλιν τὸ τῶν πολεμίων φάγε ται πῦρ, ἐμπρησθεῖσαν σὺν τοῖς οἰκήμασι, τοὺς δὲ οικήτορας εξαναλώσει ῥομφαία, ὥσπερ ἡ ἀκρὶς δα πανᾷ τοὺς καρπούς· ἔσῃ δὲ βαρεῖς πρὸς τὸ φεύ γειν, ὥσπερ ά βροῦχος, ὅταν βραχῶσιν αὐτῷ τὰ πτερά " "Η, ὅτι Σὺ μὲν βαρείς γενήσῃ, καὶ πολλὴ τῷ πλήθει, συμμάχους πάντοθεν προσκαλουμένη, ὥστε βρούχο παρεικάζεσθαι τὸ πλῆθος ἀνα αριθμήτῳ, ἀλλ' οὐδὲν ὠφεληθήση. Τοιοῦτον δὲ τὸ επαγόμενον Πληθύνθητι ως βροῦχος. Τουτέστι, Μετακάλεσαι ἐπικούρους καὶ συμμάχους, καὶ γενοῦ εἰς πλήθος. Διαγελῶν δὲ ταῦτά φησιν, ὡς καὶ ἀνωτέρω. Πηλής αἱ νομικαὶ θυσίαι, ὡς σωματικαί· ἄχυρον, τὸ γράμμα, καρπὸν οὐκ ἔχον. Ἐπεγγελᾷ οὖν τὸ Πνεῦμα τοῖς ταυτα περιέπουσι, δεικνύον αὐτοῖς, ὅτι κάν ταῖς σωματικαῖς θυσίαις δουλεύωσι, καν τ' άλλα κατά τὸ γράμμα ἐκδέχωνται, τὸ τοῦ Πνεύματος πύρ επικρατέστερον ἔσται, καὶ ἡ ῥομφαία του λόγου ἐξολοθρεύσει αὐτοὺς, δς καὶ ἀκρίδι παρέοικε, διά τὸ ταχὺ αὐτοῦ πήδημα, εἰς πᾶσαν τὴν γῆν ἐξελθόν τοῦ ἐν ὀλίγῳ χρόνῳ, ὡς καὶ ἀλλαχοῦ λέγει· Βως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ. ᾿Αλλὰ καὶ βα ρύς, φησὶν, ἔσῃ, ὁ Γραμματεὺς, ὥσπερ βρούχος, ὥστε μὴ πρὸς ὕψος πνευματικής θεωρίας ἀναστῆνες δύνασθαι, ὡς τῶν νοητῶν σου πτερῶν τῷ ὑγρῷ βίῳ βεβαρημένων. Πανταχοῦ γὰρ εἰς τρυφήν διαβάλλονται οι Εβραίοι, ὡς καὶ παρὰ Παύλῳ· κ Θεός ἡ κοιλία, ᾿Αλλὰ καὶ παντὶ τῷ φιλοσωματοῦντι λέγει Τροφήν,
col. 1041–1042page 36 of 40
PG 126:1041ἐμβῆναι εἰς τὸν πηλόν, τουτέστι, κατιδεῖν καὶ κατα σκέψασθαι τὸ οἰκεῖον σῶμα, ὅτι πηλός ἐστι. Τί οὖν τὸν πηλὸν ὑπὲρ τον μαργαρίτην τιμάς; ἀπὸ τοῦ τοιούτου πηλοῦ τῆς ιλύος ἀναχθεὶς ὁ Δαβίδ, ηὐχα ρίσκει τῷ Θεῷ. Ἀλλὰ καὶ συμπάτησαν, φησὶ, τὰ άχυρα, τὰ διαρπά έργα, ἃ κατακαύσει ὁ τὸ πύον τῆς διακρίσεως ἔχων Λόγος τοῦ Θεοῦ πυρί ασβέστη. Τότε καὶ τὸ πῦρ καταφάγεται σε ζηλούν της ὑπὲρ τοῦ τιμίου χρήματος τῆς ψυχῆς σου, ἣν οι ἐχθροὶ ἄτιμον ἐποίησαν. Ἐπεὶ δὲ ἡ ἀκρὶς καὶ αὐτὴ δύναμις τοῦ Θεοῦ ἐστι μεγάλη, Χριστὸς δὲ, Θεοῦ δύναμις, ὁ δὲ αὐτὸς καὶ σοφία· εἰς Χριστὸν ἄν σοι, θεοπρεπῶς μέντο: νοοῦντι, ἐκληφθείη ἡ ἀκρίς, ὃς ἐσθίει πάντα τὴν φιλοσώματον, λέγων· Οστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι· καὶ πάλιν, Η σάρξ οὐκ ὠφελεῖ οὐδέν. Καὶ τὴ θαυμάσης, εἰ ἀκρίδι τὸν Κύριον παραβάλο λομεν, ὅς γε αὐτὸς ἑαυτὸν ὀνομάζει σκώληκα. Αλλά καὶ βαρυνθήσῃ, ὡς βροῦχος, φησί. Οταν γὰρ ὁ και ταβὰς, ὡς ἡ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν, ἐπι θέση τοῖς πτεροις τοῦ πρὸς τὰ κακὰ κούφως φερο μένου· τηνικαῦτα βαρὺς γίνεται οὗτος καὶ δυσκίνη τὰς πρὸς τὰς τοῦ σώματος ἡδονάς. Βρούχος ώρμησε, καὶ ἐξεπετάσθη, καὶ ἐξήλατο ὡς ἀντέλαδος ο σύμμικτός σου. Σὺ μὲν, φησίν, ἐπιλήθυνας τους συμμάχους σου, συμμίκτους ὄντας. ᾿Απὸ πολλῶν χωρῶν μὲν, φησίν, επλήθυνας νομίζουσα ἐν καιρῷ περιστάσεως ὠφεληθήσεσθαι ἐξ αὐτῶν. Πλὴν ὁ σύμμικτος οὗτος ὄχλος, ὁ σύμμαχός σου, βροῦχος άντικρυς ἐξεφάνη. Αθρόον γὰρ ώρμησε, καὶ ἐξεπεράσθη, καὶ ἀπεπήδησεν ὡς ἀντέλαβος· εἶδος δὲ ἀκρίδος δ' αντέλαβος. Καὶ ὁ τῶν ἐθνῶν λαὸς βρούχῳ ἐοικώς, ἀφῆκε ταχέως τὴν πατρῴαν ἀσέβειαν· καὶ ὁ προσήλυτος δὲ, ὁ συμμιγείς τοῖς Ἰουδαίοις, ἀπεπήδησεν ἀπὸ τῆς νομικής πλάνης. ὺς ἀκρὲς ἐπιβεβηκυῖα ἐπὶ φραγμὸν ἐν ἡμέρᾳ πάγους· ὁ ἥλιος ἀνέτειλε, καὶ ἀφήλατο, καὶ οὐκ ἔγνω τὸν τόπον αὐτῆς. Καθάπερ, φησὶν, ἡ ἀκρὶς, καὶ τὰ τοιαῦτα ἄλλα ζώα, δρόσου μὲν καὶ πάχνης ἐπικειμένης τοῖς πτεροῖς, ἐφιζάνει τοῖς φραγμούς καὶ τοῖς θάμνοις, ἀναπτῆναι μὴ δυνάμενα· ἡλίου δὲ ἀνατείλαντος, καὶ ἅμα τήν τε δρόσον εκδαπανής σαντος, καὶ αὐτὰ θάλψαντος, ἀναπετάννυσι τὰ πτερά, καὶ εἰς ἄλλον μεταβαίνει τόπον· οὕτω καὶ ὁ σύμμαχός σου δχλος, ἕως μὲν οὔπω πάρεισιν οἱ που λέμιοι, προσμενεῖ σηι· ἐπειδὰν δὲ ἐκεῖνοι προσβάλωσι, τῆς οἰκείας φροντίσει σωτηρίας, καὶ σὲ ἀβοήθη τον καταλείψει. Επέβαινε δὲ καὶ ἐπὶ τὸν φραγμὸν τοῦ νόμου ἡ δύναμις τοῦ Θεοῦ, καθαρμούς τινος σω ἐπλήθυνας. Συγκατακαύσει, ν. 'Αττέλαγος, μὲν, φησίν,
col. 1043–1044page 37 of 40
PG 126:1043ματικούς τελοῦσα, καὶ θαύματα ἐνεργοῦσα, ἄχρι; οὗ ἡμέρα ἦν τοῦ πάγους, τουτέστιν, ἄχρις οὗ ἐκρά τει ὁ τῆς ἐξ ᾿Αδὰμ ἁμαρτίας χειμών. Ἐπεὶ δὲ ὁ δεύ τερος ἀναμάρτητος Αδάμ, ήλιος ὢν τῆς δικαιοσύνης, ἀνέτειλεν, ἀπεπήδησεν ἡ θεία δύναμις ἐκ τοῦ νομι κου φραγμοῦ, δείξασα αὐτὸν ἀνίσχυρον, καὶ μὴ δυ νάμενον κατά συνείδησιν καθαρίσαι, καὶ μετέβη ἐπὶ τὴν πίστιν, ὡς δυναμένην δικαιῶσαι, καὶ οὐκέτι ἔγνω τὸν πρώην ὄντα τόπον αὐτῆς, τὸν νόμον. Εστι μέντοι καὶ ἑτέρως ἐκλαβεῖν ταῦτα πάντα, ώσανεί τοῦ Θεοῦ λέγοντος πρὸς τὸν τοῦ σώματος δοῦλον Εστω, κατατρύφησαν τῶν θελημάτων σου· τῷ πηλῷ ἐγκυλίσθητι· ἔργασαι τὰς ἀχυρώδεις πράξεις. Εἶτα τί; Τὸ τελευταῖον πῦρ καταφάγεται σε, καὶ ἡ ῥομφαία ἐξολοθρεύσει σε, ὁ Λόγος ὁ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας, 8; τότε τοὺς λογισμού; ἐξετάσας, διχοτομήσει πάντα· καὶ τὰ μὲν τοῖς δε ξιοῖς, τὰ δὲ τοῖς ἀριστεροῖς συντάξει, ὅτε καὶ βαρυνθήσῃ ὑπὸ τοῦ φόρτου τῶν ἁμαρτιῶν, δίκην βρού χου, ὑπὸ πάχνης κρατουμένου, μὴ δυνάμενος εἰς ἀπο λογίαν μεταβῆναι. Ἐπεὶ δὲ ὁ ἁμαρτάνων ἐνταῦθα, οὐκ ἀπογνωστέος, φησίν, ὅτι Ὁ σύμμικτος νῦν ἐκ παντοδαπῶν παθῶν λογισμός σου, ἐκπετάσει πάλιν, εἴπερ θελήσεις, ὥσπερ βροῦχος, τῆς πλάνης λυθείσης. Καὶ ἡ ἐν σοὶ ἀκρὶς, ἔτσι, ἡ τοῦ λά γου δύναμις, ἡ ἐπιβαίνουσα νῦν καὶ ἐπαναπαυομένη τῷ φραγμό, τουτέστι ταῖς ἁμαρτίαις (φραγμός γὰρ εἰσιν αὗται, ὡς πολλάκις είπομεν, διιστῶσα ἡμᾶς ἀπὸ τοῦ Θεοῦ), αποπηδήσει ἀπὸ τοῦ φραγμού τούτου, ἐπειδὰν ὑπὸ τοῦ ἡλίου Χριστού θαλφθῇ. Οὐαὶ αὐτοῖς. Ωσπερ συμπάσχων, θρηνεῖ τοὺς τῆς Νινευΐ συμμάχους, καί φησιν· Οὐαὶ αὐτοῖς, οἷα πεί σονται! καὶ ὡς σχετλιάζων, ὅτι σύμμαχοι κληθέντες, προδωκαν τους καλέσαντας, τοῦ καθ᾿ αὐτοὺς ἀσφα λους φροντίσαντες, καὶ διὰ τοῦτο ἀποφυγόντες. Ενύσταξαν οἱ ποιμένες σου. Τουτέστιν, οἱ βασιλεῖς σου καὶ οἱ σατράπαι σου εἰς ὕπνον ἔπεσον, τουτέστιν, εἰς ἔκλυσιν τῆς προτέρας αὐτῶν δυνά μεως· ἢ καὶ εἰς αὐτὸν τὸν θάνατον, ἐν τῷ πολέμῳ ἀναιρεθέντες. Βασιλεὺς ᾿Ασσυρίων· ἐκοίμισε τους δυνάστας σου. Τὸν Κῦρον λέγει Ασσύριον, ὡς ἐκ τῶν Απ συρίων καὶ αὐτὸν καταγόμενον. Καὶ γὰρ τοὺς Πέρ σας ἀποσπάδες τῶν Ασσυρίων εἶναί φασιν. Ούτος οὖν, φησίν, ἐκοίμισε τοὺς δυνάστας τῆς Νινευί, εἰς τὸν ἄνω λεχθέντα ὕπνον αὐτοὺς καταγαγών. ποιμένες τῆς Συναγωγῆς, οἱ ἱερεῖς καὶ οἱ λοιποὶ ἄρχοντες, οὓς νυστάξαντας ἀπὸ τοῦ μεθυσθήναι τῇ τοῦ Κυρίου μανία, ἐκοίμισεν ὁ νοητός Ασσύριο;, ύπνώσαντας ὕπνον εἰς θάνατον ψυχικόν. Καὶ ἐπὶ παντὸς δὲ ἀνθρώπου, ὅταν νυστάξουσιν οἱ ποιμένες ἡμῶν, ὅ τε φυσι κός νόμος, καὶ ὁ διδασκαλικός λόγος, τότε ἡμᾶς κοι Πάχνης, Ἐν σαρκί, Λογισμού,
col. 1045–1046page 38 of 40
PG 126:1045μίζει ο Ασσύριος, ὃν ἡ ἡμετέρα βασιλεία βάθυμον ποιεῖ δοῦλον ὄντα καὶ ἀποστάτην. ᾿Απῆρεν ὁ λαός σου ἐπὶ τὰ ὄρη, καὶ οὐκ ἦν ἐκδε χόμενος. Τῶν ἀρχόντων σου, φησί, καὶ σατραπών ἀπολωλότων, ὁ λοιπὸς λαὸς εἰς φυγὴν τραπεῖς, ἐπὶ τὰ στη ἀνέδραμε, καὶ οὐκ ἦν ὁ ἀνακόπτων αὐτούς, καὶ ἐσ.ῶν ἀπὸ τῆς φυγῆς· ἀλλ᾽ ἀεὶ προσωτέρω ἔφευγον ἢ ὁ συνάγων αὐτοὺς ἀπὸ τῆς φυγῆς. Οὕτως γὰρ οἱ λοιποὶ ἡρμήνευσαν. Καὶ ὁ λαὸς δὲ τῶν ῾Εβραίων, ἐπὶ τὰ τοὺς νοητούς θήρας ἔχοντα όρη ἀναδραμών, οὐκ ἔχει τὸν δεχόμενον, καὶ ἱστῶντα αὐτοῦ τὴν πλά νην. Πῶς γὰρ δέξεται αὐτὸν ὁ εἰπών Αποσώμαί σε τοῦ μὴ ἱερατεύειν μοι; 'Αλλὰ καὶ ὁ ἁμαρτάνων, ὅταν ἀναβῇ ἐπὶ τὰ ὄρη τῆς ὑψηλοφροσύνης, ὡς μὴ οἴεσθαι ἁμαρτάνειν, οὐκ ἔχει τὸν ἐκδεχόμενον αὐτὸν 249 ὡς μετανοήσαντα. Πῶς γὰρ μετανοήσει ὁ μὴ οἰόμενος ἁμαρτάνειν, φλεγμαίνων τῇ οιήσει, καὶ τῷ τῆς καρδίας οιδαίνοντι ὄγκῳ; ὡς καὶ τὰ ἑξῆς δηλοί. Οὐκ ἔστιν ἴασις τῇ συντριβῇ σου, ἐφλέγμαινεν ή πληγή σου. Εκ μεταφορᾶς τῶν ἀπὸ ύψους μεγάλου καταπεσόντων, καὶ συντριβέν των ἢ πόδας, ἢ χεῖρας, ἢ κεφαλὴν, ἀνιάτως φλεγμαινόντων, είρηται ταῦτα. Επεσες γάρ, φησί, καὶ σὺ, ἀπὸ ὕψους μεγάλου, τῆς προτέρας δυνάμεως καὶ δόξης, καὶ συνετρίβησαν τὰ καιριώτατά σου, οἱ βα σιλεῖς καὶ οἱ σατράπαι καὶ ἡ πηγή σου ἐφλέγμανεν, ἔγχον μέγαν σχοῦσα καὶ πύρωσιν ἀπὸ ὕλης πολλῆς. Οσον γὰρ ἦσθα πλουσία, τοσοῦτον ἡ φλεγμονή της ἐδύνης σφοδροτέρα. Διό ἴασις οὐκ ἔστιν, οὐδὲ ανακτηθήσῃ καὶ τὴν προτέραν εύκλειαν καὶ εὐσθένειαν ἀναλήψῃ. ᾿Αλλὰ καὶ ἡ Συναγωγή συντριβεῖσα, καὶ τὸν ναὸν καὶ τὴν πόλιν ἀφαιρεθεῖσα, ἀνιάτως ἔχει, καὶ οὐκ ἐπανακληθήσεται, κἂν πλανω-. μένη, ἐλπίζῃ τὴν ἐπανάκλησιν. Η γὰρ πληγή, ἣν ἐπλήγη, φλεγμονὴν εἶχεν. Ὕλη δὲ τῆς φλεγμονῆς ταύτης, ἡ Θεοκτονία, πολλὴ οὖσα καὶ μεγάλη. Πάντες οἱ ἀκούσαντες τὴν ἀγγελίαν σου, κρο τήσουσι χεῖρας ἐπὶ σέ· διότι ἐπὶ τίνα οὐκ ἐπῆλ θεν ἡ κακία σου διὰ παντός; Οἱ ἀκούσαντες, φησί, τὴν περὶ σοῦ ἀγγελίαν, πῶς συνετρίβης, καὶ τί πέπονθας, ἀναμνησθέντες τῶν παρὰ σοῦ εἰς αὐτοὺς γενομένων, κροτήσουσι χεῖρας ἐπὶ σὲ, εὐφραινόμενοι τῇ σῇ κακώσει. Καὶ γὰρ ἡ κακία σου ἐπὶ πάντας ἦλθε, καὶ πάντας ἔηλιδες· οὐ κατὰ τόνδε, ἢ τόνδε "Ον ἡ ἡμετέρα ῥαθυμία βασιλέα ποιεῖ, ᾿Αλλὰ φλεγμαίνων, Εφλέγμανεν. ἀνακληθήσῃ ἐπανα κληθήσῃ.
col. 1047–1048page 39 of 40
PG 126:1047τὸν καιρὸν, ἀλλὰ διὰ παντός. Οσῳ γὰρ εὐημέζεις καὶ εὐτύχεις, τοσούτῳ σφοδρότερον καὶ πικρότερον τοῖς ὑπὸ χεῖρα ἐπέκεισο. Ταῦτα πάντες ἄρχοντες ἀκούοντες, ἐννοῶμεν, ὅτι κριτής τῆς ἡμετέρας πρὸς τοὺς ἀρχομένους διαθέσεως εφέστηκεν ὁ Θεὸς, καὶ βούλεται ἡμᾶς πραεῖς εἶναι τοῖς ὑπηκόοις, μηδὲν πικρὸν ἐπιτάττοντας, καὶ τὴν αὐτῶν ὑπερβαίνον δύναμιν καὶ μᾶλλον ὅτε κατὰ μοῦν ἡμῖν τὰ πράγματα φέρεται, φοβώμεθα τὸ τοῦ Κριτοῦ μακρή θυμον. Οὐ γὰρ ὡς ἀρεσκόμενος σιωπᾷ, ἀλλ᾽ ἑων ἡμᾶς ὅλην δεῖξαι τὴν ἡμετέραν προαίρεσιν, δ μά λιστα φοβητέον, ἵνα μὴ πληγὴν πληγέντες ἀνίπτον, ὡς ἡ Νινευί, μάθωμέν τε αὐτοὶ ἀφ' ἑαυτῶν, ὅσον κακόν ἐστιν ἡ πικρία, καὶ πολλοὺς ὕστερον σχώμεν τοὺς ἐφηδομένους ταῖς ἡμετέραις κακώσεσιν, οὓς ἡμεῖς ἐν τοῖς τῆς εὐτυχίας καιροῖς διὰ παντὸς θλί 250 βοντες, ὡς τὴν θείαν κρίσιν λαθόντες ηπατώμεθα, ἢ ἀεὶ γρηγοροῦσα, νυστάζει διὰ τὴν χρηστότητα. Αλλ᾿ ἀγαθύναι τὰς πάντων ἀρχόντων καρδίας ὁ ἀγα θὸς Κύριος, καὶ δῴη αὐτοῖς ἐν χρηστότητι διεξάγειν τοὺς πιστευθέντας αὐτοῖς, ἵνα καὶ ἐνταῦθα τῆς αὐτοῦ χρηστότητος ἀπολαύσαντες, καὶ μηδενὸς τῶν πιο κραινόντων γευσάμενοι, ἔτι καὶ τῆς ἐν οὐρανῷ γλυ κύτητος κατατρυφήσαιεν ὅς ἐστι γλυκασμός καὶ ὅλος ἐπιθυμία ᾧ ἡ δόξα σὺν τῷ Πατρὶ, καὶ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. Ναούμ ερμηνεύεται παράκλησις. Οὗτος ἦν ἀπὸ Ελκασαι, πέραν τοῦ Ἰορδάνου, εἰς Βιγαβρί ἐκ φυλής Συμεών. Οὗτος μετὰ τὸν Ἰωνᾶν τέρας έδω γεν, ὅτι ἀπὸ ὑδάτων γλυκέων καὶ πυρὸς ἀπολεῖται Νινευΐ, δ καὶ γέγονεν. Η γὰρ περιέχουσα αὐτὴν λίμνη, κατέκλυσεν αὐτὴν ἐν σεισμῷ, καὶ πῦρ ἐκ τῆς ἐρήμου ἐπελθόν, τὸ ὑψηλότερον αὐτῆς μέρος εν έπρησεν. Απέθανε δὲ ἐν εἰρήνῃ, καὶ ἐτάφη ἐν τῇ γι αὐτοῦ. Καταρρών, κατά νουν, Κατατρυφήσωμεν, Βιγαρί,
col. 1049–1050page 40 of 40
PG 126:1049ΤΟΥ ΑΥΤΟΥ ΘΕΟΦΥΛΑΚΤΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΒΟΥΛΓΑΡΙΑΣ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΜΙΧΑΙΑΝ. ΥΠΟΘΕΣΙΣ. Σκοπός μὲν εἰς πᾶτι τοῖς θείοις προφήταις, ἡ βελτίωσις τῶν ἀκροατών, πρός τε θεογνωσίαν εδα ηγουμένων, καὶ πρὸς βίον σπουδαίον. Πολλοὶ δὲ γεγόνασιν οἱ προφῆται, καὶ συνεχρόνισαν δὲ ἀλλή λοις τινὲς, οὐ περιττῶς, οὐδὲ μάτην· ἀλλὰ τοῦ Θεοῦ διὰ πλειόνων στομάτων προσμαρτυρουμένου τὸν λαὸν, ὡς εἰ μὴ ἀποσταῖεν τῶν εἰδώλων, καὶ βιοῦν ὀρθῶς ἔλοιντο, αὐτοὶ καθ᾿ ἑαυτῶν ἐπισπάσωνται τὰ κακά, καὶ ἀναίτιος αὐτὸς ἔστα:. Ἵνα οὖν τοὺς τοσούτους κήρυκας καταιδεσθῶσι, τὰ σκυθρωπά και φοβερά προαγγέλλοντας, καὶ διὰ τούτων ἐκφοβοῦντας, καὶ ἀπόσχωνται τῆς πονηρᾶς συνηθείας οἱ τέως ἀνάλγητοι, καὶ πεπωρωμένοι, τούτου ένεκεν ἀποστέλλει πολλοὺς προφήτας. Οὕτω ποιοῦσι καὶ ἰατροί, ταῖς χαλεπώτερα νοσοῦσι διὰ πλειόνων βοηθούντες φαρ μάκων· οὕτω καὶ τοῖς παιδίοις πολλοὺς ἐφιστώμεν παιδευτές και νουθετητάς. Καὶ ὁ ἀνὰ χεῖρας ἡμῖν. τοίνυν ἅγιος Μιχαίας προφήτης ἀπέσταλται ταῖς τε τὴν Ἱερουσαλὴμ κατοικούσαις δυσὶ φυλαῖς, καὶ ταῖς ἐν Σαμαρείᾳ δέκα, αιτιώμενος ταῦτα, & καὶ Ἰωήλ, καὶ ᾿Αμώς, καὶ Ωσηέ· καὶ γὰρ σχεδόν τι σύγχρονος. ἦν, εἰ καὶ σμικρῷ τινι προβλαβον ἐκεῖνοι, ἐν τῇ Οξίω βασιλείᾳ τῆς προφητείας ἀρξάμενοι. Οζίας δὲ πατὴρ ἦν τοῦ Ἰωάθαμ, ἐφ' οὗ προφητεύει ὁ Μια χαίας οὗτος. Προσημαίνει δὲ τὴν τοῦ Σωτῆρος παρα ουσίαν, τῆ μὲν συνεσκιασμένως, τῇ δὲ καὶ ἀριδη λήτερον· οἰκοδομεῖ δὲ καὶ πρὸς ἠθικὴν πολιτείαν. Ζητήσεις δὲ, εἴ οὗτος ἦν Μιχαίας ὁ προφητεύσας τῷ ᾿Αχαάβ τὰ συμβησόμενα αὐτῷ κακὰ, καὶ παταχθεὶς ἐπὶ σιαγόνα ὑπὸ τοῦ προφήτου. Σεδεκίου. Εἰ γὰρ οὖ τος ἐκεῖνος ἦν, πῶς ἐπὶ Ἰωάθαμ γέγραπται προφητεύειν; πολλοῖς γὰρ ἔτεσιν ὕστερός ἐστιν Ιωάθαμ οι
Page scan enlarged

Notebook

Full View