PG 126Theophylactus Bulgari Archiepiscopus
Exposition on the Prophet Micah
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1051–1052page 1 of 70
PG 126:1051τοῦ 'Αχαάδ. "Η οὖν οὐχ ὁ αὐτός ἐστιν, ἢ ὁ αὐτὸς μὲν, ἐπεὶ καὶ τῷ Κύπρου Ἐπιφανίῳ τοῦτο δοκεί, ἐμμελέστατα τοῖς τῶν Ἑβραίων, ἐξ ὧν καὶ ἔρυ, ἐμμελετήσαντι· ἀγράφως δὲ πρότερον προφητεύσας ἐπὶ 'Αχαάβ, ὕστερον ἔγγραφον προφητείαν ἐπὶ Ἰωάθαμ ποιεῖσθαι ήρξατο· ὥστε κατὰ τὸ ἐγγράφως προφητεῦσαι, ὑστερίζειν τοῦτον τῶν ῥηθέντων προ φητῶν, οὐχ ἁπλῶς κατὰ τὸν τῆς ζωῆς χρόνον. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Λόγος Κυρίου, ὃς ἐγένετο πρὸς Μιχαίαν. Εἰς προσοχὴν ἐπιστρέφει τὸν ἀκροατήν, μονονουχὶ τοῦτο Ο λέγων· Μὴ οἰηθῇς ἐμοῦ τὸν λόγον εἶναι, ἀλλὰ τοῦ πάντων Κυρίου. Ὥστε δεῖ σε νήφειν, καὶ προσεκτικώτερον ἀκούειν. Κυριός ἐστιν, ἐξουσίαν ἔχων, δυσ νάμενος κολάζειν τὸν καταφρονητήν. Εἰ δὲ ὁ Κύριος τὸ Πνεῦμά ἐστιν, ὅρα, ὅτι διεγείρει ἡμᾶς πνευματικῶς ἀκούειν τῶν μελλόντων λεχθῆναι. Μὴ ἐναπομείνῃς, φησί, τῷ γράμματι, ἀλλ' ὡς Πνεύματος λέ γον ἐκδέχου τὰ ῥηθησόμενα, εἰς ἕνα λόγον τὰ πάντα συγκεφαλαιούμενα, περὶ οὗ καὶ Ἡσαΐας εἶπεν, ὅτι Λόγον συντετμημένον ποιήσει Κύριος ἐπὶ γῆς. Ἐὰν γὰρ πιστεύσῃς τῇ καρδίᾳ, καὶ ὁμολογήσῃς ἐν τῷ στόματι, ὅτι Κύριος Ἰησοῦς, σωθήση. Ἐπεὶ δὲ Μιχαίας ἑρμηνεύεται ταπείνωσις, ἢ τετα πεινωμένος νει τὸν Λόγον τοῦ Θεοῦ ἐνταῦθα δηλούμενον, τὸν γενόμενον ἐκ γυναικὸς. ἧς ἡ ψυχή μεγαλύνει τον Κύριον, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν τα πείνωσιν τῆς δούλης αὐτοῦ, αὐτῆς τε ταύτης τῆς ταῦτα λεγούσης, καὶ ἁπλῶς τῆς ἀνθρωπίνης φύσεως, καὶ ὅτι καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς· ἐπεὶ δὲ ἐπειδὴ] καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενοι, καὶ πρὸς πάντα τεταπεινωμένον ὁ Λόγος τοῦ Θεοῦ γίνεται, διδοὺς αὐτῷ χάριν, καὶ σοφίζων, καὶ συνετίζων καὶ ἀποκαλύπτων αὐτῷ, & ἀπέκρυψεν ἀπὸ σοφῶν καὶ συνετῶν. Εἰ δὲ καὶ διὰ τῆς πρακτικῆς ἑτα πείνωτά σου τὸ σῶμα, ὑπωπιάσας αὐτὸ καὶ δουλαγωγήσας, προσδέχου καὶ τὸν λόγον τὸν τῆς θεωρητικῆς. Πρὸς γὰρ τὸν εὐσωματοῦντα καὶ σπαταλώντα, 8; καὶ ζῶν τέθνηκεν, οὐκ ἂν ὁ τοιοῦτος λόγος γένοιτο. Τὸν τοῦ Μωραθί. Οἱ ἄλλοι ἑρμηνευταὶ τῆς Εβραϊκῆς ἐκδόσεως, τὴν Μωραθίτην, εἰπόντες, δια δέασιν ἡμῖν νοεῖν, ὅτι οὐκ ἄνθρωπος ἦν ὁ Μωραθί, πατὴρ τοῦ προφήτου, ἀλλ' ὁ τόπος, ἐξ οὗ ὥρμητο. Εν ἡμέραις Ιωάθαμ, καὶ "Αχατζ, καὶ Εζεκίου. Οὐ μάτην ἀπηριθμήθησαν οἱ βασιλεῖς, ἐφ᾽ ὧν προ Καὶ συνετῶν εἰ δὲ καὶ διὰ τῆς πρακτικῆς, κ. τ. λ.
col. 1053–1054page 2 of 70
PG 126:1053φητεύει Μιχαίας, ἀλλ' ἐπειδὴ πόλεμοι μεγάλοι κατά τοὺς καιρούς τούτων ἐγένοντο. Καὶ γὰρ ἐπὶ Ἰωά θαμ, ἐστράτευσεν κατὰ τῆς Ἱερουσαλήμ Φοκες, υἱὸς Ρομελίου, καὶ Ῥαασσών, βασιλεὺς Συρίας· εἶτα ἀποθανόντος, ἐβασίλευσεν ᾿Αγατς, δς, ἐπιμένοντος ἔτι τοῦ πολέμου, τὸν ᾿Ασσύριον διὰ χρημάτων σύμ μαχον ποιησάμενος, καθεῖλε τὸν Ναασσών. Από τούτου δὲ βασιλευσάντων ἐν Σαμαρείᾳ δυσσεβῶν βα σιλέων, οἱ 'Ασσύριοι ἐπελθόντες οὐκ ὀλίγα κακὰ ταῖς δέκα φυλαῖς ἐπεδείξαντο. Μνημονεύει δὲ καὶ Ἐζ κίου, διὰ τὸ ἐπὶ Σεναχηρείμ θαῦμα. Εἰκότως οὖν ἐπεμνήσθη τῶν βασιλέων τούτων. Τὰ γὰρ ἐν τοῖς τούτων χρόνοι; γενησόμενα, ἐπὶ ταῖς δέκα φυλαῖς, καὶ ταῖς δυσί, προλέγει. ῎Ακουε δὲ καὶ τῶν ἑξη;" Περὶ ὧν εἶδε περὶ Σαμαρείας καὶ ῾Ιερουσαλήμ. Τεθέαται γὰρ, ὡς ἐν ὁράσει τὰ ἐσόμενα καὶ ἐκβη σόμενα οὐ μόνον ἔγνω, ἀλλὰ καὶ ὡς ἤδη παρόντα εἶδεν. Ἵνα οὖν μὴ ἐκθῶσι, διὰ τοῦτο ὁ λόγος τε τοῦ Κυρίου πρὸς τὸν προφήτην ἐγένετο, καὶ ὁ προφήτης τοῦτον διαγγέλλει τοῖς ταῦτα πεισομένοις, εἰ μὴ βελτιωθῶσι. ἴσθι μέντοι, ὡς τὰ πλείω τῶν, λεγομένων, εἰς τὴν Ἱερουσαλὴμ ἀποβλέπει. Ακούσατε, λαοὶ πάντες. Ἐπεὶ περὶ Ἱερουσα νὴμ καὶ Σαμαρείας προφητεύει, εἰκότως οὐχ ἕνα καλεῖ λαὸν πρὸς τὴν ἀκρόασιν, ἀλλὰ λαούς, τοὺς τῶν δύο φημὶ βασιλειῶν. Ἐπεὶ δὲ τὸ ἀκοῦσαι δύο ση μαίνει παρὰ τῇ Γραφή, τό τε ἁπλῶς ἐνωτίσασθαι, καὶ τὸ ὑπακοῦσαι· ἐνταῦθα ἀπαιτεῖ τοὺς λαούς, μὴ ἁπλῶς ἀκοῦσαι, ἀλλὰ ὑπακοῦσαι καὶ προσχεῖν τοῖ; λεγομένοις. Επάγει οὖν Καὶ προσεχέτω ἡ γῆ, καὶ πάντες οἱ ἐν αὐτῇ. Η γῆ τε τῆς Ἱερουσαλήμ καὶ τῆς Σαμαρείας. Σα φέστερον δὲ ποιῶν τὸν λόγον, εἶπε· Πάντες οἱ ἐν αὐτῇ· οὐ γὰρ δὴ τὸ στοιχεῖον ἡ γῆ προσέχειν ἔμελ λεν. Ἴσως δέ τις ἐπὶ τὸ φοβερώτερον ἐξάγεσθαι τὸν λόγον ὑπὸ τοῦ προφήτου ἐρεῖ. Ἐπειδὴ γὰρ καὶ ἡ γῆ καταφθαρήσεται, πυρπολουμένη ὑπὸ τῶν πολεμίων, καὶ τοὺς καρποὺς δῃουμένη· καὶ ταύτην ἐπὶ τὸ προσέχειν καλεῖ. Εστι δὲ καὶ προφητικὴν ἰδίωμα, τὰ στοιχεῖα μάρτυρας καλεῖν. Ακουε, οὐρανό· καὶ ἐνωτίζου, ἡ γῆ, ὥς φησιν Ἡσαΐας· καὶ αὐτὸς δὲ οὗτος, ἐν τοῖς ἑξῆς, τὰ ὄρη εἰς κρίσιν καλεῖ. Τοῦτο δὲ ποιοῦσιν οἱ προφῆται, ἐντρέποντες τους ἐμψύχους καὶ λογικούς. Καὶ νῦν οὖν τὴν γῆν προ τρέπεται προσέχειν πρότερον, εἶτα τοὺς ἐν αὐτῇ, δεικνύων, ὅτι δι' αὐτοὺς ἐπεμνήσθη ὅλως τῆς γῆς,
col. 1055–1056page 3 of 70
PG 126:1055ὡς ἂν αἰδεσθέντες αὐτόν, τοῖς ῥηθησομένοις πρός χωσιν. Καὶ ἔστω Κύριος ὁ Θεὸς ὑμῖν εἰς μαρτύριον, Κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ. Λογιζέσθω, φησίν. ἕκαστος ὑμῶν, ὡς οὐκ ἐγὼ ὁ Μιχαίας, ὁ ὅμοιος ὑμῖν άνθρωπος, μαρτύρομαι ὑμῖν τοὺς λόγους τούτους ἀλλ' αὐτὸς ὁ Κύριος διαμαρτύρεται ὑμῖν ἐκ τοῦ οἰκου τοῦ ἁγίου, ἤτοι τοῦ ναοῦ, τὴν διαμαρτυρίαν ταύτην ποιούμενος. Ὥστε ἄξιον ὑμᾶς προσέχειν· καὶ Κύριος γάρ ἐστιν ὁ λαλῶν· ἐκ τοῦ οἴκου λέγει, ὃν ύμεῖς ἀνηγείρατε, ἐν ᾧ τιμᾷν αὐτῷ προσετάγητε, ἐξ οὗ οἴκου ἀεὶ πρὸς προφήτας λαλεῖ. Εἰ δὲ καὶ οἶκον νοήσῃς τὸν οὐρανὸν, πολλῷ μᾶλλον ἀξιόπιστον τοῦτο τὸν λόγον ποιεῖ. Οὐ γὰρ ἀπὸ γῆς φωνεῖ ὁ λέγων, ἀλλ' ἄνωθεν ὡς Θεὸς ἀληθινός. Ἐπεὶ δὲ καὶ περὶ Χριστοῦ μεγάλα τινά ή προφητεία περιέχει μυστήρια, διὰ τοῦτο συγκαλεί, οὐχὶ μόνους τοὺς ἐν τῷ νόμῳ, οὓς λαού; ἐνομάζει, διὰ τὸ καὶ προσηλύτους τοῖς εὐγε νέειν Ἰουδαίοις συντετάχθαι, ἀλλὰ καὶ πᾶσαν τὴν γῆν, εἰς ἣν ἐξῆλθεν ὁ φθόγγος τοῦ ἀποστολικοῦ κη ρύγματος, ἵνα πλησθῇ ἡ σύμπασα γῆ τοῦ γνώναι τὸν Κύριον. Εἰς μαρτυρίαν δὲ γέγονεν ο μονογενής Κύριος καὶ Θεός, καθὰ διεμαρτύρατο διὰ τοῦ Εὐαγ γελίου, πῶς δεῖ σωθῆναι, καὶ καθὸ ἐμαρτύρησεν ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν καιροίς ἰδίοις. Αμφω δὲ ταῦτα ἐκ τῆς σαρκός, ἥτις οἶκος ἅγιος αὐτοῦ. Εἰ γὰρ μὴ ἐσαρκώθη, οὔτ᾽ ἂν εὐηγγε λίσατα οὔτ᾽ ἂν ἔπαθεν ὑπὲρ ἡμῶν. Ἀλλὰ καὶ τῶν τῇ Ἐκκλησίᾳ πιστῶν ὅσοι λαοί εἰσιν ἐπίλεκτοι, δηλαδὴ ὑπὸ τὴν τοῦ Χριστοῦ βασιλείαν ὄντες, Ἀκουέτωσαν τὰ λεγόμενα· καὶ ὅσοι δὲ γῆ αὐτόχρημα γε γόνασι, προσεχέτωσαν τῇ διαμαρτυρία ταύτῃ, ἣν ποιεῖται ὁ Κύριος ἐκ τοῦ ἁγίου οίκου αὐτοῦ, τουτέ ἐστι, τοῦ προφήτου. Οἶκο: γὰρ τοῦ Θεοῦ οἱ ἅγιοι. διότι, ὅτι δ Διότι ιδού Κύριος ἐκπορεύεται. ἐκ τοῦ τόπου αὐτοῦ. Τὸ, διότι, ἢ ἀφηγηματικὸν λάβε, ἀντὶ τοῦ, ὅτι, ὡσανεὶ λέγοντος τοῦ προφήτου· 'Ακούσατε, ὅτι εκπορεύεται Κύριος· ἢ αὐτὸ τοῦτο αἰτιολογικών, οίον εἰ τοῦτο λέγοντος - Προσέχετε, διότι οὐ μικρά τινα γίνεται, καὶ οἷα καταφρονεῖσθαι, ἀλλ᾽ ὁ Κύριος έχε πορεύεται ἐκ τοῦ τόπου αὐτοῦ. Κυρίως μὲν οὖν ἐπὶ Θεοῦ οὔτε στάσις, οὔτε κίνησις· κατὰ μεταφορὰν δὲ καὶ τροπὴν ταῦτα λέγεται ἐπ' αὐτοῦ· ὥσπερ καὶ νῦν ἐκπόρευσιν λέγει τὴν ἐκ μακροθυμίας καὶ ἠρεμίας κίνησιν. Ο γὰρ πάλαι, φησί, μακροθυμών, νύν κε κίνηται κατὰ τῶν προσκεκρουκότων αὐτῷ. Καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σας λευθήσονται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ. καταπατήσει, φησί, τοὺς ὑπερέχοντας, ἢ καὶ τοὺς βασιλεύ "Ητοι την διαμαρτυρίαν, οὔτ᾽ ἂν εὐηγγελίσατο,
col. 1057–1058page 4 of 70
PG 126:1057αντας ἔν τε Σαμαρείᾳ καὶ Ἱερουσαλήμ· καὶ τοὺς ἐν; ἐξιώμασιν ὑπεραίροντας, καὶ ὡς ὄρη ὑπερανεστηκότας, μετασαλεύσει καὶ μετακινήσει ἀπὸ τῆς νῦν προσ ούσης αὐτοῖς δόξης. Καὶ αἱ κοιλάδες τακήσονται, ὡσεὶ κηρός ἀπὸ προσώπου πυρός. Κοιλάδας τους ταπεινούς τοῦ λαοῦ ὀνομάζει, τοὺς ὑποκειμένους τοῖς ὑψηλοῖς καὶ ἄρχουσιν, ὥσπερ αἱ κοιλάδες τοῖς ὄρεσι. Καὶ οὗτοι οὖν, φησί, εἰ καὶ σκληροὶ τέως εἰσὶ, καὶ πρὸς τὸ ὑπείκειν Θεῷ ἀνένδοτοι, ὅμως ὡσεὶ κηρὸς τακήσονται ὑπὸ τῆς ὀργῆς τοῦ Κυρίου, δίκην πυρὸς καταπιμπρώσης αὐτούς. Καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει. Τουτο ἐστιν, οὕτως ἐπὶ τὸ κάταντες χωρήσουσιν, ὥσπερ ὕδωρ κατὰ πρανούς φερόμενον· κατάβασιν μὲν γὰρ ὀνομάζει τόπον τὸν κατωφερή. Η ὅτι ἐπὶ Περσῶν καὶ Μήδων χώραν ἐξέως ἀποικισθήσονται, δίκην ὕδατος καταφερομένου. Ἐξεπορεύθη καὶ ὁ μονογενὴς Υἱὸς ἐκ τοῦ τόπου αὐτοῦ, τοῦ κόλπου τοῦ πατρικοῦ, ἐπὶ τῆς γῆς ὀφθεὶς, καὶ τοῖς ἀνθρώποις συν αναστραφείς, καὶ ἐπὶ τὰ ὕψη τῆς γῆς, τῆς νομικής, φημί, πολιτείας, διδάξας ἡμᾶς ὑψηλῶς ταύτην μετιέναι, καὶ μὴ ταπεινῶς καὶ γηίνως, θυσίαις ἀνοήτοις, καὶ περιτομαῖς, καὶ τοῖς ἄλλοις τοιουτοτρόποις προσέχοντας. Τὸ μὲν οὖν, Μὴ ἐπιορκήσῃς, οἷόν τις γῆ ἐστι κάτω κείμενον· τὸ δὲ, Μὴ ὀμόσης ὅλως, ὕψος γῆς, καὶ ὅσα ἄλλα τοιαῦτα. Εσεισε καὶ τὰ ὄρη ἐν τῇ ἡμέρᾳ τοῦ σταυροῦ, ᾗ καὶ τὰς ἀντι κειμένης δυνάμεις μετεκίνησε τῆς καθ' ἡμῶν ἐξου σίας. Καὶ οἱ ὑποκείμενοι τοῖ; πονηροῖς ὄρεσι τού τους, ὥσπερ κοιλάδες, καὶ πᾶσαν τὴν ἀπ' αὐτῶν ἐπιῤῥέουσαν αὐτοῖς μοχθηρίαν ὑποδεχόμενοι Φαρι σαῖοι καὶ Γραμματείς, ετάκησαν ἀπὸ προσώπου πυρὸς τῆς θεότητος αὐτοῦ. Ἀναστάντος γὰρ ὡς Θεοῦ, τὰ διαβούλια αὐτῶν ἠφανίσθησαν, καὶ ὡς ὕδωρ διερρύησαν. Τὰ αὐτὰ καὶ Δαβὶδ περὶ τούτων δοκεῖ λέγειν· Εξουδενωθήσονται ώσει ύδωρ διαπορευόμενον, ὡσεὶ κηρὸς τακεὶς, ἀνταναιρεθήσονται. Νόει δὲ, ὅτι καὶ ὁ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, τουτέστι τοῦ οἰκείου ὕψους, καὶ ἡ τῆς ἀνθρωπίνης φύσεως γῆ καὶ ταπεινότης ὑψοῦ ται, καὶ τότε ἐπιβαίνει ἐπὶ τὰ ὕψη αὐτῆς· εἰ μὴ γὰρ καὶ ἐκεῖνος συγκαταβῇ, καὶ ἡμεῖς ἀνυψωθῶμεν, ἄμικτος ἢ ἀγαθότης· καὶ τὸ φιλάνθρωπον, ἀκοινών νητον· καὶ μὴ εὑρίσκων ὕψη γῆς, οὐδὲ ἐπιβαίνει λοιπόν· τὰ γὰρ ὑψηλὰ δέχονται τὴν ἐπίβασιν αὐτοῦ. Τότε δὴ καὶ τὰ ὄρη ἡμῶν σείονται, ὁ πλοῦτος, καὶ ἡ δόξα, ἀβέβαια καὶ ἄστατα φαινόμενα ἡμῖν, ὅτε ἡ θεία δόξα ἀποκαλυφθῇ, ἡ ὄντως βεβαία καὶ μόνιμος. Καὶ γίνονται τηνικαῦτα ὑποκάτω τοῦ Κυρίου, χρωσ μένων αὐτοῖς ἡμῶν καλῶς, καὶ κατὰ τὴν τοῦ Κυ ΣΚΕΥΑΙ, 6 ώσει κηρός, Εκπορεύσεται,
col. 1059–1060page 5 of 70
PG 126:1059νησι τὰ χρειώ η· τῇ δὲ δόξῃ, εἰς τὸ τοῖς ταπεινοτέροις κατὰ τῶν δυνατωτέρων συναίρεσθαι. Καὶ αἱ κοιλάδες δὲ ἡμῶν, αἱ τὴν τῶν παθῶν σύμβοιαν ὑπο δεχόμεναι διαθέσεις, τήκονται, σἱονεὶ πρὸ ἐφθαλμῶν κειμένου τοῦ πυρὸς ἐκείνου τῆς γεέννης. ρίου ἐντολὴν, τῷ μὲν πλούτῳ, εἰς τὸ ἐπαρκεῖν πέ Δι' ἀσέβειαν Ἰακὼβ τὰ πάντα, καὶ δι' ἁμαρτίαν οἴκου Ισραήλ. Δίδωσιν ἐντεῦθεν νοεῖν, ὅτι ἃ εἴρηκε περὶ ὀρέων καὶ κοιλάδων, οὐ περὶ τούτων ἦσαν τῶν ἀψύχων, ἀλλὰ περὶ ἀνθρώπων μελλόντων πείσεσθαί τινα δεινά Τί γὰρ ἔμελλε τοῖς ἐν Σαμαρείᾳ ἀσε βοῦσιν, ἢ τοῖς ἐν Ἱερουσαλήμ ἁμαρτάνουσιν, ἐὰν τὰ ὄρη ἐσείοντο, καὶ αἱ κοιλάδες ἐτήκοντο; Ιακώβ μὲν οὖν καλεῖ τὰς ἐν Σαμαρείᾳ δέκα φυλὰς, ἂς καὶ ἀσεβῆσαι φάσκει, ὡς ἀπὸ Θεοῦ ἀποστάσας ἐπὶ τὰ εἴδωλα Ισραήλ δὲ τὰς ἐν Ἱερουσαλὴμ δύο, ἂς καὶ ὡς ἡμαρτηκυίας αἰτιᾶται, ὅπερ ἐστὶ κουφότερον 'Ασεβεῖ μὲν γὰρ ὁ ἀπὸ Θεοῦ τέλεον ἀποστάς· ἁμαρτάνει δὲ ὁ περὶ τὴν τῶν θείων ἐντολῶν ἐργασίαν προσκόπτων Διά τοῦτο τοῖς μὲν ἀσεβήσασι τὸ φυσικὸν καὶ ὑποδεέστερον ὄνομα ἐπιτίθησι, τὸ Ἰακώβ· τοῖς δὲ ἐν Ἱερουσαλήν, τὸ πνευματικώτερον καὶ τιμιώτερον· τὸν γὰρ θεῖον ναὸν ἔχοντες, πολλοὺς εἶχον εὐσεβεῖς. Τίς ἀσέβεια οἴκου Ιακώβ; οὐχὶ Σαμάρεια; καὶ τὶς ἡ ἁμαρτία εἴκου Ιούδα; οὐχ Ἱερουσαλὴμ; Τουτέστι, τὰ ἐν Σαμαρεία γινόμενα, ταῦτα ἦσαν ἀσέβεια· εἰδωλολάτρουν γάρ· καὶ τὰ ἐν ἵε ρουσαλήμ πραττόμενα, ταῦτα ἦσαν ἁμαρτία. Καὶ γὰρ ἡδίκουν καὶ ἐπλεονέκτουν τοὺς πενεστέρους, καὶ τοιαῦτα πολλὰ ἐποίουν· εἰ μὴ τυχόν τις ἐρεῖ, ὅτι ἐμφαντικώτατα τὰς πόλεις αὐτὰς ἔφησεν εἶναι, τὴν μὲν ἀσέβειαν, τὴν δὲ ἁμαρτίαν· ὥστε δεῖξαι ταύτας αὐτοασέβειαν καὶ αὐτοαμαρτίαν γενομένας. Και θήσο, αι Σαμάρειαν ὡς οπωροφυλάκιον ἀγροῦ. Οἱ τὰς οπώρας φυλάττοντες, καλύβας εὐτε λεῖς τινας συνιστῶντες, ἐν αὐταῖς μένοντες, φυλάτο τουσιν ἐν ὅσῳ ὁπῶραί εἰσι· μετὰ δὲ τὸν τῆς ὑπώρα; καιρὸν, καταλείπουσι ταύτας ἐρήμους. Απειλεῖ οὖν, ὅτι οἱ φυλάττοντες ἐν Σαμαρείᾳ λαὸν θεῖο: ἄγγελο, η αναχωρήσαντες, ἔρημον αὐτὴν καταλείψουσιν, ὥστε Πείσεσθαι τὰ δεινά, ταύτην ὡς καλύβην καταλυθήναι. Καὶ εἰς φυτείαν ἀμπελῶνος, καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς, καὶ τὰ θεμέλια τῆς γῆς ἀποκαλύψω. Τουτέστιν, ὥσπερ οἱ μέλλοντες ἀμπελῶνα καταφυτεῦσαι, τὸν ἐπιτήδειον τόπον ἀμό τροις ἀνατέμνοντες, ἄνω καὶ κάτω στρέφουσιν οὕτω καὶ ἡ Σαμάρεια πείσεται. Κατασκαφήσεται γὰρ, καὶ οὔτε τείχη ἕξει, ούτε οἴκους· ἀλλ' οὐδὲ τοὺς Προκόπτων,
col. 1061–1062page 6 of 70
PG 126:1061βωμοὺς τῶν εἰδώλων, καὶ τὰ τεμένη. ᾿Αλλὰ καὶ οἱ λίθοι αὐτῆς κατασπασθήσονται, τουτέστι, καθαιμε θήσονται εἰς χάος, ήγουν βάθους διαρκούς ὥστε καὶ τὰ θεμέλια αποκαλυφθῆναι, καὶ λοιπὸν εἰς φυτείαν ἀμπέλων ἐπιτηδείαν εἶναι δοκεῖν. Καὶ πάντα τὰ γλυπτὰ αὐτῆς κατακόψουσιν. Οὓς προσεδόκησαν, φησίν, ἔσεσθαι αὐτοῖς σωτῆρας, ὡς θεούς, τούτους Βαβυλώνιοι κατακόψουσι· τοὺς μὲν, ὡς ξυλίνους ὄντας, εἰς καῦσιν· τοὺς δὲ, ὡς χρυσοῦς, καὶ ἀργυροῦς, εἰς πλούτου περιουσίαν. Καὶ πάντα τὰ μισθώματα αὐτῆς ἐμπρήσουσιν ἐν πυρὶ· καὶ πάντα τὰ εἴδωλα αὐτῆς θήσομαι εἰς ἀφανισμόν. Διότι ἐκ μισθωμάτων πορνείας συνήγαγε, καὶ ἐκ μισθωμάτων πορνείας συν έστρεψε Τούς ναούς, φησί, καὶ τοὺς βωμούς, καὶ τὰ ἀναθήματα, ἃ ἀνετίθει τοῖς εἰδώλοις, τινα μισθὸν ὡς εὐεργέταις, καὶ παντοίων ἀγαθῶν χορηγοῖς, ταῦτα ἐμπρήσουσιν οἱ Βαβυλώνιοι. Καὶ γὰρ πολύν τινα πλοῦτον, ἐν ἀναθήμασι καὶ κειμηλίοις θεωρούμενον, συνήγαγε και συνέστρεψε· τουτο ἐστι, συνεφόρησε καὶ συνεσώρευσεν εἰς τιμὴν εἰ δώλων, ἐκ τῶν τοιουτοτρόπων μισθωμάτων τῆς πορνείας αὐτῶν, τουτέστι τῆς εἰδωλολατρείας μισθώματα γὰρ διδοῦσα τοῖς δαίμοσιν, ὡς εὐεργέ ταις, καθὼς εἴρηται, πολυτελῆ, καὶ πολλὰ ἀναθήματα συνήγαγεν. Εἰκὸς δὲ, ὅτι καὶ αἱ πόρναι, μια σθοὺς τῆς ἀκολασίας λαμβάνουσαι, ἐκ τούτων ἀπαρ χὰς προσέφερον τῷ τῆς ἀκολάστου δαίμονος εἰδώλῳ τῆς ᾿Αστάρτης, ἤτοι τῆς Ἀφροδίτης. "Η τὰ μισθών ματα καὶ ἑτέρως νοήσεις· τὸν γὰρ χρυσὶν αὐτῶν, φησί, καὶ τὸ ἀργύριον, καὶ τὸν οἶνον ἐμπρήσουσιν οἱ πολέμιοι, ἃ ἐνόμιζον Ἰσραηλῖται μισθώματα αὐτοῖς δοθῆναι παρὰ τῶν εἰδώλων, ἕνεκεν τῆς εἰδωλολατρείας. Εἶτα ὡσανεὶ ἐπιγελῶν τῷ Ἰσραήλ, φησὶν ὁ Θεὸς κατ' ειρωνείαν, ὅτι τὸν πλοῦτον, ὃν συνήγαγεν, ἐκ τῶν εἰδώλων εἶχεν, ὡς ἐδόκει, μισθὸν διδόντων αὐτῷ τῆς πορνείας, ἤτοι εἰδωλολατρείας, καὶ ἐκ τῶν τοιούτων μισθῶν συνέστρεψε, τουτέστι, στερεός τις, καὶ συνεστραμμένος, καὶ σταθηρὸς γέγονεν. Ως οπωροφυλάκιον γέγονεν ἡ κατὰ νόμον λατρεία, ἕως μὲν εἶχε καιρὸν ὁ νόμος, ἀξιουμένη λόγου· ἐπεὶ δὲ ἐκεῖνος παρῆλθεν, ὥσπερ οπώρα (ολιγοχρόνιος γὰρ καὶ οὗτος, καὶ οὐ στερεάν παρέχων τροφήν), τότε καὶ αὐτὴ ἐγκαταλειφθεῖσα, ὅτε καὶ οἱ λίθοι αὐτῆς κατεσπάσθησαν, ἤτοι τὰ βαρύτερα τοῦ νόμου, ἃ οὔτε αὐτοί, οὔτε οἱ πατέρες αὐτῶν ἠδυνήθησαν βαστάσαι. Καὶ τὰ θεμέλια αὐτῆς ἀπεκαλύφθη, τὸ Πνεῦμα, τὸ ἐν τῷ κρυπτῷ τέως κείμενον· καὶ γέγονεν ὄντως εἰς φυτείαν ἀμπελῶνος νέου, τοῦ ἐξ ἐθνῶν λαοῦ, ὅτε καὶ ἡ Φαρισαϊκὴ διδασκαλία ἐνα επρήσθη τῷ τοῦ Πνεύματος πυρὶ, δ ἐπὶ τοὺς ἀποστόλους ἐκάθισεν· ὑπὲρ ἧς μισθώματα παρὰ τοῦ λαοῦ ἐλάμβανον, ἐξ ὧν συνήγον πλοῦτον καὶ συνέστρεφον, τὰς ὁδοὺς Κυρίου, τὰς εὐθείας καὶ ἁπλᾶς, διαστρέφοντες, καὶ εἰς συζητήσεις καὶ συστροφὰς λόγων Πγουν ἄχρι βάθους, Συνέτριψε,
col. 1063–1064page 7 of 70
PG 126:1063προχωροῦντες. Ἐγκαταλιμπάνεται ὑπὸ Κυρίου, ὡς β έπωροφυλάκιον, καὶ ψυχή, ἡ μὴ καρπὸν τοῦ Πνεύ ματος τηροῦσα, ὅς ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, καὶ τ᾿ ἄλλα, ὅσα παρὰ τοῦ Παύλου ἀπηρίθμηται, ἀλλὰ τὸν ὀλιγοχρόνιον καὶ παροδικών τοῦ αἰῶνος τούτου καρπὸν περιέπουσα, δς οπώρα ἔοικεν, όγκον καὶ φύσημα ἐμποιῶν τοῖς αὐτὸν προσιεμένοις. Τάχα δὲ ἡ ἐγκατάλειψις αὕτη, λυσιτελής αὐτῇ. Οἱ τε γὰρ λίθοι κατασπώνται, ὅ ἐστιν ἡ ταύρω σις τῆς καρδίας αὐτῆς, καὶ τὰ θεμέλια αὐτῆς ἀπο καλύπτεται, ἐπηνίκα τους λογισμοὺς ἐξαγορεύει, οἵτινές εἰσι τῶν πράξεων θεμέλιοι· καὶ τότε γίνεται εἰς φυτείαν ἀμπελῶνος, δεχομένη Χριστὸν, εἰπόντα τοῖς μαθηταῖς· 'Εγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. Η τοιαύτη ψυχή, ότε ἐδούλευε τῷ ἐχθρῷ, μισθώματα παρ' αὐτοῦ ἐλάμβανε, πλοῦτον τάχα καὶ δόξαν, διὰ τούτων σαίνοντος αὐτὴν, εἱονεὶ πρὸς αὐτὴν λέγοντο;· Ταῦτα πάντα σοι δώσω, ἐὰν πεσών προσκυνήσῃς μοι, άτινα πάντα δίδωσιν ἡ τοιαύτη ψυχὴ τῷ τοῦ Εὐαγγελίου πυρί, δ ἦλθεν ὁ Κύριος βαλεῖν ἐπὶ τῆς γῆς· ὅπου γὰρ ὁ εὐαγγελικός λόγος εἰσέλθοι, ἐκεῖ πλοῦτος καὶ δόξα δαπανώνται. "Ενεκεν τούτου κόψεται, καὶ πενθήσει, καὶ πορεύσεται ἀνυπόδετος, γυμνή. Επειδή, φησίν, ἐξεπόρνευσεν ἀπ' ἐμοῦ, καὶ μισθούς ἐδίδου τοῖς εἰ δώλοις τὰ ἀναθήματα· ἢ καὶ παρ' αὐτῶν ἐνόμιζε μισθούς ἔχειν τῆς λατρείας τόν τε πλοῦτον, καὶ τὰ ἄλλα ἀγαθά· τούτου ένεκεν συμφοραΐς περιπεσεῖται, καὶ κόψεται, καὶ πενθήσει, καὶ πορεύσεται ἀνυπόδετος καὶ γυμνή, ὅ ἐστιν, εἰς αἰχμαλωσίαν ἀπαχθήσεται. Τοιοῦτον γὰρ τὸ σχῆμα τῶν αἰχμαλώτων. Οὕτω καὶ Ἡσαΐας, τὴν ἐσομένην τῷ λαῷ αἰχμα αλωσίαν ὑποδηλῶν, ἔλεγε· Περιενόστει τὴν Ἱερουσαλὴμ γυμνὸς καὶ ἀνυπόδετος. Ποιήσεται κοπετὲν, ὡς δρακόντων. Το μέγεθο; τῆς θλίψεως αὐτῶν δηλοῖ διὰ τούτων. Φασὶ γὰρ τοὺς δράκοντας, ἐπειδὰν πληγεῖεν, συριγμούς ποιεῖσθαι ὀδυνηρούς, καὶ καταπαίειν τὴν γῆν τῇ κέρκῳ. Καὶ πένθος, ὡς θυγατέρων Σειρήνων. Ελληνες μὲν Σειρήνας λέγουσιν εἶναι πτηνά τινα ἀνθρωπόμορφα, μελωδείν εἰδότα ἡδέως καὶ θελκτικῶς· ἡ δὲ Θεόπνευστος Γραφή σειρήνας καλεῖ τῶν στρουθίων τὰ λαλίστερα, καὶ εὐστομεῖν εἰωθότα· ἢ καὶ αὐτὰς ἔσθ' ὅτε τὰς ἀλκυόνας, αἳ γοερὰ μέλη ᾄδουσιν. Ἐπι Καὶ ὅτε. Καὶ οἱονεί, οὖν οἱ πενθοῦντες ειώθασι μετά τινος μέλου; θρηνεῖν, διὰ τοῦτο τῶν μελωδῶν τούτων ζώων ἐμ νήσθη. "Οτι κατεκράτησεν ή πληγὴ αὐτῆς, διότι ἦλθεν ἕως Ιούδα, καὶ ἥψατο ἕως πύλης Σκεύ μου έως Ιερουσαλήμ. Ενταῦθα σημαίνει μὲν τὴν ἐπαχθεῖσαν τῇ Σαμαρεία αἰχμαλωσίαν, υπό τε θε τλαθφατὰρ καὶ Σαλμανασάρ, τῶν ᾿Ασσυρίων ΧΧ, Εκράτησεν, Βεγλαλφασάρ,
col. 1065–1066page 8 of 70
PG 126:1065β βασιλέων· ταύτην γύρ πληγὴν ὀνομάζει, κατακρατήσασαν αὐτῆς, διὰ τὸ πανωλεθρίᾳ αὐτοὺς παραδοθῆναι ὑπὸ Σαλμανασάρ. Σημαίνει δὲ καὶ τὴν τοῦ Σεναχηρείμ έφοδον, ἐπελθόντος τῇ Ἰουδαίᾳ, καὶ κατασχόντος μὲν καὶ πόλεις τινὰς τῶν ἔξωθεν ἀψαμένου δὲ καὶ τῶν πυλῶν τῆς Ἱερουσαλήμ· ἐπου λιόρκησε γὰρ αὐτὴν διὰ τοῦ ὑποστρατηγοῦντος αὐτῷ Ραψάκου. Δύνασαι δὲ πληγὴν νοῆσαι καὶ τὴν εἰδω λολατρείαν, ἥτις ἀπὸ Σαμαρείας ἀρξαμένη, τελευταῖον καὶ τὴν Ἱερουσαλὴμ ἐπενεμήσατο Πε θοῦσι καὶ κόπτονται καὶ νῦν Ἰουδαῖοι, ἀλλὰ τὸ πέν (ο; αὐτοῖς τοῦ δρακοντείου γέμει Οὐ φέροντες γὰρ ὑπείκειν Χριστιανοῖς, ζητοῦσι τὴν παλαιὰν δύο ξαν, καὶ ἀνυπόδετοι πορεύονται. Οὐ γὰρ ὑπέδησαν τοὺς πόδας αὐτῶν ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, ἀλλὰ σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ἐδεῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· καὶ γυμνοί δέ εἰσιν, ὡς μὴ Χριστὸν ἐνδυσάμενοι. Ταῦτα δὲ γέγονεν αὐτοῖς, διότι κατεκράτησεν ή πληγὴ αὐτ τῶν, ἣν ἐπλήγησαν ἐπὶ Χριστῷ, ποιοῦντι θαύματα, ἥτις διῆλθεν ἕως Ιούδα τοῦ προδότου, καὶ ἥψατο τῆς πύλης τοῦ λαοῦ, τῆς πλατείας, λέγω, ζωῆς, ἦν ἐδεύοντες, ενεκότουν Χριστῷ, λέγοντι· Εἰσέλθετε διὰ τῆς στενῆς πύλης· καὶ ταῦτα, τὴν Ἱερουσαλὴμ κατοικοῦντες, τὴν πόλιν τοῦ βασιλέως τοῦ μετ γάλου, ἐν ᾗ δικαιοσύνη ἐγεννήθη. Ἐν αὐτῇ κόπτεται κοπετὸν δρακόντων καὶ ὁ τὴν τοῦ κόσμου λύπην λυπούμενος, ἢ ἐπὶ χρημάτων ἀπωλείᾳ, ἢ ἐπὶ δόξης ἐφέσει ἢ ἐπ' ἄλλῳ τινὶ τοιούτῳ πενθῶν. Οὗτος ὁ κοπετὸς δαιμόνων ἐστὶ, τῶν νοητῶν δρακόντων. Τοῦτο τὸ πένθος καὶ τῶν θυγατέρων τῶν Σειρήνων ( ἐστὶ, ψυχῶν οἰκειοτάτων ταῖς ἡδοναῖς τοῦ βίου, απ τινέ; εἰσιν αἱ Σειρήνες. Ορα μέντοι, ὅτι θυγατέρας ἔχουσιν αἱ Σειρήνες, οὐχ υἱούς· οὐδὲν γὰρ ἄρρεν ἡδονῆς γέννημα. Ο τοιοῦτος πορεύσεται τὴν τε λευταίαν ὁδὸν τοῦ βίου, ἀνυπόδετος μὲν, ὡς μὴ θε λήσας ὑπὸ τοὺς πόδας αὐτοῦ τεθεῖναι τὸν δερμάτινον βίον, κἀντεῦθεν ἀσφάλειαν τοῖς αὐτοῦ διαβήμασι περιποιήσασθαι (τότε γὰρ τηρεί τις τοὺς πό δας τῆς ψυχῆς, ὅτε τούτοις ὑποθήσει τὰ σαρκικά, ὥστε ὑπ' αὐτῶν πατούμενα ὑποκεῖσθαι αὐτοῖς)· γυ μνὸς δὲ, ὡς μηδὲν ἔχων ἐπικάλυμμα τῆς ἀσχημοσύνης τῶν ἔργων αὐτοῦ. Οἷόν τί φημι· Πολλάκις άμαρ τάνων τις ἐν τῷδε, ἐν ἑτέρῳ κατορθοί· καὶ ἐν τῇ κρίσει ἀντισηκουμένων τῶν βελτιόνων τοῖς πονη ροῖς, βοήθειά τις αὐτῷ γίνεται. Οταν δέ τις ἀβοήθητος ἐκεῖσε ἀπέλθοι, καὶ εἴ τι ἀγαθὸν εἶχεν, ἀπο λαβὼν τοῦτο ἐν τῇ ζωῇ αὐτοῦ, κατὰ τὸν πλοῦτον ἐκεῖνον γυμνὸς πορεύεται, μόνα τὰ ἔργα τῆς αἰσχύν ντος ἀνακεκαλυμμένα ἔχων. οἱ ἐκ Γέθ, μὴ μεγαλύνεσθε· καὶ οἱ Ἐνακεὶμ, μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου καταγέλωτα. Ἐπειδὴ Επενομήσατο, τὸ γέμει Ταλαιπωρία», Υφέσει, (ε) Αυτοῦ ποτε θεῖναι,
col. 1067–1068page 9 of 70
PG 126:1067πάσαις ταί; τοῦ Ἰσραὴλ φιλεῖς προσηγόρευσεν ἀλ γεῖν, προχώρα δὲ τοὺς ἀλλοφύλους ταῖς τούτων συμ φοραῖς ἐφησθησομένους, πρὸς αὐτοὺς τρέπει τὸν λύο γον, καί φησι· Μὴ μεγαφρονεῖτε, οἱ κατοικοῦντες τὴν Γεθ (αὕτη δὲ μητρόπολις ἦν τῶν ἀλλοφύλων) μηδὲ γέλωτα ὑψηλὸν ἐπαίρετε κατὰ τῶν Ἰσραηλι τῶν ἐκ τοῦ οἴκου ὑμῶν· τουτέστιν, Ἐν ἀσφαλεῖ εἰ κεῖν νομίζοντες, καὶ ἐν ταῖς κατοικίαις ὑμῶν μένειν, μὴ τοῖς • αἰχμαλωτιζομένοις ἐπιγελάτε καὶ ἀπαν ισταμένοις ἐκ τῶν οἴκων αὐτῶν. Ἐνακεὶμ δε, οὐχ ὥς τινες ὑπέλαβον, άλλη τις πόλις ἐστὶ παρὰ τὴν Γέθ· ἀλλὰ τοὺς ἐνοικοῦντας τὴν Γεθ, Ενακείμ όνο μάζει, ὡς ἀπογόνους Εντας Ἐνακ τοῦ γίγαντος. Γῆν κατασπάσασθε καταγέλωτα ὑμῶν. Τους ἐστιν, 'Αντὶ τοῦ καταγέλωτος, γὴν κατασπάσασθε, ἅμα μὲν ὡς συμπενθοῦντες τοῖς αἰχμαλωτιζομέν νοις, ἅμα δὲ καὶ ἐννοοῦντες τὰς συμβησομένος καὶ ὑμῖν αὐτοῖς συμφοράς. Οὐ γὰρ ἀπληγες καταλειφθήσεσθαι, ἀλλὰ καὶ ὑμῶν ὁ Σεναχηρείμ ἅψεται 8 καὶ συνέβη. Τινὲς οὕτως· Νῦν μὲν ὑμεῖς οἰκον μεῖτε γέλωτα ἐξ οἴκου, τουτέστιν, ἐκ τοῦ ὁρᾶν τὸν οἶκον τοῦ Ἰσραὴλ αἰχμαλωτιζόμενον, ἀλλὰ μὴ οὐ τως· ἀλλ᾽ ὡς καὶ αὐτοὶ τὰ χείρω πεισόμενοι, οἷόν τινὰ γῆν κατασπᾶσθε τὸν ἐσόμενον καθ᾽ ὑμῶν γέλωτα καὶ τὰς ὑμῶν αὐτῶν θρηνεῖτε συμφοράς. Κατοικοῦσα καλῶς τὰς πόλεις, οὐκ ἐξῆλθε κατοικοῦσα Σενναν κάψεσθαι οἶκον εχόμενον αὐτ τῆς, λήψεσθαι ἐξ ὑμῶν πληγὴν ὀδύνης. Επειδή, φησί, ᾠήθη ή Σεννάν, ὅτι καλῶς καὶ ἀσφαλῶς οἰκεῖ τις πόλεις αὐτῆς ὀχυράς οὔτας, καὶ διὰ τοῦτο οὐκ εκίψατο τὸν οἶκον τοῦ Ἰσραὴλ ὑμᾶς, ἐχόμενον αὐτῆς, τουτέστι, γειτονοῦντα, καὶ πλησιάζοντα, συμμεθέξει καὶ αὐτὴ τῶν συμφορῶν ὑμῶν, καὶ ἔξει καὶ αὐτὴ πληγὴν ὀδύνης ἐξ ὑμῶν, τουτέστιν, οἶαί εἰσιν αἱ ὑμέ τερα: πληγαὶ καὶ ἀδύναι. Ταῦτα καὶ ὑμῖν παραινέσεις εἰσὶ, πρὸς τὸ μὴ ἐπιγελᾷν τοῖς πτώμασι τῶν ἐχθρῶν, καθὰ καὶ σοφός τις εἶπεν· Ἐὰν πέσῃ δ έχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ, μήποτε τη Κύριος, καὶ οὐκ ἀρκέσῃ [[. ἀρέσῃ] αὐτῷ. Καὶ ἔρα τὴν ἀκολουθίαν τῆς παραινέσεως· Πρῶτον τὸ ἐπ γελᾶν ἀπηγόρευσεν, εἶτα καὶ τὸ μὴ συναλγεῖν ὑπεύθυνον ἔδειξεν. Ο; γὰρ αὐτὸς καλῶς οἰκεῖ, καὶ ἐν εὐθηνίαις ἐστὶ, κατάκριτος, ἐὰν μὴ συναλγῇ τοις ἐν συμφοραῖς· ὅταν δὲ καὶ αὐτὸς τὰς συμφοράς ἐπάγῃ. ἢ ἐπιτείνῃ τίνος ἄξιος; Καὶ ὁ τὸ σῶμα δὲ πιαίνων, ὅ ἐστιν οἶκος τῆς ψυχῆς, ἐκ τοῦ οἴκου τούτου οἰκοδομεῖ ἑαυτῷ καταγέλωτα καὶ αἰσχύνην ἐν τῷ μέλλοντι. Τάχα δὲ καὶ τοῖς Ἐνακεὶμ ἐξο ομοιοῖ τοὺς στρατιώτας, τοὺς τὸν Κύριον σταυρώσαντας, ὡς καὶ αὐτοὺς ἀντιθέους γίγαντας· πρὸς 'Αντὶ τοῦ· καταγέλωτα γῆν κατασπάσεσθε ἅμα μὲν καὶ ὡς συμπενθοῦντες, Καταπάττεσθε, Καταγέλωτα, Επιφέρη,
col. 1069–1070page 10 of 70
PG 126:1069οὔ; φησι μὴ μεγαλοφρονεῖν, ὅτι τοῦτον ἐσταύρωσαν, μηδὲ οἰκοδομεῖν, καὶ αὔξειν καταγέλωτα ἐκ τῆς σαρκὸς τοῦ Κυρίου, ἥτις ἦν οἶκος θεότητος. Εν έπαιζον γὰρ αὐτῷ, χλαμύδα περιτιθέντες, καὶ στέ φανον τῇ κεφαλῇ ἐπιτιθέντες· ἀλλὰ καὶ ἡ Σενναάν, φησίν, ἥτις ἑρμηνευομένη πέτρα, νοηθείη ἂν ἡ σκληρὰ καὶ πετρώδης τῶν Ἰουδαίων Συναγωγή, οὐκ ἐκόψατο τὸν οἶκον, ὁπηνίκα ἐσταυροῦτο, καίτοι ἐχό μενον αὐτῆς, τουτέστι, γειτνιώντα αὐτῇ, καὶ συγ γενῆ ὄντα (ἐξ αὐτῆς γὰρ ὁ Χριστὸς τὸ κατὰ σάρκα) ἢ ἀντεχόμενον αὐτῆς, καὶ πάντα ὑπὲρ αὐτῆς ποιοῦντα. Διὰ τοῦτο λήψεται πληγὴν ὀδύνης ἐξ ὑμῶν τῶν στρατιωτῶν Ῥωμαίων, ὅτε διαφθαρήσεται ὑπὸ τῶν ὑμετέρων στρατευμάτων. Τις ἤρξατο εἰς ἀγαθὰ κατοικούσῃ ὀδύνας; Στι κατέβη κακὰ παρὰ Κυρίου ἐπὶ πύλαις Ιερουσαλὴμ ψόφος ἁρμάτων καὶ ἱππευόντων. Τινὲς μὲν οὕτως ἐνόησαν, ὅτι πρὸς τὴν Ἱερουσαλήμ ποιούμενος τὸν λόγον, φησί· Τίς ήρξατο εἰς ὀδύνας τῇ κατοικούσῃ ἀγαθά; τουτέστι, Τίς τὰς ὀδύνας ἐπήγαγε τῇ πρὶν εὐθηνούσῃ Ἱερουσαλήμ, καὶ κατοικούσῃ ἐν εἰρήνῃ, καὶ πολλοῖς ἀγαθοῖς, ἢ πάντως δ Κύριος; διὸ καὶ ἐπάγει, ὅτι Κατέβη κακὰ παρὰ Κυρίου ἐπὶ πύλα; Ἱερουσαλήμ, τουτέστι, τὰ κάκω σιν ἐμποιοῦντα, ἅτινά εἰσι ψόφος ἁρμάτων πολεμικῶν καὶ στρατιωτῶν, τῶν αὐτοῖς ἐποχουμένων και ἱππευόντων. Τινὲς δὲ πρὸς τοὺς ἐν Γεθ καὶ τοὺς λοι πούς φασι λέγειν τὸν Θεόν, ὅτι Ὑμεῖς οἴεσθε αὐτοὶ διαμεῖναι ἀνεπηρέαστοι διὰ τὴν τῶν ὑμετέρων θεῶν ἰσχύν, τοὺς δὲ ἐξ Ἰσραὴλ παραδοθῆναι τοῖς ἐχθροῖς δι' ἐμὴν ἀσθένειαν· ἀλλὰ κακῶς οἴεσθε. Τίς γὰρ ρο ξατο εἰς ἀγαθὰ τῇ Ἱερουσαλήμ, τῇ κατοικουμένῃ ἐδύνα;; τίς ταύτην τοῦ Σενναχηρείμ ἠλευθέρωσεν; Οὐδεὶς πάντως ἄλλος, ἢ ἐγώ. Κατῴκει δὲ ἐν ὀδύναις, διότι παρεχώρησα ἐγὼ ὁ Κύριος καταβῆναι ἐπ' αὐτ τὴν τὰ τῆς πολιορκίας κακά, ὥστε ἐγὼ μὲν παραδούς αὐτὴν ὀδύναις, πάλιν ἦρξα αὐτῇ εἰς ἀγαθά· ὑμεῖς δὲ, ἐπειδὰν ἐν κακοῖς γένησθε, οὐχ ἔξετε τὸν ἀγα θοποιήσοντα ὑμῖν. Κατέβη κακὰ καὶ ἐπὶ τὰς πύλας Ἱερουσαλὴμ παρὰ τοῦ Κυρίου τῆς δόξης, ἂν ἐσταύρωσαν, καὶ διὰ τοῦτο κατώκησεν ἐν ὀδύναις ἡ Χριστοκτόνος πληθύς· ἀλλ᾽ ἤρξατο αὐτῇ εἰ; ἀγαθὰ ἡ Ἐκκλησία, καὶ ὁ ἐν ταύτῃ κηρυττόμενος Χρι στός. Οσοι γὰρ ἐπιστραφέντες, τὸν Χριστὸν ὡμου λόγησαν, ἐν ἀγαθοῖς τῆς ἄνω Ἱερουσαλήμ γεγόνασι. Κατοικεῖ ἐν ὀδύναις καὶ ἡ μετανοοῦσα ψυχή, ἢ ὅταν ἐν πύλαις εἴη τῆς Ἱερουσαλήμ, ὅ ἐστιν ἐν ἀρχῇ τῆς κατὰ Θεὸν πολιτείας, κακὰ ἔχει, ἀντὶ τοῦ, κάτ κωσιν καὶ θλίψιν, καταβαίνουσαν αὐτῇ παρὰ Κυρίου, τὸ εἰς "Οτι κακὰ παρὰ Κυρίου, τίς ὖν αὐτοί, Κρυπτόμενος, "Ο ἐστιν ἀρχὴ, ἀρχῇ.
col. 1071–1072page 11 of 70
PG 126:1071λης καὶ διὰ πολλῶν θλίψεων, ποιούντων ὑμᾶς εἰσέρχεσθαι εἰς τὴν βασιλείαν. 'Αλλ' ἄρχεται αὐτῇ ἀγαθὰ οὐδεὶς ἄλλος, ἢ ὁ εἰπὼν Κύριος: Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται· καὶ, Δεῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπτύσω ὑμᾶς. Πῶς δὲ ἄρχεται εἰς ἀγαθά; Ὡς ἐγκαινίσας ἡμῶν τὴν εἰς οὐρανοὺς ὁδὸν, καὶ εἰπὼν τῷ λῃστῇ· Σήμερον μετ᾿ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Οπου δὲ αὐτός ἐστιν, ἐκεῖ καὶ ὁ διάχο νος αὐτοῦ ἔσται. τοῦ ἐντελλομένου· Εἰσέλθετε διὰ τῆς στενῆς τύ . 15. Κατοικοῦσα Λάχις, ἀρχηγὸς ἁμαρτίας ἐστὶ τῇ θυγατρὶ Σιών, ὅτι ἐν σοὶ εὑρέθησαν ἀσέβειαι τοῦ Ἰσραήλ. Ἐπειδὴ τὴν Λάχις ὁ Σεναχηρεὶμ ἐξω επόρθησε, μηδὲν ἰσχύσας κατὰ τῆς Ἱερουσαλήμ, καὶ προτέρα ή Λάχις ἀπώλετο· φησὶν, ὅτι Δικαίως πανωλεθρίαν ταύτην ὑπέστης, σὺ ἡ κατοικοῦσα τὴν Λάχις, διότι καὶ αἱ ἀσέβειαι τῶν δέκα φυλῶν ἐν συὶ εὑρέθησαν, καὶ εἰδωλολάτρησας καὶ αὐτή, μᾶλλον δὲ καὶ τῇ Ιερουσαλὴμ διδάσκαλος καὶ ἀρχ ηγὸς τῆς ἀσεβείας ταύτης κατέστης. Διὰ τοῦτο δώσεις ἐξαποστελλομένοις ἕως κληρονομίας Γὲν, οἴκους ματαίους. Επειδή, φησὶν, ὦ Λάχις, ησέβησας, δώσεις καὶ αὐτὴ ἐξ αποστελλομένους, τουτέστιν, αἰχμαλωτιζομένους, καὶ ἀποικιζομένους ἐκ πάντων σου τῶν ὁρίων ἄχρι τῆς Γεθ, διὰ τοὺς οἴκους τους ματαίους τῶν εἰδώλων. Εἰς κενὸν ἐγένοντο τοῖς βασιλεύσιν Ισραήλ, ἕως τοὺς κληρονόμους ἀγάγω σοι. Ἔστι καὶ ἑτέρα γραφή· "Εως τοὺς κληρονόμους ἀγάγωσιν. Ερ μηνεύει, διὰ τί ὠνόμασε ματαίους τοὺς τῶν εἰδώλων οἴκους, καί φησιν, ὅτι Εἰς κενὸν ἐγένοντο οὗτοι τοῖς ἐν Σαμαρείᾳ βασιλεῦσιν· οὐδὲν γὰρ ὠφελήθησαν ἐκ τῶν εἰδωλικῶν οίκων· ὥσπερ οὐδὲ αὐτὴ ὠφεληθήσῃ ἐκ τούτων τῶν οίκων, οὓς ἐτίμησας, ὡς οἱ Σαμαρείται. Πλὴν ταῦτά σοι συμβήσεται, ὦ Λάχις, ἕως τοὺς αἰχμαλώτους ἐλευθερώσας ἐγώ, ἐπαναγάγω σοι αὐτοὺς, καὶ εἰς πατρῴους ἀποκαταστήσω κληρονομίας. Η καὶ κληρονόμους τους έχε Οροὺς λέγει, τοὺς κληρονομήσειν μέλλοντας την αὐτῶν γῆν. Λέγει οὖν, ὅτι οἱ βασιλεῖς τῆς Σαμαρείας εἶχον τοὺς οἴκους εἰδωλικούς, ἕως δι᾽ ὧν ἔπραττον, ήγαγον τοὺς πολεμίους ἐφ' ἑαυτούς. Τινὲς δὲ οὕτως Ἐπειδὴ οἱ ἐν Γὲν ἔλεγον, ὅτι ἀσθενὴς ὧν ὁ Θεός, οὐκ ἠδύνατο τους Ισραηλίτας ἐξελέσθαι, δείκνυσιν αὐτοῖς ὁ Κύριος, ὅτι οὐχὶ διὰ τὴν αὐτοῦ ἀσθένειαν, ἀλλὰ διὰ τὴν οἰκείαν αὐτῶν ἀσέβειαν παρεδόθησαν, καὶ παράδειγμα ποιεῖται τὴν Λάχις, ἥτις ἀσεβήσασα, παρεδόθη τῷ Σεναχηρείμ. Ο οὖν προφήτης, οἷα ἐφηδόμενος τούτοις, φησὶν πρὸς τὸν Θεὸν, ὅτι Δώσεις, ὦ Κύριε, ἐξαποστελλομένους, τουτέστιν, αἰχμαλώτους τοὺς οἴκους τοὺς ματαίους, ήγουν τους οικήτορας τῆς Λάχεως καὶ τῆς Γέθ· καὶ τῆς κλη οι ῾Ο ἐγκαινίσας,
col. 1073–1074page 12 of 70
PG 126:1073ρονομίας γὰρ Γ:9 ἡ αἰχμαλωσία καθάψεται. Οἶδε γὰρ ἡ Γραφὴ οἴκους ὀνομάζειν τοὺς οικήτορας καὶ τὰς πατριάς, ὡς ἀλλαχόθεν δῆλον, οἷον τοῦ· Οἶκος Λευΐ, καὶ οἶκος Ααρών· καὶ ἐκ τούτου αὐτοῦ τοῦ προφήτου, τοῦ ἐν ἀρχῇ λέγοντος· «Τίς ἡ ἀσέβεια οἴκου Ἰακώβ, καὶ ἡ ἁμαρτία οίκου Ιούδα;» Εἶτα σχετλιάζων ὁ προφήτης, φησιν, ὅτι ι τοῖς βασιλεῦσιν Ἰσραὴλ ν τοῖς ἐν Σαμαρείᾳ, ο εἰς κενὴν ἐγένοντο, ο & εἰδωλολάτρουν, καὶ ὡς ἔοικεν, ἐσπούδαζον πάντα ποιεῖν, ἃ ἐποίουν, ἕως ἀγάγωσι τους κληρονόμους, τουτέστι τοὺς ἐχθρούς, τοὺς κατακληρονομήσαντας τὴν γῆν αὐτῶν. Κατοικοῦσα Λάχις κληρονομία ἕως 'Οδολάμ ἥξει. Η κληρονομία, φησὶν, αὕτη, ἢν μέλλουσιν οἱ ἐχθροὶ κατακληρονομῆσαι ἐν τοῖς ὑμετέροις, οὐκ ἄχρι τοῦ στήσεται, ᾧ κατοικοῦσα τὴν Λάχις, ἀλλὰ καὶ ἕως Ὁδολάμ ἥξει, ἥτις ἐν ἐσχάτοις τῆς Ἰου δαίας κεῖται ὥστε εἶναι τὸ λεγόμενον τοιοῦτον Ἀπὸ ἄκρου τῆς Ἰουδαίας ἄχρι τοῦ ἑτέρου ἄκρου ἡ αἰχμαλωσία ἐλεύσεται Οἶκοι ἐξαποστελλόμενοι, αἱ Ἰουδαῖκαὶ συναγωγαί· ἐξαπέστειλε γὰρ αὐτάς, καὶ ἐγκατέλειψεν ὁ εἰπών· Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος· οἵτινες οἴκοι ἐγένοντο τοῖς ἄρ χουσι τῶν Ἰσραηλιτῶν, εἰ καὶ εἰς κενὸν, ἕως οὗ ἤγαγε τοὺς ἀληθινούς κληρονόμους, τὰ ἔθνη, δ Κύριος. Ἐπεὶ δὲ ὁ ᾿Ακύλας ἐνικῶς τέθεικε τὸν κληρονόμον, δίδωσιν ἡμῖν νοεῖν, ὅτι ἔσονται οἱ οἴκοι, εἰ μάταιοι, οἵ τε τῶν εἰδώλων, καὶ αἱ συναγωγαί καὶ αὗται γὰρ μάταιαι· εἶ; γὰρ οἶκος τῷ Κυρίῳ, ἂν καὶ αὐτὴν σπήλαιον ὑαίνης ἐποίησαν. Εσονται οἶν ἕως ὁ κληρονόμος Χριστὸς ἥξει, ἂν οἱ κακοὶ γεωργοί ἰδόντες, Οὗτος, εἶπον, ὁ κληρονόμος δεῦτε, ἀποκτείνωμεν αὐτόν. Οὗτος τοίνυν παρα. γενόμενος, τούς τε τῶν εἰδώλων οἴκους, καὶ τὰς Ἰουδαϊκὰς καταλύσει συναγωγάς· καὶ εἴ τινες δὲ ναοὶ τοῦ Θεοῦ γενόμενοι, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκῆσαν σχόντες ἐν αὐτοῖς, εἶτα τὸ Πνεῦμα τῆς χάρ ρι τις ἐνύβρισαν, καὶ ἐπέβλεψαν εἰς ματαιότητας καὶ μανίας ψευδείς, λυττώντες περὶ τὰς ψευδεῖς τοῦ κόσμου ἡδονάς, οἶκοί τε μάταιοι ἐγένοντο, καὶ ἐξ αποστελλόμενοι ἔσονται, ἀκούοντες· Απόστητε ἀπ' ἐμοῦ, οἱ ἐργάται τῆς ἀνομίας· και, Πορεύεσθε εἰς τὸ πῦρ τὸ ἐξώτερον· ὅτε καὶ τοὺς κληρονόμους ἀγάγῃ ἐγγυτέρω ὁ Κριτὴς καὶ συγκληρονόμος αύ τῶν, λέγων πρὸς αὐτούς· Δεῦρο κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. 'Η δόξα τῆς θυγατρός Σιών, ξύρησαι καὶ κεῖρε [[. κεῖραι] ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου. Οὐχ ἡ Λάχις, φησί, μόνη, οὐδὲ ἡ Ὁδολὰμ πείσονται τὰ δεινά· ἀλλὰ καὶ σύ, ἡ Σιών, πεῖραν τούτων ἕξει.. Διδ ξύρησαι καὶ ἀποκάρηθε, πένθιμον ἀναλαβοῦσα σχῆμα, ο Περιελεύσεται, Ερημος· οἴκοι ἐγένοντο,
col. 1075–1076page 13 of 70
PG 126:1075διὰ τὰ τέκνα, τὰ πρώην μὲν ἐν τρυφῇ ζήσαντα, εἶτα εἰς αἰχμαλωσίαν καὶ κάκωσιν ἀπαχθησόμενα. τῶν στερήσει σφόδρα τὸν ἀετὸν ἀλγεῖν. Εμπλάτυνον τὴν ξύρησίν σου, ὡς ἀετός, ὅτι χμαλωτεύθησαν ἀπὸ σοῦ. Ωσπερ ὁ ἀετὸς, φησίν, ἐν καιρῷ, πάντων ἀπογυμνοῦται τῶν πτερῶν καὶ οὐδὲ θηρεύειν ἰσχύει ἐν τῷ καιρῷ τούτῳ, ἄχρι οὗ πάλιν ἀνακαινισθῶσιν αὐτῷ τὰ πτερά· οὕτω καὶ σὺ τῆς ἐμῆς γυμνωθείσα προνοίας, οὐκ ἰσχύσεις κατὰ τῶν ἐχθρῶν, ἀλλὰ μᾶλλον εὐάλωτος αὐτοῖς ἔσῃ. Η, ὅτι Ακριβῶς καὶ σὺ ξύρησαι, καὶ πάσας τὰς τρίχας ἀποκάρηθι, ὥσπερ ἀετὸς ἀποβάλλει πάντα τὰ πτερά, διότι η χμαλωτεύθησαν τὰ τέκνα σου, ἃ ἐν πάσῃ τρυφῇ ἀνέτρεφες, μηδενός ποτε ἀνιαροῦ πειραθέντα. Φασὶ δὲ καὶ ἐπὶ τῇ τῶν νεοτ ΚΕΦΑΛ. Β'. Εγένοντο λογιζόμενοι κόπους, καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις αὐτῶν, καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλουν αυτά. Εἰπὼν, ἃ πείσονται, δείκνυσιν, ὅτι δικαίως ταῦτα πείσονται. Καὶ γὰρ, φησίν, εἰς δύο ταῦτα διῃρημένης τῆς τῶν ἀνθρώπων ζωῆς, εἰς νύκτα, καὶ ἡμέραν· τῇ μὲν νυκτί, ἐβαι λεύοντο τὰ παράνομα, καὶ πῶς ἂν κόπους καὶ κάτ κωσιν ἐμποιήσωσί τιν:· τῇ δὲ ἡμέρᾳ, τὰ βεβουλευμένα συνετέλουν ἅμα πρωΐα, οὐδεμίαν ἀναβολήν ἐνδεικνύμενοι. "Ορα δὲ τὸ, Εργαζόμενοι κακὰ ἐν ταῖς κοίταις αὐτῶν· ἀντὶ γὰρ τοῦ, ἐννοούμενος, ἐργαζόμενοι εἶπεν· ἅμα μὲν ἵνα δείξῃ, ὅτι ἡ ἐνθύ μησις ἔργον ἐστὶ τῆς διανοίας, διὸ καὶ ἐπ' αὐτῇ κρινόμεθα· ἅμα δὲ, ἵνα δηλώσῃ τὸ πρὸς τὴν κακουργίαν αὐτῶν δραστήριον· ἡ γάρ βουλή φησὶν, αὐτῶν, ἔργον ἦν. Διότι οὐκ ἦραν πρὸς Θεὸν χεῖρας αὐτῶν, καὶ ἐπεθύμουν ἀγροὺς, καὶ διήρπαζον ὀργανούς. Οὐκ ὤρθριζον πρὸς τὸν Θεόν, ὥστε αἴρειν πρὸς αὐ τὴν χεῖρας, ὡς τοῖς εὐσεβέσιν ἔθος, ἀλλ᾽ ἅμα τῷ πρωί συνετέλουν τὰ κακά. Η, ὅτι οὐ παρὰ τοῦ Θεοῦ, φησίν, ἐπεζήτουν τὰ ἀγαθὰ, ἱκετεύοντε; αὐτὸν ποριστὴν αὐτοῖς γενέσθαι τῶν πρὸς τὸν βίον χρειωδῶν, ἀλλὰ ταῖς οἰκείαις ἐπιθυμίαις δουλεύοντες, διήρπαζον τὰ τῶν ὀρφανῶν. Ἡ καὶ αὐτοὺς τοὺς ὀρφανούς διήρπαζον, τουτέστιν, εἰς δουλείαν ὑπὸ ἦγον. Καὶ οίκους κατεδυνάστευον. Οὐ μόνον ὀρφα νοὺς ἐκάκουν, ὡς προείρηται, ἀλλὰ καὶ οἴκους κατα εδυνάστευον, τουτέστι, τοὺς τῆς ἐνδοξοτέρας τύχης καὶ δυνατωτέρας. Η ὅτι τὰ ἐν ταῖς οἰκίαις τῶν ἀρφανῶν ἀφῃροῦντο, καὶ αὐτοὺς τοὺς οἴκους. Καὶ ἤρπαζον τὸν ἄνδρα, καὶ τὸν οἶκον αὐτοῦ. Αμφότερα, φησίν, ἐποίουν, καὶ τὸν ἄνδρα διαρπάζοντες, καὶ εἰς δουλείαν ἀπάγοντες, ὥσπερ ἀλλόφυ Απογυμνοῦται φυσικῶς τῶν πτερῶν, Πάντας, Τῆς ἀνθρωπίνης, Εκείνων, Βούλησις,
col. 1077–1078page 14 of 70
PG 126:1077λοι πολέμιοι, καὶ τὸν οἶκον αὐτοῦ, τουτέστι, τὰ ἐν τῇ οἰκίᾳ αὐτοῦ πάντα, καὶ αὐτὴν, καὶ ὅλους τοὺς ἐν τῷ οἴκῳ αὐτοῦ καταδουλοῦντες. Ανδρα, καὶ τὴν κληρονομίαν αὐτοῦ. Τὴν ἐν ἀγροῖς, καὶ κτήμασι περιουσίαν. Δόξα τῆς τῶν Εβραίων Συναγωγῆς ὁ νόμος, ὃς νῦν ξυρηθεὶς τῇ μαχαίρα τοῦ Πνεύματος, ὃ ἐστι ῥῆμα Θεοῦ, οὐ δεδόξασται διὰ τὸν ὑπερβάλλοντα φωτισμὸν τῆς δόξης τοῦ Χριστοῦ οὗ τὰ τέκνα, τὰ τῇ τρυφή καὶ ἀκολασία ζῶντα, οἱ ἐχθροὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὧν Θεὸς ἡ κοιλία, ᾐχμαλωτεύθησαν ὑπὸ Ρωμαίων, διότι ὁ ἐλογίζοντο ἐν νυκτὶ κατὰ τοῦ Κυρίου, μετά μαχαιρῶν καὶ ξύλων συλλαβόντες αὐτ τὸν, ταῦτα ἅμα τῇ ἡμέρᾳ συνετέλουν, πρωΐᾳ ἀπὸ άγοντες αὐτὸν πρὸς Πιλάτον. Ταῦτα δὲ ἐποίουν, διότι τὰς οἰκίας τῶν χηρῶν κατήσθιον, καὶ τὸν ἄλλον βίον ἦταν διεφθαρμένοι, καὶ τὸ φῶς ἐμίσουν· ἦν γὰρ πονηρὰ τὰ ἔργα αὐτῶν. Εἰ δὲ αἱ τρίχες νεκρόν τι χρῆμα καὶ ἄψυχον, Σιὼν δὲ σκοπευτήριον ἑρμηνεύεται· ὅρα, ὅτι παρακελεύεται τῷ σκοπευτηρίῳ τοῦ νοὸς ἡμῶν, μηδὲν τριχῶδες ἐν ἑαυτῷ ἔχειν. Οὐ γὰρ ἂν ἀποσκοπεύσειεν ὀφθαλμός, οὐδὲ ἴδοι καθαρώς, τρίχα ἔχων. Αλλ' ὅταν ξυρηθῇ, τότε ἠξιωπέστατος γενήσεται, ὡς ἀετὸς, ὅν φασι μόνον τῶν ζώων ἀντοφθαλμεῖν ταῖς ἡλιακαῖς αὐγαῖς· οὕτω δὲ καὶ αὐτοῦ κρίνειν τέκνα, εἴτε νόθα ἐστὶν, είτε γνήσια. Αντιπρόσωπα γὰρ ἐστῶν τῷ ἡλίῳ, ὅταν ἴδοι μὴ ταῖς ἀκτῖσιν ἀντοφθαλμοῦντα, ἀλλὰ σκαρδαμύτ τοντα, κόπτων, ὡς νύθα τῆς νοσσιᾶς ἀποῤῥίπτει. Προτρέπεται δὲ ἡμᾶς ἐπὶ τὴν ξύρησιν, διὰ τὰ τρυ φερά, φησί, τέκνα. Τέκνα δὲ τρυφερὰ ἔχει ὁ μὴ δυνάμενος μετά Δαβὶδ λέγειν· Διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς· ἀλλὰ εῖς τὰ μαλακὰ φοροῦσι συντεταγμένος, καὶ τὸν λεῖον καὶ ἡδὺν βίον μετιών. Αμα δὲ τῇ ἡμέρᾳ συν τελεῖ τὰ κακὰ, ὁ μηδὲ φαῦλον ποιεῖν οἰόμενος, ἀλλ᾽ ἀνερυθριάστως καὶ πεπαῤῥησιασμένως ἐμπομπεύων τῇ κακίᾳ, ὃς οὐκ αἴρει πρὸς Θεὸν τὰς χεῖρας αὐτοῦ. Οὐ γὰρ ἐργάζεταί τι θεῖον καὶ ἄνω κείμενον· ἀλλ' ἐπιθυμῶν τὰ ἀγαθὰ τοῦ κόσμου, ὅς ἐστιν ἀγρὸς, καὶ ἄλλους διαφθείρει, διδάσκαλος κακίας γινόμενος τοῖς ὅσοι ὀρφανοί εἰσιν, ἀποπεσόντες τῆς οἰκειότητος τοῦ οὐρανίου Πατρός. Διαρπάζει δὲ ἄνδρα, την ψυχὴν, καὶ τὸν οἶκον αὐτοῦ, τὸ σῶμα, καὶ ἀμφότερα ἀπολλὺς, καὶ τῆς ἄνω κληρονομίας τῆς ἀκαταλύτου ἀποστερών. Διὰ ταῦτα τάδε λέγει Κύριος • Ιδού εγώ λογίς ζομαι ἐπὶ τὴν φυλακὴν ταύτην κακά, ἐξ ὧν οὐ μὴ ἄρητε τοὺς τραχήλους ὑμῶν, καὶ οὐ μὴ που Κτήσεσι, Τοῦ Χριστοῦ· ὧν Θεὸς ἡ κοιλία, Παράγοντες, φρονοῦσι. φυλακήν, φυλήν, φυλήν
col. 1079–1080page 15 of 70
PG 126:107930, ρευθῆτε ὀρθοὶ, ὅτι καιρὸς πονηρός ἐστιν. Ελα πονηρόν, γίζοντο, φησὶν, αὐτοὶ κακὰ κατὰ τῶν πλησίον· ἰδοὺ καὶ αὐτὸς λογίζομαι κακὰ ἐπὶ τὴν φυλὴν ταύτην του Ἰούδα, ὥσπερ καὶ ἐπὶ τὰς ἄλλας δέκα· τὰ δὲ κακὰ ταῦτα οὕτως ἔσονται βαρέα καὶ ἐπαχθῆ, ὥστε κατα κάμψαι τοὺς σκληροὺς ὑμῶν καὶ ἀλαζονικούς τρα χίλους· καὶ οὐ μὴ πορευθῆτε ὀρθοί, ἀλλὰ συγκεχυ φότες, διότι ὁ καιρὸς πονηρός ἐστι, δηλαδὴ ὑμῶν, τουτέστι δύσκολος, πόνους ἐπιφέρων. Οὕτω καὶ παρὰ τῷ Σολομῶντι τό, Πονηρὸν περισπασμὸν ἔδωκε τοῖς ἀνθρώποις, ὀξυτόνως ἀνέγνων τινὲς, εἰ καὶ ἄλλοι παροξυτόνως αναγινώσκουσι. Τοιοῦτόν τι καὶ Δαβὶδ περὶ τῶν Θεοκτόνων προεἶπε· Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν, τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον διὰ παντὸς σύγκαμψον. Αἱ γὰρ ἀκο μίαι αὐτῶν ἐβαρύνθησαν ἐπ' αὐτούς, καὶ οὐκ ἤκουον τοῦ Κυρίου, λέγοντος· Δεῦτε, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἀγαθή δὲ ἡ κάκωσις τῷ ὑπερηφάνῳ καὶ τραχηλιῶντι, καὶ οἰομένῳ περιπατεῖν ἐν ὀρθότητι. Περὶ οὗ Σολομών εἶπεν· Εἰσὶν ὀρθαὶ ὁδοὶ δοκοῦσαι ἀνδρί· τὰ μέν το τελευταία φέρει εἰς πυθμένα ᾅδου. Καμπτό. μενος γὰρ καὶ ταπεινούμενος ὁ τοιοῦτος, ἐρεῖ μετά Δαβίδ· Αγαθόν μοι, ὅτι ἐταπείνωσάς με. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ληφθήσεται ἐφ' ὑμᾶς παραβολή. Τουτέστιν, ἀνὰ στόμα πᾶσιν ἔσεσθε, καὶ τὰ ὑμέτερα κακὰ διαφημισθήσονται ἐπὶ πάντας, ἄλ λου πρὸς ἄλλον ταῦτα διηγουμένου. Η, ὅτι Εσεσθε υπόδειγμα πᾶσιν, ὥστε λέγειν ἕκαστον· Μὴ πάν θοιμι, ὡς ἔπαθον οἱ δεῖνες. Καὶ θρηνηθήσεται θρῆνος ἐν μέλει. Οἱ μὲν ἀλα λότριοι, φησί, παραβολὴν ὑμᾶς ἔξουσιν· οἱ δ᾽ οἰκεῖοι ὑμῶν θρήνον μετὰ μέλους συνθήσουσι καὶ ὑμεῖς δὲ ἐφ' ἑαυτοῖς. Γοεροὶ δὲ οἱ μετὰ μέλους θρή νοι καὶ ἐλεεινότεροι. Λέγων· Ταλαιπωρία ταλαιπωρήσαμεν. Την ὑπερβολὴν τῆς ἀσθενείας αὐτῶν δηλῶν ὁ λίγος, ἐδιπλασίασε τὸ τῆς ταλαιπωρίας όνομα. Οὐχ ὁπλῶς γάρ, φησίν, ἀλλὰ τῇ ὄντως ταλαιπωρίᾳ ἐταλαιπωρήσαμεν. Μερὶς λαοῦ μου κατεμερίσθη ἐν σχοινίῳ. Η τὸ πρόσωπον τῶν θρηνούντων ἐν μέλει, καὶ λεγόνο των, ὅτι Έταλαιπωρήσαμεν, λέγει, καὶ ταῦτα οἱονεὶ τὴν αἰτίαν ἐπάγων τοῦ ταλαιπωρῆσαι ἡ δέ ἐστι τὸ, Μετρηθῆναι τὰς κληρονομίας του λαοῦ μου· ἢ καὶ ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦτο λέγεται, ὅτι Ἐγὼ μὲν ἀφώρισα αὐτοῖς τὴν γῆν νῦν δ' αὕτη μετρείται παρὰ τῶν γειτόνων καὶ περιοίκων. Καὶ γὰρ ἔρημον ευρόντες τὴν γῆν, αὐτοὶ ταύτην διενέμοντο εἰς τὸ γεωργεῖν. Αλλά και παρὰ τῶν αἰχμαλωτευσάντων αὐτοὺς, κατεμετρήθη, δασμούς καὶ φόρους επιτιθέντων τοῖς ὑπολειφθεῖσι, καὶ διὰ τοῦτο μετρούντων τὴν ὑφ᾽ ἑκάστου τούτων κατεχομένην γῆν. προπαροξυτόνως. Εφ' ἡμῖν συνθήσουσι, Β.ιν. Ἐπάγοντα, Εκκλησίας,
col. 1081–1082page 16 of 70
PG 126:1081Καὶ οὐκ ἦν ὁ κωλύσων αὐτὸν τοῦ ὑποστρέλ ψαι. Οὔτε ὁ Χαμώς, φησὶν, οὔθ᾽ ὁ Βήλ, οὔτ᾽ ἄλλο; τις τοιοῦτος ὑμῶν θεός, ἠδυνήθησαν κωλύσαι αὐτὸν, τουτέστι τὸν μετροῦντα, τοῦ ἀποστρέψαι ἀπὸ τοῦ μετρεῖν. Τοῦτο δὲ λέγει, κωμῳδῶν τοὺς θεοὺς αὐτ τῶν. Η, ὅτι Οὐκ ἦν ὁ κωλύσων τὸν λαόν μου, ὥστε μὴ τὴν πρὸς τὴν αἰχμαλωσίαν ὁδὸν πορεύεσθαι, ἀλλὰ ἀποστρέψαι ἀπὸ ταύτης. Οἱ ἀγροὶ ὑμῶν διεμερίσθησαν· διὰ τοῦτο οὐκ ἔσται βάλλων σχοινίον ἐν κλήρῳ. Ἀπὸ ἀλλο τρίων μὲν, φησίν, οἱ ἀγροὶ ὑμῶν κατεμετρήθησαν καὶ διεμερίσθησαν· ὑπὲρ σοῦ δὲ τοῦ λαοῦ οὐκ ἔσται ὁ βάλλων σχοινίων μετρητικόν, ὥστε καὶ σοὶ ἀπον μηθῆναι κλῆρον. Τοῦτο πεπόνθασι καὶ οἱ ἀλαζόνες Ἰουδαῖοι, Πρωτότοκοι μὲν γὰρ ἦσαν, καὶ σχοίνισμα κληρονομίας Θεοῦ, καὶ αὐτῶν αἱ ἐπαγγελίαι. Καὶ οἱ πατέρες ἐμπαρακινήσαντες δὲ τῷ Χριστῷ, ἀπώλεσαν τὴν ἐν τοῖς ἡγιασμένοις κληρονομίαν. Καὶ λοιπὸν τὰ ἔθνη γεγόνασι συμπολῖται τῶν ἁγίων, καὶ κληρονόμοι μὲν θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ. Ο δε δὲ ὁ Δαβὶδ καὶ τὰς ἐπιβουλάς, καὶ τὰ πειρατήρια, σχοι νία ὀνομάζειν, ὡς τή, Σχοινία ἁμαρτωλῶν περι επλάκησάν μοι· και, Σχοινίοις διέτειναν παγίδα τοῖς ποσί μου. Οταν οὖν τις ἐπιβουλευθεὶς ὑπὸ τοῦ πειραστοῦ, ἀπολέσῃ τὴν μερίδα αὐτοῦ τὴν θείαν, ἣν ἔχων ἡδύνατο λέγειν • Μερίς μου εἶ, Κύριε· τότε τὸ ἐνοειδὲς τῆς ἐν αὐτῷ θείας μερίδος καταμετρεῖται, καὶ καταμερίζεται εἰς τὴν πολυσχεδή [[. σχιδῆ] καὶ πλατείαν τῆς κακίας ὁδὸν, καὶ οὐκ ἔστιν ὁ κωλύτων αὐτὸν τοῦ ἀποστρέψαι ἀπὸ τῆς τοιαύτης @ ὁδοῦ. Βάλλει δὲ σχοινίον ἐν κλήρῳ, ὁ τὸν ὑπὸ τοῦ ἐχθροῦ ἐπαγόμενον αὐτῷ πειρασμὸν ἀφορμὴν ποιούμενος τοῦ σχεῖν τὸν ἐν οὐρανοῖς κλῆρον, οἷος ἦν ὁ λέγων· Λοιδορούμενοι εὐλογοῦμεν· καὶ, Εὐδοκοῦ μεν ἐν ἀσθενείαις, ἐν θλίψεσι, καὶ ἐν πᾶσι τού τοῖς ὑπερνικώμεν, διὰ τοῦ εὐδοκήσαντος Θεοῦ. Οπερ οὐ γίνεται ἐν ἡμῖν, ὅταν οἱ ἀγροὶ ἡμῶν διαμερισθῶσιν, ήγουν αἱ κατὰ κόσμον πράξεις ἡμῶν μερίδες ἀλωπέκων γένωνται, τῶν πονηρῶν δαιμόνων Εν ἐκκλησίᾳ Κυρίου μὴ κλαίετε δάκρυσι. Τα λυπηρὰ διαγγείλας, παραίνεσιν εἰσφέρει, πολὺ τὸ χρήσιμον ἔχουσαν, καί φησιν, ὅτι οὐ δεῖ ἡμᾶς ἐκκλησιάζοντας, ήτοι, εἰς τὸν τοῦ Κυρίου συναγομέν νους ναόν, ψιλῶς οὕτως καὶ ἐπιπολαίως δακρύειν, καὶ ἀφοσιοῦσθαι τὸν κλαυθμὸν μόνοις δάκρυσιν, ἀλλὰ καὶ ἔργα προστιθέναι συντριβῆς καὶ κατανύξεως. Μὴ δακρυέτωσαν ἐπὶ τούτοις. Τουτέστιν, οὐ δεῖ ὑμᾶς δακρύειν ἐπὶ τῷ αἰχμαλωτισθῆναι, καὶ καταμετρηθῆναι τὴν γῆν ὑμῶν, ἀλλὰ διότι παρωργίσατε τὸν Θεόν· τοῦτο γὰρ δακρύων ἄξιον. '11 δ ἐπὶ τοῖς ἁμαρτήμασι τιμωρία, οὐ δακρύων, ἀλλὰ χαρας ἀξία, διότι τῆς αἰωνίου τιμωρίας ἐστὶ κουφισμὸς. Οὕτω καὶ Παῦλος εἶπε· Κρινόμενοι δὲ ὑπὸ Τῆς ἑαυτοῦ, καὶ δολερῶν.
col. 1083–1084page 17 of 70
PG 126:1083Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Οὐ γὰρ ἀπώσεται ἀνείδη ὁ λέγων· Οἶκος κωδ παρώργισε Πνεῦμα Κυρίου, εἰ ταῦτα τὰ ἐπιτηδεύματα αὐτοῦ ἐστιν. Ο δακρύων ψιλώ, φησὶ, καὶ ἐπιπολαίως, καὶ λόγοις μόνοις περιγράφων τὴν ἐξομολόγησιν, καὶ λέγων, ὅτι Ο είκες τοῦ Ἰακώβ, ἤτοι ἡμεῖς παρωργίσαμεν τὸν Κύριον, τὰ ὀνείδη, & μέλλουσιν αὐτῷ ἐπαχθήναι αἰχμαλωτι ζομένῳ, καὶ ἄλλως κακουμένῳ, οὐκ ἀπώσεται, εἴπερ ἐπιτηδεύματα αὐτοῦ εἰσι ταῦτα, ἃ ἀνωτέρω εἴρηται, ὅτι Ηρπαζον ὀρφανούς, καὶ τὰ λοιπά. Τότε γέρ ἀπώσεται τὰ ὀνείδη, ὅτε τὰ ἐπιτηδεύματα ἐξαλείψει. Ταῦτα καὶ ἡμῖν ἁρμόζει, τοῖς δοκοῦσε μὲν ἐξο η ομολογεῖσθαι, μὴ ποιοῦσι δὲ καρποὺς ἀξίους τῆς μετα νοίας· ἢ καὶ τοῖς δακρύουσι μὲν, ἐπὶ ἀποτυχία δε τινος τῶν φθειρομένων ἀγαθῶν, ἡ ἀβουλή του τινός συντυχία. Ταῦτα καὶ νῦν τοῖς Ἰουδαίοις οἰκεῖς, οἱ δακρύουσιν, οὐ διὰ τὸ τῆς Θεοκτονίας μύσος, ἀλλὰ διὰ τὰ ἐλαύνεσθαι, καὶ διώκεσθαι, καὶ μὴ ἔχειν παρρησίαν καθ' ἡμῶν, ὡς καὶ κατὰ τῶν ἀποστόλων, Απαγορεύει οὖν τοῦτο αὐτοῖς ὁ προφήτης. Ο Πατὴρ γάρ, φησίν, ὁ λέγων, καὶ κρίνων, καὶ ἀπο φαινόμενος, ὅτι παρώργισαν τὸ Πνεῦμα Κυρίου, ὅτε ἔλεγον μὴ ἐν αὐτῷ θαυματουργεῖν τὸν Χριστόν, ἀλλ' ἐν τῷ Βεελζεβούλ, οὐκ ἀπώσεται τὰ ὀνείδη αυτ τῶν, οὐδὲ παραβλέψεται τά τε ἐπὶ ταῖς θαυματουργίαις, καὶ τὰ ἄλλα, ὠνείδιζον τῷ Χριστῷ· εἶπερ μέχρι τοῦ νῦν τοιοῦτα ἐπιτηδεύματα ἔχουσι, καὶ τοιαύτην κατὰ Χριστοῦ διάθεσιν, βλασφημοῦντε; αὐτὸν, ὡς πλάνον, καὶ μὴ ὡς Θεῷ προσέχοντες. Οὐχ οἱ λόγοι αὐτοῦ καλοὶ μετ' αὐτοῦ καὶ όρο θοὶ πορεύονται Καὶ ἔμπροσθεν ὁ λαός μου εἰς ἔχθραν ἀντέστη κατέναντι τῆς εἰρήνης αυτ τοῦ. Κατ' ερώτησιν ἀναγνωστέον ἄχρι τοῦ, Που ρεύονται· τὸ δὲ ἑξῆς, ἐν ήθει. Φησί γάρ· Οὐκ ἐξομολογήσεως μὲν λόγους λέγει ὁ λαός μου, καὶ ὀρθοί εἰσιν οὗτοι οἱ λόγοι, οὐδὲν ἐν τοῖς ῥήματι στρεβλόν, ἢ ἐπιλήψιμον, καὶ ἄξιον διορθώσεως ἔχον τες· ἀλλ᾿ ἰδοὺ διὰ τῶν ἔργων ἐμφαίνει, ὅτι ὥσπερ ἐχθρὸς, ἀντιπρόσωπός μου ἵσταται. Τοῦτο γὰρ δη λοῖ διὰ τοῦ εἰπεῖν, ἔμπροσθεν, καὶ αὐτὸς ἑαυτὸν τῆς τε εἰρήνης ἐστέρησε, καὶ πολέμοις καὶ ταῖς ἐκ τῶν πολέμων κακοῖς παρέδωκε. Τὴν δορὰν αὐτοῦ ἐξέδειραν, τοῦ ἀφελέσθαι ελπίδα, συντριμμὸν πολέμου· διὰ τοῦτο ἡγούμενοι λαοῦ μου, ἀποῤῥιφήσονται ἐκ τῶν οίκων τρυφῆς αὐτῶν. Κατηγορήσας τοῦ λαοῦ, ὡς ταῖς θείοις νόμοις ἀντιταξαμένου διὰ τῶν ἔργων, εἰ καὶ Απαγορεύει τούτοις αὐτοῖς, Πεπόρευνται, μου.
col. 1085–1086page 18 of 70
PG 126:1085πεπλασμένην διάνοιαν ἐπεδείκνυντο, νῦν κατηγορεί τῶν ἡγουμένων, λέγων, ὅτι οἱ ἡγούμενοι γεγόνασιν αὐτοῖς τῆς τοιαύτης διαθέσεως αἴτιοι· οἱ διὰ τοῦ πείθειν τὸν λαὸν εἰδωλολατρεῖν, τὴν δορὰν αὐτοῦ ἐξέδειραν, τουτέστι τὴν ἐμὴν σκέπην, ἥτις περιέσκεπεν αὐτὸν, ὥσπερ ή δορὰ τὴν σάρκα, πρὸς τὸ μὴ εὐκόλως πάσχειν, καὶ ἀφείλοντο ἀπὸ τοῦ λαοῦ τὴν εἰς ἐμὲ ἐλπίδα, ἥτις ἦν συντριμμὸς τοῦ πολ ἐμου. Καὶ γὰρ ἐλπίζων ἐπὶ τὰ εἴδωλα, ἀφαιρεῖται τὴν εἰς Θεὸν ἐλπίδα, τὴν συντρίβοντα τοὺς πολέ μους. Διὰ τοῦτο οὖν καὶ αὐτοὶ οἱ ἡγούμενοι, οἱ βα σιλεῖς καὶ ἱερεῖς, σὺν τῷ λοιπῷ λαῷ ἀποῤῥιφήσονται 270 εἰς αἰχμαλωσίαν ἐκ τῶν οἴκων αὐτῶν, οὓς οὐχ ἁπλῶς οὕτως ἐδομήσαντο λιτῶς καὶ ἀπεριέργως, καὶ πρὸς χρείαν τοῦ καταμένειν, ἀλλὰ πολυτελῶς, καὶ πρὸς τρυφὴν καὶ ὕβριν. Διὰ τὰ πονηρὰ ἐπιτηδεύματα αὐτῶν ἐξώσθησαν μὴ ἐμὲ, φησὶν, αἰτιάσθωσαν, ὅτι ἐξώσθησαν εἰς Βαβυλῶνα, ἀντὶ τοῦ, ἐξωσθήσονται· ἀλλὰ τὰ ἐπιτηδεύματα αὐτῶν τάδ' ἦν, ὅτι καὶ αὐτοὶ κακὰ ἐπετήδευον, καὶ τὸν λαὸν ἔπειθον τὰ αὐτὰ μετιέναι. Ησαν καὶ τοῦ Χριστο κτόνου λαοῦ οἱ λόγοι καλοὶ καὶ ὀρθοί, λέγοντος, ὅτι Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε· ἀλλ' ὅτι ἄνθρωπος ὤν, ποιεῖς σεαυτὸν Υἱὸν Θεοῦ· καὶ πάλιν, Κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν, ὅτι εἶπεν ἑαυτὸν Υἱὸν Θεοῦ. Ἀλλὰ ταῦτα μὲν πρὸς ἀνθρώπου; ἔλεγον· ἔμπροσθεν δὲ ἐμοῦ τοῦ Θεοῦ καὶ Πατρός, οὐχὶ ἐκδικηταὶ ἐμοὶ ἐφαίνοντο, ἀλλ' ἐχθροί. Διὰ τί; Διότι ἀντέστησαν τῇ εἰρήνῃ. αὐτῶν, ὅς ἐστι Χριστός· ὁ δὲ μὴ τιμῶν τὸν Υἱόν, οὐ τιμᾷ τὸν Πατέρα. Διὰ τοῦτο οἱ ἡγούμενοι τοῦ λαοῦ μου οἱ πολλοὶ ἀρχιερεῖς, ἀπερρίφησαν ἐκ τοῦ ναοῦ μου, ὃν ἕνα οἶκον ὄντα ἐμοὶ, αὐτοὶ πολλούς ἐποίησαν, διὰ τὸ μισθοῦσθαι καθ᾽ ἕκαστον ἐνιαυτόν. Ἐν τούτῳ δὲ καὶ τὸν νόμον καπηλεύοντες, κατετρυ- 8. φων τοῦ λαοῦ. Πολλάκις δέ τις καὶ χρηστολογίαν ὑποκρινόμενος πρὸς τοὺς ἀδελφοὺς, λόγους μὲν ἔχει καλοὺς καὶ ὀρθούς, ἀλλ' ἐχθρός ἐστι διὰ τῶν ἔργων, μηδὲν εἰρηνικὴν φρονῶν, ἀλλὰ δι' ὧν πράττει, ἱστά μενος κατέναντι τῆς εἰρήνης αὐτοῦ, ἣν λαλεῖ μετὰ τῶν πλησίον, καὶ τὴν δορὰν ἐκδέρων τοῦ πένητος, τοῖς τε ἄλλοις τρόποις, καὶ τῷ συντρίβειν αὐτὸν ἐν ταῖς ἐργασίαις, καὶ οὕτως αὐτὸν ἐκπιέζων, ὥστε ἀφαιρεῖσθαι αὐτοῦ καὶ τὴν χρηστοτέραν ἐλπίδα, ἥτις συντριμμὸς γίνεται τοῦ τῆς ἀπογνώσεως καὶ τῆς βλασφημίας, τῆς εἰς τὴν Πρόνοιαν, πολέμου. Ο γὰρ κακούμενος, καὶ πολεμούμενος εἰς τὸ βλασφημῆσαι κατὰ τῆς Προνοίας, ἐπειδὰν τῇ τῶν ἀγαθῶν ἐλπίδι βοηθηθῇ, συντρίβει τοῦτον τὸν πόλεμον. Τὰ δ' ἐφεξῆς δοκεῖ μὲν τιμωρίαν περιέχειν, καὶ οἰκοδομείτω γε καὶ τοῦτο τοὺς πολλοὺς, ἀπειλοῦντος τοῦ Θεοῦ ἐκπεσεῖσθαι ἐκ τῶν οίκων τῆς τρυφῆς. Νοήσεις δὲ καὶ ἀξίως τοῦ Πνεύματος ἡγουμένους, καὶ ἄρχοντας, τὰς ψυχὰς, αἱ ἡγεμονεύειν ταχθεῖσαι, ἐπειδὴ μὴ καλῶς ἐχρήσαντο τῇ ἀρχῇ, ἐμπεσοῦσαι πειρασμοῖς καὶ θλίψεσιν, ἀποῤῥιφήσονται ἐκ τῶν οἴκων τῆς τρυφῆς, τῶν σωμάτων δηλαδή, οἷς συν
col. 1087–1088page 19 of 70
PG 126:1087Λ ετρύφων. Ψυχὴ γὰρ, εὖ μὲν τοῦ σώματος ἔχοντος, καὶ τρυφῶντος, προστέτηκε τούτῳ· κακουμένου δε, ἐννοουμένου τήν τούτου φθοράν, αἰσχύνεται τοιαύτῃ φθορά συνεῖναι. Διὸ καὶ τὰ τοῦ προφήτου ἐρεῖ· Οίμοι! ὅτι ἡ παροικία μου ἐμακρύνθη· καὶ τὰ τοῦ Παύλου, Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ρύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τεύ του; Καὶ ὅταν δὲ μετασχηματιζόμενος ὁ Σατα νᾶς εἰς ἄγγελον φωτός, δοκεῖ συμβουλεύειν ἡμῖν τὰ χρηστὰ, ὡς καὶ τῇ Εὐπ, λόγους καλοὺς καὶ ὀρθοὺς ἐπιδείκνυται· ἀλλ' ἐὰν τὰ ἔμπροσθεν ίδωμεν, καὶ μὴ τοῖς παροῦσιν ἐναπομείνωμεν, ἐχθρὸν αὐτὸν ἐγ μεθα, ἐν ὅσῳ δοκεῖ εἰρηνεύειν μεθ' ἡμῶν. Ἐκδέρει γὰρ τὴν δορὰν καὶ τὴν νέκρωσιν, ἣν ἔσχομεν συνταφέντες τῷ Χριστῷ διὰ τοῦ βαπτίσματος, καὶ ἀραι ρεῖται ἡμῶν τὴν ἐλπίδα, ὅς ἐστι Χριστός, ἡ ἐλπὶς τῆς δόξης, ὃς συνέτριψε τὸν πόλεμον, καταργήσεις τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, καὶ εἰρηνοποιήσας τὰ πάντα, τὰ ἐν οὐρανῷ, καὶ ἐπὶ γῆς. Διὰ τοῦτο οὖν οἱ νῦν ἡγούμενοι ἡμῶν, αἱ ἀρχαὶ καὶ ἐξουσίαι του σκότους, ἐκ τῶν ἄνω μονῶν τοῦ παραδείσου τῆς τρυφής, ἣν ἐτρύφων πρὸ τοῦ ἀποστῆναι, ἀποῤῥιφήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον. Αρμόζει δὲ καὶ τῷ Ἰούδα τὸ, Οὐχ οἱ λόγοι αὐτοῦ ὀρθοὶ καὶ και λοὶ πεπόρευνται, καὶ τὰ ἑξῆς, τῷ λέγοντι· Ηδύ νατο γὰρ τοῦτο τὸ μῖρον πραθῆναι πολλοῦ, καὶ δοθῆναι πτωχοῖς· καὶ, Μήτι ἐγώ εἰμι, Ραββί; εἶτα κατέναντι τῆς εἰρήνης στάντι, ἧς κύριος ἄνθρωπος ἦν. Ἐγγίσατε ὄρεσιν αἰωνίοις· ἀνάστα, καὶ πο ρεύου, ὅτι οὐκ ἔστι σοι ἀνάπαυσις. Πρὸς τοὺς ἄρχοντας φησιν, ὅτι Ἐπειδὴ οὐκ ἠθελήσατε τους ἐμοὺς στέργειν νόμοις, καὶ τοῖς οἴκοις ὑμῶν ἐπαναπαύεσθαι, πορεύεσθε λοιπὸν ἐπὶ τὴν Βαβυλωνίων γῆν, καὶ ἐγγίσατε τοῖς ἐκείνων ὄρεσι, τοῖς 'Αραράτ & αἰώνια καλεῖ, ἢ διότι μακροὺς ἔμελλον ἐκεῖ χρό νους ἐνδιατρίψειν, ἢ ὅτι ἐξ αἰῶνος διαβόητα ἦν, δια τὸ τὴν κιβωτὸν ἐκεῖ καταπαῦσαι. Ἐν γὰρ τῇ παι τρώς ὑμῶν γῇ οὐκ ἔστι σοι τοῦ λοιποῦ ἀνάπαυσις. "Ενεκεν ἀκαθαρσίας διεφθάρητε φθορά Κατεδιώχθητε, μηδενός διώκοντος. Τὴν αἰτίαν ἐπάγει, ῃ δι᾿ ἣν ταῦτα πείσονται, καί φησιν, ὅτι Ενεκεν τῆς εννοουμένου, έννοουμένη. Τοῦ ἀνθρώπου τούτου,
col. 1089–1090page 20 of 70
PG 126:1089ἀκαθαρσίας, τῆς εἰδολωλατρείας, ἢ ἁπλῶς πάσης ἁμαρτίας, τῆς ἀκάθαρτον ποιούσης τὸν ταύτην μετιόντα, παρεδόθητε τῇ φθορᾷ ταύτῃ τῆς αἰχμα αλωσίας καὶ τοῦ θανάτου, καὶ αὐθαιρέτως αὐτοὶ ἑαυ τοῖς τὸν διωγμὸν ἐπηγάγετε, διὰ τοῦ πράττειν τὰ παροργίζοντά με. Ορη ἦσαν καὶ οἱ τὰ τοῦ νόμου διδάσκοντες, ἅτε ὑψοῦ τεταγμένοι, καὶ ἐπὶ τῆς Μωσέως καθέδρας, ἀλλὰ πρόσκαιρα βρη. Τοῖς οὖν τὰ τοιαῦτα ὄρη ζητοῦσί φησι νῦν τὸ Πνεῦμα· Ἐγ γίσατε τοῖς τοῦ Εὐαγγελίου διδασκάλοις, οἱ ὄρη εἰσὶν αἰώνια· ὁ γὰρ ἀποστείλας αὐτοὺς μαθητεῦσαι πάντα τὰ ἔθνη, ἐπηγγείλατο μετ᾿ αὐτῶν ἔσεσθαι ἄχρι τῆς συντελείας τοῦ αἰῶνος· καὶ τῆς βασιλείας δὲ αὐτοῦ οὐκ ἔσται τέλος. ᾿Ανάστητε ἀπὸ τοῦ τῇ σκιᾷ προσ καθῆσθαι, καὶ πορεύθητε, ὥστε περαιτέρω τοῦ γράμματος νοῆσαί τι. Ἐν τῷ νόμῳ γὰρ, φησίν, ἀνάπαυσις οὐκ ἔστι σοι. Ζυγὸς γὰρ ἦν, ἐν οὐδὲ οἱ πατέρες ηδυνήθησαν βαστάσαι, διότι ἐξ ἔργων νόμου οὐ δικαιοῦται πᾶσα σὰρξ, ἀλλ' ἐν Χριστῷ, τῷ δικαιοῦντι ἐκ πίστεως, καὶ τοὺς πεφορτισμένους ἀνα παύοντι. Ποῦ; Ἐπὶ ὕδατος ἀναπαύσεως, ἐν ᾧ βαπτιζόμενοι, τὸ τῶν ἁμαρτιῶν ἄχθος ἀποτιθέμεθα. Ἐπειδὴ δὲ ὁ ἄφρων τότε διαφθείρεται ἐν ἐπιτηδεύμασιν, ὅτε εἴπῃ· Οὐκ ἔστι Θεός· εἰκότως καὶ οἱ Ἰουδαῖοι, εἰπόντες, ὅτι οὐκ ἔστι Θεὸς ὁ Χριστὸς, καὶ διὰ τοῦτο ἀκάθαρτοι γεγονότες ἀπὸ τοῦ αἵματος αὐτ τοῦ, διεφθάρησαν φθορᾷ τῇ τε ψυχικῇ, καὶ ἑπομένως τῇ σωματικῇ, ὅτε αὐτοὶ ἑαυτοὺς ἐδίωκον στα σιάσαντες, ὡς Ιώσηπος ἱστορεῖ Ορη αιώνια και οἱ ἄγγελοι, οἷς ἐγγίζειν κελευόμεθα, ἀσάρκοις οὖσιν, ὀλιγόσαρκοι αὐτοὶ γινόμενοι. ᾿Ανάστηθι ἀπὸ τῆς ἁμαρτίας, καὶ πορεύθητι πρὸς τὸ καὶ ἀγαθόν τι ποιῆσαι· ἡ γὰρ ἁμαρτία ανάπαυσις οὐκ ἔστι σοι. Μήποτε δὲ ἐπειδὴ ἐν τῷ κόσμῳ θλίψιν ἔχει ὁ μαθη τῆς τοῦ Χριστοῦ, καὶ διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, παραινεῖ τῷ τοιούτῳ ὁ λόγος πορεύεσθαι, καὶ ἀεὶ κατατείνεσθαι προκόπτοντα ἐν τῷ καλῷ· οὐ γὰρ ἔστιν ἀνα παύεσθαι τὴν βαδίζοντα την τεθλιμμένην οδόν. Πᾶς μὲν οὖν ὁ ἁμαρτάνων φθείρεται· εἰς γὰρ τὸ μὴ ὂν χωρεῖ, τὴν κακίαν, ἀπὸ τοῦ ὄντος Θεοῦ καὶ τῆς ἀρετῆς. ᾿Αλλὰ τότε φθείρεται καταφθορά, ὅτε καὶ ἀκαθαρσίαν ἔχει, ἥτις ἐστὶν ὑψηλοφροσύνη. Ακάθαρ της γὰρ παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος, ὅταν τὸ κακὸν ποιῶν τὴν ἁμαρτίαν, ἔτι καὶ ἐγκαυχάται ταύτῃ· ὡς εἴ γε τὸ κακὸν ποιῶν, εἰς συναίσθησιν ἔρχεται, τάχα οὐ καταφθορᾷ φθείρεται, ἀλλὰ μετ τριώτερον. Διδάσκει τοίνυν ὁ λόγος τοὺς εἰς βάθος κακῶν ἐμπεσόντας, καὶ καταφρονοῦντας, ὅτι Ἐξ ἀκαθαρσίας, καὶ ὑψηλοφροσύνης, την παντελῆ δια φθορὰν ὑπέστητε. Ωστε εἰ βούλεσθε ἀπὸ τῆς φθο Μαρτυρεί, Τί τὸ ὂν μὲν ἀεὶ, γέ νεσιν δ᾽ οὐκ ἔχον, καὶ τί τὸ γιγνόμενον μὲν. ὃν δ' οὐδέποτε;
col. 1091–1092page 21 of 70
PG 126:1091Πνεύμα έστησε ψεῦδος, ἐστάλαξέ σοι εἰς οἶ νον καὶ μέθυσμα. Τὸ πονηρόν, φησί, πνεῦμα, τὸ ἐν τοῖς ψευδοπροφήταις ἐνεργοῦν, ἔστησέ σοι τῷ Ἰσραηλίτῃ λαῷ τὸ ψεῦδος ὡς παγίδα. Η, ὅτι Εδραῖον ἐν σοὶ τὸ ψεῦδος καὶ στερεὼν εἰργάσατο, καὶ ἐνεστάλαξέ σοι τὰς ψευδείς προφητείας εἰς οἶνον, τουτέστιν, εἰς τάξιν οίνου, ἐν οἷς εὐφραινόμενος, καὶ ἡδέως ταύτας λαμβάνων καὶ ἀπο δεχόμενος, ἐμεθύσης, καὶ παρηνέχθης του δέοντος. Εἰ δὲ οὐδεὶς ἐν Πνεύματι Θεοῦ λαλών, λέγει ἀνάθεμα Ἰησοῦν· πρόδηλον, ὅτι τοῖς Φαρισαίοις καὶ γραμματεῦσι, τοῖς λέγουσι τὸν Κύριον πλάνον καὶ δαιμονῶντα, καὶ ἀντίθεον, πνεῦμα πονηρὸν ἔστησε τὸ κατ' αὐτοῦ ψεῦδος, καὶ ἐνεστάλαξεν αὐτοῖς τοῦτο, ὥστε μεθύειν ἀπ' αὐτοῦ, καὶ τὰ τῶν παραφρονούν των καὶ λέγειν καὶ ποιεῖν, καὶ συκοφαντοῦντας αὐτ τὸν, καὶ σταυροῦντας. Καὶ ἐν ἡμῖν δὲ τὰς ψευδεῖς τοῦ βίου τούτου φαντασίας, ἄλλως ἀνυποστάτους ο ; ρᾶς ἐπανελθεῖν, καὶ ζῆσαι δικαιωθέντες, λέγετε τὰς ἁμαρτίας ὑμῶν πρῶτοι, ἵνα δικαιωθῆτε. β σα, τὸ τῆς πονηρίας πνεῦμα ἱπτᾷ, καὶ βάσιν αὐταῖς καὶ παγιότητα δίδωσι, καὶ ἐνσταλάζει ἡμῖν τὴν τούτων ἡδονὴν ὥσπερ οἶνον καὶ μέθυσμα, ὑπ' ἧς ἀστατοῦμεν, καὶ κραδαινόμεθα. ἄλλοτε εἰς ἄλλο είδος κακίας σφαλλόμενοι. Καὶ ἔσται ἐκ τῆς σταγόνος τοῦ λαοῦ τούτου συναγόμενος συναχθήσεται Ἰακώβ, σὺν πᾶσιν. Εκδεχόμενος ἐκδέξομαι τοὺς καταλοίπους του Ισραὴλ, ἐπιτοαυτό θήσομαι τὴν ἀποστροφὴν αὐτῶν. Η σταγών, φησίν, αὕτη του ψεύδους, εν ἐδέξατο ὁ λαός μου οὗτος, αἰτία ἔσται καὶ πρόξενος πᾶσι τοῦ συναχθῆναι εἰς μίαν αἰχμαλωσίαν. Καὶ τοὺς δόξαντας γὰρ καταλειφθῆναι, καὶ ἐκφυγείν, καὶ τούτους ἐκδέξομαι εἰς τὴν αὐτὴν τῆς αἰχμαλωσίας τάξιν, καὶ ὁμοῦ θήσομαι τὴν ἀποστροφὴν αὐ τῶν, ἤτοι ἐγκατάλειψιν· πάντας γὰρ τὰ ἶτα πια. σαντας, ἐπίσης καὶ ἀποστραφήσομαι. Καὶ ἐκ τῆς σταγόνος δὲ τοῦ αἵματος τοῦ Χριστοῦ, ἧς αἴτιος δ λαός, ὁ παραδοὺς αὐτὸν τοῖς λογχεύσασι στρα τιώταις, συναχθήσεται πᾶς ὁ ἐξ Ἰσραὴλ πιστεύσας, σὺν πᾶσι τοῖς ἔθνεσι, καὶ ἐκδέξομαι τὸ λείμμα, τὸ κατ' ἐκλογὴν τῆς χάριτος· οἵτινές εἰσιν οἱ καθ' ἑκάστους καιροὺς ἐξ Εβραίων ἐπιστρέφοντες, καὶ αποστροφὴ αὐτῶν, ἡ ἀπὸ τῆς σκιᾶς ἐπὶ τὴν ἀλή θειαν, ἐπιτοαυτὸ γενήσεται μετὰ τῶν ἐθνικῶν, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. Εῴκει οὖν ὁ Ἰσραὴλ γάλακτι, μᾶλλον δὲ πάντες ἄνθρωποι· αἱ δὲ σταγόνες τοῦ θείου αίματος, οἷον ἐπὸς γενόμενοι τούτῳ τῷ γάλακτι, συνήγαγον ὅλον τὸν κόσμον. Ο ταύτην τὴν σταγόνα ἐννοῶν, καὶ λογιζόμενος, ότι Προφήταις, Ταῦτα, Ένστ. ἡ μέθη τὴν τούτων ἡδονὴν, Λοχεύσασι,
col. 1093–1094page 22 of 70
PG 126:1093Θεὶς διὰ τὴν ἡμετέραν σωτηρίαν τὸ αἷμα ἐξέχεε, συναχθήσεται ἀπὸ τῆς περὶ τὸν κόσμον διαχύσεως καὶ διασπορᾶς, καὶ Ἰακὼβ ἔσται, πτερνίζων διὰ τῆς πρακτικῆς τὰ πάθη. Εἶτα προκύπτοντα ἐκδέξεται αὐτὸν ὁ Θεὸς, καὶ συντάξει τοῖς ἀξίοις Ἰσραὴλ ὀνομάζεσθαι καὶ εἰς τὸ θεωρητικὸν φθάσαι, καὶ τὴν ἀποστροφὴν αὐτῶν ἦν ἀπέστρεψαν τὰ τῇδε, ἐπιτοαυτὸ θήσεται, ἔνθα εὐφραινομένων πάντων ἡ κατοικία. Ὡς πρόβατα ἐν θλίψει, ὡς ποίμνια έν μέσῳ τῆς κοίτης αὐτῶν ἐξαλοῦνται ἐξ ἀνθρώπων. Μονονουχί ὑπ' ὄψιν παριστᾷ τὰ συμβησόμενα, και φησιν, ὅτι ὥσπερ πρόβατα ἡσυχῆ κοιταζόμενα, ἐπηνίκα θλίψις αὐτοῖς ἐπέλθοι, λύκου ἐπιδραμόντος, πηδῶτι φεύγοντα, καὶ οὕτω σωτηρίαν ἑαυτοῖς περι ποιούμενα· οὕτω καὶ οἱ Ἰσραηλῖται ἐξαλοῦνται ἐξ ἀνθρώπων, τουτέστι τῶν Βαβυλωνίων. Εκπηδή σουσι γὰρ πρὸς τὸ ἀποφυγείν τούτους. 'Ανάβηθι διὰ τῆς διακοπῆς πρὸ προσώπου αὐτῶν· διέκοψαν καὶ διῆλθον πύλην, καὶ ἐξ ἦλθον δι' αὐτῆς, καὶ ἐξῆλθεν ὁ βασιλεὺς πρὸ προσώπου αὐτῶν. ῾Ο δὲ Κύριος ἡγήσεται αὐτ των Μονονουχὶ τῷ Βαβυλωνίῳ ἐπιφωνεῖ· Ανά βηθι διὰ τῆς διακοπῆς τοῦ τείχους, ἣν διέκοψαν οι στρατιῶταί σου ἀπὸ προσώπου αὐτῶν, τουτέστι τῶν Ισραηλιτῶν· καὶ διακόψαντες διήρχοντο καὶ ἐξω ήρχοντο, μηδένα δεδοικότες· καὶ ὁ βασιλεὺς αὐτῶν, δηλαδὴ Βαβυλωνίων, ἐξῆλθε προ προσώπου τῶν Ἰουδαίων, ὅτε πρὸς Σεδεκίαν ἐδικαιολογήσαντο. Εξ χον δὲ οὗτοι τὸν Θεὸν ἡγούμενον αὐτῶν, καὶ παρα διδόντα αὐταῖς τοὺς Ἰουδαίους, τουτέστιν, ὑποχειρίους διδόντα αὐτοῖς τοὺς Ἰουδαίους. Η καὶ οὕτως Ἐπειδὴ ἰδὼν Σεδεκίας τὴν πόλιν ἁλισκομένην, δι ἔκοψε τὴν πρὸς τοῖς βασιλείοις πύλην, καὶ ἔφυγεν, ὡσαύτως δὲ καὶ ἄλλοι πολλοὶ ἐποίησαν· μονονουχί τῷ Σεδεκίᾳ προσφωνεῖ ὁ προφήτης· Ανάβηθι διὰ τῆς διακοπῆς, καὶ φύγε. Εἶτα καὶ περὶ τῶν ἄλλων λέγει, ὅτι διέκοψαν καὶ οἱ λοιποὶ πρὸ προσώπου τῶν Βαβυλωνίων, τουτέστιν, ἤδη τῆς πόλεως ἁλούσης, καὶ τῶν πολεμίων ἐν χερσὶν αὐτοὺς ἐχόντων. Ἐνταῦθα δὲ καὶ εἰς ἀνοησίαν αὐτοὺς σκώπτει, οι γε ἤλπισαν τότε διαφυγεῖν· οὕτως ἦσαν ἀνόητοι καὶ μεθύοντες ὄντως ἀπὸ τῆς σταγόνος, ἣν ἀνωτέρω εἶπε. Καὶ ὁ βασιλεὺς δὲ, φησίν, αὐτῶν Σεδεκίας τὸ αὐτὸ ἐποίησεν ἀπὸ τῆς αὐτῆς ἀνοησίας, πρὸ προσ ώπου των Βαβυλωνίων φεύγων, ὅθεν δὴ καὶ ἑάλω. Πόθεν δὲ ταῦτα ἐποίουν; ᾿Απὸ θεομηνίας. Ο γὰρ Κύριος ἡγεῖτο αὐτῶν, εἰς τὸ ταῦτα ποιεῖν, προδιδοὺς αὐτοὺς τοῖς πολεμίοι:. Οὕτω καὶ τῶν Κυριοκτόνων προηγεῖτο, εἰς τὸ ἐκεῖνα ποιεῖν, & τοῖς Ρωμαίοις αὐτοὺς παρέδωκαν· αἰνίττεται δὲ ὅτι καὶ ἐν τῇ θλίψει, τῇ ὑπὸ Ῥωμαίων, πολλοὶ τῶν Ἰου δαίων ἐξαλοῦνται μὲν, καὶ ἀποπηδήσουσι τῶν πλα νώντων αὐτοὺς ἀνθρώπων, τῶν νομοδιδασκάλων· ἐκ Διὰ τῆς πράξεως, Τοῖς υἱοῖς Ἰσραὴλ ὀνομάζεσθαι, Ποιμήν, Κοπῆς, ὁ δὲ Κύριος ἡγή σεται αὐτῶν. Τῆς Ἱερουσαλήμ, Εἰς τοσαῦτα,
col. 1095–1096page 23 of 70
PG 126:1095τῆς κοίτης δὲ αὐτῶν καὶ τῆς ἐν τῷ νόμῳ ἀναπαύσεως αναστήσονται. Εἶτα ἐπιφωνεῖ παντὶ τῷ τοιούτῳ· 'Ανάβηθι διὰ τῆς διακοπής, τουτέστι, τῆς εὐαγγελικῆς χάριτος ἢ τὸν φραγμὸν τοῦ νόμου διέκοψεν· ὑψηλότερα φρόνησον, μὴ κάτω ίστασο. Οἱ ἀπόστολοι γὰρ πρὸ προσώπου τῶν Ἰουδαίων διῆλθον την πύλην την στενήν, δερόμενοι ὑπ' αὐτῶν, καὶ φυλακιζόμενοι, καὶ λιθοβολούμενοι ὡς ὁ Στέ φανος· καὶ μαχαίραις ἀναιρούμενοι, ὡς ὁ Ἰάκω ος· καὶ τὴν θύραν δὲ διῆλθον, καὶ εἰσῆλθον, ὅπου αὕτη παραπέμπει, περι ἧς ὁ Χριστὸς ἔλεγεν Εγώ εἰμι ἡ θύρα· δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομήν εὑρήσει. Ος καὶ Βασιλεὺς αὐτῶν καὶ Κύριος ών, πρὸ προσώπου αὐτῶν ἡγεῖτο, ὡς ποιμὴν ἔμπροσθεν τῶν αὐτοῦ προβάτων πορευόμενος. Καὶ πάντες δὲ οἱ κατὰ Χριστὸν ζῶντες, διωκόμενοι, ὡς πρόβατα τὰς θλίψεις δέχονται, οὐκ ἐρίζοντες, οὐδὲ κραυγά. ζοντες, ἀλλὰ καὶ ἐκ τῶν ἀνθρώπων φεύγουσιν. 'Ω, γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, οὐρανίων γενομένων καὶ θεῶν, οὗτοι οὐδὲν κοινὸν ἔχουσι πρός τούτους, οἷς λέγεται· Ὑμεῖς δὲ, ὡς ἄνθρωποι, ἀποθνήσκετε. Οἱ τοιοῦτοι καὶ πᾶσαν σχέσιν διακόψαντες σαρκικήν, διὰ τῆς μαχαίρας, ἣν ἦλθε Κύριος βαλεῖν ἐπὶ τὴν γῆν, οὕτως ἀναβαίνουσι τὴν θείαν ἀνάβασιν, καὶ διέρχονται τὴν πύλην τὴν στενὴν, καὶ ἐξω έρχονται δι' αὐτῆς ἐκ τοῦ κόσμου τούτου, διότι καὶ ὁ βασιλεὺς αὐτῶν ἐξῆλθε πρὸ προσώπου αὐτῶν. ὑπόδειγμα δοὺς ἑαυτόν· ἵν᾿ ὥσπερ ἐκεῖνος ἔπαθεν έξω τῆς πύλης τῆς Ἱερουσαλήμ οὕτω καὶ ἡμεῖς ποιῶμεν, καὶ ἐξέλθωμεν ἔξω τῆς τοῦ κόσμου πύλης, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες, ὅς ἐστιν ὁ σταυρός, τὸ καύχημα ἡμῶν. ΚΕΦΑΛ. Γ'. Καὶ ἐρεῖ Ακούσατε δὴ ταῦτα, ἀρχαὶ οἶκου Ἰακώβ, καὶ οἱ κατάλοιποι οίκου Ισραήλ, οὐχ ὑμῖν ἐστι τοῦ γνῶναι τὸ κρῖμα; Μισοῦντες τὰ καλὰ, καὶ ζητοῦντες τὰ πονηρὰ, ἁρπάζοντες τα δέρματα αὐτῶν ἀπ' αὐτῶν, καὶ τὰς σάρκας αὐτῶν ἀπὸ τῶν ὀστέων αὐτῶν. "Ον τρόπον κατ ἔφαγον τὰς σάρκας τοῦ λαοῦ μου, καὶ τὰ δέρ ματα αὐτῶν ἀπ' αὐτῶν ἐξέδειραν, καὶ τὰ ὀστᾶ αὐτῶν συνέθλασαν καὶ ἐμέλισαν, ὡς σάρκας εἰς λέβητας, καὶ ὡς κρέα εἰς χύτρας· οὕτως Ει κεκράξονται πρὸς Κύριον, καὶ οὐκ εισακούσε Επαναπαύσεως, ται αὐτῶν, καὶ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπ' αὐτῶν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἀνθ' ὧν ἐπονηρεύσαντο ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. Εἶπεν, ὅτι ὁ Κύριος ἡγήσεται αὐτῶν, ἡγουν, τῶν Βαβυλωνίων, εἰς τὴν πόλιν εἰσερχομένων, ἢ τῶν Ἰσραηλι τῶν φευγόντων. Οὗτος οὖν ἐρεῖ πρὸς τοὺς ἄρχοντα; Ἰακώβ, ἀκουόντων καὶ τῶν καταλοίπων του Της σωστικῆς χάριτος, Λιθολευστούμενοι, Ἐκεῖνος ἔξω τῆς πόλεως ἔπαθε τῆς Ἱερουσαλὴμ, Βιν. Τοῦ γνωρίσαι,
col. 1097–1098page 24 of 70
PG 126:1097Ἰσραήλ, τουτέστι, τῶν πενεστέρων παντὸς τοῦ Ἰσραηλιτικού γένους, τοῦ δωδεκαφύλου. "Η ἄρχοντας Ἰακώβ νοούντων ἡμῶν τοὺς ἐν Ἱερουσαλήμ, καταλοίπους Ἰσραὴλ ἀκουστέον τοὺς ὑπολειφθέντας ἐκ τῶν αἰχμαλωτισθεισῶν δέκα φυλῶν. Καὶ μὴ θαυ μάτῃς, εἰ ἐν ἀρχῇ μὲν Ἰακὼβ ὀνομάζει τὰς δέκα φυλάς· Ἰσραὴλ δὲ, τὰς δύο· νυνὶ δὲ ἡμεῖς τοὐναντίον, Ἰακώβ μὲν, τοὺς ἐν Ἱερουσαλήμ· Ἰσραὴλ δὲ, τὰς δέκα φυλὰς ἐκδεχόμεθα. Μάλιστα μὲν γὰρ ἀδιαφόρως νῦν ἐχρήσατο τοῖς ὀνόμασιν· ἔπειτα, τὰς μὲν δύο φυλὰς νῦν Ἰακὼβ ὀνομάζει, τὸ φυσικὸν δὴ λέγω καὶ ὑποδεέστερον ὄνομα, ἰδὼν αὐτοὺς εἰς κακίαν προκόψαντας· τοὺς δὲ καταλοίπους τῶν ἐκ Σαμαρείας αἰχμαλωτισθέντων Ἰσραὴλ καλεῖ, ἐντρέπων μᾶλλον αὐτοὺς ἀπὸ τοῦ τοιούτου ὀνόματος. εἴ γε προπάτορος γεγονότες οὕτω θεοφιλούς, ὥστε καὶ τοιαύτης ἀξιωθῆναι κλήσεως, τοσοῦτον αὐτοῦ ἀπελείφθησαν. Πρὸς μὲν οὖν τοὺς ἄρχοντας διαλέγεται, ὡς ἐνόχους οἷς ἐρεῖ· πρὸς δὲ τοὺς πενεστέρους, ἢ ὡς μάρτυρας ἐσομένους, ἢ ὡς καὶ αὐτοὺς διαστρεφομένους ὑπὸ τῶν ἀρχόντων, καὶ δεομένους διορ θώσεως, ἧς ἔμελλον τυχεῖν ἐν τῷ ἐκείνους ἐλέγχεσθαι. Ερωτήσει οὖν, φησί, τοὺς ἄρχοντας· Οὐχ ὑμεῖς ἐτάχθητε εἰς τὸ γινώσκειν τὸ κρῖμα, τουτέστι τὴν τοῦ δικαίου διανομήν, ὥστε πᾶσι δικαίως κρί νειν; Πῶς οὖν οἱ καὶ τοῖς ἄλλοις ἐφείλοντες τοῦτο ἀποδεικνύναι, αὐτοὶ ἐμισεῖτε τὰ καλὰ, καὶ ἐζητεῖτε τὰ πονηρὰ, θερμῶς περὶ αὐτὰ διακείμενοι, και την σαύτῃ πλεονεξίᾳ κατὰ τῶν πενήτων ἐκέχρησθε, ὥστε πάντων αὐτοὺς τῶν ὑπαρχόντων γυμνοῦν, καὶ πᾶσαν δύναμιν αὐτῶν περικόπτειν; Ἐδήλωσε γὰρ, τὴν μὲν τῶν ἔξωθεν ὑπαρχόντων ἀφαίρεσιν, διὰ τῆς τῶν δερμάτων ἁρπαγῆς· τὴν δὲ τῆς δυνάμεως περιαίρεσιν, διὰ τοῦ σαρκῶν καὶ ὀστέων μνημονεύσαι μελιζομένων καὶ συνθλωμένων. Ταῦτα τοίνυν τολ μήσαντες, κἂν μυριάκις τὴν παρ' ἐμοῦ συμμαχίαν αἰτήσητε, οὐδεμιᾶς ἐπικουρίας ἀπολαύσετε. Ταῦτα καιρὸν ἔχει καὶ πρὸς πάντα λέγεσθαι ἄρχοντα, ἀνελεήμονά τε καὶ ἄδικον. Αρπάζει μὲν οὖν τὰ δέρματα ὁ τὰ ἔξωθεν χρήματα τῶν ὑπὸ χεῖρα ἀφαιρούμενος· τὰς δὲ σάρκας ἀπὸ τῶν ὀστέων, δ καὶ λιμὸν ἐπισκευάζων αὐτοῖς διὰ τοῦ καὶ τῶν ἀναγκαίων ἀποστερεῖν· συνθλᾷ δὲ τὰ ὀστᾶ ὁ καὶ πᾶσαν ἀφορμὴν βίου καὶ πόρον περιαιρῶν, ὥστε μηδὲ δύνασθαι κτήσασθαί ποτέ τι τῶν πρὸς τὸ ζῆν ἀρκούντων μελίζει δὲ τὰς σάρκας εἰς λέβητα δ καὶ τὰ λεπτὰ καὶ μικροπρεπῆ λήμματα συνάγων εἰς ἑαυτὸν, ὥσπερ λέβητά τινα, τῷ πυρὶ τῆς πλεονεξίας ὑποκαιόμενον. Καὶ οἱ ἐπὶ Χριστοῦ δὲ νομο διδάσκαλοι, τὰ δέρματα τοῦ λαοῦ ἐξέδερον, τάχα μὲν καὶ ὃν εἴρηται τρόπον, τάχα δὲ καὶ ὡς ἐκδύοντες αὐτοὺς τὴν ἔξωθεν εὐσχημοσύνην, καὶ μὴ κατὰ Παῦλον διδάσκοντες, πάντα εὐσχημόνως καὶ κατά τάξιν ποιεῖν, καὶ ὡς τέκνα φωτός περιπατείν. Κατ ἤσθιον δὲ τὰς σάρκας αὐτῶν, ἴσως μὲν καὶ ὡς Διὰ τῶν σαρκικῶν ὀστέων,
col. 1099–1100page 25 of 70
PG 126:1099σκληρῶς αὐτοῖς περὶ τὰ οἰκεία Εργα χρώμενοι, καὶ κατατείνοντες αὐτοὺς ἐν ταῖς ἐργασίαις· ἴσως δὲ καὶ ὡς διδάσκοντες αὐτοὺς σαρκικῶς, ἀλλὰ μὴ πνευ ματικῶς τὸν νόμον ἐκδέχεσθαι, καὶ βρῶμα ἔχοντες τὴν τοιαύτην διδασκαλίαν. Ὡς γὰρ τῷ Κυρίῳ βρωμά ἐστι τὸ ποιεῖν τὸ θέλημα τοῦ ἐν οὐρανοῖς Πατρός, οὕτως ἐκεῖνοι ἐσθίειν ἂν νοηθείεν τὰς σάρκας τοῦ λαοῦ, τὸ πρὸς τὴν ἐν γράμματι ἐκδοχὴν τοῦ νόμου σαρκικόν φημι φρόνημα. Συνέθλων δὲ καὶ τὰ ὀστᾶ, τὰς τῆς ψυχῆς δηλαδή στερράς δυνάμεις, καὶ εἰς τὰς παραδόσεις αὐτῶν, καὶ τὰ ἐντάλματα τὰ ἀνθρώπινα, διέσπων αὐτοὺς καὶ διεμέλιζον, δ καὶ οἱ αἱρετικοί ποιοῦσι, τὰ μέλη διασπώντες τοῦ τῆς Ἐκκλησίας σώματος. Τάδε λέγει Κύριος ἐπὶ τοὺς προφήτας, τοὺς πλανώντας τὸν λαόν μου, τοὺς δάκνοντας ἐν τοῖς ὁδοῦσιν αὐτῶν. Τοῖς ἄρχουσιν ἀπειλήσας, ἐπὶ τοὺς προφήτας μεταφέρει τὸν λόγον, καί φησιν, ὅτι ψευδή χρησμολογοῦντες οἱ τῆς ἀπάτης προφῆται, καὶ δοκοῦντε; οιονεί καταφιλεῖν τὸν λαὸν διὰ τῆς κολακείας, ἔδακνον ἀληθῶς διὰ τοῦ τὰ ἐπιβλαβή προφητεύειν Καὶ πῶς, ἄκουε Καὶ κηρύσσοντας εἰρήνην ἐπ' αὐτὸν, καὶ οὐκ ἐδόθη εἰς τὸ στόμα αὐτῶν. Ἡγίασας ἐπ' αὐτὸν πόλεμον. Οἱ μὲν ἐμοὶ προφῆται, φησί, τῷ λαῷ συμφορὰς καὶ πολέμους προὔλεγον, ἐπαχθη σομένους αὐτοῖς, ὡς ἁμαρτάνουσιν· οἱ δὲ ψευδα μάντεις, τἀναντία ἐκείνοις φθεγγόμενοι, διεβι βαιοῦντο τῷ λαῷ, ὅτι ἐν εἰρήνῃ καταβιώσεται, ὡς μηδὲν δῆθεν ἁμαρτάνων. Τοὺς δὲ τοιούτους λόγους οὐκ ἐγὼ ἔδωκα εἰς τὸ ἀκάθαρτον αὐτῶν στόμα· διὸ ἡγίασαν, τουτέστιν, ἀφώρισαν πόλεμον ἐπὶ τὸν λαόν. Διὰ γὰρ τοῦ εἰρήνην καταγγέλλειν, μὴ ἐάσαντε; αὐτὸν μεταμεληθῆναι ἐπὶ ταῖς ἁμαρτίαις, καὶ ἀπο στρέψαι τὴν θείαν ὀργὴν, πρόξενοι τῶν ἐκ πολέμων κακῶν αὐτῷ γεγόνασιν. 'Αγίαζει πόλεμον καὶ πας διδάσκαλος, ὁ τὰ ἔργα τοῖς λόγοις πολεμοῦντα δεικνύς, οἷοι οἱ Φαρισαῖοι, δεσμεύοντες φορτία βαρέα και δυσβάστακτα, καὶ τῷ δακτύλῳ αὐτῶν μὲ κινοῦντες αὐτά· πρὸς οὓς καὶ Παῦλος, Διδάσκων, φησί, μὴ κλέπτειν, κλέπτεις. Ο τοιοῦτος διδάσκε λος τοὺς νοητοὺς πολεμίους φέρει κατὰ τῶν ἀπ' αὐτοῦ διδασκομένων ὡς ὑπὸ τῶν ἔργων αυτ τοῦ διαστρεφομένων. Διὰ τοῦτο νὺξ ὑμῖν ἐστιν ἐξ δράσεως, καὶ σκοτία ἔσται ὑμῖν ἐκ μαντείας. Σκοτίαν, καὶ τὴν νύκτα, τὴν τῶν θλιβερών επέλευσιν δηλοῖ, ἦτις ἐπεγένετο αὐτοῖς, διότι ἔλεγον δράσεις θείας ἐμαν ψευδόμενοι, καὶ ἐμαντεύοντο, ἃ οὐκ ἐδίδον αὐτοῖς ὁ Θεός. Διὰ γοῦν τὴν ὅρασιν καὶ τὴν μαντείαν, ταῦτα αὐτοῖς ἐπῆλθε. Καὶ δύσεται ἥλιος ἐπὶ τοὺς προφήτας, καὶ συσκοτάσει ἐπ' αὐτοὺς ἡ ἡμέρα. Υμείς, Εδόκουν ἀληθῶς διὰ ταῦτα ἐπιβλαβή προ φητεύειν, Εδόλωσεν, Καὶ τὰ τῶν ὑπ' αὐτῶν διδασκ., Αὐτῶν, Συκοφαντήσει,
col. 1101–1102page 26 of 70
PG 126:1101ΓΙΟΣ φησίν, οἱ λέγοντες δράσεις εἰρηνικὰς βλέπειν, καὶ μαντευόμενοι πάντα τὰ ἀγαθά, τοσούτοις κακοῖς περισχεθήσεσθε, ὥστε καὶ τὸν ἥλιον δοκεῖν δύναι ὑμῖν, καὶ συσκοτάσαι τὴν ἡμέραν. Τοῦτο δὲ πά σχουσιν οἱ ὑπερβολικοῖς περιπεσόντες κακοῖς, καὶ ὑπὸ τῆς λύπης καὶ τῆς ἀθυμίας συγχεόμενοι καὶ σκοτούμενοι. "Η και, ὅτι Φεύγοντες τοὺς πολεμίους, ἐν σκότει διάξετε· ἀλλὰ καὶ τοὺς ἄλλους ἀνθρώ τους ἀποκρυπτόμενοι, ἵνα μὴ ὀνειδίζησθε ὡς πλάνοι. Ἐπιφέρει οὖν Καὶ καταισχυνθήσονται οἱ ὁρῶντες τὰ ἐνύπνια, καὶ καταγελασθήσονται οἱ μάντεις, καὶ καταλαλήσουσι κατ' αὐτῶν πάντες αὐτοὶ· διότι οὐκ ἔστιν ὁ ἐπακούων αὐτῶν Τοσοῦτον, φησίν, περιφανής καὶ ἔκδηλος ἔσται ἡ ἀπάτη ὑμῶν, ὥστε καταγελάζονται ὑμῶν, ὡς προδήλως ψευδομένων· καὶ οὐ μόνον καταγελάσονται πάντες, καὶ αὐτοὶ οἱ ὑμῖν πρώην, ὡς θείοις τισὶ, προσέχοντες (ἐμφαντικὸν γὰρ τὸ, Αὐτοὶ), ἀλλὰ καὶ καταλαλή σουσιν, ἄνω τε καὶ κάτω τὰ ὑμέτερα περιφέροντες, κατηγορήσουσι τῆς ὑμετέρας κακοηθείας. Πάντες δὲ τοῦτο ποιήσουσιν· οὐδεὶς γὰρ ὑπελείφθη, ἐπ ακούων ὑμῶν· καὶ διὰ τοῦτο ἐν σκοτίᾳ ἔσεσθε, καὶ ήλιος δύσεται ὑμῖν, ὡς ἐγκαλυπτομένοις, καὶ μὴ φέρουσιν ὁρᾶσθαι, ἢ ὁρᾷν. Καὶ ἄλλως δὲ, πᾶς ὁ τὰ ψευδῆ καὶ ὁρῶν, καὶ λέγων, τὸν ἥλιον Χριστὸν οὐκ ἔχει, ἐπιφαίνοντα αὐτῷ, ὅς ἐστιν ἡ ἀλήθεια, ἀλλ᾽ ἐν σκότει διαπορεύεται. Ο γὰρ τὰ φαῦλα πράττων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς. Προ εφήτευσε καὶ Καϊάφας, ἀλλὰ σκοτία ἦν ἐπ' αὐτὸν, καὶ ὁ ἥλιος ἔδυ, εἴτε ὁ νοητός, ὡς προαπεδόθη, εἴτε ὁ αἰσθητός, ὅτε ἐν τῷ σταυρῷ τὰ σημεῖα ἐγένοντο καὶ συνεσκότασεν ἡ ἡμέρα εἰς κατάκρισιν αὐτοῦ, καὶ τῶν σὺν αὐτῷ Ἐὰν μὴ ἐγὼ ἐμπλήσω ἰσχὺν ἐν Πνεύματι Κυρίου, καὶ κρίματος, καὶ δυναστείας, τοῦ ἀπαγγεῖλαι τῷ Ἰακὼβ ἀσεβείας αὐτοῦ, καὶ τῷ Ἰσραὴλ ἁμαρτίας αὐτοῦ. Τὰ μὲν τῶν ψευδοπρο. φητῶν, φησί, τοιαῦτα· ἐγὼ δὲ ὁ Μιχαίας, οὐχ οὕτως οὐδὲ κολακεύσω τὸν λαὸν, καὶ ἀποπλανήσω, ἀλλὰ ἐμπλήσω ἰσχύν, τουτέστι, πληρεστάτην δύναμιν ἀναλήψομαι ἐν Πνεύματι Κυρίου, οὐκ ἐν πνεύματι δαιμονιώδει καὶ πλάνῳ. Τὸ δὲ τοιοῦτον Πνεῦμα κρίματός ἐστι, διότι κεκριμένα καὶ δίκαια ἀποφθέγ ξομαι, δικαιολογούμενοι πρὸς τοὺς ἀσεβοῦντας καὶ δυνάστας, διότι οὐ καταπτήξω, ἀλλὰ παῤῥησιάσομαι, ὥστε ἀπαγγείλαι τῷ Ἰακὼβ τὰς ἀσεβείας αὐτοῦ, ἡ ταῖς δέκα φυλαῖς, ὡς ἐν καὶ ἀρχῇ ταύτας Καταλαλήσουσιν αὐτῶν, Διότι οὐκ ἔστιν ὁ ἐπακούων αὐτῶν. Κατ' αὐτόν, Αισχύνην, δικαιολογούμενος.
col. 1103–1104page 27 of 70
PG 126:1103ἡ ὠνόμασεν, ἢ ταῖς δυσὶν, ὡς πρὸ μικροῦ εἴπομεν καὶ τῷ Ἰσραὴλ τὰς ἁμαρτίας αὐτοῦ, ἡ τοῖς ἐπ Σαμαρείας ὑπολοίποις· καὶ περὶ τούτου δὲ εἴρηται ἀνωτέρω. Τοιοῦτον εἶναι δεῖ πάντα τὸν ἐλέγχοντα, ἵνα μήτε άκριτα φθέγγηται, μήτε ἀδύνατα και ἀπαῤῥησίαστα· ὥστε ἀπειλαῖς, ἢ θλίψεσιν, ὑποκα τακλίνεσθα Ακούσατε ταῦτα, οἱ ἡγεύμενοι οίκου Ιακώβ, καὶ οἱ κατάλοιποι οίκου Ισραήλ. Φαίνεται μὲν ταυτολογῶν ὁ προφήτης, καὶ δοκεῖ περιττός· ἔσθε μέντοι, ὅτι εἰ καὶ ἐν τοῖς τῶν βιβλίων συντάγμασιν συναπτὸς ὁ τῶν προφητῶν λόγος φαίνεται, ἀλλ᾽ οὖν κατ' ἄλλους καὶ ἄλλους καιροὺς αἱ προφητείαι ἐγίνοντο· καὶ συνέβαινέ τινας τὰ αὐτὰ νοσούντας τῶν αὐτῶν δεῖσθαι φαρμάκων. Δι' καὶ ἐλέγοντο πρὸς τούτους, & καὶ πρός τινας ἑτέρους διελέχθησαν Εἶτα συνηρμόσθησαν ἅπαντα, καὶ διὰ τοῦτο δοκοῦσι πολλὰ τῶν λεγομένων είναι πιο ριττά. Οι βδελυσσόμενοι κρίμα, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες. Τὸ κρίνειν ἐμπιστευθέντες, φησίν, οὐ μόνον τὸ κρῖμα, τουτέστι, τὴν δικαιοκρισίαν ἐβδελύσσεσθε, ἀλλὰ καὶ πάντα τὰ ὀρθὰ διεστρέφετε, δ κακίας ὑπερβαλλούσης ἐστίν. "Ωσπερ γὰρ ἄριστον, τὸ μὴ μόνον τὸ κακὸν βδελύττεσθαι, ἀλλὰ καὶ τὸ ὀρθὸν στρεβλοῦν, ὅ ποιοῦσιν οἱ οὐ μόνον οὐκ ἐξάγοντες αὐτοὶ κρίσεις ὀρθὰς, ἀλλὰ καὶ τὰς παρ' ἄλλῳ εξενεχθείσας διαστρέφοντες. Οι οικοδομοῦντες Σιὼν ἐν αἵμασι, καὶ ῾Ιερουσαλὴμ ἐν ἀδικίαις. Ετέθητε μὲν, φησίν, οἷόν τις νες οἰκοδόμοι τῆς Σιὼν καὶ τῆς Ἱερουσαλήμ καὶ πᾶς γὰρ ἄρχων, οἰκοδόμος· τὰ μὲν ἐγείρων πτωθέντα, τὰ δὲ καινίζων τῶν πραγμάτων, πρὸς τὸ εὐπρεπὲς τῆς πολιτείας καὶ μόνιμον ἀλλ' ὑμεῖς γε, ἐν αἷμασι καὶ φόνοις ἀδίκοις πολιτευόμενοι, τοιαύτην οἰκοδομίαν, ήτοι πολιτείαν κατεστήσασθε, αἱμάτων καὶ ἀδι κιῶν γέμουσαν. ᾠκοδόμουν Σιὼν ἐν αἵμασιν οἱ τοῖς τῶν προφητῶν φόνοις καὶ τὸν τοῦ Κυρίου προσθέντες, ὃν λίθον ἔντιμον ὄντα οἱ κακοὶ οὗτοι οικοδόμοι ἀπεδοκίμασαν. 'Αλλ' ἐτέθη εἰς κεφαλὴν γωνίας, συν άπτων τους δύο λαούς, τόν τε ἐθνικὸν, καὶ τὸν Ἰσραηλιτικὸν, καὶ τὴν ἀνθρωπίνην φύσιν τῇ θείᾳ, καὶ ὅλως τὰ ἄνω τοῖς κάτω. ᾠκοδόμουν καὶ ἐν ἀδικίας τὴν Ἱερουσαλὴμ οἱ αὐτοὶ, οἳ τὸν εὐεργετοῦντα, καὶ δίκαιον, καὶ πᾶσαν νόσον ιώμενον, σταυρῷ ἡτίμησαν, καὶ ᾤοντο, ὅτι οἰκοδομία ἐστὶ τοῦτο τῆς Ἱερουσαλὴμ καὶ σύστασις. Εἰ γὰρ ζῇ, φησὶν, ἐλεύσονται οἱ 'Ρωμαῖοι, καὶ ἀροῦσι τὴν πόλιν ἡμῶν. Εἰ δὲ ἔκα στο; ἡμῶν ἔχει Σιὼν ἐν ἑαυτῷ, τὸ τοῦ νοῦ σκοπευ ὥστε ἀπειλαῖς, ἢ θλίψεσιν ὑποκατακλίνεσθαι, Οἱ προφῆται, Προελέχθησαν, Γόνιμον,
col. 1105–1106page 28 of 70
PG 126:1105τήριον, καὶ Ἱερουσαλήμ, τὴν ὅρασιν τῆς εἰρήνης· & δράτω, μήπως, σάρκας καὶ αἵματα επιστοιβάζων τῷ νοῖ, καὶ ἀδικῶν τὸ κρεῖττον ἐν τῷ τὸ χεῖρον ἐπανισταν κατ' αὐτοῦ, κακὸς οἰκοδόμος κληθῇ, δε σμωτήριον οἰκοδομῶν καὶ ἐγκλειστήριον. Αλλὰ καὶ οἱ αἱρετικοὶ αἷματα ψυχῶν ἐκχέοντες, καὶ ἀδικοῦν τῆς τὴν ἀλήθειαν, οἰκοδομεῖν δοκοῦσι τὴν καθ᾿ ἡμᾶς Σιών. Οι ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν Κύριον ἐπανεπαύοντο, λέγοντες· Οὐχι Κύριος ἐν ἡμῖν ἔστι; καὶ οὐ μὴ ἐπέλθῃ ἐφ' ἡμᾶς κικά. Πανταχοῦ τῆς Γραφῆς ἡ δωροδοκία κατ ηγορείται, οὐκ ἐπὶ τῶν ἐπὶ δώροις παρανομούντων μόνον, ἀλλὰ καὶ ὅταν τις καὶ ἐπ' αὐτῷ τῷ δίκαια κρίνειν δῶρα λαμβάνει. Οὕτω καὶ Δαβὶδ ἐπαι νεῖ τινα, ὡς μὴ δῶρα ἐπ' ἀθώοις λαβόντα. Ἱερεῖς δὲ ἀκούων καὶ προφήτας, τους ψευδείς νόει και δαιμονιώδεις. Καὶ τὸ δεινότερον, φησίν, ὅτι τοιαῦτα ποιοῦντες, διετείνοντο τὸν Θεὸν τούτοις ἀρέσκεσθαι, λέγοντες· Οὐχὶ Κύριος ἐν ἡμῖν ἐστι; Τί γὰρ και κλν, φησί, ποιοῦμεν; Διὸ κακά, τουτέστι, κακώσεις καὶ θλίψεις, οὐ μὴ ἔλθωσιν ἐφ' ἡμᾶς. Τοιοῦτόν τι καὶ Δαβὶδ λέγει· Ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος. Ταῦτα καὶ κριταὶ καὶ ἱερεῖς ἀκουέτωσαν, καὶ δράτωσαν τίσι συντάσσονται, εἰ τὰ αὐτὰ μετίασι. Τί δέ ἐστι τὸ, Ἐπὶ τὸν Κύριον ἐπανεπαύοντο; Ἐπήλπιζον, ἐπάρξουν, οὐ προσεδόκων όργήν πία ἀπ' αὐτοῦ. Διὰ τοῦτο δι' ὑμᾶς Σιών ὡς ἀγρὸς ἀροτριωθήσεται, καὶ Ἱερουσαλὴμ οπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ. Τοσαύτη, φησί, διὰ τὰς τοιαύτας ὑμῶν πράξεις ἐρημία τὴν πολυ θρύλλητον ταύτην καταλήψεται πόλιν, ὥστε, μηδενὸς ὄντος τοῦ κατοικοῦντος ἐν αὐτῇ, τὰ ἔνδον τῶν τειχῶν, Ο πρώην εστενοχωρεῖτο τῷ πλήθει τῶν κατοικούντων, ταῦτα παραπλησίως ταῖς ἐν τοῖς ἀγροῖς ἀρούραις, ἀμοτριᾶσθαι καὶ σπείρεσθαι, καὶ μηδὲν δπωροφυλα κίου διαφέρειν τὴν Ἱερουσαλήμ, 8 μετὰ τὴν τῶν καρπῶν συλλογὴν ἔρημον καταλείπεται, τοῦ φυλάττοντος οἴκαδε επανιόντος· ἀλλὰ καὶ τὸ τοῦ οἴκου δρος, τουτέστι, τὸν ὑψηλὸν τόπον, ἐν ᾧ ὁ ναὸς ἵστατο, φυ τῶν ἐμπλησθῆναι, καὶ ἀπεικασθῆναι δρυμῷ. Ταῦτα δὲ πέρας εἴληφε καὶ ἐπὶ Ναβουχοδονόσορ, ἡνίκα τὴν πόλιν ἑλών, τοὺς ἐνοικοῦντας αἰχμαλώτους ἀπο ήγαγε σὺν τῷ βασιλεῖ. Ακριβέστερον δὲ ἔστιν ἰδεῖν τῆς προφητείας τὸ τέλος, μετὰ τὴν κατὰ τοῦ Σωτῆς ρος τῶν Ἰουδαίων λύτταν· πάντα γὰρ τὰ πάλαι λαμ πρὰ ὑπὸ Ῥωμαίων διεφθάρη, καὶ αὐτὸς ὁ θεῖος ναός. Καὶ προσεδόκουν,
col. 1107–1108page 29 of 70
PG 126:1107ΚΕΦΑΛ. Δ'. Καὶ ἔσται ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐμφανές τὸ ὄρος Κυρίου ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βου τῶν Εἰπὼν τὰ συμβησόμενα τῇ πάλαι Ἱερουσα λέμ, καὶ τῷ κατ' ἐκείνην ναῷ, νῦν προφητεύει περ ρὶ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, ἣν ὄρος καλεῖ, ὡς τὰ ὑψηλὰ φρονοῦσαν, καὶ ὑπερηρμένην πάσης υλης βιωτικῆς, καὶ εἰς οὐρανοὺς ἀνάγουσαν, καὶ θεοποιοῦσαν Τό τε γὰρ δόγμα ἀληθὲς, οὐκ εἰδώλοις, οὐ κτίσμασιν, ἀλλὰ τῷ ἀληθινῷ Θεῷ τὴν τιμὴν ἀπο νέμον· ὅ τε βίος αῦλος, ἀκτημοσύνην καὶ ἀπάθειαν κατορθῶν. Τοῦτο γοῦν τὸ ὄρος ἐμφανές γέγονε πάν σιν ἀνθρώποις. Τὸ γὰρ Εὐαγγέλιον ἐν ὅλῳ τῷ κα σμῳ ἐκηρύχθη, καὶ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν ἀποστόλων. Ἀλλὰ καὶ ἔτοιμον, τουτ ἐστιν, ἑδραῖον καὶ ἀσάλευτον· τεθεμελιωμένης γάρ τῆς Ἐκκλησίας ἐπὶ τῇ ὁμολογίᾳ Πέτρου, τῇ, Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ· πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Τινὲς δὲ τὸν Ἕτοιμον, ἀντὶ τοῦ μὴ ἐμποδιζόμενον εἰς τὸ ὁρᾶσθαι ἐνόησαν. Οὐ γὰρ ἐπιπροσθήσει τι αὐτῷ, ἀλλ' ἔτοιμον ἐκχείσεται, εἰς τὸ πᾶσι φαίνεσθαι. Τὸ δὲ μετεωρισθῆναι ὑπεράνω βουνών καὶ ὀρέων, σημαίνει μὲν καὶ κατὰ τὸ ἁπλούστερον, ὅτι τῆς Χριστοῦ Ἐκκλησίας πανταχοῦ ἡπλωμένης, οι θεῖοι οἴκοι καὶ ἐν πόλεσι καὶ ἐν κώμαις ἀνεγηγερμέν νοι, κάλλει καὶ μεγέθει διαπρεπεῖς, καὶ αὐτῶν τῶν υψηλοτέρων ὁρῶν ἐπισημότεροι ἔσονται καὶ περιφανέστεροι. Εἰ δὲ καὶ ὄρη, καὶ βουνούς νοήσεις τὰ ἀφ ωρισμένα πάλαι τοῖς δαίμοσιν εἰς βωμούς, καὶ τεμέ νη, καὶ τοῦτο ἀληθές· τὰ μὲν γὰρ, οὐδὲ λόγου ψιλού ή μνήμης ἀξιοῦνται· οἱ δὲ τῆς ἀληθοῦς Ἐκκλησίας οἶκοι, τῶν κατ' οὐρανὸν ἀστέρων καὶ τὸ πλῆθος καὶ τὸ κάλλος μιμοῦνται. Ἐδόκουν ἔρη καὶ βουνοὶ καὶ τὰ δόγματα τῶν παρ' Έλλησι φιλοσόφων βου νοὶ μὲν τὰ ἠθικὰ καὶ φυσικά· ὄρη δὲ, τὰ μαθηματ τικά, καὶ θεολογικά· ἀλλὰ πάντων ὑπερήρθη τὸ τῆς Εκκλησίας δόγμα. έτοιμος, τὸ ἕτοιμον η Ουρανών, Αποθεοῦσαν, Καὶ σπεύσουσιν ἐπ' αὐτὸ λαοί καὶ που ρεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσι· Δεῦτε, ἀνα βῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ᾿Ιακώβ. (86)-Λαοὶ μὲν, οἱ ἐξ Ἰουδαίων πιστεύσαντες ἑκάστοτε· ἔθνη δὲ, οἱ ἐξ ἐθνῶν· πάντες δὲ φαίνονται ἐπιγνόντες τὸ χαμαίζηλον τῆς προτέρας αὐτῶν θρησκείας καὶ πολιτείας· καὶ διὰ τοῦτο λέγουσιν· Αναβῶμεν από τινων χθαμαλῶν ἐπὶ τὰ ὑψηλὰ Τῆς θείας Εκκλησίας, Λαοὶ πολλοὶ,
col. 1109–1110page 30 of 70
PG 126:1109ἀνατρέχοντες. Πρότερον δέ τις εἰς τὸ ὄρος ἀναβαίνει, καὶ τότε εἰς τὸν οἶκον τοῦ Θεοῦ. Εἰ γὰρ μὴ δέ ξεται τὸ ὑψηλὸν τῆς Ἐκκλησίας δόγμα, πώς φθάσει εἰς τὸ γενέσθαι οἶκος Θεοῦ; Εὖ δὲ καὶ τοῦ Ἰακὼβ μέσ μνηται, ὃς τὰ πατρῷα καταλείψας, καὶ εἰς γῆν ἄλλην μεταστάς, καὶ πολύπονος γεγονώς, καὶ θητεύσας, μάλιστα τῆς τοῦ Θεοῦ βοηθείας έτυχε, καὶ ἐπισημότατος γέγονεν ἐξ ἀσήμου· ὥσπερ καὶ ἡ ἐκκλησίᾳ, ἀφεῖσα τὰ πατρῷα δόγματα, καὶ τοῖς ἄνω πολιτευομένη, καὶ διὰ τοῦτο διωκομένη, καὶ πολύπονος γενομένη, τῆς παρὰ τῷ Θεῷ δόξης τυγχάνει. Καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ. Τίνες δεί ξουσιν; Οἱ ἀπόστολοι, πρὸς οὓς ἐλέχθη τό, Μαθη τεύσατε πάντα τὰ ἔθνη. Ποίαν ὁδὸν, ἢ Χριστὸν τὸν εἰπόντα· 'Εγώ εἰμι ἡ ὁδός; Καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ. Τους ἐστιν, ἐν ταῖς ὑπ' αὐτοῦ τετριμμέναις πράξεσι, κατ' ίχνος τῆς τοῦ Χριστοῦ πολιτείας κινούμενοι. Διὰ τοῦτο γὰρ οὐχ ἅμα τῷ γεννηθῆναι εὐθὺς ὑπὲρ ἡμῶν ἀπέθανεν, ἀλλὰ μετὰ τοσοῦτον χρόνον, ἵνα τα τε ἄλλα, καὶ τρόπους ἡμῖν δείξῃ πολιτείας ἀρίστης, οὖς τρίβους νῦν ὁ προφήτης λέγειν δοκεῖ. Πολλοὶ μὲν οὖν δοκοῦσιν εἰδέναι τὴν ὁδὸν, καὶ πιστεύειν εἰς Χριστόν, οὐ πορεύονται δὲ ἐν ταῖς τρίβοις αὐτοῦ. Θ δὲ λόγος ἀμφότερα ἀπαιτεῖ, καὶ γνῶσιν τῆς θείας δοῦ, καὶ τὴν ἐν τῷ κατ' αὐτὴν βίῳ κίνησιν, καὶ ταύ την, ὥστε μὴ τοσόνδε κατωρθωκότας στῆναι, ἀλλ᾽ ἀεὶ πορεύεσθαι προκόπτοντας, καὶ οὐκ ἐν μιᾷ τρίβῳ, ἀλλ᾽ ἐν πάσαις ταῖς τοῦ Χριστοῦ, τοῦ εἰπόντος· Ὁ ἐμοὶ διακονῶν, ἐμοὶ ἀκολουθείτω. Καὶ ἄλλως· Μία μὲν ἡ ὁδὸς τοῦ κατὰ Θεὸν βίου, καθὸ πρὸς ἕνα σκου πὸν ὁρᾷ, τὸ ἀρέσαι Θεῷ· πολλαὶ δὲ αἱ τρίβοι, καθό πολλαὶ βίων αἱρέσεις, καὶ σχίζαι διάφοροι. Ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ιερουσαλήμ. Οἱ παρακελευόμενοι αλλή λοις, ὥστε ἀναβαίνειν, καὶ τὴν αἰτίαν λέγουσι τῆς ἀναβάσεως, τῆς πρὸς τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ. Οὐκέτι γάρ, φησὶν, ὁ παλαιός νόμος, ἀλλ᾽ ἕτερο; ἐξέρχεται ἐκ Σιών. Ἐξῆλθε δὲ ἐκ Σιὼν ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς, καὶ ἐξ Ιερουσαλήμ, ὁ λόγος τῆς χάριτος τοῦ Εὐαγγελίου· καθὰ καὶ ὁ Κύ ριος ἐν Σιὼν ἐδίδαξεν ἐν τῷ ἱερῷ, καὶ οἱ ἀπόστολοι ἐν τῇ πόλει Ἱερουσαλήμ καθήμενοι, τὴν τοῦ Πνεύματος ἐδέξαντο χάριν. Νόμος μὲν οὖν, ὡς τὰ πρακτέα διδάσκων, λόγος δὲ, ὡς τὸ ὀρθὸν εἰσηγούμενος δόγμα. Πρότερον δὲ νόμος, εἶτα λόγος· ἐπεὶ καὶ προτέρα ή πράξις, εἶτα ὁ τῆς θεολογίας λόγος. Πολλοὶ νόμοι τὸ ἄλογον ἔχουσιν· ἐνταῦθα δὲ, ὁ νόμος ΧΧΥΗ,
col. 1111–1112page 31 of 70
PG 126:1111τὸν λόγον ἔχει ἐνθεωρούμενον· οὐδὲν γὰρ ἄλεγον παραείς τῶν τοῦ Εὐαγγελίου. Ἐξῆλθε καὶ ἐκ τῆς ἄνω Σιών καὶ Ἱερουσαλὴμ ὁ Μονογενής, ὃς καὶ νόμος ἐστὶν, ός ἑκάστῳ τὰ κατ' αξίαν νέμων· οὐ γὰρ τὰ αὐτὰ παρὰ παντὸς ἀπαιτεῖ· καὶ λόγος, ὡς πάντα ὁρίζων. Καὶ κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν. ἐπληρώθη ταῦτα ἐπὶ Χριστοῦ κατὰ πολλοὺς καὶ διαφόρους καιροὺς καὶ τόπους, ὅταν ἐδίδασκεν ὡς ἐξουσίαν ἔχων, καὶ ὅτε ἐταλάνιζε τοὺς νομικούς, καὶ Γραμ ματεῖς, καὶ Φαρισαίους· καὶ ὅτε ἔλεγεν· Ἐὰν μὴ ἡ ἀλήθεια ὑμᾶς ἐλευθερώσῃ, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε. Εκρινεν ἀνὰ μέσον λαῶν πολ λῶν, καὶ ὅτε τὴν τῶν εὐνούχων διαστολήν ποιούμενος ἔλεγεν· Οὐ πάντες χωροῦσι τὸν λόγον ὁ δυνάμενος χωρεῖν, χωρείτω. Διάκρισιν γὰρ ἐποιεῖτο των τε τῆς παρθενίας χωρητικῶν, καὶ τῶν τοῦ γάμου. Έκρινε καὶ τὸν τοῦ κόσμου ἄρχοντα, καὶ τοῖς ὑπ᾿ αὐτοῦ κατεχομένοις ἐδίκασε, καὶ κατέκρινεν αὐτὸν, ὅτι ὑπ' αὐτοῦ ἐθανατώθη, καίτοι ἀναμάρτητος ων. Καὶ ἐν τῇ τελευταίᾳ δὲ κρίσει, ὁ λόγος, φησίν, ἐν ἐλάλησα, αὐτοὺς κρινεῖ· καὶ ἑκάστοτε δὲ, τοὺς ἐν ταῖς Ἐκκλησίαις λαοὺς ὁ λόγος τοῦ Εὐαγγελίου κρίνει τοῖς μὲν διατασσόμενος τί δεῖ ποιεῖν, τοὺς δὲ καὶ κολάζων ἁμαρτάνοντας. Καὶ ἐξελέγξει ἔθνη ισχυρά. Ἐν ᾧ γὰρ τοὺς οἰκείους νόμους προετίθει, καθαρότητος πάσης καὶ ευθύτητος γέμοντας, ἤλεγχε τὰ ἔθνη, νόμοις ἀκα θάρτοις χρώμενα, καὶ καταφρονεῖν τούτων ἔπειθε, δεικνύων, ὅτι μάτην πεπλάνηνται· καίτοι ἰσχυρὰ ἦσαν τὰ ἔθνη, τουτέστιν, οὐ κούφα καὶ εὐεξαπάτητα, ώστε ῥᾳδίως τῆς οἰκείας θρησκείας μεθ. ίστασθαι, ἀλλὰ καὶ γενναῖα, καὶ σταθηρά· οἷος ἦν ἐν ταῖς Πράξεσιν ἀνθύπατος λόγιος ἀνὴρ, οἷος 1:0 νύσιος ὁ ᾿Αρεοπαγίτης, οἷοι ἐν Κορίνθῳ πολλοί, οἷος Κλήμης ο Ρωμαῖος. Καὶ ἄλλως δὲ τὰ ἀνήμερα ἔθνη καὶ θηριώδη καὶ ἐν πολέμοις ἰσχυρὰ τῷ Εὐαγ γελίῳ ὑπετέθησαν ἕως εἰς γῆν μακράν· οὐ γὰρ ὥσπερ ὁ Μωσαϊκός νόμος ἐν Παλαιστίνη περιόριστο, οὕτω καὶ ὁ εὐαγγελικὸς ἑνὶ τόπῳ περιεκλείσθη, ἀλλὰ ἀπὸ Ἱερουσαλὴμ καὶ Σαμαρίας ἀρξάμενος, ἕως ἐσχάτου τῆς γῆς διέβη, καὶ τὰς ἔξω τῆς καθ' ἡμᾶς θαλάσσης νήσους καταλαβών· τοιαῦται γὰρ αἱ Βρεττανικαί. Ακουε, πᾶς ὁ ζητῶν νομοθετεῖν, καὶ ἑτέρους διδά σκειν, ὅτι ἐκ Σιὼν ἐξέρχεται ὁ νόμος, καὶ ὁ λόγος εξ Ιερουσαλήμ. Εἰ οὖν μήπως [[. μήπω] σαυτὸν ἐξ κατεσκόπησα;, μηδὲ προσέσχες σεαυτῷ· ἀλλ᾽ οὐδὲ εἰρήνην οὔπω εἶδες ἐν τῇ ψυχῇ, ἀλλὰ πολέμους έχεις καὶ συγχύσεις καὶ ἀκαταστασίας· οὐ προσήκει σοι οὔτε ἡ νομοθεσία, οὔτε ἡ τοῦ λόγου διακονία - τότε γὰρ κρινεῖς ἑτέρους καὶ ἐλέγξεις, ὅτε οὐκ ἔχει Παύ ὡς Κρινετ, Οὐ μόνον,
col. 1113–1114page 32 of 70
PG 126:1113λος εἰπεῖν ἐπὶ σοί· Ἐν ᾧ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις. Καὶ κατακόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄρο τρα, καὶ τὰ δόρατα αὐτῶν εἰς δρέπανα, καὶ οὐκέτι οὐ μὴ ἄρῃ ἔθνος πρὸς ἔθνος ῥομφαίαν, καὶ οὐκέτι οὐ μὴ μάθωσι πολεμεῖν. Πρὸ μὲν τῆς τοῦ Χριστοῦ παρουσίας, συχναὶ τῶν ἐθνῶν ἐπαναστάσεις κατ' ἀλλήλων ἐγένοντο, ἅτε δὴ καθ' ἕκαστον ἔθνος τῆς βασιλείας μεμερισμένης· μετὰ δὲ τὴν τοῦ Κυρίου παρουσίαν, πάσης τῆς ἡγεμονίας εἰς Ρωμαίους μετατεθείσης, ειρήνη βαθεία κατέσχε τὴν οἰκουμέν νην· ὥστε καὶ τὰ πολεμικὰ ὄργανα, εἰς γεωργικά μετασκευασθῆναι ἐργαλεῖα. Καὶ ἄλλως δὲ, τοῦ Χρι στοῦ κελεύοντος ἀπὸ τοῦ αἵροντος τὰ ἡμέτερα με ἀπαιτεῖν, τῷ τύπτοντι τὴν δεξιὰν ἐμπαρέχειν καὶ τὴν ἀριστερὰν σιαγόνα, καὶ τὰ τοιαῦτα, ποῖος μὲν; 286 οὐκ ἀνῄρηται πόλεμος; ποία δὲ εἰρήνη οὐκ ἐμφυτεύε-? ται τοῖς τὰ θεῖα ταῦτα νόμιμα στέργουσι; Διὸ καὶ? Ελεγεν Ειρήνην ἀφίημι ὑμῖν· εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, καὶ ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην έχητε έν ἀλλήλοις. Ενθα δὲ ἀγάπη, πῶς ἐκεῖ πόλεμος; Αἱ μὲν 18. οὖν Ἑλληνικαὶ συζητήσεις, ἀντιλογίας ἔχουσαι καὶ ἔριδας, εἰκότως καὶ πολέμους ἔτικτον· ἡ δὲ πίστις, πᾶσαν ἀναιροῦσα ζήτησιν, εἰς εἰρηναίαν καὶ ἀπε ρίεργον ἀποτελευτά συγκατάθεσιν. Διὸ καὶ αἱ γλῶσ σαι, αἱ πρώην όξεται ὡς μάχαιραι, πρὸς τὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον, ἐπὶ καταστροφή των ἀκουόντων, τότε μετασκευάζονται εἰς ἄροτρα διδα σκαλικά, ταῖς ψυχαῖς τῶν ἀκουόντων νεώματα ἐνεργαζόμενα, σκληραῖς πρότερον οὔσαις καὶ συμ πεπιλημέναις καὶ ἀνασχίζονται πρὸς τὸ ὑποδέξασθαι τὸν σπόρον, ἣν ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι· τά τε δόρατα, δι᾽ ὧν ἐθανατοῦντο ψυχαί, εἰς δρέπανα μετασκευάζονται, δι' ὧν ἐγκόπτονται ἀπὸ τῆς γῆς· ὥστε μὴ ταύτῃ προσπεφυκέναι οι ήδη καρποφορήσαντες τὰ τῶν ἄνω ἀποθηκῶν ἄξια. Τοι οὗτον ἄροτρον ἦν ἡ τοῦ Παύλου γλῶττα, νεώματα ἐργαζομένη, ὅτε ἔλεγεν· Ἐκδυσάμενοι τὸν πα λαιὸν ἄνθρωπον, καὶ ἐνδυσάμενοι τὸν νέον καὶ πάλιν, Ενδύσασθε τὴν καινὸν ἄνθρωπον. Τοιοῦτον δρέπανον ἦν ἐκκόπτουσα ἀπὸ τῆς γῆς, ὅτε ἔλεγε· Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς καὶ, ἡμῶν τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχῃ, καὶ τὰ ἄνω φρονῶμεν, οὗ ὁ Χριστός. Καὶ ἀναπαύσεται ἕκαστος ὑποκάτω αμπελου αὐτοῦ, καὶ ἕκαστος ὑποκάτω τῆς συκῆς αὐτοῦ καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν. "Αμπελος, ὁ Κύριος, ὡς στρυφνώτερον καὶ ἐργωδέστερον εἰσαγαγὼν να μον· τὰ γὰρ τοῦ Εὐαγγελίου διατάγματα, τῶν νο Σιν, Πρώην οἶσαι ἐξεῖαι, Συμπεπιλειμέναις, Ανασχίζοντα,
col. 1115–1116page 33 of 70
PG 126:1115βασιλεὺς ἀντιδιδοὺς καὶ υἱοθεσίαν, & ελπίζοντες, γλυκαζόμεθα. Ὑποκάτω οὖν τούτου αναπαυομένους ἡμᾶς οὐκ ἔσται ὁ ἐκφοβῶν, οὔτε δαίμων, οὔτε ἄνθρωπος· ἐξουσίαν τε γὰρ δέδωκεν ἡμῖν πατεῖν ἐπάνω δρέων και σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· καὶ ἐδίδαξε μὴ φοβεῖσθαι ἀπὸ τῶν ἀπο χτενόντων τὸ σῶμα. μικῶν ἐπιπονώτερα. Αλλα καὶ συχῆ ὁ αὐτὸς ὡς οι "Ότι στόμα Κυρίου παντοκράτορος ελάλησε ταῦτα. Τὸ ἀξιόπιστον τοῦ εἰπόντος προστίθησιν ὁ προφήτης, ἵνα μάθῃς, ὅτι οὐδὲν ψευδὲς τῶν ῥηθέν των. Έχει έκαστος ἡμῶν καὶ ἄμπελον, τὸ θυμικόν, ὡς στύφον· καὶ συχῆν, τὸ ἐπιθυμητικόν, ὡς γλυκάζον. Οτε οὖν τὴν εἰρήνην τοῦ Χριστοῦ ἔχομεν, τότε κἂν ὑποκάτω τοῦ θυμικοῦ γινώμεθα, τουτέστι, θυ μώμεθα, ἀνάπαυσίς ἐστιν ὁ τοιοῦτος θυμός. Οὐκ ἐκ πάθους γάρ, ἀλλ' ἐκ θείου ζήλου, οἷος ἦν ὁ τοῦ Μωϋ σέως, τοῦ τοῖς Λευίταις λέγοντος· Ἐπληρώσατε τὰς χεῖρας ὑμῶν σήμερον τῷ Κυρίῳ, ὅτε τοὺς εἰδι λολατρήσαντας Εσφαξαν, οἷος ἦν ὁ τοῦ Ἠλιού, ὅτε τοὺς προφήτας τοῦ Βάαλ ἀπέκτεινε. Κἂν ἐπιθυμῶμεν δὲ ὡς Δαβίδ, ἐπιποθῶν καὶ ἐκλείπων εἰς τὰς αλλάς· τοῦ Κυρίου, καὶ πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα, καὶ Δανιήλ, ὁ τῶν ἐπιθυμιῶν ἀνὴρ, καὶ Χριστὸς αὐτός, ἐπιθυμίᾳ ἐπιθυμήσας τὸ πάσχε αναπαυσόμεθα ὑποκάτω τῆς συκῆς ἡμῶν. Ἐπεὶ δὲ καὶ ἐν τοῖς διδασκάλοις διάφορα τὰ χαρίσματα, ὡσαύτως καὶ ἐν τοῖς μαθηταῖς διάφοροι διαθέσει; ἄλλος ἀναπαύεται ὑποκάτω διδασκάλου αυστηροτέ ρου την γνώμην, καὶ ἄλλος ὑποκάτω διδασκάλου χαρίεντος. Οὕτω καὶ ἐν τοῖς ἀποστόλοις· Πέτρος μὲν, ἀπότομος καὶ θερμός· Παῦλος δὲ, χαριέστερος καὶ ἡδίων· καὶ αὐτοῦ δὲ τούτου Βαρνάβας, ός γε καὶ υἱὸς παρακλήσεως λέγεται. Διὰ τοῦτο καὶ Ἰωάν. νης, ὁ καὶ Μάρκος, ἀνεπαύσατο ὑποκάτω τῆς συχής τοῦ Βαρνάβα, ὅτε Παῦλον καταλιπών, συναπεδήμησε τούτῳ· Τίτος δὲ καὶ Τιμόθεος, ὑποκάτω τῆς ἀμπέ λου του Παύλου. "Οτι πάντες οἱ λαοὶ πορεύσονται ἕκαστος τὴν ὁδὸν αὐτοῦ· ἡμεῖς δὲ πορευσόμεθα ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν εἰς τὸν αἰῶνα, καὶ ἐπέκεινα Οι προτροπάδην ἀναβαίνοντες εἰς τὸ ὄρος Κυρίου Ο ἐπαγγέλλονται ὑποταγήσεσθαι τῷ Θεῷ διὰ τέλους. Οἱ μὲν γὰρ ἄλλοι λαοί, φησιν, ὅσοι μὴ τῇ πίστει προσεληλύθασι, τῇ αὐτονομίᾳ τῆς πλάνης ἀκολουθοῦντες, πορεύσονται ἕκαστος τὴν ὁδὸν, ἣν ἐπετήδευσε καὶ εἴλετο αὐτὸς οίκοθεν πλανηθείς· ἡμεῖς δὲ πορευσόμεθα, καὶ κινησόμεθα τὴν πρὸς τὸ ἀγαθὸν κίνησιν, ἐπονομαζόμενον ἡμῖν ἔχοντες τὸν Κύριον καὶ Θεὸν ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ Χριστιανοί λε το Εἰδωλολάτρας, Ιωάννης καὶ Μάρκος, Ην μὲν έχα γὰρ οὗτος ὁ Μάρκος Πέτρου μαθητής λεῖτο δὲ καὶ Ἰωάννης,
col. 1117–1118page 34 of 70
PG 126:1117γόμενοι, καὶ οὐκ εἰς τὸν αἰώνα τὸν ἐνεστηκότα, ἀλλ' ἔτι πολὺ μᾶλλον· καὶ ἐπέκεινα, τουτέστιν, εἰς τὸν μέλλοντα. Τότε γὰρ, ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ἡμῶν, πάντοτε σὺν αὐτῷ ἐσόμεθα, καὶ συνεισελευσόμεθα αὐτῷ εἰς τὴν χαρὰν αὐτοῦ, τὸ ὄνομα αὐτοῦ ἔχοντες· υἱοὶ γὰρ καὶ αὐτοὶ καὶ θεοὶ ἐσόμεθα. Τινὲς δὲ οὕτω τοῦτο ἐνόησαν, ὅτι Εἰρήνης βαθείας οὔσης, ὡς προείρηται, οἱ μὲν ἐπὶ γεωργίαν ἀποβλέψουσιν· οἱ δέ τινες ἄλλην ὁδὸν πορεύσονται βίου ἡμεῖς δὲ, οἱ προσανακείμενοι Θεῷ, οἷοι οι μονα χοὶ καὶ ἱερεῖς, τὴν ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ ὁδὸν αἱρησόμεθα. Ἐν ὀνόματι Κυρίου Θεοῦ πορεύεται ὁ πᾶσαν πράξιν καὶ πᾶσαν κίνησιν ἀξίως τῆς κλή σεως, ἧς ἐκλήθη, μετιών, καὶ ὁ μὴ κύριον ἔχων τὴν μαμμωναν, καὶ θεὸν τὴν κοιλίαν, ἀλλὰ καὶ κτώμενος ἀπὸ χειρῶν ἐργασίας, καὶ εἴτε ἐσθίει, εἴτε πίνει, πάντα εἰς δόξαν Θεοῦ ποιῶν. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, συνάξω την συντετριμμένην, καὶ τὴν ἀπωσμένην εἰσδέξομαι, καὶ οὓς ἀπωσάμην. Καὶ θήσομαι τὴν συντετριμμένην εἰς ὑπόλειμμα, καὶ τὴν ἀπωσμένην εἰς ἔθνος ἰσχυρὸν, καὶ βασιλεύσει Κύριος ἐν Σιών ἀπὸ τοῦ νῦν, καὶ ἕως εἰς τὸν αἰῶνα. Ἰουδαίοι μὲν τὰ ἀπὸ τοῦ, Εσται ἐμφανὲς ἐπ' ἐσχάτων τὸ δρος Κυρίου, μέχρι τούτων τῶν βημάτων, φασί λέγεσθαι περὶ τῆς μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον καταστάσεως αὐτῶν καὶ πολιτείας· ἐλέγχονται δὲ προδήλως ἀπατῶντες ἑαυτούς. Ποια γὰρ ἔθνη, ἢ ἐγε γύθεν, ἢ μακρόθεν, συνέδραμον εἰς τὴν ἐν Ἱεροσολύμοις " νιών μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, τὸν ἐκεῖθεν ἐκπορευόμενον νόμον καὶ λόγον ἐκδεχόμενα; 'Ανὰ μέσον δὲ ποίων λαῶν, ἢ ἐθνῶν, ἔκρινεν οὗτος ὁ λόγος, ἐλέγχων τὰ κακῶς ὑπ' αὐτῶν γινόμενα; Πῶς δὲ καὶ εἰρήνην βαθεῖαν ἔσχον, ὅπου γε ἐπανελθοῦσιν ἐπου λέμουν αὐτοῖς καὶ Ἰδουμαίοι, καὶ ᾿Αμμανίται, καὶ Μωαβίται, καὶ Σαμαρείται, καὶ Γωγ καὶ Μαγώγ οἱ Σκύθαι, καὶ τὰ Μακεδονικὰ δὲ καὶ τὰ ᾿Αντιοχικά κακὰ αὐτοῖς ἐπέστη; Πῶς δὲ ἀναπαύονται ὑπὸ τὴν συχῆν καὶ τὴν ἄμπελον ἕκαστος, οι γε μέτοικοι καὶ πλανήται γεγόνασι; Πῶς δὲ εἰς τὸν αἰῶνα που ρεύονται ἐν ὀνόματι Κυρίου, οι πρόσκαιρον τὴν που λιτείαν καὶ βασιλείαν ἔχοντες; Οὐ τοίνυν οὐδὲ ἐνα ταῦθα συντετριμμένην καὶ ἀπωσμένην τὴν αὐτῶν γενεὰν σημαίνει, ἀλλὰ τὴν τῶν ἐθνῶν, ἥτις συντρι Κεῖσα τῇ ἀσεβείᾳ, καὶ διὰ τοῦτο ἀπωσθεῖσα, εἰσεδέχθη παρὰ τοῦ μὴ δικαίους ἐλθόντος καλέσαι, ἀλλὰ ἁμαρτωλούς. ᾿Αλλὰ καὶ ἐν αὐτοῖς τοῖς Εβραίοις τοὺς οὕτω συντετριμμένους καὶ νοσοῦντας τὰς ψυ χὰς ἰάσατο, καὶ τοὺς ἀπωσμένους εισεδέξατο, τελώ νας, καὶ πόρνας, καὶ λῃστὴν, καὶ βασιλεύει ἐπὶ πάν τας τοὺς οὕτως εἰσδεχθέντας αἰωνίως ἐν τῇ ἄνω Προανακείμενοι. 3) Ασπαζόμενο,
col. 1119–1120page 35 of 70
PG 126:1119Σιών· ποῦ γὰρ νῦν ἡ κάτω Σιών; Ωστε Την Ει μὲν ἀπωσμένην δέξαι τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν εἶναι· τὸ δὲ, Οὓς ἀπωσάμην, εἰς τοὺς ἐξ Ισραήλ ἐκλαβοῦ. Τί δέ ἐστι τὸ Ὑπόλειμμα; Τουτέστιν, εἰς ὕπαρξιν καὶ ὑπίστασιν· οὐ γὰρ ἀφανισθήσονται, φησίν, ἀλλ' ὑπολειφθήσονται, λείψανον σωτηρίας. Καὶ ἄλλως δὲ ὑπόλειμμα τὴν ἐκλογὴν δηλοί. Ο γάρ Θεὸς τοὺς μὲν ἀπωθεῖται καὶ παραδίδωσιν εἰς ἀγα νισμὸν καὶ ἀνυπαρξίαν, τοὺς δὲ ἐκλέγεται καὶ ὑπο λιμπάνει ἑαυτῷ, καθὰ καὶ λέγει· Κατέλιπον ἐμαυτῷ ἄνδρας ἑπτακισχιλίους, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. Καὶ ὁ Παῦλος λείμμα κατ' ἐκλογὴν χάριτος ὀνομάζει τοὺς τοῦ πιστεύειν ἀξίους. Ἔθνος δὲ ἰσχυρὸν γέγονεν ἡ ἐξ ἐθνῶν Ἐκκλησία, πάντα ισχύουσα ἐν Χριστῷ. Ταῦτα καὶ πρὸς τὸ μηδένα ἀπογινώσκειν οἰκοδομείτω τὰς τῶν ἀκουόντων ευ χάς. Δόξαι, Ο Ναβουχοδονόσορ, Καὶ σὺ πύργος ποιμνίου, αὐχμώδης θύγατερ Σιών· ἐπὶ σὲ ἥξει καὶ ἐλεύσεται ἡ ἀρχὴ ἡ πρώτ τη βασιλεία ἐκ Βαβυλῶνος τῇ θυγατρὶ Ἱερουσαλὴμ. "Οτι περὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας τὰ προ λεχθέντα εἶπε, δῆλον ἐκ τούτων· σκυθρωπά τε γὰρ ἐνταῦθα προλέγει τῇ Σιών, καὶ ἡ σύνταξις τοῦ λόγου τοῦτο δηλοῖ. Ορα γάρ· Καὶ σὺ πύργος ποιμνίου. Μονονουχὶ γὰρ οὕτω λέγει, ὅτι Ταῦτα μὲν εἶπον περὶ ἄλλου προσώπου· σὺ δὲ, ὦ θύγατερ Σιών, ἐπὶ σὲ ἥξει καὶ ἐπελεύσεται τῇ θυγατρὶ Ἱερουσαλὴμ ἡ ἀρχή. Είτα, ἵνα μὴ νομίσῃς ὅτι σατραπίαν τινὰ σημαίνει ἐν τοῖς πολέμοις ἐξάρχουσαν, φησίν, ὅτι Αὕτη ἡ πρώτη βασιλεία ἡ πασῶν τῶν ἄλλων ἀρχῶν καὶ βασιλειῶν πρωτεύουσα, τουτέστι Ναβουχοδονόσορ Τινές δὲ διὰ τοῦτο εἶπον εἰρηκέναι τὸν προφήτην ἀρχὴν καὶ πρώτην βασιλείαν, διὰ τὸ εὐθὺς ἐν ἀρχῇ τῆς βασιλείας ἐπιστρατεῦσαι τὸν Ναβουχοδονόσορ τῇ ἰε ρουσαλήμ. Εἶπε μὲν οὖν ἐν Ησαΐᾳ ὁ Κύριος, ὅτι Αμπελον ἐφύτευσα, καὶ προλήνιον ώρυξα, καὶ πύργον ᾠκοδόμησα, οὕτω τὸν ναὸν δηλῶν, δι' ε φρουρεῖν ἐδόκει τὸν ἀμπελῶνα. Μέμνηται δὲ καὶ νῦν τούτου τοῦ πύργου, ἂν τοῦ ποιμνίου καλεῖ πύρ γον, τουτέστι, τῶν αὐτῷ ἀφωρισμένων προβάτων ἐνδιαίτημα, νῦν γενόμενον αὐχμώδες, διὰ τὸ μὴ θελῆσαι τοὺς ἐν αὐτῷ ὄντας, τὸ ζῶν ὕδωρ πίνειν, ἀλλ' ἀσεβῆσαι εἰς τὸν Κύριον. Η αὐχμώδη φησὶ τὴν ἀφεγγῆ καὶ σκοτεινήν οὐ γὰρ ἠθέλησαν δὲ ἐν αὐτῷ οἰκοῦντες τὸν νόμον ἔχειν, ὡς λύχνον φαίνοντα ἐν αὐχμηρῷ τόπῳ. Πᾶς μὲν οὖν ἄρχων καὶ διδάσκαλος πύργος καθίσταται, ὡς εἰς ἀσφά λειαν τοῦ ποιμνίου τεταγμένος. Ἐπειδὰν δὲ ἐπιλείψει αὐτῷ τὸ ὕδωρ, ὁ δίδωσιν ὁ Κύριος τοῖς πιστεύουσιν, ἀλλόμενον εἰς ζωὴν αἰώνιον (τοῦτο δέ ἐστιν ἡ ἀρχὴ Σκοτεινόν, Ἐν αὐτῷ οἱ κατοικοῦντες,
col. 1121–1122page 36 of 70
PG 126:1121τοῦ Πνεύματος χάρις), καὶ αὐχμώδης γένηται, ἐπέρ χεται αὐτῷ ἡ ἐκ Βαβυλῶνος ἀρχὴ, ὁ ἄρχων τῆς συγχύσεως τοῦ κόσμου τούτου, ἡ βασιλεία ή πρώτη, ἣν ἐβασίλευσε διὰ τῆς ἁμαρτίας πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας, ἐν τῷ θνητῷ ἡμῶν σώματι. Τι νὲς δὲ ἀρχὴν καὶ πρώτην βασιλείαν τὸν Χριστὸν ἐξεδέξαντο· αὐτὸς γὰρ ἀρχὴ πάντων καὶ πρῶτος βασιλεύς· οὗτος ἐκ Βαβυλῶνος, τῆς συγχύσεως τοῦ κόσμου τούτου, τὸν ἄνθρωπον ἐνδυσάμενος, ἧκεν ἐπὶ τὴν Σιών, ἵνα ταύτην ἑαυτῷ περιποιήσηται. Οὐκ ἦλθον γάρ, φησὶν, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οίκου Ισραήλ, Καὶ νῦν ἵνα τί ἔγνως κακά; μὴ βασιλεὺς οὐκ ἦν ἐν σοί; ἢ ἡ βουλή σου ἀπώλετο, ὅτι κατεκράτησαν σου ὠδῖνες ὡς τικτούσης; Η γνῶσις σημαίνει μὲν καὶ τὴν ἁπλῶς γνῶσιν, ὡς τὸ οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν σημαίνει δὲ καὶ τὴν γαμι τὴν συνάφειαν, ὡς τὸ Ἀδὰμ ἔγνω τὴν γυναῖκα αὐτοῦ· σημαίνει δὲ καὶ τὴν ἀγαπητὴν σχέσιν, ὡς τή, Γινώσκει Κύριος ὁδὸν δικαίων· ὅμοιον τὸ ᾿Αγαπᾷ καὶ ἱλαρὸν ἐπιβλέπει αὐτῇ· καὶ τὸν οἶδά σε παρὰ πάντας, καὶ τὰ τοιαῦτα. Ιδιοτρόπως δὲ σημαίνει καὶ τὴν ἐκ πείρας συνδιάθεσιν, ὡς τὸ, Εμφάνισόν μοι σεαυτὸν, γνωστῶς ἴδω σε· καὶ, Ξύλον γνωστών καλοῦ καὶ πονηροῦ· τήν τε γὰρ ἐκ τῆς πείρας γενομένην τῷ Ἀδὰμ πρὸς τὸ ξύλον συνδιάθεσιν ὁ λόγος δηλοῖ, καὶ ὁ Μωϋσῆς δὲ τῆς τοῦ Θεοῦ θεωρίας ἐζήτει τὴν πεῖραν ενεργόν. Οὕτως οὖν κανταῦθα πρὸς τὴν Σιὼν ὁ Κύριος φησιν· "Ινα τί Έγνως κακά; τουτέστιν, Ινα τί ἐπειράθης τῶν και αώσεων; πόθεν σοι ἡ πεῖρα αὕτη καὶ ἡ μέθεξις τῶν θλίψεων ἐπῆλθεν; "Αρα μὴ οὐκ εἶχες βασιλέα τὸν ὀφείλοντά σου προπολεμεῖν; ἄρα μὴ συμβούλους οὐκ εἶχες, καὶ διὰ τοῦτο παρεδόθης πόνοις, τοσαύτην ἔχουσι δριμύτητα, ὥστε δοκεῖν σε ὠδῖνας ἔχειν, ὡς γυναῖκα τίκτουσαν; Καὶ μὴν καὶ βασιλέα εἶχες· δέδωκα γάρ σοι, καθὰ καὶ ᾐτήσω, ἵνα πρὸ προσώπου ὑμῶν πορεύηται, καὶ πολεμῇ τοὺς πολε μίους ὑμῶν. Ἀλλὰ καὶ ἡ βουλή σου οὐκ ἀπώλετο, τουτέστι, συμβούλους εἶχε;. Ταῦτα δὲ κατ' εἰρωνείαν λέγει. Ἐπεὶ δὲ ἐκεῖνοι τούτοις ἐθάῤῥουν, τῇ τε τοῦ βασιλέως δυνάμει, καὶ τῇ τῶν συμβούλων φρονήσει, ς "Η, τὰς ἁμαρτίας, Σολ,
col. 1123–1124page 37 of 70
PG 126:1123Γνῶθι οὖν, ὡς οὔτε βασιλεύς, οὔτε σύμβουλοι ώφε λοῦσιν, ἄνευ τῆς ἐμῆς βοηθείας. η *Οδινε καὶ ἀνδρίζου, θύγατερ Σιών, ώς τίκτουσα. Μετὰ τοῦ αὐτοῦ ἤθους καὶ ταῦτα λέγει. Ἐπειδὴ γὰρ, φησίν, οὕτως ἐβοηθήθης ὑπό τε τῶν συμβούλων σου, καὶ τοῦ βασιλέως, λοιπὸν ἑτοιμάζου εἰς τὸ ὠδῖνας ἔχειν, καὶ ἀνδρίζου, ὥστε ὑπομένειν ταύτας ἀπαλλαγὴν γὰρ ἐκ τούτων μὴ προσδόκα. Αινίττεται δὲ, ὅτι καὶ πλησίον τὰ κακὰ· ἡ γὰρ ὠδίνουσα ἐγγί ζει τοῦ τεκεῖν. Διὸ ἐπάγει Διότι νῦν ἐξελεύσῃ ἐκ πόλεως, καὶ κατασκηνώσεις ἐν πεδίῳ, καὶ ἥξεις ἕως Βαβυλώνος. Σύ μὲν, φησίν, ἐν τῇ πόλει κατῴκεις Ιερουσαλήμ κ ἀσφάλειαν· ἀλλὰ νῦν, τουτέστιν, οὐ μετὰ πολὺν χρόνον, αλώσεται ἡ πόλις αὕτη Ἱερουσαλήμ, καὶ σε αἰχμαλωτισθήσῃ, ἐξαχθήσῃ ἐκ ταύτης, καὶ κατε σκηνώσεις ἐν πεδίῳ, ἀπαγομένη εἰς Βαβυλώνα. Εκεῖθεν ῥύσεταί σε, καὶ ἐκεῖθεν λυτρώσεται σε Κύριος ὁ Θεός σου ἐκ χειρὸς ἐχθρῶν σου. Ούπω τὰ δυσχερή λέγων ἐπαύσατο, καὶ εὐθὺς ἐπάγει τὰ τῆς παρακλήσεως. Ἐκεῖθεν γάρ, φησίν, τους ἐστιν, εκ Βαβυλώνος λυτρώσεται σε Κύριος 6 Θεός σου, ἤδη ὑπὸ τὰς χεῖρας εχθρών γενομένην, καὶ ἀσφαλῶς ὑπ' αὐτῶν κρατουμένην. Ταῦτα καὶ ὡς πρὸς τὴν ἀνθρωπίνην φύσιν λεγόμενα εκδέχεσθαι εἰκὸς, ἥτις ἀπὸ τοῦ φαγεῖν τὸ ξύλον τὸ γνωστὸν και λοῦ καὶ πονηροῦ, ἔγνω τὰ κακὰ, τουτέστιν, ἐν πείρα τῆς κακίας ἐγένετο, καὶ συνδιετέθη προς ταύτην, καίτοι βασιλέα εἶχε τὸν νοῦν, καὶ ἠδύνατο βουλεύο σασθαι, ὅτι οὐ δεῖ παρακοῦσαι Θεοῦ, καὶ ὑπακούσαι ὄφει. Διὰ τοῦτο ἤκουσεν· Ἐν λύπαις τέξῃ τέκνα καὶ ἔκτοτε ὠδῖνα; ἔσχε· καὶ τῆς ἄνω πόλεως ἀπορ διφεῖσα, ἐν τῷ πεδίῳ τούτῳ τῷ τῆς φθορᾶς χωρίς τὴν σκηνὴν ἐπήξατο, την παροδικὴν καὶ ἀστα τον αὐτῆς πολιτείαν. Καὶ ἦλθεν ἄχρι τῆς Βαβυλῶνος καὶ τῆς παντελοῦς τῶν θείων ἰδιωμάτων συγχύσεως. Τὸ γὰρ κατ' εἰκόνα ἀπώλεσε, παρασυμβληθείσα καὶ κτήνεσιν ἀνοήτοις, καὶ ὄρεσι, καὶ παρδάλεσι, καὶ μυρμήκων ανοητοτέρα γενομένη καὶ στρουθίων ἀγροῦ, ὡς ὁ προφητικὸς εἰσηγεῖται λόγος ἀλλ' ἐρ ῥύσατο αὐτὴν ἐκεῖθεν, ὅ ἐστιν ἐκ τῆς τοιαύτης ἀνιά του φθορᾶς· καὶ ἐλυτρώσατο ὁ τὸ ἴδιον αἷμα καταβαλόμενος λύτρον ὑπὲρ αὐτῆς Κύριος ὁ Θεὸς ἡμῶν. Παιδευόμεθα δὲ καὶ εἰς τὸ ἦθος διὰ τούτων, ἵνα μήτε βασιλικαίς θαῤῥῶμεν δυνάμεσι, μήτε βουλαῖς συνεταῖς, ἀλλὰ τῷ Θεῷ, ὃς καὶ ἐν μέσες Η Ρύσεται, Ανοήτου,
col. 1125–1126page 38 of 70
PG 126:1125τοῖ; δεινοῖς ὄντα ῥύτασθαι δύναται. Ρύσιον δὲ καὶ λύτρον καταβαλλόμενον ὑπὲρ ἡμῶν ἔσται ἡ εἰς αὐ τὸν ἐλπίς· ὡς γὰρ εἰς αὐτὸν ἁμαρτάνοντας τοῖς δει νοῖς παρέδωκεν, οὕτως ἀντιλαβὼν τὴν πρὸς αὐτὸν ἐπιστροφὴν, ἀπολύσει τῶν φοβερῶν. Τίνι δὲ κατα βαλεῖ τὸ λύτρον, ἢ τῇ αὐτοῦ δικαιοσύνῃ, παρ' ἧς καὶ ἐκολαζόμεθα; Καὶ νῦν ἐπισυναχθήσεται ἐπὶ σὲ ἔθνη πολλά, οἱ λέγοντες· Επιχαρούμεθα, καὶ ἐπόψονται ἐπὶ Σιὼν οἱ ὀφθαλμοὶ ἡμῶν. Περὶ τῶν Σκυθικῶν ἐθνῶν ποιεῖται τὸν λόγον, & μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάν Ει οδον τῷ Ἰσραὴλ ἐπεστράτευσαν, ὡς ἐξολοθρεύσοντες αὐτούς, καὶ ἐποψόμενοι ἐπ' αὐτούς, τουτέστιν, ἐπει φρανθησόμενοι ἐν τῷ ἰδεῖν ἃ ἤθελον. Καὶ αὐτοὶ οὐκ ἔγνωσαν τὸν λογισμόν Κυρίου, καὶ οὐ συνῆκαν τὴν βουλὴν αὐτοῦ ότι συν ήγαγεν αὐτοὺς ὡς δράγματα ἅλωνος. Αὐτοὶ μὲν, φησὶν, οὕτως ἐπελεύσονταί σοι τῇ θυγατρὶ Σιών, ὡς κακώσοντες, καὶ διὰ τοῦτο ἄλλοθεν ἄλλος συν ήχθησαν. Οὐ συνῆκαν δὲ ὅτι ἡ ἐμὴ περὶ σὲ πρόνοια συνεχώρησε τοῦτο γενέσθαι, ἵνα μᾶλλον αὐτοὶ ὁμοῦ ἀπόλωνται. Καὶ διὰ τοῦτο συνήγαγον αὐτούς, ἵνα καὶ τῶν ἄλλων αὐτῶν κακιῶν δῶσι δίκας, καὶ ὡς δράγματα ἐν ἅλωνι συντριβῶσι. Συνάγει δὲ ὁ Θεός, οὐκ ἀναγκάζων, οὐδὲ βιαζόμενος, ἀλλὰ ταῖς αὐθαιρέτοις ὁρμαῖς συγχωρῶν, καὶ τῷ αὐτεξουσίῳ παρα χωρῶν, καὶ οὕτω τὴν δίκην ἐπάγων. Ανάστηθι καὶ ἀλόα αὐτοὺς, θύγατερ Σιών, ότι τὰ κέρατά σου θήσομαι σιδηρᾶ, καὶ τὰς ὁπλές σου θήσομαι χαλκᾶς. Ἐπειδὴ δράγματα εἶπεν, οἰκείως τῇ τροπῇ ἐπάγει ταῦτα· Ανάστηθι, ή δοκοῦσα νεκρὰ εἶναι, καὶ καταπάτει αὐτοὺς καὶ σύντριβε. Τῆς γὰρ ἐμῆς ἀπολαύουσα βοηθείας, δύναμιν ἕξεις ἀκαταμάχητον, οἷόν τις ταῦρος κέρατα ἔχων σιδηρά, ὥστε δι' αὐτῶν ἀμύνασθαι τοὺς ἐπιόντας, καὶ ἁπλὰς χαλκᾶς, ὥστε συμπατεῖν καὶ συντρίβειν αὐτούς. Ιρεί Καὶ κατατήξεις ἐν αὐτοῖς ἔθνη. Ἐν αὐτοῖς, τουτέστι, τοῖς κέρασι καὶ ταῖς ὁπλαῖς, τουτέστι, κατατήξεις ἔθνη τὰ νῦν δοκοῦντα ταχείαν ἔχειν τὴν δύναμιν. Καὶ λεπτυνεῖς λαούς πολλούς. Ὡς ἄχυρα δη λαδή· ἔτι γὰρ ἐμμένει τῇ τροπῇ τοῦ ἁλον. Καὶ ἀναθήσεις τῷ Κυρίῳ τὸ πλῆθος αὐτῶν, καὶ τὴν ἰσχὺν αὐτῶν τῷ Κυρίῳ πάσης τῆς γῆς. Οὐ τῇ σῇ δυνάμει, φησὶν, ἐπιγράψαι ὀφείλεις τὸ κατόρθωμα, ἀλλ' ἐμοὶ τῷ Κυρίῳ πάσης τῆς γῆς ἀναθεῖναι τὸ τρόπαιον, δ γέγονεν ἐπὶ τῷ πλήθει αυτ Κυρίου, χείαν, παχείαν, δι' ὧν κεράτων καὶ ὁπλῶν χαλκῶν τὰ σαρκικα πάχη τῶν ἐθνῶν κατετάκησαν, παχείαν, ταχείαν,
col. 1127–1128page 39 of 70
PG 126:1127τῶν καὶ τῇ ἰσχύν. Οὐ μόνον γὰρ πολλοὶ ἦσαν οἱ παρὰ σοῦ καταπολεμηθέντες, οὐκ ἀνθρωπίνης δυνάμεως, ἀλλὰ σαφῶς θείας. Τὸ οὖν, Αναθήσεις, 6; παραινετικόν ἐστι, κατὰ τὸ ἰδίωμα της Γραφής, ἀντὶ τοῦ, "Ανάθες, ὡς τὸν Κύριον τον Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μέσῳ λατρεύσεις, ἀντὶ του, Προσκύνει καὶ λάτρευε. Ποιεῖ δὲ τοῦτο ἡ Γραφή, τοῖς ὁριστικοῖς χρωμένη, ἀντὶ προστακτικῶν, ἵνα δείξῃ τὸ πρᾶγμα ὁμολογούμενον, καὶ ἀναγκαίως ἐφεῖλον ἐκθέσθαι Ταύτα δέ τινες εἰς τὰ ἐπὶ Σεναχηρείμ γεγονότα ἐξεδέξαντο, ὅτε ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδες ἐν μιᾷ νυκτὶ ἀνῃρέθησαν, καὶ προδήλως ἐφάνη τὸ θαῦμα θεῖον. Επισυνήχθησαν καὶ ἐπὶ τὸν Κύριον ἔθνη πολλά, τὰ κατ' αὐτοῦ φρυάξαντα, οἵ τε Ρωμαίοι στρατιῶται καὶ Ἰουδαῖοι, ω τῇ σταυρώσει αὐτοῦ ἐπέχαιρον. Αὐτοὶ δὲ οὐκ ἔγνωσαν, ὅτι ἀναστὰς, αλοήσει αυτούς. Εἰ γὰρ ἔγνω σαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. ᾿Ανάσθητι οὖν, ή θεοφόρος σαρξ, ἡ ἐκ τῆς ἐμψύχου Σιών Μαρίας γενομένη, ἣν ἐξελέξατο Κύριος, ᾑρετίσατο εἰς κατοικίαν ἑαυτῷ, καὶ ἁλόα αὐτούς· τοὺς μὲν εἰς σίτον, ὅσοι τὴν πίστιν προσδέξονται· τοὺς δὲ εἰς ἄχυρα, πρὸς τὸ λικμηθῆναι εἰς πάντα την πον, καὶ τὸ κατακτῆναι πυρὶ ἀσβέστι. Κέρατα γὰρ ἔχεις σιδηρά, τὴν τοῦ σταυροῦ δύναμιν, καὶ ὁπλὰς χαλκᾶς, τους πόδας τῶν ἀποστόλων, οι ὡς ἵπποι ἐπέβησαν ἐπὶ τὴν τῶν ἐθνῶν πολυκύμονα θά λασσαν, ταράσσοντες ὕδατα πολλά, δι' ων κεράτων καὶ ὁπλῶν χαλκών, τὰ σαρκικὰ πίχη τῶν ἐθνῶν κατετάκησαν καὶ ἐλεπτύνθησαν, ὥστε κουφοτέρους καὶ πνευματικωτέρους αὐτοὺς γενέσθαι, καὶ τότε ἀνατεθῆναι τῷ Κυρίῳ. Οὐδεὶς γὰρ παχύς, καὶ ἄτηκτος καὶ ἀλέπτυντος, ἀνατίθεται τῷ Κυρίῳ· πνεῦμα γὰρ ὁ Θεός. Καὶ ὅταν δὲ μεριμνώμεν τῇ ψυχῇ ἡμῶν τί φάγεται καὶ τῷ σώματι ἡμῶν, τί ἐνδύσηται, ὰ ὑπὸ τῶν ἐθνῶν ζητεῖται, συνάγονται ἐφ' ἡμᾶς ἔθνη πολλὰ, ἐθνικοί, φημί. λογισμοί, οι περισπῶσι τὸ τοῦ νοῦ ἡμῶν σκοπευτήριον, ὥστε μὴ τῷ Θεῷ θαῤῥεῖν, τῷ τρέφοντι καὶ ἐνδύοντι, ἀλλ' οἰκείαις ἐπινοίαις καὶ φροντίσιν. Αλλ' ὅτε ὑποδείξει ἡμῖν ὁ τοῦ Εὐαγγελίου λόγος, ὅτι ταῦτα πάντα τὰ ἔθνη ἐπιζητεῖ, καὶ ἐπιγνῶμεν τους τοιούτους λογισμοὺς ἐθνικούς ὄντας, λέγεται συνο ἄγειν αὐτοὺς ὁ Θεὸς, ὡς δράγματα άλωνος, ένα συμπατηθῶσιν ὑφ᾽ ἡμῶν, ἀναστάντων ἀπὸ τῆς χαμαιπετοῦς διανοίας, τοῦ τὰ τοιαῦτα αἰτεῖν, καὶ ἀπο σκοπευσάντων εἰς τὰ κρίνα τοῦ ἀγροῦ καὶ τὰ πε τεινά, οἷς ὁ Θεὸς χαρίζεται σκέπην καὶ τροφήν. Κέρατα δὲ τίθεται σιδηρᾶ τῷ νοοῦντι τὸ καλόν· τῆς γὰρ κεφαλῆς τὸ κέρας, ἐν ᾗ τὸ ἡγεμονικόν· ὁπλαὶ δὲ χαλκαί, τῷ κινουμένῳ στερεῶς καὶ δυνατῶς, Ει ἔσεσθαι. θεοφόρος Πάθη, Κατεκάησαν, "Ατακτος, Φθέγγετα:,
col. 1129–1130page 40 of 70
PG 126:1129πρὸς τὸ καὶ ἐργάζεσθαι τὸ νοηθέν. Πῶς δὲ τὸ τῶν τοιούτων λογισμῶν πλῆθος, καὶ ἡ ἰσχὺς αὐτῶν ἀνα τίθεται τῷ Θεῷ; "Οταν γὰρ τὰ πολλὰ παρέντες, ἐν μόνον ἐπιζητῶμεν τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστίθενται ἡμῖν, 8 ἐκεῖνοι ἐδό κουν ἰσχύειν. ΚΕΦΑΛ. Ε'. Νῦν ἐμφραχθήσεται θυγάτηρ Εφραίμ ἐμφραγμῷ. Περὶ τῆς Ἱερουσαλήμ προειπών ἃ εἶπε, νῦν καὶ περὶ Σαμαρείας λέγει. Θυγατέρα γὰρ Εφραίμ τὴν Σαμάρειαν ὀνομάζει, ὡς ὑπὸ τῆς τοῦ Ἐφραίμ βασιλευομένην φυλῆς, διότι πᾶς βασιλεὺς δοκεῖ πατρὸς τάξιν ἐπέχειν πρὸς τοὺς ὑπηκόους. Η αὐτὴν τὴν φυλὴν οὕτως ὀνομάζει, κατὰ τὸ ἰδίωμα τῆς Γρα φῆς, θυγατέρα Σιὼν καὶ θυγατέρα Ἱερουσαλήμ απ τὴν τὴν Σιὼν καὶ τὴν Ἱερουσαλήμ περιφραστικῶς ἀνα μαζούσης, εἰ μή τις ἐρεῖ, ὅτι τὴν ἐν Σιὼν πληθύν, καὶ τὴν ἐν Ἱερουσαλήμ, θυγατέρας αὐτῶν ὀνομάζει, ὡς πατρίδων οὐτῶν. Προειπών οὖν περὶ τῆς Ἱερουσαλὴμ, ἃ ἔμελλεν αὐτῇ συμβῆναι λυπηρά τε καὶ ἀγαθὰ, νῦν καὶ περὶ τῆς Σαμαρείας λέγει, ὅτι Εμ φραγήσεται εμφραγμῷ, τουτέστι, πολιορκηθήσεται. Συνοχὴν ἔταξεν ἐφ' ὑμᾶς. Εἰ μὲν, Εφ' ὑμᾶς, γράφεται μετὰ τοῦ υ, Εφ' ὑμᾶς, φησί, τοὺς τῆς Σαμαρείας, συνοχήν, ἤτοι πολιορκίαν ἔταξε. Τίς; Ὁ Θεὸς, ἢ ὁ Βαβυλώνιος. Εἰ δὲ μετὰ τοῦ η, Ἐφ' ἡμᾶς, ἑαυτὸν συντάττει ὁ προφήτης τοῖς ἐκ Σαμα ρείας, διὰ τὸ φιλάδελφον. Εν ράβδω πατάξουσιν ἐπὶ σιαγόνα τὰς φυλὰς τοῦ Ἰσραήλ. Ἡ ἐπὶ σιαγόνα πληγή ὕβρεως ση μεῖον δοκεῖ· εἰ δὲ μετὰ ῥάβδου γίνοιτο, πόνον ἐπι φέρει. Αἰνίττεται τοίνυν, ὅτι καὶ ὑβριστικῶς οἱ βυλώνιοι καὶ χολαστικῶς προσενεχθήσονται ταῖς δέκα φυλαῖς. Ἐπεὶ δὲ φραγμὸς ὁ νόμος. Η θυγάτηρ, φησί, τοῦ Ἐφραίμ, τουτέστιν, ἡ ἀποστατήσασα γενεὰ ἐκ τῆς βασιλείας τοῦ νοητοῦ Δαβὶδ Χριστοῦ, τοῦ ἱκανοῦ τῇ χειρὶ τοῦτο γὰρ Δαβὶδ ἑρμηνεύεται []), ἐγκλεισθήσεται τῷ νόμῳ, μὴ ἐκβαίνον σα ἀπ' αὐτοῦ πρὸς τὴν τοῦ Εὐαγγελίου χάριν. Καίτοι την συνοχήν, τουτέστι, την νομικήν πολι τείαν, ἐφ' ἡμᾶς ἔταξεν ὁ Θεὸς, τουτέστιν, ἕως οὗ ἡμεῖς οἱ προφῆται προφητεύομεν. Επειδὰν δὲ ὁ προφητευόμενο; ἔλθῃ, προδρόμου αὐτοῦ γενομένου τοῦ Ἰωάννου, τότε η συνοχή λυθήσεται· ὁ νόμος γὰρ καὶ οἱ προφῆται, ἕως Ιωάννου. Συνοχὴν δὲ λέγει τὸν ὑμᾶς, ν ἡμᾶς, ὅ, Λέγεται, Εκφαίνουσα.
col. 1131–1132page 41 of 70
PG 126:1131νόμον, διὰ τὰς μικρολογίας, ἐν οἷς συνεῖχε τοὺς ὑπ' αὐτόν· Μὴ ἅψῃ, μηδὲ γεύσῃ, μὴ θίξῃς, μὴ κινηθῇς ἐκ τοῦ τόπου. Ἐν ῥάβδῳ οὖν τῇ σιδηρά, τη Ρωμαϊκῇ δυνάμει, πατάξουσι τάς σιαγόνας τῶν Ισραηλιτικών στομάτων, τῶν εἰπόντων· Αρον, ἆρον, σταύρωσον αὐτὸν, οὗ καὶ τὰς σιαγόνας ἐπά ταξαν αὐτοί. Φραγμός εἰσι καὶ αἱ ἁμαρτία:, ἐν οἷς ἐμφράττεται ψυχή, ὥστε μή διαυγάζειν αὐτῇ τὸν φωτισμὸν τῆς δόξης τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ. Οὐχ ἁπλῶς δέ φησι, ψυχή, ἀλλ', 'Η θυγάτηρ Εφραίμ, τουτέστι, τῆς ἐν κακοῖς αὐξήσεως καὶ οἰκειώσεως ἔταξε δὲ τὴν συνοχήν ταύτην ἐπ' ἡμᾶς ὁ Βαβυλώνιος, ὁ ἐξ ἀρχῆς ἐχθρὸς ἡμῶν· αὐτ τὸς γὰρ ὁ αἴτιος τοῦ συνέχεσθαι ἡμᾶς ταῖς σειραῖς τῶν οἰκείων ἁμαρτημάτων. Καὶ σὺ, Βηθλεέμ, οἶκος τοῦ Ἐφραθα, μὴ ὀλι γοστὸς εἶ τοῦ εἶναι ἓν χιλιάσιν Ἰούδα· ἐκ σοῦ γάρ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ. Η μὲν Σαμάρεια, φησὶ, πολιορκηθήσεται, καὶ ἁλώσεται· σὺ δὲ, ὦ Βηθλεέμ, μεγάλης δόξης απολαύσεις. Μὴ γὰρ ἀποβλέψῃ; εἰς τὴν νῦν βραχύτητα τῶν ἐνοικούντων σοι, καὶ ὅτι οἶκος εἶ όλιγοστές καὶ μικρὸς ἐν ταῖς χιλιάσι τῆς τοῦ Ἰούδα βασιλείας, τουτέστιν, ἐν τοῖς φυλάρχους (τοῦτο δὲ εἰπὼν, καὶ τὴν Ἱερουσαλήμ περιέλαβεν)· ἔχεις γὰρ ἀφορμήν εἰς περιφάνειαν, οἷαν οὐδεμία πόλις τῶν ἐπὶ γῆς. Ἐκ σοῦ γὰρ ἐξελεύσεται ὁ Χριστὸς, δς ἄρξει του Ισραήλ, τοῦ πιστοῦ παντὸς λαοῦ. Οὐ γὰρ πάντες οἱ ἐξ ᾿Ισραὴλ, οὗτοι Ισραήλ. Πῶς δὲ ἐξελεύσεται; Οὐ νόμῳ σπορᾶς ἀνθρωπίνης, ἀλλ᾿ ἐμοὶ, τουτέστι, τῇ ἐμῇ δυνάμει, καὶ τῷ ἐμῷ Πνεύματι, ο συμπήξει αὐτῷ τὴν σάρκα, ὡς καὶ ὁ ἄγγελος εἶπε πρὸς τὴν Παρθένον· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Καὶ ἄλλως δέ· Οἱ μὲν ἄλλοι ἄρχοντες ἑαυτοῖς ἐξήρχοντο, τὸ οἰ κεῖον συμφέρον πραγματευόμενοι ἐν τῇ ἀρχῇ· οὗτος δὲ ἐμοὶ ἐξελεύσεται, πάντα ἐμοὶ προσάγων. Δηλοί δὲ καὶ οἰκειότητα τὸν Ἐξελεύσεταί μοι. Ἡ μὲν οὖν χώρα ἐκαλεῖτο Εφραθᾶ· ἡ δὲ κώμη, Βηθλεέμ, ἐξ ἧς ἦν Ἰεσσαὶ, καὶ Δαβίδ, ἐν ᾗ καὶ ἡ Παρθένος ἔτεχεν. Αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς, ἐξ ἡμερῶν αἰῶνος. Εξελεύσεται μὲν, φησὶν, ἐν ἐσχάτοις καιροῖς ἐκ σοῦ, ὦ Βηθλεὲμ, ὁ τοῦ Ἰσραὴλ οὗτος ἄρχων· πλὴν αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς, ήγουν πρὸ πάντων τῶν αἰώνων ἦσαν προωρισμέναι. "Η οὕτως· Ἵνα με Ογκώσεως. ἀντιλογία, τοὺς ἀσθενοῦντας, Αἱ εξολοι αὐτοῦ αὗται αἱ ἐκ σοῦ πρὸ πάν των,
col. 1133–1134page 42 of 70
PG 126:1133νομίσῃς, τότε αὐτὸν τὴν ὕπαρξιν λαχεῖν, ὅτε ἐκ Ολεὲμ ἐξῆλθεν, ὅπερ Παῦλος ὁ Σαμοσατεύς, καὶ Φω τεινὸς ὁ τοῦ Σιρμίου ἐπίσκοπος ἔπαθον· φησίν, ὅτι Αἱ ἔξοδοι αὐτοῦ, τουτέστιν, ἡ ἐκ τοῦ Πατρὸς γέν νησις αὐτοῦ, ἀπ' ἀρχῆς. Ὅμοιον τῷ· Ο ἦν ἀπ' ἀρχῆς· τὸ δὲ, Ἐξ ἡμερῶν αἰῶνος, ἀκούσας, μὴ νομίσῃς, ὅτι ἀρχήν τινα χρονικὴν τίθησι τῇ γεννήσει τοῦ Μονογενοῦς· ἀλλ᾽ ὅμοιον τοῦτο τῷ ἀλλαχοῦ πρὸς τὸν Πατέρα λεγομένῳ, Οτι ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. Ἰουδαῖοι δὲ εἰς τὸν Ζοροβάβελ ταῦτα ἐκλαμβάνουσι, προδήλως τῇ ἀληθείᾳ μαχόμενοι. Πῶς γὰρ αἱ ἔξοδοι τοῦ Ζοροβάβελ ἀπ' ἀρχῆς ἦσαν, ἐξ ἡμερῶν αἰῶνος, τοῦ κατὰ τοὺς τῆς αἰχμαλωσίας καιροὺς γεννηθέντος; Πῶς δὲ οὗτος ἐκ Βηθλεέμ, ὅς ἐν Βαβυ λῶνι ἐγεννήθη; Οὕτω γὰρ καὶ τὸ ὄνομα αὐτοῦ ἐρ μηνεύεται, σπορὰ Βαβυλώνιος. Αλλ' οι γε πάλαι Ἰουδαῖοι οὐκ εἰς τὸν Ζοροβάβελ τὴν προφητείαν ἐξεδέξαντο· ὑπὸ Ηρώδου γὰρ ἐρωτηθέντες, Ποῦ δ. Χριστὸς γεννᾶται; ταυτὴν αὐτῷ τὴν προφητείαν προσήνεγκαν. Διὰ τοῦτο δώσεις αὐτοὺς ἕως καιροῦ τικτούσης. Ἐπειδὴ εἶπεν, ὅτι ἐξελεύσεται ἐκ Βηθλεὲμ ὁ ἄρξων τοῦ Ἰσραήλ, εἶτα εἰκὸς ἦν ἐπαπορῆσαι· Πῶς οὖν ἃ εἶπας κακὰ συμβήσεται τοῖς Ἰουδαίοις, εἴ γε λυτ τρωτὴς ἔσται ἐκεῖνο;; Φησὶν οὖν ὁ προφήτης πρὸς τὸν Θεὸν, ὅτι Δώσεις αὐτοὺς, τουτέστι, παραδώσεις τοῖς ἐχθροῖς, ἕως καιροῦ τῆς τικτούσης τὸν Ἐμ μανουήλ Παρθένου. Η καὶ οὕτως· Ἐπειδὴ περὶ ἄρχοντος εἶπε· μέλλοντος δοθήσεσθαι· φησὶν οὖν, ὅτι ἐν τῷ μέσῳ ἄχρις οὗ τέκῃ ἡ Παρθένος, Δώσεις αὐτοὺς, τοὺς Ἰουδαίων δηλαδὴ ἄρχοντας. Οὐκ ἐκ λείψει γὰρ ἄρχων ἐξ Ἰούδα, ἕως ἂν ἔλθῃ, ᾧ ἀπόκειται. Ἀλλὰ καὶ τοὺς νομοδιδασκάλους δώσεις, ἄχρι; οὗ τέκῃ ἡ τίκτουσα κατὰ Χριστὸν τῶν ἐθνῶν Εκκλησία· ἔκτοτε δὲ καταργηθήσεται τὰ τούτων νόμιμα καὶ δόγματα. Τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς ᾿Ισραήλ. Τέξεται οὖν, φησίν, ἡ Παρθένος, καὶ πιστεύσουσι μὲν οἱ υἱοὶ Ἰσραήλ, τουτέστιν, οἱ δώδεκα ἀπόστολοι, καὶ οἱ ἑβδομήκοντα, καὶ οἱ πεντακόσιοι, οἷς ὤφθη ὁ Κύριος ἀναστάς· εἶτα οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν ἐπὶ τούτους, καὶ πιστεύσουσι καὶ αὐτ τοί, ὅπερ δὴ γέγονεν, ἡνίκα οἱ τρισχίλιοι ἐπίστευσαν, καὶ οἱ πεντακισχίλιοι, οὓς ὁ ἁλιεὺς ἐσαγήνευσε Πέ τρος, καὶ αἱ πολλαὶ μυριάδες, περὶ ὧν καὶ ὁ θεσπέσιος Ἰάκωβος τῷ θειοτάτῳ Παύλῳ φησί· Θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶ τῶν πεπιστευκότων Ιουδαίων; Καὶ τοὺς καθ' ἑκάστην δὲ γενεάν, πιστεύειν μέλλοντας ἐπιλοίπους φησίν, ὡς παρὰ τοῦ Θεοῦ ὑπολειφθέντας, ἤτοι ἐκλεγέντας. Τινὲς δὲ οὕτως· Τέξεται, φησίν, ἡ ἐξ ἐθνῶν Ἐκκλη το σε Πιστεύοντας,
col. 1135–1136page 43 of 70
PG 126:1135σία αὐτοὺς δὴ τούτους τοὺς ἐξ ἀρχῆ; πιστεύσαντας ἐθνικούς, καὶ ἔκτοτε τικτούσης αὐτῆς, οἱ κατὰ κα ροὺς τικτόμενοι ἐθνικοὶ (οῖ καὶ ἀδελφοὶ λεχθεῖεν ἂν τῶν προπιστευσάντων ἐθνικῶν, οἷον, εἰ τίχοι τῶν περὶ Κορνήλιον) συναφθήσονται τοῖς ἐξ Ἰσραὴλ πιστεύσασιν, οἷοι ἦσαν, ὡς προείρηται, οἱ ἀπόστολοι, καὶ οἱ κατ' αὐτούς. Ἐπεὶ δὲ Βηθλεὲμ ἑρμηνεύεται Οἶκος τοῦ ἄρτου, ἄρτυς δὲ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ Χριστός ἐστιν, οὗ οἶκος πᾶς ὁ τὰς ἐντο λὰς αὐτοῦ ποιῶν, Εγώ γάρ, φησί, καὶ ὁ Πατὴρ ελευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν ἐξελεύσεται καὶ ἐκ τούτου ὁ ἄρχων τοῦ Ἰσραήλ. Ο γὰρ Χριστὸς τῷ διὰ τῆς πρακτικής δεξαμένω αὐτὸν, ἄρχων τοῦ θεωρητικοῦ μέρους ἀναδείκνυται, ὅτε καὶ ἡ προαιώνιος αὐτοῦ ὑπαρξις διατρανού ται Παιδευέσθωσαν δὲ καὶ οἱ τῆς Ἐκκλησίας ἄρχοντες, ἤδη δὲ καὶ οἱ κατὰ κόσμον μή πρό τερον ἄρχοντες γίνεσθαι, πρὸν ἂν οἶκον τοῦ ἀποδεδομένου ἄρτου τὸν νοῦν ἀποδείξωσι Καὶ στήσεται, καὶ δίνεται, καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύι Κύριος. Τό, Στήσεται, ἀντὶ τοῦ, ἐπιστατήσει αὐτὸς τῶν ἰδίων προβάτων, καὶ αὐτὸς ὄψεται αὐτὰ, οὐχ ὡς πάλαι διὰ Μωϋσέως, ἀλλ' αὐτὸς δι' ἑαυτοῦ. Οὐκ ἄγγελος γάρ, φησί, οὐ πρέσβυς, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτούς. Καὶ ποιμανεῖ, ἀλλ' οὐ σφάξει, καὶ θύσει, καὶ τὰ ἔρια πωλήσει, καὶ τὸ γάλα πίεται. ᾿Αλλὰ καὶ ἐν ἰσχύε δύναμις γάρ ἐστι τοῦ Πατρὸς, καὶ Θεὸς ἰσχυρές. ᾿Αλλὰ καὶ κατὰ τὸ ἀνθρώπινον οὐ περιέκειτο την τῶν ἁμαρτιῶν ἀσθένειαν, ὥσπερ οἱ λοιποὶ ποιμένες ἀρχιερεῖς. Καὶ ἦν, φησί, διδάσκων ἐν ἐξουσία, καὶ οὐχ ὡς οἱ Γραμματείς. ᾿Αλλὰ καὶ στήσεται, φησίν, ἐν τῷ Γολγοθᾷ, καὶ ποιμανεῖ ἐν ἰσχύϊ τοῦ σταυρού τὸ ποίμνιον αὐτοῦ, ἡμᾶς τοὺς πιστεύσαντας. "Η ποιμανεῖ τοὺς πρώην ὄντας ποίμνιον αὐτοῦ ῾Εβραίους, ἐν τῇ ἰσχύϊ τῇ Ῥωμαϊκῇ, τῇ στο δηρα ράβδῳ. Καὶ πᾶς δὲ ὁ τεταγμένος ποιμαίνειν, ὀφείλει ἴστασθαι, τουτέστι πάγιος εἶναι, καὶ μὴ εὐπαράγωγος· ἀλλὰ καὶ βλέπειν τοῖς τῆς σοφίας ὀφθαλμοῖς, καὶ μὴ τυφλὸς εἶναι ὑπὸ ἀμαθίας· καὶ ποιμαίνειν, ἀλλὰ μὴ πωλεῖν, καὶ σφάττειν· καὶ ἐν ἰσχύϊ ποιμαίνειν, τουτέστιν, ἐν Χριστῷ. Ἐγὼ γάρ είμι, φησίν, ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθη, σωθήσεται. Ἐν ἰσχύϊ ποιμαίνει καὶ ὁ μὴ ὑποπτήσε κιν, ή τύχη. Διατυραννοῦται, Νόμον, σων θυμὸν ἀρχόντων, ἀλλ' ἐλέγχων αὐτοὺς ἁμαρ τάνοντας. Καὶ ἐν τῇ δόξῃ τοῦ ὀνόματος Κυρίου Θεοῦ αὐτ τῶν ὑπάρξουσι. Τίνες; Οἱ πειμαινόμενα. Ἐν τῷ καλεῖσθαι Χριστιανοί, φησίν, ἐν τούτῳ ἔξουσι τὴν ἐξουσίαν αὐτῶν καὶ ὕπαρξιν. Μᾶλλον δὲ ἐπειδὴ τῆς κλήσεις περιπατούντων, φησὶν, ὅτι ἐν τούτῳ ὑπά Δείξωσι, Τῷ σταυρῷ, επίριο ἐπεί.
col. 1137–1138page 44 of 70
PG 126:1137ξουσι ποίμνιον αὐτοῦ, ἐν τῷ δοξάζεσθαι διὰ τῶν ἔργων αὐτῶν τὸ ὄνομα τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ, Διότι νῦν μεγαλυνθήσονται ἕως ἄκρων τῆς γῆς. Καὶ τοῦτο νῦν ἔστιν ἰδεῖν· ἄχρι γὰρ τοῦ Ὠκεανοῦ τό τε ὄνομα τοῦ Χριστοῦ μεγαλύνεται, καὶ οἱ τοῦτο κεκλημένοι πληθύνονται καὶ μεγαλύνονται, και ὑπὸ τῶν ἀσεβῶν διώκωνται. Καὶ ἔσται αὕτη ἡ εἰρήνη, ὅταν ᾿Ασσύριος ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν, καὶ ὅταν ἐπιδῇ ἐπὶ τὴν χώραν ὑμῶν. Ἐπειδὴ, & περὶ Χριστοῦ προ εφήτευσε, μακροῖ; ὕστερον χρόνοις ἔμελλε γενέσθαι, πιστοῦται τὴν περὶ τούτων πρόβῥησιν ἀπὸ τῶν κατ' ἐκεῖνον τὸν καιρὸν γενησομένων. "Ινα γὰρ, φησί, μά θητε, ὅτι ἔσται ὁ προείρηκα, ενέχυρον λάβετε τὰ παρ όντα. Εἰρήνη γὰρ ἔσται βαθεῖα, καταλύσαντός μου τὸν ᾿Ασσύριον παρὰ πᾶσαν ἐλπίδα, ὅταν ἐπέλθῃ ὑμῖν τουτέστιν ἐπιστρατεύσῃ, καὶ ἐπιθῇ ἐπὶ τὴν χώραν ὑμῶν, τουτέστι, κυριεύση ταύτης Καὶ ἐπεγερθήσονται ἑπτὰ ποιμένες, καὶ ὀκτὼ δήγματα ἀνθρώπων· καὶ ποιμανοῦσι τὸν Ασούρ ἐν ῥομφαίᾳ. Επτά, φησί, βασιλεῖς ἐπεγερῶ τῷ ᾿Ασσυρίῳ (ποιμένας γὰρ τοὺς βασιλεῖς ὀνομάζει) οἱ ὀκτάκις πολεμήσαντες αὐτῷ, καὶ διὰ τῶν ὀκτὼ τούτων πολεμικῶν προσβολών, οἷά τινων δηγμάτων, καταδακόντες τὴν αὐτοῦ στρατιάν, καταδαπανή σουσιν αὐτόν. Καὶ ποιμανοῦσιν ἐν ῥομφαίᾳ, κατο ακολουθοῦντες ὀπίσω αὐτοῦ, καὶ ἐπιδιώκοντες, μὴ δυνάμενον ἀμύνασθαι ἐπίσης προβάτοις. Ηθικώτα τον δὲ τὸ, Ποιμανοῦσι. Καὶ τὴν γῆν τοῦ Νεβρώδ ἐν τῷ τάφρῳ αὐτῆς. Την Νεβρώδ τὴν Βαβυλῶνά φησι. Νεβρώδ γὰρ τὴν τυραννίδα χρησάμενος, τὴν Βαβυλῶνα πρώτην ὑποχείριον ἔσχεν. Εγένετο γάρ, φησίν, ἡ ἀρχὴ τῆς βασιλείας αὐτοῦ, Βαβυλών, Ορέχ, καὶ χα λάνη. Ἐπεὶ οὖν ὁ ᾿Ασσύριος τὴν Βαβυλῶνα εἶχεν ὑφ' ἑαυτὸν, φησὶ νῦν ὁ Θεὸς, ὅτι οἱ ἑπτὰ βασιλείς ἐκεῖνοι τήν τε Ασσύριον καὶ τοὺς βασιλεῖς ταπεινώσουσι, καίτοι γε τάφρον ἐχούσης τῆς Βαβυλῶνος μεγίστην, τὰ ὀχυρά τείχη περιζωννύσαν. Η καὶ οὕτως· ᾿Αναγκάσουσι τους Βαβυλωνίους ἐν τῇ τάφρῳ περιωρίσθαι, καὶ μὴ περαιτέρω προβαί γειν. Καὶ ῥύσεται σε ἐκ τοῦ Ἀσούς, ὅταν ἔλθῃ ἐπὶ τὴν γῆν ὑμῶν, καὶ ὅταν ἐπιβῇ ἐπὶ τὰ ὅρια ὑμῶν. Ἐκεῖνος μὲν, φησί, ταῦτα πείσεται· σὺ δὲ οὐ τότε μόνον, ὅτε ἐπαναστήσω τοὺς βασιλεῖς τῷ Ασ συρίῳ, ἀπαλλαγήσῃ τῶν ἐκ τούτου κακῶν, ἀλλὰ καὶ νῦν ἐπελθόντος σοι, δύσομαί σε, ἑκατὸν ὀγδοήκοντα "Οτε, Ημῖν, Κυριεύσῃ τῆς χώρας ταύτης, Τήν, τῇ τυραννίδι. Τὰ ὀχυρὰ ἐκεῖνα, Τοιαῦτα,
col. 1139–1140page 45 of 70
PG 126:1139πέντε χιλιάδας αὐτοῦ ἀνελών. Τὰ γὰρ κατὰ τὸν Σε ναχηρεὶμ ἐνταῦθα λέγει, καὶ τὸν ἐν μιᾷ νυκτὶ ὅλε θρον τῆς ἐκείνου στρατιᾶς. Επέβη καὶ ὁ νοητὸς Ασ σύριος ἐπὶ τὴν ἡμετέραν γῆν, τὴν σάρκα φημί, τὰ μέλη ἡμῶν, τὰ ἐπὶ τῆς γῆς, οἰκεῖα ποιεύμενος. Επέβη δὲ καὶ ἐπὶ τὰ ὅρια ἡμῶν, τὸν νοῦν καὶ τὸν λέγον· ταῦτα γὰρ τοῦ ἀνθρώπου όρια διορίζονται αὐτὸν ἀπὸ τῶν ἀλόγων. Ὅτε οὖν ἔδοξε κρατῆσαι ἡμῶν, καὶ ἐπλήσθη ἡ γῆ πάσης κακίας καὶ ἀθεΐας, τότε ἐπέστη ἡμῖν ὁ Χριστὸς, ὅς ἐστιν ἡ εἰρήνη ἡμῶν, καὶ ἐπηγέρθησαν τῷ τοιούτῳ Ασσυρίῳ αἵ τε ἑπτὰ τοῦ Πνεύματος ἐνέργειαι, ποιμένες ἀγαθοὶ, ποιμαίνοντες τοὺς ἀξίους τοῦ Πνεύματος, καὶ τὰ ὀκτὼ δήγματα τῶν ἀνθρώπων, τῶν τὴν ἀνθρωπίνην ἀξίαν τηρούντων, ἤτοι αἱ πέντε αισθήσεις, πίστει, ἐλπίδε καὶ ἀγάπῃ συντεταγμέναι, ἢ τῇ τῆς ἁγίας Τριάδος ὁμολογίᾳ, καὶ ἐν τῇ ῥομφαία τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, ἐπατάχθη ὁ τοιοῦτος ἐχθρὸς, καὶ ἡ τοῦ Νεβρώδ γῆ, ἤτοι ἡ ἁμαρτία. Αὕτη γὰρ γῆ τοῦ νι ητοῦ Νεβρώδ, περὶ οὗ εἴρηται· Αὐτὸς ἤρξατο γίγας κυνηγός ἔναντι Κυρίου. Τραχηλιάσας γὰρ κατέναντι Θεοῦ θηρεύει τὰς ψυχὰς τῶν ἀνθρώπων. Τάφρος δὲ τῆς ἁμαρτίας ἡ σαρξ, ἐπιθυμοῦσε κατὰ τοῦ πνεύματος, καὶ διὰ τοῦτο ἀσφαλιζομένη τὴν ἁμαρτίαν. Αλλ' ὁ Κύριος ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας γενόμενος, κατέκρινε τὴν ἁμαρτίαν ἐν ᾗ προσέλαβεν. Οὕτω; οὖν ἐπατάχθη ἡ τοῦ Νεβρώδ γῆ ἐν τῇ τάφρῳ αὐτῆς. Ἑπτὰ ποιμένας νοήσεις και τοὺς προφήτας· ὁ γὰρ ἑπτὰ, τῇ Παλαιᾷ σύστοιχος, τά τε ἄλλα, καὶ ὅτι τὰ τοῦ ἐνεστῶτος αἰῶνος ἀγαθὰ ὑπισχνεῖτο· ὀκτὼ δὲ δήγματα, τοὺς τῶν ἀποστόλων λόγους. Οι τε γὰρ ὁδόντες όργανα, συνεργά πρὸς τὸν λόγον· οἵ τε ἀπόστολοι τὸν ᾿Ασσύριον ἔδακνον, δι ὧν κατήγγελλον τήν τε ἀνάστασιν, ἢ ἐν τῇ ὀγδότο τῇ μετὰ τὴν ἑβδόμην τοῦ Σαββάτου Κυριακῇ γε γένηται ἐπὶ Χριστοῦ· γενήσεται δὲ καὶ ἐφ' ἡμῶν πάντ των, τῇ μετὰ τὸν ἕβδομον τοῦτον αἰῶνα ὀγδόῃ· καὶ πρὸς τῇ ἀναστάσει τὴν ἐν ἐκείνῃ τῇ ὀγδύῃ οὐράνιον βασιλείαν ἐκήρυττον. Εἰ δὲ τὰ κατὰ τὸν ᾿Ανανίαν καὶ την Σαπφείραν λογίσῃ, καὶ τὰ κατὰ τὸν Ἑλύμαν τὸν μάγου, καὶ τοὺς παραδοθέντας τῷ Σατανᾷ εἰς ὄλεθρον 299 τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ, καὶ ἵνα παιδευθῶσι μή βλασφημεῖν· τότε συνήσεις πῶς καὶ ἐν ῥομφαία Κυρίου, αἰῶνας, ἀρχὴ τῆς ὀγδόης, Οὔ,
col. 1141–1142page 46 of 70
PG 126:1141ἐποίμαινον οἱ ἀπόστολοι, τῇ ἀποτομίᾳ ἐπὶ τοὺς ταύ της χρήζοντας χρώμενοι. Καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ἰακὼβ ἐν τοῖς ἔθνεσιν, ἐν μέσῳ τῶν λαῶν πολλῶν, ὡς δρό σος παρὰ Κυρίου πίπτουσα, καὶ ὡς ἄρνες ἐπ' ἄγρωστιν, ὅπως μὴ συναχθῇ μηδεὶς, μηδὲ ὑποστῇ ἐν υἱοῖς ἀνθρώπων. Καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν, ὡς λέων ἐν τοῖς κτήνεσι τοῦ δρυμοῦ, καὶ ὡς σκύμνος ἐν ποιμνίοις προ βάτων· δν τρόπον ὅταν διέλθῃ καὶ διαστείλας ἁρπάσῃ, καὶ οὐ μὴ ᾖ ὁ ἐξαιρούμενος. Δύο ναται μὲν ταῦτα κατὰ τὸ ῥητὸν ἐκλαμβάνεσθαι, ὑπισχνουμένου τοῦ Θεοῦ τοῖς ὑπολειφθεῖσι, καὶ εἰς σωτηρία» τηρηθεῖσιν Εβραίοις μετὰ τὴν τοῦ Βαβυ λωνίου καθαίρεσιν, ἀγαθῶν τε εὐετηρίαν τοσαύτην ὥστε καὶ ἄλλους δροσίζειν δύνασθαι καὶ ἀγαθοποιεῖν, καὶ κατὰ τῶν ἐχθρῶν δυναστείαν, ὥστε τούτους καταδαπανᾷν, καθάπερ οἱ ἄρνες τὸν τῆς ἀγρώ στέως χάρτον, ὅπως μηκέτι συναχθῇ κατ' αὐτ τῶν, μηδὲ ὑποστῇ ἔμπροσθεν αὐτῶν ἄνθρωπος τις· ἀλλ᾿ ὥσπερ λέων διαστέλλων τὰ πρόβατα, τουτέστιν, εἰς τὸ μέσον αὐτῶν εἰσερχόμενος, χω ριζομένων ἀπὸ φόβου καὶ διασπειρομένων άλλου ἀλλαχοῦ, ἁρπάζει, καὶ οὐδείς ἐστιν ὁ ῥυόμενος οὕτω καὶ αὐτοὶ τὰ τῶν ἐχθρῶν διαρπάζουσι. Πλὴν ἀλλὰ τὸ ἀληθὲς, περὶ τῶν ἀποστόλων ταῦτα λέγεται. Εἰπὼν γὰρ περὶ τῶν κατὰ τὸν αἰσθητὸν Βαβυλώνιον γενησομένων, ανατρέχει ἐπὶ τὰ κατὰ Χριστὸν, καὶ προαγγέλλει, ὅπως τὸ ἐκ τοῦ Ἰακώβ λειμμα, το κατ' ἐκλογὴν χάριτος, οἵ τε ἀπόστολοι, φημί, καὶ οἱ μετὰ τούτους ἐξ Εβραίων ἐν τῇ Ἐκκλησίᾳ λάμψαντες· καὶ μέντοι ἁπλῶς πάν τες οἱ τῆς Ἐκκλησίας διδάσκαλοι. Ὡς γὰρ καὶ ἀνωτέρω είρηται, Οὐ πάντως πάντες] οἱ ἐξ Ισραήλ, οὗτοι Ισραήλ. Οὗτοι τοίνυν τοῖς ἔθνεσι τοῖς τὸν καύσωνα τῆς εἰδωλολατρείας καὶ τῶν ἄλλων ψυχικῶν παθῶν ἔχουσι, δρόσος έπονται, προσφέροντες αὐτοῖς τὴν τοῦ Εὐαγγελίου διδασκαλίαν, ἥτις παρὰ τοῦ Κυρίου ἔπεσεν ἐπ᾿ αὐτούς καὶ τὴν ἀσέβειαν ἐδαπάνησαν, ὡς ἄρες τὴν ἄγρωστιν, ὅπως μηδεὶς ἔτι σύλλογος ἀσεβῶν συναχθῇ ἢ ὑποστῇ, ἀλλὰ πάντες διορθωθῶσι. Τοῦτο δὲ λέγω, φησίν, οὐ περὶ δαι μόνων (ἐκεῖνοι γὰρ ἀδιόρθωτοι), ἀλλ' ἐν υἱοῖς τῶν ἀνθρώπων, την διόρθωσιν δεχομένοις. "Η, Ἐπειδὴ βρῶμά ἐστι τοῦ διδάσκοντος ἡ τοῦ διδα σκομένου ὠφέλεια, ὥσπερ οἱ ἄρνες, φησὶν, ἐπ Τούτων, Τοῖς κατὰ, "Ητις παρὰ τοῦ Κυρίου Επεσεν ἐπ᾿ αὐτοὺς, τοῦ εἰπόντος· Μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες, Διδαχθῇ.
col. 1143–1144page 47 of 70
PG 126:1143χαίρουσιν, ἄγρωστιν εὑρόντες εἰς βρῶσιν αὐτοῖς ἑπομένην· οὕτω καὶ αὐτοὶ τοῖς μαθηταῖς ἐπι σκιρτήσουσι, ὅπως μηδεὶς ἔτι συνάγηται, καὶ ἐγκαταριθμᾶται ἐν υἱοῖς ἀνθρώπων τοῖς βαρυκαρδίοις, τοῖς ἀγαπῶσι ψεῦδος, ἀλλὰ πάντες υἱοὶ Θεοῦ γένωνται, συγκληρονόμοι Χριστοῦ. Εἶτα ἐπειδὴ δρόσῳ καὶ ἀρνίοις τους τοιούτους διδα σκάλους εἰκάτας, τὴν δεδομένην ὑπὸ Θεοῦ δύο ναμιν αὐτοῖς οὐκ αὐτάρκως ἐδήλωσεν, καὶ ἄλλην εἰκόνα προστίθησι, τὴν τοῦ λέοντος. Τὰ μὲν γὰρ προοίμια τῆς τῶν ἀποστόλων διδασκαλίας δρόσῳ ἐῴκει· καὶ ὡς ἄρνες δὲ ἐν μέσῳ λύκων ἦσαν, τὴν ἄγρωστιν τῆς ἀσεβείας δικα σκαλίαις καὶ θαύματι δαπανῶντες καὶ ἐκριζοῦντες. Μετὰ ταῦτα δὲ τῆς οἰκουμένης δεξαμένης τὸ κήρυγμα, καὶ στρατηγῶν καὶ βασιλέων τοῖς πιστοῖς συγκατειλεγμένων, εἰς τοὺς τῆς ἀλη θείας ἐναντίους μετέβη τὸ δέος· καὶ οἱ μὲν, κτή νεσιν εοικότες, δειμαίνουσί τε καὶ φρίττουσι οἱ δὲ τῆς Ἐκκλησίας λέοντος θάρσος ἔχοντε;, καὶ μάλιστα διὰ τὴν τῆς δικαιοσύνης περιουσίαν (δίκαιος γὰρ ὡς λέων πέποιθε), διαστέλλουσί τε τὸ ψεῦδος, διακρίνοντες αὐτό, καὶ ὑποδεικνύντες τοῖς πρώην πλανωμένοις καὶ διαρπάζουσιν αὐτοὺς, αἰχμαλωτίζοντες εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· καὶ οὐδεὶς ὁ ἀποσπῶν τούτους ἀπ' αὐτ τοῦ, μετὰ Παύλου λέγοντας· Τίς ἡμᾶς χωρήσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Ο καὶ ὁ Χρι στὸς εἶπεν, ὅτι οὐδεὶς ἁρπάζει τὰ πρό βατά μου ἐκ τῆς χειρός μου. ᾿Αλλὰ καὶ αὐ σε Ανθρώπων, Διδασκαλία, Κύριος, τοὶ οἱ ἀπόστολοι, ἄρνες τε ἦσαν καὶ λέοντες ἄρνες μὲν, πρὸς τοὺς μαστίζειν, καὶ δέρειν, καὶ ἀποκτιννύναι θέλοντας, μὴ ἀνθιστάμενοι λέοντες δὲ, ὡς κατὰ τῆς πλάνης καὶ τῆς ἀσεβείας ἰσχύοντες, ἐν τῇ δυνάμει τοῦ λόγου καὶ τῶν θαυμά των. Καὶ ὑψωθήσεται ή χείρ σου ἐπὶ τοὺς θλί βοντάς σε· καὶ πάντες οἱ ἐχθροί σου ἐξολοθρευθήσονται. Γεγένηνται μὲν ταῦτα καὶ αἱ σθητῶς, τῆς βασιλείας, ὡς εἴρηται, εἰς Χριστιανοὺς μεταπεσούσης ἄρχοντας. Καὶ γὰρ οἱ πρότερον θλίβοντες τὸν τοῦ Χριστοῦ λαὸν Ἕλληνες, καὶ τοὺς ναούς καταλύοντες τοῦ Θεοῦ, φροῦδος καὶ ἀφανεῖς· καὶ ἡμεῖς τοὺς ἐκείνων ναοὺς καθαιροῦμεν, εἴ γε καὶ λείψανον τι ὑπολέλειπται. Πλέον δὲ πνευματικῶς πεπλήρωνται. Ἡ γὰρ χεὶρ τῶν πιστῶν, ἡ ἐνεργοῦσα δηλαδὴ τὰς ἀμε τὰς δύναμις, ὑψώθη κατὰ τῶν δαιμόνων, οἱ τὴν κακίαν πείθοντες ἡμᾶς ὡς γλυκείαν μετιέναι, ὕστερον τὴν ἐκ τοῦ συνειδότος θλίψιν ἐπάγουσιν ἡμῖν, πρὸς ἀπόγνωσιν καὶ διὰ τοῦτο φέροντες. Καὶ ἐξολοθρεύσω τοὺς ἵππους σου ἐκ μέ σου σου, καὶ ἀπολῶ τὰ ἅρματά σου, καὶ ἐξ Ελληνες Τούτου,
col. 1145–1146page 48 of 70
PG 126:1145ολοθρεύσω τὰς πόλεις τῆς γῆς σου, καὶ ἐξαρῶ πάντα τὰ ὀχυρώματά σου. Οἱ μὲν πεπιστευκότες ἐξ Ισραήλ, τῆς δυνάμεως τεύξοντα. τῆς προῤῥηθείσης· οἱ δὲ τῇ ἀπιστίᾳ ἐμμείναντες, οἷοί εἰσιν οἱ νῦν Ἑβραῖοι, τῆς οἰκείας στερηθήσονται βασιλείας· καὶ οὔτε ἱππικὸν ἕξουσιν, οὔτε πόλεις εὖ τετειχισμένας, οὔτε ἀλλοῖα όχυ ρώματα, οἷα ἐν ταῖς ὄρεσιν, ἢ σπηλαίοις ἡ φύσις αὐτομάτως ποιήσασα, δέδωκε τοῖς ἀν θρώποις πρὸς ταῦτα καταφεύγειν ἐν ἀναγκαίοις καιροίς. Κἄν τις ἀναγνῷ τὰ τοῦ Ἰωσήπου, εν ρήσει τὴν τῶν λεγομένων ἀλήθειαν. Εἰ γὰρ καὶ μὴ οὕτω νοήσαιμεν ὡς πρὸς ἄλλους μὲν τὰ προειρημένα ἐλέχθη, πρὸς ἄλλους δὲ τὰ νῦν λεγόμενα, καὶ ὅτι ἐκεῖνα μὲν πρὸς τοὺς πιστούς, ταῦτα δὲ πρὸς τοὺς ἀπίστους, ἀλλόκοτα δόξουσι. Πρὸς μέντοι ἓν πρόσωπον λέγονται τὸ τῆς Ἑβραϊκῆς γενεάς. Ορα δὲ καὶ ἀπὸ τῆς λέξεως τὴν ἀλήθειαν ὧν φημι· τῷ γὰρ ὑπολείμματι τοῦ Ἰακὼβ ἐπηγγείλατο τὰ χρηστὰ, ἀλλ᾽ οὐχ ἁπλῶς τῷ Ἰακώβ. Καὶ ἐξαρῶ τὰ φάρμακά σου ἐκ τῶν χειρῶν σου. Φάρμακα τὰς γοητείας φησίν, αἷς ἐχρῶντο, δαίμονας ἐν πᾶσιν ἐπικαλούμενοι. Καὶ ἀποφθεγγόμενοι οὐκ ἔσονταί σοι. Τουτ ἐστι μάντεις· ἀποφθεγγομένους δὲ τούτους φησί, διότι ἀθρόον ἐδόκουν ἐξίστασθαι, καὶ ἐνθουσιῶντες ἀπεφθέγγοντο, ἃ ἡ τῶν δαιμόνων ἐπίπνοια αὐτοῖς ἐχορήγει. Καὶ τοὺς μάντεις σου οὖν, φησὶν, ἐξολοθρεύσω. Καὶ ἐξολοθρεύσω τὰ γλυπτά σου, καὶ τὰς στήλας σου ἐκ μέσου σου· καὶ οὐκέτι οὐ μὴ προσκυνήσεις τοῖς ἔργοις τῶν χειρῶν σου, καὶ ἐκκόψω τὰ ἄλση ἐκ μέσου σου. Τὴν τῆς εἰδωλολατρείας κατάλυσιν ἐνταῦθα προδηλοῖ· μετὰ γὰρ τὴν τοῦ Χριστοῦ ἐνανθρώπησιν, ὁρῶντες Ἰουδαῖοι τῶν ἐθνῶν τὴν εὐσέβειαν, ἄκοντες καὶ αὐτοὶ τῆς τῶν εἰδώλων ἀπηλλάγησαν θεραπείας. Αἰσχύνονται γὰρ τοὺς ἔξω νόμων σωφρονοῦντας ὁρῶντες, αὐτοὶ προφανῶς ἀσεβεῖν. Καὶ οὔτε γλυπτά παρ' αὐτοῖς ἐστιν, οὔτε στῆλαι, οὔτε ἄλση. Ως γὰρ ἐν τῷ Ὠσης ἔμαθες, εκλεγόμενοι τῶν δένδρων τὰ εὐμήκη καὶ εὔσκια, ταῦτα ἐτί μων. Νῦν δὲ ἐξεκόπησαν ὡς ξύλα κοινὰ εἰς καῦσιν, ἢ εἰς ἔργα τεκτονικὰ χρησιμεύοντα. Καὶ ἀφανιῶ τὰς πόλεις σου, καὶ ποιήσω ἐν ὀργῇ καὶ ἐν θυμῷ ἐκδίκησιν ἐν τοῖς ἔθνε σιν, ἀνθ' ὧν οὐκ εἰσήκουσαν. Ἐξελάσω, φησίν, Ούτε, Επίνοια, τῆς ἐν τῷ βουλευτηρίῳ.
col. 1147–1148page 49 of 70
PG 126:1147ἐκ τῶν οἰκείων πόλεων αὐτοὺς, καὶ ἐν τοῖς ἔθνεσι διασπερῶ, ποιῶν ἐκδίκησιν τοῦ α ματος τοῦ Υἱοῦ μου, ἀνθ' ὧν οὐκ εἰσήκουσαν τῶν προφητῶν, τῶν περὶ αὐτοῦ λεγόντων, καὶ αὐ τοῦ δὲ βοῶντος· Ἐγώ εἰμι τὸ φῶς τοῦ κό σμου· καὶ, Τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; Όρα μέντοι πῶς καὶ κολάζων ὁ Θεὸς ὠφελεῖ· ἴδε γὰρ τίνων ἀπαλλάττει, εἰδωλολατρείας, φαρμακειῶν, μαντειῶν. Λέγοιτο δ' ἂν ταῦτα καὶ πρὸς τὴν ἀνθρωπίνην φύσιν, ἧς τὸ ἱππικόν γαυρίαμα καὶ τὸ θηλυμανὲς ἐξῆρον ἐκ μέσου ὁ γεννηθείς ἐν Βηθλεὲμ Κύριος, καὶ τὰς πόλεις, ὡς εἶχεν ἡ γῆ αὐτῆς, τουτέστιν ἡ σαρξ, καὶ τὰ ὀχυρώ η ματα τῶν γηίνων καὶ ἀνθρωπίνων λογισμῶν καθ εἷλε διὰ τῶν λεγόντων λογισμούς καθαιροῦντες καὶ πᾶν ὕψωμα επαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ πᾶσαν φαρμακείαν τῆς γοητευούσης ἡδονῆς, τῆς καταδουλωσάσης πρὶν τὸ ἀν θρώπινον, ἐξῆρεν ὁ λέγων· Στενὴ ἡ ὁδὸς καὶ τεθλιμμένη· καὶ, Ἐν τῷ κόσμῳ θλίψιν ἔξετε καὶ ἐξέκοψε τὰ ἐν ἡμῖν ἄλση καὶ τοὺς δρυμούς τῶν ἐννοιῶν, ἐν οἷς ἐφώλευον τὰ νοητὰ θηρία. ΚΕΦΑΛ. Γ'. Ακούσατε δὴ & εἶπε Κύριος· Ἀνάστηθι καὶ κρίθητι πρὸς τὰ ὄρη, παὶ ἀκουσάτωσαν βου νοὶ φωνῆς σου· Ἀκούσατε, βουνοί, τὴν κρί σιν τοῦ Κυρίου, καὶ αἱ φάραγγες θεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαν αὐτοῦ, καὶ μετὰ τοῦ Ἰσραὴλ διαλεχθήσεται. Τὴν τῶν Ἰσραηλιτῶν ἀγνωμοσύνην μέλλων δεῖ ξαι, κριτήριον εἰσάγει, καὶ τοῖς ὄρεσιν ἐπιτρέπει τὴν κρίσιν, οὐχ ὅτι ψυχὴν ἔχουσιν ἢ γον, ἀλλ' ἐπειδὴ τὰ ὄρη καὶ αἱ φάραγγες, ποτὲ μὲν τοὺς νεκροὺς τοὺς τῆς Σεναχηρείμ στρα τιᾶς ἐδέξαντο, δι᾿ ἀγγέλου πληγείσης, ποτὲ δὲ τοῦ Σκυθικοῦ στρατοῦ τὰς μυρίας σφαγάς· τὰ ὄρη ταῦτα καὶ τὰς κοιλάδας ταύτας μάρτυρας ποιεῖται καὶ τῆς εὐεργεσίας αὐτοῦ, καὶ τῆς πρὸς ταύτην ἀγνωμοσύνης αὐτῶν. Καὶ ἄλλως δέ· Ἐπειδὴ λογικοὶ ὄντες αὐτοὶ, ἀλογίαν ἐνάση σαν τὰ ἄλογα εἰς κρίσιν αὐτῶν φέρει. Φη σὶν οὖν, ὅτι Ανάστηθι, καὶ κρίθητι πρὸς τὰ ὄρη τουτέστι, παρὰ τοῖς ὄρεσιν, ἵν' ᾗ τὸ λεγό μενον· Μετ᾿ ἐμοῦ κρίθητι παρὰ τοῖς ὄρεσι δ κασταῖς. Η, ὅτι καὶ αὐτὰ τὰ ὄρη ἀντ᾿ ἐμοῦ κατηγορήσουσι σου· καὶ εἰ ἔστι σει δυνα τόν, ἀπολόγησαι, καὶ ἀνάλυσον τὴν κατηγορίσι. Καὶ ἄλλως δέ· Ἐπειδὴ ἐν βουνοῖς καὶ ἄρεσι τὰς τελετὰς ἑτέλουν τοῖς δαίμοσιν οἱ Ἰσραηλ. ται, Αὐτά, φησί, κατηγοροῦσιν ὑμῶν, καὶ εἰ ἔχετε τινα ἀπολογίαν, εἴπατε. το Ορεσι, Ἐνόησαν, Βιν. Κατηγοροῦσί,
col. 1149–1150page 50 of 70
PG 126:1149λαός μου, τί ἐποίησά σοι; ἢ τί ἐλύπησά σε; ἢ τί παρηνώχλησά σε; ἀποκρίθητί μοι. Ειπέ μοι, φησί, τὴν αἰτίαν τῆς ἔχθρας· ἔλεγξον, εἴ τινος λυπηροῦ πεπείρασαι παρ' ἐμοῦ. Εἶτα ἐπειδὴ σιγᾶν ἀνάγκη αὐτὸν, μηδὲν ἔχοντα λέγειν, ἔγκειται λέγων Διότι ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ ἐξ οἴκου δουλείας ελυτρωσάμην σε, καὶ ἐξαπέστειλα πρὸ προσώπου σου τὸν Μωϋσῆν, καὶ Ααρών, καὶ Μαριάμ; Μή τι τοῦτο, φησίν, ἠδίκησά σε, ὅτι ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου; Εἶτα ἵνα μὴ ἔχῃ λέγειν, ὅτι Ἐβλάβημεν, ἀναχθέντες ἐκ τοιαύτης γῆς. εὐφόρου, καὶ παρεχούσης ἡμῖν κρόμυα, καὶ σκόροδα, καὶ κρέα, & καὶ οἱ πατέρες αὐτῶν ἐν τῇ ἐρήμῳ ἐπό θουν, ἐπήγαγεν, ὅτι Εξ οἴκου δουλείας ἐλυτρωσάμην σε; Εἰ γὰρ καὶ ἡ γῆ ἦν ἀγαθὴ καὶ εὔφορος, & ἀλλ᾽ οὐ σὺ ἐν ἀγαθοῖς ἦσθα· ὡς γὰρ πρὸς σὲ οἶκος δουλείας ἦν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ δέδωκά σου αρχηγούς, θαυμασίους ἄνδρας διεξάγοντας σε ἀπὸ παντὸς κινδύνου. Καὶ οὐδὲ τὰς γυναῖκας τῆς ἐμῆς ἀπεστέρησα προνοίας, ἀλλὰ καὶ ταύτας τῆς προσηκούσης κηδεμονίας ήξίωσα, την Μαριάμ αυτ ταῖς ἐπιστήσας, προφητικού μετασχοῦσαν Πνεύ ματος. Λαός μου, μνήσθητι δὴ, τί ἐβουλεύσατο κατά σοῦ Βαλακ, βασιλεύς Μωάβ, καὶ τί ἀπεκρίθη αὐτῷ Βαλαάμ υἱὸς Βεωρ, ἀπὸ τῶν Σχοίνων ἕως τοῦ Γαλγάλ, ὅπως ἂν γνωσθῇ ἡ δικαιοσύνη Κυ ρίου. Ετι λαὸν αὐτοὺς ἑαυτοῦ καλεῖ ἵνα και τὴν οἱ κείαν δείξῃ χρηστότητα, καὶ τὴν ἐκείνων ἀγνωμοσύνην, ὅτι πρὸς τὸν οὕτω χρηστὸν ἀφηνιά. ζουσι· καὶ ἅμα ἐντρέψῃ αὐτοὺς, ὥστε συνεἶναί ποτε, καὶ ἐπιστρέψαι πρὸς αὐτόν· ἔτι δὲ καὶ ἡμᾶς παιδεύσῃ, οὕτω χρηστού; εἶναι πρὸς τοὺς ἀγνωμονοῦντας ἡμῖν, καὶ οἰκειοῦσθαι αὐτοὺς καὶ μετὰ τὸ ἐλεγο χθῆναι ἀγνώμονας. Τί οὖν φησι πρὸς τὸν ἀγνώμονα τοῦτον λαόν; Εἰ τῆς ἐξ Αἰγύπτου ἐλευθερίας ἀμνης μονεῖς, μνήσθητι τῶν κατὰ τὸν Βαλαάμ, καὶ ὅπως ὁ μὲν τῶν Μωαβιτών βασιλεύς Βαλάκ μετεκαλέσατο τὸν μάντιν τοῦτον, ὥστε διά τινων γοητειών κατα ανάσασθαι τὸν Ἰσραὴλ, καὶ δι' ἐπιδῶν συνήθων αὐτῷ τὴν ἰσχὺν αὐτοῦ ἀπομαρᾶναι (τοιοῦτον γὰρ τὸ κατ ανάσασθαι)· ἐγὼ δὲ εἰς εὐλογίας τὰς ἀρὰς ἔτρεψα, οὐ διὰ τὰς σὰς δικαιοσύνας (ἀγνώμονες γὰρ ἦτε καὶ τότε), ἀλλ᾽ ἵνα ἡ ἐμὴ δικαιοσύνη φανῇ καὶ ἡ ἀλή θεια. Επηγγειλάμην γὰρ τῷ προπάτορι σου δοῦναι τὴν τῆς Παλαιστίνης γῆν ὑμῖν· καὶ διὰ τοῦτό σε διετήρουν, πληρῶν τὰς πρὸς ἐκεῖνον συνθήκας. "Η καὶ οὕτω • Μνήσθητι τῶν ἐμῶν εὐεργεσιῶν, ὅπως ἐκ τούτου, κατακρινομένων ὑμῶν, φανῇ ἡ δικαιοσύνη μου, ὅτι τὴν τοσαῦτα ὑμᾶς εὐεργετήσαντα οὕτως ἐγκατελίπετε. Ὅμοιον τῷ· Οπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου. Τί δέ ἐστιν, ᾿Απὸ τῶν Σχοίνων Λαὸν αὐτοῦ καλεῖ, Τοῦ, τόν.
col. 1151–1152page 51 of 70
PG 126:1151ἐν οἷς ὁ Βαλαάμ τὰς κατάρας ἐδόκει ποιεῖν, ἄλλοτε εἰς ἄλλον βουνὸν μεθιστάμενος· ᾤετο γάρ τους τό τους βλάπτειν καὶ ἐμποδίζειν αὐτῷ, καὶ διὰ τοῦτο ὑπὸ τῶν δαιμόνων πειθόμενος, ἄλλοτε εἰς ἄλλον μεθίστατο. Ἀπὸ γοῦν τοῦ τόπου τοῦ ἔχοντος τοὺς Σχοίνους ἄχρι τοῦ Γαλγάλ, τοὺς ἐν μέσῳ πάντας βουνούς περιῆλθεν. Ορη καὶ οἱ ἀπόστολοι, πρὸς οὓς κρίνεται ἡ Συναγωγή, ὅτι ἐξ αὐτῆς ὄντας αὐτοὺς οὐκ ἐδέξατο· βουνοὶ δὲ, οἱ προφῆται, ὡς τῶν ἀπο στήλων ὑποδεέστεροι· φάραγγες, αἱ τοῦ πλήθους τῶν πιστῶν χωρητικαὶ ἐκκλησίαι, αἱ καὶ θεμέλιά εἰσι τῆς γῆς, καὶ ἀσφάλειαι, παρ' οἷς κρίνεται πρὸς τὸν λαὸν ὁ Κύριος Ἰησοῦς· ὃς οὐδὲν λυπηρόν ποιήσας αὐτῷ, ἀλλ' αὐτὸς ὢν ὁ ἐξ Αἰγύπτου τῆς αἰσθητῆς έλευθερώσας πάλαι, καὶ τῆς νοουμένης ὕστερον (δι αὐτὸ γὰρ τοῦτο ἐσαρκώθη), καὶ τοῦ Βαλπὰμ πάλα τε καταργήσας τὰς διὰ γοητείας ἀρὰς, ὕστερον πά σαν τὴν ἐκείνου κακοτεχνίαν άχρηστον δείξας, ὑπὸ τοῦ τοιούτου λαοῦ ἐσταυρώθη. Εἰ δὲ καί τινες ἄρχειν τεταγμένοι, ὄρη μὲν εἶεν κατὰ τὸ τῆς ἀρχῆς ὕψος, καὶ θεμέλια τῆς γῆς, ὡς τοῦ λαοῦ ἱδράσματα φάραγγας δὲ μιμοῖντο, ὡς ἀπερρηγμένος τε διά τό] μὴ ἔχειν τὸν τῆς ἀγάπης σύνδεσμον, καὶ ὡς τὴν τῆς κακίας δεχόμενοι ἑτοίμως σύμῥοιαν, διακελεύεται τῷ προφητικῷ λόγῳ ἀναστῆναι, καὶ κριθῆναι πρὸς τούτους, ἐλέγχοντα αὐτοὺς, ὅτι οὐδὲν οἰκεῖον τῷ ἐπαγγέλματι ἐπεδείξαντο, καὶ ταῦτα λαὸς ὄντες Θεοῦ, καὶ Ἰσραὴλ καλούμενοι. ἕως τοῦ Γαλγάλ Ὅρια τῶν τόπων ἐκείνων εἰσὶν, Εν τίνι καταλάβω τὸν Κύριον; 'Αντιλήψομα Θεοῦ μου ὑψίστου; Τους ῥηθέντας λόγους ὁ προ φήτης ὡς ἐκ προσώπου τοῦ Θεοῦ πρὸς τοὺς Ἰσραηλίτας ποιησάμενος, εἰσάγει νῦν μετανοοῦντος προς ωπον, καὶ ώσανε! αἰσθομένου, ὅτι ήμαρτε. Τοῦτο δὲ ποιεῖ ὁ προφήτης εὐμεθόδως, ἵν' ἐκείνοις δείξῃ, πώς δεῖ μετανοεῖν. Λέγει οὖν· Εν τίνι καταλάβω τὸν Κύριον; Απέπτη, φησίν, ἀπ' ἐμοῦ ἁμαρτόντος. Πώς τοίνυν διώξας καταλάβω; καὶ καταλαβών, ἀντιλή τομαι αὐτοῦ τουτέστι, καθέξω αὐτὸν βεβαίως, ὥστε μὴ πάλιν ἀποπτῆναι ἀπ' ἐμοῦ. Εἰ καταλήψομαι αὐτὸν ἐν ὁλοκαυτώμασιν, ἐν μόσχοις ἐνιαυσιαίοις; εἰ προσδέξεται Κύριος ἐν χιλιάσι κριῶν, ἢ ἐν μυριάσι χιμάρων πιόνων; εἰ δῶ πρωτότοκα που ὑπὲρ ἀσεβείας, καρπὸν και λίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου; 'Αρα, φη σιν, ἀρκοῦσι πρὸς τὸ λύσας τῶν ἁμαρτημάτων τη βάρος μόσχων πλῆθος, ἢ χιλιάδες κριῶν, ἢ μυριάδες χιμάρων, τουτέστιν ἐνιαυσιαίων ἐρίφων; ἢ πρωτότοκοι υἱοὶ προσαγόμενοι τῷ Θεῷ, καὶ ἀφιερούμενος ἢ καὶ θυόμενοι; Τοῦτο δὲ λέγει, οὐχ ὡς τοῦ Θεοῦ Εν τίνι καταλάβω τὸν Κύριον; καὶ καταλαβὼν, ἀντιλήψομαι αὐτοῦ
col. 1153–1154page 52 of 70
PG 126:1153ταῦτα προσιεμένου (ἐδήλωσε γὰρ διὰ τοῦ Ἀβραὰμ τὸ μὴ ἀποδέχεσθαι), ἀλλ' ὡς ἐν ὑποθέσει τοῦτο τίς θησιν ὑπερβολικῶς, ἐπειδὴ ὁ Υἱός τιμιώτερος πάνω των κτημάτων. Ἀπηγγέλη σοι, ἄνθρωπε, τί καλόν. Ἢ τί Κύ ριες ἐκζητεῖ παρὰ σοῦ, ἀλλ᾽ ἢ ποιεῖν κρῖμα καὶ ἀγαπᾷν ἔλεος, καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ σου; Αποκρίνεται ὁ προφήτης τῷ διαποροῦντι, πῶς ἐξιλεώσεται τὸν Κύ ριον, ὅτι Οίδας, ὦ ἄνθρωπε, τί ἐστι τὸ καλόν· ἀπηγ γέλη γάρ σοι τοῦτο ἐκ τοῦ Θεοῦ. Η τί ἄλλο, εἰπέ μοι, ἐκζητεῖ ὁ Κύριος παρὰ σοῦ, ἀλλ᾽ ἢ τὸ ποιεῖν κρίμα, τουτέστι τὸ δίκαιον, καὶ τὸ ἐλεεῖν τὸν πλη στην; καὶ ἐπὶ τούτοις, ἢ καὶ πρὸ τούτων, μὴ ὀπίσω θεῶν ἑτέρων πορεύεσθαι, ἀλλὰ τὴν ἀληθῆ Θεὸν ἐπι γινώσκειν; Τοῦτο γὰρ ὁ νόμος λέγει· ᾿Αγαπήσεις Κύριον τὸν Θεόν σου, καὶ τὸν πλησίον σου. "Ορα δὲ τὰς μὲν τοῦ νόμου θυσίας περιαιρουμένας, τὴν δὲ πνευματικὴν θυσίαν έπεισαγομένην, ὡς καὶ ἐν τῷ Δαβίδ μετὰ τὸ ἀποβαλέσθαι πάντα, τούς τε μόσχους καὶ τοὺς χιμάρους, φησίν· θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ 'Υψίστῳ τὰς εὐχάς σου· καὶ πάλιν, Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ποιεῖ κρέμα καὶ ὁ ψυχῇ καὶ σαρκὶ κρίνων δικαίως καὶ τῇ μὲν τὸ κράτος διδούς· τὴν δὲ σάρκα ὑπωπιάζων καὶ δουλαγωγῶν. Ὁ δὲ αὐτὸς καὶ ἔλεος ποιεῖ, ἐλεῶν ἑαυτὸν ἐνταῦθα, ἵνα μὴ παραδοθῇ ἐκε? τῷ πυρί· πῶς γὰρ φείσεται ὁ Θεὸς ἐκεῖ τοῦ ἐνταῦθα μὴ φεισαμένου ἑαυτοῦ; Ο τοιοῦτος καὶ ἕτοιμός ἐστι πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ. Ποῦ πορεύεσθαι; Ανω, οὗ ὁ Χριστός. Τὸ γὰρ ἀναλύσαι καὶ σὺν Χριστῷ εἶναι κρεῖττον αὐτῷ ἐστι, καὶ ἕτοιμός ἐστιν ἀεὶ πρὸς τὸ ἀποδημῆσαι, ἔνθα πάντοτε μέλλει σὺν Κυρίῳ ἔσεσθαι· οὐ γὰρ περιέχεται τῶν τῇδε. Ωστ περ δὲ ὁ κλέπτης, ἢ ὁ φονεύς, ἢ ἄλλο τι κακουργών, οὐκ ἔστιν ἔτοιμος τοῦ πορεύεσθαι μετὰ τοῦ δικαστοῦ (τῶς γὰρ ὅςγε τε πάντα τεχνάζεται πρὸς τὸ μὴ παραστῆναι αὐτῷ;)· οὕτω καὶ πᾶς ἁμαρτάνων οὐκ ἔστιν ἕτοιμος πορεύεσθαι μετὰ Κυρίου· μισεί γὰρ τὸ φῶς, καὶ δέδοικε τὸν Κριτήν. Φωνή Κυρίου τῇ πόλει ἐπικληθήσεται, καὶ σώσει φοβουμένους τὸ ὄνομα αὐτοῦ. Καὶ διὰ τού των διδάσκει ἡμᾶς, ὅτι οὐδὲν ὠφελήσει τὴν πταί σασαν πόλιν ἡ τῶν θυμάτων προσαγωγή· ἀλλ᾽ εἰ τὸ ὄνομα Κυρίου διὰ φωνῆς πάντως λεγόμενον ἐπικληθήσεται, καὶ ἐπιφημισθήσεται ταύτῃ, ὡς καὶ οἱ ἄνθρωποι λέγουσιν, ὅτι ἡ δεῖνα ἡ πόλις τοῦ Ἰωάννου ἐστί· τότε ὠφεληθήσεται ἡ πόλις ἐκείνη. "Εοικε γὰρ ὅτι διὰ τὸ ἔργα πράττειν ἄξια τοῦ Κυ ἀναλύεσθαι, αναλυθῆναι, με Ογε καὶ πάντα, θαυμάτων,
col. 1155–1156page 53 of 70
PG 126:1155ρίου, διὰ τοῦτο πόλις Κυρίου καλείται. Επάγει γάρ· Καὶ σώσει τους φοβουμένους τὸ ὄνομα αὐτ τοῦ· οὐχὶ τοὺς ἀδιαφοροῦντας καὶ τῶν θεα ρέστων έργων καταφρονοῦντας. Οὐκ ἄρα οὐδὲ Χρισ στιανὸν ὠφελήσει, ὡς οἴονταί τινες, πρὸς τὸ μὴ κλασθῆναι ἡ ψιλὴ ἐπίκλησις τοῦ Χριστοῦ, εἰ μὴ ἔργα παρεῖεν. Ακουε, φυλή, τις κοσμήσει πόλιν; Μὴ πῦρ, καὶ οἶκος ἀνόμου, θησαυρίζων θησαυροὺς ἀνομίας, καὶ μετὰ ὕβρεως ἀδικίας; Πρὸς πᾶσαν φυλὴν Ἰσραηλιτικὴν ὁ Θεὸς διαλέγεται, καί φησιν· Ακους, ἑκάστη φυλή· μὴ ἄρα κοσμήσει πόλιν τὸ πῦρ τῶν πολεμίων ἐμπιπρώντων αὐτὴν, ἀλλ' οὐχὶ μᾶλλον πάντα τὸν κόσμον αὐτῆς ἀφανιεί διαβοσκόμενον; Καίτοι λαμπρόν ἐστι τὸ πῦρ, καὶ πόρρωθεν φαίνεται ἆρα οὖν κοσμήσει πόλιν; Οὐχί· ἀλλὰ καὶ οἶκος ἀνόμου καν λαμπρός ᾗ καὶ περιφανής, ἀπωλείας ἔσται πρόξενος καὶ ἑαυτῷ καὶ τῇ πόλει, ἐν ᾗ ἐστι, εἰ θησαυρίζει τὰς ἀδικίας τουτέστι τὰ ἐξ ἀδί. των πόρων συναγόμενα, μετὰ ὕβρεως, ὅ ἐστι, μετά υπερφροσύνης, καὶ ὑπερηφανίας, καὶ τοῦ στρεβλούν καὶ κολάζειν. Πῶς οὖν δοκεῖτε ὑμεῖς, ὅτι ἑκάστην πόλιν ἡ ἀδικία κοσμεῖ; Οὐκ ἐκόσμησε την πόλιν Ἱερουσαλὴμ τὸ πῦρ τοῦ φθόνου, ᾧ ἐξεκαύθησαν κατά Χριστοῦ· οὐδὲ ὁ οἶκος τοῦ ἀνόμου Ιούδα, ὃς θησαυρίζων θησαυροὺς ἀνομίας (τὸ γὰρ γλωσσόκομον ἔχων, τὰ βαλλόμενα εβάσταζε, καὶ ἔκλεπτεν), ὕστερον ἐπὶ τὸν εὐεργέτην ἐξύβρισεν, ἀδίκως πωλήσας τὴν δι δάσκαλον τριάκοντα ἀργυρίοις. Ἀλλ᾿ οὐδὲ τὴν ἐκά στου ἡμῶν πόλιν τὸ πῦρ τὴ θυμοῦ, ἢ τὸ τῆς ἐπιθυμίας κοσμεί. Ανήρ τε γὰρ θυμώδης, οὐκ εὐσχήμων, καὶ παρασυμβάλλεται τοῖς κτήνεσι τοῖς ἀνοήτοις ὁ κακῶς ἐπιθυμῶν, καὶ τὴν οἰκείαν τιμὴν ἀπόλλυσιν. Αλλ' οὐδὲ ἄνθρωπος οἶκος τοῦ ἀνόμου, τοῦ τῆς ἀνομίας ἀρχηγοῦ, γενόμενος, κοσμήσει τὴν ἄνω πόλιν, ἐν ᾗ τὸ πολίτευμα ἔχουσιν οἱ τοῦ Παύλου μα θηταί, πρὸς οὓς λέγεται· Ναὸς τοῦ Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δικαιωθήσεται ἐν ζυγῷ ἄνομος, καὶ ἐν μας σίπῳ στάθμια δόλου, ἐξ ὧν τὸν πλοῦτον αὐτῶν ἀσεβείας ἐνέπλησαν. - Εἰ δικαιωθήσεται, ἀντὶ τοῦ, οὐ δικαιωθήσεται. Ιδίωμα γάρ ἐστι τοῦτο τῆς Γραφῆς ἐπὶ τῶν ὁμολογουμένως ἀπειρημένων τῷ τοιούτῳ συνδέσμῳ κεχρῆσθαι, ὡς ἐν ήθει βαρυνομένου. Φησὶν οὖν, ὅτι ὁ ἄνομος ζυγοστάτης οὐ δικαιο θήσεται ἀπὸ τοῦ τοιούτου ζυγοῦ (πῶς γὰρ, ἀφ' οὗ μᾶλλον κατακρίνεται;)· ἀλλ' οὐδὲ τὰ στάθμια δολερὰ δικαιωθήσεται ἐν μαρσίπῳ, τουτέστιν, ἐν τῷ πλοῦτον κτήσασθαι. Δι' αὐτὸ γὰρ τοῦτο μέλλον Διαφοροῦντας. τό μᾶλλον Καὶ μᾶλλον τὰς ἀδικίας θησαυρίζει. ᾿Απὸ τοῦ ζυγοῦ αὐτοῦ,
col. 1157–1158page 54 of 70
PG 126:1157κατακριθήσονται, ὅτι ἐκ τῶν δολερῶν σταθμίων κτήσαντο πλοῦτον, ἀσεβείας ἔμπλεον. Ασέβειαν δὲ τάχα μὲν ἐντρεπτικῶς ἐνταῦθα τὴν ἀδικίαν λέγει, ἐντρέπων τοὺς ἀδίκους, ὡς δι' ὧν τοὺς ἀδελφοὺς ἀδι κοῦσιν, εἰς τὸν Θεὸν ἀσεβοῦντας, τὸν ἀναδεχόμενον εις ἑαυτὸν πάντα ὅσα τοῖς ἀδελφοῖς ἐπιδειξόμεθα· τάχα δὲ καὶ ἐπειδὴ πλουτούντες οἱ Ἰσραηλῖται, καὶ εἰς του φὴν ἐκπορνεύοντες, ἐπὶ εἰδωλολατρείας ἐξέπιπτον, τοὺς τῶν ῾Ελλήνων ἐμπαθεῖς θεοὺς καὶ αὐτοὶ προσ κυνοῦντε;, ἵν᾿ ἀνεύθυνον αὐτοῖς ᾗ τὸ ἁμαρτάνειν. διὰ τοῦτο εἶπεν, ὅτι τὸν πλοῦτον ἀσεβείας ἐν έπλησαν. Καὶ ὁ ἀνωτέρω δὲ ῥηθεὶς ἄνομος Ἰούδας οὐ δικαιωθήσεται, ὅτε ζυγοστατεῖ Θεὸς τὰ αὐτοῦ, οὐδὲ τὰ δολερὰ αὐτοῦ στάθμια, ὃς δολερὸς ἦν, καὶ ὡς κλέπτων ἀπὸ τοῦ γλωσσοκόμου, καὶ ὡς τῷ ὑπ' αὐτοῦ πωλουμένῳ συνεσθίων, ὕστερον δὲ καὶ κατα φιλῶν ἐν προσδίδου· ἐξ ὧν πλοῦτον συνάγων, ἡτέ βησε, Θεὸν σταυρώσας. Ἔχει δὲ καὶ ἕκαστος ἡμῶν ζυγόν και στάθμια, δι' ὧν ὡρίσθη τῇ τε ἀρετῇ, καὶ τῇ κακίᾳ, ἑκάστῃ τὰ οἰκεῖα ἀπονέμειν. Εἰ οὖν ἀνο μήσῃ, καὶ μὴ τὸ οἰκεῖον ἑκάστῃ ἀποδῷ, οὐ δικαιωθήσεται. Τοιαῦτα δολερά στάθμια καὶ οἱ Ἕλληνες ἔχοντες, τὸν πλοῦτον τῆς σοφίας αὐτῶν ἀσεβείας ἐνέπλησαν, λατρεύσαντες τῇ κτίσει παρὰ τὴν Κτί σαντα, καὶ ἀλλαξάμενοι τὴν δόξαν τοῦ Θεοῦ ἐν ὁμοιώματι φθαρτοῦ ἀνθρώπου, καὶ τετραπόδων, καὶ ἑρπετῶν. Ορᾷς ἀδίκους ἀλλάκτας καὶ ζυγο στάτα;; Καὶ οἱ ἐνοικοῦντες αὐτὴν ἐλάλησαν άδικα. Η σύνταξις οὕτως· Οὐ κοσμήσει οἶκος ἀνόμου τὴν πόλιν, ἐν ᾗ τὰ προειρημένα κακά εἰσι, καὶ οἱ ἐνοι κοῦντες αὐτὴν πᾶσαν συκοφαντίαν καὶ πᾶν ψεῦδος ἐπιτηδεύουσι. Καὶ ἡ γλῶσσα αὐτῶν ὑψώθη ἐν στόματι αὐτ τῶν. Τουτέστι, μεγάλην ἐξουσίαν ἔλαβεν ἡ γλῶσσα αὐτῶν, ὥστε λέγειν ὅσα ἂν βούλοιντο, καὶ τὸ μικρὸν μέγα ποιεῖν, καὶ ἔγκον περιτιθέναι τοῖς ψευδώς λεγομένοις. Οἱ ἐνοικοῦντες τὴν πόλιν Ἱερουσαλήμ ἐλάλησαν ψευδῆ κατὰ τοῦ Κυρίου· Εἰ μὴ ἦν οὗτος κακοποιός, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν· καὶ ἡ γλῶσσα αὐτῶν ὑψώθη, ὅτε ἔκραζον· Αρον, ἄρον, σταύρωσον αὐτόν. Καὶ ἐγὼ ἄρξομαι τοῦ πατάξαι σε, καὶ ἀφανιῶ σε ἐπὶ ταῖς ἁμαρτίαις σου. Επειδή, φησιν, ἀφ' ἑαυτῆς οὐ δύναται τὸ δέον συνιδεῖν, ἀρχὴν ποιήσομαι τοῦ κολάσαι σε, καὶ εἰ; τοσοῦτον, ὥστε ἀφανισμῷ πα ραδοῦναί σε, οὐκ ὀργιζόμενος, ἀλλὰ διὰ τὰς πολλάς σου ἁμαρτίας τὴν πικρὰν ταύτην δίκην ἐπιτιθείς σοι ταῖς γὰρ τοσαύταις σου ἁμαρτίαις οὐ μετρία πληγή, ἀλλὰ τέλειος ἀφανισμός προσήκει. Μήποτε δὲ τοῦτο δηλοί, ὅτι ὁ Θεὸς τὸν ἀφανισμὸν ἐπὶ ταῖς ἁμαρ τίαις ποιεῖται, ταύτας ἀφανίζων, οὐχὶ τοὺς τιμω Ει
col. 1159–1160page 55 of 70
PG 126:1159Λ ρουμένους. Πῶς γὰρ ἂν λεχθείη κυρίως ἄνθρωπος ἀφανίζεσθαι, οὗ ἡ ψυχὴ ἀθάνατος, καὶ τὸ σῶμα τηρεῖται ἐν χειρὶ Θεοῦ, μέλλοντος τοῦτο ἀπο δώσειν πάλιν; Σὺ φάγεσαι, καὶ οὐ μὴ ἐμπλησθῇς. Συχνά στ καὶ ἐπάλληλα ἐπάξω κακά, ὥστε κολαζομένης σε φαίνεσθαι, ὅτι οὐκ ἐκολάσθης· ὥσπερ ὁ μὴ κορεννύμενος, καὶ διὰ τοῦτο ἐσθίων, φαίνεται ὅτι οὐδέπω ἔφαγε. Τινὲς δέ φασι, λιμὴν αὐτῇ ἀπειλεῖν τὴν Θεὸν διὰ τούτων, ὥστε ἐσθίουσαν μὴ κορέννυσθαι διὰ τὴν σπάνιν τῶν ἀναγκαίων. Ἐσθίουσι καὶ νῦν Ἑβραῖοι τὰ τοῦ νόμου, ἀλλ᾽ οὐκ ἐμπίπλανται· οἱ γὰρ ἔχουσιν ἐργάσασθαί τι, καθὰ ὁ νόμος διακελεύεται. ᾿Αλλὰ καὶ ὁ ἄσωτος, ὁ καταφαγὼν τὸν πα τρῷον πλοῦτον του λόγου, καὶ τῇ ἀλογίᾳ ἐκδοὺς ἑαυτὸν, ἐσθίων τοὺς τῆς ἁμαρτίας γλυκεῖς καὶ τρα χεῖς καρπούς, οἷα εἰσι τὰ κεράτια, οὐκ ἐμπί πλαται. Καὶ σκοτάσει ἐν σοὶ, καὶ ἐκτεύσεις, καὶ οὐ μὴ διασωθῇς. Σκότος καὶ νύξ καταλήψεται σε συμ φορῶν· καὶ σπουδάσεις μὲν ἐκνεῦσαι, τουτέστιν ἐκφυγεῖν ταύτας, οὐ μὴν ἰσχύσεις διασωθῆναι. Εσκότασε καὶ ἐν τοῖ; τὸν Ἥλιον τῆς δικαιοσύνης σταυρώσασιν. Ἐκάμμυσαν γὰρ τοῖς ὀφθαλμοῖς αὐ τῶν τοῦ μὴ βλέπειν, καὶ οὐκ ἔγνωσαν, οὐδὲ συν ἧκαν ἐν σκότει διαπορεύονται· καὶ διὰ τοῦτο ἐξένευσαν τῆς ὁδοῦ τῆς ἀληθινῆς Χριστοῦ, καὶ οὐ μὴ διασωθῶσιν, ούτε κατά τόνδε τὴν βίον, οὔτε πολλοῦ δεῖ κατὰ τὸν μέλλοντα αἰῶνα. Ἀλλὰ καὶ σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν τὴν σταυρουμένου τοῦ Κυρίου, εἴπως συνήσουσιν· ἀλλ᾽ αὐτοὶ ἐξένευσαν. ᾿Αλλὰ καὶ τῆς ἁμαρτάνων, ὅτε τὸ φῶς τοῦ λόγου ἐν αὐτῷ σκοτάσει, τότε εκνεύει ἀπὸ τοῦ καλοῦ. Καὶ ἐξώσω σε ἐν σοί. Τουτέστιν, Εμφυλίους κινήσω πολέμους, ὥστε ἐξωαθῆναι σεαυτὴν ἐν σαυτή ἐπιστρατεύοντες γὰρ οἱ τοῦ Ἰσραὴλ τῷ Ἰούδα, καὶ αὖ οὗτοι ἐκείνοις, ἀλλήλους ἐξώθουν ἐκ τῶν πόλεων. Ταῦτα δὲ ποιεῖν λέγεται ὁ Θεὸς τῇ παραχωρήσει. Καὶ οἱ Κυριοκτόνος στασιάζοντες, ἀλλήλους ἐξώθουν ἐκ τῶν πύργων, καὶ τῶν στοῦν, καὶ τοῦ ἱεροῦ, ὡς Ιώσηπος ἱστορεῖ. Καὶ ὁ ἁμαρτωλὸς ἐξωθεῖται ἐκ τῆς ἄνω πόλεως, ἐν ἑαυτῷ, τουτέστιν, αὐτὸς παρ εχόμενος τὰς ἀφορμάς. Καὶ καταλήψῃ, καὶ οὐ μὴ διασωθῇς, καὶ ὅσοι ἂν διασωθῶσιν, εἰς ῥομφαίαν παραδοθήσονται. Αλλήλοις, φησί, πολεμοῦντες, καταλήψῃ μὲν σύ, ὦ Ἰσραὴλ, τυχὸν τὰς Ἰούδα πόλεις, ἀλλὰ πάλιν ὁ Ἰούδας καταλήψεται τὰς τὰς πόλεις, καὶ δει φθερεί σε. Κἂν δόξωσι δέ τινες διαφυγεῖν τὰς ἐκ τοῦ έμφυλίου πολέμου κακώσεις, εἰς ῥομφαίαν παραδο Κύριος λεχθείη άνθρωπος, ὅτι, Κόσμου,
col. 1161–1162page 56 of 70
PG 126:1161θήσονται ἑιέρει; πολεμίοις, Σύροις τυχόν, ἡ Αἰγυ πτίοις, ἢ Βαβυλωνίοις. Σὺ σπερεῖς, καὶ οὐ μὴ ἀμήσῃς· σὺ πιέσεις ἐλαξαν, καὶ οὐ μὴ ἀλείψῃ ἔλαιον, καὶ ποιήσεις οἶνον, καὶ οὐ μὴ πίῃς οἶνον. Καὶ ὅτε μὲν θερίσας τις, οὐκ ἀξιόλογον δρέπεται τὸν καρπὸν, ὀργὴ Θεοῦ ἐστιν· ὅταν δὲ οὐδὲ δρέπανον ἐπιβάλῃ ταῖς ἀρούραις, ὑπερβολὴ θεομηνίας· καὶ ὅταν πιέζῃ ἐλαίαν, καὶ οὐδὲ τοσοῦτον ἔλαιον ἐκ τοῦ πιεσμοῦ ἀπολαμβάνει, ὥστε ἀλείψεσθε [γ. - ψασθαι] γοῦν, ἀλλὰ κἂν οἶνον ποιήσῃ, ἐξοῖνον τοῦτον καὶ ἄχρηστον πρὸς πόσιν ποιεῖ· ἡ εὐχρηστον μὲν ἴσως τοῦτον γεωργεί, ἁθρόον δὲ ἀναρπάζεται ἡ φυσικῷ θανάτῳ, ἢ πολε μίων ξίφει, ὥστε μηδὲ καιρὸν σχεῖν ἀπολαῦσαι τούτου. Εσπειραν οἱ τῶν Ἰουδαίων Γραμματεῖς τὴν κατὰ τῆς Χριστοῦ ἀναστάσεως συκοφαντίαν, ἀλλ' οὐκ ἐθέρισαν πίστιν· τοὐναντίον γὰρ ἐν ὅλῳ τῷ κόσ σμῳ ἡ ἀνάστασις αὐτοῦ πιστεύεται. Ελαία ἦν ὁ νόμος, τὸ πνεῦμα γεννῶν· ἀλλ' αὐτοὶ πιέζοντες τὸν νόμον κακῶς, καὶ κατὰ τὸ γράμμα, καὶ εἰς τὸν πνευματικὸν μὴ διαβαίνοντες, οὐκ ἀλείφονται τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως, ἵνα καὶ αὐτοὶ ἔχοντες τὸ χρίσμα ἐκ τοῦ ἁγίου Πνεύματος Χριστοὶ γένωνται. Ἐποίησαν οἶνον (ἡ γὰρ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐγένετο, ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ οἶνος ὁ νοητός, ὁ τὴν τοῦ κατὰ ἀλήθειαν ἀνθρώπου καρδίαν εὐφραίνων), ἀλλ᾽ οὐ δέχονται τοῦτον τὸν οἶνον. Καὶ ἄλλως δὲ ἐποίησαν οἶνον, σφάξαντες τὸν Κύριον, οὗ τὸ αἷμα, οἶνος, ἀλλ᾽ οὐ πίνουσι τὸν οἶνον τοῦτον τὸν μυστικόν. Καὶ ὁ σπείρων δὲ εἰς τὴν σάρκα, καὶ ἐκ τῆς σαρκὸς θερίζων φθορὰν, οὐδὲν θερίζει· ἐπειδὴ τα φθειρόμενα θερίζει. Πιέζει δὲ ὁ λυπῶν τὸ Πνεῦμα τὸ ἅγιον, διὰ τῶν αἰσχρῶν πράξεων παρὰ τοὺς νό μους, τοῦ ᾿Αποστόλου λέγοντος· Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον· διὸ οὐδὲ τῆς ἱλαρότητος τοῦ Πνεύματος ἐπιτεύξεται. Ποιεῖ οἶνον, καὶ οὐ πίνει οἶνον ὁ διδάσκων ἑτέρους, ἑαυτὸν δὲ μὴ διδάσκων. Καὶ ἀφανισθήσεται νόμιμα λαοῦ. "Α είχες, φησί, παράνομα νόμιμα ἐπί τε τοῖς ἄλλοις, καὶ ἐπὶ τῷ προσάγειν τοῖς εἰδώλοις τοὺς παρ᾿ ἐμοῦ διδομένους καρπούς, ἀφανισθήσονται. Πῶς γὰρ ἀπαρχὰς προσ άξεις τοῖς θεοῖς σου, τοσαύτης ἀφορίας κατασχούσης σε; Καλῶς δὲ εἶπεν νόμιμα λαοῦ ἵνα μά θῇς, ὅτι οὐ περὶ ὧν αὐτὸς ἐνομοθέτησε λέγει, ἀλλὰ περὶ ὧν αὐτοὶ ἑαυτοῖς ἐπέθηκαν, ἄλλος ἄλλο ἐξευρόντες. Καὶ ἐφύλαξας τὰ δικαιώματα. Ζαμβρῆ, καὶ πάντα τὰ ἔργα οίκου 'Αχαάβ. Ἰδοὺ καὶ ἐντεῦθεν δηλοῦται περὶ ποίων νομίμων ανωτέρω είρηκεν. Εφύλαξας γάρ, φησί, τὰ δικαιώματα Ζαμβρη. Οὗτος δὲ τοῦ ᾿Αχαάβ ἦν πατήρ, ζηλώσας ἐπὶ τῇ ἀσεβείᾳ τὸν Ιεροβοάμ, υἱὸν Ναβάτ Οἶκον δὲ Ει Λαού μου,
col. 1163–1164page 57 of 70
PG 126:1163'Αχααβ εἰπὼν, τὴν Ιεζάβελ δηλοί, ἧς ἔργα, νόμου ὅπως ἵνα, ἐπιφυλλίδες λ επιφύονται, Διότι. Πρωτόγονα. θείου ἀθέτησις, καὶ προφητῶν σφαγαί, καὶ ἀδικία:, καὶ πλεονεξίαι. Ταῦτα δέ φησιν ὁ Θεὸς, ἵνα δείξῃ, ὅτι αὐτοὶ ἑαυτοῖς αἴτιοι τῆς ἀπωλείας γεγόνασι ταύτης, ζηλώσαντες τὴν τῶν ῥηθέντων ἀσέβειαν, Επάγει οὖν Καὶ ἐπορεύθητε ἐν ταῖς βουλαῖς αὐτῶν, ὅπως παραδῶ σε εἰς ἀφανισμὸν, καὶ τοὺς κατοικοῦντας αὐτὴν εἰς συριγμὸν, καὶ ἐνείδη λαῶν λήψεσθε. Οὐ διὰ τοῦτο ἐκεῖνοι ἐφύλαξαν τὰ νόμιμα τοῦ Ζαμβρῆ, ὅπως παραδῶ αὐτοὺς εἰς ἀφανισμόν, ἀλλὰ τὸν ὅπως, καὶ τὴν ἵνα, σύνηθες τῇ Γραφῇ τιθέναι, ὡς πολλάκις καὶ πολλαχοῦ εἶπομεν, ὅταν ἐκ τῆς τῶν προηγουμένων ἀκολουθίας ἀποδῇ τι. Ωσπερ οὖν καὶ ἐνταῦθα ἐκ τοῦ πορευθῆναι αὐτοὺς ἐν ταῖς βου λαῖς τοῦ Ζαμβρῆ καὶ τῆς Ἰεζάβελ, ἀπέβη τὸ πα ραδοθῆναι ὑπὸ Θεοῦ εἰς ἀφανισμόν. Η καὶ οὕτως Ἐζηλώσατε, φησί, τοὺς πρὸ ὑμῶν ἀσεβεῖς, ὥστερ ἐπιθυμοῦντες καὶ ζηλοῦντες, ἵνα ἀπολέσω ὑμᾶς οὕτως ἐπιτρέχετε τῇ σφετέρᾳ ὑμῶν ἀπωλεία. Συριγμὸν δὲ ἢ τὸν καταγέλωτά φησιν (ἐπάγει γάρ Καὶ ἐνείδη λαῶν λήψεσθε, τουτέστιν, οὐ παρ' ἑνὸς, ἢ δυοῖν, ἀλλὰ παρὰ πολλῶν λαῶν ὀνειδισθήσεσθε), ἢ τὸν ειωθότα γίνεσθαι θαυμασμόν, ὅταν τις ὁρᾷ ἡ οἰκίαν, ἢ πόλιν, ἀπὸ πολλῆς λαμπρότητας καταπεσοῦσαν. Τὰ ἔργα οἴκου Αχαὰς ἐφύλαξαν οἱ ἐπὶ Χριστοῦ νομοδιδάσκαλοι, οι, ὥσπερ Ιεζάβελ τὴν δίκαιον Ναβουθαι, οὕτως αὐτοὶ τὸν δίκαιον Ἰησοῦν ἀπέκτειναν, διὰ τὸ τὸν ἀμπελῶνα κερδῆσαι. Ινα γὰρ τοῦ λαοῦ, ὅς ἦν ἀμπελών, αὐτοὶ διδάσκαλοι ὀνομάζωνται, καλούμενοι ὑπὸ τῶν ἀνθρώπων, Ραβδι, ραβδι, διὰ τοῦτο τὸν κληρονόμον ἀπέκτειναν, διὸ ἐτέθησαν εἰς ἀφανισμόν, καὶ παρέ πάντων λαῶν ὀνειδίζονται, ἐν οἷς διεσπάρησαν, άτιμότεροι πάντων ὄντες. ΚΕΦΑΛ. Ζ'. Οίμοι! ὅτι ἐγενήθην ώς συνάγων καλάμην ἐν ἀμητῷ, καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῷ, οὐχ ὑπάς χοντος βότρυος. Τοῦ φαγεῖν τὰ πρωτότοκα ἐπεπόθησεν ἡ ψυχή μου. Προειρηκώς ο προφήτης & πείσονται δεινά, ολοφύρεται νῦν ὡς πολλοῖς μὲν χρησάμενος λόγοις, ανόνητα δὲ πονήσας Εικα γάρ, φησί, τοῖς συνάγουσι τοὺς ἀστάχυας του; ὑπὸ τῶν θεριζόντων καταλειπομένους, διὰ σμικρή. τητα ίσως διαδιδράσκοντας τὴν δρεπάνην· ἡ τοῖς ἀναλεγομένοις τὰς ἐπιφυλλίδας. Αὗται δέ εἰσι βότρυες, ὀλίγας ράγας ἔχοντες, καὶ μικρὰς καὶ ἀτρόφους. Επιφυλλίδες δὲ λέγονται, ἢ διὰ τὸ κεκ λύφθαι ὑπὸ τῶν φύλλων διὰ σμικρότητα, δι᾽ ἦν αὐτ ὑπὸ τῶν τρυγητῶν θεωροῦνται, διὸ καὶ διὰ τῶν δύο λλ γράφεται πολλοῖς ἡ λέξις· ἢ καὶ, ὁ ἀληθές στερον, διὰ τὸ μὴ εἶναι πρωτόγονον τῆς ἀμπέλου (τοῦτο γὰρ βότρυς ἐστὶν), ἀλλ᾽ ὕστερον ἐπιφύεσθαι, καὶ διὰ τοῦτο καὶ ἀσθενὲς εἶναι καὶ ὀλιγάς φαγον, Ποιήσας. Ῥῶνας.
col. 1165–1166page 58 of 70
PG 126:1165καὶ μικρέββαγον· διὸ καὶ δι᾿ ἑνὸς λ τὴν λέξιν γράφεσθαι δεῖ Εοικα οὖν, φησί, τοῖς συνάγουσι λ τοιούτους καρπούς. Εὐπειθείας γὰρ καρπὸν ἀληθινὸν οὐχ εὗρον ἐν τοῖς ἀκούουσι, τουτέστι βότρυν. Εἴπομεν γάρ, ὅτι τὰ πρωτόγονα τῆς ἀμπέλου βά τρυές εἰσι. Διὸ ποθεῖ ἡ ψυχή μου πρωτόγονον καρ πὸν εὑρεῖν, καὶ φαγεῖν αὐτὸν, τουτέστιν, εὐπειθεῖ ἀνθρώπῳ ἐντυχεῖν, καὶ ἀπολαῦσαι αὐτοῦ. Τινὲς δὲ τὸν προφήτην ἐν τούτοις ἀποιμώζειν εἶπον τὴν μετά 311 ταῦτα ἐσομένην διαφθορὰν ἐν τῷ λαῷ, τοσαύτην γενησομένην, ὥστε ὀλίγους περιλειφθῆναι, εοικότας καλάμῃ καὶ ἐπιφυλίσι. Δύνασαι δὲ νοῆσαι, ὅτι καὶ τὴν τῶν ἁγίων σπάνιν ἐρῶν, ἢ τότε ἦν, οιμώζει ὁ ἅγιος. Εἰ γὰρ ἦσαν δίκαιοι πολλοί, οὐκ ἂν τοσού τοις κακοῖς προσεπάλαιεν ὁ λαός. Ανίησι γὰρ τὰ ἐγκλήματα ὁ Θεὸς, πέντε που ἁγίων εὑρεθέντων. Καλάμη καὶ ἐπιφυλὶς τὸ τοῦ νόμου γράμμα, ὥσπερ σἶτος καὶ βότρυς τὸ πνεῦμα, ὅ οἱ παῖδες τῶν Ἰου- 6, δαίων γεωργεῖν οὐκ ἠθέλησαν. Πενθεῖ οὖν ὁ Κύριος τούτους, καὶ ἐπιποθεί φαγεῖν πρωτόγονα, οἷα Εφα γεν ἐν Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακώβ, καὶ τοῖς λοιποῖς πατριάρχαις. Συνάγει καλάμην καὶ ὁ τὰ ἐλλείμματα καὶ ἐλαττώματα τῶν πρὸ αὐτοῦ συνά γων, καὶ ταῦτα ζηλῶν, οὐχὶ τὰς ἐκείνων ἀρετὰς, δς οἰμώξει ἐν τῷ ἀμήτῳ ὅτε θερίζει ἕκαστος ἐν καιρῷ ἰδίῳ τὰ διὰ τοῦ σώματος. Ἐπεὶ δὲ φύλλα εἰσὶ τοῦ ἀνθρωπίνου δένδρου ἡ ἔξω ἐπίδειξις, ὅταν τις ἔργα ἔχῃ, ὑπὸ τοῦ πρὸς ἀνθρώπους φανητιασμοῦ περιεχόμενα, καὶ ἄτροφα διὰ τοῦτο γινόμενα, ἐπιφυλλίδα συνάγει ἐν τῷ τελευταίῳ ἐκείνῳ του γήτῳ ὅτε ἐπιθυμήσει φαγεῖν τὰ πρωτόγονα, τουτέστι, τῆς καθαρότητος εκείνης] καὶ ἀφέσεως τῶν ἁμαρτιῶν ἀπολαῦσαι, ἣν ἔσχεν, ὅτι πρῶτον ἐγεννήθη ἐν τῇ τοῦ βαπτίσματος κολυμβήθρα. ᾿Αλλὰ καὶ πρωτόγονος μὲν ἡ ἀρετή· ὁ Θεὸς γὰρ ἐποίησε τὸν ἄνθρωπον εὐθῆ, καὶ ἔκτισεν αὐτὸν ἐπ᾽ ἔργοις ἀγαθοῖς ἐπιφυλλὶς δὲ ἡ κακία, ὕστερον ἐπεισαχθεῖσα διὰ τῆς παρακοῆς τῶν ἀνθρώπων Τότε οὖν, ὅτε συνάγονται πάντα τὰ τῆς κακίας εἴδη προ ὀφθαλμῶν τοῦ ἀνθρώπου, αἰσθάνεται οιμωγῆς ἄξια πράξας. Ἀλλὰ σὲ μὴ περιμείνῃς τὴν ἐκεῖσε γενησομένην συναίσθησιν· ἀλλ᾽ ἐντεῦθεν ἤδη αἰσ Ούμενος, τί μέλλεις τότε συνάγειν, οίμωζε, ὡς ἐνεστῶτος τοῦ τότε καιροῦ, καὶ λέγε· Οἴμοι ὅτι ἐγενήθην συνάγων καλάμην, καὶ τὰ ἐξῆ;. Επιφυλς ἀπὸ τοῦ ἐπιφύεσθαι επιφυής, λ, η ἐπιφυλές. Τοιούτοις. Ἀμητῶς. Τρυγητό, Τῷ ἀνθρώπῳ, έπεισαχθεῖσα
col. 1167–1168page 59 of 70
PG 126:1167Οίμοι, ψυχή! ὅτι ἀπώλωλεν εὐλαβὴς ἀπό τῆς γῆς, καὶ ἡ κατορθῶν ἐν ἀνθρώποις οὐκ ὑπάρχει. Εἰπὼν τροπικῶς, ὅτι οὐκ ἔχει τὸν πε θόμενον, καὶ τὴν σπάνιν τῶν τὸν Θεὸν φοβουμένων αἰνιξάμενος διά τε τῆς καλάμης καὶ τῆς ἐπιφυλ λίδος, νῦν ἀριδηλότερον δηλοί, ὅτι διὰ τοῦτο οἰμών ζων ἦν, ὅτι μὴ ἑώρα εὐλαβὴ ἐν τῇ τῶν Ἰουδαίων γῇ, τῇ πάλαι πολλοὺς ἁγίους ἐχούσῃ, μηδὲ καταρ θοῦντα ἐν τοῖς τότε ἀνθρώποις· δ καὶ Ἡσαΐας ὀδύρεται· Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών; Ορα δὲ, ἐν ὅσῳ τίς ἐστιν ἐπὶ τῆς γῆς τὰ γήινα φρονῶν, εὐλαβὴς οὐκ ἔστιν, οὐδὲ κατορθῶν ἐν ὅτῳ ἐστὶν ἐν ἀνθρώποις, τοῖς γενομένοις μεν θεοῖς καὶ υἱοῖς Ὑψίστου, ἀποθνήσκουσι δὲ, διὰ τὸ μὴ τὰ θεῖα, μηδὲ τὰ τοῦ Ὑψίστου φρονεῖν, ἀλλὰ τὰ τῆς σαρκὸς καὶ τοῦ τῆς ταπεινώσεως σώματος. Ομώ. ξας τοίνυν ὁ προφήτης, εἶτα καὶ τὰς ἁμαρτίας τῶν τότε καταλέγει Κατορθοί. Κακοποιεῖν. Πάντες εἰς αἵματα δικάζονται. Τουτέστιν, ἐπὶ τοῦτο δικάζονται, καὶ ἕκαστος αὐτῶν ὑποποιεῖται τοὺς δικαστάς, ὡς ἂν τῷ ἀντιδίκῳ τὴν θανατοῦσαν ψῆφον ἐπαγάγῃ· οὐ γὰρ περὶ μικρῶν αὐτοῖς ἡ δια φορά, ἀλλὰ περὶ αὐτῆς τῆς ζωῆς. Εκαστος τὴν πλησίον αὐτοῦ ἐκθλίβουσιν έκθλιβῇ. Τὰ τοῦ πλησίον, φησίν, ἕκαστος σφετερίζονται, καὶ εἰς στένωσιν αὐτὸν συνωθοῦσιν. Η καὶ τοῖς ἔργοις κατατρύχουσι οἱ δυνατώτεροι τοὺς ὑπο δεεστέρους. Ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἑτοιμάζουσιν. Οὐ μόνον, φησί, τὸ ἀγαθὸν οὐ ποιοῦσι, ἀλλὰ καὶ ἀναγκαῖον ποιοῦνται σπούδασμα, τὸ τὰς χεῖρας ἑτοί μους ἔχειν ἐπὶ μόνον τὸ κακοῦν καὶ θλίβειν ἀνθρώπους. ῾Ο ἄρχων αἰτεῖ, καὶ λόγους ὁ κριτής εἰρηνικοὺς ἐλάλησεν Οὐχ οἱ κάτω καὶ ἀγελαῖοι, φησί, μόνοι τὰ ῥηθέντα ἁμαρτάνουσιν, ἀλλὰ καὶ οἱ ἄρχοντες, οἱ τὰ τῶν ἄλλων ὀφείλοντες πταίσματα διορ θοῦσθαι, καὶ οὗτοι νοσοῦσιν. Ο γὰρ ἄρχων οὐδὲ ἀναμένει τοὺς προσάξοντας, ἀλλ' αὐτὸς αἰτεῖ δῶρα, καὶ ὁ κριτὴς λόγους εἰρηνικοὺς ἐλάλησεν. Οὐκ ἐλέγ χει, φησί, τὸν ἀδικοῦντα ὁ κριτής, ἀλλὰ δῶρα λαμ βάνων ἐξ αὐτοῦ, τὸν ἀντιδικοῦντα αὐτῷ πείθει πρὸ; αὐτὸν εἰρηνεῦσαι, καὶ συμβατηρίους λόγους ποιεῖται καὶ εἰρηνικούς, ἤτοι εἰρηνοποιούς. Καταθύμιον ψυχῆς αὐτοῦ ἐστι. Τουτέστιν, ἀρ κέσει αὐτῷ ἡ τοῦ δικαίου διαφθορά. Η ὅτι ἀρέσκει αὐτῷ τὸ παρὰ τοῦ ἀδικήσαντος γεγονός, ἅτε καὶ αὐτῷ ὄντι ἀδίκῳ Τινὲς δὲ οὕτως· Ο κριτής λαμβάνων δωρα, λόγους ειρηνικούς, τουτέστιν ἡδεῖς καὶ καταθυμίους, λέγει τῷ τὰ δῶρα δόντι, τὴν νίκην καὶ λόγους ὁ κριτής εἰρηνικούς ἐλάλησε Αντιδικήσαντος Αντιδίκῳ.
col. 1169–1170page 60 of 70
PG 126:1169αὐτῷ χαριζόμενος, δ καταθύμιόν ἐστι τῆς ψυχῆς αὐτοῦ, τοῦ ἀντιδικοῦντος δηλαδή. Καὶ ἐξελοῦμαι τὰ ἀγαθὰ αὐτοῦ, ὡς σῆς ἐκε τρώγων καὶ βαδίζων ἐπὶ κανόνος ἐν ἡμέραις σκοπιᾶς. Επειδή, φησί, τὰ τοιαῦτα ἁμαρτάνει ὁ λαός μου, οἵ τε ὑπήκοοι καὶ οἱ ἄρχοντες, ἐξελοῦμαι τὰ ἀγαθὰ τοῦ τοιούτου λαοῦ, τουτέστι, δαπανήσω αὐτὰ, ὥσπερ σης ἔνδοθεν ξύλου, βαδίζων ἐπὶ τοῦ κανόνος, τουτέστι τοῦ μήκους τοῦ ξύλου, καὶ κατα δαπανῶν αὐτό. Τοῦτο δὲ ἔσται ἐν ἡμέραις, ὅτε ἐπι σκέψομαί σε. Σκοπιὰν γὰρ τὴν τοῦ Θεοῦ ἐπίβλεψιν καὶ ἐπιφάνειάν φησι, κατὰ τὸ ἐν Δαβὶδ λεγόμενον Πρόσωπον Κυρίου ἐπὶ ποιοῦντας κακά. Τινὲς δὲ οὕτως· Τὰ ἀγαθά σου, φησί, καταφθερῶ δί κην σητός, δαπανῶν ταῦτα καὶ βαδίζων ἐπὶ τοῦ και γίνος, τουτέστι τοῦ δικαίου, καὶ μήτε εἰς δεξιὰ ἐκκλίνων, μήτε εἰς ἀριστερὰ, ὥσπερ ἐν ταῖς ἡμέ ραις τῆς σκοπιᾶς, τουτέστι τοῦ βουνοῦ, ἤτοι τῆς Γαβαᾶ, ἐν ᾗ ἐγένετο τὸ μῖσος [γ. μῦσ.] τῆς τοῦ Λε δίτου παλλακίδος, δι᾿ ἣν πολέμου γεγονότος έμφυ λίου, πολλαὶ κατεφθάρησαν μυριάδες. Οὐαὶ, ἐκδικήσεις σου ἥκασι· νῦν ἔσονται κλαυθμοὶ αὐτῶν. Ὡς πατὴρ φιλόστοργος ἀνακλαίεται, δεικνύς, ὅτι οὐχ ἑκὼν κολάζει, ἀλλ' ἀναγκαζόμενος. Τοσαῦτα, φησίν, ἥμαρτες, ὥστε ἐκβιάσασθαί με τὰς ἐκδικήσεις, καὶ κολάσεις ἐπαγαγεῖν σοι ήδη. Νῦν γάρ, φησίν, οὐ μετὰ πολὺν χρόνον, ἔσονται κλαυθμοὶ αὐτῶν, λιμωττόντων, ὑπ' ἀλλήλων δαπα νωμένων ἁπλῶς, ὑπὸ τῶν ἐχθρῶν πάντα, ὅσα ἀνω τέρω είρηται, πασχόντων. Μὴ καταπιστεύετε ἐν φίλοις, μηδὲ ἐλπίζετε ἐπὶ ἡγουμένοις. Ἀπὸ τῆς συγκοίτου σου φύλα ξαι, τοῦ ἀναθέσθαι τι αὐτῇ, διότι υἱὸς ἀτιμάζει πατέρα· θυγάτηρ ἐπαναστήσεται ἐπὶ τὴν μη τέρα αὐτῆς, νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς, ἐχθροὶ ἀνδρὸς πάντες οἱ ἐν τῷ οἴκῳ αὐτοῦ. Ἐπειδὴ οἱ Ἰσραηλῖται ἁμαρτάνοντες πρὸς Θεὸν, εἶτα τῶν προφητῶν ἀκούοντες ἀπειλούντων αὐτοῖς φοβερά τινα, ἐπήλπιζον ταῖς τῶν οἰκείων βασιλέων δυνάμεσι καὶ ἄλλαις ἀνθρωπίναις ἐπικουρίαις, φίλους ποιούμενοι, τοῦτο μὲν τοὺς γείτονας βασι λεῖς, τοῦτο δὲ τοὺς Αἰγυπτίους, καὶ αὐτοὺς δὲ τοὺς Ασσυρίους, ὡς ἐν τῷ Ὠσηὲ εἴρηται· παραινεῖ αὐτ τοὺς μὴ τοιαύταις ἐλπίσιν ἐξαπατάσθαι. Ἐν γὰρ τῷ καιρῷ τῶν δεινῶν οὔτε φίλος φίλου προστήσεται, οὔτε ἄρχων ἀρχομένου, οὔθ' οἱ καθ' αἷμα οι κεῖοι ἀλλήλων· ἀλλ᾽ ἕκαστος τὸ συμφέρον πραγματεύσεται ἑαυτῷ, εἴ γε μέλλοι βλάψαι τὸν οἰκειότατον. Ἀλλὰ καὶ ἐπαναστήσεται, καὶ τὰ τῶν ἐχ θρῶν πρὸς αὐτὸν ἐπιδείξεται. "Οτε γὰρ ὁ τῆς φύσ σεως Πλάστης οργίζεται τινι, τότε της φύσεως νό Καταφερω. Ανδρες, Προστήσεται διωκομένου, οὔθ᾽ οἱ καθ' α:μα. Προμηθούμενο; ἑαυτῷ, οὐ φροντίσει, εἶγε μέλλει λαμβάνειν. βλάττειν λαμβάνειν.
col. 1171–1172page 61 of 70
PG 126:1171αὐτῷ. Οὐ μέντοι οἱ τοῖς ὑπὸ Θεοῦ κολαζομένοις πατράσιν ἐπανιστάμενοι παῖδες, οὐδὲ αὐτοὶ τὴν θείαν ὀργὴν ἐκφεύξονται· εἰ γὰρ οἱ μηδεμίαν οἱ κειότητα φυσικὴν ἔχοντες πρὸς ἡμᾶς κολάζονται παρὰ Θεοῦ, διότι ἡμᾶς κολάζουσι, καίτοι παραδοθέντας αὐτοῖς· πολλῷ μᾶλλον οἱ κατὰ φύσιν συνη μένοι. Οὐ γὰρ ὡς ὑπηρετοῦντες τῷ Θεῷ τοῦτο ποιοῦσιν, ἀλλ᾽ οἰκείαν κακίαν ἀποπιμπλάντες, ἥτις τέως μὲν ἐκρύπτετο, τοῦ Θεοῦ δὲ ἐνδόντες, ἐξεφάνη. Καὶ μαρτυρεῖ ᾿Αβεσαλώμ έπαναστὰς τῷ πατρί, παροργίσαντι τὸν Θεὸν, δοὺς δὲ δίκην τὴν προς κουσαν, οὐ διὰ μακροῦ. Τὸν οὖν τῆς φύσεως Δεσπό τὴν ἐξιλεωτέον, καὶ μὴ φυσικαῖς στοργαῖς ἐπιθαρ ῥητέον. Πλὴν ἰστέον, ὅτι ὅταν διὰ τὸν τῆς εὐσεβείας λόγον ὁ διχασμὸς οὗτος τῆς φύσεως γένηται, ἐπαινετὸς, καὶ τῷ Χριστῷ φίλος, τῷ εἰπόντι, ὅτι ἦλθεν εἰς αὐτὸ τοῦτο, ἵνα τὸν τοιοῦτον διχασμὲν ἐν τοῖς ἀνθρώποις ἐργάσηται. Υἱὸς γὰρ ἡτίμασε πατέρα, ότε Ιω άννης καὶ Ἰάκωβος, ἀφέντες τὴν πατέρα, ἠκολούθησαν τῷ Ἰησοῦ· θυγάτηρ ἐπανέστη ἐπὶ τὴν μητέρα, ἡ Νέα ἐπὶ τὴν Παλαιὰν, τὸ Πνεῦμα εἰσάγουσα, καὶ τὸ γράμμα καταργοῦσα· νύμφη, ἡ τῷ Υἱῷ ἁρμο σθεῖσα Ἐκκλησία, ἐπὶ τὴν πενθερὰν Συναγωγήν τῶν ἔτι νομοφυλάκων Εβραίων· ἡ τῷ Πατρὶ άρμοστο πρότερον, ἐκεῖνον ἐπιγινώσκουσα μόνον Θεόν· νῦν δὲ καὶ ἐκεῖνον ἀπέστερξεν. Ο γὰρ μὴ τιμῶν τὸν Υἱὸν οὐ τιμᾷ τὸν Πατέρα. Εχθροί ἦσαν τοῦ Κυρίου Ἰησοῦ, τοῦ γενομένου ἀνδρὸς, τουτέστιν ἀνθρώπου, καὶ ἀνδρισαμένου πρὸς τὸν ἐν ἡμῖν ἰσχυρὸν, πάντες οἱ ἐν τῷ οἴκῳ αὐτοῦ το ἱερῷ, ἱερεῖς καὶ ἀρχιερεῖς. Εἰς τὰ ἴδια γὰρ ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον· ἀλλ' οὐδὲ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. Οἶκος αὐτοῦ καὶ ὁ κόσμος ὡς Δεσπότου, ός μεμίσηκεν αὐτόν. Καὶ ὁ πρὶν δὲ υἱὸς ὢν τοῦ κακοῦ πατρὸς τοῦ διαβόλου άτι μάζει αὐτὸν, ὁπηνίκα τὴν τοῦ Εὐαγγελίου μάχαιραν λάξῃ, τὴν διχάζουσαν τὰς τοιαύτας συγγενείας. Καὶ ή σάρξ, ἡ θυγάτηρ τῆς ἐξ ἁμαρτιῶν ἡδονῆς ἐν ἀνα μίαις γὰρ συνελήφθημεν, καὶ ἐν ἁμαρτίαις ἐπιστή θημεν), ἐπανίσταται τῇ τοιαύτῃ αὐτῆς μητρί, ὅτε μὴ ποιοῦμεν αὐτῆς πρόνοιαν εἰς ἐπιθυμίαν, ἀλλὰ σταυροῦμεν αὐτὴν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπι θυμίαις. Εἰ δὲ καὶ ὁ κόσμος υἱὸς τῆς ὕλης, τούτῳ δὲ συνεζύγη πρώην ἡ αἴσθησις· ἐπανίσταται καὶ αὕτη τῇ πενθερα αὐτῆς ὕλῃ, όπηνίκα τὸν ἐπαι νετὸν ὑφίσταται διχασμόν. μου; ἡ ὀργὴ αὐτοῦ ἀλλοιοῖ εἴ γε τοῦτο δόξει ν. Ἐγὼ δὲ ἐν τῷ Κυρίῳ ἀποσκοπήσω υπο μενῶ ἐπὶ τῷ Σωτῆρι μου· εἰσακούσεταί μου δ Θεός μου. Ο προφήτης ταῦτα πεοὶ ἑαυτοῦ λέγει, Τότε καὶ τοὺς λογισμού; ἡ ὀργὴ αὐτοῦ ἀλλοιοῖ, Νομοφυλακούντων. ἢ τὸν θάνατον, Της πενθεράς. 'Α-ο-κοπεύσω
col. 1173–1174page 62 of 70
PG 126:1173τύπον εκείνοις διδούς, ὅπως δεῖ πιστεύειν εἰς τὸν Θεόν. Οἱ μὲν οὖν φίλοι, φησί, καὶ οἰκεῖοι, οὕτως ἔσονται ἄπιστοι, καὶ διὰ τοῦτο μάταιοι, οἱ ἐπ᾿ αὐτοὺς ἐλπίζοντες· ἐγὼ δὲ πρὸς τὸν Κύριον ἀπο βλέψω, καὶ τὴν ἐξ ἐκείνου ἀναμενῶ βοήθειαν, οὐχ ἡγουμένοις θαῤῥῶν, οὐ φίλοις πεποιθὼς, οὗ τινε τῶν κατὰ σάρκα οἰκείων ἐλπίζων. Καὶ πάντως οὕτως ἀδιστάκτως ἐλπίζοντος ἐπ᾿ αὐτὸν, εἰσακούσεται μου. Μὴ ἐπίχαιρέ μοι, ἡ ἐχθρά μου, ὅτι πέπτωκα καὶ ἀναστήσομαι. Διδάξας τῆς εἰς Θεὸν ἐλπίδος τὸ πέρας, τὸ ἐπακουσθῆναι, φημί, παρ' αὐτοῦ, ἀνα λαμβάνει τῆς Σιὼν τὸ πρόσωπον, καὶ πρὸς τὴν Ιδουμαίαν ποιεῖται τοὺς λόγους, ἐχθρὰν οὖσαν ἀεὶ καὶ πολεμίαν. Μὴ ἐπέχαιρε γάρ, φησίν· εἰ γὰρ καὶ πέπτωκα, συμφοραῖς περιπεσοῦσα, ἀλλ' ἀναστήσου μαι αὖθις. Τινὲς δὲ πρὸς τὴν Βαβυλῶνα ταῦτα λέγε σθαί φασι· Μὴ ἐπαγάλλου, ὡς νικήσατά με· οὐ γὰρ διὰ τὴν σὴν δύναμιν νενίκηκάς με· ἀλλὰ διότι πέπτωκα ἀπὸ τῆς ἐν Θεῷ στάσεως, μὴ ἐπι γινώσκουσα τὸν Θεόν· ὅμως ἀναστήσομαι ἀπὸ τούτου τοῦ πτώματος. Πλὴν δοκεί μοι πρὸς τὴν Ιδου μαίαν μᾶλλον λέγεσθαι ταῦτα, ὡς ἐκ τῶν κατωτέρω δῆλον. Εἴποι δ' ἂν καὶ ἡ ἐξ ἐθνῶν Ἐκκλησία πρὸς τὴν συναγωγήν· Μὴ ἐπίχαιρέ μοι, ἡ ἐχθρά μου, ἡ βδελυσσομένη τὰ ἔθνη· πέπτωκα μὲν γὰρ τῇ ἁμαρτ τίχ καὶ τῇ ἀσεβείᾳ, ἀλλ' ἐπιστρέψασα πρὸς Χρι στὸν, ὅς ἐστιν ἀνάστασις, ἀναστήσομαι. Διότι ἐὰν πορευθῶ ἐν τῷ σκότει, Κύριος φῶς μου. Η ἐὰν τῷ σκότει τῶν συμφορῶν καὶ κακώ σεων γένωμαι, φῶς μου ἔσται ὁ Κύριος καὶ παρα σκευάσει με μὴ αἰσθάνεσθαι τοῦ τοιούτου σκότους ή, ὅτι Εἰ καὶ ἐσκοτίσθην τὸν νοῦν, τῷ ξύλῳ λέγουσα Θεός μου εἰ σύ· καὶ τῷ λίθῳ· Σύ με ἐγέννησας ἀλλ᾽ οὖν φωτισθήσομαι τῇ ἐπιγνώσει τοῦ ἀληθινοῦ Θεοῦ καὶ Πατρός. Καὶ ἡ Ἐκκλησία ἐρεῖ· Καν ὑπὸ τοῦ σκότους τῆς ἁμαρτίας κατεχομένη, πορεύου μαι ἐν αὐτῇ, καὶ προκόπτω· ἀλλ' ὁ Κύριος ὁ εἰπών· Εγώ εἰμι τὸ φῶς τοῦ κόσμου, αὐτὸς ἔσταιμοι φως. Οργὴν Κυρίου ὑποίσω, ὅτι ἦμαρτον αὐτῷ. Εἰς τὸ μέγεθος, φησί, τῶν ἁμαρτιῶν μου ἀποβλέπουσα, οἶδα τῆς τιμωρίας τὸ δίκαιον, καὶ ὑπομενῶ τὴν ὀργὴν τοῦ διὰ τὰς ἁμαρτία; κολάζοντάς με, τουτο ἐστι, τὴν ἐκ τῆς ὀργῆς παιδείαν. Οὐ μὴν ἄχρι τέ λους ἡ ὀργὴ ἐπιμένει· ὥστε μὴ ἐπίχαιρε. Εως οὗ δικαιώσει την δίκην μου, καὶ ποιή σει τὸ κρῖμά μου, καὶ ἐξάξει με εἰς τὸ φῶς, καὶ ὄψομαι τὴν δικαιοσύνην αὐτοῦ. ᾿Αναμενω, φησί, καὶ ὑπομενῶ, κολαζομένη διὰ τὰς ἁμαρτίας, ἕως οὗ τὴν δίκην, ἣν ἔχω πρὸς τοὺς θλίβοντάς με, δικαιώσει. Εἰ γὰρ καὶ αὐτῷ προσκεκρουκα, ἀλλὰ καὶ πρὸς ἐκείνους ἔχω δίκαια πολλὰ, ὅτι μηδὲν δεινὸν ὑπ᾽ Οὐ γὰρ τῇ σῇ δυνάμει. Θηρεύοντας.
col. 1175–1176page 63 of 70
PG 126:1175ἐμοῦ παθόντες, οὕτως ἀπανθρώπως ἐχρήσαντό μα Καὶ ἐξάξει με εἰς τὸ φῶς τῆς ἐλευθερίας ἀπὸ τοῦ σκότους τῆς δουλείας· Καὶ ὄψομαι τὴν δικαιοσύνην αὐτοῦ, ὅτι τοὺς οὕτως ἀδίκως ἐπιτιθέντας μας ἐτιμωρήσατο. Ερεῖ δὲ καὶ ἡ Ἐκκλησία· Εἰ καὶ ὠργίσθη μοι Κύριος, καὶ ἀπωσάμενος ὡς τοῖς εἰδώ λοις λατρεύσασαν, καὶ τῇ κτίσει, εἰς ἀδόκιμον νοῦν παρέδωκέ με ἀλλ' ὑπομενῶ, ἕως οὗ δικαιώσει με μετανοίας καὶ βαπτίσματος, καὶ ποιήσει τὸ κρίσ μά μου, κατακρίνων τὸν ἄρχοντα τοῦ κόσμου τούτου, τὸν πλανήσαντά με, καὶ ἐξάξει με εἰς τὸ φῶς τὸ νοητόν ὁ Πατὴρ τῶν φώτων. Καὶ ε μαι τὴν δικαιοσύνην αὐτοῦ τὸν Χριστὸν, ὃς ἐγεννήθη ἡμῖν δικαιοσύνη ἀπὸ Θεοῦ, Ει Καὶ ὄψεται ἡ ἐχθρα (27') μου, καὶ περιβαλεῖται αἰσχύνην ή λέγουσα πρός με Ποῦ Κύριος δ Θεός σου; Η Ιδουμαία, φησίν, έψεται τὴν ἐμὴν εὐημερίαν, καὶ καταισχυνθήσεται, βλέπουσα την τοῦ Θεοῦ περὶ ἐμὲ χρηστότητα, ἡ νῦν ἐνειδίζουσα τοῦτον, ὡς ἀσθενῆ, καὶ μὴ δυνάμενόν με ρύσασθαι τῶν ἐχθρῶν. Οἱ ὀφθαλμοί μου ἐπόψονται αὐτήν. Οὐ μόνον, φησὶν, αὕτη τὴν ἐμὴν εὐημερίαν ὄψεται, ἀλλὰ κἀγὼ τὴν αὐτῆς δυσπραγίαν ὄψομαι· οὐ γὰρ ἀτιμώρητος ἔσται. Νῦν ἔσται ὡς καταπάτημα, ὡς πηλὸς ἐν ταῖς ὁδοῖς, ἐν ἡμέρᾳ ἀλοιφῆς πλίνθων ἐξάλειψις σου ἡ ἡμέρα ἐκείνη. Ωσπερ, φησίν, ὁ ἐν ταῖς ὁδοῖς της λὸς καὶ μάλιστα ὁ εἰς ἀλοιφὴν πλίνθων παρασκευαζόμενος, καταπατεῖται, ὡς ἂν εὐθρυπτότερος γέ νηται, καὶ χρησιμεύσῃ εἰς τὸ ἔργον· οὕτως καὶ σὺ ὑπὸ πάντων καταπατηθήσῃ, καὶ ἐξάλειψες του ἔσται ἡ ἡμέρα ἐκείνη. Φήσει δὲ καὶ ἡ Ἐκκλησία, ὅτι Καταισχυνθήσεται ἡ ἐχθρά μου, ὁρῶσα τὴν δόξαν, ἣν ἀπὸ τοῦ βαπτίσματος ἐνδεδυμαι· καὶ οἱ ὀφθαλμοὶ μου επόψονται μὲν αὐτὴν, καὶ ἐν τῷ μέλλοντι εἰς τὸ πῦρ ἀποπεμπομένην. Οἱ γὰρ υἱοὶ τῆς βα σιλείας ἐκριφήσονται ἔξω, ἐμοῦ ἀντεισαγομένης, καὶ ταττομένης μετὰ ᾿Αβραάμ, καὶ Ἰσαὰκ, καὶ Ἰακώβ. Καὶ νῦν δὲ ἔσται ὑπὸ πάντων καταφρονουμένη, ὡς καταπάτημα, ὡς πηλὸς ἐν ταῖς ὁδοῖς, ὅς πα τεῖται συνεχέστερον, καὶ μᾶλλον εἴπερ εἰς πλίνθων ἀλοιφὴν παρασκευάζεται. Εἶπε δὲ καὶ ὁ Κύριος Εσται ῾Ιερουσαλὴμ πατουμένη ὑπὸ τῶν ἐθνῶν καὶ ἡ ἡμέρα ἐκείνη, καθ᾿ ἣν πατηθήσῃ, ἡ τελευ Νοερόν. τσία, ἔσται ἐξάλειψις του. Ημέρα καὶ ὁ Χριστές ὃς ἐγένετο αὐτῶν ἐξάλειψις, σταυρωθείς ὑπ' αὐτῶν. Ταῦτα δὲ πάντα καὶ ἡ κοινὴ τῶν ἀνθρώπων φύσις έχει καιρὸν λέγειν πρὸς τὴν ἔχ θρὰν αὐτῇ τῶν δαιμόνων πληθὺν, καὶ ἡ ἑκάστου ψυχή, ἀρξαμένη μετανοεῖν. Ο εχθρός, Περιβαλεῖ τὴν αἰσχύνην. Τῆς αὐτῆς. ἔσῃ ἔσται, πατηθή σεται. Καὶ ὁ Κύριος Ἰησοῦς Χριστός, Ἐξ αὐτῶν, σταυρωθείς, 'Αρξαμένου.
col. 1177–1178page 64 of 70
PG 126:1177Καὶ ἀπώσεται νόμιμα σου ἡ ἡμέρα ἐκείνη. Τουτέστιν, οἱ παράνομοί σου νόμοι καταλυθήσονται. Ποῦ γὰρ λατρεύσεις, ἢ πῶς τοῖς εἰδώλοις καὶ τὰ ἐπὶ τῇ λατρείᾳ αὐτῶν νόμιμα ἐκτελέσεις, εἰς ἀφα νισμὴν οὕτω παραδεδομένη; ᾿Αλλὰ καὶ ὁ Χριστὸς τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἀπώσατο τὰ νόμιμα τῶν Γραμματέων. Καὶ αἱ πόλεις σου ἥξουσιν εἰς συγκλεισμόν. Τουτέστιν, εἰς πολιορκίαν καταντήσουσιν, δ ἐπὶ τῶν Ἰουδαίων γέγονεν. Καὶ αἱ πόλεις σου ὀχυραὶ εἰς διαμερισμὸν Αστ συρίων. Εντεῦθεν δηλοῦται, ὅτι οὐ τῇ Βαβυλώνι, ἀλλὰ τῇ Ιδουμαίᾳ ἁρμόζει πάντα τὰ περὶ τῆς έχε θρα; βηθέντα. Οὐ γὰρ δήπου αἱ πόλεις τῆς Βαβυλῶνας ἐδόθησαν εἰς διαμερισμὸν ᾿Ασσυρίων ἀλλ᾽ αἱ τῆς Ἰδουμαίας διεμερίσθησαν, τουτέστι, διηρπάγησαν ὑπὸ Βαβυλωνίων, ή κατεκληρονομή θησαν ἄλλη ὑπὸ ἄλλου, εἰ μή τις Ασσυρίους ἐρεῖ Μήδους τε καὶ Πέρσας. Εἶχον πόλεις ὀχυράς οἱ Εβραίοι, τὰς νομικὰς ἐντολὰς καὶ παρατηρήσεις, ἀλλὰ παρεδόθησαν εἰς διαμερισμὸν τοῖς Ασσυρίοις, ἤτοι τοῖς ἔθνεσι. Μερίζομεν γὰρ ἡμεῖς νῦν καὶ δι χοτομούμεν τὸ γράμμα ἀπὸ τοῦ πνεύματος. Είχε καὶ πόλεις ὀχυρὰς ἡ ἀνθρωπίνη φύσις, τὰ φιλόσοφα δόγματα καὶ τὰ μαγικά· ἀλλὰ τοῦ Παύλου ἐν ᾿Αθήναις γενομένου καὶ ἐν Κορίνθῳ, καὶ καταγγείλαντος τὸν ἄγνωστον ἐκείνοις Θεὸν Ἰησοῦν Χριστόν, καὶ τοῦτον ἐσταυρωμένον· ὁ ᾿Αρεοπαγίτης διονύσιος, καὶ οἱ ἐν Κορίνθῳ σοφοί, οἱ πρότερον ἐπ' αὐτ τοῖς μεγαλοφρονοῦντες, διεμερίσαντο ταῦτα· τὸ μὲν ἐξεταστικὸν αὐτῶν καὶ θεωρητικών δεξάμενοι, ὅσον δὲ εἰς δαίμονας φέρει, καὶ πλάνην, καὶ ἀπω λείας βυθόν, ἀπωσάμενοι. ᾿Αλλὰ καὶ ἐν Ἐφέσῳ οἱ τὰ περίεργα πράξαντες, τὰς μαγικὰς αὐτῶν βίβλους κατέκαυσαν. Εχει δὲ καὶ ἑκάστη ψυχή γαύρον φρόνημα καὶ ὑψηλὸν, δ τοῖς ᾿Ασσυρίοις παραβάλλεται· ἔχει δὲ καὶ πόλεις, τὰ συστήματα τῶν ἐν αὐτῇ διαφόρων τῆς κακίας εἰδῶν. Οταν οὖν τὸ ὑψηλὸν ἐκεῖνο φρόνημα καὶ ᾿Ασσύριον μεταγάγῃ πρὸς τὴν ἐπίγνωσιν τῆς οἰκείας ἀξίας, καὶ τὰ ἄνω φρονήσῃ, καὶ ἄξια τοῦ κατ᾿ εἰκόνα· τηνικαῦτα πα ραδίδονται τῷ τοιούτῳ φρονήματι αἱ τῆς κακίας πόλεις εἰς διαμερισμόν. Μερίζων γὰρ τὴν κακίαν εἰ; ὑπερβολὰς καὶ ἐλλείψεις ὁ τὰ ἄνω φρονῶν νοῦς, εὑρίσκει τὴν τῶν ἀρετῶν μεσότητα. ᾿Απὸ Τύρου, ἕως ποταμοῦ Συρίας. Επειδή καὶ ἄλλαι περίοικοι πόλεις ταῖς τῶν Ἰουδαίων ἐπέχαι τον συμφοραίς, μέμνηται καὶ Τύρου, καὶ Συρίας, καὶ τῶν ἄλλων τῶν τοῖς Βαβυλωνίοις ἐκπορθηθει σῶν. Λέγει δὲ καὶ τίνες αὗται, δηλοποιῶν αὐτὰς ἀπὸ τῶν ὁρίων. Ποταμὸν μέντοι Συρίας τὸν Εὐφρά την λέγει. οἱ γὰρ Βαβυλώνιοι ήσαν Ασσύριοι, Διηρπάγησαν, τουτέστι διεμερίσθησαν. Θεὸν καὶ Ἰησοῦν.
col. 1179–1180page 65 of 70
PG 126:117911 Ο Καὶ ἀπὸ θαλάσσης ἕως θαλάσσης. Ἀπὸ τῆς πρὸς ἕω κειμένης, ἄχρι τῆς πρὸς ἑσπέραν. Καὶ ἀπὸ ὄρους ἕως τοῦ ὄρους. Ἀπὸ τοῦ τῶν Ἰουδαίων ὄρους τοῦ Καρμήλου μέχρι τοῦ Λιβάνου. *Απασαι οὖν αἱ ἐν τῷ μέσῳ πόλεις ἁλώσονται τοῖς Βαβυλωνίοις, αμπρότερον ἐπιχαίρουσαι τοῖς Ιουδαίων κακοῖς. Ημέρα ὕδατος καὶ θορύβου. Τουτέστιν, ὥσπερ ὕδωρ μετὰ ῥοίζου φερόμενον, καὶ θόρυβον ποιούν οὕτως ἡ στρατιὰ τῶν ἐχθρῶν ἐπελεύσεται, πάντα συνταράττουσα, καὶ τὰς ῥηθείσας πόλεις πορθοῦσαι. Καὶ ἔσται ἡ γῆ εἰς ἀφανισμὸν μετὰ τῶν κατ οικούντων αὐτήν. Η γῆ τῶν πόλεων τούτων καὶ αὐτὴ καταφθαρήσεται, τῶν τε δένδρων δηουμένων, καὶ τῶν καρπῶν φθειρομένων καὶ πυρπολουμένων ἀλλὰ καὶ οἱ κατοικοῦντε; αὐτὴν σφαγῇ παραδοθήσονται ᾿Απὸ καρπῶν ἐπιτηδευμάτων αὐτῶν. Τὴν αἰ τίαν δείκνυσιν, ἀφ᾿ ἧς ταῦτα αὐτοῖς συμβήσεται. Αἱ γὰρ τοιαῦται, φησί, κακώσεις καρποί εἰσι τῶν ἔργων αὐτῶν. Γῆ γέγονεν ἡ ἀνθρωπίνη φύσις, διὰ τὴν παρακοήν, ἀκούσασα τὸ, Γῆ εἶ, καὶ εἰς τὴν απελεύσῃ, καὶ τὰ τῆς γῆς φρονήσασα· κατῴκοιν δὲ ταύτην τὴν γῆν αἱ τοῦ σκότους ἀρχαὶ καὶ ἐξου σίαι. Αλλ' ότε ἡμέρα γέγονεν ὕδατος καὶ θορύβου τοῦ πνεύματος, φημί, καὶ τοῦ ἤχου, δ; ἐπλήρωσε τὴν οἰκίαν, ἐν ᾗ οἱ ἀπόστολοι ἦσαν, ήταν νίσθη καὶ ἡ φθορὰ τῆς φύσεως, καὶ τὸ γήῖνον φρό νημα μετὰ τῶν κατοικούντων αὐτὸ πρώην· οὐκέτι γὰρ ὡς θνητοί φρονοῦμεν οἴ γε τὴν τοῦ Πνεύματος χάριν δεξάμενοι καὶ τηροῦντες. Αφανίζει καὶ τὴν ἑκάστου ψυχήν, γενομένην γῆν, ἡ ἡμέρα τοῦ ὕδα τος, καὶ τοῦ βαπτίσματος, καὶ τῶν δακρύων, καὶ τοῦ θορύβου, ὃν ἐμποιεῖ αὐτῇ ὁ λόγος, κατα σείων αὐτὴν, καὶ ταράττων μεταμελουμένην ἐπὶ τοῖς προτέροις. Αφανίζει δὲ οὐκ ἀπὸ τῆς οὐσίας αὐτῆς, ἀλλὰ ἀπὸ τῶν καρπῶν τῶν ἐπιτηδευμάτων οὗτοι γὰρ ἀφανίζονται, ἀλλ' οὐχ ἡ φύσις τῆς ψυ χῆς. Ποίμαινε λαόν σου ἐν ῥάβδῳ φυλῆς σου, πρό βατα κληρονομίας σου. Τὰ ἐσόμενα τοῖς ὁμόροις ; ἔθνεσι προθεσπίσας, προαγγέλλει λοιπὸν τὴν μετὰ ἐπάνοδον εἰρήνην τῷ λαῷ, μονονουχί ταῦτα λέγων πρὸς πᾶσαν τὴν Ισραηλίτην [. -λίτιν] γενεάν, ὅτι Ἐκεῖνοι μὲν ταῦτα πείσονται· σὺ δὲ ποίμαινε τὸν λαόν σου, καὶ τὰ πρόβατα τῆς κληρονομίας σου, ἐν ῥάβδων φυλῆς σου, τουτέστι, τῷ σκήπτρῳ μιας φυλῆς σου, τῆς τοῦ Ἰούδα. Εξ αὐτῆς γὰρ ἂν του ροβάβελ, μετὰ τὴν ἐπάνοδον ἐποίμανε τὸν λαόν. καὶ θορύβου, Κατασκηνοῦντας καταμόνας. Τουτέστιν, ἐν εἰ ρήνῃ καὶ ἡσυχίᾳ ὄντας καὶ μηδένα ἔχοντας τὸν
col. 1181–1182page 66 of 70
PG 126:1181προπολεμοῦντα ἢ ὅτι μὴ ἐπιμιγνυμένους τοῖς ἔθνεσι, καὶ μανθάνοντας τὰ ἔργα αὐτῶν, ἀλλ' ἀμι γεῖς ὄντας ἐθνικῶν ἐπιτηδευμάτων. Λέγοι δ' ἂν καὶ πρὸς τὸν Υἱὸν ὁ Πατήρ· Ποίμαινε τὸν λαόν σου, τοὺς ἐκ περιτομῆς πιστεύσαντας, καὶ τὰ λοιπὰ πρόβατα τῆς κληρονομίας σου, τὰ ἔθνη δηλαδή, ἃ ἔδωκά σοι κληρονομίαν, ἐν τῇ ῥάβδῳ σου, οὐ τῇ κολαστική, ή ὡς σκεύη κεραμέως συντρίβει τοὺς ἀπειθεῖς, ἀλλὰ τῇ παιδευτικῇ, ἢ ἐπισκέψεώς έστι ῥάβδος. ἐπισκέψομαι γὰρ, φησίν, ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν· τὸ δὲ ἔλεός μου, οὐ μὴ διασκεδάσω ἀπ' αὐτῶν. Ποιμαίνονται τῇ ῥάβδῳ τοῦ σταυροῦ καὶ οἱ κατὰ Παῦλον δυνάμενοι λέγειν· Ἐμοὶ δὲ μὴ γ νοιτο καυχάσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου μου Ἰησοῦ Χριστοῦ, δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ. Οἱ δὲ τοιοῦτοι καὶ κατα μόνας κατασκηνοῦσι, πάσης ἀπηλλαγμένοι τῆς πρὸς τοὺς πολλοὺς ἀνθρώπους καὶ τὴν τῶν πολλῶν πρα γμάτων σύγχυσιν προσπαθείας, καὶ μόνῳ προσλαλοῦντες Θεῷ τῷ Κυρίῳ ἐνὶ, καὶ ὑπὲρ τὸ ἕν, καὶ ἑνοειδεῖς καὶ αὐτοὶ γινόμενοι. Οὕτω καὶ Δαβίδ, Καταμόνας εἰμὶ ἐγώ, ἔλεγε· καὶ Ἱερεμίας· Οὐκ ἐκάθισα, φησὶν, ἐν συνεδρίῳ παιζόντων· καταμόνας ἐκαθήμην. Δρυμὸν ἐν μέσῳ τοῦ Καρμήλου νεμήσονται, τὴν Βασανίτιν καὶ τὴν Γαλααδίτιν. Επειδή τροπικῶς τοὺς ἀνθρώπους ἐκάλεσε πρόβατα, ἐπι μένων τῇ τροπῇ, δρυμὸν ὀνομάζει καὶ νομήν της μαίνει δὲ δι' ὧν λέγει, ὅτι ἐν πάσῃ εὐετηρίᾳ ἔσον ται. Η τε γὰρ ὑπὸ τοῦ Καρμήλου περιεχομένη χώρα, καὶ ἡ Βασανίτις, καὶ ἡ Γαλααδίτις, τὰ πίονα τῆς Παλαιστίνης ἦσαν μέρη. Ἵνα τοίνυν δηλώσῃ, ὅτι ἐν ἀφθόνοις ἀγαθοῖς ζήσουσι, τοῦ δρυμοῦ ἐμνή σθη. Φασὶ γὰρ τὰ πρόβατα ἐν τῷ δρυμῷ νεμόμενα, καὶ ὑπὸ τῶν βαλάνων τρεφόμενα, πιαίνεσθαι· ἐπεὶ καὶ ταῖς βαλάνοις ἐπιτρέχει, ἐνηδόμενα τῷ καρπῷ.. Ἐπεὶ δὲ Κάρμηλος ἐπίγνωσις περιτομῆς ἑρμηνεύεται· Βασανίτις δὲ, αἰσχύνη· Γαλααδίτις δὲ, διαθήκης μετάθεσις νεμηθήσονται ταῦτα οἱ ὑπὸ Χριστοῦ ποιμαινόμενοι· τὸν μὲν Κάρμηλον, ὡς ἐπιγνόντες τὴν ἀληθῆ περιτομὴν τίς ἐστι, καὶ ὅτι οὐχ ἡ τῆς σαρκὸς, ἀλλ' ἡ τῆς σκληροκαρδίας ἀπόθεσις, ἡ πνευματική ἐστι περιτομή, ἣν ὁ Θεὸς ἐπιζητεῖ, καθὰ εἴρηται· Περιτμήθητε Θεῷ· καὶ, Περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν· καὶ οὕτως μετὰ τὸ ἐπιγνῶναι περιτεμνόμε ναι καὶ αὐτοὶ τὸ σαρκικὸν τῆς καρδίας φρόνημα, καὶ τὸ ἀπὸ γενέσεως κάλυμμα· τὴν δὲ Βασανίτιν νεμήσονται, αἰσχυνόμενοι ἐπὶ τοῖς προημαρτημένοις, καὶ τὴν κατὰ Θεὸν λύπην ἔχοντες, ἥτις χαρὰν Ιώνιον κατεργάζεται· τὴν δὲ Γαλααδίτιν, ὡς τὴν γ', προσπολεμοῦντα. Ασθενείας, ὑπὲρ τὸ ἕν, εκ Ηδόμενα. Χριστῷ. "Εσται, Περιτμήθητ:,
col. 1183–1184page 67 of 70
PG 126:1183ἀντὶ τοῦ κατὰ τὸ γράμμα ζῆν, καὶ θυσίας αλόγου; προσάγειν, κατὰ πνεῦμα ζῶντες, καὶ ἑαυτοὺς θυσ σίαν ζῶσαν ἁγίαν προσάγοντες τῷ Θεῷ. τῆς διαθήκης μετάθεσιν κατακληρονομούντες· καὶ θεωρούντες. Κατὰ τὰς ἡμέρας τοῦ αἰῶνος, καὶ κατὰ τὰς ἡμέ ρας ἐξοδίας σου ἐκ γῆς Αἰγύπτου, δείξω αὐτοῖς θαυμάσια. Ημέρας αἰῶνος τὰς ἀρχαίας ονομάζων, φησίν, ὅτι Κατὰ τὰς ἀρχαίας ἡμέρας εκείνας, ἐν αἷς ἀντελαμβανόμην ὑμῶν, δείξω θαυμάσια τοῖς ἐκ τῆς αἰχμαλωσίας ἐπανελθοῦσι. Καὶ ὥσπερ ἐξελθοῦσιν ἐξ Αἰγύπτου τὴν ἐν Παλαιστίνῃ γῆν κατεκληροδότημα ὑμῖν· οὕτω καὶ νῦν ταύτης ἐγκρατεῖς ἔσεσθε, καὶ τοσαύτην γῆν κατακτήσεσθε. Προΐσταται καὶ Χριστές τῶν ὑπ' αὐτῷ ποιμαινομένων, καὶ κατὰ τὴν παρήν τα βίον, ὥσπερ καὶ ἐν τῷ μέλλοντι αἰῶνι. Όταν γὰρ φρονῶσι τὰ ἄνω, καὶ τὸ πολίτευμα αὐτῶν τοιοῦτον ᾖ, ὡς ἐν οὐρανοῖς ὄντων, καὶ νεκροὶ ὦτι τῷ κόσμῳ, καὶ αὐτοῖς ὁ κόσμος, καὶ ἐν σαρκὶ ὄντες, οὐ κατά σάρκα στρατεύωνται, οὐχὶ τῆς τοῦ μέλλοντος απ νος καταστάσεως εἰκών ἐστιν ἡ τοιαύτη διαγωγή; ᾿Αλλὰ καὶ ὥσπερ οἱ πάλαι Εβραίοι τῆς τοῦ Φαραὼ δουλείας ἠλευθερώθησαν καταποντισθέντος, αὐτοὶ τὴν Ἐρυθραν θάλασσαν διελθόντες, καὶ μετὰ τὸ διελθεῖν, ἔφαγόν τε τὸ ἐξ οὐρανοῦ μάννα, καὶ τὸ ἐκ πέτρας ἔπιον ὕδωρ· οὕτω καὶ ἡμεῖς ὑπὸ τὸν νυητὸν ὄντες Φαραώ, τὸν τῆς σκοτεινῆς ἁμαρτίας ἄρχοντα, ἀπηλλάγημεν τούτου, ἀποπνιγέντος ἐν τῷ βαπτίσματι· καὶ μετὰ τὸ βάπτισμα, τόν τε ἄρτον ἐσθίο μεν, τὸν ἐξ οὐρανοῦ καταβάντα, την σάρκα φημί τοῦ οὐρανίου Λόγου καὶ Θεοῦ, καὶ τὸ ἐκ πέτρας πίνομεν πόμα, τὸ αἷμα τοῦ Χριστοῦ. 'Η γὰρ πέτρα, φησὶν, ἦν ὁ Χριστός. Οὕτως οὖν τὰ τυπικῶς αὐτοῖς συμβάντα θαυμάσια, δεικνύει ἐφ' ἡμῖν ἀληθῶς. Έδειξε θαυμάσια καὶ διὰ χειρῶν τῶν ἀποστόλων, ὥσπερ ἐν ταῖς ἀρχαίαις ἡμέραις διὰ Μωσέως καὶ Λαρών. * Οψονται ἔθνη, καὶ καταισχυνθήσονται ἐκ πά σης τῆς ἰσχύος αὐτῶν. Τουτέστιν, ἐκπεσοῦνται τῆς προτέρας ἰσχύος αὐτῶν, ὁ μεγίστη αὐτοῖς αἰσχύνη· καὶ ἢ οὐδὲ τὴν ἀρχὴν προσβαλοῦσιν ὑμῖν, θεωροῦντα τὴν ἐμὴν περὶ ὑμᾶς πρόνοιαν· ἡ προσβαλόντα, καὶ ἡττηθέντα, οὐκέτι οὐ πολεμήσουσιν, ὡς ἀνίσχυρα γεγονότα. Τοῦτο καὶ οἱ δαίμονες ἔπαθον, τὰ ἄσπονδα πρὸς ἡμᾶς ἔθνη. Πάντα γὰρ τὰ εἴδη τῆς πλάνης αὐτοῖς ἐν οἷς ἴσχυον προ τερον, κατήργηται τῇ ἐπιδημία Χριστοῦ. Επιθήσουσι χεῖρας ἐπὶ στόμα αὐτων. Μὴ τοῖ μῶντες εἰπεῖν τι κατὰ σοῦ, ἡ χλευάσαι, ἢ ἐπιγελάσαι, ὡς πρότερον. Αλλ' οὐδὲ οἱ δαίμονες δι' ἐγε Αὐτῆς,
col. 1185–1186page 68 of 70
PG 126:1185γαστριμύθων ἢ δρυός, ἢ ἑτέρων τοιουτοτρο-Δ των λαλοῦσι. Τὰ ὦτα αὐτῶν ἀποκωφωθήσονται. Οὔτε ἑτέρων λεγόντων καθ' ὑμῶν ἀνέξονται, ἀλλ' ὡς κωφοὶ ἔσονται. Καὶ οἱ δαίμονες δὲ ἐκωφώθησαν, μὴ ἔχον τες, ὡς πρότερον, τοὺς ἐπικαλουμένους αὐτούς. Λείξουσι χοῦν ὡς ὄφεις, σύροντες γῆν. Αντὶ τοῦ, συρόμενοι ἐπὶ γῆς. Πεσούνται γάρ, φησί, κάτω, δίκην όφεων συρομένων ἐπὶ γῆς, οὐδὲ τὴν κεφαλὴν ἆραι δυνάμενοι, διὰ τὸ κατεπτηχέναι. Η τοῦτο λέγει, ὅτι οἱ ὄφεις μὴ εὑρίσκοντες ἑτέραν τροφὴν, τὸν χοῦν διαλείχουσι, καὶ σύρουσι τὴν γῆν, τουτέστιν, εἰς τὸ στόμα διὰ τῆς γλώττης αναλαμ ξάνουσιν. ᾿Αλλὰ καὶ οἱ δαίμονες πρώην μὲν ἐν πᾶ σιν ἀνθρώποις τροφήν εύρισκον (πάντες γὰρ ἦμαρ τον, καὶ ὑστεροῦντο τῆς δόξης τοῦ Θεοῦ· καὶ ἑβασί. λευσεν ὁ θάνατος ἀπὸ ᾿Αδάμ μέχρι Μωσέως, ἐπὶ τοὺς ἁμαρτήσαντας)· νῦν δὲ ἐν πᾶσι μὲν τροφὴν οὐχ εὑρίσκουσι. Δικαιούμενα γὰρ τῇ τοῦ Χριστοῦ χάριτι, οὗ εἰς τὸν θάνατον βαπτιζόμεθα· κατήργηται δὲ καὶ ὁ θάνατος. Τὸν μέντοι χοῦν λείχουσι, καὶ τὴν γῆν σύρουσι, τοὺς ἀπίστους δηλαδή, καὶ τοὺς κάτω κειμένους. Ταραχθήσονται ἐν συγκλεισμῷ αὐτῶν. Συγ κλεισμὸν αὐτῶν τὴν πανταχόθεν ὥσπερ ἐν πολιορκία στένωσιν λέγει. Εἰς ἀμηχανίαν οὖν, φησί, περιστήσονται, πανταχόθεν συγκλεισθέντες και στενωθέντες. Καὶ ἐπὶ τῷ Χριστῷ οἱ δαίμονες ἐταράσσοντο, λέγοντες· Τί ἡμῖν καὶ σοί; καὶ παρεκάλουν, ἵνα μὴ ἀποστείλῃ αὐτοὺς εἰς ἄβυσσον, ἥτις ἦν συγκλεισμός αὐτοῖς. ἐπὶ τῷ Κυρίῳ Θεῷ ἡμῶν εκστήσονται. Τουτο ἐστιν, ἐπὶ τῇ ἀφάτῳ σου περὶ ἡμᾶς χρηστότητι ἐκπλαγήσονται, ὅπως ἡλέησας τοὺς οὕτω σε παρα οργίσαντας. Καὶ φοβηθήσονται ἀπὸ σοῦ. Οὐκ ἀπὸ τῆς ὑμετέρας δυνάμεως ἔσται ὁ φόβος αὐτοῖς, ἀλλ᾽ ἀπὸ σοῦ. "Η, ὅτι Σὲ φοβηθήσονται, καὶ ἐπιγνώσονται σε Θεὸν εἶναι φοβερὸν οἱ πρότερον τὰ εἴδωλα φοβούμενοι, καὶ σέβοντες αὐτὰ, καὶ θεοὺς ἰσχυρούς εἶναι εἰόμενοι. Ἐξέστησαν καὶ αἱ ἀντικείμεναι δυ νάμεις ἐπὶ τῷ Κυρίῳ Θεῷ τῷ μονογενεῖ, σάρκα λα βόντι, καὶ θεανθρώπῳ κληθέντι τὸ καινότατον, καὶ ἐφοβήθησαν ἀπὸ σοῦ τοῦ Πατρός· τοῦτο δὲ καὶ ἀπ' ἐκείνου φοβηθῆναι ἐστιν· ὁ γὰρ Υἱὸς ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ. Καὶ δηλοῦσι μέχρι τοῦ νῦν, ἀπὸ τοῦ ὀνόματος τοῦ Χριστοῦ φεύγουσαι. Επ εγγαστριμύθους 9 ἀπὸ γαστρὸς φωνοῦντας Χείρα, Εναντίαι,
col. 1187–1188page 69 of 70
PG 126:1187Αμαρτίας, Τις Θεός, ὥσπερ σύ, ἐξαίρων ἀνομίας, καὶ ὑπερβαίνων ἀδικίας τοῖς καταλοίποις τῆς κλη ρονομίας αὐτοῦ; Αποβλέψας εἰς τὸ ἄφατον πλ θος τῆς χρηστότητος τοῦ Θεοῦ, καὶ ἰδὼν ὅπως τοὺς ἀσύγγνωστα πταίσαντας, ἐλέους τοσούτου ἠξίω σεν, ἀναφωνεῖ μετ' ἐκπλήξεως, ὡς ἐκ προσώπου τοῦ λαοῦ· Τίς θεὸς ὥσπερ σύ; Οὐκ ἀπαιτεῖς γὰρ τῶν πλημμελημάτων εὐθύνας, ἀλλ' ἐξαίρεις τὰς ἀνομίας, τουτέστιν, ἐξαλείφεις, ἀφανίζεις καὶ ὑπερβαίνεις ἀδικίας· τουτέστι παρορᾶς, ἐν οὐδενὶ λόγῳ ποιῇ. Ταῦτα δὲ ἐργάζῃ ἡμῖν τοῖς καταλειφθεῖσιν ἐκ τοῦ λαοῦ, οὓς ὡς λείψανα της κληρον μίας σου εὐδόκησας ἐκ Βαβυλῶνος ἐπαναγαγεῖν. ᾿Αλλὰ καὶ διὰ τοῦ βαπτίσματος ἐξαίρει τὰς ἀνομίας τοῦ καταλείμματος τῶν Εβραίων, τοῦ εἰς σωτηρία τηρουμένου· περὶ οὗ γέγραπται· Τὸ κατάλειμμα σωθήσεται. Καὶ διὰ τῆς μετανοίας υπερβαίνει τις ἀδικίας τῶν ὅσοι μὴ ὑπὸ τῆς ἀπογνώσεως ᾐχμαλωτίσθησαν· ἀλλὰ χρηστοτέρας ελπίδος τινὰ λείψανα ἔσχον ἐν ἑαυτοῖς. Οὐκ ἐκράτησεν εἰς μαρτύριον ὀργὴν αὐτοῦ, ὅτι θελητὴς ἐλέους ἐστί. Ταῦτα ἔωκε τοῖς ὑπὸ τοῦ μακαρίου Δαβίδ λεχθείσιν· Οὐκ εἰς τέλος όρο γισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ· οὐ κατά τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς αμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν. Καὶ νῦν ὁ προφήτης βοά, ὅτι τὴν ὀργὴν οὐ κατέσχε καὶ ἐφύ λαξεν ἐπιπλείστον, εἰς ἔλεγχον καὶ μαρτύριον τῆς παρανομίας τοῦ λαοῦ, διότι θέλει μᾶλλον τὸ ἐλεεῖν, ἢ τὸ ἐλέγχειν καὶ κολάζειν. Επιστρέψει ἀπὸ τῆς ὀργῆς, καὶ οἰκτειρήσει ἡμᾶς καταδύσει τὰς ἁμαρτίας ἡμῶν, καὶ ἀπορ ῥιφήσονται εἰς τὰ βάθη τῆς θαλάσσης. Οπερ διὰ τοῦ Ἡσαΐου βοᾷ ὁ Θεὸς λέγων, Ἐγώ εἰμι ὁ ἐξα λείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθώ τῶν ἀδικῶν σου, τοῦτο καὶ νῦν φησι περὶ αὐτῶ ὁ Μιχαίας, ὡς οὐ μόνον ἀφήσει τὰς ἁμαρτίας ἡμῖν, ἀλλὰ καὶ τῆς μνήμης παντελῶς ἐκβαλεῖ, καὶ οἷόν τινι βυθῷ παραδώσει τῇ λήθη. Τοῦτο γὰρ παραδηλοῖ διὰ τοῦ εἰπεῖν· Καταδύσει εἰς τὰ βάθη τῆς θαλάσσης. "Ωσπερ γὰρ τὸ εἰς τὸν βυθὸν τῆς θα λάσσης ἀφιέμενον ἀφανές ἐστι παντελῶς· οὕτω καὶ τὰς ἁμαρτίας ἡμῶν λήθῃ παντελεί παραδώσει. Πάσας τὰς ἁμαρτίας ἡμῶν δώσει εἰς ἀλή θειαν τῷ Ἰακώβ, ἔλεον τῷ ᾿Αβραάμ, καθότι ὤμοσας τοῖς πατράσιν ἡμῶν κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν. Πάσας, φησί, τὰς ἁμαρτίας ἡμῶν δώσει εἰς τὰ βάθη τῆς θαλάσσης· κατὰ κοινοῦ γὰρ δεῖ τοῦτο λαβεῖν. Ταῦτα δὲ ποιήσει εἰς τὸ φανῆ α ἀληθῆ, ὁ ἐπηγγείλατο τῷ Ἰακώβ, καὶ ἵνα δείξῃ. ὅτι ἐλεεῖ τὸν ᾿Αβραὰμ καὶ σπέρμα αὐτοῦ. Ὥσπερ ὤμοσας, φησί, ὦ Κύριε, τοῖς τοιούτοις πατράσιν ἡμῶν ἐν τοῖς πάλαι χρόνοις. Οὕτω καὶ Δαβὶδ λέγει Εμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ, λόγου
col. 1189–1190page 70 of 70
PG 126:1189οὗ ἐνετείλατο εἰς χιλίας γενεάς, ὧν διέθετο τῷ 'Αβραάμ, καὶ τοῦ ὅρκου αὐτοῦ τῷ Ἰσαάκ. Ἔστι δὲ καὶ ἑτέρα Γραφή Καταδύσει τὰς ἁμαρτίας ἡμῶν, καὶ ἀποῤῥιφήσονται εἰς τὰ βάθη τῆς θα λάσσης, πάσας τὰς ἁμαρτίας ἡμῶν· καὶ ἄχρι τού του ἱστῇ· ὥστε νοεῖσθαι, ὅτι λέγει ὁ προφήτης, ὡς ἄρα ὁ Θεὸς καταδύσει τὰς ἁμαρτίας ἡμῶν· καὶ ἐπαναλαβὼν διὰ πλείω σαφήνειαν φησιν· Οὐ τάσδε ἢ τάσδε, ἀλλὰ πάσας. Ἀπ᾿ ἄλλης δὲ πάλιν ἀρχῆς Δώσεις ἀλήθειάν σου τῷ Ἰακώβ, καὶ τὰ ἑξῆς τουτέστιν, "Οταν τοῦτο ποιήσῃς, δώσεις ἀναμφιλόγως τὴν ἀλήθειάν σου τῷ Ἰακώβ. Εἰ δὲ ὁ νόμος όρο τὴν κατεργάζεται παραβαινόμενος οὗ γὰρ οὐκ ἔστιν ὁ νόμος, οὐδὲ παράβασις)· μαρτύριον δὲ λέ γεται ὁ αὐτὸς, ὡς διαμαρτυρόμενός τε τῷ λαῷ, & δεῖ πράττειν, καὶ μή· καὶ ὅτι εἰ μὴ τὸν Θεὸν θεραπεύουσι, τάδε καὶ τάδε πείσονται· ὅρα, τί φησιν, ὅτι οἰκτίρμων καὶ ἐλεήμων ῶν, οὐκ ἐκράτησε την ὀργὴν αὐτοῦ, ἣν ὁ νόμος κατειργάσατο παραβαινόμενος ὑφ᾽ ἡμῶν, ἀλλ' ἐπιστρέψει πρὸς ἡμᾶς οὓς ἀπεστράφη, καὶ σάρκα λαβὼν, ἐπὶ τῆς γῆς ὀφθή σεται, καὶ καταδύσει τὰς ἁμαρτίας ἡμῶν ἐν τῇ τοῦ βαπτίσματος κολυμβήθρᾳ, καὶ ἀποῤῥιφήσονται εἰς τὰ βάθῃ τῆς θαλάσσης, ἔνθαὁ τῆς ἁμαρτίας ἀρχηγός. Αὐτῷ γὰρ προσαναιμάχθησαν αἱ ἁμαρτίας ἡμῶν, καὶ αὐτός ἐστιν ἄξιος ὑπὲρ αὐτῶν δοῦναι λόγους, ἀνθ' ὧν τὸ τοῦ Θεοῦ πλάσμα ταύται; κατεμόλυνεν. Αλλά γὰρ χάρις τῷ καὶ τοὺς πάλαι ἐλεήσαντι, καὶ ἡμᾶς ἐλεοῦντι, καὶ τὰς ἁμαρτίας ἡμῶν εἰς τὰ βάθη τῆς θαλάσσης τῶν αὐτοῦ οἰκτιρμῶν ἀποῤῥίπτοντι καὶ ἀφανίζοντι· ὃς καὶ δῴη ἡμῖν τοῦ τε Ἰακὼν τὴν ἀρετὴν μιμουμένοις πτερνίσαι τὰ πάθη διὰ τῆς πρακτικῆς, τοῦ τε ᾽Αβραὰμ ζηλωταῖς γενομένοις. μὴ συνεπαχθῆναι τοῖς φθαρτοῖς τούτοις, καὶ ταῦτα θεοποιῆσαι διὰ τῆς πρὸς αὐτὰ σχέσεως· ἀλλὰ μᾶλ λον ἐκ τῆς τούτων ἀνωμαλίας πρὸς αὐτὸν ἀναδραμεῖν, καὶ τὴν αὐτοῦ ἀσάλευτον βασιλείαν, ὥστε καὶ πατέρας κληθῆναι πολλῶν ἔθνων, γεννηθέντων ἡμῖν, καὶ διὰ τοῦ διδάσκεσθαι παρ' ἡμῶν τὸ καλόν, καὶ διὰ τοῦ ζηλοῦν ἡμᾶς ἐπὶ τῷ ἀγαθῷ βίῳ, ἐν ᾧ καὶ στηριχθείημεν διὰ τῆς χάριτος αὐτοῦ Χρι στοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ Πνεύ ματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. Μιχαίας ερμηνεύεται ταπείνωσις, ἢ ταπεινούς μενος. Οὗτος ἦν ἀπὸ Μοραθὶ, ἐκ φυλῆς Ἐφραὶμ, καὶ πολλὰ ποιήσας τῷ ᾿Αχαάβ, ὑπὸ Ἰωάβ τοῦ υἱοῦ αὐτοῦ ἀνῃρέθη κρημνῷ, ὅτι ἤλεγχεν αὐτὸν ἐπὶ ταῖς ἀσεβείαις τῶν πατέρων αὐτοῦ· καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ μόνος, σύνεγγυς πολυάνδρου Ενακείμ. Τέλος τοῦ εἰς τὸν προφήτην Μιχαίων συντάγματ τος, ἀπὸ φωνῆς τοῦ μακαριωτάτου ἀρχιεπισκόπου Βουλγαρίας κυροῦ Θεοφυλάκτου. Προσηνέχθησαν.
Page scan enlarged

Notebook

Full View