PG 126Theophylactus Bulgari Archiepiscopus
Appendix to the Works of Theophylact
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1191–1192page 1 of 2
PG 126:1191α
col. 1193–1194page 2 of 2
PG 126:1193ΒΙΟΣ ΚΑΙ ΠΟΛΙΤΕΙΑ, ΟΜΟΛΟΓΙΑ ΤΕ ΚΑΙ ΜΕΡΙΚΗ ΘΑΥΜΑΤΩΝ ΔΙΗΓΗΣΙΣ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΛΗΜΕΝΤΟΣ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΒΟΥΛΓΑΡΩΝ ΣΥΓΓΡΑΦΕΙΣ Παρὰ τοῦ ἁγιωτάτου καὶ ἀοιδίμου ἀρχιεπισκόπου τῆς πρώτης Ἰουστινιανῆς καὶ πάσης Βουλγαρίας, κυρίου ΘΕΟΦΥΛΑΚΤΟΥ, καὶ μαΐστορος τῶν ῥητόρων χρηματίσαντος ἐν Κωνσταντίνου πόλει, Α΄. Δεῦτε, τέκνα, ἀκούσατέ μου, δεῦτε, καὶ διηγήσομαι ὑμῖν, πάντες οἱ φοβούμενοι τὸν Θεὸν, ὅπως ἂν γνῷ γενεὰ ἑτέρα, υἱοὶ τεχθησόμενοι, καὶ λαὸς ὁ κτι ζόμενος αἰνέσῃ τὸν Κύριον. Ταῦτα μὲν Δαβὶδ εἴρη κεν, ἡμεῖς δὲ μετ' αὐτοῦ σήμερον. Δεῖ γὰρ τὴν θείαν μεγαλοσύνην ἐκδιηγείσθαι πάντοτε καὶ πρὸς ἅπαν τας, οὗ ταύτῃ μόνον (ὅσα γὰρ ἂν ἀπαγγείλωμεν καὶ λαλήσωμεν, ὑπὲρ ἀριθμὸν ἐπληθύνθησαν τὰ λειπόμενα)· ἀλλ' ὅτι καὶ τοῖς ῥᾳθυμοτέροις καὶ πρὸς τὴν τοῦ καλοῦ ἐργασίαν ἀπονυστάξασι διαπνισμός τις για μεται ἡ τῶν τοῦ Θεοῦ θαυμασίων κηρυττομένη μεγαλοπρέπεια. Οίονται γὰρ οἱ πολλοὶ τοὺς καθ' ἡμᾶς καιροὺς οὐκ ἄν τι τῶν ἀρχαίων χωρῆσαι, ἀλλὰ τοὺς μὲν προτέρους χρόνους καὶ θαύμασι λαμπρυνθῆναι καὶ βίοις ἀνδρῶν κοσμηθῆναι, ἀσωμάτως σχε δὲν ζησάντων ἐν σώματι, τῇ δὲ ἡμετέρᾳ γενεᾷ οὐδὲν τοιοῦτον δωρηθῆναι παρὰ Θεοῦ, ὅθεν καὶ πρὸς τὸν σπουδαῖον βίον, ὡς τῆς νῦν φύσεως μή δεχομένης τοῦτον, ἐλεεινῶς γε ἀτενάρκησαν, κακῶς γε εἰδότες ἐκεῖνοι καὶ λίαν ἐπισφαλῶς. Ο τε γὰρ τῆς φύσεως λόγος ὁ αὐτό; ἐστι καὶ οὐκ ἠλλοίωται, καὶ κατέλιπεν ἑαυτῷ Κύριος κάν τοῖς ἡμετέροις χρόνοις ἄνδρας μάλα πολλούς, οἱ γόνυ τῶν κάτω συρομένων οὐδενὶ κάμψαντες εἰς δόξαν τοῦ εὐρανίου Πατρὸ; τῷ τοῦ βίου φωτὶ διέλαμψαν, φωστῆρες ἐν κόσμῳ γεγονότες, λόγον ζωῆς ἐπέχοντες. Ωσπερ οὖν καὶ τὴν τῶν Βουλγάρων χώραν ἐφώτισαν ἐν τοῖς ἐσχάτοις καιροί; Πατέρες μακάριοι καὶ διδάσκαλοι, λάμψαντες δι δάγμασί τε καὶ θαύμασι καὶ βίῳ καὶ λόγῳ κατα
Page scan enlarged

Notebook

Full View