PG 127Jacobus Monachus Coccinobaphi
James the Monk (Coccinobaphes)
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Commentary on the Orations of St. Gregory NazianzenCommentarius in Orationes S. Gregorii Nazianzeni

Responses to Bishop ConstantineResponsa ad Constantinum episcopum

col. 543–544page 1 of 80
Jacobus Monachus CoccinobaphiOratio PrimaOrationes Encomiasticæ in SS. Virginem Deiparam.
PG 127:543ΛΟΓΟΣ Α'. Εἰς τὴν σύλληψιν τῆς ὑπεραγίας Θεοτόκου έκλε γεὶς ἀπὸ τῶν θείων Γραφῶν καὶ περὶ τοῦ ἐν ἱστορίαις τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ. Α'. Οὐρανὸν, ἡ γῆ ταῖς τῆς χάριτος μαρμαρυγαίς,
col. 545–546page 2 of 80
PG 127:545ὑπερφαιδρύνεται σήμερον· οὐρανὸν ταῖς νοηταῖς ὑπεραγλαΐζεται λαμπρότησιν· οὐρανῷ ὑπερκοσμίῳ ὡραίζεται· τὸν γὰρ ὑπέρτερον οὐρανὸν ἀποτικτόμενον δέχεται, τὸν ὑπέρφωτον ὄντως καὶ εὐρυχωρότερον, τὸν οὐχ ἥλιον δυόμενον, ἀλλὰ τὸν ἄδυτον ἀν ἔσχοντα τῷ κόσμῳ τῆς δικαιοσύνης· τὸν οὐ κατ' ἄστροις όρωμένοις, ταῖς νοηταῖς δὲ ποικιλλόμενον δαδουχίαις. Τοῦτο γὰρ ἡμῖν ἐστι τὸ πανηγυριζόμενον σήμερον, τοῦτο τὴν λαμπροτάτην προβληκε πανδαισίαν, τοῦτο τὴν παροῦσαν συνεκρότησε χορείαν τοῦτο τὸν λόγον διαναστῆσαν, εἰς οἰκείαν ἅπαντας συγκαλείται μέθεξιν, καὶ φαιδρύνει τὸ πλῆθος, τῇ τῶν χαρίτων ἐπιλάμψει. Οὐκ ἐκ μετοχῆς τινος τὴν τοῦ φωτὸς ἐπίτασιν δεχομένη, τῇ μεταδόσει δὲ τὴν οἰκείαν εἰς τοὺς ἀγειρομένους ἐφαπλούσῃ καὶ παρα δεικνύσῃ λαμπρότητα, τῇ περιφανεία τῆς αἴγλης συνεπεκτείνεται. Καὶ ὥσπερ ὁ ὁρώμενος οὗτος ἥλιος ἔχει μὲν παρ' ἑαυτῷ, καὶ τῶν ὄψεων ἀποκρυπτόμενος. τὸ φαιδρότατον· διανίσχων δὲ καὶ ἐξ ἠλιβάτων προκύπτων ὀρέων, ἐπὶ τὰ κάλλιστα μὲν ἐφαπλοὶ τῆς κτίσεως τὰς ἀκτῖνας, τῇ ἐκείνων δὲ περιαυγάσει, τὴν τοῦ θαύματος συνεπιτείνει μεγαλειότητα· οὕτω καὶ ἡ τῷ νοητῷ φωτὶ τῆς χάριτος ὑπεραυγαζομένη σή μερον ἑορτὴ, ἔχει μὲν καὶ καθ᾿ ἑαυτὴν τὸ ἀειλαμπές, ὑπερεκτείνει δὲ τοῦτο, τῇ ἀναλόγῳ τῶν συν τρεχόντων καὶ φωτιζομένων συνελεύσει. Οὐκοῦν ἐπειδὴ ταῖς μυστικαῖς αὕτη τοῦ Πνεύματος ἀκτῖσι καταυγάζει, φωτίζονται δὲ πάντες οἱ ἐν ταύτῃ συνε τρεχόμενοι, κρεῖττον ἂν εἴη παντός αἱρετοῦ, προς δραμεῖν αὐτῇ προθύμως καὶ φωτισθῆναι τα τὴν διάνοιαν, καὶ περιλαμφθῆναι φωτὶ, νέφει τῶν ἐπι- “ κήρων μὴ καλυπτομένῳ. Τοιαύτη γὰρ ἡ ἐν τῇ παρούσῃ εὐφροσύνῃ, ἐραπλουμένη λαμπρότης· καὶ οὕτω διαρκεστέραν, μᾶλλον δὲ ὑπερφανῆ τοῖς φαι νομένοις, τὴν αἴγλην ἐνίησι. Β. Σήμερον γὰρ τῆς νοητῆς νεφέλης εφαπλοῦσθαι κηρυττομένης, αἱ τοῦ ἀδύτου μὲν φωτὸς προανί σχουσιν εἰς τὸν κόσμον ἀκτῖνες, τὸ κρατῆσαν δὲ τῆς ἀθεΐας, ἀπομειοῦσθαι καὶ ἀπελαύνεσθαι ἄρχεται σκότος. Σήμερον τῆς τοῦ θεϊκοῦ σκηνώματος οίκου δομής μηνυομένης, οἱ τῆς εὐσεβείας μὲν καταπή γνυνται θεμέλιοι, ἐκ βάθρων δὲ τὰ τῆς ἀσεβείας ὀχυρώματα κατασείεται. Σήμερον τῆς βασιλικῆς εξυφαινομένης αλουργίδος, ἡ τοῦ τῶν ὅλων Βασι λέως προκαταγγέλλεται ενδημία. Τὰ μὲν γὰρ ἐνέχυρα προτέθειται, καὶ ἡ ἀνύμφευ ἑορτή, δεχομένη.
col. 547–548page 3 of 80
PG 127:547τις προκέκριται νύμφη· τὸ δὲ παλάτιον καὶ τα ρῆκται καὶ ηὐτρέπισται σήμερον. Οὐκοῦν ἡγεῖται μὲν, τῆς κατὰ τὴν ἄρξητον οἰκονομίαν εὐφροσύνης, ἡ παρούσα φαιδρότης· διὰ τοῦτο δὲ δεῖ τὴν προεόρ τιον ταύτην καὶ τοῦ τέλους αἰτίαν προπανηγυρίζον τας, φαιδροὺς μὲν τῷ φαινομένῳ, φαιδροτέρους δὲ τῇ ψυχική κοσμιότητι, τὴν παροῦσαν ἐπαίνοις και ταστέφειν πανήγυριν, σκιρτᾷν εὐθυμότερον, εὐτ φραίνεσθαι πνευματικώτερον μᾶλλον ἢ σωματικώ περον, τῇ τῶν νοερῶν καὶ θείων ἁμιλλάσθαι τάξεων ἀγαλλιάσει, πᾶσαν ἁπάντων προτρεπομένων διανι στῆν ἐν τούτοις τὴν κτίσιν. Γ΄. ᾿Αλλὰ προφθάνει τον συγκαλοῦντα λόγον ἡ τῶν ἀγγέλων χοροστασία, καὶ τὴν, δι᾿ ἧς τὸ τοῦ μυστηρίου κατείδε πέρας, ἀνευφημεί σήμερον· προ φθάνουσι καὶ οὐρανοὶ καὶ τὰ τοῦ καινοῦ καὶ ὑπετά του στερεώματος καταγεραίρουσιν ὕψη· προτρέχουσε φωστῆρες, καὶ ταῖς τῆς τοῦ νοητοῦ ἡλίου νεφέλης ἀκτῖοι, φαιδρότερον καταγλαΐζονται· αὐτόκλητος ἡ γῆ παραγίνεται, καὶ τῷ οἰκείῳ σεμνύνεται καὶ συν επαίρεται βλαστήματι· καινοῖς ἡ τῶν ὑδάτων ἐξάλε μασιν ἐπισκιρτῶσα φύσις, τῇ τοῦ ἁγιασμοῦ αὐτῆς δορυφορεί προξένῳ. (Ή τοῦ Θεοῦ σοφία εκοδομεῖ τὸν ἑαυ Δ'. Πάντων τε τὴν ἰδίαν ἐπιδεξιουμένων σήμερον παῤῥησίαν, εἰκαντέρως ἂν ἔγωγε τὴν γνησιωτάτην συγκαλεσαίμην φύσιν, διαπρύσιον ὧδε κεκραγώς "Αγε μοι πᾶσα ἡλικία καὶ ἅπαν ἀξίωμα, ὅσον τε τῆς έγκοσμίου, καὶ ὅσον τῆς ὑπὲρ ταύτην τάξεως· ἱερεῖς τε καὶ βασιλεῖς, καὶ οἱ τὴν ἄνω στάσιν καὶ τὸ πολίτευμα, ἐν τοῖς κάτω ἐπιδεικνύμενοι, ἄρχοντές τε καὶ ἀρχόμενοι, πρεσβύτεροι καὶ νεώτεροι, παρθένοι καὶ μητέρες καὶ στείραι, καὶ οἱ περὶ τὴν ἀκακίαν νηπιάζοντες, σὺν εὐφροσύνῃ θειοτέρα, την σωτήριον ταύτην καὶ ὑποδεξώμεθα καὶ διανευφημήσωμεν ἡμέραν. Ἐν ταύτῃ γὰρ τὸ πᾶσι κατάλληλον ἀπεκυήθη τῆς οἶκον ἐκ στείρας νηδύος τὴν Θεοτόκον Μαριάμ ἣν μακαρίσωμεν πᾶσαι γενεαὶ κατὰ χρέος). προϊό τιον προεόρτιον
col. 549–550page 4 of 80
PG 127:549σεμνολόγημα· ἐν ταύτῃ, ἐξ ἀγόνων λαγόνων ἐβλά στησεν, ὁ τῶν ἱερέων κόσμος, τὸ βασίλειον κράτος, ἡ τῶν ἐν ἀρετῇ τελειότης· τῶν ἀρχόντων καὶ ἀρχο μένων ἡ ἀστασίαστος ευταξία, ἡ τῶν νηπίων σύνε σις, παρθένων τὸ ἐγκαλλώπισμα, μητέρων ὁ στέφανος, τῶν ἀτεχνούντων ἡ εὐτεχνία, στειρώσεως ή λύσις ἐκ στείρας, ἡ τῶν ἀγαθῶν ἡνθοφόρησεν ἀφθονία· ἐκ δικαίων, ὁ δικαιότατος επλεόνασε καρπός. ᾿Αλλὰ τὶς ἂν ἐγκομιαστῶν ἐπίδειξις ὀφθείη; τίς παράδοξος τῶν παραδοξοτάτων ἂν ἐφευρεθείη τιμή; ἀναλογίζου μοι τὴν τῶν δικαίων ἁπάντων καὶ προ φητῶν ἐκλογὴν, τήν τε πρὸς τὸν ἐκλεξάμενον Θεὸν οἰκειότητα, καὶ ὄψει τὴν Ἰωακεὶμ καὶ 'Αννης ἀσύγ κριτον ὑπεροχήν· ἔψει τὸ ὑπὲρ ἔννοιαν αὐτῶν καὶ προτετιμημένον καὶ δεδοξασμένον ἀξίωμα· σκόπει γοῦν ὅπως ἅπασαν συγκριτικὴν ἀντιπαράθεσιν, τὰ κατ' ἐκείνους διαδιδράσκει· ἐκ τῶν ἐκείνων αἷμά των, ὡς βασιλικωτέρων ἀρεταῖς, τὴν βασίλειον τοῦ γένου; ἀμφιέννυται πορφύραν. Ε΄. ᾿Αλλὰ συνοῖσον ἂν εἴη τῇ τε πανηγύρει καὶ τῇ τῶν πλεονεκτημάτων αὐτῶν φανερώσει, εἰ βραχέα τινὰ τῆς τὰ περὶ ἐκείνους ὑφηγουμένης, διαναπτύ ξαιμεν ἱστορίας· οὕτω γὰρ τρανοτέραν ἡμῖν, τὴν τῶν λεγομένων καθυποδείξειεν ἀλήθειαν. Εχει δὲ, ὡς ἀπ' ἀρχῆς αὐτῶν εἰπεῖν τὸν λόγον, ὧδε· Ἐν ταῖς ἱστορίαις, φησί, τῶν δώδεκα φυλῶν τοῦ Ἰσραὴλ ἦν τις Ἰωακεὶμ πλούσιος σφόδρα. Τί δὴ τὸ, ἐν ταῖς ἱστορίαις ὑποσημαίνειν βούλεται; Ἐν ταῖς γενεαλογίαις, φησί, τῶν δώδεκα τοῦ Ἰσραὴλ φυλῶν δείκνυσι γοῦν αὐτὸν ἐντεῦθεν ἀνεπίμικτον ἄνωθεν τὸ βασίλειον κατάγοντα γένος· προγονικαῖς τε καὶ οἱ κείαις γεραιρόμενον εὐνομίαις, καὶ ὡς ἐπίση μόν τινα καὶ ἐξαίρετον ἐν ταῖς τοῦ Ἰσραήλ προκρινά μενον φυλαῖς. Εἶτα καὶ τὸν πλοῦτον τεκμήριόν τι τῆς ὑπεροχῆς ὁ συγγραφεύς τεθεικώς, λέγει καὶ τὸ τῆς δικαιοσύνης αὐτοῦ ἰδιαίτατον ὁμοῦ, καὶ πάντων ὁμοφύλων ὑπερανεστηκός. Προσέφερε γὰρ, φησί, τὰ δῶρα Κυρίῳ διπλά. Τὸ γὰρ διπλὰ τὰ δῶρα καθιεροῦν, τα τοῦ παρόντος μὲν καὶ ῥέοντος ἐκμειοῦν· τὰ δὲ τοῦ μένοντος εἰσαεὶ πληθύνειν παρεσκεύαζε θησαυρίσματα. "11 δῆλον, ὡς οὐδὲ πλοῦτον εἰς τὸν παρα τρέχοντα, μένειν· πρὸς τὸ αὔταρκες αὐτὸν ἐσημέραι συστέλλων. Τοῦτο γὰρ καὶ ὁ λόγος καθυποδείκνυσι Προσέφερε γὰρ τὰ δῶρα Κυρίῳ διπλᾶ, λέγων ἐν ἑαυτῷ· Εστω τὸ τῆς περιουσίας μου παντὶ τῷ λαῷ· καὶ τὸ τῆς ἀφέσεώς μου, Κυρίῳ τῷ Θεῷ γιου.
col. 551–552page 5 of 80
PG 127:551Ορα τῆς ἐν νόμῳ δικαιοσύνης υπερβολήν· σκόπει τὴν ἐν ἀποστόλοις εὐαγγελικὴν ἐν τοῖς δικαίοις τού τους προκατορθωθεῖσαν πολιτείαν, κρεῖττον δὲ λέ γειν ὑπερκατορθωθεῖσαν· Εστω τὸ τῆς περιουσίας μου παντὶ τῷ λαῷ· μηδέν, φησίν, εἴη περιττόν τῶν ἀναγκαίων· παντὶ τῷ λαῷ τὰ ὑπὲρ τὴν χρείαν προκείσθω· πᾶσι κοινὰ τὰ τῆς περιουσίας ἐφείσθω. Ὢ δικαιοτάτης καὶ γνώμης καὶ κρίσεως! ὦ πλούτου ἐν ἀσυλήτοις συγκεκομισμένου ταμιείοις! οὕτως ἡ ἐκ προοιμίων ὑπερανέστηκεν αὐτῶν ἀρετή. Οὐ γὰρ εἰς ἑτέρους ἀπιδών, οὐδὲ παραδείγμασί τισι προσ εσχηκώς, ταῦτα ἔπραττεν, ἀλλ' αὐτὸς δι᾿ ἑαυτοῦ τὸ ἀγαθὸν ἐφευρίσκων, ἐξεπλήρου· καὶ οὐχ ὑποθήκαις παλαιαῖς καὶ νομοθεσίαις, πρὸς τὸ τοιοῦτον χειραγωγείται κατόρθωμα· ἀλλ' αὐτὸς κατάρχει τῆς τῶν καλῶν ἐργασίας, καὶ πρακτικές νομοθέτης, τοῖς μετ' αὐτὸν καθίσταται. Ορα πῶς ἀξιολόγω; τῶν ἁπάντων οὗτοι δικαίων προκέκρινται· ἀξιολόγως δὲ λέγω, οὐ τῇ τοῦ μυστηρίου δωρεᾷ (ὑπὲρ γὰρ ἀμοι ὴν ἔργων ἡ χάρις), τῇ δὲ τῶν ὁμοφυῶν ἀντιπαραθέσει. Γ'. Αλλ' ἀκόλουθον πρὸς τὸ τῆς ἱστορίας ἑξῆς ἰέναι· φησὶ γὰρ ὡς ἐθίμως κατ' εὔσημόν τινα τῶν ἑορτῶν προσάγοντι τὰ δῶρα, ὁ παρὰ τῶν συμφυλε τῶν δι' ἀτεκνίαν επετρίβη ὀνειδισμός· Οὐκ ἔξεστι γάρ σοι, φησίν, προσενεγκεῖν τὰ δῶρά σου, και θότι σπέρμα οὐκ ἐποίησας ἐν Ισραήλ. Τινὰ δὲ τῶν ἀντιγράφων, Οὐκ ἔξεστί σοι πρώ τον προσενεγκεῖν, περιέχει. Εἰκὸς γοῦν αὐτόν, ἅτε δίκαιον ὄντα, καὶ τῇ διττῇ σεμνυνόμενον εὐγενείς, προκρίνεσθαι τέως ἐν ἅπασι, κἂν τῇ τῶν δώρων ἀφιερώσει· τοῖς δὲ οὐκ ἀνεκτὸν διαφθονοῦσι προσῆν, μηδὲν δὲ ἔχουσιν ἐκ τοῦ κατ' ἐκεῖνον ἐπισκήπτειν βίου· οὐ μόνον γὰρ ἀνεπίληπτος αὐτοῖς οὗτος, ἀλλὰ καὶ ἀκαταιτίατος τῷ ὑπερβάλλοντι τῆς ἀρετῆς διεγινώσκετο· τὴν ἀπαιδίαν εἰς ἀφορμὴν τοῦ μὴ κατὰ λόγον εὐνομεῖν αὐτῷ προβάλλονται· τοῦτο δέ, προ μηθείας ἦν τῆς ἀνωτάτω, τὸ ἀγόνους τέ φημι μέχρις ἐκείνου τοὺς δικαίους διατελεῖν, καὶ τὸ δι' ἐντεύξεως τηνικαῦτα πρὸς τὴν τεκνογονίαν διαναστῆναι· τὸ μὲν γὰρ, τὴν πρὸς Θεὸν αὐτῶν ὑπέφηνε παῤῥησίαν αἰτήσασι γάρ, οὐκ εἰς δευτέραν ὑπερετέθη· τὸ δὲ, τὸ τῆς εὐδοκίας τοῦ μυστηρίου, συντετμημένῳ καιρῷ ἐνεργούμενον. Ζ΄. Ονειδισθεὶς οὖν ὁ δίκαιος, ἢ καὶ ἀποπεμφθείς ἀνιᾶται σφοδρότερον· οὐχ ὡς τοῖς λόγοις πεπληγὼς, ἢ ἀδοξήσας τῷ πράγματι, ἀλλὰ δεδιώς μήπου τις αὐτῷ τῶν θείων ἐντολῶν παραφθεῖσα, παρὰ Θεοῦ μὲν τὴν ἀπόπεμψιν ἔτεκε, δι' ἀνθρώπων δὲ εἰς τοὐμφανὲς παρήχθη· οὕτως ἦν ἔν τε τῇ περὶ τῶν νόμων πληρώσει, καὶ τῇ τῶν ἀφανῶν τοῦ συνειδότες
col. 553–554page 6 of 80
PG 127:553ἐξετάσει, ἀκριβέστατος λογοθέτης· οὕτως θείας ἡγεῖτο τὰ περὶ αὐτοῦ προνοίας ἅπαντα. Διὰ τοῦτο οὐ διηνέχθη, οὐ τοῖς λόγοις ἀντικατέστη, οὐ τὸ μὴ κεκωλύσθαι τῶν ἐθίμων μέχρις ἐκείνου· διά τε τὸ τοῦ βίου καὶ τὸ τῶν δωρεῶν ἀνεπίληπτον, προσελά σετο· ἀλλ᾿ ἐμοῦ τε τὴν δι᾿ ὀνειδισμοῦ ἐπίπληξιν εἰσεδέξατο, καὶ ἐπὶ τὸν τῶν ἀποῤῥήτων ἐξεταστήν καταφεύγει Θεόν· καὶ τὴν ἐρημίαν ὡς συνεργὸν τῆς πρὸς τὸν Θεὸν ὁμιλίας καταλαμβάνει μήτε αὐτῇ τῇ συνοίκῳ καὶ ὁμογνώμονι φανεῖς, ἢ κοινωσάμενος τὴν γνώμην, μήτε τοῖς κατ᾽ οἶκον τὴν περὶ τῶν ἐκτὸς ἐπιμέλειαν διαθέμενος. Τίς τοιαύτην κάν τοῖς καθ' ἡμᾶς ἐλπίδα πρὸς Θεὸν ἀδίστακτον, καὶ τῶν παρόντων καταφρόνησιν ἐπεδείξατο; μήτιγε ἐν τοῖς κατ' ἐκεῖνο καιροῖς, ἐν οἷς καὶ τῶν μετριωτέρων καὶ τεθεσπισμένων ἀρετῶν ἐργώδης ἦν ἡ ἐκπλήρωσις. Η'. Καὶ παρείσθω νῦν τὰ κατὰ τὸν πατριάρχην 'Αβραάμ. Υπεξηρῆσθαι γὰρ τῷ χρόνῳ καὶ τῷ τῆς δικαιοσύνης ἐνεστηκότι ὡς τῶν πάλαι, καὶ τούτου δόξειεν ἄν τισι. Πλὴν εἰ καὶ ταῦτα τις ἀνεξετάζειν ἐκείνοις βούλοιτο, πολλὴν ἂν τὴν ὑπεροχὴν τῶν προ κειμένων κατόψοιτο. Ἐκείνῳ μὲν γὰρ ἦτε μετανάστασις, καὶ ἡ ἐφ' ᾗ ἂν παροικήσειεν ἐῤῥήθη γῆ ἔτι μὴν καὶ ἡ τῆς ἀπαιδίας καὶ στειρώσεως τῆς Σάββας λύσις, ὑπὸ τοῦ ἀψευδοῦς προεπήγγελται ἅπερ δὴ κατέχων ὑποσχέσει, τὴν μὲν ἐλπίδα ἔτρεφε, τὴν δὲ γνώμην πρὸς τὴν δι' αἰτήσεως ἔκδασιν, ἐψυχαγώγει. Τί γὰρ ἂν εὐθυμότερον τῆς ὑποσχέσεως ὀφθείη Θεοῦ; Ὁ δὲ ἀνεπαγγέλτως μὲν παρὰ τοῦ δυνατοῦ πάντα τὰ μὴ δυνατὰ περαιούσθαι, καὶ τὴν φύσιν μετα ρυθμίζεσθαι πιστεύσας, πρὸς ἀφανῆ δὲ τὴν αὐτοῦ προμηθείαν τὰ τῆς ἐλπίδος ἐρείσας, οὕτω καὶ τὴν τῶν οἰκείων διάστασιν, καὶ τὴν ἔμμονον πρὸς αὐτὸν δι' ἐντεύξεως ποιεῖται ὁμιλίαν. Καὶ ὁ μὲν, τεκμηρίων τῆς τε κατασχέσεως τῆς γῆς καὶ τῆς τοῦ γένους ἐπιδόσεως δεῖται· καὶ ὅτῳ τρόπῳ τὰ ἐπαγγελλόμενα πληρωθεῖεν, ἐξαιτεῖται ὁ δὲ, ὥσπερ ἐν τῇ εὐχῇ τὸ ἀνενδοίαστον, οὕτω καὶ τὸ εἰσεπήκοον ἀνενεχθῆναι πιστεύσας, καὶ ὑπὸ ἀγ γέλου τὸν τόκον εὐαγγελίσθη, καὶ οὐχ᾽ ὡς ἂν ἐκβαίη τὸ εὐαγγελιζόμενον αἰτεῖται· ὡς γὰρ πλήρωμα τὸ μήνυμα κατασχών, εἶχεν. ᾿Αλλὰ γὰρ καὶ τὸ τῆς θυσίας ἐνταυθοί προσκαλούμενον ἐξετασθῆναι παράδοξον, [οὐκ] ἑατέον· ὅπως μὲν ἐκεῖνος προστάξει, αὐτοπροαιρέτως δὲ οὗτος, ἱερούς γησε· καὶ μονογενῆ μὲν, κυρίως οὗτος· ἐκεῖνος δὲ τῷ τῆς ἐπαγγελίας λόγῳ· καὶ ὅτι προτάξα; μὲν ἐκεῖνος τὸ ἱερεῖον ἀντικομίζεται· οὗτος δὲ τῷ ὄντι
col. 555–556page 7 of 80
PG 127:555καὶ πατριάρχην μὲν αὐτὸς, φυλῶν καὶ δικαίων μητέρα δὲ οὗτος Θεοῦ καὶ δικαιοτάτην πατριαρχών δέσποιναν. Κρεῖττον γὰρ οὐ τῆς παρούσης, ἀλλὰ καὶ πάσης ἀντιπαραθέσεως τὸ ἐγχείρημα. Ορᾷς ὅπη τὰ τοῦ δικαίου τούτου παρήλασε πλεονεκτήματα; θέα δὲ καὶ τὴν ἐν τῇ ἐρήμῳ διατριβὴν, καὶ ὑπὲρ τὴν φύσιν καρτερίαν, ἣν ἀγγελικὴν προσήκει λέ γειν διαγωγήν· ὡς ξένη καὶ ἀκατάλληλος τῇ τε τῶν πραγμάτων καὶ λόγων ἀντιπαραθέσει, καθέστηκε τεσσαράκοντα γὰρ τοῦτον ἡμέρας καὶ νύκτας ἄσιτον διατελοῦντα προσκαρτερήσαί φησιν ἡ ἱστορία τῇ δεήσει, καὶ μόνῃ τῇ εἰς Θεὸν ἐλπίδι τρεφόμενον Ενήστευσε γὰρ ἡμέρας καὶ νύκτας τεσσαρι κοντα, λέγων· Οὐ καταβήσομαι οὔτε μὲν ἐπὶ καθιερώσας, ὡλοκαύτωσε, καὶ ἀποδοὺς, ἀνήνεγκε βρωτῷ, οὔτε ἐπὶ ποτῷ. εά Θ. Τοιαῦτα μὲν τὰ τοῦ δικαίου. Τὰ δὲ τῆς συνοίκου καὶ ὁμοτρόπου ῎Αννης, ὡς μεγάλα καὶ θαυ μαστά· καὶ τοῦ συγκοινωνοῦ τῆς χάριτος, οὐ μονονοὺκ ἀποδέοντα, ἀλλὰ καὶ περαιτέρω χωροῦντα. Δι πλοὺς γὰρ αὕτη τοὺς τῆς καρτερίας διήνυσεν ἀγῶ νας· ἥ τε γὰρ τοῦ συζύγου διάζευξις καὶ παροικία ἄδηλος, καὶ τὰ δι᾿ ἀπαιδίαν ἐπολιόρκουν ἄμφω ταύ την σκώμματα· πρὸς ἅπερ ἀνταγωνιζομένη, τῇ τῆς ἐλπίδος καὶ πίστεως ὑπερανεῖχε συμμαχίᾳ· ἀλλὰ γὰρ διττὸς αὐτῇ καὶ ὁ τοιοῦτος ἐπετρίβη ὀνειδισμό;" ὁ διὰ τῶν συμφυλετῶν μὲν, πρότερον· ἔπειτα δὲ, ὁ διὰ τῆς οἰκέτιδος· ὃς καὶ δυσφορωτάτην τὴν ἐπίπληξιν ἐνεποίει προσαγόμενος· οὐ γὰρ οὕτω τὰ παρ' ἑτέρων ὀνείδη ὡς τὰ παρὰ τῶν γνησιωτέρων, και θάπτεσθαι τῶν προβαλλομένων πέφυκεν, καὶ μά λιστα εἰ τῶν ἐξ ὑπὸ χεῖρα τεταγμένων προσφέροιτο ταῦτα. Πῶς οὖν ἡ γενναιοτάτη διατίθεται; Οὐδ᾽ οὐχ ὑπό τινος τούτων τὴν ἄμαχον τιτρώσκεται προσδοκίαν ἀλλὰ τὸν μὲν ἐπιδιδόμενον μὴ καθηκόντως ἀποδει σαμένη κόσμον, τὴν δὲ πενθικὴν ἐσθῆτα περιελομένη, καὶ τὴν καθαρὰν καὶ νυμφικὴν τῇ νοητῇ συμ περιθεμένη στολήν, πρὸς τὴν εὐχὴν τῷ καθαρωτάτῳ τῇ διττῇ προσομιλῆσαι ἠπείγετο καταστολῇ. Οὐκ ἐν τοῖς ἔνδον δὲ τοῦ ναοῦ χωρήσασα, τὴν ἱκεσίαν τῷ τῶν ὅλων ἀποπέμπει Θεῷ, ἀλλ' ἀταραχόν τινα καὶ ἀπερικτύπητον τὸν τοῦ παραδείσου καταλαβοῦσα χώρον, ἐν τούτῳ καθάπερ ἀνυπονοήτῳ ταμιείῳ κρυ φίως ταύτην οδυνωμένη, προὔτεινεν ἐγκάρδιον, καὶ πλείονος δεομένην ἐκμελετῶσα τοῦ χρόνου.
col. 557–558page 8 of 80
PG 127:557Καὶ διατί μὴ ταμεῖον ἀπεριπτυπητον ἐν τοῖς κατ' οἶκον ἀπολαβοῦσα, ἐν τούτῳ τὰ κατὰ τὸ κρύφιον, καὶ τὴν ὠδινομένην προσευχὴν ἀνέτεινε Θεῷ; Οτι οὐκ ἂν οὕτω τὸ πᾶν αὐτῇ τῆς ἐπιθυμίας απήρτιστο πολλὰ μὲν ἐχούσῃ τὰ κατὰ διάνοιαν τῆς προσευχή; ἐκφέρεσθαι μέλλοντα, μὴ συγχωρουμένῃ δὲ ταῦτα καθαρῶς παραγυμνοῦν τῷ Θεῷ, διά τε τοὺς οἴκοι θορύβους καὶ τὰς τῶν παραγινομένων συμφυλετών ἐνοχλήσεις. Ταύτης ἕνεκα τῆς αἰτίας, οὐδὲ τὸν ναὸν καταλαβοῦσα, ἐν τούτῳ τὰ τῆς δεήσεως αναφέρει τῷ Δεσπότῃ ῥήματα, καίτοι πᾶσιν οὗτος τοῖς ὁμου φύλοις εἰς προσευχὴν ἀφώριστο τόπος. Αλλ' οὐδὲ οὗτος αὐτῇ τὸν ἐπιζητούμενον τῆς ἡσυχίας παρεῖχε καιρόν, πολλὰ διδοὺς ὑφορᾷν τὰ διακόπτοντα. Ενε νόει δὲ καθ᾿ ἑαυτὴν, ὡσεὶ καὶ καρποφοροῦντας ἰδένα τες αὐτήν τε καὶ τὸν ὁμόζυγον πρότερον τῷ Θεῷ, 1 καὶ τὸν ὅλον εὐεργετοῦντας λαόν, φθόνῳ τῷ πρὸς αὐτοὺς οἱ συγκαρποφοροῦντες τῶν Ἰουδαίων έπω νείδισάν τε καὶ ἀπεπέμψαντο· τίνα κατ᾽ αὐτῆς οὐκ ἂν ἐπινοήσειαν σκώμματα, μόνον αὐτὴν καὶ παρὰ καιρὸν ὁρῶντες διακαρτεροῦσαν, ἐν τῷ τῆς προσευχῆς ἐπιμόνῳ; Οὐδὲν δὲ τὸ κωλύον τὴν Ἰουδαϊκήν παραπληξίαν ὑπῆρχε, μανίαν τινὰ ἢ μέθην, οὕτω διακειμένης, αὐτῇ καταψηφίσασθαι. Οὕτω γὰρ τῇ μακαρίᾳ καὶ προφήτιδι τῇ ὁμωνύμῳ ταύτης φημί πρότερον "Αννῇ, οἱ τῶν ἄλλων ἐπιεικέστεροι δοκοῦντες εἶναι, διὰ τὸ τῆς ἱερωσύνης ἀντέχεσθαι, χαλε πῶς ἐπιθέμενοι προσωνείδιζον, μέθην αὐτῆς τὴν πρὸς Θεὸν διαλοιδοροῦντες έντευξιν. Αὐτὴ μὲν γὰρ ἐκ διαπύρου καὶ νήφοντος λογισμοῦ, τὴν ζέουσαν ἐκείνην ἀνέπεμπεν ἱκεσίαν, οἱ δὲ μέθην τὴν νῆψιν, καὶ βαττολογίαν τὴν θεολογίαν, ὑπενόουν. Η δὲ νέα καὶ συνετωτάτη πάντων, δεδοικυία μή τι τῶν τοιούτων πάθοι, τὴν ἐκτενή προσάγουσα δέησιν, ὥσπερ τῆς οἰκίας, οὕτω καὶ τοῦ ναοῦ ἐξίσταται· τὸν ἐρημικώτερον δὲ, διὰ τὸ ἤρεμον τοῦ παραδείσου, και ταλαμβάνει χῶρον, ἐν ᾧ σοφῶς περιεσκόπει τὸ εἰλικρινὲς αὐτῇ τῆς ἐπιθυμουμένης συντηρήσεσθαι προσευχῆς. Τάχα δὲ, οὐ διὰ τοῦτο, διὰ δὲ τὴν ὄντως φανερουμένην ἀλήθειαν, τὴν περὶ αὐτῆς ἤδη προαναφωνεῖ διὰ πραγμάτων ἔκβασιν· προμηνύει τοίνυν ἡ τῆς χάριτος ἐπώνυμος 'Αννα, διὰ τῆς οὕτω προσφερομένης Θεῷ δεήσεως, καὶ λογικῆς καρποφορίας, ὡς ἀρχὴν ἤδη λαμβάνει τὸ μὴ τόπῳ περικλείεσθαι τοὺς ἀνθρώπους νομίζειν, τὰς θείας ακοάς· ἀλλ' ὡς παν ταχοῦ παρόντος τοῦ Θεοῦ, καὶ πληροῦντος τὰ σύμ παντα, τὰς προσευχὰς ἀναφέρειν, κἀκεῖθεν τὰς ἐκπληρώσεις κομίζεσθαι τῶν αἰτήσεων. Τοῦτο δὲ καὶ Ἰωακεὶμ προσημαίνων ὁ δίκαιος, τοῦ ναοῦ μὲν ὑποχωρεῖ, ἐν τῷ ὄρει δὲ, τὴν εὐπρόσδεκτον ἐκείνην καὶ θαυμασίαν ἀναφέρει δέησιν· δηλῶν ἐντεῦθεν ὡς τῆς νέας χάριτος παραγενομένης, ἔρημος μὲν τῶν τυπικῶν ἐπισκιάσεων ὁ ναὸς καταλειφθήσεται, ἐν ἅπασι δὲ τοῖς οὖσι τῆς ἐπιλάμψεως αὐτῆς αἱ ἀκτίνες, διαταθήσονται. Γ΄. ᾿Αλλὰ τίνα τὰ τῆς εὐχῆς ἐν τῷ παραδείσῳ τῆς
col. 559–560page 9 of 80
PG 127:559γαγεῖν, καὶ τὸ καινοπρεπὲς αὐτῶν κατιδεῖν· ἀπὸ γὰρ συντετριμμένης ψυχής, καινή τις καὶ παράδοξος, ένηχουμένη εξηκούετο φωνή· ἀκολουθία γὰρ καταρξαμένη τὴν ἱκεσίαν ἀναφέρειν ἡ δικαία, ἐλεεινολογίας ἐν τάξει, τὴν μακαρίαν ἐκείνην ἐπεισάγει τῷ λόγῳ ταπείνωσιν. Διὸ οὐχ ὁμογενέσι καὶ ὁμού. λοις ἑαυτὴν ἀντιπαρατιθεῖσα τῆς ἐκείνων εὐλογίας καὶ χάριτος ἀποστερεῖσθαι δι' ἀναξιότητα λέγει ἀλλὰ καὶ αὐτῶν τῶν ἀλόγων ζώων καὶ τῆς ἀψύχου κτίσεως, τῆς κατὰ τὴν εὐλογίαν ὁμοιώσεως, άλλο τριοῦσθαι πάντη καθυποφαίνει. Διὰ τοῦτο ἐν τῇ μονωδουμένῃ προσευχῇ, πετεινῶν καὶ τετραπόδων θηρίων τε καὶ γῆς, καὶ τῶν ἐν τῇ γῇ φυομένων, ὑδάτων τε καὶ τῶν ἐν αὐτοῖς ἐγγονιζόντων ζώων παρεισάγει μνήμην, ὡς ἂν τὸ ἀχρεῖον ἑαυτῆς καθυ ποδείξῃ· τούτοις γὰρ καὶ ἤθεσι καὶ λόγοις ἡ τοῦ Δημιουργοῦ πολυεύσπλαγχνος ἐπινεύειν πέφυκε κη δεμονία. Διὰ τοῦτο πάντων μὲν γεννητῶν ἀχρειοτέρα, φησὶν ἡ σώφρων, ἐγώ· ταῦτα γὰρ τῷ σῷ καθυπουρ γοῦντα προστάγματι, Δέσποτα, καὶ τῆς σῆς εὐλο γίας εὐμοιροῦσι καὶ χάριτος. Αὐτὴ δὲ ὡς ἀναξία τῆς τοῦ γένους εὐκληρίας ταύτης έστερημένη, ξένη τῆς τῶν πολυειδῶν ζώων γονῆς καθίσταμαι· καὶ αὐτὰ γὰρ τῆς ὁμοίας μετείληχεν εὐδοξίας. Πολύφορος ἡ γῆ· τὴν ἀφθονίαν διηνεκῶς κατὰ τὸ σὸν ἐπικομία ζουσα πρόσταγμα· καρποφοροῦσι λειμώνες καὶ τὰ εὐειδὴ τῶν φυτῶν ἀνθοφορεῖ βλαστήματα, καρπόν τε καίριον ὁμοῦ καὶ ἥδιστον προβάλλονται, καὶ τῇ τῶν μετεχόντων εὐχαριστία σοὶ τὴν δοξολογίαν ἀνα φέρουσι· τούτων ἐγὼ τῆς χάριτος ἀμέτοχος, ἐπεὶ καὶ τὸ μὴ κατ᾿ ἀξίαν συναριθμεῖσθαι τούτοις, δη μιουργήμασί γε οὖσιν ἀγαθότητος τῆς σῆς, ἑαυτὴν καταψηφίζομαι. "Αννης βήματα; Καλὸν γὰρ ταῦτα τῷ λόγῳ παρα ΙΑ'. Τοιαῦτα τὰ τῆς ᾿Αννης βήματα, ἵνα καντεύω θεν εἰς ἔλεον τὸν μόνον συμπαθέστατον ἐφελκύσηται Θεόν· ἀλλὰ προφθάνει τοὺς λόγους οὗτος, καὶ πρὶν εἰς τέλος τὴν προτεινομένην ἐλθεῖν δέησιν, τὴν τῶν αιτουμένων ἔκβασιν ὑπὲρ ἐλπίδα πᾶσαν εὐαγγελίζεται τῇ αιτουμένῃ. Ἰδοὺ γὰρ, φησί, λαλούσης, ἄγγελοι ἐπιφανέντες, τὸν παρ' ἐλπίδα τόκον ἐκβήσεσθαι κατεμήνυον. Τῇ ᾿Αννῃ, φημὶ, καὶ τῷ δικαίῳ Ἰωακεὶμ ἐν τῷ ὄρει, ἄγγελοι τῆς τῶν ἀγγέ λων τιμιωτέρας εὐαγγελίζονται τὴν κύησιν, ἄγγελοι τὴν τῆς στειρώσεως προαναφωνοῦσι σύλληψιν· Ιδού γάρ, φησί, λαλούσης, άγγελος Κυρίου ἦλθε λέ γων αὐτῇ· Επήκουσεν ὁ Θεὸς τῆς δεήσεώς σου, καὶ συλλήψῃ, καὶ γεννήσεις· καὶ λαληθήσεται τὸ σπέρμα σου ἐν ὅλῃ τῇ οἰκουμένῃ· ἐπήκουσεν ὁ πρὶν ἐννοιθῆναι τὰ τῆς δεήσεως ῥήματα, γινώ σκων ταῦτα καὶ ἀναμετρῶν ἀποῤῥήτως, ἤκουσε δεήσεως ὁ ταύτην κινῶν, καὶ ἐξακούεσθαι παρα σκευάζων· ἤκουσεν ἐκ συντετριμμένης ψυχῆς, ὁ τοῦτο ἐν αὐτῇ ἐπαναπαυόμενος· ἤκουσε τῆς δεή σεώς σου ὁ διὰ προφητικῶν φωνῶν τὴν ἔκβασιν αὐτ τῆς προαναφωνήσας.
col. 561–562page 10 of 80
PG 127:561ΙΒ΄. Λαληθήσεται γάρ, φησί, τὸ σπέρμα σου ἐν ὕλῃ τῇ οἰκουμένῃ. Λαληθήσεται τῇ οἰκουμένῃ τὸ πολυθρύλλητον αὐτῆς καύχημα, ἡ μόνη διαβόητος αὐτῆς καρποφορία, τὸ περιώνυμον τῶν κτισμάτων ἐγκαλλώπισμα. Λαληθήσεται τὸ λάλον τῆς ἀνθρωπίνης φύσεως στόμα, ἡ εὔλογος τῶν σιγησάντων ἀπολογία, περὶ ἧς δεδοξασμένα ἐν πάσῃ λογικῇ φύσει λαληθήσεται, ἧς νοερα δυνάμεις τὰ μεγαλεῖα διαν υμνήσουσι, καὶ τὴν δόξαν ἀνακηρύξουσι· Λαλη θήσεται τὸ σπέρμα σου ἐν ὅλῃ τῇ οἰκουμένῃ. Σὺ μὲν γὰρ, φησὶν, ὦ ῎Αννα, καρποφορήσεις τὴν τῶν ἀρετῶν ἀφθονίαν τῷ Θεῷ, καὶ τὴν ἐξακουσθη σομένην ἐν τῷ γένει τῆς παιδοποιίας ἕξεις φήμην. Τῶν ὀνειδισμῶν μὲν τῆς ἀτεχνίας ἀπαλλαγεῖσα, συν αριθμηθεῖσα δὲ καὶ συγκαταλεγεῖτα ταῖς μητράσι, της δοκούσης εὐλογίας ἐκείνων οὐκ ἀποκριθήσῃ οὐκ ἐν τούτοις δὲ τὰ τῆς φήμης στήσεταις, ἀλλὰ τῆς δεήσεώς σου ὁ καρπὸς καὶ ἡ τῆς φύσεως εὐφορία, αὐ μόνον ἐν τῷ Ἰσραὴλ ἢ ἐν τοῖς συμφυλέταις λαλη θήσετα: καὶ μεγαλυνθήσεται, ἀλλ' ἐν ὅλῃ διαβοηθή σεται τῇ οἰκουμένῃ, ἐν βασιλεῦσι καὶ δυνάσται;, ἐν ἱερεῦσι καὶ δικαίοις, ἐν πολυγλώσσοις ἔθνεσιν, ἐν σοφοῖς καὶ ἀσόφοις, ἐν τοσούτοις ὁ σὸς λαληθήσεται καρπὸς, καὶ εἰς τοσούτων διηχηθεὶς ἀκοὰς, καταλλήλως τοῖς οἰκείοις μεγαλυνθήσεται παραδόξοις. Π. Καὶ ταῦτα μὲν ὁ ἄγγελος. Τί δ' ἡ μακαρία καὶ μεγαλόψυχος "Αννα; Οἷον ἀντίδωρον τῷ τοιαύτην παρεχομένῳ δίδωσιν εὐλογίαν; οἷας τὸν εὐεργέτην ἀμείβεται ταῖς δωρεαῖς; οἵας τὰς τῆς εὐχαριστίας ολοκαρπώσεις ἀναφέρειν καταπαγγέλλεται; οὐκ ο ἀναθημάτων πολυτέλειαν, οὐ τὰ ἐξ ἀλόγων ζώων θύματα, οὐ καρπῶν ἀπαρχάς, οὐκ ἄλλο τι τῶν ἀν τεισφερομένων καλλιερημάτων, ἀλλ' αὐτὴν τὴν δι δομένην αὐτῇ και ποφορίαν τῆς φύσεως· αὐτὸ τὸ εὐκταῖον καὶ ποθητὸν αὐτῇ βλάστημα, ὑπὲρ οὗ εὐαγώνιοι καρτερίαι, ὑπὲρ οὗ ἐπίμονοι δεήσεις καὶ δαψιλή κατεχέοντο δάκρυα, καὶ ὑπεροψίαι τῶν εὐ παθεῖν παρασκευαζόντων ἁπάντων. Ζῇ γὰρ, φησί, Κύριος ὁ Θεός μου· ἐὰν γεννήσω εἴτε ἄρσεν εἴτε θῆλυ, προσάξω αὐτὸ δῶρον Κυρίῳ τῷ Θεῷ μου, καὶ ἔσται λειτουργοῦν αὐτῷ πάσας τὰς ἡμέρας. Ορα τὸν πρὸς Θεὸν τῆς ᾿Αννης διά πυρον πόθον· ὅρα τὴν ὑπερβάλλουσαν αὐτῆς μεγα λοψυχίαν· ὅρα ὅπως διὰ τῆς παρούσης ἀφιερώσεως καὶ τὴν ἀφθόνως Θεῷ τῶν ἐκτὸς προσαγομένην καρ ποφορίαν ὑπέδειξεν. Εἰ γὰρ τὴν διδομένην τῆς φύ.
col. 563–564page 11 of 80
PG 127:563σεως εὐλογίαν, ψυχῆς τε εὐθυμίαν καὶ τῶν πόνων παραμυθίαν, οὕτω ζεούσῃ προαιρέσει Θεῷ ἀνατίθησι· πότε ἂν τῆς λοιπῆς ἐφείσατο κτίσεως; και τοι οὐκ ἄν που τῆς Γραφῆς κατανοηθείη ἐν ἐπαγγελίαις ἢ ἐν ἀφιερώσει, Θεῷ ἀνατιθέμενον θῆλυ, καὶ μάλιστα ἐν τῷ ναῷ τοῖς λειτουργοίς συναριθμούμενον· ἀλλ' ὅμως ὑπερβολῇ φιλοθεΐας, αὕτη καινουργεί τοῦτο, ἐν ἐπαγγελία προφητεύουσα, τὴν ἔσεσθα μέλλουσαν ἐν τῷ πράγματι καινοτομίαν. Μόνη γὰρ τῆς γυναικείας φύσεως, ἡ μόνη τῆς ἀνθρωπότητος ἀπαρχὴ, καὶ ὑπεσχέθη καὶ ὑπέρτιμον ἀπεδόθη Θε ἀνάθημα. ΙΔ΄. Τοιαῦτα τὰ τῶν δικαίων πλεονεκτήματά τε καὶ διηγήματα. Οὗτος τῶν ἀρετῶν αὐτῶν οἱ φαιδροί χαρακτῆρες, οἱ τὴν εὐγενῆ τῆς ψυχῆς καὶ λαμπροτέραν τῶν προφανέντων, ἐναπήστραψαν ὡραιότητα. Εδει γὰρ ἐξ ὑπερεχούσης ἐκλογῆς τὴν ἀσύγκριτον ἐν γεννητοῖς προελθεῖν δωρεάν· ἔδει ἐξ ἀφθόνων ἀρετῶν τὸν ὑπεράγιον ἐπιβρίσαι πλοῦτον. Εδει τοιούτων πόνων τοιοῦτον συγκομισθῆναι τὸν καρπὸν, ἐκ ρίζης εὐγενοῦς εὐγενέστατον ἐκφυῆναι βλαστόν, ἐξ ἀγαθῆς ὀσφύος ἀγαθώτατον ἀναδοθῆναι κύημα τὸ ἀειθαλὲς τοῦ γένους ἐγκαλλώπισμα, τὸ τῆς φύσ σεως ὡραιότατον βλάστημα, τὸ ὑψιτενὲς τοῦ μυστηρίου στέλεχος, ἐξ οὗ τὸ τῆς ἀθανασίας ἀναδραμόν ἄνθος, τὴν ἀΐδιον διέπνευσεν εὐωδίαν, οὗ ὁ καρπὸς ζωὴ καὶ ἀφθαρσία καὶ διαμονὴ τοῖς μετέχουσι πᾶσι καθίσταται. Αλλ' ὡς δεδοξασμένον τὸ τούτων εἰς αἰῶνας συμπαρατείνεται μνημόσυνον! ὡς ἀναφαίρετον αὐτῶν διαμένει τὸ κλέος· ὡς μακαρία μὲν ἡ ἐκλογὴ, μακαριστὸν δὲ αὐτῶν τὸ ἐν ἀρεταῖς εὐδόκιμον, δι᾿ οὗ καὶ τὸ ἐκλεγῆναι αὐτοῖς προσεγένετο. Διὰ τοῦτο τὴν βασιλίδα τοῦ παντός, ὡς εὐσεβείας καὶ κράτους καρπὸν ἀποκυῆσαι κατηξιώθησαν. Εδει ἐκ βασιλικῶν φυτουργῶν τὴν βασίλειόν σε αναδοθῆ και ῥάβδον· ἔδει ἐκ περιουσιῶν ἀρετῶν τὸν ἄφθονόν τε τῶν ἀγαθῶν ὑπερχεθῆναι πλοῦτον· ἔδει σε τοιού των μὲν πατέρων χρηματίσαι θυγατέρα, αὐτοὺς δὲ θυγατρὶς τοιαύτης ἀναδειχθῆναι πατέρας. Καὶ γὰρ γ') ο ("Ωφθης οὐρανῶν, Αγνή, ὑψηλοτέρα, καὶ τῶν Σεραφὶμ ἀεὶ ἁγιωτέρα, ὡς τῶν ἁπάντων Δεσπότην καὶ Βασιλέα ὑπερφυῶς κυοφορήσασα).
col. 565–566page 12 of 80
PG 127:565ὥσπερ σὺ τῆς ἁπάσης κτίσεως εἰς Θεοῦ Μητέρα προ εξ:λέγης, οὕτως αὐτοὶ τῶν τεκόντων ἁπάντων προτιμηθῆναι κατηξιώθησαν. Ὡς ὑπερδεδοξασμένον γοῦν τὸ τῆς προμηθείας μεγαλεῖον· ὡς ἐφετῶν ἁπάντων ποθεινότερα, τὰ διὰ σοῦ παραγενόμενα καλά. Λαληθήσεται γὰρ τοῖς πᾶσι τὰ περὶ σοῦ· λαλη θήσεται καὶ κηρυχθήσεται, οὐκ ἐπὶ γῆς μόνον, ἀλλὰ καὶ ἐν οὐρανοῖς· οὐκ ἀνθρωπίναις ἀκοαῖς, ἀλλὰ καὶ θείαις ἐνηγηθήσεται νοήσεσι. Καὶ γὰρ ὁ Δαυΐδ ταῦτα προανεφώνησε, καὶ ὡς γενομένην τὴν τῶν μελλόν των προανεκήρυξεν ἔκβασιν, τὴν ἀπαραίτητον τῶν ἐσομένων ἀλήθειαν, τῷ παρῳχηκότι διασημάνας χρόνῳ· Δεδοξασμένα γάρ, φησὶν, ἐλαλήθη περί σοῦ, ἡ πόλις τοῦ Θεοῦ. Δεδοξασμένα ὑπὲρ πᾶσαν διηγουμένην δόξαν· δεδοξασμένα ταῖς ἀνωτάτω δυνάμεσι· τετιμημένα καὶ ποθητὰ τοῖς ὁμογενέσιν ἀνθρώποις, ἐπιθυμητά πατριάρχαις, σεπτά προπάτορσιν, ἀνάγραπτα καὶ ζητητέα προφήταις. Διὰ ταῦτα πᾶσα κτίσις εὐφραίνεται· τούτοις ἀγγελικαί συνήδονται στρατιαί· τούτοις ὁ σύμπας ἐνωραΐζεται κόσμος. Ως μακάριοι τῆς ἐντρυφήσεως οἱ τούτων κατ' ἀξίαν ἐπαπολαύειν τυχόντες. Αὕτη γὰρ ἂν εἴη μόνη δικαίως ἀπόλαυσις, αὕτη τρυφή ἐστιν ἀδαπάνητος, ἡ τῶν σῶν δηλαδὴ ἐντρύφησις παραδόξων. ΙΕ΄. 'Αλλ᾽ ὦ τῆς παρούσης καὶ τῆς ἐσομένης εὐ φροσύνης πρόξενε, ᾧ καὶ παῤῥησίας καὶ τιμῆς σεμνολόγημα, σὺ τῆς ὑπὲρ τῶν σῶν πανηγύρεων εὐωχίας, τὴν ἀνωτάτω πανδαισίαν ἀμείψαιο. Σὺ τοῦ ὑπὲρ τῶν τοιούτων προθύμου τὰς μεγάλας ἀντεισφέ ροις δωρεάς ο κόσμησιν ὡς τῇ αἰσθητῇ καὶ τῇ νοητῇ φαιδρότητι τὴν παροῦσαν ὁμήγυριν ρύθμισον τὴν συγκεκροτημένην θειοτέρως χοροστασίαν· ἐνήχησον αὐτῇ ἐναρμόνιον καὶ τῆς τῶν ἑορταζόντων ἐν οὐρα νοῖς ἀγαλλιάσεως μέλος. Επιδε πρὸς τὴν ἑκάστου διάνοιαν· ἔτασον τὸ τοῦ πόθου διάπυρον, καὶ τῷ ἐξετάζοντι τὰ τοῦ συνειδότος ἄῤῥητα, καθυπόδειξαν τοῦτο Δεσπότῃ· πρότεινον τὰ τῆς διαθέσεως τῷ ἀνακεκαλυμμένως καθορῶντι τὰ κρύφια. Οἶδε μὲν ὡς τῶν ἀθεάτων ἅπαντα γνώστης, τόν τε δι' αὐτὸν εἰς σὲ τῶν ὑμνολογούντων συγκατανοεί πό θον, βούλεται δὲ καὶ λίαν ἀγαθοπρεπῶς διὰ μητρῴων ἐντεύξεων, καὶ προτείνεσθαι ταῦτα καὶ ἀποπληροῦσθαι. Τοῦτο γὰρ τὸ πρὸς αὐτόν σου καὶ ἡμῶν εἰς σὲ ἐγκαλλώπισμα· τοῦτο γνώρισμα τῆς διὰ σοῦ γεν γενημένης αὐτοῦ φιλανθρωπίας. Ταύτῃ ταῖς ἐλπίσι συνανυψούμενοι, τῆς οἰκείας καταφρονοῦμεν ταπειν νότητος, τῆς χαμαιζήλου καὶ γεώδους ἐπιλανθανόμεθα διαγωγῆς. Ἐντεῦθεν τῶν τῆς γῆς ἀπαίρειν καὶ πρὸς οὐρανὸν ἐπείγεσθαι προθυμούμεθα· ἐντεῦθεν ἡμῖν αἱ ἀδιάψευστοι τῶν αἰωνίων προσδοκίαι διὰ τοῦτο φιλοφρόνως τὴν εὔσημον καὶ θείαν ταύτην ἄγοντες ἑορτὴν, τῷ εἰς οἰκείαν ἅπαντα προνοησαμένῳ δόξαν, εἰς μητρικόν τε καύχημα καὶ σωτήριον τῶν ὑπηκόων ἐγκαλλώπισμα, τὴν εὐχαριστίαν ἀνα

Oration IIOratio II

col. 567–568page 13 of 80
PG 127:567φέρομεν Χριστῳ τῳ τῶν ἀγαθῶν αἰτίῳ καὶ παρόχων, ὅτι αὐτῷ πρέπει τιμή, προσκύνησις, δοξολογία συν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΛΟΓΟΣ Β΄. Εἰς τὴν γέννησιν τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου. Α΄. Συγκαλεί πάντας ἡμᾶς εἰς τὴν οἰκείαν ἑστίασιν ἡ πολυτελής τῆς χαρᾶς εὐωχία· μᾶλλον δὲ ταύτης οὐκ ἀποστάντας, ἐπιτείνειν τὴν ἔφεσιν καὶ τῶν προσ θεμένων ἀκορέστως μετέχειν προτρέπεται. προκύπτουσι γὰρ ἐν ταύτῃ ποικίλα νοήματα, καθάπερ ἐδέσματα· ὡς δὲ ταῦτα, πολυτελεστέραν ἐχόντων τῶν φθασάντων τὴν ἡδονὴν, καὶ πρὸς ἑαυτὰ μεθέλ κοντα τοὺς ἐντυγχάνοντας, καὶ οἰκείαν ἑκάστῳ τὴν εὐφροσύνην πορίζοντα. Οὐκοῦν ἐπείπερ ἴδιον τῶν μεταχειριζομένων τὸ τῆς ἀπολαύσεως γίνεται κέρ δος, ἑνὸν μὴ τῆς ἀκηράτου καταμελοῦντας ἀπο τυγχάνειν τρυφῆς, καὶ ζημιοῦσθαι τὴν χάριν, ἀφθόνως παρεχομένην· Ιτέον τοίνυν εὐθύμως ἐπὶ τὴν πανδαισίαν, εστιάτορος καθηγουμένου λαμπροῦ, τῆς τὸν ἀσύγκριτον γλυκασμὸν εὐωχούσης Παρθένου. Αὕτη γὰρ καὶ τρυφή ἐστι καὶ προτροπή· αὕτη ευωχία καὶ πανδαίσια· αὕτη εὐφροσύνη καὶ ἀγαλλίασις. Δεῦτε οὖν τῷ ταύτης πορισμῷ, συγκάμνοντες χαρ σὺν ἐμοὶ, τὰ προοίρια πλέξατε· χαρᾷ τὴν προτροπὴν διεγείρατε, χαρμονικῶς τὸν λόγον διαναστήσατε, καὶ χάριτι τοῦτον συνεργεῖσθαι καθικετεύσατε. Β'. 'Αλλ' ἐπειδὴ ἐγγὺς ἐγενόμην τῆς ὑποθέσεως, ἀμηχανία τοῦ πράγματος τὸν λόγον κατέχομαι, καὶ τῷ μεγέθει τοῦ θαύματος ἐκπλήττομαι τὴν διάνοιαν, ξένον ἐρῶν καὶ παράδοξον ἐπὶ γῆς τελούμενον μυ στήριον. Ὁ πρὸ πάντων αἰώνων ἀῤῥήτως ἐπηγγέλθη σωτήριον, νυνὶ πέρας δέχεται. Τοῦτο τῶν τὴν παρ θένον τεκόντων ἀνῳκισμένον ἐγκώμιον. Τοῦτο προοίμιον πᾶσαν ἐκφευγον λόγων ἐπίδοσιν. Τοῦτο προσβαλὼν μὲν ὁ νοῦς, ἐξασθενήσας δὲ τῶν οἰκείων όρων ἐξέστηκε. Σκόπει γὰρ ὅς τις ἂν ἦς ὁ τούτων ἀκροα τῆς, ἡλίκον ἐντεῦθεν ἐφάνη τὸ θαῦμα φιλανθρωπία μόνῃ ἐκ μὴ ὄντων ὑπὸ τοῦ Πλάστου παρήχθημεν ἐπ᾽ ἔργοις ἀγαθοῖς τὸν παράδεισον κατοικεῖν προστ ετάγημεν· τὴν ἐντολὴν κακοβουλήτως ἀπεκρουσάμεθα· θάνατον τῇ προαιρέσει ἐπεσπασάμεθα· Ἐπηγγέλθη παρὰ τοῦ Κτίστου Ελευθερία, καὶ τὸ πρᾶγμα ἔμελλε, καὶ ὁ χρόνος τοὺς ἐπιτηδείους ἀνηρεύνα. Παρέτρεχον αἱ γενεαί· αἱ προφητείαι συνεχείς και τεβάλλοντο· ἐν ἐλπίσιν ἦν τὰ τῶν πατριαρχῶν καὶ πάντων δικαίων. 'Αβραὰμ παρέδραμε, καὶ οἱ μετ' ἐκεῖνον, ἐν συμβόλοις τὰ τῆς ἡμέρας μυηθέντες, καὶ πρὸς τὴν ἔκβασιν τοῦ μελλόντος κεχηνότες. Μωϋσῆς δὲ ὁ θεσπέσιος ἐμφανεῖς τοὺς τύπους τοῦ μυστηρίου ὁρῶν, καὶ δείγματα τῆς ἀληθείας κατα νοῶν, ἐδόκει πρὸς ἑαυτὸν πληροῦσθαι τὰ προδηλούμενα. Ἐν τῇ ἐρήμῳ ἡ ἐλπίς· ἐν τοῖς τῶν κριτῶν δημαγωγοῖς ἡ προσδοκία· Σαμουήλ χρηματίζετο Δαβὶδ ἐγγὺς τὴν ἡμέραν ἀναφωνῶν, ἀπεμάκρυνε
col. 569–570page 14 of 80
PG 127:569τῶν προφητῶν ὁ χορός διαπρυσίως ἐκήρυττε, καὶ ἐπὶ θύρας εἶναι τὸν Χριστὸν κατεμήνυε. Πάντες δὲ τῶν ἐλπισθέντων ἀποτυχόντες παρέδραμον. Καὶ ἐπειδήπερ ὁ χρόνος σὺν τοῖς ἀξίοις ἀπελιμπάνετο εὗρε δὲ τοὺς ἀξίους οἰκείως ἐξ αὐτῶν ὡρμημένους, καὶ πρὸς τοῦτο τῷ Κτίστῃ εὐτρεπισμένους· Ἰωα κείμ τε, φημὶ, καὶ ῎Ανναν τοὺς τὴν αἰτίαν τοῦ τέτ λους τῶν μηνυθέντων ἀποτεκόντας (Ἰωακεὶμ μὲν γὰρ ἀποκείμενος, Αννα δὲ χάρις ἑρμηνευομένη κεκύρωται)· οὗτοι τὰ τῶν προῤῥήσεων εἰς ἔργον κατεβάλλοντο προοίμια· οὗτοι τῶν προσδοκηθέντων τὴν ῥίζαν ἐβλάστησαν· οὗτοι τῶν ἐπαγγελθέντων τὸν θεμέλιον κατέπηξαν· ἐκ τούτων ἡμῖν ἡ τῆς ἰατρείας μυροθήκη κατεσκευάσθη· ἐκ τούτων ἡ τῶν προφη τῶν ἐπεδήμησε πλήρωσις· ἐκ τούτων ἡ τῆς εὐφροσύνης ἀνατέταλκε πρόξενος· ἐκ τούτων τὰ τῆς χαρᾶς προωδοποίησεν ἐνέχυρα. Οὗτοι τοίνυν δι' ὑπερβάλλουσαν ἀρετὴν παρὰ πάντας γνώριμοι τῷ Κτίστῃ καθίστανται. Διὸ πᾶσαν ὁδὸν βαδίσαντες, πρὸς τὴν ἀκρότητα τῆς τελειότητος κατήντησαν, καὶ μόνοι τῶν πλείστοις ἐξ αἰῶνος ἐπιθυμουμένων ἐπέ τυχον. Γ΄. Τῶν γὰρ ἐθίμων τοῦ νόμου προστάξεων τῇ εὐ τεκνίᾳ προκρινουσῶν τὴν εὐσέβειαν, καὶ τεκμήριον ἀψευδὲς εὐλογίας τὴν εὐθηνίαν τῆς φύσεως λογιζομένων, ἐξ αὐτῆς τοῦ ἐξιλάσματος τῶν θυσιῶν, προέκρινον τὸ δεκτέον· οὐδὲν ἀλόγως, οἶμαι, οὐδὲ τῆς τῶν προσαγόντων παχύτητος ἀλλότριον θεσπι ζουσῶν. Ἐπειδὴ γὰρ σωματικώτερον οἱ τότε διέ κειντο, τῇ τῶν βιωτικῶν ἐπιδόσει τὰ τῆς ψυχῆς συγ καλύπτοντες ἀγαθὰ, ξένο: τε τῶν τοῦ Πνεύματος δα ψιλῶν χαρισμάτων τυγχάνοντες, τὸ εὐαπόδεκτον ἐκ τούτων κατεστοχάζοντο. Τοῦτο τοίνυν οἱ τῇ σκιᾷ δουλεύοντες τὸ ἔθος κατέχοντες, ἀπαιδίας ἕνεκα τῶν δικαίων οὐ προσήκαντο τά προσαγόμενα δῶρα. Οὕτω γοῦν ὀνειδισθέντες οἱ δίκαιοι, ἢ καὶ ἀποπεμφθέντες, μίαν τούτων ἀπαλλαγὴν ἐφευρίσκουσι, τὴν εἰς Θεὸν καταφυγήν. Διὸ ἐπὶ τὸν ᾿Αβραάμ, καὶ Σάρραν, καὶ Ανναν ἀλλήλους καθορᾷν περεκελεύοντο, καὶ μετ' ἐκείνων τὴν τῆς εὐχῆς ἀπολαμβάνειν παρώτρυνον Εκβασιν. Καλὰν ἡμῖν οὗτοι, φησί, παράδειγμα πρόκεινται, εἰ ἀδιστάκτως τὴν δέησιν προβαλοί. μεθα. Καλόν τεκμήριον ἡ τῆς Σάββας στείρωσις, εἰς ἀπαλότητα μεταβληθεῖσα. Καλὸν σημεῖον ἡ τῷ γήρει καμφθεῖσα, καὶ εἰς ἀκμαζόντων μελῶν ἐνέργειαν μετασκευασθεῖσα. Βλέψωμεν εἰς "Αν ναν τὴν 'Ελκανα, τὸ ἴσον δι' εὐχῆς ἡμῖν πάθος ἀποθεμένην. Μάθωμεν αὐτῆς τὸ τῆς δεήσεως ἔμμονον, καὶ τὸ τῆς διανοίας ἔμπυρον. Γνῶμεν όπως, καὶ μέθην ἐγκαλουμένη, οὐκ ἐνεδίδου προσευχομένη. Ταύτην ἡμεῖς μιμησώμεθα· ταύ της κατόπιν επειγώμεθα. Αὕτη χειραγωγεῖ πρὸς τῶν ἐλπιζομένων τὴν αἴτησιν, καὶ τὴν ἐπιτυχίαν, δι' ὧν ἐνήργησεν, ἐπαγγέλλεται. Δ'. Ταύτην οὖν τὴν συμβουλὴν εἰς ἔργον ἐξήνεγκαν οἱ Δίκαιοι. Τὰ τῆς εὐχῆς ἐντεῦθεν αὐτῶν κατεπή στα βήματα. Σύ, φησὶ, Κύριε, τῷ πατριάρχη
col. 571–572page 15 of 80
PG 127:571ο επαγγειλάμενος ὑπὲρ ἀριθμὸν ψάμμου θαλάσσης τὴν τοῦ σπέρματος αὐτοῦ πληθύνειν, ἐπίδοσιν οὐκ ἐκ πολυτεκνίας τοῦτο ἐνήργησας· ἀλλ' ἐκ μιᾶς προόδου τὴν ὑπόσχεσιν ἐξετέλεσας. Σὺ τὴν κατάσχεσιν τῆς γῆς οὐκ ἐκ πλειόνων, ἀλλ' ἐκ τοῦ ἑνὸς τούτου ἐκληροδότησας. Σὺ τὴν ἀγονίαν τῆς Σάρρας εἰς τεκνογονίαν μετέβαλες. Σὺ τὰ παρειμένα ταύτης μέλη πρὸς τὴν σὴν ἐντολὴν ἐνίσχυσας ὑπουργῆσαι. Σὺ τὴν ἀπιστίαν ταύ της εἰς πίστιν μετήνεγκας, καὶ εἰς ἀδίστακτον γνώμην τὰ τοῦ δισταγμοῦ μετεσκεύασας. Οὐ γε λῶμεν, ὡς ἐκείνη· ἱκετεύομεν, ὡς ἡ ᾿Αννα. Οὐκ ἀμφιβάλλομεν εἰς τὴν δέησιν, ἀλλὰ πιστεύομεν πρὸς τὴν ἔκβασιν. Σὺ τὰ παράδοξα τοῖς πατράσιν ἡμῶν ἐνήργησας. Σὺ τὸν Ἰακὼβ εὐλό γησας, καὶ Ἰσραὴλ μετεκάλεσας, τὸ διορατικὸν αὐτοῦ ἐντεῦθεν ὑπαινιττόμενος. Σὺ τῷ σπέρματι αὐτοῦ τὴν εἰς Αἴγυπτον ὁδοιπορίαν καὶ συντήρησιν ᾠκονόμησας. Σὺ τὴν Αἰγυπτίων μιαιρο νίαν τὸν λαόν σου κατασμικρύνειν οὐ συνεχώρησας. Σὺ πληγαῖς ἀφορήτοις ἀπειθοῦντας τού τους εκόλασας, ἵνα καὶ τὸ σὺν φιλάνθρωπον ἀποδειχθῇ, κἀκείνων τὸ ἀμείλικτον φανερωθῇ. Σὺ ξένην ὁδὸν ἐν τῇ θαλάσσῃ ἐνεού, γησας. Σὺ τὰς τῶν στοιχείων ενεργείας ἐκαινοτόμησας. Σὺ τὴν ῥοώδη φύσιν εἰς ἀντίτυπον σχῆμα μετέστησας, καὶ τὸν λαόν σου ἀβρόχω πορεία διεβίβασας. Σὺ τὴν ἄφθονον τροφὴν ἐν ἐρήμῳ ἐπομα ή σας, πεινώντα τοῦτον εἰς κόρον έθρεψας. Σὺ τὴν ἀκρότομον πέτραν ὕδωρ πηγάσαι πεποίηκας. καὶ διψῶντα τοῦτον ἐπότισας. Πρὸς ἣν ἡμεῖς ἀποβλέποντες, οὐκ ἀμφιβολίᾳ τὰς εὐχῆς κατα στέλλομεν παρακλήσεις, ἀλλὰ ειλικρινείᾳ τὰς τῆς ἐλπίδος ἐπιτείνομεν ἐντεύξεις. Εἰ γὰρ ἐφ' εἷς οὐκ ἔστι, Κύριε, προάγειν, ἃ προήχθη, ἐνήρ γησας· τοῖς ἐφ' ἡμῖν κειμένοις κατὰ τὸν ἀρχι κὸν ὅρον οὐ συνεργήσεις φιλάνθρωπε; Εἰ τὰ παντὶ διεστηκότα τῷ γένει εἰς κοινωνίαν ἐκέρασας· ἡνωμένα τῇ φύσει πρὸς ἴδιον οὐκ ἀνα στρέψεις ἐξασθενήσαν [[.· σαντα]; Εἰ μὴ οὖσαν τὴν φύσιν παρήγαγες, μὴ εὖ διακειμένην οὐκ ἀνορθώσεις ὡς Κύριος; Σὸν, ὦ Δέσποτα, τοῦτο τὸ ἔργον σὸν τὸ κατόρθωμα, τὸ πᾶσιν ἀμή χανον. Τῇ σῇ δυναστείᾳ τὰ μέγιστα τῶν πρα γμάτων τερατουργεῖται· τῇ σῇ προστάξει τῶν ποταμῶν τὰ ῥεύματα εἰς τοὔμπαλιν ἀνατρέχει τῇ σῇ κελεύσει ὁ ἥλιος τὸν δρόμον ἀναχαιτίζει τῇ σῇ κελεύσει τὰ πολυειδῆ τῶν ἀγόνων γένη, γόνιμα πρὸς διαδοχήν διαμένουσι· τῇ σῇ δια τάξει πάντα ὑπείκει, καὶ τῷ προστάγματί σου οὐδὲν ἀντιπίπτει. Σὺ τὴν ᾿Ανναν τὴν αὐτὴν ἀτεκνίαν νοσήσασαν εἰς πολύτεκνον μετεποίησας, καὶ τὴν πολύτεκνον εἰς τεκνον μετέβαλες. Εστι καὶ ἡμῖν ὀνειδισμός, ὦ Δέσποτα, οὐκ ἐκ μιᾶς τῆς συνοίκου γυναικὸς προσφερόμενος, ἀλλὰ παρὰ τῆς φυλῆς ἁπάσης ἐκτραγῳδούμενος. Σὺ δυνατὸς τοῦτον ἐξᾶραι· σὺ ἱκανὸς τὴν τῆς φύσεως ακαρπίαν, εἰς καρποφορίαν ἐξευμαρίσαι. Δ'. Αὕτη τῶν δικαίων ἡ δέησις· διὸ καὶ γεννῶσι τὴν ἄχραντον, τὴν τῆς ἀναγεννήσεως ἡμῶν πρόξενον,
col. 573–574page 16 of 80
PG 127:573τὴν τῆς ἀναπλάσεως ἡμῶν αἰτίαν, δι' ἧς τὸ κατ' εἰκόνα:; Ο Θεοῦ ἀχρειωθὲν, πρὸς τὴν οἰκείαν ἐπανῆλθε εὐπρέπειαν· δι' ἧς ἀνεκαινίσθη τὸ παλαιὸν ἡμῶν φύραμα δι' ἧς τοὺς τῆς ἁμαρτίας χιτῶνας ἀποβαλόντες, τὴν τοῦ φωτὸς στολὴν ἡμφιασάμεθα· τὸ τῶν προφητῶν ἀναφώνημα, τὸ τῶν θείων χρησμῶν ἐκπλήρωμα, τὸ τῆς ἡμῶν σωτηρίας κεφάλαιον. "Ω τῆς τῶν τεκόντων εὐτεκνίας! Ω τόκου τὰ ὑπὲρ νοῦν ἀγαθὰ προξενή σαντος τοῖς ἐνεγγάσιν [[. ἐνέγκασιν]! Ἐπὶ μὲν γὰρ τῶν καθ᾿ ἡμᾶς, ὅσοι πατέρες έτυχον γενέσθαι, ἢ κοι σμικαῖς περιφανείαις τοὺς ἐξ αὐτῶν προελθόντας ἀνακηρυχθέντας ἰδόντες, ἢ τῶν ἀρετῶν φωτὶ κατα λαμφθέντας. Η γενναῖόν τι καὶ μέγα δοκοῦν τῶν τῆς ἀνδρείας κατορθωμάτων ἐνδειξαμένους, οὐ τὸ τυχὸν ἐκ τούτων προσκτῶνται κλέος, τῇ κοινωνία τῆς φύσεως συμμετέχοντες τῆς εὐδοξίας· ἐπὶ δὲ τῶν παρόντων τίς ἂν ὑπερβολὴ δόξης ἐπινοηθείη, ἧς τῶν πρωτείων οὐκ ἔτυχον; Καὶ τί δεῖ μακρολογοῦντα τοὺς ἀκροατὰς παρενοχλεῖν; Ωσπερ γὰρ ἡ τεχθεῖσα τὸ ἀνώτατον πλὴν τοῦ Δημιουργοῦ ἀπείληφεν· οὕτω καὶ οὗτοι, τὸ τοῦ κλέους ἀσύγκριτον παρὰ τοὺς τε κόντας ἀπεκληρώσαντο. Ε΄. Τεχθείσης τοίνυν τῆς Θεόπαιδος, ἡ ᾿Αννα τὰς φυλὰς συνεκαλεῖτο, Δεῦτε, λέγουσα, συγχάρητε τῷ ἐμῷ τόκῳ· δεῦτε, ταῖς ἐμαῖς ὠδῖσι συνευφράν. θητε· δεῦτε, θεάσασθε τὴν παρ' ἐλπίδα θηλάζουσαν· δεῦτε, τὴν ἐξ ἀκάρπων λαγόνων ανα φυεῖσαν ῥάβδον κατίδετε, καὶ τὴν ἄγονον, κυοφόρον κατανοήσατε. Συνδράμετε προθύμως, καὶ τὴν ἐν τῷ ναῷ ἄφιξιν προοδοποιήσατε. Κοσμήσατε τὰς ἐπαύλεις· καταφωτίσατε τὰς εἰσόδους καταφαιδρύνατε λαμπάσι τὰς προόδους. Ἐξάρ ξατε μετ' εὐφροσύνης. "Ασατε ἐπιθαλάμιον, καὶ ὡς νύμφην καθαρὰν τῷ ναῷ τὴν παῖδα προσά ξατε. Πληρώσατε σὺν ἐμοὶ τὴν εὐχαριστίαν, ὅτι ἐξ οἴκου μου Κύριος ἀφεῖλε τὸ ὄνειδος· ὅτι οὐκ εἰς κενὸν τὰ τῆς ἐλπίδος ἐξέβησαν. Ἰδοὺ τὰ τῶν δεήσεων εἰς ἔργον κατήντησαν· ἰδοὺ τὰ τῆς ἐπαγγελίας τὸ πέρας ἔλαβον· ἰδοὺ τὴν τεχθεῖσαν ὡς ὑπεσχόμην, ἐν οἴκῳ Κυρίου ἀνατίθημι. Δεῦ τε, ταύτῃ συνεισέλθετε, καὶ ὡς εὐπρόσδεκτον δώρημα κοινῇ ταύτην τῷ Δεσπότῃ προσενέγκω μεν. Οὕτω γὰρ ἡ μήτηρ προθυμίας τόνῳ, τὰ μὲν τῆς ὑποσχέσεως ἐκπληροῦν κατηπείγετο, πρὸς ἀνα βολὴν δὲ ἀνθεῖλκεν ὁ τῆς νηπιότητος χρόνος, οὐκ ἐγ γνώμενος παραυτίκα τὴν τῶν τεκόντων στέρησιν, ἀλλὰ παραμένειν παρακελευόμενος τὸ τῆς ἡλικίας ἐπιτήδειον. Διὰ τοῦτο τριετίζουσαν ταύτην τῷ ναῷ προσφέρουσι, τὸ τίμιον ὄντως ἀνάθημα, καὶ ἀγγέλοις αἰδέσιμον· τὸ ὑπέρτατον καὶ καθαρώτατον κειμήλιον· ἐν ᾧ οἱ τῆς χάριτος θησαυροὶ ἐναπετέθησαν ἐν ᾧ τὰ τῆς σωτηρίας ἡμῶν ἐταμιεύθη ἐνέχυρα· ἐν ᾧ ὁ τῆς οἰκονομίας πλοῦτος ἀποῤῥήτως ἀπέκειτα· τὸ φωτοδόχον χωρίον, ἐξ οὗ σωτηρίας ακτινες τῇ οἰ κουμένῃ ἐπέλαμψαν. Έδει γὰρ καὶ τὸν τρεῖς ἐν αὐτῇ τῇ ἀσπίλῳ τιμηθῆναι ἀριθμόν. Καὶ ταῦτα μὲν ὁ ἀληθῆς ὑπεμφαίνει λόγος· ἡμᾶς δὲ πρὸς ἑαυτὴν ἕλκει τῶν προπατόρων καὶ προφητῶν ἡ ὁμήγυρις.
col. 575–576page 17 of 80
PG 127:575Γ'. Ἐπειδὴ γὰρ ἐβασίλευσεν ὁ θάνατος ἀπ' Αδάμ μέχρι Μωυσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτί σαντας, ὥστε κρατεῖν μὲν ἐξ ἐκείνου πάντων· ἑδα σίλευσε δὲ τῷ τῆς παραβάσεως ἐπιτιμίω κροτονή μενος· ἐντεῦθεν οἱ ἐν τῇ σκοτίᾳ τῆς ταπεινότητος καθειργμένοι, ἅπαυστον τὴν ἱκετηρίαν πρὸς τὸν ἐπι φάναι μέλλοντα τοῖς ἐν σκότει τοῦ θανάτου καθη μένοις ἐποιοῦντο. ᾿Απέβλεπον πρὸς τὸν λυτρωτό μενον· ἤλπιζον τὴν ἐλευθερίαν. Καὶ οἱ μὲν προκατασχεθέντες ἐν τῇ τοῦ ᾅδου φρουρά, τους ὕστερον ἐπιδημοῦντας ἀνηρεύνων, πυνθανόμενοι· 'Αρά τι περὶ τοῦ Λυτρωτοῦ συνήκατε, ἆρα τὰς τῆς συ καταβάσεως ἀκτῖνας ἐφήπλωσεν ἐν τῷ κόσμῳ, ὁ μέλλων ἐν τοῖς καθ' ἡμᾶς, ἐπιλάμπειν Δεσπό της; ὁ φωτισμὸς τῶν ἐν σκότει; ὁ τῆς δικαιοσύνης ἥλιος; ὁ τῇ λαμπρότητι τῆς θεότητος τὰ ἀφεγγῆ τοῦ ᾅδου καταστράψων ταμεῖα, καὶ ἐν ἀσυγκρίτῳ φωτὶ τὸ οἰκεῖον ἐξαρπάσων πλάσμα; "Εστι τεκμήριόν τι τῆς αὐτοῦ συγκαταβάσεως ἐν τῷ βίῳ; παρήχθη τε καθαρώτατον αὐτοῦ ἐνδιαίτημα, δ φθάσαντες ἐν πνεύματι προεκηρύξαμεν; Εφήπλωται ἡ φωτεινὴ νεφέλη, ἡ τὴν ἀένναον ὑετίζουσα δρόσον, τὸν [[. τὴν] τῆς ἀθυμίας τὸν φλογμὸν κατασβέσοντα [.- σουσαν]; τὸ τοὺς νενεκρωμένους ζωοποιῆσαι μέλλον ύδωρ, Πρεισται ἡ κλίμαξ, δι' ἧς τῶν οὐρανίων δυνά μεων ὁ Βασιλεὺς πρὸς τὴν κατωτάτην ἡμῶν καταβήσεται παροικίαν; Τέθειται μετέωρος ἡ τε λαμπάδιον Χριστὸν κομιοῦσα λυχνία; Τί περί τῆς ἀδιοδεύτου πύλης ἀκηκόατε; δι' ἧς ὁ δυνα τὸς μόνος ἐπιδημήσας, πύλας καὶ μοχλοὺς τοῦ ᾅδου συντρίψει, καὶ ἡμᾶς ὡς κραταιὸς ἀφαρπάσει, Τί περὶ τῆς σκηνῆς ἐμαθετε τῆς ἀληθινῆς; Κεκό σμηται ταύτῃ καὶ πεποίκιλται ἡ παστάς; κατε στεύασται ἡ τὸν ἄρτον τῆς ἀναβιώσεως ἡμῶν βαστάζουσα τράπεζα; 'Αρα τὸ χρυσοῦν ηὐτρέπισται θυσιαστήριον, ἐν ᾧ σαρκικῶς ἀνάψας ὁ δαπανητικὸς τῆς ἁμαρτίας ἄνθραξ, τὴν εὐωδίαν ἡμῖν ἐπιπνεύσει τῆς ἀναστάσεως; 'Εχαλκεύθη ἤδη ἡ μυστικὴ λαβίς; Παρήχθησαν αἱ πλάκες τῆς Νέης Διαθήκης; Τι περὶ τούτων ἁπάντων ἐναργὲς συνέγνωσται σημεῖον; Καταγγείλατε τὴν ἐλπιζομένην ἐλευθερίαν· εἴπατε τι σύμβολον εὐθυμίας τοῖς δεομένοις παραμυθίας. Ζ΄. Ταῦτα πάντα οἱ προφῆται καὶ δίκαιοι οὐκ ἀπελίμπανον διερωτῶντες. Διὸ κοινὴν τὴν ἱκεσίαν πρὸς τὸν ἐλευθερωτὴν ἀνέπεμπον· Κλίνον, Κύριε, τοὺς οὐρανοὺς λέγοντες, καὶ κατάβηθι ἐλθὲ τὴν ἐκδίκησιν τοῦ σοῦ ποιησόμενος πλάσματος. Πλήρωσον τὰς ὑποσχέσεις τῆς σῆς ἀγαθότητος, ἂς προκατήγγειλας τοῖς δούλοις σου. Μνήσθητι διαθήκης ἧς διέθου, φιλάνθρωπε. Ιδού, Δέσπο τα, τὸ σὸν ἀπηνῶς τυραννεῖται πλαστούργημα τὸ τῶν χειρῶν σου ἔργον, ὁ θάνατος καταλυ μαίνεται. Καθείρχθημεν ἐν τοῖς κατωτάτοις τῆς γῆς· ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου παρα κήσαμεν· ἡ ἀμειδὴς τοῦ ᾅδου κρατεῖ τυραννίς
col. 577–578page 18 of 80
PG 127:577ὁ θάνατος ἐγκαυχᾶται· ὁ πολέμιος ἐχθρὸς κατ επανίσταται· ἐν ἀπορίᾳ τὰ τῶν κατεχομένων ἐν ὀδύνῃ τὰ τῆς παροικίας. Οὐκ ἔστιν ἄλλη τῆς ἀπολυτρώσεως ἐλπίς, πλὴν τῆς πανευσπλάχνου σου συγκαταβάσεως· ταύτην διψῶσιν ἐγκατά κλειστοι ψυχαί· ταύτην ἐλπίζουσιν οἱ αἰώνιοι δεσμῶται. Παραγενοῦ τοίνυν, Κύριε, τοῦ σοῦ ποιήματος ἀντιληψόμενος. Εξεγέρθητι συγκαταβάσει τοῦ πατρικοῦ σου θρόνου, ὁ πανταχοῦ παρών, καὶ τούτου μὴ ἀπολειπόμενος, καὶ δεῦρο τῶν καταπονουμένων εἰς βοήθειαν. Ελθέ, ή προσδοκωμένη ἀνάστασις· ἡ ποθουμένη χαρά ἡ ἐλπιζομένη ἀναβίωσις· ἡ ἀναψυχὴ καὶ εὐ φροσύνη τῶν ἀπορηκότων. Λάμψον, "Ηλιε τῆς δικαιοσύνης τοῖς ἐν σκοτίᾳ θανάτου καθημένοις τὰς τῆς σῆς ἀγαθότητος ἀκτῖνας. Ἐπίφανον τοῖς ἐν σκότει τὴν δόξαν σου. Σύντριψον πύλας ἀῤῥαγεῖς, καὶ μοχλοὺς αἰωνίους, καὶ τοὺς πεπεδημένους ἐξάρπασον. Σύνθλασον τὸ τοῦ θανά του κέντρον. Διάῤῥηξον τὴν παμφάγον τοῦ ᾅδου γαστέρα. Δέσμευσον τὸν ἀντίπαλον. Κατάβαλε τὰς πολεμίας καὶ ἀντικειμένας σαυτῷ δυνάμεις. Οίκτειρον, πανάγαθε, τοὺς ἐν δεσμοῖς κατεχομένους. 'Ελέησον πρὸς τὸ τῆς αἰχμαλωσίας ἀπιδὼν ἀνήλεον. Παρ' ἡμῶν, ὦ Δέσποτα, ἡ τῆς θνητότητος ἐξεύρηται αἰτία· παρὰ δὲ τῆς σῆς χρηστότητος ἡ τοῦ ἐλέους ἐλπίζεται ελευθερία. Ημεῖς τὸν θάνατον ὠδινήσαμεν· σὺ τὴν ἀνά στασιν προκατήγγειλας. ῾Ημεῖς θύρας ἐξηνεᾠ ξαμεν· σὺ ταύτην ὡς κραταιὸς ἐμφράξαι καθ υπεσχέθης. Παρὰ τῆς φύσεως ἡ ἀπροσεξία, παρὰ δὲ σοῦ ἡ φιλανθρωπία. Σύ, Κύριε, τὴν ἄῤῥητόν που συγκατάβασιν ἡμᾶς ἐμυσταγώγησας. Σύ τοῖς οἰκέταις σου ταύτην ἐνέπνευσας, ἣν ἐν τῷ κόσμῳ προεκηρύξαμεν ἧς τὰ σύμβολα καθυπε δείξαμεν, ταύτην δή σε τὸν φιλάνθρωπον ἐξαι τούμεθα. ᾿Ανάστηθι τοίνυν τῆς ταλαιπωρίας ἕνεκεν τῶν πενήτων σου. Παῤῥουσιάσθητι μετά σαρκὸς, ὁ ἀπερίγραπτος τῇ θεότητι. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. Περι βαλοῦ τὸ ἡμέτερον φύραμα ὁ περιβάλλων τὸν οὐ ρανὸν ἐν νεφέλαις· δι' οὗ τὴν ἡμετέραν ἐλευθερίαν ἀπεργάσῃ· δι' οὗ τὸν ἀντίπαλον παραδει γματίσεις. Στῆσον τὰ τῶν προῤῥήσεων· δὺς ταχείας κατιδεῖν τοῖς δεομένοις τὰς ἐκβάσεις. Λάβε τὴν εἰς καταλλαγὴν ἡμῶν προορισθεῖσαν σοι μεσίτιν. Παράγαγε τὴν ἄσπιλον ἀμνάδα, ἐξ ἧς τὸ τῆς φύσεως περιβαλλόμενος ἔριον, ὡραιότατος ἡμῖν ὀφθήσῃ τοῖς ἐν τῷ σκότει. Ταύτην ὑπὸ σοῦ ἐντυπωθέντες ποικίλως ἀνεκηρύξαμεν ταύτης ενέχυρον ἐλευθερίας τὴν ἐλπίδα κατέχομεν· ταύτην προφητείαις προκατηρτίσαμεν ταύτην ἐγκωμίοις κατεποικίλαμεν· τὴν κοσμιότητα τοῦ γένους· τὸ ἐγκαλλώπισμα τῆς φύσεως· τὴν ἀψευδῆ τῆς ἀναστάσεως ἡμῶν προσδοκίαν· τὸ τῆς δεήσεως ταύτης εὐπαῤῥησίαστον στόμα. Οὕτω δήπου ἅπαντας δικαίους μεμνημένους ἦν ἰδεῖν, καὶ τὴν σωτήριον ἐπικαλουμένους τοῦ Δεσπότου παρουσίαν. Οὐδὲ γὰρ ἄλλη τις κατελείφθη τῆς ἀπολυτρώσεως ἐλπὶς ἢ αὕτη. Η΄. Τί δ' ἄν τις περὶ τοῦ προπάτορος Αδάμ ένα νοήσεις· πῶς ἀμυθήτους τὰς τῶν ὀδυνῶν αἰτίας ἔχων,
col. 579–580page 19 of 80
PG 127:579ἡ τῆς παραφάσεως συναίσθησις, καὶ ἡ τῆς ἀποικίας καταδίκη· τό τε γυμνωθῆναι τῆς χάριτος, καὶ τῆς ἀφάτου τιμῆς ἀποῤῥαγῆναι, καὶ εἰς τὸ τῆς θνητότητος καταπεσεῖν ἐπιτίμιον, ἐπώδυνον αὐτῷ τὸν αἰῶνα διετίθει· ἀλλὰ καὶ τὸν χορὸν τῶν ἁγίων ένα ρῶν συγκαθειρχθέντα, καὶ τὴν αἰτίαν τῆς καθείρξεως ἑαυτῷ περιαπτομένην ἐνορῶν, τί ἄρ᾽ ἔπασχεν; ὅσην τὴν ὀδύνην ὑπέμενεν; οἴας τὰς οἰμωγὰς ἀνέ πεμπε; τίνα τὴν ἀθυμίαν εἶχε; Καὶ τίς ἂν τὰς αὐ τοῦ κατ' εἶδος περιγράψαι δυνηθείη ολοφύρσεις; τὸν τῆς παρακοῆς θρήνον. τὰς τῆς καταδίκης ἀνίας τὸ λυπηρὸν τῆς τοῦ θανάτου τιμωρίας· τὸν διηνεκή τοῦ συνειδότος δικαστήν, ὃν διὰ τὸ γένος ἅπαν χαλεπῶς καταδικάζοντα προωρᾶτο. Οὐ γὰρ οὕτω δεινὸν ἡγεῖται τις, ὁπόταν μὲν αὐτὸς τῶν οἰκείων ἁμαρτημάτων δίκην δίδωσιν, ὡς ἡνίκα ταῖς αὐτοῦ συμπάσχοντας ἀβουλίαις, καὶ ἑτέρους κατανοοίτο. Εαυτῷ μὲν γὰρ εἰκότως ἂν ἐπιγράφων τὴν αἰτίαν τῆς τιμωρίας, εύλογον παρηγορηθήσεται· περὶ ὧν δὲ ἀφορμὴ καθίσταται τοῦ συμπάσχειν ἑτέρους ἀνευ θύνους εἶναι δοκοῦντας, τίνα τὴν παραμυθίαν εὑρί σει; Οὕτω δὴ καὶ ὁ προπάτωρ ἡμῶν, οὐ μόνον τὴν οἰκείαν κατωλοφύρετο ταλαιπωρίαν, ἀλλὰ, καὶ ὑπὲρ παντὸς ὠδυνατο τοῦ γένους, καὶ μᾶλλον ἢ περὶ ἑαυ τοῦ, ὅσον ἀπαρχὴν ἑαυτὸν τῆς τοῦ θανάτου κατενύει εἰσόδου τῆς ψήφου. Καὶ τί δεῖ τὴν αὐτοῦ ταύτην ὀδύνην εἰς θρήνων ἀφορμὴν καταλέγειν, παντὸς ὑπόθεσιν πένθους, την πρώην μονωδίας ὑπερβαινούσης; Εἰ γάρ τις τὰς ἐλεεινολογίας ἐκείνας ἐπ' ὄψιν ἀγαγεῖν βουληθείη, ἂς ἔναγχος εκβεβλημένος ἐτραγῴδησε τοῦ παραδείσου, εὑρήσει τὸ λεγόμενον ἀπαραμύθητον. Τί γὰρ οὐκ ἂν εἶπε; τίνα κοπετὸν οὐκ ἐκόψατο; τίνα θρηνωδίαν οὐκ ἔπλεξε; τάχα τοιούτους ταῖς οἰμωγαῖς ἀναμίξας τοὺς λόγους, οδυνηρές επεβόα, ἀπαρηγόρητον είχε καὶ τὸ πένθος. Οὐ γὰρ δὴ μόνον Θ'. "Ο οίας της μακαρίας διαγωγῆς, τὴν ταλαιπωρίαν ἀντηλλαξάμην! οἵαν τὴν παροικίαν κατεδικάσθην! Ο πονηρᾶς ἐκείνης καὶ ἀνοσίου συμ βουλῆς! "Ητις τὴν ἀπάτην συνέπλεξεν· ἦτις τὸν θανατηφόρον ἰὸν ἐν τοῖς ἐμοῖς ἐπανῆκεν ὡσίν! Ο φθονερᾶς καὶ μισοκάλου σκαιωρίας τῆς τὴν ὀλεθρίαν κομισάσης ἀγγελίαν! Ὢ γύναι, πῶς τὸ καθ' ἡμῶν ἡκονημένον ἐπιφέρουσα ξίςις οὐ κατενόεις; πῶς ἐν γλώττῃ τὸν θάνατον εὐ συνεώρας βαστάζουσα; Τι τὸ χαλεπὸν τοῦτο ἐποίησας; Οίμοι! ἦν βοηθὸν ἐδεξάμην, ταύτην ἐπίβουλον εὗρον· ἣν συνεργὸν ἤλπιζον ἐν τοῖς καλοῖς, ταύτην τῶν ἐναντίων πρόξενον κατα νοῶ. Τὸ ἐμὸν μέλος, ἀναιρετικὸν βέλος. Η εἰς βοήθειαν συνεζευγμένη, συνωθεῖν ἐμελέτησας. Τί γὰρ τῷ ὄρει ἐπείθου; τί δὲ τὴν σὴν ἐγκαταλείψασα κεφαλὴν, περιῆγες πλανωμένη, καὶ τὴν ὄλεθρον ἐπεισάγουσα; διατί τῇ τῶν ὑποχειρίων ὑπεῖξας συμβουλῇ; "Αρχειν τούτων ετέθημεν, μὴ ἄρχεσθαι ὑπ' αὐτῶν προσετάγημεν· βασι λεύειν αὐτῶν· μὴ γὰρ βασιλεύεσθαι ὑπ' αὐτῶν. "Ο τῆς ἀπευκταίας μεταβολῆς! Ο τῷ τῆς ἀρχῆς
col. 581–582page 20 of 80
PG 127:581τὴν προσήκουσαν τιμωρίαν ἀποδίδωμι· ἀλλὰ γὰρ τῇ κρίσει τὸ ἔλεος ἐκέρασας· ἀνείκαστον τετιμημένος ἀξιώματι, τῶν ἀρχομένων ἀτιμότερος. ῾Ο τὴν βασίλειον περιβαλλόμενος ἐξου σίαν, τοὺς δερματίνους περιβέβλημαι χιτῶνας. Ο καθάπερ πορφυρίδι τῇ τοῦ κατ' εἰκόνα σεμνυνόμενος ὡραιότητι, τῇ αἰσχύνῃ καλύπτομαι τῆς παρακοῆς. Ο πικρῶν ῥημάτων των διακονησαμένων φθόνῳ! "Ω βασκανίας τῆς τοσαύτην ἀποσλ ησάσης δόξαν, τῆς τὴν ἐμὴν εὐπρέπειαν περιελούσης! Ὁ ἐν παραδείσῳ διαιτώμενος, ἐν εργασία ταλαιπωρούμαι. Ο παρρησίας ἀπο λαύων, ἐν κατηφείς διατελῶ. Τί πέπονθα, ὁ περίβλεπτος τῇ κτίσει, πολυθρήνητος ταύ τῇ; πῶς κατ' ἐμαυτοῦ τὸ ξίφος ὤθησα; πῶς οἰκείᾳ δεξιᾷ τὸν θάνατον ἀπεσπασάμην [. ἐπεσ.]; Ο τῆς τοῦ φθόνου φονικῆς ἐπηρείας! Ὦ ἀνελπίστου μεταβολῆς! Εκ τοῦ ὑπερβάλλοντος πλούτουεὶς ὑπεραίρουσαν κατηνέχθην πενίαν ἐκ βασιλείας εἰς ἰδιωτείαν. Ὁ ὑψηλὸς τοῖς ὑπο τεταγμένοις, ταπεινότερος απάντων· ὁ φοβερές, περίφοβος· ἄδοξος ὁ ἐν εὐδοξία. Περιέστη μοι τῶν ἡ τῆς τρυφῆς ἀπόλαυσις εἰς πολύμοχθεν ἐργασίαν, καὶ ὁ τῇ χάριτι πιαινόμενος, ἱδρῶτι περιῤῥέομαι· ὁ τῇ δόξῃ ἐστολισμένος, γυμνός ἄτιμος, ὁ τετιμημένος· ἐξόριστος ὁ βασιλεύς. Ποῦ ποτε ἧς, ἡ μακαρία διαγωγή; ποῦ ἡ ἀνώλεθρος τρυφή; ποῦ ἡ ἀνώδυνος διατριβή; πῶς τὸν σὸν ἀπεσυλήθης φύλακα, ὦ παράδεισε θείε, καὶ χώρος ἅγιος, καὶ ποθεινὴ ἀπόλαυσις; Δευρό μοι τὸν θρήνον συνερανίσασθε. Συμπένθησον, ἡ ἐπίγειος ἅπασα κτίσις, ὅτι τὸν σὸν ἀφῄρησαι στέφανον· ὅτι δόλῳ τὸν βασιλέα σου ὁ τύραννος ἐχειρώσατο· ἀπάτῃ τὴν ἀρχικὴν ὁ ληστής ἀπεξέδυσεν ὡραιότητα. Κύριε, Κύριε, δίκαιος εἶ, καὶ οἰκτιρμονικώτατόν ἔστι τὸ κρῖμα σου τοῦτο, ὡς πολλῇ συγκεκραμένον φιλανθρωπίᾳ. Οὐ γὰρ τὴν κατ' ἀξίαν ἐγὼ δίκην εἰσπράττομαι· οὐδὲ πολὺ τῶν ὀφειλομένων ἀποδέουσαν. "Απειρον περὶ ἐμὲ τὸν ἑπταικότα τὴν κηδεμονίαν ἐπεδείξω. Ι΄. Εδει οὖν, ὦ Δέσποτα, μὴ μόνον ταύτῃ με τῇ ἀποικίᾳ καταδικασθῆναι, ἀλλὰ καὶ ἐκ προσώπου πάσης τῆς γῆς εὐθὺς ἀφανισθῆναι τῷ προσήκοντι λόγῳ. Δι' ἀγαθότητα γὰρ μόνην ἐκ μὴ ὄντων εἰς τὸ εἶναί με παρήγαγες. Ὑπὲρ πᾶσαν τὴν ἐπίγειον ἐτίμησας κτίσιν. Ψυχὴν μοι νεαράν ἐδημιούργησας. Λόγῳ προέκρινας· σοφίᾳ κατε κόσμησας· καὶ οὐδὲν ὑπὲρ τούτων ἁπάντων εἰς ἀπολογίαν ἔχοντι προβάλλεσθαι, μειζόνως σὺ τὰς δωρεὰς ἐπηύξησας. Κατ' εἰκόνα σὴν καὶ ὁμοίωσιν κατεσκεύασις. "Αρχοντα καὶ βασιλέα τῶν ἐπὶ γῆς ἀνεκήρυξας. Πάντα τῇ χειρί μου καθυπέταξας, καὶ τῇ αὐτεξουσιότητι τὴν τῶν πρακτέων ἐκλογὴν ἐγκατέλιπες. Τῶν ἀπείρων τοίνυν τούτων ἀγαθῶν, καὶ τῆς ἀφάτου κηδεμονίας ἀμνημονήσας ἐγὼ, τὸ ἀνεπαχθὲς τῆς ἐντολῆς σου παρέβην· ἀγνώμων περὶ σὲ τὸν εὐεργέτην ἐγενόμην· παρήκουσα τοῦ σωτηρίου νόμου ἐμαυτοῦ τὸν ὄλεθρον περιεποιησάμην, καὶ διὰ τοῦτο κατ' ἐμαυτοῦ τὴν ψῆφον ἐξάγω· κατ' ἐμαυτοῦ τὴν ἀποτομίαν ἀποφαίνομαι. Μεῖζον τὸ ο
col. 583–584page 21 of 80
PG 127:583ἁμάρτημα τῆς ἀνταποδόσεως. Επιλείπουσιν αἱ Ο Ο τιμωρίαι τῆς προσηκούσης καταδίκης. Υπερ βλύζει γὰρ τὸ σὺν ἔλεος, Κύριε, καὶ ὁ τῆς λανθρωπίας ύπερχεῖται πλοῦτος. ΙΑ'. Τοσαῦτα τυχὸν κατολοφυρόμενον λέγειν εἰκὸς τὸν προπάτορα· μᾶλλον δὲ πολλαπλασίονα, ὅσα προάγειν τῷ τοῦ πάθους κατηνάγκαζε μέγεθος. Αλλ' ἐπανῆλθεν ἡ λύπη πρὸς εὐφροσύνην, καὶ ἡ κατώδυνος ἀθυμία, εἰς τὴν πάλαι μετεποιήθη εὐ εύ θυμίαν. Κατεσιγάσθησαν οἱ στεναγμοί, καὶ τῆς εὐχα ριστίας ἀναφαίνεται δοξολογία. "Ηλθε γὰρ ἡ ἀγαλλία σ.ς· ἐπέλαμψεν ἡ χαρά. Καὶ γὰρ τὰ μὲν ἐνέχυρα προ τέθειται, καὶ ἡ ἀνύμφευτος προκέκριται νύμφη· τό τε παλάτιον παρήκται, καὶ εὐτρέπισται σήμερον. "Ω χάριτος τῆς νῦν εὐφροσύνης! "Ω φαιδρότητος τῆς παρούσης ἡμέρας! Ως διαυγέσι ταῖς τῆς χάριτος ἀκτῖσι καταποικίλλεται! Ως ὑπερφασις αἱ ὧραι, ἐν αἷς ἡμῖν ἡ τοῦ φωτὸς ἀνέτειλε νεφέλη! Ως ὑπερωραῖα ῥοδοειδή καθυπέδειξε κάλλη ὁ ἥλιος, καὶ φανοτάτῳ τῇ ὑπ' οὐρανὸν διέκυψε φωτὶ, ἡνίκα, τὸ τῆς δικαιοσύνης τοῦ Ἡλίου όχημα κατεσκευάσθῃ! Ως φαιδροτάτῳ κόσμῳ ὁ οὐρανὸς περιελάμπετο, τοῦ δεδοξασμένου, καὶ εὐρυχωροτέρου παραγενομένου οὐρανοῦ! Ὡς εὐφροσύνην αἱ νεφέλαι κατέῤῥαινον, ὅτε ἡ νεφέλη τοῦ ζωπαρόχου [/. ζωοπαρ.] ύετοῦ τοῖς πέρασ ἐφη πλοῦτο! ὡς ἡγιασμένος ὁ τόπος, καὶ δεδοξασμένη ἡ ἑστία, ἔνθα τὸ τοῦ Θεοῦ ἀπεκυήθη ἁγίασμα· ἔνθα ὁ οἶκος ἐθεμελίωσε τὴν δόξαν· ἔνθα ὁ ὑπεράγιος καὶ ἀκατάληπτος ᾠκοδομήθη ναός! Ως ἀῤῥαβῶνα θεῖον τῆς ἐλευθερίας ἡ γῆ τότε τὴν ἐπιθυμητὴν καὶ ἁγίαν ὑπεδέξατο γῆν, τὴν τοῦ καινισμοῦ τῆς κτί σεως αἰτίαν, δι' ἧς τῆς ἀκανθώδους ἀρᾶς ἀπηλλάγη, καὶ εὐλογίας καρπούς προενήνοχε! Μακάριος ὁ οξ κος ὁ τὴν νοητὴν προτάξας σκηνήν! Τρισμακάριον τὸ τῶν τεκόντων κλέος, ὡς τὴν μόνην δεδοξασμένην κληρωσαμένων δόξαν! Τετιμημένη τῶν γενεαλογουμένων συμφυλετῶν ἡ προσηγορία· θεόπνευστοι τῆς παρούσης ἡμέρας αἱ προῤῥήσεις. Δεδοξασμένα τα τοῦ τόκου μηνύματα. Πεποθημένα σπάργανα τὰ τὴν βασιλικὴν δεξάμενα πορφύραν. Εὐλογημέναι αἱ χεῖ ρες, αἱ τῆς τῶν ὅλων προσψαύσασαι βασιλίδος. Ως λαμπρά τηνικαῦτα τὰ τῆς σωτηρίας ἡμῶν διανί σχοντα σύμβολα! ὡς ἀνεκλαλήτου τότε ἡ κτίσις ἐπληροῦτο τῆς εὐφροσύνης. Αἱ τῶν ἀγγέλων ἠγαλλιάσαντο χορεῖα,· τὰ τῶν ἁγίων Αγια πρὸς ὑποδοχὴν τοῦ μόνου ἁγιάσματος ἐξηυτρεπίζοντο. ΙΒ'. Πάντα τοιγαροῦν ἐπαγάλλετο τῇ κυηθείσῃ τότε· ἀλλ᾽ ὑπερεκχεῖται νῦν ἡ τότε χάρις. Υπερ πλεονάζει τῶν εὐφραινομένων ἡ ἀδιάδοχος θυμηδία. Ὑπερεκβλύζουσι τῆς ἀενάου χαρᾶς οἱ ποταμοί, καὶ κύκλῳ πᾶσαν τὴν ὑπ᾽ οὐρανὸν περιθέοντες, πλημ μύρουσιν τὴν ἀνεξάντλητον χάριν. Διηνοίγη γὰρ ἡ τῶν ἀγαθῶν ἄβυσσος, καὶ ταῖς ταύτης αναλόγως προχοαῖς τοὺς κεχαρισμένους συνεπιβάέει κρουνούς. Ὀχετηγεῖται νῦν τῇ κτίσει τοῦ ἑλέους ὁ πλούτος. Καρποφοροῦσε τὴν τῶν ἀρετῶν ἀφθονίαν αἱ λογικαί κοιλάδες. Νῦν οἱ ἀσύλητοι διανοίγονται θησαυροί. Νῦν αἱ τῆς βασ λείας ἀναπετάννυνται πύλαι. Τον μία τῶν λογικῶν ἀξία συγκροτείται χοροστασία. Αρτι τοῖς ἐπιγείοις τὰ οὐράνια συνήρμοσται. Νῦν
col. 585–586page 22 of 80
PG 127:585ἀγγελικαὶ συνεπαγάλλονται τάξεις. Νῦν αἱ νοερα φύσεις τῇ μεθ᾿ ἡμῶν συγχορεύουσι δόξῃ. Οὐρανὸν γὰρ τὸν σὸν ναὸν καὶ τὰ ἐν αὐτῷ τελούμενα οὐράνια κατανοοῦσι. Συνείρουσιν ἡμῖν τὰ εἰς Θεὸν εὐχαριστήρια. Τοὺς τοὺς τοῖς ὑμνηταῖς συνεξάδουσιν ἐπαί τους. Τῇ ὑπερφώτῳ σου συναστράπτουσι φαιδρότητι, καὶ τὸ τερπνὸν τοῦ νοητοῦ φωτὸς τῇ νοητῇ ἀπαστράπτουσιν αἴγλῃ. Ἀλλὰ πρὸς τὴν τῆς ἀποκυήσεως ἡμᾶς ὁ λόγος ἐκκαλεῖται χαράν, καὶ τῇ κυούσῃ συν δ επαγάλλεσθαι, καὶ συμπανηγυρίζειν προτρέπεται. Οὕτω γοῦν ἡ δικαιοτάτη τῶν μητέρων 'Αννα την ἀσύγκριτον ἀποκυήσασα μητέρα, πρός τε τὴν οἰκείαν ἅπαντας συγκαλουμένη χαρὰν, ἀπὸ τῆς ἀνωτάτω και νοερᾶς ἄρχεται μετακλήσεω;. ΙΓ-ΙΔ'. Δεύρο τῶν ἀσωμάτων ἐπιδημήσασα, φησὶ, χοροστασία, ἁρμόδιον σὺν ἐμοὶ τὴν πρὸς τὸν κοινὸν Δεσπότην ἀπήχει δοξολογίαν. "Αγε τῆς ἐμῆς καρποφορίας κήρυκες, τὴν ὑπὲρ ταύτης τῷ δεδωκότι διαπορθμεύσατε εὐχαριστίαν. Δεῦρο τοῦ γένους ἀρχηγέτα, εἴτὶς ἐστιν αἴσθησις ἀνακαλούμενος, πρὸς τὴν κοινὴν παραγενοῦ θυμηδίαν ᾖ καὶ τὰ τῆς προελπισθείσης ἀνακλήσεως κατα νόησον ἐνέχυρα· τὸ τῆς ἀρᾶς τοῦ δεσμοῦ λυτήριον· τὸ τῆς ἀϊδίου χαρᾶς προοίμιον· τὴν τῆς μωρᾶς μακρᾶς] καταδίκης ἐλευθερίαν. Ηκε τῆς τῶν ὠδίνων ὀδυνηρᾶς ἀπαλλαγῆς τὰ σύμβολα κομισομένη, προμήτορ. Δεῦρο, τῶν τῆς λύπης διαῤῥηχθέντων χειρογράφων τὰ εὐαγγέλια προκομίζου. Η τῶν προπατόρων καὶ δικαίων παρέστω χορεία, καὶ τὴν τῆς ἐκβάσεως ἀρχὴν τῶν ἐν ἐλπίσιν ἀγαθῶν κατανοείτω. "Αγε, τῶν προφητῶν ἡ διαπρύσιος συμφωνία, τῆς τῶν χρη σμῳδηθέντων ἐπαγγελίας τὸ πέρας ήδη καταβαλλόμενον θέασαι· τὰς προῤῥήσεις ἐπ᾽ εὐθὺ προϊούσας· τοὺς τύπους εἰς ἀλήθειαν, καὶ τὰ αἰνίγματα εἰς πράγματα μετακήρυττε. Δεύρο, προπάτορ Δαβίδ, τῇ ἐκ σῆς ὀσφύος ἀναδεδομένη συνεπα γάλλου, ἀδρυνομένῃ· τὸ βασίλειον ἐκ βασιλικῆς ἀνεβλάστησε στέλεχος. Αἱ ἀψευδείς ορκωμοσίαι τὸ πέρας εἰσδέχονται· ὁ βασιλικώτατος προτέ Θειται θρόνος. Τὸ ἀκατάλυτον τεθεμελίωται πα λάτιον. Η βασιλὶς καὶ θυγάτηρ, τὴν ἀκοὴν ὑπο θεῖσα, τὴν πατρώας ἐπαίουσά σου φωνῆς, ὑπερ άνω τῆς φυσικῆς ἀνάγκης ανήρτησεν ἑαυτήν. Οὐ δεσμεῖται τῷ πατρῴῳ νόμῳ, πρὸς τὴν τῶν τεκόντων συμπάθειαν. Επιλανθάνεται τῶν ἀν θρωπίνων, καὶ ἐν τοῖς αὐτῶν ἰδίοις τελοῦσα. Τῷ τοῦ βασιλέως καθαρωτάτῳ συνδέδεται πόθῳ. Πρὸς τὴν αὐτοῦ ἐπιθυμίαν τὰ οἰκεῖα τῆς καθα ρότητος ηὐτρέπισε κάλλη. Επιποθεῖ ταῦτα ὁ βασιλεύς. Επιτέρπεται ταῖς τῆς ἁγνείας ὡραιό τησιν· ἐραστὴς γὰρ τῆς ἀθιγοῦς καθέστηκεν καθαρότητος ώραιότητος. Καὶ γὰρ ταύτης μᾶλλον ἐρᾷ μόνης, ὡς τῷ ἀκροτάτῳ ἐκείνης κεκοσμημέ της. Λιτανευέτωσαν οἱ ἐν θεοπτίαις πλούσιοι τὸ αύτης ἐπιπόθητον πρόσωπον. Τὴν ἐναπόθετον αὐτῆς διανυμνείτωσαν δόξαν. Τὸν ἀποῤῥήτως ἐν γιο
col. 587–588page 23 of 80
PG 127:587αὐτῇ ἐγκεκρυμμένον μεγαλυνέτωσαν κόσμον. Τὴν διαχρύσοις ταῖς τοῦ Πνεύματος ἐλλάμψεσε πεποικιλμένην περαιρέτωσαν στολήν. Τὴν ἔσω θεν αὐτῇ τῶν ἀρετῶν περικειμένην καταπληττές σθωσαν τερπνότητα. Εὐτρεπίζετε τὰς συνεψ μένας αὐτῇ παρθένους. Τὸν λαμπαδηφόρον προ καταρτίζετε χορόν. Τὰς ἐν τῷ ναῷ τῆς τῶν ἁγίων ἁπάντων βασιλίδος κατακοσμεῖτε πορείας. Τὰς ἐπιβατηρίους αὐτῆς προαρμόζετε δοξολογίας. Ἰδοὺ γὰρ ἡ ὑποσχεθεῖσα παρεσχέθη· καὶ δεδο μένη, ἀντιδίδοσθαι τῷ δεδωκότι εὐτρεπίζεται. Δεῦτε δὴ, καὶ τῶν φυλῶν οἱ περιόντες ἔτι, οι τινές ποτε τὸ τῆς ἀτεκνίας ὄνειδος επετρέψατε τῇ εὐτεκνίᾳ τὸν μῶμον ἀποτριβέντα κατίδετε. Δεῦτε, μεγαλύτεκνον, τὴν ἄτεκνον θεάσασθε μητέρα. Συνεπαγάλλεσθε, πατρια), τὴν πατρώαν ἐκβεβηκυῖαν ἐλπίδα καθορῶσαι. Χαίρετε, συμφυλέται, καὶ τοῦ γένους μέτοχοι, τὴν κοινὴν εἰ κληρίαν ἀπειληφότες. "Ηδη καὶ τῇ ἐμῇ καὶ πάντων συνευωχήθητε εὐφροσύνῃ, τὴν ἐξ ἀκάρπου χώρας ὑπερβλύσαντα συλλεγόμενοι πλοῦτον· τὴν ἐξ ἀνίκμου πέτρας ἀναδεδομένην θεώμενοι πηγήν· τὴν τῆς στειρώσεως εὐκαρπίαν· τὴν τῶν ὀνειδισμῶν εὐφημίαν· τὸ ὑπὲρ ἐπίτευξιν πέρας τῶν προσευχῶν, καὶ τὴν τῷ γένει προϋποσχεσθεῖσαν εὐλογίαν ἐν ἀπορίᾳ τῆς φύσεως παραγενομένην. Ο ΙΕ· Οὕτω τῆς μητρός δοξολογούσης, καὶ τὴν έναποκειμένην εὐφροσύνην τῇ εὐχαριστία παραδεικνύσης, πρὸς κρείττονα τινα καὶ κατὰ λόγον διά νοιαν τοῖς ἐπιγινομένοις ἀνήγετο παραδέξοις. Τοῖ; γὰρ ἑπτὰ παρ' ἡλικίαν ἐξαμηνιαίοις βήμασι τὸ και νοφανὲς τῶν ἐσομένων τεκμηραμένη, τήν τε δια τριβὴν καὶ διαγωγήν τῇ τοῦ Θεοῦ σκηνῇ ἀφορίζει, καὶ, Ζῇ, φησὶ, Κύριος ὁ Θεός μου, οὐ μὴ περιπατήσῃς ἐν τῇ γῇ ταύτῃ, ἕως ἂν ἀπάξω σε ἐν τῷ ναῷ Κυρίου. Ο τῆς θεόθεν ἐλλαμφθείσης τῇ μη τρὶ χάριτος! Ο πνευματοκινήτου καὶ σοφωτάτ της κρίσεως! Παράδοξα, φησί, τὰ περὶ σὲ, τέκνον. Ξένα καὶ παρὰ προσδοκίαν τὰ ἐπὶ σοὶ παραδει κνύμενα μεγαλεῖα. Κατάλληλα τῇ ἀπεκδεχομένῃ σε διατριβῇ τὰ προϋποφαίνοντα ταύτην τεκμήρια. Οὐ τῇ κοινῇ γοῦν ἐνόν σοι παρίστασθαι γα Πρὸς τὸν ἱερὸν ἀπαχθήσῃ τόπον, ὡς ἐξῃρημένον ἐναύλισμα. Τῷ Δεσποτικῷ καθυπηρέτει να. Αθιγής χώρος, καὶ τοὺς ὑπεράγνους ὑποδεχές σθω πόδας. Ακοινώνητος διαγωγὴ τὴν ἀκηλίδω τον διατηρείτω περιστερὰν, ἣν ἐγὼ παρασκευάσω, ὡς ταῖς ὑποσχέσεσι τὸ πέρας ἐπιτιθεῖσα. ἐποίησε γάρ, φησίν, ἁγίασμα ἡ μήτηρ αὐτῆς ἐν τῷ κοιτῶνι, καὶ κοινὸν καὶ ἀκάθαρτον οὐκ εἴα διέρχεσθαι δι' αὐτοῦ. Ἐχρῆν γὰρ τὸ διακεκριμένο, τέμενος, ἐν ἀφιερωθεῖσιν ἐνδιαιτάσθαι ταμιεύεις. Εδει τοῖς ἑπομένοις παραδόξεις καταλλήλως τὰ τῆς νηπιότητος προβαίνειν τῆς παραδόξῳ τετιμημένης ἀξιώματι· τῆς μόνης τοῦ ἀνθρωπείου γένους τὴν ἀνωτάτω κεκληρωμένης προεδρίαν· τῆς τούτου μέν μὴ ἐκστάσῃς, ὑπὲρ πάντα δὲ τὰ κτίσματα δεδοξασμένης ἀσυγκρίτως. Οὕτω μὲν ἡ ἱσία καὶ μεγαλ ψυχος μήτηρ· ὁ δὲ δὴ πατὴρ τῇ αἰσθητῇ φιλοφροσύνῃ τὴν νοητὴν παρίστησι θυμηδίαν, καὶ τῷ προϊόντι χρόνῳ τὴν συνεπιδιδομένην ἔργῳ καθυπέφαινεν εὐ φροσύνην. Τόπον γὰρ καὶ μεγαλοπρεπῆ, καὶ ποικ τον παρασκευάσας, τοῖς τῶν ἐδωδίμων ἡδίστοις τὸ τῆς περιχαρείας γλυκύτατον τοῖς ἱερεῦσι καὶ διδα
col. 589–590page 24 of 80
PG 127:589σκάλοις συμπαρετίθει. Τούτου; γὰρ δὴ συγκεκλημένους ἀνακλίνας, τῷ φαιδροτάτῳ τῆς γνώμης κατα γλυκαίνει μᾶλλον, ἢ τοῖς διαφόροις τῶν ἡδέων, ᾿Αλλὰ γὰρ καὶ θεία τις ἦν ἡ καθηδύνουσα τότε την εὐωχίαν χάρις, ἥτις τὸ ὑπεργλυκύ τε καὶ ἀκόρεστον ὑπεδήλου τῆς τεχθείσης, καὶ τὴν ἐσομένην δι' αὐτῆς ἀδιαφόρητον προανεκήρυττε τῆς θεογνωσίας ἡδύτητα. Οὕτω τοίνυν μεγαλοπρεπῶς ἑσταθέντας, καὶ ἡ τοῦ Πνεύματος τοὺς κατ' ἀξίαν αὐτῶν ἐμφορεί χάρις, δι' ὧν τῇ προταθείσῃ δεήσει τὰ δι᾽ ἦν αὐτῇ προσήγετο μεγαλεία κατεμήνυεν. Αχθείσης γὰρ ἐπ' ἀγκαλῶν φερομένης ἐπὶ τῆς εὐωχίας τῆς κοινῆς ἁπάντων εἰφροσύνης, τῆς μόνης ἀστείῳ καὶ ἀσυγκρί των καταλαμπομένης κάλλει· τῆς τὴν ἀνόθευτον περικειμένης ώραιότητα· τοῦ εὐγενοῦς τοῦ γένους βλαστήματος· τῆς εὐθαλούς παραφυάδες της φύσ σεως· τῆς τοῖς συμβόλοις τῆς ἀδιαδόχου φαιδρυνομένης χαρᾶς· τῆς τοὺς θησαυροὺς τῶν ἀγαθῶν, καὶ τὸν τῆς εὐλογίας ταμιευσαμένης πλοῦτον, κατα πλήττονται μὲν πρῶτον τῷ θεοειδεῖ ταύτης οἱ ὁρῶν τις κάλλει· θυμηδίας δὲ αὐτίκα χαριεστάτης ἡ εὐωχία πληροῦται, πάντων αὐτοῖς τῶν παρόντων συνησθέντων ἐπίσης· καὶ τῶν μὲν κεχαρισμέναις δεξ:ουμένων φωναῖς· τῶν ἱερέων δὲ, κρείττοσι ταῖς πρὸς τὸ θεῖον εὐχαριστίαις τὰ τῆς θεοπνεύστου συν αναφερόντων ίκεσίας ῥήματα· ταῦτα δὲ τοιαῦτά τινα προτείνετο, ὡς προφητεία, δηλαδὴ τῶν ἐσομένων είναι βεβαιοτάτην νομίζεσθαι. 15'. Οἱ μὲν γὰρ τὴν τῶν προπατόρων ἐπικαλούμενοι Θεόν, εὐλογῆσαι τὴν παῖδα, καὶ διαιωνίζον αὐτῇ παρέξειν ὄνομα προσηύχοντο· οἱ δὲ τὴν τῶν ὑψωμάτων ἐπιβλέψαντα Θεόν, ἀδιαδόχῳ ταύτην εύ λογία κατακοσμῆται. Δὺς γὰρ αὐτῇ, φησίν, ὄνομα αἰώνιον ἐν πάσαις ταῖς γενεαῖς, καὶ εὐλόγησον αὐτὴν εὐλογία, ἥτις διαδοχὴν οὐχ ἕξει. Πάντα προκηρύγματα τῶν ἐκβεβηκότων ἤδη· τὸ αἰώνιον ὄνομα, τὸ πάσαις θρυλλεῖσθαι ταῖς γενεαῖς, καὶ ἀδιάδοχον εἶναι τὴν εὐλογίαν. Τῶν ὑψωμάτων δὲ, τὸν τῶν θαυμασίων ἐπεκαλούντο θεὸν, τὸν ἐξαίσια καὶ ἀπόρρητα καινοτομούντα πράγματα, τὸν πᾶσαν γεννητὴν ὑπεραίροντα νόησιν. Ο Θεός, φησί, τῶν ὑψωμάτων, ἐπίβλεψον ἐπὶ τὴν παῖδα ταύτην, καὶ εὐλόγησον αὐτὴν εὐλογίαν, ἥτις διαδοχήν οὐχ ἕξει. Τῶν ὑψωμάτων, φησί, τῶν ὑψηλοτέρων νοήσεως· τῶν ἐξῃρημένων διανοίας· τῶν ἀνερμηνεύ των καὶ ἀκαταλήπτων. Υψηλὸς γάρ ἐστιν ἐπὶ πάντας τοὺς λαοὺς ὁ Κύριος· τουτέστι, θαυ μαστότατος, καὶ πάσης λογισμῶν περινοίας ανώ τερος. Οὐκ ἐννοεῖται νῷ τὰ παράδοξα· οὐχ έρ μηνεύεται λόγῳ· ὑπεράνω τῶν οὐρανῶν περιίπταται· τῆς τῶν ἀσωμάτων νοήσεως ἀποκρύπτεται τὴν τῶν πολυομμάτων ὀξυωπίαν ὑπεκφεύγει· θαύ ματι μόνῳ καὶ ἀφασίᾳ τὸ καταληπτὸν ἔχει. ΙΖ'. ᾿Αλλὰ πρὸς τὴν γλυκεῖα, πάλιν ἡμᾶς ἡ μήτηρ ὧν γενεσίων ἐπισυνάγει πανδαισίαν, καὶ τὴν ἐκ ιαδοχῆς αὐτῇ προσάδειν εὐχαριστίαν παρακελεύε
col. 591–592page 25 of 80
PG 127:591ται. Οὕτω γὰρ ἀμοιβαίοις τοῖς τῆς δοξολογίας ἡδύ σμασι τοὺς πάλαι, καὶ τοὺς νῦν φιλοφρονείται δαιτυμόνας. Ὡς ἡδεῖα τοίνυν ἡ τῶν ἐκείνης ἐπασμάτων ᾠδή! Ως παθειναὶ τοῖς θεωμένοις αἱ τε μητρῷαι πρὸς τὸ φίλτατον περιπλοκαί, καὶ αἱ σὺν εὐχαριστία κηρυττόμενα: τηνικαῦτα προφητεῖαι! Ἐπειδὴ γὰρ σύμφωνα τοῖς ἤδη προαγγελθείσι τά τε παρὰ τῶν ἱερέων λεγόμενα, καὶ δι᾿ ἐντεύξεως προσφερόμενα κατείδε, οὐκέτι σιγῇ τὴν προφητικήν ώδινομένην κατέχει χάριν· ἀλλὰ προάγει τὸν ἐναποκείμενον θησαυρὸν, καὶ δημοσίᾳ τὸν κοινὸν καὶ οἰκεῖον προ τίθησι πλοῦτον. ᾿Ανελομένη γὰρ ἡ μήτηρ ἐκ μέσης τῆς πανδαισίας τὸ ἐντρύφημα αὐτῆς, καὶ τῆς ὅλης φύσεως ήδυσμα, ἐπί τε κόλπων ἀναπαύσασα, περ. επλέκετο καὶ κατεφίλει, καὶ σπουδαίως ἐν τῷ ἁγιά σματι εἰσκομίσασα, ζεούσῃ γνώμῃ, καὶ ἐπινοίᾳ θερμοτέρα τοῦ Πνεύματος εἰς ἐξάκουστον τὴν εὐ χαριστήριον ᾠδὴν καὶ προφητείαν ἐπῇσε, λέγουσα "Ασω δὴ ᾠδὴν Κυρίῳ τῷ Θεῷ μου· ὅτι ἐπεσκέψατο με, καὶ ἀφείλετό μου τὸ ὄνειδος, καὶ ἔδωκέ μοι καρπὸν δικαιοσύνης αὐτοῦ, μονοούσιον, καὶ πολυπλούσιον αἰώνιον. Ἐκ περιχαρείας οὐ μόνον μεγίστης, ἀλλὰ καὶ ἀσφαλούς προφητείας, και πί στεως τῶν ἐκβησομένων τὰ ἐπαδόμενα παράγεται σεμνὰ μὲν καὶ λεγόμενα, σεμνότερα δὲ καὶ νοού μενα τῷ βάθει τῶν ἐγκεκρυμμένων μυστηρίων. Ασω δὴ ᾠδὴν Κυρίῳ τῷ Θεῷ μου. Τὴν ὑπὲρ τῶν παραδόξων, φησίν, ᾠδὴν Κυρίῳ τῷ Θεῷ μου ᾆσω. Αὐτοῦ γὰρ δυνάμει τά τε παρ' ἐλπίδα ἐξέβη, καὶ ἡ τῆς φύσεως ἀνερώσθη ἀσθένεια. Τῇ αὐτοῦ φιλανθρωπίᾳ, τῶν τε τῆς στειρώσεως ἀπελύθην δεσμῶν, καὶ τῶν τῆς ἀτεχνίας ἀπηλλάγην ὀνειδισμών. Αφεί μου τὸ ὄνειδος, φησί, καὶ ἔδωκέ μοι καρ πὸν δικαιοσύνης αὐτοῦ. Πάντα τῷ δεδωκότι ἀνα τίθησιν, οὐδὲ τὸ τυχὸν ἑαυτὴν λογιζομένη εἰσκεκομικέναι τῷ πράγματι. Τοῦτο γὰρ καὶ τὸ περὶ τὴν δέησιν διηνεκῶς, καὶ δεῖγμα ταπεινώσεως ἀψευδοῦς ἡ τοιαύτη καθέστηκε κρίσις. Οὐ γὰρ, Εὐχῆς, ἡ δα κρύων, ἢ πόνων, ἔφη, καρπόν· ἀλλὰ, Δικαιοσύνης αὐτοῦ. Μόνης, φησί, τῆς αὐτοῦ δικαιοσύνης τὸ δῶ ρον· ὡς εἰ ἔλεγεν, ὅτι δικαιοσύνῃ αὐτοῦ γενήσεται πάντα νοῦν ὑπερεχούσῃ, ἡ περὶ τὸ οἰκεῖον πλάσμα κηδεμονία. Καὶ θέα, ὅπως σεμνῶς ὁμοῦ, καὶ βα θέως τὴν θείαν οἰκονομίαν ἐδήλωσεν. Ὑπὸ τοῦ θείου γὰρ ταύτην ἐμυσταγωγεῖτο Πνεύματος. Μονοούσιον δὲ, ἢ τὴν μονογενῆ φησιν, ἢ τὴν μόνην ἐπὶ τὴν τοιαύτην ἐκλελεγμένην δικαιοσύνην· ἦν καὶ πολυ πλούσιον λέγει, ὡς τοῦ περιουσίου πρόξενον πλού του. Ἐπειδὴ γὰρ πολυπλούσιον ἔφη καρπὸν, ὅπως ἂν μὴ ἐπίκηρόν τις οἰηθείη τὸν τοιοῦτον, τὸ διαιωνίζον, καὶ ἀτελεύτητον αὐτοῦ ἐπισημαίνεται. Αδιά δοχον γὰρ τοῦτον, ὃν περιούσιον όντα κεκλήρωται, ὑπὲρ ἔννοιαν καὶ προσδοκίαν τὸν ἀναφαίρετον ὑπεδέξατο θησαυρόν. Ὑπὲρ ἅπασαν ἐκδοχήν, ἡ τῶν ἀγα θῶν αὐτῇ καὶ ἀνεξαντλήτων ἀνέβλυσε πηγή. ούσιον γάρ, φησὶ, καὶ πολυπλούσιον παρέσχεν αἰώνιον. Μόνος γὰρ οὗτος πολύολβος ἐν πάσαις γενεαῖς ὁ καρπός· μόνος τῆς ἀφθαρσίας πρόξενος μόνος ἐκ μόνης ἀγεωργήτου χώρας τὴν ἀφθαρσίαν
col. 593–594page 26 of 80
PG 127:593ἐναρποφόρησε μόνος τοὺς τῆς εὐλογίας διήνοιξε θησαυρούς· μόνος τὰ τῆς χαρᾶς διανεκάλυψε τα μιεῖὰ· μόνος τὴν ἀείμνηστον τοῖς ἐνέγκασιν εἰσκεκόμικε δόξαν· μόνος τὴν αἰώνιον τῷ γένει προανεκήρυξε βασιλείαν. ΙΗ'. Αλλ' επείπερ αἱ δ:ὰ σοῦ ἐπιγινόμεναι χάριτες, ὦ Δέσποινα, ὑπὲρ ἔννοιάν εἰσι καὶ λόγον, ἀνάγκη διὰ τοῦτο καὶ τὴν τῶν ἐγκωμίων αὐτῶν μεγαλειότητα ὑπερόριόν τε εἶναι, καὶ πᾶσαν ἐπιδεικτικὴν διαδιδράσκειν ἐπίνοιαν, ὅτι ἡμεῖς ἀσθενεῖς τυγχάνο μεν. Τὴν (ισ. πλὴν τὴν κατὰ δύναμιν οἱ εὐεργετηθέντες λείπ. προπάτορες, σὺν τῇ μητρὶ ἀποπληροῦσιν εὐχαριστίαν. Ηλίκην γὰρ ταύτῃ ἐπελέξαντο τῶν αἰωνίων ἀπολυθέντες δεσμῶν, καὶ τῆς ἀφεγγοῦς ἐκείνης ἀπαλλαγέντες φρουρᾶς ἡνίκα διὰ τῆς ἐκ σοῦ προσληφθείσης σαρκός, τὸν θάνατον ἑώρων καταπατούμενον· τὰ ταμιεῖα τοῦ είδου κενούμενα· καὶ πάντας μὲν νεκροὺς ὑφ᾽ ἕν ἁρπαζομένους, καὶ τῆς τυραννούσης ἀπαλλαττομένους δυνάμεως· ἑαυτοὺς δὲ, πρὸς ζωήν αιώνιον παλινδρομοῦντας; Οίας δὲ νῦν τὰς εὐφημίας ὁ προπάτωρ Αδάμ εγκαλλωπιζόμενός σοι προβάλλεται, λέγων Ο θύγατερ, οἷον ἐξ ἐμῶν ὠδίνων ἀνέδραμες βλά στημα! οἷον στέλεχος ἡ κατ' ἐμὲ φύσις ἀνέθηλεν! οἷον τὸ τῆς εὐλογίας ἐξήνθησεν ἄνθος! ἄνθος τὸ τὴν χαρὰν εὐωδιάσαν, τὸ τὴν ἀηδίαν τῆς ἐμῆς ἀποσοβῆσαν λύπης· ἄνθος τὸ τὴν ἀμάραντον τερπνότητα κυπρίσαν· ἄνθος, ἐξ οὗ τὸ πολύτιμον απεθλίβη μύρον· ἀφ' οὗ ἡ μυρωδία τῆς ἐμῆς διέπνευσεν ἀναπλάσεως. "Ο βλάστημα, δι' οὗ τὸ τοῦ φυτοῦ ἀπεμαράνθη Εγκλημα· βλάστημα, ἐξ οὗ τὸ ξύλον τῆς ζωῆς μετὰ σαρκὸς ἀκεφύη· δι' οὗ ὁ τῆς παρακοῆς ἀπεῤῥιζώθη θάνατος. Ο ρίζα, ἡ τὸ τῆς ἀναστάσεως ἀναβλαστήσασα δένδρον τὸ τὴν ἀθανασίαν κομῶν· τὸ τὴν εὐθηνίαν τῆς χάριτος καρποφοροῦν, οὗ ὁ καρπὸς οὐκ ἀπορρυήσεται, καὶ ἡ ἀπόλαυσις εἰς αἰῶνας διαφυλαχθήσεται. "Ο θύγατερ εὐφροσύνης πρόξενε· ἀγαλ λιάσεως αἰτία, χαρᾶς μεσίτις. Ο λύπης ἀπαλ λαγή· κατηφείας ἐλευθερία· πόνων ἀναψυχή Ιδρώτων ἀνοχή. Ο χρυσούριε ἀμνάς, ἐξ ἧς ὁ Κτίστης τὸ τῆς φύσεως ἐνδυσάμενος περιβόλαιον, τὴν ἐμὴν περιέστειλε γύμνωσιν· τὸ τῆς αισχύνης περιεκάλυψεν αἶσχος· τοὺς δερματίνους διέρρηξε χιτῶνας· τὴν πρώην ἡμφίασεν εὐπρέπειαν· τὴν ὡραιότητα τοῦ ἀρχετύπου περιέθηκε κάλλους. Χαίροις οὖν, ὦ θύγατερ, τὸ τῆς ἐμῆς παρρησίας στόμα· τὸ τῆς προμήτορος ἐγκαλλώπισμα· ἡ τῶν ὠδίνων ταύτης θεραπεία· ἡ θυμη δια των προπατόρων, καὶ τοῦ γένους εὐφροσύνη. Χαίροις, ὦ θύγατερ καὶ δέσποινα. Δέσποιναν γάρ σε κηρύττομεν, εἰ καὶ θυγατέρα γινώσκομεν. Βασίλισσάν σε δοξάζομεν οἱ συνδοξαζόμενοι τῇ δόξῃ σου· οἱ ἐγκαλλωπιζόμενοι τῷ πλούτῳ σου οἱ τὴν ἀρχαίαν διὰ σοῦ ἀπολαβόντες ἀξίαν, καὶ τοῖς σοῖς ἐπιτερπόμενοι κάλλεσι. Ταῦτα μέν σοι ο Ο
col. 595–596page 27 of 80
PG 127:595τὰ τῶν προπατόρων εὐχαριστήρια· τὰ δὲ τῶν προφητῶν καὶ δικαίων οἷς καὶ ὅταν ὁ παρὼν ἀνακηρύξει λόγο:. ΙΘ'. Ἐπεθύμουν γὰρ τὴν ἡμέραν ἰδεῖν τὴν σὴν, καὶ περιχαρῶς ἐπεθύμουν. Ἐπεζήτουν τῶν ἐπηγγελμένων τὸ πέρας, καὶ ἐν Χριστῷ μυσταγωγούμενοι ἐκβαίνειν τὸ τοιοῦτον, σὺν εὐφροσύνῃ τὸν τῆς ἐκβάσεως ἀνη ρεύνων τρόπον. Αγαλλόμενοι τὴν ἔντευξιν ἐποιοῦντο. Χαρᾷ τὴν ἱκετηρίαν ἀναμίξαντες, τὸ ποθούμενον ἐπεζήτουν. Ηγαλλιάσαντο ἰδόντες τὴν ἡμέραν τὴν σήν, ἡμέραν ταύτην τὴν τῆς γεννήσεως, ἐν ᾗ τὸ τῆς οικονομίας ἀπεκαλύφθη μυστήριον· ἐν ᾗ ὁ σὲ τοῦ γένους ἐκλεξάμενος. διὰ σοῦ τὴν ἀναφαίρετον τῆς κτίσεως ᾠκονόμησε χαράν. Εἶδον, φησὶ, καὶ ἐχάρης σαν. Εἶδον ὡς παρόντα μυστικῶς τὰ μέλλοντα. Κατ ενόησαν ἀπόρρητον Θεοῦ πρὸς ἀνθρώπους κένωσιν. Εἶδον τὴν ἐκ σοῦ τοῦ Λόγου σάρκωσιν. Ἐμυσταγωγή θησαν καινὰ καὶ ἀνεκλάλητα μυστήρια· ξένην τοῦ γένους ἀνάπλασιν· ὑπὲρ ἔννοιαν καταλλαγάς. Εἶδόν σε θρόνον χερουβικών· παστάδα βασιλικήν· ὑπερουράνιον οὐρανόν· ναὸν ὑπεράγιον· σκηνὴν πολυώνυμον. Εϊδόν σε στάμνον κεχρυσωμένην τῷ Πνεύματ στάμνον τὸ τῆς ἀθανασίας κατέχουσαν μάννα τρά πεζαν τὸν τῆς ζωῆς ἐπιφέρουσαν ἄρτον. Εἶδόν σε ἐν κόλποις κατέχουσαν, τὸν ἐν τῷ Πατρικῷ αύλιζ μενον κόλπῳ· τὸν σύνθρονον τῷ Γεννήτορι· τὸν τῆς ὑποστάσεως αὐτοῦ χαρακτῆρα· τὸ ὁμοφυές ἀπαύγασμα· τὴν ἰσοσθενῆ δύναμιν· τὴν ὁμοούσιον δόξαν· τὴν ἀδιαίρετον εξουσίαν· εἶδον σαρκικῶ; ; ἐν ἀγκάλαις σου περιγραφόμενον, τὸν σπιθαμή τι πάντα περιγράφοντα· τὸν μόνῳ νεύματι τὴν τῶν ὄντων ὕπαρξιν δημιουργοῦντα· τὸν οἰκείᾳ προνοία τὴν τῶν γεγονότων σύστασιν περικρατοῦντα· τὸν Βασιλέα καὶ Κτίστην τῶν οὐρανίων Δυνάμεων. Ο τοῦ πλούτου τῆς χρηστότητός σου, Κύριε! Υπερ υψοῦμέν σε, Δέσποτα· τὴν σὴν ὑπερευλογούμεν κτ δεμονίαν· ὑπὲρ πάντων μὲν ὧν εἰς ἡμᾶς ἔδρασας εὐεργεσιῶν, ὑπὲρ δὲ τούτου μᾶλλον τοῦ μυστηρίου, καὶ ἀνθ' ὧν τοιοῦτον ἡμῖν ἐγκαλλώπισμα τὴν σὴν πανάχραντον δεδώρησαι Μητέρα τὴν κοινὴν τῆς χαν ρᾶς αἰτίαν· τὸ ἀγαλλίαμα τῶν οὐρανίων ταγμάτων τὴν ἀκατάλυτον εὐφροσύνην τῆς φύσεως· τὴν θυμη δίαν τοῦ γένους· τὴν τῶν ἀπειρηκότων προγόνων ἀναψυχὴν· δι' ἧς αἱ τῶν δακρύων τῆς προμήτορος ἐπεσχέθησαν βοαί· δι' ἧς οἱ τῶν ἱδρώτων του προ πάτορος ἀνεκόπησαν κρουνοί· ἡ τῆς λύπης ἀναίρεσις ἡ τῶν ὠδίνων ἴασις· ἡ τῶν στεναγμῶν ἀπαλλαγή ή άφεσις τῶν πόνων· ὁ τῆς ἀϊδίου καταπαύσεως ἐγκαινισμός. Ο Κ'. Ηνεσάν σε, Δέσποτα, πᾶσαι νοεραὶ δυνάμεις, ἡνίκα ἥλιον καὶ σελήνην σὺν τοῖς ἄστρα, παρήγαγες· πολλῷ δὲ μᾶλλον νῦν, ὁπότε τοῦ ἡμετέρου γένους εἰς τὴν τοῦ φοβεροῦ μυστηρίου ἐκπλήρωσιν τὴν σὴν πανάχραντον παρείληφας μητέρα, καὶ τοιού τον ἡμῖν ἐναπέθου τὸν θησαυρόν· τοσαύτην υπεστή ρίξας τὴν ἐλπίδα, ἡ τῆς τοῦ γένους ἡμῶν εὐκλη
col. 597–598page 28 of 80
PG 127:597ρίας Ηλίκης τῆς μεσιτείας ἐπέτυχε! Τίς ἂν ἀγγελική χοροστασία, τὸν ταύτης επάξιον τῆς δι ρεᾶς ἐνέγκῃ σοι λόγον; Ποῖα στόματα τὴν ἀσίγητον ὑμνολογίαν ᾄδοντα, τὴν ὑπὲρ ταύτης ἰσχύσειεν εὐ χαριστίαν σοι προσοῖσαι; Προέστησας αὐτὴν τοῦ ἡμετέρου γένους· δι' αὐτῆς τὴν πρὸς ἡμᾶς ἀπορ ζήτως ἐνήργησας συγκατάβασιν: ἐξ αὐτῆς τὸ ἡμῶν περιεβάλου φύραμα, καὶ τοῦτο δι' αὐτῆς ἐκαινο ποίησας· δι' αὐτῆς σὺ τὴν πρὸς ἡμᾶς, καὶ διὰ σοῦ τὴν πρὸς τὸν Πατέρα καταλλαγὴν ἡμῶν ἐπραγματ τεύσω. Εδωκας αὐτὴν στόμα καὶ καύχημα τῇ ἀν Ορωπότητι. Ετίμησας δι' αὐτῆς τὴν πρώην ἡμῶν ἠτιμωμένην φύσιν· ἐδόξασας δι' αὐτῆς τὴν ταύτης ἀδοξίαν. Δι' αὐτῆς τὴν ἀμορφίαν ἡμῶν ἐκαλλώπισας, καὶ τὴν ἀκοσμίαν κατεκόσμησας. Τέθεικας αὐτὴν μεσίτιν, χειραγωγοῦσαν μὲν ἡμᾶς πρὸς τὴν σὴν ἀγαθότητα, τὰ δὲ τοῦ γένους ἐπανορθουμένην πταίσματα. Σὺ γέφυραν ταύτην κατεσκεύασας ἐκ τῶν τοῦ κόσμου σάλων διαπερῶσαν, καὶ πρὸς σὴν γαλήνην καθοδηγοῦσαν. Σὺ κλίμακα ταύτην ὑπήρει σας, ἐξ ἀθυμίας εἰς εὐφροσύνην, καὶ ἀπὸ γῆς εἰς οὐρανὸν ἀναφέρουσαν. Σὺ λιμένα ταύτην σωτήριον πεποίηκας. Σὺ τεῖχος ἀπολιόρκητον, καὶ ἀῤῥαγές περιχαράκωμα ταύτην ἐθεμελίωσας. Σὺ ὅπλον ἀπο ριμάχητον, καὶ ἀκαταγώνιστον τρόπαιον ταύτην ἀνέδειξας. Σὺ κατάλληλον ἰατρεῖον ψυχῶν τε καὶ σωμάτων ἀπειργάσω· τὴν τῶν θλιβομένων παρα μυθίαν· τὴν παράκλησιν τῶν ὀδυνωμένων. Τὴν ἀνα ψυχὴν τῶν ἀθυμούντων· τὴν πᾶσι τὰ πάντα γινομένην, ἵνα τὰ τῆς φύσεως θεραπεύσῃ τραύματα. ΚΑ'. 'Αλλ', ὦ πολυπόθητον ἡμῶν σεμνολόγημα, ὁρᾷς οἴας ἐπὶ σοὶ τὰς εὐχαριστίας ἐγκαλλωπιζόμενοι πλέ κομεν; Οἷον τὸ καύχημα προβαλλόμεθα; Μέγα ὄντως, καὶ τῆς τοῦ Δεσπότου χάριτος τεκμήριον. Σὺ δὲ ἡμῖν καταλλήλως ἀντιδίδως τὰς εὐεργεσίας, εἰ καὶ λόγου παντὸς καὶ εὐφημίας εἰσὶν ἀνώτεραι. 'Ημεῖς τοίνυν συνομολογοῦμεν, οὐ μόνον ἐπιτυγχάνειν αὐτῶν, ἀλλὰ καὶ πάντη τῆς κατ' ἀξίαν ἀπο λείπεσθαι δοξολογίας. Τοιαῦται γάρ εἰσιν, ὡς μήτε διανοία ληφθῆναι δύνασθαι, μήτε λόγῳ ῥηθῆναι. Τοιούτοις σε τοῖς θαυμασίοις ὁ κοινὸς κατεκόσμησε Δεσπότης. Τοιαύτῃ σε τῇ ἐξουσίᾳ τετίμηκε. δέσποιναν σε τῶν ὄντων προθέμενος, τῇ τῆς κυριότητος ἐβεβαίωσεν ἀρχῇ· διὸ τὸ ταύτης ἀπαρέγκλιτον τῇ τῶν πραγμάτων επισφράγισεν ἐκβάσει. "Αγεις γὰρ καὶ βασιλεύεις, καὶ κρατεῖς τῶν ἁπάντων κτισμά των. Τοῦτο αὐτῷ δοξολογία· τοῦτο θέλημα. Διὰ σοῦ τὸ αἰκεῖον εὐεργετείται πλάσμα· καὶ φιλεῖ μὲν ἐκεῖ νος τὸ σὸν ἀποπληροῦν θέλημα, φιλεῖς δὲ σὺ ταῖς ἡμῶν ἐπινεύειν δεήσεσι. Σὲ μόνην τὴν οἰκείαν μια μουμένην προειδὼς εὐσπλαγχνίαν, τὸ δυνατὸν τῇ βουλῇ συνέζευξε. Τῇ τῆς προαιρέσεως ἡσθεὶς φιλανθρωπίᾳ, ἄφθονον τὴν εὐπορίαν παρέσχετο. Χαίρει τοῖς οἰκτιρμοίς σου. Καὶ γὰρ θελητὴς ἐλέους, καὶ Πατὴρ οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως μόνος καθέστηκε. Ταύτην αὐτουμένοις τὴν χάριν δίδου, καὶ μὴ ἐφόδοις ἁμαρτημάτων τὰ τῆς δωρεᾶς

Oration IIIOratio III

col. 599–600page 29 of 80
PG 127:599ἀντανέλῃς εὐεργετήματα· ἀλλὰ κἀκείνων μὲν τὴν διόρθωσιν, καὶ τούτων δὲ τὴν ἐκπλήρωσιν φιλαγαθως καὶ εἰς τὸ ἀπό δοσιν τοῦ ναοῦ εἰς τὰ ἅγια τῶν ἁγίων τῆς ὑπεραγίας Θεοτόκου· καὶ εἰς τὸν ἐδέξατο αὐτὸ ὁ ἱερεὺς καὶ ἐφίλησεν αὐτὸ, καὶ εἰς τὸ ἑξῆς. καὶ ἐδέξατο αὐτὴν ὁ ἱερεὺς, καὶ καταφιλή οικονομοίης, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν ᾧ πρέπει δόξα, καὶ κράτος, σὺν τῷ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΛΟΓΟΣ Γ'. Εκλεγεὶς ἀπὸ τῶν θείων Γραφῶν εἰς τὸ ς νετο τριετὴς ἡ παῖς, ο κ. τ. λ. Α΄. Φαιδρὸν τὸ τῆς παρούσης ἑορτῆς σύνθημα· διδ πρὸς ἄπειρον φῶς τὸν πρὸς αὐτὴν συνειλεγμένον παρορμα σύλλογον· λαμπρὸν τὸ τῶν παρόντων λό γων τεκμήριον, καὶ πλήρεις δόξης καρποῦσθαι τὰς ὑποθέσεις κατεπαγγέλλεται. Οὐδὲ γὰρ οὕτω λειμώνων κάλλος τοῖς ἔξω περιθέουσε, ποθεινὴν τὴν τῶν Ενδον παρασκευάζει ἐπίβασιν, ὡς ὁ εὐώδης τῶν έγκωμίων τῆς Παρθένου παράδεισος, ἐπέραστον τοῖς βουλομένοις τὴν εἴσοδον τίθησι. Καὶ γὰρ λειμὼν οὖ τος καὶ λειμώνων ὁ εὐωδέστατος, οὐκ ἐαρινοῖς ἐπισ κομῶν ἄνθεσιν, εὐμάραντον ἔχουσι τῆς ὥρας τὴν τέρψιν· ἀλλὰ χάριτος ἐκπέμπων εὐωδίαν, μυρίζει τὴν αἴσθησιν καὶ τὸν νοῦν πρὸς ἑαυτὸν τῷ ἡδίστῳ τῶν ἀκουσμάτων καταθέλγει· ἐπ' ἐκείνων μὲν γὰρ κόρον ἡ αἴσθησις λαμβάνουσα, τῶν ὕστερον ἐμφαινομένων, οὐχ᾽ ὁμοίως την τερπνότητα δέχεται· ἐπὶ δὲ τούτων, τῶν φθασάντων μὲν ἡ εὐωδία παρέμεινε, τῶν ἐπιόντων δὲ, μείζων ἡ ἔφεσις ἐπιγίνεται· κἀκ μὲν ἡ θέα, συμμαραινόμενον ἔχει τῷ χρόνῳ τὸ κάλε λος· ἐνταῦθα δὲ ἡ εὐπρέπεια, διαιωνίζουσαν φέρει τῇ ψυχῇ τὴν ἀπόλαυσιν. Β'. 'Αλλ' οὐ παραδέχεται τὴν εἴσοδον ὁ τοῦ πνεύ ματος νόμος, ἐὰν μή τις πλύνῃ τὸ τῆς συνειδήσεως αὐτοῦ ἱμάτιον, κατὰ τὸ Μωσέως παράγγελμα, δ νεκρᾶς τινος καὶ βδελυκτῆς ἐννοίας ἁψάμενος. Καὶ καθάπερ ἐπὶ τῶν παρόντων βασιλέων οἱ κύκλῳ δορυφορεῖν λαχόντες, ἂν μὲν περίδοξον καὶ λαμπρότα τον κόσμον, καὶ τῆς τοῦ κρατοῦντος φαιδρότητος ἄξιον περιβεβλημένοι ὦσιν, ἔχονται σὺν παρρησία τῆς δορυφορίας· ἂν δὲ δυσείμονα καὶ στυγνότατον καὶ τῆς βασιλικῆς ἀποδέοντα παραστάσεως, συνεξω θοῦνται καὶ ἀπορρίπτονται· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς Βασιλίδος ἡμῶν συμβαίνειν ὑποληπτέον. Εἰ μὲν γὰρ ἀρεταῖς περικεκοσμημένοι ὦμεν, καὶ καθα ρότητι λελαμπρυσμένοι, ἀκώλυτον ἕξομεν τὴν πρὸς αὐτὴν δορυφορίαν· εἰ δὲ τὴν τῶν ἁμαρτημάτων σας εὐλόγησε, κ. τ. λ.
col. 601–602page 30 of 80
PG 127:601λώδην, ὥσπερ τινὰ σκοτεινὴν στολὴν ἐνδεδυμένοι τύχωμεν, πόρρω ποῦ τῆς ταύτης αποκληθησόμεθα λειτουργίας. Δέδοικα μὲν οὖν ἐγὼ μή πως μόνος τὸ ζοφερόν τῶν ἁμαρτημάτων περικείμενον ἔνδυμα, άξιον περι βέλαιον τῆς Βασιλίδος οὐκ ἔχων, φωνῆς ἀκούσω δια καίως ἀποφαινομένης· Ἑταῖρε, πῶς τῶν ταύτης καθαρωτάτων κατετόλμησας λόγων, υπῶν τῇ ἁμαρ τίᾳ, καὶ σκοτεινὸν ἐπιφερόμενος σχῆμα; Επεὶ τοιοῦ τον φέρων ένδυμα, τούτοις αὐθαδῶς εἰσεπήδησας, ἔξω τῶν αὐτῆς ἐκδιωχθήσῃ περιβόλων. ᾿Αλλὰ τί πάθω ἡττώμενος τῷ πόθῳ, καὶ τούτου τυχεῖν δεόμενος; οἶδα μὲν γὰρ τοιοῦτος ὢν κατατολμῶν, μιμοῦμαι δὲ τῶν κυναρίων τὸ ἀναιδές· ὰ καὶ ἀπωθούμενα, ψιχίων εμφορούνται δεσποτικῶν, κατὰ τὴν Χανανῖτιν ἐκείνην· καὶ τάχα τὴ περὶ τούτων ἀναισχυντεῖν, τὴν οἰκείαν μέν έστι στηλιτεύειν γνώμην, τὴν Βασι λίδα δὲ κινεῖν πρὸς οἶκτον, καὶ τῆς ἰδίας μὴ ἀπωθεῖσθαι παρασκευάζειν τραπέζης· διὰ τοῦτο καὶ τοῦ μαργαρίτου κατατολμῶ. Γ. Εγένετο γάρ, φησί, τριετὴς ἡ παῖς· καὶ εἶπεν Ιωακείμ· Καλέσωμεν τὰς θυγατέρας των Εβραίων τὰς ἀμιάντους, καὶ λαβέτωσαν ἀνὰ λαμπάδα. "Ορα πῶς τοῦ πράγματος ἡ οἰκονομία τοῖ; πάλαι περὶ τῆς Παρθένου προφητευθεῖσιν εὑρί σκεται συντρέχουσα, καὶ ἔργῳ τὰς προῤῥήσεις πλη ροῦσα· τὸ γὰρ τὰς ἀμιάντους των Εβραίων νεάνιδας παρασκευάζειν δορυφορούσας αὐτῇ, τὴν ἐν τῷ ναῷ προοδοποιεῖν ἄφιξιν, τὴν τοῦ προπάτορος Δαυτό προφητείαν εἰς τὴν κατὰ καιρὸν μετεκαλεῖτο ἔκβα σιν· 'Απενεχθήσονται γὰρ, φησὶν ἐκεῖνος, παρθέ τοι ὀπίσω αὐτῆς, ἀχθήσονται εἰς ναὸν βασιλέως. Εδει γὰρ τοιούτοις μὲν προμηνυθῆναι ταῦτα κηρύγμασιν, ὑπὸ τοιούτου δὲ προαγγελθῆναι κήρυκος οὕτω τε τὴν ἐν προοιμίοις δορυφορίαν τῆς παραδόξου τοῦ γένους ἀπαρχῆς εὐτρεπισθῆναι. Εδει τὸ μόνον τῆς παρθενίας καύχημα ταῖς ἁμιάντοις καταστεφθῆ. ναι δοξολογίαις· ἐχρῆν τοῦ μόνου τῆς καθαρότητος ἀναθήματος, τὰ καθαρά προπορευθῆναι βήματα ἔδει τὴν τῷ φωτὶ τῆς ἁγνείας καταλαμπομένην παστάδα, ταῖς τῶν ἁγνῶν ἐλλαμφθῆναι δαδουχίαις, ταῖς ἀθιγέσιν ἐμφαιδρυνθῆναι διαυγίαις, τοιαύτῃ ἐγκαινισθῆναι πρὸς τὴν οἰκονομίαν ὁδοιπορία. Δ'. Λαβέτωσαν γάρ, φησὶν, αἱ προπορευόμεναι παρθένοι λαμπάδας, καὶ ἔστωσαν καιόμεναι. Διστί τοῦτο παρακελεύῃ, ὦ δίκαιε; Πρῶτον μὲν, φησί, τήν (τὸ μόνον τῆς καθαρότητος ἀνάθημα), ο
col. 603–604page 31 of 80
PG 127:603φωτοφόρον προκαταρτίζω χορείαν· ἔπειτα δὲ καὶ τῇ τῶν νεανίδων ἠπίᾳ καὶ συνήθει βαδίσει τῶν τε και ο μένων τῇ τερπνότητι λαμπάδων, τὸ ἀνεπίστροφον αὐτῇ τῆς διανοίας ἐπινοοῦμαι. Τὸ γὰρ ἐν προοιμίοις περιχαρές, τὸ εὔθυμον τῷ παντὶ διατηρήσει πρά γματι. Οἶδα μὲν γὰρ ἀναμφιβόλῳ πεπεισμένος γνώ μῃ, ὡς οὐκ ἄν τι τῶν ἐκ μεταμελείας πάθοι, θεϊκή τε στηριζομένη χάριτι, καὶ τῷ τοῦ δυναμοῦντος Ερωτι ἀδρυνομένη τε καὶ πρὸς ὕψος καρτερίας ἀναγομένη, καὶ ὡς πάντων μὲν ἀλογήσει τῶν ἐγκοσμίων, μόνη δὲ τῇ τοῦ δεχομένου προσφυομένη ἀγάπῃ, τοῦ ἐκεί νου μόνου γενήσεται θελήματος. Ἐνδείκνυμι δὲ καὶ τὴν προαιρέσεως, οὐ μόνον ἀμεταμέλητον διαμένουσαν προσφοράν, ἀλλὰ καὶ τὸ μηδὲ ταῖς τῶν λογισμών ἐπηρείαις ὑποσυληθῆναί τι τῶν τῆς ὑπομονῆς, ἐθέσ λειν τὸ μόνιμόν τε καὶ ὁλόκληρον διατηρεῖσθαι· δι' ὧν καὶ τὸ εὐπρόσδεκτον ἕξει. κατὰ λόγον ἐπινοῶν τῇ ἀνατιθεμένῃ θεῷ τιμήν, την Ε'. Τί οὖν, ὦ Ἰωακείμ; Οὐδὲ διὰ μνήμης ταύτην προαιρῇ τὸ προσπαθὲς ἐνδείκνυσθαι τῆς φύσεως; οὐδὲ τοῖς δι᾿ ἐνθυμήσεως λογισμοίς, τῶν παρόντων τι λογίζεσθαι συγχωρεῖς; τοῦτο γάρ σοι τὸ μὴ τῇ καρδίᾳ φάσκειν αἰχμαλωτισθῆναι βούλεται. Τοῦτο γὰρ, φησί, τοῦτο τῶν ἁπάντων ἐμοὶ κερδαλεώτερον ἀγαθῶν, ὁ πατήρ. Τὸ μόνου τὸν ἐμὲν τοῦ δεδωκότος γενέσθαι καρπόν· τὸ καθάπερ παρ' ἐλπίδα τὴν ἀνθρωπίνην παρεσχέθη, οὕτω καὶ παράδοξον ὀφθῆναι τῷ παρασχομένῳ καρποφορίαν· τοῦτο παν τὰς ἐφετοῦ τιμιώτερον· τοῦτο πολυπλασιώτερον τό νων, καὶ κατορθωμάτων περιδοξότερον ἔχει τὸ γέν ρας· οὗτος πάσης περιουσιώτερος ἐλπίδος ὁ πλοῦ τος, ὑπὲρ τοιαύτης ἀμοιβῆς ἡ καρτερία, αἱ δεήσεις, οἱ πόνοι, τοιοῦτον ἦν τὸ τῶν εὐχῶν ἐν ἐπιθυμία πέν ρας· ὑπὲρ τοιαύτης ἐκβάσεως, αἳ τε εὐχαριστήριο δοξολογίαι, καὶ αἱ καλλιερούμεναι τούτων προσηνέχθησαν θυσίαι. Γ΄. Τοιαύτῃ μὲν οὖν ὁ πατὴρ καὶ προθυμίᾳ καὶ ἀναμφιβόλῳ προσδοκία, τὴν δεδοξασμένην ἀνῆγεν ἐν τῷ ναῷ Παρθένον· ἡ δὲ ἀπῄει ποσὶ μὲν καθαρωτά μόνῃ δὲ τῇ τοῦ δεχομένου προσφυομένη ἀγάπῃ προς φύομαι, προσφυομένη τῇ τοῦ Θεοῦ ἀγάπη προσφυομένην τοῖς τὴν πατουμένην καθαγνίζουσα γῆν, ἀέρι δὲ τοῦ τῆς ἁγιότητος μεταδιδοῦσα μυρισμοῦ· ἦν οὐκ αἰσθη τῶν περιβολαίων ποικιλία, οὐδὲ χρύσεα περιδέῤῥεα καὶ τῶν συνδουμένων λίθων διειδέστατοι κατεκάλυ στον διαύγειαι, ἀλλ' ἡ τῆς καθαρότητος υπερφαής κατεκόσμει περιβολή, ή χρυσοῦ παντός τιμαλφεστέ Οὗτος συνηυξήθη τῷ σώματι, οὗτος συνεκμάζει τῇ διανοίᾳ, τούτῳ ἡ ψυχή προσφυομένη τὴν ἀκατάπαυστον υμνολογίαν, διαπλέκει.
col. 605–606page 32 of 80
PG 127:605ρας τῆς ψυχῆς ἐνωράϊζε λαμπρότης. Ταύτης τῷ διστῷ σεμνουμένην τὴν μητέρα κάλλει, ἦν ἐγγύθεν περιθέουσαν ὁρᾷν, ἄκροις τε δακτύλοις τῶν περικειμένων αὐτῇ ψαύουσαν ἐσθημάτων, καὶ τὸ βαθὺ καὶ διακεχυμένον αὐτῶν· ποτὲ μὲν ἀπαιωροῦσαν, ποτέ δὲ τὸ διανεστηκὲς ἐπισυστέλλουσαν, καὶ πρὸς τὸ χρειῖδες ἀποτυποῦσαν. Ζ΄. Επικλινομένη τε συνεχῶς ἡ μήτηρ, τοιαῦτα πρὸς τοῖς ὠσὶ διὰ ῥημάτων ἐνήχει. Ποθεινὴ μὲν, ὦ τέκνον Θεόσδοτον, φησίν, ἡ τῆς ἀποτάξεως ἡμέρα τῆς σῆς, ἀγαπητά τε καὶ φίλα τα προμηνύσαντα ταύτην εὐαγγέλια· παρὰ προσδοκίαν γὰρ καὶ αὐτὰ θείᾳ παρεσχέθη χάριτι· ποθεινοτέρα δὲ πολλῷ μᾶλο λον, καὶ τοῦ ὄντος ἐπιθυμητοῦ καὶ μένου καλού πρόξενος ἡ ἐνεστῶτα, καθ' ἣν ἐγὼ σὲ τὴν ἐμὴν ἀφι εοῦ τῷ Δεσπότῃ προσφοράν· ἐν ᾗ τῶν ἐμῶν ὠδίνων ἀπαρχὴν ὁμοῦ καὶ πέρας ἀνατίθημι σε τῷ δεδωκότι. Δεδοξασμένα μὲν τὰ ὑπεσχημένα περὶ σοῦ τῷ Θεῷ, εὐλογημένη δὲ καὶ ἡμέρα καθ᾽ ἦν τὸ ἀψευδὲς αἱ υποσχέσεις λαμβάνουσιν· ἡ μὲν γὰρ τῆς γεννήσεως, ἐνειδισμῶν μὲν ἀπαλλαγὴν, στειρώσεως δὲ λύσιν, εὐχῶν δὲ καθυπέδειξε πλήρωμα· ἡ δὲ παροῦσα, καυχήματος μὲν τοῦ ἀνωτάτω καὶ πεῤῥησίας τῆς πρὸς τὸ γένος, εὐλογίας δὲ τῆς παρ' ἐλπίδα κήρυξ καθέστηκε· καὶ τῆς σῆς μὲν ἐκείνη κυήσεως ταῖς εὐχαριστίαις, αὕτη δὲ τῆς πρὸς Θεὸν οἰκειώσεως ταῖς χάρισιν ἐλλαμπρύνεται. Νῦν γὰρ ἐγὼ τὰς πρὸς αὐτὸν ἐπαγγελίας ἀποπληρῶ, νῦν σὲ τῶν εὐχῶν ἀπο δίδυμι τὸν καρπὸν, νῦν ἀπασῶν μητέρων τῇ παρα δόξῳ ταύτῃ σεμνύνομαί σου μνηστεία· ἐκεῖναι μὲν γὰρ θνητοῖς τὰ ἑαυτῶν ἐγχειρίζουσαι φίλτατα νυ φίας, φθαρτοῖς θαλάμοις καὶ παστάσιν ἐπικήρας ἐνωραΐζονται· ἐγὼ δέ σε τῷ ἀθανάτῳ σήμερον καὶ μνηστευομένη καὶ ἀποδιδοῦσα νυμφίῳ, αἰσθητῷ μὲν ἐνδιαιτήματί σου τῷ οὐρανομιμήτῳ τέρπομαι ναῷ (αλάμῳ δὲ νοητῷ διὰ τῶν θείων σοι κατασκευασθέντι χαρίτων ἐπαγάλλομαι, ταῖς τῆς ἁγνείας καὶ καθα ρότητος ἐφηδομένη παστάσι. Καὶ ὁ πόθος δὲ ὁ σου, ἀπεναντίων ἕξει τοῖς ῥέουσι· καθαρὸς γὰρ οὗτος καὶ ἀνόθευτος, καὶ ὥσπερ ἀναλλοίωτός ἐστιν ὁ ἐρωμένης, οὕτω καὶ αὐτὸς τὸ μόνιμος εἶναι διατηρήσει. Παρ' ελπίδα τοίνυν τὰ περὶ σὲ καινοτομούμενα στο μερον μνηστεία καθαρωτάτη, ἀφιέρωσις μυστική τιμὴ τῶν ὁμοφυῶν ἐξῃρημένη πάντων· οἰκείωσις πρὸς Θεὸν καὶ τἆλλα δι' ὧν τῷ γένει, τὸ σεμνότατον προμηνύεται· διὰ ταῦτα χαίρω, διὰ ταῦτα σήμερον
col. 607–608page 33 of 80
PG 127:607ὑπερτίθεμαι πασῶν μητέρων· ἰδοὺ γὰρ τὴν τεχθεῖσαν ὡς ὑπεσχόμην ἐν οἴκῳ Θεοῦ σήμερον ἀνατίθημι. ΙΙ. Δεῦρο καὶ σὺ τῶν ἀσωμάτων ἐπιδημήσασα χου ροστασία· ἁρμόδιον σὺν ἐμοί, τὴν πρὸς τὸν κοινὸν Δεσπότην ἐναπήχει δοξολογίαν. "Αγε τῆς ἐμῆς καρποφορίας κήρυκες, τὴν ὑπὲρ ταύτης τῷ δεδωκότι διαπορθμεύσατε εὐχαριστίαν. "Αγε τῶν προφητῶν ἡ διαπρύσιος συμφωνία, τῆς τῶν χρησμωδηθέντων ἐπαγγελίας τὸ πέρας ἤδη καταβαλλόμενον θέασαι. Δεύρο, προπάτορ Δαυΐδ, τῇ ἐκ τῆς ὀσφύος ἀναδεδο μένῃ ῥάβδῳ συνεπαγάλλου ἀδρυνομένῃ· ἡ βασιλίς (ο ΧΙ, καὶ θυγάτηρ, τῷ τοῦ Βασιλέως καθαρωτάτῳ συνδεῖται πόθῳ, πρὸς τὴν αὐτοῦ ἐπιθυμίαν, τὰ οἰκεῖα τῆς καθα ρότητος ηὐτρέπισε κάλλη· σήμερον λιτανευέτωσαν οἱ ἐν θεοπτίαις πλούσιοι, τὸ ταύτης ἐπιπόθητον πρόσωπον. Θ΄. Δεῦτε δὴ καὶ τῶν φυλῶν οἱ περιόντες ἔτι, καὶ τὴν ἐν τῷ ναῷ ἄφιξιν προοδοποιήσατε, Πλάτυνον τὰς ἐπαύλεις, λέγοντες, πρὸς ὑποδοχήν τῆς πλατυτέρας τῆς ὁρατῆς καὶ ἀοράτου κτίσεως ὀφθείσης· εὐτρέπιζε πρὸς ὑποδοχὴν τὰς συνεψομένας αὐτῇ παρθέν νους, τὸν λαμπαδηφόρον προκατάρτιζε χορόν· τὰς ἐπιβατηρίους τῆς Βασιλίδος προάρμοζε δοξολογίας. Αθιγὴς χῶρος τοὺς ὑπεράγνους ὑποδεχέσθω τό δας, καὶ ἀκοινώνητος διαγωγή, τὴν ἀκηλίδωτον δια τηρείτω περιστερὰν, καὶ ταύτην ἐγὼ παρασκευάσαι σήμερον ὡς δεῖ, καὶ ταῖς ὑποσχέσεσι τὸ πέρας ἐπι θήσω· ἄναψον λαμπάδα φωτός, καὶ καταφαίδρυνον τὰς εἰσόδους· ἆρον μετάρσιον πυρσόν, ὡς σύνθημα, καὶ ἴθυνον πρὸς σὲ τὴν οἰκουμένην, ἵνα τὴν φωτεινήν νεφέλην ἐπόψηται, ἵν᾽ ἐν μετουσίᾳ τῶν ἀκτίνων ταύ της γενήσηται, ἵνα τὴν τοῦ φωτὸς πηγὴν ἐκ ταύτης βρύουσαν κατίδη. Πέτασον τὰς πύλας σου, καὶ τὴν νοητὴν πύλην εἰσάγαγε, ἣν μόνος ὁ τοῦ Θεοῦ διοδεύσας Λόγος, ἐσφραγισμένην ὡς οἶδεν ετήρησεν. Εἰ γὰρ καὶ πύλης τὴν κλῆσιν ἀπείληφεν, ἀλλὰ παρθένον ἑαυτὴν διετήρησε, καὶ τοῦ μὲν πράγματος τὴν λειτουργίαν επλήρωσε, τῆς ἀφθαρσίας δὲ τὰς σφραγίδας οὐκ ἔλν σεν· ἐπίσχες τὸ καταπέτασμα, ἵν' ἔνδον τούτου χω ρήσῃ τὸ ἔμψυχον τοῦ Λόγου καταπέτασμα, τὸ ἐν ἑαυτῷ τὴν θεότητα κρύψαν, καὶ τῷ πυρὶ ταύτης μὴ καταφλέξαν τὴν ὑλώδη οὐσίαν· δέξαι τὴν ἐν Πνεύ ματι κεχρυσωμένην λυχνίαν, ἧς τὸ λαμπάδιον και ταυγάζει τὰ πέρατα, δι' ἧς ἀνῆψε τὰ τοῦ Πνεύματ το; ἑπτὰ χαρίσματα, καὶ τὸν περίγειον κόσμον
col. 609–610page 34 of 80
PG 127:609ἐφώτισαν· δέξαι τὴν ζωηφόρον τράπεζαν ἐν ᾗ προ τεθεὶς ὁ τῆς ζωῆς ἡμῶν ἄρτος, ἀμβροσίαν τοὺ; μετα έχοντας εἰστίασεν, ἐξ ἧς οἱ τῆς σοφία; κρατῆρες, τὸ αθόλωτον καὶ καθαρώτατον τῆς γνώσεως πόμα προ χέουσ:· κόσμησαν τὰ τῶν ᾿Αγίων ἅγια, καὶ τὴν ὑπερ αγίαν σκηνὴν ὑπόδεξαι. 1. Σήμερον γὰρ ὡς τριετίζουσα δάμαλις, εἰς τὰ Αγια τῶν ἁγίων εἰσάγεται· σήμερον τῷ ναῷ προσ ἄγεται ὁ ναὸς ὁ ἔμψυχος, ὁ τῶν οὐρανῶν ὑψηλότερος καὶ πάσης κτίσεως εὐρυχωρότερος· σήμερον ἐν τῷ ναῷ ἐνοικίζεται, ἡ τὴν ἀποικίαν τοῦ ἀνθρωπείου γένους πρὸς τὴν ἰδίαν ἐστίαν διὰ τοῦ τόκου ἀναγαγοῦσα· σήμερον ἡ νοητή σκηνή τῇ νομικῇ τὰ τῆς χάριτος εὐαγγελίζεται, καὶ τῷ γράμματι ὑποχωρεῖν τῷ πνεύματι διακελεύεται· σήμερον ἡ ἄσπιλος ἀμνάς ὡς δεκτὸν ἱερεῖον τῷ ναῷ προσφέρεται· σήμερον ἡ ἄμωμος περιστερὰ ἐν τοῖς τοῦ ναοῦ ἀδύτοις περιῖπ μένη, τὸν τῆς κακίας ἐξευτὴν ἐξέκλινεν, ὑψηλοτέρα γενομένη τῶν αὐτοῦ μηχανημάτων· σήμερον τὸ δο χεῖον τοῦ Πνεύματος ἐν τῷ ναῷ ἀποτεθὲν, πρὸς ὑπου δοχὴν τοῦ Λόγου ἐξευτρεπίζεται· σήμερον τὸ πάγχρυσον θυμιατήριον εἰς τὰ ῞Αγια τῶν ἁγίων εἰσοικίζεται, ἐν ᾧ ὁ Λόγος τὴν σάρκα ἀνάψας, εὐωδίας τὴν οἰκουμένην ἐπλήρωσεν. ΙΑ'. Εἰσάγαγε την κιβωτόν τοῦ ἁγιάσματος, τὴν τὸν Νομοδότην αὐτὸν ἔνδον χωρήσασαν, τὴν τὸ οὐρά γιον μάννα βαστάσασαν, τὸ τῆς Νέας Διαθήκης θησαύρισμα, τὴν στάμνον τὴν ἔνδοξον, τὴν κιβωτὸν τὴν τὰς θεοχαράκτους πλάκας κατέχουσαν· ἐν αἷς ὁ τοῦ Θεοῦ Λόγος ἐγγραφεὶς ὑπὲρ λόγον, τὸ τοῦ νομικοῦ γράμματος επαχθές, εἰς τὴν τοῦ Πνεύματος ἐλαφρότητα μετήνεγκε· λάβε τὴν ἱερατικὴν ῥάβδον, τὴν ἀποτίστως βλαστήσασαν, τὸ ἀμάραντον ἄνθος τὸν Κύριον, τὴν ἁγίαν καὶ ἐπιθυμητὴν γῆν, ἐξ ἧς ἀλή θεια καὶ δικαιοσύνη ἀνέτειλεν, ἐν ᾗ πόδες περικα λύμμασι σκεπόμενοι, προβαίνειν κωλύονται, λέγω δη λογισμός, ἀμφιβολία καὶ ἀπιστία καλυπτόμενος· τὸ κατάσκιον ὄρος, ἐν ᾧ κατοικῆσαι ὁ λόγος ηὐδόκησεν, ἐν ᾧ ἡ φύσις ὑποκλειθεῖσα τὴν καῦσιν τῆς ἁμαρ τὴν ἀποτίστως βλαστήσασαν, τὴν ἀπὸ πίστεως βλαστ τήσασαν,
col. 611–612page 35 of 80
PG 127:611ἐκκυλισθεὶς λίθος, τὴν εἰκόνα τοῦ ἐχθροῦ συνέτριψε καὶ εἰς νοῦν ἀπελίκμησε· δέξαι την κατάκαρπον ἐλαίαν, δι' ἧς τὸ ἱλαρῦνον ἀνέβλυσεν ἔλαιον, καὶ τὴν κτίσιν ἐλίπανε· τὸν θρόνον τὸν ἔνδοξον, τὸ βα σιλικὸν ὄχημα, ἐν ᾧ ὁ Λόγος οχούμενος, μετὰ σαρκὸς επεδήμησε· περίλαβε τὴν Σολομώντειον κλίνην, ᾗ κύκλῳ δορυφοροῦσιν οἱ ἑξήκοντα δυνατοί· ταύτην ή προφητικὴ λαεὶς ἐξεικόνισεν, ἡ τὸν ἄνθρακα φέρουσα καὶ τὰ χείλη καθαίρουσα, ή σεραφικῶς φυλαττομένη, καὶ διὰ Πνεύματος ἁγίου κηρυττομένη· ταύτην ἡ εσφραγισμένη βίβλος ἐμήνυσεν, ἣν οὐδεὶς ἀνέγνω γραμμάτων ἐπιστήμων, πλὴν τοῦ σφραγίσαντος καὶ ὑπὲρ λόγον τηρήσαντος. τίας ἐξέκλινεν, ἐξ οὗ ἀχειροτεύκτως ὁ ἀκρογωνιαίος ΙΒ΄. Ἀλλ᾿ ἐπὶ τὴν ἀκολουθίαν τῆς ὑποθέσεις ἐπανέλθωμεν. Ἐπειδὴ, τῆς πρὸς τὸν ναὸν διηνυσμέ νης ἀναβάσεως, αὐτὴ μὲν σὺν ταῖς ἑπομέναις παρ θένοις, ταῖς αὐτοῦ προσεγγίζει πύλαις, θάμβος δὲ λαμβάνει καὶ κατάπληξις οὐκ ἀτερπής τοὺς ἔνον, ἀκοῇ μὲν πρότερον, ἔπειτα δὲ καὶ θεωρίᾳ τὴν ἀσυ νήθη διασκοποῦντας πρόοδον. Χορεία γὰρ παρθενική προῆγεν εὐτάκτῳ τῇ ἁρμονίᾳ συνημμένη, καὶ τῇ τε κατά κόσμον μεταβάσει, καὶ τῷ τῆς ὥρας ἐπει θοῦντι κάλλει, ἡδὺ τὸ θέαμα παρίστη. Παρθένος κύκλῳ δορυφορουμένη λαμπαδουχούσαις αὐταῖς. ξέ την μὲν ὡς περὶ τὴν ὥραν, οὕτω καὶ τὴν ἐκτὸς εἶχε καταστολήν· τὸ ἀνθηρὸν γὰρ ἐκείνων, τῷ τοῦ είδους φαιδροτάτῳ συνέκρυπτε· καθάπερ ἡλίου τὴν τῶν ἄστρων ὑπερνικῶντος αὐγὴν, τῷ ἱλαρῷ δὲ τὸ σύννουν αὐτῇ κεκρυμμένον, τὸ τῆς ψυχῆς ὑπέφαινε μεγαλοφυές - δι' οὗ καὶ τεκμήρια καινότερα, οὐκ αὐτῶν μόνον, ἀλλὰ καὶ τῆς ὅλης τῇ θαυμαζομένη προσεμαρτυρεῖτο φύσεω;. ΙΓ΄. Οὕτω γοῦν πρὸς ταῖς εἰσόδοις τῶν ἐντὸς ἐκε κεχυμένων τοῦ ναοῦ, πρός τε τὴν καινοφανή χορείαν ἐνατενιζόντων, τοῦ ἱερέως προηγουμένου Ζαχαρίου, τίς ἂν εἴη αὕτη, καὶ τὴν αἰτίαν τῆς ἀφίξεως, αὐτὸς διεπυνθάνετο· τὴν δὲ μητέρα χερσὶν ἔτι κατέχουσαν τὴν Παρθένον εἰπεῖν ἀποκρινομένην δήπουθεν πρὸς αὐτόν· ἃς μηδαμῶς σε λανθάνειν ἱερέα τε του μεγάλου Θεού τυγχάνοντα, καὶ τὰ δέοντα μὲν ἅπαντα παρ' αὐτοῦ μυούμενον· οὐχ ἥκιστα δὲ καὶ τὰ περὶ τῆς παρούσης παιδὸς, ἥτις αὐτοῦ προμηθείᾳ κρεί τον δεῦρο γενομένη παρέστηκε· καὶ χρὴ μὲν ἀποξ ῥήτως σε μυσταγωγηθέντα ταῦτα, μὴ λόγοι; ἀνα διδάσκεσθαι, πράγματι σὐτῷ τῇ ἀληθείᾳ πεπεισμένον· ὅμως παρορμηθέντες ὅπως ἂν ἔχοι προσειπεῖν διέξιμεν. αποκλεισθεῖσα ἀποκλιθείσz, Ημῖν, ὦ θεσπέτις λειτουργὲ, τὰ τῆς παιδοποιία. καλὰ, ἀδυναμίᾳ τῆς ἀσθενούσης ἐπείχετο φύσεως, εἰ παντελῆ ταύτης ἀποκλεισθείσης ἀργίαν. Δι' τη ΣΤΙΧ,
col. 613–614page 36 of 80
PG 127:613του γένους διαδοχῆς, ἀνέλπιστο: μὲν α! προσδοκία διετέλουν, ὀνειδισμοὶ δὲ παρὰ τῶν συμφυλετών, διὰ τὴν τῆς τεκνογονίας ἐπετρίβοντο στέρησιν, ὡς αὐτ τῶν δηλαδὴ τῶν τοῦ Θεοῦ στερουμένων δωρεών, οὓς Ξἐκὸ; ἐπικωμάζοντας, οὐδὲ ταὐτὸν ἀγνοεῖν. Ωσπερ γὰρ ἰδίᾳ, οὕτω καὶ καρποφοροῦσιν ἡμῖν καὶ θύουσιν, ἐν τῷ ναῷ κατεχέοντο. Πᾶσι γοῦν χαίρειν εἰς πόντες τοῖς παροῦσι, τῇ θείᾳ δεδωκότες ἑαυτοὺς επερρίψαμεν προμηθείᾳ, παρ' αὐτῆς τυχεῖν τὰς τῆς φύσεως δωρεὰς ἐξαιτούμενοι, καὶ τῆς τῶν ὀνειδισμῶν ἀπαλλαγῆναι δυσφημίας· ἐντεῦθεν τοίνυν τῶν παρόντων ἡμῖν τερπνῶν καὶ τῶν ἐξουσίᾳ κειμένων, ὑπερώφθησαν αἱ ἀπολαύσεις· πλοῦτος παρωράθη, δόξα καταφρονήθη, περιφάνεια κατεκρύβη, φίλων Εταιρεία ἠθέτηται, οἱκετῶν ἀπώσθη δορυφορία, εὐφρόσυνα μετημείφθησαν ἅπαντα, ἔνδεια τῶν ἐν ἀφθονίᾳ, ἐρημία τῶν ἀναγκαίων, διατριβὴ ἄφιλος, νηστεία τὴν ἀνθρωπίνην καταπαλαίουσα φύσιν, ἐξυνηρῶν ἐκ βάθους ἀναπέμψεις στεναγμῶν, δακρύων δαψιλεῖς ἐκχύσεις, δεήσεις ἐκτενεῖς, εὐχαὶ ἐκ συντετριμμένης προϊοῦσαι καρδίας, καὶ ῥήμασιν ἀξιολόγοις ἐλέους ἀναφερόμεναι. ΙΔ. Τούτοις οὖν ὁ πανάγαθος ἐπικαμφθεὶς Δεσπό της, εἶξε τῇ παρακλήσει, ἐπένευσε τῇ δεήσει, ᾤκτειρε τὴν ἐθελούσιον ταλαιπωρίαν, ἐπήκουσε στεναγμών, προσέσχε δάκρυσι. Διὸ καὶ τὴν ἀσθενοῦσαν μὲν ἐπέρρωσε φύσιν, χρησμῷ δὲ τὸ τῶν δεήσεων καθυπέσχετο παρέξειν πλήρωμα· ἣν βεβαίαν ἡμεῖς ἐπαγ γελίαν δεξάμενοι, ἀνθυπεσχόμεθα τὸ παρασχεθησά μενον τῷ ἐπαγγειλαμένῳ μὲν ἀποδιδόναι ὁπότερον ἂν τύχῃ, μὴ προκρίναντες τὸ ἄῤῥεν τοῦ θήλεος, ἐν τῷ δεδοξασμένῳ δὲ ναῷ καθάπερ τι θεῖον κειμήλιον ἀνατίθεμεν. Προνοίᾳ γοῦν τοῦ παρασχομένου δίδοται, ἣν νῦν παρ' ἡμῶν ἀντιδιδομένην παῖδα καθορᾷς, ἣν μεγαλοψυχία μὲν τῶν τεκόντων προσφέρει, παρθένων δὲ δορυφορεῖ λαμπαδουχοῦσα χορεία, ἧς τὸν οἰ κονομούμενον λόγον, αὐτὸς ἂν ὑπὸ τοῦ οἰκονομοῦντος μυηθείης. Δεξάμενος οὖν ταύτην τῶν ἀνακτόρων ἐντὸς, ἀπο ταμίευσον τῷ Θεῷ. Μήτε πρὸς τὸ ἀσύνηθες τοῦ πράγματος ἀποβλέψας, μήτε ὡς ἀπρεπῆ τὴν ἀφιέ ρωσιν ὑποτοπάσας, διὰ τὸ τὴν προσαγομένην τῆς θηλείας φύσεως οὖσαν, μὴ προσήκειν τοῖς ἁγίοις ἐγκατοικίζεσθαι, καὶ συνυπηρέτην ἀποφαίνειν τῶν θείων λειτουργῶν. Οὐδὲ γὰρ ὁ ἐπαγγειλάμενος ταύ την ἡμῖν ὑποσχομένοις τὴν τοῦ δοθησομένου ἀφιέ ρωσιν εἰς φῶς ἂν προήνεγκεν, εἴπου τῶν ἀπρεπῶν ἐδόκει, οὐδὲ εἰς ἔργον ἐκβῆναι παρεσκεύασε τὸ βούλημα. Ταῦτ᾽ οὖν, ὦ θείε Ζαχαρία, βαλλόμενος εἰς νοῦν, ἡπίως μὲν τὴν ἔλευσιν, περιχαρῶς δὲ τὴν ἐφιέρωσιν καταδέχου. Δέξαι τὴν ἤδη προϋποδε δεγμένην Θεῷ· δέξαι τὴν ἀπαρχὴν καὶ πέρας τοῦ παρὰ προσδοκίαν ἡμῶν καρπού, τὴν πολλῶν δεήσεων μονογενῆ παρασχεθείσαν ἀμοιβήν.
col. 615–616page 37 of 80
PG 127:615ΙΕ΄. Οὕτω τοίνυν τῆς Αννης διεξιούσης τὸν λόγον, τῶν χειρῶν αὐτῆς ἀφεθεῖσαν τὴν παῖδα λαβὼν ὁ Ζαχαρίας, ἐφίλησε καὶ ηυλόγησεν αὐτὴν, καὶ εἶπεν· Ἐμεγάλυνε Κύριος ὁ Θεὸς τὸ ὄνομά σου ἐν πάσαις ταῖς γενεαῖς. Ἐφίλησεν αὐτὴν καὶ ηὐλόγησεν· ὁ μὲν ἀσπασμὸς, τῆς ἠπίως τοῦ δεχομένου Θεοῦ προμηθείας τεκμήριον ἦν, ἡ δὲ εὐλογία, προ φητεία τῆς μελλούσης κατεβάλλετο σωτηρίας. Σκόπει δὲ τὸν Ζαχαρίαν πῶς τῇ τοῦ ἀγνοτάτου φιλήματος δεξιώσει, τῆς τε κρείττονος εὐμενείας καὶ ἀγαπήσεως καὶ τοῦ τῆς συγγενείας ἀνενδοιάστου, καθυπέδειξε σύμβολα· δι' ὧν τούς τε καθιεροῦντας θαῤῥεῖν, καὶ τὴν ἀφιερωμένην χαίρειν παρεσκεύασε καὶ οὐδὲ μέχρι τούτου τὰ τῆς περιχαρείας αὐτοῖς περιγράφει, ἀλλὰ καὶ ταῖς ὑπὲρ ἐλπίδα διὰ τῆς εὐ λογίας προσρήσεσι, συνῳχισμένην καὶ μόνιμον ἐπι δρύει τὴν εὐφροσύνην. Ηὐλόγησε γὰρ αὐτὴν, φησὶ, καὶ εἶπεν· Ἐμε γάλυνε Κύριος ὁ Θεὸς τὸ ὄνομά σου ἐν πάσαις ταῖς γενεαῖς. Οὐκ ἔφη, Μεγαλύνει Κύριος τὸ ὄνομά σου, ὡς τῇ ἀποδόσει καὶ πρὸς αὐτὸν ἀφιερώσει του μεγαλύνεσθαι νῦν αὐτῇ συμβαίνοντος, ἀλλ᾽ ἐμεγάλυνε Κύριος ὁ Θεὸς τὸ ὄνομά σου· Εἰ καὶ νῦν, της σίν, ἡ τῶν σῶν μυστηρίων διανακαλύπτεται δόξα, καὶ τῇ σωματικῇ προέδῳ, τὸ τοῦ σοῦ ὀνόματος ἀρχὴν λαμβάνειν διηχήσεως, δοκεῖ περιβόητον· ἀλλ' ἀρ ῥήτῳ πάλαι τοῦ τετιμηκότος σε βουλήσει, προκει κριμένον ἐμεγαλύνθη τοῦτο· πάσης ἀνώτερον τῶν ἐν γενέσει τοῦτο τέθεικε τιμῆς· ὑπερεδόξασεν ἀγγελικῆς ὀνομασίας, ὑπερεβίβασεν ἀνθρωπίνης διανοίας πᾶσαν ἀποκρύπτειν τῇ περιφανεία των μεγαλείων, πεποίηκε προσηγορίαν. ΙϚ'. Οὕτω γοῦν τὸν ἱερέα τὴν προφητείαν εἰπόντα, φησὶν ἡ μυστογραφία, τὸ εὐπρόσδεκτον τοῦ γένους ὁλοκαύτωμα προσενεγκεῖν· οὕτως ἐκάθισεν αὐτὴν ἐπὶ τοῦ τρίτου βαθμοῦ τοῦ θυσιαστηρίου· διὰ ταῖς καθεκάστην ἀναβάσεσι τῆς ἡλικίας τὰ τοῦ Πνεύματος ἐπετείνετο ταύτῃ χαρίσματα, ἀγγέλοις τε συνωμίλει καὶ θείων ἐμφάσεων οὐχ ἡμοίρει. Ταύτῃ τοι τῷ εἰωθότι πρὸς τοῖς ἀδύτοις διατριβούσῃ ἑώρα ὁ Ζαχαρίας ξένον τινὰ τῷ εἴδει προσ ομιλοῦντα, καὶ τροφὴν ἐπιδιδοῦντα. "Αγγελος δὲ ἦν ὁ φαινόμενος, διὸ τῇ διανοίᾳ ἐξίστατο, καὶ τοιαῦτα διελογίζετο· Τί τοῦτο τὸ ὁρώμενον; ξένον ὡς ἀλη θῶς καὶ τῆς ἐνταῦθα συνηθείας αλλότριον, ἀγγελικὸν τὸ φαινόμενον σχῆμα. Καὶ νεάνιδι προσδιαλέγεται καὶ ἀσώματος φύσις σώμασι προσήκουσαν τρο φὴν ἐπιφέρεται. Αἱ τῶν ἀγγέλων ἐνταῦθα ἐπιδημίας, τοῖς ἱερεῦσι μόνοις ἐπιφοιτᾶν ειώθασι, προτροπής ἕνεκα ἢ ἀποτροπῆς τῶν πρακτέων, καὶ τοῦτο τῶν οὐ πολλάκις ἐπιφαινομένων. Γυναικὶ δὲ, τῶν ἀσυνήθων πάντη καθέστηκεν, ἡ τοῦ νῦν ὁρωμένου ἐπέλευσις, καὶ ταῦτα παρ' ἡλικίαν οὔσῃ, καὶ χρόνῳ νεαζούσῃ. Εἰ μὲν γὰρ τῶν ἐπεζευγμένων ἀνδρὶ, ἡ προκειμένη ἔτυχεν οὖσα, στειρώσεώς τε νοσήματι τῶν τῆς παι
col. 617–618page 38 of 80
PG 127:617δοποιίας ἀπεκλείσθη χαρισμάτων, καὶ λιταῖς τὰ τῆς γονῆς ἐπεζήτει λήψεσθαι, πρὸς τοῦτό τε τῆς διατρι τῆς ὁ λόγος ἐγίνετο, εἶχεν ἂν τὸ βλεπόμενον τῷ σκου πῷ τὴν διάλυσιν. ᾿Αλλὰ καὶ τοῦτο καθάπαξ τοῖς περὶ 'Ανναν συμβέβηκεν, οὐχὶ καὶ τῷ Ἠλεῖ· ὅτι δὲ καὶ ἡ νῦν θαλαμευομένη Παρθένος, καὶ τούτων ἁπάν των ἐλευθέρα, καὶ ἡ τοῦ ἀγγέλου πρὸς αὐτὴν ὁμιλία συνεχῶς ἡμῖν καθορᾶται, δίδωσι μεῖζον ἐμοὶ τὸ θαῦμα κατανοεῖν. Συμπίπτουσι δὲ ἀμφιβολίαι περί τὸ κρυπτὸν καὶ ἐμφωλεύουσιν. Αρα τί ἂν εἴη τοῦτο; Τί μηνύσων ἧκεν ὁ ἄγγελος; τίς ή κομιζομένη τροφή; τίς ἡ τοσαύτη τῶν δωρημάτων υπερβολή; τί τοιοῦτον κατ' ἀξίαν ἡ Παρθένος εἰργάσατο; Ότι μὲν καθαρότητι διενήνοχε τὰς γεγενημένας ἁπάσας, οἶδα πιστωθεὶς τοῖς πράγμασι. Τεκμήριον δὲ σαφὲς τὸ ἦθος καὶ ἡ πρὸς ἀρετὴν αὔξησις καὶ ἐπίδοσις, δι' ὧν πρὸς ἑαυτὴν ἐπισπᾶται τὸ θεῖον. Τὸ γοῦν της λικούτων τεύξασθαι ταύτην ἀγαθῶν, αἴτιον τάχα μεγάλων εὐεργεσιῶν ἡμῖν ὀφθήσεται. 'Αρα μὴν τῶν προφητῶν οἱ χρησμοὶ ἐν ταύτῃ πληρωθήσονται; ἆρα μὴν τῶν ἐλπιζομένων ἐν ταύτῃ τὸ τέλος ἀποβήσεται; μὴν ὁ μέλλων ἐπ' ἀνορθώσει τοῦ γένους ἐλεύσεσθαι ἐκ ταύτης τὸ ἡμέτερον ἀναλήψεται φύραμα; Καὶ γὰρ τοῦτο προκεκήρυκται τὸ μυστήριον, καὶ ὁ Λόγος τοιαύτην τὴν ὑπηρετήσουσαν ἐπιζητεῖ. Όντως οὐκ άλλη προκριθήσεται εἰς τὴν τούτου λειτουργίαν, πλὴν τῆς ὁρωμένης νεάνιδος· καὶ γὰρ ἀμήχανον ἐν αὐτῇ τὸ κρυπτόμενον τῆς ἁγνείας κατανοῶ κάλλος, καὶ τοῦ κρυπτομένου φανέρωσιν ἡ τοῦ Θείου πρὸς ταύτην εὔνοια παρίστησιν! ὡς μακάριος ὁ οἶκος Ἰσραὴλ, ἐξ οὗ τοιοῦτον ἀνέθηλε βλάστημα! Ως εὐ λογημένη ἡ ῥίζα Ἰεσσαὶ, ἐξ ἧς ἡ ἀκμάζουσα αὕτη ῥάβδος ἀνέδραμεν, ἡ τῷ κόσμῳ τὴν σωτηρίαν ἀνθο φορεῖν μέλλουσα! Ὡς ὑπερένδοξος ἡ μνήμη τῶν γεννησάντων, καὶ πάσης ἐπέκεινα μακαριότητος! Ως δεδοξασμένος ἐγὼ τοιούτων ἐντρυφήσας τῶν θεαμάτων, τοιούτων ἀπολαύσας τῶν χαρισμάτων! Χάριν εἰς αἰῶνας εἴσομαί σοι, ναὲ Κυρίου, ὅτι σοῦ τῆς λειτουργίας ἕνεκα τῶν πᾶσι δικαίοις ἐπιθυμουμένων οὐκ ἀπέτυχον. ΙΖ΄. Οὕτως ὁ Ζαχαρίας διαπορῶν καὶ θαυμάζων τὰ τῆς Παρθένου παράδοξα ἦν. Ἡμεῖς δὲ εἴποιμεν ἂν πρὸς αὐτόν· Οὐδὲν, ὦ Ζαχαρία, τῶν τῆς παν άγνου ἀμφίβολον· οὐδὲν ἀκατάλληλον τῶν ταύτης μεγαλείων· πάντα τῇ ἀληθείᾳ τὸ βέβαιον εἴληφεν. Εδει γὰρ τὸ θεῖον σκήνωμα τοιαύταις ἀναβάσεσιν αὐξηθῆναι. Εδει τὴν ἄσπιλον ἀμνάδα τοιαύτῃ πανδαισία εὐωχηθῆναι· ἔδει τοιούτων εδεσμάτων ἐμφορηθῆναι. Εδει μὴ εἰς τὰ τῶν ἁγίων "Αγία τῆς σκη νῆς, ἀλλ᾽ εἰς αὐτὸν τὸν οὐρανὸν τοῦ οὐρανοῦ, τὰ τῆς πρώτης ἡλικίας ἀνατραφῆναι τὴν πλατυτέραν τούτων ὀφθεῖσαν, καὶ καθαρότητι διενεγκοῦσαν. Εδει μὴ ὑφ᾽ ἑνὸς μόνου ἀγγέλου ταύτην ὑπηρετεῖσθαι, ἀλλ' ὑπὸ μυρίων μυριάδων κύκλῳ δορυφορεῖσθαι. ο ΧΧΥΠ.
col. 619–620page 39 of 80
PG 127:619ΙΗ'. Αὕτη ἐστὶν, ὦ Ζαχαρία, τὸ ὑπέρτατον καὶ καθαρώτατον κειμήλιον, ἐν ᾧ οἱ τῆς χάριτος θησαυροὶ ἀπετέθησαν, ἐν ᾧ τὰ τῆς ἡμῶν σωτηρίας ἐταμιεύθη ἐνέχυρα, ἐν ᾧ ὁ τῆς οἰκονομίας πλοῦτος ἀπορ ῥήτως ἀπόκειται· τὸ σκεῦος τὸ ἀμόλυντον, τὸ φωτο δίχον χωρίον, ἐξ οὗ σωτηρίας ἀκτῖνες τῇ οἰκουμένῃ ἐπέλαμψαν. Ταύτην ὡς ὑπερκόσμιον ὁ ναὸς οὗτος ύπεδέξατο κόσμον. Ταύτης ἡ τῆς καθαρότητο; εὐωδία τῶν θυμιωμένων πάντων ὑπερηδυνθήσεται μύρων, Αὕτη τῇ τῶν ἀρετῶν λαμπρότητι τὰς πολυφώτους ὑπεραστράπτει λυχνίας. Αὕτη ταῖς ἀγγελικαῖς ἁμιλλωμένη δοξολογίαις, ἀκατάπαυστον τὴν αἴνεσιν τῷ λειτουργουμένῳ προσάγει Θεῷ. Αὕτη εἰ καὶ τῆς γυναικείας ἔστι μερίδος, ἀλλὰ ἀσυγκρίτως τῆς τῶν άῤῥένων ὑπέρκειται τελειότητος· διὸ καὶ τῆς φυσι κῆς ἀποῤῥηγνυμένη σχέσεως, καὶ τῆς τῶν τεκόντων ἐπιμελείας ἀποξενουμένη, πατρώας ἀποστερεῖτα στοργής, μητρικῆς ἀποτέμνεται σχέσεως, τῆς τῶν ἐπιτηδείων ἀπείργεται θεραπείας. Διὰ γὰρ τοῦτο καὶ παραδόξων πραγμάτων καινοτομίας, καὶ μυστηρίων οἰκονομίαι, καὶ χαρισμάτων συνέδραμον ἀφθο νίαι· ἡ παράδοξος τροφή, ἡ τῶν χαρίτων ἀφθονία, αἱ τῶν ἀγγέλων συνομιλίαι, αἱ θειότεραι ἐλλάμψεις, ἡ ἐν τοῖς ἀδύτοις διατριβή, ἡ ἐν ἁγίοις παρξησία. ΙΘ'. Εδωκε γάρ, φησίν, ὁ Θεὸς χάριν ἐπ' αὐτὴν καὶ κατεχόρευε τοῖς ποσὶν αὐτῆς. Τὴν ποίαν ταύ την χάριν; Η τὴν τῶν θείων ἐλλάμψεων, ἢ τὸ παρ' ἡλικίαν καρτερικὸν αὐτῇ, καὶ πρὸς ἀρετῆς ἀνάγειθαι παρέχουσαν τελειότητα· ἢ χάριν ταύτην φησὶν εἰληφέναι, τὴν μόνην αὐτὴν προκεκρικυίαν τῆς κατ' ἐκείνην φύσεως, τοιαύτης μὲν τῆς ἀφιερώσεως τυχεῖν, οὕτω δὲ ἀκώλυτον τὴν ἐν τοῖς ἀδύτοις διατριβὴν ποιεῖσθαι καὶ συντηρεῖσθαι χάριτι, καὶ σύμβολα ταύτης τῇ παραδόξῳ δεχεσθαι χορεύσει. *Εδωκε γάρ, φησίν, ὁ Θεὸς χάριν ἐπ' αὐτὴν καὶ κατεχόρευε τοῖς ποσὶν αὐτῆς. Πῶς καθάπερ τι μέγα καινότατον τέθεικεν ὁ συγγραφεύς, τὸ κατεχόρευε τοῖς ποσὶν αὐτῆς λέγω; τί οὖν παράδοξον ὑπαι νίττεται τοῦτο; παράδοξον μὲν οὖν, αὐτόθεν λαμβα
col. 621–622page 40 of 80
PG 127:621νόμενον, εἰκὸς ἂν οὐ δόξειεν. Εἰ δὲ τὴν τοῦ συμβάντος ἐννοήσειέ τις καινοτομίαν, οὐκ ἂν τῶν παρόδοξο τάτων θείη δεύτερον· καὶ γὰρ ἦν ἰσοστάσιον καινοτομούμενον τε ἅμα καὶ κατανοούμενον. Πῶς γὰρ καὶ μὴ ὑπῆρξεν οὕτω τοῖς θεωμένοις, ἐν τῷ θείῳ καὶ ἀφωρισμένῳ χώρῳ τοῖς τὰ ἀποῤῥητα μυουμένοις, ἐν ἱερῷ τοῖς τὰ ἱερὰ τελοῦσιν ἐνδιατρίβειν συγκεχωρημένοις, ἐν ἀβάτι σχεδόν γυναιξὶ τόπῳ, νεάνιδα παρ θένον διαπαντὸς ἐνδιαιτωμένην, καὶ τὴν μόνην περι ορισθεῖσαν ἀφιέρωσιν ἀνδράσιν, ἐν γυναιξὶ παρ' ἐλπίδα καινοτομουμένην, καὶ τῶν τοιούτων ἄρτι και νοτομουμένων, μηδένα, μήτε ἱερέων, μήτε ἰδιωτῶν, ἢ ἔργῳ διακωλύειν ἐπιχειρεῖν ἢ λόγοις τὴν δοκοῦσαν ἐν τῷ πράγματι παρανομίαν, καὶ διελέγχειν καὶ ἀπαγορεύειν; ᾿Αλλὰ γὰρ καὶ πρὸς τὸ μὴ νοηθῆναι η τοῦτο, καταδεχθῆναι δὲ μᾶλλον τὴν ξένην ἀφιέρωσιν, καὶ συνησθῆναι ταύτῃ τοὺς ὁρῶντας ἅπαντας. ὁ χαρίτων τὴν προσαγομένην παρεσκεύασε Θεός. Κ'. Ἔδωκε γὰρ, φησί, χάριν ἐπ' αὐτὴν ὁ Θεὸς, καὶ κατεχόρευε τοῖς ποσὶν αὐτῆς, καὶ ἠγάπησεν αὐτὴν πᾶς οἶκος Ισραήλ. Οὐ μόνον πρὸς τὴν και νὴν ἀπόδοσιν ὁ Ἰσραηλίτης οὐκ ἀντιλέγει λαὸς, ἀλλὰ καὶ ἡπίως καταδέχεται ταύτην· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ περιποθήτως αὐτό τε τὸ γινόμενον πράγμα, καὶ τὴν προσαγομένην περιπτύσσεται. Η άπησε γὰρ αὐτήν, φησί, πᾶς οἶκος Ισραήλ. Ως θεϊκῇ ἀποδεδομένην ἠγάπησε προνοίᾳ, ὥστε τα μιευόμενον τῷ Κτίστῃ τετίμηκε κειμήλιον, ὡς εὐα πρόσδεκτον αὐτοῦ περιεπτύξατο προσφοράν· καὶ οὐκ εἶπεν, Ἡγάπησεν αὐτὴν ὁ οἶκος Ἰσραὴλ, ἀλλὰ, πᾶς οἶκος Ισραήλ. Οὐχ οἱ ἐν τῷ θείῳ, φησί, τεμένει μόνον ἀρχιερεῖ; καὶ λευῖται ἅπαντες οἵ τε τῷ θυσιαστηρίῳ ἐφεδρεύοντες καὶ ταῖς θυσίαις καθ υπηρετούμενοι, τῇ καθαρωτάτῃ ταύτης συνήδοντο σχέσει, ἀλλὰ καὶ οἱ πανταχόθεν συναγειρόμενοι συμ φυλέται, καὶ τῆς πατρώας ἕνεκα θρησκείας, τὸν περιώνυμον ἐκεῖνον καταλαμβάνοντες ναὸν, ἄνδρες, γυναῖκες, πρεσβῦται, νέοι, παρθένοι συνηλικιώτι δες, αὐτόχθονες τε καὶ οἱ ἐκ διασποράς φοιτῶντες Ἰσραηλῖται· πάντες οὗτοι τῷ τῆς θεωμένης τῶν ἀνακτόρων ἔνδον καταθελγόμενοι κάλλει, τῇ ἀνοι θεύτῳ ταύτης προσεφύοντο ἀγαπήσει. ΚΑ'. Διὰ τοῦτο, φησὶν, ἠγάπησεν αὐτὴν πᾶς οἶκος Ισραήλ. "Ην γάρ, φησὶ, Μαριάμ νεμομένη ἐν τῷ ναῷ Κυρίου, ὡσεὶ περιστερά. Τίς ἂν ἐκεῖνο τὸ γλυκὺ καὶ ποθητὸν ἰδὼν οὐ κατεθέλχθη θέαμα; τίς ἐν ἐπιθυμίᾳ τῆς παραδόξου ταύτης οὐκ ἂν ἐγέ νετο θεωρίας; Ως ἁπάντων μὲν τῶν ὁρατῶν, τούς τε τῆς διανοίας καὶ αἰσθητοὺς ἀπαγαγεῖν ὀφθαλμοὺς, εἰς δὲ τὸ ἡδὺ καὶ θελκτικὸν ἐκεῖνο μεταθεῖναι θέαμα, σκοπῆσαί τε τὴν μεγαλοπρέπειαν τοῦ γένους, ἐν ἀκμῇ τῆς ἡλικίας τὴν τελειοτάτην διὰ τῆς καρ τερίας ἐνδεικνυμένην ἀρετὴν, καὶ τῶν ὑψηλῶν καὶ ξένων κατατρυφῶσαν χαρισμάτων, ἰδεῖν τὸ πολυέραστον ἡμῶν ἐγκαλλώπισμα, ἐν τοῖς ἐνδοτέρω μὲν περιχορεῦον τοῦ ἱεροῦ καὶ ταῖς θείαις λαμπρυνόμε νουν χάριτι, τοῖς διαυγέσι δὲ τῆς καθαρότητος τὸν
col. 623–624page 41 of 80
PG 127:623ενοικούμενου καταφαιδρύνον τόπον, θεάσαθαι την ἄσπιλον περιστερὰν, ταῖς τῆς ἀκακία: πτέρυξιν ἐν τῷ ναῷ περιιπταμένην, καὶ τῇ τῶν ἀρετῶν ἀναλέξει, τὴν τῶν μυστηρίων ἐποικοδομούσαν νοσσιάν. ΚΒ'. 'Ην γάρ, φησί, Μαριάμ νεμομένη ἐν τῷ ναῷ Κυρίου ὡσεὶ περιστερά· ἐν τῷ τοῦ ναοῦ περιεχόρευε πλάτει. Τὸ πρῶτον υπερίπτατο κατα πέτασμα, τοῦ δευτέρου ἐντὸς ἐγίνετο, τὰ τῶν ἁγίων κατελάμβανε "Αγια, εἰς αὐτὰ τῶν μυστηρίων εἰσέδυ τὰ ἄδυτα· χερσὶ καθαρωτάταις τῶν ἱερῶν περιεδρά σετο σεβασμάτων, τὰ τὴν Δεσποτικὴν οἰκονομίαν τυ ποῦντα σύμβολα, καὶ τὰς οἰκείας κατησπάζετο σκιαγραφίας. Πάντα ἦν ἀφετέα ταύτῃ. πάντων ἐπ' ἐξουσίας εἶχε τὸ τρυφᾷν, οὐδὲν αὐτῇ τῶν ἄλλοις ἀθεάτων ἀπεκλείετό τι· οὐκ ἀπείργετο τῆς πανταχόσε τοῦ τεμένους περινοστήσεως. Τοῦτο γὰρ τὸν ὡσεὶ περιστερὰν, αὐτὴν ἐν τούτῳ νέμεσθαι δηλοί, μᾶλλον δὲ τὸ πάσης ἐκτὸς ἐνδιατρίβειν κακίας, καὶ μόνην κατ' ἀξίαν ἐκείνου διαιτήσεως καὶ προκριθῆναι καὶ τὴν ἀκώλυτον κληρωθῆναι παρίστησιν ὁ λόγος κατοικίαν, ὡς πάντων δηλαδὴ τῶν ἐπισχολα ζόντων ἄλλων ἐν αὐτῷ, ἢ ταῖς ἐφημεριῶν ἐναλλαγαῖς, μὴ πάντη τῶν ἀνθρωπίνων καθαρευόντων κη λίδων, κἄν τις αὐτῶν τύχοι ἐν τῷ ὑπερκειμένῳ τετιμημένος τῆς ἀρχιερωσύνης ἀξιώματι. Τοῦτο γοῦν τὸ νέμεσθαι τὴν ἄκακον ἐν τῷ ναῷ περιστερὰν σημαίνει. ΚΙ. Κατέβησαν δὲ οἱ γονεῖς αὐτῆς, ὡς ἡ ἱστορία διδάσκει, θαυμάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν, ὅτι οὐκ ἐπεστράφη ἐπ' αὐτούς. Εθαύμαζον μὲν τὰ ἀνεπίστροφον ὁρῶντες τῆς παρθένον· ἔνουν δὲ τὸν τὸ ἀπύλητον αὐτῇ καὶ βέβαιον παρασχόμενον ὃς καὶ προσλαβόμενος αὐτὴν, κατέσχε, καὶ ἀδιάσπαστον τῆς οἰκείας διετήρησε συναφείας· ἦν γὰρ θαύ ματος καὶ δοξολογίας Θεοῦ ἐπάξιον ς, θεω οὐμενον. Απῄεσαν γάρ, φησὶν, οἱ γονεῖς αὐτῆς θαυμάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν, ὅτι οὐκ ἀπεστράφη πρὸς αὐτοὺς. ΚΔ΄. Καὶ τί δεῖ μόνης ταύτης τὸ ἀνεπίστροφον πρὸς τοὺς οἰκείους θαυμάζειν, ὁπόταν καὶ τοὺς αὐ τῆς γεννήτορας ἐν τούτῳ μεγαλυνθέντας ὁρῶμεν; Οὐδὲ γὰρ, οὐδὲ αὐτοὶ πρὸς τὴν τοῦ φιλτάτου διάστασιν ἠγανάκτησαν, οὐδὲ τὰ πατρικά συνεκινήθησαν σπλάγχνα, οὐδὲ τῷ κέντρῳ τῆς φύσεως κατετρώθησαν, καὶ πρὸς τὴν παῖδα πάλιν ἀναστραφέντες, τῷ συνήθει ταύτην περιπτύξαντο πόθῳ· οὐ ῥημάτων τὸ ἡδὺ καὶ δυσάρθρωτον εἰς μνήμην ἐλθὸν, τὸν λογι σμὸν αὐτοῖς συνετάραξεν, οὐ θέας καὶ διατριβῆς καὶ κάλλους ανατύπωσις ἐν νῷ διαζωγραφηθέντων, ἅτε ἐν ἀπολαύσει πρότερον ὄντος· σφοδρότερον αὐτοὺς ἡνατε καὶ τοιαῦτα πρὸς τὴν παῖδα προσομιλεῖν ἔπεισε· Πολλὰ μὲν διὰ τὸ παρασχεθῆναι σε μογή
col. 625–626page 42 of 80
PG 127:625σαντες, ὦ τέκνον, πολλὴν δὲ τὴν ἐπίπονον ἀγωνίαν ἢ ἐνδειξάμενοι καὶ τὴν χαλεπήν ταλαιπωρίαν ὑποστάντες, ὥστε καὶ τῶν τῆς ἀτεχνίας ἀπαλλαγῆναι σκωμα μάτων, και σε παρασχεθείσαν διηνεκές ἔχειν προ ὀφθαλμῶν ἀγαλλίαμα, τῶν προσδοκηθέντων ἀγαθῶν τὴν ἀφαίρεσιν ὑπομένομεν. Ὅτε γὰρ τούτων εναπο λαύειν προσῆν, καὶ ἐν ἐπιτυχίᾳ τοῦ ζητουμένου καθέστηκεν, ὅτε τῶν πόνων ἀνείθημεν καὶ τὴν τῶν χρηστοτέρων ἐν χερσὶ κατείχομεν πληροφορίαν, τότε τῇ συμβαινούσῃ διαστάσει, αἵ τε ἐλπίδες καταῤῥέου σι, καὶ οἱ πόνοι σφοδρότεροι προσπίπτουσι, καὶ τὸ λυπηρὸν ἀπαρηγόρητον συνεπιτιθέμενον, ἀνιᾷ καὶ βαρύνει, καὶ ἔνδον προχωρούν κατατρύχει. Οὐ γὰρ οὕτω τὸ ἐν ἐλπίσι κείμένον ἀγαθὸν, ὡς τὸ ἐν χερσὶ γενόμενον, ταχεῖάν τε τὴν ἀφαίρεσιν ὑπομένον, τὴν τῆς ἀποτυχίας ἀνίαν ἐμποιεῖ. Τὸ μὲν γὰρ ἐν ἀπεί ρίας τοῦ ἐπιθυμητοῦ μὴ προγινόμενον, ὁμοίως φέ ρεται· τὸ δὲ τοῖς τοῦ ἡδέος αὐτοῦ γευσαμένοις ἀφαι ρούμενον, δυσφόρητον μὲν τὴν ἀφαίρεσιν ἔχει, χαλε πὴν δὲ τὴν ζημίαν τοῖς ὑπομένουσι προξενεῖ. Ἡμῖν μὲν οὖν πολλῶν πόνων καὶ προσευχῶν καρπὸς παρα σχεθεῖσα, τῆς τε ἀπολαύσεως ἔγευσας, καὶ τὴν ἐπι θυμίαν ἔστησας· νῦν δὲ μετὰ πεῖραν τῶν σῶν καλῶν ἡ ἀφαίρεσις, καὶ μετὰ τὴν ἀπόλαυσιν ἡ ζημία, καὶ τὸ ἀηδὲς μετὰ τὴν ἡδονήν. Διὸ τῶν τε πραγμάτων ἡ ἔφεσις ἔρημος ἀπολείπεται, καὶ διὰ βάθους τῆς ψυχῆς τὰ ὀδυνηρὰ τῆς φύσεως χωρεῖ κέντρα. Καὶ εἰ μὲν πρὸς ἕτερον ἦν ἀπιδεῖν, ἢ παρὶν ἢ ἐσόμενον τέκνον, εἶχεν ἂν τὸ φορητὸν ἡ διάστασις· ἐπειδὴ δὲ μία τῆς ἀσθενούσης φύσεως θεραπεία δεδωρημένη καθιέρωσαι τῷ δόντι, τὰς ἡμετέρας αναφλέγεις ψυ χάς, μηδεμίαν τοῦ πάθους καταλείπουσα παραμυθίαν, εἰ καὶ τὸ εὐπαρηγόρητον τὸ τῆς ἀφιερώσεως κατεπαγγέλλεται πράγμα. Ἀλλ᾿ οὐδὲν τοιοῦτον οἱ πανόσιοι τῆς παρθένου γεννήτορες εἶπον· ὁ δὴ καὶ καταπλήξεώς ἐστι πλῆ ρες, καὶ τῆς τῶν δικαίων επάξιον ἀρετῆς. κατέβησαν γὰρ, φησίν, οἱ γονεῖς αὐτῆς θαυμάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν, ὅτι οὐκ ἀπεστράφη πρὸς αὐ τούς. ΚΕ'. Τοῦ δεξαμένου γὰρ καὶ οἰκειωσαμένου ταύ την ὁ πόθος ύπεροχών, τοῦ τῶν τεκόντων, καίτοι τυραννικωτάτου ὄντος, κατεκράτησε φίλτρου. Ω καινῆς καὶ πάσης ἀνωτέρας διανοήσεως χάριτος! ὢ ξένης καὶ ἀγωγῆς καὶ διαιτήσεως! ὦ λόγων τῶν ἁρμόδια τοῖς πράγμασι τὰ ῥήματα προβαλλομένων! ὢ νομῆς ἐκείνης, ἣν ἡ λογικὴ καὶ ἄσπιλος τῆς φύσ σεως κατενεμήθη ἀμνάς. Ην γάρ, φησί, Μαριάμ νεμομένη ἐν τῷ ναῷ Κυρίου, ὡσεὶ περιστερὰ, καὶ ἐλάμβανε τροφὴν ἐκ χειρὸς ἀγγέλου. Ἐπειδὴ γὰρ ἀποδεδομένη θεῷ καὶ τῆς ἀνθρωπίνης ἀπηλλαγμένη προστασίας, μήτε τῶν γεννησάντων τῇ ἀναγκαία ταύτης επιστατούν των χρεία, μήτε τῶν γνησίων τὸ ἐφυστερίζον ἀπο
col. 627–628page 43 of 80
PG 127:627τῶν εἰς τὴν τοῦ ναοῦ τεταγμένων παρεδρίαν, τὴν αὐτοσχέδιον ἐκείνην καὶ παράδοξον δι' ἀγγέλου ἐλάμβανε τροφήν. Ὅτι μὲν γὰρ οὐ διαπαντός τῆς τῶν θεραπευόντων καὶ τῶν τοῦ σώματος ἐπιτηδείων προνοουμένων ἀπελείπετο λειτουργίας, παντί που γνώριμον. Διὰ γὰρ τῶν καθυπηρετουμένων ἐν τῷ ναῷ καὶ τῶν καρποφορουμένων, σὺν τοῖς μετέχειν αὐτῶν ἀφορισθεῖσι, διετρέφετο. "Οτε δὲ καιρὸς ἐπῆν, καθ᾿ ὄν τῆς τῶν ἁπάντων ἀπεγυμνοῦτο προνοίας, μόνη τε σχεδὸν ἐγκαταλειπομένη, τῶν τε κατὰ χρείαν ὑστερεῖτο, καὶ τὴν παρηγοροῦντα τὴν μόνω σιν οὐκ εἶχε, τότε τὴν αὐτοσχέδιον καὶ παράδοξον διὰ τοῦ ἀγγέλου ἐκομίζετο τροφήν. Τῶν γὰρ ἐν τῷ ἱερῷ τεταγμένων, οἱ μὲν τὰς λειτουργίας ἐπιτελοῦν πληρούντων, καταμελούντων δὲ, ἢ καὶ παρορώντων τες, τῇ συνήθει τὸ πέρας επιτιθέντες ἀκολουθία, οὐδὲ τῆς κατ' οἶκον κατημέλουν χρείας· οἱ δὲ καὶ τῇ τῶν ἱερῶν διηνεκῶς ἐγκαρτερεῖν ὑπηρεσίᾳ καὶ φυλακῇ τεθειμένοι, τὸ πᾶν ἐν τούτῳ τῆς σπουδῆς καταναλίσκοντες, ἀργότεροι πρὸς τὴν ἐκείνης καθειστήκεισαν θεραπείαν. Τῶν ἐπιτηδείων γὰρ ταῦτα γυναικῶν τυχὸν ἢ θεραπαινίδων ἀποπληροῦν ὑπῆρ χε, καὶ κατὰ λόγον ἐπεζήτει πάντως τὰ τὴν φύσιν συντηρήσοντα διὰ τῆς ἐφημέρου τοῦ σώματος σιτήσεως, ἐφ' ᾧ καὶ τὴν ἐπιλείπουσαν ἐλάμβανεν ἐκ τοῦ ἀγγέλου τροφήν. παρειληφώς Δεσπότης, μὴ παραδοξοτάτη περιεποιήσατο προμηθεία; Πως μὴ θειοτέρας ηξίωσε τῆς ἐπισκοπῆς; πῶς μὴ τοῖς ἀξιολογωτέροις ἐτιθηνήσατο χαρίσμασι; πῶς μὴ ταῖς ἀγκαλῶν δίκην συνεχού σαις αὐτὴν περικρατῶν ἐπισκιάσεσιν, ὡς οἰκείαν περιέλαβε μερίδα, ὡς ἀκεραίαν συνέθαλψε περιστερὰν, ὡς πολύτιμον ἑταμιεύσατο δώρον, ὡς ὁλοκλήρω ταύτῃ καὶ εὐώδει ἐφηδύνθη καλλιερήματι; ΚϚ'. Πῶς γὰρ ἂν ὁ κρείττονι βουλήσει ταύτην Εἰ γὰρ δι᾽ ἀκοῆς ἡμεῖς τὸ γλυκὺ τοῦτο καὶ ποθεινὸν λαμβάνοντες ὑφήγημα, καὶ ταῖς τῶν λόγων άνα μνήσεσι καθάπερ ἀναζωγραφοῦντες τὴν θαυμαστὴν ἐκείνην διαίτησιν καὶ ἀγωγὴν, ἐν ἐπιθυμίᾳ καὶ αὐτὰ η ζεούσῃ καὶ διαπύρῳ κατιδεῖν γινόμεθα τὰ πράγματα, καὶ τῶν ἄλλων ἁπάντων ερασμιώτατον καὶ ἥδιστον τοῖς ἀκούουσι κρίνεται πᾶσι, τὸ κατ' ἐκεῖνον παρεῖναι τὸν χρόνον, ἱστορῆσαί τε τὰ γενόμενα, καὶ τῆς θέας αὐτῶν ἐπαπολαῦσαι καὶ κατατρυφῆσαι τῆς τότε καινοτομουμένης οικονομίας, καὶ ἐνηδυνθῆναι τῇ θεωρίᾳ τοῦ ἡμετέρου ἐντρυφήματος, καὶ περιπτύξασθαι, εἴπερ οἷόν τε ἦν, τὸ μόνον τῆς φύσεως ύπερηγαπημένον βλάστημα, καὶ προσενεγκεῖν τὴν διὰ λόγων εὐφημίαν καὶ χάριν ταύτην τῷ θερμοτάτῳ τοῦ πόθου παρασχεῖν, πῶς ἂν ὁ ταύτην καὶ προκρίνας καὶ εἰσοικισάμενος Νυμφίος, ὁ τὸ ὑπερφυὲς τῆς ἐν αὐτῇ καινοτομουμένης ἐνορῶν καρτερίας, ὁ τῷ ἀμηχάνῳ τῆς καθαρότητος αὐτῆς ἐνωριζόμενος κάλλει, ὁ τῇ ἀθεωρήτῳ τῆς ψυχῆς ἐφηξόμενος τες
col. 629–630page 44 of 80
PG 127:629πνότητι, μὴ καταλλήλως τῇ ἀγαπήσει τῇ τῶν χα ρισμάτων αὐτὴν ὑπερεδόξασεν ἀφθονίᾳ; ΚΖ'. ᾿Αλλὰ γὰρ οὐ μόνον ὑπὸ τοῦ τῶν ὅλων οὕτως Αγαπημένη Θεοῦ τῶν ἀποῤῥήτων ἐκείνων ἐτύγχανε δωρεῶν, ἀλλὰ καὶ τοῖς διὰ θεωρίας ἐφεστῶσιν αὐτῇ τότε, ποθητὸν ἦν θέαμα, ἀγαπητὸν διήγημα, ἥδιστον ἄκουσμα. Αγάπησε γὰρ αὐτὴν, φησί, πᾶς οἶκος Ισραήλ. Ηγάπησεν αὐτήν, καινὴν κατανοῶν κεκληρωμένην κατοικίαν, παράδοξον λαχοῦσαν ἐνδιαίτησιν. Ην γὰρ ἐπιθυμητὸν τὸ νεοθαλὲς βλεπόμενον ἐν τοῖς ἁγίοις άδρυνόμενον στέλεχος· ἦν ἐπιπόθητον κατιδεῖν τὴν εὐγενῆ παραφυάδα τοῦ γένους, εἰς ὑψι γενὲς τῶν ἀρετῶν ἀναδιδούσαν μέγεθος, καὶ ξένον ὁμοῦ καὶ ἡδὺ παρεστῶσαν τὸ θέαμα. "Ην ἰδεῖν καὶ περιχαρῶς προσδραμεῖν τῇ ἀνημμένῃ τῆς ἀνθρωπότητος ἐν τῷ ναῷ λαμπάδι, καὶ ταῖς ἀκτῖσιν ἐξ αὐτῆς προβαλλομέναις ἐμφαιδρυνθῆναι χάρισιν. Ην τότε πολλῆς ἐναπολαύειν τοὺς θεωμένους τὸ τῆς φύσεως ἥδυσμα τῆς θυμηδίας ἐν τῇ καινοφανεί διαγωγή, τὴν πρὸς τὰ θειότερα μὲν ἐπιδεικνύμενον ἀναγωγήν, τῶν δὲ τῇ τοιαύτῃ προσανεχόντων ἀναβάσει συνο επεκτεῖνον τὴν ἡδονήν. ΚΗ'. ᾿Αλλὰ τῆς κατὰ λόγον μὲν τῶν ποθητῶν σου θεαμάτων ἀγαπήσεως, οἱ τηνικαῦτα τούτων ἐν ἀπ λαύσει γενόμενοι, τοῦ πλείονος ἀπελείποντο· μᾶλλον δὲ εἰπεῖν τοῦ παντός, ὅσῳ τοῖς σωματικοῖς σου μό νον ἐφησθέντες πρὸς ὀλίγον κάλλεσι, τοῦ πόθου διήμαρτον τῶν ἐναποκειμένων ἀγαθῶν θησαυρῶν, καὶ ἀποκρύφων μυστηρίων. Τῇ σκιαγραφούσῃ γὰρ τὴν ἔνδον ὡραιότητα τοῦ ὁρωμένου θέᾳ, καθάπερ τῇ ἐκ πολυειδῶν χρωμάτων κατασκευασθείσῃ ἐπιτερ φθέντες εἰκόνι, τοῦ ἐκτυπουμένου κάλλους καὶ τῆς αὐτοῦ μετ' ολίγον ἐξέπεσον διάνοιαν σκιαγραφίας. *Ην γὰρ ἐξ αὐτῶν τῶν ζωγραφότων χαρακτῆρα, την διὰ τῆς ζωγραφίας δηλουμένην κατανοῆσαί σου δό ξαν, καὶ διὰ τῆς φαινομένης ὡραιότητος, τῆς ἀφα ναῦς καταστοχάσασθαί σου φαιδρότητος· μᾶλλον δὲ μίαν καὶ ταύτην ἀγαπητῶς ἀποδοῦναι τιμήν, ταῖς ἀμφοτέραις σου λαμπρότησιν, ὡς τοῦ μόνου φωτός γεγενημέναις οἰκητήριον, καὶ τὴν μίαν ἡμῖν καὶ ποθητὴν διανασχούσαις λαμπρότητα. ᾿Αλλὰ τῶν κατ' ἐκείνους μὲν ὀλίγοι πρὸς τὴν ὄντως σου μεγαλοπρέπειαν διὰ τῆς προλαμψάσης ὥρας ἀνήχθησαν, τῶν πλείστων αὐτῶν φθόνῳ κατενεχθέντων, καὶ πρὸς τὴν ἑκούσιον ὑποδύντων τύφλωσιν. Ἡμεῖς δὲ ταῖς ἐξ αὐ τῶν ἀκτῖσι περιλαμπόμενοι, εἰς αὐτά σου τὰ πλύ φωτα τῶν μυστηρίων διακύπτομεν ταμιεία, καὶ ταῖς τῷ ἀμηχάνῳ τῆς καθαρότητος αυ τῆς..... κάλλει: τὸ ἀμηχάνῳ

Oration IVOratio IV

col. 631–632page 45 of 80
PG 127:631τοῦ οἰκεῖόν σε κατασκευάσαντος ηλίου τῆς δικαιοσύνης ἐνδιαίτημα καταυγαζόμεθα λαμπρότησιν, ἐν Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ἡμῶν, ᾧ πρέπει τιμή, δόξα, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΛΟΓΟΣ Δ'. Εἰς τὸν εὐαγγελισμὸν τῆς ὑπεραγίας Θεοτόκου, ἐκλετεὶς ἀπὸ τῶν θείων Γραφών. Α΄. Χαίρω σημερον, τὴν ἐμὴν πανηγυρίζων χα ράν· χαίρω, τὴν ἐμὴν ἑορτάζων εὐφροσύνην· χαί ρω, τὴν παγκόσμιον περιπτυσσόμενος δόξαν· χαίρω, τὴν κοινὴν ἀσπαζόμενος ἀγαλλίασιν· χαίρω, τῆς β άρᾶς τὴν ἀπόθεσιν κομιζόμενος· χαίρω, τῆς χαρᾶς τὴν ἀμφίεσιν καινιζόμενος· χαίρων, την φθοράν ἐκμειουμένην συνορῶν· χαίρω, τὴν ἀφθαρσίαν βραβευομένην κατανοῶν· χαίρω, τοῦ προγονικοῦ ἀπο λυόμενος χρέους· χαίρω, τῆς πνευματικῆς μετα λαμβάνων ἐλευθερίας· χαίρω, τῆς Δεσποτικῆς ἀπο λαύων υιοθεσίας· χαίρω, τῆς χαρᾶς συνευωχούμενος τῇ αἰτίᾳ, ἧς καὶ πρὸ προσώπου μυστικώτερον χο ρεύων, χαριστηρίους αὐτῇ τοὺς ὕμνους ἐπᾴδω, ἐπιθαλάμιον τὴν εὐφροσύνην κροτῶ, νυμφικὴν τὴν εὐ φημίαν πλέκω. Β'. Σήμερον γὰρ ἡ νοητὴ καὶ πολυτίμητο, αὕτη παστὰς, τοῦ μυστικοῦ καὶ ἀποῤῥήτου συναλλάγματος τὸ μήνυμα δεξαμένη, σὺν αὐτῷ τὸν νυμφίον ὑπὲρ ἔννοιαν δέχεται, καὶ κυοφόρος ἡ ἄφθορος τοῦ ἐνοικήσαντος γίνεται. Σήμερον τὸ μυστικὸν παλάτιον ἀφάτῳ καθαρότητι κεκοσμημένον, τὸν βασιλέα τοῦ παντὸς καὶ συνοχέα τῆς κτίσεως παραδόξως εἰστέ χεται. Σήμερον ὁ ὑπέρτατος καὶ ἔμψυχο; οὐρανὸς τὸν ἐκτείναντα τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, καὶ ὡς σκηνὴν αὐτὸν περιαγαγόντα, σαρκούμενον ἀπαρ ζήτως συνέχει. Σήμερον ἡ ὁλόφωτος νεφέλη, τὸν τῆς δικαιοσύνης ἥλιον ἐγκολπωσαμένη, φαιδρὰς τῷ κόσμῳ τὰς μαρμαρυγὰς ἐξήπλωσε. Σήμερον ἡ ἀληθινὴ σκηνή, οὐ διὰ συμβόλων καὶ τύπων τὸν νομοδότην, ἀλλὰ, ὡς αὐτὸς ηὐδόκησεν, οὐσιωδῶς εἰσδέχεται, καὶ πᾶσι τὸν τοῦ Πνεύματος διαγορεύει νόμον. Σή μερον ἡ τῇ χάριτι κεχρυσωμένη στάμνος, τὸ οὐράνιον ταμιευομένη μάννα, τοῖς πιστοῖς τὴν ἀκήρατον προ τίθησι τροφήν. Ο καινοῦ πράγματος! ὢ ξένης συν δρομῆς! Δύο κατὰ ταὐτὸν, ἀπεναντίως ἀλλήλοις ἔχοντα, εἰς τὸ παρὸν συνῆλθε, χαρὰ καὶ δέος· χαρὰ
col. 633–634page 46 of 80
PG 127:633μὲν, ὡς τὴν κοινὴν ἀγαλλίασιν ἔχοντα διηγουμένην. δέος δὲ, ὡς ὑπὲρ λόγον ὄντα καὶ πᾶσαν νόησιν ὑπερ έχοντα· οὐκ ἔστι τινὰ διαλαβεῖν τὸν ταύτης δυνά μενον ἐξικέσθαι, Γ'. Ηδη μὲν οὖν τῆς ἀμιάντου Παρθένου τὴν ἱερὰν ἐργωμένης ἱστουργίαν, καὶ πάσης συνήθους ἀλλοτριουμένης ὁμιλίας, ἀσφαλεστάτη τε φυλακῇ, τῇ ἀσύλῳ τειχιζομένης σωφροσύνῃ, πρὸς πέρας ὑπὸ Θεοῦ τὸ κεκρυμμένον ἀποκρύφως αὐτοῦ μυστήριον ἤχθη. Διὸ τὸν τούτου λειτουργὸν ἐκ πασῶν νοερών δυνάμεων προκρίνας, εἰς τὴν αὐτοῦ λειτουργίαν Ευτελλε. Καὶ σκόπει τὴν εὐαγγελικήν συμφωνίαν τῇ ἱστο μία συμφθεγγομένην, καὶ τοῦ αὐτοῦ πνεύματος κἀκείνην είναι διαβεβαιοῦσαν. Ἐκείνη μὲν γὰρ τῆς σιω τῆς Ζαχαρίου μνησθεῖσα, μετὰ ταῦτα τὰ τῆς χαρᾶς διηγείται παράδοξα. Καὶ αὕτη δὲ, τὰ περὶ αὐτῆς ἀσφαλῶς διαθεμένη, σὺν τῷ μεταξὺ χρόνῳ ταύτην διαγορεύει. Διό φησιν· Ἐν δὲ τῷ μηνὶ τῷ ἔκτῳ ἀπεστάλη ὁ ἀρχάγγελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρέτ. Δ'. Διὰ τί μὴ ἔνδον τούτου, δίκαιον ἀπορῆσαι, τρίτῳ ἢ τετάρτῳ, εἰπεῖν, ἢ τῷ ἐφεξῆς, πρὸς τὴν Παρθένον γέγονεν ἡ τοῦ ἀρχαγγέλου ἀποστολὴ, ἀλλὰ τῷ ἔκτῳ; Σοφὴ μὲν γὰρ ἦν ἡ Παρθένος, εἴπερ τις ἄλλος τῶν ἐν γενέσει, καὶ συνέσει διαφέρουσα, και τοῖς διδομένοις ἄνωθεν χρησμοῖς ἐντεῦθεν εὐπειθής ἐτύγχανεν, εἴκουσα τούτοις ἀεὶ, καὶ μὴ ἀντιλέγουσα, καὶ πάσης ἀμφιβολίας καθαρεύουσα. Οὐ βούλεται δὲ ταύτην διά μόνου τοῦ εὐαγγελισμοῦ πρὸς τὸ ἀκμάζον ἔτι τοῦ μυστηρίου ἐνάγειν, ἀλλ᾽ ἤδη καὶ διὰ πραγμάτων. Καὶ γὰρ καινόν τι καὶ πάντη τῶν τῆς φύσεως ἰδίων ἀλλότριον, ὅ πάλαι γεγενημένον οὐκ ὠνομάσθη, ταύτῃ καταμηνύειν ήμελλε. Διὸ φανερώτερα τὰ προοίμια κατασκευάζει, καὶ τὴν τῶν ῥημάτων ἀμφιβολίαν διὰ τῶν πραγμάτων βε Γαιοῖ. Ἐπειδὴ γὰρ τῷ χρόνῳ τούτῳ τελεσφορούμενον τὸ ἔμβρυον οιδαίνειν μὲν τοὺς μητρώους παρα σκευάζει κόλπους, ἔξω δὲ τοῖς θεωμένοις ὑποφαίνειν τὸν ὄγκον· ἀπλανῆ μάρτυρα τὴν ὄψιν ἀγόμενος ὁ παραδόξως τὸ ἀπόῤῥητον οἰκονομῶν Δεσπότης, τῷ ἔκτῳ μηνὶ τῆς τοῦ Προδρόμου συλλήψεως πρὸς τὸν Γαβριήλ φησιν Ε'. "Αγε δή, ὦ δορυφόρε τῆς ἐμῆς ἐξουσίας, τῷ πατρικῷ βουλήματι καθυπούργησον. "Αγε, τὴν ἐμὴν συγκατάβασιν μήνυσον· ἔθι, τὴν τοῦ Πνεύματος ἐν ἀνθρώποις ἐπέλευσιν κήρυξον, όμοτίμου θελήματος τὰς εὐεργεσίας εὐαγγελίζου· ἐγὼ σὺν τῷ Πατρὶ καὶ Πνεύματι τὴν τοῦ παντὸς ἐτεκτηνάμην ὕπαρξιν
col. 635–636page 47 of 80
PG 127:635ἐγὼ τὸν διπλοῦν ἡμφίασα κόσμον· ἐμῇ προστάξει ο ο και πᾶσα παρήκται τῶν νοερῶν στρατευμάτων ἡ φύσις ἐμῷ κελεύσματι ὁ οὐρανὸς τοῖς ἄστροις καταποικίλ λετα:· ἐμῇ προνοίᾳ τοῖς ἄνθεσιν ἡ γῆ καταστέψε ἐν ἐμοὶ πᾶσα τῶν ζώντων ζωὴ τεταμίευται ἐγὼ χερσὶν οἰκείαις τὸν ἄνθρωπον κατ' ἐμὴν εἰκόνα ποιήσας, δεσπότην καὶ βασιλέα τῶν ἐπὶ γῆς ἀνεκήρυξα. Τοῦτον ἐκπολεμήσας ὁ τύραννος, τῆς βασι λείας ἀπέρρηξε· τοῦτον τῆς ἀρχῆς καθεῖλε· τούτου ἐγκαυχᾶται τῇ νίκῃ. Βούλομαι τοίνυν διὰ τῆς ἐμῆς παρουσίας πρὸς τὴν ἰδίαν τοῦτον ἐπανάγειν ἀξίαν ταύτην μου τὴν οἰκονομίαν πάλαι διὰ προφητῶν ἐπηγγειλάμην· ταύτην τοῖς ἐμοῖς οἰκτιρμοίς πληρ ροῦν κατεπείγομαι. Θέλω κοινωνοὺς ὑμῖν ἀνθρώπους ἀποτελέσαι· μίαν σύμφωνον δοξολογίαν δεῖ με πρὸς πάντων εἰσδέχεσθαι. Οὐ φθονῶ τῇ ἐνώσει· καὶ ὑμᾶς γὰρ ἀφθόνους ἐποίησα· χαίρω τῇ ἀναβάσει· Συγχάρητέ καὶ αὐτοὶ τῷ θελήματι. Αὕτη, ὦ Γαβριήλ, ή πρὸς ἐκείνους σου κάθοδος τὴν αὐτῶν πρὸς ὑμᾶς σημαίνει ἀνάβασιν. Συ μὲν ἀπίῃς, διακονήσων τῷ μυστηρίῳ· ἐκεῖνοι δὲ κατέχουσιν, ἣν ἐπιζητεῖ πρὸς ἐκπλήρωσιν, ἣν εἰς τοῦτο προκατεσκεύασα, τὸ ἐμὸν καθαρώτατον ἐνδιαίτημα, τὸ ἀμόλυντον οἰκητήριον, τὸ ἄσπιλον κατα γώγιον, τὸ πάσης ἐμοὶ τῆς κτίσεως προτιμηθὲν θησαύρισμα. Εὗρον, ὦ Γαβριήλ, ἣν εἰς τοῦτο πρὸ πασῶν γενεῶν ἐξελεξάμην, ἣν τῷ τῆς οἰκονομίας Λόγῳ προώρισα. Ταύτην ὁ χορὸς τῶν προφητῶν μου μεγαλοφώνως ἐκήρυξε· διὰ ταύτης τὴν τῆς ἰδίας βασιλείας ανάρρησιν ἡ ἀνθρωπεία πάλιν ἐλπίζει φύσις. Ταύτῃ ἐγὼ ἐπαγάλλομαι, τῇ ταύτης καθα ρότητι ἐπιτέρπομαι· ταύτην με δεῖ οἰκῆσαι, καὶ μη τέρα μου δείξαι, καὶ τῆς ὑμῶν φύσεως προτιμῆσαι. Ιθι τοίνυν, λειτουργήσων τῷ παραδόξῳ· ἴθι, τὴν ἐμὴν ἐποψόμενος παστάδα, τὴν περιστερὰν τὴν ἄκακον, τὴν λογικὴν ἀμνάδα, τὴν τοῦ ἁγιάσματός μου κιβωτόν· ἴδε τὸ ταύτης ακατανόητον ὑμῖν κάλ λος· θαύμασον τὸ τῆς ἁγνείας αὐτῆς ἀσύγκριτον σ θαύμασον τὸ τῆς καθαρότητος ἀπόῤῥητον· ἐκπλάγηθι τὰ ὑπὲρ ἔννοιαν τῆς ἀρετῆς παράδοξα, καὶ ἐκπλαγεὶς τὴν ἐμὴν αὐτῇ παρουσίαν βεβαίωσον. τῆς ἀκάκου,
col. 637–638page 48 of 80
PG 127:637Γ'. Ἔφριξεν ὁ ἀρχάγγελος τὸ τοῦ Δεσπότου συν ιεὶς πρόσταγμα· ἔπτηξε τὸ πρᾶγμα κατανοήσας, καὶ πρὸς μὲν τοῦτο ἀμηχανών διηπόρει. Τῇ δὲ κει λεύσει ἀντιλέγειν οὐκ ἔχων, τὴν διακονίαν ἐξεπλήρου. Διὸ τῷ τῆς φύσεως ἐπιτηδείῳ τάχει πρὸς τῇ Γα λιλαίᾳ τὴν πτήσιν ἐνεργεῖ· εἰκὸς τῇ καινότητι τοῦ μυστηρίου πολιορκούμενος, ὅμως τῇ προδιδαχθείσῃ Ναζαρέτ προσέβαλε· καὶ ἐν τῷ τοῦ Ἰωσὴφ οἰκή ματι, ἔτι ἀσχηματίστως, εἰσδύσας, ελάνθανε τὴν αἴσθησιν. Διὸ τῷ ἀσωμάτῳ τῆς φύσεως τοὺς τῆς Παρθένου ἐπεκφεύγων ὀφθαλμοὺς, τὰ κατ' αὐτὴν διεσκόπει. Τώρα γὰρ ἄφατόν τινα τὸν τῆς ἐν αὐτῇ ἁγνείας πλοῦτον κρυπτόμενον, καὶ ἀσυγκρίτως πάσῃ γεν νητῇ φύσει κατανοούμενον· τό τε ἦθος ἀνάλωτον, καὶ τὴν διάνοιαν ἀδιασπάστως πρὸς Θεὸν ἠρτημένην, καὶ ἐξεπλήττετο, τῷ βλεπομένῳ προσέχων θαύματι κατάλληλον τῷ τοῦ ἀποστείλαντος λόγῳ τὸν ταύτης κατενόει τρόπον. Ζ'. "Οθεν εἰλικρινῶς τοῦτον καταμανθάνων, ἐν ἑαυτῷ τοιαῦτα πρὸς τὴν Παρθένον ἐναπετείνετο Ὁ τῶν χαρίτων σου! ὦ τῆς τοῦ γένους εὐκληρίας! ὦ οἷας τῆς δόξης ἠξίωνται! Οἷόν σε τὸν στέ φανον περιέθεντο! οἷόν σε τὸ διάδημα ἀνεδήσαντο οταν σε τὴν χαρὰν περιεβάλοντο! Τί είπω, ἢ τί λα λήσω, ἐν ἀποῤῥήτῳ περιπεσών θαύματι; Τίσιν ἐπι νοίαις ἐφευρὼν κλήσεις, ἀμυδρῶς καθάψομαι τῶν προσηκόντων ἐπαίνων σοι; Τοῦ γὰρ κατ᾽ ἀξίαν ἀμήχανόν μοι τυγχάνειν· ὑπερέβη πᾶν ἐγκωμιαστικὴν ὄνομα ἡ θεοκαλλώπιστός σου κλῆσις, ἄνωθεν ἔχει τὰς εὐφημίας, ἐκ τοῦ Δεσπότου τὸν ἄξιον ἔπαι νον δέχεται, οὐ σεμνύνεται τοῖς τῶν γεννητῶν ἐγκωμίοις. Ο Ναζαρέτ τῆς Γαλιλαίας, οἷον ἐθησαύρισας τὸν μαργαρίτην! οἷον ἐναπέθου τὸν πλοῦτον 1 οἷον δὲ νῦν διὰ τούτου εἰσδέξῃ! Ο τοῦ φρικτοῦ μυ στηρίου! ὢ τῆς ἀνεκλαλήτου Μητρός! Ο Η'. Οὕτω τοίνυν διαπορῶν ὁ ἀρχιστράτηγος, ἔχαιρε μὲν ὡς ἀληθῶς τὰ ὑπὲρ νόησιν θαυμάζων τῆς Παρθένου παράδοξα· ἐσκόπει δὲ, ὅπως ἂν πραείαν τὴν χαρὰν ἐνηχήσας, μὴ σφοδροτάτην αὐτῇ τὴν κατάπληξιν ἐμποιήσῃ. Καὶ γὰρ ἦν ἡ πανάμωμος πάσης ἀλλοτρίας ἀπηλλαγμένη ὁμιλίας, καὶ παντὸς κολακευτικοῦ καθαρεύουσα βήματος. Διὸ σοφωτάτως τῆς παναμώμου,
col. 639–640page 49 of 80
PG 127:639ὁ λειτουργός καιρὸν σύμφορον καὶ τόπον συνοίσοντα τῷ πράγματι διεσκόπει. τίς "Οθεν μοι σαφῶς δοκεῖ, περὶ τούτων τὴν ἱστορίας διαλελέχθαι, πρὸς τοῖς ἐκτὸς τοῦ οἴκου τὰ τῆς χα ρᾶς προοίμια ὑποτιθεμένην. Εἰ γὰρ καὶ μόνης ὁ θεσπέσιος εὐαγγελιστὴς τῆς ἐν τῷ οἴκῳ διαλέξεως τοῦ ἀρχαγγέλου τοὺς λόγους υπέγραψεν, ἀλλὰ βραχυλογίας, οἶμαι, καὶ συντομίας χάριν τὰ πλεῖστα παρέδραμεν, ὡς καὶ ἐν ἄλλοις ἔστι μαθεῖν. Ως γὰρ ἔνδον ἡμεῖς ἐν οἰκίᾳ τινὶ καθειρχθέντες, καὶ ἡσυχίαν βαθεῖαν ἐκ πάντων ἄγοντες, τοῦ ἀθρόον γενομένου ψόφου, ἢ φωνῆς τρανῶς ἐνεχθείσης, ειώθα μεν ὀξέως ἀντιλαμβάνεσθαι, καὶ σφοδροτάτῳ δείματι συνεχόμενοι, περιδογεῖσθαι πανταχόθεν· πολλάκις δὲ καὶ ὑπὸ ἀγωνίας πολιορκούμενοι, πρὸς τὰ ἐκτὸς θέειν τὸ συμβὰν ἐκκλίνειν πειρώμενοι· ὁπηνίκα δὲ τοῖς ἔξωθεν συναναστρεφομένοις ἐπισυμβῇ τι τοιοῦτον ἡμῖν, κἂν σφοδρὸν τύχῃ καὶ ἐξαπίνης συνενεχθείη, μετριωτέρως την κατάπληξιν φέρομεν, τῆς αἰσθήσεως· ἐντεῦθεν εἰς πλείω μεριζομένης, καὶ μὴ χα λεπῶς τὰς θροήσεις δεχομένης· οὕτω καὶ τὰ κατὰ τὸν εὐαγγελισμὸν ᾠκονομήθη τῆς ἀμιάντου Παρ θένου. Εἰ μὲν γὰρ ἔνδον ὁ Γαβριὴλ ταύτῃ προσείπεν, ἀνάγκη πρὸς τὰ ἐκτὸς συνελᾶσαι αὐτὸν ὑπῆρχεν. Ἐπειδὴ δὲ ἔξω που τῆς οἰκίας ὑπερφανείς, τὸν ἀσπασμὸν προσεκήρυξεν, ἔνδον αὐτὴν συνώθησε, καὶ ἀσφαλῶς πρὸς τὰ λεχθησόμενα ἐπήρεισεν, οὐκ ἔχου σαν ὅποι τῇ ἀγωνία παρεκκλίνοι. Θ'. Ἐπεὶ ουν προμηθείᾳ τοῦ τὸ μυστήριον ένερ γοῦντος, ὑπεξῆλθε τοῦ δωματίου, κατὰ τὴν ἱστορίαν, ὑδρεύσασθαι, καὶ τὴν πηγὴν κατείληφεν, ἥτις σύμ βολον ἦν τοῦ μυστηρίου, τὸ ἀθάνατον ὕδωρ ἐξεικονίζουσα, τὴν μὲν φωνὴν ὁ ἀρχάγγελος ἀφίησιν, ἔτι μὴ δ ἐκφανής ὤν. Ἡ δὲ τῷ ξένῳ ταύτης καταπλαγεῖσα, σὺν τρόμο καὶ ταραχῇ πρὸς τοῖς ἔνδον ἐχώρει. Καὶ ἐπεὶ τοῦ ἔργου είχετο, ἤδη τῆς καρδίας κραδαινομένης καὶ ό συνεχώς πατασσούσης, τῆς τε ὠχρότητος τὰς παρ ειὰς ὑπογραφούσης, καὶ πάντων τῶν μελῶν ἐναγωνίως παλλόντων· ἑαυτὸν πρὸς τὸ ἀνθρώπινον σχη ματίσας ὁ ἀρχιστράτηγος εἶδος, ενωπίως ἀπὸ θύρας αὐτῇ προφαίνεται· καὶ τότε τὴν μακαρίαν ἐκείνην ἐνήχησε φωνήν· τότε τὴν ὑπὲρ ἔννοιαν ἐμήνυσε χα ράν· τότε τῇ εὐλογημένῃ τὴν εὐλογίαν ἐκήρυξεν. Ἡ δὲ τῶν ῥημάτων εὐφροσύνη τοῦτον ἔχει τὸν λό γον· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. 1. " φωνῆς τῆς τοῦ γένους ἀναπλάσεως ἐμφαινούσης τὸν τρόπον. Πεται νοερα φύσεις τοιαύτην ἀπεκληρώσαντο δόξαν; ποῖαι χερουβικοί τε καὶ
col. 641–642page 50 of 80
PG 127:641σεραφικαί Δυνάμεις τῇ καταλλήλῳ ἐδοξάσθησαν τι μῇ; τίνες Θρόνοι και Κυριότητες τοιαύτης μετέλαχον τῆς ἀξίας; τίνων πολυομμάτων λαμπρότητες τοιοῦτον ἀπολάμπουσι φῶς; ποίων Αρχῶν καὶ Εξουσιῶν μεγαλειότητες εἰς τοσοῦτον ὕψος ἐπήρθησαν, εἰς ὅσον αὐτὴ ἀνεβιβάσθης μόνη, αὐτὸν ἐκεῖνον σαρκὶ τὸν Δημιουργὸν ἁπάντων καὶ Κύριον ἀπ κυήσασα; ἢ τῶν σῶν μεγαλείων ¦ ὢ τῶν ὑπὲρ ἕν νοιάν σου δωρημάτων! Χαίρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Πῶς μὴ φρίξη προσβαλὼν ὁ νοῦς τῷ θαύματι; Πῶς μὴ τοὺς οἰκείους ὅρους ἐκθῇ, καὶ τῆς ἐνεργείας απάντων ἀποπαυθῇ; Ασώματος ἐξ ηχεῖτο φωνὴ, καὶ ὁ τοῦ Θεοῦ ἀσχημάτιστος Υἱὸς τὴν σωματικὴν ὑπεδύετο φύσιν· λόγος ψιλός προήρχετο τὴν χαρὰν προσφθεγγόμενος, καὶ ὁ ὑπερούσιος Λόγος τὴν τῆς σαρκὸς ἐμορφοῦτο παχύτητα. ΙΑ'. Καὶ ἄρα, ἀγαπητέ, τὸ ἐν τοῖς τύποις σεβά σμιον. Ανωθεν προκατεβάλλοντο τοῦ μυστηρίου τὰ σύμβολα, καὶ φρικώδη ταῦτα σκιαγραφούμενα καθώ έστατο, οὐ μόνον του, μυσταγωγουμένοις προφήταις, ἀλλὰ καὶ αὐτοῖς τοῖς ἁγίοις ἀγγέλοις· καὶ οὐχ ἁπλῶς ἀγγέλοις, ἀλλὰ τοῖς τὴν ἀνωτάτω τάξιν λαχοῦσι σεραφίμ· καὶ αὐτοῖς γὰρ φοβερὸς ὁ τύπος, καὶ ἀκα τάληπτος ἡ σκιαγραφία προσῆν, πῶς καὶ τίνι τρό πῳ, αὐτὰ τὰ προφητικά διερμηνεύσειε λόγια. Λέγει γάρι Καὶ ἀπεστάλη, φησὶ, πρός με ἓν τῶν σερα φίμ· καὶ ἐν τῇ χειρὶ εἶχεν ἄνθρακα πυρός, ὃν ἐν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου· καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπεν· Ἰδοὺ ἥψατο τῶν χειλέων σου, καὶ ἀφελεῖ τὰς ἀνομίας σου καὶ ἁμαρτίας περικαθαριεί. Τίνος χάριν οὐ γυμνῇ τῇ σχηματισθείσῃ χειρὶ τοῦ ἄνθρακος τὸ σεραφείμ περιδράσσεται, ἀλλὰ τῇ λα 6:δι χρώμενον, ὥσπερ τινὸς ἀναλωτικοῦ πυρὸς τὸ καυτικὸν διωθεῖται; Οτι οὐ μόνον τὴν τοῦ μυστηρίου κατανόησιν ἀμηχανοῦσιν αἱ νοεραὶ δυνάμεις, ἀλλὰ καὶ τὴν αὐτοῦ διακονίαν ἐγχειριζόμεναι, οὐκ ἂν ἐξαρκέσειαν πρὸς λειτουργίαν, μὴ αὐτοῦ τοῦ Δεσπότου συνεφαπτομένου ταύταις. Τοῦτο γὰρ διὰ τῆς λαβίδα; δηλοῦται, τὸ οἷον χειρί τινι συνεπαμύν νειν αὐταῖς τὸ θεῖον, καὶ τὸ ἄστεκτον, φορητὸν τῇ οἰκείᾳ ποιεῖν συγκαταβάσει. Ο καὶ καταπλήττει τὴν διάνοιαν, καὶ τὸν λογισμὸν ἐξίστησιν, εἰς τὸ πέ ρας εἰσβάλλοντα τοῦ μυστηρίου, πῶς ἐκεῖ μὲν τυ πούμενον φλογερὸν μὲν ἦν τοῖς σεραφίμ, ἐνταῦθα δὲ περατούμενον ἐν τῇ Παρθένῳ, ἀκατάφλεκτον ταύτην ἐφύλαξεν· ἐκεῖ ὁ τύπος φοβερὸς τοῖς ἀσωμά τις ἐδείκνυτο, ἐνταῦθα ἡ ἀλήθεια οὐσιωδῶς ἐνσκης νώσασα ἐξ αὐτῆς μὲν τὸ ἡμέτερον περιεβάλετο φύ ραμα, ἀλώβητον δὲ ταύτην ὑπὲρ φύσιν ἐτήρησεν ἐκεῖ ἡ φλογερά φύσις τῇ λαβίδι τὸν ἄνθρακα ἀπὸ τοῦ θυσιαστηρίου Ελαβεν, αὕτη δὲ τὸ πῦρ τῆς θεότη τοῦ ἐν ἑαυτῇ δεξαμένη, οὐ κατεφλέχθη, ἀλλ' ἐδοξί
col. 643–644page 51 of 80
PG 127:643; σθη, οὐκ ἐχωνεύθη, ἀλλ' ἐμεγαλύνθη ἡ τῶν σεραφίμ τιμιωτέρα, ἡ ἁγιωτέρα τῶν χερουβίμ, ὁ πύρινος της ἀστέκτου φύσεως θρόνος, τὸ φλογερὸν καὶ πολύφω τον όχημα, ὁ τὸν τῆς δικαιοσύνης ήλιον ἀνατείλας ἡμῖν οὐρανὸς, ἡ λαβὶς ἡ τὸν καθαρτήριον καὶ φω τιστικὸν κομίσασα ἄνθρακα, δι' ἧς τὸ δαπανητικόν τῆς ἁμαρτίας ἀνήφθη πῦρ, δι' ἧς ἐν μεθέξει γενόμενοι τούτου, τῆς τε μοχθηρίας ἀποσμήχθημεν, και πρὸς τὴν θείαν φύσιν μετεσκευάσθημεν. ΙΒ'. 'Αλλ' ἐνταῦθα προσήκει πρῶτον διαπορῆσαι, πῶς εἶπερ ἐν ἔθει ἦν ἡ πανάμωμος ἀγγελικής συν ομιλίας τῆς πρώην ἐν τῷ ναῷ γεγενημένης, φοβερῶς ἤνεγκε τὴν τοῦ ἀρχαγγέλου θέαν· οὗ τὴν λύσιν ἀνθ υποφέροντα ποιεῖσθαι ἄξιον. Διὰ τί καταπληττομέ νης ταύτης καὶ ταραττομένης, καὶ διαπορούσης προ τὸν ὀφθέντα; Οτι οὔτε τὸ τοῦ πέμψαντος ἀπαραίτη τον αὐτὸς, οὔτε τὸ οἰκεῖον ἐδίδαξεν ὄνομα σὺν τῇ ἀξίᾳ. Καὶ γὰρ αὐτὸς πυνθανομένῳ τῷ Ζαχαρία προέφησεν· Ἐγώ εἰμι Γαβριήλ, ο παρεστηκώς ἐνώπιον τοῦ Θεοῦ. Καὶ Μιχαήλ πρὸς τὸν Ἰησοῦν τοῦ Ναυῆ· Εγώ εἰμι ὁ ἀρχιστράτηγος δυνάμεως Κυρίου. Καὶ αὐτὸς Δημιουργὸς πρὸς τὸν Μωυσέα Ἐγώ εἰμι ὁ ων. Τίνος οὖν χάριν τὴν τοιαύτην οὐ παρήγαγε κανταῦθα ὁ Γαβριὴλ διδασκαλίαν; Εὔδηλον, ὡς συνεγνωκυία διαλεγόμενο;. Καὶ γὰρ συνεὶς τὸ ὀξύτατον τῆς ὑπερ σόφου, καὶ ὅτι τὸ προδιδαχθὲν ευστόχως ἐχαρακτήρισε σχῆμα, παρῆκεν εἰκότως τὸ πρὸς τοῦτο διευθύνειν. ᾿Αλλὰ διὰ τί, φησὶν, ἐθορυβεῖτο καὶ ἐκπεπληγμένως πρὸς τὸν ὀφθέντα διέκειτο; "Οτι ξένην ἑώρα ἐν οι κεία πενιχρά μορφὴν αὐτῇ συνεισελθοῦσαν, ἐν ᾗ τῆς τῶν ὁμοειδῶν ἀνθρώπων συνομιλίας εστερείτο. Εἰ μὲν γὰρ ἐν τῷ ναῷ ἦν ἔτι, συνελογίσατο ἂν ἔκ τε τοῦ τόπου καὶ τῆς τῶν πραγμάτων ἀκολουθίας, μὴ ξένον εἶναι τὸ συμβαῖνον. Ἐπειδὴ δὲ ἐν εὐτελεῖ δωματίῳ θαυμαστὸν ἔβλεπεν εἶδος, καινὰ καὶ παράδοξα μηνύον, ἐν ᾧ τὴν τῶν ὁμοφύλων συνδιατριβὴν ἀπ εστρέφετο, εἰκότω; ταραττομένη τὴν κατ' ἀρχὰς διά λεξιν ἐποιεῖτο πρὸς τὸν ὀφθέντα. Ἀλλὰ γὰρ καὶ τὴν παιδικὴν ἐν τῷ ναῷ ἡλικίαν ἀγούσῃ, οὐ φοβερῶς τα μεγάλα συνέβαινεν, οὕτω τῆς φύσεως͵ ἐν ἐκείνῳ τῷ χρόνῳ διακειμένης καθόλου· καὶ πάλιν εἰκὸς μὲν ὑφειμένῳ σχήματι παρὰ τὸν φανέντα, ὁ πρώην ὀπτανόμενος αὐτῇ συνωμίλει· αὐτὸς δὲ ἐπειδὴ τὴν τοῦ Δεσπότου κατεμήνυε παρουσίαν, καὶ τῆς βασιλικῆς προέτρεχεν ἐπιδημίας, βασιλικώτερον σχήμα
col. 645–646page 52 of 80
PG 127:645και θαυμαστότερον ἐπεδείκνυτο, πᾶσαν ἱκανὸν ἐκ πλή και διάνοιαν. ΙΓ΄. Αὐτὴ δὲ οὐ διὰ τοῦτο, διὰ δὲ τὸ καινὸν τῶν λεγομένων τὴν κατάπληξιν ἐνεποίει. Διὸ καὶ ὁ ἀρχι στράτηγος κατά βραχὺ τὸ ἀπόῤῥητον ἀπογυμνοί, και φησι πρὸς αὐτήν· Ιδού συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται μέγας, καὶ Υἱὸς 'Υψίστου κληθήσεται· καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ· τὸ κατὰ σάρκα λέγων. Αρχεται ἐντεῦθεν ἤδη παραγυμνοῦν τὰ τῆς προ φητείας, εἰς μνήμην ἐνάγων τῶν περὶ τούτου προ κηρυξάντων. Ποιεῖται δὲ τὴν ἀρχὴν ἐκ τοῦ γνωριμωτέρου μᾶλλον καὶ οἰκειοτέρου καὶ διὰ τοῦτο τὸ ἀξιόπιστον ἔχοντος τοῦ Δαβίδ, οὗ καὶ υἱὸν τὸν τεχθησόμενον εἰπὼν, τῆς συγγενείας υπέμνησε, καὶ τῆς τοῦ προπάτορος προφητείας τὸ ἀδιάψευστον ἐμήνυσεν. ό ΙΔ΄. Οὕτω τοίνυν ή πανακήρατος μεγαλοψύχως μὲν ὑπεῖχε τῷ πράγματι, καὶ οὐκ ἠπίστει τῷ λέ γοντι· τὴν ὑπόνοιαν δὲ τῆς πρὸς ἄνδρα κοινωνίας διεκρούετο, σχεδόν διὰ τῆς ἀντιλογίας οὕτω φθεγγομένη· Τίς ἐκ τοῦ τοιούτου μοι τόκου περιγενήσεται δόξα; τί συνοίσει κέρδος; Κἂν ἀπάσης περιδράξηται τῆς γῆς ὁ ἐξ ἐμοῦ τικτόμενος, ἐγὼ δὲ τοὺς τῆς ἁγνείας θησαυροὺς ἀποσυληθῶ; Τίς ἡ ὄνησις, εἰ μήτηρ μὲν βασιλέως κληθείην, τὴν δὲ προσηγορίαν τῆς παρθένου ζημιωθώ; Κενόν μοι τὸ τῆς βασιλείας ἀξίωμα. Οὐδὲν γάρ μοι τῶν ὄντων τιμιώτερον ἐκρίθη καὶ ἡγαπήθη, ὡς τὸ τῆς καθαρότητος ἀξίωμα· οὐ βασιλείας διάδημα, οὐ δυναστείας κράτο;, οὐ σεμνό της πλούτου, οὐ δόξης περιφάνεια, οὐχ ὁ περίγειος οὗτος κόσμος, οὐδὲ ὁ περικαλλής αὐτὸς οὐρανὸς συνεισενεγκεῖν τι δυνήσεται, μὴ ταῖς αὐτῆς ἐγκαλλωπιζομένη λαμπρότησι. Μίαν βασιλείαν ἀσπάζομαι, τὴν τῆς σωφροσύνης ἀξίαν· ἕνα περίκειμαι στέφανον, τὸ περίβλεπτον τῆς παρθενίας διάδημα· ἕνα κέκτημα πλοῦτον, τὸν ἐν ἁγνείᾳ θησαυρισθέντα εἷς οὐρανός μοι τετίμηται, ἡ ταῖς τῶν ἀρετῶν ἀκτῖσι φαιδρυνομένη διάνοια· τούτου καταλαμπρύνομαι ταῖς αἴγλαις, τούτου συνεπαίρομαι τῷ ὕψει, τούτου τὰ κάλλη ποθῶ· οὗτος καὶ πρὸς τὸν ὁρώμενον ἀν-D ἀγει, καὶ ὑπὲρ τὸν ὁρώμενον ἀναφέρει. Σὺ δὲ εἴτε εἰς αὐτὸν τὸν οὐρανὸν ἀνάγειν εὐαγγελίζῃ, εἴτε ὑπὲρ τὴν φύσιν τὰς εὐλογίας κομίζεις, τὴν ἅπαξ θεῷ καθιερωθεῖσάν μου γνώμην λόγοις θωπευτικοῖς οὐ μεταβάλῃς, οὗ ταῖς μεγίσταις σου δελεάσεις υπου σχέσεσιν, οὐ τῷ ἡδίστῳ τῆς φωνῆς σου τὸν λογισμόν τῆς πανακή ράτου,
col. 647–648page 53 of 80
PG 127:647καταθέλξεις· οὐ τῷ ξένῳ τῶν ἐπαγγελιών κατε πραγματεύσῃ μου τὴν διάνοιαν. Αμεταθέτως γιο ἵδρυται· ἀσαλεύτους τοὺς τῆς σωφροσύνης κατέκαig θεμελίους· πέπηγεν ἐπὶ στερεάς πέτρας, ήτις ἀμετακίνητος εἰς αἰῶνας διαμένει. ΙΕ΄. Ταῦτα, δι' ὧν ἐδυσχέραινεν, ή πανάσπιλης διεβεβαίου. Ἐπεὶ δὲ τούτοις αὐτὴν πολιορκουμένην ὁρῶν τοῖς λογισμοῖς ὁ ἀρχιστράτηγος ἦν, ἀκολούθως ἐπάγει τὸν λόγον πάλιν, καὶ λύει τὸν φόβον τῇ ἀπο φάσει, λέγων· Μὴ φοβοῦ, Μαριάμ εὗρες γὰρ χά ριν παρὰ τῷ Θεῷ. Καὶ ἰδοὺ, συλλήψῃ ἐν γαστρὶ. καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰη σοῦν. Μὴ δείσῃς, φησί, τὸ ξένον τῆς θέας μου, μηδε το καινότητι τῶν λεγομένων θροηθῇς· μηδὲν ἀπα τηλὸν ἐν τούτοις ὑποπτεύσῃς· καθαρὸς πάσης πλάνης ὁ ἐμός ἐστι λόγος. Χαρὰν ἐλήλυθα μηνύτων χάριν, ἣν μόνη ὑπὲρ ἁπάσας γενεάς εὗρες· ἦν οὐ μισθών ἀμοιβήν, ἀλλὰ τῆς παγκοσμίου δωρεᾶς ὡς αἰτία, λαμβάνεις. Μηδὲν οὖν ἄξιον ὑποτοπήσῃς ἀπάτης οὐδὲ γὰρ ἐμφαίνει τὸ πρᾶγμα· οὐ τοιαύτην ἐγὼ περίκειμαι μόρφωσιν, οὐδὲ τεκμήριον θωπείας οι ἐμοὶ προχαράττουσι λόγοι. Χαρὰν ἥκω κηρύξαι, μὴ γὰρ κολακείαν συμπλέξαι· εὐλογίαν προξενῆται, μὴ γὰρ πλάνην δημιουργῆσαι. Θαυμαστὸν περίκειμαι σχῆμα, μὴ γὰρ φοβερὸν ἐπιφέρομαι εἶδος αγω γελικὸν τὸ ὁρώμενον, τὸν Κύριον εἰσηγοῦμαι, μὴ γὰρ τὰ τῶν ἀνθρώπων μυοῦμαι. Τί τοίνυν θορυβῇ καὶ καταπλήττῃ; Τί τῇ ἀγωνίᾳ συνεχομένη διαμφιβάλ λεις πρὸς τὰ λεγόμενα; τί δέδοικας; Τὰ τοῦ φόβου, κατάλυσιν προδηλοῖ τῆς ἀρᾶς. Καλὴ μὲν ἀκριβὴς ἀσφάλεια τοῦ τρόπου σου· καὶ χαίρω καὶ τέρπομαι τῷ ὑπὲρ φύσιν τετηρημένῳ σου φρονήματι. Καιρός δὲ τῶν ἀμφιβόλων ἄπεστι· καὶ δεῖ σε τοῖς ἐμοῖ; ὑπείκουσαν λόγοις, προσηνῶς εἰσδέξασθαι τὴν χάριν. Αὕτη δὲ τοιαύτη ἐστίν· Ιδού, συλλήψῃ ἐν γαστρί, καὶ τέξῃ υἱόν. 14'. Εἶπε δὲ Μαριάμ Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Μέγα παρεγγυώμενος, τῶν ἀπει ρημένων μοι τὸ φοβερώτατον συγκατέμιξας. συλλήψεσθαι λέγεις, καὶ τέξεσθαι υἱόν. Τοῦτό μοι παραίτιον τῆς ἀγωνίας· τοῦτο τοῦ φόβου ὑπέκκαυμα· ὑπ' οὐδενὸς τῶν ὄντων φρικτῶν, οὕτω κατεπτόημαι. Τὸ μὲν σχημά σου, φησί, λαμπρότατον, καὶ ἡ φωνή σου παράδοξο:, καὶ οἱ λόγοι σου γλυκεῖς, καὶ αἱ ὑποσχέσεις μεγάλαι, καὶ ἀπιστίας ἀλλότριαι. Τὸ δὲ συγκατιέναι με εἰς ἀνδρὸς κοινωνίαν, καὶ τὴν ἀνακειμένην Θεῷ σάρκα τῇ συναφείᾳ καταδουλώσαι, τῶν ἀπηγορευμένων μοι πάντη καθέστηκεν. "Οθεν εἰ καὶ φαιδρότατος εξ τὸ φαινόμενον, καὶ κρείττονας ἢ κατὰ χάριν τὰς εὐλο γίας κομίζεις, εἰ καὶ ἡδυτέραν ἐπᾴδεις τὴν χαράνο της πανασπίλου ποιί
col. 649–650page 54 of 80
PG 127:649ὅμως ἐμοὶ δεινὸν τοῦτο καὶ παρανομίας μᾶλλον ἢ εὐλογίας πρόξενον ὑπονοεῖται. Εἰ μὲν οὖν καινῷ τινι τρόπῳ τὸ τοιοῦτο καταγγέλλεις συμβήσεσθαι, εἰκὸς ὑπεῖξαι με τῷ λόγῳ, καὶ τῇ καινοτομίᾳ προσχεῖν ἀνάγκη. Εἰ δὲ νόμῳ συζυγίας ή συναφείας προμη νύεις ἔσεσθαι τὸν τόκον, ἅπαγε τῆς παρανομίας παῦσαι τῆς ἀτοπίας· μὴ φθέγξῃ περὶ τούτου· μὴ προσθῇς ἔτι κακῶσαι τὴν ἀπείρατον κακίας ψυχήν. Τί τῇ χαρᾷ περιέχρισας τὴν ἀράν; Τί τῇ εὐλογία τὴν ἀδικίαν συνεσκίασας; Τί τῷ περιχαρεί λόγῳ τὸν δόλον εὐμόρφωσας; Τί τῷ εὐπρεπει σου σχήματι τὸ ἀπρεπές περικρύπτεις τεχνούργημα; Υποχώρει παρενοχλῶν· οὐκ εὐλογίαν προξενεῖς, ἀλλὰ παρανομίαν εἰσηγῇ. Οὐ τοιαύτας ἐγὼ τῷ Δεσπότῃ καθυπο εσχόμην συνθήκας· οὐδὲ ταύτας ἐκεῖνος ἀντὶ τούτων προσίεται· καθαρὰν ἑαυτὴν τῷ καθαρῷ ἀναθεμένη, σῶαν τὴν ἀφιέρωσιν τῷ Δεσπότῃ μου τηρεῖν εἰς πέτρας ἐθέσπισα. Σὺ, Κύριε, ὁ τῆς ἐμῆς καθαρότητος ἔφορος, ἐν τῷ παρόντι μεσίτευσον. Σὺ γὰρ εἶ ὁ ἀπλανέστατος μάρτυς τῆς ἐν ἐμοὶ κρυπτομένης ἁγνείας· σὺ εἶ μόνος ὁ τὴν ἀνάθευτών μου καθορῶν διάθεσιν, ᾧ ἐφάπαξ ταύτην ἀναθεμένη, ἀνεπίβατον εἰσέτι λόγοις θωπευτικοῖς διετήρησα, οὐ μόνον τού των ἀλλοτριουμένη, ἀλλὰ καὶ πάντη τῶν τοιούτων ἐνθυμήσεων καθαρεύουσα. Μὴ δῶς οὖν, ἀπατηλών εἰσδῦναι λόγον ἐν τῇ καθιερωθείσῃ σοι διανοίᾳ· μηδὲ ἀηθέσιν ἐνηχηθῆναι ῥῆμασιν ἐάσῃς τὴν ἀνατιθεμένην σοι ἀκοήν· μὴ δίοδον ἐπιβουλῆς τῇ ἀθιγεῖ καὶ ἀκράτῳ σωφροσύνῃ παραχωρήσῃς. Φάνηθι ἐπαμύνων, ὁ πάντα κατοπτεύων· ἀγὼν γὰρ ἑκατέρωθεν πρόκειται· καὶ τὸ πιστεύειν ἐπίφοβον, καὶ τὸ διαπιστεῖν ἐπικίνδυνον. ᾿Αμφότερα γοῦν ἐν τῷ παρόντι καθορᾶται. Τὸ γὰρ δὴ μέγεθος τῶν λεγομένων ἀμφιβάλλειν παρασκευάζει καὶ τὸ τοῦ λέγοντος μὴ διστάζειν παρακελεύεται σχῆμα πάσης γὰρ τοῦτο καθαρόν φαίνεται πλάνης, μηδὲν ση μεῖον ἀπάτης ἐπιφερόμενον. ᾿Αλλὰ μὴν καὶ ξένον τοῦ ἀνθρωπείου πέφυκεν εἴδους· ἀγγελικὸν προβαλλόμενον τὸν χαρακτῆρα, ἔοικε τοῖς πολλάκις μοι φανεῖσιν ἐν τῷ ναῷ σου· εἰ καὶ παραδοξότερον περίκειται κάλλος, εἰ καὶ λαμπροτέραν ἐπιδείκνυται θέαν, ὁ γλυκὺς οὗτος τῇ ὥρᾳ καὶ τοῖς προσφθέγμασιν ἡδίων. ΙΗ'. Ταῦτα οὖν τῆς ἀκηράτου Παρθένου διαλογι ζεμένη, συνιεὶς ὁ κήρυξ τῆς ἀληθείας, ο μηνυτής τῆς σωτηρίας, ὁ τῆς χαρᾶς ἡμῶν πρόξενος, ὁ ποι κίλος τοῦ μυστικού θαλάμου κοσμήτωρ, ὁ τῆς ἀσπί λον περιστερᾶς νυμφοστόλος, μικρὸν ἐνδοὺς πρότερον, ἀκολούθως επάγει τὸν λόγον, καὶ λύει τὸν φόβον τῇ ἀποφάσει, λέγων· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. ἀπείρατος κακίας ψυχή.
col. 651–652page 55 of 80
PG 127:651Ἐκ Πνεύματος ἁγίου, φησὶ, καὶ ἐκ σοῦ σαρκω θήσεται ὁ ἀποῤῥήτως ἐν σοὶ κατασκηνῶν, μηδενός ἑτέρου πρὸς τὴν τῆς σαρκὸς αὐτοῦ παραλαμβανομένου σύστασιν. Οὐδὲν, φησί, τῶν ἀπηγορευμένων σοι καταμηνύω· οὐδὲ πτοῆσαι, μᾶλλον δὲ χαροποιῆσαι ἐλήλυθα. Οὐκ ἀνθρωπίνῳ ὄρῳ, θείῳ δὲ καὶ ἀποῤῥήτω βουλήματι ἐνεργεῖσθαι τὸν τόκον εὐαγγελίζομαι καινὸς ὁ τῆς συλλήψεως τρόπος, ξένη τῆς λοχείας ἡ ὠδῖς, καὶ τῶν ἐπιφόβων σοι ἀπηλλαγμένη. Καὶ θέα μοι τὸ προσηνὲς τοῦ λειτουργοῦ, πῶς τὸ φοβερὸν ἀπωθεῖ, καὶ πρὸς τὸ μέλλον διανιστᾷ. Καὶ ἰδοὺ, φησὶν, Ελισάβετ ἡ συγγενής σου, καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν γήρει (α) αὐτῆς. Τῆς τοῦ μηνυθέντος, φησὶν, ἐκβάσεως ἀναμφίβολον δέχου σημεῖον τὴν Ἐλισάβετ κυοφορίαν. Οὐ γὰρ δὴ μόνος ἐγώ, ὁ πλεῖστον τῆς κατὰ σὲ διεστηκώς φύσ σεως, τὸ ξένον τοῦτο καταγγέλλω, ἀλλὰ καὶ παρ' αὐτῆς δέξῃ, ἄνωθεν ἐμπνεομένης, τὴν τῶν εὐαγγελίων βεβαίωσιν, καὶ ἐκ τοῦ ξένου τόκου τῆς γηραιᾶς, ἧς οὐδὲ εἰς ἔννοιαν λόγος ἦλθε παιδοποιίας. ΙΗ΄. Οὕτω τοίνυν ὁ ἀρχιστράτηγος τὴν ὀλοφαῆ τῆς Παρθένου διάνοιαν μετεωρίσας, ὑπεράνω τῶν οὐ ρανῶν ἵστησι· διὸ σὺν ἀποῤῥήτῳ χαρᾷ τῷ μυστηρίῳ παρεσκεύασεν ὑπείκειν, οὐδὲ πρώην τοῦτο παραιτουμένην, ἀλλὰ τὸν τρόπον πυνθανομένην. Οὐ γὰρ τοῖς λεγομένοις ἡπίστει, ἀλλὰ τὴν αἰτίαν ἐπολυπραγμόνει· καὶ οὐ τὸν τόκον παρητείτο, τὸν δὲ τρόπον διεπυνθάνετο. Οθεν τὸ φοβερὸν αὐτῇ καὶ ἠπορημένον, πλείονος ὕλη χαρᾶς τῷ χαριτοφόρῳ συνέβαινε λειτουργῷ· καὶ ὅσην τὴν ἀγωνίαν αὐτῆς διὰ τοῦτο κατενόει, μᾶλλον τὴν καθαρότητα ἐνενόει. "Οθεν τήν τε γνώμην εὐαγγελιστὴς τοῖς βήμασι, καὶ αὐτὰ, ὡς ἐῤῥήθησαν, ἐδήλωσε, φήσας· Εἶπε δὲ Μαριάμ, ή θεόθετος κλῆσις, ἡ φερώνυμος προσηγορίᾳ, ἡ πολυώνυμος χαρά, ἡ πολυύμνητος δοξολογία, ἡ θεοκίνητος γλῶσσα, τὸ ἀδιάψευστον στόμα, τὰ τὴν θεολογίαν κυπρίζοντα χείλη, ὁ τῆς σοφίας πλού τος, ὁ θησαυρὸς τῶν λόγων,, τὸ ταμεῖον τῶν χαρι σμάτων, ἡ πολύφωτος γνῶσις, τὸ μεγαλεῖον τῆς φύσεως, τὸ ἀκατανόητον τοῦ γένους ὕψος, τὸ σεμνολόγημα τῶν ἁγίων ἀγγέλων, τὸ ὑπέρτιμον τῆς κτίσεως ἀνάθημα, ἡ πάσης τῆς ἀνθρωπίνης φύσεως ἀπολογία, τί εἶπε; Τίνα μακάριον ἐξηρεύξατο λόγου τὸ πολυθαύμαστον τῶν ἀγγέλων διήγημα; Ιδού, (α) γήρα
col. 653–654page 56 of 80
PG 127:653φησίν, ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. ΙΘ'. Εσκίρτησαν πασαι νοεραὶ Δυνάμεις ταύτην ἀνωτισθεῖσαι τὴν φωνὴν ἠγαλλιάσατο ἄνωθεν ὁ οὐ ρανὸς, καὶ αἱ νεφέλαι ταύτην ὡς εὐφροσύνης ὑπο εδέξαντο δρόσον· ἡγιάσθη τῇ ἐνηχήσει ταύτης ὁ ἀήρ, καὶ ὁ σύμπας κατελλάμφθη κόσμος· ὡς ἀστραπῆς αὐτῆς διαδραμούσης τὰ πέρατα, τηλαυγεστέρας τὰς ῥιδοειδεῖς ἀκτῖνας ὁ ἥλιος ἀπέδωκε· καὶ ὁ χορὸς τῶν ἀστέρων διαυγέστερον τὸ κάλλος ὑπέδειξε. Δι ηνοίχθη τὰ ὦτα τῆς ἀνθρωπίνης φύσεως, καὶ ἡ τῆς παραβάσεως ἀφωνία εἰς εὐφημίαν μετεποιήθη τότε. Τίς τῶν δικαίων, εἰς μείζονα τῆς οἰκείας καλούμενος ἀξίας, τοιοῦτον ἐπαφῆκε λόγον Ποία πεπληροφορημένως διάνοια περὶ τῶν ἐσομένων ἀγαθῶν διατεθεῖσα, συντετριμμένως οὕτω τὴν αὐτῶν ἐπί ταξιν ήλπισεν; Ο αρχιστράτηγος ὑπεράνω τῶν οὐ ρανῶν ταύτην ἀνήγαγεν· ἡ δὲ τὴν γηίνην διάπλασιν προθεμένη, τὴν εὐχαριστίαν ἀνέτεινεν. Ἐκεῖνος ταῖς ἐπαγγελίαις τῶν Χερουβὶμ καὶ Σεραφίμ, Θρόνων τε καὶ Κυριοτήτων, ταύτην ὑπερανέθηκεν· ἡ δὲ, τῆς οἰκείας οὐκ ἐπιληθεῖσα φύσεως, τὴν δεσποτείαν ἐκήρυττε, καὶ τὴν δουλείαν διωμολόγει. Ἐκεῖνος ἐκλελεγμένην αὐτὴν εἰς τὴν τοῦ μυστηρίου προεπι στώτατο λειτουργίαν· ἡ δὲ εὐχῇ τὸ πέρας ἐπιζητεῖ, καὶ τὴν εὐχαριστίαν τοῦ μέλλοντος σὺν ἱκεσίᾳ προ βάλλεται· Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. Κ'. "Ω ἱερᾶς φωνῆς αὐτόθεν τὸ μεγαλοφυές τῆς γνώμης δηλούσης! Ω ταπεινώσεως ὑπερβολὴ, ἐν τοσούτῳ θεωρουμένης ὕψει! "Ορα τὴν ἀκατανόητόν τε καὶ ὑπερθαύμαστον ἀγγέλοις καὶ ἀνθρώποις ἀρε τήν! Οὐκ ἐδίστασε πρὸς τὸ παράδοξον τοῦ λόγου οὐκ ἀπεκρούσατο τῇ ἀμφιβολία τὴν ἐπαγγελίαν οὐκ ἀπέφυγε τὸ τοῦ καινοφανῶς ὀφθέντος καταπληκτικὴν εἶδος· οὐ πρὸς τὸ ἀπόῤῥητον ἀπιδοῦσα τοῦ μυστηρίου, ὡς ἀμήχανα κατεπαγγελλομένῳ, ἀντι κατέστη τῷ κήρυκι· οὐ προέτεινε τὰ τῆς μικροψυ- " χίας βήματα· ἀλλὰ τοὺς λόγους, ὡς ἔργον καὶ ὡς ὑπὸ Κυρίου λεχθέντας μεγαλοψύχως δεξαμένη, τὸ ξένον τῆς ἀνθρωπίνης ταπεινότητος ἀνῳκισμένῃ προαιρέσει παρέδειξεν ἐν ἑαυτῇ. Ἡ γὰρ δοκοῦσα διαπόρησις οὐκ ἀντιλογίας ἦν, ἀλλὰ πυνθανομένης τὸν τρόπον, καὶ τῆς ἁγνείας ὑπερμαχούσης. Διὰ δὴ τοῦτο τὸν ἀνέκφραστον τόκον ἀκούσασα, οὐδὲν περαι τέρι, διηνέχθη· ἀλλ᾽ ἡ πίως τὸν λόγον δεξαμένη, πίστει βεβαίᾳ τὴν πίστιν συνεισῳκίσατο, καίτοι τότε μᾶλο λον ἦν ἀκόλουθον ἐπαπορεῖν τῷ καταγγέλλοντι τοιῶσδε, καὶ ἐκ Πνεύματος ἁγίου, καὶ ξένην τὴν σύλληψιν βεβαιουμένῳ· Τί τοῦτο μηνύεις, ὁ προσ διαλεγόμενος; Αλλότριον τῆς φύσεως εἰσηγῇ τὸν τόκον, ξένα πάσης ἀκοῆς προτείνεις τὰ ῥήματα ἀναλαβόμενος ἑαυτὸν, τὰ τῆς ἀκολουθίας κατάγ γελλε· ἔμβλεψον εἰς προτέρας γενεάς, ἐννόησον, εἴ τι τοιοῦτον ἐν ταύταις ενηργήθη· σύνες ἀσφαλῶς, εἰ μέχρι κἂν ψιλῶν ῥημάτων ὁ οὕτως ἔχων ὠνο μασται τόκος - κατάμαθε τοίνυν διερευνώμενος· καὶ
col. 655–656page 57 of 80
PG 127:655νημένον, εἰπε, καὶ ὁ λόγος ἀποδεκτέος, καὶ τὸ πρᾶγμα οὐκ ἀμφίβολον· εἰ δὲ τὸ ἴσον οὐκ ἔχεις ἐπι δεῖξαι, οὐδὲ γὰρ ὤφθη ποτέ, τί μάτην κενοφωνεῖ;; Τὶ τὰ ἀσύμβατα καταγγέλλεις; Εἰπὲ τοῦ ἀποβησομένου τεκμήρια· δὸς σημείου παραπλήσια. Κατὰ τί γνώσομαι, ὅτι μηνυτής ἀληθείας ἐλήλυθας; Μέγα τὸ διὰ σοῦ κηρυττόμενον· οὐκοῦν καὶ μεγάλων δεῖ. ται τῶν τεκμηρίων, καταλλήλων τῶν παραδειγμάτ των. Οὐ χρὴ τὴν ἀκοὴν εἰκῆ φενακίσαντα, ἀκινδύνως ἐν ταύτῃ τοὺς τοιούτους ἐγκαταθέσθαι λόγους δεῖ τινα πρὸς βεβαίωσιν τοῦ λόγου παραγαγεῖν, ἵνα τὰ τῆς πίστεως τὸ ἀσφαλὲς ἕξει. εἰ μὲν τοιοῦτον ἐκ παραδειγμάτων εφεύροις γεγε Ο ο Ἀλλ᾿ οὐδὲν τοιοῦτον ἡ πανακήρατος προέτεινεν. Ατάτῳ γὰρ τὸ μηνυθὲν δεξαμένη πίστει, ὡς ήδη πεπληρωμένον τοῦτο κατέσχε· διὸ καὶ ἔλεγεν Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου· σὺ μὲν, φησίν, τὴν τοῦ μυστηρίου διακονίαν ἐτέλεσας· ἐγὼ δὲ παρασκευασμένῃ γνώμῃ καὶ συν τεταμένη ψυχῇ ὑπείκειν τούτῳ ἑτοιμοτέρα. ΚΑ'. Ἐπειδὴ δὲ τὴν τοῦ μυστηρίου διακονίαν δ άρχιστράτηγος ἐτέλεσε, καὶ τὴν μυστικὴν κατήρτισε παστάδα, πρὸς τὰς οὐρανίους ἴετο χορείας. Διό φησιν ὁ θεσπέσιος εὐαγγελιστής· Καὶ ἀπῆλθεν ἀπ' αὐτῆς ὁ ἄγγελος. Τίνος δὲ χάριν εἴσοδον τὴν τοῦ ἀρχαγγέλου προσω εἶπεν ἐμφάνειαν; Εἰσελθὼν γάρ, φησί, πρὸς αὐτ τὴν, εἶπεν· ἐνταῦθα δὲ τὴν ἄφιξιν, τῷ ἀπῆλθε διεσήμανε βήματι; Ακόλουθον γὰρ ἦν τὸν εἴσοδον εἰρηκότα, καὶ ἐξόδου μεμνῆσθαι. Διὰ τί οὖν ἐῤῥέθη τὸ ἀπῆλθε; Συμβαίνοντας τοῖς πράγμασι τοὺς λό γους ὁ σοφώτατος διετύπωσε Λουκᾶς. Οὕτω γὰρ ἑαυτὸν εἰσιόντα πρότερον ὁ ἀρχιστράτηγος ἐσχη μάτισεν, ὡς ἂν παραπλησίαν ποιούμενος ἀνθρώποις τὴν εἴσοδον, μὴ σφοδροτέραν εμποιήσῃ τὴν ἀγωνίαν. Ἐπειδὴ δὲ τὸ πᾶν ἀπηρτισμένον κατεῖδε, καὶ τὴν τῆς Παρθένου διάνοιαν ὑψηλοτέραν τῆς φυσικῆς ἀκολουθίας γεγενημένην, τὴν οἰκείαν καὶ κατάλληλον αὑτῷ παρεγύμνωσεν ἐνέργειαν. Διὸ ἐκ τῶν ταύτης ἀποπτὰς ὀφθαλμῶν, τῷ μετεωροπόρῳ τῆς φύσεως εἰς οὐρανοὺς ἀνέδραμε, τούτῳ μὲν τὸ ἴδιον δεικνύς, βεβαιοτέραν δὲ καθιστῶν τὴν ἱδρυμένην ἀμεταθέτω;. ΚΒ΄. 'Ω Γαβριήλ! οἷον ἡμῖν, Γαβριήλ, ο ον ἡμῖν ἥκει. κομίζων τὸ εὐαγγέλιον! Οίας ήλυθας τὰς εὐεργεσίας επαγγελλόμενος! ἴσην τὴν χαρὰν, ἡλίκην τὴν εὐφροσύνην! Απ:θ: καλῶς, ὁ τῆς ἡμῶν χαράς φαιδρότατος λαμπαδούχος, ὁ χαρμονικώτατος τοῦ μυστηρίου κήρυξ, ὁ τῆς κοινῆς εὐφροσύνης διάκονος, ὁ μύστης τῶν ἀποῤῥήτων, ὁ τῆς οἰκονομίας λει
col. 657–658page 58 of 80
PG 127:657τουργός. “Ιθ:, τοῖς οὐρανίοις απάγγειλον τὴν τοῦ ἡμετέρου οὐρανοῦ δόξαν· ἴθι, τὰ τῆς εὐρυχωροτέρας και τιμιωτέρας αὐτῶν διήγησαι σκηνής παράδοξα εἰπὶ ταῖς ἄνω στρατιαῖς, ὅνπερ ἐν αὐτῇ κατείδες πλοῦτον· λάλησον θρόνοις καὶ Κυριότησι τὸ τῆς βασιλικῆς καθέδρας ὑπέρτιμον, τὸ πύρινον τῆς τοῦ λόγου σαρκώσεως όχημα, την πολυόμματον τοῦ μυ στηρίου διόπτραν, τὴν πολύφωτον παστάδα, ἣν ἐνυμ φοστόλισας, ἣν κατεποίκιλας τῷ κηρύγματι, ἧς τὰ ὑπὲρ φύσιν ἐθαύμασας καλά· μήνυσον αὐτοῖς τὴν ἀνερμήνευτον τοῦ Κτίστου Μητέρα, τὴν τὰς αὐτῶν ὑπερβαίνουσαν νοήσεις, τὴν καταπλήττουσαν αὐτοὺς ἐν τῷ τόκῳ· τράνωσον τὰ ταύτης μεγαλεία, κήρυξον τὴν ἡμῶν δι' αὐτῆς ἀνάκλησιν, την ξένην καταλλαγὴν, τὴν σύμφωνον αὐτοῖς κροτηθησομένην χορείαν εἰπὲ, ποθεινὲ καὶ τῆς ἡμῶν χαρᾶς κοινωνὲ, ἐν τίσιν αὐτοὺς πλεονεκτούμεν, ἐν τίνι τὴν πρὸς αὐτοὺς παρ ῥησίαν ἐσχήκαμεν, ἐν τίνι σεμνυνόμενοι, ἐγκαλλωπιζόμεθα· κήρυξον, ὁποῖον ἀνθοφόρησεν ἡ ἀνθρωπείᾳ φύσις καρπόν, οἷον τὸν πλοῦτον ἀπέθηκεν, οἷον θησαυρὸν ἐταμιεύσατο. Οὕτω κηρύττων, συνευφραί του τῇ ἡμῶν σωτηρίᾳ· κοινὸν ἡγοῦ τὸ τῆς χαρᾶς ἀναφαίρετον. Καὶ γὰρ τῆς ταύτης μόνος κεκοινώνηκας λειτουργίας· συγχαίρεις μὲν, οἴδαμεν, ταῖς ἄνω στρατιαῖς διὰ τοῦτο· ἀλλ᾽ ἐξαίρετον ἡμεῖς τὴν χαρὰν ἐπιζητοῦμεν, ἣν διακονῶν ἐπεδείξω, ἣν ἐδε βαίωσας τοῖς πράγμασι· ταύτην ἀμείωτον αἰτοῦμεν διατηρεῖσθαι, ἵνα τὰ τῆς πρὸς σὲ παῤῥησίας ἡμῶν μὴ ἀποκλείηται γνωρίσματα, ἵνα τὸ θαῤῥεῖν ἔχοντες διὰ τοῦτο, κοινὸν ἐξιλαστήν σε πρός τε τὸν Δεσπό την καὶ πρὸς αὐτὴν ἡμῶν τὴν χαρὰν προβαλλοί μεθα. ΚΓ'. 'Αλλ', ὦ κοινὸν ἀγαλλίαμα, ὦ παῤῥησία του γένους, τὸν τοιοῦτον προσισμένη πόθον, ταῖς σαῖς εὐεργεσίαις ἀμείβου. Ἡμεῖς τοίνυν οἱ πρὸς τοσοῦτον ἀναδραμόντες ὕψος, καὶ διὰ σοῦ τὴν τῶν ἀγαθῶν καταπλουτήσαντες ἀφθονίαν, μηδὲν ἔχοντες εἰς ἀμοιβὴν προβαλέσθαι τούτων, ὅμως τοιαύτας σοι τὰς εὐφημίας διαπλέκομεν. Χαῖρε, τῆς καταπτώσεως ἡμῶν ἡ ἐπανόρθωσις χαῖρε, δι' ἧς πρὸς τὸ τῆς γνώσεως ἀνήχθημεν ὕψος χαῖρε, ὑπερκείμενε οὐρανέ, δι᾿ οὗ τῶν οὐρανίων κατατρυφῶμεν θησαυρῶν· χαῖρε, βασίλισσα, δι' ἧς ἡμῖν ἡ ἀκήρατος Ανοίγη βασιλεία· χαῖρε, τῆς ἀνθρωπίνης φύσεως ἡ εὐφορία· χαῖρε, τῆς τῶν ἀγαθῶν μεθέξεως ἡ ἀφθονία· χαῖρε, ὁ θησαυρὸς ὁ ἀσύλητος χαῖρε, ὁ πλοῦτος ὁ ἀναφαίρετος· χαῖρε, τροφὴ ἀδα πάνητε· χαῖρε, τρυφὴ ἀνεκλάλητε· χαῖρε, βρῶσις ἀείζων· χαῖρε, πόμα νηφάλιον· ἡ διψωμένη ἔφετις, ἡ ἐπιθυμητὴ μέθεξις, τὸ ταμεῖον τῶν ἀγαθῶν, τὸ διαιωνίζον ἐντρύφημα, ἡ ἀτελεύτητος εὐφροσύνη, τὸ διηνεκές Χριστιανῶν ἀγαλλίαμα, ή πολυπόθητος τῶν σε ποθούντων χαρά. Ταύτας σου τὰς εὐεργεσίας

Oration VOratio V

col. 659–660page 59 of 80
PG 127:659ἀμειώτους εὐδόκησον συντηρηθῆναι. Δεῖξον δὴ καὶ ἐν τούτῳ τὰ τῆς ἀφθόνου σου χάριτος πλεονεκτήματα ἴσον γάρ ἐστιν, εἰς ἀντίληψιν τὸ διὰ σοῦ παραγενέσθαι ταύτας, καὶ παραγενομένας ἀκεραίας διαφυλάττεσθαι, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. ΛΟΓΟΣ Ε'. Εἰς τὸ, ο Αναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ἐκείναις, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπου δῆς,» κ. τ. λ. Α'. Οι σφόδρα τῶν ἐρωμένων αὐτοῖς ἐφιέμενοι, καὶ τῇ τούτων μνήμῃ συνείναι διηνεκώς ποθοῦντες, οὐ μόνον ἐν διανοίᾳ τὴν αὐτῶν ἀνατυποῦσι θέαν, καὶ καθάπερ ἐν πίνακι τὸ φανταζόμενον ἀνιστοροῦντες εἶδος, τὴν τοῦ ποθουμένου διαζωγραφούσι λαμπρότητα· ἀλλὰ καὶ εἴ τι γενναῖον καὶ περιχαιρὲς αὐτοῖς ἐῤῥήθη, καὶ μνήμῃ φυλαχθὲν διετηρήθη, καὶ τοῦτο κατασπαζόμενοι ἀεὶ πανταχόσε περιφέρονται. Ἔστι γὰρ δὲ κἀντεῦθεν πλείστην ὅσην αὐτοὺς τὴν ἡδονὴν καρποῦσθαι, τοὺς λόγους ἀντὶ τῶν εἰρηκότων κατέχοντας· διὸ καὶ συνηδομένοις αὐτοῖς συμβαίνει τὴν αὐτῶν ἀνάπτυξιν διηνεκώς ποιεῖσθαι, ὁμοῦ μὲν ἐγκαλλωπιζομένοις αὐτοῖς, ὁμου δὲ καὶ τὸ φίλτρον ἀναζωπυροῦσι τῶν φιλουμένων. Ἐπεὶ ουν ἡ τῶν σκεδαστῶν τε καὶ ῥᾷον διαλυομένων σχέσις τοῦτον ἔχειν καταναγκάζεται τὸν τρόπον, πόσην εἰκότως τοῖς τῷ καθαρωτάτῳ τετρωμένοις τῆς πανυμνήτου πόθῳ προσγίνεσθαι συμβαίνει την τυ ραννίδα; Ενδον μὲν ἔχουσι τὸ πῦρ τῆς ἀγαπήσεως ἀναφλέγον, αὐτήν τε διαπαντός προσβλέπειν, καὶ ἀσπασίως τὰ ταύτης ἀναπτύσσειν λόγια. Κοινὸν τοίνυν τὸ ἐπαινετὸν τοῦτο πάθος ἡγούμενος, κοινὰς οἶμαι καὶ τὰς περὶ αὐτὸ συνισταμένας υπολήψεις διομολογεῖσθαι. Καὶ εἰ μέν τι τῶν παρέργως δοκούν των εἰρῆσθαι τῇ βασιλίδι τὰ ἐν χερσὶν ἐτύγχανε λόγια ἔδει πολὺν μὲν τὸν ἀγῶνα, πολλὴν δὲ τὴν σπουδὴν εἰς τὴν αὐτῶν ἐπιδείκνυσθαι ἔρευναν, σ φῶς εἰδότας, ὡς πάρεργον μὲν οὐδὲν παρ' αὐτῇ, πάντα δὲ τῆς χάριτός ἐστιν ἀποφθέγματα, καὶ τῆς ἰσχύος τοῦ Πνεύματος ενεργήματα. Β. Ἐπεὶ δὲ πάσης μὲν ὑποθέσεως ἐξῆρται τῶν λόγων, πάντων δὲ τῶν τῆς σωτηρίας ἡμῶν ἀγαθῶν πλήρης ή παροῦσα καθέστηκε διδασκαλία, πῶς ἂν καταμελήσαντες τὸ μεγαλωφελὲς ταύτης ζημιωθείη μεν; Πῶς δὲ μὴ περιπτυσσόμενοι τὰ εἰρημένα της Χ,
col. 661–662page 60 of 80
PG 127:661θείας ἐκείνης κατατρυφήσομεν μνήμης Τὸν ἀοιδίμου ὑπερεκκαύσομεν πόθον; Τῆς καθαρωτάτης ήδο νῆς καταπολαύσομεν, ὅπως στέφανον μὲν καυχήσεως τοὺς λόγους, πλοῦτον δὲ πολυτελῆ τὰ νοήματα θησ σαυρίσαντες, αὐτὴν ἐκείνην ἐν ταῖς καρδίαις συνεισ οικισώμεθα τὴν ἀναφαίρετον ἀφθονίαν, τὸν πλοῦτον τῆς ἡμῶν σωτηρίας, τὸ πολυτίμητον κειμήλιον, τὸ ταμεῖον τῆς Δεσποτικῆς οἰκονομίας, τὸν θησαυρὸν τῶν ἀποκρύφων ἀγαθῶν, τὸν στέφανον τῆς ἀνθρωπότητος, τὸ ἐγκαλλώπισμα τῆς φύσεως; Οπου γὰρ ἡ ταύτης διηνεκῶς ἐναπόκειται μνήμη, ἐκεῖ ἀναμφιβόλως καὶ ἡ ταύτης οὐκ ἀπολείπεται παρουσία. Εναποθώμεθα τοίνυν ἐν ταῖς ψυχαῖς ἡμῶν ταύτην, ἐν ἑαυτοῖς τὴν πολυτίμητον ταμιευσώμεθα θησαυρών, ἐμπορευσώμεθα τὸν τῆς σοφίας αὐτῆς πλοῦτον, καντεῦθεν τὸ περισπούδαστον συναθροίσαντες κέρ δος, διανείμωμεν τοῖς ἐπιζητοῦσι τὴν κατὰ δύναμιν διακονίαν. Ποικίλον γὰρ δὴ τοῦτο καὶ πολυτελές, καὶ κρείττονος τῆς ἐμπορεύσεως. Γ. Αρτι μὲν οὖν τὴν ὑπὲρ ἔννοιαν χαρὰν ἡ τῆς χαρᾶς αἰτία δεξαμένη, ἔργῳ δὲ τῷ ἀποῤῥήτῳ καθ υπουργούσα μυστηρίῳ, ἔσπευδε καὶ τῶν τῆς Ἐλισάβετ ἐν πληροφορία καταστῆναι θαυμάτων. Αλλ' ἐπεὶ σχολαιοτέραν τὴν σὺν αὐτῇ διατριβὴν ἐκεκρίκει ποιήσασθαι, τὰ τὴν ἐπιθυμίαν αὐτῇ διατέμνοντα προευμαρίζει πρῶτον, ὡς ἂν μὴ ταῖς αὐτῶν ἐννοίαις επειγομένη, διαμάρτοι τῷ τάχει τοῦ προτεθέντος σκοποῦ. Ἐκεῖνο δὲ μᾶλλον τῶν ἀναγκαίων αὐτῇ κατεφαίνετο, τὸ τοῖς ἱερεῦσι προηγουμένως ἀποδοῦναι τὸ ἱερὸν ἔργον. Σαφῶς γὰρ ἐν ἑαυτῇ λογιζομένη, διέκρινεν οὕτως· ὡς εἴπερ μὴ τοῦτο διοικονομηθῇ, ἀνάγκῃ δύο κατεπειγόντων περὶ τὸ ἓν διαμαρτεῖν συμβήσεται· τὸ μὲν γὰρ ἐπὶ κίνδυνον ἐπαπειλεῖ· τὸ δὲ τὴν ἀποτυχίαν διαβεβαιοί. Εἰ μὲν γὰρ ἡ πρὸς τὴν συγγενίδα καθηγήσοιτο πορεία χρονιωτέραν τὴν διάσκεψιν ἀπαιτοῦσα, ἡ τοῦ ἐν χερσὶν ἔργου ἀργία εἰς ἀναζήτησιν τοὺς ἱερεῖς διανίστησι. Διὸ πολὺν μὲν τὸν θόρυβον ἐν τῇ οἰκίᾳ, πολλὴν δὲ τὴν ἔρευναν ἐν τῷ γένει ποιήσοιντο, πλείσταις δὲ ταῖς κωμῳδίαις τὸν γέροντα μᾶλλον, ἢ ἐμὲ καταντλήσουσι. Τί οὐ λέγοντες; τί δὲ οὐ βουλευόμενοι τῶν τοιούτων ἐπιχειρήσαιεν σκωμμάτων; "Ορα, φήσουσι, καταφρονήσεως ὑπερβολήν· ὅρα τὴν τῶν θείων παραγγελμά των ἐπιλήσμενα γνώμην τοῦ Ἰωσήφ· ὅρα πρεσβύτου νεανικήν τόλμαν· τὴν τοῦ Θεοῦ παρεῖδε ψῆφον· εἰς οὐδὲν τὸ φοβερώτατον τῶν ἠπειλημένων ἔθετο· διὸ τῇ καθ᾿ ἑαυτὸν πλάνῃ τῆς τοῦ Θεοῦ κατημέλησε παρακαταθήκης. Ποῦ νῦν ἐστιν ἡ θαλαμευομένη Παρθένος; Ποῦ τὸ Δεσποτικὸν ἀνάθημα περιάγει; Πῶς ἀμφοτέροις τὸ ἱερὸν ἔργον παρωράθη, καὶ λήθῃ τὰ προδιδαχθέντα παρεπέμφθη; ᾿Αλλότριον τῶν πα τρῴων. ἠθῶν τὸ τόλμημα, ξένος ὁ τρόπος καὶ παρθενικῆς ἀσφαλείας καὶ πρεσβυτικῆς ἐπιμελείας. Τούτων
col. 663–664page 61 of 80
PG 127:663? πάντως συναισθόμενον τὸν Ἰωσήφ, ἀνάγκη τὸ τῆς αἰτίας ἅπαν πρὸς τὴν τολμηθεῖσαν ἀποδημίαν τρέ ψαι. Διὰ χρή σεμνοτέρως ταύτην οἰκονομηθῆναι, ὅπως καὶ τὸ δοκοῦν ἐπίμωμον διαφεύξηται, καὶ τῆς ἀγούσης ἐφέσεως μὴ ἀποτύχοι. Οὕτω δὴ σοφῶς ἡ ὑπέρσοφος βουλευσαμένη, καὶ εἴ τι ακατέργαστον διαμεῖναν ἔτυχεν δν τῆς εἰργασμένης πορφύρας, τοῦτο ταχείαις ἐπιμελείαις συντελέσασα, σπουδή πρὸς τὴν ἀπόδοσιν ἵετο. Δ'. Ην οὖν τότε κατιδεῖν τὰ τῆς βασιλικῆς ἀξίας σύμβολα ἐν χερσὶ τὴν βασιλίδα κατέχουσαν, καὶ ὡς τίμια ταῦτα περιπτυσσομένην ἀναθήματα· τῷ δὲ παμβασιλεῖ καὶ Δεσπότῃ τῇ σαρκὶ τὴν αλουργίδα ὑπὲρ λόγον ὑφαινομένην ἐν ἑαυτῇ μὴ συνορῶμεν. Ο τοῦ ἀνερμηνεύτου μυστηρίου! Ὢ τῆς ἀνεκλαλή του μητρός! Εν αὐτῇ τὴν ἡμετέραν ἐμορφοῦτο φύσιν ὁ Λόγος, καὶ τῶν πραττομένων ἐκείνη τὸ πα ράδοξον ἡγνόει· τὸν τῆς σαρκὸς χιτῶνα τῷ Δεσπότῃ παρείχε, καὶ τὰ οἰκεῖα διδοῦσα οὐκ ἠπίστατο ἡ παρέχουσα. Εἰ γὰρ καὶ ἀσφαλῶς τὸ πρᾶγμα κατεῖχεν, ἀλλ' ἀρχὴν ἤδη λαμβάνον, τελούμενον ηγνόει προϊόντι γὰρ τῷ χρόνῳ τοῦτο πρὸς τὸ φανερώτερον προῆλθε, καὶ πρὸς τὸ βεβαιότατον ἐπερείσθη. 'Ηγε τοίνυν τὸ ἔργον ἡ ἀμίαντος Παρθένος, ἐβάδιζε πρὸς τὸ ἱερὸν ἡ ἀδιάβατος χώρα, επορεύετο θείαις ἐλλάμψεσιν ἐν κύκλῳ καταυγαζομένη, καὶ ἀπείρῳ φωτί καταλαμπομένη. Διὸ χαρίτων ἀπολάμπουσα πανταχόθεν ἀκτῖνας, καὶ φαιδροτάτη μὲν τοῖς ὁρῶσιν, αἰδέσιμος δὲ πάσῃ καθίστατο τῇ κτίσει, ἡ πολύ φωτος αἴγλη, τὸ πολυαστρον στερέωμα, ὁ ἥλιος, ἐξ οὗ τὸ σῶμα ὁ τῆς δικαιοσύνης ἀνέλαβεν Ηλιος. Ε΄. Ιετο τοίνυν ταῖς οἰκείαις ἀρεταῖς προτομια λοῦσα, καὶ τὴν ξένην τοῦ τηνικαῦτα ἱερατεύοντας συνομιλίαν μελετῶσα. Καὶ γὰρ προσιωπήσαντος ἤδη τοῦ Ζαχαρίου, Σιμεών τις τῶν ἱερωμένων, την αὐτοῦ λειτουργείαν ἐπλήρου· ὃς ᾔδει μὲν ἐν μέρει (ἀδιάβατον) τὰ τῆς Παρθένου παράδοξα· οὐ μὴν δὲ κατ' ἐκεῖνον, τὸν Ζαχαρίαν λέγω, τὸν πολλὰ μὲν τῶν αὐτῆς μυηθέντα, πλείσταις δὲ ταῖς κρείττοσιν αὐτῆς ἀρεταῖς τὸ πιστὸν ἔχοντα, καὶ διὰ τοῦτο τάς μαρτυρίας ἀσυγκρίτως ποιούμενον.
col. 665–666page 62 of 80
PG 127:665Τοῦτο τοίνυν ἡ ἀπειρέκακος συννοοῦσα, λογισμούς ή ἀνεκίνει, πῶς ἂν τῷ ἱερεῖ ὁμιλήσειεν· οὐχ ὡς τῶν κατ' αὐτὴν ἀγνώστων ὄντων αὐτῷ, οὐδὲ γὰρ τοῦτο διεσκόπει ἡ πάσης ἐπιδείξεως καθαρά· ἀλλ' ἐπειδὴ ξέν προσδιαλέγεσθαι μέλλουσα ἦν, αἰδοῖ τοῦ ἀσυν ήθους κατεκαλύπτετο. Η γὰρ δὴ τῶν καλῶν αὐτῆς πεῖρα, οὐ τοῖς προτεθεαμένοις καὶ χρονικωτέρα σκέψει τῶν μετεντυγχανόντων μᾶλλον προσεγίνετο, ἀλλὰ καὶ τοῖς ἄλλοις ἀκοῇ προκατελαμβάνετο· οὕτω δὴ προσβάλλουσα τοῖς ὁρῶσιν ἡ τοῦ ἡλίου φωτεινοτέρα νεφέλη, πᾶσι μὲν ἀκατανόητος διέμενε, δυστ θεώρητος δὲ τοῖς νεωστὶ προσεντυγχάνουσιν αὐτῇ ταῖς τῆς χάριτος αἴγλαις καθίστατο. Ϛ'. Τούτῳ μὲν τῷ τρόπῳ τὴν τοῦ προσόντος ἱερέως ἐδυσχέραινεν ὁμιλίαν· ὅμως δὲ τῷ συνευδοκοῦντι καὶ τῷ τὸ μυστήριον ἐνεργοῦντι Θεῷ τοὺς λόγους ἀνατιθεμένη, οὕτω προσδιελέγετο· Σὺ, Δέσποτα, λέγουσα, ὡς καὶ τῶν ἤδη φθασάντων εἰς ἐμὲ τὸ πέ ρας ἀγαθωτέρως διῳκονόμησας, ἀκαταγνωστών τα τὴν οἰκέτιν σου διετήρησας, καὶ τὸ τοῦ μέλλοντος δυτάνυστον ἐποπτεύων διευθύνοις. Τῆς σῆς γὰρ ὄντα προμηθείας ἑκάτερα, Κύριε, ὑπὸ σοῦ παρα δόξως ἀποπληροῦνται, ξένην ἔχοντα καὶ τὴν ὕπαρξιν καὶ τὴν ἔκβασιν. Τίς γάρ, ὦ Δημιουργέ μου, τῶν προγεγενημένων δικαίων, τοιούτων και τηλικούτων ἠξίωται τῶν δωρεῶν; Τίς κατάλληλον ἐμοὶ τὴν μέχρι τῆς παρούσης ἐκ βρέφους διαγωγὴν ἐκληρώσατο; Τις πατριαρχῶν κατήκοος παραπλησίως γέ γονεν ὑποσχέσεων τοιούτων; Τίνος ὦτα τοιαύτα; ἠνωτίσθησαν ἐπαγγελίας; Μεγάλας μοι δοκῶ καὶ τῷ γένει τὰς εὐεργεσίας του περιγίνεσθαι, Δέσποτα, ξένας τὰς δωρεάς, καινότερα τὰ τέλη· καὶ γὰρ καὶ τὰ προοίμια καινά. Τί ἂν περὶ πάντων τούτων ἀντ αποδοίην σοι, Κύριε; Ποίους ευχαριστηρίους έφευ ρίσκουσα λόγους, ἀμείψομαί σε τὸν εὐεργέτην; Ἰδοὺ γὰρ, Κύριε, τῷ σῷ πειθομένη μυστηρίω, τοῖς προκηρυχθεῖσιν ἐφέπομαι πράγμασιν. Ζ'. Ἐπεὶ τοίνυν προσεγγίσασαν αὐτὴν ὁ ἱερεὺς κατείδε, τοιαύτας προμηθεὶς τὰς εὐχαριστίας, διεξήει· Ὢ τῶν ὀφθησομένων μοι τήμερον ἀγαθῶν! Ω χαριεστάτης ἡμέρας, ἥτις τὴν τοιαύτην συν ήνεγκεν εὐφροσύνην! " ἐπιδημίας τὸ ὑπὲρ πᾶν κοι μισούσης καλόν! Ὢ Παρθένε, ἡλίκον τὸ περὶ σὲ (ἀπειρόκαχος) ἄμωμος ν. ἀμίαντος, ἄμεμπτος, ἀμόλυντος, ἄσπιλος ν. ἄμεμπτος ἄμωμος) ἀπειρέκακος ο ο ἀπειροκάκου
col. 667–668page 63 of 80
PG 127:667ο θαῦμα, ὅσον τὸ περὶ σὲ μυστήριον! Ακατανόητον ἄρα καὶ ἄφραστον καὶ πάσης διηγήσεως ἐπέκεινα. Ποίοις σε τοίνυν τοῖς προσήκουσι δεξιώσομαι λό γοις; Τίνα περιχαρή σοι προφθέγξομαι τιμήν; Ποιόν σοι ἁρμοδίως διατυπώσω τὸ σέβας; Τίνα προσλαλοῦσαν ἡδύτερον ἐπινοήσας φωνήν, τῇ σῇ γλυκυτάτη προσείπω θέᾳ; Νικᾷ τὸ θαῦμα τὸν λόγον δεσμεῖ τὴν γλῶτταν τὸ ξένον, οὐ τῶν ἐν σοὶ κρυπτομένων πειρωμένην ἔρευναν· τούτοις γὰρ οὐδὲ προσ βαλεῖν τολμᾷ, τὰ δὲ περὶ σὲ κατανοεῖν καὶ ἀγο ρεύειν ἐθέλειν μόνον. Ταῦτά σου τὴν ἀπόῤῥητον ἐμφαίνει πλοῦτον· ταῦτα τὸν ἐναποκείμενον τεκμηριοῖ σου θησαυρόν· ἐκ τῶν ἔξω καταπληττόντων τὴν ἔνδον ἀμηχανίαν διασκοποῦμαι· ἐκ τῶν ἀμυδρώς δρωμένων τὴν ἀφανῶς ἀπορουμένην κατανοῦ ματ καριότητα. ο Η'. Ω τῆς τοῦ γένους εὐφορίας! Εἰς ὅσον τὸν καρπὸν ἐπλεόνασεν! Ὑπερῆρε τὴν τῶν ἀγγέλων εὐθυνουμένην φύσιν τῷ μεγαλοφυεῖ τῆς καρποφορίας ταύτης βλαστήματι. Εξέτεινε την παραφυάδα ταύ την ἕως θαλάσσης, καὶ ἕως οὐρανοῦ τὸ ἑαυτῆς ἀν ἔδωκε κλῆμα, τὴν ἀποτίστως φύουσαν ἄμπελον, τὴν τῷ ἁγίῳ Πνεύματι πυκαζομένην, τὴν πιαινομένην τῇ χάριτι, τὴν τὸν ἀγεώργητον καρποφοροῦσαν βότρυν, ἐξ οὗ τὸ τῆς ἀθανασίας ἀποθλίβεται γλεῦκος, ἀφ' οὗ τὸ τῆς μυστικῆς εὐφροσύνης προχέεται ῥεῖ θρον, ἐξ οὗπερ ὁ σωτήριος πληρούμενος κρατήρ, ἀφθαρσίας τοὺς μεθέξοντας εμπλήσει. Ο φυτοῦ τῶν οὐρανίων ἁψίδων εξικνουμένου, ὅπερ αὐτούς τε παρελάσει, καὶ πάσας νοερὰς ὑπερ βήσεται δυνάμεις! Ο κατασκίου δένδρου τοῦ πᾶσαν λογικὴν κατακαλύψαντος φύσιν, καὶ παντὸς ὑπερο αρθέντος νοουμένου ὑψώματος! ἐξ οὗπερ ὁ φυτουργὸς τῷ συγκεκαλυμμένῳ τρόπῳ, ὡς ἐκ δασέος δρους ἀνατελεῖ, καὶ συστελεῖ τοὺς τύπους εἰς τὴν ἀλη θείας κατάπαυσιν· οὗ μεταληφθησόμενος ὁ καρπὸς ἀθανασίας τροφὴ τοῖς μεθέξουσιν ὀφθήσεται. Τίνες, ὦ Παρθένε, τοῖς μεγαλείοις σου συνοίσοντες ἐπινοηθεῖεν λόγοι; Ποῖαι καινοτομούμεναι τοῖς πράγμασιν ἁμιλληθείεν ἔννοιαι; Τίνες ἐγκωμίων ἐφευρέσεις τὸ τῶν γεννησάντων σε διαγορεύσειεν κλέος; ὰ τῆς τούτων εὐτεχνίας! ὢ εὐπαιδίας, πάσης γεννητῆς ὑπεραρθείσης επιτυχίας! Δεῦρο τοίνυν ἡ μόνη πλησίον Θεοῦ, ἡ τῷ τοῦ
col. 669–670page 64 of 80
PG 127:669μυστηρίου διαλάμπουσα κάλλει, ἡ ὑπὲρ πᾶσαν μυρεψικὴν εὐωδίαν, τὴν τοῦ Πνεύματος διαπνέουσα μυρωδίαν· ἧς ἡ τῶν τῆς καθαρότητος ἱματίων ὀσμὴ πᾶσαν καταθέλξει νοητὴν αἴσθησιν, ἧς ὀπίσω τοῦ μύρου θυγατέρες δραμοῦνται βασιλέως, λέγω δή ψυχαί, τὸ ἀρχέτυπον καὶ βασιλικὸν εἶδος διαφυλάττουσαι. Δεῦρο καλὴ ἡ πάλαι καλουμένη, ἧς ἐπιθυμητῶς ἡ παρουσία ποθεῖται, ἣν ἄνωθεν ὁ χορὸς τῶν προφητῶν ἐπικαλεῖται, ἣν ἡ τῶν δικαίων ἐπι ζητεῖ συμφωνία περιχαρῶς, ἡ προελπισθεῖσα χαρά, ἡ προκηρυχθεῖσα θυμηδία. Ποῖαι περιχαρείς όμι λίαι τὴν σὴν προϋπαντήσουσιν ἐπιδημίαν; Πᾶσα τῶν ἐπινοουμένων τιμή κατόπιν τῆς ὑπερτίμου σου μεγαλειότητος ἔρχεται, ἐκ τοῦ Δεσπότου μόνου τὴν κατ' ἀξίαν κληρουμένης δόξαν. Θ΄. Οὕτω τοίνυν ἐγγυτέρω τῇ βασιλίδι γενομένη προϋπαντήσας ὁ ἱερεὺς, ἐκ τῶν αὐτῆς ἀχράντων χειρῶν, φέσῳ καὶ χαρᾷ τὴν εἰργασμένην δέχεται πορφύραν, ἣν δὴ περιπτυσσόμενος, εἰκὸς τοιαῦτα προσεφώνει Ο ἔργου τοιαύταις ἀπηρτισμένου ταῖς ἐμμελείαις! ὢ καταπετάσματος τὴν τοῦ Θεοῦ σκηνὴν ἔριθον εἰς τὴν οἰκείαν παρειληφότος σύστασιν! Τί τοιοῦτον ἐν τῷ περιωνύμῳ τούτῳ ναῷ ἀνετέθη τίμιον; Ποῖον οὕτω καθηγιασμένων κειμήλιον ἐν τῇ ἁγίᾳ ταύτῃ καθιερώθη σκηνῇ; Τοῦτο παντός καλλιερήματος σεμνότερον, τοῦτο πάσης θυσίας ἱερώτερον, τοῦτο προσφορᾶς ἀπάσης εὐπροσδεκτότερον, ὑπὲρ τὴν ᾿Αβελ ἀπαρχὴν, ὑπὲρ τὴν ᾿Αβραὰμ ὁλοκαύτωσιν, ὑπὲρ ἅπαν ολοκάρπωμα δικαίων. Ο γὰρ ἐκεῖνοι τυποῦντες προέφερον, νῦν παραδόξως τελούμενον ἐν τῇ παναμώμῳ προσκομιζούσῃ τοῦτο κατανοεῖται. Ι. Ταῦτα προσειπών μεγαλοφώνως, τὰ αὐτῆς ἀνεκήρυξε μεγαλεία "Ο Μαριάμ! ἐμεγάλυνε Κύ ριος ὁ Θεὸς τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογημένη ἐν πάσαις ταῖς γενεαῖς. Θαυμάζοντος καὶ κατα πληττομένου τὸ ῥῆμα, ἐξισταμένου καὶ πρὸς τὸ ἀπόῤῥητον ἀμηχανοῦντος. Τούτῳ γὰρ εἰώθαμεν ἀπο ροῦντες τῷ θαυμαστικῷ κεχρῆσθαι προσρήματι. Ω, φησὶν, οἷα τὰ περὶ σὲ τελούμενα! Ἐμεγάλυνε Κύριος ὁ Θεὸς τὸ ὄνομά σου· ὑπερύψωσε, φησί, τὴν δόξαν σου· πάσης ἀοράτου τε καὶ ὁρατῆς ταύτην ὑπερεβίβασε κτίσεως, ἐξῃρημένην ταύτην τῆς ἀν θρωπίνης ἀνέδειξεν, ἀσύγκριτον τῇ ἀγγελικῇ πε ποίηκε· μέγα καὶ λεγόμενον πάσῃ νοερᾷ φύσει τὸ σὸν κατεσκεύασεν όνομα· μέγα τοῦτο ἐν Ἀρχαῖς καὶ Εξουσίαις, μέγα εν θρόνοις καὶ Κυριότησι, μέγα καὶ ποθεινὸν ἐν τῷ οἰκείῳ γένει· καὶ οὐκ, Ἐδόξασεν, ἔφη, Ο Ο
col. 671–672page 65 of 80
PG 127:671ἀλλ', Ἐμεγάλυνεν, ὡς τοῦ ἀνακεχωρηκότος τῆς ἀξίας καὶ τοῦ ἀνερμηνεύτου σημαινομένου ἐντεῦθεν. ΙΑ΄. Ποῖον δὲ τῆς πολυωνύμου χαρᾶς ἐμεγάλυνε Κύριος ὁ Θεὸς ὄνομα; Ποίαν ταύτης ὑπερεδόξασε προσηγορίαν; Δρα την κυρίαν καὶ ὑποστατικὴν, καὶ τὴν τῶν ὁμοειδῶν ἀριθμῷ καὶ ἰδιότητι διαφέρουσαν, ἢ τὴν κοινὴν καὶ εἰδικὴν καὶ πᾶσιν ὁμοτίμως τοῖς αὐτοῦ μεταδιδομένην είδους; Οὐδεμίαν δοκεῖ τῇ ἀληθείᾳ τῶν τοιούτων κλήσεων, ἐμφαίνειν ἐνταῦθα τὸν λόγον, κἂν τῇ δεδοξασμένη συνεδοξά σθησαν· ἀλλ' ἐνὸν πρότερον εἰπεῖν, ποῖον δὴ λε γόμενον καὶ μεγαλυνόμενον ὄνομα τοῦ Δημιουργού νοεῖται, ὅπερ αἰώνιον τίθεται καὶ ἅγιον θαυμαστὸν τε καὶ φοβερὸν ἐν πᾶσι τοῖς ἔθνεσιν, εἶθ' οὕτω καὶ περὶ τῆς πολυωνύμου χαρᾶς διαλαβεῖν. Δήλον γὰρ ὡς τὸ θεῖον ἀκατανόητόν τε δν καὶ ἄῤῥητον, ἀκατονόμαστον μένει, τὴν τῶν κλήσεων μὴ προς ιέμενον θέσιν. Ποῖον οὖν ἐστιν ὁ πολυθρυλλήτως αὐτοῦ δοξάζεται δνομα; Καὶ πόθεν τοῦτο τὰς ἀφορμές τῆς ἐπιθέσεως είληφε; Πάντως συνομολογεῖται τὸ, Θεός· ὁ καὶ κυρίως αὐτοῦ καὶ μόνως εἶναι πιστεύεται. Εἰ γὰρ καὶ πλείονας ἡ θεία Γραφή κατονομάζει θεούς, ἀλλὰ τῶν μὲν οὐκ ὄντων ὡς ὄντων τὸ ἀπατηλόν στηλιτεύει. Οὕτω γὰρ ἐκ τοῦ διευκρινηθέντος νόει, καὶ τὸ τῆς Παρθένου σαφεστάτην έχειν τὴν εὔρεσιν. Ο γὰρ ἐκεῖ τὴν Θεοῦ προσηγορίαν μεγαλυνομένην ἔδειξεν, ἐνταῦθα τῇ καταλλήλῳ τις μωμένη δέξῃ, τὴν τῆς Θεοτόκου καθυποφαίνει κλή σιν. Τοῦτο γὰρ αὐτῇ μόνως ὄνομα, τοῦτο κυρίως, τοῦτο ἀληθῶς· τοῦτο μεγαλύνει ἡ κτίσις· τοῦτο δο ξάζοντες ὑπερευλογοῦσιν ἄνθρωποι· τοῦτο ἐν πάσαις οὐκ ὠνομάσθη ταῖς γενεαῖς· τοῦτο μόνης αὐτῆς ἰδιαίτατον, ὥσπερ μόνου τοῦ Δημιουργοῦ τὸ Θεός. Καὶ οὕτω μὲν περὶ τούτων ἁρμόδιον ἡγεῖσθαι. Και ρὸς δὲ ἡμῖν ἐπὶ τὴν ἱστορίαν ἀναδραμεῖν. ΙΒ'. 'Αναστᾶσα γάρ, φησὶ, Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς. "Ορα τὴν συμφωνίαν τῶν διηγήσεων οὐ γὰρ αὐτὴν ἔφη τὴν ἡμέραν, ἢ μετὰ δευτέραν, καὶ τὴν καθεξῆς ἐκείνης, ἀλλ' ἐν ταύταις, τῷ ἀπ ρίστῳ τοῦ χρόνου τὸ τῆς κατεχούσης Εργασίας αναγ καῖον ἡ τοῦ εὐαγγελίου σημαίνουσα· ὅπερ ἡ ἱστορία διὰ τοῦ συμπληρῶσαι τὸ ἔργον ἐδήλωσεν· ὥστε στο δροτέρᾳ μὲν ἠπείγετο γνώμη πρὸς τὴν Ἐλισάβετ, κατείχετο δὲ τῷ προλελεγμένῳ τρόπῳ. Μίαν δὲ πρός τε τὸν ἱερέα καὶ πρὸς τὴν συγγενίδα τὴν ἄφιξεν ἑκατέρα καθυποδείκνυσι γραφή· ἀπὸ μὲν τοῦ οἰκή ματος Ἰωσὴφ πρὸς τὸν ἱερέα, ἀπὸ δὲ τούτου πρὸς τὸν οἶκον Ζαχαρίου. Διό φησιν ἡ ἱστορία· Χαρὰν δὲ λαλοῦσα Μαριάμ, ἀπῄει πρὸς τὴν συγγενίδα αύ τῆς.
col. 673–674page 66 of 80
PG 127:673Έχαιρε τις συμφώνου, λογιζομένη προρρήσεις. Ἐπειδὴ γὰρ τῇ τοῦ ἱερέως ἀσυνήθει διαλέξει, πρὶν ἐν ὄψεσιν ὀφθῆναι, τὰ τῆς παῤῥησίας ἀφῄρητο, ὑπὲρ ἐλπίδα δὲ ταύτης ἀπώνατο, τῇ παρὰ προσδοκίαν ἔχαιρεν ἐπιτυχία· ἢ μᾶλλον ταύτην εἰληφέναι χαραν Ο λόγος αινίττεται, τὴν μόνην ὄντως χαρὰν, καὶ ᾗ μόνῃ συνήδετο, ἣν μόνην ἐπόθει, καὶ ἣν σωματουμένην ἔνδον κατείχε, τὸν ὑπερούσιον Λόγον, τὸν τῆς χαρᾶς φυτουργόν, τὸν τῆς ἀγαλλιάσεως ταμίαν, τὸ ὑπερπόθητον κάλλος, τὸ ὑπερὸν ὡραῖον ἐγκαλλώπισμα, τὸ μόνον ὀρεκτὸν ἀγαλλίαμα, τὴν ὑπὲρ ἔφεσιν ἡδονὴν, τὴν ἀκόρεστον γλυκύτητα, τὴν ἄλη στον ἐπιθυμίαν, τὸν ἐφετοῖς ἔρωτος τιτρώσκοντα βέ λεσι. Τοῦτον ἡ κεχαριτωμένη λαβοῦσα, τὴν ὑπὲρ ἔννοιαν έχαιρε χαράν. ΙΓ΄. 'Αναστᾶσα δέ, φησὶ, Μαριάμ ἐν ταῖς ἡμέ γαις ταύταις. Πόθεν ἀνέστη τὸ ἀμετάθετον στήριγμα, ἡ ἀπάλευτος πόλις, τὸ τῆς ἁγνείας ἑδραίωμα, ἡ βάσις τοῦ ἀνθρωπείου γένους, τὸ τοῦ προπάτορος ἔρεισμα, ὁ τῆς ἀναστάσεως θεμέλιος, ἡ κρητὶς τῆς ἀνακλήσεως, ἡ ῥίζα τῆς χαρᾶς, ἡ ἀπαρχὴ τῆς φύσ σεως, τὸ τεῖχος, ἐν ᾧ τὰ τῆς ἡμῶν ἐπῳκοδομήθη σωτηρίας ερείσματα; Πόθεν τοίνυν ἀνέστη; Ἐκ τοῦ οἰκήματος Ιωσήφ, ἐν ᾧπερ ἀμετακινήτως τῇ ἀρετῇ προήδρευε. Καὶ διὰ τί μή, Ἐξῆλθεν, ἔφη, ἀλλ᾽, Ἀνέστη; Τὴν διηνεκὴ καὶ ἔμμονον αὐτῆς ἡσυ χίαν ὁ σοφώτατος εὐαγγελιστὴς διὰ τούτου ᾐνίξατο. δεν γὰρ ὥσπερ ἡδρασμένη καὶ ἀμετάθετος ἐν τῷ τῆς ὑπομονῆς καὶ ἁγιότητος πεπηγυία θεμελίῳ μηδὲ τὸ τυχὸν ἄνευ τῆς ἐπειγούσης ανάγκης ἐκ τοῦ καθεστηκότος μεταβαίνουσα. ΙΔ'. Αὕτη τοίνυν ἡ καθάπερ ἐν ἀδύτοις ἐν τῷ οἱ χήματι κρυπτομένη, πρὸς τὸν ἱερέα καὶ πρὸς τὴν ἐρεινὴν σπουδῇ συνέτρεχε, τοιαῦτα τάχα διεξιούσα τῷ λόγῳ· Ἐγώ, φησὶν, ὦ Δέσποτα, τῇ σῇ κυβερνωμένη χάριτι μέχρι τῆς παρούσης ἡλικίας καὶ χρό νου τοῦ ἐνεστῶτος, ἐκ πάντων ἐμαυτὴν ἐπέσχον τῶν, ὅσα διὰ τῶν αἰσθήσεων ἐπινοθεύειν πέφυκε τὴν τοῦ νοῦ καθαρότητα. Οφθαλμοῖς μὲν τὴν τῶν ἀναγκαίων ἀντίληψιν μετρίαν ἐπιτρέπουσα, τὸ θεωρητικόν απ τῶν ἅπαν πρὸς τὴν σὴν ἀνήρτησα μεγαλειότητα. Καθαρὰν δὲ καὶ ἀνέπαφον διατηροῦσα τὴν ἀκοὴν, ἐμφάσεων θείων ἀκροατήριον ταύτην παρεσκεύασα. Χείλη τε καὶ γλῶτταν εἰς τὴν σὴν δοξολογίαν ἀπὸ ασχολοῦσα, τὴν ἀσώματον ἐν σώματι παρεζήλωσα φύσιν. Ὑπ᾿ οὐδενὸς τῶν παρόντων τὸν λογισμὸν παρετράπην· πρὸς γὰρ τὴν σὴν μόνην ἀπησχόλησα τοῦτον μελέτην, ὄργανον ἐμαυτὴν ὑμνολογικών κατεσκεύασα, ὄργανον ἡρμοσμένον τῷ Πνεύματι, ὄργανον τῆς καθαρότητος ενηχοῦν μελωδίαν, τὸ τῶν ἀθλων Δυνάμεων. ανακρουόμενον ᾆσμα, τῇ χει ρουσική δοξολογία συμφθεγγόμενον. Ακόμα τον ο
col. 675–676page 67 of 80
PG 127:675ἔνδον τὸν σὸν ἐπιφερομένη πόθον, ἀδιαλείπτως τὰ τῆς αὐτοῦ ἀγάπης προβάλλομαι ῥήματα. Οὗτος συν ηυξήθη τῷ σώματι, οὗτος συνακμάζει τῇ διανοίᾳ, τούτῳ ἡ ψυχὴ προσφυομένη τὴν ἀκατάπαυστον ὑμνολογίαν διαπλέκει. Φῶς γὰρ εἴ, Δέσποτα, φῶς τὸ μόνω; γλυκύτατον· φῶς τὸ ἀσυγκρίτως ποθούμενον φῶς τὸ ἀχρόνως νοούμενον· φῶς τὸ μὴ τεμνόμενον χρόνῳ· φῶς τὸ καταλάμπον ἐν τῇ ἁγνείᾳ μου· φῶς τὸ κατευθύνον τὰς ὁδούς μου· φῶς ὅπερ διὰ τῶν παρ ραδόξων μηνυμάτων ὑπεδεξάμην, ὅπερ διὰ τῆς χα ρᾶς κατεπλουτίσθην· τὸ παντὸς ἐπέκεινα γλυκασμοῦ, τὸ πάσης φωτοφανείας αἴτιον· τοῦτο νῦν ὡς λύχνον κατέχουσα, καὶ ὡς ἀσφαλέστατον φύλακα φέρουσα, πρὸς ἀσυνήθεις στέλλομαι πορείας. ἔχουσα τὴν ἔφεσιν, ἄληκτον διετήρησα τὴν αἴνεσιν, Ο ΙΕ΄. Ην τοίνυν τότε καθορᾷν τόπους μεταμείβου σαν τὴν ἄχραντον, συνεχή τε μεταποιοῦσαν βήματα, καὶ τοῖς οἰκείος τὸ ἔδαφος καθαγνίζουσαν ίχνεσιν. Ὢ γῆς ἐκείνης, ἥτις τῶν ἀμώμων αὐτῆς ἰχνῶν τοὺς τύπους ἐδέξατο! ὢ τίς ἂν ἀκώλυτόν μοι παρά σχοι τὴν εἰς ἐκείνους τοὺς σεβασμίους τόπους ἄρ ιξιν; Τίς ἄν μοι δοίη περιουσίαν δυνάμεως, ὥστε τὰ ἐκεῖσε κατειληφότι τῆς ἐπιθυμίας ἐμφορηθῆναι, ὥστε τὴν γῆν ἐκείνην περιπτύξασθαι, ἐφ᾽ ἣν οἱ πανάχραν τοι πόδες ἐπέβησαν ἐκεῖνοι, ἐφ᾽ ἧς τὰ πανάσπιλα διεσημάνθησαν βήματα; Ὥστε τὸν χοῦν ἐκεῖνον ἀναλεξαμένῳ, ὀφθαλμοῖς ἐπιθεῖναι καὶ στόματι, καὶ πᾶσαν αἴσθησιν καθαγιάσαι, καὶ ὡς πολύτιμον θησ σαυρὸν ἐγκολπώσασθαι τοῦτον. ΙΖ΄. Ἰδοὺ γὰρ μεσοπορούσῃ ταύτῃ ἡ κτίσις πᾶσα προϋπαντῶσα, τοῖς χαριστηρίοις προσεπιδεξιοῦται λόγοις. Γῆ μὲν, ὡς οἰκείῳ πρώτως τεμνυνομένη βλαστήματι, τοιαῦτα σχεδὸν ἐπιβοᾶται· Ἰδοὺ τὸ ἀνθηρότατόν μου στέλεχος· ἰδοὺ τῆς εὐφορίας μου ὁ καρπὸς, ὁ ἄφθονος τῆς ἐμῆς εὐθηνίας πλοῦ τος, ἡ τῆς εὐθηνίας καὶ εὐλογίας καρποφορία, δι' ἧς τῆς τῶν ἀκανθῶν ἀπαλλαγήσομαι καταδίκης, δι' ἧς τῆς τῶν τριβόλων ἐλευθερωθήσομαι τραχύτης τος. Αὕτη ἐστὶν ἡ ἐμὴ προσφορά, δι' ἧς ἀποσμη χθήσομαί τε καὶ καθαρισθήσομαι, καὶ μυστικῆς θυσιαστήριον χρηματίσω θυσίας· ἡ ταῖς εἰδωλικαῖς μιας Οὐδὲ αὐτὴ ἡ κυοφοροῦσα Παρθένος ᾔδει τοῦ μυστηρίου τὸ ἀπόῤῥητον.
col. 677–678page 68 of 80
PG 127:677νομένη κνίσσαις, καὶ ἀνοσίοις καταχραινομένη λύ θροις. Αὕτη ἐστί, δι' ἧς τῶν βδελυγμάτων ἀπαλλαττομένη, ἐξιλασμάτων χωρίον ὀφθήσομαι. Αὕτη τὸν ἀποφορτίζοντά με τῶν ἀνθρωπίνων πλημμελημάτων ἐπιφέρει. Αὕτη τὸν ἀφαιρούμενον ἐξ ἐμοῦ τὸ τῆς ἁμαρτίας ἄχθος, σωματούμενον βαστάζει, τὸν ἐπ' οὐδενὶ τοὺς ἐμοὺς καθιδρύσαντα θεμελίους, τὸν ἰδίᾳ δρακὶ τὸν ἐμὸν περιγράψαντα γῦρον, τὸν ὕδασι με σπαργανοῦντα, καὶ εἰσαεὶ διακρατοῦντα. Αὕτη ἐστὶν ἡ ῥάβδος, ἡ τὸ τῆς ἀφθαρσίας ἄνθος ὠδίνουσα, (ἐξ) ἧς, ὥσπερ ἐκ καλύκων προκύψαν, τὸ ἀηδὲς τῆς πλά νης ἀποσοβήσει, καὶ τὴν τῆς χάριτος ὀσμὴν διαπνεύ σει. Ω τῆς ἐμῆς παραφυάδος! ὦ κόλπων, ἐν οἷς τοῦτο τὸ φυτὸν ἡδρύνθη· ἐξ οὗ προϊὼν ὁ τῆς ἀθανασίας καρπὸς, τὴν τῶν ἐμῶν τέκνων ἀκαρπίαν εἰς καρποφόρον εὐσέβειαν μεταποιήσει, οὗ ὁ λόγος ἐν τοῖς πέ ρασι διασπαρείς, εἰς ἑκατὸν ἐπιδώσει τὴν εὐφορίαν, πολύχουν ἀποθήσει τὴν γεωργίαν. Ὢ τῶν ἐμῶν πεδίων εὐωδέστατον κρίνον, ὅπερ τῷ τῆς καθαρότητος μύρῳ πάσας τὰς ψυχικὰς περιπνεύσει κηλίδας. Σὺ εἶ ἡ εὐ ωδία· σὺ εἶ ἡ τοῖς τῶν ἀρετῶν ἀρώμασι τὸ ἐμὸν μυρί ζουσα πλήρωμα· ἡ ἀθόλωτος πηγή, ἐξ ἧς, ὡς στα γόνες ὑετοῦ, αἱ τῶν χαρίτων ἐπιστάζουσαι ρανίδες, τὸ ἐμὸν πιαίνουσι πρόσωπον, τὰ τῆς ἐμῆς τερπνότητος καταρδεύουσιν ὡραῖα· ἡ λαμπάς, ἡ τὸν ἐμὸν φωτίζουσα κύκλον, ἡ τὰς ἡλιακὰς ὑπερνικῶτα φαιδρότητας, ἡ ὑπὲρ τὸν οὐρανὸν ἀφιεῖσα τὰς ἀκτῖ νας, δι' ἧς τὰ τούτου ὑπερ ρα κάλλη· ἐκεῖνος μὲν γὰρ τοῖς οἰκείοις λαμπρυνόμενος επαγάλλεται φωστῆρσιν· ἐγὼ δὲ ὑπὲρ ἐκεῖνόν σε κατέχουσα, σεμνότερα τῆς αὐτοῦ διακοσμήσεως δείκνυμαι· ἐκεῖνος τῷ γεγενημένῳ καταγλαΐζεται φωτὶ, ἐγὼ τῷ γενετ στουργῷ διὰ τοῦ ἐπιδημήσαντι, κατασεμνύνομαι ἐκεῖνος τοῖς ποιήμασιν, ἐγὼ τῷ ποιητῇ περικαλλύ νομαι· ἐκεῖνος ἀποσκιαζομένῳ καὶ δυομένῳ καταυγάζεται Ηλίῳ, ἐγὼ δὲ τῷ τῆς δικαιοσύνης ἀνεσπέρῳ καὶ ἀδύτῳ ἡλίῳ, δι' οὗ κἀκεῖνος τὸ εἶναι εἴληφεν, ἐπαί ρομαί τε καὶ καταλάμπομαι, όχημά σε τούτου περιφέρουσα, τὴν τὸ μυριοπλάσιον τῶν ἀγγέλων ὑπερέχουσαν ἅρμα, τὴν χερουβικὴν παστάδα, την σεραφικὴν λαβίδα, τὸν θρόνον τὸν βασιλικόν, τὸ ὑπερουράνιον παλάτιον. Ο πίσαι τῶν ἐμῶν αὐχημάτων αἱ ἀφορμαί! Ὢ τοῦ ἐμοῦ καυχήματος αἰτία! Ἐπαγάλλομαί σοι, ἐπιτέρπομαι τῇ δόξῃ σου, ἐπισεμνύνομαί σοι ὡς οἰκείῳ βλαστήματι. Καθαίρομαι τῶν ἀνθρωπίνων μολυσμῶν " ἐπὶ νῶτά σε φέρουσα· ἁγιάζομαι τοῖς ἀχράντοις καὶ τιμίοις σου βήμασιν· εὐωδιάζομαι τῷ τῆς και θαρότητός σου μύρῳ· σκιρτῶ ἐπὶ σοὶ, παρρησιάζομαι διὰ σὲ, καὶ ἡ σὺν ἐμοὶ πᾶσα διακόσμησις. Τα ΙΖ΄. Οὕτως ὑπὸ πάντων ἡ τῶν ἁπάντων δοξαζομένη
col. 679–680page 69 of 80
PG 127:679Ει Ο Δέσποινα, τὰ τῆς πορείας διήνυσε. Διό φησιν Επορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ιούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχα ρίου, καὶ ἡσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, φησὶν, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. — Καὶ ἐγένετο, φησί· τί ἐγένετο; Καινὸν καὶ παράδοξον, καὶ τῆς φύσεως ἀλλότριον. Φωνὴ μόνη εξενεχθεῖσα τοὺς ταύτης και νοτόμησεν ὅρους· ἦχος ἀσπασμοῦ εἰς τὴν ἀνεπίδε στον φωνῆς ἐνήχησεν ἀκοὴν· φθόγγος παρθενικός, δυνάμει τοῦ ἐνοικοῦντος, τὸ ἐγγάστριον διεδύνη σε βρέφος. Ως ἤκουσε, φησίν, ἡ Ἐλισάβετ, ὁ λύσ γος ἐν τοῖς ὠσὶν εἰσέδυ, καὶ ἡ χάρις τὸ ἔμβρυον ἐκίνει· ἡ φωνὴ ἐνηργεῖτο, καὶ ἡ δύναμις ἐδείαι οὔτο. Ὢ ἰσχύος ῥημάτων! Εσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. σθη τῆς Δεσποτικής παρουσίας, ἤκουσε τῆς ἀκηράτου φωνῆς, ἔγνω τὴν Δη μιουργὸν ταύτην κινοῦντα, καὶ σχεδόν διὰ τῶν σκιρτημάτων τοιαῦτα τῇ μητρὶ προσεφώνει. οὗτος τοὺς χαρακτῆρας ἐξεικονίζει· οὗτος δημιουρ ΙΗ'. Πρόφθασον, ὦ μήτερ, πρόδραμε συντόνως, προϋπάντησον τῇ τὸν Δημιουργὸν ἐπιφερούσῃ των ματούμενον. Ο Δεσπότης ἐν ταύτῃ, ὡς ἐν οὐρανίω ἐποχεῖται θρόνῳ. Οὗτος τάς φύσεις καινοτομεί οὗτος τὰ πράγματα μεταπλάττει. Οὐ στέγω σιωπῇ τὴν αὐτοῦ παρουσίαν ἄγειν· οὐ φέρω μή κηρύττειν τὸν εἰς τοῦτό με παραγαγόντα, εἰς ὅπερ προετάγην. Σπεύδω χρησιμεύειν, φωνὴ βοῶντος προορισθεὶς ἐμηνύθην, καὶ διὰ τοῦ ο πρὸς τὴν διακονίαν ἐπεί γομαι. Μὴ μέλλε τοίνυν, ὦ μῆτερ· χρῆσον ἐμοὶ Ο Μή τὴν φωνὴν ἵνα κηρύξω την ζωήν· πλήρωσον τὴν τοῦ λόγου χρείαν, ἵνα μὴ τὸ τῆς ὠδῖνος ἀναγ καῖον βιάσωμαι· μὴ καινοτομηθῆναι τῇ ὑπερ θέσει, τὸν τόκον ἐάσῃς· μὴ τὴν εὐχαριστίαν ἀναβαλλομένη, τὴν φύσιν κατίδης μεταβαλλομένην· διαρ δῆξαι τὰ αὐτῆς καταναγκάζομαι κλείθρα, ὑπερβῆναι τοὺς ὅρους ἐπείγομαι· οὐκ ἀναμένει τούτους δ μεταπλάττων τὴν φύσιν, λύει τὴν τάξιν ὁ ταύτην συνδήσας. Έχεις ἐν ἑαυτῇ τὴν τῶν πραγμάτων ἀν σφάλειαν· νενεκρωμένα σου τα μέλη πρὸς ζωοτοκίαν αὐτὸς ἐνίσχυσεν, ἐξηραμένην τὴν φύσιν τῷ οἰκείῳ κατεπίανε προστάγματι. Οὗτος, ὁ ἐν ἀχράντῳ βρε φουργούμενος κοιλίᾳ, ἐν ταῖς μητρῴαις κοιλίαις τὰ βρέφη διαπλάττει· οὗτος διαμορφο! τὴν φύσιν σε γεῖ τὰς ψυχάς· οὗτος τὴν ἐπίῤῥυτον οὐσίαν εἰς ὀστᾶ καὶ νεῦρα καὶ σάρκας συμπήγνυσιν· οὗτος τὰς ἀρ μονίας διαρθροῖ, καὶ λελυμένῳ ταύτας δεσμῷ συν δέων, καὶ ἀλύτους τῇ οἰκείᾳ συντηρῶν προνοία οὗτος εἰς φῶς τὰς ὠδῖνας ἐξάγει, καὶ τῷ νοητῷ τοῦ λόγου φωτὶ τὰς ψυχικὰς δυνάμεις καταφαιδρύνει. Υπόδεξαι τοίνυν σὺν εὐφημίᾳ τὴν αὐτοῦ παρ ουσίαν· ὑπόδεξαι σωματικῶς τὸν θεῖκῶς πλη ροῦντα τὰ σύμπαντα. ΙΘ'. Εἰπὲ πρότερον τὰ τῆς κυοφορούσης αὐτὸν ἐγκώμια· προσκύνησον ὡς βασιλίδα τὸ τῆς φύσεως ἐγκαλλώπισμα· πλέξον εἰσίδιον τὴν εὐφημίαν τῇ
col. 681–682page 70 of 80
PG 127:681τοῦ γένους εὐλογίᾳ· ἄρμοσον τοὺς κατ' ἀξίαν ἐπαί νους τῇ πάσης τιμῆς ὑπεραξίς. Ὑπόδεξαι τὸ ὑπερ ουράνιον τοῦ Βασιλέως τῶν ἀγγέλων παλάτιον, τὴν νοητὴν καὶ ὑπερκόσμιον παστάδα, ἐφ᾽ ᾖπερ αὐτὸς ὁ Δημιουργὸς ἑαυτῷ τὴν τῆς σαρκὸς ταχύτητα μνηστεύεται, ἐν ᾗ τὸ τῆς οἰκονομίας τελεσιουργεῖται μυστήριον. Περίπτεξαι τὴν φωτεινὴν νεφέλην, ἣν ὁ τῆς δικαιοσύνης περιβεβλημένος ἥλιος τὸ τῆς σαρκὸς οὐσιοῦται περιβόλαιον· ἐξ ἧς τὴν φύσιν ένα δυσάμενος, τοὺς τῆς ἀρᾶς ἀπαμφιάσει χιτῶνας τοὺς προπάτορας. Αὕτη ἐστίν, ὦ μήτερ, δι' ἧς αἱ τῶν ὠδίνων λύονται λύπαι· δι' ἧς τὰ τῶν προγόνων ἀφαιροῦνται δάκρυα. Αὕτη ἐστὶν ἡ τῆς εὐλογίας ἀπαρχή, ἡ τῆς εὐφροσύνης πρόξενος. Συνεισάγαγε τὴν χάριν τῇ τοιαύτης εἰσόδῳ· ταμίευσαι τὴν χα ρὰν τῇ ταύτης ὑποδοχῇ· χαρᾶς τοὺς ὑποδεχομένους ἀνταμείβεται δωρεαίς. Ταύτην οἰκείαν ποιησάμενος πύλην ὁ Δεσπότης, εἴσοδον τῶν οὐρανῶν προσθήσεται, θύραν ἐν παραδείσῳ καθυπερείσει. Αὕτη τῶν χερουβικῶν ὑπερετέθη θρόνων· αὕτη τῶν νοερών ὑπερεδοξάσθη ταγμάτων. Αὕτη ευρυχωροτέρα τῶν οὐρανῶν ἐχρημάτισε σκηνή· αὕτη λαμπροτέρας ἡλίου τὰς ἀκτῖνας ἐκπέμπει· αὕτη φαιδροτέρας τὰς μαρ μαρυγὰς ἀποστίλβει. Αὕτη τὸ ἀκαλλὲς ἐγκαλλωπίζει τῆς φύσεως, καὶ τὴν ἐκ παραβάσεως προσγενομένην ἀδοξίαν τῷ οἰκείῳ δοξάζει τόκῳ. Κ΄. Ταῦτα σχεδὸν τοῖς σκιρτήμασι τοῦ Ἰωάννου βοῶντος, καὶ ἡ Ἐλισάβετ ὑπὸ τῆς αὐτῆς ἐμπνευσθεῖσα χάριτος, ἐνάρθρῳ φωνῇ τὴν ἄναρθρον εὐχα. ριστίαν ἐδημοσίευσε, καὶ τὸ σχῆμα τοῦ τόκου τῷ φθόγγῳ τοῦ λόγου καθυπέφηνεν. Επλήσθη γάρ, φησί, Πνεύματος ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνε βόησε φωνῇ μεγάλῃ, καὶ εἶπεν· Εὐλογημένη σύ ἐν γυναιξὶ, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοι λίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μή. τηρ τοῦ Κυρίου μου πρός με; 'Ανεξία μὲν γὰρ, φησὶν, ἐγὼ τῆς τοιαύτης ὑποδοχῆς καθέστηκα· παρ' ἐλπίδα τὸ πρᾶγμα· ἡ δέσποινα πρὸς τὴν δούλην, ή κυρία πρὸς τὴν οἰκέτιν, ἡ πάσης τιμῆς ἀνωτέρα τὴν διακονίαν ἐκπληροί τῶν ταπεινοτέρων· ἡ ὑπὸ ἀγγέλων δορυφορουμένη τὴν τῶν δορυφορούντων ἐπέχει τάξιν· ἡ τὸν τοῦ παντὸς Δεσπότην κατέχουσα, ἐν εὐτελεῖ ἐπεδήμησε καταγωγίῳ. Καινὸν δὲ καὶ παράδοξες περὶ σὲ τὴν τοῦ Κυρίου μητέρα κατα νοῶ. Πῶς ἡ ἐν ἀσύλοις τῆς ἡσυχίας ταμείοις ἐνι τρυμένη, τὴν τοιαύτην ὁδοιπορίαν ἐστείλω; Ἡ και θάπερ νυμφικῇ παστάδι, ταῖς τῶν ἀρετῶν περιοο λαῖς ἐνδιαιτωμένη, ἡ μόνην τὴν αὐτῶν διανύουσα τρίβον, ἡ μηδὲ τοῖς γειτνιῶσι παραβάλλουσα γνωρίμοις, πῶς ἐν τοῖς πλεῖστον διεστηκόσιν ἐπεφοίτη σις ἡμῖν; Τοῦτο γὰρ δὴ μᾶλλον τὴν Ἐλισάβετ κατέπληττε, τὸ τῆς μακροτέρας ὁδοιπορίας φημὶ θαῦμα· καὶ ἡ
col. 683–684page 71 of 80
PG 127:683τῶν αἰσθητῶς συνεπομένων μὴ προσούσα δορυφορία. Ὅθεν ἐξισταμένη τότε παράδοξον καταγγέλλει. ο ΚΑ'. Ἰδοὺ γὰρ, φησίν, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Τι λέ γεις, ὦ Ελισάβετ; Πόθεν συνήκας τὸ ἐν ἀγαλλιάσει σκίρτημα; Τίνα χαρᾶς τεκμήρια τοῖς κινήμασι κατα ενόησας; τίς λαλιά τοῦ μήπω φωνοῦντος ἐμβρύου τὴν τοιαύτην ἐτράνωσε διάθεσιν; ποῖα σχήματα τοῖς ἤθεσι τυπούμενα ταύτην τὴν εὐφροσύνην ἐδή λωσαν; Ἡ μὲν οὖν τοῦ σκιρτήματος αἴσθησις φι νερά σοι καθίστατο καὶ μὴ βουλομένῃ· τὸ δὲ ἐν ἀγαλλιάσει ταύτην γεγενῆσθαι, πόθεν στοχαζομένη διέγνως; Τί οὖν ἡμεῖς, τὸν ταύτης ποιούμενοι λόγον, ἐροῦ μεν πρὸς τοῦτο; Ὅτι σὺν τῷ γεγονότι σκιρτήματι, χαρᾶς ἡ μήτηρ ἐνεφορήθη, καὶ ἀναλόγως τούτῳ τὰ τῆς ψυχῆς ἐπεδείκνυτο κινήματα· διὸ ἐκ τούτων καὶ τὴν τοῦ ἐμβρύου κατενόει ενεργουμένην ἀγαλλίασιν. Μᾶλλον δὲ καὶ ἐξ ἑτέρου ταύτην εἰκὸς διεσκοπεῖτο. Τίνος τούτου; Τοῦ ἀνωδύνως τὴν τοιαύτην ὑποστῆναι κίνησιν. Ἐπὶ μὲν γὰρ τῶν οὕτως συμβαινουσών περιδινήσεων, οὐκ ἔστιν ὑπονοεῖν ἀναλγήτως διαμένειν τὰς μητέρας· δριμείαι γὰρ ὠδῖνες ταῦτας συν ἔχουσι, καὶ ὀξύτεροι βελῶν κατατιτρώσκουσι πόνοι καὶ τούτων ἀψευδές τεκμήριον, αἱ ἐν τῷ τίκτειν καθεστήκασι περιστάσεις, παντὸς ἀλγεινοῦ πόνον ὑπερβάλλουσαι. Ἐπεὶ οὖν ἡ Ἐλισάβετ σφοδρὸν μὲν τὸ σκίρτημα συναισθομένη, ἀπόνως δὲ τοῦτο γεγε νημένον κατενόησεν, ἔγνω διὰ τοῦ ἐνεργήσαντος Πνεύματος ἐν ἀγαλλιάσει γεγονέναι τὴν ἐν τῷ γ γαστρία καινοτομηθείσαν κίνησιν. ΚΒ'. Διὸ ταύτην ἐξειποῦσα, τὰ ὑπὲρ λόγον ἐγκώ μια τῆς Παρθένου καταγγέλλει, και, Μακαρία, φη σίν, ἡ πιστεύσασα· ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Ὦ ἀνερμηνεύτου πίστεως! ὦ μακαρίας καὶ τρισμακαρίας ὡς ἀληθῶς τῆς διανοίας ἐκείνης, ἥτις πρὸς τοσοῦτον ᾔρθη τῆς πίστεως ὕψος! Τοῦτο αὐτῇ ἡ Ἐλισάβετ προσεμαρτύρησεν, ὅτι τοιαῦτά ἐστι τὰ ἐν σοὶ τελούμενα, καὶ τοσοῦτον ἀπέχει πρὸς παραδοχήν, ὥστε οὐδεὶς ἂν καταγγελλομένοις αὐτοῖς ἀναμφιβόλως ἐπείσθη, πλὴν τῆς σῆς ὑπερφυοῦς καὶ ἀκηράτου πίστεως. Οὐ γὰρ δὴ 'Αβραάμ, ἢ Ἰσαάκ, ἢ Ἰακώβ, ἡ Μωϋσῆς ἀβασανίστως ἂν ὑπεῖξαν τῇ καινῇ ταύτῃ καὶ ξένῃ λειτουργία. Πῶς γὰρ οἱ τεκμήρια παρά Θεοῦ τῶν ταπεινῶν ζητήσαντες πάλαι, νῦν τῷ ὑπὲρ ἔννοιαν ἀνενδοιάστως ἐπείσθησαν; Τί γὰρ ὑπῆρχε πρὸς τὸ ἐπὶ γῆς ὀρθῆναι Θεὸν, καὶ ἐκ σοῦ τὴν ἀν θρωπείαν ἀναλαβεῖν φύσιν, γῆ, κατάσχεσις καὶ πληθυσμός σπέρματος, καὶ δουλείας ἀπαλλαγή, ἐν οἷς ἐκεῖνοι τῆς διὰ τῶν τεκμηρίων ἐδεήθησαν βε βαιώσεω;; Διὰ δὴ τοῦτό φησι· Σὺ μόνη μακαρία, ἡ
col. 685–686page 72 of 80
PG 127:685ἀμφιβόλοι, μὴ περιπεσοῦσα λογισμοῖς, ἡ ὡς ἐν ἅπασιν, οὕτω καὶ ἐν τῇ πίστει, τῆς ὅλης κατακρατοῦσα φύσεως. ΚΓ'. "Οτι δὲ ταῦτα τὸν τοιοῦτον συνίστησι λόγον ἀληθῆ τε ὄντα καὶ τοῖς πράγμασι τὸ βέβαιον ἔχοντα, καιρὸς ὡς ἐφικτὸν ἐπιδεῖξαι. Καὶ μηδεὶς κατάγνωσιν τὴν τῶν δικαίων σύγκρισιν ὑποτοπάσῃ· ἄτοπον γὰρ τὸ τοιοῦτον διανοεῖσθαι· ἀλλὰ δεχέσθω τὸν λό γον ἐπιδεικνύντα ὥσπερ ἐκείνου; ὑπερκειμένους ἐν τῇ πίστει, οὕτω ταύτην ἀνερμηνεύτως τὴν αὐτῶν ὑπεραναβᾶσαν ἀρετὴν, οὐ τῇ δωρεᾷ τῆς χάριτος, οὐδὲ τῷ ξένῳ τῆς κυήσεως, ἅπερ ἄῤῥητα διαμένει, ἀλλὰ τῇ τῆς προαιρέσεως φιλοτιμίᾳ καὶ τῷ οἰκείῳ τῶν ἀγαθῶν πλεονεκτήματι. Τίς οὖν ἐστιν ὁ περιβοητοτέρως ἁπάντων ἐν τῷ τῆς πίστεως μεγαλοφυεί κηρυττόμενος; Ἀβραὰμπάντως· οὗ τὰ ἄλλα μὲν ἅπαντα τῆς κρείττονος ὑποδοχῆς γέγονεν ἄξια, μᾶλλον δὲ τὸ τῆς θυσίας εὐ προσδεκτότερον, καὶ τοῖς ἔπειτα θαυμασιώτερον κατελείφθη. Αλλ' ἔστι καὶ τοῦτον ἐν τισὶ τοῖς ἀνθρωπίνοις περιπίπτοντα κατιδεῖν λογισμοῖς, διελεγχόμενον τε τῇ τῶν σημείων τῆς κληροδοσίας ἐπιζητήσει. Πῶς καὶ τίνι τρόπῳ, ἀναγκαῖον γὰρ αὐτὴν εἰς μέσον παραγαγεῖν τὴν ἱστορίαν. ΚΔ'. Εἶπε, φησίν, ὁ Θεὸς πρὸς τὸν ᾿Αβραάμ 'Εγώ εἰμι ὁ Θεός σου, ὁ ἐξάγων σε ἐκ γῆς Χαλ δαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι αὐτήν. Εἶπε δέ· Δέσποτα Κύριε, κατὰ τι γνώσομαι τοῦτο, ὅτι κληρονομήσω αυτήν; Ορᾷς τὸ ἀμφίβολον τοῦ πατριάρχου; Διὰ τεκμηρίων επεζήτει φανερωθήσεσθαι τὸ ζητούμενον. Καίτοι ἱκανὸν ἦν αὐτῷ σημεῖον ἡ τῆς εὐεργεσίας ὑπόμνησις, καὶ τὸ αὐτὸν εἶναι τὸν ὑπισχνούμενον εὐεργέτην. Αλλ' ὅμως ἐπεζήτει, καὶ ἀπιστεῖν οὐκ ἔχων τῷ λέγοντι, περὶ τὸ ξένον τῆς ὑποσχέσεως διε φέρετο, καὶ τεκμήρια ταύτης ἀπῄτει, καὶ τὸν τρό πον, ὁποῖος, διεπυνθάνετο. ΚΕ'. Τί οὖν ὁ πανάγαθος Δεσπότης; Οὐ σφοδροτέρως φερόμενος τοῖς ὀνειδισμοῖς αὐτοῦ καθήψατο οὐ βαρέως ἐπιτιθέμενος τοιαῦτα πρὸς αὐτὸν ἀπε τείνατο· Τί τοῦτο, ὦ Αβραάμ; Τοιαύτην τὴν τῶν παρ᾿ ἐμοῦ λεγομένων ἐν ἑαυτῷ κατέχεις πεῖραν; οὕτω πεπληροφ´ρημένως περὶ τῶν γεγενημένων είς
col. 687–688page 73 of 80
PG 127:687τῶν τῶν ὑποσχέσεων κατέγνως; Οὐκ ἐγώ σε, καθά περὶ ῥόδον ἐξ ἀκανθῶν, τῆς προγονικῆς ἀναλεξάμενος δυσδαιμονίας, εἰς τὴν ἐμὴν ἐπίγνωσιν μεταφύ τευσα; οὐκ ἐγώ σοι παρακελευσάμενος ἐκ τοῦ πα τρώου κλήρου καὶ τῆς συγγενείας ἀπαίρειν, τὰ τῆς κατασκηνώσεως προηυτρέπισα; οὐ τὴν τῶν ἀλλογενῶν Χαναναίων ἐγώ σοι καθυπέταξα γῆν, καὶ ἤρε μον τὴν ἐν ταύτῃ κατεσκεύασα κατοικίαν; Τίς ὁ τὴν εἰς Αἴγυπτον διευθύνας σοι κάθοδον; τίς ὁ χαλεποῖς ἑτασμοῖς τὸν Φαραὼ καθυποβαλών διὰ τὴν συνοικόν σου Σάῤῥαν; τίς ὁ πανοικὶ φοβερὸν αὐτῷ τὸν ὄλεθρον ἐπισεισάμενος, καὶ ἐν περιουσίᾳ σε πολ λῇ τῶν Αἰγυπτιακῶν ἐπιβουλῶν ἀναγαγόμενος; Ποίαις δυναστείαις εἰς ἄμυναν χρησάμενος, τὸ στί φος τῶν βασιλέων συνέκοψας; Τίνας ανταγωνιζομέ νας αὐτοῖς συμμαχίας εἶχες, ἡνίκα τὴν πρὸς αὐτοὺς συνῆρας μάχην; Μὴ γὰρ ὁ συνασπισμός τῶν τρια κεσίων οἰκογενῶν τὸ τοιοῦτον κατώρθωσε τρόπαιον; Πῶς καὶ τίσιν ἐμπειρίαις πολεμικαῖς προασκηθείς, ὁ ταῖς κατ' οἶκον μέναις ὑπηρεσίαις γεγυμνασμέν νος, καὶ μηδὲν πλέον τῶν ἰδιωτικῶν ἐν μελέτῃ ποιούμενος πραγμάτων, τὴν ἄπειρον ἵππον ὑπὸ τὴν σὴν ποιησάμενος χεῖρα; Τίς ὁ διὰ Μελχισεδέκ τὰς εὐλο γίας σοι παρασχόμενο;; Οὐκ ἐγώ σοι διὰ ταῦτα πιστεύσαντι εἰς δικαιοσύνην τὴν πίστιν λελόγισμαι; Τί τοῦτο πέπονθας, ὁ θεράπων ὁ ἐμός; Πῶς ἀλλό τρια τῆς οἰκείας ἀρετῆς προέτεινας ῥήματα; σε προδιετέθης εὐεργεσιῶν; Τί ἐν ταύταις διαμαρ Κα'. Οὐδὲν τούτων ὁ πανάγαθος προσωνείδισε Δεσπότης· ἀλλὰ δίδωσι μὲν τὸν τῆς διαπορήσεως χρησμόν, οὐκ ἀθρόως δὲ οὐδὲ κατὰ ταὐτό· ἀλλὰ με ταξὺ τὴν τοῦ πατριάρχου γυμνάζων γνώμην, διά φησι· Λαβέ μοι δάμαλιν τριετίζουσαν, καὶ οἶγα τριετίζουσαν, καὶ κριόν τριετίζοντα, καὶ τρυγόνα, καὶ περιστερὰν, πάντα καιροῦ καὶ ἀσχολίας δεό μενα· ἐπειδὴ γὰρ ἔσπευδεν ὁ δίκαιος τὴν ἐκβασιν τοῦ μέλλοντος εἰσδέξασθαι χρησμοῦ, παρέτεινεν αὐτῷ τὸν χρόνον, διὰ τῆς τῶν ἀναφερομένων ζώων ἐπιλογῆς. Εἶτα εἰκὸς ἐκ τοῦ προχείρου τὰ τετράποδα συναθροισθῆναι· πάλιν περὶ τὴν τῶν ὀρνέων θήραν ἢ ἀσχολία συνέβαινε· κἀντεῦθεν τὸ τοῦ πα τριάρχου κατετιτρώσκετο συνειδός. *Ελαβε δέ, φησίν, αὐτῷ ταῦτα πάντα, καὶ διεῖ λεν αὐτὰ μέσον· τὰ δὲ ὄρνεα οὐ διεῖλεν. Ἐμοὶ δοκεῖ, ἐπισπεύδων τὴν τῶν ὀρνέων οὐκ ἐποιήσατο διαίρεσιν, εἰ καί τινα μυστικὸν τὸ τοιοῦτον ἐμφαίνει λόγον. ΚΖ'. Απαρτίσας τοίνυν τὰ τῆς θυσίας, ἐκάθητο τὸ πέρας διασκοπούμενο;, καὶ ταῖς ἀναβολαῖς τοῦ χρησμοῦ ἀνιώμενος. "Οσον γὰρ ὁ τῆς ἡμέρας παρέ τρεχε χρόνος, τοσοῦτον αὐτῷ καὶ τὰ τῆς ἀθυμίας ἐπλεόναζε. Προσετέθη δὲ αὐτῷ καὶ ἡ τῶν πτηνών ἐπιδρομή, κλαφίζουσα καὶ παρενοχλοῦσα· Κατέβη γὰρ, φησὶν, ὄρνει ἐπὶ τὰ σώματα τὰ διχοτομή. ματα αὐτῶν. Καὶ συνεκάθισεν αὐτοῖς ᾽Αβραάμ (ὅπερ τις τῶν ἑρμηνευσάντων, ἀπεσόβησεν, ἔφη) σε ν.
col. 689–690page 74 of 80
PG 127:689ὥστε τῇ ἐπιθυμίᾳ τῶν σαρκῶν, τὰ καταπτάντα ὄρνεα καὶ τὸ θυσιαστήριον περικυκλοῦντα, πλείστην αὐτῷ τὴν ὄχλησιν ἐνεποίει. Διὸ πρός τε τὴν αὐτῶν αποσόβησιν καὶ πρὸς τὴν τοῦ χρησμοῦ μεριζόμενος μέλησιν, ἀνήκεστον τὸ ἄλγος ἐδέχετο. Εἶτά τι παρέδραμε τὸ τῆς ἡμέρας πλεῖστον, καὶ τὸν οἰκεῖον ὁ ήλιος διήνυε δρόμου. Ο τοίνυν πατριάρχης, ἀτενὲς μὲν τὸ ὄμμα πρὸς οὐρανὸν ἔχων, τὴν δὲ τοῦ ἡλίου πορείαν ἀναμετρούμενος, τήν τε ψυχήν διεσπαράτο τετο, καὶ εἰς ἄπορον αὐτῷ τὰ τῆς ἐκβάσεως καθί στατο. Τέλος δυομένῳ τῷ ἡλίῳ, καὶ τὰ τοῦ χρησμοῦ συνήλθε προοίμια, οὐ κατὰ τὸ ἐλπιζόμενον πέρας, πολὺ δὲ τῆς προσδοκίας εναντία. Περὶ δὲ ἡλίου δυσμάς, φησίν, ἔκστασις ἐπέπεσε τῷ ᾿Αβραάμ καὶ ἰδοὺ φόβος μέγας σκοτεινὸς ἐπιπίπτει αὐτῷ καὶ ἐῤῥέθη πρὺς ᾿Αβραάμ Γινώσκων γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ. Τοῦτο τῆς ἀντιλογίας τὸ πέρας. Αλλ᾽ ἵνα μὴ τὸ πάρεργον τὸν τοῦ ἔργου διακωλύῃ σκοπὸν, τὸ ἀψευδὲς τοῦ λόγου διὰ τῶν εἰρημένων, δίκαιον ἐπισφραγίσαι, τὸ πάντας ἡττᾶσθαι δικαίους ταῖς κατὰ μέρος ἀρεταῖς τῆς ἀνερμηνεύτου καθυπο δείκνυται Παρθένου. Ἀλλ᾽ ἀκόλουθον πρὸς τὸ τῆς ἱστορίας ἑξῆς ἰέναι. ΚΙ'. Ἔμεινε δὲ Μαριάμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς. Αξιον μὲν οὖν διαπορῆσαι πρότερον, ὅτου χάριν τὸν τριμηνιαίων χρόνον ἐν τοῖς τῆς Ἐλισάβετ ἡ πανα μώμητος ἐνδιατρίβει, καὶ διὰ τί οὐκ ἐῤῥέθη Μῆνας τρεῖς, ἀλλ' ὡσεὶ τρεῖς. Διττή γέγονεν αὕτη τῆς ἀπεκδοχῆς ἡ ἀνάγκη. Πρώτη μὲν γὰρ καὶ εὐλόγως κατεπείγουσα, ἡ τῶν ὠδίνων Ελισάβετ περαίωσις, καὶ ἡ τοῦ τόκου φανέ ρωσις. Μέχρι γὰρ τούτου συνῆν τῇ κυοφορούσῃ στείρα· ἑβδόμῳ μὲν ἐπιδημήσασα τῆς συλλήψεως μηνί, πρὸς δὲ τῷ τῆς ἀποτεύξεως, ὃς δὴ ἔννατός ἐστι, παλινοστήσασα. Τοῦτο δὲ ἐποίει, τὸ τεχθησό. μενον ἰδεῖν βουλομένη, καὶ τῇ χαρᾷ τῆς τικτούσης συνευωχηθῆναι. Εἰ γὰρ τούτῳ πάντες τελεσθέντι συνήδοντο τῷ τόκῳ ὅσοι τῆς φυλῆς μετέσχον, πολλῷ μᾶλλον ταύτην ἔδει παρεῖναι, τὴν τὸ γνησιώτερον τῆς συγγενείας βεβαιοῦσαν. Οτι δὲ πολλοὶ τῇ παρ' ἐλπίδα συνευφραίνοντο κυοφορίᾳ, ὁ θεσπέσιος εὐαγ γελιστής διατρανοῖ· "Ηκουσαν γάρ, φησίν, οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς, ὅτι ἐμεγάλυνε Κύριος τὸ ἔλεος αὐτοῦ μετ' αὐτῆς, καὶ συνέχει ρον αὐτῇ, τῇ Ελισάβετ δηλονότι· ὥστε αὐτῶν συν ευφραινομένων, προσῆκε μηδὲ ταύτην ἀπολείπεσθαι, αὐτῶν καὶ μὴ βουλομένην βίᾳ κατασχόντων. ΚΘ'. Δευτέρα δέ ἐστιν αἰτία, ἥτις ἐπὶ τοσοῦτον ἐν τοῖς ἐκεῖσε ταύτην κατείχε, καὶ μᾶλλον ἀναγκαιοτέρα κρινομένη· ἡ εἰς ὅ τι ἂν ἡ τοῦ Ζαχαρίου συναποδή σεται σιωπή. Συνεπάθει γὰρ τῇ ἀφωνίᾳ ἐκ διαφε οι
col. 691–692page 75 of 80
PG 127:691ρόντων ἔχουσα τὰς ἀφορμάς. Πρώτη μὲν ἐκ τοῦ τῆς συγγενείας ὑποψύου· ἔπειτα δὲ καὶ τῆς τῶν μαρτυρηθέντων αὐτῇ μνήμης: Γλῶσσαν γὰρ ἐκείνην τὴν προφητεύσασαν, καὶ μυστικῶς τὰ μέλλοντα προς φθεγξαμένην, ἀργὴν τέως καὶ ἀνενέργητον ἐντὸς χειλέων καθειργμένην ἑώρα. Ηδει μὲν γὰρ τῷ προφητικῷ λαμπρυνομένη χαρίσματι, ὡς δὴ συν απολυθήσεται ταῖς ὠδῖσι, καὶ πάλιν ἐνάρθρῳ φωνῇ τὰ τῆς γλυκείας ἐκείνης διατρανώσει προφητεία διψκονόμει δὲ ἄριστα ἐνεργουμένῳ τούτῳ παρεῖναι, καὶ συνησθῆναι τελουμένῳ. Λ'. Ἐπεὶ οὖν ἔνεκα τούτων τὴν αὐτόθι διατριβήν ἐπεποίητο, τὰς μέχρι τῆς ἀποκυήσεως καὶ ἀπολύσεως τῆς γλώττης ἡμέρας εγκαρτερήσασα, παλινοστεῖν κατεπείγετο. Διὰ τοῦτο καὶ 'Ωσεὶ τρεῖς μῆνας φησιν ὁ εὐαγγελιστὴς, καὶ οὐχὶ τρεῖς, δῆλον ὡς οὐκ ἀπηρτημένων τούτων, διὰ τὸ ἐν ὑστάτοις τοῦ ἑβδόμου ταύτην ἐπιδεδημηκέναι. Τεχθέντος τοίνυν τοῦ προδρόμου τοῦ ἀπορρήτως κυοφορουμένου Βασιλέως, καὶ τῶν τῆς σιγῆς δεσμῶν διαῤῥαγέντων προστάγματι, πάλιν ἡ εὐχαριστία τῷ Δεσπότῃ, καὶ πάλιν εὐφημίαι τῇ Παναχράντῳ διε πλέκοντο. Πρότερον μὲν ὁ Ζαχαρίας τὰ τῆς συγχα ταβάσεως εὐχαριστήρια τῷ οἰκονομοῦντι νείμας ὑμνήσας δὲ τὸ μυστήριον, καὶ τὴν, δι' ἧς ἐπραγματεύθη, μεγαλύνας μητέρα, οὕτω τὴν ᾠδὴν ᾖσε τῆς προφητείας. Έχει γὰρ ἡ αὐτῷ προοιμιασθεῖσα δοξολογία, καὶ τὸ ὑπερφυές μεγαλύνουσα τοῦ θαύ ματος οὕτως ΛΑ'. Ω θείας καὶ παναγάθου ἐπισκοπῆς! Ο και νῆς καὶ παραδόξου κηδεμονίας! Ὁ ἐν ὑψίστοις Θεός, ἐπὶ γῆς διὰ φιλανθρωπίαν· ὁ τῶν ἁπάντων δημιουργὸς τὴν ἀνθρωπεία, ὑποδύεται φύσιν· ὁ Πλάστης καὶ Κύριος, ξενοπρεπώς βρεφουργεῖται· ὁ ἐν κόλ ποις Πατρικοῖς ἐπαναπαυόμενος, ἐν κοιλίᾳ μητρικῇ περιέπεται· ὁ ἐν φλογερῷ ἐποχούμενος θρόνῳ, ἐν μήτρα πανακηράτῳ συνέχεται. Νῦν ἡ ἀπόῤῥητος ἐπεδήμησε χάρις· νῦν ἡ προσδοκωμένη παραγέγονε σωτηρία· νῦν οἱ παλαιοὶ παρατρέχουσι θεσμοί· νῦν ή καινὴ ἀντεισάγεται υἱοθεσία. "Αρτι τῶν τῆς ἁμαρ τίας ἡ ἀνθρωπότης απολύεται δεσμῶν· ἄρτι τὸ ἀρχαῖον ἀμφιέννυται κάλλος, καὶ πρὸς οὐρανὸν ἐγ καινίζεται. Ἰδοὺ νῦν πάρεστιν ὁ ταύτην ἀνυψώσων Δεσπότης• πάρεστιν ἀποκρύφως κυοφορούμενος ὁ ὑπὸ πάντων προσκυνούμενος· πάρεστιν ὁ πανταχοῦ παρών, καὶ σὺν ἡμῖν διὰ φιλανθρωπίαν συνών. Ὢ τοῦ ἐπιλάμψαντος φωτός! ὢ χαρᾶς τῆς ἐπιφο τησάσης! ὢ πλούτου τοῦ ἐν τοῖς ἐμοῖς εἰσοικισθέντος ταμιείοις! ὢ δωρεᾶς τοῦ ἐν εὐτελεῖ θησαυρισθέντος ταμιείῳ 1 ΛΒ'. Τ! ἄν σοι τη φερούσῃ Παρθένῳ τῶν τοιούτων αντεισφέροι μεν εὐεργεσιῶν; Οἷον ἀντάξιον ἐγκώμιον προσενέγκωμέν σοι, τῇ τῶν ἐλπίδων ἐκβάσει, τῇ τῶν ἀποῤῥήτων ἀγαθῶν προξένῳ, τῇ μεσίτιδι τῶν ὑπὲρ λόγον ἀγαθῶν; Σὺ εἶ τῶν ἀποκεκρυμμένων
col. 693–694page 76 of 80
PG 127:693ΠΑΣ μυστηρίων ἡ δήλωσις· σὺ τῶν προσδοκωμένων κα λῶν ἡ τελείωσις· σὺ λογισμοῖς ἅπασιν ἀνεπίβατον νόημα· σὺ νοεροῖς ὄμμασιν ἀπερίληπτον θέαμα· σὺ φρικτόν ἄκουσμα, καὶ μόνον ἐνηχούμενον· σὺ ξένον διήγημα και γλώσσαις φερόμενον. Σὺ φέρεις σωματούμενον, τὸν τὰ πάντα τῷ νεύματι φέροντα. Σὺ τῶν οὐρανῶν εὐρυχωρότερος οὐρανός· σὺ τῶν σεραφικῶν θρόνων πολυφωτότερον ὄχημα· σὺ καθέδρα πυρὸς φωτοειδεστέρα· σὺ παλάτιον βασι λικῆς κατασκηνώσεως· σὺ σκηνὴ θεϊκῆς ἐπιφοιτήσεως· ὁ δεδοξασμένος ναός, τὸ λευϊτικὸν ἐγκαλλώπισμα, ὁ τῆς ἱερατείας κόσμος, τὸ προφητικὸν πλήρωμα, ἡ διηνεκὴς τῶν προπατόρων ἀπεκδοχή, ἡ τῆς φύσεως καταστολή, ὁ ἀναφαίρετος αὐτῆς ὡραϊσμὸς, τὸ πολυποίκιλον διάδημα, ἡ τῶν ἐν κατη φείᾳ τελούντων παραγενομένη θυμηδία, ἡ παρρησία τῶν ἑπταικότων, ἡ τῶν σεσιγηκότων γλῶσσα, ἡ τὸν τὰ δεσμὰ τῆς ἐμῆς διαρρήξαντα σιωπῆς κυοφοροῦσα· οὗ φωνὴν, ὡς λόγου, σήμερον ὑπὲρ ἐλπίδας ἐκαρποφόρησα· οὗ λύχνον, ὡς ἡλίου δικαιοσύνης, ἀνῆψα Πρόδρομον, τὸν τὰς αὐτοῦ διευθύνοντα τρί τους, τὸν τῆς αὐτοῦ παρουσίας κήρυκα, τὴν σάλο πιγγα τῆς οἰκονομίας, τὸν μάρτυρα τῆς συγκαταβάσεως, τὸν νυμφοστόλου τοῦ ἐν σοὶ βαλαμευομένου νυμφίου. Σὺ εἶ παστας, ἐξ ἧς ὡραιότατος προελθὼν οὗτος, πᾶσαν ταῖς τῆς θεότητος ἀκτῖσι καταυγάσεις τὴν ὑπ᾽ οὐρανὸν, καὶ περιελεύσεται τὰ πέρατα, ἀπ᾿ ἄκρων τῶν οὐρανῶν μέχρι τερμάτων ὁ τῆς αὐτοῦ φιλανθρωπίας ένηχηθήσεται φθόγγος. Διαβοηθήσον ται σὺν τῷ κηρύγματι καὶ τὰ σὰ μεγαλεία, δεδοξασμένα περὶ σοῦ λαληθήσεται, τρανωθήσεται τοῖς πᾶσιν ἡ δόξα σου. Πάντα τὰ ἔθνη συνευλογηθήσοντα τῇ σῇ εὐφροσύνῃ· κροτήσουσιν ἅπαντες ἐπὶ σοί καὶ ἀγαλλιάσονται τὴν σὴν ὑπερυψοῦντες κυοφορίαν καυχώμενοι ἐν σου, μεγαλύνουσι τὸν τόκον σου. Σύ γὰρ ὄντως καὶ τῶν καλῶν εἶ πρόξενος, καὶ τοῦ κόσμου καύχημα. ΑΓ. Ταύτην, οἶμαι, τὴν δοξολογίαν ἐν προοιμίων μέρει λέξας ὁ Ζαχαρίας, ἤδη τὰ τῆς προφητείας μεγαλοφωνότερον ἐξεβόησεν. Οἷα δὲ ταῦτα καὶ ὅσα, οὐκ ἀγνοεῖν οἶμαι τῶν ἁπάντων πιστῶν οὐδένα. Οσοι γὰρ τῆς παναγάθου ταύτης ἐτύχομεν εὐεργεσίας, κοινὴν ταῦτα καθεκάστην εὐχαριστίαν ἀναφέροντες, ὥς τισι δώροις τὸν εὐεργέτην τούτοις ἀμει βόμεθα. ἂν τὸ μεγαλοφυὲς τῆς θεολογίας καὶ τὸ τρανὸν τῆς προφητείας, τό τε δυσθεώρητον τῶν νοημάτων, ἑτέρῳ ταμιευσάμενοι καιρῷ καὶ λόγῳ διεξιέναι, νῦν παραλιμπάνομεν. Απάντων τοιγαροῦν τελεσθέντων τότε, ὧν δὴ κατά. σπουδὴν τὸ πέρας τῇ κεχαριτωμένῃ προσῆν, εἰς τὴν οἰκίαν αὐτὴν μεταστέλλεσθαι ἦν ἀναγκαῖον. Διό φη σιν ὁ εὐαγγελιστής· Καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς. ᾿Αλλὰ σκόπει πάλιν τὰ προπεμπτήρια παρά
col. 695–696page 77 of 80
PG 127:695τῆς Ἐλισάβετ, ὡς τὸ εἰκὸς αὐτῇ ἐπᾳδόμενα • μείζονα γὰρ ἢ κατὰ τὴν ἐπιδημίαν, τὴν εὐχαριστίαν προσ ήρμοσεν· ὅσῳ καὶ μᾶλλον τοῦ μυστηρίου κατετρύ φησεν. ΛΔ'. Ἔχει γὰρ ὧδε ταῦτα· Ηδη μέν σου, μητροπάρθενε, τῇ παρουσία συνευωχηθεῖσα, ἐπιβατήριον ὥσπερ τὴν εὐφημίαν ἐκρότησα· παρ' ἐλπίδα μὲν ἐπιδημοῦσάν τε κατανοοῦσα, καινὰ δὲ καὶ παράδοξα συνεπιφέρουσαν μυστήρια. Διὰ τοῦτο χαρᾷ τὴν ἔχε πληξιν ἀναμίξασα, ήσθην, ἐσκίρτησα, οὐρανοδρομεῖν μᾶλλον ἐνόμιζον, ἢ ἐπὶ γῆς ἐνδιατρίβειν, ὑπερβῆναι τὰ τῆς ἀνθρωπότητος ἐδόκουν μέτρα, ὑπεράνω τῆς φύσεως ἐφανταζόμην. Πῶς γὰρ ἂν μὴ ταῦτα εἶναι κατενόησα, τὸν Δημιουργὸν αὐτῶν ὁρῶσα, καθάπερ ἐν οὐρανῷ, σοὶ ἐποχούμενον, καὶ πρὸς τὴν ἐμὴν ο ἑστίαν ἀφικνούμενον, τὸν ἐν τοῖς χερουβικοῖς ἐφεξ μεναν θρόνοις, ἐν ἀκημάτῳ σωματούμενον νηδύν, οὐρανὸν ἐξ ἀνελπίστου τὴν εὐτελῆ μετασκευαζομένην σκηνήν; Μύστιν ἑαυτὴν τότε πραγμάτων ἀποῤῥή των ᾐσθανόμην, Παρθένον κυοφόρον ὑπεδεχόμην, νεφέλην φωτοδόχον ἐδεξιούμην. Ταῦτα δὴ κατανοοῦσα, ὡς συγγενίδα μὲν περιεπτυξάμην, ὡς δὲ βασι λίδα ἐπευφήμησα, ὡς τῶν ἁπάντων ἀνύμνησα δέσποιναν, ὡς μητέρα κατῃδέσθην τοῦ Κτίσαντος, ὡς κυ ρίαν ἐν τοῖς ἐμοῖς συνῳκισάμην ταμιείοις. Ευλογίας φωναῖς τὴν τῆς εὐλογίας ἐφιλοτιμησάμην ρίζαν χαρᾶς καὶ μακαρισμοῦ ῥήματί σε τὴν τῆς ὄντως χαρᾶς κατεστεφάνωσα πρόξενον. ΛΕ΄. Ταῦτα μὲν οὖν τὰ τῆς ἐπιδημίας σου καλά. Ἐπεὶ δὲ τῇ ἐπὶ πλεῖστον συνδιατριβή μεῖζον ἢ κατά χάριν τῶν σῶν ἀπήλαυσα μυστηρίων, ὑπὲρ ἐλπίδα τῆς δωρεᾶς ἀπωνάμην, διότι τὰ μὲν τῆς προσδοκίας συνηυξήθη τοῖς πράγμασι, σὲ δὲ πρὸς τὴν οἴκαδε πορείαν ἐπειγομένην κατανοοῦσα, ἔχω μὲν τῶν συλλεγέντων μυστηρίων τὸν θησαυρὸν ἀναφαίρετην ἀνία δὲ, ἡ τῆς ἀποδημίας, τὴν τῆς ἡδονῆς ἀνακόπτει θυμηδίαν. Δἱ γὰρ τῶν μειζόνων ἀγαθῶν ἀπογεύσεις, χαλεπήν τῆς ἀφαιρέσεως τὴν ὀδύνην καὶ τοῖς ἐν μεθέξει τούτων γινομένοις ἐμποιοῦσιν. Αμαυροί γὰρ τὴν ἐν μέρει κοινωνίαν, ἡ τοῦ παντὸς μὴ προσ οῦσα ἀπόλαυσις· καὶ καλὸν ἐκεῖνο τοῖς μετόχοις γίνει ται, οὗ μὴ ἐνδεῶς ἔχοντες, τῇ ἐπιθυμίᾳ τῆς κτήσεως ἐξελέγχονται. Αγαθὸν δὲ εἰκότως ἂν ἐκεῖνο μεῖζον λέγοιτο, 8 συγκρίσει τῇ πρὸς τὸ ἧττον, τοῦτο εἶναι κεκλήρωται. Τὸ δὲ πάσης ἀντεξετάσεως ἀνῳκισμένον, καὶ συγκριτικὴν ἅπασαν διαδιδράσκον ἔννοιαν, πῶς ἂν τὴν τοῦ μείζονος ἐπιδέξηται προσηγορίαν, αὐτοαγαθότης τε ὄν, καὶ τῶν μεγίστων ἀγαθῶν παρεκτικόν; Τοῦτο δέ ἐστιν, ὁ διὰ σοῦ ἐπιδημήσας Δεσπότης, ή πηγὴ τῆς ἀγαθότητος, τὸ μόνως ἀναλλοίωτον καλόν, τὸ ἄτρεπτον ἀγαθὸν, τὸ ὡσαύτως ἔχον ἐφετὸν, ἡ γλυκεῖα καὶ κόρου παντὸς ἐπέκεινα ἡδονὴ, ὁ ὑπερμεγέθης τῇ αὐτεξουσιότητι, οὗ πάντα ὡς Δημιουρ τοῦ καὶ φιλαγάλου ἐφίεται Δεσπότου· πῶς οὖν τὸ ὑστεροῦν οὐκ ἂν ἀνάλογον εμποιήσειε τὸ λυπηρόν; Διὰ τοῦτο οὐκ ἀναλγήτως μὲν τὴν διάστασιν έρω
col. 697–698page 78 of 80
PG 127:697φέρω δὲ ὅμως τὰ τοῦ μυστηρίου εἰς τὸ ἐμφανές προχωρούντα βλέπουσα, κατ' εὐθεῖαν προβαίνουσαν τὴν οἰκονομίαν, λαμπρῶς τὰς τῆς φιλανθρωπίας ἐφαπλουμένας ἀκτῖνας, ἐπαφ:εῖσαν ἤδη τὴν πηγὴν τοῦ ἐλέους κοινῇ τῷ γένει τοὺς τῶν ἀγαθῶν ὀχετούς. η ΑϚ'. "Απιθι τοίνυν ὁ θησαυρὸς τῆς σωτηρίας, ἡ σκηνή, ἐν ᾗ ὁ τῆς εὐεργεσίας ἐταμιεύθη πλοῦτος. Απιθι τὸ τῆς χαρᾶς εὐαγγέλιον, ἡ προκήρυξις τῆς εὐφροσύνης, ἡ ἐπιθυμητὴ τοῦ γένους ἀπεκδοχή, τὸ πολυτίμητον ἐνέχυρον, ἡ ἀξιόλογος καταλλαγή, ή πολυζήτητος μεσιτεία, ἡ ἐλπιζομένη παρρησία. *Απιθι δεδοξασμένως, ἡ δόξα τῆς ἀνθρωπότητος, ἡ νοητή ὡραιότης, τὸ πάσης εὐπρεπείας ἐξῃρημένον κάλλος, ἡ τῆς ἀγγελικῆς ὑπεραστράπτουσα λαμπρότητος, ἡ φωτεινοτέρας πάντων λαμπτήρων ἐπαφιείσα τὰς ἀκτῖνας. Πορεύου τὸ δυσθεώρητον ὕψος, τὸ που λύφθογγον διήγημα, τὸ ἥδιστον τῶν σε ποθούντων θέαμα, τὸ γλυκὺ καὶ μὴ νοούμενον θαῦμα. "Απιθι, τὸ τῶν ἐμῶν ὠδίνων ἐγκώμιον, τὸ σεμνολόγημα τοῦ τόκου μου, ἡ τοῦ προελθόντος κήρυκος τὸν κηρυττόμενον κυοφοροῦσα, ἡ τοῦ τεχθέντος στρατιώτου την Βασιλέα καὶ Κτίστην ἐπιφέρουσα. Πορεύου τῆς στει ρωθείσης φύσεως ἡ εὐφορία, τῆς ἐν λύπαις ὠδῖνος ἡ ἐλευθερία, χαρὰ τὴν σὴν προοδοποιεῖται ἄφιξιν, εὐφροσύνη τῶν σῶν προτρέχει διαβημάτων, δόξα σε κύκλῳ περιστοιχίζουσα, δορυφορεῖ ὡς βασιλίδι, ὡς μητέρα τοῦ Κτίστου κατακοσμεί, ὡς δέσποιναν περιαστράπτει ταῖς χάρισιν· ἐντεῦθεν ἄρα εὐλογημένη σου ἡ παρουσία, καὶ δεδοξασμένη ἡ ἀποδημία. ΛΗ. Οὕτω τάχα περιπτυσσομένη τὴν ὁλοπόθητου ἡ Ἐλισάβετ, τὰ ἐξιτήρια προσέλεγεν. Αὐτὴ δὲ τὴν ἐπ' οἴκου ποιουμένη πορείαν, συνοδοιπόρον ἑαυτῆς, τὴν διηνεκή δοξολογίαν ἐπεφέρετο· καὶ ὅσῳ τὰ τοῦ μυστηρίου εἰς τὸ φανερώτερον εχώρει αὐτῇ, τοσούτῳ τὴν εὐχαριστίαν γεγωνοτέραν ἐπεκράτει, οὐ τῷ μετ γέθει τῶν δωρεῶν τῇ διανοίᾳ μετεωριζομένη· τῷ δὲ τῶν χαρίτων ἀναλόγῳ ὕψει, τὸ ἄπειρον τῆς ταπεινότητος ἐπιδεικνυμένη. Ἐπειδὴ γὰρ ἀποῤῥητόν τι οἰκονομεῖν τὸ μυστή. ριον ἔμελλε, καὶ πάσαις ἀθλοις Δυνάμεσιν ἀδιάγνωστον ἦν, λαθεῖν ἔδει τοῦτο πάντως τὸν ἄρχοντα τοῦ σκότους καὶ τοὺς τούτου συναποστάτας. Ο καὶ δη λαδὴ καὶ ἐκπεπλήρωται. Οθεν τῶν μυστικῶς ἐν τῷ ναῷ τελεσθέντων μηδὲν ὁ τύραννος κατανοήσας, μόνην τὴν ἁμίαντον παρετηρεῖτο Μαρίαν. Εώρα γὰρ αὐτῆς ἀνωτέραν τῆς φύσεως οὖσαν, καὶ ἀπροσπέλαστον πάντη ταῖς αὐτοῦ κακοτεχνίαις. Διὸ προσ βάλλειν ταύτῃ μὴ ἰσχύων, μηδὲ ψιλῶς τὸν αὐτῆς ὑπεράμωμον νοῦν περιδονῆσαι δυνάμενος, αὐτὴν περιεσκόπει μόνην. Οθεν τρανῶς τοῦ ἱερέως τὰ

Oration VIOratio VI

col. 699–700page 79 of 80
PG 127:699κατ' αὐτὴν μυουμένου μυστήρια, οὐδὲν ὁ τῆς κακίας συνῆκεν εὑρέτης οὐδὲ τῶν χρωμένων, οὔτε τῶν πραττομένων· καὶ τὴν μὲν Παρθένον ἐσκόπει, τὰ δὲ περὶ ταύτην ήγνόει. ο μῶρον εἶναι τῇ ἀσθενείᾳ δέδεικται. Διὸ καὶ νῦν εὐκαίρως μοι νῦν ἐπεισέρχεται τῇ του του καταπαίζοντι αδρανείς, τοιαῦτα πρὸς αὐτὸν ἀπο φήνασθαι· Ποῦ ποτέ εἰσιν αἱ πανουργίαι σου, τύραννε; ποῦ τὸ ἠλίθιον τῆς κατὰ τοῦ Θεοῦ ἐπαναστάσεως καύχημά σου; ποῦ τὸ τῆς ἀλαζονείας σου φρύαγμα; Πῶς ὁ τὸν θρόνον ἐπάνω τῶν ἀστρων τιθεὶς, ταπεινότερος ἐδείχθης τῶν κατωτέρων κτισμάτων; πῶς ὁ μωρίας ὑπερβολῇ ὅμοιον ἑαυτὸν τῷ Ὑψίστῳ γενή σεσθαι φήσας, πρὸς ἴσην τῶν αὐτοῦ δημιουργημάτ των οὐκ ἤλασας φρόνησιν; Ο τὴν οἰκουμένην ὡς νεοσσιάν καταλαμβάνων, πῶς κατεπόθης ἀθρόον; ὁ πᾶσαν αὐτὴν ἀπροστάτευτον, ὡς ἐὰ καταλελειμένα, αἱρεῖν αὐχήσας, πῶς ἐκλάπης ἀνοίας ὑπεροχῇ; Οὐκ ἐνενόεις, ὁρῶν τὸ τῆς Παρθένου μυστήριον; οὐκ ᾔδεις, ὅτι τοιοῦτον καρπὸν αἱ πᾶσαι γενεαὶ τῶν ἀν θρώπων οὐκ ἤνεγκαν; οὐ παντὶ γεννητῷ κακοτεχνῶν ἀρχῆθεν ἐνέσκηπτε;; καὶ γὰρ σός ἐστιν ὁ τοῦτο παριστῶν λόγος, και βουληθείης παραγράψασθαι τὴν αἰτίαν· Περιῆλθον γὰρ, τῷ Δημιουργῷ, πᾶσαν τὴν ὑπουράνιον, ἔφησας. Εἰ μὲν οὖν ἄλλος ἦν τοῦτο λέξας, καὶ μαρτυρίαις ἑτέραις πρὸς τὴν τοιαύτην ἀπεχρώμεθα σύστασιν, εἶχες ἂν τῷ ψεύδει προφασίσασθαι τὴν ἀντιλογίας. Ἐπεὶ δὲ τοῖς σοῖς ἁλισκόμενος λόγοις, δεσμοῖς ἀλύτοις δέδεσαι πανταχόθεν, ἀμήχανόν σε τοῦτο διαδράναι. Τί οὖν, ἅπασι πονη ρῶς ἐπιβαίνων, ἔγνως τοιοῦτόν ποτε καθαρώτατον κειμήλιον, ὁποῖον τὴν ἀκατανόητον Παρθένον ἑώρα κας; Είδες τοσοῦτον ἀγνείας θησαυρὸν ἐν ἀνθρωπείᾳ κρυπτόμενον φύσει; Προσέσχες ἀρετῶν τοσούτῳ πλούτῳ ἐφ' ὅσοις δολίως ἐνέσκηψας; Προσέβαλες ἀνεπάφῳ ποτὲ τοιούτῳ σώματι; Εγνω; ἀκηλίδωτον τοιαύτην ψυχήν, καὶ ταῖς ἐπηρείαις σου ἀπροσπέλαστον; Ουδέν ποτε τοιοῦτον ἐν γεννητῇ τεθέασαι φύσει. Πῶς οὖν ἐσκοτίσθη σου τὰ μηχανήματα; πῶς τὸ πανοῦργόν σου εἰς ἄἔργον ἀπεπαύθη; πῶς κατὰ τῆς σῆς καρδίας τὰ πεπυρωμένα σου πέπηγε βέλη, καὶ βλέπων οὐ κατενόεις, καὶ μηχανώμενος οὐχ ἑώρας; Οντως ἐματαιώθη σου τὸ φρύαγμα, καὶ σε πιν,
col. 701–702page 80 of 80

Opus Dioptra inscriptum Mickaeli Pscło et Symeoni Metaphrastæ perperam ascriptum est; auctorem enim habet Philippum Solitarium, ut codices mss. optimæ fidei testantur et ipse operis textus clamat. De sorte hujus operis et de codicibus mss. quibus continétur nonuula scribunt Fabricius et Harles, qur: cisi obscura et confusa, hic tamen repetenda videntur. Sunt autem tenoris sequentis: Vide Reiser indic. mss. August., p. 34. In catal. quoque B. Lugd. Bat. 517, n. 64, de cod. Bonav. Vulcan. citatur ● Pselli Dioptra, i. e. corporis et animæ dialogus. In cod. Barocc. 197, sunt Symeonis monachi ser ●mones 52, it. Dioptra, inscripta Philippo Monacho el Dialogus inter animam et corpus, quem Psello attribuit Barocc., teste confectore cat. mss. Anglie et Hibern.· Mosquæ autem in cod. 149, n. 11, B. synod. Mich. Pselli in lib. dictum Atóлtpay, V. Matthæi Notitiam codd. Gr. mss. B. Mosquensium, tom. I, Lips. 1805, 8, p. 81. Huc reduca quæ Fabric. in vol. VI, 'p. 542, scripserat: Dioptra in cat. mss. apud Anton. Verderium Symeoni Metaphrastæ tributa, incertum est, aliane sit ab Dioptra. sive amussi rei Christianæ, quam Philippus Solitarius versibus politicis, a. C. 1105, Alexii Comueni 16, ad Callinicum Monachum scripsit, et Jac. Pontanus ex cod. ms. Augustano prosario sermone vertit ⚫et Latine edidit Ingolstad. 1604, 4, cum Nic. Cabasitæ libris sex de Vita in Christo, Joannis, Carpa ● thiorum episcopi, capitibus hortatoriis 191; Philothei, patriarchæ CPol. Laudatione Basilii, Naz. et Chrysostomi, quæ Græca etiam adjuncta habet, et Mich. Glycæ duabus disputationibus, additis etiam ‹ in calce voluminis observatt. Jac. Gretseri ad obscura Dioptræ loca. Locum Dioptræ ex libro iv, qui in versione desideratur, ex ms. bibl. regiæ Græce cum interpretatione sua exhibet Cotelerius ad libr. VIII Constitutt. Apostol., c. 42. Exstat etiam Græce Dioptra sæpius in bibl. Vindobon., ut docet ‹ Lambec. lib. v, pag. 31 sqq., 42 sq (s. p. 76. sq. 89. de codd. 213 et 214 n. 1, in quo exstant libri secundi maxima pars posterior, et libri tu, ¡v et v integri; it. p. 95 sqq. de cod. 243, qui n. 4 exhi bet Philippi Solitarii Dioptram, sed a que corruptam et interpolatam, ac cod. Augustanus in n. 2 sunt versus Constantini grammatici et Vesti in laudem 'Dioptræ et auctoris ejus Philippi: necnon p. 141, de cod. 232, n. 5, ubi reperitur fragmentum libri quinti: ] et Montfauc. p. 54 Palæographiæ ‹ Græcæ. Ac Lambecius quidem observat, in Pontani editione librum primum integrum omissum, ex cepto exordio, quod ad calcem libri quarti sub titulo Flebilis lamentatio subnexuit, et secundum pro primo, tertium pro secundo, etc., venditatum, ut adeo quatuor tantum libros Pontanus ediderit, cum a Philippo scripti sint quinque. Notat etiam falli Gretserum, qui ex primis versibus Dioptræ, quos Crusius in Turco-Græcia, p. 118, adducit, putavit, Crusium de alia Dioptra loqui. Hanc porro recen ⚫ seri et Græcam dictionem castigari a Phialito quodam jussit Dionysius Enzoitus, metropolita Mityle. næus. Michaelis vero Pselli præfatio præmittitur etiam in laudata editione, cujus quoque notæ sive scholia hinc inde asperguntur. Quæ appendicis loco in codice Vindobonensi subjici notat Lambec. ‹ lib. v, p. 56 [ p. 80, n. 2, ed. Kollar. coll. cod. 247, n. 9, 11 et 12, ib. p. 255 sq. Conf. cod. Taurin. ⚫ B. CC. sine nomine auctoris, in cat. codd. Gr. Taur. pag. 297 ]. Se fide et cærimoniis Arm-niorum, Jacobitarum, Chatzitzariorum et Romanorum, s. Francorum, hæc (excepta postrema de Romanis), Gr. et Lat. vulgavit Combefisius Auctario novo tom. II, pag. 262 et 271. Hactenus Fabricius. cod. Cæsar. laudato n. 3, 4, 5 et 6, sunt praterea quatuor adhuc appendices; v. p. 81 sqq. et in cod. ‹ 214, ciiato n. 2, p. 90, apud Lamber. Appendix prima continet Phil. Solitarii epistolam ad Constan ‹tinum sacerdotem De differentia inter intercessionem et auxilium sanctorum. Add. Nessel.Cat. codd. Cæs. in indice p. 100 sq. Paris. in B. publ. cod. 2747, n. 1. Philippi Solit. Dioptra, versibus politicis; rejecta ad oram varia scriptorum ecclesiasticorum loca, quæ ob oculos habuit auctor: in cod. primo est n. 3, Phil. Solit. epistola ad quemdam, qui vitæ spirituali valedixerat. Eadem in cod. 2728, n. 1, 2872, n. 1 (sine nomine auctoris), et 2873, n. 1 (in quinque libros est dialogus tributus, cum scholiis marginalibus), et in cod. 2874, n. 4, qui ab editis sæpe discrepat, et testimonia Patrum atque alia quæ dam pedestri sermone, a Michaele Pscllo adjecta habet. In eodem cod., n. 1, est Mich. Pselli testimo ● nium, præfixum libro qui Dioptra inscribitur; et n. 2, sunt versus iambici Constantini et Vesti Granati In

Page scan enlarged

Notebook

Full View