PG 127Job the Monk
Job the Monk
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 903–904page 1 of 3
PG 127:903᾿Ακολουθία, εἰς τὴν ὁσίαν μητέρα ἡμῶν Θεοδώραν τὴν θαυματουργόν, βασίλισσαν τῇ ἐν τῇ ἀρτ. πονηθεῖσα παρ' ἐμοῦ Ἰὼβ μοναχοῦ. Ἡ ἀοίδιμος αὕτη καὶ μακαρία βασιλίς Θεοδώρα, τὸ μὲν γένος εἷλκεν ἐξ ἡλίου ἀνατολῶν· γεννήτορες δὲ αὐτῆς, Ἰωάννης καὶ Ἑλένη. Τὰ δὲ κατ' αὐτὴν ἔσχεν οὕτως· Αλεξίου τοῦ ἐκ φυλῆς τῶν Κομνηνών κατηγμένου Ῥωμαίων βασιλεύοντος. Μιχαήλ μὲν ὁ Κομνηνὸς ὁ καὶ πρὸς γένους αὐτῷ τε τῷ βασιλεῖ καὶ τοῖς ἀγγελωνύμοις βασιλεῦσι διαφέρων, τὴν ἀρ χὴν τῆς Πελοποννήσου πιστεύεται· Σεναχερεὶμ δὲ, πρὸς Αἰτωλίαν καὶ Νικόπολιν ἀποστέλλεται· δυσὶ πρότερον οὗτοι πρωτεξαδέλφαις συζευχθέντες, ταῖς καθ' αἷμα γνησίαις τῷ βασιλεῖ. Ἰωάννης δὲ, ὁ τῆς μακαρίας Θεοδώρας πατήρ, ᾧ Πετραλίφης τὸ ἐπι ώνυμον, γένους ὢν περιφανοῦς καὶ λαμπρού, γυναικὶ μὲν καὶ αὐτὸς παρὰ βασιλέως συζεύγνυται, τῶν ἐν Κωνσταντινουπόλει τὰ πρῶτα φερόντων ἐκ γένους οὔσῃ· σεβαστοκράτωρ δὲ Ῥωμαίων τιμηθεὶς, τῆς Μακεδονίας καὶ Θεσσαλίας καταρχην ἀποκαθίσταται· ἀλλὰ τῇ τοῦ Θεοῦ παραχωρήσει Λατίνων φεύ! τῆς Κωνσταντίνου κρατησάντων, ᾐχμαλώτευται μὲν παρ' ἐκείνων σὺν ἄλλοις πολλοῖς καὶ ὁ βασιλεὺς Αλέξιος. Εκτυφλοῦται δὲ Λάσκαρις ὁ παῖς ἐν τῇ ᾿Ανατολῇ, παρὰ Μιχαὴλ τοῦ Παλαιολόγου, τοῦ τὴν βασιλείαν τότε δραξαμένου· καὶ λοιπὸν ἐπλήσθη τὰ πάντα ταραχῆς καὶ συγχύσεως. Σεναχηρείμ οὖν καὶ αὐτοὺς ἐπιβουλευθεὶς παρὰ τῶν Νικοπολιτῶν, τὸν Κομνηνὸν Μιχαὴλ εἰς βοήθειαν προσεκαλέσατο· μήπω δ᾽ ἐκείνου φθάσαντος, δολοφονείται Σεναχηρείμ. Μι χαὴλ μέντοι παραγενόμενος, τοὺς φονεῖς κτείνει πάντας· λαμβάνει δὲ σὴν ἐκείνου γυναῖκα Μελισση νήν· ἔφθασε καὶ γὰρ τὴν ἰδίαν γυναῖκα, νόμῳ θανά του ἀποβαλέσθαι· καὶ λοιπὸν πᾶσαν τὴν περιουσίαν Σεναχηρείμ σὺν τῇ ἀρχῇ, ἑαυτῷ περιποιεῖται· δ; δὴ Κομνηνὸς ἐκ τῆς Κωνσταντινουπόλεως τοῦ στόλου τῶν Λατίνων κατερχομένου, καὶ τῷ τῆς Σαλαγοράς λιμένι ούτωσὶ ἐπικληθέντι προσορμίσαντο;, τὸν βασ σιλέα 'Αλέξιον μὴ γνωριζόμενον ὡς ἀνδράποδον παρ' ἐκείνων εἰς χάριν ἔλαβε καὶ ἀπέλυσε, πολλαῖς πρό τερον αὐτοὺς δεξιωσαμέναις δωρεαῖς· ἐξ οὗ βασιλέως εἰ; κλῆρον ἐδόθη αὐτῷ τε τῷ Μιχαὴλ καὶ τοῖς ἐξ αὐτοῦ, ἡ λαχοῦσα τότε τῆς ἡγεμονίας ἀρχή. γεννῶνται τοίνυν αὐτῷ ἐκ τῆς Μελισσηνῆς, υἱοὶ τέσσαρες" Μιχαὴλ ὁ Δούκας, Θεόδωρος, Μανουήλ, καὶ Κων
col. 905–906page 2 of 3
PG 127:905σταντίνος. Μιχαὴλ δὲ ὁ τῶν υἱῶν πρῶτος μετὰ τὴν τοῦ πατρὸς τελευτήν, πᾶσαν τὴν ἐκείνου ἀρχὴν δι εξώσατο· ἀνὴρ δραστήριος, καὶ ὀξὺ; νοῆσαι, καὶ πραγμάτων έμπειρότατος οἰκονόμος· ὃς δὴ Βελλάγραδα τε καὶ Ἰωάννινα καὶ τὴν Βίνδιτζαν ἔκτησε τὴν νῆσόν τε Κορυφὼ καὶ Δυρράχιον καὶ ᾿Αχρίδα, καὶ πᾶσαν τὴν Βλαχίαν καὶ τὴν Ἑλλάδα περιεποιήσατο, καὶ εἰς πολὺ πλάτος επέτεινε τὴν ἀρχήν. Ἀλλὰ ταχέως καὶ οὗτος ἔργον ῥομφαίας γενόμενος, ἐξ ἀντ θρώπων ἐγένετο· τὸν ἴδιον αὐτάδελφον Θεόδωρον τὸν δούκαν, διάδοχον ἑαυτοῦ καταλιπών· ὅς δὲ, Θεός δωρος βρεφύλλιον τὸ ἐκ τοῦ ἰδίου ἀδελφοῦ Μιχαὴλ τὸν Δούκαν εὑρηκώς παρείδε μὲν τοῦτον ὡς ἀτελῆ τὴν ἀρχὴν δὲ πᾶσαν δραξάμενος, καὶ ἐπὶ εὐτυχίᾳ πραγμάτων ἀρθείς, δόλον κατὰ τοῦ παιδὸς ἐμελέτης σεν· ὅνπερ ἡ μήτηρ αἰσθομένη, προέλαβε διαπεράσασα μετὰ τοῦ νηπίου, ἐν τῇ νήσῳ τοῦ Πέλοπος. Θεόδωρος δὲ δοκιμώτατος ἐν μάχαις φανεὶς, καὶ τὴν Θεσσαλονίκην ἐλευθερώσας τῆς Λατινικῆς τυ ραννίδος, βασιλεὺς ἀνηγόρευται· καὶ πάντων τῶν Δυτικῶν ἕως αὐτῆς ἐκράτησε Χριστουπόλεως. Ο μένα το σεβαστοκράτωρ Πετραλίφης, υἱοὺς γεννήσας ἐν Θετταλίᾳ, καὶ τὴν ἀείμνηστον ἀπέτεκε Θεοδώραν καὶ τὸν βίον ἐν Χριστῷ καταλύσας, τὴν ἰδίαν ἀρχὴν τοῖς υἱέτι κατέλιπεν· οἱ καὶ τῷ βασιλεῖ Θεοδώρῳ δεξιῶς τελοῦντες, τὴν ἰδίαν ἀδελφὴν νηπιάζουσαν, ὡς κόρην ἐφύλαττον ὀφθαλμοῦ. Τί τὸ μετὰ ταῦτα Τῇ Ζαγορά Θεόδωρος ἐπιστρατεύσας ὁ βασιλεὺς, πόλεμον ἐποίει μετὰ Ἀσάν, τοῦ βασιλέως Βουλγάρων, καὶ νικηθείς, παρ' ἐκείνου χειροῦται, καὶ τοὺς ὀφθαλμοὺς στερεῖται· Μιχαὴλ δὲ εἰς νεανίας ἤδη τελῶν, τῆς ἐξορίας ἀνακαλεῖται, καὶ τὴν πατρικὴν πᾶσαν παραλαβὼν ἀρχὴν, τῇ Βλαχίᾳ ἐπιδημεῖ· καὶ περὶ τὸ κάστρο. Σερβίον γενόμενος, τὴν καλὴν βλέπει νεάνιδα Θεοδώραν, ἧς ἄκρως ἁλους, τοῖς ἀδελφοῖς συμφωνεί Πετραλίφαις, καὶ ταύτην νομίμῳ γάμῳ λαβὼν, εἰς ᾿Αχαρνανίαν ατείχιστον τότε οὖσαν, σὺν αὐτῇ λαμπρῶς ἐπανέζευξεν. Ἀλλ᾿ ὁ μὲν, τῆς ἰδίας ἦν φροντίζων ἀρχῆς, Θεοδώρα δὲ, οὐ παρεσύρη τῇ δόξῃ, οὐχ εάλω τῇ νεότητι, οὔτε μὴν πρὸς του φὰς οἶδε κατασπαταλᾷν. Ἀλλ᾿ οὐδὲ τῷ τῆς ἀρχῆς ὄγκῳ ἐπήρθη· τῷ Θεῷ δὲ μᾶλλον ἔγνω προκεῖσθαι, καὶ ἀρετῆς ἐπιμελεῖσθαι, σωφρόνως ζῶσαι· ταπεινοφροσύνην ἀσπαζομένη, ἀοργησίαν, ἀγάπην, πραό τητα, συμπάθειάν τε καὶ ἐλεημοσύνην, ὡς ἄλλος οὐδεὶς κατορθοῦσα, καὶ τὸν Θεὸν ὁλοψύχως διαπαν τὰς θεραπεύουσα. Οὐκ ἔφερε δὲ πάντως ὁρᾶν ταύτα, ὁ τῶν δικαίων ἐχθρός, οὐδὲ τὴν καλὴν ταύτην τῆς νεάνιδος ὁδὸν βλέπειν ἡνέσχετο· ἀλλ' ὅλος ὁπλίζεται κατ᾿ αὐτῆς, καὶ θηλυμανίαις τὸν ἄνδρα καταμαλάξας, πειρασμὸν τῇ μακαρίᾳ ἐγείρει, τῶν πώποτε μνημονευσομένων δεινότατον· γυναικὶ γάρ τινι ἐξ εὐγενῶν Γαγγρηνῇ τὸ ἐπώνυμον, πορνικῶς ὁ Μιχαὴλ ἐπιμανείς, καὶ τὸ τῆς αἰσθήσεως ὑγιές μαγίαις ὑπ' ἐκείνης ὑποκλαπείς, μέσος ἄσπονδον κατὰ τῆς ἰδίας ἐκτήσατο γυναικός· καὶ ταύτην ἀπωσάμενος, τὴν μαινάδα φρενοβλαβῶς συνηγάγετο· τοῖς ὑπηκόοις ρον θέμενο; μὴ προσκεῖσθαι τῇ Θεο ώρᾳ· μὴ θερα πεία; ἀξιοῦν ταύτην τινός μήτε μὴν ἐπὶ γλώσσης αὐτῆς φέρειν τὸ ὄνομα. Τούτοις γενναία τοῖς δεινοῖς ἐμπεσοῦσα, οὐκ ἐσαλεύθη ὅλως τὸν λογισμὸν, οὐδὲ παρετράπη τῆς ἀγαθῆς πολιτείας, ἀλλ' ὅλη ὡς ἀδάμας ἦν καρτεροῦσα, καὶ τὸν Θεὸν ὁμοίως θεμα τεύουσα· ξενιτευομένη δακρύει καὶ καύσωνι, αίθριος ταλαιπωροῦσα· λιμῷ τε καὶ δίψῃ καὶ τῇ λοιπῇ και
col. 907–908page 3 of 3
PG 127:907κουχία πιεζομένη, καὶ ὑπὸ στέγην εἰσελθεῖν ἐπιθυμοῦσα. Ἐπὶ πέντε οὖν ἔτεσι τοῖς ἀπείροις δεινοίς προσπαλαίσασα, οὐδὲν ἐφθέγξατο ἀγεννές, οὔτε μὴν κατωλιγώρησε, ῥῆμά τι πρὸς κύριον εἰπεῖν, ἀλλ᾽ ἔτι μᾶλλον πρὸς ἀρετὴν ἐπετείνετο, καὶ πρὸς αὐτὸν ὑψοῦτο καθ᾿ ἑκάστην ἑαυτήν, δι' ὑπομονῆς ἀνάγουσα φέρουσα καὶ βρέφος ἐν ταῖς χερσὶν ὅπερ ἐκβληθείσα εἶχεν ἐγγάστριον. Ἱερεὺς δέ τις ἐκ χωρίου Πρενίτη», λαχανευομένην ἐν ἀγρῷ ταύτην εὑρὼν, καὶ τὸ βρέ φος βαστάζουσαν, ὅρκοις ἐπύθετο τὸ ἑαυτῆς εἰπεῖν ὄνομα· καὶ γνούς ἥτις ἦν, ταύτην οίκαδε φέρων κατά έκρυψε, πάσης ἐπιμελείας ἀξιώσας. Τῶν οὖν μεγι στάνων καὶ τὰ πρῶτα παρὰ Μιχαὴλ τῷ Δούκα φερόν των, αίφνης ἁρπασάντων τὴν κακόσχολον ἐκείνηνγυναῖκα, καὶ ἀπαιωρισάντων, ἡ πονηρὰ πᾶσα εἰς φῶς ἤχθη πρᾶξις· καὶ ἐν νῷ γενόμενος ἐνσεῖσθεν ὁ Μιχαήλ, την μακαρίαν αὖθις ηγάγετο· καὶ λοιπὸν ἐπλήσθη χαρᾶς τὰ πάντα, καὶ ἀγαλλιάσεως. Διήγον οὖν ἄμφω τὸν βίον, ἐν εἰρήνῃ καὶ ἀγάπῃ τῇ κατὰ Θεὸν, τῆς ἑαυτῶν ἐπιμελούμενοι σωτηρίας ἀξιώματι δεσποτών τιμηθέντες, καὶ παῖδας τεκόντες, καὶ πρὸς ὕψος μεγίστης ευκλείας ὑπεραρθέντες καὶ τὴν πρὸς ἀρετὴν ἁμιλλώμενοι καλὴν ἀμφότεροι ἅμιλλαν. Τὸν μέντοι δεσπότην και σύνευνον ἡ ἀοίδι μας Θεοδώρα τὰς περικαλλεῖς καὶ εὐαγεῖς ἰδοῦσα συστησάμενον δύο μονάς, τὴν τῆς Παντανάσσης φημί καὶ τῆς Παναγίας ἐπικεκλημένας, τῷ μεγαλομάρτυρι καὶ αὐτὴ Γεωργίῳ θεῖον ἀνήγειρε σεμνεῖον, καὶ εἰς γυναικεῖον τοῦτο συνεστήσατο. Τοῦ συνεύνου δὲ καὶ δεσπότου Μιχαὴλ καλῶς καὶ θεοφιλῶς βιώσαντος, καὶ πρὸς μονὰς μεταστάντος τὰς οὐρανίους, τὸ τῶν μοναχῶν καὶ αὐτὴ εὐθὺς περιβάλλεται σχῆμα· καὶ χρόνους ἐπιβιοῦσα, τὸν ναὸν μὲν παντοίως κατεχό σμει καὶ ἀναθήμασι καὶ σκεύεσι καὶ πέπλοις κατ εκάλλυνε προσετίθει δὲ καὶ τῷ βίῳ, τοῖς πόνοις ἑαυτὴν ἐγγυμνάζουσα, καὶ τὴν τῶν ἀρετῶν καρπὸν ἐπαύξουσα· ἀγρυπνίαις καὶ στάσεσι παννύχοις σχο λάζουσα, ψαλμοῖς καὶ ὕμνοις προσομιλοῦσα· τὸ σῶμα νηστείαις κατατήκουσα· καὶ πάσαις ταῖς ἀδελ φαῖς ἀῤῥαθύμως δουλεύουσα, ἀδικουμένων προϊσταμένη· ὀρφανῶν καὶ χηρῶν ἀντιλαμβανομένη· πω χοῖς ἐπικουροῦσα· Ολιβομένοις παραμυθουμένη· καὶ πᾶσι γενομένη τὰ πάντα, ἐν ταπεινώσει καρδία:. Ἐπεὶ δὲ καὶ τὴν αὐτῆς προέγνω τελευτήν, δάκρυσιν ᾐτήσατο τῇ Πανάγνω Θεομήτορι, καὶ τῷ πανενδόξω μάρτυρι Γεωργίῳ, ἐξαμηναῖον αὐτῇ πρὸς Θεὸν δια πρεσβεύσασθαι χρόνον πρὸς τὴν τοῦ ναοῦ τελείαν ἀπάρτησιν· ὅ καὶ γέγονε. Καὶ τοῦ καιροῦ φθάσαντος, τὰς ἀδελφὰς προσεκαλέσατο· καὶ περὶ ὧν ἔδει καλῶς ἐντειλαμένη, καὶ ταύταις ἐπευξαμένη σωτη ρίαν, χαίρουσα τὸ πνεῦμα εἰς χεῖρας Θεοῦ παρέθετο· καὶ κατετέθη ἐν αὐτῇ τῇ παρ' αὐτῆς ἀνεγερθείσῃ μονῇ. Τοῦ Θεοῦ δὲ ταύτην δοξάσαντος ὕστερον, πολλῶν καὶ μεγίστων θαυμάτων ὤφθη αὐτουργός, ἀσθε νείας καὶ νόσους τῶν προσερχομένων αὐτῇ ἰατρεύουσα, καὶ δαίμονας ἐξ ἀνθρώπων ἐλαύνουσα· καὶ ποι κίλα πάθη ἀνίατα καθεκάστην θεραπεύουσα. Ἐθεράπευσε δὲ καὶ καρκίνου πάθος, καὶ ἕτερα τεράστια φρικτὰ πεποίηκε, καὶ εἰς ἔτι φαίνεται ποιοῦσα, ὧν οὐκ ἔστιν ἀριθμός. Οὐ μόνον γὰρ τοῖς ἐν τῷ σεπτῷ αὐτῆς τάφῳ προσπίπτουσιν, ἀλλὰ καὶ τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν καὶ ἐν θαλάσσῃ· καὶ ἐν νήσοις, φθάνει ἐπικληθεῖσα, καὶ τοῖς πέρασι θερμῶς βοηθοῦσα. "Ης ταῖς πρὸς τὸν Θεὸν ἁγίαις εὐχαῖς ἀξιωθείημεν καὶ ἡμεῖς σωτηρίας τυχεῖν· καὶ τῆς...
Page scan enlarged

Notebook

Full View