PG 127Alexius Comnenus Imperator
Emperor Alexios I Komnenos
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Novel Constitutions concerning Ecclesiastical MattersNovellae Constitutiones quae ad res Ecclesiasticas Spectant

Part IPars Prima

col. 921–922page 1 of 33
Novellæ Constitutiones quæ ad res Ecclesiasticas Spectant
PG 127:921Περὶ τῶν ἱερῶν σκευῶν· καὶ τοῦ μὴ ἄλλοτέ ποτε ταῦτα κοινωθήναι Οἱ πονήρως τοῦ σώματος ἔχοντες καὶ θεραπείας Ιασίμου δεόμενοι, αὐτὸ μὲν τοῦτο εἰδότες ὅτι κάμνουσι καὶ τῆς νόσου ἐπαισθανόμενοι, μᾶλλον εἰσιν ἰάσιμοι τοῖς θεραπευταῖς· οἱ δὲ πρὸς τὸ μέγεθος τῆς νόσου ἀναισθητοῦντες καὶ οὐδ᾽ ὅτι νοσοῦσι γινώσκοντες, ἑαυτοῖς καὶ τοῖς ἰατροῖς παρέχουσι πράγματα. Αὐτὸ δὴ τοῦτο κὰν τοῖς ψυχικοῖς ἔστι κατιδεῖν ἀῤῥωστήμασι, καὶ τῶν ἁμαρτανόντων ἡμῶν οἱ μὲν εἰς βάθος κακῶν ἐμπεσόντες καταφρονοῦμεν καὶ τῷ μεγέθει τῶν ἀνομημάτων ὑπερνικώμενοι οὐδ᾽ ὅτι ἁμαρτάνο μεν αἰσθανόμεθα, εἰς φύσιν πολλάκις τῆς πονηρά; ἕξεως μεταπιπτούσης. Οἷς δέ τι Θεὸς ἐπιλάμπει σωτήριον φῶς καὶ μὴ πάντη τὸ διανοητικὸν τῇ κάτω ἐλύϊ συγκέχυται, μηδὲ τῇ πλινθείᾳ ὁ νοῦς καθάπαξ δουλεύειν βιάζεται, ἔστι τούτοις καὶ ἀνανεῦσαι τοῦ πτώματος, καὶ Θεοῦ πολλάκις κατὰ τὸ ἑκούσιον ὀλισθήσασιν ἐπαναδραμεῖν εἰς ἐκεῖνον ἐθελουσίῳ ἀναξητήσει τοῦ κρείττονος. Ὅπερ δὴ κάν τῇ βασιλείᾳ ἡμῶν συμβέβηκεν ἀτεχνῶς. Ἐπεὶ γὰρ αἱ ποικίλαι καὶ πολυμερεῖς τῶν πραγμάτων περιστάσεις, καὶ ἡ πανταχόθεν μὲν τῶν δημοσίων προσόδων εκκένωσις, ἀπανταχόθεν δὲ τῶν ἐξόδων ἡ ἀναστόμωσις, τοῦ κράτους ἡμῶν συνέσχον τὴν γαληνότητα, καὶ ἅμα τῷ τῆς βασιλείου ἐπιβῆναι ἀρχῆς κατόπιν εὐθὺς αἱ περιστάσεις ἐπ ηχουλήθησαν, κἀντεῦθεν ὑπ' ἀμηχανίας, καὶ τοῦ μὴ χειμη λίοις Ση μείωμα Αλεξίου τοῦ Κομνηνοῦ ἐπὶ τῇ καθαιρέσει τοῦ Χαλκηδόνος ἐκείνου κυροῦ Λέοντος,

Part IIPars II

col. 923–924page 2 of 33
PG 127:923δε τοῖς συμπεσοῦσιν ἔχειν ὅτι καὶ χρήσαιτο, τῶν ἱερών ἔγνω καὶ θείων ἅψασθαι κειμηλίων καὶ τούτοις τὸ τῆς χρείας ἐνδέον παραμυθήσασθαι. Τουτὶ μὲν τὸ Εργον ἐν πολλαῖς τῶν ἁγίων ἐκκλησιῶν διεπράξατο, καὶ πολλὰ τῶν ἀναθημάτων εἰ; δημοσίας ἔστρεψε χρείας, οὐχ ὕβρει καὶ περιφρονήσει Θεοῦ, οὐδ' όλι χωρίᾳ τῶν εὐαγῶς αὐτῷ ἀνατεθέντων (απείη γάρ τοῦτο πάσης χριστιανικωτάτης ψυχῆς), ἀλλὰ καιροῦ περιστάσει, καὶ λογισμῷ ἁπτομένῳ μέσως τοῦ πρά γματος. λήθη γὰρ ἡ καρδία τῆς βασιλείας μου. μηδέν τι ἐντεῦθεν ὀργίζεσθαι τὸν Θεὸν, ὅπου μὴ πονηρὰ συνείδησις προκατακρίνει τὸν πράττοντα. Ἐπεὶ δὲ καὶ εἴ τί που ἐν τοῖς βασιλείοις ὑπόλοιπον ἦν, κατειργάσθη μὲν κἀκεῖνο καὶ ἀνηλώθη, ἐχώρησε δὲ εἰς με δὲν δέον τὰ ἀπὸ τῶν ἁγίων περιελθόντα ἐκκλησιῶν, καὶ πᾶσα μὲν ἡ προτέρα βουλὴ ἐπὶ ταῖς περισχούσαις τὴν Ῥωμανίαν στενοχωρίαις εἰς τούς ναντίον περιηνέχθη, πολλαχόθεν δὲ τὸ κέρας ὑψώθη τῶν ἐπανισταμένων ἡμῖν, καὶ τὸ τῆς βασιλείας ἤδη σκάφος πεσεῖν ὑποβρύχιον κινδυνεύει, εἰ μὴ ἡ παν αλκής δύναμις τοῦ Θεοῦ οἷς ο δε κρίμασιν αὐτοῦ ἀντιλήψεται καὶ εἰς αὑραν στήσει τὴν καταιγίδα. Έδοξε τῇ βασιλείᾳ ἡμῶν ἐπιμελέστερον ανιχνεύ σασθαι καὶ πολυπραγμονῆσαι, τί δή ποτε ἄρα ἐστὶ τὸ ἐπὶ τοσοῦτον κινῆσαν τὴν ὀργὴν τοῦ Θεοῦ καὶ τὸ ἀπότομον τοῦ θυμοῦ αὐτῷ καθ᾿ ἡμῶν παροξύναν. Αμέλει καὶ συνεσκέψατο πνευματικοῖς καὶ θείοις ἀνδράσι περὶ τοῦ πράγματος· καὶ ἐπεὶ ἔμαθε παρ' αὐτῶν, οὐ φαῦλον εἶναι παραίτιον τοῦ θείου μηνίματος, ἅψασθαι ὅλως ἡμᾶς τῶν εὐαγῶν καὶ θείων του Θεοῦ χειμηλίων (κἂν μὴ ἀπὸ πονηρᾶς τοῦτο καρδίας πέπρακται τε καὶ τετελεσιούργηται), ὅτι μηδὲ τὰ θεία κοινοῦσθαι τῶν ἐνδεχομένων ὅλως ἐστὶ, μηδὲ τὰ εἰς χεῖρας παρατεθέντα Θεοῦ ἐξ ἐκείνων αὖθις ἀνταφαιρεῖσθαι καὶ εἰς ἑτέρας χρείας καταβιβάζει σθαί τε καὶ στρέφεσθαι· δεῖν ἔγνω ἅμα μὲν τὴν μέλλουσαν ὁρμὴν ἀναστείλαι τοῦ κακοῦ, ἵνα μηκέτι τὸ ἀπὸ τοῦδε παρὰ Χριστιανοίς βασιλεῦσι πάροδον εὕρῃ ποτέ, ἅμα δὲ καὶ τὰ προδιελθόντα καθόσον σθένος ἰάσασθαι. Οὐκοῦν καὶ ἐξομολογουμένη ἐνώπιον Θεοῦ καὶ ἀν Ορώπων ἡ βασιλεία μου καὶ τὴν συγχώρησιν ἐν οἷς ἔδρασεν ἀβουλήτως ἐκ μέσης ἀνακαλουμένη ψυχῆς, παρεγγυᾶται καὶ ἐν ἐπηκάῳ Θεοῦ κατατίθεται, πάντι τὰ ἀπὸ τῆς αὐτοκρατορίας αὐτῆς καὶ ἄχρι τῆς δεύρο τῶν ἱερῶν ἐκκλησιῶν ἀφαιρεθέντα καὶ εἰς τὰς τοῦ δημοσίου χρείας στραφέντᾳ ἀποκαταστήσεσθαι αὖθις παρὰ τοῦ κράτους αὐτῆς ταῖς ἐκκλησίαις τοῦ Θεοῦ, μετὰ τὴν τῆς κοσμικῆς καταιγίδος κατάπτωσιν καὶ τὴν τῆς βασιλείας εἰς τὸ κρεῖττον ἀποκατάστασιν. Ως γὰρ ἴδιον χρέος αὐτὰ ἀναδέχεται, καὶ ὀφειλέτης εἶναι ταῖς ἁγίαις ἐκκλησίαις οὐκ ἀπαναίνεται. Εἰ; δέ γε τὸν ἐσόμενον ἀπὸ τοῦδε χρόνον ἑαυτῇ τε καὶ πᾶσι τοῖς μετ' αὐτὴν Χριστιανοῖς βασιλεῦσι διὰ τῆς παρούσης χρυσοβούλλου γραφῆς τὸν ἀπὸ θεοῦ δεσμὸν ἐπιτίθησι, μηκέτι τολμήσαι άψασθαι ἱερῶν, καν
col. 925–926page 3 of 33
PG 127:925πᾶσα ἀνάγκη βιάζεται, μὴ χεῖρας ἀνάγνους ἐπαφεί. καὶ τοῖς ἱεροῖς, μὴ βεβηλῶσαι τὰ θεῖα κειμήλια διά τῆς εἰς δημοσίους ἐξόδους τούτων περιαγωγής. μέσσον δὲ Θεοῦ καὶ ἀνθρώπων φραγμοῦ τεθέντος, ὃν οὐ παρελεύσεται εὐσεβής, ἄνθρωποι μὲν τοῖς ἡμετέροις χρησόμεθα, Θεὸς δὲ τὰ ἀνατεθέντα αὐτῷ ἔξει ἀκίνητα, καὶ πάντολμος χεὶρ τούτων οὐχ ἅψεται. Καὶ εἴ τις, Δέσποτα καὶ Θεὲ, τὸ ἀπὸ τοῦδε χεῖρας τολ μήσει ἐπιβαλεῖν τοῖς προαφιερωθεῖσιν ἢ καὶ ἐσαῦθις ἀνατεθησομένοις ἱεροῖς καὶ θείοις κειμλίοις καὶ ἐπίπλοις καὶ σκεύεσι ταῖς ἁγίαις καὶ σεπταῖς ἐκε κλησίαις σου, μὴ ἴδοι φῶς ἐν ἡμέρᾳ ἐπισκοπῆς σου, μὴ ἀνατείλοι ἥλιος ἐπ᾿ αὐτὸν πρωϊνόν, μὴ τύχοι μήτε ἐνταῦθα τῆς σῆς βοηθείας μήτε ἐκεῖθεν τῆς θείας σου ἀντιλήψεως, ἀλλὰ πανταχόθεν ἔσται ἀπερι σκόπητός σοι καὶ ἀπεριφρούρητος. Μόνον ἵλαθι νῦν, βασιλεῦ, τῇ κληρονομίᾳ σου, στῆσον τὴν καθ᾿ ἡμῶν δικαίαν ὀργήν σου, καὶ ἡμαρτηκόσι καὶ νῦν εἰς σὲ ἐπιστρέφουσι συγγνωμόνησον, ὅτι πᾶσαι αἱ ἁμαρτίαι ἡμῶν τῇ ἀβύσσῳ παραμετρούμεναι τοῦ ἐλέους σου ὡσεὶ κοτύλη φαίνονται ὕδατος πρὸς ὅλον θαλάττης μέγεθος. Οὕτως οὖν ἐξομολογοῦμαι ἐνώπιόν σου, Δέσποτα, τὸ πλῆθος τῶν ἁμαρτιῶν μου, καὶ οὕτω τὴν σὴν ἐπικαλούμαι σωστικωτάτην ἀντίληψιν καὶ ἐκ βαθέων ψυχῆς, ἀφιστάμενος τοῦ εἰσέτι ἅψασθαί τι τῶν ἱερῶν, κἂν πασά με ἀνάγκη πρὸς τοῦτο καλῇ, χρεωστεῖν δὲ καὶ τὰ προαναληφθέντα κατα τιθέμενος. Ἐπὶ τούτοις γὰρ καὶ τὸν παρόντα χρυσόβουλλον λόγον ἐξεθέμην, ἁπάσαις ταῖς ἐκκλησίαις σου ἀσφα λε; φυλακτήριον, ἵν᾽ ὁ ἀπὸ τοῦδε τολμήσων τῶν ἱερῶν τινὸς κειμηλίων παράψασθαι, ὡς ἄντικρυς ἱερόσυλος παρὰ σοὶ καὶ τοῖς εὐσεβοῦσιν ἀνθρώποις λογίζηται· γεγενημένον κατὰ τὸν Αύγουστον μῆνα τῆς ε' ινδικτιώνος ἐν ἔτει τῷ σή', ἐν ᾧ καὶ τὸ ἡμέτερον εὐσεβὲς καὶ θεοπρόβλητον ὑπεσημήνατο κράτος. Αλεξίου του Κομνηνοῦ περὶ τοῦ κανονικοῦ καὶ τῶν διδομένων συνηθειῶν ὑπὲρ χειροτονίας καὶ ἱερολογίας γάμου καὶ περὶ τοῦ ἀερικοῦ καὶ πάντων τῶν ψυχικῶν χρυσόβουλλον τυπικὸν ἐκτεθειμένον κατὰ μήνα Σεπτέμβριον τῆς θ ἐπινεμήσεως Ο κατὰ καιροὺς θεοφιλής εκάστης χώρας ἐπίσκοπος ἐκεῖνα λήψεται ὑπὲρ κανονικοῦ αὐτοῦ ἀπὸ τῶν γ.

Part VIPars VI

col. 927–928page 4 of 33
Pars III - V
PG 127:927ἐντοπίων αὐτοῦ τὰ ῥητῶς ἐν τῷ χρυσοβούλλῳ τυπικῷ τοῦ μακαρίτου θείου τῆς βασιλείας μου διειλημμένα, ἅπαξ τοῦ ἐνιαυτοῦ· ἡγουν ἀπὸ μὲν τῆς χώρας τῆς ἐχούσης καπνούς λ' νόμισμα ἐν χρυσοῦν τῆς προτιμωμένης χαραγῆς τῆς βασιλείας μου, ἀργυρᾶ β', κριόν ένα, κριθαριου μόδια ς', οίνου μέτρα 5', ἀλεύρας μόδια ἓξ, καὶ ὀρνίθια 2'. Ἀπὸ δὲ τοῦ ἔχοντος κ' καπνοὺς τὸ δίμοιρον τοῦ νομίσματος καὶ τῶν β' ἀργυρῶν, ἀργυρᾶ ι' (β)· μέσαρνοι ἐν, κριθαρίου μόδια δ', οίνου μέτρα δ', ἀλεύρας μόν δια δ', καὶ ὀρνίθια κ'. Ἀπὸ δὲ τοῦ ἔχοντος δέκα καπνούς χωρίου, ἀργυρᾶ ε', ἀρνίον ἕν, κριθαρίου μόδια β', οίνου μέτρα β', ἀλεύρου μόδια β', καὶ ὀρνίθια. Καὶ ἐπὶ τῶν χειροτονιῶν δὲ τῶν ἱερέων ὁ παλαιός ἐνεργήσει τύπος, καθὼς τὸ αὐτὸ διέξεισι τυπικών χρυσόβουλλον, καὶ ὁ κατὰ χώραν ἐπίσκοπος τὰ ἑπτὰ μόνον ὁμοίως λήψεται χρυσᾶ· ἓν μὲν, ὅτε ποιεῖ τοῦ τον λιτὸν παπᾶν ἤτοι ἀναγνώστην· τρία δὲ, ὅτε χειροτονεῖ τοῦτον διάκονον· καὶ ἕτερα τρία, ὅτε τελειοί τοῦτον ἱερέα. Καὶ κατὰ τὸ τυπικὸν τοῦ μακαρίτου βασιλέως τοῦ Μονομάχου διορίζεται ἡ βασιλεία μου, ἵνα ὅταν τι νὲς τῶν ὑπὸ τὴν ἐνορίαν τῶν κατὰ χώραν ἐπισκόπων νόμῳ γάμου νομίμοις γυναιξί συνάπτωνται, ἀναλαμβάνεται ὁ ἐπίσκοπος ἐξ αὐτῶν, ἀπὸ μὲν τοῦ γαμβροῦ νόμισμα ἓν χρυσοῦν, ἀπὸ δὲ τῆς νύμφης πανίον πήχεις ιβ', καθὼς ἄρα καὶ ἐκ παλαιοῦ τετύ Ο ποται. ᾿Αλλὰ καὶ περὶ τοῦ ἀερικοῦ, εἰ μὲν γένητα: πται σμα παρὰ δύο ἱερωμένων ἢ κληρικοπαροίκων, ἵνα κανονίζωνται καὶ σωφρονίζωνται παρὰ τοῦ ἀρχιεπισκόπου αὐτῶν ἢ τοῦ ἐπισκόπου κατὰ τὸν ἱερὸν και νόνα, ἢ χρήματα ἀπαιτῶνται ἢ καὶ κολάζωνται. Ει δὲ τὸ ἓν μέρος τῶν κοσμικῶν ἐστιν, ἵνα κρίνωνται παρ' ἀμφοτέρων, τοῦ τε ἀρχιερέως καὶ τοῦ κατὰ χώραν πράκτωρος· καὶ εἰ μὲν τὸ πταίσμα παρὰ τοῦ ἱερέως εὑρίσκεται, ἵνα ἀποστέλληται παρὰ τοῦ πρά κτωρος εἰς τὸν ἀρχιερέα, καὶ παρ' ἐκείνου ἵνα και νονίζηται καὶ σωφρονίζηται· εἰ δὲ ἐκ τοῦ κοσμικοῦ γένηται, ἵνα σωφρονίζηται καὶ ἀπαιτῆται παρὰ τοῦ κατὰ χώραν πράκτωρος. Τὰ μέντοι ψυχικὰ ἅπαντα, καὶ αὐτὰ δὴ τὰ συνοικέσια, παρὰ τῶν ἀρχιεπισκόπων καὶ ἐπισκόπων ὀφείλουσι κρίνεσθαί τε καὶ ἐκβιβάζεσθαι. ἀργυροῦν α' 866: εἰς μέσον προετέθη χρυσόβουλλον προσκυνητὸν τοῦ θειοτάτου κράτους σου τῇ Μεγάλη φιλοτιμηθέν Εκκλησίᾳ ἐπί τισι μὲν καὶ ἄλλοις κα φαλαίες διαφόροις, περιέχον δὲ καὶ περὶ τῆς ζη Οσαι δὲ ἀρχῆθεν ἐπισκοπαὶ εἰς ὕψος ἀνήχθησαν ήδη μητροπόλεων ἢ καὶ ἐπισκοπαὶ εἰς ἀρχιεπισκο τουμένης ταύτης [ὑποθέσεως] πρὸς ἔπος ταῦτα Οσαι βασιλέως.
col. 929–930page 5 of 33
PG 127:929πῶν ἢ μητροπόλεων ἀξίωμα ἀνεβιβάσθησαν, ἔσον ται καὶ αὗται ἐπὶ τῆς αὐτῆς ἀξίας ἑστῶσαι καὶ βά σεως, καὶ οὐδεὶς ταύτας ὑποβιβάσει, τὸ ἀμετακίνη τον καὶ πάλιν ὀφειλούσας κεκτῆσθαι ὥσπερ δὴ καὶ τετύπωται καὶ γεγόνασιν· εἰ μήπου χρονικὸν ἴσως καὶ προσώποις περίγραπτον τὸ τοιοῦτον δεδώρηται φιλοτίμημα παρά τινος βασιλέως. Ἐπεὶ δὲ οἱ ἀρχιερεῖς καὶ αὖθις τὸν τῆς ἐν Χαλκηδόνι συνόδου κανόνα φέροντες τοὺς ἐκ προσελεύσεως Σημείωμα, τοῦ θεοπροβλήτου κράτους σου, μεταξύ δικάσαντος τοῦ τε ῥηθέντος θεοφιλούς μητροπολίτου 'Αγκύρας καὶ τοῦ εὐλαβεστάτου χαρτοφύλακος καί τινων τῆς τοῦ Θεοῦ Μεγάλης Εκκλησίας ἐκ προστάξεως τοῦ πρὸ ἡμῶν τὰ τῆς Ἐκκλησίας οἰακίζοντος ἐκπεμφθέντων περὶ τῆς προκειμένης υποθέσεως, δικαιοῦν τὴν Μεγάλην Εκκλησίαν. θείαν ἐπί λυσιν διὰ σφραγῖδος ἐκ χηροῦ καὶ φοινικῶν αὐτο χείρων γραμμάτων τὸ ἀξιόπιστον κεκτημένην· δα 'Ο άγιώτατός μου δεσπότης καὶ οἰκουμενικὸς πατριάρχης, ἅμα τῇ ἐνδημούσῃ ἱερᾷ συνόδῳ, πρὸς δὲ καὶ τοῖς συγκλητικοῖς ἄρχουσιν οὓς ἐζήτησας, ἵνα ἀκροάσηται τῆς τοιαύτης ὑποθέσεως καὶ πέρας ἐπιθήσῃ ταύτῃ νόμῳ καὶ τοῖς κανόσι συνάδον, ο μὴ κωλυόμενος ἀπὸ τοῦ προγεγονότος σημειώματος τῇ βασιλείᾳ μου· μετὰ δὲ τὸ ταύτην τὴν ὑπόθεσιν ζητηθῆναι γράψῃ καὶ τῇ βασιλείᾳ μου, καὶ παρὰ ταύτης τὸ δέον οικονομηθήσεται. Μηνὶ Αὐγούστῳ ἐπινεμήσεως ζ'. σημείωμα (Εἰ γὰρ καὶ τὸ ση μείωμα τῆς ἐκ Θεοῦ βασιλείας σου τεχνικῶς καὶ ῥητορικῶς κατεσκεύασται καὶ πιθανὸν δοκεῖ τοῖς πολλοῖ, ἀλλ᾽ οὔπω καὶ δυνατὸν νόμους ἀνελεῖν καὶ κανόνας καὶ τὴν ἀλήθειαν κατασείσαι. μείωμα ση σημείωμα σημειώματος Τέως δὲ ὀφείλεις εἰδέναι, ὅτι κατὰ τὸν Μάϊον μῆνα τῆς ι' ἐπινεμήσεως τοῦ ςφής τους γέγονε σημείωμα παρὰ τοῦ ἀποδί μου βασιλέως κυρίου Αλεξίου τοῦ Κομνηνού, δια λαμβάνον ὡς τῆς μητροπόλεως τοῦ βασιλείου καὶ τῆς μητροπόλεως Μαδύτων χηρευουσῶν καὶ μελλον σῶν ψηφισθῆναι, διανέστησαν οἱ μητροπολίται, δ Ηρακλείας καὶ ὁ ᾿Αγκύρας, καὶ εἶπον μὴ ἐφείλειν τὰς τοιαύτας ἐκκλησία, κἂν ἐτιμήθησαν τῷ τῆς μητροπόλεως ἀξιώματι, παρὰ τοῦ μέρους τῆς Μεγάλης Εκκλησίας ψηφισθῆναι, ἀλλὰ παρ' αὐτῶν, διὰ τὸ τὴν μὲν Ἐκκλησίαν τῶν Μαδύτων ἐπισκοπὴν εἶναι τοῦ Ἡρακλείας, τὴν δὲ Ἐκκλησίαν τοῦ Βασιλείου ἐπισκ πὴν εἶναι τοῦ ᾿Αγκύρας. Χρησαμένων δὲ τῶν τοιούτων μητροπολιτῶν καὶ τῷ ιβ' κανόνι τῆς ἐν Χαλκηδόνι συνόδου, διοριζομένῳ σώζεσθαι τῇ κατὰ ἀλήθεια» μητροπόλει τὰ προσόντα αὐτῇ δίκαια ἐπὶ τῇ τιμη. θείσῃ Εκκλησία, διάγνωσις γέγονε βασιλική κατά παρουσίαν καὶ τῆς τότε συνδιαγνωμονούσης συνόδου, ἐφειμένον εἶναι τῷ βασιλεῖ προεδρίας θρόνον ταῖς Ἐκκλησίαις χαρίζεσθαι καὶ τὰς ἐπισκοπὰς ἢ τὰς ἀρχιεπισκοπάς εἰς μητροπόλεις ἀνάγειν, καὶ τὰ περὶ τῶν ψήφων αὐτῶν καὶ τῆς ἄλλης διευθετήσεως ὑποτυποῦν κατὰ τὸ αὐτῷ θελητὸν, μὴ ἐμποδιζομένῳ πρὸς τοῦτο ἐκ τοῦ κανόνος τοῦ διοριζομένου φυλάττεσθαι τῇ μητροπόλει τὰ κατὰ τῆς τιμηθείσης επισ σκοπῆς προσόντα αὐτῇ ἀρχῆθεν δίκαια. Καὶ ἀνά γνωθι τὸ τοιοῦτον σημείωμα, ἑρμηνεῦον πῶς ὀφείλε νοεῖσθαι τὸ σώζεσθαι τὰ δίκαια τῆς παλαιᾶς μητροπόλεως καὶ τὸ μὴ κατατέμνεσθαι τὴν μίαν ἐπαρχίαν εἰς δύο. Ἡμεῖς γὰρ διὰ τὸ πολύστιχον εἶναι οὐ κατεστρώσαμεν αὐτὸ ἐνταῦθα ἐξ ὁλοκλήρου· τὸ αὐτὸ δὲ σημείωμα μετὰ τὴν διάγνωσιν τὴν περιέχουσαν ὀφείλειν ψηφίζεσθαι τὰς τιμηθείσας Εκκλησίας κατά πρόσταξιν βασιλικὴν παρὰ τοῦ θρόνου τῆς Κωνσταντινουπόλεως, καὶ μηδὲν μέτοχον ἔχειν ἐπ᾿ αὐταῖς τους πρώην μητροπολίτας, διαλαμβάνει καὶ ταῦτα ῥητῶς.

Part VIII, IXPars VIII, IX

col. 931–932page 6 of 33
Pars VII
PG 127:931ἔλεγον τῆς τελεωτέρας τυγχάνειν τιμῆς, καὶ ἤθελον ταῖς ἀλογίστοις ὁρμαῖς ἐπιτεθῆναι κώλυμα, καὶ ἦσαν κανονικήν προσφέροντες ἀξίωσιν· ἡ βασιλεία μου, τὸ παρὰ τῶν θείων κανόνων δεδομένον ταύτῃ προνόμιον παρορᾶσθαι μὴ θέλουσα, καὶ τὰς ἐπὶ προκλήσει τι μῆς προσελεύσεις τῶν ἀρχιερέων ὡς μή κανονικές μηδ' ἐννόμους τὸ τῆς ἐφέσεως ἀποτέλεσμα μὴ λαμβάνειν ἐθέλουσα, εὐδοκεῖ μὴ ἄλλως ἐπισκοπὴν εἰς προ βαθμιώτερον θρόνον ἀνάγεσθαι, ἀρχιεπισκοπῆς δη λονότι ἢ μητροπόλεως, εἰ μὴ ὁ κατὰ καιροὺς βασι λεὺς οἴκοθεν ὁρμηθείς, χάριτος ἀνθρωπίνης μή μεσολαβούσης οὐκ εὐπρεποῦς, βουληθείη ταύτῃ τὸ έπαναβεβηκὸς ἀξίωμα παρασχεῖν, ἢ τιμῇ τῆς πόλεως ἢ πίστει τῇ πρὸς τὴν εὐαγῇ Ἐκκλησίαν ἢ τοῦ προ εστῶτος αὐτῆς τὴν ἀρετὴν σεβασθείς, κἀντεῦθεν αυθόρμητος γεγονώς πρὸς τὸ χαρίσασθαι τὴν τιμήν, Καὶ τῷ γε δι' ἀνθρωπίνην προσπάθειαν καὶ τρόπον οὐκ ἐπαινούμενον τὸ ὑπερβεβηκός χαριζομένῳ τῆς τάξεως τὸ ἀπὸ τῶν θείων κανόνων δέος ἐπανατείνετ ται· οἷς ἵνα μή περιπέσοι πολλάκις ο βασιλεύς, ἐφίησι καὶ τοῦτο τῷ κατὰ καιροὺς ἁγιωτάτῳ πατριάρχῃ, μὴ ἄλλως καταστρωννύειν τὸ παρ' οιουδήτινος προκομιζόμενον πιττάκιον χάριν προεδρίας τῆς οἱα οὖν Ἐκκλησίας, μηδὲ τὸν προεστῶτα αὐτῆς τοῖς ἀρχιεπισκόποις ἢ τοῖς μητροπολίταις συγκαταλέγεσθαι, εἰ μὴ ὁ πατριάρχης περὶ τούτου ἀνενεγκών τη βασιλικῇ ἐξουσίᾳ καὶ τὰ περὶ τῶν θείων κανόνων ἀναδιδάξας μάθῃ, ὡς κατὰ τὸ ἐφειμένον οἶκοθεν ὁ βασιλεὺς ἐξ εὐλόγου προφάσεως τῇ ᾿Εκκλησίᾳ τὴν τιμὴν ἐχαρίσατο. Τότε γὰρ καὶ προσδέξεται τοῦτο, καὶ τῇ τῶν ὑπ' αὐτὸν ἀρχιερέων όμηγύρει συγκατ ταλέξει τὸν εἰληχότα ἐκ βασιλέως τὴν κρείττω για μήν. τοῦ ὑψηλοτέρου ἀξιουμένους θρόνου παρὰ κανόνας Εφθασεν ἡ βασιλεία μου ΙΧ. Καὶ πᾶσι μὲν ὑπέχειν τὰς ἀκοὺς τοῖς εὐλόγως τὰς αἰτήσεις ποιουμένοις δίκαιόν τε ὁμοῦ καὶ θεοφι
col. 933–934page 7 of 33
PG 127:933λὲς καὶ τῆς θείας ἐχόμενον ἐντολῆς, τοῖς δέ γε κατ' ἀρετὴν διαφέρουσι, καὶ ὅλως διὰ βίου ἀνακειμένοις Θεῷ, πολλῷ μᾶλλον δὲ θειότερον καὶ κρείττονος λή γου ἐπάξιον. Τὸ γὰρ συναίρεσθαι τούτοις καὶ χεῖρα ὀρέγειν βοηθείας, ἐν οἷς ἄρα καὶ δέοιντο, Θεοῦ ἄν τικρυς συνεργεία, κατὰ τὸν μέγαν καὶ θεῖον Από στολον, καὶ τῆς ἐναρέτου πολιτείας καὶ διαγωγής συντήρησις. Διά τοι τοῦτο καὶ ἡ βασιλεία μου καὶ πᾶσι μὲν τοῖς ἄλλοις δίκαιον ἡγεῖται συμπαθέστερον ἐπικλίνεσθαι καὶ τὰς τοῦ ἐλέους ἐποχετεύειν πηγὰς δαψιλεῖς, μάλιστα δὲ τῶν ἁπάντων οἷς κατὰ μονὰς ὁ βίος ἐστὶ καὶ τῆς κοσμικῆς ἀποδιῃρημένος περιφορᾶς καὶ συγχύσεως. Ενθεν τοι καὶ τῷ εὐλαβεστάτῳ μοναχῷ Χριστοδούλῳ καὶ ἡσυχαστῇ, τῷ πρὶν ἐν τῷ ὄρει τοῦ Λάτρους τὰ κατὰ Θεὸν ποιουμένῳ διατριβὰς καὶ τὸν ἀσκητικὴν διανύοντι δίαυλον, ἡσυχίας τυγχάνοντι διαπύρῳ ἐραστῇ καὶ ἔργον τιθε μένῳ διηνεκὲς ἐν τοῖς τοῦ Θεοῦ δικαιώμασι κατὰ μου νὰς ἀδολεσχεῖν, αίτησιν προτειναμένω μάλα θεάρεστον τε καὶ εὔλογον, ὑπέσχε τὰς ἀκοὰς ἡ γαληνότης ἡμῶν συμπαθῶς καὶ τὴν αἴτησιν ἐξεπλήρωσεν εύο χερῶς. Ἐπεὶ γὰρ ὁ θεοφιλής οὗτος ἀνὴρ δι' ἔρωτα ἡσυχίας καὶ πόθον βίου ἐρημικοῦ καταγώγιον ἐπ εζήτει εὑρεῖν τῷ οἰκείῳ τρόπῳ καὶ βίῳ κατάλληλον, διέγνω δὲ τὴν Πάτμον νῆσον, ἄλλως μὲν οὖσαν τρα χεῖάν τε καὶ λυπράν, πίειραν δὲ καὶ πρὸς καρπῶν ἐπιτηδειοτάτην πνευματικών φοράν, εἴ τι; ἐν αὐτῇ καταβαλεῖν ἐθέλοι τὰ θεοφιλῆ τῶν ἀρετῶν σπέρματα, καὶ ἀρετῆς, ὡς εἰπεῖν, ὑπάρχουσαν ἐργαστήριον (πρώτως γὰρ διὰ τὸ καθάπερ τινὰ κλῆρον εἰληφέναι τὰς ἐν αὐτῇ τοῦ τῆς βροντῆς υἱοῦ καὶ τῷ Χριστῷ διαφερόντως ηγαπημένου διατριβάς, ἔπειτα δὲ καὶ διὰ τὸ τῆς θέσεως τοῦ τόπου ἐρημικὴν καὶ μονώτα τον, καὶ μή τινας ἔχειν τοὺς ἐκεῖ παραβάλλοντας διὰ τὸ τῆς ἠπείρου ἀπῳκῆσθαι μακράν), προσῆλθε τῇ βασιλείᾳ μου, εκλιπαρῶν μάλα περιπαθῶς συλλήπτορα ταύτην ἐφευρεῖν πρὸς τὴν τοῦ οἰκείου ἐκπλήρωσιν ἐφετοῦ, καὶ ἐξαιτούμενος ἀφορισθῆναι μὲν ἀπ' ἐντεῦθεν τῷ δημοσίῳ τὰ ἐν τῇ νήσῳ Κῷ ὁθενδήποτε αὐτῷ προσκτηθέντα ὅσα καὶ οἷά εἰσι, ἀντιλαβεῖν δὲ τὴν εἰρημένην ἅπασαν νῆσον δῶρον ἀναφαίρετον, καὶ ἐκκοπῆναι μὲν τὰ ἐπικείμενα ταύτῃ δημόσια τέλη ὅσα καὶ οἷά εἰσι, ἐλευθέραν δὲ τὴν τοιαύτην νῆσον δωρηθῆναι αὐτῷ καὶ πάσης ἀπηλλαγμένην σεκρετικῆς συζητήσεως, ὡς ἂν φροντιστήριόν τι ἐν αὐτῇ ἀνεγείροι, τοὺς οἰκείους τε μαθητὰς ἐπὶ τὸ αὐτὸ συναγάγοι, καὶ οὕτως ἀπερισπάστως προσομι λοίη Θεῷ καὶ τὰς ὑπὲρ τοῦ κράτους ἡμῶν θερμοτέρας ποιεῖτο εὐχάς. η Οθεν τῆς τούτου ἐπακούσασα παρακλήσεως ἡ ἡμῶν θεοσέβεια διορίζεται διὰ τοῦ παρόντος εὐσεβοῦς χρυσοβούλλου λόγου, προσαφορισθῆναι μὲν τῷ δημο σίῳ κατὰ τὴν αἴτησιν τοῦ εὐλαβεστάτου γέροντος ὅσα καὶ οἷα ἐν τῇ νήσῳ Κῷ ὁθενδήποτε αὐτῷ προσεκτήθησαν, δωρεῖται δὲ αὐτῷ τὴν δηλωθεῖσαν νῆσον μετά πάσης αὐτῆς περιοχῆς καὶ διακρατήσεως, οὐ καιρικῶς οὐδὲ χρόνοις ἀριθμητοῖς, ἀλλ' ἐπ' ἀναφαιρέτῳ καὶ διηνεκεί δεσποτείᾳ καὶ κυριότητι καὶ ἄχρις ἂν ὁ παρών διαρκοίη αἰών, διορισαμένη ἐκκοπῆναι τε καὶ λογισθῆναι καὶ τὰ ταύτης ἅπαντα δημόσια τέλη και βάρη, οἷα καὶ ὅσα τυγχάνουσι, τῆς προ γραφῆς τοῦ λογισμοῦ γιγνομένης ἐν τοῖς σεκρετικοῖς χάρτοις διὰ κινναβαρεως χειρὶ τοῦ πρωτοπροέδρου πρωτοπαρέδρου
col. 935–936page 8 of 33
PG 127:935Κωνσταντίνου καὶ ἐπὶ τῶν δεήσεων τοῦ Χοιροσφά ὅτων κτου τοῦ οἰκείου ἀνθρώπου τῆς βασιλείας μου.; γὰρ ἐξαίρετόν τι ἀνάθημα καὶ καλλιέρημα μέγιστον διὰ μέσου τοῦ τὴν αἴτησιν ἀνενεγκόντος μοναχοῦ τὴν τοιαύτην νῆσον ἡ βασιλεία μου ἀφιεροὶ τῷ Θεῷ, καὶ ἔσται ἀπό γε τῆς σήμερον καὶ εἰς τοὺς ἑξῆς ἅπαντας καὶ διηνεκεῖς χρόνους απεσπασμένη μὲν τῶν βασι λικῶν δικαίων, ἀπηλλαγμένη δὲ καὶ τῶν σεκρετικῶν ἀρκύων, μόνῳ δὲ ἀνατεθειμένη Θεῷ καὶ τοῖς ἐν αὐτῇ μοναχεῖς, οἱ καὶ μόνοι ἐν αὐτῇ αὐλισθήσονται, μὴ συγχωροῦντές τισι τῶν λαϊκῶν λόγῳ παροικίας έγ κατοίκους ταύτῃ γίνεσθαι, εμπορίας ίσως ἢ ἄλλο τι ἐπιτήδευμα βίου μετερχομένους. Μόνοι γὰρ ἐν κοι σμικῷ σχήματι τῇ νήσῳ ἐγκατοικήσουσιν οἱ μισθαρ νοῦντε; τοῖς μοναχοῖς, καὶ οὗτοι ἄζυγες καὶ μήτε γυναιξί συνοικούντες, μήτε μὴν παῖδας ἔχοντες. Πάν σαν γὰρ ὁδὸν πονηρᾶς μεθόδου ἀποκλείει τῷ Σατανά ἡ βασιλεία ἡμῶν· καὶ διὰ τοῦτο τοῖς λείοις τε καὶ βλαπτικοῖς προσώποις, γυναιξί τε καὶ παισὶ καὶ εὐσ νούχοις, ἀφ᾽ ὧν ὡς τὰ πολλὰ κατὰ τῆς ψυχῆς ἀναβ ειπίζονται πόλεμοι, ἄβατον εἶναι τὴν νῆσον παντάπασι διορίζεται, καθὰ δηλονότι καὶ ὁ εὐλαβέστατος οὗτος ἀνὴρ τὴν βασιλείαν μου ᾐτήσατο· πάρεξ μέ τοι τῶν μισθίων, ὡς εἴρηται, ὅσον (13; χρήζουσιν οἱ μοναχοὶ εἰς δουλείαν τῆς νήσου, καὶ τούτων ἄζυγα βίον ἐχόντων, καὶ ἐγγὺς τἄλλα τῆς μοναχικῆς πολι τείας τυγχανόντων, κἂν μόνῳ τῷ σχήματι διαλλάτ τιεν. Καθέξει οὖν τὴν τοιαύτην νῆσον αυτός τε δ πολλάκις μνημονευθεὶς εὐλαβέστατος ἀνὴρ μετὰ τῶν ὑπ' αὐτὸν μοναχῶν, τῶν τε νῦν ὄντων καὶ τῶν ἐς ὕστερον ἐσομένων, καὶ σὺν τούτοις ἡ παρὰ τούτου ἀνεγερθησομένη ἐν τῇ νήσῳ Πάτμῳ ἱερὰ μονὴ ἀτε λῶς, ἀθαρῶς, κυρίως καὶ αὐθεντῶς, ἀναφαιρέτως σε καὶ αἰωνίως· καὶ καθὼς ἂν συνεργοίη τούτῳ Θεός, κατὰ τὸ αὐτὸ βουλητὸν ταῦτα διαθήσειε, κἂν εἰς εύφορωτάτην τε καὶ εὐπρόσοδον ἐκ λυπρᾶς καὶ τρα χείας τῇ οἰκείᾳ μεταγάγοι σπουδῇ, εἰς ἴδιον κέρδος τὰς ἐντεῦθεν προσόδους λογίσεται σὺν ἅμα τοῖς ὑπ' αὐτὸν μοναχοῖς, μὴ παρά τινο; τὸ σύνολον λογοπρα γούμενος ἢ ἀνακρινόμενος. Αποχρῶσα μέντοι ἔσται τούτῳ ἡ ἐπὶ τῇ τοιαύτῃ νήσῳ διαιωνίζουσα δωρεὰ τῆς βασιλείας μου, καὶ οὐκ ἔξω τῶν ὁρίων ταύτης καθ' ἑτέραν νῆσον ἐπικτήσεται τι τὸ σύνολον. Καὶ αὐτὰ γὰρ ὅσα ἐν τῇ νήσῳ Κῷ ὀθενδήποτε αὐτῷ προσεκτήθησαν μέχρι τοῦ νῦν, τῷ δημοσίῳ ἀπεντεῦθεν προσαφορισθήσονται, καὶ ὡς μηδέποτε τῇ κατ' αὐτ τὸν μονῇ προσαρμόσαντα λογισθήσονται, πάρεξ μένο τοι τοῦ ὁλοκλήρου νησιδίου τῆς Λειψὼς καὶ τῶν ἐν τῇ νήσῳ Λέρῳ δεσποζομένων παρ' αὐτοῦ μέχρι τοῦ νῦν. Τῶν γὰρ τοιούτων δεσπόσει κατὰ τὴν τῆς προ γεγονυίας παρὰ τῆς βασιλείας μου ἐπὶ τούτοις χρυ σοβούλλου γραφής περίληψίν τε καὶ δύναμιν, καὶ καθὼς ἄχρι τῆς δεῦρο δεσπόζων τούτων ἐτύγχανε ἕτερον δέ τι κατ' οὐδένα τρόπον ἐν οἰᾳδέ τινι νήσῳ οὐδαμῶς ἐπικτήσεται. Αὐτῶν δὲ τούτων μόνων καὶ τῆς ὅλης νήσου Πάτμου ὅ τε ἱερὸς οὗτος ἀνὴρ καὶ οἱ ὑπ' αὐτὸν σύμπαντες δεσπόσους μοναχοί, οἱ τε αὐτῷ. καὶ καθὺς ἂν συνεργῶν τούτῳ Θεὸς κατὰ τὸ αὐτῷ βουλ.
col. 937–938page 9 of 33
PG 127:937νῦν ὄντες καὶ οἱ μετὰ ταῦτα ἐσόμενοι, ἔτι δὲ καὶ ἡ ἐν τῇ νήσῳ Πάτμῳ, ὡς εἴρηται, ἀνεγερθησομένη μονὴ ἔσται κυριαρχοῦσα τούτων ἀπαρασπάστως τε καὶ ἀνυπεξαιρέτως, ὡς πάσης σεκρετικής εὑρεσιλογίας, μᾶλλον δὲ γλωσσαλγίας, ὑπερτερούσα, καὶ ἀδιάσειστον καὶ ἀπερίτρεπτον τὴν ἐπ' αὐτοῖς δεσπο» τείαν ἔχειν ὀφείλουσα εἰς αἰῶνα τὸν ἅπαντα· ἥτις καὶ αὐτοδέσποτος καὶ αὐτεξούσιος μετὰ τῆς ὅλης νήσου διαμενεῖ ἐς ἀεὶ, καθ᾿ ἑαυτὴν ἀγομένη και διευθυνομένη κατὰ τὸ μέλλον ἐπὶ ταύτῃ γενέσθαι τυπικὸν καὶ τὴν διάταξιν παρὰ τοῦ δηλωθέντος εὐ λαβοῦς μοναχοῦ Χριστοδούλου καὶ κτήτορος, καὶ οὔτε αὕτη, οὔτε τὰ ὑπ' αὐτὴν, ὡς ἄνωθεν εἴρηται, οὔτε ἡ νῆσος αὐτὴ ὑπὸ βασιλικὰ ἢ μητροπολιτικὰἐπισκοπικὰ ἢ ἐκκλησιαστικὰ ἢ ὑπό τινα ὅλως ίδιω; τικὰ ὑπαχθήσεται πρόσωπα οὔτε μὴν ἐξόριστός τις πεμφθήσεται πώποτε ἐν αὐτοῖς, ἀλλ' ἐλευθεριάσουσι καθαρῶς ἄχρις αἰῶνος παντὸς, καὶ πλουτήσουσι διὰ τῆσδε τῆς εὐσεβοῦς χρυσοβούλλου γραφῆς τὸ αὐτο δέσποτόν τε καὶ ἐλεύθερον. Εξκουσευθήσεται μέντοι ἥ τε ῥηθεῖσα ἅπασα νῆσος, καὶ αὐτὴ ἡ μονὴ μετά τῶν ὑπ' αὐτὴν πάντων, πρὸς δὲ καὶ τὸ διαληφθὲν νησίδιον μετὰ τῶν ἐν αὐτῷ πάντων, ἀπό τε μιτάτων; ἀρχόντων ταγματικῶν καὶ θεματικῶν, Ρωμαϊκῶν τε παραταγῶν καὶ ἐθνικῶν· ἔτι τε 'Ρώσων, Βαράννων, Κουλπίννων, Ιγγλίνων, Φράγγων, Νεμίτζων, Βουλ γάρων, Σαρακηνῶν, ᾿Αλανῶν, Ἀβασγών, ᾿Αθανά των καὶ λοιπῶν ἁπάντων Ῥωμαίων τε καὶ ἐθνι κῶν· ἀντιμιτάτων· φραγγιτάτων· ἀπομιτάτων απλήστων ἢ μεσαπλήστων κριτῶν, στρατηγών, ἀπαιτητῶν· καὶ τῶν ὑπὲρ τῶν ἀπλήστων χορείας χρειῶν· ἐπιθέσεων μονοπροσώπων· δόσεως κανισκίων ἢ ἀντικανισκίων· σιταρχήσεως κάστρων ἀγορᾶς μουλαρίων, μεσομουλαρίων, βορδωνίων, μεσοβορδωνίων, ἵππων, παρίππων, κηλωνίων ὀνοκηλωνίων, ἀνοθηλείων, φορβάδων, βοῶν ἐργατικῶν καὶ ἀγελαίων, χοίρων, προβάτων, αἰγῶν, ἀγε λάδων, βουβάλων, λαγωῶν, ἐλάφων, κυνῶν λαγωνικῶν ἢ ποιμενικῶν, καὶ λοιπῶν τετραπόδων ζώων χηνῶν, νηττῶν, περδίκων, ταώνων, γεράνων, κύκνων, φασιανῶν, ὀρνίθων ἀγρίων ἢ χειροήθων, περιστερών καὶ λοιπῶν πτηνῶν, καὶ τῶν ἐξ αὐτῶν πάντων ὠῶν· παροχής γεννήματος ἐξ ἀγορασίας γεγενημένης. ἐνοχῆς ἀνωτέρων ἢ ἑτέρων πρακτόρων καὶ ἀρχόντων οἰκοδομῶν· προσόδων αερίων, καπνίων, ἀερικοπρά των, κομοδρόμων· συνωνῆς καστροκτισίας, οδοστρῶν, γεφυρών, παροικιατῶν, ἐννόμων, φραγγομι τῶν, φραγγετῶν· σιδήρου δόσεως ή καρφοπετάλου καὶ μαζίου· ἐκβολῆς χρειῶν τῶν χορηγουμένων δι κασταῖς ἢ πράκτορσιν ἢ ἑτέροις ἄρχουσι, δουξί, καπετάνοις, στρατηγοῖς, ἀπαιτηταῖς καὶ λοιποῖς πρέσβευσιν ἐθνῶν διερχομένοις, ἢ καὶ στρατιᾷ τινι· δόσεως προσκυνητῶν· ἐκβολῆς χορτασμάτων· δια τροφῆς προελευσιμαίων, βεστιαριτών, μανδατώρων τοῦ δρόμου πρέσβεις ἀγόντων ἢ ἐξορίστους ἢ κατά τινα ἄλλην χρείαν διερχομένων, βασιλικῶν ἀνθρώπων ἐπί τινα ἀποστελλομένων δουλείαν τοῦ δημοσ σίου· ἐκδανεισμοῦ γεννήματος οἶνου, κρεῶν, τυροῦ καὶ ἑτέρων παντοίων εἰδῶν· ἐξοπλίσεως πλωΐμων, τοξοτῶν, ἱπποτοξοτῶν, ματζουκάτων, κουνταράτων καὶ ἑτέρων στρατιωτῶν· ἐξωνήσεως ζευγαρίων, σίο του, κριθῶν, βρώμου, οσπρίων παντοίων, ἐλαίου, κέγχρου, λιναρίου καὶ τοῦ τούτου σπέρματος, καννάβεως καὶ τῶν ἄλλων σπερμάτων· κηρίου ἢ μέλιτος παροχῆς· κοπῆς καὶ καταβιβάσεως οιασδήποτε ξυ λῆς, ἢ μετακομιδῆς ἑτέρου εἴδους· κτίσεως..... ἀγρῶν, ζερμώνων πολεμικῶν, χαρδῶν καὶ λοιπῶν ἄλλων· πρίσεως σανίδων· φοσσάτου διατροφῆς καὶ ἀπλήστων ἐπὶ πόλεμον ἀπιόντος ἢ ὑποστρέφοντος καθίσματος καὶ ὑποδοχῆς τῶν ἐν ὑπεροχῇ ἀρχόντων, δομεστίκων τῶν σχολῶν, δουχῶν, καπετάνων, στρατιωτῶν, κριτῶν καὶ τῶν ἀντιπροσωπούντων αὐτοῖς ἐποπτῶν, στρατευτῶν, ὀρθωτῶν, ἀναγρα φέων, ἐξισωτῶν, δικαιοφρόνων, συνόδων, τοποτηρητῶν, ταξιάρχων, τουρμάρχων, μεράρχων, χαρτουλάρχων τοῦ δρόμου καὶ τῶν θεμάτων, κομήτων.. δομεστίκων τῶν θεμάτων, δρουγγαροκομήτων και παραφυλάκων καὶ παντὸς ἑτέρου δουλείαν τοῦ δημοσίου μεταχειριζομένου· καὶ λοιπῆς ἀθαμάνων? χαρτουλαρίων.

Part X - XIIPars X - XII

col. 939–940page 10 of 33
PG 127:939ἁπάσης ἐπηρείας τε καὶ κακώσεως, νῦν δὲ οὔσης καὶ ἐ; ὕστερον ἐπινοηθησομένης, καθὼς ἂν ὁ καιρὸς καὶ τὰ πράγματα ἐπιζητοῖεν γίνεσθαι. κι Διὸ παρεγγυώμεθα καὶ πάντας εξασφαλιζόμεθα ἀπό τε τῶν κατὰ καιροὺς σεκρετηρίων γενικών καὶ στρατιωτικῶν λογοθέτων τῶν ἐπὶ τῆς ἡμετέρας σα κέλης καὶ τοῦ βεστιαρίου, οἰκονόμου τῶν εὐαγῶν οἴκων, τῶν ἐπὶ τῶν οἰκειακῶν καὶ τῶν ἐφόρων τῶν βασιλικῶν, κουρατόρων ἰδικῶν, γηροτρόφων, ὀρφανοτρόφων, τῶν ἐπὶ τοῦ θείου ταμείου ἡμῶν,. κουρατόρων τοῦ οἴκου, τῶν ἐλευθέρων καὶ τῶν..... οἰκιστικῶν, καὶ τῶν ὑπ' αὐτοὺς λογαριαστών, χαρ τουλάρων, βασιλικῶν νοτάρων καὶ νοτάρων τοῦ μηδένα τῶν ἁπάντων ἐν οἱῳδήποτε χρόνῳ καθ' οιον δήτινα τρόπον ἐπ᾽ ἀδείας ἔχειν ἀθετεῖν μερικώς ἢ καθ' ὁλόκληρον τον παρόντα χρυσόβουλλον λόγον τῆς βασιλείας μου, γεγενημένον κατὰ τὸν Ἀπρίλιον μήνα τῆς ἐνδεκάτης ινδικτιῶνος ἐν ἔτει τῷ, σφής, ἐν ᾧ καὶ τὸ ἡμέτερον εὐσεβὲς καὶ θεοπρόβλητον υπεσημήνατο κράτος. Χ. Αλέξιος ἐν Χριστῷ τῷ Θεῷ πιστὸς βασιλεὺς καὶ αὐτοκράτωρ Ῥωμαίων ὁ Κομνηνός. Τῆς ὑπὲρ τῶν ἱερῶν φροντιστηρίων ἱερᾶς προμηθείᾳ;, (19-20). χαρτουλαρίων οι νοταρίων Υπόθεσις ἐκ τῶν τοῦ Βαλσαμών. • Κατὰ τὴν Νοέμβριον μήνατῆς β' Ινδ. ἀπελύθη πρόσ ταξις τοῦ ἀοιδίμου βασιλέως κυροῦ ᾿Αλεξίου τοῦ Κομνηνού, διοριζομένη τους ψηφισθέντας εἰς ᾿Ανατολικὰς Εκκλησίας ἔχειν καὶ αὖθις τὰ προσόντα αὐτοῖς ἡγουμενεῖα καὶ ἀδελφάτα καὶ ὀφφίκια ᾿Ανέμαθεν ἡ βασιλεία μου, αγιώτατε δέσποτα μου καὶ οἰκουμενικέ πατριάρχα, ὅτι τῶν ἐν ταῖς τοῦ Θεοῦ ἐκκλησίαις ψήφων προβαινουσών τινες τῶν εἰς τὰς ψήφους ἐπιλεγέντων, ἡγεμονεύοντες ἐν μοναστηρίοις καὶ οἰκονομοῦντες ἢ καὶ ἑτέρας τινὰς ὑπηρεσίας διενεργοῦντες καὶ ἁπλῶς τυγχάνοντες μοναχοί, ἕτεροι δὲ ἔν τε τῇ τοῦ Θεοῦ Μεγάλῃ Ἐκκλησίᾳ καὶ ἐν ἑτέραις ἀπό τε ὀφφικίων καὶ ἑτέρων τινῶν λειτουργιῶν τὰ ζωαρκή κεκτημένοι, δυσχερῶς ἔχουσι τὸν τῆς ἱερωσύνης ζυγὸν ὑπελθεῖν καὶ ταῖς Ἐκκλησίαις ἐπιστατῆσαι αἷς ἐπεκηρύχθησαν· δεδιότες μήποτε τῶν τοιούτων Ἐκκλησιῶν ἐν τοῖς τῆς Ἀνατολῆς μέρεσι διακειμένων ἐπιλείψεις τούτοις τὰ ἀναγκαῖα, ἅτε τῶν μὲν ἐν οἷς ἐπεψηφίσθησαν Ἐκκλησιῶν πάντη τυγχανουσῶν ἀπόρων καὶ ἀπροσβάτων αὐτοῖς παντελῶς, στερουμένων δὲ καὶ αὐτῶν διὰ τὸ τὴν ἐπιστασίαν τούτων ὑπεισελθεῖν τῶν προσουσῶν αὐτ τοῖς ἡγουμενειῶν καὶ οἰκονομιῶν καὶ ἑτέρων λειτουργιῶν, καὶ τῶν ἁπλοϊκῶς λεγομένων ἀδελφάτων ἢ καὶ ὀφφικίων καὶ ἑτέρων τινῶν ὑπηρεσιῶν.
col. 941–942page 11 of 33
PG 127:941Διορίζεται τοίνυν ή βασιλεία μου οικονομικῷ τινι λόγῳ διευθετοῦσα τὰ κατ' αὐτοὺς, μή τινα τούτων διὰ ταῦτα δυσχεραίνειν τῷ ζυγῷ τῆς ἀρχιερωσύνης ὑποδραμεῖν. Πάντες γὰρ οὗτοι καταπολαύσουσι καὶ πάλιν τῶν προσουσῶν αὐτοῖς ἡγουμενειῶν τε καὶ οἰκονομιῶν, τῶν ἑτέρων τε ὑπηρεσιῶν καὶ λειτουργιῶν καὶ ὀφφικίων καὶ τῶν προσόντων αὐτοῖς ἀδελ φάτων, καὶ τὸν τῆς διδασκαλίας ὑπεισερχόμε οι λόγον καὶ τὴν τελειοποιὸν τάξιν ἀναδεξάμενοι καὶ τῶν ἀπ' ἐκείνων προσόδων κατεξουσιάσουσι, μέχρις ἂν ἄνεσιν λάβοιεν, καὶ ἀπὸ τῆς νῦν δυσκληρίας κατα σταῖεν πρὸς εὐκληρίαν, τῶν ψηφισθεισῶν αὐτοῖς ἐχε κλησιῶν, ὡς εἴρηται, ἀβάτων οὐσῶν τούτοις ὡς ὑπὸ τῶν ἐχθίστων κατεχομένων ἐχθρῶν. Πλὴν τὰ ἐνταῦθα διωρισμένα παρὰ τῆς βασιλείας μου οὐκ ἐπὶ τῶν ἀρχοντικίων κρατήσει καὶ τῶν βαθμῶν τῶν ἱερέων τε καὶ διακόνων καὶ τῶν λοιπῶν τοῦ κλήρου τῆς τοῦ Θεοῦ Μεγάλης Εκκλησίας. Κατάστρωσον οὖν τὸ παρὸν πιττάκιον ἐν τοῖς κώδιξι τοῦ χαρτοφυλακίου τῆς τοῦ Θεοῦ Μεγάλης Ἐκκλησίας. (Α. Αγ. (Α. Ο Βαλσαμών. Χάριν τῶν προσενέξεων καὶ ἑτέρων ἐκκλησιαστικῶν δικαίων ἀπελύθη πρόσταξις τοῦ ἀοιδίμου βασιλέως κυροῦ ᾿Αλεξίου τοῦ Κομνηνοῦ, ἐπὶ ὑπομνήσει τινῶν ἐκκλησιαστικῶν διακόνων ἀναδεξαμένων τῷ τότε τὴν φροντίδα τῶν πατριαρχικῶν μοναστηρίων ἀπὸ τῆς πατριαρχία κῆς μεγαλειότητος, μηνολόγημα φέρουσα τὸν Δεκέμβριον μῆνα τῆς ε' Ινδ. Τὴν ἐπιτήρησιν καὶ διόρθωσιν τῶν ψυχικῶν σφαλ μάτων ἀναμφίβολον ἔχειν τὸν κατὰ τὴν ἡμέραν ἀγιώ τατον πατριάρχην ἐπὶ τοῖς ἐλευθέροις μοναστηρίοις καὶ ἐπὶ τοῖς ἐπιδοθεῖσι καὶ ἐπὶ τοῖς ἑωρηθεῖσι καὶ ἐπὶ τοῖς κατ' ἐφορείαν ἡ οἰκονομίαν δοθεῖσι· δίκαιον γὰρ κέκτηται εἰσέρχεσθαι καὶ ἀναψηλαφἂν τὰ ψυχικὰ σφάλματα καὶ εἰς τὰ κοσμικὰ καὶ εἰς τὰ τοῦ δημο σίου μοναστήρια, καὶ ἁπλῶς εἰπεῖν εἰς τὰ ὑπὸ τὴν ἐνορίαν αὐτοῦ πάντα, κἄν τε πατριαρχικὰ ὦσι, κάν τε βασιλικὰ καὶ αὐτοδέσποτα. Καὶ εἰς μὲν τὰ οἰκεῖα, ἃ οὐκ ἐξέδοντο οἱ πρώην πατριάρχαι εἰς ἐπιδόσεις, ἀκωλύτως ὅταν βούληται εἰσελεύσεται, εἴτε αὐτὸς δι' ἑαυτοῦ εἴτε διὰ προτροπῆς αὐτοῦ ὃν ἂν οὗτος ἀπὸ τῶν ἐκκλησιαστικῶν ἐπιλέξηται καὶ διακρίνῃ εἶναι ἄξιον τοῦ ἐρευνᾶν ταῦτα. Εἰς δὲ τὰ ἐλεύθερα καὶ αὐτεξούσια μοναστήρια, ὅταν τις προσέλθῃ καὶ

Part XIII - XVPars XIII - XV

col. 943–944page 12 of 33
PG 127:943εἴπῃ τῇ ἁγιωτάτῳ μου δεσπότῃ καὶ πατριάρχη γινό μενον σφάλμα εἰς μοναστήριον, ἢ καὶ ἄλλως ἀπὸ φήμης τινῶν ἢ καὶ ἑνὸς ἀκούσῃ, τότε εἰσελεύσετα ὡς εἴρηται καὶ ἐρευνήσει τὰ ψυχικά σφάλματα, κἂν μὴ ὁ εἰπὼν βούληται ὑπεισελθεῖν ἀγῶνα ἀπο δείξεως. Ο γὰρ Χριστιανός ἄνθρωπος χρέος ἔχει, ὅταν τι ἀκούσῃ γενόμενον ἐναντίον, λέγειν τοῦτο τῷ κοινῷ πνευματικῷ πατρὶ καὶ ἀρχιερεῖ· ἴσως δὲ οὐ μὴ βούλεται ὑπεισελθεῖν τὸν ἀγῶνα τοῦτον· καὶ τὸ καταλιμπάνεσθαι διὰ τὴν τοιαύτην αἰτίαν τὰ ψυχικά σφάλματα ἀνεπιτήρητα καὶ ἀδιόρθωτα, ἔστι τοῦτο τάντη ἄτοπον, μηδενὸς ἐγγράφου οιουδήτινος βασι λικοῦ ἢ πατριαρχικοῦ κωλύοντος εἰς τοῦτο. Πλήν τὰ μοναστήρια ὀφείλουσι διατηρεῖσθαι ἀκαινοτόμητα ἐν ταῖς ἐρεύναις τῶν ἀποστελλομένων, μηδεμιᾶς ἐν τεῦθεν διδομένης δαπάνης· τότε γὰρ καὶ ἡ διόρθω σι; τῶν ψυχικῶν σφαλμάτων εὐκόλως σὺν Θεῷ γενήσεται. Ἐπὶ δέ γε τοῖς κατ᾽ ἐπίδοσιν δοθεῖσι μονα στηρίοις καὶ κατ' ἐφορείαν ἢ οικονομίαν ἢ παντελή Ελευθερίαν οὐ μόνον τὰ ἄλλα ψυχικά σφάλματα ἐπι ζητήσει, ἀλλὰ καὶ εἰ κατελύθησαν ἢ καταλύονται μερικῶς ἡ καθόλου παρὰ τῶν λαβόντων ταῦτα. Κα! εἰ εὑρήσει τινὰς μειώσεις ἐν αὐτοῖς γινομένας, καταναγκάσει τους ταῦτα κατέχοντας αποκαθι στην ταῦτα, καθώς παρέλαβον καὶ κατὰ τὴν εὐπορίαν τοῦ μοναστηρίου· πλὴν ἐπ' ἐκείνοις τοῖς ἐνδεῶς ἔχουσι πρὸς τὴν κατάστασιν, καθ᾽ ἣν ταῦτα παρέλαβον. Τὰ δέ γε βελτιωθέντα καὶ ἐπαυξηθέντα καλῶς ἔχοντα οὐκ ἐλαττωθήσονται, ἀλλὰ μενοῦσιν ὡς ἔχουσιν. Οἱ δὲ κατ' ἐφορείαν καιρικὴν καὶ ἑτέραν οἰκονομίαν ἐκδοθέντα κατέχοντες καὶ καταλυμηνά. μενοι ταῦτα, εἰ μὴ βούλονται ἀποκαθιστῶν ταῦτα εἰς 8 παρέλαβον σχῆμα, ἵνα ἀφαιρώνται, μὴ ὠφελούμενοι ἀφ' ὧν ἔχουσιν ἐγγράφων, προθεσμίας διδομένης αὐτοῖς ἁρμοζούσης μεταξὺ δὲ τῆς προθεσμίας, ὀφειλούσης ἐπιτηρεῖσθαι, φροντίσουσιν ἔργοις αὐτοῖς περὶ τῆς εἰς τὸ ἀρχαῖον αὐτῶν καταστάσεως, ὡς δεδήλωται· τότε γὰρ καὶ ἡ προθεσμία φυλαχθήσεται. Αἱ δὲ ἀποταγαί, ἐπεὶ παρὰ κανόνας δίδονται καὶ λαμβάνονται, σχολάσουσι παντελῶς ἀπὸ τοῦ νῦν. Καὶ ὁ εὑρισκόμενος λαμβάνων ἢ καὶ διδούς, εἰ μέν ἐστιν ἡγούμενος, ἵνα ἐκδιώκηται ἀπὸ τῆς ἡγουμενεία;· εἰ δὲ χαριστικάριος, ἐκδιωχθήσεται ἀπὸ τῆς μονῆς. Αἱ δὲ ἀπὸ τῶν προσερχομένων εἰς ἀπόκαρσιν γινόμεναι ἑκουσίως κατὰ γνώμην τῶν προσφερόντων προσενέξεις, προσδεχθήσονται καὶ ἀπογραφήσονται ἐν τῷ βρεβίῳ τῆς μονῆς, εἰδήσεως διδομένης περί τῶν προσφερομένων καὶ τῷ ἁγιωτάτῳ πατριάρχη, κἂν οἱ τὰ μοναστήρια ἔχοντες ὑπομνήματα κέκτηνται περὶ τοῦ λαμβάνειν ἀποταγὰς καὶ προσενέξεις καὶ ἀποκερδαίνειν ταύτας· τοῦτο γὰρ ἀπὸ τοῦ νῦν ὀφείλει σχολάσαι καὶ γίνεσθαι καθὼς ἄνωθεν εἴρηται. ᾿Αλλὰ καὶ αἱ σωζόμεναι προσενέξεις οὐκ ὀφείλουσιν ἐκποιηθῆναι τῇ ἀφορμῇ τῶν ὑπομνημάτων. Η μέντοι φροντὶς οὐ μόνον τῶν ψυχῶν τῶν μοναχῶν, ἀλλὰ καὶ αὐτῶν τῶν κοσμικῶν, τῷ ἁγιωτάτῳ πα τριάρχῃ ἐπίκειται· καὶ ὅταν θεάσηταί τινα τῶν κοι σμικῶν διψῶντα τὴν οἰκείαν σωτηρίαν, πῶς ἐνδέχεται ἵνα κωλύηται τοῦ τάσσειν ἐν τῇ μονῇ ἐπὶ ψυχική
col. 945–946page 13 of 33
PG 127:945οι σωτηρία τοῦ προσερχομένου; ἔξει γὰρ ἀκώλυτον ὁ ἁγιώτατος πατριάρχης τὸ τάσσειν, ἤπερ οἱ χαριστι κάριοι, κἂν ὑπομνήματα έχωσι. Πλὴν εἰ κελεύει δ ἁγιώτατός μου δεσπότης λαμβάνειν χρείαν ἀδελφά του τινὰ κοσμικὸν ὄντα ἢ καὶ μοναχὸν ἀπὸ ἑτέρου μοναστηρίου διαφέροντος αὐτῷ, ἵνα μὴ δίδωσι κοι σμικῷμεναχῷ ἐξωμονίτατον, ὡς ἂν μὴ ἐπιβα ρύνηται ἡ μονὴ ἀπὸ τοῦ ἀδελφάτου· εἰ γὰρ ἐπιδα ρύνηται, λείψει πάντως καὶ τὸ ἐσωμονίτατον, καὶ γίνεται ἀντὶ μισθοῦ κρίμα. Εἰ δ᾽ ἴσως προσέρχεταί τις τῶν λαϊκῶν ἀδύνατος πάντη καὶ πένης τῷ ἁγιω τάτῳ μου δεσπότῃ, ἢ καὶ ἀπὸ τῶν ἀρχιερέων τῶν ἀπολεσάντων τους θρόνους αὐτῶν καὶ δεομένων, καὶ θελήσει τυποῦν αὐτὸν λαμβάνειν χρείαν από τινος τῶν εὐπορωτέρων μοναστηρίων, ποιήσει τοῦτο καλῶς μὴ ὑπὲρ τὴν δύναμιν τῆς μονῆς τοῦ ἀριθμοῦ τῶν τασσομένων ὄντος. Προτιμότεροι γὰρ ὀφείλουσιν εἶναι οἱ ἐσωμονίται τῶν ἄλλων ἁπάντων εἰς τὸ λαμ βάνειν τὰς χρείας αὐτῶν. Νεαρὰ νομοθεσία του βασιλέως κυροῦ ᾿Αλε ξίου τοῦ Κομνηνού, διατυποῦσα τὰ περὶ τῶν ψήφων, καὶ ὁποίους δεῖ εἶναι τοὺς πανταχοῦ ἀρχιερεῖς, πρὸς δὲ καὶ τοὺς ἱερεῖς, ἐν ταῖς ἐπαρχίαις, καὶ ταῖς μητροπόλεσι καὶ ταῖς ἐπι σκοπαῖς. Αγιώτατέ μου Δέσποτα, καὶ ἡ θεία καὶ ἱερὰ σύν οδος· εἰ καὶ ἀφρονέστερος εἰμι πάντων, ἀλλά γε ἐπὶ τῇ ὑποθέσει τῆς Ἐκκλησίας μὴ ὡς ἄφρονά με λογίσησθε. "Ηψατο γὰρ τῆς καρδίας μου ὁ τῆς Ἐκε κλησία; ἤδη ὑφορώμενος κίνδυνος. Ἰδοὺ γὰρ κινδυνεύουσιν αἱ ψυχαὶ τῶν ὀρθοδόξων, καὶ μᾶλλον τῶν ἁπλουστέρων· ἐπεὶ κεφαλή ἐστι τῶν ὀρθοδόξων ὁ ἱερατικός σύλλογος· καὶ καλῶς μὲν ἔχοντος αὐτοῦ, ὅλον τὸ σῶμα καὶ πάντα τὰ μέλη αὐτοῦ πρὸς ἀξίαν ἄγονται· τούτου δὲ πάλιν νοσήσαντος, καὶ τὸ σῶμα πᾶν, πρὸς παντελῆ όλεθρον ἀφορᾷ. Ἰδού τοίνυν κινδυνεύει ὁ Χριστιανισμός, τῆς ἐκκλησιαστικῆς κατα στάσεως ἐπὶ τὸ ἔλαττον καθεκάστην ὑποχωρούσης, καὶ Θεὸς παροργίζεται· χαίρει δὲ ὁ παμπόνηρος καὶ μισόκαλος δαίμων, ὁ τοῖς ἀγαθοῖς ἀεὶ βασκαίνων. Αίτιον δὲ τῆς τοιαύτης ατοπίας οὐδὲν ἄλλο ἐστὶν ἢ χρονία ῥᾳθυμία καὶ ἀμέλεια, ἐκ μακροῦ μὲν ἀρξα μένη, προϊοῦσα δὲ μέχρι καὶ νῦν. Αὕτη γὰρ παρ εσκεύασε τὸ κακὸν τοῦτο ἤδη καὶ ὡς νόμον εἶναί τινα· καὶ πράττεται, οὐχ ὡς κακόν, ἀλλ' ὡς ἀγαθὸν καὶ σωτήριον, εἰ καὶ ὀλέθριον πάντη ἐστίν· ὀλέθριον, οὐχὶ σώμασιν οὔτε εἰς χρηματικὴν ζημίαν ἀφορῶν, ἀλλὰ ψυχικὴν, καὶ εἰς ἀπώλειαν Χριστιανῶν κατανο τῶν. Ποίαν οὖν ἀπολογίαν ποιήσομεν ἐν ἡμέρᾳ κρί 19: Σημείωσαι οὖν ἀπὸ τοῦ παρόντος και νόνος, ὅτι τὸ διδάσκειν τὸν λαὸν, μένοις ἐνεδόθη τοῖς ἐπισκόποις· καὶ οἱ διδάσκαλοι τῆς Μεγάλης ἐκκλησίας, δικαίῳ τοῦ πατριάρχου διδάσκουσι. Παρίσταται δὲ τοῦτο καὶ ἀπὸ τῆς νεαρᾶς τοῦ ἀοιδίμου βασιλέως κυροῦ ᾿Αλεξίου του Κομνηνοῦ, τῆς ὑποτυπούσης ὅπως καὶ τίνες ὀφείλουσι ψηφίζεσθαι εἰς τὰς ἐκκλησίας, καὶ τυπωσάσης,

Part XVIPars XVI

col. 947–948page 14 of 33
PG 127:947σεως τῷ δημιουργῷ καὶ πλάστῃ Θεῷ οἵ τε βασιλεῖς καὶ ἀρχιερεῖς, εἴπερ Χριστιανοὺς ἀνθρώπους παρα λαβόντες, παραδιδόαμεν τούτους τῷ Σατανά, διὰ θελήματα πάντως ἀνθρώπινα, πρόσκαιρον ἔχοντα, καὶ οὐδὲ πρόσκαιρον, ἀλλ' ἐπὶ βραχύτατον πάνυ χρόνον διαρκοῦσαν, τὴν θεραπείαν τῶν τε τὰς ψήφ φους καὶ τὰς χειροτονίας ποιούντων, καὶ τῶν προ χειριζομένων παρ' αὐτῶν, οὐ μόνον εἰς τὴν ἀρχιερωσύνην, ἀλλὰ καὶ εἰς τὸν ἄλλον τῆς ἱερωσύνης κατάλογον; Οὐχ ἕξομεν πάντως ἀπολογίαν τινὰ, εἰ μὴ διεγερθῶμεν πάντες, καὶ διόρθωσιν τοῦ κακοῦ ποιησόμεθα, ἀνακαινίζοντες τὸ καταφρονηθὲν καλόν, τὸ ἀσυγκρίτως μεῖζον πάντων τῶν καλῶν· τὸ οἰκειοῦν ἡμᾶς δηλονότι τῷ Θεῷ, τὸ διὰ χρονίας ἤδη ἀμαυρούμενον ἀμελείας. Θεοῦ γὰρ χάριτι πάντες Χριστιανοί έσμεν, οἵ τε βασιλεῖς, οἱ ἀρχιερεῖς, ὁ ἱερατικὸς ἅπας σύλ λογο;, καὶ ὁ λαός· ἔτι συνεχόμενοι και συνδεόμενοι ἐν τῇ πίστει διὰ τῶν μακαρίων ἐκείνων ἀρχιερέων καὶ διδασκάλων, καὶ τῶν λοιπῶν θεοφόρων Πατέρων, καὶ τῆς τε σῆς ἁγιότητος, καί τινων ἐκ τῆς νῦν ἀρ χιερατικῆς ὁμηγύρεως, τῷ λόγῳ καὶ ἀρετῇ τοὺς ἄλ λους ὑπερβαλλόντων Λοιπὸν οὖν δεῖ ἡμᾶς ὡς Χριστιανοὺς Θεοῦ χάριτι τὴν ἀναζήτησιν τοῦ καλοῦ ποιῆσαι. Τὰ γὰρ ἐμποδί ζεν οὐκ ἔστιν. Ὡς εἰ μὴ οὕτω γένηται, καὶ τὸ πρᾶ γμα διόρθωσιν δέξηται, συμφέρει καὶ ἡμῖν πάντως τὸ δεθῆναι περὶ τὸν τράχηλον εκάστου μύλον ὀνικόν, καὶ ῥιφῆναι εἰς τὴν θάλασσαν. Αρμόσοι δὲ ἂν ἐφ᾽ Εμῖν καὶ τὸ, Καλὸν ἦν εἰ οὐκ ἐγεννήθημεν. Καὶ θρήνου γενήσεται ἄξιον τοῦτο, καὶ θρήνου οὐ πη γαῖς δακρύων, ἀλλὰ κρουνοῖς αἱμάτων συμπληρουμένου, περὶ τούτου καὶ μονονού μόνον οὐ] τὸν θρήνον ποιήσασθαι· ὥσπερ οἱ ἐν σκάφεσιν ὄντες, καὶ ἐν μέσῳ πελάγους χειμαζόμενοι, καὶ πηδάλια μὴ ἔχοντες, καὶ ἄλλως φυγεῖν τὸν ἐπηρτημένον κίν δυνον μὴ δυνάμενοι, πρὸς μόνον δὲ Θεὸν ἀφορῶντες ἐλεεινῶς, καὶ παρὰ τούτου τὴν ἑαυτῶν ἐξαιτούμενοι σωτηρίαν. Εἰ τοῦτο οὕτως ἐπιγνωσόμεθα, πάντως ὁ φιλάνε θρωπος Θεὸς τὴν ὁδηγίαν πρὸς τὴν διόρθωσιν τοῦ κακοῦ παρέξει τοῖς τε ἀρχιερεῦσι καὶ πᾶσι τοῖς ἕως τοῦ νῦν ἴσως ἀγνοήσασι τὸ καλόν· ὡς ἂν τὸ πρὸ χρόνων τινῶν ἐξ ἀμελείας ἀμαυρωθὲν ἀγαθὸν, ἀνακαινισθῇ νῦν ἄνευ ὑπερθέσεώς τινος· ὅπως θερα πευθῇ ὁ Θεός, διορθουμένης τῆς ἐκκλησιαστικῆς καὶ Χριστιανικής καταστάσεως, κατὰ τὰς παραδόσεις τῶν θείων καὶ κορυφαίων ἀποστόλων, καὶ τῶν μετ' αὐτοὺς ἁγίων καὶ θεοφόρων Πατέρων, ἢν ή χρονία ἡμῶν ῥαθυμία διέφθειρε. Καὶ οὐδὲν θαυμαστὸν ἄν, εἰ καὶ τὸ ἀγαθὸν τοῦτο καὶ σωτήριον ἔργον, ὅπερ αὐτοὶ οἱ μαθηταὶ τοῦ Κυ ρίου τῇ τῶν πιστῶν Ἐκκλησίᾳ παρέδωκαν, καὶ μετ' ἐκείνους οἱ λοιποὶ ἅγιοι Πατέρες, ὁ χρόνος διέφθειρεν. Ανθρωποι γὰρ φθαρτοὶ ὄντες, καὶ τοῖς ὑλικοῖς πράγμασι καθ᾿ ἑκάστην ἐνασχολούμενοι, πρὸς ταῦτα καὶ κρημνιζόμεθα. Θολοῦσι γὰρ τὰ αἰσθητὰ ταῦτα
col. 949–950page 15 of 33
PG 127:949καὶ ἡ περὶ αὐτὰ σχέσις, τοὺς λογισμοὺς τῶν ἀνθρώπων, καὶ σπανίως εὑρίσκεται ὁ τοῖς θείοις ἀεὶ ἐν ασχολούμενος πράγμασι, καὶ ταῦτα μόνα ζητῶν, καὶ τὸν ἔσω ἄνθρωπον καθ' ἑκάστην αναφηλαφῶν καὶ ἀνακαθαίρων. Καὶ διὰ τοῦτο καὶ τὸ κάλλιστον τοῦτο ἔργον, καὶ θεῖον, δ τὴν εὐσέβειαν ταῖς ψυχαῖς τῶν ἀνθρώπων ἐκ Θεοῦ παρέχει, τελείως καταφρονήθη, καὶ καθ᾿ ἑκάστην ελάττωσιν δέχεται, ὡς μικροῦ δεῖν καὶ εἰς παντελῆ φθορὰν καταντῆσαι, καὶ ὡς οὐδὲν λογισθῆναι. Οὐκ ἔστι γὰρ ἀναζήτησις τοῦ ὀρθοδόξου κηρύγματ τος, οὐκ ἔστιν ἔφεσις τῆς καταλήψεως τούτου, ἀλλ' ὡς ἐν σκότει πάντες σχεδόν διαπορευόμεθα. κινδυνεύομεν πάντες ὁμοῦ οἴτε τοῦ ἀρχιερατικοῦ καταλόγου, τοῦ μοναχικοῦ καὶ τοῦ λαϊκοῦ, καὶ εἰς χάος ἐξοφωμένον καὶ ἀχανές κατακρημνιζόμεθα· ἡ δὲ τοῦ ἀληθινοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν πρὸς τὸν αὐτοῦ Πατέρα παράκλησις περὶ τῶν ἀποστόλων, καὶ οἱ μόνον περὶ τῶν ἀποστόλων, ἀλλὰ καὶ περὶ πάν των τῶν πιστευόντων εἰς ἐκεῖνον διὰ τοῦ λόγου αὐτῶν, ἀπρακτεῖ. Πῶς γὰρ πιστεύουσι διὰ τοῦ λόγου τῶν ἀποστόλων εἰς ἐκεῖνον αἱ τῶν ἀνθρώπων ψυχαί ἀδίδακτοι καὶ ἀμύητος τοῦ τῆς εὐσεβείας μυστηρίου καταλιμπανόμεναι; ὡς γὰρ τὸ κρυβὲν ἐν Εὐαγγελίοις τάλαντον, οὕτω σχεδόν τὸ ὀρθόδοξον δόγμα κρύπτεται νῦν, καὶ κρυπτόμενον οὐκ ἀναζητεῖται, ἀλλὰ τὸ μεῖζον τοῦτο τῶν ἄλλων ἁπάντων ἀσυγ κρίτως, δεύτερον παρὰ πᾶσι σχεδόν λογίζεται. Καὶ γὰρ ἐάν τις ἀτιμότερόν τι καὶ ἔσχατον ὧν ε ἔχει ἀπολέσῃ, πολλὴν τὴν ἀναζήτησιν ποιεῖται καὶ τὴν ἔρευναν, καὶ φίλους συγκαλεί πρὸς βοήθειαν, ἵνα τὸ ἀπολλόμενον εὕρῃ, καὶ εὑρὼν αὐτὸ χαίρει. Τοῦτο δὲ τὸ μέγιστον χρῆμα, τὸ τῆς εὐσεβείας δη λονότι μυστήριον, ὁ αὐτὸς ὁ ἀληθινός Χριστὸς καὶ Θεὸς ἡμῶν τοῖς ἰδίοις παρέδωκε μαθηταῖς, λέγων αὐτοῖς· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, καὶ τὰ ἑξῆς· ἀπολλόμενον, τί οὐκ ἀναζητοῦμεν μετὰ σπουδῆς ὑπερβαλλούσης καὶ ζεούσης καρδίας; αὐτοῦ γὰρ τοῦ ἀληθινοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν ὑστερούμεθα, εἰ τοῦ τῆς εὐσεβείας μυστηρίου κατα φρονήσομεν· καὶ οὐχὶ πάντες ὁμοῦ σπουδῇ μεγίστῃ τὴν ἀναζήτησιν αὐτοῦ ποιησόμεθα, δάκρυα χέοντε; ἐξ ὀδυνηρᾶς καρδίας, καὶ τὸν Θεὸν ἐξαιτούμενοι, ἵνα ἐκεῖνος πάλιν φανερωθῇ τοῖς νοητοῖς ἡμῶν ὀφθαλμοῖς. Αμα γὰρ τῷ θελῆσαι ἡμᾶς, γενήσεται τοῦτο. Οὕτως ἐστὶ φιλάνθρωπος καὶ ἐλεήμων καὶ τὴν σωτηρίαν ἡμῶν διψῶν, ὥστε οὐ μακρὰν ἡμῶν ἐστιν, ἀλλ' ἐγγύς. Πάρεστι γάρ, καὶ ἀναζητεί ἡμᾶς, καθὼς αὐτὸς εἶπεν, ὅτι Ἡ βασιλεία τῶν οὐρανῶν καὶ ἐντὸς ὑμῶν ἐστιν, ἐὰν καὶ ἡμεῖς βου λώμεθα. Πῶς δὲ γενήσεται ἡ διόρθωσις τῆς ἐκκλησιαστικῆς καταστάσεως; Οἱ ἔμβαθμοι κληρικοὶ τῆς Μεγά λης Εκκλησίας εἰσὶν εὐαρίθμητοι, οι τινες καὶ ῥόγας λαμβάνουσιν. Οἱ δὲ περισσοί, ἀπογεγραμμένοι μὲν ὑπάρχουσι, καὶ δουλεύουσι τῇ Ἐκκλησίᾳ, οὐ λαμβά γουσι δέ τι, ἀλλ' ἐλπίδι καὶ μόνῃ τρέφονται προκο
col. 951–952page 16 of 33
PG 127:951πῆς. Καὶ εἰ καὶ πάντες ἄξιοι πάσης ἱερωσύνης ἐμαρτυρήθησαν, ἀλλ' ἔργῳ καὶ ἀληθείᾳ τινὲς τῶν τε ἐμ βάθμων, καὶ τῶν περισσῶν ἴσως τοιοῦτοι οὐκ εἰσιν ἀλλὰ τὸν μὲν ἐνάρετον βίον ἴσως ἵνα ἔχωσιν, ὡς ὀφειλόμενον πᾶσι τοῖς Χριστιανοῖς φυλάττειν τὰς ἐντολὰς τοῦ Θεοῦ, καὶ μᾶλλον τοῖς ἱερωμένοις, ἀλλά γε ὁ διδασκαλικός λόγος οὐκ ἔστι παρὰ τοῖς πολλοῖς. Καὶ ἴσως τοῦτο καὶ ἐπὶ τισὶ τῶν ἱερωμένων εὑρε θήσεται. Οἱ μὲν οὖν ἔχοντες καὶ τὸν ἐπαινετὸν βίον καὶ τὸν διδασκαλικὸν λόγον, ἔμβαθμοί τε ὁμοίως και περισσοὶ, ἐπεὶ καὶ οὗτοι κἀκεῖνοι τὴν ἐκκλησιαστικὴν ὑπηρεσίαν πληροῦσι, καὶ προκοπτέτωσαν εἰς τε τὴν ἀρχιερωσύνην καὶ τὰ ἀρχοντίκια, καθὼς εἰρήσεται, ἀκωλύτως. Οἱ δέ γε λοιποί, ἀγωνιζέσθωσαν μετ' ἐπι μελείας ὅτι πολλῆς, ἵνα καὶ τὸν βίον ἐπὶ τὸ κρεῖττον ῥυθμίζωσι, καὶ τὸν διδασκαλικόν λόγον καρπίζωνται τότε δὲ τῆς ἐν τῇ ἐκκλησιαστικῇ τάξει προκοπῆς τυγ χανέτωσαν ἕκαστος τούτων, ὅτε ἄξιον κατ' αμφότερα ἑαυτὸν ἀπεργάσεται. Εἰ γὰρ καὶ ἐμαρτυρήθη ἄξιος πάσης ἱερωσύνης, καὶ διὰ τοῦτο τῇ Ἐκκλησίᾳ προσ ιερώθη, ἀλλὰ τῷ μὲν ψευδῶς μαρτυρήσαντι μέμψις προστριβήσεται· ἡ δὲ τοιαύτη μαρτυρία τῷ μὴ ἔχοντι τὸν διδασκαλικὸν λόγον σὺν τῷ ἀνεπιλήπτῳ, οὐ βοηθήσει ὅσον τέως εἰς τὴν ἐπὶ τοὺς μείζονας βαθμούς πρόσδον. Οὔτε γὰρ τὸν διδασκαλίας δεό μενον ὠφελήσει πάντως ή μαρτυρία τοῦ προσμαρτυ ρήσαντος τὴν τοῦ διδακτικοῦ δύναμιν τῷ ταύτης ἀμετόχῳ, οὔτε τῷ μαρτυρηθέντι ἀρκέσει πρὸς τὸ Ο ἀναδέξασθαι βαθμὸν διδασκαλικόν. Τί οὖν οἰκονομήσει ἐπὶ τούτοις ἡ ἱερὰ καὶ ἁγία σύν οδος; τοὺς μὴ καλῶς μαρτυρηθέντας ἐξώσει οὗ ἔτυχεν ἕκαστος βαθμοῦ; ἀλλὰ τοῦτο λύπην ἐντίθησι ταῖς ψυ χαῖς τῶν ἤδη ἀφιερωθέντων τῇ ἁγιωτάτῃ τοῦ Θεοῦ ᾿Εκ κλησίᾳ. Αποδεξάσθω οὖν ἡ ἱερὰ καὶ ἁγία σύνοδος, καὶ πρὸ πάντων ἡ ἁγιωσύνη σου τοῦ ἁγιωτάτου μου δεσπό του καὶ κοινοῦ Πατρὸς καὶ διδασκάλου τῆς οἰκουμένης, τὸ πρόθυμον τῶν ἤδη καθιερωθέντων, καὶ τὸ θέλειν αὐτ τοὺς ὁλοψύχως ὑπηρετεῖν τῇ ἁγίᾳ Ἐκκλησίᾳ, καὶ τὸ ἐλλείπον τούτοις ἀναπληρωθήτω παρὰ τῆς σῆς ἁγιό τητος, σπουδὴν ὑπερβάλλουσαν ἐνδεικνυμένης. Η δὲ σπουδὴ ἔστω τοιαύτη καλῶς ἐχούσης τῆς ἁγιωσύνης σου ὡς τὸ καλὸν κρεῖττον πάντων βουλομένης. Πρὸ μὲν παντὸς ἄλλου ἀδνούμιον κοινὸν γενέσθω τῶν ὅλων, τῶν τε ἤδη κατηρτισμένων, ἀξίων κατ' ἄμφω, λόγον τε δηλονότι καὶ βίον, καὶ τῶν ἴσως κατά τι τούτων λειπομένων. Τὸ δὲ τοιοῦτον ἀδνούμιον, μὴ ἁπλῶς καὶ ὡς ἔτυχε γένηται, ἀλλὰ μετὰ ἐρεύνης μεγίστης, Ερεύνης προηγουμένως τοῦ ἐν ἑκάστῳ διδασκαλικοῦ λόγου καὶ τοῦ χρηστοῦ ἤθους. Καὶ τὸν μὲν ἔχοντα καὶ ἦθος χρηστὸν, καὶ λόγον διδασκαλικὸν, σημειωθήτω ἡ ἁγιωσύνη σου, ὡς ἐξῃ ρημένον τῶν ἄλλων. Τούτῳ γὰρ τῷ τρόπῳ καὶ ὁ μή πω καταρτισθείς καταρτισθήσεται, ζήλῳ τοῦ ἤδη σημειωθέντος καὶ τῶν ἄλλων προκριθέντος. Ἐπεὶ δὲ ἤδη ἄνωθεν είπομεν δεῖν ἀποδεκτέαν λογισθῆναι τὴν προθυμίαν τῶν μὴ τοιούτων, ὅτι προθύμως ἔχουσι προσκαρτερεῖν τῇ δουλείᾳ τῆς
col. 953–954page 17 of 33
PG 127:953Εκκλησίας, παραγγελθήτωσαν οὗτοι ὡς ἂν τοῦ λοι ποῦ ἐπιμελῶνται καὶ λόγου καὶ ἀρετῆς. Καὶ οὕτως ἐν γνώσει γινόμενοι τοῦ συνοίσοντος διὰ τῆς σῆς χρηστῆς ὁμιλίας καὶ ἐπιφωνητικῆς παραγγελίας, τὸ πρόθυμον αὐτῶν ἅπαν κατακενώσουσιν εἰς τὸ μαθεῖν ἀκριβῶς καὶ τὰ θεῖα διδάγματα ἕκαστον, καὶ πρὸς τὸ χρηστότερον τὸν βίον ἑαυτῶν καταστήσασθαι, καὶ ἄξιον ἑαυτὸν ἀπαρτίσαι πάσης ἱερωσύνης, καὶ οὕτως ἀποδεῖξαι τὴν ὑπὲρ αὐτοῦ μαρτυρίαν έργοις αὐτοῖς βεβαίαν. Καὶ μὴ ἅπαξ ἡ ἐπιφωνητική αὕτη ὁμιλία τε καὶ παραγγελία γένηται, ἀλλὰ καὶ πολλάκις γενέσθω καὶ ἀπαιτείσθω ἕκαστος παρὰ τῆς σῆς ἁγιότητος, τί μετὰ τὰς ἐπιφωνητικές παραγγελίας καρπώ. σατο. Καὶ ὁ καρπὸν εὐθαλέστερον τῶν ἄλλων προσ ενεγκών, ἀποδεκτός παρὰ τῆς σῆς ἁγιότητος λογιζέσθω, καὶ ἐγκρινέσθω, καὶ μείζονος παρὰ τοὺς ἄλ λους τιμῆς ἀξιούσθω, ὅτι ηὐπείθησαν οὗτος τῷ Κυ ριακῷ παραγγέλματι. Αὐτὸς γὰρ εἶπεν ὁ Κύριος Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρή σετε κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. Καὶ ὁ τοιοῦτος ἐπεὶ ἐζήτησεν εὗρεν, ᾔτησε καὶ ἔλαβεν, ἔκρουσε καὶ ἠνοίγη αὐτῷ. Τὸν οὖν ἐκ Θεοῦ λαβόντα τοιαύτην τιμὴν διὰ τῆς οἰκείας σπουδῆς, δεῖ καὶ τὴν ἁγιωσύνην σου τῆς προσηκούσης τιμῆς ἀξιοῦν, καὶ τῇ βασιλείᾳ μου γνωρίσαι μᾶλλον αὐτὸν, ἵνα καὶ αὕτη πρὸς αὐτὸν τὴν προσήκουσαν κατὰ τὸ δυνατὸν τιμὴν ἐπιδείξηται. Καὶ ὁ τοιοῦτος γνώριμος γενήσεται πάσῃ τῇ Ἐκκλησίᾳ, εἰς ὠφέλειαν οὐχ ἑαυτοῦ μόνον, ἀλλὰ καὶ ἄλλων πολλῶν. Μεταδίδοται γὰρ τὸ ἀγαθὸν, ποῖον πράξις καὶ λόγος, ὧν χωρὶς οὐδεὶς ἔψεται τὸν Κύριον. Εἰ δέ τις, ὅπερ οὐ δοκεῖ τῇ βασιλείᾳ μου, τοσοῦ του γέγονε ράθυμος, ὥστε μηδὲ μετὰ παραγγελίαν, μηδὲ μετὰ χρόνον καρπώσασθαί τι καλόν, μενέτω καὶ αὐτὸς αιτιώμενος. Καὶ μᾶλλον αὖθις μετὰ χρό νον τινὰ ἐπιφωνηθήτω, ὡς εἰ καὶ ἔτι τῇ αὐτοῦ ῥᾳ θυμίᾳ ἐμμείνοι, καὶ τοῦ ἱερατικοῦ καταλόγου παν τελῶς ἐκπεσεῖται. Τοῦτο δὲ οὐ περὶ τῶν ἐσχάτως γεγηρακότων καὶ τὰς αἰσθήσεις ἤδη ἀσθενησάντων λέγει ἡ βασιλεία μου. Τους τοιούτους γὰρ ὁ χρόνος ἀξιοῖ συγγνώμης, ὅσον ἐπὶ τῷ μὴ ἐκπεσεῖν τοῦ οἱ κείου βαθμοῦ, διὰ τὸ μὴ ἀπαρτισθῆναι κατὰ τὸν δι δασκαλικὸν λόγον. Ομως μέντοι καὶ αὐτοὶ βελο τίους γενήσονται εἰ δυνατῶς ἔχουσι γνῶναι· τέως γοῦν οὐκ ἐκδιωχθήσονται τῶν οἰκείων βαθμῶν· οἱ δὲ δυνάμενοι καὶ μὴ ἐπιμελόμενοι, ἑαυτοὺς ἐκδιώξουσι μετὰ τὸν προσήκοντα χρόνον εἰ ἀδιόρθωτοι μείνωσι. Καὶ ἔκτοτε ἑαυτοὺς αἰτιάσθωσαν, καὶ μήτε τὴν βασι λείαν μου, μήτε τὴν σὴν ἁγιότητα, μήτε τὴν ἱερὰν καὶ ἁγίαν σύνοδον. Καιρὸς γὰρ ὑφαπλούσθω αὐτοῖς & προσήκων, καὶ πρόφασιν, εἰ βούλοιντο βελτιωθῆναι, οὐκ ἔχουσι. Καὶ ταῦτα μὲν περὶ τοῦ νῦν ὄντος πληρώματος τῆς Ἐκκλησίας. Ἡ δὲ ἐκ τῶν ἔξωθεν εἰς τὸν κλή
col. 955–956page 18 of 33
PG 127:955ρον εἰσαγωγὴ, ἀπό γε τοῦ νῦν σχολασάτω, ἕως ἂν ὁ κλῆρος εἰς τὸν ὡρισμένον ἀριθμὸν περιστῇ. Εἰσὶ δὲ ὀφφίκια ἕτερα εκκλησιαστικήν τινα υπουργίαν ἔχοντα· καὶ εἰ κελεύει ἡ ὑμετέρα] αγιωσύνη, τασ σέσθωσαν εἰς αὐτὰ οἱ παρὰ τινῶν προσαγόμενοι. Καὶ εἰ βούλονται ἱερωθήναι, ἀγωνιζέσθωσαν πειράν τε λαμβάνειν τῶν θείων διδαγμάτων πάντων, ὡς οἱ θεῖοι κανόνες διαγορεύουσι, καὶ βίου ἐπιμελεῖσθαι χρηστοῦ καὶ ἀνεπιλήπτου. Καὶ ὅταν τις τούτων ἄξιος σὺν Θεῷ γένηται πάσης ιερωσύνης, τότε καὶ μαρτυρείσθω, καὶ εἰσαγέσθω εἰς τὴν κλῆρον τῆς Εκκλησίας, καὶ τῆς προκοπῆς ἀξιούσθω κατά τάξιν. Πλὴν εἰ καὶ σχολάσαι τὴν ἔξωθεν εἰς τὸν κλῆρον εἰσαγωγὴν ἄχρις ἂν εἰς τὸν ὡρισμένον περιστῇ ἀρι θμὸν ἡ βασιλεία μου προετρέψατο ἀνωτέρω, ἀλλ᾽ εἴ τις ἐγνωσμένος καὶ μεμαρτυρημένος ἀνὴρ ἐπί τε τη κατὰ λόγον καὶ ἀρετὴν δοκιμότητι βούλεται καθιερωθῆναι, ἢ καὶ σπουδάζων τις περὶ τὸ καλὸν, καὶ ἀμφοτέρων τῶν εἰρημένων λόγου καὶ βίου ἐναρέτου ἐπιμελόμενος, τοὺς τοιούτους οὐκ ἀπαγορεύει καὶ παραδέχεσθαι καὶ καθιεροῦσθαι τῇ ἁγίᾳ τοῦ Θεοῦ Ἐκκλησίᾳ. Τί οὖν βούλεται ἡ ὑμετέρα ἁγιότης καὶ περὶ τῶν λειπόντων εμβάθμων κληρικῶν, καὶ περὶ τῆς εἰς τοὺς τόπους ἐκείνων προκοπῆς τῶν περισσῶν; Επ γάρ τις καθ' ὑπόθεσιν ἔσχατος μὲν τῷ βαθμῷ, ἄξιος δὲ πάσης ἱερωσύνης κατά τε λόγον καὶ βίον· ἔλειψεν ἔμβαθμός τις τοῦ ἱερατικοῦ καταλόγου· τί; ἀπ' ἐκείνου ταχθήσεται; ὁ μήπω ἄξιος πάσης ἱερωσύνης γενόμενος, τὸν δὲ πρῶτον ἔχων βαθμόν, ἢ ὁ ἔσχατος τῷ βαθμῷ, ἄξιος δὲ τῷ λόγῳ καὶ τῇ πρά ξει, εἰς τὸν τοῦ λείψαντος εμβάθμου τόπον ταχθήσεται; ῾Ο ἀπὸ τοῦ βαθμοῦ βοηθούμενος, ὑστερεῖται τῆς ῥόγας ἧς ὁ βαθμὸς αὐτὸν ἀξιοῖ, καὶ λυπηθήσεται. Πῶς οὖν παραφυλάξομεν καὶ τούτων τὸ ἄλυ πον, καὶ τοῦ ἀξίου μὴ καταφρονήσομεν; Αμφότερα γὰρ ἀναγκαῖα, καὶ τὸν κοπιάσαντα μὴ στερηθῆναι τῆς ῥόγας αὐτοῦ, καὶ τὸν ἄξιον μὴ παροραθῆναι ἀτιμάζεται γὰρ τὸ καλὸν, καὶ γίνεται τὰ ἀτιμώτερα τιμιώτερα, κἀντεῦθεν καταφρονεῖται τὸ καλόν. Ἡ μὲν οὖν εἰς τὴν ῥόγαν προκοπή γενέσθω κατά τὴν ἑκάστου βαθμόν. Οἱ δὲ ἀξιόλογοι κατά τε λόγον καὶ πράξιν, εἰσαγέσθωσαν εἰς τὴν τῆς διδα Οἱ δὲ αξιόλογοι κατά τε λόγον καὶ πρᾶξιν, εἰσηγείσθωσαν ναι εἰσαγέσθωσαν εἰς τὴν τῆς διδασκαλίας διακονίαν καὶ διὰ τῶν διδασκαλικίων 2519. Δε 2372, 2554, διδασκαλικών) προβαινέτωσαν εἰς τὰ ἀρχοντίκια.: Διὰ γὰρ τοῦτο καὶ τελευτήσαντος τοῦ κατὰ καιροὺς πατριάρχου, οὐδὲ αὐτοὶ δύνανται διδάσκειν. 2372, 2519: Σημείωσαι τὸν παρόντα κανόνα, καὶ θρήνης τον πῶς οὐ φυλάττεται. Νομίζω γὰρ ὅτι οἱ πλείους τῶν ἀρχιερέων, οὐδὲ γινώσκουσι τί ἐστι τὸ διδάσκειν. Εσο δὲ εἰδὼς ὅτι ὁ ἁγιώτατος ἐκεῖνος πατριάρχης κῦρος Ἰωάννης τέως ἐπὶ τῶν ἡμετέρων ἡμερῶν, ἐδίδασκε καθ᾿ ἑκάστην Κυριακὴν οἰκειοφώνως· καὶ εὑρίσκονται αι Διδασκαλία: αὐτοῦ. Σημείωσαι τὸν παρόντα κανόνα, καὶ θαύμασον πως σήμερον ἀμελεῖται. Ο γὰρ ὁσιώτατος πατριάρχης ἐκεῖνος κύριος Ἰωάννης ὁ τοῦ Χαλκηδόνος καθ' ἑκάστην Κυριακὴν ἐδίδασκε. Διὸ καὶ εὑρίσκονται αἱ διδασκαλίαι αὐτοῦ ἐν βιβλίῳ ἰδιαιτάτῳ.
col. 957–958page 19 of 33
PG 127:957σκαλίας διακονίαν, καὶ διὰ τῶν διδασκάλων προβπι νέσθωσαν εἰς τὰ ἀρχοντίκια. Αφορισθήτω δὲ τοῖς Ειδασκάλοις καὶ τὸ προσῆκον σιτηρέσιον. Αξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ, καθώς γέγραπται. Εργάτης δὲ μὴ τυγχάνων μισθοῦ τοῦ προσής κοντος, δοκεῖ ἀδικεῖσθαι· καὶ δοκῶν ἀδικεῖσθαι, παρ θαίνηται ἴσως τὸν λογισμὸν ὡς ἄνθρωπος, κἀντεῦθεν καὶ περὶ τὴν γνῶσιν ῥᾳθυμότερος γίνεται. Καὶ ἐμπου διζόμενος, πῶς μετ᾿ ἐπιμελείας τὴν διδασκαλίαν ποιήσεται; μὴ μετ' ἐπιμελείας δὲ τὴν διδασκαλίαν ποιούμενος, πῶς μεταδώσει τῆς ἐκ ταύτης ὠφελείας τῷ λαῷ; Καὶ λοιπὸν ἀπομένει ἡ διδασκαλία τοῦ ὀρθοῦ δόγματος καὶ τοῦ χρηστοῦ ἤθους ἀμετάδοτος ταῖς τῶν ἀνθρώπων ψυχαῖς. Καὶ τὸ ἐκ τούτου κακὸν ὑμεῖς οἱ ἀρχιερεῖς κρειττόνως γινώσκετε. Τυποῖ δὲ τοῖς διδασκάλοις καὶ ἡ βασιλεία μου ὡς ὑπὲρ πάντων τὸν ἀγῶνα ὑποδυομένοις σιτηρέσιον ήγουν ἑκάστῳ αὐτῶν ἀνὰ λίτρας τρεῖς, καὶ ἀνὰ σίτου μοδίους πεντήκοντα, εἰς περισσοτέραν παρηγορίαν αὐτῶν, ὥστε καλῶς μεταδιδόναι τούτους τῷ λαῷ τοῦ ὀρθοδόξου δόγματος καὶ τῆς χρηστῆς πολιτείας. Καὶ ὅσοι μὲν τῶν τοιούτων διδασκάλων, ἔχοντες δηλονότι βίον ἐνάρετον, καὶ τὴν τοῦ διδασκαλικοῦ λόγου δύναμιν, προθυμούνται γενέσθαι ἱερεῖς, γενέσθωσαν. Καὶ ἐχέτωσαν μὲν οὗτοι τιμὴν ἔν τε ταῖς εἰσόδοις καὶ ἐν ταῖς καθέδραις· ἔμβαθμοι μὲν ὄντες, κατὰ τοὺς οἰκείους βαθμούς· περισσοὶ δὲ, εὐθὺς μετὰ τοὺς ἐμβάθμους, τῶν ἄλλων δηλονότι περισσῶν προτιμώμενοι, ὡς ἐκπροσωποῦντες τῷ μεγάλῳ ἀρχιερεῖ Ακούομεν γὰρ τὸν πληροῦντα τὸν τόπον τούτου μεγίστην ἀεὶ ἔχειν τιμὴν, καὶ οὐ δεὶς πρὸς τοῦτο δυνήσεται ἀντειπεῖν. Επιβλεπέτωσαν δὲ καὶ τὰς γειτονίας, μὴ μόνον διδάσκοντες τὸν λαὸν καὶ ὑποτιθέντες ἅπασι τὸ και λύν, ἀλλὰ καὶ τοὺς ἴσως διαβεβλημένου βίου εὑρισκομένους ἀναστέλλοντες, ποτὲ μὲν διὰ συμβουλῆς ὡς τὴν τοῦ λόγου δύναμιν ἔχοντες, ποτὲ δὲ δι' ἀναφορᾶς αὐτῶν εἰς τὸν ἁγιώτατον πατριάρχην, ἐκείνου δὲ εἰς τὴν βασιλείαν μου, ἢ καὶ τοὺς τὰς ἐν τῇ μεγαλοπό Ει νομισμάτων νομίσματα, ο νόμισμα, νόμισμα νομίσματα. ονόματα νόμισμα, ΝΝ, νομίσματα. νομισμάτων τ, τῶν χρυσίων, νει τοῦ χρυσίου χρυσού τῶν χέδρων; τραχέων, τὸ μὲν χάραγμα νόμισμα διὰ τραχέων άσπρων νομι σμάτων ἀπαιτεῖσθαι); των χρυσίνων, τῶν νομισμάτων μόδια νομισμάτων λίτρας τρεῖς νομι σμάτων Έστω καὶ αὕτη τοῖς δι δασκάλοις ἀπονενεμημένη τιμή, τὸ εὐθὺς μετὰ τοὺς ἄρχοντας ἵσταται, τῷ ἁγιωτάτῳ πατριάρχη παρ ισταμένους, ὡς ἐμπροσωποῦντας αὐτῷ. ἔστω καὶ αὕτη τῶν διδασκάλων απονενεμημένη,
col. 959–960page 20 of 33
PG 127:959λει διοικοῦντας ἀρχὰς, ὅτε καὶ χειρὸς δηλονότι καὶ ἐξουσίας δεῖται τὸ πρᾶγμα πολιτικῆς. Δεῖ δὲ αὐτοὺς ἐπισκεπτομένους τὸν λαὸν, καὶ ἵνα πάντες πάν τως?] γνωρίμους ἔχωσι τοὺς πνευματικούς Πατέρας αὐτῶν, ἵνα μὴ ἀντὶ ποιμένων λύκοι εὑρεθῶσι τινες τους λογισμοὺς τῶν ἀνθρώπων ἀναδεχόμενοι. Οἱ δὲ αὐτοὶ διδάσκαλοι οὐ μόνον ὡς τὸ ἀξιόπιστον ἔχοντες, τοῖς λαϊκοῖς τὴν ὠφέλειαν παρέξουσιν, ἀλλὰ καὶ τοῖς μοναχοῖς. Δεῖται γὰρ καὶ τῶν κατ' αὐτοὺς ἔνια διορ θώσεως. Μηδεὶς δὲ τῶν οὕτως ἀξίων διδασκάλων ἀπρόθυμος ἔσται εἰς τὸ γενέσθαι ἱερεὺς, καὶ οὕτως μετ ταδιδόναι τῷ λαῷ τοῦ διδασκαλικοῦ λόγου κατά προτροπὴν τοῦ μεγίστου ἀρχιερέως, ἀλλὰ μᾶλλον προθυμείσθω εἰς τοῦτο ὡς κατὰ τὴν ἀκολουθίαν τῆς Εκκλησιαστικῆς εὐταξίας γινόμενον. Εἰ γὰρ καὶ κατὰ τὸ ἀνθρώπινον ἔδοξε νῦν ἔχειν ὑπόπτωσίν τινα ἡ ἱερωσύνη, πλὴν οὐχ οὕτως ἔχει καὶ ἡ ἀλήθεια· τῇ δὲ παραλόγῳ συνηθεία πάντως ἀκολουθῶν τις, κρί νει τὴν τιμὴν ἀτιμίαν. Τίς γὰρ τῶν εὖ φρονούντων οὐκ ἐπιγινώσκει τὸν ὑψηλότερον βαθμὸν τοῦ ἱερατικοῦ καταλόγου; ὅτι ὥσπερ ὁ ἀρχιερεὺς μείζων ἐστὶ τοῦ ἱερέως, οὕτω καὶ ὁ ἱερεὺς τοῦ διακόνου. Καν πρωτοδιάκονός τις εἴη, πρῶτος μὲν τῶν διακόνων ἐστὶν, ἔσχατος δὲ τοῦ ἐσχάτου τῶν ἱερέων· ὁ μὲν γὰρ ἱερεὺς συνεδριάζει τῷ ἀρχιερεῖ· ὁ δὲ παρέστηκε καὶ ὑπηρετεῖ. Λοιπὸν προθύμως καὶ ἄξιος διάκονος εἰς τὸ πρεσβυτερεῖον εἰσελεύσεται. Απονέμει δὲ τοῖς τοιούτοις διδασκάλοις τοῖς γε νομένοις ἱερεῦσιν ἡ βασιλεία μου καὶ μεῖζον τὸ σιτηρέσιον ήγουν ἑκάστῳ νομισμάτων. Οἱ δὲ μὴ προθυμούμενοι ἔτι τὸ τῆς ἱερωσύνης ὑψηλὸν ἀξίωμα δέξασθαι, καὶ ἐν διακόνοις ὄντες, ἀναδεχέσθωσαν τὴν τῆς διδασκαλίας διακονίαν, ἱκανοὶ δη λονότι κατά τε λόγον ὄντες καὶ ἀρετήν. Λήψονται δὲ οὗτοι τὴν ἀνωτέρω εἰρημένην παραμυθίαν τοῦ κόπου αὐτῶν ἐν ταῖς στάσεσι καὶ ἐν ταῖς εἰσόδοις τοὺς οἰκείους βαθμούς καὶ τόπους ἔχοντες. Οἱ ὀφεί λοντες δὲ προχειρίζεσθαι διδάσκαλοι, κατ' ἐπιλογὴν ὀφείλουσι προχειρίζεσθαι, ἵνα καὶ τὸν διδασκαλικὸν λόγον ἀκέραιον, καὶ τὸν βίον ἔχωσιν ἀνεπίληπτον. Εἰ γὰρ ὁ ἄξιος παρορᾶται, καὶ ὁ ἀνάξιος προβιβάζεται, κρίμα προξενεῖ τοῦτο τῷ προκρίναντι μὲν τὸν ἀνάξιον, παρορῶντι δὲ τὸν ἄξιον, καὶ ζημίαν ψυχι κὴν ἀφόρητον οἷς ὁ μὴ ἄξιος διδάσκαλος ἐφίσταται. Διδάσκαλον γὰρ ἡ βασιλεία μου τὴν ἄξιον, ὡς ἄνωθεν εἴρηται, ονομάζει τε καὶ τυποῖ, τὸν κρείττονα δη λονότι τῶν ἄλλων, οὐ μὴν τὸν μὴ τοιοῦτον. σιτορέσιον, ρεσ μετρ. αυι σιτηρέσιον, σιτομέτριον. Ινα δὲ εἴη εὐπορία τῶν ἀξίων, καὶ ἀπὸ τῶν λαϊ κῶν, καὶ ἀπὸ τῶν μοναχῶν ἐὰν εὑρεθῇ τις ἔχων καὶ τὸν διδασκαλικὸν λόγον καὶ τὸν ἀνεπίληπτον βίον ὥστε μὴ κωλύεσθαι εἰς ἱερωσύνην, καλείσθω καὶ προχειριζέσθω, ὅτε ἀξιολογώτερος δηλονότι ἐστὶ τῶν τῆς Ἐκκλησίας. Τῷ γε μὴν μοναχῷ οὐδὲν οὔτε περὶ καθέδρας οὔτε περὶ στάσεως ἢ εἰσόδου διοίσει. Είποι νομισμάτων λίτρας, καὶ σίτου μοδίους μόδια.
col. 961–962page 21 of 33
PG 127:961δι' ἄν τις ἴσως περὶ τῶν κεκληρωμένων ἤδη, μήπω δὲ κατηρτισμένων κατά τε λόγον καὶ πρᾶξιν, ὡς παρὰ τοὺς θείους κανόνας ἡ Ἐκκλησία τούτου; ἔτι νῦν παραδέχεται. ᾿Αλλὰ σκοπησάτω ὅτι τὸ ἐκ μα κρῶν χρόνων γινόμενον, κἀντεῦθεν ὡς ἔθος κρατῆσαν, εἰ καὶ παράλογον ὡς ἀπεναντίας τοῖς θείοις κανότι γινόμενον, εἰσδέξεται τὴν διόρθωσιν δι' οἰκο νομίας ἀρίστης τὸ ἄλυπον πᾶσι περιποιουμένης. Οὐκ ἄρα τοῦ εἰκότος ἀπάδουσα δόξειεν ἂν ἡ οἰκονομία. Οὐ γὰρ τὸ παράλογον δεχόμεθα, οὔτε μὴν τοῦτο προτρεπόμεθα γίνεσθαι, ἀλλὰ μᾶλλον τὸ μὴ καλῶς γινόμενον ἐπιτρέπει διορθωθῆναι ἡ βασιλεία μου ἐθέλει γὰρ εἰ καὶ μὴ ἐν τοῖς ἄλλοις καλοῖς, ἀλλ᾽ ἐν τούτῳ γοῦν τῷ ἀναγκαιοτάτῳ, ὡς εἰς τὴν εὐσέβειαν ἀφορῶντι, σύμβουλος καὶ συνεργὸς ὑμῖν γενέσθαι εἰς ἐκπλήρωσιν τοῦ ἀγαθοῦ. Ἐπὶ τούτοις ἀναγνωσθήτω καὶ τὸ τοῦ Νομοκά νονος βιβλίου ἅπαν ενώπιον τῆς ἱερᾶς καὶ ἁγίας συνόδου· καὶ ἀπὸ τῶν παραθεωρουμένων νῦν θείων κανόνων οἱ μὲν πρὸς εὐσέβειαν ὁρῶντες, καί τι συν στατικὴν τοῦ ὀρθοῦ δόγματος παραδιδόντες ἡμῖν, παντὶ τρόπῳ ἀνανεωθέντες, τηρείσθωσαν· οἱ δὲ λοι που παρεκβληθέντες δοθήτωσαν καὶ τῇ βασιλεία μου, ἵνα κοινῇ τῇ ὑμετέρᾳ ἁγιότητι περὶ τούτων συνδιασκεψαμένη, τὸ δέον οἰκονομήσῃ. Πρὸς τοῖς ἄλλοις δὲ καὶ τὸν περὶ τῶν μοναχῶν τῶν ἐν ταῖς ῥύ μαις καὶ ταῖς τριόδοις περινοστούντων ἀνακαινισθέντα δεῖ συντηρεῖσθαι. Ταῦτα οὐκ εἰκῇ καὶ μάτην ἡ βασιλεία μου έγρα ψεν· οὐδὲ ὥστε μένειν ἐν λόγοις καὶ γράμμασιν, ἀλλὰ πρὸ; ἔργον τέλειον. Εργον δὲ τέλειόν ἐστιν, ὅταν τὸ παραλόγως γινόμενον διόρθωσιν δέξηται. Δοκεῖ δὲ τῇ βασιλείᾳ μου, μᾶλλον δὲ εἰ καὶ τολμηρὸς ὁ λόγος, κατάληψιν ἔχει αὕτη τελείαν, ὅτι Θεὸς διανέστη ἐπὶ ταύτῃ τῇ ὑποθέσει, καὶ γενέσθαι τὴν Ἐν τῷ πε' κανόνι τῶν ἁγίων ἀποστόλων, 2: Καὶ ἐν τῷ παρόντι κανόνι διελήφθησαν ποια βιβλία τῆς Παλαιᾶς Διαθήκης καὶ τῆς Νέας ὀφείλουσιν ἀναγινώσκεσθαι. Ἐπεὶ δὲ εἶδον μέγαν ἄνθρωπον προσκομίζοντα Νομοκάνονον ἔχου κατ εστρωμένους τοὺς διὰ Κλήμεντος κανόνας τῶν ἁγίων ἀποστόλων, καὶ νεαρὰς διαφόρους τοῦ βασιλέως ἀνακάθαρσιν του ξινιανοῦ, μὴ δεχθείσας εις την ανακgue τῶν νόμων, παρεγγυῶμαι πᾶσι τοῖς μέλλουσιν ἀνα γινώσκειν Νομοκάνονον, μὴ προσχεῖν τοῖς παλαιοτέ μοις βιβλίοις τῶν Νομοκανόνων, ἀλλὰ ἀναγινώσκειν τὸ παρὰ τοῦ πατριάρχου του Φωτίου ποιηθὲν, καὶ εἰς τοὺς ἰδ' τίτλους διαιρούμενον· τὸ δὲ Νομοκάνονον τὸ συμποσῶσαν εἰς ν' τίτλους τῶν νόμων καὶ τῶν καὶ νόνων, καὶ τὰ λοιπὰ τὰ ἔχοντα νεαρὰς τοῦ Ἰουστινιανοῦ ἀπρακτησάσας, καὶ μὴ δεχθείσας ἐν τοῖς βα σιλικοῖς, καὶ ἄλλους τινὰς νόμους ἐκ τῶν κωδίκων καὶ τῶν διγέστων, καὶ δοκοῦντα καταπλουτίζεσθαι ὑπὸ πολυλογίας· εἶδον γὰρ μυρία τοιαῦτα βιβλία παρὰ πολλοῖς ἀξιολόγοις ἀνδράσι· μηδὲ λόγου ἀξιοῦν, ὡς κινδυνότερα καὶ ἀποτρόπαια· ἀλλ' ἐπιτρέπειν τὴν τούτων απώλειαν. 85 Στίχοι πολιτικοὶ τοῦ σοφωτάτου Μιχαὴλ τοῦ Ψελλοῦ. Σύνοψις του Νομοκανόνου. Νομοκανόνος, Ἐκ τοῦ νομοκανόνου τοῦ Μεγάλου Βασιλείου. Ἐὰν δυσαποσπάστως ἔχωσι τῶν ἰδίων ἐθῶν, 84) 57, Εκ του Νομοκανόνου τοῦ ἁγίου Ἰωάννου τοῦ Νηστευτοῦ.
col. 963–964page 22 of 33
PG 127:963διόρθωσιν ηὐδόκησε τοῦ κακοῦ, καὶ τοσοῦτον ἑαυτὸν δι' ἡμᾶς καὶ νῦν ἐταπείνωσεν, ὥστε καὶ παρακαλεῖν ἡμᾶς ὑπὲρ τῆς ἰδίας ποίμνης, δι᾿ ἣν καὶ ἐνηνθρώπησε, καὶ σαρκὶ ἔπαθε, καὶ τὸ ἴδιον αἷμα ἐξέχεε, καὶ θάνατον ὑπέστη τὸν ἐπονείδιστον, καὶ μὴ διανισταμένοις πρὸς τὸ καλὸν, ἀλλὰ τῇ αὐτῶν ῥᾳθυμία ἐμμένουσι, καὶ τὰ φρικωδέστατα ἀπειλεῖν. Οὐκοῦν οὐδὲ ἡ βασιλεία μου ἀνέξεται ὅλως ἔτι παρεκτανθῆναι τὴν διόρθωσιν τῆς ἐκκλησιαστικῆς καταστάσεως· ἀλλὰ τοῖς ἐμποδίζουσι τοῦ λοιποῦ πρὸς τὸ ταύτην κατορθωθήναι, κανονικὴ εὐθύνη ἐπενεχθήσεται. Καὶ μηδεὶς ὑπολάβῃ κατὰ πάθος λέγειν τὴν βασιλείαν μου ταῦτα. Οὐκ ἔχει γάρ, Θεοῦ χάριτι, πρός τινα έχθραν, οὐδένα μισεί, οὐδένα και τακρίνει· ἀλλὰ πρὸς τοῦτο μόνον παθαίνεται τὸ γι ; νόμενον· καὶ οὐκ ἀνέχεται ὁρᾷν τὴν ἐκκλησιαστικὴν καὶ Χριστιανικὴν κατάστασιν καταλυομένην. Μακάριος δὲ εἰ, ἁγιώτατέ μου δέσποτα, καὶ ἔτι μακαριώτερος αναδειχθήσῃ, εἰ μετὰ τῶν ἄλλων ὧν κατώρθωσας, καὶ ταῦτα ἃ ἀνωτέρω γέγραφα απο τελέσεις. Καὶ ὑμεῖς, θεοφιλέστατοι ἀρχιερεῖς, ὁμοίως μακάριοί έστε, εἰ κάνταῦθα τῷ ἁγιωτάτῳ πατριάρχη καὶ ἀρχιποίμενι ὑμῶν ὡς εἰκός συνεργήσετε, τὸ ὑμέτερον ἀνεπισφαλῶς ἐν ταῖς ψήφοις πληροῦντες, καὶ πάντα ταῦτα καὶ ἐν ταῖς ὑμετέραις επαρχίαις κατορθώσετε. Οὐ γὰρ ἐν τῇ μεγαλοπόλει μόνον, ἀλλὰ καὶ ἐν πάσαις ταῖς ὑπὸ τὴν τῶν Ῥωμαίων ἐπικράτειαν χώραις βούλεται ἡ βασιλεία μου ταῦτα κρατεῖν τε καὶ ἐνεργεῖν, καὶ νόμον κοινὸν καὶ θέσπισμα την παροῦσαν γραφὴν ἐκτίθεται· οὐ καινόν τι ἐπὶ τοῖς ἐκκλησιαστικοῖς καὶ ἱεροῖς παρεισάγουσα πράγματ σιν, ἀλλὰ τὰ τοῖς θείοις ἀποστόλοις καὶ τοῖς ἱεροῖς Πατράσιν ὁρισθέντα τε καὶ κανονισθέντα, ἀμελείᾳ δὲ παραθεωρηθέντα, καὶ ἤδη σχεδόν τελείως άγνο ηθέντα, ἀνανεοῦσά τε καὶ κρατύνουσα. Καὶ ἴστω πᾶς τοῦ λοιποῦ, ὡς ὅστις ἂν ἔτι ἐναντίον τι τούτοις ἐν τῇ ὑπ' αὐτὸν ἐνορίᾳ ἐν ψήφῳ ἢ χειροτονία ἢ ἑτέρᾳ σφραγίδι ἐκκλησιαστικοῦ βαθμοῦ εἰουδή τινος διαπράξηται, ἀσυμπαθῶς τῇ ἐκ τῶν θείων κανόνων εὐθύνῃ ὑποπεσεῖται. Δεῖ δὲ καὶ ἀξιολόγους ἱερεῖς ἐγκαθιδρυνθῆναι ταῖς τῶν χωρίων καθολικαῖς ἐκε κλησίαις ὡς ἂν αὐτοὶ πάλιν οἱ ἱερεῖς φωτίζωσι Το καθολικὸν Τέσσα ρας νεώς, οἳ καὶ καθολικοὶ λέγονται. Α Διωρίσατο, ἐν δ' καὶ ιε' νεαρᾷ θεσμοθετ σίᾳ αὐτοῦ, μη μόνον εἰς τὰς ἐκκλησίας, ἀλλὰ καὶ εἰς τοὺς εὐκτηρίους οίκους ἀδιαστίκτως ἱεροτελεστίας καὶ βαπτίσματα γίνεσθαι. εἰς τὰς καθολικὰς ἐκκλησίας, εἰ ἀδιστάκτως, 15: Αιχμάλωτοι Λατίνοι καὶ ἔτε ροι παρουσιάζουσιν εἰς τὰς καθολικὰς ἐκκλησίας ἡμῶν, καὶ ζητοῦσι μεταλαβεῖν τῶν θείων ἁγιασμά των. 457 καθολικῶν ἐκκλησιῶν καθολικὰς ἐκκλησίας τῶν πόλεων. μοναστήρια ὦσι, κἂν ἐκκλησίαι καθολικαὶ, κἂν εὐκτήριοι οίκοι.
col. 965–966page 23 of 33
PG 127:965τὸν λαὸν, καὶ τοῦ ὀρθοδόξου κηρύγματος πάει μεταδιδόασιν [γ. μεταδιδῶσιν], ἴσως δὲ οὐκ εὐπορήσετε τοιούτων ἀνθρώπων ἐξ ἀρχῆς. Ἀλλ᾽ ἐπιμεληθέντες καθ' ὑπερβολὴν, τάχιον καταστήσετε ἀνθρώπους Αξίους τοῦ μεταδιδόναι καὶ ἑτέροις τοῦ ἀγαθοῦ καὶ διαφωτίζειν τὸ ὀρθόδοξον κήρυγμα. Σκοπητέον γὰρ δι᾿ ἣν αἰτίαν οἱ ἀπόστολοι τὴν οἰκουμένην περιέτρεσ χον· δι' οὐδὲν ἔτερον, πάντως, ἢ διὰ τὸ μεταδιδόναι τοῦ ὀρθοῦ κηρύγματος παντὶ τῷ λαῷ. Δεῖ τοίνυν καὶ τοὺς ἀρχιερεῖς τὴν ἐκείνων τιμὴν διαδεξαμένους, ἔκαστον ἐν τῇ ὑπ' αὐτὸν ἐνορίᾳ ὁμοίως ποιεῖν. Ἐπεὶ οὐδὲ πρὸς ὕβριν τοῦτό ἐστι τοῦ ἀρχιερέως, ἀλλὰ μᾶλλον καὶ εἰς μεγίστην τιμήν, ὅταν καὶ εἰς κατάλυμα πένητος εἰσέλθῃ, καὶ τὰ κατ' αὐτὸν ἐρευνήσῃ, καὶ πρὸς θεοσέβειαν αὐτὸν ἀναγάγῃ. Μιμητής γὰρ γίνεται ὁ τοιοῦτος ἀρχιερεὺς τῶν μαθητῶν τοῦ Χριστοῦ, καὶ αὐτοῦ τοῦ Χριστοῦ, καὶ ἐν τούτοις μᾶλλον πληροῖ τὰ τοῦ ἀρχιερατικοῦ ἀξιώματος. ᾿Αλλὰ καὶ τὸ κανονικὸν διὰ τοῦτο ἀφωρίσθη τοῖς ἀρχιερεῦσιν, ἵνα διερχόμενος ἕκαστος καὶ διδάσκων, ἐξ αὐτοῦ διατρέφηται. Γνωριζέτω οὖν πᾶς ἀρχιερεὺς, ὅτι πρὸς κόπον ἀπεδύσατο τὸ τοιοῦ του πνευματικόν, καὶ ὀφείλει τοῦτο ἐκπληροῦν, καθ ὡς καὶ οἱ μακαριστοὶ ἐκεῖνοι Πατέρες, καὶ αὐτοὶ οἱ θεῖοι ἀπόστολοι διὰ βίου ἐποίουν. Εἰ γὰρ σκοπήσετε καλῶς οἱ ἀρχιερεῖς καὶ ἐννο ήσετε, ὅτι διὰ παράβασιν μιᾶς ἐντολῆς ἦν παρέβησαν οἱ πρωτόπλαστος παρεδόθησαν παρεδόθημεν] ἅμα ἐκείνοις τῷ θανάτῳ καὶ τῇ φθορᾷ, καὶ γάλη τῇ καθόλου 72: Ἐν τῷ καιρῷ ἐκείνῳ σεισμοῦ μετ γάλου καταλαβόντος τὸ Ῥυσίανον, μετὰ πολλῶν νυχθ. ἡμερῶν ὀμβροκλυτίαν, καὶ τοῦ ἀνωτέρου μέρους ἐπαναστάντος σὺν οἶκοις καὶ εὐκτηρίοις, καὶ ἐπελ θόντος τοῦ κατωτέρου, καλύψαντός τε οίκους καὶ ἐκκλησίας. καὶ μὴ αἰδεσθέντος εἰ μὴ μόνην τὴν καθολικὴν Ἐκκλησίαν, καὶ τὸ ὄνομα τῆς Ἁγίας Εἰ ρήνης, θαυμαστὸν ἦν καὶ φοβερὸν τοῖς ὁρῶσι τὸ γεγονός. 123 Βάλε ἐν τῇ καθολικῇ τοῦ κάστρου. Αγνόν τινα νόμον ὑπάρχοντα, πάντων τε ἀγαθῶν εὐκταιότατον εὐκταιοτάτην) ἐλπίδος καὶ ὁπιό τητος διδάσκαλον, ἀθανασίας ὑπόσχεσιν ἀκίβδηλον. Πρωτόπλαστος πρωτόπλαστοι ; πρωτόκτιστο; πρωτόκτιστος σοφία, πρωτόπλαστοι εἰ πρωτογενείς πρωτόπλαστος δράκων Α, πρωτόπλαστος

Part XVII-XXPars XVII - XX

col. 967–968page 24 of 33
PG 127:967εἰ μὴ διὰ τῆς ἐνσάρκου οἰκονομίας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς ἀπολυτρώσεως τῶν ἁμαρ τιῶν ἡμῶν καὶ τῆς ἀναστάσεως ἐτύχομεν, πάντες ὁμοῦ ἀπολλύμεθα· καὶ ὅτι διὰ τοῦτο ἐδέησεν αὐτὸν τὸν Κύριον εὐδοκίᾳ τοῦ Πατρὸς καὶ συνεργείᾳ τοῦ ἁγίου Πνεύματος ἐνανθρωπῆσαι καὶ σάρκα φορέσαι καὶ σαρκὶ παθεῖν καὶ ἀποθανεῖν, ἵνα ἐξέληται ἡμᾶς τῆς φθορᾶς ἣν κατεκρίθημεν. Εἰ ταῦτα οὖν ἐπιγνῶτε, καὶ εἰς οἷον κακὸν συν ελαύνεται ὁ ἀρχιερεὺς μὴ διαδιδοὺς τὸ ὀρθόδοξον κή ρυγμα τῇ ὑπ' αὐτὸν ποίμνῃ, οὐδέποτε κόπον ἡγήσεται τις ὑμῶν τὸν αὐτὸς δι' ἑαυτοῦ διέρχεσθαι πᾶσαν τὴν ὑπ' αὐτὸν ἐνορίαν συνεχέστερον καὶ διδάσκειν τὴν πρὸς τὸν Θεὸν καθαρὰν πίστιν καὶ τὸν σεμνὸν η βίον, ἀλλ' ὁ κόπος οὗτος μᾶλλον ἀνάπαυσις αὐτῷ " λογισθήσεται, ὡς καὶ ἀνάπαυσιν τῇ ἑαυτοῦ ψυχῇ καὶ τοῦ οἰκείου λαοῦ προξενῶν. Τὸ γὰρ ὀφειλόμενον πληροῖ, ἐπειδὴ καὶ λόγους διδόναι μέλλει πάντως ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως ὑπὲρ τοῦ ὑπ' αὐτ τὸν λογικοῦ ποιμνίου. Τί δὲ ὁ ἴσως μὴ βουληθεὶς ἐπιμελήσεσθαι άρχις ρεὺς τῆς τοιαύτης ὑποθέσεως διανοήσεται, ἢ ποίαν πρόφασιν ἕξει εἰς τὸ ἀναβολῇ δοῦναι τὸ πρᾶγμα καὶ ὑπερθέσει; Ετέραν πάλιν ἐνανθρώπησιν τοῦ Υἱοῦ καὶ Λόγου τοῦ Θεοῦ προσδοκήσει γενέσθαι; Τοῦτο οὐδὲ ἐπὶ λογισμὸν ἀνθρώπου ἀναβήσεται· ἀλλ' ἐλεύσεται πάντως ὁ ἀληθινὸς Χριστὸς καὶ Θεὸς ἡμῶν ἀποδώσων ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Λοιπὸν οὐ δεῖται ἀναβολῆς οὐδὲ ὑπερθέσεως ἡ παροῦσα ὑπόθεσις. Σημείωμα ᾿Αλεξίου τοῦ Κομνηνοῦ ἐπὶ τῇ ὑποθέσει τοῦ Νικαίας Κυροῦ Εὐστρατίου. 1117. ΧΙΧ. ΧΧ. Περὶ τοῦ χαρτοφύλακος, καὶ ὅτι τοὺς ἀξίους δεῖ προτιμᾷν ἐν ταῖς ψήφοις. Η βασιλεία μου τῆς ἐκκλησιαστικῆς εὐκοσμίας φροντίζουσα, καὶ τὸ εὔτακτον καὶ ἐν παντὶ μὲν ζη τοῦσα τῷ πολιτεύματι, ἐπὶ πλέον δὲ τοῖς θείοις τοῦτο ἐμπολιτεύεσθαι διὰ σπουδῆς τιθεμένη, τὰ ἀρ χῆθεν ἀπονενεμημένα προνόμια ἑκάστῳ τῶν ἐκκλησιαστικῶν βαθμῶν, καὶ τὴν ἄχρι καὶ δεῦρο ἐπικρατήσασαν ἐν τούτοις κατάστασιν κατὰ τὸ ἀναλλοίωτον καὶ εἰς τὸ ἑξῆς εἶναι καὶ διαμένειν βούλεται τε καὶ εὐδοκεῖ, ἁγιώτατε δέσποτα, ὡς καὶ παραδεχθεῖσαν διὰ τοσούτων ἐτῶν καὶ τῷ μακρῷ χρόνῳ ἐμπολι
col. 969–970page 25 of 33
PG 127:969τευσαμένην, καὶ ταῖς ἀπ᾿ ἄλλου εἰς ἄλλον κατὰ τὸ ἀνεξάλλακτον ἕως τοῦ νῦν μεταβάσεσιν ἐπικυρω θεῖσαν καὶ βεβαιωθεῖσαν καλῶς. Ἐπεὶ δὲ νῦν ἡ βασιλεία μου μάθοι, ὥς τινες τῶν ἀρχιερέων ἀντιφιλοτιμούμενοι πειρῶνται τὸ τοῦ χαρτοφύλακος ὑποβιβάσαι προνόμιον, καὶ κανόνας εἰς μέσον προφέροντες διὰ τούτων φιλονεικοῦσι, μὴ προκαθῆσθαι αὐτὸν τῶν ἀρχιερέων, όπηνίκα δέοι τούτους συνέρχεσθαι κατά τινα χρείαν καὶ συνεδριάζειν κατὰ ταὐτὸν πρὸ τῆς εἰς τὴν ἁγιωσύνην σου εἰσελεύσεως, οὐκ ἀνασχετὸν τῇ βασιλείᾳ μου ἔδοξε, πράγμα διὰ τοσούτου χρόνου βασανισθέν καὶ τοῖς πρὶν πατριάρχαις καὶ τοῖς ἄλλοις ἀρχιερεῦσιν, ἀλλὰ δὴ καὶ αὐτοῖς τοῖς νῦν οὐκ ἐπ᾽ εὐλόγῳ ἐρίζουσι πράγματι διὰ τῆς πολυημέρου δεχθὲν σιω τῆς, κατὰ τὸ παρέλκον ἀθετηθῆναι καὶ ὥς τι τῶν Αμελημένων παρασυρῆναι. Τοίνυν καὶ διορίζεται πραγμά τι εύλογον καὶ πάνυ δίκαιον τοῦτο. Εἰ μὲν γὰρ αἱροῦντο καὶ πάλιν οἱ ἀρχιερεῖ; μὴ κινεῖν τὰ ἀκίνητα, μηδὲ τὰ τοῖς πρὶν δεδογμένα Πατράσιν, ἀλλὰ δὴ καὶ αὐτοῖς διὰ τῆς μακράς συνδόξαντα σιωπῆς καὶ τῆς ἕως τοῦ νῦν ἀνοχῆς ἐκ παλιμβολίας ὥσπερ ἀναπαλαίειν, εὖ ἂν ἔχοι, καὶ χάρις, ὅτι τὸ μάχιμον καταθέμενοι τὸ εἰρηναῖον προτετιμήκασιν. Εἰ δὲ καὶ ἔτι τούτων τινὲς τῶν τοῦ κανόνος βημάτων ἀντιποιούμενοι (τῆς γὰρ ἐννοίας πόλέω ἀποδιεστή κατι) πειρῶνται τὸ οἰκεῖον συστῆσαι θέλημα, καὶ ἐπὶ τὸ ἄτακτον οὐ καλῶς τὴν τάξιν μεταβιβάζουσιν, ἐξ μὲν νῦν ἡ βασιλεία μου τὴν τοῦ κανόνος ἑρμη νεῦσαι καὶ σαφηνίσαι ὑφὴν, ῥᾴστην οὖσαν καταληφθῆναι καὶ διαγνωσθῆναι καλῶς τοῖς βάπτουσιν εἰς ἀκρίβειαν καὶ κανονικῆς ἐννοίας θιγγάνουσιν, αὐτὸ δὲ τοῦτο τοῖς ἀρχιερεῦσιν ἐπιτιμᾷ, τί δήποτε τὸν κανόνα εἰδότες καὶ τὰ βήματα τούτου ἐξακριβούμενοι τὴν ἑαυτῶν συνείδησιν ἀνευλόγως ἐπάτησαν, καὶ τοῦ κανόνος παραῤῥιπτομένου ήνείχοντο καὶ τὴν ὑφεδρίαν ἐπὶ τῶν πρὶν χαρτοφυλάκων ἡσπάζοντο; καὶ μισθὸν τούτοις τῆς τῶν ἱερῶν κανόνων περι φρονήσεως τὴν ἐπὶ τὰς λαχούσας αὐτοὺς ἐκκλησίας ἀπέλασιν δίδωσι, κανόνι στοιχοῦσα κἀνταῦθα ἐκκλησιαστικῷ, καὶ τοῖς περιφρονηταῖς τῶν κανόνων ἐκείνους αὐτοὺς τοὺς ἱεροὺς κανόνας εἰς ἄμυναν ἀντεξάγουσα. Οὐδὲ γὰρ ἂν ἔχοιεν λέγειν οἱ τῶν δυ τικῶν προεστῶτες ἀρχιερεῖς, ἐπὶ χρόνον μακρὸν τῶν ἐμπιστευθέντων αὐτοῖς μὴ φροντίσαντες ποιμνίων μηδ' ὡς ἐχρῆν ἐν τούτοις ἐπιστατήσαντες, ὡς ἡ τὴν ἕω κατατρέχουσα τῶν ἐχθρῶν λύσσα προσέστη καὶ τούτοις, καὶ τὴν ἐπισκοπὴν ἐντεῦθεν τῶν λογικῶν προβάτων περιῃρέθησαν. Καὶ τὸ μὲν οὕτως οίκονο μηδὲν παρὰ τῆς βασιλείας μου τὴν κρίσιν αὐτοῖς τοῦ ἀποτελέσματος περιλέλοιπεν. Ἐπεὶ δὲ καὶ τοῦτο εἰς ἀκοὰς ἀνηνέχθη αὐτῆς, ὡς τινες τῶ ντῆς Ἐκκλησίας λογάδων ἐν ταῖς γινομέναις ψήφοις καταλιμπάνονται, προτιμῶνται δὲ τούτων ἔνιοι ὑποβεβηκότες ἴσως καὶ χρόνῳ καὶ καταστάσει βίου τῇ κρείττονι καὶ μηδὲ πολλὰ περὶ τῆς Ἐκκλησίας πονήσαντες, ούκουν ἔδοξεν οὐδὲ τοῦτο τὸ πρᾶγμα τῆς ἱερᾶς συνόδου τῶν ἀρχιερέων ἐπάξιον. "Οθεν καὶ ἐπισκήπτει πᾶσι φιλοθέως ὁμοῦ καὶ βασιλικῶς,

Part XXI, XXIIPars XXI, XXII

col. 971–972page 26 of 33
PG 127:971θεῖα χαρίζεσθαι, (οὗ γὰρ ψυχὴ τὸ κινδυνευόμενον, τίνος φροντιστέον ἑτέρου;) ἐκείνους δὲ προτιθέναι τῶν ἄλλων, καὶ τὴν ἐν ταῖς ψήφοις ἐπιτιμίαν χαρί ζεσθαι, οὓς μετὰ τοῦ λόγου καὶ βίος κοσμεῖ ἀνεπίληπτος, ἢ τοῦ λόγου σκάζοντος ἴσως ὁ μακρὸς χρόνος καὶ τὸ περὶ τὴν ἐκκλησίαν πολύπονον ἐπαναπλη ροῦσι τὸ ἐλλιπές. Οὕτω γὰρ ἂν ταῖς ψήφοις καλώς διαιτήσουσι, καὶ ἐπὶ κρίματι τῆς ἑαυτῶν ψυχῆς οὐκ ἂν ἀλοῖεν ψηφοφοροῦντες τῷ Θεῷ. μὴ παίζειν ἐν τοῖς οὐ παικτοῖς, μηδὲ πάθει περὶ τὰ ΧΧΙ. ΧΧΙ. Βιβλίον τῶν κατηχουμένων τοῦ ὁσίου Πατρὸς ἡμῶν ᾿Αθανασίου.· 102.) Το σημείωμα τὸ γεγονὸς ἐπὶ τῇ προβάσῃ ἑνώσει τῆς συνόδου καὶ αὐτοῦ τοῦ ἀπὸ Χαλκηδόνος Λέοντος καὶ εὐσεβεῖ ἀποφάσει περὶ τῆς προσ κυνήσεως τῶν ἁγίων εἰκόνων παρὰ τοῦ κρα τίστου καὶ ἁγίου ἡμῶν βασιλέως Κυροῦ ᾿Αλε ξίου τοῦ Κομνηνοῦ, τοῦ καὶ ἐπὶ εὐσεβείς Θεοῦ χάριτι διαλάμψαντος. Γραφὴ πρὸς τὸν ᾿Αδριανουπολίτης Νικόλαον πεμ φθεῖσα παρὰ τοῦ χρηματίσαντος μητροπολίτου Χαλ κηδόνος Λέοντος, πρὸς τοῖς ἄλλοις παρ' ὅσοις ἐγένε το, ἔφθασεν ἐλθεῖν καὶ πρὸς τὸν κραταιὸν καὶ ἅγιον ἡμῶν βασιλέα. Καὶ ἀναγνωσθείσα εὑρέθη ἔχουσα περὶ τῆς τῶν ἁγίων εἰκόνων προσκυνήσεως πολλὰ έναντιούμενα ταῖς τῶν ἁγίων Πατέρων διδασκαλίαις. Καὶ ἀμφιβολίας διὰ ταῦτα ἐμπεσούσης, ἡ γαληνίτης αὐτοῦ μὴ ἀνεχομένη τους εὑρίσκοντας αὐτὴν καὶ ἀναγινώσκοντας σκανδαλίζεσθαι καὶ τοῦ εὐθέος ἐκ τρέπεσθαι, εὐδόκησεν ἀθροισθῆναι τὴν συγκλητικὴν βουλήν, τὴν ἀρχιερατικὴν ἁγιότητα, καὶ τὴν τῶν μοναχῶν ὁμήγυριν, παρεῖναι δὲ καὶ τὸν τῆς γραφῆς αἴτιον, καὶ οὕτω πᾶσαν ἀμφιβολίαν λυθῆναι. Κατά γοῦν ταῦτα ἀθροισθέντων ἀπὸ μὲν συγκλήτου βου λῆς, τοῦ πρωτοσεβαστοῦ καὶ μεγάλου δομεστίκου, τοῦ σεβαστοῦ καὶ πρωτοστράτωρος κυροῦ Μιχαὴλ τοῦ Δούκα, τοῦ σεβαστοῦ καὶ μεγάλου δουκός κυρού Ἰωάννου τοῦ Δούκα, τοῦ σεβαστοῦ κυροῦ Γεωργίου τοῦ Παλαιολόγου, τοῦ σεβαστοῦ κυροῦ Ἰωάννου τοῦ Ταρωνίτου, τοῦ σεβαστοῦ καὶ λογοθέτου κυροῦ Μια χαὴλ, τοῦ σεβαστοῦ κυροῦ Κωνσταντίνου τοῦ Μα νιάκη, Μαρίνου σεβαστοῦ τοῦ Νεαπολίτου, Κωνσταντίνου σεβαστοῦ τοῦ Ουμπέρτου, Μανουήλ πρωτονω βελλισίμου καὶ ἐπὶ τοῦ κανικλείου τοῦ Φιλοκάλου, Μιχαήλ νωβελλισίμου μυστικοῦ καὶ ἐπάρχου, Ανα δρονίκου πρωτονωβελλισίμου καὶ λογοθέτου τοῦ ὁμός μου τοῦ σκληροῦ, Ἰσαακίου πρωτονωβελλισίμου τοῦ Κοντοστεφάνου, Στεφάνου πρωτονωβελλισίμου τοῦ αὐταδέλφου αὐτοῦ, Γεωργίου πρωτονωδελλισίμου τοῦ
col. 973–974page 27 of 33
PG 127:973Παλαιολόγου, Βάρδα νωβελλισίμου τοῦ Ἱκανάτου, Μιχαήλ νωβελλισίμου τοῦ Δαλματηνού, Ιωάννου πρωτοκουροπαλάτου καὶ ἐπὶ τῶν δεήσεων τοῦ Ταρωνίτου, Μιχαήλ πρωτοκουροπαλάτου τοῦ Βαρέος, Κω σταντίνου πρωτοκουροπαλάτου του Κατακαλών, Νι κολάου πρωτοπροέδρου τῆς συγκλήτου και μεγάλου Δρουγγαρίου τῆς Βίγλας τοῦ Μερμεντόλου, Ρωμα νοῦ κουροπαλάτου τοῦ υἱοῦ τοῦ Παλαιολόγου, Ιωάν νου κουροπαλάτου του Συναδηνοῦ, Κωνσταντίνου κουροπαλάτου καὶ μεγάλου εταιρειάρχου τοῦ ᾿Αντιόχου, τοῦ κουροπαλάτου Εὐθυμίου καὶ κριτοῦ, Μιχαὴλ κουροπαλάτου τοῦ Σκληροῦ, Κωνσταντίνου κουροπαλάτου τοῦ Ἰασίτου, Κωνσταντίνου κουροπαλάτου τοῦ χοιροσφακέλου, Τατικίου πρωτοπροέδρου και μεγά του πριμιτηρίου τῶν ἔσω βεστιαριτῶν.. τοῦ υἱοῦ τοῦ Ταρχανιώτου, Θεοδώρου πρωτοπροέδρου καὶ ὑπάτου τῶν φιλοσόφων του Σμυρναίου, Γεωργίου πρωτοπροέδρου τοῦ Μαγγάνη, Γεωργίου πρωτοπροέδρου του Βασιλάκη, Κωνσταντίνου πρωτοπροέδρου τοῦ Ωπου, Νικήτα πρωτοπροέδρου τοῦ Κασταμονί του, Ιωάννου προέδρου καὶ γραμματικού, Βασιλείου προέδρου του Μαίρου, Μιχαὴλ προέδρου καὶ κριτοῦ Ἱπποδρόμου τοῦ Αἰτωριανού, Γρηγορίου προέδρου τοῦ ᾿Αριστηνού, Γεωργίου προέδρου του Πυῤῥού, Μιχαὴλ προέδρου και πριμικηρίου τῶν ἔξω βεστιαριτῶν τοῦ ᾿Αντιόχου, Ευσταθίου προέδρου καὶ χαρο τουλαρίου τοῦ σταύλου τῶν Καμύτζη, Βασιλείου Ραίκτωρος καὶ παπίου τῶν Βλαχερνῶν, Ἰωάννου Ῥαίκτωρος του σκουταριάτου, Θεοδώρου Ραίκτωρος τοῦ Πεπαγωμένου, Λέοντος βεστάρχου και γραμματικοῦ, Μιχαὴλ βεστάρχου καὶ γραμματικοῦ τοῦ Ὀφεωμάχου. ᾿Απὸ δὲ τοῦ ἀρχιερατικοῦ καταλόγου θεοφιλεστά των μητροπολιτῶν, Κοσμᾶ Καισαρείας Καππαδοκίας του πρωτοθρόνου, Κωνσταντίνου Νικομηδείας, Ἰωάννου Σίδης, Κωνσταντίνου Τυάνων, Νικηφόρου Γάγγρας, Θεοδούλου Θεσσαλονίκης, Ἰωάννου Κλαυδιουπόλεως, Γρηγορίου Νεοκαισαρείας, Μιχαήλ Λαοδικείᾳ;, Ευσταθίου Ικονίου, Νικήτα Συνάδων, Στρο γίου Κορίνθου, Νικήτα ᾿Αθηνῶν, Πέτρου Πατρῶν, Βασιλείου Λαρίσσης, Νικήτα Μιτυλήνης, Βασιλείου Εὐχαίτων, Μιχαὴλ Πομπηΐουπόλεως, Μιχαὴλ Αίνου, Νικολάου Κερκύρας, τοῦ αὐτοκεφάλου ἀρχιεπισκόπου τῆς Κυπρίων νήσου, καὶ ἑτέρων ἀρχιεπισκόπων τῶν ὑποκειμένων τῷ θρόνῳ τοῦ ἁγιωτάτου καὶ οἰκουμενικοῦ πατριάρχου, Λέοντος Βιζύης, Ἰωάννου Κατ ραδιζύης, Θεοδώρου Χερσῶνος, καὶ ἐπισκόπων τῶν ὑπὸ τὸν θρόνον τελούντων τοῦ κατὰ τὴν Κύπρον ἀρχιεπισκόπου· καὶ ἀπὸ τοῦ ἐκκλησιαστικού πληρώματος, Νικηφόρου διακόνου τοῦ γεγονότος χαρτοφύλακος, Πέτρου διακόνου και χαρτοφύλακος, Νικήτα διακόνου καὶ ῥαιφερενδαρίου, Βασιλείου διακόνου καὶ ὑπομνηματογράφου, Εὐσταθίου διακόνου καὶ διδα σκάλου, Ἰωάννου τοῦ Μεταξά, Ευφημιανοῦ τοῦ πριμικηρίου τῶν πατριαρχικῶν νοταρίων Θεοφάνους, Νικήτα, Νικηφόρου, Λέοντος, καὶ Νικήτα τῶν πατριαρχικών νοταρίων. ᾿Απὸ δὲ τοῦ μοναχικοῦ συλλόγου, Ἰωάννου μονα χοῦ καὶ καθηγουμένου τῆς μονῆς τῶν Στουδίου, τοῦ ἡγουμένου τῆς μονῆς τοῦ ἁγίου Διομήδους Ἀθανασίου τοῦ παναγιωτάτου, Ἰωάννου τοῦ καθηγουμένου τῆς τοῦ Πολυελαίου μονῆς τοῦ ἐπὶ τοῦ Κανικλείου, Γεωργίου καθηγουμένου τῆς μονῆς τοῦ ἀκαταλήπτου Σωτῆρος τῆς κατὰ τὴν Κάμποιν, Ἰωάννου τοῦ καθηγουμένου τῆς μονῆς τοῦ τροπαιοφόρου τῶν Μαγ
col. 975–976page 28 of 33
PG 127:975Λ γάνων, τοῦ καθηγουμένου τῆς μονῆς τοῦ Οἰκοπροτέ ρου, τοῦ καθηγουμένου τῆς μονῆς τοῦ ἁγίου Λαζάρου, Συμεὼν τοῦ ἐγκλείστου τῆς μονῆς τοῦ κυροῦ Φιλο θέου, Κυρίλλου του καθηγουμένου τῆς μονῆς τῶν Αγίων Μαρτύρων Πρόβου, Ταμάχου καὶ 'Ἀνδρονίκου, τοῦ καθηγουμένου τῆς μονῆς τοῦ Πρασιάνου, Ἰωαννικίου τοῦ καθηγουμένου τῆς μονῆς τῶν Οδη γῶν, τοῦ καθηγουμένου τῆς μονῆς τοῦ ᾿Αγίου Μω κίου, Λουκᾶ τοῦ καθηγουμένου τῆς μονῆς τοῦ 'Αγίου Φωκά, τοῦ καθηγουμένου τῆς μονῆς τοῦ Πτερυγίου τοῦ καθηγουμένου τῆς μονῆς τοῦ ᾿Ατταλειάτου, καὶ πλήθους ἑτέρου μοναχῶν ἱκανοῦ ἐκ διαφόρων μονα στηρίων. Τούτων οὖν πάντων ἀθροισθέντων ἐν τῷ νεουργηθέντι μεγάλῳ τρικλινίῳ τῶν Βλαχερνῶν, καὶ τῷ κραταιῷ καὶ ἁγίῳ ἡμῶν βασιλεῖ προκαθημένῳ παρι σταμένων, μόνων συνεδριαζόντων αὐτῷ τοῦ τε παν ευτυχεστάτου σεβαστοκράτορος καὶ τῶν ἁγιωτάτων πατριαρχῶν τοῦ τε Κωνσταντινουπόλεως κυροῦ Νι κολάου, καὶ τοῦ Ἱεροσολύμων κυροῦ Συμεών· ἡ γαλήνιος καὶ εἰρηνικωτάτη αὐτοῦ βασιλεία θεάρεστον τι καὶ βασιλικόν τῷ ὄντι προ διασκεψαμένη, εἰς ἔργον δὴ τοῦτο καὶ ὑπεξήγαγεν. Πρὸ γὰρ τοῦ τὴν ὑπόθεσιν ὅλως προτεθῆναι εἰς μέσον, τὰς τῶν συν εληλυθότων ἁπάντων ἡμερῶσαι καὶ εἰρηνεῦσαι ψυ χὰς ἐθέλουσα, καὶ παντελῶς ἀπαλείψαι εἶπον καρδία τιὸς ἐμφωλεύει ίχνος τι κακίας καὶ ἀνθρωπίνου φρονήματος ἢ θελήματος, καὶ οὕτω ποιήσασθαι τοῦ ζητήματος καὶ τὴν ἐξέτασιν· εὐθὺς ὄρθιος ἔστη καὶ πρὸς τὸ ὅλον ἄθροισμα ἐν σχήματι ταπεινῷ ἀπο βλέψασα ἱλαρῷ τῷ βλέμματι καὶ συντετριμμένῃ καὶ πάθους παντὸς ἐλευθέρα καρδίᾳ, παρακλητικώς τε ὁμοῦ καὶ παραινετικῶς εἰς ἐπήκοον πάντων ἐξερώ νησεν Δεσπόται μου καὶ Πατέρες καὶ οἱ τῶν συγκλητικῶν λιγιώτεροι, ἐγὼ μὲν ὡς καὶ ὑμεῖ; οἴδατε καὶ πρότερον διηνεκώς ταῖς στρατιωτικαῖς καὶ δημο σίαλαῖς καὶ κοιναῖς φροντίσιν ἐνασχολούμενος, καὶ πρὸς τὰς τῶν κοινῶν ἐχθρῶν ἀντιπαρατάξεις ἀεὶ παρασκευαζόμενος, καὶ νῦν δὲ πρὸς ἐκστρατείαν διὰ τὸ ἐπιστῆναι ἤδη τὸν αὐτῆς καιρὸν ἑτοιμαζόμενος, καὶ μὴ πρὸς ἄλλο τι ἑαυτὸν ἀπασχολῆσαι δυνάμενος· ἐβουλόμην τοῦτο μὲν καὶ διὰ τὸ πολυ ἀσχολον τῶν κοινῶν πραγμάτων, ὡς εἴρηται, τοῦτο ν δὲ καὶ διὰ τὸ εὐχερὲ; καὶ εὐδιάλυτον τοῦ προκειμέ «νου ζητήματος, μόνοις ὑμῖν τοῖς τοῦ Θεοῦ ἀρχιερεῦσιν ὡς σοφοῖς οὖσι τὰ θεῖα Θεοῦ χάριτι, τὴν περὶ τούτου ἀναθεῖναι διάσκεψιν καὶ διάλυσιν. ἀναμφίβολον γὰρ καὶ δοκεῖ καὶ ἔστι τοῦτο, κἄν τισιν απλουστέροις ἐκ τῆς τοῦ ἀπὸ Χαλκηδόνος ἐπιστολῆς ἀμφιβολίαν οὐ μικρὰν ἤγειρεν. Αναλογικά μενος δὲ πάλιν ὅσον καὶ οἷον ἀγαθόν ἐστιν ἡ ἀλη Οινὴ καὶ ὀρθόδοξος καὶ ἀμώμητος πίστις ἡμῶν, καὶ οἷον τὸ κέρδος τοῦ ταύτης ἀντέχεσθαί τε καὶ 1 περιέχεσθαι· καὶ ταύτην ἐκ κοιλίας μητρός ποιούμενος ἐμαυτῷ ἐντρύφημα, καλλώπισμα, καύχημα, στήριγμα, καὶ κατὰ τῶν ἀοράτων καὶ ὁρατῶν ἐχθρῶν ὅπλον ἀκαταμάχητον· καὶ μὴ ἀνεχόμενος μικρὸν ἢ μέγα τι ῥῆμα τῶν τοῖς ἁγίοις Πατράσιν ἡμῶν δεδογμένων παραλλαγῆναι, ἢ ταῖς τούτων
col. 977–978page 29 of 33
PG 127:977διδασκαλίαις ἀλλότριόν τι παρενσπαρῆναι, ἢ παρ·. ερμηνευθῆναι, ἢ παρά τινος τῶν Χριστιανών νεο φανές τι ἐνάντιον δόγμα ἢ κήρυγμα δεχθῆναι τὸ σύνολον· τῶν μὲν ἄλλων πάντων ἐπελαθόμην παντ τάπασι, δεύτερα τῆς προκειμένης ἡγούμενος υπου θέσεως, ὅλον δὲ ἐμαυτὸν εἰς τὴν ταύτης ολοσχε φῶς ἀπησχόλησα ζήτησιν, θελήσας καὶ αὐτὸς κοι νωνὸς ὑμῖν καὶ συμμερίτης γενέσθαι καὶ τοῦ 4 κόπου καὶ τοῦ μισθοῦ· καὶ δὴ πρὸ πάντων παρα + καλῶ ὑμᾶς ἀποθέσθαι θυμὸν, φθόνον, μίσος παλαιὸν ἢ καὶ νέον, καὶ κακίαν ἅπασαν πόρρω ποι ἀπελάσαι τῶν ψυχῶν ὑμῶν· καὶ μὴ ἐριστικῶς καὶ φι λονείκως, ἀλλὰ λογικῶς καὶ φιλανθρώπως, μὴ μετὰ προσωποληψίας καὶ τῆς ματαίας οιήσεως ἢ μετά τινος ἄλλου ἀνθρωπίνου θελήματος, ἀλλὰ μετὰ πάσης πραότητος καὶ ἱλαρότητος, καὶ γνώμης ἐλευθέρας καὶ ἀπαθοῦς, καὶ εἰρήνης καὶ ὁμονοίας ι ποιήσασθαι τοῦ πράγματος τὴν διάγνωσιν, τὸν τοῦ Θεοῦ φόβον πρὸ ὀφθαλμῶν ἔχοντας, καὶ αὐτὸν παρ εστάναι ἐνώπιον ὑμῶν βλέποντας. ᾿Αλλὰ μηδὲ φιλίαν ἀνθρωπίνην τῆς ἀληθείας προτιμήσωμεν, μηδὲ διὰ πάθος ἀνθρώπινον παρίδωμεν τὴν ἀλή θειαν, ἢ καλύψωμεν ἢ παραδράμωμεν. Οὐ γὰρ περὶ χρημάτων ἢ κτημάτων, ἢ τινος τῶν κάτω. καὶ φθειρομένων ή ζήτησις, ἀδελφοί, ἀλλὰ περὶ πίστεως καὶ ὀρθοδόξου ἡμῶν δόγματος ή σπουδή ὧν ἀμετακινήτων καὶ ἀπαρασαλεύτων μενόντων παρ' ἡμῖν Θεοῦ χάριτι, τὸ κέρδος πάντως ἀσύγκρι τον καὶ ἡ ὠφέλεια ἀνεκλάλητος, ὥσπερ πάλιν τῶν ἀποτυγχανόντων ἢ κατά τι παρακεκινημένων ὁ κίνδυνος καὶ ἀφόρητος καὶ ἀδιήγητος.» Ταῦτα τοῦ βασιλέως ἡμῶν τοῦ ἁγίου πατρικῶς ἄμα καὶ παραινετικῶς προαναφωνήσαντος, εὐθὺ; ἅπαν τὸ τῶν συνεληλυθότων πλῆθος ἐπὶ τοῖς αὐτοῦ παρακλητι καῖς καὶ νουθετικοῖς λόγοις καὶ συντριβέντες καὶ ἀρε σ' έντες, καὶ ὑπερευχαριστήσαντες καὶ Θεῷ καὶ τῇ βα σιλείᾳ αὐτοῦ, ὑπέσχοντο ἐλευθέρᾳ καὶ ἀδεκάστῳ καὶ ψυχῇ καὶ γνώμη ποιήσασθαι τὴν ἐξέτασιν τῆς ὑπο θέσεως, καὶ ὡς τοῦ Θεοῦ βλέποντος δοκιμάσαι τὰ τοῦ ζητήματος. Ἐπὶ τούτοις εὐχαριστήσας καὶ ὁ βα σιλεὺς ἡμῶν ὁ ἅγιος, ἐπιστραφείς πάλιν πρὸς τοὺς ἁγιωτάτους πατριάρχας καὶ τὴν παρατυχούσαν ἱερω τάτην σύνοδον ἐξεἶπεν· «Παρακαλῶ καὶ τοῦτο, δεν σπόται μου, ένα γένηται πρότερον παρ' ἡμῶν πρὸς Θεὸν ἔντευξις περὶ τῆς τοῦ προκειμένου διαλύσεως, «καὶ εἶθ' οὕτως ἵνα ἀπαρξώμεθα της ζητήσεως, 4 ταῖς ἁγίαις ὑμῶν εὐχαῖς ἑαυτοὺς ὀχυρώσαντες.» Γέγονε δὴ καὶ τοῦτο. Καὶ τοῦ ἁγιωτάτου καὶ οἰκουμενικοῦ πατριάρχου τὴν συνήθη εὐχὴν ἐκτελέσαντος, εὐθὺς καὶ ὁ ἀπὸ Χαλκηδόνος μετάκλητος γέγονε καὶ στάντος ἐν τῷ μέσῳ αὐτοῦ, ὁ βασιλεὺς ἡμῶν ἡ ἅγιος ἱλαρῶς τε καὶ προσηνῶς πρὸς αὐτὸν ἀπιδὼν τοιαῦτα ἐφθέγξατο • • Παρακαλῶ καὶ σὲ, κῦρ Λέον, ἵνα τὸν τοῦ Θεοῦ φόβον λάξῃς ἐπὶ λογισμόν· καὶ εἴπερ νοεῖς ἐν ἑαυτῷ ὡς δι' ἀνθρώπινόν τι πάθος ι ἢ δι᾽ ἔριν τινὰ ἢ ἄκαιρον ἔνστασιν τὸ γεγονὸς παρὰ σοῦ ἐξετέθη ἔγγρα [μμα], μή θελήσῃς ἀνωφελῶς 4 οὕτω καὶ μάτην ενίστασθαι, καὶ ζητεῖν ἕως τέλους τῷ οἰκείῳ ἐμμένειν θελήματι και συγγράμματα
col. 979–980page 30 of 33
PG 127:9794 ο διαγινωσκομένῳ παρὰ πάντων ἐναντίως ἔχειν, καὶ τὰ φανερῶς ταῖς θείαις διδασκαλίαις ἀντιβαίνοντα ἐπεκ δικεῖν. Τοῦτο γὰρ οὔτε ἀνδρὸς συνετοῦ ἢ Χριστιανοῦ καθίσταται ίδιον.» Ηκουσε καὶ αὐτὸς ταῦτα, καὶ υπέσχετο μετά πάσης Ελευθερίας καὶ καθαρᾶς ψυχῆς ἀπολογήσασθαι, καὶ ἀποβαλέσθαι ὅπερ ἂν προϊστάμενον φανείη τῇ θείᾳ τῶν Πατέρων τῶν ἁγίων διδασκαλία. Ταῦτα τούτου υποσχομένου, προσέταξεν ὁ κρα δ ταιὸς καὶ ἅγιος ἡμῶν βασιλεὺς καὶ αὐτῷ τῷ μητροπολίτῃ Εὐχαΐτων διαλλαγῆναι πρὸς τὸν ῥηθέντα ἀπὸ Χαλκηδόνος, καὶ ἅπαν λείψανον μνησικακίας τινὸς τῆς ἰδίας ἀπαλείψαι παντελῶς ψυχῆς· ὁ δὴ καὶ ἄμφω ποιήσαντες καὶ ἀλλήλοις συγχωρήσαντες, ἀδελφικός καὶ ἀλλήλους ήσπάσαντο. ᾿Αλλὰ καὶ τῆς λοιπῆς ἀρχιερατικῆς όμηγύρεως ὁμοίως συγχώρησιν πρὸς αὐτὸν μετὰ καλοθελούς ποιησαμένης προαιρέσεως. οὕτως ἀπήρχθη τὰ τῆς ὑποθέσεως. 'Ανεγνώσθη γὰρ ἀπὸ τοῦ ἐπ' ἄμβωνος κατὰ τὴν Κυριακὴν τῆς ᾿Ορθο δοξίας ἀναγινωσκομένου συνοδικοῦ τῆς ἑβδόμης συν όδου ἡ περὶ τῆς τῶν ἁγίων εἰκόνων προσκυνήσεως ῥῆσις, ἐν ἐπηκόῳ τῶν ἀθροισθέντων, ὡς εἴρηται, λέ γουσα κατὰ λέξιν ταυτί Οριζομένου σὺν ἀκριβείᾳ πάσῃ καὶ ἐμμελείᾳ παραπλησίως τῷ τύπῳ τοῦ τιμίου σταυροῦ ἀνατί θεσία: τὰς σεπτὰς εἰκόνας, τὰς ἐκ χρωμάτων καὶ ψηφίδων καὶ ἑτέρας ὕλης ἐπιτηδείως ἐχούσης ἐν ταῖς ἁγίαις τοῦ Θεοῦ ἐκκλησίαις, ἐν ἱεροῖς σκεύεσι καὶ ἐσθῆσι, τοίχοις τε καὶ σανίσιν, οἴκοις τε καὶ ὁδοῖς τήν τε τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῆς ἀχράντου ἡμῶν Δεσποίνης τῆς ἁγίας Θεοτόκου, τῶν τιμίων ἀγγέλων, καὶ πάν των τῶν ὁσίων καὶ ἁγίων ἀνδρῶν (ὅσῳ γὰρ δι' εἶκο νικῆς ἀνατυπώσεως ὁρῶνται, τοσούτῳ οἱ ταύτας θεώμενοι διανίστανται πρὸς τὴν τῶν πρωτοτύπων μνήμην τε καὶ ἐπιπόθησιν), καὶ ταύταις ἀσπασμέν καὶ τιμητικὴν προσκύνησιν ἀπονέμειν, οὐ μὴν τὴν κατὰ πίστιν ἡμῶν λατρείαν τὴν ἀληθινὴν ἢ πρέπει μόνῃ τῇ θείᾳ φύσει, ἀλλ᾽ ἂν τρόπον τῷ τύπῳ τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ, καὶ τοῖς ἁγίοις Εὐαγ γελίοις, καὶ τοῖς λοιποῖς ἱεροῖς ἀναθήμασι· καὶ θυμιαμάτων καὶ φώτων προσαγωγὴν πρὸς τὴν τού των τιμὴν ποιεῖσθαι, καθὼς καὶ τοῖς ἀρχαίοις εὐσε δως είθισται. Ἡ γὰρ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρω τότυπον διαβαίνει· καὶ ὁ προσκυνῶν τὴν εἰκόνα προσκυνεῖ ἐν αὐτῇ τοῦ ἐγγραφομένου τὴν ὑπόστασιν. Δῆλον δὲ τοῦτο καὶ τοῖς πρὸ ἡμῶν πεφανερωμένον καὶ κεκηρυγμένον καὶ ἐγνωσμένον, ὡς ἐξ εἰκόνων καὶ ἐν εἰκόσι τιμᾶται ἡ ἀλήθεια καὶ προσκυνεῖται. Καὶ τούτων ἀναγνωσθέντων ηρώτησε κοινῶ; ἄ -αν τὰς ὁ βασιλεὺς ὁ ἅγιος, εἰ οὕτω πάντες φρονοῦσι, καὶ οὐδεὶς κατά τι διαμφιβάλλει. Καὶ ἀπεκρίθησαν ἅπαντες μια φωνῇ, οὕτω φρονεῖν καὶ οὕτω κηρύσε σειν. Καὶ ὁ βασιλεὺς εἰπών, «Δόξα τῷ ἁγίῳ Θεῷ, ο αὖθις ἠρώτησε· «Σχετικῶς ἢ λατρευτικώς φατε προσκυνεῖν τὴν εἰκόνα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σω τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ;» Καὶ εἶπον ἅπαντες Σχετικώς προσκυνοῦμεν αὐτὴν, ὡς εἰκόνα τοῦ Κυ ρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· εἱ δὲ μὴ οὕτω προσκυνοῦντες, ἀνάθεμα, ο Καὶ ὁ βα
col. 981–982page 31 of 33
PG 127:981σιλεὺς ἐκ ψυχῆς ἐξεφώνησεν· Οἱ μὴ οὕτω φρονοῦντες, ἀνάθεμα.» Πάλιν ἠρώτησεν ὁ βασιλεὺς, «Εἰκό. νας ποίας λέγετε; τὰς εἰκονικὰς ὕλας ἢ τὰ ἐν ταύ ταις φαινόμενα ὁμοιώματα;» Καὶ εἶπον ἅπαντες, Τὰ ὁμοιώματα ἐν ταῖς ὕλαις φαινόμενα.» Και αὖθις ἠρώτησε· ι Δύναται τὸ ὁμοίωμα τοῦ Χριστοῦ τὸ ἐν τῇ ὕλῃ ὁρώμενον λατρευτικῶς προσκυνεῖσθαι;» καὶ εἶπον· 4 Οὐχέ.» Καὶ εἶπεν ὁ βασιλεύς·. Οὕτως ἔχει ἡ ἀλήθεια, ὡς εἴπατε.» Εἶπε δὲ ὁ Κλαυδιουπόλεως, ὅτι «Τινὲς οὐ μετέχειν λέγουσι θείας χά ριτος τὰς ἁγίας εἰκόνας.» Καὶ εἶπεν ὁ βασιλεὺς μετὰ πάντων· «Ανάθεμα τῷ οὕτω λέγοντε· θείας μὲν γὰρ χάριτος μετέχουσιν αἱ ἅγιαι εἰκόνες, ὁμος φυεῖς δὲ τοῖς πρωτοτύποις οὐκ εἰσί. • Καὶ πρὸς τοῦτο ὁ Κλαυδιουπόλεως επήγαγεν, οὕτω καὶ αὐτὸν φρονεῖν. Εἶπεν ὁ βασιλεύς· «Ο εναντιούμενος κατά τι ταῖς ἁγίαις καὶ οἰκουμενικαῖς ἑπτὰ συνέδεις, ἢ προσθήκην ἢ ὑφαίρεσιν ποιῶν δόγματος, ἤ τι τῶν ἐν αὐταῖς ὁρισθέντων παρερμηνεύων ἢ ἀποβαλλόμενος, ἀνάθεμα.» Καὶ εἶπον ἅπαντες, 4 Ανάθεμα.» Αὖθις ἐρώτησε· «Τὸ ἐν τῇ ὕλῃ γραφόμενον ὁμοίωμα τοῦ Χριστοῦ, τοῦτό ἐστιν ἡ θεία φύσις;» Καὶ εἶπον ἅπαντες· Οὐχί· ἡ γὰρ θεία φύσις ἀπερίγραπτος.» Εἶπεν ὁ βασιλεύς· «Οὕτως ἔχει ἡ ἀλήθεια, ο προσ θεὶς καὶ τοῦτο, ὅτι. • Εγώ τέως λέγω καὶ φρονῶ, μὴ ἐναντιοῦσθαι ἀλλήλοις τὰ συνοδικὰ δόγματα καὶ κηρύγματα • ὑμῖν οὖν τί δοκεῖ;» Καὶ εἶπον ἅπαντες, συμφωνεῖν αὐτὰ πρὸς ἄλληλα καὶ πρὸς ἑαυτά. Εἶπεν ὁ βασιλεύς· «Τὰ ἐπ' ἄμβωνος κηρυττόμενα καὶ ἀναγινωσκόμενα τὸ ἓν κηρύσσουσι καὶ οὐκ ἐναντιοῦνται ἀλλήλοις ἔν τινι.» "Απαντες εἶπον· «Οὕτως ἔχει.» Καὶ ὁ βασιλεὺς ηὐχαρίστησεν εἰπών· «Δόξα τῷ ἁγίῳ Θεῷ τῷ οἰκονομήσαντι ούτωσί, ἅπαντες ομοφρονοῦμεν.» Μετὰ ταῦτα ἀνεγνώσθη κεφάλαιον ἕτερον ἐκ τοῦ συνοδικοῦ τοῦ δευτέρου τῆς ἀναμνήσεως καὶ εὐχαριστίας τοῦ ἀναγινωσκομένου ὁμοίως ἐπ' ἄμβωνος. Οἱ προφῆται ὡς εἶδον, οἱ ἀπόστολοι ὡς ἐδίδαξαν, ἡ Ἐκκλησία ὡς παρέλαβε, οἱ διδάσκαλοι ὡς ἐδογμάτισαν, ἡ οἰκουμένη ὡς συμπεφρόνηκεν, ἡ χάρις ὡς ἔλαμψεν, ἡ ἀλήθεια ὡς ἀποδέδεκται, τὸ ψεῦδος ὡς ἀπελήλαται, ἡ σοφία ὡς ἐπαρρησιάσατο, ὁ Χριστὸς ὡς ἐβράβευσεν· οὕτω φρονοῦμεν, οὕτω λα λοῦμεν, οὕτω κηρύσσομεν Χριστὸν τὸν ἀληθινὸν Θεὸν ἡμῶν καὶ τοὺς ἁγίους αὐτοῦ, ἐν λόγοις τιμῶντες, ἐν συγγραφαῖς, ἐν νοήμασιν, ἐν θυσίαις, ἐν ναοῖς, ἐν εἰκονίσμασι· τὸν μὲν ὡς Θεὸν καὶ Δεσπότην προσκυνοῦντες καὶ λέγοντες, τοὺς δὲ διὰ τὸν κοινὸν Δεσπότην καὶ ὡς αὐτοῦ γνησίους θεράποντας τι μῶντες, καὶ τὴν κατὰ σχέσιν προσκύνησιν ἀπονέμοντες.» Μετὰ τὴν ἀνάγνωσιν τούτου, ὁ βασιλεὺς συναγαγὼν τῶν ἀναγνωσθέντων δύο κεφαλαίων τὸν νοῦν εἶπεν • Εἰ οἱ ἀπόστολοι ὡς ἐδίδαξαν, οἱ προφῆται ὡς εἶδον, οἱ διδάσκαλοι ὡς ἐδογμάτισαν, ὁ Χριστὸς ὡς ἐβράβευσε, καὶ τὰ λοιπά· οὕτω δὴ φρονεῖν παραδίδωσιν ἡμῖν τὸ συνοδικὸν, καὶ οὐχ ἑτέρως εύδηλον, ὅτι κατὰ τὴν τούτου παράδοσιν τοὺς μὲν
col. 983–984page 32 of 33
PG 127:983Λ «ἁγίους ὡς θεράποντας Χριστοῦ προσκυνοῦμεν διὰ «τὸν Χριστὸν καὶ τὴν πρὸς αὐτὸν οἰκείωσιν, τὸν δὲ Χριστὸν ὡς Θεὸν καὶ Δεσπότην δι' ἑαυτὸν δηλονότι, καὶ οὐ δι' ἕτερον· ὥστε τῶν μὲν ἁγίων τὰς εἰκό. νας προσκυνοῦμεν ὡς θεραπόντων Χριστοῦ σχετι α· κῶς δι' αὐτοὺς, αὐτοὺς δὲ διὰ τὴν αὐτῶν πρὸς τὸν κοινὸν Δεσπότην ἡμῶν οἰκείωσιν. Ἐπ' αὐτοῦ δὲ Χριστοῦ λατρευτική ή προσκύνησις. Ο προσκυνῶν «γὰρ συμπροσκυνεῖ τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ἐπὶ δὲ τῆς εἰκόνος αὐτοῦ ἡ αὐτὴ μέν· πῶς γὰρ οὔ; ὧν γὰρ τὸ κράτος ἓν καὶ ἡ δόξα μία, τού ι των δηλαδὴ ἐν τὸ σέβας καὶ μία ἡ προσκύνησις. Σχετικὴ δὲ ὅμως ήγουν όμωνυμική, ώς φησι καὶ ι ὁ ἅγιος καὶ ὁμολογητής Θεόδωρος ὁ Στουδίτης ἐν κ τῇ πρὸς ᾿Αθανάσιον ἐπιστολῇ αὐτοῦ.» Ταῦτα εἰπὼν ὁ βασιλεὺς ἠρώτησεν· «Οὕτω καὶ ὑμῖν πᾶσι δοκεῖ ὡς καὶ ἡμεῖς εἴπομεν;» — «Οὕτως, εἶπον πάντες, καὶ τοῖς μὴ οὕτω φρονοῦσιν ἀνάθεμα. Καὶ πάλιν ὁ βασιλεύς· Δόξα τῷ ἁγίῳ Θεῷ τῷ φυλάξαντι ἡμᾶς ἐν ὁμονοίᾳ καὶ εἰρήνῃ, μὴ κατά τι διασχιζομένουςἐναντιοφρονουμένους τοῖς ἁγίοις Πατράσιν ἡμῶν. Ἐπὶ τούτοις ἅπαντες εὐχαριστήσαντες, τῷ Θεῷ δόξαν ἀνέπεμψαν, καὶ τὴν συνήθη εὐφημίαν τῷ βασιλεῖ ἀπένειμαν. Μετὰ ταῦτα ὁ βα σιλεὺς, τρέψας τὸν λόγον πρὸς τὸν ἀρχιερατεύσαντα ἐν Χαλκηδόνι κυρὸν Λέοντα, ἐπύθετο καὶ τοῦτον, εἰ δέχεται τὸν ἅγιον Θεόδωρον τὸν Στουδίτην, καὶ εἰ συμφωνεῖ καὶ αὐτὸς τοῖς ἀναγνωσθεῖσι καὶ ἐρωτη θεῖσι καὶ παρὰ πάντων ἀποκριθεῖσι τήμερον, κἀκείνοις ἐμμένει. Ο δὲ ἀποκριθεὶς τὸν μὲν ἅγιον Θεό δωρον ὡς κοινὸν ἀναπνέειν διδάσκαλον, τὰ δὲ δια γνωσθέντα [Ι. ἀναγνωσθέντα] καὶ ἐρωτηθέντα παρὰ πάντων τε συμφώνως ἀποκριθέντα ἀσπάζεσθαι καὶ αὐτὸν, καὶ ἐμμένειν αὐτοῖς. Προσεπήγαγε δὲ καὶ ταῦτα· «Ὡς ὅσα αὐτοὶ ἀπὸ τοῦ ἐγγράφου μου ἀποβάλλεσθε, ἀποβάλλομαι ταῦτα κἀγώ· καὶ ὅσα δέχεσθε, δέχομαι» Ταῦτα τοῦ ἀπὸ Χαλκηδόνος λέον τος εἰπόντος, ἐπεὶ διεγνώσθησαν τινα τῶν ἐν τῇ παρ' αὐτοῦ ἐκτεθείσῃ ἐπιστολῇ ἐγγραφομένων τοῖς συνο δικῶς ἐπ' ἄμβωνος ἀναγινωσκομένοις καὶ τοῖ; ἄνωθεν διαληφθεῖσιν ἐναντιούμενα, καὶ τῇ διδασκαλία τῶν θείων Πατέρων ἀσύμφωνα· ἔδοξεν ἀπόβλητα ταῦτα καὶ εἶναι καὶ λογίζεσθαι, ὡς δὲ καὶ τὸν τού τοις προσκείμενον. Ἐπὶ πάσαις δὲ ταῖς ἀναγεγραμμέναις ερωτήσεσι καὶ ἀποκρίσεσι καὶ διαγνώσεσιν, ἐκφωνεῖ ὁ βασιλεὺς εἰς ἐπήκοον πάντων τό· « τις ἐπὶ τοῖς διαγνωσθεῖσι κατά τι ἀμφιβάλλει, μέσον στὰς εἰπάτω τὸ ἀμφιβαλλόμενον περὶ αὐτοῦ.» Καὶ οὐδεὶς εὑρέθη ἀμφιβάλλων ἢ ἀντιλέγων ἐπί τινι τῶν διαγνωσθέντων, ἀλλὰ πάντες ἀπὸ τῶν πρώτων ἕως τῶν ἐσχάτων εὑρέθησαν ὁμοφρονοῦντες ἐπὶ ταῖς εἰρη μέναις διαγνώσεσιν.
col. 985–986page 33 of 33
PG 127:985ἀδείας ἔχουσιν οἱ δομήτορες τούτων τυπικὰ ἐκτίθεσθαι; κτητορικά. α'. Περὶ τοῦ ἐλευθέραν καὶ αὐτοδέσποτον εἶναι τὴν τῆς κεχαριτωμένης καὶ πανάγνου θεομήτορος μονήν. β'. Περὶ τοῦ δεῖν κοινοβιακῶς τὴν διαγωγήν μετιέναι τὰς ἐν τῇ μονῇ τῆς κεχαριτωμένης τὸν μονήρη διανυούσας βίον. γ΄. Περὶ τῶν εἰς ἀντίληψιν τῆς μονῆς τεταγμένων, καὶ περὶ τοῦ κρατεῖν καὶ ὅσα ἐν τῇ δια Θήκη μου περὶ τῆς μονῆς διατάξομαι, ἴσα τῷ παρόντι τυπικῷ, δ καὶ ὀφείλει ἔχειν τὸ ἀναλ λοίωτον καὶ ἄτρεπτον ἐσκεί. δ. Περὶ τοῦ πῶς ἂν διάγοιεν ἐν τῇ μονῇ αἱ ἐκ τῶν ἐγγόνων ἡμῶν ἀποκειρόμεναι, καὶ ἐν ταύτῃ παραχωρηθεῖσαι διάγειν, καὶ αἱ ἐκ περιφανεστέρου βίου καὶ σεμνοῦ προσερχόμεναι τῇ τοιαύτῃ μονῇ καὶ ἀποκειρόμεναι ἐν αὐτῇ.
Continue reading PG 127: Irene Augusta →≣ entire volume
Page scan enlarged

Notebook

Full View