PG 127Elias Ecdicus
Gnomological Anthology and Gnostic Sentences
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

NoticeNotitia

col. 1127–1128page 1 of 25
PG 127:1127† Ο Παλαιόλογος ἐξ ἀγορασίας ἀπὸ τῆς ᾿Απηδοῦς Καὶ ἀπὸ τὸ τέλος τῆς πυγεῖς [πηγής Καὶ ἀπὸ τὸ ἐργαστύρων [ἐργαστήριον] Καὶ ἀπὸ τὸν Γαλατάν Χρονικά. Εχη [ἔχει] ὁ παπᾶς ῥῶγαν λέγαν] τὸν χρόνον Εχη καὶ ὁ ἀμπεληκὸς τὸν χρόνον Ἔχη καὶ ἡ ἐκκλησία Εξοδον, κηρὸν, καὶ ἔλαιον ει μ.β Φιλοκαλία τῶν ἱερῶν Νηπτικῶν, Ηλίας ὁ θεῖος οὗτος Πατὴρ, ὁ καὶ Ἔκδικος ἐτ:. β ονομαζόμενος, πότερον Ηλίας ὁ Κρήτης, ὁ καὶ τῶν τοῦ Γρηγορίου θεολογικῶν λόγων σχολιαστής, οὗτός ἐστιν, ἢ ἕτερός τις, ἡμῖν ἄδηλον. Οσον γε μὴν ἐκ τῶν παρόντων αὐτοῦ κεφαλαίων, ὡς ἔκ τινων ἀπ τελεσμάτων τὸν ποιητὴν, ἐπιγνῶμαι, ἀνὴρ ἦν, εἴ τις καὶ ἄλλος, σοφίας εἰς ἄκρον ἐληλακώς, τῆς τε θύ ραθεν, καὶ πολλῷ μᾶλλον τῆς καθ' ἡμᾶς τε, καὶ κρείττονος. Τήν τε γὰρ ἐν λόγοις δύναμιν, καὶ τὸ περιὸν αὐτῷ τῆς ἀρετῆς κλέος ῥᾳδίως ἂν ἐν τούτοι; κριτικὸς ἀνὴρ καταμάθοι. "Α δὴ καὶ ἡμεῖς κατα ιδόντες, καὶ τὸν ἐν αὐτοῖς πολύχουν καρπὸν τῆς ἠθικῆς, καὶ γνωστικῆς διδασκαλίας θαυμάσαντες, ναὶ μὴν, καὶ ἡσθέντες οἷόν τισι φύλλοις σκέπην τε τῷ καρπῷ, καὶ ὄψιν παρεχομένοις οὐκ ἄωρον, ταῖς τῶν μεταφορῶν φημὶ, καὶ λέξεων χάρισιν, αἷς εἰς τὸ ἄριστον ὁ Πατὴρ αὐτῶν ἐχαρίτωσε, τούτοις τους φιλαναγνώστας φιλοφρονούμεθα, καὶ εἰσελθεῖν αὐ τοὺς παρακαλοῦμεν ἐν ἀγάπῃ, τὸν εὐανθῆ τουτον καὶ εὐώδη λειμῶνα, ὡς οὕτως ἐπιγράφεται, πολλαῖς μὲν καὶ ὑψηλαῖς ἀναδενδράσι τῶν πνευματικῶν λο γίων πεπυκασμένον, ῥείθροις δὲ θείας σοφίας ποτι μωτάτοις κατάρξντον· καὶ τῇ σκιᾷ τούτου ὑποκαθίσαι. ὡς ἂν καὶ αὐτοὶ, οὐ μόνον τῶν τῆς πρακτικῆς ῥοῶν ἀπολαύσωτιν, ἀλλὰ καὶ τῶν ἀκροδρύων τῆς θεωρίας, ᾀσματικῶς εἰπεῖν, ζακόρως κατατού φήσωσιν.
col. 1129–1130page 2 of 25
PG 127:1129ΑΝΘΟΛΟΓΙΟΝ ΓΝΩΜΙΚΟΝ ΦΙΛΟΣΟΦΩΝ ΣΠΟΥΔΑΙΩΝ ΣΠΟΥΔΑΣΘΕΝ ΚΑΙ ΠΟΝΗΘΕΝ ΗΛΙΑ ΕΛΑΧΙΣΤΟ ΠΡΕΣΒΥΤΕΡΟ ΚΑΙ ΕΚΔΙΚΟ Πηγὴν νάουσαν ἠθικῶν δρόσον λόγων ἐν ταῦθ᾽ ἐφεύροις εἰ μετέλθης γνησίως. α΄. Εξεστι παντὶ Χριστιανῷ τῷ ὀρθῶς πιστεύοντι εἰ; τὸν Θεὸν, μὴ ἀμεριμνεῖν, ἀλλὰ πάντοτε προσδοκάν, καὶ ἐκδέχεσθαι πειρασμὸν, ἵν', ὅταν ἔλθῃ, μὴ ξενίζη και μηδὲ ταράσσηται, ἀλλ᾽ εὐχαρίστως ὑπομένῃ τὸν κόπον τῆς θλίψεως, καὶ ἐννοῇ τί ψάλλων σὺν τῷ Προφήτῃ λέγει· «Δοκίμασόν με, Κύριε, καὶ πείρασόν μέ· ν καὶ οὐκ εἴρηκεν ὅτι Η παιδεία σου κατο έστρεψεν, ἀλλ', ανώρθωσε με εἰς τέλος.» β'. Ἀρχὴ μὲν τῶν καλῶν, φόβος Θεοῦ. Τέλος δὲ, ὁ πόθος αὐτοῦ. γ'. Ἀρχὴ παντὸς ἀγαθοῦ, λόγος ἔμπρακτος, καὶ πρᾶξις ἐλλόγιμος. Διὸ οὔτε πρᾶξις, λόγου χωρίς, ἀγαθή· οὔτε λόγος, πράξεως ἄνευ, ὁ προερχόμενος. δ. Πρᾶξις ἐστι, σώματος μὲν, νηστεία καὶ ἀγρυ πνία· στόματος δὲ, ψαλμῳδία καὶ προσευχὴ, καὶ σιωπὴ λόγου τιμιωτέρα· καὶ χειρῶν πρᾶξις, τὸ ὑπ' ἐκείνων ἁγογγύστως γινόμενον· ποδῶν δὲ, τὸ δι' αὐτ τῶν ἐκ πρώτης προτροπῆς ἀνυόμενον. ε΄. Προηγείται πασῶν τούτων ἔλεος καὶ ἀλήθεια. Την κύημα ή ταπείνωσις, καὶ ἡ ἐκ ταύτης κατὰ τοὺς Πατέρας προσγινομένη διάκρισις· ἧς ἄνευ, οὐδ' ἑτέρα τὸ ἑαυτῆς ἰδεῖν πέρας δυνήσεται. Η μὲν γὰρ πρᾶξις τὴν τοῦ λόγου ζυγὸν ἀτιμάζουσα, ὧδε κἀκεῖσε περὶ τὰ ἀνωφελῆ οἷά τις δάμαλις περιπλανωμένη εὑρίσκεται· ὁ δὲ λόγος τῆς πρακτικῆς τοὺς ἐντίμους χιτῶνας ἀποποιούμενος, οὐκ εὐσχήμων κἂν τοιοῦτος εἶναι πως τὸ δοκεῖν σχηματίζεται. ς'. Ἡ ἀνδρεία ψυχή, ὡς γυνή παρ' ὅλον αὐτῆς τὸν βίον, ὡς δύω λύχνους τὸ πρακτικόν τε καὶ θεωρητικόν καιομένη, κατέχουσα, πράττει τὰ ὀφειλόμενα. Τὰ ἐναντία δὲ πάλιν, ἡ παρειμένη ταῖς ἡδοναῖς. ο

Anthology of MaximsAnthologium Gnomicum

col. 1131–1132page 3 of 25
PG 127:1131ζ'. Οὐκ ἀρκεῖ τῇ ψυχῇ πρὸς τελείαν κακίας ἀπαλ λαγὴν, ἡ ἑκούσιος κακοπάθεια, εἰμὴ καὶ διὰ τῆς ἀκουσίου, ἐκπυρουμένη μὴ διαλύηται. Οἷα γάρ τις μάχαιρα ἡ ψυχή, εἰ μὴ διὰ πυρὸς διέλθῃ καὶ ὕδατος, τουτέστιν ἑκουσίων πόνων καὶ ἀκουσίων, ἄθραυστος ταῖς ἀντιτυπίαις τῶν ἐπισυμβαινόντων οὐ συντηρεῖται. η'. Ὥσπερ τῶν ἑκουσίων πειρασμῶν τρία εἰσὶ τὰ καθολικώτερα αίτια, ὑγεία, πλοῦτος, καὶ εὔκλεια, οὕτω καὶ τῶν ἀκουσίων τρία εἰσὶ, ζημίαι, λοιδορίαι, ἀσθένειαι. Γίνονται δὲ ταῦτα τισὶ μὲν εἰς οἰκοδομή, τισὶ δὲ εἰς καθαίρεσιν. θ'. Παρυφέστηκε ψυχῇ μὲν, ἐπιθυμία καὶ λύπη σώματι δὲ, ἡδονὴ καὶ ὀδύνη. Αἴτιον δὲ τῆς μὲν ὀδύνης, ἡ ἡδονή. Θέλοντες γὰρ ἐκφυγείν τὴν κατὰ τὴν ὀδύνην ἐπίπονον αἴσθησιν, πρὸς τὴν ἡδονὴν καταφεύγομεν. Τῆς δὲ λύπης, ἐπιθυμία. ι'. Ἐνδιάθετον μὲν ὁ ἐνάρετος κέκτηται τὸ καλόν, περινενοημένον δὲ ὁ κενόδοξο;· τὸ δὲ κακὸν, ὁ μὲν σπουδαῖο;, ἐξ ἐπιπολῆς ἔχει, κατὰ βάθος δὲ ὁ φιλ. ήδονος. ια΄. Πρᾶξις ψυχῆς ἐστιν, εγκράτεια τῇ ἁπλότητι, καὶ ἀπλότης τῇ ἐγκρατείᾳ ἐνεργουμένη. ιβ. Νοῦ πρᾶξις ἐστιν, ἡ ἐν θεωρίᾳ εὐχὴ, καὶ ἡ ἐν εὐχῇ θεωρία. ιγ'. Ολιγάκις μεν, καὶ οὐκ ἐπιμελῶς πρὸς τὸ κα κὸν εὑρίσκεται ὁ τοῦτο μισῶν· πλεονάκις δὲ καὶ προσεκτικώτερον, ὁ ἐπὶ τοῖς αἰτίαις ἐκείνου προσ κείμενος. ιδ'. Οἷς μὴ κατὰ πρόθεσιν τὸ μετανοείν, τούτοις συνεχῶς καὶ τὸ πλημμελεῖν. Οἷς δὲ παρὰ πρόθεσιν τὸ ἁμαρτάνειν, ἐμπληροφόρητος ἡ μετάνοια, καὶ τὸ αἴτιον ταύτης οὐχὶ συχνόν. α. Αίσθησις, καὶ συνείδησις, λόγῳ τῷ κατὰ προ φοράν, συνερχέσθωσαν. Όπως ὁ εἰρηνικὸς καὶ θεῖος λόγος, ἐν μέσῳ τούτων εὑρίσκεσθαι, μή καταισχύνη. ται διὰ τῆς προπετείας, ἢ τῆς ἀμετρίας τῶν λεγω μένων. ις. Οὐχ ὁ τοῖς ἔργοις μὴ ἀδικῶν τὴν ψυχὴν αὐτοῦ, οὗτος καὶ τοῖς λόγοις αμίαντον αὐτὴν συνετήρησεν. Οὐδὲ ὁ τούτοις φυλάττων, ἤδη καὶ μολυσμοῖς οὐκ έμόλυνε. Τριττὸν γὰρ τὸ ἁμαρτάνειν καθέστηκεν. ι'. Οὐ δυνήσῃ τὸ πρόσωπον τῆς ἀρετῆς κατιδείν, ἡδέως ἔτι τὸ τῆς κακίας κατανοῶν. Μισητὸν δέ σοι τότε φανεῖται τὸ δεύτερον, ὅτε τρυφῆς ἐπιθυμητής τὴν γεῦσιν, καὶ τοιαύτης τὴν ὄψιν ἀποξενώσῃς μορφ φῆς. τηʹ. Διὰ τῶν λογισμῶν, οὐ διὰ τῶν πραγμάτων προηγουμένως πολεμοῦσιν οἱ δαίμονες τὴν ψυχήν αὐτὰ γὰρ καθ' ἑαυτὰ πολεμοῦσι τὰ πράγματα· καὶ τῶν μὲν πραγμάτων, ἡ ἀκοὴ αἴτιος, καὶ ἡ δρασις" τῶν δὲ λογισμῶν ἡ συνήθεια, καὶ οἱ δαίμονες. ιθ'. Τριττὸν μὲν τὸ ἁμαρτητικὸν μέρος τῆς ψυχῆς εὑρίσκομεν· ἐν ἔργοις, ἐν λόγοις, καὶ ἐννοίαις. Εξα δικὸν δὲ τὸ τῆς ἀναμαρτησίας καλόν. Απταίστους
col. 1133–1134page 4 of 25
PG 127:1133γὰρ τὰς πέντε αἰσθήσεις, καὶ τὸν προφορικὸν δὴ συντηρεῖν λόγον· ἐν οἷς ὁ μὴ πταίων, ἀνὴρ τέλειος, δυνατός χαλιναγωγῆσαι καὶ τὰ λοιπὰ μέρη τῆς ψυχῆς. κ'. Εξαχῶς τὸ ἄλογον μέρος διαιρείται τῆς ψυχῆς, εἴς τε τὰς πέντε αἰσθήσεις, καὶ εἰς τὸν κατὰ προφορὰν λόγον. Οι συνδιατηρεῖται μὲν ἀδιαιρέτως τῷ πάσχοντι, ἀπαθὴς. ὧν ἀναμάσσεται δὲ τὴν αὐτοῦ και κίαν, παθητικὸς εὑρισκόμενος. κα'. Οὔτε σῶμα δύναται νηστείας, καὶ ἀγρυπνίας καθαρισθῆναι χωρὶς, οὔτε ἐλέους, καὶ ἀληθείας ψυχή ἀλλ᾽ οὔτε νοῦς ἄνευ ὁμιλίας, καὶ θεωρίας Θεοῦ. Αὖ ται γὰρ αἱ συζυγίαι, ἐν τούτοις ἐπισημόταται. κβ'. Κυκλοφορουμένη ταῖς εἰρημέναις ἀρεταῖς ἡ ψυχὴ, ἀπεριπτύπητον τὸ ταύτης ἐκ πειρασμῶν καθε ίστησι φρούριον, δ ἐστὶν ἡ ὑπομονή. «Ἐν τῇ ὑπομονῇ ὑμῶν γὰρ κτήσασθε τὰς ψυχὰς ὑμῶν, ὁ λόγος φη σίν. Εἰ δὲ ἑτέρως εχόμενα εἴη, οἷά τις πόλις ἀτείχιστος καὶ ὑπὸ τῶν πόῤῥωθεν ψόφων, δειλίας μοχλοῖς κατασείεσθαι είωθεν. κγ'. Οὐχ ὅσοι εἰς τὰ κατὰ λόγον εἰσὶ φρόνιμοι, οὗτ τοι καὶ εἰς τὰ κατ' ἔννοιαν· οὐδὲ ὅσοι εἰς τὰ κατ᾽ ἔν νοιαν, οὗτοι καὶ εἰς τὰ κατ' αἴσθησιν τὴν ἔξωθεν εὑρεθήσονται. Εἰ γὰρ καὶ πάντας ὑποφόρους ἔχει ἡ αἴσθησις, ἀλλ᾽ οὐχ ὁμοίως αὐτῇ τοὺς φόρους ἀποδιδόασι. Ἐξ ἀφελότητος γὰρ οἱ πλείους εἰς τὰ κατ' αὐτὴν τιμᾷν αὐτὴν, ὡς αὐτὴ ἀπαιτεῖ, οὐκ ἐπίστανται. κδ. Τῇ φύσει άτμητος οὖσα ἡ φρόνησις, τέμνεται εἰς διαφόρους τομάς. Ο μὲν γὰρ δίδοται πλέον, ᾧ δὲ ἔλαττον αὐτῆς, ἕως αὐξηθεῖσα ἡ πρακτικὴ ἀρετή, συνδρόμους τε αὐτῇ τὰς γενικὰς ἔχουσα ἀρετὰς, τὸ ἐνδεχόμενον ἑκάστῃ ἀποπληρώσῃ καλόν. Οι πλείους γὰρ κατὰ τὴν ἔλλειψιν τῆς ἐμπράκτου ζωῆς, καὶ τὸ φρονεῖν ἐκληρώσαντο. κε'. Εἰς μὲν τὰ κατὰ φύσιν, ὀλίγοι φρόν μοι ευρε θήσονται· εἰς δὲ τὰ παρὰ τὴν φύσιν, πολλοί. Λέει γὰρ τῷ περὶ αὐτὰ ὅλην αὐτῶν τὴν φυσικὴν φρόνησιν ἐκκενώσαντες, ἔχουσιν ἐκεῖ μὲν τὸ φρονεῖν ὀλί γον, τὸ πλεῖστον δὲ ἐν τοῖς περιττοῖς, καὶ οὐ τῇ φύσει ἐπαινετοῖς. κς'. Τῆς εὐλόγου σιωπῆς, ὁ καιρὸς καὶ τὸ μέτρον συνεστιάτορες. Πανδαισία δὲ τούτου γίνεται ἡ ἀλή Θεια, καθ᾿ ἣν ὁ τοῦ ψεύδους πατὴρ ἐπὶ ψυχὴν ἀποδημοῦσαν ἐρχόμενος, εὑρίσκει τῶν ἐπιζητουμένων οὐδέν. κζ'. Ἐλεήμων ἀληθῆς, οὐχ ὁ παρέχων ἑκουσίως τὰ περιττά, ἀλλ' ὁ συγχωρῶν τὰ ἀναγκαῖα τοῖς ἁρπάζουσι. κη'. Οἱ μὲν, τῷ ἐνύλῳ πλούτῳ κτῶνται τὸν ἄϋλον ἐλεημοσύνης θεσμοῖς· οἱ δὲ, τῷ ἀΰλῳ ἀποκτῶνται τὸν ἔνυλον ἐν αἰσθήσει τοῦ ἀνεκλείπτου γινόμενοι. κθ'. Φίλον μὲν παντί, τὸ πλουτεῖν ἐν καλοῖς· λυπη ρὸν μὲν τῷ θείως πλουτίσαντι μὲν, μὴ ἐπιπλεῖστον συγχωρηθῆναι δὲ ἐνευφρανθῆναι αὐτῷ. λ'. Εξωθεν μὲν ἡ ὑγεία δοκεῖ τῇ ψυχῇ, ἔνδοθεν δὲ ἐν τῷ τῆς αἰσθήσεως πυθμένι πέφυκε κρύπτεσθαι ἡ
col. 1135–1136page 5 of 25
PG 127:1135dρωστία αὐτῆς. Εἰ δὲ δεῖ πάντως ἔξωθεν μὲν τὴν ἀῤῥωστίαν ἐκείνην τῷ ἀναθερισμῷ τῶν ἐλέγχων γενέσθαι, ἔνδοθεν δὲ τὴν ὑγείαν δηλονότι ταύτην τῷ ἀνακαινισμῷ τοῦ νοός. ῎Αφρων ὁ τοὺς ἐλέγχους ἀπο σειόμενος, καὶ ἐν τῷ τῆς ἀναλγησίας πάντοτε ἀνα κεῖσθαι νοσοκομείῳ μὴ αἰσχυνόμενος. λα'. Μὴ τραχυνθῇς κατὰ τοῦ ἀκουσίως σε χειρουρ γήσαντος· ἀλλὰ πρὸς τὴν ἐκκενωθεῖσαν ἀηδίαν ἀποβλεψάμενος, ταλάνισον μὲν σεαυτόν, μακάρισον δὲ τὸν αἰτιόν σοι ταύτης γενόμενον τῆς ὠφελείας, οικονομία Θεοῦ. λβ'. Μὴ πρός τι δεινὸν ἀπευδοκήσῃς τῆς ἀρρω στίας σου, ἀλλὰ διὰ τῶν τῆς φιλοπονίας δραστικωτέρων φαρμάκων, πόρρω γενοῦ ταύτης, ὁ τῆς κατὰ ψυχὴν ὑγεία; ἐπιμελούμενος. λγ'. Μὴ συσταλῇς ἀπὸ τοῦ καιρίως σε πλήττοντας πρόσιθι δὲ τούτῳ καὶ ὑποδείξει σοι, ὅσον τὸ ὑποσμή χαν τὴν αἴσθησιν σου καλόν. Καὶ φάγῃ δόμον τοὺ τὸ ἐκ τῆς ὑγείας, μετὰ τὸ ἀναλωθῆναι τὸ ἐκ πικρία; ἀπόβλητον. λε'. Οσον αἰσθάνῃ τῶν πόνων, τοσοῦτον ἀποδέχου τὸν τούτους διὰ τῶν ἐλέγχων ὑποδεικνύοντά σο Καθάρσεως γὰρ τελείας αίτιός σοι καθίσταται ἧς ἄνευ, ἐν καθαρῷ χωρίῳ τῷ τῆς εὐχῆς, οὐ δύναται γενέσθαι ὁ νοῦς. λε'. Ἐν τῷ ἐλέγχεσθαι, ἢ σιωπᾷν δεῖ, ἢ ἡπίως ἀπολογεῖσθαι τῷ καταλέγοντι· οὐ διὰ τὸ συστῆσαι τὰ οἰκεῖα τὸν ἐλεγχόμενον, διὰ δὲ τὸ ἀναστῆσαι ἴσως προσκώψαντα τὸν ἐν ἀγνοίᾳ ἐλέγχοντα. λς'. Τῷ λυπήσαντι δικαίως, ὁ πρὸ τοῦ προσκληθῆναι ὑπ' αὐτοῦ μετανοῶν, ἐζημίωται τῶν ἀνηκόν των οὐδέν· ὁ δὲ μετὰ τὴν πρόσκλησιν, τῆς εὐφορίας τὸ ἥμισυ. Κερδαίνει μέντοι ὅλον τὸ προκαταβληθέν, ὁ μηδέποτε διὰ λύπην ἀποσυνάγωγος εὑρισκόμενος προστίθησι δὲ καὶ μισθὸν ἑαυτῷ, ὁ τῷ σφάλμα βάλε λων ἐπάνω αὐτοῦ ἐν παντί. λζ'. Οὔτε ὁ ὑψηλόφρων ἐπιγινώσκει οἷα τὰ ἑαυτοῦ ἐλαττώματα, οὔτε τὰ οἰκεῖα ὁ ταπεινόφρων καλά. Καλύπτει γὰρ τὸν μὲν ἄνοια φαύλη, τὸν δὲ ἡ θεάρεστος. λη. Τοῖς ἰσοτίμοις ὁ ὑπερήφανος, ἐν καλοῖς παρα μετρεῖσθαι οὐ βούλεται· ἐν δὲ τοῖς ἐναντίοις, πρὸς τοὺς ὑπερέχοντας, φορητόν, τὸ ἑαυτοῦ παραβαλλόμενος ἡγεῖται ἐλάττωμα. λθ'. Ὁ μὲν ψόγος, στεῤῥάν· ἔκλυτον δὲ ὁ ἔπαινος τὴν ψυχὴν ἀπεργάζεται· καὶ νωθροτέραν προς τα καλά. μ'. Ὑπόστασις μὲν πλούτου, χρυσός· ἀρετῆς δὲ, ἡ ταπείνωσις. Ὡς οὖν ὁ χρυσοῦ ἀπορῶν πένης ἐστί, κἂν μὴ τοῖς ἔξωθεν φαίνηται· οὕτω ταπεινώσεως ἄνευ, ἐνάρετος οὐκ ἔσται ὁ ἀγωνιζόμενος. μα'. Χρυσοῦ δίχα, ὥσπερ ὁ ἔμπορος οὐ πέφυκεν ἔμπορος, κἂν λίαν πρὸς ἐμπορίαν ἐστὶν ἐπιτήδειος, οὕτως οὐδὲ ταπεινοφροσύνης χωρὶς, ἐν κατασχέσει τῶν τῆς ἀρετῆς ἡδέων εὑρεθήσεται ὁ ἀσκούμενος, κἂν πάνυ τῇ ἑαυτοῦ νουνεχεία θαῤῥα. μβ'. Τῇ ταπεινοφροσύνῃ ὁ ἀνιών, κατώτερος του ἑαυτοῦ φρονήματος γίνεται· ἀνώτερος δὲ, ὁ ἐκείνης χωρί;· ὃς οὐδὲ παραμετρεῖσθαι τοῖς ἐλαχίστοις ἐκο
col. 1137–1138page 6 of 25
PG 127:1137σίως ἀνέχεται. Καὶ διὰ τοῦτο ἐν ταῖς πρωτοκλισίας, τὰ λυπηρὸν ἐπιδείκνυται. μγ'. Καλὸν τῷ ἀγωνιστῇ φρονεῖν μὲν, ἥττονα τῆς ἐργασίας αὐτοῦ· πράττειν δὲ, κρείττονα τῆς δειλίας αὐτοῦ. Οὕτω γὰρ ἂν καὶ ἀνθρώποις αἰδέσιμο;, καὶ Θεῷ ἐργάτης εὑρίσκεται ἀνεπαίσχυντος. μδ'. Η κατορθοῦσθαι δεῖ πρὸς πάσας τὰς ἐντολὰς τοῦ Θεοῦ. ἢ μιᾶς ἀντιποιεῖσθαι τῆς ταπεινοφροσύνης, τὸν δεδιότα μὴ ξένον τῶν ἐν τῷ νυμφῶνι ἀνακειμέν νων ὀφθήσεσθαι. με'. Νίξον τῇ ἁπλότητι τὴν ἐγκράτειαν, καὶ σύο ζεύξον τῇ ταπεινοφροσύνῃ τὴν ἀλήθειαν, καὶ ὀφθήσῃ δικαιοσύνης συνέστιος. Ης ἐπὶ τραπέζης, ἄλλη πᾶσα τελεῖ συνάγεσθαι ἀρετή. μς'. Τυφλὴ τῆς ταπεινοφροσύνης χωρίς, ἡ ἀλήθεια. Διὰ τοῦτο καὶ τῇ ἀντιλογίᾳ χρῆται χειραγωγῷ· ἐρεῖ σαι μὲν αὐτῇ ἐπὶ τι μοχθούσῃ, μὴ εὑρισκούσῃ δὲ, εἰ μὴ τὸ τῆς μνησικακίας οχύρωμα. μι. Πθος χρηστόν, ὡραιότητα μαρτυρεῖ ἀρετῆ; μελῶν δὲ εὐστάθεια, εἰρηναίαν ψυχήν. μη'. Πρῶτον μὲν καλόν, τὸ ἐν μηδενί μέρει προσ πταίειν· δεύτερον δέ. τὸ μὴ αἰδοί κατακρύπτειν τὸ σφάλμα αὐτοῦ, μήτε μὴν ἀναδύεσθαι ἐν αὐτῷ· μᾶλ λον δὲ ταπεινοῦσθαι, καὶ κατηγορουμένου ἑαυτοῦ συγκατηγορεῖν, καὶ δέχεσθαι ἀσμένως τὸ ἐπιτίμιον. Τούτου δὲ μὴ γινομένου, ἀνίσχυρον ἅπαν τὸ τῷ Θεῷ προσφερόμενον. μθ'. Πρὸς τῇ ἐκουσίᾳ κακοπαθείᾳ, χρὴ καὶ τὴν ἀκούσιον καταδέχεσθαι, τὴν ἐκ διαβόλων λέγω, ζη μιῶν τε, καὶ ἀσθενειῶν. Ταῦτα γὰρ ὁ μὴ καταδεχόμενος, ἀλλὰ ἀποδυσπετῶν, ὅμοιός ἔστι τῷ μὴ μετὰ ἁλος, μετὰ δὲ μέλιτος μόνου βουλομένου ἐσθίειν τὸν ἄρτον αὐτοῦ· ὃς οὐ πάντοτε μὲν τὴν ἡδονὴν ἔχει σύντροφον, τὴν δὲ κόρον ἀεὶ γείτονα κέκτηται. ν'. Δεσπότης ὢν δούλου σχῆμα περιβαλλόμενος φαίνεται. ὁ τὸ διεῤῥωγός πλύνων τοῦ πλησίον λόγοις ἐνθέοις ἱμάτιον, ἢ καταῤῥάπτων ταῖς μεταδόσεσι. Σκοπείτω δὲ δ' τοῦτο ποιῶν, μήποτε διὰ τὸ μὴ, ὡς δοῦλος τοῦτο τελεῖν, συναπολέσῃ καὶ τὸν μισθὸν καὶ τὸ προσὸν αὐτῷ τῆς ἐξουσίας διὰ κενοδοξίαν ἀξίωμα να'. Ωσπερ ἡ πίστις ἐλπιζομένων ὑπόστασις πέ φυκεν, οὕτω ψυχῆς μὲν ἡ φρόνησις, ἀρετῆς δὲ ἡ ταπείνωσις. Καὶ θαῦμα πῶς τὰ αὐτοτελῆ τῶν συμ εξηκότων δίχα, ἀτελῆ καθεστήκασιν. νβ'. ο Κύριος φυλάξει τὴν εἴσοδόν σου, φησί, καὶ τὴν ἔξοδόν σου, ο τῶν βρωμάτων δηλονότι καὶ τῶν ῥημάτων, τῇ ἐγκρατείᾳ. Ἐγκρατῶς γὰρ ὁ ἔχων περὶ τὴν τῶν βρωμάτων καὶ ῥημάτων εἰσοδόν τε καὶ ἔξω οδον, ἐπιθυμίαν μὲν τὴν ἐξ ὀφθαλμῶν ἀποδιδράσκει θυμὸν δὲ τὸν ἐξ ἀπονοίας καταπραΰνει. ἂν καὶ δεῖ πρὸ πάντων ποιεῖσθαι τὴν ἐπιμέλειαν τὸν ἀγωνιζόμενον, καὶ παντὶ τρόπῳ σπουδαστέον. Εν τούτοις γὰρ τὸ μὲν πρακτικὸν ἔρωται, τὸ δὲ θεωρητικών ἑστερέωται. νγ'. Τινὲς μὲν περὶ τὴν εἴσοδον τῶν βρωμάτων πολλὴν ποιοῦνται τὴν ἐπιμέλειαν· περὶ δὲ τὴν ἔξοδον
col. 1139–1140page 7 of 25
PG 127:1139τῶν ῥημάτων ἀμελῶς διατίθενται. Οἱ τοιοῦτοι οὐκ ἐπίστανται παράγειν θυμὸν ἀπὸ καρδίας, ἐπιθυμίαν δὲ ἀπὸ σαρκὸς, κατὰ τὸν Ἐκκλησιαστήν· δι᾽ ὧν καθαρὰ καρδία κτίζεσθαι είωθε παρὰ τοῦ καινουργού Πνεύματος. νδ'. Τὸ μὲν τῶν βρωμάτων ἀπέριττον, περὶ τὴν ἥττω τροφῆς ποιότητα· τὸ δὲ τῶν ῥημάτων ἀνέγκλη τον, περὶ τὴν κρείττω σιωπῆς ποιότητα ευρεθήσεται. νε'. Πύρωσον τους νεφρούς σου ἀσιτίᾳ βρωμάτων, καὶ ἔτασον τὴν καρδίαν σου ἐγκρατείᾳ ῥημάτων, καὶ ἕξεις ἐπὶ ὑπηρεσίαν καλῶν, τὸ ἐπιθυμητικόν τε καὶ θυμικόν. νς'. Ἡ μὲν τῶν ὑπογαστρίων ἡδονὴ καταπίπτει ἐν ἀσκουμένοις, τοῦ σώματος παρακμάσαντος· ἔτι δὲ παραμένει ἡ τοῦ φάρυγγος, τῷ μὴ φθάσαντι ταύτην ἐνδίκως κολάσαι. Σπουδάσαι οὖν χρὴ διὰ τοῦ αἰτίου, τοῦ αἰτιατοῦ τὸν ὀνειδισμὸν ἀποτρέψασθαι· ὡς ἂν μὴ ξένος ἐκεῖσε τῆς κατὰ τὴν ἐγκράτειαν ἀρετῆς εὐρε θεὶς, αἰσχύνῃ περιβληθῇς. νζ'. ᾿Αναγκαῖον εἰδέναι τὸν ἀσκητὴν, πότε καὶ τίπι βρώμασι δεῖ τὸ σῶμα ὡς ἐχθρὸν τρέφειν· πότε δὲ ὡς φίλον παρακαλεῖν, καὶ πότε παραμυθεῖσθαι ὡς ἀσθενῆ, ἵνα μὴ λάθῃ τὰ μὲν τοῦ ἐχθροῦ τῷ φίλ τὰ δὲ τοῦ φίλου τῷ ἐχθρῷ, καὶ τὰ τούτου πάλιν τῷ ἀσθενεῖ παρατιθεὶς, καὶ ἑκατέρους ὡς σκανδαλίσας, καιρῷ πειρασμοῦ εὑρήσει πολεμοῦντας αὐτόν. νη'. Οταν τῆς τρυφῆς τὴν τροφὴν ὁ τρεφόμενος προτιμωτέραν ποιήσηται, τότε ἡ τῶν δακρύων ἐπιδημήσασα χάρις αὐτῷ, παρακαλεῖν ἄρχεται, καὶ ἄλ λης πάσης ἡδύτητος ἐπιλανθάνεσθαι, ὡς ἤδη τῇ τού των καταποθείσης ἀσυγκρίτως ήδύτητι. νθ'. Τῷ μὲν πλατυνομένῳ, συνεστάλη τὰ δάκρυα ἐξεβλήθη δὲ ταῦτα, τῷ τὴν στενὴν ὁδὸν ἀγαπήσαντι. ξ'. Οὐκ ἔστι λύπης ἐκτὸς, οὔτε ἁμαρτωλὸς, οὔτε δίκαιος· ἀλλ' ὁ μὲν, ὅτι μὴ πάντη ἀπέλιπε τὸ κακὸν, ὁ δὲ, ὅτι οὔπω τῆς τελειότητος ἥψατο. ξα'. Τῶν ἐφ' ἡμῖν, αἱ κατὰ δύναμιν ἀρεταὶ, εὐχή τε, καὶ σιωπή· τῶν οὐκ ἐφ' ἡμῖν δὲ, ἀλλ᾿ ὡς τὰ πολλὰ τῆς τοῦ σώματος κατασκευῆς, νηστεία, και ἀγρυπνία εἰσί. Οπερ οὖν τῷ ἀγωνιστῇ εὐληπτότερον, τοῦτο μετέρχεσθαι χρή. ξβ'. Οἶκος μὲν ψυχῆς, ἡ ὑπομονή· περικρατεῖ:α γὰρ ἐν αὐτῇ. Χρῆμα δὲ, ἡ ταπείνωσις· τρέφεται γὰρ δι' αὐτῆς. ξγ'. Πόνοις μή καρτερῶν, ἐπαίνοις οὐ τιμηθήση πρὸ δὲ τῆς ἡδονῆς τὴν ὀδύνην ἀποσκοπῶν, ἐκφεύξη ταύτης τὸ λυπηρόν. ξδ'. Μὴ δεσμευθῇς τῷ μικρῷ, καὶ οὐ δουλεύσεις τῷ μείζονι· οὐ γὰρ πέφυκε τὸ μεῖζον κακόν, τοῦ μικροῦ διαπλάττεσθαι. πρ ξε'. 'Αφορῶν πρὸς τὰ μείζονα, φοβερὸς ἔσῃ τοῖς ἥττοσιν. Εὐκαταφρόνητος δὲ τούτοις ὀφθήσῃ, προς ἐκεῖνα ἀπειρηκώς. ἐς΄. Οὐ δυνήσῃ ἐπὶ τὰς μείζους φθάσαι τῶν ἀρετῶν, μὴ τῶν κατὰ δύναμιν καταλαβὼν τὴν ἀκρότητα.
col. 1141–1142page 8 of 25
PG 127:1141Εξ'. Ἐν οἷς κρατεῖ ἔλεος, καὶ ἀλήθεια, ἐν ἐκείνοις, καὶ πᾶν εἴ τι θεάρεστον. Ἡ μὲν γὰρ οὐδένα κρίνει, ἐλέους χωρίς· ὁ δὲ φιλανθρωπεύεται ἐν οὐδενὶ, ἀλη θείας εκτός. ξη'. Τῇ ἁπλότητι κερασάμενος τὴν ἐγκράτειαν, ἐν περιλήψει γενήσῃ τῆς ἐκεῖθεν μακαριότητος. ξθ'. Οὐκ ὄψει πάντως τὰ πολεμοῦντά σε πάθη, εἰ μὴ πρότερον τὴν γῆν, ἐξ ἧς ἐτρέφοντο ἐάσῃς ἀνή ρότον. σ. Οἱ μὲν τὴν τοῦ σώματος ὕλην μόνον ἐκκαθάραι σπεύδουσιν· οἱ δὲ καὶ τῆς ψυχῆς. Οἱ μὲν γὰρ πρὸς μόνην τὴν κατ' ἐνέργειαν ἁμαρτίαν ἰσχὺν ἔλαβον οἱ δὲ πρὸς τὸ πάθος. Πρὸς δὲ τὴν κατ' ἐπιθυμίαν, πάνυ ἐλάχιστοι. θα'. Ὕλη πονηρὰ σώματος, ἐμπάθεια ψυχῆς δὲ ηδυπάθεια· προσπάθεια δὲ, τοῦ νοός. Κατηγορείται δὲ τῆς μὲν, ἀφή· τῆς δὲ, αἱ λοιπαὶ αἰσθήσεις· τῆς δὲ τελευταίας, ἐναντία διάθεσις. οβ'. Ο μὲν ἡδυπαθής πλησίον ἐστὶ τοῦ ἐμπαθούς ὁ δὲ προσπαθὴς τοῦ ἡδυπαθούς· μακρὰν δὲ ἀμφο τέρων ὁ ἀπαθής. δ ογ'. Εμπαθής ἐστιν, ὁ τὸ ἁμαρτητικὸν τοῦ λο γισμοῦ βιαιότερον ἔχων, κἂν τέως μὴ ἁμαρτάνῃ ἐκτός· ἡδυπαθὴς δὲ, ὁ τὴν ἐνέργειαν τῆς ἁμαρτίας ἔχων τοῦ λογισμοῦ, κἂν πάσχῃ ἐντός· προσπαθὴς δὲ, ὁ τῇ ἐλευθερίᾳ μᾶλλον ἢ τῇ δουλείᾳ τῶν μέσων προσ κείμενος· ἀπαθὴς δ᾽ ἂν εἴη, ὁ τούτων πάντων τὴν διαφορὰν ἀγνοῶν. οδ. Απόλλυται ἐκ ψυχῆς ἐμπάθεια μὲν, διὰ νη στείας, καὶ προσευχῆς· ἡδυπάθεια δε, δι᾿ ἀγρυπνίας, καὶ σιωπῆς· ἡ δὲ προσπάθεια, διὰ ἡσυχίας, καὶ προσ οχῆς· ἀπάθεια δὲ συνίσταται ἐκ μνήμης Θεοῦ. οι'. Τῆς ἀπαθείας ἀπὸ χειλέων, κηρεία μέλιτος οἷα λόγοι τῆς αἰωνίου ζωῆς ἀποστάζουσι. Τίς οὖν ἀξιωθείη τοῖς χείλεσιν ἐκείνης προσάψαι τὰ ἴδια· καὶ μασθοὺς ἀναμέσον αὐτῆς αὐλισθῆναι, καὶ ὀσμῆς ἡδείας μεταλαβεῖν ἱματίων ἐκείνης· τουτέστι νόμοις ἐνηδυνθῆναι τῶν ἀρετῶν, τῶν ὑπὲρ πάντα, φησί, τὰ ἀρώματα ὄντων τῆς αἰσθητικῆς διαγνώσεως. ος΄. Γυμνοί τοῦ μὲν τῆς φιλαυτίας χιτῶνος. ἴσως πολλοί· ὀλίγοι δὲ τοῦ τῆς φιλοκοσμίας εἰσι· τοῦ δὲ τῆς κενοδοξίας, ὃς καὶ ἔσχατος λέγεται, γυμνούς εύ ρήσεις τοὺς ἀπαθεῖς. οζ'. Τοῦ μὲν ὁρωμένου σώματος, πᾶσα ψυχὴ γυα μνωθήσεται· τοῦ δὲ τῆς ἁμαρτίας, ἡ τῆς ἐνταῦθα ζωῆς ὀλίγον τῶν ἡδέων προσαπολαύσασα. οη'. Νεκροὶ μὲν ἐκ ζώντων, πάντες ὀφθήσονται. Νεκρωθήσονται δὲ τῆς ἁμαρτίας, μόνοι οἱ ἐκ δια θέσεως ταύτην μισήσαντες. οθ'. Τίς ἑαυτὸν πρὸ τοῦ κοινοῦ θανάτου τοῦ σώμα τος ἴδῃ τῆς ἁμαρτίας γυμνόν; καὶ τίς ὁ γνοὺς ἑαυτόν τε καὶ τὴν ἰδίαν φύσιν, ὁποία ἐστὶ πρὸ τῆς μελλούσης γυμνώσεως; Ψυχὴν ἔρωτι νυμφικῷ τετρωμένην, Εὐχὴ συνάπτειν οἶδεν ὧδε νυμφίῳ. π'. Τοῦ αἰσθητοῦ τε, καὶ νοεροῦ φωτὸς ἡ λογική ἐν μεθορίῳ κειμένη ψυχή, διὰ μὲν τούτου καὶ πράτ τειν τὰ τοῦ σώματος ἐπετράπη· δι᾽ ἐκείνου δὲ, τὰ Εμπαθής ἡδυπαθής, προσπαθής, ἀπαθὴς,
col. 1143–1144page 9 of 25
PG 127:1143τοῦ πνεύματος. Αλλ' ἐπειδὴ ἡμαυρώθη μὲν αὐτῇ ἐκεῖνο, ἔτρανώθη δὲ τοῦτο, διὰ τὴν ἀρχῆθεν συν ήθειαν, εἰ μὴ ὅλως μετὰ τοῦ νοεροῦ ἐν τῇ εὐχῇ γέν νηται, ὁλικῶς τοῖς θείοις ἐνατενίζειν οὐ δύναται. Ανάγκη δὲ εἶναι αὐτὴν ἐν μεταιχμίῳ, σκότους καὶ φωτός· κατὰ σχέσιν μὲν τούτου, κατὰ δὲ φαντασίαν ἐκείνου ἀναστρεφομένην. πα'. Ενδον τῆς κατὰ τὴν εὐχὴν στενῆς πύλης, νοῦς παθητικὸς οὐ δύναται εἰσελθεῖν, πρὸ τοῦ τὴν κατὰ σχέσιν ἀπολιπεῖν μέριμναν. Περὶ δὲ τὰ περισκήνια ἐκείνης, οδυνηθήσεται διαπαντὸς ἀσχολούμενος. πβ'. Συμπαραμενέτω τῷ νῷ ἡ εὐχὴ, ὡς ἐν ἡλίῳ ἀκτίς ἧς ἄνευ αἱ κατ' αἴσθησιν μέριμναι, οίά τινες ἄνυδροι νεφέλαι περιπετόμεναι, τὸν νοῦν εἰργουσι τῆς οἰκείας λαμπρότητος. πγ΄. Δύναμις μὲν εὐχῆς, πεῖνα βρωμάτων ἐκού σιος· πείνης δὲ, τὸ μήτε ἀκούειν, μήτε ὁρᾷν· ὅτι μὴ πᾶσα ἀνάγκη τῶν ἐγκοσμίων μηδέν. Τούτων ὁ μὴ ποιούμενος πρόνοιαν, τὸ μὲν τῆς νηστείας οὐκ ἐστε ρέωσεν οἰκοδόμημα· τὸ δὲ τῆς εὐχῆς ἐν αὐτῇ περιβ ῥαγῆναι ἐποίησεν. πδ΄. Απέριττος εἰ μὴ ἐκ πάντων ὁ νοῦς τῶν κατ' αἴσθησιν γένηται, ἀνωτερης γενέσθαι οὐ δύναται, καὶ τὸ οἰκεῖον γνωρίσαι ἀξίωμα. πε'. Ἡμέρας μὲν σύμβολον ἡ νηστεία, διὰ τὸ ἔκδη λον· νυκτὸς δὲ διὰ τὸ ἄδηλον, ἡ εὐχή. Εκατέρων ὧν τούτων ἐν ἑκατέρᾳ ἐνδίκως ὁ μετερχόμενος, πρὸς τὴν κατὰ σκοπὸν ἀπαντήσεται πόλιν· ἐν ᾗ ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. πς'. Η πνευματικὴ ἐργασία, καὶ σωματικῆς ἐπι πόνου ἐκτὸς, συνίστασθαι πέφυκε. Μακάριος οὖν, κρείττονα τοῦ ἐνύλου ἔργου τὴν ἄϋλον ἡγησάμενος ἐργασίαν. Δι' αὐτῆς γὰρ τὴν τοῦ ἔργου ἀνεπλήρωσεν Έλλειψιν, ζήσας τὴν κεκρυμμένην ζωὴν τῆς εὐχῆς, καὶ φανερὰν τῷ Θεῷ. τζ'. Ὑπομένειν μὲν ἡμᾶς τῇ πίστει, παρακαλεῖ ὁ θεῖος Απόστολος· χαίρειν δὲ τῇ ἐλπίδι· τῇ εὐχῇ δὲ προσκαρτερεῖν, ἵνα τὸ τῆς χαρᾶς ἡμῖν παραμείνῃ καλόν. Εἰ δὲ τοῦτο, ἄρα ὁ μὴ ὑπομένων, οὐ πιστός· ὁ δὲ μὴ χαίρων, οὐκ εὔελπις. Ἀπεβάλετο γὰρ τὴν αἰτίαν τῆς χαρᾶ; τὴν προσευχὴν, ἐν τῷ μὴ προσ καρτερεῖν ἐν αὐτῇ. πη'. Εἰ ἐν τοῖς ἐγκοσμίοις λογισμοῖς ὁ νοῦς ἐξ ἀρχῆς συναναστραφείς, τοσαύτην ἐν αὐτοῖς τὴν φιλίαν ἐκτήσατο, πόσην οὐκ ἂν οἰκειότητα σχῇ ἐν εὐχῇ συνεχεί; Καὶ γὰρ ἐν οἷς, φησὶ, χρονίζει, ἐν αὐτ τοῖς καὶ πλατύνεσθαι είωθεν. πθ'. Ωσπερ τοῦ ἰδίου οἰκητηρίου πάλαι διαιρεθείς ὁ νοῦς τῆς ἐκεῖθεν λαμπρότητος ἐπελάθετο, οὕτω δεῖ τοῦτον αὖθις ἐν λήθῃ τῶν ὧδε γενόμενον, πρὸς ἐκεῖνε ἀναδραμεῖν δι' εὐχῆς. κ'. Καθάπερ τί νήπιον πρὸς μαστοὺς ἐναποψυγέντας μητρός, εὑρεθήσεται νοῦς πρὸς προσευχὴν, τὴν μὴ δυναμένην παρακαλέσαι αὐτόν· πρὸς δὲ τὴν ἄλ λως ἔχουσαν, ὡς παιδίον τὸ ὑφ᾽ ἡδονῆς ἐναφυπνοῦν ἐν ταῖς ἀγκάλαις αὐτῆς.
col. 1145–1146page 10 of 25
PG 127:1145κα'. Ἐκεῖ, φησὶν, ἐν τῇ πενθηρῷ δηλονότι εὐνῇ τῆς ἐναρέτου ζωῆς, κατὰ τὴν ἐν τῷ ᾿Ασματι. φήσειε καὶ ἡ νύμφη εὐχὴ πρὸς τὸν ἑαυτῆς ἐραστήν· Δώσω τοὺς μασθούς μου σοι, εἰ ὁλικῶς μοι ἀνατολής. κ 13. Φιλίαν πρὸς τὴν εὐχὴν ἔχειν οὐ δύναται, ὁ μὴ πᾶσαν ἀπαρνησάμενος ὕλην. Αγ. Πλήν ζωής, καὶ πνοῆς, ἔξω τῶν ἄλλων γενοῦ ἐν εὐχῇ, εἰ θέλεις μετὰ μόνον γενέσθαι τοῦ νοῦ. Εδ'. Νοῦ θεοφιλοῦς μαρτύριον, εὐχὴ μονολόγιστος, καὶ λόγος καίριος, έμφρονος λογισμοῦ· μονοειδὴς δὲ γεῦσις, τῆς ἐλευθέρας εἴη αἰσθήσεως. Ἐν τούτοις οὖν τοῖς τρισὶν ἐῤῥῶσθαι τὰ τῆς ψυχῆς λέγεται. με. Λεανθῆναι καλῶς δεῖ, καὶ ἀπαλυνθῆναι, ὥσπερ τῶν παιδίων, τὴν φύσιν τοῦ εὐχομένου· ὡς ἂν κατὰ τὴν ἐκείνων, καὶ ἡ τούτου εὐείκτως δέξηται τὴν ἐκ τῆς εὐχῆς ἐνταττομένην ἀνάπτυξιν. Διὸ μὴ ἀμέλει ὁ συναφθῆναι ταύτῃ φιλῶν. κς'. Οὐ πάντες τὸν αὐτὸν σκοπὸν ἐν εὐχῇ κέκτηνται· ὁ μὲν τοῦτον, ὁ δὲ ἄλλον. Ὁ μὲν εὔχεται, εἰ οἷόν τε, μετὰ τῆς εὐχῆς εἶναι τὴν καρδίαν αὐτοῦ πάντοτε· ὁ δὲ καὶ πρὸς τὸ ὑπερβῆναι αὐτήν· ὁ δὲ, ἵνα μὴ λογισμοῖς ἐν εὐχῇ περικόπτηται. Πάντες δὲ εύχονται, ἢ συντηρηθῆναι ἐν ἀγαθοῖς, ἢ μὴ συναπο αχθῆναι κακοῖς. ιζ. Εἰ ἐξ εὐχῆς οὐδεὶς ἀταπείνωτος (συντρίβεται ἐν ταπεινώσει, καὶ γὰρ ὁ εὐχόμενος), οὐκ ἄρα ἐν τα πεινώσει προσεύχεται ὁ ἔξωθεν θρασυνόμενος. μη'. Πρὸς τὴν χήραν τὴν πρὸς τὸν ὠμὸν τὴν δίκην κινοῦσαν κριτὴν ἀφορῶν ὁ εὐχόμενος, οὐκ ἐκκακήσει ποτὲ διὰ τὴν βραδυτητα τῶν ἀγαθῶν ὑποσχέσεων. Εθ'. Οὐ παραμείνῃ σοι εὐχὴ, τῷ πρὸς τὰ συλλογιζόμενα ἔσωθεν, καὶ ὁμιλούμενα ἔξωθεν εμβραδύ νοντι. Ἡ αὐτὴ δὲ ὀφθήσεται ὑποστρέφουσα, τῷ δι' αὐτὴν ὑποτεμνομένῳ τὰ πλείονα. ρ'. Εἰ μὴ εἰς λαγόνας ψυχῆς εἰσδύνουσι τὰ ῥήματα τῆς εὐχῆς, οὐκ ἂν εἰς τὰς τοῦ προσώπου σιαγόνας τὰ δάκρυα περικλυσθῆναι συγχωρηθήσονται. ρα'. ᾿Ανατελοῦσι γεωργῷ μὲν τὰ δράγματα, μὴ κατ᾿ ὄψιν τῶν σπερμάτων ῥιφέντων τῆς γῆς. Μονα χῷ δὲ τὰ δάκρυα ἀναβλύσουσιν, οὐκ ἀπονητὶ τῷ μετερχομένῳ τὰ ῥήματα τῆς εὐχῆς. ρβʹ. Κλεὶς οὐρανῶν βασιλείας, εὐχή. Ταύτην ὁ κατέχων ὡς δεῖ, ὁρᾷ τὰ ἐν αὐτῇ ἀποκείμενα ἀγαθὰ τοῖς φίλοις αὐτῆς. Μόνα δὲ τὰ παρόντα περισκοπεῖ, ὁ παῤῥησίαν ἐν ἐκείνῃ μὴ ἐσχηκώς. ργ'. Οὐ δύναται ὁ νοῦς ἐν καιρῷ τῆς εὐχῆς μετὰ παῤῥησίας λέγειν πρὸς τὸν Θεόν· • Διέρρηξας τους δεσμούς μου· σοὶ θύσω θυσίαν αἰνέσεως, ο εἰ μὴ δειλίας, καὶ ῥαθυμίας, πολυϋπνίας, καὶ ἡδυφαγίας, ἐξ ὧν τὸ πταίειν, ἐπιθυμίᾳ τῶν κρειττόνων, ἀπορ μαγα. ρδ'. Εξω τοῦ πρώτου καταπετάσματος ἴσταται ἐν εὐχῃ ὁ ρεμβόμενος· ἔνδοθεν δὲ γίνεται, ὁ μονολόγιστον ἐξανύων αὐτήν. Μόνος δὲ εἰς τὰ ῾Αγια τῶν ἁγίων παρέκυψεν, ὁ μετὰ τῆς εἰρήνης τῶν φυσικῶν ο

Gnostic SentencesSententiae Gnosticae

col. 1147–1148page 11 of 25
Sententiæ Gnosticæ
PG 127:1147λογισμῶν, καὶ τὰ περὶ τῆς πάντα νοῦν ὑπερεχούσης διασκεπτόμενος καί τινος ἐκεῖθεν θεοφανείας κατα ξιούμενος. ρεʹ, Οπόταν ἀπὸ τῶν ἔξωθεν σχολάσασα ἡ ψυχή συναφθῇ τῇ εὐχῃ, τότε οἷά τις φλόξ περικυκλώσασα ταύτην ἐκείνη, σίδηρον καθάπερ τὸ πῦρ, πεπυρακτωμένην ὅλην καθίστησιν. Καὶ ἔστι ψυχὴ μὲν ἡ αὐτὴ, οὐκ ἔτι δὲ καὶ ἁπτή· οὐδὲ γὰρ ὁ πυρακτωθείς σίδηρος, ταῖς ἔξωθεν ἐπαφαῖς. ρς'. Μακάριος ὁ ἐν τῷ βίῳ τούτῳ ούτωσι θεωρηθῆναι καταξιωθεὶς, καὶ τὸν αὐτοῦ φύσει πήλινον ἀνδριάντα, χάριτι πύρινον κατιδών. ρι'. Τοῖς μὲν εἰσαγομένοις, βαρὺς οἷά τις δεσπότης ὁ νόμος ἐπίκειται τῆς εὐχῆς· τοῖς προκόψασι δὲ, ὡς ἔρως, ὁ συνελαύνων πεινῶντα καθάπερ πολυτελή προς ἑστίασιν. ρηʹ. Τοῖς καλῶς μετερχομένοις τὴν πρακτικήν, ποτὲ μὲν ἡ εὐχὴ νεφέλη καθάπερ ἐπισκιάζουσα, τους καυστικοὺς ἀπείργει ἐξ αὐτῶν λογισμούς· ποτὲ δὲ σταγόνας οἷα δακρύων τούτους ἐπιψεκάζουσα, δεί κνυσι τὰ πνευματικά θεωρήματα. ρθ'. Ηοὺ μὲν ἡδυσμα κιθάρας τῆς κρουομένης ὑπό τινος ἔξωθεν εὑρεθήσεται· ψυχὴ δὲ, μὴ συνηχούσης αὐτῇ ἐν εὐχῇ τῆς ἐν πνεύματι μυστικῆς προσ φωνήσεως, εὐκατάνυκτος οὐ πέφυκε γίνεσθαι. Το γὰρ, «Τί προσευξόμεθα καθὸ δεῖ, οὐκ οἴδαμεν,» καὶ τὰ ἑξῆς, εἰς τοῦτο ἐνάγει τὸν προσευχόμενον. ΤΟΥ ΑΥΤΟΥ ΓΝΩΣΤΙΚΑ. Φωτίζεται νοῦς γνωστικῆς θεωρίας Πρὸς ὕψος ἀρθείς, τοῖς δ᾽ ἐπεντυχών λόγοις Σκοτίζεται δ' αὖ, ἐγκλυσθεὶς εἰς πάθος. α'. Αναγκαῖον εἰδέναι τὸν γνωστικόν, πότε μὲν δ νοῦς αὐτοῦ εἰς τὴν χώραν τῶν νοημάτων ἐστὶ, πότε δὲ, εἰς τὴν τῶν λογισμῶν, καὶ πότε εἰς τὴν κατ' αἴσθησιν· καὶ ἐν ταύτῃ πάλιν, εἰ ἐν τοῖς κατά καιρὸν, ἢ ἐν τοῖς παρὰ καιρὸν μᾶλλον εὑρίσκεται. β'. Ἐν νοήμασιν οὐκ ἂν ὁ νοῦς, ἐν λογισμοῖς πάνω τως ἐστίν. Ἐν λογισμοῖς δὲ ὤν, ἐν νοήμασιν οὐκ ἔστιν· ἐν δὲ τῇ αἰσθήσει γινόμενος, μετὰ πάντων ἐστίν. γ'. Διὰ τοῦ νοήματος μὲν ὁ νοῦς διέρχεται πρὸς τὰ νοητά· διὰ δὲ τοῦ λογισμοῦ, πρὸς τὰ λογικὰ ὁ λόγος, πρὸς δὲ τὰ πρακτικὰ, διὰ τῆς φαντασίας κ αἴσθησις.
col. 1149–1150page 12 of 25
PG 127:1149δ. Εἰς ἑαυτὸν ὁ νοῦς συναγόμενος, οὐδὲν, οὔτε τῶν κατ' αἴσθησιν, οὔτε τῶν κατὰ λογισμὸν θεωρεῖ· γυ μινοὺς δὲ νέας καὶ θείας αὐγὰς βλυζούσας εἰρήνην τε καὶ χαράν. ε'. Αλλο ὁ νοῦς τοῦ πράγματος, καὶ ἄλλο ὁ λόγος αὐτοῦ, καὶ ἕτερον τὸ ὑπὸ τὴν αἴσθησιν ἀναγόμενον καὶ τὸ μέν ἐστιν οὐσία, τὸ δὲ, συμβεβηκός· τὸ δὲ, ἡ τοῦ ὑποκειμένου διαφορά. 5. Πολλὰς ὁδοὺς ἀνατέμνων ὁ νοῦς, ἀκόρεστος δείκνυται· πρὸς μίαν δὲ συναγόμενος τῆς εὐχῆς, πρὸ τῆς ἐντελείας, στενοχωρούμενος φαίνεται, λιπα ρῶν τὸν μέτοχον ἀπολυθῆναι πρὸς τὰ ἀφ᾽ ὧν ἐξ ελήλυθεν. ζ. Ανωθεν ἡγμένος ὁ νοῦς, οὐκ ἀναδραμεῖται αὖθις ἐκεῖσε, εἰ μὴ τελείαν τὴν κάτω ποιήσεται καταφρόνησιν, διὰ τῆς περὶ τὰ θεῖα σχολῆς. η΄. Εἰ μὴ τὴν ψυχήν σου δύνῃ μετὰ μόνων ποιῆσαι τῶν περὶ αὐτὴν λογισμῶν, κἂν τὸ σῶμά σου μονάζειν ἀνάγκασον, τὴν περὶ αὐτὸ ἀθλιότητα διαπαντὸς ἐν νοούμενος. Οὕτω γὰρ τῷ χρόνῳ, ἐλέει Θεοῦ, καὶ πρὸς τὸ πρῶτον ἀναδραμεῖν δυνήσῃ, τῆς εὐγενείας ἀξίωμα. θ'. Ὁ μὲν πρακτικὸς, ὑποτάσσειν τὸν νοῦν εὐκό λως δύναται τῇ εὐχῇ· ὁ δὲ θεωρητικός, τὴν εὐχὴν τῷ νοΐ· ὁ μὲν ἀπὸ τῶν φαινομένων συστέλλων σχη μάτων τὴν αἴσθησιν, ὁ δὲ τὴν ψυχὴν πρὸς τοὺς ἐγε κεκρυμμένους τοῖς σχήμασι λόγους μεταβιβάζων. Καὶ ὁ μὲν σωμάτων πείθει λόγους τὸν νοῦν ἀγνοεῖν, ὁ δὲ ἀσωμάτων κατανοεῖν. Ασώματα δέ εἰσι λό γοι σωμάτων, ιδιότητές τε, καὶ οὐσίαι αὐτῶν. ι. Ὅταν τὸν νοῦν σου τῆς τῶν σωμάτων, καὶ χρημάτων, καὶ βρωμάτων ηδυπαθείας ἐλευθερώσῃς. τότε καὶ ὅπερ ἂν ποιῇς, δῶρον καθαρὸν τῷ Θεῷ λογισθήσεται, ἀντιδοθήσεται δέ σοι, τὸ διανοιγῆναι τοὺς τῆς καρδίας σου ὀφθαλμούς, καὶ τρανῶς ἐμμε λετῶν τοὺς ἐγγεγραμμένους ἐν αὐτῷ λόγους Θεοῦ οἵτινες ὑπὲρ μέλι καὶ κηρίον, τῷ νοητῷ σου λογια σθήσονται λάρυγγι, τῇ ἀπ' αὐτῶν ἐκδιδομένῃ ἡδύ τητι. ια΄. Οὐ δυνήσῃ σωμάτων καὶ χρημάτων καὶ τῆς τῶν οὐκ ἀναγκαίων βρωμάτων ἐπιθυμίας ὑπέρτερον ποιῆσαι τὸν νοῦν, εἰ μὴ ἐν τῇ καθαρὰ τῶν δικαίων χώρᾳ εἰσάξῃς αὐτόν· καθ᾽ ἣν ἥ τε τοῦ θανάτου, καὶ ἡ τοῦ Θεοῦ μνήμη ἐπαναβλύσασα, ἀπὸ γηΐνης καρδίας ἀπαλείψει πᾶν ἐπιθυμίας ἀνάστημα. ιβ'. Οὐδὲν, οὔτε ἐννοίας θανάτου φοβερώτερον, οὔτε Θεοῦ μνήμης θαυμασιώτερον· ἡ μὲν γάρ ἐστι λύπης σωτηριώδους παρεκτική, ἡ δὲ εὐφροσύνης χαριστική. «Εμνήσθην γάρ, φησὶν, ὁ Προφήτης, τοῦ Θεοῦ, καὶ ηὐφράνθην, καὶ ὁ Σοφός· ο Μιμνήσκου τα ἔσχατά σου, καὶ οὐχ ἁμαρτήσῃ.» Αδύνατον δὲ τοῦ δευτέρου τινὰ ἐν κατασχέσει γενέσθαι, μὴ πεῖραν τῆς τοῦ προτέρου λαβόντα στρυφνότητος. β ιγ'. Ἕως ἂν τὴν τοῦ Θεοῦ δόξαν ἀνακεκαλυμμένῳ προσώπῳ ἴδῃ ὁ νοῦς, οὐ δύναται ἡ ψυχὴ λέγειν ἐν αἰσθήσει αὐτῆς, • Ἐγὼ δὲ ἀγαλλιάσομαι ἐπὶ τῷ Κυρίῳ, τερφθήσομαι ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ.» Κά λυμμα γὰρ κεῖται τὸ τῆς φιλαυτίας ἐπὶ τὴν καρδίαν
col. 1151–1152page 13 of 25
PG 127:1151αὐτῆς, πρὸς τὴ μὴ ἀνακαλυφθῆναι αὐτῇ τὰ θεμέλια τῆς οἰκουμένης, ἅτινά εἰσιν οἱ λόγοι τῶν γεγονότων. Οπερ ἐξ αὐτῆς οὐ περιαιρεῖται, ἑκουσίων πόνων, καὶ ἀκουσίων χωρίς. ιδ'. Οὐ μετὰ τὴν ἐξ Αἰγύπτου φυγὴν, ἥτις ἐστὶν ἡ κατ' ἐνέργειαν ἁμαρτία, οὐδὲ μετὰ τὴν τῆς θαλάσσης διάβασιν, τῆς κατὰ σχέσιν λέγω δουλείας, ἀλλὰ μετὰ τὴν ἐν ἐρήμῳ διατριβὴν μεταξύ κειμένην ἐνεργημάτ των, καὶ κινημάτων κακίας, τοῦ Ἰσραὴλ ὁ δημαγωγὸς κατασκοπεῖν δύναται τὴν γῆν τῆς ἐπαγγελίας, ἥτις ἐστὶν ἡ ἀπάθεια, τὴν ὀπτικὴν ἀποστέλλων και ἐποπτικὴν αὐτοῦ δύναμιν. ιε'. Οἱ μὲν ἐν τῇ ἐρήμῳ καθήμενοι, τουτέστιν ἐν τῇ τῶν παθῶν ἀνενεργησίᾳ, ἀκοῇ μόνῃ τῆς μακα ρίας ἐκείνης ἔχουσι τὰ ἀγαθὰ γῆς. Οἱ δὲ, τὰ ἐν ἐκείνῃ σκοπήσαντες, ἐν περινοίᾳ δηλονότι ψιλῇ τῆς τῶν ὁρωμένων θεωρίας γεγόνασιν· οἱ δὲ καταξιωθέντες ἐν αὐτῇ εἰσελθεῖν, ὅλῃ αἰσθήσει τῶν ἐξ αὐτῆ; ἀποῤῥεόντων, ὡς γάλα καὶ μέλι, τῆς πρώτης, φημί, καὶ δευτέρας θεωρίας λόγων, ενεφορήθησαν. ις'. Οὔπω συνεσταυρώθη Χριστῷ, ὁ ἔτι φυσικές κινήσεις ἔχων σαρκός· οὐδὲ συνετάφη ὁ ψυχικά; ἐνθυμήσεις ἐπισυρόμενος. Πῶς οὖν συναναστῇ αὐτῷ ὁ τοιοῦτος, ἐν καινότητι ζωής πολιτεύεσθαι. ιζ'. Τριῶν, οὐσῶν τῇ ψυχῇ περιεκτικωτέρων ἀρε τῶν, νηπείας, εὐχῆς τε, καὶ σιωπῆς, ἀναγκαῖον τὸν μὲν ἐξ εὐχῆς λύεσθαι μέλλοντα, εἰς τινα φυσικής θεωρίαν· ἐπαναπαύεσθαι, τὸν δὲ ἐκ σιωπῆς, εἰς ἠθικὴν ὁμιλίαν, εἰς δευτέραν δὲ κεχαρισμένην τρο φὴν τὸν νηστεύοντα. τηʹ. Ἐν τοῖς θείοις ἕως ὑπάρχει ὁ νοῦς, σώζει τὰ καθ᾽ ὁμοίωσιν, ἀγαθός τε καὶ συμπαθής εὑρισκόμενος, ἐν δὲ τοῖς κατ' αἴσθησιν γεγονώς, εἰ μὲν εὐχαίο ρως, καὶ προσηκόντως κατέρχεται, πεῖραν διδοὺς καὶ λαμβάνων, εύρωστων αὖθις, πρὸς ἑαυτὸν ἐπανέρχεται. Παρὰ δὲ τὸν καιρὸν, καὶ τὴν χρείαν, ὅς τις στρατηγός, ἀπερίσκεπτος εὑρεθήσεται, τὸ πολὺ αὐτοῦ ὑποτεμνόμενος τῆς δυνάμεως, ἐν τῷ μάχεσθαι; ιθ'. Ὁ ἐν ἡμῖν ἐγκεκρυμμένος τῆς ἀπαθείας Παν ράδεισος, εἰκών ἐστι τοῦ μέλλοντος τους δικαίους ὑποδέχεσθαι. Πλὴν οὐ πάντες ἐκείνου ἐκτὸς εὑρεθήσονται, ὅσοι ἐντὸς τοῦ ἐμπεριεχομένου γενέσθαι οὐκ ίσχυσαν. κ. Ὁ μὲν αἰσθητός ἥλιος, ξένας τὰς ἑαυτοῦ ἀκτῖνας ἐξ οἰκίας κεκλεισμένης καθίστησι. Οὐκ ἂν δὲ τὰς γλυκείας ὁ νοητὸς ἐπαφήσῃ τῇ προσδεχομένη μὲν, μὴ κεκλεισμένας δὲ ἐχούσῃ τὰς αἰσθήσεις ἀπὸ τῶν ὁρωμένων, ψυχῇ. κα'. Γνωστικός ἐστιν ὁ τὰς μὲν καταβάσεις αὐτοῦ μεγαλοπρεπώς, ταπεινοπρεπῶς δὲ τῆς ψυχῆς τὰς ἀναβάσεις διατιθέμενος. κβ'. Μέλιττα μὲν λειμῶνας περινοστοῦσα, ἐκεῖθεν τῷ μέλιτι τὰς ἀφορμάς προσπορίζεται ψυχὴ δὲ αἰῶνας περινοστοῦσα ποικίλους, αὐτόθεν τὸν γλυκασμὸν τῇ διανοίᾳ ἐνίησιν. κγ'. Η ἐμφαγοῦσα μὲν ἔλαφος ἔφεις, Ιόν, του σβέσαι, πρὸς ὑδάτων τρέχει πηγάς· ψυχὴ δὲ ἡ βέλεσι
col. 1153–1154page 14 of 25
PG 127:1153θείοις τρωθεῖσα, ἅπαυστον ἕλκει τὸν πρὸς τὸν τρώ σαντα έρωτα. κδ'. Ψιλοὶ μὲν λογισμοί, τῇ μοναδικῇ ζωῇ ἐπι φύονται· ἐπιλογισμοὶ δὲ τῇ δυαδικῇ· τῇ δὲ πολυσχεδεῖ ψυχῇ, λογισμοὶ μὲν ἀπελήλανται· νόες δὲ μόνον γυμνοὶ σωμάτων αὐτῇ προσπελάζοντες τοὺς περὶ προνοίας καὶ κρίσεως λόγους, ὥς τινα θεμέλια γῆς ἀνακαλύπτοντες αὐτῇ ἐμφανίζουσιν. κε'. Ἐν τῇ δυαδική ζωή, τὸ ἄῤῥεν καὶ τὸ θῆλυ, ἁπλῶς ὁρᾶσθαι οὐ πέφυκε, τοῦτο γὰρ ἐν τῇ μοναδική εὑρεθήσεται, καθ᾽ ἣν ἄῤῥενος, καὶ θηλείας διαφορά, διὰ τὸ καθ᾽ ὁμοίωσιν, ἐν Χριστῷ Ἰησοῦ οὐ γνωσθήσεται. κς'. Οἱ λογισμοὶ οὔτε τοῦ ἀλόγου μέρους εἰσὶ τῆς ψυχῆς οὐ γὰρ ἐστι λογισμὸς ἐν ἀλόγοις), οὔτε του νοεροῦ (ἐπεὶ μηδὲ ἐν ἀγγέλοις)· αὐτῆς δὲ τῆς λο γικῆς ὄντες γεννήματα, ὡς κλίμακι, τῇ φαντασία χρώμενοι, ἀναβαίνουσι μὲν πρὸς τὸν νοῦν ἀπὸ τῆς αἰσθήσεως, τὰ ἐκείνης αὐτῷ ἀπαγγέλλοντες, κατα αίνουσι δὲ πρὸς αὐτὴν ἐξ αὐτοῦ, τὰ ἐκείνου ὑποτιθέμενοι. κζ'. Ως τινες ἐκ βυθοῦ ἀναφερόμενοι, καί τινος εἰς βοήθειαν ἐπιλαβέσθαι πειρώμενοι, οἱ πονηροί λογισμοὶ εὑρεθήσονται, ὁλκάδος καθάπερ κινδυνευούσης τῆς κακίας, δακρύων κατακλυσμῷ. κη'. Κατὰ τὴν ὑποκειμένην ποιότητα τῆς ψυχῆς, ἡ ὡς πειραταὶ καταποντίζειν, ἢ ὡς ἐρεται συμβοηθεῖν κινδυνευούσῃ, οἱ περὶ αὐτὴν συνάγονται λογισμοί, οἱ μὲν πρὸς πέλαγος ἕλκοντες τῶν ἀπρεπῶν λογι σμῶν, οἱ δὲ τὴν ἄσον παρεκλεγόμενοι, πρὸς γαλη νίους ἀκτὰς τὴν ναῦν ἀποκείλουσιν. κθ'. Εβδομον τὸν τῆς κενοδοξίας λογισμὸν ὄντα, ἡ ἐφιεμένη ὡς ἔσχατον ἀποβαλέσθαι ψυχή, εἰ μὴ τοὺς πρὸ αὐτοῦ ἀπεκδύσεται, οὐ δυνήσεται τὸν μετ' αυτ τοὺς ὄγδοον ἐπενδύσασθαι· ὃν καὶ οἰκητήριον οὐρά νιον καλεῖν οἶδεν ὁ θεῖος ᾿Απόστολος. Καὶ διὰ στεναγμῶν ἐπενδύεσθαι δύνασθαι τοῖς δι' αὐτὸ τῶν ὑλικῶν γυμνητεύουσιν. λ'. Τῇ μὲν τελείᾳ εὐχῇ ἀγγελικοὶ παραβάλλειν περ φύκασι λογισμοί· τῇ δὲ μέσῃ, πνευματικοί. Τῇ εἰσο αγωγική δέ, οἱ φυσιολογικοί. λα'. Ωσπερ τὸ εὐγενὲς τοῦ κόκκου διὰ τοῦ στάχυος, οὕτω καὶ τὸ εἰλικρινὲς τῆς θεωρίας, διὰ προς ευχῆς ἐμφανίζεσθαι εἴωθε. Κέκτηται δὲ ὁ μὲν εἰς ἀποτροπὴν ὀρνέων τῶν σπερμολόγων, οἷά τινα δό ματα, τοὺς περιστοιχούντας ανθέρικας· ὁ δὲ τοὺς φιλοσοφοῦντας ἐν πειρασμοῖς λογισμούς, πρὸς τὴν ἐκείνων ἀναίρεσιν λβ'. Τὰ μὲν ὁρώμενα τῆς ψυχῆς διὰ τὴν πρᾶξιν, περιηργυρωμένα πτέρυγες περιστερᾶς, καθάπερ εἰσί· τὰ δὲ νοούμενα, φημὶ δὴ τὰ μετάφρενα διὰ τὴν θεωρίαν, ὡς ἐν χλωρότητι χρυσίου, καθίστανται. Η γὰρ μὴ ὡρα:ωθεῖσα ψυχή, πετασθῆναι, καὶ κατα παῦσαι οὐ δύναται ἔνθα πάντων τῶν εὐφραινομένων ἡ κατοικία ἐστίν. λγ'. Απαρχὰς ἅλωνος, καὶ ληνού, πάλαι μὲν τοῖς παλαιοῖς προσφέρειν ἐν τῷ ναῷ προσετέτακτο. Νυ! δὲ ἡρεῖς πρακτικῆς μὲν ἀπαρχὰς, εγκράτειαν χρέ
col. 1155–1156page 15 of 25
PG 127:1155Θεῷ προσφέρειν, καὶ τὴν ἀλήθειαν, θεωρητικῆς δὲ Ο ἀρετῆς, ἀγάπην, καὶ προσευχήν. Δι' ἐκείνων μὲν, ἐπιθυμίας ἀλόγου καὶ τοῦ θυμοῦ τὰς ὁρμᾶς ἀνακόπτοντα διὰ τούτων δὲ, ἐννοίας κενάς, καὶ τὰς ἐκ τοῦ πλησίον ἐπιβουλάς. λδ'. Πρακτικῆς μὲν ἀρχὴ, εγκράτεια καὶ ἀλήθεια μεσότης δέ, σωφροσύνη, καὶ ταπεινοφροσύνη - τέλος δὲ αὐτῆς, λογισμῶν εἰρήνη, καὶ ἁγιασμός σώ ματος. λε'. Πρᾶξις ἐστιν, οὐ τὸ πράττειν ἁπλῶς δύνασθα τὰ καλὰ, ἀλλὰ καὶ τὸ ὡς δεῖ πράττειν αὐτὰ, τὸν καιρὸν, καὶ τὸ μέτρον πρὸς τὰ πρακτὰ συνεπιφέρε μένου τοῦ πράττοντος. λς'. θεωρία ἐστὶν, οὐ τὴ θεωρεῖν μόνον ὡς ἔχουσι τὰ σώματα, ἀλλὰ καὶ τὸ τοὺς λόγους αὐτῶν, πρὸς το βλέπουσιν. λζ'. Οὐκ ἔστιν οὔτε πρᾶξις ἀσφαλής, θεωρίας ἐκτες, οὔτε θεωρία ἀληθὴς, ἄνευ πράξεως. Χρὴ γὰρ καὶ πρᾶξιν ἐλλόγιμον εἶναι, καὶ θεωρίαν ἔμπρακτον, ἵνα τῇ μὲν, ἀνίσχυρος εὑρίσκηται ἡ κακία, τῇ δὲ, δυνατή ἡ ἀρετὴ ἐν εὐδοκίαις χρηστότητος λη. Πέρας μὲν πρακτικών, η νέκρωσις των παθῶν· τέλος δὲ γνωστικῶν, ἡ θεωρία τῶν ἀρε τῶν. λθ'. Ως ὕλη τῷ εἴδει, οὕτω πρᾶξις τῇ θεωρίᾳ, καὶ ὡς ὀφθαλμὸς προσώπῳ, οὕτω θεωρία τῇ πράξει ὀφθήσεται. μ'. Ἐν τῷ τῆς κατὰ τὴν πρακτικὴν ἀρετῆς στα δίῳ, πολλοὶ μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βρα βεῖον, ὁ πρὸς τὸ πέρας αὐτῆς ἐλθεῖν τῇ θεωρίᾳ ἐπι θυμῶν. μα'. Κατανύξεως μὲν πήμα πίνει ὁ πρακτικὸς ἐν εὐχῇ· ποτηρίῳ δὲ κρατίστῳ μεθύσκεται ὁ θεωρητικός· ὁ μὲν ἐν τοῖς κατὰ φύσιν φιλοσοφῶν, ὁ δὲ καὶ ἑαυτὸν ἀγνοῶν ἐν τῷ εὔχεσθαι. μβ'. Οὐ συγχωρεῖται ὁ πρακτικὸς εἰς πνευματικὴν θεωρίαν ἐπὶ πολὺ ἐγκαρτερεῖν· εὑρίσκεται γὰρ ὡς ἐπιξενωθείς τινι, καὶ ἐκ τῆς ἐκείνου οἰκίας ταχέως ὑπεξερχόμενος. μγ'. Ὡς ἐν πύλαις μὲν εἰσέρχονται οἱ πρακτικοί τῶν ἐντολῶν τοῦ Θεοῦ, ἐν τῷ εὐχεσθαι· ὡς ἐν αὐτ λαῖς δὲ ἀρετῶν ἐν ὕμνοις, οἱ θεωρητικοί, εὐχαριστοῦντες· οἱ μὲν, ὅτι ἐλύθησαν τῶν δεσμῶν, οἱ δὲ, ὅτι καὶ αἰχμαλώτους εἰλήφασι τοὺς πολεμοῦντας αὐτ τούς. μδ'. Χρὴ κατὰ τὸ τῆς πρακτικῆς κράτος, και το τῆς θεωρίας εὑρίσκεσθαι, ἵνα μὴ καθ' ομοιότητα πλοίου τοῦ μὴ κατάλληλα τὰ ἱστία περιφερομένου, ἢ κίνδυνον ὑπομείνῃ ἀνέμων σφοδρότητι διὰ τὴν ἀμε τρίαν αὐτῶν, ἢ ζημίαν πνευμάτων διὰ τὴν πρὸς τὸ σκάφος σμικρότητα. με'. Ερέτας μὲν τοῦ νοητοῦ πλοίου νόει, τοὺς εὐ σεβεῖς λογισμούς· κώπας δὲ, τὰς ζωτικὰς δυνάμεις τῆς ψυχῆς, θυμὸν καὶ ἐπιθυμίαν, βούλησιν καὶ προ αίρεσιν. Τούτων, ὁ μὲν πρακτικὸς ἐν χρείᾳ ἐστὶ πάντοτε· οὐ πάντοτε δὲ καὶ ὁ θεωρητικός. Εν γὰρ τῷ καιρῷ τῆς εὐχῆς χαίρειν οὗτος πᾶσιν εἰπὼν, αὐτὸς ἑαυτὸν ἐπὶ τῶν τῆς διαγνώσεως οἰάκων καθ ίζων, διὰ πάσης ἐγρήγορα τῆς κατὰ θεωρίαν να
col. 1157–1158page 16 of 25
PG 127:1157κτος, αινέσεις προσάγων τῷ συνοχεῖ τοῦ παντός και που τί καὶ μέλος ἐρωτικὸν ἀναλαβόμενος, τῇ ἑαυτοῦ προσεπάδει ψυχῇ, τοὺς τῆς ἄλης θαλάσσης ἀποσκοπῶν μετεωρισμούς, καὶ ῥοθέους κινήσεις, τὰ θεῖα καταπληττόμενος κρίματά τε καὶ δικαιών ματα. μς'. 'Ο μέσως ἔχων περὶ πρᾶξιν καὶ θεωρίαν, οὔτε πάντῃ ταῖς κώπαις κατὰ τοὺς ναυτικούς ποιεῖται τὸν πλοῦν, οὔθ᾽ ὅλως τοῖς νοητοῖς ἱστίοις, ἀλλὰ δι' ἀμφοτέρων τὴν χρείαν τῆς εὐπλοΐας ἐργάζεται, ἡδέως φέρων καὶ τοὺς πόνους τῆς πράξεως, διὰ τὸ μέτρον τῆς θεωρίας, καὶ τοὺς λόγους τῆς ἀτελοῦς θεωρίας, διὰ τὸ βοηθεῖσθαι ὑπὸ τῆς πράξεως. μζ'. Ο μὲν θεωρητικὸς τῇ γνώμῃ τὴν φύσιν ἔχειν συντρέχουσαν, ὡς οἷόν τι ῥεῦμα ἀπόνως ποιεῖται τὸ πλώϊμον, ὁ δὲ πρακτικὸς ἐναντιουμένην εὑρίσκων τῇ προαιρέσει τὴν σχέσιν, πολὺν λογισμῶν ὑφίσταται κλύδωνα, καὶ εἰς ἀπευδοκίαν, μικροῦ δεῖν, κινδυνεύει διὰ τὸ βάρος ἐλθεῖν. μη'. Οὔτε χώρα μὴ καλῶς κατεργασθεῖσα, πολύ χουν καὶ καθαρὸν ἀντιπαρέχειν τὸ σπέρμα τῷ σπεί ροντι εἴωθεν, οὔτε ὁ τὴν πρακτικὴν μετερχόμενος, εἰ μὴ ἐπιμελῶς ταύτην, καὶ φανητίας ἄνευ, μετέρχεται, τὸν ἐξ εὐχῆς ὄψεται καρπόν πολύν τε καὶ καθαρόν. μθ'. Τῇ πατουμένῃ συχνῶς ἔοικε γῇ, διάνοια ἡ ἀδιαλείπτοις εὐχῆς ίχνεσι τριβομένη. Εκείνη τε γὰρ λεία ἔσται, καὶ αὕτη εὐθεῖα πρὸς ὑποδοχήν· ἐκείνη μὲν ποδῶν τρυφερῶν, καὶ αὕτη εὐχῶν καθα ρῶν. ν. Ἐπὶ μὲν τῶν ἐνύλων, ὁ νοῦς συνεργὸν ἔχει τὸν λογισμὸν, ἐπὶ δὲ τῶν ἀθλων, εἰ μὴ αὐτὸν παραιτήσεται, ὡς σκόλοπα ἕξει τον κολαφίζοντα. να'. Κάλυμμα μὲν ἔχει ὁ πρακτικὸς ἐπὶ τῆς καρ δίας αὐτοῦ ἐν εὐχῇ, τὴν γνῶσιν τῶν αἰσθητῶν, ἀνα καλυφθῆναι διὰ τὴν σχέσιν μὴ δυνάμενον, μόνος δὲ ὁ θεωρητικὸς διὰ τὸ ἄσχετον, ἀνακεκαλυμμένῳ προσ ώπῳ ὁρᾶν ἀπὸ μέρους δύναται τὴν δίξαν τοῦ Θεοῦ. νβ'. Ἡ μετα πνευματικῆς θεωρίας εὐχὴ, ἡ γῆ τῆς ἐπαγγελίας ἐστί, καθ᾽ ἣν μέει, ὡς γάλα καὶ μέλι, ἡ γνῶσις τῶν περὶ προνοίας, καὶ κρίσεως λόγων Θεοῦ. Ἡ δὲ μετά τινος φυσικῆς, ἡ Αἴγυπτος, ἐν ᾗ τῶν παχυτέρων ἐπιθυμιῶν μνήμη τοῖς εὐχομένοις ἐγγί νεται. Η δέ γε ἁπλῆ, τὸ μάννα ἐστὶ τὸ ἐν τῇ ἐρήμῳ. τὸ διὰ τὸ μονοειδές, τοῖς μὲν ἀκαρτερήτοις, ἐναποκλεῖον τὰ δι᾽ ἐπιθυμίας τῶν ἐπηγγελμένων καλά ο τοῖς δὲ ἐγκαρτεροῦσι τῇ τοιαύτῃ ἀπεστενωμένη τροφῇ, προξενοῦν τὴν κρείττω γεῦσιν, καὶ μένουσαν. νγ'. Πρᾶξις σὺν θεωρίᾳ μὲν, ὡς σῶμα μετὰ πνεύ ματος ἡγεμονικοῦ, ἄνευ δὲ θεωρίας, ὡς σὰρξ μετά πνεύματος προαιρετικοῦ λογισθήσεται. νδ'. Τῆς λογικῆς ψυχῆς, αὐλὴ μὲν ἡ αἴσθησις, ναὸς δὲ ἡ διάνοια, ἀρχιερεὺς δὲ ὁ νοῦς· ἐν τῇ αὐλῇ μὲν ἴσταται, ὁ ὑπ' ἀκαίρων νοῦς περικοπτόμενος λου γισμῶν· ἐν τῷ ναῷ δὲ, ὁ ὑπ᾽ εὐκαίρων· ὑπ᾽ οὐδενὸς δὲ τούτων, ὁ εἰς τὸ θεῖον ἱερατεῖον ἀξιωθεὶς εἰσελθεῖν.
col. 1159–1160page 17 of 25
PG 127:1159νε'. Θρήνος μέν, καὶ μέλος, καὶ οὐαι ἐν οἴκῳ τῆς πρακτικῆς ψυχῆς διὰ τὸν κόπον εὑρίσκεται· φωνὴ δὲ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως διὰ τὴν γνῶσιν, ἐν τῷ τῆς θεωρητικῆς ἐξακούεται. νς'. Ο πρακτικὸ; μὲν, ἐπιθυμεῖ ἀναλῦσαι διὰ τοὺς πόνους, καὶ συγγενέσθαι Χριστῷ· ὁ δὲ θεωρητικός, εὐδοκεῖ μᾶλλον σαρκὶ παραμένειν, καὶ διὰ τὴν χα ρὰν, ἣν δέχεται ἐξ εὐχῆς, καὶ διὰ τὴν τοῦ πλησίον προσγινομένην ὠφέλειαν. νζ'. Ἐπὶ μὲν τῶν λογικωτέρων, ή θεωρία προ ἡγεῖται τῆς πράξεως· ἐπὶ δὲ τῶν ἀγροικοτέρων, τῆς θεωρίας ἡ πρᾶξις. Εἰς ἐν δὲ τέλος χρηστὸν ἀμφότεραι καταλήγουσαι· συντομώτερον δὲ τοῦτο ὀφθήσεται, οἷς ἡ θεωρία προηγείται τῆς πράξεως. νηʹ. Παράδεισός ἐστιν, ἡ θεωρία τῶν νοητῶν. Ἐν τούτῳ ὁ μὲν γνωστικός, ὡς ἐν οἰκείῳ οι ῳ ἔνδοθεν εἰσέρχεται ἐν εὐχῇ, ὁ δὲ πρακτικός, ὡς παροδίτης ὀφθήσεται, ἐπιθυμῶν μὲν, ἔνδοθεν παρακύπτειν, μή συγχωρούμενος δὲ, διὰ τὸ ὑπερανεστηκέναι τὸν φραγμὸν τῆς πνευματικῆς ἡλικίας αὐτοῦ. νθ'. Τὰ μὲν σωματικά πάθη θηρίοις ἐοίκασι, πτηνοῖς δὲ τὰ ψυχικά· ἀλλὰ τὰ μὲν ἀποτειχίζει ἀπὸ τοῦ λογικοῦ ἀμπελῶνος ὁ πρακτικὸς, οὐκ ἔτι δὲ καὶ τὰ πετεινὰ, εἰ μὴ ἐν θεωρίᾳ πνευματικῇ γένηται κἂν ὅτι μάλιστα πολλὴν ποιεῖται σπουδὴν πρὸς τὴν τῶν ἔνδον φυλακήν. ξ. Ηθικῆς εὐπρεπείας κρείττων, πρακτικὸς γενέ σθα: οὐ δύναται, εἰ μὴ καὶ αὐτὸς, κατὰ τὸν πα τριάρχην ᾿Αβραὰμ ἔξω γένηται, ὡς μὲν γῆς οἰκείας, του φυσικού νόμου· ὡς δὲ συγγενείας, τῆς ἤλικος αὐτῷ κατὰ σχέσιν ζωῆς. Οὕτω γὰρ καὶ οὗτος ὡς σφραγίδα λήψεται τῆς γενικῆς ἡδονῆς τὴν ἀφαίρεσιν, καθ᾽ ἦν τὸ ἀπὸ γενέσεως κάλυμμα περικείμενον, τὴν παντελῆ ἐλευθερίαν οὐ συγχωρεί παρασχεθῆναι ἡμῖν. ξα'. Οὔτε πῶλος ἐν ἔαρι, ἔνδον φάτνης μένειν, καὶ τὰ ἐκείνης ἐσθίειν ἀνέχεται, οὔτε νεοτελὴς νοῦς τὸ ἀπεστενωμένον ἐπιπολὺ καρτερεῖν τῆς εὐχῆς οὐ δύναται, ἡδέως μᾶλλον κατ' ἐκεῖνον ἔχων, ἐπὶ τὸ πλάτος τῆς φυσικῆς θεωρίας εξέρχεσθαι τῆς κατὰ τὴν ψαλμῳδίαν εὑρισκομένης, καὶ τὴν ἀνά γνωσιν. ξβ'· Ω; μὲν ὀσφύας έχει περιεζωσμένας νηστεία καὶ ἀγρυπνίᾳ ἡ πρακτική, τὰς ζωτικὰς δυνάμεις αὐτῆς· ὡς λύχνους δὲ καιομένους, σιωπῇ τε καὶ προσευχῇ τὰς γνωστικὰς ἡ θεωρητικὴ ἀρετὴ ἐφι στῶσα ἡ μὲν ἐκείναις, τὸν λογισμὸν ὡς παιδαγωγόν ἡ δὲ, ταύταις ὡς νυμφοστόλον λόγον τὸν ἐνδιάθετον. ξγ'. Νοῦς ἀτελῆς εἰς τὸν κατάκαρπον ἀμπελῶνα τὸν τῆς εὐχῆς, οὐ συγχωρεῖται εἰσέρχεσθαι· εἰς μόνα δὲ καὶ μόλις, ὡς πρὸς ἐπιφυλλίδας πτωχής, τὰ ψιλὰ τῶν ψαλμῶν ἀπηχήματα. ξδ'. Ωσπερ οὐ πάντες οἱ εἰς βασιλέως ὁμιλίαν ἐρο χόμενοι συναριστῶν αὐτῷ δύνανται, οὕτως οὐδὲ οἱ εἰς ἐντυχίαν εὐχῆς ἤκοντες, ἐν θεωρίᾳ τῇ κατ' ἐκεί νὴν ὀφθήσονται.
col. 1161–1162page 18 of 25
PG 127:1161ξε'. Θυμοῦ μὲν χαλινός, ἡ εὔκαιρος γίνεται σιωπή ἐπιθυμίας δὲ ἀλόγου, ἡ σύμμετρος έδωδή· δυσκαθ έκτου δὲ λογισμοῦ, ἡ μονολόγιστος προσευχή. ξς'. Καὶ ὁ εἰς τὸν κάτω βυθὸν εἰσδύνων διὰ τὸν αἰσθητὸν, καὶ ὁ εἰς τὸν γνωστικὸν διὰ τὸν νοητὸν μαργαρίτην, ἵνα αὐτὸν ἀνιμήσηται, εἰ μὴ γυμνωθῇ ἐκεῖνος μὲν τῆς ἐσθῆτος, οὗτος δὲ τῆς αἰσθήσεω;, ἀμφότεροι τοῦ ἐπιζητουμένου διαμαρτήσονται. Εζ'. Ὁ μὲν ἔνδοθεν τῆς διανοίας αὐτοῦ γινόμενος νοῦς, ἐν τῷ εὔχεσθαι, ὡς μετὰ νύμφης νυμφίως ἐν τῷ νυμφῶνι διαλεγόμενος, ευρεθήσεται, ὁ δὲ μὴ συγκ χωρούμενος εἰσελθεῖν, ἔξωθεν ἱστάμενος στενάζων βολ· ι Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς;» ἢ τίς ὁδο ηγήσει με ἕως τοῦ μὴ βλέπειν εἰς ματαιότητας, καὶ μανίας ψευδεῖς ἐν τῷ εὔχεσθαι; ξη'. 'Οποία ή χωρὶς ἁλὸς τῷ λάρυγγι λογιζομένη τροφή, τοιαύτη, καὶ ἡ ἐκτὸς κατανύξεως λογισθήσεται τῷ νῷ μετερχομένη εὐχή. ξθ'. 'Η μὲν ἔτι καταδιώκουσα ψυχὴ τὴν εὐχήν, τῇ ὠδινούσῃ ὑπάρχει παρεμφερής. Η δὲ καταλαβοῦσα, τῇ κνησάσῃ, καὶ πλήρει γενομένῃ διὰ τὸν τόκον χαρᾶς. ο. Πάλαι μὲν ὁ Ἀμοῤῥαῖος ἐν τῷ ὄρει οἰκῶν, ἐτίτρωσκεν ἐξερχόμενος τους παραβιαζομένους διέρ χεσθαι· νυνὶ δὲ ἡ πονηρὰ λήθη διώκει τοὺς πρὸ τῆς ἁγνείας ἐπὶ τὴν ὑψηλοτέραν ἐπιχειροῦντας ἀναβαίνειν εὐχὴν τῆς ἁπλότητος. οα'. Τῆς καθαρᾶς εὐχῆς, ἐν ἔχθρα πολλῇ πεφύκασιν εἶναι οἱ δαίμονες· καταπλήττει δὲ τούτους, οὐχ ἡ πληθὺς τῶν ψαλμῶν ὡς τοὺς ἔξωθεν πολεμίους τὸ στράτευμα, ἀλλ' ἡ τριῶν συμφωνία, νοῦ πρὸς λόγον, καὶ λόγου πρὸς αἴσθησιν. οβ'. Ἡ μὲν ψιλὴ εὐχὴ ὡς ἄρτος ὀφθήσεται τοῖς εὐχομένοις, στηρίζουσα, ἡ δὲ μετά τινος θεωρίας, ὡς ἔλαιον πιαίνουσα· ἡ δὲ ἀνείδεως, ὡς οἶνος ειώδης· οὗ αἱ ἐμφορούμενοι ἀπλήστως ἐξίστανται. Ογ. "Αγριος μὲν ὄνος, πόλεως λέγεται πολυοχλίας καταγελάν, καὶ μονόκερως δὲ ὑπ᾽ οὐδενὸς δεσμεῖσθαι δυνάμενος. Νοῦς δὲ φύσεως, καὶ τῶν παρὰ φύσιν βασιλεύσας λογισμών, ματαιότητος μὲν καταγελῇ λογισμῶν, προσευχόμενος, παρ' οὐ δενὸς δὲ δύναται τῶν ὑπὸ αἴσθησιν κατεξουσιάζεσθαι. οδ. Ράβδον μὲν ὁ κυσὶν ἐπισείων, ἡγρίωσε καθ' ἑαυτοῦ, δαίμονας δὲ, ὁ καθαρῶς ἐκβιαζόμενος˙ εύχεσθαι. σε'. Χρὴ τὸν ἀγωνιζόμενον, τὴν μὲν αἴσθησιν αὐτοῦ, εἰς τὴν μονοειδή συστέλλειν τροφήν, τὸν δὲ νοῦν, εἰς τὴν μονολόγιστον προσευχήν. Οὕτω γὰρ ἄσχετος γεγονώς ἐκ παθῶν, καὶ ἐπὶ τὸ ἁρπάζεσθαι πρὸς Κύριον ἥξει ἐν τῷ προσεύχεσθαι. ος΄. Οἱ μὲν ἡδυπαθείς προσευχόμενοι, ἅτε ὑλώδεις ὄντες, ὡς βατράχους ἔχουσι τους λογισμούς περι σπῶντας αὐτούς· οἱ δὲ μετριοπαθεῖς, τὰς θεωρία; ὡς ἀηδόνας κατατερπούσας αὐτοὺς, τῇ, ἀπ᾿ ἄλλων εἰς ἄλλους ἀκρέμονας, τουτέστι, ποικίλας θεωρίας, Χ.
col. 1163–1164page 19 of 25
PG 127:1163μεταβάσει. Σιγὴ δὲ πρόσεστι τοῖς ἀπαθέσι, καὶ ἠρε μία πολλὴ ἐκ λογισμῶν, καὶ νοημάτων ἐν τῷ προσ εύχεσθαι. οζ'. Πάλαι μὲν ἡ τοῦ Μωσέως Μαρία τῶν πολεμίων τὴν πτῶσιν θεασαμένη, τὸ τύμπανον ἀραμένη, ἐξῆρχε ταῖς ἀδούσαις τὰ ἐπινίκια· νυνὶ δὲ εἰς εὐφη μίαν τῆς νικησάσης τὰ πάθη ψυχῆς, ἡ κρείττων ἐν ἀρεταῖς ἀγάπη διεγερθεῖσα, τὴν μετ' ᾠδῆς κιθάραν ως τινα θεωρίαν μεταχειριζομένη ταύτῃ, πάλαι τὴν πονηθεῖσαν εἰς κάλλους περιουσίαν, οὐ παύεται συν ταῖς περὶ αὐτὴν ἀγαλλιωμένη αἰνεῖν τὸν Θεόν. οη. Οπόταν συνεχείας τῆς κατὰ τὴν εὐχὴν κατα σχεθῇ τὰ λόγια τῶν ψαλμῶν ἐν τῇ καρδίᾳ τοῦ εὐχο μένου, τότε καὶ αὐτὴ ἡ γῆ καθάπερ ἀγαθῆ, ἄρχεται αυτομάτη ἀναφέρειν· ὡς μὲν ῥόδα, την θεωρίαν τῶν ἀσωμάτων, ὡς δὲ κρίνα, τὰ τηλαυγή των σωμάτων, ὡς δὲ ἴα, τὸ ποικίλον τῶν θείων κριμάτων καὶ δυσ θεώρητον. οθ'. Ἐν ὕλῃ μὲν δεσμευθείσα φλόξ, φωτοφόρος καθε ίσταται. Εξ ύλης δὲ λυθεῖσα ψυχή, Θεοφόρος είν ρίσκεται, κἀκείνη αίρεσθαι πέφυκεν, ἄχρι τοῦ ὑπερ καύματος, αὕτη δὲ, μέχρι τοῦ κατὰ τὸν θεῖον ἔρωτα συμπεράσματος. π. Η τελείως ἑαυτὴν ἀρνησαμένη ψυχή, καὶ ἐλι κῶς ἀναταθεῖσα πρὸς προσευχήν, αὐτὴ οὐχ ὅτε βού λεται κάτω γίνεται, ἄνωθεν εὑρισκομένη της κτίσεως, ἀλλ' ὅτε δίκαιον εἶναι δόξει, τῷ πάντι σταθμῷ καὶ μέτρῳ διεξάγοντι τὰ ἡμέτερα. τα'. Ὅταν ἐκ ψυχῆς μὲν ἀκηδία ἀπελαθῇ, ἐκ δια νοίας δὲ ἡ πονηρία ἐκτιναχθῇ, τότε ὁ νοῦς γυμνός γενόμενος τῇ ἁπλότητι, ζωῇ τε τῇ ἀτέχνῳ, καὶ δέχε παντὸς τοῦ κατὰ τὴν αἰσχύνην ἐπικαλύμματος, ᾆσμα μὲν ᾄδει καὶ οὗτος καινὸν τῷ Θεῷ, εὐχαριστεῖ δὲ μέλος ἀνακρουόμενος ἐν εὐφροσύνῃ τῷ τῆς μελ λούσης τὰ ἐγκαίνια ἑορτάζειν βιώσεως. πβ'. Όταν εἰς θειοτέρας ενεργείας ἐνεργεῖσθαι ἄρξηται, ἡ εὐχομένη ψυχή, τότε καὶ αὐτή, κατὰ τὴν ἐν Ἄσματι νύμφην, πρὸς τὰς ὁμοιοτρόπους τοιαῦτα ὑποφωνεί, ο 'Αδελφιδούς μου ἀπέστειλε τὴν χεῖρα αὐτοῦ ἀπὸ τῆς ὁπῆς, καὶ ἡ κοιλία μου ἐθραήθη ἐπ' αὐτόν. ο πγ'. Καὶ στρατιώτης ἐκ τοῦ πολέμου ἐπαναλύσας, τὸ βάρος τῶν ὅπλων ἀποσκευάζεται, καὶ πρακτικό; τοὺς λογισμούς, εἰς θεωρίαν ἐρχόμενος. Οὔτε γὰρ ἐκεῖνος, εἰ μὴ ἐν πολέμῳ, χρείαν ἔχει τῶν ὅπλων. οὔτε οὗτο, τῶν λογισμῶν, εἰ μὴ ὑποχωριάζει τοῖς ὑπὸ αἴσθησιν. πδ΄. Οἱ μὲν πρακτικοὶ ὡς ἔχουσι θέσεως θεωροῦσι τὰ σώματα, οἱ δὲ θεωρητικοὶ ὡς ἔχουσι φύσεως μόνοι δὲ τοὺς λόγους ἀμφοτέρων ὁρῶσιν οἱ γνω στικοί. πε. Ἐν μὲν τοῖς λόγοις τῶν σωμάτων, γινώσκονται τὰ ἀσώματα, ἐν ἀσωμάτοις δὲ, ὁ λόγος ὁ ὑπερούσιος, πρὸς ὅν ἐπείγεται πᾶσα σπουδαία ἀναλύσαι ψυχή. πϛ΄. Οι λόγοι τῶν ἀσωμάτων, ὡς ὀστᾶ εἰσι τοῖς αἰσθητοῖς ἐπικαλυπτόμενοι, οὓς ἴδῃ οὐδεὶς, των ἔξω μὴ γενομένων τῆς προσπαθείας τῶν αἰσθη τῶν.
col. 1165–1166page 20 of 25
PG 127:1165πζ'. Αποτίθεται καὶ στρατιώτης τὰ ὅπλα, κατα λείψας τὸν πόλεμον, καὶ θεωρητικός, τους λογισμούς, ἀναλύων πρὸς Κύριον πηʹ. Καὶ στρατηγὸς ἐν πολέμῳ σκύλων διαμαρτ τάνων, ἐν ἀθυμίᾳ καθίσταται, καὶ πρακτικὸς ἐν εὐχῇ, θεωρίας πνευματικῆς. πθ'. Ἔλαφος μὲν ἐπὶ σωματικὰς ὑδάτων τρέχει πηγὰς, ὑπὸ θηρίου δηχθείσα· ψυχὴ δὲ ἡ τῷ γλυκυτάτῳ βέλει τρωθεῖσα τῆς εὐχῆς, ἐπὶ ἀσωμάτων αυγάς. Ε΄. Οὔτε σωματικὸς ὀφθαλμὸς τὸν κόκκον τοῦ σίτου ἰδεῖν δύναται, οὔτε νοῦς πρακτικὸς τὴν φύσιν τὴν ἑαυτοῦ, εἰ μὴ γυμνωθῇ ἐκεῖνος μὲν ἐλύτρου, οὗτος δὲ σχέσεως τῆς περικαλυπτούσης αὐτόν. κα'. Κρύπτονται αστέρες μὲν, ηλίου ἀνατολῇ, λο γισμοὶ δὲ ἐκλιμπάνουσι, τοῦ νοῦ πρὸς τὴν οἰκείαν βασιλείαν ἐπαναστρέφοντος. Ιβ'. Μετὰ τὸ τέλος τῆς πρακτικής, αἱ πνευματικαί θεωρίαι περιχυθεῖσαι τῷ νῷ, οἷά τινες ἀκτίνες τοῦ ἡλίου ἐκ τοῦ ὁρίζοντος ὑπερκύψασαι, δοκοῦσιν ἔξω θεν αὐτοῦ προσβάλλειν οἰκεῖαι οὖσαι, καὶ διὰ καθα ρύτητα ἐκεῖνον περιπτυσσόμεναι. Αγ'. Τοιαῦτα καὶ νοῦς θεωρητικὸς ἐκλαλεῖν δύνα ται, ὅταν ἄνωθεν ἀπ᾿ οὐρανοῦ καταβῇ φύσεως ἀνάγ καις ἐπικλιθείς, οἷς καὶ ὁ φθεγξάμενος, θείου κάλο λους τί ὑπάρχει θαυμασιώτερον; καὶ τίς ἔννοια τῆς τοῦ Θεοῦ μεγαλοπρεπείας χαριεστέρα; ποῖος δὲ οὕτω πόθος δριμύς, καὶ ἀφόρητος, ὡς ὁ ἀπὸ Θεοῦ ἐγγινόμενος τῇ ἀπὸ πάσης κακίας κεκαθαρμένῃ ψυχῇ; καὶ ἀπὸ διαθέσεως λεγούσῃ, ὅτι ο Πετρωμένη ἀγάπης ἐγώ;» 48. Ἐκείνου ἐστὶ τὸ λέγειν, «Εθερμάνθη ἡ κάρ δία μου ἐντός μου, καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ, ο τοῦ μὴ κοπιῶντος ἐπίσω τοῦ Θεοῦ καταχο λουθεῖν δι' εὐχῆς, μηδὲ ἡμέραν ἀνθρώπου ἐπιθυ μοῦντο, θεάσασθαι. με. Λεγέτω καὶ ψυχή πρακτικὴ μετὰ τὴν ἀπόθεσιν τῶν κακῶν, κατὰ τὴν ἐν τῷ ᾿Ασματι, ἐπὶ τῶν ἐκβιαζομένων αὖθις αὐτὴν πονηρῶν δαιμόνων, καὶ λογισμῶν, ἐπιβλέπειν εἰς ματαιότητας καὶ μανίας ψευδεῖ;· Ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσωμαι αὐτόν; ἐνιψάμην τους πόδας μου, πῶς μολυνῶ αὐτούς;» μς'. Ψυχῆς θεοφιλούς τῆς λέγειν τολμώσης προς τὸν Θεὸν, ο Απάγγειλόν μοι ὁ ποιμὴν ὁ καλὸς ποῦ ποι μαίνεις τὰ πρόβατά σου; καὶ ποῦ κοιτάζεις ἐν μετ σημβρία τοὺς ἄρνας σου; ἵνα τούτοις ἀκολουθοῦσα, μὴ γένωμαι ὡς περιβαλλομένη ἐν ἀγέλαις ἑταίρων σου. Ο Αζ'. Ζητοῦσα τὸν τῆς εὐχῆς ἡ πρακτική κρατῆσαι λόγον ψυχή, καὶ μὴ δυναμένη, τοιαῦτα κατὰ τὴν ἐν Ασματι καὶ αὐτὴ βοᾷ· Ἐπικοίτην μου ἐν νυξιν ἐζή τησα, ὃν ἠγάπησα, ἐζήτησα, καὶ οὐχ εὗρον αὐτόν ἐκάλεσα αὐτὸν, καὶ οὐχ ὑπήκουσέ μου.» Αναστήσομαι δὴ δι' εὐχῆς ἐπιπονωτέρας· καὶ κυκλώσασα ἐν τῇ πόλει ἐν ταῖς πλατείαις, καὶ ἐν ταῖς ἀγοραῖς, ζητήσω δν ἠγάπησα· ἴσως ευρεθήσεταί μοι ὁ ἐν τῷ παντὶ Ο
col. 1167–1168page 21 of 25
PG 127:1167τῷδε ὢν, καὶ τοῦ παντὶς ἔξω, χορτασθήσομαι ἐν τῷ ὀφθη ναί μοι τὴν δόξαν αὐτοῦ. η'. "Οταν ὅλη δακρύων ἐκ τῆς περὶ τὴν εὐχὴν χαρᾶς ἄρξητα: γίνεσθαι ἡ ψυχή, τότε καὶ αὐτὴ παῤῥησιαζομένη, ὡς πρὸς τὸν ἑαυτῆς νυμφίον νύμφη, βοᾷ. Καταβήτω ὁ ἀδελφιδούς μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω τῶν ἐμῶν δακρύων, ὡς ἀκροδρύων, τὴν πονηθεῖσαν παράκλησιν. Εθ'. "Οταν ή πρακτική ψυχή εκ μεγέθους καὶ και λονῆς κτισμάτων θαυμάζειν ἄρξηται τον Δημιουργόν, καὶ τῆς ἐκ τούτων κατατρυφᾷν ἡδονῆς, ταῦτα καὶ αὐτὴ ἐκπληττομένη βοᾷ·: Τί ὡραιώθης, νυμφίε, πατ ράδεισε πατρός σου; ἄνθος του παιδίου, καὶ κέδρος αὐτοῦ ὡς κέδροι τοῦ Λιβάνου. Ὑπὸ τὴν σκιὰν αὐτοῦ ἐπεθύμησα, καὶ ἐκάθισα, καὶ ὁ καρπὸς ὤφθη γλυκὺς ἐν τῷ λάρυγγί μου. ρ'. Εἰ ὁ βασιλεὺς ὑποδεχόμενος εἰς τὸ δωμάτιον ἑαυτοῦ, οὕτω περιφανής εὑρίσκεται, καὶ περίβλεπτος καὶ πάσης χαρᾶς ἔμπλεως, πόσῳ μᾶλλον ψυχή ἡ τὸν βασιλέα τῶν βασιλέων ἐν τῷ καθαρθήναι ὑποδεξαμένη, κατὰ τὴν ἀψευδῆ ἐκείνου ὑπόσχεσιν. Πλὴν, εὐλαβῶς ἄγαν ἡ τοιαύτη ἑαυτὴν ἀσφαλίζεσθαι ὀφείλει· ἔξω μὲν βάλλουσα, πᾶν τὸ μὴ εἰς ἀνάπαυσιν ἐκείνου δοκοῦν· ἔνδοθεν δὲ εἰσάγουσα πᾶν τὸ εἰς ἐκείνου ἀρέσκειαν. ρα'. Ο κληθῆναι προσδοκῶν παρὰ βασιλέως τῇ αύριον, τίνος ἐν φροντίδι ἄλλου ὀφθήσεται; ἢ λόγων μελέτης, τῶν εἰ; ἐκείνου τυγχανόντων ἀρέσκειαν; τοῦτο τηροῦσα ψυχή, οὐκ ὀφθήσεται ἀπαρασκεύα στις πρὸς τὸ ἐκεῖθεν κριτήριον. ρβ'. Μακαρία ψυχὴ ἡ διὰ τὸ σήμερον ήξειν προσ δοκᾶν τὸν Κύριον ἑαυτῆς, μηδὲν ἡγουμένη ὅλον τὸν κόπον τῆς ἡμέρας, μηδὲ τὸν τῆς νυκτὸς, διὰ τὰ εὐθὺς ἐπὶ τὸ πρωΐ τοῦτον μέλλειν ἐμφανίζεσθαι. ργ'. Πάντας μὲν ὁρᾷ ὁ Θεὸς, ὁρῶσι δὲ τὸν Θεὸν, οἱ θεωροῦντες μηδὲν, ἐν τῷ εὔχεσθαι, καὶ ὅσοι μὲν ὁρῶσι τὸν Θεὸν, καὶ εἰσακούονται παρ' αὐτοῦ· ὅσοι δὲ οὐκ εἰσακούονται, οὐδὲ ὁρῶσιν αὐτόν. Μακάριο; δὲ ὁ πιστεύων, ὅτι βλέπεται ὑπὸ τοῦ Θεοῦ· οὐ σα λευθήσεται γὰρ ὁ ποὺς αὐτοῦ, τῆς ἀρεσκείας ἐκεί νου χωρίς. ρδ'. Τῆς ἐντὸς ἡμῶν οὔσης βασιλείας τὰ ἀγαθά, Ο φιλόκαλος ὀφθαλμὸς οὐκ οἶδε, καὶ ἀκοὴ φιλότιμος οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν Πνεύματος ἁγίου κενήν ", οὐκ ἀνέβη, ἀῤῥαβῶνές εἰσι τῶν μελλόντων δίδοσθαι τοῖς δικαίοις ἀγαθῶν, ἐν τῇ μελλούσῃ βασιλείᾳ παρά Θεοῦ. Καὶ ὁ μὴ ἐν τούτως τρυφῶν, οἵτινές εἰσ οἱ καρποὶ τοῦ Πνεύματος, ἐν ἀπολαύσει ἐκείνων γεο νέσθαι οὐ δύναται. ρε'. Οἱ τῶν πρακτικῶν λογισμοί, ἐλάτοις ἐσίκασιν' ὡς γὰρ ἐκεῖναι ποτὲ μὲν ἄνω εἰσὶν ἐν τοῖς ὄρεσι, διὰ τὸν φόβον τῶν θηρατῶν, ποτὲ δὲ κάτω ἐν ταῖς κοιλάσι διὰ τὸν πόθον τῶν ἐν αὐταῖς, οὕτω καὶ οὗ τοι· οὔτε πάντοτε ἐν θεωρίᾳ πνευματικῇ δύνανται εἶναι, διὰ τὸ αὐτῶν εὐτελές· οὔτε ἀεὶ ἐν τῇ φυσική, διὰ τὸ μὴ τὴν ἀνάπαυσιν διώκειν ἀεί· τῶν μέντα
col. 1169–1170page 22 of 25
PG 127:1169θεωρητικών, περιπεζίων ὑπερόπται θεωρημάτων καθίστανται. ρς΄. Βόλοι μὲν δρόσου, γῆς μεθύσκουσιν αύλα κας· διαθέσεις δὲ ψυχῆς ἐν εὐχῇ, ἔμβροχοι στενα μοὶ ἀπὸ καρδίας αναδιδόμεναι. ρι. Τῆς ἐν Τριάδι νοουμένης θεότητος, οὐδεὶς ἐν θεωρίᾳ ὀφθήσεται, υλικῆς δυάδος, καὶ τῆς γείτονας μονάδος ἄνωθεν μὴ ὀφθείς· οὐδὲ ταύτης γενή σεται ὑψηλότερος, μὴ μοναδικὸν τὸν ἑαυτοῦ ἐν νοου μένοις ἐργασάμενος νοῦν. ρηʹ. Οὐ τοσοῦτον δυσχερές εὑρεθήσεται, τοῦ ποταμοῦ ἀνακόψαι ἐδὲν ἐπὶ τὰ κάτω μὴ φέρεσθαι, ὅσον νοῦ ῥύμην ἀναχαιτίσαι, μὴ ἐν τοῖς ὁρωμένοις σκεδάννυσθαι, πρὸς δὲ τὸν ἄνω, καὶ συγγενή, οτε βούλεται, τῷ εὐχομένῳ συνάγεσθαι· κἂν τοῦτο μὲν κατὰ φύσιν, ἐκεῖνο δὲ παρὰ φύσιν καθέστηκεν. μθ'. Τὸν νοῦν οἱ καθαιρόμενοι εἴσω τῶν ὑρωμένων παραπέμποντες, τοσούτου πίμπλανται θάμβους, καὶ τοσαύτης πληροῦνται χαρᾶς, ὡς μηδὲν ἕτερον χω ρῆσαι τῶν ἐπιγείων δύνασθαι, μηδ᾽ ἂν εἰ πάντα πρὸς αὐτοὺς συῤῥεύσειε τὰ περιμάχητα. μι'. Εξαρκοῦσι καὶ μόνον οἱ νόμοι ῥηθέντες, τῆς φύσεως πρὸς τὸ λίαν θαυμάζεσθαι· κατανοούμενοι δὲ, λειμώνες εὑρίσκονται ευανθεῖς, ὡς ἐξ οὐρανίου νέκταρος, ἀκράτοις βρύοντες άνθεσι τῆς πνευματικῆς πανδαισίας τὸν γλυκασμόν. ρια. Ἐν δροσεροῖς μὲν ἄνθεσι λειμώνων τὴν βα σελίδα τοῦ σμήνους περιζάνουσι μέλιτται. Ἐν και τανύξει δὲ τῇ γινομένῃ ἀδιαλείπτως ψυχῇ, ὡς οἰκεῖαι, αἱ νοεραὶ δυνάμεις περικυκλοῦσαι, συνεκπονοῦσι τὰ καταθύμια. ριβ'. Ἐν μὲν τῷ ὁρωμένῳ κόσμῳ, ὡς ἄλλος τις ὁρᾶται κόσμο;, ὁ ἄνθροπως· ἐν δὲ τῷ νοουμένῳ, ὁ λογισμός. Οὐρανοῦ μὲν γὰρ, καὶ γῆς, καὶ τῶν ἐν μέσῳ, οὗτος ἐκείνων καταγγελεύς· νοῦ δὲ, καὶ αἰ σθήσεως, καὶ τῶν περὶ αὐτὴν, υποφήτης υπάρχει ὁ λογισμός, ὧν ἄνευ, ἀμφότεροι κόσμοι Εκκενώ φωντο ἄν. ριγ'. Οὐχ οὕτω μετὰ χαρᾶς ἀπολυθεὶς αἰχμάλωτος διὰ χρόνου, πορεύεται, ὡς νοῦς σχέσεως ἐλευθερωθεὶς πρὸς τὰ οὐράνια ὡς πρὸς οἰκεῖα πορεύεται, ἀγαλλομένῳ ποδί. ο ριδ'. Τῷ μὴ μετὰ προσοχῆς εὐχομένῳ, ἀλλὰ δια χεομένῳ, βάρβαρος μὲν ὁ ψαλμὸς λογισθήσεται αὐτὸς δὲ τῷ ψαλμῷ ὡς βάρβαρος, καὶ ὡς μαινόμενοι ἀμφότεροι δαίμοσιν. ριε'. Οὐ ταὐτόν ἐστιν, οἷς ἐσταυρώθη ὁ κόσμος, καὶ οἱ τινες τῷ κόσμῳ ἐσταύρωνται· τοῖς γάρ, όλοι, νηστεία, καὶ ἀγρυπνία· τοῖς δὲ, ἀκτημοσύνη, καὶ ἐξουδένωσις· τῶν δὲ δευτέρων χωρίς, οι πόνοι τῶν προτέρων ἀνωφελεῖς. ρις'. Οὐδεὶς καθαρῶς εὔξασθαι δύναται, φίλε κάλῳ πάθει καὶ φιλοτίμῳ κρατούμενος· περὶ ταῦτα γὰρ αἱ σχέσεις καὶ οἱ τῆς ματαιότητος λογια σμοὶ τὴν οἰκειότητα ἔχοντες, σχοινία καθάπερ ἐκείνῳ περιπλεκόμενα γίνονται· κατασπώντες ὡς οἷα στρουθίῳ δεδεμένῳ ἀναπτῆναι πειρωμένῳ τῷ νῷ, ἐν τῷ καιρῷ τῆς εὐχῆς.
col. 1171–1172page 23 of 25
PG 127:1171ριζ'. 'Αδύνατον ἐν τῷ καιρῷ τῆς εὐχῆς, εἰρηνικὸν γενέσθαι τὸν νοῦν, τὸν μὴ τὴν φίλην κτησάμενον ἐγκράτειαν, καὶ ἀγάπην· ἡ μὲν γὰρ τὴν κατά τῆς ψυχῆς ἐκ τοῦ σώματος ἔχθραν καθαλύειν ἐπι αγωνίζεται, ἡ δὲ τὴν πρὸς τὸν πλησίον διὰ τὸν Θεόν. Κἀντεῦθεν ἡ ὑπερέχουσα πάντα νοῦν εἰρήνη ἐπιδημοῦσα, μονὴν ποιεῖσθαι πρὸς τὸν οὕτωσὶ κατειρηνεύσαντα ἐπαγγέλλεται. ριη'. Ανάγκη τὸν εἰς βασιλειαν Θεοῦ ἀγωνιζόμενον εἰσελθεῖν, περισσεύειν ἐν ἀγαθοῖς, τὸ ἔργον αὐτοῦ τῆς δικαιοσύνης· ἐν ἐλεημοσύναις μὲν, διὰ τῆς ἐκ τοῦ ὑστερήματος παροχῆς, ἐν πόνοις δὲ τοῖς ὑπὲρ εἰρήνης, διὰ τοῦ ἀποκρίματος τῆς ἐν Κυρίῳ ὑπομονῆς. ριθ'. Οὔτε ὁ ἐνδεῶς πρὸς ἀρετὴν ἔχων δι' ἀμέ λειαν, οὔτε ὁ περιττῶς διὰ τὴν οἴησιν, εἴσω λιμένος τοῦ κατὰ τὴν ἀπάθειαν εὑρεθήσονται, οὐδ᾽ ἕτερος γὰρ τῶν ἐκ δικαιοσύνης ἐν ἀπολαύσει γέγονεν άγα θῶν, μεσίτιδος εὑρισκομένης αὐτοῖς ἐλλείψεως, καὶ ὑπερβολῆς. ρκ'. Οὔτε ἡ γῆ, εἰ μὴ πολυπλασίονα τῷ γεωργῷ τὸν σπόρον χαρίσεται, πλούσιον δύναται ἀπεργάσασθαι αὐτὸν, μόνον τὸν σπόρον παρεχομένη, ἢ καὶ μικράν τινα προσθήκην, οὔτε τῷ πρακτικῷ τὸ ἀνυόμενον, εἰ μὴ κρείττων τῆς προαιρέσεως αὐτοῦ σπουδὴ πρὸς τὸν Θεὸν εὑρεθῇ, δίκαιον ἀπεργάσασθαι δύναται. ρκα. Οὔτε πάντες οἱ μὴ ἀγαπῶντες τὸν πλησίον, μισεῖν δύνανται· οὔτε οἱ μή μισοῦντες αὐτὸν, ἀγαπᾶν. Καὶ ἄλλο μέν έστι, τὸ βασκαίνειν ἐκείνου τὴν προ κοπήν, ἕτερον δὲ τὸ μὴ ἐμποδὼν αὐτῷ γίνεσθαι πρὸς τὴν προκοπήν. Ἐσχάτης δὲ κακίας βαθμὸς εὑρεθήσεται, τὸ μὴ μόνον δάκνεσθαι ἐν τοῖς ἐκείνου προτερήμασιν, ἀλλὰ καὶ διαβάλλειν τὰ ἐκείνου καλὰ, ὡς μὴ τοιαῦτα τυγχάνοντα ρκβ'. Αλλα τα σωματικά πάθη, καὶ ἄλλα τὰ κατὰ φύσιν, καὶ ἄλλα τὰ παρὰ φύσιν. Ὁ δὲ τὰ μὲν ἀπωθούμενος, τῶν δὲ πρόνοιαν μὴ ποιούμενος, ὅμοιός ἐστιν ἀνθρώπῳ, φραγμὸν μὲν ὑψηλὸν καὶ συνηρεφῆ κατὰ τῶν θηρίων ἱστῶντι· συνηδομένῳ δὲ τοῖς πτηνοῖς ἐσθίουσι τὰς τοῦ λογικοῦ ἀμπελῶνος σταφυλὰς, τὰς ὄντως περιφανεῖς. ρκγ'. Εν πρώτοις ἡ ψυχὴ ἐν φαντασίᾳ γίνεται τοῦ κακοῦ, εἶτα ἐν ἐπιθυμίᾳ, ἔπειτα ἐν ἡδονῇ, λύπῃ, εἴθ' οὕτως ἐν αἰσθήσει, καὶ μετ' αὐτὴν, ἐν ἀφῇ τῇ φαινομένῃ καὶ ἀφανεῖ, ἐν πᾶσι συνεπομένων τῶν λογισμῶν, πλὴν τῆς προτέρας κινήσεως, ἧς μὴ παραδεχθείσης, πᾶν τὸ μετ' αὐτὴν κακὸν ἀνενέργητον εὑρεθήσεται. ρκδ'. Οἱ μὲν τῇ ἀπαθείᾳ ἐγγίζοντες, φαντασίαις μόναις σαλεύονται· ἐπιθυμίαις δὲ, οἱ μετριοπαθείς " ἐν αἰσθήσει δὲ γίνονται τοῦ κακοῦ, οι παραχρώμενο μὲν τὰ τῆς χρείας, λυπούμενοι δέ· ἐν δὲ ἀφῇ, οἱ ἀλύπως αὐτῇ συγγινόμενοι. ρκε'. Ἡ ἡδονὴ ἐν πᾶσι μὲν τοῖς τοῦ σώματος ἐγκαθίδρυται μέλεσιν, οὗ πᾶσι δὲ ὡσαύτως παρενοχλοῦσα φαίνεται, ἀλλὰ τοῖς μὲν μᾶλλον εἰς τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς μέρος, τοῖς δὲ εἰς τὰ θυ
col. 1173–1174page 24 of 25
PG 127:1173μικόν, ἑτέροις δὲ, εἰς τὸ ταύτης λογιστικών· διὰ γαστριμαργίας, οξυχολίας καὶ πονηρίας, τῆς πάντων αἰτίας τῶν ἀνοσίων παθῶν. ρκς'. 'Ανάγκη μὲν τὰ αἰσθητήρια, ὡς πύλας ἀνοί γειν πόλεως· ἀνάγκη δὲ μὴ συγχωρεῖν ἐν τῇ ἀνοίξει τῶν ἀναγκαίων, συνεισέρχεσθαι ἔθνη τὰ τοὺς πολέμους θέλοντα, καὶ μάχης αἴτια καθιστάμενα. ρκζ'. Ηδονὴ μὲν, μήτηρ ἐπιθυμίας· θυμοῦ δὲ, οξυχολία, βασκανίας δὲ, πονηρία καθίσταται. Οὐκ εἰρηνεύει δὲ μετὰ τῶν ἐσχάτων ὁ μὴ κατὰ τῶν ἀρο χοντων ἀγωνιζόμενος· οὐδὲ εἰς τὸν τῆς μετριοπαθείας δύναται λιμένα εἰσέρχεσθαι, ὁ βίᾳ τὰς ἐντολὰς μετερχόμενος. ρκη'. Τὰς προςβολάς οἱ ἀποκρουόμενοι, οὐ συγ χωροῦσιν ἔνδοθεν τοῦ λογικοῦ ἀμπελῶνος, ὡς θηρία τοὺς λογισμοὺς εἰσέρχεσθαι, καὶ τῶν ἐκείνου ἐν λύμῃ καθίστασθαι. Οἱ δὲ συνδιάζοντες μὲν, μή συν ηδόμενοι δὲ, ἁπλῶς εἰσέρχεσθαι αὐτοὺς συγχωροῦσι, μὴ ἅπτεσθαι δὲ μηδενὸς τῶν αὐτοῦ· οἱ δὲ ἡδέως μὲν. συνομιλοῦντες τοῖς πάθεσι διὰ τῶν λογισμῶν, εἰς συγκατάθεσιν δὲ μὴ ἐρχόμενοι, ώμοιώθησαν τοῖς ἐάσασι τὸν μονιὸν ἔνδοθεν τοῦ ἀγροῦ, καὶ τοῦ φρα γμοῦ εἰσελθεῖν, ἐν κόρῳ δὲ αὐτὸν τῶν τοῦ ἀμπελῶνος γενέσθαι βοτρύων μή συγχωρήσασιν· εἶτα εὗρον αὐτ τὸν τῆς ἑαυτῶν δυνάμεως ισχυρότερον, ἐν συγκαταθέσει πολλάκις παθῶν εὑρισκόμενοι. ρκθ'. Οὔπω ἔφθασεν εἰς ἀπλότητα, ὁ ἔτι δεόμενος ἐπιμελείας φραγμοῦ τοῦ κατὰ τὴν ἐγκράτειαν· ὁ τέ λειος γάρ, φησὶν, οὐκ ἐγκρατεύεται, ἀλλ' ὁ ἔτι αγως νιζόμενος. Εοικε δὲ τῷ ἔχοντι ἄμπελον, ἢ ἄρουραν οὐ μέσον πολλῶν ἄλλων ἀμπελώνων ἢ χώρων, ἀλλ' ἐν γωνίᾳ που· καὶ διὰ τοῦτο δεόμενον πολλῆς τῆς φυ λακῆς, καὶ τῆς νήψεως. Τοῦ γὰρ εἰς ἁπλότητα φθά σαντος, ἐκ παντὸς ἡ ἄμπελος ἀνέπαφος γίνεται καθάπερ βασιλέως ἢ τινὸς ἄλλου παραδυναστεύοντος φοβεροῦ, καὶ μόνης ἐξ ἀκοῆς, τούς τε κλέπτας καὶ παροδίτας, φρίττειν ποιοῦντος τὴν ἐπιχείρησιν. ρλʹ. Πολλοὶ μὲν εἰς τὸν τῆς κακοπαθείας σταυρὸν ἀνέρχονται, ὀλίγοι δὲ καὶ τοὺς ἤλους αὐτοῦ καταδέχονται· τῶν μὲν γὰρ κατὰ προαίρεσιν πόνων καὶ θλίψεων, ὑπήκοοι πολλοί· τῶν ἀπροαιρέτως δὲ ἐρχομένων, μόνοι οἱ τῷ κόσμῳ τούτῳ τελείως ἀπο θανόντες καὶ τῇ ἀναπαύσει αὐτοῦ. ρλα'. Πάντας μὲν τοὺς δερματίνους χιτῶνας πολύ λοὶ ἐξεδύσαντο, τὸν ἔσχατον δὲ τὸν τῆς κενοδοξίας, μόνοι οἱ τὴν αὐτῆς μητέρα την αυταρέσκειαν βδελυξάμενοι. ρλβ'. Επαινον ἀνθρώπων, καὶ ἄνεσιν σώματος, ὁ ἀποδεχόμενος μὲν, μὴ καταδεχόμενος δὲ, οὗτος τοῦ ἐσχάτου τῆς κενοδοξίας χιτῶνος γυμνός γεγονώς, τοῦ ἐν πολλοῖς στεναγμοῖς ἐπιζητούμενος οἰκητηρίου, τοῦ ἐξ οὐρανοῦ τὴν λαμπρότητα, ἀπ' ἐντεῦθεν ἠξιώθη ἐνδύσασθαι. ρλγ'. Αλλο ενέργεια, καὶ ἄλλο ἐνέργημα· καὶ τὸ μὲν, ἁμαρτίας ἀπηρτισμένης ἐστὶ δεικτικόν· ἡ δὲ, ηδυπαθείας μόνης τῆς ἔνδοθεν ἐνεργουμένης, ἀλλ᾽ οὐκ ἐκτός· ὡς οἱ τῆς ἰδίας μὲν μὴ μετακινούμενοι γῆς, δασμοφορούντες δὲ ὅμως τοῖς καταδυναστεύουσι τὰ αὐτοῖς καταθύμια.
col. 1175–1176page 25 of 25
PG 127:1175ρλδ'. Τῆς γεύσεως κρατούσης ἐν ἡδοναῖς, ἀδύνα τον μὴ καὶ πάσας τὰς αἰσθήσεις συνέπεσθαι· καν τῶν ψυχροτέρων εἰρηνεύειν δοκῶσι τὰ ὑπογάστρια, ὡς τὰ τῶν γεγηρακότων, πύρωσιν μὴ ὑπομενόντων ἐκ μαρασμοῦ· ἀλλ᾽ οὐ παρὰ τὸ μὴ γενναν, σώφρων ἡ στείρα μοιχευομένη κριθήσεται· σωφρονεῖν δὲ πάντα τὸν μὴ παθαινόμενον ἔνδοθεν εἴποιμεν ἂν, . μηδὲ ὁράσει κατακυλούμενον. ρλε'. Ἐν τροφαῖς, καὶ μορφαῖς, καὶ φωναῖς, τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς ἐλέγχεται οἷόν ἐστι· ταῖς θελκτικαῖς τε καὶ ταῖς ἄλλως ἐχούσαις, ἐν γεύσει, καὶ ὄψει, καὶ ἀκοῇ, εἴτε ὡς χρώμενον αὐταῖς, εἴτε ὡς παραχρώμενον, εἴτε μέσως πρὸς τὰ ἀμφότερα εὑρισκόμενον. ρλς'. Ἐν οἷς ὁ φόβος οὐ προηγείται, ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, ἐν συγχύσει οἱ λογισμοὶ εὑρεθήσονται· ἐν εὐταξίᾳ δὲ, καὶ μάνδρας εἴσω τῆς κατά εὐνομίαν, ἐφεπομένου, ἢ προηγουμένου αὐτοῦ. ρλζ'. Τῆς πίστεως, ο φόβος υἱός· τῶν ἐντελῶν δὲ οὗτος νομεύς· καὶ ὁ μὴ τὴν μητέρα τούτου κτησάμενος, πρόβατον ὀφθῆναι· τῆς κατὰ Κύριον νομῆς οὐκ ἀξιωθήσεται. φλη'. Οἱ μὲν τὰς ἀρχὰς μόνας ἔχουσι τῶν καλῶν, οἱ δὲ καὶ τὰς τούτων μεσότητας, οἱ δὲ καὶ τὰ τέλη αὐτῶν. Τὴν ἄνευ, ὡς στρατιώτης ψιλός ἕκαστος ενο ρεθήσεται, ἢ ἀξιωματικός, τῶν σιτηρεσίων ἐκτός καὶ διὰ τοῦτο, ὁ μὲν τὴν ἑαυτοῦ μόνον οἰκίαν ἀπὸ τῶν ἐπιχειρούντων αὐτὴν ἐπηρεάζειν συντηρών ὁ δὲ, οὐκ ἐν τιμῇ τῇ προσηκούσῃ εὐρισκόμενος ἐν οἷς ἂν συνέρχηται. ρμ΄. Οἱ ταῖς ἡδοναῖς ἡμᾶς συνέρχεσθαι παρακαλοῦντες τοῦ φάρυγγος, ἀτελεῖς ὄντας, ὁμοιόν τι ποιοῦσι τοῖς ἀναθερίζειν παρακελευομένοις τὰς εἰς ὑγείαν πληγὰς ἤδη ἐλθούσας, ἢ τὰς ψώρας διὰ τὴν ἡδύτητα κνίθζειν, ἢ τὰ τὸν πυρετὸν ἐσθίειν ἀνάπτοντα, ἢ ἀποφράττειν τὸν ἀμπελῶνα αὐτοῦ, καὶ συγχωρεῖν εἰσέρχεσθαι, ὡς μονιὸν ἄγριον, τὸ φρόνημα της σαρκὸς, καὶ τὰς ἐννοίας τὰς ἀγαθὰς ὡς σταφυλάς διαβόσκεσθαι· οἷς οὐ πείθεσθαι χρή, οὐδὲ ταῖς ἀκαί ρος κάμπτεσθαι κολακείαις, ἀνθρώπων τε καὶ παθῶν κατοχυροῦν δὲ μᾶλλον τὸν φραγμὸν δι᾽ ἐγκρατείας ἕως παύσωνται οἵ τε θῆρες· τὰ σαρκικά πάθη ὠρύεσθαι, καὶ ὡς πετεινὰ, οἱ μάταιοι λογισμοί, μὴ καταβαίνειν λυμαίνεσθαι τὴν ἄμπελον εὐθυνουμένην ψυχὴν θεωρίαις ταῖς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Page scan enlarged

Notebook

Full View