PG 130Euthymius Zigabenus
Dogmatic Panoply (Prologue and Titles I–XXVIII)
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected (sonnet, OCR-anchored) · Migne scan — scholarios OCR + scan in the Page/Facsimile views — PG column chips mark the printed columns.
col. 1099–1100page 541 of 677
PG 130:1099Ας οὐκ εἶπεν, Ἔπαθεν ἀπαθῶς, ἀλλ', Ἔμαθε, φησὶν, ἀφ' ὧν ἔπαθε, καὶ πεπειραμένος κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας. Εἰπὼν οὖν κατὰ πάντα καθ' ὁμοιότητα πεπειραμένος, πόρρωθεν ἀνεῖλε τῶν τοιούτων λόγων τὴν ληρωδίαν. Ὁ γὰρ κατὰ πάντα πεπειραμένος καθ' ὁμοιότητα ἢ πέπονθεν οὐκ ἀπαθῶς, ἵνα φυλάξῃ τὸ κατὰ πάντα καθ' ὁμοιότητα, ἢ καὶ τοὺς ἄλλους δείκνυσι παθόντας ἀπαθῶς, ἵνα σώσῃ τὴν πρὸς αὐτοὺς ὁμοιότητα. Ὥστε ἢ καὶ τὸν Σωτῆρα πεπονθέναι ἀληθῶς ὁμολογητέον, ἢ καὶ τοὺς ἄλλους ἀπαθῶς πεπονθέναι, ὧν καθ' ὁμοιότητα πεπειραμένος ὁ Δεσπότης κηρύσσεται. Τίς δὲ καὶ ὑπομονῆς ἀπόδειξις ἐκ τοῦ παθεῖν ἀπαθῶς; Πῶς λέγεται ὑπομονὴ τοῦ Χριστοῦ, εἰ μὴ πόνων αἴσθησιν ἔλαβε; Πῶς δὲ δείκνυται ἡ ἄφραστος καὶ ἀπαράκλητος περὶ τοὺς ἀνθρώπους φιλοστοργία, εἰ δίχα πόνου τὸ πάθος ἐγένετο; Τίς οὐχ αἱρεῖται πα θεῖν οὐ μόνον ὑπὲρ φίλων, ἀλλ' ἤδη καὶ ὑπὲρ ἀντιδίκων, εἴπερ ἔξεστι παθεῖν ἀπαθῶς; Τοῦ δὲ χάριν ἔλεγεν ὁ Δεσπότης, Τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής, εἴπερ ἔμελλεν ἀναλγήτως τὸ πάθος προσ ίεσθαι; Ἱνατί πρὸς τὸν Πατέρα ἐβόα, Πάτερ, εἰ δυ νατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο; Τίνος δὲ ἕνεκεν εὐχὰς καὶ ἱκετηρίας μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου προσέφεραν; Ἢ γοῦν πάντα ἀληθῆ πιστευτέον, καὶ τὸ πάθος ἀληθινὸν λογιστέον, ἢ τοῦ πάθους ἀπαθῶς γεγενῆσθαι λεγομένου, σχῆμα ἀνάγκη, καὶ δόκησιν, καὶ φαντασίαν πάντα λογί ζεσθαι. Εἰ οὖν οὐ πέπονθεν ἀληθῶς, οὐδὲ ἀνέστη ἀληθῶς. Εἰ μὴ ὄντως ἐγεύσατο θανάτου, σῴα τὰ κέντρα ἔπεσε τοῦ θανάτου. Ὅτι ἐσμὲν ἐν ταῖς ἁμαρτίαις ἡμῶν, ἔτι βασιλεύει πάντων ὁ θάνατος, τῆς κληρονομίας ἀλλότριοι καθεστήκαμεν. Εἰ γὰρ ὁ θάνατος ἀπατηλός, καὶ ἡ διαθήκη ψευδής, καὶ ἡ κληρονομία οὐκ ἀληθής. Νόμος ἡμῖν ταῦτα διαγορεύει· Διαθήκη, φησὶν, ἐπὶ νεκροῖς βεβαία. Εἰ οὖν οὐ τέθνηκεν ὄντως ὁ τὴν καινὴν Διαθήκην πρὸς ἡμᾶς διαθέμενος, ἄκυρα τὰ τῆς Διαθήκης, ἀπόβλητοι οἱ λεγόμενοι κληρονόμοι. Ἀλλ' ἄπαγε τῆς τοιαύτης φλυαρίας, ὦ ἄνθρωπε. Καὶ ὁ διαθέμενος τέθνηκε, καὶ ἡ Διαθήκη κεκύρωται, καὶ ἡ κληρονομία τοῖς πιστεύουσι πρόκειται, καὶ ἡ τιμωρία τοῖς συκοφάν ταις ἡτοίμασται. Τοῦ αὐτοῦ πρὸς τοὺς λέγοντας, ὅτι ἔπαθεν ὁ Θεός, ὡς ἠθέλησεν. Μὴ δυνάμενοι δεῖξαι τὴν φύσιν παθητήν, τὴν βούλησιν συκοφαντῆσαι οὐκ ὤκνησαν. Καὶ περὶ φύσεως ἐρωτώμενοι, περὶ βουλήσεως ἀπεκρίναντο. Εἰ δεκτικὴ πάθους ἡ φύσις, ἐχέτω χώραν ἡ βούλησις. Εἰ δὲ, κἂν μυριάκις δοθείη τὸ θέλειν, ἀμήχανον ἀνατραπῆναι φύσεως νόμον· πῶς οὐ μανία τὸ λέγειν, Ἔπαθεν, ὡς ἠθέλησεν; Ἢ τίς τῶν εὖ φρονούντων οὐκ οἶδεν, ὅτι σύμφωνον δεῖ τῇ φύσει τὴν βούλησιν εἶναι, καὶ οὐ τὴν μὲν πρὸς ἄλλο βέπειν, τὴν δὲ πρὸς
col. 1101–1102page 542 of 677
PG 130:1101ἕτερον σπεύδειν, ἀλλὰ μένειν μὲν τὴν φύσιν ἐν τοῖς ἰδίοις ὅροις, θέλειν δὲ τὴν βούλησιν ὃ πρέπει τῇ φύσει καὶ σύνεστιν· ὡς εἴ τις ἄλλο μὲν ταύτην ἔχειν λέγοι, ἄλλο δὲ θέλειν ἐκείνην, μάχην ἐπεισάγει καὶ πόλεμον, τῆς μὲν ἐγχειρούσης εἰς ἃ μὴ δεῖ, τῆς δὲ δεχομένης ὅσα μὴ πέφυκε. Τὸ πάσχειν πεφυκός, καὶ θέλον, καὶ μὴ θέλον τῷ πάσχειν ὑπόκειται. Τὸ δὲ τοῦ πάσχειν κατὰ φύσιν ἐκτός, κἂν τις συγχωρήσῃ τὸ θέλειν, ὅπερ οὐχ οἷόν τε, τίς πείσει δέξασθαι, ὅπερ οὐ πέφυκεν; Πᾶν γένος ζώων φυλάσσει τὸν τῆς οἰκείας οὐσίας νόμον ἀσάλευτον, καὶ ὡς γέγονεν ἀπ' ἀρχῆς, οὕτω διαιτᾶται διὰ παντός, καὶ οὐδαμοῦ τὸ θέλειν ἀνατρέπει τὴν τάξιν. Κἂν μυριάκις ἄνθρωπος θέλῃ γενέσθαι πτηνόν, ἀργεῖ τὰ τῆς βουλήσεως, ἐπειδὴ νικᾷ τὰ τῆς φύσεως· κἂν θελήσῃ ψυχὴν λογικὴν ἔχειν ἔν τι τῶν ἀλόγων, γελᾶται τὸ θέλειν, οὐ πληρούται τὸ ἔργον. Εἶτα πᾶσα μὲν φύσις ἔχει τὸ ἀτυράννητον, καὶ κρείττων ἐστὶ πάσης ἐναντίας βουλήσεως, μόνη δὲ ἡ ἄτρεπτος τοῦ Θεοῦ καὶ ἀθάνατος οὐσία δέχεται βούλησιν ἐναντίαν, καὶ ἡττᾶται τῇ τῆς θελήσεως ἀνάγκῃ· τοῦ θαύματος, ἡ πᾶσαν οὐσίαν ἐν τοῖς οἰκείοις ὅροις φυλάττουσα, αὐτὴ τῶν τῆς ἀπαθείας ὅρων οὕτω ῥᾳδίως ἐξίσταται. Καὶ οὐδὲν τοσοῦτον ὁ κτίσας ἅπαντα ἔχει, ὅσον τοῖς κτίσμασι δέδωκεν. Οὔτε τὸ ἔπαθεν ὁ Θεὸς εἴρηται, οὔτε τὸ ὡς ἠθέλησε γέγραπται. Ὅτι ἐποίησεν ὅσα ἠθέλησαν ἀκηκόαμεν, ὅτι δὲ ἔπαθεν, ὡς ἠθέλησεν, οὐδαμοῦ μεμαθήκαμεν. Τί οὖν ἀδήλου βεβαίωσιν τὸ ἄδηλον φέρουσι; Ταῦτα προσθήκη τῆς ἀπονοίας, οὐκ ἀπόδειξις ἀληθείας. Ἀλλ' ἔπαθεν ὁ Δεσπότης Χριστὸς κατὰ τὴν θνητὴν σάρκα, οὐ κατὰ τὸν Θεὸν Λόγον. Τοῦ αὐτοῦ πρὸς τοὺς λέγοντας, Ἔπαθεν ὁ Θεὸς Λόγος σαρκί. Πάλιν ἐνταῦθα πολὺ μὲν τὸ ἄλογον, πολὺ δὲ πλέον τὸ ἄτοπον. Ἀλογίας μὲν γὰρ λέγειν ἕτερον ἑτέρῳ πάσχειν, ἀτοπίας δὲ τὸ ἔπαθεν ὁ Λόγος. Ὅπερ γυμνὸν προκαλύμματος εἰπεῖν οὐ τολμῶντες, ἐπήγαγον τὸ σαρκί, καθάπερ πρόσωπον αἰσχρὸν τὸ ἀπρεπὲς τοῦ φρονήματος δολερῷ προσωπείῳ περικαλύπτοντες. Εἰ ὁ Λόγος ἔπαθεν, ἑαυτῷ ἔπαθεν. Εἰ δὲ ἕτερον τὸ παθόν, οὐδὲν πρὸς τὸν Λόγον. Τὸ δὲ λέγειν, Ὁ Λόγος ἔπαθε σαρκί, ἄγραφον, ἀνοίκειον, ἀσύστατον, ἀνακόλουθον. Οὔτε τὸ παθητὸν ἑτέρῳ πάσχει, οὔτε τὸ ἀπαθὲς δι' ἑτέρου πάσχει. Οὔτε ὁ Λόγος παθητὸς τῇ σαρκί, οὔτε ἡ σὰρξ ἀπαθὴς τῷ Λόγῳ, ἀλλὰ καὶ ἡ σὰρξ κατὰ τὴν οἰκείαν φύσιν τὸ πάθος προσίεται, καὶ ὁ Λόγος ἀχώριστον τῆς οἰκείας οὐσίας ἔχει τὸ ἀπαθές. Εἰ οὖν οὗτος τῇ σαρκὶ πάσχει, περὶ τῆς σαρκὸς τί ἂν εἴποιμεν; πάσχει τῷ Λόγῳ, ἢ οὐ πάσχει; Εἰ μὲν οὐ πάσχει, ταύτῃ τὸ ἀπαθὲς ἐχαρίσθη· εἰ δὲ πάσχει, τῶν δύο τὸ πάθος κατεψηφίσατο, εἴπερ, καθώς φασιν, ὁ μὲν Λόγος πάσχει τῇ σαρκί, ἡ δὲ σὰρξ πάσχει τῷ Λόγῳ. Ἀλλ' ἴσως ἐροῦσι, Πῶς οὖν εἴρηται, Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα; Λέγε Χριστὸν παθόντα, καὶ σύνδρομον εὑρήσεις τὸ ὄνομα
col. 1103–1104page 543 of 677
PG 130:1103ἁπλῆν οὐσίαν ἐσήμανεν· ὁ δὲ προσαγορεύσας Χριστὸν, τὴν συνάφειαν τῶν δύο φύσεων ἐφανέρωσε. Καὶ οὕτως ἁρμόζειν δύναται τὸ λέγειν, Ἔπαθεν ὁ Χριστὸς, διὰ τὸ τὴν προσηγορίαν ταύτην τὰ δύο σημαίνειν ἅμα, καὶ τὸν ἀπαθῆ Λόγον, καὶ τὴν παθητὴν σάρκα τὴν γενομένην θανάτου. Ἐπεὶ καὶ Παῦλος οὐκ εἶπεν, Ἐξ ὧν γυμνὸς ὁ Θεὸς, ἀλλ', Ἐξ ὧν ὁ Χριστὸς τὰ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεός, ἵνα δείξῃ τὸν μνημονευόμενον κατὰ μὲν τὴν σάρκα ἐκ τῶν Ἰσραηλιτῶν, κατὰ δὲ τὴν θεότητα ἐκ τοῦ αἰωνίου Πατρός. Μὴ εἶπεν, Ἐξ ὧν ὁ Θεὸς τὸ κατὰ σάρκα. Τὸ αὐτὸ καὶ σὺ λέγε, καὶ πείθομαι· Ἔπαθεν ὁ Χριστὸς κατὰ σάρκα. Εἰ δὲ λέγεις, Ἔπαθεν ὁ Θεὸς τῇ σαρκί, δίδαξόν με σαφώς, πότερον ταὐτὸν κατὰ φύσιν Θεὸς, καὶ σὰρξ, ἢ ἄλλο, καὶ ἄλλο; Εἰ μὲν ταὐτὸν, ἔπαθεν ὁ Θεὸς ἑαυτῷ· ταὐτὸν γὰρ τῷ Θεῷ λέγεις τὴν σάρκα· εἰ δὲ ἕτερον καὶ ἕτερον, πῶς τοῦτο ἐκείνῳ πάσχει, πάσης φύσεως ἑαυτῇ πασχούσης οὐχ ἑτέρᾳ οὐσίᾳ; Οὐ πάσχει ἄνθρωπος ἵππῳ. Οὐκ ἀποθνήσκει ψυχὴ σαρκὶ, ἀλλὰ λύεται μὲν σὰρξ, χωρίζεται δὲ ψυχή. Λέγεται δὲ, Τέθνηκεν ἄνθρωπος, τὸ τῶν δύο δηλωτικὸν ψυχῆς καὶ σαρκὸς, καὶ νοείται κατὰ τὸ ἐνδεχόμενον τεθνηκέναι, τουτέστι κατὰ τὴν σάρκα, οὐ κατὰ τὴν ἀθάνατον ψυχήν. Τοιγαροῦν οὐδεὶς εἶπεν ὅτι τοῦ δεῖνος ἡ ψυχή τέθνηκε τῇ σαρκί, ἀλλ', Ὁ δεῖνα τέθνηκεν, ὁ ἐκ ψυχῆς καὶ σώματος συνεστώς· τὴν δὲ ψυχὴν καὶ μετὰ θάνατον μηνύων ἀθάνατον, οὐδαμοῦ τῆς Γραφῆς ἡ τοιαύτη φωνή. Τὸ δὲ, Χριστὸς ἔπαθε, πανταχοῦ προδήλως κεκήρυκται· τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Εἰ παθητὸς ὁ Χριστός, Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς Γραφάς. Ὁ σταυρὸς τοῦ Χριστοῦ, τὸ αἷμα τοῦ Χριστοῦ. Πῶς τοσοῦτον νέφος μαρτύρων παρατρέχουσι μὴ προσέχοντες, ὅτι καὶ τῶν κατὰ Νίκαιαν ἁγίων Πατέρων ὁ ἱερὸς καὶ μέγας χορὸς μετὰ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ὁμολογίαν εὐθὺς ἔταξε τὸ ὄνομα τοῦ Δεσπότου Χριστοῦ, καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν, εἶθ' οὕτως ἐπήγαγον τά τε ὑψηλὰ τῆς θεότητος, τά τε οἰκονομικὰ τῆς αὐτοῦ ἀνθρωπότητος, ὡς τούτου μόνου τοῦ ὀνόματος οἰκείως καὶ προσφόρως τὰ διάφορα δεχομένου κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. Θεμέλιον ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὃς ἐστιν Ἰησοῦς Χριστός. Μὴ καταλείψωμεν τὸν θεμέλιον, ὃς πάντων ἐστὶ δεκτικὸς καθ' ἑτέραν καὶ ἑτέραν φύσιν, τήν τε δόξαν τό τε πάθος ἀληθινῶς προσιέμενος. Ἐὰν εἴπῃς Θεὸν μόνον, ποῦ τῶν παθῶν ἐποικοδομήσεις τὴν χρείαν; Ἐὰν εἴπῃς ἄνθρωπον μόνον, ποῦ τῆς ἀκαταλήπτου δόξης ἐπιθήσεις τὸν πλοῦτον; Ἀλλὰ Χριστὸν λέγειν καλὸν, τῇ μὲν θεότητι τὴν δόξαν καρπούμενον, τῇ ἡνωμένῃ δὲ ἀνθρωπότητι τὸ πάθος δεχόμενον, τῇ δὲ ἀχωρίστῳ ἑνώσει πᾶν θαῦμα κατεργαζόμενον, πᾶν δῶρον τοῖς πιστοῖς χαριζόμενον. Οὕτω δείκνυται καὶ τὸ θεῖον ἀπαθὲς, καὶ τὸ πάθος ἀληθινὸν, καὶ τῶν ἀνθρώπων τὸ κέρδος κοινὸν, καὶ ὁ λόγος τῆς ἀληθείας σαφής.
col. 1105–1106page 544 of 677
PG 130:1105ΤΙΤΛΟΣ ΙΘ' Κατά Ἀγνοητῶν, λεγόντων ἀγνοεῖν τὸν Υἱὸν καὶ Θεόν τὴν ἡμέραν καὶ ὥραν τῆς παγκοσμίου συντελείας, ὡς ἐλάττω τοῦ Πατρός. Τοῦ μεγά λου Βασιλείου. Εἰ τὴν γνῶσιν πάντων, ὧν ὁ Πατὴρ ἔχει ὁ Υἱὸς οὐκ ἔχει, ἐψεύσατο εἰπών· Πάντα, ὅσα ἔχει ὁ Πατήρ, ἐμὰ ἐστι. Καὶ, Καθὼς ὁ Πατὴρ γινώσκει με, κἀγὼ γινώσκω αὐτόν. Εἰ δὲ ἕτερον τὸ τὸν Πατέρα εἰδέ ναι, καὶ ἕτερον τὸ τὰ τοῦ Πατρὸς, μεῖζον δὲ τὸ εἰ δέναι τὸν Πατέρα, καθόσον ἕκαστος αὐτὸς τῶν ἑαυ τοῦ μείζων, τὸ μεῖζον εἰδώς· Οὐδεὶς γὰρ, φησὶν, οἶδε τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός· τὸ ἔλαττον οὐκ ᾔδει, ὅπερ ἀδύνατον. Διὰ τὸ μὴ συμφέρειν οὖν τοῖς ἀνθρώποις ἀκοῦσαι τὸν καιρὸν τῆς κρίσεως, παρεσιώπησεν. Ἡ μὲν γὰρ εἰσαεὶ προσδοκία θερμοτέρους περὶ τὴν εὐσέβειαν ἀπεργάζεται· ἡ δὲ τοῦ πολὺν τὸν με ταξὺ χρόνον ἔσεσθαι γνῶσις, ὀλιγωροτέρους ἂν ἐποίησεν, ἐλπίδι τοῦ καὶ ὕστερον μεταβαλομένους συνηθῆναι σωθῆναι. Ἐπεὶ, πῶς ὁ πάντα μέχρι τῆς ὥρας ἐκείνης εἰδὼς, οὐχὶ κἀκείνην τὴν ὥραν ᾔδει; μάτην δὲ καὶ δὴ Παῦλος ἔλεγεν· Ἐν ᾧ εἰσι πάντες οἱ θησαυροί τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι. Ὥστε τῇ φύσει τῆς ἀνθρωπότητος αὐτοῦ τὴν τοιαύ την ἄγνοιαν λογιστέον. ΤΙΤΛΟΣ Κ' Κατὰ Ὠριγένους, Ἀσώματον πρὸ τῆς παραβάσεως κτισθῆναι τὸν πρω τόπλαστον δογματίσαντος, μετὰ δὲ τὴν ἔκπτωσιν τοὺς δερματίνους αὐτῷ περιτεθῆναι χιτῶνας ἤτοι τὴν σάρκα· προϋπάρχειν τε τὴν ψυχὴν τοῦ σώμα τος, καὶ τὴν αὐτὴν ψυχὴν πολλὰ σώματα μετενδύεσθαι· καὶ τέλος ἔχειν τὰς μετὰ τὴν κοινὴν ἀνά στασιν κολάσεις· καὶ τοὺς δαίμονας ἀποκαταστῆναι πάλιν εἰς τὴν προτέραν τάξιν· καὶ τοὺς ἁμαρτωλοὺς ἀνθρώπους δικαιωθῆναι· καὶ μὴ ἀνίστασθαι τὰ σώ ματα τῶν ἀποθνησκόντων· καὶ παυθῆναι ποτε τὴν τοῦ Χριστοῦ βασιλείαν· καὶ ἄλλα τινὰ ληρήσαντος. Εἰ ἀσώματος ἦν πρὸ τῆς παραβάσεως ὁ πρωτόπλαστος, πῶς ἔλεγεν, ἰδὼν τὴν γυναῖκα προσαχθεῖσαν αὐτῷ· Τοῦτό μου ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου; Ἰδοὺ γὰρ, σαφῶς πρὸ τῆς παραβάσεως καὶ ὀστᾶ καὶ σάρκα φαίνεται κεκτημένος. Τοῦτο οὖν καὶ ὁ Θεολόγος Γρηγόριος εἰδὼς, «Καὶ τοὺς δερματίνους, φησὶν, ἀμφιέννυται χιτῶνας, τὴν παχυτέραν ἴσως σάρκα, καὶ θνητὴν, καὶ ἀντίτυπον, διδάσκων, ὡς εἶχε μὲν καὶ πρότερον σάρκα, λεπτοτέραν δὲ καὶ μέσην ἀθανασίας καὶ θνητότητος, καὶ μαλακωτέραν· ἐκόλασε δὲ τὸν λόγον διὰ τοῦ ἴσως.» Εἰ τῶν πρός τι ψυχὴ καὶ σῶμα· ψυχὴ γὰρ, σώμα τός ἐστι ψυχή, καὶ σώμα, ψυχῆς ἐστι σῶμα· τὰ δὲ πρός τι, τῶν ἅμα οὐδέτερον ἑτέρου προϋπάρχον μεθυπάρχον ἐστίν. Εἰ οὐκ ἔστιν ἐπὶ ψυχῆς καὶ σώματος προΰπαρξις ἢ μεθύπαρξις, οὐδὲ μετενσωμάτωσις τῆς μιᾶς ψυχῆς, ἤγουν μεταγγισμὸς ἔσται. Πυθαγόρειος δὲ τοῦτο φλυαρία, καὶ πάσης τῆς θείας Γραφῆς ἀλλότριον.
col. 1107–1108page 545 of 677
PG 130:1107μὲν γὰρ θεία Γραφὴ συμφώνως πᾶσα διδάσκει, σώματος ἑνὸς ἑκάστην εἶναι ψυχήν. Τῶν Ἑλλήνων δὲ οἱ μὲν τὰς λογικὰς ψυχὰς εἰς ἀλογίαν κατήγαγον, ὡς οἱ περὶ τὸν Πυθαγόραν, ἄλλοις τε τῶν ἀλόγων, καὶ χοίροις καὶ κυσὶ καὶ μυσὶν, ἐγκατοικίζοντες· οἱ δὲ τὰς τῶν ἀλόγων ψυχὰς λογικὰς ἀντέπλαττον, ὡς ὁ Πορφύριος, τὸν ἀετὸν καὶ τὸν κόρακα καὶ τὴν κορώνην καὶ πολλὰ τοιαῦτα λόγου καὶ μαντείας μετέχειν λέγοντες. Εἰ ἀληθῆς ὁ Χριστός, ἡ αὐτοαλήθεια. Ἐγώ γάρ, φησίν, εἰμὶ ἡ ἀλήθεια· οὐκ ἔχουσι τέλος αἱ κολάσεις. Εἰπὼν γὰρ τὰ περὶ τῆς μελλούσης κρίσεως, τί τε ἐρεῖ τοῖς ἐκ δεξιῶν αὐτοῦ, καὶ τί τοῖς ἐξ εὐωνύμων, ἐπήγαγε· Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον· οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. Καὶ πάλιν εἴρηκεν, ὅτι ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται. Εἰ ἀτελεύτητοί εἰσιν αἱ τοῦ αἰῶνος ἐκείνου κολάσεις, ὡς ἀποδέδεικται, οὔτε τῶν δαιμόνων ἔσται ἀποκατάστασις, οὔτε τῶν ἁμαρτωλῶν ἀνάκλησις. Ἡ ἀνάστασις, τῶν κειμένων εἰς γῆν σωμάτων ἔσται ἀνάστασις, οὐ τῶν ψυχῶν, αἵτινες ἵστανται, τουτέστι, τὴν οἰκείαν φύσιν ἔχουσι συνεστῶσαν καὶ ἀδιάλυτον τῷ λόγῳ τῆς οὐσίας αὐτῶν. Ἐσχάτης δὲ καὶ ἄλλως ἀδικίας, τὰ μὲν συναθλήσαντα σώματα ταῖς ψυχαῖς ἐν τοῖς κατ' ἀρετὴν πόνοις, τῶν κοινῶν ἐπάθλων ἀποστερεῖν· τὰ δ' αὖ πάλιν συνεξαμαρτόντα μένειν ἀνεπιτίμητα, μόνας δὲ τὰς ψυχὰς, χωρὶς τῶν συνδιαπραξαμένων σωμάτων, ἢ διπλῆν εἰσπράττεσθαι τιμωρίαν, ἢ διπλῆς ἀξιοῦν μισθαποδοσίας. Ὅτι δὲ τῶν σωμάτων ἔσται ἀνάστασις, αὐτὰ τὰ Εὐαγγέλια τρανῶς ἀπαγγέλλουσι, καὶ ὁ μέγας Παῦλος πλατύτερον ἐν ταῖς ἰδίαις Ἐπιστολαῖς. Προδήλως περὶ τῆς τοῦ Χριστοῦ βασιλείας προφητεύων ὁ Δανιὴλ, εἴρηκεν· ὅτι Ἡ ἐξουσία αὐτοῦ, ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ, οὐ διαφθαρήσεται. Καὶ ὁ Γαβριὴλ δὲ τῇ ἁγίᾳ Παρθένῳ τὴν τοῦ Χριστοῦ γέννησιν εὐαγγελιζόμενος, προσέθηκεν, ὅτι καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Καὶ τὸ ἱερὸν δὲ σύμβολον τῆς ἀμωμήτου πίστεως ἡμῶν, ὑπὸ τῶν ἑπτὰ οἰκουμενικῶν συνόδων δεχθέν τε καὶ φυλαχθέν, φησίν· οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος, δηλονότι τῆς τοῦ Χριστοῦ, περὶ οὗ ὁ λόγος. Πόσον οὖν οὗτοι πάντες ἀξιοπιστότεροί εἰσιν Ὠριγένους, τέλος ἔχειν τὴν τοῦ Χριστοῦ βασιλείαν μυθολογήσαντος; Ἔλεγεν Ὠριγένης, ὅτι ὁ Θεὸς ἀπὸ τοῦ μὴ κτίζειν ἐλθὼν εἰς τὸ κτίζειν τά τε νοερὰ καὶ τὰ αἰσθητά, πάντως ἐτράπη ἀφ' ἑτέρου εἰς ἕτερον. Λέγομεν δὲ ἡμεῖς, ὅτι οὐ κατὰ τὴν φύσιν ἐτράπη, ἀλλὰ κατὰ τὴν ἐνέργειαν· μᾶλλον δὲ, οὐδὲ κατὰ ταύτην. Εἶχε μὲν γὰρ ἀεὶ τὴν δύναμιν τοῦ κτίζειν καὶ δημιουργεῖν· ἐνηργήθη δὲ ἡ τοιαύτη δύναμις, ὅτε ἦν εἰκός. Παλαιὸς μὲν ὁ Ὠριγένης, ἀνεθεματίσθη δὲ παρὰ τῆς πέμπτης συνόδου. Διὸ καὶ εὐλόγως ἐνταῦθα τὰ περὶ αὐτοῦ τέθειται.
col. 1109–1110page 546 of 677
PG 130:1109Θέλημά ἐστι φυσικὸν δύναμις τοῦ κατὰ φύσιν ὄντος ὀρεκτική, καὶ τῶν οὐσιωδῶς τῇ φύσει προϊόντων συνεκτικὴ πάντων ἰδιωμάτων, καθ' ἣν ἀεὶ τῷ φύσει θελητικῷ τὸ πεφυκέναι θέλειν ἐμπέφυκεν, οὐ ταυτὸν δὲ τὸ πεφυκέναι θέλειν, καὶ θέλειν ἐστίν, ὡς οὐδὲ τὸ πεφυκέναι λαλεῖν, καὶ λαλεῖν. Πέφυκε μὲν γὰρ ἀεὶ τὸ λαλητικὸν λαλεῖν, λαλεῖ δὲ οὐκ ἀεί, ἐπειδὴ τὸ μὲν οὐσίας ἐστὶ λόγῳ φύσεως συνεχόμενον, τὸ δὲ βουλῆς τῇ τοῦ λαλοῦντος γλώσσῃ τυπούμενον· ὥστε φύσεως μὲν ἀεὶ τὸ πεφυκέναι λαλεῖν, ὑποστάσεως δὲ τὸ πῶς λαλεῖν, ὥσπερ καὶ τὸ πεφυκέναι θέλειν, καὶ θέλειν. Εἰ δὲ τὸ πεφυκέναι θέλειν καὶ θέλειν οὐκ ἔστι ταυτόν· τὸ μὲν γάρ, ὡς ἔφην, οὐσίας, τὸ δὲ τῆς τοῦ θέλοντος ὑπάρχει βουλῆς· εἶχεν ἄρα τὸ πεφυκέναι θέλειν ὁ σαρκωθεὶς Λόγος ὡς ἄνθρωπος τῷ αὐτοῦ θεϊκῷ θελήματι κινούμενόν τε καὶ τυπούμενον. Τὸ γὰρ ἐκείνου θέλειν, φησὶν ὁ μέγας Γρηγόριος, οὐδὲ ὑπεναντίον τῷ Θεῷ, θεωθὲν ὅλον. Εἰ δὲ τεθέωτο, τῇ τοῦ θεοῦντος δηλονότι συμφυΐᾳ τεθέωτο. Τὸ δὲ θεοῦν καὶ θεούμενον δύο πάντως, ἀλλ' οὐχ ἕν, καὶ φύσει ἑαυτόν, εἴπερ τῶν πρός τι τό τε θεοῦν, καὶ τὸ θεούμενον. Τὰ δὲ πρός τι πάντως ἀλλήλοις συνεισάγεσθαι πέφυκε, καὶ θατέρῳ συνεπινοεῖσθαι θάτερον. Καὶ μετ' ὀλίγα· Εἶχεν οὖν θέλημα φυσικὸν ὡς ἄνθρωπος ὁ Σωτήρ, τῷ αὐτοῦ θεϊκῷ θελήματι τυπούμενον, οὐκ ἐναντιούμενον. Οὐδὲν γὰρ ἐναντιοῦται παντάπασι Θεῷ φυσικόν, ὁπόταν οὔτε γνωμικόν· ἔνθα καὶ προσωπικὴ θεωρεῖται διαίρεσις, ἄνπερ ᾖ κατὰ φύσιν, ἐπεὶ τὸν ποιητὴν αἰτιατέον πεποιηκότα τὸ φύσει μαχόμενον. Πῶς δὲ γέγονε κατ' ἀλήθειαν ἄνθρωπος σαρκωθεὶς ὁ Λόγος, τοῦ μάλιστα τὴν φύσιν ὡς λογικὴν χαρακτηρίζοντος ἔρημος ὤν; Τὸ γὰρ τῆς κατ' ἔφεσιν ὀρεκτικῆς ἐστερημένον κινήσεως, καὶ πάσης ζωτικῆς δυνάμεως ἀμοιρήσειεν ἄν. Τὸ δὲ ζωτικὴν οὐκ ἔχον ἐκ φύσεως δύναμιν οὐδὲ τὴν οἱανοῦν δηλονότι ψυχήν. Οὐκοῦν ψιλῇ μορφώσει σαρκὸς τὴν οἰκονομίαν ἐφάντασεν, ἀλλ' οὐ φύσιν σαρκὸς νοερῶς τε καὶ λογικῶς ἀνεψυχωμένην καθ' ὑπόστασιν σαρκωθεὶς ὁ Λόγος πεπλήρωκε, θέλημα φυσικὸν κατὰ Σευῆρον οὐκ ἔχων ὡς ἄνθρωπος. Εἰ γὰρ φυσικῷ θελήματι κατ' ἀλήθειαν ὡς ἄνθρωπος ἦν ἐλλιπής, τέλειος κατ' ἀλήθειαν οὐ γέγονεν ἄνθρωπος, οὐδ' ὅλως ἄνθρωπος γέγονε. Τίς γὰρ ἀτελοῦς φύσεως ὕπαρξις, ἧς οὐδὲ λόγος ἐστί; Σκοπὸς οὖν Σευήρῳ, καὶ τοῖς ἀμφ' αὐτὸν διά τινος πάντως ἐλλείψεως φυσικῆς τὴν προσληφθεῖσαν καθ' ἕνωσιν ἄῤῥητον ἐξώσασθαι φύσιν, τῆς τε Μάνεντος φαντασίας, καὶ τῆς Ἀπολλιναρίου συγχύσεως, καὶ τῆς Εὐτυχοῦς συνουσιώσεως ἐπικυρῶσαι τὸ μίσος. Μέμνημαι γὰρ κατὰ τὴν τῶν Κρητῶν νῆσον διάγων τινῶν ψευδεπισκόπων πρὸς ἐμὲ διενεχθέντων ἐκ τῆς Σευήρου μερίδος ἀκούσας, ὡς διὰ τοῦτο δύο
col. 1111–1112page 547 of 677
PG 130:1111κατὰ τὸν Λέοντος τόμον ἐνεργείας οὐ λέγομεν ἐπὶ Χριστοῦ, διὰ τὰ ἑπόμενα ταύταις θελήματα, οἷς ἐξ ἀνάγκης προσώπων συνεισάγεται δυάς. Εἰ οὖν κατὰ τὸν Σεβῆρον ταῖς ἐνεργείαις ἕπεσθαι τὰ θελήματα πέφυκε, τοῖς δὲ θελήμασι συνεισάγεσθαι προσώπα, καθάπερ αἰτίοις αἰτιατὰ, καὶ παντὶ προσώπῳ δηλονότι κατ' αὐτὸν θέλημα, καὶ τούτῳ πάντως ἐνέργεια συνεισαχθήσεται πρόσφορος. Ο γὰρ τῶν πρός τι λόγος ἄλυτον ἔχων τὴν σχέσιν ἴσην ποιεῖται τὴν τῶν σχετῶν ἀκολούθως ἀντιστροφήν. Οὐκοῦν εἰ μὲν φυσικὰ τὰ κατὰ ἀντιστροφὴν συνεισαγόμενα τοῖς προσώποις εἶεν θελήματα, ἡ μακαρία Μονὰς κατὰ Σευήρον καὶ φύσεων ἔσται Τριάς· εἰ δὲ γνωμικά, στασιάσει πάντως πρὸς ἑαυτὴν μὴ συμβαίνουσα τοῖς θελήμασιν, ὡς προσώπων Τριάς. Ἢ πάντως εἴπερ ἓν θέλημα τῆς ὑπερουσίου Τριάδος ἐστὶ, μονοπρόσωπος ἔσται Θεότης τριώνυμος. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἐν δὲ Χριστοῦ θέλημα λέγων, ὦ βέλτιστε, πῶς, καὶ ποῖον τοῦτο φής; Εἰ μὲν ὡς Χριστοῦ φυσικὸν, Πατρὸς φύσει καὶ μητρὸς αὐτὸν ἠλλοτρίωσας, οὐδ' ἑτέρῳ κατ' οὐσίαν ἐνούμενον· οὐδ' ἕτερον γὰρ αὐτοῖν φύσει Χριστός· καὶ πῶς ἐκφεύξῃ τοῦτο λέγων τῆς πολυθείας τὸν κίνδυνον; εἰ δὲ γνωμικόν, μόνης ἔσται τῆς αὐτοῦ χαρακτηριστικὸν ὑποστάσεως, Προσώπου γὰρ ἀφοριστικὸν ὑπάρχει τὸ γνωμικόν, καὶ δειχθήσεται σαφῶς ἑτερόβουλος Πατρί τε καὶ Πνεύματι κατὰ σὲ, καὶ μαχόμενος. Εἰ δὲ τῆς αὐτοῦ μόνης θεότητος, ἐμπαθὴς ἔσται θεότης παρὰ φύσιν βρώσεως καὶ πόσεως ἐφιεμένη. Εἰ δὲ τῆς αὐτοῦ μόνης ἀνθρωπότητος, οὐκ ἔσται φύσει δραστήριον. Πῶς γὰρ, εἴπερ ἀνθρώπινον; Καὶ τερατώδης δειχθήσεται σαφῶς ἡ τῶν θαυμάτων ἐπίδειξις. Εἰ δὲ ἀμφοτέρων φύσει κοινὸν, πῶς ἔσται θέλημα φύσει κοινὸν, ὧν ἡ φύσις διάφορος; Εἰ δὲ ὡς ὅλου σύνθετον, πρὸς τῷ καινῷ μύθῳ καὶ πλάσματι (τίς γὰρ θελήματος σύνθεσις); πάλιν αὐτὸν τοῦ Πατρὸς ἠλλοτρίωσας, συνθέτῳ θελήματι μόνην χαρακτηρίσας ὑπόστασιν σύνθετον. Οὕτω μὲν οὖν πᾶσαν φυτείαν ἐκριζοῖ προελθὼν ὁ λόγος, ἣν ὁ Πατὴρ οὐκ ἐφύτευσεν, ἐπεὶ μὴ πέφυκε τὸ ξένον περιποιεῖσθαι γεώργιον. Ἀλλ' ὡς ἔοικε, τὸ φυσικὸν θέλημα τῆς κατὰ Χριστὸν ἀνθρωπότητος Σευήρος ἀνεῖλεν, οὐκ εἰδώς, ὅτι κυριώτερόν τε καὶ πρῶτον ἴδιωμα πάσης μάλιστα φύσεως λογικῆς ἡ κατ' ἔφεσιν αὐτῆς καθέστηκε κίνησις, ἣν οἱ Πατέρες σκοπήσαντες, φυσικῶν, ἀλλ' οὐ γνωμικῶν ἐπὶ Χριστοῦ θελημάτων διαφορὰν λαμπρῶς ὡμολόγησαν. Οὐ γὰρ ἂν ἔλεγόν ποτε γνωμικῶν ἐπὶ Χριστοῦ θελημάτων διαφοράν, ἵνα μὴ δίγνωμον, καὶ δίβουλον, καὶ οἷον εἰπεῖν μαχόμενον ἑαυτῷ τῇ στάσει τῶν λογισμῶν, καὶ διὰ τοῦτο διπρόσωπον αὐτὸν κηρύττωσιν οἵ γε κατὰ μόνην ταύτην γινώσκοντες τὴν τῶν γνωμικῶν θελημάτων διαφορὰν ἐν τῷ βίῳ γεγενῆσθαι τήν τε τῆς ἁμαρτίας εἴσοδον, καὶ τὴν πρὸς τὸν Θεὸν ἡμε
col. 1113–1114page 548 of 677
PG 130:1113τέραν διάστασιν. Ἐν οὐδενὶ γὰρ ἄλλῳ καθέστηκε τὸ κακὸν, εἰ μὴ μόνον ἐν τῇ πρὸς τὸ θεῖον θέλημα διαφορᾷ τοῦ κατὰ γνώμην ἡμετέρου θελήματος, ᾗτινι πάντως ἀντικειμένη συνεισάγεται ποσότης, καὶ ὁ ταύτης δηλωτικὸς ἀριθμὸς δεικνὺς ἡμῖν πρὸς τὸν Θεὸν τοῦ γνωμικοῦ θελήματος ἀντιπάθειαν. Εἷς οὖν Νεστορίῳ τε καὶ Σευήρῳ περὶ τοῦ δυσσεβεῖν ὑπάρχει σκοπός, κἂν ὁ τρόπος διάφορος. Ὁ μὲν γὰρ διὰ τὴν σύγχυσιν φεύγων τὴν καθ᾽ ὑπόστασιν ἔνωσιν, τὴν οὐσιώδη διαφοράν προσωπικὴν διαίρεσιν ποιείται· ὁ δὲ διὰ τὴν διαίρεσιν τὴν οὐσιώδη μὴ λέγων διαφοράν, τὴν καθ' ὑπόστασιν ἔνωσιν φυσικὴν ἐργάζεται σύγχυσιν, δέον μήτε σύγχυσιν ἐπὶ Χριστοῦ, μήτε διαίρεσιν, ἀλλ᾽ ἔνωσιν τῶν κατ' οὐσίαν διαφερόντων, καὶ διαφορὰν τῶν καθ᾽ ὑπόστασιν ἡνωμένων ὁμολογεῖν, ἵνα καὶ τῶν οὐσιῶν ὁ λόγος, καὶ τῆς ἑνώσεως ὁ τρόπος εὐσεβῶς καταγγέλληται· ὧν ἄμφω διαῤῥαγέντες, ὁ μὲν τὴν τῶν γνωμικῶν μόνων ποιοτήτων ἔνωσιν, ὁ δὲ τὴν τῶν φυσικῶν μόνων μετὰ τὴν ἔνωσιν ἐπικυρώσας διαφοράν, ἄμφω τῆς τῶν πραγμάτων ἀληθείας ἀπέπεσαν, ὁ μὲν διαίρεσιν, ὁ δὲ σύγχυσιν τοῦ μυστηρίου τολμηρῶς κατακρίναντες. Τοῦ αὐτοῦ ἐκ τοῦ ἴσου τῆς πρὸς Νίκανδρον ἐπιστολῆς. Οὐδὲ γὰρ τὴν θείαν φύσιν καὶ ἄκτιστον ἀνύπαρκτόν τε καὶ ἀθέλητον ἢ ἀνενέργητον καθορῶμεν· οὔτε μὴν τὴν κτιστὴν καθ' ἡμᾶς καὶ ἀνθρωπίνην οὐσίαν ἀνύπαρκτόν τε καὶ ἀθέλητον ἢ ἀνενέργητον ἐπιγινώσκομεν. Καὶ εἰ μηδεμίαν τούτων ἔρημον ἐπιστάμεθα φυσικῆς ὑπάρξεως, θελήσεώς τε καὶ ἐνεργείας, ἐκ τούτων δὲ, θείας φύσεως καὶ ἀνθρωπίνης φύσεως λέγω, καὶ ἐν ταύταις, καὶ τούτων ὑπόστασίς ἐστι κατ' ἀλήθειαν ὁ εἷς καὶ μόνος Χριστὸς καὶ Υἱός, πῶς, εἴπερ φύσει κυρίως Θεὸς, καὶ φύσει κυρίως ἄνθρωπος ὁ αὐτὸς, οὐχὶ καὶ θεῖον θέλημα καὶ ἐνέργειαν φύσει κυρίως, καὶ ἀνθρώπινον θέλημα, καὶ ἐνέργειαν φύσει κυρίως εἶχε, μηδετέρου τούτων κατὰ φύσιν ὢν ἐλλιπής, δι᾽ ὧν ἐπαληθεύων τοῖς πράγμασι τὰ ὀνόματα, καὶ τούτοις αὖθις ἐπικυρῶν τὰ πράγματα, προδήλως ὁ αὐτὸς ἐγνωρίζετο, τά τε θεῖα καὶ ἀνθρώπινα φυσικῶς ἔχων καὶ θέλων καὶ ἐνεργῶν, κἀκ τούτου τὰ ἐξ ὧν, καὶ ἐν οἷς, καὶ ἅπερ ὑπῆρχε, πιστευόμενος; Ἐπεὶ, τοῦ φυσικοῦ θελήματος καὶ τῆς οὐσιώδους ἐνεργείας ἀναιρουμένων, τῆς τε θείας καὶ ἀνθρωπίνης οὐσίας, τοῦ ἐκ τούτων καὶ ταύτας ὄντος καὶ σώζοντος κατὰ μίαν ὑπόστασιν, πῶς Θεὸς ἢ ἄνθρωπος ἔσται καὶ πῶς τοῦτο, ἢ ἐκεῖνο κατ' οὐσίαν ὑπάρχων δειχθήσεται, μὴ σώζων ἑκατέρας φύσεως ἀνελλιπῶς τὴν ἰδιότητα, πάσης ἁμαρτίας χωρίς; Τὸ γὰρ τῶν κατὰ φύσιν ἐκστᾷν, κἂν τῆς ἔξω τῆς οὐσίας γεγένηται, μηδεμίαν ὕπαρξιν ἔχον· ὅτι μηδὲ κίνησιν φυσικήν. Τὸ γὰρ μηδεμίαν κίνησιν ἔχον, ᾗ φησιν ὁ θεοφάντωρ καὶ μέγας ἅγιος Διονύσιος οὔτε ἔστιν, οὔτε τί ἐστιν οὔτε ἔστι τις αὐτοῦ παντελῶς θέσις. Διὰ τοῦτο τὰς Χριστοῦ τοῦ Θεοῦ φύσεις ὁμολογοῦντας ἡμᾶς, τὴν θείαν φημὶ καὶ τὴν καθ᾿ ἡμᾶς ἀνθρωπίνην, πρὸς βεβαίαν τῆς τε τούτων ὑπάρξεως πίστωσιν, καὶ τῆς ἡμῶν περὶ αὐτῶν ὁμολογίας ἀλήθειαν,
col. 1115–1116page 549 of 677
PG 130:1115καὶ τὰ φυσικὰ τούτων ἰσαρίθμως δεῖ πάντως πρε σβεύειν θελήματα, καὶ τὰς οὐσιώδεις τοσαύτας ἐνερ γείας ὁμολογεῖν· καὶ μηδὲν αὐτῶν προφάσει δῆθεν τῆς καθ' ὑπόστασιν θείας ἑνώσεως ἀπομειοῦν ἢ ἐξαρ νεῖσθαι τὸ σύνολον· γινώσκοντας, ὡς ἡ καθ' ὑπο στασιν ἕνωσις οὐδὲν παραβλάπτει τῶν φυσικῶν, κα θάπερ οὐδὲ τὰς φύσεις αὐτάς· εἰ καὶ ταύτας εἰς ἓν ἄγει δι' ἑαυτῆς κατὰ τὴν μίαν ὑπόστασιν· τοῦ δύο τῷ φυσικῷ λόγῳ ὑπάρχειν οὐδαμῶς ἐξιστῶσα· ὥσ περ οὖν καὐτὰ δὴ λέγω τὰ φυσικὰ ἰδιώματα, τῇ πρὸς ἄλληλα συμφυΐα διόλου πάλιν ἑνίζουσα, καὶ μηδέτερον τοῦ ἑτέρου χωρίς, ἢ τῆς θατέρου πρὸς θάτερον κοινωνίας ἐκτὸς, κατὰ τὸν τῶν Ῥωμαίων πάπαν ἀοίδιμον Λέοντα θεωρεῖσθαι καθοτιοῦν συγχωροῦσα, τὴν τούτων οὐσιώδη καὶ φυσικὴν οὐκ ἀμαυροῖ παντελῶς, ἀλλὰ τελείως φυλάττει διαφοράν· τῷ γὰρ φυλάττειν φυλάττεται, καὶ τῷ συντηρεῖν συντηρεῖται. Μέχρι γὰρ τότε σαφῶς ἕνωσις πραγ μάτων ἐστὶν, ἕως ἂν ἡ τούτων σώζηται φυσικὴ δια φορά· ἐπεὶ ταύτης παυσαμένης, παύεται πάντως κἀκείνη, τῇ συγχύσει τελείως ἀφανισθεῖσα. Ταύτης τοιγαροῦν, λέγω δὲ τῆς ἑνώσεως, οὐ λυ μαινομένης τοῖς πράγμασιν, οὐδὲ τῇ τούτων διαφορὰ, ἀλλὰ μόνον τῇ κλήσει προσφυῶς ἑνοποιούσης τὰ κατ' αὐτὴν, εἰσὶ πάντοτε καὶ πάντως ἀμειώτως ἐν αὐτῇ καὶ τελείως σωζόμενα, τὰ κατὰ φύσιν διά φορα, τὴν οἱανοῦν παρατροπὴν οὐ παθόντα καὶ σύγ χυσιν· οὐκ ἐν οὐσίαις αὐταῖς, οὐ θελήμασιν, οὐκ ἐνερ γείαις, οὐκ ἄλλῳ τινὶ φυσικῷ. Πῶς οὖν ἐπικάλυμμα τῆς ἰδίας, οὐκ οἶδ' ὅπως εὐφήμως εἰπεῖν, κακοφροσύνης ταύτην τινὲς προφασίζονται· καὶ τὸν σαρκωθέντα Λόγον ἀθέλητον φύσει, καὶ ἀνενέργητον τῷ καθ' ἡμᾶς, ἤγουν τῷ ἀνθρωπίνῳ, φασί· ἅτε κυ ρίως ἀψύχου καὶ ἀλόγου τῆς ἐξ ἡμῶν προσληφθείσης οὐσίας ἐν αὐτῷ τυγχανούσης. Τὸ γὰρ ἀνενέργητον, ἀκίνητόν τε καὶ ἄψυχον προδήλως ἐστί· καὶ τὸ μηδεμίαν λογικὴν θέλησιν ἔχον, ἄλογον σαφῶς καὶ ἀνόητον. Καὶ εἰ τούτων χωρὶς κατὰ φύσιν ὑπῆρχεν ὁ σαρκωθεὶς Λόγος τὸ καθ' ἡμᾶς, πῶς ὅτι καὶ ἄν θρωπος γέγονε πιστευθήσεται; πῶς δὲ μᾶλλον οὐχὶ τραπεὶς τὴν θείαν φύσιν, καὶ σαρκὸς πάθεσιν ἀκου σίως ὑποπεσὼν δειχθήσεται κατ' αὐτήν; Τῇ γὰρ τῶν φυσικῶν ἀναιρέσει, τὴν τῶν τοιούτων καταδρομὴν, Ἄρειός τε καὶ Ἀπολινάριος κατ' αὐτοῦ πεποιήκασιν. Ὁ μὲν γὰρ, ἄψυχον, ὁ δὲ, ἄλογον, ὅπερ ἀν ενέργητόν ἐστι καὶ ἀθέλητον, αὐτὸν δογματίσαντες, κτίσμα τοῦτον καὶ ποίημα καθ' ἑαυτὸν ἐβλασφήμησαν. Ἑκάτερος γὰρ παθητὸν φύσει θεότητος, ἀλλ' οὐ φύσει σαρκὸς εἶπον τὸν Μονογενῆ· κἂν Ἀπολινάριος ἔτι κατ' ἀσέβειαν δαψιλευόμενος, καὶ τελείαν τὴν εἰς σάρκα μεταβολὴν κατ' ἔκπτωσιν καὶ τροπὴν τῆς αὐτοῦ θεότητος ἀπεφήνατο. Χρὴ τοιγαροῦν εὐσεβοῦντας ἡμᾶς, τὴν τοιαύτην ὁμολογίαν διώσασθαι, καὶ τὴν τῶν ἁγίων Πατέρων κρατύνειν διδασκαλίαν· καὶ δύο φυσικὰ θελήματα
col. 1117–1118page 550 of 677
PG 130:1117κατ' αὐτοὺς, καὶ οὐσιώδεις ἐνεργείας, ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνὸς ὁμολογεῖν. Εἰ γὰρ ἂν ἐπ' αὐτοῦ θέλημα καὶ μίαν ἐνέργειαν εἴποιμεν, ἢ τοῦτον οὐκ ὄντα φύσει καὶ ἄνθρωπον, ἀλλὰ μόνον Θεόν· ἢ φύσει μόνον ἄνθρωπον, καὶ οὐ Θεόν· ἢ οὔτε ἄνθρωπον οὔτε Θεὸν σαφῶς δογματίζομεν. Οἷον, εἰ μὲν φυσικὸν τὸ θέλημα τυχὸν εἴποιμεν, ἢ θεῖον πάντως, ἢ ἀνθρώπινον τοῦτό ἐστι· καὶ εἰ θεῖον, τὰ θεῖα κατ' αὐτὸ θελήσει φυσικῶς ὁ Λόγος· Θεὸν φύσει μόνον καὶ συνθελητὴν τῷ ἰδίῳ γεννήτορι δεικνὺς ἑαυτὸν, καὶ οὐκ ἄνθρωπον· οὐ γὰρ πέφυκε διὰ τοῦ φύσει θείου, τὸ ἀνθρώπινον φύσει χαρακτηρίζεσθαι· ὥσπερ οὐδὲ διὰ τοῦ κατ᾽ οὐσίαν ἀνθρωπίνου, τὸ κατ᾽ οὐσίαν θεῖον γνωρίζεσθαι. Τοῦτο δὲ, καὶ εἰ ἀνθρώπινον φῶμεν τὸ θέλημα φύσει, κατὰ τὸ ἀκόλουθον συναχθήσεται. Εἰ δὲ ὑποστατικόν, τῆς αὐτοῦ μόνης ὑποστάσεως ἔσται χαρακτηριστικόν· καὶ οὔποτ᾽ ἂν κατ᾿ αὐτὸ κοινωνήσῃ Πατρὶ καὶ ἡμῖν· τῶν γὰρ ἄκρων ὑποστάσει διαστέλλεται καὶ χωρίζεται. Τὰ αὐτὰ δὲ πάλιν καὶ περὶ ἐνεργειῶν ἔστιν εἰπεῖν. Ἀλλ' οὐ διὰ τοῦτο, μὴ γένοιτο, τὰς τῶν θεοφόρων Πατέρων περὶ αὐτῶν, φημὶ τῶν ἐνεργειῶν, μοναδικὰς ἐξαρνούμεθα, τήν τε τοῦ λεχθέντος θεοφάντορος ἁγίου Διονυσίου «Θεανδρικὴν ἐνέργειαν,» καὶ τὴν Κυρίλλου τοῦ σοφοῦ «μίαν τε καὶ συγγενῆ δι' ἀμφοῖν ἐπιδεδειγμένην ἐνέργειαν.» Αὗται μὲν γὰρ διὰ τὴν ἔνωσιν, καὶ τὴν πρὸς ἀλλήλας δι' ὅλου τῶν φυσικῶν ἐνεργειῶν συμφυΐαν, εὐσεβῶς αὐτοῖς ἐκηρύχθησαν· ὥσπερ καὶ αἱ δυϊκαὶ, διὰ τὴν οὐσιώδη καὶ φυσικὴν τούτων διαφοράν. Ἡ γὰρ Θεανδρικὴ τῆς θείας ὁμοῦ καὶ ἀνδρικῆς ἐνεργείας ὑπάρχει περίληψις. Κατάλληλον γὰρ ὁ διδάσκαλος ἐπινοήσας φωνὴν, ἑκατέραν, ὡς ἔφην, τῇ προφορᾷ συλλαμβάνουσαν, καὶ ταύτην μοναδικῶς ἐκφωνήσας, τὴν διπλῆν, τοῦ διπλοῦ τὴν φύσιν, ἐνέργειαν περιφραστικῶς παρεδήλωσεν. Καὶ ἡ Κυρίλλου δὲ τοῦ σοφοῦ «μία τε καὶ συγγενὴς δι' ἀμφοῖν ἐπιδεδειγμένη ἐνέργεια,» τῆς τοῦ μεγάλου τούτου Πατρὸς μεγίστης ἔχεται διανοίας. Τὴν γὰρ τῶν φυσικῶν ἐνεργειῶν κἀυτὸς συμφυΐαν καὶ ἔνωσιν δι' αὐτῆς ἐκπαιδεύει. Θέλων γὰρ δεῖξαι καὶ ὁ πανεύφημος οὗτος ἀνὴρ, ὡς ἥ τε σὰρξ Θεὸς, καὶ ἡ κατ' αὐτὴν οὐσιώδης ἐνέργεια, θεία τῇ πρὸς τῇ φύσει Θεὸν Λόγον ἑνώσει γεγένηται, καὶ τὰ ὑπὲρ ἄνθρωπον ἐνήργει, μὴ ἐκστᾶσα τούτου, οὗπερ ἦν κατὰ φύσιν· ὥσπερ οὖν καὶ αὐτὸς ὁ Λόγος τῇ ταύτης προσλήψει δι᾿ ἡμᾶς ἑκουσίως γέγονεν ἄνθρωπος, τὰ κατὰ ἄνθρωπον ἐνεργῶν· καίπερ ὑπάρχων φύσει Θεός, διαγορεύει τοῦτον, μὴ παντουργῷ προστάγματι μόνον ἰᾶσθαι καὶ ζωοποιεῖν, ὡς μὴ Θεὸν ὄντα γυμνόν· ἀλλὰ συνεργάτιν ὥσπερ τινά, πρὸς τοῦτο δὴ μάλιστα, τὴν ἁγίαν αὐτοῦ σάρκα λαμβάνειν ἐπείγεσθαι· καὶ ζωοποιεῖν καὶ θεραπεύειν δι' αὐτῆς καὶ τῆς κατ' αὐτὴν ἁφῆς καὶ φωνῆς· ἵνα ταύτην δεικνύῃ ζωοποιεῖν δυναμένην, διὰ τὸ πρὸς αὐτ
col. 1119–1120page 551 of 677
PG 130:1119τὴν ἐν τῇ ἑνώσει γενέσθαι· καὶ αὐτοῦ τοῦ φύσει ζωογονοῦντος τὰ σύμπαντα, καὶ οὐχ ἕτερον σάρκα κυρίως ὑπάρχειν. Διὸ καὶ μίαν αὐτοῦ καὶ αὐτῆς, φημὶ τῆς ἁγίας σαρκὸς καὶ συγγενῆ δι' ἀμφοῖν ἐπι δεικνὺς ἐνέργειαν· μίαν μὲν, τῇ ἑνώσει· συγγενῆ δὲ πάλιν, τοῖς μέρεσιν· ὡς τὴν αὐτὴν οὖσαν, ἔν τε παντουργῷ προστάγματι, καὶ ἀφῇ τῆς ἁγίας σαρ κός· δι' ἀμφοῖν γὰρ, ὡς Θεὸς, ὁ Λόγος, ταύτην σα φῶς ἐπεδείκνυτο· δεικνὺς τῷ καὶ δι᾿ αὐτῆς ζω οποιεῖν, ὡς καὶ αὐτὴ γέγονεν δι' ὅλου ζωοποιός· καθάπερ καὶ πῦρ διὰ σιδήρου καῖον, ἑνώσει τῇ πρὸς αὐτὸν καυστικὸν ἀποφαίνει τὸν σίδηρον· ὡς εἶναι λοιπὸν διὰ τοῦτο μὴ τοῦ πυρὸς κατὰ φύσιν μόνον τὴν καῦσιν, ἀλλὰ καὐτοῦ τοῦ σιδήρου διὰ τὴν ἕνω σιν· καὶ τὴν ἐν τοῖς θαύμασι θείαν τοῦ Λόγου πά λιν ἐνέργειαν, μὴ τοῦ αὐτοῦ μόνον διὰ τὴν φύσιν ὑπάρχειν, ἀλλὰ καὐτῆς τῆς ἁγίας σαρκός, διὰ τὴν πρὸς αὐτὴν καθ' ὑπόστασιν ἕνωσιν· συνεργάτιν γὰρ ἑαυτοῦ ταύτην ἐν τοῖς θείοις παρελάμβανεν, ᾗ φησιν ὁ διδάσκαλος, ὥσπερ καὶ ψυχὴ τὸ ἴδιον σῶμα, πρὸς τὴν τῶν οἰκείων ἔργων ἐκπλήρωσιν. Αὕτη γοῦν ἡ μία καὶ συγγενὴς δι' ἀμφοῖν ἐπιδεδειγμένη ἐνέρ γεια, τῶν κατὰ φύσιν ἐνεργειῶν δηλοῦσα τὴν ἕνω σιν· τὸ ἑτερογενὲς τούτων καὶ δυϊκὸν, καθάπερ καὶ ἡ Θεανδρικὴ ἐνέργεια, δι' ἑαυτῆς κυρίως σημαίνει τῷ πρὸς ἄμφω τὰ μέρη, τῶν ἐξ ὧν καὶ ἐν οἷς ὁ εἷς καὶ μόνος ἐγνωρίζετο σεσαρκωμένος Λόγος, ἀναφέρεσθαι· καὶ ἀμφοτέρων ὑπάρχειν, ὡς δι' ἀμφοῖν, τοῦ τε παντουργοῦ προστάγματος, καὶ τῆς ἀφῆς τῆς ἁγίας σαρκὸς ἐπιδεδειγμένη. Οὐ δεῖ δὲ τῷ συγγενεῖ ξενίζεσθαι παντελῶς· ἐπί τε γὰρ ὁμοουσίων καὶ ἑτερουσίων λέλεκται τοῖς ἁγίοις Πατράσι τὸ συγγενές· καὶ μάρτυς ὁ Θεολόγος καὶ μέγας Γρηγόριος, περὶ ψυχῆς λέγων οὕτως ἐν τῷ εἰς Καισάριον τὸν αὐτοῦ ἀδελφὸν Ἐπιταφίῳ λόγῳ, «Μικρὸν δὲ ὕστερον καὶ τὸ συγγενὲς σαρκίον ἀπολαβοῦσα, ᾧ τὰ ἐκεῖθεν συνεφιλοσόφησε.» Ἐνταῦθα διὰ τὴν ἕνωσιν, ἀλλ' οὐ τὴν φύσιν συγγενῆ τῇ ψυχῇ τὴν σάρκα κέκληκεν ὁ διδάσκαλος. Καὶ πά λιν, ἐν τῷ Εἰς τὰ φῶτα, περὶ τοῦ μονογενοῦς Υἱοῦ διδάσκων, φησί· «Καὶ ὁ ὑπὸ τοῦ συγγενοῦς μαρ τυρούμενος Πνεύματος.» Νῦν τὸ συγγενὲς διὰ τὴν φύσιν, ἀλλ' οὐ τὴν ἕνωσιν εἴρηκεν. Αὐτὸς δὲ Κύ ριλλος ὁ σοφὸς κἀπὶ τῇ οὐσίᾳ καὶ ὑποστάσει διῃρημένων τὸ συγγενὲς ἀπαρατηρήτως λαμβάνει· καὶ τά δε λέγει τὸν εὐαγγελιστὴν Ἰωάννην ὑπομνηματίζων, περὶ τῆς κατὰ τὸ θεῖον βάπτισμα θερα πείας, «Συγγενῶς πως ἐχούσης πρὸς ἄμφω τῶν δε δηλωμένων. Πνεύματι μὲν γὰρ ἁγιάζει τοῦ ἀνθρώπου τὸ πνεῦμα· ὕδατι δὲ αὖ, τὸ σῶμα.» Τίς δὲ, καὶ ποία συγγένεια Πνεύματος ἁγίου καὶ ὕδατος κατά τε οὐσίαν ἢ ὑπόστασιν, πρὸς τὸ ἡμέτερον πνεῦμα καὶ σῶμα; εἰ καὶ τὰ μάλιστα κατὰ χάριν ἡμῖν καὶ
col. 1121–1122page 552 of 677
PG 130:1121ἑτέρωθεν ὄντα διαγινώσκομεν, ἢ ἐκ τῶν θεϊκῶς ἅμα καὶ ἀνθρωπικῶς χαρακτηριζόντων αὐτὸν, ἐμφύτων ἰδιωμάτων τῆς τε θείας, ὡς ἔφην, θελήσεως καὶ ἐνεργείας, καὶ τῆς ἀνθρωπικῆς τοῦ αὐτοῦ θελήσεως καὶ ἐνεργείας· αἷς, καὶ δι' ὧν, ὅ ἦν καὶ γέγονεν ἐπισφραγίζει θαυματουργῶν μὲν ὑπὲρ ἡμᾶς ὡς Θεὸς ἑκουσίως· πάσχων δὲ δι' ἡμᾶς ὁ αὐτὸς ἑκουσίως ὡς ἄνθρωπος· ὡς οὐκ ἄλλο τι παρὰ τῶν ἐξ ὧν, ἐν οἷς τε καὶ ἅπερ ἐστὶ γνωριζόμενος, οἷόν τι νόθον καὶ μεταίχμιον, ἤγουν τρίτον ἀποτέλεσμα, κατὰ τὴν τῶν ἡμιόνων παράδειξιν, ὡς ἡ τῶν κενολόγων αἱρετικῶν μυθοπλασία τερατολογεῖ, τοῦ εὐσεβοῦς ἀποσφαλεῖσα τῶν ἁγίων Πατέρων κηρύγματος· ἀλλ' αὐτὰ κατ' ἀλήθειαν κυρίως ὤν, τὰ ἐξ ὧν, καὶ ἐν οἷς κατ' ἀλήθειαν κυρίως ἐστίν. Ἐκ θεότητος γὰρ καὶ ἀνθρωπότητος, καὶ ἐν θεότητι καὶ ἀνθρωπότητι κατὰ φύσιν ὑπάρχων· Θεὸς φύσει καὶ ἄνθρωπος ἐστιν ὁ Χριστός· καὶ ἄλλο τὸ παράπαν οὐδέν. Καὶ πῶς, φασί, Κύριλλος ὁ σοφὸς μέσην τινὰ τάξιν τῶν ἐπὶ Χριστοῦ φωνῶν διαγορεύει φρονεῖν, οὕτωσὶ πρὸς Ἀκάκιον γράφων· «Αἱ μὲν γὰρ εἰσι τῶν φωνῶν ὅτι μάλιστα θεοπρεπεῖς· αἱ δὲ, οὕτω πάλιν ἀνθρωποπρεπεῖς· αἱ δὲ μέσην τινὰ τάξιν ἔχουσι.» Καὶ τί τοῦτο συμβαλεῖται ποτ' ἂν ἐκείνοις πρὸς τὴν οἰκείαν ὑπόληψιν; Οὐ γὰρ ἐκ μεταβολῆς, ἢ ἀποβολῆς τῶν ἄκρων, θεότητός φημι τοῦ Χριστοῦ καὶ ἀνθρωπότητος· ἢ θείας τοῦ αὐτοῦ καὶ ἀνθρωπίνης θελήσεως καὶ ἐνεργείας, ἕτερόν τι μέσον, ἤγουν μεταίχμιον ἀποτέλεσμα, μηδετέρᾳ φύσει τῶν ἐξ ὧν ἐστι κοινωνοῦν· ἢ πάλιν ἐνέργειάν τινα σύνθετον ὄντα κατ' αὐτοὺς, ἢ ἔχοντα παραδίδωσιν ἐν τούτοις ἡμῖν ὁ διδάσκαλος, ἀλλ' ὅτι ταῦτα μὲν κυρίως ἐστὶ, τὰ ἐξ ὧν ἐστιν· οὐ διῃρημένως δὲ ταῦτα κατονομάζεται· ὁμοῦ δὲ, καὶ ἐν ταὐτῷ τούτων ἑκάτερον, ὡς εἷς ὢν καὶ μόνος ὁ Χριστός. Καὶ μαρτυρεῖ περὶ τούτων αὐτὸς ὑπαπολογούμενος τῶν Ἀνατολικῶν ἐπισκόπων, καὶ γράφων πρὸς Ἀκάκιον οὕτως· «Οἱ δέ γε κατὰ τὴν Ἀντιόχειαν ἀδελφοί, μερίζουσι μὲν κατ' οὐδένα τρόπον τὰ ἡνωμένα· διαιρεῖσθαι δὲ μόναι διατείνονται τὰς ἐπὶ τοῦ Κυρίου φωνάς· πρέπειν τε τὰς μὲν τῇ θεότητι αὐτοῦ, τὰς δὲ τῇ αὐτοῦ πάλιν ἀνθρωπότητι. Θεὸς γάρ ἐστιν ὁ αὐτὸς καὶ ἄνθρωπος· εἶναι δέ φασι καὶ ἑτέρας κοινοποιηθείσας τρόπον τινά, καὶ οἷον ἐπ' ἄμφω βλεπούσας· θεότητα καὶ ἀνθρωπότητα λέγω· οἷόν τί φημι, αἱ μὲν γάρ εἰσι τῶν φωνῶν ὅτι μάλιστα θεοπρεπεῖς, αἱ δὲ οὕτω πάλιν ἀνθρωποπρεπεῖς· αἱ δὲ μέσην τινὰ τάξιν ἔχουσιν, ἐμφανίζουσαι τὸν Υἱὸν τοῦ Θεοῦ Θεὸν ὄντα καὶ ἄνθρωπον ὁμοῦ τε καὶ ἐν ταὐτῷ.» Ὁ δέδειχε τοιγαροῦν ἡμῖν ὁ διδάσκαλος, μέσην τάξιν εἶναι φωνῶν, οὐχ ἕτερόν τι τὸν Χριστὸν εἶναι, σημαινουσῶν, παρὰ τὰ ἐξ ὧν, ἐν οἷς τε καὶ ἅπερ ἐστὶν, ὡς τινες ὑπειλήφασιν· ἀλλὰ τὸν Θεὸν ὁμοῦ καὶ ἄνθρωπον τὸν αὐτὸν κατὰ φύσιν ὑπάρχειν. Καὶ παρακομίζει πρὸς ἀπόδειξιν τούτων τὰς θεοπνεύστους Γραφὰς οὕτωσὶ φάσκων. «Ὅταν μὲν τῷ Φιλίππῳ λέγῃ, Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε· ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα·
col. 1123–1124page 553 of 677
PG 130:1123Πατὴρ ἐν ἐμοί ἐστιν; ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε καὶ τὸν Πατέρα· καί, Ἐγώ, καὶ ὁ Πατὴρ ἕν ἐσμέν, θεοπρεπεστάτην εἶναι διαβεβαιούμεθα τὴν φωνήν. Ὅτε δὲ τοῖς τῶν Ἰουδαίων ἐπιπλήττει δήμοις, ἐκεῖνο λέγων, Εἰ τέκνα ἦτε τοῦ Ἀβραάμ, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν· νῦν δὲ ζητεῖτε με ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησαν· ἀνθρωποπρεπῶς εἰρῆσθαι τὰ τοιαῦτά φαμεν. Πλὴν τοῦ ἑνὸς Υἱοῦ τὰς θεοπρεπεῖς, καὶ μέντοι τὰς ἀνθρωπίνας. Μέσας δὲ εἶναι φωνὰς ἐκείνας διαβεβαιούμεθα, οἷον, ὅταν ὁ μακάριος γράφῃ Παῦλος, Ἰησοῦς Χριστός χθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας. Καὶ πάλιν· Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς ἐξ αὐτοῦ· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ. Καὶ πάλιν· ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστός, τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεός, εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν. Ἰδοὺ γὰρ, ἰδοὺ Χριστὸν Ἰησοῦν ὁ ὀνομάσας, χθὲς καὶ σήμερον τὸν αὐτὸν εἶναί φησι, καὶ εἰς τοὺς αἰῶνας· καὶ δι' αὐτοῦ γενέσθαι τὰ πάντα· καὶ τὸν κατὰ σάρκα ἐξ Ἰουδαίων, ἐπὶ πάντας ὀνομάζει Θεόν· καὶ μὴν εὐλογητὸν εἰς τοὺς αἰῶνας, ἀμήν. Μὴ τοίνυν διέλῃς ἐν τούτοις τὰς ἐπὶ τοῦ Κυρίου φωνάς. Ἔχουσι γὰρ ἐν ταὐτῷ τὸ θεοπρεπὲς καὶ ἀνθρώπινον· ἐφάρμοσον δὲ μᾶλλον αὐτὰς ὡς ἑνὶ τῷ Υἱῷ, τουτέστι, Θεῷ λόγῳ σεσαρκωμένῳ. Τούτοις δὴ τοῖς λόγοις τοῦ Πνεύματος καὶ αὐτὰς ἡμῖν ἀποδέδειχεν ὁ Διδάσκαλος τὰς μέσας φωνάς, μηδὲν καθοτιοῦν ἕτερον ἐπὶ Χριστοῦ σημαινούσας, τὸ θεοπρεπὲς ἐν ταὐτῷ καὶ τὸ ἀνθρώπινον· ὅθεν αὐτῷ ταύτας καὶ ἐφαρμόζειν ἀδιαιρέτως παρακελεύεται δεῖν, ὡς Θεῷ τῷ αὐτῷ, καὶ ἀνθρώπῳ φύσει τυγχάνοντι· καὶ ἄλλο τὸ παράπαν, ὡς ἔφην, οὐδέν. Φίλιππε, οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ περὶ τῶν δύο θελημάτων τοῦ ἑνὸς Χριστοῦ. Εἰ ἄλλο καὶ ἄλλο κατὰ φύσιν οὐκ ἔστι τὸ θεῖον καὶ τὸ ἀνθρώπινον θέλημα, δῆλον ὡς ἂν φύσει καὶ ταὐτόν. Καὶ εἰ τοῦτο, καὶ ἡ φύσις ἐξ ἀνάγκης μία καὶ ἀπαράλλακτος. Οὐ γὰρ ἑτερότης φυσικὴ θέλημάτων οὐκ ἔστιν, οὐδ' οὐσίας τὸ παράπαν καὶ φύσεως. Εἰ δὲ ἄλλο φύσει καὶ ἄλλο, διάφορα πάντως· καὶ εἰ διάφορα, πῶς τὸν ἐν πόσῳ τούτων ἀριθμὸν οὐχ ὁμολογῆσαι χρεών; Ἡ γὰρ τούτου ἐξάρνησις, αὐτῆς τε πάμπαν ἀφανισμὸν, καὶ τῶν διαφερόντων, ὡς οὐκ ὄντων, ἐργάζεται. Πῶς γὰρ καὶ εἶναι δυνατὸν καὶ μὴ ἀριθμεῖσθαι, καὶ δι' ἥντινα τὴν αἰτίαν; ἢ πῶς ὄντα μὲν κατὰ φύσιν, οὐκ ἀριθμούμενα δὲ τὰ θελήματα τὴν αὐτὴν, εἴπερ εὐλόγως μὴ παύσοιντο τοῦ ἀριθμεῖσθαι κἀκεῖναι αἱ φύσεις; Τὸ γὰρ ἐπ' ἐκείνων καλὸν, ἐμφύτων ὄντων καὶ συστατικῶν τῶν πραγμάτων, καὶ ἐπ' αὐτοῖς ὑπάρχειν προσήκει τοῖς πράγμασι, καὶ ἡ κἀκ τούτων ἀνέλωσι τὸν ἀριθμόν,
col. 1125–1126page 554 of 677
PG 130:1125ὡς ὅτι κατ' αὐτοὺς λυμαινόμενον, ἢ μηδαμῶς παραβλάπτοντα, καὶ ἐπ᾿ ἐκείνων περιληφθῇ. Πρὸς δήλωσιν τῆς ἐνούσης αὐτοῖς ἐμφύτου διαφοράς, δι' ἣν αὐτῷ κἀν ταῖς οὐσίαις προσχρώμεθα· ἢ δείξωσι, πῶς μὴ ἀναίρεσιν πάντως ἢ σύγχυσιν, τοῦ κατὰ ἄνθρωπον φυσικοῦ τοῦ Σωτῆρος θελήματος ἀπεργάζονται, διὰ τῆς κατὰ τὸν ἀριθμὸν παραιτήσεως. Τῷ γὰρ θεωθῆναι τῇ πρὸς Θεὸν ἑνώσει, καθὰ καὶ τὴν φύσιν αὐτὴν τῆς λογικῶς τε καὶ νοερῶς ἐψυχωμένης σαρκός, τῆς κατ' οὐσίαν ὀντότητος, οὐκ ἐξίστησιν· ὥσπερ οὐδὲ τῆς οἰκείας τὸν σίδηρον, ἡ ἄκρα καὶ δι᾿ ὅλου πρὸς τὸ πῦρ συνανάκρασίς τε καὶ ἕνωσις· ἀλλὰ πάσχει μὲν τὰ πυρός, ἐπειδὴ πῦρ τῇ ἑνώσει γεγένηται· βρίθει δὲ πάλιν κατὰ φύσιν, καὶ τέμνει, ὅτι μὴ τῆς οἰκείας λώβην πέπονθε φύσεως, ἢ φυσικῆς ἐνεργείας ἐξέστη τὸ σύνολον· καίτοι μετὰ πυρὸς ὑπάρχων κατὰ τὴν αὐτὴν καὶ μίαν ὑπόστασιν, καὶ ἀδιαστάτως δρῶν, τά τε κατὰ φύσιν ἰδίαν· λέγω δὲ τὴν τομήν· καὶ τὰ καθ' ἕνωσιν αὖθις, ὅπερ ἐστὶν ἡ καῦσις. Αὐτοῦ γὰρ ὑπάρχει, καθάπερ καὶ τοῦ πυρὸς ἡ τομή, διὰ τὴν ἄκραν τούτων εἰς ἄλληλα περιχώρησίν τε καὶ ἀντίδοσιν· καὶ οὔτε τὴν φύσιν αὐτοῦ, φημὶ δὲ τοῦ σιδήρου, κἂν μετὰ πυρὸς ὁρᾶται, κωλυόμεθα τὸ παράπαν ὀνομάζειν ἢ ἀριθμεῖν, οὔτε τὴν φυσικὴν ἐνέργειαν, εἰ καὶ μετὰ καύσεως καθορᾶται, καὶ μηδεμίαν ἔχει πρὸς ταύτην διάστασιν, ἀλλ' ἐνοειδῶς σὺν αὐτῇ τε καὶ ἐν αὐτῇ διαφαίνεται καὶ γνωρίζεται. Τίς οὖν ὁ λόγος, τοῦ τὸ φυσικῶς τῇ φύσει προσὸν μὴ ἀριθμεῖν, τουτέστι τὸ θέλημα, καὶ ταύτῃ τὸ καθ᾿ ἡμᾶς ἀτελὲς τῷ ὑπερτελεῖ καὶ προτελείῳ Θεῷ λόγῳ σεσαρκωμένῳ προσμαρτυρεῖν, καίτοι πάντων ἐπίσης, εὐδοκίᾳ Πατρός, καὶ συνεργείᾳ Πνεύματος ἁγίου διὰ τὴν ἡμῶν σωτηρίαν, καθ' ἕνωσιν τὴν ἀδιάστατον τῶν τῆς φύσεως κεκοινωνηκότι, καθάπερ οὖν καὐτῆς τελείως τῆς φύσεως, πλὴν μενούσης τῆς ἁμαρτίας, ὅτι μηδὲ τῆς φύσεως ἦν, ἀλλὰ γνώμης, παρὰ τὸν λόγον καὶ τὸν νόμον κεκινημένης τῆς φύσεως, ἐκτροπὴ καὶ ὁλίσθημα; Καί μοι δεόντως μάλιστα τούτου γε χάριν ὁ λεχθεὶς ἐπιστήσας φαίνεται μοναχός, τοῦ φυσικοῦ τὸ γνωμικὸν διαστείλας θελήματος. Τὸ μὲν γάρ, κατὰ τὸν αὐτοῦ καλῶς ἔχοντα ὁρισμόν, Δύναμις ὑπάρχει τοῦ κατὰ φύσιν ὄντος ὀρεκτική. Πᾶν γὰρ εἴ τι τῶν ὄντων καὶ μάλιστα λογικῶν, φυσικῶς τοῦ κατὰ φύσιν ὄντος ὀρέγεται, καὶ τούτου παρὰ Θεοῦ λαβὸν κατ' οὐσίαν ἔχει τὴν δύναμιν, πρὸς σύστασιν τὴν ἑαυτοῦ. Εἰ γὰρ τοῦ κατὰ φύσιν ὄντος οὐκ ἔχει τὴν ὄρεξιν, τοῦ μηδαμῶς ὄντος, πόθεν καὶ πῶς, μηδόλως ὕπαρξιν ἢ κίνησιν ἔχοντος; Μόνον γὰρ ἀδρανὲς τὸ μὴ ὂν καὶ ἀνούσιον· καὶ οὐδαμῶς οὐδὲ μία τούτου δύναμις ἐν τοῖς οὖσιν ὑπάρχει, καὶ κίνησις. Τὸ δέ, αὐθαίρετος ὁρμὴ καθέστηκε, τὰς ἐφ' ἑκάτερα ποιουμένη παρεκτροπάς· καὶ οὐ φύσεως ὑπάρχον ἀφο
col. 1127–1128page 555 of 677
PG 130:1127ριστικὸν, ἀλλὰ προσώπου κυρίως καὶ ὑποστάσεως. Καὶ τοῦτό γε διαγνοὺς ὁ διῃρημένος καὶ ἀνθρωπολάτρης Νεστόριος, γνωμῶν ἕνωσιν ἀσεβῶς ἐδογμάτισεν· ἵν᾿ ἑκατέραν δι' ἑκατέρας ὑπόστασιν ἐπιχω ρώσῃ, καὶ ὁ ψιλὸς ἄνθρωπος αὐτῷ τηρηθῇ, γνώμῃ τινὶ καὶ αὐθαιρέτῳ κινήσει τῇ πρὸς τὸν Θεὸν Λόγον, ὡς αὐτός φησι, τὴν ἕνωσιν ποιησάμενος, ἐξ ἧς καὶ τὴν ταυτοβουλίαν συνίστησιν, ἢ πολυβουλίαν, εἰπεῖν οἰκειότερον· ὅσῳ καὶ καθ' ἑκάστην τοῦ γνωμικοῦ θελήματος κίνησιν, κατὰ μέρος ἐκ τῶν ἀτελῶν ἐπὶ τὰ ἐντελῆ κατ' αὐτὸν ἴεται, φερομένη τε καὶ προ κόπτουσα· ἀλλ' οὐκ ἐξ αὐτῆς τῆς ἀφράστου συλλήψεως, ὅλης τελείως μετὰ τῶν αὐτῆς ἁπάντων, πρὸς ὅλην καὶ τὰ κατ' αὐτὴν ἅπαντα, τὴν ἡμετέραν φύ σιν τῆς τοῦ Λόγου θεότητος, καθ᾽ ὑπόστασιν μίαν καὶ τὴν αὐτὴν ἐνωθείσης. Ὡς ἂν τοίνυν καὶ τὸ ἐντελὲς διακριβώσῃ τῆς φύ σεως ἐπὶ τοῦ σαρκωθέντος Θεοῦ, καὶ τὸ ἀντικείμενον διαρρίψῃ ὁ λεχθεὶς μοναχός· τὸ μὲν φυσικὸν ὥρισεν ἐπ' αὐτοῦ· τὸ δὲ γνωμικὸν ἀποδιώρισε θέ λημα, μήτε τῇ διαιρέσει χώραν δοὺς τῷ στασιάζειν ἐν τούτῳ, μήτε τῇ φαντασίᾳ παρείσδυσιν, τῷ μὴ ὑπάρχειν ἐκεῖνο. Εἰ δέ τις τυχὸν ἰσχυρίζεται, μὴ ἂν ἄλλως ἐπ' αὐτοῦ δυνατόν, ἢ κατ' ἐναντίωσιν τὰ δύο θελήματα λέγεσθαι· εἰ μὲν ὡς κατ' οὐσίαν διάφορα, κἀγὼ δέχομαι, εἰ δὲ ὡς ἀντικείμενα, ψευδῆς ὁ λόγος. Οὐ γὰρ εἴ τι διάφορον πάντως καὶ ἀντικείμενον. Τὸ γὰρ ἀντικείμενον, γνώμης παραλόγως δηλαδὴ κινουμένης· τὸ δὲ διάφορον, φύσεως λόγῳ κρατουμένης ἔργον καθέστηκε· καὶ τὸ μὲν φύσεως στασιαστικόν, τὸ δὲ προδήλως συστατικόν. Διαφορὰ τοιγαροῦν οὐσιώδης, εἰς σύστασιν τῶν ἐν τῇ φύσει πραγμάτων ἐστὶν, οὐ μὴν ἐναντίωσις, πρὸς τὴν τούτων διάλυσιν. Οὐ γὰρ ἔχει ἡ φύσις τὸ παρὰ φύσιν· οὐδὲ λόγος οὐδεὶς τοῦ στασιάζοντος. Ἄλλως τε, εἰ τὰ δύο θελήματα πάντως ἐναντία καὶ ἀντικείμενα, πῶς ἐπί τε τῶν φύσει καὶ ὑπο στάσει διῃρημένων λογικῶν, οὐ τοῦτο πάντῃ τε καὶ πάντως συμβαίνει. Συννεύομεν γὰρ ἔστιν ὅτε τούτοις, καίτοι γνωμικοῖς οὖσι, καὶ Θεῷ, καὶ ἀγγέλοις, καὶ ἀλλήλοις, ἀλλ' οὐ διὰ τοῦτο τῆς γνώμης ἤδη, καὶ τοῦ κατ' αὐτὴν θελήματος, διαπεπτώκαμεν. Εἰ γὰρ τούτων, καὶ τῆς πρὸς τοὺς ἄλλους δηλονότι συννεύσεως, εἴπερ ἕως ταύτην ἔχομεν, καὶ τῶν ἄλλων γνωμικῶν ἀντεχόμεθα. Εἰ οὖν ἐνταῦθα τοῦτο, καὶ οὐδαμῶς ἀντίταξις καθορᾶται, καίτοι σωζομένων ὑπάρξει τε καὶ ἀριθμῷ τῶν γνωμικῶν θελημάτων, καὶ τὴν φιλικὴν ἐν σχέσει διάθεσιν· πῶς ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνὸς σαρκωθέντος Θεοῦ Λόγου, καὶ τελείως δι' ἡμᾶς ἐνανθρωπήσαντος, ἐν τοῖς φυσικῶς προσ οῦσιν αὐτῷ κατ' οὐσίαν θελήμασιν, ἐναντίωσις ἔσται. Πῶς δὲ ταῦτά φασιν ἐναντία, δι' αὐτόν γε τὸν ἀριθ
col. 1129–1130page 556 of 677
PG 130:1129μὲν, ἢ καὶ δι' αὐτὸ τὸ ὑπάρχειν. Εἰ μὲν διὰ τοῦτο, καὶ τὴν φύσιν ἀνέλωσι τῆς σαρκὸς, ἀντικειμένην τῷ Λόγῳ διὰ τὴν ὕπαρξιν. Πολλῷ γὰρ ἰσχυρότερον, ὡς πᾶσιν εὔδηλον, εἰς ἀντίταξιν, τὸ ὑποκείμενον, τοῦ ἐν ὑποκειμένῳ καθέστηκεν. Εἰ δὲ διὰ μόνον τὸν ἀριθμὸν, καὶ τούτου τὰς φύσεις ἐρήμους ποιήσωσι, καὶ μηδὲ μίαν αὐτῶν ἀριθμείτωσαν· παραιτείσθωσαν δὲ καὶ πάλιν αὐτὸν διὰ τὴν αὐτὴν αἰτίαν, κἀπὶ τῶν τῆς μιᾶς καὶ ἀνάρχου θεότητος τριῶν ὑποστάσεων, ἵνα μὴ κἀκείνη στασιάζῃ πρὸς ἑαυτήν. ἀλλ' ἄτοπόν γε τῷ μηδὲν ὄντι τὸ σύνολον, οὐκ οὐσία, οὐ ποιόν, οὐκ ἄλλο τι τῶν ὄντων, ἰσχὺν τοσαύτην ἀποκληροῦν· ἀτοπώτερον δὲ, καὶ τὴν ὕπαρξιν αὐτὴν τοῦ φυσικοῦ θελήματος αἰτιάσθαι, κἀντεῦθεν τὴν ἀναίρεσιν αὐτοῦ κατασκευάζειν. Καὶ ταῦτα, τῶν ἄλλων ἐν τῇ φύσει πρωτίστην οὖσαν φυσικῶν ἰδιωμάτων καὶ κινημάτων ἔμφυτον δύναμιν. Κατὰ ταύτην γὰρ μόνην, τοῦ εἶναι καὶ ζῆν, καὶ κινεῖσθαι, καὶ νοεῖν, καὶ λαλεῖν, καὶ αἰσθάνεσθαι, καὶ μετέχειν τροφῆς, ὕπνου τε καὶ ἀναπαύσεως, καὶ μὴ ἀλγύνεσθαι, μηδὲ θνήσκειν, καὶ ἁπλῶς ἀπάντων τῶν συνιστώντων τὴν φύσιν, ἔχειν τελείως τὰς ἕξεις, καὶ τῶν λυμαινομένων τὰς στερήσεις, φυσικῶς ἐφιέμεθα. Καί μοι φαίνεται κἂν τούτῳ προσηκόντως ποιήσας, κατὰ τὸν αὐτοῦ ὁρισμὸν ὁ εὐλαβὴς μοναχὸς, καὶ προσθεὶς τό· Καὶ τῶν οὐσιωδῶς τῇ φύσει προσόντων, συνεκτικὴν πάντων ἰδιωμάτων. Πάντα γὰρ ἀεὶ συνέχει, καὶ συνέχειν ἐφίεται, καὶ οὐδενὸς ἔχειν τὴν στέρησιν, τὸ οὐσιῶδες ἐν ἡμῖν καὶ ἔμφυτον θέλημα· μᾶλλον δὲ ἡμεῖς, δι' αὐτοῦ τε καὶ κατ' αὐτό· καὶ οἶμαι τὸν καὶ ποσῶς τοῦ ὄντος, ἀλλὰ μὴ τοῦ δοκοῦντος λόγον ποιούμενον, συνθήσεσθαι πάντως δὴ, καὶ ὡς ἄνθρωπον τὸν σαρκωθέντα Θεόν, φυσικὸν ἔχειν καὶ ἀνθρώπινον θέλημα· καὶ τῶν ἀπηριθμημένων ἕκαστον θέλειν κατ' αὐτὸ φυσικῶς, πρὸς πίστωσιν τῆς νοερῶς αὐτοῦ καὶ λογικῶς ἐψυχωμένης σαρκός, εἴπερ τέλειος ἄνθρωπος γέγονε, μηδενὶ τῶν ἡμετέρων λειπόμενος, πλὴν μόνης τῆς ἁμαρτίας· ἀλλὰ πάντα ἔχων ὅσα καὶ ἡμεῖς, ἀπαραλείπτως τὰ κατὰ φύσιν συστατικὰ τῆς ἡμετέρας οὐσίας, ὥσπερ οὖν καὶ τὰ τῆς ἀνάρχου καὶ θείας, δι' ὧν ἄνθρωπον ἑαυτὸν ὁμοῦ καὶ Θεὸν ὄντα κυρίως ἐγνώριζε, καὶ τὴν πρὸς ἡμᾶς, καὶ τὸν Πατέρα τελείως φυσικὴν συγγένειαν διασώζοντα μετὰ τὴν ἔνωσιν. Τὸ γὰρ δὴ λέγειν, ὡς ἐν τῷ καιρῷ μόνῳ τοῦ σωτηρίου πάθους, ἡνίκα τὸ ἡμέτερον ἐτύπου πραγματικῶς ἐν ἑαυτῷ, καὶ ὡς ἄνθρωπος παρῃτεῖτο τὸν θάνατον, δύο θελήματα ἔχων ἐδείκνυτο, ἀποφαντικόν, οὐκ ἀποδεικτικόν μοι δοκεῖ. Πῶς γὰρ ἐν τούτῳ μόνῳ τῷ καιρῷ, καὶ μὴ πρὸ τούτου, καὶ δι' ἥντινα τὴν αἰτίαν. Εἰ μὲν γὰρ εἶχε τότε, καὶ ἀπ' ἀρχῆς εἶχεν ἐξ οὗ γέγονεν ἄνθρωπος, ἀλλ' οὐχ ὕστερον ἔσχε· θίασεν· εἰ δὲ ἀπ' ἀρχῆς οὐκ εἶχεν, οὐδὲ κατὰ τὸν καιρὸν τοῦ πάθους, ἀλλὰ μόνον ἐφάντασε τὴν παραίτησιν, καὶ πρὸς ταύτῃ τὰ λοιπὰ δι' ὧν σεσώσμεθα,
col. 1131–1132page 557 of 677
PG 130:1131νίαν, τὸν σταυρὸν, τὸν θάνατον, τὴν ταφήν· ἑνὸς γὰρ ἀκυρουμένου τῶν ἐν αὐτῷ καθ᾿ ἡμᾶς φυσικῶν σωζομένων, οὐδὲ τὰ ἄλλα στήσεται. Πῶς γὰρ οὐκ ἐκεῖνο μὲν, ταῦτα δέ; Καὶ τίς ὁ λόγος; ἐναντίωσις δὲ ποῖα τὸ προσεύχεσθαι, καὶ φυσικῆς ἑκουσίας τῆς κατὰ τὴν σάρκα λέγω, προσδειξιν ἀσθενείας ποιεῖσθαι διὰ τῆς συστολῆς, καὶ μὴ ἀντιτείνειν ὅλως, ἀλλὰ λέγειν· Εἰ δυνατόν. Καί· Μὴ εἰ ἐγὼ θέλω, ἀλλ᾽ εἴ τι σύ· καὶ συνάπτειν τῇ συστολῇ τὴν ἰσχυρὰν κατὰ τοῦ θανάτου καὶ πρόθυμον κίνησιν; Ἐτύπου μὲν γὰρ πραγματικῶς ἐν ἑαυτῷ τὸ ἡμέτερον, διὰ τῆς φυσικῆς πρὸς μικρὸν ἀγωνίας ἵνα καὶ ταύτης ἡμᾶς ἐλευθερώσῃ, καὶ τῆς οἰκείας σαρκὸς τὴν φύσιν πιστώσηται, καὶ πᾶσι καθαρὰν τὴν οἰκονομίαν φαντασίας ἐργάσηται· παρίστη δὲ πάλιν εὐθὺς τὴν κατὰ τοῦ θανάτου μεγίστην ὁρμὴν, καὶ τὴν ἄκραν τοῦ κατ' αὐτὸν ἀνθρωπικοῦ, πρὸς τὸ οἰκεῖον αὐτοῦ καὶ Πατρικὸν θέλημα, συμφυίαν καὶ ἕνωσιν, τῷ ἐπικρῖναι τοῦτο καὶ φάσκειν· Μὴ τὸ ἐμὸν, ἀλλὰ τὸ σὸν γενέσθω. Ταύτῃ μὲν τὴν διαίρεσιν ἀπωθούμενος, ἐκείνῃ δὲ πάλιν τὴν σύγχυσιν. Εἰ δὲ, ὅτι μὴ ἄλλοτε φαίνεται τοῦ θέλειν ἔμφασιν πεποιημένος, ἢ κατὰ τὸν καιρὸν τοῦ πάθους, ταῦτά φασι, τοῦτο καὶ περὶ τῆς ἐμφύτου νοήσεως εἴποιεν, καὶ ἄνουν αὐτὸν κατασκευάσουσιν. Οὐ γὰρ φαίνεται λέξας ὅτι νενόηκα. Καὶ περὶ ὀσφρήσεως ὁμοίως, καὶ τῶν λοιπῶν καθ' ἡμᾶς φυσικῶν, ὧν μνημονεύσας οὐκ ἀναγέγραπται. Ἢ καὶ περὶ τῆς ψυχῆς αὐτῆς, ὡς οὐ πρότερον οὔσης καθ' ὕπαρξιν, ἀφ' οὗ γέγονεν ἄνθρωπος, ἀλλ' ἢ μόνον ὁπόταν αὐτῆς ἐμνημόνευσεν. Οὐ πρὸ πολλοῦ γὰρ τοῦ πάθους τοῦτο πεποιηκὼς ἀνηγόρευται. Ἢ τοίνυν σχεδιασθεῖσαν αὐτὴν αὐτίκα εἴπωσιν, ὅτι μὴ πολλάκις καὶ ἀπ' ἀρχῆς αὐτῆς ἐμνημόνευσεν· ἢ τοῦτο μὴ λέγοντες, ἀλλ' «Ἅμα σάρξ, ἅμα Θεοῦ Λόγου σάρξ ἔμψυχος, λογική,» κατὰ τὸν μέγαν Ἀθανάσιον δογματίζουσι, καὶ τὸ φυσικὸν ὡς ἀνθρώπου τοῦ Σωτῆρος θέλημα, μὴ κατὰ τὸν καιρὸν εἶναι τοῦ πάθους λέξουσι μόνον, εἰ καὶ μνήμην αὐτίκα τούτου πεποίηκεν· ἀλλ' ἀπ' ἀρχῆς ὡς ἀνθρώπῳ καθ' ἡμᾶς φυσικῶς τῷ Σωτῆρι συνουσιωμένον. Ἔπεισι δέ μοι θαυμάζειν καὶ περὶ ἐνεργείας, ὡς μίαν ταύτην ἐπὶ Χριστοῦ δογματίζουσι, τῇ πρὸς τὸ ἄτομον, ὡς αὐτοί φασιν, ἀποσκοπήσει καὶ ἀναφορά. Καὶ ἵνα παρῶ λέγειν, ὡς οὐδὲν τῶν φυσικῶν ὡς εἰς ἄτομον προηγουμένως, ἀλλὰ τὴν τούτου φύσιν τε καὶ οὐσίαν ἔχει τὴν ἀναφοράν. Τίς γὰρ ἄνευ τῶν φυσικῶς προσόντων τῇ φύσει δυνάμεων, ἐνεργεῖν, τι δύναιτ' ἄν; ἢ πόθεν αὐτῷ τὸ ἐνεργεῖν ἢ δύνασθαι, πάρεξ τῆς φύσεως; Ἐκεῖνο δὲ ἐρωτῆσαι βούλομαι· Πρὸς ἀναίρεσιν ἄρα τῶν φυσικῶν ἐνεργειῶν ταύτην προΐσχοντο, ἢ τί; Εἰ γὰρ ἐπ' ἀναιρέσει, πῶς, τότε καὶ ποῖα κατὰ τὴν ἐκείνων ἀπόπαυσιν εἴη τὸ παρά
col. 1133–1134page 558 of 677
PG 130:1133πιν ἐνέργεια· ὡς γὰρ φύσεων οὐκ οὐσῶν, καὶ τὸ ἐξ αὐτῶν ἀφανίζεται πάντως, ἡ σύνθετος λέγω ὑπόστασις· οὕτω καὶ τῶν φυσικῶν ἐνεργειῶν οὐκ οὐσῶν, οὐδ᾽ ἄλλη τὸ σύνολον ἔσται. Καὶ οὐ λέγω τοῦτο, ὡς ἄλλης ἐνεργείας ἐκ τῶν φυσικῶν συνισταμένης. Οὐδὲ μία γὰρ τῶν ἐν ὑποκειμένῳ σύνθεσις· ὅτι μηδὲ τὴν καθ᾽ ἑαυτὰ τὸ σύνολον ὕπαρξιν, ἀλλὰ τὸ εἰκαῖον παριστᾷ. Ὡς εἰ τὰς κυρίως κατὰ φύσιν οὔ σας οὐκ εἶναι λέγουσι, πῶς ὑπάρξει τὸ μηδαμῶς ὄν; Τίς γάρ ἐστι ὑποστατικὴν λέγων ἐνέργειαν, καὶ τοῦ θεν τοῦτο, καὶ παρὰ τίνος λαβόντες προσφέρουσιν; Εἰ δὲ τοῦτο τυχὸν ἀποφαίνονται, σύνθετον δὲ τὴν ὑπόστασιν ὁμολογοῦσι πρὸς ἣν ἀναφέρεται, καὶ τῶν ἐναντίων καὶ ἀντικειμένων δεκτικήν· θνητὴν γὰρ καὶ ἀθάνατον, ὁρατὴν καὶ ἀόρατον, περιγραπτήν καὶ ἀπερίγραφον, ἄναρχον καὶ ὑπὸ ἀρχὴν, ἔσται τοῦ τὸ κατὰ τὸ εἰκὸς καὶ ἡ ἐνέργεια. Καὶ πῶς ἄλλως, ἢ καθ᾽ ἕξιν δηλονότι καὶ στέρησιν; καὶ τὰ μὲν, ὡς οὖσα, πείσεται, τὰ δὲ, ὡς μὴ οὖσα, παραπατήσει. Πῶς δὲ καὶ ὁ τοιαύτην ἔχων ἐνέργειαν, κατὰ τὸ αὐτὸ καὶ οὐκ ἄλλο καὶ ἄλλο, ὅτι μηδὲ ἐκείνη, τὰ ὅμοια πείσεται· προσφυῶς γὰρ ἔχειν τῇ οἰκείᾳ ἐνεργείᾳ τὸν ἐνεργοῦντα, κἀκείνῃ τούτῳ, πᾶσα ἀνάγκη. Καὶ πῶς Θεός, ὁ ἕξει, καὶ μὴ φύσει Θεός; Πῶς δὲ ἄνθρωπος, ὁ στερήσει, καὶ μὴ οὐσίᾳ κυρίως τοῦτο ὑπάρχων; Τίς δὲ φύσις ἀνενέργητος, ἢ φυσικῆς ἐνεργείας ἐκτός; Ὥς γὰρ οὐ δαμῶς ὑπάρξεως ἔρημος, οὕτως οὐδὲ δυνάμεως φυσι κῆς. Εἰ δὲ ταύτης ἀμοιρεῖ, καὶ τῆς ὑπάρξεως ἀμοι ρήσειεν ἄν. Τὸ γὰρ ἀδύναμον, ὡς ἀδρανὲς πάντη μόνον ἐστὶ τὸ μὴ ὄν. Πᾶν γὰρ εἴ τι τῶν ὄντων, συν στατικὴν ἔχει διαφοράν, τὴν ἔμφυτον κίνησιν τῷ γένει συμπαραλαμβανομένην, καὶ ποιοῦσαν τοῦ ὑπο κειμένου τὸν ὁρισμόν, δι᾽ οὗ ὅτι ἐστὶ καὶ τί ἐστι κυρίως γνωρίζεται, πρός τε τὰ ὁμοειδῆ τὸ ἀπαράλλακτον ἔχον, καὶ τὸ διάφορον αὖθις πρὸς τὰ ἑτε ροειδῆ· καὶ εἰ τοῦτο, πῶς δυνατὸν φυτικῇ δυνάμει ἀμοιροῦντα κατὰ σάρκα, τὸν ἐνανθρωπήσαντα Λό γον ἄνθρωπον τέλειον, ἢ ὅλως ἄνθρωπον χρηματίζειν. Οὐ γὰρ δίχα φυσικῆς ἐνεργείας ὁ ἄνθρωπος, ὥσπερ οὐδ᾽ ἄλλη φύσις τῆς οἰκείας καὶ οὐσιώδους. Ἡ γὰρ ἔλλειψις ταύτης, ἢ οὐδὲ φύσιν εἶναι ποιεῖ τὴν φύσιν, ἢ τὰς πάσας ἀλλήλαις ταὐτόν, καὶ ἀντὶ πάντων μίαν, τῇ ἀπολείψει τῆς συνιστώσης συμφυρείσας δι᾽ ὅλου συγχυθείσας. Εἰ γὰρ οὐκ ἀνέρ γητον λέγουσι τὸ καθ᾽ ἡμᾶς τὸν Λόγον, δῆλον ὡς ἔμ φυτον καὶ ἀνθρωπίνην ἐνέργειαν ἔχοντα τοῦτόν φα σι. Πῶς γὰρ ἂν ἄλλως; Οὐ γὰρ ἐνεργεῖν δυνατὸν φυσικῆς ἐνεργείας χωρίς· ὥσπερ οὐδὲ ὑπάρχειν, οὐσίας δίχα καὶ φύσεως. Ἀλλ᾽ οὐδὲ μίαν μόνον, ἄν περ ᾖ τὴν φύσιν διπλοῦς, τὴν ἔμφυτον ἔχειν ἐνέργειαν τὸν ἐνεργοῦντα, πᾶσα ἀνάγκη· ἐπεὶ καὶ
col. 1135–1136page 559 of 677
PG 130:1135Καὶ παρῶ λέγειν, ὡς οὐδὲ ἄτομον κυρίως τὸ κατὰ Χριστὸν σύνθετον λέγεται πρόσωπον. Οὐ γὰρ σχέσιν ἔχει τε πρὸς τὴν ἐκ τοῦ γενικωτάτου γένους διὰ τῶν ὑπάλληλα καθισμένων γενῶν πρὸς τὸ εἰδικώτατον εἶδος διαίρεσιν, καὶ ἐν αὐτῷ τὴν οἰκείαν πρόοδον περιγραφομένην. Ὅθεν διὰ τοῦτο, κατὰ τὸν σοφώτατον Κύριλλον, τὸ Χριστὸς ὄνομα, οὔτε ὅρου δύναμιν ἔχει· οὐδὲ γὰρ εἶδός ἐστι πολλῶν ἀριθμῷ διαφερόντων κατηγορούμενον, οὔτε μὴν τὴν τινὸς οὐσίαν δηλοῖ. Οὐδὲ γὰρ ἄτομόν ἐστι, πρὸς εἶδος ἢ γένος ἀναγόμενον, ἢ κατ᾽ οὐσίαν ὑπὸ τούτων περιγραφόμενον· ἀλλ᾽ ὑπόστασις σύνθετος, τὴν φυσικὴν τῶν ἄκρων διαίρεσιν ἐν ἑαυτῇ κατ᾽ ἄκρον ταυτίζουσα, καὶ εἰς ἓν ἄγουσα τῇ τῶν οἰκείων ἑνώσει μερῶν. Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τό, «Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο.» Εἰ τὸ, Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον, συστολῆς ἔμφασιν ἔχον τοῦ ἀνθρώπου λαμβάνεις, οὐ τοῦ κατὰ τὸν Σωτῆρα νοουμένου· τὸ γὰρ ἐκείνου θέλειν οὐδὲ ὑπεναντίον Θεῷ, θεωθὲν ὅλον, ἀλλὰ τοῦ καθ᾽ ἡμᾶς ὡς οὐ πάντως ἑπομένου τῷ Θείῳ, ἀλλ᾽ ἀντιπίπτοντος ὡς τὰ πολλὰ, καὶ ἀντιπαλαίοντος, ᾗ φησιν ὁ θεῖος Γρηγόριος, τὸ ἑξῆς τῆς εὐχῆς, ἤγουν τὸ Οὐχ ὁ ἐγὼ θέλω, ἀλλὰ τὸ σὸν ἰσχυέτω θέλημα, τί σοι δοκεῖ, συστολῆς ὑπάρχειν, ἢ ἀνδρίας; συννεύσεως ἄκρας, ἢ διαστάσεως; Ἀλλ᾽ ὅτι μὲν οὐκ ἀντιπτώσεως, οὔτε δειλίας, συμφυΐας δὲ μᾶλλον ἐντελοῦς καὶ συννεύσεως, οὐδεὶς ἀντερεῖ τῶν νοῦν ἐχόντων. Καὶ εἰ συμφυΐας ἐντελοῦς καὶ συννεύσεως, ἐπὶ τίνος ταύτην προσδέχῃ, τοῦ καθ᾽ ἡμᾶς, ἢ τοῦ κατὰ τὸν Σωτῆρα νοουμένου ἀνθρώπου; Ἀλλ᾽ εἰ μὲν τοῦ καθ᾽ ἡμᾶς, ἡμάρτηται περὶ αὐτοῦ διαγορεύων ὁ τοῦ ῥηθέντος διδασκάλου λόγος, ὡς οὐ πάντως ἑπομένου τῷ θείῳ θελήματι, ἀλλ᾽ ἀντιπίπτοντος ὡς τὰ πολλὰ, καὶ ἀντιπαλαίοντος. Εἰ γὰρ ἕπεται, οὐκ ἀντιπίπτει, καὶ εἰ ἀντιπίπτει, οὐχ ἕπεται. Θατέρῳ γὰρ θάτερον ὡς ἀντικείμενον ἀναιρεῖται καὶ ὑπεξίσταται· εἰ δὲ μὴ τοῦ καθ᾽ ἡμᾶς, ἀλλὰ τοῦ κατὰ τὸν Σωτῆρα νοουμένου ἀνθρώπου λαμβάνεις τὸν Οὐχ ὁ ἐγὼ θέλω, ἀλλὰ τὸ σὸν ἰσχυέτω θέλημα, τὴν ἄκραν τοῦ ἀνθρωπικοῦ πρὸς τὸ θεῖον αὐτοῦ θέλημα καὶ πατρικὸν ὡμολόγησας σύννευσιν, καὶ δύο τοῦ διπλοῦ τὴν φύσιν τάς τε θελήσεις καὶ ἐνεργείας κατὰ φύσιν οὔσας παρέστησας ἐν οὐδετέρᾳ τὴν οἱανοῦν ἐναντίωσιν ἐχούσας, εἰ καὶ τὴν φυσικὴν ἐν πᾶσιν εἶχε διαφορὰν τῶν ἐξ ὧν, ἐν οἷς τε καὶ ἅπερ ἦν ὁ αὐτὸς κατὰ φύσιν. Εἰ δὲ τούτοις ἐξειργόμενος τοῖς λογισμοῖς ἐπὶ τὸ λέγειν προάγεις μήτε τοῦ καθ᾽ ἡμᾶς, μήτε τοῦ κατὰ τὸν Σωτῆρα νοουμένου ἀνθρώπου τυγχάνειν τι, Οὐχ ὁ ἐγὼ θέλω, ἀλλ᾽ ἀρνητικῶς ἐπὶ τῆς τοῦ Μονογενοῦς ἀνάρχου θεότητος φέρεσθαι τοῦ τι θέλειν αὐτὸν ἰδίως παρὰ τὸν Πατέρα διείργον· εὐκόλως καὶ τὸ θεληθὲν ὅπερ ἐστὶν ἡ τοῦ ποτηρίου παραίτησις ἐπ᾽ αὐτῆς ἀνάγκη φέρειν τῆς ἀνάρχου θεότητος. Εἰ γὰρ καὶ τοῦ τι θέλειν ἰδίως ἀναίρεσιν τῆς ἔχειν τὴν
col. 1137–1138page 560 of 677
PG 130:1137ἄρνησιν, ἀλλ' οὐ καὶ τοῦ θεληθέντος ἀποσκευήν· οὐ γὰρ ἐπ' ἀμφοῖν τίθεσθαι τὴν ἄρνησιν δυνατόν, καὶ τοῦ τι θέλειν ἰδίως τὸν Μονογενῆ παρὰ τὸν Πατέρα, καὶ τοῦ θεληθέντος. Εἰ δὲ μὴ δυνατὸν ἐπ' ἀμφοῖν τιθέναι τὴν ἄρνησιν, δῆλον, ὡς εἰ ταύτην ἐπὶ τό τι θέλειν ἰδίως ἄγεις, ἵνα τὴν τοῦ κοινοῦ ποιήσῃς θέσιν θελήματος, οὐκ ἀναιρήσεις τὸ θεληθέν, ἤγουν τὴν τοῦ ποτηρίου παραίτησιν, ἀλλὰ κατ' αὐτῆς ἐποίσεις τῆς ἀνάρχου Θεότητος, ἐφ᾽ ἣν ἀρνητικῶς καὶ τὸ θέλειν ἀνήγαγες. Εἰ δὲ τοῦτο κἂν ἐννοεῖν ἀπευκτόν, ἄρα γε σαφῶς ἐνταῦθα ἡ ἄρνησις, ἤγουν, τὸ «Οὐχ ὃ ἐγὼ θέλω,» πάντη τὴν ἐναντίωσιν ἀποσκευαζομένη, τὴν τοῦ ἀνθρωπικοῦ τοῦ Σωτῆρος πρὸς τὸ θεῖον αὐτοῦ θέλημα καὶ πατρικὴν συμφυΐαν παρίστησιν, ὡς ὅλην ὅλου τὴν φύσιν οὐσιωθέντος τοῦ Λόγου, καὶ ὅλην τῇ οὐσιώσει θεώσαντος. Ὅθεν ὡς δι' ἡμᾶς καθ' ἡμᾶς γεγονώς ἔλεγεν ἀνθρωποπρεπῶς πρὸς τὸν Θεὸν καὶ Πατέρα, Μὴ τὸ ἐμὸν, ἀλλὰ τὸ σὸν ἰσχυσάτω θέλημα, ἅτε θέλησιν· καὶ ὡς ἄνθρωπος ἔχων. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Πύῤῥον τὸν πατριάρχην Κωνσταντινουπόλεως διαλέξεως. Θεὸς φύσει καὶ ἄνθρωπος ὑπάρχων ὁ Χριστὸς, ὡς Θεὸς καὶ ἄνθρωπος ὁ αὐτὸς ἤθελεν, ἢ ὡς Χρι στὸς μόνον; Ἀλλ' εἰ μὲν προηγουμένως ὡς Θεὸς καὶ ἄνθρωπος ἤθελεν ὁ Χριστός, δηλονότι δυϊκῶς, καὶ οὐ μοναδικῶς, εἷς ἂν ὁ αὐτὸς, ἤθελεν. γὰρ οὐδὲν ἕτερόν ἐστιν ὁ Χριστὸς παρὰ τὰς αὐ τοῦ φύσεις, ἐξ ὧν, καὶ ἐν αἷς ὑπάρχει· προδήλως, ὡς καταλλήλως ταῖς ἑαυτοῦ φύσεσιν· ἤγουν, ὡς ἑκάστη πέφυκεν, εἷς ὢν καὶ ὁ αὐτὸς, ἤθελέ τε καὶ ἐνήργει· εἴπερ οὐδετέρα αὐτῶν ἀθέλητός ἐστιν, ἢ ἀνενέργητος. Εἰ δὲ καταλλήλως ταῖς ἑαυτοῦ φύσεσιν ὁ Χριστός, ἤγουν, ὡς ἑκάστη πέφυκεν, ἤθελέν τε καὶ ἐνήργει· δύο δὲ αὐτοῦ αἱ φύσεις· δύο αὐτοῦ πάντως καὶ τὰ φυσικὰ θελήματα· καὶ αἱ τούτων ἰσάριθμοι, καὶ οὐσιώδεις ἐνέργειαι. Ὥσπερ γὰρ ὁ τῶν τοῦ αὐτοῦ καὶ ἑνὸς Χριστοῦ φύσεων ἀριθμὸς, εὐσεβῶς νοού μενός τε καὶ λεγόμενος, οὐ διαιρεῖ τὸν Χριστὸν, ἀλλὰ σωζομένην κἀν τῇ ἑνώσει παρίστησι τῶν φύ σεων τὴν διαφοράν· οὕτω καὶ ὁ ἀριθμὸς τῶν οὐσιωδῶς προσόντων ταῖς αὐτοῦ φύσεσι θελημάτων καὶ ἐνεργειῶν· κατ' ἄμφω γάρ, ὡς εἴρηται, τὰς αὐτοῦ φύσεις θελητικὸς ἦν ὁ αὐτὸς καὶ ἐνεργητικὸς τῆς ἡμῶν σωτηρίας· οὐ διαίρεσιν εἰσάγει· μὴ γένοιτο· ἀλλὰ τὴν αὐτῶν δηλοῖ καὶ μόνον, κἀν τῇ ἑνώσει φυλακὴν καὶ σωτηρίαν. Ἐκ τῆς αὐτῆς διαλέξεως, ὅτι οὐχ ὡς ἔλεγεν ὁ Πύρρος, νεύματι τοῦ ἐνωθέντος λόγου ἡ σὰρξ ἐκινεῖτο. Διαιρεῖς τὸν Χριστόν, οὕτω λέγων. Νεύματι γὰρ αὐτοῦ ἐκινεῖτο καὶ Μωϋσῆς, καὶ Δαβίδ, καὶ ὅσοι τῆς θείας ἐνεργείας χωρητικοί, τῇ ἀποθέσει τῶν ἀνθρωπίνων καὶ σαρκικῶν ἰδιωμάτων γεγόνασιν. Ἡμεῖς δὲ τοῖς ἁγίοις Πατράσιν, ὡς ἐν ἅπασι, κἀν τούτῳ ἑπόμενοι, φαμέν, ὅτιπερ αὐτὸς ὁ τῶν ὅλων
col. 1139–1140page 561 of 677
PG 130:1139Θεός, ἀτρέπτως γενόμενος ἄνθρωπος, οὐ μόνον ὡς Θεὸς ὁ αὐτὸς καταλλήλως τῇ αὐτοῦ θεότητι ἤθελεν, ἀλλὰ καὶ ὡς ἄνθρωπος ὁ αὐτὸς καταλλήλως τῇ αὐτοῦ ἀνθρωπότητι. Εἰ γὰρ ἐξ οὐκ ὄντων τὰ ὄντα γενόμενα, καὶ τοῦ ὄντος, οὐ τοῦ μὴ ὄντος ἔχουσι ἀνθεκτικὴν δύναμιν· ταύτης δὲ κατὰ φύσιν ἴδιον ἡ πρὸς τὰ συν στατικὰ ἡ ὁρμὴ, καὶ πρὸς τὰ φθαρτικὰ ἀφορμή· ἄρα καὶ ὁ ὑπερούσιος Λόγος, ἀνθρωπικῶς οὐσιωθεὶς, ἔσχε καὶ τοῦ ὄντος τῆς αὐτοῦ ἀνθρωπότητος τὴν ἀν θεκτικὴν δύναμιν· ἧς τὴν ὁρμὴν καὶ ἀφορμὴν θέλων δι' ἐνεργείας ἔδειξε· τὴν μὲν ὁρμὴν ἐν τῷ τοῖς φυσι κοῖς καὶ ἀδιαβλήτοις τοσοῦτον χρήσασθαι, ὡς καὶ μὴ Θεὸν τοῖς ἀπίστοις νομίζεσθαι· τὴν δὲ ἀφορμὴν ἐν τῷ καιρῷ τοῦ πάθους, ἀκουσίως τὴν πρὸς τὸν θάνα τον συστολὴν ποιήσασθαι. Τί οὖν τῶν ἀτόπων ἡ τοῦ Θεοῦ πέπραχεν Ἐκκλησία, μετὰ τῆς ἀνθρωπίνης αὐτοῦ καὶ κτιστῆς φύσεως, καὶ τοὺς δημιουργικῶς αὐτῇ παρ' αὐτοῦ ἐντεθέντας ἐν αὐτῷ ἀνελλιπῶς ὁμολογοῦσα λόγους, ὧν καὶ ἄνευ εἶναι τὴν φύσιν ἀδύνατον; Ἐκ τῆς αὐτῆς. Εἰ τὰ συνοδικῶς καὶ μόνον εἰρημένα χρὴ ὁμολογεῖν, οὔτε τὴν μίαν τοῦ Θεοῦ Λόγου φύσιν σεσαρκωμένην, περιεκτικὴν πάσης τῆς τοῦ μυστηρίου οὖσαν εὐσεβείας, χρή σε λέγειν, συνοδικῶς οὐκ ἐκπεφωνημένην. Πλὴν ὅτι καὶ οὕτω ταῖς φύσεσι καὶ τοῖς αὐτῶν ἰδιώμασι καὶ τὰ θελήματα συνομολογεῖν βιασθήσεσθε. Εἰ γὰρ τὰ φυσικῶς προσόντα ταῖς φύσεσι τοῦ Χριστοῦ, ἰδιώματα αὐτῶν εἶναι λέγετε, φυσικῶς δὲ ἑκατέρᾳ αὐτοῦ φύσει τὸ θέλειν ἐμπέφυκεν, ἄρα μετὰ τῶν ἄλλων φυσικῶν ἰδιωμάτων, καὶ τὰ θελήματα ταῖς φύσεσι συνομολογεῖν ἀναγκασθήσεσθε. Ἄλλως τε δὲ, εἰ αἱ σύνοδοι ἐπὶ τῇ τοῦ ἑνὸς θελή ματος φωνῇ καὶ Ἀπολινάριον καὶ Ἄρειον ἀνεθεμάτισαν, ἑκατέρου αὐτῶν ταύτῃ πρὸς σύστασιν τῆς ἰδίας αἱρέσεως ἀποχρησαμένου· τοῦ μὲν, ὁμοούσιον τῷ λόγῳ διὰ τούτου τὴν σάρκα βουλομένου δεῖξαι· τοῦ δὲ, ἑτεροούσιον τὸν Υἱὸν πρὸς τὸν Πατέρα εἰσαγαγεῖν ἀγωνιζομένου, πῶς εὐσεβεῖν ἡμᾶς δυνατόν, τὰς ἐναντίας τοῖς αἱρετικοῖς φωνὰς οὐχ ὁμολογοῦντας; Ἡ δὲ πέμπτη σύνοδος, ἵνα πάντα παραλίπω, θεσπίσασα αὐτολεξεί, Πάντα τὰ τῶν ἁγίων Ἀνα νασίου, καὶ Βασιλείου, καὶ Γρηγορίων, καὶ ἄλλωντινῶν προσδιωρισμένως ἐγκρίτων [ἐκκρίτων] διδα σκάλων συντάγματα, ἐν οἷς καὶ τὰ δύο ἔγκεινται θελήματα, δέχεσθαι. Ἐκ τῆς αὐτῆς. Ἐν τοῖς ἁγίοις Εὐαγγελίοις εἴρηται περὶ τοῦ Κυρίου, ὅτι τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς εἰσελθεῖν εἰς τὴν Γαλιλαίαν· πρόδηλον δὲ, ὅτι καθ' ὃ οὐκ ἦν ἐκεῖ, ἠθέλησεν εἰσελθεῖν· οὐκ ἦν δὲ ἀνθρωπότητι· θεότητι γὰρ οὐδενὸς ἄπεστιν. Ἄρα οὖν καθ' ὃ ἄνθρωπος, καὶ οὐ καθ' ὃ Θεὸς ἠθέλησεν εἰσελθεῖν· καὶ θελητικὸς ἦν καθ' ὃ ἄνθρωπος.
col. 1141–1142page 562 of 677
PG 130:1141Καὶ ἀλλαχοῦ πάλιν· θέλω, ἵνα ὅπου εἰμὶ ἐγώ, καὶ αὐτοὶ ὦσιν. Εἰ καθ᾽ ὁ Θεὸς ὁ Χριστὸς ὑπὲρ τὸ ποῦ ἐστίν· οὐ γὰρ ἐν τόπῳ καθ᾽ ὁ Θεός· ὑπὲρ δὲ τὸ τοῦ ἀδύνατον τὴν κτιστὴν φύσιν ὑπάρχειν· ἄρα καθ' ὁ ἄνθρωπος θέλει, ἵνα ὅπου ἐστὶ καὶ αὐτοὶ ὦσι· καὶ θελητικὸς ἦν ὁ αὐτὸς καθ᾽ ὁ ἄνθρωπος. Καὶ ἀλλαχοῦ πάλιν· καὶ ἐλθὼν εἰς τόπον, εἶπε Διψώ. Καὶ ἔδωκαν αὐτῷ οἶνον μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος, οὐκ ἤθελε πιεῖν. Κατὰ ποῖον αὐτοῦ μέρος διψῆσαι αὐτὸν λέγεται; Εἰ μὲν κατὰ τὴν θεότητα, ἐμπαθής ἔσται ἡ θεότης αὐτοῦ, πόσεως παρὰ φύσιν ἐφιεμένη. Εἰ δὲ κατὰ τὴν ἀνθρωπότητα, ἄρα καθ᾿ ὃ ἐδίψησε, κατ' ἐκεῖνο καὶ τὸ ἀκατάλληλον τῇ φύσει οὐκ ἠθέλησε πιεῖν· καὶ θελητικὸς ἦν ὁ αὐτὸς καὶ καθ᾽ ὁ ἄνθρωπος. Καὶ ἀλλαχοῦ φησι· καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. Εἰ τῆς σαρκὸς φύσει ὁ περίπατος, ἀλλ' οὐ τῆς καθ' ὑπόστασιν ἡνωμένης αὐτῇ θεότητος, ἄρα καθ' ὁ ἄνθρωπος ὁ αὐτὸς ἐν τῇ Γαλιλαίᾳ περιπατῶν, οὐκ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν· καὶ θελητικὸς ὁ αὐτὸς καὶ καθ' ὁ ἄνθρωπος. Καὶ ἑτέρωθι πάλιν· Κἀκεῖθεν ἐξελθόντες, παρεπορεύοντο διά τῆς Γαλιλαίας· καὶ οὐκ ἤθελεν, ἵνα τις γνῷ. Ὡμολόγηται παρὰ πάντων ἡ πόρευσις φύσει τῆς ἀνθρωπότητος, ὡς εἴρηται, εἶναι τοῦ Κυρίου, ἀλλ' οὐ τῆς αὐτοῦ θεότητος· εἰ δὲ καθ᾽ ὁ ἄνθρωπος, ἀλλ᾽ οὐ καθ᾽ ὁ Θεὸς φύσει, προσῆν αὐτῷ ἡ πόρευσις· ἄρα καὶ καθ᾽ ὁ ἄνθρωπος παραπορευόμενος μετὰ τῶν μαθητῶν, οὐκ ἤθελεν ἵνα τις γνῷ· καὶ θελητικὸς ἦν ὁ αὐτὸς καὶ καθ' ὁ ἄνθρωπος. Καὶ ἑτέρωθι πάλιν· Κἀκεῖθεν ἀναστὰς ἀπῆλθεν εἰς τὰ ὅρια Τύρου καὶ Σιδῶνος. Καὶ εἰσελθὼν εἰς οἰκίαν, οὐδένα ἤθελε γνῶναι· καὶ οὐκ ἠδυνήθη λαθεῖν. Εἰ καθ᾽ ὁ Θεὸς ὁ Χριστὸς δύναμις ἦν αὐθυπόστατος· καθ' ὃ δὲ ἄνθρωπος, ἀσθένεια· Εἰ γὰρ καὶ ἐσταυρώθη, φησὶν ὁ θεῖος Ἀπόστολος, ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ· ἄρα καθ' ὃ ἄνθρωπος, καὶ οὐ καθ᾽ ὁ Θεὸς, εἰσελθὼν εἰς οἰκίαν, οὐκ ἤθελεν ἵνα τις γνῷ· καὶ οὐκ ἠδυνήθη λαθεῖν· καὶ θελητικὸς ἦν ὁ αὐτὸς, καὶ καθ' ὁ ἄνθρωπος. Καὶ ἀλλαχοῦ φησι· Περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς, περιπατῶν ἐπὶ τῆς θαλάσσης καὶ ἤθελε παρελθεῖν αὐτούς. Εἰ μὲν καθ᾽ ὁ Θεὸς, τοῦτό τις περὶ αὐτοῦ εἰρῆσθαι ἐκλάβῃ, πέρασι σωματικοῖς, τῷ ἄνω φημὶ, καὶ τῷ κάτω· τῷ ἔμπροσθεν καὶ τῷ ὀπίσω· τῷ δεξιὰ καὶ τῷ ἀριστερὰ διαλῆφθαι τὴν θεότητα λέγειν ἀναγκασθήσεται. Εἰ δὲ καθ᾽ ὁ ἄνθρωπος ταῦτα εἰρῆσθαι περὶ αὐτοῦ λέγει· ἄρα θελητικὸς ἦν ὁ αὐτὸς καὶ καθ᾽ ὁ ἄνθρωπος. Καὶ ἀλλαχοῦ φησι· Καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ, λέγοντες αὐτῷ· Ποῦ θέλεις, ἀπελθόντες ἑτοιμάσομέν σοι τὸ Πάσχα φαγεῖν; Εἰ ἡ βρώσις
col. 1143–1144page 563 of 677
PG 130:1143τοῦ Πάσχα τῶν ὑπὸ νόμον ἐστί· γέγονε δὲ ὁ Κύριος καθ' ὁ ἄνθρωπος, καὶ οὐ καθ᾽ ὁ Θεὸς, ὑπὸ νόμον· ἄρα καθ' ὁ ἄνθρωπος θέλων ἔφαγε τὸ Πάσχα, καὶ θελητικὸς ἦν ὁ αὐτὸς καὶ καθ᾽ ὁ ἄνθρωπος. Ἐκ τῆς αὐτῆς. Ὁ μέγας δὲ Μωύσης ἐν τῇ τοῦ ἀνθρώπου γε νέσει τὸν Θεὸν εἰσάγει λέγοντα· Ποιήσωμεν ἄν θρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν. Εἰ οὖν εἰκὼν ὁ ἄνθρωπος τῆς θείας φύ σεως· αὐτεξούσιος δὲ ἡ θεία φύσις· ἄρα καὶ ἡ εἰκών· εἴπερ τὴν πρὸς τὸ ἀρχέτυπον σώζει ὁμοίωσιν, αὐτεξούσιος φύσει τυγχάνει. Εἰ δὲ τοῦτο, γέγονε δὲ τὸ φύσει ἀρχέτυπον καὶ εἰκὼν φύσει, ἄρα κατ' ἄμφω τὰς αὐτοῦ φύσεις θελητικὸς φύσει ὑπῆρχεν ὁ αὐτός. Προαπεδείχθη γὰρ ἐκ τῶν Πατέρων, τὸ θέλημα εἶναι τὴν κατὰ φύσιν αὐτεξουσιότητα. Δεῖ δὲ εἰδέναι ὡς ἡ αὐτεξουσιότης ὁμωνύμως λέ γεται μὲν, ὥσπερ καὶ ἡ φύσις· ἄλλως δὲ ἐπὶ Θεοῦ λαμβάνεται, καὶ ἄλλως ἐπὶ ἀγγέλων, καὶ ἄλλως ἐπὶ ἀνθρώπων. Ἐπὶ μὲν Θεοῦ ὑπερουσίως· ἐπὶ δὲ ἀγ γέλων, ὡς συντρεχούσης τῇ ἕξει τῆς προχειρήσεως, καὶ παρενθήκην ὅλως χρόνου μὴ παραδεχομένης· ἐπὶ δὲ ἀνθρώπων, ὡς χρονικῶς τῆς ἕξεως ἐπινοουμένης τῆς προχειρήσεως. Εἰ γὰρ θέλων ὁ Ἀδὰμ ὑπήκουσε, καὶ θέλων ἐθεώρησε, καὶ θελήσας ἔφα γεν· ἄρα πρωτοπαθὴς ἐν ἡμῖν ἡ θέλησις. Εἰ δὲ πρωτοπαθής ἐν ἡμῖν ἡ θέλησις, ταύτην δὲ μετὰ τῆς φύ σεως κατ' αὐτοὺς οὐ προσείληφεν ὁ Λόγος ἐνανθρωπήσας· οὐκ ἄρα ἐγὼ χωρὶς ἁμαρτίας γέγονα. Εἰ δὲ ἐγὼ χωρὶς ἁμαρτίας οὐ γέγονα, οὐκ ἄρα ἐσώθην· εἴπερ τὸ ἀπρόσληπτον, ἀθεράπευτον. Ἔπειτα δὲ, εἰ ἔργον αὐτοῦ καὶ ποίημα ἡ αὐτεξούσιος τῆς φύσεως ὑπάρχει δύναμις, ταύτην δὲ ὁ Λόγος σαρκωθείς, κατ' αὐτοὺς, μετὰ τῆς φύσεως καθ' ἕνωσιν ἄῤῥητον οὐ προσείληφεν, ἢ καταγνοὺς τῆς οἰκείας δημιουργίας, ὡς οὐ καλῆς, ταύτην ἑαυ τοῦ ἀπεπέμψατο· ἢ φθονήσας ἡμῖν τῆς κατ' αὐτὴν θεραπείας, ἡμᾶς μὲν τῆς ἐντελοῦς ἀποστερῶν σωτηρίας, καὶ ἑαυτὸν ὑπὸ πάθος ὄντα δεικνύς, τῷ μὴ θέλειν, ἢ τῷ μὴ δύνασθαι τελείως σώζειν. Ταῦτα μὲν περὶ τοῦ θελητικὸν εἶναι φύσει τὸν σαρκωθέντα Θεὸν Λόγον, καὶ καθ᾽ ὁ ἄνθρωπος· περὶ δὲ τοῦ θελητικὸν φύσει εἶναι τὸν αὐτόν, καὶ καθ' ὁ Θεός, ἔνθεν εἰσόμεθα. Φησὶ γὰρ αὐτὸς ὁ Κύριος ἡμῶν καὶ Θεὸς, ἡ μόνη ἀλήθεια, περὶ ἑαυτοῦ ἐν τοῖς Εὐαγγελίοις οὕτως· Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτένουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν· ποσάκις ἠθέ λησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὥσπερ ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Νῦν ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Δῆλον γὰρ, ὅτι οὐ καθ' ὁ ἄνθρωπος τοῦτο εἴρηκεν· εἴπερ προσφάτως ἐγεγόνει ἄνθρωπος, ἀλλὰ καθ᾽ ὁ Θεὸς, δείξας τοὺς ποικίλους τῆς σοφῆς
col. 1145–1146page 564 of 677
PG 130:1145αὐτοῦ περὶ τὸν ἄνθρωπον προνοίας τρόπους· δι' ὧν θελήσας ἀπὸ τῆς τῶν ἐκτὸς πλάνης τὴν φύσιν πρὸς ἑαυτὸν ἐπισυνάξαι, αὕτη οὐκ ἠθέλησε. Καὶ πάλιν φησίν· Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νε κροὺς, καὶ ζωοποιεῖ· οὕτω καὶ ὁ Υἱός, οὓς θέλει ζωοποιεῖ. Εἰ τὸν ὡς ἐπίρρημα συγκριτικόν ἐστιν· αἱ δὲ συγκρίσεις τῶν ὁμοουσίων· οὐκ ἄρα τοῦτο δυνα τὸν κατὰ τὸ ἀνθρώπινον ἐπὶ Χριστὸν λέγεσθαι. Οὐ κοῦν ἐδίδαξεν ἡμᾶς ὁ Σωτὴρ ὅτι, ὥσπερ ὁ Πατήρ, Θεὸς ὤν, θελήματι τοὺς νεκροὺς ζωοποιεῖ, οὕτω καὶ αὐτὸς, ὁμοούσιος ὢν τῷ Πατρὶ καὶ ὁμοθελής, οὓς θέλει ζωοποιεῖ. Ταῦτα τῶν εὐαγγελιστῶν, καὶ ἀπο στόλων, καὶ προφητῶν τὰ δόγματα. Τίς οὖν ὑπὲρ ταῦτα μείζων ἀπόδειξις περὶ τοῦ φύσει θελητικὸν εἶναι τὸν αὐτὸν καὶ καθ' ὃ Θεός ἐστι, καὶ καθ' ὃ ἄνθρωπος; Ἐκ τοῦ ἴσου τῆς πρὸς Νίκανδρον τὸν ἐπίσκοπον ἐπιστολῆς. Πῶς μίαν ἁπλῶς ἐπὶ Χριστοῦ τοῦ Θεοῦ τι νές φασι τὴν ἐνέργειαν; Ἀνάγκη γὰρ ἢ τῶν αὐ τοῦ ταύτην ὑπάρχειν μερῶν, ἢ αὐτοῦ πάντως ὡς ὅλου. Ἀλλ' εἰ μὲν τῶν μερῶν, μερισθήσεται πρὸς ἄμφω δηλαδὴ τεμνομένη· τοῦτο δὲ πάσχουσα, λυ θήσεται πάντως, καὶ συνδιαλύσει τὰ κατ' αὐτὴν ἡνωμένα. Εἰ δὲ τοῦ ὅλου, τῶν ἐναντίων ἔσται δεκ τική, θνητὴ καὶ ἀθάνατος οὖσα, κτιστὴ καὶ ἄκτι στος, περιγραπτὴ καὶ ἀπερίγραφος. Καὶ εἰ τοῦτο, καθ' ἕξιν καὶ στέρησιν οὖσαν καὶ μὴ οὖσαν τὴν οἰκείαν ὁ Χριστὸς εἶχεν ἐνέργειαν· δι' ἣν, ὡς κατ' αὐτὴν προσφυῶς ἐνεργῶν, τῶν ἐναντίων κατὰ τὸ αὐτὸ δεκτικός· ἀλλ' οὐ κατ' ἄλλο καὶ ἄλλο· οὗ τί δυσσεβέστερον; Τὸ αὐτὸ δὲ καὶ περὶ θελήματος ἔστιν εἰπεῖν. Πῶς δὲ ἄρα συνεργάτιν τὴν οἰκείαν ὁ Λόγος παρελάμβανε σάρκα, κατὰ Κύριλλον τὸν σοφόν, οὐκ ἔχουσαν τὴν κατὰ φύσιν ἐνέργειαν; Τὸ γὰρ μὴ ἔχον ἐνέργειαν μήτε κίνησιν φυσικήν, νεκρὸν πάντως καὶ ἄψυχον· καὶ τίνι λόγῳ προσίετο τὸ νεκρὸν εἰς συνέργειαν; Τὸ γὰρ ἀνενέργητον, τῇ παντελεῖ ἀκινησίᾳ καταργεῖ. Πῶς δὲ ταύτην ἐδείκνυε ζωοποιεῖν δυναμένην, ὡς αὐτὸς πάλιν Κύριλλος ἐξεπαίδευσε, διὰ τῶν κατὰ φύσιν αὐτῆς κινημάτων· οἷον τῆς ἀφῆς, τῆς φωνῆς, τοῦ περιπάτου, τούτων οὐκ ὄντων αὐτῆς, ἢ ἐν αὐτῇ κατ' οὐσίαν. Εἰ γὰρ αὐτῆς κατ' οὐσίαν, φυσικὴν πάντως ἡ σὰρξ εἶχεν ἐνέργειαν· ἐνεργείας γὰρ αὐ τῆς οὐσιώδους ἐστίν, ἥ τε κίνησις τῶν χειρῶν καὶ τῶν ποδῶν, καὶ ἡ κατὰ τὴν προφορὰν φωνή. Εἰ δὲ οὐκ αὐτῆς κατὰ φύσιν ταῦτα, ζωοποιεῖν δυναμένην ταύτην ὁ Σωτὴρ οὐκ ἀπέδειξε. Τοῦ αὐτοῦ πρὸς τοὺς λέγοντας, ὅτι μίαν τοῦ Χριστοῦ χρὴ λέγειν τὴν ἐνέργειαν κατ' ἐπι κράτειαν. Πρῶτον μὲν δύο ἐνεργείας καὶ ὑμεῖς ὁμολογεῖτε, μίαν ἐπικρατοῦσαν, τὴν θείαν φημί, καὶ μίαν ἐπι
col. 1147–1148page 565 of 677
PG 130:1147ἡ κρατουμένην τὴν ἀνθρωπίνην δηλονότι, ὅπερ ἐστὶ τῶν πρὸς τι· τὰ δὲ πρὸς τι πάντως συνεισάγουσιν ἑαυτοῖς καὶ τὰ ἀντιδιαιρούμενα. Ἔπειτα δὲ, ὅτι εἰ κατ' ἐπικράτειαν λέγετε τὴν ἐνέργειαν, ὡς τῆς ἀνθρωπίνης διὰ τὸ ἐπικρατηθῆναι ἀναιρουμένης, μείωσιν αὐταῖς εἰσάγετε. Τὸ γὰρ ἐπικρατοῦν πάντως οὐ αὐτὸ τῶν πασχόντων ἐστί. Καὶ αὐτὸ γὰρ κρατεῖται ὑπὸ τοῦ ἐπικρατουμένου. Εἰ γὰρ καὶ κρατοῦσαν, ὅμως δὲ κρατεῖται πάντως· ὥσπερ χρυσὸς ἐπικρατῶν μὲν τοῦ καταμιγνυμένου αὐτῷ ἀργύρου, καὶ χαλκοῦ, κρατούμενος δὲ καὶ αὐτός, εἰ καὶ ἧττον. Δῆλον δὲ, ὅτι κατὰ τὴν ποσότητα τὴν προσμιγεῖσαν. Τοῦ αὐτοῦ πρὸς τοὺς λέγοντας, ὥσπερ ὀργάνου καὶ κινοῦντος μία ἐνέργεια, οὕτω καὶ Θεότητος καὶ ἀνθρωπότητος μία ἐνέργεια. Εἰ μὲν φυσικὸν τὸ ὄργανόν φατε, σύγχρονος ἔσοται καθ' ὑμᾶς ὁ Λόγος τῇ σαρκί, ἢ ἡ σὰρξ τῷ Λόγῳ συναΐδιος· πᾶν γὰρ τὸ κεχρημένον φυσικῷ ὀργάνῳ σύγχρονον τοῦτο ἔχει, ὥσπερ τὸ σῶμα ἡ ψυχή· καὶ ὥρα ὑμᾶς καὶ κτίσμα τὴν θείαν φύσιν λέγειν, ἢ τὸ σῶμα ἄκτιστον· εἰ δὲ τεχνικὸν τὸ ὄργανον λέγετε, ἄψυχον τοῦτο εἰσάγετε, καὶ ἰδίᾳ ἑστηκός, καὶ μεμερισμένον, καὶ οὐκ ἀεὶ κινούμενον, ἀλλ' ὅτε τῷ ἐργαζομένῳ δόξει τοῦτο μετὰ χεῖρας λαβεῖν, καὶ ἐργάσασθαι· καὶ λοιπὸν ἢ Νεστορίου τοῦ παράφρονος σύμφρονες δειχθήσεσθε διαιροῦντος, καὶ διίστῶντος τὰς εἰς μίαν ὑπόστασιν, ἢ καὶ ἓν πρόσωπον Χριστοῦ τοῦ Θεοῦ δύο φύσεις, ἢ Ἀπολλιναρίου τοῦ ἀσεβοῦς φοιτηταί, ἄψυχον καὶ ἄνουν τὸ σῶμα τοῦ Χριστοῦ λέγοντος. Ἔτι κατὰ Μονοθελητῶν τοῦ Δαμασκηνοῦ. Κεφάλαιον οζ'. Τέλειον δὲ Θεὸν ὁμολογοῦντες τὸν αὐτὸν Κύριονἡμῶν Ἰησοῦν Χριστόν, καὶ τέλειον ἄνθρωπον, φαμὲν τὸν αὐτὸν πάντα ἔχειν ὅσα ὁ Πατήρ, πλὴν τῆς ἀγεννησίας· καὶ πάντα ἔχειν ὅσα ὁ Ἀδὰμ ὁ πρῶτος, δίχα μόνης τῆς ἁμαρτίας· ἅτινά ἐστι σῶμα καὶ ψυχὴ λογική τε καὶ νοερά· ἔχειν δὲ αὐτὸν καταλλήλως ταῖς δύο φύσεσι, διπλᾶ τὰ τῶν δύο φύσεων φυσικά· δύο θελήσεις φυσικάς, τήν τε θείαν καὶ τὴν ἀνθρωπίνην, καὶ ἐνεργείας δύο φυσικάς, θείαν τε καὶ ἀνθρωπίνην, καὶ αὐτεξούσια δύο φυσικά, θεῖόν τε καὶ ἀνθρώπινον, καὶ σοφίαν τε καὶ γνῶσιν, θείαν τε καὶ ἀνθρωπίνην. Ὁμοούσιος γὰρ ὢν τῷ Θεῷ καὶ Πατρί, αὐτεξουσίως θέλει καὶ ἐνεργεῖ ὡς Θεός. Ὁμοούσιος δὲ ὢν καὶ ἡμῖν, αὐτεξουσίως θέλει καὶ ἐνεργεῖ ὡς ἄνθρωπος ὁ αὐτός. Αὐτοῦ γὰρ τὰ θαύματα, αὐτοῦ καὶ τὰ παθήματα. Τοῦ αὐτοῦ. Κεφάλαιον ογ'. Ἐπειδὴ μὲν οὖν δύο φύσεις τοῦ Χριστοῦ, δύο αὐτοῦ καὶ τὰ φυσικὰ θελήματα, καὶ τὰς φυσικὰς ἐνεργείας φαμέν. Ἐπειδὴ δὲ μία τῶν δύο φύσεων αὐτοῦ ἡ ὑπόστασις, ἵνα καὶ τὸν αὐτόν φαμεν θέλοντά τε καὶ ἐνεργοῦντα φυσικῶς κατ' ἄμφω τὰς φύσεις, ἐξ ὧν, καὶ ἐν αἷς, καὶ ἅπερ ἐστὶ Χριστὸς ὁ Θεὸς ἡμῶν· θέλειν δὲ καὶ ἐνεργεῖν, οὐ διῃρημένως, ἀλλ' ἡνωμέν-
col. 1149–1150page 566 of 677
PG 130:1149νως· θέλει γὰρ καὶ ἐνεργεῖ ἐν ἑκατέρᾳ μορφῇ μετὰ τῆς θατέρου κοινωνίας. Ὧν γὰρ ἡ οὐσία ἡ αὐτὴ, τούτων καὶ ἡ θέλησις καὶ ἡ ἐνέργεια ἡ αὐτή· ὧν δὲ διάφορος ἡ οὐσία, τούτων διάφορος καὶ ἡ θέλησις καὶ ἡ ἐνέργεια· καὶ τὸ ἀνάπαλιν, ὧν ἡ θέλησις καὶ ἡ ἐνέργεια ἡ αὐτή, τούτων καὶ ἡ οὐσία ἡ αὐτή· ὧν δὲ διάφορος ἡ θέλησις καὶ ἡ ἐνέργεια, τούτων καὶ ἡ οὐσία διάφορος. Διὰ δὴ ἐπὶ μὲν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ἐκ τῆς ταυτότητος τῆς τε ἐνεργείας καὶ τοῦ θελήματος, τὴν ταυτότητα τῆς φύσεως ἐπιγινώσκομεν. Ἐπὶ δὲ τῆς θείας οἰκονομίας, ἐκ τῆς διαφορᾶς τῶν ἐνεργειῶν, καὶ τῶν θελημάτων, καὶ τὴν τῶν φύσεων διαφορὰν ἐπιγινώσκομεν, καὶ τὴν τῶν φύσεων διαφορὰν εἰδότες συνομολογούμεν, καὶ τὸ τῶν θελημάτων καὶ ἐνεργειῶν διάφορον. Ὥσπερ γὰρ τῶν τοῦ αὐτοῦ καὶ ἑνὸς Χριστοῦ φύσεων ὁ ἀριθμὸς, εὐσεβῶς νοούμενός τε καὶ λεγόμενος, οὐ διαιρεῖ τὸν ἕνα Χριστὸν, ἀλλὰ σωζομένην, καὶ ἐν τῇ ἑνώσει παρίστησι τῶν φύσεων τὴν διαφοράν, οὕτω καὶ ὁ ἀριθμὸς τῶν οὐσιωδῶς προσόντων ταῖς αὐτοῦ φύσεσι θελημάτων καὶ ἐνεργειῶν· κατ' ἄμφω γὰρ τὰς φύσεις θελητικὸς ἦν, καὶ ἐνεργητικὸς τῆς ἡμῶν σωτηρίας· οὐ διαίρεσιν εἰσάγει· μὴ γένοιτο· ἀλλὰ τὴν αὐτῶν δηλοῖ, καὶ μόνον, κἀν τῇ ἑνώσει, φυλακὴν καὶ σωτηρίαν. Φυσικὰ γὰρ, καὶ οὐχ ὑποστατικά φαμεν τὰ θελήματα καὶ τὰς ἐνεργείας. Λέγω δὲ αὐτὴν τὴν θελητικὴν καὶ ἐνεργητικὴν δύναμιν, καθ' ἣν θέλει καὶ ἐνεργεῖ τά τε θέλοντα καὶ ἐνεργοῦντα. Εἰ γὰρ ὑποστατικὰ δῶμεν αὐτὰ, ἑτεροθελεῖς καὶ ἑτεροενεργεῖς τὰς τρεῖς ὑποστάσεις τῆς ἁγίας Τριάδος εἰπεῖν ἀναγκασθησόμεθα. Μιᾶς γὰρ ὑποστάσεως χαρακτηριστικὸν τὸ ὑποστατικόν τε καὶ γνωμικόν. Ἱστέον γὰρ ὡς οὐ ταὐτόν ἐστι, θέλειν, καὶ πῶς θέλειν. τὸ μὲν γὰρ θέλειν, φύσεως, ὥσπερ καὶ τὸ ὁρᾶν· πᾶσι γὰρ ἀνθρώποις πρόσεστι· τὸ δὲ πῶς θέλειν, οὐ φύσεως, ἀλλὰ τῆς ἡμετέρας γνώμης, ὥσπερ καὶ τὸ πῶς ἡμῖν, καλῶς ἢ κακῶς. Οὐ γὰρ πάντεςἄνθρωποι ὁμοίως θέλουσιν, οὐδ' ὁμοίως ὁρῶσι. Τοῦτο δὲ καὶ ἐπὶ τῶν ἐνεργειῶν δώσομεν. Τὸ γὰρ πῶς θέλειν, πῶς ὁρᾶν, ἢ πῶς ἐνεργεῖν, τρόπος ἐστὶ τῆς τοῦ θέλειν, καὶ ὁρᾶν, καὶ ἐνεργεῖν χρήσεως, μόνῳ τῷ κεχρημένῳ προσὸν, καὶ τῶν ἄλλων αὐτὸν κατὰ τὴν κοινῶς λεγομένην διαφορὰν χωρίζων. Ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ κατ' εἰκόνα τῆς μακαρίας καὶ ὑπερουσίου θελητητος ὁ ἄνθρωπος γεγένηται· αὐτεξούσιος δὲ φύσει καὶ θελητικὴ ἡ θεία φύσις, ἄρα καὶ ὁ ἄνθρωπος, ὡς αὐτῆς εἰκὼν, αὐτεξούσιος φύσει καὶ θελητικός. Τὸ γὰρ αὐτεξούσιον, θέλησιν ὡρίσαντο οἱ Πατέρες. Ἔτι δὲ εἰ πᾶσιν ἀνθρώποις ἐνυπάρχει τὸ θέλειν, καὶ οὐ τοῖς μὲν ἐνυπάρχει, τοῖς δὲ οὐκ ἐνυπάρχει· τὸ δὲ κοινῶς πᾶσιν ἀνθεωρούμενον, φύσιν χαρακτη-
col. 1151–1152page 567 of 677
PG 130:1151ρίζει ἐν τοῖς ὑπ' αὐτὴν ἀτόμοις· ἄρα φύσει θελητικὸς ὁ ἄνθρωπος. Καὶ αὖθις· εἰ τὸ μᾶλλον καὶ ἧττον ἡ φύσις οὐκ ἐπιδέχεται, ἐπίσης δὲ πᾶσιν ἐνυπάρχει τὸ θέλειν, καὶ οὐ τοῖς μὲν πλέον, τοῖς δὲ ἔλαττον· ἄρα φύσει θελητικὸς ὁ ἄνθρωπος· ὥστε εἰ φύσει θελητικὸς ὁ ἄνθρωπος, καὶ ὁ Κύριος, οὐ μόνον καθὸ Θεὸς, ἀλλὰ καὶ καθὸ ἄνθρωπος γέγονε, φύσει θελητικός ἐστιν. Ἐκ τοῦ αὐτοῦ κεφαλαίου. Ὁ τῶν ὅλων γὰρ Θεὸς καὶ Πατήρ, ἢ καθὸ Πατὴρ θέλει, ἢ καθὸ Θεός. Ἀλλ' εἰ μὲν καθὸ Πατὴρ ἄλλο αὐτοῦ ἔσται τὸ θέλημα παρὰ τὸ τοῦ Υἱοῦ. Οὐ γὰρ Πατὴρ ὁ Υἱός. Εἰ δὲ καθὸ Θεός, Θεὸς δὲ ὁ Υἱός, Θεὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον· ἄρα τὸ θέλημα φύσεως, ἤγουν φυσικόν. Ἔτι, εἰ κατὰ τοὺς Πατέρας, ὧν τὸ θέλημα ἕν, τούτων καὶ ἡ οὐσία μία, ἂν καὶ θέλημα τῆς θεότητος τοῦ Χριστοῦ, καὶ τῆς ἀνθρωπότητος αὐτοῦ· ἄρα μία καὶ ἡ αὐτὴ τούτων ἔσται καὶ ἡ οὐσία. Καὶ πάλιν· εἰ, κατὰ τοὺς Πατέρας, ἡ τῆς φύσεως διαφορὰ τῷ ἑνὶ θελήματι οὐ διαφαίνεται, ἀνάγκη, ἢ ἓν θέλημα λέγοντας φυσικὴν ἐν Χριστῷ μὴ λέγειν διαφορὰν, ἢ φυσικὴν λέγοντας διαφοράν, ἓν θέλημα μὴ λέγειν. Καὶ αὖθις· εἰ καθώς φήσι τὸ θεῖον Εὐαγγέλιον, ἐλθὼν ὁ Κύριος εἰς τὰ μέρη Τύρου καὶ Σιδώνος, καὶ εἰσελθὼν εἰς οἶκον, οὐδένα ἠθέλησε γνώναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν· εἰ τὸ θεῖον αὐτοῦ θέλημα παντοδύναμον, θελήσας δὲ λαθεῖν οὐ δεδύνηται· ἄρα καὶ ἄνθρωπος θελήσας οὐκ ἠδυνήθη, καὶ θελητικὸς ἦν καὶ καθὸ ἄνθρωπος. Καὶ πάλιν· Ἐλθὼν, φησὶν, εἰς τὸν τόπον, εἶπε· Διψῶ. Καὶ ἔδωκαν αὐτῷ οἶνον μετὰ χολῆς μεμιγμένον, καὶ γευσάμενος οὐκ ἤθελε πιεῖν. Εἰ μὲν οὖν καθὸ Θεὸς ἐδίψησε, καὶ γευσάμενος οὐκ ἤθελε πιεῖν, ἐμπαθὴς ἄρα καὶ καθὸ Θεός· πάθος γὰρ, ἥ τε δίψα, καὶ ἡ γεῦσις. Εἰ δὲ οὐ καθὸ Θεὸς, πάντως καθὸ ἄνθρωπος ἐδίψησε, καὶ θελητικὸς ἦν καὶ καθὸ ἄνθρωπος. Γνώμην δὲ καὶ προαίρεσιν ἐπὶ τοῦ Κυρίου λέγειν ἀδύνατον, εἴπερ κυριολεκτεῖν βουλοίμεθα. Ἡ γνώμη γὰρ μετὰ τὴν περὶ τοῦ ἀγνοουμένου ζήτησιν καὶ βούλευσιν, ἤτοι βουλὴν καὶ κρίσιν, πρὸς τὸ κριθέν ἐστι διάθεσις. Μεθ' ἣν ἡ προαίρεσις, ἐκλεγομένη, καὶ αἱρουμένη πρὸ τοῦ ἑτέρου τὸ ἕτερον. Ὁ δὲ Κύριος οὐ ψιλὸς ὢν ἄνθρωπος, ἀλλὰ καὶ Θεὸς, καὶ πάντα εἰδὼς, ἀνενδεὴς σκέψεως, καὶ ζητήσεως, καὶ βουλῆς ὑπῆρχε, καὶ κρίσεως, καὶ φυσικῶς τήν τε πρὸς τὸ καλὸν εἶχεν οἰκείωσιν, καὶ τὴν πρὸς τὸ πονηρὸν ἀλλοτρίωσιν. Οὕτω γὰρ καὶ Ἡσαΐας ὁ προφήτης φησίν, ὅτι Πρὶν ἢ γνῶναι τὸ παιδίον προελέσθαι πονηρὰ, ἐκλέξεται τὸ ἀγαθόν· διότι πρὶν γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονη
col. 1153–1154page 568 of 677
PG 130:1153τηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν· Τὸ γὰρ, πρὶν, δηλοῖ ὅτι οὗ καθ' ἡμᾶς ζητήσας καὶ βουλευσάμενος, ἀλλὰ Θεὸς ὤν, καὶ θεϊκῶς κατὰ σάρκα ὑποστάς, τουτέστι καθ᾽ ὑπόστασιν ἡνωμένος τῇ σαρκί, αὐτῷ τῷ εἶναι, καὶ πάντα εἰδέναι, τὸ ἐκ φύσεως εἶχεν ἀγαθόν. Τοῦ αὐτοῦ ἐκ τοῦ οθ' κεφαλαίου. Ὥσπερ ἐπὶ τῆς πεπυρακτωμένης μαχαίρας αἱ φύσεις σώζονται τοῦ πυρὸς, καὶ τοῦ σιδήρου, καὶ αἱ δύο ἐνέργειαι, καὶ τὰ τούτων ἀποτελέσματα· ἔχει μὲν γὰρ ὁ σίδηρος τὸ τμητικόν, τὸ δὲ πῦρ τὸ καυστικόν· καὶ ἡ τομὴ μὲν τῆς τοῦ σιδήρου ἐνέργειας ἐστὶν ἀποτέλεσμα, ἡ δὲ καῦσις τῆς τοῦ πυρὸς, καὶ σώζεται τὸ τούτων διάφορον ἐν τῇ κεκαυμένῃ τομῇ, καὶ ἐν τῇ τετμημένῃ καύσει· οὕτω καὶ ἐπὶ τοῦ Χριστοῦ, τῆς μὲν θεότητος αὐτοῦ ἡ θεία καὶ παντοδύναμος ἐνέργεια, τῆς δὲ ἀνθρωπότητος αὐτοῦ ἡ καθ᾽ ἡμᾶς. Ἀποτέλεσμα δὲ τῆς μὲν ἀνθρωπίνης τὸ κρατηθῆναι τὴν χεῖρα τοῦ παιδὸς, καὶ ἑλκυσθῆναι, τῆς δὲ θείας ἡ ζωοποίησις. Ἄλλο γὰρ τοῦτο, κἀκεῖνο ἕτερον, εἰ καὶ ἀλλήλων ἀχώριστοι ὑπάρχουσιν ἐν τῇ θεανδρικῇ ἐνεργείᾳ. Εἰ μίαν ἐνέργειαν ἐπὶ τοῦ Κυρίου εἴποιμεν, ἢ θείαν ταύτην λέξομεν, ἢ ἀνθρωπίνην, ἢ οὐ δετέραν. Ἀλλ' εἰ μὲν θείαν, αὐτὸν μόνον γυμνὸν τῆς καθ' ἡμᾶς ἀνθρωπότητος λέξομεν· εἰ δὲ ἀνθρωπίνην, ψιλὸν αὐτὸν βλασφημήσαμεν ἄνθρωπον· εἰ δὲ οὐ θείαν, οὐδὲ ἀνθρωπίνην, οὐδὲ Θεόν, οὐδὲ ἄνθρωπον, οὐδὲ τῷ Πατρὶ οὐδὲ ἡμῖν ὁμοούσιον. Ἐκ γὰρ τῆς ἑνώσεως ἡ καθ᾽ ὑπόστασιν ταυτότης γέγονεν, οὐ μὴν δὲ ἡ διαφορὰ τῶν φύσεων ἀνῄρηται· τῆς δὲ διαφορᾶς σωζομένης τῶν φύσεων, σωθήσονται δηλαδὴ καὶ αἱ τούτων ἐνέργειαι· οὐ γὰρ φύσις ἀνενέργητος. Τοῦ αὐτοῦ ἐκ τοῦ τα' κεφαλαίου. Ἡ τοῦ Κυρίου σάρξ τῆς θείας ἐνεργείας ἐπλούττησε διὰ τὴν πρὸς τὸν Λόγον ἀκραιφνεστάτην ἕνωσιν, ἤτοι τὴν καθ' ὑπόστασιν, οὐδαμῶς τῶν κατὰ φύσιν ἰδίων ὑποστᾶσα ἔκπτωσιν. Οὐ γὰρ κατ' οἰκείαν ἐνέργειαν, ἀλλὰ διὰ τὸν ἡνωμένον αὐτῇ Λόγον τὰ θεῖα ἐνήργει, τοῦ Λόγου δι' αὐτῆς τὴν οἰκείαν ἐναδεικνυμένου ἐνέργειαν. Καὶ εἰ μὲν γὰρ ὁ πεπυρακτωμένος σίδηρος, οὐ φυσικῷ δὲ λόγῳ τὴν καυστικὴν κεκτημένος ἐνέργειαν, ἀλλ' ἐκ τῆς πρὸς τὸ πῦρ ἐνώσεως τοῦτο κτησάμενος· ἡ αὐτὴ τοιγαροῦν θνητή τε ἦν δι' ἑαυτὴν, καὶ ζωοποιὸς διὰ τὴν πρὸς τὸν Λόγον καθ' ὑπόστασιν ἕνωσιν. Ὁμοίως τὴν τοῦ θελήματος θέωσιν, οὐχ ὡς μεταβληθείσης τῆς φυσικῆς κινήσεως λέγομεν, ἀλλ' ὡς ἡνωμένου τῷ θείῳ, καὶ παντοδυνάμῳ αὐτοῦ θελήματι, καὶ γεγονότος Θεοῦ ἐνανθρωπήσαντος θέλημα, ὅθεν θέλων μὲν λαθεῖν οὐκ ἠδυνήθη, δι' αὐτὸ εὐδοκήσαντος τοῦ Θεοῦ Λόγου δειχθῆναι ἐν αὐτῷ ἀληθῶς ὑπάρχον τὸ ἀσθενὲς τοῦ ἀνθρωπίνου θελήματος. Θέλων δὲ τὴν τοῦ λεπροῦ ἐνήργησε κάθαρσιν, διὰ τὴν πρὸς τὸ θεῖον θέλημα ἕνωσιν. Ἱστέον δὲ, ὡς ἡ θέωσις τῆς τε φύσεως, καὶ τοῦ θελήματος, ἐμφαντικώτατον, καὶ δεικτικώτατόν ἐστι τῶν τε δύο φύσεων, καὶ τῶν
col. 1155–1156page 569 of 677
PG 130:1155δύο θελημάτων. Ὥσπερ γὰρ ἡ πύρωσις οὐ μεταβάλλει τὴν τοῦ πυρωθέντος φύσιν εἰς τὴν τοῦ πυρὸς, ἀλλὰ δηλοῖ τό τε πυρωθὲν καὶ τὸ πυρῶσαν, καὶ οὐχ ἑνὸς, ἀλλὰ δυοῖν ἐστι δηλωτικόν, οὕτω καὶ ἡ θέωσις οὐ μίαν φύσιν ἀποτελεῖ σύνθετον, ἀλλὰ τὰς δύο δηλοῖ, καὶ τὴν καθ᾿ ὑπόστασιν ἔνωσιν. Φησὶ γοῦν ὁ θεολόγος Γρηγόριος, ὧν τὸ μὲν ἐθέωσε, τὸ δὲ ἐθεώθη. Ἂν γὰρ εἰπὼν καὶ τὸ μὲν, καὶ τὸ δὲ, δύο ἔδειξεν. Τοῦ αὐτοῦ ἐκ τοῦ πβ΄ Κεφαλαίου. Εἶχε μὲν οὖν φυσικῶς, καὶ ὡς Θεὸς, καὶ ὡς ἄνθρωπος, τὸ θέλειν· εἵπετο δὲ καὶ ὑπετάσσετο τῷ αὐτοῦ θελήματι τὸ ἀνθρώπινον, μὴ κινούμενον γνώμῃ ἰδίᾳ, ἀλλὰ ταῦτα θέλων, ἃ τὸ θεῖον αὐτοῦ ἤθελε θέλημα. Παραχωρούσης γὰρ τῆς θείας θελήσεως, ἔπασχε τὰ ἴδια φυσικῶς. Ὅτε μὲν γὰρ παρῃτεῖτο τὸν θάνατον, φυσικῶς τῆς θείας αὐτοῦ θελησάσης θελήσεως καὶ παραχωρησάσης, παρῃτήσατο τὸν θάνατον, ἠγωνίασέ τε καὶ ἐδειλίασε· καὶ ὅτε ἤθελεν ἡ θεία αὐτοῦ θέλησις αἱρεῖσθαι τὴν ἀνθρωπίνην αὐτοῦ θέλησιν τὸν θάνατον, ἑκούσιον αὐτῇ τὸ πάθος ἐγένετο· οὐ γὰρ καθὸ Θεὸς μόνον ἑκουσίως ἑαυτὸν παρέδωκεν εἰς θάνατον, ἀλλὰ καὶ καθὸ ἄνθρωπος. Ὅθεν κατὰ θανάτου τόλμαν καὶ ἡμῖν ἐχαρίσατο, οὕτω γοῦν πρὸ τοῦ σωτηρίου πάθους φησί· Πάτερ, εἰ δυνατὸν παρελθέτω ἀπ᾿ ἐμοῦ τὸ ποτήριον τοῦτο· δηλονότι ὡς ἄνθρωπος τὸ ποτήριον πίνειν ἔμελλεν· οὐ γὰρ ὡς Θεός. Ὡς ἄνθρωπος τοίνυν θέλει τὸ ποτήριον παρελθεῖν· ταῦτα τῆς φυσικῆς δειλίας τὰ ῥήματα· Πλὴν μὴ τὸ ἐμὸν γενέσθω θέλημα, ἤτοι καθ᾿ ὃ σοῦ ἑτεροούσιός εἰμι, ἀλλὰ τὸ σόν, ἤτοι τὸ ἐμὸν καὶ σόν, καθ᾿ ὃ σοὶ πέφυκα ὁμοούσιος· ταῦτα τῆς εὐτολμίας πάλιν ῥήματα· πρότερον γὰρ τῆς φυσικῆς ἀσθενείας καταραθεῖσα, κατ᾿ αἴσθησιν τὴν ἐπὶ τῷ χωρισμῷ καὶ τοῦ σώματος καὶ φυσικὴν συμπάθειαν παθοῦσα ἡ τοῦ Κυρίου ψυχή, ὡς ἀληθῶς ἀνθρώπου γενομένου κατ᾿ εὐδοκίαν αὐτοῦ· αὖθις τῷ θείῳ νευρωθεῖσα θελήματι, τοῦ θανάτου καταθαρρύνεται. Ἐπειδὴ γὰρ ὁ αὐτὸς ὅλος ἦν Θεὸς μετὰ τῆς ἀνθρωπότητος αὐτοῦ, καὶ ὅλος ἄνθρωπος μετὰ τῆς αὐτοῦ θεότητος, αὐτὸς ὡς ἄνθρωπος ἐν ἑαυτῷ καὶ δι᾿ ἑαυτοῦ ὑπέταξε τὸ ἀνθρώπινον τῷ Θεῷ καὶ Πατρί, τύπον ἡμῖν ἑαυτὸν ἄριστον καὶ ὑπόγραμμον διδούς, καὶ ὑπήκοος τῷ Πατρὶ γέγονεν. Αὐτεξουσίως δὲ ἤθελε τῷ θείῳ καὶ ἀνθρωπίνῳ θελήματι. Πάσῃ γὰρ λογικῇ φύσει πάντως ἐμπέφυκε τὸ αὐτεξούσιον θέλημα. Εἰς τί γὰρ ἕξει τὸ λογικόν, μὴ αὐτεξουσίως λογιζομένη; τὴν μὲν γὰρ φυσικὴν ὄρεξιν καὶ τοῖς ἀλόγοις ζώοις ὁ Δημιουργὸς ἐνέσπειρε πρὸς σύστασιν τῆς οἰκείας φύσεως ἠναγκασμένως αὐτὰ ἄγουσαν. Λόγου γὰρ ἀμοιροῦντα οὐ δύναται ἄγειν, ἀλλ᾿ ἄγεται ὑπὸ τῆς φυσικῆς ὀρέξεως. Ὅθεν ἅμα ἡ ὄρεξις γένηται, εὐθέως καὶ ἡ πρὸς τὴν πρᾶξιν ὁρμή· οὐ γὰρ λόγῳ, ἢ βουλῇ, ἢ σκέψει, ἢ κρίσει κέχρηται. Ὅθεν οὔτε ὡς ἀρετὴν μετιόντα ἐπαινεῖται, καὶ μακαρίζεται, οὔτε ὡς κακίαν πράττοντα κολάζεται. Ἡ δὲ λογικὴ φύσις ἔχει μὲν τὴν φυσικὴν ὄρεξιν,
col. 1157–1158page 570 of 677
PG 130:1157ξιν κινουμένην, ὑπὸ δὲ τοῦ Λόγου ἀγομένην τε καὶ ῥυθμιζομένην ἐπὶ τῶν φυλασσόντων τὸ κατὰ φύσιν· τοῦ γὰρ Λόγου προτέρημα τοῦτό ἐστιν, ἡ αὐτεξούσιος θέλησις, ἥντινα φυσικὴν ἐν τῷ λογικῷ φαμεν κίνησιν· διὸ καὶ ὡς ἀρετὴν μετιοῦσα ἐπαινεῖται καὶ μακαρίζεται, καὶ ὡς κακίαν μετιοῦσα κολάζεται. Ὥστε ἤθελε μὲν αὐτεξουσίως κινουμένη ἡ τοῦ Κυρίου ψυχή, ἀλλ' ἐκεῖνα αὐτεξουσίως ἤθελεν, ἃ ἡ θεία αὐτοῦ θέλησις ἤθελε θέλειν αὐτήν. Οὐ γὰρ νεύματι τοῦ Λόγου ἡ σὰρξ ἐκινεῖτο· καὶ Μωϋσῆς γὰρ καὶ πάντες οἱ ἅγιοι νεύματι θείῳ ἐκινοῦντο· ἀλλ' ὁ αὐτὸς εἷς ὢν Θεός τε καὶ ἄνθρωπος, κατά τε τὴν θείαν καὶ τὴν ἀνθρωπίνην ἤθελε θέλησιν· διὸ οὐ γνώμῃ, φυσικῇ δὲ μᾶλλον δυνάμει, αἱ δύο τοῦ Κυρίου θελήσεις διέφερον ἀλλήλων. Ἡ μὲν γὰρ θεία αὐτοῦ θέλησις ἀναρχός τε καὶ παντουργὸς ἦν, ἑπομένην ἔχουσα τὴν δύναμιν, καὶ ἀπαθής· ἡ δὲ ἀνθρωπίνη αὐτοῦ θέλησις ἀπὸ χρόνου ἤρξατο, καὶ αὐτὴ τὰ φυσικὰ καὶ ἀδιάβλητα πάθη ὑπέμεινε, καὶ φυσικῶς μὲν οὐ παντοδύναμος ἦν, ὡς δὲ τοῦ Θεοῦ Λόγου ἀληθῶς καὶ κατὰ φύσιν γενομένη, καὶ παντοδύναμος. Τοῦ αὐτοῦ Κεφάλαιον πγ΄. Ὁ μακάριος Διονύσιος καινήν τινα θεανδρικὴν ἐνέργειαν φήσας τὸν Χριστὸν ἡμῖν πεπολιτευμένον, οὐκ ἀναιρῶν τὰς φυσικὰς ἐνεργείας, μίαν ἐνέργειαν ἔκ τε τῆς ἀνθρωπίνης καὶ θείας γεγενημένην φησίν· οὕτω γὰρ ἂν καὶ μίαν φύσιν εἴποιμεν καινήν, ἐκ θείας τε καὶ ἀνθρωπίνης γεγενημένην· ὧν γὰρ ἐνέργεια μία, τούτων καὶ ἡ οὐσία μία, κατὰ τοὺς ἁγίους Πατέρας· ἀλλὰ θέλων δεῖξαι τὸν καινὸν καὶ ἀπόρρητον τρόπον τῆς τῶν φυσικῶν τοῦ Χριστοῦ ἐνεργειῶν ἐκφάνσεως, τῷ ἀπορρήτῳ τρόπῳ τῆς εἰς ἄλληλα τῶν τοῦ Χριστοῦ φύσεων περιχωρήσεως προσφόρως, καὶ τὴν κατὰ ἄνθρωπον αὐτοῦ πολιτείαν ξένην καὶ παράδοξον, καὶ τῇ φύσει τῶν ὄντων ἄγνωστον, τόν τε τρόπον τῆς κατὰ τὴν ἀπόρρητον ἔνωσιν ἀντιδόσεως· οὐ γὰρ διῃρημένας φαμὲν τὰς ἐνεργείας, οὐδὲ διῃρημένως ἐνεργούσας τὰς φύσεις, ἀλλ᾽ ἡνωμένως ἑκάστην μετὰ τῆς θατέρου κοινωνίας ἐνεργοῦσαν τοῦθ᾽ ὅπερ ἴδιον ἔσχηκεν. Οὔτε γὰρ τὰ ἀνθρώπινα ἀνθρωπίνως ἐνήργησεν· οὐ γὰρ ψιλὸς ἦν ἄνθρωπος· οὔτε τὰ θεῖα κατὰ Θεὸν μόνον· οὐ γὰρ ἦν γυμνὸς Θεός, ἀλλὰ Θεὸς ὁμοῦ ὑπάρχων καὶ ἄνθρωπος. Ὥσπερ γὰρ τῶν φύσεων, καὶ τὴν ἕνωσιν, καὶ τὴν φυσικὴν διαφορὰν ἐπιστάμεθα, οὕτω καὶ τῶν φυσικῶν θελημάτων τε καὶ ἐνεργειῶν. Ἰστέον τοιγαροῦν, ὡς ἐπὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ποτὲ μὲν ὡς ἐπὶ δύο φύσεων τὸν λόγον ποιούμεθα, ποτὲ δὲ ὡς ἐφ' ἑνὸς προσώπου, καὶ τοῦτο δὲ κἀκεῖνο εἰς μίαν ἀναφέρεται ἔννοιαν· αἱ γὰρ δύο φύσεις εἷς ἐστι Χριστός, καὶ ὁ εἷς Χριστὸς
col. 1159–1160page 571 of 677
PG 130:1159Χριστός καθ᾽ ἑκατέραν τῶν αὐτοῦ φύσεων, καὶ ἐνεργεῖ ἑκατέρα φύσις ἐν τῷ Χριστῷ μετὰ τῆς θατέρου κοινωνίας. Κοινωνεῖ τοίνυν ἡ μὲν θεία φύσις τῇ σαρκὶ ἐνεργούσῃ διὰ τὸ εὐδοκίᾳ τῆς θείας θελήσεως παραχωρεῖσθαι πάσχειν καὶ πράττειν τὰ ἴδια καὶ διὰ τὸ τὴν ἐνέργειαν τῆς σαρκὸς πάντως εἶναι σωτήριον· ὅπερ οὐ τῆς ἀνθρωπίνης ἐνεργείας ἐστὶν, ἀλλὰ τῆς θείας. Ἡ δὲ σὰρξ τῇ θεότητι τοῦ Λόγου ἐνεργούσῃ, διά τε τὸ ὡς δι᾽ ὀργάνου τοῦ σώματος τὰς θείας ἐκτελεῖσθαι ἐνεργείας, καὶ διὰ τὸ ἕνα εἶναι τὸν ἐνεργοῦντα θεϊκῶς τε ἅμα, καὶ ἀνθρωπίνως· δύο φύσεις ἐστί· ταὐτὸν οὖν ἔστιν εἰπεῖν· ἐνεργεῖ ὁ Χριστός καθ᾽ ἑκατέραν τῶν αὐτοῦ φύσεων. Εἰδέναι δὲ χρὴ ὡς ὁ ἅγιος αὐτοῦ νοῦς καὶ τὰς φυσικὰς αὐτοῦ ἐνεργεῖ ἐνεργείας, νοῶν τε καὶ γινώσκων ὅτι ἔστι Θεοῦ νοῦς, καὶ ὅτι ὑπὸ πάσης προσκυνεῖται τῆς κτίσεως, καὶ μεμνημένος τῶν ἐπὶ τῆς γῆς αὐτοῦ διατριβῶν τε καὶ παθῶν, κοινωνεῖ δὲ ἐνεργούσῃ τῇ τοῦ Λόγου θεότητι, καὶ διεπούσῃ καὶ κυβερνώσῃ τὸ πᾶν, νοῶν, καὶ γινώσκων, καὶ διέπων, οὐχ ὡς ψιλὸς ἀνθρώπου νοῦς, ἀλλ᾽ ὡς Θεῷ καθ᾽ ὑπόστασιν ἡνωμένος, καὶ Θεοῦ νοῦς χρηματίσας. Τοῦτο οὖν δηλοῖ ἡ θεανδρικὴ ἐνέργεια, ὅτι ἀνδρωθέντος Θεοῦ, ἤγουν ἐνανθρωπήσαντος, καὶ ἡ ἀνθρωπίνη αὐτοῦ ἐνέργεια θεία ἦν, ἤγουν τεθεωμένη, καὶ οὐκ ἄμοιρος τῆς θείας αὐτοῦ ἐνεργείας, καὶ ἡ θεία αὐτοῦ ἐνέργεια οὐκ ἄμοιρος τῆς ἀνθρωπίνης αὐτοῦ ἐνεργείας, ἀλλ᾽ ἑκατέρα σὺν τῇ ἑτέρᾳ θεωρουμένη. Λέγεται δὲ ὁ τρόπος οὗτος περίφρασις, ὅταν τις δύο τινὰ διὰ μιᾶς περιλάβῃ λέξεως, ὥσπερ καὶ μίαν τὴν τετμημένην καῦσιν λέγομεν, καὶ τὴν κεκαυμένην τομὴν τῆς πεπυρακτωμένης μαχαίρας· ἄλλην δὲ ἐνέργειάν φαμεν τὴν τομὴν, καὶ ἄλλην τὴν καῦσιν, καὶ ἄλλης καὶ ἄλλης φύσεως, τοῦ μὲν πυρὸς τὴν καῦσιν, τοῦ δὲ σιδήρου τὴν τομήν· οὕτω καὶ μίαν τοῦ Χριστοῦ θεανδρικὴν ἐνέργειαν λέγοντες, δύο τὰς ἐνεργείας νοοῦμεν τῶν δύο φύσεων αὐτοῦ, τῆς μὲν θεότητος αὐτοῦ, τὴν θείαν, τῆς δὲ ἀνθρωπότητος αὐτοῦ, τὴν ἀνθρωπίνην ἐνέργειαν. Ἔτι κατὰ Μονοθελητῶν ἑτέρων Πατέρων διαφέρων. Ἐπεὶ δύο φύσεις τοῦ Χριστοῦ, δύο αὐτοῦ καὶ τὰ φυσικὰ θελήματα, καὶ τὰς φυσικὰς ἐνεργείας λέγομεν. Ἑκατέρα γὰρ αὐτοῦ φύσις θελητική τε καὶ ἐνεργητική. Πᾶν μὲν γὰρ λογικὸν αὐτεξούσιον, θελητικόν τε καὶ ἐνεργητικόν. Ἐπεὶ δὲ μία τῶν αὐτοῦ φύσεων ἡ ὑπόστασις, ἵνα καὶ τὸν αὐτόν φάμεν θέλοντά τε καὶ ἐνεργοῦντα φυσικῶς καθ᾽ ἑκατέραν τῶν φύσεων. Ὥσπερ δὲ ἐπὶ τῆς ἁγίας Τριάδος τὴν ταυτότητα τοῦ τε θελήματος καὶ τῆς ἐνεργείας ἐκ τῆς ταυτότητος τῆς φύσεως ἐπιγινώσκομεν· οὕτω καὶ ἐπὶ τῆς θείας ἐνανθρωπήσεως τὴν διαφορὰν
col. 1161–1162page 572 of 677
PG 130:1161τοῦ τε θελήματος καὶ τῆς ἐνεργείας ἐκ τῆς διαφορᾶς τῶν φύσεων γνωρίζομεν· ὧν γὰρ ἡ αὐτὴ φύσις, τούτων καὶ ἡ αὐτὴ θέλησις, καὶ ἐνέργεια. ἂν δὲ διάφορος ἡ φύσις, τούτων διάφορος καὶ θέλησις, καὶ ἐνέργεια. Φυσικὰ δὲ, καὶ οὐχ ὑποστατικά, οὐδὲ προσωπικὰ οὐδὲ γνωμικά φαμεν ταυτί τὰ θελήματα καὶ τὰς ἐνεργείας. Λέγω δὲ μίαν τὴν θελητικήν τε καὶ ἐνεργητικὴν δύναμιν, ἐπὶ μὲν τῆς ἁγίας Τριάδος, ἵνα μὴ ἑτεροθελεῖς καὶ ἑτεροενεργεῖς τὰς τρεῖς ὑποστάσεις εἰπεῖν ἀναγκασθῶμεν, ἐπὶ δὲ τῆς θείας ἐνανθρωπήσεως διπλήν, ἵνα μὴ ἑτερουπόστατον τὸ πρόσλημμα λέγειν δόξωμεν, καὶ δύο συνομολογήσωμεν ὑποστάσεις ἐν τῷ ἑνὶ Χριστῷ. Τὸ γὰρ ὑποστατικόν, ἢ προσωπικὸν, ἢ γνωμικὸν θέλημα ἰδιουποστάτου ἐστὶν ἀτόμου. Ὁ δὲ Λόγος καὶ Θεὸς φύσιν μὲν τελείαν ἀνθρώπου προσελάβετο, ὑπόστασις δὲ αὐτὸς ἐγένετο τῷ προσλήμματι. Καθάπερ δὲ τὸ πρόβλημα κατεθέωται, καὶ μεταβολὴν οὐ πέπονθε τῆς ἰδίας φύσεως· οὕτω καὶ τὸ θέλημα καὶ ἡ ἐνέργεια τούτου καὶ τεθέωνται, καὶ τῶν ἰδίων οὐκ ἐξέστησαν ὅρων. Ἄλλο θέλησις κυρίως, καὶ ἄλλο βούλησις, καὶ ἄλλο θελητὸν, καὶ ἄλλο θελητικὸν, καὶ ἕτερον ὁ θέλων. θέλησις μὲν γὰρ ἡ τοῦ ἁπλῶς θέλειν δύναμις, ὅπερ ἐστὶ φύσεως καὶ καθολικόν. Θελητὸν δὲ τὸ τῇ θελήσει ὑποπίπτον πρᾶγμα. Θελητικὸν δὲ τὸ ἔχον τὴν θελητικὴν δύναμιν, οἷον ὁ ἁπλῶς ἄνθρωπος. θέλων δὲ ὁ τοιόσδε ἄνθρωπος, ὁ χρώμενος τῇ τοιᾷδε θελήσει. Ἡ θέλησις, ἤγουν τὸ θέλημα, ποτὲ μὲν τὴν θελητικὴν δύναμιν δηλοῖ, καὶ λέγεται θέλημα φυσικὸν καὶ καθολικόν· ποτὲ δὲ τὸ θελητὸν, καὶ καλεῖται θέλημα γνωμικόν τε καὶ ἰδικόν. Ἐπὶ μὲν τῶν ἀνθρώπων μία μὲν ἡ φυσικὴ θέλησις, διότι καὶ μία τούτων ἡ φύσις· πολλαὶ δὲ καὶ διάφοροι αἱ γνωμικαί, εἴτουν ὑποστατικαί· διότι καὶ πολλαὶ καὶ διάφοροι τούτων αἱ ὑποστάσεις καὶ αἱ γνώμαι· ἐπὶ δὲ τοῦ Χριστοῦ, ἐπειδὴ μὲν διάφοροι αἱ φύσεις τῆς τε θεότητος αὐτοῦ καὶ ἀνθρωπότητος, διάφοροι καὶ αἱ φυσικαὶ θελήσεις αὐτῶν· ἐπειδὴ δὲ μία τούτων ἡ ὑπόστασις· καὶ εἷς ὁ θέλων, ἓν καὶ τὸ θέλημα τούτων, ἅτε τοῦ κρείττονος ἐκνικήσαντος, ἤγουν ἄρχοντος, καὶ τοῦ ἀνθρωπίνου θελήματος ἑπομένου τῷ θείῳ, καὶ ταῦτα θέλοντος, ἃ ἐκεῖνο θέλει. Ἐπὶ Θεοῦ θέλησιν μὲν λέγομεν, καὶ βουλὴν, ἤτοι βούλησιν, γνώμην δὲ ἢ προαίρεσιν οὐ λέγομεν. Γνώμη μὲν γὰρ ἡ μετὰ τὴν περὶ τοῦ ἀγνουμένου ζήτησιν καὶ κρίσιν πρὸς τὸ κριθὲν διάθεσις, μεθ' ἣν ἡ προαίρεσις ἐκλεγομένη καὶ αἱρουμένη πρὸ ἑτέρου τὸ ἕτερον. Ὁ δὲ Θεὸς ἀνενδεὴς καὶ σκέψεως, καὶ ζητήσεως, καὶ ἐκλογῆς, πάντα φυσικῶς εἰδώς. Διὸ οὐδὲ βουλὴν, ἤτοι βούλευσιν, ἐπὶ Θεοῦ φαμεν, εἰ καὶ ἀνθρωποπρεπῶς βουλευόμενον πολλάκις ἡ Θεία Γραφὴ τοῦτον ὑπογράφει· Ποιήσωμεν γάρ,
col. 1163–1164page 573 of 677
PG 130:1163κῶς, καὶ πρὸς ἔμφασιν τῶν τριῶν ὑποστάσεων τῆς μίας Θεότητος. Ἐπὶ δὲ τοῦ προσλήμματος δίδωσι μὲν ἡ φύσις λέγειν καὶ βούλευσιν, καὶ γνώμην, καὶ προαίρεσιν· οὐ κυρίως δὲ λέγοιτ' ἂν οὐδὲ ἐπ' αὐτοῦ, Διότι καθ᾽ ὑπόστασιν ἐνωθὲν τῷ Θεῷ συμμετέσχε καὶ τοῦ πάντα εἰδέναι. Θέλησιν δὲ φυσικήν, ἤτοι θέλημα, τούτου λέγομεν. Εἰ τάχα δὲ ὁ Χριστὸς εὑρίσκεται καὶ μερικόν, ἤγουν γνωμικὸν εἰσάγων θέλημα κατὰ τὸ ἀνθρώπινον αὐτοῦ, ὡς τό, Θέλω, καθαρίσθητι, καὶ ἄλλα τοιαῦτα, ἀλλ᾽ οὖν οὐ λέγομεν ὑποστατικὴν ἐπὶ τούτου, ἢ γνωμικὸν θέλημα οἰκονομικῶς διὰ τὴν προαποδοθεῖσαν αἰτίαν. φησίν, ἄνθρωπον, καὶ εἴ τι τοιοῦτον οἰκονομιἘπὶ τῶν ἀλόγων ὄρεξιν μὲν λέγομεν, θέλησιν δὲ ἢ βούλησιν οὐ λέγομεν. Διότι μετὰ τὴν ὄρεξιν εὐθὺς ὁρμᾷ ταῦτα πρὸς τὴν πράξιν ἀλογίστως ὑπὸ τῆς φυσικῆς ὀρέξεως ἀγόμενα. Ἡ δὲ θέλησις καὶ ἡ βούλησις τῶν λογικῶν ἐστι, τῶν ἀγόντων μᾶλλον τὴν ὄρεξιν, καὶ κυριευόντων αὐτῆς. Εἰ φύσει λογικὸς ὁ ἄνθρωπος, τὸ δὲ φύσει λογικὸν φύσει αὐτεξούσιον, τὸ δὲ αὐτεξούσιον κατὰ τοὺς Πατέρας τὸ θέλημά ἐστιν· ἄρα φύσει θελητικὸς ὁ ἄνθρωπος. Εἰ ἐμὲ μετὰ τῶν ἐμῶν ὁ Θεὸς Λόγος προσείληφεν, ὡς ὁ Θεολόγος εἴρηκεν, ἄρα καὶ τὸ φυσικὸν θέλημα, καὶ τὴν φυσικήν μου ἐνέργειαν. Εἰ πᾶς ἄνθρωπος φύσει θελητικός τε καὶ ἐνεργητικός ἐστιν, ἄρα καὶ ὁ Θεὸς Λόγος ἄνθρωπος φύσει γενόμενος, φύσει θελητικός τε καὶ ἐνεργητικὸς ἐγένετο. Εἴπερ ἓν θέλημα τῆς ὁμοουσίου Τριάδος, ἄρα τὰ ἔχοντα ἓν θέλημα ὁμοούσια μέν εἰσιν, ἑτεροϋπόστατα δέ. Καὶ λοιπὸν εἰ κατὰ τοὺς ἄφρονας αἱ δύο φύσεις τοῦ Χριστοῦ ἓν ἔχουσι θέλημα, ἄρα ὁμοούσιοι μέν εἰσιν, ἑτεροϋπόστατοι δὲ, καὶ οὕτω τῇ συγχύσει ὑποπεσοῦνται, καὶ τὴν διαίρεσιν οὐκ ἐκφεύξονται, ἣν ἡ μία φύσις ἐν ταῖς ὑπ' αὐτὴν ἔχει ὑποστάσεσι. ΤΙΤΛΟΣ ΚΕ. Κατὰ Εἰκονομάχων ἐπιτομή τις ἠκριβωμένη ἀπὸ τε τῶν πρακτικῶν τῆς ἑβδόμης συνόδου, καὶ τῶν Γερμανοῦ, καὶ Νικηφόρου τῶν πατριαρχῶν Κωνσταντινουπόλεως, καὶ τῶν τοῦ μακαρίου Θεοδώρου τοῦ Στουδιώτου. Ἀρχέτυπόν ἐστιν ἀρχὴ καὶ παράδειγμα ὑφεστηκὸς τοῦ ἀπ' αὐτοῦ χαρακτηριζομένου εἴδους, καὶ τῆς παραγωγῆς τοῦ προσεοικότος αἴτιον. Εἰκών ἐστιν ὁμοίωμα ἀρχετύπου ὅλον ἐν ἑαυτῇ
col. 1165–1166page 574 of 677
PG 130:1165τοῦ ἐντυπουμένου τὸ εἶδος διὰ τῆς ἐμφερείας ἐναποματτομένη, τῷ διαφόρῳ τῆς οὐσίας κατὰ τὴν ὕλην μόνον παραλλάττουσα· ἢ μίμησις ἀρχετύπου, καὶ ἀπείκασμα· ἢ τέχνης ἀποτέλεσμα κατὰ μίμησιν τοῦ ἀρχετύπου εἰδοποιούμενον τῇ οὐσίᾳ διαφέρον. Εἰκὼν λέγεται παρὰ τὸ ἐοικέναι. Ἄλλο φυσικὴ εἰκών καὶ ἄλλο μιμητική· ἡ μὲν οὐ φυσικὴν διαφορὰν ἔχουσα πρὸς τὸ αἴτιον, ἀλλ' ὑποστατικήν, ὡς ὁ Υἱὸς πρὸς τὸν Πατέρα· μία μὲν γὰρ τούτων φύσις, δύο δὲ ὑποστάσεις· ἡ δὲ τοὐναντίον οὐχ ὑποστατικὴν διαφορὰν ἔχουσα πρὸς τὸ ἀρχέτυπον, ἀλλὰ φυσικήν, ὡς ἡ εἰκὼν τοῦ Χριστοῦ πρὸς τὸν Χριστόν. Μία μὲν γὰρ τούτων ὑπόστασις, δύο δὲ φύσεις. Ἄλλη γὰρ φύσις ὑλογραφίας, καὶ ἄλλη Χριστοῦ κατὰ τὸ ἀνθρώπινον, καθ' ὃ καὶ περιγράφεται, καὶ ἀρχέτυπον εἰκόνος καθίσταται. Ἐπὶ μὲν τῆς μιμητικῆς εἰκόνος κατὰ τὴν ἰδέαν, ἤτοι μορφὴν ἡ ὁμοίωσις· ἐπὶ δὲ τῆς φυσικῆς κατὰ τὴν οὐσίαν, ἤτοι θεότητα ἡ ταυτότης· καὶ ἐπὶ μὲν τῆς φυσικῆς, διότι μία φύσις Υἱοῦ καὶ Πατρός, διὰ τοῦτο μία καὶ προσκύνησις τούτων, ἀλλ' οὐ δύο κατὰ τὸ διάφορον τῶν ὑποστάσεων· ἐπὶ δὲ τῆς μιμητικῆς, διότι μία ὑπόστασις εἰκόνος Χριστοῦ, καὶ αὐτοῦ Χριστοῦ, μία καὶ προσκύνησις τούτων, ἀλλ' οὐ δύο κατὰ τὸ διάφορον τῶν φύσεων. Οὐ γὰρ ἰδιουπόστατος ἐστιν ἡ μιμητικὴ εἰκών, ἀλλὰ τοῦ ἀρχετύπου τὴν ὑπόστασιν φέρει, καὶ κατὰ ταύτην εἰκὼν αὐτοῦ ἐστιν. Ὑπόστασιν δὲ νῦν λέγομεν οὐ τὸ ἁπλῶς ὑφεστώς, ἀλλ' οὐσίαν τινὰ μετὰ ἰδιωμάτων, καθ' ἃ διαχωρίζεται τῶν ὁμοειδῶν. Τὸ γοῦν ἰδιουπόστατον οὐκ εἰκών, ἀλλ' ἀρχέτυπον. Ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει, καὶ ἔστι τούτων μία προσκύνησις διὰ τὸν ἐν ἀμφοῖν ἕνα χαρακτήρα. Παντὸς μιμητικῶς εἰκονιζομένου οὐχ ἡ φύσις, ἀλλ' ἡ ὑπόστασις εἰκονίζεται, καὶ διὰ τοῦτο ταὐτὸν τῷ ἀρχετύπῳ ἡ εἰκὼν αὐτοῦ οὐ τῇ φύσει, ἀλλὰ τῇ ὑποστάσει, ἤγουν τῇ μιμήσει τῆς ὑποστάσεως. Ἐν τῇ εἰκόνι ἡ εἰκονιζομένη τοῦ ἀρχετύπου ὑπόστασις προσκυνεῖται, καὶ οὐχ ἡ ὕλη τῆς εἰκόνος· ὁ ἐναποσφραγισθεὶς αὐτῇ χαρακτήρ, καὶ οὐχ ἡ τῆς εἰκόνος οὐσία. Ὅτε μὲν πρὸς τὴν τῆς εἰκόνος φύσιν ἀπίδοι τις, οὐ μόνον οὐ Χριστόν, ἀλλ' οὐδὲ εἰκόνα Χριστοῦ εἴποι ἂν τὸ ὁρώμενον· ἔστι γὰρ ξύλον τυχόν, ἢ χρυσός, ἢ ἄργυρος, ἢ τι τῶν ἄλλων ὑλῶν· ὅτε δὲ πρὸς τὴν δι' ἐκτυπώματος ὁμοίωσιν τοῦ ἀρχετύπου, καὶ Χριστόν, καὶ Χριστοῦ· ἀλλὰ Χριστὸν μὲν καθ' ὁμωνυμίαν, Χριστοῦ δὲ κατὰ τὸ πρός τι. Ἡ εἰκὼν σχέσιν ἔχει πρὸς τὸ ἀρχέτυπον, καὶ αἰτίου ἐστὶν αἰτιατόν. Ἀνάγκη οὖν διὰ τοῦτο καὶ τῶν πρός τι εἶναι ταύτην καὶ λέγεσθαι. Τῶν πρός τι γὰρ ἡ σχέσις· τὰ δὲ πρός τι αὐτὰ ἅπερ ἐστὶν ἑτέρων τῶν εἶναι λέγεται, καὶ ἀντιστρέφει τὴν σχέσιν πρὸς ἄλληλα. Ἀρχέτυπον γὰρ εἰκόνος ἀρχέτυπον· καὶ εἰκὼν ἀρχετύπου εἰκών. Καὶ οὐκ ἄν τις ἄσχετον εἴ-
col. 1167–1168page 575 of 677
PG 130:1167κόνα τὴν τινὸς εἰκόνα φαίη. Ἅμα γὰρ συνεισάγεται, καὶ συνεπιθεωρεῖται θατέρῳ θάτερον. Ὅσοις ὀνόμασι τὸ ἀρχέτυπον καλεῖται, τοσούτοις καὶ ἡ εἰκὼν αὐτοῦ. Ἀλλὰ τὸ μὲν ὡς ἀρχέτυπον καὶ δι' ἑαυτὸ, καὶ κυρίως· ἡ δὲ ὡς εἰκὼν αὐτοῦ, καὶ δι' ἐκεῖνο, καὶ καταχρηστικῶς. Προσκυνουμένης τῆς εἰκόνος, ὁ Χριστὸς προσκυνεῖται, οὗ ἐστιν ὁμοίωσις, καὶ οὐχ ἡ ὑποδεξαμένη τὴν ὁμοίωσιν ὕλη. Καὶ ὥσπερ ἐπὶ τοῦ κατόπτρου διαγράφεται τρόπον τινὰ τὸ πρόσωπον τοῦ βλέποντος αὐτό, καὶ μένει τῆς ὕλης κεχωρισμένον· κἂν θελήσειέ τις ἀσπάσασθαι τὴν ἐμφαινομένην ἰδίαν εἰκόνα, τῇ μὲν ὕλῃ προσέφυ, τὴν εἰκόνα δὲ περιεπτύξατο, καὶ μεταστάντος αὐτοῦ, συναπέπτη καὶ τὸ ἴνδαλμα διὰ τὸ κεχωρίσθαι τῆς ὕλης τοῦ κατόπτρου· τὸν αὐτὸν τρόπον ὁ τὴν εἰκόνα τοῦ Σωτῆρος, ἢ τῆς Θεομήτορος, ἢ τινος τῶν ἁγίων ἀσπαζόμενος, εἰ καὶ προσφύεται τῇ ὕλῃ, τὴν εἰκόνα, καὶ οὐ τὴν ὕλην ἀσπάζεται, καὶ ἀφανισθέντος τοῦ ἐκτυπώματος, ἐφ' ᾧ ἡ προσκύνησις, ἔμεινεν ἀπροσκύνητος ἡ ὕλη, μηδέν τι κοινωνοῦσα τῷ ὁμοιώματι. Ἔστω δακτύλιος ἐγκεχαραγμένος εἰκόνα βασιλικήν, εἶτα ἐκτυπούτω ἐν κηρῷ, καὶ ἐν πίσσῃ, καὶ ἐν πηλῷ. Ἡ μὲν οὖν σφραγὶς μία καὶ ἀπαράλλακτος ἐν τούτοις, αἱ δὲ ὗλαι διάφοροι, διὰ τὸ μηδέν τι ταῖς ὕλαις τὴν σφραγίδα κοινωνεῖν, ἀλλ' εἶναι αὐτὴν τῇ ἐπινοίᾳ τούτων κεχωρισμένην ἐν τῷ δακτυλίῳ μένουσαν. Οὕτως οὖν καὶ τὸ τοῦ Χριστοῦ ὁμοίωμα, εἰ καὶ ἐν διαφόροις ὕλαις ἐκτυπωθῇ, ἀκοινώνητον ἐστι τῶν ὑλῶν ἐν τῇ τοῦ Χριστοῦ μένον ὑποστάσει. Τὰς ἱερὰς εἰκόνας ἀναστηλοῦμεν, ἵνα ταύτας ὁρῶντες δι' αὐτῶν δοκῶμεν ὁρᾶν τὰ τούτων ἀρχέτυπα, καὶ γίνονται ἡμῖν ὑπομνήματα, καὶ παρηγορία τοῦ πόθου τοῦ πρὸς τὰ τούτων πρωτότυπα. Ὅσον συνεχῶς αἱ εἰκόνες ὁρῶνται, τοσοῦτον οἱ ταύτας ὁρῶντες διανίστανται πρὸς τὴν τῶν ἀρχετύπων μνήμην καὶ ἐπιπόθησιν. Ἡ μὲν ἐν πνεύματι καὶ ἀληθείᾳ λατρεία τῇ μακαρίᾳ Τριάδι παρὰ τῶν ὀρθοδόξων ἀπονενέμηται· ταῖς δὲ ἁγίαις εἰκόσιν οὐ λατρεία πάντως, ἀλλὰ προσκύνησις, καὶ ἀσπασμὸς, καὶ τιμή. Εἰ γὰρ καὶ ἡ τιμὴ τῆς εἰκόνος ἐπὶ τὸ πρωτότυπον διαβαίνει, ἀλλ' ἡ λατρεία τῆς μακαρίας ἐστὶ μόνης Τριάδος, καὶ οὐ τῶν σεπτῶν εἰκόνων, ἵνα μὴ κτισματολάτραι καὶ ὑλολάτραι δόξωμεν. Ἐπ' αὐτοῦ μὲν τοῦ Χριστοῦ λατρευτικὴ ἡ προσκύνησις καὶ φυσική· εἷς γάρ ἐστι τῆς ἁγίας Τριάδος κατὰ τὴν θείαν αὐτοῦ φύσιν· ἐπὶ δὲ τῆς εἰκόνος τοῦ Χριστοῦ σχετικὴ καὶ ὁμωνυμική. Προσκυνῶ γὰρ τὸν ἐν αὐτῇ Χριστόν, τὸν διὰ τὸ σαρκωθῆναι εἰκονιζόμενον κατὰ τὴν σωματοειδῆ θέαν αὐτοῦ, ὅπερ ἐστὶ σχετικὴ προσκύνησις καὶ ὑποστατική. Ὥσπερ ἡ πίστις, οὕτω καὶ ἡ λατρεία τῇ ἁγίᾳ Τριάδι ἀποκεκλήρωται. Ὁ γοῦν λατρεύων τῇ εἰκόνι Χριστοῦ εὑρεθήσεται τετράδι λατρεύων, καὶ συνεισκρίνων τῇ ἁγίᾳ Τριάδι καὶ τὴν εἰκόνα. Τῆς Τριάδος γὰρ, ὡς εἴρηται, τὸ λατρεύεσθαι. Εἰ σώματος σκιὰν μερισθῆναι οὐχ οἷόν τε παρ-
col. 1169–1170page 576 of 677
PG 130:1169υφεστῶσαν αὐτῷ πάντοτε, κἂν μὴ φαίνοιτο, οὐδὲ τὴν εἰκόνα Χριστοῦ δυνατὸν διαιρεθῆναι αὐτοῦ. Ἀλλ' ὥσπερ ἡ σκιὰ τῇ τοῦ ἡλίου βολίδι φαίνεται, οὕτω καὶ ἡ Χριστοῦ εἰκὼν τῇ διατυπώσει τῆς ὕλης. Δύο ταύτων ὄντων περὶ τὸ σῶμα, σκιᾶς καὶ εἰκόνος, ἡ μὲν σκιὰ σημασίαν ἀμυδράν τινα τοῦ ἀνθρώπου δείχνυσιν, ἡ δὲ εἰκὼν ἀριδηλοτέραν. Εἰ οὖν τὸ ἀεὶ τοῦ ποτέ, καὶ τὸ καθ' ὑπαρξιν τοῦ κατὰ στέρησιν, καὶ τὸ τηλαυγὲς τοῦ ἀμυδροῦ βέλτιον, καὶ ἡ εἰκὼν ἄρα βελτίων τῆς σκιᾶς. Ἀλλὰ μὴν αἱ τῶν ἁγίων σκιαὶ καὶ ἅγιοι καὶ ὀνησιφόροι· αἱ εἰκόνες αὐτῶν ἄρα πολλῷ μᾶλλον ἀγιώτεραι καὶ σεβασμιώτεραι. Ὁ μὲν Χριστὸς ὁρᾶται ἐν τῇ εἰκόνι αὐτοῦ, αὐτὴ δὲ ὑφίσταται ἐν αὐτῷ. Οὐχ ὡς θεοὺς τὰς εἰκόνας προσκυνοῦμεν, οὐδὲ τὰς ἐλπίδας τῆς σωτηρίας ἐν αὐταῖς ἔχομεν, οὐδὲ τὸ θεῖον σέβας ἀπονέμομεν· τοῦτο γὰρ οἱ Ἕλληνες· ἀλλὰ μόνον τὴν σχέσιν καὶ τὴν ἀγάπην τῆς ἡμῶν ψυχῆς, ἦν ἔχομεν πρὸς τὰ πρωτότυπα, διὰ τῆς τοιαύτης προσκυνήσεως ἐμφανίζομεν. Ὅθεν τοῦ χαρακτῆρος λειανθέντος, ὡς ξύλον ἀργὸν τήν ποτε κατακαίομεν εἰκόνα. Τὸν τοῦ σταυροῦ τύπον ἐκ δύο ξύλων συνάπτοντες, ἡνίκα τις ἡμῖν τῶν ἀπίστων ἐγκαλέσειεν, ὡς ξύλον προσκυνοῦσι, δυνάμεθα τὰ δύο ξύλα χωρίσαντες, καὶ τὸν τύπον τοῦ σταυροῦ διαλύσαντες, ταῦτα νομίζειν ἀργὰ ξύλα, καὶ τὸν ἄπιστον ἐπιστομίζειν, ὅτι οὐ τὸ ξύλον, ἀλλὰ τὸν τοῦ σταυροῦ τύπον σεβόμεθα. Σὺν φόβῳ καὶ ἀληθείᾳ προσιτέον, καὶ προσκυνητέον τὰς ἁγίας εἰκόνας, καὶ πιστευτέον χάριν θείαν ἐπιφοιτᾶν αὐταῖς ἁγιασμοῦ μεταδοτικήν. Ὥσπερ κατὰ φύσιν ἀχωρίστου μενούσης τῆς ἁγίας Τριάδος, ἐπειδὴ ὁ Υἱὸς ἐσαρκώθη, οὐ διὰ τοῦτο φήσει τις καὶ τὸν Πατέρα, καὶ τὸ Πνεῦμα σεσαρκώσθαι· οὕτω καθ᾽ ὑπόστασιν ἐνωθείσης τῆς θεότητος τῇ ἀνθρωπότητι τοῦ Υἱοῦ, καὶ ἀδιαιρέτου μενούσης, οὐκ ἐπειδὴ τὸ ἀνθρώπινον αὐτοῦ περιγράφεται, καὶ γράφεται ἐν εἰκόνι, διὰ τοῦτο καὶ τὴν θεότητα αὐτοῦ περιγράφεσθαι καὶ γράφεσθαι φήσει τις, ἐκεῖ μὲν τῆς κατὰ φύσιν συναφείας μὴ συγχεούσης τὰς ὑποστάσεις, ἐνταῦθα δὲ τῆς καθ᾽ ὑπόστασιν ἑνώσεως μὴ ἐξιστώσης τῶν οἰκείων ὅρων τὰς φύσεις. Ὅρος γὰρ θεότητος μὲν τὸ ἀόρατόν τε καὶ ἀπερίγραπτον, ἀνθρωπότητος δὲ τὸ ὁρατὸν καὶ περιγραπτόν. Εἰ διὰ τὸ τὸν Χριστὸν σαρκὶ ἐσταυρῶσθαι τὸ συμπεπονθέναι καὶ τὴν θεότητα λέγειν ἀσεβὲς, ἄρα καὶ διὰ τὸ σαρκὶ περιγράφεσθαι αὐτὸν τὸ συμπεριγράφεσθαι καὶ τὴν θεότητα λέγειν ὁμοίως ἀσεβές, κἀκεῖνο μὲν Θεοπασχιτῶν, τοῦτο δὲ Εἰκονομάχων. Τῇ πολλῇ καὶ ἀφράστῳ πρὸς τὸν Χριστὸν στοργῇ σεβόμεθα, καὶ προσκυνοῦμεν καὶ τοὺς τόπους ἔνθα περιεπάτησεν, ἢ ἐκάθισεν, οὐ τοὺς τόπους προσκυνοῦντες ἁπλῶς, ἀλλὰ δι' αὐτῶν τὸν ἐν αὐτοῖς ἀναστραφέντα, καὶ διὰ τῶν τόπων ἐκείνῳ τὴν τιμὴν ἀναφέροντες.
col. 1171–1172page 577 of 677
PG 130:1171Ἐπειδή τινες ἡμῖν καταμέμφονται προσκυνοῦσί τε καὶ τιμῶσι τήν τε τοῦ Σωτῆρος, καὶ τῆς Δεσποίνης ἡμῶν εἰκόνα, ἔτι δὲ καὶ τῶν λοιπῶν ἁγίων καὶ θεραπόντων Χριστοῦ· ἀκουέτωσαν, ὡς ἐξ ἀρχῆς ὁ Θεὸς τὸν ἄνθρωπον κατ᾽ οἰκείαν εἰκόνα ἐποίησε. Τίνος γὰρ ἕνεκεν ἀλλήλους προσκυνοῦμεν, εἰ μὴ ὡς κατ᾽ εἰκόνα Θεοῦ πεποιημένους; Ὡς γάρ φησιν ὁ θεοφόρος καὶ πολὺς τὰ θεῖα Βασίλειος, ἡ τῆς εἰκόνος τιμὴ εἰς τὸ πρωτότυπον διαβαίνει. Καὶ ὁ μωσαϊκὸς δὲ λαὸς τῇ σκηνῇ κυκλόθεν προσεκύνει εἰκόνα καὶ τύπον φερούσῃ τῶν ἐπουρανίων, μᾶλλον δὲ τῆς ὅλης κτίσεως. Φησὶ γοῦν ὁ Θεὸς τῷ Μωύσῃ, Ὅρα, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. Καὶ τὰ Σεραφὶμ δὲ κατασκιάζοντα τὸ θυσιαστήριον οὐχὶ ἔργα χειρῶν ἀνθρωπίνων ἦν; Τί δ᾽ ὁ ἐν Ἱεροσολύμοις περιώνυμος ναός οὐ χειροποίητος, καὶ ἀνθρώπων τέχνῃ κατεσκευασμένος; Ἡ δὲ θεία Γραφὴ κατηγορεῖ τῶν προσκυνούντων τοῖς γλυπτοῖς, ἀλλὰ καὶ τῶν θυόντων τοῖς δαιμονίοις. Ἔθυον μὲν γὰρ καὶ Ἕλληνες, ἔθυον καὶ Ἰουδαῖοι· ἀλλ᾽ Ἕλληνες μὲν δαίμοσιν, Ἰουδαῖοι δὲ τῷ Θεῷ. Καὶ ἀπόβλητος μὲν ἡ τῶν Ἑλλήνων θυσία ἦν καὶ κατάκριτος· ἡ δὲ τῶν Ἰουδαίων τῷ Θεῷ εὐαπόδεκτος. Ἔθυσε γὰρ Νῶε, καὶ ὠσφράνθη Κύριος ὀσμὴν εὐωδίας, τῆς ἀγαθῆς προαιρέσεως καὶ τῆς πρὸς αὐτὸν εὐνοίας τὸ εὐῶδες ἀποδεχόμενος. Ἀλλὰ τὰ μὲν τῶν Ἑλλήνων γλυπτά, ἐπεὶ δαιμόνων ἦσαν ἐξεικονίσματα, ἀπόβλητά τε καὶ ἀπηγορευμένα τυγχάνουσι· πρὸς δὲ τούτοις τοῦ ἀοράτου, καὶ ἀσωμάτου, καὶ ἀπεριγράπτου, καὶ ἀσχηματίστου Θεοῦ, τίς δύναται ποιήσασθαι μίμημα; Παραφροσύνης τοίνυν ἄκρας καὶ ἀσεβείας τὸ σχηματίζειν τὸ θεῖον. Ἐντεῦθεν ἐν τῇ Παλαιᾷ οὐκ ἦν τετριμμένη ἡ τῶν εἰκόνων χρῆσις. Ἐπειδὴ δὲ ὁ Θεὸς διὰ σπλάγχνα ἐλέους αὐτοῦ κατ᾽ ἀλήθειαν γέγονεν ἄνθρωπος διὰ τὴν ἡμετέραν σωτηρίαν· οὐχ ὡς ἐφάνη γὰρ τῷ Ἀβραάμ, ὤφθη ἐν εἴδει ἀνθρώπου, οὐδ᾽ ὡς τοῖς προφήταις, ἀλλὰ κατ᾽ οὐσίαν ἀληθῶς γέγονεν ἄνθρωπος, διέτριψε τε ἐπὶ τῆς γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, ἐθαυματούργησεν, ἔπαθεν, ἐσταυρώθη, ἀνέστη, ἀνελήφθη, καὶ ταῦτα πάντα κατ᾽ ἀλήθειαν γέγονε, καὶ ἑωράθη ὑπὸ τῶν ἀνθρώπων, καὶ ἐγράφη μὲν πάντα εἰς ὑπόμνησιν ἡμῶν, καὶ διδαχὴν τῶν τηνικαῦτα μὴ παρόντων, ἵνα μὴ ἑωρακότες, ἀκούσαντες δὲ, καὶ πιστεύσαντες, τύχωμεν τοῦ μακαρισμοῦ τοῦ Κυρίου. Ἐπειδὴ δὲ οὐ πάντες ἴσασι γράμματα, οὐδὲ τῇ ἀναγνώσει σχολάζουσιν, οἱ Πατέρες συνείδον, ὥσπερ τινὰς ἀριστείας, ἐν εἰκόσι ταῦτα γράφεσθαι πρὸς ὑπόμνησιν σύντομον. Ἀμέλει πολλάκις μὴ κατὰ νοῦν ἔχοντες τὸ τοῦ Κυρίου πάθος, τὴν εἰκόνα τοῦ Χριστοῦ ἐσταυρωμένην ὁρῶντες, καὶ τοῦ σωτηρίου πάθους εἰς ὑπόμνησιν ἐλθόντες, πεσόντες προσκυνοῦμεν, οὐ τῇ ὕλῃ, ἀλλὰ τῷ εἰκονιζομένῳ, ὥσπερ οὐδὲ τῇ ὕλῃ τοῦ Εὐαγγελίου, οὐδὲ τῇ τοῦ σταυροῦ ὕλῃ προσκυνοῦμεν, ἀλλὰ τῷ ἐκτυπώματι. Ὡσαύτως
col. 1173–1174page 578 of 677
PG 130:1173καὶ ἐπὶ τῆς Θεομήτορος. Ἡ γὰρ εἰς αὐτὴν τιμὴ εἰς τὸν ἐξ αὐτῆς σαρκωθέντα ἀνάγεται. Ὁμοίως δὲ καὶ τὰ ἁγίων ἀνδραγαθήματα εἰκονίζομεν, ἐπαλείφοντες ἡμᾶς πρὸς ἀνδρίαν, καὶ ζῆλον, καὶ μίμησιν τῆς αὐτῶν ἀρετῆς, καὶ δόξαν Θεοῦ. Ὃς γὰρ ἔφημεν, ἡ πρὸς τοὺς εὐγνώμονας τῶν ὁμοδούλων τιμὴ ἀπόδειξιν ἔχει τῆς πρὸς τὸν κοινὸν Δεσπότην εὐνοίας. Καὶ ἡ τῆς εἰκόνος τιμὴ εἰς τὸ πρωτότυπον διαβαίνει. Ἔστι δὲ ἄγραφος ἡ παράδοσις, ὥσπερ καὶ τὸ κατὰ ἀνατολὰς προσκυνεῖν, καὶ τὸ προσκυνεῖν τὸν σταυρὸν, καὶ ἕτερα πλεῖστα τούτοις ὅμοια. Φέρεται δὲ καὶ τις ἱστορία, ὡς ὁ Κύριος, Αὐγάρου τοῦ τῆς Ἐδεσσηνῶν πόλεως βασιλεύοντος, ζωγράφον ἀποστείλαντος τὴν τοῦ Κυρίου ὁμοιογραφῆσαι εἰκόνα, μὴ δυνηθέντος τοῦ ζωγράφου διὰ τὴν ἀποστίλβουσαν τοῦ προσώπου λαμπρότητα, αὐτὸς ἱμάτιον τῷ οἰκείῳ προσώπῳ, τῷ θείῳ καὶ ζωοποιῷ ἐπιθεὶς, ἐναπεμάξατο τῷ ἱματίῳ τὸ ἑαυτοῦ ἀπεικόνισμα, καὶ οὕτως ἀπέστειλε τοῦτο ποθοῦντι τῷ Αὐγάρῳ. Ὅτι δὲ καὶ πλεῖστα οἱ ἀπόστολοι ἀγράφως παραδεδώκασι, γράφει Παῦλος ὁ τῶν ἐθνῶν ἀπόστολος· Ἄρα οὖν, ἀδελφοί, στήκετε ἑδραῖοι, καὶ κρατεῖτε τὰς παραδόσεις ἡμῶν, ὃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι' ἐπιστολῆς ἡμῶν. Καὶ πρὸς Κορινθίους, Ἐπαινῶ δὲ ὑμᾶς ἀδελφοί, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις, κατέχετε. Ἑτέρου. Τῶν μὲν βδελυκτῶν εἰδώλων τὰ πρωτότυπα ψευδῆ, οἱ μὲν ὀνομαζόμενα, δαίμονες δὲ ὄντα· τῶν δὲ σεπτῶν εἰκόνων ἀληθῆ τὰ ἀρχέτυπα. Τῆς μὲν γὰρ ὁ Χριστὸς κατὰ τὸ ἀνθρώπινον, τῆς δὲ ἡ Θεοτόκος, καὶ τῶν ἄλλων εἰκόνων οἱ ταύταις ἐπιφημιζόμενοι ἅγιοι. Καὶ αὗται μὲν ἐοίκασι τοῖς πρωτοτύποις, διὸ καὶ εἰκόνες ὡς ὁμοιώματα· ἐκεῖνα δὲ παντάπασιν ἀνοίκεια, ὧν εἶναι λέγονται, καὶ ἀμέθεκτα· τί γὰρ τοῦ μὴ ὄντος εἴδωλον; Εἴδωλα οὖν ὡς εἰκότα βλάπτειν καὶ διαφθείρειν τοὺς τιμῶντας αὐτά. Καὶ τὰ μὲν εἴδωλα ὕλαι μόνον, αἱ δὲ εἰκόνες ὕλαι μὲν καὶ αὗται, ἡγιασμέναι δὲ τοῖς ἐντετυπωμένοις ὁμοιώμασι τῶν ἁγίων. ΤΙΤΛΟΣ ΚΑ. Κατὰ Ἀρμενίων. Μετὰ τὴν δ' ἐν Χαλκηδόνι σύνοδον ἀποῤῥήξαντες ἑαυτοὺς τῆς καθολικῆς Ἐκκλησίας οἱ Ἀρμένιοι διά τινος Ἐρανίου τοῦ καὶ Μαντακουνῆ προσονομαζομένου, καὶ τῶν σὺν αὐτῷ βεβήλων ἱερέων, καὶ τὴν Εὐτυχοῦς, καὶ Διοσκόρου, καὶ τῶν ἄλλων Μονοφυσιτῶν κακοδοξίαν εἰσδεξάμενοι, προσθήκαις ἀσεβῶν δογμάτων ἐπηύξησαν αὐτὴν, καὶ περιφανεστέραν εἰργάσαντο. Φασὶ γὰρ μὴ ἀναλαβέσθαι τὸν Χριστὸν ὁμοούσιον ἡμῖν σῶμα, ἀλλ' ἄφθαρτόν τι, καὶ ἀπαθὲς, καὶ λεπτόν, καὶ ἄκτιστον, καὶ οὐράνιον· ὁρᾶσθαι δὲ, καὶ ἐσθίειν, καὶ πίνειν, καὶ τἆλλα τῶν ἀνθρωπίνων ποιεῖν κατὰ φαντασίαν. Πάλιν δὲ λέγουσιν, ὅτι καὶ αὐτὴ ἡ δηλωθεῖσα σὰρξ αὐτοῦ εἰς φύσιν
col. 1175–1176page 579 of 677
PG 130:1175καθάπερ σταγὼν μέλιτος ἢ ὄξους, καταποντισθεῖσα τῷ πελάγει τῆς θαλάσσης, οὐκ ἔτι ὁρᾶται, οὔτε ὑφίσταται· οὕτω καὶ τὸ σῶμα ἐκεῖνο συνανακραθὲν καὶ καταποντισθὲν ἐν τῷ πελάγει τῆς θεότητος οὐκ ἔτι σώζει τὴν ἑαυτοῦ φύσιν, οὔτε φυλάττει τὴν οἰκείαν ἰδιότητα, καὶ διὰ τοῦτο οὐκ εἰσὶν ἐν τῷ Χριστῷ δύο φύσεις, ἀλλὰ μία καὶ αὐτὴ ὅλη θεότης. Ἀλλὰ θεότητος σῶμα λέγουσιν, ὅτε δὲ τοῖς ἐλέγχοις βαλλόμενοι καταναγκασθῶσιν, ὁμολογοῦσι μὲν θεὸν καὶ ἄνθρωπον τὸν Χριστὸν, ἐν ὑποκρίσει δὲ τοῦτο πράττουσι. Πῶς γὰρ ἄνθρωπον ἐν ἀληθείᾳ λέγουσιν, ἐν ἑτεροούσιον ἡμῶν, ὡς προείρηται, δογματίζουσιν; Ἀλλ᾿ ὅσα μὲν κατὰ τῶν Μονοφυσιτῶν τοῖς ἁγίοις ἡμῶν Πατράσιν ἐπονήθη, κεφαλαιωδῶς προεγράφησαν ἐν τῷ κατὰ τῶν Μονοφυσιτῶν τίτλῳ τοῦ παρ όντος συντάγματος· καὶ ζητητέον ἐν ἐκείνῳ τὰς πολυειδεῖς καὶ ποικίλας ἀνατροπὰς καὶ τῆς αὐτῆς αἱρέσεως· ἐροῦμεν δὲ καὶ νῦν ὀλίγα, καὶ παντελῶς ἀναντίρρητα. θεότητος ἐτράπη καὶ ὁμοούσιος αὐτῇ γέγονε. Καὶ Εἰ μία φύσις τοῦ Θεοῦ Λόγου, καὶ τῆς σαρκὸς αὐτοῦ, μία δὲ φύσις τοῦ Θεοῦ Λόγου, καὶ τοῦ Πατρός· πῶς οὐ μία φύσις τοῦ Πατρὸς, καὶ τοῦ Λόγου, καὶ τῆς σαρκός; Εἰ μία φύσις σύνθετος ὁ Χριστὸς μετὰ τὴν ἔνωσιν, οὐ μιᾶς δὲ συνθέτου φύσεως ὁ Πατήρ, πῶς ἔσται ὁμοούσιος τῷ Πατρὶ μετὰ τὴν ἔνωσιν ὁ Χριστός; Εἰ Θεὸς καὶ ἄνθρωπος ὁ Χριστὸς μετὰ τὴν ἔνωσιν ὁμολογεῖται, οὐ τῇ αὐτῇ δὲ φύσει, ᾗ ἐστι Θεός, ταύτῃ ἐστὶ καὶ ἄνθρωπος· πῶς οὐ δύο φύσεις, αἷς Θεὸς καὶ ἄνθρωπος ὁ Χριστός; Εἰ μία φύσις ὁ Χριστὸς, καὶ αὕτη ὅλη θεότης, ἡ δὲ τοῦ Χριστοῦ φύσις τοῦ Πατρὸς ἀχώριστος ἦν· πρόδηλον, ὅτι καὶ ἡ σὰρξ τοῦ Χριστοῦ κατὰ τὸν καιρὸν τοῦ πάθους ἐν οὖσα πρὸς τὴν τοῦ Χριστοῦ φύσιν, ἀχώριστος ἦν τοῦ Πατρός. Καὶ πῶς ἔπασχε κάτω κρατουμένη, καὶ μαστιζομένη, καὶ τεμνομένη, καὶ τὰ σύμβολα τῆς ἀνθρωπίνης φύσεως, τὸ αἷμα καὶ τὸ ὕδωρ ἀποῤῥέουσα, καὶ κατ᾿ ἀλήθειαν ἀποθνήσκουσα, καὶ ἐν τῷ τάφῳ νεκρά, καὶ ἀκίνητος, καὶ περιγραπτὴ κειμένη; Εἴπερ ἡ σὰρξ τοῦ Χριστοῦ θεότης γέγονε, πῶς αὐτὸς ὁ Χριστὸς ἔλεγε· Θεέ μου, Θεέ μου, ἱνατί με ἐγκατέλιπες; Πῶς δὲ καὶ πρὸς τὴν Μαρίαν πάλιν ἔλεγε, Μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου; Πῶς δὲ καὶ πρὸς τοὺς ἀποστόλους μετὰ τὴν ἀνάστασιν ἔλεγε, ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα, καὶ μυρία τοιαῦτα τὴν ἐνανθρώπησιν αὐτοῦ πραγματικῶς παριστῶντα καὶ ἀναμφισβήτως ὅσον πρὸς συνιέντας, καὶ μὴ πάντη μωραίνοντας; Ἀθετοῦντες οὗτοι τὴν κατὰ σάρκα γέννησιν τοῦ Χριστοῦ, καὶ τὸ τῆς ἀληθοῦς ἐνανθρωπήσεως με
col. 1177–1178page 580 of 677
PG 130:1177στήριον, καὶ φαντασιώδες γεγονέναι τοῦτο λέγοντες, οὐχ ὅτι ἡμεῖς τὸν Εὐαγγελισμὸν τῆς Θεομήτορος ἑορτάζομεν, ἑορτάζουσιν, ἤτοι κατὰ τὴν κε' τοῦ Μαρτίου μηνός, ὡς οἱ θεοφόροι Πατέρες παραδεδώκασιν, ὁ μέγας Ἀθανάσιος, καὶ Ἰωάννης ὁ Χρυ σόστομος, καὶ οἱ κατ' ἐκείνους, καὶ μετ' ἐκείνους· ἀλλ᾽ ἐν τῇ ε' τοῦ Ἰανουαρίου μηνός ἐν βραχεῖ πάνυ καιρῷ φαντασιωδῶς τε καὶ ἀμυδρῶς τόν τε Εὐαγγελισμὸν, καὶ τὴν Χριστοῦ γέννησιν, καὶ τὴν βάπτισιν ἑορτάζειν ὑποκρίνονται πρὸς ἐξαπάτην τῶν ἀκεραιοτέρων, καὶ οὐ κατὰ ἀλήθειαν. Ὅτι δὲ οὐκ ἐξ οὐρανοῦ τὴν σάρκα ὁ Χριστὸς, ἀλλ' ἐκ τῶν ἁγνῶν καὶ παρθενικῶν αἱμάτων Μαρίας τῆς πανάγνου Θεομήτορος προσελάβετο, διδάσκουσιν οἱ εὐαγγελισταὶ φανερῶς, Ματθαῖος μὲν λέγων· Τοῦ δὲ Ἰη σοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. Μνηστευθείσης γὰρ, φησί, τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γα στρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου, καὶ τὰ ἑξῆς. Εἶτα διεξελθὼν τὰ περὶ τῆς γεννήσεως αὐτοῦ λεπτομερῶς ἄχρι τῆς τῶν μάγων ἐπιδημίας, λέγει πά λιν, ὅτι καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παι δίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ. Λουκᾶς δὲ μικρὸν ἀνω τέρω τὸν λόγον ἀγαγών, Ἐξῆλθε δόγμα, φησί, παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶ σαν τὴν οἰκουμένην. Αὕτη ἡ ἀπογραφή πρώτη ἐγένετο, ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου, καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι εἰς τὴν ἰδίαν πόλιν. Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρέτ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαβὶδ ἥτις καλεῖται Βηθλεέμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ, ἀπογράψασθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικί, οὔσῃ ἐγκύῳ. Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν, καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, ὅτι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ κα ταλύματι. Πολλὰ δὲ καὶ ἄλλα μαρτύρια τῆς ἐκ Παρθένου γεννήσεως τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν ἔκ τε τῶν εὐαγγελικῶν βίβλων, καὶ τῶν ἀποστολικῶν, καὶ τῶν ἄλλων θεοπνεύστων Γραφῶν. Αὐτός τε γὰρ ὁ Σωτὴρ ἡμῶν πανταχοῦ τοῦ Εὐαγγελίου Υἱὸν ἀν θρώπου ἑαυτὸν ὀνομάζει διὰ τὴν ἄχραντον αὐτοῦ μητέρα. Καὶ ὁ θεῖος Παῦλος, Ἐξαπέστειλε, φησίν, ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικός, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ. Εἰ δὲ οὐράνιον ἦν τὸ σῶμα τοῦ Χριστοῦ, οὐκ ἂν τοῖς ἀνθρωπίνοις ὑπέκειτο πάθεσι, τοῖς ἀδιαβλήτοις λέγω, πείνῃ, καὶ δίψῃ, καὶ πόνῳ, καὶ ὕπνῳ, καὶ λύπῃ, καὶ δάκρυσι, καὶ ὅσα τοιαῦτα. Εἰ οὐράνιος ἄνθρωπος ἦν, ᾧ καθ' ὑπόστασιν ὁ Λόγος ἡνώθη, οὐκ ἂν ἦν φθαρτὸς καὶ θνητὸς ἐπίσης τοῖς ἐπιγείοις. Οἱ φύσει γὰρ οὐράνιοι, καὶ ζῶντες πάντες ἄφθαρτοι καὶ ἀθάνατοι. Εἰρήσεται δὲ περὶ τούτου πλατύτερον ἐν τῷ ἐφεξῆς τίτλῳ τῷ κατὰ τῶν ἐπονομαζομένων Παυλικιάνων ἐν τῷ περὶ τῆς Θεοτόκου κεφαλαίῳ, καὶ τῷ μετ' ἐκεῖνο. Κἀκεῖνοι γὰρ μετὰ τῶν ἄλλων κακῶν καὶ τῇ λύμῃ τῆς νόσου ταύτης ἐνέχονται.
col. 1179–1180page 581 of 677
PG 130:1179Τοῦ Χριστοῦ κατὰ τὸν καιρὸν τοῦ πάθους προσευχομένου, καὶ ἱδρῶτας ὡσεὶ θρόμβους αἵματος ἐκ τοῦ ἰδίου σώματος ῥεύσαντος, καὶ τὴν φύσιν τῆς σαρκὸς αὐτοῦ βεβαιώσαντος, οἱ Ἀρμένιοι κακοήθως ἀπήλειψαν τοὺς ἱδρῶτας ἐκ τῆς βίβλου τῶν Εὐαγγελίων, φεύγοντες τὸν ἐντεῦθεν ἔλεγχον τῆς ἐκ Παρθένου σαρκώσεως, καὶ ἀθετοῦντες τὴν ὁμογενῆ τοῖς ἀνθρώποις φύσιν τοῦ Σωτῆρος. Ἀλλ' ἐλέγχει τούτους ἑτέρως ὁ ἀπόστολος Παῦλος λέγων, ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ τὰ ἑξῆς. Αἱ δεήσεις γάρ, καὶ αἱ ἱκετηρίαι, καὶ αἱ ἰσχυραὶ κραυγαί, καὶ τὰ δάκρυα, πίστωσίς εἰσιν ἀναντίῤῥητος τῆς συγγενοῦς ἡμῖν σαρκὸς αὐτοῦ, τοῖς ὁμοίοις καὶ αὐτῆς πάθεσιν ὑποκειμένης χωρὶς ἁμαρτίας. Περὶ τῆς ἐν τῷ τρισαγίῳ ὕμνῳ προσθήκης· Πέτρου τοῦ Κναφέως προγέγραπται ἐν τῷ κατὰ τῶν Θεοπασχιτῶν τίτλῳ. Καὶ γὰρ καὶ Ἀρμένιοι μετὰ τῆς ἀσεβοῦς ταύτης προσθήκης τὸν ὕμνον τοῦτον προφέρουσι. Καταγέλαστοι δὲ πάντως, οἱ τὸ μὲν σώμα τοῦ Χριστοῦ λέγουσιν ἄφθαρτον, καὶ ἀπαθές, καὶ ἀθάνατον, τὴν θεότητα δὲ αὐτοῦ παθητὴν καὶ θνητὴν μάλιστα δογματίζουσι. Καὶ γὰρ καὶ τὴν τῶν Ἀφθαρτοδοκητῶν νοσοῦσι μανίαν, καὶ τὴν τῶν Θεοπασχιτῶν, περὶ ὧν ἐν τοῖς κατ' ἐκείνων τίτλοις προεγράφη τὰ δέοντα, καὶ ζητητέον ἐκεῖ. Τὸν δυσσεβέστατον Ὠριγένη ἐν μέρει μὲν ἀποβάλλονται, ἐν μέρει δὲ ἀναφέρουσιν ἐν ταῖς ἱερουργίαις αὐτῶν, ὡς μέγαν διδάσκαλον. Ὅταν δὲ παρὰ τῶν ἐνδόξων ἐλεγχθῶσιν, ἀναθεματίζουσι μὲν καὶ Ὠριγένη, καὶ Εὐτυχῆ, καὶ Διόσκορον· τὰ δὲ τούτων βλάσφημα δόγματα παρακατέχουσι, καὶ τούτοις πιστεύουσιν. Περὶ τῶν Ἀζύμων. Ἐν ταῖς ἱερουργίαις οὐ προσφέρουσιν ἄρτον, ὡς ἡμεῖς, ἀλλὰ ἄζυμον. Ἰουδαϊκὸν δὲ πάντως τὸ ἄζυμον. Καίτοι τοῦ ἀποστόλου Παύλου, καὶ τοῦ Θεολόγου Γρηγορίου λεγόντων, τὰ ἀρχαῖα παρήλθεν· ἰδοὺ γέγονε τὰ πάντα καινά. Καὶ τοῦ Χρυσοστόμου λέγοντος περὶ τῆς Παλαιᾶς καὶ τῆς Νέας, «ἐκεῖ τὸ γράμμα, ὧδε τὸ πνεῦμα· ἐκεῖ ἡ Κιβωτός, ὧδε ἡ Παρθένος· ἐκεῖ ῥάβδος Ἀαρών, ὧδε ὁ Σταυρός· ἐκεῖ τὰ ἄζυμα, ὧδε ὁ ἄρτος.» Ἀλλ' ὁ ἄρτος, φασί, οὐ μετεδόθη ὁ Χριστὸς τοῖς ἀποστόλοις, ἄζυμος ἦν. Τοῦτο γὰρ ὁ τηνικαῦτα καιρὸς ἀπῄτει, καὶ διὰ τοῦτο καὶ ἡμεῖς ἄζυμον προσφέρομεν εἰς θυσίαν. Πρὸς οὓς ἀντιλέγομεν, ὅτι, εἰ καὶ δῶμεν ἄζυμον εἶναι τὸν ἄρτον ἐκεῖνον, ὁ μὲν Χριστὸς κατὰ στενοχωρίαν τοῦ καιροῦ, ἵνα μὴ ἀπαράδοτον καταλειφθῇ τὸ τοῦ καινοῦ δείπνου μυστήριον, μετὰ μικρὸν γὰρ παραδοθῆναι τοῖς Ἰουδαίοις ἔμελλεν, οἷον εὗρεν ἄρτον, τοιοῦτον καὶ μετεχειρίσατο, ὥστε μὴ παντάπασιν ἡμᾶς ἀποστερηθῆναι τῆς τηλικαύτης σωτηρίας· οἱ μαθηταὶ δὲ τούτου καὶ καθεξῆς οἱ τῶν ἐκκλησιῶν
col. 1181–1182page 582 of 677
PG 130:1181προεδρεύοντες ἅγιοι Πατέρες ἄρτον εἰς θυσίαν προσ έφερον, οἷς καὶ ἡμεῖς ἐπακολουθοῦντες, ἄρτον προσ άγομεν. Πολλὰ δὲ καὶ ἄλλα ὁ μὲν Χριστὸς ἑτέρως παραδέδωκεν, οἱ ἀπόστολοι δὲ καὶ μετ' ἐκείνους οἱ διάδοχοι τούτων ἑτέρως διετάξαντο ταῦτα γίνεσθαι, οὐκ ἐναντιούμενοι τῷ Χριστῷ, πῶς γάρ; ἀλλὰ πλατυνομένης ἤδη καὶ αὐξανομένης τῆς πίστεως, αὔξοντες καὶ αὐτοὶ κατὰ πᾶσαν ἄδειαν τὰ Χριστοῦ μυστήρια πρὸς δόξαν καὶ μεγαλωσύνην αὐτοῦ· οἷον ὁ μὲν Χριστὸς βαπτισθῆναι θέλων, οὐ πρὸς δυσμὰς ἀπεστράφη, τῷ Σατανᾷ διὰ γλώσσης ἀποταξάμενος, οὐδὲ πρὸς ἀνατολὰς ἀπεστράφη, τῷ Θεῷ συνδοξαζόμενος· οὐδὲ τὸ Σύμβολον τῆς πίστεως ἀνήγγειλεν, οὐδὲ τὰς εὐχὰς ὑπεδέξατο τοῦ βαπτίσματος, οὐδὲ ἐν κολυμβήθρᾳ ἐβαπτίσθη, οὐδὲ ἐχρίσθη ἐλαίῳ, οὐδὲ μύρῳ, οὐδὲ εὐθὺς βαπτισθεὶς τοῦ Δεσποτικοῦ μετέ λαβε σώματος καὶ αἵματος. Ἡμεῖς δὲ τὰ ῥηθέντα πάντα τὰ μὲν δρῶμεν, τὰ δὲ πάσχομεν βαπτιζόμενοι. Καὶ πάλιν ὁ μὲν Χριστὸς τὸ μυστήριον τῆς πνευ ματικῆς θυσίας, ἤτοι τοῦ Δεσποτικοῦ σώματος καὶ αἵματος ἐν Ἐκκλησίᾳ οὐ παρέδωκεν, ἀλλὰ ἐν ὑπερῴῳ κοινῷ, καὶ ἐν τραπέζῃ κοινῇ, καὶ προφαγὼν ἕτερα βρώματα, καὶ ἀνακείμενος, καὶ οὔτε στολὴν ἱερατικὴν ἐνδεδυμένος, οὔτε τῇ ἀκολουθίᾳ τῆς ἡμετέρας ἱερουργίας χρησάμενος ἐν ψαλμοῖς, καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς· ἡμεῖς δὲ ἐν ἐκκλησίᾳ τε τὴν ἱερουργίαν ἐπιτελοῦμεν, καὶ ἐπὶ τοῦ πνευματικοῦ θυσιαστηρίου, τῆς ἱερᾶς φημι τραπέζης, καὶ νήστεις, καὶ ἑστῶτες, καὶ τὴν ἱερατικὴν στολὴν περι βεβλημένοι, καὶ ψαλμοῖς, καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς χρώμενοι. Αἱ γὰρ καταστάσεις τῶν καιρῶν εἰώθασι πολλάκις ἀμείβειν τὰ πράγματα, καὶ τὰ παλαιότερα καινοτομεῖν, οὐκ εἰς ἀναίρεσιν ἐκείνων, ἀλλ᾽ εἰς εὐπρεπεστέραν τάξιν, διὰ τὴν ἐς ὕστερον ἐλευθερίαν καὶ τὸ τῆς προαιρέσεως ἀνεμπόδιστον. Οἱ γὰρ ἀπόστολοι, καὶ οἱ μετ᾿ αὐτοὺς ἀλη θεῖς ποιμένες, καὶ ὀρθοὶ διδάσκαλοι τῶν ἐκκλησιῶν Πνεύματι Θεοῦ πάντως ἀγόμενοι, καὶ τὴν ἐκεῖθεν ἔλλαμψιν ἔχοντες, τὰ μὲν ἤμειψαν, τὰ δὲ ηὔξησαν, ἄνωθεν δεξάμενοι τὴν τοιαύτην χάριν, καὶ πάντα πρὸς τὸ συμφέρον ἐνεργοῦντες, καὶ θεοφιλῶς ὁριζόμενοι, καὶ διατυποῦντες. Εἰ δὲ ἀκριβῶς κατανοήσο μεν, οὐδὲ ἄζυμον ἦν ἄρτος, οὗ μετέδωκεν ὁ Χριστὸς τοῖς ἀποστόλοις. Ὁ γὰρ περὶ τοῦ Πάσχα νόμος οὕτω διέξεισι· Τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου ἀφ' ἑσπέρας ἔδεσθε ἄζυμα, ἕως ἡμέρας μιᾶς καὶ εἰκάδος τοῦ μηνὸς ἕως ἑσπέρας. Ἑπτὰ ἡμέρας ζύμη οὐχ εὑρεθήσεται ἐν ταῖς οἰκίαις ὑμῶν. Τὰ μὲν οὖν τοῦ Νόμου τοιαῦτα· ὁ δὲ Χριστὸς πρὸ τῆς τεσσαρεσκαιδεκάτης ἡμέρας, ἤγουν κατὰ τὴν τρισ καιδεκάτην τό τε νομικὸν Πάσχα τετέλεκε, καὶ τὸν μυστικὸν παρέδωκε δεῖπνον, καθ' ἣν ἡμέραν ζυμίταις ἄρτοις ἀκωλύτως πάντες ἐκέχρηντο. Εἰ δέ τις εἴποι, Καὶ μὴν τὸ νομικὸν τηνικαῦτα Πάσχα τελῶν ἄζυμα ἐπὶ πικρίδων ἔφαγεν αὐτός τε καὶ οἱ μαθηταί· πό θεν οὖν ἔσχον τότε τὰ ἄζυμα; ἐροῦμεν πρὸς αὐτόν, ὅτι εἰκὸς ἦν προετοιμασθῆναι ταῦτα κατ' ἐπιταγὴν τοῦ Σωτῆρος, ἢ κατὰ πρόγνωσιν τοῦ οἰκοδεσπότου, πιστοῦ καὶ αὐτοῦ τυγχάνοντος.
col. 1183–1184page 583 of 677
PG 130:1183πασιν ὕδατος, μίαν καὶ διὰ τούτου φύσιν ἐν τῷ Χριστῷ καταγγέλλοντες, καὶ προβάλλονται τὸν Χρυσόστομον κωλύοντα τὸ ὕδωρ ἐν τῇ ἑρμηνείᾳ τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου. Ἡμεῖς δὲ τὸν οἶνον ὕδατι κιρνῶντες, ἱερουργοῦμέν τε καὶ μεταλαμβάνομεν, ἐμφαίνοντες τὴν ἔνωσιν τῶν ἐν Χριστῷ δύο φύσεων. Φησὶ γὰρ καὶ ὁ Θεολόγος Γρηγόριος, Αἷμα καὶ ὕδωρ τῆς πλευρᾶς χεόμενον, τὸ μὲν ὡς ἀνθρώπου, τὸ δὲ ὡς ὑπὲρ ἄνθρωπον. Ὁ δὲ Χρυσόστομος, ἐρῶν τοὺς Μαρκίωνος τοῦ Ποντικοῦ μαθητὰς ὕδωρ μόνον προσάγοντας (δι' αὐτὸ γὰρ τοῦτο Ὑδροπαραστάται προσωνομάσθησαν), ἐκώλυσε τὸ προσφέρειν ὕδωρ, ἀποδοκιμάσας οὐ τὸ προσάγειν οἶνον καὶ ὕδωρ, ἀλλὰ τὸ προσφέρειν ὕδωρ μόνον κατὰ τὴν ἐκείνων ὁμοίωσιν. Ὅτι δὲ τὸν οἶνον καὶ τὸ ὕδωρ μιγνύμενα καὶ ἱερουργούμενα ἀπεδέχετο, σαφῶς ἐδήλωσεν ἐν τῇ ἑρμηνείᾳ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου λέγων, ὅτι Ἡνίκα προσέρχῃ τῷ θυσιαστηρίῳ, καὶ μεταλαμβάνεις τοῦ αἵματος τοῦ Χριστοῦ ἐκ τοῦ ποτηρίου, νόμιζε ὅτι τὸ στόμα σου τῇ πλευρᾷ τοῦ Χριστοῦ προσέθηκας, καὶ ἐκ τῆς πλευρᾶς αὐτοῦ πίνεις. Ἐκ δὲ τῆς πλευρᾶς Χριστοῦ οὐχ αἷμα μόνον, ἀλλὰ καὶ ὕδωρ ἔβλυσεν εἰς πίστωσιν τῶν ἐν αὐτῷ δύο φύσεων, καθώς προδεδήλωται. Ὅτι δὲ καὶ τὸ ποτήριον, ἐξ οὗ μετέδωκεν ὁ Χριστὸς τοῖς ἀποστόλοις, σύγκρατον ἦν ἐξ οἴνου καὶ ὕδατος, μαρτυρεῖ ὁ ἀδελφόθεος Ἰάκωβος ὁ ἀπόστολος, καὶ Μάρκος ὁ εὐαγγελιστὴς ἐν ταῖς λειτουργίαις αὐτῶν, ἑκάτεροι λέγοντες οὕτως, ὅτι, λαβὼν ποτήριον, καὶ κεράσας ἐξ οἴνου καὶ ὕδατος εὐχαριστήσας, εὐλογήσας, ἔδωκεν αὐτοῖς εἰπὼν, Πίετε ἐξ αὐτοῦ πάντες, τοῦτό ἐστι τὸ αἷμα μου τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν ἐκχυνόμενον. Πάντως γὰρ ὡς ἀψευδὴς καὶ προγνώστης Θεὸς οἷον ἔμελλεν ἐκχυθῆναι, τοιούτου καὶ μετεδίδου τοῖς μαθηταῖς. Καὶ ἡ ἐν Καρθαγένῃ δὲ σύνοδος οὕτως ἐκανόνισεν, ἵνα ἐν τοῖς ἁγίοις μηδὲν πλέον προσάγηται ἢ μόνα, ἅπερ ὁ Κύριος παρέδωκε, τουτέστιν ἄρτον καὶ οἶνον ὕδατι μεμιγμένον. Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὰς ζωοθυσίας παύσαντος ἐν τῷ μεταδοῦναι τοῖς μαθηταῖς τοῦ μυστικοῦ δείπνου, καὶ εἰπεῖν, Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν, τουτέστιν οὐ τὸ Ἰουδαϊκὸν, ἀλλὰ τὸ τηνικαῦτα μυστικῶς παραδεδομένον, τοὐναντίον οἱ Ἀρμένιοι διαπράττονται, βόας, καὶ ἀμνούς, καὶ πρόβατα θύοντες κατὰ τὴν Ἰουδαϊκὴν λατρείαν, καὶ τὰς φλιὰς τοῖς τῶν τεθυμένων αἵμασι χρίοντες, καὶ τὰς ἐλπίδας τῆς σωτηρίας μᾶλλον ἐν τούτοις ἔχοντες. Ὅθεν καὶ ἐν τῇ ἑορτῇ τοῦ Πάσχα οὐ τοῦ Δεσποτικοῦ σώματος καὶ αἵματος μεταλαμβάνουσιν, ἀλλὰ τοῦ ἀμνοῦ, θύοντες αὐτὸν Ἰουδαϊκῶς, καὶ ὀπτὰ πυρὶ ποιοῦντες, καὶ ἐξ αὐτῶν ἁγιάζεσθαι προσδοκῶσι, καὶ ἄφεσιν λαμβάνειν ἁμαρτημάτων. Ὅτι δὲ τῶν τοιούτων θυσιῶν ἐπαύθησαν αἱ προσαγωγαί, ζητήσας εὑρήσεις ἐν τῷ κατὰ τῶν Ἑβραίων τίτλῳ. Τὸν σταυρὸν οἱασδήποτε ὕλης ὄντα οὐ πρότερον τιμῶσιν, οὐδὲ προσκυνοῦσιν, εἰ μὴ βαπτίσουσι τοῦτον ὡς ἄνθρωπον, καὶ πήξουσιν ἧλον ἐν μέσῳ τούτου, καὶ χρίσουσιν αὐτὸν αἵματι θυσίας, καίτοι διὰ χει
col. 1185–1186page 584 of 677
PG 130:1185ρὸς τυποῦντες τὸν σταυρὸν ἐπὶ τοῦ μετώπου, καὶ ε ἐπὶ τοῦ βαπτίσματος, καὶ ἐπὶ τῆς ἱερουργίας, καὶ ἐν ἄλλοις πολλοῖς. Ἀλλ', ὦ μάταιοι καὶ φρενοβλαβεῖς, φαίην ἂν πρὸς αὐτοὺς, εἴπερ ὁ διὰ χειρὸς ἀΰλως τυπούμενος σταυρὸς ἁγιάζειν πάντα, οἷς ἐπιβάλλεται, τὸ ὕδωρ λέγω τοῦ βαπτίσματος, καὶ τὸ ἔλαιον, καὶ τὸ μύρον, καὶ τὰ πρόσωπα τῶν ἀνθρώπων τῶν πιστευόντων, καὶ τὸν μυστικὸν ἄρτον, καὶ τὸ ἱερὸν ποτήριον, καὶ τἄλλα, ἵνα μὴ καθ᾿ ἕκαστον ἀπαριθμούμενος μηκύνω τὸν λόγον, πῶς ὁ διὰ τῆς οἱασδήποτε ὕλης τύπος τοῦ σταυροῦ, ὡς κοινόν τι καὶ βέ βηλον διά τε βαπτίσματος, καὶ ἥλου καὶ αἵματος καθ' ὑμᾶς ἁγιάζεται; Πῶς δὲ ὁ καὶ τὸ βάπτισμα καὶ τὴν οὐσίαν ἁγιάζων σταυρὸς ὑπὸ τῶν ἁγιαζομένων τούτων ἁγιάζεται; Ὥσπερ γὰρ πρὸ τοῦ σταυρωθῆναι τὸν Χριστὸν ὁ σταυρὸς ὄργανον ἦν θανάτου κατηραμένον, καὶ ὁ τύπος αὐτοῦ φευκτός τε καὶ ἀποτρόπαιος· οὕτω μετὰ τὸ προσηλωθῆναι τὸν Χριστὸν αὐτῷ, καὶ καταῤῥανθῆναι τοῦτον τῷ Δεσποτικῷ αἵματι καὶ ὕδατι, αὐτός τε ἡγιάσθη, καὶ ὁ τύπος αὐτοῦ ἁγιαστήριον πᾶσι τοῖς πιστοῖς κατέστη, πρότερον μὲν ἀνθρώπου ἀναιροῦντος, ὕστερον δὲ τοὺς δαίμονας. Εἰ οὖν τὸ πρωτότυπον γέγονεν ἅγιον, ὡς εἴρηται, προσηλωθέντος αὐτῷ τοῦ Δεσπότου, καθὼς ὁ Δαβὶδ ἐδίδαξεν εἰπὼν, Καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἁγιόν ἐστι· τοῦτο γὰρ νῦν ὠνόμασεν ὑποπόδιον διὰ τὸ προσπαγῆναι τούτῳ τοὺς προσκυνητούς αὐτοῦ πόδας· ἅγιος ἄρα καὶ πᾶς τύπος αὐτοῦ, κἂν διὰ χειρὸς ἀΰλως τυπωθείη, κἂν δι' ὕλης τινός. Εἰκόνες γάρ εἰσι ταῦτα τοῦ πρωτοτύπου, καὶ ὥσπερ ἡ τοῦ Χριστοῦ εἰκὼν ἁγία ἐστὶν, οὐ διὰ τὴν ὑποδεξαμένην αὐτῇ ὕλην, ἀλλὰ διὰ τὸν χαρακτῆρα καὶ τὴν μορφὴν τοῦ Χριστοῦ· οὕτω καὶ ὁ τοῦ σταυροῦ τύπος εἰκών ἐστι τοῦ πρωτοτύπου διὰ τὸ σχῆμα καὶ τὴν ὁμοίωσιν, καὶ διὰ τοῦτο σεπτὸς καὶ τίμιος. Ἡ γὰρ τιμὴ τῆς εἰκόνος ἐπὶ τὸ πρωτότυπον διαβαίνει, διὸ καὶ ὁ θεῖος Γρηγόριος ὁ τῆς Μεγάλης Ἀρμενίας προ πάντων σταυροὺς ξυλίνους ἐν τόποις τισὶ στήσας, ἐκέλευε προσκυνεῖν, καὶ καταφεύγειν ἐπὶ τούτους ὡς ἁγιαστήρια, καίτοι μή πω χειροτονηθεὶς ἀρχιερεὺς, μήτε τινὶ βαπτίσματι, ἢ ἥλῳ, ἢ αἵματι καθοσιώσας αὐτούς. Ἐμπηγνύουσι δὲ τὸν ἧλον τῷ σταυρῷ εἰς ὄνομα τοῦ Χριστοῦ, δηλοῦντες, ὅτι εἷς τῆς Τριάδος ἐσταυρώθη, τουτέστιν ἡ θεία φύσις αὐτοῦ. Ἐπεὶ δὲ ἡ τοῦ Χριστοῦ θεία φύσις, καὶ τοῦ Πατρὸς, καὶ τοῦ ἁγίου Πνεύματός ἐστι φύσις, συσταυροῦσιν αὐτῷ, κἂν μὴ φανερῶς ὁμολογῶσι, καὶ τὸν Πατέρα καὶ τὸ ἅγιον Πνεῦμα. Εὑρήσεις δὲ περὶ τοῦ σταυροῦ πλα τύτερον ἐν τῷ ἐφεξῆς τίτλῳ κατὰ τὸ κεφάλαιον, ᾧ ἐπιγέγραπται Περὶ τοῦ σταυροῦ. Σταυροὺς τρεῖς ξυλίνους ποιήσαντες, καὶ συζεύξαντες ἀλλήλοις ἁγίαν Τριάδα τούτους ὀνομάζουσιν, οὐ φρίττοντες κατασκευάζειν εἰκόνας τῆς μακαρίας Τριάδος τῆς μόνης ἀκτίστου, καὶ ἀπείρου, καὶ ἀορί στου, καὶ ὅλως ἀνεννοήτου. Αἱ γὰρ εἰκόνες ὁρατῶν καὶ πεπερασμένων εἰσιν εἰκόνες. Πῶς δ᾽ ἄν τις εἰ κόνα κατασκευάσειεν, οὗ τὸ πρωτότυπον ἀθέατόν
col. 1187–1188page 585 of 677
PG 130:1187ἔστι παντάπασι καὶ ἀκατανόητον; Πῶς οὖν τούτους προσαγορεύσομεν, ξυλολάτρας, ἢ εἰδωλολάτρας; ἀμφότερα γὰρ αὐτοῖς ἁρμόζει. Καθ' ἕτερον δὲ λόγον σταυρωθῆναι τὴν Τριάδα καθομολογοῦσι, σταυροὺς τρεῖς ἀλλήλοις συνάπτοντες, καὶ δι᾿ ἔργων τοῦτο κηρύττοντες. Τί τῆς πλάνης ταύτης ἀνοητότερον καὶ ἀθεώτερον; Τοὺς τρεῖς, ὡς εἴρηται, σταυροὺς εἰδωλοποιοῦντες, καὶ τὸ φρικτὸν ὄνομα τῆς ἀκαταλήπτου Τριάδος τούτοις ἐπιθέντες, οὐκ αἰσχύνονται προσαγορεύοντες ἡμᾶς μᾶλλον εἰδωλολάτρας διὰ τὴν σεπτὴν εἰκόνα τοῦ ἐνανθρωπήσαντος Ἰησοῦ Χριστοῦ, καὶ ὁραθέντος καὶ κρατηθέντος, καὶ πεπερασμένου κατὰ σάρκα τυγχάνοντος, ἔτι δὲ καὶ διὰ τὴν τῆς Θεομήτορος, καὶ τὰς τῶν ἁγίων, οἷς οὐ μόνον ὁρατὰ καὶ περιληπτὰ, ἀλλὰ καὶ θνητὰ τὰ σώματα. Εἴρηται δὲ πλατύτερον περὶ τῶν ἁγίων εἰκόνων ἐν τῷ κατὰ τῶν Εἰ κονομάχων τίτλῳ, καὶ ζήτησον ἐκεῖ τὴν διαφοράν τῶν εἰδώλων καὶ τῶν εἰκόνων. Τῶν Ἀρμενίων ὥσπερ κίβδηλος καὶ θεοστυγὴς ἡ πίστις, οὕτω καὶ τὸ βάπτισμα τούτων, καὶ πᾶσα τελετή, καὶ ἅπαν μυστήριον. Σαπρὸν γὰρ δένδρον καρποὺς καλοὺς οὐ ποιεῖ, καθὼς ὁ Κύριος ἀπεφήνατο. Ἐρωτώμενοι παρ' ἡμῶν οἱ Ἀρμένιοι τίς ἐστιν ἡ νηστεία τοῦ Ἀρτζιούτζη, φασί, Σεργίου τινὸς Ἀρμενίου μαρτυρήσαντος ἐν τῇ τούτων χώρᾳ. Πρὸς οὓς ἡμεῖς· Καὶ τίς ἡ ἀπόδειξις, καὶ πόθεν δῆλον, ὅτι ὀρθόδοξος ἦν ἐκεῖνος ὁ Σέργιος, ὑμῶν κακοδόξων ὄντων, καὶ μήτε προφήτου τινός, μήτε ἀποστόλου, μήτε μάρτυρος, μήτε ὁσίου, μήθ' ὅλως τινὸς ἁγίων μνήμην ἑορταζόντων, ἀλλὰ μηδὲ αὐτοῦ τοῦ παμμάκαρος Γρηγορίου τοῦ τῆς Μεγάλης Ἀρμενίας ἀρχιερέως; Καὶ μεταβαλλόμενοι λέγουσιν, ὅτι τῆς Νινευὶ ἐστιν ἡ νηστεία. Καὶ πάλιν ἡμεῖς φαμεν, ὅτι Μήτε τῶν ἁγίων ἀποστόλων, μήτε συνόδου τινὸς ἁγίων Πατέρων μνημονευσάντων αὐτῆς, τίς ὁ προστάξας νηστεύειν ὑμᾶς νηστείαν ἐθνῶν πρὸ πολλῶν ἐτῶν τῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ γεγενημένην; Εἰ οὖν τὰς Ἰουδαϊκὰς νηστείας τὰς διὰ Μωσέως ὁρι σθείσας ὑπὸ τοῦ Θεοῦ νηστεύειν ἐκωλύθημεν, πολλῷ μᾶλλον τὰς τῶν ἀνόμων ἐθνῶν. Οὕτω δὲ προδήλως ἐλεγχόμενοι πάλιν ἀποκρίνονται, φάσκοντες, τὴν τοῦ Ἀδὰμ νηστείαν εἶναι ταύτην, ὅτε τῆς τοῦ παρα δείσου τρυφῆς ἐξέπεσε. Καὶ αὖθις ἡμεῖς φαμεν, ὅτι Περὶ τῆς κοσμογενείας καὶ πάντων τῶν κατά τὸν Ἀδὰμ ὁ Μωϋσῆς συγγραψάμενος, οὐδὲν οὐδα μοῦ περὶ τῆς νηστείας ταύτης ἐνέφηνε. Καὶ πόθεν ἔχετε λέγειν τοῦ Ἀδὰμ εἶναι ταύτην; Ἔπειτα μετα βαίνουσιν ἐφ᾽ ἕτερον, ὅτι τῆς Μεγάλης Ἀρμενίας ἡ νηστεία αὕτη ἐστὶν, ἣν ἐνήστευσαν οἱ Ἀρμένιοι βαπτισθῆναι μέλλοντες ὑπὸ τοῦ μεγάλου Γρηγορίου. Ἐλέγχονται δὲ κἀνταῦθα ψευδόμενοι. Ἐλαυνόμενοι γὰρ ὑπὸ τῶν δαιμόνων πρὸ τοῦ βαπτίσματος ὡρί σθησαν ἡμέρας ἑξήκοντα νηστεῦσαι· ὕστερον δὲ
col. 1189–1190page 586 of 677
PG 130:1189μέλλων αὐτοὺς βαπτίσαι τριακονθήμερον αὐτοῖς ἐπέταξε νηστείαν, ὡς κἀν ταῖς Ἀρμενικαῖς ἀναγέγραπται βίβλοις, καὶ οὐδεμία τούτων ἡ τοῦ Ἀρτζι δούρτζη ἐστίν. Ἀνατρεπόμενοι δὲ κἀντεῦθεν τοῦ μεγάλου Κωνσταντίνου ταύτην εἶναί φασιν, ἣν ἐνή στευσε βαπτισθῆναι μέλλων. Καὶ τοῦτο δὲ πάντη ψευδές. Τί γὰρ πρὸς ὅλην τὴν οἰκουμένην ἡ βασι λέως ἑνὸς νηστεία; Πῶς δὲ καὶ οὐδεὶς τῶν μετὰ τὸν Μέγαν Κωνσταντῖνον ἢ συνόδων ἢ Πατέρων ἄλλος ἁγίων μνείαν αὐτῆς ἐποιήσατο; Τοῦτον δὲ τὸν τρό πον ἄλλοτε ἄλλα λέγοντες, καὶ πανταχοῦ περιτρεπόμενοι, καὶ στῆναι βεβαίως οὐ συγχωρούμενοι, διδόασιν ἡμῖν ἐννοεῖν, ὅτι βδελυρά τίς ἐστιν ἡ τοιαύτη νηστεία καὶ ἀναξία Χριστιανικῆς ἀκοῆς. Ἐγὼ δὲ τοιοῦτόν τι περὶ ταύτης ἀκήκοα, ὅτι Σέργιός τις διδάσκαλος τῆς Ἀρμενικῆς αἱρέσεως γενόμενος, εἶχε κύνα καλούμενον οὕτως Ἀρτζιβούρτζην· δηλοῖ δὲ ἡ λέξις τὸν Προμυτάτωρα. Τούτῳ μηνυτῇ καὶ σημάντορι τῆς ἐπιδημίας αὐτοῦ πολλάκις ὁ Σέργιος ἐκέχρητο παρὰ δαίμονος ἐνεργουμένῳ, μέλλων ἐπι δημῆσαί τινι τῶν πολιχνίων, ἢ κωμῶν, ἢ χωρίων ἐν οἷς ᾤκουν οἱ μαθηταὶ καὶ μέτοχοι τῆς λύμης αὐτοῦ. Καὶ ὅτι τὸν κύνα τοῦτον εἶδον, ἐξεχέοντο μετὰ μίαν ἡμέραν πρὸ μιλίων τινῶν εἰς ἀπάντησιν τοῦ διδασκάλου. Ποτὲ δὲ πρὸς τὴν συνήθη ταύτην λειτουργίαν ὁ κύων ἐκπεμφθεὶς ὑπὸ λύκων ἐβρώθη, καὶ μετὰ τὴν ἐπιοῦσαν ἡμέραν ἐβάδισεν ὁ Σέργιος ἐφ' οὓς ἀπέστειλε τὸν κύνα. Μηδενὸς δὲ κατὰ τὸν τύπον προϋπαντήσαντος, ἐδεινοπάθησε, καὶ ἐπιδημήσας αὐτοῖς, ἐπειδὴ μεμάθηκεν, ὅτι οὐ παρεγένετο πρὸς αὐτοὺς ὁ πρόδρομος αὐτοῦ κύων, ἔπεμψεν εἰς ἀναζήτησιν, καὶ διαγνοὺς αὐτὸν ἀπὸ τῆς τῶν ὀστέων εὑρέσεως λυκόβρωτον γεγονότα, προσέταξε πᾶσι τοῖς Ἀρμενίοις νηστεύειν ὑπὲρ τῆς τελευτῆς αὐτοῦ καὶ κατηφιᾷν, καὶ σκυθρωπάζειν ἐφ ἡμέραις ὡρι σμέναις κατ' ἐνιαυτόν, καὶ τὴν νηστείαν ταύτην Ἀρτζιβούρτζην ὠνόμασε. ΤΙΤΛΟΣ ΚΑ'. Κατὰ τῶν λεγομένων Παυλικιάνων ἐκ τῶν Φω τίου τοῦ μακαριωτάτου πατριάρχου Κωνσταντινουπόλεως. Σαμόσατα πόλις ἐστὶ τῆς Συρίας, καθ' ἧς πάλαι τὸ Μανιχαίων εἰσεκώμασε φρόνημα. Γυνὴ δέ τις ἐν ταύτῃ Καλλινίκη τοὔνομα τὸν βόρβορον τῆς Μανι χαϊκῆς αἱρέσεως ὅλον ἐκπιοῦσα, δύο τίκτει παῖδας, Παῦλον καὶ Ἰωάννην. Οὗτοι τὴν μητέρα ζηλώσαντες, ἄκρατον τῆς ἀποστασίας ταύτης τὸν ἰὸν εἰσεδέξαντο. Θεασάμενοι δὲ τούτους οἱ συναποστάται διαφέροντας ἐπὶ τῇ δυσσεβείᾳ καὶ δραστηρίους, κήρυκας προβάλλονται καὶ μυσταγωγούς. Οὗτοι δὲ καὶ ἄλλα προσεπινοήσαντες ἄτοπα, καὶ μιαρά, καὶ ὀλέθρια δόγματα τὴν τῶν Παυλικιάνων αἵρεσιν συνεστήσαντο, μοῖραν μὲν τῆς Μανιχαίων μανίας οὖσαν, τισὶ δὲ προσθήκαις συναυξηθεῖσαν. Ἀπὸ τούτων δὲ τῶν δύο, Παύλου καὶ Ἰωάννου, τοῖς μαθηταῖς αὐτῶν ἡ προσωνυμία τῶν Παυλικιάνων ἐπετέθη, συντεθεῖσα βαρβαρικώτερον, καὶ ἀντὶ τοῦ Παυλοιωάννας Παυλικιάνοι κατονομάζονται. Χρόνου δὲ διαρρυέντος, ἕτερον ἑαυτοῖς τὸ τῆς ἀποστασίας συνέδριον χειροτονοῦσι διδάσκαλον, ὃς Κωνσταντίνος ὀνομαζόμενος εἰς Σιλουανὸν ἑαυτὸν μετωνόμασε, καί γε τοῦτον πολλῷ τῶν Καλλινίκης
col. 1191–1192page 587 of 677
PG 130:1191παίδων οἱ τῆς ἀποστασίας ὑπασπισταὶ ἐπίπροσθεν ἄγουσιν. Οὗτος δὲ οὗτος ὁ δεινότατος κακουργήσει τὰ ἀτόλμητα, τὰ μὲν αἱρετικὰ φρονήματα γραφῇ παραδοῦναι οὐκ ἐτόλμησεν, ἔλει δὲ καὶ συνεχεῖ εἰ δασκαλίᾳ κατασφαλισάμενος, τοῖς μυσταγωγηθεῖσε κατέχειν ἀπαράτρωτα τὰ τῆς ἀσεβείας παρακατι τίθησιν ὄργια. Τὸ μέντοι Εὐαγγέλιον καὶ τὸν Ἀπό στολον, ἃ καὶ τὸ θεῖον περιπτύσσεται καὶ τιμᾷ τῶν Χριστιανῶν σύνταγμα, ἐγγράφως τούτοις παρέθετο, τοῖς βήμασι μὲν καὶ ὀνόμασιν οὐδὲν μέγα παραλλάτ τον, οὐδὲ κατακιβδηλεύων τοῦ λόγου τὸ σχῆμα, καθάπερ Οὐαλεντίνος καὶ ἕτεροι, ὅλον δὲ τὸν νοῦν τῆς εὐσεβείας διαστρέφων, καὶ καταθραύων, καὶ πάντα ποιῶν, καὶ περιέχων πρὸς τὸ τῆς ἀποστασίας αὐτοῦ φρόνημα. Καὶ τὰ μὲν ῥήματα, ὡς εἴρηται, δίδωσι κατέχειν τοῦ τε θείου Εὐαγγελίου καὶ τοῦ Ἀποστόλου, μήτε προσθήκαις μήτε ὑφαιρέσεσιν ἀναίδην λυμαινόμενος· προσάπτει δὲ τούτοις καὶ ὑποβάλλει νοή ματα, οἷς ἀρμόζει μὲν οὐδὲν τῶν ἱερῶν ῥημάτων, οὐδεμία δὲ τούτοις ἀκολουθία ἐνορᾶται, μάχεται δὲ πρὸς ἄλληλα, καὶ ἀντικαθίσταται. Ταῦτα γοῦν παρε καταθέμενος μηδὲν ἕτερον αὐτῶν ἀναγινώσκειν παρά τε τὸ Εὐαγγέλιον καὶ τὸν Ἀπόστολον δόγμα τίθησιν. Ἀλλ' ὁ μὲν μετὰ χρόνον ἀπεφθάρη τὴν ψυχὴν πλέον τοῦ σώματος, μετὰ δὲ τὸν Σιλουανὸν Συμεὼν αὐτῶν τοῦ δυσσεβοῦς διδασκαλείου προΐσταται, Τίτον καὶ αὐτὸς ἑαυτὸν μετονομισάμενος. Ἑξῆς δὲ Ἀρμένιος Γενέσιος τοὔνομα, μετακληθεὶς εἰς Τιμόθεον, καὶ τέταρτος Ἰωσὴφ ὁ εἰς Ἐπαφρόδιτον μεταβεβλημένος. Εἶτα Ζαχαρίας, ὃν οὐκ ἐλαχίστη μερὰ τῆς αἱ ρέσεως μισθωτόν τε ἡγεῖται, καὶ τῆς διδασκαλικῆς αὐτὸν προεδρίας ἀνάξιον. Ἕκτος αὐτοῖς ἐπιγίνεται Βιάνης ὁ ῥυπαρός, ἐφ' οἷς ἕβδομον καὶ τελευταῖον κακὸν Σέργιος ἀναφύεται· εἰς Τυχικὸν δὲ καὶ οὗτος ἑαυτὸν μετεκάλεσεν. Ἀλλ' οἱ μὲν τῆς ἀποστασίας αὐτῶν διδάσκαλοι, ἀφ' οὗ τῆς Παύλου καὶ Ἰωάννου μετωνυμίας ἔλαχε τὸ ἀποστατικὸν τοῦτο καὶ μισόχρι στον σύνταγμα μέχρι τοῦ καθ' ἡμᾶς ἥκοντος χρόνου, ἐπὶ τοσοῦτον προήχθησαν. Ἐκεῖνο δὲ δεῖ γινώσκειν, ὡς οἱ νῦν τῆς ἀποστάσεως ταύτης παῖδες, ἐπειδὰν αὐτούς τις ἀπαιτείη τοὺς ἐξάρχους τῆς τοιαύτης ἀπο πέμπεσθαι βδελυρίας, Μάνεντα μέν, καὶ Παῦλον, καὶ Ἰωάννην, καί τινας ἄλλους προθύμως ἀναθεματίζουσι· Κωνσταντῖνον δὲ καὶ Σιλουανὸν καλοῦσι, καὶ Συμεῶνα τὸν Τίτον, καὶ Γενέσιον τὸν Τιμόθεον, καὶ Ἰωσήφ τὸν Ἐπαφρόδιτον, καὶ τὸν ῥυπαρὸν Βι άνην, καὶ Σέργιον τὸν Τυχικὸν οὐδαμῶς ἀναθεματίζειν καταδέχονται, ἀλλ' οἷα δὴ Χριστοῦ ἀποστόλους καὶ τῆς εὐσεβείας διδασκάλους ἀσπάζονταί τε καὶ ἀποδέχονται. Οὐ πάντες δέ, οὐδὲ τοὺς εἰρημένους πάντας ὁμοίως περιέπουσιν, ἀλλὰ τοὺς μὲν μέχρι Βαάνου καὶ Σεργίου καταγομένους ἐξ ἴσου θειάζουσίν, ἐκεῖθεν δὲ ῥαγέντες εἰς ἀντιπάλους δύο μερίδας, οἱ μὲν τὸν Βαάνην, οἱ δὲ θεοποιοῦσι τὸν Σέργιον ἐπὶ τοσοῦτον τὴν κατ' ἀλλήλων ἔριν καὶ στάσιν κρατύνοντες, ὡς καὶ μέχρι σφαγῆς αὐτοῖς προχωρεῖν τὸ φιλόνεικον. Ἓξ δὲ αὐτῶν ἀνομολογοῦσιν ἐκκλησίας, ὧν τὴν μὲν Μακεδονίαν καλοῦσιν, Ἀχαΐαν δὲ τὴν δευτέραν, καὶ τρίτην τὴν Φιλιππησίων, ἐφ' εἷς τὴν
col. 1193–1194page 588 of 677
PG 130:1193Λαοδικέων, καὶ πέμπτην τὴν τῶν Ἐφεσίων, τελευταίαν δὲ τὴν τῶν Κολοσσαέων. Ἀλλὰ τὰ μὲν ὀνόματα ἐστι πόλεων, ὧν καὶ ἡ παλαιὰ τὴν γνῶσιν εἶχεν ἱστορία· καὶ ὁ θεῖος ἐμνημόνευσε Παῦλος· οἱ δὲ μηδὲν ἄδολον μηδ' ἀκαπήλευτον φιλονεικοῦντες καταλιπεῖν, μηδ' ὅσα ἔψει διελέγχεται, μηδὲ ταῦτα δυστωπούμενοι Μακεδονίαν μὲν ὀνομάζουσι πολίχνιόν τι Κολωνείας καλούμενον Κίβασαν, ἐν ᾗ Κωνσταντῖνος ὁ Σιλουανὸς τὴν ἀποστασίαν ἐδίδαξε. Κώμη δὲ Σαμοσάτων ἐστὶν ἡ Μάναλις, ἥτις τῆς Γενεσίου τοῦ καὶ Τιμοθέου διδασκαλίας ἐχρημάτισεν ἐργαστήριον. Ταύτῃ δὲ τὴν Ἀχαΐαν ἐπιφημίζουσιν. Ὅσοι δὲ Ἰωσὴφ τοῦ Ἐπαφροδίτου, καὶ Ζαχαρίου τοῦ μισθωτοῦ κατ' αὐτοὺς ποιμένος μαθηταὶ ἐχρημάτισαν, τούτοις τὴν τῶν Φιλιππησίων ἐπιγράφουσι. Τοῖς δὲ ἐν Ἀργαὶ τῇ πολίχνῃ τὴν Λαοδικέων ἐπικηρύττουσι, καὶ τοὺς ἐν Μοψουεστίᾳ εἰς τὴν Ἐφεσίων μεταπλάττουσιν, ὥσπερ καὶ τοὺς λεγομένους Κυνοχωρίτας εἰς τὴν τῶν Κολοσσαέων ἀναφέρουσι. Τούτων δὲ τῶν τριῶν ἐκκλησιῶν καὶ τὸ σύστημα, καὶ τὴν διδασκαλίαν Σεργίῳ τῷ καὶ Τυχικῷ ἀνατιθέασιν. Ἀλλ' οἱ μὲν διδάσκαλοι, καὶ αἱ λεγόμεναι αὐτῶν ἐκκλησίαι ἐν τούτοις· οὐκ ἐκ μιᾶς δέ τινος πλάνης, ἀλλ' ἐκ πολλῶν καὶ ποικίλων τὸ πολύπλοκον τοῦτο τῆς αἱρέσεως συνέστηκε φρόνημα. Δύο μὲν γὰρ ἀρχὰς ὁμολογοῦσιν, ὡς οἱ Μανιχαίοι· φασὶ δὲ ἕτερον μὲν εἶναι Θεὸν τὸν ἐπουράνιον Πατέρα, ὃν καὶ τῆς τοῦδε τοῦ παντὸς ἐξουσίας ὑπερορίζουσι, τοῦ μέλλοντος μόνον τὸ κράτος αὐτῷ ἐγχειρίζοντες· ἕτερον δὲ τὸν δημιουργὸν τοῦ κόσμου, ᾧ καὶ τὸ κῦρος τοῦ παρόντος αἰῶνος χαρίζονται. Καὶ τοὺς μὲν ἀληθῶς ὄντας Χριστιανοὺς Ῥωμαίους οἱ τρισαλιτήριοι ὀνομάζουσιν, ἑαυτοῖς δὲ τὴν κλῆσιν, ἧς ἀλλότριοι παντελῶς καθεστήκασι, τῶν Χριστιανῶν περιάπτουσι. Λέγουσι δὲ Πατέρα, καὶ Υἱόν, καὶ ἅγιον Πνεῦμα, λέξεις μὲν εὐσεβεῖς, ὑποβάλλουσι δὲ ταύταις τὴν ἐσχάτην ἀσέγειαν. Οὐ γὰρ ὡς ἡ τοῦ Θεοῦ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία, οὕτω καὶ οὗτοι φρονοῦντες λέγουσιν, ἀλλὰ τὰς λέξεις ἐκεῖθεν ἀποσπαράξαντες, δυσσεβεστάταις ἐννοίαις ταύτας ἐπιφημίζουσι, καὶ φασι προθύμως, ὡς ἀνάθεμα εἴησαν ὅσοι μὴ πιστεύουσιν εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, Πατέρα οὐ τὸν παντοκράτορα, καὶ ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων ἀνακηρύττοντες, ἀλλὰ Πατέρα φάμενοι τὸν ἐπουράνιον εὐθὺς ἐπισυνάπτουσιν, ᾧ καὶ τὴν κυριότητα, καὶ τὴν ἐξουσίαν τοῦ οὐρανοῦ τε καὶ τῶν ἐν αὐτῷ οὐδαμῇ οὐδαμῶς ἐπιτρέπουσι. Τινὲς δὲ τοῦ μὲν οὐρανοῦ τὴν ἐπιστασίαν αὐτῷ ἐγχειρίζουσι, τῶν δὲ ἐμπεριεχομένων οὐκ ἔτι. Καὶ τὸ μὲν πρῶτον αὐτῶν τῆς δυσσεβείας τοιοῦτον· βλασφημοῦντες δὲ τὴν ὑπεραγίαν Δέσποιναν ἡμῶν Θεοτόκον, μήτε γραφῇ μήτε ἀκοῇ θεμιτὸν παραδοῦναι, οὐ πεφρίκασιν οἱ τρισαλιτήριοι λέγειν· Πιστεύομεν εἰς τὴν παναγίαν Θεοτόκον, εἰς ἣν εἰσῆλθε, καὶ ἐξῆλθεν ὁ Κύριος. Καὶ τοῖς βήμασι τούτοις τὴν ἄνω ὑποβάλλονται Ἱερουσαλήμ, καί φασιν εἰς αὐτὴν πρόδρομον ὑπὲρ ἡμῶν εἰσελθεῖν τὸν Χριστόν, ὡς καὶ
col. 1195–1196page 589 of 677
PG 130:1195ὁ θεῖος ἀπόστολος ἔφη. Ἔσθ' ὅτε δὲ συνελαυνόμενοι γόητες, αὐτὸν ἀναπλάττοντες τὸν Χριστόν. Καὶ γὰρ διομολογεῖν ἐκ τῆς Παρθένου προελθεῖν τὸν Χριστὸν, ἐπειδὰν ὅλως συναναγκασθῶσιν, ἄνωθεν μὲν τὸ σῶμα συγκατενεγκεῖν αὐτὸν τερατολογοῦσι, δι' αὐτῆς δὲ ὡς διὰ σωλήνος διεληλυθέναι, καὶ ταύτην τὴν ἄσπιλον καὶ καθαρὰν Παρθένον μετὰ τὸν σωτήριον τόκον ἑτέρους υἱοὺς ἐκ τοῦ Ἰωσὴφ παιδοποιῆσαι. Ὡσαύτως καὶ τὴν κοινωνίαν τοῦ τιμίου σώματος καὶ αἵματος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν μυρίαις ὕβρεσι πλύνοντες, ἀποδέχεσθαί φασι σῶμα καὶ αἷμα τερατολογοῦντες τὰ δεσποτικὰ ῥήματα, ἃ καὶ φασι μεταδιδόντα τοῖς ἀποστόλοις εἰπεῖν· Λάβετε, φάγετε, καὶ πίετε· ἀλλ' οὐκ ἄρτον ποθέν, ἢ οἶνον προσαγαγόντα. Καὶ τὸν ζωοποιὸν δὲ σταυρὸν δυσφημοῦντες, φασὶν αὐτὸν προσκυνεῖν, καὶ ἀποδέχεσθαι σταυρόν, ὅτι πλάνοι· καὶ αὐτὸς, φασίν, εἰς σταυροῦ σχῆμα τὰς χεῖρας ἐξέπλωσε. Τὸν ἀληθῶς δὲ σταυρόν, ἅτε δὴ ξύλον φασί, καὶ κακούργων ὄργανον, καὶ ὑπὸ ἀρὰν κείμενον, οὐ δεῖ προσκυνεῖν καὶ ἀσπάζεσθαι. Ἀλλὰ καὶ γὰρ τοὺς ἱεροὺς προφήτας, καὶ πᾶσαν τὴν παλαιὰν Γραφήν, καὶ τοὺς ἄλλους ἀποστρέφονται ἁγίους, λῃστὰς αὐτοὺς καὶ κλέπτας ἀποκαλοῦντες. Μάλιστα δὲ τῶν ἀποστόλων τὸν κορυφαῖον Πέτρον δυσφημοῦσιν, ὅτι γέγονεν ἔξαρνος τῆς εἰς τὸν διδάσκαλον καὶ Χριστὸν πίστεως, καίτοι γε τοῦ διδασκάλου αὐτῶν Μάνεντος διαπρυσίως αὐτοῖς ἐμβοῶντος, καὶ λέγοντος ὡς οὐκ εἰμὶ ἐγὼ ἄσπλαγχνος, ὡς ὁ Χριστὸς, ὁ εἰπών· Ὅστις τίς με ἀρνήσηται ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγώ. Ἀλλ' ἐγὼ λέγω, Τὸν ἀρνησάμενόν με μετὰ χαρᾶς προσδέχομαι, καὶ τὴν ἄρνησιν αὐτοῦ, καὶ τὸ ψεῦδος, ὡς φυλακὴν καὶ συντήρησιν τῆς ἐμῆς ὁμολογίας ἡγήσομαι. Ἀλλ' οὖν οὕτως ἔχοντες, καὶ μυριάκις τὴν ἑαυτῶν ἐξαρνούμενοι πίστιν αὐτοὶ τὸν πρὸς βραχύ τι τοσούτων φόβων περιεστηκότων ἀνθρώπινόν τι παθόντα Πέτρον, καὶ πρὸς ἄρνησιν ὑπολισθήσαντα ἀπόβλητον παντελῶς καὶ ἀποτρόπαιον τίθενται, οὐ δι' ὃ προφασίζονται, ἀλλ' ὃ σιγῶσι καὶ ἀποκρύπτονται· διότι περὶ τῆς ἀποστασίας αὐτῶν προανεκήρυξε λέγων· Σπουδάσατε ἄσπιλοι καὶ ἄμωμοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ, καὶ τὴν τοῦ Κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν ἡγεῖσθε, καθὼς καὶ ὁ ἀγαπητὸς ἡμῶν Παῦλος κατὰ τὴν δοθεῖσαν αὐτῷ σοφίαν ἔγραψεν ὑμῖν, καὶ ἐν πάσαις ταῖς ἐπιστολαῖς αὐτοῦ λαλῶν ἐν αὐταῖς περὶ τούτων, ἐν οἷς ἐστι δυσνόητά τινα, ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι στρεβλοῦσιν, ὡς καὶ τὰς λοιπὰς Γραφὰς πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν. Τὰ γὰρ τοῦ κορυφαίου ταῦτα λόγια ἄντικρυς τὴν αὐτῶν προανακηρύττει τόλμαν τε καὶ δυσσέβειαν, οἳ αὐτά τε τὰ Κυριακὰ λόγια, καὶ τὰ ἀποστολικά, καὶ τὰς ἄλλας Γραφάς, φημὶ δὴ τάς τε Πράξεις τῶν ἀποστόλων, καὶ τὰς Καθολικὰς λεγομένας, πλὴν τῶν ἀναφερομένων εἰς τὸν κορυφαῖον, ἐκείνας γὰρ οὐδὲ τοῖς ῥήμασι παραδέχονται, στρεβλοῦσιν, ὡς εἴρηται, καὶ διαστρέφουσι πρὸς τὴν ἰδίαν ἀπώλειαν. Καὶ τὰς Πράξεις δὲ τῶν ἀποστόλων, καὶ τὰς
col. 1197–1198page 590 of 677
PG 130:1197Καθολικὰς οὐ πάντες αὐτῶν συναρμόζουσι τοῖς ἄλλοις, εἰσὶ δὲ οἳ καὶ συντάττουσιν. Ἀλλὰ περὶ μὲν τῶν προφητῶν, καὶ τῆς παλαιᾶς Διαθήκης, καὶ τῶν κατ' αὐτὴν λοιπῶν ἁγίων διαλαμψάντων, καὶ τοῦ κορυφαίου τῶν ἀποστόλων οὕτω μεμήνασι· καθολικὴν δὲ Ἐκκλησίαν τὰ ἑαυτῶν καλοῦσι συνέδρια, ἡνίκα μάλιστα πρὸς τοὺς εὐσεβεῖς λόγους καὶ συζητήσεις κινοῦσι. Καθ' ἑαυτοὺς γὰρ προσευχὰς καλοῦσιν αὐτῶν τὰ συνέδρια. Οὐ μὴν ἀλλὰ καὶ τὸ σωτήριον διαπτύοντες βάπτισμα, ὑποπλάττονται παραδέχεσθαι αὐτὸ, τὰ τοῦ Εὐαγγελίου ῥήματα βάπτισμα νοοῦντες. Καὶ γὰρ, φασίν, ὁ Κύριος ἔφη· Ἐγώ εἰμι τὸ ὕδωρ τὸ ζῶν. Πλὴν ἐπειδὰν σφοδροτέρῳ τινὶ σωματικῷ νοσήματι περιπέσωσι, καὶ τὸν τίμιον καὶ ζωοποιὸν σταυρὸν τὸν ἐκ τοῦ ξύλου πεποιημένον ἑαυτοῖς ἐπιτιθέασιν. Ἔπειτα τυγχάνοντες τῆς ἰάσεως διαθλῶσι τοῦτον, ἢ συμπατοῦσι καὶ ἀποῤῥίπτουσιν. Ἀλλὰ καὶ τοὺς παῖδας αὐτῶν ὑπὸ τῶν τῆς ἐκκλησίας πρεσβυτέρων πολλάκις τῷ σωτηρίῳ ἀξιοῦσι φωτισθῆναι βαπτίσματι, λυσιτελεῖν τῷ σώματι τόν τε σταυρὸν καὶ τὸ βάπτισμα οἱ πάσης ὠφελείας λογοποιοῦντες ἀνάξιοι, μή μέντοι γε διαβαίνειν τὴν τούτων ἐνέργειαν εἰς ψυχῆς κάθαρσιν, ἢ τινα ἄλλην ταύτην ὠφέλειαν. Πολλοὶ δὲ αὐτῶν καὶ τῆς κοινωνίας τοῦ τιμίου σώματος καὶ αἵματος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν μεταλαμβάνουσι πρὸς ἐξαπάτην τῶν ἁπλουστέρων. Ἐπὶ δὲ τοῖς εἰρημένοις οὐδὲ τοὺς τῆς καθολικῆς Ἐκκλησίας πρεσβυτέρους, οὐδὲ τοὺς λοιποὺς ἱερεῖς ἀποδέχονται· διότι, φασί, τὸ κατὰ Χριστοῦ συνέδριον οἱ ἱερεῖς καὶ πρεσβύτεροι τοῦ λαοῦ συνεστήσαντο. Τοὺς μέντοι παρ' αὐτοῖς ἱερέων τάξιν ἐπέχοντας οὐχ ἱερεῖς, ἀλλὰ συνεκδήμους καὶ νοταρίους ἐπονομάζουσιν. Οὗτοι δὲ οὔτε σχήματι, οὔτε διαίτῃ, οὔτε τινὶ ἄλλῳ τρόπῳ βίον σεμνότερον χαρακτηρίζοντα τὸ διάφορον αὐτῶν πρὸς τὸ πλῆθος ἐπιδείκνυνται. Τὸ δὲ παρ' ἡμῖν Εὐαγγέλιον οὐκ ἐπιδιστάζουσι προσκυνεῖν, οὐ μὴν ἔνθα τοῦ τιμίου σταυροῦ ὁ τύπος ἐγκεχάρακται, ἀλλ' ἐν τῷ λοιπῷ τοῦ βιβλίου μέρει, ἐν ᾧ τὸ ἀπεικόνισμα τοῦ σταυροῦ μὴ διασημαίνεται. Φασὶ δὲ τὸ βιβλίον προσκυνεῖν, ὡς τοὺς δεσποτικοὺς περιέχον λόγους. Ἀλλ' ὅσα μὲν εἰς δογμάτων ἀνήκει λόγον, οὕτως εἰσὶ δυσσεβεῖς, καὶ πρὸς τὴν ἀλήθειαν, καὶ πρὸς ἑαυτοὺς παντελῶς ἀσύμφωνοι. Ἡ δὲ πολιτεία τούτων γέμει μὲν ἀκολασίας, γέμει δὲ μιασμῶν ἀῤῥήτων, καὶ ῥυπασμάτων ἀνεπινοήτων. Χρῶνται μὲν γὰρ μίξεσιν ἑκατέρας φύσεως πρὸς ἅπασαν ἀῤῥητουργίαν ἀνερυθριάστως ἔχοντες· πλὴν ἐνίους αὐτῶν φασι τὴν πρὸς τὰς γεννησαμένας ἀποκλίνειν συνάφειαν. Μέθῃ δὲ καὶ ἀσωτείᾳ τὸν βίον ὅλον ἔκδοτον ἔχουσι, καὶ πᾶσαν ἄλλην ἠθῶν διαφορὰν περιέπουσιν. Ὁ δὲ περὶ τοῦ ἀτυχοῦς τούτου Τυχικοῦ παρῆκεν ὁ λόγος, τοῦτο προσθήσω νῦν. Οὗτος γὰρ ἐκεῖνον ἑαυτὸν ἑτερατολόγει εἶναι τὸν ἐν ταῖς ἐπιστολαῖς τοῦ Ἀποστόλου φερόμενόν τε, καὶ πολλαχοῦ μνήμης ἐπαινουμένης ἀξιούμενον, κήρυκά τε παρὰ τοῦ Παύλου πρὸς αὐτοὺς ἀπεστάλθαι. Καὶ ἃ διαγγέλλει, καὶ λέγει μὴ τῆς ἑαυτοῦ σοφίας εἶναι, τοῦ δὲ διδάξαντος καὶ ἀπεσταλκότος Παύλου παραγγέλματα, καίτοι πεντακοσίων ἐτῶν μεταγενέστερος Παύλου καὶ Τυχικοῦ γεγονώς. Χρὴ δὲ γινώσκειν, ὡς ὁ ἐπιλεξάμενος ἐγὼ τά τε ἤδη ῥηθέντα καὶ τὰ
col. 1199–1200page 591 of 677
PG 130:1199ἐφεξῆς ὑποτεταγμένα τῷ παρόντι τίτλῳ κεφάλαια, τὰ μὲν καθ' ὁλόκληρον τέθεικα, τὰ δὲ κατ' ἐπιτομήν, τὸ μῆκος ἐκκλίνας. Τινὰ δὲ τῶν ἐν τοῖς συγγράμμασι τοῦ δηλωθέντος πατριάρχου καὶ πάντη παρέδραμον, ὅσα διὰ βαθύτητα νοημάτων, ἢ καὶ διὰ τὸ λίαν ἐμπερίβολόν τε καὶ ἐγκατάσκευον ὀλίγοις μὲν ἦσαν προσιτὰ καὶ εὐάρεστα, τὰς αὐτὰς δὲ σχεδὸν παριστῶν ἐννοίας τοῖς ἐκλεγεῖσιν, εἰ καὶ δι᾿ ἄλλων λέξεων καὶ ἑτεροτρόπων ἐπιχειρημάτων συνεπεραίνοντο. Πάντα δὲ τὰς ἀποδείξεις ἔχουσιν ἀπό τε τῶν Εὐαγγελίων καὶ τῶν τοῦ ἀποστόλου Παύλου ῥημάτων. Ταῦτα γὰρ μόνα καταδέχεται τιμᾶν, καὶ στέργειν τὸ τῆς ἀποστασίας τοῦτο συνέδριον. Ὅτι δὲ οὐ δύο ἀρχαὶ κατὰ τοὺς ἄφρονας, ἀγαθή τε καὶ πονηρά, δέδειχται μὲν ἐν τῷ τῶν Μανιχαίων τίτλῳ, δειχθήσεται δὲ κἀν τῷ παρόντι καθ᾿ ἑτέρας ἐπιβολάς. Ῥητέον δὲ πρῶτον περὶ τοῦ πονηροῦ, ὃν πονηρὰν ἀρχὴν καὶ δημιουργὸν τῶν ἐγκοσμίων οὗτοι τὰ τοῦ πονηροῦ πλάσματα πάνυ δυσσεβῶς ἀνεπλάσαντο. Λέγουσιν ἐκ τοῦ σκότους καὶ τοῦ πυρὸς γεγονέναι τὸν πονηρόν. Ἐρωτητέον οὖν αὐτοὺς, πῶς, οὐκ ἤρκεσε τὸ σκότος μόνον εἰς γένεσιν αὐτοῦ; πῶς δὲ οὐ μόνον τὸ πῦρ; τίς ὁ συναγαγὼν ταῦτα πρὸς γένεσιν ἀρχῆς πονηράς; Πῶς οὐκ ἀρχὴ ταῦτα μᾶλλον, καὶ τί γέγονε, τί δὲ ποιεῖ τοῦ ἐξ αὐτῶν προεληλυθότος ἁρπάσαντος τὴν ἀρχήν; Εἴπερ αἰσθητὸν τὸ πῦρ, τίνος ἐστὶν ἔργον; Εἰ μὲν τοῦ πονηροῦ, πῶς ἐξ αὐτοῦ τε καὶ τοῦ σκότους λέγουσι προελθεῖν τὸν πονηρόν; εἰ δὲ τοῦ ἀγαθοῦ, πῶς φασι μηδὲν αἰσθητὸν δημιουργῆσαι τὸν ἀγαθόν; Νοητὸν γὰρ οὐκ ἂν δυνηθείεν εἰπεῖν τὸ προαγαγὸν τὸν πονηρόν. Τὰ νοητὰ γὰρ πάντα τῷ ἀγαθῷ διδέασιν. Ἀνάγκη οὖν φεύγοντας αὐτοὺς τὸ δοῦναι τῷ πονηρῷ τὴν γένεσιν τοῦ πυρὸς, ἵνα μὴ νῦν μὲν πλάστην, νῦν δὲ πλάσμα τὸ αὐτὸ διελέγχοιντο ληρούντες, καὶ ἄκοντας ὁμολογῆσαι τοῦ ἀγαθοῦ εἶναι καὶ τὸ πῦρ δημιούργημα. Πάντως γὰρ τὸ αἰσθητὸν πῦρ, ὅσον ἂν ἐσκοτίσθησαν, οὔτε ἄναρχον οὔτε ἄΐδιον ἐροῦσιν. Ὅτι οὐ δύο ἀρχαί, ἀλλ' εἷς δημιουργὸς οὐρανοῦ καὶ γῆς, καὶ τῶν ἐν μέσῳ. Τινὲς μὲν αὐτῶν φασι τὸν ἀγαθὸν Θεὸν δημιουργὸν εἶναι τοῦ οὐρανοῦ μόνον, τῆς δὲ γῆς καὶ τῶν ἐν μέσῳ ποιητὴν ἕτερον ἐπεισάγουσι· τινὲς δὲ τούτων (πολυσχεδὴς γὰρ ἡ πλάνη) καὶ τὸν οὐρανὸν αὐτὸν καὶ τὰ ἐν μέσῳ πάντα τετολμήκασι λέγειν ποιήματα τοῦ ἐχθροῦ. Ἀλλ' εἴπερ ἐστὶν ὁ οὐρανὸς κατὰ τὴν ἐκείνων ἐμβροντησίαν ἔργον τοῦ πονηροῦ, πῶς ὁ ἀγαθὸς Θεὸς ἐν τοῖς ἐπουρανίοις ἀναπαύεται τοῖς δημιουργηθεῖσι παρὰ τοῦ πονηροῦ; Πῶς δὲ ὁ Σωτὴρ ἡμῶν εὔχεσθαι τὴν θαυμασίαν ἐκείνην καὶ φρικτὴν εὐχὴν ἐκδιδάσκων, καὶ παραδιδοὺς φησι· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, καὶ, Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς, καὶ αὖθις, Ὅστις ἂν ποιήσῃ τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς, αὐτός μου ἀδελφὸς, καὶ ἀδελφή, καὶ μήτηρ ἐστί; Καὶ τί ἄν τις ἀναλέγοιτο δι' ὧν οὐράνιον καὶ ἐν οὐρανοῖς ὁ Σωτὴρ τὸν Πατέρα διακηρύττει; Ἀλλὰ πῶς τῶν παλαμναίων οὐ καταδύει καὶ τὸ ἀναίσχυντον, φανερώτερον τοῦ Σωτῆρος λέγοντος, Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς; Οὐ μόνον γὰρ ἐνταῦθα τοῦ οὐρανοῦ Κύριον, ἀλλὰ καὶ τῆς γῆς τρανολογεῖ. Τί οὖν ταύτης τῆς μαρτυρίας σαφέστερον; Τί δὲ δυνατώτε
col. 1201–1202page 592 of 677
PG 130:1201ρον καὶ τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δημιουργὸν καὶ Κύριον παραστῆσαι τοῦ παντὸς, καὶ τὸ θεομάχον τῆς ἀποστασίας ἐμφράξαι στόμα; Καὶ τῷ Πέτρῳ δέ φησιν ὁ Σωτήρ· Δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ τὰ ἑξῆς. Ὅρα δὲ καὶ τοῦτο· Βαπτισθεὶς ὁ Ἰησοῦς ἀνεισιν εὐθὺς ἀπὸ τοῦ ὕδατος· πῶς ἐν τῷ πλάσματι τοῦ πονηροῦ, καὶ τοῦ ἀγαθοῦ Πατρὸς ἀγαθὸς Υἱὸς βαπτισθεὶς ἐκεῖθεν ἄνεισι; καὶ, Ἰδοὺ ἀνεῴχθησαν οἱ οὐρανοί. Ἄλλο πάλιν πλάσμα πονηρᾶς χειρός κατ' αὐτούς· διατί δὲ ἀνεῴχθησαν, καὶ τίνος χάριν; Εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ, φησί, καταβαῖνον ὡσεὶ περιστεράν· τρίτος οὗτος τῆς ἀσεβείας ἐν ὀλίγοις ῥήμασι θρίαμβος. Πῶς γὰρ ἐν τῷ πλάσματι τοῦ πονηροῦ τὸ τοῦ Θεοῦ Πνεῦμα τυποῦται, καὶ κάτεισιν ἐκ τῶν ἔργων τοῦ ἐχθροῦ, κἀκεῖθεν κατιὸν ἔρχεται ἐπὶ τὸν Ἰησοῦν; καὶ τετάρτη στήλη τῆς ἀσεβείας, φωνὴ δίδοται ἐκ τῶν οὐρανῶν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα. Ἐπισκόπει μοι, ἀγαπητέ, καθ' ἑκάστην λέξιν ὅπως αὐταῖς συμπρόεισιν ὁ κατὰ τῆς ἀσεβείας ἄφυκτος ἔλεγχος. Οὗτός ἐστι, φησὶν, Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα. Τίς; Οὗτος ὁ ἐν ὕδατι βαπτιζόμενος, ᾧ ἠνεῴχθησαν οἱ οὐρανοί, ἐφ' ὃν τὸ Πνεῦμα τὸ ἐμὸν ἐν μορφῇ περιστερᾶς καταβαῖνον ἐκ τῶν οὐρανῶν συνεπιμαρτύρεται τοῦ βαπτιζομένου τὴν υἱότητα. Πάντα ἐμὰ διὰ τῶν ἐμῶν κτισμάτων. Ὁ ἐμὸς Υἱὸς, τὸ θέλημα πληρῶν τὸ ἐμὸν τὴν σωτηρίαν καταπράττεται τοῦ κόσμου, μόνης τῆς τοῦ Πνεύματος ἐξουσίας τῷ ὁμοφυεῖ συμπαρούσης, καὶ ἀνακηρυττούσης τῷ πράγματι τὸ γνήσιον τῆς υἱότητος. Εἰ θρόνον τοῦ Θεοῦ τὸν οὐρανὸν καλεῖ ὁ μᾶλλον τῶν ἄλλων τὸν Πατέρα καὶ τὰ τοῦ Πατρὸς εἰδὼς, ὑποπόδιον δὲ τὴν γῆν, καὶ πόλιν αὐτοῦ τὰ Ἱεροσόλυμα πῶς οὐκ ἐσχάτης ἀσεβείας, ὧν μάρτυς ὁ Υἱός, ταῦτά τινας περικόπτειν αὐτοῦ, καὶ ἕτερον τῶν περικοπέντων ποιεῖν ποιητήν; Ὁ γὰρ πάντα πρὸς σωτηρίαν ἡμῶν καὶ πράττων, καὶ ποιῶν, καὶ παραινῶν Χριστὸς ὁ Θεὸς τὸν ὅρκον ὡς ὄντα τῆς ἐπιορκίας πύλην τῆς ἀνθρωπίνης ἀποκλείων πολιτείας φησίν· Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶ τοῦ Θεοῦ, μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιον τῶν ποδῶν αὐτοῦ ἐστι, μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶ τοῦ βασιλέως τοῦ μεγάλου· ἀλλὰ μηδὲ ἐν τῇ κεφαλῇ σου, φησίν, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκήν, ἢ μέλαιναν ποιῆσαι· κεφαλὴν, καὶ Ἱεροσόλυμα, καὶ γῆν, καὶ οὐρανὸν τὰ αἰσθητὰ τὰ ὄψει κρινόμενα λέγων, ἃ τοῖς Ἰουδαίοις ἦν ἔθος ὅρκον ποιῆσαι. Μὴ δὴ πάλιν εἰς μύθους, καὶ λήρους τὴν κεφαλὴν, καὶ τὰ Ἱεροσόλυμα, καὶ τὴν γῆν, καὶ τὸν οὐρανὸν ἡ μανία παρατρεπέτω, ὡς ἐν πολλοῖς εἴωθεν ἐξ ἀπορίας ποιεῖν. Τὸν γὰρ ὁρώμενον οὐρανὸν, καὶ τὴν αἰσθητὴν γῆν καὶ τὰ Ἱεροσόλυμα, ἃ πάλαι μὲν ᾠκοδόμητο, γενεαῖς δὲ ὕστερον ὁ Δαβίδ ἀνοικοδομεῖ, καὶ πολίζει ταῦτα, τὸν μὲν θρόνον καλεῖ, τὴν δὲ ὑποπόδιον, τὰ δὲ πόλιν τοῦ μεγάλου βασιλέως, ποίους δὲ βασιλέως, αὐτὸς ἑτέρωθι σαφέστερον
col. 1203–1204page 593 of 677
PG 130:1203ἐκδιδάσκει, Μὴ ποιεῖτε, λέγων, τὸν οἶκον τοῦ Πα τρός μου οἶκον ἐμπορίου, τὸν ἐν Ἱεροσολύμοις ναὸν τοῦ Πατρὸς οἶκον ὀνομάζων, δι' ὃν καὶ τὰ Ἱεροσόλυμα τοῦ βασιλέως πόλιν καλεῖ. Ὃν γὰρ ἐν τῇ τῶν ἄρχων ἀπαγορεύσει μέγαν ἀνεῖπε βασιλέα, ἐνταῦθα Πατέρα ἴδιον ἐθεολόγει. Διὸ καὶ τοὺς πωλούντας τοὺς βόας, καὶ τὰ πρόβατα, καὶ τὰς περιστερὰς τὴν πατρικὴν οἰκίαν τῆς ἐμπορικῆς καθαίρων παροινίας ἀπελαύνει, καὶ τὴν δικαίαν αὐτοῖς ὀργὴν ἀπειλεῖ, οἷα δὴ καταφρονητὰς εὑρὼν καὶ τοῦ πατρικοῦ οἴκου καὶ τῆς πατρικῆς ἐντολῆς. Φησὶν ὁ Σωτήρ· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, ὅπως γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὃς ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγα θούς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Ἔσεσθε οὖν ὑμεῖς τέλειοι, ὥσπερ ὁ Πατὴρ ὑμῶν ὁ ἐν οὐρανοῖς τέλειός ἐστιν. Ὁ γοῦν τέλειος Πατήρ, ὃν ἡμᾶς μιμεῖσθαι ὁ φύσει παρακαλεῖ Υἱός, αὐτὸς οὗ τός ἐστι, καὶ οὐκ ἄλλος, ὁ τὸν ὁρώμενον ἀνατέλλων ἥλιον, καὶ τὸ φῶς ἡμῖν τοῖς αἰσθητοῖς τὸ αἰσθητὸν χο ρηγῶν, καὶ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους ἐπὶ καρποφορίᾳ τῆς γῆς, καὶ ὡς ἂν ἔτι πρὸς ἀκρασίαν ὁ ἀὴρ, ᾧ χρώμεθα πρὸς ἀναπνοήν, ἀπέκλινε διὰ ξηρότητα, διὰ τῆς ἀπὸ τῶν ἱερῶν νοτίδος πρὸς εὐκρασίαν ἐπαναχθῇ. Ποῦ τοίνυν εἰσὶν οἱ τῆς ἀμερίστου τοῦ Θεοῦ βασιλείας ἔκθεσμοι μερισταί, οἱ τῆς γῆς μὲν, καὶ τοῦ ἀέρος, καὶ τῶν ὑετῶν, καὶ τοῦ ἡλίου, καὶ τῶν ὁμοστοίχων ἕτερον ἀναπλάττοντες δημιουργόν, ἄλλον δὲ τῶν νοητῶν; Εἰ πρότερον μὲν ὑπὸ τοῦ παναγίου Πνεύματος ἐμπνεόμενος ὁ Δαβίδ, ὕστερον δὲ καὶ ὁ θεῖος Παῦλος λαμπρᾷ διακέκραγε τῇ φωνῇ, ὡς ὁ κηρυττόμενος ὑπὸ Μωσέως Θεὸς πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν λέγει, Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· τῷ Σωτῆρι γὰρ ἡμῶν ὁ Παῦλος πρὸς Ἑβραίους γρά φων, τὴν πατρικὴν ταύτην ἁρμόζει φωνήν, τὴν διὰ τοῦ Δαβὶδ προφητευθεῖσαν, ὡς εἴρηται· καὶ πάλιν, Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· καὶ αὖθις, Καὶ σὺ κατ' ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσιν οἱ οὐρανοί, καὶ τὰ ἑξῆς· εἰ ταῦτα μὲν προεῖπεν ἐν Πνεύματι ὁ θεοπάτωρ Δαβίδ, ἐπεσφράγισε δὲ ὁ τῶν ἀῤῥήτων μύστης καὶ μυσταγωγὸς βεβαιῶν, ὡς ὁ τῆς παλαιᾶς νομοθεσίας Θεὸς αὐτός ἐστιν, ὁ καὶ τὰ τῶν ἀγγέλων πάντων προσκυνητὰ καὶ δοῦλα πεποιηκὼς τάγματα τῷ γεννήματι, ὁ αὐτὸς δὲ, καὶ οὐκ ἄλλος ὁ τήν τε γῆν θεμελιώσας, καὶ οὗ ἔργα χειρῶν εἰσιν οἱ οὐρανοί· πῶς οὐ πᾶσαν ἀσέβειαν ἀποκύπτου σιν οἱ ἄλλον μὲν τὸν Πατέρα λέγοντες τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἄλλον δὲ τὸν δημιουργήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν; Ἀναπτύσσων ὁ Σωτὴρ τοῦ σπείροντος τὸ καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ φησιν· Ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ Υἱὸς τοῦ ἀνθρώπου. Ὁ δὲ ἀγρὸς ἐστιν ὁ κόσμος, τὸ δὲ καλὸν σπέρμα οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας. Τὰ δὲ ζιζάνια
col. 1205–1206page 594 of 677
PG 130:1205εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ. Ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος. Ἀκούεις πῶς τὸν κόσμον μὲν ἑαυτοῦ λέγει, καὶ σπέρμα πάλιν ἑαυτοῦ τοὺς ἐν αὐτῷ, οὓς καὶ υἱοὺς τῆς βασιλείας λέγει, μόνον δὲ τὴν τῶν ζιζανίων ἐπισποράν εἰς τὸν ἐχθρὸν ἀποπέμπει. Ἐν δὲ τοῖς ἐφεξῆς περιφανῶς ἑαυτοῦ βασιλείαν ἀνακηρύττει τὸν κόσμον. Πῶς; Ἐν τῇ συντελείᾳ, φησί, τοῦ αἰῶνος τούτου, ἀλλ' οὐχὶ τοῦ μέλλοντος, ἀποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ, δηλονότι τοῦ παρόντος κόσμου, τὰ σκάνδαλα. Οὐ γὰρ ἐν τῇ μελλούσῃ, καὶ ἀτελευτήτῳ, οὔμενον, οὔτε ζιζάνια σπείρεται, καὶ φύεται, οὔτε συνίσταται σκάνδαλα, ἵνα ἐκ ταύτης οἱ ἄγγελοι τοῦ Υἱοῦ τοῦ ἀνθρώπου συλλέξωσιν αὐτά. Ἐπεὶ καὶ μετὰ τὴν ἐκ τοῦ κόσμου συλλογὴν αὐτῶν ταῦτα μὲν εἰς τὴν κάμινον τοῦ πυρὸς βαλλονται, τότε δὲ καὶ οἱ δίκαιοι ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν ἐκλάμψουσιν ὡς ὁ ἥλιος. Τί τούτων τῶν Κυριακῶν φωνῶν λαμπρότερον ἢ δυνατώτερον, δι' ὧν ὁ κόσμος τε καὶ τὰ ἐν αὐτῷ τοῦ Χριστοῦ καὶ Σωτῆρος ἡμῶν ἀνακηρύττεται; Δεσπότης δὲ καὶ βασιλεὺς ὥσπερ τῆς μελλούσης, οὕτω καὶ τῆς παρούσης ἀναγορεύεται βασιλείας. Ἐδόθη μοι, φησί, πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Πῶς οὖν παρὰ τοῦ Πατρὸς ἔλαβεν ἐξουσίαν τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὧν οὐκ ἦν κύριος ὁ διδούς, ὡς αὐτοὶ ληροῦσι; Καὶ εἰ οἱ ἀγροί, καὶ αἱ οἰκίαι τῆς χειρὸς εἰσι τοῦ πονηροῦ, πῶς ὁ ἀγαθὸς Θεὸς τοῖς προθύμως ἠκολουθηκόσιν αὐτῷ μετὰ τῶν αἰωνίων ἀγαθῶν καὶ ἀγροὺς καὶ οἰκίας ἐπηγγείλατο παρασχεῖν, ὦ φαῦλά τέ ἐστι, καὶ φαύλου ποιητοῦ, καὶ ὧν οὔτε κύριος, αὐτὸς ἔχειν, οὔτε ἄλλοις παρασχεῖν; Ὁ αὐτὸς Ἀπόστολος, κηρύσσων κτίστην πάντων τόν τε Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ αὐτὸν τὸν ἀληθινὸν Υἱόν, οὐδὲν ἧττον καταγγέλλει τοῦτο καὶ ἐν οἷς ὑμνεῖ τὴν χάριν τὴν δοθεῖσαν αὐτῷ, καὶ τοῦ καταπιστευθέντος μυστηρίου τὴν δύναμιν. Εἰπὼν γὰρ ὡς, Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἐδόθη ἡ χάρις αὕτη ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ, καὶ φωτίσαι πάντας, τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ, αὐτίκα συνάπτει, τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ. Ὥστε πάντων μὲν κτίστης ὁ Πατήρ, πάντων δὲ κτίστης ὁ Υἱός. Κοινὸν γὰρ καὶ ἀδιάφορον ὥσπερ ἡ φύσις, καὶ ἡ ἐξουσία, καὶ ἡ βασιλεία, καὶ ἡ δύναμις, οὕτω καὶ ἡ δημιουργία τῶν ὁρατῶν τε καὶ ἀοράτων πάντων, καὶ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι προαγωγὴ καὶ οὐσίωσις. Ἐν ἄλλοις θεολογῶν ὁ Παῦλός φησιν· Εἷς Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν ἡμῖν. Ἀδιάστατον δὲ καὶ ἀμέριστον ὥσπερ τὴν φύσιν καὶ τὸ θέλημα, οὕτω καὶ τὴν δημιουργίαν καὶ τὸ κράτος εἰδὼς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, τὰ αὐτὰ καὶ περὶ τοῦ Σωτῆρος πεπαρρησιασμένῃ κράζει φωνῇ· Ἐν αὐτῷ γὰρ, φησὶν, ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς δηλονότι, καὶ τὰ ἐπὶ τῆς γῆς. ἵνα μὴ ἡ μανία λήρους ἄλλους
col. 1207–1208page 595 of 677
PG 130:1207ταῖς ἱεραῖς φωναῖς ὑποβάλλῃ, ὅτι κατὰ συνέχειαν ἐπεξηγεῖται τίνα εἰσὶ τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, ὅτι τὰ ὁρατὰ καὶ τὰ ἀόρατα. Καὶ ταῦτα πάντα ἐν αὐτῷ φησιν ἐκτίσθαι, καὶ δι' αὐτοῦ, καὶ εἰς αὐτόν. Πῶς οὖν ἡ ἀποστατικὴ λύσσα τῶν μὲν ὁρα τῶν ἄλλον πλάττει ποιητήν, ἄλλον δὲ τῶν ἀοράτων; Φησὶν ὁ θεῖος Παῦλος, ὅτι τὰ ἀόρατα αὐτοῦ, τοῦτ' ἔστι τοῦ ἀγαθοῦ Θεοῦ, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ποιήματα λέγων τὸν παρόντα κόσμον, καὶ ὅσα ὑπὸ τὴν αἴσθησιν. Ταῦτα γὰρ εἰ μὴ τοῦ ἀγαθοῦ ἦσαν, ἀλλὰ τοῦ πονηροῦ, οὐκ ἂν ἐν τοῖς τοῦ πονηροῦ ποιήμασι τὰ ἀόρατα τοῦ ἀγαθοῦ καθεωρῶντο, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θεότης. Εἴπερ, ὡς ἡ βλάσφημος καὶ δυσσεβὴς θρασύνεται γλῶσσα, τὰ ἐπίγεια τοῦ πονηροῦ, πῶς λέγονται τοῦ κοινοῦ ἡμῶν Δεσπότου καὶ Σωτῆρος; Εἰς τὰ ἴδια γὰρ ἦλθε, φησὶ, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Εἰ δὲ λέγοιεν οἱ ἀποστάται ἴδια μὲν εἶναι τοὺς προφητικοὺς λόγους, ἐλθεῖν δὲ εἰς αὐτοὺς τὸν Χριστὸν, ἐκείνους δὲ τοῦτον μήτε παραδέξασθαι· ὁρᾶτε τὴν ὑπερβάλλουσαν αὐτῶν ἄνοιαν καὶ ἀναισχυντίαν; Πρῶτον μὲν πῶς λέγουσι τοὺς προφητικοὺς λόγους ἴδια εἶναι τοῦ Χριστοῦ, αὐτοὺς τοὺς προφήτας λέ γοντες πλάσματα εἶναι τοῦ πονηροῦ, καίτοι ἐπίπνοιαν παρ' αὐτοῦ δέξασθαι; Δεύτερον δὲ πῶς εἰς τοὺς προφητικοὺς λόγους ἦλθεν ὁ Χριστός; Πρῶτον μὲν γὰρ εἰς ἀλλοτρίους ἦλθε, κατὰ τὸν ἐκείνων λόγον· ἀλλότριοι γὰρ οἱ προφητικοὶ λόγοι, ὡς ἐξ ἀλλοτρίου ἐμπνεόμενοι, καὶ οὐκ ἐκ τοῦ ἀγαθοῦ Θεοῦ· ἔπειτα δὲ τίσιν ἔδωκεν ὁ Χριστὸς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι; ἆρα τοῖς προφητικοῖς λόγοις; Καὶ πῶς οὐ μακρὸς λῆρος τοῦτο; Οἱ λόγοι γὰρ εἰ μὲν ἐκ τοῦ Θεοῦ εἰσιν, αὐτόθεν ἔχουσι τὸ εἶναι οἰκεῖοι Θεοῦ· εἰ δὲ ἐκ τοῦ πονηροῦ, πῶς ἂν τεκνω θεῖεν Θεῷ; Ἔτι δὲ ποῖος λόγος προφητικὸς ἐξ αἱμάτων καὶ ἐκ θελήματος ἀνδρὸς, καὶ ἐκ θελή ματος σαρκὸς ἐγεννήθη; Ἐπάγει γάρ, οἱ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Τίνες οὖν οἱ ἐξ αἱμάτων γεγενημένοι λόγοι, καὶ τίνες οἱ μή; Λοιπὸν οὖν ἴδια καλεῖ τὸν κόσμον, ὡς που καὶ ἀλλαχοῦ φησι πρὸς τοὺς μαθητάς, Ἰδοὺ ἔρχεται ὥρα, καὶ νῦν ἐλή λυθεν, ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια. Ποῖα οὖν ἴδια λέγει ἐνταῦθα; ἆρα τοὺς προφητικοὺς λόγους λέγει, ἢ δηλονότι τὴν κατοικίαν καὶ τὸ κτῆμα ἑκάστου; Ὥσπερ οὖν ἐνταῦθα ἴδια οὐχὶ κατὰ τὸν μεμηνότα λῆρον τοὺς προφητικοὺς λόγους λέγει, ἀλλὰ τὸ ἑκάστου κτῆμα καὶ τὴν ἰδίαν οἰκίαν· οὕτω καὶ ἐπειδὰν λέγῃ, Καὶ εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον, ἴδια μὲν τὸν αἰσθητὸν κόσμον λέγει· κτῆμα γὰρ αὐτοῦ καὶ ποίημα οὗτος· ὡσαύτως δὲ οἱ ἐν αὐτῷ, ὧν οἱ μὲν παρέλαβον αὐτοῦ τὴν μυσταγωγίαν, οἱ δὲ οὔ. Καὶ ἀλλαχοῦ πάλιν φησίν, ὅτι Προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει. Ὅτι δὲ ἴδια τὸν κόσμον φησὶ, καὶ ἐκ τούτων ἐστὶ σαφῶς συνορᾷν. Ἦν γάρ, φησί, τὸ
col. 1209–1210page 596 of 677
PG 130:1209φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ποῖον κόσμον; Δηλονότι τὸν αἰσθητόν. Καὶ πότε ἐφώτισεν; Ὅτε παραγέγονεν ἐν αὐτῷ. Πότε δὲ παραγέγονε, τὸ Εὐαγγέλιον βοᾷ· Ἐν τῷ κόσμῳ γὰρ ἦν, φησί. Πάντως γὰρ ἐν τῷ αἰσθητῷ κόσμῳ ὤν, τὸν ἐρχόμενον εἰς τὸν αἰσθητὸν κόσμον ἐφώτιζεν. Εἶτα τίνος ἦν ὁ κόσμος ποίημα, ἐν ᾧ τε αὐτὸς ἦν, καὶ τὸν ἐρχόμενον εἰς αὐτὸν ἐφώτιζεν, οὐκ ἄλλοθεν ἔστι μαθεῖν ἀλλ᾽ ἢ ἐξ αὐτῶν τῶν εὐαγγελικῶν ῥημάτων. Καὶ ὁ κόσμος γὰρ, φησί, δι᾽ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Εἰ τὰ ἐπίγεια ἐστι τοῦ πονηροῦ, πῶς ἠνέσχετο διὰ τῶν καρπῶν, ἃ ἔφυσεν ἡ γῆ, τὸ ποίημα τοῦ πονηροῦ, τοῦτο μὲν καὶ ἐκ πέντε ἄρτων, τοῦτο δὲ ἐξ ἑπτὰ πολλὰς μυριάδας χορτάσαι; Πόσῳ γὰρ ἦν ἄμεινον καὶ θεοπρεπέστερον μὴ ἐξ ἀλλοτρίων καρπῶν, ἀλλ᾽ ἐξ οἰκείων δημιουργημάτων τρέφειν τοὺς μυσταγωγουμένους αὐτῷ; Μᾶλλον δὲ πῶς ὅλον τροφὴν, ἢ ποτὸν αὐτὸς προσηνέγκατο, ἃ καρπὸς ἦν τῶν ἔργων τοῦ πονηροῦ; Πῶς δ᾽ ἂν ἐκ τοῦ ἀγαθοῦ Πατρὸς αἰτεῖσθαι τὸν ἄρτον τὸν ἐπιούσιον ἡμῖν ἐνετείλατο; καὶ πῶς πάλιν ὀφθαλμοὺς δημιουργῶν τῷ τυφλῷ οὐκ ἐξ ἄλλης ὕλης, ἀλλ᾽ ἐκ γῆς καὶ ὕδατος, ἅπερ ἦν τοῦ πονηροῦ, τὴν ὄψιν ἐκαινοποίει, μονονουχὶ συμμεριζόμενος τῷ ἐχθρῷ, καὶ τῷ μὲν ἀφεὶς τὸ πλέον ποιεῖν, αὐτὸς δὲ τὸ μέρος ἀναπληρῶν ἐξ ἀλλοτρίας ὕλης, ὥσπερ ἀπορῶν ἰδίας; Καίτοι εἰ μή τι ἄλλο, ἀλλ᾽ αὐτό γε τοῦτο τοὺς ἀθλίους ἔδει δυσωπηθῆναι, καὶ κατανοῆσαι, ὅτι ὄντως ὁ πλάσας τὸν ὀφθαλμὸν ἐκ πηλοῦ. Οἵας γὰρ ὕλης ἐστὶ τὸ μέρος, τῆς αὐτῆς καὶ τὸ ὅλον, καὶ ἂν ἔσχε τὸ ὅλον δημιουργόν, τὸν αὐτὸν καὶ τὸ μέρος. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐπὶ τὸ πάθος παραγινόμενος Κύριον ἑαυτὸν τῆς ὄνου καὶ τοῦ πώλου ἀπέφηνε πρὸς τοὺς μαθητάς. Καὶ γὰρ δημιουργήματα, καὶ τῆς ἑαυτοῦ κυριότητος καὶ δεσποτείας ὥσπερ ὁ κόσμος, καὶ τὰ ἐν αὐτῷ, οὕτω καὶ ταῦτα. Διό φησιν, Ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι Ὁ Κύριος αὐτῶν χρείαν ἔχει. Ἡ δὲ ἀποστασία οὐκ ἀνέχεται τοῦτο, ἀλλὰ τῆς αὐτοῦ ἐξουσίας ἁρπάζουσα ὑπὸ τὴν δημιουργίαν τάττει τοῦ πονηροῦ. Ὅπερ οἱ ἀσεβεῖς εἰς παράστασιν τοῦ οἰκείου προβάλλονται δυσσεβήματος, ὅτι περ ἄρχει τῶν ἐπιγείων ὁ πονηρός, πλανηθέντες ἀπὸ τοῦ εἰπεῖν αὐτὸν ὅτε τῷ Χριστῷ τὰς ἐπιγείους πάσας βασιλείας ὑπέδειξεν, ὅτι Ταῦτα πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι, τοῦτο αὐτοῖς εἰς τὸ μηδενὸς αὐτῶν ἄρχειν τὸν πονηρὸν ἀντέστραπται. Ψεύστης γὰρ ὤν, καὶ ψεύδους ἀρχηγὸς, καὶ οὐδέποτε ἐν τῇ ἀληθείᾳ ἑστηκώς, ὡς ὁ Κύριος ἡμῶν ἐδίδαξεν, αὐτὸς ἑαυτὸν ἀνεῖπεν ἄρχοντα τῶν ἐπιγείων. ἔγνω, ὃ ἴσον ἐστὶ τῷ, Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ
col. 1211–1212page 597 of 677
PG 130:1211Ὅτι εἷς δημιουργὸς τοῦ σώματος καὶ τῆς ψυχῆς, ἤτοι τοῦ ἀνθρώπου. Εἰ ὁ ἀγαθὸς μὲν τὴν ψυχήν δημιουργεῖ κατὰ τοὺς ἀνοήτους, ὁ δὲ πονηρὸς τὸ σῶμα, πῶς ἠνέσχετο ὁ ἀγαθὸς ἑνωθῆναι τὸ πλάσμα αὐτοῦ τῷ πλάσματι τοῦ πονηροῦ; Πῶς δὲ καὶ ὑπέμεινε τὴν ἕνωσιν ὁ πονηρός; Ἡ γὰρ ἕνωσις ἢ ἀγαθοποιήσει τὸ σῶμα, οὐ χρὴ δὲ τὸ ἀγαθὸν τοῦ κακοῦ τὸ ἔργον ἀγαθὸν ποιεῖν, ἢ κακοποιήσει τὴν ψυχήν, ὅπερ ἀτοπώτερον, βλάπτεσθαι τὸ ἀγαθὸν δημιούργημα παρὰ τοῦ πονηροῦ πλάσματος. Ἄλλως τε δὲ τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Θεῷ πρὸς Βελίαρ; Ὁ μὲν πονηρὸς δύναται ἡμᾶς ἐνοχλεῖν, ἡμεῖς δὲ δυνάμεθα διακρούεσθαι τὴν ὄχλησιν αὐτοῦ διὰ τῆς ψυχῆς καὶ σώματος. Εἰ δὲ τὸ σῶμα ἡμῶν ἰσχύει διώσασθαι τὴν προσβολὴν αὐτοῦ, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ περιγενέσθαι, καὶ καταβαλεῖν αὐτοῦ πᾶσαν μηχανήν· πῶς ἐστιν ἐκεῖνος πλάστης αὐτοῦ; πῶς δ᾽ ἂν ὁ πονηρὸς κατὰ τοῦ οἰκείου πλάσματος πονηρεύοιτο; Ἀδύνατον οὖν εἰς ἀντικειμένας ἀναφέρεσθαι τὴν δημιουργίαν τῆς ψυχῆς καὶ τοῦ σώματος. Εἰ τὸ σῶμά ἐστι τοῦ πονηροῦ κτίσμα, πῶς δι᾽ αὐτοῦ τὰ μέγιστα τῶν κατορθωμάτων πράττομεν, σωφροσύνην, ἐγκράτειαν, ἀγρυπνίαν, στάσιν, πρὸς τὰ δεινὰ καρτερίαν, μαρτυρίου πόνους, ἃ πάντα σώματος μᾶλλον ὄντα ἢ ψυχῆς, εἰς δόξαν ἀναφέρει καὶ τοῦ δημιουργοῦ; Πῶς οὖν τὸ ποίημα τοῦ πονηροῦ πράττει τὰ ἀγαθὰ καὶ συνεργεῖ τῇ ψυχῇ κατορθῶσαι, ἃ, μὴ παρόντος, οὐ μενοῦν οὐ κρίνεται κατορθώματα; Εἰ τὸ σῶμα πλάσμα τοῦ πονηροῦ, πῶς ὁ τοῦ πονηροῦ λαμπρῶς καταστρατηγῶν Παῦλος ἅγιον αὐτὸ καλεῖ; Ἡ ἄγαμος γάρ, φησί, μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι. Εἰ δὲ ἅγιον τὸ σῶμα, πῶς πονηρόν, καὶ πόθεν ἔργον δημιουργίας πονηρᾶς; Πράξεις μὲν γὰρ πονηραὶ κιβδηλεύουσαι τὸ πλάσμα τοῦ ἀγαθοῦ Θεοῦ ὑποτάσσουσιν αὐτό, καὶ οἰκειοῦσι τῷ πονηρῷ· ἐν δὲ τοῖς νόμοις τοῦ πλάστου διατηρούμενον ἰσχὺν ἔχει μᾶλλον διῶχον τὸν πονηρόν, ἀλλ᾽ οὐκ αὐτὸς ἐκεῖνο δουλαγωγεῖ. Εἰ τὸ σῶμά ἐστιν ἐκ τοῦ πονηροῦ, πῶς ἐπὶ τοῦ Λαζάρου διαφθειρομένου τοῦ σώματος ἔκλαυσεν ὁ Χριστός; καὶ πῶς ἠθέλησε διαλυόμενον τὸ ἔργον τοῦ πονηροῦ συσφίγξαι, καὶ ζωοποιῆσαι, καὶ ἀναστῆσαι, καὶ τότε τὸν ἴδιον ἐπικαλούμενος Πατέρα, ἵνα τὸ πλάσμα τοῦ πονηροῦ καλῶς διαφθειρόμενον αὐτὸς ἀναζωώσῃ; Πῶς δὲ καὶ ἄλλους τεθνεῶτας ἀνέστησε; Πῶς δὲ καὶ τὰς ἄλλας θεοσημείας, ὅσαις τὰ τῶν ἀνθρώπων εὐηργέτηκε σώματα, διεπράξατο; Οἱ δὲ λεπροί, οἱ παράλυτοι, οἱ χωλοί, καὶ κωφοί, καὶ τυφλοί, καὶ τὰ μυρία τῶν παθῶν καὶ τῶν νοσημάτων, ὧν ἁπάντων καθαρὸν τὸ σῶμα ἀπέλυεν, οὐχ ἱκανὰ καταισχύναι τοὺς λέγοντας τὰ τῶν ἀνθρώπων σώματα πλάσματα εἶναι τοῦ πονηροῦ; Πῶς γὰρ τὸ πλάσμα τοῦ ἐχθροῦ ὁ ἀγαθὸς Θεὸς διαφθει-
col. 1213–1214page 598 of 677
PG 130:1213ρόμενον ἀνεκαίνιζε, οὐ προσιόντας μόνον, ἀλλὰ καὶ αὐτὸς ἐκείνοις φοιτῶν καὶ παραγενόμενος; Περιῆγε γὰρ ὁ Ἰησοῦς τὰς πόλεις πάσας· καὶ τὰς κώμας, καὶ διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ θέρα πεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Οὐκ ἐθεράπευε μὲν τούτους, ἐπίγε δὲ τὴν θεραπείαν, ἀλλὰ πολλάκις καὶ προσέταττε διαγγέλλεσθαι. Πορευθέντες γάρ, φησίν, ἀπαγγείλατε Ἰωάννῃ· Τυφλοὶ ἀναβλέπουσι, χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται, κωφοὶ ἀκούουσι, καὶ νεκροὶ ἐγείρονται. Καὶ τοῖς μαθηταῖς δὲ σημεῖον τῆς αὐτοῦ δυνάμεως, καὶ ἰσχύος καὶ χάριτος τὸ ἐπὶ ἀῤῥώστους χεῖρας ἐπιθεῖναι, καὶ ἰᾶσθαι δίδωσιν. Οὕτως ὡς οἰκείου πλάσματος ἐποιεῖτο τὴν πρόνοιαν, ὁ καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα παραγεγονὼς σῶσαι Χριστὸς ὁ Θεὸς ἡμῶν. Καὶ οὐ μέχρις αὐτοῦ τὴν εὐεργεσίαν περιγράφων, ἀλλὰ καὶ τοῖς μαθηταῖς τὰ ἴσα ποιεῖν διδοὺς ἐξουσίαν. Εἰ τὸ σῶμα ἦν τοῦ πονηροῦ, πῶς ὁ Παῦλος ἐλυ πεῖτο, νοσοῦντος τοῦ μαθητοῦ, καὶ αὖθις ὑγιάναντος ἔλεγεν, ὅτι Ἐλέησεν αὐτὸν ὁ Θεὸς, οὐκ ἐκεῖνον δὲ μόνον, ἀλλὰ καὶ ἐμὲ, ἵνα μὴ λύπην ἐπὶ λύπη σχῶ; Τί γὰρ ἔδει λυπεῖσθαι τὸν Παῦλον ὁρῶντα λυόμενον τὸ πλάσμα τοῦ πονηροῦ; Πῶς δὲ ἐπέστελλε Τιμοθέῳ γράφων, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στό μαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας; Ἔδει γὰρ τοὐναντίον γράφειν, Μήδ᾽ ὅλως κέχρησο οἴνῳ, ἵνα θάττον ῥαγῇ τὸ πλάσμα τοῦ πονηροῦ, καὶ ἐλευ θερωθῇς τοῦ βάρους αὐτοῦ. Εἰ τὸ σῶμά ἐστι τοῦ πονηροῦ, πῶς ἐμεγαλύνετο Χριστὸς ἐν τῷ τοῦ Παύλου σώματι; Πῶς δὲ πάλιν αὐτὸς ὁ Παῦλος, εἴπερ οὐκ ἦν τὸ σῶμα πλάσμα τοῦ ἀγαθοῦ Θεοῦ, ἐπεύχεται διατηρηθῆναι σῶν τὸ σῶμα καὶ τότε ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου, λέγων· Ὁλόκληρον ὑμῶν τὸ σῶμα, καὶ ἡ ψυχὴ, καὶ τὸ πνεῦμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διατηρηθείη. Εἰ ἄλλης μὲν ἦν ἀρχῆς ἔργον ἡ ψυχή, ἑτέρας δὲ τὸ σῶμα, πῶς ὁ ἀληθὴς ἡμῶν πλάστης καὶ Θεὸς ἀπερισπάστους εἶναι βουλόμενος τοὺς αὐτοῦ λατρευτάς παραινεῖ περὶ ἑκατέρου λέγων, Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, ἢ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε; Εἶτα καὶ πλέον ἡμᾶς τῷ παραδείγματι πρὸς τὴν νουθεσίαν ἕλκων, Ἐμβλέψατε, φησίν, εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσι, καὶ πόθεν αὐτοῖς ἡ ζωή; Ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Εἰ οὖν Πατέρα ἡμῶν οὐράνιον τὸν τρέφοντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ οἶδε καὶ λέγει τῆς ἀληθείας ἡ πηγή, λέγει δὲ καὶ τὸν χόρτον τοῦ ἀγροῦ τὸν εἰς τὸν κλίβανον βαλλόμενον ὑπὸ τοῦ αὐτοῦ Θεοῦ κάλλος ἀμφιέννυσθαι, οἷον οὐδὲ Σολομὼν ἐν ὅλῃ αὐτοῦ περιεβάλλετο τῇ δόξῃ· πῶς τὰ ἀπύλωτα τῆς ἀσεβείας στόματα ἄλλον μὲν τοῦ χόρτου, καὶ τῶν πετεινῶν, καὶ τοῦ σώματος, καὶ τῶν αἰσθητῶν ἁπάντων χειροτονοῦσι δημιουργὸν, ἑτέρῳ δὲ τὴν ἡμίτομον χαρίζονται ἀρχήν; Ὅτι δὲ ὁ αὐτός ἐστιν ὁ καὶ ταῦτα τὰ πρόσκαιρα διδοὺς καὶ τὴν βασιλείαν τῶν οὐρανῶν, λεπτομερέστερον βεβαιῶν τὸ δόγμα
col. 1215–1216page 599 of 677
PG 130:1215φησίν, οἶδεν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος, ὅτι χρήζετε τούτων ἁπάντων. Ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Πρὸς τοὺς κεχηνότας περὶ τὴν διάλυσιν τῶν γάμων, καὶ τὸν Μωσήν εἰς συνηγορίαν τοῦ πάθους προβαλλομένων ὁ Σωτὴρ λαμπρῶς ὑπερμαχῶν τοῦ νομοθέτου φησίν, ὅτι πρὸς τὴν σκληροκαρδίαν ὑμῶν· Μωσῆς ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας· ἀπ' ἀρχῆς δέ, φησιν, οὐ γέγονεν οὕτως, ἀλλ' ὁ ποιήσας αὐτοὺς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς· ἐδήλωσεν οὖν, ὡς ἐκ περιστάσεως ὁ Μωσῆς ἔγραψεν οὕτω. Τῷ γὰρ νόμῳ τῆς ἀπ' ἀρχῆς διαπλάσεως, φησίν, ὁ ἐμὸς συμφθέγγεται νόμος. Τὸ δὲ διαζύγιον συγκαταβάσεως ἐστι καὶ Μωσαϊκῆς οἰκονομίας. Ἵνα δὲ σαφέστερον μάθῃς, τίς ὁ διαπλάσας οὕτω τὰ σώματα, αὐτὸς εἰσάγων τὸν ζεύξαντα συνεισάγει καὶ τὸν πλάστην. Φησί γάρ· Ὃ οὖν ὁ θεὸς ἔζευξεν, ἄνθρωπος μὴ χωριζέτω. Πῶς οὖν τὸ ἀνθρώπινον σῶμα πλάσμα τοῦ πονηροῦ; Εἰ δυσὶ κυρίοις οὐκ ἔστι δουλεύειν, κατὰ τὴν Δεσποτικὴν ἀπόφασιν, ὁ δὲ ἄνθρωπος κατὰ τὴν ψυχὴν μὲν δουλεύει τῷ πλάσαντι ταύτην ἀγαθῷ Θεῷ, κατὰ δὲ τὸ σῶμα τῷ πονηρῷ· οὐδεὶς τῶν ἀνθρώπων ὁλοπλήρως δουλεύει Θεῷ, καὶ ψευδῆς αὐτοῖς ἡ ἀλήθεια φανήσεται λέγουσα, Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Οὐ γὰρ ἔσται πρὸς ἡμιτόμους ἡ εὐκταία αὕτη φωνὴ τοῦ Σωτῆρος, ἀλλὰ πρὸς ὁλοκλήρους ἀνθρώπους ἑνὸς ὄντας Κυρίου καὶ κατὰ ψυχὴν καὶ κατὰ σῶμα δημιουργήματα, καὶ τούτου μόνου θεράποντας. «Εἰ κατὰ φαντασίαν ἐνηνθρώπησεν ὁ Χριστός, ἢ ἄνωθεν ἐπηγάγετο τὴν σάρκα κατὰ τοὺς λήρους τῶν ἐναντίων, πῶς ὀκταήμερος περιετμήθη κατὰ τὸν παλαιὸν νόμον; Τοῦτο γὰρ καὶ μόνον ἱκανὸν ἐπιστομίσαι τὰς φλυαρίας αὐτῶν. Τὸ γὰρ ἀποτμηθὲν σάρξ ἦν συγγενὴς τῆς ἡμετέρας σαρκός. Φησὶ δὲ καὶ ὁ μέγας Παῦλος, ὅτι Ἐπεὶ τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν· καὶ, ὅτι Ἐπειδὴ ἀδελφὸς ἡμῶν ἐκλήθη, ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. Περιφανῶς οὖν ἀποδειχθέντος, ὅτι κατὰ ἀλήθειαν ἐνηνθρώπησεν ἐκ τῶν ἁγνῶν καὶ παρθενικῶν αἱμάτων, πότερον, ὦ πάντολμε σύ, τὸ Κυριακὸν τοῦτο σῶμα τῆς φαύλης λέγεις ἔργον ἀρχῆς, ὡς καὶ τὰ λοιπὰ σώματα, ἢ τὸν ὄγκον εὐλαβηθήσῃ τοῦ δυσσεβήματος; Εἰ γὰρ ἀποτολμήσεις τῷ πονηρῷ καὶ τοῦτο προσαναθεῖναι, πῶς, εἰπέ, τὸ πονηρὸν συνήφθη τῷ ἀγαθῷ; καὶ πῶς ὑπέστη ἡ ἀγαθὸς Θεὸς διὰ τοῦ πονηροῦ σώματος τὴν τοῦ κόσμου σωτηρίαν καταπράξασθαι; πῶς δὲ τῷ θρόνῳ συνεδριάζει τῷ Πατρικῷ; Περὶ τῆς Θεοτόκου. Πῶς δὲ καὶ Θεοτόκον τὴν ἄνω Ἱερουσαλὴμ ὀνομάζετε; Ποίαν Γραφὴν θείαν, τίνα τῶν ἁγίων τῆς ἀνοίας ταύτης διδάσκαλον ἔχοντες; καὶ ταῦτα διαφόρως ῥήδην τοῦ εὐαγγελιστοῦ Ματθαίου λέγοντος, τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. Μνηστευθείσης γάρ, φησί, τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν
col. 1217–1218page 600 of 677
PG 130:1217γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου, καὶ τὰ ἑξῆς. Εἶτα διεξελθὼν τὰ περὶ τῆς γεννήσεως αὐτοῦ λεπτομερῶς ἄχρι τῆς τῶν μάγων ἐπιδημίας, λέγει πάλιν, ὅτι καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτό. Ὁ δὲ μέγας Λουκᾶς ἀνωτέρω τὸν λόγον ἀγαγών, Ἐξῆλθε δόγμα, φησί, παρὰ Καίσαρος Αὐγούστου τοῦ ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. Αὕτη ἡ ἀπογραφή πρώτη ἐγένετο, ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. Καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι ἕκαστος εἰς τὴν ἰδίαν πόλιν. Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲτ εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν Δαβίδ, ἥτις καλεῖται Βηθλεέμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ, ἀπογράψασθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτοῦ γυναικὶ, οὔσῃ ἐγκύῳ. Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν, καὶ ἔτεκε τὸν Υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. Πολλὰ δὲ καὶ ἄλλα μαρτύρια τοῦ τὴν πάναγνον παρθένον Μαρίαν γεννῆσαι κατὰ σάρκα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ καὶ Θεὸν ἔκ τε τῆς εὐαγγελικῆς βίβλου καὶ τῆς ἀποστολικῆς, ἅστινας μόνας ἀσπάζεσθέ τε καὶ καταδέχεσθε, τῶν ἄλλων καταφρονοῦντες. Αὐτός τε γὰρ ὁ Σωτὴρ ἡμῶν πανταχοῦ τοῦ Εὐαγγελίου Υἱὸν ἀνθρώπου ἑαυτὸν ὀνομάζει διὰ τὴν ἄχραντον αὐτοῦ Μητέρα, καὶ ὁ θεῖος Παῦλος, ὁ Ἐξαπέστειλε, φησὶν, ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικός, ἵνα τἄλλα ἐάσωμεν. Εἰ δὲ στενοχωρούμενοι τούτοις ἄνωθεν τὸ σῶμα συγκατενεγκεῖν τὸν Χριστὸν τερατολογοῦσιν, ἀπαντήσομεν αὐτοῖς οὕτως· Εἰ οὖν οὐράνιον ἦν τὸ σῶμα τοῦ Χριστοῦ, οὐκ ἂν τοῖς ἀνθρωπίνοις ὑπέκειτο πάθεσι, τοῖς ἀδιαβλήτοις, λέγω, πείνῃ, καὶ δίψῃ, καὶ ὕπνῳ, καὶ κόπῳ, καὶ λύπῃ, καὶ δάκρυσι, καὶ ὅσα τοιαῦτα. Εἰ οὐράνιος ἄνθρωπος ἦν, ᾧ καθ' ὑπόστασιν ὁ Λόγος ἑνώθη, οὐκ ἂν ἦν φθαρτὸς καὶ θνητὸς ἐπίσης τοῖς ἐπιγείοις. Οἱ φύσει γὰρ οὐράνιοι καὶ ζῶντες πάντες ἄφθαρτοι καὶ ἀθάνατοι. Τίς δὲ χρεία τῆς ἐκ Παρθένου γεννήσεως, εἰ μηδὲ ἐκ ταύτης προσέλαβεν εἰς τὴν τῆς ἀνθρωπίνης φύσεως σύστασιν; Πῶς δὲ τοὺς ἀποστόλους διδάξας, ὅτι Υἱός ἐστιν ἀνθρώπου διὰ τὴν ἄχραντον αὐτοῦ Μητέρα καὶ Θεοτόκον, ἐξαπέστειλε κήρυκας εἰς τὴν οἰκουμένην, αὐτὸ τοῦτο βοῶντας, ὅτι ἐνηνθρώπησεν ἐκ Παρθένου γεννηθείς; Εὑρίσκεται γὰρ, κατὰ τοὺς τἀναντία δογματίζοντας, οὐ Σωτὴρ ἡμῶν, ἀλλὰ πολέμιος, οὐδ' εὐεργέτης, ἀλλὰ λοιμός, ψευδὲς ἡμῖν ὑποθεὶς τὸ θεμέλιον τῆς πίστεως, ἤτοι τὴν ἐκ τῶν ἁγνῶν καὶ παρθενικῶν αἱμάτων ἐνανθρώπησιν αὐτοῦ, καὶ τοῖς ἀνθρώποις ὁμοίωσιν. Ἀλλ' ἵλεως ἡμῖν εἴη Κύριος ἀνεχομένοις ὅλως ἀκούειν τῆς τηλικαύτης βλασφημίας, μὴ ὅτι γε καὶ διὰ γλώττης ταύτην προφέρειν, ἐπεὶ καὶ τοὺς ἀποστόλους αὐτὸς πληροφορῶν ὁ Σωτὴρ μετὰ τὴν ἀνάστασιν
col. 1219–1220page 601 of 677
PG 130:1219σιν, ὅτι οὐ φάσμα θεωροῦσιν, ἀλλ' αὐτὸν ἀληθῶς τὸν ἐκ παρθένου Μητρὸς ἐνανθρωπήσαντα Θεόν, φησὶ πρὸς αὐτούς, Ἴδετε τὰς χεῖρας μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι. Ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. Καὶ τῷ Θωμᾷ δὲ δοὺς τύπους τῶν ἤλων καὶ τὴν πλευρὰν ὑπολείξας βεβαιότερον εἰς τὴν τῆς ἀληθείας πίστιν εἰργάσατο. Σὰρξ γὰρ, καὶ ὀστέα, καὶ διατρήσεις χειρῶν καὶ ποδῶν, καὶ νύξις πλευρᾶς γηίνου σώματος. Πῶς λέγετε τὸν Χριστὸν οὐρανίαν σάρκα περιβεβλῆσθαι, καὶ οὐκ ἀνθρωπίνην, καίτοι τοῦ Ἀποστόλου φάσκοντος, Ὁ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται, φησίν, ἀδελφοὺς αὐτοὺς καλεῖν λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. Ἐξ ἑνὸς δὲ τίνος; Τοῦ Ἀδὰμ δηλονότι, κατὰ τὴν Λουκᾶ γενεαλογίαν. Καὶ πάλιν, Ἐπεὶ τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν. Ἀναιρῶν δὲ καὶ τὴν ὑπόληψιν τῆς οὐρανίου σαρκὸς ἐπήγαγεν, Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται· ὅθεν ὄφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. Καὶ πολλὰ τοιαῦτα. Ἀλλ' ὁ Κύριος, φασίν, εἴρηκε, ἐν τοῖς Εὐαγγελίοις, Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ. Καὶ ὁ Ἀπόστολος δὲ πάλιν, Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ. Ἰδοὺ γὰρ ἀμφοτέρωθεν οὐράνιος ἄνθρωπος ὀνομάζεται. Πρὸς οὓς ἐροῦμεν, ὅτι ἐπεὶ διπλοῦς μὲν ταῖς φύσεσιν ὁ Χριστὸς, μοναδικὸς δὲ ἐστι τὴν ὑπόστασιν, ἰδιοποιεῖται τὰ τῆς ἑκατέρας φύσεως. Καὶ καθάπερ ὁ Ἀπόστολος, εἰπὼν περὶ τῶν προφητοκτόνων, ὅτι Εἰ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν, οὐ τὴν θεότητα πεπονθέναι φησίν, ἥτις ἐστὶ Κύριος τῆς δόξης, ἀλλὰ τὸ πρόσλημμα· οὕτω καὶ ἐπὶ τῶν ῥητῶν τούτων οὗτος μὲν ὁ Υἱὸς καὶ Θεὸς πεπονθέναι λέγεται διὰ τὴν μίαν ὑπόστασιν τῆς θεότητος, ἥτις καὶ τῇ ἀνθρωπίνῃ φύσει γέγονεν ὑπόστασις, πεπονθέναι δὲ κατὰ τὴν ἀνθρωπίνην φύσιν αὐτοῦ, καὶ ἐκ τοῦ οὐρανοῦ μὲν καταβεβηκέναι, καὶ ἐν τῷ οὐρανῷ εἶναι κατὰ τὴν ὑπόστασιν τῆς θεότητος· Υἱὸς δὲ ἀνθρώπου εἶναι κατὰ τὴν ὕστερον προσληφθεῖσαν φύσιν μετὰ τὴν ἐξ οὐρανοῦ κάθοδον. Καὶ πάλιν ὁ αὐτὸς Κύριος διὰ τὴν μίαν ὑπόστασιν δεύτερος μὲν ἄνθρωπος κατὰ τὴν ἡνωμένην ἀνθρωπότητα, ἐξ οὐρανοῦ δὲ κατὰ τὴν θεότητα. Εἰ γὰρ μὴ νοήσωμεν ἕκαστον οἰκείως, ἐναντιολογίαις ὑποβαλοῦμεν τὸν Ἀπόστολον. Πῶς γὰρ κατὰ πάντα ὅμοιος ἡμῖν τοῖς γηΐνοις; Πῶς δὲ ἀδελφὸς ἡμῶν ὁ σάρκα οὐρανίαν περιβεβλημένος; Καὶ ἄλλα δὲ μυρία ἄτοπα ἕψεται. Ὅτι τοῦ ἀγαθοῦ Θεοῦ εἰσιν ἥ τε παλαιὰ νομοθεσία καὶ οἱ ἐν αὐτῇ λάμψαντες. Εἰ ὁ παλαιὸς νόμος ἦν τοῦ πονηροῦ, πῶς ὁ νομοθέτης τοῦ νέου τὸν ἐκπειράζοντα νομικόν, καὶ τὴν
col. 1221–1222page 602 of 677
PG 130:1221ζωὴν τὴν αἰώνιον ὑποκρινόμενον ζητεῖν, εἰς τὸν νόμον ἐκεῖνον παραπέμπει, κἀκεῖθεν εὑρεῖν τὸ ζη τούμενον ὑποβάλλει τοῦ νομικοῦ δὲ τὰς δύο πρώτας αὐτοῖς βήμασι διελθόντος ἐντολὰς, καλῶς τε αὐτὸν ἀπο κριθῆναι ἡ ἀλήθεια ἔφη, καὶ εἰ κατὰ ταύτας πολιτ τεύοιτο, τὴν ζητουμένην αἰώνιον κληρονομήσαι ζωήν; Ερωτώμενος ὁ Σωτὴρ περὶ τῶν νομικῶν ἐντο λῶν, πρώτην εἶναί φησιν, Ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι, καὶ τὰ ἑξῆς. Καὶ τὸν ἐπερωτῶντα δὲ σύμψηφον εὑρῶν, οὐ μακρὰν εἶπεν εἶναι τῆς βασιλείας τοῦ Θεοῦ. Πῶς οὖν αἱ μωσαῖκαὶ νομοθεσίαι, εἴπερ ἦσαν τοῦ ἐχθροῦ, ἕνα Θεὸν καὶ Κύριον νομοθετοῦσιν εἰδέναι; Εἰ δὲ ἕνα Θεὸν καὶ Κύριον ἀνακηρύττει Μωσῆς, καὶ παρὰ τοῦτον ἄλλῳ μήτε λατρεύειν, μήτε προσκυνεῖν, ποῦ εἰσιν οἱ τὴν πονηρὰν ἀρχὴν παρεισάγοντες, καὶ ταύτῃ τὴν παλαιὰν νομοθεσίαν ἀνατιθέντες; Τί ἂν εἴποιεν οἱ κατήγοροι τῆς παλαιᾶς νομοθεσίας, ὁρῶντες διὰ τοῦ Εὐαγγελίου τὸν Χριστὸν ἀγόμενον μὲν εἰς τὰ Ἱεροσόλυμα, τελοῦντα δὲ τὰ Μωσαϊκά, καὶ φέροντα θυσίαν, κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου; Πάλιν ὁ Σωτὴρ τὴν τῶν ὀμνυόντων ἐπιστομίζων ματαιολογίαν, Μωροί, φησὶ, καὶ τυφλοί, τίς μείζων ἐστὶν, ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ ἁγιάζων τὸν χρυ σόν; Οὐκοῦν ὁ τῆς Παλαιᾶς ναὸς οὐ μόνον ἅγιος ἦν, ἀλλὰ καὶ ἁγιάζειν εἶχεν ἰσχύν. Καὶ πάλιν, τί μεῖζον, τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον; σαφῶς κἀνταῦθα δεικνύς, ὅτι τὸ θυσιαστήριον ἅγιόν τε ἦν, καὶ τὰ ἐν αὐτῷ ἀνατιθέμενα ἅγια ἐποίει. Φησὶν ὁ Παῦλος τὸ στόμα τοῦ Χριστοῦ, ὅτι οὐχ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Καὶ πῶς οὐκ ἔστιν ὁ νόμος ἐκ τοῦ ὄντος Θεοῦ, ὅς δικαίω ους ἀποφαίνει τοὺς ποιοῦντας αὐτόν; Ὅτι δὲ ὁ παλαιός νόμος θεῖός ἐστι, καὶ τοῦ ἐπου ρανίου Θεοῦ, βοᾷ Παῦλος ὁ τῆς ἀληθείας κῆρυξ λέ γων, Τί οὖν ἐροῦμεν, ὁ νόμος ἁμαρτία; Μὴ γέ νοιτο. Καὶ πάλιν, οἶδα γάρ, ὅτι ὁ νόμος πνευ ματικός ἐστι, καὶ συνήδομαι τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον. Καὶ πάλιν, Ἄρα αὐτὸς ἐγὼ τῷ μὲν νοὶ δουλεύων νόμῳ Θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας, καὶ τὰ ἑξῆς. ὥστε ὁ μὲν νόμος ἅγιος, φησὶ, καὶ ἡ ἐντολὴ ἁγία, καὶ δικαία, καὶ ἀγαθή. Καὶ δῆλον, ὡς οὐκ ἄλλη μὲν ἡ ἁγία, ἄλλη δὲ ἡ δικαία, ἄλλη δὲ ἡ ἀγαθή, ἀλλ᾽ ἡ αὐτὴ τοῦ νόμου ἐντολὴ, καὶ τοῦ αὐτοῦ Θεοῦ, καὶ ἁγίου, καὶ δι καίου, καὶ ἀγαθοῦ. Ἐξ οὗ γὰρ βρύει τὸ ἅγιον, καὶ δίκαιον, καὶ ἀγαθὸν, χορηγός μέν ἐστι τούτων αὐτὸς, καὶ δοτήρ, κατὰ τὸ αἴτιον δὲ πρὸ πάντων, ὧν ἄλλοις μετα σχεῖν παρέσχεν, αὐτὸς ὑπάρχει ταῦτα οὐ μετασχών. Πῶς ἂν ἅγια, καὶ ἁγίων Ἅγια τὰ τῆς Παλαιᾶς Διαθήκης, εἰ πονηρᾶς νομοθεσίας ἦν; Λέγει γὰρ ὁ αὐτὸς Ἀπόστολος, Εἶχεν ἡ πρώτη σκηνή δικαιώματα λατρείας, τότε ἅγιον κοσμικόν. Καὶ σκηνὴ
col. 1223–1224page 603 of 677
PG 130:1223κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἡ τε λυχνία, καὶ ἡ τράπεζα, καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέ γεται Ἅγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια ἁγίων. Πῶς οὖν οὐχ ἁγία, καὶ ἁγίων Ἅγια, ἐν ᾗ στάμνος μὲν εἶχε τὸ μάννα χρυσῆ, καὶ ῥάβδος δὲ ἀπέκειτο τοῦ Ἀαρών, καὶ αἱ πλάκες τῆς Διαθήκης; Καὶ πῶς Χερουβὶμ δό ξης κατεσκίαζεν αὐτὰ, εἰ τῆς ἐπιβούλου καὶ πονη ρᾶς ἀρχῆς ταῦτα προστάγματα ἦν; Ἐντολὰς Θεοῦ ὁ Σωτὴρ τὰ μωσαϊκὰ διατάγματα καλῶν, καὶ πανταχοῦ τιμῶν τὴν τοιαύτην νομοθεσίαν, Ὁ Θεός, φησὶν, ἐνετείλατο· Τίμα τὸν πατέ ρα σου καὶ τὴν μητέρα σου, καὶ Ὁ κακολογῶν πα τέρα ἢ μητέρα, θανάτῳ τελευτάτω. Ὑμεῖς δὲ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παρά δοσιν ὑμῶν. Καὶ ταῦτα εἰπὼν, μάρτυρα τὴν Ἡσα ΐαν ἐπάγεται λέγων, Καλῶς προεφήτευσε περὶ ὑμῶν Ἡσαΐας· Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στό ματι αὐτῶν, καὶ τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ' ἐμοῦ. Καὶ πρόσεχε λοιπόν. Μάτην δὲ σέβονται με. Διατί; Διότι δι δάσκουσι διδασκαλίας, ἐντάλματα ἀνθρώπων. Ἰδοὺ σαφῶς ἐντολὰς τοῦ ἐπὶ πάντων Θεοῦ τὴν πα λαιὰν ἐκάλεσε νομοθεσίαν ὁ κατὰ φύσιν Υἱὸς αὐτοῦ, καὶ τὸν προφήτην Ἡσαΐαν, προφήτην αὐτοῦ. Καὶ ποῦ εἰσιν οἱ τὴν Παλαιὰν τῷ πονηρῷ χαριζόμενοι, καὶ τοὺς ἐν αὐτῇ προφήτας ἐκείνου προφήτας λέ γοντες; Καὶ πάλιν, ἐν ἄλλοις τὴν ἐν ἀνθρώποις εἰ ρήνην καὶ δικαιοσύνην κρατύνων, καὶ νομοθετῶν, δι' ὧν ἔλεγε, Πάντα ὅσα ἂν θέλητε, ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτω καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Ταύτην αὐτοῦ τὴν νομοθεσίαν τῷ ἀξιώματι τοῦ νό μου καὶ τῶν προφητῶν ἐπισφραγίζει. Οὕτω γάρ ἐστι, φησίν, ὁ νόμος καὶ οἱ προφῆται. Πνεύματος ἁγίου γίνεται πλήρης ὁ Ζαχαρίας, καὶ τοὺς ἀπ' αἰώνων προφήτας χορηγοὺς ἁγίων ἐξ αὐτοῦ κηρύσσει λέγων, Καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν ἐν τῷ οἴκῳ Δαβὶδ τοῦ παιδὸς αὐτοῦ, καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων τῶν ἀπ' αἰῶνος προφητῶν αὐτοῦ, ἀλλ' οὐχὶ τοῦ ἐχθροῦ προφητῶν. Καὶ τί προεφήτευσαν; Μνησθῆναι τὸν Θεὸν διαθήκης ἁγίας αὐτοῦ, ἀλλ' οὐχὶ τῆς τοῦ ἐχθροῦ διαθήκης. Ἔτι δὲ μᾶλλον τῶν ἀσεβῶν χαλινῶν τὰ στό ματα ἐπήγαγεν, ὅρκῳ ᾧ ὤμοσε πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν τοῦ δοῦναι ἡμῖν ἀφόβως ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. Συλλογίζου τὰ εἰρημένα. Πνεῦμα ἅγιον πληροῖ τὸν Ζαχαρίαν, καὶ πληρωθεὶς, ἐκεῖθεν ἁγίους τοὺς ἀπ' αἰῶνος προφήτας ἀναγορεύει, καὶ τὴν μωσαϊκὴν Διαθήκην ἁγίαν ὀνομάζει, καὶ τὴν ἐλευθερίαν ἡμῶν προφητεύει, καὶ τὸν ὁμόσαντα πρὸς τὸν Ἀβραὰμ τῆς ἐλευθερίας δε σπότην εἶναι κηρύσσει, καὶ τοὺς προσάγοντας αὐτῷ τὴν λατρείαν ἐν ὁσιότητι καὶ δικαιοσύνῃ λατρεύειν. Εἰ ταῦτα διεξῆλθεν ὁ Ζαχαρίας, Πνεύματος Ἁγίου πλησθεὶς, πῶς οἱ τἀναντία φρονοῦντες οὐχὶ τοῦ πονηροῦ πνεύματος πλησθέντες ἐλέγχονται;
col. 1225–1226page 604 of 677
PG 130:1225Εἰ τοῦ πονηροῦ ἦν ἡ παλαιὰ νομοθεσία, καὶ οἱ ἐν αὐτῇ λάμψαντες, πῶς ὁ εὐαγγελιστὴς Λουκᾶς τὸν Ζαχαρίαν καὶ τὴν Ἐλισάβετ ἐν τῇ παλαιᾷ νομοθεσία βιοῦντας δικαίους ἐνώπιον τοῦ Θεοῦ μαρτυρεῖ, ἀλλ᾽ οὐκ ἐνώπιον ἀνθρώπων, καὶ πορευομένους ἐν πάσαις ταῖς ἐντολαῖς τοῦ Θεοῦ καὶ δικαιώμασιν ἀμέμπτως; εἶτα καὶ τὴν ἱερατείαν τὸν Ζαχαρίαν τελεῖν ἐνώπιον τοῦ Θεοῦ, καὶ τὸν νομικὸν ναόν, εἰς ὃν εἰσῄει, ναὸν προσαγορεύει Θεοῦ; ἐν αὐτῷ τε τὸν ἄγγελον ὀφθῆναι Κυρίου, καὶ τότε τίνα; τὸν ἀρχιστράτηγον Γαβριήλ. Ἐκ τούτων τε γὰρ καὶ πολ λῶν ἄλλων τῶν ἐφεξῆς ἥ τε παλαιὰ Διαθήκη καὶ οἱ καλῶς ἐν αὐτῇ πολιτευσάμενοι τοῦ ἀγαθοῦ Θεοῦ λαμπρῶς ἀνακηρύττονται. Εἴπερ ἐστὶν ἡ παλαιὰ νομοθεσία τοῦ πονηροῦ, πῶς ἠνέχετο λαβεῖν τὸ βιβλίον ταύτης, ἤτοι τὸ βιβλίον Ἠσαΐου τοῦ προφήτου, ὁ τὸν πονηρὸν καθελεῖν παραγεγονὼς, καὶ εἰς πολλῶν ἀκοὰς ὑπαναγνῶναι, δι' ὧν προεκηρύττετο τὰ περὶ αὐτοῦ; καὶ οὐκ ἀναγνῶναι μόνον, ἀλλὰ καὶ διαμαρτύρασθαι, ὅτι Ταῦτα νῦν πεπλήρωται ἐν τοῖς ὠσὶν ὑμῶν, καὶ τὸν ἐνιαυτόν, ὅς ἐστι περίοδος χρόνων, ὁ δὲ χρόνος μέτρον κινήσεως αἰσθητῆς, τοῦτον ἀνακηρύξαι δεκτὸν Κυρίῳ; Πῶς δὲ πάλιν ἐν τῇ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου παραβολῇ ὁ ἀγαθὸς ἡμῶν Δεσπό της Μωσέα καὶ τοὺς προφήτας τῆς σωτηρίου ἐπι στροφῆς καὶ μεταμελείας διδασκάλους ἀποκαλεῖ; Ἔχουσι γάρ, φησί, Μωσέα καὶ τοὺς προφήτας, ἀκουσάτωσαν αὐτῶν. Ἆρα γὰρ ὁ ἐπὶ κοινῇ τοῦ γένους σωτηρίᾳ τὴν ἡμῶν φύσιν ἀναλαβὼν τοὺς μυσταγωγουμένους παρ᾽ αὐτοῦ, καὶ τῆς πλάνης ἀπαλλαττομένους εἰς τοὺς θεράποντας καὶ ὑπηρέτας ἀνέπεμπε τοῦ ἐχθροῦ, καὶ τότε σωτηρίας τυχεῖν; Καὶ τίς ἂν ἀνάσχοιτο τὴν ὑπερβολὴν τῆς τοσαύτης ἀπονοίας; Εἰ τῆς παλαιᾶς Διαθήκης νομοθέτης ὁ πονηρός, πῶς λέγει ἡ τῆς ἀγαθότητος πηγή, Ἐρευνᾶτε τὰς Γραφάς, ὅτι ἐν αὐταῖς εὑρήσετε ζωὴν αἰώνιον; Γραφὰς λέγων τάς τε μωσαϊκὰς καὶ τὰς ἄλλας προφητικάς. Οὔπω γὰρ ἦσαν αἱ βίβλοι τῆς νέας χάριτος. Ποῦ γὰρ ἡ αἰώνιος ζωή, ἐν οἷς ὁ πονηρὸς νομοθετεῖ καὶ παρακελεύεται; Πῶς δὲ καὶ ἐν ἄλ λοις ἡ ἀλήθεια λέγει, Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπι στεύετε ἂν ἐμοί· Περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν; Οὐκ εἶπεν, Εἰ ἔν τινι ἐπιστεύετε Μωσεῖ, ἀλλ᾽ ἁπλῶς αὐτοῦ τὸ ἀξιόπιστον ἀνεκήρυξεν. Εἰ πονηρᾶς ἦν ἀρχῆς ἡ Παλαιά, πῶς ὁ μέγας Παῦλος, ἀρχόμενος τῆς πρὸς Ῥωμαίους Ἐπιστολῆς, προεπαγγείλασθαι λέγει τὸν Θεὸν διὰ τῶν προφη τῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις περὶ τοῦ Υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα; Εἰ γὰρ Θεοῦ προφῆται, καὶ Γραφαὶ ἅγιαι, δι' ὧν ὁ Θεὸς προεπηγγείλατο περὶ τοῦ Υἱοῦ αὐτοῦ, πῶς ἂν ἡ παλαιὰ Διαθήκη λογισθείη τοῦ πονηροῦ; Καὶ ὁ Μάρκος δέ φησιν· Ἀρχὴ τοῦ Εὐαγγελίου Ἰησοῦ Χριστοῦ Υἱοῦ τοῦ Θεοῦ, ὡς γέγραπται ἐν τοῖς
col. 1227–1228page 605 of 677
PG 130:1227προφήταις. Καὶ πολλαχοῦ δὲ τῶν τεσσάρων Εὐαγγελίων γέγραπται τί, Ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦδε τοῦ προφήτου. Εἰ ἡ δικαιοσύνη τοῦ Θεοῦ πεφανέρωται μαρτυρουμένη ὑπὸ νόμου καὶ τῶν προφητῶν, κατὰ τὸν ἀπόστολον Παῦλον, πῶς ὁ νόμος καὶ οἱ προφῆται οὐκ εἶχε τῆς ἐκ τοῦ ἀγαθοῦ Θεοῦ ἐπιπνοίας τε καὶ ἀληθείας πεπληρωμένοι νομίζοιντ' ἄν; Εἰ τῆς πονηρᾶς ἦν ἀρχῆς ἡ Παλαιά, πῶς ὁ τὴν χάριν συνάπτων τῷ νόμῳ Χριστὸς ὁ Σωτὴρ ἡμῶν λέγει, Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ἴδετε, καὶ οὐκ εἶδον; Πῶς γὰρ ἠθέλησαν ἰδεῖν οἱ τοῦ πονηροῦ τὰ τοῦ ἀγαθοῦ; ἡ γὰρ ἐπιθυμία τοῦ ἀγαθοῦ ὁρμῆς ἀγαθῆς βλάστημά ἐστι. Καὶ πῶς πάλιν λέγει, Ἀβραὰμ εἶδε τὴν ἡμέραν τὴν ἐμὴν, καὶ ἠγαλλιάσατο; Εἰ γὰρ τὸ κατὰ Χριστὸν μυστήριον, ὡς ὁ Παῦλος φησιν, ἔλαβε τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας τοῦ κόσμου, καὶ τοὺς κοσμοκράτορας, καὶ αὐτὴν δὴ τὴν ἄρχοντα τούτων, πόθεν εἰ θεράποντες αὐτοῦ προεῖδον τὴν ἡμέραν αὐτοῦ, καὶ ἠγαλλιάσαντο; Τοῖς ἐργάταις τῆς ἀδικίας ἀπειλήσας ὁ Σωτὴρ τὰ χαλεπώτατα κατὰ τὸν καιρὸν τῆς κρίσεως, ἐπήγαγε λέγων· Ὅταν ὄψησθε Ἀβραὰμ, καὶ Ἰσαάκ, καὶ Ἰακώβ, καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω· καὶ ἥξουσιν ἀπὸ Ἀνατολῶν, καὶ Δυσμῶν, καὶ Βορρᾶ, καὶ Νότου, καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. Ἐκβάλλονται μὲν οὖν ὅσοι κατὰ μίμησιν τοῦ Ἀβραὰμ, καὶ Ἰσαάκ, καὶ Ἰακώβ, καὶ τῶν προφητῶν οὐκ ἐπολιτεύσαντο, συνανακλίνονται δὲ τούτοις οἱ ζηλωταὶ τῆς εὐσεβείας αὐτῶν. Πῶς οὖν λῃσταὶ καὶ κλέπται καὶ τοῦ πονηροῦ εἰσιν ὑπηρέται οἱ τῆς τοῦ Θεοῦ βασιλείας ἀπολαύοντες; Ὢ στομάτων ἀπυλώτων, καὶ τῷ πατρὶ τοῦ ψεύδους ἑτοίμως ὑπηρετουμένων, καὶ μηδὲ τὸ χάσμα τὸ φρικτὸν τὸ διατειχίζον τοὺς μετὰ τοῦ Ἀβραὰμ εὐφραινομένους ἀπὸ τῶν ἐν ταῖς βασάνοις κολαζομένων. Ἀλλαχοῦ πάλιν ὁ Σωτὴρ τοῖς περὶ Ἀβραὰμ τὴν βασιλείαν τῶν οὐρανῶν εἰς κλῆρον ἀφορίζει, καὶ συντάττει τούτοις τοὺς φύλακας τῶν ἑαυτοῦ προσταγμάτων. Φησὶ γάρ, ὅτι Πολλοὶ ἀπὸ Ἀνατολῶν καὶ Δυσμῶν ἥξουσι, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ, Ἰσαὰκ, καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ἆρα γὰρ τοῦτο ἔπαθλον τοῖς ἐπιγνωκόσιν αὐτὸν, καὶ μυρία πεπονθόσιν ὑπὲρ αὐτοῦ; Τοῦτο δῶρον τοῖς ὅσοι τὰς σφαγὰς δι' αὐτὸν ὑπέσχον, τὸ μετὰ τῶν θεραπόντων τοῦ πονηροῦ καὶ συνεῖναι, καὶ συναριθμεῖσθαι, καὶ συναγελάζεσθαι, εἴ γε τοῦ πονηροῦ θεράποντες οἱ τῆς παλαιᾶς πολιτείας; Καὶ ποία ταῦτα ἂν ἀνέξοιτο ἀκοὴ ῥημάτων θείων ἀκοὴν ὅλως ἔχουσα; Πῶς δὲ καὶ Μωσῆς, καὶ Ἠλίας κατὰ τὴν μεταμόρφωσιν ὤφθησαν συμπαρόντες αὐτῷ, καὶ διομιλοῦντες, καὶ συναστράπτοντες; Διελέγχων ὁ Σωτὴρ τὴν ἄνοιαν τῶν Σαδδουκαίων τῶν περὶ τῆς μιᾶς γυναικὸς τῶν ἑπτὰ ἀδελφῶν ἐρωτησάντων, καὶ ἅμα τοῦ νόμου καὶ τῆς χάριτος τὴν
col. 1229–1230page 606 of 677
PG 130:1229συμφωνίαν καὶ ἀλληλουχίαν τρανολογῶν, οὐκ ἀνέγνωτε, φησί, τὸ ῥηθὲν ὑπὸ τοῦ Θεοῦ. Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραάμ, καὶ ὁ Θεὸς Ἰσαάκ, καὶ ὁ Θεὸς Ἰακώβ, καὶ τὰ ἑξῆς, δεικνὺς ἐναργῶς διὰ τούτων, ὅτι τε Ἀβραάμ, καὶ Ἰσαάκ, καὶ Ἰακὼβ τῆς αἰωνίου ζωῆς εἰσι κληρονόμοι, καὶ ὅτι Θεὸς αἰώνιος, καὶ τῆς ἀναστάσεως εἰσηγητής, καὶ τῆς ἐκεῖθεν ἀπολαύσεως δοτὴρ ὁ τούτων Θεός. Ἐπήγαγε γὰρ, ὅτι οὐκ ἔστιν ὁ Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων. Προσέθηκε δὲ καὶ ὁ Μάρκος, ὅτι ἐν τῇ βίβλῳ Μωσέως ταῦτα εἴρηκεν ὁ Θεός· Θεὸς μὲν νεκρῶν οὐκ ἔστιν, ἀλλὰ ζῇ μὲν παρ' αὐτῷ Ἀβραάμ, ζῇ δὲ Ἰσαάκ, ζῇ δὲ Ἰακώβ, καὶ πάντες ὅσοι τὴν αὐτῶν ἐξήλωσαν πολιτείαν, καὶ εἰσὶν ὡς ἄγγελοι τοῦ Θεοῦ ἐν οὐρανῷ· Θεοῦ δὲ καὶ ὁ Μωσῆς ὑπηρέτης, καὶ τοῦ θεόθεν νόμου διάκονος· πῶς πονηρᾶς ἀρχῆς οἱ κατὰ τὴν παλαιὰν βεβιωκότες πολιτείαν; Εἰ τῆς πονηρᾶς μοίρας ἦν ὁ προφήτης Δαβίδ, πῶς ὁ Χριστὸς πνευματοφόρον αὐτὸν εἶπεν, ὅτι φησὶν Δαβὶδ ἐν Πνεύματι ἁγίῳ· λέγει ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, καὶ τὰ ἑξῆς; Ὅτι εἷς ὁ τῆς Παλαιᾶς καὶ Νέας νομοθέτης, καὶ σύμφωνοι ἀλλήλαις εἰσὶν, ἀλλ' οὐκ ἐναντίαι, κατὰ τοὺς θεομάχους. Μὴ νομίσητε, φησὶν ὁ Σωτὴρ, ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι· καὶ Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. Ἐγὼ πληρωτής, φησίν, ἦλθον τοῦ νόμου. Στομάτων ἐστὶ πονηρῶν τὸ λέγειν ἐλθεῖν ἐμὲ πρὸς τὸ παραλῦσαι τὸν νόμον Πατρικὸν ὄντα, καί, ταὐτὸν εἰπεῖν, ἐμόν. Λοιπὸν οὖν οὐδὲν αὐτοῦ ἀτελείωτον ἐάσω. Ἐγὼ τῶν προφητικῶν φωνῶν ἡ βεβαίωσις. Ἐμοὶ γὰρ ὄντες καὶ τοῦ ἐμοῦ Πατρὸς ὑπηρέται καὶ διάκονοι τήν τε παρουσίαν τὴν ἐμὴν, καὶ πάντα τὰ τῆς παρουσίας προειδόν τε καὶ προήγγειλαν. Διὸ ἐξ ὧν τε ἐκεῖνοι προείπον, καὶ ὁ νόμος περιέχει, οὐ μικρόν, οὐ μέγα παρελεύσεται, ὃ μὴ τῆς ἀληθείας τῷ πέρατι σφραγισθῇ. Εἰ γὰρ ἐγὼ διάκονος περιτομῆς εἰς τὸ βεβαιωθῆναι τὰς ἐπαγγελίας, ὡς ὁ Πατὴρ διέθετο πρὸς τοὺς κατὰ σάρκα Πατέρας· πῶς ἰῶτα ἕν, τουτέστι τὸ ἐλάχιστον τῶν ἐν τῷ νόμῳ καὶ τοῖς προφήταις ῥηθέντων δύναιτ' ἂν ὅλως παρελθεῖν, ἢ μὴ γενέσθαι; Ὅρα καὶ ἐξ ἄλλων τὴν ἰσοτιμίαν τοῦ νόμου καὶ τῆς χάριτος, ἵνα γνῷς, ὅτι αὐτός ἐστιν ὁ τῆς παλαιᾶς καὶ τῆς νέας Διαθήκης νομοθέτης. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ οὐρανὸς, καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Τοῦτο τῆς χάριτος. Ὅρα δὲ καὶ τοῦ νόμου· Εὐκοπώτερόν ἐστι τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν, ἢ μίαν κεραίαν τοῦ νόμου διαπεσεῖν. Εἶδες πῶς ὁ Σωτὴρ ἡμῶν τῆς ἀποστασίας τὸ θράσος προειδὼς τὰ ἴσα νέμει γέρα καὶ τὸ κλέος τῇ τε παλαιᾷ καὶ τῇ νέᾳ Διαθήκῃ, καίτοι γε ἐν πολλοῖς πολλῷ προέχει τῆς χάριτος; Παιδαγωγὸς γὰρ ἦν ἐκεῖνος τῶν ἐν τῇ χάριτι, ἀλλ'
col. 1231–1232page 607 of 677
PG 130:1231ἵνα δείξῃ τὸν αὐτὸν ἐκεῖνά τε καὶ τὰ παρόντα κατὰ διάφορον καὶ ἀπόρρητον οἰκονομίας τρόπον νομοθετήσαι, ταῖς αὐταῖς καὶ ἴσαις φωναῖς περὶ ἑκατέρας νομοθεσίας ἐχρήσατο. Ἀλλὰ γὰρ καὶ κατὰ τῶν ἀπειθούντων αὐτοῖς σωτηρίοις διδάγμασιν οὐκ ἄλλον κατήγορον καὶ θρίαμβον, ἀλλὰ τὸν Μωσῆν εἰσάγει λέγων· Ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωσῆς, δηλονότι πρὸς τὸν Πατέρα, οὗ τοὺς νόμους αὐτὸς πιστευθείς, καὶ τὴν περὶ Χριστοῦ προφητείαν, ἀξιόπιστος ἂν κατήγορος εἴη, καὶ ἀπαράγραπτος μάρτυς τῶν μεγαλαυχούντων μὲν αὐτοὺς τοὺς νόμους καὶ τιμᾶν καὶ στέργειν, μηδὲν δὲ τῶν ὑπ' αὐτοῦ περὶ τοῦ κοινοῦ Δεσπότου καὶ Σωτῆρος ἡμῶν θεσπισθέντων προσιεμένων, ὃ κεφάλαιον ἦν, καὶ κρηπίς, καὶ προοίμιον τῆς ὅλης αὐτοῦ νομοθεσίας. Συνάπτων ὁ Σωτὴρ τὰ καινὰ τοῖς παλαιοῖς, καὶ παριστῶν, ὡς εἰς μίαν ἄγουσι σωτηρίας ὁδόν, ἑνὸς ὄντα δημιουργοῦ καὶ νομοθέτου, τὰ μὲν οἷον ὄντα προτέλεια, τὰ δὲ τὴν τελειότητα χαριζόμενα, διὰ τοῦτό φησι· Πᾶς γραμματεὺς μαθητευθεὶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. Δι' ὧν τε γὰρ ἐν τῷ αὐτῷ θησαυρῷ, καὶ ἐκ τοῦ αὐτοῦ τὴν Καινὴν προέρχεσθαι, καὶ τὴν Παλαιὰν διδάσκει, τὸ συνεῖναι, καὶ συμφωνεῖν ἀλλήλοις, καὶ μὴ διαμάχεσθαι βεβαιοῖ· δι' ὧν τε ἑκατέρας τὴν διδασκαλίαν εἰς τὴν βασιλείαν ἀπάγειν τῶν οὐρανῶν, ἔτι περιφανέστερον τὸ λίαν αὐτῶν σύμφωνον καὶ ἀδιαίρετον ἐψηφίσατο. Εἰ οὖν ἑκατέρα μὲν ἐν τῷ αὐτῷ θησαυρίζεται Διαθήκη, ἐκ τοῦ αὐτοῦ δὲ πάλιν πρόεισι, καὶ εἰς τὴν αὐτὴν τοὺς αἰτοῦντας ἐθησαύρισαν τῶν οὐρανῶν ἐπάγει βασιλείαν, πῶς αὐτὰς ἀντίπαλοι διασχίσουσι μερίδες; Εἰ μὴ θείας ἐπιπνοίας ἦν τά τε μωσαϊκὰ καὶ προφητικά, πῶς ὁ Σωτὴρ τοῖς περὶ Κλεόπαν μετὰ τὴν ἀνάστασιν ἐκεῖθεν ἐπιφέρει τὴν ἐπιτίμησιν λέγων· Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν, οἷς ἐλάλησαν οἱ προφῆται· οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν, καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; Καὶ ἀρξάμενος ἀπὸ Μωσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν διηρμήνευσεν αὐτοῖς ἐν πάσαις ταῖς Γραφαῖς περὶ ἑαυτοῦ. Ὁ Λυτρωτὴς ἡμῶν ἑρμηνευτὰς τῶν ἔργων δι' ὧν ἡμᾶς ἐλυτρώσατο τῆς τοῦ πονηροῦ τυραννίδος τοὺς προφήτας ἀναμολογεῖ, καὶ σὺ τῆς τυραννίδος ὑπηρέτας οὐ φρίττεις ὀνομάζειν; Κἀντεῦθεν οὖν σύμφωνος ὁ νόμος καὶ οἱ προφῆται τῇ χάριτι δείκνυνται. Ὅτι μὲν σύμφωνος ὁ νόμος τῇ χάριτι, ἑκάτερον τούτων δι' ἑκατέρου δέχεται τὴν βεβαίωσιν· ἡ μὲν ὡς ὑπ' αὐτοῦ καταγγελλομένη, καὶ διατυπουμένη, καὶ οἷον προχαραττομένη, καὶ ἐμφαινομένη τοῖς σκιάσμασιν· ὁ δὲ ἅτε τῶν προῤῥήσεων καὶ προχαραγμάτων εἰς ἔργα ἐκβεβηκότων διὰ τῆς χάριτος τὴν ἐν αὐτῷ ὑπὸ τοῖς παραπετάσμασι κρυπτομένην ἀνακαλύπτουσης ἀλήθειαν. Εἰ δὲ μὴ τὸ σύμφωνον συνδιέσωζον ἀλλήλοις ἡ χάρις, καὶ τὰ πρὸ τῆς χάριτος, πῶς ἂν ὁ παρὰ τοῦ νόμου καὶ τῶν προφητῶν ἐχρησμοδοτήθη,
col. 1233–1234page 608 of 677
PG 130:1233ταῦτα πανδήμοις ὄμμασιν ἑωρᾶτο τελούμενα; Πῶς δὲ ὁ Σωτὴρ ἡμῶν τοὺς λεπροὺς ῥήματι καθαίρων πρὸς τοὺς ἐν νόμῳ ἱερεῖς τούτους ἀπέστελλε, προστάττων ἀπιέναι, καὶ ἐπιδεικνύναι τούτοις ἑαυτοὺς, κεῖν τὸ δῶρον, ὡς ὁ Μωσῆς διετάξατο; Ὁ θεσπέσιος Παῦλος τὰς προφητικὰς διαγορεύσεις εἰς μαρτυρίαν ἐκτιθέμενός φησιν, Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα Διαθήκην καινήν, οὐ κατὰ τὴν Διαθήκην, ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐξ Αἰγύπτου. Ἣν ἐποίησα, φησίν, ἀλλ' οὐχ ὁ πονηρός, ὡς σὺ λέγεις. Εἶτα, Αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ Διαθήκῃ μου, κἀγὼ ἡμέλησα αὐτῶν. Τίς ὁ λέγων; Ὁ κύριος φησιν, ἀλλ' οὐχ ὁ πονηρός. Ἐπάγει γάρ, Αὕτη ἡ Διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος. Διαθήσομαι ἐγώ, οὐκ ἄλλος. Διαθήσομαι ἐγὼ τὴν Καινήν, ὃς διεθέμην καὶ τὴν Παλαιάν. Ὁρᾷς πῶς ἄνω καὶ κάτω τὸν αὐτὸν καὶ τῆς παλαιᾶς, καὶ τῆς νέας Διαθήκης νομοθέτην ὁ Παῦλος ἀνυμνεῖ; Μηδὲ τὴν ἄθυτον καὶ θαυμασίαν Ἀβραὰμ θυσίαν παραδράμῃς, Θεοῦ μὲν ἐκζητήσαντος ταύτην, καὶ τὴν γνώμην ἀποδεξαμένου, τοῦ δὲ προθύμως πεισθέντος, καὶ οὐ πεισθέντος μόνον, ἀλλὰ καὶ πιστεύσαντος, ὅτι δυνατός ἐστιν ὁ Θεὸς καὶ νεκροὺς ἐγείραι. Διὰ τοῦτο λογίζεται αὐτῷ εἰς δικαιοσύνην. Τὸ πατρικὸν δὲ ἀξίωμα οὐ κατὰ τῆς τότε μόνον γενεᾶς, ἀλλὰ καὶ τῶν μετὰ ταῦτα λαμβάνει, καθώς γέγραπται, ὅτι Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε, κατέναντι οὗ ἐπίστευσε Θεοῦ. Καὶ πρόσχες ἀκριβῶς τίνος λέγει Θεοῦ. Ἐπάγει γὰρ διδάσκων ὁ Παῦλος, ὅτι τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς, καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα. Καὶ πάλιν, Εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ' ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ. Ὁρᾷς τίς ἦν ὁ ἐν νόμῳ καὶ προφήταις λαλήσας, ὅτι οὐκ ἄλλος παρὰ τὸν χαρισάμενον ἡμῖν τὴν χάριν, ἀλλ' αὐτός. Ἐπάγει γάρ, Οὐκ ἐγράφη δὲ δι' αὐτὸν μόνον, ἀλλὰ καὶ δι' ἡμᾶς, οἷς μέλλει λογίζεσθαι τοῖς πιστεύουσιν ἐπὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν. Οὐκοῦν ὁ Πατέρα πολλῶν ἐθνῶν θέμενος τὸν Ἀβραάμ, ὁ τὸν ὅρκον ὑποσχὼν αὐτῷ, ὁ ἐν ταῖς ἐπαγγελίαις ἀδιάψευστος, ὁ τὰ μὴ ὄντα καλῶν ὡς ὄντα, ὁ ζωοποιῶν τοὺς νεκροὺς, αὐτός ἐστιν ὁ ἐγείρας τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν, κἂν τὸ τῆς ἀποστασίας ὀλέθριον φρόνημα εἰς ἀρχὰς δύο καταμερίζῃ τὴν ἀμέριστον καὶ μίαν ἀρχήν. Ἑνὸς Θεοῦ τήν τε Παλαιὰν καὶ τὴν Καινὴν ἀνακηρύττων ὁ Παῦλος, καὶ ὡς ἐκ ῥίζης ἐκείνης ταύτην προελθεῖν, καὶ ἁγιότητος ἑκατέραν μετασχεῖν οὕτω φησίν· Εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα. Καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι. Καὶ οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ' ἡ ῥίζα σέ. Καὶ, Εἰ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο·
col. 1235–1236page 609 of 677
PG 130:1235Ἃ γὰρ τῶν ἐκπειρασάντων τὰ κώλα ἐν τῇ ἐρήμῳ, καὶ πολλὰ ἄλλα μετῆλθε πάθη τοὺς ὑπαιτίους, μήπως ὁ αὐτὸς οὐδὲ σοῦ φείσεται. Οὐκ ἄλλος μὲν ἐκείνων, ἄλλος δὲ σοῦ, ἀλλ' ὁ αὐτός. Καὶ πάλιν, Ἴδε οὖν χρηστότητα, καὶ ἀποτομίαν. Τί νος; Χριστοῦ. Ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομίαν, ἐπὶ δὲ σὲ χρηστότητα. Τί δ' ἂν βούλοιντο ἡ ἀπαρχή, καὶ τὸ φύραμα, καὶ ἡ ῥίζα, καὶ οἱ κλάδοι, καὶ οἱ αὐτοφυεῖς, καὶ οἱ δι' ἐγκεντρίσεως, εἰ μὴ τὴν ἀλληλουχίαν, καὶ συγγένειαν, καὶ ὅτι τοῦ αὐτοῦ νομοθέτου φωναῖς δηλοῦσιν ἐναργεστάταις; Ἐν ἄλλοις δὲ πάλιν φησί, Περιτετμημένος τις ἐκλήθη, μὴ ἐπισπάσθω· ἐν ἀκροβυστίᾳ τις ἐκλήθη, μὴ περιτεμνέσθω. Ἡ περιτομὴ οὐδέν ἐστι, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ· ἑνὸς δηλονότι, καὶ οὐ δύο θεῶν. Τῶν δὲ ἐντολῶν ἡ μὲν ἐκέλευσε περιτέμνεσθαι, ἡ δὲ μή. Ὧν ἑκατέραν ἀνωμολόγησε τοῦ αὐτοῦ Θεοῦ, ὥστε εἷς Θεὸς ὁ ἀληθινὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ καὶ τὴν περιτομὴν διὰ τοῦ Ἀβραὰμ εἰς μυστηρίου τελείωσιν χρόνοις ὡρισμένοις δεὺς καὶ τοὺς ἐν ἀκροβυστίᾳ διὰ τοῦ Υἱοῦ αὐτοῦ προσειληφώς. Ὅρα μοι τὴν σοφίαν τοῦ Παύλου πῶς διαφορὰν μὲν τῆς Καινῆς καὶ τῆς Παλαιᾶς εἰσάγει. Προβλέπων δὲ τὴν ἀποστασίαν, καὶ πᾶσαν αὐτῆς ἐκκόπτων ματαιολογίαν, εὐθὺς πάλιν ταῦτα συνεπιφέρει· λέγει γάρ· Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά· τὰ δὲ πάντα φησὶ καὶ ἡ Νέα δηλονότι, καὶ ἡ Παλαιὰ ἐκ τοῦ Θεοῦ τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἄξιος τῆς ἐπιφανείας τοῦ ἀγαθοῦ Θεοῦ γεγονὼς ὁ Ἰωάννης, καὶ προφήτου περισσότερος, καὶ μείζων τῶν ἐν γεννητοῖς γυναικῶν ὑπ' αὐτῆς τῆς ἀληθείας ἀναγορευθείς, πῶς ὑπέστη νομικῆς ἐντολῆς ὑπερμαχεῖν, καὶ τότε πρόδρομος τῆς χάριτος ἀποσταλείς; καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὴν κεφαλὴν ὑπὲρ ταύτης ἀναιρεθῆναι. Τὸ γὰρ ἐλέγχειν τὸν Ἡρώδην, καὶ λέγειν, Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου, πόθεν εἶχε λαβών, ἢ τίνος ὑπερασπίζων νομοθεσίας τὸν ἔλεγχον προσήγε τῷ βασιλεῖ; Ὁρᾷς πόσον ἐτίμα τὰς νομικὰς ἐντολὰς αὐτὸν τῆς χάριτος νομοθέτην βαπτίσαι καταξιωθείς; Εἰ δὲ μὴ τῆς αὐτῆς ἦσαν θείας καὶ ἀγαθουργοῦ ἐπιπνοίας τά τε μωσαϊκὰ παραγγέλματα καὶ τὰ εὐαγγελικὰ διατάγματα, πῶς ὁ αὐτὸς τῆς χάριτος ὑπηρέτης οὐδ' ἐκείνων ὀλιγωρεῖ, καίτοι τοῦ Χριστοῦ λέγοντος, Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν, καὶ τὰ ἑξῆς; ἰδοὺ γὰρ αὐτός τε ὁ Πρόδρομος Ἰωάννης, καὶ τῶν πρὸ αὐτοῦ προφητῶν ἡ ὁμήγυρις εὑρίσκονται δυσὶ κυρίοις δουλεύοντες, εἴπερ δύο κυρίων, ἀγαθοῦ τε καὶ πονηροῦ, τὴν Παλαιὰν εἶναι συγχωρήσομεν, καὶ τὴν Νέαν. Παῦλος ὁ μέγας κῆρυξ διαπρυσίῳ βοᾷ τῇ φωνῇ, Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; ἢ καὶ οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει; τουτέστι, Μὴ λογισμοῖς ἀνθρώπων ἀσφαλίζομαι τὸ ῥηθέν, ἢ οὐχὶ καὶ θείας νομοθεσίας ἐστὶ τὸ προτεινόμενον; Ἐν γὰρ τῷ Μω
col. 1237–1238page 610 of 677
PG 130:1237σέως νόμῳ γέγραπται, φησίν, Οὐ φιμώσεις βοῦν ἀλοῦντα. Καὶ ταῦτα εἰπὼν ἐπιφέρει, Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; τίνων δὲ μᾶλλον μέλει δεικνὺς ἐπάγει. Δι' ἡμᾶς δὲ πάντως λέγει, καὶ δι' ἡμᾶς ἐγράφη. Ὥστε κοινὸν τὸ δόγμα τὸ ἐν τῇ Παλαιᾷ διαθήκῃ, καὶ πολιτευόμενον καὶ ἐν τῇ χάριτι. Εἶτα τὴν φυσικὴν ὁμοιότητα τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα καὶ τὸ ἀπαράλλακτον ὑποδηλῶν ἐκ τῆς τῶν νομοθετηθέντων ὁμοιότητος, Ὥσπερ, φησί, προσετάγη τοὺς τῷ θυσιαστηρίῳ προσεδρεύοντας τῷ θυσιαστηρίῳ συμμερίζεσθαι, οὕτω καὶ ὁ Κύριος προσέταξε τοὺς τὸ Εὐαγγέλιον καταγγέλλοντας ἐκ τοῦ Εὐαγγελίου ζῇν. Τὴν συνάφειαν δὲ πάλιν καὶ συγγένειαν τοῦ νόμου καὶ τῆς χάριτος ἐπὶ πλέον τρανολογῶν, οὐ θέλω ὑμᾶς ἀγνοεῖν, φησὶν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες ἐν τῇ νεφέλῃ ἐβαπτίσθησαν, καὶ ἐν τῇ θαλάσσῃ εἰς τὸν Μωϋσῆν, καὶ πάντες τὸ αὐτὸ βρώμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον. Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Ἀκούεις, ὅπερ ὁ Χριστὸς τὸν πατρικὸν ἐπότιζε λαόν, ἴσον δὲ εἰπεῖν τὸν οἰκεῖον· καὶ πῶς ὁ Πατὴρ ὡδήγει τὸν Ἰσραὴλ εἰς τὴν τοῦ Υἱοῦ λατρείαν, καὶ ἐπιστροφὴν διὰ τίνων; ἢ δηλονότι διὰ Μωσέως καὶ τῶν προφητῶν; Ποῦ οὖν ἐνταῦθα ὁ πονηρός; ποῦ τῆς πονηρᾶς ἀρχῆς τὸ ἔργον; ποῦ οἱ νόμοι τῆς ἀντικειμένης μοίρας; Εἶτα πάλιν φησί· Μηδὲ ἐκπειράζωμεν τὸν Χριστὸν, καθὼς καὶ τινες αὐτὸν ἐπείρασαν. Τίνες; ἢ δηλονότι ὁ Ἰσραηλίτης λαός. Καὶ τίνα τὰ ἐπίχειρα; Ὑπὸ τῶν ὄφεων ἀπώλοντο. Ὥστε οἱ πειράζοντες τὸν ἐν τῷ νόμῳ Θεὸν διὰ τοῦ Πατρὸς τὸν Υἱὸν ἐπείραζον. Ἑβραίοις ὁ Παῦλος ἐπιστέλλων φησί· Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ. Ἰδοὺ τὸν αὐτὸν Θεὸν, καὶ οὐκ ἄλλον καὶ ἄλλον πάλαι μὲν ἐν τοῖς προφήταις λαλῆσαι λέγει, ὕστερον δὲ ἐν τῷ Υἱῷ. Ὅθεν τὴν κοινὴν Διαθήκην ἐν τῷ Υἱῷ χαρισάμενος τῷ κόσμῳ, αὐτὸς καὶ ἐν τοῖς προφήταις διέθετο τὴν παλαιὰν, καὶ πῶς ἡ πλάνη ἄλλον μὲν ἐκείνης, ἕτερον δὲ τῆς καινῆς ἀναπλάττει νομοθέτην καὶ Θεόν; Πάλιν ὁ αὐτὸς Ἀπόστολος λέγει· Κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν Χριστὸν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν, δηλονότι ἀρχιερέα. Εἶτα πῶς ἦν πιστός, ὑπεξηγούμενος διὰ τοῦ Μωϋσέως δεικνύει· ὡς καὶ Μωσῆς, φησὶν, ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Τίνος οἴκῳ; ἢ δηλονότι τοῦ ποιήσαντος ἀρχιερέα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Εἶτα καὶ τὴν ἀσύγκριτον διαφορὰν τοῦ Δεσπότου πρὸς τὸν δοῦλον διδάσκων, ἐπήγαγεν, ὅτι πλείονος δόξης οὗτος παρὰ Μωυσῆν ἠξίωται, καθ' ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν. Πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ δὲ πάντα κατασκευάσας Θεός. Ἰδοὺ γὰρ ὁ μὲν Χριστὸς Υἱὸς τοῦ ἀγαθοῦ Πατρὸς, ὁ δὲ Μωσῆς
col. 1239–1240page 611 of 677
PG 130:1239θεράπων αὐτοῦ, καὶ οὐχ ἁπλῶς θεράπων, ἀλλὰ πιστός. Καὶ πάλιν· Εἰς ὁ τὰ πάντα κατασκευάσας Θεὸς, ὁ καὶ τὴν κατασκευὴν διαταξάμενος τοῦ ἐπιγείου οἴκου αὐτοῦ. Ὁ αὐτὸς οὗτος τῆς οἰκουμένης διδάσκαλος λέγει κληθῆναι ὑπὸ τοῦ Θεοῦ ἀρχιερέα τὸν Ἀαρὼν ὥσπερ καὶ τὸν Χριστόν. Οὐχ ἑαυτῷ γὰρ, φησί, τις λαμβάνει τὴν τιμὴν, ἀλλ' ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ, καθάπερ καὶ Ἀαρών. Οὕτω καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γενέσθαι ἀρχιερέα, ἀλλ' ὁ λαλήσας πρὸς αὐτὸν, Υἱός μου εἶ σύ, ἐγώ σήμερον γεγέννηκά σε. Εἰ δὲ ὁ τὸν Χριστὸν καλέσας ἀρχιερέα, οὗτός ἐστιν ὁ καὶ τὸν Ἀαρὼν διὰ Μωσέως χρίσας, καὶ οὐδ' ἕτερος ἑαυτὸν ἐδόξασεν ἀρχιερέα, ἀλλ' ὁ καλέσας αὐτούς· πῶς οὐχὶ καὶ τὰ τῆς Νέας καὶ τὰ τῆς Παλαιᾶς τοῦ αὐτοῦ εἰσιν ἀγαθοῦ καὶ ἔργα καὶ νόμοι; Σὺ δέ μοι καὶ τοὺς λοιπούς, οἳ περιφανῶς ἐδείχθησαν ἐν τῇ παλαιᾷ πολιτείᾳ βεβιωκότες, ἐπιλογίζου, τὸν Ἀβραάμ, τὸν Ἰσαάκ, τὸν Ἰακώβ, τὸν Ἰωσήφ, αὐτὸν τὸν Μωσέα, οὓς ἐν ἐπαίνῳ δικαίῳ ποιούμενος ὁ Παῦλος, καὶ τὴν πίστιν αὐτῶν ἐξυμνῶν περὶ τοῦ Μωσέως προτίθησιν, ὅτι καὶ τὸν ὀνειδισμὸν ὑπέστη τοῦ Χριστοῦ. Λέγει γὰρ ἐν ῥήμασιν αὐτοῖς· Μείζονα τῶν Αἰγύπτου θησαυρῶν ἡγησάμενος τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ. Τίθησι δὲ καὶ τὴν αἰτίαν, Ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν, ἣν δῆλον ὅτι δυνατὸς ἦν παρασχεῖν αὐτῷ ὁ Θεός. Καὶ τί δεῖ καταριθμεῖν τοὺς ἄνδρας; Προλαβὼν γὰρ ἡμᾶς ὁ οὐρανοφοίτης Παυλός φησιν· Ἐπιλείψει με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψών, καὶ Ἰεφθάε, Δαβίδ τε καὶ Σαμουὴλ, καὶ τῶν προφητῶν, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας. Εἶτα καὶ τὰ ἱερὰ τούτων καὶ θαυμάσια ἔργα καὶ πάθη διεξιών, καὶ τὴν ἐν ἐρημίᾳ διατριβὴν καὶ καρτερίαν, ἐπάγει· ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Οὐ μόνον δὲ, ἀλλὰ καὶ πρὸς τὴν αὐτῶν διεγείρων ἡμᾶς μίμησιν, καὶ ὥσπερ παράκλησιν εἰς ἀρετὴν ἐκείνους προτιθεὶς, ἐπιφέρει· Τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα, καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι' ὑπομονῆς τρέχωμεν εἰς τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἡμῶν ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὅς ἐστιν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὅστις καὶ τῆς πίστεως, ἐν ᾗ γενναῖοι καὶ βέβαιοι μεμενήκασιν οἱ πατέρες ἡμῶν, γέγονεν ἀρχηγὸς, καὶ τῆς ἡμῶν τε κἀκείνων σωτηρίας τελειωτής. Οὗτος ὁ Ἀπόστολος καὶ ἐν ἄλλοις λόγον μὲν ἀδιάπτωτον τοῦ Θεοῦ τὸν μωσαϊκὸν νόμον ἀνυμνεῖ· Οὐ γὰρ ἐκπέπτωκε, φησίν, ὁ λόγος τοῦ Θεοῦ· περὶ δέ γε τοῦ Ἰακὼβ καὶ τοῦ Ἠσαῦ διαλαμβάνων, ὡς ὁ μείζων δουλεύσει τῷ ἐλάττονι, μονονουχὶ καὶ τοὺς ἀρτιφανεῖς καὶ τοὺς πάλαι τῆς πλάνης ὑπηρέτας ἐπιστομίζει. Φησί γάρ· Μὴ ἀδικία παρὰ τῷ Θεῷ; Μὴ γένοιτο. Τῷ γὰρ Μωσεῖ λέγει· Καὶ
col. 1241–1242page 612 of 677
PG 130:1241ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. Καὶ ἵνα μὴ δόξῃ τις ἐξ οἰκείων πόνων καὶ ἱδρώτων, καὶ χωρὶς τῆς ἄνωθεν συνεργείας τὸ πᾶν ἐκτελεῖν τῶν κατορθωμάτων, συνείρει· Ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. Τὸν αὐτὸν δὲ λέγει Θεὸν καὶ τοῦ ἐλέους τοῖς εἰς αὐτὸν ὁρῶσιν ὑπάρχοντα πηγήν, καὶ τῶν εἰς αὐτὸν ἐπηρμένων διελέγχοντα καὶ καταβάλλοντα τὸ ἀλαζονικὸν καὶ σκληρόν. Τὸν αὐτὸν δὲ Θεὸν, ὅς ἐστι Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, φιλάνθρωπον καὶ ἀγαθὸν ἀνυμνῶν, καὶ πειθαρχεῖν μὲν αὐτῷ πάντας, μηδένα δὲ κατεξανίστασθαι διὰ τῶν οἴκοθεν λογισμῶν τῆς ἀπορρήτου κυβερνήσεως αὐτοῦ, ἐπιφέρει· Μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; Εἶτα τοῦτον πλάστην λαμπρῶς ἀνακράζων, καὶ οὐ πλάστην μόνον, ἀλλὰ καὶ Θεὸν αὐτεξούσιον κριτὴν καὶ τοῦ διανέμειν ἑκάστῳ, ἃ ἡ κρίσις ἤνεγκε, Δεσπότην, τὴν μὲν ὀργὴν φέρειν ἐκεῖ διδάσκει ἐπὶ τὰ σκεύη τὰ κατηρτισμένα εἰς ἀπώλειαν, τὸν δὲ πλοῦτον τῆς δόξης αὐτοῦ τοῖς τοῦ ἐλέους ἐπιδαψιλεύεσθαι ἀξίοις· οὗ καὶ ἡμᾶς μετόχους εὐαγγελίζεται εἶναι, ὅτε δὴ προητοιμασμένους εἰς τὴν ἀπόλαυσιν τῶν ἀγαθῶν, τοὺς πεπιστευκότας εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Ἐν ἄλλοις δὲ πάλιν ἀμεταμέλητον τὴν χάριν ἀναγράφων τοῦ ἀληθινοῦ Θεοῦ, καὶ ὅτι ἐκείνου ἦν ὁ Ἰσραηλίτης λαὸς, καὶ ἡ νομοθεσία, καὶ τὰ προστάγματα, καὶ ὅτι μὴ πάντας διὰ τὴν ἐνίων παράβασιν ἐξεκήρυξε τῆς υἱοθεσίας, φησί· Μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; Μὴ γένοιτο. Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, ὃν προέγνω. Καὶ δεικνὺς ἐναργῶς τίνα λέγει Θεὸν, καὶ πόθεν δῆλον, ὅτι τὸν λαὸν αὐτοῦ μὴ ἀπώσατο· καὶ γὰρ ἐγώ, φησίν, Ἰσραηλίτης εἰμὶ ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν. Ὥστε ὁ μὴ ἀπωσάμενος Παῦλον, ἀλλὰ καλέσας αὐτὸν εἰς ἐκλογὴν, οὗτός ἐστιν ὁ καὶ τὸν Ἰσραὴλ λαὸν αὐτοῦ θέμενος, καὶ μὴ ἀπωσάμενος τοῦτον, ἀλλὰ διὰ τῆς πίστεως τῆς εἰς Χριστὸν τελειώσας αὐτούς. Ἀνακαλύπτων τὸ τῆς ἀληθείας φέγγος ὁ θεῖος Ἀπόστολος, καὶ καθαροὺς ἡμᾶς παραγγέλλων εἶναι, καὶ ἀφωρισμένους τῶν ἀκαθάρτων, ὡς ἂν εἰς υἱοὺς καὶ θυγατέρας ἀναγράφοι ἡμᾶς ὁ Θεός· Καὶ ὑμεῖς γὰρ, φησίν, ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, ἐπάγει καὶ τὸν ταῦτα ἐπαγγειλάμενον, ὅτι Κύριος παντοκράτωρ. Συνδιαπλέκει δὲ καὶ πρὸς τίνας αἱ ἐπαγγελίαι, ὅτι διὰ τῶν πατέρων πρὸς ἡμᾶς. Ἐπιφέρει γάρ· Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀδελφοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ. Ὥστε ἡμῖν ἐπήγγελται ταῦτα ἀπὸ τῶν πατέρων ἀρξάμενα, καὶ εἶπε, Θεοῦ ὁ λαὸς ἐκεῖνος, τοῦ αὐτοῦ καὶ ἡμεῖς· καὶ ὥσπερ ἐν τῇ Παλαιᾷ οἱ καθαροὶ ναὸς τοῦ Θεοῦ, οὕτω καὶ οἱ ἐν τῇ Νέᾳ καθαροὶ ναὸς τοῦ αὐτοῦ Θεοῦ. Πολλὰ μὲν οὖν καὶ ἄλλα φλυαρούσιν οἱ μύσται καὶ μυσταγωγοὶ τῆς τοιαύτης αἱρέσεως μήτε ἀκοῇ πιστῶν φορητά, μήτε γλώσσῃ τῶν εὐσεβῶν λαλητά.
col. 1243–1244page 613 of 677
PG 130:1243Τῆς γὰρ πίστεως αὐτῶν ἀρξαμένης ἐκ πλάνης, ἀκολούθως ἐν ἅπασιν ἐπλανήθησαν. Τὰ μέντοι κεφαλαιωδέστερα τῶν ἐν αὐτοῖς αἱρετικῶν δογμάτων, καὶ ὅσα θεμέλιος, καὶ ῥίζα, καὶ οἷον πηγή πεφύκει, ταῦτά εἰσιν, ὅσα προλαβών ἄχρι τοῦ παρόντος ὁ εὐσεβής λόγος ἤλεγξε, καὶ ὡς ἀράχνης ἱστὸν διέλυσε, καὶ τὸ σκότος αὐτῶν διασκεδάσας ὑπέδειξε τὴν ἀλήθειαν. Τἄλλα δὲ παρειάθησαν, ὡς εὐχερῶς ἀπὸ τῶν ἀνατραπέντων λυθῆναι καὶ αὐτὰ δυνάμενα. Εἰ μὲν γὰρ πείσουσι τοὺς τῆς αἱρέσεως οἱ τῶν κεφαλαιωδεστέρων δογμάτων ἔλεγχοι, περιττὴ τῶν ὑπολειφθέντων ἡ κατὰ μέρος ἐξέτασις· ἀναχθέντες γὰρ εἰς τὴν εὐθεῖαν ὁδὸν ῥᾳδίως ἔσονται βαδίζοντες ἐπὶ πᾶσαν ἀλήθειαν, πᾶν ψεῦδος καθάπερ πρόσκομμα καὶ σκῶλον ἐκ μέσου ποιοῦντες καὶ διαῤῥίπτοντες· εἰ δ' ἐθελοτυφλώττοντες μυοῦσιν ὅτι πρὸς τὸ φῶς, καὶ καθ' ἑαυτῶν ἀνδρίζονται τῷ ψεύδει σκεπόμενοι, καὶ μὴ θέλοντες ἀποστῆναι τοῦ πλανήσαντος αὐτοὺς πνεύματος, καὶ οὕτω πάλιν περιττὴ τῶν κατὰ μέρους ἡ συζήτησις. Σαθροῖς γὰρ θεμελίοις μάτην ἐποικοδομήσει τις, καὶ ἀνόνητον ὑποστήσεται τὸν πόνον. ΤΙΤΛΟΣ ΚΕ. Περὶ τοῦ σταυροῦ, περὶ τοῦ ἁγίου βαπτίσματος, καὶ περὶ τοῦ μυστηρίου τῆς εὐχαριστίας. Ἐπεὶ δὲ τόν τε τίμιον σταυρὸν ἀτιμάζουσιν οἱ Παυλικιάνοι, καὶ τὸ θεῖον βάπτισμα διαπτύουσι, καὶ τὴν ἱερὰν μετάληψιν τοῦ μυστικοῦ δείπνου χλευάζουσι, προστεθήσεται καὶ τὰ περὶ τούτων ἀπὸ τῶν τοῖς μακαρίοις πατράσι πεπονημένων. Τοῦ Δαμασκηνοῦ περὶ τοῦ σταυροῦ. Ὁ λόγος ὁ τοῦ σταυροῦ, τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις ἡμῖν, δύναμις Θεοῦ ἐστιν. Ὁ μὲν γὰρ πνευματικὸς ἀνακρίνει, ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος. Μωρία γάρ ἐστι τοῖς μὴ πάντα δεχομένοις, καὶ τὸ ἀγαθὸν καὶ παντοδύναμον Θεοῦ λογιζομένοις, ἀλλ' ἀνθρωπίνοις καὶ φυσικοῖς λογισμοῖς ἐξερευνῶσι τὰ θεῖα· πάντα γὰρ ἐκ Θεοῦ ὑπὲρ φύσιν εἰσὶ, καὶ λόγον, καὶ δύναμιν. Εἰ γάρ τις λογίσηται ὅπως ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι, τίνος τε ἕνεκεν παρήγαγεν ὁ Θεὸς τὰ πάντα, φυσικοῖς λογισμοῖς φθάσας· ἐβουλήθη, οὐ καταλαμβάνει. Ψυχικὴ γάρ ἐστιν ἡ γνῶσις αὕτη καὶ γεώδης. Εἰ δέ τις πίστει χειραγωγούμενος, καὶ παντοδύναμον, καὶ ἀληθὲς, καὶ σοφόν, καὶ δίκαιον τὸ θεῖον λογίσηται, εὑρήσει πάντα ὁμαλὰ, καὶ ὁδὸν εὐθεῖαν. Ἐκτὸς γὰρ πίστεως ἀδύνατον σωθῆναι· πίστει γὰρ πάντα, τά τε ἐπίγεια, τά τε πνευματικὰ συνίστανται. Γεωργὸς ἐκτὸς πίστεως τέμνει γῆς ἄλλον ἀπό· ἔμπορος μικρῷ ξύλῳ τὴν ἑαυτοῦ ψυχὴν κυμαινομένῳ τῆς θαλάσσης πελάγει παραδίδωσιν. Γάμοι συνίστανται, οὐκ ἄλλο τι τῶν ἐν τῷ βάρει νοοῦμεν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ τοῦ Θεοῦ δυνάμει παρήχθαι· πάντα τὰ τ
col. 1245–1246page 614 of 677
PG 130:1245τὰ ἀνθρώπινα πίστει κατορθούμεν. Πίστις δὲ ἐστὶν ἀπολυπραγμόνητος συγκατάθεσις. Πάσα μὲν οὖν πρᾶξις καὶ θαυματουργία τοῦ Χριστοῦ μεγίστη, καὶ θεία, καὶ θαυμαστή· ἀλλὰ πάντων ἐστὶ θαυμαστότερον ὁ τίμιος αὐτοῦ σταυρός. Δι' οὐδενὸς γὰρ ἑτέρου ὁ θάνατος κατήργηται, ἢ τοῦ προπάτορος ἁμαρτία λέλυται, ὁ ᾄδης ἐσκύλευται, ἡ ἀνάστασις δεδώρηται, δύναμις ἡμῖν τοῦ καταφρονεῖν τῶν παρόντων καὶ αὐτοῦ τοῦ θανάτου δέδοται, ἢ πρὸς τὴν ἀρχαίαν μακαριότητα ἐπάνοδος κατώρθωται, πύλαι παραδείσου ἠνοίχθησαν, ἡ φύσις ἡμῶν ἐκ δεξιῶν τοῦ Θεοῦ κεκάθικε, τέκνα Θεοῦ καὶ κλη ρονόμοι γεγόναμεν, εἰ μὴ διὰ τοῦ σταυροῦ τοῦ Κυ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Διὰ σταυροῦ γὰρ πάντα κατώρθωται· Ὅσοι γὰρ ἐβαπτίσθημεν εἰς Χρι στὸν, φησὶν ὁ Ἀπόστολος, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν· ὅσοι δὲ εἰς Χριστὸν ἐβαπτίσθη μεν, Χριστὸν ἐνεδυσάμεθα. Χριστὸς δὲ ἐστι Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Ἰδοὺ ὁ θάνατος τοῦ Χρι στοῦ, ἤτοι ὁ σταυρός, τὴν ἐνυπόστατον τοῦ Θεοῦ σοφίαν καὶ δύναμιν ἡμᾶς περιέβαλε. Δύναμις δὲ Θεοῦ ἐστιν ὁ Λόγος ὁ τοῦ σταυροῦ, ἢ ὅτι τὸ δυνατὸν τοῦ Θεοῦ, ἤτοι ἡ κατὰ τοῦ θανάτου νίκη, δι' αὐτοῦ ἡμῖν πεφανέρωται, ἢ ὅτι, ὥσπερ τὰ τέσσαρα ἄκρα τοῦ σταυροῦ διὰ τοῦ μέσου κέντρου κρατοῦνται καὶ συσφίγγονται, οὕτως διὰ τῆς τοῦ Θεοῦ δυνάμεως, τό τε ὕψος καὶ τὸ βάθος, μῆκός τε καὶ πλάτος, ἤτοι πάσα ὁρατή τε καὶ ἀόρατος κτίσις συν έχεται. Οὗτος ἡμῖν σημεῖον δέδοται ἐπὶ τοῦ μετώπου, ὃν τρόπον τῷ Ἰσραὴλ ἡ περιτομή· δι' αὐτοῦ γὰρ οἱ πι στοὶ τῶν ἀπίστων ἀποδιιστάμεθα καὶ γνωριζόμεθα. Οὗτος θυρεὸς καὶ ὅπλον καὶ τρόπαιον κατὰ τοῦ δια βόλου. Οὗτος σφραγίς, ἵνα μὴ θίγῃ ἡμῶν ὁ ὀλοθρεύων, ὡς ἡ Γραφή φησιν. Οὗτος τῶν κειμένων ἀνάστασις, τῶν ἐστώτων στήριγμα, ἀσθενῶν βακτηρία, ποιμαινομένων ράβδος, ἐπιστρεφόντων χειραγωγία, προ κοπτόντων τελείωσις, ψυχῆς σωτηρία καὶ σώματος, πάντων τῶν κακῶν ἀποτρόπαιον, πάντων τῶν ἀγα θῶν πρόξενος, ἁμαρτίας ἀναίρεσις, φυτὸν ἀναστάσεως, ξύλον ζωῆς αἰωνίου. Αὐτὸ μὲν οὖν τὸ τίμιον ξύλον ὡς ἀληθῶς καὶ σεβάσμιον, ἐν ᾧ ἑαυτὸν εἰς θυσίαν ὑπὲρ ἡμῶν ὁ Χριστὸς προσενήνοχεν, ὡς ἁγιασθὲν τῇ ἀφῇ τοῦ ἁγίου σώματός τε καὶ αἵματος προσκυνητέον, τοὺς ἤλους, τὴν λόγχην, τὰ ἐνδύματα, καὶ τὰ ἱερὰ αὐ τοῦ σκηνώματα· ἅτινά εἰσιν ἡ φάτνη, τὸ σπήλαιον, ὁ Γολγοθᾶς, ὁ σωτήριος, ὁ ζωοποιός τάφος, ἡ Σιών τῶν Ἐκκλησιῶν ἀκρόπολις, καὶ τὰ ὅμοια· ὡς φησιν ὁ θεοπάτωρ Δαβίδ· Εἰσελευσόμεθα εἰς τὰ σκη νώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ. Ὅτι δὲ σταυρὸν λέγει, δηλοῖ τὸ ἑπόμενον· Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνά παυσίν σου. Ἕπεται γὰρ τῷ σταυρῷ ἡ ἀνάστασις.
col. 1247–1248page 615 of 677
PG 130:1247Προσκυνοῦμεν δὲ καὶ τὸν τύπον τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ, εἰ καὶ ἐξ ἑτέρας ὕλης γεγένηται, οὐ τὴν ὕλην τιμῶντες (μὴ γένοιτο), ἀλλὰ τὸν τύπον, ὡς Χριστοῦ σύμβολον. Ἔφη γὰρ τοῖς ἑαυτοῦ μαθηταῖς διατιθέμενος· Τότε φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ, τὸν σταυρὸν λέγων. Διὸ καὶ ταῖς γυναιξὶν ἔλεγεν ὁ τῆς ἀναστάσεως ἄγγελος· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνόν, τὸν ἐσταυρωμένον. Καὶ ὁ Ἀπόστολος· Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον. Πολλοὶ μὲν Χριστοὶ καὶ Ἰησοῖ, ἀλλ' εἷς ὁ ἐσταυρωμένος. Οὐκ εἶπε, λελογχευμένον, ἀλλ' ἐσταυρωμένον. Προσκυνητέον τοίνυν τὸ σημεῖον τοῦ Χριστοῦ. Ἔνθα γὰρ ἂν ᾖ τὸ σημεῖον, ἐκεῖ καὶ αὐτὸς ἔσται. Τὴν ὕλην ἐξ ἧς ὁ τύπος τοῦ σταυροῦ συνίσταται, εἰ καὶ χρυσὸς ἢ λίθοι εἶεν τίμιοι, μετὰ τὴν τοῦ τύπου τύχοι διάλυσιν, οὐ προσκυνητέον. Πάντα τοίνυν τὰ Θεῷ ἀνακείμενα προσκυνοῦμεν, αὐτῷ τὸ σέβας προσάγοντες. Τοῦτον τὸν τίμιον σταυρὸν προετύπωσε τὸ ξύλον τῆς ζωῆς, τὸ ἐν τῷ παραδείσῳ ὑπὸ Θεοῦ πεφυτευμένον. Ἐπειδὴ γὰρ διὰ ξύλου ὁ θάνατος, ἔδει διὰ ξύλου δωρηθῆναι τὴν ζωὴν καὶ τὴν ἀνάστασιν. Ἰακὼβ πρῶτος προσκυνήσας τὸ ἄκρον τῆς ῥάβδου Ἰωσήφ, τὸν σταυρὸν εἰκόνισε, καὶ ἐνηλλαγμέναις ταῖς χερσὶ τοὺς υἱοὺς αὐτοῦ εὐλογήσας, τὸ σημεῖον τοῦ σταυροῦ διέγραψε σαφέστατα. Ῥάβδος Μωσαϊκή, σταυροτύπως τὴν θάλασσαν πλήξασα, καὶ σώσασα μὲν τὸν Ἰσραήλ, Φαραὼ δὲ βυθίσασα· χεῖρες σταυροειδῶς ἐκτεινόμεναι, καὶ τὸν Ἀμαλὴκ τροπούμεναι· ξύλῳ τὸ πικρὸν ὕδωρ γλυκαινόμενον, καὶ πέτρα ῥηγνυμένη καὶ προχέουσα νάματα· ῥάβδος τῷ Ἀαρὼν τὸ τῆς ἱεραρχίας ἀξίωμα χρηματίζουσα· ὄφις ἐπὶ ξύλου θριαμβευόμενος, ὡς νενέκρωται, τοῦ ξύλου τοὺς νεκρὸν ὁρῶντας τὸν ἐχθρὸν διασώζοντος τοὺς πιστεύοντας, ὡς Χριστὸς ἐν σαρκὶ ἁμαρτίας ἁμαρτίαν οὐκ εἰδυίᾳ προσήλωται. Μωϋσῆς δὲ ὁ μέγας· Ὄψεσθε, βοῶν, τὴν ζωὴν ὑμῶν ἐπὶ ξύλου κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν. Περὶ τοῦ ἁγίου Βαπτίσματος τοῦ μεγάλου Βασιλείου ἀπὸ τῶν πρὸς Ἀμφιλόχιον τὸν Ἰκονίου τριάκοντα κεφαλαίων. Πῶς οὖν γινόμεθα ἐν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ συνταφέντες αὐτῷ διὰ τοῦ βαπτίσματος; Τίς οὖν ὁ τρόπος τῆς ταφῆς, καὶ τί τὸ ἐκ τῆς μιμήσεως χρήσιμον; Πρῶτον μὲν ἀναγκαῖον τὴν ἀκολουθίαν τοῦ προτέρου βίου διακοπῆναι· τοῦτο δὲ ἀδύνατον
col. 1249–1250page 616 of 677
PG 130:1249μὴ ἄνωθεν γεννηθέντας κατὰ τοῦ Κυρίου φωνήν. Ἡ γὰρ παλιγγενεσία, ὡς καὶ αὐτὸ δηλοῖ τὸ ὄνομα, δευτέρου βίου ἐστὶν ἀρχή. Ὥστε δὲ ἄρξασθαι τοῦ δευτέρου, πέρας χρὴ δοῦναι τῷ προλαβόντι. ὡς γὰρ ἐπὶ τῶν τὸν δίαυλον ἀνακαμπτόντων στάσις τις καὶ ἐπηρέμησις τὰς ἐναντίας κινήσεις διαλαμβάνει, οὕτω καὶ ἐπὶ τῆς τῶν βίων μεταβολῆς ἀναγκαῖον ἐφάνη θάνατον ἀμφοτέροις μεσιτεῦσαι τοῖς βίοις, περαιτοῦντα μὲν τὰ προάγοντα, ἀρχὴν δὲ διδόντα τοῖς ἐφεξῆς. Πῶς οὖν κατορθοῦμεν τὴν εἰς ᾅδου κατάβασιν, μιμούμενοι τὴν ταφὴν τοῦ Χριστοῦ; Οἷονεὶ γὰρ ἐνθάπτεται τῷ ὕδατι τῶν βαπτιζομένων τὰ σώματα. Ἀπόθεσιν οὖν τῶν ἔργων τῆς σαρκὸς συμβολικῶς ὑποφαίνει τὸ βάπτισμα, κατὰ τὸν Ἀπόστολον λέγοντα, ὅτι Περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκὸς ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτισμῷ· καὶ οἷονεὶ καθάρσιόν ἐστι τῇ ψυχῇ τοῦ ἀπὸ τοῦ σαρκικοῦ φρονήματος αὐτῇ προσγινομένου τύπου, κατὰ τὸ γεγραμμένον, ὅτι Πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Διὰ τοῦτο οὐκ ἰουδαϊκῶς ἐφ' ἑκάστῳ μολύσματι ἀπολουόμεθα, ἀλλ' ἓν οἴδαμεν τὸ σωτήριον βάπτισμα, ἐπειδὴ εἷς ἐστιν ὁ ὑπὲρ τοῦ κόσμου θάνατος, καὶ μία ἐκ νεκρῶν ἀνάστασις, ὧν τύπος ἐστὶ τὸ βάπτισμα. Τούτου χάριν ὁ τὴν ζωὴν ἡμῶν οἰκονομῶν Κύριος τὴν τοῦ βαπτίσματος ἡμῖν ἔθετο διαθήκην, θανάτου τύπον καὶ ζωῆς περιέχουσαν, τὴν μὲν τοῦ θανάτου εἰκόνα τοῦ ὕδατος ἐκπληροῦντος, τὸν δὲ τῆς ζωῆς ἀρραβῶνα παρεχομένου τοῦ Πνεύματος, ὥστε σαφὲς ἡμῖν ἐντεῦθεν γέγονε τὸ ζητούμενον, διατί τῷ Πνεύματι τὸ ὕδωρ συμπαρελήφθη, ὅτι, δύο σκοπῶν ἐν τῷ βαπτίσματι προκειμένων, καταργῆσαι μὲν τὸ σῶμα τῆς ἁμαρτίας τοῦ μηκέτι καρποφορεῖν αὐτὸ τῷ θανάτῳ, ζῆν δὲ τῷ Πνεύματι, καὶ καρπὸν ἔχειν ἐν ἁγιασμῷ, τὸ μὲν ὕδωρ τοῦ θανάτου τὴν εἰκόνα παρέχει, ὥσπερ ἐν ταφῇ τὸ σῶμα παραδεχόμενον. Τὸ δὲ Πνεῦμα τὴν ζωοποιὸν ἐνίησι δύναμιν, ἀπὸ τῆς κατὰ τὴν ἁμαρτίαν νεκρότητος εἰς τὴν ἐξ ἀρχῆς ζωὴν τὰς ψυχὰς ἡμῶν ἀνακαινίζον. Τοῦτο οὖν ἐστι τὸ ἄνωθεν γεννηθῆναι ἐξ ὕδατος καὶ Πνεύματος, ὡς τῆς μὲν νεκρώσεως ἐν τῷ ὕδατι τελουμένης, τῆς δὲ ζωῆς ἡμῶν ἐνεργουμένης διὰ τοῦ Πνεύματος. Ἐν τρισὶν οὖν καταδύσεσι, καὶ ἰσαρίθμοις ταῖς ἐπικλήσεσι τὸ μυστήριον τοῦ βαπτίσματος τελειοῦται, ἵνα καὶ ὁ τοῦ θανάτου τύπος ἐξεικονισθῇ, καὶ τῇ παραδόσει τῆς θεογνωσίας τὰς ψυχὰς φωτισθῶμεν οἱ βαπτιζόμενοι. Ὥστε εἴ τίς ἐστιν ἐν τῷ ὕδατι χάρις, οὐκ ἐκ τῆς φύσεως ἐστι τοῦ ὕδατος, ἀλλ᾽ ἐκ τῆς τοῦ Πνεύματος παρουσίας. Γρηγορίου τοῦ Θεολόγου ἐκ τοῦ λόγου τοῦ προτρεπτικοῦ εἰς τὸ βάπτισμα. Διττῶν δὲ ὄντων ἡμῶν, ἐκ ψυχῆς λέγω καὶ σώματος, καὶ τῆς μὲν ὁρατῆς, τῆς δὲ ἀοράτου φύσεως, διττὴ καὶ ἡ κάθαρσις, δι' ὕδατός τέ φημι καὶ Πνεύματος, τοῦ μὲν θεωρητῶς τε καὶ σωματικῶς λαμβανομένου, τοῦ δὲ ἀσωμάτως καὶ ἀθεωρήτως συντρέχοντος· καὶ τοῦ μὲν τυπικοῦ, τοῦ δὲ ἀληθινοῦ, καὶ τὰ βάθη καθαίροντος, ὁ τῆς πρώτης γενέσεως
col. 1251–1252page 617 of 677
PG 130:1251ἐπικουρίᾳ τυγχάνον, καινοὺς ἀντὶ παλαιῶν, καὶ θε ειδεῖς ἀντὶ τῶν νῦν ὄντων ἐργάζεται, χωρὶς πυρὸς ἀναχωνεῦον, καὶ ἀνακτίζον δίχα συντρίψεως. Εἰ γὰρ συντόμως δεῖ εἰπεῖν, συνθήκας πρὸς θεὸν δευτέρου βίου, καὶ πολιτείας καθαρωτέρας ὑπολαμβάνειν χρὴ τὴν τοῦ βαπτίσματος δύναμιν, ὃ δὲ καὶ μάλιστα φασι τέον, καὶ πάσῃ φυλακῇ τηρητέον τὴν ἑαυτοῦ ψυχὴν ἕκαστον, μὴ ψεύσται τῆς ὁμολογίας ταύτης γενώ μεθα. Εἰ γὰρ τὰς πρὸς ἀνθρώπους ὁμολογίας ἐμπε δοῖ Θεός, μέσος παραληφθείς, πόσος ὁ κίνδυνος ὧν πρὸς αὐτὸν ἐθέμεθα τὸν Θεὸν συνθηκῶν, τούτων παραβάτας εὑρίσκεσθαι, καὶ μὴ μόνον τῶν ἄλλων ἁμαρτημάτων, ἀλλὰ καὶ αὐτοῦ τοῦ ψεύδους ὑποδίκους εἶναι τῇ ἀληθείᾳ, καὶ ταῦτα οὐκ οὔσης δευτέρας ἀναγεννήσεως, οὐδὲ ἀναπλάσεως, οὐδὲ εἰς τὸ ἀρχαῖον ἀποκαταστάσεως, κἂν ὅτι μάλιστα ἐπιζητῶμεν ταύτην ἐν πολλοῖς στεναγμοίς τε καὶ δάκρυσιν, ἐξ ὧν συνούλωσις μὲν ἔρχεται μόγις, κατά γε τὸν ἐμὸν ὅρον καὶ νόμον· ἔρχεται γὰρ, καὶ πιστεύο μεν· εἰ δὲ καὶ τὰς οὐλὰς ἐξαλείφομεν, ἀγαπῴην ἄν, ἐπειδὴ καὶ αὐτὸς χρήζω φιλανθρωπίας. Τοῦ Νύσσης ἐκ τοῦ κατηχητικοῦ λόγου περὶ τοῦ Βαπτίσματος. Ἀλλ᾽ ἐπειδὴ μέρος τι τῶν μυστικῶν διδαγμάτων καὶ ἡ κατὰ τὸ λουτρὸν ἐστιν οἰκονομία, ὃ εἴτε βά πτισμα, εἴτε φώτισμα, εἴτε παλιγγενεσίαν βούλοιτό τις ὀνομάζειν, οὐδὲν πρὸς τὴν ὀνομασίαν διαφερή μεθα, καλῶς ἂν ἔχοι βραχέα περὶ τούτου διεξελθεῖν. Ἐπειδὰν γὰρ παρ᾽ ἡμῶν τὸ τοιοῦτον ἀκούσωσιν, ὅτι, τοῦ θνητοῦ πρὸς ζωὴν μεταβαίνοντος, ἀκόλουθονἦν, τῆς πρώτης γενέσεως ἐπὶ τὸν θνητὸν παραγούσης βίον, ἑτέραν γέννησιν ἐξευρεθῆναι, μήτε ἀπὸ φθορᾶς ἀρχομένην, μήτε εἰς φθορὰν καταλήγουσαν, ἀλλ᾽ εἰς ἀθάνατον ζωὴν τὸν γεγεννημένον παράγουσαν, ἵν᾽ ὥσπερ ἐκ θνητῆς γεννήσεως θνητὸν ἐξ ἀνάγ κης τὸ γεγεννημένον ὑπέστη, οὕτως ἐκ τῆς μὴ πε ριδεχομένης φθορὰν τὸ γεννώμενον κρεῖττον γένηται τῆς ἐκ τοῦ θανάτου φθορᾶς· ἐπειδὰν οὖν τούτων καὶ τῶν τοιούτων ἀκούσωσι, καὶ προσδιδαχθῶσι τὸν τρόπον, ὅτι εὐχὴ πρὸς Θεὸν, καὶ χάριτος οὐρανίας ἐπίκλησις, καὶ ὕδωρ, καὶ πίστις ἐστὶ, δι᾽ ὧν τὸ τῆς ἀναγεννήσεως πληροῦται μυστήριον, δυσπειθῶς ἔχουσι πρὸς τὸ φαινόμενον βλέποντες, ὡς οὐ συμ βαῖνον τῇ ἐπαγγελίᾳ τὸ σωματικῶς ἐνεργούμενον. Πῶς γὰρ, φησὶν, εὐχὴ καὶ δυνάμεως θείας ἐπί κλησις ἐπὶ τοῦ ὕδατος γενομένη ζωῆς ἀρχηγὸς τοῖς μυηθεῖσι γίνεται; Πρὸς οὓς, εἴπερ μὴ λίαν ἔχοιεν ἀντιτύπως, ἁπλοῦς ἐξαρκεῖ λόγος πρὸς τὴν τοῦ δόγματος ἀγαγεῖν συγκατάθεσιν. Ἀντερωτήσο μεν, τοῦ τρόπου τῆς κατὰ σάρκα γενέσεως πᾶσιν ὄντος προδήλου, Πῶς ἄνθρωπος ἐκεῖνο γίνεται τὸ εἰς ἀφορμὴν τῆς συστάσεως τοῦ ζώου καταβαλλόμενον; Ἀλλὰ μὴν οὐδεὶς ἐπ᾽ ἐκείνου λόγος ἐστὶν ἀλογισμόν τινι τὸ πιθανὸν ἐξευρίσκων. Τί γὰρ κοινὸν ἔχει πρὸς ἄνθρωπον πρὸς τὴν ἐν ἐκείνῳ θεωρουμένην ποιότητα συγκρινόμενος; Ἄνθρωπος μὲν γὰρ λογικόν τι χρῆμα καὶ διανοητικόν ἐστιν, ἐκεῖνο δὲ ἐν ὑγρᾷ τινι θεωρεῖται ποιότητι, καὶ πλέον οὐδὲν τοῦ κατ᾽ αἴσθησιν ὁρωμένου καταλαμβάνει ἡ ἔννοια. Ἣν τοι
col. 1253–1254page 618 of 677
PG 130:1253νῦν ἀπόκρισιν εἰκός ἐστιν ἡμῖν γίνεσθαι παρὰ τῶν ἐρωτηθέντων, ὅτι πῶς ἐστιν ἐξ ἐκείνου πιστὸν συ στῆναι ἄνθρωπον, τοῦτο καὶ περὶ τῆς δι᾽ ὕδατος καὶ Πνεύματος, γινομένης ἀναγεννήσεως ἐρωτηθέντες ἀποκρινούμεθα. Ἐκεῖ γὰρ πρόχειρόν ἐστιν ἑκάστῳ τῶν ἠρωτημένων εἰπεῖν, ὅτι θείᾳ δυνάμει ἐκεῖνο ἄνθρωπος γίνεται, ἧς μὴ παρούσης ἀκίνητόν ἐστιν ἐκεῖνο καὶ ἀνενέργητον. Εἰ οὖν ἐκεῖ οὐ τὸ ὑποκείμενον ποιεῖ τὸν ἄνθρωπον, ἀλλ᾽ ἡ θεία δύναμις πρὸς ἀνθρώπου φύσιν μεταποιεῖ τὸ φαινόμενον, τῆς ἐσχά της ἂν εἴη ἀγνωμοσύνης, ἐκεῖ τοσαύτην τῷ Θεῷ προσο μαρτυροῦντας δύναμιν ἀτονεῖν ἐν τῷ μέρει τούτῳ τὸ Θεῖον οἴεσθαι πρὸς τὴν ἐκπλήρωσιν τοῦ θελήματος. Τί κοινόν, φησὶν, ὕδατι καὶ ζωῇ; Τί δὲ κοινὸν, πρὸς αὐτοὺς ἐροῦμεν, ὑγρότητι καὶ εἰκόνι Θεοῦ; Ἀλλ' οὐδὲν ἐκεῖ τὸ παράδοξον, εἰ, Θεοῦ βουλομένου, πρὸς τὸ τιμιώτατον ζῶον τὸ ὑγρὸν μεταβαίνει. Τὸ ἴσον καὶ ἐπὶ τούτου φαμέν, μηδὲν εἶναι θαυμαστὸν, εἰ θεία δυνάμεως παρουσία πρὸς ἀφθαρσίαν μετα σκευάζει τὸ ἐν τῇ φθαρτῇ φύσει γενόμενον. Ἀλλὰ ζητοῦσιν ἀπόδειξιν τοῦ παρεῖναι τὸ θεῖον ἐπὶ ἁγια σμῷ τῶν γινομένων καλούμενον. Ἡ κατασκευὴ τοῦ τὴν διὰ σαρκὸς ἡμῖν ἐπιφανεῖσαν δύναμιν ἀληθῶς θείαν εἶναι τοῦ παρόντος λόγου συνηγορία γίνεται. Δειχθέντος γὰρ τοῦ Θεὸν εἶναι τὸν ἐν σαρκὶ φανερωθέντα, καὶ διὰ τῶν γινομένων θαυμάτων τὴν φύσιν ἑαυτοῦ δείξαντα, συναπεδείχθη τὸ τοῖς γινο μένοις παρεῖναι αὐτὸν κατὰ πάντα καιρὸν ἐπικλήσεως. Ὥσπερ γὰρ ἑκάστου τῶν ὄντων ἔστι τις ἰδι ότης ἡ τὴν φύσιν γνωρίζουσα, οὕτως ἴδιον τῆς θείας φύσεώς ἐστιν ἡ ἀλήθεια. Ἀλλὰ μὴν ἀεὶ παρέσεσθαι τοῖς ἐπικαλουμένοις ἐπήγγελται, καὶ ἐν μέσῳ τῶν πιστευόντων εἶναι, καὶ ἐν πᾶσι μένειν, καὶ ἑκάστῳ συνεῖναι. Οὐκ οὖν ἑτέρας εἰς τὸ παρεῖναι τὸ Θεῖον τοῖς γινομένοις ἀποδείξεως προσδεοίμεθα, τὸ μὲν Θεὸν εἶναι διὰ τῶν θαυμάτων αὐτὸν πεπιστευκότες, ἴδιον δὲ τῆς Θεότητος τὸ ἀμίκτως πρὸς τὸ ψεῦδος ἔχειν εἰδότες, ἐν δὲ τῷ ἀψευδεῖ τῆς ὑποσχέσεως παρεῖναι τὸ ἐπηγγελμένον οὐκ ἀμφιβάλλοντες. Τοῦ Δαμασκηνοῦ ἔτι περὶ τοῦ βαπτίσματος. Ὁμολογοῦμεν δὲ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρ τιῶν καὶ εἰς ζωὴν αἰώνιον. Τὸ γὰρ βάπτισμα τὸν τοῦ Κυρίου θάνατον δηλοῖ. Συνθαπτόμεθα γοῦν τῷ Κυρίῳ διὰ τοῦ βαπτίσματος, ὥς φησιν ὁ θεῖος Ἀπόστολος. Ὥσπερ οὖν ἅπαξ ἐτελέσθη ὁ τοῦ Κυρίου θάνατος, οὕτως καὶ ἅπαξ δεῖ βαπτίζεσθαι· βαπτίζεσθαι δὲ κατὰ τὸν τοῦ Κυρίου Λόγον, εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδασκομένους τὴν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα ὁμο λογίαν. Ὅσοι τοίνυν εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα βαπτισθέντες, μίαν φύσιν τῆς θεό τητος ἐν τρισὶν ὑποστάσεσι διδαχθέντες, αὖθις ἀνα βαπτίζονται, οὗτοι ἀνασταυροῦσι τὸν Χριστὸν, ὥς φησιν ὁ θεῖος Ἀπόστολος. Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, καὶ τὰ ἑξῆς, αὖθις ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν ὁ ἀρι
col. 1255–1256page 619 of 677
PG 130:1255τὴν ἁγίαν Τριάδα ἐβαπτίσθησαν, τούτους δεῖ ἀναβαπτίζεσθαι. Εἰ γὰρ καί φησιν ὁ θεῖος Ἀπόστολος, ὅτι Εἰς Χριστὸν καὶ εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν, οὐχ οὕτω δεῖν γίνεσθαί φησι τοῦ βαπτίσματος τὴν ἐπίκλησιν, ἀλλ' ὅτι τύπος τοῦ θανάτου τοῦ Χριστοῦ ἐστι τὸ βάπτισμα. Διὰ γὰρ τῶν τριῶν καταδύσεων, τὰς τρεῖς ἡμέρας τῆς τοῦ Κυρίου ταφῆς σημαίνει τὸ βάπτισμα. Τὸ οὖν εἰς Χριστὸν βαπτισθῆναι δηλοῖ, τὸ πιστεύοντας εἰς αὐτὸν βαπτίζεσθαι. Ἀδύνατον δὲ εἰς Χριστὸν πιστεῦσαι, μὴ διδαχθέντας τὴν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα ὁμολογίαν. Χριστὸς γάρ ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὃν ἔχρισεν ὁ Πατήρ τῷ ἁγίῳ Πνεύματι, ὡς φησιν ὁ θεῖος Δαβίδ· Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Καὶ Ἡσαΐας ἐκ προσώπου τοῦ Κυρίου· Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με. Τὴν μέντοι ἐπίκλησιν τοὺς οἰκείους μαθητὰς ὁ Κύριος διδάσκων ἔλεγε· Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἐπειδὴ γὰρ ἐπ' ἀφθαρσίαν ὁ πεποίηκεν ἡμᾶς ὁ Θεὸς, παραβάντας δὲ τὴν σωτήριον αὐτοῦ ἐντολήν, φθορᾷ θανάτου κατεδίκασεν, ἵνα μὴ ἀθάνατον ᾖ τὸ κακὸν, συγκαταβὰς δὲ τοῖς δούλοις, ὡς εὐσπλαγχνος, καὶ καθ' ἡμᾶς δὲ ὁ γεγονώς, τῆς φθορᾶς διὰ τοῦ ἰδίου πάθους ἐλυτρώσατο· ἐπήγασεν ἡμῖν ἐκ τῆς ἁγίας καὶ ἀχράντου αὐτοῦ πλευρᾶς πηγὴν ἀφέσεως· ὕδωρ μὲν εἰς ἀναγέννησιν καὶ ἐπίκλυσιν τῆς ἁμαρτίας καὶ τῆς φθορᾶς· αἷμα δὲ, πότον ζωῆς ἀϊδίου πρόξενον. Ἐντολὰς δὲ ἡμῖν δέδωκε δι' ὕδατος ἀναγεννᾶσθαι καὶ Πνεύματος, δι' ἐντεύξεως καὶ ἐπικλήσεως, τῷ ὕδατι ἐπιφοιτῶντος τοῦ ἁγίου Πνεύματος. Ἐπειδὴ γὰρ διπλοῦς ὁ ἄνθρωπος, ἐκ ψυχῆς τε καὶ σώματος, διπλῆν ἡμῖν ἔδωκε καὶ τὴν κάθαρσιν, δι' ὕδατός τε καὶ Πνεύματος· τοῦ μὲν Πνεύματος, τὸ κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἐν ἡμῖν ἀνακαινίζοντος, τοῦ δὲ ὕδατος, διὰ τῆς τοῦ Πνεύματος χάριτος καθαίροντος τὸ σῶμα τῆς ἁμαρτίας, καὶ τῆς φθορᾶς ἀπαλλάττοντος, καὶ τὴν τοῦ θανάτου εἰκόνα ἐκπληροῦντος τοῦ ὕδατος, τὸν δὲ τῆς ζωῆς ἀῤῥαβῶνα παρεχομένου τοῦ Πνεύματος. Ἀπ' ἀρχῆς γὰρ Πνεῦμα Θεοῦ τοῖς ὕδασιν ἐπεφέρετο· καὶ ἄνωθεν ἡ Γραφὴ μαρτυρεῖ τῷ ὕδατι, ὡς ἐστι καθαρτήριον. Ἐπὶ Νώε δι' ὕδατος ὁ Θεὸς τὴν κοσμικὴν ἁμαρτίαν κατέκλυσε. Δι' ὕδατος πᾶς ἀκάθαρτος κατὰ τὸν νόμον καθαίρεται, καὶ αὐτῶν τῶν ἱματίων πλυνομένων τῷ ὕδατι, ἔδειξεν Ἠλίας τὴν χάριν τοῦ Πνεύματος συμμεμιγμένην τῷ ὕδατι, ὕδατι φλέξας τὴν ὁλοκαύτωσιν. Καὶ σχεδὸν ἅπαντα κατὰ τὸν νόμον ὕδατι καθαρίζεται· τὰ γὰρ ὁρατὰ, σύμβολα τῶν νοουμένων εἰσίν· ἡ μέντοι ἀναγέννησις
col. 1257–1258page 620 of 677
PG 130:1257κατὰ ψυχὴν γίνεται· πίστις γὰρ υἱοθετεῖν οἶδε, καίτοι ὄντας κτίσματα διὰ τοῦ Πνεύματος, καὶ εἰς τὴν ἀρχαίαν ἄγειν μακαριότητα. Ἡ μὲν οὖν τῶν ἁμαρτιῶν ἄφεσις, πᾶσιν ὁμοίως διὰ τοῦ βαπτίσματος δίδοται· ἡ δὲ χάρις τοῦ Πνεύ ματος κατὰ τὴν ἀναλογίαν τῆς πίστεως καὶ τῆς προ καθάρσεως. Νῦν μὲν οὖν διὰ τοῦ βαπτίσματος τὴν ἀπαρχὴν τοῦ ἁγίου Πνεύματος λαμβάνομεν, καὶ ἀρχὴ ἑτέρου βίου γίνεται ἡμῖν ἡ παλιγγενεσία, καὶ σφρα γὶς, καὶ φυλακτήριον, καὶ φωτισμός. Χρὴ δὲ πάσῃ δυνάμει ἀσφαλῶς τηρεῖν ἑαυτοὺς καθαροὺς ἀπὸ ῥυπαρῶν ἔργων, ἵνα μὴ πάλιν ὥσπερ κύων ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρέψαντες, δούλους πάλιν ἑαυτοὺς τῆς ἁμαρτίας ποιήσωμεν. Πίστις γὰρ χωρὶς ἔργων νεκρά ἐστιν, ὁμοίως καὶ ἔργα χωρὶς πίστεως. Ἡ γὰρ ἀληθὴς πίστις διὰ τῶν ἔργων δοκι μάζεται. Βαπτιζόμεθα δὲ εἰς τὴν ἁγίαν Τριάδα, ὅτι αὐτὰ τὰ βαπτιζόμενα χρήζει τῆς ἁγίας Τριάδος εἰς τὴν αὐτῶν σύστασίν τε καὶ διαμονὴν, καὶ ἀδύνατον μὴ συμπαρεῖναι ἀλλήλαις τὰς τρεῖς ὑποστάσεις· ἀχώ ριστος γὰρ ἡ ἁγία Τριάς. Πρώτον βάπτισμα, τοῦ κατακλυσμοῦ, εἰς ἐκκοπὴν ἁμαρτίας. Δεύτερον, τὸ διὰ τῆς θαλάσσης καὶ τῆς νεφέλης· σύμβολον γάρ, ἡ μὲν νεφέλη τοῦ Πνεύματος, ἡ θάλασσα δὲ, τοῦ ὕδατος. Τρίτον τὸ νομικόν· πᾶς γὰρ ἀκάθαρτος ἀπελούετο ὕδατι, ἔπλυνέ τε τὰ ἱμάτια, καὶ οὕτως εἰσῄει εἰς τὴν παρεμβολήν. Τέ ταρτον τὸ Ἰωάννου, εἰσαγωγικὸν ὑπάρχον, καὶ εἰς μετάνοιαν ἄγον τοὺς βαπτιζομένους, ἵνα εἰς Χρι στὸν πιστεύσωσιν. Ἐγὼ γὰρ ὑμᾶς, φησί, βαπτίζω ὕδατι· ὁ δὲ ὀπίσω μου ἐρχόμενος, αὐτὸς ὑμᾶς, φησί, βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Προ καθαίρει οὖν ὁ Ἰωάννης ἐπὶ τὸ Πνεῦμα διὰ τοῦ ὕδατος. Πέμπτον, τὸ τοῦ Κυρίου βάπτισμα, ὁ αὐτὸς ἐβαπτίσατο. Βαπτίζεται δὲ, οὐχ ὡς αὐτὸς χρήζων καθάρσεως, ἀλλὰ τὴν ἐμὴν οἰκειούμενος κάθαρσιν, ἵνα συντρίψῃ τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος, ἵνα κλύσῃ τὴν ἁμαρτίαν, καὶ πάντα τὸν παλαιὸν Ἀδὰμ ἐνθάψῃ τῷ ὕδατι, ἵνα ἁγιάσῃ τὸν βαπτιστήν, ἵνα πληρώσῃ τὸν νόμον, ἵνα τὸ τῆς Τριά δος ἀποκαλύψῃ μυστήριον, ἵνα τύπος καὶ ὑπογραμμὸς ἡμῖν πρὸς τὸ βαπτίζεσθαι γένηται. βαπτιζόμεθα δὲ καὶ ἡμεῖς τὸ τέλειον τοῦ Κυρίου βάπτισμα, τὸ δι᾽ ὕδατός τε καὶ Πνεύματος. Πυρὶ δὲ λέγεται βαπτίζειν ὁ Χριστός· ἐν εἴδει γὰρ πυρίνων γλωσ σῶν ἐπὶ τοὺς ἁγίους ἀποστόλους τὴν τοῦ Πνεύματος χάριν ἐξέχεεν, ὥς φησιν αὐτὸς ὁ Κύριος, ὅτι Ἰωάν νης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ καὶ πυρί, οὐ μετὰ πολλὰς ταύτας ἡμέρας· ἢ διὰ τὸ τοῦ μέλλοντος πυρὸς κο λαστικὸν βάπτισμα. Ἕκτον, τὸ διὰ μετανοίας καὶ
col. 1259–1260page 621 of 677
PG 130:1259καὶ μαρτυρίου, ὁ καὶ αὐτὸς ὁ Χριστὸς ὑπὲρ ἡμῶν ἐβαπτίσατο, ὡς λίαν αἰδέσιμον καὶ μακάριον, συν δευτέροις οὐ μολύνεται ρύποις. Ὄγδοον, τὸ τελευταῖον, οὐ σωτήριον, ἀλλὰ τῆς μὲν κακίας ἀναιρετικὸν· οὐκ ἔτι γὰρ κακία καὶ ἁμαρτία πολιτεύεται· κολάζον δὲ ἀτελεύτητα. δακρύων, ὄντως ἐπίπονον. Ἕβδομον, τὸ δι' αἵματος Σωματικῷ δὲ εἴδει, ὡσεὶ περιστερά, ἐπεφοίτησε τὸ Πνεῦμα τὸ ἅγιον, τὴν ἀπαρχὴν τοῦ ἡμετέρου ὑπου δεικνύον βαπτίσματος, καὶ τιμῶν τὸ σῶμα· ἐπεὶ καὶ τοῦτο, ἤγουν τὸ σῶμα, τῇ θεώσει Θεός, καὶ ἅμα πού εἴθισται περιστερὰ λύσιν κατακλυσμοῦ εὐαγγελίζεσθαι. Ἐπὶ δὲ τοὺς ἁγίους ἀποστόλους πυροειδῶς κάτεισι. Θεὸς γάρ ἐστιν· ὁ δὲ Θεὸς πῦρ κατ αναλίσκον ἐστί. Τὸ ἔλαιον βαπτίσματι παραλαμβάνεται, μη νύον τὴν χρίσιν ἡμῶν, καὶ χριστοὺς ἡμᾶς ἐργα ζόμενον, καὶ τὸν τοῦ Θεοῦ ἡμῖν ἐπαγγελλόμενον διὰ τοῦ ἁγίου Πνεύματος ἔλεον, ἐπεὶ καὶ κάρφος ἐλαίας τοῖς ἐκ τοῦ κατακλυσμοῦ περισωθεῖσιν ἡ περιστερὰ κεκόμισεν. Ἐβαπτίσθη Ἰωάννης, τὴν χεῖρα ἐπιθεὶς ἐπὶ τὴν θείαν τοῦ Δεσπότου κορυφήν, καὶ τῷ ἰδίῳ αἵματι. Οὐ χρὴ ὑπερτίθεσθαι τὸ βάπτισμα, ὅτε δι' ἔργων ἡ πίστις τῶν προσιόντων μαρτυρηθῇ. Ὁ γὰρ ἐν δόλῳ προσιὼν τῷ βαπτίσματι, κατακριθήσεται μάλ λον ἢ ὠφεληθήσεται. Ἡ μέντοι πίστις διπλῆ ἐστιν· Ἔστι γὰρ πίστις ἐξ ἀκοῆς. Ἀκούοντες γὰρ τῶν θείων Γραφῶν, πι στεύομεν τῇ διδασκαλίᾳ τοῦ ἁγίου Πνεύματος. Αὕτη δὲ τελειοῦται πᾶσι τοῖς νομοθετηθεῖσιν ὑπὸ τοῦ Χριστοῦ, ἔργῳ πιστεύουσα, εὐσεβοῦσα, καὶ τὰς ἐν τολὰς πράττουσα τοῦ ἀνακαινίσαντος ἡμᾶς. Ὁ γὰρ μὴ κατὰ τὴν παράδοσιν τῆς καθολικῆς Ἐκκλησίας πιστεύων, ἢ κοινωνῶν διὰ τῶν ἀτόπων ἔργων τῷ διαβόλῳ, ἄπιστός ἐστιν. Ἔστι δὲ πάλιν πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων, ἢ ἀδίστακτος καὶ ἀδιάκριτος ἐλπὶς τῶν τε ὑπὸ τοῦ Θεοῦ ἡμῖν ἐπηγ γελμένων, καὶ τῆς τῶν αἰτήσεων ἡμῶν ἐπιτυχίας. Ἡ μὲν οὖν πρώτη, τῆς ἡμετέρας γνώμης ἐστίν, ἡ δὲ δευτέρα τῶν χαρισμάτων τοῦ Πνεύματος. Ἰστέον δὲ ὅτι διὰ τοῦ βαπτίσματος περιτεμνόμεθα ἅπαν τὸ ἀπὸ γενέσεως κάλυμμα, ἤτοι τὴν ἁμαρτίαν, καὶ Ἰσραηλῖται πνευματικοί, καὶ Θεοῦ λαὸς χρηματίζομεν.
col. 1261–1262page 622 of 677
PG 130:1261Περὶ τῆς μεταλήψεως τοῦ Δεσποτικοῦ σώματος καὶ αἵματος, τοῦ Νύσσης ἐκ τοῦ κατηχητικοῦ λόγου. Ὥσπερ οἱ δηλητήριον δι᾿ ἐπιβουλῆς λαβόντες, ἄλλῳ φαρμάκῳ τὴν φθοροποιὸν δύναμιν ἔσβεσαν· χρὴ δὲ καθ' ὁμοιότητα τοῦ ὀλεθρίου καὶ τὸ ἀλεξιτήριον ἐντὸς τῶν ἀνθρωπίνων γενέσθαι σπλάγχνων, ὡς ἂν δι᾽ ἐκείνων ἐφ' ἅπαν καταμερισθείη τὸ σῶμα ἡ τοῦ βοηθοῦντος δύναμις· οὕτω τοῦ διαλύοντος τὴν φύσιν ἡμῶν ἀπογευσάμενοι, πάλιν ἀναγκαῖον ὡς καὶ τοῦ συνάγοντος τὸ διαλελυμένον ἐπεδεήθημεν· ὡς ἂν ἐν ἡμῖν γενόμενον τὸ τοιοῦτον ἀλεξιτήριον τὴν προεντεθεῖσαν τῷ σώματι τοῦ δηλητηρίου βλάβην διὰ τῆς οἰκείας ἀντιπαθείας ἀπώσοιτο. Τί οὖν ἐστι τοῦτο; Οὐδὲν ἕτερον ἢ ἐκεῖνο τὸ σῶμα, ὃ τοῦ τε θανάτου κρεῖττον ἐδείχθη, καὶ τῆς ζωῆς ἡμῶν κατήρξατο. Καθάπερ γὰρ μικρὰ ζύμη, καθώς φησιν ὁ Ἀπόστολος, ὅλον τὸ φύραμα πρὸς ἑαυτὴν συνεξομοιοῖ, οὕτως τὸ θανατισθὲν ὑπὸ τοῦ Θεοῦ σῶμα ἐν τῷ ἡμετέρῳ γενόμενον, ὅλον πρὸς ἑαυτὸ μεταποιεῖ καὶ μετατίθησιν. Ὡς γὰρ τοῦ φθοροποιοῦ πρὸς τὸ ὑγιαῖνον ἀναμιχθέντος, ἅπαν τὸ ἀνακραθὲν συνηχρείωται· οὕτως καὶ τὸ ἀθάνατον σῶμα ἐν τῷ ἀναλαβόντι αὐτὸ γενόμενον, πρὸς τὴν ἑαυτοῦ φύσιν καὶ τὸ πᾶν μετεποίησεν. Ἀλλὰ μὴν οὐκ ἔστιν ἄλλως ἐντός τι γίγνεσθαι τοῦ σώματος, μὴ διὰ βρώσεως καὶ πόσεως τοῖς σπλάγχνοις καταμιγνύμενον. Οὐκοῦν ἐπάναγκες κατὰ τὸν δυνατὸν τῇ φύσει τρόπον τὴν ζωοποιὸν δύναμιν τοῦ Πνεύματος δέξασθαι. Μόνον δὲ τοῦ Θεοδόχου σώματος ἐκείνου ταύτην δεξαμένου τὴν χάριν, ἄλλως δὲ δειχθέντος μὴ εἶναι δυνατὸν ἐν ἀθανασίᾳ γενέσθαι τὸ ἡμέτερον σῶμα, εἰ μὴ διὰ τῆς πρὸς τὸ ἀθάνατον κοινωνίας ἐν μετουσίᾳ τῆς ἀφθαρσίας γενόμενον· σκοπῆσαι προσήκει, πῶς ἐγένετο δυνατὸν τὸ ἓν ἐκεῖνο σῶμα ταῖς τοσαύταις τῶν πιστῶν μυριάσι κατὰ πᾶσαν τὴν οἰκουμένην εἰσαεὶ καταμεριζόμενον, ὅλον ἐν ἑκάστῳ διὰ τοῦ μέρους γενέσθαι, καὶ αὐτὸ μένειν ἐφ' ἑαυτοῦ ὅλον. Οὐκοῦν ὡς ἂν πρὸς τὸ ἀκόλουθον ἡμῖν ἡ πίστις βλέπουσα, μηδεμίαν ἀμφιβολίαν περὶ τοῦ προκειμένου νοήματος ἔχοι, μικρόν τι προσήκει παρασχολῆσαι τὸν λόγον εἰς τὴν φυσιολογίαν τοῦ σώματος. Τίς γὰρ οὐκ οἶδεν ὅτι ἡ τοῦ σώματος ἡμῶν φύσις αὐτὴ καθ' ἑαυτὴν ἐν ἰδίᾳ τινὶ ὑποστάσει ζωὴν οὐκ ἔχει· ἀλλὰ διὰ τῆς ἐπιρρεούσης αὐτῇ δυνάμεως συνέχει τε ἑαυτὴν καὶ ἐν τῷ εἶναι μένει, ἀπαύστῳ κινήσει τὸ ἐλλεῖπον πρὸς ἑαυτὴν ἐφελκομένη, καὶ τὸ περιττεύον ἀπωθουμένη; Καὶ ὥσπερ τις ἀσκὸς ὑγροῦ τινος πλήρης ὤν, εἰ κατὰ τὸν πυθμένα τὸ ἐγκείμενον ὑπεξίοι, οὐκ ἂν φυλάσσοι τὸ περὶ τὸν ὄγκον ἑαυτοῦ σχῆμα, μὴ ἀντεισιόντος ἄνωθεν ἑτέρου πρὸς τὸ κενούμενον· ὥστε τὸν ὁρῶντα τὴν ὀγκώδη τοῦ ἀγγείου τούτου περιοχὴν, εἰδέναι μὴ ἰδίαν εἶναι τοῦ φαινομένου· ἀλλὰ τὸ εἰσρέον ἐν αὐτῷ γινόμενον σχηματίζειν τὸ περιέχον τὸν ὄγκον· οὕτω καὶ ἡ τοῦ σώματος ἡμῶν κατασκευὴ ἴδιον μὲν πρὸς τὴν ἑαυτῆς σύστασιν οὐδὲν ἡμῖν γνώριμον ἔχει, διὰ δὲ τῆς ἐπεισαγομένης δυνάμεως, ἐν τῷ εἶναι μένει. Ἡ δὲ δύναμις αὕτη τροφὴ καὶ ἔστι καὶ λέγεται. Ἔτι δὲ οὐχ ἡ αὐτὴ πᾶσι τοῖς τρεφομένοις σώμασι, ἀλλά τις ἑκάστην κατάλληλος παρὰ τοῦ τὴν φύσιν οἰκονομοῦντος
col. 1263–1264page 623 of 677
PG 130:1263ἀποκεκλήρωται. Τὰ μὲν γὰρ τῶν ζώων ῥιζωρυχοῦντα τρέφεται· ἑτέροις ἐστὶν ἡ πόα τρόφιμος· τινῶν δὲ ἡ τροφὴ σάρκες εἰσίν. Ἀνθρώπῳ δὲ κατὰ τὸ προη γούμενον ἄρτος, καὶ εἰς τὴν τοῦ ὑγροῦ διαμονὴν καὶ συντήρησιν ποτόν γίνεται, οὐκ αὐτὸ μόνον τὸ ὕδωρ, ἀλλ' οἴνῳ πολλάκις ἐφηδυνόμενον, πρὸς τὴν τοῦ θερ μοῦ τοῦ ἐν ἡμῖν συμμαχίαν. Οὐκοῦν ὁ πρὸς ταῦτα βλέπων, δυνάμει πρὸς τὸν ὄγκον τοῦ ἡμετέρου σώμα τος βλέπει. Ἐν ἐμοὶ γὰρ ἐκεῖνα γενόμενα αἷμα καὶ σῶμα γίνεται καταλλήλως, διὰ τῆς ἀλλοιωτικῆς δυ νάμεως πρὸς τὸ τοῦ σώματος εἶδος τῆς τροφῆς καθισταμένης. Τούτων ἡμῖν τοῦτον διευκρινηθέντων τὸν τρόπον, ἐπανακτέον πάλιν πρὸς τὰ προκείμενα τὴν διάνοιαν. Ἐζητεῖτο γὰρ, πῶς τὸ ἐν ἐκείνῳ σῶμα τοῦ Χριστοῦ, πᾶσαν ζωοποιεῖ τὴν τῶν ἀνθρώπων φύσιν, ἐν ὅσοις ἡ πίστις ἐστί, πρὸς πάντας μεριζόμενον, καὶ αὐτὸ οὐ μειούμενον. Τάχα τοίνυν ἐγγὺς τοῦ εἰκότος λόγου γινόμεθα. Εἰ γὰρ παντὸς σώματος ἡ ὑπόστασις ἐκ τῆς τροφῆς γίνεται, αὕτη δὲ βρῶσις καὶ πόσις ἐστίν· ἔστι δὲ ἐν τῇ βρώσει ἄρτος, ἐν δὲ τῇ πόσει τὸ ὕδωρ ἐφηδυσμένον τῷ οἴνῳ· ὁ δὲ τοῦ Θεοῦ Λόγος, καθὼς ἐν τοῖς πρώτοις διήρηται, ὁ καὶ Θεὸς ὢν καὶ Λόγος, ἐξ ἀνθρωπίνῃ συνεκράθη φύσει, καὶ ἐν τῷ σώματι ἡμε τέρῳ γενόμενος, οὐκ ἄλλην τινὰ παρεκαινοτόμησε τῇ ἀνθρωπίνῃ φύσει τὴν σύστασιν· ἀλλὰ διὰ τῶν συν ήθων τε καὶ καταλλήλων ἔδωκε τῷ καθ' ἑαυτὸν αὐ τοῦ σώματι τὴν διαμονήν, βρώσει καὶ πόσει περικρατῶν τὴν ὑπόστασιν. Ἡ δὲ βρῶσις ἄρτος ἦν. Ὥσπερ τοίνυν ἐφ' ἡμῶν, καθώς ἤδη πολλάκις εἴρηται, ὁ τὸν ἄρτον ἰδὼν, τρόπον τινὰ τὸ ἀνθρώπινον βλέπει σῶμα, ὅτι ἐν τούτῳ ἐκεῖνο γενόμενον, τοῦτο γίνεται· οὕτω κἀκεῖ τὸ θεοδόχον σῶμα τὴν τροφὴν ἄρτου παραδεξάμενον, λόγῳ τινὶ ταὐτὸν ἦν ἐκείνῳ, τῆς τροφῆς, καθὼς εἴρη ται, πρὸς τὴν τοῦ σώματος φύσιν μεθισταμένης. Τὸ γὰρ πάντων ἴδιον, καὶ ἐπ' ἐκείνης τῆς σαρκὸς ὡμολογήθη, ὅτι ἄρτῳ κἀκεῖνο τὸ σῶμα διεκρατεῖτο. Τὸ δὲ σῶμα τῇ ἐνοικήσει τοῦ Θεοῦ Λόγου πρὸς τὴν θεϊκὴν ἀξίαν μετεποιήθη. Καλῶς οὖν καὶ νῦν τὸν τῷ λόγῳ τοῦ Θεοῦ ἁγιαζόμενον ἄρτον εἰς σῶμα τοῦ Θεοῦ Λό γου μεταποιεῖσθαι πιστεύομεν. Καὶ γὰρ ἐκεῖνο τὸ σῶμα, ἄρτος τῇ δυνάμει ἦν. Ἡγιάσθη δὲ τῇ ἐπι σκηνώσει τοῦ Λόγου τοῦ σκηνώσαντος ἐν τῇ σαρκί. Οὐκοῦν ὅθεν ὁ ἐν ἐκείνῳ τῷ σώματι μεταποιηθεὶς ἄρτος, εἰς θείαν μεθίστη δύναμιν, διὰ τοῦ αὐτοῦ καὶ νῦν τὸ ἴσον γίνεται. Ἐκεῖ τε γὰρ ἡ τοῦ Λόγου χάρις, ἅγιον ἐποιεῖτο σῶμα, ᾧ ἐκ τοῦ ἄρτου ἡ σύστασις ἦν, καὶ τρόπον τινὰ καὶ αὐτὸ ἄρτος ἦν· ἐνταῦθά τε ὡσ αύτως ὁ ἄρτος, καθώς φησιν ὁ Ἀπόστολος, ἁγιάζεται διὰ Λόγου Θεοῦ καὶ ἐντεύξεως, οὐ διὰ βρώσεως καὶ πόσεως προϊὼν εἰς τὸ σῶμα τοῦ Λόγου, ἀλλ' εὐ θὺς πρὸς τὸ σῶμα τοῦ Λόγου μεταποιούμενος, καθώς εἴρηται ὑπὸ τοῦ Λόγου, ὅτι Τοῦτό ἐστι τὸ σῶμα μου. Πάσης δὲ σαρκὸς καὶ διὰ τοῦ ὑγροῦ τρεφομένης· οὐ γὰρ ἂν δίχα τῆς πρὸς τοῦτο συζυγίας τὸ ἐν ἡμῖν γεῶδες ἐν τῷ ζῆν διαμένοι. Ὥσπερ διὰ τῆς
col. 1265–1266page 624 of 677
PG 130:1265στεῤῥᾶς καὶ ἀντιτύπου τροφῆς τὸ στεῤῥὸν τοῦ σώματος ὑποστηρίζομεν· τὴν αὐτὸν τρόπον καὶ τῷ ὑγρῷ τὴν προσθήκην ἐκ τῆς ὁμογενούς ποιούμεθα φύσεως. Ὅπερ ἐν ἡμῖν γενόμενον, διὰ τῆς ἄλλοιωτικῆς δυνάμεως ἐξαιματοῦται, καὶ μάλιστά γε εἰ διὰ τοῦ οἴνου λάβοι τὴν δύναμιν πρὸς τὴν εἰς τὸ θερμὸν μεταποίησιν. Ἐπεὶ οὖν καὶ τοῦτο μέρος ἡ θεοδόχος ἐκείνου σὰρξ πρὸς τὴν σύστασιν ἑαυτῆς παρεδέξατο· ὁ δὲ φανερωθεὶς Λόγος διὰ τοῦτο κατέμιξεν ἑαυτὸν τῇ ἐπικήρῳ τῶν ἀνθρώπων φύσει, ἵνα τῇ τῆς θεότητος κοινωνίᾳ συναποθεωρηθῇ τὸ ἀνθρώπινον· τούτου χάριν πᾶσι τοῖς πεπιστευκόσι τῇ οἰκονομίᾳ τῆς χάριτος ἑαυτὸν ἐνσπείρει διὰ τῆς σαρκός, οἷς ἡ σύστασις ἐξ οἴνου τε καὶ ἄρτου ἐστι, τοῖς σώμασι τῶν πεπιστευκότων κατακιρνάμενος, ὡς ἂν τῇ πρὸς τὸ ἀθάνατον ἐνώσει, καὶ ἄνθρωπος τῆς ἀφθαρσίας μέτοχος γένοιτο. Ταῦτα δὲ δίδωσι, τῇ τῆς εὐλογίας δυνάμει πρὸς ἐκεῖνο μεταστοιχειώσας τῶν φαινομένων τὴν φύσιν. Ἔτι περὶ τῆς μεταλήψεως τοῦ Δεσποτικοῦ σώματος καὶ αἵματος, τοῦ Δαμασκηνοῦ. Ἀγαθὸς, καὶ πανάγαθος, καὶ ὑπεράγαθος Θεός, ὁ ὅλος ὢν ἀγαθότης, διὰ τὸν ὑπερβάλλοντα πλοῦτον τῆς αὐτοῦ ἀγαθότητος, οὐκ ἠνέσχετο μόνον εἶναι τὸ ἀγαθὸν, ἤτοι τὴν ἑαυτοῦ φύσιν, ὑπὸ μηδενὸς μετεχόμενον, ἀλλὰ καὶ τούτου χάριν ἐποίησε, πρῶτον μὲν τὰς νοεράς καὶ οὐρανίους δυνάμεις· εἶτα τὸν ὁρατὸν καὶ αἰσθητὸν κόσμον· εἶτα ἐκ νοεροῦ καὶ αἰσθητοῦ τὸν ἄνθρωπον· πάντα μὲν οὖν τὰ ὑπ' αὐτοῦ γενόμενα κοινωνοῦσι τῆς αὐτοῦ ἀγαθότητος κατὰ τὸ εἶναι. Αὐτὸς γάρ ἐστι τοῖς πᾶσι τὸ εἶναι, ἐπειδὴ ἐν αὐτῷ εἰσι τὰ ὄντα, οὐ μόνον ὅτι αὐτὸς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι αὐτὰ παρήγαγεν, ἀλλ' ὅτι ἡ αὐτοῦ ἐνέργεια τὰ ὑπ' αὐτοῦ γενόμενα συντηρεῖ καὶ συνέχει· ἐκ περισσοῦ δὲ τὰ ζῶα· κατά τε γὰρ τὸ εἶναι, καὶ κατὰ τὸ ζωῆς μετέχειν, κοινωνοῦσι τοῦ ἀγαθοῦ. Τὰ δὲ λογικά, καὶ κατὰ τὰ προειρημένα μὲν, οὐ μὴν ἀλλὰ κατὰ τὸ λογικὸν, καὶ ταῦτα μᾶλλον· οἰκειότερα γάρ πώς εἰσι πρὸς αὐτὸν, εἰ καὶ πάντως οὗτος ὑπέρκειται ἀσυγκρίτως. Ὁ μέντοι ἄνθρωπος, λογικὸς καὶ αὐτεξούσιος γενόμενος, ἐξουσίαν εἴληφεν ἀδιαλείπτως διὰ τῆς οἰκείας προαιρέσεως ἑνοῦσθαι τῷ Θεῷ, εἴ γε διαμένῃ ἐν τῷ ἀγαθῷ, τουτέστι τῇ τοῦ Κτίσαντος ὑπακοῇ. Ἐπειδὴ τοίνυν ἐν παραβάσει τῆς τοῦ πεποιηκότος αὐτὸν ἐντολῆς γέγονε, καὶ θανάτῳ καὶ φθορᾷ ὑπέπτωκεν, ὁ Ποιητὴς καὶ Δημιουργὸς τοῦ γένους ἡμῶν διὰ σπλάγχνα ἐλέους αὐτοῦ ὡμοιώθη ἡμῖν, κατὰ πάντα γενόμενος ἄνθρωπος χωρὶς ἁμαρτίας, καὶ ἡνώθη τῇ ἡμετέρᾳ φύσει. Ἐπειδὴ γὰρ μετέδωκεν ἡμῖν τῆς ἰδίας εἰκόνος, καὶ τοῦ ἰδίου πνεύματος, καὶ οὐκ ἐφυλάξαμεν, μεταλαμβάνει αὐτὸς τῆς πτωχῆς καὶ ἀσθενοῦς ἡμῶν φύσεως, ἵνα ἡμᾶς καθάρῃ, καὶ ἀφθαρτίσῃ, καὶ μετόχους πάλιν τῆς αὐτοῦ καταστήσῃ θεότητος.
col. 1267–1268page 625 of 677
PG 130:1267Ἔδει δὲ μὴ μόνον τὴν ἀπαρχὴν τῆς ἡμετέρας φύσεως ἐν μετοχῇ γενέσθαι τοῦ κρείττονος, ἀλλὰ καὶ πάντα τὸν βουλόμενον ἄνθρωπον, καὶ δευτέραν γέννησιν γεννηθῆναι, καὶ τραφῆναι τροφὴν ξένην, καὶ τῇ γεννήσει πρόσφορον, καὶ οὕτω φθάσαι τὸ μέτρον τῆς τελειότητος. Διὰ μὲν οὖν τῆς αὐτοῦ γεννήσεως ἤτοι σαρκώσεως, καὶ τοῦ βαπτίσματος, καὶ τοῦ πάθους, καὶ τῆς ἀναστάσεως, ἠλευθέρωσε τὴν φύσιν τῆς ἁμαρτίας τοῦ προπάτορος, τοῦ θανάτου καὶ τῆς φθορᾶς, καὶ τῆς ἀναστάσεως ἀπαρχὴ γέγονε, καὶ ὁδὸν καὶ τύπον ἑαυτὸν καὶ ὑπογραμμὸν τέθεικεν, ἵνα καὶ ἡμεῖς τοῖς αὐτοῦ ἀκολουθήσαντες ἴχνεσι, γενώμεθα θέσει, ὅπερ αὐτός ἐστι φύσει, υἱοὶ καὶ κληρονόμοι Θεοῦ, καὶ αὐτοῦ συγκληρονόμοι. Ἔδωκεν οὖν ἡμῖν, ὡς ἔφην, γέννησιν δευτέραν, ἵν᾿ ὥσπερ γεννηθέντες ἐκ τοῦ Ἀδάμ, ὡμοιώθημεν αὐτῷ, κληρονομήσαντες τὴν κατάραν καὶ τὴν φθοράν, οὕτω καὶ ἐξ αὐτοῦ γεννηθέντες, ὁμοιωθῶμεν αὐτῷ, καὶ κληρονομήσωμεν τήν τε ἀφθαρσίαν, καὶ τὴν εὐλογίαν, καὶ τὴν δόξαν αὐτοῦ. Ἐπειδὴ δὲ πνευματικός ἐστιν οὗτος ὁ Ἀδάμ, ἔδει καὶ τὴν γέννησιν πνευματικὴν εἶναι, ὁμοίως καὶ τὴν βρῶσιν. ἀλλ᾽ ἐπειδὴ διπλοῖ τινές ἐσμεν καὶ σύνθετοι, δεῖ καὶ τὴν γέννησιν διπλὴν εἶναι, ὁμοίως καὶ τὴν βρῶσιν σύνθετον. Ἡ μὲν οὖν γέννησις ἡμῖν δι᾽ ὕδατος καὶ Πνεύματος δέδοται· φημὶ δὲ τοῦ ἁγίου βαπτίσματος· ἡ δὲ βρῶσις αὐτὸς ὁ ἄρτος τῆς ζωῆς, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Μέλλων γὰρ τὸν ἑκούσιον ὑπὲρ ἡμῶν καταδέχεσθαι θάνατον, ἐν τῇ νυκτὶ, ἐν ᾗ ἑαυτὸν παρεδίδου, διαθήκην καινὴν διέθετο τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις, καὶ δι᾽ αὐτῶν πᾶσι τοῖς εἰς αὐτὸν πιστεύουσιν. Ἐν τῷ ὑπερῴῳ τοίνυν τῆς ἁγίας καὶ ἐνδόξου Σιών, τὸ παλαιὸν Πάσχα μετὰ τῶν μαθητῶν αὐτοῦ φαγών, καὶ πληρώσας τὴν παλαιὰν διαθήκην, νίπτει τῶν μαθητῶν τοὺς πόδας, σύμβολον τοῦ ἁγίου βαπτίσματος παρεχόμενος. Εἶτα κλάσας ἄρτον, ἐπεδίδου αὐτοῖς λέγων· Λάβετε, φάγετε, τοῦτό μου ἐστι τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Ὁμοίως δὲ λαβὼν, καὶ τὸ ποτήριον ἐξ οἴνου καὶ ὕδατος, μετέδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό μου ἐστι τὸ αἷμα, τὸ τῆς καινῆς διαθήκης, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον, εἰς ἄφεσιν ἁμαρτιῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καταγγέλλετε. Ὥσπερ γὰρ πάντα ὅσα ἐποίησεν ὁ Θεὸς, τῇ τοῦ ἁγίου Πνεύματος ἐνεργείᾳ ἐποίησεν, οὕτω καὶ νῦν ἡ τοῦ Πνεύματος ἐνέργεια τὰ ὑπὲρ φύσιν ἐργάζεται, ἃ οὐ δύναται χωρῆσαι, εἰ μὴ μόνη ἡ πίστις. Πῶς ἔσται μοι τοῦτο, φησιν ἡ ἁγία Παρθένος, ἐπεὶ ἄνδρα οὐ γινώσκω·
col. 1269–1270page 626 of 677
PG 130:1269κω, Ἀποκρίνεται Γαβριὴλ ὁ ἀρχάγγελος· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Καὶ νῦν ἐρωτᾷς πῶς ὁ ἄρτος γίνε ται σῶμα Χριστοῦ, καὶ ὁ οἶνος καὶ τὸ ὕδωρ, αἷμα Χριστοῦ. Λέγω σοι κἀγώ· Πνεῦμα ἅγιον ἐπιφοιτᾷ, καὶ ταῦτα ποιεῖ τὰ ὑπὲρ λόγον καὶ ἔννοιαν. Ἄρτος δὲ καὶ οἶνος παραλαμβάνεται· οἶδε γὰρ ὁ Θεὸς τὴν ἀνθρωπίνην ἀσθένειαν· ὡς τὰ πολλὰ γὰρ τὰ μὴ κατὰ τὴν συνήθειαν τετριμμένα, ἀποστρέφεται δυσχεραίνουσα· τῇ οὖν συγκαταβάσει συνήθει κε χρημένος, διὰ τῶν συνήθων τῆς φύσεως ποιεῖ τὰ ὑπὲρ φύσιν· καὶ ὥσπερ ἐπὶ τοῦ βαπτίσματος, ἐπειδὴ ἔθος ἀνθρώποις ὕδατι λούεσθαι, καὶ ἐλαίῳ χρίεσθαι, συνέζευξε τῷ ἐλαίῳ καὶ ὕδατι τὴν χάριν τοῦ Πνεύματος, καὶ ἐποίησεν αὐτὸ λουτρὸν ἀναγεννήσεως· οὕτως, ἐπειδὴ ἔθος τοῖς ἀνθρώποις ἄρτον ἐσθίειν, ὕδωρ τε καὶ οἶνον πίνειν, συνέζευξεν αὐ τοῖς τὴν αὐτοῦ θεότητα, καὶ πεποίηκεν αὐτὰ σῶμα καὶ αἷμα αὐτοῦ, ἵνα διὰ τῶν συνήθων καὶ κατὰ φύ σιν, ἐν τοῖς ὑπὲρ φύσιν γενώμεθα. Σῶμά ἐστιν ἀληθῶς ἡνωμένον θεότητι, τὸ ἐκ τῆς Ἁγίας Παρθένου σῶμα, οὐχ ὅτι τὸ ἀναληφθὲν σῶμα ἐξ οὐρανοῦ κατέρχεται, ἀλλ' ὅτι αὐτὸς ὁ ἄρτος καὶ οἶνος μεταποιοῦνται εἰς σῶμα καὶ αἷμα Θεοῦ. Εἰ δὲ τὸν τρόπον ἐπιζητεῖς, πῶς γίνεται, ἀρκεῖ σοι ἀκοῦ σαι, ὅτι διὰ Πνεύματος ἁγίου, ὥσπερ καὶ ἐκ τῆς ἁγίας Θεοτόκου διὰ Πνεύματος ἁγίου ἑαυτῷ, καὶ ἐν ἑαυτῷ ὁ Κύριος σάρκα ὑπεστήσατο· καὶ πλέον οὐδὲν γινώσκομεν, ἀλλ' ὅτι ὁ λόγος τοῦ Θεοῦ ἀληθής ἐστι, καὶ ἐνεργὴς, καὶ παντοδύναμος, ὁ δὲ τρόπος ἀνεξερεύνητος. Οὐ χεῖρον δὲ καὶ τοῦτο εἰπεῖν, ὅτι, ὥσπερ φυσικῶς διὰ τῆς βρώσεως ὁ ἄρτος, καὶ ὁ οἶνος καὶ τὸ ὕδωρ διὰ τῆς πόσεως εἰς σῶμα καὶ αἷμα τοῦ ἐσθίοντος καὶ πίνοντος μεταβάλλονται, καὶ οὐ γί νονται ἢ ἕτερον σῶμα παρὰ τὸ πρότερον αὐτοῦ σῶ μα· οὕτως ὁ τῆς προθέσεως ἄρτος, οἶνός τε, καὶ ὕδωρ διὰ τῆς ἐπικλήσεως καὶ ἐπιφοιτήσεως τοῦ ἁγίου Πνεύματος, ὑπερφυώς μεταποιοῦνται εἰς τὸ σῶμα τοῦ Χριστοῦ καὶ τὸ αἷμα, καὶ οὐκ εἰσὶ δύο, ἀλλ' ἓν καὶ τὸ αὐτό. Γίνεται τοίνυν τοῖς πίστει ἀξίως μεταλαμβάνουσιν, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον, καὶ εἰς φυλακτήριον ψυχῆς τε καὶ σώματος· τοῖς δὲ ἐν ἀπιστίᾳ ἀναξίως μετέχουσιν, εἰς κόλασιν καὶ τιμω ρίαν, καθάπερ καὶ ὁ τοῦ Κυρίου θάνατος, τοῖς μὲν πιστεύουσι γέγονε ζωὴ καὶ ἀφθαρσία εἰς ἀπόλαυσιν τῆς αἰωνίου μακαριότητος· τοῖς δὲ ἀπειλοῦσι, καὶ τοῖς κυριοκτόνοις, εἰς κόλασιν καὶ τιμωρίαν αἰώ νιον. Οὐκ ἔστι τύπος ὁ ἄρτος καὶ ὁ οἶνος τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ (μὴ γένοιτο), ἀλλ' αὐτὸ τὸ σῶμα τοῦ Κυρίου τεθεωμένον, αὐτοῦ τοῦ Κυρίου εἰπόντος· Τοῦτό μου ἐστι, οὐ τύπος·
col. 1271–1272page 627 of 677
PG 130:1271τοῦ σώματος, ἀλλὰ τὸ σῶμα· καὶ οὐ τύπος τοῦ αἵματος, ἀλλὰ τὸ αἷμα. Καὶ πρὸ τούτου τοῖς Ἰουδαίοις, ὅτι Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Ἡ γὰρ σάρξ μου ἀληθής ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστι πόσις. Καὶ πάλιν· Ὁ τρώγων με, ζήσεται. Διὸ μετὰ παντὸς φόβου καὶ συνειδήσεως καθαρᾶς, καὶ ἀδιστάκτου πίστεως προσέλθωμεν, καὶ πάντως ἔσται ἡμῖν, καθὼς πιστεύομεν, μὴ διστάζοντες. Τιμήσωμεν δὲ αὐτὸ πάσῃ καθαρότητι, ψυχικῇ τε καὶ σωματικῇ· διπλοῦν γάρ ἐστι. Προσέλθωμεν αὐτῷ πόθῳ διακαεῖ, καὶ σταυροειδῶς τὰς παλάμας τυπώσαντες, τοῦ ἐσταυρωμένου τὸ σῶμα ὑποδεξώμεθα καὶ ἐπιθέντες ὀφθαλμούς, καὶ χείλη, καὶ μέτωπα, τοῦ θείου ἄνθρακος μεταλάβωμεν, ἵνα τὸ πῦρ τοῦ ἐν ἡμῖν πόθου προσλαβὸν τὴν ἐκ τοῦ ἄνθρακος πύρωσιν, καταφλέξῃ ἡμῶν τὰς ἁμαρτίας, καὶ φωτίσῃ ἡμῶν τὰς καρδίας, καὶ τῇ μετουσίᾳ τοῦ θείου πυρὸς πυρωθῶμεν καὶ θεωθῶμεν. Ἄνθρακα εἶδεν Ἡσαΐας· ἄνθραξ δὲ ξύλον λιτὸν οὐκ ἔστιν, ἀλλ' ἡνωμένον πυρί· οὕτω καὶ ὁ ἄρτος τῆς κοινωνίας, οὐκ ἄρτος λιτός ἐστιν, ἀλλ' ἡνωμένος θεότητι· σῶμα δὲ ἡνωμένον θεότητι, οὐ μία φύσις ἐστὶν, ἀλλὰ μία μὲν τοῦ σώματος, τῆς δὲ ἡνωμένης αὐτῷ θεότητος, ἑτέρα· ὥστε τὸ συναμφότερον, οὐ μία φύσις, ἀλλὰ δύο. Ἄρτῳ καὶ οἴνῳ ἐδεξιοῦτο Μελχισεδὲκ τὸν Ἀβραάμ, ἐκ τῆς τῶν ἀλλοφύλων κοπῆς ὑποστρέφοντα, ὁ ἱερεὺς τοῦ Θεοῦ τοῦ Ὑψίστου· ἐκείνη ἡ τράπεζα ταύτην τὴν μυστικὴν προεικόνιζε τράπεζαν, ὃν τρόπον ἐκεῖνος ὁ ἱερεὺς, τοῦ ἀληθινοῦ ἀρχιερέως Χριστοῦ τύπος ἦν καὶ εἰκόνισμα· Σὺ γάρ, φησίν, εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Τοῦτον τὸν ἄρτον οἱ ἄρτοι εἰκόνιζον τῆς προθέσεως. Αὕτη ἐστὶν ἡ καθαρὰ θυσία, δηλαδὴ καὶ ἀναίμακτος, ἣν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αὐτῷ προσφέρεσθαι διὰ τοῦ προφήτου ὁ Κύριος ἔφησε. Σῶμά ἐστι καὶ αἷμα Χριστοῦ εἰς σύστασιν τῆς ἡμετέρας ψυχῆς τε καὶ σώματος χωροῦν, οὐ δαπανώμενον, οὐ φθειρόμενον, οὐκ εἰς ἀφεδρῶνα χωροῦν (μὴ γένοιτο), ἀλλ' εἰς τὴν ἡμῶν οὐσίαν καὶ συντήρησιν, βλάβης παντοδαπῆς ἀμυντήριον, ῥύπου παντὸς καθαρτήριον· ἂν μὲν χρυσὸν λάβῃ κίβδηλον, διὰ τῆς κριτικῆς πυρώσεως καθαίρει, ἵνα μὴ ἐν τῷ μέλλοντι σὺν τῷ κόσμῳ κατακριθῶμεν. Καθαίρει γὰρ νόσοις καὶ παντοίαις ἐπιφοραῖς, καθὼς φησιν ὁ θεῖος Ἀπόστολος· Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Κρινόμενοι δὲ, ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Καὶ τοῦτό ἐστιν ὃ λέγει· Ὥστε ὁ μετέχων τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου ἀναξίως κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει. Δι' αὐτοῦ καθαιρόμενοι, ἑνούμεθα τῷ σώματι Κυρίου καὶ τῷ πνεύματι αὐτοῦ, καὶ γινόμεθα σῶμα Χριστοῦ.
col. 1273–1274page 628 of 677
PG 130:1273Εἰ δὲ καὶ τινες ἀντίτυπα τοῦ σώματος καὶ αἵματος τοῦ Κυρίου τὸν ἄρτον καὶ τὸν οἶνον ἐκάλεσαν, ὡς ὁ θεοφόρος ἔφη Βασίλειος, οὐ μετὰ τὸ ἁγιασθῆναι εἶπον, ἀλλὰ πρὶν ἁγιασθῆναι, αὐτὴν τὴν προσφορὰν οὕτω καλέσαντες. Μετάληψις δὲ λέγεται· δι' αὐτῆς γὰρ, τῆς Ἰησοῦ θεότητος μεταλαμβάνομεν. Κοινωνία δὲ λέγεται τε καὶ ἔστιν ἀληθῶς, διὰ τὸ κοινωνεῖν ἡμᾶς δι' αὐτῆς τῷ Χριστῷ, καὶ μετέχειν αὐτοῦ τῆς σαρκός τε καὶ τῆς θεότητος· κοινωνεῖν δὲ, καὶ ἑνοῦσθαι ἀλλήλοις δι' αὐτῆς· ἐπεὶ γὰρ ἐξ ἑνὸς ἄρτου μεταλαμβάνομεν, οἱ πάντες ἓν σῶμα Χριστοῦ, καὶ ἓν αἷμα, καὶ ἀλλήλων μέλη γινόμεθα, σύσσωμοι Χριστοῦ χρηματίζοντες. ΤΙΤΛΟΣ ΚΓ'. Κατὰ Μασσαλιανῶν. Κατὰ τοὺς χρόνους Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος ἡ τῶν Μασσαλιανῶν ἐβλάστησεν αἵρεσις· ἡ δὲ κλῆσις αὕτη μεταβαλλομένη εἰς τὴν Ἑλλάδα γλῶσσαν Εὐχίτας δηλοῖ. Καὶ γὰρ πολύ παρ' αὐτοῖς τὸ τῆς εὐχῆς ὄνομα, καὶ ταύτην ἄνω καὶ κάτω θρυλλοῦσι, καὶ αὕτη τούτοις τὸ σεμνολόγημα. Εὐχὴν δὲ λέγουσιν εἴτε τὴν προσευχήν, ἣν ἕκαστος προσφέρει θεῷ, εἴτε τὴν τοῦ Πάτερ ἡμῶν, ἣν ὁ Κύριος τοῖς ἀποστόλοις παρέδωκεν, εἴτε τινὰ ἑτέραν μόνοις ἐξ αὐτῶν ἐγνωσμένην τοῖς εἰς ἀσέβειαν τελεωτέροις, πρὸς δὲ τοὺς ἄλλους πάντας οὖσαν ἀνέκφορον διὰ τὴν ἐν αὐτῇ τερατολογίαν, οἶμαι, καὶ σατανικὴν ἐπωδήν. Ἔχουσι δὲ καὶ ἄλλην προσηγορίαν ἀπὸ τοῦ πράγματος ἐπιτεθεῖσαν αὐτοῖς. Ἐνθουσιασταὶ γὰρ προσονομάζονται, δαίμονός τινος ἐνέργειαν εἰσδεχόμενοι, καὶ Πνεύματος ἁγίου ταύτην ὑπολαμβάνοντες. Οἱ δὲ τέλεον τὴν νόσον ταύτην εἰσδεδεγμένοι ἀποστρέφονται μὲν τὴν τῶν χειρῶν ἐργασίαν ὡς πονηράν, ὕπνῳ δὲ τὰ πολλὰ σφᾶς αὐτοὺς ἐκδιδόντες ἐνθουσιασμὸν τὰς τῶν ὀνείρων φαντασίας ἀποκαλοῦσι. Ταύτης ἐγένοντο τῆς αἱρέσεως ἀρχηγοὶ πολλοὶ μὲν καὶ ἄλλοι, ὅτι δὲ καὶ Ἀδέλφιος, ὃν Φλαβιανὸς ὁ Ἀντιοχείας μετακαλεσάμενος ἐξ Ἐδέσσης, καὶ τεχνικῶς ὑπελθών, καὶ μαθητιᾶν ὑποκρινάμενος, παρεσκεύασεν ἐξεμέσαι πάντα τὸν ἐγκεκρυμμένον τῶν δογμάτων ἰόν. Δήλης δὲ τῆς νόσου ταύτης γενομένης, τῆς μὲν Συρίας ἐξηλάθησαν, εἰς δὲ τὴν Παμφυλίαν ἐχώρησαν. Τίνα δὲ τὰ δόγματα τούτων ἐροῦμεν προβαίνοντες. Ἀνελήφθησαν γὰρ ἐκ τῆς αὐτῶν βιβλου, καὶ πᾶσι τότε προετίθεσαν εἰς τὸ καταπτύεσθαι. Λέγουσιν, ὅτι αἱ τρεῖς ὑποστάσεις Πατρός, Υἱοῦ, καὶ ἁγίου Πνεύματος εἰς μίαν ὑπόστασιν ἀναλύονται. Τοῦτο δὲ ἐκ τῆς Σαβελλιανῆς αἱρέσεως ἐσύλησαν εἰς ἓν συναιρούσης, καὶ συναλειφούσης, καὶ συγχεούσης τὰς τρεῖς ὑποστάσεις, καὶ μίαν ὑπόστα
col. 1275–1276page 629 of 677
PG 130:1275σιν δογματιζούσης τριπρόσωπον. Εὑρήσεις δὲ τὰς τοῦ ἀσεβοῦς τούτου δόγματος ἀνατροπὰς ἐν τῷ προγραφέντι κατὰ τῶν Σαβελιανῶν τίτλῳ, καὶ ζή τησον ἐκεῖ ταύτας. Λέγουσιν, ὅτι τρέπεται, καὶ μεταβάλλεται ῥᾳδίως ἡ θεία φύσις πρὸς ὅ ἂν βούλοιτο, ἵνα συγκραθῇ ταῖς ἀξίαις αὐτῇ ψυχαῖς. Καὶ μὴν τῶν κτιστῶν ἡ τροπή. Πᾶν γὰρ κτιστὸν καὶ τρεπτόν. Ὧν γὰρ τὸ εἶναι ἀπὸ τροπῆς ἤρξατο, τουτέστιν ἀπὸ τοῦ μὴ εἶναι, ταῦτα πάντως τῇ τροπῇ ὑποκείσεται ἢ φθειρόμενα, ὡς τὰ ἐγκόσμια, ἢ κατὰ προαίρεσιν ἀλλοιούμενα, ὡς ἄγγελοι καὶ ψυχαί, κατά τε τὴν ἐπὶ τὸ καλὸν προκοπήν, καὶ τὴν ἐπὶ τὸ κακὸν κίνησιν. Ἐπεὶ δὲ ὁ Θεὸς ἄκτιστος, πάντως καὶ ἄτρεπτος. Ὧν γὰρ τὸ εἶναι ἐναντίον, τούτων καὶ ὁ τοῦ πῶς εἶναι λόγος ἐναντίος. Καὶ καθ᾽ ἕτερον δὲ λόγον ἡ μὲν τροπὴ κι νήσεως εἶδός ἐστι, προσήκουσα τοῖς κτιστοῖς· ὁ δὲ Θεὸς κατὰ φύσιν ἀκίνητός ἐστι, καὶ ὑπὲρ τὴν παρὰ τοῖς φιλοσόφοις ἐξαχῆ κίνησιν, ὡς ἄποσος καὶ ἄποιος, κατά τε ἀρχὴν καὶ τέλος. Εἰ δὲ ἄτρεπτος κατὰ φύσιν ὁ Θεὸς, πάντως καὶ ἀμετάβλητος. Λέγουσιν, ὅτι σπέρμα καὶ Λόγος ἔπεσεν ἐπὶ τὴν νηδύν τῆς Θεομήτορος. Ἀπαγε τῆς ἐσχάτης βλασφημίας. Ὁ λόγος αὐτῶν οὗτος τοῦ διαβόλου σπέρμα ὄντως ἐστὶ, καὶ ταῖς ψυχαῖς αὐτῶν ἐμπεσόν, ἀναγ κάζει τούτους ἐκχεῖν τοιοῦτον ἰόν. Τίνος γὰρ τὸ σπέρμα τὸ τῇ παρθενικῇ νηδύν, καθὼς αὐτοὶ φλυαροῦσιν, ἐμπεσόν; Ἀλλ᾽ ἵλεως ἡμῖν καὶ ὁ Χριστὸς εἴη, καὶ ἡ πανάχραντος αὐτοῦ Μήτηρ. Ἀνθρώπου μὲν γὰρ εἰπεῖν οὐκ ἂν ἔχοιεν. Παρθένον γὰρ καὶ αὐτοὶ ταύτην ὁμολογοῦσιν. Οὐράνιον δὲ εἰπεῖν, εἰ τολμήσουσιν αὐτό, ἀντιθήσομεν αὐτοῖς τὴν ποιη θεῖσαν ἡμῖν ἀνατροπὴν τῶν ἀθετούντων τὴν ἐκ Παρ θένου γέννησιν τοῦ Χριστοῦ, καὶ οὐράνιον αὐτοῦ τὸ σώμα ληρούντων, ἥτις ἕβδομόν ἐστι κεφάλαιον τοῦ κατὰ Ἀρμενίων τίτλου, παραπέμπουσα καὶ πρὸς τὸ περὶ τῆς Θεοτόκου κεφάλαιον, καὶ τὸ ἑξῆς αὐτοῦ, κείμενα ἐν τῷ κατὰ τῶν Παυλικιάνων τίτλῳ, καὶ σαφῶς ἐλέγχοντα τὴν ἀσέβειαν τῶν οὕτως ἐχόντων. Λέγουσιν, ὅτι τὸ θεῖον βάπτισμα τῆς ῥίζας τῶν ἁμαρτημάτων ἀνασπᾷν οὐ δύναται. Φησὶ δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὅτι Ἐὰν μή τις γεννηθῇ δι᾽ ὕδατος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Ἐπεὶ δὲ θεῖον πῦρ τὸ Πνεῦμα τὸ ἅγιον· καὶ γὰρ καὶ ἐν εἴδει πυρίνων γλωσσῶν κατῆλθεν ἐπὶ τοὺς μαθητάς, περὶ οὗ καὶ ὁ Πρόδρομος ἔλεγε τοῖς ὄχλοις μαρτυρῶν τῷ Χριστῷ τὸ ὑπερφερές, ὅτι Ἐκεῖνος ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί· ὥσπερ τὸ αἰσθητὸν πῦρ ἐπιλαβόμενον ὑλομανοῦντος χωρίου, τὰ μὲν ἐπὶ τοῦ προσώπου τῆς γῆς πάντα καταφλέγει, τὰς δὲ ῥίζας τούτων ἀποξηραίνει, καὶ καθαρὸν τῆς ἐκ τούτων λύμης ἐργάζεται τὸ χωρίον· οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον, μᾶλλον δὲ πολλῷ πλέον. Πῦρ γάρ ἐστι
col. 1277–1278page 630 of 677
PG 130:1277καταναλίσκον τὴν μοχθηρίαν τῶν βαπτιζομένων, καὶ τῶν πονηρῶν ἕξεων ἀφανιστικόν. Ταύτας γὰρ οἶμαι ρίζας τῶν ἁμαρτημάτων ἐκείνους λέγειν. Εἰ δὲ καὶ τὸ ὕδωρ καθαίρει παντελῶς τὰ σώματα τῶν ἀνθρώπων, τίς ἀμφιβαλεῖ περὶ τοῦ ἁγίου Πνεύματος, ὡς οὐκ ἀσυγκρίτως πλέον ἀποκαθαίρει τὰ στίγματα, καὶ τὰς κηλίδας, καὶ τοὺς μολυσμούς τῶν ψυχῶν; Καὶ οὐ καθαίρει μόνον, ἀλλὰ καὶ λαμπρύνει· οὐδὲ λαμπρύνει μόνον, ἀλλὰ καὶ θείου χαρί σματος ἀξιοῖ, καθὼς διδάσκουσιν οἱ ἀπόστολοι, καὶ μάλιστα Παῦλος ἐν ταῖς διαιρέσεσι τῶν τοῦ ἁγίου Πνεύματος χαρισμάτων, ἃ τοῖς βαπτιζομένοις ἐπεμερίζοντο. Φασὶν ἕκαστον τῶν τικτομένων παίδων ἕλκειν ἐκ τοῦ προπάτορος Ἀδάμ, ὥσπερ τὴν φύσιν, οὕτω δὴ καὶ τὴν πρὸς τοὺς δαίμονας δουλείαν, καὶ συνουσιωμένον φέρειν δαίμονα συνοικοῦντα τούτῳ, καὶ κατεξουσιάζοντα, ἀδυνατεῖν δὲ καὶ τὸ ἅγιον βάπτισμα, καὶ πᾶσαν ἄλλην θειοτάτην ἐργασίαν πρὸς ἀπέλασιν αὐτοῦ, μόνην δὲ τοῦτον ἐξωθεῖν τὴν ἐπιτεταμένην καὶ σπουδαίαν εὐχὴν διὰ τῆς τοῦ εὐχομένου χρέμψεώς τε καὶ ἀποπτύσεως. Τούτου δὲ ἀπελαθέντος, ἐπιφοιτᾷν αἰσθητῶς καὶ ὁρατῶς τὸ Πνεῦμα τὸ ἅγιον τὴν οἰκείαν παρουσίαν σημαῖνον, καὶ τὸ σῶμα τῆς τῶν παθῶν κινήσεως ἐλευθεροῦν, καὶ ἀπάθειαν χαριζόμενον, ὡς μηκέτι δεῖσθαι λοιπὸν μήτε νηστείας πιεζούσης τὸ σῶμα, μήτε διδασκαλίας χαλινούσης, καὶ βαίνειν εὐτάκτως παιδευούσης. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ τὸν τῆς τοιαύτης ἀπαθείας τετυχηκότα τά τε μέλλοντα προορᾷν, καὶ τὴν θείαν Τριάδα τοῖς ὀφθαλμοῖς θεωρεῖν. Μόνοις γὰρ τοῖς τοιούτοις αἰσθητοῖς ταύτην ἐμφανίζεσθαι. Τοῦτο μὲν οὖν ἐκείνων τὸ δόγμα· ἡμεῖς δὲ πρὸς τοῦτο λέ γομεν, ὅτι οἱ ἐκ τοῦ πρωτοπλάστου καταγόμενοι πάντες τοιαύτην ἕλκουσιν ἐξ αὐτοῦ τὴν φύσιν, οἷαν αὐτὴν εἶχεν αὐτὸς, ὅτε τοῦ γεννᾶν ἤρξατο. Γέννημα γὰρ ἅπαν ἴσον τῷ γεγεννηκότι κατὰ τὴν φύσιν. Εἰ μὲν οὖν κατ᾽ ἀρχὰς ὁ Θεὸς τῇ φύσει τοῦ πρωτοπλάστου δαίμονα συνεκλήρωσε, καὶ δούλην αὐτὴν τοῦ συνουσιωθέντος δαίμονος ἐποιήσατο, εἰκότως καὶ οἱ ἐξ αὐτοῦ δαιμονιώδη καὶ δούλην δαίμονος αὐτὴν διεδέχοντο. Εἰ δ᾽ ἐλευθέραν καὶ αὐτεξούσιον αὐτὴν κατεσκεύασε, ληροῦσιν ἄντικρυς, καὶ μωραίνουσιν. Εἰ γὰρ μὴ ἐλευθέρα καὶ αὐτεξούσιος ἦν, οὐκ ἂν τῷ γεννάρχῃ τὴν ἐντολὴν ἐνομοθέτησεν ὧν τε μεταληπτέον αὐτῷ φυτῶν, καὶ οὗ μὴ προσ απτέον. Εἰ δούλην τοῦ ἐχθροῦ τὴν φύσιν ἡμῶν ὁ Θεὸς ἐποίησε, πάντα δὲ τὰ πραττόμενα κατὰ φύσιν ἀνέγκλητα καὶ ἀτιμώρητα, λοιπὸν οὔτε κρίσις ἔσται τῶν ἁμαρτανόντων οὔτε κόλασις. Ἔχουσι γὰρ ἰσχυρὰν ἀπολογίαν πρὸς τὸν Θεόν, ὅτι Σὺ τὴν φύ σιν ἡμῶν τῇ δουλείᾳ τῶν δαιμόνων ὑπέζευξας· ἀναγκαῖον δὲ τοῖς δούλοις ἐκεῖνα πράττειν, ἅπερ οἱ δεσπόζοντες ἐπιτάττουσιν. Εἰ τὴν φύσιν ἡμῶν ὁ Θεὸς δούλην τῶν δαιμόνων ἐποίησεν, οἱ δαίμονες δὲ κινοῦσιν ἡμᾶς ἐπὶ πᾶν κακόν, εὑρεθήσεται πάντων τῶν ἀνθρωπίνων κακῶν αἴτιος ὁ Θεός. Ἀλλὰ μὴν ἀναίτιος παντὸς κακοῦ ὁ Θεός. Οὐδὲν γὰρ κα κὸν ἐκ τοῦ φύσει ἀγαθοῦ. Οὐκ ἄρα ὁ Θεὸς δούλην
col. 1279–1280page 631 of 677
PG 130:1279τῶν δαιμόνων εἰργάσατο τὴν φύσιν ἡμῶν, ἀλλ' ἐλευθέραν, ὡς προείρηται, καὶ αὐτεξούσιον. Οἱ δαίμονες δὲ πολέμιοι ἡμῶν, ἀλλ' οὐ συνουσιωμένοι καὶ σύνοικοι, ποτὲ μὲν φανερῶς ἔξωθεν ἐπιόντες, ποτὲ δὲ ἀφανῶς ἐπιτιθέμενοι. Εἰ γὰρ κατεξουσίαζον ἡμῶν, καὶ ταῦτα ἐκ βρέφους, οὐκ ἂν εἴασαν ἡμᾶς εἰς φῶς προελθεῖν· ἢ προελθόντας οὐκ ἂν ἀφῆκαν ζῇν ἄχρι μιᾶς ἡμέρας. Πολὺς γὰρ αὐτῶν ὁ κατὰ τῶν ἀνθρώπων φθόνος, καὶ τὸ μῖσος ἀνεκδιήγητον, καὶ ὁ πόλεμος ἄσπονδος, καὶ ἡ μανία, καὶ λύσσα μὴ ῥᾳδίως ἀπαγγελθῆναι δυναμένη. Ὅτι δὲ οὐκ ἔχουσιν ἐξουσίαν οἱ δαίμονες οὐ μόνον κατὰ ἀνθρώπων, ἀλλ' οὐδὲ κατὰ χοίρων, ἔδειξεν ὁ λεγεὼν τῶν δαιμόνων, ὡς ἱστορεῖ τὸ Εὐαγγέλιον. Ἐξελαυνόμενοι γὰρ παρὰ τοῦ Σωτῆρος ἡμῶν, παρεκάλεσαν, ἵνα ἐπιτρέψη τούτους εἰσελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων βοσκομένων ἐκεῖ τηνικαῦτα. Ἐπεὶ δὲ ἐπέτρεψε, καὶ εἰσῆλθον, ὥρμησεν ἡ ἀγέλη πᾶσα διὰ τοῦ κρημνοῦ κατὰ τῆς θαλάσσης, καὶ ἀπεπνίγη. Οὐ τοῖς δαίμοσι δὲ χαριζόμενος ὁ Σωτὴρ παρεχώρησεν αὐτοῖς τῆς ἀγέλης τῶν χοίρων, ἀλλ᾽ ἵνα δείξῃ καὶ τὴν μανίαν, ἣν ἔχουσι κατὰ τῶν ἀνθρώπων. Διὰ γὰρ τοὺς κυρίους τῶν χοίρων ἀπέκτειναν αὐτοὺς, ἵνα τούτους ὡς ἁπλῶς ἀνθρώπους λυπήσωσι, καὶ κακῶς κἀν τούτῳ διάθωνται, καὶ ἵνα μάθωμεν, ὅτι οὐδὲ κατὰ χοίρων ἔχουσιν ἐξουσίαν, καθὼς εἰρήκαμεν, μὴ ὅτι γε κατὰ ἀνθρώπων, εἰ μή ποτε παραχωρηθείεν ἐκ τοῦ Θεοῦ διὰ παιδείαν τῶν δαιμονιζομένων, ἢ κατ' οἰκονομίαν ἄλλην εὐλογωτάτην. Εἰ κατεξουσιάζοντας ἡμῶν ἐκ κοιλίας μητρὸς εἴχομεν τοὺς δαίμονας, οὐκ ἂν ἔλεγεν ὁ μέγας Παῦλος, ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ἤτοι πρὸς ἀσωμάτους πονηρὰς δυνάμεις· οὐδ' ἂν ἀποδειλιῶντας ἡμᾶς παρεθάρρυνε, καὶ κηροῦ μαλακωτέρους ὄντας εἰργάζετο σιδήρου στεῤῥοτέρους· οὐδ᾽ ἂν ὥπλιζε κατὰ τῶν ἀντιπαραταττομένων δαιμόνων ἐγκελευόμενος, καὶ βοῶν· Ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. Καταλέγων δὲ καὶ τὰ τῶν ὅπλων εἴδη προσέθηκε· Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθαι, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ. Τούτων δὲ τῶν ὅπλων τοσαύτη τις ἡ δύναμις, ὡς μηδὲ τὴν ἀπολάμπουσαν αὐτῶν ἀστραπὴν ὑφίστασθαι τοὺς πολεμίους. Πῶς γὰρ ἄν τις τῷ κατεξουσιάζοντι μάχοιτο; Πῶς δ᾽ ἂν τῷ συνέχοντι καὶ καταπονοῦντι κραταιότερον ἀντισταίη; Ὁ μὲν Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐπιτάγματι μόνῳ τοὺς δαίμονας ἀπήλαυνεν· οἱ μαθηταὶ δὲ τούτου διὰ τῆς ἐπικλήσεως αὐτοῦ φεύγειν αὐτοὺς παρ
col. 1281–1282page 632 of 677
PG 130:1281εσκεύαζον καὶ τοὺς δαιμονῶντας ἐθεράπευον, μήτε τῇ σπουδαίᾳ τῶν Μασαλιανῶν εὐχῇ, μήτε τῇ χρέμψει καὶ ἀποπτύσει πρὸς δίωξιν τῶν δαιμόνων χρώμενοι. Εἰ δὲ ὁ Κύριος περὶ τῶν δαιμόνων ἔλεγεν, ὅτι τοῦτο τὸ γένος οὐκ ἐξέρχεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ, ἀλλ' οὐ περὶ πάντων ἁπλῶς τῶν προσευχομένων καὶ νηστευόντων ἔλεγεν, ἀλλὰ περὶ μὲν τῶν διὰ τοῦ θείου βαπτίσματος υἱοθετηθέντων τῷ Θεῷ καὶ Πατρὶ, καὶ συγκληρονόμων τοῦ φύσει Υἱοῦ κατὰ χάριν γεγενημένων, περὶ ὧν ἔλεγεν ὁ ᾿Απόστολος· Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ποιος γὰρ ἄπιστος ἢ αἱρετικὸς δύναιτ' ἂν ἀπελάσαι δαίμονα διὰ νηστείας καὶ προσευχῆς, κἂν ἐπιδείξαιτο ταύτας ἀνυπερβλήτους; τῶν γὰρ ἡ πίστις ἀδόκιμος καὶ ἀνίσχυρος, τούτων καὶ ἡ προσευχὴ καὶ νηστεία πάντως. Καὶ πᾶν ἔργον αὐτῶν οὐ μόνον οὐ φοβερόν, ἀλλὰ καὶ φίλον τοῖς δαίμοσιν· εἰ μή πού τις τῶν τοιούτων διὰ γοητείας τινὸς ἔδοξεν ἀπελάσαι δαίμονα. Ὁ γοῦν κατὰ τὸν τοῦ Κυρίου λόγον προσευχόμενος, καὶ νηστεύων, καὶ τῶν ἄλλων μὲν ἀρετῶν εἶναι μέτοχος ὀφείλει, μάλιστα δὲ τὰς δύο ταύτας μετέρχεσθαι, τὴν προσευχὴν λέγω καὶ τὴν νηστείαν. Ὁ δὲ τὴν προσευχὴν μὲν μόνον ἐπιτηδεύων, τὰς ἄλλας δὲ παρατρέχων, καὶ καταῤῥαθυμῶν αὐτῶν, οὐ μόνον οὐκ ἀπελάσει τὸν ἐνοικοῦντα τούτῳ δαίμονα, καθὼς οὗτοι λέγοισιν, ἀλλὰ καὶ μᾶλλον ἔξωθεν ὄντα διὰ τὴν τῶν καλῶν ἀμέλειαν ἐπισπάσεται, κἂν μυριάκις ἐφ' ἑκάστης ἡμέρας χρέμψαιτο, κἂν ποταμοὺς ἀφήσῃ πτυέλων. Εἰ συνουσιώνται τῇ φύσει τῶν ἀνθρώπων οἱ δαίμονες, ἀδύνατον ἀποδιαιρεθῆναι τούτους αὐτῆς δι' οἱασδήποτε μηχανῆς ἄχρι τέλους. Τὰ γὰρ ἡνωμένα φυσικῶς ἀδιαίρετα μέχρις ἂν εἰς τελευταίαν ἀνάλυσιν καταντήσωσιν. Εἰ δὲ διὰ τρόπου τινὸς ἀπελαύνονται, οὐ φυσικῶς ἤνωνται πάντως, ἀλλ᾽ ἔξωθεν ἐπέρχονται, καὶ συνδιατρίβουσιν. Εἰ διὰ τὴν παράβασιν τῆς πρώτης ἐντολῆς συνεκλήρωσε τῇ φύσει τῶν ἀνθρώπων ὁ Θεὸς τοὺς δαίμονας, καὶ παρέδωκεν αὐτὴν ὑποχειρίαν αὐτοῖς, καταγνώσῃ τις ἂν αὐτοῦ πολλὴν ὠμότητα καὶ ἀπήνειαν, πρῶτα μὲν τὸ ἀνθρώπινον σῶμα ἐπίνοσον καὶ θνητὸν κατασκευάσαντος διὰ τὴν εἰρημένην παράβασιν, ἔπειτα δὲ καὶ βασανίζοντος τοὺς ἀνθρώπους διὰ τῆς τυραννίδος τῶν δαιμόνων ἐπιταττόντων αὐτοῖς τὰς ψυχοφθόρους ἁμαρτίας, καὶ τελευταῖον ἀποκληρώσαντος τοῖς ἀνίατα πλημμελοῦσι τὸ πῦρ τε τὸ ἐξώτερον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ, καὶ τοῖς ἀγγέλοις αὐτοῦ, καὶ τὰς ἄλλας αἰωνίους κολάσεις. Ἀλλὰ μὴν φιλάνθρωπος ὁ Θεὸς καὶ δίκαιος· τῇ μὲν παραβάσει τῆς ἐντολῆς καὶ τῇ ἐξ αὐτῆς ἁμαρτίᾳ τοῦ προπάτορος αἱ νόσοι καὶ ὁ θάνατος ἐπιτίμιον, ἃν ἡ παράβασις καὶ ἡ ἁμαρτία προεξένησαν, καὶ οὗτος διὰ φιλανθρωπίαν, ἵνα διακοπείσης τῆς ἁμαρτίας, μὴ ἀθάνατον ᾖ τὸ κακὸν, ὡς ὁ Θεολόγος ἔφη Γρηγόριος· αἱ δὲ ἀθάνατοι κολάσεις οὐ τῆς πρώτης παραβάσεως εἰσιν ἐπιτίμιον, ἀλλὰ τῶν ἡμαρτημένων ἑκάστῳ τῶν ἀνθρώπων, ἤτοι τῶν ἀπὸ τοῦ πρώτ
col. 1283–1284page 633 of 677
PG 130:1283τοῦ πλάστου μέχρι καὶ τῆς τοῦ κόσμου συντελείας ἀθεραπεύτως ἁμαρτανόντων. Τί δὲ τῶν δαιμόνων τυραννὶς οὐκ ἐκ Θεοῦ τοῖς ἀνθρώποις ἐπετέθη· τίς γὰρ ἂν ἔχων φρένας τοῦτο συνομολογήσειεν; ἀλλ' οἱ δαίμονες αὐτοὶ τοῦτο μὲν ἄντικρυς πολεμοῦντες τοῖς ἀν θρώποις, τοῦτο δὲ λαθραίως ἐπιβουλεύοντες, τοῦτο δὲ καὶ δολερῶς ὑποσαίνοντες, καὶ ἐξαπατώντες αἰχμαλωτίζουσί τε, καὶ ὑποτάττουσιν ὅσους ἡ ῥᾳθυ μία καὶ ἡ διὰ ταύτην χαύνωσις προδιδόασι. Λέγονταί ποτε καὶ ἄρχειν ἀνθρώπων οἱ δαίμονες, ἀλλ' οὐχ ὡς θεόθεν τὴν κατ' αὐτῶν λαβόντες ἀρχὴν, ἀλλ' ὡς ἑκόντων ὑποπτευόντων αὐτοὺς τῶν ἀρχομένων ὑπ' αὐτῶν, καὶ τοῦ μὲν Θεοῦ καὶ τῶν θείων ἐντολῶν ἀφηνιασάντων, τῇ ζεύγλῃ δὲ τῶν δαιμόνων τοὺς ἰδίους αὐχένας ὑποβαλόντων. Ἐπεὶ δὲ περιφανῶς ἐδείξαμεν, ὅτι οὐ συνουσίωνται τῇ φύσει τῶν ἀνθρώπων οἱ δαίμονες, οὐδὲ κατεξουσιάζουσιν αὐτῆς, ἀλλὰ ποτὲ μὲν ἐξ ἀντιπαρατάξεως ἐπερχόμενοι συῤῥήγνυνται πρὸς μάχην ἡμῖν, ποτὲ δὲ χρῶνται μηχαναίς λοχῶντες, ἐνεδρεύοντες, παγίδας πηγνύντες, ἀπατῶντες, ὑποκλέπτοντες, παντοίως ἐπιβουλεύοντες· ταῦτα γὰρ οὐ κατεξουσια ζόντων, ἀλλ' ἀντιμαχομένων εἰσί· περιττὸν εἰπεῖν περί τε τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου Πνεύματος, ὅπερ οἱ Μασαλιανοὶ λέγουσιν ἐπιφοιτῶν μετὰ τὴν τοῦ συμφυοῦς δαίμονος ἀπέλασιν, καὶ περὶ τῆς ἐφεξῆς ἀκολουθίας τοῦ δηλωθέντος δόγματος. Τῆς ῥίζης γὰρ αὐτοῦ παντελῶς ἀνασπασθείσης, καὶ οἱ κλάδοι καὶ τὰ φύλλα συναπεσπάσθησαν, εἰ μή που προσθείναι χρή περὶ τοῦ μὴ χρήζειν ἔτι νηστείας, μήτε διδασκαλίας, μήτε φυλακῆς τινος τοὺς τὴν ἐπιφοίτησιν, ὡς εἴρηται, τοῦ παρ' αὐτοῖς ἁγίου Πνεύματος δεξαμένους. Πολλοὺς γὰρ αὐτῶν ὁ δαίμων πλανήσας, καὶ δόκησιν ἐπιφοιτήσεως τοῦ ἁγίου Πνεύματος ἐμποιήσας, καὶ φαντάσας ἔλαβεν εἰς τὸ ἑξῆς ἀφυλάκτους, ὡς ἀπαθεῖς ἤδη γεγενημένους, καὶ εἰς ποικίλας ἁμαρτίας καὶ ἀκαθαρσίας ἐλεεινῶς ἐξεχύλισεν. Ἀλ λὰ καὶ τὸ λέγειν αἰσθητῶς ὁρᾶν τὴν ἁγίαν Τριάδα τὴν ἀόρατον καὶ ἀνείδεον, τουτέστι κατὰ τὴν φύσιν αὐτῆς, ἀναισθήτων πάντη, καὶ ἀνοήτων, καὶ ἀλο γίστων ἐστί. θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε, λέγω δὴ τὴν τοῦ Θεοῦ φύσιν. Καὶ τίς ὁ τοῦτο διδάσκων; Ὁ μονογενής Υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ὡς ὁ εὐαγγελιστής Ἰωάννης εἴρηκεν. Ὅσοι δὲ τὸν Θεὸν ἰδεῖν μεμαρτύρηνται, οὐ κατὰ τὴν αὐτοῦ φύσιν εἶδον αὐτόν, ἀλλὰ κατὰ διαφόρους ἰδέας, συγκατα φαίνοντος ταῖς ὀπτικαῖς δυνάμεσιν αὐτῶν, καὶ ἄλλως ἄλλοτε σχηματιζομένου, καὶ παρεικαζο μένου. Λέγουσιν, ὅτι οὐδ' οἱ ἀπόστολοι τῆς ἐξουσίας τῶν δαιμόνων ἦσαν ἐλεύθεροι· Βαβαὶ τῆς ἀναισχύντου βλασφημίας! Οἱ τοὺς δαίμονας τῶν ἐνεργουμένων ἀπελαύνοντες οὐκ ἦσαν ἐλεύθεροι τῆς τῶν δαιμόνων ἐπικρατείας; Καὶ πῶς ἐδίωκον οἱ δουλεύοντες τοὺς ἐξουσιάζοντας; οἱ λαβόντες ἐξουσίαν παρὰ τοῦ Σω τῆρος μὴ τὰ δαιμόνια μόνον ἐκβάλλειν, ἀλλὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν καὶ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ;
col. 1285–1286page 634 of 677
PG 130:1285Λέγουσιν, ὅτι συνοικοῦσιν ἐν τῷ ἀνθρώπῳ τὸ Πνεῦμά τε τὸ ἅγιον καὶ ὁ δαίμων. Ἀλλὰ πῶς συνοικήσουσιν ἀλλήλοις Θεὸς, καὶ δαίμων, τὸ καθαρώτατον, καὶ πάντων ἀκαθαρώτατον; τὸ φῶς, καὶ τὸ σκότος; οἱ κατὰ διάμετρον ἀλλήλοις ἐχθραίνοντες; Ὅπου γὰρ ἐπιδημήσει τὸ Πνεῦμα τὸ ἅγιον, δραπετεύει πᾶς δαίμων φεύγων ὀξέως καὶ ἀμεταστρεπτί, καθάπερ ἀπὸ πυρός. Θεὸς μὲν γὰρ τὸ Πνεῦμα τὸ ἅγιον· εἰ δὲ Θεὸς, καὶ πῦρ καταναλίσκον τὴν τῶν δαιμόνων ἰσχύν. Καὶ τὸ μὲν σκότος λύεται τῇ παρουσίᾳ τοῦ φωτός, ὁ δὲ πονηρὸς δαίμων ἐλαύνεται βασανιζόμενος τῇ μάστιγι τῆς ἐνοικήσεως τοῦ ἁγίου Πνεύματος· τοῖς γὰρ ἄγαν ἐναντίοις οὐκ ἔστι συνοίκησις· φθείρεται γὰρ, ἢ ἐξωθεῖται τὸ ἀσθενέστερον. Λέγουσιν, ὅτι φύσει τὰ κακὰ, τουτέστιν αἱ ἁμαρτίαι. Πρὸς οὓς ἀντιλέγομεν, Εἰ φύσει τὰ τοιαῦτα κακὰ, τῆς φύσεως δὲ δημιουργὸς ὁ Θεός, αἴτιος ἄρα τῶν κακῶν ὁ Θεὸς, καὶ οὔτε κρίσις, οὔτε κόλασις ἔσται τῶν ἁμαρτανόντων, καθὼς ἀνωτέρω προδεδήλωται. Καὶ ψευδεῖς μὲν αἱ τοῖς ἁμαρτάνουσιν ἠπειλημέναι κολάσεις, ἀπατηλὸς δὲ τῆς μελλούσης κρίσεως ὁ φόβος. Τὰ γὰρ τῇ τῆς φύσεως ἀνάγκῃ γινόμενα συγγνωστά, κἂν εἴη παγχάλεπα. Καὶ εἴ τις φυσικὴν εἶναι πιστεύσει τὴν ἁμαρτίαν, μετελεύσεται πάντως ταύτην ἀδεῶς διὰ τὴν λιτότητα καὶ ἡδονὴν αὐτῆς, ὡς ἀνεπιτίμητον, καὶ τὴν πλατείαν καὶ εὐρύχωρον ὁδὸν ἀνθαιρήσεται. Ἀλλ' εἰ ἀληθῆς ὁ Κύριος, ἡ αὐτοαλήθεια, Ἐγώ γάρ, φησίν, εἰμὶ ἡ ἀλήθεια· πάντως ἀληθῆ καὶ τὰ περὶ τῶν αἰωνίων κολάσεων. Αὐτὸς γὰρ ἐδίδαξε καὶ περὶ τούτων. Εἰ δὲ ἀληθεῖς αἱ τοιαῦται κολάσεις, ἔσται καὶ κρίσις τῶν ἁμαρτανόντων. Εἰ δὲ κρίσις ἔσται τῶν ἁμαρτανόντων, οὐ φύσει τὰ κακὰ, τουτέστιν αἱ ἁμαρτίαι. Εἰ δὲ μὴ φύσει, προαιρέσει πάντως, καὶ ῥᾳθυμίᾳ, δι' ἣν κατακρίνονται, καὶ κολάζονται πάντες οἱ ἐργάται τῆς ἁμαρτίας. Λέγουσιν, ὅτι μετὰ τὴν παρὰ τοῖς τελείοις αὐτῶν ἀπάθειαν τοιαύτης αἰσθάνεται ἡ ψυχὴ τούτων κοινωνίας ἐγγινομένης αὐτῇ παρὰ τοῦ ἐπουρανίου νυμφίου, οἵας αἰσθάνεται γυνὴ συνουσιάζοντος αὐτῇ τοῦ ἀνδρός. Ὢ τῆς προδήλου φρενοβλαβείας! εἰ τὴν ἁγνοτάτην καὶ ἀπαθεστάτην τοῦ Σωτῆρος ἕνωσιν ἐμπαθεστάτην ἡδυπάθειαν οἴονται, καὶ καθυβρίζουσιν ἡδονῇ ῥεύσεως παιδογόνων μορίων τολμηρῶς αὐτὴν παρεικάζοντες. Λέγουσιν, ὅτι ἡ ψυχὴ τοῦ παρ' αὐτοῖς εἰς ἀπάθειαν ἐφθακότος μεταβάλλεται εἰς τὴν θείαν φύσιν. Ἀλλ' εἰ τοῦτο ἦν ἀληθὲς, ἐγίνετο ἂν καὶ φύσει Θεὸς ὁ μεταβληθεὶς εἰς τὴν θείαν φύσιν. Ἡ γὰρ θεία φύσις φύσει Θεός. Καὶ ἐπεὶ πολλοὺς λέγουσιν ἐξ αὐτῶν φθάνειν εἰς ἀπάθειαν, καὶ μεταβάλλεσθαι εἰς τὴν θείαν φύσιν, πολλοὶ ἄρα φύσει θεοὶ, καὶ τὴν Ἑλληνικὴν πολυθείαν ὑπερβάλλοντες πολλῷ τῷ ἀριθμῷ, καὶ οὐδὲ καταλαμβάνεσθαι δυναμένῳ. Λέγουσι δυνατὸν εἶναι δέξασθαι μετὰ τὴν παρ' αὐτοῖς ἀπάθειαν τὸν ἄνθρωπον αὐτὴν τὴν ὑπόστασιν τοῦ ἁγίου Πνεύματος αἰσθητῶς, καὶ ἐν πάσῃ πληρο
col. 1287–1288page 635 of 677
PG 130:1287φορίᾳ. Φαμὲν δὲ ἡμεῖς πρὸς αὐτούς· Εἰ μὲν ἀληθές ἦν ἡ παρ' ὑμῖν ἀπάθεια, καὶ οὐ πάντη ψευδής, ὅτι τῆς καθ' ὑμᾶς πίστεως κακοδόξου καὶ διαβεβλημένης ὑπαρχούσης, ἀντειρήκειμεν ἂν καὶ πρὸς ταυτὶ τὸ κεφάλαιον· ἐπεὶ δὲ μετὰ τῆς ἄλλης ὑμῶν ἀσκήσεως παρακεχάρακται καὶ αὕτη, καὶ ἀδόκιμος κρίνεται, περιττὸν ἀντιλέγειν ἐπὶ τῶν εἴκοθεν τὴν ἀνατροπὴν ἐχόντων. Λέγομεν δὲ, καὶ πιστεύομεν, ὅτι πρὸς τὸν κεκαθαρμένον ὡς χρὴ καθαίρεσθαι γίνεταί τις ἐπιδημία καὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, καθὼς εἴρηκεν ὁ Κύριος, ὅτι Ἐγὼ καὶ ὁ Πατήρ ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Ὅπου δὲ ὁ Πατὴρ καὶ ὁ Υἱὸς, ἐκεῖ πάντως καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ἡ δὲ τῆς ἁγίας Τριάδος ἐνοίκησις ὡς δυνατὸν ἀνθρώπῳ χωρεῖν αὐτὴν γίνεται, καὶ οὐχ ὡς ἔχει φύσεως ἡ Θεότης. Ἀχώρητος γὰρ αὕτη πάσῃ τῇ κτίσει διὰ τὸ ἄπειρον αὐτῆς καὶ ἀόριστον. Λέγουσι δύο ψυχὰς ὀφείλειν ἔχειν τὸν ἄνθρωπον, μίαν μὲν τὴν κοινὴν ἀνθρώποις, ἑτέραν δὲ τὴν οὐράνιον. Εἰ μὲν οὖν ἀδέχοντο τάς τε Μωσαϊκὰς καὶ τὰς ἄλλας προφητικὰς βίβλους, ἐκεῖθεν ἂν αὐτοῖς παρηγάγομεν τὰς ἀποδείξεις ἐλέγχοντες τὸ ψεῦδος τοῦ τοιούτου δόγματος· ἐπεὶ δὲ τάς τε εὐαγγελικὰς καὶ τὰς ἀποστολικὰς τέως ὁμολογοῦσιν ἀσπάζεσθαι βίβλους, φησὶν ὁ Κύριος πρὸς τοὺς ἀποστόλους· Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι. Καὶ Παῦλος δὲ ὁ ἀπόστολος, ἐν Τρωάδι, πάντων ὑπειληφότων τεθνάναι τὸν Εὔτυχον, ἔφη· Μὴ θορυβεῖσθε, ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν· ἵνα τὰς ἄλλας μαρτυρίας πολλὰς οὔσας παραδάσωμεν, αἳ μίαν ψυχὴν ἑκάστῳ ἀνθρώπῳ προσμαρτυροῦσι. Τὴν τῶν κληρικῶν ὑποκρίνονται χειροτονίαν βαθμοῦ ἱερέων καὶ διακόνων ἐπιβαίνοντες, ἵνα μόνον ἐξουσίαν τινὰ καὶ αὐθεντίαν ἑαυτοῖς περιποιήσωνται. Ναὶ μὴν καὶ τὸ τῶν μοναχῶν ὑποδύονται σχήμα, λανθάνειν διὰ τούτου βουλόμενοι, καὶ τοὺς πολλοὺς ἀπατᾷν. Τὴν διὰ τῶν χειρῶν ἐργασίαν ἀποστρέφονται καταφρονοῦντες τοῦ μεγάλου Παύλου λέγοντος· Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω· καὶ πάλιν· Αἱ χεῖρες αὗται διηκόνησαν ἐμοὶ, καὶ τοῖς σὺν ἐμοί· καὶ ἀγνοοῦντες, ὡς ἔοικεν, ὅτι ἡ ἀργία καὶ τὰ συνήθη πάθη κινεῖ, καὶ τὰ μὴ συνήθη διδάσκει, καὶ ὅτι τὰ μέλη τοῦ σώματος φορτία τοῖς μὴ χρωμένοις. Νομοθετοῦσι μὴ δεῖν μεταδιδόναι τοῖς προσαιτοῦσιν, ἢ τοῖς ἄλλως πένησι καὶ πτωχοῖς, ἢ τοῖς καθ' οἱανδήτινα περίστασιν δεομένοις ἐλεημοσύνης καὶ μεταδόσεως, ἀλλ' αὐτοῖς μόνοις, λέγοντες ἐκείτους εἶναι τοὺς πτωχοὺς τῷ πνεύματι, οὓς ἐμακάρισεν ὁ Κύριος. Ἐγὼ δὲ φαίην ἂν πρὸς αὐτούς· Ἀλλ' ὁ Κύριος, ὦ οὗτοι, πᾶσι τοῖς δεομένοις μεταδιδόναι προσέταξε· Παντὶ γὰρ, φησί, τῷ αἰτοῦντί σοι δίδου. Ὑμεῖς δὲ οὐ λελήθατε πρὸς ἑαυτοὺς τὰ τῶν πενήτων μεθέλκοντες, καὶ πρὸς μόνην τὴν οἰκείαν
col. 1289–1290page 636 of 677
PG 130:1289εὐπάθειαν ὁρῶντες, καὶ τρυφὴν ἑαυτοῖς παρασκευάζοντες. Πῶς γὰρ, ἢ πόθεν ὑμεῖς πτωχοὶ μᾶλλον ἐν ἀρεταῖς ὄντες, καὶ πλουτοῦντες ἐν πᾶσι κακοῖς; Σαπρὸν γὰρ δένδρον οὐ ποιεῖ καρπούς καλούς, καὶ κακόδοξος οὐ δύναται καρποφορεῖν ἀρετήν. Πτωχὸς δὲ τῷ πνεύματι πᾶς ὁ διὰ Θεὸν ταπεινός. Δεῖ γὰρ πιστεῦσαι πρῶτον, εἶτα τῶν ἀρετῶν ἀπάρξασθαι. Λύουσι τὸν γάμον καίτοι τοῦ Κυρίου λέγοντος, ὅτι ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω, καὶ τὸν ἐν Κανᾷ γάμον τῇ παρουσίᾳ τιμήσαντος, καὶ τοῦ μακαρίου Παύλου γράφοντος, Τίμιος ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος. Κανταῦθα προδήλως ἐναντιοῦνται τῷ τε Χριστῷ καὶ τοῖς ἀποστόλοις, οἱ τοῖς βδελυσσομένοις τὸν γάμον ἐπιτιμῶσιν. Ἐπιτρέπουσι τοῖς βουλομένοις ἀποκόπτειν τὰ παιδογόνα μόρια, καὶ παραχαράττειν οὕτω τὴν φύσιν, καὶ ἀκρωτηριάζειν τῶν ἐπὶ γῆς τοῦ Θεοῦ κτισμάτων τὸ τιμιώτατον, λέγω δὴ τὸν ἄνθρωπον, ὃν παρὰ τοῦ Θεοῦ τέλειον καὶ καλὸν πλασθέντα ὡς ἀτελῆ πάντως, ἢ μὴ καλῶς πεπλασμένον ἐπιδιορθοῦνται, καὶ ἀπαρτίζουσιν, ὡς αὐτοῖς δοκεῖ. Τῇ δὲ ἀληθείᾳ πηροῦσι, καὶ ἄγονον καὶ ἄκαρπον, ὅσον κατὰ τὴν τοῦ σώματος φύσιν, ἀπεργάζονται, καίτοι τῶν θείων ἀποστόλων Πέτρου καὶ Παύλου τὴν ἀποκοπὴν τῶν εἰρημένων μορίων ἀποτρεπόντων ἐν τοῖς κανόσιν αὐτῶν, ἵνα τοὺς ἄλλους Πατέρας θάσωμεν, καὶ τοὺς νομοθέτας, ὅσοι καὶ φοβερὰν τιμωρίαν τοῖς τολμῶσιν εὐνουχίζειν ὡρίσαντο. Ὀμνύουσιν ἀδεῶς, καὶ ἐπιορκοῦσι, καὶ ταῦτα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κωλύσαντος οὐ μόνον τὴν ἐπιορκίαν, ἀλλὰ καὶ τὸ ὅλως ὀμνύειν. Ὅτε δὲ κρατηθῶσιν, ὡς αἱρετικοί, τότε καὶ τὴν τῶν Μασαλιανῶν πίστιν ἀρνοῦνται, καὶ ἀναθεματίζουσι, καὶ τὴν ἄρνησιν ὅρκοις βεβαιοῦσι φρικτοῖς, οἰόμενοι μηδόλως ἁμαρτάνειν διὰ τὴν ἐπικειμένην ἀνάγκην, καὶ τὸν φόβον τῶν κατασχόντων. Καὶ ἄλλα δέ τινα μυθολογοῦσιν ἀνάξια μνήμης, μὴ ὅτι γε ἀντιῤῥήσεως διὰ τὸ εὐανάτρεπτον αὐτῶν καὶ αὐτέλεγκτον. Κατὰ Βογομίλων. Βόγον μὲν γὰρ ἡ τῶν Βουλγάρων γλῶσσα καλεῖ τὸν Θεὸν, Μίλον δὲ τὸ ἐλέησον. Εἴη δ' ἂν Βογόμιλος κατ' αὐτοὺς ὁ τοῦ Θεοῦ τὸν ἔλεον ἐπισπώμενος. Ἡ τῶν Βογομίλων αἵρεσις οὐ πρὸ πολλοῦ συνέστη τῆς καθ' ἡμᾶς γενεάς, μέρος οὖσα τῆς τῶν Μασαλιανῶν, καὶ συμφερομένη τὰ πολλὰ τοῖς ἐκείνων δόγμασι, τινὰ δὲ καὶ προσεξευροῦσα, καὶ τὴν λύμην αὐξήσασα. Διεγνώσθη δὲ κατὰ τοὺς χρόνους Ἀλεξίου τοῦ θεοκυβερνήτου βασιλέως ἡμῶν, ὃς εὐτέχνως καὶ πάνυ θαυμασίως τὸν ἔξαρχον αὐτῆς θηρεύσας· Βασίλειος ἦν οὗτος ὁ ἰατρὸς, ἀνὴρ ὀλέθριος μᾶλλον, καὶ λοιμὸς, καὶ φθορᾶς μεστός, καὶ πάσης κακίας ὄργανον· καὶ πρὸς ἑαυτὸν μεταγαγών, καὶ ἐντίμως ὑποδεξάμενος, καὶ τῆς παρ' ἑαυτῷ καθέδρας ἀξιώσας, καὶ λόγου μεταξὺ ἡδέος, καὶ προσηνοῦς ἐμι-
col. 1291–1292page 637 of 677
PG 130:1291λίας, καὶ γλυκείας, ἐν τῷ προδιαλέγεσθαι χάριτος, καὶ συνετῶς ὑποκρινάμενος τὸν μαθητιῶντα, ὅπου ἐξηπάτησε τὸν ἐξαπατήσαντα πολλοὺς εἰς ἀπώλειαν, καὶ πᾶσαν τὴν ἐνδομυχοῦσαν τῷ σαπρῷ τούτῳ καὶ καταπτύστῳ γέροντι κακοήθειαν ὀξύτητι φρενὸς καὶ δεξιότητι φύσεως ἀνίχνευσεν, οὐδὲν ὑπολιπὼν ἀνεξερεύνητον ἢ ἀθέατον. Ἔνθεν τοι καὶ καθάπερ ἀπό τινος φωλεοῦ παντοδαπὰ καὶ ποικιλόμορφα θηρία τῆς σκοτεινῆς αὐτοῦ καρδίας ἐξελκύσας τὰ μιαρά, καὶ ἰοβόλα, καὶ πολυπρόσωπα δόγματα ταῖς μηχαναῖς τῆς ὑποκρίσεως, καὶ κατασοφισάμενος εὐφυῶς μάλα τὸν χρονόληρον γέροντα, τὸ παλαιὸν κακὸν, ἐκέλευσεν ἡμῖν γραφῇ παραδούναι ταῦτα, καὶ θριαμβεῦσαι τὰ καταγέλαστα μυστήρια τῆς εἰρημένης αἱρέσεως. α΄. Ἀθετοῦσι πάσας τὰς μωσαϊκὰς βίβλους μετὰ καὶ τοῦ ἐν αὐταῖς ἀναγραφομένου Θεοῦ, καὶ τῶν εὐαρεστησάντων αὐτῷ δικαίων, ναὶ μὴν καὶ τὰς μετ᾿ αὐτὰς ἁπάσας, ὡς κατ᾿ ἐπίπνοιαν τοῦ Σατανᾶ συγγραφείσας. Ἵλεως ἡμῖν εἴη Κύριος τὰ ἐκείνων λέγουσι! Μόνας δὲ παραδέχονται, καὶ τιμῶσιν ἑπτά, καὶ εἰς ἄκρον ἀποστηθίζουσι, λέγω δὴ τὸ Ψαλτήριον, τὸ Ἑξκαιδεκαπρόφητον, καὶ τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον, καὶ τὸ κατὰ Μάρκον, καὶ τὸ κατὰ Λουκᾶν, καὶ τὸ κατὰ Ἰωάννην, ἕβδομον τῆς βίβλου τῶν Πράξεων σὺν ταῖς Ἐπιστολαῖς πάσαις, καὶ τῇ Ἀποκαλύψει τοῦ Θεολόγου Ἰωάννου. Ἡ σοφία γὰρ, φασὶν, ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά, οἶκον μὲν τὴν παμμίαρον συναγωγήν ἑαυτῶν μεθερμηνεύοντες, στύλους δὲ ἑπτὰ τὰς ἀπαριθμηθείσας βίβλους. Τὴν μὲν οὖν ἀποβολὴν τῶν μωσαϊκῶν βίβλων καὶ τῶν μετ᾿ αὐτὰς ἐκ τῆς τῶν Παυλικιάνων αἱρέσεως μεμαθήκασι. Ζητητέον δὲ ἐν τῷ κατ᾿ ἐκείνων τίτλῳ τὰ κεφάλαια, οἷς ἐπιγέγραπται, ὅτι τοῦ ἀγαθοῦ Θεοῦ εἰσιν ἥ τε παλαιὰ νομοθεσία καὶ οἱ ἐν αὐτῇ λάμψαντες. Καὶ ἀναγνωστέον τό τε πρῶτον κεφάλαιον καὶ τὰ ἑξῆς ἑπτά, στηλιτεύοντα φανερῶς τὴν τοιαύτην πλάνην. Καὶ τὰ μετ᾿ ἐκεῖνα δὲ πάντα σύμφωνα σχεδὸν τοῖς ἑπτὰ τούτοις εἰσίν, ἀλλ᾿ ἀρκεῖ μόνα τὰ δηλωθέντα. Χρὴ δὲ γινώσκειν, ὅτι τὰς μωσαϊκὰς βίβλους ἀθετοῦντες ῥήσεις ἐξ αὐτῶν πολλάκις πανούργως εἰς συνηγορίαν ἑαυτῶν προσλαμβάνουσι. Καὶ ὅταν δὲ παρά τινος ῥητοῦ τῶν δηλωθεισῶν ἑπτὰ βίβλων στενοχωρηθῶσι, καὶ συνελαθῶσι πρὸς τὴν ἀλήθειαν, εὐθὺς εἰς ἀλληγορίαν τρέπονται, διαδιδράσκειν πειρώμενοι. β΄. Πρόσχημα μὲν ἀπάτης τῶν ἁπλουστέρων τὸ πιστεύειν εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα προβάλλονται, τὰς τρεῖς δὲ ταύτας κλήσεις τῷ Πατρὶ προσάπτουσι, καὶ ἀνθρωποπρόσωπον τοῦτον ὑπολαμβάνουσι παρ᾿ ἑκατέραν μήνιγγα ἀκτῖνα ἐκλάμποντα, τὴν μὲν Υἱοῦ, τὴν δὲ Πνεύματος, καὶ οὕτω καταστρέφει τούτοις ἡ πίστις εἰς σωματοειδῆ τινα καὶ τερατόμορφον Θεὸν, καὶ ὄντως ἀνύπαρκτον. Τὸ μὲν οὖν προσάπτειν τῷ Πατρὶ τὰς εἰρημένας
col. 1293–1294page 638 of 677
PG 130:1293τρεῖς κλήσεις ἐκ τῆς Σαβελιανῆς αἱρέσεως ἔλαβον, τὴν δὲ τοῦ τοιούτου δόγματος ἀνατροπὴν ζητητέον ἐν τῷ τίτλῳ τῷ κατὰ Σαβελιανῶν. Τῇ μέντοι τερα τομορφίᾳ τοῦ κατ' αὐτοὺς Θεοῦ τὸ σωματοειδὲς καὶ τὸ τῆς μορφῆς ἀλλόκοτον ἀρκέσει πρὸς ἔλεγχον. γ΄. Λέγουσι τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον εἰς τὸν Πατέρα πάλιν, ἀφ' οὗ προῆλθον, ἀναλυθῆναι, καὶ τριπρόσωπον αὐτὸν ἀπὸ τοῦ πεντακισχιλιοστοῦ ἔτους ἄχρι καὶ τριάκοντα καὶ τριῶν ἐτῶν χρηματίσαντα πάλιν γενέσθαι μονοπρόσωπον, ἀσώματον μὲν, ἀν θρωπόμορφον δέ. Φεῦ τῆς πολλῆς ἀναισθησίας! Ὢ τοῦ πλατέος γέλωτος! Εἰ γὰρ ἀσώματος, πῶς ἀν θρωπόμορφος; δ΄. Λέγουσι μήτε Υἱὸν εἶναι, μήτε Πνεῦμα ἅγιον ἄχρι τοῦ πεντακισχιλιοστοῦ πεντακοσιοστοῦ ἔτους, ἔκτοτε δὲ λαβεῖν αὐτοὺς ἀρχὴν τοῦ εἶναι, καὶ ὀνομάζεσθαι, καίτοι τοῦ εὐαγγελιστοῦ Ἰωάννου βρον τῶντος ἐν τῷ λέγειν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Τὸ δὲ Ἐν ἀρχῇ ἦν ὁ Λόγος, ἴσον ἐστὶ τῷ Ἀεὶ ἦν ὁ Λόγος. Εἰ δὲ ὁ Λόγος ἀεὶ ἦν ἐν τῷ Πατρὶ, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀεὶ συνῆν ἄρα τῷ Υἱῷ. Καὶ γὰρ οὐδ᾽ ὁ παρ᾽ ἡμῶν προφερόμενος λόγος εὑρίσκεται ποτε χωρὶς πνεύματος. Οἱ δὲ λέγοντες τὸν Πατέρα χωρὶς εἶναι τοῦ Λόγου μέχρι τοῦ πεντακισχιλιοστοῦ πεντακοσιοστοῦ ἔτους, ἄλογον αὐτὸν ἄχρι τότε, καὶ ἄσοφον, καὶ ἀδύνατον δογματίζουσιν, ἵνα τὰ περὶ τοῦ ἁγίου Πνεύματος ἐάσωμεν, καὶ τὰς ἄλλας ἀτο πίας, αἱ τῇ μωρολογίᾳ τούτων ἐπακολουθοῦσι. ε΄. Λέγουσιν, ὅτι ὁ μὲν Πατὴρ ἐγέννησε τὸ Πνεῦμα τὸ ἅγιον, τοῦτο δὲ ἐγέννησε πνευματικῶς τὸν προ δότην Ἰούδαν, καὶ τοὺς ἕνδεκα ἀποστόλους. Καὶ προφέρουσι ῥῆσιν εὐαγγελικήν, Ἀβραάμ, φησίν, ἐγέννησε τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, περὶ τῆς ἁγίας Τριάδος ταῦτα γεγράφθαι διατεινόμενοι. Πρῶτον μὲν οὖν οὐ μόνον Υἱόν, ἀλλὰ καὶ υἱωνὸν ἐπεισάγουσι, καὶ οὐχ υἱωνὸν μόνον, ἀλλὰ καὶ δώδεκα τρισεγγόνους ὅσον πρὸς τὸν Πατέρα. Ἔπειτα εἰ καὶ ὁ Υἱὸς πατήρ, καὶ τὸ Πνεῦμα τὸ ἅγιον αὖθις πατήρ, ἰδοὺ τρεῖς Πατέρες. Καὶ πῶς ἕνα Πατέρα δογματίζοντες ὁμολογοῦσι; Καὶ πάλιν εἰ τὸ Πνεῦμα τὸ ἅγιον υἱὸς τοῦ Υἱοῦ, ἰδοὺ κἀνταῦθα δύο Υἱοί. Καὶ πῶς ἕνα Υἱὸν ἐν τῇ Θεολογίᾳ τῆς Τριάδος συνομολογοῦσιν, ἵνα τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ κατὰ τὸ παρὸν ἐάσωμεν; ς΄. Λέγουσι τὸν δαίμονα τὸν παρὰ τοῦ Σωτῆρος ὀνομασθέντα Σατανᾶν υἱὸν καὶ αὐτὸν εἶναι τοῦ Θεοῦ καὶ Πατρὸς, ὀνομαζόμενον Σαταναήλ, καὶ πρῶτον τοῦ Υἱοῦ καὶ Λόγου, καὶ ἰσχυρότερον, ἅτε πρωτότοκον, ὡς εἶναι τούτους ἀδελφοὺς ἀλλήλων. Εἶναι δὲ τὸν Σαταναὴλ οἰκονόμον, καὶ δευτερεύοντα τοῦ Πατρός, τὴν αὐτὴν αὐτῷ περικείμενον καὶ μορφήν,
col. 1295–1296page 639 of 677
PG 130:1295καὶ στολὴν, καὶ ἐν δεξιᾷ αὐτοῦ καθήμενον ἐπὶ θρόνου, καὶ τῆς μετ' αὐτὸν εὐθὺς τιμῆς ἀξιούμενον, ὑφ' ἧς μεθυσθέντα, καὶ εἰς ἀπόνοιαν ἐπαρθέντα μελετῆσαι ἀπο στασίαν, καί ποτε δραξάμενον καιροῦ καθεῖναι πεῖράν τισι τῶν λειτουργικῶν δυνάμεων, εἰ βούλοιντο κουφιζόμεναι τοῦ βάρους τῆς λειτουργίας ἀκολουθῆσαι τούτῳ, καὶ συγκατεξαναστῆναι τοῦ Πατρός. Εἰς πί στιν δὲ τῆς ληρωδίας ταύτης παράγουσι τὴν ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ παραβολὴν τοῦ οἰκονόμου τῆς ἀδικίας, τὰ τῶν ὀφειλόντων χρέη μειώσαντος. Τοῦτον γὰρ τὸν Σαταναὴλ εἶναι, καὶ περὶ τούτου γεγράφθαι τὴν τοιαύτην παραβολήν. Εἶτα τοὺς εἰρημένους ἀγγέλους δελεασθέντας τῷ κουφισμῷ τῆς ἐπιπόνου λειτουργίας, καὶ ταῖς ἄλλαις ὑπερόγκοις ἐπαγ γελίαις, θήσω γάρ, φησί, τὸν θρόνον μου ἐπὶ τῶν νεφελῶν, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ, συναπαχθῆναι τούτῳ, καὶ κοινωνῆσαι τῆς ἐπιβουλῆς· αἰσθόμενον δὲ ταύτης τὸν Θεὸν ῥίψαι τούτους ἄνωθεν ὁμοῦ πάντας. Ὢ τῆς ἀναιδεστάτης καὶ προδήλου μυθοπλαστίας! Εἰ γὰρ φύσει Θεοῦ Υἱὸς ἦν ὁ Σαταναήλ, ἦν ἂν καὶ φύσει Θεός, καὶ παντελῶς ἄτρεπτός τε καὶ ἀναλλοίωτος. Ἴδιον γὰρ τῆς θείας φύσεως ἡ ἀτρεψία, καὶ τὸ ὡσαύτως ἔχειν ἀεί. Ἐπεὶ δὲ ἐτράπη, καὶ ἐξέπεσε, καὶ ἄνωθεν κατενήνεκται, οὐκ ἦν φύσει Υἱὸς Θεοῦ, ἀλλά τις ἑτέρα φύσις ἀγγελικὴ καὶ κτιστὴ, καὶ διὰ τοῦτο τρεπτή. Εἰ δὲ καὶ μονογενής ἐστιν ὁ τοῦ Πατρὸς Λόγος, ὡς ὁ εὐαγγελιστὴς ἐδίδαξεν Ἰωάννης, Ἐθεασάμεθα γάρ, φησὶ, τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, καὶ αὖθις, Ὁ μονογενὴς Υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο· ληροῦσι, καὶ παραπαίουσιν οἱ λέγοντες ἀδελφὸν αὐτοῦ τὸν Σαταναήλ. Εἰ γὰρ εἶχεν ἀδελφὸν, οὐκ ἂν ὠνομάζετο μονογενὴς ὁ Λόγος. Εἰ δὲ καὶ ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος, κατὰ τὸν εὐαγγελιστὴν Ἰωάννην, τουτέστιν ἀεὶ ἦν μετὰ τοῦ Πατρὸς, καὶ ἐν τῷ Πατρί, πῶς ἂν ἦν ἕτερος ἀδελφὸς πρὸ αὐτοῦ τοῦ προαιωνίου καὶ συνανάρχου τῷ Πατρὶ, καὶ οὐ χωρὶς οὐδέποτε ἦν ὁ Πατήρ, ἵνα μὴ ἄλογος, καὶ ἄσοφος, καὶ ἀδύνατος εὑρεθείη; Ταῦτα γὰρ ἐστιν ὁ φύσει Υἱὸς καὶ Λόγος αὐτοῦ. Ἐπεὶ δὲ οὐκ ἦν ὁ Σαταναὴλ φύσει υἱὸς Θεοῦ, καθὼς ἀπεδείξαμεν, πάντως οὐδὲ τὴν τοῦ Θεοῦ περιέκειτο μορφὴν καὶ στολήν, ἵνα παραδράμωμεν εἰπεῖν, ὅτι τῶν σωμάτων καὶ τῶν συνθέτων ἐστὶν ἡ στολὴ καὶ περιβολή· οὐδὲ ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐκάθητο, οὐδὲ περὶ τούτου ἡ ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ περὶ τοῦ οἰκονόμου τῆς ἀδικίας ἐξετέθη παραβολή. Ζ΄. Λέγουσι τὸν Σαταναὴλ ἄνωθεν ῥιφέντα, καὶ μὴ δυνάμενον τοῖς ὕδασιν ἐφιζάνειν· Ἡ γῆ γάρ, φησίν, ἦν ἀόρατος καὶ ἀκατασκεύαστος· ἐπείπερ ἔτι καὶ τὴν θείαν περιέκειτο μορφὴν καὶ στολήν, καὶ τὴν δημιουργικὴν ἐκέκτητο δύναμιν, συγκαλέσαι τὰς συγκαταπεσούσας αὐτῷ δυνάμεις, καὶ θάρσος αὐταῖς ἐμβαλεῖν, καὶ εἰπεῖν, ὡς Ἐπεὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ὁ Θεὸς ἐποίησεν· Ἐν ἀρχῇ γὰρ, φησὶν ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ποιήσω κἀγὼ δεύτερον οὐρανὸν, ὡς δεύτερος Θεός, καὶ τὰ ἑξῆς
col. 1297–1298page 640 of 677
PG 130:1297ἀκολούθως, καὶ εἶπε, Γενηθήτω στερέωμα, καὶ ἐγένετο. Γενηθήτω τάδε καὶ τάδε, καὶ γεγόνασιν ἅπαντα. Καὶ κατακοσμήσας μὲν τὸν δεύτερον οὐρανὸν περισσῶν δὲ τὸ ὕδωρ ἀπὸ προσώπου τῆς γῆς, καὶ τάξας ἐν οἷς ἐδοκίμασε τόποις, ὡς ἡ τῆς κοσμογενείας βίβλος διέξεισι, καὶ καλλωπίσας αὐτὴν, καὶ καθωραΐσας, καὶ τὰ ἐκ γῆς πάντα φυόμενα δημιουργήσας, καὶ τὰ ζῶα, καὶ εἴ τι ἕτερον, ἀπεκλήρωσε ταύτην ἑαυτῷ τε καὶ ταῖς ἀποστατικαῖς δυνάμεσιν οἰκητήριον. Ἔπειτα πλάσας τὸ σῶμα τοῦ Ἀδὰμ ἀπὸ γῆς ὕδατι φυραθείσης, ἔστησεν ὀρθὸν, ἀφ' οὗ κατεῤῥύη τις νοτὶς ἐπὶ τὸν δεξιὸν πόδα, καὶ διὰ τοῦ μεγάλου δακτύλου χυθεῖσα κατὰ τοῦ ἐδάφους ἑλικοειδῶς ἐβρύη, καὶ σχῆμα ὄφεως ἀπετέλεσεν. Ἀθροίσας δὲ τὸ ἐν ἑαυτῷ πνεῦμα ὁ Σαταναὴλ ἐνέπνευσε τῷ πλασθέντι σώματι ζωήν, τὸ δὲ ἐξ αὐτοῦ πνεῦμα διὰ χαυνότητα καταῤῥυὲν ἐπὶ τὸν δεξιὸν ὁμοίως πόδα, καὶ διὰ τοῦ μεγάλου δακτύλου χυθὲν εἰς τὴν ἑλικοειδῆ φανίδα κατέσκηψεν. Ἡ δὲ παραυτίκα ζωοποιηθεῖσα, καὶ ἀποτμηθεῖσα τοῦ δακτύλου γέγονεν ὄφις, καὶ εἴρπυσε. Διὰ τοῦτο γὰρ καὶ φρόνιμον αὐτὸν γενέσθαι, καὶ νουνεχῆ, ὡς τοῦ ἐμφυσήματος τοῦ Σαταναὴλ εἰς ψυχὴν αὐτῷ καταστάντος, ὅπερ ἰδὼν ὁ καινὸς οὗτος δημιουργός, καὶ γνοὺς, ὅτι μάτην πονεῖ, διεπρεσβεύσατο πρὸς τὸν ἀγαθὸν Πατέρα, καὶ παρεκάλεσε πεμφθῆναι παρ' αὐτοῦ πνοήν, ἐπαγγειλάμενος κοινὸν εἶναι τὸν ἄνθρωπον, εἰ ζωοποιηθῇ, καὶ ἀπὸ τοῦ γένους αὐτοῦ πληροῦσθαι τοὺς ἐν οὐρανῷ τόπους τῶν ἀποῤῥιφέντων ἀγγέλων. Τὸν δὲ Θεὸν ὡς ἀγαθὸν ἐπινεῦσαι, καὶ ἐμφυσῆσαι τῷ παρὰ τοῦ Σαταναὴλ πλασθέντι πνεῦμα ζωῆς, καὶ γενέσθαι παραυτίκα τὸν ἄνθρωπον εἰς ψυχὴν ζῶσαν λαμπρύνασαν τὸ σῶμα, καὶ πολλαῖς αὐτὸ καταφαιδρύνασαν χάρισιν. Εἶτα τῆς Εὔας ὁμοίως ἐκεῖθεν ποιηθείσης, καὶ ταῖς ἴσαις ἀποστραφείσης λαμπρότητι, φθονῆσαι τὸν Σαταναὴλ, καὶ μεταμεληθῆναι, καὶ κινηθῆναι πρὸς ἐπιβουλὴν τοῦ πλάσματος τοῦ ἰδίου, καὶ εἰσρυῆναι τοῖς ἐγκάτοις τοῦ ὄφεως, καὶ ἐξαπατῆσαι τὴν Εὔαν, καὶ συγγενέσθαι αὐτῇ, καὶ ποιῆσαι ἔγκυον, ἵνα τὸ σπέρμα τούτου προλαβὸν κατακυριεύῃ τοῦ ἀδαμιαίου σπέρματος, καὶ ὡς οἷόν τε διαφθείρῃ, καὶ μὴ συγχωρήσῃ αὐξάνεσθαι καὶ πληθύνεσθαι. Τὴν δὲ ταχέως ὠδινήσασαν ἀπογεννῆσαι τὸν Κάϊν ἐκ τῆς συνουσίας τοῦ Σαταναήλ, καὶ ἀδελφὴν δίδυμον ὁμοιότροπον, ὄνομα αὐτῇ Καλωμενά, ζηλοτυπήσαντα δὲ τὸν Ἀδὰμ συνελθεῖν καὶ αὐτὸν τῇ Εὔᾳ, καὶ γεννῆσαι τὸν Ἄβελ, ὃν ἀνελὼν εὐθὺς ὁ Κάϊν, τὸν φόνον εἰς τὸν βίον εἰσήγαγε. Διὰ τοῦτο καὶ τὸν ἀπόστολον Ἰωάννην εἰπεῖν, ὅτι ὁ Κάϊν ἐκ τοῦ πονηροῦ ἦν, τοῦ Σαταναὴλ μέντοι συμφθαρέντος ἀσελγῶς τῇ Εὔᾳ διὰ μέσου τοῦ ὄφεως, ἀφαιρεθῆναι ἀπ' αὐτοῦ τὴν θείαν αὐτίκα καὶ στολήν, καὶ μορφὴν, καὶ τὴν δημιουργικήν, ὡς εἴρηται, δύναμιν, καὶ τὴν τοῦ Θεοῦ προσηγορίαν. Θεὸν γὰρ ἄχρι τότε καὶ αὐτὸν ὀνομάζεσθαι. Καὶ γυμνωθέντα τούτων ἁπάντων σκοτεινὸν γενέσθαι, καὶ δυσειδῆ. Τὸν δ' ἀγαθὸν Πατέρα μέχρι τούτου στήσαντα τὴν ὀργήν, ἀφεῖναι τοῦτον κοσμοκράτορα καὶ κύριον, ὧν αὐτὸς ἐδημιούργησε, πεσὼν ἄνωθεν. Ταῦτα μὲν ἐκείνων τὰ
col. 1299–1300page 641 of 677
PG 130:1299ζάνειν, μᾶλλον δὲ ἐπεὶ τὸ ἐφιζάνειν σώματός ἐστι, πῶς οὐκ ἠδύνατο μετὰ τῶν συναποστατικῶν δυνάμεων ἔχειν τὸ ὕδωρ ἐνδιαιτητήριον; Καὶ γὰρ καὶ νῦν ὕδασιν ἐνδιαιτῶνται, καὶ πηγαῖς, καὶ ποταμοῖς, καὶ λίμναις, καὶ θαλάσσαις, καὶ καταχθόνιοι μένουσιν, ὡς πνεύματα ἄλλα, πολλῷ τῶν ἀνεμιαίων πνευμάτων αὐλότερα. Εἰ δὲ καὶ φύσσει Θεοῦ υἱὸς ἦν, ἰσοσθενὴς ἂν ἦν τῷ φύσει Πατρί, καθάπερ καὶ ὁ μονογενὴς Υἱὸς ὁ λέγων, Ἐγὼ καὶ ὁ Πατὴρ ἔν ἐσμεν. Καὶ αὖθις, Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Καὶ πάλιν, Ὅσα ἔχει ὁ Πατήρ ἐμά ἐστι. Καὶ αὖθις, Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι. Ἰσοσθενὴς δὲ ὢν ἀντεέστη ἂν, ἐπειδὴ καὶ ὅλως ἀποστασίαν ἐμελέτησε, καὶ οὐκ ἂν οὕτω ῥᾳδίως κατεβλήθη. Πῶς δὲ καὶ ῥιφεὶς εἶχεν ἔτι τὴν τοῦ Θεοῦ μορφήν, καὶ στολήν, καὶ τὴν δημιουργικὴν αὐτοῦ δύναμιν; Ἔδει γὰρ αὐτὸν πρότερον γυμνωθῆναι τούτων, εἶτα καταῤῥιφῆναι. Ἀποθανόντος δὲ τοῦ μέρους τούτου φανέντος, καὶ γυμνοῦ πάσης ἀληθείας, ἀκολούθως καὶ τὰ ἀκόλουθα τούτῳ ψευδῆ φαίνονται, καὶ ἀσύστατα. Σκοπητέον δέ, πῶς ἐκ τῆς ἀθετουμένης αὐτοῖς μωσαϊκῆς βίβλου παράγουσι μαρτυρίαν, ὅτι ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Τὸ δὲ δογματίζειν, ὅτι ὁ Σαταναὴλ ἐδημιούργησε τὸ στερέωμα, καὶ ὅτι συνήγαγε τὰ ὕδατα εἰς τὰς κατασκευασθείσας αὐτοῖς συναγωγάς, καὶ ὅτι κατεκόσμησε τὸ στερέωμα καὶ τὴν γῆν, καὶ τὰ ἐφεξῆς ἅπαντα μέχρι τοῦ εἰς τὸν πρωτόπλαστον ἐμφυσήματος, ἐκ τῆς μωσαϊκῆς μὲν κοσμογενείας ἐσυλήθησαν, τῷ Σαταναὴλ δὲ ἀνέθεντο τὴν τούτων δημιουργίαν οἱ Βογόμιλοι τῷ δόγματι τῶν Παυλικιάνων ἀκολουθοῦντες. Ἐκεῖνοι γὰρ τῷ πονηρῷ οὐ μόνον τὴν τούτων δημιουργίαν ἀπονέμουσιν, ἀλλὰ καὶ τὴν τοῦ πρώτου οὐρανοῦ καὶ τῆς γῆς, καὶ ἁπλῶς εἰπεῖν, ἁπάντων τῶν ἐγκοσμίων. Καὶ ζήτησον ἐν τῷ κατὰ τῶν Παυλικιάνων τίτλῳ τὰ κεφάλαια, οἷς ἐπιγέγραπται, Ὅτι οὐ δύο ἀρχαί, ἀλλ' εἷς δημιουργὸς οὐρανοῦ, καὶ γῆς, καὶ τῶν ἐν μέσῳ, καὶ εὑρήσεις ἐν ἐκείνοις τὰς προσφόρους ἀνατροπάς, ὅσαι τῷ παρὄντι τῶν Βογομίλων δόγματι προσαρμόζουσιν. Ὅτι δὲ οὐδὲ τὸ σῶμα τοῦ πρωτοπλάστου δημιούργημα τοῦ Σαταναήλ ἐστιν, ἐκεῖ πάλιν σαφῶς εὑρήσεις ἐν τοῖς ἐφεξῆς κεφαλαίοις, οἷς ὁμοίως ἐπιγέγραπται, Ὅτι εἷς δημιουργὸς τοῦ σώματος, καὶ τῆς ψυχῆς, ἤτοι τοῦ ἀνθρώπου. Τὴν γὰρ κατὰ τὸν ὄφιν μυθολογίαν αὐτῶν παρήσομεν, ὡς γέλωτος μᾶλλον ἢ ἀντιῤῥήσεως ἀξίαν. Διὰ τίνος δὲ μεσίτου καὶ τὴν πρὸς τὸν ἐπιβουλευθέντα Πατέρα καὶ Θεὸν ἐποιήσατο πρεσβείαν ὁ καταῤῥαγεὶς ἐχθρός; οὐδεὶς μὲν γὰρ ἐκ τῶν συναποστάντων αὐτῷ ταύτην ἀνετόλμησεν ὑποστῆναι. Καὶ αὖθις οὐδεὶς τῶν παρὰ τῷ Θεῷ λειτουργικῶν ἀγγέλων ἠθέλησε μεσιτεῦσαι τῷ καὶ τούτων ἐχθρῷ. Πῶς δὲ καὶ ὁ ἀγαθὸς Θεὸς ἐπλήρωσεν ἂν τὴν αἴτησιν τοῦ δυσμενοῦς τὴν περὶ τοῦ καταπέμψαι πρὸς τὸ δι' αὐτοῦ πλασθὲν σῶμα ψυχήν, ὥστε εἶναι τὸν ἄνθρωπον κοινόν; Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; Τίς δὲ συμφώνησις Θεῷ πρὸς Βελίαρ; Πῶς δ' ἂν καὶ ὁ Σαταναὴλ ἀσώ-
col. 1301–1302page 642 of 677
PG 130:1301ματος ὤν, σωματικῶς τῇ Εὔᾳ συνεγένετο, εἰ μή που κατὰ φαντασίαν εἴποι τις; Εἰ δὲ κατὰ φαντασίαν, πῶς ἂν ἐπαιδοποίησεν ἐξ αὐτῆς; Πῶς δὲ ὁ Κάϊν υἱὸς αὐτοῦ, γεγονὼς οὐκ αὐτῷ ἦν ἴσος καὶ ὅμοιος, ἀλλὰ τῷ Ἀδάμ; Πᾶν γὰρ γέννημα ἴσον καὶ ὅμοιον τῷ γε γεννηκότι κατὰ τὴν φύσιν ἐστίν. Ὁ δὲ ἀπόστολος Ἰωάννης εἶπεν ἐκ τοῦ πονηροῦ τὸν Κάϊν, οὐχ ὡς ἐκ τοῦ πονηροῦ σωματικῶς γεννηθέντα, ἀλλ' ὡς τὴν κακίαν ἐξ ἐκείνου μεμαθηκότα. Πολλάκις γὰρ τέκνον λέγεται καὶ ὁ μαθητὴς, καὶ πατὴρ αὖθις ὁ διδάσκαλος. Ἐπεὶ δὲ οὐδενὸς τῶν ἐγκοσμίων κτισμάτων ἐδείχθη δημιουργὸς ὁ Σατανᾶς, ὡς ἐν τοῖς κατὰ τῶν Παυλικιάνων κεφαλαίοις ἀναγέγραπται, πρὸς ἃ πρὸ μικροῦ προεπέμψαμεν, οὐδενὸς ἄρα τῶν ἐν τῷ κόσμῳ κτισμάτων κοσμοκράτορα καὶ κύριον αὐτὸν ὁ Θεὸς κατέστησεν. Ἀλλ' ἐπεὶ πολυσήμαντον ὄνομα τοῦ κόσμου πέφυκεν, ἓν δὲ τῶν σημαινομένων ἐστὶ καὶ ἡ κοσμικὴ κακία καὶ μοχθηρία, περὶ ἧς ὁ Κύριος ἔλεγε πρὸς τοὺς μαθητάς, ὅτι Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει, ταύτης δὲ μόνης ὀνομάζεται κοσμοκράτωρ, αὐτὸς τὴν κακίαν ταύτην δημιουργήσας τῇ τοῦ καλοῦ φυγῇ, καὶ δι' αὐτῆς ἄρχων, καὶ κυριεύων τῶν ὑπ' αὐτῆς δελεαζομένων, καὶ ὑποταττομένων ἑκουσίως αὐτῷ. η'. Λέγουσιν, ὅτι τῶν ἀνθρώπων πικρῶς τυραννουμένων, καὶ ἀπηνῶς ἀπολλυμένων, μόγις ὀλίγοι τινές τῆς τοῦ Πατρὸς μερίδος ἐγένοντο, καὶ εἰς τὴν τῶν ἀγγέλων τάξιν ἀνέβησαν. Τούτους δὲ εἶναι τοὺς ἐν ταῖς γενεαλογίαις τοῦ τε κατὰ Ματθαῖον εὐαγγελίου καὶ τοῦ κατὰ Λουκᾶν μνημονευομένους. Ὀψέ ποτε δὲ συνῆκε κατασοφισθεὶς ὁ Πατήρ, καὶ ἀδι κεῖσθαι γνοὺς, ὅτι τὸ τιμιώτερον μέρος τοῦ ἀνθρώπου δοὺς, τὰ καιριώτατα συντελέσας εἰς τὴν ἀπαρ τισμὸν αὐτοῦ, πολλοστημόριον ἀποφαίνεται τοῦ γένους, καὶ ἅμα κατελεήσας τὴν ψυχὴν, τὸ ἴδιον ἐμφύσημα πάσχουσαν οὕτως ἀθλίως, καὶ καταδυναστευομένην διαναστῆναι πρὸς ἄμυναν, καὶ ἐν τῷ πεντακισχιλιοστῷ πεντακοσιοστῷ ἔτει ἐξερεύξασθαι τῆς ἑαυτοῦ καρδίας Λόγον, τοῦτον δὴ τὸν Υἱὸν καὶ Θεόν. Ἐξηρεύξατο γὰρ, φησὶν, ἡ καρδία μου Λό γον ἀγαθόν. Τοῦτον δὲ τὸν Λόγον καὶ Υἱὸν ἰσχυρίζονται εἶναι τὸν ἀρχάγγελον Μιχαήλ. Καλεῖται γὰρ, φησί, τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος. Ἀρχάγγελον μὲν καλούμενον ὡς θειότερον ὅλων τῶν ἀγγέλων, Ἰησοῦν δὲ, ὡς πᾶσαν νόσον καὶ μαλακίαν ἰώμενον, Χριστὸν δὲ, ὡς χρισθέντα τῇ σαρκί. Κατ ελθεῖν δὲ ἄνωθεν, καὶ εἰσρυῆναι διὰ τοῦ δεξιοῦ ὠτὸς τῆς Παρθένου καὶ περιθέσθαι σάρκα τῷ φαινομένῳ μὲν ὑλικὴν καὶ ὁμοίαν ἀνθρώπου σώματος, τῇ δ' ἀληθείᾳ ἄϋλον καὶ θεοπρεπῆ, καὶ ἐξελθεῖν αὖθις ὅθεν εἰσῆλθε, τῆς Παρθένου μήτε τὴν εἴσοδον αὐτοῦ γνούσης, μήτε τὴν ἔξοδον, ἀλλ' ἁπλῶς εὑρούσης αὐ τὸν ἐν τῷ σπηλαίῳ κείμενον ἐσπαργανωμένον, καὶ τελέσαι τὴν ἔνσαρκον οἰκονομίαν, καὶ ποιῆσαι, καὶ διδάξαι τὰ ἐν τοῖς Εὐαγγελίοις ἀναταττόμενα, πλὴν ἐν φαντασίᾳ τοῖς ἀνθρωποπρεπέσιν ὑποκείμενον πάθεσι. Σταυρωθέντα δὲ καὶ ἀποθανεῖν. Καὶ ἀναστῆναι δόξαντα λύσαι τὴν σκηνήν, καὶ γυμνῶσαι τὸ δράμα, καὶ ἀποθέμενον τὸ προσωπεῖον συσχεῖν τὸν ἀποστάτην, καὶ παχεῖ καὶ βαρεῖ κλοιῷ καταδῆσαι, καὶ ἐγκλεῖσαι τῷ ταρτάρῳ, περιελόντα, καὶ ἐκ τοῦ
col. 1303–1304page 643 of 677
PG 130:1303καλούμενον, Σατανᾶν ἀφῆκεν ὀνομάζεσθαι, καὶ λοι πὸν πληρώσαντα ἐγχειρισθεῖσαν διακονίαν ἀναδραμεῖν εἰς τὸν Πατέρα, καὶ καθίσαι ἐν δεξιᾷ εἰς τὸν θρόνον τοῦ ἀποῤῥιφέντος Σαταναὴλ, εἶτα εἰσελθεῖν ὅθεν ἐξῆλθε, καὶ ἀναλυθῆναι πάλιν εἰς τὸν Πατέρα, εἰς ὃν ἐν ἀρχῇ τῇ γαστρὶ τούτου συγκεκλεισμένος. Ἀλλ' ἰτέον ἡμῖν πρὸς τὸν ἔλεγχον τῶν ἐν τοῖς ἤδη ῥηθεῖσιν ἀτοπημάτων. Πρῶτον μὲν οὐ πάντες οἱ μνημονευθέντες ἐν ταῖς γενεαλογίαις τῶν εὐαγγελιστών, τοῦ τε Ματθαίου καὶ τοῦ Λουκᾶ, θεοφιλεῖς ἦσαν, ἀλλὰ πλὴν ὀλίγων οἱ λοιποὶ παντάπασιν ἀδόκιμοι, καὶ δυσσεβεῖς, καὶ παράνομοι. Καὶ τοῦτο δῆλον ἀπὸ τῶν βίβλων, αἳ τοὺς βίους αὐτῶν ἀναγράπτους ἔχουσιν. Εἰ γὰρ καὶ ἀθετοῦσι ταύτας οἱ Βογόμιλοι, ἀλλ' οὐκ ἂν ἔχοιεν εἰπεῖν, ὅτι ἀφ' ἑτέρων οἱ εὐαγγελισταὶ τὰς τούτων ἐποιήσαντο μνήμας. Καὶ πῶς, ὧν ἦν ὁ βίος ἀνάξιος καὶ τῆς γῆς, εἰς τὸν οὐρανὸν ἀναβάντες τοὺς τόπους ἐκληρώσαντο τῶν ἀποπεσόντων ἀγγέλων; Πῶς δὲ καὶ ὀψέ ποτε συνῆκε κατασοφισθεὶς ὑπὸ τοῦ Σατανιὴλ ὁ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν; Ἵνα δὲ καὶ ἐφεξῆς παραδράμωμεν, μικρὰ ἢ οὐδὲν λυμαινόμεθα τῇ ἀληθείᾳ, εἰ ἐν τῷ πεντακισχιλιοστῷ ἔτει τὸν Λόγον καὶ Υἱὸν ἐγέννησεν ὁ Πατὴρ κατὰ τὴν θείαν καὶ ἀπόρρητον γέννησιν, πῶς ὁ ἀπόστολος Ἰωάννης κέκραγεν, Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ λόγος; Πῶς δὲ καὶ πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν, ὡς ὁ αὐτὸς πά λιν φησί; Πῶς δὲ καὶ ὁ ἀπόστολος Παῦλος ἔλεγεν, ὅτι Δι' αὐτοῦ καὶ τοὺς αἰῶνας ἐποίησεν ὁ Πατήρ; Ἐκπλήττομαι δὲ καὶ τὸ ὑπερβάλλον τῆς ἐφεξῆς ἀνοίας αὐτῶν, πῶς οὐκ ἐρυθρῶσι λέγειν τὸν ἀρχάγγελον Μιχαήλ φύσει Υἱὸν τοῦ Θεοῦ, καὶ τοῦτον εἶναι τὸν ἐνανθρωπήσαντα Κύριον, τὸν καὶ τὴν τῶν ἀνθρώπων ἐργασάμενον σωτηρίαν. Εἰ γὰρ ὁ ἀρχάγγελος Μιχαήλ κτιστὸς καὶ δοῦλος, ὥσπερ καὶ πᾶσαι αἱ οὐράνιαι δυνάμεις, πῶς φύσει Υἱός, καὶ τῷ Πατρὶ ὁμοούσιος; Εἰ μὴ καὶ τὸν Πατέρα κτιστὸν εἴποιεν, καὶ ἑαυτοῦ δοῦλον, ὃ καὶ παράδοξον, καὶ μαχόμενον. Ὀνομάζεται δὲ μεγάλης βουλῆς ἄγγελος ὁ φύσει Υἱός, ἤγουν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὅτι ὥσπερ ὁ ἀνθρώπινος λόγος προφορικὸς ἐξαγγέλλει τὰ τοῦ γεννήσαντος αὐτὸν νοῦ κινήματα, οὕτω καὶ οὗτος ἀπήγγειλε τοῖς μαθηταῖς τὴν μεγάλην τοῦ Πατρός αὐτοῦ βουλήν, ἤτοι τὸ τῆς ἐνανθρωπήσεως αὐτοῦ μυστήριον, καὶ τὰς εὐαγγελικὰς ἐντολὰς, καὶ τὴν δι' αὐτῶν σωτηρίαν τῶν πιστευόντων. Διὸ καὶ ἔλεγεν, ὅτι ἀπ' ἐμαυτοῦ λαλῶ οὐδὲν, ἀλλ' ὅσα ἂν ἤκουσα παρὰ τοῦ Πατρὸς, ταῦτα ἀπαγγέλλω ὑμῖν. Ἀπο δειχθέντος δὲ λοιπόν, ὅτι δοῦλος μὲν ὁ ἀρχάγγελος Μιχαήλ, Δεσπότης δὲ φύσει ὁ Υἱὸς ὁ ἐνανθρωπήσας, ἐκχάλασαν καὶ αἱ προσαφθεῖσαι τῷ ἀρχαγγέλῳ Μι χαήλ κλήσεις, ἥ τε τοῦ Ἰησοῦ καὶ ἡ τοῦ Χριστοῦ, καὶ παραδρομητέον αὐτάς. Ἡ δὲ πρόθεσις τῆς ἀθλίας σαρκὸς, καὶ ὅσα τῆς φαντασιώδους ἀκολουθίας, καὶ τῆς ἀληθινῆς ἐκ Παρθένου γεννήσεως ἀναιρετικά,
col. 1305–1306page 644 of 677
PG 130:1305ἐκ τῆς Μανιχαϊκῆς αὐτοῖς ἀνεσπάρη παραφροσύνης, ἢ καὶ τῶν πρὸ αὐτῆς τοιούτων αἱρέσεων. Ἀνάγνωθι δὲ ἐν τῷ κατὰ Ἀρμενίων τίτλῳ τὸ ἕβδομον κεφάλαιον, καὶ κατάβηθι ἐφ' ἃ τοῦτο παραπέμπει, καὶ οὐκ ἀγενεῖς εὑρήσεις παρατροπάς. Γελοῖον δὲ καὶ τὸ περιελεῖν τὴν ἤλ τοῦ Σαταναήλ, καὶ οὐκ ἀξιόλογον. Καὶ γὰρ καὶ πρὸ τοῦ καθελεῖν τὴν τυραννίδα τούτου ἔλεγεν ὁ ἐνανθρωπήσας Θεός, Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα, μήπω κατ' αὐτοὺς τοῦ ἤλ περιαιρεθέντος. Περιττόν δὲ καὶ τὸ ἀντειπεῖν πρὸς τὴν μετὰ τὴν ἀνάληψιν ἐν δεξιᾷ καθέδραν τοῦ σαρκωθέντος τὴν ἐπὶ τοῦ θρόνου τοῦ Σαταναήλ. Προαποδέδεικται γὰρ, ὅτι οὔτε φύσει υἱὸς ἦν ἐκεῖνος, οὐδὲ πρωτότυπος, οὔτε θρόνον εἶχεν, οὔτε ἐν δεξιᾷ ποτε τοῦ Πατρὸς ἐκάθισε. θʹ. Λέγουσι τοὺς ἀποπεσόντας ἀγγέλους, ἀκούσαντας, ὅτι ὁ Σαταναὴλ ὑπέσχετο τῷ Πατρὶ πληροῦσθαι τοὺς ἐν οὐρανῷ τύπους αὐτῶν ἀπὸ τοῦ γένους τῶν ἀνθρώπων, ἰδεῖν ἀσελγῶς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ λαβεῖν αὐτὰς εἰς γυναῖκας, ἵνα τὰ σπέρματα αὐτῶν εἰς τὸν οὐρανὸν ἀνέλθωσιν εἰς τοὺς τόπους τῶν πατέρων αὐτῶν. Ἰδόντες γάρ, φησὶ, οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας. Υἱοὺς δὲ τοῦ Θεοῦ τούτους ὀνομάζουσιν, ὡς καὶ αὐτοὺς ἀπ' ἐκείνου γεγονότας, ἐκ δὲ τῆς συνουσίας αὐτῶν ἀπογεννηθῆναι τοὺς γίγαντας, οὓς ἀντιστῆναι τῷ Σαταναὴλ, καὶ θριαμβεῦσαι τοῖς ἀνθρώποις τὴν ἀποστασίαν αὐτοῦ, τὸν δὲ θυμωθέντα ἐπαγαγεῖν αὐτοῖς τὸν κατακλυσμὸν, καὶ διαφθεῖραι σὺν αὐτοῖς πᾶσαν ζῶσαν σάρκα, μόνον δὲ τὸν Νῶε θυγατέρα μὴ κεκτημένον ἀγνοῆσαι τὴν ἀποστασίαν τοῦ Σαταναὴλ, καὶ διαμείναι θεραπεύοντα τοῦτον, οὗ τῇ λατρείᾳ τὸν Σαταναὴλ ἀρεσκόμενον ὑποθέσθαι τὰ περὶ τῆς κιβωτοῦ, καὶ διασῴσαι τοῦτον μόνον μετὰ τῶν ἐν αὐτῇ. Ταῦτα μὲν ἐκείνων τὰ ληρήματα· λέγομεν δὲ περὶ τῆς ἀσελγοῦς συνουσίας καὶ παιδογονίας τῶν ἀποπεσόντων τούτων ἀγγέλων ὅσαπερ ἀνωτέρω καὶ περὶ τῆς τοῦ Σαταναὴλ ἀκολάστου πρὸς τὴν Εὔαν συνουσίας καὶ τεκνογονίας εἰρήκαμεν. Υἱοὺς μὲν οὖν τοῦ Θεοῦ λαβόντας γυναῖκας ὠνόμασεν ἡ Γραφὴ τοὺς ἀπογόνους τοῦ Σήθ, ὃς ἐπωνομάσθη Θεὸς διὰ τὸν θεομίμητον αὐτοῦ βίον, καὶ τὸ τῆς πολιτείας ἀνεπίληπτον· θυγατέρας δὲ ἀνθρώπων τὰς ἀπὸ τοῦ γένους τοῦ Κάιν καὶ τῶν ἐξ αὐτοῦ καταγομένας. Τὸν μὲν οὖν κατακλυσμὸν ἐπήγαγεν οὐχ ὁ Σαταναήλ, ἀλλ' ὁ Θεὸς τοῖς κατακλυσθεῖσιν, ὃν καὶ ὁ Νῶε Θεὸν ἐγίνωσκέ τε καὶ προσεκύνει, καὶ ὑφ' οὗ τὴν τῆς κιβωτοῦ κατασκευὴν ἐπετράπη. Οὗτος δὲ ἦν ὁ τῆς παλαιᾶς Διαθήκης νομοθέτης. Ὅτι δὲ κυρίως καὶ ἀληθῶς οὗτος Θεός, προαποδέδεικται σαφῶς ἐν τῷ κατὰ τῶν Παυλικιάνων τίτλῳ, ἐν τοῖς κεφαλαίοις δηλονότι, οἷς ἐπιγέγραπται, Ὅτι τοῦ ἀγαθοῦ Θεοῦ εἰσιν ἥ τε παλαιὰ νομοθεσία, καὶ οἱ ἐν αὐτῇ λάμψαντες, ἔτι δὲ καὶ ἐν τοῖς ἐφεξῆς τούτων κεφαλαίοις. ιʹ. Λέγουσι τὸν Μωσῆν πλανηθέντα παρὰ τοῦ Σαταναὴλ ἀπελθεῖν εἰς Αἴγυπτον αὖθις, καὶ ἀπατῆσαι τὴν
col. 1307–1308page 645 of 677
PG 130:1307λαὸν τῶν Ἰουδαίων, καὶ ἐξαγαγεῖν αὐτοὺς ποιήσαντα τέρατα καὶ σημεῖα διὰ τῆς ἐνεργείας τοῦ Σαταναήλ, καὶ ἀνελθεῖν εἰς τὸ ὄρος τὸ Σινᾶ, καὶ λαβεῖν τὸν νό μον ὑφηγηθέντα παρὰ τοῦ Σαταναήλ, καὶ ἀπολέσαι δι' αὐτοῦ μυριάδας ἀναριθμήτους, καὶ μαρτυρεῖν περὶ τούτου τὸν Ἀπόστολον λέγοντα· Τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου. Καὶ αὖθις· Ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν· Ἀλλ᾽, ὦ σο φισταὶ τῆς κακίας, τί τὸ ἑξῆς κακοήθως ὑπεκρα τήσατε; Γέγραπται γὰρ εὐθὺς, ὅτι Ὁ νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία, καὶ δικαία, καὶ ἀγαθή. Εἰ δὲ κατὰ τὴν τοῦ Ἀποστόλου μαρτυρίαν ὁ νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία, καὶ δικαία, καὶ ἀγαθή, οὐκ ἄρα τοῦ ἀνάγνου, καὶ ἀδίκου, καὶ πονηροῦ Σαταναὴλ εἴη ἂν ταῦτα νομοθεσίαι καὶ ἐπιτάγματα. Σαπροῦ μὲν γὰρ δένδρου σαπρὸς ἔσται καρπὸς, ὁ δὲ καλὸς πάντως καλοῦ, καθὼς καὶ ὁ Κύριος ἀπεφήνατο. Ἵνα δὲ καὶ τὰ δηλωθέντα τοῦ Ἀποστόλου σαφηνισθείη ῥητά, προσεκτέον, ὅτι οὐ ποιητικὸν τῆς ἁμαρτίας εἴρηκε τὸν νόμον, ἀλλὰ γνωστικὸν αὐτῆς, ὡς ὑποδεικνύοντα ταύτην, καὶ προστάττοντα φεύγειν αὐτὴν, ὡς φθοροποιόν. Μήπω γὰρ δοθέντος τοῦ γραπτοῦ τούτου νόμου τοῦ κωλύοντος αὐτήν, εἰ καὶ ἐνηργεῖτο, ἀλλ᾽ οὐχ οὕτω λυμαντι κὴ καὶ φευκτὴ τοῖς ἀνθρώποις ἐγνωρίζετο. Πῶς δὲ, ἐλθούσης τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν, ἄκουσον. Ὅτι πρὸ μὲν τῆς νομικῆς ἐντολῆς ἀσθενὴς ἦν, καὶ οἷον νεκρά, μὴ δυναμένη τοσαύτην καταδίκην προξενεῖν τοῖς ἁμαρτάνουσιν ὅσην προξενεῖ μετὰ τὸν νόμον, καὶ διὰ τοῦτο μὴ πάνυ πολεμοῦσα· ὅτε δὲ ὁ νόμος ἐδόθη τοῖς ἀνθρώποις, ὁ τῆς ἁμαρτίας ἀναι ρετικὸς καὶ πολέμιος, τότε μάλιστα διηγέρθη, καὶ οἷον ἀνέζησεν αὕτη, τουτέστι σφοδρὸν ἔπνευσε, καὶ μανικὸν ἐλύττησε κατὰ τῶν ὑποδεξαμένων τὰς νο μικὰς ἐντολάς. Ὅτι δὲ ὁ Μωϋσῆς οὐκ ἐπλανήθη παρὰ τοῦ Σαταναὴλ, ἀλλ' ὁ ὢν Θεὸς ἀπέστειλεν αὐτὸν, καὶ αὐτὸς αὐτῷ δέδωκε τὸν νόμον, καὶ οὐκ ἀπώλεσε, ἀλλ' ὡδήγησε δι' αὐτοῦ τὰς πολλὰς ἐκείνας μυριάδας, εὑρήσεις ἐν τῷ κατὰ τῶν Παυλικιάνων τίτλῳ, καθὼς ἐν τῷ πρὸ τούτου κεφαλαίῳ διελάβομεν. ια΄. Λέγουσιν ἁγίους μόνους εἶναι τοὺς παρὰ τῷ Ματθαίῳ καὶ τῷ Λουκᾷ γενεαλογηθέντας, ὡς προείρηται, καὶ τοὺς ἑκκαίδεκα προφήτας, καὶ τοὺς ἀπο στόλους, καὶ τοὺς μάρτυρας, ὅσοι διὰ τὸ μὴ προσκυνῆσαι τὰ εἴδωλα κατεσφάγησαν. Τοὺς ἱεράρχας δὲ καὶ τοὺς Πατέρας ὁμοῦ πάντας ἀποδοκιμάζουσιν, ὡς εἰ δωλολάτρας διὰ τὴν τῶν εἰκόνων προσκύνησιν. Καὶ τοὺς μὲν εὐσεβεῖς ἅπαντας βασιλεῖς ἀλλοτριοῦσι τοῦ κλήρου τῶν Χριστιανῶν, μόνους δὲ καλοῦσιν ὀρθοδόξους καὶ πιστοὺς τοὺς Εἰκονομάχους, καὶ μάλιστα τὸν Κοπρώνυμον. Ἀτιμάζουσι γὰρ καὶ τὰς σεβασμίους εἰκόνας, Τὰ εἴδωλα, λέγοντες, τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων, ἀγνοοῦντες, ὅτι ἄλλο εἴδωλον, καὶ ἄλλο εἰκών· καὶ ὅτι τοῖς μὲν εἰδώλοις τὰ πρωτότυπα ἀνυπόστατα καὶ ψευδῆ· θεοὺς γὰρ ἐπεφήμιζον αὐτοῖς μὴ ὄντας θεούς, ἀλλὰ δαίμονας ψευδομένους τὴν θεότητα· τῶν
col. 1309–1310page 646 of 677
PG 130:1309δὲ παρ' ἡμῖν εἰκόνων τὰ πρωτότυπα ὄντως ὄντα καὶ ἀληθεύοντα, ὃ καλοῦνται. Κἀκεῖνα μὲν εἴδωλα μια ρῶν, ταῦτα δὲ εἰκόνες ἁγίων. Πλατύτερον δὲ περὶ τῶν ἁγίων εἰκόνων εἴρηται ἐν τῷ κατὰ τῶν εἰκονομάχων τίτλῳ. ιβ΄. Ἐρωτηθεὶς παρ' ἡμῶν ὁ τῆς αἱρέσεως αὐτῶν ἔξαρχος, Πῶς ἀποδοκιμάζετε τοὺς ἐν ἁγίοις ἱεράρχας καὶ τοὺς μακαρίους Πατέρας, ὧν τὰ λείψανα θαυμα τουργοῦσι; διάρας τὰ βέβηλα χείλη ἐξηρεύξατο λόγον πονηρόν. Εἶπε γάρ, ὅτι συγκεκλήρωνται τούτοις δαί μονες, οἱ διδάξαντες αὐτοὺς ἔτι ζῶντας, οἱ τοῖς τά φοις αὐτῶν παραμένοντες τερατουργοῦσιν εἰς πρόσ ωπον αὐτῶν ἵνα τοὺς ἀνοήτους ἐξαπατήσωσι, καὶ πείσωσι τιμᾷν τοὺς ἀνάγνους ὡς ἁγίους. Τοσαῦτα γὰρ δύνασθαι τοὺς δαίμονας, ὅσα δὴ καὶ βούλονται λαβόντας ἄνωθεν ἐξουσίαν ἄχρι πέρατος τῶν ἑπτὰ αἰώνων. Ἀλλὰ πόθεν τοῦτο μεμαθηκὼς ἔχεις, ὦ λῆρε καὶ παράφορε; Ποῦ δὲ καὶ θήσεις τὸ εὐαγγελικόν ἐκεῖνο τὸ κατὰ τὸν καιρὸν τοῦ Δεσποτικοῦ πάθους ῥηθὲν τὸ λέγον, Νῦν ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω; Εἰ δὲ ὁ ἄρχων, πολλῷ μᾶλλον οἱ ἀρχόμενοι δαίμονες. Πῶς δὲ καὶ τοῖς λειψάνοις τῶν μακαρίων Πατέρων συγκεκλήρωνται οἱ φρίσσοντες αὐτὰ δαίμονες; Πολλάκις γὰρ τῶν δαιμονιζομένων ἐγγιζόντων τοῖς τάφοις αὐτῶν, δραπετεύουσιν οἱ δαίμονες, καθάπερ ὑπὸ πυρὸς τῆς δυνάμεως τῶν λειψάνων μαστιζόμενοί τε καὶ ἐλαυνόμενοι. Εἰ δὲ τὰ λείψανα τούτων δραπετεύουσι τοὺς δαίμονας, πολλῷ μᾶλλον ἐκεῖνοι ζῶντες ἐδίωκον αὐτοὺς, καὶ οὐδὲ προσ εγγίσαι τούτοις ἐτόλμων ἐκεῖνοι φεύγοντες ὡς αἰκί ζοντας. Εἰ δὲ ἔφευγαν αὐτούς, πρόδηλον, ὅτι οὐ συν ᾤχουν, οὐδὲ ἐδίδασκον. ιγ΄. Λέγουσιν ἀπ' αὐτῶν μὲν μόνων, ἤτοι τῶν Βογομίλων, φεύγειν ἀεὶ τοὺς δαίμονας ὡσεὶ τόξου βολήν, ἑκάστῳ δὲ τῶν ἄλλων ἁπάντων ἐνοικεῖν δαίμονα, καὶ διδάσκειν αὐτὸν τὰ πονηρά, καὶ ἄγειν ἐπὶ τὰς ἀν οσιουργίας, καὶ ἀποθνήσκοντος ἐνοικεῖν αὖθις τοῖς λειψάνοις αὐτοῦ, καὶ παραμένειν τῷ τάφῳ, καὶ ἀνα μένειν τὴν ἀνάστασιν, ἵνα σὺν αὐτῷ κολασθείη, καὶ μηδ' ἐν τῇ κολάσει τούτου διαχωρίζοιτο. Τὸ μὲν οὖν ἐνοικεῖν ἑκάστῳ τῶν ἀνθρώπων δαίμονα ἀπὸ τῆς τῶν Μασαλιανῶν ἔχουσιν αἱρέσεως, καὶ ζήτησον ἐν τῷ κατ' ἐκείνων τίτλῳ τὸ ε΄ κεφάλαιον, καὶ τὰ ἐφεξῆς ὀκτώ, καὶ μαθήσῃ τὴν ἀτοπίαν τοῦ δόγματος. Τῆς ἀρχῆς δὲ ψευδοῦς ἐλεγχθείσης, καὶ τὸ τέλος τοιοῦτον συναποδείκνυται, τὸ περὶ τῶν λειψάνων λέγω, καὶ τῆς ἐν αὐτοῖς οἰκήσεως τῶν δαιμόνων. Καὶ καθ' ἕτερον δὲ λόγον, εἰ παρέμενεν ἑκάστῳ τῶν τεθνεώτων δαί μων ἐκδεχόμενος τὴν τελευταίαν ἀνάστασιν, ἐπέλειψάν ἂν οἱ δαίμονες. Ἀπὸ γὰρ Ἀδὰμ ἄχρι καὶ νῦν ἀπέθανον ἄνθρωποι μυριάδες ἀναρίθμητοι. Ὅτι δὲ οὐ φεύγουσιν ἀπὸ μόνων τῶν Βογομίλων οἱ δαίμονες, ἀλλὰ καὶ συνδιάγουσι μᾶλλον, καὶ παῤῥησιάζονται πρὸς αὐτοὺς, δῆλον ἀπό τε τῆς ἄλλης πλάνης αὐ τῶν, καὶ τοῦ φαίνεσθαι τούτοις ἐν σχήματι διαφόροις, καὶ ὑποκατιὼν εὑρήσεις. ιδ΄. Ἀτιμάζουσι τὸν θεῖον σταυρόν, ὡς ἀναιρέτην τοῦ
col. 1311–1312page 647 of 677
PG 130:1311Σωτῆρος, ὃν ἔδει μᾶλλον τιμᾶν, ὡς καθαιρέτην τοῦ διαβόλου. Μέχρι γὰρ τότε θανατηφόρον ὄργανον χρηματίζων, ἔκτοτε ζωηφόρον ὅπλον ἐγένετο, βασιλικώτατόν τε καὶ φοβερώτατον τοῖς ἐχθροῖς, ἅτε τῷ Δεσποτικῷ αἵματι καὶ ὕδατι καταβραντισθείς. Εἴρηται δὲ περὶ τούτου καὶ ἐν τῷ κατὰ τῶν Ἀρμενίων τίτλῳ, καὶ ζητητέον ἐκεῖ κεφάλαιον ιδ΄. ιε΄. Ἐρωτηθεὶς αὖθις παρ᾽ ἡμῶν ὁ δηλωθεὶς ἔξαρχος τῆς αἱρέσεως, Πῶς οἱ δαιμονῶντες προστρέχουσι τῷ Σταυρῷ, καὶ καθυλακτοῦσιν; ἀπεκρίνατο, φιλεῖσθαι μάλιστα τὸν σταυρὸν ὑπὸ τῶν ἐνοικούντων αὐτοῖς δαιμόνων, ὡς οἰκεῖον ἔργον. Αὐτοὶ γὰρ, φησί, τοῦτον κατεσκεύασαν εἰς ἀναίρεσιν τοῦ Σωτῆρος. Ἔστι δ᾽ ὅτε καὶ καθυβρίζειν τοῦτον ἐν ὑποκρίσει, καὶ φεύγειν αὐτὸν πολλάκις ἀκουσίως, ἵνα βλέποντες οἱ ἄνθρωποι τιμῶσι μᾶλλον αὐτὸν, ὡς ἐχθρὸν καὶ διώκτην τῶν δαιμονίων. Ἔχει δὲ παρ᾽ ἡμῖν οὐχ οὕτω τὸ ἀληθές. Ἕλκεσθαι μὲν γὰρ καὶ ἄκοντας ὑπὸ τῆς τοῦ Σταυροῦ δυνάμεως, καὶ ἵνα βασανίζωνται. Ἡ γὰρ ὑλακὴ καὶ αἱ στρεβλώσεις τοῦ σώματος τῶν δαιμονιζομένων, καὶ οἱ τιναγμοί, τεκμήριόν εἰσι τῆς βασάνου τῶν δαιμόνων. Ὑβρίζουσι δὲ αὐτὸν, ὡς ἐχθρὸν, καὶ φεύγουσιν ὡς διώκτην. ις΄. Τὸ μὲν παρ᾽ ἡμῖν βάπτισμα τοῦ Ἰωάννου λέγουσιν, ὡς δι᾽ ὕδατος ἐπιτελούμενον, τὸ δὲ παρ᾽ αὐτοῖς τοῦ Χριστοῦ διὰ Πνεύματος, ὡς δοκεῖ αὐτοῖς, τελούμενον. Διὸ καὶ τὸν προσερχόμενον αὐτοῖς ἀναβαπτίζουσι, πρῶτα μὲν ἀφορίζοντες αὐτῷ καιρὸν εἰς ἐξομολόγησιν, καὶ ἀγνείαν, καὶ σύντονον προσευχήν, εἶτα τῇ κεφαλῇ αὐτοῦ τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον ἐπιτιθέντες, καὶ τὸ παρ᾽ αὐτοῖς ἅγιον Πνεῦμα ἐπικαλούμενοι, καὶ τό, Πάτερ ἡμῶν, ἐπάδοντες. Μετὰ δὲ τὸ τοιοῦτον βάπτισμα καιρὸν αὖθις ἀποκληροῦσιν εἰς ἀκριβεστέραν ἀγωγήν, καὶ πολιτείαν ἐγκρατεστέραν, καὶ καθαρωτέραν προσευχήν, εἶτα μαρτυρίαν ἀπαιτοῦσιν, εἰ ἐφύλαξε πάντα, εἰ σπουδαίως διηγωνίσατο, καὶ μαρτυρούντων ἀνδρῶν, ὁμοῦ καὶ γυναικῶν ἄγουσιν αὐτὸν ἐπὶ τὴν θρυλλουμένην τελείωσιν, καὶ στήσαντες τὸν ἄθλιον κατὰ ἀνατολὰς ἐπιτιθέασιν αὖθις τῇ μιαρᾷ τούτου κεφαλῇ τὸ Εὐαγγέλιον, καὶ τὰς ἐναγεῖς αὐτῶν ἐπέχοντες χεῖρας οἱ παρατυχόντες ἄνδρες καὶ γυναῖκες τὴν ἀνόσιον ἀποδοῦσι τελετήν. Αὕτη δέ ἐστιν εὐχαριστήριος ὕμνος, ὅτι διεφύλαξε τὴν παραδεδομένην ἀσέβειαν. Καὶ οὕτω τελοῦσι, μᾶλλον δὲ συντελοῦσι, καὶ καταποντίζουσι τὸν βυθοῦ καὶ διαφθορᾶς ἐπάξιον. Εἰ μὲν οὖν ὕδατι μόνῳ τὸ καθ᾽ ἡμᾶς ἐτελεῖτο βάπτισμα, ἦν ἂν οὕτω τοῦ Ἰωάννου τὸ ἡμέτερον βάπτισμα· ἐπεὶ δὲ οὐχ ὕδατι μόνον, ἀλλὰ καὶ ἁγίῳ Πνεύματι τελεσιουργεῖται, καθὼς ὁ Κύριος ἐδίδαξεν εἰπών, Ἐὰν μή τις γεννηθῇ δι᾽ ὕδατος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, μάτην ὑλακτοῦσιν. Εἴρηται γὰρ καὶ ἐν τῷ κατὰ τῶν Παυλικιάνων τίτλῳ περὶ τοῦ ἁγίου βαπτίσματος ἀκριβέστερον, καὶ ζήτησον ἐκεῖ τὰ περὶ τούτου κεφάλαια. Ἀλλὰ τὸ μὲν ἡμέτερον βάπτισμα κατὰ τὸ ῥηθὲν
col. 1313–1314page 648 of 677
PG 130:1313ὑπὸ τοῦ Κυρίου δι' ὕδατος γίνεται καὶ ἁγίου Πνεύματος, τὸ δὲ παρ' ἐκείνων πόθεν παρεδόθη, δειξάτωσαν. Ἐν ποίᾳ τῶν δεκτῶν αὐτοῖς ἑπτὰ βίβλων περὶ τούτου γέγραπται; Λείπεται οὖν ὑπὸ τῶν δαιμόνων τοῦτο μαθεῖν αὐτοὺς, ἵνα γυμνωθῶσι τοῦ ἀληθινοῦ καὶ θείου βαπτίσματος. ιζ'. Ἀτιμάζουσι τὴν μυστικὴν καὶ φρικτὴν ἱερουργίαν, καὶ τὴν τοῦ Δεσποτικοῦ σώματος καὶ αἵματος ἁγίαν μετάληψιν, θυσίαν τῶν ἐνοικούντων τοῖς ναοῖς δαιμόνων ταύτην ἀποκαλοῦντες. Ὦ μιαρῶν χειλέων! ὦ γλώσσης μιαρωτέρας! Καὶ παριστῶσι μάρτυρα τὸν προφήτην Ἡσαΐαν λέγοντα. Οἱ ἑτοιμάζοντες τῇ τύχῃ τράπεζαν, καὶ πληροῦντες τῷ δαίμονι κέρασμα, μὴ συνιέντες οἱ παραπλῆγες, ὅτι πρὸς τοὺς εἰδωλολατροῦντας ὁ λόγος. Τὸ δὲ μυστικὸν παρ' ἡμῖν δεῖπνον ὁ Χριστὸς παρέδωκεν εἰπών, Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν, ὡς οἱ εὐαγγελισταὶ διδάσκουσιν. Εἴρηται δὲ ἐν τῷ κατὰ τῶν Παυλικιάνων λόγῳ καὶ περὶ τῆς θείας ταύτης μεταλήψεως, καὶ ζήτησον ἐκεῖ περὶ ταύτης. Οἷον δὲ αὐτῶν καὶ τοῦτο· Ἄρτον μὲν γὰρ κοινωνίας ὀνομάζουσι τὴν προσευχὴν τοῦ, Πάτερ ἡμῶν· τὸν ἄρτον γὰρ, φησί, τὸν ἐπιούσιον· ποτήριον δὲ κοινωνίας ὁμοίως τὴν λεγομένην ἐν τῷ Εὐαγγελίῳ διαθήκην. Τοῦτο γὰρ, φησί, τὸ ποτήριον ἡ καινὴ διαθήκη· μυστικὸν δὲ δεῖπνον τὴν ἀμφοτέρων τούτων μετάληψιν. Εἰ δέ τις ἀνθυπαγάγοι, Καὶ πῶς τὸ Πάτερ ἡμῶν, ὡς σῶμα Δεσποτικὸν κλᾶται καὶ διαμερίζεται; πῶς δὲ καὶ τὸ νῦν, Ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου, καὶ τὰ ἑξῆς, ὡς αἵματος τοῦ Σωτῆρος ὑπὲρ ἡμῶν ἐξεχύθη; μὴ γινώσκειν ὁμολογοῦσι. ιη'. Λέγουσιν ἐν πᾶσι τοῖς ἱεροῖς ναοῖς κατοικεῖν τοὺς δαίμονας διαλαχόντας αὐτοὺς ἀναλόγως τῆς ἑκάστου τάξεως καὶ δυνάμεως. Τὸν μέντοι Σατανᾶν πάλαι μὲν ἀποκληρώσαι αὐτῷ τὸν πολυθρύλλητον ἐν Ἱεροσολύμοις ναόν, μετὰ δὲ τὴν ἐκείνου καταστροφὴν ἐξιδιώσασθαι τὸν ἐν τῇ βασιλίδι ταύτῃ τῶν πόλεων ὑπερφερῆ καὶ περιώνυμον τῆς τοῦ Θεοῦ σοφίας οἶκον. Οὐ γὰρ ὁ Ὕψιστος, φασὶν, ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, τὸν οὐρανὸν ἔχων οἰκητήριον. Καὶ μήν, Ὁ οἶκός μου, φησὶν ὁ Κύριος, οἶκος προσευχῆς κληθήσεται. Καὶ αὖθις ἔλεγεν ὁ Χριστὸς, Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου, περὶ τοῦ χειροποιήτου ναοῦ τῆς Ἱερουσαλὴμ τοῦτο λέγων. Εἰ δὲ ὁ ἐν Ἱερουσαλὴμ ναὸς οἶκος ἦν τοῦ Θεοῦ, πολλῷ μᾶλλον ὁ ἐν τῇ βασιλίδι τῶν πόλεων, καὶ ἁπλῶς εἰπεῖν πάντες οἱ κατὰ τόπον ἀφιερωμένοι τῷ Θεῷ, καὶ τῇ Θεομήτορι, καὶ πᾶσι τοῖς ἁγίοις ναοὶ θεῖοί τέ εἰσι, καὶ ἁγιαστήρια, καὶ τῶν δαιμόνων φυγαδευτήρια. Ὅπου γὰρ οἰκεῖ θεία χάρις, ἐκεῖθεν ἀπελήλαται πᾶν πνεῦμα πονηρόν, καὶ πᾶσα τῶν δαιμόνων ἐνέργεια. ιθ'. Μόνην ὀνομάζουσι προσευχὴν τὴν ὑπὸ τοῦ Κυρίου παραδοθεῖσαν ἐν τοῖς Εὐαγγελίοις, ἤγουν τὸ Πάτερ ἡμῶν, καὶ τὰ ἑξῆς. Καὶ ταύτην μόνην προσεύχονται ἑπτάκις μὲν τῆς ἡμέρας, πεντάκις δὲ τῆς νυκτός. Ὁσάκις δὲ εἰς προσευχὴν ἵστανται, λέγουσι τὴν
col. 1315–1316page 649 of 677
PG 130:1315Ἡ προσευχὴν ταύτην, οἱ μὲν δεκάκις μετὰ γονυκλισίας, οἱ δὲ πεντεκαιδεκάκις, οἱ δὲ πλεῖον ἢ ἔλαττον. Τὰς δ' ἄλλας πάσας προσευχὰς ἀτιμάζουσι, βαττολογίας αὐτὰς ἀποκαλοῦντες, καὶ τῆς ἐθνικῆς μερίδος, τὴν ἐν τοῖς Εὐαγγελίοις εἰρημένην βαττολογίαν ἐπὶ ταύτας μετάγοντες, μὴ γινώσκοντες, ὅτι βαττολογίαν οἶδεν ὁ εὐαγγελικὸς λόγος οὐ τὴν ἁπλῶς πολυλογίαν, ἀλλὰ τὴν περὶ τῶν μὴ προσηκόντων αἴτησιν. Ὁ δὲ Κύριος παρέδωκε τοῖς ἀποστόλοις τὴν τοῦ Πάτερ ἡμῶν προσευχὴν ῥίζαν προσευχῆς καὶ εἶδος, οὐ ταύτῃ μόνῃ τὴν προσευχὴν περιορίζων, ἀλλ' ἵνα λαμβάνοντες ἐκ ταύτης τὰς ἀφορμὰς δύνανται ποιεῖν καὶ ἑτέρας, αὐξανομένης τῆς προσευχῆς. Ἐπεὶ καὶ οὐδὲ νηστεύειν αὐτοῖς κατ' ἀρχὰς ἐπέταξεν, οὐδὲ παρεχώρησε σκληραγωγεῖσθαι τοσοῦτον, ὅσον μετὰ τὴν εἰς οὐρανοὺς ἀνάληψιν αὐτοῦ καὶ ἀποκατάστασιν. Διὸ καὶ ἔλεγε, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφ' ὅσον μετ' αὐτῶν ἐστιν ὁ Νυμφίος. Ἐλεύσονται δὲ ἡμέραι, ὅταν ἀπαρθῇ ἀπ' αὐτῶν ὁ Νυμφίος, καὶ τότε νηστεύσουσιν. κ'. Ἔλεγεν ὁ τῆς αἱρέσεως αὐτῶν ἔξαρχος ἐγγεγράφθαι τοῖς Εὐαγγελίοις αὐτῶν φωνὴν τοῦ Κυρίου λέγουσαν, Τιμᾶτε τὰ δαιμόνια, οὐχ ἵνα ὠφεληθῆτε παρ' αὐτῶν, ἀλλ' ἵνα μὴ βλάψωσιν ὑμᾶς. Καὶ ἑρμηνεύων τὴν τοιαύτην φωνὴν προσετίθει, ὅτι χρὴ τιμᾶν τὰ ἐνοικοῦντα τοῖς χειροποιήτοις ναοῖς δαιμόνια, προσκυνοῦντες αὐτά, ἵνα μὴ ὀργισθέντα διαφθείρωσι τοὺς μὴ τοῦτο ποιοῦντας, μεγάλην τοῦ βλάπτειν ἔχοντα καὶ ἄμαχον δύναμιν, πρὸς ἣν οὔτε τὸν Χριστὸν ἐξαρκεῖν, οὔτε σὺν αὐτῷ τὸ Πνεῦμα τὸ ἅγιον, διὰ τὸ τὸν Πατέρα φείδεσθαι αὐτῶν ἔτι, καὶ μὴ περιελεῖν τὴν ἰσχὺν αὐτῶν, ἀλλὰ συγχωρῆσαι τούτοις τὴν κυριαρχίαν τοῦ σύμπαντος κόσμου μέχρι συντελείας· καὶ γὰρ καὶ τὸν Υἱὸν κατ' ἀρχὰς εἰς τὸν κόσμον ἀποστελλόμενον αἰτῆσαι μὲν τὴν παντελῆ κατάλυσιν αὐτῶν, μὴ λαβεῖν δὲ ταύτην διὰ τὴν ἀγαθότητα τοῦ Πατρός. Ἐπεὶ δὲ καὶ τὴν φλυαρίαν ταύτην ἀπὸ τῆς αἱρέσεως τῶν Μασαλιανῶν μεμαθήκασι, ζήτησον ἐν τῷ κατ' ἐκείνων τίτλῳ τὸ σ' κεφάλαιον καὶ τὰ ἐφεξῆς ὀκτώ, καὶ τοὺς ἐλέγχους εὑρήσεις ἐν ἐκείνοις ἀναντιῤῥήτως. Εἴρηται δὲ καὶ ἀνωτέρω περὶ τούτων ἐν τῷ ιβ' κεφαλαίῳ τοῦ παρόντος τίτλου. Ὅτι δὲ καὶ τοὺς δαίμονας ἰσχυροτέρους εἶναι λέγουσι τοῦ Χριστοῦ τε καὶ τοῦ ἁγίου Πνεύματος, τίνος οὐκ ἂν εἶεν ἄξιοι κολάσεως οἱ θεομάχοι, καὶ βλάσφημοι, καὶ προσκυνηταί, καὶ θεραπευταὶ τῶν δαιμόνων, καὶ δαιμονιώδεις ὄντως, καὶ φιλοδαίμονες; κα'. Ἔτι προσεγγεγράφθαι καὶ ταύτην ἔλεγε τοῦ Κυρίου φωνήν, Τρόπῳ σώθητε· τουτέστι, Μετὰ μηχανῆς, καὶ ἀπάτης ὑποκρινόμενοι τὴν πίστιν τῶν ἀναγκαζόντων ὑμᾶς, καὶ οὕτω σωζόμενοι ἀπὸ κινδύνου, καὶ θανάτου τοῦ παρ' αὐτῶν, εἰς τοῦτο γὰρ φέρειν καὶ τό, Ὅσα ἂν εἴπωσιν ὑμῖν ποιεῖν, ποιεῖτε, ἐν ὑποκρίσει δηλονότι, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε, ἐν ἀληθείᾳ· καὶ γὰρ καὶ αὐτὸν τὸν Κύριον τοῖς μὲν μαθηταῖς ὀρθῶς λαλεῖν, τοῖς δὲ ἀπίστοις ἐν παραβολαῖς, ἵνα βλέποντες οἱ ἄπιστοι τὸ φαινόμενον τῆς ὑποκρίσεως μὴ βλέπωσι τὸ κρυπτόμενον ἐν ταῖς καρδίαις ἡμῶν, καὶ ἀκούον-
col. 1317–1318page 650 of 677
PG 130:1317τες μὴ ἀκούωσι, παραβολὴν ὀνομάζων τὴν ἀπάτην καὶ τὴν ὑπόκρισιν. Ἐγὼ δὲ τὴν βίβλον τῶν εὐαγγελίων τοῦ ταῦτα διδάσκοντος εἰς χεῖρας λαβών, καὶ διερευνησάμενος ἀκριβῶς οὔτε τὴν πρὸ ταύτης δη λωθεῖσαν εὗρον φωνήν, οὔτε τὴν παροῦσαν, ἀλλὰ τοιαῦτα ἦσαν τὰ τέσσαρα Εὐαγγέλια, οἷα καὶ τὰ παρ' ἡμῖν ἀπαραποιήτως ἔχοντα, καὶ ἀνήγγειλα τούτῳ περὶ τούτου. Ὁ δὲ σκυθρωπάσας καὶ δεινοπαθήσας ὡς ἐληλεγμένος ὡμολόγησε μηδέ ποτε μηδ' αὐτὸς ἐντετυχηκέναι ταῖς δύο ταύταις φωναῖς, καί τοι πολλάκις ἀναγινώσκων τὸ Εὐαγγέλιον. Ὅτε δὲ, φησί, τὴν παροῦσαν βίβλον τῶν Εὐαγγελίων ἐξωνη σάμην, ἀπήντησα γέροντι κατά τινα τόπον ἔρημον, καὶ καλέσας ἀπὸ τοῦ ὀνόματος εἰπέ μοι, ὅτι Μέγαν ἐξωνήσω θησαυρόν. Ταύτην γάρ μόνην τὴν βίβλον διαφυγοῦσαν τὰς χεῖρας Ἰωάννου τοῦ Χρυσοστόμου σαν γὰρ Χρυσόστομον οὕτως οἱ ἀκαθαρτόστομοι προσωνόμαζον· ἔχειν ἐγγεγραμμένας τὰς εἰρημένας δύο φωνάς, ἐκβληθείσας ἀπὸ τῶν ἄλλων εὐαγγελίων. Πιστεύσας δὲ τοῖς ἐκείνου λόγοις ἐγώ, κηρύττω καὶ ταύτας, ὡς τῇ ἐμῇ βίβλῳ τῶν Εὐαγγελίων ἐγ γεγραμμένας. Ὁ μὲν οὖν τοιαύτην ἐποιήσατο τὴν ἀπολογίαν, ἐγὼ δὲ συνῆκα ταχέως, ὅτι ὁ Σατανᾶς ἦν ὁ τὸν ψευδόγερον ἐκεῖνον ὑποκρινάμενος. κα'. Λέγουσι τοὺς τῆς πίστεως αὐτῶν, ὅσοις ἐνοικήσει τὸ παρ' αὐτοῖς ἅγιον Πνεῦμα, πάντας Θεοτόκους καὶ εἶναι, καὶ ὀνομάζεσθαι, βαστάσαντας καὶ αὐτοὺς τὸν Λόγον τοῦ Θεοῦ, καὶ γεννήσαντας αὐτὸν διὰ τοῦ δι δάσκειν ἑτέρους, καὶ μηδὲν πλέον αὐτῶν ἔχειν τὴν πρώτην Θεοτόκον. Καὶ οὐδὲ τοσοῦτον γοῦν φρονοῦσιν, ὅσον εἰδέναι διαφορὰν ἐνυποστάτου καὶ ζῶντος Λόγου ἁπλῶς λόγου προφορικοῦ, ἵνα παραδράμωμεν τὰ κατὰ τὴν κυρίως Θεοτόκον φρικτὰ καὶ παράδοξα μυστήρια. Λέγουσι τοὺς τοιούτους μὴ ἀποθνήσκειν, ἀλλὰ μεθίστασθαι, καθάπερ ἐν ὕπνῳ, τὸ πήλινον τουτὶ καὶ σάρκινον περιβόλαιον ἀπόνως ἐκδυομένους, καὶ τὴν ἄφθαρτον καὶ θείαν τοῦ Χριστοῦ στολὴν ἐνδυομένους, καὶ γινομένους συσσώμους καὶ συμμόρφους αὐτοῦ, μεθισταμένους διὰ προπομπῆς ἀγγέλων, καὶ ἀπο στόλων εἰς τὴν βασιλείαν τοῦ Πατρὸς, τὸ δ᾽ ἀποδυ θὲν σῶμα τούτων εἰς τέφραν καὶ κόνιν διαλύεσθαι, μηκέτι μηδαμῶς ἀνιστάμενον. Ὅτι δὲ οὐ καθάπερ ἐν ὕπνῳ, καὶ ἀπεκδύσει περιβολαίου γίνεται τούτοις ἀνώδυνος ὁ θάνατος, ἔδειξεν ὁ τῆς αἱρέσεως αὐτῶν ἔξαρχος, πολλαῖς ὀδύναις ὑποβληθεὶς μετὰ τὸ δοθῆναι κατ' αὐτοῦ τὴν διὰ πυρὸς ἀπόφασιν, καὶ τῷ φόβῳ προσκαταδαπανηθείς, καὶ καιρίας πληγὰς εἰς τὴν καρδίαν δεξάμενος, ὅτε τοῦ δράματος ἀπογυμνωθέν τος, ἔγνω κατασοφισθεὶς, τῶν μυστηρίων μὲν τῆς πίστεως αὐτοῦ δημοσιευθέντων καὶ παραδοθέντων γραφῇ πρὸς θρίαμβον, τῶν μαθητῶν δὲ αὐτοῦ, καὶ μάλιστα συγγενῶν, καὶ τῶν ἄλλως γνησιωτέρων σαγηνευθέντων, καὶ ταῖς εἱρκταῖς ἐναποκλεισθέν των, καὶ πάσης αὐτῷ πανταχόθεν βοηθείας ἀπολωλυίας, καὶ φρούδων τῶν ἐλπίδων γεγενημένων. Τοὺς γὰρ μαθητάς, ὡς εἴρηται, καὶ συγγενεῖς οὕτω ἐλεεινῶς ἔχοντας ἰδὼν παρὰ πᾶσαν προσδοκίαν
col. 1319–1320page 651 of 677
PG 130:1319μέχρι γὰρ τῆς τελευταίας ἡμέρας ᾤετο πάντας ἐν ἀγαθοῖς εἶναι κατὰ τὴν τοῦ βασιλέως ὑπόσχεσιν· καὶ προδοσίαν παρ' αὐτῶν ἐγκληθεὶς, ἀφῆκε μὲν πι­κρῶν δακρύων πηγὰς, ἀνέπεμψε δὲ στεναγμοὺς βυ­θίους, τὴν ἔνδον τῆς καρδίας φλόγα μηνύοντας, καὶ καθάπερ τυφῶνι ταῖς συμφοραῖς βληθεὶς, ἐλειποθύ­μει, καὶ ἀνακτώμενος αὖθις κατεφέρετο, στῆναι μὴ δυνάμενος· ἕως ὑπὸ τῶν ἄγειν κελευσθέντων ἀρθεὶς, βασταζόμενος ἀπήχθη πρὸς τὴν πυράν, καὶ τῆς φω­νῆς αὐτὸν ἐπιλειπούσης, πυκνῷ τῷ ἄσθματι κατα­σχεθείς, ἠκοντίσθη κατὰ τῆς φλογὸς, καὶ ὡλοκαυ­τώθη τῷ προσκυνουμένῳ παρ' αὐτοῦ δαίμονι. Καὶ αὐτὸς μὲν ἐξεδήμησε πρὸς τὸν ἡτοιμασμένον αὐτῷ τόπον τοῦ σκότους καὶ τῆς ἄλλης κακώσεως· τὸ σῶμα δὲ τοῦ τρισαθλίου τούτου γέροντος ἀναστήσε­ται πάντως ἐν τῇ ἡμέρᾳ τῆς κοινῆς ἀναστάσεως κα­τὰ τὴν τοῦ Σωτῆρος ἀπόφασιν, εἰρηκότος, ἀναστή­σεσθαι καὶ τοὺς τὰ φαῦλα πράξαντας εἰς κόλασιν αἰώνιον, εἰ καὶ αὐτὸς μὴ εἶναι τῶν τεθνεώτων ἀνάστασιν ἐδογμάτιζε, τὰς τοσαύτας τοῦ Ἀποστόλου περὶ ταύτης μαρτυρίας, καὶ γενναίας ἀποδείξεις, ὡς ψευδεῖς παρωθούμενος. κγ΄. Λέγουσιν οὐκ ὄναρ μόνον πολλάκις, ἀλλὰ καὶ ὕπαρ βλέπειν τὸν Πατέρα μὲν, ὡς γέροντα βαθυγένειον, τὸν δὲ Υἱὸν, ὡς ὑπηνήτην ἄνδρα, τὸ δὲ Πνεῦμα τὸ ἅγιον, ὡς λειοπρόσωπον νεανίαν, τῶν δαιμόνων εἰς τὰ εἴδη ταῦτα ῥᾳδίως μετασχηματιζομένων, καὶ ἐξαπατώντων αὐτοὺς, καὶ διδασκόντων ἄνισον εἶναι τὴν ἁγίαν Τριάδα, καὶ διάφορον κατὰ τὴν τῶν σχη­μάτων τούτων διαφοράν, καὶ τὴν ἀρειανικὴν κατα­τομὴν τῆς μιᾶς φύσεως τούτοις ἐγκατασπείρον­των. κδ΄. Στολίζονται κατὰ μοναχούς, καὶ τὸ σχῆμα τούτων ὡς δέλεαρ περιβάλλονται, τῷ κῳδίῳ τὸν λύκον ἀπο­κρύπτοντες, ὡς ἂν εὐλαβῶς διὰ τὸ σχῆμα παραδεχό­μενοι, καὶ χώραν ὁμιλίας λαμβάνοντες, ἀνυπόπτως διὰ τῆς χρηστολογίας ἐναποπτύωσι τὸν ἰὸν ταῖς ἀκοαῖς τῶν ἀκροωμένων. κε΄. Πάσης Ἑβδομάδος δευτέραν, καὶ τετράδα, καὶ παρασκευὴν παραγγέλλουσι νηστεύειν ἕως ὥρας ἐ­νάτης. Εἰ δέ τις αὐτοὺς ἐπὶ τράπεζαν καλέσειεν, εὐθὺς ἐκλαθόμενοι τῆς παραγγελίας ἐσθίουσι, καὶ πίνουσιν, ὡς ἐλέφαντες. Ἐκ τούτου δὲ πρόδηλον, ὅτι ἀσελγαίνουσιν, εἰ καὶ πορνείαν καὶ τὴν ἄλλην ἀκα­θαρσίαν λόγῳ κολάζουσιν, ὡς ἄσαρκοι καὶ ἀσώ­ματοι. κς΄. Ἐν ἀρχῇ μὲν τοὺς εἰσαγωγικοὺς ἁπλῶς διδάσ­κουσι παρεγγυώμενοι πιστεύειν εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, καὶ γινώσκειν τὸν Χριστὸν σεσαρ­κώσθαι, καὶ δοῦναι τοῖς ἁγίοις ἀποστόλοις τὸ ἱερὸν Εὐαγγέλιον, καὶ ὑποτιθέμενοι τηρεῖν τὰς εὐαγγελι­κὰς ἐντολὰς, καὶ προσεύχεσθαι, καὶ νηστεύειν, καὶ ἁγνεύειν πάσης ἀκαθαρσίας, καὶ ἀκτημονεῖν, καὶ ἀνεξικακεῖν, καὶ ταπεινοφρονεῖν, καὶ ἀληθεύειν, καὶ ἀγαπᾶν ἀλλήλους, καὶ ἁπλῶς χρηστὰ πάντα κατηχοῦ­σι, σαίνοντες μὲν τῇ χρησίμῳ διδασκαλίᾳ, θηρεύοντες δὲ κατὰ μικρὸν, καὶ λεληθότως ἄγοντες εἰς ἀπώλειαν. Καιροῦ γὰρ προβαίνοντος, ἐπισπείρουσι τῷ σίτῳ καὶ ζιζάνια. Καὶ ὅταν τοὺς ἀθλίους χειροήθεις καὶ πειθηνίους ἐργάσωνται, καὶ λάβωσιν εἴσω τῶν ἀπο­
col. 1321–1322page 652 of 677
PG 130:1321κυών, τότε δὴ τότε τὸν κυκεῶνα τοῦ δηλητηρίου ποτίζουσιν, ἀπαρακαλύπτως βλασφημοῦντες, καὶ τὰ δόγματα τοῦ διαβόλου μυσταγωγοῦντες αὐτούς. κζ'. Παρερμηνεύουσιν ὅλας τὰς προειρημένας ἑπτὰ βίβλους, τὰ ῥήματα τούτων στρεβλοῦντες, καὶ τῆς ὀρθῆς ἐκτρέποντες ἐννοίας, καὶ πρὸς τὸ δοκοῦν αὐτοῖς μεταφέροντες. Καὶ ὅσα μὲν περὶ ἁμαρτανόντων, καὶ ἀσεβούντων, καὶ εἰδωλολατρούντων ἐν αὐτοῖς εἴρηται, ταῦτα τοῖς καθ' ἡμᾶς πιστοῖς ἀνατιθέασιν· ὅσα δὲ περὶ εὐαρεστούντων Θεῷ πρὸς ἑαυτοὺς ἕλκουσι, καὶ μετὰ πληροφορίας ἑαυτοὺς εἶναι τοὺς ἐκλεκτούς, καὶ δικαίους καὶ κληρονόμους Θεοῦ λέγουσιν. Ἑκάστην μὲν οὖν ἐξήγησιν βίβλου παρ' ἐκείνων ὑφηγουμένην, μᾶλλον δὲ παρατροπὴν, καὶ τοῦ καθεστηκότος ἐξαλλαγὴν, μακρὸν ἂν εἴη συγγράφειν, καὶ χρόνου πολλοῦ δεόμενον, καὶ σαφής ματαιοπονία, καὶ κόπος εἰς οὐδὲν χρήσιμον καταλήγων. Ἄχρι γὰρ ὀλίγου προβαίνοντες οἱ ἀναγινώσκοντες, καὶ πρὸς τὰς ἀτοπίας τῶν βλασφημιῶν εὐθὺς ἀποκναίοντες, καὶ καθάπερ οἱ ναυτιῶντες ἰλίγγου καὶ σκοτοδινίας μεστοὶ γινόμενοι ῥίψουσιν εὐθὺς, οἶδα, τὰ περὶ τούτων συντάγματα, καὶ καταπτύσουσι, καὶ ἀποστραφήσονται, πολλὴν ἀκαιρίαν κατασκεδαννύντες ἡμῶν. Ἵνα δὲ μὴ δοκῶμεν πλάττειν ἀπολογίαν, καὶ πειρᾶσθαι διαδιδράσκειν τὸν ἐν τούτοις πόνον, ὀλίγα ῥητὰ τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου κατὰ τὴν ἐκείνων παραπληξίαν διερμηνεύσαντες, ἵνα μὴ λόγῳ διαστρέψαντες, δείξωμεν ἀπὸ τοῦ γεύματος τὸν πίθον, καὶ ἀπὸ τοῦ ῥεῖθρου τὴν πηγὴν, καὶ ἀπὸ τοῦ κρασπέδου τὸ ὕφασμα. Οὐκ ἐπάξομεν δὲ καὶ διεστραμμέναις ταύταις ἑρμηνείαις ἐλέγχους, αὐτελέγκτοις οὔσαις. Οὐδὲ γὰρ ἀντιῤῥητικὸς ἡμῖν ὁ ἐφεξῆς λόγος, ἀλλὰ μόνον ἐνδεικτικὸς τῆς ἐνδιαστρόφου τούτων ἐξηγήσεως τῶν παραδεχθέντων αὐτοῖς βιβλίων. κη'. Βηθλεὲμ ὀνομάζουσι τὴν συναγωγὴν ἑαυτῶν. Ἐν ἑαυτοῖς γὰρ γεννηθῆναί φασι τὸν Χριστὸν, ἤτοι τὸν Λόγον τοῦ Θεοῦ τὸν κηρύττοντα τῆς πίστεως τὴν ἀλήθειαν. Ἡρώδην δὲ νοοῦσι τὴν καθ' ἡμᾶς Ἐκκλησίαν, πειρωμένην ἀνελεῖν τὸν παρ' αὐτοῖς γεννηθέντα Λόγον τῆς ἀληθείας. Καὶ μάγους μὲν αὖθις προσαγορεύουσιν ἑαυτούς, τοῦτο μόνον ἀληθεύοντες. Γόητες γάρ εἰσιν ὄντως καὶ λυμεῶνες καὶ ἀλάστορες. Ἱεροσόλυμα δὲ πάλιν ὀνομάζουσι τὴν ἡμετέραν Ἐκκλησίαν, ἀστέρα δὲ τὸν Μωσέως νόμον. Ὑπ' αὐτοῦ γὰρ ὁδηγηθῆναι φασι μέχρι τῆς καθ' ἡμᾶς πίστεως, εἶτα παρὰ τῶν ἀρχιερέων αὐτῆς, καὶ τῶν ἄλλων γραμματέων, καὶ διδασκάλων μαθεῖν αὐτοὺς, ὅτι ὁ Χριστὸς ἐν τῇ δηλωθείσῃ γεννᾶται Βηθλεέμ. Ἀφ' ἡμῶν γὰρ γενέσθαι τοὺς πρώτους διδασκάλους αὐτῶν. κθ'. Μυθεύονται Ῥαχὴλ γεγονέναι τινὰ γυναῖκα χήραν, δύο θυγατέρας ἔχουσαν νηπίαν ἀγούσας ἡλικίαν. Ὅτε δὲ τὰ ἄῤῥενα βρέφη συνῆγεν ὁ Ἡρώδης, ὑπολαβοῦσαν τιμῆς αὐτὰ, καὶ χαρίτων ἀξιοῦσθαι παρ' αὐτοῦ, μετασχηματίσαι ταύτας εἰς ἄῤῥενας, καὶ προσαγαγεῖν ὡς υἱούς. Ἐπεὶ δὲ καὶ ταῦτα τοῖς ἄλλοις, ὡς ἄρρενα, συνανῃρέθη, τὰς μὲν ἄλλας μητέρας κλαίειν ἁπλῶς, τὴν δὲ Ῥαχὴλ ἀπαράκλητα, διότι σπεύσασα κατασοφίσασθαι κατεσοφίσθη μᾶλλον, καὶ τὰς θυγατέρας αὐτὴ μάτην ἀπώλεσεν. Ἀλληγοροῦντες δὲ τὸν λόγον φασί, Ῥαχὴλ μὲν τὸν ἐπουράνιον Πατέρα, τέκνα δὲ αὐτοῦ τήν τε ψυχὴν ἀμίαν
col. 1323–1324page 653 of 677
PG 130:1323τοῦ Ἀδάμ, καὶ τὴν ψυχὴν τοῦ Χριστοῦ, ὧν ἀναιρεθεισῶν παρὰ τοῦ Ἡρώδου, δηλονότι τοῦ κοσμοκράτορος, κλαίειν ἀπαράκλητα τὸν πατέρα διὰ τὴν τούτων ἀναίρεσιν. λ'. Αὐτὸς δὲ, φησὶν, ὁ Ἰωάννης εἶχε τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ. Ἡ δὲ τροφὴ αὐτοῦ ἦν ἀκρίδες καὶ μέλι ἄγριον. Ταῦτα μὲν τὰ τοῦ Εὐαγγελιστοῦ ῥητά· σκοπητέον δὲ καὶ τί λέγουσι περὶ τούτων οἱ ἐμβρόντητοι, καὶ μεμηνότες, καὶ παραπαίοντες. Τρίχας μὲν καμήλου φασὶ τὰς ἐντολὰς τοῦ μωσαϊκοῦ νόμου. Καὶ τοῦτον γὰρ ἀκάθαρτον εἶναι κατὰ τὴν κάμηλον, ὡς κρεωφαγίαν, καὶ γάμον, καὶ ὅρκον, καὶ θυσίας, καὶ φόνους, καὶ πολλὰ τοιαῦτα τοῖς ὑπηκόοις ἐντελλόμενον. Ζώνην δὲ λέγουσι δερματίνην τὸ ἱερὸν Εὐαγγέλιον, ὡς δέρμασι προβάτων ἐγγεγραμμένον· καὶ αὖθις ἀκρίδας μὲν τὰς τοῦ μωσαϊκοῦ νόμου παραγγελίας, ὡς μὴ κρινούσας ὀρθά, μηδὲ διακρινούσας τὸ βέλτιον· μέλι δὲ ἄγριον τὸ θεῖον Εὐαγγέλιον, μέλι μὲν φαινόμενον τοῖς παραδεχομένοις αὐτό· ὡς γλυκέα γάρ, φησί, τῷ λαρυγγί μου τὰ λόγιά σου· ἄγριον δὲ τοῖς μὴ παραδεχομένοις διὰ τὴν πικρίαν τῆς κατ' αὐτὸ στενῆς πύλης καὶ τεθλιμμένης ὁδοῦ. Τὸν Πρόδρομον γὰρ μέσον γενέσθαι καὶ τοῦ παλαιοῦ νόμου, καὶ τοῦ νέου, καὶ μετασχεῖν ἀμφοτέρων, τοῦ μὲν πρότερον, τοῦ δὲ ὕστερον. λα'. Φαρισαίους καὶ Σαδδουκαίους ἐρχομένους ἐπὶ τὸ βάπτισμα Ἰωάννου προσαγορεύουσι τοὺς καθ' ἡμᾶς πιστούς. Ἢ τῆς ἀναισχυντίας! Εἶτα καθυβρίζοντες ὀνομάζουσιν ἡμᾶς γεννήματα ἐχιδνῶν, ἤγουν σπέρματα τοῦ ὄφεως τοῦ συγκατακλιθέντος, ὡς προδεδήλωται, τῇ Εὔᾳ, καὶ παραινοῦσι μὴ δυσχεραίνειν ὡς ὑπὸ τοῦ Βαπτιστοῦ Ἰωάννου ἀψευδῶς τοῦτο προσαγορευθέντας. λβ'. Ὑποδήματα μὲν τοῦ Χριστοῦ λέγουσι τὰ ὑποδείγματα τῶν σημείων, ἅπερ ὑπέδειξε τοῖς μαθηταῖς καὶ τοῖς ὄχλοις, ἃ μὴ δύνασθαι βαστάσαι τὸν Ἰωάννην ὡς ἀδυνατοῦντα πάντως ὑποδεῖξαι τοιαῦτα καὶ αὐτόν· πτύον δὲ τοῦ Χριστοῦ τὸν εὐαγγελικὸν λόγον, ὡς ἀποπτυσθέντα διὰ τοῦ στόματος αὐτοῦ, καὶ ἄλωνα μὲν τοὺς Χριστιανοὺς ὡς ἄλλους καὶ ἄλλους· τοὺς μὲν γὰρ ὀρθοδόξους εἶναι, τοὺς δὲ τοὐναντίον ἑτεροδόξους· σῖτον δὲ τὴν ἑαυτῶν πίστιν, ὡς καθαράν τε καὶ τρόφιμον· ἄχυρον δὲ τὴν καθ' ἡμᾶς, ὡς ἄχρηστον καὶ πυρὸς ἀξίαν. Τίς ἂν εὐσεβὴς τὴν ἀκοὴν τοιούτων ἀνάσχοιτο βλασφημιῶν; Οἰδεῖ πρὸς τὰς ἀτοπίας ταύτας ἡ ἐμὴ ψυχὴ, καὶ τὰ αἰσθητήριά μου μαιμάσσει, κατὰ τὸν προφήτην, καὶ βούλομαι τὸν λόγον ἐκκόψαι, καὶ μὴ προβῆναι περαιτέρω, μηδὲ φωτὶ καὶ μνήμῃ δοῦναι τὰ σκότους καὶ λήθης ἄξια. Παραδιαστέον δὲ μικρὸν ἔτι, καὶ καρτερητέον ἄχρι τινὸς τὴν γλωσσαλγίαν τῶν ἀπεραντολόγων τούτων, καὶ παραφόρων, καὶ βδελυρῶν. λγ'. Πρὸς ὑψηλὸν λέγουσι τὸν δεύτερον οὐρανόν, καὶ εἰς ὃν τὸν Χριστὸν ἀναβιβασθῆναι παρὰ τοῦ διαβόλου, καὶ ἰδεῖν πάσας τὰς βασιλείας τοῦ κόσμου· καὶ φασιν, ὅτι οὐκ ἂν ὁ διάβολος ἀνῆλθεν εἰς αὐτὸν, εἰ
col. 1325–1326page 654 of 677
PG 130:1325μὴ ποίημα τοῦτον ἴδιον ἐγίνωσκεν. Οὐδ' ἂν ἑαυτῷ παραδεδόσθαι πάσας τὰς βασιλείας εἶπεν, εἰ μὴ καὶ τὴν τούτων συνεχωρήθη κυριαρχίαν, ὡς παρ' αὐτοῦ γεγενημένων, καθώς προδεδήλωται. λδ'. Καὶ καταλιπών, φησίν, ὁ Ἰησοῦς τὴν Ναζαρέτ, ἐλθὼν κατώκησεν εἰς Καπερναούμ. Ναζαρέτ μὲν ἡμᾶς προσαγορεύουσι, Καπερναούμ δὲ ἑαυτούς. Καὶ νῦν κατοικεῖν μὲν παρ' αὐτοῖς λέγουσι τὸν Χριστὸν καταλιπόντα τὴν ἡμετέραν συναγωγήν. λε'. Τοὺς μακαρισμούς πάντας περὶ μόνων τῶν κατ' αὐτοὺς πιστῶν, ἤτοι τῶν Βογομίλων εἰπεῖν τὸν Χριστὸν διαβεβαιοῦνται. Τοιούτους γὰρ αὐτοὺς εἶναι πτωχοὺς τῷ πνεύματι, καὶ πενθοῦντας, καὶ πεινῶντας, καὶ διψῶντας τὴν δικαιοσύνην, καὶ τὰ ἑξῆς. Τούτους δὲ κληθῆναι καὶ ἅλας τῆς γῆς, καὶ Κύριος εἴρηκεν. λς'. Ἰῶτα, φησίν, ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. Ἰῶτα μὲν τὴν Δεκάλογον τοῦ νόμου νοοῦντες, κεραίαν δὲ πάλιν τὴν αὐτήν. Τὴν γὰρ κεραίαν, εἴ τις ὀρθώσει πλαγίως κειμένην, Ἰῶτα ποιήσει. Εἶτα ἑρμηνεύουσιν, ὅτι οὐ μὴ παρέλθῃ ἡ Δεκάλογος τοῦ νόμου, ἀλλὰ μενεῖ φυλαττομένη παρὰ τοῖς Ἑβραίοις, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ. Οὐκ ἦλθον γάρ, φησί, καταλῦσαι τὸν νόμον Μωσέως, ἀλλὰ πληρῶσαι τὸν οὐρανὸν κενωθέντα πάλαι τῶν ἐνοικούντων ἀγγέλων, καὶ ἀναπληρῶσαι τὰ τάγματα τῶν ἀποπεπτωκυιῶν δυνάμεων. λζ'. Ἐὰν μὴ περισσεύσῃ, φησίν, ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθετε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Γραμματεῖς μὲν καὶ Φαρισαίους ἡμᾶς προσαγορεύουσιν, ὡς τὴν γραμματικὴν παίδευσιν ἀσκοῦντας, καὶ μεγαλαυχοῦντας ἐπ' αὐτῇ· περισσεύειν δὲ ἡμῶν τὴν δικαιοσύνην αὐτῶν λέγουσιν ἐν τῷ διδάσκειν ἀληθέστερα, καὶ μετιέναι πολιτείαν ἀκριβεστέραν τε καὶ καθαρωτέραν ἀπεχομένους κρεωφαγίας, καὶ τυροῦ, καὶ ᾠοῦ, καὶ γάμου, καὶ τῶν τοιούτων. λη'. Ἴσθι, φησίν, εὐνοῶν τῷ ἀντιδίκῳ σου. Ἀντίδικον τῶν ἀνθρώπων λέγοντες τὸν διάβολον, καὶ φρενοβλαβῶς ἑρμηνεύοντες, ὅτι χρὴ εὐνοεῖν αὐτῷ, καὶ θεραπεύειν διὰ προσκυνήσεως, ὡς ἀνωτέρω παραδεδώκαμεν, ἵνα μὴ πτερνίσας, καὶ καταβαλὼν τοὺς ἀπειθοῦντας παραδώσῃ τῷ κριτῇ καὶ Θεῷ, κατὰ τὴν ἡμέραν τῆς κρίσεως λόγον ὑφέξοντας τῆς ὑποσκελίσεως. λθ'. Ἐπεὶ τὸ, Πᾶς, ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, καὶ τὰ ἑξῆς τοῦ ζητοῦ, τῷ περὶ τοῦ μὴ συζεύγνυσθαι γυναικὶ δόγματι τούτων ἀντίκειται, φασὶν ἀπόῤῥητα πᾶσιν εἶναι ταῦτα, καὶ ἀνερμήνευτα, καὶ μόνοις γνώριμα τοῖς ἀποτιθεμένοις τὴν σάρκα. Βεβαιοῦντες δὲ τὸ δόγμα τῆς ἀγαμίας, προκομίζουσι τοῦ Κυρίου λόγον, εἰρηκότος, ὅτι Ἐν τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε ἐκγαμίζονται, νοοῦντες ἀνοήτως ἀνάστασιν τὴν μετάνοιαν καὶ τὴν εὐαγγελικὴν πολιτείαν. φῶς τοῦ κόσμου, καὶ ὅσα περὶ τῶν ἀποστόλων ὁ
col. 1327–1328page 655 of 677
PG 130:1327μ'. Μήτε εἰς Ἱεροσόλυμα, φησιν, ὀμόσῃς, διότι πόλις ἐστὶ τοῦ βασιλέως τοῦ μεγάλου· μέγαν βασιλέα λέγοντες νῦν τὸν διάβολον, ὡς κοσμοκράτορα. Ἵλεως ἡμῖν εἴης, Κύριε, τὰς ἐκείνων βλασφημίας διηγουμένοις. μα'. Ἀκούσατε, φησίν, ὅτι ἐῤῥέθη ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος. Ὀφθαλμοὺς μέν φασι τοὺς δύο νόμους, τὸν Μωσαϊκὸν καὶ τὸν εὐαγγελικόν· ὀδόντας δὲ τὰς δύο ὁδούς, τὴν πλατεῖαν καὶ στενήν. Τὸν Χριστὸν γὰρ ἐλθόντα δοῦναι νόμον ἀντὶ νόμου, τὸν εὐαγγελικὸν ἀντὶ τοῦ Μωσαϊκοῦ, καὶ ὁδὸν ἀντὶ ὁδοῦ, τὴν στενὴν ἀντὶ τῆς πλατείας. Ὢ τῆς πλατείας ἀγροικίας τῶν ἀπαιδεύτων! μβ'. Σὺ δὲ, ὅταν προσεύχῃ, φησίν, εἰσελθε εἰς τὸ ταμεῖόν σου. Ταμιεῖον λέγουσι τὸν νοῦν, καὶ ἀπὸ τοῦδε τοῦ ῥητοῦ κινούμενοι διδάσκουσι μὴ προσεύχεσθαι μηδένα τούτων ἐν ἐκκλησίαις, καίτοι τοῦ φῶς ἀκούοντες τοῦ προφήτου Δαβὶδ κελεύοντος ἐν ἐκκλησίαις εὐλογεῖν τὸν Θεόν. μγ'. Ἐμβλέψατε, φησὶν, εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσι, καὶ τὰ ἑξῆς. Πετεινὰ τοῦ οὐρανοῦ τοὺς ἐπὶ κιόνων ἀσκοῦντας μοναχοὺς νοοῦσιν, οἷς ἀργὸν ἄγουσι βίον τρέφεσθαι μάτην παρὰ τοῦ ἐπουρανίου Πατρός. Κρίνα δὲ τοῦ ἀγροῦ καλοῦσιν ἑαυτούς, ὡς λευκοὺς ἐν καθαρότητι ψυχῆς καὶ πυριπνόους ἐν ἀρεταῖς, ὧν μηδενὶ δύνασθαι παραβληθῆναι τὸν Σολομῶντα κατεσπιλωμένον ἔχοντα τὸ τῆς ψυχῆς περιβόλαιον. μδ'. Μὴ δῶτε, φησὶν, τὸ ἅγιον τοῖς κυσί, μηδὲ ῥίπτετε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων. Ἅγιον μὲν λέγουσι τὴν κατ' αὐτοὺς ἁπλουστέραν πίστιν, μαργαρίτας δὲ τὰ μυστικώτερα καὶ πολυτελέστερα δόγματα τῆς πλάνης αὐτῶν· κύνας δὲ καὶ χοίρους, ὢ τῆς ὑπερβαλλούσης ὕβρεως! τοὺς καθ' ἡμᾶς εὐσεβεῖς, ὡς εἰδωλολάτρας. Φρίσσω γὰρ εἰπεῖν τὴν ἄλλην ἀῤῥητολογίαν αὐτῶν. Εἶτα προστιθέασιν, ὅτι τὸν προσερχόμενον αὐτοῖς παραλαμβάνουσιν, ὡς κύνα καὶ χοῖρον. Καὶ πρῶτα μὲν ἀφανίζουσι διὰ νηστείας καὶ προσευχῆς, εἶτα βαπτίζουσιν, ὡς προπαραδεδώκαμεν. Εἴθ' οὕτω λαμπρυνομένῳ ταῖς κατὰ μικρὸν προκοπαῖς τε καὶ ἀναβάσεσι, καταπιστεύουσιν ἡρέμα τὸ ἅγιον καὶ τοὺς μαργαρίτας. με'. Προσέχετε, φησὶν, ἀπὸ τῶν ψευδοπροφητῶν. Ψευδοπροφήτας λέγουσιν, ὢ τῆς ἀτοπίας! τὸν μέγαν ἐν δόγμασι Βασίλειον, τὸν ἀστέρα τῆς Θεολογίας Γρηγόριον, τὸν χρυσοῦν τὴν γλῶτταν Ἰωάννην, ὡς οἴκοθεν δογματίσαντας. Σιωπῶ γὰρ τὰς ἄλλας παροινίας τῶν σκηπτοῦ, καὶ πρηστῆρος, καὶ χάσματος, καὶ πάσης τιμωρίας ἀξίων, ἃς κατὰ τῶν ἁγίων τούτων πλέον τῶν ἄλλων ἐκφέρουσι. μς'. Πολλοί, φησίν, ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν; καὶ τότε ὁμολογήσω αὐτοῖς, ὅτι οὐδέποτε ἔγνων ὑμᾶς. Ἀποχωρεῖτε ἀπ' ἐμοῦ οἱ ἐργαζόμενοι τὴν
col. 1329–1330page 656 of 677
PG 130:1329ἀνομίαν. Ταυτὶ δὲ τὰ ῥήματα τοῦ Εὐαγγελίου διερμηνεύοντες, φασὶ τούτους εἶναι τοὺς παρ' ἡμῖν ἁγίους ἱεράρχας καὶ θείους Πατέρας, ὅσοι προφητικῆς χάριτος ἠξιώθησαν, καὶ δαίμονας ἀπήλασαν, καὶ ἄλλα πάμπολλα τεθαυματουργήκασι· πάντα γὰρ τοὺς ἐνοικοῦντας αὐτοῖς δαίμονας τερατουργεῖν εἰς ἔκπληξιν τῶν ἀνοητοτέρων. Καὶ μὴν δαίμων οὐκ ἐκβάλλει δαίμονα. Τοῦτο γὰρ ἡ αὐτοαλήθειά φησιν ὁ Χριστός. Λυσσωδέστατε κύων, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη σου. μζ'. Ἄνδρα μὲν φρόνιμον ὀνομάζουσιν ἑαυτοὺς, οἰκοδομήσαντας τὴν οἰκίαν ἐπὶ τὴν πέτραν τῆς προσευχῆς τοῦ Πάτερ ἡμῶν· ἄνδρα δὲ μωρὸν καλοῦσιν ἡμᾶς, οἰκοδομήσαντας τὴν οἰκίαν ἐπὶ τὴν ψάμμον τῶν ἄλλων προσευχῶν, τῶν πολλῶν μὲν, ἀσθενῶν δὲ καὶ ἀνοήτων, ὡς τοῖς ἀνοήτοις τούτοις δοκεῖ. μη'. Καὶ προσελθών, φησὶν, εἷς γραμματεὺς εἶπεν αὐτῷ, Διδάσκαλε, ἀκολουθήσω σοι, ὅπου ἐὰν ἀπέρχῃ. Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίναι. Γραμματέα μὲν λέγουσι πάντα γραμματικὸν, καὶ παραγγέλλουσιν ἀλλήλοις μὴ παραδέχεσθαι γραμματικὸν εἰς μαθητάς· κατὰ μίμησιν, ὡς εἴρηται, τοῦ Χριστοῦ μὴ παραδεξαμένου τὸν γραμματέα· ἀλώπεκας δὲ νοοῦσι τοὺς ἐν στενοχώροις οἰκίσκοις καθειργμένους ἀσκητάς, ὡς ἔν τισι φωλεοῖς. Πετεινὰ δὲ τοῦ οὐρανοῦ τοὺς κιονίτας, ὡς ἀνωτέρω προείρηται, παρ' οἷς μὴ κατοικεῖν ὅλως τὸν Χριστὸν, ὡς ἀναξίοις τῆς ἐπιδημίας αὐτοῦ. Τάφος ὄντως ἀνεῳγμένος ὁ λάρυγξ τῶν ἀλαστόρων, πολλὴν ἀναπέμπων δυσωδίαν, καὶ φθοροποιὸν τὸν ἰὸν προχέων διὰ τοῦ θεομάχου στόματος. μθ'. Δύο δαιμονιζομένους λέγουσιν ἐκ τῶν μνημείων ἐξερχομένους, τό τε τάγμα τῶν μοναχῶν, καὶ τὸ τάγμα τῶν κληρικῶν. Ἀεὶ γὰρ ἐν τοῖς χειροποιήτοις ναοῖς διατρίβειν, οὔστινας εἶναι τάφους θησαυρίζοντας ὀστέα νεκρῶν. Οὕτω γὰρ οἱ ἐναγεῖς ὀνομάζουσι τὰ λείψανα τῶν ἁγίων. Εἶναι δὲ τὰ δύο ταῦτα τάγματα φοβερὰ λίαν τοῖς Βογομίλοις, ὥστε μηδένα τούτων ἰσχύειν παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. Ἀγέλην δὲ χοίρων πολλῶν βοσκομένων ὑπάρχειν τοὺς ἀγελαίους, καὶ ἀμαθεῖς, καὶ χοιρώδεις ἀνθρώπους, εἰς οὓς ἀπέρχεσθαι τούτους, καὶ διδάσκειν καὶ κατακρημνίζειν, καὶ ἀποπνίγειν αὐτοὺς ἐν τῇ θαλάσσῃ τῆς ἁμαρτίας. ν'. Οἶνον μὲν καλοῦσι νέον τὴν διδασκαλίαν ἑαυτῶν, ἀσκοὺς δὲ παλαιοὺς τοὺς μὴ προσιεμένους αὐτὴν, ἀσκοὺς δὲ νέους τοὺς ὑποδεχομένους ταύτην καὶ συντηροῦντας ἐν ἑαυτοῖς. να'. Γυναῖκα νοοῦσιν αἱμορροοῦσαν ἔτη δώδεκα τὴν ἐν Ἱεροσολύμοις Ἐκκλησίαν, αἱμορροοῦσαν τοῖς χεομένοις αἵμασι τῶν θυσιῶν ἐν ταῖς δώδεκα φυλαῖς τοῦ Ἰσραήλ. Ταύτης γὰρ τὴν αἱμόρροιαν στῆσαι τὸν Χριστόν, ἐξολοθρεύσαντα μετὰ μικρὸν τὰ Ἱεροσόλυμα. Ἀλλὰ πῶς ἂν ἔτη δώδεκα νοηθεῖεν ἂν αἱ δώδεκα φυλαί; Τὸ μὲν γὰρ ἔτος χρονικόν τι κίνημα καὶ
col. 1331–1332page 657 of 677
PG 130:1331διάστημα, ἡ δὲ φυλὴ γένος ἀνθρώπων. Ὅσον δὲ τὴν διάφορον ἀνθρώπου καὶ χρόνου ἀναζήτησιν μεγάλαις φροντίσι κατατεινομένου παντὶ θαρὰ ζιζανίων ἀποφῆναι τῆς εὐσεβείας τὰ λήτα. νβ'. Ἀκούσατε καὶ γελοιωδεστέραν ἑρμηνείαν, καὶ τεῦθεν καταμάθετε τὴν ἀλογίαν τῶν μηδὲν ἄμεινον γραῶν κωθωνιζομένων μυθολογούντων. Τὸ γὰρ, Ἐνε βριμήσατο αὐτοῖς ὁ Ἰησοῦς λέγων, ἑρμηνεύουσιν, ὅτι ἐνεβρωμάτισεν αὐτοῖς ὁ Ἰησοῦς λόγον. Ἆρ' οὐ δοκῶ καὶ αὐτὸς παραπαίειν τὰ τῶν παραπαίοντων ὑποκρινόμενος; Αἰσχύνομαι, πιστεύσατε, καὶ ἀδου λήτως τοιαῦτα φθέγγομαι. Διὰ τοῦτο γὰρ καὶ τὰ πολλὰ παρέδραμον ἐπίτηδες, καὶ σποράδην τὰ ῥη θέντα συνεγραψάμην. Χρὴ δὲ τοὺς ἐντυγχάνοντας ἀπὸ τῶν ὀλίγων τούτων διαγνῶναι καὶ τὰ λειπόμενα τῆς αὐτῆς, ὁ φασιν, ὄντα κεραμείας. Πέλαγος γὰρ ἀσεβείας ἀχανὲς ἠνοίξαμεν πολλῶν ἡμερῶν εἰς τὸ διαπεραιωθῆναι δεόμενον, καὶ μικρὸν ἀπεσπάσαμεν τῆς γῆς ἔτι. Καὶ ναυτιώντων ὑμῶν αἰσθάνομαι, μᾶλλον δὲ καὶ πρὸ ὑμῶν αὐτὸς ἐγὼ τοῦτο πέπονθα, καί μοι δοκεῖ βέλτιον χαλάσαντα τὴν ὀθόνην τοῦ λόγου, καὶ πρύμναν κρουσάμενον εἰς τὸν τῆς σιω πῆς κατᾶραι λιμένα, καὶ μᾶλλον, ὅτι σεσίγηκεν ἡ πονηρὰ καὶ λάλος γλῶσσα, καὶ τὰ ἔμμυσα μέμυκε χείλη τοῦ τὴν ἐναγῆ ταύτην ἀδολεσχίαν ὑφηγησαμένου, καὶ ἐνεφράγη στόμα λαλούντων ἄδικα. Παρα στησάμενος γὰρ αὐτὸν ὁ σοφώτατος καὶ μεγαλόψυχος ἡμῶν βασιλεὺς, καὶ τὴν ἀπόκρισιν τοῦ γράμματος ἀποκαλύψας, καὶ διακωδωνίσας τοῦτον, ἐπείπερ εὗρε πανταχόθεν ὑπόχαλκον ἠχοῦντα, καὶ κίβδηλον, καὶ νῦν μὲν ἐπαγγελλόμενον μεταβολήν, ἄρτι δὲ καθάπερ κύνα πρὸς τὸν ἴδιον ἐπανερχόμενον ἔμετον, σκέψιν περὶ τούτου προθεὶς, καὶ συμψήφους τοὺς ἐν τέλει πάντας λαβὼν ἐκκλησιαστικοὺς ἅμα καὶ πολιτικούς, κατεδίκασε τὴν διὰ πυρὸς ὑποστῆναι τιμωρίαν τὸν πολλοὺς εἰς τὸ τῆς γεέννης παραπέμψαντα πῦρ. Καὶ νῦν ὁ μὲν πυρίκαυστος ᾤχετο, πονη ρὸν ἐντάφιον ἀπενεγκάμενος τὴν ἀσέβειαν. Τίς δ' ἂν εἰδὼς πάθεσι θρήνους ἐξισοῦν ἀξίως αὐτὸν ὀδύραιτο, μαθόντα μὲν τὰ δόγματα τῆς πλάνης ἐν ἔτεσι πεν τεκαίδεκα, διδάξαντα δὲ ταῦτα πάλιν ἐν πλείοσι τῶν τεσσαράκοντα, μυρίους δὲ μαθητὰς εἰς τὸ βάραθρον ὠσαντα τῆς ἀπωλείας, καὶ τελευταῖον οὐκ εὐαγῶς αὐτοῖς ἐπαπελθόντα, καὶ ζωῆς μὲν ἑκατέρας ἐκπίπτοντα, πυρὸς δὲ τούτου κἀκείνου τετυχηκότα, καὶ διὰ τοῦ σβεσθέντος ἐπὶ τὸ μὴ σβεννύμενον ἐκδημήσαντα; Χρὴ μέντοι θαῤῥεῖν καὶ περὶ τῶν ὑπολελειμμένων. Συντέτριπται γὰρ ἡ τοῦ δράκοντος ἤδη κε φαλή. Τῶν δὲ μερῶν αὐτοῦ καὶ μελῶν τὰ καιριώτατα μὲν συνείληπται, τὰ δὲ μέλλει, τὰ δὲ προσαγγέλλεσθαι καθ' ἑκάστην, καὶ τρεφόμεθα χρησταῖς ἐλπίσιν, ὡς οὐδὲ τὸ οὐραῖον ἐκφεύξεται τὴν ἐμμελῆ τοῦ θεοσυνεργήτου βασιλέως ἔρευναν καὶ κατεσπουδασμένην τρόπῳ πάντας αὐτοὺς εἴσω σαγήνης λαβεῖν.
col. 1333–1334page 658 of 677
PG 130:1333ἦν οὗτος τοῦ Ἀβραάμ, γεννηθεὶς αὐτῷ ἐξ Ἄγαρ τῆς παιδίσκης· Σαρακηνοὶ δὲ, ἀπὸ Ἄγαρ τῆς μητρὸς Ἰσμαήλ· Ἁγαρηνοὶ δὲ, ἀπὸ τοῦ τὴν Ἄγαρ εἰπεῖν πρὸς τὸν ἄγγε λον, ὅτι ἀπελαθεῖσα παρὰ τῆς κυρίας αὐτῆς, ὧδευε κατὰ τὴν ἔρημον ἐπιφερομένη τὸν Ἰσμαήλ, ὅτι Σάρρα κενήν με ἀπέλυσεν, ὡς ἐκεῖνοι λέγουσιν. α΄. Οἱ Σαρακηνοί μέχρι μὲν τῶν Ἡρακλείου τοῦ βασιλέως χρόνων εἰδωλολάτρουν, προσκυνοῦντες τῷ ἑωσφόρῳ ἄστρῳ, καὶ τῇ Ἀφροδίτῃ, ἣν δὴ καὶ Χαρ σὰρ τῇ ἑαυτῶν ἐπονομάζουσι γλώττῃ· δηλοῖ δὲ ἡ λέξις αὕτη τὴν μεγάλην· τότε δὲ ψευδοπροφήτης αὐτοῖς ἀνέστη Μωάμεθ, ὁ ταῖς βλασφημίαις μέγας καὶ περιβόητος. Οὗτος, ἀπὸ μιᾶς τῶν ἐξ Ἰσμαήλ φυλῶν καταγόμενος, καὶ κομιδῆ νέος ὀρφανισθείς, ἐθήτευε παρὰ γυναικὶ χήρᾳ, κατὰ γένος αὐτῷ προσ ηκούσῃ. Τὴν παιδικὴν δὲ παραμειψάμενος ἡλικίαν, ὑπέδυ ταύτην, καὶ συνεγένετο, καὶ φανερῶς αὐτὴν ἔλαβεν εἰς γυναῖκα. Γενόμενος δὲ κύριος τῶν ὑπαρ χόντων αὐτῇ, πολλάκις καὶ ἀπεδήμει κατ' ἐμπο ρίαν. Καί ποτε παραγενόμενος εἰς Παλαιστίνην, συνέτυχεν Ἑβραίοις· εἶτα καὶ Ἀρειανοῖς· ἔπειτα καὶ Νεστοριανοῖς· καὶ δόξας φιλομαθής, ἤρύσατο ταχέως ἐξ Ἑβραίων μὲν μοναρχίαν, ἐξ Ἀρειανῶν δὲ Λόγον καὶ Πνεῦμα κτιστά· ἀπὸ δὲ Νεστοριανῶν ἀνθρωπολατρείαν· καὶ σύνθετος ἐξ αὐτῶν θρησκείαν ἑαυτῷ συνεστήσατο. Νοσήσαντος δέ ποτε παρέσει μελῶν, ἡ δηλωθεῖσα τούτου γυνὴ σφόδρα ἠνιᾶτο καὶ ἤσχαλλεν, οὐ μόνον ὡς πένητι συναφθεῖσα, ἀλλὰ καὶ ὡς παραλυτικὴν ἔχουσα τὸν γημάμενον. Ἦν δὲ αὐτοῖς φίλος μοναχός τις αἱρετικός, ἐξόριστος εἰς ἐκεῖνα τὰ μέρη διὰ κακοπιστίαν γενόμενος. Οὗτος ἐξ ὑποθήκης τοῦ Μωάμεθ ἐπληροφόρησε τὴν τούτου σύζυγον, ὡς οὐκ ἔστι κοινὴ νόσος ἡ κατέχουσα τοῦτον· ἀλλ' ὁσάκις ἂν ἴδῃ τὸν ἀρχάγγελον Γαβριήλ, μὴ φέρων αὐτοῦ τὴν φοβερὰν ἐπιφάνειαν, εἰς τοῦτο καταπίπτει τὸ πάθος. Καὶ γὰρ ὁ δηλωθεὶς ἄγγελος εἰς τοὺς μεγάλους ἀποστέλλεται προφήτας, ἀποκαλύπτων αὐτοῖς τὰ μυστήρια τοῦ Θεοῦ, καὶ γνῶ σιν τῶν ἐσομένων. Ἀποστέλλεται δὲ, φησί, καὶ πρὸς τὸν ἄνδρα τὸν σαυτῆς, ὡς μέγιστον προφήτην. Αὕτη δὲ, πεισθεῖσα τοῖς λεγομένοις, καὶ γενομένη περιχαρής, ἐκήρυττε διαῤῥήδην ταῖς ἄλλαις γυναιξὶν, ὅτι μέγας ἐστὶ προφήτης Μωάμεθ ὁ ἀνὴρ αὐτῆς. Καὶ τὸν τρόπον τοῦτον ἐκ γυναικῶν εἰς ἄνδρας ὁ λόγος οὗτος διαδοθεὶς ἐκράτησε, καὶ κατέστη βέβαιος. Καὶ λοιπὸν ἤρξατο διδάσκειν ὁ πλάνος ἐκεῖ νος, καὶ τὴν τῶν δογμάτων αὐτοῦ νόσον διασπείρειν ἐπὶ τοὺς ἀνοήτους. β΄. Οὗτος διεθρύλλησε γραφὴν οὐρανόθεν ἐπ' αὐτὸν κοιμώμενον καταπεσεῖν, ἔχουσαν τοιαύτην θεολογίαν· ὅτι τε εἷς Θεός ἐστι, ποιητὴς τῶν ὅλων,
col. 1335–1336page 659 of 677
PG 130:1335μήτε γεννηθείς, μήτε γεννήσας· καὶ ὅτι ὁ λόγος τοῦ Θεοῦ, καὶ τὸ Πνεῦμα αὐτοῦ, κτιστὰ ὄντα, εἰσ ῆλθεν εἰς Μαρίαν τὴν ἀδελφὴν Μωσέως καὶ Ἀαρών, καὶ ἐγέννησεν αὐτὴ δίχα σπέρματος Ἰησοῦν τὸν Χριστόν· προφήτην καὶ δοῦλον γεγονότα τοῦ Θεοῦ· καὶ ὅτι οἱ Ἰουδαῖοι φθονήσαντες ἠθέλησαν αὐτὸν σταυρῶσαι· καὶ κρατήσαντες, ἐσταύρωσαν τὴν σκιὰν αὐτοῦ· αὐτὸς δὲ ὁ Χριστὸς οὐκ ἐσταυρώθη, οὐδὲ ἀπέθανεν· ὁ γὰρ Θεὸς ἔλαβεν αὐτὸν πρὸς ἑαυτὸν εἰς τὸν οὐρανὸν, διὰ τὸ φιλεῖν αὐτόν· καὶ ὅτι ἀνελθόντα τὸν Χριστὸν εἰς τὸν οὐρανὸν, ἐρώτησεν ὁ Θεὸς, λέγων· Ὦ Ἰησοῦ, σύ, εἶπε, τὸν λόγον τοῦτον, ὅτι Υἱὸς εἶ τοῦ Θεοῦ, καὶ Θεός; Καὶ ἀπε κρίθη Ἰησοῦς ὅτι Οὐκ εἶπον ἐγώ· οὐδὲ αἰσχύνομαι εἶναι δουλός σου. Ἀλλ' οἱ ἄνθρωποι λέγουσι, ὅτι εἶπον τὸν λόγον τοῦτον.» Καὶ ἄλλα πολλὰ τερατολογῶν ἐν τῇ τοιαύτῃ γραφῇ γέλωτος ἄξια, ταύτην ἐκ Θεοῦ ἐπ' αὐτὸν κατενεχθῆναι φρυάττεται. γ'. Ἡμεῖς δὲ πρὸς τὸν μαθητὴν αὐτοῦ λέγομεν ὅτι Περὶ μὲν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πάντες οἱ προφῆται προκατήγγειλαν, καὶ πρὸ τούτων Μω σῆς, ὅτι Θεοῦ Υἱὸς ὢν καὶ Θεὸς, ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐνανθρωπήσει· καὶ τελέσας τὴν ἔνσαρκον οἰκονομίαν αὐτοῦ, σταυρωθήσεται καὶ ταφήσεται, καὶ ἀναστήσεται, καὶ εἰς οὐρανὸν ἀναληφθήσεται· καὶ τελευταῖον ἥξει κριτὴς πάντων, ἀποδιδοὺς ἑκά στῳ κατὰ τὰ ἔργα αὐτοῦ. Τούτους δὲ τοὺς προφήτας, καὶ ὑμεῖς, ὡς λέγετε, δέχεσθε. Περὶ δὲ τοῦ Μωάμεθ τούτων οὐδεὶς προεφήτευσεν, ὅτι τοιοῦτον προφήτην ἀναστήσει τοῖς Σαρακηνοῖς ὁ Θεός. Καὶ ὁ μὲν Μω σῆς, τοῦ ὄρους τοῦ Σινᾶ φοβεροῦ γεγονότος ἐν νεφέλῃ, καὶ πυρὶ, καὶ γνόφῳ, καὶ θυέλλῃ, καὶ τοιαύταις ἄλλαις φρικταῖς καταπλήξεσιν, ὁρῶντος τοῦ λαοῦ παντός, εἰσῆλθεν εἰς τὸν γνόφον, καὶ τὸν νόμον ἐκομίσατο· ὁ δὲ Μωάμεθ, ποίων θεοσημείων προη γησαμένων, ἢ τίνων ὁρώντων, ἐδέξατο τὴν θεόπεμπτον ταύτην, ὡς ἔλεγε, γραφήν; Καὶ οὗτοι ἐξαπορούμενοι ἀποκρίνονται, ὅτι ὁ Θεός, ὅσα θέλει, καὶ ὡς θέλει, ποιεῖ. Εἶτα πάλιν ἡμεῖς· Ἀλλὰ πῶς κατ ῆλθεν ἐπὶ τὸν προφήτην ὑμῶν ἡ γραφή; Καὶ λέ γουσιν, ὅτι κοιμωμένου ἐπέπεσεν ἐπ' αὐτόν. Καὶ αὖθις ἡμεῖς, Καὶ πόθεν δῆλον, ὅτι θεόθεν ἔπεσεν ἐπ' αὐτόν; Εἰκὸς γὰρ ἄνθρωπον αὐτὴν γράψαντα ῥίψαι ἐπ' αὐτόν· ἢ καὶ αὐτὸν ταύτην πλασάμενον κηρύττειν ὅτι θεόθεν ἔπεσεν ἐπ' αὐτόν. Μηδὲν δὲ καίριον προσαπολογεῖσθαι δυναμένων, λέγομεν ὅτι Ὥσπερ ὁ κοιμώμενος παραφθέγγεται, καὶ ἀλλοκότους ὀνείρους βλέπει πολλάκις, οὕτω καὶ τὰ τῆς γραφῆς, ἥτις ἐπ' αὐτὸν ἐρρίφη κοιμώμενον, παρα φορά, καὶ ὀνειρωδικώτατον τὸ ψεῦδος. Ἐρωτώντων δὲ πάλιν ἡμῶν, Πῶς, τοῦ Μωάμεθ ὑμῖν ἐντειλαμένου μηδὲν ἄνευ μαρτυρίας ἢ ποιεῖν ἢ παραδέχεσθαι, οὐκ ἀπῃτήσατε αὐτὸν μαρτυρίαν, ὅτι ὁ Θεὸς αὐτὸν προφήτην ἐχειροτόνησε, καὶ ὅτι θεόθεν ἐδέξατο τὴν εἰρημένην θεολογίαν; Σιωπῶσιν αἰδούμενοι. Καὶ αὖθις ἡμεῖς· Ὢ τῆς ἀτοπίας! γυναῖκας μὲν καὶ δούλους, καὶ χρήματα καὶ κτήματα, καὶ ὄνους καὶ κύνας, τὸ εὐτελέστατον, χωρὶς μαρτυρίας οὐκ ἔχετε· μόνην δὲ πίστιν καὶ γραφὴν οὕτως ἀμάρτυρον ἔχετε;
col. 1337–1338page 660 of 677
PG 130:1337δ. Ἀλλ' ἐπεὶ Ἰησοῦν Χριστὸν λέγετε λόγον τοῦ Θεοῦ, καὶ Πνεῦμα αὐτοῦ, συνομολογεῖτε καὶ ἄκοντες ὅτι ὁ Λόγος τοῦ Θεοῦ καὶ τὸ Πνεῦμα αὐτοῦ ἐν τῷ θεῷ εἰσιν. Ὁ γὰρ λόγος τοῦ Θεοῦ καὶ τὸ Πνεῦμα αὐτοῦ ἀχώριστά εἰσι τοῦ οὗ εἰσιν, ἵνα μὴ ἄλογος καὶ ἄπνους ὑπολειφθῇ. Εἰ δὲ ἐν τῷ Θεῷ ἐστιν ὁ λόγος αὐτοῦ, δηλονότι καὶ Θεός ἐστι. Καὶ λοιπὸν ὁ Χριστός, ὡς μὲν Λόγος τοῦ Θεοῦ, Θεός ἐστιν, ὡς δὲ ἐκ Παρθένου γεννηθείς, ἄνθρωπος ἐστι. Καὶ οὕτω διπλοῦν ὄντα χρὴ τοῦτον ὁμολογεῖν, Θεόν τε καὶ ἄνθρωπον, ἐν δύο φύσεσι γνωριζόμενον, θεότητός τε καὶ ἀνθρωπότητος. Αὐτοὶ δὲ πάλιν ἀλογίστως ἐπὶ τὴν θεόπεμπτον γραφὴν καταφεύγουσι. Χρὴ δὲ καὶ συλλογιστικῶς αὐτοὺς ἀναγαγεῖν ἐπὶ τὴν ἀλήθειαν. Ὁ Θεός, τέλειος ὤν, οὐκ ἄλογός ἐστι. Λόγον δὲ ἔχων, οὐκ ἀνυπόστατον ἔχει τοῦτον, οὐδὲ ἀρξάμενον τοῦ εἶναι, οὐδὲ παυσόμενον· οὐδὲ γὰρ ἦν ποτε ἄλογος· ἀλλ' ἀεὶ ὢν τὸν ἑαυτοῦ Λόγον ἔχων ἐξ αὐτοῦ γεννώμενον, καὶ ἐν αὐτῷ μένοντα, καὶ ζῶντα, καὶ τέλειον, καὶ οὐ κατὰ τὸν ἡμέτερον λόγον. Ὧν γὰρ τὸ εἶναι διάφορον, τούτων καὶ ὁ λόγος διάφορος. Ὥσπερ δὲ ὁ ἡμέτερος λόγος ἐκ τοῦ νοῦ γίνεται νοούμενος, καὶ οὔτε δι᾿ ὅλου ὁ αὐτός ἐστι τῷ νῷ, οὔτε παντάπασιν ἕτερος (ἐκ τοῦ νοῦ μὲν γὰρ ὤν, ἄλλος ἐστὶ παρ' αὐτόν· αὐτὸν δὲ τὸν νοῦν ἐμφαίνων, οὐκ ἔστι παντελῶς ἕτερος παρ' αὐτόν· ἀλλ᾽ ἓν κατὰ τὴν φύσιν, ἕτερός ἐστι τῷ ὑποκειμένῳ)· οὕτω καὶ ὁ τοῦ Θεοῦ λόγος, ὅς ἐστιν ὁ Υἱός, τῷ μὲν ὑφεστάναι καθ' ἑαυτὸν, διήρηται πρὸς ἐκεῖνον, παρ' οὗ τὴν γέννησιν ἔσχηκε· τῷ δὲ ταῦτα δεικνύειν ἐν ἑαυτῷ, ἃ περὶ τὸν Θεὸν θεωρεῖται, ἓν ἐστι πρὸς αὐτὸν κατὰ τὴν φύσιν. Δεῖ τὸν Λόγον ἔχειν καὶ Πνεῦμα, συμπαρομαρτοῦν τε αὐτῷ, καὶ φανεροῦν αὐτοῦ τὴν ἐνέργειαν. Καὶ γὰρ ὁ ἡμέτερος λόγος οὐκ ἄμοιρός ἐστι πνεύματος· ὅπερ ἐν τῷ καιρῷ τῆς ἐκφωνήσεως φωνὴ γίνεται τοῦ λόγου ἡμῶν, φανεροῦσα τὴν τούτου δύναμιν. Ἀλλ' ἐφ' ἡμῶν μὲν ἀλλότριον τῆς ἡμετέρας οὐσίας τὸ πνεῦμα τοῦτο, ἀέρος ὢν εἰσροὴ καὶ ἐκροή· ἐπὶ δὲ τοῦ Θεοῦ, ὥσπερ ὁ Λόγος οὐ κατὰ τὸν ἡμέτερον, ἀλλ᾽ οὐσιωδῶς ὑφεστώς, καὶ τῆς αὐτῆς οὐσίας καὶ φύσεως τῷ γεννήτορι, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον, οὐσιωδῶς ὑφεστώς, καὶ τῆς αὐτῆς τῷ Θεῷ οὐσίας καὶ φύσεως καὶ τελειότητος, ἐκ τοῦ Πατρὸς προϊόν, καὶ ἐν αὐτῷ ὄν, καὶ τῷ Λόγῳ καὶ Υἱῷ συμπαρομαρτοῦν, καὶ ἐκφαντικὸν ὑπάρχον αὐτοῦ. Περὶ μὲν οὖν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ὅτι καὶ εἰσὶ, καὶ τῆς αὐτῆς εἰσι φύσεως, ἱκανῶς ἡμῖν ἀποδέδεικται. ε'. Περὶ δὲ τῆς μητρὸς τοῦ ἐνανθρωπήσαντος Θεοῦ, τοῦ Υἱοῦ τοῦ Θεοῦ, βραχέα τινὰ διαλεκτέον, καὶ ὅσα δύναιτ' ἂν ἐλέγξαι τὴν θεόπεμπτον ἐκείνην γραφήν.
col. 1339–1340page 661 of 677
PG 130:1339Ἀφ' οὗ γὰρ ἡ τοῦ Μωσέως καὶ Ἀαρὼν ἀδελφὴ Μαρία μετὰ τῶν ἀδελφῶν αὐτῆς ἐξῆλθεν ἀπὸ τῆς Αἰγύπτου, δισχιλίων ἐτῶν περίοδος ἄχρι τῆς τοῦ Κυρίου κατὰ σάρκα γεννήσεως παρέδραμεν. Αὕτη δὲ ἡ Μαρία οὐχ ὑπερέβη τὸ μέτρον τῆς ζωῆς τῶν οὐσῶν τότε κατ' αὐτὴν γυναικῶν. Πρόδηλον οὖν τὸ ψεῦδος, καὶ κακόπλαστον, καὶ παρ' ἱστορίαν. Πῶς δ᾽ ἂν καὶ ὁ Δαβίδ, πρόγονος τοῦ Χριστοῦ, κατὰ τὸ ἀνθρώπινον αὐτοῦ λογισθείη, μετὰ τὸν τῆς Μαρίας θάνατον, τῆς ἀδελφῆς Μωσέως καὶ Ἀαρών, πολλοῖς ὕστερον ἔτεσι γεννηθεὶς καὶ ἀνατραφεὶς καὶ παιδοποιήσας; ς΄. Πῶς οὖν θεόπεμπτος ἡ τοιαῦτα φλυαρούσα γραφὴ, καὶ τηλικαῦτα ψευδομένη; Εἰ γὰρ Μαρίας τῆς ἀδελφῆς Μωσέως καὶ Ἀαρών υἱὸς ἦν ὁ Χριστὸς, ἔδει τοῦτον, ὅτε παρίστατο Ποντίῳ Πιλάτῳ κρινόμενος, ἐσχατόγηρων εἶναι, καὶ οἷον ἀνθρώπου λείψανον, τῷ πολλῷ μήκει τῶν ἐν μέσῳ χρόνων κατὰ μικρὸν διοπανώμενον. Ὅτι δὲ οὐχ ἡ σκιὰ τοῦ Χριστοῦ, ἀλλ᾽ ὁ Χριστὸς αὐτὸς ἐσταυρώθη κατὰ σάρκα, δηλοῖ τὸ καταῤῥεῦσαν αἷμα τοῦ παναγίου σώματος αὐτοῦ, παρὰ Χριστιανοῖς φυλαττόμενον, καὶ βρύον ἰάσεσι, καὶ πολλοῖς θαύμασι μαρτυρούμενον, ὅτι τοῦ Χριστοῦ ἐστι. Καὶ οἱ προφῆται δὲ περὶ τῆς σταυρώσεως αὐτοῦ καὶ τῶν πρὸ ταύτης παθημάτων σαφῶς προκατήγγειλαν· ἵνα τὰς ἐκ τῶν ἄλλων Γραφῶν ἐάσωμεν ἀποδείξεις, ἃς οὐδὲ ἐπίστανται οἱ Σαρακηνοί, καὶ μὴν οὐδὲ παραδέχονται. ζ΄. Τὸ δὲ καὶ τὸν Θεὸν ἀγνοεῖν, εἰ ὁ Χριστὸς ἐδίδαξε τοὺς ἀνθρώπους ὅτι Θεός ἐστι καὶ αὐτὸς, καὶ διὰ τοῦτο ἐπερωτᾶν αὐτὸν, καὶ ἀρνησαμένου δέξασθαι τε τὴν ἀπολογίαν αὐτοῦ, ποίας οὐκ ἂν εἴη καταγνώσεως ἄξιον; Πῶς γὰρ Θεὸς, εἰ ἀγνοεῖ τὸ γενόμενον; Πῶς δὲ καὶ ὁ Χριστὸς, ἀλήθειαν ἑαυτὸν κατὰ τὸ Εὐαγγέλιον ὀνομάσας, ἐψεύσατο παρὰ τῷ Θεῷ τὴν ἀλήθειαν ἀρνησάμενος, καίτοι Θεὸς ὤν, ὡς προαποδέδεικται; η΄. Διαβάλλουσιν ἡμᾶς ὡς εἰδωλολάτρας, διὰ τὸ προσκυνεῖν τὸν σταυρὸν, ὃν καὶ βδελύττονται. Καὶ λέγομεν πρὸς αὐτούς· Πῶς οὖν καὶ ὑμεῖς προστρίβεσθε τῷ λίθῳ τοῦ Βραχθάν, καὶ φιλεῖτε τοῦτον; Καί τινες μὲν αὐτῶν φασι· Διότι ἐπάνω αὐτοῦ συνουσίασε τῇ Ἁγὰρ ὁ Ἀβραάμ· ἄλλοι δὲ, ὅτι προσέδησεν αὐτῷ τὴν κάμηλον, μέλλων θῦσαι τὸν Ἰσαάκ. Πρὸς οὓς πάλιν ἡμεῖς· Εἶτα ὑμεῖς μὲν οὐκ αἰδεῖσθε προσκυνοῦντες καὶ τιμῶντες λίθον, ἐφ' οὗ γυναικὶ συνουσίασεν ὁ Ἀβραάμ, ἢ προσέδησε τὴν κάμηλον· ἡμῖν δὲ ὀνειδίζετε προσκυνοῦσι τὸν σταυρὸν δι' οὗ δαιμόνων ἰσχὺς, καὶ διαβόλου καταλύεται πλάνη; Ὁ δὲ ῥηθεὶς λίθος κεφαλὴ τῆς Ἀφροδίτης ἐστὶν, ἣν πάλαι προσεκύνουν οἱ Ἰσμαηλῖται· φέρει γὰρ ὁ λίθος μέχρι καὶ νῦν τοῖς ἀκριβῶς κατασκοποῦσιν ἐκγλυφίδας ἀποτύπωσιν κεφαλῆς· τὸ Βακχὰ Ἰσμακὲχ καλούμενον εἴδωλον, ὅπερ αὐτὸς προσκύνημα πανηγυρήματος ὀνομάζει, τοὺς ἀθλίους βαρβάρους προσκυνεῖν ἐκέλευσε. Καὶ δύο δὲ ὀνόματα βάρβαρα,
col. 1341–1342page 662 of 677
PG 130:1341τὸ Τζιτζαφὰ καὶ Μαρουά, ἐκ τῶν σεβασμάτων εἶναι λέγει τοῦ Θεοῦ· Θεοῦ δὲ πάντως τοῦ οἰκείου. Καὶ τοῖς ἠπατημένοις δὲ ὑπ' αὐτοῦ, παραγινομένοις κατὰ τὰ ἐκεῖσε μιαρὸν οἴκημα τοῦ προσευκτηρίου, περιελθεῖν αὐτὸ κυκλικῶς προστάσσει. Ὡς δὲ παρά τινος ἐξ αὐτῶν πρὸς Χριστιανοὺς αὐτομολήσαντος ἔμαθον, εἴδωλόν τι λίθινον κάθηται μέσον τοῦ οἴκου· καὶ οἱ τὴν πρᾶξιν τοῦ δαιμονιώδους ἐπιτάγματος τούτου πληρούντες, κεκλικότες τοὺς ἀθλίους αὐτῶν αὐχένας, καὶ τὴν χεῖρα ὄρθιον πρὸς αὐτὸ ἐκτετακό τες, τῇ τε ἑτέρᾳ τὸ οὖς ἑαυτῶν κατέχοντες, κυκλοτερῶς περιέρχονται, μέχρις ἂν σκοτοδινίᾳ ληφθέντες καταπέσωσιν. Ἰδοὺ προδήλως εἰδωλολατρεῖν ἐνομοθέτησεν. θ'. Οὗτος ὁ Μωάμεθ, καίτοι ἀμαθὴς ὢν καὶ ἄγροικος, τρία καὶ δέκα καὶ ἑκατὸν συνεγράψατο μυθάρια, ἑκάστῳ τούτων ὄνομα ἐπιθεὶς ἄξιον τῆς ἀπαιδευσίας καὶ μωρολογίας αὐτοῦ. Ὧν ἁπάντων τὴν ἀκαθαρσίαν καὶ τὴν πρόδηλον φλυαρίαν τὸ καὶ διηγήσασθαι καὶ ἀνατρέψαι ἴσον ἐστὶ τῷ τὴν Αὐγείου κόπρον ἐκκομίσαι, κατὰ τὸν Ἡρακλέα. Λοιπὸν οὖν, τἄλλα παραδραμόντες, ὀλίγων ποιησόμεθα μνήμην, καὶ ὅσα πάντως ἀναγκαιότερα, πρὸς τὸ διαγνωσθῆναι τε καὶ καταγνωσθῆναι. Ὁλόσφυρον λέγει τὸν Θεόν, ἤτοι σφαιρικόν. Τοῦτο δὲ τὸ σχῆμα σώματός ἐστι, καὶ σῶμα ἐμφαίνει· ὥσ περ δὴ καὶ τὸν πυκνὸν καὶ πεπιλημένον. Σφαίρα δὲ ὑλικὴ κατ' αὐτὸν ὁ Θεὸς ὤν, οὔτε ἀκούσεται, οὔτε ὄψεται· καὶ καταπρανῶς, ὡς ἔτυχεν, ἐνεχθήσεται, καὶ ἄτακτα κατακυλισθήσεται. Δογματίζων αἴτιον εἶναι παντὸς κακοῦ τὸν Θεόν, ὥσπερ δὴ καὶ παντὸς ἀγαθοῦ, φησίν· «Ὃν ὁδηγεῖ ὁ Θεὸς, ἐκεῖνός ἐστιν ὡδηγημένος· καὶ οὓς πλανᾷ, ἐκεῖνοί εἰσιν οἱ λειπόμενοι.» Καὶ μετ' ὀλίγα τὸ αὐτὸ βεβαιῶν ἐπήγαγεν, ὅτι· «Οὐ κυριεύω τῆς ψυχῆς μου εἰς ὠφέλειαν, εἴτε βλάβην, εἰ μὴ ὅπερ ἐθέλει ὁ Θεός.» Καὶ ἐπιλαθόμενος ὅτι προφήτην πρὸ μικροῦ ἐκήρυσσεν ἑαυτόν, λέγει· «Καὶ εἰ ἐγίνωσκον τὰ ἐπόντα, εἶχον ἂν πλεονάσαι ἐκ τοῦ ἀγαθοῦ, καὶ οὐκ ἂν εἶχέ μου ἅψασθαι δεινόν.» Καὶ πῶς ἂν ἐξέφυγες τὰ δεινά, φύσει, καθὼς αὐτὸς λέγεις, ὄντα; Εἰ δὲ ἐδύνασο διαφυγεῖν αὐτά, οὐ φύσει πάντως εἰσίν. Ὅτι δὲ οὐκ ἔστιν αἴτιος τῶν κακῶν ὁ Θεὸς ἀπεδείξαμεν ἐν τῷ κατὰ τῶν Μασσαλιανῶν τίτλῳ, καὶ ζήτησον τὸ ιζ' κεφάλαιον. Φησὶν ἐν τῷ ὀγδόῳ τῶν μυθαρίων αὐτοῦ· «λέγουσιν οἱ Ἰουδαῖοι· Ὁ Ἰσραήλ ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ· καὶ λέγουσιν οἱ Χριστιανοί, ὅτι ὁ Χριστός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· τοῦτ᾽ ἔστιν ὁ λόγος αὐτῶν διὰ τῶν στομάτων αὐτῶν·» καὶ τὰ ἑξῆς. Ἀλλ᾿ ἄκουσον, υἱὲ τοῦ πατρὸς τοῦ ψεύδους. Ἰουδαῖοι μὲν οὐ γνήσιον υἱὸν τοῦ Θεοῦ Ἰσραὴλ ὀνομάζουσιν, ἀλλ' ἢ ὅσον δεῖ ξαι τὴν πρὸς αὐτοὺς τοῦ Θεοῦ στοργὴν διὰ τὴν προσοῦσαν αὐτοῖς εὐσέβειαν· οἱ δέ γε Χριστιανοὶ φύσει Υἱὸν Θεοῦ, καὶ ὁμοούσιον τῷ Πατρί, κατὰ τὴν θεότητα, τὸν Χριστὸν ὁμολογοῦσιν. Εἰ γὰρ, ὡς αὐτ
col. 1343–1344page 663 of 677
PG 130:1343τὸς ὁμολογεῖς, ἐκ Θεοῦ δέδοται τῷ Χριστῷ τὸ Εὐαγγέλιον, καθὼς ὑποκατιόντες ἀποδείξομεν· ἐν αὐτῷ δὲ τῷ Εὐαγγελίῳ γέγραπται, ὅτι τρίτον ἄνωθεν ὁ Θεὸς ὑπὲρ Χριστοῦ ἐμαρτύρησε, πῇ μὲν λέγων, ὅτι οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· πῇ δὲ, Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω· καὶ ἐν τῷ ὄρει δὲ τῷ Θαβώρ, Αὐτοῦ ἀκούετε· τί ἄτοπον καὶ ξένον ποιοῦσιν οἱ Χριστιανοί, Θεὸν καὶ Θεοῦ Υἱὸν ὁμολογοῦντες τὸν Χριστόν, τοῦ Θεοῦ καὶ τῷ Χριστῷ ταῦτα προσμαρτυροῦντος, ὡς διδάσκει τὸ Εὐαγγέλιον, ὁ ἐκ Θεοῦ δεδόσθαι ὁμολογεῖς; Ἐπιμνησθεὶς δὲ τοῦ Χριστοῦ καὶ τοῦ Εὐαγγελίου, φησὶν ἐκ προσώπου τοῦ Θεοῦ· Ἀπεστείλαμεν ἀκόλουθον τούτων πάντων (δηλαδὴ τῶν προφητῶν) Ἰησοῦν τὸν υἱὸν Μαρίας, εἰς τὸ ἀληθοποιῆσαι τὰ πρὸ αὐτοῦ, τὰ τοῦ νόμου, καταγαγόντες πρὸς αὐτὸν τὸ Εὐαγγέλιον· ἐν ᾧ ἐστιν ὁδήγησις, φῶς, καὶ δικαιοσύνη, κατὰ τὴν δύναμιν τοῦ πρὸ αὐτοῦ νόμου, εἰς ὁδήγησιν καὶ ἐπαγγελίαν τοῖς φοβουμένοις αὐτὸν, καὶ εἰς τὸ κρῖναι τοὺς οἰκείους τοῦ Εὐαγγελίου. Εἰ δὲ ἀληθοποιῆσαι τὰ πρὸ αὐτοῦ, τουτέστι τὰ τοῦ παλαιοῦ νόμου, παραγενόμενος ὁ Χριστὸς, καὶ τὸ Εὐαγγέλιον, ὁδήγησιν, καὶ φῶς, καὶ δικαιοσύνην τοῖς ἀνθρώποις παρέδωκεν, ὡς αὐτὸς ὁμολογεῖς, καὶ τὴν κρίσιν αὐτὸς μέλλει ποιεῖν, σοὶ περιλέλειπται συνεισενεγκεῖν τοῖς ἀνθρώποις οὐδὲν ἕτερον ἢ πλάνην καὶ ἐναντίωσιν τῆς ἀληθείας δογμάτων. Λέγει πάλιν ἐκ προσώπου τοῦ Θεοῦ· «Ὅταν ἠθέλομεν ἀπολέσαι χωρίον, ἐκελεύομεν τοῖς ἑστῶσιν ἐν αὐτῷ, καὶ ἠσώτευον ἐν αὐτῷ· καὶ ἐδικαιοῦτο ἐπάνω αὐτῶν ὁ λόγος, ὁ τῆς ἀπωλείας αὐτῶν δηλονότι, καὶ τῆς κατ᾿ αὐτῶν ἀποφάσεως· καὶ ἐδαμάσαμεν αὐτοὺς δαμάσει, καὶ πολλοὺς ἀπωλέσαμεν ἐκ τῶν γενεῶν μετὰ τὸν Νῶς.» Ταῦτα τὰ ῥήματα τίνι μᾶλλον ἁρμόζει, τῷ φιλανθρώπῳ Θεῷ, ἢ τῷ μισανθρώπῳ δαίμονι; Θεὸς κελεύει ἀσωτεύειν, ἢ διάβολος; Ὁ δὲ κελεύων ἀσωτεύειν, ἐκεῖνος τῆς ἀσωτίας αἴτιος μάλιστα, καὶ πλείονος κολάσεως ἄξιος. Μωσῆς μὲν ἔγραψεν, ὅτι Ἰδόντες οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας· υἱοὺς μὲν Θεοῦ τοὺς ἀπογόνους τοῦ Σὴθ προσαγορεύων (οὕτω γὰρ δοκεῖ ὠνομάσθαι διὰ τὸ θεομίμητον αὐτοῦ καὶ τὴν ἐνάρετον καὶ εὐλαβῆ πολιτείαν), θυγατέρας δὲ ἀνθρώπων τὰς ἐκ τοῦ Κάϊν καὶ τῶν ἐξ αὐτοῦ καταγομένων· ὁ δὲ Μωάμεθ τοὐναντίον εἴρηκεν· ἀντὶ μὲν τῶν υἱῶν τοῦ Θεοῦ θηλείας ἀγγέλους εἰπὼν, κατὰ τὸν Ἕλληνα μῦθον, Πρὸς δ᾿ αὖ Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν· ἀντὶ δὲ τῶν θυγατέρων τῶν ἀνθρώπων υἱοὺς ἀνθρώπων ἐπαγαγών. Καὶ τὸ πάντων ἐλεεινότατον, ὅτι παρὰ Θεοῦ τοῦτο γενέσθαι καταγγέλλει, λέγων· Ἐξελέξατο Κύριος ἡμῶν τὰ τέκνα· καὶ ἔλαβεν ἐκ τῶν ἀγγέλων θηλείας. Ὑμεῖς δὲ λέγετε λόγους μεγάλους, τουτέστι φημίζετε τὸν
col. 1345–1346page 664 of 677
PG 130:1345Θεὸν υἱοὺς ἔχειν· μᾶλλον μὲν οὖν θηλείας ἀγγέλους νύμφας δέδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων· ἐξ ὧν οἱ γίγαντες ἐγεννήθησαν. Καὶ ὅτι μὲν αἱ θήλειαι ἄγγελοι οὐκ εἰσι θυγατέρες Θεοῦ, κατὰ τὸν ις΄ μύθον, ἔμνυσι, καὶ ἐπαρᾶται τὸν τοῦτο ὑπολαμβάνοντα· ὅτι δὲ θήλειαι ἄγγελοί εἰσιν, ἐνίσταται, καὶ διισχυρίζεται. Ἀλλ' εἰ καὶ δοθείη, ὅπερ ἀμήχανον, ἄνδρα θηλείᾳ ἀγγέλῳ μίγνυσθαι, καὶ σπερμαίνειν ἐν αὐτῇ· ἐν ποίᾳ μήτρᾳ συνέξει καὶ ζωώσει τὸ σωματικὸν σπέρμα ἡ ἀσώματος; Ποίᾳ δὲ καταλλήλῳ ὕλῃ θρέψει τοῦτο; πῶς δὲ καὶ ἐγγάστριον περιάξει τὸ βρέφος; πῶς δὲ καὶ γαλουχήσει τὸ χυμοὺς θρεπτικοὺς εἰωθὸς ἐπισπᾶσθαι ζῶον ἡ ἄϋλος καὶ ἄναιμος φύσις; Οὐκ ἄρα πάντως οὔτε θήλειά ἐστιν ἄγγελος· τὸ γὰρ ἄῤῥεν καὶ τὸ θῆλυ σωμάτων ἴδια. ι΄. Εἰσάγει τὸν Θεὸν αὐτῷ τοιοῦτον ὅρκον ὀμνύοντα· «Μὰ φουλκὶ τῶν φουλκῶν, καὶ προθίσματα προθισμάτων.» Καὶ αὖθις ἐν ἑτέρῳ μυθαρίῳ· «Μὰ λικμοῦντα λικμούντων, καὶ βαστάζουσας γόμους, καὶ τρεχούσας εὐθεῖαν, καὶ τὰ μερίζοντα πράγματα.» Καὶ πάλιν ἐν ἑτέρῳ· «Μὰ τὸ ὄρος, καὶ γραφὴν διστιχισμένην ἐν μεμβράνῳ λιτῷ· καὶ τὸ ὀσπήτιον τὸ ᾠκοδομημένον, καὶ τὸ στέγος τὸ σηκούμενον, καὶ τὴν θάλασσαν τὴν δεδεμένην.» Καὶ ἐν ἑτέροις ἄλλα τινὰ βαρβαρικὰ καὶ ἀνόητα, καὶ τῆς αὐτοῦ φλυαρίας καὶ φρενοβλαβείας οὐκ ἀποδέοντα. Καὶ ἀλλαχοῦ πάλιν· «Μὰ τὸν κάλαμον καὶ ἃ στιχίζουσι.» Καὶ πάλιν ἐν ἄλλοις ὅρκον πεποίηται· «Μὰ τὰς ἀπολυομένας ὀρδίνου, καὶ καταιγίδων καταιγίδας, καὶ ἁπλωθέντων ἁπλώματα, καὶ χωρούσας χώρημα, καὶ διπτούσας γνώμην ἀπολογητικήν.» Καὶ αὖθις ἐν ἄλλοις· «Μὰ τὰς ἀνασπωμένας βόλισμα, καὶ ἀφελομένας ἀφέλωμα, καὶ κολυμβούσας κόλυμβον, καὶ προλαβούσας προλάβωμα, καὶ διοικούσας πράγμα ἐν ἡμέρᾳ ἐν ᾗ σείει σεισμός.» Καὶ αὖθις ἐν ἑτέρῳ· «Μὰ τὸν οὐρανὸν τὸν πεπυργωμένον, καὶ τὴν ἡμέραν τῆς συνταγῆς· καὶ μάρτυν καὶ μαρτυρούμενον.» Καὶ πάλιν ἐν ἑτέρῳ· «Μὰ τὸν οὐρανὸν καὶ τὸν Ἀλταρίκ.» «Καί τί οἶδας τί τὸ Ἀλταρίκ; Ὁ ἀστὴρ ὁ τρυπητός.» Καὶ ἐν ἄλλῳ πάλιν· «Μὰ τὸ αἶγος καὶ νύκτας δέκα· καὶ ἡ ζυγὴ καὶ ἡ ἀποζυγή· καὶ ἡ νύξ ὅταν ἐφαπλῶται.» Καὶ αὖθις ἐν ἄλλῳ· «Μὰ τὰς συκᾶς καὶ τὰς ἐλαίας τοῦ Σινᾶ, καὶ ταύτην τὴν χώραν.» Καὶ ἐν ἄλλῳ πάλιν· «Μὰ τὰς δραμούσας ἐν ὑλακισμῷ, καὶ τὰς δεικνυούσας πυροβολίαν, καὶ τὰς περιπιπτούσας εἰς τὸ αὖγος, καὶ ταράξαντας εἰς τὸ ὑδρόσταθμα.» Καὶ ἀλλαχοῦ· «Μὰ τὸν Ἀλεζερ.» Τούτων δὲ τῶν ὅρκων τοὺς μὲν τοῦ παρ' αὐτοῦ Θεοῦ φησιν εἶναι, τοὺς δὲ αὐτὸς ὄμνυσι, καταπλήττων κἀν τούτοις τοὺς βαρβάρους, καὶ θέλων δεῖξαι τούτοις πολυμαθής, καὶ βαθέα μυστήρια ἐπιστάμενος, ὥσπερ καὶ ὅταν λέγῃ· «Ἐπιγραφὴ εἰς τὸ Ἀκκά·» «καὶ τί οἶδας τί τὸ Ἀκκά;» καὶ ἄλλα πολλὰ τοιαῦτα παντελῶς δύσφραστα καὶ ἀνόητα, καὶ τὰς ἀκοὰς κατατυποῦντα τῶν μαθητευομένων αὐτῷ. ια΄. Ἔτι ἐξόμνυται Μωάμεθ κατά τε ἡλίου καὶ σελή-
col. 1347–1348page 665 of 677
PG 130:1347νης, καὶ τῶν ἄστρων, καὶ λαμπυρίδων, ζώων, καὶ κυνῶν δρομικῶν, καὶ φυτῶν, καὶ ἑτέρων ἀγνώστων καὶ βαρβαρικῶν ὀνομάτων, ὡς οἶμαι, δαιμόνων τινῶν ἀλιτηρίων καὶ παλαμναίων. Ταῦτα δὲ ποιούμενος ὅρκον, δῆλός ἐστι θεοὺς αὐτὰ νομίζων· ὁ γὰρ ὀμνύων κατὰ τοῦ μείζονος εἴωθεν ὀμνύειν. Διὸ καὶ ὁ Θεὸς, μὴ ἔχων κατὰ μείζονος ὀμνύειν, καθ᾿ ἑαυτοῦ ὤμοσεν, ὡς ἐδίδαξεν ἡ Γραφή. Ὅρκον δὲ νοοῦμεν ἐπὶ Θεοῦ τὴν διά τινος παραλαμβανομένου βεβαίωσιν τῆς ἐπαγγελίας. ια΄. Ναὸν λέγει παρά τε Ἰσραὴλ καὶ Ἀβραὰμ τῷ Θεῷ ἀνοικοδομηθῆναι· τὸν οὔτε γενόμενον πώποτε, οὔτε παρὰ τῇ Γραφῇ μνημονευόμενον· εἰ γὰρ ἀλοιφὴν λίθου μόνον εἰς στήλην τῷ Θεῷ κεχρισμένον οὐ παρεῖδεν ὁ θεῖος Μωσῆς, πῶς ναὸν ὅλον ἀπεσιώπησεν ἄν; ιβ΄. Ἐνομοθέτησεν εὔχεσθαι πρὸς νότον ἀπεστραμμένους· ἵνα κἀν τούτῳ διακρίνωνται ἀπὸ τῶν στρεφομένων πρὸς τὴν τοῦ ἡλίου ἀνατολήν. Κελεύει τοὺς εἰς εὐχὴν ἐρχομένους καθαρίζειν ἑαυτούς· ὕδατι μὲν εἰ πάρεστιν· εἰ δὲ ἄπεστι, χώματι· τοῦτο δὲ ῥυποῖ μᾶλλον, οὐχὶ καθαίρει. Τί καὶ συντελέσει ἡ διὰ τοῦ ὕδατος ψιλὴ κάθαρσις, εἴπερ αἱ ψυχαὶ τούτων ἀκαθαρσίας εἰσὶ μεσταί; Λέγει πάλιν, ὡς ἐκ Θεοῦ· «Ἡμεῖς δεδώκαμέν σοι τὸν κάνθαρον· καὶ εὖξαι πρὸς τὸν Κύριόν σου, καὶ σφάξον.» Ὢ θαυμαστὴ θυσία καὶ μεγαλοπρεπής, καὶ τοῦ νομοθετήσαντος ἐπαξία! ιγ΄. Τὰ ἀπὸ τοῦ ιη΄ μυθαρίου Μωάμεθ μέχρι τοῦ λς΄ πάντα παρήκαμεν, ὡς μεστὰ πάσης τερθρείας καὶ τερατολογίας, καὶ αὐτόθεν ἀνατρεπόμενα, ὅσα ἀπό τε τῆς Παλαιᾶς, ἀπό τε τῆς Νέας ἔλαβε καὶ παρέφθειρε. Λέγει γὰρ τὴν τοῦ Μωσέως καὶ Ἀαρὼν ἀδελφὴν Μαριὰμ παρὰ φοίνικι τίκτειν τὸν Χριστόν, ἀπολεγομένην τὴν ἑαυτῆς ψυχὴν διὰ τὰς ὠδῖνας· καὶ τὸν Χριστὸν ἀπὸ τῆς γαστρὸς αὐτῇ προσφθέγξασθαι, καὶ κελεῦσαι σεῖσαι τὸν φοίνικα, καὶ φαγεῖν ἀπὸ τῶν καρπῶν αὐτοῦ. Τὸν δὲ Δαβὶδ καὶ τὸν Σολομῶντα δαίμοσι καὶ ὄρνισι προσδιαλέγεσθαι, δαίμονας τοὺς συνεργοῦντας τῷ Σολομῶνι παρεῖναι, καὶ γύπας τινάς· καὶ τῶν ἀνέμων ἄρχειν αὐτόν, καὶ τῶν μυρμήκων κατανοῆσαι τὰ μυστήρια· καὶ ἄγριόν τινα ἀλεκτρυόνα εἶναι τούτοις διδάσκαλον. Καὶ τὸν θώρακα δὲ τὸν σιδηροῦν παρὰ τοῦ Δαβὶδ λέγει πρῶτον ἐπινοηθῆναι. Ἑαυτὸν δὲ κριτὴν μετὰ τοῦ Θεοῦ φημίζει, κρινοῦντα τὴν οἰκουμένην· καὶ ἕτερα τούτων ἀλογώτερα καὶ δαιμονιωδέστερα καταφλυαρεῖ. Τὸν ἥλιον φησιν εἰς θερμὸν ὕδωρ καταβαπτίζεσθαι πρὸς τῷ τέλει τῆς ἑσπερίας· καὶ λουόμενον, ἀνιέναι πρὸς ὄρθρον καὶ ἀνατέλλειν. Ἀλλ᾿ εἰ πῦρ μὲν ὁ ἥλιος, ἀλλήλων δὲ φθαρτικὰ τὸ πῦρ καὶ τὸ ὕδωρ, πῶς οὐκ ἀναλίσκει θάτερον τὸ ἕτερον; Τίς δὲ καὶ ἡ χρεία τοῦ τοιούτου λουτροῦ; Καθαρώτατος γὰρ ὁ ἥλιος, καὶ αὐτοῦ τοῦ ὕδατος πολλῷ καθαρώτερος. ιδ΄. Τὸν ἥλιον καὶ τὴν σελήνην ἐφ᾿ ἵπποις εἶναί φη
col. 1349–1350page 666 of 677
PG 130:1349σιν. Ἀλλὰ πῶς ἄψυχα ταῦτα ὄντα, ἱππεύειν δύνανται; πῶς δὲ καὶ οἱ ἵπποι ὄχημα πυρὸς εἶναι ὑποστήσονται; Γήινος γὰρ ἕκαστος ἵππος, καὶ δαπάνη πυρός. Οἱ δὲ κατὰ τὸν Ἠλίαν ἔμπυροι ἵπποι οὐ φύσιν εἶχον ἵππων, ἀλλὰ σχῆμα μόνον, ἄγγελοι Θεοῦ τυγχάνοντες. ιε΄. Ἐκ βδέλλης ἄνθρωπον γίνεσθαι λέγει. Ἀλλὰ πῶς ἐκ τοῦ ἀτιμοτάτου τὸ τιμιώτατον, καὶ ἐκ τοῦ ἀλόγου τὸν λογικὸν, καὶ ἐκ τοῦ φευκτοῦ τὸ εὐκτόν; ις΄. Ἐκ πάντων τῶν ζώων τῆς βρώσεως ἀποπέμπεται μόνον τὸν χοίρον· οὔτε δὲ κύνα, οὔτε λύκον, οὔτε τι ἄλλο· ἀλλὰ πάντων μετέχειν προτρέπεται τοὺς ὑπ' αὐτοῦ ἠπατημένους· «Φάγετε γάρ, φησίν, ἐκ τῶν ὄντων ἐν τῇ γῇ· καθαρὰ γὰρ καὶ καλά· καὶ μὴ ἀκολουθῆτε τοῖς ἴχνεσι τοῦ Σατανᾶ.» Σατανᾶν δηλονότι καλῶν τὸν τὰ μὲν καθαρὰ, τὰ δὲ ἀκάθαρτα προσηγορευκότα Θεόν. Ἀλλ' εἰ Σατανᾶς οὗτος, πῶς Θεὸν αὐτὸν ἐν ἄλλοις ὀνομάζεις, ὦ λῆρε καὶ σεαυτῷ μαχόμενε; ιζ΄. Περὶ νηστείας νομοθετῶν οὕτω φησίν· «ὅτι Ἔξεστιν ὑμῖν ἡ νύξ τῆς νηστείας εἰς μίξιν τῶν γυναικῶν ὑμῶν. Αὗται γὰρ ὑμῶν εἰσι σκεπάσματα· καὶ ὑμεῖς αὐταῖς ἐστε σκεπάσματα. Ἔγνω γὰρ ὁ Θεὸς ὅτι παραδουλεύεσθε ταῖς ψυχαῖς ὑμῶν ἐν τῇ νηστείᾳ, καὶ ἵλεως ὑμῖν γίνεται. Μίχθητε αὐταῖς εἰς παράκλησιν· φάγετε ἑσπέρας καὶ πίετε, ἕως τὸ τῆς νυκτὸς μέλαν φανῇ λευκὸν διὰ τῆς ἡμέρας· καὶ πάλιν πληρώσατε τὴν νηστείαν ἕως τῆς ἑσπέρας· καὶ μίχθητε αὐταῖς, ὑμῶν συχναζόντων ἐν τῷ προσκυνητηρίῳ.» Αὕτη ἐστὶν ὁ νόμος Θεοῦ; Ποία νηστεία, ἀκάθαρτε, ἢ ποῖος νόμος Θεοῦ, τὸ δι' ὅλης τῆς νυκτὸς εὐωχεῖσθαι καὶ ἀσελγαίνειν; Περὶ σωφροσύνης αὐτοῖς διαλεγόμενός φησιν· «Αἱ γυναῖκες ὑμῶν ἄρουραι ὑμῶν. Εἰσέλθετε εἰς τὰς ἀρούρας ὑμῶν, ὅθεν βούλεσθε· καὶ συνέλθετε ταῖς ψυχαῖς ὑμῶν·» τουτέστι, πᾶσαν ἐπιθυμίαν τῶν ψυχῶν ὑμῶν πληρώσατε, καὶ χρήσασθε ταῖς γυναιξὶν ὑμῶν ἀμφοτέρωθεν. Τί τῆς σῆς ἀκαθαρσίας ταύτης ἀσελγέστερον καὶ μιαρώτερον; ιη΄. Οὗτος ἐνομοθέτησε γυναῖκας μὲν τέσσαρας ἕκαστον λαμβάνειν· παλλακὰς δὲ χιλίας, ἢ ὅσας ἂν τρέφειν δυνηθείη. Ὑποκείσθαι δὲ ταῖς γυναιξὶ τὰς παλλακάς· καὶ ἣν ἂν ὁ ἀνὴρ βούληται, ἀπολύειν, καὶ ἄλλην ἀντεισάγειν. Ὢ τῆς ἀνυπερβλήτου καὶ χοιρώδους ἢ κυνώδους ἀκολασίας! Λύσεως μνημονεύσας γυναικὸς ἐξ ἀνδρός φησι τάδε· «Ἐάν τις ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, γαμηθήτω αὕτη ἑτέρῳ· καὶ οὕτως, εἰ βούλεται ὁ ἀπολύσας αὐτὴν ἀνὴρ αὐτῆς, ἐπαναστρεψάσθω πρὸς αὐτόν. Οὐκ ἐξέσται δὲ αὐτῇ, πρὸ τοῦ γαμηθῆναι ἑτέρῳ, ἐπαναστρέψαι πρὸς αὐτόν.» Καλὸς νόμος ὁ μοιχείαν ἐπιτάττων, καὶ καθάρσιον αὐτὴν τῆς ἀπολύσεως ὁρίζων! ιθ΄. Εἰς τὸν καθ' ἡμῶν πόλεμον ἐγείρων τοὺς μαθητὰς αὐτοῦ φησι· «Φονεύσατε αὐτοὺς ὅπου ἂν συναντήσητε αὐτοῖς.» Ἀλλὰ τίνος ἕνεκα τοῦτο κελεύεις, ὦ
col. 1351–1352page 667 of 677
PG 130:1351μιαιφόνε; Ἵνα πάντως μή, νουνεχεῖς ὄντες, ἐλέγχωσι τὰ ἀσέβαστά σου καὶ κατάπτυστα δόγματα. κ΄. Διανίστησι καὶ ἐξοπλίζει παντοιοτρόπως τοὺς βαρβάρους πρὸς τὸ τοῖς τῶν Χριστιανῶν αἵμασι καταχραίνεσθαι, πιστεύοντας πολλὴν παρὰ θεῷ μισθαποδοσίαν κεῖσθαι τοῖς ὁμῶς κατ' αὐτῶν χωρούσι. Τὴν πέμπτην δὲ μοῖραν τῶν αἰχμαλώτων καὶ τῶν ἄλλων σκύλων ἀνατίθεσθαι τῷ Θεῷ, καὶ τῷ προφήτῃ καὶ ἀποστόλῳ αὐτοῦ Μωάμεθ· οὐ γὰρ ἔδει μὴ καὶ τοῦ κέρδους αὐτοῖς κοινωνῆσαι τὸν τῆς ἀπωλείας αὐτοῖς αἴτιον. Ἐχρῆν δὲ ἐκ μιαιφόνου λαοῦ μιαιφόνῳ προφήτῃ μιαιφόνους εἶναι τὰς προσενέξεις. Καὶ καταλλάττεσθαι δὲ κελεύει, παρακαλούντων Χριστιανῶν. Βαβαὶ τῆς ἀπανθρώπου φιλανθρωπίας· Εἰ μὲν καταλλαγέντες, καὶ καθ' ἑαυτοὺς γενόμενοι, τολμήσουσι τῆς αὐτῆς ἐξουσίας ἀποδιαιρεθῆναι, πόλεμον κατ' αὐτῶν συγκροτεῖν, καὶ ἀποσφάττειν αὐτούς· εἰ δὲ τὴν αὐτὴν ἐπανέλοιντο θρησκείαν, εἰς ἀδελφοὺς αὐτοὺς παραδέχεσθαι. Οὐ καταναγκάσετε, φησὶν, εἰς πίστιν αὐτούς. Ἐφανερώθη γὰρ τὸ εὐπρόσδεκτον ἐκ τοῦ σφαλεροῦ. Τουτέστιν, ἐφάνη ἡ καθ' ὑμᾶς πίστις εὐπρόσδεκτος τῷ Θεῷ, τῶν ἄλλων πίστεων ἀποδοκιμασθεισῶν, οἷα σφαλερῶν. Εὔγε τῆς φιλανθρωπίας· ὅτι σφάζειν τοὺς Χριστιανοὺς ἐπιτάξας, μὴ ἀναγκάζειν τέως εἰς τὴν πίστιν ἐκέλευσε· φονεύειν ἐπιτάξας, οὐ δι' ἀλλοτριότητα πίστεως, ἀλλὰ δι' οἰκείαν ἀπήνειαν καὶ ἀπανθρωπίαν, καὶ ἵνα μὴ ζῶντες ἐλέγχωσι τὴν αὐτῶν ἀπόνοιαν καὶ ἀσέβειαν, ὡς προείρηται. Παραινεῖ τοῖς ἰδίοις λέγων· Μὴ γίνεσθε ἀντιλήπτορες Ἰουδαίων τε καὶ Χριστιανῶν. Ὅστις γὰρ ὑπερασπίζεται αὐτῶν ἐξ ὑμῶν, ὁ τοιοῦτος ἐξ αὐτῶν ὑπάρχει. Ἔστω· Χριστιανούς μέν, τοὺς τὴν παντουργὸν καὶ ἁγίαν Τριάδα σέβοντας, μισεῖς, καὶ τοιαῦτα ὑπομένειν κελεύεις· Ἰουδαίοις δὲ, τοῖς ἐπαγγελλομένοις τὴν τοῦ Ἀβραὰμ ἀποσώζειν πίστιν, διὰ τί ταῦτα προξενεῖς; Ἀλλ' οὐκ ἔξω καὶ τοῦτο τῆς σῆς κακοφροσύνης. Οἶδας γὰρ ὅτι ὁ νόμος τὴν τοῦ Χριστοῦ θεότητα δείκνυσι· καὶ διὰ τοῦτο ἀμφοτέρους ἐχθραίνειν κελεύεις, χριστομάχος, ἢ μᾶλλον εἰπεῖν, θεομάχος ὤν. Εἶτ' οὕτω ταλανίζει Χριστιανούς τε καὶ Ἰουδαίους, λέγων· Οὐαὶ ὑμῖν, οἰκεῖοι Γραφῶν· οὐδὲν ὑμῖν ἔσται, ἕως ἂν ἐξακολουθῆτε τῷ νόμῳ καὶ τῷ Εὐαγγελίῳ. Ὄφελον δηλονότι. Καὶ μὴν ἀνατέρω μικρὸν ἀληθοποιηθῆναι μὲν παρὰ Χριστοῦ τὸν νόμον εἴρηκας· δοθῆναι δὲ διὰ τοῦ Εὐαγγελίου ὁδήγησιν, καὶ φῶς, καὶ δικαιοσύνην. Ἀλλ' ὄντως ἑαυτῷ περιπίπτει τὰ πολλὰ τὸ ψεῦδος, ἵνα φανερωτέρως ἐλεγχθείη. Περιτέμνειν καὶ τοὺς ἄῤῥενας καὶ τὰς θηλείας νομοθετήσας, ἀπηγόρευσεν αὐτοῖς καὶ τὸν οἶνον. Τὸ μὲν οὖν περιτέμνειν τοὺς ἄρρενας Ἑβραϊκόν· τὸ δὲ τὰς θηλείας τῆς τοῦ Μωάμεθ ἀναισχυντίας ἴδιον, ἐπὶ διορθώσει δῆθεν τῆς νομικῆς περιτομῆς· ἡ δὲ ἀποχὴ τοῦ οἴνου, ἵνα μὴ μεθυσκόμενοι τοῖς ἐχε-
col. 1353–1354page 668 of 677
PG 130:1353θροῖς αὐτῶν εὐάλωτοι γίγνωνται, καὶ μάλιστα τοῖς Χριστιανοῖς. Ἐμυθολόγησε κάμηλόν τινα γενέσθαι, δυναμένην πίνειν ὅλον τὸν παραῤῥέοντα ποταμόν· εἶναι δὲ ταύτην παμμεγέθη, καὶ μὴ χωρουμένην μεταξύ δύο τῶν μεγίστων ὀρέων. Λαός οὖν, φησίν, ἦν ἐν τῷ τόπῳ· καὶ τὴν μὲν μίαν ἡμέραν αὐτὸς ἔπινε τὸ ὕδωρ τοῦ ποταμοῦ, τὴν δὲ ἑτέραν ἡ κάμηλος. Πίνουσα δὲ τὸ ὕδωρ τοῦ ποταμοῦ, ἐπότιζεν αὐτοὺς, τὸ ἑαυτῆς γάλα παρεχομένη ἀντὶ τοῦ ὕδατος. Ἀνέστησαν οὖν ἐκεῖνοι, πονηροὶ ὄντες, καὶ ἀπέκτειναν τὴν κάμηλον. Ἦν δὲ ταύτης γέννημα, μικρὰ κάμηλος, ἥτις, ἀναιρεθείσης τῆς μητρός, ἐβόησε πρὸς τὸν Θεόν· καὶ ἔλαβεν αὐτὴν πρὸς ἑαυτόν. Ἐρωτῶμεν οὖν τοὺς τοῦ μυθολογήσαντος ταῦτα μαθητάς, πότερον ἐκ συνδυασμοῦ γεγέννηται ἡ μικρὰ κάμηλος, ἢ δίχα συνουσίας; Καὶ λέγουσι, δίχα συνουσίας. Καὶ πάλιν ἡμεῖς, «Καὶ πῶς δίχα συνουσίας;» Καὶ λέγουσιν ἀγνοεῖν. Καὶ αὖθις ἡμεῖς, «Πῶς πρὸς ἑαυτὸν ὁ Θεὸς τὴν μικρὰν κάμηλον ἀνελάβετο, καὶ ποῦ βόσκεται; πῶς δὲ καὶ ὁ προφήτης ὑμῶν οὐκ ἐδίδαξε τὰ περὶ τῆς ἀσυνδυάστου γέννης αὐτῆς; Καὶ ποῦ νέμεται; Καὶ εἰ ζῇ ἐν τῷ οὐρανῷ, ἢ μετὰ τὴν ἀνάληψιν τετελεύτηκεν; Ἢ πρόδρομος ὑμῶν εἰσῆλθεν εἰς τὸν παράδεισον;» Καὶ μηδὲν ἔχοντες εἰπεῖν, μένουσι σιγώντες. κα΄. Ἑαυτὸν λέγει τὰς κλεῖς τοῦ παραδείσου λαβεῖν· καὶ κατὰ τὴν ἡμέραν τῆς παγκοσμίου κρίσεως, μετὰ τὸ καταδικασθῆναι Μωσέα μετὰ τῶν Ἑβραίων ἁπάντων διὰ τὴν τοῦ νόμου παράβασιν, καὶ μετὰ τὴν κατὰ τῶν Χριστιανῶν ψῆφον, ἣν ὑποστήσονται προσαγορεύοντες τὸν Χριστὸν Υἱὸν Θεοῦ καὶ Θεόν, ἀνοιγῆναι μὲν τὸν παράδεισον ὑπ' αὐτοῦ, συνεισελθεῖν δὲ αὐτῷ χιλιάδας ἑβδομήκοντα ἀπὸ τῶν παραδεξαμένων τὴν διδασκαλίαν αὐτοῦ· τοὺς δὲ λοιποὺς τῶν αὐτοῦ μαθητῶν κριθήσεσθαι φάσκει· καὶ τοὺς μὲν κρείττονας ἐξ αὐτῶν ἀναμφιβόλως καὶ αὐτοὺς εἰς τὸν παράδεισον εἰσαχθῆναι, τοὺς δὲ χείρους καὶ ἁμαρτωλοὺς πιττάκιον τῷ τραχήλῳ ἑαυτῶν περιδεδεμένον φέροντας, καὶ αὐτοὺς εἰς τὸν παράδεισον εἰσαχθῆναι· καὶ καλεῖσθαι τούτους ἀπελευθέρους τοῦ Θεοῦ καὶ τοῦ προφήτου Μωάμεθ. κβ΄. Τὸν παράδεισον τέσσαρας λέγει ποταμοὺς ἔχειν, ἐξ ὕδατος ἀθολώτου, καὶ γάλακτος καθαροῦ, καὶ οἴνου ἡδέος, καὶ μέλιτος ἠλισμένου. Συνουσιάζειν δὲ καὶ γυναιξὶν ἐν τῷ παραδείσῳ· καὶ εἶναι τὴν συνουσίαν αὐτῶν ἡδυτάτην πάνυ, καὶ διαρκῆ, καὶ ἄληστον. Τοὺς μέντοι Ἑβραίους, καὶ τοὺς Χριστιανοὺς ξύλα τοῦ αἰωνίου χρηματίζειν πυρός· τοὺς δὲ Σαμαρείτας ἀποτετάχθαι πρὸς τὴν ἐκφορὰν τῆς κόπρου τῶν ἐν τῷ παραδείσῳ διαιτωμένων, ἵνα μὴ ἐποζέσῃ, φησίν, ὁ παράδεισος. Ταῦτα πάντα, τὰ καταγέλαστα πάντα καὶ ἀπαράδεκτα Χριστιανοῖς ὄντα, καὶ μυθάρια, καὶ ἀσύστατα, οὐκ ἐπιδέονταί τινος ἀνατροπῆς, αὐτόθεν ἐληλεγμένα. κγ΄. Ἀποκλείων πᾶσι τὴν ἔρευναν τῶν παρ' αὐτοῦ δογματιζομένων, εἰ ἀληθῆ ταῦτα ἢ μή, κελεύει,
col. 1355–1356page 669 of 677
PG 130:1355νῦν μὲν ὡς θεόπνευστα δέχεσθαι τὰ παρ' αὐτοῦ πάντα· παραπέμψαι δὲ τὴν τούτων ἔρευναν καὶ δοκιμασίαν εἰς τὴν τελευταίαν ἡμέραν τῆς παγκοσμίου κρίσεως· τότε γὰρ φανῆναι τὸ πάντως δόκι μον. Ἵνα δὲ μή τις εἴπῃ, «Αἴτησαι παρὰ τοῦ Θεοῦ σημεῖον εἰς πίστωσιν τῶν παρὰ σοῦ δογματιζομένων,» ὑποκρίνεται τὴν αἴτησιν, καί φησι πρὸς τὸν Θεόν· «Αἰτοῦνται σε οἱ οἰκεῖοι τῆς γραφῆς (τουτέστιν οἱ τὴν θεόπεμπτόν σου γραφὴν δεξάμενοι) τοῦ κατενέγκαι ἐπάνω αὐτῶν γραφὴν ἐκ τοῦ οὐρανοῦ·» γραφὴν δευτέραν δηλονότι, πληροφοροῦσαν περὶ τῶν παρ' αὐτοῦ δογματιζομένων, ὅτι ἀληθῆ καὶ εὐάρεστα. Εἶτα προσεκτίθησι περὶ τῶν Ἑβραίων, ὅτι ᾐτήσαντο τὸν Μωσῆν μείζονα τούτου, καὶ εἶπον, Δεῖξον ἡμῖν τὸν Θεὸν φανερῶς· καὶ ἔλαβεν αὐ τοὺς τὸ θεῖον διὰ τῆς ἀδικίας αὐτῶν· τουτέστιν, ἀνεῖλεν αὐτοὺς διὰ τὴν παράλογον ταύτην αἴτησιν αὐτῶν. Ταῦτα δὲ προσέθηκεν, ἐκφοβῶν τοὺς μαθη τὰς αὐτοῦ, καὶ κωλύων (ὡς δεδήλωται) ζητεῖν αὐ τοὺς ἀποδείξεις τῆς ἀληθείας, ἵνα μὴ τὰ ὅμοια πά θωσι. Καίτοι παρητήσαντο μᾶλλον οἱ Ἰουδαῖοι τὸ λαλεῖν πρὸς αὐτοὺς τὸν Θεόν· καὶ τὴν ἐπὶ τοῦ ὄρους ὀφθεῖσαν τοῦ Θεοῦ δόξαν φορτικὴν ἡγήσαντο καὶ ἀνυπόστατον· καὶ ψευδὲς αὐτὸ τὸ παράδειγμα τῶν οὕτως ἀποθανόντων Ἑβραίων. Ἔτι περιποιούμενος ἑαυτῷ ἀλήθειαν καὶ ἀξιοπιστίαν ἐπὶ τοῖς δογματιζομένοις, εἰσάγει πρόσωπά τινα πᾶσιν ἀδιάγνωστα, εἰς κήρυγμα πρὸ τοῦ Νῶε ἐλθόντα· καὶ ἐν οἷς μὲν ἐπιστεύθησαν, εὐλογίαν προεξενηκότα, ἐν οἷς δὲ ἠπιστήθησαν, κατάραν μεγίστην. Μετὰ μέντοι τὸν Νῶε ἐπεισάγει Τζάλεδ τινὰ προφήτην, ἀδελφὸν Θαμώδ, τὸν οὔτε γεγονότα, οὔτε παρ' ἄλλου ὀνομασθέντα· ἔτι δὲ καὶ Σάϊπον, ὁμοίως ἄγνωστον καὶ τῷ Μωσῇ, καὶ πᾶσι τοῖς ἄλλοις ἱστορικοῖς· οὓς λέγει κηρύξαντας παρ' οἷς μὲν ἐπιστεύθησαν, τὸν Θεὸν αὐτοῖς εὐμενῆ παρεσχηκέναι, παρ' οἷς δὲ ἠπιστήθησαν, καταστροφὴν αὐτοῖς γενέσθαι. κδʹ. Εἶτα προστίθησι περὶ ἑαυτοῦ τοιάδε· Οὐαὶ ἄνθρωποι! ἐγὼ ἀπόστολος εἰμι τοῦ Θεοῦ. Ἔδειξας, ἀφ' ὧν δογματίζεις, ὦ πλάνε, ποίου θεοῦ ὑπάρχεις ἀπόστολος, ὅτι τοῦ ψευδωνύμου, φημὶ δὴ τοῦ Σατανᾶ. Τούτῳ μὲν γὰρ φίλα διδάσκεις, ἐχθρὰ δὲ τῷ ἀληθεῖ καὶ μεγάλῳ Θεῷ. Λέγει πάλιν ὡς ἐκ προσώπου τοῦ Θεοῦ περὶ ἑαυ τοῦ· «Ἀπεστείλαμέν σε πρὸς ἔθνος, τοῦ τυγχάνειν ἐπάνω αὐτῶν τὰ δηλοποιηθέντα πρὸς σέ,» τουτέστι τοῦ ὑποκεῖσθαι αὐτοὺς τοῖς δηλοποιηθεῖσι. Καὶ τοῦτο δὲ εἴρηκεν, ἀξιόπιστον ἑαυτὸν ποιῶν, ὡς εἴωθε πολλάκις ποιεῖν. Καὶ αὖθις προστίθησι· «λέγουσιν οἱ ἀρνούμενοι, ὅτι οὐκ εἰμι ἀπόστολος· ἀρκεσθῇ μοι ὁ Θεός· οὗτος μάρτυς μεταξὺ ἐμοῦ καὶ ὑμῶν.» Τὸ δέ, «Ἀρκεσθῇ μοι ὁ Θεός,» ἀντὶ τοῦ, Ἀρκέσει μοι εἰς μαρτυρίαν ὁ Θεός· ὅς ἐστι μάρ τυς ἐμοῦ μέν, ὅτι εἰμὶ ἀπόστολος αὐτοῦ, ὑμῶν δέ,
col. 1357–1358page 670 of 677
PG 130:1357ὅτι ἀπιστεῖτέ μοι. Θεὸν μὲν οὖν προβάλλεται μάρτυρα τῆς ἀποστολῆς αὐτοῦ, οὐδὲν δὲ Θεοῦ ἄξιον ἐπιφέρεται· καὶ μὴν οὔτε ἀποστόλου σύμβολον, οὐ θαυματουργίαν, οὐ προφητείαν ἀληθινὴν, οὐ βίον ἐξησκημένον, οὐδὲ ἁπλῶς γνῶσιν· ἀλλ᾽ ἀναποδείκτως, ὁ Θεός μοι μάρτυς, ὁ φησίν. κε΄. Καὶ πάλιν ἐν ἑτέρῳ λόγῳ τάδε διέξεισιν, ὅτι Πάντως ἐροῦσί μοι, ὅτι Δαιμονιζόμενος εἶ, λέγων ἐκ Θεοῦ δέξασθαι ταῦτα. Εἰ γὰρ ἦσαν ἀληθῆ, ἄγγελος ἂν κατήγγειλεν. Αἰτίας δὲ τίθησι τοῦ μηδένα καταβῆναι ἄγγελον, καί φησιν, ὅτι «Εἰσί τινες δι' οὓς τοῦτο κωλύεται· καὶ ὅτι, τῶν ἀγγέλων κατελθόντων, τὸ ὅλον ἤνυσται· καὶ τίς χάρις τοῖς ἀνθρώποις;» Ἀλλὰ μὴν πρόφασις τοῦτο τῆς ἀπορίας καὶ τῆς ἀσθενείας σου. Πολλάκις γὰρ ἄγγελοι κατῆλθον εἰς τὴν γῆν, μᾶλλον δὲ καθ᾿ ἑκάστην καταβαίνουσιν, εἰς διακονίαν ἀποστελλόμενοι τῶν σωζομένων. κς΄. Ὁποῖον δὲ καὶ τὸ σημεῖον καὶ ἡ ἀπόδειξις τῆς ἀποστολῆς αὐτοῦ; «Ἴδετε γάρ,» φησί, «τὰς ἀστεροτοξίας, ὁπηνίκα ἀναβαίνει ὁ Σατανᾶς, ἀκροάσασθαι θέλων τὰ ἐν οὐρανῷ λαλούμενα· διὰ τοῦτο πιστεύσατε, ὅτι ἀπόστολος εἰμι. Ἄλλος γὰρ τοῦτο πρὸ ἐμοῦ οὐκ ἐδίδαξεν.» Ὄντως οὐδεὶς ἄλλος τοῦτο ἐδίδαξε· διότι πρόδηλόν ἐστι ψεῦδος. Οὐκ ἀστεροτοξίαι γὰρ ταῦτα, καθὼς αὐτός φησι, κατὰ τοῦ δαίμονος ἐκπεμπόμενα· ἀλλ᾽ ἀποσπινθηρίσεις τῶν ἀστέρων. Ἕκαστος γὰρ ἀστὴρ πῦρ ἐστι, καὶ κατὰ τὴν τοῦ πυρὸς φύσιν ἐκπυρηνίσεις ἐκπέμπει. Πάλιν ἑαυτῷ κατασκευάζων τὸ ἀξιόπιστον, εἰσάγει τὸν Θεὸν μαρτυροῦντα περὶ ἑαυτοῦ καὶ ὀμνύοντα, καὶ λέγοντα· «Μὰ τὸ ἄστρον τὸ δυόμενον, οὐκ ἐπλανήθη ὁ ἑταῖρος ὑμῶν, οὐδὲ ἠνόμησε, καὶ οὐκ ἐφθέγξατο ἐκ θελήματος· οὐκ ἔστιν αὐτῷ εἰ μὴ ἀποκάλυψις ἀποκαλυφθεῖσα, ἣν ἔδειξεν αὐτῷ ὁ ἰσχυρὸς εἰς δύναμιν, ὁ ἀθεώρητος.» Ἀλλά μήν, ὥσπερ τὸ τὸν Θεὸν ὁμόσαι κατὰ ἀστέρος ψευδές, οὕτω δὴ καὶ ὅσα ἀπεκαλύφθη τῷ Μωάμεθ ψευδῆ καὶ δαιμονιώδη. Φησὶ προφητεῦσαι Ἰησοῦν τὸν Υἱὸν Μαρίας περὶ ἑαυτοῦ, εἰπόντα· «Ἐγὼ ἀπόστολος εἰμι τοῦ Θεοῦ πρὸς ὑμᾶς, ἀληθοποιῶν τὰ ἔμπροσθέν μου τὰ τοῦ νόμου, καὶ εὐαγγελιζόμενος ἀπόστολον ἐρχόμενον μετ᾽ ἐμέ· ὄνομα αὐτῷ Μωάμεθ.» Καὶ ποῦ τοῦτο προεφήτευσεν ὁ Χριστὸς, ἢ ἐν ποίᾳ γραφῇ; Πάντως γὰρ τοὺς τοῦ Χριστοῦ λόγους, ὁπηδήποτε διομένους, εἰς ἀκρίβειαν ἐπίστασθε. Ἤγουν δειξάτωσαν οἱ τοῦ Μωάμεθ μαθηταὶ γεγραμμένην που τῶν θεοπνεύστων Γραφῶν ταύτην τὴν περὶ τοῦ Μωάμεθ πρόρρησιν· ἢ σαφῶς ἔστωσαν ὅτι καὶ τοῦτο ψεῦδος, ὥσπερ δὴ καὶ τἄλλα τῶν διδαγμάτων αὐτοῦ. κζ΄. Τὸ ἑκατοστὸν δωδέκατον μυθόριον ἐπιγέγραπται·
col. 1359–1360page 671 of 677
PG 130:1359πται μὲν εἰς τὸ Φείσομαι, ἔστι δέ τις γοητικὴ ἐπιτήλέγουσα· «Εἰπὲ, Φείσομαι εἰς τὸν Κύριον τοῦ διαφάσματος ἐκ κακοῦ οὗ ἔπλασε, καὶ ἐκ κακοῦ τῆς ἀστροταξίας, ὅτε εἰστείνεται· καὶ ἐκ κακοῦ ἐμπτυσμάτων εἰς τοὺς κόσμους, καὶ ἐκ κακοῦ φθονούντων.» Καὶ τὸ ἑκατοστὸν δὲ τρισκαιδέκατον μυθάριον γοητικὴ καὶ αὕτη ἐστὶν ἐπωδή. Ἐπιγέγραπται μέν γὰρ καὶ τοῦτο εἰς Φείσομαι. Ἔχει δὲ οὕτως· «Εἰπέ, Φείσομαι εἰς τὸν Κύριον τῶν ἀνθρώπων, βασιλέα τῶν ἀνθρώπων, ὁ Θεὸς τῶν ἀνθρώπων, ἐκ κακοῦ ψιθυρίσματος τῶν δαιμόνων· ὅτι ψιθυρίζεται εἰς τὴν καρδίαν τῶν ἀνθρώπων ἐκ τῶν δαιμόνων καὶ ἀνθρώπων.» κη'. Παρέδωκεν οὗτος ὁ γόης μαγικάς τινας κακοτεχνίας, καὶ δαιμονιώδεις τελετάς, καὶ ἄλλας ἀθεμίτους ἀῤῥητουργίας. Μάτην οὖν ἐπὶ τούτῳ μεγαλαχοῦσιν οἱ τούτου μαθηταί, καὶ οὐκ ἐγκαλύπτονται τοιοῦτον ἔχοντες μυσταγωγόν, πάσης βλασφημίας καὶ ἀθείας καὶ τερατολογίας καὶ γοητείας ἀνάπλεων. κθ'. Λέγουσιν οἱ Ἰσμαηλίται εὐλογηθῆναι καὶ τὸν Ἰσμαὴλ υἱὸν Θεοῦ· πρὸς οὓς ἡμεῖς φαμεν, ὅτι εὐλογίαν ἐκεῖνος ἔλαβεν, οὐχ οἷαν ὁ Ἰσαάκ, οὗ τῷ σπέρματι ἐνευλογηθῆναι πάντα τὰ ἔθνη ἐπηγγείλατο ὁ Θεὸς, καὶ κληρονόμον τοῦτο γενέσθαι τῆς μεγίστης ἐπαγγελίας, ἀλλ' οἵαν καὶ τὰ ἄλογα πάντα, ὥστε αὐξάνεσθαι καὶ πληθύνεσθαι. Τίς δὲ ὄνησις τῷ γένει τούτου τῷ πληθυνομένῳ, καὶ τῆς θείας εὐμενείας ἀποτυγχάνοντι, καὶ ἀλλοτριουμένῳ Θεοῦ; Ταῦτα τὰ μυθώδη ληρήματα τοῦ ψευδωνύμου Μωμεθ διὰ τοῦτο ἐνταῦθα ἐγράφησαν, ὡς ἂν οἱ Χριστιανοὶ ταῦτα ὁρῶντες καταγελῶσιν αὐτὸν καὶ τοὺς αὐτοῦ μαθητάς, καὶ διαπτύωσι τὴν αὐτῶν πλάνην τε καὶ ἀπώλειαν· καὶ τὴν τῶν Χριστιανῶν πεφωτισμένην καὶ ὑπὲρ ἥλιον λάμπουσαν ὀρθόδοξον πίστιν ὑπερυψοῦντας, καὶ τὸν Σωτῆρα Χριστὸν καὶ Θεὸν ἡμῶν εὐχαριστοῦντες, μεγαλύνωμεν καὶ δοξάζωμεν τὴν αὐτοῦ ἄπειρον ἀγαθότητα καὶ εὐεργεσίαν, ὅτι ἐλυτρώσατο ἡμᾶς τῇ αὐτοῦ εὐσπλαγχνίᾳ ἐκ ταύτης τῆς μεμισημένης πλάνης καὶ ἀπωλείας, οὐ μὴν ἀλλὰ καὶ ἐκ πλάνης ἄλλης τῶν ἀνόμων, καὶ αἱρετικῶν θρησκείας, σὺν τῇ ψυχῇ καὶ τὸ σῶμα τῇ ἀπωλείᾳ παραδιδόντων. Ὧν πρῶτος ἐγώ, ὁ ταῦτα γράψας, καταπτύω καὶ ἀποστρέφομαι τὰ μυθώδη ταῦτα ληρήματα, καὶ πᾶσαν αἵρεσιν· πιστεύω δὲ καὶ κηρύττω τὸν Κύριον ἡμῶν καὶ Θεὸν Ἰησοῦν τὸν Χριστόν. ΠΑΡΑΤΙΤΛΟΣ. Φωτίου πατριάρχου Κωνσταντινουπόλεως ἐκ τῆς πρὸς Μιχαὴλ τὸν ἄρχοντα Βουλγάρων ἐπιστολῆς περὶ τῶν ἑπτὰ οἰκουμενικῶν συνόδων. Πρώτη καὶ οἰκουμενικὴ ἁγία σύνοδος, κ. τ. λ.
col. 1361–1362page 672 of 677
PG 130:1361Ἀλγεῖ ἀλάστωρ αἱρετιζόντων βλέπων Τύπῳ δοθείσας τὰς πονηρὰς αἱρέσεις Αὐτοῦ τε καὐτῶν πρὸς θρίαμβον καὶ στύγος, Κατατρεχούσης τῶνδε τῆς Πανοπλίας Γῆς δογματικῆς πυρίνου σπάθης δίκην Ἀλεξίου ἄνακτος εὐσεβεστάτου, Καὶ πυρπολούσης δογμάτων τῶν δυσθέων Ἅπαν νόημα, καὶ πλάνην λαοπλάνων. Ἅ γὰρ Τριάδος οἱ ὑπέρμαχοι πόνῳ, Εἰς τὴν Τριάδα ἐλπίσαντες ἐκτόπως, Ἐξειργάσαντο Πνεύματος δαδουχίᾳ, Κράντωρ ὁ θεῖος ταῦτα συλλέξας πόθῳ, Καὶ δὴ προτρέψας Ζιγαδηνῷ ἁρμόσαι, Ἦν Μητροφάνης νῦν τύπῳ διορθῶν, Χαίρει τε θυμῷ φθὰς τὸ τῆς βίβλου τέλος. Ἔν ἔτει Σωτηριώδει αψί, Σκιροφοριῶνος β' μεσοῦντος. Ὁ ἐλάχιστος τῶν ἱερομονάχων Μητροφάνης Γρηγορᾶς ὁ ἐκ Δωδώνης.
col. 1363–1364page 673 of 677

Ejusdem ex oratione ad episcopos, qui nàvi aðvene rant ex Ægypto. Ejusdem ex oratione in Arianos, in qua et de se ipso loquitur. PROLEGOMENA, in quibus continetur Christ. Frid. Mat thai Recensio codicum Mosquensium Panopliœ. Ex oratione quam habuit in conspectu centum quin quaginta episcoporum. TITULUS J. Ratiocinatio_syllogistica qua Deus unus esse ejusdemque nature Verbum, et Spiritum item, nempe Filium et Spiritum sanctum habere demonstra tur. Ex oratione catechetica Gregorii Nysseni. Ex oratione de Spiritu sancto. Item de Patris, et Fili, et Spiritus sancti distincta si mol et unita divinitatis ratione Gregorti se pontificis ex oratione contr: Ablavium Ejusdem ex oratione &. Evagram monachum de D' vinitate. De Spiritu sancto. Eisdem de rebus Damasceni ratiocinatio syllogistica qua Deum esse demonstrat. Ex eadem oratione. Item de Patre, et Filio, et Spiritu sancto distincta si mul et unita divinitatis ratio. 'S. Cyrilli expositio fidei. Ejusdem ratiocinatio syllogistica qua Deum unum esse demonstrat. Item de Patre, et Filio, et Spirito sancio distincta si mul et unita divinitatis ratio. Sancti Maximi… Ejusdem ratiocinatio syllogistica qua Verbum et Fi lium esse declarat. Ejusdem. Ejusdem. Ejusdem ratiocinatio syllogistica qua Spiritum sanctum esse probat. Ejusdem. Ejusdem. Ejusdem admirabilis per exempla ratiocinatio, qua Patrem, et Fillum, et Spiritum sanctum esse demon Ejusdem. strat. Ejusdem ex interpretatione precationis Dominica. 99 Ejusdem. TITULUS II. De Patre, et Filio, et Spiritu sancto, Dio distincta simul atque conjuncta Divinitatis ratio.. nysii Areopagita ex capite 2 de unita distinctaque theolo gia. Item de Patre, et Filio, et Spiritu sancto distinela si mul atque unita Divinitatis ratio. Damascent. Cap. 8. 93 Ejusdem ex cap. 12. Ex capite i libri de divinis nominibus. Ex capite 13 de perfecto et uno. Ex capite 3 de mystica theologia. Ex capite 2 de unita distinctaque theologia. De Patre item, et Filio, et Spiritu sancto distinctam simul atque conjunctam esse Divinitatis rationem, et quæ dicunt divinæ Scripturæ de Patre, eadem similiter filas et de Filijo, et de Spiritu sancto dicere, unicam in tribus Divinitatem ostendentes, Magni Athanasii. Capi tulum hoc cum sequenti deest in editione Tergobystensi anui 1710; exstant in versione Fr. Zini. Primum Græce edidit Ch. Frid. de Matthæi in l'roleg. ad Euthymii Comment in Evang. p. 13 seqq.; alterum exstat inter Opera S. Basilii. De Patre item, et Filio, et Spiritu sancto distincta pariter atque unita Divinitatis ratio, magni Basilii´ex oratione de Bde. De Patre item, et Filio, et Spiritu sancto distincta pariter atque unita Divinitatis ratio, magni Basilii ex epi stola ad Gregorium fratrem de essentiæ et personæ diffe rentia. Ejusdem ex decimo octavo capitum ad Amphilochium. Item de Patre, et Filio, et Spiritu sancto, distincta simul, et unita divinitatis ratio diversorum Patrum. 115 TITULUS III. De Deo, sen de Divinitate commualter. Perspicuum est, qui Deum, aut Divinitatem, aut divinem Namen dicit, communi borum appellatione tres unies Divinitatis hypostases, sive personas declarare. Årsope gita. Hæc dilucidiora ut essent, paraphrasi.quadam sunt paulo latius explicata. pite 11. Item communiter de Deo, saneti Maximi. Item communiter de Deo, Joannis Damasceni ex ca Ejusdem de loco, ex cap. 13. TITULUS IV.Divinam naturam comprehendi non posse. Magni Gregorii Theologi, ex oratione in diem Natalem Domini nostri Jesu Christi. Ejusdem, ex oratione de theologia. Ejusdem ex eadem oratione. Ejusdem ex oratione de modestia în disputationibus observanda Ejusdem ex oratione apologetica magna. De Patre item, et Filio et Spiritu sancto distincra simul et umita divinitatis ratio, Magni Gregorii Theologi ex oratione prima de Filio. Item naturam divinam comprehendi non posse. Chry sostomi ex libro, quo continentur orationes, quibus Deum incomprehensum esse demonstrat. Ejusdem ex oratione de dogmate el statu episcoporum. Item naturam divinam comprehendi non posse. Dama sceni. Cap. 1. Ejusdem. Cap. 2. Ejusdem ex oratione in Heronem philosophum. TITULUS V. De divina appellatione. Areopagitæ, (1 Ejusdem ex oratione 2 de pace. libro de divinis ‘nominibus. Ejusdem ex oratione in diem natalem Chrisli. Ejusdem in sancta Lumina. Item de appellatione divina, Magni Gregorii Theologi ex oratione De Filio. Ex eadem oratione. Ejusdem ex oratione hortatoria ad baptismum susci piendum. TITULUS VI. De opificio Dei. Gregorii Theologi er uratione in diem natalem Christi. Ex oratione in Sacra Lumina. Ex eadem ratione. Ex oratione in diem Natalem Christi.

col. 1365–1366page 674 of 677

Item de opificio Dei, ex oratione catechetica Gregorii Nyssæ pontificis. Item de opificio Dei, sancti Maximi. TITULUS VII. De divina humanæ carnis assumptione. Areopagitæ, ex libro de divinis Nominibus, cap. 1. 207 Ejusdem ex cap. 2, de conjuncta distinctaque Divini talls ratione. Ejusdem ex epistola ad Gaium medicum. Item contra eosdem Basilit Magni ex oratione u in Hexaemeron. Item in eosdem. Ex libro, qui Gregorio Nyssæ pontifici ascribitur, De cognitione Del. Item adversus eosdem. Magni Joannis Chrysostomi ex oratione in ea verba: «Pater, si fieri potest, transeat a me calix iste. › Ejusdem ex interpretatione in mysticam cœnam. 319 Ejusdem ex 'interpretatione in magos. Ejusdem ex theologicis elementis. Ejusdem ex libro de ecclesiastica hierarchia.` Ejusdem ex interpretatione in ílla verba: «In princi pio fecit Deus cœlum et terram. › Ejusdem ex libro de cœlesti bierarchia. Item de divina humana carnis assumptione magni Gre gorii Theologi ex oratione in diem Natalem Domini no stri Jesn Christi. Ejusdem, ex interpretatione in quinque panes. Ejusdem, ex interpretatione in illa verba: Omnis plantatio, quam non plantavit Pater meus cœlestis, era dicabitur. Ejusdem in Sancta Lumina. Ejusdem, ex epistola prima ad Cledonium. Item adversus eosdem. Sancti Cyrilli ex libro ad Theo dosium imperatorem scripto. Ejusdem ex oratione 2 de Filio. Item contra eosdem. Damasceni 29. Ejusdem ex oratione in Sancta Lumina. Ejusdem ex oratione in Pascha. TITULUS X. Adversus Sabellium. Sancti Cyrilli ex interpretatione in Joannis Evangelium. TITULUS XI. In Arianos. Magni Athanasii, ex quarto contra eos ipsos libro. Ejusdem ex quinto libro contra Arianos. Ejusdam, ex oratione qua ad baptisma cobortatur. 213 De divina item humanæ carnis assumptione. Gregorii Nyssæ pontificis ex oratione catechetica. Item de divina humanæ carnis assumptione, sancti Ma ximi, ex expositione orationis de recta confessione. 229 Hem de divina humanæ carnis assumptione Damasceni, cap. 66. Ejusdem. Cap. 68. Ejusdem. Cap. 70. Totam divinam naturam in una sua ram personarum toti humanæ naturæ conjunctam esse, non autem partem parti. Quæ quidem oratio necessaria est etiam adversus illos, qui in sancta et ejusdem essen the Trinitate tres asserunt esse singulares esseptias. 257 Ejusdem. Cap. 71. De una Del Verbi composita persona. Ejusdem. Cap. 75. De natura in specie et individuo considerats, et differentia copulationis, et carnis assump tionis. Ejusdem. Cap. 84. De naturalibus et nulli crimini ob noxiis affectionibus. Ejusdem. Cap. 97. Cur Filius Dei carnem humanam assumpserit, non autem Pater, aut Spiritus sanctus. 245 Item de divina humanæ carnis assumptione. Aliorum Patrum. TITULUS VIII. In Hebræos. Omnia quæ sequuntur capita, usque ad illa quæ collegimus ex Chrysostomo, sumpta sunt ex libro qui inscribitur De cognitione Dei, cujus auctor esse fertur Gregorius Nyssæ pontifex, ex cepto quinto, quod est Basilii Magni. Libri Geneseos. Ex eodem libro. Ostendit, homines Arii morbo et insa nia laborantes inter se dissentire. Quæ enim falsa sunt, ne sibi quidem ipsa congruere. Ex eodem libro. Patrem et Filium non esse duos Deos, licet sint duæ personæ. Quid objiciant Ariani. Ex eodem libro, Quæ objiciant Ariani. Ex primo ejusdem in eos libro. Ex eodem libro. Arianorum, et Valentini, et Carpocra tis confutatio. Valentini quidem Christum et angelos ejus dem generis esse dicentis, et illum unum ex illis esse asserentis; Carpocratis autem mundum per angelos faisse factum affirmantis; Arianorum vero Filium cum angelis comparantium. Multis argumentis ostendit, Filium esse ejusdem essen Liæ cum Patre. Ex secundo libro contra Arianos. 365 Ex Aaron historia mysterium Christi constituens, ar guit illos qui de ipso minus recte sentiunt. Ex eodem libro. Ex eodem loco in Arianos, qui dicunt Filium instru menti partes egisse, et propter nos esse factum. 575 Ex eodem libro in Arianos, inter quos et Samosaten sis comprehenditur, quoniam et ipse censuit, Filium Dei nihil aliud esse nisi Verbum enuntiatum, et mandatura divinum, quo Pater tanquam artifex ut instrumento me chanico usus est ad rerum universitatem constituendam. Ejusdem ex libro tertio in Arianos, in ea verbs: ‹ Ego et Pater unum sumus. › Ex eodem libro. Sanctæ et divinæ Scripturæ proposi tum esse, ut dupliciter de Servatore loquatur, tum ut de sempiterno Filio et Deo, tum ut de illo, qui postea vere perfecteque factus sit homo. Exodi. Davidis et Zachariæ, et Isaiæ. Ex Genesi et Isaia. Jeremise imo Baruch et Isaia. Michen. De eodem argumento. Daniel. De Christi cruciatibus et morte. De Christi resurrectione. Ex epistola, qua res in conciliis tum Arimini, quod est Italiæ oppidum, tum Seleuciæ, quod est oppidum Isauriæ celebratis, gesta continentur. De Ecclesia ex gentibus, juxta (sa¦an). Item contra Hebræos, magni Joannis Chrysostomi capita maxime apposita et opportuna, ex eo selecta volumine quo orationes in Judæos continentur. Ejusdem adversus Arianos pro Dionysio episcopo Ale xandriæ apologia. Item adversus Arianos et Eubomianos. Magni Basiliı ex primo libro. Item adversus Hebræos Leontii Cypri pontificis. 291 Ex eodem libro. Item adversus eosdem. Aliorum Patrum. Damasceni de Sabbato. Cap. 32. Ejusdem ex secundo libro adversus Eunomium. Ejusdem ex eodem quarto libro. De Judaica circumcisione. Magni Joannis Chrysostomi ex interpretatione in Genesim. Ex eodem libro, De ingenito. Ejusdem ex Epistola ad Maximum philosophum. Item de circumcisione. Ex Damasceno, cap. 34. Ejusdem ex epistola ad canonicos. TITULUS IX. Adversus Simonem Samariensem, et Marcionem Ponticum, et Manelem Persam, et Manichæos, magni Athanasii. Ejusdem ex epistola ad Eustathium Armenium, adver sus quosdam, qui videbantur Arianorum opinionibus fa vere. Ejusdem ex capite sexto ad Amphilochium. Ejusdem contra Valentinum qui in multis consentiebat cum superioribus hæreticis. Item contra Arianos et Eunomianos, magni Gregorii Theologi ex oratione prima de Filio.

col. 1367–1368page 675 of 677

Ejusdem in eosdem. Ex 11 oratione de Filio. Ejusdem de dogmate et ordinatione episcoporum. 591 Ejusdem ex oratione u de pace. Ejusdem ex oratione 11 in Pasche. Item adversus Arianos et Eunomianos Gregorij Nys sæ pontificis ex oratione ad Simplicium scripta de Filio. Ejusdem ad eos qui dicunt sape de Filio et Patre scrip tum esse, de Spiritu autem in baptismo tantum. 757 Ejusdem ex triginta capitum ad Amphilochium capite 9. Separate de Spiritu sancto sententiæ, Scripturarum doctrina consentanem. Ejusdem adversus eos qui dicunt non oportere Patri et Filio adjungere Spiritum sanctum. Cap. 10. Ejusdem adversus eos qui dicunt sufficere baptisma tantum in nomine Domini. Cap. 12. Ejusdem ex oratione de Filli et Spiritus divinitate. nem. > Item contra Arianos. Magni Joannis Chrysostomi ex interpretatione illorum verborum. • Faciamus homi Ejusdem ex interpretatione illorum verborum: ‹ Et assumpsit Deus hominem, quem formaverat. › 607 Ejusdem ex interpretatione in illa verba: «In princi pio erat Verbum. › Ex eodem libro. Ejusdem in illa verba: Omnia per ipsum facta sunt,» Ejusdem ex interpretatione illlus sententiæ: ‹ Qui est in sinu Patris. › Item in Arianos, sancti Cyrilli Alexandrini. Ex com mentariis ejus in Joannis Evangelium. Alia observatio, in illud, «In principio erat Verbum. › Ejusdem ex libro de Trinitate. Quare apud Paulum angeli simul cum Patre et Filio adjunguntur. Cap. 13. Capul 14. Ejusdem quod in omni notione Spiritus sanctius inse parabilis est a Patre et Filio, sive in creatione intelligi bilium creaturarum, sive in humanarum rerum dispensa tione, sive in judicio quod exspectatur. Cap. 16. 755 Caput 19. Caput 20. Testimonia ex Scripturis Spiritum appellari Dominem. Capul 21. Ejusdem confirmatio naturalis communionis Spiritus, eo quod æque ac Pater et Filius incomprehensibilis est. Caput 22. Ejusdem ex secundo Thesauri libro, in ea verba: «Con siderate Apostolum et Pontificem confessionis vestræ Jesum. › Ejusdem. Gloriam Spiritus esse enumerationem eorum quæ ipsi adsunt. Capuí 25. Ejusdem. Redargutio absurditatis eorum qui non glo rificant Spiritum, ex collatione eorum quæ in creataris gloria afficiuntur. Caput 24. Ex eodem libro in ea verba: «Et Dominum ipsum et Christum fecit Deus. › Ex eodem libro in illa verba: ‹ Clarifica Filium tuum. > Ex eodem libro in ea verba: ‹ De illa autem die aut bora. › Ex eodem libro in ea verba: «Et omnia dedit in manu ejus. ▸ Ex eodem libro adversus Arianos responsio ex isfis verbis: Ut cognoscant te solum verum Deum.» 653 Ex eodem libro in illa verba: «Jesus autem proficie bat. > Ex eodem libro, in ea verba, ‹ Pater, clarifica me.» Ex eodem libro, apostolorum sententiae sexdecim, quibus Filium natura Deum, non autem factum aut crea tum esse demonstrat. Ejusdem ex commentariis in Joannis Evangelium ad versus Arfanos dicentes diversum intimum Dei Verbum a Filio. Ejusdem ex Thesauri libro primo in ea verba: Sic dedit et Filio vitam habere in semetipsọ. > Quod Scriptura hac syllaba ‹ in › pro ‹ cum › utatur; ubi etiam probatur et idem pollere quod ‹ cam. › Caput 25. Ejusdem. Quot modis dicitur in › totidem modis de Spirito accipi. Caput 26. Unde initium habet syllaba, ‹ cum,» et quam vim ha beat; ubi et de Ecclesiæ legibus nuNo scripto proditis. Caput 27. Ejusdem. Quod quæ de hominibus dicit Scriptora tan quam ona com Christo regnantibus, ea de Spirita diel non concedunt adversarii. Caput 28. Ejusdem. Enumeratio virorum in Ecclesia illustrium, qui în scriptis suis usi sunt bac voce, ‹ cum.» Caput 29. Ejusdem, ex Epistola ad Eustahium Armenium. 807 Ejusdem ex tertia adversus Eunomium oratione. 809 Contra Pneumatomachos, S. Gregorii Theologi er oratione de Spiritu sancto. Ejusdem ex oratione in Epiphaniam. Ejusdem ex oratione in Pentecosten. Ejusdem ex altera ad Cledonium epistola, quæ præ longitudine instar est libri. Ejusdem ex libro de sancta Trinitate. Item adversum Spiritus oppugnatores, Gregorii Nyasm pontificis ex oratione ad Simplicium. Ejusdem ex Thesauri cap. 6 libri primf. Ex capite sexto ejusdem libri. Ex capite septimo ejnsdem libri, Ejusdem ex oratione de Filli et Spiritos divinitate. 851 Ejusdem ex oratione tertia de precatione. Ejusdem ex oratione de baptismo. Ex eodem libro, cap. 20. Ex secundo Thesauri libro, cap. 29. Ejusdem ex oratione ad Eustathium, scripta in eos qui Spiritum sanctum impugnant. Ejusdem ex Commentariis in Evangelium Joannis, Filium Patre non esse minorem. Ejusdem ex libro de sancta Trinitate. Ejusdem ex Thesauri cap. 10 primi libri. Ex primo Thesauri libro cap. 9. Et quatuor sequentia capita Filium esse demonstrant ejusdem essentiæ cum Patre. Item adversum Spiritus oppugnatores sancti Cyrilli dictorum Scripturæ diversis ex libris collectio, ex qui bus Spiritus sanctus Deus esse demonstratur. Ex The sauro autem collectio hæc deprompta est, sed sparsim, et per epilogum. - Ex Epistola ad Corinthios. 853 Ex Epistola ad Romanos. Ex Actious apostolorum. Ex Psalmis. Ejusdem ex Thesauri cap. 1, lib. 1. De ingenito cap. 8. Item contra Arianos Damasceni cap. 85 valde necessa rium. Ex Epistola ad Corinthios. Ex Joannis Evangelio. TITULUS XII. De Spiritu sancto, magni Athanasii, ex oratione de Christi adventu in carne. Objectio hæreticorum. Ex Joannis Evangelio. Objectio hæreticorum. Ejusdem Athanasii epistola ad Serapionem episcopum Ex Epistola ad Romanos. Thermupolis, de Spiritu sancto. Ex Epistola ad Corintbios. Dicitur etiam ventorum spiritus. Ex Evangelio. Item de Spiritu sancto, Basilii Magni ex oratione quarta, qua coutra Eunomium disputavit.” Ex Jacobi Epistola. Ex Petri Epistola.

col. 1369–1370page 676 of 677

Ex Joannis Epistola. Ex Evangelio secundum Matthæum. Ex Evangelio secundum Joannem. Ejusdem. Ejusdem de voce hac: < In duabus naturis. > Ejusdem de persona composita. Ejusdem solutio quæstionis Severi. Item adversus illos, qui unam in Christo naturam esse 'dicunt: Damasceni. Cap. 66. Ejusdem. Cap. 69. Ejusdem. Cap. 72. Ejusdem. Cap. 96. Ejusdem. Cap. 73. TITULUS XIII. Photii patriarchæ, contra Romæ asse clas: quod ex solo Patre procedit Spiritus sanctus, non autem et ex Filio. TITULUS XIV. Adversus Apollinarium. Magni Athana sii ex disputatione contra Macedonianum Apollinaristam habita. Item adversus Apollinarium, magni Gregorii Theologi ex epistola prima ad Cledonium, quas est libri instar. 883 Ejusdem ex altera ad eumdem Epistola. Ejusdem ex Epistola ad Nectarium. Ejusdem. Cap. 74.、 Ejusdem adversus eos qui dicunt, si duas habet homo naturas et actiones, necesse est, tres in Christo naturas et, totidem actiones asserere. Cap. 80. Ejusdem ex oratione, qua confutat Apollinarii opinio Ejusdem ad eos qui quærunt, utrum sancta Dei Geni trix duas naturas genuerit, et utrum duæ naturæ in cruce pependerint. Cap. 99. nes. Ejusdem ex cap. 75. Ejusdem ex oratione quam Theodosio imperatori non cupavit. Ejusdem. Cap. 90. Ejusdem ex oratione ad reginas habita. Ejusdem ex oratione de humanitate a Verbo assum pla. Item adversus Apolunaristas Damasceni, cap. 82. 929 TITULUS XV. Adversus Nestorianos, sancti Cyrilli ex sancti Symboli interpretatione. Ejusdem coacervatio dictorum evangelicorum et apo stolicorom, quibus Christum esse Deum, non autem nu dum hominem, comprobatur. Hæc autein coacervatio ex Thesauro cum delectu deprompta est. Ex Epistola ad Galatas. Item adversus eos, qui unam in Christo naturam asse runt. Diversorum aliorum Patrum.. rum. Item adversus eos qui unam in Christo naturam asse ruut. Leontii Byzantii ex triginta capitibus contra Seve Item adversus eos qui unam in Christo naturam asse Tout. Anastasii monachi Sinaita, ex libro, qui Viæ dux > inscribitur. Sanctorum Patrum de duabus in Christo naturis testi monia. Leontii Byzantii: quæ maledicta Severus, et qui eum secuti onam in Christo naturam asserunt, in Chalcedo nense concilium conjiciant. Ex Epistola ad Hebræos. Ejusdem ex libro qui ex interrogatione responsio Deque constat. Ejusdem ex Scholiis de unione. Ejusdem ex oratione de uno Filio. TITULUS XVII. Adversus Aphtbartodocitas, qui duces habuerunt Julianum Halicarnasseum et Gainum Alexan drinum, ex scholijs Leoutii Byzantini. Damasceni contra eosdem, cap. 92. Alterius contra eosdem. Ejusdem anathematismus 6. Ejusdem anathematismus 7. Ejusdem ex epistola ad Nestorium. Ejusdem ex epistola ad Eulogium. Ejusdem ex epistola ad Acacium. Ejusdem ex oratione de assumpta a Verbo humanitate Virginem esse Dei Genitricem. Ex Epistola ad Joannem Antiochenum. Ex oratione ad augustissimas dominas habita. Ejusdem ex oratione ad presbyteros et diaconos. Item adversus Nestorianos, Damascent. Cap. 76. Ejusdem. Cap. 86. Ejusdem. Cap. 98. TITULUS XVI. Magni Athanasii adversus illos qui Christum unam esse dicunt naturam compositam. Licet enim postea ab Eutyche, Dioscoro, et Monophysitis hæc hæresis fuerit propagata, fuerunt tamen antea quidam, qui nefaria istius opinionis semina projecerunt. Sanctus autem Maximus eam dicit Apollinarium disseminasse. Ejusdem adversus eosdem. Sancti Maximi adversus Eutychem, et Dioscorum, duas naturas in unam confundentes, quos quidam Synchyticos, quidam Monopbysitas appellaverunt. Eutyches autem fuit archimandrita, Dioscorus vero archiepiscopus Alexan drise. Ex interpretatione orationis de recta confessione. Ejusdem, ex oratione, qua demonstrat, eam non esse rationem numeri, ut divisionem eorum de quibus dicitur, afferat. Ejusdem, de sancti Cyrilli dicto, quod positum est in epistola ad Succensum. Ejusdem de differentia et quantitate. Ejusdem ex responsione sexagesima secunda ad Tha Jassium. Ejusdem de duabus Christi naturis. Ejusdem impium esse, Christum unam simpliciter Daloram dicere. TITULUS XVIII. Adversus Theopaschitas, qui Filii el Det divinitatem patibilem tradiderunt. Quamvis autem hæc hæresis postea viguerit, antea tamen fuerunt etiam quidam, qui improba illius semina sparserint. Sancti Cy rilli ex oratione ad Alexandrinos habita. Ejusdem ex epistola ad Acacium scripta de emissario. Anastasii nionachi Sinaitæ, ex libro, qui Viæ dux > inscriptus est, testimonia, quæ proferunt Theodosianí, et quicunque cum illis consentientes Filii divinitatem co nantur esse patibilem demonstrare. Ex quo vocati sunt Theopaschita. Et hi quoque sunt pars Monophysitarum, qui unam tantum in Christo naturam esse contendunt. His adjicienda sunt ea quæ Magnus Athanasius in eos dicit, qui Verbum ratione impatibili dicunt esse passum. Ejusdem adversus illos qui dicunt, Passus est, ut ipse voluit. Ejusdem adversus eos qui dicunt: Passus est Dens Verbuin carne. TITULUS XIX. Contra Agnoetas, qui aiunt Filium, ut Patre minorem, diem et horam ignorare consummationis mundi. TITULUS XX. Contra Origenem, qui incorporeum ante lapsum creatum esse primum hominem statuit, post Japsum autem pelliceas vestes, id est corpus, induisse; animam ante corpus exsistere, eamdemque animam mul tis corporibus amiciri; Buem habituras esse post resurre clionem generalem pœnas; dæmones in pristinum statum restitutum iri; homines peccatores justificatum iri; cor pora mortuoruin haud resurrectura esse; Christi regnum aliquando finem habiturum, et alia quædam nugatus est. TITULUS XXI. Adversus Monotheletas, Sergium, Pyr rhum, Paulum, Constantinopolis patriarchas, aliosque ejusdem generis. Atque istius item hæresis Deo invisus Severus præbuit occasionem. Sancti Maximi, ex oratione, qua declarat, Patres non dixisse de Christo voluntatum sensu discrepantium quantitatem. Ejusdem ex epistola ad Nicandrum.

col. 1371–1372page 677 of 677

ORDO RERUM QUÆ IN HOC TOMO CONTINENTUR. Ejusdem ex epistola ad Nicandrum Cypri episcopum et ad priafectes eorum qui solitariam in Sicilia vitam de gunt. De Def Genitrice. Vetus Testamentum, et qui in eo illustres exstiterunt, esse boni Dei. Ejusdem ex oratione qua duas in Christo voluntates esse probat. Ejusdem in illa verba, Pater, si fieri potest, trans eat a me calix iste. › Unum esse Testamenti Veteris auctorem et Novi, et quod invicem consona sint, non autem contraria, ut vo lunt Dei inimici. Ejusdem ex disputatione habita cum Pyrrho, patriar cha Constantinopolitano. TITULUS XXV. De cruce, de saneto baptismo et de eucharistiæ mysterio. Ex eadem disputatione, Carnem non, ut Pyrrhus dice bat, nutu Verbi conjuncti moveri. Damasceni de cruce. De sancto baptismo: magni Basilii ex triginta capitibus ad Amphilochium Iconit episcopum. Theologi ex oratione qua ad baptismum cohortatur. Gregorii Nyssa pontificis ex oratione catechetica, item de baptismo. Damasceni, item de baptismo. Item ex epistola ad Nicandrum episcopum. Ejusdem adversus illos, qui Christum habere dicunt actionem unam per dominationem. Ejusdem adversus illos qui dicunt, quemadmodum in strumenti, el ejus qui utitur instrumento una est actio, sic et divinitatis atque humanitatis unam esse actionem. Item adversus Monotheletas, Damasceni. Cap. 77. 1147 Ejusdem. Caput 78. Ejusdem ex capite 79. Ejusdem ex capite 81. Ejusdem ex capite 82. Ejusdem caput 85. Item adversus Monotheletas. Ex aliis diversis Patri bus. TITULUS XXII. Adversus imaginum oppugnatores epitome quaedam tum ex actis septimi concilii, tum ex Germani et Nicephori Constantinopolis patriarcharum. tum ex B. Theodori Studitæ scriptis deprompta. 1165 TITULUS XXIII. Adversus Armenios. De azymis. TITULUS XXIV. Adversus Paulicianos. Duo non esse principia, sed unum esse corli, et terra, et eorum quæ in medio sunt, effectorem. Unum esse corporis animæque effectorem, hominis videlicet. De transmutatione Dominici corporis et sanguinis Gregorii Nyssa pontificis ex oratione catechetica. 1261 Item de transmutatione corporis et sanguinis Domini, Damasceni. TITULUS XXVI. Adversus Masalianos. TITULUS XXVII. Adversus Bogomilos. TITULUS XXVIII. Adversus Saracenos, qui vocantur Ismaelit quod ab Ismaele originem duxerint. Hic an tem Abrahas filius ex Agar ancilla Saræ susceptus. Aga reni autem dicuntur ab Agar Ismaelis matre. Saraceni vero appellantur ex eo, quod Agar com a domina sua exclusa in solitudine iter faceret, ad angelum dixerit Sara cenin (id est vacuam) dimisit me, ut ipsi dicunt. 1531 Photii patriarchæ Constantinopolitani ex epistola ad Michaelem Bulgariæ principem, de septem conciliis œ cumenicis. Versus qui in fine editionis Tergobystensis leguntur,

Page scan enlarged

Notebook

Full View