PG 130Euthymius Zigabenus
Dogmatic Panoply (Prologue and Titles I–XXVIII)
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected (sonnet, OCR-anchored) · Migne scan — scholarios OCR + scan in the Page/Facsimile views — PG column chips mark the printed columns.
col. 745–746page 364 of 677
PG 130:745ὁ πόλεμος ἔχει, ἡ δὲ ἀλήθεια τῶν γινομένων πρὸς τὸ ύψος βλέπει. Ὥστε ἐφ' ἡμᾶς μὲν δῆθεν τὰς μηχανάς καὶ τὰς ἐνέδρας διασκευάζονται, καὶ ἀλλήλοις ἐγκε λεύονται ἐπιβοηθεῖν, ὡς ἕκαστος ἔχει ἐμπειρίας ἢ ῥώμης. Πίστις δὲ ἐστι τὸ πολεμούμενον, καὶ κοινὸς σκοπὸς ἅπασι τοῖς ἐναντίοις καὶ ἐχθροῖς τῆς ὑγιαινούσης διδασκαλίας τὸ στερέωμα τῆς εἰς Χριστὸν πί στεως κατασείσαι, ἐκ τοῦ τὴν ἀποστολικὴν παράδοσιν ἐδαφισθεῖσαν ἀφανισθῆναι. Διὰ τοῦτο, ὡς τῶν χρεωφειλετῶν οἱ δῆθεν εὐγνώμονες, τὰς ἐκ τῶν ἐγγε γραμμένων ἀποδείξεις ἐπιβοῶνται, τὴν ἄγραφον τῶν Πατέρων μαρτυρίαν ὡς οὐδενὸς ἀξίαν ἀποπεμπόμενοι. Ἀλλ' οὐ γὰρ φησόμεθα τῆς ἀληθείας, οὐδὲ δειλία τὴν συμμαχίαν προδώσομεν. Εἰ γὰρ ὁ μὲν Κύ ριος ὡς ἀναγκαῖον καὶ σωτήριον δόγμα τὴν μετὰ Πατρὸς σύνταξιν τοῦ ἁγίου Πνεύματος παραδέδωκε, τοῖς δὲ οὐχ οὕτω δοκεῖ, ἀλλὰ διαιρεῖν καὶ διασπᾷν καὶ ἐπὶ τὴν φύσιν τὴν λειτουργικὴν μετοικίζειν πῶς οὐκ ἀληθὲς, ὅτι τὴν ἑαυτῶν βλασφημίαν κυριωτέραν ποιοῦνται τῆς τοῦ Δεσπότου νομοθεσίας; Φέρε δὴ οὖν, πᾶσαν φιλονεικίαν καταβαλόντες, οὕτω περὶ τῶν ἐν χερσὶ πρὸς ἀλλήλους διασκεψώμεθα. Χριστιανοὶ πόθεν ἡμεῖς; Διὰ τῆς πίστεως, πᾶς τις ἂν εἴποι. Σωζόμεθα δὲ τίνα τρόπον; ἀναγεννηθέντες δηλονότι διὰ τῆς ἐν τῷ βαπτίσματι χάριτος. Πόθεν γὰρ ἄλλοθεν; Εἶτα τὴν σωτηρίαν ταύτην διὰ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος βεβαιουμένην γνωρίσαντες, ὃν παρελάβομεν τύπον διδαχῆς προησόμεθα; Ἢ μεγάλων ἂν εἴη στεναγμῶν ἄξιον, εἴπερ εὑρισκόμεθα νῦν μακρυνόμενοι μᾶλλον ἀπὸ τῆς σω τηρίας ἡμῶν, ἢ ὅτε ἐπιστεύσαμεν· εἴπερ ἃ προσεδεξάμεθα, νῦν ἀπαρνούμεθα. Ἴση ἐστὶν ἡ ζη μία ἢ ἄμοιρόν τινα τοῦ βαπτίσματος ἀπελθεῖν, ἢ ἔν τι τῶν ἐκ τῆς παραδόσεως ἐλλεῖπον δέξασθαι. Τήν τε ὁμολογίαν, ἣν ἐπὶ τῆς πρώτης εἰσαγωγῆς κατεθέμεθα, ὅτε, ῥυσθέντες ἀπὸ τῶν εἰδώλων, προσήλθομεν Θεῷ ζώντι, ὁ μὴ ἐπὶ παντὸς φυλάσσων καιροῦ, καὶ διὰ πάσης ἑαυτοῦ τῆς ζωῆς ὡς ἀσφαλοῦς φυλακτηρίου περιεχόμενος, ξένον ἑαυτὸν καθίστησι τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ, τῷ ἰδίῳ χειρογράφῳ μαχόμενος, ὁ ἐπὶ τῆς κατὰ τὴν πίστιν ὁμολογίας κατέθετο. Εἰ γὰρ ἀρχή μοι ζωῆς τὸ βάπτισμα, καὶ πρώτη ἡμερῶν ἐκείνη ἡ τῆς παλιγγενεσίας ἡμέρα, δῆλον, ὅτι καὶ φωνὴ τιμιωτάτη πασῶν ἡ ἐν τῇ χάριτι τῆς υἱο θεσίας ἐκφωνηθεῖσα. Τὴν οὖν εἰσάγουσάν με εἰς τὸ φῶς, τὴν γνῶσιν Θεοῦ μοι χαρισαμένην παράδοσιν, δι' ἧς τέκνον ἀπεδείχθην Θεοῦ, ὁ τέως διὰ τὴν ἁμαρτίαν ἐχθρὸς, ταύτην προδῶ, ταῖς τούτων πιθα νολογίαις παρατραπείς; Ἀλλὰ καὶ ἐμαυτῷ συνεύχομαι μετὰ τῆς ὁμολογίας ταύτης ἀπελθεῖν πρὸς τὸν Κύριον, καὶ αὐτοῖς παραινῶ, ἄσυλον διατηρῆσαι τὴν πίστιν, εἰς ἡμέραν Χριστοῦ, καὶ ἀχώριστον ἀπὸ Πα τρὸς καὶ Υἱοῦ φυλάξαι τὸ Πνεῦμα, τὴν ἐπὶ τοῦ βαπτίσματος διδασκαλίαν ἔν τε τῇ ὁμολογίᾳ τῆς πί στεως διατηρούντας καὶ ἐν τῇ τῆς δόξης ἀναπληρώσει. Τοῦ αὐτοῦ. Τίνι οὐαί; τίνι θλίψις; τίνι ἀπορία καὶ σκότος; τίνι αἰωνία κατάκρισις; Οὐ τοῖς παραβάταις; οὐ τοῖς
col. 747–748page 365 of 677
PG 130:747τὴν πίστιν ἀρνησαμένοις; Τίς δὲ τῆς ἀρνήσεως ἔλεγχος; Οὐχ ὅτι τὰς οἰκείας ὁμολογίας ἠθέτησαν; ὡμολόγησαν δὲ τί, ἢ πότε; Πιστεύειν εἰς Πατέρα καὶ Υἱόν καὶ ἅγιον Πνεῦμα, ὅτε, ἀποταξάμενοι τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, τὴν σωτήριον ἐκείνην ἀφῆκαν φωνήν. Τίς οὖν πρέπουσα τούτοις προσηγορία παρὰ τῶν τέκνων τοῦ φωτὸς ἐξευρέθη; Οὐχὶ παραβάται προσαγορεύονται, ὡς εἰς τὰς τῆς σωτηρίας αὐτῶν συνθήκας παρασπονδήσαντες; Τί οὖν εἴπω τὸν ἀρνησίθεον; τί δὲ τὸν ἀρνησίχριστον; Τί ἄλλο ἢ παραβάτην; Τῷ δὲ τὸ Πνεῦμα ἀρνησαμένῳ τίνα με βούλει προσηγορίαν θέσθαι; Οὐ τὴν αὐτὴν ταύτην, ὡς τὰς πρὸς θεὸν παραβάντι συνθήκας; Οὐκοῦν ὁπότε καὶ ἡ ὁμολογία τῆς εἰς αὐτὸ πίστεως τὸν τῆς εὐσεβείας μακαρισμὸν προξενεῖ, καὶ ἡ ἄρνησις τῇ κατακρίσει τῆς ἀθεότητος ὑποβάλλει, πῶς οὐ φοβερὸν τοῦτο νῦν ἀθετῆσαι, οὐ πῦρ, οὐ ξίφος, οὐ σταυρόν, οὐ μάστιγας, οὐ τροχόν, οὐ στρεβλωτήρια φοβηθέντας, ἀλλὰ σοφίσμασι μόνοις καὶ παραγωγαῖς τῶν πνευματομάχων παρακρουσθέντας; Μαρτύρομαι παντὶ ἀνθρώπῳ ὁμολογοῦντι Χριστὸν, καὶ τὸν Θεὸν ἀρνουμένῳ, ὅτι Χριστὸς αὐτὸν οὐδὲν ὠφελήσει· ἢ Θεὸν ἐπικαλουμένῳ, τὸν δὲ Υἱὸν ἀθετοῦντι, ὅτι ματαία ἐστὶν ἡ πίστις αὐτοῦ· καὶ τῷ τὸ Πνεῦμα παραιτουμένῳ, ὅτι ἡ εἰς Πατέρα καὶ Υἱὸν πίστις αὐτῷ εἰς κενὸν ἀποδήσεται, ἣν οὐδὲ ἔχειν δύναται, μὴ συμπαρόντος τοῦ Πνεύματος. Οὐ πιστεύει μὲν γὰρ εἰς Υἱὸν ὁ μὴ πιστεύων τῷ Πνεύματι· οὐ πιστεύει δὲ εἰς Πατέρα ὁ μὴ πιστεύσας τῷ Υἱῷ. Οὔτε γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν Πνεύματι ἁγίῳ· καὶ, Θεὸν οὐδεὶς ἑώρακε πώποτε, ἀλλ' ὁ μονογενὴς Υἱός, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρός, οὗτος ἡμῖν ἐξηγήσατο. Ἀμοιρός ἐστι καὶ τῆς ἀληθινῆς προσκυνήσεως ὁ τοιοῦτος. Οὔτε γὰρ Υἱὸν προσκυνῆσαι δυνατὸν εἰ μὴ ἐν Πνεύματι ἁγίῳ, οὔτε ἐπικαλέσασθαι δυνατὸν τὸν Πατέρα εἰ μὴ ἐν τῷ τῆς υἱοθεσίας Πνεύματι. Τοῦ αὐτοῦ πρὸς τοὺς λέγοντας ἐξαρκεῖν καὶ μόνον τὸ εἰς τὸν Κύριον βάπτισμα. Κεφάλ. ιβ. Καὶ μηδένα παράκρουέσθω τὸ τοῦ Ἀποστόλου, ὡς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος ἐπὶ τῆς τοῦ βαπτίσματος μνήμης πολλάκις παραλιμπάνοντος, μηδὲ διὰ τοῦτο ἀπαρατήρητον οἴεσθαι τὴν ἐπίκλησιν εἶναι τῶν ὀνομάτων. Ὅσοι, φησίν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· καὶ πάλιν· Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθητε. Ἡ γὰρ τοῦ Χριστοῦ προσηγορία τοῦ παντός ἐστιν ὁμολογία· δηλοῖ γὰρ τόν τε χρίσαντα Θεόν, καὶ τὸν χρισθέντα Υἱὸν, καὶ τὸ χρίσμα τὸ Πνεῦμα, ὡς παρὰ Πέτρου ἐν ταῖς Πράξεσι μεμαθήκαμεν, Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὃν ἔχρισεν ὁ Θεὸς τῷ Πνεύματι τῷ ἁγίῳ· καὶ ἐν τῷ Ἡσαΐᾳ, Πνεῦμα Κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με· καὶ ὁ Ψαλμῳδός· Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως
col. 749–750page 366 of 677
PG 130:749παρὰ τοὺς μετόχους σου. Φαίνεται μέντοι Ἀπόστολος ποτε καὶ μόνου τοῦ Πνεύματος ἐπὶ τοῦ βαπτίσματος μνημονεύσας. Πάντες γάρ, φησίν, ἐν ἑνὶ σώματι εἰς ἓν Πνεῦμα ἐβαπτίσθημεν. Συμφωνεῖ δὲ τούτῳ καὶ τὸ· Ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ· καὶ τὸ, Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ. Ἀλλ' οὐ παρὰ τοῦτο τέλειον ἄν τις βάπτισμα, ᾧ μόνον τὸ ὄνομα τοῦ Πνεύματος ἐκλήθη. Χρὴ γὰρ ἀπαράβατον μένειν ἀεὶ τὴν ἐν τῇ ζωοποιῷ χάριτι δεδομένην παράδοσιν. Ὁ γὰρ λυτρωσάμενος ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν ἔδωκε δύναμιν ἡμῖν ἀνακαινώσεως, ἄῤῥητον μὲν ἔχουσαν τὴν αἰτίαν καὶ ἐν μυστηρίῳ κατεχομένην, μεγάλην δὲ ταῖς ψυχαῖς τὴν σωτηρίαν φέρουσαν· ὥστε τὸ προσθεῖναί τι ἢ ἀφελεῖν ζωῆς ἐστι τῆς ἀϊδίου προδήλως ἔκπτωσις. Εἰ τοίνυν ἐν τῷ βαπτίσματι ὁ χωρισμός τοῦ Πνεύματος ἀπὸ Πατρὸς καὶ Υἱοῦ ἐπικίνδυνος μὲν τῷ βαπτίζοντι, ἀνωφελὴς δὲ τῷ δεχομένῳ, πῶς ἡμῖν ἀσφαλὲς ἀπὸ Πατρὸς καὶ Υἱοῦ διασπᾶν τὸ Πνεῦμα; Πίστις δὲ καὶ βάπτισμα δύο τρόποι τῆς σωτηρίας, συμφυεῖς ἀλλήλοις καὶ ἀδιαίρετοι. Πίστις μὲν γὰρ τελειοῦται διὰ βαπτίσματος, βάπτισμα δὲ θεμελιοῦται διὰ τῆς πίστεως, καὶ διὰ τῶν αὐτῶν ὀνομάτων ἑκάτερα πληρούται. Ὡς γὰρ πιστεύομεν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, οὕτω καὶ βαπτιζόμεθα εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Καὶ προάγει μὲν ἡ ὁμολογία πρὸς τὴν σωτηρίαν εἰσάγουσα· ἐπακολουθεῖ δὲ τὸ βάπτισμα ἐπισφραγίζον ἡμῶν τὴν συγκατάθεσιν. Αἰτίας ἀπόδοσις διὰ τί οἱ ἄγγελοι Πατρὶ καὶ Υἱῷ παρὰ τῷ Παύλῳ συμπαρελήφθησαν. Κεφάλ. ιγʹ. Ἀλλὰ καὶ ἕτερά, φησί, συναριθμούμενα Πατρί καὶ Υἱῷ, οὐχὶ καὶ συνδοξάζεται πάντως. Ὡς ὁ Ἀπόστολος ἀγγέλους συμπαρελάβετο, εἰς τὴν διαμαρτυρίαν τὴν ἐπὶ Τιμοθέου λέγων· Διαμαρτύρομαι σοι ἐνώπιον τοῦ Θεοῦ καὶ Χριστοῦ Ἰησοῦ, καὶ τῶν ἐκλεκτῶν αὐτοῦ ἀγγέλων· οὓς οὔτε ἀλλοτριοῦμεν τῆς λοιπῆς κτίσεως, οὔτε Πατρὶ καὶ Υἱῷ συναριθμεῖν ἀνεχόμεθα. Ἐγὼ δὲ, εἰ καὶ μηδεμιᾶς ἀποκρίσεως ἄξιος ὁ λόγος, οὕτω πρόχειρον τὴν ἀτοπίαν ἔχων, ὅμως ἐκεῖνο λέγω, ὅτι μάρτυρα μὲν καὶ ὁμόδουλον ἄν τις τυχὸν παραστήσαιτο πράῳ κριτῇ καὶ ἡμέρῳ, καὶ μάλιστα δὴ ἐν τῇ πρὸς τοὺς κρινομένους ἐπιεικείᾳ τὸ ἀναντίρρητον τῆς τῶν κριμάτων δικαιοσύνης ἐπιδεικνύντι. Ἐλεύθερος δὲ εἶναι ἀπὸ δούλου, καὶ Υἱὸς κληθῆναι Θεοῦ, καὶ ζωοποιηθῆναι ἀπὸ θανάτου, παρ' οὐδενὸς ἑτέρου δύναται ἢ παρὰ τοῦ τὴν κατὰ φύσιν οἰκειότητα κεκτημένου, καὶ τῆς δουλικῆς ἀξίας ἀπηλλαγμένου. Πῶς γὰρ οἰκειώσει Θεῷ ὁ ἀλλότριος; πῶς δὲ ἐλευθερώσει, αὐτὸς ἔνοχος ὢν τῷ ζυγῷ τῆς δουλείας; Ὥστε οὐκ ἐφ' ὁμοίοις Πνεύματός ἐστι καὶ ἀγγέλων ἡ μνήμη, ἀλλὰ τὸ μὲν Πνεῦμα, ὡς ζωῆς κύριον, οἱ δ' ἄγγελοι ὡς βοηθοί τῶν ὁμοδούλων, καὶ πιστοὶ μάρτυρες τῆς ἀληθείας παραλαμβάνονται. Ἔθος γὰρ τοῖς ἁγίοις, τὰς ἐντολὰς τοῦ Θεοῦ ἐπὶ μαρτύρων διδόναι· ὡς καὶ αὐτὸς φησι Τιμοθέῳ· Ἃ παρέλαβες παρ' ἐμοῦ ἐπὶ
col. 751–752page 367 of 677
PG 130:751πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις. Καὶ νῦν τοὺς ἀγγέλους ἐπιμαρτύρεται· οἶδε γὰρ, ὅτι συμπαρέσονται ἄγγελοι τῷ κριτῇ, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Ὃς γὰρ ἂν, φησίν, ὁμολογήσῃ ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀπαρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. Καὶ Παῦλος ἑτέρωθι φησίν· Ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ᾽ οὐρανοῦ μετ᾽ ἀγγέλων. Τούτου χάριν ἐντεῦθεν ἤδη διαμαρτύρεται ἐπὶ τῶν ἀγγέλων, εἰς τὸ μέγα κριτήριον εὐπρεπεῖς ἑαυτῷ τὰς ἀποδείξεις παρασκευάζων. Κεφάλ. ιδʹ. Ἀλλ᾽ οὐδὲ εἰ βαπτιζόμεθα, φησίν, εἰς αὐτό, οὐδ᾽ οὕτω δίκαιον μετὰ Θεοῦ τετάχθαι. Καὶ γὰρ καὶ εἰς τὸν Μωϋσῆν τινες ἐβαπτίσθησαν, ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ. Ὁμοίως δὲ καὶ ἡ πίστις ὁμολογεῖται ἤδη καὶ εἰς ἀνθρώπους γεγενῆσθαι. Ἐπίστευσε γὰρ ὁ λαὸς τῷ Θεῷ καὶ Μωϋσεῖ τῷ θεράποντι αὐτοῦ. Τί οὖν, φησὶν, ἐκ τῆς πίστεως καὶ τοῦ βαπτίσματος τὸ ἅγιον Πνεῦμα τοσοῦτον ἀνυψοῖς καὶ μεγαλύνεις ὑπὲρ τὴν κτίσιν, ὁπότε τὰ αὐτὰ καὶ ἀνθρώποις ἤδη προσμεμαρτύρηται; Τί οὖν φαμεν; Ὅτι εἰς μὲν τὸ Πνεῦμα ἡ πίστις ὡς εἰς τὸν Πατέρα καὶ εἰς τὸν Υἱόν· ὁμοίως δὲ καὶ τὸ βάπτισμα· εἰ δὲ εἰς τὸν Μωϋσῆν, καὶ τὴν νεφέλην, ὡς εἰς σκιὰν καὶ τύπον. Οὐ δήπου δέ, ἐπειδὴ μικροῖς καὶ ἀνθρωπίνοις προδιαμορφοῦνται μικρά τίς ἐστι καὶ ἡ τῶν θείων φύσις, ἣν ἡ τῶν τύπων σκιαγραφία πολλάκις προαπεσήμηνεν. Ἔστι γὰρ ὁ τύπος προσδοκωμένων δήλωσις διὰ μιμήσεως, ἐνδεικτικῶς τὸ μέλλον προϋποφαίνων· ὡς ὁ Ἀδὰμ τύπος τοῦ μέλλοντος, καὶ ἡ πέτρα τυπικῶς Χριστός· καὶ τὸ τῆς πέτρας ὕδωρ τῆς ζωτικῆς τοῦ Λόγου δυνάμεως. Εἴ τις γάρ, φησί, διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. Καὶ τὸ μάννα τοῦ ζῶντος ἄρτου, τοῦ ἐκ τοῦ οὐρανοῦ καταβάντος· καὶ ὁ ἐπὶ σημείου κείμενος ὄφις τοῦ σωτηρίου πάθους τοῦ διὰ τοῦ σταυροῦ τελεσθέντος· διὸ καὶ οἱ ἀποβλέποντες εἰς αὐτὸν διεσώζοντο. Οὕτω δὴ καὶ τὰ περὶ ἐξαγωγῆς τοῦ Ἰσραὴλ εἰς ἔνδειξιν τῶν διὰ βαπτίσματος σωζομένων ἱστόρηται. Διεσώθη τῶν Ἰσραηλιτῶν τὰ πρωτότοκα, ὡς καὶ τῶν βαπτιζομένων τὰ σώματα, διδομένης τῆς χάριτος τοῖς σημειωθεῖσιν ὑπὸ τοῦ αἵματος. Τὸ μὲν αἷμα τοῦ προβάτου τύπος τοῦ αἵματος τοῦ Χριστοῦ· τὰ δὲ πρωτότοκα τύπος τοῦ πρωτοπλάστου· ἐπειδὴ ἀναγκαίως ἡμῖν ἐνυπάρχει τῇ ἀκολουθίᾳ διαδοχῆς μέχρι τέλους παραπεμπόμενος θάνατος· ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκομεν, καὶ ἐβασίλευσεν ὁ θάνατος μέχρι τῆς τοῦ νόμου πληρώσεως·
col. 753–754page 368 of 677
PG 130:753τῆς τοῦ Χριστοῦ παρουσίας. Διετηρήθη δὲ τοῦ Θεοῦ τὰ πρωτότοκα, τοῦ μὴ θίγειν τὸν ὁλοθρεύοντα, εἰς ἔνδειξιν τοῦ μηκέτι ἡμᾶς ἀποθνήσκειν ἐν τῷ Ἀδάμ, τοὺς ζωοποιηθέντας ἐν τῷ Χριστῷ. Ἡ δὲ θάλασσα καὶ ἡ νεφέλη πρὸς μὲν τὸ παρὸν εἰς πίστιν ἐνῆγε διὰ τῆς καταπλήξεως· πρὸς δὲ τὸ μέλλον ὡς τύπος τὴν ἐσομένην χάριν προϋπεσήμαινε. Τίς σοφὸς, καὶ συνήσει ταῦτα; πῶς ἡ θάλασσα βάπτισμα τυπικῶς, χωρισμὸν ποιοῦσα τοῦ Φαραώ, ὡς καὶ τὸ λουτρὸν τοῦτο τῆς τυραννίδος τοῦ διαβόλου. Ἀπέκτεινεν ἐκείνη ἐν ἑαυτῇ τὸν ἐχθρόν· ἀποθνήσκει καὶ ὧδε ἡ ἔχθρα ἡμῶν ἡ εἰς Θεόν. Ἐξῆλθεν ἀπ' ἐκείνης ἀπαθὴς ὁ λαός· ἀναβαίνομεν καὶ ἡμεῖς ὡς ἐκ νεκρῶν ζῶντες ἀπὸ τοῦ ὕδατος, χάριτι σωθέντες τῇ τοῦ καλέσαντος ἡμᾶς. Ἡ δὲ νεφέλη σκιὰ τῆς ἐκ τοῦ Πνεύματος δωρεάς, τοῦ τὴν φλόγα τῶν παθῶν διὰ τῆς νεκρώσεως τῶν μελῶν καταψύχοντος. Τί οὖν; ἐπειδὴ τυπικῶς εἰς Μωϋσῆν ἐβαπτίσθησαν, διὰ τοῦτο μικρὰ ἡ τοῦ βαπτίσματος χάρις; Οὕτω μὲν οὖν οὐδ᾽ ἂν ἄλλο τι μέγα εἴη τῶν ἡμετέρων, εἴπερ τὸ ἐν ἑκάστῳ σεμνὸν τοῖς τύποις προδιαβάλλοιμεν. Οὔτε γὰρ ἡ εἰς ἀνθρώπους τοῦ Θεοῦ ἀγάπη μέγα τι καὶ ὑπερφυές, ὃς τὸν μονογενῆ Υἱὸν ἔδωκεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν· ἐπειδὴ καὶ Ἀβραὰμ τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο· οὐδὲ τὸ πάθος τοῦ Κυρίου ἔνδοξον· ἐπειδὴ πρόβατον ἀντὶ Ἰσαὰκ τὸν τύπον ἐπλήρου τῆς προσφορᾶς· οὔτε ἡ εἰς ᾅδου κάθοδος φοβερά· ἐπειδὴ Ἰωνᾶς ἐν τρισὶν ἡμέραις καὶ τοσαύταις νυξὶ τοῦ θανάτου τὸν τύπον προεξεπλήρου. Ταὐτὸν τοίνυν ποιεῖ καὶ ἐπὶ τοῦ βαπτίσματος ὁ τῇ σκιᾷ συγκρίνων τὴν ἀλήθειαν, καὶ τοῖς τύποις παραβάλλων τὰ παρ' αὐτῶν σημαινόμενα, καὶ διὰ Μωϋσέως καὶ τῆς θαλάσσης πᾶσαν ὁμοῦ διασύρειν τὴν εὐαγγελικὴν οἰκονομίαν ἐπιχειρῶν. Ποία γὰρ ἄφεσις παραπτωμάτων; ποία ζωῆς ἀνανέωσις ἐν θαλάσσῃ; ποῖον χάρισμα πνευματικὸν διὰ Μωϋσέως; ποία νέκρωσις ἁμαρτίας ἐκεῖ; Οὐ συναπέθανον ἐκεῖνοι Χριστῷ· διόπερ οὐδὲ συνηγέρθησαν. Οὐκ ἐφόρεσαν τὴν εἰκόνα τοῦ ἐπουρανίου, οὐ τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιήνεγκαν, οὐκ ἀπεδύσαντο τὸν παλαιὸν ἄνθρωπον, οὐκ ἐνεδύσαντο τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν, κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν. Τί συγκρίνεις τὰ βαπτίσματα, ὧν ἡ προσηγορία μόνη κοινὴ, ἡ δὲ τῶν πραγμάτων διαφορὰ τοσαύτη, ὅση ἂν γένοιτο ὀνείρου πρὸς τὴν ἀλήθειαν, καὶ σκιᾶς καὶ εἰκόνων πρὸς τὰ κατ' οὐσίαν ὑφεστηκότα; Ἀλλὰ καὶ ἡ εἰς τὸν Μωϋσέα πίστις οὐ τὴν εἰς τὸ Πνεῦμα πίστιν ὀλίγου τινὸς ἀξίαν δείκνυσιν· ἀλλὰ κατὰ τὴν τούτων λόγον, μᾶλλον τὴν εἰς τὸν Θεὸν τῶν ὅλων ὁμολογίαν κατασμικρύνει. Ἐπίστευσε γὰρ, φησὶν, ὁ λαὸς τῷ Θεῷ, καὶ Μωϋσεῖ τῷ θεράποντι αὐτοῦ. Θεῷ τοίνυν συνέζευκται, οὐχὶ τῷ Πνεύματι· καὶ τύπος ἦν οὐχὶ τοῦ Πνεύματος, ἀλλὰ τοῦ Χριστοῦ. Τὸν γὰρ μεσίτην Θεοῦ καὶ ἀνθρώπων δι' ἑαυτοῦ τότε προαπετύπου ἐν τῇ τοῦ νόμου
col. 755–756page 369 of 677
PG 130:755νόμος διαταγεὶς δι' ἀγγέλων, ἐν χειρὶ μεσίτου (δη λαδὴ τοῦ Μωϋσέως), κατὰ τὴν πρόκλησιν τοῦ λαοῦ λέγοντος· Λάλησον σύ, φησί, πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεός. Ὥστε ἡ εἰς αὐτὸν πί στις ἐπὶ τὸν Κύριον ἀναφέρεται, τὸν μεσίτην Θεοῦ καὶ ἀνθρώπων, τὸν εἰπόντα· Εἰ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί. Ἆρα οὖν μικρὸν ἡ εἰς τὸν Κύριον πίστις, ἐπειδὴ διὰ Μωϋσέως προεσημάνθη; Οὕτως οὐδὲ εἴ τις εἰς Μωϋσῆν ἐβαπτίσθη, μικρὰ ἡ ἀπὸ τοῦ Πνεύματος ἐπὶ τὸ βάπτισμα χάρις. Καί τοιγε ἔχω λέγειν, ὅτι Μωϋσῆν καὶ τὸν νόμον τῇ Γραφῇ λέγειν σύνηθες· ὡς τό· Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας. Τὸ οὖν νομικὸν βάπτισμα λέ γων, Ἐβαπτίσθησαν, εἶπεν, εἰς τὸν Μωϋσῆν. Τί οὖν τὸ καύχημα τῆς ἐλπίδος ἡμῶν, καὶ τὴν πλουσίαν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν δωρεάν, τοῦ διὰ τῆς παλιγγενεσίας ἀνακαινίζοντος ἡμῶν, ὡς ἀετοῦ, τὴν νεότητα, εὐκαταφρόνητον δεικνύουσιν οἱ ἀπὸ διακονίᾳ. Οὐ γὰρ τοῦ Πνεύματος τύπος ἦν Μωϋσῆς, τὰ πρὸς τὸν Θεὸν τῷ λαῷ μεσιτεύων. Ἐδόθη γὰρ προσβαλόντας ἀμαυρωθῆναι. Κατὰ γὰρ τὸν ἴσον λό τῆς σκιᾶς καὶ τῶν τύπων τὴν ἀλήθειαν διαβάλλοντες; Ἤπου νηπίας φρενὸς παντελῶς τοῦτο, καὶ παιδὸς τινος ὡς ἀληθῶς γάλακτος δεομένου, ἀγνοεῖν τὸ μέγα τῆς σωτηρίας ἡμῶν μυστήριον, ὅτι κατὰ τὸν εἰσαγωγικὴν τῆς διδασκαλίας τρόπον, ἐν τῇ κατὰ τὴν εὐσέβειαν γυμνασίᾳ πρὸς τὴν τελείωσιν ἀναγόμενοι, τοῖς εὐληπτοτέροις πρῶτον καὶ συμμέτροις ἡμῖν κατὰ τὴν γνῶσιν ἐστοιχειώθημεν· τοῦ οἰ κονομοῦντος τὰ ἡμέτερα, ὥσπερ ὀφθαλμοὺς ἐν σκότῳ τραφέντας, τῷ κατ' ὀλίγον ἐθισμῷ πρὸς τὸ μέγα φῶς τῆς ἀληθείας ἀνάγοντος. Φειδοῖ γὰρ τῆς ἀσθενείας ἡμῶν, ἐν τῷ βάθει τοῦ πλούτου τῆς σο φίας αὐτοῦ, καὶ τοῖς ἀνεξιχνιάστοις κρίμασι τῆς συνέσεως τὴν προσηνῆ ταύτην καὶ εὐάρμοστον ἡμῖν ὑπέδειξεν ἀγωγήν, τὰς σκιὰς πρότερον ἡμῖν τῶν σωμάτων, καὶ ἐν ὕδατι βλέπειν τὸν ἥλιον προεθίζων, ὡς μὴ εὐθὺς τῇ θέᾳ τοῦ ἀκράτου φωτὸς γον δ τε νόμος, σκιὰν ἔχων τῶν μελλόντων, καὶ ἡ διὰ τῶν προφητῶν προτύπωσις αἴνιγμα οὖσα τῆς ἀληθείας, γυμναστήρια τῶν ὀφθαλμῶν τῆς καρδίας ἐπινενόηται· ὡς ἀπὸ τούτων ῥᾳδίας τῆς μεταβάσεως ἡμῖν πρὸς τὴν ἀποκεκρυμμένην ἐν μυστηρίῳ γενησομένης. Τοῦ αὐτοῦ ὅτι ἀχώριστον ἐπὶ πάσης ἐννοίας Πατρὸς καὶ Υἱοῦ τὸ ἅγιον Πνεῦμα, ἔν τε τῆς τῶν νοητῶν δημιουργίας, καὶ ἐπὶ τῆς τῶν ἀν θρώπων οἰκονομίας, καὶ ἐπὶ τῆς προσδοκωμένης κρίσεως. Κεφάλ. ιϛ'. Ἐπὶ οὖν τὸ ἐξ ἀρχῆς ἐπανίωμεν, ὅπως ἐν πᾶ σιν ἀχώριστόν ἐστι καὶ ἀδιάστατον παντελῶς Πατρὸς καὶ Υἱοῦ τὸ ἅγιον Πνεῦμα. Ἐν τῷ περὶ τοῦ χαρί σματος τῶν γλωσσῶν τόπῳ, Κορινθίοις ἐπιστέλλων ὁ Παῦλος· Ἐὰν πάντες, φησί, προφητεύητε, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, τὰ κρι
col. 757–758page 370 of 677
PG 130:757στὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ οὕτω πεσὼν ἐπὶ πρόσωπον, προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων, ὅτι ὁ Θεὸς ὄντως ἐν ὑμῖν ἐστιν. Εἰ τοίνυν ἐκ τῆς προφητείας, τῆς κατὰ τὴν διαίρεσιν τῶν χαρισμάτων τοῦ Πνεύματος ἐνεργουμένης, ἐπιγινώσκεται ὁ Θεὸς ἐν τοῖς προφήταις εἶναι, βουλευσάσθωσαν οὗτοι ποίαν χώραν ἀποδώσουσι τῷ Πνεύματι τῷ ἁγίῳ· πότερον μετὰ Θεοῦ τάσσειν, ἢ πρὸς τὴν κτίσιν ἐξωθεῖν δικαιότερον. Καὶ τὸ πρὸς Σαπφείραν ὑπὸ Πέτρου· Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ Πνεῦμα τὸ ἅγιον; οὐκ ἐψεύσασθε ἀνθρώποις, ἀλλὰ Θεῷ· δείκνυσιν, ὅτι τὰ αὐτὰ εἰς τὸ Πνεῦμα τὸ ἅγιον καὶ εἰς Θεόν ἐστι τὰ ἁμαρτήματα. Καὶ οὕτω δ' ἂν τὸ συναφὲς καὶ ἀδιαίρετον κατὰ πᾶσαν ἐνέργειαν ἀπὸ Πατρὸς καὶ Υἱοῦ τοῦ Πνεύματος διδαχθείης. Ἐνεργοῦντος τοῦ Θεοῦ τὰς διαιρέσεις τῶν ἐνεργημάτων, καὶ τοῦ Κυρίου τὰς διαιρέσεις τῶν διακονιῶν, συμπάρεστι τὸ ἅγιον Πνεῦμα, τὴν διανομὴν τῶν χαρισμάτων πρὸς τὴν ἀξίαν ἑκάστου αὐτεξουσίως οἰκονομοῦν. Διαιρέσεις γάρ, φησί, χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα. Καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος. Καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι. Ταῦτα δὲ πάντα, φησίν, ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. Οὐ μὴν ἐπειδὴ πρῶτον ἐνταῦθα τοῦ Πνεύματος ὁ Ἀπόστολος ἐπεμνήσθη, καὶ δεύτερον τοῦ Υἱοῦ, καὶ τρίτον τοῦ Θεοῦ καὶ Πατρὸς, ἤδη χρὴ καθόλου νομίζειν ἀντεστράφθαι τὴν τάξιν. Ἀπὸ γὰρ τῆς ἡμετέρας σχέσεως τὴν ἀρχὴν ἔλαβεν· ἐπειδὴ ὑποδεχόμενοι τὰ δῶρα, πρῶτον ἐντυγχάνομεν τῷ διανέμοντι· εἶτα ἐννοοῦμεν τὸν ἀποστείλαντα· εἶτα ἀνάγομεν τὴν ἐνθύμησιν ἐπὶ τὴν πηγὴν καὶ αἰτίαν τῶν ἀγαθῶν. Μάθοις δ' ἂν τὴν πρὸς Πατέρα καὶ Υἱὸν τοῦ Πνεύματος κοινωνίαν καὶ ἐκ τῶν δημιουργημάτων τῶν ἐξ ἀρχῆς. Αἱ γὰρ καθαραὶ καὶ νοεραὶ καὶ ὑπερκόσμιοι δυνάμεις ἅγιαι καί εἰσι καὶ ὀνομάζονται, ἐκ τῆς παρὰ τοῦ ἁγίου Πνεύματος ἐνδοθείσης χάριτος τὸν ἁγιασμὸν κεκτημέναι. Ὥστε ἀποσεσιώπηται μὲν ὁ τρόπος τῆς κτίσεως τῶν οὐρανίων δυνάμεων· ἀπὸ γὰρ τῶν αἰσθητῶν μόνον τὸν Δημιουργὸν ἡμῖν ὁ τὴν κοσμογονίαν συγγραψάμενος ἀπεκάλυψε. Σὺ δὲ, ἔχων δύναμιν ἐκ τῶν ὁρατῶν ἀναλογίζεσθαι τὰ ἀόρατα, δόξαζε τὸν Ποιητὴν ἐν ᾧ ἐκτίσθη τὰ πάντα, εἴτε ὁρατὰ, εἴτε ἀόρατα, εἴτε ἀρχαί, εἴτε ἐξουσίαι, εἴτε δυνάμεις, εἴτε θρόνοι, εἴτε κυριότητες, καὶ εἴ τινές εἰσιν ἕτεραι λογικαὶ φύσεις, ἀκατονόμαστοι. Ἐν δὲ τῇ τούτων κτίσει ἐννόησόν μοι τὴν προκαταρκτικὴν αἰτίαν τῶν γινομένων, τὸν Πατέρα· τὴν δημιουργικὴν, τὸν Υἱόν· τὴν τελειωτικήν, τὸ Πνεῦμα· ὥστε βουλήματι μὲν τοῦ Πατρὸς τὰ λειτουργικὰ πνεύματα ὑπάρχειν, ἐνεργείᾳ δὲ Υἱοῦ εἰς τὸ εἶναι παράγεσθαι, παρουσίᾳ δὲ τοῦ Πνεύματος τελειοῦσθαι. Τελείωσις δὲ ἀγγέλων ἁγιασμὸς, καὶ ἡ ἐν τούτῳ διαμονή. Καὶ μηδεὶς οἰέσθω με ἢ τρεῖς εἶναι λέγειν ἀρχικὰς ὑποστάσεις, ἢ ἀτελῆ φάσκειν τοῦ Υἱοῦ τὴν ἐνέργειαν. Ἀρχὴ γὰρ τῶν ὄντων μία,
col. 759–760page 371 of 677
PG 130:759δι' Υἱοῦ δημιουργοῦσα, καὶ τελειοῦσα ἐν Πνεύματι. Καὶ οὔτε Πατήρ, ὁ τὰ πάντα ἐν πᾶσιν ἐνεργῶν, ἀτελῆ ἔχει τὴν ἐνέργειαν· οὔτε Υἱὸς ἐλλιπῆ τὴν δημιουργίαν, μὴ τελειουμένην παρὰ τοῦ Πνεύματος. Οὕτω γὰρ ἂν οὔτε Πατὴρ προσδεηθείη Υἱοῦ, μόνος τῷ θέλειν δημιουργῶν, ἀλλ' ὅμως θέλει διὰ Υἱοῦ· οὔτ' ἂν συνεργίας προσδεηθείη, καθ' ὁμοιότητα τοῦ Πατρὸς ἐνεργῶν· ἀλλὰ καὶ Υἱὸς θέλει διὰ τοῦ Πνεύματος τελειοῦν· Τῷ λόγῳ γὰρ Κυρίου οἱ οὐρανοὶ ἑστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Οὔτε οὖν λόγος ἀέρος τύπωσις σημαντική, διὰ φωνητικῶν ὀργάνων ἐκφερομένη· οὔτε Πνεῦμα στόματος ἀτμὸς, ἐκ τῶν ἀναπνευστικῶν μερῶν ἐξωθούμενος· ἀλλὰ Λόγος μὲν ὁ πρὸς Θεὸν ὢν ἐν ἀρχῇ, καὶ Θεὸς ὤν· Πνεῦμα δὲ στόματος Θεοῦ τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται. Τρία τοίνυν νοεῖς, τὸν προστάσσοντα Κύριον, τὸν δημιουργοῦντα Λόγον, τὸ στερεοῦν τὸ Πνεῦμα. Τί δ' ἂν ἄλλο εἴη στερέωσις ἢ ἡ κατὰ τὸν ἁγιασμὸν τελείωσις, τὸ ἀνένδοτον καὶ ἄτρεπτον καὶ παγίως ἐρηρεισμένον ἐν ἀγαθῷ τῆς στερεώσεως ἐμφαινούσης; Ἁγιασμὸς δὲ οὐκ ἄνευ Πνεύματος. Οὐ γὰρ φύσει ἅγιαι αἱ τῶν οὐρανῶν δυνάμεις· ἢ οὕτω γ' ἂν οὐδεμίαν πρὸς τὸ ἅγιον Πνεῦμα τὴν διαφορὰν ἔχοιεν· ἀλλὰ κατὰ ἀναλογίαν τῆς πρὸς ἀλλήλας ὑπεροχῆς, τοῦ ἁγιασμοῦ τὸ μέτρον παρὰ τοῦ Πνεύματος ἔχουσαι. ὡς γὰρ ὁ καυτὴρ μετὰ τοῦ πυρὸς νοεῖται, καὶ ἄλλο μέντοι ἡ ὑποκειμένη ὕλη, καὶ ἄλλο τὸ πῦρ· οὕτω καὶ ἐπὶ τῶν οὐρανίων δυνάμεων, ἡ μὲν οὐσία αὐτῶν, ἀέριον πνεῦμα, εἰ τύχοι, ἢ πῦρ ἄϋλον, κατὰ τὸ γεγραμμένον· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· διὸ καὶ ἐν τόπῳ εἰσὶ, καὶ ὁρατοὶ γίνονται, ἐν τῷ εἴδει τῶν οἰκείων αὐτῶν σωμάτων τοῖς ἀξίοις ἐμφανιζόμενοι. Ὁ μέντοι ἁγιασμός, ἔξωθεν ὢν τῆς οὐσίας, τὴν τελείωσιν αὐτοῖς ἐπάγει διὰ τῆς κοινωνίας τοῦ Πνεύματος. Φυλάσσουσι δὲ τὴν ἀξίαν τῇ ἐπιμονῇ τοῦ καλοῦ, ἔχουσαι μὲν ἐν προαιρέσει τὸ αὐτεξούσιον, οὐδέποτε δὲ ἐκ τῆς τοῦ ὄντως ἀγαθοῦ προσεδρείας ἐκπίπτουσαι· ὡς ἐὰν ὑφέλῃς τῷ λόγῳ τὸ Πνεῦμα, λέλυνται μὲν ἀγγέλων χορεῖαι, ἀνῄρηνται δὲ ἀρχαγγέλων ἐπιστασίαι, συγκέχυται δὲ τὰ πάντα· ἀνομοθέτητος, ἄτακτος, ἀόριστος αὐτῶν ἡ ζωή. Πῶς μὲν γὰρ εἴπωσιν ἄγγελοι· Δόξα ἐν ὑψίστοις Θεῷ, μὴ δυναμωθέντες ὑπὸ τοῦ Πνεύματος; Οὐδεὶς γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ, καὶ οὐδεὶς ἐν Πνεύματι Θεοῦ λαλῶν λέγει ἀνάθεμα Ἰησοῦν· ὅπερ εἴποι ἂν τὰ πονηρὰ καὶ ἀντικείμενα πνεύματα, ὧν ἡ ἀπόπτωσις συνίστησι τὸν λόγον, τοῦ αὐτεξουσίους εἶναι τὰς ἀοράτους δυνάμεις, ἰσορρόπως ἐχούσας πρὸς ἀρετὴν καὶ κακίαν, καὶ διὰ τοῦτο δεομένας τῆς τοῦ Πνεύματος βοηθείας. Ἐγὼ καὶ τὸν Γαβριὴλ προλέγειν τὰ μέλλοντα οὐδαμῶς ἄλλως φημὶ ἢ τῇ προγνώσει τοῦ Πνεύματος. Διότι ἓν τῶν ἐκ τῆς διαιρέσεως τοῦ Πνεύματος χαρισμάτων ἐστὶν ἡ προ
col. 761–762page 372 of 677
PG 130:761φητεία. Ὁ δὲ τὰ μυστήρια τῆς ὀπτασίας τῷ ἀνδρὶ τῶν ἐπιθυμιῶν ἐπιταχθεὶς διαγγεῖται, πόθεν σοφι σθεὶς εἶχε διδάσκειν τὰ κεκρυμμένα, εἰ μὴ τῷ Πνεύματι τῷ ἁγίῳ; τῆς ἀποκαλύψεως τῶν μυστηρίων ἰδίως τῷ Πνεύματι προσηκούσης, κατὰ τὸ γε γραμμένον, ὅτι Ἡμῖν ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος. Θρόνοι δὲ καὶ κυριότητες, καὶ ἀρχαί καὶ ἐξουσίαι, πῶς ἂν τὴν μακαρίαν διεξήγον ζωήν, εἰ μὴ διὰ παντὸς ἔβλεπον τὸ πρόσωπον τοῦ Πατρὸς τοῦ ἐν οὐρανοῖς; Τὸ δὲ βλέπειν οὐκ ἄνευ τοῦ Πνεύματος. Ὥσπερ γὰρ ἐν νυκτί, ἐὰν ὑφέλῃς τὸ φῶς ἀπὸ τῆς οἰκίας, τυφλαὶ μὲν αἱ ὄψεις, ἀνενέργητοι δὲ καταλείπονται αἱ δυνάμεις, ἀνεπίγνωστοι δὲ αἱ ἀξίαι, καὶ χρυσοῦ καὶ σιδήρου ὁμοίως πατουμένων διὰ τὴν ἄγνοιαν· οὕτως ἐπὶ τῆς νοητῆς δια κοσμήσεως, ἀμήχανον τὴν ἔνθεσμον ἐκείνην διαμεῖναι ζωὴν ἄνευ τοῦ Πνεύματος· οὐ μᾶλλον γε ἢ στρατοπέδου τὴν εὐταξίαν, τοῦ ταξιάρχου μὴ παρόντος, ἢ χοροῦ τὴν συμφωνίαν, τοῦ κορυφαίου μὴ συναρμόζοντος. Πῶς ἂν εἴποι τὰ σεραφίμ, Ἅγιος, ἅγιος, ἅγιος, μὴ διδαχθέντα παρὰ τοῦ Πνεύματος, ποσάκις ἐστὶν εὐσεβὲς τὴν δοξολογίαν ταύτην ἀναφωνεῖν; Εἴτε οὖν αἰνοῦσι τὸν Θεὸν πάντες οἱ ἄγγελοι αὐτοῦ, καὶ αἰνοῦσιν αὐτὸν πᾶσαι αἱ δυνάμεις αὐτοῦ, διὰ τῆς τοῦ Πνεύματος συνεργείας· εἴτε παρεστήκασι χίλιαι χιλιάδες ἀγγέλων, καὶ μύριαι μυριάδες λει τουργούντων, ἐν τῇ δυνάμει τοῦ Πνεύματος τὸ οἰκεῖον ἔργον ἀμώμως ἐπιτελοῦσι. Πᾶσαν οὖν τὴν ὑπερουράνιον ἐκείνην καὶ ἄῤῥητον ἁρμονίαν, ἔν τε τῇ λειτουργίᾳ Θεοῦ καὶ τῇ πρὸς ἀλλήλας τῶν ὑπερ κοσμίων δυνάμεων συμφωνίᾳ, ἀδύνατον φυλαχθῆναι μὴ τῇ ἐπιστασίᾳ τοῦ Πνεύματος. Οὕτω μὲν οὖν ἐν δημιουργίᾳ πάρεστι τὸ Πνεῦμα τὸ ἅγιον τοῖς οὐκ ἐκ προκοπῆς τελειουμένοις, ἀλλ' ἀπ' αὐτῆς τῆς κτίσεως εὐθὺς τελείοις, εἰς τὸν ἀπαρτισμὸν καὶ συμπλήρωσιν τῆς ὑποστάσεως αὐτῶν τὴν παρ' ἑαυτοῦ χάριν συνεισφερόμενον. Τὰς δὲ περὶ τὸν ἄνθρωπον οἰκονομίας, τὰς ὑπὸ τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ τὴν ἀγαθότητα τοῦ Θεοῦ γενομένας, τίς ἀντερεῖ μὴ οὐχὶ διὰ τῆς τοῦ Πνεύματος χάριτος πεπληροῦσθαι; Εἴτε βούλει τὰ παλαιὰ σκοπεῖν· τὰς τῶν πατριαρχῶν εὐλογίας, τὴν ἐκ τῆς νομοθεσίας δεδομένην βοήθειαν, τοὺς τύπους, τὰς προφητείας, τὰ ἐν πολέμοις ἀνδραγαθήματα, τὰ διὰ τῶν δικαίων σημεῖα· εἴτε τὰ περὶ τὴν ἔνσαρκον τοῦ Κυρίου παρουσίαν οἰκονομηθέντα· διὰ τοῦ Πνεύματος. Πρώ τον μὲν γὰρ αὐτῇ τῇ σαρκὶ τοῦ Κυρίου συνῆν, χρίσμα γενόμενον, καὶ ἀχωρίστως παρὸν κατὰ τὸ γεγραμμένον· Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον, καὶ μένον ἐπ' αὐτόν, οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· καὶ, Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὃν ἔχρισεν ὁ Θεὸς τῷ Πνεύματι τῷ ἁγίῳ. Ἔπειτα πᾶσα ἐνέργεια συμπαρόντος τοῦ Πνεύματος ἐνηρ γεῖτο. Τοῦτο καὶ ὑπὸ τοῦ διαβόλου πειραζομένῳ παρῆν. Ἀνήχθη γάρ, φησίν, ὁ Ἰησοῦς ὑπὸ τοῦ Πνεύματος εἰς τὴν ἔρημον τοῦ πειρασθῆναι.
col. 763–764page 373 of 677
PG 130:763Καὶ ἐναργέστερον τὰς δυνάμεις ἀχωρίστως συνήν. γὰρ ἐγώ, φησίν, ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια· καὶ ἐκ νεκρῶν ἀναστάντος οὐκ ἀπελείπετο. Ἀνακαινίζων γὰρ τὸν ἄνθρωπον ὁ Κύριος, καὶ ἣν ἀπώλεσε χάριν ἐκ τοῦ ἐμφυσήματος τοῦ Θεοῦ, ταύτην πάλιν ἀποδιδούς, ἐμφυσήσας εἰς τὸ πρόσωπον τῶν μαθητῶν, τί φησι; Λάβετε Πνεῦμα ἅγιον. Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται· καὶ ἄν τινων κρατῆτε, κεκράτηνται. Ἡ δὲ τῆς Ἐκκλησίας διακόσμησις οὐχὶ σαφῶς καὶ ἀναντιρρήτως διὰ τοῦ Πνεύματος ἐνεργεῖται; Αὐτὸς γὰρ ἔδωκε, φησί, τῇ Ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. Αὕτη γὰρ ἡ τάξις κατὰ τὴν διαίρεσιν τῶν ἐκ τοῦ Πνεύματος δω ρεῶν διατέτακται. Εὕροι δὲ ἄν τις, ἀκριβῶς λογιζόμενος, καὶ ἐπὶ τοῦ καιροῦ τῆς προσδοκωμένης ἐπιφανείας τῆς ἐξ οὐ ρανῶν τοῦ Κυρίου μὴ ἀσυντελὲς τὸ Πνεῦμα τὸ ἅγιον, ὡς τινες οἴονται· ἀλλὰ συμπαρέσται καὶ ἐν τῇ ἡμέρᾳ τῆς ἀποκαλύψεως αὐτοῦ, καθ' ἣν κρινεῖ τὴν οἰ κουμένην ἐν δικαιοσύνῃ ὁ μακάριος καὶ μόνος δυνά στης. Τίς γὰρ οὕτως ἀνήκοος τῶν ἡτοιμασμένων παρὰ Θεοῦ ἀγαθῶν τοῖς ἀξίοις, ὡς ἀγνοεῖν, ὅτι καὶ τῶν δικαίων ὁ στέφανος ἡ τοῦ Πνεύματός ἐστι χάρις, δαψιλεστέρα τότε καὶ τελειοτέρα παρεχομένη, κατὰ τὴν ἀναλογίαν τῶν ἀνδραγαθημάτων τῆς πνευματικῆς δόξης διανεμομένης ἑκάστῳ; Ἐν γὰρ ταῖς λαμπρότησι τῶν ἁγίων μοναὶ πολλαὶ παρὰ τῷ Πατρί· τοῦτ ἔστιν, ἀξιωμάτων διαφοραί. Ὡς γὰρ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ, οὕτω καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. Οἱ τοίνυν σφραγισθέντες τῷ Πνεύματι τῷ ἁγίῳ εἰς ἡμέραν ἀπολυτρώσεως, καὶ ἣν ἔλαβον ἀπαρ χὴν τοῦ Πνεύματος ἀκέραιον καὶ ἀμείωτον διασώσαντες, οὗτοί εἰσιν οἱ ἀκούσοντες· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἧς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω. Ὁμοίως δὲ καὶ οἱ λυπήσαντες τὸ Πνεῦμα τὸ ἅγιον τῇ πονηρίᾳ τῶν ἐπιτηδευμάτων αὐτῶν, ἢ οἱ μὴ ἐπεργασάμενοι τῷ δοθέντι, ἀφαιρεθήσονται εἰλήφασιν, εἰς ἑτέρους μετατιθεμένης τῆς χάριτος· ἢ, κατά τινα τῶν εὐαγγελιστῶν, καὶ διχοτομηθή σονται παντελῶς· τῆς διχοτομίας νοουμένης κατὰ τὴν εἰς τὸ παντελὲς ἀπὸ τοῦ Πνεύματος ἀλλοτρίωσιν. Οὔτε γὰρ σῶμα διαιρεῖται, ὡς τὸ μὲν παραδίδοσθαι τῇ κολάσει, τὸ δὲ ἀφίεσθαι· μυθικὸν γὰρ τοῦτό γε, καὶ οὐ κατὰ δίκαιον κριτὴν, ὅλου ἡμαρτηκότος, ἐξ ἡμισείας εἶναι τὴν κόλασιν· οὔτε ψυχὴ διχῇ τέμνεται, ὅλη δι᾿ ὅλου τὸ ἁμαρτωλὸν φρόνημα κεκτημένη, καὶ συγκατεργαζομένη τῷ σώματι τὸ κακόν. Ἀλλὰ διχοτομία, ὥσπερ ἔφην, ἡ ἀπὸ τοῦ Πνεύματος εἰς τὸ διηνεκὲς τῆς ψυχῆς ἀλλοτρίωσις. Νῦν μὲν γὰρ, εἰ καὶ μὴ ἀνακέκραται τοῖς ἀναξίοις, ἀλλ᾽ οὖν παρεῖναι δοκεῖ πως τοῖς ἅπαξ ἐσφραγισμένοις, τὴν ἐκ τῆς ἐπιστροφῆς σωτηρίαν αὐτῶν ἀναμένον· τότε δὲ ἐξ ὅλου τῆς βεβηλωτάτης αὐτοῦ τὴν χάριν ψυχῆς
col. 765–766page 374 of 677
PG 130:765ἀποτμηθήσεται. Διὰ τοῦτο οὐκ ἔστιν ἐν τῷ ᾅδῃ ὁ ἐξομολογούμενος, οὐδὲ ἐν τῷ θανάτῳ ὁ μνημονεύων Θεοῦ, οὐκέτι τῆς βοηθείας τοῦ Πνεύματος συμπαροὔσης. Πῶς οὖν δυνατὸν νοῆσαι χωρὶς τοῦ ἁγίου Πνεύματος ἐπιτελεῖσθαι τὴν κρίσιν, ὅπου γε ὁ λόγος δείκνυσιν, ὅτι αὐτό ἐστι καὶ τὸ τῶν δικαίων βραβεῖον, ὅταν ἀντὶ τοῦ ἀρραβῶνος παρασχεθῇ τὸ τέλειον· καὶ ἡ πρώτη τῶν ἁμαρτωλῶν καταδίκη, ὅταν καὶ ὁ δοκοῦσιν ἔχειν ἀφαιρεθῶσι; Τὸ δὲ μέγιστον τεκμήριον τῆς πρὸς Πατέρα καὶ Υἱὸν τοῦ Πνεύματος συναφείας, ὅτι οὕτως ἔχειν λέγεται πρὸς Θεὸν, ὡς πρὸς ἕκαστον ἔχει τὸ πνεῦμα τὸ ἐν ἡμῖν. Τίς γὰρ οἶδε, φησὶν, ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνωκεν, εἰ μὴ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ. Κεφάλ. ιθ'. Ἔστω ταῦτα, φησὶν, ἀλλ' οὐχὶ καὶ δόξα πάντως ὀφειλομένη ἐστὶ τῷ Πνεύματι, ὥστε δοξολογίαις ἀνυψοῦσθαι παρ' ἡμῶν. Πόθεν ἂν οὖν τῆς ὑπερεχούσης πάντα νοῦν ἀξίας τοῦ Πνεύματος τὰς ἀποδείξεις λάβοιμεν, εἴπερ ἡ Πατρὸς καὶ Υἱοῦ κοινωνία μὴ ἀξιόπιστος αὐτοῖς πρὸς μαρτυρίαν ἀξιώματος ἐνομίσθη; Ἔξεστί γε μὴν πρός τε τὰ ἐκ τῶν ὀνομάτων ἀποβλέψαντας σημαινόμενα, καὶ πρὸς τὰ τῶν ἐνεργειῶν αὐτοῦ μεγέθη, καὶ πρὸς τὰς εἰς ἡμᾶς, μᾶλλον δὲ εἰς πᾶσαν τὴν κτίσιν χορηγουμένας εὐεργεσίας, τῆς μεγαλοφυίας αὐτοῦ καὶ τῆς ἀνεφίκτου δυνάμεως ἐπί ποσὸν γοῦν ἐν περινοίᾳ γενέσθαι. Πνεῦμα ὠνόμασται· ὡς, Πνεῦμα ὁ Θεός· καὶ, Πνεῦμα τοῦ προσώπου ἡμῶν, Χριστὸς Κύριος. Ἅγιον· ὡς ἅγιος ὁ Πατήρ, καὶ ἅγιος ὁ Υἱός. Τῇ μὲν γὰρ κτίσει ἑτέρωθεν ἐπεισήχθη ὁ ἁγιασμός· τῷ δὲ Πνεύματι συμπληρωτικὴ τῆς φύσεως ἐστιν ἡ ἁγιότης. Διόπερ οὐχὶ ἁγιαζόμενόν ἐστιν, ἀλλ' ἁγιάζον. Ἀγαθόν· ὡς ἀγαθὸς ὁ Πατήρ, καὶ ἀγαθὸς ὁ ἐκ τοῦ ἀγαθοῦ γεννηθείς· οὐσίαν ἔχον τὴν ἀγαθότητα. Εὐθές· ὡς εὐθὺς Κύριος ὁ Θεός· τῷ εἶναι αὐτοαλήθεια, καὶ αὐτοδικαιοσύνη, παρεκτροπὰς ἐπὶ θάτερα καὶ ἐκκλίσεις οὐκ ἔχον, διὰ τὸ ἄτρεπτον τῆς οὐσίας. Παράκλητος· ὡς ὁ Μονογενής· καθὼς αὐτὸς φησιν, ὅτι Ἐγὼ ἐρωτήσω τὸν Πατέρα μου, καὶ δώσει ὑμῖν ἄλλον Παράκλητον. Οὕτω κοινὰ τὰ ὀνόματα πρὸς Πατέρα καὶ Υἱὸν τῷ Πνεύματι, ἐκ τῆς κατὰ τὴν φύσιν οἰκειότητος τῶν προσηγοριῶν τούτων τυχόντι. Πόθεν γὰρ ἄλλοθεν; Πάλιν ἡγεμονικόν, καὶ Πνεῦμα τῆς ἀληθείας, καὶ Πνεῦμα σοφίας ὠνόμασται. Πνεῦμα θεῖον τὸ ποιῆσαν με. Καὶ, Τὸν Βεσελεὴλ δέ, φησὶν, ἐνέπλησεν ὁ Θεὸς Πνεύματος θείου σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης. Τὰ μὲν οὖν ὀνόματα τοιαῦτα ὑπερφυῆ καὶ μεγάλα· οὔμενουν ἔχοντά τινα εἰς δόξαν ὑπερβολήν. Αἱ δὲ ἐνέργειαι τίνες; Ἄῤῥητοι μὲν διὰ τὸ μέγεθος, ἀνεξαρίθμητοι δὲ διὰ τὸ πλῆθος. Πῶς μὲν γὰρ νοήσομεν τὰ τῶν αἰώνων ἐπέκεινα; τίνες ἦσαν αὐτοῦ πρὸ τῆς νοητῆς κτίσεως αἱ ἐνέργειαι; πόσαι δ' ἀπ' αὐτοῦ περὶ τὴν κτίσιν χάριτες; τίς δὲ ἡ πρὸς τοὺς αἰῶνας τοὺς ἐπερχομένους δύναμις;
col. 767–768page 375 of 677
PG 130:767μὲν γὰρ καὶ προῆν, καὶ συμπαρῆν τῷ Πατρὶ καὶ τῷ Υἱῷ πρὸ τῶν αἰώνων. Ὥστε, κἂν τι νοήσῃς τῶν αἰώνων ἐπέκεινα, τοῦτο εὑρήσεις τοῦ Πνεύματος κατωτέρω. Ἐάν τε τὴν κτίσιν ἐνθυμηθῇς, ἑστερεύ θησαν αἱ τῶν οὐρανῶν δυνάμεις παρὰ τοῦ Πνεύματος· τῆς στερεώσεως δηλονότι ἐπὶ τὸ δυσμετάπτω τον τῆς ἀπὸ τῶν ἀγαθῶν ἕξεως νοουμένης. Ἡ γὰρ πρὸς Θεὸν οἰκείωσις, καὶ τὸ πρὸς κακίαν ἄτρεπτον, καὶ τὸ ἐν μακαριότητι διαρκές, παρὰ τοῦ Πνεύματος ταῖς δυνάμεσι. Χριστοῦ ἐπιδημία· καὶ τὸ Πνεῦμα προτρέχει. Ἔνσαρκος παρουσία· καὶ τὸ Πνεῦμα ἀχώριστον. Ἐνεργήματα δυνάμεων, χαρί σματα ἰαμάτων, διὰ τοῦ Πνεύματος τοῦ ἁγίου. δαίμονες ἀπηλαύνοντο ἐν τῷ Πνεύματι τοῦ Θεοῦ. διάβολος κατηργεῖτο συμπαρόντος τοῦ Πνεύματος. Ἁμαρτιῶν ἀπολύτρωσις ἐν τῇ χάριτι τοῦ Πνεύματος. Ἀπελούσασθε γὰρ καὶ ἡγιάσθητε ἐν τῷ ὀνό ματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ. Οἰκείωσις πρὸς Θεὸν διὰ τοῦ Πνεύματος. Ἐξαπέστειλε γὰρ ὁ Θεὸς τὸ Πνεῦ μα τοῦ Υἱοῦ αὐτοῦ ἐν ταῖς καρδίαις ἡμῶν, κρᾶ ζον· Ἀββᾶ ὁ Πατήρ. Ἡ ἐκ νεκρῶν ἐξανάστασις, τῇ ἐνεργείᾳ τοῦ Πνεύματος. Ἐξαποστελεῖς γὰρ τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Εἴτε τὴν κτίσιν ταύτην βάνοις ἐπὶ τῆς τῶν διαλυθέντων ἀναβιώσεως, πῶς οὐ μεγάλη τοῦ Πνεύματος ἡ ἐνέργεια, τοῦ οἰκονομοῦντος ἡμῖν τὸν ἐξ ἀναστάσεως βίον, καὶ πρὸς τὴν πνευματικὴν ἐκείνην ζωὴν τὰς ψυχὰς ἡμῶν μετα ρυθμίζοντος; Εἴτε λέγοιτο κτίσις ἡ ἐνταῦθα τῶν ἐξ ἁμαρτίας διαπεπτωκότων ἐπὶ τὸ βέλτιον μετα κόσμησις (λέγεται γὰρ καὶ οὕτω κατὰ τὴν συνήθειαν τῆς Γραφῆς, ὡς ὅταν Παῦλος λέγῃ· Εἴ τις ἐν Χρι στῷ καινὴ κτίσις), καὶ ὁ ἐνταῦθα τοίνυν ἀνακαινισμὸς, καὶ ἡ ἀπὸ τῆς γηΐνης καὶ ἐμπαθοῦς ζωῆς ἐπὶ τὴν οὐράνιον πολιτείαν μεταβολή, διὰ τοῦ Πνεύ ματος ἡμῖν γινομένη, ἐπὶ πᾶσαν ὑπερβολὴν θαύματος τὰς ψυχὰς ἡμῶν ἀνάγει. Ἐπὶ τούτοις πότερον φοβηθῶμεν μὴ τὴν ἀξίαν ὑπερβῶμεν ταῖς ὑπερβολαῖς τῶν τιμῶν· ἢ τὸ ἐναντίον, μὴ εἰς ταπεινὸν ἀγάγωμεν τὴν περὶ αὐτοῦ ἔννοιαν, κἂν τὰ μέγιστα δόξωμεν ἐπ' αὐτῷ τῶν ἐξ ἀνθρωπίνης διανοίας καὶ γλώττης προφερομένων φθέγγεσθαι; Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον, ὡς τάδε λέγει Κύριος· Κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς, μηδὲν διακρινόμενος, διότι ἐγὼ αὐτοὺς ἀπέσταλκα. Μὴ ταπεινοῦ ταῦτα καὶ κατεπτηχότος τὰ ῥήματα; Ἀφορίσατε δή μοι Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προ κέκλημαι αὐτούς. Μὴ δοῦλος οὕτω φθέγγεται; Καὶ ὁ Ἡσαΐας· Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ· καὶ, Κατέβη Πνεῦμα παρὰ Κυρίου, καὶ ὡδήγησεν αὐτούς. Καὶ μή μοι τὴν ὁδηγίαν τῶν εἰς ταπεινὴν διακονίαν ἐκλάβῃς. Τοῦτο γὰρ καὶ ἔργον εἶναι ὁ λόγος διαμαρτύρεται. Ὡδήγησας φησίν, ὡς πρόβατα τὸν λαόν σου· καί, Ὁ ποιμαίνων ὡσεὶ πρόβατον τὸν Ἰωσήφ· καὶ Ὡδήγησεν αὐτοὺς ἐπ' ἐλπίδι, καὶ οὐκ ἐδειλίασαν. Ὥστε
col. 769–770page 376 of 677
PG 130:769ἀκούσῃς, ὅτι "Οταν ἔλθῃ ὁ Παράκλητος, ἐκεῖνος ὑμᾶς ἀναμνήσει καὶ ὁδηγήσει πρὸς πᾶσαν τὴν ἀλήθειαν, τὴν ὁδηγίαν, ὡς ἐδιδάχθης, νόει· μὴ συκοφάντει τὴν ἔννοιαν. ᾿Αλλὰ Καὶ ἐντυγχάνει, φησίν, ὑπὲρ ἡμῶν· Ὥστε ὅσον ἱκέτης τοῦ εὐεργέτου λείπεται, τοσοῦτον τὸ Πνεῦμα κατὰ τὴν ἀξίαν ἀποπέπτωκε τοῦ Θεοῦ. Σὺ δὲ οὔπω ἤκουσας περὶ τοῦ Μονογενοῦς, ὅτι ἐστὶν ἐν δεξιᾷ τοῦ Θεοῦ, καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν; Μὴ οὖν ὅτι τὸ Πνεῦμα ἐν σοὶ (εἴπερ δὴ ὅλως ἐν σοί), μηδ' ὅτι ἀποτυφλωθέντας ἡμᾶς πρὸς τὴν ἐκλογὴν τοῦ συμφέροντος διδάσκει, καὶ ὁδηγεῖ, τούτου ἕνεκεν τὴν εὐσεβῆ καὶ ὁσίαν περὶ αὐτοῦ δόξαν ζημιωθῇς. Ὑπερβολὴ γὰρ ἀγνωμοσύνης τοῦτό γε, τὴν φιλανθρωπίαν τοῦ εὐεργέτου ἀφορμὴν ἀχαριστίας ποιεῖσθαι. Μὴ οὖν λυπείτε τὸ Πνεῦμα τὸ ἅγιον. Ἀκούσατε τί φησιν ἡ ἀπαρχὴ τῶν μαρτύρων Στέφανος, τὸ δυσπειθὲς καὶ ἀνυπότακτον τῷ λαῷ ὀνειδίζων. Ὑμεῖς, φησίν, ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε. Καὶ πάλιν ὁ Ἠσαΐας· Παρώξυναν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν· καὶ ἑτέρωθε· Ο οἶκος τοῦ ᾿Ιακὼβ παρώργισε τὸ Πνεῦμα Κυρίου· εἰ μὴ ἐξουσιαστικῆς δυνάμεως παραστατικὰ τὰ τοιαῦτα; Τῇ τῶν ἐντυγχανόντων κρίσει παρίημι. Κεφάλ. κ'. Οὔτε δοῦλόν φησιν, οὔτε δεσπότην, ἀλλ' ἐλεύθερον. Ὢ τῆς δεινῆς ἀναλγησίας, ὦ τῆς ἐλεεινῆς ἀρβίας τῶν ταῦτα λεγόντων! Τί πλέον αὐτῶν ὀδύρωμαι; τὸ ἀμαθές, ἢ τὸ βλάσφημον; οἵ γε τὰ τῆς Θεολογίας δόγματα ἀνθρωπίνοις παραδείγμασι καθυβρίζουσι, καὶ τὴν ὧδε συνήθειαν, παρηλλαγμένην ἔχουσαν τῶν ἀξιωμάτων τὴν διαφοράν, τῇ θείᾳ καὶ ἀῤῥήτῳ φύσει προσαρμόζειν ἐπιχειροῦσιν· οὐκ ἐννοοῦντες, ὅτι παρὰ μὲν ἀνθρώποις τῇ φύσει δοῦλος οὐδείς. Ἢ γάρ καταδυναστευθέντες ὑπὸ ζυγὸν δουλείας ἤχθησαν, ὡς ἐν αἰχμαλωσίαις· ἢ διὰ πενίαν κατεδουλώθησαν, ὡς οἱ Αἰγύπτιοι τῷ Φαραώ· ἢ κατά τινα σοφὴν καὶ ἀποῤῥητον οἰκονομίαν οἱ χείρους τῶν παίδων ἐκ τῆς τῶν πατέρων φωνῆς τοῖς φρονιμωτέροις καὶ βελτίοσι δουλεύειν κατεδικάσθησαν· ἣν οὐδὲ καταδίκην, ἀλλ᾽ εὐεργεσίαν εἴποι τις ἂν δίκαιος τῶν γινομένων ἐξεταστής. Τὸν γὰρ δι᾽ ἔνδειαν τοῦ φρονεῖν οὐκ ἔχοντα ἐν ἑαυτῷ τὸ κατὰ φύσιν ἄρχον, τοῦτον ἑτέρου κτῆμα γενέσθαι λυσιτελέστερον, ἵνα, τῷ τοῦ κρατοῦντος λογισμῷ διευθυνόμενος, ὅμοιος ᾖ ἅρματι ἡνίοχον ἀναλαβόντι, καὶ πλοίῳ κυβερνήτην ἔχοντι ἐπὶ οἰάκων καθήμενον. Διὰ τοῦτο Ἰακὼβ κύριος τοῦ Ἠσαῦ ἐκ τῆς εὐλογίας τοῦ πατρὸς, ἵνα καὶ μὴ βουλόμενος παρὰ τοῦ φρονίμου εὐεργετήται ὁ ἄφρων, οὐκ ἔχων τὸν οἰκεῖον κηδεμόνα τὸν νοῦν. Καὶ Χαναὰν παῖς οἰκέτης ἔσται τοῖς ἀδελφοῖς, ἐπειδὴ ἀδίδακτος ἦν τῆς ἀρετῆς, ἀσύνετον ἔχων τὸν ἑαυτοῦ πατέρα τὸν Χάμ. Ὧδε μὲν οὖν οὕτως οἱ δοῦλοι· ἐλεύθεροι δὲ, οἱ διαφυγόντες πενίαν ἢ πόλεμον, ἢ τῆς ἑτέρων κηδεμονίας ἀπροσδεείς. Ὥστε κἂν ὁ μὲν δεσπότης, ὁ δὲ οἰκέτης λέγηται, ἀλλ᾽ οὖν πάντως καὶ κατὰ τὴν πρὸς ἀλλήλους ὁμοτιμίαν, καὶ ὡς κτήματα τοῦ πεποιηκότος ἡμᾶς, ὁμόδουλοι. Ἐκεῖ
col. 771–772page 377 of 677
PG 130:771δὲ τί δύνασαι τῆς δουλείας ὑπεξαγαγεῖν; Ὅμως τι γὰρ ἐκτίσθη, καὶ τὸ δοῦλον εἶναι συγκατεσκεύασται. Ἀλλήλων μὲν γὰρ οὐ κατάρχουσιν, ἐπειδὴ πλεονεξίας ἄμοιρα τὰ οὐράνια· Θεῷ δὲ πάντα ὑποκύπτει, καὶ ὡς δεσπότῃ τὸν ὀφειλόμενον φόβον, καὶ ὡς δημιουργῷ τὴν ἐπιβάλλουσαν δόξαν ἀποδιδόντα. Υἱὸς γὰρ δοξάζει πατέρα, καὶ δοῦλος τὸν κύριον αὐτοῦ. Καὶ ἀπαιτεῖ πάντως τῶν δύο τὸ ἕτερον ὁ Θεός. Εἰ γὰρ Πατήρ εἰμι ἐγώ, ποῦ ἐστι, φησὶν, ἡ δόξα μου; καὶ εἰ Κύριός εἰμι ἐγώ, ποῦ ἐστιν ὁ φόβος μου; Ἡ πάντων ἂν εἴη ἐλεεινοτάτη ζωή, μὴ ὑπὸ τὴν ἐπισκοπὴν τοῦ Δεσπότου καταβαινομένη. Ὁποῖαί εἰσιν αἱ ἀποστατικαὶ δυνάμεις, αἱ διὰ τὸ τραχηλιᾶσαι κατὰ Θεοῦ παντοκράτορος ἀφηνιά ζουσαι τῆς δουλείας· οὐ τῷ ἑτέρως πεφυκέναι, ἀλλὰ τῷ ἀνυποτάκτως ἔχειν πρὸς τὸν ποιήσαντα. Τίνα οὖν λέγεις ἐλεύθερον; Τὸν ἀβασίλευτον; τὸν μήτε ἄρχειν ἑτέρου δύναμιν ἔχοντα, μήτε ἄρχεσθαι καταδεχόμενον; Ἀλλ' οὔτε ἔστι τις τοιαύτη φύσις ἐν τοῖς οὖσι, ἀλλὰ καὶ τὸ ἐννοῆσαι κατὰ τοῦ Πνεύματος ἀσέβεια περιφανής. Ὥστε εἰ μὲν ἔκτισται, δουλεύει δηλαδή μετὰ πάντων· Τὰ γὰρ σύμπαντα, φησί, δοῦλα σά· εἰ δὲ ὑπὲρ τὴν κτίσιν ἐστὶ, τῆς βασιλείας ἐστὶ κοι νωνόν. Μαρτυρίαι ἐκ τῶν Γραφῶν τοῦ κυριολογεῖσθαι τὸ Πνεῦμα. Κεφ. κα. Καὶ τί δεῖ, ἐκ τῶν ταπεινῶν ἀπομαχομένους, αἰσχρῶς τὴν νίκην κατακτάσθαι τῷ λόγῳ, ἐξὸν τῇ παραθέσει τῶν σεμνοτέρων ἀναντίῤῥητον τὴν ὑπερ βολὴν τῆς δόξης ἐπιδεικνύναι; Εἰ δὲ λέγοιμεν ἃ παρὰ τῆς Γραφῆς ἐδιδάχθημεν, τάχα που μέγα καὶ σφο δρὸν ἀνακράξονται, καὶ συσχόντες τὰ ὦτα, ἀράμενοι λίθους, ἢ ὅ τι ἂν τύχοι παρατυχόν, τοῦτο τῶν Πνευματομάχων ἕκαστος ὅπλον ποιησάμενος, ἐφ' ἡμᾶς ἥξουσιν. Οὐ μὴν πρό γε τῆς ἀληθείας τιμητέα ἡμῖν ἡ ἀσφάλεια. Εὕρομεν τοίνυν παρὰ τῷ Ἀποστόλῳ· Ὁ δὲ Κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ, καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ ὑπὲρ τῶν θλίψεων. Τίς ὁ κατευθύνων Κύριος εἰς τὴν τοῦ Θεοῦ ἀγάπην, καὶ εἰς τὴν ὑπὲρ τῶν θλίψεων τοῦ Χριστοῦ ὑπομονήν; ἀποκρινάσθωσαν ἡμῖν οἱ τὸ Πνεῦμα καταδουλούμενοι. Εἴτε γὰρ περὶ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ λόγος, πάντως ἂν εἴρητο· Ὁ δὲ Κύριος ὑμᾶς κατευθύναι εἰς τὴν ἑαυτοῦ ἀγάπην· εἴτε περὶ τοῦ Υἱοῦ, προσέκειτο ἄν, εἰς τὴν ἑαυτοῦ ὑπομονήν. Ζητείτωσαν οὖν τί ἐστιν ἄλλο πρόσωπον, ὃ τῇ προσηγορία τοῦ Κυρίου τιμᾶσθαι ἄξιον. Παραπλήσιον δὲ τούτῳ καὶ τὸ ἑτέρωθι κείμενον, τό· Ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς, εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιω σύνῃ ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων τῶν ἁγίων αὐτοῦ. Ποῖον Κύριον εὔ χεται ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν ἐν τῇ
col. 773–774page 378 of 677
PG 130:773παρουσίᾳ τοῦ Κυρίου ἡμῶν ἀμέμπτους τὰς καρδίας ἑστηριγμένας ἐν ἁγιωσύνῃ τῶν ἐν Θεσσαλονίκῃ πιστῶν στηρίξαι; Ἀποκρινάσθωσαν ἡμῖν οἱ μετὰ τῶν λειτουργικῶν πνευμάτων τῶν πρὸς διακονίαν ἀποστελλομένων τὸ ἅγιον Πνεῦμα τιθέντες. Ἀλλ' οὐκ ἔχουσι. Διόπερ ἀκουέτωσαν καὶ ἑτέρας μαρτυρίας διαρρήδην καὶ αὐτῆς κυριολογούσης τὸ Πνεῦμα. Ὁ δὲ Κύριος, φησὶ, τὸ Πνεῦμά ἐστι· καὶ πάλιν· Καθά περ ἀπὸ Κυρίου Πνεύματος. Ὥστε δὲ μηδε μίαν ἀντιλογίας ἀφορμὴν καταλιπεῖν, αὐτὴν παραθήσομαι τοῦ Ἀποστόλου τὴν λέξιν· Ἄχρι γὰρ τῆς σήμερον τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει, μὴ ἀνακαλυπτόμενον, ὅ τι ἐν Χριστῷ καταργεῖται. Ὅταν δὲ ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Ὁ Κύριος τὸ Πνεῦμά ἐστι. Τί τοῦτο λέγων; Ὅτι ὁ ψιλῇ τῇ διανοίᾳ τοῦ γράμματος προσκαθήμενος, καὶ αὐτοῦ που περὶ τὰ νομικὰ παρατηρήματα διατρίβων, οἷόν τινι παραπετάσματι τῇ Ἰουδαϊκῇ τοῦ γράμματος ἐκδοχῇ τὴν καρδίαν ἑαυτοῦ συγκεκάλυπται· καὶ τοῦτο πάσχει παρὰ τὸ ἀγνοεῖν, ὅτι ἡ σωματικὴ τοῦ νόμου τήρησις ἐν τῇ ἐπιδημίᾳ τοῦ Χριστοῦ κατ αργεῖται, τῶν τύπων λοιπὸν μεταληφθέντων εἰς τὴν ἀλήθειαν. Ἀργοῦσι γὰρ λύχνοι τῇ τοῦ ἡλίου παρουσίᾳ· καὶ σχολάζει ὁ νόμος, καὶ προφητεῖαι κατασιγάζονται, τῆς ἀληθείας ἀναφανείσης. Ὁ μέντοι δυνηθεὶς ἐπὶ τὸ βάθος διακύψαι τῆς νομικῆς ἐννοίας, καὶ τὴν ἐκ τοῦ γράμματος ἀσάφειαν, ὥσπερ τι κατα πέτασμα, διασχών, εἴσω γενέσθαι τῶν ἀποῤῥήτων, οὗτος ἐμιμήσατο τὸν Μωϋσῆν ἐν τῷ διαλέγεσθαι τῷ Θεῷ περιαιροῦντα τὸ κάλυμμα, ἐπιστρέφων καὶ αὐ τὸς ἀπὸ τοῦ γράμματος πρὸς τὸ πνεῦμα. Ὥστε ἀναλογεῖν τῷ μὲν ἐπὶ τοῦ προσώπου Μωϋσέως κα λύμματι τὴν τῶν νομικῶν διδαγμάτων ἀσάφειαν, τῇ δὲ ἐπιστροφῇ τῇ πρὸς τὸν Κύριον τὴν πνευματικὴν θεωρίαν. Ὁ οὖν ἐν τῇ ἀναγνώσει τοῦ νόμου περιελὼν τὸ γράμμα ἐπιστρέφει πρὸς τὸν Κύριον (ὁ Κύριος νῦν τὸ Πνεῦμα λέγεται), καὶ ὅμοιος γίνε ται Μωϋσεῖ ἐκ τῆς ἐπιφανείας τοῦ Θεοῦ τὸ πρόσ ωπον δεδοξασμένον ἔχοντι. Ὥσπερ γὰρ τὰ τοῖς ἀνθηροῖς χρώμασι παρακείμενα ἐκ τῆς περιῤῥεούσης αὐτοῖς χροιᾶς καὶ αὐτὰ καταχρώννυται· οὕτως ὁ ἐναργῶς ἐνατενίσας τῷ Πνεύματι ἐκ τῆς ἐκείνου δόξης μετα μορφοῦται πως πρὸς τὸ φανότερον, οἷόν τινι φωτὶ, τῇ ἐκ τοῦ Πνεύματος ἀληθείᾳ τὴν καρδίαν καταλαμπόμενος. Καὶ τοῦτό ἐστι τὸ, μεταμορφοῦται ἀπὸ τῆς δόξης τοῦ Πνεύματος εἰς τὴν οἰκείαν δόξαν, οὐ μικρολόγως, οὐδὲ ἀμυδρῶς, ἀλλ' ἐπὶ τοσοῦτον, ἐφ' ὅσον ἐστὶν εἰκὸς τὸν ἀπὸ τοῦ Πνεύματος φωτιζόμενον. Οὐ δυσωπῇ, ἄνθρωπε, τὸν Ἀπόστολον λέγοντα, ὅτι Ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Ἆρα τὸ δουλικὸν οἰκητήριον κατεδέξατο ἄν ποτε τῇ τοῦ ναοῦ προσηγορίᾳ τιμῆσαι; Τί δὲ ὁ θεόπνευστον τὴν Γραφὴν ὀνομάζων, διὰ τῆς ἐπιπνοίας τοῦ ἁγίου Πνεύματος συγγραφείσαν, μὴ τοῖς τοῦ καθυβρίζοντος καὶ κατασμικρύνοντος αὐτὸ προσρήμασι κέχρηται; Τοῦ αὐτοῦ σύστασις κατὰ τὴν φύσιν κοινωνίας τοῦ Πνεύματος, ἐκ τοῦ ὁμοίως εἶναι Πατρὶ καὶ Υἱῷ πρὸς θεωρίαν δυσέφικτον. Κεφάλ. κβʹ. οὐ μόνον δὲ ἐξ ὧν τὰς αὐτὰς προσηγορίας
col. 775–776page 379 of 677
PG 130:775ἔχει, καὶ κοινωνόν ἐστι τῶν ἐνεργειῶν Πατρί καὶ Υἱῷ, τὸ ὑπερέχον αὐτοῦ τῆς φύσεως γνώριμον. ἀλλὰ καὶ ἐξ ὧν ὁμοίως ἐστὶ πρὸς θεωρίαν ὡς ἐφικτόν. Ἃ γὰρ περὶ τοῦ Πατρός φησιν, ὡς ἐπέκεινα ὄντος ἀνθρωπίνης ἐννοίας, καὶ ἃ περὶ τοῦ Υἱοῦ, ταῦτα ὁ Κύριος καὶ περὶ τοῦ ἁγίου Πνεύματος λέγει· Πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω· τὸν κόσμον λέγων νῦν οὐχὶ τὸ ἐξ οὐρανοῦ καὶ γῆς σύστημα, ἀλλὰ τὴν ἐπίκηρον ταύτην καὶ μυρίαις μεταβολαῖς ὑποκειμένην ζωήν. Καὶ περὶ ἑαυτοῦ διαλεγόμενος, Ἔτι μικρόν, φησί, καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με. Πάλιν ἐν ταῦθα τοὺς τῇ ὑλικῇ καὶ σαρκικῇ προσδεδεμένους ζωῇ, καὶ μόνοις ὀφθαλμοῖς τὴν ἀλήθειαν ἐπιτρέποντας, κόσμον προσαγορεύων, οἱ τῇ ἀπιστίᾳ τῆς ἀναστάσεως οὐκέτι ἔμελλον τοῖς ὀφθαλμοῖς τῆς καρδίας τὸν Κύριον ἡμῶν ὄψεσθαι. Τὰ δὲ αὐτὰ καὶ περὶ τοῦ Πνεύματος εἶπε· Τὸ Πνεῦμα, φησί, τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτό, οὐδὲ γινώσκει αὐτό. Ὑμεῖς δὲ γινώσκετε αὐτό, ὅτι παρ᾽ ὑμῖν μένει. Ὁ μὲν γὰρ σάρκινος ἄν θρωπος, ἀγύμναστον ἔχων πρὸς θεωρίαν τὸν νοῦν, μᾶλλον δὲ ὅλον, ὥσπερ ἐν βορβόρῳ, τῷ φρονήματι τῆς σαρκὸς κατορωρυγμένον φέρων, ἀδυνατεῖ πρὸς τὸ πνευματικὸν φῶς τῆς ἀληθείας ἀναβλέψαι. Διὰ τοῦτο ὁ κόσμος, τουτέστιν, ἡ τοῖς πάθεσι τῆς σαρκὸς δεδουλωμένη ζωή, οἷον ὀφθαλμὸς ἀσθενὴς φῶς ἡλια κῆς ἀκτῖνος, τὴν τοῦ Πνεύματος χάριν οὐχ ὑποδέχεται. Τοῖς μέντοι μαθηταῖς ἑαυτοῦ καθαρότητα ζωῆς ἐκ τῶν διδαγμάτων αὐτοῦ μαρτυρήσας ὁ Κύ ριος, τὸ καὶ ἐποπτικοῖς ἤδη εἶναι καὶ θεωρητικούς τοῦ Πνεύματος ἀποδίδωσιν. Ἤδη γάρ, φησίν, ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν. Ὅθεν ὁ μὲν κόσμος οὐ δύναται λαβεῖν· οὐ γὰρ θεωρεῖ αὐτό· ὑμεῖς δὲ γινώσκετε αὐτό, ὅτι παρ᾽ ὑμῖν μένει. Ταῦτα λέγει καὶ Ἡσαΐας· Ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ᾽ αὐτῆς, καὶ Πνεῦμα τοῖς πατοῦσιν αὐτήν. Οἱ γὰρ καταπατοῦντες τὰ γήινα καὶ ὑπεράνω αὐτῶν γενόμενοι, ἄξιοι τῆς δωρεᾶς τοῦ ἁγίου Πνεύματος μεμαρτύρηνται. Τὸ οὖν ἀχώρητον μὲν τῷ κόσμῳ, τοῖς ἁγίοις δὲ μόνοις διὰ καθαρότητα τῆς καρδίας θεωρητόν, τί χρὴ νομίζεσθαι, ἢ πα σῶν τιμῶν συμμέτρων ὑπάρχειν αὐτῷ; Τῶν μὲν οὖν ἄλλων ἑκάστη δυνάμεων ἐν περι γράπτῳ τόπῳ τυγχάνειν πεπίστευται. Ὁ γὰρ τῷ Κορνηλίῳ ἐπιστὰς ἄγγελος οὐκ ἦν ἐν ταὐτῷ καὶ παρὰ τῷ Φιλίππῳ, οὐδὲ ὁ ἀπὸ τοῦ θυσιαστηρίου τῷ Ζαχαρίᾳ διαλεγόμενος κατὰ τὸν αὐτὸν καιρὸν καὶ ἐν οὐρανῷ τὴν οἰκείαν στάσιν ἐπλήρου. Τὸ μέντοι Πνεῦμα ὁμοῦ τε ἐν Ἀββακοὺμ ἐνεργεῖν καὶ ἐν Δα νιὴλ ἐπὶ τῆς Βαβυλωνίας πεπίστευται· καὶ ἐν τῷ καταρράκτῃ εἶναι μετὰ Ἱερεμίου, καὶ μετὰ Ἰεζε κιὴλ ἐπὶ τοῦ Χοβάρ. Πνεῦμα γὰρ Κυρίου πεπλήρωκε τὴν οἰκουμένην· καί, Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;
col. 777–778page 380 of 677
PG 130:777φύγω; καὶ ὁ προφήτης· Διότι ἐγὼ μεθ' ὑμῶν εἰμι, λέγει Κύριος· καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν. Τὰ δὲ πανταχοῦ ὄν, καὶ Θεῷ συμπαρόν, τῆς ποίας προσήκει νομίζειν φύσεως; τῆς πάντα περιεχούσης, ἢ τῆς μερικοῖς ἐμπεριει λημμένης χωρίοις, ὁποίαν τὴν τῶν ἀγγέλων ὁ λόγος ἔδειξεν; Ἀλλ' οὐκ ἄν τις εἴποι. Τὸ οὖν θεῖον τῇ φύ σει, τὸ ἀχώρητον τῷ μεγέθει, τὸ δυνατὸν ἐν ταῖς ἐνεργείαις, τὸ ἀγαθὸν ἐν ταῖς εὐεργεσίαις μὴ ὑπερ υψώσομεν; μὴ δοξάσομεν; Ὅτι δοξολογία Πνεύματός ἐστὶν ἡ τῶν προσόν των αὐτῷ ἀπαρίθμησις. Κεφάλ. κγ'. Ἐγὼ δὲ οὐδὲ ἄλλο τι τὴν δόξαν τίθεμαι, ἢ τῶν προσόντων αὐτῷ θαυμάτων τὴν ἐξαρίθμησιν. Ὥστε ἢ οὐδὲ μεμνῆσθαι ἡμᾶς τῶν παρ' αὐτοῦ ἀγαθῶν ἐπι τάξουσιν οὗτοι, ἢ πάντως ἡ τῶν προσόντων διέξοδος τῆς μεγίστης ἐστὶ δοξολογίας πλήρωσις. Οὐδὲ γὰρ τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρισ τοῦ, καὶ τὸν μονογενῆ αὐτοῦ Υἱὸν ἄλλως δοξάζειν ἔχομεν, ἢ τὸ κατὰ τὴν ἡμετέραν δύναμιν διεξιέναι αὐτοῦ τὰ θαύματα. Τοῦ αὐτοῦ. Ἔλεγχος τῆς ἀτοπίας τῶν μὴ δοξα ζόντων τὸ Πνεῦμα ἐκ τῆς πρὸς τὰ ἐν τῇ κτίσ σει δοξαστὰ παραθέσεως. Κεφάλ. κδ'. Εἶτα δόξῃ μὲν καὶ τιμῇ ἐστεφάνωται ὁ κοινὸς ἄνθρωπος, καὶ δόξα καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ποιοῦντι τὸ ἀγαθὸν ἐν ἐπαγγελίαις ἀπόκειται. Ἔστι δέ τις καὶ ἰδίως τοῦ Ἰσραὴλ δόξα· ὧν ἡ υἱοθεσία, φησὶ, καὶ ἡ δόξα, καὶ ἡ λατρεία. Καὶ ἐπὶ τοῦ τινα δόξαν ὁ Ψαλμῳδὸς λέγει· Ὅταν ψάλῃ σου ἡ δόξα μου· καὶ πάλιν· Ἐξεγέρθητι, ἡ δόξα μου. Ἔστι δέ τις δόξα ἡλίου, καὶ σελήνης, καὶ ἀστέρων· κατὰ δὲ τὸν Ἀπόστολον καὶ ἡ διακονία τῆς κατακρίσεως διὰ δόξης. Τοσούτων οὖν δοξαζομένων, τὸ Πνεῦμα μόνον τῶν πάντων ἀδόξαστον εἶναι βούλει; Καίτοιγε Ἡ διακονία τοῦ Πνεύματος, φησίν, ἔστιν ἐν δόξῃ. Πῶς οὖν αὐτὸ ἀνάξιον τοῦ δοξάζεσθαι; Καὶ μεγάλη μὲν ἡ δόξα τοῦ δι καίου, κατὰ τὸν Ψαλμῳδόν· δόξα δὲ τοῦ Πνεύματος, κατὰ σὲ οὐδεμία. Πῶς οὖν οὐ πρόδηλος ὁ κίνδυνος ἐκ τῶν τοιούτων λόγων τὴν ἄφυκτον ἁμαρτίαν ἐφ' ἑαυτοὺς ἐπισπάσθαι; Εἰ ὁ σωζόμενος ἐκ τῶν τῆς δικαιοσύνης ἔργων ἄνθρωπος, καὶ τοὺς φοβουμένους τὸν Κύριον δοξάζει, τοσούτου ἂν δέοι τὸ Πνεῦμα τῆς ὀφειλομένης δόξης ἀποστερεῖν. Ἔστω, φησί, δοξαστὸν, ἀλλ' οὐχὶ μετὰ Πατρὸς καὶ Υἱοῦ. Καὶ τίνα ἔχει λόγον ἑτέραν χώραν ἐπινοεῖν τῷ Πνεύματι, τὴν παρὰ τοῦ Κυρίου τεταγμένην κατα λιπόντας, καὶ τῆς κατὰ τὴν δόξαν κοινωνίας ἀπο στερεῖν τὸ πανταχοῦ συναναληφθὲν τῇ θεότητι, ἐν τῇ ὁμολογίᾳ τῆς πίστεως, ἐν τῷ βαπτίσματι τῆς ἀπολυτρώσεως, ἐν τῇ ἐνεργείᾳ τῶν δυνάμεων, ἐν τῇ ἐνοικήσει τῶν ἁγίων, ἐν ταῖς εἰς τὸ ὑπήκοον χά ρισιν; Οὐδὲ γάρ ἐστιν ὅλως δωρεά τις ἄνευ τοῦ ἁγίου Πνεύματος εἰς τὴν κτίσιν ἀφικνουμένη· ὅπου
col. 779–780page 381 of 677
PG 130:779γίαις δυνατὸν λαλῆσαι μὴ συνεργουμένους παρὰ τοῦ Πνεύματος, ὡς ἐν Εὐαγγελίοις παρὰ τοῦ Κυ ρίου καὶ Σωτῆρος ἡμῶν μεμαθήκαμεν. Ἅπαντα δὲ ταῦτα παριδόντας, καὶ τῆς ἐν πᾶσι κοινωνίας ἐπιλαθομένους, ἀπὸ Πατρὸς καὶ Υἱοῦ διασπᾶν, οὐκ οἶδα εἴ τις μέτοχος Πνεύματος ἁγίου συνθήσεται. Ποῦ τοίνυν φέροντες αὐτὸ τάξομεν; μετὰ τῆς κτί σεως; Ἀλλ' ἡ κτίσις πᾶσα δουλεύει· τὸ δὲ Πνεῦμα ἐλευθεροῖ. Οὗ γὰρ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. Καὶ πολλῶν ἐνόντων εἰπεῖν, ὅπως οὐ προσήκει τῇ κτιστῇ φύσει τὸ Πνεῦμα τὸ ἅγιον συγκαταριθμεῖν, τὸν περὶ τούτων νῦν ὑπερθήσομαι λόγον. Εἰ γὰρ μέλλοιμεν πρὸς ἀξίαν τοῦ προβλήματος τάς τε παρ' ἑαυτῶν κατασκευὰς ἐπάγειν, καὶ τὰ παρὰ τῶν ἐναντίων προβαλλόμενα διαλύειν, πολλῶν ἡμῖν δεήσει λόγων, καὶ ἀποκναίσαιμεν τῇ πολυφωνία τῆς βίβλου τοὺς ἐντυγχάνοντας. Διόπερ ἰδίᾳ πρα γματείᾳ ἐκεῖνο ταμιευσάμενοι, τῶν προκειμένων ἐχώμεθα. Σκεψώμεθα οὖν τὰ καθέκαστον. Φύσει ἐστὶν ἀγαθὸν, ὡς ἀγαθὸς ὁ Πατήρ, καὶ ἀγαθὸς ὁ Υἱός. Ἡ κτίσις δὲ ἐν τῇ ἐκλογῇ τοῦ ἀγαθοῦ μέτοχός ἐστι τῆς ἀγαθότητος. Οἶδε τὰ βάθη τοῦ Θεοῦ· ἡ κτί σις δὲ λαμβάνει τὴν φανέρωσιν τῶν ἀποῤῥήτων διὰ τοῦ Πνεύματος. Ζωοποιεῖ μετὰ τοῦ Θεοῦ τοῦ τὰ πάντα ζωογονοῦντος, μετὰ τοῦ Υἱοῦ τοῦ διδόντος ζωήν. Ὁ γὰρ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωο ποιήσει, φησὶ, καὶ τὰ θνητὰ ὑμῶν σώματα διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν· καὶ πάλιν· Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς. Ἀλλὰ καὶ τὸ Πνεῦμα, φησί, ζωοποιεῖ. Καὶ πάλιν· Τὸ δὲ Πνεῦμα, φησί, ζωὴ διὰ δικαιοσύνην. Καὶ ὁ Κύριος μαρτυρεῖ τὸ Πνεῦμα εἶναι τὸ ζωοποιοῦν· Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. Πῶς οὖν, τῆς ζωοποιοῦ δυνάμεως ἀποξενώσαντες τὸ Πνεῦμα, τῇ ἐπιδεομένῃ τῆς ζωῆς φύσει προσοικειώσομεν; Τίς οὕτω δύσερις, τίς οὕτω δωρεᾶς ἐπουρανίου ἀμέτοχος, καὶ τῶν κα λῶν τοῦ Θεοῦ ῥημάτων ἄγευστος, τίς οὕτως ἐλπίδων αἰωνίων ἄμοιρος, ὡς τῇ κτίσει συντάξαι τὸ Πνεῦμα, τῆς Θεότητος ἀποστήσας; Ἐν ἡμῖν, φησί, τὸ Πνεῦμα, ὡς δῶρόν ἐστι παρὰ τοῦ Θεοῦ. Οὐ δήπου δὲ τὸ δῶρον ταῖς ἴσαις τι μαῖς τῷ δεδωκότι σεμνύνεται. Δῶρον μὲν οὖν Θεοῦ τὸ Πνεῦμα, ἀλλὰ δῶρον ζωῆς. Ὁ γὰρ νόμος, φησί, τοῦ Πνεύματος τῆς ζωῆς ἠλευθέρωσεν ἡμᾶς. Καὶ δῶρον δυνάμεως· Λήψεσθε γὰρ δύναμιν ἐπ ελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς. Ἆρ' οὖν διὰ τοῦτο εὐκαταφρόνητον; ἢ οὐχὶ καὶ τὸν Υἱὸν ἐχαρίσατο τοῖς ἀνθρώποις; Ὅς τε, φησί, τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων πα ρέδωκεν αὐτὸν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; Καὶ ἑτέρωθι· Ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν· περὶ τοῦ μυστηρίου τῆς ἐνανθρωπήσεως λέγων. Ὥστε πῶς οἱ ταῦτα λέγοντες οὐχὶ τὴν Ἰουδαϊκὴν ἀγνωμοσύνην παρελή
col. 781–782page 382 of 677
PG 130:781λύθασι τὴν ὑπερβολὴν τῆς χρηστότητος ἐφόδιον εἰς βλασφημίαν λαμβάνοντες; Ἐγκαλοῦσι γὰρ τῷ Πνεύματι, ὅτι παρρησίαν ἡμῖν δίδωσι καλεῖν πατέρα ἑαυτῶν τὸν Θεόν. Ἐξαπέστειλε γὰρ ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν, κράζον, Ἀββᾶ ὁ Πατὴρ, ἵνα ἡ ἐκείνου φωνὴ τῶν δεξαμένων ἰδία γένηται. Ὅτι τῇ ἐν συλλαβῇ ἀντὶ τῆς σύν, ἡ Γραφὴ κέχρηται· ἐν ᾧ καὶ ὅτι ἡ καὶ ἰσοδυναμεῖ τῇ σύν. κεφάλ. κε΄. Πῶς οὖν, φησίν, ἡ Γραφὴ οὐδαμοῦ συνδοξαζόμενον Πατρὶ καὶ Υἱῷ τὸ Πνεῦμα παρέδωκεν, ἀλλὰ πεφυλαγμένως ἐξέκλινε τὸ, σὺν τῷ Πνεύματι, εἰπεῖν; πανταχοῦ δὲ τὸ ἐν αὐτῷ δοξάζειν ὡς ἁρμοδιώτερον προετίμησεν; Ἐγὼ δὲ οὐδ᾽ ἂν αὐτὸς φαίην ἀτιμοτέρας εἶναι διανοίας παραστατικὴν τὴν ἐν συλλαβὴν, ἀλλ᾽ ὑγιῶς ἐκλαμβανομένην πρὸς τὸ μέγιστον ὕψος ἀνάγειν τὰς διανοίας· ὅπου γε καὶ ἀντὶ τῆς σὺν πολλαχοῦ κειμένην αὐτὴν τετηρήκαμεν. Ὡς τὸ, Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν· ἀντὶ τοῦ, μετὰ ὁλοκαυτωμάτων. Καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ, τουτέστι, μετὰ ἀργυρίου καὶ χρυσίου· καὶ τὸ, Οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν, ἀντὶ τοῦ, σὺν ταῖς δυνάμεσιν ἡμῶν, καὶ μυρία τοιαῦτα. Ὅλως δὲ ἡδέως ἂν μάθοιμι παρὰ τῆς νέας σοφίας, ποίαν δοξολογίαν ὁ Ἀπόστολος διὰ τοῦ, ἐν, ῥήματος ἀπεπλήρωσε, κατὰ τὸν τύπον ὃν οὗτοι νῦν ὡς ἐκ τῆς Γραφῆς ἀναφέρουσιν. Οὐδαμοῦ γὰρ εὗρον λεγόμενον τὸ, Σοὶ τῷ Πατρὶ ἡ τιμὴ καὶ ἡ δόξα διὰ τοῦ μονογενοῦς σου Υἱοῦ ἐν τῷ ἁγίῳ Πνεύματι· ὅπερ τούτοις ἐστὶ νῦν καὶ αὐτῆς, ὡς εἰπεῖν, τῆς ἀναπνοῆς συνηθέστερον. Διεσπασμένως μὲν γὰρ τούτων ἕκαστον ἔστιν εὑρεῖν· συνημμένως δὲ ἐν τῇ συντάξει ταύτῃ οὐδαμοῦ δεικνύειν ἔξουσιν. Ὥστε εἰ μὲν ἀκριβολογοῦνται περὶ τὰ ἔγγραφα, δειξάτωσαν πόθεν λέγουσιν· εἰ δὲ συγχωροῦσι τῇ συνηθείᾳ, μηδὲ ἡμᾶς ἐξειργέτωσαν. Ἡμεῖς γὰρ, ἀμφοτέρας ἐν τῇ τῶν πιστῶν χρήσει καταλαμβάνοντες τὰς ῥήσεις, ἀμφοτέραις κεχρήμεθα· τὴν μὲν δόξαν τῷ Πνεύματι ὁμοίως ἀφ᾽ ἑκατέρας πληροῦσθαι πεπιστευκότες, τοὺς δὲ κακουργοῦντας τὴν ἀλήθειαν ἐπιστομίζεσθαι μᾶλλον διὰ τῆς προκειμένης λέξεως, ἥτις, τὴν δύναμιν τῶν Γραφῶν παραπλησίαν ἔχουσα, οὐκέτι ἐστὶν ὁμοίως τοῖς ἐναντίοις εὐεπιχείρητος (ἔστι δὲ αὕτη ἡ ἀντιλεγομένη νῦν παρὰ τούτων) ἀντὶ τοῦ καὶ συνδέσμου παρειλημμένη. Ἴσον γάρ ἐστιν εἰπεῖν· Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος, καὶ, Παῦλος σὺν Τιμοθέῳ καὶ Σιλουανῷ. Ἡ γὰρ συμπλοκὴ τῶν ὀνομάτων δι᾽ ἑκατέρας ὁμοίως τῆς ἐκφωνήσεως σώζεται. Εἰ τοίνυν, τοῦ Κυρίου εἰπόντος Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, αὐτὸς εἴποιμι Πατέρα καὶ Υἱὸν σὺν τῷ ἁγίῳ Πνεύματι, ἄλλο τι εἰρηκὼς κατὰ τὴν δύναμιν ἔσομαι; Τῆς δὲ διὰ τοῦ καὶ συνδέσμου συμπλοκῆς τῶν ὀνομάτων πολλὰ τὰ μαρτύρια. Ἡ χάρις
col. 783–784page 383 of 677
PG 130:783γὰρ, φησί, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος· καὶ πάλιν· Παρακαλῶ δὲ ὑμᾶς διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος. Εἰ τοίνυν ἀντὶ τῆς καὶ τῇ σὺν ἐθελήσαιμεν χρήσασθαι, τί διάφορον πεποιηκότες ἐσόμεθα; Ἐγὼ μὲν οὐχ ὁρῶ, πλὴν εἰ μὴ ψυχραῖς γραμματικοῖς τις τὸν μὲν σύνδεσμον ὡς συμπλεκτικὸν καὶ πλείονα ποιοῦντα τὴν ἕνωσιν προτιμῶν, τὴν δὲ πρόθεσιν, ὡς οὐκ ἔχουσαν τὴν ἴσην δύναμιν, ἀποπέμποιτο. Ἀλλ' εἴ γε περὶ τούτων τὰς εὐθύνας ὑπείχομεν, ἴσως οὐκ ἂν πολλοῦ λόγου πρὸς τὴν ἀπολογίαν ἐπεδεήθημεν. Νῦν δὲ οὐ περὶ συλλαβῶν, οὐδὲ περὶ τοιοῦδε ἢ τοιοῦδε φωνῆς ἤχου ὁ λόγος αὐτοῖς, ἀλλὰ περὶ πραγμάτων ἐν δυνάμει καὶ ἀληθείᾳ μεγίστην ἐχόντων διαφοράν. ὧν ἕνεκεν, ἀπαρατηρήτου τῆς χρήσεως τῶν συλλαβῶν οὔσης, οὗτοι τὰς μὲν ἐγγράφειν, τὰς δὲ ἀποδιώκειν τῆς Ἐκκλησίας ἐπιχειροῦσιν. Ἐγὼ δὲ, εἰ καὶ ἐκ τῆς πρώτης ἀκοῆς ἐναργὲς ἔχει τὸ χρήσιμον, ἀλλ᾽ οὖν καὶ τὸν λόγον παρέξομαι καθ᾽ ὃν οἱ πατέρες ἡμῶν οὐκ ἀργῶς συμπαρέλαβον τὴν χρῆσιν τῆς προθέσεως ταύτης. Πρὸς γὰρ τῷ τὸ τοῦ Σαβελλίου κακὸν ἰσοσθενῶς τῇ καὶ συλλαβῇ διελέγχειν, καὶ παραπλησίως ἐκείνῃ τὸ τῶν ὑποστάσεων ἴδιον παριστάν, ὡς τό· Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα· καὶ τό· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· ἐξαίρετον ἔχει τῆς ἀϊδίου κοινωνίας καὶ ἀπαύστου συναφείας τὸ μαρτύριον. Ὁ γὰρ εἰπὼν σὺν τῷ Πατρὶ τὸν Υἱὸν εἶναι ὁμοῦ τήν τε τῶν ὑποστάσεων ἰδιότητα καὶ τὸ ἀχώριστον τῆς κοινωνίας ἔδειξεν. Ὅπερ καὶ ἐπὶ τῶν ἀνθρωπίνων ἔστιν ἰδεῖν· ὁ μὲν καὶ σύνδεσμος τὸ κοινὸν τῆς ἐνεργείας παρίστησιν· ἡ δὲ σὺν πρόθεσις τὴν κοινωνίαν πως συνενδείκνυται. Οἷον, Ἔπλευσαν εἰς Μακεδονίαν Παῦλος καὶ Τιμόθεος· ἀλλὰ καὶ Τυχικὸς καὶ Ὀνήσιμος ἀπεστάλησαν Κολοσσαεῦσιν· ἐκ τούτων, ὅτι μὲν ταὐτὸν ἐνήργησαν, μεμαθήκαμεν· ἐὰν δὲ ἀκούσωμεν, ὅτι συνέπλευσαν καὶ συναπεστάλησαν, ὅτι καὶ μετ' ἀλλήλων τὴν πρᾶξιν ἐπλήρωσαν προσεδιδάχθημεν. Οὕτω τὸ τοῦ Σαβελλίου κακόν, ὡς οὐδεμία τῶν ἄλλων φωνῶν καταλύουσα, προστίθησιν ἐκείνοις καὶ τοὺς κατὰ διάμετρον ἀσεβοῦντας. Λέγω δὴ τούτους οἳ χρονικοῖς διαστήμασι τοῦ μὲν Πατρὸς τὸν Υἱόν, τοῦ δὲ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον διαιροῦσι. Πρὸς δὲ τὴν ἐν συλλαβὴν ἐκεῖνο μάλιστα τὸ διάφορον ἔχει, ὅτι ἡ μὲν σὺν τὴν πρὸς ἀλλήλους συνάφειαν τῶν κοινωνούντων παρίστησιν, οἷον τῶν συμπλεόντων, ἢ συνοικούντων, ἢ ὁτιοῦν τῶν πάντων κοινῶς ἐκτελούντων· ἡ δὲ ἐν τὴν σχέσιν τὴν πρὸς τὸ ἐν ᾧ τυγχάνουσιν ἐνεργοῦντες δηλοῖ. Ἐμπλέουσι γὰρ καὶ ἐνοικοῦσιν ἀκούσαντες, τὸ σκάφος καὶ τὴν οἰκίαν εὐθὺς ἐννοήσαμεν. Κατὰ μὲν οὖν τὴν κοινὴν χρῆσιν, ἡ πρὸς ἀλλήλας αὐτῶν διαφορὰ τοιαύτη, καὶ ἐπὶ πλεῖον ἂν εὑρεθείη παρὰ τῶν φιλοπόνων. Οὐ γὰρ ἐμοὶ σχολὴ τὰ περὶ τῶν συλλαβῶν ἐξετάζειν. Ἐπεὶ οὖν δέδεικται ἡ σὺν εὐσημότατα ἀποδιδοῦσα
col. 785–786page 384 of 677
PG 130:785τῆς συναφείας τὴν ἔννοιαν, γενέσθω ὑμῖν ἔνσπονδος, εἰ δοκεῖ, καὶ παύσασθε τοῦ χαλεποῦ πρὸς αὐτὴν καὶ ἀκηρύκτου πολέμου. Ὅμως μέντοι οὕτως εὐσήμου τῆς φωνῆς ὑπαρχούσης, ἐν τῷ φίλῳ ἐν δοξολογίαις ἐν Εὐαγγελίοις ἐπὶ τοῦ βαπτίσματος μεμαθήκαμεν, Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα· καὶ οὕτω γινέσθω, οὐδεὶς ἀντερεῖ. Ἐπὶ τούτοις, εἰ δοκεῖ, καταθώμεθα. Ἀλλὰ τὰς γλώσσας ἂν πρόοιντο μᾶλλον, ἢ τὴν φωνὴν ταύτην δέξαιντο. Τοῦτο μὲν οὖν ἐστιν, ὃ τὸν ἀκήρυκτον ἡμῖν καὶ ἄσπονδον πόλεμον ἐπεγείρει. Ἐν τῷ Πνεύματι, φησί, τῷ ἁγίῳ τὴν δοξολογίαν ἀποδοτέον τῷ Θεῷ, οὐχὶ δὲ καὶ τῷ Πνεύματι· καὶ ἐκθυμότατα τῆς φωνῆς ταύτης ὡς ταπεινωτικῆς τοῦ Πνεύματος περιέχονται. Περὶ ἧς οὐκ ἄχρηστον καὶ διὰ μακροτέρων εἰπεῖν· ἂν ἀκούσαντες οὗτοι, θαυμάσαιμεν ἄν, εἰ μὴ ὡς προδότιν αὐτὴν, καὶ πρὸς τὴν τοῦ Πνεύματος δόξαν αὐτομολοῦσαν ἀποκηρύξωσιν. Τοῦ αὐτοῦ. Ὅτι ὁσαχῶς λέγεται τὸ ἐν, τοσαυταχῶς καὶ ἐπὶ τοῦ Πνεύματος λαμβάνεται. Κεφάλ. κϛʹ. Ὁσαχῶς λέγεται τὸ ἐν, τοσαυταχῶς εὑρίσκομεν ταῖς περὶ τοῦ Πνεύματος ἐννοίαις ὑπηρετούμενον. Λέγεται μὲν οὖν τὸ εἶδος ἐν τῇ ὅλῃ εἶναι, καὶ ἡ δύναμις ἐν τῷ δεκτικῷ, καὶ ἡ ἕξις ἐν τῷ κατ' αὐτὴν διακειμένῳ, καὶ πολλὰ τοιαῦτα. Οὐκοῦν, καθὸ μὲν τελειωτικὸν τὸ ἅγιον Πνεῦμα τῶν λογικῶν, ἀπαρτίζον αὐτῶν τὴν ἀκρότητα, τὸν τοῦ εἴδους λόγον ἐπέχει. Ὁ γὰρ μηκέτι κατὰ σάρκα ζῶν, ἀλλὰ Πνεύματι Θεοῦ ἀγόμενος, καὶ υἱὸς Θεοῦ χρηματίζων, καὶ σύμμορφος τῆς εἰκόνος τοῦ Υἱοῦ τοῦ Θεοῦ γενόμενος, πνευματικὸς ὀνομάζεται. Καὶ ὡς ἡ δύναμις τοῦ ὁρᾶν ἐν τῷ ὑγιαίνοντι ὀφθαλμῷ, οὕτως ἡ ἐνέργεια τοῦ Πνεύματος ἐν τῇ κεκαθαρμένῃ ψυχῇ. Διὸ καὶ Παῦλος εὔχεται Ἐφεσίοις, πεφωτισμένους ὀφθαλμοὺς αὐτῶν εἶναι ἐν τῷ Πνεύματι τῆς σοφίας. Καὶ ὡς ἡ τέχνη ἐν τῷ ἀναλαβόντι αὐτὴν, οὕτως ἡ χάρις τοῦ Πνεύματος ἐν τῷ ὑποδεξαμένῳ, ἀεὶ μὲν συμπαροῦσα, οὐχὶ δὲ καὶ ἐνεργοῦσα διηνεκῶς. Ἐπεὶ καὶ ἡ τέχνη δυνάμει μὲν ἐν τῷ τεχνίτῃ ἐστίν· ἐνεργείᾳ δὲ τότε, ὅταν κατ' αὐτὴν ἐνεργῇ. Οὕτω καὶ τὸ Πνεῦμα ἀεὶ μὲν συμπάρεστι τοῖς ἀξίοις, ἐνεργεῖ δὲ κατὰ τὴν χρείαν, ἢ ἐν προφητείαις, ἢ ἐν ἰάμασιν, ἢ ἐν ἄλλοις τισὶ δυνάμεων ἐνεργήμασιν. Ἔτι ὡς ἐν σώμασιν ὑγίεια, ἢ θερμότης, ἢ ὅλως αἱ εὐκίνητοι διαθέσεις· οὕτω καὶ ἐν ψυχῇ πολλάκις ὑπάρχει τὸ Πνεῦμα, τοῖς διὰ τὸ τῆς γνώμης ἀνίδρυτον εὐκόλως, ἣν ἐδέξαντο χάριν ἀπωθουμένοις, μὴ παραμένον· οἷος ἦν ὁ Σαούλ, καὶ οἱ ἑβδομήκοντα πρεσβύτεροι τῶν υἱῶν Ἰσραήλ, πλὴν τοῦ Ἐλδὰδ καὶ Μωδάδ (τούτοις γὰρ μόνοις ἐκ πάντων φαίνεται παραμείναν τὸ Πνεῦμα), καὶ ὅλως εἴ τις τούτοις τὴν προαίρεσιν παραπλήσιος. Καὶ ὡς ὁ λόγος δὲ ἐν ψυχῇ, ποτὲ μὲν ὡς τὸ ἐγκάρδιον
col. 787–788page 385 of 677
PG 130:787νόημα, ποτὲ δὲ ὡς ὁ προφερόμενος διὰ γλώσσης, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον· νῦν μὲν ὅταν συμμαρτυρῇ τῷ Πνεύματι. καὶ ὅταν κράζῃ ἐν ταῖς καρδίαις ἡμῶν Ἀββᾶ ὁ Πατήρ· νῦν δὲ ὅταν λαλῇ ὑπὲρ ἡμῶν, κατὰ τὸ εἰρημένον, ὅτι οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς τὸ λαλοῦν ἐν ὑμῖν. Ἤδη δὲ καὶ ὡς ὅλον ἐν μέρεσι, νοεῖται τὸ Πνεῦμα κατὰ τὴν τῶν χαρισμάτων διανομήν. Πάντες γὰρ ἀλλήλων ἐσμὲν μέλη, ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσαν ἡμῖν διάφορα. Διὰ τοῦτο Οὐ δύναται ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρὶ, Χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσὶ, Χρείαν ὑμῶν οὐκ ἔχω. Ἀλλὰ πάντα μὲν ὁμοῦ συμπληροῖ τὸ σῶμα τοῦ Χριστοῦ ἐν τῇ ἑνότητι τοῦ Πνεύματος· ἀλλήλοις δὲ ἀναγκαίαν τὴν ἐκ τῶν χαρισμάτων ἀντιδίδωσιν ὠφέλειαν. Ὁ μὲν γὰρ Θεὸς ἔθετο τὰ μέλη ἐν τῷ σώματι, ἓν ἕκαστον αὐτῶν καθὼς ἠθέλησε. Τὰ μέντοι μέλη τὸ αὐτὸ μεριμνῶσιν ὑπὲρ ἀλλήλων, κατὰ τὴν πνευματικὴν κοινωνίαν τῆς συμπαθείας αὐτοῖς ὑπαρχούσης. Διόπερ Εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη. Καὶ ὡς μέρη δὲ ἐν ὅλῳ, οἱ καθ᾿ ἕνα ἐσμὲν ἐν τῷ Πνεύματι· ὅτι οἱ πάντες ἐν ἑνὶ σώματι, εἰς ἓν Πνεῦμα ἐβαπτίσθημεν. Ὁ δὲ παράδοξον μὲν εἰπεῖν, ἀληθὲς δὲ οὐδενὸς ἔλαττον, ὅτι καὶ ὡς χώρα τῶν ἁγιαζομένων πολλάκις τὸ Πνεῦμα λέγεται. Καὶ φανήσεται οὐδὲ οὗτος ὁ τρόπος κατασμικρύνων τὸ Πνεῦμα, ἀλλὰ μᾶλλον δοξάζων. Τὰ γάρ τοι σωματικὰ τῶν ὀνομάτων καὶ ἐπὶ τὰς πνευματικὰς ἐννοίας ἐναργείας ἕνεκεν πολλάκις ὁ λόγος μετακομίζει. Τετηρήκαμεν οὖν καὶ ἐπὶ τοῦ Θεοῦ τὸν Ψαλμῳδὸν λέγοντα· Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαι με. Περὶ δὲ τοῦ Πνεύματος, Ἰδοὺ τόπος, φησί, παρ' ἐμοὶ, καὶ στῆθι ἐπὶ τῆς πέτρας· τί ἄλλο λέγων τὸν τόπον ἢ τὴν ἐν Πνεύματι θεωρίαν, ἐν ᾗ γενόμενος, ἐδύνατο ἰδεῖν γνωστῶς ἐμφανιζόμενον αὐτῷ τὸν Θεὸν ὁ Μωϋσῆς; Οὗτός ἐστιν ὁ τόπος ὁ τῆς ἀληθινῆς λατρείας ἴδιος. Πρόσεχε γὰρ, φησί, μὴ ἀνενέγκης τὰ ὁλοκαυτώματά σου ἐν παντὶ τόπῳ, ἀλλ' ἐν τῷ τόπῳ, ᾧ ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου. Ποῖον οὖν ἐστιν ὁλοκαύτωμα πνευματικόν; Ἡ θυσία τῆς αἰνέσεως. Ἐν ποίῳ δὲ τόπῳ ταύτην προσφέρομεν, ἢ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ; Ποῦ τοῦτο μεμαθήκαμεν; Παρ' αὐτοῦ τοῦ Κυρίου λέγοντος, ὅτι οἱ ἀληθινοὶ προσκυνηταὶ ἐν Πνεύματι καὶ ἀληθείᾳ προσκυνήσουσι τῷ Πατρί. Τοῦτον τὸν τόπον ἰδὼν ὁ Ἰακώβ, ἔφη, ὅτι Κύριος ἐν τῷ τόπῳ τούτῳ. Ὥστε τὸ Πνεῦμα τόπος ἀληθῶς τῶν ἁγίων. Καὶ ὁ ἅγιος τόπος οἰκεῖος τῷ Πνεύματι ἐμπαρέχων ἑαυτὸν πρὸς ἐνοίκησιν τὴν μετὰ Θεοῦ, καὶ ναὸς αὐτοῦ χρηματίζων. ὡς γὰρ ἐν Χριστῷ λαλεῖ Παῦλος· Κατενώπιον γάρ, φησί, Θεοῦ ἐν Χριστῷ λαλοῦμεν· καὶ Χριστὸς ἐν Παύλῳ, ὡς
col. 789–790page 386 of 677
PG 130:789ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ· αὐτὸς λέγει· Ἡ δοκιμὴν λαλοῦντος Χριστοῦ; οὕτω καὶ ἐν Πνεύματι λαλεῖ τὰ μυστήρια, καὶ τὸ Πνεῦμα πάλιν λαλεῖ ἐν αὐτῷ. Ἐν μὲν οὖν τοῖς γεννητοῖς οὕτω πολυμερῶς καὶ πολυτρόπως ἐνεῖναι λέγεται τὸ Πνεῦμα· Πατρὶ δὲ καὶ Υἱῷ οὐχὶ ἐνεῖναι μᾶλλον, ἀλλὰ συνεῖναι εἰπεῖν εὐσεβέστερον. Ἡ μὲν γὰρ παρ' αὐτοῦ χάρις οἰκοῦντος ἐν τοῖς ἀξίοις, καὶ ἐνεργοῦντος τὰ ἑαυτοῦ, καλῶς ἐνυπάρχειν τοῖς δεκτικοῖς αὐτοῦ λέγεται· ἡ δὲ προαιώνιος ὕπαρξις, καὶ ἄπαυστος διαμονή, μεθ' Υἱοῦ καὶ Πατρὸς θεωρουμένη, τὰς τῆς ἀϊδίου συναφείας προσηγορίας ἐπιζητεῖ. Τὸ γὰρ κυρίως καὶ ἀληθῶς συνυπάρχειν ἐπὶ τῶν ἀχωρίστως ἀλλήλοις συνόντων λέγεται. Τὴν γὰρ θερμότητα τῷ μὲν πυρακτωθέντι σιδήρῳ ἐνυπάρχειν φαμέν· αὐτῷ δὲ τῷ πυρὶ συνυπάρχειν. Καὶ τὴν μὲν ὑγίειαν τῷ σώματι ἐνυπάρχειν, τὴν δὲ ζωὴν τῇ ψυχῇ συνυπάρχειν. Ὥστε ὅπου μὲν οἰκεία καὶ συμφυὴς καὶ ἀχώριστος ἡ κοινωνία, σημαντικωτέρα φωνὴ ἡ σύν, τῆς ἀχωρίστου κοινωνίας τὴν διάνοιαν ὑποβάλλουσα· ὅπου δὲ προσγίνεσθαι ἡ ἀπ' αὐτοῦ χάρις καὶ πάλιν ἀπογίνεσθαι πέφυκεν, οἰκείως καὶ ἀληθῶς τὸ ἐνυπάρχειν λέγεται, κἂν τοῖς δεξαμένοις πολλάκις διὰ τὸ ἑδραῖον τῆς περὶ τὸ καλὸν διαθέσεως ἡ ἀπ' αὐτοῦ χάρις διαρκὴς παραμένῃ. Ὥστε ὅταν μὲν τὴν οἰκείαν ἀξίαν τοῦ Πνεύματος ἐννοῶμεν, μετὰ Πατρὸς καὶ Υἱοῦ αὐτὸ θεωροῦμεν· ὅταν δὲ τὴν εἰς τοὺς μετόχους ἐνεργουμένην χάριν ἐνθυμηθῶμεν, ἐν ἡμῖν εἶναι τὸ Πνεῦμα λέγομεν. Καὶ ἥ γε προσαγομένη δοξολογία παρ' ἡμῶν ἐν τῷ Πνεύματι οὐχὶ τῆς ἐκείνου ἀξίας ὁμολογίαν ἔχει, ἀλλὰ τῆς ἡμετέρας αὐτῶν ἀσθενείας ἐξομολόγησιν· δεικνύντων, ὅτι οὔτε δοξάσαι ἀφ' ἑαυτῶν ἱκανοί ἐσμεν, ἀλλ' ἡ ἱκανότης ἡμῶν ἐν τῷ Πνεύματι τῷ ἁγίῳ, ἐν ᾧ δυναμωθέντες, τὴν ὑπὲρ ὧν εὐηργετήθημεν, τῷ Θεῷ ἡμῶν εὐχαριστίαν ἀποπληροῦμεν κατὰ τὸ μέτρον τῆς ἀπὸ κακίας καθαρότητος, ἕτερος ἑτέρου πλέον ἢ ἔλαττον τῆς ἐκ τοῦ Πνεύματος βοηθείας μεταλαμβάνοντες, εἰς τὸ προσφέρειν τὰς θυσίας τῆς αἰνέσεως τῷ Θεῷ. Καθ' ἕνα μὲν οὖν τρόπον οὕτως εὐσεβῶς ἐν Πνεύματι τὴν εὐχαριστίαν ἀποπληροῦμεν. Καίτοι καὶ τοῦτο οὐκ ἀβαρές, αὐτόν τινα ἑαυτῷ μαρτυρεῖν, ὅτι Πνεῦμα Θεοῦ ἐν ἐμοί, καὶ διὰ τῆς ἀπ' αὐτοῦ χάριτος σοφισθεὶς ἀναφέρω τὴν δόξαν. Παύλῳ γὰρ πρέπουσα ἡ φωνή· Δοκῶ γὰρ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν· καὶ πάλιν· Τὴν καλὴν παρακαταθήκην φύλαξον διὰ Πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν· καὶ περὶ τοῦ Δανιήλ· ὅτι Πνεῦμα Θεοῦ ἅγιον ἐν αὐτῷ· καὶ εἴ τις ἐκείνοις τὴν ἀρετὴν παραπλήσιος. Δεύτερος δὲ νοῦς, οὐδὲ αὐτὸς ἀπόβλητος· ὅτι ὥσπερ ἐν τῷ Υἱῷ ὁρᾶται ὁ Πατήρ, οὕτως ὁ Υἱὸς ἐν τῷ Πνεύματι. Ἡ τοίνυν ἐν τῷ Πνεύματι προσκύνησις τὴν ὡς ἐν φωτὶ γινομένην τῆς διανοίας ἡμῶν ἐνέργειαν ὑποβάλλει, ὡς ἐκ τῶν πρὸς τὴν Σαμαρείτιν εἰρημένων ἂν μάθοις. Ἐν τόπῳ γὰρ εἶναι τὴν προσκύνησιν ἐκ τῆς ἐγχωρίου συνηθείας ἠπατημένην ὁ
col. 791–792page 387 of 677
PG 130:791χρῆναι προσκυνεῖν ἔφησεν, ἑαυτὸν λέγων δηλαδὴ τὴν ἀλήθειαν. Ὥσπερ οὖν ἐν τῷ Υἱῷ προσκύνησιν λέγο μεν, τὴν ὡς ἐν εἰκόνι τοῦ Θεοῦ καὶ Πατρός, οὕτω καὶ ἐν τῷ Πνεύματι, ὡς ἐν ἑαυτῷ δεικνύντι τὴν τοῦ Κυρίου θεότητα. Διὸ καὶ ἐν τῇ προσκυνήσει ἀχώριστον ἀπὸ Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Ἔξω μὲν γὰρ ὑπάρχων αὐτοῦ, οὐδὲ προσκυνήσεις τὸ πα ράπαν· ἐν αὐτῷ δὲ γενόμενος οὐδενὶ τρόπῳ ἀποχωρίσεις ἀπὸ Θεοῦ· οὐ μάλλόν γε, ἢ τῶν ὁρατῶν ἀποστήσεις τὸ φῶς· ἀδύνατον γὰρ ἰδεῖν τὴν εἰκόνα τοῦ Θεοῦ τοῦ ἀοράτου, μὴ ἐν τῷ φωτισμῷ τοῦ Πνεύ ματος. Καὶ τὸν ἐνατενίζοντα τῇ εἰκόνι ἀμήχανον τῆς εἰκόνος ἀποχωρίσαι τὸ φῶς. Τὸ γὰρ τοῦ ὁρᾶν αἴτιον ἐξ ἀνάγκης συγκαθορᾶται τοῖς ὁρατοῖς. Ὥστε οἰκείως καὶ ἀκολούθως διὰ μὲν τοῦ φωτισμοῦ τοῦ Πνεύματος τὸ ἀπαύγασμα τῆς δόξης τοῦ Θεοῦ καθορῶμεν· διὰ δὲ τοῦ χαρακτῆρος ἐπὶ τὴν οὗ ἐστιν ὁ χαρακτήρ καὶ ἡ ἰσότυπος σφραγὶς ἀναγόμεθα. Τίνος οὖν ἕνεκεν, φασίν, ἰδίως προσηκούσης τῷ Πνεύματι τῆς ἐν συλλαβῆς, καὶ εἰς πᾶσαν ἡμῖν τὴν περὶ αὐτοῦ ἔννοιαν ἐξαρκούσης, τὴν καινὴν ταύ την ὑμεῖς συλλαβὴν ἐπεισηγάγετε, σὺν τῷ Πνεύ ματι λέγοντες, καὶ οὐκ, ἐν τῷ Πνεύματι τῷ ἁγίῳ, οὔτε ἄλλως ἀναγκαῖα, οὔτε νενομισμένα ταῖς Ἐκ κλησίαις φθεγγόμενοι; Τοῦ αὐτοῦ. Πόθεν ἡ σύν ἤρξατο συλλαβή, καὶ ποίαν δύναμιν ἔχει· ἐν ᾧ καὶ τὰ περὶ τῶν ἀγράφων τῆς Ἐκκλησίας νομίμων. Κεφάλ. κζ΄. Ὡς μὲν οὖν οὐχὶ ἀποκληρωτικῶς τῷ ἁγίῳ Πνεύματι ἡ ἐν συλλαβὴ διενήνοχεν, ἀλλὰ κοινὴ Πατρός ἐστι καὶ Υἱοῦ, ἐν τοῖς κατόπιν εἴρη ται. Οἴμαι δὲ κἀκεῖνο ἀρκούντως εἰρῆσθαι, ὅτι οὐ μόνον οὐκ ἀφαιρεῖται τι τῆς ἀξίας τοῦ Πνεύματος, ἀλλὰ καὶ πρὸς τὸ μέγιστον ὕψος τῶν μὴ πάντη ἐνδιαστρόφων τοὺς λογισμοὺς ἐπανάγει. Λειπόμενον δὲ ἐστι περὶ τῆς σύν, ὁπόθεν ἤρξατο, καὶ τίνα δύ ναμιν ἔχει, καὶ ὅπως σύμφωνός ἐστι τῇ Γραφῇ, διηγήσασθαι. Τῶν ἐν τῇ Ἐκκλησίᾳ πεφυλαγμένων δογμάτων καὶ κηρυγμάτων τὰ μὲν ἐκ τῆς ἐγγράφου διδασκαλίας ἔχομεν, τὰ δὲ ἐκ τῆς τῶν ἀποστόλων παραδόσεως διαδοθέντα ἡμῖν ἐν μυστηρίῳ παρεδεξάμεθα· ἅπερ ἀμφότερα τὴν αὐτὴν ἰσχὺν ἔχει πρὸς τὴν εὐ σέβειαν. Καὶ τούτοις οὐδεὶς ἀντερεῖ, οὐκοῦν ὅστις γε κατὰ μικρόν γοῦν θεσμῶν ἐκκλησιαστικῶν κεῖ πείραται. Εἰ γὰρ ἐπιχειρήσαιμεν τὰ ἄγραφα τῶν ἐθῶν ὡς μὴ μεγάλην ἔχοντα τὴν δύναμιν παραιτεῖσθαι, λάθοιμεν ἂν εἰς αὐτὰ τὰ καίρια ζημιοῦντες τὸ Εὐαγγέλιον· μᾶλλον δὲ εἰς ὄνομα ψιλὸν περιιστῶντες τὸ κήρυγμα. Οἷον, ἵνα τοῦ πρώτου καὶ κοινοτάτου πρῶτον μνησθῶ, τῷ τύπῳ τοῦ σταυροῦ τοὺς εἰς τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἠλπικότας κατασημαίνεσθαι τίς ὁ διὰ γράμματος διδάξας; Τὸ πρὸς ἀνατολὰς τετράφθαι κατὰ τὴν προσευχὴν ποῖον
col. 793–794page 388 of 677
PG 130:793ἐδίδαξεν ἡμᾶς γράμμα; Τὰ τῆς ἐπικλήσεως ῥήματα ἐπὶ τῇ ἀναδείξει τοῦ ἄρτου τῆς Εὐχαριστίας καὶ τοῦ ποτηρίου τῆς εὐλογίας τῆς τῶν ἁγίων ἐγγράφως ἡμῖν καταλέλοιπεν; Οὐ γὰρ δὴ τούτοις ἀρχούμεθα, ὧν ὁ Ἀπόστολος ἢ τὸ Εὐαγγέλιον ἐπεμνήσθη, ἀλλὰ καὶ προλέγομεν καὶ ἐπιλέγομεν ἕτερα, ὡς μεγάλην ἔχοντα πρὸς τὸ μυστήριον τὴν ἰσχὺν ἐκ τῆς ἀγράφου διδασκαλίας παραλαβόντες. Εὐλογοῦμεν δὲ τό τε ὕδωρ τοῦ βαπτίσματος, καὶ τὸ ἔλαιον τῆς χρίσεως, καὶ προσέτι αὐτὸν τὸν βαπτιζόμενον. Ἀπὸ ποίων ἐγγράφων; Οὐκ ἀπὸ τῆς σιωπωμένης καὶ μυστικῆς παρα δόσεως; Τί δέ; αὐτὴν τοῦ ἐλαίου τὴν χρίσιν τίς λόγος γεγραμμένος ἐδίδαξε; Τὸ δὲ τρὶς βαπτίζεσθαι τὸν ἄνθρωπον πόθεν; Ἄλλα δὲ ὅσα περὶ τὸ βάπτισμα, ἀποτάσσεσθαι τῷ Σατανᾷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, ποίας ἐστὶ γραφῆς; Οὐκ ἐκ τῆς ἀδημοσιεύτου ταύτης καὶ ἀποῤῥήτου διδασκαλίας, ἣν ἐν ἀπολυπραγμονήτῳ καὶ ἀπεριεργάστῳ σιγῇ οἱ πατέρες ἡμῶν ἐφύ λαξαν, καλῶς ἐκεῖνο δεδιδαγμένοι, τῶν μυστηρίων τὸ σεμνὸν σιωπῇ διασώζεσθαι; Ὅπου γὰρ οὐδὲ ἐποπτεύειν ἔξεστι τοῖς ἀμυήτοις, τούτων πῶς ἂν ἦν εἰκὸς τὴν διδασκαλίαν ἐκθριαμβεύειν ἐν γράμμασιν; ἢ τί ποτε βουλόμενος ὁ μέγας Μωϋσῆς, οὐ πᾶσι βά σιμα εἶναι τὰ τοῦ ἱεροῦ πάντα πεποίηκεν; ἀλλ᾽ ἔξω μὲν ἁγίων ἔστησε περιβόλων τοὺς βεβήλους, τὰς δὲ πρώτας αὐλὰς τοῖς καθαρωτέροις ἀνεὶς, τοὺς Λευΐτας μόνους ἀξίους ἔκρινε τοῦ θείου θεραπευτάς· σφάγια δὲ, καὶ ὁλοκαυτώσεις, καὶ τὴν λοιπὴν ἱερουργίαν τοῖς ἱερεῦσιν ἀποκληρώσας, ἕνα τῶν πάντων ἔκκρι τον εἰς τὰ ἄδυτα παραδέχεται· καὶ οὐδὲ τοῦτον διὰ παντὸς, ἀλλὰ κατὰ μίαν μόνην τοῦ ἐνιαυτοῦ ἡμέ ραν, καὶ ταύτης ὥραν τακτὴν εἰσιτητὸν αὐτῷ κατα στήσας, ὥστε διὰ τὸ ἀπεξενωμένον καὶ ἄηθες θαμβούμενον ἐποπτεύειν τὰ Ἅγια τῶν ἁγίων· εὖ εἰδὼς ὑπὸ σοφίας τῷ μὲν πεπατημένῳ καὶ αὐτόθεν ληπτῷ πρό χειρον οὖσαν τὴν καταφρόνησιν, τῷ δὲ ἀνακεχωρηκότι καὶ σπανίῳ φυσικῶς πως παρεζευγμένον τὸ περι σπούδαστον. Κατὰ τὸν αὐτὸν δὴ τρόπον καὶ οἱ τὰ περὶ τὰς Ἐκκλησίας ἐξαρχῆς διαθεσμοθετήσαντες ἀπό στολοι καὶ Πατέρες ἐν τῷ κεκρυμμένῳ καὶ ἀφθέγκτῳ τὸ σεμνὸν τοῖς μυστηρίοις ἐφύλασσον. Οὐδὲ γὰρ ὅλως μυστήριον τὸ εἰς τὴν δημώδη καὶ εἰκαίαν ἀκοὴν ἔκ φέρον. Οὗτος ὁ λόγος τῆς τῶν ἀγράφων παραδόσεως, ὡς μὴ καταμεληθεῖσαν τῶν δογμάτων τὴν γνῶσιν εὐκαταφρόνητον τοῖς πολλοῖς γενέσθαι διὰ συνήθειαν. Ἄλλο γὰρ δόγμα, καὶ ἄλλο κήρυγμα. Τὸ μὲν γὰρ σιωπᾶται· τὰ δὲ κηρύγματα δη μοσιεύεται. Σιωπῆς δὲ εἶδος καὶ ἡ ἀσάφεια, ᾗ κέχρηται ἡ Γραφή, δυσθεώρητον κατασκευάζουσα τῶν δογμάτων τὸν νοῦν πρὸς τὸ τῶν ἐντυγχανόντων λυ σιτελές. Τούτου χάριν πάντες μὲν ὁρῶμεν κατ' ἀνα τολὰς ἐπὶ τῶν προσευχῶν· ὀλίγοι δὲ ἴσμεν, ὅτι τὴν ἀρχαίαν ἐπιζητοῦμεν πατρίδα, τὸν παράδεισον, ὃν ἐφύτευσεν ὁ Θεὸς ἐν Ἐδὲμ κατ' ἀνατολάς. Ὀρθοί μὲν πληροῦμεν τὰς εὐχὰς ἐν τῇ μιᾷ τοῦ Σαββάτου· τὸν δὲ λόγον οὐ πάντες οἴδαμεν. Οὐ γὰρ μόνον ὡς συναναστάντες Χριστῷ, καὶ τὰ ἄνω ζητεῖν ὀφείλοντες,
col. 795–796page 389 of 677
PG 130:795ἐν τῇ ἀναστασίμῳ ἡμέρᾳ τῆς δεδομένης ἡμῖν χάριτης διὰ τῆς κατὰ τὴν προσευχὴν στάσεως ἑαυτοὺς ὑπομιμνήσκομεν· ἀλλ' ὅτι δοκεῖ πως τοῦ προσδοκωμένου αἰῶνος εἶναι εἰκών. Διὸ καὶ ἀρχὴ οὖσα ἡμετέρων, οὐχὶ πρώτη παρὰ Μωϋσέως, ἀλλὰ μία ὠνόμασται. Ἐγένετο γὰρ, φησὶν, ἐσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα μία· ὡς τῆς αὐτῆς ἀνακυκλουμένης πολλάκις. Καὶ μία τοίνυν ἡ αὐτὴ, καὶ ὀγδόη, τὴν μίαν ὄντως ἐκείνην καὶ ἀληθινὴν ὀγδόην, ἧς καὶ ὁ Ψαλμῳδὸς ἐν τισιν ἐπιγραφαῖς τῶν ψαλμῶν ἐπεμνήσθη, δι' ἑαυτῆς ἐμφανίζουσα, τὴν μετὰ τὸν χρόνον τοῦτον κατάστασιν, τὴν ἄπαυστον ἡμέραν, τὴν ἀναέσπερον, τὴν ἀδιάδοχον, τὸν ἄληκτον ἐκεῖνον καὶ ἀγήρω αἰῶνα. Ἀναγκαίως οὖν τὰς ἐν αὐτῇ προσευχὰς ἑστῶτας ἀποπληροῦν τοὺς ἑαυτῆς τροφίμους ἡ Ἐκκλησία παιδεύει, ἵνα τῇ συνεχεῖ ὑπομνήσει τῆς ἀτελευτήτου ζωῆς τῶν πρὸς τὴν μετάστασιν ἐκείνην ἐφοδίων μὴ ἀμελῶμεν. Καὶ πᾶσα δὲ ἡ πεντηκοστή τῆς ἐν τῷ αἰῶνι προσδοκωμένης ἀναστάσεως ἐστιν ὑπόμνημα. Ἡ γὰρ μία ἐκείνη καὶ πρώτη ἡμέρα, ἑπτάκις ἑπταπλασιασθεῖσα, τὰς ἑπτὰ τῆς ἱερᾶς πεντηκοστῆς ἑβδομάδας ἀποτελεῖ. Ἐκ πρώτης γὰρ ἀρχομένη, εἰς τὴν αὐτὴν καταλήγει, δι' ὁμοίων τῶν ἐν τῷ μέσῳ ἐξελιττομένη πεντηκοντάκις. Διὸ καὶ αἰῶνα μιμείται τῇ ὁμοιότητι, ὥσπερ ἐν κυκλικῇ κινήσει ἀπὸ τῶν αὐτῶν ἀρχομένη σημείων, καὶ εἰς τὰ αὐτὰ καταλήγουσα. Ἐν ᾗ τὸ ὄρθιον σχῆμα τῆς προσευχῆς προτιμᾷν οἱ θεσμοί τῆς Ἐκκλησίας ἡμᾶς ἐξεπαίδευσαν, ἐκ τῆς ἐνεργοῦς ὑπομνήσεως οἱονεὶ μετοικίζοντες ἡμῶν τὸν νοῦν ἀπὸ τῶν παρόντων ἐπὶ τὰ μέλλοντα. Καὶ καθ᾿ ἑκάστην δὲ γονυκλισίαν καὶ διανάστασιν ἔργῳ δείχνυμεν, ὅτι διὰ τῆς ἁμαρτίας εἰς γῆν κατεῤῥύημεν, καὶ διὰ τῆς φιλανθρωπίας τοῦ κτίσαντος ἡμᾶς εἰς οὐρανὸν ἀνεκλήθημεν. Ἐπιλείψει με ἡ ἡμέρα, τὰ ἄγραφα τῆς Ἐκκλησίας μυστήρια διηγούμενον. Ἐῶ τἄλλα· αὐτὴν δὲ τὴν ὁμολογίαν τῆς πίστεως εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα ἐκ ποίων γραμμάτων ἔχομεν; Εἰ μὲν γὰρ ἐκ τῆς τοῦ βαπτίσματος παραδόσεως, κατὰ τὸ τῆς εὐσεβείας ἀκόλουθον, ὡς βαπτιζόμεθα οὕτω καὶ πιστεύειν ὀφείλοντες, οὐσίαν τῷ βαπτίσματι τὴν ὁμολογίαν κατατιθέμεθα, συγχωρησάτωσαν καὶ ἡμῖν ἐκ τῆς αὐτῆς ἀκολουθίας ὁμοίαν τῇ πίστει τὴν δόξαν ἀποδιδόναι· εἰ δὲ τὸν τρόπον τῆς δοξολογίας ὡς ἄγραφον παραιτούνται, δότωσαν ἡμῖν τῆς τε κατὰ τὴν πίστιν ὁμολογίας καὶ τῶν λοιπῶν, ὧν ἀπηριθμησάμεθα, ἐγγράφους τὰς ἀποδείξεις. Εἶτα τοσούτων ὄντων ἀγράφων, καὶ τοσαύτην ἐχόντων τὴν ἰσχὺν εἰς τὸ τῆς εὐσεβείας μυστήριον, μίαν λέξιν ἡμῖν ἐκ πατέρων εἰς ἡμᾶς ἐλθοῦσαν οὐ συγχωρήσουσιν, ἣν ἡμεῖς ἐκ τῆς ἀνεπιτηδεύτου συνηθείας ταῖς ἀδιαστρόφοις τῶν Ἐκκλησιῶν ἐναπομείνασαν εὕρομεν, οὐ μικρὸν τὸν λόγον ἔχουσαν, οὐδὲ βραχείαν συντέλειαν εἰς τὴν τοῦ μυστηρίου δύναμιν εἰσφερομένην;
col. 797–798page 390 of 677
PG 130:797Εἴρηται μὲν οὖν, ὅτι ταὐτόν ἐστι πρὸς διάνοιαν εἰπεῖν, Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι· καὶ Δόξα Πατρὶ καὶ Υἱῷ σὺν τῷ ἁγίῳ Πνεύματι. Οὔτε οὖν τὴν καὶ συλλαβὴν ἐξ αὐτῆς τοῦ Κυρίου φωνῆς προελθοῦσαν ἀθετῆσαί τινι ἢ διαγράφειν οἷόν τε, καὶ τὴν ἰσοδυναμοῦσαν αὐτῇ οὐδὲν τὸ κωλῦον καταδεχθῆναι· ἣν ὅπως ἔχει πρὸς ἐκείνην διαφοράς τε καὶ ὁμοιότητος, ἐν τοῖς κατόπιν ἐδείξαμεν. Βεβαιοῖ δὲ ἡμῖν τὸν λόγον καὶ ὁ Ἀπόστολος ἀδιαφόρως ἑκατέρᾳ τῇ φωνῇ κεχρημένος, νῦν μὲν λέγων, Ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν· πάλιν δὲ, Συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ Πνεύματος σὺν τῇ δυνάμει τοῦ Κυρίου Ἰησοῦ· οὐδὲν διαφέρειν ἡγούμενος, τῷ συνδέσμῳ ἢ τῇ προθέσει πρὸς τὴν τῶν ὀνομάτων συμπλοκὴν ἀποχρήσασθαι. Τοῦ αὐτοῦ. Ὅτι ἃ περὶ τῶν ἀνθρώπων λέγει ἡ Γραφὴ ὡς συμβασιλευόντων Χριστῷ, ταῦτα περὶ τοῦ Πνεύματος οὐ συγχωροῦσιν οἱ ἀντιλέγοντες. Κεφάλ. κθ΄. Ἴδωμεν δὲ καὶ εἴ τινα ἀπολογίαν τοῖς πατράσιν ἡμῶν τῆς χρήσεως ταύτης ἐπινοήσομεν. Οἱ γὰρ τὴν ἀρχὴν παρασχόντες τῷ λόγῳ μᾶλλον ἡμῶν ὑπόκεινται τοῖς ἐγκλήμασι. Παῦλος τοίνυν Κολοσσαεῦσι γράφων· Καὶ ὑμᾶς, φησὶ, νεκροὺς ὄντας τοῖς παραπτώμασι καὶ τῇ ἀκροβυστίᾳ, συνεζωοποίησε τῷ Χριστῷ. Ἆρα οὖν λαῷ μὲν ὅλῳ καὶ Ἐκκλησίᾳ ἐχαρίσατο ὁ Θεὸς τὴν σὺν Χριστῷ ζωήν, τῷ δὲ ἁγίῳ Πνεύματι οὐχὶ σὺν Χριστῷ ἡ ζωή; Εἰ δὲ τοῦτο καὶ διανοίᾳ λαβεῖν ἀσεβές, πῶς οὐχ ὅσιον, ὡς ἔχει φύσεως, οὕτω καὶ τὴν ὁμολογίαν συνημμένως ἀποδιδόναι; Εἶτα, πῶς οὐ τῆς ἐσχάτης ἀναλγησίας τοὺς μὲν ἁγίους ὁμολογεῖν σὺν Χριστῷ εἶναι (εἴπερ δὴ Παῦλος ἐκδημήσας ἀπὸ τοῦ σώματος ἐνδημεῖ πρὸς τὸν Κύριον, καὶ ἀναλύσας σὺν Χριστῷ ἐστιν ἤδη), τῷ δὲ Πνεύματι τούτους μηδὲ τοῖς ἀνθρώποις ἐξισοῦν μετὰ Χριστοῦ εἶναι, τό γε εἰς αὐτοὺς ἧκον, μεταδιδόναι; Καὶ Παῦλος Θεοῦ μὲν συνεργὸν ἑαυτὸν ἐν τῇ οἰκονομίᾳ τοῦ Εὐαγγελίου καλεῖ· τὸ δὲ Πνεῦμα τὸ ἅγιον, δι' οὗ ἐν πάσῃ κτίσει τῇ ὑπὸ τὸν οὐρανὸν καρποφορεῖται τὸ Εὐαγγέλιον, ἐὰν συνεργὸν εἴπωμεν, κἀνταῦθα ἀσεβείας γραφὴν καθ' ἡμῶν ἀπενέγκαιντο; Καὶ ὡς ἔοικεν, ἡ μὲν ζωὴ τῶν ἠλπικότων ἐπὶ Κύριον κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ· καὶ ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ αὐτοὶ σὺν αὐτῷ φανερωθήσονται ἐν δόξῃ· αὐτὸ δὲ τὸ Πνεῦμα τῆς ζωῆς, τὸ ἐλευθερῶσαν ἡμᾶς ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας, οὐδαμῶς ἐστι σὺν Χριστῷ, οὔτε ἐν λανθανούσῃ καὶ κεκρυμμένῃ σὺν αὐτῷ ζωῇ, οὔτε ἐν τῇ φανερώσει τῆς δόξης, ἣν ἡμεῖς ἐπὶ τοῖς ἁγίοις ἐκφανήσεσθαι προσδοκῶμεν; Κληρονόμοι Θεοῦ, καὶ συγκληρονόμοι Χριστοῦ ἡμεῖς· τὸ δὲ Πνεῦμα ἄκληρον καὶ ἄμοιρον τῆς κοινωνίας τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ; Καὶ αὐτὸ μὲν τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ· ἡμεῖς δὲ τῷ Πνεύματι οὐδὲ ἣν παρὰ τοῦ Κυρίου μετ-
col. 799–800page 391 of 677
PG 130:799μαθήκαμεν τῆς πρὸς Θεὸν κοινωνίας τὴν μαρτυρίαν ἐν κατατιθέμεθα; Τὸ δὲ κεφάλαιον τῆς ἀνοίας, ἡμεῖς μὲν διὰ τῆς εἰς Χριστὸν πίστεως τῆς ἐν Πνεύματι συνεγερθήσεσθαι αὐτῷ καὶ συγκαθεδεῖσθαι τοῖς ἐπουρανίοις ἐλπίζομεν, ὅταν μετασχηματίσῃ τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν ἀπὸ τοῦ ψυχικοῦ πρὸς τὸ πνευματικόν· τῷ δὲ Πνεύματι οὐ συνεδρίας, οὐ δόξης, οὐκ ἄλλου τινός, ὧν ἔχομεν παρ' αὐτοῦ, μεταδίδομεν; ἀλλ᾽ ὧν ἑαυτοὺς ἀξίους εἶναι, κατὰ τὴν ἀψευδῆ τοῦ ἐπαγγειλαμένου δωρεάν, πεπιστεύκαμεν, τούτων οὐδενὸς τῷ Πνεύματι τῷ ἁγίῳ ὡς ὑπερβαίνοντος αὐτοῦ τὴν ἀξίαν παραχωροῦμεν; Καὶ σοὶ μὲν κατὰ τὴν ἀξίαν ἐστὶ πάντοτε εἶναι σὺν τῷ Κυρίῳ, καὶ προσδοκᾷς, ἁρπαγεὶς ἐν νεφέλαις εἰς ἀπάντησιν εἰς ἀέρα, πάντοτε συνέσεσθαι τῷ Κυρίῳ· τὸ δὲ Πνεῦμα νῦν ἀντιλέγεις εἶναι σὺν τῷ Χριστῷ; ὅς γε τὸν συναριθμοῦντα αὐτὸ καὶ συντάσσοντα Πατρὶ καὶ Υἱῷ ἐξόριστον τίθεσαι, ὡς ἀφόρητα δυσσεβοῦντα. Αἰσχύνομαι ἐπαγαγεῖν τὰ λειπόμενα, ὅτι σὺ μὲν συνδοξασθήσεσθαι Χριστῷ προσδοκᾷς (εἴπερ γὰρ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν)· τὸ δὲ Πνεῦμα τῆς ἁγιωσύνης οὐ συνδοξάζεις Χριστῷ, ὡς οὐδὲ καὶ τῶν ἴσων τυγχάνειν ἄξιον. Καὶ σὺ μὲν ἐλπίζεις συμβασιλεύειν· τὸ δὲ Πνεῦμα τῆς χάριτος ἐνυβρίζεις, τὴν δούλου αὐτῷ καὶ ὑπηρέτου τάξιν ἀποκληρῶν. Καὶ ταῦτα λέγω, οὐχ ἵνα τοσοῦτον δείξω ὀφειλόμενον εἶναι εἰς δοξολογίαν τῷ Πνεύματι· ἀλλ᾽ ἵνα τὴν ἀγνωμοσύνην ἐλέγξω τῶν μηδὲ τοσοῦτον διδόντων, ἀλλ' ὡς ἀσέβειαν φευγόντων τὴν τοῦ Πνεύματος πρὸς Υἱὸν καὶ Πατέρα κοινωνίαν τῆς δόξης. Τίς δύναται ταῦτα ἀστενακτὶ παρελθεῖν; Ἢ γὰρ οὐχὶ προδήλως ὥστε κἂν παιδὶ γενέσθαι γνώριμον, τὴν ἀπειληθεῖσαν τῆς πίστεως ἔκλειψιν προοιμιάζονται τὰ παρόντα; Ἀμφίβολα γέγονε τὰ ἀναντίρρητα. Πιστεύομεν εἰς τὸ Πνεῦμα· καὶ ταῖς ἡμετέραις αὐτῶν ὁμολογίαις ζυγομαχοῦμεν. Βαπτιζόμεθα· καὶ πάλιν μαχόμεθα. Τὸν ἀρχηγὸν τῆς ζωῆς ἐπικαλούμεθα· καὶ ὡς ὁμοδούλου καταφρονοῦμεν. Μετὰ Πατρὸς καὶ Υἱοῦ παρελάβομεν· καὶ ὡς μέρος τῆς κτίσεως ἀτιμάζομεν. Οἱ δὲ, τί προσεύξονται μὴ εἰδότες, ἐάν τι καὶ φθέγξασθαι σεμνὸν περὶ τοῦ Πνεύματος προαχθῶσιν, ὡς ἐφικνούμενοι τῆς ἀξίας, κολάζουσι τοῦ λόγου τὸ ὑπερπῖπτον τὴν συμμετρίαν. Οὓς ἐχρῆν ὀδύρεσθαι τὴν ἀσθένειαν· ὅτι ὧν ἔργῳ πάσχομεν, λόγοις ἀντιπληροῦν τὴν χάριν οὐκ ἐξαρκοῦμεν. Ὑπερέχει γὰρ πάντα νοῦν, καὶ λόγου φύσιν ἐλέγχει, οὐδὲ πολλοστῷ μέρει τῆς ἀξίας παρισουμένην κατὰ τὸν λόγον τῆς ἐπιγραφομένης Σοφίας· Ὑψώσατε γάρ, φησί, καὶ ὅσον ἂν δύνασθε· ὑπερέχει γὰρ καὶ ἔτι· καὶ ὑψοῦντες αὐτὸν πληθύνατε. Μὴ κοπιάτε· οὐ γὰρ μὴ ἐφίκησθε. Ἦ που φοβεραὶ ὑμῖν αἱ ὑπὲρ τῶν τοιούτων λόγων εὐθῦναι τοῖς παρὰ τοῦ ἀψευδοῦς ἀκηκούσι Θεοῦ ἀσυγχώρητον εἶναι τὴν εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημίαν. Πρός γε μὴν τὸ ἀμάρτυρον καὶ ἄγραφον εἶναι
col. 801–802page 392 of 677
PG 130:801τὴν σὺν τῷ Πνεύματι δοξολογίαν ἐκεῖνο λέγομεν ὅτι, εἰ μὲν μηδὲν ἕτερον ἄγραφον, μηδὲ τοῦτο παρα δεχθήτω· εἰ δὲ τὰ πλεῖστα τῶν μυστικῶν ἀγράφως ἡμῖν ἐμπολιτεύεται, μετὰ πολλῶν τῶν ἑτέρων καὶ τοῦτο παραδεξόμεθα. Ἀποστολικὸν δὲ οἶμαι καὶ τὸ ταῖς ἀγράφοις παραδόσεσι παραμένειν. Ἐπαινώ γὰρ, φησὶν, ὑμᾶς, ὅτι πάντα μου μέμνησθε, καὶ καθώς παρέδωκα ὑμῖν, τὰς παραδόσεις κατέχετε· καὶ τὸ Κρατεῖτε τὰς παραδόσεις ἃς παρελάβετε εἴτε διὰ λόγου, εἴτε δι' ἐπιστολῆς· ὧν μία ἐστὶ καὶ ἡ παροῦσα αὕτη, ἣν οἱ ἐξ ἀρχῆς διαταξάμενος παραδιδόντες τοῖς ἐφεξῆς, συμπροϊούσης ἀεὶ τῷ χρόνῳ τῆς χρήσεως, διὰ μακρᾶς τῆς συνηθείας ταῖς Ἐκκλησίαις ἐγκατεῤῥίζωσαν. Ἄρ' οὖν εἰ, ὡς ἐν δικαστηρίῳ τῆς διὰ τῶν ἐγγράφων ἀποδείξεως ἀπο ροῦντες, μαρτύρων ὑμῖν πλῆθος παραστησαίμεθα, οὐκ ἂν τῆς ἀφιείσης παρ' ὑμῶν ψήφου τύχοιμεν; Ἐγὼ μὲν οὕτως οἶμαι· Ἐπὶ στόματος γὰρ δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα. Εἰ δὲ καὶ τὸν πολὺν χρόνον πρὸς ἡμῶν ὄντα ἐναργῶς ὑμῖν ἐπ εδείκνυμεν, οὐκ ἂν ἐδόξαμεν ὑμῖν εἰκότα λέγειν, μὴ εἶναι καθ' ἡμῶν τὴν δίκην εἰσαγώγιμον ταύτην; Δυσ τωπητικά γάρ πως τὰ παλαιὰ τῶν δογμάτων, οἱονεὶ πολιᾷ τινι τῇ ἀρχαιότητι τὸ αἰδέσιμον ἔχοντα. ἀπαριθμήσομαι οὖν ὑμῖν τοὺς προστάτας τοῦ λόγου (συμ παραμετρεῖται δὲ πάντως κατὰ τὸ σιωπώμενον καὶ ὁ Τοῦ αὐτοῦ. Ἀπαρίθμησις τῶν ἐν τῇ Ἐκκλησίᾳ διαφανῶν, ὅσοι ἐχρήσαντο ἐν τοῖς συγγράμμασιν ἑαυτῶν τῇ φωνῇ «σύν». Κεφάλ. κθ'. Ἀπαριθμήσομαι οὖν ὑμῖν τοὺς προστάτας τοῦ λόγου (συμπαραμετρεῖται δὲ πάντως κατὰ τὸ σιω τώμενον καὶ ὁ χρόνος)· οὐ γὰρ ἐξ ἡμῶν ὤρμηται πρῶ τον. Πόθεν; χθιζοί τινες ὄντως ἡμεῖς, κατὰ τὸν τοῦ Ἰὼβ λόγον, πρός γε τοσοῦτον χρόνον, τὸν τῆς συν ηθείας ταύτης ἡλικιώτην. Ἐγώ μὲν οὖν αὐτὸς, εἰ χρή με τὸ ἐμὸν ἴδιον εἰπεῖν, ὥσπερ τινὰ κλῆρον πα τρῷον τὴν φωνὴν ταύτην διαφυλάττω, παραλαβὼν παρὰ ἀνδρὸς μακρὸν ἐν τῇ λειτουργίᾳ τοῦ Θεοῦ δια ζήσαντος χρόνον, δι' οὗ καὶ ἐβαπτίσθην, καὶ τῇ ὑπηρεσία τῆς Ἐκκλησίας προσήχθην. Ἀναζητῶν δὲ κατ' ἐμαυτὸν εἴ τις ἄρα τῶν παλαιῶν καὶ μακαρίων ἀνδρῶν ἐχρήσατο ταύταις ταῖς νῦν ἀντιλεγομέναις φωναῖς, πολλούς εὗρον καὶ τῇ ἀρχαιότητι τὸ ἀξιό πιστον ἔχοντας, καὶ τῇ τῆς γνώσεως ἀκριβείᾳ οὐ κατὰ τοὺς νῦν ὄντας· ὧν οἱ μὲν τῇ προθέσει, οἱ δὲ τῷ συνδέσμῳ κατὰ τὴν δοξολογίαν τὸν λόγον ἐνώσαντες, οὐδὲν διάφορον δρᾷν, ὡς γε πρὸς τὴν ὀρθὴν τῆς εὐσεβείας ἔννοιαν, ἐνομίσθησαν. Εἰρηναῖος ἐκεῖνος, καὶ Κλήμης ὁ Ῥωμαῖος καὶ Διονύσιος ὁ Ῥωμαῖος, καὶ ὁ Ἀλεξανδρεύς διονύσιος, ὃ καὶ παράδοξον ἀκοῦσαι, ἐν τῇ δευτέρᾳ πρὸς τὸν ὁμώνυμον ἑαυτοῦ ἐπιστολῇ Περὶ ἐλέγχου καὶ ἀπολογίας οὕτω τὸν λόγον ἀνέπαυσε. Γράψω δὲ ὑμῖν αὐτὰ τοῦ ἀνδρὸς τὰ ῥήματα. Τούτοις, φησί, πᾶσιν ἀκολούθως καὶ ἡμεῖς, καὶ δὴ παρὰ τῶν
col. 803–804page 393 of 677
PG 130:803πρὸ ἡμῶν πρεσβυτέρων τύπον καὶ κανόνα παρειληφότες, ὁμοφώνως αὐτοῖς προσευχαριστοῦντες καὶ δὴ καὶ νῦν ὑμῖν ἐπιστέλλοντες καταπαύομεν. Τῷ δὲ Θεῷ Πατρὶ καὶ Υἱῷ τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. Καὶ ταῦτα οὐκ ἄν τις εἴποι μεταγεγράφθαι. Οὐ γὰρ ἂν οὕτω διετείνατο, τύπον καὶ κανόνα παρειληφέναι λέγων, εἴπερ ἐν τῷ Πνεύματι εἰρηκὼς ἦν· ταύτης γὰρ τῆς φωνῆς ἡ χρῆσις πολλή. Ἀλλ' ἐκεῖνο ἦν τὸ τῆς ἀπολογίας δεόμενον. Ὅς γε καὶ κατὰ μέσον που τῆς γραφῆς, οὕτως εἴρηκε πρὸς τοὺς Σαβελλιανούς· Εἰ, τῷ τρεῖς εἶναι τὰς ὑποστάσεις, μεμερισμένας εἶναι λέγουσι, τρεῖς εἰσι, κἂν μὴ θέλωσι· ἢ τὴν θείαν Τριάδα παντελῶς ἀνελέτωσαν· καὶ πάλιν· Θειοτάτη γὰρ διὰ τοῦτο μετὰ τὴν μονάδα καὶ ἡ Τριάς. Ἀλλὰ καὶ ὁ Κλήμης ἀρχαϊκώτερον, Ζῇ, φησὶν, ὁ Θεὸς, καὶ ὁ Κύριος Ἰησοῦς Χριστός, καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Εἰρηναῖος δὲ, ὁ ἐγγὺς τῶν ἀποστόλων γενόμενος, πῶς ἐμνήσθη τοῦ Πνεύματος ἐν τῷ πρὸς τὰς αἱρέσεις λόγῳ, ἀκούσωμεν. Τοὺς δὲ ἀχαλιναγωγήτους, φησὶ, καὶ καταφερομένους εἰς τὰς ἑαυτῶν ἐπιθυμίας, μηδεμίαν ἔχοντας ἐπιθυμίαν θείου Πνεύματος, δικαίως ὁ Ἀπόστολος σαρκικοὺς καλεῖ. Καὶ ἐν ἄλλοις ὁ αὐτὸς φησιν· Ἵνα μὴ, ἄμοιροι θείου Πνεύματος γενόμενοι, ἀποτύχωμεν τῆς βασιλείας τῶν οὐρανῶν, ἐπεβόησεν ὁ Ἀπόστολος, μὴ δύνασθαι τὴν σάρκα βασιλείαν οὐρανῶν κληρονομῆσαι. Εἰ δὲ τῷ καὶ ὁ Παλαιστινὸς Εὐσέβιος ἀξιόπιστος διὰ πολυπειρίαν, κἀκείνου τὰς αὐτὰς φωνὰς ἐπιδείκνυμεν ἐν τοῖς ἐπιζητήμασι περὶ τῆς τῶν ἀρχαίων πολυγαμίας. Λέγει γὰρ οὕτω παρορμῶν ἑαυτὸν ἐπὶ τὸν λόγον· Τὸν τῶν προφητῶν ἅγιον Θεόν, φωταγωγὸν διὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ σὺν ἁγίῳ Πνεύματι καλέσαντες. Ἤδη δὲ καὶ Ὠριγένην ἐν πολλαῖς τῶν εἰς τοὺς Ψαλμοὺς διαλέξεων εὕρομεν σὺν τῷ ἁγίῳ Πνεύματι τὴν δόξαν ἀποδιδόντα, ἄνδρα οὐδὲ πάνυ τι ὑγιεῖς περὶ τοῦ Πνεύματος τὰς ὑπολήψεις ἐν πᾶσιν ἔχοντα· πλὴν ἀλλὰ πολλαχοῦ καὶ αὐτὸς, τῆς συνηθείας τὸ ἰσχυρὸν δυσωπούμενος, τὰς εὐσεβεῖς φωνὰς ἀφῆκε περὶ τοῦ Πνεύματος. Ὅς γε, κατὰ τὸ ἕκτον, οἶμαι, τῶν εἰς τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον ἐξηγητικῶν, καὶ προσκυνητὸν αὐτὸ φανερῶς ἀπεφήνατο, οὕτωσὶ γράφων κατὰ λέξιν· Ὅτι τὸ τοῦ ὕδατος τοῦτρον σύμβολον τυγχάνει καθαρσίου ψυχῆς, πάντα ῥύπον τὸν ἀπὸ κακίας ἀποπλυνομένης· οὐδὲν δὲ ἧττον καὶ καθ' ἑαυτὸ τῷ ἐμπαρέχοντι ἑαυτὸν τῇ θεότητι τῆς προσκυνητῆς Τριάδος διὰ τῆς δυνάμεως τῶν ἐπικλήσεων χαρισμάτων ἀρχὴν ἔχει καὶ πηγήν. Καὶ πάλιν ἐν τοῖς εἰς τὴν πρὸς Ῥωμαίους Ἐπιστολὴν ἐξηγητικοῖς, Αἱ ἱεραί, φησί, δυνάμεις χωρητικαὶ τοῦ Μονογενοῦς καὶ τῆς τοῦ ἁγίου Πνεύματος θεότητος. Οὕτως, οἶμαι, τὸ τῆς παραδόσεως ἰσχυρὸν ἐνῆγε πολλάκις τοὺς ἄνδρας καὶ τοῖς οἰκείοις αὐτῶν δόγμασιν ἀντιλέ-
col. 805–806page 394 of 677
PG 130:805γειν. Ἀλλ' οὐδὲ Ἀφρικανὸν τὸν ἱστοριογράφον τὸ τοιοῦτον εἶδος τῆς δοξολογίας παρέλαβε. Φαίνεται γὰρ ἐν τῷ πέμπτῳ τῆς τῶν χρόνων Ἐπιτομῆς οὕτω καὶ αὐτὸς λέγων· Ἡμεῖς γὰρ οἱ κἀκείνων τῶν ῥημάτων τὸ μέτρον ἐπιστάμενοι, καὶ τῆς πίστεως οὐκ ἀγνοοῦντες τὴν χάριν, εὐχαριστοῦμεν τῷ παρασχομένῳ τοῖς ἰδίοις ἡμῖν Πατρὶ τὸν τῶν ὅλων Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· ᾧ ἡ δόξα, μεγαλωσύνη σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Τὰ μὲν οὖν ἄλλα τυχὸν καὶ ἀπιστηθῆναι δύναται, ἢ καὶ μεταγραφέντα δυσφώρατον ἔχειν τὴν κακουργίαν, ἐν μιᾷ συλλαβῇ τῆς διαφορᾶς ὑπαρχούσης· ὁ δὲ διὰ μακροτέρας τῆς λέξεως παρεθέμεθα, καὶ τὴν ἐπιβουλὴν διαφεύγει, καὶ τὴν μαρτυρίαν ἀπ' αὐτῶν τῶν συγγραμμάτων εὐαπόδεικτον ἔχει. Ὃ δὲ ἄλλως μὲν ἴσως μικροπρεπὲς ἦν εἰς μέσον ἄγεσθαι, τῷ δὲ καινοτομίαν ἐγκαλουμένῳ ἀναγκαῖον εἰς μαρτυρίαν διὰ τοῦ χρόνου τὴν ἀρχαιότητα, τοῦτο δὴ καὶ προσθήσω. Ἔδοξε τοῖς πατράσιν ἡμῶν μὴ σιωπῇ τὴν χάριν τοῦ ἑσπερινοῦ φωτὸς δέχεσθαι, ἀλλ᾽ εὐθὺς φανέντος εὐχαριστεῖν. Καὶ ὅστις μὲν ὁ πατὴρ τῶν ῥημάτων ἐκείνων τῆς ἐπιλυχνίου εὐχαριστίας, εἰπεῖν οὐκ ἔχομεν· ὁ μέντοι λαὸς ἀρχαίαν ἀφίησι τὴν φωνήν, καὶ οὐδὲν πώποτε ἀσεβεῖν ἐνομίσθησαν οἱ λέγοντες· Αἰνοῦμεν Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα Θεοῦ. Εἰ δέ τις καὶ τὸν ὕμνον Ἀθηνογένους ἔγνω, ἐν ᾧ ὥσπερ τι ἀλεξητήριον τοῖς συνοῦσιν αὐτῷ καταλέλοιπεν, ὁρμῶν ἤδη πρὸς τὴν διὰ πυρὸς τελείωσιν, οἶδε καὶ τὴν τῶν μαρτύρων γνώμην ὅπως εἶχον περὶ τοῦ Πνεύματος. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Γρηγόριον δὲ τὸν Μέγαν, καὶ τὰς ἐκείνου φωνὰς ποῦ θήσομεν; ἆρ' οὐχὶ μετὰ τῶν ἀποστόλων καὶ προφητῶν; ἄνδρα τῷ αὐτῷ Πνεύματι ἐκείνοις περιπατήσαντα, καὶ τοῖς τῶν ἁγίων ἴχνεσι διὰ παντὸς τοῦ βίου στοιχήσαντα, καὶ τῆς εὐαγγελικῆς πολιτείας τὸ ἀκριβὲς διὰ πάσης αὐτοῦ τῆς ζωῆς κατορθώσαντα. Ἐγὼ μὲν τοῦτό φήμι· ἢ ἀδικήσομεν τὴν ἀλήθειαν, μὴ τοῖς ᾠκειωμένοις Θεῷ τὴν ψυχὴν ἐκείνην συναριθμοῦντες, οἷόν τινα λαμπτῆρα περιφανῆ μέγαν ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ διαλάμψαντα· ὃς φοβερὸν μὲν εἶχεν ἐκ τῆς τοῦ Πνεύματος συνεργίας κατὰ δαιμόνων τὸ κράτος· τοσαύτην δὲ ἔλαβε τοῦ λόγου τὴν χάριν εἰς ὑπακοὴν πίστεως ἐν τοῖς ἔθνεσιν, ὥστε, ἑπτακαίδεκα μόνους Χριστιανοὺς παραλαβών, ὅλον τὸν λαὸν τόν τε ἀστικὸν καὶ τὸν χωριτικὸν διὰ τῆς ἐπιγνώσεως προσήγαγε τῷ Θεῷ. Ἐκεῖνος καὶ ποταμῶν ῥεῖθρα μετέστησεν, ἐπιτάξας αὐτοῖς ἐν τῷ ὀνόματι τῷ μεγάλῳ τοῦ Χριστοῦ· καὶ λίμνην ἐξήρανεν ὑπόθεσιν πολέμου φέρουσαν ἀδελφοῖς πλεονέκταις. Αἱ δὲ τῶν μελλόντων προαγορεύσεις τοιαῦται, ὡς μηδὲν τῶν ἄλλων ἀποδεῖν προφητῶν. Καὶ ὅλως μακρὸν ἂν εἴη τοῦ ἀνδρὸς διηγεῖσθαι τὰ θαύματα, ὃς τῇ ὑπερβολῇ τῶν ἐν αὐτῷ χαρισμάτων, τῶν ἐνεργουμένων ὑπὸ τοῦ Πνεύματος ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι, δεύτερος Μωϋσῆς παρ' αὐτῶν τῶν ἐχθρῶν τῆς ἀληθείας ἀνηγορεύετο. Οὕτως αὐτῷ ἐν παντὶ λόγῳ καὶ ἔργῳ τῶν ἐπιτελουμένων διὰ τῆς χάριτος οἷόν τι φῶς ἐπέλαμπε, μήνυμα τῆς οὐρανίου δυνάμεως, τῆς ἐκ τοῦ
col. 807–808page 395 of 677
PG 130:807ἀφανοῦς παρεπομένης αὐτῷ. Τούτου μέγα ἔτι καὶ νῦν τοῖς ἐγχωρίοις τὸ θαῦμα, καὶ νεαρὰ καὶ ἀεὶ πρόσφατος ἡ μνήμη ταῖς Ἐκκλησίαις ἐνίδρυται, οὐδενὶ χρό νῳ ἀμαυρουμένη. Οὐκοῦν οὐ πρᾶξίν τινα, οὐ λόγον, οὐ τύπον τινὰ μυστικόν, παρ' ὃν ἐκεῖνος κατέλιπε, τῇ Ἐκκλησίᾳ προσέθηκαν. Ταύτῃ τοι καὶ πολλὰ τῶν παρ' αὐτοῖς τελουμένων ἐλλειπῶς ἔχειν δοκεῖ διὰ τὸ τῆς καταστάσεως ἀρχαιότροπον. Οὐδὲν γὰρ ἠνέσχοντο οἱ κατὰ διαδοχὴν τὰς Ἐκκλησίας οἰκονομήσαντες τῶν μετ' ἐκεῖνον ἐφευρεθέντων παραδέξασθαι εἰς προσθήκην. Ἓν τοίνυν τῶν Γρηγορίου καὶ ὁ νῦν ἀν τιλεγόμενος τρόπος τῆς δοξολογίας ἐστὶν, ἐκ τῆς ἐκείνου παραδόσεως τῇ Ἐκκλησίᾳ πεφυλαγμένος. Καὶ οὐ πολὺς ὁ πόνος μικρὸν κινηθέντι τὴν ἐπὶ τού τοις πληροφορίαν λαβεῖν. Ταύτην καὶ Φερμιλιανῷ τῷ ἡμετέρῳ μαρτυροῦσι τὴν πίστιν οἱ λόγοι οὓς κατελέ λοιπε. Καὶ Μελέτιον τὸν πάνυ ἐπὶ ταύτης εἶναι τῆς γνώμης οἱ συγγεγονότες φασί. Καὶ τί δεῖ τὰ παλαιὰ λέγειν; ἀλλὰ νῦν ἐπὶ τῆς ἑῴας ἑνὶ μάλιστα τούτῳ τοὺς εὐσεβοῦντας γνωρίζουσιν, οἷόν τινι σημείῳ τῇ φωνῇ ταύτῃ φιλοκρινοῦντες· ὡς δὲ ἐγώ τινος τῶν ἐκ Μεσοποταμίας ἤκουσα, ἀνδρὸς καὶ τῆς γλώσσης ἐμπείρως ἔχοντος, καὶ ἀδια στρόφου τὴν γνώμην, οὐδὲ δυνατὸν ἑτέρως εἰπεῖν τῇ ἐγχωρίῳ φωνῇ, κἂν ἐθέλωσιν, ἀλλὰ διὰ τῆς, καὶ, συλλαβῆς, μᾶλλον δὲ τῶν ἰσοδυναμουσῶν αὐτῇ φωνῶν, κατά τι ἰδίωμα πάτριον, ἀνάγκην αὐτοῖς εἶναι τὴν δοξολογίαν προφέρειν. Καὶ Καππαδόκαι δὲ οὕτω λέ γομεν ἐγχωρίως, ἔτι τότε ἐν τῇ τῶν γλωσσῶν διαι ρέσει τὸ ἐκ τῆς λέξεως χρήσιμον προβλεψαμένου τοῦ Πνεύματος. Τί δὲ ἡ δύσις ἅπασα, μικροῦ δεῖν, ἀπὸ τοῦ Ἰλλυρικοῦ μέχρι τῶν ὅρων τῆς καθ' ἡμᾶς οἰκουμένης; οὐχὶ τὴν φωνὴν ταύτην πρεσβεύει; Πῶς οὖν καινοτόμος ἐγώ, καὶ νεωτέρων ῥη μάτων δημιουργός, ἔθνη ὅλα καὶ πόλεις, καὶ ἔθος πάσης μνήμης ἀνθρωπίνης πρεσβύτερον, καὶ ἄνδρας στύλους τῆς Ἐκκλησίας, ἐν πάσῃ γνώσει καὶ δυνά μει Πνεύματος διαπρεπεῖς, ἀρχηγοὺς καὶ προστάτας τῆς φωνῆς παρεχόμενος; Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Εὐστάθιον τὸν Ἀρμένιον ἐπιστολῆς. Ἀναθεματίζεσθαι χρὴ τούς τε λέγοντας κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τοὺς μὴ ὁμολογοῦντας αὐτὸ φύσει ἅγιον εἶναι, ὡς ἔστι φύσει ἅγιος ὁ Πατήρ, καὶ φύσει ἅγιος ὁ Υἱὸς, ἀλλ᾽ ἀποξενοῦντας αὐτὸ τῆς θείας καὶ μακαρίας φύσεως. Ἀπόδειξις δὲ τοῦ ὀρθοῦ φρο νήματος τὸ μὴ χωρίζειν αὐτὸ Πατρὸς καὶ Υἱοῦ. Δεῖ γὰρ ἡμᾶς βαπτίζεσθαι μέν, ὡς παρελάβομεν, πι στεύειν δέ, ὡς βαπτιζόμεθα, δοξάζειν δέ, ὡς πεπι στεύκαμεν Πατέρα, καὶ Υἱόν, καὶ ἅγιον Πνεῦμα, ἀφίστασθαι δὲ τῆς κοινωνίας τῶν κτίσμα λεγόντων, ὡς φανερῶς βλασφημούντων, ἐκείνου διωμολογημένου. Ἀναγκαία γὰρ ἡ ἐπισημείωσις διὰ τοὺς συκο φάντας· ὅτι οὔτε ἀγέννητον λέγομεν τὸ Πνεῦμα τὸ ἅγιον· ἕνα γὰρ οἴδαμεν ἀγέννητον καὶ μίαν τῶν ὄν των ἀρχὴν τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι στοῦ· οὔτε γεννητόν. Ἕνα γὰρ Μονογενῆ ἐν τῇ παραδόσει τῆς πίστεως δεδιδάγμεθα, τὸ δὲ Πνεῦμα τῆς
col. 809–810page 396 of 677
PG 130:809ἀληθείας ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι διδαχθέντες, ἐκ τοῦ Θεοῦ εἶναι ὁμολογοῦμεν ἀκτίστως. ἀναθεματίζειν δὲ χρὴ καὶ τοὺς λειτουργικὸν λέγοντας τὸ Πνεῦμα τὸ ἅγιον, ὡς διὰ τῆς φωνῆς ταύτης εἰς τὴν τοῦ κτίσματος καταγαγόντας τάξιν. Τὰ γὰρ λειτουργικὰ πνεύματα κτίσματα ἡμῖν ἡ Γραφὴ παρέδωκεν εἰποῦσα, ὅτι πάντες εἰσὶ λειτουργικά πνεύματα εἰς διακονίαν ἀποστελλόμενα. Διὰ δὲ τοὺς πάντα φύροντάς, καὶ μὴ φυλάσσοντας τὴν ἐν τοῖς Εὐαγγελίοις διδασκαλίαν ἀναγκαῖόν ἐστι καὶ τοῦτο προδιαστείλασθαι, ὅτι φεύγειν δεῖ καὶ τοὺς τὴν ἀκολουθίαν, ἣν παρέδωκεν ἡμῖν ὁ Κύριος, ἐναμείβοντας, ὡς φανε ρῶς μαχομένους τῇ εὐσεβείᾳ, καὶ Υἱὸν μὲν προτάσ σοντας τοῦ Πατρὸς, Υἱοῦ δὲ τὸ Πνεῦμα τὸ ἅγιον προτιθέντας. Ἀκίνητον γάρ, καὶ ἀπαρεγχείρητον φυλάσσειν τὴν ἀκολουθίαν, ἣν ἐξ αὐτῆς τῆς φωνῆς τοῦ Κυρίου παρελάβομεν, εἰπόντος, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Τοῦ αὐτοῦ ἐκ τοῦ γ' πρὸς Εὐνόμιον ἀντιῤῥητικοῦ λόγου. Δύο λεγομένων πραγμάτων, θεότητός τε καὶ κτίσεως, καὶ δεσποτείας καὶ δουλείας, καὶ ἁγιαστικῆς δυνάμεως, καὶ τῆς ἁγιαζομένης, τῆς τε ἐκ φύσεως ἐχούσης τὴν ἀρετὴν καὶ τῆς ἐκ προαιρέσεως κατορθούσης, ἐν ποίᾳ μερίδι τὸ Πνεῦμα τάξομεν; Ἐν τοῖς ἁγιαζομένοις; ἀλλ᾽ αὐτό ἐστιν ἁγιασμός. Ἀλλ᾽ ἐν τοῖς ἐξ ἀνδραγαθημάτων τὴν ἀρετὴν κτωμένοις; ἀλλὰ φύσει ἐστὶν ἀγαθόν. Ἀλλ᾽ ἐν τοῖς λειτουργικοῖς; ἀλλ᾿ ἕτερά εἰσι λειτουργικά πνεύματα πρὸς διακονίαν ἀποστελλόμενα. Οὐ τοίνυν ὁμότιμον ἡμῖν λέγειν αὐτὸ θεμιτόν, τὸ ἡγεμονικόν τῇ φύσει, οὔτε τῇ κτίσει συναριθμεῖν, τὸ τῇ θείᾳ καὶ μακαρία Τριάδι συναριθμούμενον. Ἀρ χαὶ μὲν γὰρ, καὶ ἐξουσίαι, καὶ πᾶσα ἡ τοιαύτη κτίσ σις, ἐκ προσοχῆς καὶ ἐπιμελείας τὸν ἁγιασμὸν ἔχου σαι, οὐκ ἂν εἰκότως φύσει ἅγιαι εἶναι λέγοιντο. Ἐπ ορεγόμεναι γὰρ τοῦ καλοῦ, κατὰ τὴν ἀναλογίαν τῆς πρὸς τὸν Θεὸν ἀγάπης, καὶ τοῦ μέτρου τῆς ἁγιωσύνης μεταλαμβάνουσι. Καὶ ὥσπερ ὁ σίδηρος, ἐν μέσῳ τῷ πυρὶ κείμενος, τὸ μὲν σίδηρος εἶναι οὐκ ἀποδέδωκε, τῇ δὲ σφοδροτάτῃ πρὸς τὸ πῦρ ὁμιλίᾳ ἐκπυρακτωθείς, καὶ πᾶσαν εἰς ἑαυτὸν τὴν τοῦ πυρὸς φύ σιν ὑποδεξάμενος, καὶ χρώματι καὶ ἐνεργίᾳ πρὸς τὸ πῦρ μεταβέβηκεν· οὕτω καὶ αἱ ἅγιαι δυνάμεις ἐκ τῆς πρὸς τὸ φύσει ἅγιον κοινωνίας δι' ὅλης τῆς ἑαυτῶν ὑποστάσεως κεχωρηκυῖαι ἤδη καὶ συμπεφυσιωμένον τὸν ἁγιασμὸν ἔχουσι. Διαφορὰ δὲ αὐταῖς πρὸς τὸ Πνεῦμα τὸ ἅγιον αὕτη, ὅτι τῷ μὲν φύσις ἡ ἁγιωσύνῃ, ταῖς δὲ ἐκ μετουσίας ὑπάρχει τὸ ἁγιάζεσθαι. Οἷς δὲ ἐπισκευαστὸν καὶ ἑτέρωθεν ἐπιδεδομένον ὑπ άρχει τὸ ἀγαθὸν, τῆς μεταπτωτῆς εἰσι φύσεως. Οὐ γὰρ ἂν ἐξέπεσεν ὁ Ἑωσφόρος ὁ πρωὶ ἀνα τέλλων, οὔτε συνετρίβη ἐπὶ τῆς γῆς, εἰ φύσει ὑπῆρ χε τοῦ χείρονος ἀνεπίδεκτος. Πῶς οὖν εὐσεβὲς τῇ
col. 811–812page 397 of 677
PG 130:811κτίσει αὐτὸ συντάττειν, τοσούτων μέτρων διωρισμένον τῆς κτίσεως; Ἡ μὲν γὰρ κτίσις πέφυκεν ἄθλον προ κοπῆς καὶ τῆς πρὸς Θεὸν εὐαρεστήσεως τὸν ἁγι ασμὸν ἔχουσα, φύσει δὲ χρωμένη αὐτεξουσίῳ, καὶ μεταῤῥέπειν ἐφ' ἑκάτερα δυναμένη, πρὸς ἐκλο γὴν τοῦ ἀγαθοῦ καὶ τοῦ χείρονος· τὸ δὲ Πνεῦμα τὸ ἅγιον πηγὴ ἁγιασμοῦ. Καὶ ὥσπερ φύσει ἅγιος ὁ Πατὴρ, καὶ φύσει ἅγιος ὁ Υἱός, οὕτω φύσει ἅγιον καὶ τὸ Πνεῦμα τὸ τῆς ἀληθείας· διὸ καὶ ἐξαι ρέτου καὶ ἰδιαζούσης τῆς τοῦ ἁγίου προσηγορίας ἠξίωται. Εἰ οὖν φύσις αὐτῷ ὁ ἁγιασμός ἐστιν, ὥσπερ Πατρὶ καὶ Υἱῷ, πῶς τρίτης ἐστὶ καὶ ἀλλοτρίας φύσεως; Διὰ τοῦτο γὰρ, οἶμαι, καὶ παρὰ τῷ Ἡσαΐᾳ τὰ Σεραφίμ τρίτον ἐκβοῶντα τὸ ἅγιος ἀναγέγραπται, ὅτι ἐν τρισὶ ταῖς ὑποστάσεσιν ὁ κατὰ φύσιν ἁγιασμός θεωρεῖται. Οὐ τοῦτο δὲ μόνον αὐτῷ κοινὸν πρὸς Πα τέρα καὶ Υἱὸν τὸ τῆς ἁγιωσύνης ὄνομα, ἀλλὰ καὶ αὐ τὴ ἡ τοῦ πνεύματος προσηγορία. Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύμα τι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Καὶ ὁ προφήτης φησί· Πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς Κύριος, οὗ εἴπαμεν· Ἐν τῇ σκιᾷ τῶν πτερύγων αὐτοῦ ζησόμεθα. Καὶ ὁ Ἀπόστολος τὴν τοῦ πνεύ ματος προσηγορίαν ἐπὶ τὸν Κύριον ἀναφέρει λέγων· Ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστιν. Ἐκ δὲ τούτων τῶν τί δῆλον, ὅτι οὐχὶ ἀλλοτρίωσιν τῆς φύσεως, ἀλλ' οἰκείωσιν πρὸς τὸν Πατέρα καὶ Υἱὸν ἡ κοινωνία τῶν ὀνομάτων παρίστησι. Καὶ ἀγαθὸς ὁ Θεὸς εἴρηται, καὶ ἔστιν· ἀγαθὸν δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἐπισκευαστὴν ἔχον τὴν ἀγαθότητα, ἀλλ᾽ ἐκ φύσεως αὐτῷ συνυπάρχουσαν. Ἢ πάντων ἂν εἴη ἀλογώτατον τὸ φύσει ἅγιον μὴ φύσει λέγειν τὴν ἀγαθότητα ἔχειν, ἀλλ' ἐπιγεννηματικὴν· καὶ ἔξωθεν προσγεγενημένην αὐτῷ. Ἐν ᾧ δὲ εἶπεν ὁ Κύριος ὅτι, Ἐγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, καὶ αὐτὸς εἶναι Παράκλητος ἡμῶν ἐνδείκνυται· ὥστε καὶ ἡ τοῦ παρακλήτου προσηγορία οὐ μικρὸν πρὸς ἀπόδειξιν τῆς δόξης τοῦ ἁγίου Πνεύματος συντελεῖ. Καὶ τὰ μὲν ὀνόματα τοιαῦτα τοῦ μεγαλείου τῆς φύσεως ἐνδεικτικά· αἱ δὲ ἐνέργειαι τοῦ ἁγίου Πνεύ ματος οἷαι; Τῷ λόγῳ τοῦ Κυρίου, φησίν, οἱ οὐ ρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στό ματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Ὡς τοίνυν ὁ Θεός Λόγος δημιουργός ἐστι τῶν οὐρανῶν, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον τὸ στερεὸν καὶ πάγιον τῆς ἀρε τῆς παρέχεται ταῖς οὐρανίαις δυνάμεσι. Καὶ πά λιν ὁ Ἰώβ· Πνεῦμα Κυρίου τὸ ποιῆσαν με· οὐκ ἐπὶ τῆς δημιουργίας, ὡς οἶμαι, ἀλλ᾽ ἐπὶ τῆς κατά τὴν ἀνθρωπείαν ἀρετὴν τελειώσεως λέγων. Ὁ καὶ Ἡσαΐας ἐκ προσώπου Κυρίου διαλεγόμενος, κατὰ τὸ ἀνθρώπινον αὐτοῦ δηλονότι, Κύριος ἀπέσταλκέ με, φησί, καὶ τὸ Πνεῦμα αὐτοῦ. Καὶ πάλιν ὁ ψαλμός, δι' ὅλων κεχωρηκέναι δύναμιν τοῦ Πνεύματος παρ
col. 813–814page 398 of 677
PG 130:813ιστᾶς, Ποῦ πορευθῶ, φησί, καὶ ἀπὸ τοῦ Πνεύ­ματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύ­γω; Αἱ δὲ εἰς ἡμᾶς ἀπ' αὐτοῦ φθάνουσαι εὐεργεσίαι ὁποῖαί τινές εἰσι καὶ ἡλίκαι; Ὥσπερ αὐτὸς ὁ Κύριος ἔδωκεν ἐξουσίαν τοῖς δεξαμένοις αὐτὸν τέκνα Θεοῦ γενέσθαι, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον Πνεῦμα υἱοθεσίας ἐστί. Καὶ ὥσπερ διδάσκαλός ἐστιν ἀληθινὸς ὁ Κύριος ἡμῶν κατὰ τὸ εἰρημένον· Ὑμεῖς δὲ μὴ καλέσατε διδάσκαλον ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γὰρ καθηγητὴς ὑμῶν ἐστιν ὁ Χριστός· οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον διδάσκειν πάντας τοὺς εἰς τὸ ὄνομα τοῦ Κυρίου πεπιστευκότας, ὑπ' αὐτοῦ τοῦ Κυρίου μεμαρτύρηται, εἰπόντος· Ὁ δὲ Παράκλητος τὸ Πνεῦμα τὸ ἅγιον ὁ πέμψει ὁ Πατήρ, ἐκεῖνος ὑμᾶς διδάξει πάντα. Καὶ ὥσπερ διαιρεῖν τὰ ἐνεργήματα εἰς τοὺς ἀξίους τῆς ὑποδοχῆς τῶν ἐνεργημάτων ὁ Πατὴρ λέγεται, καὶ διαιρεῖν τὰς διακονίας ὁ Υἱὸς ἐν τοῖς τῆς διακονίας ἀξιώμασιν· οὕτω διαιρεῖν καὶ τὰ χαρίσματα τὸ Πνεῦμα τὸ ἅγιον εἰς τοὺς ἀξίους τῆς τῶν χαρισμάτων ὑποδοχῆς μαρτυρεῖται. Διαιρέσεις γὰρ χαρισμάτων εἰσὶν, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεός ἐστιν ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. Ὁρᾷς πῶς καὶ ἐνταῦθα ἡ τοῦ ἁγίου Πνεύματος ἐνέργεια συντεταγμένη ἐστὶ τῇ Πατρὸς καὶ Υἱοῦ ἐνεργείᾳ; Εἶτα καὶ ἐκ τοῦ ἐπαγομένου μειζόνως τὸ θεῖον τῆς φύσεως τοῦ ἁγίου Πνεύματος φανεροῦται. Τί γάρ φησι; Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. Οὐδὲν ἕτερον ἢ αὐθεντικὴν καὶ δεσποτικὴν ἐξουσίαν αὐτῷ μαρτυρεῖ. Διόπερ ἐν τῇ Καινῇ Διαθήκῃ οἱ προφῆται κεκράγασι· Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον. Τὸ δὲ ἐρευνῶν τὰ βάθη τοῦ Θεοῦ, πόθεν τῷ Πνεύματι πρόσεστιν; Ὥσπερ, φησὶν, οὐδεὶς οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ· οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. ὡς γὰρ οὐδεὶς ἀλλότριος οὐδὲ ξένος τοὺς ἔνδον λογισμοὺς ἐποπτεύειν δύναται τῆς ψυχῆς, οὕτω δηλονότι, καὶ εἴ τι τῶν ἀπορρήτων κοινωνεῖ τῷ Θεῷ, οὐκ ἀλλότριον αὐτοῦ, οὐδὲ ξένον, διερευνᾷν τὰ βάθη τῶν κριμάτων τοῦ Θεοῦ δύναται. Εἶτα καὶ ἡ ζωὴ ἡμῖν ἀπὸ τοῦ Θεοῦ διὰ Χριστοῦ ἐν ἁγίῳ Πνεύματι χορηγεῖται. Ζωοποιεῖ μὲν γὰρ ὁ Θεός, ὥς φησι Παῦλος· Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα· ζωὴν δὲ δίδωσιν ὁ Χριστός· Τὰ πρόβατα γάρ, φησί, τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι, καὶ ἐγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς. Ζωοποιούμεθα δὲ διὰ Πνεύματος, ὡς φησι Παῦλος· Ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν. Ἀλλ' ὁ πάντα τολμηρὸς οὗτος, καὶ μὴ ὑποπτήσας τὸν ἐπηρτημένον κίνδυνον τοῖς τολμῶσι βλάσφημόν τι ῥῆμα εἰς τὸ Πνεῦμα τὸ ἅγιον ἀποφθέγξασθαι, ἀμέτοχον αὐτὸ θεότητος ἀποφαίνεται, γράφων οὕτω περὶ τοῦ Πνεύματος·
col. 815–816page 399 of 677
PG 130:815ΕΥΝ. Τρίτον τάξει καὶ φύσει, προστάγματι μὲν τοῦ Πατρὸς, ἐνεργείᾳ δὲ τοῦ Υἱοῦ γενόμενον, τρίτῃ χώρᾳ τιμώμενον, ὡς πρῶτον καὶ μεῖζον ἀπάν των, καὶ μόνον τοιοῦτον τοῦ Μονογενοῦς ποίημα, θεότητος καὶ δημιουργικῆς δυνάμεως ἀπολειπόμενον. ΒΑΣ. Ὁ δὲ τοῦτο λέγων ἔοικε μηδὲ τὴν θεότητα πεπιστευκέναι ἐν ἡμῖν οἰκεῖν, τοῦ Ἰωάννου λέ γοντος περὶ Θεοῦ· Ἐκ τούτου γινώσκομεν, ὅτι ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ Πνεύματος οὗ ἡμῖν ἔδωκε· καὶ τοῦ Ἀποστόλου· Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; καὶ πάλιν· Ἐν ᾧ ἡ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ, ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι. Εἰ τοίνυν ἐν ἡμῖν ὁ Θεὸς ἐνοικεῖν λέγεταιδιὰ τοῦ Πνεύματος, πῶς οὐχὶ φανερᾶς ἀσεβείας ἐστὶν αὐτὸ τὸ Πνεῦμα λέγειν ἀμέτοχον τῆς θεότητος; Καὶ εἰ θεοὺς ὀνομάζομεν τοὺς κατ' ἀρετὴν τελείους, ἡ δὲ τελείωσις διὰ τοῦ Πνεύματος, πῶς τὸ ἑτέρους θεο ποιοῦν αὐτὸ τῆς θεότητος ἀπολείπεται; Ἀλλὰ μὴν οὐδὲ εὐσεβὲς, ὥσπερ ἐπὶ τῶν ἀνθρώπων, οὕτω καὶ ἐπὶ τοῦ Πνεύματος, μεθεκτὴν λέγειν αὐτοῦ τὴν θεό τητα τετιμῆσθαι, καὶ οὐχὶ φύσει αὐτῷ συνυπάρχειν. Ὁ γὰρ χάριτι θεοποιούμενος τῆς μεταπτωτῆς ἐστι φύσεως, ἐξ ἀπροσεξίας ποτὲ καὶ ἀποῤῥεούσης τοῦ κρείττονος. Τοῦτο δὲ σαφῶς μάχεται τῇ παρα δόσει τοῦ σωτηρίου βαπτίσματος. Πορευθέντες, φησί, βαπτίζετε εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Ἔστι γὰρ τὸ βά πτισμα σφραγὶς τῆς πίστεως, ἡ δὲ πίστις θεότητος συγκατάθεσις. Πιστεῦσαι γὰρ δεῖ πρότερον, εἶτα τῷ βαπτίσματι ἐπισφραγίσασθαι. Τὸ δὲ βάπτισμα ἡμῶν ἐστι κατὰ τὴν τοῦ Κυρίου παράδοσιν, εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος· οὐδενὶ κτίσματος, οὐδὲ δούλου Πατρὶ καὶ Υἱῷ συντεταγμένου, ὡς τῆς θεότητος ἐν Τριάδι συμπληρουμένης. Τὸ δὲ ἔξω τούτων ὁμόδουλον ἅπαν ἐστὶ, κἂν τὰ μά λιστα ὑπερβολαῖς ἀξιωμάτων ἄλλα ἄλλων προτετιμημένα τυγχάνῃ. Καὶ μή μοι πάλιν τὰ σοφὰ ταῦτα· ΕΥΝ. Ἐὰν μὴ κτίσμα ἐστὶν, οὐκοῦν γέννημα, ἀγέννητον. Εἷς δὲ ἄναρχος Θεὸς καὶ ἀγέννητος. Οὔτε μὴν γέννημα. Λείπεται οὖν κτίσμα καὶ ποίημα αὐτὸ ὀνομάζεσθαι. ΒΑΣ. Ἐγὼ δὲ, εἰ μὲν πάντα διωριζόμην κατα ληπτὰ ἡμῶν εἶναι τῇ γνώσει, ᾐσχύνθην ἂν ἴσως ὁμο λογῆσαι τὴν ἄγνοιαν· νῦν δὲ μυρία οὐ τῶν ἐν τῷ μέλλοντι αἰῶνι ἀποκειμένων ἡμῖν μόνον, οὔτε τῶν νῦν ὄντων ἐν τοῖς οὐρανοῖς ἀποκέκρυπται, ἀλλ' οὔτε τῶν ὑπαρχόντων ἡμῖν ἐν τῷ σώματι τρανὴ καὶ ἀναν τίῤῥητός ἐστιν ἡ κατάληψις. Οἷον ἀμέλει περὶ τῆς ὄψεως, πότερον εἰσδεχόμενοι τὰς εἰκόνας τῶν ὁρατῶν, οὕτω τὰς ἀντιλήψεις ποιούμεθα· καὶ πῶς ὁρῶν τε παμμεγεθῶν, γῆς τε ἀπλέτου, καὶ ἀπείρου θαλάσσης, ἔτι δὲ καὶ αὐτοῦ τοῦ οὐρανοῦ ἡ εἰκὼν τῷ βραχεῖ μέτρῳ τῆς κόρης ἡμῶν περιέχεται· ἢ ἐκπέμποντές τι παρ' ἑαυτῶν, καὶ προσπελάζοντος τούτου τοῖς ὁρατοῖς, οὕτως αὐτῶν τὴν αἴσθησιν ἔχομεν, καὶ τί ἐστι τοῦτο καὶ πόσον, ὥστε γῇ καὶ θαλάσσῃ ἐξαρκεῖν
col. 817–818page 400 of 677
PG 130:817ἐφαπλούμενον, καὶ περᾷν μὲν τὸν μεταξὺ γῆς καὶ οὐρανοῦ τόπον, αὐτῷ τε προσβάλλειν τῷ οὐρανῷ τοσούτῳ τάχει κινούμενον, ὥστε ἐν ἴσῳ χρόνῳ τό τε περικείμενον σῶμα, καὶ τοὺς ἐν οὐρανῷ ἀστέρας καταμανθάνεσθαι. Καὶ τί δεῖ τἄλλα λέγειν; αὐτὰ τὰ τοῦ νοῦ κινήματα, πότερον κτίζειν ἢ γεννᾶν πέφυκεν ἡ ψυχή, τίς ἂν ἀκριβῶς εἴποι; Τί οὖν θαυμαστὸν καὶ περὶ τοῦ ἁγίου Πνεύματος ἀναισχύντως ἡμᾶς τὴν ἄγνοιαν ὁμολογεῖν; τὴν μέντοι ἀναντιῤῥήτως αὐτῷ προσμαρτυρουμένην δοξολογίαν ἀποδιδόναι; Ὅτι μὲν γὰρ ὑπὲρ τὴν κτίσιν ἐστὶν, ἱκανῶς ἡμῖν παρίστησι τὰ διὰ τῶν Γραφῶν παραδιδόμενα, ἐπειδή γε ἀδύνατον τῆς αὐτῆς εἶναι φύσεως τό τε ἁγιάζον καὶ τὰ ἁγιαζόμενα, τὸ διδάσκον καὶ τὰ διδασκόμενα, τὸ ἀποκαλύπτον καὶ τὰ τῆς ἀποκαλύψεως προσδεόμενα. Ἀγέννητον δὲ οὐδεὶς οὕτως ἔξω παντελῶς ἐστι τοῦ φρονεῖν, ὥστε τολμῆσαι ἕτερον πλὴν τοῦ Θεοῦ τῶν ὅλων προσαγορεῦσαι, ἀλλὰ μὴν οὐδὲ Υἱόν, τῷ ἕνα εἶναι τὸν Μονογενῆ. Τί οὖν αὐτὸ χρὴ καλεῖν; Πνεῦμα ἅγιον, καὶ Πνεῦμα Θεοῦ, καὶ Πνεῦμα ἀληθείας, ἀποστελλόμενον παρὰ Θεοῦ, διὰ Υἱοῦ χορηγούμενον, οὐ δοῦλον, ἀλλ᾽ ἅγιον, ἀγαθὸν, ἡγεμονικόν· Πνεῦμα ζωοποιοῦν, Πνεῦμα υἱοθεσίας, ἐπιστάμενον πάντα τὰ τοῦ Θεοῦ. Οὕτω δὴ καὶ ἐν τῇ Τριάδι ὁ τῆς μονάδος διασωθήσεται λόγος, ἕνα μὲν Πατέρα ὁμολογούντων, καὶ ἕνα Υἱόν, καὶ ἓν Πνεῦμα ἅγιον. Κομίζουσι δὲ ἀποδείξεις, πρὸς τὸ κτίσμα εἰρῆσθαι τὸ Πνεῦμα τὸ ἅγιον, μίαν μὲν ἐκ τοῦ προφήτου λέγοντος· Ὁ στερεῶν βροντήν, καὶ κτίζων πνεῦμα· ἑτέραν δὲ τὴν ἐκ τοῦ Εὐαγγελίου ὅτι, Πάντα δι' αὐτοῦ ἐγένετο. Ἡμεῖς δὲ τὸν προφητικὸν λόγον οὐκ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ᾽ εἰς τὴν κοινὴν ταύτην πνοήν, τὸ τοῦ ἀέρος πνεῦμα, πεπείσμεθα φέρειν. Δῆλον δὲ ἐκεῖθεν. Οὐ γὰρ εἶπεν, Ὁ κτίσας πνεῦμα, ἀλλ᾽ Ὁ κτίζων πνεῦμα. Ὡς γὰρ ἡ βροντὴ οὐκ ἐν ὑποστάσει τινὶ ἐστι σωματικῇ ἅπαξ κτισθεῖσα, ἀλλ' ἀεὶ πρὸς τὸ τοῦ Θεοῦ βούλημα ἐπὶ φόβῳ τῶν ἀνθρώπων ἐνεργουμένη γίνεσθαι καὶ διαλύεσθαι πέφυκεν, οὕτω καὶ τὸ πνεῦμα νῦν μὲν γίνεται δίκην ποταμοῦ ῥέοντος τοῦ ἀέρος· πάλιν δὲ παύεται ἀτρεμοῦντος τοῦ πρότερον κινουμένου, κατὰ τὸ βούλημα τοῦ τὰ πάντα ἐπὶ σωτηρίᾳ καὶ συστάσει τῶν ὅλων οἰκονομοῦντος· ὥστε διὰ πάσης τῆς κτίσεως, ἔκ τε βροντῶν καὶ ἀνέμων καὶ τῆς λοιπῆς δημιουργίας τὸν δημιουργὸν ἀναγγέλλεσθαι. Διόπερ μετὰ τὸ εἰπεῖν Ὁ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, φησίν· καὶ ἀπαγγέλλων τοῖς ἀνθρώποις τὸν Χριστὸν αὐτοῦ. Ὡς γὰρ οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ τοῖς δυναμένοις ἐξ αὐτῶν τὴν τοῦ δημιουργοῦ τέχνην ἀναλογίζεσθαι, οὕτω καὶ βροντῆς ἦχοι, καὶ πνευμάτων κινήσεις, τὸν δημιουργὸν αὐτῶν ἀνακηρύττουσι. Τάχα δ' ἂν τοῦτο καὶ προφητεία εἴη, πρὸς τὴν ἐνανθρώπησιν τοῦ Κυρίου φέρουσα· ὅτε ἡ μὲν φωνή, ἡ γενομένη ἐξ οὐρανοῦ, βροντὴ ἐδόκει τοῖς ἀκούσασιν εἶναι, ἥντινα ἀφῆκεν ὁ Θεὸς καὶ Πατήρ, ὥστε δι' αὐτῆς ἀναγγεῖλαι
col. 819–820page 401 of 677
PG 130:819τὸν Χριστὸν τοῖς ἀνθρώποις· τὰ δὲ πνεύματα τά κινούμενα, καὶ τὴν θάλασσαν συνταράσσοντα, εἶτε κοπάσαντα τῷ προστάγματι τοῦ Κυρίου, σαφῶς καὶ αὐτὰ ἀνήγγειλε τοῖς ἀνθρώποις τὸν Χριστὸν αὐτοῦ. Τὸ δὲ, Πάντα δι᾽ αὐτοῦ ἐγένετο, οὐδαμῶς ἡμῖν κτι στὸν εἶναι τὸ Πνεῦμα τὸ ἅγιον παρίστησιν, ὡς συν αριθμουμένου τοῖς πᾶσι τοῦ Πνεύματος. Εἰ γὰρ ἓν Πνεῦμα ἅγιον καὶ μόνον, πῶς ὁ τῆς μοναδικῆς ἐστι φύσεως, τοῖς πᾶσι συμπαραλαμβάνεσθαι δύναται; Καὶ μηδεὶς οἰέσθω ἀθέτησιν εἶναι τῆς ὑποστάσεως τὴν ἄρνησιν τοῦ κτίσμα εἶναι τὸ Πνεῦμα. Εὐσεβοῦς γάρ ἐστι διανοίας τὰ ἀποσιωπηθέντα ἐν ταῖς ἁγίαις Γραφαῖς εὐλαβεῖσθαι ἐπιφημίζειν τῷ ἁγίῳ Πνεύματι, πεπεῖσθαι δὲ τὴν ἐμπειρίαν αὐτοῦ καὶ ἀκριβῆ κατά ληψιν εἰς τὸν ὕστερον ἡμῖν ἀποκεῖσθαι αἰῶνα, ὅταν, διαβάντες τὸ δι᾽ ἐσόπτρου καὶ αἰνίγματος ὁρᾶν τὴν ἀλήθειαν, τῆς πρὸς πρόσωπον θεωρίας ἀξιω θῶμεν. Ἔτι περὶ τοῦ ἁγίου Πνεύματος κατὰ τῶν Πνευματομάχων, τοῦ ἁγίου Γρηγορίου τοῦ Θεολόγου ἐκ τοῦ περὶ τοῦ ἁγίου Πνεύματος λόγου. Εἰ ἦν ὅτε οὐκ ἦν ὁ Πατήρ, ἦν ὅτε οὐκ ἦν ὁ Υἱός. Εἰ ἦν ὅτε οὐκ ἦν ὁ Υἱός, ἦν ὅτε οὐδὲ τὸ Πνεῦ μα τὸ ἅγιον. Εἰ τὸ ἓν ἦν ἀπ᾽ ἀρχῆς, καὶ τὰ τρία ἦν. Εἰ τὸ ἓν κάτω βάλλεις, τολμῶ, καὶ λέγω, μηδὲ τὰ δύο θῇς ἄνω. Τίς γὰρ ἀτελοῦς θεότητος ὄνησις; Μάλλον δὲ τίς θεότης, εἰ μὴ τελεία; Τελεία δὲ πῶς, ᾗ λείπει τι πρὸς τελείωσιν; Λείπει δέ πως, μὴ ἐχούσῃ τὸ ἅγιον. Ἔχοι δ᾽ ἂν πῶς, μὴ τοῦτο ἔχουσα; Εἰ γὰρ ἄλλη τις παρὰ τοῦτο ἡ ἁγιότης, καὶ ἥτις αὕτη νοεῖται, λεγέτω τις· ἢ εἴπερ ἡ αὐτή, πῶς οὐκ ἀπ᾽ ἀρχῆς; ὥσπερ ἄμεινον δὲ τῷ Θεῷ, εἶναι ποτε ἀτελεῖ, καὶ δίχα τοῦ Πνεύματος. Εἰ μὴ ἀπ᾽ ἀρχῆς ἦν, μετ᾽ ἐμοῦ τέτακται, καὶ εἰ μι κρὸν πρὸ ἐμοῦ· χρόνῳ γὰρ ἀπὸ Θεοῦ τεμνόμεθα. Εἰ τέτακται μετ᾽ ἐμοῦ, πῶς ἐμὲ ποιεῖ θεόν; ἢ πῶς συνάπτει θεότητι; Ἐκ τοῦ αὐτοῦ λόγου. Τὸ Πνεῦμα τὸ ἅγιον Σαδδουκαῖοι μὲν οὐδὲ εἶναι τὸ παράπαν ἐνόμισαν· οὐδὲ γὰρ ἀγγέλους, οὐδὲ ἀνάστασιν· οὐκ οἶδ᾽ ὅθεν τὰς τοσαύτας περὶ αὐτοῦ μαρτυρίας ἐν τῇ Παλαιᾷ διαπτύσαντες. Ἑλλήνων δὲ οἱ θεολογικώτεροι, καὶ μᾶλλον ἡμῖν προσεγγίσαντες, ἐφαντάσθησαν μέν, ὡς ἐμοὶ δοκεῖ· περὶ δὲ τὴν κλῆσιν διηνέγ θησαν, νοῦν τοῦ παντὸς, καὶ τὸν θύραθεν νοῦν, καὶ τὰ τοιαῦτα προσαγορεύσαντες. Τῶν δὲ καθ᾽ ἡμᾶς σοφῶν, οἱ μὲν ἐνέργειαν τοῦτο ὑπέλαβον, οἱ δὲ κτίσμα, οἱ δὲ Θεόν, οἱ δὲ οὐκ ἔγνωσαν ὁπότερον τούτων, αἰδοῖ τῆς Γραφῆς, ὥς φασιν, ὡς οὐδὲν ἕτερον σαφῶς δηλωσάσης. Καὶ διὰ τοῦτο, οὔτε σέβουσιν, οὔτε ἀτιμάζουσι, μέσως πως περὶ αὐτοῦ διακείμενοι, μᾶλλον δὲ καὶ λίαν ἀθλίως. Καὶ τῶν Θεὸν ὑπειληφότων, οἱ μὲν ἄχρι
col. 821–822page 402 of 677
PG 130:821διανοίας εἰσὶν εὐσεβεῖς, οἱ δὲ τολμῶσιν εὐσεβεῖν καὶ τοῖς χείλεσιν. Ἄλλων δὲ ἤκουσα μετρούντων θεότητα σοφωτέρων· οἱ τρία μὲν εἶναι καθ' ἡμᾶς ὁμολογοῦσι τὰ νοούμενα, τοσοῦτον δὲ ἀλλήλων διέστησαν, ὡς τὸ μὲν, καὶ οὐσίᾳ καὶ δυνάμει ποιεῖν ἀόριστον· τὸ δὲ, δυνάμει μὲν, οὐκ οὐσίᾳ δέ· τὸ δὲ ἀμφοτέροις περιγραπτόν· ἄλλον τρόπον μιμούμενοι, τοὺς δη μιουργόν, καὶ συνεργόν, καὶ λειτουργὸν ὀνομάζοντας, καὶ τὴν ἐν τοῖς ὀνόμασι τάξιν καὶ χάριν, τῶν πρα γμάτων ἀκολουθίαν εἶναι νομίζοντας. Ἡμῖν δὲ πρὸς μὲν τοὺς οὐδὲ εἶναι ὑπειληφότας, οὐδεὶς λόγος, ἢ τοὺς ληροῦντας ἐν Ἕλλη σιν. Μηδὲ γὰρ ἁμαρτωλῶν· ἐλαίῳ πιανθείημεν εἰς τὸν λόγον. Πρὸς δὲ τοὺς ἄλλους οὕτω διαλεξόμεθα· τὸ Πνεῦμα τὸ ἅγιον, ἢ τῶν καθ' ἑαυτὸ ὑφεστηκότων, πάντως ὑποθετέον, ἢ τῶν ἐν ἑτέρῳ θεωρουμένων· ὧν τὸ μὲν, οὐσίαν καλοῦσιν οἱ περὶ ταῦτα δεινοί, τὸ δὲ, συμβεβηκός. Εἰ μὲν οὖν συμβέβηκεν, ἐνέργεια τοῦτο ἂν εἴη Θεοῦ. Τί γαρ ἕτερον, ἢ τίνος; τοῦτο γὰρ πως μᾶλλον, καὶ φεύ γει σύνθεσιν. Καὶ εἰ ἐνέργεια, ἐνεργηθήσεται δηλονότι, οὐκ ἐνεργήσει, καὶ ὁμοῦ τῷ ἐνερ γηθῆναι, παύσεται. Τοιοῦτον γὰρ ἡ ἐνέργεια. Πῶς οὖν ἐνεργεῖ, καὶ τάδε λέγει, καὶ ἀφορίζει, καὶ λυ πεῖται, καὶ παροξύνεται, καὶ ὅσα κινουμένου σαφῶς ἐστιν, οὐ κινήσεως; Εἰ δὲ οὐσία τις, οὐ τῶν περὶ τὴν οὐσίαν, ἤτοι κτίσμα ὑποληφθήσεται, ἢ Θεός· μέσον γάρ τι τούτων, ἤτοι μηδετέρου μετέχον, ἢ ἐξ ἀμφοῖν σύνθετον, οὐδ' ἂν οἱ τοὺς τραγελάφους πλάτ τοντες ἐννοήσαιεν. Ἀλλ' εἰ μὲν κτίσμα, πῶς εἰς αὐτὸ πιστεύομεν, ἢ ἐν αὐτῷ τελειούμεθα; οὐ γὰρ ταὐτόνἐστι πιστεύειν εἰς τι, καὶ περὶ αὐτοῦ πιστεύειν. μὲν γὰρ ἐστι θεότητος, τὸ δὲ παντὸς πράγματος. Εἰ δὲ Θεὸς, ἀλλ' οὐ κτίσμα, οὐδὲ ποίημα, οὐδὲ σύν δουλον, οὐδ' ὅλως τὶ τῶν ταπεινῶν ὀνομάτων. Ἐνταῦθα σὸς ὁ λόγος, αἱ σφενδόναι πεμπέσθωσαν, οἱ συλλογισμοὶ πλεκέσθωσαν. Ἢ ἀγέννητον πάν τως, ἢ γεννητόν. Καὶ εἰ μὲν ἀγέννητον, δύο τὰ ἄναρχα. Εἰ δὲ γεννητόν, ὑποδιαίρει πάλιν· ἢ ἐκ τοῦ Πατρὸς τοῦτο, ἢ ἐκ τοῦ Υἱοῦ. Καὶ εἰ μὲν ἐκ τοῦ Πατρὸς, Υἱοὶ δύο καὶ ἀδελφοί. Σὺ δέ μοι πλάττε καὶ διδύμους, εἰ βούλει, ἢ τὸν μὲν πρεσβύτερον, τὸν δὲ νεώτερον· ἐπειδὴ λίαν εἶ φιλοσώματος. Εἰ δὲ ἐκ τοῦ Υἱοῦ, πέφηνε, φησί, καὶ υἱωνὸς ἡμῖν Θεός· οὗ τί ἂν γένοιτο παραδοξότερον; ταῦτα μὲν οὖν οἱ σοφοὶ τοῦ κακοποιῆσαι, τὰ δὲ ἀγαθὰ γράφειν οὐ θέλοντες. Ἐγὼ δὲ εἰ μὲν δώρων ἀναγκαίαν τὴν διαίρεσιν, ἐδεξάμην ἂν τὰ πράγματα, οὐ φοβηθεὶς τὰ ὀνόματα. Οὐ γὰρ, ἐπειδὴ κατά τινα σχέσιν ὑψηλοτέραν Υἱὸς ὁ Υἱός, οὐ δυνηθέντων ἡμῶν ἄλλως, ἢ οὕτως ἐνδείξασθαι τὸ ἐκ
col. 823–824page 403 of 677
PG 130:823ἀναγκαῖον εἶναι τὰς κάτω κλήσεις, καὶ τῆς ἡμετέρας συγγενείας, μεταφέρειν ἐπὶ τὸ θεῖον. Ἢ τάχα ἂν σύ γε καὶ ἄῤῥενα τὸν Θεὸν ἡμῖν ὑπολάβοις, κατὰ τὸν λόγον τοῦτον, ὅτι Θεὸς ὀνομάζεται, καὶ Πατήρ; καὶ θῆλύ τι τὴν θεότητα, ὅσον ἐπὶ ταῖς κλήσεσι, καὶ τὸ Πνεῦμα οὐδέτερον, ὅτι μὴ γεννητικόν; εἰ δέ σοι καὶ τοῦτο παιχθείη, τῇ ἑαυτοῦ θελήσει τὸν Θεὸν συγγενόμενον, κατὰ τοὺς παλαιοὺς λήρους καὶ μύθους, γεννήσασθαι τὸν Υἱὸν, εἰσήχθη τις ἡμῖν καὶ Μαρκίωνος, καὶ Βαλεντίνου Θεὸς ἀῤῥενόθηλυς, τοῦ τοὺς καινοὺς αἰῶνας ἀνατυπώσαντος. Ἐπεὶ δέ σου τὴν πρώτην διαίρεσιν οὐ δεχόμεθα, τὴν μηδὲν ἀγεννήτου καὶ γεννητοῦ μέσον ὑπολαμβάνουσαν, αὐτίκα οἰχήσονταί σοι μετὰ τῆς σεμνῆς διαιρέσεως οἱ ἀδελφοὶ καὶ οἱ υἱωνοί, ὥσπερ τινὸς δεσμοῦ πολυπλόκου τῆς πρώτης ἀρχῆς διαλυθείσης, συνδιαλυθέντες, καὶ τῆς θεολογίας ὑποχωρήσαντες. Ποῦ γὰρ θήσεις τὸ ἐκπορευτόν, εἰπέ μοι, μέσον ἀναφανὲν τῆς σῆς διαιρέσεως, καὶ παρὰ κρείσσονος ἢ κατὰ σὲ θεολόγου, τοῦ Σωτῆρος ἡμῶν, εἰσαγόμενον; Εἰ μὴ τὴν φωνὴν ἐκείνην τῶν σῶν ἐξεῖλες Εὐαγγελίων, διὰ τὴν τρίτην σου Διαθήκην, τὸ Πνεῦμα τὸ ἅγιον, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται· ὃ καθ᾽ ὅσον μὲν ἐκεῖθεν ἐκπορεύεται, οὐ κτίσμα· καθ' ὅσον δὲ οὐ γεννητόν, οὐχ Υἱός· καθ' ὅσον δὲ ἀγεννήτου καὶ γεννητοῦ μέσον, Θεός. Καὶ σου τὰς τῶν συλλογισμῶν ἄρκυς διαφυγών, ἀναπέφηνε, τῶν σῶν διαιρέσεων. Τίς οὖν ἡ ἐκπόρευσις; Εἰπὲ σὺ τὴν ἀγεννησίαν τοῦ Πατρός, κἀγὼ τὴν γέννησιν τοῦ Υἱοῦ φυσιολογήσω, καὶ τὴν ἐκπόρευσιν τοῦ Πνεύματος, καὶ παραπλήκτισομεν ἄμφω εἰς Θεοῦ μυστήρια παρακύπτοντες· καὶ ταῦτα τίνες; Οἱ μηδὲ τὰ ἐν ποσὶν εἰδέναι δυνάμενοι, μηδὲ ψάμμον θαλασσῶν, καὶ σταγόνας ὑετοῦ, καὶ ἡμέρας αἰῶνος ἐξαριθμεῖσθαι, μὴ ὅτι γε θεοῦ βάθεσιν ἐμβατεύειν, καὶ λόγον ὑπέχειν τῆς οὕτως ἀῤῥήτου καὶ ὑπὲρ λόγον φύσεως. Ἐκ τοῦ αὐτοῦ λόγου. Τί οὖν ἐστι, φησίν, ὃ λείπει τῷ Πνεύματι, πρὸς τὸ εἶναι Υἱόν; Εἰ γὰρ μὴ λεῖπόν τι ἦν, Υἱὸς ἂν ἦν. Οὐ λείπειν φαμέν· οὐδὲ γὰρ ἄλλης Θεός· τὸ δὲ τῆς ἐκφάνσεως, ἵν' οὕτως εἴπω, ἢ τῆς πρὸς ἄλληλα σχέσεως διάφορον, διάφορον αὐτῶν καὶ τὴν κλῆσιν πεποίηκεν. Οὐδὲ γὰρ τῷ Υἱῷ λείπει τι πρὸς τὸ εἶναι Πατέρα (οὐδὲ γὰρ ἔλλειψις ἡ υἱότης), ἀλλ' οὐ παρὰ τοῦτο Πατήρ. Ἢ οὕτω γε καὶ τῷ Πατρὶ λείπει τι πρὸς τὸ εἶναι γένους· οὐ γὰρ Υἱὸς ὁ Πατήρ. Ἀλλ' οὐκ ἐλλείψεως ταῦτά ποθεν, οὐδὲ τῆς κατὰ τὴν οὐσίαν ὑφέσεως· αὐτὸ δὲ τό, Μὴ γεγενῆσθαι, καὶ τὸ γεγενῆσθαι, καὶ τὴν ἐκπορεύεσθαι, τὸν μὲν Πατέρα, τὸν δὲ Υἱὸν, τὴν
col. 825–826page 404 of 677
PG 130:825δὲ τοῦθ' ὅπερ λέγεται, Πνεῦμα ἅγιον προσηγόρευσεν, ἵνα τὸ ἀσύγχυτον σώζηται τῶν τριῶν ὑποστάσεων ἐν τῇ μιᾷ φύσει τε καὶ ἀξίᾳ τῆς θεότητος. Οὔτε γὰρ ὁ Υἱὸς Πατὴρ (εἷς γὰρ Πατήρ), ἀλλ' ὅπερ ὁ Πατήρ· οὔτε τὸ Πνεῦμα Υἱός, ὅτι ἐκ τοῦ Θεοῦ (εἷς γὰρ ὁ Μονογενής), ἀλλ᾽ ὅπερ ὁ Υἱός· ἓν τὰ τρία τῇ θεότητι, καὶ τὸ ἓν τρία ταῖς ἰδιότησιν· ἵνα μήτε τὸ ἓν Σαβέλλιον ᾖ, μήτε τὰ τρία τῆς πονηρᾶς διαιρέσεως. Τί οὖν; Θεὸς τὸ Πνεῦμα; Πάνυ γε. Τί οὖν, ὁμοούσιον; Εἴπερ Θεός. Δὸς οὖν μοι, φησὶν, ἐκ τοῦ αὐτοῦ, τὸ μὲν Υἱόν, τὸ δὲ οὐχ Υἱόν, εἶτα ὁμοούσια, καὶ δέχομαι Θεόν, καὶ Θεόν. Δός μοι καὶ σὺ ἄλλον Θεὸν, καὶ φύσιν Θεοῦ, καὶ δώσω σοι τὴν αὐτὴν Τριάδα μετὰ τῶν αὐτῶν ὀνομάτων τε καὶ πραγμάτων. Εἰ δὲ εἷς ὁ Θεός τε καὶ μία φύσις ἡ ἀνωτάτω, πόθεν παραστήσω σοι τὴν ὁμοίωσιν; Ἢ ζητεῖς πάλιν ἐκ τῶν κάτω καὶ τῶν περὶ σέ; Λίαν μὲν αἰσχρὸν, καὶ οὐκ αἰσχρὸν μόνον, ἀλλὰ καὶ μάταιον ἐπιεικῶς, ἐκ τῶν κάτω τῶν ἄνω τὴν εἰκασίαν λαμβάνειν, καὶ τῶν ἀκινήτων ἐκ τῆς ῥευστῆς φύσεως, καὶ, ὃ φησιν Ἠσαΐας, ἐκζητεῖσθαι τὰ ζῶντα ἐν τοῖς νεκροῖς. Ὅμως δὲ πειράσομαι, σὴν χάριν, κἀντεῦθεν δοῦναί τινα τῷ λόγῳ βοήθειαν. Τὰ μὲν οὖν ἄλλα παρήσειν μοι δοκῶ, πολλὰ ἂν ἔχων ἐκ τῆς περὶ ζώων ἱστορίας εἰπεῖν, τὰ μὲν ἡμῖν γνώριμα, τὰ δὲ τοῖς ὀλίγοις· ὅσα περὶ τὰς τῶν ζώων γενέσεις ἡ φύσις ἐφιλοτεχνήσατο. Γεννᾶσθαι γὰρ λέγεται, οὐκ ἐκ τῶν αὐτῶν τὰ αὐτὰ μόνον, οὐδὲ ἐξ ἑτέρων ἕτερα, ἀλλὰ καὶ ἐξ ἑτέρων τὰ αὐτὰ, καὶ ἐκ τῶν αὐτῶν ἕτερα. Εἰ δὲ πιστὸς ὁ λόγος, καὶ ἄλλος ἐστὶ τρόπος γεννήσεως, αὐτό τι ὑφ' ἑαυτοῦ δαπανώμενον καὶ τικτόμενον. Ἔστι δὲ καὶ ἐξίσταται πως ἑαυτῶν, ἐξ ἄλλων ζώων εἰς ἄλλα μεθιστάμενά τε καὶ μεταποιούμενα, φιλοτιμίᾳ φύσεως. Ἤδη δὲ καὶ τοῦ αὐτοῦ, τὸ μὲν οὐ γέννημα, τὸ δὲ γέννημα, πλὴν ὁμοούσια· ὃ καὶ τῷ παρόντι πως μᾶλλον προσέοικεν. Ἓν δέ τι τῶν ἡμετέρων εἰπὼν, ὃ καὶ πᾶσι γνώριμον, ἐφ᾽ ἕτερον μεταβήσομαι λόγον. Ὁ Ἀδάμ τί ποτε ἦν; Πλάσμα Θεοῦ. Τί δαὶ ἡ Εὔα; Τμῆμα τοῦ πλάσματος. Τί δαὶ ὁ Σήθ; Ἀμφοτέρων γέννημα. Ἆρ' οὖν ταὐτόν σοι φαίνεται πλάσμα, καὶ τμῆμα, καὶ γέννημα; Πῶς οὔ; Ὁμοούσια δὲ ταῦτα, ἢ τί; Πῶς δ᾽ οὔ; Ὁμολόγηται οὖν καὶ τὰ διαφόρως ὑποστάντα τῆς αὐτῆς εἶναι οὐσίας ἐνδέχεσθαι. Λέγω δὲ ταῦτα, οὐκ ἐπὶ τὴν θεότητα φέρων τὴν πλάσιν, ἢ τὴν τομὴν, ἤ τι τῶν ὅσα σώματος (μή μοί τις ἐπιφυέσθω πάλιν τῶν λογομάχων), ἐπεὶ δὲ τούτων θεωρῶν, ὡς ἐπὶ σκηνῆς, τὰ νοούμενα. Οὐδὲ γὰρ οἷόν τε τῶν εἰκαζομένων οὐδὲν πρὸς πᾶσαν ἐξικνείσθαι καθαρῶς τὴν ἀλήθειαν. Καὶ
col. 827–828page 405 of 677
PG 130:827τί ταῦτα, φασίν; Οὐ γὰρ τοῦ ἑνός, τὸ μὲν γέννημα, τὸ δὲ ἄλλο τι. Τί αὖν; Ἡ Εὔα καὶ ὁ Σήθ, οὐχὶ τοῦ αὐτοῦ τοῦ Ἀδάμ; Τίνος γὰρ ἄλλου; Ἢ καὶ ἀμφό τεροι γεννήματα; Οὐδαμῶς. Ἀλλὰ τί; Τὸ μὲν τμή μα, τὸ δὲ γέννημα· καὶ μὴν ἀμφότεροι ταὐτὸν ἀλ λήλοις· ἄνθρωποι γάρ· οὐδεὶς ἀντερεῖ. Ταύτῃ οὖν ἀπομαχόμενος πρὸς τὸ Πνεῦμα, ὡς ἢ γέννημα πάντως, ἢ μὴ ὁμοούσιον, μηδὲ Θεόν, καὶ ἐκ τῶν ἀν θρωπίνων τὸ δυνατὸν λαβὼν τῆς ἡμετέρας ὑπολήψεως; Ἐκ τοῦ αὐτοῦ λόγου. Ἀλλά τίς προσεκύνησε τῷ Πνεύματι, φησίν; τίς ἢ τῶν παλαιῶν, ἢ τῶν νέων; τίς δὲ προσηύξατο; ποῦ δαὶ τὸ χρῆναι προσκυνεῖν ἢ προσ εύχεσθαι γέγραπται; καὶ πόθεν τοῦτο λαβὼν ἔχεις; Τὴν μὲν τελεωτέραν αἰτίαν ἀποδώσομεν ὕστερον, ἡνίκα ἂν περὶ τοῦ ἀγράφου διαλεγώμεθα· νῦν δὲ τοσοῦτον εἰπεῖν ἐξαρκέσει· Τὸ Πνεῦμά ἐστιν ἐν ᾧ προσκυνοῦμεν, καὶ δι' οὗ προσευχόμεθα. Πνεῦμα γὰρ, φησίν, ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐ τόν, ἐν Πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν· καὶ πάλιν· Τὸ γὰρ τί προσευξόμεθα, καθ' ὃ δεῖ, οὐκ οἴδαμεν, ἀλλ' αὐτὸ τὸ Πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις· καί, Προσεύξομαι τῷ Πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· τοῦτ' ἔστιν, ἐν νοῒ καὶ Πνεύματι. Τὸ οὖν προσκυνεῖν τῷ Πνεύματι, ἢ προσεύχεσθαι, οὐδὲν ἄλλο εἶναί μοι φαίνεται, ἢ αὐτὸ ἑαυτῷ τὴν εὐχὴν προσάγειν καὶ τὴν προσκύνησιν. Ὅτις οὐκ ἂν ἐπαινέσειε τῶν ἐνθέων, καὶ τῶν εὖ εἰδότων, ὅτι καὶ ἡ τοῦ ἑνὸς προσκύνησις, τῶν τριῶν ἐστι προσκύνησις, διὰ τὸ ἐν τοῖς τρισὶν ὁμότιμον τῆς ἀξίας, καὶ τῆς θεότητος; Καὶ μὴν οὐδὲ ἐκεῖνο φοβηθήσομαι, τὸ πάντα διὰ τοῦ Υἱοῦ γεγονέναι λέγεσθαι, ὡς ἑνὸς τῶν πάντων ὄντος καὶ τοῦ ἁγίου Πνεύματος. Πάντα γὰρ ὅσα γέγονεν, εἴρηται, οὐχ ἁπλῶς ἅπαντα· οὐδὲ γὰρ ὁ Πατήρ, οὐδ' ὅσα μὴ γέγονεν. Δεῖξον ὅτι γέγονε, καὶ τότε τῷ Υἱῷ δός, καὶ τοῖς κτίσμασι συναρίθμησον. Ἕως δ' ἂν μὴ τοῦτο δεικνύῃς, οὐδὲν τῷ περιληπτικῷ βοηθεῖ πρὸς ἀσέβειαν. Εἰ μὲν γὰρ γέγονε, διὰ Χριστοῦ πάντως· οὐδὲ αὐτὸς ἀρ νήσομαι. Εἰ δὲ οὐ γέγονε, πῶς ἢ τῶν πάντων ἕν, ἢ διὰ Χριστοῦ; Παῦσαι οὖν καὶ τὸν Πατέρα κα κῶς τιμῶν κατὰ τοῦ Μονογενοῦς (κακὴ δὲ τιμὴ κτίσμα διδόντα τὸ τιμιώτερον ἀποστερεῖν Υἱόν), καὶ τὸν Υἱὸν κατὰ τοῦ Πνεύματος. Οὐ γὰρ ὁμοδούλου δημιουργός, ἀλλ' ὁμοτίμῳ συνδοξαζόμενος. Μηδὲν μετὰ σεαυτοῦ θῇς τῆς Τριάδος, μὴ τῆς Τριάδος ἐκ πέσῃς. Μηδενὶ περικόψῃς τὴν μίαν ὁμοίως σε βάσμιον. Ὡς ὅτι ἂν τῶν τριῶν καθέλῃς, τὸ πᾶν ἔσῃ καθῃρηκώς, μᾶλλον δὲ τοῦ παντὸς ἐκπεπτωκώς. Βέλ τιον μικρὰν τῆς ἑνώσεως φαντασίαν λαβεῖν, ἢ παν τελῆ τολμῆσαι δυσσέβειαν.
col. 829–830page 406 of 677
PG 130:829Ἔχει δὲ ἡμῖν ὁ λόγος ἀπ' αὐτὸ τὸ κεφάλαιον· καὶ στένω μὲν, ὅτι πάλαι τεθνηκὸς ζήτημα, καὶ τῇ πίστει παραχωρῆσαν, νῦν ἀνακαινίζεται· στῆναι δὲ ὅμως ἀναγκαῖον πρὸς τοὺς λογολέσχας, καὶ μὴ ἐρήμην ἁλῶναι, λόγον ἔχοντας, καὶ συνηγοροῦντας Πνεύματι. Εἰ Θεός, φασὶ, καὶ Θεὸς, καὶ Θεός, πῶς οὐχὶ τρεῖς θεοί; ἢ πῶς οὐ πολυαρχία τὸ δοξαζόμενον; Ταῦτα τίνες; Οἱ τελεώτεροι τὴν ἀσέβειαν, ἢ καὶ οἱ τῆς δευτέρας μερίδος, λέγω δέ τοὺς περὶ τὸν Υἱόν πως εὐγνώμονας. Ὁ μὲν γὰρ κοινός μοι πρὸς ἀμφοτέρους λόγος, ὁ δὲ πρὸς τούτους ἴδιος. Ὁ μὲν οὖν πρὸς τούτους, τοιοῦτος. Τί φατε τοῖς τριθείταις ἡμῖν, οἱ τὸν Υἱόν σέβοντες, εἰ καὶ τοῦ Πνεύματος ἀφεστήκατε; Ὑμεῖς δὲ οὐ διθεῖται; Εἰ μὲν γὰρ ἀρνεῖσθε καὶ τοῦ Μονογενοῦς τὴν προσκύνησιν, σαφῶς τέταχθε μετὰ τῶν ἐναντίων· καὶ τί φιλανθρωπευόμεθα πρὸς ὑμᾶς, ὡς οὐ πάντη νενεκρωμένους; Εἰ δὲ σέβεσθε, καὶ μέχρι τούτου διάκεισθε σωτηρίως, ὑμᾶς ἐρωτήσομεν· Τίς ὁ λόγος τῆς διθεΐας ὑμῖν, ἂν τοῦτο ἐγκαλῆσθε; Εἰ ἔστι λόγος συνέσεως, ἀποκρίθητε, δότε καὶ ἡμῖν ὁδὸν ἀποκρίσεως. Οἷς γὰρ ἂν ὑμεῖς τὴν διθεΐαν ἀποκρούσησθε λόγοις, οὗτοι καὶ ἡμῖν κατὰ τῆς τριθείας ἀρκέσουσιν· καὶ οὕτω νικῶμεν, ὑμῖν τοῖς κατηγόροις συνηγόροις χρώμενοι· ἢ τί γενναιότερον; Ὁ δὲ κοινὸς ἡμῖν πρὸς ἀμφοτέρους τίς ἀγών τε καὶ λόγος; Ἡμῖν εἷς Θεός, ὅτι μία θεότης· καὶ πρὸς ἓν τὰ ἐξ αὐτοῦ τὴν ἀναφορὰν ἔχει, κἂν τρία πιστεύηται. Οὐ γὰρ, τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον Θεός· οὐδὲ τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον· οὐδὲ βουλήσει τέμνεται, οὐδὲ δυνάμει μερίζεται, οὐδέ τι τῶν ὅσα τοῖς μεριστοῖς ὑπάρχει, κανταῦθα λαβεῖν ἔστιν· ἀλλὰ ἀμέριστος ἐν μεμερισμένοις, εἰ δεῖ συντόμως εἰπεῖν, ἡ θεότης· καὶ οἷον ἐν ἡλίοις τρισὶν ἐχομένοις ἀλλήλων, μία τοῦ φωτὸς σύγκρασις. Ὅταν μὲν οὖν πρὸς τὴν θεότητα βλέψωμεν, καὶ τὴν πρώτην αἰτίαν, καὶ τὴν μοναρχίαν, ἓν ἡμῖν τὸ φανταζόμενον· ὅταν δὲ πρὸς τὰ ἐν οἷς ἡ θεότης, καὶ τὰ ἐκ τῆς πρώτης αἰτίας ἀχρόνως ἐκεῖθεν ὄντα καὶ ὁμοδόξως, τρία τὰ προσκυνούμενα. Τί δαί; οὐχὶ καὶ παρ' Ἕλλησι, φαίεν ἄν, μία θεότης, ὡς οἱ τὰ τελεώτερα παρ' ἐκείνοις φιλοσοφοῦντες, καὶ παρ' ἡμῖν ἀνθρωπότης μία, τὸ γένος ἅπαν; Ἀλλ' ὅμως θεοὶ πολλοὶ, καὶ οὐχ εἷς, ὡς δὴ καὶ ἄνθρωποι; Ἀλλ' ἐκεῖ μὲν ἡ κοινότης τὸ ἓν ἔχει μόνον ἐπινοίᾳ θεωρητόν· τὰ δὲ καθ' ἕκαστον πλεῖστον ἀλλήλων, καὶ τῷ χρόνῳ, καὶ τοῖς πάθεσι, καὶ τῇ δυνάμει μεμερισμένα. Ἡμεῖς τε γὰρ οὐ σύνθετοι μόνον, ἀλλὰ καὶ ἀντίθετοι, καὶ ἀλλήλοις, καὶ ἡμῖν αὐτοῖς, οὐδὲ ἐπὶ μιᾶς ἡμέρας οἱ αὐτοὶ καθαρῶς
col. 831–832page 407 of 677
PG 130:831μένοντες, μὴ ὅτι τὸν ἅπαντα βίον ἀλλὰ καὶ σώματι καὶ ψυχαῖς ἀεὶ ῥέοντές τε καὶ μεταπίπτοντες. Οὐκ οἶδα δὲ, εἰ μὴ καὶ ἄγγελοι, καὶ πᾶσα φύσις ἡ ἄνω, καὶ μετὰ τὴν Τριάδα, κἂν ἀπλοί τινες ὦσι, καὶ πρὸς τὸ καλὸν παγιώτεροι, τῇ πρὸς τὸ ἄκρον καλὸν ἐγγύτητι. Οἵ τε παρ᾽ Ἑλλήνων σεβόμενοι θεοί τε καὶ δαίμονες, ὡς αὐτοὶ λέγουσιν, οὐδὲν ἡμῶν δέονται κατηγόρων, ἀλλὰ τοῖς σφῶν αὐτῶν ἁλίσκονται θεολόγοις ὡς μὲν ἐμπαθεῖς, ὡς δὲ στασιώδεις, ὅσων δὲ κακῶν γέμοντες, καὶ μεταβολῶν· καὶ οὐ πρὸς ἀλλήλους μόνον, ἀλλὰ καὶ πρὸς τὰς πρώτας αἰτίας ἀντιθέτως ἔχοντες· οὓς δὴ καὶ Ὠκεανούς, καὶ Τηθύας, καὶ Φάνητας, καὶ οὐκ οἶδα οὕστινας ὀνομάζουσι· καὶ τελευταῖόν τινα θεὸν μισότεκνον διὰ φιλαρχίαν, πάντας καταπίνοντα τοὺς ἄλλους ἐξ ἁπληστίας, ἵνα γένηται πάντων ἀνδρῶν τε θεῶν τε πατὴρ, δυστυχῶς ἐσθιομένων καὶ ἐμουμένων. Εἰ δὲ ταῦτα μῦθοι, καὶ ὑπόνοιαί τινες, ὡς αὐτοί φασι, τὸ αἰσχρὸν τοῦ λόγου διαδιδράσκοντες, τί φήσουσι πρὸς τὸ, Τριχθὰ δὲ πάντα δέδασται, καὶ τὸ ἄλλον ἄλλῳ τινὶ τῶν ὄντων ἐπιστατεῖν, διηρημένους καὶ ταῖς ὕλαις, καὶ τοῖς ἀξιώμασι; Τὸ δὲ ἡμέτερον, οὐ τοιοῦτον· Οὐδὲ αὕτη μερὶς τῷ Ἰακώβ, φησὶν ὁ ἐμὸς θεολόγος· ἀλλὰ τὸ ἓν ἕκαστον αὐτῶν ἔχει πρὸς τὸ συγκείμενον, οὐχ ἧττον ἢ πρὸς ἑαυτό, τῷ ταὐτῷ τῆς οὐσίας καὶ τῆς δυνάμεως. Καὶ οὗτος ὁ τῆς ἑνώσεως λόγος, ὅσον ἐφ᾽ οἷς ἡμεῖς κατειλήφαμεν. Εἰ μὲν οὖν ἰσχυρὸς οὗτος ὁ λόγος, τῷ Θεῷ χάρις τῆς θεωρίας· εἰ δὲ μή, ζητῶμεν τὸν ἰσχυρότερον. Ἐκ τοῦ αὐτοῦ λόγου. Τίς γὰρ δὴ καὶ ὁ λόγος; Τὰ ὁμοούσια συναριθμεῖται, φῂς (συναρίθμησιν λέγων τὴν εἰς ἀριθμὸν ἕνα συναίρεσιν)· οὐ συναριθμεῖται δὲ τὰ μὴ ὁμοούσια. Ὥστε ὑμεῖς μὲν οὐ φεύξεσθε τὸ λέγειν τρεῖς θεοὺς κατὰ τὸν λόγον τοῦτον· ἡμῖν δὲ οὐδὲ εἷς κίνδυνος· οὐ γὰρ ὁμοούσια λέγομεν. Σὺ μὲν οὖν ἀπήλλαξας σεαυτὸν πραγμάτων μιᾷ φωνῇ, καὶ τὴν κακὴν νίκην νενίκηκας ὁμοιόν τι ποιήσας τοῖς διὰ θανάτου φόβον ἀπαγχομένοις. Ἵνα γὰρ μὴ κάμῃς τῇ μοναρχίᾳ συνιστάμενος, ἠρνήσω θεότητα, καὶ προδέδωκας τοῖς ἐχθροῖς τὸ ζητούμενον. Ἐγὼ δὲ κἄν τι δέῃ καμεῖν, οὐ προήσομαι τὸ προσκυνούμενον. Ἐνταῦθα δὲ, οὐδὲ ὁρῶ τίς ὁ πόνος. Συναριθμεῖται, φῂς, τὰ ὁμοούσια· τὰ δὲ οὐχ οὕτως ἔχοντα, μοναδικὴν ἔχει τὴν δήλωσιν. Πόθεν σοι τοῦτο, καὶ παρὰ τίνων δογματιστῶν καὶ μυθολόγων; Ἢ ἀγνοεῖς, ὅτι πᾶς ἀριθμὸς τῆς ποσότητος τῶν ὑποκειμένων ἐστὶ δηλωτικός, οὐ τῆς φύσεως τῶν πραγμάτων; Ἐγὼ δὲ οὕτως ἀρχαίως ἔχω, μᾶλλον δὲ ἀμαθῶς, ὥστε τρία μὲν ὀνομάζω τὰ τοσαῦτα τῷ
col. 833–834page 408 of 677
PG 130:833ἀριθμῷ, κἂν διέστηκε τὴν φύσιν ἓν δὲ, καὶ ἓν, καὶ ἓν, ἄλλως τὰς τοσαύτας μονάδας, κἂν τῇ οὐσίᾳ συν άπτωνται, οὐ πρὸς τὰ πράγματα μᾶλλον ἀφορῶν, ἢ τὸ ποσὸν τῶν πραγμάτων, καθ᾽ ὧν ἡ ἀρίθμησις. Ἐπεὶ δὲ λίαν περιέχῃ τοῦ γράμματος, καίτοιγε πολεμῶν τῷ γράμματι ἐκεῖθέν μοι λάβε τὰς ἀποδείξεις· Τρία ἐν ταῖς Παροιμίαις ἐστὶν, ὁ εὐ όπως πορεύεται· λέων, καὶ τράγος, καὶ ἀλεκτρυὼν· καὶ, βασιλεὺς δημηγορῶν ἐν ἔθνει, τὸ τέταρτον· ἵνα μὴ λέγω τὰς ἄλλας ἐκεῖ τετράδας ἀριθμουμένας, τῇ δὲ φύσει διῃρημένας. Καὶ δύο τῷ Μωσεί χερουβίμ εὑρίσκω μοναδικῶς ἀριθμούμενα. Πῶς οὖν, ἢ ἐκεῖνα τρία, κατὰ τὴν σὴν τεχνολογίαν, τοσοῦτον ἀλλήλων ἀπεῤῥηγμένα ταῖς φύσεσιν; ἢ ταῦτα μοναδικά, τοσοῦτον ἀλλήλοις ὁμοφυῆ καὶ συγκείμενα; Εἰ γὰρ λέγοιμι Θεὸν καὶ Μαμωνᾶν, δύο κυρίους εἰς ἓν ἀριθμουμένους, τοσούτῳ μακρὰν ὄντας ἀλλήλων, τάχα ἂν καὶ μᾶλλον γελασθείην τῆς συν αριθμήσεως. Ἀλλ' ἐμοί, φησὶν, ἐκεῖνα συναριθμούμενα λέγεται, καὶ τῆς αὐτῆς οὐσίας, οἷς συνεκφωνείται καταλλήλως, καὶ τὰ ὀνόματα· οἷον, ἄνθρωποι τρεῖς, καὶ θεοὶ τρεῖς, οὐχὶ τρία τάδε, καὶ τάδε. Τίς γὰρ ἡ ἀντίδοσις; τοῦτο νομοθετοῦντός ἐστι τοῖς ὀνόμασιν, οὐκ ἀληθεύοντος. Ἐπεὶ κἀμοὶ Πέτρος, καὶ Παῦ λος, καὶ Ἰωάννης, οὐ τρεῖς, οὐδὲ ὁμοούσιοι, ἕως ἂν μὴ τρεῖς Πέτροι, καὶ τρεῖς Παῦλοι, καὶ Ἰωάνναι τοσοῦτοι λέγονται. Ὁ γὰρ σὺ τετήρηκας ἐπὶ τῶν γενικωτέρων ὀνομάτων, τοῦτο καὶ ἡμεῖς ἀπαιτήσο μεν ἐπὶ τῶν εἰδικωτέρων κατὰ τὴν σὴν ἀνάπλασιν· ἢ ἀδικήσεις, μὴ διδοὺς ὅπερ εἴληφας. Τί δαὶ ὁ Ἰωάννης; Τρεῖς εἶναι τοὺς μαρτυροῦντας λέγων ἐν ταῖς Καθολικαῖς, τὸ Πνεῦμα, τὸ ὕδωρ, τὸ αἷμα, ἆρά σοι ληρεῖν φαίνεται; Πρῶτον μὲν, ὅτι τὰ μὴ ὁμοούσια συναριθμῆσαι τετόλμηκεν, ὃ τοῖς ὁμοουσίοις σὺ δίδως. Τίς γὰρ ἂν εἴποι ταῦτα μιᾶς οὐσίας; Δεύτερον δὲ, ὅτι μὴ καταλλήλως ἔχων ἀπήντησεν· ἀλλὰ τὸ τρεῖς ἀῤῥενικῶς προθεὶς, τὰ τρία οὐδετέρως ἐπι ήνεγκε, παρὰ τοὺς σούς, καὶ τῆς σῆς γραμματικῆς ὅρους καὶ νόμους. Καίτοι τί διαφέρει, ἢ τρεῖς προθέντα, ἓν, καὶ ἓν, καὶ ἓν ἐπενεγκεῖν, ἢ ἕνα, καὶ ἕνα, καὶ ἕνα λέγοντα, μὴ τρεῖς, ἀλλὰ τρία προσαγορεύειν; ὅπερ αὐτὸς ἀπαξιοῖς ἐπὶ τῆς θεότητος. Τί ταί σοι ὁ καρκίνος, τό τε ζῶον, τό τε ὄργανον, ὅ τε ἀστήρ; τί δαὶ ὁ κύων, ὅ τε χερσαίος, καὶ ὁ ἔνυδρος, καὶ ὁ οὐράνιος; οὐ τρεῖς λέγεσθαί σοι δοκοῦσι καρ κίνοι καὶ κύνες; Πάντως γε. Ἆρα οὖν παρὰ τοῦτο καὶ ὁμοούσιοι; Τίς φήσει τῶν νοῦν ἐχόντων; Ὁρᾶς, ὅπως σοι διαπέπτωκεν ὁ περὶ τῆς συναριθμήσεως λόγος, τοσούτοις ἐληλεγμένος; Εἰ γὰρ μήτε τὰ ὁμοούσια πάντως συναριθμεῖται, καὶ συναριθμεῖται τὰ μὴ ὁμοούσια, ἥ τε τῶν ὀνομάτων συνεκφώνησις ἐπ' ἀμ φοῖν, τί σοι πλέον ὧν ἐδογμάτισας.
col. 835–836page 409 of 677
PG 130:835Σκοπῶ δὲ κἀκεῖνο, καὶ ἴσως οὐκ ἔξω λόγου. Τὸ ἕν, καὶ τὸ ἕν, οὐκ εἰς δύο συντίθεται; τὰ δύο δέ, οὐκ εἰς ἕν, καὶ ἕν, ἀναλύεται; Δῆλον ὅτι. Εἰ οὖν ὁμοούσια μὲν τὰ συντιθέμενα κατὰ τὸν σὸν λόγον, ἑτερούσια δὲ τὰ τεμνόμενα, τί συμβαίνει; Τὰ αὐτὰ ὁμοούσια τε εἶναι καὶ ἑτεροούσια. Γελῶ σου καὶ τὰς προαριθμήσεις, καὶ τὰς ὑπαριθμήσεις, αἷς σὺ μέγα φρονεῖς, ὥσπερ ἐν τῇ τάξει τῶν ὀνομάτων, κειμένων τῶν πραγμάτων. Εἰ γὰρ τοῦτο, τί κωλύει κατὰ τὸν αὐτὸν λόγον, ἐπειδὴ τὰ αὐτὰ καὶ προαριθμεῖται, καὶ ὑπαριθμεῖται παρὰ τῇ θείᾳ Γραφῇ διὰ τὴν ἰσοτιμίαν τῆς φύσεως, αὐτὰ ἑαυτῶν εἶναι τιμιώτερα τε καὶ ἀτιμότερα; Ὁ δὲ αὐτός μοι, καὶ περὶ τῆς Θεὸς φωνῆς καὶ Κύριος, λόγος· ὅτι δὲ τῶν προθέσεων, τῆς ἐξ οὗ, καὶ δι' οὗ, καὶ ἐν ᾧ, αἷς σὺ κατατεχνολογεῖς ἡμῖν τὸ θεῖον, τὴν μὲν τῷ Πατρὶ διδούς, τὴν δὲ τῷ Υἱῷ, τὴν δὲ τῷ ἁγίῳ Πνεύματι. Τί γὰρ ἂν ἐποίησας, παγίως ἑκάστου τούτων ἑκάστῳ νενεμημένου· ὁπότε πάντων πᾶσι συντεταγμένων, ὡς δῆλον τοῖς φιλοπόνοις, τοσαύτην σὺ διὰ τούτων εἰσάγεις καὶ τῆς ἀξίας, καὶ τῆς φύσεως ἀνισότητα; Ἀπόχρη καὶ ταῦτα τοῖς μὴ λίαν ἀγνώμοσιν. Ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ δὲ τὸ μὴ λίαν σαφῶς γεγράφθαι Θεόν, μηδὲ πολλάκις ὀνομαστὶ, ὥσπερ τὸν Πατέρα πρότερον, καὶ τὸν Υἱὸν ὕστερον, αἴτιόν σοι γίνεται βλασφημίας, καὶ τῆς περιττῆς ταύτης γλωσσαλγίας καὶ ἀσεβείας· ἡμεῖς σοι λύσομεν ταύτην τὴν βλάβην, μικρὰ περὶ πραγμάτων καὶ ὀνομάτων, καὶ μάλιστα παρὰ τῇ τῆς Γραφῆς συνηθείᾳ φιλοσοφήσαντες. Τῶν πραγμάτων, τὰ μὲν οὐκ ἔστι, λέγεται δέ· τὰ δὲ ὄντα, οὐ λέγεται· τὰ δὲ οὔτε ἔστιν, οὔτε λέγεται· τὰ δὲ ἄμφω, καὶ ἔστι, καὶ λέγεται. Τούτων ἀπαιτεῖς με τὰς ἀποδείξεις; παρασχεῖν ἕτοιμος. Ὑπνοῖ τῇ Γραφῇ Θεὸς, καὶ γρηγορεῖ, καὶ ὀργίζεται, καὶ βαδίζει, καὶ θρόνον ἔχει τὰ χερουβίμ· καίτοι πότε γέγονεν ἐμπαθής; πότε δὲ σῶμα Θεὸν ἀκήκοας; Τοῦτο οὐκ ἂν ἀναπλασθῇ. Ὠνομάσαμεν γὰρ, ὡς ἡμῖν ἐφικτόν, ἐκ τῶν ἡμετέρων τὰ τοῦ Θεοῦ. Τὸ μὲν ἠρεμεῖν αὐτὸν ἀφ' ἡμῶν, καὶ οἷον ἀμελεῖν, δι' ἃς αὐτὸς οἶδεν αἰτίας, ὑπνοῦν. Τὸ γὰρ ἡμέτερον ὑπνοῦν τοιοῦτον, ἀνενεργητήν τε καὶ ἄπρακτον. Τὸ δὲ ἀθρόως εὖ ποιεῖν ἐκ μεταβολῆς, γρηγορεῖν. Ὕπνου γὰρ λύσις, ἐγρήγορσις, ὥσπερ ἀποστροφῆς, ἐπίσκεψις. Τὸ δὲ κολάζειν, ὀργίζεσθαι πεποιήκαμεν· οὕτω γὰρ ἡμῖν ἐξ ὀργῆς ἡ κόλασις. Τὸ δὲ νῦν μὲν τῇδε, νῦν δὲ τῇδε ἐνεργεῖν, βαδίζειν. Ἡ γὰρ ἀπ' ἄλλου πρὸς ἄλλο μετάβασις, βαδισμός. Τὸ δὲ ἀναπαύεσθαι ἁγίαις δυνάμεσι, καὶ οἷον ἐμφιλοχωρεῖν, καθέζεσθαι καὶ θρονίζεσθαι, καὶ τοῦτο ἡμέτερον. Οὐδενὶ γὰρ οὕτως, ὡς τοῖς ἁγίοις τὸ θεῖον ἐναναπαύεται. Τὸ δὲ ὀξυκίνητον, πτῆσιν· τὴν δὲ ἐπισκοπήν, πρόσωπον· τὸ δὲ διδόναι καὶ προσίεσθαι, χεῖρα· καὶ ἄλλη τις
col. 837–838page 410 of 677
PG 130:837ὅλως τῶν τοῦ Θεοῦ δυνάμεων ἢ ἐνεργειῶν· ἄλλο τι τῶν σωματικῶν ἡμῖν ἀνεζωγράφησεν. Πάλιν σὺ πόθεν τὸ ἀγέννητον λαβὼν ἔχεις, ἢ τὸ ἄναρχον, τὰς τὰς ἀκροπόλεις, ἢ καὶ ἡμεῖς, τὸ ἀθάνατον; Δεῖξον ταῦτα ὀνομαστὶ, ἢ ἀθετήσομεν, ἐπειδὴ οὐ γέγραπται, ἢ διαγράψομεν. Καὶ τέθνηκας ἐκ τῶν σῶν ὑποθέσεων, καθαιρεθέντων σοι τῶν ὀνομάτων, καὶ τοῦ τείχους τῆς καταφυγῆς ἐφ᾽ ᾧ ἐπεποίθεις. Ἢ δῆλον, ὅτι ἐκ τῶν ταῦτα συναγόντων, κἂν μὴ ταῦτα λέγηται· Τίνων τούτων; Ἐγώ εἰμι πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα· καὶ, Πρὸ ἐμοῦ οὐκ ἔστιν ἄλλος Θεός, καὶ μετ᾽ ἐμὲ οὐκ ἔσται. Ὅλον γὰρ τὸ ἔστιν, ἐμόν· οὔτε ἠργμένον, οὔτε παυσόμενον. Ταῦτα λαβὼν, τὸ μὲν, μὴ εἶναί τι πρὸ αὐτοῦ, μη δὲ πρεσβυτέραν αἰτίαν ἔχειν, ἄναρχον προσηγόρευσας, καὶ ἀγέννητον· τὸ δὲ, μὴ στήσεσθαι τοῦ εἶναι, ἀθάνατον καὶ ἀνώλεθρον. Αἱ μὲν δὴ πρῶται συζυγίαι, τοιαῦται, καὶ οὕτως ἔχουσαι. Τίνα δὲ οὔτε ἔστιν, οὔτε λέγεται; Πονηρὸν τὸ θεῖον, ἡ σφαίρα τετράγωνος, τὸ παρελθὸν ἐνέστηκεν, οὐ σύνθετον ὁ ἄνθρωπος. Τίνα γὰρ εἰς τοσοῦτον ἐμπληξίας ποτὲ ἀφικόμενον ἔγνως, ὥστε τι τοιοῦτον, ἢ ἐννοῆσαι τολμῆσαι, ἢ ἀποφήνασθαι; Λείπεται δεῖξαι τίνα καὶ ἔστι, καὶ λέγεται· Θεός, ἄνθρωπος, ἄγγελος, κρίσις, ματαιό της, οἱ τοιοῦτοι συλλογισμοί, καὶ τῆς πίστεως ἀνα τροπή, καὶ τοῦ μυστηρίου κένωσις. Τοσαύτης οὖν οὔσης διαφορᾶς ἐν τοῖς ὀνόμασι καὶ τοῖς πράγμασι, πῶς οὕτω σὺ λίαν δουλεύεις τῷ γράμματι, καὶ γίνῃ μετὰ τῆς Ἰουδαϊκῆς σοφίας, καὶ συλλαβαῖς ἀκολουθεῖς, ἀφεὶς τὰ πράγματα; Εἰ δὲ σοῦ τὰ δὶς πέντε λέγοντος, ἢ τὰ δὶς ἑπτὰ, τὰ δέκα συνήγον, ἢ τέσσαρες καὶ δέκα ἐκ τῶν λεγομένων· ἢ ἐκ τοῦ, ζῶον λογικόν, θνητόν, τὸν ἄνθρωπον, ἆρα ἄν σοι ληρεῖν ἐνομίσθην; καὶ πῶς, τὰ σὰ λέγων; Οὐ γὰρ τοῦ λέγοντος μᾶλλον οἱ λόγοι, ἢ τοῦ λέγειν συναναγκάζοντος. Ὥσπερ οὖν ἐνταῦθα οὐκ ἂν τὰ λεγόμενα μᾶλλον ἐσκόπουν, ἢ τὰ νοούμενα· οὕτως οὐδὲ εἴ τι ἄλλο τῶν μὴ λεγομένων, ἢ μὴ σαφῶς ἐκ τῆς Γραφῆς νοούμενον εὕρισκον, ἔφυγεν ἂν τὴν ἐκφώνησιν, φοβούμενος σὲ τὸν συκοφάντην τῶν ὀνομάτων. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἐκήρυσσε φανερῶς ἡ Παλαιὰ τὸν Πατέρα, τὸν Υἱὸν ἀμυδρότερον. Ἐφανέρωσεν ἡ Καινὴ τὸν Υἱόν, ὑπέδειξε τοῦ Πνεύματος τὴν θεότητα· ἐμπολιτεύεται νῦν τὸ Πνεῦμα σαφεστέραν ἡμῖν παρέχον τὴν ἑαυτοῦ δήλωσιν. Οὐ γὰρ ἦν ἀσφαλὲς, μήπω τῆς τοῦ Πατρὸς θεότητος ὁμολογηθείσης, τὸν Υἱὸν ἐκδήλως κηρύττεσθαι, μηδὲ τῆς τοῦ Υἱοῦ παραδεχθείσης, τὸ Πνεῦμα τὸ ἅγιον, ἵν᾽ εἴπω τι καὶ τολμηρότερον, ἐπιφορτίζε
col. 839–840page 411 of 677
PG 130:839τες, καὶ ἡλιακῷ φωτὶ σαθροτέραν ἔτι προσβαλόντι τὴν ὄψιν, καὶ εἰς τὸ κατὰ δύναμιν κινδυνεύσωσι ταῖς δὲ κατὰ μέρος προσθήκαις καὶ, ὡς εἶπε Δαβίδ, ἀναβάσεσι, καὶ ἐκ δόξης εἰς δόξαν προόδοις, καὶ προκοπαῖς τὸ τῆς Τριάδος φῶς ἐκλάμψαι τοῖς λαμ προτέροις. Διὰ ταύτην οἶμαι τὴν αἰτίαν καὶ τοῖς μαθηταῖς κατὰ μέρος ἐπιδημεῖ τῇ τῶν δεχομένων δυνάμει παραμετρούμενον, ἐν ἀρχῇ τοῦ Εὐαγγελίου, μετὰ τὸ πάθος, μετὰ τὴν ἄνοδον, τὰς δυνάμεις ἐπισ τελοῦν, ἐμφυσώμενον, ἐν γλώσσαις πυρίναις φαινόμενον, καὶ ὑπὸ Ἰησοῦ κατ' ὀλίγον ἐκφαίνεται, ὡς ἐπιστήσεις καὶ αὐτὸς ἐντυγχάνων ἐπιμελέστερον Ἐρωτήσω, φησί, τὸν Πατέρα, καὶ ἄλλον Παρά κλητον πέμψει ὑμῖν, τὸ Πνεῦμα τῆς ἀληθείας, ἵνα μὴ ἀντίθεος εἶναι δόξῃ τις, καὶ ὡς ἀπὸ ἄλλης τινὸς ἐξουσίας ποιεῖσθαι τοὺς λόγους. Εἶτα, Πέμψει μὲν, ἐν δὲ τῷ ὀνόματί μου. Τὸ ἐρωτήσω παράς, τὸ πέμψει τετήρηκεν. Εἶτα πέμψω, τὸ οἰκεῖον ἀξίω μα. Εἶτα ἥξει, ἡ τοῦ Πνεύματος ἐξουσία. Ὁρᾷς φω τισμούς κατὰ μέρος ἡμῖν ἐλλάμποντας, καὶ τάξιν θεολογίας, ἣν καὶ ἡμᾶς τηρεῖν ἄμεινον, μήτε ἀθρόως ἐκφαίνοντας, μήτε εἰς τέλος κρύπτοντας· τὸ μὲν γὰρ ἄτεχνον, τὸ δὲ ἄθεον· καὶ τὸ μὲν τοὺς ἄλλο τρίους πλῆξαι δυνάμενον, τὸ δὲ ἀλλοτριῶσαι τοὺς ἡμετέρους. Ὃ δὲ ἴσως μέν τισιν ἦλθεν ἤδη ἐπὶ νοῦν καὶ τῶν ἄλλων, ἐγὼ δὲ τῆς ἐμαυτοῦ διανοίας ὑπο λαμβάνω καρπόν, προσθήσω τοῖς εἰρημένοις. Ἦν τινα τῷ Σωτήρι, καὶ εἰ πολλῶν ἐνεπίμπλαντο με θημάτων, ἃ μὴ δύνασθαι τότε βασταχθῆναι τοῖς μα θηταῖς ἐλέγετο, δι᾿ ἂς εἶπον ἴσως αἰτίας, καὶ διὰ τοῦτο παρεκαλύπτετο. Καὶ πάλιν, πάντα διδαχθήσεσθαι ἡμᾶς ὑπὸ τοῦ Πνεύματος ἐνδημήσαντος, τού των ἂν εἶναι νομίζω καὶ αὐτὴν τοῦ Πνεύματος τὴν θεότητα τρανουμένην εἰς ὕστερον, ὡς τηνικαῦτα ὡρίμου, καὶ χωρητῆς ἤδη τυγχανούσης τῆς γνώσεως, μετὰ τὴν τοῦ Σωτῆρος ἀποκατάστασιν οὐκέτι ἀπιστουμένου τῷ θαύματι· τί γὰρ ἂν τούτου μείζον, ἢ ἐκεῖνος ὑπέσχετο, ἢ τὸ Πνεῦμα ἐδίδαξεν· εἴπερ τι μέγα οἴεσθαι χρὴ καὶ Θεοῦ μεγαλοπρεπείας ἄξιον τὸ ὑπισχνούμενον, ἢ τὸ διδασκόμενον. Ἔχω μὲν οὕτω περὶ τούτων, καὶ ἔχοιμεν, καὶ ὅστις ἐμοὶ φίλος σέβειν Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱόν, Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον, τρεῖς ἰδιότητας, Θεότητα μίαν, σθαι, μὴ καθάπερ τροφῇ τῇ ὑπὲρ δύναμιν βαρηθέ δόξῃ καὶ τιμῇ καὶ οὐσίᾳ καὶ βασιλείᾳ μὴ μεριζομένην, ὥς τις τῶν μικρῷ πρόσθεν θεοφόρων ἐφιλοσόφησεν. Ἢ μὴ ἴδοι Ἑωσφόρον ἀνατέλλοντα, ὥς φη σιν ἡ Γραφή, μηδὲ δόξαν τῆς ἐκεῖθεν λαμπρότητος, ὅστις μὴ οὕτως ἔχει, ἢ συμφέρεται τοῖς καιροῖς ἄλλοτε ἄλλος γινόμενος, καὶ περὶ τῶν μεγίστων σα φῶς βουλευόμενος. Εἰ μὲν γὰρ οὐ προσκυνητόν, πῶς ἐμὲ θεοῖ διὰ τοῦ βαπτίσματος; εἰ δὲ προσ κυνητόν, πῶς οὐ σεπτόν; εἰ δὲ σεπτόν, πῶς οὐ Θεός; Ἓν ἤρτηται τοῦ ἑνός, ἡ χρυσῆ τις ὄντως σειρά, καὶ σωτήριος. Καὶ παρὰ μὲν τοῦ Πνεύματος ἡμῖν ἡ ἀναγέννησις, παρὰ δὲ τῆς ἀναγεννήσεως ἡ ἀνάπλασ σις, παρὰ δὲ τῆς ἀναπλάσεως ἡ ἐπίγνωσις τῆς
col. 841–842page 412 of 677
PG 130:841ἀξίας τοῦ ἀναπλάσαντος. Ταῦτα μὲν οὖν εἴποι τις ἂν τὸ ἄγραφον ὑποθέμενος. Ἤδη δὲ ἥξει σοι καὶ ὁ τῶν μαρτυριῶν ἑσμός, ἐξ ὧν ἔτι καὶ λίαν ἔγγραφος ἡ τοῦ Πνεύματος θεότης ἐπιδειχθήσεται τοῖς μὴ λίαν σκαιοῖς, μηδ' ἀλλοτρίοις τοῦ Πνεύματος. Σκό πει δὲ οὕτως· Γεννᾶται Χριστός, προτρέχει· βαπτίζεται, μαρτυρεῖ· πειράζεται, ἀνάγει· δυνάμεις ἐπιτελεῖ, συμπαρομαρτεῖ· ἀνέρχεται, διαδέχεται. Τί γὰρ οὐ δύναται τῶν μεγάλων, καὶ ὢν Θεός; Τί δι' οὐ προσαγορεύεται, ὢν Θεός; πλὴν ἀγεννησίας, καὶ τῆς γεννήσεως. Ἔδει γὰρ τὰς ἰδιότητας μεῖναι Πατρὶ, καὶ Υἱῷ, ἵνα μὴ σύγχυσις ᾖ παρὰ θεότητι, τῇ καὶ τὰ ἄλλα εἰς τάξιν ἀγούσῃ καὶ εὐκοσμίαν. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἐγὼ μὲν φρίττω, τὸν πλοῦτον ἐννοῶν τῶν κλή σεων, καὶ καθ' ὅσων ὀνομάτων ἀναισχυντοῦσιν οἱ τῷ Πνεύματι ἀντιπίπτοντες. Πνεῦμα Θεοῦ λέγεται, Πνεῦμα Χριστοῦ, νοῦς Χριστοῦ, Πνεῦμα Κυρίου, αὐτοκύριος, Πνεῦμα υἱοθεσίας, ἀληθείας, ἐλευ θερίας, Πνεῦμα σοφίας, συνέσεως, βουλῆς, ἰσχύος, γνώσεως, εὐσεβείας, φόβου Θεοῦ. Καὶ γὰρ ποιη τικὸν τούτων ἁπάντων, πάντα τῇ οὐσίᾳ πληροῦν, πάντα συνέχον, πληρωτικὸν κόσμου κατὰ τὴν οὐσίαν, ἀχώρητον κόσμῳ κατὰ τὴν δύναμιν· ἀγα θόν, εὐθές, ἡγεμονικόν, φύσει, οὐ θέσει· ἁγιάζον, οὐχ ἁγιαζόμενον· μετροῦν, οὐ μετρούμενον· μετε χόμενον, οὐ μετέχον· πληροῦν, οὐ πληρούμενον· συνέχον, οὐ συνεχόμενον· κληρονομούμενον, δοξα ζόμενον, συναριθμούμενον, ἐπαπειλούμενον· δάκτυλος Θεοῦ· πῦρ, ὡς Θεός, εἰς ἔμφασιν οἶμαι τοῦ ὁμοουσίου· Πνεῦμα τὸ ποιῆσαν, τὸ ἀνακτίζον διὰ τοῦ βαπτίσματος, δι' ἀναστάσεως· Πνεῦμα τὸ γινώ σκον ἅπαντα, τὸ διδάσκον, τὸ πνέον ὅπου θέλει καὶ ὅσον· ὁδηγοῦν, λαλοῦν, ἀποστέλλον, ἀφορίζον, παρ οξυνόμενον, πειραζόμενον, ἀποκαλυπτικόν, φωτι στικόν, ζωτικόν, μᾶλλον δὲ αὐτοφῶς καὶ ζωή· ναοποιοῦν, θεοποιοῦν, τελειοῦν, ὥστε καὶ προλαμβάνειν τὸ βάπτισμα, καὶ ἐπιζητεῖσθαι μετὰ τὸ βά πτισμα· ἐνεργοῦν ὅσα Θεός· μεριζόμενον ἐν γλώσ σαις πυρίναις, διαιροῦν χαρίσματα, ποιοῦν ἀποστόλους, προφήτας, εὐαγγελιστάς, ποιμένας καὶ διδα σκάλους· νοερόν, πολυμερές, σαφές, τρανόν, ἀκώ λυτον, ἀμόλυντον, ὅπερ ἴσον δύναται σοφώτατον, καὶ πολύτροπον ταῖς ἐνεργείαις, καὶ σαφηνιστικὸν πάντων, καὶ τρανωτικόν, καὶ αὐτεξούσιον, καὶ ἀναλ λοίωτον, παντοδύναμον, παντεπίσκοπον, διὰ πάν των χωροῦν πνευμάτων, νοερῶν, καθαρῶν, λεπτοτά των, ἀγγελικῶν οἶμαι δυνάμεων, ὥσπερ καὶ προφητικῶν, καὶ ἀποστολικῶν, κατὰ ταὐτόν, καὶ οὐκ ἐν τοῖς αὐτοῖς τύποις. Ἄλλων δὲ ἀλλαχοῦ νενεμημένων, ᾧ δηλοῦται τὸ ἀπερίγραπτον, οἱ ταῦτα λέγοντες, καὶ διδάσκοντες, καὶ πρός γε ἄλλον Παράκλητον, οἷον
col. 843–844page 413 of 677
PG 130:843ἄλλον Θεὸν ὀνομάζοντες, εἰ τὴν εἰς αὐτὸ βλασφημίαν μόνην εἰδότες ἀσυγχώρητον, οἱ τὸν Ἀνανίαν καὶ τὴν Σάπφειραν οὕτω φοβερῶς στηλιτεύσαντες, ἐπειδὴ ἐψεύσαντο τὸ Πνεῦμα τὸ ἅγιον ὡς Θεὸν ψευσαμένους, οὐκ ἄνθρωπον· οὗτοι τί σοι δοκοῦσι, πότερον Θεὸν τὸ Πνεῦμα κηρύσσειν, ἢ ἄλλο τι; Ὡς λίαν ὄντως παχύς τις εἶ, καὶ πόρρω τοῦ Πνεύματος, εἰ τοῦτο ἀπορεῖς, καὶ δέῃ τοῦ διδάξοντος. Αἱ μὲν οὖν κλήσεις τοσαῦται, καὶ οὕτως ἔμψυχοι. Τί γὰρ δεῖ σοι τὰς ἐπὶ τῶν ῥημάτων μαρτυρίας παρατίθεσθαι; Ὅσα δὲ κἀνταῦθα λέγεται ταπεινότερον, τὸ δίδοσθαι, τὸ ἀποστέλλεσθαι, τὸ μερίζεσθαι, τὸ χάρισμα, τὸ δώρημα, τὸ ἐμφύσημα, ἡ ἐπαγγελία, ἡ ὑπερέντευξις, εἴ τε τι ἄλλο τοιοῦτον, ἵνα μὴ καθ᾿ ἕκαστον λέγω, ἐπὶ τὴν πρώτην αἰτίαν ἀνενεκτέον, ἵνα τὸ ἐξ οὗ δειχθῇ, καὶ μὴ τρεῖς ἀρχαὶ μεμερισμέναι πολυθέως παραδεχθώσιν. Ἴσον γὰρ εἰς ἀσέβειαν καὶ Σαβελλίως συνάψαι, καὶ Ἀρειανῶς διαστῆσαι, τὸ μὲν τῷ προσώπῳ, τὸ δὲ ταῖς φύσεσιν. Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὰ φωτα λόγου. Εἰ δὲ ὄγκοις, καὶ σταθμοῖς κρίνεις Θεότητα, καὶ διὰ τοῦτο μικρόν σοι τὸ Πνεῦμα, ὅτι ἐν εἴδει περιστερᾶς, ὦ μικρολόγε περὶ τὰ μέγιστα, ὥρα σοι καὶ βασιλείαν οὐρανῶν ἀτιμάζειν, ὅτι κόκκῳ σινάπεως ἀπεικάζεται, καὶ τῆς Ἰησοῦ μεγαλειότητος ὑπεραίρειν τὸν ἀντικείμενον, ὅτι ὁ μὲν ὄρος μέγα καλεῖται, καὶ Λευῖαθὰν, καὶ βασιλεὺς τῶν ἐν τοῖς ὕδασιν, ὁ δὲ ἀμνὸς, καὶ μαργαρίτης, καὶ σταγών, καὶ τὰ τοιαῦτα προσαγορεύεται. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τὴν Πεντηκοστήν. Τὸ Πνεῦμα τὸ ἅγιον οἱ μὲν εἰς κτίσμα καταγοντες, ὑβρισταί, καὶ δοῦλοι κακοί, καὶ κακῶν κάκιστοι. Δούλων γὰρ κακῶν, ἀθετεῖν δεσποτείαν, καὶ ἐπανίστασθαι κυριότητι, καὶ ὁμόδουλον ποιεῖν ἑαυτοῖς τὸ ἐλεύθερον. Οἱ δὲ θεὸν νομίζοντες, ἔνθεοι καὶ λαμπροὶ τὴν διάνοιαν. Οἱ δὲ καὶ ὀνομάζοντες, εἰ μὲν εὐγνώμοσιν, ὑψηλοί· εἰ δὲ ταπεινοῖς, οὐκ οἰκονομικοί· πηλῷ μαργαρίτην πιστεύοντες, καὶ ἀκοῇ σαθρᾷ βροντῆς ἦχον, καὶ ὀφθαλμοῖς ἀσθενεστέροις ἥλιον, καὶ τροφὴν στερεὰν τοῖς ἔτι γάλα ποτιζομένοις· δέον κατὰ μικρὸν προάγειν αὐτοὺς εἰς τὸ ἔμπροσθεν, καὶ προβιβάζειν τοῖς ὑψηλοτέροις, φωτὶ τῷ χαριζομένους, καὶ ἀληθείᾳ προξενοῦντας ἀλήθειαν· Διὰ καὶ ἡμεῖς τὸν τελεώτερον τέως ἀφέντες λόγον (οὔπω γάρ καιρός), οὕτως αὐτοῖς διαλεξόμεθα. Εἰ μὲν οὐδὲ ἄκτιστον, ὦ οὗτοι, ὁμολογεῖτε τὸ Πνεῦμα τὸ ἅγιον, οὐδὲ ἄχρονον, τοῦ ἐναντίου πνεύματος σαφῶς ἡ ἐνέργεια· δότε γὰρ τῷ ζήλῳ τι καὶ παρατολμῆσαι μικρόν. Εἰ δὲ τοσοῦτον γοῦν ὑγιαίνετε, ὥστε τὴν πρόδηλον φεύγειν ἀσέβειαν, καὶ τῆς δουλείας ἔξω τιθέναι τὸ καὶ ἡμᾶς ποιοῦν ἐλευθέρους, τὸ ἑξῆς αὐτοὶ σκέψασθε, μετὰ τοῦ ἁγίου Πνεύ
col. 845–846page 414 of 677
PG 130:845ματος, καὶ ἡμῶν. Πείθομαι γὰρ ποσῶς τούτου μετέχειν ὑμᾶς, καὶ ὡς οἰκείοις ἤδη συνδιασκέψομαι. Ἢ δότε μοι τὸ μέσον τῆς δουλείας καὶ τῆς δεσποτείας, ἵν' ἐκεῖ θῶ τὴν ἀξίαν τοῦ Πνεύματος· ἢ τὴν δουλείαν φεύγοντες, οὐκ ἄδηλον, ὅποι τάξετε τὸ ζητούμενον. Ἀλλὰ ταῖς συλλαβαῖς δυσχεραίνετε, καὶ προσπταίετε τῇ φωνῇ, καὶ λίθος προσκόμματος ὑμῖν τοῦτο γίνεται, καὶ πέτρα σκανδάλου, ἐπεὶ καὶ Χριστὸς τισίν. Ἀνθρώπινον τὸ πάθος. Συμβῶμεν ἀλλήλοις πνευματικῶς. Γενώμεθα φιλάδελφοι μᾶλλον, ἢ φίλαυτοι. Δότε τὴν δύναμιν τῆς θεότητος, καὶ δώσομεν ὑμῖν τῆς φωνῆς τὴν συγχώρησιν· ὁμολογήσατε τὴν φύσιν ἐν ἄλλαις φωναῖς, αἷς αἰδεῖσθε μᾶλλον καὶ ὡς ἀσθενεῖς ὑμᾶς ἰατρεύσομεν. Ἔστιν ἃ καὶ τῶν πρὸς ἡδονὴν παρακλέψαντες. Αἰσχρὸν μὲν γὰρ, αἰσχρὸν, καὶ ἱκανῶς ἄλογον, κατὰ ψυχὴν ἐῤῥωμένους, μικρολογεῖσθαι περὶ τὸν ἦχον, καὶ κρύπτειν τὸν θησαυρὸν, ὥσπερ ἄλλοις βασκαίνοντας, ἢ μὴ καὶ τὴν γλῶσσαν ἁγιάσητε δεδοικότας· αἴσχιον δὲ ἡμῖν ὃ ἐγκαλοῦμεν παθεῖν, καὶ μικρολογίαν καταγινώσκοντας, αὐτοὺς μικρολογεῖσθαι περὶ τὰ γράμματα. Μιᾶς Θεότητος, ὦ οὗτοι, τὴν Τριάδα ὁμολογήσατε, εἰ δὲ βούλεσθε, μιᾶς φύσεως· καὶ τὴν Θεὸς φωνὴν παρὰ τοῦ Πνεύματος ὑμῖν αἰτήσομεν. Δώσει γάρ, εὖ οἶδα, ὁ τὸ πρῶτον δοὺς, καὶ τὸ δεύτερον, καὶ μάλιστα, εἰ δειλία τις εἴη πνευματικὴ, καὶ ἔνστασις διαβολική, τὸ μαχόμενον. Ἔτι σαφέστερον εἴπω καὶ συντομώτερον· Μήτε ὑμεῖς ἡμᾶς εὐθύνητε τῆς ὑψηλοτέρας φωνῆς (φθόνος γὰρ οὐδεὶς ἀναβάσεως), οὔτε ἡμεῖς τὴν ἐφικτὴν τέως ὑμῖν ἐγκαλέσομεν· ἕως ἂν καὶ δι᾿ ἄλλης ὁδοῦ πρὸς τὸ αὐτὸ φέρησθε καταγώγιον. Οὐ γὰρ νικῆσαι ζητοῦμεν, ἀλλὰ προσλαβεῖν ἀδελφοὺς, ὧν τῷ χωρισμῷ σπαρασσόμεθα. Ταῦτα ὑμῖν, παρ᾽ οἷς τι καὶ ζωτικὸν εὑρίσκομεν, τοῖς περὶ τὸν Υἱὸν ὑγιαίνουσιν· ὧν τὸν βίον θαυμάζοντες, οὐκ ἐπαινοῦμεν πάντη τὸν λόγον· οἱ τὰ τοῦ Πνεύματος ἔχοντες, καὶ τὸ Πνεῦμα προσλάβετε, ἵνα μὴ ἀθλῆτε μόνον, ἀλλὰ καὶ νομίμως, ἐξ οὗ καὶ ὁ στέφανος. Οὗτος ὑμῖν δοθείη τῆς πολιτείας μισθός, ὁμολογῆσαι τὸ Πνεῦμα τελείως, καὶ κηρύξαι σὺν ἡμῖν τε καὶ πρὸ ἡμῶν ὅσον ἄξιον. Ἐκ τοῦ αὐτοῦ λόγου. Τὸ Πνεῦμα τὸ ἅγιον ἦν μὲν ἀεὶ, καὶ ἔστι, καὶ ἔσται, οὔτε ἀρξάμενον, οὔτε παυσόμενον, ἀλλ' ἀεὶ Πατρὶ καὶ Υἱῷ συντεταγμένον, καὶ συναριθμούμενον· οὐδὲ γὰρ ἔπρεπεν ἐλλείπειν ποτέ, ἢ Υἱὸν Πατρί, ἢ Πνεῦμα Υἱῷ. Τῷ μεγίστῳ γὰρ ἂν ἦν ἄδοξος ἡ θεότης, ὥσπερ ἐκ μεταμελείας ἐλθοῦσα εἰς συμπλήρωσιν τελειότητος. Ἦν οὖν ἀεὶ μεταληπτὸν, οὐ
col. 847–848page 415 of 677
PG 130:847πλοῦν ἢ μεταληπτικόν· τελειοῦν, οὐ τελειούμενον· πληρούν, οὐ πληρούμενον· ἁγιάζον, οὐχ ἁγιαζόμενον· θεοῦν, οὐ θεούμενον· αὐτὸ ἑαυτῷ ταὐτὸν ἀεὶ, καὶ οἷς συντέτακται· ἀόρατον, ἄχρονον, ἀχώρητον, ἀναλλοίωτον, ἄποιον, ἄποσον, ἀνείδεον, ἀναφές, αὐτοκίνητον, ἀενκίνητον, αὐτεξούσιον, αὐτοδύναμον, παντοδύναμον· εἰ καὶ πρὸς τὴν πρώτην αἰτίαν, ὥσπερ τὰ τοῦ Μονογενοῦς ἅπαντα, οὕτω δὴ καὶ τὰ τοῦ Πνεύματος ἀναπέμπεται· ζωὴ, καὶ ζωοποιόν· φῶς, καὶ χορηγὸν φωτός· αὐτοαγαθόν, καὶ πηγὴ ἀγαθότητος· Πνεῦμα εὐθές, ἡγεμονικόν, κύριον, ἀποστέλλον, ἀφορίζον, ἀποιοῦν ἑαυτῷ, ὁδηγοῦν, ἐνεργοῦν ὡς βούλεται, διαιροῦν χαρίσματα· Πνεῦμα υἱοθεσίας, ἀληθείας, σοφίας, συνέσεως, γνώσεως, εὐσεβείας, βουλῆς, ἰσχύος, φόβου, τῶν ἀπηριθμημένων· δι' οὗ ὁ Πατὴρ γινώσκεται καὶ Υἱὸς δοξάζεται, καὶ παρ' ὧν μόνων γινώσκεται, μία σύνταξις, λατρεία μία, προσκύνησις, δύναμις, τελειότης, ἁγιασμός. Τί μοι μακρολογεῖν; Πάντα ὅσα ὁ Πατήρ, τοῦ Υἱοῦ, πλὴν τῆς ἀγεννησίας. Πάντα ὅσα ὁ Υἱός, τοῦ Πνεύματος, πλὴν τῆς γεννήσεως. Ταῦτα δὲ οὐκ οὐσίας ἀφορίζει, κατά γε τὸν ἐμὸν λόγον, περὶ οὐσίαν δὲ ἀφορίζεται. Ἐκ τοῦ αὐτοῦ λόγου. Τοῦτο ἐνέργει, πρότερον μὲν ἐν ταῖς ἀγγελικαῖς καὶ οὐρανίοις δυνάμεσι, καὶ ὅσαι πρῶται μετὰ Θεόν, καὶ περὶ Θεόν. Οὐ γὰρ ἄλλοθεν αὐταῖς ἡ τελείωσις καὶ ἡ ἔλλαμψις, καὶ τὸ πρὸς κακίαν δυσκίνητον, ἢ ἀκίνητον, ἢ παρὰ τοῦ ἁγίου Πνεύματος. Ἔπειτα ἐν τοῖς Πατράσι, καὶ ἐν τοῖς προφήταις, ὧν οἱ μὲν ἐφαντάσθησαν Θεόν, ἢ ἔγνωσαν, οἱ δὲ καὶ τὸ μέλλον προέγνωσαν τυπούμενοι τῷ Πνεύματι τὸ ἡγεμονικόν, καὶ ὡς παροῦσι συνόντες τοῖς ἐσομένοις. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος δύναμις. Ἔπειτα ἐν τοῖς Χριστοῦ μαθηταῖς (ἐῶ γὰρ Χριστὸν εἰπεῖν, ᾧ παρῆν, οὐχ ὡς ἐνεργοῦν, ἀλλ' ὡς ὁμοτίμῳ συμπαρομαρτοῦν)· καὶ τούτοις τρισσῶς, καθ' ὅσον οἷοί τε ἦσαν χωρεῖν, καὶ κατὰ καιροὺς τρεῖς· πρὶν δοξασθῆναι Χριστὸν τῷ Πάθει· μετὰ τὸ δοξασθῆναι τῇ Ἀναστάσει· μετὰ τὴν εἰς οὐρανοὺς Ἀνάβασιν, ἢ ἀποκατάστασιν, ἢ ὅ τι χρὴ λέγειν. Δηλοῖ δὲ ἡ πρώτη τῶν νόσων, καὶ ἡ τῶν πνευμάτων κάθαρσις, οὐκ ἄνευ Πνεύματος δηλαδὴ γενομένης· καὶ τὸ μετὰ τὴν οἰκονομίαν ἐμφύσημα, σαφῶς ὂν ἔμπνευσις θειοτέρα· καὶ ὁ νῦν μερισμὸς τῶν πυρίνων γλωσσῶν, ὃν καὶ πανηγυρίζομεν. Ἀλλὰ τὸ μὲν πρῶτον, ἀμυδρῶς· τὸ δὲ δεύτερον, ἐκτυπώτερον· τὸ δὲ νῦν, τελεώτερον, οὐκ ἔτι ἐνεργείᾳ παρόν, ὡς πρότερον, οὐσιωδῶς δὲ, ὡς ἂν εἴποι τις, συγγινόμενόν τε καὶ συμπολιτευόμενον. Ἔπρεπε γὰρ, Υἱοῦ σωματικῶς ἡμῖν ὁμιλήσαντος, καὶ αὐτὸ φανῆναι σωματικῶς· καὶ Χριστοῦ πρὸς ἑαυτὸν ἐπανελθόντος, ἐκεῖνο πρὸς ἡμᾶς κατελθεῖν· ἐρχόμενον μὲν ὡς Κύριον, πεμπόμενον δὲ ὡς οὐκ ἀντίθεον. Αἱ γὰρ τοιαῦται φωναὶ οὐχ ἧττον τὴν ὁμόνοιαν δηλοῦσιν, ἢ φύσεις χωρίζουσιν.
col. 849–850page 416 of 677
PG 130:849Διὰ τοῦτο, μετὰ Χριστὸν μέν, ἵνα παράκλητος ἡμῖν μὴ λείπῃ· Ἄλλος δέ, ἵνα σὺ τὴν ὁμοτιμίαν ἐνθυμηθῇς. Τὸ γὰρ, Ἄλλος, ἄλλος οἷος ἐγώ, καθίσταται. Τοῦτο δὲ συνδεσποτείας, ἀλλ' οὐκ ἀτι μίας ὄνομα. Τὸ γὰρ, Ἄλλος, οὐκ ἐπὶ τῶν ἀλλοτρίων, ἀλλ' ἐπὶ τῶν ὁμοουσίων οἶδα λεγόμενον. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Κληδόνιον λογοειδοῦς β' ἐπιστολῆς. Ἡμεῖς τῆς κατὰ Νίκαιαν πίστεως τῶν ἁγίων Πατέρων, τῶν ἐκεῖσε συνελθόντων ἐπὶ καθαιρέσει τῆς Ἀρειανῆς αἱρέσεως οὐδὲν οὔτε προετιμήσαμεν πώποτε, οὔτε προτιμῆσαι δυνάμεθα, ἀλλ' ἐκείνης ἐσμὲν τῆς πίστεως, καὶ ἐσόμεθα, σὺν Θεῷ, προσ διαρθροῦντες τὸ ἐλλειπῶς εἰρημένον ἐκείνοις περὶ τοῦ ἁγίου Πνεύματος, διὰ τὸ μὴ κεκινῆσθαι τὸ τηνι καῦτα τουτὶ τὸ ζήτημα, ὅτι μιᾶς Θεότητος εἰδέναι χρὴ τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, Θεὸν καὶ τὸ Πνεῦμα γινώσκοντας. Ἔτι κατὰ τῶν Πνευματομάχων τοῦ Νύσσης ἐκ τοῦ λόγου τοῦ πρὸς Σιμπλίκιον. Περὶ δὲ τοῦ Πνεύματος τοῦ ἁγίου οἱ βλασφημοῦντες τὸ αὐτὸ λέγουσιν, ὃ καὶ περὶ τοῦ Κυρίου, ὅτι ἐστὶ καὶ τοῦτο κτιστόν. Ἡ δὲ Ἐκκλησία ἐπίσης, ὡς περὶ τοῦ Υἱοῦ, οὕτω καὶ περὶ τοῦ ἁγίου Πνεύματος πιστεύει, ὅτι ἐστὶν ἄκτιστον, καὶ ὅτι πᾶσα ἡ κτίσις ἐκ τῆς τοῦ ὑπερκειμένου ἀγαθοῦ μετουσίας γίνεται ἀγαθή. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἀπροσδεές ἐστι τοῦ ἀγαθύνοντος. Ἀγαθὸν γὰρ φύσει ἐστί, καθὼς ἡ Γραφὴ μαρτυρεῖ. Καὶ ὅτι ἡ κτίσις ὁδηγεῖται παρὰ τοῦ Πνεύματος, τὸ δὲ Πνεῦμα τὴν ὁδηγίαν χαρίζεται. Ἡ κτίσις ἡγεμονεύεται, τὸ δὲ Πνεῦμα ἡγεμονεύει. Ἡ κτίσις παρακαλεῖται, τὸ δὲ Πνεῦμα παρακαλεῖ. Ἡ κτίσις δουλεύει, τὸ δὲ Πνεῦμα ἐλευθεροῖ. Ἡ κτίσις σοφίζεται, τὸ δὲ Πνεῦμα τὴν τῆς σοφίας δίδωσι χάριν. Ἡ κτίσις μεταλαμβάνει τῶν χαρισμάτων, τὸ δὲ Πνεῦμα κατ' ἐξουσίαν χαρίζεται. Πάντα γὰρ ἐνεργεῖ ταῦτα τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. Καὶ μυρίας ἄλλας ἐκ τῶν Γραφῶν ἔστιν ἀποδείξεις εὑρεῖν, ὅτι πάντα τὰ ὑψηλὰ καὶ θεοπρεπῆ νοήματα, ὅσα παρὰ τῆς Γραφῆς τῷ Πατρὶ καὶ Υἱῷ ἐφαρμόζεται, ταῦτα καὶ περὶ τὸ ἅγιον θεωρεῖται Πνεῦμα, ἡ ἀφθορία, ἡ μακαριότης, τὸ ἀγαθὸν, τὸ σοφὸν, τὸ δυνατὸν, τὸ δίκαιον, ἡ ἁγιότης, πᾶν τίμιον ὄνομα οὕτω λέγεται ἐπὶ τοῦ ἁγίου Πνεύματος, ὡς καὶ ἐπὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ λέγεται, πλὴν τούτων, δι' ὧν αἱ ὑπο στάσεις τρανῶς τε καὶ ἀσυγχύτως ἀπ' ἀλλήλων δια χωρίζονται. Λέγω δέ, ὅτι οὔτε Πατὴρ λέγεται τὸ Πνεῦμα τὸ ἅγιον, οὔτε Υἱός, τὰ δὲ ἄλλα, ὅσα ὁ Πατὴρ καὶ ὁ Υἱὸς ὀνομάζεται, ταῦτα καὶ τῷ ἁγίῳ Πνεύματι παρὰ τῆς Γραφῆς ἐφαρμόζεται. Διὰ τού των οὖν καταλαμβάνομεν, ὅτι ἄνω τῆς κτίσεως ἐστι
col. 851–852page 417 of 677
PG 130:851τὸ Πνεῦμα τὸ ἅγιον. Οὐκοῦν ὅπου Πατὴρ, καὶ ἐκεῖ φωνὴν τοῖς πιστεύουσι πνεῦμα ποιῶν τῶν πιστευόντων τῆς τοιαύτης βροντῆς γενόμενος ἀπαγγέλλει τὸν εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν Πνεύματι ἁγίῳ· τοῦ Υἱὸς νοεῖται, ἐκεῖ νοεῖται καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ἄνω γὰρ τῆς κτίσεως ὁ Πατήρ καὶ ὁ Υἱός, ὅπερ καὶ τῷ ἁγίῳ Πνεύματι ἡ ἀκολουθία τοῦ λόγου προσεμαρτύρησε». Ὁ τοίνυν ὑπερτιθεὶς τῆς κτίσεως τὸ Πνεῦμα τὸ ἅγιον ἀκολούθως τὸν ὀρθόν τε καὶ ὑγιῆ παρεδέξατο λόγον. Μίαν γὰρ ὁμολογήσει τὴν ἄκτιστον φύσιν, τὴν ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι θεωρουμένην. Ἐπεὶ δὲ εἰς ἀπόδειξιν, ὡς οἴονται, τοῦ κτιστὸν εἶναι τὸ Πνεῦμα τὸ ἅγιον τὴν τοῦ Προφήτου φωνὴν ἡμῖν προφέρουσι, τὴν λέγουσαν· Ὁ στερεῶν βροντήν, καὶ κτίζων πνεῦμα, καὶ ἀπαγγέλλων ἀνθρώποις τὸν Χριστὸν αὐτοῦ, τοῦτο προσήκει νοῆσαι, ὅτι ἄλλο κτίζεσθαι πνεῦμα ἐν τῇ στερεότητι τῆς βροντῆς ὁ Προφήτης λέγει, καὶ οὐχὶ τὸ ἅγιον Πνεῦμα. Βροντὴν γὰρ ὁ μυστικὸς ὀνομάζει λόγος τὸ Εὐαγγέλιον. Ἐν οἷς οὖν γίνεται βεβαία καὶ ἀμετάθετος ἡ εἰς τὸ Εὐαγγέλιον πίστις, οὗτοι διὰ τῆς πίστεως μεταβαίνουσιν ἀπὸ τοῦ εἶναι σάρκες εἰς τὸ γίνεσθαι πνεῦμα, καθώς λέγει ὁ Κύριος, ὅτι τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι, καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστι. Θεὸς οὖν ὁ διὰ τοῦ στερεοποιεῖν τὴν εὐαγγελικὴν Ὁ δὲ ἐκ τοῦ Πνεύματος γεννηθείς, καὶ πνεῦμα διὰ Χριστὸν, καθὼς ὁ Ἀπόστολος λέγει, Οὐδεὶς δύναται Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ περὶ θεότητος Υἱοῦ καὶ Πνεύματος. Φασὶν οἱ Πνευματομάχοι μήτε προσειρῆσθαι Κύριον τὸ Πνεῦμα παρὰ τῆς ἁγίας Γραφῆς, ὡς αὐτοὶ νομίζουσι, καὶ φασὶ φύσεως μὲν σημαντικὴν εἶναι τὴν θεότητα, τοῦ δὲ ὀνόματος τούτου μὴ ἐπικειμένου τῷ Πνεύματι, τὸ μὴ τῆς αὐτῆς φύσεως εἶναι τῷ Πατρὶ καὶ τῷ Υἱῷ τὸ Πνεῦμα κατασκευάζουσι. Λαβέτωσαν δὲ τῆς ἀνοήτου αὐτῶν βλασφημίας τὸν ἄξιον κατήγορον. Δεικνὺς γὰρ, ὅτι τὸ τῆς θεότητος ὄνομα τῆς ὁρατικῆς ἐνεργείας ἔχει τὴν σημασίαν, ἀλλ᾽ οὐ τῆς θείας ἐστὶ δηλωτικὸν φύσεως, συμβουλεύων ἅψασθαι τοῦ ἀπηγορευμένου φυτοῦ τοῖς πρωτοπλάστοις εἴρηκεν, ὅτι Ἀνοιγήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοί. Οὐκοῦν οὐ τὴν θείαν φύσιν, ἀλλὰ τὴν θεατικὴν δύναμιν ἡ τῆς θεότητος προσηγορία παρέστησεν. Ἆρ᾽ οὖν οὐχ ὁμολογοῦσι θεᾶσθαι τὸ Πνεῦμα τὸ ἅγιον, ἢ καὶ περὶ τούτου ζυγομαχήσουσιν; Εἰ μὲν οὖν τεθέαται ἐν ἐνεργείᾳ, πάντως ἐπονομάζεται· εἰ δὲ καὶ τοῦτο ζητοῦσι λόγῳ μαθεῖν, τίς Ἀνανίου τὴν ἱεροσυλίαν τεθέαται, ἣν ἐν παραβύστῳ μετὰ τῆς ὁμοζύγου μόνος εἰργάσατο; Τίς αὐτὴν ἀνήγγειλε τῷ Πέτρῳ; οὐχὶ τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἐν Πέτρῳ ἦν, καὶ τῷ Ἀνανίᾳ παρήν; Διὰ τοῦτό φησιν ὁ Πέτρος· Ἵνα τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ. Ὥσπερ τοίνυν ὁ λέγων, ὅτι ὁ τὸ λογικὸν ὑβρίσας τὸν ἄνθρωπον ὕβρισεν, οὐκ εἰς δύο τινὰς φέρει τὴν ὕβριν, ἀλλὰ πρὸς ἓν πρόσωπόν ἐστιν ἡ ἀναφορά, διαφόροις ὀνόμασι γνωριζομένη· οὕτω καὶ ὁ Πέτρος, καὶ Πνεῦμα, καὶ Θεὸν εἰπὼν παρὰ τοῦ Ἀνανίου διεψευσμένον, ταὐτὸν τὰ δύο τοῖς νοῦσιν εὐσεβῶς ἀποδείκνυσιν.
col. 853–854page 418 of 677
PG 130:853Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ προσευχῆς τρίτου λόγου. Ὁ μὲν εὐαγγελιστής Ματθαῖος, Ἐλθέτω ἡ βασιλεία σου, φησίν· ὁ δὲ Λουκᾶς ἀντὶ τοῦ, «Ἐλθέτω ἡ βασιλεία σου,» Ἐλθέτω τὸ ἅγιόν σου Πνεῦμα ἐφ' ἡμᾶς, καὶ καθαρισάτω ἡμᾶς, εἴρηκε. Τί ἐροῦσι πρὸς ταῦτα οἱ θρασυστομούντες κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου; Ποίᾳ διανοίᾳ τὸ τῆς βασιλείας ὕψος εἰς ταπεινότητα δουλείας μετασκευάζουσι; Βασιλεία τὸ Πνεῦμα τὸ ἅγιόν ἐστιν, ὡς ὁ εὐαγγελιστής Λουκᾶς βοᾷ διαρρήδην. Ἡ δὲ βασιλεία βασιλεύει πάντως, οὐ βασιλεύεται. Εἰ οὖν βασιλεύει τὸ Πνεῦμα, πῶς τῇ δουλευούσῃ φύσει τοῦτο συναριθμοῦσιν οἱ ματαιόφρονες; Ἐκ τοῦ αὐτοῦ λόγου. Ἐλθέτω τὸ ἅγιόν σου Πνεῦμα ἐφ' ἡμᾶς, καὶ καθαρισάτω ἡμᾶς, φησὶν ὁ Λουκᾶς. Εἰ οὖν τὸ ἀφιέναι ἁμαρτίας μόνου τοῦ Θεοῦ ἐστιν, ὡς καὶ αὐτοὶ ἔλεγον οἱ ἄπιστοι Ἰουδαῖοι, ὁ τὴν δύναμιν τῆς ἀφέσεως τῶν ἁμαρτιῶν τῷ ἁγίῳ Πνεύματι προσμαρτυρήσας συνεμαρτύρησε πάντως αὐτῷ καὶ τὴν θεόντητα. Ἀλλὰ μὴν αὐτὸ τοῦτο καὶ τῷ Μονογενεῖ προσμαρτυρεῖ ὁ Ἀπόστολος. Καθαρισμὸν γὰρ, φησὶ, τῶν ἁμαρτιῶν ἡμῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης τοῦ Πατρός. Οὐκοῦν ἐν ἑκατέρων τὸ ἔργον, τοῦ τε καθαρίζοντος τὰς ἁμαρτίας Πνεύματος, καὶ τοῦ τὸν καθαρισμὸν πεποιηκότος Χριστοῦ. εἰ δὲ ἡ ἐνέργεια μία, τούτων καὶ ἡ δύναμις πάντως ἡ αὐτή. Πάσα γὰρ ἐνέργεια δυνάμεώς ἐστιν ἀποτέλεσμα. Εἰ οὖν καὶ ἐνέργεια, καὶ δύναμις μία, πῶς ἔστιν ἑτερότητα φύσεως νοῆσαι, ἐν οἷς οὐδεμίαν κατὰ τὴν δύναμίν τε καὶ ἐνέργειαν διαφορὰν εὑρίσκομεν; Ἐκ τοῦ αὐτοῦ λόγου. Τὸ μὲν ἅγιον Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ ὢν καὶ Χριστοῦ Πνεῦμα ἔστι καὶ λέγεται, ὁ δὲ Υἱὸς ἐκ τοῦ Θεοῦ ὢν, οὐκέτι καὶ τοῦ Πνεύματος ἔστιν, οὐδὲ λέγεται, οὐδὲ ἀντιστρέφει ἡ σχετικὴ αὕτη ἀκολουθία, ὡς δύνασθαι κατὰ τὸ ἴσον δι' ἀναλύσεως ἀντιστραφῆναι τὸν λόγον, καὶ ὥσπερ Χριστοῦ τὸ Πνεῦμα λέγομεν, οὕτω καὶ τοῦ Πνεύματος Χριστὸν ὀνομάζειν. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ βαπτίσματος λόγου. Βαπτίζοντες αὐτοὺς, φησὶ, εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Πῶς εἰς τὸ ὄνομα τοῦ Πατρός; Ἐπειδὴ ἀρχὴ τῶν πάντων. Πῶς εἰς τὸ τοῦ Υἱοῦ; Ἐπειδὴ δημιουργὸς τῆς κτίσεως. Πῶς εἰς τὸ τοῦ ἁγίου Πνεύματος; Ἐπειδὴ τελειωτικὸν τῶν πάντων. Διατί τὰς τρεῖς ὑποστάσεις κατακερματίζεις εἰς διαφόρους φύσεις, καὶ τρεῖς ἐργάζῃ θεοὺς ἀνομοίους ἀλλήλων, μίαν παρὰ πάντων καὶ τὴν αὐτὴν χάριν δεχόμενοι; Ἐκ τοῦ αὐτοῦ λόγου. Φησὶ τὸ ἅγιον Πνεῦμα διὰ τοῦ Δαβίδ· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνετε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπεί-
col. 855–856page 419 of 677
PG 130:855ρασάν με οἱ πατέρες ὑμῶν. Τούτων μεμνημένος ὁ θεῖος ἀπόστολός φησι· Διό, καθώς λέγει τὸ Πνεῦ μα τὸ ἅγιον. Καὶ τοῦτο εἰπὼν, ταύτας τοῦ προ φήτου τὰς ῥήσεις ἐπήγαγεν, ἐφαρμόζων αὐτὰς τῷ προσώπῳ τοῦ Πνεύματος. Τίς οὖν ἐστιν ὃν ἐπεί ρασαν οἱ πατέρες αὐτῶν ἐν τῇ ἐρήμῳ; τίς ὃν παρ ώργισαν; Μάθε παρ' αὐτοῦ τοῦ Προφήτου λέγοντος, ὅτι Ἐπείρασαν τὸν Θεὸν τὸν ὕψιστον. Ἀλλὰ μὴν ὁ Ἀπόστολος προτάξας τὸ πρόσωπον τοῦ ἁγίου Πνεύ ματος, ἐκείνῳ ταύτας τὰς φωνὰς ἀνατίθησι λέγων· Διό, καθώς λέγει τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπεί ρασάν με οἱ πατέρες ὑμῶν. Οὐκοῦν ὃν ὁ Προφήτης Ὕψιστον κατωνόμασε, τοῦτον ὁ θεῖος Ἀπόστολος τὸ Πνεῦμα τὸ ἅγιον εἶναι λέγει. Εἰ οὖν τὸ Πνεῦμα τὸ ἅγιον λέγει, ὅτι Ἐπείρασαν με οἱ πατέρες ὑμῶν ἐν τῇ ἐρήμῳ, ὁ δὲ Προφήτης διαμαρτύρεται, ὅτι ἐν τῇ ἐρήμῳ πειρασθεὶς ὕψιστός ἐστι Θεός, ἐμφράτ τονται τὰ στόματα τῶν Πνευματομάχων τῶν λαλούν των κατὰ τοῦ Κυρίου ἀδικίαν, σαφῶς τοῦ τε Ἀποστόλου καὶ τοῦ Προφήτου διὰ τῶν εἰρημένων τὴν θεότητα τοῦ Πνεύματος κηρυσσόντων. Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς Εὐστάθιον κατὰ τῶν Πνευματομάχων λόγου. Ἐντελλόμενος ὁ Κύριος τοῖς μαθηταῖς περὶ τοῦ θείου βαπτίσματος, τῷ Πατρὶ καὶ τῷ Υἱῷ συνῆψε καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Τὸ οὖν συνημμένον ἐν τῇ ζωοποιῷ δυνάμει, καθ᾽ ἣν ἐκ φθορᾶς εἰς ἀφθαρσίαν ἡ φύσις ἡμῶν μετασκευάζεται, διὰ πάντων ἕξει τὸ πρὸς τὸν Πατέρα καὶ τὸν Υἱὸν τὴν συνάφειαν. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἐὰν ἴδωμεν διαφερούσας ἀλλήλων τὰς ἐνεργείας τὰς παρὰ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος ἐνεργουμένας, διαφόρους εἶναι καὶ τὰς ἐνεργούσας φύσεις ἐκ τῆς ἑτερότητος τῶν ἐνεργειῶν στοχασόμεθα. Οὐ γὰρ ἐνδέχεται τὰ διεστῶτα κατὰ τὸν τῆς φύσεως λόγον πρὸς τὸ τῶν ἐνεργειῶν εἶδος ἀλλήλοις συνενεχθῆναι. Ἐὰν δὲ μίαν νοήσωμεν ἐνέργειαν Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, ἀνάγκη τῇ ταυτότητι τῆς ἐνεργείας τὸ ἡνωμένον τῆς φύσεως συλλογίζεσθαι. Ἁγιάζει καὶ παρακαλεῖ, καὶ ζωοποιεῖ, καὶ πάντα τὰ τοιαῦτα κατὰ τὸ ἀπαρ άλλακτον καὶ ὁ Πατήρ, καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ὧν οὖν ἡ ἐνέργεια μία καὶ ἡ αὐτή, τούτων καὶ ἡ φύσις ὡσαύτως. Ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ χρίστης μὲν ὁ Πατήρ, χριστὸς δὲ ὁ Υἱός, χρίσμα δὲ τὸ Πνεῦμα τὸ ἅγιον, βασιλείας δὲ σύμ βολον τὸ χρίσμα, οὐδὲ τῆς βασιλικῆς ἐνεργείας τὸ Πνεῦμα τὸ ἅγιον ἀπεξένωται. Ἔτι κατὰ Πνευματομάχων τοῦ ἁγίου Κυρίλλου συλλογὴ ῥητῶν ἐκ τῶν ἁγίων Γραφῶν, δι' ὧν ἀποδείκνυται Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον. Ἐκ τοῦ θησαυροῦ δὲ αὕτη μετεγράφη, πλὴν σπο ράδην καὶ κατ' ἐπιλογήν. Ἐκ τῆς πρὸς Κορινθίους Ἐπιστολῆς. Ὁ κολλώμενος τῷ Κυρίῳ ἓν Πνεῦμά ἐστιν. Ἴδε σαφῶς ἐνθάδε τὸ Πνεῦμα λέγει Κύριον. Σαφέστερον δὲ τοῦτο ποιῶν ἐπιστέλλει περὶ τῶν Ἰουδαίων
col. 857–858page 420 of 677
PG 130:857Ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Ἀλλ' ἕως σήμερον ἡνίκα ἂν ἀναγινώσκηται Μω σῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Ἡνίκα δ' ἂν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν. Οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. Καὶ πάλιν, Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προ σώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δό ξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος. Ἐκ τῆς αὐτῆς. Ὁ Παῦλος ἐπιστέλλων περὶ αὐτοῦ φησιν ἐν ἀρ χῇ τῆς Ἐπιστολῆς· Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ. Ἰδοὺ σαφῶς ἐνθάδε τὸ τῆς ἀποστολῆς ὄνομα καὶ πρᾶγμα παρὰ Χριστοῦ, καὶ δι' Υἱοῦ διισχυρίζεται λαμβάνειν. Ἐν δὲ ταῖς Πράξεσι τῶν ἁγίων ἀποστόλων γέγραπταί τι τοιοῦτον· λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ, καὶ νηστευόντων, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Παῦλον, καὶ τὸν Βαρνάβαν εἰς τὸ ἔργον, ὃ προσ κέκλημαι αὐτούς. Εἰ τοίνυν κεκληκότος αὐτὸν εἰς ἀποστολὴν τοῦ Πνεύματος παρὰ Ἰησοῦ Χριστοῦ κεκλῆσθαί φησι, δείκνυσι σαφῶς οὐκ ἀλλότριον τῆς οὐσίας τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Ἐκ τῆς αὐτῆς. Τίς γὰρ οἶδεν ἀνθρώπων εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐ θεὶς ἔγνωκεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ἡμῖν γὰρ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὐτοῦ. Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Εἰ τὸ πνεῦμα τοῦ ἀνθρώπου οὐκ ἐξ ἀποκαλύψεως τινος οἶδεν ἑτέρου τὰ ἐν αὐτῷ, ἀλλ' ὡς φυσικῶς καὶ κυρίως ὑπάρχον αὐτῷ, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οὕτω πάντα ἐρευνᾷ, καὶ γινώσκει καὶ τὰ βάθη τοῦ Θεοῦ· ἄρα ἐν Θεῷ καὶ Πατρὶ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τῆς φύσεως τῆς θείας ἔσται, καθάπερ καὶ τῆς τοῦ ἀνθρώπου τὸ ἀνθρώπινον. Ἐκ τῆς αὐτῆς. Ἐκ Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον εἶναί φαμεν, καὶ οὕτω πεπιστεύκαμεν. Ἀλλ' οἱ πρὸς μόνον τὸ δύσ φημον ἑτοιμότατοι καὶ τὰ ἄλλα πάντα ἐκ Θεοῦ γενέσθαι φασί, τοῦ Παύλου γράφοντος· Εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα. Εἶτα νομίζουσιν ἀνα τρέπειν τὸ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς εἶναι τὸ Πνεῦμα, διὰ τὸ φέρεσθαι καὶ κατὰ τῶν ποιημάτων τὸ ἐξ οὗ, ὅπερ ἐπὶ τῷ Πνεύματι κείμενον ἐκ τῆς οὐσίας αὐτοῦ φυσικῶς ὑπάρχον ἀποδεικνύει. Ἀλλ' ἔστι πρὸς τοῦτο λέγειν, ὅτι καὶ ἐφ' Υἱῷ κυρίως μὲν κεῖται τὸ Υἱοῦ ὄνομα, κεῖται δὲ καὶ ἐπ' ἀνθρώπων καταχρηστικῶς, καὶ οὐ δήπου τὸ θέσει τισί, καὶ κατὰ χάριν προσκείμενον ἀνατρέψει τὸν ἔχοντα φυσικῶς. Οὕτω καὶ τὸ ἐξ οὗ τῶν ποιημάτων κατηγορούμενον οὐκ ἐποίσει πρὸς τὴν οἰκείαν ταπείνωσιν τε καὶ ὁμοουσιότητα τοῦ Πνεύματος τὸ ὑψηλόν τι καὶ θεῖκόν, ἀλλὰ μενεῖ μὲν αὐτῷ κυρίως τὸ ἐξ
col. 859–860page 421 of 677
PG 130:859ου, διὰ τὸ ἐκ τῆς οὐσίας εἶναι τοῦ Πατρός. Χωρίς σει δὲ καὶ ἐπ' ἐκεῖνα, διὰ τὸ ἐκ Θεοῦ πρὸς τὸ εἶναι τὰ οὐκ ὄντα δραμείν δι' Υἱοῦ δηλονότι. Ἐκ τῆς αὐτῆς. Ἐπιστέλλει πάλιν Κορινθίοις ὁ Παῦλος· Ἡμεῖς γὰρ ναὸς Θεοῦ ἐσμεν ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω, καὶ ἔσονταί μοι εἰς ναὸν, κἀγὼ αὐτοῖς ἔσομαι εἰς Θεόν. Καὶ πάλιν· Ἐπὶ τούτοις μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ τὸ ἐνοικοῦν ὑμῖν. Καὶ πάλιν Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιος ἐστιν, οἵτινές ἐστε ὑμεῖς. Οὐκοῦν εἰ τὸ Πνεῦμα λαβόντες καὶ ναὸς καὶ οἶκος τοῦ Θεοῦ χρηματίζομεν, ὡς Θεὸν ἔχοντες ἐν αὐτοῖς οἰκοῦντα καὶ ἐμπεριπατοῦντα, καθώς γέγραπται, πῶς οὐ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον, κἂν μὴ βούληται ὁ δι' ἐναντίας; Ἐκ τῆς πρὸς Ῥωμαίους Ἐπιστολής. Ἐπιστέλλει τισὶν ὁ Παῦλος, καὶ μάλα δὴ φρονῶν τε καὶ λέγων ὀρθῶς· Ὅσοι γὰρ ἐν Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ. Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας εἰς φόβον, ἀλλ' ἐλάβετε Πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, Ἀββᾶ ὁ Πατήρ. Οὐκοῦν εἰ τὸ Πνεῦμα τὸ ἅγιον υἱοὺς ἀποδεικνύει Θεοῦ τοὺς ἐν οἷς κατοικεῖ, καὶ θείας ἐργάζεται φύσεως κοινωνούς, ὡς ἐντεῦθεν ἡνωμένους τῷ ὑπὲρ πάντα ὄντι Θεῷ μετὰ παῤῥησίας ἀναβοᾷν, Ἀββᾶ ὁ Πατήρ, οὐκ ἐν δούλοις, οὐδὲ ἐν τοῖς ποιήμασι τετάξεται, φορέσει δὲ μᾶλλον φυσικῶς τὸ τῆς θείας οὐσίας ἀξίωμα ἐξ αὐτῆς τε ὑπάρχον, καὶ παρ' αὐτῆς τοῖς ἁγίοις δι' Υἱοῦ χορηγούμενον, διά τε τοῦτο θεοποιοῦν, καὶ εἰς υἱότητα καλοῦν ἐν οἷς ἂν γένοιτο. Ἐκ τῶν Πράξεων τῶν ἀποστόλων. Ὁ τῶν ἀποστόλων πρόκριτος ᾧ τὸ θεῖον μυστήριον, καθά φησιν ὁ Σωτὴρ, σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψεν, ἀλλ' ὁ Πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς, λέγει πρὸς Ἀνανίαν, προσάγοντα μὲν τὴν τοῦ χωρίου τιμὴν, ἀπονοσφισάμενον δέ τι μέρος ἀπ' αὐτῆς· Ἀνανία, διατί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου ψεύσασθαι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; Εἶτα συνάπτει τούτοις τὸν Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ. Οὐκοῦν εἰ ὁ τῷ ἁγίῳ Πνεύματι ψευδόμενος, τῷ Θεῷ ψεύδεται, Θεὸς ἄρα τὸ Πνεῦμα, καὶ ἐν Θεῷ φυσικῶς. Ἐκ τῶν αὐτῶν. Τὰ ἐκ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας εὐαγγελιζόμενος ἀγαθά φησί που ὁ Θεὸς περὶ τῶν ἑαυτοῦ ποιμνίων, ὅτι Ἀναστήσω αὐτοῖς ποιμένας κατὰ τὴν καρδίαν μου καὶ ποιμανοῦσιν αὐτὰ ποιμαίνοντες μετ' ἐπιστήμης. Παῦλος δὲ ὁ τῆς ἀληθείας κῆρυξ τοῖς Ἐφεσίων πρεσβυτέροις προσομιλῶν, Προσέχετε, φησὶν, ἑαυτοῖς, καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους. Ὅτε τοίνυν περ ὑπέσχετο δρᾶν ὁ Θεὸς μετ' ἐξουσίας, τὸ Πνεῦμα πληροῖ, καὶ ποιμένας ἐγείρει κατὰ τὴν ἐν προφήταις ἐπαγγελίαν, οὐκ ἀλλότριον ἄρα τῆς θείας οὐσίας ἐστὶν,
col. 861–862page 422 of 677
PG 130:861ὡς ἐνέργεια φυσική τε καὶ οὐσιώδης, καὶ ἀδιάστατος ἐξ αὐτῆς προϊοῦσα, καὶ ἐν αὐτῇ μένουσα, πάντα ἐργάζεται τὰ τοῦ Θεοῦ. Ἐκ τῶν αὐτῶν. Ἀθηναίοις ὁ Παῦλος τὰ πρὸς εὐσέβειαν διαλεγόμενος, καὶ τὸν ἀληθῆ καταγγέλλων Θεὸν ἔφασκεν, Ἐν αὐτῷ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν. ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν τοιαύτην ἐνέργειαν τὴν γεγομένην παρὰ τοῦ Θεοῦ τῷ ἁγίῳ Πνεύματι περιτίθησι λέγων· Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν. Θεὸς ἄρα τὸ Πνεῦμα τὸ ἐν ᾧ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμεν, κατὰ τὴν τοῦ Παύλου φωνήν, καὶ τὴν τοῦ Σωτῆρος ἡμῶν μαρτυρίαν. Ἐκ τῶν Ψαλμῶν. Λέγει που ψάλλων ὁ μακάριος Δαβίδ, καὶ τοὺς λόγους ἀνατείνων πρὸς Θεόν· Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ. Ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. Ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ᾽ ὄρθρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, Καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου. Ὅτε τοίνυν τὸ Πνεῦμα καὶ πρόσωπον ἀποκαλείται τοῦ Πατρὸς, ὡς ἐξεικονίζον διὰ τῆς ἀπρεποῦς ἐνεργείας τὴν ἐξ ἧς ἐστιν οὐσίαν, ἀποκαλεῖ δὴ καὶ χεῖρα διὰ τὴν ἐνυπάρχουσαν αὐτῷ παντουργόν δύναμιν, πῶς οὐκ ἂν εἴη Θεὸς, καὶ κατ᾽ οὐσίαν τῷ Πατρὶ συνημμένον, ἐξ αὐτοῦ τε ὄν, καὶ ἐν αὐτῷ; ὥσπερ οὖν καὶ ἡ χεὶρ τοῦ ἀνθρωπείου σώματος οὐ κεχώρισται, δέδεται δὲ μᾶλλον ἐν αὐτῷ, καὶ ἐρρίζωται φυσικῶς. Ἐκ τῆς πρὸς Κορινθίους Ἐπιστολῆς. Ἐπιστέλλει ὁ Παῦλος τοιῶσδε· Γνωρίζω δὲ ὑμῖν ὅτι οὐδεὶς ἐν Πνεύματι Θεοῦ λαλῶν λέγει ἀνάθεμα Ἰησοῦν. Καὶ, Οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. Πρόδηλον οὖν, ὅτι ὁ μετέχων τοῦ ἁγίου Πνεύματος οἶδεν ὄντα Κύριον Ἰησοῦν. Ὥσπερ οἱ μέλιτος ἀπογευσάμενοι διὰ τῆς ἐξ αὐτοῦ ποιότητος οἴδασιν, ὅτι γλυκὺ τὸ μέλι, οὕτω καὶ ὁ τοῦ Πνεύματος μέτοχος. Οὐκοῦν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ τὸ Πνεῦμα ποιότης τις, ἵνα οὕτως εἴπωμεν, ἀπάρχον τοῦ κυριεύοντος ἁπάντων Θεοῦ. Εἰ δὲ τοῦτό, ἄκτιστος ἄρα, καὶ οὐ γενητὸν, ὥσπερ τοῖς ἑτεροδόξοις δοκεῖ. Ἐκ τῆς αὐτῆς. Τὰς τῶν θείων χαρισμάτων διανομὰς ὁ μακάριος Παῦλος τῇ τοῦ ἁγίου Πνεύματος ἀνατιθεὶς ἐνεργείᾳ γράφει πάλιν· τῷ μὲν διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ᾧ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἄλλῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι· ἑτέρῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ Πνεύματι· ἑτέρῳ δὲ γένη γλωσσῶν. Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. Ἀλλ᾽ εἰδὼς, ὅτι τὸ Πνεῦμα Θεός ἐστιν, ἐν τῇ αὐτῇ πάλιν Ἐπιστολῇ φησιν· Καλοὺς μὲν
col. 863–864page 423 of 677
PG 130:863ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, εἶτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. Τί τοίνυν ἀμφιβάλλουσιν, εἰ Θεὸς τὸ Πνεῦμα ὑπάρχει κατ' οὐσίαν; οἱ πρὸς μόνον τὸ δυσφημεῖν ἑτοιμότατοι, Παύλου σαφέστατα διειπόντος μέν, ὡς τὸ Πνεῦμά ἐστι τὸ διαιροῦν, καθὼς ἂν αὐτὸ βούληται, τὰ τῶν χαρισμάτων εἴδη, εἶτα πάλιν Θεὸν εἶναι φάσκοντος τὸν ἐν ταῖς ἐκκλησίαις τὰ τοιαῦτα χορηγοῦντα τοῖς ἁγίοις; Πῶς δὲ οὐκ ἄτοπον τοὺς ὀρθῶς ἐθέλοντας φρονεῖν μὴ ταῖς τοῦ Παύλου φωναῖς, ἀλλὰ ταῖς ἄλλων προσέχειν ἀβουλίαις; Θεὸς οὖν τὸ Πνεῦμα, κἂν οἱ ἀμαθεῖς μὴ βούλωνται. Ἐκ τῆς αὐτῆς. Ἐπιστέλλει πάλιν ὁ Παῦλός τισιν· Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; Ἀλλ' ἔστι δῆλον, ὅτι πνευματικὰ τὰ θεῖα πάντα εἶναί φησιν, ὥσπερ οὖν καὶ τὰ σαρκικὰ τὰ τῆς σαρκός. Εἰ τοίνυν τὰ θεῖα, τουτέστι τὰ περὶ Θεοῦ μυστήρια, καλῶς δὴ μάλα ποιῶν ἀποκέκληκε πνευματικά, Θεὸς ἂν εἴη τὸ Πνεῦμα, οὗ καὶ μυστήρια κέκληκε πνευματικά. Ἐκ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου. Ἐν τοῖς Εὐαγγελίοις πού φησιν ὁ Σωτὴρ περὶ ἑαυτοῦ, «Ἐγώ εἰμι ἡ ἀλήθεια.» Ὁ δὲ μακάριος Ἰωάννης ἔκ τε τῆς τοῦ Πατρὸς οὐσίας καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα δεικνύων, ἐν μὲν τοῖς Εὐαγγελίοις φησί· Τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται· ἐν δὲ τῇ ἐπιστολῇ· Τὸ Πνεῦμά ἐστιν ἡ ἀλήθεια. Πῶς οὖν τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, καὶ Πνεῦμα τῆς ἀληθείας ὑπάρχον διὰ τὴν ἐμφέρειαν, καὶ τὴν τῆς οὐσίας ταυτότητα, ὡς ἀλήθεια καλεῖσθαι, καὶ αὐτὸ γεννητὸν ἂν εἴη καὶ ποιητὸν ποιημένον; Ἀλλὰ τοῦτο ἄτοπον. Οὐκοῦν τὸ Πνεῦμα Θεός, εἴπερ ὄντως ἀλήθεια, καὶ ἐκ Πατρὸς ἐκπορεύεται. Ἐκ τοῦ αὐτοῦ. Ὁ μακάριος Ἰωάννης περὶ τοῦ Θεοῦ Λόγου διαλαμβάνων, αὐτὸν εἶναί φησι τὸ φῶς, τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ὁ δὲ σοφώτατος Παῦλος τὸ Πνεῦμα τὸ ἅγιον ἐλλάμπειν ἐν ταῖς καρδίαις ἡμῶν διισχυρίσατο πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. Ὅτου τοίνυν ὁ Λόγος μέν ἐστι τὸ φῶς τὸ ἀληθινόν, ἐλλάμπει δὲ τὸ Πνεῦμα τὸ ἅγιον, ἀνάγκη πᾶσα τῆς οὐσίας τοῦ Λόγου καὶ τὸ Πνεῦμα συνομολογεῖν, δι' οὗ φωτίζει πάντα ἄνθρωπον, ὥσπερ τινὰ τῆς οἰκείας φύσεως ἀκτῖνα προτείνων τὴν διὰ Πνεύματος ἔλλαμψιν. Ἀντίθεσις αἱρετικῶν. Εἰ τὰς τῶν ἁγίων, φησίν, ψυχὰς καταχρίεσθαι φατε παρὰ Θεοῦ τῷ ἁγίῳ Πνεύματι, ἐν τάξει μύρου τὸ Πνεῦμα κείσεται. Καὶ πῶς ἂν εἴη τῆς αὐτῆς οὐσίας τῷ χρίοντι τὸ μύρον, μηδὲ τῆς καθ' ἡμᾶς συνηθείας τὸ τοιοῦτον ἐπιδεχόμενον; ὦ πάσῃ μεθύοντες ἀνοίᾳ, καὶ τῆς ἀπασῶν αἰσχίστης ἀβουλίας ἀνάπλεωι
col. 865–866page 424 of 677
PG 130:865Οὐ βραχὺ διανήψαντες, καὶ τὰς περὶ σωμάτων ἀφέντες ἐννοίας, ἀνελεύσεσθε πρὸς τὰ μεγάλα τῆς θεολογίας ὑψώματα, καὶ θεοπρεπῶς τὰ περὶ τῆς θείας φύσεως λαλούμενα διαλήψεσθε, κἂν ἀνθρωπίνοις προφέρηται ρήμασι, καὶ τῆς πρὸς ἡμᾶς συνηθείας οὐχ ὑπερβαίνῃ τὸ σχῆμα, διὰ τὸ μόλις· οὕτω δύνασθαι νοεῖν τοὺς ἀκροωμένους; Ἵνα δέ τι ταῖς ὑμῶν εὐηθείαις εἴπωμεν συγγενές, εἰ ἐν τάξει μύρου τὸ Πνεῦμα κείσεται καθ᾽ ὑμᾶς, ἐπειδὴ τὸ χρίσμα τοῦ χρίοντος δεῖ πάντως εἶναι ἑτεροούσιον, ἀνάγκη λέγειν, ἐπειδὴ τὸ μύρον ἐκ πολλῶν συντέθειται παρὰ τῶν εἰς τοῦτο σοφῶν, ἀνάγκη καὶ τὸ Πνεῦμα τὸ ἅγιον διὰ πολλῶν ἡμῖν καὶ ποικίλων συγκείσθαι μερῶν. Καὶ πάλιν ἐπειδὴ τὸ μύρον ἄλογον, ἄλογον ἔστω καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ἡ μὲν ἐπὶ τούτῳ δυσφημία δραμεῖται πάντως εἰς τὰς ἐκείνων κεφαλάς· ἡμεῖς δὲ αὐτοῖς ἀντεπαγάγωμεν, Εἰ ἑτεροούσιον τὸ Πνεῦμα τὸ ἅγιον τοῦ ἐν αὐτῷ χρίοντος τοὺς ἁγίους Θεοῦ, πῶς, τοῦ Πνεύματος οἰκοῦντος ἐν ἡμῖν, Χριστὸς οἰκῶν ἀποδείκνυται ὁ τῷ Πατρὶ κατ᾽ οὐσίαν οὐχ ἕτερον ὤν; Ὅπερ εἰδὼς καὶ ὁ Παῦλος ἐπιστέλλει· Ἵνα δῴη ἡμῖν κατὰ τὸν πλοῦτον τῆς δόσεως αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ, εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ἡμῶν. Ὅτε τοίνυν διὰ τοῦ Πνεύματος εἰς τὸν ἔσω ἄνθρωπον ὁ Χριστὸς κατοικεῖ, πρόδηλον δήπουθεν, ὡς οὐκ ἀλλότριον ἐστι τῆς οὐσίας αὐτοῦ τὸ δι' οὗ τοῖς ἁγίοις ἐνοικῶν φαίνεται. Ἐκ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τιμὴν ἀποσῴζων τῇ θείᾳ φύσει, ἀφεθήσεσθαι μὲν διισχυρίζεται τῷ λέγοντι λόγον κατὰ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, τῷ δὲ εἰς τὸ ἅγιον Πνεῦμα δυσφημήσαντι οὐκ ἀφεθήσεται οὔτε ἐν τῷ νῦν αἰῶνι, οὔτε ἐν τῷ μέλλοντι. Ἀλλ' εἴπερ ποίημα τὸ Πνεῦμα τὸ ἅγιον, καὶ μὴ τῆς θείας οὐσίας ὑπῆρχε Πατρὶ συνθεολογούμενον, πῶς ἡ εἰς αὐτὸ δυσφημία τοσαύτην ἔχει τὴν κόλασιν, ὅση κατὰ τῶν εἰς θεόν δυσφημούντων ὁρίζεται; Ἀλλ' ἔστι δῆλον, ὅτι θεὸς ἐκ Θεοῦ, καὶ ἐν Θεῷ τὸ Πνεῦμα, τὸ ὡς Θεὸς τιμώμενον παρὰ ταῖς θείαις Γραφαῖς, καὶ οὕτως ὑπάρχον τῇ φύσει. Ἐκ τοῦ αὐτοῦ. Εἰ, καθάπερ φησιν ὁ Σωτήρ, Ὁ γεννώμενος ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστιν· ὁ δὲ τοιοῦτος οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἢ γυναικός, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθη· Θεὸς ἄρα τὸ Πνεῦμά ἐστι κατὰ φύσιν τὸ τοὺς υἱοὺς ἀναγεννῶν εἰς ἑνότητα τὴν πρὸς αὐτὸν διὰ τὸ κατοικεῖν ἐν αὐτοῖς, καὶ τῆς ἰδίας φύσεως ἐργάζεσθαι κοινωνούς. Εἰ θεοποιεῖ τὸ Πνεῦμα τοὺς ἐν οἷς ἂν γένοιτο, καὶ μετόχους θείας ἐργάζεται φύσεως, ἄρα ἐστὶ καὶ ἐκ τῆς θείας οὐσίας φυσικῶς δι' Υἱοῦ τῇ κτίσει χορηγούμενον, καὶ ἀναμορφοῦν αὐτήν, ὡς πρὸς ἑαυτό. Ὥσπερ γὰρ φωτὸς οἰκεῖον ἔργον ἐστὶ τὸ φωτίζειν, οὐδ' οὐκ ἄν τι δύναιτο φωτίζειν, εἰ μὴ ὑπάρχει φῶς· οὕτω καὶ τοῦ θείου Πνεύματος ἔργον τὸ θείους ἐργάζεσθαι τοὺς δεξαμένους αὐτό, καὶ οὐδ᾽ ἂν φύσεως
col. 867–868page 425 of 677
PG 130:867θείας ἐδείκνυε κοινωνοὺς τοὺς ἔχοντας αὐτὸ, εἴπερ ἦν τῆς θείας οὐσίας ὑπῆρχεν αὐτό. Ἀντίθεσις αἱρετικῶν. Ἁγιαστικόν φασιν εἶναι τὸ Πνεῦμα, καὶ αὐτὸ τοῦτο συνομολογήσετε, οὐκ αὐτὸ καθ᾿ ἑαυτὸ φύσει τοιοῦτον ὑπάρχον, ἀλλ' ὥσπερ τι σκεῦος, ἐκ σιδήρου τυχήσας καὶ ἑτέρας ὕλης τῆς, ἐκ πυρὸς μετασχὸν θερμότητος τὰ τοῦ πυρὸς ἐξεργάζεται, οὕτω καὶ αὐτὸ τῆς τοῦ Θεοῦ πληρούμενον ἁγιότητος μεταδίδωσι τῇ κτίσει τοῦ ἁγιασμοῦ, καὶ ἐπὶ τούτοις ἡμῖν ἀψευδὴς μάρτυς αὐτὸς ὁ Σωτὴρ γενήσεται λέγων περὶ αὐτοῦ, Ἐκ τοῦ ἐμοῦ λήψεται. Οὐκ, Ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἁγιάσει ὑμᾶς, ἡ εἴρη σιν ὁ Σωτὴρ (εἰ καὶ ὅτι μάλιστα καὶ εἰ κατὰ τοῦτον εἴρητο τὸν τρόπον, οὐδεμίαν τοῖς ἀκροωμένοις ἐπήνεγ σεν ἂν τὴν ζημίαν)· πλήν, Ἐκ τοῦ ἐμοῦ λήψεται, φησὶν ὁ Σωτὴρ, καὶ ἀναγγελεῖ ἡμῖν, ὅτι οὐ λαλή σει ἀφ' ἑαυτοῦ οὐδὲν, ἀλλὰ ὁ ἀκούσει, λαλήσει. Ἐπειδὴ γὰρ ἔμελλε τὴν μετὰ σαρκὸς ἀποπληρώσας οἰκονομίαν ἀναβαίνειν πρὸς τὸν Πατέρα, πέμψειν δὲ ὑπέσχετο τὸν Παράκλητον τοῖς ἑαυτοῦ μαθηταῖς, ἵνα μή τις ὑπολάβῃ τὰ μὴ κατὰ γνώμην αὐτῷ διατάσσεσθαι τὸ Πνεῦμα τὸ ἅγιον, δεικνύει σαφῶς ὅτι Πνεῦμα αὐτοῦ ὑπάρχον τὰ ἐξ αὐτοῦ· πάλιν διακονήσει τὰ ῥή ματα· Οὐ λαλήσει, φησὶν, ἀφ' ἑαυτοῦ, ἀλλ' ὅσα ἀκούει, λαλήσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται. Ὅμοιον γὰρ, ὡς εἰ καὶ τὸ μέλι περὶ τῆς ἐνούσης αὐτῷ ποιό τητος φυσικῆς λέγει, Οὐκ ἐνθήσει τι ἀφ' ἑαυτῆς τοῖς ἀπογευομένοις, ἀλλ᾽ ἐκ τοῦ ἐμοῦ λήψεται, φυσικῶς διαβαινούσης, ἵν᾿ οὕτως εἴπω, τῆς ἐκ τῶν οὐσιῶν ποιότητος ἐπὶ τὰ ἐξ αὐτῶν ἀμερίστως προερχόμενα· οἷον, καθάπερ ἤδη προείπομεν, ἐκ μέλιτος ἡ γλυκύ της, ἐκ πυρὸς ἡ θερμότης, ἐξ ὕδατος ἡ μετ' ἐκείνων λόγον, φυσικῶς δὲ μᾶλλον καὶ Τὸ ἐκ μετοχῆς ἅγιον, δοχεῖον ὥσπερ ὑπάρχον τοῦ προγεγονότος ἁγιασμοῦ, αὐτὸ καθ᾿ ἑαυτὸ πρότερον ἰδίᾳ φύσει κείσεται, ὥσπερ οὖν καὶ ὁ ἄνθρωπος πᾶς καὶ ἄγγελος τυχὼν, ἢ καί τις ἑτέρα φύσις λογική. Λεγέτωσαν τοίνυν ἡμῖν οἱ ἐκ μετοχῆς τῆς τοῦ Θεοῦ καὶ Πατρὸς τὸ Πνεῦμα τολμῶντες λέγειν ἅγιον εἶναι καὶ οὐ φυσικῶς, τί ποτε ἄρα αὐτὸ καθ᾿ ἑαυτὸ ἰδιαζόντως ἐστίν; Ἀλλ' οὐδὲν ἕτερον ἠκούσαμεν παρὰ ταῖς θείαις Γραφαῖς. Οὐκ ἄρα ἐκ μετοχῆς, οὐδὲ ἐκ συνθέσεως ἅγιον, ἀλλ' οὐσία καὶ φύσις ἁγιαστική, καὶ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς, ἵν' οὕτως εἴπω, ποιό τητος, ὥσπερ οὖν καὶ ὁ γλυκασμὸς τοῦ μέλιτος, καὶ ἡ ἐξ ἄνθους εὐωδία. Τὸ ἐκ μετοχῆς προσγινόμενόν τισιν ὡς δοτόν ἐστι καὶ ἀφαιρετόν. Μόνα γὰρ τὰ οὐσιωδῶς προσόντα τοῖς ἔχουσιν ἀχωρίστως προσπεφυκότα φαίνονται. Εἰ τοί νυν ἐν προσθήκης τάξει καὶ συμβεβηκότος πεισθῶσι φασιν ἐν τῷ Πνεύματι τὸν ἁγιασμόν, ὁμολογήσουσι πάντως, ὅτι καὶ ἀποσυμβῆναι δυνήσεται. Ὥρα δὴ ἁγιότητος δίχα τὸ Πνεῦμα λέγειν εἶναι δύνασθαί ποτε, κατὰ τὸ ἐκείνων ἐπιχείρημα. Ἀλλὰ τοῦτο δὲ ἀσε βές. Οὐκ ἄρα ἐκ μετοχῆς ἅγιον τὸ Πνεῦμα, ἐπεί ὡς ἐκ Θεοῦ φυσικῶς.
col. 869–870page 426 of 677
PG 130:869Ἐκ τῆς πρὸς Ῥωμαίους Ἐπιστολῆς. οἴδαμεν, φησίν, ὅτι ὁ νόμος πνευματικός ἐστιν. Εἶτα βραχὺ ἐπιλέγει· Συνήδομαι τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον· καὶ πάλιν· Ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου. Ἰδοὺ τὸν νόμον ὀνομάσας πνευματικὸν, τουτέστι τὸν διὰ τοῦ Πνεύματος, εὐθὺς αὐτὸν καὶ Θεοῦ νόμον ἀποκαλεῖ. Γυμνότερον δὲ διὰ τῶν ἐφεξῆς, ὅτι Θεὸς εἴη τὸ Πνεῦμα, δεικνύει βοῶν, Ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς, ἵνα μὴ μόνον νου μοθετοῦν εὑρίσκηται τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ᾽ ἤδη καὶ Πνεῦμα ὑπάρχον ζωῆς. Καὶ τίς ἡ ζωή, ἢ πάνω τω; ὁ λέγων Χριστός· Ἐγώ εἰμι ἡ ἀλήθεια, καὶ ἡ ζωή; Ἐκ τῆς πρὸς Κορινθίους. Ἀλλὰ ἀπελούσασθε, φησὶν, ἀλλὰ ἡγιάσθητε, ἀλλὰ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. Οὐκοῦν εἰ μόνῳ Θεῷ τὸ ἐξεῖναι συγχωρεῖν ἁμαρτίας δώσομεν, ἀφίησι δὲ καὶ δικαιοῖ καὶ τὸ Πνεῦμα, ἁγίους ἀποδεικνύον τοὺς ἐν οἷς ἂν γένοιτο, Θεὸς ἄρα τὸ τὴν θείαν ἐνέργειαν ἔχον ἐν ἑαυτῷ φυσικῶς. Ἐκ τοῦ Εὐαγγελίου. Ἀμὴν λέγω ὑμῖν, ὅτι, ἐὰν μὴ ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, δοῦλοί ἐστε. Ποιήματι μὲν γὰρ τὸ δύνασθαι τοῦτο ποιεῖν οὐ πρόσεστι, μόνῳ δὲ ὡς Υἱῷ καὶ κληρονόμῳ τῷ ἐκ Θεοῦ Πατρὸς προελθόντι Λόγῳ. Εἰ τοίνυν μόνον πρὸς ἐλευθερίαν καλοῦντος ἡμᾶς τοῦ Υἱοῦ φαίνεται καὶ τὸ Πνεῦμα τοῦτο ποιοῦν, πῶς οὐκ ἔσται τῆς οὐσίας αὐτοῦ τὸ ὡς αὐτὸς πάντα πράττον μετὰ δυνάμεως θεοπρεποῦς; Εἰ δὲ τοῦτο οὐ κτίσμα ἐστὶν, οὐδὲ ποίημα τὸ Πνεῦμα Κυρίου. Πολ λὴν γὰρ ὁ λόγος τὴν ἀσέβειαν ἔχει. Ἐκ τῆς Ἰακώβου Ἐπιστολῆς. Μὴ πλανᾶσθε, ἀδελφοί μου ἀγαπητοί. Πᾶσα δό σις ἀγαθὴ, καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ τοῦ Πατρὸς τῶν φώτων. Εἰ ἐκ τοῦ Πα τρὸς τῶν φώτων ἡ ποικίλη τῶν θείων χαρισμάτων καταπέμπεται δόσις, φησὶ δὲ ὁ Παῦλος, Ταῦτα πάντα ἐνεργεῖ τὸ Πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται· πῶς οὐ Θεὸς, καὶ ἐκ Θεοῦ, καὶ ἐν Θεῷ τὸ Πνεῦμα, τὸ τὰ πάντα ἐνεργοῦν τὰ τῷ Θεῷ πρέ ποντα, καὶ τοῦτο ἐξουσιαστικῶς; Οὔκουν κτίσμα, καθάπερ ἐκεῖνοι ληροῦντές φασιν. Ἐκ τῆς Πέτρου Ἐπιστολῆς. Σωφρονήσατε οὖν, καὶ νήψατε εἰς προσευχὰς, πρὸ πάντων δὲ τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἡ ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν. Φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμοῦ, ἕκαστος καθ᾽ ὃ ἔλαβε χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες, ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ. Ὅρα δή μοι πάλιν, ὅτι τοῦ ἁγίου Πνεύματος ἐξουσιαστικῶς, καθὼς ἂν βούληται, τὰ θεῖα χαρίσματα δια νέμοντάς τε καὶ ἑκάστῳ τῶν ἁγίων ἐπιμερίζοντας, ὁ θαυμάσιος Πέτρος ἐκ Θεοῦ τῆς τοιᾶσδε χάριτος τὴν
col. 871–872page 427 of 677
PG 130:871τρων τῆς θείας φύσεως τὸ Πνεῦμα εἰδώς. Θεόν οὖν τὸ Πνεῦμα καλοῦντος τοῦ Πέτρου, πῶς οὐ δυσσεβής καὶ παράφρων ὁ τοῖς ποιήμασιν ἐνάριθμον τοῦτο τι θεῖς, καὶ τοῖς τῶν ἁγίων ἀποστόλων κηρύγμασιν ἀντιφθέγγεσθαι ριψοκινδύνως κατατολμῶν; ποικιλίαν τε καὶ δόσιν εἶναι διισχυρίζεται, οὐκ ἀλλὰ τα, Ἐκ τῆς Ἰωάννου Ἐπιστολῆς. Καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν αὐτῷ. Καὶ ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν ἡμῖν μένει, ἐκ τοῦ Πνεύματος οὗ ἔδωκεν ἡμῖν. Εἰ τοῦ ἁγίου Πνεύματος ἐν ἡμῖν οἰκοῦντος Θεός ἐστιν ὁ κατοικῶν, πῶς οὐ Θεὸς, καὶ ἐκ Θεοῦ τὸ Πνεῦμα; ὅπερ εἴ τις ἔχει, Θεὸν ἐνοικοῦντα φορεῖ, ὃς καὶ διὰ τοῦ προφήτου φησίν· Ἐνοικήσω ἐν αὐτοῖς, καὶ περιπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός. Καὶ εἰ θεὸς, καὶ ἐκ Θεοῦ τὸ Πνεῦμα, τίς αὐτὸ ριψοκινδύνως, ὅτι γενητὸν εἴη λέγων, τὴν αἰώνιον ἐκβήσεται κόλασιν; Ἐκ τῆς αὐτῆς. Καὶ τὸ Πνεῦμά ἐστι τὸ μαρτυροῦν, ὅτι τὸ Πνεῦ μά ἐστιν ἡ ἀλήθεια. Ὅτι τρεῖς εἰσιν οἱ μαρτυροῦντες ἐν τῷ οὐρανῷ, ὁ Πατὴρ, ὁ Λόγος, καὶ τὸ ἅγιον Πνεῦμα· καὶ οὗτοι οἱ τρεῖς ἓν εἰσι. Καὶ τρεῖς εἰσιν οἱ μαρτυροῦντες ἐν τῇ γῇ, τὸ Πνεῦμα, καὶ τὸ ὕδωρ, καὶ τὸ αἷμα· καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν. Εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ Θεοῦ μείζων ἐστί. Θέα δὴ πάλιν, ὅτι τῆς ἀλη θείας ὁ κῆρυξ Θεόν τε καὶ ἐκ Θεοῦ φυσικῶς τὸ Πνεῦμα καλεῖ. Εἰρηκὼς γὰρ, ὅτι τὸ Πνεῦμά ἐστι τοῦ Θεοῦ τὸ μαρτυροῦν, μικρόν τι προελθὼν ἐπαφέρει, Ἡ μαρτυρία τοῦ Θεοῦ μείζων ἐστί. Πῶς ὧν ἐστι ποίημα τὸ τῶν ὅλων Πατρὶ συνθεολογούμενον, καὶ τῆς ἁγίας Τριάδος συμπληρωτικόν; Ἐκ τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου. Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰω σήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. Εἰ μόνῃ τὸ δύνασθαι κτίζειν τῇ θείᾳ πρόσεστι φύσει, καὶ τοῦτο αὐτῆς μετὰ τῶν ἄλλων αὐτῆς θεοπρεπῶν τὸ ἐξαίρετον, κτίζει δὲ τὸ Πνεῦμα τὸ θεῖον ἐν τῇ Παρθένῳ ναόν, τίς αὐτὸ πεποιῆσθαι λέγων οὐχὶ δυσσεβής τε ὁμοῦ καὶ παράφρων εὑρεθήσεται; Ἐκ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου. Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, οὐδὲ ἐκ θελήματος σαρκός, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Εἰ τὸ Πνεῦμά ἐστι διὰ τῆς πίστεως τῆς εἰς Χριστὸν ἀναγεννῶν ἡμᾶς εἰς σω τηρίαν, ὡς αὐτοῦ δὴ τούτου χάριν γεννητοὺς ἡμᾶς χρηματίζειν Θεοῦ, πῶς οὐκ ἂν εἴη Θεὸς τὸ Πνεῦμα· Ὅτι δὲ γεννητοὶ Πνεύματος ἡμεῖς οἱ πιστεύσαντες, μαρτυρήσει λέγων ὁ Σωτὴρ πρὸς Νικόδημον· τὸ Πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει. Οὕτως ἐστὶν πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος.
col. 873–874page 428 of 677
PG 130:873Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρὸς τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. Εἰ παρὰ τοῦ Θεοῦ καὶ Πατρός ἐκπορεύεται τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ὥσπερ τις καρπὸς τῆς οὐσίας αὐτοῦ ἐστιν, ἀγέννητος δὲ, καὶ ἄκτιστος ὁ Πατήρ, πῶς ἂν εἴη γεννητὸν τὸ ἐξ αὐτοῦ προερχόμενον Πνεῦμα; Πῶς δὲ ναὸς Θεοῦ χρηματίζομεν ἡμεῖς τὸ Πνεῦμα λαβόντες, εἴπερ οὐκ ἔστι Θεὸς κατὰ τὴν τινῶν ἀβουλίαν; Τοῦ αὐτοῦ. Εἰ τὸ Πνεῦμα πάντα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ, εύδηλον, ὡς οὐκ ἀλλόφυλον, οὐδὲ ἑτερούσιον, ἀλλὰ τῆς θείας ἐστὶ φύσεως τὸ Πνεῦμα τὸ ἅγιον. Διὸ καὶ τὰ βάθη τοῦ Θεοῦ γινώσκει, καὶ ἐπίσταται τὰ τοῦ Θεοῦ, ὡς ἡ ἡμετέρα ψυχὴ τὰ οἰκεῖα. Εἰ δέ τις ἄγνοιαν τὴν ἔρευναν νομίζει, τοῦτο καὶ ἐπὶ τοῦ Πατρὸς κείμενον εὑρήσει· Ὁ γὰρ ἐρευνῶν, φησί, τὰς καρδίας οἶδε τί τὸ φρόνημα τοῦ Πνεύματος. Εἰ δὲ ὁ τῶν ὅλων Θεὸς οὐκ ἀγνοῶν ἐρευνᾷ, ἀλλὰ σαφῶς ἐπίσταται πρὶν γενέσθαι τὰ πάντα, καὶ τὸ Πνεῦμα τὸ ἅγιον οὐ δι' ἄγνοιαν ἐρευνᾷ τοῦ Θεοῦ τὰ βάθη. Πῶς γὰρ ἂν ἁρμόσεις τῷ ἀγνοοῦντι τὸ Ὥς οἶδε τὸ πνεῦμα τοῦ ἀνθρώπου τὰ ἐν αὐτῷ, οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ; Ἐναντίον γὰρ τῇ ἐρεύνῃ ἡ εἴδησις. Ἡ δὲ ψυχὴ οὐκ ἐρευνᾷ τὰ ἑαυτῆς, ἀλλ' ἀκριβῶς ἐπίσταται. Οὐκοῦν τὸ Πνεῦμα τὸ ἅγιον ἀκριβῆ τὴν γνώσιν τοῦ Θεοῦ ἔχει· καὶ Ὥσπερ οὐδεὶς οἶδε τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς, οὐδὲ τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ, οὕτω, φησὶν, οὐδεὶς οἶδε τὰ τοῦ Θεοῦ εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ἐκ δὲ τῶν εἰρημένων τὸ κοινὸν τῆς φύσεως διδασκόμεθα. Ἐπειδὴ δὲ οἱ πᾶσαν ἀναισχυντίαν νοσοῦντες, οἱ τῆς Ἀρείου, φημί, καὶ Εὐνομίου μαθηταὶ βλασφημίας, αὐτόν φασιν εἶναι τὸν Θεὸν τὸ Πνεῦμα τοῦ Θεοῦ, ἀναγκαίως ὁ μακάριος Παῦλος δείκνυσι τὸ τοῦ Πνεύματος πρόσωπον· Ἡμεῖς γὰρ, φησὶν, οὐ τὸ Πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ Θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν, ἃ καὶ καλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλὰ διδακτοῖς Πνεύματος ἁγίου, πνευματικοῖς πνευματικὰ συγκρίνοντες. Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος. Μωρία γὰρ αὐτῷ ἐστι, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται. Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς συμβιβάσει αὐτόν; Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν. Οὐκοῦν τὸ εἰπεῖν, ὅτι οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἐδίδαξεν οὐχ ὁμογενὲς τῷ κόσμῳ, ἀλλὰ τῆς θείας ὑπάρχον οὐσίας τὸ Πνεῦμα τὸ ἅγιον· καὶ πρὸς τούτῳ ἐδίδαξεν, ὡς οὐ περὶ τοῦ Θεοῦ καὶ Πατρὸς ποιεῖται τὸν λόγον, ἀλλὰ περὶ τοῦ ἁγίου Πνεύματος, οὗ τὴν χάριν λαμβάνουσιν οἱ πιστεύοντες. Διὸ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, εἶπε διδάσκων, ὡς ἐκ τοῦ Πατρὸς ἔχει
col. 875–876page 429 of 677
PG 130:875τὴν ὕπαρξιν, κἀκείνης ὑπάρχει τῆς φύσεως οὐ δη μιουργικῶς, οὐδὲ γεννητικῶς, ἀλλ' ὡς οἶδεν ὁ μόνος τὸν Υἱὸν ἐπιστάμενος, καὶ ὁ μόνος τὸν Πατέρα γι νώσκων, καὶ τὸ μόνον Πατέρα, καὶ Υἱὸν ἐπισταμένου. Ἐκ Θεοῦ τοῦτο μεμαθήκαμεν, τὸν δὲ τρόπον οὐκ ἐδιδάχθημεν. Ἀρκούμεθα δὲ τοῖς δοθεῖσι μέ τροις τῆς γνώσεως, καὶ οὐ πολυπραγμονοῦμεν ἀνοή τως τὰ ἀνέφικτα. Τοῦ αὐτοῦ. Εἰπὼν ὁ Λουκᾶς ἐν ταῖς Πράξεσιν, ὅτι λειτουργούντων τῷ Κυρίῳ, καὶ νηστευόντων τῶν ἀδελφῶν ἐν Ἀντιοχείᾳ, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Παῦλον, καὶ τὸν Βαρνάβαν εἰς τὸ ἔργον, ὃ προσκέκλημαι αὐτούς· καὶ ἐπαγαγών, ὅτι Ἐκπεμφθέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος κατῆλθον εἰς τὴν Σελεύκειαν, καὶ διηγησάμενος ὅπως περινοστήσαντες τὴν Κύπρον, καὶ τὴν Λυκίαν, καὶ Λυκαονίαν, καὶ Παμφυλίαν, καὶ Βιθυνίαν ἐκήρυξαν τὸ Εὐαγγέλιον, ἐπιφέρει· κἀκεῖθεν ἀποπλεύσαντες εἰς Ἀντιόχειαν οἱ περὶ Βαρνάβαν, καὶ Παῦλος, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ Θεοῦ εἰς τὸ ἔργον, ὃ ἐπλήρωσαν, παραγενόμενοι καὶ συνα γαγόντες τὴν ἐκκλησίαν, ἀνήγγειλαν ὅσα ἐποίησε μετ' αὐτῶν ὁ Θεός. Μνημονεύσας ἄνω τοῦ Πνεύματος ὡς ἀφορίσαντος τὸν Παῦλον, καὶ τὸν Βαρνάβαν εἰς ὃ προσεκέκλητο αὐτοὺς ἔργον, Θεὸν τοῦτο μετὰ τὴν ἄ νοδον ἀποκαλεῖ, καὶ δὶς τὴν τοῦ Θεοῦ τίθησι προσηγορί αν· πρῶτον μὲν λέγων, ὅτι ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ Θεοῦ εἰς τὸ ἔργον, ὃ ἐπλήρωσαν· δεύτερον δὲ, ὅτι συναγαγόντες τὴν ἐκκλησίαν, ἀνήγγειλαν ὅσα ἐποίησε μετ' αὐτῶν ὁ Θεός. Τοῦ αὐτοῦ. Δάκτυλον Θεοῦ καλεῖν οἶδεν ἡ θεία Γραφὴ τὸ θεῖον Πνεῦμα, καθάπερ καὶ ὁ Χριστὸς εἴρηκεν· Εἰ ἐγὼ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια· ὅπερ ὁ φιλό λογος εὐαγγελιστὴς ἐν Πνεύματι Θεοῦ εἶπεν· ὁμοίως δὲ καὶ δεξιὰν καὶ βραχίονα τὸν Υἱόν, ὡς τὸ Ἔσωσεν αὐτοὺς ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ. Ὥσπερ οὖν ὁ βραχίων ὁμοούσιός ἐστι τῷ οὗ ἐστι βραχίων, οὕτω καὶ ὁ δάκτυλος τῷ οὗ ἐστι δάκτυλος. Ὁμοούσιον ἄρα τὸ ἅγιον Πνεῦμα τῷ Πατρὶ καὶ τῷ Υἱῷ. Εἰ δὲ ὁμοούσιον, καὶ Θεός. ΤΙΤΛΟΣ ΙΓʹ. Φωτίου πατριάρχου κατὰ τῶν τῆς Ῥώμης, ὅτι ἐκ τοῦ Πατρὸς μόνου ἐκπορεύεται τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ' οὐχὶ καὶ ἐκ τοῦ Υἱοῦ. ΤΙΤΛΟΣ ΙΔʹ. Κατὰ Ἀπολλιναρίου, τοῦ μεγάλου Ἀθανασίου ἐκ τῆς πρὸς Μακεδονιανὸν τὸν Ἀπολλινα ριστὴν διαλέξεως. ΜΑΚΕΔΟΝΙΑΝΟΣ. Οὐ μόνον σφάλλεσθε λέγοντες, ὅτι ὁμοούσιός ἐστιν ὁ Υἱὸς τῷ Πατρὶ, ἀλλ' ὅτι καὶ ψυχὴν εἶχε σαρκωθείς
col. 877–878page 430 of 677
PG 130:877ὁ Κύριος. ΟΡΘΟΔΟΞΟΣ. Οὐ μόνον εὐσεβοῦμεν λέγοντες, ὅτι ὁμοούσιος ἐστιν ὁ Υἱὸς τῷ Πατρὶ, ἀλλ' ὅτι καὶ ψυχὴν εἶχε σαρκωθείς. Οὐδὲν δὲ μέγα ποιεῖς ἀρνοῦμενος τὸ ὁμοούσιον, εἰ ψυχὴν αὐτὸν ἔχειν ἀρνῇ. Τοῦτο γάρ ἐστιν ἴδιον τῶν τὸ ἑτερούσιον καὶ τὸ ἀνόμοιον λεγόντων. Ἵνα γὰρ παθητὴν τὴν οὐσίαν τοῦ Μονογενοῦς εἴπωσιν, ἄψυχον λέγουσι, καὶ ἐκ τούτου κατασκευάζουσι τὸ ἀνόμοιον. ΜΑΚΕΔ. Ἀλλ' ἡμεῖς ἀνόμοιον μὲν οὐ λέγομεν, ἄψυχον δὲ λέγομεν. ΟΡΘ. Ὁμολογεῖς, ὅτι παρὰ τῷ θανάτῳ ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν, ὡς ἐν τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ γέγραπται, καὶ ἐν τῷ κατὰ Μάρκον, Ἤρξατο θαμβεῖσθαι καὶ ἀδημονεῖν; ΜΑΚΕΔ. Ναί. ΟΡΘ. Ἀδημονεῖ δὲ καὶ ἐκθαμβεῖται θεότης τὸν θάνατον, ἢ τὸ ἄψυχον σῶμα; ΜΑΚΕΔ. Δηλονότι ἡ θεότης σεσαρκωμένη. ΟΡΘ. Ἀνόμοιος ἄρα ἡ τοῦ Υἱοῦ θεότης τῇ τοῦ Πατρὸς θεότητι; ΜΑΚΕΔ. Μὴ γένοιτο! ΟΡΘ. Εἰ ἀδημονεῖ καὶ ἐκθαμβεῖται τὸν θάνατον, πῶς δύναται ὅμοιος εἶναι καὶ ἀπαράλλακτος τῷ μήτε ἀδημονοῦντι, μήτε λυπουμένῳ, μήτε ἐκθαμβουμένῳ; ΜΑΚΕΔ. Ἐπειδὴ σῶμα ἀνθρώπινον ἔσχεν, ἀδημονεῖ. ΟΡΘ. Σῶμα δὲ ἄψυχον οὐκ ἀδημονεῖ, οὐκ ἐκθαμβεῖται, οὐ λυπεῖται. ΜΑΚΕΔ. Ἀλλ' εἶχε θεότητα ἀντὶ τῆς ψυχῆς. ΟΡΘ. Τὸ σῶμα ἐποίει τὴν θεότητα ἐκθαμβεῖσθαι, ἢ ἡ θεότης τὸ σῶμα; ΜΑΚΕΔ. Διὰ τὸ σῶμα ἡ θεότης ἐξεθαμβεῖτο. ΟΡΘΟΔ. Ἐθολοῦτο οὖν ἡ θεότης ὑπὸ σώματος, ὡς τὸ ἡγεμονικὸν ἡμῶν. ΜΑΚΕΔ. Μὴ γένοιτο εἰπεῖν! ΟΡΘ. Ἀνάγκη οὖν δοῦναι ψυχὴν τὴν θολουμένην. ΜΑΚΕΔ. Μὴ γένοιτο! ΟΡΘ. Πῶς οὖν ἀκούσῃ τοῦ ἀγγέλου λέγοντος τῷ Ἰωσήφ· Παράλαβε τὴν μητέρα καὶ τὸ παιδίον, καὶ φεύγε εἰς Αἴγυπτον· μέλλει γὰρ ὁ Ἡρώδης ζητεῖν τὴν ψυχὴν τοῦ παιδίου· καὶ πάλιν· «Ἐγερθεὶς παράλαβε Μαριὰμ τὴν γυναῖκά σου, καὶ δεῦρο εἰς γῆν Ἰσραήλ· τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου·» καὶ αὐτὸς ὁ Κύριος λέγει· «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων,» καὶ πάλιν· «Ὅτε θέλω, τίθημι αὐτήν, καὶ ὅτε θέλω, λαμβάνω αὐτήν.» ΜΑΚΕΔ. Ἐπειδὴ καὶ ὁ Πατὴρ λέγει, «Τὰς νεομηνίας ὑμῶν καὶ τὰ Σάββατα μισεῖ ἡ ψυχή μου,» ἆρα διὰ τοῦτο καὶ τὸν Πατέρα ψυχὴν ἔχειν λέξομεν; ΟΡΘ. Πρῶτον παρήγαγες ῥητὸν οὐκ ἐνόησας. Οὐ γὰρ ἔχεις δεῖξαι, ὅτι Πατήρ ἐστιν ὁ λέγων. ΜΑΚΕΔ. Ἀλλὰ τίνος ἐστὶν ἡ φωνή; ΟΡΘ. Τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ εἰρηκότος· «Ἔγνω βοῦς τὸν κτησάμενον αὐτόν, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός μου οὐ συνῆκε.» ΜΑΚΕΔ. Οὗτος οὖν ἐστιν ὁ λέγων· «Τὰς νεομηνίας ὑμῶν καὶ τὰ Σάββατα μισεῖ ἡ ψυχή μου;» ΟΡΘ. Καὶ πάνυ. Τότε γὰρ αὐτὰ ἐμίσησεν, ὅτε ἐνηνθρώπησε, καὶ τὴν Καινὴν Διαθήκην διέθετο. ΜΑΚΕΔ. Καὶ εἶχε ψυχήν, ὅτε ὤφθη τῷ Ἠσαΐᾳ; ΟΡΘ. Ὥσπερ οὐκ εἶχε χεῖρας καὶ πόδας σωματικούς, οὔτε μὴν ἱμάτια σωματικὰ πρὸ τῆς ἐνανθρωπήσεως, ὅτε ἔλεγεν, «Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλήρους,» ἀλλὰ τὰ
col. 879–880page 431 of 677
PG 130:879μέλλοντα γίνεσθαι ἔλεγεν· οὕτω καὶ περὶ ψυχῆς λέγων εἶπε· «Μισεῖ ἡ ψυχή μου.» Μακεδ. Δῶμεν, ὅτι ἡ φωνὴ τοῦ Υἱοῦ ἐστι· μὴ καὶ ὅτι ἔλεγεν· «Ἰδοὺ ὁ Παῖς μου ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ Πνεῦμά μου ἐπ' αὐτόν,» ὁ Υἱός ἐστιν ὁ λέγων; Ὀρθ. Οὐκ ἔστιν ὁ Υἱὸς ὁ λέγων, ἀλλ᾽ ὁμολογουμένως ὁ Πατήρ. Οὐ μὴν ὡς αὐτὸς ψυχὴν ἔχων ταῦτα λαλεῖ· ἀλλὰ πᾶσαν ψυχὴν ἁγίαν, ἑαυτοῦ ψυχὴν λέγει. Ἥτις οὖν ψυχὴ εἰς τὸν Υἱὸν ηὐδόκησε, αὕτη μου, φησίν, ἔστιν ἡ ψυχή. Ὡς γὰρ ὁ δίκαιος ἄνθρωπος, τοῦ Θεοῦ λέγεται ἄνθρωπος· οὕτω καὶ ἡ δικαία ψυχὴ τοῦ Θεοῦ λέγεται καὶ ἔστι ψυχή. Μακεδ. Τί οὖν ἐστιν εὐδοκία; Ὀρθ. Ὁ προφήτης Ἡσαΐας τὸ ηὐδόκησε, προσεδέξατο εἶπε, λέγων· «Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου· ἔδωκα τὸ Πνεῦμά μου ἐπ' αὐτόν.» Ἡ εἰς οὖν ψυχὴ τοῦτον, ὃν δείκνυμι ὑμῖν παῖδά μου, προσεδέξατο, αὕτη μου ἐστὶ ψυχή. Μακεδ. Ἡμεῖς καταχρηστικῶς τὸν Πατέρα λέγομεν εἰρηκέναι τὴν ψυχήν· οὔτε γὰρ ψυχὴν ἔχων ὁ Πατὴρ λέγει· «Εἰς ὃν ηὐδόκησεν ἡ ψυχή μου,» οὔτε, ὡς σὺ νενόηκας, περὶ τῆς τῶν ἀνθρώπων ψυχῆς λέγει. Ὀρθ. Δῶμεν, ὅτι καταχρηστικῶς εἴρηται περὶ τοῦ Πατρός· ἆρα καὶ περὶ τοῦ Υἱοῦ καταχρηστικῶς εἴρηται; Μακεδ. Ναί. Ὀρθ. Ἐὰν οὖν καὶ ἄνθρωπος λέγηται ὁ Πατήρ, καταχρηστικῶς εἴρηται· καὶ εἰ περὶ τοῦ Πατρός, ἆρα καὶ τὸν Υἱὸν καταχρηστικῶς ἄνθρωπον λέξομεν; Μακεδ. Ποῦ γέγραπται καταχρηστικῶς ὁ Πατὴρ ἄνθρωπος; Ὀρθ. Αὐτὸς ὁ Υἱὸς ἐν τοῖς Εὐαγγελίοις λέγει αὐτὸν ἄνθρωπον. Μακεδ. Ἀνάγνωθί μοι τοῦ αὐτὸν λέγει ἄνθρωπον. Ὀρθ. Ὅταν λέγῃ, «Ἄνθρωπός τις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ,» ποῖον λέγει ἄνθρωπον; Καὶ ὅταν λέγῃ· «Ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς,» ποῖον νοεῖς ἄνθρωπον; Μακεδ. Ἐν παραβολῇ τὸν Πατέρα. Ὀρθ. Ἆρα οὖν, ἐπειδὴ ἐν παραβολαῖς τὸν Πατέρα λέγει ἄνθρωπον, καὶ ἐν αὐτῇ τῇ παραβολῇ καὶ ἑαυτὸν Χριστὸν ἄνθρωπον μετὰ τοὺς δούλους ἀπεσταλμένον, εἴποιμεν ἂν καὶ αὐτὸν τὸν Υἱὸν καταχρηστικῶς ἐνηνθρωπηκέναι; Μακεδ. Μὴ γένοιτο! Ὀρθ. Ἐὰν δὲ ἀκούσωμεν πρόσωπον Πατρός, ὃ βλέπουσιν ἄγγελοι τῶν παιδίων, ὡς ἐν Εὐαγγελίοις γέγραπται· ἀκούσωμεν δὲ καὶ πρόσωπον Υἱοῦ, ὃ ἔλαμψεν ἐν τῷ ὄρει, καὶ ἐξέλαμψεν ὁ ὑπηρέτης· οὕτως ἀκούσομεν τῶν σημαινομένων; ἢ τὸ μὲν σώματος πρόσωπον, τὸ δὲ καταχρηστικῶς ὀνομάσομεν πρόσωπον, ὅ ἐστιν ὑπόστασις; Μακεδ. Ὁμολογουμένως ἄλλως ἐπὶ τοῦ Πατρός, καὶ ἄλλως ἐπὶ τοῦ Υἱοῦ. Ὀρθ. Οὐκ ἄρα, καὶ εἰ περὶ τοῦ Πατρὸς καταχρηστικῶς εἴρηται ψυχή, πάντως καὶ περὶ τοῦ Υἱοῦ· Μανιχαίων γὰρ αὕτη ἡ μανία, τὸ λέγειν μὴ ἐνηνθρωπηκέναι τὸν Υἱὸν τοῦ Θεοῦ. Μακεδ. Ἐνηνθρωπηκέναι λέγομεν· ἀλλ᾽ οὐχὶ ψυχὴν εἰληφέναι. Ὀρθ. Μὴ λέγε ἐνηνθρωπηκέναι μόνον, ἀλλὰ καὶ σεσαρκῶσθαι. Εἰ γὰρ οὐκ ἔλαβεν ἔμψυχον σῶμα, οὐδὲ ἐνηνθρώπησε. Μακεδ. Διὰ τί; Ὀρθ.
col. 881–882page 432 of 677
PG 130:881Ὅτι σῶμα ἄψυχον, τὸ μὴ κοινωνῆσαν ψυχῇ λογικῇ, οὐκ ἔστιν ἀνθρώπινον σῶμα. Πῶς δὲ ὡς «ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται φωνῆς ἐπᾴδοντος,» οὕτως ἀκούετε τοῦ Πέτρου λέγοντος ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, ὅτι «Οὔτε ἡ ψυχὴ αὐτοῦ κατελείφθη εἰς ᾅδου, οὔτε ἡ σάρξ αὐτοῦ οἶδε διαφθοράν;» Καὶ ὁ προφήτης Ἡσαΐας· «Ἐὰν δῶτε περὶ ἁμαρτίας τὴν ψυχὴν ὑμῶν, ὄψεσθε σπέρμα μακρόβιον. Καὶ βουλεύσεται Κύριος ἐν χειρὶ αὐτοῦ ἀφελεῖν τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς, καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον εὖ δουλεύοντα πολλοῖς· καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει. Διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλούς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκύλα. Ἀνθ' ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε, καὶ διὰ τὰς ἀνομίας αὐτῶν παρεδόθη.» Μακεδ. Καὶ ἡμεῖς ἴσμεν, ὅτι πολλαχοῦ εἴρηται ἐν τῇ Γραφῇ, ὅτι ψυχὴν εἶχεν· ἀλλὰ καταχρηστικῶς εἴρηται, καὶ οὐκ ἀληθείᾳ. Ὀρθ. Πάντα οὖν ὅσα εἴρηται περὶ αὐτοῦ ἀνθρώπινα, οἷον ἀκοή, ὅρασις, ὄσφρησις, φωνή, γεῦσις, ἐπιθυμία, λύπη, θάμβος, ἀδημονία, περίπατος, καταχρηστικῶς εἴρηται, καὶ οὐκ ἀληθείᾳ; Μακεδ. Πάντα ταῦτα τὰ προειρημένα ἀληθῶς εἴρηται, ψυχὴ δὲ καταχρηστικῶς. Ὀρθ. Καὶ ὁ καταξιώσας κοπιῶντι τῷ σώματι, καὶ ἐξ ὀστέων, καὶ νεύρων, καὶ φλεβῶν, καὶ ἀρτηριῶν, καὶ ἄλλων μελῶν τοῦ σώματος καὶ μερῶν συμπαγέντι ἑνωθῆναι, οὐκ εἶχε ψυχήν; Μακεδ. Τί χρείαν εἶχε ψυχῆς ἡ Ζωή; Ὀρθ. Τί δὲ χρείαν εἶχε τῆς σαρκός, ὁ ἄνευ σαρκὸς ὀφθεὶς πρὸς τοὺς πατέρας ἡμῶν; Μακεδ. Εἰς τὸ σταυρωθῆναι χρείαν εἶχε σαρκός. Ὀρθ. Καὶ εἰς τὸ λυπηθῆναι, καὶ ἀδημονῆσαι, καὶ ἐκθαμβηθῆναι, καὶ ἐν ᾅδου γενέσθαι, χρείαν εἶχε ψυχῆς. Τοῦτο γάρ ἐστι τὸ μορφὴν δούλου λαβών, οὐ τὸ ἐν σώματι φανῆναι μόνον, ἀλλὰ καὶ τὸ τὰ πάθη τῆς δουλείας λαβεῖν. Μακεδ. Μορφὴν δούλου ἔλαβε, σάρκα λαβών. Ὀρθ. Ἡ μορφὴ τοῦ Θεοῦ τελεία ἐστὶ μορφὴ Θεοῦ; Μακεδ. Ναί. Ὀρθ. Καὶ ἡ μορφὴ ἄρα τοῦ δούλου τελεία μορφὴ τοῦ δούλου ἐστί. Διὰ τοῦτο γὰρ καὶ θάμβος, καὶ λύπη, καὶ ἀδημονία, διὰ τὸ τελείαν εἶναι τὴν τοῦ δούλου μορφήν. Καὶ τοῦτό ἐστι τὸ πρόβατον, ὃ ζητήσας καὶ εὑρών, ἐπὶ τῶν ὤμων φέρει, οὐκ ἀσκὸν ἄψυχον, ἀλλ᾽ ἔμψυχον ζῶον, συγχωρῶν αὐτῷ ἔχειν τὰ πάθη, οὐ τὰ τῆς ἁμαρτίας, ἀλλὰ τὰ τῆς φύσεως· ἵνα μὴ φαντασία νομισθῇ, καὶ Μανιχαῖος μανῇ. Μακεδ. Δῶμεν, ὅτι περὶ ψυχῆς καλῶς λέγεις, διὰ τί καὶ ὁμοούσιον λέγετε τὸν Υἱὸν τῷ Πατρί; Ὀρθ. Ὅτι ἂν εἴπῃς λόγον τῆς οὐσίας τοῦ Πατρός, τοῦτον αὐτὸν τὸν λόγον εἶναι τιθέμεθα καὶ τῆς τοῦ Υἱοῦ οὐσίας. Μακεδ. Ἀλλὰ τοῦτο οὐκ ἔστιν ὁμοούσιον, ἀλλὰ ὁμοιοούσιον. Ὀρθ. Τὸ ὁμοιοούσιον, ἵν' οὕτως εἴπω, ἄγροικος σοφία ἐστίν· ὡς ἐὰν λέγῃ τις τὸν ὁμότροπον ὁμοιότροπον, ἢ τὸν ὁμογενῆ ὁμοιογενῆ, ἢ τὸν ὁμόδοξον ὁμοιόδοξον, ἢ τὸν ὁμόφρονα ὁμοιόφρονα. Μακεδ. Οὐκ· ἀλλὰ τὸ ὁμοιοούσιον ἐπὶ τῶν ἀσωμάτων· τὸ δὲ ὁμοούσιον ἐπὶ τῶν
col. 883–884page 433 of 677
PG 130:883σωμάτων. Ὁρθ. Εἶπον, ὅτι ἄγροικος σοφία ἐστί· μᾶλλον γὰρ τὸ ὁμοιοούσιον ἔδει λέγεσθαι παρ' ὑμῶν ἐπὶ τῶν σωμάτων, ἐφ' ὧν καὶ ὁμοιότης, τὸ δὲ ὁμοούσιον ἐπὶ τῶν ἀσωμάτων, ἐφ᾽ ὧν ἡ ταυτότης· τὸ γὰρ ὁμοούσιον ἐστι τὸ ταυτοούσιον. Μακεδ. Ἀλλὰ τὰ ὁμοούσια ἔχουσι προϋποκειμένην οὐσίαν. Ὁρθ. Οὐκ ἀληθῶς λέγεις· καὶ γὰρ ὁμοούσιος ἐστιν ἡ Εὔα τῷ Ἀδάμ, καὶ οὐκ ἔχουσι προϋποκειμένην οὐσίαν ἀνθρώπων. Μακεδ. Ἀλλὰ τὴν γῆν ἔχουσι προϋποκειμένην. Ὁρθ. Ἀλλ' οὐ διὰ τοῦτο εἰσιν ὁμοούσιοι, ἐπειδὴ ἐκ τῆς γῆς εἰσιν, ἀλλ' ὅτι τὸν αὐτὸν ἐπιδέχονται λόγον τῆς οὐσίας. Μακεδ. Ἐγὼ δὲ διὰ τοῦτο λέγω ὁμοουσίους, ἐπειδή ἐκ τῆς αὐτῆς εἰσιν οὐσίας, ἐκ τῆς γῆς. Ὁρθ. Εἶπε οὖν καὶ τοὺς κύνας, καὶ τοὺς ὄφεις, καὶ πάντα τὰ ἄλλα ζῶα, ὁμοούσια τοῖς ἀνθρώποις· καὶ οὐ μόνον τὰ ἄλλα ζῶα, ἀλλὰ καὶ τὰ φυτὰ, καὶ εἴ τι ἕτερόν ἐστιν ἐκ τῆς γῆς. Ὁμωνύμως γὰρ πάντα γήινα καλοῦνται· ἀλλ᾽ οὐ τὸν αὐτὸν ἐπιδέχονται λόγον τῆς οὐσίας. Μακεδ. Ἐγὼ οὐκ ἀκολουθῶ Ἀριστοτέλει. Ὁρθ. Οὐδὲ γὰρ ἐγώ. Μακεδ. Ἀλλὰ Ἀριστοτέλης εἶπε τῶν ὁμωνύμων τὸν λόγον τῆς οὐσίας ἕτερον εἶναι. Ὁρθ. Σὺ δὲ τὸν αὐτὸν εἶναι λόγον λέγεις τῆς οὐσίας ἀνθρώπων καὶ ὄνων, καὶ βοῶν, καὶ ἵππων, καὶ τῶν ἄλλων ζώων; Μακεδ. Ναί. Ὁρθ. Τὸν αὐτὸν ἄρα λόγον ἔχεις τῆς οὐσίας τοῖς ἀλόγοις; Μακεδ. Ναί. Ἐκ τῆς γῆς γὰρ ἐγενόμεθα πάντες. Ὁρθ. Ἐγὼ μὲν οὐκ Ἀριστοτέλει ἀκολουθῶν, ἀλλ' αὐτῇ τῇ ἀληθείᾳ, τῶν ὁμωνύμων τὸν λόγον τῆς οὐσίας οὐ τὸν αὐτὸν λέγω, οὐδὲ ταυτὰ τοῖς ἀλόγοις τὰ λογικά. Πᾶς δὲ αἱρετικὸς ὁ παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς.» Μακεδ. Μὴ ὕβριζε διαλεγόμενος. Ὁρθ. Ἐγὼ οὐχ ὑβρίζω, ἀλλ' ἡ σὴ φωνὴ τοῦτο συνήγαγε. Ἔτι κατὰ Ἀπολιναρίου, τοῦ μεγάλου Γρηγορίου τοῦ Θεολόγου ἐκ τῆς πρὸς Κληδόνιον λόγου δοῦς πρώτης ἐπιστολῆς. Μὴ ἀπατάτωσαν οἱ ἄνθρωποι, μηδὲ ἀπατάσθωσαν, ἄνθρωπον ἄνουν δεχόμενοι τὸν Κυριακὸν, ὡς αὐτοὶ λέγουσι, μᾶλλον δὲ τὸν Κύριον ἡμῶν καὶ Θεόν. Οὐδὲ γὰρ τὸν ἄνθρωπον χωρίζομεν τῆς θεότητος, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν δογματίζομεν, πρότερον μὲν οὐκ ἄνθρωπον, ἀλλὰ Θεὸν καὶ Υἱὸν μόνον προαιώνιον, ἀμιγῆ σώματος, καὶ τῶν ἐκ σώματος, ἐπὶ τέλει δὲ καὶ ἄνθρωπον, προσληφθέντα ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας, παθητὸν σαρκί, ἀπαθῆ θεότητι, περιγραπτὸν σώματι, ἀπερίγραπτον πνεύματι, τὸν αὐτὸν ἐπίγειον καὶ οὐράνιον, ὁρώμενον καὶ νοούμενον, χωρητὸν καὶ ἀχώρητον, ἵν᾿ ὅλῳ ἀνθρώπῳ τῷ αὐτῷ καὶ Θεῷ ὅλος ἄνθρωπος ἀναπλασθῇ πεπτωκὼς ὑπὸ τὴν ἁμαρτίαν. Εἴ τις οὐ Θεοτόκον τὴν ἁγίαν Μαρίαν ὑπολαμβάνει, χωρίς ἐστὶ τῆς θεότητος. Εἴ τις ὡς διὰ σωλήνος τῆς Παρθένου δραμεῖν, ἀλλὰ μὴ ἐν αὐτῇ διαπεπλάσθαι λέγοι θεϊκῶς ἅμα καὶ ἀνθρω-
col. 885–886page 434 of 677
PG 130:885πικῶς· θεϊκῶς μὲν, ὅτι χωρὶς ἀνδρός· ἀνθρωπικῶς δὲ, ὅτι νόμῳ κυήσεως, ὁμοίως ἄθεος. Εἰ τις διαπεπλάσθαι τὸν ἄνθρωπον, εἶθ' ὑποδεδυκέναι λέγοι Θεόν, κατάκριτος. Οὐ γὰρ γέννησις Θεοῦ τοῦτό ἐστιν, ἀλλὰ φυγή γεννήσεως. Εἴ τις εἰσάγει δύο Υἱοὺς, ἕνα μὲν τὸν ἐκ Θεοῦ καὶ Πατρός, δεύτερον δὲ τὸν ἐκ τῆς μητρός, ἀλλ' οὐχὶ ἕνα καὶ τὸν αὐτὸν, καὶ τῆς υἱοθεσίας ἐκπέσοι τῆς ἐπηγγελμένης τοῖς ὀρθῶς πιστεύουσι. Φύσεις μὲν γὰρ δύο Θεὸς καὶ ἄνθρωπος, ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα· υἱοὶ δὲ οὐ δύο, οὐδὲ Θεοί. Οὐδὲ γὰρ ἐνταῦθα δύο ἄνθρωποι, εἰ καὶ οὕτως ὁ Παῦλος τὸ ἐντὸς τοῦ ἀνθρώπου, καὶ τὸ ἐκτὸς προσηγόρευσε. Καὶ εἰ δεῖ συντόμως εἰπεῖν, ἄλλο μὲν καὶ ἄλλο τὰ ἐξ ὧν ὁ Σωτὴρ (εἴπερ μὴ ταυτὸν τὸ ἀόρατον τῷ ὁρατῷ, καὶ τὸ ἄχρονον τῷ ὑπὸ χρόνον), οὐκ ἄλλος δὲ καὶ ἄλλος· μὴ γένοιτο. Τὰ γὰρ ἀμφότερα ἐν τῇ συγκράσει Θεοῦ μὲν ἐνανθρωπήσαντος, ἀνθρώπου δὲ θεωθέντος, ἢ ὅπως ἄν τις ὀνομάσειε. Λέγω δὲ ἄλλο καὶ ἄλλο, ἔμπαλιν ἢ ἐπὶ τῆς Τριάδος ἔχει. Ἐκεῖ μὲν γὰρ ἄλλος καὶ ἄλλος, ἵνα μὴ τὰς ὑποστάσεις συγχέωμεν· οὐκ ἄλλο δὲ καὶ ἄλλο, ἐν γὰρ τὰ τρία καὶ ταυτὸν τῇ θεότητι. Εἴ τις, ὡς ἐν προφήτῃ, λέγοι κατὰ χάριν ἐνεργηκέναι, ἀλλὰ μὴ κατ' οὐσίαν συνήφθαί τε καὶ συνάπτεσθαι, εἴη κενὸς τῆς κρείττονος ἐνεργείας, μᾶλλον δὲ πλήρης τῆς ἐναντίας. Εἴ τις μὴ προσκυνεῖ τὸν ἐσταυρωμένον, ἀνάθεμα ἔστω, καὶ τετάχθω μετὰ τῶν θεοκτόνων. Εἴ τις ἐξ ἔργων τετελειωμένον, ἢ μετὰ τὸ βάπτισμα, ἢ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν υἱοθεσίας ἠξιώσθαι λέγοι, καθάπερ οὓς Ἕλληνες παρεγγράπτους εἰσάγουσιν, ἀνάθεμα ἔστω. Τὸ γὰρ ἡργμένον, ἢ προκόπτον, ἢ τελειούμενον, οὐ Θεός, κἂν διὰ τὴν κατὰ μικρὸν ἀνάδειξιν οὕτω λέγηται. Εἴ τις ἀποτεθεῖσθαι νῦν τὴν ἁγίαν σάρκα λέγοι, καὶ γυμνὴν εἶναι τὴν θεότητα τοῦ σώματος, ἀλλὰ μὴ μετὰ τοῦ προσλήμματος καὶ εἶναι, καὶ ἥξειν, μὴ ἴδοι τὴν δόξαν τῆς παρουσίας αὐτοῦ. Ποῦ γὰρ τὸ σῶμα νῦν, εἰ μὴ μετὰ τοῦ προσλαβόντος; οὐ γὰρ δὴ κατὰ τοὺς Μανιχαίων λήρους τῷ ἡλίῳ ἐναποτέθειται, ἵνα τιμηθῇ διὰ τῆς ἀτιμίας· ἢ εἰς τὸν ἀέρα ἐχέθη καὶ διελύθη, ὡς φωνῆς φύσις, καὶ ὀδμῆς ῥύσις, καὶ ἀστραπῆς δρόμος οὐχ ἱσταμένης. Ποῦ δὲ καὶ τὸ ψηλαφηθῆναι αὐτὸν μετὰ τὴν ἀνάστασιν, ἢ ὀφθήσεσθαί ποτε ὑπὸ τῶν ἐκκεντησάντων; θεότης γὰρ καθ' ἑαυτὴν ἀόρατος. Ἀλλ' ἥξει μὲν μετὰ τοῦ σώματος, ὡς ἐμὸς λόγος, τοιοῦτος δὲ οἷος ὤφθη τοῖς μαθηταῖς ἐν τῷ ὄρει, ἢ παρεδείχθη, ὑπερνικώσης τὸ σαρκίον τῆς θεότητος. Ὥσπερ δὲ ταῦτα λέγομεν ἀποσκευαζόμενοι τὴν ὑπόνοιαν, οὕτω κἀκεῖνα γράφομεν διορθούμενοι τὴν καινοτομίαν.
col. 887–888page 435 of 677
PG 130:887Εἴ τις λέγοι τὴν σάρκα ἐξ οὐρανοῦ κατεληλυθέναι, ἀλλὰ μὴ ἐντεῦθεν εἶναι καὶ παρ' ἡμῶν, εἰ καὶ ὑπὲρ ἡμᾶς, ἀνάθεμα ἔστω. Τὸ γὰρ, Ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι, καὶ Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ Υἱὸς τοῦ ἀνθρώπου, καὶ εἴ τι ἄλλο τοιοῦτο, νομιστέον λέγεσθαι διὰ τὴν πρὸς τὸν οὐράνιον ἔνωσιν· ὥσπερ καὶ τὸ διὰ Χριστοῦ γεγονέναι τὰ πάντα, καὶ κατοικεῖν Χριστὸν ἐν ταῖς καρδίαις ὑμῶν, οὐ κατὰ τὸ φαινόμενον τοῦ Θεοῦ, ἀλλὰ κατὰ τὸ νοούμενον, κιρναμένων ὥσπερ τῶν φύσεων, οὕτω δὴ καὶ τῶν κλήσεων, καὶ περιχωρουσῶν εἰς ἀλλήλας τῷ λόγῳ τῆς συμφυΐας. Εἴ τις εἰς ἄνουν ἄνθρωπον ἤλπικεν, ἀνόητος ὄντως ἐστὶ, καὶ οὐκ ἄξιος ὅλως σώζεσθαι. Τὸ γὰρ ἀπρόσληπτον, ἀθεράπευτον· ὁ δὲ ἤνωται τῷ Θεῷ, τοῦτο καὶ σώζεται. Εἰ ἥμισυς ἔπταισεν ὁ Ἀδάμ, ἥμισυ καὶ τὸ προσειλημμένον καὶ τὸ σωζόμενον. Εἰ δὲ ὅλος, ὅλῳ τῷ γεννηθέντι ἤνωται, καὶ ὅλως σώζεται. Μὴ τοίνυν βασκαινέτωσαν ἡμῖν τῆς παντελοῦς σωτηρίας, μηδὲ ὀστᾶ μόνον, καὶ νεύρα καὶ ζωγραφίαν ἀνθρώπου τῷ Σωτῆρι περιτιθέτωσαν. Εἰ μὲν γὰρ ἄψυχος ὁ ἄνθρωπος, τοῦτο καὶ Ἀρειανοί λέγουσιν, ἵν' ἐπὶ τὴν θεότητα τὸ πάθος ἐνέγκωσιν, ὡς τοῦ κινοῦντος τὸ σῶμα, τούτου καὶ πάσχοντος. Εἰ δὲ ἔμψυχος, εἰ μὲν οὐ νοερός, πῶς καὶ ἄνθρωπος; οὐ γὰρ ἄνουν ζῶον ὁ ἄνθρωπος. Καὶ ἀνάγκη τὸ σχῆμα μὲν ἀνθρώπειον εἶναι καὶ τὴν σκηνήν, τὴν δὲ ψυχὴν ἵππου τινὸς, ἢ βοός, ἢ ἄλλου τῶν ἀνοήτων. Τοῦτο γοῦν ἔσται καὶ τὸ σωζόμενον· καὶ διεψεύσθην ἐγὼ παρὰ τῆς ἀληθείας, ἄλλου τιμηθέντος, ἄλλος μεγαλαυχούμενος. Εἰ δὲ νοερός, ἀλλ' οὐκ ἄνους ὁ ἄνθρωπος, παυσάσθωσαν ὄντως ἀνοηταίνοντες. Ἀλλ' ἤρκει, φησίν, ἡ θεότης ἀντὶ τοῦ νοῦ. Τί οὖν πρὸς ἐμὲ τοῦτο; Θεότης γὰρ μετὰ σαρκὸς μόνης οὐκ ἄνθρωπος, ἀλλ' οὐδὲ ψυχῆς μόνης, οὐδὲ ἀμφοτέρων χωρὶς τοῦ νοῦ, ὃ καὶ μᾶλλον ἄνθρωπος. Τήρει οὖν τὸν ἄνθρωπον ὅλον, καὶ μίξον τὴν θεότητα, ἵνα με τελέως εὐεργετήσῃς. Ἐκ τῆς αὐτῆς. Ἀλλ' οὐκ ἐχώρει, φησί, δύο τέλεια. Οὐδὲ γὰρ, εἴπερ σωματικῶς σκοπεῖς. Ἀγγεῖον γὰρ με διμναῖον οὐ χωρήσει διμέδιμνον, οὐδὲ σώματος ἑνὸς τόπος δύο ἢ πλείω σώματα· εἰ δὲ ὡς νοητὰ καὶ ἀσώματα, σκόπει ὅτι καὶ ψυχὴν, καὶ λόγον, καὶ νοῦν, καὶ Πνεῦμα ἅγιον ὁ αὐτὸς ἐχώρησα, καὶ πρὸ ἐμοῦ τὸν Πατέρα, καὶ τὸν Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα, ὁ κόσμος οὗτος, τὸ ἐξ ὁρατῶν λέγω καὶ ἀοράτων σύστημα. Τοιαύτη γὰρ ἡ τῶν νοητῶν φύσις, ἀσωμάτως καὶ ἀμερίστως, καὶ ἀλλήλοις, καὶ σώματι μίγνυσθαι. Ἐπεὶ καὶ φῶς καὶ πλείους ἀκοῇ μιᾷ χωρεῖται, καὶ ὄψεις πολλῶν τοῖς αὐτοῖς ὁρατοῖς, καὶ ὀσφραντοῖς ὄσφρησις, οὔτε τῶν αἰσθήσεων στενοχωρουμένων ὑπ' ἀλλήλων, ἢ
col. 889–890page 436 of 677
PG 130:889ἐκθλιβομένων, οὔτε τῶν αἰσθητῶν ἐλαττουμένων τῷ πλήθει τῆς ἀντιλήψεως. Ποῦ δὲ καὶ τέλειος νοῦς ἀνθρώπου ἢ ἀγγέλου, συγκρίσει θεότητος, ἵνα τὸ ἕτερον ἐκθλιβῇ παρουσίᾳ τοῦ μείζονος; οὐδὲ γὰρ αὐγή τι πρὸς ἥλιον, οὐδὲ νοτὶς ὀλίγη πρὸς ποταμὸν, ἵνα τὰ μικρὰ προανέλωμεν, οἴκου μὲν αὐγὴν, γῆς δὲ νοτίδα, καὶ οὕτω χωρηθῇ τὰ μείζω καὶ τελεώτερα. Πῶς γὰρ χωρήσει δύο τέλεια, οἶκος μὲν αὐγὴν καὶ ἥλιον, γῆ δὲ νοτίδα καὶ ποταμόν, τοῦτο διασκεψώμεθα· καὶ γὰρ πολλῆς ὄντως τὸ πρᾶγμα φροντίδος ἄξιον. Ἢ ἀγνοοῦσιν, ὅτι τὸ πρός τι τέλειον πρὸς ἕτερον ἀτελές, ὡς βουνός πρὸς ὅρος, καὶ κόκκος νάπυος πρὸς κύαμον, ἢ τι ἄλλο τῶν μειζόνων σπερμάτων, κἂν τῶν ὁμογενῶν μείζον λέγηται· εἰ δὲ βούλει, καὶ ἄγγελος πρὸς Θεόν, καὶ πρὸς ἄγγελον ἄνθρωπος; Τέλειον οὖν ἡμέτερος νοῦς, καὶ ἡγεμονικόν, ἀλλὰ ψυχῆς καὶ σώματος, οὐχ ἁπλῶς τέλειον, Θεοῦ δὲ δοῦλον καὶ ὑποχείριον, ἀλλ' οὐ συνηγεμονικόν, οὐδὲ ὁμότιμον. Ἐπεὶ καὶ Μωϋσῆς, Φαραὼ μὲν θεός, Θεοῦ δὲ θεράπων, ὡς ἀναγέγραπται· καὶ ἀστέρες νύκτα μὲν περιλάμπουσιν, ἡλίῳ δὲ κρύπτονται, ὡς μηδ' ὅτι εἰσὶν, ἡμέρᾳ γνωρίζεσθαι· καὶ λαμπὰς ὀλίγη μεγάλῃ πυρκαϊᾷ προσχωρήσασα, οὔτε ἀπόλλυται, οὔτε φαίνεται, οὔτε χωρίζεται, ἀλλ' ὅλον ἐστὶ πυρκαιά, τοῦ ὑπερέχοντος ἐκνικήσαντος. Ἀλλὰ κατάκριτος, φησίν, ὁ ἡμέτερος νοῦς. Τί καὶ ἡ σάρξ; οὐ κατάκριτος; Ἢ καὶ ταύτην ἀποσκεύασαι διὰ τὴν ἁμαρτίαν, ἢ κἀκεῖνον πρόσαγε διὰ τὴν σωτηρίαν. Εἰ τὸ χεῖρον προσείληπται, ἵν' ἁγιασθῇ διὰ τῆς σαρκώσεως, τὸ κρεῖττον οὐ προσληφθήσεται, ἵν' ἁγιασθῇ διὰ τῆς ἐνανθρωπήσεως; εἰ ὁ πηλὸς ἐζυμώθη καὶ νέον φύραμα γέγονεν, ὦ σοφοί, ἡ εἰκὼν οὐ ζυμωθήσεται, καὶ πρὸς Θεὸν ἀνακραθήσεται, θεωθεῖσα διὰ τῆς θεότητος; Κἀκεῖνο δὲ προσθήσομεν· εἰ διέπτυσται πάντως ὁ νοῦς ὡς ἁμαρτητικὸς καὶ κατάκριτος, καὶ διὰ τοῦτο σῶμα μὲν προσείληπται, νοῦς δὲ παραλέλειπται, συγγνώμη τοῖς πταίουσι περὶ νοῦν. Μαρτυρία γὰρ Θεοῦ κατὰ σὲ σαφῶς ἔδειξε τὸ τῆς θεραπείας ἀδύνατον. Εἴπω τὸ μεῖζον· σὺ μὲν διὰ τοῦτο ἀτιμάζεις, ὦ βέλτιστε, τὸν ἐμὸν νοῦν ὡς σαρκολάτρης, εἴπερ ἀνθρωπολάτρης ἐγώ, ἵνα συνδήσῃς θεὸν πρὸς σάρκα, ὡς οὐκ ἄλλως δεθῆναι δυνάμενον, καὶ διὰ τοῦτο ἐξαιρεῖς τὸ μεσότοιχον. Ὁ δὲ ἐμὸς λόγος τίς, τοῦ ἀφιλοσόφου καὶ ἀπαιδεύτου; ὁ νοῦς τῷ νῷ μίγνυται, ὡς ἐγγυτέρῳ καὶ οἰκειοτέρῳ, καὶ διὰ τούτου σαρκὶ μεσιτεύοντος θεότητι καὶ ταχύτητι. Τίς δὲ καὶ ὁ λόγος αὐτοῖς τῆς ἐνανθρωπήσεως,
col. 891–892page 437 of 677
PG 130:891ὤν, ἴδωμεν, εἴτουν σαρκώσεως, ὡς αὐτοὶ λέγουσιν. μὲν ἵνα χωρηθῇ Θεός, ἄλλως ἀχώρητος ὤν, καὶ ὡς ὑπὸ παραπετάσματι τῇ σαρκὶ τοῖς ἀνθρώποις προσομιλήσῃ, κομψὸν τὸ προσωπεῖον αὐτοῖς, καὶ τὸ δράμα τῆς ὑποκρίσεως· ἵνα μὴ λέγω ὅτι καὶ ἄλλως ὁμιλῆσαι ἡμῖν οἷόν τε ἦν, ὥσπερ ἐν βάτῳ πυρὸς καὶ ἀνθρωπίνῳ εἴδει τὸ πρότερον. Εἰ δὲ ἵνα λύσῃ τὸ κατάκριμα τῆς ἁμαρτίας τῷ ὁμοίῳ τὸ ὅμοιον ἁγιάσας, ὥσπερ σαρκὸς ἐδέησε διὰ τὴν σάρκα κατακριθεῖσαν, καὶ ψυχῆς διὰ τὴν ψυχὴν, οὕτω καὶ νοῦ διὰ τὸν νοῦν, οὐ πταίσαντα μόνον ἐν τῷ Ἀδάμ, ἀλλὰ καὶ πρωτοπαθήσαντα, ὥσπερ οἱ ἰατροί λέγουσιν ἐπὶ τῶν ἀῤῥωστημάτων. Ὁ γὰρ τὴν ἐντολὴν ἐδέξατο, τοῦτο καὶ τὴν ἐντολὴν οὐκ ἐφύλαξεν· ὁ δὲ οὐκ ἐφύλαξε, τοῦτο καὶ τὴν παράβασιν ἐτόλμησεν· ὁ δὲ παρέβη, τοῦτο καὶ σωτηρίας ἐδεῖτο μάλιστα· ὁ δὲ τῆς σωτηρίας ἐδεῖτο, τοῦτο καὶ προσελήφθη· ὁ νοῦς ἄρα προσείληπται. Τοῦτο νῦν ἀποδέδεικται, κἂν μὴ βούλωνται, γεωμετρικαῖς, ὡς φασιν αὐτοὶ, καὶ ἀναγκαίαις ἀποδείξεσι. Σὺ δὲ ποιεῖς παραπλήσιον, ὥσπερ ἂν εἰ ὀφθαλμοῦ ἀνθρώπου πταίσαντος καὶ ποδὸς προσπταίσαντος, τὸν πόδα μὲν ἐθεράπευες, τὸν δὲ ὀφθαλμὸν ἀθεράπευτον εἴας· ἢ ζωγράφου τι μὴ καλῶς γράψαντος, τὸ μὲν γραφὲν μετεποίεις, τὸν δὲ ζωγράφον ὡς κατορθοῦντα παρέτρεχες. Ἐκ τῆς αὐτῆς. Εἰ δὲ διισχυρίζονται τῷ Εἰ δὲ ὑπὸ τούτων ἐξειργόμενοι τῶν λογισμῶν, καταφεύγουσιν ἐπὶ τὸ δυνατὸν εἶναι Θεῷ, καὶ χωρὶς νοῦ, σῶσαι τὸν ἄνθρωπον, δυνατὸν δή που καὶ χωρὶς σαρκός, μόνῳ τῷ βούλεσθαι, ὥσπερ καὶ τὰ ἄλλα πάντα ἐνεργεῖ, καὶ ἐνήργηκεν ἀσωμάτως. Ἀνελὲ οὖν μετὰ τοῦ νοῦ καὶ τὴν σάρκα, ἵν᾽ ᾖ σοι τέλειον τὸ τῆς ἀπονοίας. Ἀλλ᾽ ἀπατῶνται ὑπὸ τοῦ γράμματος, καὶ διὰ τοῦτο τῇ σαρκὶ προστρέχουσι, τὴν συνήθειαν τῆς Γραφῆς ἀγνοοῦντες. Ἡμεῖς αὐτοὺς καὶ τοῦτο διδάξομεν. Ὅτι μὲν γὰρ πανταχοῦ τῆς Γραφῆς ἄνθρωπος καὶ Υἱὸς ἀνθρώπου προσαγορεύεται, τί δεῖ πρὸς εἰδότα καὶ λέγειν; Ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ διὰ τοῦτο περιξέουσι τοῦ ἀνθρώπου τὸ κάλλιστον, ὥσπερ οἱ σκυτεῖς τὰ παχύτερα τῶν δερμάτων· ἵνα Θεὸν σαρκὶ συγκολλήσωσιν, ὥρα λέγειν αὐτοὺς καὶ σαρκῶν μόνων τὸν Θεὸν εἶναι Θεόν, ἀλλ᾽ οὐχὶ καὶ ψυχῶν, διὰ τὸ γεγράφθαι, καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, καὶ, Πρὸς σὲ πάσα σὰρξ ἥξει, καὶ Εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ, τοῦτ᾽ ἔστι πᾶς ἄνθρωπος· ἢ πάλιν ἀσωμάτους, καὶ ἀοράτους καταβεβηκέναι τοὺς πατέρας ἡμῶν εἰς Αἴγυπτον, καὶ τὴν ψυχὴν τοῦ Ἰωσὴφ δεδέσθαι μόνην ὑπὸ τοῦ Φαραώ, διὰ τὸ γεγράφθαι, Ἐν ἑβδομήκοντα πέντε ψυχαῖς κατέβησαν
col. 893–894page 438 of 677
PG 130:893εἰς Αἴγυπτον, καὶ, Σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ· πράγμα δεθῆναι μὴ δυνάμενον. Ἀγνοοῦσι γὰρ οἱ ταῦτα λέγοντες, ὅτι συνεκδοχικῶς τὰ τοιαῦτα ὀνομάζεται, ἀπὸ μέρους τοῦ παντὸς δηλουμένου· ὥσπερ καὶ Νεοσσοὶ τῶν κοράκων ἐπικαλοῦνται τὸν θεόν, ἵν' ἡ πτηνὴ δηλωθῇ φύσις, καὶ Πλειάς καὶ Ἕσπερος καὶ Ἀρκτοῦρος μνημονεύονται ἀντὶ πάντων ἀστέρων, καὶ τῆς περὶ τούτους οἰκονομίας. Καὶ ἅμα οὐκ ἄλλως οἷόν τε ἦν τὴν τοῦ Θεοῦ δηλωθῆναι περὶ ἡμᾶς ἀγάπην, ἢ ἐκ τοῦ μνημονευθῆναι τὴν σάρκα, καὶ ὅτι δι' ἡμᾶς κατέβη καὶ μέχρι τοῦ χείρονος. Σάρκα γὰρ εἶναι ψυχῆς εὐτελέστερον, πᾶς τῶν εὖ φρονούντων ὁμολογήσει. Τὸ οὖν, Ὁ Λόγος σὰρξ ἐγένετο, ἴσον δοκεῖ μοι δύνασθαι τῷ καὶ ἁμαρτίαν αὐτὸν γεγονέναι λέγεσθαι καὶ κατάραν· οὐκ εἰς ταῦτα τοῦ Κυρίου μεταποιηθέντος, πῶς γάρ; ἀλλ' ὡς διὰ τοῦ ταῦτα δέξασθαι τὰς ἀνομίας ἡμῶν ἀναλαβόντος, καὶ τὰς νήσους βαστάσαντος. Ἐκ τῆς αὐτῆς. Ἐκεῖνο δὲ γινώσκειν ἀναγκαῖον, ὅτι Ἀπολινάριος μὲν τὸ τῆς θεότητος ὄνομα τῷ ἁγίῳ Πνεύματι δούς, τὴν δύναμιν τῆς Θεότητος οὐκ ἐφύλαξε. Τὸ γὰρ ἐκ μεγάλου, καὶ μείζονος, καὶ μεγίστου συνιστῶν τὴν Τριάδα, ὥσπερ ἐξ αὐγῆς καὶ ἀκτῖνος καὶ Ἡλίου τοῦ Πνεύματος, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Πατρός, ὅπερ σαφῶς ἐν τοῖς ἐκείνου γέγραπται λόγοις, καὶ κλῖμαξ ἐστὶ Θεότητος οὐκ εἰς οὐρανὸν ἀνάγουσα, ἀλλ' ἐξ οὐρανοῦ κατάγουσα. Ἡμεῖς δὲ Θεὸν γινώσκομεν τὸν Πατέρα, καὶ τὸν Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα. Ταῦτα δὲ οὐκ ὀνομάσεις ψιλὰς τεμνούσας ἀξιωμάτων, ἢ δυνάμεων ἀνισότητας, ἀλλὰ μίαν καὶ τὴν αὐτὴν ὥσπερ προσηγορίαν, οὕτω καὶ Θεότητος φύσιν, καὶ οὐσίαν καὶ δύναμιν. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς τὸν αὐτὸν δευτέρας ἐπιστολῆς. Οὗτος γὰρ ἡνίκα μὲν ἂν τοῖς γνησίοις αὐτῶν μαθηταῖς, καὶ μύσταις τῶν ἀπορρήτων θεολογῶσιν, ὥσπερ οἱ Μανιχαῖοι τοῖς ἐκλεκτοῖς λεγομένοις, ὅλην τὴν γνώμην αὐτῶν ἐκκαλύπτοντες, μόλις καὶ τὴν σάρκα τῷ Σωτῆρι διδόασιν. Ὅταν δὲ ταῖς κοιναῖς ἀπολήψεσι περὶ τῆς ἐνανθρωπήσεως, ἃς ἡ Γραφὴ παρίστησιν, ἐλέγχωνται καὶ πιέζωνται, τὰς μὲν εὐσεβεῖς λέξεις ὁμολογοῦσι, περὶ δὲ τὸν νοῦν κακουργοῦσιν, οὐκ ἄψυχον μέν, οὐδὲ ἄλογον, οὐδὲ ἄνουν, οὐδὲ ἀτελῆ ὁμολογοῦντες τὸν ἄνθρωπον, ψυχὴν δὲ καὶ λόγον, καὶ νοῦν, αὐτὴν εἰσάγοντες τὴν θεότητα, ὡς αὐτῆς τῇ σαρκὶ συγκραθείσης μόνης, ἀλλ' οὐχὶ καὶ τῶν ἡμετέρων καὶ ἀνθρωπίνων, εἰ καὶ τὸ ἀναμάρτητον κρεῖττον ἢ καθ' ἡμᾶς ἦν, καὶ τῶν ἡμετέρων παθῶν καθάρσιον. Οὕτω γοῦν καὶ τὸ Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, παρεξηγοῦνται κακῶς καὶ λίαν εὐήθως, νοῦν
col. 895–896page 439 of 677
PG 130:895ὑπολαμβάνοντες, ὅτι οἱ τὸν ἑαυτῶν νοῦν καθήραντες μιμήσει τοῦ νοὸς ἐκείνου, ὅνπερ ἡμῶν ὁ Σωτήρ ἀνεδέξατο, καὶ πρὸς αὐτὸν ῥυθμίζοντες, ὡς ἐφικτόν, οὗτοι νοῦν Χριστοῦ ἔχειν λέγονται· ὡς καὶ σάρκα Χριστοῦ μαρτυρηθείεν ἂν ἔχειν ἐκεῖνοι οἱ τὴν σάρκα παιδαγωγήσαντες, καὶ σύσσωμοι καὶ συμμέτοχοι Χριστοῦ κατὰ τοῦτο γενόμενοι· καὶ, Ὡς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, οὕτω φησί, φορέσομεν καὶ τὴν τοῦ ἐπουρανίου. Οὕτω δὲ καὶ τέλειος αὐτοῖς ἄνθρωπος, οὐχ ὁ πεπειρασμένος κατὰ πάντα τὰ ἡμέτερα χωρὶς ἁμαρτίας, ἀλλὰ τὸ ἐκ Θεοῦ καὶ σαρκὸς σύγκραμα δογματίζεται. Τούτου γάρ, φασί, τί τελειότερον; Χριστοῦ τὴν θεότητα λέγοντες, οὐχ, ὅπερ ἡμεῖς, ἐνανθρωπήσεως ἔχειν ἐνηνθρώπησεν Τὸ δ' αὐτὸ καὶ περὶ τὴν τῆς ἐνανθρωπήσεως κακουργοῦσι φωνὴν, τὸ ἐνηνθρώπησεν, οὐκ ἐν ἀνθρώπῳ γέγονεν, ἐν ἑαυτῷ περιέπηξεν, ἐξηγούμενοι, κατὰ τὸ εἰρημένον, Αὐτὸς γὰρ ἐγίνωσκε τί ἦν ἐν τῷ ἀνθρώπῳ, ἀλλ' ἀνθρώποις ὡμίλησε, καὶ συνεπολιτεύσατο, λέγοντες καὶ διδάσκοντες, καὶ πρὸς ἐκείνην καταφεύγοντες τὴν φωνὴν, τήν· Μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνεστράφη, λέγουσαν. Καὶ τί ἄν τις ἀγωνίζοιτο ἐπὶ πλεῖον; Οἱ τὸν ἄνθρωπον ἀποσκευαζόμενοι, καὶ τὴν ἐντὸς εἰκόνα, τὸ ἐκτὸς ἡμῶν καθαρίζουσι μόνον διὰ τοῦ καινοῦ προσωπείου, καὶ τοῦ ὁρωμένου, τοσοῦτον ἑαυτοῖς μαχόμενοι, ὡς ποτὲ μὲν διὰ τὴν σάρκα καὶ τὰ ἄλλα παχέως καὶ σαρκικῶς ἐξηγεῖσθαι (ἐντεῦθεν γὰρ αὐτοῖς ὁ δεύτερος Ἰουδαϊσμὸς ὥρμηται, καὶ ἡ χιλιοέτης καὶ ληρώδης ἐν τῷ παραδείσῳ τρυφή, καὶ σχεδόν τὸ τὰ αὐτὰ πάλιν ἐπὶ τοῖς αὐτοῖς ἀναλαμβάνειν ἡμᾶς), ποτὲ δὲ δόκησιν μᾶλλον ἢ ἀλήθειαν τῆς σαρκὸς εἰσάγειν, ὡς οὐδὲν τῶν ἡμετέρων παθούσης, οὐδὲ ὅσα τῆς ἁμαρτίας ἐστὶν ἐλεύθερα, καὶ κεχρῆσθαι πρὸς τοῦτο τῇ ἀποστολικῇ φωνῇ, οὐκ ἀποστολικῶς νοουμένῃ, ἢ λεγομένῃ, ἐν ὁμοιώματι ἀνθρώπων τὸν Σωτῆρα ἡμῶν γεγενῆσθαι, καὶ σχήματι εὑρῆσθαι ὡς ἄνθρωπον, ὡς οὐχὶ τοῦ ἀνθρωπίνου εἴδους ἐν τούτοις δηλουμένου, φαντασίας δέ τινος ἀπατηλῆς καὶ δοκήσεως. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Νεκτάριον. Ἐμφὶ πυκτίον ἦλθεν ἐν χερσὶ τοῦ Ἀπολλιναρίου, ἐν ᾧ τὰ κατασκευαζόμενα πᾶσαν αἱρετικὴν κακίαν παρέρχεται. Διαβεβαιοῦται γὰρ μὴ ἐπίκτητον εἶναι τὴν σάρκα κατ' οἰκονομίαν ὑπὸ τοῦ μονογενοῦς Υἱοῦ προσληφθεῖσαν ἐπὶ μεταστοιχειώσει τῆς φύσεως ἡμῶν, ἀλλ' ἐξ ἀρχῆς ἐν τῷ Υἱῷ τὴν σαρκώδη ἐκείνην φύσιν εἶναι, καὶ κακῶς ἐκλαβὼν εὐαγγελικήν τινα ῥῆσιν εἰς μαρτυρίαν τῆς τοιαύτης ἀτοπίας, προβάλλεται λέγων, ὅτι Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ ἀνθρώπου· ὡς καὶ πρὶν τοῦ κατελθεῖν αὐτὸν
col. 897–898page 440 of 677
PG 130:897γιόν ἀνθρώπου εἶναι, καὶ κατελθεῖν ἰδίαν ἐπαγόμενον σάρκα, ἐκείνην, ἣν ἐν τοῖς οὐρανοῖς ἔχων ἐτύγχανε προαιώνιόν τινα, καὶ συνουσιωμένην. Λέγει γὰρ πάλιν ἀποστολικήν τινα ῥῆσιν τοῦ ἰδίου σώματος τῆς συμφράσεως ἀποκνίσας, ὅτι ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ. Εἶτα κατασκευάζει τὸν ἄνθρωπον ἐκεῖνον τὸν ἄνωθεν ἥκοντα τὸν νοῦν μὴ ἔχειν, ἀλλὰ τὴν θεότητα τοῦ Μονογενοῦς, τήν τοῦ νοῦ φύσιν ἀναπληροῦσαν μέρος γενέσθαι τοῦ ἀνθρωπίνου συγκρίματος, τὸ τριτημόριον ψυχῆς τε καὶ σώματος κατὰ τὸ ἀνθρώπινον περὶ αὐτὸν ὄντων, τοῦ δὲ μὴ ὄντος, ἀλλὰ τὸν ἐκείνου τόπον τοῦ Θεοῦ Λόγου ἀναπληροῦντος. Καὶ οὔπω τοῦτο δεινὸν, ἀλλὰ τὸ πάντων χαλεπώτατον, ὅτι αὐτὸν τὸν μονογενῆ Θεόν, τὸν κριτὴν τῶν πάντων, τὸν ἀρχηγὸν τῆς ζωῆς, τὸν καθαιρέτην τοῦ θανάτου θνητὸν εἶναι κατασκευάζει, καὶ τῇ ἰδίᾳ αὐτοῦ θεότητι καὶ πάθος δέξασθαι, καὶ ἐν τῇ τριημέρῳ ἐκείνῃ νεκρώσει τοῦ σώματος καὶ τὴν θεότητα συναπονεκρωθῆναι τῷ σώματι, καὶ οὕτω παρὰ τοῦ Πατρὸς πάλιν ἀπὸ τοῦ θανάτου διαναστῆναι. Ἔτι κατὰ Ἀπολλιναρίου τοῦ Νύσσης ἐκ τοῦ λόγου τοῦ πρὸς Θεόφιλον τὸν Ἀλεξανδρείας. Οἱ τοῖς Ἀπολλιναρίου δόγμασι συνιστάμενοι σάρκινον λέγουσι τὸν λόγον, καὶ δημιουργὸν τῶν αἰώνων τὸν τοῦ ἀνθρώπου Υἱὸν, καὶ ἄνουν τὸν Κυριακὸν ἄνθρωπον, καὶ θνητὴν τὴν τοῦ Υἱοῦ κατασκευάζουσι θεότητα. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἡμεῖς δὲ σωθῆναι μὲν τὴν ἀνθρωπίνην φύσιν ἐνωθεῖσαν τῷ λόγῳ παρὰ τοῦ μυστηρίου καὶ μεμαθήκαμεν, καὶ πιστεύομεν· Υἱὸν δὲ Θεοῦ σάρκινον ἰδιαζόντως ἐφ' ἑαυτοῦ θεωρούμενον οὔτε ἐμάθομεν, οὔτε ἐξ ἀκολουθίας τινὸς νοεῖν ἐναγόμεθα. Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς Ἀπολλινάριον ἀντιρρητικοῦ λόγου. Εἰ γὰρ ὁ Ἀπολλινάριος στηρίζεται τῷ ῥήματι τῷ εἰρηκότι· Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, καὶ διὰ τοῦτο τῆς πρὸς τὸν γήϊνον ἄνθρωπον συγγενείας αὐτὸν ἀποσχίζει, καὶ ἐξ οὐρανοῦ ἐπάγεσθαι τὴν ἀνθρωπότητα λέγει, δώσει τινὰ πάντως ἐν οὐρανῷ ἀνθρώπινον πατέρα τοῦ πρὸς ἡμᾶς καταβάντος ἀνθρώπου. Ὁ υἱὸς γάρ, φησί, τοῦ ἀνθρώπου. Πῶς δὲ καὶ ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐκ τῆς Παρθένου σεσάρκωται, καὶ γεγέννηται; Καὶ σιωπῶ τὰ λίαν ἀπεμφαίνοντα, πρὸς ἃ κατὰ τὸ ἀκόλουθον ἀτοπία τῆς φλυαρίας ἐκφέρεται. Ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ προαιώνιος ἡ σάρξ, οὐ κεκένωται ἡ θεότης, οὐχ ὑπῆρχεν ἐν μορφῇ Θεοῦ Υἱός, οὐ μορφὴν ἔλαβε δούλου, ἀλλ' ὅπερ ἦν τῇ φύσει, τοῦτο ἐφανερώθη. Ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ πρὸ τοῦ καταβῆναι πρὸς ἡμᾶς εἶχεν ἐν οὐρανῷ τὴν σάρκα, εἶχε πάντως ἐν οὐρανῷ καὶ πάντα τὰ τῆς σαρκὸς ἴδια, τὴν πείναν, τὴν δίψαν, τὸν ὕπνον, τὸν κόπον, τὴν λύπην, τὸ δάκρυον. Ποίας δὲ καὶ ἡλικίας ἦν, ὅτε εἰς γῆν καταβέβηκεν; Παιδίον γάρ, κατὰ οἱ
col. 899–900page 441 of 677
PG 130:899τὴν Ἠσαΐου φωνήν, «ἐγεννήθη, καὶ υἱὸς ἐδόθη ἡμῖν»· καὶ διὰ πάσης ἡλικίας ἐλήλυθεν, ἄχρις ἂν ἀπέθανεν ἐπὶ γῆς πολιτευόμενος. Εἰ δὲ τέλειον ἄνδρα ἐκ Παρθένου γεννηθῆναι λέγουσι, πῶς ἐν τῇ νηδύϊ μητρὸς συνεστάλη; Πῶς δὲ καὶ γεννηθεὶς εἰς τὴν περιγραφὴν ἔγκυος ἀπεσμικρύνθη; Πῶς δὲ εἰς ἄνδρα τέλειον ηὐξήθη κατὰ μικρόν; Πότε ἣν εἶχε σάρκα κατὰ μικρὸν ἀναλαμβάνων, ἢ ἐπι ἑαυτῷ διὰ τῆς τροφῆς προστιθείς; Ἀλλ' εἰ μὲν τὴν ἀρχαίαν φήσουσι, περιττὴν πάντως τὴν τροφὴν ἀποδείξουσιν· εἰ δὲ οὐκ ἀρνοῦνται τροφῆς μετεσχηκέναι τὸν Κύριον, τί ἐροῦσι περὶ τῆς ἄνω καταλειφθείσης σαρκός; ἧς τὸ πολὺ κατὰ τὸ εἰκὸς κατελεί λειπται, μόνον δὲ τοσοῦτον ἀπ' αὐτῆς εἴληπται ὅσον ἡ νηδὺς ἐχώρησε τῆς Παρθένου. Ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ πάντοτε τὴν σάρκα περὶ αὐτὸν εἶχεν ἐν οὐρανῷ Θεὸν εἶναι τὴν σάρκα φασὶν οἱ περὶ τὸν Ἀπολλινάριον· πᾶσα δὲ σὰρξ ἀντιτυπεῖ τῷ ἁπτομένῳ, τὸ δὲ ἀντίτυπον ὑλῶδες καὶ σύνθετον, τὸ δὲ σύνθετον καὶ λυτόν· ἀνάγκη πᾶσα καὶ ὑλικὸν αὐτὸν εἶναι πρὸ τῆς ἐξ οὐρανοῦ καταβάσεως, καὶ ἐκ διαφόρων συγκείμενον, καὶ ἀναμένοντα φυσικῶς τὴν διάλυσιν. Ἐκ τοῦ αὐτοῦ λόγου. Θέλων βεβαιώσαι, ὅτι προαιώνιος ἦν ἡ σάρκωσις τοῦ Μονογενοῦς, ἐπάγει μαρτυρίας τὰς περὶ τῆς θεότητος αὐτοῦ ῥηθείσας, καὶ πειρᾶται ταύτας ἐφαρ μόζειν τῇ αὐτοῦ ἀνθρωπότητι, οἷον τὰς Πρὶν Ἀβραὰμγενέσθαι ἐγώ εἰμι· καὶ τὴν τοῦ Προδρόμου φωνήν, τὸ Πρῶτός μου ἦν· καὶ τὴν τοῦ Ἀποστόλου, τὸν Ἕνα εἰς Κύριος, δι' οὗ τὰ πάντα· καὶ αὐτός ἐστι πρὸ πάντων. Εἰ οὖν προαιώνιός ἐστι κατ' αὐτὸν ἡ σάρξ, ὁμολογεῖται δὲ ἐπ' ἐσχάτου τῶν ἡμερῶν ἐκ τῆς Παρ θένου γεννηθῆναι, προαιώνιος ἄρα καὶ ἡ Παρθένος ἡ τοῦτον τεκοῦσα, καὶ πρεσβυτέρα τοῦ τεχθέντος ἐξ αὐτῆς, ἵνα μὴ λέγω περὶ τῶν ἐσχάτων ἡμερῶν, ὅτι πρὸ τῶν αἰώνων ἐπινοηθήσονται καὶ αὗται. Ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ μὲν ἀσώματον τὸν Πατέρα λέγει, σαρκώδη δὲ τὴν τοῦ Υἱοῦ θεότητα, πάντως ἑτεροουσίους αὐτοὺς ἐρεῖ· εἰ δὲ κοινὴν τὴν τούτου φύσιν καὶ τὴν αὐτὴν εἶ ναι ὁμολογήσει, σαρκώδη καὶ τὸν Πατέρα λέγειν ἀναγκασθήσεται. Ἐκ τοῦ αὐτοῦ λόγου. Τὸ ἀληθῶς ἔκ τινος ὂν ἐκεῖνο πάντως ἔσται κατὰ τὴν οὐσίαν, ὅπερ ὁ γεννήσας ἐστίν. Ἀλλὰ μὴν ὁ Πα τὴρ οὐκ ἔστι σάρξ, οὐδ' ὁ ἐξ ἐκείνου πάντως ἂν εἴη σάρξ. Τὸ δὲ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστι καὶ οὐχὶ σὰρξ εἶναι λέγεται. Τὸ δὲ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι· καὶ ζητείτω πατέρα τοῦ σαρκίνου τούτου Θεοῦ. Ἐκ τοῦ αὐτοῦ λόγου. Λέγει πάλιν τὸν οὐράνιον ἐκεῖνον ἄνθρωπον εἶναι ἀπαύγασμα τῆς πατρικῆς δόξης, καὶ χαρακτῆρα τῆς
col. 901–902page 442 of 677
PG 130:901ὑποστάσεως αὐτοῦ. Εἰ οὖν συγγενῶς ἔχει πρὸς τὸν ἥλιον τὸ ἀπαυγαζόμενον ἐξ ἐκείνου φῶς, καὶ ὁ τοῦ ἀνθρώπου χαρακτήρ ἀνθρώπινον ὑπόστασιν δείκνυσιν, ἔσται κατ' αὐτὸν σαρκώδης καὶ ὁ Πατήρ, οὗ τὸ ἀπαύγασμα, καὶ ὁ χαρακτὴρ σάρκινός ἐστιν. Οἷα γὰρ ἡ δόξα, τοιοῦτον καὶ τὸ ταύτης ἀπαύγασμα καὶ οἷος ὁ χαρακτήρ, τοιαύτη πάντως καὶ ἡ ὑπόστασις, ὥστε εἰ τοῦτο· σῶμα, οὐδὲ ἐκεῖνο πάντως ἀσώματον. Ἐκ τοῦ αὐτοῦ λόγου. Παρὰ τῶν Ἰουδαίων βρώσει τε καὶ πόσει ὀνειδιζόμενος ὁ Χριστός, μετεῖχε τούτων ἢ ἀμέτοχος ἦν; Εἰ μὲν μὴ μετείχε, δόκησις ἦν τὸ γινόμενον· εἰ δὲ μετεῖχεν, οὐκ οὐράνιον σῶμα τὸ μετέχον· γήϊνος γὰρ ἦν ἡ βρῶσις αὕτη, καὶ πόσις. Ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ μὲν θεία τις ἦν ἡ σάρξ, δῆλον ὅτι καὶ ἄτρεπτος· εἰ δὲ τρεπτή, πάντως οὐ θεία. Τίς ἂν ἀνάσχοιτο τὸ συγκεχυμένον τοῦτο, καὶ ἀσύστατον τῶν αἱρετικῶν δογμάτων, καὶ κατὰ τὰς ἐνυπνίους φαντασίας ἄλλοτε ἄλλο φαινόμενον; Νῦν μέν φησι θείαν εἶναι τοῦ Λό γου τὴν σάρκα, καὶ συναίδιον, νῦν δὲ ἐπίκτητον, καὶ προσειλημμένην, εἶτα ἀλλοτρίως ἔχουσαν πρὸς τὴν ἡμετέραν φύσιν, πάλιν ἐπιδεῖ τοῦ εὐθύνοντος, καὶ τροπῇ καὶ ἀλλοιώσει ὑποκειμένην. Ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ τότε ὁ Λόγος σὰρξ ἐγένετο, ὅτε ἐσκήνωσεν ἐν ἡμῖν, ἄρα πρὸ τοῦ πρὸς τὴν Παρθένον εὐαγγελισμοῦ σὰρξ οὐκ ἦν ὁ Λόγος· καὶ ψευδῆς ὁ λέγων καταβεβηκέναι πρὸς ἡμᾶς τὸ ἀνθρώπιον, καὶ πρὸ τῆς ἀνθρωπίνης φύσεως ἐκεῖνον εἶναι τὸν ἄνθρωπον, δι' οὗ τὸ θεῖον τῇ ἀνθρωπίνῃ κατεμίχθη ζωῇ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἡ σὰρξ τοῦ Κυρίου, φησί, προσκυνεῖται, καθ' ὃ ἓν ἐστι πρόσωπον, καὶ ἓν ζῶον μετ' αὐτοῦ. Ὢ τῆς τῶν λόγων ἀτοπίας! Ὥσπερ τὸν ἄνθρωπον ἐκ ψυχῆς νοερᾶς καὶ σώματος συνεστάναι λέγομεν, οὕτω καὶ αὐτὸς τὸν Κύριον οἴεται συνεστάναι, τὴν μὲν θεότητα λαμβάνων ἀντὶ ψυχῆς, τὸ σῶμα δὲ ἀντὶ σώματος, καὶ οὕτως αὐτὸν ζῶον ὀνομάζων. Ἐκ τοῦ αὐτοῦ λόγου. Ποίαν ψυχὴν λέγετε ἔχειν τὸν Κύριον; εἴποιμι ἂν πρὸς τοὺς ἀνόητον ψυχὴν τῇ προσληφθείσῃ σαρκὶ συγκομίζοντας. Εἰ μὲν οὖν ἄλογον, κτῆνος ἐρεῖτε εἶναι περὶ τὸν Χριστὸν, καὶ οὐκ ἄνθρωπον· εἰ δὲ λογικήν, τί ἄλλο παρὰ τὸν λόγον τὴν διάνοιαν οἴονται; Οὐκοῦν ὁ λογικὴν ψυχὴν εἰπὼν καὶ διανοητικήν ὡμο λόγησεν. Ἡ δὲ διάνοια νοῦ κίνησίς ἐστι, καὶ ἐνέρ γεια. Ὥστε εἰ ψυχὴν λογικὴν ὁ Κύριος ἔχει, πάντως καὶ νοερὰν αὐτὴν ἔχει, καὶ κατὰ μηδέν τι λειπομένην τῆς ἀνθρωπίνης φύσεως. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἀπρεπές, φησὶν, ἀνθρώπινον νοῦν περὶ τὸ πρόσ λήμμα τοῦ Μονογενοῦς ἐννοεῖν. Καὶ τὴν αἰτίαν προστίθησιν, ὅτι τρεπτὸς ὁ νοῦς ὁ ἀνθρώπινος. Οὐκ οὖν μηδὲ τὴν σάρκα τῷ Θεῷ συγχωρείτω. Τὸ γὰρ τρεπτὴν αὐτὴν εἶναι οὐδ᾽ ἂν αὐτὸς ὁ ταῦτα ληρῶν ἀρνήσαιτο, ἀπὸ νεότητος μέχρι τελειώσεως μετεν
col. 903–904page 443 of 677
PG 130:903δυομένην τὰς ἡλικίας, ἵνα τὰ λοιπὰ τῆς τροπῆς κάσωμεν, καὶ οὕτω ψευδὲς κατ' αὐτὸν δειχθήσεται τὸ Εὐαγγέλιον, καὶ κενὸν τὸ κήρυγμα, καὶ ματαία ἡ πίστις. Ἀλλ' ὥσπερ ἐν σαρκὶ γενόμενος οὐκ ἔτρε πη, οὕτως οὐδὲ τὸν νοῦν παραδεξάμενος ἠλλοιώθη. Ἐκ τοῦ αὐτοῦ λόγου. Ὥσπερ ἐμπόδιον ἡγεῖται τὸν νοῦν τῆς θείας ἐν ανθρωπήσεως, καὶ προσφιλέστερον νομίζει τῷ θεῷ τὸ ἀνόητον, οὐκοῦν μακαριστότερον οἴεται τὸ μὴ ἔχειν νοῦν. Ἐκ τοῦ αὐτοῦ λόγου. Τί οὖν οἰκειότερον εὑρεθείη πρὸς τὸ συναρμοσθῆναι Θεῷ, τὸ παχὺ καὶ γεῶδες τῆς σαρκὸς ἢ τὸ ἀνα φές τε καὶ ἀσχημάτιστον τοῦ νοῦ; Ἐκ τοῦ αὐτοῦ λόγου. Εἴπερ ἡμεῖς οἱ ἄνθρωποι τὸ πεπλανημένον πρό βατόν ἐσμεν, ὁ δὲ εὑρὼν τοῦτο ποιμὴν ὁ τοῦ Θεοῦ Υἱός, ἐπειδὴ ὅλον ἀπεφοίτησε, καὶ ὅλον πάλιν ἀν έλαβε· καὶ οὐ τὸ μὲν ἐντόσθιον καταλέλοιπε, τὸ δὲ ἐκτὸς ἐβάστασεν, ὡς ἡ τοῦ Ἀπολλιναρίου ἄνοια βούλεται. Τοῦτο δὲ ἐν τοῖς ὤμοις τοῦ ποιμένος βασταχθέν, τουτέστιν ἐν τῇ θεότητι τοῦ Κυρίου γε νόμενον, ἓν πρὸς ἐκεῖνον διὰ τῆς ἀναλήψεως γέ γονεν. Ἐκ τοῦ αὐτοῦ λόγου. Τὸν Κύριόν φησιν ἐν δουλικῷ φανῆναι τῷ σχήματι. Ἆρα ὁ δοῦλος, οὗ τὸ σχῆμα ὑπέδυ ὁ Κύριος, ἄρτιος ἦν, ἢ ἀκρωτηριασμένος, τουτέστι σῶμα καὶ ψυχὴν λογικήν, ἤτοι νοερὰν κεκτημένος; Εἰ μὲν οὖν ἀκρωτηριασμένος ἑνί τούτων, δειξάτω τοῦτο· οὐ γὰρ ἄλογον ψυχὴν εἶχεν ὁ ἁμαρτήσας Ἀδάμ, οὗ τὴν μορφὴν ἀνεδέξατο· εἰ δὲ ἄρτιος, ἄρτιον ἄρα καὶ τὸ πρόσλημμα. Ἀλλ' οὐκ ἄνθρωπος, φησίν, ἦν, ἀλλ' ὡς ἄνθρωπος, διότι οὐχ ὁμοούσιος ἦν τῷ ἀνθρώπῳ κατὰ τὸν νοῦν. Εἰ μὴ ὁμοούσιος, ἑτερούσιος οὕ τως. ἂν δὲ ὁ λόγος τῆς οὐσίας ἕτερος, τούτων οὔτε ἡ φύσις κοινή, οὔτε ἡ κλῆσις. Εἰ οὖν ἄλλο τι κατὰ τὴν οὐσίαν ἦν, καὶ οὐκ ἄνθρωπος, ἀλλὰ μέχρι τοῦ φαινομένου κατ' ἄνθρωπον ἐσχηματίζετο, τῇ δὲ ἀληθείᾳ κατὰ τὴν φύσιν παρήλλαχτο, συνομολογεῖται τούτοις, ὅτι δόκησις ἦν, καὶ ἀπατηλὴ φαντασία τις ἡ ἐπὶ γῆς πολιτεία πᾶσι τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς ἀπὸ γεννήσεως μέχρι τῆς ταφῆς καὶ τῆς ἀναστάσεως. Ἐκ τοῦ αὐτοῦ λόγου. Ὁ τὸ κυριώτατον ἀφαιρῶν τοῦ ἀνθρώπου, τοῦτο δέ ἐστι νοῦς, κτῆνος ἀποδείκνυσι τὸ λειπόμενον. Τὸ δὲ κτῆνος οὐκ ἄνθρωπος. Ἐκ τοῦ αὐτοῦ λόγου. Εἴπερ, καθώς φησιν ὁ Ἀπολλινάριος, νοῦς ἀνθρώπου ἡ θεία φύσις ἐγένετο, ἰσομεγέθη ταῦτα ἂν εἴη ἀλλήλοις, καὶ ἰσοστάσια, θεότης καὶ νοῦς ἀνθρώπινος. Τὸ γὰρ ἀναπληροῦν τόπον τινὸς ἴσον ἐπὶ τῷ ἐνδέοντι. Εἰ δὲ καταδεέστερον ὁ νοῦς παρὰ τὴν θεότητα, ὁ τοῦτο ἐξ ἐκείνου γενόμενος πρὸς τὸ εὐτελέστερον ἠλλοιώθη.
col. 905–906page 444 of 677
PG 130:905Ἐκ τοῦ αὐτοῦ λόγου. Ἀνθρώπου, φησί, θάνατος οὐ καταργεῖ τὸν θάνατον. Τί κατασκευάζων τοῦτό φησιν; ἢ πάντως, ὅτι αὐτὴ τέθνηκε τοῦ Μονογενοῦς ἡ θεότης; Πῶς ἡ ζωή τέθνηκεν, εἰπάτωσαν οἱ μὴ εἰδότες ἃ λέγουσιν. Ἐκ τοῦ αὐτοῦ λόγου. Εἴπερ, κατὰ τὸν Ἀπολλινάριον, αὐτὴ τέθνηκε τοῦ Μονογενοῦς ἡ θεότης, συναπέθανε ταύτῃ πάντως καὶ ἡ ζωὴ, καὶ ἡ ἀλήθεια, καὶ ἡ δικαιοσύνη, καὶ ἡ ἀγαθότης, καὶ τὸ φῶς, καὶ ἡ δύναμις, καὶ ἁπλῶς ὅσα ὁ Υἱός ἔστι τε καὶ ὀνομάζεται. Ὅτε οὖν ταῦτα τῇ θεότητι τοῦ Υἱοῦ διὰ τοῦ θανάτου συγκατεσβέσθη, οὐκ ἦν λοιπὸν παρὰ τῷ Πατρὶ σοφία, ἢ δύναμις, ἢ ζωή, ἢ ἄλλο τι τῶν ἴσα ὁ Μονογενής ἔστι τε καὶ ὀνομάζεται. Ἐκ τοῦ αὐτοῦ λόγου. Εἴπερ ἡ δύναμις τοῦ Πατρὸς, ἤγουν ὁ Υἱὸς καὶ Λόγος ἀπέθανε, ποία δύναμις ἑτέρα τὴν τεθνηκυῖαν δύναμιν ἀνεζώωσεν, ἵνα τἄλλα παρήσω τῶν ἀτοπημάτων; Ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ πάντα ὅσα ἔχει ὁ Πατὴρ τοῦ Υἱοῦ ἐστιν, ὁ πάντα τὰ τοῦ Πατρὸς ἔχων ἔχει πάντως καὶ τὴν ἀθανασίαν αὐτοῦ. Καὶ πῶς ἡ ἀθανασία τέθνηκεν; Ἐκ τοῦ αὐτοῦ λόγου. Ὥσπερ Χριστὸς ἀπέθανε, καὶ ἀνέστη, οὕτω καὶ ἡμεῖς, φησὶν ὁ Ἀπόστολος. Τί ὄντες ἡμεῖς κατὰ τὴν ἑαυτῶν φύσιν, θεία δύναμις, ἢ αἷμα καὶ σὰρξ, καθώς φησιν ἡ Γραφή; Οὐκοῦν ὅπερ ἡμεῖς ἐσμεν κατ' οὐσίαν, τοῦτο καὶ ὁ ὑπὲρ ἡμῶν ἀποθανών ἦν, οὗ πρόκειται τοῖς ὁμογενέσιν ἡ μίμησις. Τί τὸ ἀποθνησκόν ἐστι καὶ φθειρόμενον; Οὐχ ἡ σὰρξ μὲν εἰς τὴν γῆν ἀναλύεται, ὁ δὲ νοῦς τῇ ψυχῇ παραμένει, οὐδὲ τῇ μεταστάσει τοῦ σώματος πρὸς τὸ εἶναι βλαπτόμενος; Τεκμήριον δὲ, ὅτι μέμνηται τῶν ἐπὶ γῆς ὁ πλούσιος, καὶ δεῖται τοῦ Ἀβραὰμ περὶ τῶν συγγενῶν αὐτοῦ. Τοῦτο δὲ οὐκ ἄν τις ἀνοίας εἴποι, τὸ ποιεῖσθαι πρόνοιαν τῶν ἐπιτηδείων, ἵνα μὴ καὶ αὐτοὶ τὰ ὅμοια πάθωσιν. Εἰ τοίνυν ὁ ἡμέτερος νοῦς διαμένει καὶ μετὰ θάνατον ἀπαθής τε καὶ ἀναλλοίωτος, πῶς εἰκὸς τὸν τριτημόριον ἐκεῖνον τοῦ Ἀπολλιναρίου Θεὸν τὸν σαρκώδη θάνατον ὑπομεῖναι; Ἐκ τοῦ αὐτοῦ λόγου. Νοῦν φησιν ἔνσαρκον ὄντα τὸν Υἱὸν ἐκ τῆς Παρθένου τεχθῆναι, οὐκ ἐν αὐτῇ σάρκα γενόμενον, ἀλλὰ παροδικῶς δι' αὐτῆς διεξελθόντα. Ἰδοὺ προδήλως ἀθετεῖ τὸ τῆς καθ' ἡμᾶς οἰκονομίας μυστήριον. Ταύτην οὖν τὴν δυσσεβεστάτην φωνήν, ὡς αὐτέλεγκτον, καὶ τοῖς ὁπωσοῦν ἔχουσιν εὐσεβῆ νοῦν ἀπαράδεκτον, ἀφήσομεν ἀνεξέταστον. Ἀκολούθως γὰρ πάντα κατὰ φαντασίαν ὁ μάταιος γεγονέναι οἴεται. Ἔτι κατὰ Ἀπολλιναριστῶν τοῦ ἐν ἁγίοις Κυρίλλου ἐκ τοῦ περὶ ἐνανθρωπήσεως λόγου. Ὁ τὸν ἄθλον προτιμήσας τῆς ἀληθείας Ἀπο
col. 907–908page 445 of 677
PG 130:907λινάριος, καὶ τῶν εὐσεβῶν δογμάτων τὴν οἰκείαν προτάξας ἀδολεσχίαν, τὴν μὲν σάρκα τὸν Θεὸν Λόγον ἀνειληφέναι φησί, καὶ ταύτῃ καθάπερ τινὶ παραπετάσματι χρήσασθαι· τοῦ δὲ νοῦ μὴ δεηθῆναι, αὐτὸν δὲ ἀντὶ νοῦ γενέσθαι τῷ σώματι. Ἀλλ', ὦ βέλτιστε, εἴποι τις ἂν πρὸς αὐτὸν, οὐδὲ τοῦ σώματος ὁ Θεὸς Λόγος ἔχρηζεν, ἀπροσδεὴς γάρ· ἠδύνατο δὲ καὶ μόνῳ προστάγματι τὴν ἡμετέραν πραγματεύσασθαι σωτηρίαν· ἀλλ᾽ ἠθέλησεν ἔχειν τινὰ καὶ ἡμᾶς εἰς τὸ κατορθούμενον κοινωνίαν, οὗ χάριν λαβὼν φύσιν τὴν ἡμαρτηκυίαν, πόνοις αὐτὴν οἰκείοις δικαιώσας, τῶν τε πικρῶν τυράννων ἀπήλλαξεν ἁμαρτίας, καὶ διαβόλου, καὶ θανάτου, καὶ τῶν ἐπουρανίων θρόνων ἠξίωσε, καὶ διὰ τοῦ ληφθέντος παντὶ τῷ γένει τῆς ἐλευθερίας μετέδωκεν· ἀλλ' οὐδὲν τούτων εἰς νοῦν λαβὼν ὁ σοφώτατος τὸν μεγαλοφωνότατον κήρυκα τῆς θεολογίας, τὸν εὐαγγελιστὴν Ἰωάννην, μάρτυρα τῆς οἰκείας ἀνοίας ἔχειν ἡγεῖται· Ὁ λόγος γάρ, φησί, σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν· καὶ ταῦτα σαφῶς εἰδώς, ὡς πολλαχοῦ τὸ πᾶν ἀπὸ μέρους ἡ θεία Γραφὴ προσαγορεύει, καὶ πῇ μὲν ἀπὸ τῆς ψυχῆς πάντα καλεῖ τὸν ἄνθρωπον, τῇ δὲ ἀπὸ τῆς σαρκὸς ὅλον τὸ ζῶον δηλοῖ· «Πᾶσαι γὰρ αἱ ψυχαί, αἱ εἰσελθοῦσαι, φησὶν, ἅμα Ἰακὼβ εἰς Αἴγυπτον ἑβδομήκοντα πέντε.» Εὔδηλον δὲ ὡς οὐκ ἀσώματοι ἦσαν οἱ τοῦ Ἰακὼβ υἱοί τε καὶ ἔκγονοι, ἀλλ᾽ ἀπὸ μέρους τὸ πᾶν ὁ ἱστοριογράφος ἐδήλωσε. Καὶ πάλιν· «Ψυχὴ ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται.» Οὐδεὶς δὲ ἔγνω πώποτε ψυχὴν ἄνευ σώματος ἁμαρτίᾳ περιπεσοῦσαν· καὶ αὖθις, «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκα.» Καὶ ὁ προφήτης ἑτέρωθι, «Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου·» καὶ ὁ μακάριος Δαβίδ, «Ἐμνήσθη, φησίν, ὅτι σάρξ εἰσι, πνεῦμα πορευόμενον, καὶ οὐκ ἐπιστρέφον.» Παντὶ δὲ δήπουθεν γνώριμον, ὡς οὐκ ἄψυχοι ἦσαν οὗτοι ὧν κατηγορεῖ, καὶ οἷς νομοθετεῖ, καὶ ὧν ἑρμηνεύει τὴν φύσιν. Οὐ μόνον δὲ τοὺς κατηγορουμένους λέγει ἡ Γραφή, ἀλλὰ καὶ τῶν ἐπαινουμένων τοὺς κορυφαίους· καὶ τούτων μάρτυς ὁ μακάριος Παῦλος ἐν τῇ πρὸς Γαλάτας λέγων· «Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοί, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, ἀλλὰ πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους ἀνῆλθον.» Εἰ δὲ οὐ μόνον ἐπὶ τοῦ σαρκικοῦ φρονήματος καὶ τῆς θνητότητος τὸ τῆς σαρκὸς φρόνημα λαμβάνεται, ἀλλὰ καὶ ἐπὶ πάσης τῆς τοῦ ἀνθρώπου φύσεως, εὔδηλον ὡς τό, Ὁ Λόγος σὰρξ ἐγένετο, οὐ τὸ φαινόμενον τοῦ ζώου μόνον, ἀλλ' ὅλον σημαίνει τὸν ἄνθρωπον· οὐδὲ τροπήν τινα τῆς θείας οὐσίας εἰς σάρκα φησὶ γεγενῆσθαι, ἀλλὰ τὴν ὑπὸ τοῦ Θεοῦ Λόγου ἀνάληψιν τῆς ἀνθρωπείας κηρύττει φύσεως· ὥσπερ γὰρ τό, «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα,» οὐ τὴν εἰς κατάραν μεταβολὴν τῆς τῶν ἀγαθῶν πηγῆς αἰνίττεται, ἀλλὰ
col. 909–910page 446 of 677
PG 130:909τὴν δι' αὐτοῦ γενομένην τῆς ἁμαρτίας ἤγουν τῆς κατάρας ἀπαλλαγήν, καὶ τό, «Γενέσθαι ἁμαρτίαν ὑπὲρ ἡμῶν τὸν μὴ γνόντα ἁμαρτίαν,» οὐ τὴν τῆς δικαιοσύνης σημαίνει τροπήν (ἄτρεπτον γὰρ τὸ θεῖον, καὶ ἀναλλοίωτον, ὡς διὰ τοῦ προφήτου βοᾷ· «Ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι,») ἀλλὰ τὴν τῶν ἡμετέρων ἁμαρτημάτων ἀνάληψιν· «Ἴδε γὰρ, φησίν, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ἴδε ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Οὕτω τό, «Ὁ Λόγος σὰρξ ἐγένετο,» οὐ τὴν ἀλλοίωσιν λέγει τῆς Θεότητος, ἀλλὰ τῆς ἀνθρωπίνης φύσεως ἀνάληψιν· τὴν ἄφατον γὰρ τοῦ Θεοῦ φιλανθρωπίαν ὁ εὐαγγελιστὴς κηρύττων, ὡς ἐδίδαξεν ὡς ὁ ἐν ἀρχῇ καὶ Θεὸς ὤν, καὶ πρὸς τὸν Θεὸν ὤν, καὶ οὐ δέποτε μὴ ὤν, ὁ δημιουργήσας πάντα, ὁ τὰ μὴ ὄντα εἰς τὸ εἶναι ποιήσας, ἡ ζωή, τὸ φῶς τὸ ἀληθινόν, τὴν φθαρτὴν ἀνέλαβε φύσιν, καὶ τὰ τῶν ἀνθρώπων ᾠκειώσατο πάθη, τὴν τῶν ἀνθρώπων πραγματευόμενος σωτηρίαν. Καὶ μειζόνως αὐτοῦ δεῖξαι τῆς εὐεργεσίας τὸ μέγεθος ἐθελήσας, οὐ τῆς ψυχῆς ἐμνημόνευσε τῆς ἀθανάτου, ἀλλὰ τῆς σαρκὸς τῆς παθητῆς, τῆς θνητῆς, τῆς φθειρομένης, τῆς ἐκ πηλοῦ γεγενημένης· καὶ ἀπὸ τοῦ μέρους τὴν πᾶσαν φύσιν ἐδήλωσεν, ὡς μαρτυρεῖ τὰ ἐπαγόμενα· «Ὁ Λόγος γάρ, φησίν, σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» ΤΙΤ. ΧΙΔ. Ἕτερος δὲ ὁ κατοικήσας κατὰ τὸν λόγον τῆς φύσεως, καὶ ἕτερος ὁ ναός. Διὸ καὶ τοῖς Ἰουδαίοις ἔλεγε· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Λύσις δὲ τοῦ ναοῦ, ψυχῆς καὶ σώματος ἡ διάζευξις· θάνατος γάρ ἐστι ψυχῆς ἀπὸ σώματος ἀναχώρησις· οὐκοῦν τὴν λύσιν τοῦ ναοῦ ὁ τῆς ψυχῆς ἐργάζεται χωρισμός· εἰ τοίνυν Ἰουδαῖοι τὸν ναὸν ἔλυσαν σταυρῷ καὶ θανάτῳ παραδεδωκότες, λύσις δὲ ναοῦ τῶν συνημμένων ὁ χωρισμός, ὁ δὲ Θεὸς Λόγος τοῦτον λυθέντα ἀνέστησε, σαφὲς οἶμαι τοῖς ἔμφροσιν, ὡς οὐκ ἄψυχον οὐδὲ ἄνουν, ἀλλὰ τέλειον ἄνθρωπον ὁ Θεὸς ἀνελάβετο Λόγος· εἰ γὰρ ἀντὶ τῆς ἀθανάτου ψυχῆς, ἐν τῷ ἀναληφθέντι σώματι γέγονεν ὁ Θεὸς Λόγος, εἶπεν ἂν τοῖς Ἰουδαίοις· «Λύσατέ με, καὶ ἐν τρισὶν ἡμέραις ἀναστήσομαι·» νῦν δὲ διδάσκων, καὶ τοῦ ναοῦ τὸ τηνικαῦτα τὸ θνητόν, καὶ τὸ δυνατὸν τῆς ἐνοικούσης Θεότητος, «Λύσατε, φησί, τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν·» οὐ γὰρ ἐγώ, φησίν, ὑφ' ὑμῶν λυθήσομαι, ἀλλ' ὁ ληφθεὶς ὑπ' ἐμοῦ ναός· καὶ οὗτος δὲ λύεται, ἵνα κρείττονος ἀναστάσεως ἀπολαύσῃ, ἵνα τὴν θνητὴν ἀπόθηται φύσιν, ἵνα τὴν φθορὰν ἀποδύσηται καὶ τὴν ἀφθαρσίαν ἐνδύσηται, ἵνα τοῦ θανάτου καταλύσῃ τὸ κράτος, ἵνα τῶν κεκοιμημένων ἀπαρχὴ γένηται, ἵνα λύσας τῆς φθορᾶς τὰς ὠδῖνας ἀναδειχθῇ τῶν νεκρῶν πρωτότοκος, καὶ διὰ τῆς οἰκείας ἀναστάσεως εὐαγγελίσηται τὴν πάντων ἀνθρώπων ἀνάστασιν. Ἐκ τοῦ αὐτοῦ λόγου. Ὅτι δὲ ταῦτα οὕτως ἔχει, μαρτυρεῖ τῶν ἀποστόλων ὁ κορυφαῖος ἐν ταῖς Πράξεσι λέγων, ὅτι οὐκ ἐγκατελείφθη ἡ ψυχὴ αὐτοῦ εἰς ᾅδου, οὐδὲ ἡ σὰρξ αὐτοῦ οἶδε διαφθοράν. Λύσις τοιγαροῦν τοῦ ναοῦ,
col. 911–912page 447 of 677
PG 130:911πρὸς τὴν σάρκα τὴν οἰκείαν ἐπάνοδος· εἰ τοίνυν, ὡς φασιν οἱ τῆς αἱρέσεως προστάται, ψυχὰς δύο τῶν ἀν θρώπων ἕκαστος ἔχει, τήν τε ζωτικήν, καὶ τὴν λογι κήν, καὶ σὰρξ ἄνευ ψυχῆς οὐκ ἂν ποτε νοηθείη τῆς ζωτικῆς (σῶμα γὰρ, ἀλλ' οὐ σὰρξ, φησί, τὸ τοιοῦτον προσαγορεύεται)· Πέτρος δὲ ἔφη, οὐ τὸ σῶμα τοῦ Κυ ρίου, ἀλλὰ τὴν σάρκα τοῦ Κυρίου μὴ ἰδεῖν διαφθοράν, καὶ τὴν ψυχὴν αὐτοῦ μὴ ἐγκαταλειφθῆναι εἰς ᾅδου· εὔδηλον ὡς τὴν μὲν ζωτικήν, ἣν οὐκ οἶδ' ὅπως λέγουσιν, εἶχεν ἡ διαφθαρείσα σάρξ, ἧς ἄνευ οὐκ ἂν προσαγορευθείη, ὥς φασι, σάρξ· ἡ δὲ ἀθάνατος καὶ λογικὴ καὶ τοῦ ζώου τὴν ἡγεμονίαν πεπιστευμένη, οὐ κατελείφθη εἰς ᾅδου, ἀλλὰ πρὸς τὴν οἰκείαν ἐπαν ῆκε σάρκα· καὶ μάτην ἀδολεσχοῦσιν, ἄψυχον ἢ ἄνουν τοῦ Θεοῦ Λόγου τὸν ναὸν προσαγορεύοντες. Ἡμεῖς δὲ Πέτρῳ ἑψόμεθα, καὶ σάρκα κηρύττοντι μὴ δεξαμένην διαφθοράν, καὶ ψυχὴν μὴ καταλειφθεῖσαν εἰς ᾅδου, ἀλλ' ἐπανελθοῦσαν καὶ τῷ οἰκείῳ σώματι συναφθεῖσαν· πιστεύομεν δὲ καὶ αὐτῷ τῷ Κυρίῳ λέ γοντι· «Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου.» Τῆς γὰρ λύπης τὴν αἴσθησιν τὸ ἐν ἡμῖν λογικὸν ὑπο δέχεται· εἰ δὲ ἀντὶ νοῦ ὁ Θεὸς Λόγος ὑπάρχων, τὰ τοῦ νοῦ κατεδέχετο πάθη, αὐτὸς ἦν ὁ λυπηθείς, καὶ φοβηθείς, καὶ ἀγνοήσας, καὶ ἀγωνιάσας, καὶ ἀγγε λικῇ συμμαχίᾳ ῥωσθείς· εἰ δὲ καὶ ταῦτα φήσουσιν οἱ τῆς Ἀπολιναρίου ματαιολογίας κληρονόμοι, μετὰ Ἀρείου καὶ Εὐνομίου τῶν χριστομάχων ταχθήτωσαν· ὧν γὰρ ἴση ἡ βλασφημία, τούτων μίαν εἶναι τὴν ἑταιρίαν δίκαιον· ἡμεῖς δὲ ἀκούσωμεν τοῦ Κυρίου λέγοντος· «Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ.» Ἐκ γὰρ τῶν λόγων τούτων μαθησόμεθα, ὡς ἕτερος μὲν ὁ τιθείς, ἕτερον δὲ τὸ τιθέμενον· καὶ Θεὸς μὲν ὁ τιθεὶς καὶ λαμβάνων, ψυχὴ δὲ ἡ τιθεμένη καὶ λαμβανομένη· καὶ Θεὸς μὲν τὴν ἐξουσίαν ἔχων, ψυχὴ δὲ ἡ ὑπὸ τὴν ἐξουσίαν ἐκείνην τεταγμένη. Ψυχῆς καὶ σώματος χωρισμός· καὶ πάλιν ἀνάστασις, τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς τὸν βασιλέα Θεοδόσιον προσφωνητικοῦ. Εἰσί τινες οἱ τητᾶσθαι λέγουσι ψυχῆς λογικῆς τὴν ἑνωθεῖσαν τῷ Λόγῳ σάρκα. Σαρκὶ γάρ που μόνῃ τὴν ζωτικήν τε καὶ αἰσθητικὴν λαχούσῃ κίνησιν ἀμφιεννύντες τὸν Λόγον, παραφέρουσιν εἰς κόσμον, τὴν νοῦ καὶ ψυχῆς ἐνέργειαν ἀπονέμοντες τῷ Μονογενεῖ. Κατα πεφρίκασι γὰρ, οὐκ οἶδ' ὅπως, ψυχωθείσῃ λογικῇ ψυχῇ τῇ ἀνθρωπίνῃ σαρκὶ κατὰ φύσιν ἡνῶσθαι τὸν Λόγον ὁμολογεῖν· τῆς μὲν ἄνωθέν τε καὶ ἀρχαιοτά της πίστεως τὴν παράδοσιν ὀλίγου παντελῶς ἀξιοῦντες λόγου, θελήσει δὲ μόνῃ τῇ κατὰ σφᾶς αὐτοὺς καὶ τοῖς ἀνθρωπίνοις δεῖν ἕπεσθαι λογισμοῖς, ἀμαθῶς ᾑρημένοι, καὶ φρονοῦντες ἀληθῶς παρ' ὃ δεῖ φρονεῖν. Καὶ τίς ὁ λόγος αὐτοῖς τοῦ τοιοῦδε δόγματος, ἐγὼ φράσω. Τὸν Θεοῦ μεσίτην καὶ ἀνθρώπων, κατὰ τὰς Γραφάς, συγκεῖσθαί φαμεν ἔκ τε τῆς καθ' ἡμᾶς ἀν
col. 913–914page 448 of 677
PG 130:913Ὁρωπότητος τελείως ἐχούσης κατὰ τὸν ἴδιον λόγον, καὶ ἐκ τοῦ πεφηνότος ἐκ Θεοῦ κατὰ φύσιν Υἱοῦ, τουτέστι τοῦ Μονογενοῦς. Διαβεβαιούμεθα δὲ σύνοδον μέν τινα, καὶ τὴν ὑπὲρ λόγον συνδρομὴν, εἰς ἕνωσιν ἀνίσων τε καὶ ἀνομοίων πεπράχθαι φύσεων. Ἕνα δ' οὖν ὅμως Χριστὸν, καὶ Κύριον Ἰησοῦν, καὶ Υἱὸν ὀνομάζεσθαι ἐπιγινώσκομεν, ἐν ταὐτῷ καὶ ὑπάρχοντα, καὶ νοούμενον Θεόν τε ὁμοῦ καὶ ἄνθρωπον. Ἀδιάσπαστον δὲ παντελῶς τὴν ἕνωσιν διατηρεῖν εἰθίσμεθα, τὸν αὐτὸν εἶναι καὶ Μονογενῆ πιστεύοντες, καὶ πρωτότοκον· Μονογενῆ μὲν, ὡς Θεοῦ Πατρὸς Λόγον, καὶ ἐκ τῆς οὐσίας αὐτοῦ πεφηνότα· πρωτότοκον δ' αὖ, καθὸ γέγονεν ἄνθρωπος, καὶ ἐν πολλοῖς ἀδελφοῖς. Ὥσπερ γὰρ εἷς ἐστι Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα· οὕτω καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα. Θεὸν γὰρ ὄντα κατὰ φύσιν ἐπιγινώσκομεν τὸν δι' οὗ τὰ πάντα, Λόγον, καὶ εἰ γέγονε σὰρξ, τουτέστιν ἄνθρωπος. Ἀλλ' οὔτι που σφόδρα ταῖς ἐν ἡμῖν περὶ τούτου δόξαις τὰ ἐκείνων συμφέρεται. Ἕνα μὲν γὰρ ὁμολογουμένως παραδέχονται καὶ αὐτοὶ Ἰησοῦν Χριστόν, παρωθοῦνται δὲ λίαν, ὡς δυσσεβὲς ὅτι μάλιστα, καταδιαιρεῖν εἰς δύο τὸν Ἐμμανουήλ. Ψυχῆς δ' οὖν ὅμως τῆς ἀνθρωπίνης καὶ λογικῆς τὴν σάρκα χωρίσαντες καὶ γυμνώσαντες, ἡνῶσθαί φασιν αὐτῇ τὸν ἐκ Θεοῦ Λόγον· ἐξεύρηται δέ τις αὐτοῖς καὶ πιθανός, ὡς οἴονται, πρὸς τοῦτο λόγος. Τὰ γάρ τοι, φασί, κατὰ σύνθεσιν πρὸς ἑνὸς τελείου σύστασιν συνδεδραμηκότα, μέρη τε καὶ ἐξ ἀτελῶν ὁρᾶσθαι φιλεῖ· τοῦ τελείως ἔχοντος καθ' ἑαυτὸ, καὶ ὡς ἐν ἰδίᾳ φύσει, τῆς ἐκ μερῶν συνθέσεως οὐ δεδεημένου. Τοιγάρτοι, φασί, παραιτητέον εἰκότως, ἄνθρωπον δοῦναι τέλειον, τὸν συνενωθέντα τῷ Λόγῳ ναόν, ἵνα καὶ ἡ ἕνωσις, ἥπερ ἂν ἐπὶ Χριστῷ νοοῖτο τυχόν, ἀκριβῆ τε καὶ ἀδιάβλητον τὸν ἐπ' αὐτῆς ἀποσώζοι λόγον. Καὶ μὴν κἀκεῖνο προσθεῖεν ἂν, ὥσπερ οὖν ἡγοῦμαι, πάλιν. Εἰ γὰρ ἐξ ἀνθρώπου τελείου, φασί, καὶ τοῦ ἐκ τοῦ Πατρὸς ὄντος Λόγου φήσομεν τὸν Ἐμμανουήλ, οὐ βραχὺ τὸ δεῖμα, μᾶλλον δὲ ἀδιάφυκτον ἤδη πως ἀναφανεῖται λοιπόν, τὸ καὶ ἀβουλήτως δεῖν δύο μὲν υἱοὺς, Χριστοὺς δ' αὖ δύο φρονεῖν τε καὶ λέγειν. Εἶτα τί τούτοις ἀντεροῦμεν ἡμεῖς; Πρῶτον μὲν, ὅτι τῆς πίστεως τὴν οὕτως ἀρχαιοτάτην, καὶ ἐξ αὐτῶν τῶν ἁγίων ἀποστόλων διήκουσαν εἰς ἡμᾶς παράδοσιν, οὐ ταῖς ὑπερμέτροις ἀκριβείαις καταλύειν ἄξιον, οὔτε μὴν ταῖς εἰς ἄκρον ἐρεύναις ὑποφέρειν τὰ ὑπὲρ νοῦν, ἀλλ' οὐδὲ ἥκειν εἰς μέσον οἷάπερ τινὰς ὁριστὰς, καὶ ῥιψοκινδύνως λέγοντας, ὡς τὸ δεῖνα μὲν ὀρθῶς, τὸ δεῖνα δ' αὖ ἑτέρως ἔχειν. Ἐχρῆν δήπου, καὶ ἦν ἄμεινον ἀληθῶς, ἀπονέμειν μᾶλλον τῷ παντοφῷ Θεῷ τῶν ἰδίων διασκέψεων τὴν ὁδὸν, καὶ μὴ τοῖς εὖ ἔχειν παρ' αὐτῷ δεδοκιμασμένοις, ἀνοσίως ἐπιτιμᾶν. Ἀκουσόμεθα γὰρ λέγοντος ἐναργῶς· «Οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδὲ ὥσπερ αἱ ὁδοὶ ὑμῶν αἱ εἶναι
col. 915–916page 449 of 677
PG 130:915ὁδοί μου· ἀλλ' ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου.» Τοὺς δὲ οὔτι που δύο προσκυνήσομεν, ἀλλ᾽ οὐδὲ Χριστοὺς ἐροῦμεν δύο, κἂν ἐψυχῶσθαι πιστεύω μεν ψυχῇ λογικῇ τὸν ἐνωθέντα τῷ λόγῳ ναόν. Ὥσπερ γάρ, κατά γε τὸ ἐκείνοις εὖ ἔχειν δοκοῦν, κἂν εἰ ἐκ μόνης λέγοιτο τῆς σαρκὸς, καὶ τοῦ ἐκ Θεοῦ Πατρὸς πεφηνότος Λόγου, οὐδεὶς αὐτοὺς ἀγαπήσει τρόπος, ἀνὰ μέρος τὴν σάρκα τιθέντας, καὶ ἀνὰ μέρος αὐτὸν Μονογενῆ, δυάδα δὲ Χριστῶν ὁμολογεῖν· οὕτω κἂν τῇ καθ᾿ ἡμᾶς ἀνθρωπότητι τελείως ἐχούσῃ, κατά γε τὸν τῆς ἰδίας φύσεως λόγον, οἱονεί συνενηνέχθαι τε καὶ ἡνῶσθαι λέγωμεν ἀποῤῥήτως τε καὶ ὑπὲρ νοῦν τὸν ἐκ Θεοῦ Λόγον, οὐχ υἱῶν δυάδα νοήσομεν, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν, φύσει μὲν ὄντα Θεὸν, καὶ ἐξ αὐτῆς πεφηνότα τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός· ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς γενόμενον ἄνθρωπον, καὶ διὰ τῆς ἁγίας καὶ Θεοτόκου Παρθένου γεγεννημένον, καὶ πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων προσκυνούμενον, κατὰ τὰς Γραφάς. Εἰ δὲ δὴ φαίεν, ὅτι μόνης μὲν ἐδεῖτο τὰ καθ' ἡμᾶς τῆς τοῦ Μονογενοῦς ἐπιδημίας· ἐθελήσας δ' ὀφθῆναι τοῖς ἐπὶ γῆς, καὶ ἀνθρώποις συναναστραφῆναι, παραδεῖξαι τε ἡμῖν τῆς ἀγγελικῆς πολιτείας τὴν ὁδὸν, οἰκονομικῶς ἡμπίσχετο τὴν ὁμοίαν ἡμῖν σάρκα (τὸ γὰρ τοι Θεῖον κατὰ φύσιν ἰδίαν οὐχ ὁρατόν)· ἠγνοηκότες ἁλώσονται τῆς ἐνανθρωπήσεως τὸν σκοπὸν, καὶ συνιέντες οὐδαμῶς τὸ μέγα τῆς εὐσεβείας μυστήριον. Εἰ γὰρ δὴ μόνην ἔχει τὴν ἀφορμὴν τοῦ ὀφθῆναι τοῖς ἐπὶ γῆς τοῦ Μονογενοῦς ἡ σάρκωσις, ἤγουν ἐνανθρώπησις, προσετέθη γε μὴν ἕτερον οὐδὲν τῇ ἀνθρώπου φύσει· πῶς οὐκ ἄμεινον ἤδη πως καὶ σοφῶν, τῇ τῶν Δοκητῶν συμφέρεσθαι δόξῃ καὶ ἡμᾶς αὐτοὺς, οἱ σαρκός τε ὁμοῦ καὶ γηΐνου σώματος ἀπαμφιεννύντες τὸν Λόγον, ὦφθαι μὲν ἐπὶ γῆς ὡς ἄνθρωπον μυθοπλαστοῦσιν οἱ δείλαιοι; Ἡμαρτηκότες δὲ τἀληθοῦς ἁλοῖεν ἂν καὶ οὐ σὺν ἱδρῶτι μακρῷ. Ἢ οὐκ ἄμεινον ἐροῦσιν, εἰ μηδὲν ὀνίνησι τὴν ἀνθρώπου φύσιν ὁ ἐκ Θεοῦ Λόγος, εἰ καὶ γέγονε σάρξ, ἀπαλλάττεσθαι μὲν ἀκαθαρσίας σαρκικῆς, δόξαι [δ'] οὖν ἅπαξ τῷ γηΐνῳ προσκεχρῆσθαι σώματι, διαπεράναι τε οὕτω τὸν προτεθέντα σκοπόν; Τίς οὖν ἂν γένοιτο λοιπὸν τῆς ἐπιδημίας ὁ λόγος, ἢ τίς ὁ τρόπος τῆς ἐνανθρωπήσεως, πέπρακται δὲ ὅτου χάριν, εἴ τις ἔροιτο τυχόν, ἀντακούσεται παρ' ἡμῶν· Ἡ θεία διδάξει Γραφή. Δὴ οὖν, ὦ γενναῖε, πυθοῦ τῶν ἱερῶν Γραμμάτων, καὶ ταῖς τῶν ἁγίων ἀποστόλων φωναῖς ἐνερείσας εὖ μάλα τῆς διανοίας τὸν ὀφθαλμόν, ἄθρει δὴ καλῶς τὸ ζητούμενον. Ἔφη τοίνυν ὁ σοφὸς ἡμῖν Παῦλος, αὐτὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα Χριστόν· Ἐπειδὴ δὲ τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν.
col. 917–918page 450 of 677
PG 130:917ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας.» Καὶ μὴν καὶ ἑτέρωθι τρόπον ἡμῖν ἀφηγούμενος, «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, φησὶν, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ Θεὸς τὸν ἑαυ τοῦ Υἱὸν ἐκπέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεύ μα.» Ἆρ᾽ οὖν, οὐχὶ προδηλότατον, καὶ οὐδενὶ τῶν ὄντων ἀσυμφανές, ὅτι καθ᾽ ἡμᾶς γέγονεν ὁ μονογενὴς, τουτέστι τέλειος ἄνθρωπος, ἵνα τῆς μὲν ἐπεισάκτου φθορᾶς τὸ γήϊνον ἡμῶν ἀπαλλάξῃ σώμα, τῇ καθ᾽ ἕνωσιν οἰκονομίᾳ τὴν ἰδίαν αὐτῷ ζωὴν ἐνεῖσα· ψυχὴν δὲ ἰδίαν τὴν ἀνθρωπίνην ποιούμενος, ἁμαρτίας αὐτὴν ἀποφήνῃ κρείττονα, τῆς ἰδίας φύσεως τὸ πε πηγός τε καὶ ἄτρεπτον, ὥσπερ ἐρίῳ βαφὴν, ἐγκαταχρώσας αὐτῇ; Δεῖν γὰρ οἶμαι τοῖς περὶ τούτων λό γοις παραδειγμάτων, πολὺ λίαν ἔχουσι τὸ ἀσυμφανές· ὁρῶ μὲν γὰρ μόλις ἐν ἐσόπτρῳ τε καὶ αἰνίγματι τὰ θεῖά τε καὶ ὑπὲρ νοῦν μυστήρια. Εἴη δ᾽ ἂν οὐκ ἄτο πον, οἶμαι, τὸ χρῆμα· φέρει γὰρ ἐν ἑαυτῷ τὸν εἰδό τα, μᾶλλον δὲ καὶ τὸν ἀληθῆ λογισμόν. Ὥσπερ οὖν, ἐπειδὴ γέγονε σὰρξ τοῦ ζωοποιοῦντος τὰ πάντα Λόγου, τὸ φθορᾶς καὶ θανάτου ὑπερφέρεται κράτος· κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον, ἐπεὶ γέγονε ψυχὴ τοῦ πλημμελεῖν οὐκ εἰδότος, ἐρηρεισμένην ἔχει λοιπὸν τὴν ἐφ᾽ ἅπασι τοῖς ἀγαθοῖς ἀμεταποίητον στάσιν, καὶ τῆς πάλαι καθ᾽ ἡμῶν τυραννευούσης ἁμαρτίας ἀσυγκρίτως εὐσθενεστέραν. Πρῶτος τε γὰρ καὶ μόνος ἄνθρωπος ἐπὶ τῆς γῆς ὁ Χριστὸς οὐκ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Ῥίζα δὲ ὥσπερ καὶ ἀπαρχὴ τεθειμένος τῶν εἰς και νότητα ζωῆς ἀναμορφουμένων ἐν Πνεύματι, καὶ τὴν τοῦ σώματος ἀφθαρσίαν, καὶ τὸ τῆς θεότητος ἀσφαλὲς ἐρηρεισμένον, ὡς ἐν μεθέξει καὶ κατὰ χάριν, καὶ εἰς ἅπαν ἤδη τὸ ἀνθρώπινον παραπέμψει γένος. Καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος γράφει Παῦλος· «Ὥσπερ γὰρ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.» Εἰκόνα μὲν γὰρ τοῦ χοϊκοῦ, τὸ εὐόλισθον ἔφη πρὸς ἁμαρτίαν, καὶ τὸν ἐντεῦθεν ἡμῖν ἐπιῤῥιφέντα θάνατον· εἰκόνα δὲ αὐ τοῦ ἐπουρανίου, τουτέστι Χριστοῦ, τὸ ἑδραῖον εἰς ἁγιασμὸν, καὶ τὴν ἐκ θανάτου καὶ φθορᾶς ἀνακομιδὴν τε καὶ ἀνακαίνισιν εἰς ἀφθαρσίαν καὶ ζωήν. Ὅλον οὖν ὅλῃ συνηνῶσθαί φαμεν τῇ καθ᾽ ἡμᾶς ἀνθρωπότητι τὸν ἐκ Θεοῦ Λόγον. Οὐ γάρ που τὸ ἄμεινον ἐν ἡμῖν, τουτέστι ψυχήν, οὐδενὸς ἂν ἠξίω σε λόγου, μόνῃ δωρούμενος τῇ σαρκὶ τῆς ἐπιδημίας τοὺς πόνους. Ἐπράττετο δὲ καλῶς δι᾽ ἄμφω τῆς οἰκονομίας τὸ μυστήριον· προσεχρήσατο δὲ ὁ
col. 919–920page 451 of 677
PG 130:919καθάπερ ὀργάνῳ, τῇ μὲν ἰδίᾳ σαρκί, πρὸς τὰ σαρκὸς ἔργα τε καὶ ἀῤῥωστήματα φυσικά, καὶ ὅσα μώμου μακράν· ψυχῇ δ' αὖ τῇ ἰδίᾳ, πρὸς τὰ ἀνθρώπινά τε καὶ ἀνυπαίτια πάθη. Πεινῆσαι γὰρ λέγεται, κόπους ὑπενεγκεῖν τοὺς ἐκ μακρῶν ὁδοιποριῶν, πτοίας τε καὶ φόβους, καὶ λύπην, καὶ ἀγωνίαν, καὶ τὸν ἐπὶ τῷ σταυρῷ θάνατον. Ἐπαναγκάζοντος γὰρ οὐδενὸς, τέθεικεν ἀφ' ἑαυτοῦ τὴν ἰδίαν ψυχὴν ὑπὲρ ἡμῶν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ· σάρκα μὲν τὴν ἰδίαν, τῆς ἁπάντων σαρκὸς ἀνταποτιννύς, δῶρον ἀληθῶς ἀντάξιον· ψυχὴν δὲ, ψυχῆς ἀντίλυτρον τῆς ἁπάντων ποιούμενος, εἰ καὶ ἀνεβίω πάλιν, ζωή κατὰ φύσιν ὑπάρχων ὡς Θεός. Καὶ γοῦν ὁ θεσπέσιος Πέτρος, Ὦ Ἄνδρες ἀδελφοί, φησὶν, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαβίδ, ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης. Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς, ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ Θεὸς, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ, προειδὼς ἐλάλησε περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτι οὔτε ἐγκατελείφθη ἡ ψυχὴ αὐτοῦ εἰς ᾅδην, οὔθ' ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. Οὐ γάρ τοι θέμις εἰπεῖν, φθορᾷ μὲν δύνασθαι κρατεῖσθαί ποτε τὴν ἑνωθεῖσαν τῷ Λόγῳ σάρκα, κάτοχον δ' αὖ τοὺς ᾅδου πύλαις τὴν θείαν γενέσθαι ψυχήν· οὐκ ἐγκατελείφθη γὰρ εἰς ᾅδην, καθὰ καὶ ὁ θεσπέσιος ἔφη Πέτρος. Οὐ γάρ που τήν τε ἄληπτον παντελῶς, καὶ ἀνάλωτον τῷ θανάτῳ φύσιν, τουτέστι τὴν θεότητα τοῦ Μονογενοῦς, τῶν ὑπὸ χθόνα μυχῶν ἀνακεκομίσθαι φήσομεν· οὔτε γὰρ ἂν ἠξιώθη τὸ χρῆμα θαύματος, εἰ μὴ μεμένηκεν εἰς τὸν ᾄδην ὁ ἐκ Θεοῦ Λόγος, τῇ τῆς θεότητος ἐνεργείᾳ τε καὶ φύσει, παραδόξως τε καὶ ὑπὲρ λόγον, πληρῶν μὲν τὰ πάντα, καὶ τοῖς πᾶσιν ἐπιδημῶν. Ἀνώτερον γάρ που καὶ περιορισμοῦ καὶ τόπου καὶ μεγέθους μετρητοῦ τὸ θεῖον, αὐτὸ δὲ ὑπὸ μηδενὸς χωρούμενον. Παράδοξον δὲ καὶ οὐδενὶ τῶν ὄντων θαυμαστὸν, ὅτι σῶμα μὲν ἀνεβίω τὸ τῇ φύσει φθαρτόν· ἦν γὰρ ἴδιον τοῦ ἀφθάρτου Λόγου. Ψυχὴ δὲ δὴ πάλιν, τὴν πρὸς αὐτὸν λαχοῦσα συνδρομήν τε καὶ ἕνωσιν, καταπεφοίτηκε μὲν εἰς ᾅδου, θεοπρεπεῖ δὲ δυνάμει καὶ ἐξουσίᾳ χρωμένη, καὶ τοῖς ἐκεῖσε πνεύμασι κατεφαίνετο. Τοιγάρτοι καὶ ἔφασκε τοῖς ἐν δεσμοῖς· «Ἐξέλθετε·» καὶ τοῖς ἐν τῷ σκότει· «Ἀνακαλύπτεσθε.» Καί μοι δοκεῖ φάναι τι τοιοῦτον καὶ ὁ θεσπέσιος Πέτρος περὶ τοῦ Θεοῦ Λόγου, καὶ τῆς καθ' ἕνωσιν οἰκονομίας γεγενημένης αὐτοῦ ψυχῆς· Κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ Θεοῦ, πάσχειν, ἢ κακοποιοῦντας· ὅτι καὶ ὁ Χριστὸς ἅπαξ ὑπὲρ ἁμαρτωλῶν ἀπέθανε, δίκαιος ὑπὲρ ἀδίκων, ἵν' ἡμᾶς προσαγάγῃ τῷ Θεῷ, θανατωθεὶς μὲν σαρκί, ζωοποιηθεὶς δὲ τῷ πνεύματι· ἐν ᾧ φησὶ, καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς ἐκήρυξεν, ἀπειθήσασί ποτε. Οὐδὲ γὰρ, οἶμαι, φαῖεν ἂν, ὡς γυμνὴ καὶ καθ' ἑαυτὴν ἡ θεότης τοῦ Μονογενοῦς καταπεφοίτηκε μὲν εἰς ᾅδου, διεκήρυξε δὲ τοῖς ἐκεῖσε πνεύμασιν, ἄοπτος οὖσα παντελῶς
col. 921–922page 452 of 677
PG 130:921κρεῖττον γὰρ ἀεὶ τοῦ ὁρᾶσθαι τὸ Θεῖον. Ἀλλ' οὐ δο κήσει καὶ ἐσχηματισμένως εἰς τὸ ψυχῆς εἶδος αὐτὴν μεμορφῶσθαι δώσομεν· παραιτητέον γὰρ πανταχῇ τὴν δόκησιν. Ἀλλ' ὥσπερ τοῖς ἐπὶ γῆς συνανεστράφη μετὰ σαρκός, οὕτω καὶ ταῖς εἰς ᾅδου ψυχαῖς διεκήρυξεν, ἴδιον ἔχων φόρημα, τὴν ἑνωθεῖσαν αὐτῷ ψυχήν. Καὶ βαθὺς μὲν ἴσως καὶ ἀπόρρητος ἀληθῶς καὶ ταῖς ἡμετέραις διανοίαις οὐχ ἁλώσιμος ὁ τῆς Ἐνανθρωπήσεως τρόπος. Ἐκεῖνο δ' οὖν ὅμως ἀναλογίζεσθαι πρέπει· τὰ γάρ τοι μὴ καθ' ἡμᾶς πολυ πραγμονεῖν, οὐκ ἀζήμιον· ἀνοητότατον δὲ παντελῶς τὸ βασάνοις ὑποφέρειν τὰ ὑπὲρ νοῦν, καὶ πειρᾶσθαι νοεῖν ἃ οὐχ οἷόν τε. Ἢ οὐκ οἶσθα, ὅτι τὸ βαθὺ δὴ τοῦτο μυστήριον, καὶ νοῦν ὑπερέχον τὸν ἐν ἡμῖν, τῇ ἡμῶν ἀπεριεργάστῳ πίστει τετίμηται; Τὸ δὲ ἀσυν έτως λέγειν, ὅ Πῶς δύναται ταῦτα γενέσθαι; ὦ Νι κοδήμῳ τε ἐκείνῳ καὶ τοῖς κατ' αὐτὸν ἀπονέμοντες, ἀνενδοιάστως παραδεξώμεθα τὰ διὰ τοῦ θείου Πνεύ ματος χρησμῳδούμενα, καὶ αὐτῷ δὲ πιστεύσωμεν λέγοντι Χριστῷ· Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ὃ οἴδα μεν, λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν, μαρτυροῦμεν. Οἰχέσθω δὴ οὖν λῆρος μὲν ἅπας, μυθός τε ἀδρανής, καὶ ψευδοδοξία, καὶ κεκομψευμένων ῥημάτων φε ναχισμός· προσιέμεθα οὔτι που τὸ κατασίνεσθαι πεφυκός, κἂν εἰ τοῖς ἄγαν ἐξησκημένοις, καὶ μὴν καὶ πικροῖς ἡμᾶς κατακρατοῦσιν λόγοις οἱ δι' ἐναν τίας. Ἔστι γὰρ τὸ θεῖον ἡμῶν μυστήριον οὐκ ἐν πειθοῖς σοφίας ἀνθρωπίνης λόγοις, ἀλλ' ἐν ἀποδείξει Πνεύματος. Θεὸς οὖν ὑπάρχων, καὶ τῶν ὅλων Κύριος, κατὰ τὰς Γραφάς, ὁ Μονογενής, ἐπέφανεν ἡμῖν· ὤφθη γὰρ ἐπὶ γῆς, καὶ ἐπέλαμψε τοῖς ἐν σκότει, γενόμενος ἄνθρωπος, οὐ δοκήσει, μὴ γένοιτο· μανία γὰρ τοῦτό γε φρονεῖν, ἢ λέγειν· οὔτε μὴν εἰς σάρκα παρενεχθεὶς κατὰ μετάστασιν, ἢ τροπήν· ἀναλλοίωτος γὰρ ἀεὶ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως ἔχων ὁ ἐκ Θεοῦ Λόγος. Ἀλλ' οὐδὲ ὁμόχρονον τῇ σαρκὶ τὴν ὕπαρξιν ἔχων· αὐτὸς γάρ ἐστι τῶν αἰώνων ὁ Ποιητής. Οὔτε μὴν ὡς λόγος ἀνυπόστατος, οὐδὲ ὡς ῥῆμα ψιλόν ἐν ἀνθρώπῳ γεγονώς· ὁ γάρ τοι καλῶν τὰ οὐκ ὄντα ποτὲ πρὸς ὕπαρξιν καὶ γένεσιν, προϋφέστηκεν ἀναγκαίως· αὐτὸς γάρ ἐστιν ἡ ζωή, πεφηνὼς ἐκ ζωῆς τοῦ Θεοῦ καὶ Πατρός, ὄντος τε καὶ νοουμένου κατ' ἰδίαν ὑπόστασιν. Ἀλλ' οὐδὲ μόνην ἠμπέσχετο σάρκα ψυχῆς ἐρήμην τῆς λογικῆς· γεγέννηται γάρ κατὰ ἀλήθειαν ἐκ γυναικός, καὶ πέφηνεν ἄνθρωπος, ὁ ζῶν καὶ ὑπάρχων, καὶ συναΐδιος τῷ Θεῷ καὶ Πατρὶ Θεὸς Λόγος, μορφὴν δούλου λαβών· καὶ ἔστιν ὥσπερ ἐν θεότητι τέλειος, οὕτω καὶ ἐν ἀνθρωπότητι τέ λειος· οὐκ ἐκ μόνης θεότητος καὶ σαρκὸς εἰς ἕνα Χριστὸν καὶ Κύριον καὶ Υἱὸν συγκείμενος, ἀλλ' ἐκ
col. 923–924page 453 of 677
PG 130:923δυοῖν τελείοιν, ἀνθρωπότητα δή λέγω καὶ θεότητα, εἰς ἕνα καὶ τὸν αὐτὸν παραδόξως συνδούμενος. Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς Δεσπότην προσφωνητικοῦ λόγου. Νῦν ἡ ψυχή μου τετάρακται. Καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. Ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. — Πάτερ, δόξασόν σου τὸν Υἱόν.» Καὶ πάλιν· «Ἤρξατο λυπεῖσθαι, καὶ ἀδημονεῖν, καὶ λέγειν· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου.» Καὶ πάλιν· «Καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς, εἶπε· Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου.» Οἱ τῆς Ἀπολιναρίου δόξης ἡττώμενοι καὶ τὰ αὐτῷ δοκοῦντα φρονεῖν ᾑρημένοι, ἐνιστάμενοί τε καὶ λέγοντες, ἄψυχόν τε καὶ ἄνουν ὑπάρχειν τὸν ἑνωθέντα τῷ λόγῳ ναόν, τί δὴ ἄρα φαίεν ἂν, γεγραφότων ἡμῖν τὰ τοιάδε τῶν ἁγίων εὐαγγελιστῶν περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ; Πτοίας μὲν γὰρ, καὶ λύπης, καὶ τῶν εἰς δειλίαν αἰτιαμάτων ἀνεπίδεκτος παντελῶς εἴη ἄν, κατά γε τὸ εἰκὸς, ἡ θεία τε καὶ ἀνωτάτω τοῦ Λόγου φύσις. Παραιτήσεται γὰρ εἰς ἅπαν τὸ ἔν γε τούτοις εἶναί ποτε, καὶ παθῶν ὅλως τῶν καθ' ἡμᾶς οὐκ ἀνέξεται. Σῶμα δὲ πάλιν ἄψυχόν τε καὶ ἄνουν οὐκ ἂν εἰσδέξαιτο λύπην, ἀλλ' οὐδ' ἂν ἐννοήσειέ τι τῶν σκυθρωπῶν, ἢ τὸν ἐκ τῶν ἔσεσθαι προσδοκωμένων προαναθρήσει φόβον. Πάθοι δ' ἂν τὰ τοιάδε κατά γε τὸ πᾶσιν, ὡς γε οἶμαι, δοκοῦν. Ψυχὴ λογικὴ κατασκεπτομένη τῷ νῷ τά τε ἤδη παρόντα, καὶ πρός γε τούτοις τὰ συμβησόμενα. Πῶς οὖν ἄρα φησὶν ὁ Ἐμμανουήλ «Νῦν ἡ ψυχή μου τετάρακται;» πῶς δὲ καὶ ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν; ἢ καὶ ποῖον ὅλως εἰς χεῖρας τοῦ Θεοῦ καὶ Πατρὸς παρέθετο τὸ πνεῦμα, εἰ καὶ τῆς θεότητος τὸ χρῆμά ἐστιν ἀλλότριον, καὶ μηδὲ μόνης ἀψύχου σαρκός; Πρόδηλον οὖν, ὅτι γέγονεν ἄνθρωπος ὁ Μονογενής, οὐκ ἄψυχόν τε καὶ ἄνουν σῶμα λαβών, ἐμψυχωμένον δὲ μᾶλλον ψυχῇ καὶ λογικῇ, καὶ τελείως ἐχούσῃ κατά γε τὸν αὐτῇ πρέποντα λόγον. Καὶ ὥσπερ οἰκειοῦται πάντα τὰ τοῦ ἰδίου σώματος, οὕτω καὶ τὰ τῆς ψυχῆς. Ἔδει γὰρ αὐτὸν διὰ παντὸς ὁρᾶσθαι πράγματος σαρκικοῦ καὶ ψυχικοῦ δι' ἡμᾶς γεγονότος. Ἐσμὲν δὲ καὶ ἡμεῖς ἐκ ψυχῆς λογικῆς τε καὶ σώματος. Ὥσπερ δὲ οἰκονομικῶς συγκεχώρηκε τῇ ἰδίᾳ σαρκὶ καὶ παθεῖν ἔσθ' ὅτε τὰ ἴδια, οὕτω πάλιν καὶ τῇ ψυχῇ συνεχώρησε τὰ οἰκεῖα παθεῖν· καὶ τὸ τῆς κενώσεως μέτρον τετήρηκε πανταχοῦ, καίτοι Θεὸς ὢν φύσει, καὶ ὑπὲρ πᾶσαν τὴν κτίσιν. Παρατίθεται δὲ τὸ ἴδιον πνεῦμα τῷ Θεῷ καὶ Πατρί, τουτέστι τὴν ἐνωθεῖσαν αὐτῷ ψυχήν, ἵνα ἡμᾶς καὶ διὰ τούτου πάλιν εὐεργετήσῃ. Πάλαι μὲν γὰρ ἀπαλλαττόμεναι τῶν σωμάτων ἐν τοῖς ὑπὸ χθόνα μυχοῖς αἱ τῶν ἀνθρώπων ψυχαὶ κατεπέμποντο, πληροῦσαι τὰ τοῦ θανάτου ταμιεῖα. Ἐπειδὴ δὲ Χριστὸς τὸ ἴδιον Πνεῦμα παρέθετο τῷ Πατρί, καὶ ταύτην ἡμῖν ἐνεκαίνισε τὴν ὁδόν. Βαδιούμεθα γὰρ οὐκ εἰς ᾅδου ποθέν, εἰσόμεθα δὲ μᾶλλον· καὶ κατὰ
col. 925–926page 454 of 677
PG 130:925τοῦτο αὐτῷ τῷ πιστῷ κτίστῃ τὰς ἑαυτῶν παρατιθέμενος ψυχὰς, ἐν ἐλπίσιν ἐσμὲν ἀγαθαῖς· ἐγερεῖ γὰρ ἅπαντας ὁ Χριστός. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ ἐνανθρωπήσεως λόγου. Ταῦτα τὴν Ἀπολλιναρίου ματαιολογίαν ἐλέγχει, ὃς ἀντὶ νοῦ τὸν Θεὸν Λόγον ἐνοικῆσαι λέγει τῇ προσληφθείσῃ σαρκί. Εἰ γὰρ οὐκ εἶχεν ἀνθρώπινον νοῦν ἡ ἀναληφθεῖσα φύσις, Θεὸς μὲν ἦν ὁ πρὸς διάβολον ἀγωνισάμενος, Θεὸς δὲ ὁ τὴν νίκην ἀναδυσάμενος. Θεοῦ δὲ νενικηκότος, ἐγὼ μὲν οὐδὲν ἀπωνάμην τῆς νίκης, ὡς οὐδὲν εἰς ταύτην εἰσενεγκών, ἀλλὰ γὰρ τῆς ἐντεῦθεν εὐφροσύνης γεγύμνωμαι ἐπὶ τροπαίοις γαυριῶν ἀλλοτρίοις, αὐχεῖ δὲ ὁ διάβολος, καὶ κομπάζει, καὶ μέγα φρονεῖ, καὶ σεμνύνεται, ὡς Θεῷ παλαίσας, καὶ ὑπὸ Θεοῦ ἡττηθείς. Μέγα γὰρ αὐτῷ καὶ τὸ ἡττηθῆναι ὑπὸ τοῦ Θεοῦ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἀπολογίαν ἔχουσιν οἱ ἁμαρτάνοντες, εἰ ὡς ἀσθενῆ τὸν νοῦν οὐκ ἀνέλαβεν ὁ Θεὸς Λόγος. Εἰ γὰρ οὐκ ἦν ἐν τῷ προσλήμματι νοῦς ἀνθρώπινος, ὁ Θεὸς δὲ ἀντὶ νοῦ ὑπάρχων τὰ τῷ νῷ ἐνήργει προσήκοντα, Θεὸς μὲν ἦν ὁ τῷ σώματι συμπεινήσας, Θεὸς δὲ ὁ διψήσας, καὶ κοπιάσας, καὶ καθευδήσας, καὶ λυπηθείς, καὶ δειλιάσας, καὶ πάντα τἄλλα τὰ ἀνθρώπινα ὑπομείνας παθήματα. Εἰ Θεὸς δὲ ὁ παλαίσας, καὶ νικήσας, ἐγὼ μὲν τῆς νίκης ἐστέρημαι, Θεὸς δὲ ὁ τὴν δικαιοσύνην ἅπασαν κατορθώσας. Οἱ τοῦτο δὲ λέγοντες πρῶτον μὲν ἀτονίαν τῷ Θεῷ λόγῳ προσάπτουσιν οὐ τὴν τυχούσαν, εἴπερ, ὡς φασιν, οὐχ οἷός τε ἦν, τοῦ ἀνθρωπείου συνόντος, δικαιώσαι τὸν ἄνθρωπον· ἔπειτα δὲ καὶ πᾶσι τοῖς ἁμαρτάνουσι, καὶ τοὺς θείους παραβαίνουσι νόμους ἀπολογίας ὑπανοίγουσι θύραν. Εἴπωσι γὰρ ἂν εἰκότως πρὸς τὸν τῶν ὅλων Θεὸν, Οὐκ ἀσύγγνωστα, ὦ Δέσποτα, πεπλημμελήκαμεν, οὐδὲ τιμωρίας ἄξια, νοῦν ἡγεμόνα λαβόντες ἀσθενῆ, καὶ φυλάττειν τοὺς σοὺς οὐ δυνάμενον νόμους. Καὶ σὺ δὲ αὐτὸς, ὦ Δέσποτα, ἐν σαρκὶ παραγεγονώς σάρκα μὲν τὴν ἡμετέραν ἀνέλαβες, τὸν δὲ νοῦν ὡς τῆς ἀρετῆς τὴν κτῆσιν κωλύοντα, καὶ τῆς ἁμαρτίας τὴν ἀπάτην ῥᾳδίως ὑποδεχόμενον ἀπέρριψας, καὶ λαβεῖν οὐκ ἠνέσχου, γέγονας δὲ ἀντὶ νοῦ τῇ σαρκὶ, καὶ τούτῳ τῷ τρόπῳ τὴν δικαιοσύνην κατώρθωσας, τούτῳ τῷ τρόπῳ τὴν ἁμαρτίαν νενίκηκας. Θεὸς γὰρ ὑπάρχεις, βουλῇ τὸ δοκοῦν ποιῶν, νεύματι κατασκευάζων τὰ πράγματα. Ἡμεῖς δὲ τὸν ἀνθρώπινον νοῦν ἔχοντες, ὃν ἀναλαβεῖν οὐκ ἠθέλησας, ἀναγκαίως ὑπὸ τὴν ἁμαρτίαν τυγχάνομεν, τοῖς σοῖς ἴχνεσιν ἀκολουθῆσαι οὐκ ἰσχύσαντες. Τί γὰρ νοῦς ἀνθρώπινος πρὸς Θεοῦ δύναμιν, καὶ σοφίαν, καὶ φῶς, καὶ δικαιοσύνην, καὶ ζωὴν, καὶ τὰς ἄλλας τῆς σῆς οὐσίας ἐνεργείας, αἱ καθάπερ ἀκτῖνες καὶ λαμπηδόνες ἐκ τῆς σῆς ἀνίσχουσι φύσεως; Ταῦτα ἂν εἴποιεν εἰκότως οἱ τῇ ἁμαρτίᾳ δουλεύειν αἱρούμενοι, εἴπερ ἀληθῶς ὁ Θεὸς Λόγος ἄνουν ἔλαβεν ἄνθρωπον, τούτῳ τῷ τρόπῳ τὸ ἀναμάρτητον μηχανησάμενος.
col. 927–928page 455 of 677
PG 130:927Ἐκ τοῦ αὐτοῦ λόγου. Ἀλλὰ τὴν μὲν ἀδολεσχίαν ἐκείνων καταλίπωμεν ἐπὶ τοῦ παρόντος· ἡμεῖς δὲ ἐπὶ τὴν προκειμένην ὑπόθεσιν ἐπανέλθωμεν, καὶ δείξωμεν τὴν τοῦ Σωτῆρος ἡμῶν οἰκονομίαν ἀναγκαίως γεγενημένην. Ἐπειδὴ γὰρ ἅπας ὁ ἄνθρωπος ἠπατήθη, καὶ ἅπας ὑπὸ τὴν ἁμαρτίαν ἐγένετο, καὶ πρὸ τοῦ σώματος δὲ τὴν ἀπάτην ὁ νοῦς ὑπεδέξατο· ἡ τοῦ νοῦ γὰρ πρότερον συγκατάθεσις τὴν ἁμαρτίαν σκιαγραφεῖ, εἶθ' οὕτως διὰ τῆς ἐνεργείας τὸ σῶμα ταύτην μορφοῖ, εἰκότως ὁ Δεσπότης Χριστὸς τὴν πεπτωκυῖαν φύσιν ἀναστῆσαι βουλόμενος, πᾶσι χεῖρα ὀρέγει, καὶ κειμένην ἐγείρει τὴν σάρκα, φημὶ, καὶ τὸν νοῦν, ὃς ἐγεγόνει κατ' εἰκόνα τοῦ Κτίσαντος· ἀόρατός τε γάρ ἐστι, καὶ ἀθέατος, ἀνέφεκτός τε καὶ ἀκατάληπτος, οὐδ' ἑαυτὸν ἐπιστάμενος, πρὸς δὲ τούτοις καὶ ἀπερίγραφος· εἴπερ εἰς τὴν τῶν λογισμῶν ἀποβλέψαιμεν φαντασίαν, ἡγεμονίᾳ τε καὶ ἐξουσίᾳ τετιμημένος, τέχναις καὶ ἐπιστήμαις κεκοσμημένος, βραχύς τις καὶ νέος δημιουργός, ἤ, τό γε ἀληθέστερον εἰπεῖν, τοῦ Δημιουργοῦ μιμητής, βασιλεὺς τῆς ὁρωμένης κτίσεως, ἤ βασιλέως εἰκών, φόρους συλλέγων ἐκ γῆς, ἐκ θαλάττης, ἐξ ἀέρος, ἐξ ἡλίου καὶ σελήνης καὶ ἀστέρων, ἐξ οὐρανοῦ καὶ νεφῶν, ἐν προβάτων καὶ βοῶν καὶ τῶν ἄλλων κτηνῶν, μᾶλλον δὲ πάντας αὐτῶν τοὺς καρποὺς δρεπόμενος· δι' αὐτὸν γὰρ ἐγένετο τὰ ὁρώμενα· Θεὸς γὰρ τούτων ἀπροσδεής. Οὔκουν ἠτίμασε τὸν οὕτω τίμιον, τὸν θεραπείας δεόμενον· οὐδὲ τὸ φθειρόμενον, καὶ νόσῳ καὶ γήρᾳ δουλεῦον καὶ θανάτῳ ἀνέλαβε, τὸ δὲ λογικὸν καὶ ἀθάνατον καὶ κατ' εἰκόνα γεγενημένον ὑπερεῖδε, καὶ ταῦτα κακῶς, ὡς φασι, διακείμενον· ἀλλὰ πᾶσαν τὴν φύσιν παλαιωθεῖσαν ἐνεοποίησε. Καὶ τὸ μὲν αὐτῆς καινὸν ἀπειργάσατο, τὸ δὲ πεπαλαιωμένον καὶ διεφθαρμένον ἀνίατον εἴασε; καὶ ταῦτα τιμιώτατον ὑπάρχον, καὶ ἀθανασίᾳ τετιμημένον, καὶ λόγῳ κεκοσμημένον, καὶ τῆς τῶν νοητῶν μοίρας τυγχάνον· τῶν ἀτοπωτάτων γὰρ τὸ μὲν σῶμα τὸ πήλινον, καὶ χοϊκὸν, καὶ πάθεσι συνεζευγμένον, καὶ προσληφθῆναι, καὶ ἀναληφθῆναι, καὶ ἐκ δεξιῶν τῆς μεγαλωσύνης καθιδρυνθῆναι· τὸν δὲ νοῦν τὸν ἀόρατον, τὸν ἀθάνατον, τὸν ἡγεμόνα τοῦ ζώου, τὸν κατ' εἰκόνα θείαν γεγενημένον, τὸν ἀφθαρσίᾳ τετιμημένον, τὸν τοῦ σώματος ἡνίοχον καὶ κυβερνήτην καὶ μουσικόν, δι' ὃν οὐκ ἄλογος ἡ ἀνθρωπεία φύσις, ἀλλὰ σοφίας καὶ τέχνης καὶ ἐπιστήμης ἀνάπλεως, τοῦτον ἀπερρίφθαι κάτω, καὶ τῆς τοῦ σώματος μὴ μεταλαγχάνειν τιμῆς· δι' ὃν τὸ σῶμα τῆς λογικῆς ἐγένετο κτίσεως· δι' ὃν νομοθεσίαι, καὶ προφητείαι· δι' ὃν ἀγῶνες, καὶ πάλαι, καὶ νίκαι, καὶ ἀναῤῥήσεις, καὶ στέφανοι· δι' ὃν καὶ τὸ σῶμα τὸ συναθλοῦν, ἆθλον τῶν πόνων ἔχει τὴν τῶν οὐρανῶν βασιλείαν· δι' ὃν καὶ αὐτὴ τοῦ Σωτῆρος ἡμῶν ἡ παρουσία γεγένηται, καὶ τὸ τῆς οἰκονομίας ἐπραγματεύθη μυστήριον· οὐ γὰρ ὑπὲρ ἀψύχων ἢ ἀνοήτων τὰ σωτήρια κατεδέξατο πάθη, οὐδ' ὑπὲρ ἀλόγων κτηνῶν ἢ λίθων ψυχῆς ἐστερημένων, ἀλλ' ὑπὲρ ἀνθρώπων ψυχὴν ἀθάνατον ἔνοικον κεκτημένων.
col. 929–930page 456 of 677
PG 130:929Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον λέγοντες τὸν Χριστόν, πάντως πάντα δώσομεν, τά τε τοῦ Πατρὸς φυσικά, τά τε τῆς Μητρός· γέγονε γὰρ ἄνθρωπος, ἵνα τὸ νικηθὲν νικήσῃ. Οὐκ ἀδύνατος γὰρ ἦν ὁ τὰ πάντα δυνάμενος, καὶ τῇ παντοδυνάμῳ αὐτοῦ ἐξουσίᾳ καὶ δυνάμει ἐξελέσθαι τοῦ τυραννοῦντος τὸν ἄνθρωπον· ἀλλ᾽ ἦν ἐγκλήματος τῷ τυραννοῦντι ὑπόθεσις, ἄνθρωπον νικήσαντι, καὶ ὑπὸ Θεοῦ βιασθέντι. Αὐτὸν οὖν τὸν πεσόντα νικητὴν ἀναδεῖξαι βουληθεὶς ὁ συμπαθὴς Θεὸς καὶ φιλάνθρωπος, ἄνθρωπος γίνεται τῷ ὁμοίῳ τὸ ὅμοιον ἀνακαλούμενος. Ὅτι δὲ λογικὸν καὶ νοερὸν ζῶον ὁ ἄνθρωπος, οὐδεὶς ἀντερεῖ· πῶς οὖν ἄνθρωπος γέγονεν, εἰ σάρκα ἄψυχον ἢ ψυχὴν ἄνουν ἔλαβεν; Οὐ τοῦτο γὰρ ἄνθρωπος. Τί δὲ καὶ τῆς ἐνανθρωπήσεως ἀπωνάμεθα, τοῦ πρωτοπαθήσαντος μὴ σεσωσμένου, μηδὲ τῇ συναφείᾳ τῆς θεότητος ἀνακεκαινισμένου τε καὶ νενευρωμένου; Τὸ γὰρ ἀπρόσληπτον, ἀθεράπευτον. Ἀναλαμβάνει τοίνυν ὅλον τὸν ἄνθρωπον, καὶ τὸ τούτου κάλλιστον, ὑπὸ ἀῤῥωστίαν πεσόν, ἵνα ὅλῳ τὴν σωτηρίαν χαρίσηται· νοῦς δὲ ἄσοφος, ἐστερημένος γνώσεως, οὐκ ἂν εἴη ποτέ. Εἰ γὰρ ἀνενέργητος καὶ ἀκίνητος, καὶ ἀνύπαρκτος πάντως. Τὸ οὖν κατ᾽ εἰκόνα ἀνακαινίσαι βουλόμενος ὁ Θεὸς Λόγος, γέγονεν ἄνθρωπος. Τί δὲ τὸ κατ᾽ εἰκόνα, εἰ μὴ ὁ νοῦς; Τὸ κρεῖττον οὖν παρεὶς, τὸ χεῖρον ἀνέλαβε; Νοῦς γὰρ ἐν μεταιχμίῳ ἐστὶ Θεοῦ καὶ σαρκός, τῆς μὲν ὡς σύνοικος, τοῦ Θεοῦ δὲ, ὡς εἰκών. Νοῦς οὖν νοῒ μίγνυται, καὶ μεσιτεύει ὁ νοῦς Θεοῦ καθαρότητι καὶ σαρκὸς παχύτητι· εἰ γὰρ ψυχὴν ἄνουν ὁ Κύριος ἀνέλαβεν, ἀλόγου ζώου ψυχὴν ἀνέλαβεν. Εἰ δὲ σάρκα γενέσθαι ὁ εὐαγγελιστὴς ἔφη τὸν Λόγον, ἰστέον ὡς παρὰ τῇ ἁγίᾳ Γραφῇ, ποτὲ μὲν ψυχὴ λέγεται ὁ ἄνθρωπος, ὡς τό· Ἐν ἑβδομήκοντα πέντε ψυχαῖς εἰσῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον· ποτὲ δὲ σάρξ, ὡς τό· Ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ. Οὐ σὰρξ τοίνυν ἄψυχος, οὐδὲ ἄνους, ἀλλ᾽ ἄνθρωπος γέγονεν ὁ Κύριος. Φησὶ γοῦν αὐτός· Τί με δέρεις ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; Ἀνέλαβε τοίνυν σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ, ἡγεμονικῇ μὲν τῆς σαρκός, ἡγεμονευομένῃ δὲ ὑπὸ τῆς τοῦ Λόγου θεότητος.
col. 931–932page 457 of 677
PG 130:931Ἐκ τῶν σχολίων Ἀναστασίου. Συκοφαντοῦσιν οἱ Ἀπολλιναρισταὶ τόν τε μακάριον Ἀθανάσιον, καὶ Ἰούλιον τὸν τῆς Ῥώμης· Ἀθανάσιον μὲν, ὡς γράψαντα πρὸς Ἰουβιανὸν τὸν βασιλεῖ ὅτι εἶναι οἱ δύο φύσεις τὸν ἕνα Υἱὸν, μίαν προσκυνητὴν, καὶ μίαν ἀπροσκύνητον, ἀλλὰ μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην, καὶ προσκυνουμένην μετὰ τῆς σαρκὸς αὐτοῦ μιᾷ προσκυνήσει· τὸν δὲ τῆς Ῥώμης Ἰούλιον, ὡς γράψαντα πρὸς Διονύσιον τὸν ἐπίσκοπον οὕτως· Ἀνάγκη γὰρ δύο λέγοντας φύσεις, τὴν μὲν προσκυνεῖν, τὴν δὲ μὴ προσκυνεῖν. Εἰ δὲ εἰς τὸν θάνατον τοῦ Κυρίου βαπτιζόμεθα, μίαν ὁμολογοῦμεν φύσιν τῆς ἀπαθοῦς θεότητος, καὶ τῆς παθητῆς ἀνθρωπότητος. Τιμόθεος δὲ ὁ μαθητὴς Πολέμωνος μαθητοῦ Ἀπολλιναρίου, ὁ τὸν πίνακα τῶν λόγων Ἀπολλιναρίου συντάξας, καὶ τὰς ἐπιστολὰς ταύτας, ἐν οἷς εὑρίσκονται τὰ προῤῥηθέντα δύο ῥητὰ, τῷ δηλωθέντι πίνακι ἐνέγραψε, καὶ τοῦ Ἀπολλιναρίου εἶναι καὶ ταύτας ἐντεῦθεν ἀνωμολόγησεν. ΤΙΤΛΟΣ ΙΕ Κατὰ Νεστοριανῶν τοῦ ἐν ἁγίοις Κυρίλλου ἐπὶ τῆς ἑρμηνείας τοῦ ἁγίου Συμβόλου. Οἱ τὸν Χριστὸν εἰς υἱοὺς μερίζοντες δύο, καὶ τολμῶντες λέγειν, ὅτι τὸν ἐκ σπέρματος τοῦ Δαβὶδ ἄνθρωπον ἑαυτῷ συνήψεν Θεὸς Λόγος, καὶ μετέδωκεν αὐτῷ τῆς ἀξίας, καὶ τῆς τιμῆς, καὶ τοῦ τῆς υἱότητος ἀξιώματος, καὶ παρεσκεύασεν αὐτὸν ὑπομεῖναι σταυρὸν, καὶ ἀποθανεῖν, καὶ ἀναβιώναι, καὶ ἀνελθεῖν εἰς τὸν οὐρανὸν, καὶ καθίσαι ἐν δεξιᾷ τοῦ Πατρός, ἵνα προσκυνῆται παρὰ πάσης κτίσεως, ἀναφορὰν Θεοῦ δεχόμενος τὰς τιμάς, πρῶτον μὲν υἱοὺς πρεσβεύουσι δύο, εἶτα τοῦ μυστηρίου τὴν δύναμιν ἀντιστρέφουσιν ἀμαθῶς. Οὐ γὰρ ἐξ ἀνθρώπων Θεὸς γέγονεν ὁ Χριστὸς, ἀλλὰ Θεὸς ὢν ὁ Λόγος γέγονε σάρξ, τουτέστιν ἄνθρωπος. Κεκενῶσθαι λέγεται, ὡς πρὸ τῆς κενώσεως τὸ πλῆρες ἔχων ἐν ἰδίᾳ φύσει, καθὸ νοεῖται Θεός. Οὐ γὰρ ἐκ τοῦ κενὸς εἶναι εἰς τὸ πλῆρες ἀνέβη. Ἐταπείνωσεν ἑαυτὸν ἐξ ὑψωμάτων θεϊκῶν καὶ ἀῤῥήτου δόξης· οὐ ταπεινὸς ὢν ἄνθρωπος ὑψώθη δεδοξασμένος. Ἔλαβε δούλου μορφήν, ὡς ἐλεύθερος, οὐχὶ δοῦλος ὢν εἰς τὴν τῆς ἐλευθερίας ἀνεπήδησε δόξαν. Τοῦ αὐτοῦ συλλογὴ ῥητῶν εὐαγγελικῶν τε καὶ ἀποστολικῶν δεικνυόντων, ὅτι Θεός ἐστιν ὁ Χριστὸς, καὶ οὐ ψιλὸς ἄνθρωπος. Ἡ δὲ συλλογὴ ἐκ τοῦ Θησαυροῦ κατ' ἐπιλογήν. Τοῦ δὲ Ἰησοῦ Χριστοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. Γεγέννηται ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ὁ ἐκ ῥίζης Ἰεσσαί. Φησὶ δὲ περὶ αὐτοῦ δι᾿ ἑνὸς τῶν προφητῶν ὁ Θεὸς καὶ Πατήρ· Καὶ σύ, Βηθλεὲμ οἶκος τοῦ Ἐφραθᾶ, οὐκ ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα. Ἐκ σοῦ γὰρ ἐξελεύσεται τοῦ εἶναι ἄρχοντα ἐν Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. Πῶς οὖν ὁ γεγεννημένος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἀπ᾿ ἀρχῆς αἰῶνος τὰς ἐξόδους ἔχειν λέγεται, τουτέστι τῆς ὑπάρξεως τὴν ἀρχὴν, καίτοι γεννηθεὶς ἐν ἐσχάταις τοῦ αἰῶνος
col. 933–934page 458 of 677
PG 130:933καιροῖς; Θεὸς οὖν ἄρα ὁ Χριστὸς, καὶ πρέποι ἂν αὐτῷ τὸ τοῦ χρόνου πρεσβύτατον. Θεὸς ἦν δι' ἡμᾶς σαρκικὴν ὑπομείνας γέννησιν τὴν ἐκ γυναικός. Καὶ ἰδοὺ λεπρὸς προσελθὼν προσεκύνει αὐτῷ λέγων, Κύριε, εἰ θέλεις, δύνασαι με καθαρίσαι. Καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ λέγων, Θέλω, καθαρίσθητι. Καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα. Τὸ ἐνεργεῖν δύνασθαι θεοπρεπῶς οὐκ ἴδιον ἀνθρώπου, αὐτῇ δὲ μᾶλλον ἔποιτο ἂν καὶ μόνη τῇ πάντων ἐπέκεινα φύσει. Ἐνεργεῖ δὲ οὕτω Χριστός, οὐκ ἄρα ψιλὸς ἄνθρωπος καθ' ἡμᾶς, Θεὸς δὲ μᾶλλον ἐν ἀνθρωπείᾳ μορφῇ. Οὕτω νοήσεις καὶ ἐπὶ τῆς πενθερᾶς Πέτρου, κἂν τοῖς ἀνέμοις ἐπιτιμῶν ᾔρετο, θαλάσσῃ τε καὶ ὕδασιν. Ὅθεν καὶ οἱ θεσπέσιοι μαθηταί, καὶ θάλασσαν καὶ ἀνέμους ὑποκειμένους ὁρῶντες, τεθαυμάκασι λέγοντες, Ποταπός ἐστιν οὗτος; Οὐ γὰρ ἦν ἀνθρώπου ψιλοῦ τὸ τοιαῦτα δύνασθαι δρᾶν. Θεὸς οὖν ἄρα κατὰ ταὐτὸν καὶ ἄνθρωπος ὁ Χριστός. Τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ. Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι. Δεήθητε οὖν τοῦ Κυρίου τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε αὐτὰ ἐκβάλλειν, καὶ θεραπεύειν πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν. Οἶδεν ὄντα τοῦ θερισμοῦ Κύριον τὸν τῶν ὅλων Θεόν. Αὐτοῦ γὰρ ἡ ἅλως ἡ νοητή, τουτέστιν ἡ ἀνθρωπότης· αὐτοῦ καὶ ὁ θερισμός. Ἀλλ' ἰδοὺ δεηθῆναι προστάξας τοῦ Κυρίου τοῦ θερισμοῦ, ἑαυτὸν ἀπέδειξεν εὐθὺς ὄντα τοῦτο, ἐκβαλὼν τοὺς ἐργάτας, τουτέστι τοὺς ἁγίους ἀποστόλους, οἷς καὶ ἔδωκεν ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὡς Θεός. Οὐ γάρ ἐστι τῶν τῆς ἀνθρωπότητος μέτρων διδόναι τοῦ ἁγίου Πνεύματος τὴν ἐνέργειαν. Δέδωκε δὲ Χριστός. Εἶτα πῶς οὐ φύσει τε καὶ ἀληθείᾳ ἐστὶ Θεός; Γέγονε γὰρ σὰρξ ὁ Λόγος. Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Πολλοὶ κέκληνται τῶν ἁγίων πρὸς τὴν τοῦ μαρτυρίου δόξαν, καὶ τετελείωνται διὰ παθημάτων καὶ θανάτου, Χριστὸν ὡμολογηκότες. Ἆρ' οὖν ἐστεφάνωνται, διαβεβαιούμενοί τε καὶ λέγοντες ἄνθρωπον εἶναι κοινὸν αὐτόν, ἢ μᾶλλον ὡς Θεὸν ταῖς ὁμολογίαις τετιμηκότες; Ἀλλ' ἔστι δῆλον. Οἱ γὰρ τοῦτο ἀρνησάμενοι καὶ τῆς τοῦ μαρτυρίου δόξης ἀπώλισθον, καὶ αὐτοὺς εἰρήσουσιν ἀργούμενον ἐν ἡμέρᾳ κρίσεως τὸν Χριστόν. Εἶτα πῶς οὐ Θεὸς ὁ τῇ τοῦ μαρτυρίου δόξῃ στεφανῶν τοὺς ὅτι τοῦτο ἐστιν ἀληθῶς ὁμολογοῦντας αὐτόν; Οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ, ὅτι ἐν τοῖς Σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ Σάββατον βεβηλοῦσι, καὶ ἀναίτιοί εἰσι; Λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε. Εἰ βεβηλοῦντες τὸ Σάββατον οἱ ἱερεῖς ἀναίτιοί εἰσιν, ὡς Θεῷ προσάγοντες τὰς θεραπείας, πῶς τῶν ἐν τῷ ἱερῷ δρωμένων νοεῖται μείζων ἡ Χριστοῦ θεραπεία; Ἀλλ' ἔστι δῆλον. Οἱ μὲν ἐν νόμῳ σκιᾷ
col. 935–936page 459 of 677
PG 130:935καὶ ὑποδείγματι τῶν ἐπουρανίων λελατρεύκασιν· οἱ δὲ θεσπέσιοι μαθηταὶ προσεδρεύοντές τε καὶ λειτουργοῦντες τῷ Χριστῷ μείζονα καὶ τὴν δόξαν εἶχον. Καὶ εἰ τῆς ἐν νόμῳ λατρείας ἄμεινον τὸ λειτουργεῖν τῷ Χριστῷ, πῶς οὐκ ἂν νοοῖτο Θεὸς ἀληθῶς; στελεῖ τοὺς ἀγγέλους αὐτοῦ; Θεὸς οὖν ἄρα ἐστὶν ὡς ἄνω πνευμάτων ὑπηρετούμενος. Εἰ δὲ ἐγὼ ἐν Βεελζεβούλ, φησίν, ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι; Διὰ τοῦτο αὐτοὶ κριταὶ ὑμῶν ἔσονται. Εἰ ἐν ὀνόματι Χριστοῦ τεθεραπεύκασι τοὺς δαιμονιῶντας οἱ μαθη ταί· ἐφώνουν γὰρ, Ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου· πῶς οὐκ ἂν νοοῖτο Θεὸς ἀληθής; Οὐ γὰρ ἂν ἐξήρκεσεν ἀνθρώπου δόξα καὶ δύναμις εἰς τὸ κατισχύσαι τοῦ Σατανά. Ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια, καὶ πυρί κατακαίεται, οὕτω καὶ ἐν τῇ συντελείᾳ τοῦ αἰῶ νος ἔσται. Ἀποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς Βασι λείας αὐτοῦ πάντα τὰ σκάνδαλα, καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός. Περὶ Θεοῦ γέγραπται, Εὐλο γεῖτε τὸν Κύριον πάντες οἱ ἄγγελοι αὐτοῦ. Οἱ γὰρ ἄγγελοι ἀγγέλου εἰσί, Θεοῦ δὲ μᾶλλον τὰ πάντα. Πῶς οὖν φησι περὶ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, ὅτι Ἀπο στελεῖ τοὺς ἀγγέλους αὐτοῦ; Θεὸς οὖν ἄρα, ὡς Κύριος, δούλους ἔχων τοὺς ἀγγέλους, καὶ διὰ τῶν Μέλλει γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ. Ἰδοὺ πάλιν ἀγγέλους αὐτοῦ φησι τὰ ἄνω πνεύματα, καίτοι λεγομένου Υἱοῦ ἀνθρώπου. Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ' αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ. Ἆρα ὡς ἄνθρωπος τῶν καθ' ἡμᾶς εἰ κάθηται ὁ Χριστός, παρεστηκότων αὐτῷ πάντων τῶν ἀγγέλων, οὕτω τε κρινεῖ τὸν κόσ μον; Εἶτα ποῖον ἂν ἔχῃ λόγον; Γέγραπται γάρ, ὅτι Εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτής. Θεὸς οὖν ἄρα ὁ Χριστὸς, ὁ ἐν δόξῃ Θεοῦ καὶ θρόνον ἔχων, καὶ παρ εστῶτας ἀγγέλους, καὶ κρίνων τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Καὶ ὁ ἀρχιερεὺς, φησὶν, εἶπεν αὐτῷ, Ὁρκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς, εἰ σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ. Λέγει αὐτῷ ὁ Ἰη σοῦς, Σὺ εἶπας. Ἀμὴν λέγω ὑμῖν, ἀπάρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφε λῶν τοῦ οὐρανοῦ. Πῶς ὁ Υἱὸς τοῦ ἀνθρώπου κάθη ται ἐκ δεξιῶν τῆς δυνάμεως; Ἀλλ' ἔστι δῆλον, ὅτι κἂν εἰ γέγονεν Υἱὸς ἀνθρώπου ὁ ἐκ Θεοῦ Λόγος, ἀλλ' ἔστιν ὃ ἦν. Ταύτῃ τοι καὶ συνεδρεύει τῷ φύ σαντι, καὶ τοῖς τῆς θεότητος ἀξιώμασιν ἐμπρέπων ὁρᾶται, κἂν εἰ γέγονε σάρξ. Ὁ δὲ Ἰησοῦς κράξας φωνῇ μεγάλῃ ἀφῆκε τὸ πνεῦμα, καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἄνωθεν εἰς δύο ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν, καὶ τὰ μνημεῖα ἀνεῴ χθησαν, καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη. Εἰ κοινὸς ἦν ἄνθρωπος ὁ Χριστός,
col. 937–938page 460 of 677
PG 130:937πῶς τεθνεῶτος αὐτοῦ τοσοῦτος ἦν ἐν τοῖς στοιχείοις ὁ θόρυβος; Ὁ μὲν γὰρ ἥλιος τὰς ἀκτῖνας συνέστελλε, καὶ ἐν ἡμέρᾳ σκότος εἰργάζετο, ἡ δὲ γῆ τὸν ἑαυτῆς Δεσπότην ὁρῶσα παρὰ τῶν Ἰουδαίων ἐμπαροινούμενον ἐσχίζετο· ἀφῆκε δὲ καὶ ὁ ᾅδης τὰς τῶν ἁγίων ψυχάς. Τίνος ταῦτα ποιοῦντος; ἆρ' οὐχὶ Θεοῦ; Θεὸς γὰρ ἦν ἐν σαρκί, ᾧ καὶ ἡ κτίσις ὑβριζομένῳ τρόποντινὰ συνωδίνετο. Καὶ σύ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ. Προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ, τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν. Προε βάδιζε γὰρ τοῦ Χριστοῦ, καὶ αὐτοῦ γέγονε πρόδρομος, καὶ αὐτῷ τὰς ὁδοὺς προετοιμάζεσθαι διεκήρυτ τε, καὶ τὸν ἐπ' αὐτῷ προεφήτευε λόγον ἐπιστρέφων ὡς ἐπὶ Θεὸν, δικαιοῦν ἰσχύοντα τοὺς ἐν ἁμαρτίαις. Εἶτα πῶς οὐ Θεὸς ὁ Χριστός; Ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐ τῶν, εἶπε πρὸς αὐτούς· Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν, Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν, Ἔγειραι, καὶ περιπάτει; Ἵνα δὲ εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρ τίας, εἶπε τῷ παραλυτικῷ, Σοὶ λέγω, ἔγειραι, καὶ περιπάτει, καὶ ἄρας τὸ κλινίδιόν σου πορεύου εἰς τὸν οἶκόν σου. Εἰ μόνος ἡμᾶς ὁ τῶν ὅλων Θεὸς ἀπαλλάττει πλημμελημάτων, ἑτέρῳ πρέποντος τού του μηδενί, χαρίζεται δὲ καὶ τοῦτο Χριστὸς μετ' ἐξουσίας θεοπρεποῦς, πῶς οὐκ ἂν εἴη Θεός; κέκληται δὲ Υἱὸς ἀνθρώπου γεννηθεὶς ἐκ γυναικὸς κατὰ σάρκα, καίτοι Θεὸς ὢν ὁ Λόγος. Αὐτὸς δὲ ὁ Ἰησοῦς οὐκ ἐπίστευσεν αὐτὸν αὐ τοῖς διὰ τὸ αὐτὸν γινώσκειν πάντας, καὶ ὅτι οὐ χρείαν εἶχεν, ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου. Αὐτὸς γὰρ ἐγίνωσκε, τί ἦν ἐν τῷ ἀνθρώπῳ. Περὶ Θεοῦ γέγραπται, Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν. Καὶ αὐτὸς δέ πού φησί, Μὴ ἀπ' ἐμοῦ κρυβήσεταί τις; Εἰ δὲ πάντας ἐπίσταται, καὶ οἶδε τὰ ἐν τῷ ἀνθρώπῳ, πῶς οὐκ ἂν εἴη Θεός, ὡς καρδίας ἐτάζων καὶ νεφρούς; Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μεί ζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν Πατέρα μου πορεύομαι, καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνό ματί μου, τοῦτο ποιήσω. Πορεύεσθαί φησι πρὸς τὸν Πατέρα, καίτοι φύσει Θεὸς ὑπάρχων ὁ Υἱὸς, καὶ αὐτὸς ὁ τὰ πάντα πληρῶν. Πορεύεται τοίνυν ἀνθρωπίνως. Ἀνελήφθη γὰρ εἰς τὸν οὐρανόν. Ἀλλ' ὡς Θεὸς ἐπαγγέλλεται πληροῦν τὰ αἰτήματα τῶν προσερχομένων, εἰ ἐν τῷ ὀνόματι αὐτοῦ ποιοῖντο τὰς λιτάς. Εἶτα τίνι ἂν πρέποι τὸ πληροῦν εὐχὰς ἁγίων, καὶ χαρίζεσθαι τὰ αἰτήματα, πλὴν ὅτι μόνῳ τῷ κατὰ φύσιν καὶ ἀληθεῖ ὄντι Θεῷ; Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Εἰ τῇ ἐπιγνώσει τοῦ μόνου Θεοῦ συνεζευχθαί τε καὶ συνεισβαίνειν ἀνάγκη τὴν ἐπίγνωσιν.
col. 939–940page 461 of 677
PG 130:939γνῶσιν τοῦ Ἰησοῦ Χριστοῦ, καὶ ζωὴν τοῦτο τὴν εἰς αἰῶνα προξενεῖ, πῶς οὐχ ἅπασιν ἐναργές ἐστιν, ὅτι θεός ἐστιν ἀληθῆς ὁ Χριστός; Γέγονε γὰρ σὰρξ ὁ Λόγος, καὶ μεμένηκε Λόγος. Καὶ τοῦτο εἰπὼν ἐνεφύσησε, καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα ἅγιον. Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατήτε, κεκράτηνται. Ὅλον ἐστὶ θεοπρεπὲς τὸ γεγενημένον, καὶ τοῦ παντὸς ἄξιον λόγου. Πρῶτον μὲν γὰρ οὐκ ἀνθρώπινον τὸ ἐμφυσῆσαι τοῖς ἀποστόλοις, καὶ δοῦναι τὸ Πνεῦμα· εἶτα καὶ μέγα, καὶ ὑπὲρ τὴν κτίσιν τὸ τοιαύτην ἐξουσίαν παρασχεῖν, ὥστε κρατεῖν ὧν ἔλοιτο τὰς ἁμαρτίας, ἀφιέναι δὲ οἷς ἂν βούλοιντο τυχεῖν. Διὰ τοῦτο καὶ διὰ σαρκικοῦ ἐμφυσήματος τὸ Πνεῦμα δεδωκέναι λέγεται, ὅτι μὴ ἀλλοτρία τοῦ Λόγου γέγονεν ἡ αὐτοῦ σάρξ, ἀλλ' ἰδικῶς αὐτοῦ. Καὶ ἀνθρώπινον μὲν τὸ διὰ σαρκὸς ἐμφύσημα, θεϊκὸν δὲ καὶ δυνάμεως ἔργον, τὸ μετόχους ἀποφῆναι τοῦ Πνεύματος τοὺς ἠξιωμένους. Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε, ὅτι ἐγώ εἰμι. Τῆς Ἰουδαϊκῆς ἀπονοίας, ἣν ἐπὶ Χριστῷ πεποίηνται, τὰς αἰτίας ἡμῖν ἐξηγούμενος ὁ θεσπέσιος Ἰωάννης, Διὰ τοῦτο, φησίν, ἐδίωκον οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν, ὅτι οὐ μόνον ἔλυε τὸ Σάββατον, ἀλλὰ καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Εἰσκεκόμικε δέ που καὶ αὐτοὺς λέγοντας ἀνοσίως· Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὤν, ποιεῖς σεαυτὸν Θεόν. Οὐκοῦν ἀπαράδεκτον τὴν ἐπ' αὐτῷ πεποίηνται πίστιν, ἄνθρωπον ψιλὸν εἶναι νομίζοντες αὐτὸν, ἠγνοηκότες δὲ, ὅτι θεὸς ὢν Λόγος, ἐπελάβετο σπέρματος Ἀβραάμ, καὶ κεκοινώνηκε μὲν αἵματος, καὶ σαρκὸς παραπλησίως ἡμῖν, πλὴν οὐκ ἀπέστη τοῦ εἶναι θεός. Ἄτρεπτος γὰρ κατὰ φύσιν ἐστὶ, καὶ διηνεκῶς ὁ αὐτός. Ὅταν οὖν ὑψώσητε, φησί, τὸν Υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε, ὅτι ἐγώ εἰμι. Ἐσταυρώθη μὲν γὰρ ἀνθρωπίνως, ἀνεβίω δὲ θεϊκῶς, καὶ πεπιστευται διὰ τῆς ἀναστάσεως, ὅτι καὶ Θεός ἐστι, καὶ Θεοῦ κατὰ ἀλήθειαν Υἱός. Εἰ δὲ πεπίστευται πρὸς ἡμῶν οὐχ ὡς ἕτερον ἀναστήσας, ἐγηγερμένος δὲ μᾶλλον αὐτὸς, πάσῃ πως ἀνάγκη διὰ τὴν οἰκονομίαν ἴδιον αὐτοῦ σῶμα νοεῖσθαι τὸ πεπονθὸς τὸν θάνατον, ἵνα καὶ αὐτὸς ἀναστῆναι λέγοιτο, καίτοι τὴν φύσιν ἀθάνατος ὢν ὡς Θεός. Ἑνὸς γὰρ Χριστοῦ καὶ Υἱοῦ τὸν θάνατον καταγγέλλοντες, καὶ ὁμολογοῦντες τὴν ἀνάστασιν, δικαιούμεθα διὰ πίστεως. Οὐκοῦν ὁ αὐτὸς, ὡς εἷς τε καὶ μόνος ὑπάρχων, Χριστὸς Ἰησοῦς, ἀποθανεῖν μὲν ἀνθρωπίνως κατὰ τὴν σάρκα λέγεται, ἐγηγέρθαι δὲ ὡς ζωή. Ἔτι μικρὸν χρόνον μεθ' ὑμῶν εἰμι, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. Ποῦ γὰρ οὐκ ἔστιν ὁ τοῦ Θεοῦ Λόγος, εἰ πληροῖ τὰ πάντα τῇ τῆς θεότητος φύσει; Πῶς οὖν πέμπεται παρὰ τοῦ Πατρός; πῶς δὲ ὑπάγει πρὸς αὐτόν; Οὐκοῦν πέμπεται μὲν ἀνθρωπίνως κατά γε τὸν τῆς ἀποστολῆς τρόπον τε καὶ λόγον, ἵνα κηρύξῃ μὲν αἰχμαλώτοις ἄφεσιν, τυφλοῖς
col. 941–942page 462 of 677
PG 130:941δὲ ἀνάβλεψιν. Ὑπάγει γε μὴν πρὸς τὸν Πατέρα καὶ θεῖν οὐκ ἔτι κατὰ τὸν ἴσον τρόπον, ἀλλ᾽ οἷον ἐν σώ ματι ἀναφοιτήσας εἰς οὐρανούς, ἵν' ὑπὲρ ἡμῶν ἑαυ τὸν ἐμφανίσῃ τῷ προσώπῳ τοῦ Θεοῦ καὶ Πατρός, καθώς γέγραπται. Εἰ δὲ δὴ καὶ ἐπ' αὐτοῦ τοῦ Λόγου τὸ ἀπεστάλθαι λαμβάνοιτο, χαλεπαινέτω μηδείς. Ἔθος γὰρ τῇ θεοπνεύστῳ Γραφῇ καὶ ταῖς τοιαύταις ἔσθ' ὅτε κεχρῆσθαι φωναῖς, καὶ οὐ τόποις καὶ περι γραφαῖς τὴν θείαν τε καὶ ὑπερκόσμιον ὑποφέρειν φύσιν. Οἶδε γὰρ οὖσαν ἀσώματον, καὶ περιορισμῶν ἐπέκεινα, καὶ τοῦ ἐν τόπῳ νοεῖσθαι μακράν, φωναῖς δὲ μᾶλλον ταῖς ἀνθρωπίναις τὰ ὑπὲρ νοῦν ὄντα τῶν ἐν ἡμῖν πειρᾶται καταδηλοῦν· ἐπεὶ καὶ αὐτὸς ὁ Σω τὴρ πέμπειν ἔφασκε πρὸς ἡμᾶς τὸν Παράκλητον, καὶ τοῦ πληρούντος τὰ πάντα τοῦ ἁγίου Πνεύματος. Πνεῦμα γὰρ Κυρίου, φησί, πεπλήρωκε τὴν οἰκουμένην. Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς γινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Οὐδενὸς γινώσκοντος τὸν Υἱὸν εἰ μὴ μόνου τοῦ Πατρός, πῶς ἀθετοῦσί τι νες τὴν τοῦ Πατρὸς μαρτυρίαν; ὑπέδειξε γὰρ τὸν ἴδιον Υἱὸν ἐν τῷ Ἰορδάνῃ, λέγων· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα· ἀλλ' οὐ γυμνὸν ἡμῖν τὸν ἴδιον παρέδειξε Λόγον, ἀλλ' ἐνωθέντα σαρκί. Καὶ οὐκ εἴρηκεν, ὅτι Ἐν τούτῳ ἐστὶν ὁ Υἱός μου, ἀλλ', Οὗτός ἐστιν, ὁ μετὰ σαρκός. Εἷς ἄρα Υἱὸς καὶ Κύριος. Καὶ εἶπε, φησίν, ἡ μήτηρ αὐτοῦ· Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; Ἰδοὺ ὁ πατήρ σου κα γὼ ὀδυνώμενοι ἐζητοῦμέν σε. Καὶ εἶπε πρὸς αὐ τούς· Τί ὅτι ἐζητεῖτέ με; Οὐκ ᾔδειτε, ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ εἶναί με; Ἄθρει δὴ οὖν, ὅπως ἴδιον ἑαυτοῦ Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς ὀνομάζει. Ἀλλ' εἴπερ ἦν ἄνθρωπος κατὰ μόνας, καὶ αὐτὸ δή τοῦτο νοούμενος καθ᾿ ἡμᾶς, πῶς οὐκ ἔδει μᾶλλον εἰπεῖν, Οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πάντων Πατρὸς εἶναί με δεῖ; Ἀλλ' ἴδιον αὐτὸν ποιεῖται· μόνος γὰρ ἐξ αὐτοῦ κατὰ φύσιν γεγέννηται θεϊκῶς. Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄν θρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Θεολογήσας ἀρκούντως καὶ διὰ τοῦ φωτὸς τοῦ ἀληθινοῦ πεφωτίσθαι τε καὶ ἡγιάσθαι πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον εἰπών, καὶ μὴν καὶ αὐτὸν πεποιῆσθαι τὸν κόσμον, εἰς τὰ ἴδιά φησιν αὐτὸν ἐλθεῖν. Ἦλθε δὲ γεγονὼς ἄνθρωπος ὁ Μονογενὴς ὡς πρὸς ἰδίους, καὶ πρό γε τῶν ἄλλων τοὺς ἐξ αἵματος Ἰσραήλ. Ὅτε τοίνυν αὐτός ἐστι τὸ φῶς τὸ ἀληθινὸν, δι' οὗ τὰ πάντα, καὶ αὐτός ἐστιν ὁ μετὰ σαρκὸς ἐλθὼν εἰς τὰ ἴδια, πῶς οὐκ ἀνάγκη ἕνα Χριστὸν καὶ Υἱὸν ὁμολογῆσαι; Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέ γων· Οὗτός ἐστιν, ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχό μενος ἔμπροσθέν μου γέγονεν· ὅτι πρῶτός μου
col. 943–944page 463 of 677
PG 130:943ἦν· καὶ ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἐλάβομεν. Ἰωάννης φησὶ περὶ τοῦ Χριστοῦ, ὅτι Ὁ ὀπίσω μου ἐρχόμενος, τουτέστιν, ὁ μετ' ἐμὲ φανερούμενος, ὃν αὐτὸς ἐκήρυξε δηλονότι, ἔμπροσθεν αὐτοῦ γέγονε, τουτέστι πρωτεύων κατὰ τὴν δόξαν. Καὶ γὰρ ἦν καὶ ἐν ὑπάρξει πρῶτος ὡς Θεός. Πῶς οὖν ὁ μετ' αὐτὸν πρὸ αὐτοῦ κατὰ χρόνον; Ὅτι Θεὸς ἦν ὁ Λόγος, καὶ γέγονε σάρξ, ἔχων μὲν τὸ πρωτεύειν καθὸ Λόγος ἐστί, δευτερεύων δὲ κατὰ σάρκα. Εἰ δὲ καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες μετεσχήκασιν οἱ ἅγιοι, πλῆρες δὲ μόνον ἐστὶ τὸ θεῖον, καθά φησι διὰ τῆς Ἡσαΐου φωνῆς, πρέπει δ' ἂν αὐτῷ τε καὶ μόνῳ τὸ ἐξ ἰδίου πληρώματος μετόχους ἀποτελεῖν ἑτέρους, πέπραχε δὲ τοῦτο Χριστός· εἷς ἄρα ἐστὶν Υἱὸς καὶ Κύριος ὁ ἐκ Θεοῦ Λόγος γενόμενος σάρξ, ὁ αὐτὸς Θεός τε ὁμοῦ καὶ ἄνθρωπος. Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ ἀνθρώπου. Πῶς καταβέβηκεν ἐκ τοῦ οὐρανοῦ ὁ Υἱὸς τοῦ ἀνθρώπου, καίτοι τῆς ἁγίας σαρκὸς γεννηθείσης ἐκ γυναικός; Ἀλλ᾽ ἴδιον ἦν τὸ σῶμα τοῦ ἐξ οὐρανοῦ καταφοιτήσαντος Λόγου, ὃς καὶ γέγονεν Υἱὸς ἀνθρώπου. Εἷς οὖν ἄρα Χριστὸς καὶ Υἱός. Οὕτως ἴδια μὲν τῆς σαρκὸς τὰ τοῦ Λόγου γέγονεν, ἴδια δὲ τοῦ Λόγου τὰ τῆς σαρκὸς δίχα μόνης ἁμαρτίας. Οἱ παῖδες ἔχοντες τὰ βαΐα τῶν φοινίκων ἐξῆλθον εἰς ἀπάντησιν αὐτοῦ, καὶ ἔκραζον· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου βασιλεὺς τοῦ Ἰσραήλ. Πῶς ἄρα φησὶν αὐτὸν ἐν ὀνόματι Κυρίου παραγενήσεσθαι τὸ Γράμμα τὸ ἱερόν; Εἰ μὲν οὖν ὡς ἄνθρωπος ἰδικῶς τὸν ἐκ τῆς ἁγίας Παρθένου, μὴ ἐνωθέντος αὐτῷ καθ᾿ ὑπόστασιν τοῦ Θεοῦ Λόγου, κοινὸν ἔσται τὸ τῆς κυριότητος ὄνομα αὐτῷ, καθά καὶ ἡμῖν, καὶ οὐδὲν ἐπὶ Χριστοῦ τὸ μέγα· εἰ δὲ ὡς ἀληθῶς Κύριος ἥξειν προεπηγγέλλετο, ὅπερ ἐστὶ καὶ ἀληθές, ἐλήλυθε δὲ οὐ δίχα σαρκὸς εἰς τόνδε τὸν κόσμον ὁ Μονογενής, εἷς ἄρα ἐστὶ φύσει, καὶ ἀληθῶς Κύριος, καὶ Χριστός, καὶ Υἱός. Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ. Ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε, ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ· καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ. Ὁ ἐκ τῆς ἁγίας Παρθένου γενόμενος Ἐμμανουὴλ διὰ τῆς τοῦ ἀγγέλου φωνῆς Ἰησοῦς ὠνόμασται. Ὅτε τοίνυν αὐτός ἐστι, καὶ οὐχ ἕτερος ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον ἐν τῷ ὀνόματι αὐτοῦ, πῶς οὐ μεμήνασιν οἱ διορίζοντες, καὶ φάσκοντες ἕτερον Υἱὸν εἶναι, καὶ ἕτερον τὸν ἐκ Θεοῦ Λόγου, καὶ τὸν ἐκ τῆς ἁγίας Παρθένου; Φαίνεται γὰρ ἐν τούτοις ὁ Εὐαγγελιστὴς καὶ μάλα σαφῶς ἕνα καὶ μόνον τὸν ἐξ ἀμφοῖν εἰσοδὼν, καὶ κηρύττων Ἰησοῦν Χριστόν, τουτέστι τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον αἵματος καὶ σαρκὸς κεκοινωνηκότα παραπλησίως ἡμῖν, καθά γέγραπται. Ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἐφανέρωσε τὴν
col. 945–946page 464 of 677
PG 130:945δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ. Γεγονότος ἄρα τοῦ σημείου, καὶ φανερώσαντος τὴν δόξαν αὐτοῦ, ὡς εἰς τίνα πεπιστεύκασιν οἱ μαθηταὶ αὐτοῦ, ἆρ᾽ ὡς εἰς ἄνθρωπον ἅγιον ἁπλῶς; Καὶ μὴν καὶ πρὸ τοῦ σημείου ἠκολούθησαν αὐτῷ τεθαυμακότες ὡς ἅγιον. Ἀλλὰ τεθέανται διὰ τοῦ σημείου τὴν ὑπὲρ ἄνθρωπον δύναμίν τε καὶ ἐξουσίαν ἔχοντα. Οὐκοῦν πεπιστεύκασιν ὡς εἰς Θεόν. Ἰστέον δὲ ὅτι πολλοὶ τῶν ἁγίων πολλὰ πεποιήκασι παράδοξα, καὶ ἐθαυμάσθησαν μὲν, ἐπίστευε δὲ εἰς αὐτοὺς οὐδὲ εἷς. Ἔχοι δ᾽ ἂν τὴν ἴσην διάνοιαν καὶ τὸ, Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ Πάσχα, ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα, ἃ ἐποίει. Ἀνέστησεν ἐκ νεκρῶν τοῦ βασιλικοῦ τὸν υἱὸν ὁ Χριστός, εἰρηκὼς αὐτῷ· Πορεύου, ὁ υἱός σου ζῇ. Εἶτα πεπίστευκε πανοικί. Ἆρ᾽ οὖν διὰ τῆς οὕτω μεγάλης καὶ θεοπρεποῦς ἐξουσίας ὡς εἰς ἄνθρωπον πεπίστευκεν ὁ βασιλικός, ἢ Θεὸν ἔγνω κατὰ φύσιν ὄντα αὐτὸν, καὶ ζωοποιοῦντα μετ᾽ ἐξουσίας, οὓς ἂν ἔλοιτο καὶ μόνῳ τῷ ῥήματι; Ἀλλ᾽ ἔστι δῆλον, ὅτι πεπίστευκεν ὡς εἰς Θεόν. Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστί. Φαίη τις ἂν ἴσως ἀνάρμοστον εἶναι τῇ θείᾳ τε καὶ ἀνωτάτῳ τοῦ Λόγου φύσει τὸ προσκυνεῖν. Εἶτα πῶς, εἴπερ ἐστὶ Θεὸς ἀληθῶς ὁ Χριστὸς, ἑαυτὸν τοῖς ὀφείλουσι προσκυνεῖν ὁρᾶται συντεταχώς; Τί οὖν ἄρα πρὸς τοῦτο φαμεν; Εἰ μὲν γυμνῇ τῇ θεότητι τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Λόγον ἀφῖχθαι πιστεύομεν εἰς τόνδε τὸν κόσμον, ἀνάρμοστον κομιδῆ τὸ χρῆμα αὐτῷ· προσκυνεῖται δὲ μᾶλλον, ἤπερ αὐτὸς ἑτέρῳ προσκυνεῖ· εἰ δὲ μορφὴν δούλου λαβὼν, καὶ τῆς προσκυνούσης ἀνθρωπότητος τὸ μέτρον οὐκ ἀτιμάσας κεχρημάτικεν Υἱὸς ἀνθρώπου, ἡ προσκύνησις ἔσται τῆς οἰκονομίας, καὶ πρέπουσα μᾶλλον τοῖς τῆς κενώσεως μέτροις, οὐκ αὐτῇ κατὰ μόνας τῇ φύσει τοῦ Λόγου· ἐπεὶ πῶς ἐκ τῶν Ἰουδαίων ἐστὶν ἡ σωτηρία; Οὐ γάρ που φαίη τις ἂν καθὸ νοεῖται καὶ ἔστι Λόγος, ἐξ Ἰουδαίων ὑπάρχειν αὐτόν, ἀλλὰ καθάπερ ἐστὶ τῶν ἐν σαρκί τε καὶ αἵματι γεγονὼς ἀδελφὸς, διὰ τὸ ἐπιλαβέσθαι σπέρματος Ἀβραάμ. Εἷς οὖν ἄρα Χριστός, κἂν προσκυνεῖν λέγηται διὰ τὸ ἀνθρώπινον, καίτοι παρὰ πάσης τῆς κτίσεως προσκυνούμενος, ὡς Θεός. Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ, κἀγὼ ζῷ διὰ τὸν Πατέρα, καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσει δι᾽ ἐμέ. Ἡδέως ἂν ἐπυθόμην τῶν εἰς δύο Χριστοὺς διοριζόντων τὸν ἕνα, τίς δὴ ἄρα ἐστὶν ὁ ἀπεσταλμένος παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ζῶν δι᾽ αὐτὸν, ὑπάρχων τε διὰ τοῦτο ζωοποιός; Εἰ μὲν οὖν γυμνὸς, καὶ καθ᾽ ἑαυτὸν ὁ ἐξ αὐτοῦ Λόγος, πῶς ἐσθίεται πρὸς ἡμῶν, ἵνα ζήσωμεν δι᾽ αὐτόν; Ἀσώματον γὰρ τῇ φύσει τὸ θεῖον. Εἰ δὲ μόνον, καὶ καθ᾽ ἑαυτὸν ἄνθρωπον εἶναι φασι τὸν ἀπεσταλμένον, πῶς ἄρα ἐστὶ ζωοποιός, ὅτι ζῇ διὰ τὸν Πατέρα; καίτοι πῶς οὐχ ἅπαντες οἱ ἐπὶ τῆς γῆς ἐν ζῷσιν ἐσμεν, ζωοποιοῦν
col. 947–948page 465 of 677
PG 130:947τος ἡμᾶς τοῦ Θεοῦ καὶ Πατρός, εἴπερ ἐστὶν ἀληθὲς, ὅτι ζῶμεν ἐν αὐτῷ, καὶ κινούμεθα, καὶ ἐσμέν; Ὅτι τοίνυν ζῶμεν ἅπαντες διὰ τὸν Πατέρα, πῶς δὴ μό νον τὸ ἑνὸς ἀνθρώπου σῶμα τὸ ποιοῦν ἐστι τοῦτο, καὶ οὐχὶ δὴ μᾶλλον τὴν αὐτὴν ἐνέργειαν ἔχει καὶ τὰ ἑτέρων, εἴπερ ἅπαντες, ὡς ἔφην, ἐσμέν τε καὶ ζῶ μεν διὰ τὸν Πατέρα; Τί οὖν πρὸς ταῦτά φαμεν; Ἀπόστολος κεχρημάτικεν ὁ τοῦ Θεοῦ Λόγος, ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνώς. Ἀπεστάλη γὰρ κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν. Ζῇ δὲ διὰ τὸν Πατέρα· γεγέννηται γὰρ ἐκ ζῶντος Πατρός. Ἔδει γὰρ, ἔδει πάντη τε καὶ πάντως κατὰ φύσιν εἶναι ζωὴν τὸν ἐκ ζῶντός τε καὶ ζωῆς τοῦ Θεοῦ καὶ Πα τρὸς ἐκπεφυκότα Υἱόν. Ἐπεὶ δὲ ἴδιον ἐποιήσατο σῶμα τὸ ἐκ τῆς ἁγίας Παρθένου ληφθέν, ζωοποιὸν ἀπέφηνεν αὐτό, καὶ μάλα εἰκότως· σῶμα γάρ ἐστι τῆς τὰ πάντα ζωογονούσης ζωής. Οὐκοῦν οὐ διαιρετέον, εἰς δύο υἱοὺς τὸν ἕνα Υἱὸν καὶ Χριστὸν καὶ Κύριον, εἴπερ ἐστὶν ὁ αὐτὸς ζωὴ μὲν ἐκ ζωῆς, καὶ ζῶντος Πατρός, ζωοποιὸς δὲ καὶ διὰ τοῦ ἰδίου σώ ματος, ὡς καθ᾿ ἡμᾶς γεγονώς, καὶ ἐνανθρωπήσας Θεός. Προσῄεσάν ποτε τῷ Χριστῷ λέγοντες οἱ Ἰουδαῖοι· Εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ. Ἀπε κρίθη αὐτοῖς ὁ Ἰησοῦς· Εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε· τὰ ἔργα, ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ. Τί δὴ ἄρα κἂν τούτῳ φασὶν οἱ διορίζοντες ἀμαθῶς εἰς υἱῶν δυάδα, καὶ εἰς δύο Χριστοὺς τὸν ἕνα Κύριον Ἰησοῦν Χριστόν; Περὶ τίνος ἔφασκον οἱ Ἰουδαῖοι, Εἰ σὺ εἶ ὁ Χριστὸς, εἰπὲ ἡμῖν παρρησίᾳ; τίς δὲ ὁ λέγων, Τὰ ἔργα, ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ; Τίνος εἶναί φαμεν ἴδιον Πατέρα τὸν Θεόν; Ἆρα τοῦ ἐκ γυναικὸς ἀνὰ μέρος τε καὶ ἰδικῶς νοουμένου, ἢ τοῦ Μονογενοῦς; Καίτοι τὸ δύνασθαι κατορθοῦν τὰ τῆς θεότητος ἔργα πρέποι ἂν οὐκ ἀνθρωπείᾳ φύσει. Πό θεν; πολλοῦ γε καὶ δεῖ. Ἐπειδὴ δὲ ἐπλήρου ὁ Χρι στὸς τὰ ἔργα τοῦ Πατρός, οὐκ ἄνθρωπος ἂν νοοῖτο ψιλός, Θεὸς δὲ μᾶλλον, ἐν αἵματι καὶ σαρκὶ μεμενηκὼς ὅπερ ἦν. Ἰσουργήσει γὰρ οὕτως ἔχων τῷ ἰδίῳ γεννήτορι, καὶ τὸν τοῦ μυστηρίου λόγον καταμωμήσαιτο ἂν οὐδεὶς τῶν εὖ φρονούντων. Καὶ ἐμαρτύρησεν ὁ Ἰωάννης λέγων, ὅτι τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾿ αὐτόν. Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾿ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖ νός μοι εἶπεν· Ἐφ᾿ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον, καὶ μένον ἐπ᾿ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ. Κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Ἕνα δέδειχεν ὁ Πατήρ, καὶ περὶ ἑνός φησιν ὁ μακάριος εὐαγγελιστὴς, Οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Περὶ τίνος οὗτ ος ἔσται τὸ εἰρημένον; Εἰ μὲν οὖν ἰδικῶς, καὶ κατὰ μόνας, τουτέστι τοῦ ἐκ Πατρὸς ὄντος μονογενοῦς Λόγου, πῶς τὸ Πνεῦμα δέχεται, καίτοι Θεὸς ὢν φύσ
col. 949–950page 466 of 677
PG 130:949σεί, καὶ ἴδιον ἔχων αὐτό· εἰ δὲ ἀνὰ μέρος καὶ ἰδικῶς, ἤγουν κατὰ μόνας τὸν ἐκ γυναικὸς ἄνθρωπον δεδεῆσθαι φασι τῆς τοῦ Πνεύματος μετοχῆς, πῶς αὐτός ἐστιν ὁ βαπτίζων ἐν αὐτῷ, καίτοι μόνῃ πρέποντος τῇ ἀνωτάτῳ φύσει τοῦ καὶ ἀποφαίνειν δύνασθαι μετεσχηκότας τοῦ Πνεύματος τοὺς προσιόντας αὐτῇ; Εἰ δὲ δέχεται καὶ δίδωσιν ὁ αὐτὸς, πρόδηλον, ὅτι κατά γε τοὺς τῆς μετὰ σαρκὸς οἰκονομίας λόγους, καὶ καθὸ φύσει, καὶ ἀληθῶς ἐστι Θεός. Δέχεται μὲν γὰρ ἀνθρωπίνως οὐχ ἑαυτῷ μᾶλλον, ἀλλὰ τῇ ἀνθρώπων φύσει δι' ἑαυτοῦ, καὶ ἐν ἑαυτῷ πρῶτον προξενῶν αὐτό· δίδωσι δὲ θεϊκῶς ἐξ ἰδίας αὐτοῦ φύσεως τοῖς ἀξίοις τοῦ λαβεῖν ἐνιείς. Ἦν μὲν οὖν τῷ προκειμένῳ ῥητῷ προσεοικότα τε καὶ τὸν ἴσον ἔχοντα νοῦν παραθεῖναι καὶ ἕτερα· τὸ δέ γε ταυτοεπεῖν φορτικὸν εἰδότες, ἐκεῖνό φαμεν, ὡς ἀπόχρη τοῖς νουνεχεστέροις ἡ ἑνὸς ἐξήγησις εἰς τὴν τῶν ὁμοίως ἐχόντων ἀκριβῆ διασάφησιν. Οὐκοῦν ὁσάκις ἂν λέγοιτο Χρι στὸς ἁγιάζεσθαι τυχεῖν, ἤγουν τὸ Πνεῦμα λαβεῖν, κατὰ τοῦτον αὐτὸν τὸν τρόπον προσήκει νοεῖν. Περὶ δὲ τῆς ἡμέρας, ἢ τῆς ὥρας ἐκείνης οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι τῶν οὐρανῶν, οὔτε ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ. Εἰ Χριστὸν ἕνα, φασὶν, ὁμολογεῖν ἐγνώκατε τὸν τοῦ Θεοῦ Λόγου σεσαρκωμένον, ἤγουν ἐνηνθρωπηκότα, πῶς ἠγνόει τὴν τῆς συντελείας ἡμέραν; Φαμὲν οὖν, ὅτι ἀγνοῆσαι τυχὸν τὰ ἐν Θεῷ μυστήρια οὔτε ἀσύνηθες, οὔτε μὴν ἑτέρως ἀπρεπὲς ἀνείη τῇ κτίσει. Τίς γὰρ ἔγνω νοῦν Κυρίου; κατὰ τὸ γεγραμμένον. Καὶ εἰ λέγεται βραχὺ παρ' ἀγγέλους ὁ Υἱὸς ἠλαττῶσθαι, καθὸ γέγονεν ἄνθρωπος δῆλον ὅτι, καίτοι κτίσεως ἁπάσης ὢν ἐπέκεινα θεϊκῶς, τί τὸ θαῦμα, κἂν ὁμοῦ τοῖς ἀγγέλοις ἀγνοεῖν λέγεται τὸ ἐν Θεῷ μυστήριον, καίτοι σοφία καὶ δύναμις ὑπάρ χων αὐτοῦ; Εἶτα πῶς ἂν ἠγνόησεν ἡ σοφία τοῦ Θεοῦ καὶ Πατρὸς τὰ ἐν αὐτῷ κεκρυμμένα; Καὶ εἰ τὸ Πνεῦμα λέγεται πάντα ἐρευνᾶν, καὶ τὰ βάθη τοῦ Θεοῦ, τὸ Πνεῦμα δὲ ἐστι τοῦ Χριστοῦ, πῶς ἂν αὐτὸς ἠγνόησεν ἅπερ οἶδεν ἀκριβῶς τὸ Πνεῦμα αὐτοῦ; Οὐκοῦν κἂν ἀγνοεῖν ἀνθρωπίνως λέγηται, ἀλλ' οἶδε θεϊκῶς. Καὶ γοῦν, Ποῦ τέθειται Λάζαρος; ἐρωτῶν, ὡς ἐξὸν αὐτῷ μὴ εἰδέναι κατὰ τὸ ἀνθρώπινον, ἐνήρ γει θεϊκῶς, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. Ἀπονέμον τις τοίνυν τῇ μετὰ σαρκὸς οἰκονομίᾳ τὰ ἀνθρώπινα, τηρήσομεν εὐσεβῶς καὶ καθ' ἡμᾶς γεγονότι τῷ ἐκ Θεοῦ φύντι Λόγῳ τὰ θεοπρεπῆ. Βαπτιζόμεθα ὥσπερ εἰς ἓν ὄνομα τοῦ Πατρὸς οὕτω καὶ εἰς ἓν ὄνομα τοῦ Υἱοῦ, καὶ εἰς τὸν θάνατον αὐ τοῦ, καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον. Διδασκέτωσαν τοί νυν οἱ διορίζοντες εἰς υἱοὺς δύο τὸν ἕνα Χριστὸν καὶ Υἱόν, ἄνθρωπόν τε Θεῷ συναφθῆναι λέγοντες, κατὰ μόνην τὴν ἰσότητα τῆς ἀξίας, ἤγουν αὐθεντίας, διηρημένων τῶν φύσεων, εἰς τὸν τίνος θάνατον ἐβα πτίσθημεν; Εἰ μὲν ἰδικῶς εἰς τὸν τοῦ Θεοῦ Λόγου, κατηγορήσομεν ἐνεργῶς τῆς ἀκηράτου φύσεως τὴν φθοράν, καὶ καθοριοῦμεν θάνατον τῆς κατὰ φύσιν ζωῆς· εἰ δὲ δὴ φαῖεν εἰς τὸν τοῦ ἐκ γυναικὸς ἰδίᾳ
col. 951–952page 467 of 677
PG 130:951τε καὶ ἀνὰ μέρος, καὶ καθ᾽ ἑαυτὸν νοουμένου, πῶς οὐκ ἐκεῖνό φασιν ἀναφανδόν, ὅτι πάντη τε καὶ πάν τως αὐτὸς εἴη ἂν ὁ συντεταγμένος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι; τάχα που καὶ ἐξωσθέντος τῆς ἀλη θοῦς υἱότητος τοῦ ἐκ Θεοῦ φύντος Λόγου. Ἀλλ᾽ ὅρα που πάντως, ὁ νοῦν ἔχων διεγηγερμένον, τὴν τῶν ἐν νοιῶν ἀτοπίαν. Οὐκοῦν ἀνάγκη νοεῖν, ὅτι γεγονὼς καθ᾽ ἡμᾶς ὁ τοῦ Θεοῦ Λόγος, σαρκὶ πέπονθεν ἑκών. Βεβαπτίσμεθα γὰρ οὕτως εἰς τὸν αὐτοῦ θάνατον, ὡς ἑνὸς ὄντος Υἱοῦ, κατὰ μὲν τὴν τῆς θεότητος φύσιν ἀπαθοῦς, παθητοῦ δὲ κατὰ σάρκα. Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀν θρώποις, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως, καὶ δικαίως, καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπι φάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς δέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν κα λῶν ἔργων. Ποία χάρις ἐπέφανεν ἡμῖν, ἢ ποίου Θεοῦ, καίτοι γε λεγομένη σωτήριος εἶναι πᾶσιν ἀνθρώποις; Ἀλλ᾽ ἔστι δῆλον, ὅτι Θεὸς ὢν ὁ Κύριος ἐπέφανεν ἡμῖν κατὰ τὸν μακάριον Δαβίδ, καὶ αὐτοῦ τὴν ἐξ οὐρανῶν τῆς δόξης ἐπιφάνειαν προσδεχόμεθα, καὶ αὐτός ἐστιν ὁ Θεὸς καὶ Σωτὴρ ἡμῶν Ἰησοῦς Χριστὸς, ὃς δέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα πάσης ἁμαρτίας ἡμᾶς ἀπαλ λάξας ἑαυτῷ παραστήσῃ γνησίους προσκυνητάς. Εἶτα τίς ὁ λέγων οὐκ εἶναι Θεὸν ἀληθῆ τὸν Ἐμμα νουήλ, τοῦ μακαρίου Παύλου περὶ αὐτοῦ λέγοντος, τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ; Καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον. Θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν Πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ. Τίς ὁ ἐν σαρκὶ φανερωθείς; ἢ δῆλον, ὅτι πάντη τε καὶ πάντως ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος; Οὕτω γὰρ ἔσται μέγα τὸ τῆς εὐσεβείας μυστήριον. Ὤφθη δὲ ἀγγέλοις ἀναβαίνων εἰς οὐρανούς, ἐκηρύχθη ἐν ἔθνεσι διὰ τῶν ἁγίων ἀποστόλων, ἐπιστεύθη δὲ καὶ ἐν κόσμῳ, καὶ οὕτω πού φαμεν, ὅτι καθ᾽ ἡμᾶς ἄνθρωπος ἁπλῶς, ἀλλὰ Θεὸς ἐν σαρκὶ καὶ καθ᾽ ἡμᾶς γεγονώς, ἀνελήφθη δὲ καὶ ἐν δόξῃ, ἵνα λέγοντος ἀκούσῃ τοῦ Θεοῦ καὶ Πατρός, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ἐκ τῆς πρὸς Ῥωμαίους ἐπιστολῆς. Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιον μου, καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ νῦν διά τε Γραφῶν προ φητικῶν, κατ᾽ ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ, εἰς ὑπα κοὴν πίστεως, εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, μόνῳ σοφῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἴδε δὴ σαφῶς τὸ Εὐαγγέλιον, καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ φησιν εἶναι, καὶ κεκρύφθαι μὲν τὸ ἐπ᾽ αὐτῷ
col. 953–954page 468 of 677
PG 130:953μυστήριον, καὶ σεσιγῆσθαι χρόνοις αἰωνίοις, ἀποκαλυφθῆναι δὲ εἰς ὑπακοὴν πίστεως νῦν. Ἐπεστράφη γὰρ εἰς Χριστὸν τὰ ἔθνη, τῆς ψευδωνύμου λατρείας ἐξῃρημένα, καὶ ὡς Θεὸν αὐτὸν ἐπεγνωκότα τὸν φύσει καὶ ἀληθῶς. Καὶ εἰ σοφὸς διὰ Ἰησοῦ Χριστοῦ ἐγνώσθη Θεὸς, πῶς οὐ μέγα τὸ Χριστοῦ μυστήριον; εἰ δὲ νοεῖται καθ' ὑμᾶς ἄνθρωπος ἁπλῶς, καὶ οὐχὶ δὴ μᾶλλον Θεὸς ἐνηνθρωπηκώς, οὐκέτι σοφὸν τὸ Χριστοῦ μυστήριον. Ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεύμα. Μάχονται μὲν γὰρ ὁμολογουμένως ἀλλήλοις ἡ σὰρξ καὶ τὸ πνεῦμα, τουτέστι τὸ φρόνημα τὸ φυσικὸν, καὶ τῶν ἐμφύτων καὶ ἐν ἡμῖν ἡδονῶν τὸ κίνημα, καὶ τῆς κατὰ πνεῦμα ζωῆς ἡ δύναμις· κἂν ὁ θεῖος ἡμᾶς ἀναφέρῃ νόμος εἰς γε τὸ δεῖν ἑλέσθαι τὸ ἀγαθόν, ἀλλ' ἡ τῆς σαρκὸς ἐπιθυμία καταδιάζεται πρὸς τὸ ἐναντίον. Λέλυται δὲ νῦν ἐν Χριστῷ τὸ ἀντιστατοῦν, καὶ ἡτόνησε μὲν τῆς ἁμαρτίας ὁ νόμος, κεκράτηκε δὲ ὁ τοῦ Πνεύματος, διὰ ποίαν αἰτίαν; Πέπεμψε γὰρ ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, ἵνα κατακρίνῃ τὴν ἁμαρτίαν ἐν τῇ σαρκί. Εἶτα πῶς οὐ χρειωδεστάτη λίαν ἡ τοῦ Λόγου σάρκωσις; κατακέκριται γὰρ οὕτως ἐν τῇ σαρκὶ ἡμῶν ἡ ἁμαρτία. Εἰ δὲ οὐ γέγονε σὰρξ ὁ Λόγος, ἀπομεμένηκεν ἂν ἀδιόρθωτα τὰ καθ' ἡμᾶς, καὶ ἐδουλεύομεν τῇ σαρκὶ νόμῳ ἁμαρτίας, οὐδενὸς ἐν ἡμῖν αὐτὴν καταργήσαντος. Οὐκοῦν ἀναγκαίαν εἶναι φαμεν τὴν καθ' ὑπόστασιν ἔνωσιν τοῦ Λόγου πρὸς τὴν σάρκα, καὶ οὐχὶ δὴ μόνην τὴν ἐν προσώποις. Τί οὖν ἐροῦσι πρὸς ταῦτα; Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν; ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται, εἰ τὸν ἴδιον Υἱόν; Δήλον δὲ, ὅτι τὸν ἐκ τῆς οὐσίας αὐτοῦ δέδωκεν ὑπὲρ ἡμῶν ὁ Θεὸς καὶ Πατήρ. Πέπονθε δὲ κατὰ σάρκα, καὶ οὐ φύσει θεότητος. Ἴδιον ἄρα αὐτοῦ τὸ πεπονθὸς σῶμα ἦν, ἵνα καὶ αὐτὸς νοῆται παθὼν οἰκονομικῶς ὁ παθεῖν οὐκ εἰδώς. Τὸ τοίνυν ἀπομερίζειν εἰς δύο τὸν ἕνα δυσσεβές. Οὐκέτι γὰρ ἴδιον Υἱὸν εὑρίσκεται δοὺς ὑπὲρ ἡμῶν ὁ Πατήρ, εἴπερ ἐστὶν ὁ Χριστὸς ἄνθρωπος διηρημένος. Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων; Χριστὸς Ἰησοῦς ὁ ἀποθανών, μᾶλλον δὲ καὶ ἐγερθεὶς ἐκ νεκρῶν, ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν. Εἰ δικαιοῖ τῇ πίστει Χριστός, Θεὸς δέ ἐστιν ὁ δικαιῶν, Θεὸς ἄρα ἀληθὴς ὁ Χριστός. Καὶ εἴπερ ἐστὶν ἐν δεξιᾷ τοῦ Θεοῦ, καίτοι τεθνεώς, καὶ ἐγήγερμένος, συγκάθηταί τε τῷ Πατρί· ἴδιον ἄρα τοῦ Λόγου σῶμά ἐστι. Συνεδρεύει γὰρ τῷ Πατρὶ μετὰ τῆς ἀναληφθείσης σαρκός, ὡς Υἱὸς κατὰ φύσιν, εἰ καὶ γέγονε σὰρξ ὁ Λόγος.
col. 955–956page 469 of 677
PG 130:955Ἐκ τοῦ πρὸς τὰς βασιλίδας προσφωνητικοῦ. Γινώσκετε γὰρ τὴν χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι' ὑμᾶς ἐπτώχευσε πλούσιος ὤν, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε. Ἄθρει δή μοι καὶ μάλα σαφῶς ἐν γε τουτοισὶ καὶ τῆς θείας καὶ ἀκηράτου φύσεως τὴν ὑπεροχήν, καὶ τῶν τῆς ἀνθρωπότητος μέτρων τὸ ὑφειμένον, καὶ προσέτι τούτῳ τὴν ἐν ἑνότητι σύμβασιν ἑαυτὸν καθέντος εἰς τοῦτο τοῦ Μονογενοῦς. Οὐδεὶς μὲν γὰρ λόγος διερμηνεύσειεν ἂν τὸν τῆς θεότητος πλοῦτον. Πτωχὴ δὲ λίαν ἡ ἀνθρωπότης, ᾗ πάντα ἐστὶ θεόσδοτά τε καὶ ἄνωθέν, καὶ αὐτὸ δὲ πρὸ πάντων τὸ εἶναι. Κέκληται γὰρ παρὰ τοῦ Θεοῦ πρὸς ὕπαρξιν μὴ οὖσά ποτε. Ἀλλ' ὁ πλούσιος ὡς Θεὸς ἐθελοντὴς ἐπτώχευσε, καὶ γέγονε καθ' ἡμᾶς, ἵνα λοιπὸν ἡ ἀνθρώπου φύσις ἐν τοῖς τῆς θείας ὑπεροχῆς ὑψώμασιν ἐν Χριστῷ γενο μένη τὸ τῆς πτωχείας αἶσχος ἀποσκευάσηται. Συν ήγειρε γὰρ ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ ἐν Χριστῷ, καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις, καθὰ γέγραπται· ἀλλ' οὐκ ἂν γεγόναμεν ἐν τούτοις, εἰ μὴ τὴν πτωχεύσασαν ἠμπέσχετο φύσιν ὁ πλούσιος ὡς Θεός. Οὐ γάρ που πτωχεύσειεν ἂν ὁ κατὰ φύσιν ἰδίαν πτω χεύων ἄνθρωπος. Πάθοι δ' ἂν τοῦτο πρεπωδέστερον ὁ πλούσιος ἀληθῶς, τουτέστιν ὁ ἐκ Θεοῦ Πατρὸς Λό γος, ὅτε γέγονε καθ' ἡμᾶς. Εἷς οὖν ἄρα ἐστὶ Χρισ τὸς καὶ Υἱός. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἀλλ' ἰδού, φησίν, ἐν αὐτῷ κατώκησε πᾶν τὸ πλή ρωμα τῆς θεότητος σωματικῶς. Ἰδοὺ σαφῶς Χριστὸν ἕτερον οἶδεν ἰδικῶς τὸν ἐκ γυναικὸς ἄνθρωπον, ἐν ᾧ κατώκησεν ὡς ἕτερος παρ' αὐτὸν ὁ Λόγος, ἤτοι πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. Πρὸς δὴ τὰ τοιαῦτά φαμεν, ὅτι δύο Χριστοὺς ὁ Πνευματοφόρος οὐκ οἶδεν, ἀλλ' ἕνα κηρύττει, καθάπερ ἀμέλει καὶ ἕνα Πατέρα. Ἡμῖν γὰρ, φησίν, εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ. Ἐν τίνι δὴ οὖν κατῴκηκε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς; Ἰδικῶς μὲν οὖν, καὶ κατὰ μόνας ἐν τῇ τοῦ Θεοῦ Λόγου φύσει τοῦτο πεπράχθαι νομίζειν εὔηθες κομιδῇ· ὁ ἴσον γὰρ ὡς αὐτὸς ἐν ἑαυτῷ κατῴκησεν ὁ Μονογενής· πιστεύοντας δὲ ὅτι γέγονε σὰρξ ὁ Λόγος οὐ κατὰ μετάστασιν, ἢ τροπήν, ἀλλ' ὅτι μᾶλλον ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ναὸν ἴδιον ἐποιήσατο τὸ ἑνωθὲν αὐτῷ κατὰ ἀλήθειαν σῶμα, ψυχὴν ἔχον τὴν λογικήν, εὐσεβὲς εἰπεῖν, ὅτι τὴν ἐν τῇ ἁγίᾳ σαρκὶ τοῦ Λόγου κατοίκησιν, ἤγουν ἕνωσιν, ἀληθῆ κατασημαίνων ἡμῖν ὁ θεσπέσιος Παῦλος, ἐν αὐτῇ φησι κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεό τητος, οὐ μεθεκτῶς μᾶλλον ἢ σχετικῶς, ἤγουν ὡς ἐν δόσει χάριτος, ἀλλὰ σωματικῶς, ὅ ἐστιν οὐσιωδῶς, ὡς ἂν εἰ καὶ ἐν ἀνθρώπῳ λέγοιτο κατοικεῖν τὸ πνεῦμα αὐτοῦ, οὐχ ἕτερον ὂν παρ' αὐτόν. Ἐφ' ἑνὸς δὲ προσώπου πολλάκις διπρόσωπον ἡμῖν εἰσφέρεται λό γου σχῆμα, καὶ κατ' οὐδένα τρόπον ἀδικεῖ τὴν ἀλή θειαν· οἷον φέρε εἰπεῖν, ὡς εἰ λέγοιτο περὶ Θεοῦ παρὰ τῆς θεοπνεύστου Γραφῆς, Ὁ πλάσσων πνεῦμα
col. 957–958page 470 of 677
PG 130:957ἀνθρώπου ἐν αὐτῷ. Καίτοι πῶς οὐχ ἅπασιν ἐναργές, ὡς οὐκ ἂν νοοῖτο παρὰ τὸν ἄνθρωπον ἕτερον τὸ ἐν αὐτῷ πλαττόμενον αὐτοῦ πνεῦμα; Φησὶ δέ που καὶ ὁ μακάριος Δαβίδ, Νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλλε τὸ πνεῦμά μου. Εἶτα τίς ἦν ὁ μετὰ τῆς ἑαυτοῦ καρδίας ἀδολεσχῶν, καὶ τὸ ἴδιον πνεῦμα σκαλεύων; Χρὴ τοιγαροῦν τὰ μὲν τῶν λόγων σχήματα μὴ σφόδρα φιλοκρινεῖν, ἀφορῶν δὲ μᾶλλον εἰς αὐτῶν τῶν πραγμάτων τὰς φύσεις, καὶ ἐξ αὐτῶν εὖ μάλα ποδηγουμένους ἐπ᾽ αὐτὴν ἰέναι τὴν ἀλήθειαν. Ἐκ τῆς πρὸς Γαλάτας. Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Γέγραπται γὰρ, Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Τοῦ νομικοῦ γράμματος ἐπάρατον ἀποφαίνοντος τὸν ἐν παραβάσει καὶ ἁμαρτίᾳ, ὁ μὴ εἰδὼς ἁμαρτίαν, τουτέστι Χριστός, ὑπενήνεκται τῇ δίκῃ, ψῆφον ἄδικον ὑπομείνας, καὶ τὰ τοῖς ἐν ἀρᾷ πρέποντα παθών, ἵνα ὁ τῶν ὅλων ἀντάξιος ὑπὲρ πάντων ἀποθανών, τῆς ἁπάντων ἀπειθείας λύσῃ τὰ ἔπαθλα, καὶ ἀγοράσῃ τὴν ὑπ᾽ οὐρανὸν αἵματι τῷ ἰδίῳ. Οὐκ ἂν οὖν γέγονεν εἷς ἀπάντων ἀντάξιος, εἴπερ ἦν ἄνθρωπος ἁπλῶς. Εἰ δὲ δὴ νοεῖτο Θεὸς ἐνηνθρωπικώς, καὶ σαρκὶ τῇ ἰδίᾳ παθών, ὀλίγη πρὸς αὐτὸν ἡ σύμπασα κτίσις, καὶ ἀπόχρη πρὸς λύτρον τῆς ὑπ᾽ οὐρανὸν ὁ μιᾶς σαρκὸς θάνατος. Ἰδία γὰρ ἦν τοῦ ἐκ Θεοῦ Πατρός φύντος Λόγου. Ἐκ τῆς πρὸς Ἑβραίους. Τὸν δὲ βραχύ τι παρ᾽ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου, δόξῃ καὶ τιμῇ ἐστεφανωμένον. Καὶ πάλιν, Ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει, Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. Καὶ αὖθις, Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, δι᾽ ἑαυτοῦ καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος, ὅσῳ διαφορώτερον παρ᾽ αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων, Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε; Οὐκοῦν ὅτε γέγονε πρωτότοκος ὁ Ἐμμανουὴλ ἐν πολλοῖς ἀδελφοῖς, τότε καὶ εἰσκεκομίσθαι φησὶν αὐτὸν εἰς τὴν οἰκουμένην. Ἔξω γὰρ ἦν κατὰ φύσιν ἰδίαν τῆς κτίσεως ὁ Θεός. Τότε καὶ ἐλαττώσθαί φησιν αὐτὸν παρὰ τοὺς ἀγγέλους, καίτοι διαφορώτερον παρ᾽ αὐτοὺς λαχόντα τὸ ὄνομα. Τὸ μὲν γὰρ ἄγγελος λειτουργίας ἐστὶ σημαντικόν, οἰκετικόν τε ἡμῖν ὑπεμφαίνει μέτρον. Ἀποστέλλονται γὰρ εἰς διακονίαν διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Ὁ δέ γε Υἱὸς τὴν ἐκ Πατρὸς ὕπαρξιν οὐσιώδη τε καὶ φυσικὴν κατασημήνειεν ἄν, ὅτι καὶ ἀληθῶς τὴν γέννησιν πεπράχθαι πιστεύομεν. Πῶς οὖν ἠλάττωται παρὰ τοὺς ἀγγέλους ὁ πρὸς αὐτῶν
col. 959–960page 471 of 677
PG 130:959σαφὴς ἡ πρότασις. Καθίκετο γὰρ ἐν τοῖς τῆς ἀνθρωπότητος μέτροις καὶ τὸ ἀποθνήσκειν πεφυκὸς σῶμα λαβών, ἰδιόν τε αὐτῷ ποιησάμενος, ἐν αὐτῷ πέπονθεν ἑκών, καὶ ταῖς ἀνωτάτω δόξαις στεφανοῦται διὰ τὸ πάθος, ὡς δι' αὐτοῦ καταργήσας τὸν θάνατον, καὶ ἄπρακτον ἀποφήνας τὴν φθοράν, ἅτε δὴ καὶ ὑπάρχων ἀφθαρσία καὶ ζωή. Ὅταν οὖν Ἰησοῦν ὀνομάζῃ, καὶ ἠλαττῶσθαι λέγῃ παρὰ τοὺς ἀγγέλους αὐτόν, οὐκ ἄνθρωπον ἀνὰ μέρος καὶ ἰδικῶς, ἀλλ' αὐτὸν νοοῦμεν τὸν Μονογενῆ παραχωροῦντα τὸ προὔχειν οἰκονομικῶς τοῖς ἁγίοις ἀγγέλοις, ὅτι ἀληθείᾳ γέγονεν ἄνθρωπος ὁ τῆς ἐκείνων ὑπεροχῆς ἡττώμενος. Τὰ δὲ τῆς ὑπεροχῆς τοῖς ἁγίοις ἀγγέλοις, ὅτι καὶ ἔξω σαρκός, καὶ τοῦ τεθνάναι κρείττους εἰσί, γεγονότος ἐν τούτοις τοῦ Υἱοῦ διὰ τὴν ἐκούσιον κένωσιν. Ἀλλ' ὁ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένος διά γε τὸ τῆς ἀνθρωπότητος μέτρον, ἐν ὑπεροχῇ θεότητος ὤν, προσκυνεῖται παρ' αὐτῶν, καὶ ἐνίδρυται θώκοις, οὓς περιεστᾶσιν ἐκεῖνοι δοξολογοῦντες ἀεί, καὶ τῶν δυνάμεων αὐτὸν ὀνομάζοντες Κύριον. Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ πεῦσιν καὶ ἀπόκρισιν λόγου. Γεγέννηκε μὲν γὰρ ὁ Θεὸς καὶ Πατὴρ τὸν Υἱὸν ἐξ ἑαυτοῦ, γεννήσει μιᾷ· πλὴν εὐδόκησεν ἐν αὐτῷ τὸ ἀνθρώπινον ἀνασῶσαι γένος, τρόπῳ τῷ κατὰ τὴν σάρκωσιν, ἤγουν ἐνανθρώπησιν, ἣν πάντῃ τε καὶ πάντως γενέσθαι ἐχρῆν, διὰ γεννήσεως δηλονότι τῆς ἐκ γυναικός, ἵνα τῇ πρὸς ἡμᾶς ὁμοιώσει τοῦ ἐκ Θεοῦ φύντος Λόγου, κατακρίνηται μὲν ἐν τοῖς μέλεσι τῆς σαρκὸς τῆς ἁμαρτίας ὁ νόμος, ἐν ὁμοιώματι δὲ θανάτου τοῦ μὴ εἰδότος αὐτὸν καταργῆται θάνατος. Εἰ γὰρ σύμφυτοι γεγόναμεν, φησί, τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα. Οὐκοῦν ἀναγκαίως ὁ ὢν καὶ ὁ ὑπάρχων γεγέννηται κατὰ σάρκα, τὰ ἡμῶν εἰς ἑαυτὸν μεταθείς, ἵνα τὰ σαρκὸς γεννήματα, τουτέστιν, ἡμεῖς οἱ φθαρτοί τε καὶ ἀπολλύμενοι, μένωμεν ἐν αὐτῷ, ἴδια λοιπὸν ἔχοντι τὰ ἡμῶν, ἵνα καὶ ἡμεῖς τὰ αὐτοῦ. Δι' ἡμᾶς γὰρ ἐπτώχευσε πλούσιος ὤν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν. Φάσκοντές γε μήν, οὐκ αὐτὸν γενέσθαι σάρκα τὸν ἐκ Θεοῦ Λόγον, ἤτοι γέννησιν ὑπομεῖναι τὴν κατὰ σάρκα ἐκ γυναικός, ἀναιροῦσι τὴν οἰκονομίαν. Εἰ γὰρ μὴ πλούσιος ὢν ἐπτώχευσε, καθεὶς ἑαυτὸν τοῖς καθ' ἡμᾶς ἐκ φιλανθρωπίας, οὐδὲ ἡμεῖς τὰ αὐτοῦ πεπλουτήκαμεν, ἀλλ' ἐσμὲν ἐν τῷ πτωχεύειν ἔτι καὶ ἀρᾷ καὶ θανάτῳ καὶ ἁμαρτίᾳ ἐνισχημένοι. Τὸ γάρτοι γενέσθαι σάρκα τὸν Λόγον, λύσιν ἔχει καὶ ἀνατροπὴν τῶν ἐξ ἀρᾶς καὶ δίκης τῇ τοῦ ἀνθρώπου φύσει συμβεβηκότων. Οὐκοῦν, εἰ ἀναβοθρεύουσι τῆς σωτηρίας ἡμῶν τὴν ῥίζαν, καὶ τὸν τῆς ἐλπίδος θεμέλιον ἀνορύττουσι, ποῦ τὰ μετ' αὐτὸν ἔτι κείσεται; Οὐ γὰρ γεγονότος, ὡς ἔφην, σαρκὸς τοῦ Λόγου, οὔτε τοῦ θανάτου κατεσείσθη τὸ κράτος, κατήργηται δὲ κατ' οὐδένα τρόπον ἡ ἁμαρτία, καὶ ἐσμὲν ἔτι ταῖς τοῦ πρώτου παραβάσεσιν ἔνοχοι, τουτέστιν Ἀδάμ, οὐδεμίαν ἀναφοίτησιν ἔχοντες εἰς τὸ ἄμεινον, τὴν διά γέ φημι τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ.
col. 961–962page 472 of 677
PG 130:961Β. Συνίημι ὅ φής. Α. Τίς δ' ἂν καὶ νοοῖτο πρὸς ἡμῶν ὁ παραπλησίως ἡμῖν μετεσχηκὼς αἵματος καὶ σαρκὸς, ὡς ἕτερος ὢν παρ' ἡμᾶς κατὰ φύσιν; Οὐ γάρ τοι φαίη τις ἂν ἀνθρώπῳ πρέπειν, τὸ ἀνθρωπότητος μετασχεῖν. Ὃ γάρ ἐστι κατὰ φύσιν, πῶς ἄν τις νοοῖτο λαβὼν, ὡς ἕτερον· ἕν τι παρ' ὅπερ ἐστίν; Ἆρ' οὐ πολὺ τὸ εἰκὸς ὁ λόγος ἔχει; Β. Πάνυ μὲν οὖν. Α. Ἄθρει δὲ δὴ καὶ ἑτέρως, ὡς ἀνόσιόν τέ ἐστι καὶ ἀπηχές, τὸ ἀναιρεῖν πειρᾶσθαι τοῦ Θεοῦ Λόγου τὴν ἐκ γυναικὸς κατὰ σάρκα γέννησιν. Τίνι γὰρ τρόπῳ ζωοποιήσειεν ἂν τὸ σῶμα αὐτοῦ, εἰ μὴ ἔστιν ἴδιον αὐτοῦ, ὅς ἐστι ζωή; πῶς τὸ αἷμα Ἰησοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας, εἴπερ ἐστὶν ἀνθρώπου κοινοῦ καὶ ὄντος ὑφ' ἁμαρτίαν; πῶς ἀπέστειλεν ὁ Θεὸς καὶ Πατὴρ τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον; πῶς κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί; Οὐ γὰρ ἦν ἀνθρώπου κοινοῦ, καὶ τυραννουμένην ἔχοντος μεθ' ἡμῶν ὑπὸ τῆς ἁμαρτίας τὴν φύσιν, τὸ κατακρῖναι τὴν ἁμαρτίαν. Ἐπεὶ δὲ σῶμα γέγονε τοῦ πλημμελεῖν οὐκ εἰδότος, ταύτῃ τοι καὶ μάλα εἰκότως τὴν τῆς ἁμαρτίας ἀπεώσατο τυραννίδα, καὶ τὴν ἰδιότητα πλουτεῖ τοῦ ἀφράστως αὐτῇ καὶ ὡς οὐκ ἔστιν ἐνωθέντος Λόγου, ἅγιόν τε καὶ ζωοποιόν ἐστι, καὶ τῆς θεοπρεποῦς ἐνεργείας ἔμπλεων. Ὡς ἐν ἀπαρχῇ δὲ Χριστῷ, μετεστοιχειώμεθα καὶ ἡμεῖς, εἰς τὸ εἶναι καὶ φθορᾶς καὶ ἁμαρτίας κρείττονες. Καὶ ἀληθὲς, ὅτι, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν, «Ὥσπερ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου,» τουτέστι Χριστοῦ. Ἐπουράνιος δὲ ἄνθρωπος νοεῖται Χριστός, οὐχ ὡς ἄνωθεν ἡμῖν καὶ ἐξ οὐρανοῦ τὴν σάρκα κατενεγκών, ἀλλ' ἔτι Θεὸς ὢν ὁ Λόγος, καταβέβηκεν ἐξ οὐρανῶν, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθών, τουτέστι, γέννησιν ὑπομείνας τὴν κατὰ σάρκα ἐκ γυναικός, μεμένηκεν ὅπερ ἦν, ἄνωθεν δηλονότι καὶ ἐξ οὐρανῶν, καὶ ἐπάνω πάντων ὡς Θεός, καὶ μετὰ σαρκός. Οὕτω γάρ πού φησιν ὁ θεσπέσιος Ἰωάννης περὶ αὐτοῦ· «Ὁ ἄνωθεν ἐρχόμενος, ἐπάνω πάντων ἐστίν.» Ἀπομεμένηκε γὰρ τῶν ὅλων Κύριος, καὶ ἐν τῇ τοῦ δούλου μορφῇ γεγονὼς οἰκονομικῶς, καὶ παράδοξον ἀληθῶς διὰ ταῦτά ἐστι τὸ Χριστοῦ μυστήριον. Καὶ γοῦν ἔφη που πρὸς Ἰουδαίους δι' ἑνὸς τῶν προφητῶν ὁ Θεὸς καὶ Πατήρ· «Ἴδετε, οἱ καταφρονηταί, καὶ ἀφανίσθητε, καὶ θαυμάσατε, ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ἔργον ᾧ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγήσηται ὑμῖν.» Κινδυνεύσει γὰρ ἀπιστεῖσθαι τὸ Χριστοῦ μυστήριον, διὰ τὴν τοῦ θαύματος ὑπερβολήν. Θεὸς ἦν ἐν ἀνθρωπότητι καὶ ἐν τοῖς καθ' ἡμᾶς, ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν· ἀόρατος, ὁρατὸς κατὰ σάρκα, ὁ ἐξ οὐρανοῦ καὶ ἄνωθεν, ἐν εἴδει τῶν χοϊκῶν· ἁπτὸς, ὁ ἀναφής· ὁ κατὰ φύσιν ἰδίαν ἐλεύθερος, ἐν δούλου μορφῇ· ὁ εὐλογῶν τὴν κτίσιν, ἐπάρατος, καὶ ἐν τοῖς ἀνόμοις· ἡ πᾶσα δικαιοσύνη, καὶ ἐν δοκήσει θανάτου γέγονεν
col. 963–964page 473 of 677
PG 130:963ἡ ζωή. Οὐ γὰρ ἦν ἑτέρου τινὸς αὐτοῦ δὲ μᾶλλον τοῦ κατὰ φύσιν Υἱοῦ, τὸ τοῦ θανάτου γευσάμενον σῶμα. Ἆρ' ὡς οὐκ εὖ γεγονόσιν, ἤγουν πρὸς ἡμῶν εἰρη μένοις ἔχεις τι τούτοις ἐπιτιμάν; Β. Οὐδαμῶς. Α. Ἄφες δή μοι κἀκεῖνο πρὸς τούτοις. Β. Τὸ τί δὴ φής; Α. Ἔφη που Χριστὸς τοῖς ἀναιρεῖν ἐθέλουσι τὴν ἀνάστασιν τῶν νεκρῶν· «Οὐκ ἀνέγνωτε, ὅτι ὁ ποιή σας τὸν ἄνθρωπον ἐν ἀρχαῖς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς;» Γράφει δὲ καὶ ὁ θεσπέσιος Παῦλος· «Τίμιος ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος.» Εἶτα πῶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ἐπελθεῖν ἐθελήσας, οὐ τοῖς τῆς ἀνθρωπότητος νόμοις ἐφῆκε κρατεῖν, εἰς σύστασιν, ἤτοι γένε νησιν τῆς ἰδίας αὐτοῦ σαρκός; Οὐ γὰρ ἐκ κοίτης καὶ γάμων ἠνέσχετο λαβεῖν αὐτὴν, ἀλλ' ἐκ Παρθένου σεμνῆς καὶ ἀπειρογάμου, κυοφορησάσης ἐκ Πνεύ ματος, ἐπισκιασάσης αὐτῇ δυνάμεως Θεοῦ, καθά γέγραπται. Θεοῦ τοιγαροῦν τὸν γάμον οὐκ ἀτιμάσαντος, μᾶλλον δὲ καὶ εὐλογίᾳ τιμήσαντος, ἀνθ' ὅτου Παρθένον κυοφοροῦσαν ἐκ Πνεύματος, τῆς ἰδίας σαρ κὸς ἐποιήσατο μητέρα Θεοῦ ὁ Λόγος, οὐκ ἔχω φρά σαι. Καίτοι πῶς οὐχ ἅπασιν ἐναργής γένοιτ' ἂν ἡ τοῦδε πρόφασις, ἐκεῖνο διεσκεμμένοις; Ἀφίκετο γάρ, ὡς ἔφην, ἤγουν ἐνηνθρώπησεν ὁ Υἱός, ἀναστοιχειώσων τὰ καθ' ἡμᾶς ὡς ἐν ἑαυτῷ, καὶ πρῶτον εἰς ἁγίας τινὰ καὶ τεθαυμασμένην ὡς ἐν ἑαυτῷ, καὶ παράδοξον ἀληθῶς ἀπόταξιν καὶ ζωήν· γέγονε δὲ καὶ πρῶ τος αὐτὸς γεννητὸς τοῦ ἁγίου Πνεύματος (κατά γε, φημί, τὴν σάρκα), ἵν᾿ ὥσπερ ὁδῷ καὶ εἰς ἡμᾶς αὐτοὺς διαβαινούσης τῆς χάριτος, οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ διὰ Πνεύματος τὴν νοητὴν ἔχοντες ἀναγέννησιν, καὶ τὴν πρός γε τὸν φύσει καὶ ἀληθῶς Υἱὸν συμμορφίαν πνευματικήν, Πατέρα καλῶμεν τὸν Θεὸν, οὕτω τε ἄφθαρτοι διαμένωμεν, ὡς οὐκ ἔτι πατέρα τὸν πρῶτον ἔχοντες, τουτέστιν Ἀδὰμ, ἐν ᾧ καὶ ἐφθάρμεθα. Καὶ γοῦν ἔφη Χριστός, τῇ μὲν, ὅτι «Καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς, εἷς γάρ ἐστιν ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς.» Πῇ δὲ δὴ, ὡς ἐν τοῖς καθ᾿ ἡμᾶς διὰ τοῦτο καθιγμένος, ἵν' ἡμᾶς ἀγάγῃ πρὸς τὸ ἴδιον αὐτοῦ καὶ θεοπρεπὲς ἀξίωμα· «Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» Αὐτοῦ μὲν γὰρ φύσει Πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς, ἡμῶν δὲ Θεός. Ἐπειδὴ δὲ ὁ φύσει καὶ ἀληθῶς Υἱὸς γέγονε καθ' ἡμᾶς, Θεὸν ἐσχηκέναι φησὶν αὐτὸν, κατά γε τὸν τῇ κενώσει πρέποντα λό γον. Δέδωκε δὲ καὶ ἡμῖν τὸν ἑαυτοῦ Πατέρα· γέγραπται γάρ, ὅτι «Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐ τοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ.» Εἰ δὲ ἀναιρήσομεν ἀμαθῶς τὸ ἐν ἀποτέξει γενέσθαι τῇ καθ' ἡμᾶς τὸν ἐκ Πατρὸς Θεοῦ Λόγον, τὸν ἐν πᾶσι πρωτεύοντα, κατὰ τὴν τοῦ
col. 965–966page 474 of 677
PG 130:965σοφωτάτου Παύλου φωνήν, πρὸς τίνα λοιπόν μορφούμενοι, γεννητοὶ Θεοῦ διὰ Πνεύματος χρηματιούμεν ἡμεῖς; τίνα τοῦ πράγματος λαβόντες τὴν ἀπαρχὴν, ἢ καὶ τίνος ὅλως εἰς ἡμᾶς πέμποντος τὸ ἀξίωμα; Φαῖεν ἄν, ὡς γε οἶμαι, καὶ αὐτοί· Τοῦ ἐνανθρωπήσαντος Λόγου. Εἶτα πῶς ἔσται τοῦτο ἀληθὲς, εἰ μὴ αὐτὸς γέγονε σὰρξ, τουτέστιν ἄνθρωπος, ἴδιον ποιησάμενος σῶμα τὸ ἀνθρώπινον, καθ᾽ ἕνωσιν ἀδιάσπαστον, ἵνα καὶ αὐτοῦ νοῆται, καὶ [μή] ἐξ ἑτέρου τινός; Πέμψει γὰρ οὕτω καὶ εἰς ἡμᾶς τῆς υἱοθεσίας τὴν χάριν, καὶ γεννητοὶ Πνεύματος ἐσόμεθα καὶ ἡμεῖς, ἅτε δὴ τῆς ἀνθρώπου φύσεως ἐν αὐτῷ καὶ πρώτῳ λαχούσης τοῦτο. Καί μοι δοκεῖ τοιοῦτόν τι καθ᾿ ἑαυτὸν ἐννενοηκώς, φάναι που καὶ μάλα ὀρθῶς ὁ θεσπέσιος Παῦλος· Ὥσπερ γὰρ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου· καὶ τὸν μὲν πρῶτον ἄνθρωπον ἐκ γῆς ἔφη χοϊκόν, τὸν δὲ δεύτερον ἐξ οὐρανοῦ· Ἀλλ᾽ οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, φησὶ, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. Χοϊκοὶ γάρ ἐσμεν, ὡς ἐκ χοϊκοῦ τοῦ Ἀδὰμ παρεμπεσούσης εἰς ἡμᾶς τῆς ἀρᾶς τῆς φθορᾶς, δι᾽ ἧς καὶ ὁ τῆς ἁμαρτίας εἰσέδυ νόμος, ὁ ἐν τοῖς μέλεσι τοῖς τῆς σαρκός. Ἐπουράνιοι δὲ γεγόναμεν, ὡς ἐν Χριστῷ λαβόντες τὸ χρῆμα. Θεὸς γὰρ ὢν φύσει καὶ ἐκ Θεοῦ καὶ ἄνωθεν, καταπεφοίτηκεν ἐν τοῖς καθ᾿ ἡμᾶς ἀσυνήθως τε καὶ ξένως, γεννητὸς κατὰ σάρκα γεγονὼς ἐκ τοῦ πνεύματος, ἵνα ἅγιοί τε καὶ ἄφθαρτοι καὶ ἡμεῖς κατ᾽ αὐτὸν διαμείνωμεν ὡς ἐξ ἀρχῆς καὶ ῥίζης δευτέρας αὐτοῦ, δηλονότι καταβαινούσης εἰς ἡμᾶς τῆς χάριτος. Β. Ἄριστα ἔφης. Α. Τίνα δὲ τρόπον καὶ ὡμοιῶσθαί φασιν αὐτὸν κατὰ πάντα τοῖς ἀδελφοῖς, τουτέστιν ἡμῖν; ἢ καὶ τίς ὅλως νοοῖτ᾽ ἂν ὁ τὴν ὁμοίωσιν ὑπελθὼν, εἰ μὴ κατὰ φύσιν ἕτερος ἦν, καὶ οὐκ ἔν γε τοῖς καθ᾽ ἡμᾶς; Τὸ γὰρ γέ τισιν ὁμοιούμενον, εἶναι που πάντως ἀνάγκη διάφορον παρ᾽ αὐτούς, καὶ οὐκ ἐοικὸς αὐτοῖς, ἑτεροειδὲς δὲ μᾶλλον, εἴτουν ἑτεροφυές. Ἀνόμοιος τοίνυν ὑπάρχων ἡμῖν κατὰ φύσιν ὁ Μονογενής, ὡμοιῶσθαι λέγεται γεγονὼς καθ᾽ ἡμᾶς, τουτέστιν ἄνθρωπος. Γένοιτο δ᾽ ἂν τοῦτο καὶ μάλα ὀρθῶς καὶ μόνως, ἐν ἀποτέξει τῇ καθ᾽ ἡμᾶς, εἰ καὶ παραδόξως, ἐπ᾽ αὐτοῦ. Θεὸς γὰρ ἦν ὁ σαρκούμενος. Ὁμολογείσθω γε μὴν ὡς ἐψύχωτο νοερῶς τὸ ἑνωθὲν αὐτῷ σῶμα. Οὐ γάρ τοι τὸ κρεῖττον τῶν ἐν ἡμῖν ἀφεὶς, τουτέστι ψυχήν, μόνου πεποίηται φειδὼ γηίνου σώματος, ἀλλ᾽ ὁμοῦ ψυχῆς καὶ σώματος προενόησε σοφῶς Θεὸς ὢν ὁ Λόγος. Ὅτι δὲ οὐκ ἀλλοίωται γεγονὼς ἄνθρωπος καθ᾽ ἡμᾶς ὁ Λόγος, διαμεμήνυκε λέγων ὁ Πνευματοφόρος· Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας. Καὶ σημαντικὸν μὲν τοῦ παρῳχηκότος χρόνου ποιεῖται, τὸ χθές, τοῦ γε μὲν ἐνεστῶτος, τὸ σήμερον, τοῦ δὲ μέλλοντος καὶ
col. 967–968page 475 of 677
PG 130:967ἐννενοηκέναι, τὸ χθές καὶ σήμερον ἀντὶ τοῦ προσφάτου δεχόμενοι, διατεινόμενοί τε καὶ λέγοντες, «Ο χθὲς καὶ σήμερον, πῶς ἂν εἴη καὶ εἰς τοὺς αἰῶνας;» μεταστήσομεν καὶ ἡμεῖς τὴν τῆς ἐρωτήσεως δύναμιν, εἰς τὸ ἔχον ἐναντίως. Ο γὰρ εἰς τοὺς αἰῶνας ὢν Λόγος, πῶς ἂν λάβει τὸ χθὲς καὶ σήμερον ἐφ' ἑαυτῷ, εἴπερ ἐστὶν εἷς ὁ Χριστὸς, καὶ οὐ μεμέρισται κατὰ τὴν τοῦ θεσπεσίου Παύλου φωνήν. Γέγραπται γοῦν περὶ τοῦ μακαρίου Βαπτιστοῦ, ὅτι «Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων ἁμαρτίαν τοῦ κόσμου· οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον· Ὀπίσω μου ἔρχεται ἀνὴρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἐστι, κἀγὼ οὐκ εἶδον αὐτόν, ἀλλ᾽ ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων.» Σύνες οὖν ὅπως ἄνδρα λέγων, καὶ ἀμνὸν ὀνομάζων αὐτόν, οὐχ ἕτερον εἶναί φησι τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ τὸ μέγα τοῦτο καὶ ἐξαίσιον ἀληθῶς καὶ θεοπρεπὲς ἀξίωμα προσνενέμηκεν αὐτῷ. Ἔμπροσθεν δὲ καὶ πρῶτον γενέσθαι φησὶν αὐτοῦ, καίτοι κατόπιν γενόμενον, κατά γέ φημι τὸν τῆς κατὰ σάρκα γεννήσεως χρόνον. Εἰ γάρ ἐστιν ὀψιγενὴς καθὸ ἄνθρωπος ὁ Ἐμμανουήλ, ἀλλ᾽ ἦν πρὸ παντὸς αἰῶνος ὡς Θεός. Αὐτοῦ τοιγαροῦν καὶ τὴν πρόσφατον ἀνθρωπίνως, καὶ τὸ ἀΐδιον θεϊκῶς, ταύτῃ τοι καὶ ὁ πανάριστος Πέτρος, οὐ γυμνόν, οὐδὲ ἄσαρκον καταθεώμενον τὸν Λόγον, ἀλλ' ἐν σαρκὶ καὶ αἵματι πεφηνότα, σαφῶς τε καὶ ἁπλανῶς τῆς εἰς αὐτὸν πίστεως τὴν ἀπόδοσιν ἐποιεῖτο, λέγων· «Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζώντος.» Ἀκήκοε δὲ πρὸς τοῦτο· «Μακάριος εἶ, Σίμων, Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου, ὁ ἐν τοῖς οὐρανοῖς.» Ἀλλ᾽ εἰ μὴ βαθὺ τὸ μυστήριον, καὶ Θεὸς ἦν ἐν σαρκί, ἄνθρωπος δὲ κατ' αὐτούς, χάριτι τὴν υἱοθεσίαν ἔχων, πῶς ἂν ἐδεήθη τοσούτου μυσταγωγοῦ, ὡς μηδένα μὲν τῶν ἐπὶ τῆς γῆς ἀποκαλύψαι τῷ μαθητῇ, παιδευτὴν δὲ πρὸς τοῦτο λαχεῖν αὐτὸν τὸν Πατέρα; Καὶ μὴν καὶ οἱ θεσπέσιοι μαθηταί, διαθέοντα ποτὲ τῆς θαλάττης τὰ νῶτα βλέποντες, κατατεθήπεσαν μὲν τὴν θεοσημίαν, ὡμολόγουν δὲ τὴν πίστιν, λέγοντες· «Ἀληθῶς Θεοῦ Υἱὸς εἶ.» Ἀλλ' εἰ νόθος ἐστὶ καὶ ψευδώνυμος, καὶ εἰσποιητὸν ἔχει τὸ εἶναι Υἱός, ἐγκαλείτωσαν αὐτοῖς τὴν ψευδηγορίαν, καὶ τοῦτο ὠμωμοκόσι. Προστεθείκασι γὰρ τὸ, ἀληθῶς, Υἱὸν αὐτὸν εἶναι διαβεβαιούμενοι τοῦ Θεοῦ καὶ Πατρός. Β. Ἄριστα ἔφης. Α. Πῶς δὲ καὶ ἰδίους ἔχει τοὺς ἀγγέλους; «Ἥξει ὁ Υἱὸς τοῦ ἀνθρώπου, διαπρέπει δὲ καὶ ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ.» Καὶ πάλιν· «Καὶ ἀποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ.» Εἰ δὲ καὶ ἀπιστοῦσιν ἔτι, καὶ δόξῃ θεοπρεπεῖ καὶ τοῖς οὕτω λαμπροῖς καὶ ὑπερτάτοις ἀξιώμασιν ἐρῶντες κατεστεμμένον, ἀκούσονται λέγοντος αὐτοῦ· «Εἰ ἐμοὶ οὐ πιστεύετε, τοῖς ἔργοις μου πιστεύετε.» Καὶ πάλιν· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ
col. 969–970page 476 of 677
PG 130:969Πατρός μου, μὴ πιστεύετέ μοι. Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε.» Τὸ γὰρ ἐν ἀνθρώπῳ βλέπειν τῆς ἀφράστου δόξης τὴν ὑπεροχήν, οὐχ ὡς ἀλλοτρίαν μᾶλλον ἤγουν ἐν χάριτος μέρει προσπεπορισμένην, ἀλλ᾽ ἰδίαν αὐτοῦ, πῶς οὐκ ἀναπείσει, ὅτι Θεὸς ἦν ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς, καὶ Υἱὸς ἀληθῶς τοῦ ἐπὶ πάντας Θεοῦ; Β. Ἑαυτοῦ, φησί, τοὺς ἀγγέλους εἶναι διίσχυρίσατο, καὶ τῶνδε τῶν σημείων γέγονεν ἀποτελεστής, ἐνοικοῦντος αὐτῷ τοῦ Λόγου, δόξαν δὲ τὴν ἰδίαν αὐτῷ καὶ τὸ ἐνεργὲς ἐκνενεμηκότος. Γέγραπται γάρ, ὅτι «Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν, καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου.» Κεχρισμένος οὖν καὶ δυνάμει καὶ Πνεύματι, τερατουργὸς ἦν. Φησὶν ὁ πάνσοφος Παῦλος· «Ἀλλ᾽ ἡμῖν εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι᾽ αὐτοῦ, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι᾽ αὐτοῦ.» Πῶς οὖν, εἰπέ μοι, δι᾽ ἀνθρώπου τὰ πάντα; ἀντίθετου δὲ καὶ ἀμέσως ὡς Υἱὸς Πατρὶ συντάττεται, μεσολαβοῦντος οὐδενός; Εἶτα ὅποι ποτὲ τὸν Μονογενῆ θήσομεν εἰς τὸν αὐτοῦ τόπον ἀναβιβάζοντες τὸν ἄνθρωπον, καὶ τοῦτο, καθά φησιν, ἐνεργούμενον παρ᾽ αὐτοῦ, καὶ δι᾽ αὐτὸν τιμώμενον; Ἆρ᾽ οὐκ ἐκβέβηκε τὸ εἰκὸς ὁ λόγος αὐτοῖς; οὐκ ἔξω φέρεται σκοποῦ, καὶ ὡς τῆς ἀληθείας ὁλοτρόπως ἡμαρτηκώς, γελῷτο ἂν ἐνδίκως; Β. Ἄνθρωπος, φησίν, ὁ τοῦ Θεοῦ Λόγος ὠνόμασται κατὰ τοιόνδε τινὰ τρόπον. Ὥσπερ γὰρ ὁ παρ᾽ αὐτοῦ ληφθεὶς ἄνθρωπος, ἐγεννήθη μὲν ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, εἴρηται δὲ Ναζωραῖος, διὰ τὸ οἰκῆσαι τὴν Ναζαρέτ, οὕτω καὶ ὁ Θεὸς Λόγος, ἄνθρωπος ὀνομάζεται, διὰ τὸ κατοικῆσαι ἐν ἀνθρώπῳ. Β. Ὦ φρενὸς γραοπρεποῦς, καὶ νοῦ παρειμένου, καὶ βατταρίζειν εἰδότος, καὶ ἕτερον οὐδέν. Ἐκνήψατε, οἱ μεθύοντες, ἐξ οἴνου αὐτῶν, ἐπιφωνείτω τις τοῖς διεναντίας, τί παραβιάζεσθε τἀληθές, καὶ τῶν θείων δογμάτων τὴν δύναμιν παρευθύνοντες, ἔξω φέρεσθε τρίβου τῆς βασιλικῆς; Γέγονε γὰρ, ὡς ἔοικεν, οὐχ ἄνθρωπος ἔτι μὲν σὰρξ ὁ Λόγος κατὰ τὰς Γραφάς, ἀλλ᾽ ἀνθρωποπολίτης δὲ μᾶλλον, καὶ ἦν ἀκόλουθον αὐτὸν ἀνθρωπαῖον μᾶλλον, οὐκ ἄνθρωπον ὀνομάζεσθαι, καθάπερ ἀμέλει καὶ ὁ κατοικήσας τὴν Ναζαρέτ, Ναζωραῖος ὠνόμασται, καὶ οὐ Ναζαρέτ. Εἴργει δὲ, οἶμαι, παντελῶς οὐδέν, εἴπερ εὖ ἔχειν οἴονται τὸ σφίσιν αὐτοῖς ἀσυνέτως ἐξευρημένον, ἄνθρωπον ὀνομάζεσθαι σὺν Υἱῷ τὸν Πατέρα καὶ προσέτι τὸ Πνεῦμα τὸ ἅγιον. Κατοικεῖ γὰρ ἐν ἡμῖν διὰ τοῦ Πνεύματος, τῆς ἁγίας τε καὶ ὁμοουσίου Τριάδος τὸ πλήρωμα. Καὶ γοῦν ὁ Παῦλός φησιν· «Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ κατοικεῖ ἐν ὑμῖν;» Καὶ μὴν καὶ αὐτὸς ὁ Χριστός, «Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν, καὶ ἐλευσόμεθα, καὶ μονὴν παρ᾽ αὐτῷ ποιησόμεθα.»
col. 971–972page 477 of 677
PG 130:971Ἀλλ' εἴρηται μὲν οὐδαμῶς ἄνθρωπος ὁ Πατήρ, οὔτε μὴν τὸ Πνεῦμα τὸ ἅγιον, διὰ τὸ κατοικεῖν ἐν ἡμῖν· Γελῶσι δὲ οὗτοι τῆς ἐνανθρωπήσεως τὸ μυστήριον, περιτρέποντες εἰς τὸ ἀπηχὲς τὰ οὕτως ὀρθὰ καὶ ἀξιάκουστα τῆς Ἐκκλησίας δόγματα. Πλὴν οὕτω πάλιν ἡμῖν κατὰ ῥοῦν ὁ λόγος, τοῖς ἐκείνων ἐμετοῖς τὸ χαίρειν εἰπών. Εἰ γὰρ, ἐπείπερ ἦν ὁ Λόγος ἐν αὐτῷ, σημείων γέγονεν ἀποτελεστής, ἕνα που τάχα τῶν ἁγίων προφητῶν φασιν αὐτόν. Ἐνήργηκε γὰρ διὰ χειρὸς ἁγίων τὰς θεοσημίας. Εἰ δὲ ἐν τούτοις εἶναίφασι τὸν Υἱόν, ἐν προφητικοῖς αὐτὸν ἤγουν ἀποστολικοῖς κατακομίζουσι μέτροις. Β. Οὐ γὰρ εἴρηται, φασί, προφήτης καὶ ἀπόστολος; οὐκ ἂν διαψεύσαιο. Α. Ὁ Μωσῆς μὲν ἔφη τοῖς ἐξ αἵματος Ἰσραήλ· «Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ.» Γέγραφε δὲ καὶ θεσπέσιος Παῦλος· «Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν.» Ὥσπερ δὲ Θεὸς ὢν φύσει καὶ Κύριος ἀληθῶς, ἔλαβε δούλου μορφήν, καὶ ἐν αὐτῇ γεγονώς, καὶ ἐν προσλήψει τῶν καθ' ἡμᾶς, οὕτω καὶ τῆς προφητείας τὸ Πνεῦμα διδούς, καὶ ἀποστόλους ἀναδεικνύς, καὶ καθιστὰς ἱερουργούς, ὡμοιώθη κατὰ πάντα τοῖς ἀδελφοῖς· ὠνομάσθη γὰρ οὕτω, καὶ προφήτης, καὶ ἀπόστολος, καὶ ἀρχιερεύς. Β. Ἀλλ' εἰ καὶ δοῖεν αὐτὸν εἶναι προφήτην, οὐχ ὡς ἕνα τῶν προφητῶν γενέσθαι φασίν, ὑπερκεῖσθαι δὲ μᾶλλον πολὺ τὰ ἐκείνων. Οἱ μὲν γάρ, μεμετρημένην κατὰ τὸ τῷ Θεῷ δοκοῦν ἐσχήκασι χάριν, καὶ ἐν χρόνῳ προσγενομένην αὐτοῖς· ὁ δὲ πλήρης ἦν τῆς θεότητος, καὶ ἐξ αὐτῆς εὐθὺς τῆς γεννήσεως· συνῆν γὰρ αὐτῷ Θεὸς ὢν ὁ Λόγος. Α. Οὐκοῦν ἐν ποσότητι χάριτος, καὶ ἐν μήκει καιροῦ πεπλεονέκτηκεν ὁ Χριστός, τοὺς πρὸ αὐτοῦ γεγονότας ἁγίους προφήτας, καὶ τοῦτό ἐστιν ἐν αὐτῷ τὸ ἐξαίρετον. Πρόκειται δὲ πολυπραγμονεῖν, εἰ προφήτης ὅλως, καὶ οὔτι που τὸ μᾶλλον ἢ τὸ μεῖον ἔχων, ἢ καὶ ὑπερκείμενος, ὡς ἔν γε τῷ εἶναι προφήτην, καὶ τῷ μὴ πέρα μέτρου τοῦ καθ' ἡμᾶς, τὸ σμικροπρεπὲς ἐστιν αὐτῷ, κἂν εἰ ἀπαρχῆς νοοῖτο τοῦτο ὑπάρχων, καθάπερ ἀμέλει καὶ ὁ θαυμάσιος Βαπτιστής, περὶ οὗ φησιν ὁ μακάριος ἄγγελος· «Καὶ Πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ.» Εἶτα πῶς ὁ μὲν ἦν οἰκέτης, ὁ δὲ τοῖς δεσποτικοῖς ἀξιώμασιν ἐναβρύνεται; Καὶ ἑαυτοῦ μὲν πέρι, φησὶν ὁ μακάριος Ἰωάννης· «Ὁ ὢν ἐκ τῆς γῆς, ἐκ τῆς γῆς λαλεῖ.» Περὶ δέ γε τοῦ Ἐμμανουήλ· «Ὁ ἄνωθεν ἐρχόμενος, ἐπάνω πάντων ἐστί.» Β. Καίτοι φαῖεν ἂν ἴσως, ἄνωθέν τε εἶναι, καὶ μὴν καὶ ἐπάνω πάντων, τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Λόγον, δεδίασι δὲ προσνέμειν αὐτῷ τὰ ἀνθρώπινα, μὴ ἄρα πως ἀδικοῖτο δι' αὐτῶν, καὶ κατακομίζοιτο πρὸς τὸ δυσκλεές. Ταύτῃ τοι διατείνονται λαβεῖν αὐτὸν ἄνθρωπον, ἑαυτῷ τε τοῦτον συνάψαι, περὶ ὃν ἂν γένοιτό τε καὶ λέγοιτο τὰ ἀνθρώπινα. Ἔσται δὲ ὅλως εἰς τὴν αὐτοῦ τοῦ Λόγου φύσιν, τὸ βλάβος οὐδέν. Φασὶ τοιγαροῦν, Χριστὸν ἡγιάσθαι παρὰ τοῦ Πατρός,
col. 973–974page 478 of 677
PG 130:973τρός· γέγραπται γάρ, ὅτι καὶ Ἐμαρτύρησεν Ἰωάννης λέγων· ὅτι Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ' αὐτόν, κἀγὼ οὐκ εἶδον αὐτόν, ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν τῷ Πνεύματι τῷ ἁγίῳ. Κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Γέγραφε δὲ καὶ ὁ Παῦλος περὶ αὐτοῦ· Ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες. Ἁγιασθείη γὰρ ἥκιστά γε Θεὸς ὢν ὁ Λόγος καὶ ἅγιος κατὰ φύσιν. Λείπεται δὴ οὖν ἡγιάσθαι λέγειν τὸν ληφθέντα παρ' αὐτοῦ κατὰ συνάφειαν ἄνθρωπον. Α. Εἶτα πῶς ὁ βεβαπτισμένος, καὶ τὴν ἐμφανῆ τοῦ Πνεύματος λαβὼν καταφοίτησιν, ἐν ἁγίῳ βαπτίζει Πνεύματι, καὶ τὰ μόνῃ πρέποντα καὶ ἐοικότα τῇ θείᾳ φύσει πληροῖ; Χορηγὸς γάρ ἐστιν ἁγιασμοῦ, καὶ τοῦτο δεικνύς, ὡς ἴδιον ἀγαθὸν ὁ ἐνανθρωπήσας Λόγος, σωματικῶς ἐνέφυσε τοῖς ἁγίοις ἀποστόλοις λέγων· Λάβετε Πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται· ἄν τινων κρατῆτε, κεκράτηνται. Πῶς δὲ τὸν ἡγιασμένον ἐναργέστατα καταδεικνὺς ὁ θεσπέσιος Βαπτιστής, μεμαρτύρηκεν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, μοναδικῶς καὶ ἐνάρθρως; Ἔδει γὰρ ὄντα τῆς ὑφ' ἡλίῳ μυσταγωγόν, εἴ πού τι ἕτερον ὄντα παρά γε τὸν ἀληθῶς Υἱὸν ἠπίστατο, κατασημᾶναι τὸ ἀληθές, λέγοντα σαφῶς, Οὗτός ἐστιν ὁ κατὰ συνάφειαν τὴν πρὸς τὸν φύσει καὶ ἀληθῶς Υἱόν, θέσει τε καὶ χάριτι γεγονὼς Υἱός· ἀλλ' οὐδὲν μὲν ἔφη τοιοῦτον, ἕνα δὲ καὶ τὸν αὐτὸν ὄντα γινώσκων, καὶ ἐκ Θεοῦ Πατρὸς Λόγον, καὶ ἐκ σπέρματος τοῦ Δαβὶδ κατὰ σάρκα, ἁγιασθῆναι μέν φησι, καθό ἄνθρωπος, ἁγιάζειν δὲ αὖ, καθὸ νοεῖται Θεός. Ἦν γάρ, ὡς ἔφην, ἐν αὐτῷ τοῦτο κἀκεῖνο. Εἰ μὲν οὖν οὐ γέγονεν ἄνθρωπος, εἰ μὴ γεγέννηται κατὰ σάρκα ἐκ γυναικός, ἀποσοβοῦμεν αὐτοῦ τὰ ἀνθρώπινα. Εἰ δὲ ἀληθές, ὅτι καθεὶς ἑαυτὸν εἰς κένωσιν γέγονε καθ' ἡμᾶς, ἀνθότου τὰ δι' ὧν ἂν νοοῖτο κεκενωμένος, ἀφιστᾶσιν αὐτοῦ, τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ εὐτεχνὲς ἀβουλότατα παραλύοντες. Β. Ἐὰν οὖν λέγηται, καὶ δόξαν λαβεῖν, καὶ γενέσθαι Κύριος, ὑψωθῆναι τε παρὰ τοῦ Πατρός, στῆναι δὲ καὶ βασιλεύς, ἀνάψεις ἄρα καὶ ταῦτα τῷ Θεῷ Λόγῳ, καὶ οὐ πάντη τε καὶ πάντως ἀδικήσεις αὐτοῦ τὴν δόξαν; Α. Ὅτι μὲν οὖν, δόξης τε καὶ βασιλείας καὶ κυριότητος ἀληθοῦς, ἡ τοῦ Θεοῦ Λόγου μεμέστωται φύσις, πῶς ἂν ἐνδοιάσειέ τις; ἀραρότως δὲ ὅτι καὶ ἐν ὑψώμασι νοεῖται τοῖς θεοπρεπεστάτοις· ἐπειδὴ δὲ πέφηνεν ἄνθρωπος, ᾧ πάντα ἐστὶ δοτὰ καὶ εἰσκεκριμένα, ταύτῃ τοι πλήρης ὑπάρχων καὶ ἐξ ἰδίου πληρώματος πᾶσι διδούς, ἀνθρωπίνως δέχεται, τὴν ἡμῶν πτωχείαν οἰκειούμενος, καὶ ἦν ἀηθές τε καὶ ξένον ἐν Χριστῷ τὸ παράδοξον, ἐν οἰκετικῇ μορφῇ, κυριότης,
col. 975–976page 479 of 677
PG 130:975ἐν ἀνθρωπίνῃ σμικροπρεπείᾳ, δόξα θεοπρεπής, καὶ βασιλείας αὐχήμασιν ἐστεφανωμένον, τὸ ὑπὸ ζυγίοις τό γε ἧκον εἰς ἀνθρωπότητος μέτρον, καὶ ἐν ὑπερτάταις ὑπεροχαῖς, τὸ ταπεινόν. Γέγονε γὰρ ἄνθρωπος Μονογενῆς, οὐχ ἵνα τοῖς τῆς κενώσεως ἐναπομείνῃ μέτροις, ἀλλ᾽ ἵνα λαβὼν σὺν αὐτῇ τὰ αὐτῆς, θεὸς ὢν φύσει, καὶ οὕτω γνωρίζηται, καὶ τὴν τοῦ ἀνθρώπου κατασεμνύνῃ φύσιν ἐφ' ἑαυτῷ, μέτοχον αὐτὴν ἀποφήνας ἱερῶν καὶ θείων ἀξιωμάτων· εὑρήσομεν δὲ καὶ αὐτοὺς τοὺς ἁγίους, δόξαν ὀνομάζοντας τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ μέντοι καὶ βασιλέα, καὶ προσέτι Κύριον, τὸν Υἱόν, καὶ ὅτε γέγονεν ἄνθρωπος. Ἡσαΐας μὲν γὰρ ὧδέ πη φησίν· «Ὃν τρόπον ἐὰν ἄνθρωπος καλαμᾶται ἐλαίαν, οὕτω καλαμήσονται αὐτοὺς, καὶ ἐὰν παύσηται ὁ τρυγητός, οὗτοι φωνῇ βοήσονται· καὶ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς, εὐφρανθήσονται ἅμα τῇ δόξῃ Κυρίου.» Καὶ πάλιν ἕτερος τῶν ἁγίων, «Φωτίζου, φησίν, Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. Ἰδοὺ σκότος καὶ γνόφος καλύψει γῆν, ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ δόξα Κυρίου ἐπὶ σὲ ὀφθήσεται.» Ἰάκωβος γὰ μὴν ὁ αὐτοῦ μαθητής, «Ἀδελφοί, φησί, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης.» Πέτρος δὲ αὖ ὁ θεσπέσιος, «Εἰ ὀνειδίζεσθε ἐν Χριστῷ, μακάριοι ἐστε τῆς δόξης, καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ἐφ' ὑμᾶς ἀναπέπαυται.» Ἅλις μὲν δὴ τῶν τοιούτων ἡμῖν, ὦ γενναῖε. Φράζε δὲ ὅπως πρὸς ἡμῶν νοεῖσθαι πρέπει τὸ περὶ Χριστοῦ γεγραμμένον, «ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὢν Υἱός, ἔμαθεν ἀφ᾽ ὧν ἔπαθε, τὴν ὑπακοήν, καὶ τελειωθείς, ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας ἀκαταλύτου·» προσαποίτω δὲ κἀκεῖνο οἷς ἔφην, τό, «Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» Ἀπεοικότα γὰρ εἶναί φασι τὰ τοιάδε τῷ Θεῷ Λόγῳ, καὶ ἡττῆσθαι πολὺ τῆς ἐνούσης ὑπεροχῆς αὐτῷ φαίην ἄν. Δ. Ἴσμεν καὶ αὐτὸς ἐγώ, μὴ ἂν ἁρμόσαι ταυτί τῷ ἐκ Θεοῦ Πατρὸς φύντι Λόγῳ, ἐξωσθέντος τοῦ τρόπου τῆς οἰκονομίας, καὶ οὐκ εἰσδεχθέντος πρὸς ἡμῶν τοῦ, ὅτι γέγονε σὰρξ κατὰ τὰς Γραφάς. Ἐπειδὴ δὲ πρὸς τοῦτο διερηρείσμεθα, καὶ τὸ ἐνδοιάζειν ὅλως δυσσεβείας ἔχει γνώρισμα, φέρε τῆς οἰκονομίας τὸ βάθος, ὡς ἔνι, κατασκεπτώμεθα. Ἐπεφάνη τοίνυν ἡμῖν ἐν εἴδει τῷ καθ᾿ ἡμᾶς ὁ ἐκ Θεοῦ Πατρός Λόγος, κατὰ μυρίους ὅσους ὀνήσων τρόπους τὰ ἀνθρώπινα, καὶ καταδείξων εὖ μάλα τὴν εἰς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων ἀποκομίζουσαν τρίβον. Ἦν οὖν ἀναγκαῖον ἀναμαθεῖν, πειρασμοῦ καταθέοντος τοὺς τῆς εἰς Θεὸν ἀγάπης ἕνεκα κινδυνεύοντας, ὁποίους τινὰς εἶναι χρὴ τοὺς τὴν εὐκλεᾶ καὶ ἐξαίρετον πολιτείαν καὶ ζωὴν κατορθοῦν ᾑρημένους
col. 977–978page 480 of 677
PG 130:977νους, πότερα μεθιεμένους καὶ ἀναπίπτοντας εἰς τὸ ῥᾴθυμον, καὶ οὐκ ἐν καιρῷ τρυφῶντας καὶ εὐρυνομένους εἰς εὐθυμίαν, ἢ συντεινομένους εἰς λιτὰς, καὶ δεδακρυμένους ὁρᾶσθαι τῷ σώζοντι, καὶ τὴν παρ' αὐτοῦ διψῶντας ἐπικουρίαν, καὶ μέντοι καὶ εὐανδρίαν, εἴπερ ἔλοιτο καὶ παθεῖν ἡμᾶς. Ἔδει τε πρὸς τούτοις εἰδέναι χρησίμως, ὅποι ποτὲ ἄρα τὸ τῆς ὑπακοῆς διέξεισι πέρας, καὶ διὰ ποίων ἔρχεται γερῶν, ὅπος τε καὶ οἷος τῆς ὑπομονῆς ὁ μισθός. Γέγονε τοίνυν ὑποτύπωσις τῶν τοιούτων ἡμῖν ὁ Χριστὸς, καὶ πρός γε τοῦτο ἡμᾶς ἐμπεδοῖ λέγων ὁ θεσπέσιος Πέτρος· Ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομένετε; Ἀλλ' εἰ ἀγαθοποιοῦντες ὑπομένετε, τοῦτο χάρις παρὰ Θεῷ, ὅτι καὶ Χριστὸς ἀπέθανεν ὑπὲρ ὑμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν, ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ. Οὐκ οὖν, οὐ γυμνὴς ὢν ἔτι καὶ τῶν τῆς κενώσεως ἀμέτοχος τρόπων ὁ τοῦ Θεοῦ Λόγος, ἀλλ' ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ γέγονεν ἡμῖν ὑπογραμμός, ἅτε καὶ ἀνεπιπλήκτως ἐξὸν αὐτῷ τοῖς τῆς ἀνθρωπότητος χρῆσθαι μέτροις, καὶ ἀνατεῖναι λιτὴν, καὶ καταστάξαι δάκρυον, καὶ δοκεῖν ἤδη πως καὶ δεῖσθαι τοῦ σώζοντος, καὶ μανθάνειν τὴν ὑπακοήν, καίπερ ὄντα Υἱόν. Κατατέθηκε γὰρ ὥσπερ τὸ μυστήριον ὁ πνευματοφόρος, ὅτι φύσει τε καὶ ἀληθῶς ὑπάρχων Υἱός, καὶ τοῖς τῆς θεότητος αὐχήμασιν ἐμπρεπής, καθῆκεν ἑαυτὸν εἰς ταπείνωσιν, ὡς τῆς ἀνθρωπίνης πτωχείας ὑπελθεῖν τὸ σμικροπρεπές. Ἀλλ' ἦν εἰς ἡμᾶς, ὡς ἔφην, ὁ τοῦ πράγματος τύπος, καλὸς καὶ ὠφελιμοφόρος· ὡς τό τοι μὴ χρῆναι διάττειν ἡμᾶς εἰς ἑτέραν ὁδὸν, καὶ οὐ καλοῦντος εἰς εὐανδρίαν, ἀναμάθοι τις ἂν ἐντεῦθεν, καὶ ῥᾷστά γε δή. Καὶ γοῦν ἔφη Χριστός, ποτὲ μὲν, ὅτι· Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτιννύντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ· ποτὲ δὲ αὖ· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν ἑαυτοῦ, καὶ ἀκολουθείτω μοι. Τὸ δὲ δεῖν οἴεσθαι κατακολουθεῖν αὐτῷ, τί ἂν ἕτερον εἴη παρά γε τὸ χρῆναι κατανδρίζεσθαι πειρασμῶν, μετὰ τοῦ τὴν ἄνωθεν ἐπικουρίαν αἰτεῖν, οὐκ ἀτημελῶς τε καὶ παρειμένως, κεχρημένους δὲ μᾶλλον λιταῖς ταῖς ἐκτενεστάταις καὶ καθιέντας ὀμμάτων τὸ ἐξ εὐλαβείας δάκρυον; Τοῦ αὐτοῦ ἐκ τῶν περὶ τῆς ἑνώσεως Σχολίων. Τὸ τῆς ἑνώσεως χρῆμα κατὰ πολλοὺς ἐπιτελεῖται τρόπους· διῃρημένοι γάρ τινες κατὰ διάθεσιν καὶ γνώμην, καὶ διχονοοῦντες πρὸς ἀλλήλους, ἐνοῦσθαι λέγονται κατὰ σύμβασιν φιλικὴν, ἐκ μέσου ποιοῦντες τὰς διαφοράς· ἐνοῦσθαι δέ φαμεν καὶ τὰ ἀλλήλοις κολλώμενα, ἤγουν συνηνεγμένα καθ' ἑτέρους τρόπους, ἢ κατὰ παράθεσιν, ἢ μίξιν, ἢ κρᾶσιν· ὅταν οὖν ἐνοῦσθαι λέγομεν τῇ καθ' ἡμᾶς φύσει τὸν τοῦ Θεοῦ Λόγον, κρείττων ὁρᾶται τῆς ἀνθρώπου διανοίας ὁ τῆς ἐνώσεως τρόπος· οὐ γάρ τοι καθ' ἕνα τῶν εἰρημένων ἐστίν· ἀπόρρητος δὲ παντελῶς, καὶ οὐδενὶ τάχα τῶν ὄντων διεγνωσμένος, πλὴν ὅτι μόνῳ τῷ πάντα εἰδότι Θεῷ.
col. 979–980page 481 of 677
PG 130:979Καὶ θαυμαστὸν οὐδὲν, εἰ τῶν τοιούτων ἐννοιῶν ἡττώμεθα· ὅτε τὰ καθ' ἡμᾶς αὐτοὺς ὅπως ἂν ἔχοι διερευνώμενοι, τῆς ἐνούσης ἡμῖν διανοίας ἐπέκεινα τὴν κατάληψιν ὁμολογοῦμεν ὑπάρχειν. Τίνα γὰρ τρόπον γνῶσθαι νοοῦμεν τὴν τοῦ ἀνθρώπου ψυχὴν τῷ ἰδίῳ σώματι; Τίς δ᾽ ὁ φράσαι δυνάμενος; Εἰ δὲ χρὴ μικρὰ καὶ μόλις ἐννοεῖν εἰωθότας, καὶ λαλεῖν ἰσχύοντας, τῶν οὕτως ἰσχνῶν, καὶ ὑπὲρ νοῦν καὶ λόγον πραγμάτων κατατεκμήρασθαι, φαμέν, ὅτι πρέπει ἂν ἐννοεῖν· μείων δὲ πάντως τῆς ἀληθείας ὁ λόγος· τοιαύτην εἶναι τὴν ἕνωσιν τοῦ Ἐμμανουήλ, ὁποίαν περ ἂν λογίσαιτό τις καὶ τὴν [ἴσ. τῆς τοῦ ἀνθρ. ψυχῆς] τοῦ ἀνθρώπου ψυχὴν πρὸς τὸ ἴδιον σῶμα. Οἰκειοῦται γὰρ ἡ ψυχὴ τὰ τοῦ σώματος, καίτοι κατὰ φύσιν ἀμέτοχος οὖσα τῶν αὐτοῦ παθῶν φυσικῶν τε ἅμα καὶ τῶν ἔξωθεν ἐπαγομένων. Κινεῖται μὲν γὰρ εἰς ὀρέξεις τὸ σῶμα φυσικάς, καὶ συναισθάνεται διὰ τὴν ἕνωσιν ἡ ἐνοῦσα ψυχή· συμμετάσχει δὲ κατ' οὐδένα τρόπον· οἴεταί γε μὴν ἰδίαν ἀπόλαυσιν εἶναι τὸ τῆς ὀρέξεως ἀποτέλεσμα· κἂν εἰ καταξαίνοιτο τυχὸν τὸ σῶμα, καὶ σιδήρῳ καταξαίνοιτο συναλγεῖ μέν, ὡς ἰδίου πάσχοντος σώματος· αὐτή γε μὴν εἰς ἰδίαν φύσιν οὐκ ἄν τι πάθοι τῶν ἐπενηνεγμένων. Πλὴν καὶ ὑπὲρ τοῦτό φαμεν ἐπὶ τοῦ Ἐμμανουὴλ τὴν ἕνωσιν. Ἓν μὲν γὰρ ἀναγκαῖον, τῷ ἰδίῳ σώματι συναλγεῖν τὴν ἐνωθεῖσαν ψυχήν· ἵνα φεύγουσα τὰς αἰκίας, εὐήνιον ὑποφέροι τῷ Θεῷ τὸν αὐχένα. Ἐπὶ δέ γε τοῦ Θεοῦ Λόγου τὸ συναισθάνεσθαι τῶν αἰκιῶν ἄτοπον εἰπεῖν· ἀπαθὲς γὰρ τὸ θεῖον, καὶ οὐκ ἔν γε τοῖς καθ᾿ ἡμᾶς· ἀλλ᾽ ἤνωτο μὲν σαρκί, ψυχὴν ἐχούσῃ τὴν λογικήν· πασχούσης δὲ αὐτῆς, ἀπαθῶς ἦν ἐν εἰδήσει τῶν εἰς αὐτὴν γινομένων· καὶ ἠφάνιζε μὲν ὁ Θεὸς τὰς τῆς σαρκὸς ἀσθενείας, ᾠκειοῦτό γε μὴν αὐτὰς ὡς ἰδίου σώματος· οὕτω καὶ πεινῆσαι λέγεται καὶ καμεῖν, καὶ παθεῖν ὑπὲρ ἡμῶν. Οὐκοῦν παρεικάζοιτο ἂν ἡ ἕνωσις τοῦ λόγου πρὸς τὸ ἀνθρώπινον οὐκ ἀπὸ σκοποῦ τοῖς καθ' ἡμᾶς. Ὥσπερ γὰρ ἑτεροφυὲς μὲν τὸ σῶμα πρὸς τὴν ψυχήν, εἷς γε μὴν ἐξ ἀμφοῖν ἄνθρωπος ἀποτελεῖται καὶ λέγεται· οὕτω καὶ ἐκ τελείας ὑποστάσεως τοῦ Θεοῦ λόγου, καὶ μὴν καὶ ἐξ ἀνθρωπότητος τελείως ἐχούσης κατὰ τὸν ἴδιον λόγον, εἷς ὁ Χριστός, ὁ αὐτὸς ὑπάρχων ἐν ταὐτῷ Θεός τε ὁμοῦ καὶ ἄνθρωπος. Καὶ οἰκειοῦται μὲν ὁ Λόγος, ὡς ἔφην, τὰ τῆς ἰδίας σαρκός, ὅτι καὶ αὐτοῦ τὸ σῶμα, καὶ οὐχ ἑτέρου· κοινοποιεῖται δὲ ὥσπερ τῇ ἰδίᾳ σαρκὶ τῆς ἐνούσης αὐτῷ θεοπρεποῦς δυνάμεως τὴν ἐνέργειαν· ὥστε δύνασθαι καὶ ζωοποιεῖν τοὺς νεκρούς, καὶ ἰᾶσθαι τοὺς ἐν ἀσθενείαις. Εἰ δὲ χρή, καὶ τοῖς ἐκ τῆς θεοπνεύστου Γραφῆς παραδείγμασι κεχρημένους, καθάπερ ἐν τύποις τὴν τῆς ἑνώσεως καταδεῖξαι τρόπον, φέρε λέγωμεν. Ὁ μακάριος Ἡσαΐας, «Ἀπεστάλη, φησί, πρός με ἓν τῶν Σεραφίμ· καὶ ἐν τῇ χειρὶ εἶχεν ἄνθρακα, ὃν λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου· καὶ ἦλθε πρός με, καὶ ἥψατο τῶν χειλέων μου, καὶ εἶπεν· ὁ ἥματο
col. 981–982page 482 of 677
PG 130:981τοῦτο τῶν χειλέων σου, καὶ ἀφελεῖ τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ. Φαμὲν δὲ τὸν ἄνθρακα τύπον ἡμῖν καὶ εἰκόνα πληροῦν τοῦ ἐνανθρωπήσαντος Λόγου· ὃς, εἴπερ ἅψαιτο τῶν χειλέων ἡμῶν, τοῦτ' ἔστιν, ὅταν τὴν εἰς αὐτὸν ὁμολογήσωμεν πίστιν, τότε καὶ ἀπάσης ἁμαρτίας ἀποφαίνει καθαρούς, καὶ τῶν ἀρχαίων αἰτισμάτων ἐλευθεροῖ. Πλὴν ἔστιν ἰδεῖν, ὡς ἐν εἰκόνι τὸν ἄνθρακα [τῷ ἄνθρακι], ἑνωθέντα μὲν τῇ ἀνθρωπότητι τὸν τοῦ Θεοῦ Λόγον, οὐ μὴν ἀποβεβληκότα τὸ εἶναι ὃ ἐστι, μεταστοιχειώσαντι [μεταστοιχειώσαντα] δὲ μᾶλλον τὸ ληφθέν, ἤγουν ἑνωθέν, εἰς τὴν ἑαυτοῦ δόξαν τε καὶ ἐνέργειαν. Ὅνπερ γὰρ τρόπον τὸ πῦρ ὁμιλῆσαν ξύλῳ, καὶ εἰσδεδυκὸς αὐτό, καταδράττεται μὲν αὐτοῦ, καὶ οὐκ ἐξίστησι μὲν τοῦ εἶναι ξύλον, μεθίστησι δὲ μᾶλλον εἰς τὴν τοῦ πυρὸς ὄψιν τε καὶ δύναμιν, καὶ πᾶν αὐτῷ τὸ ἴδιον ἐνεργάζεται, καὶ ὡς ἂν ἤδη λελόγισται μετ' αὐτοῦ· οὕτω νοήσῃς καὶ ἐπὶ Χριστοῦ. Ἑνωθεὶς γὰρ ἀπορρήτως ἀνθρωπότητι Θεός, τετήρηκε μὲν αὐτὴν τοῦθ' ὅπερ εἶναι φαμεν μεμένηκε δὲ καὶ αὐτὸς ὅπερ ἦν· ἑνωθεὶς δὲ ἅπαξ, ὡς εἷς λελόγισται μετ' αὐτῆς, οἰκειούμενος μὲν τὰ αὐτῆς, ἐμποιήσας δὲ καὶ αὐτὸς αὐτῇ τῆς ἰδίας φύσεως τὴν ἐνέργειαν. Τοῦ αὐτοῦ ἐκ τῆς περὶ ἑνὸς Υἱοῦ ὁμιλίας. Ὑπὸ κατάραν ἐσμεν οἱ εἰς Χριστὸν πιστεύσαντες, εἰ μὴ φύσει τε καὶ ἀληθῶς ἐστι Θεὸς ὁ ἐκ Παρθένου γεννηθείς. Ἔφη γάρ που περὶ αὐτοῦ ὁ προφήτης Ἠσαΐας· Καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι. Πῶς οὖν ἐπ' αὐτῷ τὰς ἐλπίδας ἔχοντες οὐκ ἐσμὲν ἐπάρατοι, εἴπερ ἐστὶν ἀληθὴς ὁ προφήτης Ἱερεμίας λέγων, Ἐπικατάρατος, ὅστις τὴν ἐλπίδα ἐπ' ἄνθρωπον ἔχει; Ἀλλ' οὐκ ἐπ' ἀνθρώπῳ τὰς ἐλπίδας ἐσχήκαμεν οἱ εἰς Χριστὸν πιστεύσαντες. Θεὸς ἄρα ἐστὶν εἷς καὶ μόνος, καὶ κατὰ ἀλήθειαν Υἱὸς καὶ πρὸ σαρκὸς, καὶ μετὰ σαρκός, ὃς ἔποχος ὢν τῷ πώλῳ, κατὰ τὴν τῶν Εὐαγγελίων πίστιν, ἀνέβαινεν εἰς Ἱεροσόλυμα. Εἶτα προϋπήντων εὐφημοῦντα μειράκια, καὶ δὴ καὶ ἔφασκον· Ὡσαννὰ τῷ Υἱῷ Δαβίδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Πρὸς ταύτην τὴν τῶν παίδων φωνὴν ἠγανάκτουν οἱ Φαρισαῖοι. Ἐπειδὴ γὰρ ὁρώμενος ἄνθρωπος τὴν θεῷ τρέπουσαν ὑμνολογίαν ἐδέχετο, προσῄεσαν οἱ θρασεῖς μονονουχὶ διαμαρτυρόμενοί τε καὶ λέγοντες, Οὐκ ἀκούεις τί οὗτοι λέγουσι; μονονουχί γάρ φασιν, Ἄνθρωπος ὢν, ἀνέχῃ δοξολογούμενος, καὶ ὡς Θεὸς ὑμνούμενος. Καὶ τί πρὸς ταῦτα Χριστός; Ἠγανάκτησεν ἄρα κατὰ τῶν παίδων; ἀπεσείσατο τὴν δοξολογίαν; ἐπετίμησε τοῖς εὐφημοῦσιν αὐτὸν ὡς Θεόν; Οὐδαμῶς. Ἔφη γὰρ μᾶλλον πρὸς τοὺς φιλεγκλήμονας· Οὐκ ἀνέγνωτε, ὅτι Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; Ἀμὴν λέγω ὑμῖν, ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται. Ὁρᾷς ὅπως προσμεμαρτύρηκεν ἑαυτῷ τὴν τῆς θεότητος δόξαν ὁ ἐποχούμενος τῷ πώλῳ, καὶ κατὰ σάρκα Υἱὸς Δαβίδ; Ἀλλ' οὐκ ἦν δόξης ἀλ
col. 983–984page 483 of 677
PG 130:983ἀλοτρίας κοινωνός, ὡς αὐτοί φασιν. Ἀλλ' οὐδ' ἕτερος παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ὡς Υἱὸς κατὰ μόνας, διὰ τοῦτο καὶ Θεὸς, καὶ Κύριος, καὶ Ὕψιστος ὀνομάζεται καὶ διὰ τῆς ἀγγέλων φωνῆς. Καὶ γοῦν ὁ μακάριος Γαβριὴλ τὴν Ἰωάννου γέννησιν εὐαγγελιζόμενος, καὶ τὴν ἐσομένην αὐτοῦ διακονίαν ἐναργῆ καθιστάς, τῷ Ζαχαρίᾳ φησίν, ὅτι Πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται, καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν. Πῶς οὖν ἐπέστρεφεν ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν τοὺς υἱοὺς Ἰσραήλ; Εὐηγγελίζετο γὰρ αὐτοῖς λέγων· Ὀπίσω μου ἔρχεται ἀνήρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτος μου ἦν. Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν, Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον ἐξ οὐρανοῦ, καὶ μένον ἐπ' αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ. Κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Οὐκ εἶπε, Μετὰ τούτου ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ, ἀλλ' οὐδ', Ἐν τούτῳ ἐστίν, ἀλλ', Ὅτι οὗτός ἐστιν. Τοῦ αὐτοῦ ἀναθεματισμὸς ς'. Εἴ τις λέγει Θεὸν, ἢ Δεσπότην εἶναι τοῦ Χριστοῦ τὸν τοῦ Θεοῦ Πατρὸς Λόγον, καὶ οὐχὶ δὴ τὸν αὐτὸν μᾶλλον ὁμολογεῖ Θεόν τε ὁμοῦ καὶ ἄνθρωπον, ὡς γεγονότος σαρκὸς τοῦ Λόγου, κατὰ τὰς Γραφάς, ἀνάθεμα ἔστω. Ὁ γὰρ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ εἷς τε καὶ μόνος κατὰ ἀλήθειαν Υἱὸς ὑπάρχων τοῦ Θεοῦ καὶ Πατρός, γέγονε σάρξ, καὶ συγκατάρχει τῶν ὅλων ὁμοῦ τῷ ἰδίῳ γεννήτορι, κάμπτει τε αὐτῷ πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ ἐξομολογεῖται πᾶσα γλῶσσα, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Τοῦ αὐτοῦ ἀναθεματισμὸς ζ'. Εἴ τις φησιν ὡς ἄνθρωπον ἐνεργεῖσθαι ὑπὸ τοῦ Θεοῦ Λόγου τὸν Ἰησοῦν, καὶ τὴν τοῦ Μονογενοῦς ενδοξίαν περιῆφθαι αὐτῷ ὡς ἑτέρῳ παρ' αὐτὸν ὑπάρχοντα, ἀνάθεμα ἔστω. Ὅτε γὰρ τὴν κατὰ σάρκα γέννησιν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ εὐηγγελίζετο τῇ ἁγίᾳ Παρθένῳ ὁ μακάριος Γαβριήλ, Τέξῃ, φησίν, υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Ὠνόμασται δὲ Χριστὸς διὰ τὸ κεχρίσθαι μεθ' ἡμῶν ἀνθρωπίνως. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Νεστόριον ἐπιστολῆς. Οὐ γάρ φαμεν ὅτι ἡ τοῦ Λόγου φύσις μεταποιηθεῖσα γέγονε σάρξ· ἀλλ' οὐδὲ ὅτι εἰς ὅλον ἄνθρωπον μετεβλήθη, τὸν ἐκ ψυχῆς καὶ σώματος· ἐκεῖνο δὲ μᾶλλον, ὅτι σάρκα ἐμψυχωμένην ψυχῇ λογικῇ ἑνώσας ὁ Λόγος ἑαυτῷ καθ' ὑπόστασιν, ἀφράστως τε καὶ ἀπερινοήτως γέγονεν ἄνθρωπος, καὶ κεχρημάτικεν Υἱὸς ἀνθρώπου, οὐ κατὰ θέλησιν μόνην, ἢ εὐδοκίαν· ἀλλ' οὐδὲ ὡς ἐν προσλήψει προσώπου μόνου· καὶ ὅτι διάφοροι μὲν αἱ πρὸς ἑνότητα τὴν ἀληθινὴν συναχθεῖσαι φύσεις· εἷς δὲ ἐξ ἀμφοτέρων Χριστὸς καὶ Υἱός· οὐχ ὡς τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν· ἀποτελεσασῶν δὲ μᾶλλον ἡμῖν τὸν ἕνα Κύριον Ἰησοῦν Χριστὸν καὶ Υἱόν, θεότητός τε καὶ ἀνθρωπότητος, διὰ τῆς ἀφράστου καὶ ἀπορρήτου πρὸς ἑνότητα συνδρομῆς. Οὕτω τε λέγεται, καίτοι πρὸ αἰώνων ἔχων τὴν ὕπαρξιν, καὶ γεννηθεὶς ἐκ Πατρός, γεννηθῆναι καὶ
col. 985–986page 484 of 677
PG 130:985ΤΙΤ. ΧΥ. κατά σάρκα εκ γυναικός, οὐχ ὡς τῆς θείας αὐτοῦ φύ- Λ σεως ἀρχὴν τοῦ εἶναι λαβούσης ἐν τῇ ἁγίᾳ Παρ θένῳ· οὔτε μὴν δεηθείσης αναγκαίως δι' ἑαυτὴν δευ τέρας γεννήσεως, μετὰ τὴν ἐκ Πατρός. Ἔστι γάρ εἰκαιόν τε ὁμοῦ καὶ ἀμαθὲς τὸν ὑπάρχοντα πρὸ παν τῆς αἰῶνος, καὶ συναΐδιον τῷ Πατρὶ, δεῖσθαι λέγειν ἀρχῆς τῆς εἰς τὸ εἶναι δευτέρας. Ἐπειδὴ δὲ δι' ἡμᾶς, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ενώσας ἑαυτῷ καθ᾿ ὑπόστασιν τὸ ἀνθρώπινον, προῆλθεν ἐκ γυναικός, ταύτῃ τοι λέγεται γεννηθῆναι σαρκικῶς. Οὐ γὰρ πρώ τον άνθρωπος ἐγεννήθη κοινὸς ἐκ τῆς ἁγίας παρθένου· εἶθ' οὕτω καταπεφοίτηκεν ἐπ' αὐτὸν ὁ Λόγοςἀλλ' ἐξ αὐτῆς μήτρας ἑνωθεὶς, ὑπομεῖναι λέγεται γέννησιν σαρκικήν, ὡς τῆς ἰδίας σαρκὸς τὴν γέννησιν οἰκειούμενος. Οὕτω φαμὲν αὐτὸν καὶ παθεῖν, καὶ ἀναστῆναι, οὐχ ὡς τοῦ Θεοῦ Λόγου παθόντος εἰς ἰδίαν φύσιν, ἢ πληγάς, ἢ διατρήσεις ἥλων, ήγουν τὰ ἕτερα τῶν τραυμάτων· ἀπαθές γὰρ τὸ θεῖον, ὅτι καὶ ἀσώ ματον· ἐπειδὴ δὲ τὸ γεγονὸς αὐτοῦ ἴδιον σῶμα πέ πονθε ταῦτα, πάλιν αὐτὸς λέγεται παθεῖν ὑπὲρ ἡμῶν. Ην γὰρ ὁ ἀπαθὴς ἐν τῷ πάσχοντι σώματι. Κατὰ τὸν ἴσον δὲ τρόπον, καὶ ἐπὶ τοῦ τεθνάναι νοοῦμεν· ἀθά-; νατος γὰρ κατὰ φύσιν, καὶ ἄφθαρτος, καὶ ζωὴ καὶ ζωοποιός ἐστιν ὁ τοῦ Θεοῦ Λόγος. Ἐπειδὴ δὲ πάλιν τὸ ἴδιον αὐτοῦ σῶμα χάριτι Θεοῦ, καθά φησιν ὁ Παῦ λος, ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, λέγεται παθεῖν αὐτὸς τὸν ὑπὲρ ἡμῶν θάνατον· οὐχ ὡς εἰς πεῖραν ἐλθὼν τοῦ θανάτου, τό γε ἧκον εἰς τὴν αὐτοῦ φύσιν (ἀποπληξία γὰρ τοῦτο λέγειν ἢ φρονεῖν), ἀλλ' ὅτι, καθάπερ ἔφὴν ἀρτίως, ἡ σὰρξ αὐτοῦ ἐγεύσατο θα νάτου. Οὕτω καὶ ἐγηγερμένης αὐτοῦ τῆς σαρκός, πά λιν ἡ ἀνάστασις αὐτοῦ λέγεται· οὐχ ὡς πεσόντος εἰς φθοράν· μὴ γένοιτο· ἀλλ' ὅτι τὸ αὐτοῦ πάλιν ἐγήγερται σῶμα. Οὕτω Χριστὸν ἕνα καὶ Κύριον ὁμολογήσομεν· οὐχ ὡς ἄνθρωπον συμπροσκυνοῦντες τῷ λόγῳ, ἵνα μὴ τομῆς φαντασία παρεισκρίνηται, διὰ τοῦ λέγειν τὸν σύν· ἀλλ' ὡς ἕνα καὶ τὸν αὐτὸν προσκυνοῦντες, ὅτι μὴ ἀλλότριον τοῦ Λόγου τὸ σῶμα αὐτοῦ, μεθ᾽ οὗ καὶ αὐτῷ συνεδρεύει τῷ Πατρί· οὐχ ὡς δύο πάλιν συνεδρευόντων υἱῶν, ἀλλ' ὡς ἑνὸς καθ' ἔνωσιν μετὰ τῆς ἰδίας σαρκός. Ἐὰν δὲ τὴν καθ᾽ ὑπόστασιν Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Εὐλόγιον ἐπιστολῆς. Ἐπιλαμβάνονταί τινες τῆς ἐκθέσεως, ἣν πεποίην. καὶ οἱ ἀνατολικοί, καί φασι, Διατί, φύσεις όνομαζίν των αὐτῶν, ἀνέσχετο καὶ ἐπῄνεσεν ὁ τῆς ᾿Αλεξανδρείας, οἱ δὲ τὰ Νεστορίου φρονοῦντες λέγουσι κἀκεῖνον οὕτω φρονείν, συναρπάζοντες τοὺς οὐκ εἰδότας τὸ ἀκριβές; Χρὴ δὲ τοῖς μεμφομένοις ἐκεῖνα λέγειν, ὅτι οὐ πάντα ὅσα λέγουσιν οἱ αἱρετικοί, φεύ γειν καὶ παραιτεῖσθαι χρή. Πολλὰ γὰρ ὁμολογοῦσιν, ὧν καὶ ἡμεῖς ὁμολογοῦμεν· οἷον Αρειανοὶ ὅταν λέ γωσι τὸν Πατέρα, ὅτι δημιουργός ἐστι τῶν ὅλων καὶ Κύριος, μὴ διὰ τοῦτο φεύγειν ἡμᾶς ἀκόλουθον τὰς τοσαύτας ὁμολογίας. Οὕτω καὶ ἐπὶ Νεστορίου, κἂν
col. 987–988page 485 of 677
PG 130:987δύο φύσεις λέγῃ τὴν διαφορὰν σημαίνων τῆς σαρκός, καὶ τοῦ Θεοῦ Λόγου· ἑτέρα γὰρ ἡ τοῦ Λόγου φύσις, καὶ ἑτέρα ἡ τῆς σαρκός· ἀλλ' οὐκέτι τὴν ἔνωσιν ὁμολογεῖ μεθ' ἡμῶν. Ἡμεῖς γὰρ ἑνώσαντες ταῦτα, ἕνα Χριστόν, ἕνα Κύριον τὸν αὐτὸν ὁμολογοῦμεν, καὶ μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην. Καὶ μετ' ὀλίγα· Οὐ τὸ εἰδέναι τῶν φύσεων τὴν διαφορὰν διατέμνειν ἐστὶν εἰς δύο τὸν ἕνα Χριστόν. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἀκάκιον ἐπιστολῆς. Οὐκοῦν Νεστόριος μὲν ἀναιρεῖ εἰς ἅπαν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τὴν κατὰ σάρκα γέννησιν. Οὐ γὰρ τετέχθαι φησὶν αὐτὸν ἐκ γυναικὸς κατὰ τὰς Γραφάς. Ἔφη γὰρ οὕτω· Τὸ παρελθεῖν τὸν Θεὸν ἐξ αὐτῆς τῆς Χριστοτόκου Παρθένου παρὰ τῆς θείας ἐδιδάχθην Γραφῆς· τὸ δὲ γεννηθῆναι Θεὸν ἐξ αὐτῆςοὐδαμοῦ ἐδιδάχθην. Ἐν ἑτέρᾳ δὲ πάλιν ἐξηγήσει· Οὐδαμοῦ τοίνυν ἡ Γραφὴ Θεὸν ἐκ τῆς Χριστοτόκου Παρθένου λέγει γεγεννῆσθαι, ἀλλὰ Ἰησοῦν Χριστόν, Υἱόν, Κύριον. Ὅτι δὲ ταῦτα λέγων εἰς δύο υἱοὺς μερίζει τὸν ἕνα, καὶ ἕτερον ἰδικῶς φησιν Ἰησοῦν Χριστὸν καὶ Κύριον τὸν ἐκ Θεοῦ Πατρὸς γεννηθέντα Λόγον, ἕτερον δὲ πάλιν ἀνὰ μέρος καὶ ἰδικῶς Υἱόν καὶ Χριστὸν καὶ Κύριον τὸν ἐκ τῆς Παρθένου, πῶς ἂν ἐνδοιάσειέ τις, αὐτοῦ δὲ τοῦτο σαφῶς μονονουχὶ βοῶντος ἐκείνου; Οἱ δὲ κατὰ τὴν Ἀντιόχειαν ἀδελφοὶ Θεοτόκον ὀνομάζουσι τὴν ἁγίαν Παρθένον, καὶ ἕνα φασὶν εἶναι Υἱὸν καὶ Κύριον τέλειον ἐν θεότητι, καὶ τέλειον ἐν ἀνθρωπότητι τὸν αὐτόν, ἅτε δὴ καὶ ἐνεψυχωμένης τῆς σαρκὸς αὐτοῦ ψυχῇ νοερᾷ. Ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Ὑποκρίνεται μὲν ὁ Νεστόριος ὁμολογεῖν, ὅτι καὶ ἐσαρκώθη, καὶ ἐνηνθρώπησεν ὁ τοῦ Θεοῦ Λόγος· τὴν δὲ τοῦ σεσαρκῶσθαι δύναμιν οὐκ εἰδώς, δύο μὲν ὀνομάζει φύσεις, ἀποδιίστησι δὲ ἀλλήλων αὐτάς, Θεὸν ἰδίᾳ τιθείς, καὶ ὁμοίως ἄνθρωπον ἀνὰ μέρος συναφθέντα Θεῷ μετεσχηκότα κατὰ μόνην τὴν ἰσοτιμίαν, ἤγουν αὐθεντίαν. Ἔφη γὰρ οὕτως· Ἀχώριστον τοῦ φαινομένου Θεός· διὰ τοῦτο τοῦ μὴ χωριζομένου τὴν τιμὴν οὐ χωρίζω. Χωρίζω τὰς φύσεις, ἀλλ' ἑνῶ τὴν προσκύνησιν. Οἱ δέ γε κατὰ τὴν Ἀντιόχειαν ἀδελφοὶ τὰ μὲν ἐξ ὧν νοεῖται Χριστός, ψιλαῖς καὶ μόναις ἐννοίαις δεχόμενοι, φύσεων τῶν εἰρήκασι διαφοράν, ὅτι μὴ ταὐτὸν ἐν ποιότητι φυσικῇ θεότης τε καὶ ἀνθρωπότης, ἕνα γε μὴν Υἱόν, Χριστόν, καὶ Κύριον, καὶ ὡς ἑνὸς ὄντος ἀληθῶς, ἓν αὐτοῦ καὶ πρόσωπον εἶναί φασι, μερίζουσι δὲ κατ' οὐδένα τρόπον τὰ ἡνωμένα, οὔτε μὴν φυσικὴν παραδέχονται τὴν διαίρεσιν, καθὰ φρονεῖν ἔδοξε τῷ τῶν ἀθλίων δογμάτων εἰσηγητῇ. Διῃρῆσθαι δὲ κατὰ ῥίζας διατείνονται τὰς ἐπὶ τῷ Κυρίῳ φωνάς, πρέπειν δέ φασιν αὐτὰς οὐ τὰς μὲν Υἱῷ κατὰ μόνας τῷ Θεοῦ Πατρὸς Λόγῳ, τὰς δὲ ἑτέρῳ πάλιν Υἱῷ τῷ ἐκ γυναικός, ἀλλὰ τὰς μὲν τῇ θεότητι αὐτοῦ, τὰς δὲ τῇ αὐτοῦ πάλιν ἀνθρωπότητι. Θεὸς δέ ἐστιν ὁ αὐτὸς καὶ ἄνθρωπος. Εἶναι δέ φασι καὶ ἑτέρας κοινοποιηθείσας τρόπον τινά, καὶ οἷον ἐπ' ἄμφω βλεπούσας, θεότητα λέγω καὶ ἀνθρωπότητα. Οἷον δή τί φημι· αἱ μὲν γὰρ εἰσι τῶν φωνῶν ὅτι μάλιστα θεοπρεπεῖς, αἱ δὲ οὕτω πάλιν ἀνθρωποπρεπεῖς, αἱ δὲ μέσην ἀνέ
col. 989–990page 486 of 677
PG 130:989τάξιν ἐπέχουσιν ἐμφανίζουσαι Υἱὸν Θεοῦ ὄντα, καὶ ἄνθρωπον ὁμοῦ τε καὶ ἐν ταὐτῷ. Καὶ μεθ᾿ ἕτερα· Οὐ γὰρ εἰς τοῦτο προῆλθον ἀποπληξίας, ὡς παρα βάτας ἑαυτοὺς συνιστάνειν ἃ κατέλυσαν ὀρθῶς, οἶκο νομοῦντες ἀβούλως. Εἰ γὰρ ταῖς Νεστορίου συμφέρονται δόξαις, πῶς αὐτὰς ἀναθεματίζουσιν ὡς βεβήλους καὶ μυσαράς; Οἴμαι δὲ δεῖν καὶ τὰς αἰτίας εἰπεῖν, δι᾿ ἃς εἰς τοῦτο προῆλθον ἰσχνομυθίας. Ἐπειδὴ γὰρ οἱ τῆς Ἀρείου ἀσεβείας ὑπασπισταὶ τὴν ἀλήθειαν ἀνοσίως ἐκκαπηλεύοντες, τὸν τοῦ Θεοῦ φασι Λόγον γενέσθαι μὲν ἄνθρωπον, πλὴν ἀψύχῳ προσκεχρῆσθαι σώματι, ἵνα τὰς ἀνθρωπίνας αὐτῷ φωνὰς προσνέμοντες, ἐλαττοῦσθαι τῆς τοῦ Πατρὸς ὑπεροχῆς τοῖς παρ᾿ αὐτῶν πλανωμένοις καταδεικνύωσιν, ἑτεροφυά τε παρ᾿ αὐτὸν εἶναι λέγωσι· δεδιότες οἱ ἐκ τῆς ἀνατολῆς μὴ ἄρα πως ἡ τοῦ Θεοῦ Λόγου κατασμικρύνηται δόξα καὶ φύσις, ἀπό γε τῶν ἀνθρωπίνως εἰρημένων διὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν διορίζουσι τὰς φωνάς, οὐκ εἰς πρόσωπα δύο τέμνοντες, ὡς ἔφην, τὸν ἕνα Χριστὸν καὶ Κύριον, ἀλλὰ τὰς μὲν τῇ θεό τητι αὐτοῦ προσνέμοντες, τὰς δὲ τῇ ἀνθρωπότητι πάλιν τῇ αὐτοῦ, πλὴν τὰς πάσας ἑνί. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ τῆς ἐνανθρωπήσεως λό γου, ὅτι Θεοτόκος ἡ Παρθένος. Ὑποκλέπτειν οἴονταί τινες τῶν ἀκροωμένων τὰς ψυχάς, ἄνθρωπον λέγοντες ἀνειληφέναι τὸν Θεὸν Λό γον, καὶ διὰ τούτου πρόοδον πεποιῆσθαι ἐκ τῆς ἁγίας Παρθένου, καὶ τοῦτον αὐτὸν τὸν ἄνθρωπον ἀποτεθεῶσθαι τῷ Θεῷ Λόγῳ, οὐ συνιέντες τὸ τῆς εὐσε βείας μυστήριον, καὶ τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς τὴν χάριν μετρίαν ποιούμενοι. Ἡμεῖς δὲ οὐχ οὕτω δεδιδάγμεθα. Ἕνα καὶ τὸν αὐτὸν ἴσμεν, ἀδελφοί, τὸν διὰ τῆς ἁγίας Παρθένου τῆς Θεοτόκου Μαρίας γεννηθέντα Θεὸν τέλειον, καὶ ἄνθρωπον ἔμ ψυχον, λογικόν· ταύτῃ τοι καὶ Θεοτόκον λέγομεν τὴν ἁγίαν Παρθένον, καὶ ἐνῳκηκέναι οὐσιωδῶς τὸν Θεὸν Λόγον ἐν αὐτῇ οὐ δοκήσει, ἀλλὰ ἐνεργείᾳ, Υἱόν τε Θεοῦ ἅμα, καὶ Υἱὸν ἀνθρώπου. Ἀλλὰ γὰρ καὶ τὰς τῆς ἀνθρωπότητος, οὐ μὴν καὶ τὰς τῆς θεότητος φωνάς, ἃς διαγορεύουσιν ἡμῖν αἱ θεῖαι Γραφαὶ περὶ αὐτοῦ, εἰς ἓν πρόσωπον συνήχθαί φαμεν. Τὸν αὐτὸν γὰρ ἴσμεν ἐπὶ τὸ προσκεφάλαιον καθεύδοντα, τὸν αὐτὸν τῇ θαλάσσῃ ἐπιτιμῶντα ἐν ἐξουσίᾳ καὶ τοῖς ἀνέμοις, τὸν αὐτὸν ἐπὶ τῆς ὁδοιπορίας κεκμηκότα, τὸν αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα, ὡς ἐπὶ στερεᾶς γῆς ἰδίᾳ ἐξουσίᾳ. Ὁ αὐτὸς τοίνυν Θεός, ὁ αὐ τὸς ἄνθρωπος ὁμολογουμένως. Τί γὰρ τὸ θαῦμα, εἰ ἄνθρωπός τις τῶν καθ᾿ ἡμᾶς ἐν ἐξουσίᾳ Θεοῦ δυνά μεις ἐνεργεῖν λέγεται; Ἀλλ᾿ ἵνα τὸν αὐτὸν Θεὸν Λό γον κεκενῶσθαι ὑποδείξωσιν ἡμῖν αἱ θεῖαι Γραφαί, οὐ δοκήσει, ἀλλὰ ἐνεργείᾳ, ἕνα καὶ τὸν αὐτὸν ἡμῖν δια γορεύουσιν ἐν προφητικοῖς, καὶ μὴν καὶ ἀποστολικοῖς κηρύγμασιν. Ἐκ τῆς πρὸς Ἰωάννην τὸν Ἀντιοχέα ἐπιστολῆς. Ὁμολογοῦμεν τοιγαροῦν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, Θεὸν τέ λειον, καὶ ἄνθρωπον τέλειον, ἐκ ψυχῆς λογικῆς καὶ σώματος, πρὸ αἰώνων μὲν ἐκ τοῦ Πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ᾿ ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν
col. 991–992page 487 of 677
PG 130:991Μαρίας τῆς Παρθένου κατὰ τὴν ἀνθρωπότητα. Δύο γὰρ φύσεων ἑνώσεως γέγονε· διὸ ἕνα Χριστόν, ἕνα Υἱόν, ἕνα Κύριον ὁμολογοῦμεν. Κατὰ ταύτην τὴν τῆς ἀσυγχύτου ἑνώσεως ἔννοιαν ὁμολογοῦμεν τὴν ἁγίαν Παρθένον Θεοτόκον, διὰ τὸ τὸν Θεὸν Λόγον σαρκωθῆναι, καὶ ἐνανθρωπῆσαι, καὶ ἐξ αὐτῆς τῆς συλλήψεως ἑνώσαι ἑαυτῷ τὴν ἐξ αὐτῆς ληφθέντα ναόν. αὐτὸν δι' ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς τὰς εὐσεβεστάτας δεσποίνας προσφωνητικοῦ. Εἰ μὴ τέτοκε σαρκικῶς σαρκωθέντα Θεὸν ἡ ἁγία Παρθένος, κατ' ἀνάγκην καὶ οὐχ ἑκόντας αὐτοὺς ὁμολογεῖν, ὅτι κοινὸν γεγέννηκεν ἄνθρωπον, οὐδὲν ἔχοντα παρ' ἡμᾶς τὸ πλεῖον. Εἶτα πῶς αὐτῷ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός; Πῶς αὐτῷ προσκυνοῦσιν ἄγγελοι, καὶ τῶν ἀνωτάτω δυνάμεων ἡ ἁγία πληθύς; Ἆρ' οὖν ἀνθρώπῳ κοινῷ λελάτρευσε μεθ' ἡμῶν καὶ σύμπας ὁ οὐρανός; Μὴ γένοιτο· προσκυνοῦμεν γὰρ ὡς θεὸν ἀληθινὸν τὸν Ἐμμανουήλ. Ἔσται δὲ οὐχ ἑτέρως προσκυνητός, ἐὰν μὴ πιστεύωμεν, ὅτι αὐτὸς ὁ ἐκ Θεοῦ Λόγος, ὁ παρὰ πάσης τῆς κτίσεως προσκυνούμενος, σὰρξ ἐγένετο κατὰ τὰς Γραφάς· οὐκ εἰς σάρκα μεταβεβλημένος, ἀλλ' ἐκ τῆς ἁγίας Παρθένου σάρκα λαβὼν, ὡς ἔφην, καὶ ἀνθρωπίνην μεθ' ἡμῶν ὑπομείνας γέννησιν· ἵνα καὶ ἄνθρωπος γεγονὼς ὑπὲρ ἡμῶν, ἀποθάνῃ μὲν ἀνθρωπίνως, ἀναστῇ δὲ θεϊκῶς, πατήσας τοῦ θανάτου τὸ κράτος. Οὕτω γὰρ ἦν δύνασθαι καὶ ἡμᾶς ὡς ἐν Χριστῷ νικήσαντας κατευμεγεθῆσαι μὲν τῆς ἁμαρτίας, ἀποδύσασθαι δὲ τὴν φθοράν, καὶ διαδρᾶναι θάνατον, οὕτω τε εἰπεῖν ἐκ περιχαρείας τῆς ἐν Χριστῷ· «Ποῦ ἡ νίκη σου, θάνατε; ποῦ τὸ κέντρον σου, ᾅδη;» Ὥσπερ γὰρ ἐν Ἀδὰμ πεπτώκαμεν, οὕτω νενικήκαμεν ἐν Χριστῷ. Εἰ δὲ ἄνθρωπος ἦν κοινὸς ὁ Ἐμμανουήλ, πῶς ἂν ὠφέλησε τὴν ἀνθρώπου φύσιν ὁ ἀνθρώπου θάνατος; Καίτοι πολλοὶ προαπέθανον ἅγιοι προφῆται, Ἀβραὰμ ἐκεῖνος ὁ διαβόητος, Ἰσαάκ, καὶ Ἰακώβ, Μωσῆς τε, καὶ Σαμουὴλ, καὶ οἱ καθεξῆς γεγονότες ἅγιοι· ἀλλ' ὤνησε μὲν οὐδὲν τὸ ἐπὶ γῆς τῶν ἀνθρώπων γένος ὁ ἐκείνων θάνατος, σέσωκε δὲ ὁ Χριστοῦ· προσεκόμισε γὰρ ὑπὲρ ἡμῶν τὴν ἰδίαν σάρκα, καὶ δοὺς αὐτὴν τῷ θανάτῳ δι' ἡμᾶς, πάντας ἐξείλετο τῶν τοῦ θανάτου δεσμῶν. Ἤρκεσε γὰρ εἷς ὑπὲρ πάντων ἀποθανὼν ὁ πάντων ἀξιώτερος, ὅτι καὶ φύσει Θεὸς ὁ ἐκ Πατρός ἐστι Λόγος, καὶ ἴδιον αὐτοῦ σῶμα, τὸ ὑπὲρ ἡμῶν εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρὶ προσκεκομισμένον. Οὐκοῦν ἀσεβὲς, καὶ τῶν λίαν ἐκτοπωτάτων, τὸ τέμνειν εἰς υἱοὺς δύο τὸν ἕνα Κύριον Ἰησοῦν Χριστόν. Ἀντιτάξεται δὲ αὐτοῖς καὶ ὁ σοφώτατος Παῦλος λέγων· «Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα.» Εἰ γάρ ἐστι Κύριος εἷς, εἶτα
col. 993–994page 488 of 677
PG 130:993τέμνουσί τινες εἰς δύο υἱοὺς τὸν ἕνα, τίνι τὴν τῆς κυριότητος δόξαν περιθήσομεν; ἆρα τῷ ἐκ Πατρός φύντι Λόγῳ; πρέπει γὰρ αὐτῷ τὸ τῆς κυριότητος ὄνομά τε μάλιστα καὶ χρῆμα, καὶ ἔστιν ἀληθῶς τῶν ὅλων Δεσπότης. Εἶτα ὅποι ποτὲ τὸν ἕτερον θήσομεν; Ἔξω γὰρ κείσεται τοῦ εἶναι Κύριος, παραχωρῶν τῷ προϋπάρχοντι, καὶ ἀσυγκρίτως ὑπερηρμένῳ. Ἀλλὰ τῷ ἐκ γυναικὸς, ὡς αὐτοί φασιν ἀποδιϊστάντες, τὴν τῆς κυριότητος ἀνάψομεν δόξαν. Εἶτα πῶς ἔσται Κύριος ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, εἴπερ ὄντος ἑνὸς Κυρίου, κατὰ τὰς Γραφάς, ἀνθρώπῳ ψιλῷ τὸ τῆς κυριότητος ὄνομα χαριούμεθα; Πῶς δὲ καὶ μία πίστις; ἢ πῶς ἓν τὸ βάπτισμα; Εἰ γὰρ υἱοὶ δύο, κατά τινας, εἰς τίνα πιστεύομεν; Τῆς ἐκείνων ἀμαθίας ἔργον ἂν εἴη λέγειν, εἰς γε τίνος ὄνομα βεβαπτίσμεθα, καίτοι βαπτίσματος ὄντος ἑνός. Ἀλλ' ὁρᾷ που πάντως ἡ ἐν ὑμῖν ἀγχίνους με θύοντά τε τὸν ἐπὶ τούτῳ λόγον, καὶ κατασειόμενον εἰς γε τὸ ἀκαλλές, μᾶλλον ἤδη καὶ πρὸς ἐσχάτην ἀσέβειαν ἀπονενευκότα. Οἶμαι δὲ δεῖν ὑμᾶς, τὸ θεῖον αὐτοῦ πολυπραγμονούσας μυστήριον, ὀξεῖ διανοίας ὄμματι καθορᾷν, τοὺς συναρπάζειν ἐθέλοντας, καὶ προσωπεῖον μὲν εὐσεβὲς τοῖς ἰδίοις περιπλάττοντας λόγοις, βολίδος γε μὴν ἀπάσης ὀξύτερον ἔχοντας αὐτούς. Ἀρνοῦνται μὲν γὰρ, ὅσον ἧκεν εἰπεῖν εἰς δύο δύναμιν ἀληθείας, τὸν ἀγοράσαντα αὐτοὺς Δεσπότην, τουτέστι Χριστόν. Δεδιότες δὲ τῶν εὐσεβεῖν εἰωθότων τὰς ἐπὶ τῷδε λύπας, καὶ μέντοι ζῆλον τὸν ἀξιάγαστον, ὁμολογοῦσιν, ὅτι καὶ Θεός ἐστιν ὁ ἐκ τῆς ἁγίας Παρθένου γεγεννημένος, καὶ μὴν ὅτι καὶ Κύριος, καὶ Υἱὸς τοῦ Θεοῦ. Καὶ εἰ μέν τις τῶν ἁπλῶν τοὺς παρ' αὐτῶν δέξηται λόγους, νομιεῖ που, κατὰ τὸ εἰκὸς, ὀρθὰ καὶ εἰκότα λέγειν, καὶ τοῖς τῆς ἀληθείας οὐκ ἀπάδοντα δόγμασιν. Εἰ δὲ δή τις ἔλοιτο κατισχνοῦν ταῖς ἐρεύναις αὐτοὺς, καὶ τὸ ἀκριβῆ ποιεῖσθαι τῶν εἰρημένων τὴν βάσανον, οὐχ ἁπλοῦν εὑρήσει. Εἰσὶ μὲν γὰρ θεοὶ πολλοὶ, καὶ κύριοι πολλοί ἄν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, καθὰ καὶ ὁ μακάριος ἡμῖν γράφει Παῦλος, Ἀλλὰ ἡμῖν εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ. Πλὴν ὅταν Ἰησοῦν Χριστὸν ὀνομάζωμεν, τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνότα σημαίνομεν, οὐκ ἐν χάριτος μέρει καὶ ἐπακτὸν ἔξωθεν ἔχοντα τὸ ἀξίωμα, ἀλλὰ ὄντα τοῦτο κατὰ ἀλήθειαν, ὅπερ εἶναι πεπίστευται. Θεὸς γὰρ ὢν φύσει καὶ δίχα σαρκός, μεμένηκε Θεὸς καὶ μετὰ σαρκός· καὶ Υἱὸς ὢν φύσει καὶ πρὸ σαρκὸς, μεμένηκεν Υἱὸς καὶ ὅπερ γέγονε σάρξ· καὶ Κύριος ὢν ἀληθῶς τῶν ὅλων, ἐν τοιᾷδε πάλιν ὁρᾶται δόξῃ καὶ ἐν ἀνθρωπότητι γεγονώς. Οὐκοῦν εἰ Θεὸν ἀληθινὸν εἶναι λέγουσι τὸν ἐκ τῆς ἁγίας Παρθένου γεγεννημένον, τουτέστι τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, κατὰ
col. 995–996page 489 of 677
PG 130:995Θεοτόκος ἐστὶν ἡ ἁγία Παρθένος; Ἀλλὰ σκοπός αὐτ τοῖς ὑποπλάττεσθαι μέν, καὶ λέγειν, ὅτι καὶ Θεός ἐστι, καὶ Κύριος, καὶ συνεδρεύει τῷ Πατρί. Φρο νοῦσί γε μὴν οὐχ οὕτω κατὰ ἀλήθειαν, ἀλλ' ὡς ἐν χάριτος μέρει, καὶ ὡς ἐκ προκοπῆς δεδόσθαι φασί τῷ ἐκ τῆς ἁγίας Παρθένου κοινῷ καθ' ἡμᾶς ἀν θρώπῳ γεγεννημένῳ τήν τε τῆς υἱότητος καὶ τῆς κυριότητος δόξαν. Τοῦ αὐτοῦ. Φαμὲν οὖν, ὡς ὁ τοῦ Θεοῦ Λόγος πνεῦμα ὢν ὡς Θεός, κατὰ τὰς Γραφάς, ἐπὶ σωτηρίᾳ τῶν ὅλων ἐσαρκώθη καὶ ἐνηνθρώπησεν, οὐκ ἐκ τῆς ἰδίας φύσεως αὐτὸς ἑαυτῷ σῶμα μεταλαβών, ἀλλ' οὐδὲ ἐκστὰς τοῦ εἶναι ὅ ἦν, οὐ τροπὴν ἢ ἀλλοίωσιν ὑπομείνας, ἀλλ' ἐκ τῆς ἁγίας Παρθένου τὸ ἄχραντον σῶμα λαβὼν ἐνεψυχωμένον νοερῶς, καὶ ἴδιον ἀποφήνας αὐτὸ καθ' ἕνωσιν ἀπερινόητον, ἀσύγχυτον, καὶ ἄφραστον παν τελῶς, ὡς μήτε ἑτέρου τινός, ἀλλ' ἴδιον αὐτοῦ νοεῖ σθαι, οὕτως εἰσῆλθεν εἰς τὸν κόσμον ὁ Μονογενής, ὃς πρωτότοκος καὶ ἐν πολλοῖς γέγονεν ἀδελφοῖς ὁ ἀσύντακτος τῇ κτίσει, καθὸ νοεῖται Θεός. Ὅταν τοίνυν γεγεννῆσθαι λέγηται, καὶ ἐκ γυναικὸς ἀναγ καίως τὸ κατὰ σάρκα προσεπιφέρεται, ἵνα μὴ ὑπάρ ξεως ἀρχὴν νοοῖτο λαβὼν ἐκ τῆς ἁγίας Παρθένου, καίτοι πρὸ παντὸς αἰῶνος ὑπάρχων ὁ συναΐδιος, καὶ ἀεὶ συνεφεστηκὼς τῷ ἰδίῳ Πατρὶ Θεὸς Λόγος. Ἀλλ' ὅτε κατ' εὐδοκίαν Πατρὸς τὴν τοῦ δούλου μορ φὴν ἠθέλησε λαβεῖν, τότε καὶ ἀπότεξιν τὴν ἐκ γυ ναικὸς κατὰ σάρκα μεθ' ἡμῶν ὑπομεῖναι λέγεται. Οὐκοῦν ὁμολογουμένως μὲν τὸ ἀπὸ σαρκὸς σάρξ ἐστι, τὸ δὲ ἐκ Θεοῦ Θεός ἐστι. Κατ' αὐτὸν δὲ ἀμφό τερα Χριστός, εἷς ὢν Υἱὸς καὶ Κύριος μετὰ τῆς ἰδίας σαρκὸς αὐτοῦ, οὐκ ἀψύχου μᾶλλον, ὡς ἔφην, ἀλλ' ἐνεψυχωμένης νοερῶς. Μὴ τοίνυν διατεμνέτωσαν εἰς δύο Υἱοὺς τὸν ἕνα Υἱὸν ἡμῖν, ἀνὰ μέρος ἱστάντες τὸν Λόγον καὶ Υἱόν, καὶ ἕτερον ἰδικῶς τε καὶ κατὰ μέρος ἄνθρωπον τὸν ἐκ γυναικός, καθά φασιν αὐτοί· ἀλλ' ἐννοείτωσαν, ὅτι οὐκ ἀνθρώπῳ συνήφθη μᾶλλον ὁ Θεὸς Λόγος, ἀλλ' αὐτὸς ἄνθρωπος γενέσθαι λέγεται, σπέρματος Ἀβραὰμ ἐπιλαβόμενος, κατὰ τὰς Γραφάς, καὶ ὁμοιωθεὶς κατὰ πάντα τοῖς ἀδελφοῖς δίχα μόνης ἁμαρτίας. Ἡ δὲ εἰς ἅπαν ὁμοίωσις ἔχει ἂν εἰκότως καὶ πρό γε τῶν ἄλλων τὴν ἐκ γυναικὸς ἀπότεξιν. Εἰ καὶ νοεῖται μὲν ἐφ' ἡμῶν ἀνθρωπίνως καὶ καθ' ἡμᾶς, ἐπὶ δέ γε τοῦ Μονογενοῦς ὑπὲρ τοῦτο· Θεὸς γὰρ ἦν σαρκούμενος. Τοιγάρτοι καὶ Θεοτόκος ἡ ἁγία καλεῖται Παρθένος. Ἐὰν δὲ λέγω σιν, ὅτι Θεὸς καὶ ἄνθρωπος συνελθόντες κατὰ ταὐ τόν, ἀπετέλεσαν ἕνα Χριστόν, φυλαττομένης δηλον ότι τῆς ὑποστάσεως ἑκατέρου ἀσυγχύτως, οὐδὲν ἀκριβὲς ἐπὶ τούτῳ φρονοῦντας ἢ λέγοντας ἔνεστιν ἰδεῖν. Οὐ γάρ, καθά φασι, Θεὸς καὶ ἄνθρωπος συν ελθόντες ἀπετέλεσαν ἕνα Χριστόν, ἀλλ', ὡς ἔφην, ἤδη Θεὸς ὢν ὁ Λόγος παραπλησίως ἡμῖν μετέσχεν
col. 997–998page 490 of 677
PG 130:997αἵματος καὶ σαρκός, ἵνα ὁ Θεὸς ἐνανθρωπήσας νοή ται, καὶ τὴν ἡμετέραν σάρκα λαβὼν, καὶ ἰδίαν αὐτ τοῦ ποιησάμενος, ἵνα, καθάπερ ὁ καθ᾿ ἡμᾶς νοούμενος ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος εἷς ἐστιν, οὕτω καὶ αὐτὸς εἷς ὁμολογῆται ὑπάρχειν Υἱὸς καὶ Κύριος. Μία γὰρ ὁμολογεῖται φύσις ἀνθρώπου καὶ σύστασις, κἂν ἐκ διαφόρων νοῆται καὶ ἑτεροειδῶν πραγμάτων. Ἑτεροφυὲς μὲν γὰρ ὁμολογουμένως ὡς πρός γε ψυχήν τὸ σῶμά ἐστιν· ἀλλ᾽ ἴδιον αὐτῆς καὶ συναποτελεστικὸν τῆς ὑποστάσεως τοῦ ἑνὸς ἀνθρώπου. Καὶ τῷ μὲν καθ᾿ ὁρᾶν τὸ διάφορον τῶν ὠνομασμένων οὐκ ἀσυμφανὲς, ἡ δέ γε σύνοδος, ἤτοι συνδρομή, τὸ ἀδιάτμητον ἔχουσα, ἓν ἀποτελεῖ ζῶον τὸν ἄνθρωπον. Ὁ τοίνυν μονογενὴς τοῦ Θεοῦ Λόγος οὐκ ἄνθρωπον προσλαβὼν προῆλθεν ἄνθρωπος, ἀλλὰ, καί τοι τὴν ἐκ Θεοῦ Πα τρὸς ἀπόῤῥητον ἔχων γέννησιν, διὰ τοῦ ἁγίου καὶ ὁμοουσίου Πνεύματος ἑαυτῷ δημιουργήσας ναόν, γέγονεν ἄνθρωπος. Τοιγάρτοι καὶ εἷς νοεῖται. Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς τοὺς πρεσβυτέρους καὶ διακόνους λόγου. Γεγέννηται μὲν ὁμολογουμένως ἐξ αὐτῆς τῆς οὐ σίας τοῦ Πατρὸς ὁ ζῶν τε καὶ ἐνυπόστατος αὐτοῦ Λόγος, ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς, ἐπειδὴ γέγονε σάρξ, τουτέστιν ἡνώθη σαρκὶ ψυχὴν ἐχούσῃ τὴν λογικήν, γεγεννῆσθαι λέγεται σαρκικῶς καὶ διὰ γυναικός. Ἔοικε δέ πως τῷ καθ᾿ ἡμᾶς τόκῳ τὸ ἐπ᾿ αὐτῷ μυστήριον. Αἱ μὲν γὰρ τῶν ἐπὶ γῆς μητέρες ὑπηρετοῦσαι τῇ φύσει πρὸς γέννησιν, ἔχουσι μὲν ἐν μήτρᾳ πηγνυμένην κατὰ βραχὺ τὴν σάρκα, καὶ ἀφράστοις τισὶν ἐνεργείαις Θεοῦ προϊοῦσάν τε καὶ τελειουμένην εἰς εἶδος τὸ ἀνθρώπινον· ἐνίησι δὲ τῷ ζώῳ τὸ πνεῦμα Θεὸς καθ᾿ ὃν οἶδε τρόπον. Πλάττει γὰρ πνεῦμα ἀνθρώπου ἐν αὐτῷ κατὰ τὴν τοῦ Προφή του φωνήν. Ἕτερος δὲ σαρκός, καὶ ὁμοίως ἕτερος ὁ τῆς ψυχῆς ἐστι λόγος. Ἀλλ᾿ εἰ καὶ γεγόνασιν αὗται μόνων τῶν ἀπὸ γῆς σωμάτων μητέρες, ἀλλ᾿ οὖν ὅλον ἀποτελοῦσαι τὸ ζῶον, τὸ ἐκ ψυχῆς δὲ λέγω καὶ σώ ματος, οὐχὶ μέρος λέγονται τεκεῖν, οὐδ᾿ ἂν εἴποι τις, φέρε εἰπεῖν, τὴν Ἐλισάβετ σαρκοτόκον μέν, οὐ μὴν ἔτι καὶ ψυχοτόκον. Ἐκτέτηκε γὰρ ψυχωθέντα τὸν Βαπτιστήν. Τοιοῦτόν τι πεπράχθαι παραδεξόμεθα καὶ ἐπὶ τῇ γενέσει τοῦ Ἐμμανουήλ. Γεγέννηται μὲν γάρ, ὡς ἔφην, ἐκ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ὁ μονογενὴς αὐτοῦ Λόγος· ἐπειδὴ δὲ σάρκα λαβών, καὶ ἰδίαν αὐτὴν ποιησάμενος, κεχρημάτικε καὶ Υἱὸς ἀνθρώπου, καὶ γέγονε καθ᾿ ἡμᾶς, οὐδὲν, οἶμαι, ἄτο πον εἰπεῖν, μᾶλλον δὲ ἀναγκαῖον ὁμολογεῖν, ὅτι γε γέννηται κατὰ σάρκα διὰ γυναικός· καθάπερ ἀμέλει καὶ ἡ τοῦ ἀνθρώπου ψυχὴ τῷ ἰδίῳ συναπογεννᾶται σώματι, καὶ ὡς ἓν λελόγισται πρὸς αὐτό, καίτοι τὴν φύσιν ἑτέρα παρ᾿ αὐτὸ νοουμένη τε καὶ ὑπάρχουσα κατὰ τὸν ἴδιον λόγον. Κἂν εἰ βούλοιτό τις τὴν τοῦ δεῖ νος μητέρα λέγειν, ὡς ἔστι μὲν σαρκοτόκος, οὐ μὴν ἔτι καὶ ψυχοτόκος, περισσοσπήσει λίαν. Τέτοκε γάρ, ὡς ἔφην, συντεθειμένον εὐτέχνως ἐξ ἀνομοίων τὸ ζῶον, ἐκ δυοῖν μέν, πλὴν ἄνθρωπον ἕνα, μένοντος μὲν ἑκατέρου τοῦθ᾿ ὅπερ ἐστί, συνδεδραμηκότων δὲ
col. 999–1000page 491 of 677
PG 130:999ὥσπερ εἰς ἑνότητα φυσικὴν, καὶ οἷον ἀνακιρναμένων ἀλλήλοιν, ὅπερ ἂν ὡς ἴδιον ἑκατέρω προσῇ. Ὅτι δέ ἐστιν ἀναγκαιοτάτη λίαν ἡ ἔνωσις ἐπὶ Χριστοῦ, κατταθρῆσαι ῥᾷον καὶ ἀταλαίπωρον παντελῶς καὶ διὰ πολλῶν ἑτέρων. Φέρε γαρ, εἰ δοκεῖ, τὰς τοῦ μακαρίου Παύλου πολυπραγμονῶμεν φωνάς, ἀκριβῶς τὸν νοῦν καὶ ὡς ἔνι λεπτῶς ἐνερείδοντες. Ἔφη τοίνυν περί τοῦ Μονογενούς· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος, καὶ σχήματι εὑρεθείς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτόν. Τίς οὖν ἄρα ἐστὶν ὁ ὑπάρχων ἐν μορφῇ τοῦ Θεοῦ, καὶ οὐχ ἁρπαγμὸν ἡγησάμενος τὸ εἶναι ἴσα Θεῷ; Ἢ τίνα κεκένωται τρόπον, καθίκετό τε ὅπως εἰς ταπείνωσιν, καὶ ἐν τῇ τοῦ δούλου γέγονε μορφή; Οἱ μὲν οὖν εἰς δύο τέμνοντες τὸν ἕνα Κύριον Ἰησοῦν Χριστὸν, εἴς τε ἄνθρωπον φημι καὶ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, τὸν ἐκ τῆς ἁγίας Παρθένου φασὶν ὑπομεῖναι τὴν κένωσιν ἀποδιιστάντες αὐτοῦ τὸν ἐκ Θεοῦ Λόγον. Προαποδεικνύτωσαν οὖν, ὅτι καὶ ἐν μορφῇ καὶ ἰσότητι νοεῖταί τε καὶ ἦν τοῦ Πατρὸς, ἵνα καὶ τὸν τῆς κενώσεως ὑπομείνῃ τρόπον, εἰς ὅπερ οὐκ ἦν καθικόμενος. Ἀλλ' οὐδέν ἐστι τῶν πεποιημένων, ᾧ κατ' ἰδίαν νοοῖτο φύσιν τὸ ἐν ἰσότητι τοῦ Πατρός. Πῶς οὖν κεκενῶσθαι λέγεται, εἰ τὴν φύσιν ἄνθρωπος ὢν γεγέννηται καθ' ἡμᾶς ἐκ γυναικός; Ἐκ ποίας, εἰπέ μοι, πρεσβυτέρας ὑπεροχῆς τῆς ἀνθρώπου μείζονος εἰς τὸ ἄνθρωπος εἶναι κατέβη; Ἢ πῶς ἂν νομολαβεῖν ὡς οὐκ ἔχων ἐν ἀρχῇ τὴν τοῦ δούλου μορφὴν ὁ φύσει τελῶν ἐν οἰκέταις, καὶ ὑπὸ ζυγῷ δουλείας κείμενος; Ἀλλὰ ναί φασιν. Ὁ φύσει τε ἀληθῶς, καὶ Ἐλεύθερος Υἱὸς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ἐν μορφῇ τοῦ γεγεννηκότος ὑπάρχων, καὶ ἴσος ὢν αὐτῷ, κατῴκησεν ἐν ἀνθρώπῳ γεννηθέντι διὰ γυναικὸς, καὶ τοῦτό ἐστιν ἡ κένωσις, καὶ τὸ τῆς ταπεινώσεως χρῆμα, καὶ τὰ εἰς τὴν τοῦ δούλου καθικέσθαι μορφήν. Εἶτα, ὦ βέλτιστοι, τὸ κατοικῆσαι μόνον ἐν ἀνθρώπῳ τὸν ἐκ Θεοῦ Λόγον ἀρκέσειεν ἂν εἰς κένωσιν αὐτῷ· καὶ ἀσφαλὲς εἰπεῖν, ὅτι τε οὕτως ὑπέδυ τὴν τοῦ δούλου μορφὴν, καὶ οὕτως αὐτῷ γένοιτ' ἂν ὁ τῆς ταπεινώσεως τρόπος, καίτοι λέγοντος ἀκούω τοῖς ἁγίοις ἀποστόλοις, Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτὸν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Ἀκούεις πῶς ἐν τοῖς ἀγαπῶσιν αὐτὸν συγκατοικήσειν αὐτῷ καὶ αὐτὸν ἔφη τὸν Θεὸν καὶ Πατέρα; Ἆρ' οὖν καὶ αὐτὴν κεκενῶσθαι δώσομεν, καὶ τὴν ὁμοίαν ἀνατλῆναι ταπείνωσιν τῷ Υἱῷ, καὶ τὴν τοῦ δούλου μορφὴν ἀναλαβεῖν, ὅτι τὰς τῶν ἀγαπώντων αὐτὸν ψυχὰς ἁγίας ποιεῖται μονὰς ἰδίας; Τί δὲ τὸ Πνεῦμα τὸ κατοικοῦν ἐν ἡμῖν; ἄρα καὶ αὐτὸ τῆς ἐνανθρωπήσεως ἀποπληροῖ τὴν οἰκονομίαν, ἣν διὰ μόνου τοῦ Υἱοῦ πεπράχθαί φαμεν τῆς ἁπάντων σωτηρίας ἕνεκα καὶ ζωῆς; Ἀπάγε τῆς οὕτω περιττῆς καὶ ἀνοήτου παντελῶς εἰκαιοβουλίας. Τεταπείνωκε τοίνυν ἑαυτὸν ὁ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς
col. 1001–1002page 492 of 677
PG 130:1001ὑπάρχων Λόγος, ὅτι γενόμενος σάρξ, καθά φησιν Ἰωάννης γεγέννηται διά γυναικός, καὶ ὁ γέννησιν ἔχων τὴν ἐκ Θεοῦ Πατρὸς, καὶ τὴν καθ' ἡμᾶς ὑπέμεινε παθεῖν δι' ἡμᾶς. Ἐπεὶ διδασκέτωσαν αὐτοί, κατὰ τίνα τρόπον ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος Χριστός ἂν νοεῖτο καὶ λέγοιτο πρὸς ἡμῶν, εἰ μὴ ἀπό γε τοῦ κεχρίσθαι Χριστὸς ὀνομάζεται; Τίνα κέχρικεν ὁ Πατήρ τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως, ἤτοι τῷ ἁγίῳ Πνεύματι; Εἰ μὲν οὖν ἰδικῶς τὸν ἐξ αὐτοῦ καὶ μόνον γεννηθέντα Θεόν Λόγον, καὶ τοῦτο εἶναί φασιν ἀληθὲς, ἀγνοοῦσιν, ἔτι καὶ τὴν τοῦ Μονογενοῦς ἀδικοῦσι φύσιν, καὶ τῆς μετὰ σαρκὸς οἰκονομίας ἀρνοῦνται τὸ μυστήριον. Εἰ γὰρ κέχρισται τῷ ἁγίῳ Πνεύματι Θεὸς ὢν ὁ Λόγος, ἐπιδεῖ πάντως ἁγιασμοῦ καὶ οὐχ ἑκόντες ὁμολογήσουσι κατὰ τοὺς ἄνωθεν χρόνους ὑπάρχειν αὐτὸν, καθ᾽ οὖς οὔπω κεχρισμένος, ἀμέτοχος ἦν ἔτι τῆς ὕστερον αὐτῷ δοθείσης δωρεᾶς. Τὸ δὲ ἁγιασμοῦ στερούμενον σεσάλευται κατὰ φύσιν, καὶ οὐκ ἂν νοοῖτο παντελῶς ἡμοιρηκός ἁμαρτίας, ἤτοι τοῦ δύνασθαι πλημμελεῖν. Ὑπομεμένηκεν οὖν ἄρα καὶ τροπὴν τὴν εἰς τὰ ἀμείνω τυχόν ὁ Λόγος. Πῶς οὖν ὁ αὐτός ἐστι, καὶ οὐκ ἠλλοίωται; Καὶ εἰ Θεὸς ὢν ὁ Λόγος καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς ἐχρίετό τε καὶ ἡγιάζετο, φαίη τις ἂν ἴσως, ὡς ἀπό γε τοῦ πράγματος εἰς ἐξιτήλους ἐννοίας ἀπενηνεγμένος, ὅτι τάχα που καὶ αὐτὸς ὁ Πατήρ δέοιτ᾽ ἂν ἁγιασμοῦ, μᾶλλον δὲ ἤδη καὶ μείζων αὐτοῦ πέφηνεν ὁ Υἱὸς, εἴπερ ἡγίασται αὐτὸς ἴσος ὢν αὐτῷ, καὶ ἐν μορφῇ αὐτοῦ πρὸ τοῦ ἁγιασμοῦ, ὁ δὲ ἀπομεμένηκεν ἐν οἷς ἦν ἀεὶ, καὶ ἔστι, καὶ ἔσται, οὔπω τὴν εἰς τὰ ἀμείνω λαβὼν ἐπίδοσιν, διά γε τοῦ ἡγιάσθαι καθ' ὁμοιότητα τοῦ Υἱοῦ. Μεῖζον δὲ ἤδη καὶ ἐμφοῖν ὁρᾶται τὸ Πνεῦμα τὸ ἁγιάζον αὐτοὺς, εἴπερ ἐστὶν οὐκ ἐνδοιαστὸν, ὡς ἀπάσης ἀντιλογίας δίχα τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Ἀλλ' ἔστι ταῦτα λῆρος, καὶ τερθρία, καὶ ἀποπληξίας ἐγκλήματα. Ἁγία γὰρ κατὰ φύσιν ἡ ὁμοούσιος Τριάς. Ἅγιος ὁ Πατήρ, ἅγιος δὲ καὶ ὁ Υἱὸς οὐσιωδῶς κατὰ τὸν ἴσον τρόπον, ὁμοίως καὶ τὸ Πνεῦμα. Οὐκοῦν ὅσον ἧκεν εἰς ἰδίαν φύσιν οὐχ ἡγίασται κατά μόνας ὁ τοῦ Θεοῦ Πατρὸς Λόγος. Εἰ δὲ δή τις οἴοιτο τὸν ἐκ τῆς ἁγίας Παρθένου γεγεννημένον κεχρῖσθαί τε καὶ ἡγιάσθαι μόνον, ταύτῃ τοι καὶ ὠνομάσθαι Χριστόν, λεγέτω παρελθὼν εἰ ἀπόχρη τὸ χρίσμα πρὸς τὸ ἀποφῆναι τὸν χριόμενον ἰσοκλεᾶ καὶ ὁμόθρονον τῷ πάντων ἐπέκεινα Θεῷ. Καὶ εἰ μὲν ἀπόχρη, καὶ τοῦτο ἐροῦσιν ὡς ἔστιν ἀληθὲς, κεχρίσμεθα καὶ ἡμεῖς, καὶ μαρτυρήσει λέγων ὁ θεσπέσιος Ἰωάννης, Καὶ ὑμεῖς χρίσμα ἔχετε ἀπὸ τοῦ ἁγίου. Ἐσόμεθα δὴ οὖν ἐν ἴσῳ τάχα που καὶ ἡμεῖς αὐτοὶ τῷ Θεῷ. Εἴργει δε, οἶμαι, παντελῶς οὐδὲν καὶ συνεδρεύειν αὐτῷ, καθάπερ ἀμέλει καὶ αὐτὸς ὁ Ἐμμανουήλ. Εἴρηται γάρ πρὸς αὐτὸν, Κάθου ἐκ δεξιών μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Προσκυνείτω καὶ ἡμᾶς ἡ τῶν ἁγίων ἀγγέλων ἁγία πληθύς. Ὅταν γάρ, φησίν, εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτω
col. 1003–1004page 493 of 677
PG 130:1003σαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. Ἀλλ᾽ ἡμεῖς μὲν εἰ καὶ τῷ ἁγίῳ κεχρίσμεθα Πνεύματι, τὴν μὲν τῆς υἱοθεσίας καταπλουτούμεν χάριν, κεκλήμεθα δὲ καὶ θεοί, τό γε μὴν τῆς ἑαυτῶν φύσεως μέτρον οὐκ ἠγνοήσαμεν. Ἐσμὲν γὰρ ἐκ γῆς, καὶ τελοῦμεν ἐν οἰκέταις, ὁ δέ ἐστιν οὐκ ἐν οἷς ἡμεῖς, ἀλλὰ φύσει τε καὶ ἀληθῶς Υἱὸς, καὶ τῶν ὅλων Κύριος, καὶ ἐξ οὐρανῶν. Καὶ οὐ δήπου φαμὲν ὀρθὰ φρονεῖν ᾑρημένοι σάρκα γενέσθαι που τὸν Θεόν, οὐδὲ αὐτὴν τὴν τῆς θεότητος φύσιν γεγεννῆσθαι διὰ γυναικός, οὔπω προσλαβοῦσαν τὸ ἀνθρώπινον. Συνενεγκόντες δὲ μᾶλλον εἰς ἕνωσιν τόν τε ἐκ Θεοῦ φῦντα Λόγον, καὶ τὸν ἐκ τῆς ἁγίας Παρθένου τελείως ἄνθρωπον ἕνα Χριστὸν Ἰησοῦν καὶ Κύριον προσκυνήσομεν, οὔτε τῶν τῆς θεότητος ὅρων ἔξω τιθέντες διὰ τὴν σάρκα, οὔτε μὴν εἰς ἀνθρωπότητα ψιλὴν καταβιβάζοντες κατὴν πρὸς ἡμᾶς ὁμοίωσιν. Οὕτω νοήσεις τὸν ἐκ Θεοῦ φύντα Λόγον τὴν ἐκούσιον ὑπομεῖναι κένωσιν· οὕτω τεταπεινωκέναι [λέγεται] ἑαυτὸν μορφὴν δούλου λαβὼν ὁ κατὰ φύσιν ἰδίαν ἐλεύθερος· οὕτω σπέρματος Ἀβραὰμ ἐπελάβετο, καὶ κεκοινώνηκεν αἵματος καὶ σαρκός. Εἰ γὰρ ἄνθρωπος νοείται ψιλὸς καθ᾽ ἡμᾶς, πῶς ἑτέρου παρ᾽ αὐτὸν φυσικῶς ἐπελάβετο σπέρματος Ἀβραάμ; Πῶς δὲ τῆς ἰδίας σαρκὸς κεκοινωνηκέναι λέγεται κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθείς; Τὸ γὰρ τισιν ὁμοιοῦσθαι λεγόμενον ἐξ ἀνομοίου τινὸς ἐπὶ τὸ δεῖν ὁμοιοῦσθαι τρέχει. Ἐπελάβετο τοίνυν σπέρματος Ἀβραὰμ καὶ κεκοινώνηκεν αἵματος καὶ σαρκὸς ὁ τοῦ Θεοῦ Λόγος, ἴδιον ποιησάμενος σῶμα τὸ ἐκ γυναικός, ἵνα μὴ μόνον ὑπάρχων Θεός, ἀλλ᾽ ἤδη καὶ ἄνθρωπος καθ᾽ ἡμᾶς γεγονὼς νοοίτο διὰ τὴν ἕνωσιν. Οὐκοῦν ἐκ δυοῖν μὲν πραγμάτων ὁμολογουμένως θεότητός τε καὶ ἀνθρωπότητος Ἐμμανουήλ, πλὴν εἷς Κύριος Ἰησοῦς Χριστὸς εἷς τε καὶ ἀληθῶς Υἱός, Θεός τε ὁμοῦ καὶ ἄνθρωπος, καὶ οὐκ ἄνθρωπος θεοποιηθεὶς ἐν ἴσῳ τοῖς κατὰ χάριν, Θεὸς δὲ μᾶλλον, ἀληθινὸς ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνὼς δι᾽ ἡμᾶς. Πιστώσεται δὲ τοῦτο ἡμᾶς καὶ ὁ θεσπέσιος Παῦλος λέγων, Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν ἡμεῖς. Εἶτα τίς ὁ ἀπεσταλμένος, ὑπὸ νόμον τε καὶ ἐκ γυναικὸς, ὡς ἔφη, γενόμενος; Πλὴν ὅτι πάλιν αὐτὸς ὁ πέρα μὲν νόμων ὡς Θεὸς, ἐπειδὴ δὲ κεχρημάτικεν ἄνθρωπος, γέγονε καὶ ὑπὸ νόμον, ἵνα κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῇ. Καὶ γοῦν συντελεῖ μὲν ὁμοῦ τῷ Πέτρῳ τὸ δίδραχμον κατὰ τὸν τοῦ Μωσέως νόμον· ὅτι δὲ ἐστιν ἐλεύθερος ὡς Υἱὸς καὶ νόμου κρείττων ὡς Θεὸς, καὶ εἰ γέγονεν ὑπὸ νόμον ὡς ἄνθρωπος, ἐδίδασκε λέγων. Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι κήνσον, ἢ τέλη, ἀπὸ τῶν υἱῶν αὐτῶν, ἢ ἀπὸ τῶν ἀλλοτρίων; Πέτρου δὲ φάσκοντος, Ἀπὸ τῶν ἀλλοτρίων, ἐπήνεγκεν αὐτὸς, Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί. Θεοτόκον δὲ, καὶ οὐ χριστοτόκον λέγομεν τὴν Παρθένον, καὶ καθ᾽ ἕτερον λόγον χριστοτόκον λε-
col. 1005–1006page 494 of 677
PG 130:1005γομένων τῶν τε ἱερέων καὶ βασιλέων, καὶ οὐ μόνον τῶν τῷ ἐλαίῳ τοῦ κέρατος πάλαι χρεομένων, ἀλλὰ καὶ τῶν τῷ ἁγίῳ Πνεύματι κεχρισμένων. Αἱ μητέρες αὐτῶν χριστοτόκοι μὲν γὰρ ῥηθεῖεν, Θεοτόκοι δὲ αὐ δαμῶν, καίτοι καὶ θεῶν ἑτέρως λεγομένων κατὰ τὸ, Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν. Ἵνα οὖν μὴ κατ' ἐκείνους τοὺς χριστοὺς ὁ γεννηθεὶς ἐκ τῆς ἁγίας Παρθένου νομισθείη, χριστοτόκον μὲν οὐκ ἂν εἴποιμεν αὐτὴν, καίτοι τὸν Χριστὸν γεννήσασαν, Θεοτόκον δὲ μᾶλλον, ἵνα μὴ ψιλὸν ἄνθρωπον καὶ κατ' ἐκείνους τοὺς χριστοὺς τὸν γεννηθέντα νοεῖσθαι δοίημεν. Ἀποδιαστέλλοντες δὲ αὐτὴν τῶν ἄλλων χριστοτόκων μητέρων, ἰδικῶς τε καὶ ἐξαιρέτως κατονομάζομεν αὐτὴν Θεοτόκον. Ἔτι κατὰ Νεστοριανῶν, τοῦ Δαμασκηνοῦ. Κεφά λαιόν ος΄. Θεοτόκον δὲ κυρίως καὶ ἀληθῶς τὴν ἁγίαν Παρθένον κηρύττομεν· ὡς γὰρ Θεὸς ἀληθῆς ὁ ἐξ αὐτῆς γεννηθείς, ἀληθῆς Θεοτόκος ἡ τὸν ἀληθινὸν Θεὸν ἐξ αὐτῆς σεσαρκωμένον γεννήσασα· Θεὸν γάρ φαμεν ἐξ αὐτῆς γεγεννῆσθαι, οὐχ ὡς τῆς θεότητος τοῦ Λόγου ἀρχὴν τοῦ εἶναι λαβούσης ἐξ αὐτῆς, ἀλλ' ὡς αὐτοῦ τοῦ Θεοῦ Λόγου, τὸ πρὸ αἰώνων ἀχρόνως ἐκ Πατρὸς γεννηθέντος, καὶ ἀνάρχως καὶ ἀϊδίως, ὑπάρχοντος σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι, ἐπ' ἐσχάτων τῶν ἡμερῶν διὰ τὴν ἡμετέραν σωτηρίαν, ἐν τῇ γαστρὶ αὐτῆς ἐνοικήσαντος, καὶ ἐξ αὐτῆς ἀμεταβλήτως σαρκωθέντος καὶ γεννηθέντος. Οὐ γὰρ ἄνθρωπον ψιλὸν ἐγέννησεν ἡ ἁγία Παρθένος, ἀλλὰ θεὸν ἀληθινόν· οὐ γυμνόν, ἀλλὰ σεσαρκωμένον· οὐκ οὐρανόθεν τὸ σῶμα καταγαγόντα, καὶ ὡς διὰ σωλῆνας δι' αὐτῆς παρελθόντα, ἀλλ' ἐξ αὐτῆς ὁμοούσιον ἡμῖν σάρκα ἀναλαβόντα, καὶ ἐν ἑαυτῷ ὑποστήσαντα. Εἰ γὰρ οὐρανόθεν τὸ σῶμα κεκόμισται, καὶ οὐ τῆς καὶ ἡμᾶς φύσεως εἴληπται, τίς χρεία τῆς ἐνανθρωπήσεως; Ἡ γὰρ ἐνανθρώπησις τοῦ Θεοῦ Λόγου διὰ τοῦτο γέγονεν, ἵνα αὐτὴ ἡ ἁμαρτήσασα, καὶ πεσοῦσα, καὶ φθαρεῖσα φύσις, νικήσῃ τὸν ἀπατήσαντα τύραννον, καὶ οὕτω τῆς φθορᾶς ἐλευθερωθῇ, καθώς φησιν ὁ θεῖος Ἀπόστολος. Ἐπειδὴ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν· εἰ τὸ πρῶτον ἀληθὲς, καὶ τὸ δεύτερον. Εἰ δὲ καὶ λέγει· Ὁ πρῶτος Ἀδὰμ ἐκ γῆς χοϊκός, ὁ δὲ δεύτερος Ἀδὰμ, ὁ Κύριος ἐξ οὐρα νοῦ, οὐ τὸ σῶμά φησιν ἐξ οὐρανοῦ, ἀλλὰ δῆλον ὡς οὐ ψιλὸς ἄνθρωπός ἐστιν. Ἰδοὺ γὰρ καὶ Ἀδὰμ αὐτὸν ὠνόμασε, καὶ Κύριον, τὸ συναμφότερον σημαίνων. Ἀδὰμ μὲν γὰρ ἑρμηνεύεται γηγενής· γηγενὴς δὲ δῆλον ὅτι ἐστὶν ἡ τοῦ ἀνθρώπου φύσις, ἡ ἐκ χοὺς πλασθεῖσα· τὸ Κύριος δὲ, τῆς θείας οὐσίας ἐστὶ παρ ραστατικόν. Πάλιν δέ φησιν ὁ Ἀπόστολος· ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ, γενόμενον ἐκ γυναικός. Οὐκ εἶπε, διὰ γυναικός, ἀλλ' ἐκ γυναικὸς. Ἐσήμανεν οὖν ὁ θεῖος Ἀπόστολος, ὡς αὐτός ἐστιν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς, ὁ ἐκ τῆς Παρθένου γενόμενος ἄνθρωπος, καὶ αὐτός ἐστιν ὁ ἐκ τῆς Παρθένου γεννηθεὶς, ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Θεός
col. 1007–1008page 495 of 677
PG 130:1007οὐ προδιαπλασθέντι ἀνθρώπῳ ἐνοικήσας, ὡς ἐν προφήτῃ, ἀλλ' αὐτὸς οὐσιωδῶς καὶ ἀληθῶς γενόμενος ἄνθρωπος, ἤτοι ἐν τῇ ὑποστάσει αὐτοῦ ἔψυχωμένην σάρκα ψυχῇ λογικῇ τε καὶ νοερᾷ ὑποστήσας, καὶ αὐτὸς γεγονὼς αὐτῇ ὑπόστασις. Τοῦτο γὰρ σημαίνει τό, γενόμενον ἐκ γυναικός· πῶς γὰρ ἂν αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ὑπὸ νόμον γέγονεν, εἰ μὴ ἄνθρωπος ἡμῖν ὁμοούσιος γέγονεν, γεννηθεὶς δὲ σωματικῶς, καθὸ γέγονεν ἄνθρωπος. Ὅθεν δικαίως καὶ ἀληθῶς Θεοτόκον τὴν ἁγίαν Μαρίαν ὀνομάζομεν· τοῦτο γὰρ τὸ ὄνομα ἅπαν τὸ μυστήριον τῆς οἰκονομίας συνίστησι. Εἰ γὰρ Θεοτόκος ἡ γεννήσασα, πάντως Θεὸς ὁ ἐξ αὐτῆς γεννηθεὶς, πάντως δὲ καὶ ἄνθρωπος. Πῶς γὰρ ἂν ἐκ γυναικὸς γεννηθείη Θεὸς, ὁ πρὸ αἰώνων ἔχων τὴν ὕπαρξιν, εἰ μὴ ἄνθρωπος γέγονεν; Ὁ γὰρ Υἱὸς ἀνθρώπου, ἄνθρωπος δηλονότι. Εἰ δὲ αὐτὸς ὁ γεννηθεὶς ἐκ γυναικὸς Θεός ἐστιν, εἷς ἐστι δηλονότι ὁ ἐκ Θεοῦ Πατρὸς γεννηθεὶς κατὰ τὴν θείαν καὶ ἄναρχον οὐσίαν, καὶ ἐπ᾿ ἐσχάτων τῶν χρόνων ἐκ τῆς Παρθένου τεχθεὶς κατὰ τὴν ἠργμένην καὶ ὑπὸ χρόνον οὐσίαν, ἤτοι τὴν ἀνθρωπίνην. Τοῦτο δὲ μίαν ὑπόστασιν, καὶ δύο φύσεις, καὶ δύο γεννήσεις σημαίνει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Χριστοτόκον δὲ οὐδαμῶς φαμεν τὴν ἁγίαν Παρθένον, διότι ἐπ' ἀναιρέσει τῆς Θεοτόκος φωνῆς ὁ μιαρός, καὶ βδελυρός, καὶ Ἰουδαιόφρων Νεστόριος τὸ σκεῦος τῆς ἀτιμίας, καὶ ἐπὶ ἀτιμίᾳ τῆς μόνης ὄντως τετιμημένης ὑπὲρ πᾶσαν κτίσιν Θεοτόκου, κἂν οὗτος διαῤῥήγνυται σὺν τῷ πατρὶ αὐτοῦ τῷ Σατανᾷ, ταύτην τὴν προσηγορίαν ἐξηύρατο, ὡς ἐπηρεαζόμενος· χριστὸς γὰρ καὶ ὁ Δαβὶδ ὁ βασιλεὺς, καὶ ὁ Ἀαρὼν ὁ ἀρχιερεύς· ταῦτα γὰρ τὰ χριόμενα, βασιλεία τε καὶ ἱερωσύνη· καὶ πᾶς θεοφόρος ἄνθρωπος Χριστὸς λέγεσθαι δύναται, ἀλλ' οὐ Θεὸς φύσει, ὡς καὶ Νεστόριος ὁ θεήλατος, τὸν ἐκ Παρθένου τεχθέντα θεοφόρον εἰπεῖν ἐφρυάξατο. Ἡμᾶς δὲ μὴ γένοιτο θεοφόρον αὐτὸν εἰπεῖν ἢ νοῆσαι, ἀλλὰ Θεὸν σεσαρκωμένον. Αὐτὸς γὰρ ὁ Λόγος σὰρξ ἐγένετο, πυηθεὶς μὲν ἐκ τῆς Παρθένου, προελθὼν δὲ Θεὸς μετὰ τῆς προσλήψεως, ἤδη καὶ αὐτῆς ὑπ' αὐτοῦ θεωθείσης, ἅμα τῇ εἰς τὸ εἶναι ταύτης παραγωγῇ, ὡς ὁμοῦ γενέσθαι τὰ τρία, τὴν πρόσληψιν, τὴν ὕπαρξιν, τὴν θέωσιν αὐτῆς ὑπὸ τοῦ Λόγου· καὶ οὕτω νοεῖσθαι, καὶ λέγεσθαι Θεοτόκον τὴν ἁγίαν Παρθένον, οὐ μόνον διὰ τὴν φύσιν τοῦ Λόγου, ἀλλὰ καὶ διὰ τὴν θέωσιν τοῦ ἀνθρωπίνου, ὧν ἅμα, καὶ ἡ σύλληψις, καὶ ἡ ὕπαρξις τεθαυματούργηται· ἡ μὲν σύλληψις τοῦ Λόγου, τῆς δὲ σαρκὸς, ἡ ἐν αὐτῷ τῷ Λόγῳ ὕπαρξις, αὐτῆς τῆς Θεομήτορος ὑπερφυῶς χορηγούσης τὸ πλασθῆναι τῷ πλάστῃ, καὶ τὸ ἀνθρωπισθῆναι τῷ Θεῷ καὶ ποιητῇ τοῦ παντὸς, θεοῦντι τὸ πρόσλημμα, σωζούσης τῆς ἑνώσεως τὰ ἑνωθέντα τοιαῦτα, οἷα καὶ ἤνωνται· οὐ τὸ θεῖον λέγω μόνον, ἀλλὰ καὶ τὸ ἀνθρώπινον τοῦ Χριστοῦ, τὸ ὑπὲρ ἡμᾶς,
col. 1009–1010page 496 of 677
PG 130:1009καὶ καθ' ἡμᾶς. Οὔτε γὰρ γενόμενον πρότερον καθ' ἡμᾶς, ὕστερον γέγονεν ὑπὲρ ἡμᾶς· ἀλλὰ ἀεὶ ἐκ πρώτης ὑπάρξεως ἄμφω ὑπῆρξε, διὰ τὸ ἐξ ἄκρας συλλήψεως ἐν αὐτῷ τῷ λόγῳ τὴν ὕπαρξιν ἐσχηκέναι ἀνθρώπινον μὲν οὖν ἐστι κατὰ τὴν οἰκείαν φύσιν, Θεοῦ δὲ καὶ θεῖον, ὑπερφυῶς. Ἔτι δὲ καὶ τῆς ἐμψύχου σαρκὸς τὰ ἰδιώματα ἔσχε· κατεδέξατο γὰρ αὐτὰ ὁ Λόγος, οἰκονομίας λόγῳ, φυσικῆς κινήσεως τάξει κατὰ ἀλήθειαν φυσικῶς γινόμενα. Τοῦ αὐτοῦ. Κεφάλαιον πς'. Προκόπτειν λέγεται σοφίᾳ, καὶ ἡλικίᾳ, καὶ χάριτι· τῇ μὲν ἡλικίᾳ αὐξων, διὰ δὲ τῆς αὐξήσεως τῆς ἡλικίας τὴν ἐνυπάρχουσαν αὐτῷ σοφίαν εἰς φανέρωσιν ἄγων· ἔτι δὲ τὴν τῶν ἀνθρώπων ἐν σοφίᾳ καὶ χάριτι προκοπήν, καὶ τὴν τελείωσιν τῆς τοῦ Πατρὸς εὐδοκίας, ἤγουν τὴν τῶν ἀνθρώπων θεογνωσίαν τε καὶ σωτηρίαν, οἰκείαν προκοπὴν ποιούμενος, καὶ οἰκειούμενος πανταχοῦ τὸ ἡμέτερον. Οἱ δὲ προκόπτειν αὐτὸν λέγοντες σοφίᾳ, καὶ χάριτι ὡς προσθήκην τούτων δεχόμενον, Νεστορίῳ τῷ ματαιόφρονι πειθόμενοι, σχετικὴν ἔνωσιν καὶ ψιλὴν ἐνοίκησιν τερατεύονται, μὴ γινώσκοντες μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται. Εἰ γὰρ ἀληθῶς ἡνώθη τῷ Θεῷ λόγῳ ἡ σὰρξ ἐξ ἄκρας ὑπάρξεως, μᾶλλον δὲ ἐν αὐτῷ ὑπῆρξε, καὶ τὴν ὑποστατικὴν πρὸς αὐτὸν ἔσχε ταυτότητα, πῶς οὐ τελείως κατεπλούτησε πᾶσαν σοφίαν καὶ χάριν; Τοῦ αὐτοῦ. Κεφάλαιον κη'. Ἀναμάρτητος ὢν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν ὁ αἴρων τοῦ κόσμου τὴν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, οὐχ ὑπέκειτο θανάτῳ, εἴπερ διὰ τῆς ἁμαρτίας εἰς τὸν κόσμον εἰσῆλθεν ὁ θάνατος. Θνήσκει τοίνυν, τὸν ὑπὲρ ἡμῶν ἀναδεχόμενος θάνατον, καὶ ἑαυτὸν τῷ Πατρὶ προσφέρει θυσίαν ὑπὲρ ἡμῶν. Αὐτῷ γὰρ πεπλημμελήκαμεν, καὶ αὐτὸν ἔδει τὸ ὑπὲρ ἡμῶν λύτρον δέξασθαι, καὶ οὕτως ἡμᾶς λυθῆναι τῆς κατακρίσεως. Ἀλλ' εἰ καὶ τέθνηκεν ὡς ἄνθρωπος, καὶ ἡ ἁγία αὐτοῦ ψυχὴ διῃρέθη τοῦ ἀχράντου σώματος, ἀλλ' ἡ θεότης ἀχώριστος ἀμφοτέρων διέμεινε, τῆς τε ψυχῆς, φημὶ, καὶ τοῦ σώματος. Καὶ οὐδ' οὕτως ἡ μία ὑπόστασις εἰς δύο ὑποστάσεις διῄρηται. Τό τε γὰρ σῶμα καὶ ἡ ψυχὴ κατὰ ταὐτὸν ἐξ ἀρχῆς ἐν τῇ τοῦ Λόγου ὑποστάσει ἔχοντα τὴν ὕπαρξιν, καὶ ἐν τῷ θανάτῳ ἀλλήλων διαιρεθέντα ἔμεινε τὴν μίαν τοῦ Λόγου ὑπόστασιν ἔχοντα, καὶ ἀδιαιρέτως ἡνωμένα αὐτῷ
col. 1011–1012page 497 of 677
PG 130:1011Τοῦ μεγάλου Ἀθανασίου κατὰ τῶν λεγόντων μίαν σύνθετον φύσιν γεγονέναι τὸν Χριστόν. Εἰ γὰρ ὕστερον ἐπὶ Εὐτυχοῦς καὶ Διοσκόρου τῶν Μονοφυσιτῶν ἡ αἵρεσις ἤκμασεν, ἀλλ' ἦσαν τινες καὶ πρότερον οἱ τοῦ πονηροῦ τούτου δόγματος τὰ σπέρματα καταβάλλοντες. Ὁ δὲ ἅγιος Μάξιμος σπορέα ταύτης τὸν Ἀπολλινάριον γεγονέναι λέγει. Τί τὸ μηνυθὲν ἐπιχείρημα, δίκην ὁρμητηρίου ταῖς ψυχαῖς λυμαινόμενον; Μέρος, φησί, τῆς οἰκείας οὐσίας ὁ Θεὸς Λόγος τὴν ἀναληφθεῖσαν σάρκα πεποίηται, ὡς ἐκ τούτου μίαν οὐσίαν νοεῖσθαι τὸ συναμφότερον, μένουσαν μὲν ἀπαθῆ καθὸ Λόγος ἦν, πάσχουσαν δὲ τῷ μέρει τῆς σαρκὸς τῆς μετὰ τοῦ Λόγου συντελούσης εἰς μίαν οὐσίαν. Τούτου δὲ τὸ ἄτοπον, καὶ τὸ πάσης βλασφημίας ἐπέκεινα ῥᾴδιον τῷ βουλομένῳ καταμαθεῖν. Μέρος τῆς θείας οὐσίας ἡ σάρξ, καὶ τὸ γελοιότερον μέρος τῆς ἀμεροῦς, ποιεῖν τὸ σύνθετον τὴν ἁπλῆν. Εἰ γὰρ ἀλλήλων τοιαῦτα μέρη, εἰς ἕν τι συντελοῦντα, ἕτερον τῇ σύνθεσιν δείκνυται τὸ ἐκ διαφόρων συνεστάναι λεγόμενον, εἶτα δεχόμενον αὔξησιν ἐκ τῆς προστεθείσης σαρκός, οὐκ ἐν τῇ ἰδίᾳ φύσει θεωρουμένης, ἀλλὰ μέρος τῆς τοῦ λαβόντος οὐσίας γεγενημένης, μέλλον δὲ καὶ μεταποίησις ἐντεῦθεν μηνύεται, μηκέτι τοῦ Λόγου κατὰ τὴν ἀΐδιον ὕπαρξιν μένοντος, ἀλλὰ τινὸς ἑτέρου διὰ τῆς προσθήκης τυγχάνειν ἐλεγχομένου. Τὸ γὰρ τὴν τρεπτὴν φύσιν μέρος ποιήσασθαι τῆς ἀτρέπτου, καὶ μίαν ταύτην ἐξ ἀμφοτέρων καινοτομίαν οὐσίας, καὶ ἀποβολὴν ἀποφαίνεται, ὡς πολλὴν ἀμηχανίαν κατὰ τὴν διάνοιαν φύεσθαι, μὴ δυναμένην μήτε τι ἀκόλουθον συνιδεῖν, μήτε τοῦ προκειμένου προσηγορίαν εὑρεῖν. Ἢ τί ἄν τις εἴποι τὴν μίαν ἐξ ἀμφοτέρων οὐσίαν; Λόγον μένον; Ἀλλ' οὐκ ἐκ τῆς σαρκὸς τὸ μέρος. Σάρκα μένον; Ἀλλ' οὐ συγχωρεῖ τοῦ Λόγου ἡ φύσις. Ἀλλὰ Χριστόν; Οἰκονομίας, ἀλλ' οὐκ οὐσίας ἔδωκας ὄνομα. Φεῦ τῆς θεομάχου μανίας! κατὰ τῆς ἀτρέπτου οὐσίας τολμήσαντες, καὶ προσηγορίας ταύτην κυρίας ἐστέρησαν, ὡς μηκέτι κατὰ τοῦτον τὸν λόγον μηδὲ τὸ ὁμοούσιον τῷ Υἱῷ πρὸς τὸν Πατέρα φυλάττεσθαι. Τῷ γὰρ ἐν τῇ ταυτότητι τῆς οὐσίας γινωσκομένῳ ὁ προσθήκην καὶ μεταβολὴν τῆς οἰκείας ἐργασάμενος ἐξ ἐπιμιξίας ἄλλης οὐκ ἔτι σώζει τὸ ὁμοούσιον. Ὁ μὲν γὰρ Πατὴρ οὐδὲν ἔξωθεν τῆς οἰκείας δόξης ἐν τῇ φύσει κέκτηται, ὁ δὲ Υἱὸς προσκτησάμενος ἐν τῇ φύσει τὴν σάρκα, καὶ μίαν οὐσίαν αὐτῆς καὶ τοῦ Λόγου δεικνύων, πάμπολυ διεστὼς ἀπελέγχεται τοῦ μηδεμίαν προσθήκην εἰς αὔξησιν, ἢ μεταβολὴν τῆς οἰκείας οὐσίας κομισαμένου. Ἀνάγκη τοίνυν ἢ μὴ μίαν οὐσίαν εἰδέναι τοῦ Λόγου καὶ τῆς σαρκός, ἀλλὰ ἀσύγχυτον ἕνωσιν, ἢ τοῖς Ἀρείου κληρονόμοις συγκαταπίπτειν, καὶ τὰ ἐκείνων ἑτεροούσιον παρεισάγειν, ταῖς ἱεραῖς τε τοῦ Δεσπότου φωναῖς ἀντιπίπτειν, καὶ παρωθεῖσθαι λίαν ἐπικινδύνως τό, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καί, Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν Πατέρα. Πῶς ἕν, ὅπου τὸ
col. 1013–1014page 498 of 677
PG 130:1013οὗτον εὑρίσκεται τὸ διάφορον, τοῦ μὲν εἰς τέλος οὕτω μένοντος ὡς πεφυκὼς ἐξ ἀϊδίου πιστεύεται, τοῦ δὲ τῇ συνθέσει τῆς σαρκὸς τὴν οἰκείαν οὐσίαν κεράσαντος, ἢ αὐξήσαντος, ἢ κατὰ σύγχυσιν εἰς ἄλλο μεταπεσόντος· Πῶς ὁ τοῦτον βλέπων ἐκεῖνον βλέπει, εἴπερ Πατρὸς μὲν οὐσίαν δηλοῖ μόνον θεότης, Υἱοῦ δὲ θεότης καὶ ἀνθρωπότης, ἕν τι τῇ φύσει γενόμενα, καὶ Πατρὸς μὲν οὐσία μέρος οὐκ ἔχει τὸ πάσχον, τοῦ Λόγου δὲ ἡ φύσις τῷ μέρει τῆς σαρκὸς ὑπομένει τὸ πάθος; Τί τῆς δυσσεβείας ταύτης ἀνοσιώτερον, μίαν μὲν λέγειν οὐσίαν, τέμνειν δὲ ταύτην εἰς ποικίλα τε καὶ διάφορα, καὶ φέρειν φωνὰς ἐφ' ὕβρει μὲν λεγομένας, συναρμοσθῆναι δὲ τῇ ὑποθέσει μὴ δυναμένας; Εἰ μὴ τελείας φύσεως τὸ ἀπαθές, καὶ τελείας φύσεως τὸ παθητόν, καὶ μέρος πάσχει, καὶ μέρος οὐ πάσχει, καὶ τὸ μὲν ζῇ, τὸ δὲ τέθνηκεν, ἐλεεινότερον ἄρα τὸ ζῶν τὰς ἐκ τοῦ τεθνηκότος ὀδύνας ἐν αἰσθήσει καρπούμενον, εἴπερ τῆς μιᾶς οὐσίας ἅμα τὸ τεθνάναι, καὶ τὸ ζῆν. Ἀλλ' ἄπαγε τῆς τοσαύτης κενοφωνίας. Οὔτε μέρος ἀμεροῦς, καὶ ἁπλῆς φύσεως παρειλήφαμεν, οὔτε μέρει μὲν πάσχειν, μέρει δὲ μὴ πάσχειν τὸ ἀπαθὲς ἐδιδάχθημεν, οὔτε μιᾶς οὐσίας ὅρον ἐπὶ ταῖς δύο γινώσκομεν, οὔτε τοῦ ἑτερουσίου, καὶ τοὔνομα προσιέμεθα, ἅτινα πάντα εἰς μίαν οὐσίαν οἱ λέγοντες συντελεῖν τὸν λόγον καὶ τὴν σάρκα νομοθετοῦντες εὑρίσκονται. Πῶς οὖν καὶ ἡ σὰρξ ἐλήφθη, καὶ ὁ λαβὼν οὐκ ἠλλοιώθη, σώζει τε καὶ ἡνωμένος ταύτῃ πρὸς τὸν ἑαυτοῦ Πατέρα τὴν τῆς οὐσίας ταυτότητα; Πῶς ἐκ τοῦ τὴν σάρκα λαβεῖν, καὶ κατ' αὐτὴν οἰκονομῆσαι σοφῶς τε καὶ ὑπὲρ λόγον, οὐκ εἰς αὔξησιν, ἢ μεταποίησιν τῆς ἰδίας οὐσίας, ἀλλ' εἰς κοινωνίαν τῆς ἐμφύτου ἀξίας, ἣν ἡ τῆς ἀρρήτου συναφείας εἰργάσατο χάρις· Ἄλλο γὰρ τὸ λέγειν δύο φύσεων τελείων εἰς ἓν πρόσωπον σύνοδον, καὶ ἄλλο τὸ φάσκειν ἐκ δύο μερῶν μίαν οὐσίαν. Τῆς μὲν γὰρ θείας οὐσίας ὁ λόγος ἁπλοῦς, τῆς δὲ φιλανθρώπου οἰκονομίας τὸ θαῦμα διπλοῦν. Οὔτε οὖν τὸ ἁπλοῦν τῆς οὐσίας εἰς ποικιλίαν τέμνεται, οὔτε τὸ διπλοῦν τῆς οἰκονομίας εἰς μίαν οὐσίαν μεταχωνεύεται. Πῶς γὰρ οἷόν τε τὸ ἀΐδιον καὶ τὸ πρόσφατον ἐν μιᾷ θεωρεῖσθαι φύσει; Μὴ ἄρα καὶ τὸ ἐκ τῆς πλευρᾶς αἷμα καὶ ὕδωρ Θεότητος οὐσία, κρουνηδὸν ῥέουσα; Εἰ τῆς αὐτῆς τὸ πάσχειν καὶ τὸ μὴ πάσχειν, ἀνάγκη καὶ θελήματα εἶναι διάφορα, καὶ ἐνεργείας μὴ τὰς αὐτάς. Ἄλλα γὰρ προσήκει μορφῇ Θεοῦ, καὶ ἄλλα μορφῇ δούλου. Ἕτερα ναῷ, καὶ ἕτερα τῷ ἐνοικοῦντι Θεῷ. Στάσιν τοίνυν ἐπεισάγουσιν ἄπαυστον τῇ μιᾷ οὐσίᾳ, ἧς τὸ μὲν ἑτέραν βούλησιν ἔχει, τὸ δὲ ἑτέραν. Εἰ μία οὐσία, πῶς λέγει, Οὐ τί ἐγὼ θέλω, ἀλλὰ τί σύ; Πῶς ἡ αὐτή ἐστι καὶ ποιητής, καὶ ποίημα; Πῶς ἡ αὐτὴ καὶ πάντα οἶδε πρὶν γενέσεως, καὶ τὴν ἐσχάτην ἡμέραν καὶ ὥραν ἀγνοεῖ; Πῶς ἡ αὐτὴ καὶ προσεύχεται, καὶ τὰς δεήσεις δέχεται; Πῶς λέγει, Θεέ μου, Θεέ μου, ἱνατί με ἐγκατέλιπες; Τίς οἶδεν οὐσίαν αὐτὴν ὑφ' ἑαυτῆς ἐγκαταλιμπανομένην, καὶ ἑαυτὴν ὡς ἄλλον ἐπικα-
col. 1015–1016page 499 of 677
PG 130:1015λουμένην, ἅπερ τῷ διπλῷ τῶν φύσεων ἀκόλουθα δείκνυται; Ἀλλ' ἐπειδὴ καὶ τὸ ὑπόδειγμα τῆς τοῦ ἀνθρώπου φύσεως ἡμεῖς μὲν πρὸς τὸ εὐσεβὲς παρειλήφαμεν, ἕτεροι δὲ πρὸς διαστροφὴν ἐκλαμβάνουσιν, ἀναγκαῖον ποιήσασθαι καὶ τὴν περὶ τούτου διάλεξιν. Τοῦ αὐτοῦ κατὰ τῶν αὐτῶν. Ἰδοὺ γὰρ καὶ ἕτερον παραλογισμὸν μετὰ τῆς ἀσε βείας ἐγέννησαν. Ὥσπερ, φησὶν, ὁ ἄνθρωπος ἐκ δύο συνεστώς, μία φύσις λέγεται, οὕτω καὶ ὁ Δεσπότης Χριστὸς ἐκ Λόγου καὶ σαρκὸς ὑπάρχων, μία οὐσία δείκνυται. Τὸ μὲν οὖν μὴ δύνασθαι τὰ τοσοῦτον ἀλ λήλων παρηλλαγμένα καὶ τελείαν μίαν οὐσίαν ἀπο τελεῖν, καὶ τρεπτὴν μὴ ποιεῖν, συντόμως προείρηται. Τὸ δὲ μηδὲν αὐτοῖς κατὰ σκοπὸν ἀπαντᾶν, ὁ τοῦδε τοῦ παραδείγματος αὐτίκα δειχθήσεται. Ἄν θρωπος μὲν γὰρ ἐκ ψυχῆς νοητῆς καὶ σώματος αἰ σθητοῦ ζῶον γνωρίζεται εἰκότως, διὰ τοῦτο μηδέτι ρον χωρὶς τοῦ ἑτέρου προάγουσαν ἔχειν ὑπόστασιν μηδὲ σώζειν τὸν ὅρον τῆς φύσεως, κατὰ ταὐτὸν μὲν ἀρχὴν τοῦ εἶναι λαβόντα ἐκ γαστρός, καὶ οὕτως εἰς τὸν βίον ἐρχόμενα, ἑνὸς δὲ ζώου σύστασιν ἐργαζόμενα. Ὁ δὲ Κύριος Ἰησοῦς οὐκ ἐξ ἀτελῶν πραγμά των τὸ εἶναι δέχεται, ἀλλὰ τελείων σύνοδον ἐν ἑαυ τῷ φύσεων δείκνυσι. Κἀκεῖ μὲν μέρη ἀνθρώπου ψυχὴ καὶ σῶμα, ἐνταῦθα δὲ οὔτε ἡ σὰρξ μέρος τοῦ Λόγου, οὔτε ὁ Λόγος μέρος τῆς σαρκός. Ἑκάτερον γὰρ αὐ τῶν καὶ πρὸ τῆς γνώσεως τελείαν δείκνυσι τὴν φύ σιν, ὡς μηδὲν ὅλως λείπειν μήτε τῇ θεότητι εἰς τὸν ἴδιον λόγον, μήτε τῇ ἀνθρωπότητι. Ἄλλο γάρ ἐστι τὸ ἀναπληροῦσθαι οὐσίαν ἐκ δύο μερῶν, καὶ ἄλλο εἶ ναι τέλειον· διὸ καὶ μορφὴ Θεοῦ λέγεται, καὶ μορφὴ δού λου. Ἐπὶ δὲ τοῦ ἀνθρώπου οὔτε ψυχὴ μόνη ἄνθρωπος, οὔτε ἡ σάρξ. Εἰ γὰρ ἦν τι τούτων τελεία φύ σις, εἰς ἐνέργειαν ἔπραξεν ἄν τι καὶ δίχα τοῦ ἄλλου. Καὶ τοῦτο σαφὲς οὐ μόνον παρὰ τοῖς θείοις νόμοις, ἀλλ' ἤδη καὶ παρὰ τοῖς ἀνθρωπίνοις λόγοις. ὁρίζονται γοῦν τὸν ἄνθρωπον οἱ περὶ ταῦτα δεινοὶ ζῶον λογικὸν θνητόν· τὸ μὲν λογικὸν ἐκ τῆς ψυχῆς ἑρμη νεύοντες, τὸ δὲ θνητὸν ἐκ τοῦ σώματος ἀποφαίνοντες. Οὕτως ἀμφότερα ἑνὸς προσώπου, οὐ δύο ἐνό μισαν. Τὸν ἴσον τρόπον καὶ ἡ θεία Γραφή. Τὸν γὰρ αὐτὸν ἄνθρωπον καὶ κατ' εἰκόνα Θεοῦ μηνύει κατὰ τὸ ἐξαίρετον τῆς νοερᾶς ψυχῆς, καὶ ἄρσεν καὶ θήλυ προσαγορεύει κατὰ τὸ ἰδίωμα τῆς σαρκός, ἵνα δείξῃ τὴν ψυχὴν καὶ τὸ σῶμα μέρη ἑνὸς προσώπου, οὐ δύο. Πῶς οὖν κέχρηνται τῷδε τῷ ὑποδείγματι μηδὲν ὅμοιον ἔχοντι; Εἰ δύο πρόσωπα τέλεια ὑπέδειξαν εἰς μίαν μεθαρμοσθέντα οὐσίαν, καλῶς προέφερον τὸ ὑπόδειγμα. Δύο δὲ μέρη ἑνὸς προσώπου λέγοντες, δύο πρόσωπα λέγουσι, τοῦ Δεσπότου Χριστοῦ τὰ δύο τέλεια καλουμένου, καὶ Θεοῦ καὶ ἀνθρώπου, διὰ τὸ τέλειον ἀμφοτέρων. Οὕτω γοῦν ἡ σωτήριος τοῦ Χριστοῦ προσηγορία νῦν μὲν δηλοῖ μόνην τὴν θεό τητα, ὡς ἀνενδεῆ καὶ τελείαν, νῦν δὲ τὴν ἀνθρωπό
col. 1017–1018page 500 of 677
PG 130:1017τητα, ὡς μηδὲν ἔχουσαν τῇ κατασκευῇ ἐλλιπές, νῦν δὲ τὸ συναμφότερον, ἵνα δειχθῇ καὶ τῶν δύο φύσεων τὸ διάφορόν τε καὶ τέλειον, καὶ τῆς ξένης ἑνώσεως τὸ πρόσωπον ἄτμητον. Ἐκεῖνοι μὲν εἰς τοῦπὴν θεότητος, καὶ ἀνατροπὴν τῶν συνόντων ταῖς φύσεσι καὶ εἰς ἀναρμόστους φλυαρίας ἐχρήσαντο τῇ κατὰ τὸν ἄνθρωπον θεωρίᾳ, ἡμεῖς δὲ εἰς ἀπόδειξιν καὶ μαρτυρίαν τοῦ δυνατὸν εἶναι καὶ δύο τινῶν σύνηδον νοεῖσθαι, καὶ ἓν πρόσωπον δι' ἀμφοτέρων ὁρᾶσθαι. Εἰ γὰρ ἀνθρώπου φύσις οὐκ ἐκωλύθη δύο μὲν ἔχειν μέρη τὰ ἐξ ὧν τὸ πρόσωπον, ἓν δὲ δεικνύναι πρόσωπον τὸν οὕτω συνεστῶτα ἄνθρωπον, πόσῳ μᾶλλον ἡ θεία χάρις ἱκανὴ δεῖξαι δυνατὸν καὶ ἀκόλουθον τὸ καὶ δύο φύσεις τελείας εἰς ἕνωσιν ἀσύγχυτον συνδραμεῖν, καὶ τοῦ προσώπου τὸ μοναδικὸν μηδαμῶς ἀνελεῖν; Ὥσπερ δὲ ἀκούσαντες, εἷς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα, τῇ θεότητι μόνῃ τὸ ποιῆσαι τὰ πάντα κατὰ τὸ εἰκὸς ἐπιγράφομεν· οὕτως ἀκούσαντες τὸ, Εἷς παθητὸς ὁ Χριστὸς, τῆς ἡνωμένης σαρκὸς τὸ πάθος γινώσκομεν· ἐπεὶ πῶς νοήσομεν τῆς αὐτῆς οὐσίας καὶ ἀσθένειαν ἐν ταὐτῷ, καὶ τὴν δύναμιν; Τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής· οὐ μέρος πνεύματος, οὐδὲ μέρος σαρκός. Καὶ πάλιν, Εἰ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ· ὅρα τὰ ὀνόματα, καὶ τὰ πράγματα· πνεῦμα καὶ σὰρξ, δύναμις καὶ ἀσθένεια, σταυρὸς καὶ ζωή, τὸ ἐγεῖρον καὶ τὸ ἐγειρόμενον, τὸ ὑπερυψοῦν καὶ τὸ ὑπερυψούμενον· ἐν ἑνὶ δὲ προσώπῳ, οὐ κατὰ σύνθεσιν μερῶν, ἀλλὰ καθ᾽ ἕνωσιν τελείων φύσεων, οὐ μίαν οὐσίαν τὰς δύο ποιοῦσαν, ἀλλὰ μίαν ἀξίαν καὶ δόξαν δηλοῦσαν· οὕτως οὐκ ἀρνούμεθα τὴν ἕνωσιν, παραιτούμεθα δὲ τὴν συνουσίωσιν. Ὅτι γὰρ ἀδύνατον τὰς δύο οὐσίας γενέσθαι μίαν, διδάσκει μὲν ὁ τῆς φύσεως νόμος, διδάσκει δὲ ὁ τοῦ κηρύγματος λόγος, πείθει δὲ διὰ παντὸς γένους ἡ πεῖρα, θεσπίζει δὲ προδήλως ὁ Κύριος. Μετὰ γοῦν τὴν ἀνάστασιν ἀπιστούντων ἔτι τῶν μαθητῶν φησί, Ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. Ψηλαφήσατε πρότερον, ἵνα δειχθῇ οὐ φαντασία πνεύματος ἀπατῶσα τοὺς θεωμένους, ἀλλ' ἀντιτυπία σώματος πληροφοροῦσα τοὺς ἁπτομένους. Τίς οὖν οὐχ ὁρᾷ τὰ τῶν φύσεων ἴδια, ὅτι τοῦ πνεύματος μὲν τὸ μὴ ἔχειν σάρκα μήτε ὀστᾶ, τοῦ σώματος δὲ τὸ ἔχειν, καὶ τοῦ μὲν τὸ θεωρεῖσθαι, τοῦ δὲ τὸ μὴ ὁρᾶσθαι, τούτου τὸ ἁφῇ ὑποβάλλεσθαι, ἐκείνου τὸ ἁφὴν μὴ προσίεσθαι; Πῶς οὖν μία οὐσία, καὶ τοσαύτης οὔσης παραλλαγῆς; Τοῦ αὐτοῦ κατὰ τῶν αὐτῶν. Τί λέγετε; τί ἀποφαίνεσθε; Οἴχεται τῆς φύσεως τὸ διάφορον, καὶ οὐδὲν φέρεται τούτων γνώρισμα; Τί οὖν ὀνομάσομεν τὸ προκείμενον; Λόγον μόνον; Οὐ γὰρ φαίη τις σάρκα τοῦτο τιμᾷν δῆθεν οἰόμενος. Καὶ πῶς οὐχ ὑβρίζετε τοιαύτην αὐτοῦ τὴν οὐσίαν νομίζοντες εἶναι, ὡς δυνατὸν ἑτέρᾳ οὐσίᾳ κτιστῇ πρὸς αὐτὴν μεταστῆναι; Τὸ γὰρ τοῖς ἥττοσι χω
col. 1019–1020page 501 of 677
PG 130:1019ρητόν, κοινὸν τῶν πολλῶν, οὐχ ἑνὸς ἐξαίρετον. Ὃ δὲ μόνῳ τὸ ἀπρόσιτον ἴδιον, τούτῳ πῶς προστίθετε ἀπρόσιτον ἕτερον; Καὶ οὐ μόνον τὸν Λόγον ὑβρίζετε, ἀλλὰ καὶ τῆς σαρκὸς τὴν ὑπόστασιν ἀφανίζετε. Ἧς γὰρ μηδὲν ἔτι λείπεται γνώρισμα, ταύτης ποίῳ τρόπῳ τὴν δόξαν κατανοήσομεν; Εἰ ἐν τῷ εἶναι γνωρίζεται, εἰκότως δοξάζετε. Εἰ δὲ μὴ ἔχει τὸ εἶναι, πῶς καρποῦται τῆς δόξης τὸ μέγεθος; Ἐὰν μὴ δείξητε τὸ τιμώμενον, οὐ μηνύεται τῆς δόξης τὸ ὑπέρογκον. Ἀνάγκη τοίνυν ὁμολογεῖν ἀσύγχυτον τῶν δύο τὴν ἔνωσιν, οὔτε εἰς τροπὴν τοῦ λαβόντος, οὔτε εἰς ἀφανισμὸν τοῦ ληφθέντος, ἀλλ' εἰς κοινωνίαν δόξης, ἐφ' ἑνὸς προσώπου κηρυσσομένης. Καὶ γὰρ ὑπομείνητε Λόγον μόνον ὀνομάζειν τὰ συναμφότερον, καίτοι τῆς φύσεως ἀντανισταμένης, οὐδ' οὕτω κρύψετε τὸ διάφορον, ὁπόταν τὸ μὲν ἀόρατον καὶ ἀψηλάφητον ἐξ ἀπείρου εἰς ἄπειρον, τὸ δὲ ἐξ ὁρατοῦ καὶ ψηλαφητοῦ πρὸς τὸ ἀόρατον καὶ ἀναφὲς μεταβέβηκε. Καὶ τὸ μὲν ἀναλλοίωτον ἅπαξ, τὸ δὲ δι' ἀλλοιώσεως ἐπὶ τὴν κρείττονα λῆξιν ἐλήλυθεν. Εἶτα εἰ μόνον Λόγος τὸ μένον, πῶς οὐκ ἐῤῥήθη, ὅτι ἡ σάρξ Λόγος ἐγένετο, ἀλλ' ὁ Λόγος σάρξ; Τίς δὲ οὕτω μεμηνὼς καὶ φρενόπληξ, ὡς τολμῆσαι εἰπεῖν τὴν θείαν προσλαβεῖν ἄλλην θεότητος οὐσίαν ἐξ ἑτέρας φύσεως ἐπιγενομένην, ἵνα αὔξησιν παρασκευάσῃ νοείσθαι διὰ τῆς τοιαύτης προσθήκης τοῦ κατὰ φύσιν ἀνενδεοῦς καὶ τελείου; Πῶς δὲ οἱ θεῖοι λόγοι καὶ μετὰ τὴν ξένην ἄνοδον ἔτι κηρύσσουσι τὰ τῇ σαρκὶ διαφέροντα, τὸ πάλιν ἐλθεῖν, τὸ κατὰ τὸν αὐτὸν ὀρθῆναι τρόπον; Ἢ καὶ τοῖς ἀγγέλοις ἐναντία νομοθετήσετε τοῖς εἰρηκόσι σαφῶς, Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν, οὗτος ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν; Πάντα πρὸς ἔμφασιν τῆς σαρκός, τό, οὗτος, τὸ ἐλεύσεται, ὡς ἐν σώματι νῦν μὲν ὧδε, νῦν δὲ ὧδε θεωρουμένῳ. Ὃν τρόπον ἐθεάσασθε, τουτέστι τοῖς τῆς σαρκὸς ὀφθαλμοῖς, ἅπερ ὁ μὴ δεχόμενος οὕτως οὐ μόνον τοῖς ἀγγέλοις μάχεται, ἀλλὰ καὶ τοῖς τοῦ ἁγίου Πνεύματος ἱεροῖς λόγοις ἀντικαθίσταται. Πῶς ἐντυγχάνει ὑπὲρ πολλῶν ὁ Δεσπότης Χριστός; Ὡς Λόγος μόνος; καὶ ποῦ τὰ τῆς ὁμοτίμου πρὸς τὸν Πατέρα ἀξίας, εἴπερ ἐντυγχάνων καθάπερ ὑποδεέστερος, καὶ οὐ μετὰ αὐθεντίας εὐεργετεῖ, ἴσον ἔχων τὸ παντοδύναμον; ἢ δῆλον ὅτι τῆς ἀπαρχῆς τὸ ἐντυγχάνειν ὑπὲρ τοῦ οἰκείου φυράματος, ἵνα δείξῃ πόση περὶ τὴν τῆς σαρκὸς φύσιν ἡ σχέσις; Τίνα δὲ οὐκ ἐντρέπει τοῦ πανσόφου Παύλου τὸ τρανότατον κήρυγμα, ὅτι Τοὺς χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς, παραγγέλλει πᾶσι πανταχοῦ μετανοεῖν, καθότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. Μὴ ἀνήρηται ἡ διαφορά; Μὴ οὐκ εἶπε, Θεὸν ἐν ἀνδρί; Μὴ οὐκ ἔδειξε τὸν ἐγείραντα Θεόν, καὶ τὸν ἀναστάντα ἄνδρα; Ἀλλ' εἰ καὶ τὸ διάφορον ἔδειξε, τὸ ἀχώριστον οὐ παρέλειψεν. Οὐ γὰρ εἶπε, Θεὸν μετ' ἀνδρός, ἀλλά, Θεὸν ἐν ἀνδρί. Πῶς δὲ νοήσομεν καὶ τὸ Ὄψονται
col. 1021–1022page 502 of 677
PG 130:1021εἰς ὃν ἐξεκέντησαν, εἰ μὴ τῆς σαρκὸς ἡ φύσις ἡ δεξαμένη τοὺς ἥλους, αὐτὴ σαφῶς ἐπιδείξει τοὺς τύ πους; Οὐ γὰρ θεότητος οὐσία ἡ ἀόρατος, καὶ ἀν επαφής, ἴχνη παθῶν εἰς ἔλεγχον ἐπιφέρεσθαι ἔμελλεν, ἀλλ' ἡ ἐκ τοῦ παθητοῦ γένους ληφθεῖσα τὴν τῶν ἠσεβηκότων ἐλέγξει παρανομίαν, γνωρίζειν συνωθουμένων ἐν τῇ τρωθείσῃ σαρκὶ τὰ οἰκεῖα τολμήματα. Οὕτω δέδεικται καὶ τὰ ἰδιώματα τῶν φύσεων ἀναφαίνεται, καὶ τὸ κέρδος τῆς ἐνανθρωπήσεως ἀναντίρρη τον καὶ τὸ ἐπιχείρημα τῶν ἀντιλεγόντων ἀναίσχυν τον, καὶ τὸ δυνατὸν τῆς ἀληθείας ἀκαταμάχητον. Τοῦ ἁγίου Μαξίμου κατὰ Εὐτυχοῦς, καὶ Διοσκό ρου, τῶν τὰς δύο τοῦ Χριστοῦ φύσεις εἰς μίαν φύσιν ἀνακιρνώντων, οὓς οἱ μὲν Συγχυτικούς, οἱ δὲ Μονοφυσίτας ὠνόμασαν. Τούτων δὲ ὁ μὲν Εὐτυχὴς ἀρχιμανδρίτης ἦν, ὁ δὲ Διόσκορος πάππας Ἀλεξανδρείας. Ἀπὸ τῆς ἐκθέσεως τοῦ περὶ τῆς ὀρθῆς ὁμολογίας λόγου. Τοὺς λόγους τῶν συνελθόντων σώζεσθαι ἀεὶ οἱ Πατέρες διδάσκουσιν· αὐτὰ δὲ ταῦτα τὰ συνελθόντα πρὸς ἓν ἄμφω συντελεῖν πρόσωπον τοῦ Υἱοῦ καὶ μίαν ὑπόστασιν. Εἰ δὲ τοῦτο, πῶς οὐ χρεὼν πάλιν κατά τοὺς Πατέρας διὰ μὲν τὸ εἰδέναι σωζομένους τοὺς λόγους τὴν διαφορὰν λέγειν καὶ μετὰ τὴν ἕνωσιν σώζειν ἐν ἰδιότητι τῇ κατὰ φύσιν τῶν συνελθόντων ἑκάτερον, διὰ δὲ τὸ ὁμολογεῖν, ὡς πρὸς ἓν ἄμφω συντελοῦσι πρόσωπον τοῦ Υἱοῦ, καὶ μίαν ὑπόστασιν, ἀκριβῶς γινώσκειν, ὡς ἀδιαίρετα ταῦτα πεφύ κασιν; Ὅτι δὲ ἡ τῶν συνελθόντων διαφορά, καὶ αὐτὰ δὲ ταῦτα τὰ συνελθόντα σώζονται μετὰ τὴν ἕνωσιν πάσης τροπῆς ἐκτὸς, καὶ συγχύσεως, ὁ ἁγιώ τατος τῆς Ἐκκλησίας φωστὴρ Κύριλλος, ᾧ καὶ προστετέχθαι περισσῶς ὑποκρίνονται οἱ τῇ ἁγίᾳ τοῦ Θεοῦ διακενῆς πολεμοῦντες Ἐκκλησίᾳ, ἀρκέσει μαρτυρῶν· ἐν μὲν γὰρ τῷ δευτέρῳ τῶν κατὰ Νε στορίου δυσφημιῶν τόμῳ γράφων τάδε, Παρενηνεγμένου γε μὴν εἰς μέσον μυστηρίου τοῦ κατὰ Χριστόν, ὁ τῆς ἑνώσεως λόγος οὐκ ἀγνοεῖ μὲν τὴν διαφοράν, ἐξίστησι δὲ τὴν διαίρεσιν, οὐ συγχέων ἀλλήλαις, καὶ ἀνακιρνῶν τὰς φύσεις, ἀλλ' ἀεὶ σαρκὸς καὶ αἵματος μετεσχηκὼς ὁ τοῦ Θεοῦ Λόγος εἰς πάλιν καὶ ὁ αὐτὸς νοεῖται καὶ ὀνομάζεται· ἐν δὲ τῇ πρὸς Ἀνδρέαν τὸν μεμψάμενον τὸ τρίτον τῶν κεφαλαίων ἀπολογίᾳ οὕτω λέγων· Ἀμοιρήσεις δ' ἂν καὶ μώμου παντὸς τὸ εἰδέναι τυχών, ὡς ἑτέρα μέν ἐστι κατὰ φύσιν ἰδίαν ἡ σὰρξ παρά γε τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον, ἕτερος δ' αὖ κατά γε τὸν τῆς ἰδίας φύσεως λόγον ὁ Μονογενής, ἀλλ' οὐ τὸ εἰδέναι ταῦτα μερίζειν ἐστὶ τὰς φύσεις μετὰ τὴν ἕνωσιν. Ἰδοὺ καὶ τὸ μετὰ τὴν ἕνωσιν σαφῶς τέθειται τῷ μεγάλῳ Κυρίλλῳ, εὐσεβῶς τοῖς πιστοῖς καὶ νοούμενον κατ' αὐ τόν, καὶ λεγόμενον. Τὸ γὰρ μηδαμῶς τι βεβιάσθαι τὸν τοῦ εἶναι τῶν ἑνωθέντων λόγον ἐκ τῆς ἑνώσεως δηλοῖ καὶ τὸ μὴ θατέρῳ θάτερον φυρθῆναι διὰ τὸ ἐξ
col. 1023–1024page 503 of 677
PG 130:1023ἀμφοῖν κατὰ τὴν ὑπόστασιν ἕν, σώζεσθαι δὲ μᾶλλον, εἰσαγάγωμεν, καὶ ἐπὶ τούτῳ μόνῳ κεχρῆσθαι ἐλθόντων τὴν διαφοράν, ὡς σωζομένων μετὰ τὴν τῷ καὶ μένειν καθὸ ἑκάτερον εἶναι τῇ οὐσίᾳ πέφυκε. Τοῦτο γὰρ καὶ ὁ σοφὸς ἐπιστάμενος Κύριλλος διαρ ρήδην φησὶ μήτε συγκεχύσθαι ἀλλήλαις τὰς φύσεις τῷ πρὸς μίαν συντελεῖν ὑπόστασιν τοῦ Υἱοῦ, μήτε διῃρῆσθαι ἀλλήλων τῷ ἕτερον καὶ ἕτερον κατὰ τὸν οὐσιώδη λόγον εἶναί τε, καὶ μένειν, καὶ νοεῖσθαι μετὰ τὴν ἕνωσιν καὶ ἑκάστην μετὰ τῆς φυσικῆς ἰδιότητος καὶ διαφορᾶς, καθ' ἣν ὅ τε Λόγος Θεός ἐστι κατὰ φύσιν, καὶ οὐ σάρξ, εἰ καὶ οἰκείαν ἐποι ήσατο τὴν σάρκα οἰκονομικῶς. Καὶ ἡ σὰρξ σάρξ ἐστι κατὰ φύσιν, καὶ οὐ Θεὸς, εἰ καὶ ἰδία γέγονε τοῦ Θεοῦ Λόγου διὰ τὴν ἕνωσιν. Πῶς οὖν οὐκ ἀναγκαῖον, εὐσε βές τε, καὶ πρέπον κατὰ τὴν τῶν Πατέρων διδα σκαλίαν λέγοντας τὴν διαφορὰν μετὰ τὴν ἕνωσιν σώ ζεσθαι καὶ τὰς δύο φύσεις εἶναι τε καὶ σώζεσθαι ἐν τῷ ἑνὶ Χριστῷ, ἐξ ὧν καὶ ἔστι δοξάζειν μετὰ τὴν ἕνωσιν, ὧν ἡ διαφορά; Πᾶσα γάρ πως ἀνάγκη τινῶν διαφερόντων εἶναι πᾶσαν διαφοράν, καὶ ὅπου νοεῖται εἶναι διαφοράν, δυνατὸν ἐκεῖ ὑπάρχειν πάντως καὶ τὰ διαφέροντα. Συνεισαγωγικά γάρ τινα ἀλλήλων τρόπον τινὰ τὰ τοιαῦτα ὄντα τυγχάνει, ὥσπερ τὰ αἴτια καὶ τὰ αἰτιατά, ὡς πρός τι νοούμενα. Εἰ γὰρ ποιητικόν ἐστι τῆς ἐν Χριστῷ διαφορᾶς τὸ ἑτερούσιον τῶν ἐξ ὧν συνέστηκεν, ὡς αἴτιον, πάντως καὶ ἡ διαφορὰ δηλωτική τυγχάνει, ὡς αἰτιατὸν τῆς τῶν ἐνωθέντων φυσικῆς ἑτερότητος, ὡς ἰδίας αἰτίας. Συνεισάγεσθαι γὰρ, ὡς εἴρηται, ἀλλήλοις τὰ τοιαῦτα πέφυκε, καὶ λεγομένου θατέρου, ἀνάγκη πάντως ὁμολογεῖν καὶ τὸ ἕτερον. Καὶ ἀναιρουμένου πάλιν ἑνὸς, μηδὲ τὸ ἕτερον λέγειν εἶναι ἀκόλουθον. Δεῖ οὖν καὶ δύο λέγειν φύσεις, ἵνα μὴ ψιλὴν τὴν διαφορὰν ἀριθμῷ πρὸς δήλωσιν τοῦ μεμενηκέναι τῶν συν ελθόντων τὴν διαφοράν, ὡς σωζομένων μετὰ τὴν ἕνωσιν, καὶ οὐ διῃρημένων. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ ὅτι ὁ ἀριθμὸς οὐ διαίρεσιν εἰσάγει κατὰ τὸν ἴδιον οἷς ἐπιλέγεται. Πᾶς ἀριθμὸς ποσοῦ τινων διαφερόντων κατὰ τὸν τοῦ πῶς εἶναι ἢ τὸν τοῦ ὑφεστάναι λόγον ὑπάρχων δηλωτικός, τῆς διαφορᾶς τῶν ὑποκειμένων, καὶ οὐ τῆς σχέσεως ἐστιν ἐπαγωγικός. Ὅτι δὲ ταῦθ' οὕτως ἔχει ἐπ' αὐτῆς τῆς ἀληθείας, καὶ ὅτι πᾶς ἀριθμὸς διαφορᾶς, καὶ οὐ διαιρέσεως ἐστι δηλωτικός, μαρτυρεῖ τῷ λόγῳ πάλιν ὁ ἁγιώτατος Κύριλλος, καὶ ἐν τῇ πρὸς Εὐλόγιον ἐπιστολῇ γράφων οὕτως ἐπὶ λέξεως· Οὕτω καὶ ἐπὶ Νεστορίου, κἂν λέγω δύο φύσεις, σημαίνων τὴν διαφορὰν τῆς σαρκὸς καὶ τοῦ Θεοῦ Λόγου, ἀλλ' οὐκέτι τὴν ἕνωσιν ὁμολογεῖ μεθ' ἡμῶν. Ἡμεῖς γὰρ ἑνώσαντες ταῦτα, ἕνα Χριστόν, ἕνα Κύριον ὁμολογοῦμεν, καὶ λοιπὸν μίαν τὴν τοῦ Λόγου φύσιν σεσαρκωμένην. Ὡς ἀνεὶ ἔλεγεν, ὅτι ἡμεῖς τὴν τοῦ μυστηρίου διασκοποῦντες πάνσοφον οἰκονομίαν, ὅταν μὲν σώζεσθαι δεικνύναι βουλώμεθα τῶν συνελθόντων τὴν διαφορὰν μετὰ τὴν ἕνωσιν, δύο κατὰ τοῦτο καὶ μόνον τὰς φύ σεις λέγομεν κατὰ μόνην τὴν θεωρίαν πρὸς δήλωσιν τῆς διαφορᾶς τὸν ἀριθμὸν παραλαμβάνοντες· ὅτε δὲ τὸν ἄρρητον τοῦ μυστηρίου διακρίνωμεν τῆς ἑνώσεως τρόπον, μίαν τοῦ Θεοῦ Λόγου φύσιν σε
col. 1025–1026page 504 of 677
PG 130:1025χωμένην φαμέν. Τοῦτο γὰρ ὡς οἶμαι αὐτῷ βούλεται ἡ δηλοῦν τὸ, Ἡμεῖς δὲ ἐγνώκαμεν αὐτὰ, ἕνα Χριστόν, ἕνα Κύριον ὁμολογοῦμεν, καὶ λοιπὸν μίαν τοῦ Λόγου φύσιν σεσαρκωμένην. Τουτέστιν, Ἡμεῖς ὁμολογοῦντες τὴν ἔνωσιν καὶ τὸν αὐτῆς ἀκριβῶς μετ᾿ εὐσεβείας διαρθρούντες τρόπον, οὐκ ἐχρήμεθα τῇ σημαντικῇ φωνῇ τῆς διαφορᾶς πρὸς δήλωσιν τῆς ἑνώσεως, ἀλλὰ τὴν μὲν ἐπὶ τῆς διαφορᾶς, τὴν δὲ ἐπὶ τῆς ἑνώσεως προσφόρως ἐκλαμβάνοντες, ἀσύγχυτον φυλάττομεν τῶν σημαινομένων τὸν νοῦν. Ὡς λοιπὸν ἐντεῦθεν εἶναι δῆλον, ὅτι κοινὸν αὐτῷ καὶ τῷ Νεστορίῳ τοῦ λέγειν δύο φύσεις μέχρι τοῦ γινώσκειν τὴν διαφορᾶν, οὐκέτι δὲ κοινὸν ἦν τὸ καὶ τὴν ἕνωσιν ὁμολογεῖν τῷ λέγειν ἕνα Υἱόν, ἕνα Κύριον, καὶ μίαν τοῦ Λόγου φύσιν σεσαρκωμένην, ὅπερ Νεστόριος εἰπεῖν οὐ κατεδέχετο. Τῷ γὰρ φάσκειν, Οὕτω καὶ ἐπὶ Νεστορίου, κἂν λέγῃ δύο φύσεις τὴν διαφορὰν σημαίνων τῆς σαρκὸς, καὶ τοῦ Θεοῦ Λόγου, ἀλλ' οὐκέτι τὴν ἕνωσιν ὁμολογεῖ μεθ᾿ ἡμῶν, οὐκ ἄλλο ἢ τοῦτο βούλεται δηλοῦν, ὅτι Νεστόριος τὴν μὲν διαφορὰν μεθ' ἡμῶν ὁμολογεῖ δύο φύσεις, τὴν δὲ ἔνωσιν οὐκ ἔτι μεθ᾿ ἡμῶν ὁμολογεῖ, μὴ λέγων ἕνα Χριστόν, ἕνα Υἱόν, ἕνα Κύριον, καὶ μίαν τοῦ Λόγου φύσιν σεσαρκωμένην. Καὶ σαφὲς τοῦτο καθέστηκε τοῖς τοῦ καλοῦ ἐρασταῖς, καὶ τὸ ἀληθὲς ἀγαπᾶν ἐσπουδακόσιν ἐκ τοῦ μηδαμοῦ φαίνεσθαι τὸν διδάσκαλον ἢ κωλύοντα λέγειν δύο φύσεις μετὰ τὴν ἕνωσιν, ἢ ἀνῃρῆσθαι διδάσκοντα τὴν διαφορὰν τῶν συνελθόντων μετὰ τὴν ἕνωσιν, ὡς ἔστιν ἐκ μυρίων αὐτοῦ συγγραμμάτων καταμαθεῖν. Εἰ τοίνυν ἀεὶ μὲν ἡ ἕνωσις ἔστηκεν, ἀεὶ δὲ καὶ τὰ ἑνωθέντα μένει ἀσύγχυτα, ἀεὶ δὲ καὶ ἡ τῶν ἑνωθέντων σώζεται διαφορά, δι᾿ ἣν ὁ ἀριθμὸς παρελήφθη κατὰ τοὺς Πατέρας· πῶς οὐκ ἀνάγκη, εἴπερ ἄρα ἀεὶ ἡ ἔνωσις, καὶ τὰ ἐνωθέντα, καὶ ἡ τούτων διαφορὰ ἔστηκε, καὶ μένει, καὶ σώζεται, καὶ δύο φύσεις λέγειν ἐπὶ δηλώσει τῆς τῶν συνελθόντων διαφορᾶς, καὶ πάλιν μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην ὁμολογεῖν πρὸς ἔνδειξιν τῆς καθ' ὑπόστασιν ἑνώσεως, μηδ' ἑτέρας τῶν φωνῶν τούτων δηλονότι διὰ τῆς ἑτέρας ἀναιρουμένης, ὡς δοκεῖ τισιν ὑπόθεσιν σοφίας ποιουμένοις τὸ ἄσοφον; Τοῦ αὐτοῦ περὶ τῆς ῥήσεως τοῦ ἁγίου Κυρίλλου τῆς πρὸς Σούκενσον κειμένης ἐπιστολῆς. Οὐχ ἁπλῶς φαίνεται τὴν τοῦ ἀδιαιρέτου ἀπαγορεύων φωνὴν ὁ μακάριος Κύριλλος, ἀλλὰ καὶ τὴν Νεστορίου κακόνοιαν προφερομένην, σχετικὴν φάσκοντος γεγενήσθαι τὴν ἕνωσιν, ὡς αὐτὸς ἑαυτῷ Κύριλλος ὁ μακάριος μαρτυρῶν δείκνυται ἐπὶ τέλει τῆς πρὸς Σούκενσον δευτέρας ἐπιστολῆς, καὶ τοῖς ἄγαν φιλονείκοις τὸν ἑαυτοῦ σκοπὸν ποιούμενος φανερόν, οὕτω λέγων· «Τὸ δὲ ἀδιαιρέτως προστεθὲν δοκεῖ πῶς παρ' ἡμῖν ὀρθῆς δόξης εἶναι σημαντικόν· αὐτοὶ δὲ οὐχ οὕτω νοοῦσι. Τὸ γὰρ ἀδιαίρετον παρ' αὐτοῖς κατὰ τὰς Νεστορίου κενοφωνίας καθ' ἕτερον λαμβάνεται τρόπον. Φασὶ γὰρ, ὅτι τῇ ἰσοτιμίᾳ, τῇ ταυτοβουλίᾳ, τῇ αὐθεντίᾳ ἀδιαίρετός ἐστι τοῦ Θεοῦ Λόγου ἐν ᾧ κατώκησεν ὁ ἄνθρωπος.
col. 1027–1028page 505 of 677
PG 130:1027Ὥστε οὐχ ἁπλῶς τὰς λέξεις προφέρουσιν, ἀλλὰ μετά τινος δόλου καὶ κακουργίας. Ἰδοὺ σαφῶς διστὸν ὑπάρχειν τὸν τοῦ ἀδιαιρέτου τρόπον ὑπέθετο ὁ θαυμάσιος οὗτος διδάσκαλος, τὸν μὲν τὴν καθ᾽ ὑπόστασιν σημαίνοντα ἔνωσιν, ὃν καὶ ἀσπαζόμενος ὀρθῆς δόξης εἶναί φησι σημαντικόν· τὸν δὲ μόνης τῆς κατὰ σχέσιν συναφείας δηλωτικὸν, ὃν καὶ ἀποστρέφεται, καὶ τοῖς πιστοῖς τοῦτο αὐτὸ ποιεῖν παραινεῖ ἐκ τῆς κατὰ τὴν λέξιν ὁμοίας προφορᾶς πολλάκις τὸν τῆς αἱρετικῆς δυσσεβείας τὸν τοῖς ἀκεραιοτέροις λεληθότως ἐμβάλλειν δυνάμενον, ὅθεν παρ᾽ ἑαυτῷ μὲν τὰ δύο λέγειν ἀδιαιρέτους φύσεις ὀρθόδοξον τίθεται, ἐπειδὴ αὐτὸς καθ᾽ ὑπόστασιν εἶναι τὴν ἕνωσιν ἔλεγε· παρὰ δὲ τῶν κατὰ Νεστόριον προφερομένην ὕποπτον ποιεῖται τὴν φωνὴν τοῦ ἀδιαιρέτου, ἐπειδὴ κατὰ μόνην τὴν σχετικὴν συνάφειαν τὴν ἕνωσιν γεγενῆσθαι ἐδόξαζε. Καθ᾽ ὑπόστασιν μὲν οὖν ἔνωσίς ἐστι κατὰ τοὺς Πατέρας ἡ τῶν ἑτεροουσίων εἰς μίαν ὑπόστασιν σύνοδος, ἑκατέρου τῶν κατ᾽ αὐτὴν συγκειμένων πρὸς τὸ ἕτερον τὴν φυσικὴν ἰδιότητα ἀνέθεκτόν τε καὶ ἀμετάβλητον ἔχοντος καὶ ἀδιαίρετον. Σχετικὴ δὲ ἕνωσίς ἐστιν ἡ τῶν κατ᾽ αὐτοὺς ἰδικῶς ἐν μονάσι προσωπικαῖς ὑφεστώτων ἴση θελήματος κίνησις, καὶ γνωμικῆς ταυτότητος ἀπαραλλαξία. Ὁ τοίνυν ὁμολογῶν τὴν καθ᾽ ὑπόστασιν ἔνωσιν, κἂν δύο λέγῃ φύσεις ἐπὶ Χριστοῦ μετὰ τὴν ἕνωσιν ἡνωμένας ἀδιαιρέτως, ἑνώσει δηλονότι τῇ καθ᾽ ὑπόστασιν, ἀληθείας καθ᾽ ὁτιοῦν οὐ διαμαρτάνει. Τὰ γὰρ ἐξ ὧν σύγκειται ὁ Χριστὸς ἀσύγχυτα μεμενηκέναι διὰ τὴν σωζομένην διαφορὰν κατὰ τοὺς Πατέρας ὁμολογεῖ, τοῦ καθ᾽ ὑπόστασιν ἑνὸς οὐδαμῶς τὰ τῷ φυσικῷ λόγῳ ἀλλήλων διαφέροντα ἐκτὸς εἶναι, καὶ χωρὶς καθ᾽ οἱονδήποτε τρόπον γινώσκειν δυνάμενος. Ὁ δὲ τὴν κατὰ σχέσιν πρεσβεύων ἔνωσιν, κἂν εἰ μυριάκις λέγῃ τὸ ἀδιαίρετον, τὸ ἐπίψογον κέκτηται. Κατά τινα γὰρ ἀγαπητικὴν συνδιάθεσιν ἡνῶσθαι, καὶ τὸ ἀδιαίρετον ἔχειν λέγει τὰ σημαινόμενα, οὐδαμῶς μίαν ὑπόστασιν εἶναι τὸν Θεὸν Λόγον μετὰ τῆς ἐξ ἡμῶν ἰδίας αὐτοῦ ἐμψύχου τε καὶ ἐννόου σαρκὸς εἰπεῖν οἷός τε ὤν. Ἐκ δύο γὰρ ὑποστάσεων ἰδικῶν τῶν πρὸς τὰ ὁμοειδῆ ἄτομα ἰδικῷ λόγῳ μεμερισμένων μίαν γενέσθαι ὑπόστασιν ἀμήχανον. ὥστε οὐχ ἁπλῶς διαβάλλει, καὶ ἀποπέμπεται ὁ ἅγιος Πατὴρ ἡμῶν Κύριλλος τὸ λέγειν δύο φύσεις ἡνωμένας ἀδιαιρέτως μετὰ τὴν ἔνωσιν, ἀλλὰ τὴν σημαινομένην διὰ τῆς τοιαύτης φωνῆς τῶν κακῶς χρησαμένων ἔννοιαν. Εἰ τοίνυν δέδεικται ἔκ τε τῶν ἁγίων Πατέρων, καὶ τῆς τῶν κοινῶν ἐννοιῶν ἀκολουθίας, ὡς τὴν οἱανοῦν διαίρεσιν οὔτε ποιεῖν, οὔτε πάσχειν, οὔτε εἰσάγειν ἀριθμὸς δύναται, ἀλλ᾽ ἁπλῶς μὲν δηλοῖ τὰ ποσά, τῆς δὲ σχέσεως, ὡς ἂν ἔχοντα τύχωσιν, οὐ προσάπτεται· ποία λοιπὸν ὑπολέλειπται τομῆς ὑπόνοια ἢ διαιρέσεως τοῖς πρὸς τὴν ἁγίαν τοῦ Θεοῦ στασιάζουσιν Ἐκκλησίαν; Ἐκ τοῦ αὐτοῦ λόγου. Ἔδει γὰρ αὐτούς, εἴπερ ἀληθῶς τοῦτο μὴ ἦν, μηδὲ τὴν διαφορὰν ψιλῇ καὶ μόνῃ τῇ προφορᾷ, ὡς κατὰ μηδενὸς κειμένην, πρὸς ἐξαπάτην τῶν ἁπλουστέρων εἰρωνευτικῶς προφέρουσι, μὴ παραιτεῖσθαι λέγειν, τίνα, καὶ πόσα τὰ διαφέροντα τυγχάνει ὄντα,
col. 1029–1030page 506 of 677
PG 130:1029ὧν εἶναι τὴν διαφορὰν ὁμολογοῦσιν. Εἰ γὰρ σώζεσθαι μετὰ τὴν ἔνωσιν τὰ ἐξ ὧν ἡ ἔνωσις πιστεύουσι, δύο πάντως τὰ σωζόμενα ὁμολογήσαιεν ἄν. Τοσαῦτα γὰρ τὰ συνελθόντα πρὸς ἕνωσιν τὴν ἀδιάσπαστον, τὴν οἱανοῦν τροπήν, ἢ σύγχυσιν, ἢ μείωσιν, ἢ συναίρεσιν, ἢ μεταβολὴν τὴν εἰς ἄλληλα ἐκ τῆς ἑνώσεως οὐ δεξάμενα. Νυνὶ δὲ τοῦτο μὴ δοξάζοντες, ὡς ἠρνη μένοι τὰς φύσεις μετὰ τὴν ἕνωσιν σώζεσθαι, ὑπευ θύνους ἑαυτοὺς ἐλέγχοις πεποίηνται, κἂν μὴ βού λωνται, μόνῃ ποιότητι λέγοντες τὴν διαφορὰν σώζε σθαι τῶν πραγμάτων χωρίς, ὥσπερ ἀνθρώπων παι ζόντων προδήλως ἐστί, καὶ τὸ μὴ γελᾶσθαι, ὡς εἰκός, ὕβριν εἶναι λογιζομένων, καὶ σοφῶς κενούντων τὸ Εὐαγγέλιον, ἄνευ οὐσιῶν ὑποκειμένων εἶναι ποιότητας δύνασθαι νομοθετούντων, καὶ ποσοῦ χωρὶς ἐπι γνωσθῆναι διαφορὰν ὑποτιθεμένων. Ἠγνόησαν γάρ, ὡς ἔοικεν, οἱ σοφώτατοι, ὅτι πᾶσα ποιότης ὑποκειμένης πάντως οὐσίας ἐστί, περὶ ἣν καὶ θεωρεῖται, καὶ λέγεται τὸ κατ' αὐτὴν εἶναι οὐδαμῶς ἔχουσα, καὶ πᾶσα διαφορὰ τῆς ἄλλων πρὸς ἄλλα κατὰ τὸν τοῦ πῶς εἶναι λόγον ἀνομοιότητός τε καὶ ἑτερότητος οὖσα δηλωτική, τὸ ποσὴν τῶν διαφερόντων πραγμά των συνεισάγειν ἑαυτῇ πέφυκεν εἴτε οὐσιῶν, εἴτε ποιοτήτων, εἴτε ἰδιοτήτων, καὶ ἁπλῶς, ἵνα συνελὼν εἴπω, παντὸς ἑτέρου τινὸς τῶν ὅσα διαφέρειν ἀλλή λων ὑπολαμβάνοντες εἴποιεν εἶναι διαφοράν, πάντως ἐν ποσῷ τὰ διαφέροντα θεωρήσαντες εἴτε αἰσθήσει, εἴτε νοήσει τὴν διαφορὰν ἐγνώρισαν. Ἄνευ γὰρ ποσοῦ δύνασθαι διαβεβαιοῦσθαι δεικνύναι διαφορὰν ἀνένδεκτον, ἐπειδὴ τὰ μὴ ἀλλήλοις πάντη ταὐτὰ ἕνα καὶ τὸν αὐτὸν τοῦ εἶναι οὐδαμῶς ἐπιδέξεται λόγον. Οὐσίας γὰρ ἤτοι φύσεως, φέρε εἰπεῖν, πρὸς οὐσίαν, ἢ ποιότητος πρὸς ποιότητα, ἢ ἰδιότητος πρὸς ἰδιό τητα, ἢ καὶ εἴ τι ἕτερον τῶν ὅσα μὴ πάντα ταὐτὰ καὶ διαφορᾶς ἀνεπίδεκτα, ἵνα καὶ τὸν αὐτὸν τοῦ πῶς εἶναι λόγον οὐδέποτε λέγειν δυναίμεθα. Ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ μὲν ἀναλλοίωτος ὁ κατ' οὐσίαν θατέρου τῶν ἑνωθέντων διέμεινε λόγος μετὰ τὴν ἔνωσιν πρὸς τὸν θατέρου τῆς οὐσίας ὅρον μὴ μεταπίπτων, προδήλως ἡ τοῦ Χριστοῦ θεότης μεμένηκε κατ' οὐσίαν θεότης πρὸς τὴν σαρκὸς οὐσίαν οὐ μεταφοιτήσασα· καὶ ἡ τοῦ αὐτοῦ πάλιν ἀνθρωπότης μεμένηκε κατ' οὐσίαν ἀνθρωπότης πρὸς τὴν τῆς θεότητος φύσιν μὴ πα θοῦσα μεταβολήν. Εἰ δὲ οὔτε ἡ θεότης τοῦ Χριστοῦ, οὔτε ἡ ἀνθρωπότης εἰς ἄλληλα μεταπεφοιτήκασι διὰ τὴν καθ' ὑπόστασιν ἔνωσιν, ἀλλ' ἀσύγχυτοι κατὰ τὸν μέγαν Κύριλλον μεμενήκασιν αἱ φύσεις, σαφῶς ἡ μετὰ τὴν ἕνωσιν διαφορὰ τῶν σωζομένων ἐν Χρι στῷ καθέστηκε φύσεων, καὶ οὐδεὶς ἀντερεῖ λόγος. Εἰ δὲ τῶν ἀσυγχύτως ἐν Χριστῷ σωζομένων ἐστὶν ἡ διαφορὰ μετὰ τὴν ἔνωσιν, διαφορὰν δὲ γνωσθῆναι δίχα ποσοῦ παντελῶς κεχωρισμένην ἀμήχανον, λεγέσθω πρὸς δήλωσιν τῆς διαφορᾶς τὸ ποσὸν τῶν διαφερόν των, ἵνα μὴ ψιλήν πως, καὶ οὐκ ἀληθῆ τὴν διαφορὰν ὑποπτευθῶμεν πρεσβεύοντες. Ψιλὴν γὰρ πᾶσαν δια φορὰν οἶδεν ὁ λόγος τὴν οὐκ ἔχουσαν ὑπαρκτικῶς ὑποκειμένην τὴν ὧν ἐστι διαφορὰ πραγμάτων ἀλή θειαν. Ἡμεῖς μὲν οὖν ταὐτὸν ὑπόστασίν τε καὶ φύσ
col. 1031–1032page 507 of 677
PG 130:1031σιν κυρίως μηδέποτε λέγοντες κατὰ τὴν τῶν Πατέ ρων διδασκαλίαν, εὐσεβῶς ἐπὶ Χριστοῦ τὸ ταὐτὸν πρεσβεύομεν, καὶ τὸ διάφορον, τὸ μὲν τῷ λόγῳ τῆς μιᾶς ὑποστάσεως, καθ᾽ ἂν ταὐτὸν τῇ οἰκείᾳ σαρκὶ τὸν Θεὸν Λόγον ὁμολογοῦμεν, ἵνα μὴ προσθήκην προσωπικὴν ἡ πανεύφημος λάβῃ Τριάς, γενομένη τετράς· τὸ δὲ τῷ λόγῳ τῆς κατ᾽ οὐσίαν τῶν ἐξ ὧν ἐστιν ἑτερότητος, καθ᾽ ἣν εἰς ἄλληλα τὰ μέρη τοῦ Χριστοῦ παντελῶς οὐ μεταπίπτουσιν. Οὐ γὰρ ταὐ τόν ποτε κατ᾽ οὐσίαν γένοιτ᾽ ἂν θεότης, καὶ ἀνθρωπότης, ἵνα μηδὲν ᾖ κτιστὸν τῇ θεότητι καθ᾽ ἕνωσιν ὁμοφυὲς καὶ ὁμοούσιον· ἐπειδὴ φύσει φύσιν ὁμοούσιον εἶναι λέγειν μαινομένης διανοίας ὑπάρχειν γινώσκομεν. Οὐκ ἔστι γὰρ φύσει ποτ᾽ ἂν φύσις ὁμο φυής καὶ ὁμοούσιος. Τὸ γὰρ ὁμοφυὲς καὶ ὁμοούσιον ἐπὶ μόνων τῶν κατὰ τὸ αὐτὸ εἶδος πρὸς μίαν οὐσίαν ἀναγομένων ἀτόμων λέγεσθαι πέφυκεν. Ἐκ τοῦ αὐτοῦ λόγου. Ταύτην ἔχοντες τὴν ὁμολογίαν ἡμεῖς, οὔτε τὴν τῶν φύσεων διαφορὰν ἀρνούμεθα μετὰ τὴν ἕνωσιν, ἐξ ὧν ὁ εἷς συνετέθη Χριστὸς, ἀσυγχύτους μεμενηκέναι τὰς φύσεις πιστεύοντες, οὔτε τὴν καθ᾽ ὑπόστασιν ἀγνοοῦμεν ἕνωσιν, ἕνα τὸν Χριστὸν τῆς ἁγίας, καὶ ὁμοουσίου, καὶ προσκυνητῆς Τριάδος ὁμολογοῦντες, ἀλλὰ καὶ τὴν διαφορὰν τῶν ἐξ ὧν ἐστιν ὁ Χρισ τὸς ὡς ἐν αὐτῷ κατ᾽ ἀλήθειαν σωζομένων δίχα τρο πῆς καὶ συγχύσεως μετὰ τὴν ἕνωσιν διὰ τοῦ ἀριθμοῦ ποιοῦμεν κατάδηλον πρὸς ἀναίρεσιν τῆς τοῦ Εὐτυ χοῦς συγχύσεως, καὶ τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν ἐπιγινώσκοντες διαπρυσίῳ τῇ φωνῇ τὴν μίαν τοῦ Θεοῦ Λόγου φύσιν σεσαρκωμένην σαρκὶ ψυχὴν ἐχού σῃ τὴν νοερὰν κατὰ τῆς Νεστορίου προβαλλόμεθα διαιρέσεως, ὑποστατικὴν ἐπὶ Χριστοῦ τὴν διαφορὰν καταγγέλλοντος, καὶ σαρκὸς καθ᾽ ὑπόστασιν πρὸς τὸν Λόγον ταὐτότητα διατέμνοντος. Ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ γὰρ Θεὸς καὶ ἄνθρωπός ἐστι μετὰ τὴν ἕνωσιν ὁ Χριστὸς, κατὰ τὴν κοινὴν ὁμολογίαν, δηλονότι τὰ πράγματα τοῖς ὀνόμασιν ἔχων ἐπαληθεύει μετὰ τὴν ἕνωσιν. Τὰ γὰρ πράγματα προεπινοοῦνται τῶν οἰ κείων ὀνομάτων, καὶ οὐδ᾽ ἂν εἶναι δυνηθείη πώποτε χωρὶς πράγματος ὄνομα τοῦ παρέχοντος δι᾽ ἑαυτοῦ τῷ ὀνόματι θέσιν, καὶ ἀντιλαμβάνοντος δήλωσιν. Εἰ δὲ τὰ πράγματα, ὧν εἰσι τὰ ὀνόματα, οὐκ ἔχει μετὰ τὴν ἕνωσιν ὁ Χριστὸς, ψιλὰς κατ᾽ αὐτούς, ὡς κατὰ μηδενὸς κειμένας, ἔχων δειχθήσεται τὰς προσηγορίας, καὶ πραγμάτων ἐρήμους, καὶ ἔσται Θεὸς, καὶ ἄνθρωπος μόνον ὀνόματι κατ᾽ αὐτοὺς ὁ Χριστὸς, καὶ οὐ πράγματι. Οὗ τί γένοιτ᾽ ἂν ἀθεώτερον; Εἰ δὲ τοσοῦτον μανῆναι παραιτούμενοι, φαῖεν μὴ ἐρήμους εἶναι πραγμάτων ἐπὶ Χριστοῦ τὰς προσηγορίας μετὰ τὴν ἕνωσιν, ὥσπερ οὐ παραιτοῦνται λέγειν τὰς δύο τοῦ Χριστοῦ μετὰ τὴν ἕνωσιν προσηγορίας, οὕτω καὶ τὰς δύο τοῦ Χριστοῦ φύσεις, ἐξ ὧν, καὶ ἐν αἷς συνέστηκε, λεγέτωσαν μετὰ τὴν ἕνωσιν, ὧν αἱ προσ ηγορίαι. Τοῦ αὐτοῦ περὶ διαφορᾶς καὶ ποσότητος. Εἰ τοίνυν, κατὰ τοὺς Πατέρας, ὁ ἀριθμὸς τοῦ πο σοῦ τῶν πραγμάτων, ἀλλ᾽ οὐ τῆς σχέσεως ἐστι δη
col. 1033–1034page 508 of 677
PG 130:1033λωτικός, πᾶν δὲ ποσὸν ἑτερότητι φυσικῇ θεωρούμενον, διαφορὰν πάντως ἐπιδέχεται, διαφορὰν δὲ λέ γουσιν ἐπὶ Χριστοῦ φυσικὴν μετὰ τὴν ἔνωσιν καὶ οἱ τῇ ἀληθείᾳ μαχόμενοι, καὶ τὸ ποσόν τῶν διαφερόντων, οὗ χωρὶς ἀμήχανον εἶναι διαφοράν, μετὰ τοῦ δηλοῦντος αὐτὸ ἀριθμοῦ, οὗ χωρὶς ποσὸν καθόλου γνωσθῆναι ἀδύνατον, λέγειν αὐτοὺς ἀνάγκη μετὰ τὴν ἔνωσιν, εἴπερ κατὰ τὴν εὔτακτον ἀκολουθίαν εὐσυνάρτητον τὸν τοῦ οἰκείου δόγματος ἀποδεῖξαι βούλονται λόγον. Εἰ δὲ τὸ ποσόν τῶν σωζομένων ἐν Χριστῷ φύσεων ἀρνοῦνται μετὰ τὴν ἔνωσιν, μηδὲ τὴν διαφορὰν λέγειν τολμάτωσαν τῶν, ἐξ ὧν ὁ Χρι στός ἐστι, φύσεων μετὰ τὴν ἔνωσιν, γινώσκοντες, ὅτι πᾶν εἴ τι καθ' ὁτιοῦν ἔχει διαφοράν, ἐν κατὰ πάντα λόγον τε καὶ τρόπον εἶναι οὐ δύναται. Τὸ δὲ μὴ δυνάμενον εἶναι κατὰ πάντα λόγον τε καὶ τρό πον ἕν, δηλονότι κατά τινα λόγον τε καὶ τρόπον, δύο τὸ ἐλάχιστόν ἐστιν ἢ πλείονα. Οὐκοῦν ἐν Χριστῷ μετὰ τὴν ἕνωσιν λέγοντες εἶναι διαφοράν, ἐν κατὰ πάντα λόγον τε καὶ τρόπον τὸν Χριστὸν εἶναι μετὰ τὴν ἔνωσιν λέγειν οὐ δύνανται. Εἰ δὲ μὴ κατὰ πάντα λόγον τε καὶ τρόπον ἕν ἐστιν ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν, δῆλον, ὅτι κατά τινα λόγον τε καὶ τρόπον δύο πάντως ἐστὶν ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν. Εἰ δὲ κατά τινα λόγον τε καὶ τρόπον δύο ἐστὶν ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν, διὰ τὴν ἐν αὐτῷ, καὶ ἐξ ὧν, καὶ αἷς ἐστι φύσεων, διαφοράν, ὡς ἔδειξεν ὁ λόγος, δῆ λον, ὡς ἀσεβοῦσι διακενῆς οἱ τὴν μὲν διαφορὰν τῶν ἐξ ὧν ἔστι φύσεων ὁ Χριστὸς μετὰ τὴν ἔνωσιν λέ γοντες, αὐτὰς δὲ τὰς φύσεις ὧν ἡ διαφορὰ προφανῶς ἀναιροῦντες τῇ σιωπῇ μετὰ τὴν ἕνωσιν. Ἀναίρεσις γάρ ἐστιν ἀληθῶς ἡ τῶν ὄντων καὶ σωζομένων ἐξάρνησις. Εἰ γὰρ οὐκ ἀνῄρηνται κατ' αὐτοὺς αἱ φύσεις μετὰ τὴν ἔνωσιν, καὶ εἰσὶ, καὶ σώζονται, καὶ δίκαιόν ἐστιν αὐτὰς σωζομένας ὁμολογεῖσθαι μετὰ τὴν ἕνωσιν, ἢ, εἴπερ μὴ δίκαιόν ἐστιν αὐτὰς σωζο μένας ὁμολογεῖσθαι μετὰ τὴν ἕνωσιν, μήτε εἶναι, μήτε σώζεσθαι λέγειν αὐτὰς ἐν Χριστῷ δίκαιόν ἐστι κατ' αὐτόν, καὶ ἀνῄρηνται. Ὁ γὰρ μὴ δίκαιόν ἐστι πάντως ὀνομάζεσθαι, μηδὲ τὰ παράπαν ὑπάρχειν πολλῷ κρεῖττόν ἐστιν, ὡς οἶμαι, καὶ δικαιότερον λέ γειν. Ὥσπερ δὲ κατὰ πάντα λόγον τε καὶ τρόπον ἕν οὐκ ἔστιν ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν, οὕτω πάλινκατὰ πάντα λόγον τε καὶ τρόπον οὐκ ἔστιν ὁ Χρι στὸς δύο μετὰ τὴν ἔνωσιν. Εἰ δὲ μὴ κατὰ πάντα λό γον τε καὶ τρόπον ἐστὶν ὁ Χριστὸς δύο μετὰ τὴν ἕνωσιν, πάντως κατά τινα λόγον τε καὶ τρόπον διὰ τὴν ὑποστατικὴν ταυτότητα, ἤγουν τὴν μίαν ὑπό στασιν, καθ' ἣν διαφορὰν ἔχειν οὐ δύναται, ἕν ἐστιν ὁ Χριστός. Ἐπεὶ οὖν κατ' ἄλλον καὶ ἄλλον λόγον τε καὶ τρόπον ἕν, καὶ δύο ἐστὶν ὁ αὐτός, ἀναγκαῖον σκοπῆσαι κατὰ ποῖον, καὶ ποῖον λόγον ἓν ἐστιν ὁ αὐτὸς, καὶ δύο. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Θαλάσσιον ξβ΄ ἀποκρίσεως. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ τοῦ Θεοῦ μο νογενὴς Υἱὸς καὶ Λόγος, ὁ δι' ἑαυτὸν μὲν κατὰ φύσιν ἁπλοῦς ὤν, καὶ ἀεὶ διαμένων, δι' ἐμὲ δὲ κατὰ πρόσ ληψιν σαρκὸς νοερῶς ἐψυχωμένης, ὡς οἶδεν αὐτὸς, γενόμενος καθ' ὑπόστασιν σύνθετος, οὔτε τῇ κατ' ἄκρον πρὸς τὴν σάρκα καθ' ὑπόστασιν ἐνώσει τὴν
col. 1035–1036page 509 of 677
PG 130:1035εἰς μίαν φύσιν προσεδέξατο σύγχυσιν, οὔτε τῇ κατ' ἄκρον πρὸς τὴν σάρκα κατὰ φύσιν διαφορᾷ πρὸς υἱῶν δυάδα ἐτμήθη. Ἄκρον δέ φημι τῆς μὲν καθ' ὑπόστασιν ἑνώσεως τὸ παντελῶς ἀδιαίρετον, τῆς δὲ κατὰ φύσιν διαφορᾶς ἄκρον τὸ παντελῶς ἀσύγχυτον καὶ ἀναλλοίωτον· ἔτι μηδὲ συνεπάγεται παντελῶς τῇ κατὰ φύσιν τῶν ἐξ ὧν συνέστηκεν ἑτερότητι καὶ τὴν καθ' ὑπόστασιν διαφορὰν τὸ μυστήριον τῆς θείας σαρκώσεως· τὸ μὲν, ἵνα μὴ προσθήκην λάβῃ τὸ τῆς Τριάδος μυστήριον, τὸ δὲ, ἵνα μηδὲν ᾖ τῇ Θεότητι κατὰ φύσιν ὁμογενὲς καὶ ὁμοούσιον. Δύο γὰρ φύσεων πρὸς ὑπόστασιν, ἀλλ᾽ οὐ πρὸς φύσιν μίαν γέγονε σύνοδος· ἵνα καὶ τὸ καθ᾽ ὑπόστασιν ἕν, ἐκ τῶν ἀλλήλαις συνδραμουσῶν φύσεων δειχθῇ κατὰ τὴν ἕνωσιν ἀποτελούμενον· καὶ τὸ διάφορον τῶν συνελθόντων πρὸς τὴν ἀδιάσπαστον ἕνωσιν, κατὰ τὴν φυσικὴν ἰδιότητα πιστευθῇ πάσης ἐκτὸς μένον τροπῆς καὶ συγχύσεως. Εἰ γὰρ πρὸς φύσεως γένεσιν ἡ τῶν φύσεων γέγονε σύνοδος, ἀδιάγνωστον ἂν ἦν ἡμῖν παντελῶς τὸ τῆς ἡμῶν σωτηρίας μυστήριον οὐκ ἔχουσι πόθεν, ἢ πῶς δυνηθῆναι μαθεῖν τὴν πρὸς ἡμᾶς τοῦ Θεοῦ συγκατάβασιν, εἰς τὴν θείαν φύσιν διὰ τὴν ἕνωσιν τῆς σαρκὸς μεταβληθείσης, ἢ τῆς θείας εἰς τὴν τῆς σαρκὸς οὐσίαν μετατραπείσης, ἢ ἀμφοῖν πρὸς ἄλλης παρ' ἑαυτὰς γένεσιν κατά τινα μίξιν συμφυρθεισῶν, μηδ' ἑτέρας τῶν ἐξ ὧν ἐστι φύσεων τὸν λόγον ἀλώβητον φερούσης. Εἴτε γὰρ εἰς θεότητος φύσιν ἡ σάρξ, εἴτε πρὸς σάρκα ἡ τῆς θεότητος μετεβλήθη φύσις, εἴτε πρὸς ἄλλης γένεσιν φύσεως παρὰ ταύτας ὁ τῆς πρὸς φύσιν μίαν ἑνώσεως τρόπος τὰς φύσεις συνώθησεν, ἐγὼ τὸ μυστήριον τῆς θείας σαρκώσεως οὐκ ἐπιγινώσκω, φυσικὴν οὐχ εὑρίσκων μετὰ τὴν ἕνωσιν ἐν τῷ μυστηρίῳ διαφορὰν σαρκὸς καὶ θεότητος. Εἰ δὲ σαρκὸς ἐν Χριστῷ, καὶ θεότητος μετὰ τὴν ἕνωσιν ὑπάρχει κατὰ φύσιν διαφορά, οὐ γὰρ ταὐτὸν κατ' οὐσίαν ποτὲ θεότης καὶ σάρξ· πρὸς φύσεως μιᾶς γένεσιν ἡ τῶν συνελθόντων δύο δαμοῦ γέγονεν ἕνωσις, ἀλλὰ πρὸς μίαν ὑπόστασιν, καθ᾽ ἣν οὐδεμίαν ἐν Χριστῷ καθ' οἱονδήποτε τρόπον εὑρίσκομεν διαφοράν. Ταὐτὸν γὰρ τῇ οἰκείᾳ σαρκὶ κατὰ τὴν ὑπόστασιν ὁ λόγος. Τοῦ αὐτοῦ· περὶ τῶν δύο τοῦ Χριστοῦ φύσεων. Ὁ Ἄρειος τὰς τρεῖς ὑποστάσεις ὁμολογεῖ, ἀλλὰ τὴν μονάδα ἀρνεῖται, καὶ οὐ λέγει ὁμοούσιον τὴν ἁγίαν Τριάδα. Ὁ δὲ Σαβέλλιος τὴν μονάδα ὁμολογεῖ, ἀλλὰ τὴν Τριάδα ἀρνεῖται. Τὸν γὰρ αὐτὸν λέγει Πατέρα, καὶ Υἱόν, καὶ ἅγιον Πνεῦμα. Ἡ δὲ Ἐκκλησία καὶ μονάδα ὁμολογεῖ, καὶ Τριάδα κηρύσσει. Ὁμοίως καὶ ἐπὶ τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος Νεστόριος τὴν φυσικὴν διαφορὰν λέγει, ἀλλὰ τὴν ἕνωσιν οὐχ ὁμολογεῖ. Οὐ γὰρ λέγει ταύτην καθ' ὑπόστασιν γεγονέναι. Ὁ δὲ Εὐτυχὴς τὴν μὲν ἕνωσιν ὁμολογεῖ, τὴν δὲ κατ' οὐσίαν διαφορὰν ἀρνεῖται, καὶ σύγχυσιν φύσεων εἰσάγει. Ἡ δὲ Ἐκκλησία καὶ τὴν καθ' ὑπόστασιν ἕνωσιν διὰ τὸ ἀδιαίρετον, καὶ τὴν κατ' οὐσίαν διαφορὰν διὰ τὸ ἀσύγχυτον πρεσβεύει. Ἐκεῖθεν καὶ τοῦτο. Ἐπὶ τῆς ἁγίας Τριάδος ταυτότης μὲν οὐσίας, ἑτερότης δὲ προσώπων. Μίαν γὰρ οὐσίαν ὁμολογοῦ-
col. 1037–1038page 510 of 677
PG 130:1037μεν, τρεῖς δὲ ὑποστάσεις. Ἐπὶ δὲ τοῦ ἀνθρώπου ταυτότης μὲν ἔστι προσώπου, ἑτερότης δὲ οὐσιῶν. Ἑνὸς γὰρ ὄντος ἀνθρώπου, ἄλλης ἐστὶν οὐσίας ἡ ψυχὴ, καὶ ἄλλης τὸ σῶμα. Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ Δεσπότου Χριστοῦ ταυτότης μὲν ἔστι προσώπου, ἑτερότης δὲ οὐσιῶν. Ἑνὸς γὰρ ὄντος προσώπου, ἤτοι ὑποστάσεως, ἑτέρας οὐσίας ἐστὶν ἡ θεότης, καὶ ἑτέρας ἡ ἀνθρωπότης. Ὥσπερ δὲ ἀδύνατον ἐπὶ τῆς ἁγίας Τριάδος ὁμολογεῖν μὲν τὴν ἕνωσιν, μὴ ἐκφωνεῖν δὲ τὴν διαφοράν· οὕτω καὶ ἐπὶ τῆς οἰκονομίας ἀνάγκη πᾶσα καὶ τὴν ἔνωσιν, καὶ τὴν διαφορὰν κηρύττειν. Καὶ τοῦτο. Ὥσπερ Σαβέλλιον ἀναθεματίζομεν κηρύττοντα ἐπὶ τῆς ἁγίας Τριάδος τὴν φυσικὴν ἕνωσιν, ἀλλὰ μὴ λέγοντα τὴν καθ' ὑπόστασιν διαφοράν, οὕτως Εὐτυχῆ ἀναθεματίζομεν ὁμολογοῦντα τὴν καθ' ὑπόστασιν ἕνωσιν ἐπὶ τοῦ Χριστοῦ, ἀλλὰ μὴ γνωρίζοντα τὴν φυσικὴν διαφοράν. Καὶ τοῦτο. Ὥσπερ τῆς ἁγίας Τριάδος τὴν μίαν οὐσίαν οὐκ ἐπὶ συγχύσει τῶν τριῶν ὑποστάσεων λέγομεν, οὔτε τὰς τρεῖς ὑποστάσεις ἐπὶ ἀναιρέσει τῆς μιᾶς οὐσίας· οὕτως ἐπὶ τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος τὴν μίαν ὑπόστασιν οὐκ ἐπὶ συγχύσει τῶν δύο φύσεων αὐτοῦ λέγομεν, οὔτε τὰς δύο φύσεις ἐπὶ διαιρέσει τῆς μιᾶς ὑποστάσεως. Καὶ τοῦτο. Ὁ μὴ λέγων ἐπὶ Χριστοῦ διὰ τὴν τῶν φύσεων διαφορὰν τὴν καθ' ὑπόστασιν ἕνωσιν Νεστοριανός ἐστι. Καὶ ὁ μὴ λέγων ἐν τῇ καθ' ὑπόστασιν ἑνώσει τὴν φυσικὴν διαφορὰν Εὐτυχιανιστής ἐστιν. Ὁ δὲ τὴν καθ' ὑπόστασιν ἕνωσιν, καὶ τὴν φυσικὴν διαφορὰν κηρύττων ἐπὶ τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος, τὴν βασιλικὴν καὶ ἀμώμητον πίστιν κρατεῖ. Καὶ τοῦτο. Ὁ λέγων καὶ διαφορὰν καὶ ἔνωσιν ἐπὶ Χριστοῦ οὔτε τὴν διαφορὰν ἀναιρεῖ, οὔτε τὴν ἔνωσιν συγχέει. Καὶ γὰρ Κύριλλος ἀναθεματίζει τοὺς τὴν διαφορὰν ἀναιροῦντας διὰ τὴν καθ' ὑπόστασιν ἕνωσιν, καὶ ἡ οἰκουμενικὴ σύνοδος ἀναθεματίζει τοὺς διὰ τὴν καθ' ὑπόστασιν ἕνωσιν τὴν φυσικὴν διαφορὰν ἀναιροῦντας ἐπὶ τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος. Τοῦ αὐτοῦ, ὅτι βλάσφημον τὸ λέγειν τὸν Χριστὸν μίαν ἁπλῶς φύσιν. Εἰ δὲ κατ' αὐτοὺς ἐκείνους ὁ Χριστὸς σύνθετός ἐστι φύσις, ἡ θαυμαστὴ τῶν Σευήρου λόγων ἀκροπολίς. Ἡ γενικὴ πάντως ἐστὶν, ἢ μοναδική. Τούτων γὰρ ἄλλην ἐπινοῆσαι μέσην ἀμήχανον. Καὶ εἰ μὲν γενικὴ φύσις ἐστὶν ὁ Χριστός, κατὰ πολλῶν ἔσται δηλονότι, καὶ διαφερόντων ἀριθμῷ κατηγορούμενος, καὶ κατ' ἐπίνοιαν ἔσται μόνην, ἐν οἷς τὴν ὕπαρξιν ἔχει, καὶ οὐ καθ' ἑαυτὸν ἐν ἰδίᾳ τινὶ ὑποστάσει γνωριζόμενος, χωρὶς τῶν ἐπιθεωρουμένων τοῖς ὑπ' αὐτὸν ἀτόμοις συμβεβηκότων. Τοιοῦτος γὰρ ἡ πάσης γενικῆς φύσεως ὅρος τε καὶ λόγος. Καὶ εἰσήχθη πλῆθος ἡμῖν Χριστῶν ἀνθ' ἑνὸς κατὰ μηδένα τρόπον τὴν οἱανοῦν ἐχόντων πρὸς τὸν Θεὸν ἢ τοὺς ἀνθρώπους ταυτότητα διὰ τὴν Σευήρου κατὰ τῆς ἀληθείας περιττὴν καὶ ἀκάθεκτον μανίαν. Εἰ δὲ μοναδικὴ φύσις ἐστὶν ὁ Χριστός, ἵνα παρῶμεν λέγειν, ὡς οὐδαμῶς ἐστι τὸ
col. 1039–1040page 511 of 677
PG 130:1039σύνολον φύσις ἑνὶ προσώπῳ περιγεγραμμένη, καὶ εἰ τὰ μάλιστα τὸν μαθευόμενον ὄρνιθα τὸν φοίνικα καθάπερ τι καὶ ἄμαχον παράδειγμα τῆς ἑαυτῶν δόξης συστατικὸν τελευταῖον προβάλλωνται. Εἰ γάρ ὄρνις ἐστὶν ὁ φοίνιξ, καὶ ζῶον πάντως ἐστίν. Εἰ δὲ ζῶον, πρῶτον μὲν οὐ πάντη μοναδικὸν καθὸ ζῶον· οὐ γὰρ μόνον ζῶον· ἔπειτα δὲ, εἴπερ ζῶον, καὶ σῶμα ἔμψυχον αἰσθητικόν. Εἰ δὲ σῶμα ἔμψυχον αἰσθητικὸν ἐστιν ὁ φοίνιξ, καὶ ὑπὸ γένεσιν ἐστι δηλονότι καὶ φθοράν. Εἰ δὲ ὑπὸ γένεσιν ἐστιν, αὐτοὺς ἐρωτήσωμεν τοὺς σοφοὺς τῶν ὄντων θεάμονας, εἰ δυνατόν ἐστί, τι τῶν ὑπὸ γένεσιν καὶ φθορὰν ἐμψύχων καὶ αἰσθητικῶν σωμάτων μοναδικῆς ὑπάρχειν καθ' ὑπόστασιν φύσεως, ὧν ἡ ἐξ ἀλλήλων κατ' εἶδος διαδοχὴ ἀρίδηλος χαρακτὴρ τοῦ εἶναι. Εἴπερ δὲ μοναδικὴ φύσις ἐστὶν ὁ Χριστὸς, οὔτε τῷ Θεῷ καὶ Πατρὶ ὁμοούσιος ἐστιν, οὔτε τοῖς ἀνθρώποις. Τὸ γὰρ πάντη κατὰ τὴν φύσιν μοναδικὸν τῆς πρὸς ὁτιοῦν ἄλλο παντελῶς φυ σικῆς ἠλλοτρίωται συγγενείας. Εἰ δὲ κατ' αὐτοὺς ἐκείνους, ὡς ἔδειξεν ὁ λόγος, πάντη κατὰ τὴν φύσιν ὁ Χριστὸς πάντων ἀλλοτρίωται τῶν ὄντων, αὐτοῖς εἰπεῖν προτρεψόμεθα τοὺς καινοὺς δογματιστάς, τί ὄντα κατὰ τὴν φύσιν, καὶ ποίῳ λόγῳ σέβουσι τὸν Χριστόν. Εἰ τοίνυν μέγας καὶ φοβερὸς ἐξ ἀνάγκης ἕπεται κίνδυνος, κατὰ τὴν ἀποδοθεῖσαν τοῦ λόγου δύναμιν, τοῖς λέγουσιν ἓν κατὰ τὴν φύσιν εἶναι τὸν Χριστόν, ἤγουν μίαν φύσιν, εἴτε ἁπλῶς λεγομένην, εἴτε σύνθετον, καὶ ταύτην εἴτε γενικήν, ἤγουν κοι νήν, εἴτε μοναδικήν, ἤγουν ἰδικήν, πάσῃ φυλακῇ τὰς ἑαυτῶν καρδίας τῆς τοιαύτης δόξης τηρήσωμεν κα θαράς, ἵνα καὶ τῆς ἐπ' αὐτῇ μελλούσης ἀπειλῆς ἐλευθερωθῶμεν. Τοῦ αὐτοῦ. Εἰ τοίνυν μὴ κατὰ νόμον καὶ τάξιν τῆς τῶν ὄντων φύσεως, ἀλλ' ἑτέρῳ παρὰ τὴν φύσιν τῶν ὄν των θεσμῷ· κατὰ πρόσληψιν γὰρ ἀφράστως ὁ τοῦ Θεοῦ πρὸς τὴν σάρκα συνετέθη Λόγος, ἀλλ' οὐ κατὰ γένεσιν ἅμα τῇ σαρκὶ πρὸς σύνθεσιν τὸ εἶναι λαβὼν εἰς ὅλου τινὸς κατ' εἶδος συμπλήρωσιν, καθὼς ὁ τῆς ἀληθείας διαπρυσίως πᾶσιν ἐμβοᾷ λόγος, μάτην τοῖς ὑπὸ φύσιν θεσμοῖς ὑπαγαγεῖν ἀθέσμως ἐπιχειροῦσιν οἱ ἀμαθεῖς τὴν πάντα φύσεως ὑπεραίρουσαν καὶ λό γον ἐμβαίνουσαν σύνθεσιν. Διὰ τοῦτο κατὰ πρόσληψιν σαρκὸς ὁ λέγων γενέσθαι τὴν ἐνανθρώπησιν τήν τε τοῦ Θεοῦ λόγου προαιώνιον ὕπαρξιν διασώζει, καὶ τὴν ἑκούσιον εὐσεβῶς ὁμολογεῖ, καὶ αὐθαίρετον αὐτῷ κατὰ χρόνον σάρκωσιν, καὶ τὴν διαφορὰν αὐτοῦ τε τοῦ προσλαβόντος Λόγου, καὶ τῆς προσληφθείσης σαρ κὸς ἀσύγχυτον φυλάττειν καὶ μετὰ τὴν ἔνωσιν μὴ κατὰ πρόσληψιν σαρκὸς ὁμολογῶν ἀτρέπτως ἐνανθρωπῆσαι τὸν τοῦ Θεοῦ Λόγον οὐδὲν τῶν εἰρη μένων κατ' οὐδένα τρόπον ἀληθῶς ὁμολογεῖν δύναται. Τοῦ αὐτοῦ περὶ τῆς φωνῆς· «Ἐν δύο φύσεσιν» Ἐν δύο φύσεσιν ἀδιαιρέτως τὸν αὐτὸν ὄντα πι στεύομεν ὡς ἐν θεότητι καὶ ἀνθρωπότητι. Ὥσπερ ἐκ δύο φύσεων λέγοντες τὸν Χριστὸν ἐκ θεότητος καὶ ἀνθρωπότητος ὄντα νοοῦμεν ὡς ἐκ μερῶν ὅλον, οὕτω καὶ ἐν δύο φύσεσι λέγοντες μετὰ τὴν ἔνωσιν ἐν θεό τητι καὶ ἀνθρωπότητι ὄντα πιστεύομεν ὡς ὅλον ἐν
col. 1041–1042page 512 of 677
PG 130:1041μέρεσι. Μέρη δὲ Χριστοῦ ἡ θεότης αὐτοῦ ἐστι καὶ ἡ ἀνθρωπότης, ἐξ ὧν καὶ ἐν οἷς ὑφίστηκε. Καὶ αὖθις τοῦ Θεοῦ Λόγου φύσιν σεσαρκωμένην σαρκὶ νοεράν τα καὶ λογικὴν ἐχούσῃ ψυχὴν πιστεύειν, λέγειν τε, καὶ κηρύττειν· ἐδιδάχθημεν κατὰ τὸν ἅγιον Κύριλλον, διὰ τοῦ σεσαρκωμένην εἰπεῖν, τῆς καθ' ἡμᾶς φύσεως εἰσκεκομισμένην ὁρῶντες τὴν οὐσίαν, καὶ πάλιν τοῦ αὐτοῦ καὶ ἑνὸς Χριστοῦ τά τε θαύματα, καὶ τὰ πάθη, καὶ τοῦ αὐτοῦ τὰς δύο γεννήσεις, τήν τε προαιώνιον ἀσωμάτως ἐκ τοῦ Πατρὸς, καὶ τὴν χρονικὴν ἐκ Μητρὸς καὶ Παρθένου σωματικῶς δι' ἡμᾶς γεγενημένην. Διὸ μάλιστα καὶ κατὰ ἀλήθειαν κυρίως Θεοτόκον αὐτὴν ὁμολογοῦμεν, ὡς τὸν ἐκ Πα τρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων Θεὸν λόγον ἐπ' ἐσχάτων τῶν χρόνων ἐξ αὐτῆς σαρκωθέντα γεν νήσασαν. Μίαν δὲ φύσιν σύνθετον τὸν Χριστὸν παν τελῶς παραιτούμεθα λέγειν οὐ μόνον διὰ τὰς εἰρημένας αἰτίας, ἀλλ' ὅτι καὶ μηδεὶς καθόλου τῶν ἐγκρίτων Πα τέρων πέφανται μέχρι τοῦ δεῦρο ταύτην εἰρηκὼς τὴν φωνὴν, καὶ ὡς προδήλως Ἀπολλιναρίου τοῦ αἱρετικοῦ καὶ τῶν αὐτοῦ φοιτητῶν ὑπάρχουσαν γέννημα. Τοῦ αὐτοῦ περὶ συνθέτου ὑποστάσεως. Εἰ δὲ, ὅτι πᾶσα ὑπόστασις σύνθετος ἑαυτῇ τε καὶ ἀλλήλοις τὰ ἴδια μέρη ὁμόχρονα σχοῦσα δείκνυται, ὑπόστασιν δὲ σύνθετον εἶναι λέγειν τὸν Χριστὸν οὐκ ἀρνούμεθα, εἴποιεν καὶ ἡμᾶς οἱ ἀντιλέγοντες μὴ δύνασθαι τὴν ἐπὶ τούτῳ μομφὴν ἐκτινάξασθαι, ὡς τοῖς ἰδίοις ἑαλωκότας λόγοις φαμὲν ἀληθῶς οὕτως ἔχειν, εἴπερ σύνθετον εἶναι, ὡς εἶδος αὐτῆς κατηγοροῦμεν ἔχουσαν ὑποτιθέμεθα. Νῦν δὲ τοῦτο μὴ λέγοντες, οὐδαμῶς τὴν οἱανοῦν ἔξομεν μορφήν, σαφῶς γινώσκοντες μὴ δι' ἑαυτὴν σύνθετον εἶναι πᾶσαν σύνθετον ὑπόστασιν τὴν ὑπό τι τελοῦσαν εἶδος, ἀλλὰ διὰ τὴν φύσιν τὴν περιέχουσαν, ὅταν σύνθετος ᾖ, καὶ τὸ κατηγορούμενον εἶδος, ὑφ' ὃ ἀνάγεσθαι πέφυκεν, ὡς τοῦ μερικοῦ, ἤγουν ἰδικοῦ, ὅλον ἔχοντος ἐν ἑαυτῷ τὸ καθόλου, ἤτοι τὸ κοινὸν, καὶ γενικὸν πληρέστατον, τοῦ δὲ ἰδίου τὸ σύνολον λόγου τῷ γενικῷ μεταδιδόντος οὐδέν. Ὅπερ ἐπὶ Χριστοῦ οὐδεὶς οὐδαμῶς τῶν ἀνέκαθεν μέχρις ἡμῶν γενομένων τοῦ λόγου τῆς εὐσεβείας ὑφηγητῶν φρο νῶν ἀνηγόρευται, ἐφ' οὗ οὔτε γένος οὔτε εἶδος ὡς Χριστοῦ κατηγορούμενον εὑρεῖν τις δυνήσεται. Οὐ γὰρ φύσεως λόγῳ πρὸς ἡμᾶς διὰ σαρκὸς ὁ θεαρχικὸς Λόγος ἐνεδήμησεν, ἀλλὰ τρόπῳ οἰκονομίας ἀνελλιπῶς ἑαυτῷ καθ' ὑπόστασιν ἐνώσας, τὴν ἡμετέραν ἀνεκαίνισε φύσιν. Ὥστε οὐδὲν αὐτῶν τῆς πολλῆς περινοίας ἀπώναντο, πάλιν εἰς τὸ ποσόν, ὅπερ περ φεύγασι, περιτραπέντος αὐτοῖς τοῦ σοφοῦ, ὡς μὴ δυναμένοις οὐδ' αὐτὴν τὴν ἐν τῷ ποιῷ διαφορὰν ἄνευ ποσοῦ εἶναι λέγειν. Ἀνάγκη γὰρ πᾶσα πολλὰς εἶναι, ἢ τὸ μέτριον δύο, ὧν τὴν διαφορὰν εἶναι ὑπολαμβάνουσι. Μόνην γὰρ ποιότητα πρὸς ἄλλην παντελῶς ἀμιγῶς ἔχουσαν πρὸς ἑαυτὴν διαφέρειν οὐκ ἄν τις νοῦν ἔχων εἴποι ποτέ. Λοιπὸν οὖν ἢ καὶ αὐτῆς παύ σονται τῆς ψιλῆς διαφορᾶς, ποσοῦ πάντως τινῶν διαφερόντων δηλωτικὴν αὐτὴν οὖσαν μαθόντες, ἢ σὺν ἡμῖν τῆς ἀληθείας τὴν ὁμολογίαν καταδεξάσθωσαν τῷ λόγῳ τῆς διαφορᾶς καὶ μόνον πρὸς γνῶσιν
col. 1043–1044page 513 of 677
PG 130:1043τοῦ ἀσύγχυτα μεμενηκέναι τὰ συνελθόντα τὸν ἀριθμὸν εὐσεβῶς κατὰ τοὺς Πατέρας παραλαμβάνουσιν. Ἐπεί τοί γε εἰπάτωσαν ἀγαπητικῶς ἐρέσθαι βουλομένοις, εἴπερ ἔνεστιν αὐτοῖς· λόγος σοφίας· οὐκ ἀγεννής, πῶς δύο μὲν τὰ συνδεδραμηκότα πρὸς ἕνωσιν λέγοντες, ταῦτα δὲ αὐτὰ μεμενηκέναι ἀσύγχυτα μετὰ τὴν ἕνωσιν οὐκ ἀρνούμενοι, ὡς μηδ' ἑτέρου τοῦ κατὰ φύσιν ὅρου τε καὶ λόγου ἐκστάντος, κἂν εἰ πρὸς ἓν ἄμφω συντελοῦσι πρόσωπον τοῦ Υἱοῦ, καὶ μίαν ὑπόστασιν, δύο καὶ τὰ κατ' αὐτοὺς σωζόμενα, ὡς φασιν, εἴπερ ἀληθεύουσιν, οὐχ ὁμολογοῦσι; Καὶ τίς αὐτοῖς τῆς μειώσεως λόγος, καὶ δι' ἥντινα τὴν αἰτίαν; Καὶ πῶς ἄμφω αἱ φύσεις μία γεγόνασιν; Ἢ εἴπερ ἀμειώτως καθαρὰ διέμεινεν ἡ ἕνωσις, τίς ὁ τοῦ μὴ λέγεσθαι τὰ ἀμειώτως σωζόμενα λόγος; Καὶ στέρξομεν εὐπειθῶς τὴν στέρησιν τῆς μιᾶς, καὶ θαυμάσομεν αὐτῶν τῆς εὐπαιδείας· τὸ εὔτονον, ὡς μόνον τῆς τῶν ἀβλήτων γνώσεως ἐκφανθέντων ἡμῖν χωρητικῶν. Ἀλλ᾿ οὐ δυνήσονται πώποτε τὸν τοῦτο πείθοντα παραστῆσαι λόγον. Τοῦ αὐτοῦ λύσις τῆς ἀπορίας Σευήρου. Ἐπ' ἐκεῖνο καταφεύγουσι τελευταῖον τὸ σαθρὸν καὶ διάκενον τοῦ Σευήρου εὕρεμα, τὸ πάνυ παρ' αὐτοῦ ὥσπερ τι σοφὸν πανταχοῦ φερόμενον καὶ ὁλόμενον, φάσκοντες γελοῖον εἶναι ἐκ δύο φύσεων δύο φύσεις πάλιν ἀναδειχθῆναι λέγειν, ὥσπερ λήμματι τὰ εἰκότα ἐπισυνάγοντες παρ' ἡμῶν δοθέντι. Τίνος γὰρ ἤκουσαν τῶν τὰ θεῖα τῆς Ἐκκλησίας πεπαιδευμένων δόγματα, ὡς ἡ ἕνωσις ἐκ δύο φύσεων δύο ἀπετέλεσε φύσεις; Ἀλλ' οὐδαμῶς ἀκηκοέναι εἰπεῖν δυνήσονται ἀληθείας φροντίζοντας. Λέγομεν δὲ ἐκ δύο φύσεων μὲν τὴν ἕνωσιν γεγενήσθαι, μίαν δὲ τὴν ἐξ αὐτῶν ὑπόστασιν ἀποτελεῖν τοῦ Χριστοῦ σύνθετον, ἐκεῖνας αὐτὰς τὰς ἐξ ὧν συνετέθη φύσεις, ὡς ὅλον ἴδια μέρη ἀνελλιπῶς μετὰ τῶν φυσικῶν ἰδιωμάτων, καὶ ἀτρέπτως φυλάττουσάν τε καὶ σώζουσαν, καὶ ἐν αὐτῶν φυλαττομένην, καὶ σωζομένην ὡς ὅλον ἐν μέρεσιν. Ἐκ δύο οὖν φύσεων οὐ δύο φύσεις, ἀλλὰ μίαν ὑπόστασιν λέγομεν Χριστοῦ σύνθετον, τούτων ὡς ἰδίων μερῶν περιεκτικὴν τῶν φύσεων, καὶ ταύτας ὡς ἴδια καὶ συμπληρωτικὰ μέρη περιέχουσαν, καὶ ἐν αὐταῖς ὡς ἐν μέρεσι καὶ οὖσαν καὶ γνωριζομένην. Διό καὶ ἓν, καὶ δύο τὸ αὐτὸ λέγοντες, οὐ κατὰ τὸ αὐτὸ φαμὲν ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνὸς ἀμφότερα, κατ' ἄλλο δὲ καὶ ἄλλο. Οἷον κατὰ μὲν τὸν τῶν φύσεων λόγον τῶν ἐξ ὧν ἡ ἕνωσις τὰ δύο· οὐ γὰρ ταὐτὸν κατὰ τὴν φύσιν τῇ ἰδίᾳ σαρκὶ τὸν Θεὸν λόγον γινώσκομεν· κατά τε τὸν τῆς ὑποστάσεως λόγον τὸ ἕν. Ταὐτὸν γὰρ τὸν Θεὸν Λόγον τῇ ἰδίᾳ σαρκὶ κατὰ τὴν ὑπόστασιν ἐπιστάμεθα. Οὔτε οὖν τὰς φύσεις ἀφρόνως εἰς μίαν συναλείψομεν φύσιν τῷ ἀνῃρῆσθαι λέγειν ἐπὶ Χριστοῦ τὴν φυσικὴν διαφοράν, ἵνα μὴ τροπὴν τοῦ Λόγου καὶ τῆς σαρκὸς εἰσαγάγωμεν· οὔτε εἰς δύο πάλιν ἰδιοσυστάτους ὑποστάσεις μανικῶς διαιροῦμεν τῷ κατὰ τὸν τῆς ὑποστάσεως λόγον τιθέναι διαφοράν, ἵνα μὴ τὴν ἡμῶν ἀρνώμεθα σωτηρίαν, ὥσπερ οἱ ἐκ διαμέτρου πρὸς ἀλλήλους μερισάμενοι τὴν ἀσέβειαν Ἀπόλλι-
col. 1045–1046page 514 of 677
PG 130:1045νάριος ἅμα Εὐτυχεῖ, καὶ Νεστόριος ἐποίησαν, οἱ μὲν φυσικὴν διαφορὰν ἐπὶ Χριστοῦ οὐκ εἰδότες, ὁ δὲ πρὸς ταύτῃ καὶ προσωπικὴν προσεπάγων· ὅθεν καὶ τῆς ἀληθείας ἐξέπεσαν. Ἀλλ' εἰδότες καὶ ἐν τῇ καθ' ὑπόστασιν ἐνώσει τὴν φυσικὴν ἰδιότητα ἄτρεπτον, καὶ τὴν σύγχυσιν ὁμοίως, καὶ τὴν διαίρεσιν ἀποστρεφόμεθα, μήτε τὴν ἔνωσιν σύγχυσιν, ὡς ἀγνοοῦντες τὰ ἐνωθέντα, μήτε διαίρεσιν τὴν διαφοράν, ὡς καθ' ἑαυτὰ ὑφεστάναι μεμερισμένως εἰδότες τὰ διαφέροντα, ἐργαζόμενοι. Τοῦτο μὲν οὖν, ὡς οἶμαι, καὶ ὁ μέγας Θεολόγος Γρηγόριος διδάσκων φαίνεται ἐν τῷ λόγῳ τῷ ἀπολογητικῷ, ἐν ἐξ ἀμφοῖν λέγων, καὶ δι' ἑνὸς ἀμφότερα, ὅπερ ἐν τῷ δευτέρῳ περὶ Υἱοῦ λόγῳ τρανότερον διεξιὼν φησιν· Εἰ γὰρ καὶ τὸ συμαμφότερον ἕν, ἀλλ᾽ οὐ τῇ φύσει, τῇ δὲ συνόδῳ.» Κατὰ Μονοφυσιτῶν· τοῦ Δαμασκηνοῦ. Κεφάλαιον ξς'. Ἀτρέπτως γὰρ, καὶ ἀναλλοιώτως ἠνώθησαν ἀλλήλαις αἱ φύσεις, μήτε τῆς θείας φύσεως ἐκστάσης τῆς οἰκείας ἁπλότητος, μήτε μὴν τῆς ἀνθρωπίνης, ἢ τραπείσης εἰς θεότητος φύσιν, ἢ εἰς ἀνυπαρξίαν χωρησάσης, μήτε ἐκ τῶν δύο μιᾶς γεγενημένης συνθέτου φύσεως. Ἡ γὰρ σύνθετος φύσις, οὐδ᾽ ὁποτέρα τῶν ἐξ ὧν συνετέθη φύσεων ὁμοούσιος ὑπάρχειν δύεναται, ἐξ ἑτέρων ἀποτελεσθεῖσα ἕτερον· οἷον τὸ τῶν σῶμα τὸ ἐκ τῶν τεσσάρων στοιχείων συντεθειμένον, οὔτε τῷ πυρὶ λέγεται ὁμοούσιον, οὔτε πῦρ ὀνομάζεται, οὔτε ἀὴρ λέγεται, οὔτε ὕδωρ, οὔτε γῆ, οὐδέ τινι τούτων ἐστὶν ὁμοούσιον. Εἰ τοίνυν κατὰ τοὺς αἱρετικούς, μιᾶς φύσεως συνθέτου ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν ἐχρημάτισεν, ἐξ ἁπλῆς φύσεως ἐτράπη εἰς σύνθετον, καὶ οὔτε τῷ Πατρὶ ἁπλῆς φύσεως ὄντι ἐστὶν ὁμοούσιος, οὔτε τῇ Μητρί. Οὐ γὰρ ἐκ θεότητος καὶ ἀνθρωπότητος αὕτη συντέθειται· οὔτε μὴν ἐν θεότητί ἐστι καὶ ἀνθρωπότητι· οὔτε δὲ Θεὸς ὀνομασθήσεται, οὐδὲ ἄνθρωπος, ἀλλὰ Χριστὸς μόνον· καὶ ἔσται τὸ, Χριστός, οὐ τῆς ὑποστάσεως ὄνομα, ἀλλὰ τῆς μιᾶς κατ' αὐτοὺς φύσεως. Ἡμεῖς δὲ, συνθέτου φύσεως τὸν Χριστὸν δογματίζομεν, οὐδὲ ἐξ ἑτέρων ἕτερον, ὥσπερ ἐν ψυχῆς καὶ σώματος ἄνθρωπον, ἢ ὡς ἐκ τεσσάρων στοιχείων σῶμα, ἀλλ' ἐξ ἑτέρων τὰ αὐτά· ἐκ θεότητος γὰρ καὶ ἀνθρωπότητος Θεὸν τέλειον, τὸν αὐτὸν, καὶ εἶναι, καὶ λέγεσθαι, ἐκ δύο τε, καὶ ἐν δυσὶ φύσεσιν ὁμολογοῦμεν. Τὸ δὲ, Χριστός, ὄνομα τῆς ὑποστάσεως λέγομεν, οὐ μονοτρόπως λεγόμενον, ἀλλὰ τῶν δύο φύσεων ὑπάρχον σημαντικόν. Αὐτὸς γὰρ ἑαυτὸν ἔχρισε· χρίων μὲν ὡς Θεὸς τὸ σῶμα τῇ θεότητι αὐτοῦ, χριόμενος δὲ, ὡς ἄνθρωπος· αὐτὸς γάρ ἐστι τοῦτο κἀκεῖνο. Χρίσις δὲ ἡ θεότης τῆς ἀνθρωπότητος. Εἰ γὰρ μιᾶς φύσεως συνθέτου ὢν ὁ Χριστὸς, ὁμοούσιος ἐστι τῷ Πατρὶ, ἔσται ἄρα καὶ ὁ Πατήρ σύνθετος, καὶ τῇ σαρκὶ ὁμοούσιος, ὅπερ ἄτοπον, καὶ πάσης βλασφημίας ἀνάπλεον.
col. 1047–1048page 515 of 677
PG 130:1047Πῶς δὲ καὶ μία φύσις τῶν ἐναντίων οὐσιωδῶν διαφορῶν δεκτικὴ γενήσεται; Πῶς γὰρ δυνατὸν τὴν αὐτὴν φύσιν κατὰ ταὐτὸν κτιστὴν εἶναι καὶ ἄκτιστον, θνητὴν καὶ ἀθάνατον, περιγραπτὴν καὶ ἀπερίγραπτον; Εἰ δὲ μιᾶς λέγοντες τὸν Χριστὸν φύσεως, ἁπλῆν ταύτην εἴποιεν, ἢ γυμνὸν αὐτὸν Θεὸν ὁμολογήσουσι, καὶ φαντασίαν εἰτάξουσιν, οὐκ ἐνανθρώπησιν, ἢ ψιλὸν ἄνθρωπον κατὰ Νεστόριον. Ἀλλὰ τοῦτό ἐστι τὸ ποιοῦν τοῖς αἱρετικοῖς τὴν πλάνην, τὸ ταὐτὸ λέγειν τὴν φύσιν, καὶ τὴν ὑπόστασιν. Ἐπειδὴ δὲ μίαν τῶν ἀνθρώπων φύσιν φαμὲν, ἰστέον ὡς οὐκ ἀφορῶντες εἰς τὸν τῆς ψυχῆς καὶ τοῦ σώματος λόγον, τοῦτο λέγομεν· ἀδύνατον γὰρ μιᾶς φύσεως λέγειν τὴν ψυχὴν καὶ τὸ σῶμα πρὸς ἄλληλα συγκρινόμενα. Ἀλλ' ἐπειδὴ πλεῖσται ὑποστάσεις τῶν ἀνθρώπων εἰσὶ, πάντες δὲ τὸν αὐτὸν ἐπιδέχονται λόγον τῆς φύσεως· πάντες γὰρ ἐκ ψυχῆς εἰσι συντεθειμένοι, καὶ σώματος, καὶ πάντες τῆς φύσεως τῆς ψυχῆς μετειλήφασι, καὶ τὴν οὐσίαν τοῦ σώματος κέκτηνται, καὶ τὸ κοινὸν εἶδος· τῶν πλείστων καὶ διαφόρων ὑποστάσεων μίαν φύσιν φαμέν, ἑκάστης δηλαδὴ ὑποστάσεως δύο φύσεις ἐχούσης, καὶ ἐν δυσὶ τελούσης ταῖς φύσεσι, ψυχῆς λέγω, καὶ σώματος. Ἐπὶ δὲ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὐκ ἔστι κοινὸν εἶδος λαβεῖν. Οὔτε γὰρ ἐγένετο, οὐδέ ἐστιν, οὔτε ποτὲ γενήσεται ἄλλος Χριστὸς ἐκ θεότητός τε καὶ ἀνθρωπότητος, ἐν θεότητι καὶ ἀνθρωπότητι, Θεὸς τέλειος ὁ αὐτὸς, καὶ ἄνθρωπος τέλειος. Ἐντεῦθεν οὐκ ἔστιν εἰπεῖν μίαν φύσιν ἐπὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὥσπερ ἐπὶ τοῦ ἀτόμου καὶ ψυχῆς καὶ σώματος συγκειμένου, οὕτω καὶ ἐπὶ τοῦ Χριστοῦ ἐκ θεότητος καὶ ἀνθρωπότητος. Ἐκεῖ μὲν γὰρ ἄτομον, ὁ δὲ Χριστὸς οὐκ ἄτομον· οὐδὲ γὰρ ἔχει κατηγορούμενον εἶδος Χριστότητος. Διὸ δὲ ἐκ δύο φύσεων τελείων, θείας τε καὶ ἀνθρωπίνης, φαμὲν γεγενῆσθαι τὴν ἔνωσιν· οὐ κατὰ φυρμόν, ἢ σύγχυσιν, ἢ σύγκρασιν, ἢ ἀνάκρασιν, ὡς ὁ θεήλατος ἔφη Διόσκορος, Εὐτυχής τε, καὶ Σευῆρος, καὶ ἡ τούτων ἐναγὴς συμμορία· οὐδὲ προσωπικήν, ἢ σχετικήν, ἢ κατ' ἀξίαν, ἢ ταυτοβουλίαν, ἢ ὁμοτιμίαν, ἢ ὁμωνυμίαν, ἢ εὐδοκίαν, ὡς ὁ θεοστυγὴς ἔφη Νεστόριος, Διόδωρός τε, καὶ ὁ Μοψουεστίας Θεόδωρος, καὶ ἡ τούτων δαιμονιώδης ὁμήγυρις, ἀλλὰ κατὰ σύνθεσιν, ἤγουν καθ' ὑπόστασιν, ἀτρέπτως, καὶ ἀσυγχύτως, καὶ ἀναλλοιώτως, καὶ ἀδιαιρέτως, καὶ ἀδιαστάτως, καὶ ἐν δυσὶ φύσεσι τελείως ἐχούσαις, μίαν ὑπόστασιν ὁμολογοῦμεν τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ σεσαρκωμένου, τὴν αὐτὴν ὑπόστασιν λέγοντες τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος αὐτοῦ, καὶ τὰς δύο φύσεις ὁμολογοῦντες σώζεσθαι ἐν αὐτῷ μετὰ τὴν ἔνωσιν· οὐκ ἰδίᾳ καὶ ἀναμέρος τιθέντες ἑκάστην, ἀλλ' ἡνωμένας ἀλλήλαις ἐν τῇ μιᾷ συνθέτῳ ὑποστάσει. Οὐσιώδη γὰρ φαμεν τὴν ἕνωσιν, τουτέστιν ἀληθῆ, καὶ οὐ κατὰ φαντασίαν. Οὐσιώδη δὲ, οὐχ ὡς τῶν
col. 1049–1050page 516 of 677
PG 130:1049δύο φύσεων ἀποτελεσασῶν μίαν σύνθετον φύσιν, ἀλλ' ἐνωθεισῶν ἀλλήλαις κατ' ἀλήθειαν εἰς μίαν ὑπό στασιν σύνθετον τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ σώζεσθαι αὐτῶν τὴν οὐσιώδη διαφορὰν ὁριζόμεθα. Τὸ γὰρ κτιστὸν, μεμένηκε κτιστὸν, καὶ τὸ ἄκτιστον, ἄκτι στον. Τὸ θνητὸν ἔμεινε θνητόν, καὶ τὸ ἀθάνατον, ἀθάνατον· τὸ περιγραπτόν, περιγραπτόν· τὸ ἀπερίγραπτον, ἀπερίγραπτον· τὸ ὁρατὸν, ὁρατόν, καὶ τὸ ἀόρατον, ἀόρατον· Τὸ μὲν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκεν.» Οἰκειοῦται δὲ τὰ ἀνθρώπινα ὁ Λόγος· αὐτοῦ γάρ ἐστι τὰ τῆς ἁγίας αὐτοῦ σαρκὸς ὄντα· καὶ μεταδίδωσι τῇ σαρκὶ τῶν ἰδίων, κατὰ τὸν ἀντιδόσεως τρό πον, διὰ τὴν εἰς ἄλληλα τῶν μερῶν περιχώρησιν, καὶ τὴν καθ᾽ ὑπόστασιν ἔνωσιν, καὶ ὅτι εἷς ἦν, καὶ ὁ αὐτὸς, ὁ καὶ τὰ θεῖα καὶ τὰ ἀνθρώπινα ἐνερ γῶν ἐν ἑκατέρᾳ μορφῇ μετὰ τῆς θατέρου κοινωνίας. Διὸ δὴ καὶ ὁ Κύριος τῆς δόξης ἐσταυρῶσθαι λέγεται, καίτοι τῆς θείας αὐτοῦ μὴ παθούσης φύσεως, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου, πρὸ τοῦ πάθους ἐν τῷ οὐρανῷ εἶναι ὡμολόγηται, ὡς αὐτὸς ὁ Κύριος ἔφησεν. Εἷς γὰρ ἦν, καὶ ὁ αὐτὸς ὁ Κύριος τῆς δόξης, ὁ φύσει καὶ ἀληθείᾳ Υἱὸς ἀνθρώπου, ἤτοι ἄνθρωπος γενόμενος, καὶ αὐτοῦ τά τε θαύματα καὶ τὰ πάθη γινώσκομεν, εἰ καὶ κατ' ἄλλο ἐθαυματούργει, καὶ κατ᾽ ἄλλο τὰ πά θη ὁ αὐτὸς ὑπέμενεν. Ἴσμεν γὰρ ὥσπερ μίαν αὐ τοῦ τὴν ὑπόστασιν, οὕτω τὴν τῶν φύσεων οὐσιώδη διαφορὰν σώζεσθαι. Πῶς δὲ σωθείη διαφορά, μὴ σω ζομένων τῶν τὴν διαφορὰν ἐχόντων πρὸς ἄλληλα; Διαφορὰ γὰρ τῶν διαφερόντων ἐστὶ διαφορά· τῷ μὲν οὖν λόγῳ, ᾧ διαφέρουσιν ἀλλήλων αἱ φύσεις τοῦ Χρι στοῦ, τουτέστι τῷ λόγῳ τῆς οὐσίας, φαμὲν συνάπτεσθαι αὐτὸν τοῖς ἄκροις· κατὰ μὲν τὴν θεότητα, τῷ τε Πατρὶ καὶ τῷ Πνεύματι, κατὰ δὲ τὴν ἀνθρωπότητα, τῇ τε Μητρί, καὶ πᾶσι τοῖς ἀνθρώποις. ᾯ δὲ λόγῳ συνάπτονται αἱ φύσεις αὐτοῦ, διαφέρειν αὐτὸν φαμὲν τοῦ τε Πατρὸς καὶ τοῦ Πνεύματος, τῆς τε Μητρός καὶ τῶν λοιπῶν ἀνθρώπων· συνάπτονται γὰρ αἱ φύ σεις αὐτοῦ τῇ ὑποστάσει, μίαν ὑπόστασιν σύνθετον ἔχουσαι, καθ᾿ ἣν διαφέρει τοῦ τε Πατρὸς καὶ τοῦ Πνεύματος, τῆς τε Μητρὸς καὶ ἡμῶν. Τοῦ αὐτοῦ. Κεφάλαιον ξθ'. Ὥσπερ δὲ ἐπὶ τῆς θεότητος, μίαν μὲν φύσιν ὁμο λογοῦμεν, τρεῖς δὲ ὑποστάσεις κατ' ἀλήθειαν οὔσας φαμέν, καὶ πάντα μὲν τὰ φυσικὰ καὶ οὐσιώδη, ἁπλᾶ φαμεν, τὴν δὲ διαφορὰν τῶν ὑποστάσεων ἐν μόναις ταῖς τρισὶν ἰδιότησι, τῇ ἀναιτίῳ καὶ πατρικῇ καὶ τῇ αἰτιατῇ καὶ υἱϊκῇ, καὶ τῇ αἰτιατῇ καὶ ἐκπορευτῇ ἐπιγινώσκομεν· ἀνεκφοιτήτους δὲ αὐτὰς, καὶ ἀδια
col. 1051–1052page 517 of 677
PG 130:1051ἀσυγχύτως περιχωρούσας ἐπιστάμεθα· καὶ ἡνωμένας μὲν ἀσυγχύτως· τρεῖς γὰρ εἰσιν, εἰ καὶ ἤνωνται· διαιρουμένας δὲ ἀδιαστάτως. Εἰ γὰρ καὶ ἑκάστη καθ' ἑαυτὴν ὑφέστηκεν, ἤγουν τελεία ἐστὶν ὑπόστασις, καὶ τὴν οἰκείαν ἰδιότητα, ἤτοι τὸν τῆς ὑπάρξεως τρόπον διάφορον κέκτηται, ἀλλ' ἤνωνται τῇ τε οὐσίᾳ καὶ τοῖς φυσικοῖς ἰδιώμασι, καὶ τῷ μὴ διίστασθαι, μηδὲ ἐκφοιτᾷν τῆς πατρικῆς ὑποστάσεως, καὶ εἷς Θεός εἰσί τε, καὶ λέγονται· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς θείας καὶ ἀποῤῥήτου, καὶ πάντα νοῦν, καὶ κατάληψιν ὑπερεχούσης οἰκονομίας, τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος Θεοῦ Λόγου, Κυρίου τε ἡμῶν Ἰησοῦ Χριστοῦ, δύο μὲν φύσεις ὁμολογοῦμεν, θείαν τε καὶ ἀνθρωπίνην, συνεληλυθυίας ἀλλήλαις, καὶ καθ' ὑπόστασιν ἐνωθείσας, μία δὲ τὴν ὑπόστασιν ἐκ τῶν φύσεων ἀποτελεσθεῖσαν σύνθετον· σώζεσθαι δέ φαμεν τὰς δύο φύσεις, καὶ μετὰ τὴν ἔνωσιν, ἐν τῇ μιᾷ συνθέτῳ ὑποστάσει, ἤγουν ἐν τῷ ἑνὶ Χριστῷ, καὶ κατ' ἀλήθειαν αὐτὰς εἶναι, καὶ τὰ τούτων φυσικὰ ἰδιώματα· ἡνωμένας μέντοι ἀσυγχύτως, καὶ ἀδιαιρέτως διαφερούσας τε, καὶ ἀριθμουμένας. Καὶ ὥσπερ αἱ τρεῖς ὑποστάσεις τῆς ἁγίας Τριάδος ἀσυγχύτως τε ἤνωνται, καὶ ἀδιαιρέτως διήρηνται, καὶ ἀριθμοῦνται, καὶ ὁ ἀριθμὸς διαίρεσιν, ἢ διάστασιν, ἢ ἀλλοτρίωσιν, καὶ διατομὴν ἐν αὐταῖς οὐκ ἐργάζεται· ἕνα γὰρ Θεὸν ἐπιγινώσκομεν τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον· τὸν αὐτὸν τρόπον, καὶ αἱ τοῦ Χριστοῦ φύσεις, εἰ καὶ ἤνωνται, ἀλλ' ἀσυγχύτως ἤνωνται· καὶ εἰ ἐν ἀλλήλαις περιχωροῦσιν, ἀλλὰ τὴν εἰς ἀλλήλας τροπήν τε καὶ μεταβολὴν οὐ προσίενται. Φυλάττει γὰρ ἑκατέρα τὴν ἑαυτῆς φυσικὴν ἰδιότητα ἀμετάβλητον. Διὸ καὶ ἀριθμοῦνται, καὶ ὁ ἀριθμὸς οὐκ εἰσάγει διαίρεσιν. Εἷς γάρ ἐστιν ὁ Χριστὸς, ἔν τε θεότητι καὶ ἀνθρωπότητι τέλειος· ὁ γὰρ ἀριθμὸς, οὐ διαιρέσεως, ἢ ἑνώσεως αἴτιος πέφυκεν, ἀλλὰ τῆς ποσότητος τῶν ἀριθμουμένων σημαντικός, εἴτε ἡνωμένων, εἴτε διῃρημένων· ἡνωμένων μέν, ὡς ὅτι πεντήκοντα λίθους ἔχει ὁ τοῖχος οὗτος· διῃρημένων δέ, ὡς ὅτι πεντήκοντα λίθοι κεῖνται ἐν τῷ πεδίῳ τούτῳ· καὶ ἡνωμένων μέν, ὅτι δύο φύσεις εἰσὶν ἐν τῷ ἄνθρακι, πυρὸς λέγω καὶ ξύλου· διῃρημένων δέ, ὅτι ἡ φύσις τοῦ πυρὸς ἑτέρα ἐστί, καὶ ἡ τοῦ ξύλου ἑτέρα· ἄλλου τρόπου ἑνοῦντος, καὶ διαιροῦντος αὐτά, καὶ οὐ τοῦ ἀριθμοῦ. Ὥσπερ τοίνυν ἀδύνατον τὰς τρεῖς ὑποστάσεις τῆς θεότητος, εἰ καὶ ἤνωνται ἀλλήλαις, μίαν ὑπόστασιν εἰπεῖν διὰ τὸ μὴ σύγχυσιν καὶ ἀφανισμὸν τῆς τῶν ὑποστάσεων διαφορᾶς ἐργάσασθαι· οὕτω καὶ τὰς δύο φύσεις τοῦ Χριστοῦ, τὰς καθ' ὑπόστασιν ἡνωμένας, ἀδύνατον μίαν φύσιν εἰπεῖν, ἵνα μὴ ἀφανισμόν, καὶ σύγχυσιν, καὶ ἀνυπαρξίαν τῆς αὐτῶν διαφορᾶς ἐργασώμεθα. Εἰ δέ τις ἐρωτᾷ περὶ τῶν τοῦ Κυρίου φύσεων,
col. 1053–1054page 518 of 677
PG 130:1053εἰ ὑπὸ τὸ συνεχές ποσὸν ἀνάγονται, ἢ ὑπὸ τὸ διωρισμένον, ἐροῦμεν, ὅτι αἱ τοῦ Κυρίου φύσεις, οὔτε ἓν σῶμά εἰσιν, οὔτε μία ἐπιφάνεια, οὔτε μία γραμμή, οὐ χρόνος, οὐ τόπος, ἵνα ὑπὸ τὸ συνεχές ἀναχθῶσι ποσόν· ταῦτα γὰρ εἰσι τὰ συνεχῶς ἀρι θμούμενα. Ἰστέον δὲ ὡς ὁ ἀριθμὸς, τῶν διαφερόντων ἐστί· καὶ ἀδύνατον ἀριθμεῖσθαι, τὰ κατὰ μηδὲν διαφέροντα· καθ' ὃ δὲ διαφέρουσι, κατὰ τοῦτο καὶ ἀριθμοῦνται· οἷον ὁ Πέτρος καὶ ὁ Παῦλος, καθ' ὃ μὲν ἥνωνται, οὐκ ἀριθμοῦνται. Τῷ λόγῳ γὰρ τῆς οὐσίας ἑνούμενοι, δύο φύσεις οὐ δύνανται λέγεσθαι· καθ' ὑπόστασιν δὲ διαφέροντες, δύο ὑποστάσεις λέγονται. Ὥστε ὁ ἀριθμὸς τῶν διαφερόντων ἐστὶ, καὶ ᾧ τρόπῳ διαφέρουσι τὰ διαφέροντα, τούτῳ τῷ τρόπῳ καὶ ἀριθμοῦνται. Ἥνωνται μὲν οὖν αἱ τοῦ Κυρίου φύσεις ἀσυγχύσ τως καθ' ὑπόστασιν, διῄρηνται δὲ ἀδιαιρέτως λόγῳ καὶ τρόπῳ τῆς διαφορᾶς. Καὶ ᾧ μὲν τρόπῳ ἥνωνται, οὐκ ἀριθμοῦνται· οὐ γὰρ καθ' ὑπόστασιν δύο εἶναι φαμεν τὰς φύσεις τοῦ Χριστοῦ· ᾧ δὲ τρόπῳ ἀδιαιρέτως διῄρηνται, ἀριθμοῦνται· δύο γὰρ εἰσὶν αἱ φύσεις τοῦ Χριστοῦ, λόγῳ καὶ τρόπῳ τῆς διαφορᾶς. Ἡνω μέναι γὰρ καθ' ὑπόστασιν, καὶ τὴν ἐν ἀλλήλαις περιχώρησιν ἔχουσαι, ἀσυγχύτως ἥνωνται, τὴν οἰ κείαν ἑκάστη φυσικὴν διαφορὰν διασώζουσα. Τῷ τρόπῳ τοιγαροῦν τῆς διαφορᾶς, καὶ μόνῳ ἀρι θμούμεναι, ὑπὸ τὸ διωρισμένον ποσὸν ἀναχθήσονται. Τῆς τοίνυν ἐστὶν ὁ Χριστὸς, Θεὸς τέλειος καὶ ἄν θρωπος τέλειος· ὃν προσκυνοῦμεν σὺν Πατρὶ καὶ Πνεύματι, μιᾷ προσκυνήσει μετὰ τῆς ἀχράντου σαρκὸς αὐτοῦ, οὐκ ἀπροσκύνητον τὴν σάρκα λέ γοντες· προσκυνεῖται γὰρ ἐν τῇ μιᾷ τοῦ Λόγου ὑποστάσει, ἥτις αὐτῇ ὑπόστασις γέγονεν· οὐ τῇ κτίσει λατρεύοντες. Οὐ γὰρ ὡς ψιλὴν σάρκα προσκυνοῦμεν, ἀλλ' ὡς ἡνωμένην θεότητι, καὶ εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν τοῦ Θεοῦ Λόγου, τῶν δύο αὐτοῦ ἀναγομένων φύσεων. Δέδοικα τοῦ ἄνθρακος ἅψασθαι διὰ τὸ τῷ ξύλῳ συνημμένον πῦρ. Προσ κυνῶ τοῦ Χριστοῦ τὸ συναμφότερον, διὰ τὴν τῇ σαρκὶ ἡνωμένην θεότητα. Οὐ γὰρ τέταρτον παρ εντίθημι πρόσωπον ἐν τῇ Τριάδι· μὴ γένοιτο· ἀλλ' ἓν πρόσωπον ὁμολογῶ τοῦ Θεοῦ Λόγου καὶ τῆς σαρκὸς αὐτοῦ. Τριὰς γὰρ ἔμεινεν ἡ Τριάς, καὶ μετὰ τὴν τοῦ Λόγου σάρκωσιν. Τοῦ αὐτοῦ. Κεφάλαιον ης΄. Τὸν Υἱὸν τοῦ Θεοῦ σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι προσκυνοῦμεν· ἀσώματον μὲν πρὸ τῆς ἀνθρωπήσεως, καὶ νῦν τὸν αὐτὸν σεσαρκωμένον καὶ γενόμενον ἄνθρωπον, μετὰ τοῦ εἶναι Θεόν. Ἡ τοί νυν σάρξ αὐτοῦ, κατὰ μὲν τὴν ἑαυτῆς φύσιν, ἂν διέλῃς ἰσχναῖς ἐπινοίαις τὸ δρώμενον ἐκ τοῦ νοουμένου, ἀπροσκύνητός ἐστιν, ὡς κτιστή· ἑνωθεῖσα δὲ
col. 1055–1056page 519 of 677
PG 130:1055Ὅνπερ γὰρ τρόπον ὁ βασιλεὺς καὶ γυμνὸς προσκυνεῖται καὶ ἐνδεδυμένος, καὶ ἡ ἀλουργίς, ὡς μὲν ψιλὴ ἀλουργίς, πατεῖται καὶ περιῤῥίπτεται, βασιλικὸν δὲ γενομένη ἔνδυμα, τιμᾶται καὶ δοξάζεται, καὶ εἴ τις αὐτὴν παροινήσεις, θάνατον, ὡς τὰ πολλά, κατακρίνεται· ὡς δὲ καὶ ξύλον ψιλὸν οὐκ ἔστι τῇ ἁφῇ ἀπρόσιτον, πυρὶ δὲ προσομιλῆσαν καὶ ἄνθραξ γενόμενον, οὐ δι' ἑαυτὸ, διὰ δὲ τὸ συνημμένον πῦρ, ἀπρόσιτον γίνεται, καὶ οὐχ ἡ τοῦ ξύλου φύσις ὑπάρχει ἀπρόσιτος, ἀλλ' ὁ ἄνθραξ, ἤτοι τὸ πεπυρακτωμένον ξύλον, οὕτω καὶ ἡ σάρξ, κατὰ μὲν τὴν ἑαυτῆς φύσιν, οὐκ ἔστι προσκυνητή, προσκυνεῖται δὲ ἐν τῷ σεσαρκωμένῳ Θεῷ Λόγῳ, οὐ δι' ἑαυτὴν, ἀλλὰ διὰ τὸν ἠνωμένον αὐτῇ καθ' ὑπόστασιν Θεὸν Λόγον· καὶ οὐ φαμεν, ὅτι σάρκα προσκυνοῦμεν ψιλήν, ἀλλὰ σάρκα Θεοῦ, ἤτοι σεσαρκωμένου Θεοῦ Λόγου, δι' αὐτὸν καὶ ἐν αὐτῷ προσκυνεῖται. Τοῦ αὐτοῦ. Κεφάλαιον ογ΄. Εἰ γὰρ καὶ μὴ ἔστι φύσις ἀνυπόστατος, ἢ οὐσία ἀπρόσωπος· ἐν ὑποστάσεσι γὰρ καὶ προσώποις τε οὐσία καὶ ἡ φύσις θεωρεῖται· ἀλλ' οὐκ ἀνάγκη τὰς ἀλλήλαις ἐνωθείσας φύσεις καθ' ὑπόστασιν, ἑκάστην ἰδίαν κεκτῆσθαι ὑπόστασιν· δύνανται γὰρ εἰς μίαν συνδραμοῦσαι ὑπόστασιν, μήτε ἀνυπόστατοι εἶναι, μήτε ἰδιάζουσαν ἑκάστῃ ἔχειν ὑπόστασιν, ἀλλὰ ἐνυπόστατοι, μίαν καὶ τὴν αὐτὴν ἀμφότεραι· ἡ αὐτὴ γὰρ τοῦ Λόγου ὑπόστασις, ἀμφοτέρων τῶν φύσεων ὑπόστασις χρηματίσασα, οὔτε ἀνυπόστατον αὐτῶν μίαν εἶναι συγχωρεῖ, οὔτε μὴν ἑτεροϋποστάτους ἀλλήλων εἶναι παραχωρεῖ, οὐδὲ εἶναί ποτε μὲν τῆσδε, ποτὲ δὲ ἐκείνης, ἀλλ' ἀεὶ ἀμφοτέρων ἀδιαιρέτως, καὶ ἀχωρίστως ὑπάρχει ὑπόστασις· οὐ μεριζομένη καὶ διαιρουμένη, καὶ μέρος μὲν ἑαυτῆς τῇδε, μέρος δὲ τῇδε διανέμουσα, ἀλλὰ πᾶσα ταύτης καὶ πᾶσα ἐκείνης, ἀμερῶς καὶ ὁλοσχερῶς ὑπάρχουσα. Οὐ γὰρ ἰδιοσυστάτως ὑπέστη ἡ τοῦ Θεοῦ Λόγου σάρξ, οὐδὲ ἑτέρα ὑπόστασις γέγονε παρὰ τὴν τοῦ Θεοῦ Λόγου ὑπόστασιν, ἀλλ' ἐν αὐτῇ ὑποστᾶσα, ἐνυπόστατος μᾶλλον, καὶ οὐ καθ' ἑαυτὴν ἰδιοσύστατος ὑπόστασις γέγονε. Διὸ οὐδὲ ἀνυπόστατός ἐστιν, οὐδὲ ἑτέραν ἐν τῇ Τριάδι παρεισφέρει ὑπόστασιν. Τοῦ αὐτοῦ. Κεφάλαιον οδ΄. Ἐντεῦθεν καὶ τὴν ἐν τῷ Τρισαγίῳ προσθήκην ὑπὸ τοῦ ματαιόφρονος Πέτρου τοῦ Κναφέως γεγενημένην, βλάσφημον ὁριζόμεθα, ὡς τέταρτον παρεισάγουσαν πρόσωπον, καὶ ἀναμέρος τιθεῖσαν τὸν τοῦ Θεοῦ Υἱόν, τὴν τοῦ Πατρὸς ἐνυπόστατον δύναμιν, καὶ ἀναμέρος τὸν ἐσταυρωμένον ὡς ἄλλον ὄντα παρὰ τὸν ἰσχυρόν, ἢ παθητὴν τὴν ἁγίαν Τριάδα δοξάζουσαν, καὶ συσταυροῦσαν τῷ Υἱῷ τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ἀπάγε ταύτην τὴν βλάσφημον,
col. 1057–1058page 520 of 677
PG 130:1057καὶ παρέγγραπτον φλυαρίαν. Ἡμεῖς γὰρ τὸ, ἅγιος ὁ Θεός, ἐπὶ τοῦ Πατρὸς ἐκλαμβάνομεν, οὐκ αὐτῷ μόνῳ τὸ τῆς θεότητος ἀφορίζοντες ὄνομα, ἀλλὰ καὶ τὸν Υἱὸν Θεὸν εἰδότες, καὶ τὸ Πνεῦμα τὸ ἅγιον· καὶ τὸν ἅγιος ἰσχυρός, ἐπὶ τοῦ Υἱοῦ τίθεμεν, οὐκ ἀπο ἀμφιεννύντες τῆς ἰσχύος τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ ἅγιον· καὶ τὸ ἅγιος ἀθάνατος, ἐπὶ τοῦ ἁγίου Πνεύματος τάττομεν, οὐκ ἔξω τῆς ἀθανασίας τιθένα τες τὸν Πατέρα καὶ τὸν Υἱόν, ἀλλ' ἐφ᾽ ἑκάστης τῶν ὑποστάσεων πάσας τὰς θεωνυμίας ἁπλῶς καὶ ἀπο λύτως ἐκλαμβάνοντες, καὶ τὸν θεῖον Ἀπόστολον ἐκ μιμούμενοι, φάσκοντα· Ἡμῖν δὲ εἰς Θεὸς ὁ Πά τήρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς ἐξ αὐτοῦ· καὶ εἰς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ· καὶ ἓν Πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα καὶ ἡμεῖς ἐν αὐτῷ. Οὐ μὴν ἀλλὰ καὶ τὸν Θεολόγον Γρηγόριον, ὧδε πη λέγοντα· Ἡμῖν δὲ εἰς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἰς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα, καὶ ἓν Πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα, τοῦ, ἐξ οὗ, καί, δι' οὗ, καὶ, ἐν ᾧ, μὴ φύσεις τεμνόντων· οὐδὲ γὰρ ἂν μετέπιπτον αἱ προθέσεις, ἢ αἱ τάξεις τῶν ὀνομάτων· ἀλλὰ χαρακτηριζόντων μιᾶς καὶ ἀσυγχύτου φύσεως ἰδιότητας· καὶ τοῦτο δῆλον ἐξ ὧν εἰς ἓν συνάγονται, πάλιν, εἰ τῷ μὴ παρέργως ἐκεῖνο ἀναγινώσκεται παρὰ τῷ αὐτῷ Ἀποστόλῳ, τὸ, ἐξ αὐτοῦ, καὶ δι' αὐτοῦ καὶ ἐν αὐτῷ τὰ πάντα· αὐτῷ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὅτι γὰρ οὐκ εἰς τὸν Υἱὸν μόνον λέλεκται τὸ τρισ άγιον, ἀλλ' εἰς τὴν ἁγίαν Τριάδα, μάρτυς ὁ θεῖος καὶ ἱερὸς Ἀθανάσιος, Βασίλειός τε, καὶ Γρηγόριος, καὶ πᾶς ὁ τῶν θεοφόρων Πατέρων χορός· ὅτιπερ διὰ τῆς τρισσῆς ἁγιότητος, τὰς τρεῖς τῆς ὑπερουσίου θεότητος ὑποστάσεις, τὰ ἅγια Σεραφὶμ ἡμῖν ὑπεμφαίνουσι. Διὰ δὲ τῆς μιᾶς κυριότητος, τὴν μίαν τῆς θεαρχικῆς Τριάδος οὐσίαν τε καὶ βασιλείαν γνωρίζουσι. Φησὶ γοῦν ὁ Θεολόγος Γρηγόριος· Οὕτω μὲν οὖν τὰ Ἅγια τῶν ἁγίων, ἃ καὶ τοῖς Σεραφὶμ συγ καλύπτεται, καὶ δοξάζεται τρισὶν ἁγιασμοῖς, εἰς μίαν συνιοῦσι κυριότητα καὶ θεότητα. Ὃ καὶ ἄλλῳ τινὶ τῶν πρὸ ἡμῶν πεφιλοσόφηται κάλλιστά τε καὶ ὑψηλότατα. Φασὶ δὲ καὶ οἱ τὴν ἐκκλησιαστικὴν ἱστορίαν συντάξαντες, ὅτι λιτανεύοντος τοῦ ἐν Κωνσταντινουπόλει λαοῦ, διά τινα θεήλατον ἀπειλήν, ἐπὶ Πρόκλου τοῦ ἀρχιεπισκόπου γεγενημένην, συνέβη ἁρπαγῆναι παιδίον ἐκ τοῦ λαοῦ, καὶ οὕτω μυηθῆναι ὑπ' ἀγγελικῆς τινος διδασκαλίας τὸν Τρισάγιον ὕμνον, Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς· καὶ αὖθις ἐπιστραφέντος τοῦ παιδίου, καὶ τὸ μυηθὲν ἀπαγγείλαντος, ᾆσαι τὸν ὕμνον ἅπαν τὸ πλῆθος, καὶ οὕτω κοπάσαι τὴν ἀπειλήν. Καὶ ἐν τῇ ἁγίᾳ δὲ, καὶ μεγάλῃ, καὶ οἰκουμενικῇ τετάρτῃ συν όδῳ, τῇ ἐν Χαλκηδόνι φημί, οὕτως ὑμνηθῆναι ὁ τρισ άγιος οὗτος ὕμνος παραδέδοται· οὕτω γὰρ τοῖς περ πραγμένοις τῆς αὐτῆς ἁγίας συνόδου ἐμφέρεται
col. 1059–1060page 521 of 677
PG 130:1059γέλως οὖν ὄντως καὶ παίγνιον, τὴν δι' ἀγγέλων μυηθεῖσαν, καὶ τῇ τῆς ἐπαγωγῆς λήξει πιστωθεῖσαν, καὶ τῇ τοσῶνδε τῶν ἁγίων Πατέρων συνόδῳ κυρωθεῖσάν τε καὶ βεβαιωθεῖσαν, καὶ πρότερον ὑπὸ τῶν Σεραφὶμ ὑμνηθεῖσαν τρισάγιον ᾠδὴν, ὡς τῆς τριςυποστάτου θεότητος ἐμφαντικήν, τῇ τοῦ ἀναφοῦς οἷον καταπατηθῆναι ἀλόγῳ οἰήσει, καὶ δῆθεν διορθωθῆναι, ὡς τῶν Σεραφὶμ ὑπερβάλλοντος. Ἀλλ' ὦ τῆς αὐθαδείας, ἵνα μὴ λέγω τῆς ἀνοίας! Ἡμεῖς δὲ καὶ οὕτω φαμὲν, κἂν δαίμονες διαῤῥήγνυνται· Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. Τοῦ αὐτοῦ πρὸς τοὺς λέγοντας, εἰ δύο φύσεων καὶ ἐνεργειῶν ὁ ἄνθρωπος, ἀνάγκη ἐπὶ Χριστοῦ τρεῖς φύσεις λέγειν, καὶ τοσαύτας πάλιν ἐνεργείας. Κεφάλαιον π΄. Ὁ μὲν καθ' ἕκαστα ἄνθρωπος ἐκ δύο συγκείμενος φύσεων, ψυχῆς τε καὶ σώματος, καὶ ταύτας ἀμεταβλήτους ἔχων ἐν ἑαυτῷ, δύο φύσεις εἰκότως λεχθήσεται. Σώζει γὰρ ἑκατέρων καὶ μετὰ τὴν ἕνωσιν τὴν φυσικὴν ἰδιότητα. Οὔτε γὰρ τὸ σῶμα ἀθάνατον, ἀλλὰ φθαρτόν, οὔτε ἡ ψυχὴ θνητή, ἀλλ' ἀθάνατος. Εἰ δὲ λέγοιτό ποτε μιᾶς φύσεως ὁ ἄνθρωπος, ἀντὶ τοῦ εἴδους τὸ τῆς φύσεως παραλαμβάνεται ὄνομα, λεγόντων ἡμῶν, ὅτι οὐ διαλλάττει ἄνθρωπον ἀνθρώπου κατά τινα φύσεως διαφοράν, ἀλλὰ τὴν αὐτὴν σύστασιν ἔχοντες πάντες οἱ ἄνθρωποι, καὶ ἐκ ψυχῆς συντεθειμένοι καὶ σώματος, καὶ δύο ἕκαστος φύσεις τελοῦντες, ὑφ' ἕνα πάντως ὁρισμὸν ἀνάγονται. Καὶ οὐ παράλογον τοῦτο, ὁπότε καὶ πάντων τῶν κτιστῶν ὡς γενητῶν, μίαν φύσιν ὁ ἱερὸς Ἀθανάσιος ἔφησεν ἐν τῷ κατὰ τῶν βλασφημούντων τὸ ἅγιον Πνεῦμα λόγῳ οὕτωσὶ λέγων· Ὅτι δὲ ἄνω τῆς κτίσεως ἐστι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἄλλο μὲν παρὰ τὴν τῶν γενητῶν φύσιν, ἴδιον δὲ τῆς θεότητος, ἔξεστι πάλιν συνιδεῖν. Ἐπεὶ οὖν πᾶς ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματός ἐστι συντεθειμένος, κατὰ τοῦτο μία φύσις τῶν ἀνθρώπων λέγεται· ἐπὶ δὲ τῆς ὑποστάσεως τοῦ Κυρίου λέγειν οὐ δυνάμεθα μίαν φύσιν. Αἵ τε γὰρ φύσεις σώζουσι καὶ μετὰ τὴν ἕνωσιν ἑκάστη τὴν φυσικὴν ἰδιότητα, καὶ εἶδος Χριστῶν οὐκ ἔστιν εὑρεῖν. Οὐ γὰρ ἐγένετο ἄλλος Χριστὸς ἐκ θεότητός τε καὶ ἀνθρωπότητος, Θεός τε καὶ ἄνθρωπος ὁ αὐτός. Καὶ πάλιν· Οὐ ταὐτόν ἐστι τὸ κατ' εἶδος τοῦ ἀνθρώπου ἕν, καὶ τὸ κατ' οὐσίαν ψυχῆς τε καὶ σώματος ἕν. Τὸ μὲν γὰρ κατ' εἶδος τοῦ ἀνθρώπου ἓν τὴν ἐν πᾶσι τοῖς ἀνθρώποις ἀπαραλλαξίαν ἐνδείκνυται· τὸ δὲ κατ' οὐσίαν ψυχῆς καὶ σώματος ἓν αὐτὸ τὸ εἶναι αὐτῶν λυμαίνεται, εἰς ἀνυπαρξίαν αὐτὰ παντελῆ ἄγον. Ἢ γὰρ τὸ ἓν μεταποιηθήσεται εἰς τὴν τοῦ ἑτέρου οὐσίαν, ἢ ἐξ ἑτέρων ἕτερον γενήσεται, καὶ ἀμφότερα τραπήσονται, ἢ ἐπὶ τῶν ἰδίων ὅρων μένοντα, δύο φύσεις ἔσονται. Οὐ γὰρ ταὐτὸν κατὰ τὸν τῆς οὐσίας λόγον τὸ σῶμα τῷ ἀσωμάτῳ. Οὐκ ἀνάγκη τοίνυν ἐπὶ τοῦ ἀνθρώπου μίαν φύσιν λέγο-
col. 1061–1062page 522 of 677
PG 130:1061τας, οὐ διὰ τὸ ταυτὸν τῆς οὐσιώδους ποιότητος ψυχῆς τε καὶ σώματος, ἀλλὰ διὰ τὸ ἀπαράλλακτον τῶν ὑπὸ τὸ εἶδος ἀναγομένων ἀτόμων, μίαν καὶ ἐπὶ Χριστοῦ λέγειν φύσιν, Ἔνθα εἶδος περιεκτικὸν πολλῶν ὑποστάσεων οὐκ ἔστιν. Ἔτι δὲ πᾶσα σύνθεσις ἐκ τῶν προσεχώς συντεθέντων συντεθεῖσθαι λέγεται. Οὐ γὰρ λέγομεν τὸν οἶκον ἐκ γῆς καὶ ὕδατος, καὶ τῶν ἄλλων συντεθεῖσθαι, ἀλλ' ἐκ λίθων καὶ ξύλων. Ἐπεὶ ἀνάγκη καὶ τὸν ἄνθρωπον λέγειν ἐκ πέντε τουλάχιστον συγκείσθαι φύσεων, ἔκ τε τῶν τεσσάρων στοιχείων καὶ τῆς ψυχῆς. Οὕτω καὶ ἐπὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὐ τὰ μέρη τῶν μερῶν σκοπούμεν, ἀλλὰ τὰ προσεχώς συντεθέντα, θεότητά τε καὶ ἀνθρωπότητα. Ἔτι δὲ εἰ δύο φύσεις τὸν ἄνθρωπον λέγοντες, τρεῖς φύσεις ἐπὶ τοῦ Χριστοῦ λέγειν ἀναγκασθησόμεθα, καὶ ὑμεῖς ἐκ δύο φύσεων τὸν ἄνθρωπον λέγοντες, ἐκ τριῶν φύσεων τὸν Χριστὸν δογματίζετε, ὁμοίως καὶ περὶ ἐνεργειῶν. Κατάλληλον γὰρ ἀνάγκη τῇ φύσει τὴν ἐνέργειαν εἶναι. Ὅτι δὲ δύο φύσεων ὁ ἄνθρωπος λέγεται τε καὶ ἔστι, μάρτυς ὁ Θεολόγος Γρηγόριος, οὕτω λέγων· Διττῶν δὲ ὄντων ἡμῶν, ἐκ ψυχῆς καὶ σώματος, καὶ τῆς μὲν ὁρατῆς, τῆς δὲ ἀοράτου φύσεως, διττὴ καὶ ἡ κάθαρσις· δι' ὕδατός τε καὶ Πνεύματος.» Τοῦ αὐτοῦ πρὸς τοὺς ἐρωτῶντας, εἰ δύο φύσεις ἐγέννησεν ἡ ἁγία Θεοτόκος, καὶ εἰ δύο φύσεις ἐπὶ σταυροῦ ἐκρέμαντο. Κεφάλ. κθ'. Φύσεως μὲν ἔστι τὸ ἀγένητον καὶ τὸ γενητὸν διὰ τοῦ ἑνὸς ν γραφόμενον, ὅπερ δηλοῖ τὸ ἄκτιστον καὶ κτιστόν· τὸ δὲ ἀγέννητον καὶ γεννητὸν οὐ φύσεως, ἀλλ᾽ ὑποστάσεως, ἤτοι τὸ μὴ γεννηθῆναι, καὶ τὸ γεννηθῆναι, ἅπερ διὰ τῶν δύο νν ἐκφέρεται. Ἔστιν οὖν ἡμῖν θεία φύσις ἀγένητος, ἤτοι ἄκτιστος. Πάντα δὲ τὰ μετὰ τὴν θείαν φύσιν γενητά, ἤτοι κτιστά. Θεωρεῖται τοίνυν ἐν τῇ θείᾳ καὶ ἀκτίστῳ φύσει τὸ μὲν ἀγέννητον ἐν τῷ Πατρί, οὐ γὰρ ἐγεννήθη, τὸ δὲ γεννητὸν ἐν τῷ Υἱῷ, ἐκ Πατρὸς γὰρ ἀϊδίως γεγέννηται, τὸ δὲ ἐκπορευτὸν ἐν τῷ ἁγίῳ Πνεύματι. Ἑκάστου δὲ εἴδους ζώων τὰ πρῶτα ἀγέννητα, ἀλλ' οὐκ ἀγένητα. Γεγόνασι γὰρ ὑπὸ τοῦ δημιουργοῦ, οὐκ ἐγεννήθησαν δὲ ἐξ ὁμοίων. Γένεσις μὲν γὰρ κτίσεώς ἐστι· γέννησις δὲ ἐπὶ μὲν Θεοῦ ἐκ μόνου Πατρὸς ὁμοουσίου Υἱοῦ πρόοδος, ἐπὶ δὲ τῶν κτισμάτων ἡ ἐκ συναφείας ἄῤῥενός τε καὶ θηλείας ὁμουσίου ὑποστάσεως πρόοδος. Ὅθεν γινώσκομεν, ὡς οὐκ ἔστι φύσεως τὸ γεννᾶσθαι, ἀλλ᾽ ὑποστάσεως. Εἰ γὰρ φύσεως ἦν, οὐκ ἂν ἐν τῇ αὐτῇ φύσει τὸ γεννητὸν ἐθεωρεῖτο, καὶ τὸ ἀγέννητον. Ὑπόστασιν τοίνυν ἐγέννησεν ἡ ἁγία Θεοτόκος, ἐν δυσὶ γνωριζομένην ταῖς φύσεσι, θεότητι μὲν ἐκ Πατρὸς γεννηθεῖσαν ἀχρόνως, ἐπ' ἐσχάτων δὲ τῶν χρόνων ἐξ αὐτῆς σαρκωθεῖσαν, καὶ σαρκὶ τικτομένην. Ὁμοίως καὶ περὶ τῆς σταυρώσεως, ἀναστάσεώς τε, καὶ ἀναλήψεως. Οὐ φύσεως γὰρ ταῦτά ἐστιν, ἀλλ' ὑποστάσεως. Ἐπειδὴ οὖν ὁ Χριστὸς ἐν δυσὶ φύσεσιν ὢν τῇ παθητῇ φύσει, καὶ ἐσταυρώθη σαρκί, ἐπὶ τοῦ σταυροῦ κρεμάμενος, καὶ οὐ θεότητι. Ἐγεννήθη τοίνυν ὁ Θεὸς Λόγος ἐνανθρωπήσας σαρκί,
col. 1063–1064page 523 of 677
PG 130:1063καὶ ἐσταυρώθη σαρκί, καὶ ἀπέθανε σαρκί, ἀπαθοῦς μεινάσης αὐτοῦ τῆς θεότητος. Τοῦ αὐτοῦ ἀπὸ κεφαλαίου οι'. Ὅτι μὲν οὖν ἡ φύσις τοῦ Λόγου ἐσαρκώθη ἤτοι ἡνώθη σαρκί, εἴρηται· φύσιν δὲ τοῦ Λόγου παθοῦσαν σαρκὶ οὐδέπω καὶ νῦν ἀκηκόαμεν· Χριστὸν δὲ παθόντα σαρκὶ ἐδιδάχθημεν. Λείπεται τοίνυν εἰπεῖν, ὅτι τὸ σεσαρκῶσθαι μὲν ἡνῶσθαί ἐστι σαρκί, τὸ δὲ σάρκα γενέσθαι τὸν Λόγον αὐτὴν τὴν τοῦ Λόγου ὑπόστασιν ἀτρέπτως γενέσθαι τῇ σαρκί ὑπόστασιν. Καὶ ὅτι μὲν ὁ Θεὸς ἄνθρωπος γέγονε, καὶ ὁ ἄνθρωπος Θεός, εἴρηται· ὅτι δὲ ἡ θεότης ἄνθρωπος γέγονεν, ἢ ἐσαρκώθη, ἢ ἐνηνθρώπησεν, οὐδαμῶς ἀκηκόαμεν. Ὅτι δὲ ἡ Θεότης ἡνώθη τῇ ἀνθρωπότητι ἐν μιᾷ τῶν ἑαυτῆς ὑποστάσεων, μεμαθήκαμεν, καὶ ὅτι ὁ Θεὸς μορφοῦται, ἤτοι οὐσιοῦται τὸ ἀλλότριον, ἤγουν τὸ καθ᾿ ἡμᾶς, εἴρηται. Ἐφ᾿ ἑκάστης μὲν γὰρ τῶν ὑποστάσεων τὸ Θεὸς ὄνομα τάττεται· Θεότητα δὲ τὴν ὑπόστασιν εἰπεῖν οὐ δυνάμεθα. Θεότητα γὰρ τὸν Πατέρα μόνον, ἢ τὸν Υἱὸν μόνον, ἢ μόνον τὸ Πνεῦμα τὸ ἅγιον οὐκ ἀκηκόαμεν. Θεότης μὲν γὰρ τὴν φύσιν δηλοῖ, τὸ δὲ Πατὴρ τὴν ὑπόστασιν, ὥσπερ καὶ ἀνθρωπότης τὴν φύσιν, Πέτρος δὲ τὴν ὑπόστασιν. Θεὸς δὲ καὶ τὸ κοινὸν τῆς φύσεως σημαίνει, καὶ ἐφ᾿ ἑκάστης τῶν ὑποστάσεων τάττεται παρωνύμως, ὥσπερ καὶ τὸ ἄνθρωπος· θεῖος γάρ ἐστιν ὁ θείαν ἔχων φύσιν, καὶ ἄνθρωπος ὁ ἀνθρωπίνην. Ἐπὶ πᾶσι δὲ τούτοις ἰστέον, ὡς ὁ Πατὴρ, καὶ τὸ Πνεῦμα τὸ ἅγιον κατ᾽ οὐδένα τρόπον τῇ σαρκώσει τοῦ Λόγου κεκοινωνήκασιν, οἱ μέκατὰ τὰς θεοσημείας, καὶ κατ᾿ εὐδοκίαν καὶ βούλησιν. Τοῦ αὐτοῦ. Κεφάλαιον κ'. Αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος πάντα ὑπέμεινε σαρκί, τῆς θείας καὶ μόνης αὐτοῦ φύσεως ἀπαθοῦς μενούσης. Ἡ μὲν γὰρ ψυχὴ παθητὴ οὖσα, τοῦ σώματος τεμνομένου, καὶ αὐτὴ τεμνομένῳ ἀλγεῖ, καὶ συνέπασχε τῷ σώματι· ἡ δὲ Θεότης ἀπαθὴς οὖσα οὐ συνέπασχεν αὐτῷ. Ἰστέον δέ, ὅτι Θεὸν σαρκὶ μὲν παθόντα φαμέν, Θεότητα δὲ σαρκὶ παθοῦσαν, ἢ Θεὸν διὰ τῆς σαρκὸς παθόντα οὐδαμῶς. Εἰ γὰρ ἡλίου δένδρῳ ἐπιλάμποντος, εἰ ἀξίνη τέμνοι τὸ δένδρον, ἄτμητος καὶ ἀπαθής διαμένει ὁ ἥλιος, πολλῷ μᾶλλον ἡ ἀπαθὴς τοῦ Λόγου Θεότης καθ᾿ ὑπόστασιν ἡνωμένη σαρκί, τῆς σαρκὸς πασχούσης, ἀπαθὴς διέμεινεν. Οὐκ ἀνάγκη δὲ παντελῶς, καὶ ἀνελλιπῶς ἐοικέναι τὰ παραδείγματα, ἀλλ᾽ ἐν τοῖς παραδείγμασι καὶ τὸ ὅμοιον θεωρεῖσθαι, καὶ τὸ παρηλλαγμένον. Τὸ γὰρ ἐν ἅπασιν ὅμοιον ταυτὸν ἂν εἴη, καὶ οὐ παράδειγμα. Ἔτι κατὰ Μονοφυσιτῶν· ἑτέρων Πατέρων διαφόρων. Ἀπορούσιν Εὐτυχιανισταὶ λέγοντες· Εἰ δύο φύσεις ἐν Χριστῷ, δύο καὶ ὑποστάσεις ἕπονται· οὐ γάρ ἐστι φύσις ἀνυπόστατος· καὶ οὕτω δύο πάντως Υἱοί. Πρὸς οὓς ἀντιλέγομεν, ὅτι τῶν ὑποστάσεων αἱ μὲν εἰσὶ προσωπικαί, τουτέστι προσώπων σημαντικαί, ὡς ἐπὶ τῆς ἁγίας Τριάδος καὶ τῶν ἀγγέλων, καὶ τῶν ἀνθρώπων· αἱ δὲ ὑπαρκτικαί, ὡς ἐπὶ τῶν ὁπωσδή-
col. 1065–1066page 524 of 677
PG 130:1065ποτε ὄντων πραγμάτων πρὸς ἀντιδιαστολὴν τῶν ἀνυπάρκτων. Ὅθεν ἐπὶ τοῦ Χριστοῦ προσωπικὴν μὲν μίαν ὑπόστασιν φαμεν, ὑπαρκτικὰς δὲ καὶ δύο λέγειν οὐκ ἀκίνδυνον, ἵνα μὴ θατέραν τῶν ἐν αὐτῷ φύσεων ἀνύπαρκτον εἴπωμεν. Ὑπαρκτικὴν μὲν γὰρ ὑπόστασιν ἐπὶ πάσης φύσεως εὑρήσομεν, προσωπικὴν δὲ οὐκ ἐπὶ πάσης. Ἄλλως τε ἡ τοῦ Χριστοῦ προσωπικὴ ὑπόστασις ἀμφοτέρων αὐτοῦ τῶν φύσεών ἐστιν ὑπόστασις. Ἁπλῆ γὰρ οὖσα γέγονε σύνθετος. Καὶ ἡ μὲν θεία αὐτοῦ φύσις ἰδιοϋπόστατος, ἡ δὲ ἀνθρωπίνη οὔτε ἀνυπόστατος, οὔτε ἰδιοϋπόστατος, ἀλλ᾽ ἐνυπόστατος, ὡς ἐν τῇ θείᾳ ὑποστάσει. Διαβάλλουσι τὴν δυάδα, ὡς πρώτην οὖσαν διαίρεσιν, εὐθὺς μετὰ τὴν μονάδα προσαπαντῶσαν, καίτοι συνάφειαν οὖσαν μᾶλλον δύο μονάδων, καὶ τὴν συλληπτικὴν ἑαυτῆς δύναμιν εὐθὺς παριστῶσαν. Οὐ γὰρ διαίρεσιν μονάδων τὸν ἀριθμὸν, ἀλλὰ τοὐναντίον σωρείαν μονάδων οἱ περὶ τὰ τοιαῦτα δεινοὶ ὡρίσαντο. Εἰ μὲν γὰρ εἴπωσιν, ὅτι ἡ τῶν δύο εἰς τὰ ἐξ ὧν συνετέθη ἀνάλυσις διαιρεῖ τὴν ἔνωσιν, εἴτε κατ᾽ ἐπίνοιαν εἴτε κατ᾽ ἐνέργειαν γένηται, εἰκότα ἴσως ἐροῦσι· μένουσα δὲ ἐφ᾽ ἑαυτῆς ἡ δυὰς οὐκ ἔστι τομὴ, οὐδὲ μονάδων διαίρεσις, εἰ μὴ καὶ μᾶλλον ἔνωσις αὐτῶν καὶ συνάφεια. Ἡ γάρ τοι φύσις τοῦ ἀριθμοῦ καθ᾽ ἑαυτὴν οὔτε διαιρεῖν πέφυκεν, οὔτε συνάπτειν, ἀλλ᾽ ἀμφοτέρων ἐστὶ δεκτικὴ κατὰ τὸν λόγον τοῦ χρωμένου. Οὔτε γὰρ τὸ δίπηχυ ξύλον διεῖλεν ὁ ἀριθμὸς τῶν δύο πήχεων, ἀλλ᾽ οὐδὲν ἧττον καὶ μετρηθὲν ἔχει τὸ συνεχές· οὔτε οἱ δέκα μόδιοι τοῦ σίτου διηρέθησαν, ὅτι ἐμετρήθησαν. Ἀλλὰ καὶ ὁ Κύριος δώδεκα ὥρας τῆς ἡμέρας εἰπὼν οὐ διεμέρισε τὴν ταύτης συνέχειαν. Καὶ ὁ Ἀπόστολος δὲ εἰρηκώς, Πολλὰ μέλη, ἓν δὲ σῶμα, οὐ διέτεμε τὰ μέλη. Καὶ ὁ φήσας, Πάντα τὰ ὀστᾶ μου ἐροῦσι, Κύριε, Κύριε, τίς ὅμοιός σοι; οὐ διεῖλε τὰ ὀστᾶ αὐτοῦ. Εἰ δὲ τὸ δώδεκα, καὶ τὸ πολλά, καὶ τὸ πάντα, ἵνα τἄλλα παράμεν, ἀριθμοῦ προδήλως ὄντα σημαντικά, οὐδεμίαν πεποίηνται διαίρεσιν, τίς ἡ ἀποκλήρωσις τοῦ μόνον τὸν δύο ἀριθμὸν ὡς διαιρετικὸν διαβάλλεσθαι, ἡμῶν μάλιστα ὡς οὐκ ἐπὶ διαιρέσει τῶν ἐν Χριστῷ φύσεων τοῦτον λαμβανόντων, ἀλλὰ πρὸς μόνην δήλωσιν τῆς τούτων διαφορᾶς, καὶ ἔνδειξιν σαφῆ τοῦ μένειν αὐτὰς ἀτρέπτους καὶ ἀσυγχύτους μετὰ τὴν ἀκραιφνῆ καὶ ἀδιαίρετον ἔνωσιν; ὅπου γε καὶ ἐπὶ τοῦ σώματος τρεῖς λέγοντες διαστάσεις οὐ διασπῶμεν τὸ σῶμα εἰς τρία τμήματα. Ὥσπερ οὖν ἐπὶ τῆς μιᾶς Θεότητος ἡ τριὰς τῶν ὑποστάσεων οὐ διαίρεσιν ἀλλοτριοῦσαν ἀπ᾽ ἀλλήλων εἰσήγαγε· διαιροῦνται μὲν γὰρ, ἀλλ᾽ ἀδιαστάτως, καὶ ἤνωνται μὲν, ἀλλ᾽ ἀσυγχύτως· ἐν ἀλλήλαις γὰρ ἀφύρτως περιχωροῦσι, σωζομένων τῶν ἰδιοτήτων ἑκάστης· οὕτως ἄρα καὶ ἐπὶ τοῦ ἑνὸς Χριστοῦ ἡ δυὰς τῶν φύσεων οὐ διάστασιν αὐτῶν ἀπετέλεσεν. Αἱ δύο φύσεις εἷς εἰσι Χριστὸς, καὶ ὁ εἷς Χριστὸς
col. 1067–1068page 525 of 677
PG 130:1067δύο φύσεις. Ταὐτὸν οὖν εἰπεῖν, Ἐνεργεῖ Χριστὸς ὁ ταῖς δύο φύσεσι καθ' ἑκατέραν τῶν φύσεων, καὶ Ἐνεργεῖ ἑκατέρα φύσις ἐν τῷ Χριστῷ. Τὸν Χριστὸν καὶ ἐκ δύο φύσεων λέγομεν, ὡς ἐκ θεότητος καὶ ἀνθρωπότητος, καθάπερ ἐκ μερῶν ὅλον· καὶ ἐν δυσὶ φύσεσιν· ὡς ἐν θεότητι καὶ ἀνθρωπότητι· καὶ δύο φύσεις, ὡς Θεὸν καὶ ἄνθρωπον. Καὶ τοῦτό ἐστι τὸ τὰ ἐξ ὧν, καὶ ἐν οἷς, καὶ ἅπερ ἐστί. Μετὰ τὴν ἔνωσιν τῶν ἐν Χριστῷ δύο φύσεων οὐ χρὴ διαίρεσιν λέγειν, ἀλλὰ διαφοράν. Διαφορὰ μὲν γάρ ἐστι λόγος, καθ' ὃν ἀλλήλων διαφέρει τὰ ὑποκείμενα· διαίρεσις δὲ τομή, δι' ὅλου ἀπ' ἀλλήλων ταῦτα χωρίζουσα. Τῆς τοῦ Χριστοῦ ψυχῆς διαιρεθείσης τοῦ ἰδίου σώματος, ἡ θεότης ἐν ἀμφοτέροις ἦν ἀδιαίρετος, τὸ μὲν σῶμα τηροῦσα παντελῶς ἀδιάφθορον, τὴν δὲ ψυχὴν δεικνύουσα φοβερὰν τῷ ᾅδῃ, καὶ τὴν τοῦ θανάτου δύναμιν καταλύουσα. Οὐ γὰρ τῷ συνθέτῳ διασχίζεται τὸ ἀσύνθετον, ἀλλὰ τοὐναντίον ἐνεῖ πάλιν τὸ σύνθετον, καὶ τὰ διαστάντα συνάπτει, καὶ εἰς πάλιν ζωὴν ἀνίστησιν. Ἔτι· κατὰ Μονοφυσιτῶν Λεοντίου Βυζαντίου ἐκ τῶν δ' κεφαλαίων τῶν κατὰ Σευήρου. ΚΕΦ. Α'. Εἰ τὰ πάντη ταὐτὰ μιᾶς ἐστι φύσεως, αὐτὰ δὲ ταῦτα καὶ μία φύσις λέγεται· πῶς τὰ μὴ πάντη ταὐτὰ κατὰ φύσιν μιᾶς ἂν εἴη φύσεως, ἢ μία φύσις λεχθήσεται; Ἀλλὰ μὴν οὐδέποτε πάντη ταὐτὸν ἡ τοῦ Χριστοῦ θεότης τῇ κατ' αὐτὸν ἀνθρωπότητι· οὐκ ἄρα μιᾶς ταῦτα ἂν εἴη φύσεως, ἢ μία φύσις λεχθήσεται ταῦτα μετὰ τὴν ἔνωσιν. ΚΕΦ. Β'. Ἐὰν μία ἡ φύσις, κοινὸς ὁ λόγος· ἐὰν δὲ ἐκπληρῇ ὁ λόγος, καὶ ἡ ὕπαρξις ὁμοούσιος. Οὐδέποτε δέ ἐστιν ὁμοούσιος ἡ θεότης τοῦ Χριστοῦ τῇ κατ' αὐτὸν ἀνθρωπότητι· οὐκ ἄρα εἷς ποτε τούτων ὁ λόγος· ἐὰν δὲ μηδέποτε εἷς ὁ λόγος, τούτων ἀεὶ αἱ φύσεις δηλονότι διάφοροι. ΚΕΦ. Γ'. Εἰ ἐκ θεότητος καὶ ἀνθρωπότητος λέγοντες καὶ ἐκ δύο φύσεων λέγουσι, καὶ ταὐτὸν αὐτοῖς σημαίνειν ἄμφω δοκεῖ· πῶς, ἐν θεότητι καὶ ἀνθρωπότητι λέγοντες μετὰ τὴν ἕνωσιν, οὐκ ἐν δύο φύσεσι λέγουσιν; ἐκ τῶν παρ' αὐτῶν δοθέντων ἀναγκασθήσονται. Ταὐτὸν γὰρ καὶ ἐνταῦθα τὸ ἐξ ἀμφοῖν δηλούμενον. ΚΕΦ. Δ'. Εἰ ἐκ δύο φύσεων τὸν Χριστὸν λέγοντες ἐκ θεότητος καὶ ἀνθρωπότητος λέγουσι, καὶ ἐκ θεότητος καὶ ἀνθρωπότητος λέγοντες ἐκ δύο φύσεων αὐτὸν λέγουσι, θεότητα δὲ καὶ ἀνθρωπότητα καὶ μετὰ τὴν ἔνωσιν λέγουσι· δύο ἄρα φύσεις καὶ αὐτοὶ τοῦ Χριστοῦ καὶ μετὰ τὴν ἔνωσιν λέγουσιν. Εἰ δὲ τὸ λέγειν δύο φύσεις ἐν τῷ Χριστῷ μετὰ τὴν ἔνωσιν ἀρνοῦν-
col. 1069–1070page 526 of 677
PG 130:1069ται, τὰ ἄρα λέγειν θεότητα Χριστοῦ καὶ ἀνθρωπότητα μετὰ τὴν ἕνωσιν ἀρνοῦνται. ΚΕΦ. Ε'. Εἰ ἀσύγχυτα ἐν τῇ ἐνώσει τὰ συνελθόντα γινώσκουσι, δύο δὲ τὰ συνελθόντα καὶ κατ' αὐτούς εἰσι· πῶς τὰ ἐν τῇ ἐνώσει μὴ συγχυθέντα δύο καὶ μετὰ τὴν ἔνωσιν οὐ δύο γνωρίζονται; Εἰ δὲ δύο γνωρίζουσι, πῶς ἀριθμεῖν ταῦτα παραιτοῦνται, ὧν τὴν τῆς φύσεως ἰδιότητα ἀσύγχυτον καὶ μετὰ τὴν ἔνωσιν ἐπίστανται; Ὁ γὰρ ὁμολογοῦσι, φησὶν ὁ θεῖος Βασίλειος, καὶ ἀριθμείτωσαν. ΚΕΦ. Η'. Εἰ πάντη τε καὶ πάντως ὁ ἀριθμὸς τὴν διαίρεσιν συνεισφέρει, ὁ ἀριθμὸς ἄρα ἔσται τῆς διαιρέσεως αἴτιος, οὐχὶ ἡ διαίρεσις τοῦ ἀριθμοῦ, καὶ δυοῖν ἀνάγκη θάτερον, ἢ μηδὲν ἀριθμεῖσθαι τῶν ἡνωμένων, ἢ μηδὲν ἡνῶσθαι τῶν ἀριθμουμένων. Καὶ πῶς οὐ καταγέλαστον τοιαύτην ἐξουσίαν τῷ ἀριθμῷ διδόναι, παντὸς ἀριθμοῦ τὸ ποσὸν τῶν πραγμάτων, οὐ τὴν φύσιν, ἢ τὴν ποιὰν τούτων σχέσιν παριστάν πεφυκότος; ΚΕΦ. Θ'. Εἰ ἔμπαλιν, κατὰ τὸν θεῖον Γρηγόριον, τῆς Τριάδος ἔχει ἡ κατὰ τὸν Σωτῆρα οἰκονομία, τρεῖς δὲ ἀεὶ τὰς ὑποστάσεις, μίαν δὲ φύσιν ἐπὶ τῆς θεολογίας ὁμολογοῦμεν· πῶς οὐ δύο μὲν φύσεις, μίαν δὲ ὑπόστασιν ἐπὶ τῆς κατὰ τὸν Σωτῆρα οἰκονομίας δώσομεν, εἴπερ τὸ ἔμπαλιν τοῦ παντός ἐστι κατὰ τὸ ὅλον ἀντιστροφή; ΚΕΦ. ΙΒ'. Εἰ τὸ ἄλλος καὶ ἄλλος ἀντωνυμίαι ὑποστάσεων, κατὰ τὸν Θεολόγον, τὸ δὲ ἄλλο καὶ ἄλλο ἀντωνυμίαι φύσεων, ἀεὶ δὲ τὸ πρότερον ἐπὶ τῆς θεολογίας, ἀεὶ ἄρα τὸ δεύτερον ἐπὶ τῆς οἰκονομίας· ἀεὶ ἄρα αἱ φύσεις, ἐπεὶ ἀεὶ καὶ αἱ κατ' αὐτῶν ἀντωνυμίαι. ΚΕΦ. ΙΔ'. Εἰ οἱ ταὐτὸν ἡ ἁπλῆ φύσις τῇ συνθέτῳ φύσει, ἡ δὲ ἁπλῆ τοῦ Λόγου φύσις μίαν μόνην φύσιν δηλοῖ, ἡ σύνθετος κατ' αὐτοὺς φύσις τοῦ Χριστοῦ οὐ μίαν φύσιν δηλοῖ. Εἰ δὲ ἡ ἁπλῆ καὶ σύνθετος μίαν κατ' αὐτοὺς φύσιν δηλοῖ, λεγέτωσαν τὴν διαφορὰν τῆς συνθέτου κατ' αὐτοὺς Χριστοῦ φύσεως, καὶ τῆς ἁπλῆς τοῦ Λόγου φύσεως. ΚΕΦ. ΙΗ'. Τὰ κυρίως ἀλλήλοις ἀντικείμενα ὅλην τὴν ἀπόφασιν καθ' ὅλης τῆς καταφάσεως ἀντιστρέφουσιν, οἷον τῇ λεγούσῃ καταφάσει, Παῦλος ἀπόστολος ἐστιν, ἡ λέγουσα ἀπόφασις, Παῦλος ἀπόστολος οὐκ ἐστιν. Οὕτω δὲ ταῖς δύο φύσεσιν ἡ μία φύσις ἀντίκειται. Εἰ γὰρ μία φύσις ἐστὶν ὁ Χριστὸς, οὐ δύο· καὶ εἰ δύο, οὐ μία. Εἰ δὲ μίαν λέγοντες ἄλλο τι προστιθέασιν, οὐκ ὅτι αὐτοῖς ἀντιφατικῶς λέγεται, ἀλλ' ἑτεροίως καὶ κατὰ περίφρασιν. Καὶ συνέστηκεν αὐτοῖς ἐξ ὀνόματος καὶ ὅρου ἡ τῶν δύο φύσεων ὁμολογία· ἐκ μὲν ὀνόματος τῆς φύσεως τοῦ Λόγου, ἐκ δὲ
col. 1071–1072page 527 of 677
PG 130:1071δρου τῆς ἐναψυχωμένης σαρκὸς ψυχῆς λογικῆς καὶ νοερᾶς. Ὅρος γὰρ ἀνθρωπίνης φύσεως οὗτος. Πᾶς τοίνυν τὸν ὅρον τῆς φύσεως λέγοντες τὴν κλῆσιν αὐτῆς παραιτοῦνται, λεγέτωσαν οἱ μηδὲ τὰ συμφέροντα ἑαυτοῖς καὶ τὰ μαχόμενα συνοράν δυνάμ ΚΕΦ. ΙΘ΄. Ἡ ἁπλῆ φύσις τῇ συνθέτῳ φύσει οὐχ ὁμοούσιος. Εἰ δὲ ἁπλῆ μὲν ἡ τοῦ Πατρὸς φύσις, σύνθετος δὲ ἡ τοῦ Χριστοῦ, οὐκ ἄρα ὁμοούσιος ἡ τοῦ Χριστοῦ φύσις τῇ φύσει τοῦ Πατρός. Ἀλλὰ μὴν ὁμοούσιον τῷ Πα τρὶ τὸν Χριστὸν, καὶ ἡμῖν ὁμοούσιον τὸν αὐτὸν λέ γειν προσποιοῦνται. Λεγέτωσαν τοίνυν οἱ ἐνδέχεται τὴν μίαν, ὡς αὐτοί φασι, σύνθετον τοῦ Χριστοῦ φύ σιν ἐξ ὅλου εἶναι τῷ Πατρὶ ὁμοούσιον, καὶ εἰ μὴ εἰς τὴν τοῦ Πατρὸς ὁμοουσιότητα τοῦτο καὶ ἡμᾶς ἀνα Χριστοῦ φύσιν τῷ τε Πατρὶ καὶ ἡμῖν ὁμοούσιον, λεί φέρει. Εἰ δὲ λέγοιεν μὴ κατὰ τὸ ὅλον τὴν μίαν τ πεται τῆς μιᾶς φύσεως τὸ μὲν ἥμισυ εἶναι τῷ Πα τρί, τὸ δὲ ἥμισυ ἡμῖν ὁμοούσιον. Καὶ τοῦτο τί ἕτε ρόν ἐστιν, ἢ μερίζειν ἣν αὐτοὶ λέγουσι μίαν Χριστοῦ φύσιν εἰς τε ὁμοουσιότητα καὶ ἑτεροουσιότητα, καὶ εἰς ποστημόρια τῶν συμπληρούντων αὐτοῖς τὴν μίαν τοῦ Χριστοῦ φύσιν τὴν σύνθετον; Τῆς δὲ Ἀπολιναρίου ἐστὶ δυσσεβεία· καὶ τῆς Ἀρείου ἀρνεῖσθαι τὸ τέλειον τῆς θεότητος τοῦ Χριστοῦ καὶ τῆς κατ᾽ αὐτὸν ἀνθρωπότητος. Εἰ Θεὸς καὶ ἄνθρωπος καὶ κατ᾽ αὐτοὺς ὁ Χρι στὸς καὶ μετὰ τὴν ἕνωσιν λέγεται, φύσεις δὲ ἀμ φότερα, πῶς οὐ δύο φύσεις ὁ Χριστὸς καὶ μετὰ τὴν ἕνωσιν, εἴπερ μηδὲ ταὐτὸν τῇ φύσει Θεὸς καὶ ἄν θρωπος, μηδὲ τῇ αὐτῇ φύσει, ᾗπέρ ἐστι Θεός, καὶ ἐστὶ καὶ ἄνθρωπος; ΚΕΦ. ΚΑ΄. Εἰ κατὰ τὸν ἀληθῆ λόγον καὶ τοὺς ἁγίους Πατέ ρας ταύτην ἔχει τὴν διαφορὰν ἡ οὐσία πρὸς τὴν ὑπόστασιν, ἣν ἔχει τὸ κοινὸν πρὸς τὸ ἴδιον, ἡ μία φύσις τοῦ Λόγου οὐ πρὸς τὴν σάρκα μία φύσις λέ γεται, ἀλλὰ πρὸς τὸν Πατέρα. Πρὸς αὐτὸν γὰρ ἔχει τὴν τῆς φύσεως ἑνότητα καὶ ταυτότητα. Εἰ δὲ πρὸς τὸν Πατέρα μία φύσις ἔστι τε καὶ λέγεται, εὔδηλον, ὡς οὐ μία φύσις ποτὲ πρὸς τὴν σάρκα λεχθήσεται. Εἰ δὲ ὅλως οὐ μία φύσις πρὸς τὴν σάρκα λέγεται, εὔδηλον, ὡς οὐδὲ ἡ σάρξ πρὸς αὐτόν ποτε μία φύ σις λεχθήσεται. Εἰ δὲ μηδὲ ἡ σάρξ πρὸς τὸν Λόγον μηδὲ ὁ Λόγος πρὸς τὴν σάρκα μία φύσις λέγεται, σαφές, ὅτι ἡ ἀναίρεσις τῆς μιᾶς φύσεως τὴν τελεί αν δύο φύσεων συνεισάγει ὁμολογίαν. ΚΕΦ. ΚΒ΄. Εἰ πάντα τὰ ὁμοούσια τῷ τῆς φύσεως λόγῳ συνά πτεται, καὶ διὰ τοῦτο λέγονται μία φύσις, τὰ δὲ ἑτεροούσια ἑνώσει, καὶ οὐ φύσει συνάπτεσθαι πέφυ κεν· οὐ ταυτὸν δὲ ἕνωσις καὶ φύσις· οὐ ταυτὸν ἄρα τὸ ἐξ ἀμφοῖν ἀποτέλεσμα. Εἰ δὲ ᾗ ἡ φύσις συνάπτεται μία φύσις λέγεται, τὰ τῇ ἑνώσει συναπτόμενα ὑπο στάσει μέν, οὐ μὴν φύσει καὶ οὐσίᾳ ἂν εἶναι λε χθήσεται.
col. 1073–1074page 528 of 677
PG 130:1073Κοινῶς παρὰ πάντων ὡμολόγηται τὸ «ἄνθρωπος» ὄνομα τὴν φύσιν δηλοῦν, τὸ δὲ «ὁ Παῦλος», «Πέτρος» τὴν ὑπόστασιν. Κατὰ δὲ τὸν μακάριον Κύριλλον τὸ Χριστοῦ ὄνομα οὔτε δύναμιν ὅρου ἔχει, οὔτε τὴν τινὸς οὐσίαν δηλοῖ, ὡς ἀνθρώπου, καὶ ἵππου, καὶ βοὸς, καὶ ἑκάστου τῶν ὑπὸ τὸ αὐτὸ εἶδος. Οὐκοῦν οὐ ταὐτὸν ἄνθρωπόν τε ἁπλῶς εἰπεῖν, καὶ Χριστόν. Πῶς τοίνυν τὸ τοῦ ἀνθρώπου παράδειγμα τῆς φύσεως ἐνδηλωτικὸν μετάγετε ἐπὶ τὸ τοῦ Χριστοῦ πρόσωπον, τοῦ ὀνόματος τοῦ Χριστοῦ, κατὰ τὸν διδάσκαλον οὐ φύσιν δηλοῦντος, ἀλλ' ὑπόστασιν; Εἰ δὲ λέγητε αὐτόν τε καὶ τοὺς ἄλλους Πατέρας χρήσασθαι τῷ τοῦ ἀνθρώπου παραδείγματι εἰς τὸν τῆς ἐνώσεως λόγον, οὐ τὸν ἁπλῶς ἄνθρωπον, ἀλλὰ τὸν τινὰ παραλαμβάνουσιν. Ὑπόστασις δὲ οὗτος. Ἐπιστήσατε δὲ, ὅτι καὶ ἐν δυσὶν αὐτὸν τοῖς χιμάροις διαγράφει τῷ λόγῳ. Ὥσπερ οὖν ἐκεῖ οὐ πρὸς τὰς ὑποστάσεις τῶν χιμάρων φέρει τὸ παράδειγμα, ἀλλὰ πρὸς τὸ διάφορον τοῦ τε ζῶντος καὶ τοῦ τεθυμένου τὴν ἀναφορὰν ἔχει· οὕτω καὶ ἐνταῦθα οὐ πρὸς τὴν ἀναίρεσιν τῶν φύσεων, ἀλλὰ πρὸς τὴν ἑνότητα τοῦ προσώπου, ἡ τοῦ τινὸς ἀνθρώπου εἰκὼν παραλαμβάνεται. Ὅτι δὲ καὶ ὁ τὶς ἄνθρωπος παρὰ τοῖς αὐτοῖς Πατράσιν ἐκ δύο, καὶ δύο φύσεις ἐστὶ, καθόσον ψυχὴ καὶ σῶμα, ἐκ τῶν συγγεγραμμένων αὐτοῖς πολλαχόθεν ἔστι πιστώσασθαι. Ἔτι κατὰ Μονοφυσιτῶν, Ἀναστασίου μοναχοῦ τοῦ Σιναΐτου ἐκ τῆς βίβλου τῆς καλουμένης «Ὁδηγοῦ». Σεβῆρος ὁ Ἀντιοχείας ἐκεῖθεν διωχθείς, ἦλθεν εἰς Ἀλεξάνδρειαν, καὶ βίβλον συνέταξε πάσης βλασφημίας μεστήν, κατατρέχουσαν μὲν τῆς ἐν Χαλκηδόνι συνόδου, συνιστῶσαν δὲ τὸ δόγμα τὸ λέγον μίαν φύσιν γενέσθαι μετὰ τὴν ἕνωσιν τὸν Χριστὸν, ἥντινα βίβλον Φιλαλήθη παρ' αὐτοῦ κληθεῖσαν ὑπὲρ τὰ Εὐαγγέλια τιμῶσι κατά τε Συρίαν καὶ Αἴγυπτον Σεβηριανοὶ καὶ Ἰακωβίται, καὶ οἱ ἀπὸ Εὐτυχοῦς καὶ Διοσκόρου, καὶ Θεοδοσίου καὶ Τιμοθέου, καὶ τῶν λοιπῶν Μονοφυσιτῶν. Οὐ πρότερον οὖν διαλεκτέον τοῖς τοιούτοις Μονοφυσίταις, πρὶν ἂν διορίσωνται, τί ἐστι φύσις, καὶ τί οὐσία, καὶ τί πρόσωπον, καὶ τί ὑπόστασις. Ἐπειδὴ γὰρ ἓν πρόσωπόν ἐστιν ὁ Χριστὸς διὰ τὴν μίαν ὑπόστασιν, μίαν φύσιν αὐτὸν εἶναι λέγουσι, ταὐτὸν εἶναι πρόσωπον καὶ φύσιν διενιστάμενοι. Ἐρωτάσθωσαν οὖν, ἀποθανόντος τινὸς ἀνθρώπου, φύσις ἀπέθανεν, ἢ πρόσωπον; Ἀλλ' οὐκ ἄν ποτε φύσιν εἴποιεν. Οὐ ταὐτὸν ἄρα φύσις καὶ πρόσωπον. Καὶ πάλιν, ἐπεὶ πολλὰ καὶ ἀναρίθμητα πρόσωπα ἀνθρώπων, πολλαὶ καὶ ἀναρίθμητοι φύσεις ἀνθρώπων ῥηθείεν ἄν; Ἀλλὰ μὴν μία τούτων ἡ φύσις. Ὥστε οὐ ταὐτὸν πρόσωπον καὶ φύσις. Τῆς αὐτῆς. Φασὶν οἱ Μονοφυσῖται τὸν μέγαν Ἀθανάσιον γράψαι πρὸς Ἰοβιανὸν τὸν βασιλέα, ὅτι ὁ Λόγοςσὰρξ ἐγένετο, ἵνα καὶ ἡ σὰρξ γένηται Λόγος. Πρὸς οὗ· ἀντιλέγομεν, ὅτι πρῶτον μὲν ἄδηλον, εἰ τοῦ μεγάλου Ἀθανασίου ἐστὶν αὕτη ἡ φωνὴ, πολλαχοῦ
col. 1075–1076page 529 of 677
PG 130:1075πολο λέγοντος, ὅτι ἀμήχανον καὶ παντελῶς ἀδύνατον τῇ σάρκα εἰς τὴν τοῦ Λόγου μεταστῆναι φύσιν· ἔπειτα δὲ ἀπὸ τῶν ἄλλων αὐτοῦ συγγραμμάτων τὸν εὐσεβῆ σκοπὸν αὐτοῦ διαγινώσκοντες, συμβιβάζομεν καὶ ταύτην τὴν φωνήν. Τὸν λόγον γὰρ ἀντὶ τοῦ Θεοῦ ἔλαβεν, ἐπεὶ καὶ Θεὸς ὁ λόγος· ὡσανεὶ λέγων, ὅτι ὁ Θεὸς σὰρξ γέγονεν, ἵνα καὶ ἡ σάρξ γένηται Θεός, οὐ τῇ φύσει, ἀλλὰ τῇ καθ᾽ ὑπόστασιν ἑνώσει καὶ τῇ θεώσει. Λέγουσι δὲ καὶ τὸν Θεολόγον Γρηγόριον εἰπεῖν περὶ τῆς θεωθείσης τοῦ Κυρίου σαρκός, ὅτι «κατι γενομένην ὅπερ τὸ χρίσαν, καὶ θαῤῥῶ λέγειν ὁμόθεον.» Οὐκ εἶπεν, ὅτι θεότης γέγονεν, ἀλλ' ὅτι Θεός, οὐ φύσει, ἀλλὰ θεώσει. Φησὶ γὰρ ὁ αὐτὸς πά λιν, ὅτι «Καὶ τοῦτο τῇ θεώσει Θεός.» Καὶ αὖθις ἐν ἑτέρῳ λόγῳ· «Εἰ γὰρ καὶ τὸ συναμφότερον ἕν, ἀλλ' οὐ τῇ φύσει, τῇ δὲ συνόδῳ. Καὶ γὰρ καὶ ὁ σίδηρος τῇ πρὸς τὸ πῦρ ἑνώσει πῦρ λέγεται πολλάκις, οὐ τῇ φύσει δὲ πάντως, ἀλλὰ τῇ πυρώσει. Οὐ γὰρ ἀπό στη τοῦ εἶναι σίδηρος.» Λέγουσι καὶ Γρηγόριον τὸν Νύσσης εἰπεῖν, ὅτι «Καθάπερ σταγὼν ὄξους ἐμβληθεῖσα τῷ πελάγει τῆς θαλάσσης οὐκ ἔτι ἐστὶν ἐν τοῖς τοῦ ὄξους ἰδιώμασιν, ἀλλὰ μετεποιήθη, καὶ συνανεκράθη εἰς τὸ τοῦ πελάγους τῶν ὑδάτων ἰδίω μα· οὕτω δὴ καὶ τὸ πανάγιον ἐκεῖνο σῶμα συνανακραθὲν τῇ θεότητι οὐκ ἔτι ἐστὶν ἐν τοῖς τῆς σαρ κὸς ἰδιώμασι.» Μανθανέτωσαν οὖν παρ᾿ ἡμῶν, ὅτι οἱ σύγχυσιν τῶν δύο φύσεων καὶ φυρμὸν ὁ ἅγιος οὗτος οὐκ ἐδίδαξεν, ἀλλ' ὅτι οὐκ ἔτι ἐστὶν ἐκεῖνο τὸ Δε σποτικὸν σῶμα μετὰ τὴν ἀνάστασιν φθαρτόν, οὐδὲ ρευστόν, οὐδὲ ἔγκοπον, οὐδὲ ἐνδεές, οὐδὲ θνητόν, ἀλλὰ μετεποιήθη λοιπὸν ἀπὸ ὑλικοῦ εἰς ἄλλον, ἀπὸ παθητοῦ εἰς ἀπαθές, ἀπὸ παχυμεροῦς εἰς λεπτομερές, ἀπὸ θνητοῦ εἰς ἀθάνατον, οὐ μέντοι καὶ εἰς ἀπερίγραπτον, ἢ ἀσχημάτιστον, ἢ ἀψηλάφητον, ἢ ἀόρατον, ἄκτιστον, καὶ ὅσα τῆς θεότητος ἰδιώματα· ἐπεὶ πῶς ἑωράθη τοῖς μαθηταῖς μετὰ τὴν ἀνάστασιν; Πῶς δέ γε, ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα; Πῶς τοὺς τύπους τῶν ἥλων ὑπεδείκνυε τῷ Θωμᾷ, καὶ ἄλλα τοιαῦτα πρὸς πίστωσιν τῆς ἀληθείας, καὶ ἀφαντάστου σαρκώσεως αὐτοῦ, καὶ ἐνανθρωπήσεως; Παραδειγματικῶς δὲ ὁ θεῖος οὗτος Γρηγόριος ἐκ σταγόνι τοῦ ὄξους καὶ τῷ πελάγει τῆς θαλάσσης ἐχρήσατο, βουλόμενος ἐνδείξασθαι τὸ εὐτελὲς τῆς ἀν θρωπίνης φύσεως, καὶ τὸ ἀπειρομέγεθες τῆς θεό τητος, καὶ ὅτι ἐθεώθη τῇ καθ' ὑπόστασιν ἑνώσει· καὶ καθ' ὅσον μὲν ἦν δεκτικὸν τοῦτο μετέλαβεν ἐκ τῆς καθ᾽ ὑπόστασιν ἑνώσεως τοῦ Λόγου, ἵνα τὸ μοναδικὸν τῆς ὑποστάσεως τῶν δύο φύσεων διδαχθῶμεν· καθ' ὅσον δὲ ἦν ἀδύνατον, εἶναι ὧν ἀμέτοχον ἔμεινεν, ἵνα τὸ διάφορον τῶν δύο φύσεων φυλαχθείη. Εἰ γὰρ μὴ δύο τὰς τοῦ Χριστοῦ φύσεις ἐγίνωσκε, πῶς ἔλεγε πρὸς Εὐνόμιον, ὅτι «Ποία μὲν Χριστοῦ φύσις ἐπὶ τοῦ πάθους ῥαπίζεται, καὶ ποία ἐξ ἀϊδίου δοξάζεται;» Τῆς αὐτῆς. Εἰ μόνη θεότης ἐστὶν ὁ Χριστός, οἷον καταποθεί
col. 1077–1078page 530 of 677
PG 130:1077σης τῆς ἀνθρωπίνης φύσεως ὑπὸ τῆς θείας, πῶς ἐν μὲν τῷ σταυρῷ κρεμάμενος οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἐν δὲ τῷ τάφῳ κείμενος οὐκ εἶχε ψυχήν, εἰς τὸν ᾅδην δὲ κατελθὼν οὐκ εἶχε σῶμα· καὶ ὁ μὲν τάφος αὐτοῦ σῶμα μόνον ὑπεδέξατο, ψυχὴν δὲ μόνην ὁ ᾅδης, οὔτε τοῦ σώματος τὸ ὑλικὸν, καὶ ὁρατόν, καὶ ἁπτὸν ἀποβάλλοντος, οὔτε τῆς ψυχῆς τὰ ἰδιώματα, εἰ καὶ ἀμφοτέροις ἡ θεότης συν Εἴπερ ἡ φύσις τοῦ Χριστοῦ μόνη θεότης ἐστὶν, ὡς ὑμεῖς φατε, πῶς ὁ Χριστὸς, ὁ πανταχοῦ ὢν κατὰ τὴν τῆς θεότητος αὐτοῦ φύσιν, εἶπε πρὸς τοὺς μαθητάς, Λάζαρος ἀπέθανε, καὶ χαίρω, ὅτι οὐκ ἤμην ἐκεῖ; Πῶς δὲ καὶ ὁ ἄγγελος ἔλεγε περὶ τοῦ σώματος αὐτοῦ, ὅτι Ἠγέρθη· οὐκ ἔστιν ὧδε; Διὰ τοῦτο, φασὶν, οὐ λέγομεν δύο φύσεις ἐν Χριστῷ, διότι πάντα, ὅσα ἂν ἐν Χριστῷ ὁμολογήσωμεν, ταῦτα ἐπὶ πάσης τῆς ἁγίας Τριάδος ἀναγκαῖον ἡμῖν ὁμολογεῖν. Τί δέ; οὐχ ὁμολογεῖτε ἐν Χριστῷ σάρκωσιν, καὶ γέννησιν, καὶ ὅσα τῆς θείας ἐνανθρωπήσεως; Λοιπὸν ἐπὶ πάσης τῆς ἁγίας Τριάδος καὶ ταῦτα ὁμολογεῖτε. Ἐὰν ἐρωτήσωμεν αὐτοὺς, κατὰ ποίαν φύσιν ὁ Χριστὸς τὰ ἀνθρωποπρεπῆ ῥήματα ἐφθέγγετο, φεύγοντες εἰπεῖν φύσιν τὸ ἀνθρώπινον τοῦ Χριστοῦ, λέγουσιν, ὅτι κατὰ τὴν ἀνθρωπότητα, κατὰ τὸ πρόσλημμα, κατὰ τὸ ὁρώμενον, κατὰ τὸ σῶμα, κατὰ τὴν σάρκα, καὶ εἴ τι τοιοῦτον. Εἰ δὲ προτερωτήσομεν· Διατί φεύγετε τὸ λέγειν φύσιν ἐπὶ τοῦ προσλήμματος, ἀποκρίνονται, ὅτι ἵνα μὴ δύο φύσεις ἐπὶ τοῦ Χριστοῦ συνομολογοῦντες, δύο πρόσωπα λέγοντες εὑρεθῶμεν. Οὐ γάρ ἐστι φύσις ἀπρόσωπος, πάντες δὲ οἱ λέγοντες δύο φύσεις ἐν Χριστῷ Νεστοριανοί εἰσιν, ὡς εἰς δύο πρόσωπα τὸν ἕνα Χριστὸν διαιροῦντες. Εἶτα προφέρωμεν αὐτοῖς τὰς χρήσεις τῶν ἁγίων Πατέρων, ὅσαι διαρρήδην δύο φύσεις ἐν Χριστῷ συνομολογοῦσι. Τοῦ μεγάλου Γρηγορίου τοῦ θαυματουργοῦ ἐκ τῆς κατὰ μέρος πίστεως· «Καὶ ἔστι Θεὸς ἀληθινὸς ὁ ἄναρχος ἐν σαρκὶ φανερωθείς, οὐ δύο πρόσωπα, ἀλλὰ δύο φύσεις.» Τῆς πρώτης οἰκουμενικῆς συνόδου ἀπὸ τῆς ἐκθέσεως τῆς κατὰ Παύλου τοῦ Σαμοσατέως· «Ταῦτα διώρθωται, καὶ σεσαφήνισται οὐκ εἰς διαίρεσιν τοῦ ἑνὸς προσώπου τοῦ ἀδιαιρέτου, ἀλλ᾽ εἰς δήλωσιν τοῦ ἀσυγχύτου τῶν διορισθεισῶν φύσεων τῆς σαρκὸς καὶ τοῦ Λόγου.» Ἀθανασίου Ἀλεξανδρείας ἐκ τοῦ περὶ πίστεως λόγου. «Τῶν γὰρ οὐσιῶν αὐτοῦ ἡ μέν ἐστιν ἄναρχος, καὶ ἀΐδιος, καὶ ἀπερίδρακτος τῷ νῷ· ἡ δὲ ἐν χρόνῳ γέγονε,» καὶ τὰ ἑξῆς.
col. 1079–1080page 531 of 677
PG 130:1079Ἰουστίνου φιλοσόφου καὶ μάρτυρος ἐκ τοῦ περὶ πίστεως λόγου· «Εἴπατε ἡμῖν, οἱ τὸν Χριστιανισμὸν σχηματιζόμενοι, οἱ ἐπ' ἀναιρέσει τῶν δύο φύσεων τοῦ Χριστοῦ τὰ τοιαῦτα καὶ ζητοῦντες καὶ προϊσχόμενοι.» Τοῦ μεγάλου Βασιλείου ἐκ τῆς πρὸς Σωζοπολίτας ἐπιστολῆς· «Εἰ μὲν οὖν καὶ τολμᾷ τις λέγειν, ὅτι συνεκράθησαν αἱ Χριστοῦ φύσεις, καὶ παρελύθη παντελῶς τὸ σῶμα σὺν τοῖς ὀστέοις τραπὲν εἰς Θεοῦ φύσεως ἀξίωμα,» καὶ τὰ ἑξῆς. Τοῦ μεγάλου Γρηγορίου τοῦ Θεολόγου ἐκ τῆς πρὸς Κληδόνιον ἐπιστολῆς· «Φύσεις μὲν γὰρ δύο, Θεὸς καὶ ἄνθρωπος.» Τοῦ αὐτοῦ ἐκ τοῦ β' λόγου τοῦ περὶ Υἱοῦ· «Σημεῖον δέ, ἡνίκα αἱ φύσεις διίστανται ταῖς ἐπινοίαις, διαιρεῖται καὶ τὰ ὀνόματα.» Ἀμφιλοχίου Ἰκονίου ἐκ τῆς πρὸς Σέλευκον ἐπιστολῆς· «Οὕτω Θεὸν καὶ ἄνθρωπον τὸν Χριστὸν ὁμολογῶ τὸν Υἱὸν τοῦ Θεοῦ, ἵνα υἱὸν ἐκ δύο φύσεων, παθητῆς τε καὶ ἀπαθοῦς·» καὶ μετ' ὀλίγα· «Ἕνα οὖν Υἱὸν δύο φύσεων φημί.» Καὶ αὖθις, μετ' ὀλίγα· «Ἡ ληφθεῖσα πάσχει φύσις, ἡ δὲ λαβοῦσα ἀπαθὴς μένει.» Ἀμβροσίου Μεδιολάνων ἐκ τοῦ λόγου τοῦ κατὰ Ἀπολλιναρίου· «Ἀνεφάνησαν ἕτεροι τὴν σάρκα τοῦ Κυρίου καὶ τὴν θεότητα μιᾶς εἶναι φύσεως λέγοντες. Ποῖος ᾅδης τὴν τοσαύτην βλασφημίαν ἐξήμεσε.» Τοῦ αὐτοῦ ἐκ τῶν πρὸς Γρατιανὸν τὸν βασιλέα· «Φυλάξωμεν τὴν διαφορὰν τῆς θεότητος καὶ τῆς σαρκός. Εἷς γὰρ ἐν ἑκατέρᾳ λαλεῖ ὁ τοῦ Θεοῦ Υἱός, ἐπειδὴ ἐν αὐτῷ ἑκατέρα φύσις ἐστί.» Γρηγορίου Νύσσης ἐκ τοῦ λόγου τοῦ κατὰ Ἀπολλιναρίου· «Εἰ οὖν τοῖς ὑπεναντίοις ἰδιώμασιν ἡ θατέρου τούτων θεωρεῖται φύσις, τῆς γὰρ σαρκός, λέγω, καὶ τῆς θεότητος, πῶς μία αἱ δύο εἰσίν.» Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τῆς πρὸς Ἀκάκιον α' ἐπιστολῆς· «Ἕνα Υἱόν, ἓν πρόσωπον τὰ συναμφότερα ἀπετέλεσε, γνωριζόμενον μέντοι ἀσυγχύτως ἀδιαιρέτῳ λόγῳ οὐκ ἐν μιᾷ μόνῃ φύσει, ἀλλ' ἐν δυσὶ τελείαις.» Ἐκ τῆς αὐτῆς ἐπιστολῆς· «Ἕνα γε μονογενῆ καὶ διαιρούμενον εἰς υἱῶν δυάδα, φέροντα δὲ ὅμως ἐν αὐτῷ τῶν ἀχωρίστων δύο φύσεων ἀσυγχύτους τὰς ἰδιότητας.» Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸν Λῃστὴν λόγου· «Δύο φύσεις καὶ ἐνέργειαί εἰσιν ἐν Χριστῷ, μία δὲ ὑπόστασις.» Κυρίλλου Ἀλεξανδρείας ἐκ τῆς β' πρὸς Σούπενσον ἐπιστολῆς· «Μετὰ μέντοι τὴν ἕνωσιν οὐ διαιρούμεν τὰς φύσεις ἀπ' ἀλλήλων.» Καὶ μετ' ὀλίγα· «Δύο τὰς φύσεις εἶναι φαμὲν ἑνωθείσας.» Καὶ αὖθις παρακατιὼν ἑρμηνεύει, πῶς εἶπεν ἀλλαχοῦ μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην· «Εἰ μὲν γὰρ μίαν
col. 1081–1082page 532 of 677
PG 130:1081σ' πόντες τοῦ λόγου τὴν φύσιν σεσιγήκαμεν, οὐκ ἐπενεγκόντες τὸ σεσαρκωμένην, ἀλλ' οἷον ἔξω τιθέντες τὴν οἰκονομίαν, ἦν αὐτοῖς τάχα που καὶ οὐκ ἀπίσχνος ὁ λόγος, ἐρωτᾷ· ποῦ τὸ τέλειον ἐν ἀνθρωπότητι ἢ πῶς ὑφέστηκεν ἡ καθ' ἡμᾶς οὐσία· ἐπειδὴ δὲ καὶ ἡ ἐν ἀνθρωπότητι τελειότης, καὶ τῆς καθ' ἡμῶν οὐσίας ἡ δήλωσις εἰσκεκόμισται διὰ τοῦ λέγειν σεσαρκωμένην, παυσάσθωσαν καλαμίνην βάσιν ἑαυτοῖς ὑποστήσαντες.» Ἐκ τῆς αὐτῆς ἐπιστολῆς· «Ὀρθότατα δὲ καὶ πάνυ συνετώτατα, ἡ σὴ τελειότης τὴν περὶ τοῦ σωτηρίου πάθους ἐκτίθεται λόγον, οὐκ αὐτὸν τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ, καθ' ὃ νοεῖται καὶ ἔστι Θεός, παθεῖν εἰς τὴν ἰδίαν φύσιν τοῦ σώματος ἰσχυριζομένη, παθεῖν δὲ μᾶλλον τῇ σαρκικῇ φύσει.» Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς Ἀλεξανδρεῖς προσφωνητικοῦ λόγου· «Ἡ μὲν σύγκρασις ἀφανισμὸν τῶν φύσεων ἐργάζεται, ἡ δὲ ἄῤῥητος ἔνωσις παρὰ τῶν ὀρθῶς φρονούντων ὁμολογουμένη ἀμφοτέρας ἀσυγχύτους σώζει τὰς φύσεις.» Ἐκ τοῦ αὐτοῦ λόγου· «Τῶν δύο φύσεων τῶν ἑτερουσίων ἐν ἑνὶ Χριστῷ Υἱῷ ὄντι τοῦ Θεοῦ σωζομένων, καὶ μήτε συγκεχυμένων, μήτε ἀπολλυμένων, ἢ διαιρεθεισῶν.» Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας πρὸς Ἑβραίους Ἐπιστολῆς· «Καὶ οὐ δήπου φαμὲν ἀνάχυσίν τινα συμβῆναι περὶ τὰς φύσεις, ὡς μεταστῆναι μὲν τὴν τοῦ Λόγου φύσιν εἰς τὴν τοῦ ἀνθρώπου, μεταποιηθῆναι δὲ τὴν ἀνθρωπίνην εἰς τὴν τοῦ Λόγου.» Ἐκ τῆς αὐτῆς ἐπιστολῆς· «Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, ἀποδιιστῶντες ἀλλήλων τὰς φύσεις.» Τοσούτων μὲν οὖν ἁγίων χρήσεις αὗται περὶ τῶν δύο τοῦ Χριστοῦ φύσεων, ἵνα τὰς τῶν ἄλλων παρῶμεν πολλὰς οὔσας· ὁ δὲ θεήλατος Σευῆρος ἐν τῇ ἐκθέσει τῆς πίστεως αὐτοῦ τοιάδε φησί· «Τὸ δὲ λέγειν δύο φύσεις ἐπὶ Χριστοῦ πάσης κατηγορίας ἐστὶ μεστὸν, εἰ καὶ ὑπὸ πλειόνων ἁγίων Πατέρων ἀμέμπτως εἴρηται.» Καὶ μετ' ὀλίγα· «Καὶ μὴ πάλιν εἴπῃς, ὡς τῇ λέξει τῶν δύο φύσεών τινες τῶν Πατέρων ἐχρήσαντο. Ἐχρήσαντο γὰρ ἀδιαβλήτως, ὡς προείπομεν, κατὰ δὲ τὸν χρόνον τοῦ ἁγίου Κυρίλλου τῆς νόσου τῶν Νεστορίου κενοφωνιῶν τὰς ἐκκλησίας ἐπινεμομένης, ἡ λέξις ἀπεδοκιμάσθη.» Εὖγε, ὦ κατάρατε, ὅτι τέως χρήσασθαι τῇ λέξει τῶν δύο φύσεων ἀμέμπτως πολλοὺς τῶν ἁγίων Πατέρων καὶ ἄκων ὡμολόγησας, εὐλαβούμενος, ὡς ἔοικε, τὴν πρόδηλον ἀλήθειαν, δεῖξον δὲ λοιπόν, πότε καὶ παρὰ ποίων ἁγίων Πατέρων ἡ λέξις ἀπεδοκιμάσθη, πῶς δὲ πρὸ μὲν τοῦ Νεστορίου δύο φύσεις εἶχεν ὁ Χριστός, μετὰ δὲ τὸν Νεστόριον αἱ δύο μία γεγόνασιν, ἀτοπώτατε καὶ ἀλλόκοτε.
col. 1083–1084page 533 of 677
PG 130:1083Λεοντίου Βυζαντίου· οἷα βλασφημεῖ Σεβῆρος, καὶ οἱ κατ' αὐτὸν Μεταφυσῖται κατὰ τῆς ἐν Χαλκηδόνι συνόδου. Λέγουσιν, ὅτι οὐ χρὴ δέχεσθαι τὴν ἐν Χαλκηδόνι σύνοδον, διότι οἱ ταύτης παλίμβολοι ἦσαν· καὶ ἄλλα· καὶ γὰρ οἱ αὐτοὶ ἐν Βυζαντίῳ μὲν καθεῖλον τὸν Εὐτυχῆ, ἐν Ἐφέσῳ δὲ τοῦτον ἐδέξαντο μετὰ Διοσκόρου, τὸν Φλαβιανὸν ἀποβαλόμενοι. Καὶ πάλιν οἱ αὐτοὶ ἐν Χαλκηδόνι μὲν ἐδέξαντο Φλαβιανόν, τὸν δὲ Διόσκορον ἀπεβάλοντο. Πρὸς τούτοις δὲ ἀντιλέγομεν, ὅτι πολλοὶ πολλάκις μεταβάλλονται διά τινας οἰκονομίας, εὐλόγους φαινομένας αὐτοῖς. Πλὴν εἰ καὶ πέντε τυχὸν, ἢ δέκα, ἢ καὶ πλείους ἀπὸ τῶν ἑξακοσίων τριάκοντα παλίμβολοι γεγόνασιν, ὡς ὑμεῖς φατε, οὐ χρὴ διὰ τοῦτο τὴν τῶν ἑξακοσίων ἀνδρῶν σύνοδον ἀποβάλλεσθαι, καὶ διὰ τοὺς ὀλίγους ἀθετεῖν τὰς τοσούτων ψήφους, ὅπου γε οἱ αὐτοὶ καὶ ἐν Ἐφέσῳ συνέδρευσαν μετὰ Διοσκόρου, καὶ οὐ διὰ τούτους ἀποβάλλεσθε τὴν ἐν Ἐφέσῳ σύνοδον, ἧς ἦρχε Διόσκορος. Πάλιν λέγουσιν, ὅτι Εἰ κατὰ τὴν φωνὴν Ἀνατολίου Κωνσταντινουπόλεως οὐ διὰ πίστιν καθῃρέθη Διόσκορος, τί μὴ δέχεσθε αὐτόν; Καὶ λέγομεν, ὅτι ἐπ᾽ ἀληθείας οὐ διὰ πίστιν καθῃρέθη· διὰ τοῦτο γὰρ οὐ συνῆλθεν ἐν τῇ συνόδῳ, ἵνα μὴ ζητηθῇ τὰ κατ' αὐτόν· εἰ δὲ ἀνῆλθε, καὶ ζήτησις γέγονε, καὶ ὡς αἱρετικὸς καθῃρεῖτο. Καὶ γὰρ ἦν. Ἐπειδὴ δὲ κληθεὶς ἐκ τρίτου οὐ παρεγένετο, καὶ ταύτην ἐποιήσατο τὴν αἰτίαν τῆς καθαιρέσεως αὐτοῦ, τούτου ἕνεκα εἶπεν ὁ Ἀνατόλιος, ὅτι οὐ διὰ πίστιν καθῃρέθη. Πάλιν λέγουσιν, ὅτι αἱρετικοὺς ἐδέξατο ἡ αὐτὴ σύνοδος. Φασὶ δὲ περὶ Θεοδωρήτου καὶ Ἴβα. Καὶ λέγομεν, ὅτι οὐ πρότερον ἐδέξαντο αὐτούς, ἕως ἀνεθεμάτισαν Νεστόριον. Ἀλλὰ πάλιν ἀντιλέγουσιν, ὅτι Διατί μὴ ἀπῄτησαν Θεοδώρητον ἀναθεματίσαι καὶ τὰ οἰκεῖα συγγράμματα τὰ κατὰ Κυρίλλου; Καὶ λέγομεν περὶ τούτου, ὅτι οὐκ ἔδει αὐτοὺς τῇ συνόδῳ τοῦτο ἐγκαλέσαι, ἀλλὰ τῷ ἁγίῳ Κυρίλλῳ. Κοινωνίαν γὰρ ποιήσας πρὸς τοὺς Ἀνατολικοὺς καὶ πρὸς αὐτὸν Θεοδώρητον, οὐκ ἀπῄτησεν αὐτὸν ἀναθεματίσαι τὰ οἰκεῖα συγγράμματα. Ὃ οὖν οὐκ ἐποίησεν ὁ ἅγιος Κύριλλος, ἡ σύνοδος μὴ ποιήσασα ἐγκαλεῖσθαι οὐκ ὤφειλε. Καίτοι δ' οὐκ ἐποίησεν ἐκεῖνος, ἐποίησεν αὕτη ἀπαιτήσασα αὐτὸν ἀναθεματίσαι Νεστόριον. Εἰ δὲ καὶ θῶμεν, ὅτι αἱρετικοὶ ἦσαν, οὐδὲ οὕτως ἡ σύνοδος διὰ τούτου ἀπόβλητος. Ἰδοὺ γὰρ καὶ ἡ ἐν Νικαίᾳ ἐδέξατο ἐπίσης αἱρετικοὺς πρὸ τούτου Ἀρειανούς, καὶ μετὰ ταῦτα ἐπιμείναντας τῇ αἱρέσει, καὶ οὐ διὰ τοῦτο λέγεται ἡ σύνοδος τῶν τιά, ἀλλὰ τῶν τιή· ὅπου γε καὶ Ἰουβενάλιος ὁ Ἱεροσολύμων, καὶ ἄλλοι ἱκανοὶ ἐπίσκοποι εἰς τὴν ἐν Ἐφέσῳ σύνοδον εὑρεθέντες μετὰ Διοσκόρου εὑρέθησαν ἐν Χαλκηδόνι, καὶ οὐ διὰ τοῦτο ἀποβάλλονται ἐκεῖνοι τὴν σύνοδον ἐκείνην, ἀλλὰ καὶ λίαν ἀσπάζονται. Γνώτωσαν οἱ τὴν ἐν Χαλκηδόνι διαβάλλοντες σύνοδον ὅσας αἱρέσεις ἀπώσατο, καὶ τὰ δογματισθέντα αὐτῇ τῇ ἐν Χαλκηδόνι συνόδῳ.
col. 1085–1086page 534 of 677
PG 130:1085Ἕνα καὶ τὸν αὐτὸν ὁμολογεῖν Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν συμφώνως ἅπαντες ἐκδιδάσκομεν. Ἐν τούτοις τὸν Σαμοσατέα Παῦλον καὶ Νεστόριον τοὺς ἀνθρωπολάτρας ἐπιστομίζει τοὺς εἰς υἱῶν δυάδα τολμῶντας αὐτὸν διαιρεῖν, καὶ ἄλλον μὲν λέγοντας Υἱὸν φύσει τὸν Λόγον, ἄλλον δὲ πάλιν Υἱὸν χάριτι τὸν Χριστὸν Ἰησοῦν ἑνώσει καὶ συναφείᾳ τῇ πρὸς τὴν κατὰ φύσιν Υἱότητα τὴν υἱότητα κεκτημένον, καὶ οὐχ ὁμολογοῦντας διὰ καὶ τὸν αὐτὸν Υἱὸν ἄσαρκον μὲν πρὸ τῆς καταβάσεως καὶ ἐνανθρωπήσεως, σεσαρκωμένον δὲ τὸν αὐτὸν μετὰ τὴν δι' ἡμᾶς κατά βασίν τε καὶ ἐνανθρώπησιν. «Τέλειον ἐν θεότητι, καὶ τέλειον τὸν αὐτὸν ἐν ἀν θρωπότητι.» Τέλειον ἐν θεότητι εἰποῦσα, τὴν Ἀρειανῶν ἀπωθεῖται βλασφημίαν. Οὗτοι γὰρ Θεὸν μὲν εἶναι λέγουσι τὸν Χριστὸν, ἀτελῆ δὲ καὶ ἐλάττονα τοῦ Πατρὸς Θεὸν αὐτὸν δογματίζουσιν. Ἐν δὲ τῷ εἰπεῖν, καὶ τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι, οὐ μόνον τὴν Ἀρειανῶν, ἀλλὰ καὶ Ἀπολλιναριστῶν δια λέγχει ἄνοιαν. Ὁ μὲν γὰρ Ἄρειος ἄψυχον παντελῶς σάρκα ἀνειληφέναι τὸν Λόγον ληρωδεῖ· ὁ δὲ Ἀπολ λινάριος ἔμψυχον μέν, ἄνουν δέ, ὡς ἀμφοτέρους ἀτελῆ τὴν ἀνθρωπότητα τοῦ Κυρίου δογματίζειν ἀμαθῶς. «Θεὸν ἀληθῶς, καὶ ἄνθρωπον ἀληθῶς τὸν αὐτόν·» Ταῦτα διὰ Μάνεντα, ὃς Θεὸν ψιλὸν αὐτὸν ὁμολογεῖ, καὶ οὐκ ἄνθρωπον· καὶ διὰ Παῦλον τὸν Σαμοσατέα, καὶ Ἀρτεμᾶν, οἵτινες ἀρνοῦνται αὐτοῦ τὴν θεότητα ψιλὸν ἄνθρωπον αὐτὸν ὁμολογοῦντες ἐκ ψυχῆς λογικῆς καὶ σώματος. Ἐκ τούτου καὶ Ἀπολλιναρίῳ πολεμεῖ τῷ λέγοντι μὴ ἐσχηκέναι νοερὰν ψυχὴν τὸν Κύριονἡμῶν Ἰησοῦν Χριστόν, ἀλλὰ ζωτικὴν μόνον· καὶ διὰ Μάνεντα καὶ Οὐαλεντίνον τοὺς ἀρνουμένους τὴν σάρκωσιν. «Ὁμοούσιον τῷ Πατρὶ κατὰ τὴν θεότητα,» δι' Εὐ νόμιον καὶ Ἄρειον τοὺς τὸν μονογενῆ Λόγον τοῦ Πα τρὸς κτίσμα καὶ δοῦλον ἀσεβῶς καταγγέλλοντας. «Ὁμοούσιον τὸν αὐτὸν ἡμῖν κατὰ τὴν ἀνθρωπότη τα,» διὰ Μαρκίωνα, καὶ Μάνεντα, καὶ Οὐαλεντίνον, καὶ Εὐτυχῆ, τοὺς δοκήσει καὶ φαντασίᾳ ψιλῇ λέγοντας αὐτὸν ἄνθρωπον ὀφθῆναι, οὐ μὴν ἀληθείᾳ, καὶ κατὰ φύσιν ἀνθρωπίνην ὁμολογοῦντας ἄνθρωπον αὐτὸν γεγονέναι. «Πρὸ αἰώνων μὲν ἐκ Πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα.» Διὰ Σίμωνα, καὶ Εὐνόμιον, καὶ Ἄρειον, τοὺς ἀρνουμένους αὐτοῦ τὴν ἐκ Πατρὸς πρὸ αἰώνων γέννησιν. «Ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι' ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς Παρ θένου καὶ Θεοτόκου κατὰ τὴν ἀνθρωπότητα.» Διὰ Φω τεινόν, καὶ Θεόδωρον, καὶ Διόδωρον, καὶ Νεστόριον, τοὺς λέγοντας αὐτὸν ἄνθρωπον ἐξ ἀρετῆς κατὰ προκοπὴν θεοποιηθέντα, καὶ οὐχὶ Θεὸν ἐκ Θεοῦ ὄντα, καὶ διὰ φιλανθρωπίαν ἀτρέπτως ἄνθρωπον γεγενημένον.
col. 1087–1088page 535 of 677
PG 130:1087Ἐν δύο φύσεσιν ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως γνωριζόμενον, οὐδαμοῦ τῆς τῶν φύσεων διαφορᾶς ἀνηρημένης διὰ τὴν ἕνωσιν, σωζομένης δὲ μᾶλλον τῆς ἰδιότητος ἑκατέρας φύσεως, καὶ εἰς ἓν πρόσωπον, καὶ μίαν ὑπόστασιν συντρεχούσης.» Δι' Ἀστέριον, καὶ Ἀπολλινάριον, καὶ Εὐτυχή, οἳ τὰς διαφόρους φύσεις, τοῦ Λόγου λόγῳ καὶ τῆς σαρκὸς αὐτοῦ, μίαν φύσιν ἀποτετελεκέναι φασίν, ἐκστάσης δηλονότι τῆς ἑαυτῶν ἰδιότητος, ὡς κατὰ τὸν ἐκείνων λόγον μηκέτι δύνασθαι σώζεσθαι τοῦ Χριστοῦ μήτε τὸ παθητὸν διὰ τὸ ἀπαθὲς αὐτοῦ τῆς θεότητος, μήτε τὸ ἀπαθὲς διὰ τὸ παθητὸν αὐτοῦ πάλιν τῆς ἀνθρωπότητας. ΤΙΤΛΟΣ ΙΖ'. Κατὰ Ἀφθαρτοδοκητῶν τῶν ἀπὸ Ἰουλιανοῦ τοῦ Ἁλικαρνασσέως, καὶ Γαϊανοῦ τοῦ Ἀλεξανδρέως, ἐκ τῶν σχολίων Λεοντίου Βυζαντίου. Οἱ ἀπὸ Ἰουλιανοῦ καὶ Γαϊανοῦ Ἀφθαρτοδοκῖται λεγόμενοι ἐν μὲν τοῖς ἄλλοις δόγμασι συμφέρονται τοῖς Σευήρου, ἐν τούτῳ δὲ μόνον διαφέρονται πρὸς αὐτοὺς, ἐν τῷ λέγειν ἐκείνους μὲν διαφορὰν μετὰ τὴν ἔνωσιν ἐπὶ Χριστοῦ, τοὺς δὲ Ἰουλιανιστὰς καὶ Γαϊανίτας μὴ μόνον ἀρνεῖσθαι τὴν διαφορὰν τῶν δύο τοῦ Χριστοῦ φύσεων, ἀλλὰ καὶ ἄφθαρτον δογματίζειν τὸ σῶμα τοῦ Χριστοῦ ἐξ αὐτῆς διαπλάσεως. Καὶ τὰ μὲν πάθη λέγουσιν ὑπομεῖναι τὸν Κύριον, πεῖνάν φημι, καὶ δίψαν, καὶ κόπον, καὶ τὰ ἑξῆς, οὐ τὸν αὐτὸν δὲ τρόπον ἡμῖν ταῦτα πεπονθέναι. Ἡμεῖς μὲν γὰρ, φασὶν, ἐξ ἀνάγκης φυσικῆς ταῦτα πάσχομεν, ὁ δὲ Χριστὸς ἑκουσίως πάντα ὑπέμεινεν. Οὐ γὰρ ἐδούλευε τοῖς νόμοις τῆς φύσεως. Πρὸς οὓς φαμεν, ὅτι οὐδὲ αὐτοὶ λέγομεν ἀκούσια τὰ πάθη τοῦ Χριστοῦ, ἀλλ' ὅτι ἐκουσίως ἐδούλευε τοῖς νόμοις τῆς φύσεως ἐπίσης ἡμῖν. Ὁ μὲν γὰρ μακάριος Ἀθανάσιος ἑρμηνεύων τὸ Νῦν ἡ ψυχή μου τετάρακται, φησίν, ὅτι «τὸ νῦν τοῦτό ἐστιν, ὅτι ἠθέλησεν· οὐ γὰρ τὸ μὴ ὂν ὡς παρὸν ὠνόμαζεν, ὡς δοκήσει γινομένων τῶν λεγομένων· φύσει γὰρ καὶ ἀληθείᾳ τὰ πάντα ἐγίνετο.» Ὁ δὲ Θεολόγος πάλιν Γρηγόριος, ὅτι ἐδίδου τῇ φύσει καιρὸν, ὅτε ἐβούλετο, ἐνεργεῖν τὰ ἴδια. Κύριλλος δὲ ὁ θαυμάσιος εἴρηκεν ἀφιέναι αὐτὸν τῇ σαρκὶ διὰ τῶν τῆς φύσεως ἰέναι νόμων. Καὶ αὖθις ἑτέρωθι ἔλεγεν, ὡς ἐπιτρέπει τῷ σώματι καὶ τῇ ἀνθρωπότητι τὰ τῇ φύσει προσόντα πάθη εἰς ἀπόδειξιν τοῦ κατὰ ἀλήθειαν φορῆσαι σάρκα, καὶ ἄνθρωπον γενέσθαι κατὰ τὰς Γραφάς. Εἰ τοίνυν κατὰ τὸν σκοπὸν τῶν θεοφόρων Πατέρων τὸν αὐτὸν ἡμῖν τρόπον ἔπασχεν, εἰ καὶ ἑκουσίως, καὶ ὅτε ἤθελε, πῶς δυνάμεθα τὸ πάσχον σώμα ἄφθαρτον εἰπεῖν, καὶ μὴ φθαρτὸν τῇ φύσει, ὥσπερ καὶ τὸ ἡμέτερον; Ἀνταποκρίνονται δὲ πάλιν, ὅτι Ὃν τρόπον μετὰ τὴν ἀνάστασιν ἄφθαρτον λέγοντες τὸ σῶμα τοῦ Χριστοῦ ὁμοούσιον αὐτὸ λέγετε εἶναι ἡμῖν, τὸν αὐτὸν τρόπον καὶ ἡμεῖς πρὸ τῆς ἀναστάσεως ἄφθαρτον λέγοντες, ὁμοούσιον αὐτὸ ὁμολογοῦμεν εἶναι. Ἡμεῖς δὲ λέγομεν, ὅτι Εἰ καὶ ἄφθαρτον ὁμολογοῦμεν αὐτὸ μετὰ τὴν ἀνάστασιν, οὐ τῇ φύσει λέγομεν αὐτὸ ἄφθαρτον, τῇ χάριτι δέ. Εἰ δὲ εἴποιεν, ὅτι
col. 1089–1090page 536 of 677
PG 130:1089καὶ πρὸ τῆς ἀναστάσεως ἄφθαρτον χάριτι, λέγομεν ὅτι οὐ συγχωρεῖ τοῦτο τὰ περὶ Χριστοῦ λεγόμενα. Πρὸ μὲν γὰρ τῆς ἀναστάσεως καὶ πεινῆσαι λέγεται, καὶ διψῆσαι, καὶ τἆλλα παθεῖν· καὶ πῶς ἂν εἴη τὸ ταῦτα πεπονθὸς ἄφθαρτον; μετὰ δὲ τὴν ἀνάστασιν οὐδὲν τούτων ἔπαθεν· ὡς δῆλον, ὅτι πρὸ μὲν τῆς ἀναστάσεως φθαρτὸν ἦν τὸ σῶμα, μετὰ δὲ τὴν ἀνάστασιν ἄφθαρτον. Εἰ γὰρ καὶ λέγεται φαγεῖν μετὰ τὴν ἀνάστασιν, τοῦτο δι' οἰκονομίαν ἐποίησεν, οὐχ ὡς τῷ ὄντι πεινῶν, ἀλλ᾽ ἵνα δείξῃ τοῖς μαθηταῖς αὐτοῦ, ὅτι αὐτός ἐστιν ὁ ἀναστὰς ἐκ νεκρῶν, ὃν τρόπον καὶ τοὺς τύπους τῶν ἥλων λέγεται ἐπιδεῖξαι αὐτοῖς. Καίτοι ἡμεῖς οὐδὲν τῶν πρὸ τῆς ἀναστάσεως παθῶν ἀνιστάμεθα ἔχοντες. Ἀπαρχὴ δὲ τῆς ἐκ νεκρῶν ἡμῶν ἀναστάσεως ὁ Χριστός· καὶ ὅμως αὐτὰς εὑρέθη ἔχων, ὡς δῆλον, ὅτι δι᾿ οἰκονομίαν τοῦτο γέγονε. Ἀμέλει οὐδὲ λέγει ἡ Γραφή, ὅτι ἐπείνησεν, ἀλλ' ὅτι ἔφαγε. Δέον δὲ ἐπιστῆσαι, ὅτι παραφέρουσι χρήσεις τινὰς ἀπὸ τῶν Πατέρων ἄφθαρτον τὸ σῶμα τοῦ Χριστοῦ λεγούσας, ὥσπερ καὶ τὸν μακάριον Κύριλλον εἰπόντα, ὅτι οὐχ ὑπεδέξατο φθορὰν ἡ τοῦ Λόγου σάρξ. Ὅταν δὲ τὰς τοιαύτας παράγωσι χρήσεις, διαιρετέον τὰ σημαινόμενα τῆς φθορᾶς, καὶ ἐφαρμοστέον τῷ σώματι τοῦ Χριστοῦ τὰ πρέποντα τῶν σημαινομένων. Τοῦ Δαμασκηνοῦ κατὰ τῶν αὐτῶν. Κεφ. ιβ. Τὸ τῆς φθορᾶς ὄνομα δύο σημαίνει. Σημαίνει γὰρ τὰ ἀνθρώπινα ταῦτα πάθη, πεῖναν, δίψαν, κόπον, τὴν τῶν ἥλων διάτρησιν, θάνατον, ἤτοι χωρισμόν τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ τὰ τοιαῦτα. Κατὰ τοῦτο τὸ σημαινόμενον φθαρτὸν τὸ τοῦ Κυρίου σῶμα φαμεν. Πάντα γὰρ ταῦτα ἀκουσίως ἀνέλαβε. Σημαίνει δὲ ἡ φθορὰ καὶ τὴν τελείαν τοῦ σώματος εἰς τὰ ἐξ ὧν συνετέθη στοιχεῖα διάλυσιν καὶ ἀφανισμόν, ἥτις ὑπὸ πολλῶν διαφθορὰ ὀνομάζεται. Ταύτης πεῖραν τὸ τοῦ Κυρίου σῶμα οὐκ ἔσχεν, ὡς φησιν ὁ προφήτης Δαβίδ, Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Ἄφθαρτον μὲν οὖν κατὰ τὸν παράφρονα Ἰουλιανὸν καὶ Γαϊανὸν τὸ σῶμα τοῦ Χριστοῦ λέγειν κατὰ τὸ πρῶτον τῆς φθορᾶς σημαινόμενον πρὸ τῆς ἀναστάσεως, ἀσεβές. Εἰ γὰρ ἄφθαρτον, οὐχ ὁμοούσιον ἡμῖν. Ἀλλὰ καὶ δοκήσει, καὶ οὐκ ἀληθείᾳ γεγονέναι φησὶ τὸ Εὐαγγέλιον τὴν πεῖναν, τὴν δίψαν, τοὺς ἥλους, τῆς πλευρᾶς τὴν νύξιν, καὶ τὸν θάνατον. Εἰ δὲ δοκήσει γέγονε, φενακισμὸς καὶ σκηνή τὸ τῆς οἰκονομίας μυστήριον, καὶ δοκήσει, καὶ οὐκ ἀληθείᾳ γέγονεν ἄνθρωπος· καὶ δοκήσει, καὶ οὐκ ἀληθείᾳ σεσώσμεθα. Ἀλλ' ἄπαγε. Οἱ ταῦτα λέγοντες τῆς σωτηρίας ἀμοιρείτωσαν. Κατὰ δὲ τὸ δεύτερον τῆς φθορᾶς σημαινόμενον, ἄφθαρτον ἤτοι ἀδιάφθορον ὁμολογοῦμεν τὸ τοῦ Κυρίου σῶμα, καθὼς ἡμῖν οἱ θεοφόροι Πατέρες παραδεδώκασι. Μετὰ μέντοι τὴν ἐκ νεκρῶν τοῦ Σωτῆρος ἀνάστασιν καὶ κατὰ τὸ πρῶτον σημαινόμενον ἄφθαρτον τὸ τοῦ Κυρίου
col. 1091–1092page 537 of 677
PG 130:1091σῶμά φαμεν. Καὶ τῷ ἡμετέρῳ γὰρ σώματι τήν τε ἀνάστασιν καὶ τὴν μετὰ ταῦτα ἀφθαρσίαν ὁ Κύριος διὰ τοῦ ἰδίου ἐδωρήσατο σώματος, αὐτὸς ἀπαρχή τῆς τε ἀναστάσεως καὶ τῆς ἀφθαρσίας, καὶ τῆς ἀπαθείας ἡμῖν γενόμενος. Δεῖ γὰρ τὸ φθαρτόν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, φησὶν ὁ θεῖος Ἀπόστολος. Ἑτέρου κατὰ τῶν αὐτῶν. Φθορὰ μὲν ἡ ἀπὸ τοῦ ψυχικοῦ θανάτου λύμη τῆς ψυχῆς, ἤγουν ἡ ἀπὸ τῆς ἁμαρτίας· φθορὰ δὲ καὶ ἡ ἀπὸ τοῦ σωματικοῦ θανάτου λύμη τοῦ σώματος, ἤγουν ἡ ἀπὸ τῆς σηπεδόνος, ἥτις καὶ διαφθορὰ κυριώτερον ὀνομάζεται. Φθορὰ δὲ καὶ τὰ σωματικὰ πάθη, ἤτοι τὰ φυσικὰ καὶ ἀδιάβλητα, οἷον πεῖνα, δίψα, κόπος, δειλία, διάτρησις ἥλων, θάνατος, καὶ τὰ πρὸ τούτου πολλὰ τοιαῦτα. Κατὰ μὲν οὖν τὴν πρώτην καὶ δευτέραν φθορὰν ἄφθαρτον ἦν τὸ πρόσλημμα· οὔτε γὰρ ἁμαρτίαν ἐποίησεν, οὔτε διεφθάρη τὸ σῶμα μετὰ τὴν διάζευξιν τῆς ψυχῆς. Οὐ γὰρ δώσεις, φησί, τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Κατὰ δὲ τὸ τρίτον σημαινόμενον φθαρτόν, ἦν καὶ τοῦτο. Πᾶσι γὰρ τοῖς φυσικοῖς ὑπέκειτο πάθεσι. Μετὰ τὴν ἀνάστασιν ἄφθαρτον ἐγένετο καὶ κατὰ τοῦτο τὸ σημαινόμενον. ΤΙΤΛΟΣ ΙΗ'. Κατὰ Θεοπασχιτῶν, οἱ παθητὴν ἐδογμάτιζον τὴν τοῦ Υἱοῦ καὶ Θεοῦ θεότητα. Εἰ γὰρ ὕστερον ἤκμασεν ἡ αἵρεσις αὕτη, ἀλλ᾽ ἦσαν καὶ πρότερόν τινες τὰ πονηρὰ σπέρματα καταβάλλοντες. Τοῦ ἁγίου Κυρίλλου ἐκ τῆς πρὸς Ἀλεξανδρεῖς ὁμιλίας. Ἔτεκεν ἡμῖν ἡ Παρθένος τὸν Ἐμμανουήλ, κατὰ μὲν τὴν θεότητα ὁμοούσιον τῷ Πατρὶ, κατὰ δὲ τὴν ἀνθρωπότητα ἡμῖν ὁμοούσιον· κατὰ τὴν θεότητα ἀπαθῆ, κατὰ τὴν ἀνθρωπότητα παθητόν. Εἰ γὰρ καὶ οἰκειοῦται τοῦ οἰκείου σώματος τὰ πάθη ὁ Θεὸς λόγος, καὶ εἰς ἑαυτὸν ἀναφέρει, ἀλλὰ γε αὐτὸς μεμένηκεν ἐν τοῖς τῆς ἀπαθείας ὅροις· κἂν ἀκούσῃς αὐτοῦ λέγοντος, Ἔδωκα τὸν νῶτόν μου εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, μηδὲν αὐτὸν πεπονθέναι εἰς τὴν οἰκείαν φύσιν ὑπολάβῃς, οἰκειώσασθαι δὲ μᾶλλον τοῦ ἰδίου σώματος τὰς μάστιγας. Οἷον γὰρ ἐστι τὸ σῶμα, τούτῳ ἂν εἰκότως προσγράφοιτο καὶ τὰ αὐτοῦ πάντα δίχα μόνης ἁμαρτίας. Οὐκοῦν ἐπειδήπερ ἐνανθρωπήσας ἦν ὁ Λόγος, μεμένηκε μὲν θεϊκῶς ἀπαθής, οἰκειούμενος δὲ ἀναγκαίως τὰ τῆς ἑαυτοῦ σαρκός, παθεῖν λέγεται κατὰ σάρκα, καίτοι τοῦ παθεῖν ἀπείρατος ὢν, καθὸ νοεῖται Θεός. Οὐκ ἐννοοῦσιν οὖν, ὅτι τετήρηται μὲν τὸ ἀπαθὲς αὐτῷ, καθὸ Θεός ἐστι, προσγράφεσθαι δὲ καὶ τὸ παθεῖν ὑπὲρ ἡμῶν κατὰ σάρκα, καθὸ Θεὸς ὢν φύσει γέγονε σάρξ, ἤτοι τέλειος ἄνθρωπος. Τίς γὰρ ἦν ὁ λέγων πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν, Θυσίαν καὶ πρωτο
col. 1093–1094page 538 of 677
PG 130:1093ράν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας; Τότε εἶπον, Ἰδού ἥκω τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου; Ὁ γὰρ ἔξω σώματος ὡς Θεὸς ἑαυτῷ σώμα κατηρτίσθαι φησίν, ἵνα τοῦτο ὑπὲρ ἡμῶν προσενέγκας τῷ ἰδίῳ μώλωπι πάντας ἡμᾶς θεραπεύσῃ κατὰ τὴν τοῦ προφήτου φωνήν. Τοῦ αὐτοῦ ἐκ τῆς περὶ τοῦ ἀποπομπαίου πρὸς Ἀκάκιον ἐπιστολῆς. Τοῦτο προεδηλοῦτο καὶ ἐν τῷ νόμῳ. Γέγραπται γὰρ ἐν τῷ Λευϊτικῷ· Καὶ λήψεται τοὺς δύο χιμάρους, καὶ στήσει αὐτοὺς ἔναντι Κυρίου παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἐπιθήσει Ἀαρὼν ἐπὶ τοὺς δύο χιμάρους κλήρους, ἕνα τῷ Κυρίῳ, καὶ κλῆρον ἕνα τῷ ἀποπομπαίῳ. Καὶ προσοίσει περὶ ἁμαρτίας. Καὶ τὸν χίμαρον, ἐφ' ὃν ἐπῆλθεν ἐπ' αὐτὸν ὁ κλῆρος τοῦ ἀποπομπαίου, στήσει αὐτὸν ζῶντα ἔναντι Κυρίου τοῦ ἐξιλάσασθαι ἐπ' αὐτοῦ, ὥστε ἀποστείλαι αὐτὸν εἰς τὴν ἀποπομπὴν, ἀφήσει αὐτὸν εἰς τὴν ἔρημον. Καὶ σφάξει τὸν χίμαρον τὸν περὶ ἁμαρτίας τὸν περὶ τοῦ λαοῦ ἔναντι Κυρίου, καὶ εἰσοίσει τοῦ αἵματος αὐτοῦ ἐσώτερον τοῦ καταπετάσματος, καὶ ποιήσει τὸ αἷμα αὐτοῦ ὃν τρόπον ἐποίησε τὸ αἷμα τοῦ μόσχου, καὶ ῥανεῖ τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κατὰ πρόσωπον τοῦ ἱλαστηρίου. Καὶ μεθ᾿ ἕτερα, Καὶ προσάξει τὸν χίμαρον τὸν ζῶντα, καὶ ἐπιθήσει λαβὼν τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου τοῦ ζώντος. Φέρε τοίνυν περιελόντες τοῦ νόμου τὸ σκίασμα γυμνὴν ἴδωμεν τὴν ἀλήθειαν. Δύο μὲν γὰρ χιμάρους προσκομισθῆναι προστέταχε, καὶ δύο γράφεσθαι κλήρους ἐπ' αὐτοῖς, ὡς τὸν μὲν ἕνα τῶν χιμάρων ὀνομασθῆναι Κύριον, τόν γε μὴν ἕτερον ἀποπομπαῖον. Οὐκοῦν ὄνομα τοῖς χιμάροις Κύριός τε καὶ ἀποπομπαίος. Σημαίνεται δὲ δι' ἀμφοῖν ὁ εἷς καὶ μόνος Υἱός, καὶ Κύριος Ἰησοῦς Χριστός· καὶ τίνα τρόπον, ἐροῦμεν. Τράγος ὑπὲρ ἁμαρτίας ἐθύετο· οὗτος τύπος ἦν τοῦ Χριστοῦ ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν τυθέντος, κατὰ τὰς Γραφάς· ταύτης ἕνεκα τῆς αἰτίας καὶ ἁμαρτίαν ὠνομάσθαι τοῦτόν φαμεν. Γράφει γοῦν ὁ πάνσοφος Παῦλος, ὅτι τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ὁ Θεὸς καὶ Πατὴρ δηλονότι. Καὶ οὐ φαμεν ἁμαρτωλὸν γενέσθαι Χριστόν, μὴ γένοιτο, ἀλλ᾽ ὄντα δίκαιον, μᾶλλον δὲ αὐτόχρημα δικαιοσύνην, σφάγιον ἐποίησεν ὁ Πατὴρ ὑπὲρ τῶν τοῦ κόσμου πλημμελημάτων· καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, ψῆφον ὑπομείνας τὴν τοῖς ἀνόμοις πρεπωδεστάτην. Ἐπεκρέματο γὰρ τοῖς ἐπὶ τῆς ὁ κλῆρος τοῦ χρῆναι παθεῖν τὸν θάνατον διά τε τὴν ἐν Ἀδάμ παράβασιν, καὶ τὴν ἐξ ἐκείνου μέχρις ἡμῶν τυραννήσασαν ἁμαρτίαν. Ἀλλ' ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ὁ πολὺς εἰς ἡμερότητα καὶ φιλανθρωπίαν, γέγονε σάρξ, τουτέστιν ἄνθρωπος σύμμορφος ἡμῖν τοῖς ὑφ' ἁμαρτίαν, καὶ τὸν ἡμῶν ὑπέστη κλῆρον. ὡς γὰρ ὁ πανάριστος γράφει Παῦλος, Χάριτι Θεοῦ ὑπὲρ παν
col. 1095–1096page 539 of 677
PG 130:1095τις ἐγεύσατο θανάτου, καὶ τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὴν ἑαυτοῦ ψυχὴν ἐποιήσατο, καὶ εἰς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ πάντες θεῷ ζήσωσιν ἁγια ζόμενοί τε καὶ ζωοποιούμενοι διὰ τοῦ αἵματος αὐ τοῦ, δικαιούμενοί τε δωρεὰν τῇ αὐτοῦ χάριτι. Ὡς γάρ φησιν ὁ μακάριος Εὐαγγελιστὴς Ἰωάννης, Τὸ αἷμα Ἰησοῦ Χριστοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας. Ὄνομα δὴ οὖν τῷ σφαζομένῳ χιμάρῳ Κύριος, καὶ κληρωτὴν ἐδέχετο τὴν σφαγήν, ἅγιόν τε θύμα καὶ ἱερὸν ἦν εἰς τύπον Χριστοῦ, οὐ δι' ἑαυτὸν ἀποθνήσκοντος, ἀλλ' ὑπὲρ ἡμῶν, ὡς ἔφην, καὶ ἁγιά ζοντος τὴν Ἐκκλησίαν τῷ ἰδίῳ αἵματι. Σφάξει γὰρ τὸν χίμαρον, φησί, τὸν περὶ ἁμαρτίας, τὸν περὶ τοῦ λαοῦ, ἔναντι Κυρίου, καὶ εἰσοίσει τοῦ αἵματος αὐ τοῦ ἐσώτερον τοῦ καταπετάσματος, καὶ ῥανεῖ τὸ αἷμα αὐτοῦ ἐπὶ τὸ ἱλαστήριον. Εἰσῆλθε γὰρ ὁ Χριστὸς εἰς τὰ Ἅγια τῶν ἁγίων, οὐ δι' αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος αἰωνίαν λύτρωσιν εὑράμενος, καὶ ἁγιάζων, ὡς ἔφην, τὴν ἀληθεστέραν σκηνήν, τουτέστι τὴν Ἐκκλησίαν, καὶ ἅπαντας δὲ τοὺς ἐν αὐτῇ. Γράφει γοῦν ὁ θεσπέσιος Παῦλος, Διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ τῷ ἰδίῳ αἵματι τὸν λαὸν, ἔξω τῆς πύλης ἔπαθεν. Ὅρα δὲ πάλιν γενόμενον μὲν ἐν θανάτῳ τὸν Ἐμμανουὴλ σαρκὸς, πλὴν ἐπὶ θανάτου λύσει καὶ ἁμαρτίας. Ἦν γὰρ ἐν νεκροῖς ἐλεύθερος, τουτέστιν ἀνάλωτος ἁμαρτίαις, καὶ οὐκ ἔνοχος τῇ μεθ' ἡμῶν δίκῃ. Καὶ τοῦτο κατίδωμεν ἐν τῷ ἑτέρῳ χιμάρῳ τῷ ζῶντι καὶ ἀφιεμένῳ. ἀθρητέον γὰρ αὐτὸν ἐν τῷ παθεῖν ἀνθρωπίνως ἢ πάσχοντα θεϊκῶς, καὶ ἐν τῷ τεθνάναι σαρκὶ θανάτου κρείττονα, καὶ οὐ κατὰ τὴν Ἰουδαίων ὑπόνοιαν ἀπομείναντα μεθ' ἡμῶν ἐν μνήματι, καὶ κάτοχον γεγονότα ταῖς ᾄδου πύλαις τοῖς ἄλλοις ὁμοῦ. Ὡς γάρ ὁ αὐτοῦ φησι μαθητής, Οὐκ ἐγκατελείφθη ἡ ψυχὴ αὐτοῦ εἰς ᾅδου, οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. Ἀνεβίω γὰρ σκυλεύσας ᾅδην. Βλέπε ὅτι, καίτοι τοῦ πρώτου σφαγέντος χιμάρου, ζῶντα πανταχοῦ τὸν ἕτερον ὀνομάζει. Ἦν γὰρ, ὡς ἔφην, ἐν ἀμφοῖν γραφόμενος ὁ εἷς καὶ μόνος Υἱός, καὶ Κύ ριος Ἰησοῦς Χριστός, ὡς ἐν πάθει σαρκὸς ἰδίας καὶ ἔξω πάθους ὡς ἐν θανάτῳ, καὶ ὑπὲρ θάνατον. Ἔζη γὰρ ὁ τοῦ Θεοῦ Λόγος, καὶ γενομένης θανάτου τῆς ἁγίας αὐτοῦ σαρκὸς, καὶ μεμένηκεν ἀπαθής, καίτοι τοῦ ἰδίου σώματος τὸ πάθος οἰκειούμενος, καὶ εἰς ἑαυτὸν ἀναφέρων αὐτό. Προσάξει γὰρ τὸν χίμαρον τὸν ζώντα, φησὶ, καὶ ἐπιθήσει Ἀαρὼν τὰς χεῖρας αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου τοῦ ζῶντος, καὶ ἐξαγορεύσει ἐπ' αὐτοῦ πάσας τὰς ἀνομίας τῶν υἱῶν Ἰσραήλ, καὶ ἐπιθήσει αὐτὰς ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου τοῦ ζῶντος. Ἀναστασίου μοναχοῦ τοῦ Σιναΐτου ἐκ τῆς βί βλου τῆς καλουμένης ὁδηγοῦ χρήσεις, ὡς προσφέρουσι Θεοδοσιανοί, καὶ ὅσοι τούτοις ὁμόφρονες, βουλόμενοι δείξαι παθητὴν τὴν τοῦ Υἱοῦ θεότητα, οὓς διὰ τοῦτο Θεοπασχίτας προσ ηγόρευσαν· μέρος δὲ τῶν Μονοφυσιτῶν καὶ οὗτοι. Τοῦ Ἀποστόλου. «Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.»
col. 1097–1098page 540 of 677
PG 130:1097Τοῦ ἁγίου Ἰγνατίου ἐπισκόπου Ἀντιοχείας. Ἐάσατέ με μιμητὴν γενέσθαι τοῦ πάθους τοῦ Θεοῦ μου. Τοῦ ἁγίου Γρηγορίου τοῦ Θεολόγου. Ὀλίγαι ῥανίδες αἵματος Θεοῦ κόσμον ὅλον ἡγίασαν. Ἰουλίου Ῥώμης. Ἰουδαῖοι τὸ σῶμα σταυρώσαντες, τὸν Λόγον ἀπέκτειναν. Τοῦ ἁγίου Κυρίλλου κατὰ Νεστορίου. Θεοῦ τὸ πάθος, Θεοῦ ὁ σταυρός, Θεοῦ ὁ θάνατος, Θεοῦ ἡ ἀνάστασις. Μελίτωνος Σάρδεων. Ὁ Θεὸς πέπονθεν ὑπὸ δεξιᾶς Ἰσραηλίτιδος. Προβάλλονται δὲ καὶ ἄλλα πολλὰ τοιαῦτα· πρὸς πάντα δὲ ἡμῖν μία λύσις ἀρκέσει, φησὶν ὁ Θεολόγος Γρηγόριος. Μήπου τὸν λογισμὸν ὀκλάσῃς αἷμα Θεοῦ καὶ πάθος ἀκούων, καὶ θάνατον. Μήπου περιενεχθῇς ἀθέως ὡς οὐ συνήγορος. Ἐπεὶ γὰρ ἡ τοῦ Υἱοῦ καὶ Θεοῦ ὑπόστασις, αὐτὴ καὶ τοῦ προσλήμματος ὑπόστασις γέγονεν, αὐτὸς λέγεται πάντα καὶ δρᾶσαι, καὶ παθεῖν· καὶ τὰ μὲν θεῖα ἐνεργεῖν κατὰ τὴν θείαν φύσιν, τὰ δὲ ἀνθρώπινα καὶ ποιεῖν καὶ πάσχειν κατὰ τὴν ἀνθρωπίνην φύσιν. Καὶ ἑτέρως δέ· ἐπεὶ μία τῶν δύο τοῦ Χριστοῦ φύσεων ὑπόστασις, ἀντιδιδόασιν ἀλλήλαις αὗται πολλαχῇ τῶν οἰκείων προσηγοριῶν διὰ τὴν καθ' ὑπόστασιν ἔνωσιν, καὶ τὴν ἐντεῦθεν ἄκραν οἰκείωσιν. Οὕτω μὲν οὖν ἑρμηνευομένου καὶ λυομένου τοῦ προβλήματος, οὐδὲν ἄτοπον ἀπαντᾷ. Κατὰ δὲ τὴν τῶν Θεοπασχιτῶν ὑπόληψιν, εἰ ὁ Υἱὸς ἔπαθε, καὶ ἀπέθανε κατὰ τὴν θείαν ἑαυτοῦ φύσιν, δυὰς γέγονεν ἡ ἁγία Τριάς, τοῦ Υἱοῦ ἀποθανόντος, καὶ ἦν ἄρα δυὰς μέχρι τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ. Καὶ τίς αὐτοὺς οὐκ ἐλεήσει τῆς ἀμαθίας, καὶ τοσαύτης ἀγροικίας καὶ ἀλογίας; Εἶτα τὴν μὲν ψυχὴν τοῦ προσλήμματος ἀθάνατον λέγουσι, τὸν δὲ προσλαβόντα τοῦτο Θεὸν θνητόν, καὶ τοὺς μὲν ἀγγέλους ἀθανάτους, τὸν Δημιουργὸν δὲ καὶ Δεσπότην αὐτῶν θνητόν. Χρὴ παραθεῖναι τούτοις κατὰ τοῦ μεγάλου Ἀθανασίου πρὸς τοὺς λέγοντας, ὅτι ἔπαθεν ἀπαθῶς ὁ Λόγος. Πρὶν ἀκούσω τὸ ἔπαθε, φεύγει τῆς διανοίας τὸ ἔπαθεν. Ἐπαγόμενον γὰρ τὸ ἀπαθῶς οὐκ ἐᾷ μένειν τὸ ἔπαθε. Στάσιν ὁ λόγος ἄστατον ἔχει. Εἰ ἔπαθε, πῶς ἀπαθῶς; Εἰ ἀπαθῶς, πῶς ἔπαθε; Λαλήσωμεν ἀλαλήτως, ἵνα νοηθῇ ἀνοήτως; Τίς εἶδε πίπτοντα ἀπτώτως; ἐγειρόμενον ἀνεγέρτως; πονοῦντα ἀπόνως; φρονοῦντα ἀφρόνως; ὠφελούμενον ἀνωφελῶς; λυόμενον ἀλύτως· ἵνα δέξωμαι τὸ ἔπαθεν ἀπαθῶς; Τίς ἡ τῆς ἀφροσύνης ἐπίστασις, τίς ἡ τῆς ἀνοίας παραπληξία, περὶ μυστηρίου φρικωδεστάτου φέρειν ῥήματα γέλωτα πλατὺν ἐργαζόμενα; λόγον ἐπαγγέλλεσθαι, καὶ ἀλογίαν προβάλλεσθαι; ἀπόκρισιν διδόναι τοῦ μὴ δοῦναι; ἀσαφεστέραν ἑρμηνείαν παρέχειν μείζονος ἀπορίας μητέρα; Πῶς οὐδεὶς τῶν ἁγίων εἰς τοσοῦτον ὕψος θεωρίας ἀναδραμεῖν, ἢ εἰπεῖν ἐδυνήθη τὸ πολυθρύλλητον ἐκεῖνο ῥῆμα, Ἔπαθεν ἀπαθῶς; Παῦλος ὁ εἰς τρίτον οὐρανὸν ἀνελθών, καὶ τῶν ἀῤῥήτων ἐν παραδείσῳ ῥημάτων ἀκούσας
Page scan enlarged

Notebook

Full View