PG 130Euthymius Zigabenus
Dogmatic Panoply (Prologue and Titles I–XXVIII)
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected (sonnet, OCR-anchored) · Migne scan — scholarios OCR + scan in the Page/Facsimile views — PG column chips mark the printed columns.
col. 383–384page 183 of 677
PG 130:383φησὶν ἡ Γραφή, ὁ ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλ' ἡ γυνή διὰ τὸν ἄνδρα. Ἆρ' οὖν, ὥσπερ ὁ μὲν ἀνὴρ εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχει, ἡ δὲ γυνὴ δόξα ἀνδρός ἐστιν, οὕτως ἡμεῖς μὲν τοῦ Θεοῦ εἰκών, καὶ εἰς δόξαν αὐτοῦ γεγόναμεν, ὁ δὲ Υἱὸς ἡμῶν ἐστιν εἰ· κών, καὶ εἰς ἡμῶν δόξαν ὑπέστη; Καὶ ἡμεῖς μὲν εἰς τὸ εἶναι γεγόναμεν, ὁ δὲ τοῦ Θεοῦ Λόγος καθ' ὑμᾶς οὐκ εἰς τὸ εἶναι, ἀλλ' εἰς τὴν ἡμῶν χρείαν, ὡς ὄρ· γανον πεποίηται, ὥστε μὴ ἡμᾶς ἐξ αὐτοῦ, ἀλλ' αὐ· τὸν ἐκ τῆς ἡμῶν χρείας συνίστασθαι; Καὶ πῶς οὐ πᾶσαν ἄνοιαν ὑπερβάλλουσιν οἱ ταῦτα καὶ μόνον ἐνθυμούμενοι; Καὶ γάρ, εἰ δι' ἡμᾶς γέγονεν ὁ Λό· γος, οὐκ ἔστιν οὐδὲ πρῶτος ἡμῶν παρὰ τῷ Θεῷ. Ὁ γὰρ ἐκεῖνον ἔχων ἐν ἑαυτῷ περὶ ἡμῶν βουλεύεται, ἀλλ' ἡμᾶς ἔχων ἑαυτῷ βουλεύεται, ὡς ἐκεῖνοι φασι περὶ τοῦ ἑαυτοῦ Λόγου. Εἰ δὲ τοῦτό ἐστι, τάχα οὐδὲ ὅλως ἤθελε τὸν Υἱὸν ὁ Πατήρ. Οὐ γὰρ θέλων αὐτὸν ἔκτισεν, ἀλλ' ἡμᾶς θέλων δι' ἡμᾶς αὐτὸν ἐδημιούρ· γησε· μεθ' ἡμᾶς γὰρ αὐτὸν ἐπενόησεν, ὥστε κατὰ τοὺς ἀπεβοῦντας περιττὸν εἶναι λοιπὸν τὸν Υἱόν, τὸν γενόμενον ὡς ὄργανον τῶν γενομένων, ὧν ἕνεκεν καὶ ἐκτίσθη. Εἰ δὲ ὡς δυνατὸς ὁ Υἱὸς μόνος παρὰ μόνου τοῦ Θεοῦ γέγονεν, ἡμεῖς δὲ ὡς ἀδύνατοι διὰ τοῦ Λόγου γεγόναμεν, διατί μὴ καὶ πρῶτον, ὡς δυ· νατοῦ ὄντος αὐτοῦ, περὶ αὐτοῦ βουλεύεται, ἀλλὰ περὶ ἡμῶν; ἢ διατί τὸν δυνατὸν οὐ προκρίνει τῶν ἀσθενῶν; ἢ διατί πρῶτον αὐτὸν ποιῶν, οὐχὶ καὶ περὶ πρώτου αὐτοῦ βουλεύεται; ἢ διατί περὶ ἡμῶν πρῶτον βουλευόμενος, οὐ πρώτους ἡμᾶς ἐργάζεται, ἱκανοῦ ὄντος τοῦ βουλήματος αὐτοῦ πρὸς τὴν τῶν ὄντων σύστασιν, ἀλλ' ἐκεῖνον μὲν πρῶτον κτίζει, περὶ δὲ ἡμᾶς πρῶτον βουλεύεται, καὶ πρώτους ἡμᾶς θέλει τοῦ μεσίτου; καὶ ἡμᾶς μὲν θέλων κτί· σαι, καὶ περὶ ἡμῶν βουλευόμενος κτίσμα καλεῖ, ἐκεῖνον δέ, ὃν δι' ἡμᾶς δημιουργεῖ, Υἱὸν καλεῖ καὶ ἴδιον κληρονόμον; Ἔδει δὲ ἡμᾶς, ὧν ἕνεκεν καὶ τοῦτον ποιεῖ, υἱοὺς μᾶλλον καλεῖσθαι. Ἢ δῆλον, ὅτι τοῦτον Υἱὸν ὄντα, τοῦτον καὶ προενθυμεῖται καὶ θέλει, δι' ὃν καὶ πάντας ἡμᾶς ποιεῖ. Ὅταν μὲν γὰρ ὁ Θεὸς ἢ τῷ Μωϋσῇ ὁμιλῇ, ἢ τῷ Ἀβραὰμ ἐπαγ· γέλληται, τότε ὁ ἀκούων ἀποκρίνεται. Καὶ ὁ μὲν λέ· γει· Κατὰ τί γνώσομαι; ὁ δέ· Προχείρισαι ἄλλον. Καὶ πάλιν· Ἐὰν ἐρωτήσωσί με τί ὄνομα αὐτῷ, τί ἐρῶ πρὸς αὐτούς; Ἔχει γὰρ τούτων ἕκαστος τὸν μεσιτεύοντα Λόγον, καὶ τὴν σοφίαν τοῦ Θεοῦ γνωρίζουσαν τὸ βούλημα τοῦ Πατρός. Ὅταν δὲ ἐρ· γάζηται αὐτός, καὶ κτίζῃ ὁ Λόγος, οὐκ ἔστιν ἐκεῖ ἐρώτησις καὶ ἀπόκρισις· ἐν αὐτῷ γάρ ἐστιν ὁ Πατήρ, καὶ ὁ Λόγος ἐν τῷ Πατρί· ἀλλ' ἀρκεῖ τὸ βούλεσθαι, καὶ τὸ ἔργον γίνεται, ἵνα τοῦ μὲν βουλήματος ᾖ γνώρισμα, τὸ εἶπε· τῷ δὲ καὶ ἐγένετο οὕτω, τὸ ἔργον σημαίνηται, τὸ διὰ τοῦ Λόγου καὶ τῆς σο· φίας, ἐν ᾗ καὶ βούλησίς ἐστι τοῦ Πατρός. Κατὰ Ἀρειανῶν, οἷς καὶ τὸν Σαμοσατέα συμ· παραλαμβάνει. Καὶ γὰρ καὶ αὐτὸς λόγον προ· φορικόν, καὶ πρόσταγμα θεῖον τὸν Υἱὸν τοῦ Θεοῦ ἐδογμάτιζε, τόν τε Πατέρα ἐν σχήματι τεχνίτου τούτῳ κεχρῆσθαι δίκην ὀργάνου μη· χανικοῦ εἰς τὴν τοῦ ποιήματος διακόσμησιν. Πῶς, φησί, δύναται ὁ Υἱὸς ἀϊδίως συνυπάρχειν
col. 385–386page 184 of 677
PG 130:385τῷ Πατρί; καὶ γὰρ καὶ οἱ ἄνθρωποι ἐξ ἀνθρώπων μετὰ χρόνον υἱοὶ γίνονται. Καὶ ὁ μὲν πατὴρ τριά κοντα τυχὸν ἐτῶν ἐστιν, ὁ δὲ υἱὸς ἀρχὴν ἔχει τότε γεννηθείς, καὶ ὅλως πᾶς υἱὸς ἀνθρώπου οὐκ ἦν πρὶν γεννηθῇ. Πάλιν δὲ ψιθυρίζουσι, Πῶς δύναται ὁ Υἱὸς Λόγος εἶναι; ἢ ὁ Λόγος εἰκὼν τοῦ Θεοῦ; Ὁ γὰρ ἀν θρώπων λόγος ἐκ συλλαβῶν συγκείμενος, μόνον ἐσή μανε τὸ βούλημα τοῦ λαλήσαντος, καὶ εὐθὺς πέ παυται καὶ ἠφάνισται. Ἐκεῖνοι μὲν οὖν, ὥσπερ ἐπιλαθόμενοι τῶν προλεχθέντων κατ' αὐτῶν ἐλέγ χων, πάλιν διαλογίζονται τοιαῦτα. Ὁ δὲ τῆς ἀλη θείας λόγος ἐλέγχει τούτους οὕτως· Εἰ μὲν περὶ ἀνθρώπου τινὸς λογίζονται, ἀνθρωπίνως καὶ περὶ τοῦ λόγου αὐτοῦ, καὶ τοῦ υἱοῦ αὐτοῦ λογιζέσθωσαν. Εἰ δὲ περὶ τοῦ Θεοῦ τοῦ κτίσαντος τοὺς ἀνθρώπους, μηκέτι ἀνθρωπίνως, ἀλλὰ ἄλλως ὑπὲρ τὴν τῶν ἀν θρώπων φύσιν διανοείσθωσαν. Ὁποῖος γὰρ ἂν εἴη ὁ γεννῶν, τοιοῦτον ἀνάγκη καὶ τὸ γέννημα εἶναι. Καὶ ὁποῖος ἂν εἴη ὁ τοῦ λόγου πατὴρ, τοιοῦτος ἂν εἴη καὶ ὁ λόγος αὐτοῦ. Ὁ μὲν οὖν ἄνθρωπος ἐν χρόνῳ γενό μενος, ἐν χρόνῳ καὶ αὐτὸς γεννᾷ τὸ τέκνον. Καὶ ἐπειδὴ ἐκ τοῦ μὴ ὄντος γέγονε, διὰ τοῦτο καὶ ὁ λό γος αὐτοῦ παύεται, καὶ οὐ μένει. Ὁ δὲ Θεὸς οὐχ ὡς ἄνθρωπός ἐστι· τοῦτο γὰρ εἶπεν ἡ Γραφή· ἀλλ' ὢν ἐστι, καὶ ἀεί ἐστι. Διὰ τοῦτο καὶ ὁ Λόγος αὐτοῦ ὢν ἐστι, καὶ ἀϊδίως ἐστὶ μετὰ τοῦ Πατρός, ὡς ἀπαύ γασμα φωτός. Καὶ ὁ μὲν τῶν ἀνθρώπων λόγος ἐκ συλλαβῶν ἐστι συγκείμενος, καὶ οὔτε ζῇ, οὔτε τι ἐνεργεῖ, ἀλλὰ μόνον ἐστὶ σημαντικὸς τῆς τοῦ λα λοῦντος διανοίας, καὶ μόνον ἐξῆλθε, καὶ παρῆλθε μηκέτι φανούμενος, ἐπειδὴ οὐδὲ ἦν ὅλως πρὶν λαλη θῆναι. Διὸ οὔτε ζῇ, οὔτε ἐνεργεῖ, οὔτε ὅλως ἄνθρωπος ἐστιν ὁ τῶν ἀνθρώπων λόγος. Πάσχει δὲ τοῦτο, καθὰ προεῖπον, ἐπειδὴ καὶ ὁ γεννῶν τοῦτον ἄνθρωπος ἐκ τοῦ μὴ ὄντος ἔχει τὴν φύσιν. Ὁ δὲ τοῦ Θεοῦ Λόγος, οὐχ ὡς ἄν τις εἴποι, προφορικός ἐστιν, οὐδὲ ψόφος ῥημάτων, οὐδὲ τὸ προστάξαι Θεὸν τοῦτό ἐστιν Υἱός, ἀλλ' ὡς φῶς, καὶ ἀπαύγασμα οὕτως ἐστὶ γέν νημα τέλειον ἐκ τελείου. Διὸ καὶ εἰκὼν τοῦ Θεοῦ ἐστι, καὶ Θεός. Καὶ θεὸς γὰρ ἦν, φησιν, ὁ Λόγος· καὶ οἱ μὲν λόγοι τῶν ἀνθρώπων οὐδέν εἰσιν εἰς ἐνέργειαν. Διὸ καὶ οὐ διὰ λόγων, ἀλλὰ διὰ χειρῶν ἄνθρωπος ἐργάζεται, ὅτι αὗται μὲν ὑπάρχουσιν, ὁ δὲ λόγος αὐ τοῦ οὐχ ὑφίσταται. Ὁ δὲ τοῦ Θεοῦ Λόγος, ὡς εἶπεν ὁ Ἀπόστολος, ζῶν ἐστι, καὶ ἐνεργής, καὶ τομώτερος ὑπὲρ πάσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ σώματος. Ἔπρεπε γάρ, ἑνὸς ὄντος τοῦ Θεοῦ, μίαν εἶναι καὶ τὴν εἰκόνα, καὶ ἕνα τὸν τούτου Λόγον, καὶ μίαν τὴν τούτου σο φίαν. Διὸ καὶ θαυμάζω πως, ἑνὸς ὄντος τοῦ Θεοῦ, οὗτοι κατὰ τὰς ἰδίας ἐπινοίας πολλὰς εἰκόνας, καὶ σοφίας, καὶ λόγους ἐπενόησαν. Καὶ ἄλλον μὲν εἶναι τὸν ἴδιον καὶ φύσει Λόγον τοῦ Πατρὸς λέγουσιν, ἐν ᾧ καὶ τὸν Υἱὸν πεποίηκε· τὸν δὲ ἀληθῶς Υἱὸν κατ' ἐπίνοιαν λέγεσθαι Λόγον, ὡς ἄμπελον, καὶ ὁδὸν, καὶ θύραν, καὶ ξύλον ζωῆς. Σοφίαν τε ὀνόματι λέγεσθαι αὐτόν φασιν, ἄλλην μέντοι εἶναι τὴν ἰδίαν καὶ ἀλη
col. 387–388page 185 of 677
PG 130:387θινὴν σοφίαν τοῦ Πατρός, τὴν ἀγεννήτως συνυπάρχουσαν αὐτῷ, ἐν ᾗ καὶ τὸν Υἱὸν ποιήσας ὠνόμασε κατὰ μετουσίαν ἐκείνης σοφίαν αὐτόν. Τοῦτο δὲ καὶ μόνον φθεγξάμενοι, πῶς οὐκ ἄξιοι παντὸς μίσους εἰσίν; Εἰ γὰρ, ὡς αὐτοὶ νομίζουσιν, οὐ διὰ τὴν ἐκ Πατρὸς γέννησιν καὶ τὸ ἀΐδιον τῆς οὐσίας Υἱός ἐστιν, ἀλλὰ διὰ τὰ λογικὰ Λόγος, καὶ διὰ τὰ σοφίζομενα σοφία, καὶ διὰ τὰ δυναμούμενα δύναμις λέγεται, πάντως που καὶ διὰ τοὺς παρ' αὐτοῦ υἱοποιουμένους Υἱὸς ἐκλήθη, καὶ τάχα διὰ τὰ ὄντα ἔχει καὶ τὸ εἶναι. Τί οὖν ἄρα λοιπόν ἐστιν αὐτός; Οὐδὲν γὰρ ἂν εἴη τούτων αὐτὸς, εἰ ὀνόματα μόνον ἐστὶν αὐτοῦ ταῦτα, καὶ μόνον τοῦ εἶναι φαντασίαν ἔχει δι' ἡμᾶς, καὶ τοῖς ὀνόμασι τούτοις καλλωπιζόμενος. Ἀλλὰ τοῦτο διαβολικὴ μᾶλλον ἐστιν ἀπόνοια, τάχα δὲ καὶ πλεῖον, ὅτι αὐτοὺς μὲν ἀληθῶς ὑφεστάναι θέλουσι, τὸν δὲ τοῦ Θεοῦ Λόγον ὀνόματι μόνον νομίζουσιν εἶναι. Πῶς δὲ οὐ τερατολογία αὐτῶν καὶ ταῦτα, λέγειν μὲν σοφίαν συνυπάρχουσαν τῷ Πατρί, μὴ λέγειν δὲ ταύτην τὸν Χριστόν, ἀλλὰ πολλὰς δυνάμεις κτιστάς, καὶ σοφίαν εἶναι, τούτων δὲ μίαν εἶναι τὸν Κύριον, τὸν καὶ τῇ κάμπῃ καὶ τῇ ἀκρίδι παραβαλλόμενον παρ' αὐτῶν; Πῶς δὲ οὐ πανοῦργοι, ὅτι παρ' ἡμῶν μὲν ἀκούοντες συνυπάρχειν τὸν Λόγον τῷ Πατρί, γογγύζουσιν εὐθὺς φάσκοντες, Οὐκοῦν δύο ἀγέννητα λέγετε; Αὐτοὶ δὲ λέγοντες ἀγέννητον τὴν αὐτοῦ σοφίαν, οὐχ ὁρῶσι κατ' αὐτῶν φθάνουσαν ἣν αἰτιῶνται ματαίαν μέμψιν. Καὶ γὰρ κἀκείνη πάλιν αὐτῶν ἡ διάνοια πῶς οὐ πάνυ μωρά, λέγειν τὴν ἀγέννητην συνυπάρχουσαν τῷ Θεῷ σοφίαν αὐτὸν εἶναι τὸν Θεόν; τὸ γὰρ συνυπάρχον οὐχ ἑαυτῷ, τινὶ δὲ συνυπάρχει, ὡς περὶ τοῦ Κυρίου λέγουσιν οἱ εὐαγγελισταί, ὅτι συνῆν τοῖς μαθηταῖς. Οὐ γὰρ ἑαυτῷ, ἀλλὰ τοῖς μαθηταῖς συνήν. Εἰ μὴ ἄρα σύνθετον εἴποιεν τὸν Θεὸν ἔχοντα συμπεπλεγμένην, ἢ συμπληρωτικὴν τῆς οὐσίας αὐτοῦ τὴν σοφίαν ἀγέννητον οὖσαν καὶ αὐτήν, ἥντινα καὶ δημιουργὸν εἰσάγουσι τοῦ κόσμου, ἵνα καὶ τοῦ δημιουργεῖν τὸν Υἱὸν ἀφέλωνται. Καὶ τῷ μὲν ὀνόματι τοῦ Λόγου, καὶ τῆς σοφίας καταχρῶνται, ἕτερα δὲ ἑαυτοῖς ἀναπλάττοντες ἀρνοῦνται τὸν ἀληθινὸν τοῦ Θεοῦ Λόγον, καὶ τὴν ὄντως καὶ μόνην σοφίαν τοῦ Θεοῦ, καὶ Μανιχαίους λοιπὸν ζηλοῦσιν οἱ ἄθλιοι. Ἐκ τοῦ αὐτοῦ λόγου. Ὥσπερ Ἰωάννου ἀκούοντες, Ὁ Λόγος σὰρξ ἐγένετο, οὐκ αὐτὸν ὅλον σάρκα νοοῦμεν τὸν Λόγον, ἀλλὰ σάρκα ἐνδυσάμενον, καὶ γενόμενον ἄνθρωπον, ἀκούοντές τε, Χριστὸς γέγονεν ὑπὲρ ἡμῶν κατάρα, καὶ τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, οὐκ αὐτὸ τοῦτο ὅλον κατάραν καὶ ἁμαρτίαν νοοῦμεν αὐτὸν γεγενῆσθαι, ἀλλ' ὅτι τὴν μὲν καθ' ἡμῶν κατάραν ἀνεδέξατο, ὡς εἶπεν ὁ Ἀπόστολος, ἐξαγοράσας ἡμᾶς ἐκ τῆς κατάρας, τὰς δὲ ἁμαρτίας ἡμῶν, ὡς μὲν Ἡσαΐας εἶπεν, ἐβάστασεν· ὡς δὲ ὁ Πέτρος εἶπεν, ἀνήνεγκεν αὐτὰς τῷ σώματι ἐπὶ τοῦ ξύλου· οὕτως ἐὰν ἀκούσωμεν ἐν ταῖς
col. 389–390page 186 of 677
PG 130:389Παροιμίαις τὸ ἔκτισεν, οὐ δεῖ κτίσμα ὅλον τῇ φύσει νοεῖν τὸν Λόγον, ἀλλ' ὅτι τὸ κτιστὸν ἐνεδύσατο σῶμα, καὶ ὑπὲρ ἡμῶν ἔκτισεν αὐτὸν ὁ Θεὸς εἰς ἡμᾶς, τὸ κτιστὸν αὐτῷ καταρτίσας, ὡς γέγραπται, σῶμα, ἵν' ἐν αὐτῷ ἀνακαινισθῆναι καὶ υἱοποιηθῆναι δυνηθώμεν. Τί τοίνυν ὑμᾶς ἠπάτησεν, ὦ ἀνόητοι, εἰπεῖν τὸν Κτίστην κτίσμα; ἢ πόθεν ἡγοράσατε ἑαυτοῖς τὸ καινὸν φρόνημα τοῦτο, καὶ ἐν αὐτῷ πομπεύετε; Αἱ γὰρ Παροιμίαι λέγουσι τὸ ἔκτισε, ἀλλ' οὐ λέγουσι κτίσμα τὸν Υἱὸν, ἀλλὰ γέννημα. Τὸ δὲ ἔκτισε λέγουσαι οὐκ ἐπὶ τῆς οὐσίας αὐτοῦ λέγουσιν, ἀλλὰ πολλῶν ὁδῶν ἀρχὴν αὐτὸν γενέσθαι σημαίνουσιν. Ἐκ τοῦ αὐτοῦ λόγου. Οὐ κτίσμα ἐστίν, ἀλλὰ κτίστης μέν ἐστιν ὁ τοῦ Θεοῦ Λόγος. Τότε δὲ λέγει παροιμιωδῶς, Ἔκτισέ με, ὅτε τὴν κτιστὴν ἐνεδύσατο σάρκα. Καὶ τοῦτο πάλιν δυνατόν ἐστι καὶ ἐξ αὐτοῦ τοῦ ῥητοῦ διανοεῖσθαι. Υἱὸς γὰρ ὢν, καὶ Πατέρα τὸν Θεὸν ἔχων, αὐτοῦ γὰρ ἴδιόν ἐστι γέννημα, ὅμως Κύριον ὀνομάζει τὸν Πατέρα, οὐχ ὅτι δοῦλος ἦν, ἀλλ' ὅτι τὴν τοῦ δούλουμορφὴν ἀνέλαβεν. Ἔπρεπε γὰρ αὐτὸν, ὥσπερ ὄντα Λόγον ἐκ τοῦ Πατρός, Πατέρα τὸν Θεὸν καλεῖν. Τοῦτο γὰρ καὶ ἴδιον Υἱοῦ πρὸς Πατέρα, οὕτως ἐλθόντα τελειῶσαι τὸ ἔργον, καὶ δούλου μορφὴν λαβόντα, Κύριον ὀνομάζειν τὸν Πατέρα. Καὶ ταύτην τὴν διαφορὰν αὐτὸς ἐδίδαξε μετὰ καλῆς τῆς διαστολῆς λέγων ἐν τοῖς Εὐαγγελίοις, Ἐξομολογοῦμαί σοι, Πάτερ· εἶτα, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς. Ἀλλ' ὥσπερ ἡμεῖς, Πατέρα καλοῦντες τὸν Κύριον, οὐκ ἀρνούμεθα τὴν κατὰ φύσιν δουλείαν· αὐτοῦ γάρ ἐσμεν ἔργα, καὶ αὐτὸς ἐποίησεν ἡμᾶς, καὶ οὐχ ἡμεῖς· οὕτως ὅταν ὁ Υἱὸς τὴν τοῦ δούλουμορφὴν λαμβάνων λέγῃ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, μὴ ἀρνείσθωσαν τὴν ἀϊδιότητα τῆς τούτου θεότητος, καὶ ὅτι ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ πάντα δι' αὐτοῦ γέγονε, καὶ ἐν αὐτῷ τὰ πάντα ἔκτισται. Τὸ δὲ ἐν ταῖς Παροιμίαις ῥητὸν, καθὼς προεῖπον, οὐ τὴν οὐσίαν, ἀλλὰ τὸ ἀνθρώπινον τοῦ Λόγου σημαίνει. Εἰ γὰρ εἰς ἔργα, φησίν, ἔκτισται, φαίνεται μὴ τὴν οὐσίαν ἑαυτοῦ σημᾶναι θέλων, ἀλλὰ τὴν εἰς ἔργα αὐτοῦ οἰκονομίαν γενομένην, ὅπερ δεύτερόν ἐστι τοῦ εἶναι. Τὰ γὰρ κτιζόμενα, καὶ γινόμενα προηγουμένως ἕνεκεν τοῦ εἶναι καὶ τοῦ ὑπάρχειν πεποίηται, καὶ δεύτερον ἔχουσι τὸ ποιεῖν περὶ ὧν αὐτοῖς ὁ Λόγος προστάττει, ὡς ἐπὶ πάντων ἐστὶ τὸ τοιοῦτον ἰδεῖν. Ἀδὰμ γὰρ ἐκτίσθη, οὐχ ἵνα ἐργάζηται, ἀλλ' ἵνα πρῶτον ὑπάρχῃ ἄνθρωπος. Μετὰ ταῦτα γὰρ ἔλαβεν ἐντολὴν κιβωτὸν κατασκευάσαι. Καὶ ἐφ' ἑκάστου ζητῶν ταῦτα εὕροι τις ἄν. Καὶ γὰρ καὶ Μωϋσῆς ὁ μέγας πρῶτον ἄνθρωπος γεγένηται, καὶ δεύτερον τὴν ἡγεμονίαν τοῦ λαοῦ πεπίστευται. Οὐκοῦν καὶ ἐνταῦθα τοῦτο νοεῖν ἔξεστι. Τοῦτο δὲ πάλιν καὶ τὸ Πνεῦμα προσημαῖνον ἐν Ψαλμοῖς ἔλεγε· Καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου, ὅπερ καὶ περὶ ἑαυτοῦ σημαίνων ὁ Κύριός φησιν· Ἐγὼ δὲ κατεστάθην βασιλεύς
col. 391–392page 187 of 677
PG 130:391ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ. Ὥσπερ δὲ ὅτε ἐπέλαμψε σωματικῶς τῇ Σιών, οὐκ ἀρχὴν εἶχεν, ἀλλὰ ὢν Λόγος τοῦ Θεοῦ καὶ ἀΐδιος βασιλεύς, κατηξίωσεν ἀνθρωπίνως ἐπιλάμψαι τὴν βασιλείαν αὐτοῦ, καὶ τῇ Σιών, ἵνα ἀπὸ τῆς βασιλευούσης ἐν αὐτοῖς ἁμαρτίας λυτρωσάμενος αὐτούς τε καὶ ἡμᾶς ποιήσῃ ὑπὸ τὴν πατρικὴν βασιλείαν αὐτοῦ, οὕτω καθιστάμενος εἰς τὰ ἔργα, οὐκ εἰς τὰ μηδέ πω ὄντα, ἀλλ᾽ εἰς τὰ ἤδη ὄντα, καὶ δεόμενα διορθώσεως καθίσταται. Ἔπρεπε γὰρ ἄλλον αὐτὸν ὄντα τῶν ἔργων, καὶ μᾶλλον δημιουργὸν ὄντα αὐτῶν, καὶ τὴν τούτων ἀνανέωσιν εἰς ἑαυτὸν δέξασθαι, ἵνα αὐτοῦ ζωζομένου εἰς ἡμᾶς τὰ πάντα εἰς ἑαυτὸν ἀνακτίσῃ. Καὶ γὰρ λέγων ἔκτισεν, εὐθὺς καὶ τὴν αἰτίαν ἐπήγαγε λέγων, τὰ ἔργα, ἵνα τὸ εἰς ἔργα κτίζεσθαι, τὸ γίνεσθαι ἄνθρωπον δηλώσῃ, εἰς ἀνανέωσιν τούτων. Καὶ τοῦτο ἔθος ἐστὶ τῇ θείᾳ Γραφῇ. Ὅταν μὲν γὰρ σημαίνῃ τὴν κατὰ σάρκα γέννησιν τοῦ Λόγου, τίθησι καὶ τὴν αἰτίαν, δι' ἣν γέγονεν ἄνθρωπος· ὅταν δὲ περὶ τῆς θεότητος αὐτοῦ αὐτὸς λέγῃ, καὶ οἱ τούτου θεράποντες ἀπαγγέλλωσι, πάντα ἁπλῇ λέξει, ἀπολελυμένῃ τῇ διανοίᾳ, καὶ οὐδὲ μετὰ συμπεπραγμένης αἰτίας λέγεται. Τοῦ γὰρ Πατρός ἐστιν ἀπαύγασμα. Ὥσπερ γὰρ ὁ Πατὴρ οὐ διά τινα αἰτίαν ἐστίν, οὕτως οὐδὲ τοῦ ἀπαυγάσματος τούτου χρὴ ζητεῖν αἰτίαν. Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος, γέγραπται, καὶ οὐκ ἔχει τὸ διατί. Ὅτε δὲ ὁ Λόγος σὰρξ ἐγένετο, τότε καὶ τὴν αἰτίαν τίθησι, δι' ἣν γέγονε, λέγων, Καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Πάλιν δὲ ὁ Ἀπόστολος λέγων, Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐκ ἔθηκε τὴν αἰτίαν, εἰ μὴ ὅτε τὴν μορφὴν ἔλαβε τοῦ δούλου. Τότε γὰρ ἐπιφέρει λέγων, Ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὰ ταῦτα γὰρ καὶ σὰρξ ἐγένετο, καὶ μορφὴν ἔλαβε δούλου. Αὐτός τε ὁ Κύριος πολλὰ μὲν ἐν Παροιμίαις λελάληκε, περὶ δὲ ἑαυτοῦ σημαίνων ἀπολελυμένως εἴρηκεν, Ἐγὼ ἐν τῷ Πατρί, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ, Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα· καί, Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· καί, Ἐγώ εἰμι ἡ ἀλήθεια, οὐ τιθεὶς ἐφ᾽ ἑκάστου τὴν αἰτίαν, οὐδὲ τὸ διατί, ἵνα μὴ δεύτερος ἐκείνων φαίνηται, ὧν χάριν καὶ γέγονεν. Ἀνάγκη γὰρ προηγεῖσθαι τὴν αἰτίαν τούτου, ἧς ἄνευ οὐκ ἂν οὐδὲ αὐτὸς ἐγεγόνει. Παῦλος γοῦν ἀφωρισμένος εἰς εὐαγγέλιον, ὃ προσεπηγγείλατο ὁ Κύριος διὰ τῶν προφητῶν, εἶχε πρὸ ἑαυτοῦ τὸ εὐαγγέλιον, οὗ καὶ γέγονε διάκονος. Καὶ Ἰωάννης μὲν προχειρισθεὶς εἰς τὸ προοδεῦσαι τοῦ Κυρίου, πρὸ ἑαυτοῦ εἶχε τὸν Κύριον. Ὁ δὲ Κύριος οὐκ ἔχων πρὸ ἑαυτοῦ αἰτίαν τοῦ εἶναι Λόγος, ἢ μόνον, ὅτι τοῦ Πατρός ἐστι γέννημα, καὶ σοφία μονογενής, ὅταν ἄνθρωπος γένηται, τότε καὶ τὴν αἰτίαν τίθησι, δι᾿ ἣν μέλλει σάρκα φορεῖν. Προηγεῖται γάρ τοῦ γενέσθαι αὐτὸν ἄνθρωπον ἡ τῶν ἀνθρώπων χρεία, ἧς ἄνευ οὐκ ἂν ἐνεδύσατο σάρκα. Τίς δὲ ἡ χρεία, δι' ἣν γέγονεν ἄνθρωπος, αὐτὸς μὲν ὁ Κύριος
col. 393–394page 188 of 677
PG 130:393σημαίνων ἔλεγε ταύτην· Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν ὃ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Τοῦτο γὰρ τὸ θέλημα τοῦ Πατρός μου, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱόν, καὶ πιστεύων εἰς αὐτὸν, ἔχῃ ζωὴν αἰώνιον, καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Καὶ πάλιν· Ἐγώ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. Καὶ πάλιν ἐν τῷ κατὰ Ἰωάννην φησίν· Ἐγώ εἰς τοῦτο γεγένημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. Ὁ δὲ Ἰωάννης ἔγραψεν· Εἰς τοῦτο ἐφανερώθη ὁ Υἱὸς τοῦ θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου. Διὰ τὸ μαρτυρήσαι ἄρα, καὶ ὑπὲρ ἡμῶν ἀναδέξασθαι θάνατον, καὶ διὰ τὸ ἀναστῆσαι τοὺς ἀνθρώπους, καὶ λύσαι τὰ ἔργα τοῦ διαβόλου ἐλήλυθεν ὁ Σωτήρ. Καὶ αὕτη ἐστὶν ἡ αἰτία τῆς ἐνσάρκου παρουσίας αὐτοῦ. Ἄλλως γὰρ ἀνάστασις οὐκ ἂν ἐγένετο, εἰ μὴ θάνατος ἐγεγόνει. Θάνατος δὲ πῶς ἐγεγόνει, εἰ μὴ τὸ ἀποθνήσκον ἐσχήκει σῶμα; Τοῦτο μαθὼν παρ' αὐτοῦ καὶ ὁ Ἀπόστολος ἔλεγεν· Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς, καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον. Εἰ δὲ οὐ δι' ἑαυτὸν, ἀλλὰ δι' ἡμᾶς κτίζεται, οὐκ ἔστιν ἄρα αὐτὸς κτίσμα, ἀλλὰ τὴν ἡμῶν ἐνδυσάμενος σάρκα ταῦτα λέγει. Ὥσπερ γὰρ τὰς ἀσθενείας ἡμῶν δεχόμενος λέγεται αὐτὸς ἀσθενεῖν, καίτοι μὴ ἀσθενῶν αὐτὸς, δύναμις γάρ ἐστι τοῦ Θεοῦ, ἁμαρτία τε ὑπὲρ ἡμῶν γέγονε, καὶ κατάρα, καίτοι μὴ ἁμαρτήσας αὐτὸς, ἀλλ' ὅτι τὰς ἁμαρτίας ἡμῶν, καὶ τὴν κατάραν ἐβάστασεν αὐτός· οὕτως ἡμᾶς ἐν ἑαυτῷ κτίζων λέγει· Κύριος ἔκτισέ με, καίτοι κτίσμα μὴ ὢν αὐτός. Ἐκ τοῦ αὐτοῦ Λόγου. Εἰ μὲν τῇ φύσει καὶ τῇ οὐσίᾳ κτίσμα ὁ Λόγος, καὶ μὴ διαφορὰ ἦν τοῦ γεννήματος πρὸς τὸ κτίσμα, οὐκ ἂν ἐπήγαγε τὸ Γεννᾷ με, ἀλλ' ἀρκεῖτο τῷ ἔκτισεν, ὡς τῆς λέξεως ταύτης σημαινούσης τὸ ἐγέννησεν· νῦν δὲ εἰρηκώς· Ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, ἐπήγαγεν οὐχ ἁπλῶς τὸ Γεννᾷ με, ἀλλὰ μετὰ συμπλοκῆς τοῦ, δὲ, συνδέσμου, ὡς ἀσφαλιζόμενος ἐν τούτῳ τὴν ἐκ τοῦ ἔκτισε λέξιν λέγων· Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Τὸ γὰρ γεννᾷ με τῷ ἔκτισε συμπεπλεγμένως ἐπιφερόμενον, μίαν ποιεῖ τὴν διάνοιαν καὶ δείκνυσιν, ὅτι τὸ μὲν ἔκτισε διά τι εἴρηκε, τὸ δὲ γεννᾷ με πρὸ τοῦ ἔκτισέν ἐστιν. Ὥσπερ γὰρ εἰς ἔμπαλιν εἰρήκει Κύριος γεννᾷ με, καὶ ἐπέφερε, Πρὸ δὲ πάντων βουνῶν ἔκτισέ με, πάντως προηγεῖτο τοῦ ἐγέννησε τὸ ἔκτισεν, οὕτως εἰρηκὼς πρῶτον ἔκτισεν, εἶτα ἐπαγαγών· Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με, ἐξ ἀνάγκης δείκνυσι προηγεῖσθαι τὸ ἐγέννησε τοῦ ἔκτισε. Καὶ γὰρ καὶ λέγων Πρὸ πάντων γεννᾷ με, ἄλλον εἶναι ἑαυτὸν σημαίνει τῶν πάντων· ἀλλ' ἐπὶ μὲν τοῦ ἔκτισε κεῖται ἀρχὴν ὁδῶν, ἐπὶ δὲ τοῦ γεννᾷ με, οὐ κεῖται ἀρχὴν γεννᾷ με, ἀλλὰ πρὸ πάντων γεννᾷ με. Ὁ δὲ πρὸ
col. 395–396page 189 of 677
PG 130:395πάντων ὤν, οὐκ ἔστιν ἀρχὴ τῶν πάντων, ἀλλὰ ἄλλος ἐστὶ τῶν πάντων. Εἰ δὲ ἄλλος ἐστὶ τῶν πάντων, ἐν οἷς καὶ ἡ ἀρχὴ τῶν πάντων σημαίνεται, δῆλον, ὅτι ἄλλος ἐστὶ τῶν κτισμάτων. Ὥσπερ γὰρ οἱ ἄνθρωποι λαμ βάνοντες τὸ Πνεῦμα τοῦ Θεοῦ γίνονται τέκνα θεοῦ δι' ἑαυτοῦ, οὕτως ὁ Λόγος τοῦ Θεοῦ, ὅτε καὶ αὐτὸς ἐνεδύσατο τῶν ἀνθρώπων τὴν σάρκα, τότε λέγεται καὶ κτίζεσθαι, καὶ πεποιῆσθαι. Ἀλλὰ καὶ ἐν τούτῳ πρωτότοκος λέγεται· καὶ ἔστιν ἡμῶν, ἐπειδὴ πάντων τῶν ἀνθρώπων ἀπολλυμένων κατὰ τὴν παράβασιν τοῦ Ἀδάμ, πρώτη τῶν ἄλλων ἐσώθη, καὶ ἠλευθερώθη ἡ ἐκείνου σάρξ, ὡς αὐτοῦ τοῦ Λόγου σῶμα γενομένου. Καὶ λοιποὶ ἡμεῖς ὡς σύσσωμοι τυγχάνοντες κατ' ἐκεῖνον σωζόμεθα. Ἐν ἐκείνῳ γὰρ ἡμῶν καὶ ὁδηγὸς ὁ Κύριος εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ πρὸς τὸν ἑαυτοῦ Πατέρα γίνεται, λέγων· Ἐγώ εἰμι ἡ ὁδός, καὶ θύρα, καὶ δι' ἐμοῦ δεῖ πάντας εἰσελθεῖν. Εἰς τὸ αὐτὸ ῥητόν. Ἐπειδήπερ ἡ πρώτη ὁδὸς ἡ διὰ τοῦ Ἀδὰμ ἀπώ λετο, καὶ ἀντὶ τοῦ παραδείσου ἐξεκλίναμεν εἰς τὸν θάνατον, ἠκούσαμέν τε, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, διὰ τοῦτο ὁ φιλάνθρωπος τοῦ Θεοῦ λόγος βου λήσει τοῦ Πατρὸς ἐνδιδύσκεται τὴν κτισθεῖσαν σάρκα, ἵνα ἣν ἐνέκρωσεν ὁ τοιοῦτος ἄνθρωπος διὰ τῆς παραβάσεως, ταύτην αὐτὸς ἐν τῷ αἵματι τοῦ ἰδίου σώματος ζωοποιήσῃ, καὶ ἐγκαινίσῃ ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν, ὡς εἴρηκεν ὁ Ἀπόστολος, διὰ τοῦ καταπετάσματος, τουτέστι διὰ τῆς σαρκὸς αὐ τοῦ, ὅπερ καὶ ἐν ἑτέρῳ σημαίνων φησίν, Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά. Εἰ δὲ καινὴ κτίσις γέγο νεν, ἔδει ταύτης τῆς κτίσεως πρῶτόν τινα εἶναι. Ἄνθρωπος μὲν οὖν ψιλὸς καὶ μόνον χοϊκός, οἷος γεγόναμεν ἡμεῖς ἐκ τῆς παραβάσεως, οὐκ ἠδύνατο εἶναι. Καὶ γὰρ ἐν τῇ πρώτῃ κτίσει ἄπιστοι γεγόνασιν οἱ ἄνθρωποι, καὶ δι' αὐτῶν ἀπώλετο ἡ πρώτη ἡ ὁδός. Χρεία δὲ ἦν ἄλλου τοῦ ἀνακαινοῦντος τὴν πρώτην, καὶ τὴν κοινὴν γενομένην διατηροῦντος. Οὐκοῦν οὐχ ἕτερός τις, ἀλλ' ὁ Κύριος ἀρχὴ τῆς καινῆς κτίσεως κτίζεται, καὶ ὁδός. Καὶ εἰκό τως λέγει· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, ἵνα μὴ κατὰ τὴν πρώτην ἐκείνην ὁ ἄν θρωπος πολιτεύηται, ἀλλ' ὡς ἀρχῆς οὔσης και νῆς κτίσεως. Καὶ τὸν Χριστὸν ἔχοντες ἀρχὴν ὁδῶν, τούτῳ λοιπὸν ἀκολουθοῦμεν λέγοντι· Ἐγὼ εἰμι ἡ ὁδός. Τοῦτο γὰρ καὶ ὁ μακάριος Ἀπόστολος διδάσκων ἐν τῇ πρὸς Κολοσσαεῖς ἔλεγεν· Αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας, ὅς ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γέ νηται ἐν πᾶσιν αὐτὸς πρωτεύων· τοῦ γὰρ Σωτῆ ρος οὕτω κατὰ σάρκα κτισθέντος, καὶ ἀρχῆς γε νομένου τῶν ἀνακτιζομένων, καὶ ἔχοντος ἡμῶν τὴν ἀπαρχήν, ἣν προσέλαβεν ἀνθρωπίνην σάρκα, ἀκο λούθως μετ' αὐτὸν, καὶ ὁ μέλλων λαὸς κτίζεται, λέγοντος τοῦ Δαβίδ· Γραφήτω αὕτη εἰς γενεὰν
col. 397–398page 190 of 677
PG 130:397ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύ ριον. Καὶ πάλιν ἐν τῷ κα' ψαλμῷ, Ἀναγγελήσε καὶ τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ἐν ἐποίησεν ὁ Κύριος. Οὐκ ἔτι γὰρ ἀκουσόμεθα· Ἡ δ' ἂν ἡμέρᾳ φάγησθε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθα γεῖσθε· ἀλλ᾽ Ὅπου εἰμὶ ἐγώ, καὶ ὑμεῖς ἔσεσθε. Ὥστε λέγειν ἡμᾶς, Αὐτοῦ γάρ ἐσμεν ποίημα κτισθέντες ὑπ' αὐτοῦ ἐπὶ ἔργοις ἀγαθοῖς. Πάλιν δὲ ἐπειδὴ τὸ ἔργον τοῦ Θεοῦ, τουτέστιν ὁ ἄνθρωπος τέλειος κτι σθεὶς, ἐλλιπής γέγονε διὰ τῆς παραβάσεως, καὶ γέ γονε τῇ ἁμαρτίᾳ νεκρός, ἀπρεπὲς δὲ ἦν μένειν τὸ ἔργον τοῦ Θεοῦ ἀτελὲς, διὸ καὶ ἐδέοντο πάντες οἱ ἅγιοι περὶ τούτου λέγοντες ἐν τῷ ρλζ' ψαλμῷ· Κύριε, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς, διὰ τοῦτο ὁ τέλειος τοῦ Θεοῦ Λόγος τὸ ἀτελὲς περιτίθεται σῶμα, καὶ λέγεται εἰς τὰ ἔργα κτίζεσθαι, ἵνα ἀνθ' ἡμῶν τὴν ὀφειλὴν ἀποδοὺς τὰ λείποντα τῷ ἀν θρώπῳ δι' ἑαυτοῦ τελειώσῃ· ἔλειπε δὲ αὐτῷ ἡ ἀθα νασία, καὶ ἡ εἰς τὸν παράδεισον ὁδός. Καὶ τοῦτό ἐστι τὸ λεγόμενον παρὰ τοῦ Σωτῆρος· Τὸ ἔργον ἐτε λείωσα, ὃ δέδωκάς μοι, ἵνα ποιήσω. Καὶ πάλιν· Τὰ ἔργα, ἃ δέδωκέ μοι ὁ Πατήρ, ἵνα τελειώσω, αὐτὰ, ταῦτα τὰ ἔργα ἃ ἐγὼ ποιῶ, μαρτυρεῖ περί ἐμοῦ. Ὃ δὲ λέγει ἐνταῦθα ἔργα δεδωκέναι τὸν Πα τέρα εἰς τελείωσιν, ταῦτά ἐστιν εἰς ἃ κτίζεται, λέγων ἐν τοῖς Παροιμίαις· Κύριος ἔκτισε με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ. Ἴσον γάρ ἐστιν, εἰ εἶπεν· Ἔδωκέ μοι ὁ Πατὴρ τὰ ἔργα εἰς τὸ τελειῶσαι. Τότε γὰρ ἐᾶ τὸ γεγενῆσθαι διὰ τῆς παραβάσεως ἀτελῆ καὶ χωλὰ τὰ ἔργα, λέγεται σωματικῶς, ὅτι κτίζεται, ἵνα τελειώσας αὐτὰ, καὶ ὁλόκληρα ποιήσας, παρα στήσῃ τῷ Πατρὶ τὴν Ἐκκλησίαν, ὡς εἶπεν ὁ Ἀπό στολος, μὴ ἔχουσαν σπίλον, ἢ ρυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾽ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. Τετελείωται οὖν ἐν αὐτῷ, καὶ ἀποκατεστάθη ὥσπερ ἦν, καὶ κατὰ τὴν ἀρχὴν γεγονὸς τὸ ἀνθρώπινον γένος, καὶ μεῖζον μᾶλλον χάριτι. Ἀναστάντες γὰρ ἐκ νεκρῶν, οὐκ ἔτι φοβούμεθα θάνατον, ἀλλ' ἐν Χριστῷ βασιλεύομεν ἀεὶ ἐν τοῖς οὐρανοῖς. Τοῦτο δὲ γέγονεν, ἐπειδὴ αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ἴδιος καὶ ἐκ τοῦ Πατρὸς ὤν, ἐνεδύσατο σάρκα, καὶ γέγονεν ἄνθρωπος. Εἰ γὰρ κτίσμα ὢν, ἐγεγόνει ἄνθρωπος, ἔμενεν οὐδὲν ἧττον ὁ ἄνθρωπος, ὥσπερ καὶ ἦν, οὐ συναφθεὶς τῷ Θεῷ. Πῶς γὰρ ἂν ποίημα ὢν ποιήματος συνάπτοιτο τῷ κτίσαντι; Ἢ ποία βοήθεια παρὰ τῶν ὁμοίων τοῖς ὁμοίοις γένοιτ' ἂν, δεομένων καὶ αὐτῶν τῆς αὐτῆς βοηθείας; Πῶς δὲ, εἴ περ κτίσμα ἦν ὁ Λόγος, τὴν ἀπόφασιν τοῦ Θεοῦ λῦσαι δυνατὸς ἦν, καὶ ἀφεῖναι τὰς ἁμαρτίας, γεγραμμένου παρὰ τοῖς προφήταις, ὅτι τοῦτο Θεοῦ ἐστι; Τίς γὰρ θεός, ὥσπερ σύ, ἐξαίρων ἁμαρτίας, καὶ ὑπερβαίνων ἀνομίας; Ὁ μὲν γὰρ Θεὸς εἶπε· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· οἱ δὲ ἄνθρωποι γεγόνασι θνητοί. Πῶς πάνυ οἷόν τε ἦν παρὰ τῶν γενητῶν λυθῆναι τὴν ἀπό φασιν; Ἔλυσεν οὖν αὐτὴν ὁ Κύριος, ὡς εἶπεν αὐτός· Ἐὰν μὴ ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, καὶ ἔδειξεν ἀληθῶς ὁ Υἱὸς ἐλευθερώσας, ὅτι οὐκ ἔστι κτίσμα, οὐδὲ τῶν γε νητῶν ἐστι,
col. 399–400page 191 of 677
PG 130:399νητῶν, ἀλλὰ ἴδιος, καὶ εἰκὼν τῆς τοῦ Πατρὸς οὐσίας, τοῦ καὶ κατὰ τὴν ἀρχὴν ἀποφηναμένου καὶ ἀφίεντος μόνου τὰς ἁμαρτίας. Ἐπειδὴ γὰρ εἴρηται ἐν τῷ λόγῳ· Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, ἀκολούθως δι' αὐτοῦ τοῦ Λόγου καὶ ἐν αὐτῷ ἡ ἐλευθερία καὶ ἡ λύσις τῆς κατακρίσεως γεγένηται. Ἀλλ' ἠδύνατο, φασὶ, καὶ κτίσματος ὄντος τοῦ Σωτῆρος, μόνον εἰπεῖν ὁ Θεὸς καὶ λῦσαι τὴν κατάραν. Τὸ αὐτὸ δ' ἂν ἀκούσαιεν καὶ αὐτοὶ παρ' ἑτέρου λέγοντος· Ἠδύνατο καὶ μηδ' ὅλως ἐπιδημήσαντος αὐτοῦ, μόνον εἰπεῖν ὁ Θεὸς καὶ λῦσαι τὴν κατάραν. Ἀλλὰ σκοπεῖν δεῖ τὸ τοῖς ἀνθρώποις λυσιτελοῦν καὶ μὴ ἐν πᾶσι τὸ δυνατὸν τοῦ Θεοῦ λογίζεσθαι· ἐπεὶ ἠδύνατο καὶ πρὸ τῆς Νῶε κιβωτοῦ τοὺς τότε παραβάντας ἀνθρώπους ἀπολέσαι· ἀλλὰ μετὰ τὴν κιβωτὸν πεποίηκεν. Ἠδύνατο καὶ χωρὶς Μωσέως καὶ μόνον εἰπεῖν, καὶ ἐξαγαγεῖν τὸν λαὸν ἐξ Αἰγύπτου· ἀλλὰ συνέφερε διὰ Μωσέως. Ἠδύνατο καὶ χωρὶς τῶν κριτῶν σώζειν τὸν λαὸν ὁ Θεός· ἀλλὰ συνέφερε τοῖς λαοῖς κατὰ καιρὸν ἐγείρεσθαι κριτὴν αὐτοῖς. Ἠδύνατο καὶ ἐξ ἀρχῆς ὁ Σωτὴρ ἐπιδημῆσαι, ἢ ἐλθὼν μὴ παραδοθῆναι Πιλάτῳ· ἀλλὰ καὶ ἐπὶ συντελείᾳ τῶν αἰώνων κατῆλθε, καὶ ζητούμενος εἶπεν· Ἐγώ εἰμι· ὃ γὰρ ποιεῖν τοῦτο καὶ συμφέρει τοῖς ἀνθρώποις, καὶ ἄλλως οὐκ ἔπρεπε γενέσθαι· καὶ ὅπερ δὲ συμφέρει καὶ πρέπει, τούτου καὶ πρόνοιαν ποιεῖται. Ἦλθε γοῦν, οὐχ ἵνα διακονηθῇ, ἀλλ' ἵνα διακονήσῃ, καὶ τὴν ἡμῶν ἐργάσηται σωτηρίαν. Ἀμέλει δυνάμενος ἀπὸ τοῦ οὐρανοῦ λαλῆσαι τὸν νόμον, εἶδεν, ὅτι λυσιτελεῖ τοῖς ἀνθρώποις ἀπὸ τοῦ Σινᾶ λαλῆσαι, καὶ τοῦτο πεποίηται· ἵνα καὶ Μωσῆς ἀναβῆναι δυνηθῇ, κἀκεῖνοι τὸν λόγον ἐγγύθεν ἀκούοντες, μᾶλλον πιστεῦσαι δυνηθῶσι. Πλὴν καὶ τὸ εὔλογον τοῦ γενομένου θεωρεῖν ἔξεστιν ἐντεῦθεν· Εἰ διὰ τὸ δυνατὸν εἰρήκει, καὶ ἐλύθη ἡ κατάρα· τοῦ μὲν κελεύσαντος ἡ δύναμις ἐπεδείκνυτο, ὁ μέντοι ἄνθρωπος τοιοῦτος ἐγίνετο, οἷος ἦν ὁ Ἀδὰμ πρὸ τῆς παραβάσεως, ἔξωθεν λαβὼν τὴν χάριν, καὶ μὴ συνηρμοσμένην ἔχων αὐτὴν τῷ αὐτοῦ σώματι· τοιοῦτος γὰρ ὢν καὶ τότε τέθειτο ἐν τῷ παραδείσῳ· τάχα δὲ καὶ χείρων ἐγίνετο, ὅτι παραβαίνειν μεμάθηκεν. Ἂν τοίνυν τοιοῦτος, εἰ παραπέπειστο ὑπὸ τοῦ ὄφεως, ἐγίνετο πάλιν προστάξαι τὸν Θεὸν καὶ λῦσαι τὴν κατάραν· καὶ οὕτως εἰς ἄπειρον ἐγίνετο ἡ χρεία, καὶ οὐδὲν ἧττον οἱ ἄνθρωποι ἔμενον ὑπεύθυνοι, δουλεύοντες τῇ ἁμαρτίᾳ· ἀεὶ δὲ ἁμαρτάνοντες, ἀεὶ ἐδέοντο τοῦ συγχωρούντος, καὶ οὐδέποτε ἠλευθεροῦντο, σάρκες ὄντες καθ' ἑαυτοὺς, καὶ ἀεὶ ἡττώμενοι τῷ νόμῳ διὰ τὴν ἀσθένειαν τῆς σαρκός. Πάλιν τε εἰ κτίσμα ἦν ὁ Υἱός, ἔμενεν ὁ ἄνθρωπος οὐδὲν ἧττον θνητός, μὴ συναπτόμενος τῷ Θεῷ· οὐ γὰρ κτίσμα συνῆπτε τὰ κτίσματα τῷ Θεῷ, ζητοῦν καὶ αὐτὸ τὸν συνάπτοντα· οὐδὲ τὸ μέρος τῆς κτίσεως σωτηρία τῆς κτίσεως ἂν εἴη, δεόμενον καὶ αὐτὸ σωτηρίας. Ἵνα οὖν μηδὲ τοῦτο γένηται
col. 401–402page 192 of 677
PG 130:401πέμπει τὸν ἑαυτοῦ Υἱὸν, καὶ γίνεται υἱὸς ἀνθρώπου, τὴν κτιστὴν σάρκα λαβών· ἵν', ἐπειδὴ πάντες ὡς εἰσὶν ὑπεύθυνοι τῷ θανάτῳ, ἄλλος ὢν τῶν πάντων, αὐτὸς ὑπὲρ πάντων τὸ ἴδιον σῶμα τῷ θανάτῳ προσενέγκῃ, καὶ λοιπὸν, ὡς πάντων δι' αὐτοῦ ἀποθανόντων, ὁ μὲν λόγος τῆς ἀποφάσεως πληρωθῇ (πάντες γὰρ ἀπέθανον ἐν Χριστῷ)· πάντες δὲ δι' αὐτοῦ γένωνται λοιπὸν ἐλεύθεροι μὲν ἀπὸ τῆς ἁμαρτίας καὶ τῆς δι' αὐτὴν κατάρας, ἀληθῶς δὲ διαμείνωσιν εἶτα ἀναστάντες ἐκ νεκρῶν, καὶ ἀθανασίαν καὶ ἀφθαρσίαν ἐνδυσάμενοι. Τοῦ γὰρ Λόγου ἐνδυσαμένου τὴν σάρκα, καθώς πολλάκις δέδεικται, πᾶν μὲν δήγμα τοῦ ὄφεως δι' ὅλου κατεσβέννυτο ἀπ' αὐτῆς· εἴ τι ἐκ τῶν σαρκικῶν κινημάτων ἀνεφύετο κακόν, ἐξεκόπτετο, καὶ συνανῃρεῖτο τούτοις ὁ τῆς ἁμαρτίας ἀκόλουθος θάνατος, ὡς αὐτὸς ὁ Κύριός φησιν· Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ οὐδὲν εὑρίσκει ἐν ἐμοί· καὶ, Εἰς τοῦτο γὰρ ἐφανερώθη, ὡς ἔγραψεν ὁ Ἰωάννης, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου. Τούτων δὲ λυθέντων ἀπὸ τῆς σαρκός, πάντες τῷ κατὰ τὴν συγγένειαν τῆς σαρκὸς ἠλευθερώθημεν, καὶ λοιπὸν συνήφθημεν καὶ ἡμεῖς τῷ λόγῳ. Συναφθέντες δὲ τῷ Θεῷ, οὐκέτι μὲν ἐπὶ γῆς ἀπομένομεν, ἀλλ' ὡς αὐτὸς εἶπεν, ὅπου αὐτὸς, καὶ ἡμεῖς ἐσόμεθα. Ἔτι εἰς τὸ αὐτό. Εἰ τοίνυν τῇ σοφίᾳ ἡ γῆ τεθεμελίωται, πῶς ὁ θεμελιῶν θεμελιοῦται; Ἀλλὰ παροιμιωδῶς ἐστιν εἰρημένον καὶ τοῦτο· καὶ δεῖ καὶ τούτου τὸν νοῦν ζητεῖν, ἵνα γινώσκωμεν, ὅτι τῇ μὲν σοφίᾳ ὁ Πατὴρ δημιουργεῖ, καὶ θεμελιοῖ τὴν γῆν εἰς τὸ εἶναι ἑδραίαν καὶ διαμένειν αὐτήν· αὐτὴ δὲ ἡ σοφία ἐθεμελιοῦτο εἰς ἡμᾶς, ἵνα ἀρχὴ καὶ θεμέλιος τῆς καινῆς ἡμῶν κτίσεως καὶ ἀνακαινίσεως γένηται. Οὐκ εἴρηκε γοῦν οὐδὲ ἐν τούτοις, Πρὸ τοῦ αἰῶνος Λόγον ἢ Υἱόν με πεποίηκεν, ἵνα μὴ ὡς ἀρχὴν ἔχῃ τοῦ ποιεῖσθαι· τοῦτο γὰρ πρὸ πάντων δεῖ ζητεῖν, εἰ Υἱός ἐστι, καὶ περὶ τούτου τὰς Γραφὰς προηγουμένως ἐρευνᾶν. Τοῦτο γὰρ καὶ τῶν ἀποστόλων ἐρωτηθέντων ὁ Πέτρος ἀπεκρίνατο λέγων· Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· τοῦτο γὰρ καὶ ὁ πατὴρ τῆς Ἀρειανῆς αἱρέσεως ἐν πρώτοις ἠρώτησεν, Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ. ᾜδει γάρ, ὅτι τοῦτό ἐστιν ἡ ἀλήθεια, καὶ τὸ κύριον τῆς πίστεως ἡμῶν· καὶ ὅτι, ἐὰν μὲν αὐτὸς ὁ Υἱὸς, τέλος ἕξει ἡ διαβολικὴ τυραννίς· ἐὰν δὲ κτίσμα ᾖ, εἴδει ὅτι καὶ αὐτὸς τῶν ἐκ τοῦ Ἀδὰμ τοῦ ἀπατηθέντος παρ' αὐτοῦ, καὶ οὐδεμία φροντὶς ἦν αὐτῷ. Διὰ τοῦτο καὶ οἱ τότε Ἰουδαῖοι ἠγανάκτουν, ὅτι ὁ Κύριος τὸν Θεὸν ἑαυτοῦ Πατέρα ἴδιον ἔλεγεν εἶναι τὸν Θεόν. Εἰ γὰρ ἦν ἑαυτὸν ἕνα τῶν κτισμάτων εἰρηκώς, ἢ ὅτι Ποίημά εἰμι, οὐκ ἐξενίζοντο ἀκούοντες, οὐδὲ βλασφημίαν ἐνόμιζον τὰ τοιαῦτα ῥήματα, εἰδότες καὶ ἀγγέλων ἐπιδημίαν γενομένην πρὸς τοὺς πατέρας· ἀλλ' ἐπειδὴ Υἱὸν ἑαυτὸν ἔλεγεν, ἐθεώρουν μὴ κτίσματος εἶναι τὸ τοιοῦτον γνώρισμα, ἀλλὰ θεότητος καὶ φύσεως πατρικῆς.
col. 403–404page 193 of 677
PG 130:403Ἔδει τοίνυν τοὺς Ἀρειανούς, κἂν τὸν πατέρα ἑαυτῶν τὸν διάβολον μιμουμένους, περιεργάζεσθαι καὶ εἰ μὲν εἴρηκε, Λόγον ἢ Υἱόν με ἐθεμελίωσε, φρονεῖν, ὡς φρονοῦσιν· εἰ δὲ μὴ οὕτως εἴρηκε, μὴ ἐπινοεῖν ἑαυτοῖς τὰ μὴ ὄντα. Οὐ γὰρ εἴρηκε, Πρὸ τοῦ αἰῶνος Λόγον ἢ Υἱόν με ἐθεμελίωσεν· ἀλλ' ἁπλῶς, ἐθεμελίωσέ με, ἵνα δείξῃ πάλιν, καθάπερ εἶπον, ὅτι οὐ δι' ἑαυτὸν, διὰ δὲ τοὺς ἐποικοδομουμένους ἐπ' αὐτὸν παροιμιωδῶς καὶ τοῦτο λέγει. Τοῦτο γὰρ εἰδὼς καὶ ὁ Ἀπόστολος γράφει· ὁ θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸ κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Ἕκαστος δὲ βλεπέτω, πῶς ἐποικοδομεῖ. Ἀνάγκη δὲ τὸν θεμέλιον τοιοῦτον εἶναι, οἷα καὶ τὰ ἐποικοδομούμενά ἐστιν, ἵνα καὶ συναρμολογεῖσθαι δυνηθῇ. Λόγος μὲν οὖν ὤν, ᾗ Λόγος ἐστὶν, οὐκ ἔχει τοιούτους, οἷός ἐστι καὶ αὐτὸς, τοὺς συναρμολογουμένους αὐτῷ· μονογενής γάρ ἐστιν· ἄνθρωπος δὲ γενόμενος ἔχει τοὺς ὁμοίους, ὧν καὶ τὴν ὁμοίαν ἐνεδύσατο σάρκα. Οὐκοῦν κατὰ τὸ ἀνθρώπινον θεμελιοῦται, ἵνα καὶ ἡμεῖς ἐπ' αὐτὸν ὡς λίθοι τίμιοι ἐποικοδομεῖσθαι δυνηθῶμεν, καὶ γενώμεθα ναὸς τοῦ ἐν ἡμῖν οἰκοῦντος ἁγίου Πνεύματος. Ὥσπερ δὲ θεμέλιος αὐτὸς, ἡμεῖς δὲ λίθοι ἐποικοδομούμενοι ἐπ' αὐτόν· οὕτως αὐτὸς πάλιν ἄμπελός ἐστιν, ἡμεῖς δὲ ὡς κλήματα συνημμένα, οὐ κατὰ τὴν οὐσίαν τῆς θεότητος· ἀδύνατον γὰρ τοῦτό γε· ἀλλὰ πάλιν κατὰ τὸ ἀνθρώπινον· ὅμοια γὰρ εἶναι δεῖ τὰ κλήματα τῇ ἀμπέλῳ· ἐπεὶ καὶ ἡμεῖς ὅμοια κατὰ τὴν σάρκα τυγχάνομεν ὄντες αὐτοῦ. Ὅλως τε ἀνθρώπινα φρονοῦντας τοὺς αἱρετικοὺς, ἀνθρωπίνοις παραδείγμασι διελέγχειν προσήκει διὰ τῶν αὐτῶν λόγων. Οὐκ εἴρηκε γοῦν, ὅτι θεμέλιόν με πεποίηκεν, ἵνα μὴ, ὡς ποιήματος καὶ ἀρχὴν ἔχοντος αὐτοῦ τοῦ γίνεσθαι, κἂν ἐν τούτῳ πρόφασιν εὕρωσιν ἀναίσχυντον πρὸς ἀσέβειαν· ἀλλ' ὅτι Ἐθεμελίωσέ με. Τὸ δὲ θεμελιούμενον θεμελιοῦται μὲν διὰ τοὺς ἐπιβαλλομένους ἐπ' αὐτὸ λίθους· γίνεται δὲ οὐχ ἁπλῶς, ἀλλ' ὅταν ἐξ ὄρους μετενεχθῇ λίθος, καὶ εἰς τὸ βάθος τῆς γῆς κατατεθῇ. Καὶ ἕως μὲν ἐν τῷ ὄρει λίθος ἐστὶν, οὔπω τεθεμελίωται· ἐπειδὰν δὲ ἡ χρεία ἀπαιτῇ, καὶ μετενεχθῇ, καὶ περιβάληται τὸ βάθος τῆς γῆς· τότε λοιπὸν, εἰ λάβοι φωνὴν ὁ λίθος, εἴποι ἄν· Νῦν ἐθεμελίωσέ με, ὁ ἐξ ὄρους ὧδε μεταθείς. Οὐκοῦν οὐχ ὁ Κύριος καὶ ὅτε τεθεμελίωται, ἀρχὴν ἔχει τοῦ εἶναι (ἦν γὰρ καὶ πρὸ τούτου Λόγος)· ἀλλ' ὅτε τὸ ἡμέτερον ἐνεδύσατο σῶμα, ὅπερ ἐκ Μαρίας τμηθὲν ἔλαβε, τότε φησίν, Ἐθεμελίωσέ με· ἴσον τῷ εἰπεῖν· Λόγον ὄντα με περιέβαλε γηίνῳ σώματι. Οὕτω γὰρ δι' ἡμᾶς θεμελιοῦται, τὰ ἡμῶν ἀναδεχόμενος, ἵνα ἡμεῖς, ὡς σύσσωμοι συναρμολογούμενοι καὶ συνδεθέντες ἐν αὐτῷ διὰ τῆς ὁμοιώσεως τῆς σαρκὸς, εἰς ἄνδρα τέλειον καταντήσαντες, ἀθάνατοι καὶ ἄφθαρτοι διαμείνωμεν. Τὸ δὲ, Πρὸ τοῦ αἰῶνος, καὶ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ, Πρὸ τοῦ ὄρη ἐδρασθῆναι, μηδένα
col. 405–406page 194 of 677
PG 130:405πάνυ γὰρ καὶ τοῦτο καλῶς συνήψε ἐθεμελίωσε, καὶ τῷ, ἔκτισε· τοῦτο γὰρ πάλινκατὰ σάρκα οἰκονομίας ἅπτεται. Ἡ γὰρ παρὰ τοῦ Σωτῆρος εἰς ἡμᾶς γενομένη χάρις, ἄρτι μὲν ἐπε δήμη, ὡς εἶπεν ὁ Ἀπόστολος, καὶ γέγονεν ἐπιδημήσαντος αὐτοῦ· προητοίμαστο δὲ αὕτη καὶ πρὶν γενέσθαι ἡμᾶς, μᾶλλον δὲ καὶ πρὸ τῆς καταβολῆς τοῦ κόσμου· καὶ ἡ αἰτία χρηστὴ καὶ θαυμαστή πώς ἐστιν. Οὐκ ἔπρεπε τὸν Θεὸν ὕστερον περὶ ἡμῶν βου λεύεσθαι, ἵνα μὴ ὡς ἀγνοῶν τὰ καθ' ἡμᾶς φαίνηται. κτίζων τοίνυν ἡμᾶς διὰ τοῦ ἰδίου Λόγου ὁ τῶν ὅλων δεσπότης, καὶ εἰδὼς τὰ ἡμῶν ὑπὲρ ἡμᾶς, προγινώσκων δὲ, ὅτι, καλοὶ γενόμενοι, ὕστερον παραβάται τῆς ἐν τολῆς ἐσόμεθα, καὶ ἐκ τοῦ παραδείσου ἐκβληθησόμεθα διὰ τὴν παρακοὴν, φιλάνθρωπος καὶ ἀγαθὸς ὢν, προετοιμάζει ἐν τῷ ἰδίῳ λόγῳ, δι' οὗ καὶ ἔκτισεν ἡμᾶς, τὴν περὶ τῆς σωτηρίας ἡμῶν οἰκονομίαν, ἵνα, ἐὰν ἀπατηθέντες παρὰ τοῦ ὄφεως ἐκπέσωμεν, μὴ τέ λεον ἀπομείνωμεν νεκροί, ἀλλ' ἔχοντες ἐν τῷ λόγῳ τὴν προητοιμασμένην ἡμῖν λύτρωσίν τε καὶ σωτη ρίαν, πάλιν ἀναστάντες, ἀθάνατοι διαμείνωμεν, ὅταν αὐτὸς ὑπὲρ ἡμῶν ἀρχὴ τῶν ὁδῶν κτισθῇ, καὶ ὁ πρω τότοκος τῆς κτίσεως γένηται πρωτότοκος ἀδελφῶν, καὶ αὐτὸς ἀπαρχὴ τῶν νεκρῶν ἀναστῇ. Τοῦτο Παῦ λος ὁ μακάριος ἀπόστολος γράφων διδάσκει· τὸ γὰρ ἐν ταῖς Παροιμίαις, Πρὸ τοῦ αἰῶνος, καὶ, Πρὸ τοῦ τὴν γῆν γενέσθαι, διερμηνεύων, οὕτω φησὶ πρὸς μὲν Τιμόθεον· Συγκακοπάθησον τῷ Εὐαγγελίῳ, κατὰ δύναμιν Θεοῦ τοῦ σώσαντος ἡμᾶς καὶ καλέ σαντος κλήσει ἁγίᾳ· οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατὰ τὴν ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰω νίων, φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ τὴν ζωήν. Πρὸς δὲ τοὺς Ἐφεσίους· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλο γήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ· καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν. Πῶς οὖν ἐξελέξατο, πρὶν γενέσθαι ἡμᾶς, εἰ μὴ, ὡς αὐτὸς εἴρηκεν, ἐν αὐτῷ ἦμεν προτετυπωμένοι; Πῶς δὲ ὅλως, πρὶν ἀνθρώπους κτισθῆναι, ἡμᾶς προώ ρισεν εἰς υἱοθεσίαν, εἰ μὴ αὐτὸς ὁ Υἱὸς πρὸ τοῦ αἰῶνος τεθεμελίωτο, ἀναδεξάμενος τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν; Ἢ πῶς, ὡς ἐπιφέρει λέγων ὁ Ἀπόστολος, ἐκληρώθημεν προορισθέντες, εἰ μὴ αὐτὸς ὁ Κύριος, πρὸ τοῦ αἰῶνος ἦν θεμελιωθεὶς, ὥστε αὐτὸν πρόθεσιν ἔχειν ὑπὲρ ἡμῶν πάντα τὸν καθ' ἡμῶν κλῆρον τοῦ κρίματος ἀναδέξασθαι διὰ τῆς σαρκὸς, καὶ λοι πὸν ἡμᾶς ἐν αὐτῷ ζωοποιηθῆναι; Πῶς δὲ καὶ πρὸ χρόνων αἰωνίων ἐλαμβάνομεν χάριν, μήπω γεγονότες, εἰ μὴ ἐν τῷ Χριστῷ ἦν ἀποκειμένη ἡ εἰς ἡμᾶς φθά
col. 407–408page 195 of 677
PG 130:407τήν πράξιν ἀπολαμβάνῃ, φήσει· Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοι μασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Πῶς οὖν, ἢ ἐν τίνι πρὶν γενέσθαι ἡμᾶς ἡτοιμάσθη εἰ μὴ ἐν τῷ Κυρίῳ τῷ πρὸ αἰῶνος εἰς τοῦτο θεμελιωθέντι, ἵν᾿ ἡμεῖς ὡς ἐπ᾿ αὐτὸν ἐποικοδομούμενοι μεταλάβωμεν ὡς λίθοι εὐάρμοστοι τῆς παρ᾿ αὐτῷ ζωῆς τε καὶ χάριτος; Οὐκοῦν εἰκότως ἐπιβαίνων ὁ Λόγος εἰς τὴν ἡμετέραν σάρκα, καὶ ἐν αὐτῇ κτι ζόμενος, ἀρχὴ ὁδῶν εἰς ἔργα αὐτοῦ θεμελιοῦται οὕτως, ὥσπερ ἦν ἐν αὐτῷ τὸ βούλημα τοῦ Πατρός, καθάπερ εἴρηται, πρὸ τοῦ αἰῶνας, καὶ πρὸ τοῦ τὴν γῆν γενέσθαι, καὶ πρὸ τοῦ ὄρη ἐδρασθῆναι, καὶ πρὸ τοῦ τὰς πηγάς προελθεῖν. Ἵνα κἂν ἡ γῆ, καὶ τὰ ὄρη, καὶ τὰ σχήματα τῶν φαινομένων παρέλθῃ ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος, μὴ κατ᾿ αὐτὰ παλαιωθῶμεν καὶ ἡμεῖς, ἀλλὰ δυνηθῶμεν καὶ μετὰ ταῦτα ζῆν, ἔχοντες τὴν πρὸ τούτων ἑτοιμασθεῖσαν ἡμῖν ἐν αὐτῷ τῷ λόγῳ κατ᾿ ἐκλογὴν ζωήν τε καὶ εὐλογίαν πνευματικήν. Οὕτω γὰρ δυνησόμεθα μὴ πρὸς καιρὸν ἔχειν τὴν ζωήν, ἀλλὰ καὶ μετὰ ταῦτα διαμεῖναι ζῶντες ἐν Χριστῷ, Ἐπειδὴ καὶ πρὸ τούτων ἡ ζωὴ ἡμῶν τεθεμελίωτο, καὶ ἡτοίμαστο ἐν Χριστῷ. Οὐδὲ γὰρ οὐδὲ ἐν ἄλλῳ θεμελιωθῆναι τὴν ζωὴν ἡμῶν ἔπρεπεν εἰ μὴ ἐν τῷ Κυρίῳ τῷ πρὸ αἰώνων ὄντι, δι᾿ οὗ καὶ οἱ αἰῶνες γε γόνασιν, ἵν᾿ ὡς ἐν αὐτῷ αὐτῆς οὔσης, δυνηθῶμεν καὶ ἡμεῖς αἰώνιον κληρονομήσαι ζωήν. Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ἀρειανῶν τρίτου λόγου, εἰς τό· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Ἤρξαντο λοιπὸν διασύρειν τὸ ὑπὸ τοῦ Κυρίου λε γόμενον· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί, λέγοντες, Πῶς δύναται οὗτος ἐν ἐκείνῳ, κἀκεῖνος ἐν τούτῳ χωρεῖν; Ἢ πῶς ὅλως δύναται ὁ Πατὴρ μείζων ὢν ἐν τῷ Υἱῷ ἐλάττονι ὄντι χωρεῖν; Καίτοι τί θαυ μαστὸν, εἰ Υἱὸς ἐν τῷ Πατρί; ὅπου γε καὶ περὶ ἡμῶν γέγραπται· Ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν. Πάσχουσι δὲ τοῦτο ἀκολούθως τῇ κακο νοίᾳ ἑαυτῶν, σῶμα νομίζοντες εἶναι τὸν Θεόν, καὶ μὴ νοοῦντες, μήτε τίς ἐστιν ἀληθινὸς Πατήρ, καὶ ἀληθινὸς Υἱὸς, μήτε τίς ἐστι φῶς ἀόρατον, καὶ ἀΐδιον ἀπαύγασμα αὐτοῦ ἀόρατον, μήτε τί ἐστιν ἀσώματος ὑπόστασις, καὶ χαρακτὴρ ἀσώματος, καὶ εἰκὼν αὐ τῆς. Οὐ γὰρ ὡς ἐκεῖνοι νομίζουσιν ἀντεμβιβαζόμενοι εἰς ἀλλήλους εἰσὶν ἐν τῷ λέγεσθαι· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί, ὥσπερ ἐν ἀγγείοις κενοῖς ἐξ ἀλλήλων πληρουμένοις, ὥστε τὸν μὲν Υἱὸν πληροῦν τὸ κενὸν τοῦ Πατρός, τὸν δὲ Πατέρα πληροῦν τὸ κοῖλον τοῦ Υἱοῦ, καὶ ἑκάτερον αὐτοῖς μὴ εἶναι πλήρη καὶ τέλειον. Σωμάτων γὰρ ἴδιον τοῦτό γε. Διὸ καὶ τὸ μόνον εἰπεῖν τοῦτο ἀνάπλεών ἐστι ἀσεβείας. Πλήρης γὰρ καὶ τέλειός ἐστιν ὁ Πατήρ, καὶ πλήρωμα θεότητός ἐστιν ὁ Υἱός. Οὐδ᾿ αὖ πάλιν ὥσπερ ἐν τοῖς ἁγίοις γινόμενος ὁ Θεὸς ἐνεδυνάμου αὐτούς, οὕτως ἐστὶ καὶ ἐν τῷ Υἱῷ· αὐτὸς γάρ ἐστιν ἡ τοῦ Πατρὸς δύναμις καὶ σοφία. Καὶ τὰ μὲν γενητὰ μετοχῇ τού τοις,
col. 409–410page 196 of 677
PG 130:409τοῦ ἐν Πνεύματι ἁγιάζεται, αὐτὸς δὲ ὁ Υἱὸς ἐν μετουσίᾳ Υἱός ἐστιν, ἀλλὰ γέννημα τοῦ Πατρὸς ἴδιόν ἐστι. Διὰ τοῦτο γὰρ καὶ εἰκότως εἰρηκὼς πρότερον Ἐγὼ καὶ ὁ Πατὴρ ἓν ἐσμεν, ἐπήγαγε τό· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, ἵνα τῷ μὲν τὴν ταυτότητα τῆς θεότητος, τῷ δὲ τὴν ἑνότητα τῆς οὐ σίας δείξῃ. Ἓν γάρ εἰσιν, οὐχ ὡς ἑνὸς εἰς δύο μέρη διαιρεθέντος, καὶ μηδὲν ὄντων πλὴν ἑνὸς, οὐδὲ ὡς τοῦ ἑνὸς δὶς ὀνομαζομένου, οὐδὲ ὥστε τὸν αὐτὸν ἄλλοτε μὲν Πατέρα, ἄλλοτε δὲ Υἱὸν ἑαυτοῦ γίνεσθαι· τοῦτο γὰρ Σαβέλλιος φρονήσας, αἱρετικὸς ἐκρίθη· ἀλλὰ δύο μέν εἰσιν, ὅτι ὁ Πατήρ Πατήρ ἐστι, καὶ οὐχ ὁ αὐτὸς Υἱός ἐστι, καὶ ὁ Υἱὸς Υἱός ἐστι, καὶ οὐχ ὁ αὐτὸς Πατήρ ἐστι. Μία δὲ ἡ φύσις, ὅτι οὐκ ἀνόμοιον τὸ γέννημα τοῦ γεννήσαντος. Εἰκὼν γάρ ἐστιν αὐτοῦ, καὶ πάντα τοῦ Πατρὸς τοῦ Υἱοῦ ἐστι. Διὸ οὐδὲ ἄλλος θεὸς ὁ Υἱός, οὐ γὰρ ἔξωθεν ἐπενοήθη, ἐπεὶ πάντως καὶ πολλοὶ, ξένης παρὰ τοῦ Πατρὸς ἐπινοουμένης θεότητος. Εἰ γὰρ καὶ ἕτερόν ἐστιν ὡς γέννημα ὁ Υἱός, ἀλλὰ ταὐτόν ἐστιν ὡς θεὸς καὶ ἓν εἰσιν αὐτὸς καὶ ὁ Πατήρ τῇ ἰδιότητι καὶ οἰκειότητι τῆς φύσεως, καὶ τῇ ταυτότητι τῆς μιᾶς θεότητος, ὥσπερ εἴρηται. Καὶ γὰρ καὶ τὸ ἀπαύγασμα φῶς ἐστιν, οὐ δεύτερον τοῦ ἡλίου, οὐδὲ ἕτερον φῶς, οὐδὲ κατὰ μετουσίαν αὐτοῦ, ἀλλ᾽ ἴδιον αὐτοῦ γέννημα. Τὸ δὲ τοιοῦτον γέννημα ἐξ ἀνάγκης ἐστὶ φῶς, καὶ οὐκ ἄν τις εἴποι δύο φώτα εἶναι ταῦτα, ἀλλὰ δύο μὲν, ἥλιον καὶ ἀπαύ γασμα, ἓν δὲ τὸ ἐξ ἡλίου φῶς, ἐν τῷ ἀπαυγάσματι φωτίζοντα πανταχοῦ. Οὕτω καὶ ἡ τοῦ Υἱοῦ θεότης τοῦ Πατρός ἐστιν. Ὅθεν καὶ ἀδιαίρετός ἐστι, καὶ οὕτως εἷς θεός, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ. Οὕτω γοῦν ἓν αὐτῶν ὄντων, καὶ μιᾶς οὔσης τῆς θεότητος, τὰ αὐτὰ λέγεται περὶ τοῦ Υἱοῦ, ὅσα λέγεται καὶ περὶ τοῦ Πατρός, χωρὶς τοῦ λέγεσθαι Πατήρ. Πάντα γὰρ, φησὶν αὐτὸς ὁ Υἱός, ὅσα ἔχει ὁ Πατὴρ ἐμὰ ἐστιν. Ὁ δὲ ἀκούων τὰ τοῦ Πατρὸς λεγόμενα ἐφ᾽ Υἱοῦ ὄψε ται καὶ οὗτος τὸν Πατέρα ἐν τῷ Υἱῷ. Θεωρήσει δὲ καὶ τὸν Υἱὸν ἐν τῷ Πατρὶ ὅταν τὰ λεγόμενα ἐφ᾽ Υἱοῦ ταῦτα λέγηται καὶ ἐπὶ Πατρός. Ἐν γὰρ τῷ Υἱῷ ἡ πατρικὴ θεωρεῖται θεότης. Τοῦτο δὲ καὶ ἀπὸ τοῦ παραδείγματος τῆς εἰκόνος τοῦ βασιλέως προσεχέστερον τις κατανοεῖν δυνήσεται. Ἐν γὰρ τῇ εἰκόνι τοῦ βασιλέως τὸ εἶδος καὶ ἡ μορφή ἐστι· καὶ ἐν τῷ βασιλεῖ δὲ τὸ ἐν τῇ εἰκόνι εἶδός ἐστιν. Ἀπαράλλακτος γάρ ἐστιν ἡ ἐν τῇ εἰκόνι τοῦ βασιλέως ὁμοιότης, ὥστε τὸν ἐνορῶντα τῇ εἰκόνι ὁρᾷν ἐν αὐτῇ τὸν βασιλέα, καὶ τὸν πάλιν ὁρῶντα τὸν βασιλέα ἐπιγινώσκειν, ὅτι οὗ τός ἐστιν ὁ ἐν τῇ εἰκόνι. Ἐκ δὲ τοῦ μὴ διαλλάττειν τὴν ὁμοιότητα τῷ θέλοντι μετὰ τὴν εἰκόνα θεωρῆσαι τὸν βασιλέα, εἴποι ἂν ἡ εἰκών· Ἐγὼ καὶ ὁ βασιλεὺς ἓν ἐσμεν. Ἐγὼ γὰρ ἐν ἐκείνῳ εἰμὶ, κἀκεῖνος ἐν ἐμοὶ, καὶ ὃ ὁρᾷς ἐν ἐμοὶ, τοῦτο ἐν ἐκείνῳ βλέπεις. Καὶ ὃ ἑώρακας ἐν ἐκείνῳ, τοῦτο βλέπεις ἐν ἐμοί. Ὁ γοῦν προσκυνῶν τὴν εἰκόνα ἐν αὐτῇ προσκυνεῖ τὸν βασιλέα. Ἡ γὰρ ἐκείνου μορφή, καὶ τὸ εἶδός ἐστιν ἡ εἰκών. Ἐπεὶ τοίνυν καὶ ὁ Υἱὸς εἰκών ἐστι τοῦ Πατρὸς, ἐξ ἀνάγκης ἐστὶ νοεῖν, ὅτι ἡ θεότης, καὶ ἡ ἰδιότης τοῦ Πατρὸς τὸ εἶναι τοῦ Υἱοῦ ἐστι, καὶ
col. 411–412page 197 of 677
PG 130:411ἐκ μέρους δὲ ἡ τῆς θεότητος μορφή, ἀλλὰ τὸ πλήρωμα τῆς τοῦ Πατρὸς θεότητός ἐστι τὸ εἶναι τοῦ Υἱοῦ. Καὶ ὅλος Θεός ἐστιν ὁ Υἱός. Διὰ τοῦτο καὶ ἴσα Θεῷ ὢν, οὐχ ἁρπαγμὸν τὸ εἶναι ἴσα Θεῷ ἡγήσατο. Καὶ πάλιν ἐπειδὴ τοῦ Υἱοῦ ἡ θεότης καὶ τὸ εἶδος οὐδενὸς ἄλλου ἢ τοῦ Πατρός ἐστι, τούτῳ ἐστιν ὅπερ εἶπεν, ὅτι Ἐγὼ ἐν τῷ Πατρί. Οὕτω· ὁ Θεὸς ἦν ἐν Χριστῷ, κόσμον ἑαυτῷ καταλλάσσων. Τὸ γὰρ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας ἐστὶν ὁ Υἱὸς, ἐν ᾧ ἡ κτίσις πρὸς τὸν Θεὸν κατηλλάσσετο. Οὕτως ἃ ἐργάζεται ὁ Υἱός, τοῦ Πατρός ἐστιν ἔργα. Τὸ γὰρ εἶδος τῆς τοῦ Πατρὸς θεότητός ἐστιν ὁ Υἱός, ὅστις ἐργάζεται τὰ ἔργα. Οὕτω δὲ ὁ βλέπων τὸν Υἱὸν ὁρᾷ τὸν Πατέρα. Ἐν γὰρ τῇ πατρῴᾳ θεότητί ἐστι, καὶ θεωρεῖται ὁ Υἱός. Καὶ τὸ ἐν αὐτῷ πατρικὸν εἶδος δείκνυσιν ἐν αὐτῷ τὸν Πατέρα. Καὶ οὕτως ἐστὶν ὁ Πατὴρ ἐν τῷ Υἱῷ. Καὶ ἡ ἐκ τοῦ Πατρὸς δὲ ἐν Υἱῷ ἰδιότης καὶ θεότης δείκνυσι τὸν Υἱὸν ἐν τῷ Πατρί, καὶ ἀεὶ ἀδιαίρετον αὐτοῦ. Καὶ ὁ ἀκούων δὲ, βλέπων τὰ λεγόμενα περὶ τοῦ Πατρός, ταῦτα λεγόμενα περὶ τοῦ Υἱοῦ, οὐ κατὰ χάριν, ἢ μετοχὴν ἐπιγινόμενα τῇ οὐσίᾳ αὐτοῦ, ἀλλ᾿ ὅτι αὐτὸ τὸ εἶναι τοῦ Υἱοῦ, ἴδιον τῆς πατρικῆς οὐσίας ἐστὶ γέννημα, νοήσει καλῶς τὸ εἰρημένον, καθὰ προεῖπον· Ἐγώ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καί· Ἐγώ, καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Ἔστι γὰρ ὁ Υἱός, οἷος ὁ Πατήρ, τῷ πάντα τὰ τοῦ Πατρὸς ἔχειν. Διὸ καὶ μετὰ τοῦ Πατρός σημαίνεται. Πατέρα γὰρ οὐκ ἄν τις εἴποι, μὴ ὑπάρχοντος Υἱοῦ. Ὁ μέντοι ποιητὴν λέγων τὸν Θεὸν οὐ πάντως καὶ τὰ γενόμενα δηλοῖ. Ἔστι γάρ καὶ πρὸ τῶν ποιημάτων ποιητής. Ὁ δὲ Πατέρα λέγων εὐθὺς μετὰ τοῦ Πατρὸς σημαίνει καὶ τὴν τοῦ Υἱοῦ ὕπαρξιν. Διὰ τοῦτο καὶ ὁ πιστεύων εἰς τὸν Υἱὸν εἰς τὸν Πατέρα πιστεύει. Καὶ οὕτω μία ἐστὶν ἡ πίστις εἰς ἕνα Θεόν. Καὶ ὁ προσκυνῶν δὲ, καὶ τιμῶν τὸν Υἱόν, ἐν Υἱῷ προσκυνεῖ καὶ τιμᾷ τὸν Πατέρα. Μία γάρ ἐστιν ἡ θεότης, καὶ διὰ τοῦτο μία τιμή, καὶ μία ἐστὶ προσκύνησις ἐν Υἱῷ, καὶ δι' αὐτοῦ γινομένη τῷ Πατρί. Καὶ ὁ οὕτω προσκυνῶν ἕνα Θεὸν προσκυνεῖ. Εἷς γὰρ Θεός ἐστι, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ. Καὶ τὸ Ἐγώ εἰμι, καὶ οὐκ ἔστι πλὴν ἐμοῦ ἄλλος Θεός· καὶ τὴν Ἐγὼ πρώτος, καὶ τὸ Ἐγὼ μετὰ ταῦτα καλῶς λέγεται. Εἷς γὰρ Θεὸς καὶ μόνος, καὶ πρῶτός ἐστιν. Οὐκ εἰς ἀναίρεσιν δὲ τοῦ Υἱοῦ λέγει ταῦτα, μὴ γένοιτο· ἔστι γὰρ καὶ αὐτὸς ἐν τῷ ἑνὶ, καὶ μόνῳ, καὶ πρώτῳ, ὡς τοῦ ἑνὸς καὶ μόνου, καὶ πρώτου μόνος Λόγος, καὶ σοφία, καὶ ἀπαύγασμα· ταῦτα δι' αὐτὸν εἴρηται, ἀλλ' εἰς ἀναίρεσιν τοῦ μὴ εἶναι ἕτερον, οἷός ἐστιν ὁ Πατήρ, καὶ ὁ τούτου Λόγος. Ἐπειδὴ γὰρ οἱ προσκείμενοι τοῖς ψευδωνύμοις θεοῖς ἀφίστανται τοῦ ἀληθινοῦ Θεοῦ, διὰ τοῦτο ἀγαθὸς ὤν, καὶ κηδόμενος τῶν ἀνθρώπων ὁ Θεὸς, ἀνακαλούμενος τοὺς πλανηθέντας, φησίν· Ἐγὼ Θεὸς μόνος, καὶ Ἐγώ εἰμι, καὶ πλὴν ἐμοῦ οὐκ ἔστι Θεὸς, καὶ ὅσα τοιαῦτα ῥητά, ἵνα τὰ μὲν μὴ ὄντα διαβάλῃ, ἐπιστρέψῃ δὲ τοῦτό ἐστιν· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων. Οὐκ
col. 413–414page 198 of 677
PG 130:413πάντα εἰς ἑαυτόν. Καὶ ὥσπερ ἐάν τις, ἡμέρας οὔ­σης, καὶ ἡλίου φαίνοντος, ζωγραφείη ξύλον ἁπλῶς, οὐδὲ κἂν φαντασίαν ἔχων φωτός, καὶ λέγοι τὴν εἰκόνα ταύτην αἰτίαν εἶναι τοῦ φωτὸς, ὁ δὲ ἥλιος τοῦτο βλέπων λέγοι· Ἐγώ μόνος εἰμὶ τὸ φῶς τῆς ἡμέρας, καὶ οὐκ ἔστιν ἄλλο φῶς τῆς ἡμέρας πλήν ἐμοῦ, οὐ πρὸς τὸ ἑαυτοῦ ἀπαύγασμα βλέπων ταῦτα λέγει, ἀλλὰ πρὸς τὴν πλάνην διὰ τὴν εἰκόνα τοῦ ξύ­λου, καὶ ἀνομοιότητα τῆς ματαίας φαντασίας· οὕ­τως ἐστὶ καὶ τό· Ἐγώ εἰμι καὶ τό· Ἐγώ Θεός μόνος, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ, ἵνα τῶν ψευδωνύμων ἀποστήσω τοὺς ἀνθρώπους, καὶ μάθωσι λοιπὸν αὐτὸν τὸν ἀληθινὸν Θεόν. Ἀλλὰ πρὸς ταῦτα πάλιν ἐπιχει­ροῦσι φιλονεικεῖν ταῖς ἰδίαις μυθοπλαστίαις λέγον­τες μὴ οὕτως εἶναι τὸν Υἱὸν καὶ τὸν Πατέρα ἕν, μηδὲ ὅμοιον, ὡς ἡ Ἐκκλησία κηρύττει, ἀλλ' ὡς αὐ­τοὶ θέλουσι. Φασὶ γὰρ ἐπεὶ ἃ θέλει ὁ Πατήρ, ταῦτα θέλει καὶ ὁ Υἱὸς, καὶ οὔτε τοῖς νοήμασιν, ἢ τοῖς κρίμασιν ἀντίκειται, ἀλλ' ἐν πᾶσιν ἐστι σύμφωνος αὐτῷ, τὴν ταυτότητα τῶν δογμάτων, καὶ τὸν ἀκό­λουθον, καὶ συνηρτημένον τῇ τοῦ Πατρὸς διδασκαλία ἀποδιδοὺς λόγον, διὰ τοῦτο αὐτὸς καὶ ὁ Πατὴρ ἓν εἰσι. Ταῦτα δὲ οὐ μόνον εἰπεῖν, ἀλλὰ καὶ γράψαι τι­νὲς τετολμήκασι. Τούτου δὲ τί ἄν τις ἀτοπώτερον ἢ ἀλογώτερον εἴποι; Εἰ γὰρ διὰ ταῦτα ἓν εἰσιν ὁ Πα­τὴρ καὶ ὁ Υἱὸς, καὶ εἰ οὕτως ὅμοιός ἐστιν ὁ Υἱὸς τῷ Πατρί, ἄρα καὶ τοὺς ἀγγέλους, καὶ τὰ ἄλλα τὰ ἡμῶν ὑπερκείμενα, Ἀρχάς τε, καὶ Ἐξουσίας, καὶ Θρόνους, καὶ Κυριότητας εἶναι καὶ αὐτοὺς, ὡς καὶ τὸν Υἱόν, υἱοὺς, λέγεσθαί τε καὶ περὶ τούτων, ὅτι καὶ αὐτοὶ, καὶ ὁ Πατὴρ ἓν εἰσι, καὶ ὅτι ἕκαστος εἰκὼν, καὶ λόγος ἐστὶ τοῦ Πατρός. Ἃ γὰρ θέλει ὁ Θεὸς, ταῦτα θέλουσι καὶ αὐτοὶ, καὶ οὔτε τοῖς δόγμασιν, οὔτε τοῖς κρίμασι διαφωνοῦσιν, ἀλλ' ἐν πᾶσιν εἰσιν ὑπήκοοι τῷ πεποιηκότι. Οὐκ ἂν γὰρ ἔμειναν ἐν τῇ οἰκείᾳ δόξῃ, εἰ μὴ ἅπερ ἤθελεν ὁ Πατὴρ, ταῦτα καὶ αὐτοὶ ἐβού­λοντο. Οὐκοῦν ὁ μὴ μείνας, ἀλλὰ παραφρονήσας ἤκουσε· Πῶς ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφό­ρος, ὁ πρωὶ ἀνατέλλων; Πῶς οὖν ὄντων τούτων οὕτω, μόνος ὁ Υἱὸς μονογενής, καὶ Λόγος, καὶ σοφία ἐστίν; Ἢ πῶς τοσούτων ὄντων ὁμοίων τῷ Πατρὶ, μό­νος οὗτος εἰκὼν ἐστι; Καὶ γὰρ καὶ ἐν ἀνθρώποις εὑρεθήσονται ὅμοιοι τῷ Πατρὶ, πλεῖστοι μὲν μάρτυ­ρες γενόμενοι, καὶ πρὸ αὐτῶν οἱ προφῆται, καὶ οἱ ἀπόστολοι, καὶ πάλιν πρὸ τούτων οἱ πατριάρχαι· πολλοὶ δὲ καὶ νῦν ἐφύλαξαν τὴν τοῦ Πατρὸς ἐντολήν, γενόμενοι οἰκτίρμονες, ὡς ὁ Πατὴρ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, τηρήσαντες τό· Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ ὡς τέκνα ἀγαπητὰ, καὶ περιπατεῖτε ἐν ἀγά­πῃ, καθὼς ὁ Χριστὸς ἠγάπησεν ὑμᾶς. Μιμηταὶ δὲ γεγόνασι καὶ τοῦ Παύλου πολλοί, ὡς κἀκεῖνος τοῦ Χριστοῦ, καὶ ὅμως οὐδεὶς τούτων οὔτε Λόγος, οὔτε σοφία, οὔτε μονογενὴς Υἱός, οὔτε εἰκών ἐστιν, οὔτε τις τούτων ἀπετόλμησεν εἰπεῖν· Ἐγὼ καὶ ὁ Πατήρ ἓν ἐσμεν, ἢ Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Ἀλλὰ περὶ μὲν πάντων εἴρηται, Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; ἢ τίς ὁμοιωθήσεται σοι ἐν υἱοῖς
col. 415–416page 199 of 677
PG 130:415Θεοῦ· περὶ δὲ αὐτοῦ, ὅτι μόνος εἰκὼν ἀληθινὴ, καὶ φύσει τοῦ Πατρός ἐστιν. Εἰ γὰρ καὶ κατ' εἰκόνα γεγόναμεν, καὶ εἰκὼν, καὶ δόξα Θεοῦ ἐχρηματίσαμεν, ἀλλ᾽ οὐ δι᾽ ἑαυτούς πάλιν, διὰ δὲ τὴν ἐνοικήσασαν ἡμῖν εἰκόνα, καὶ ἀληθῆ δόξαν τοῦ Θεοῦ, ἥτις ἐστὶν ὁ Λόγος τοῦ Θεοῦ, ὁ δι᾽ ἡμᾶς ὕστερον γενόμενος σάρξ, ταύτην τῆς κλήσεως ἔχομεν τὴν χάριν. Ἀνάγκη δὲ τὴν ὁμοίωσιν καὶ τὴν ἑνότητα ἐπ' αὐτὴν τὴν οὐσίαν τοῦ Υἱοῦ φέρειν. Εἰ γὰρ μὴ οὕτω τις λέγει, οὔτε πλέον τι τῶν γενητῶν ἔχων φανήσεται, ὥσπερ εἴρηται, οὔτε τοῦ Πατρὸς ὅμοιος ἔσται, ἀλλὰ τῶν τοῦ Πατρὸς ὅμοιος ἔσται δογμάτων, καὶ τοῦ Πατρὸς διαφέρει. Ὅτι μὲν Πατὴρ Πατήρ ἐστι, τὰ δὲ δόγματα, καὶ ἡ διδασκαλία τοῦ Πατρός ἐστιν. Εἰ τοίνυν κατὰ τὰ δόγματα καὶ τὴν διδασκαλίαν ὅμοιός ἐστιν ὁ Υἱὸς τοῦ Πατρὸς, ὁ μὲν Πατὴρ κατ᾽ αὐτοὺς ὀνόματι Πατήρ ἐστιν, ὁ δὲ Υἱὸς οὐκ ἀπαράλλακτος εἰκών, μᾶλλον δὲ οὐδὲ ὅλως ἰδιότητα, ἢ ὁμοίωσίν τινα τοῦ Πατρὸς ἔχων φανήσεται. Ποία γὰρ ὁμοίωσις καὶ ἰδιότης τῷ παρεξηλλαγμένῳ τοῦ Πατρός; Καὶ γὰρ ὁ Παῦλος ὅμοια τῷ Πατρὶ διδάσκων, οὐκ ἦν κατ' οὐσίαν ὅμοιος αὐτῷ. Ἐκεῖνοι μὲν οὖν τοιαῦτα φλυαρούσιν· ὁ δὲ Υἱὸς καὶ ὁ Πατήρ οὕτως εἰσὶν ἕν, ὡς ἔστιν ἰδεῖν, καὶ νοεῖν Υἱὸν πρὸς Πατέρα, καὶ τὸ ἀπαύγασμα πρὸς τὸν ἥλιον. Διὰ γὰρ τὸ οὕτως εἶναι τὸν Υἱόν, ἐργαζομένου τοῦ Υἱοῦ, ὁ Πατὴρ ἐργάζεται, καὶ ἐρχομένου τοῦ Υἱοῦ πρὸς τοὺς ἁγίους, ὁ Πατήρ ἐστιν ὁ ἐρχόμενος ἐν τῷ Υἱῷ. Ἐν γὰρ τῇ εἰκόνι θεωρεῖται ὁ Πατήρ, καὶ ἐν τῷ ἀπαυγάσματί ἐστι τὸ φῶς. Διὰ τοῦτο, καθὰ μικρῷ πρόσθεν εἴπομεν, διδόντος τοῦ Πατρὸς χάριν καὶ εἰρήνην, ταύτην ὁ Υἱὸς δίδωσιν, ὡς ὁ Παῦλος ἐπισημαίνεται διὰ πάσης ἐπιστολῆς γράφων· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Μία γὰρ καὶ ἡ αὐτὴ χάρις ἐστὶ παρὰ Πατρὸς ἐν Υἱῷ, ὡς ἔστιν ἓν τὸ φῶς τοῦ ἡλίου, καὶ τοῦ ἀπαυγάσματος. Πάλιν οὖν ἐπευχόμενος Θεσσαλονικεῦσι καὶ λέγων· Αὐτὸς δὲ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατευθύναιεν τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς, τὴν ἑνότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐφύλαξεν. Οὐ γὰρ εἶπε κατευθύναιεν, ὡς παρὰ δύο διδομένης, παρὰ τούτου καὶ τούτου διπλῆς χάριτος, ἀλλὰ κατευθύναι, ἵνα δείξῃ, ὅτι ὁ Πατὴρ διὰ τοῦ Υἱοῦ δίδωσι ταύτην. Καὶ ἡ δόσις αὕτη δείκνυσι τὴν ἑνότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ὁ μακάριος Ἰωάννης ἐκ τῆς ἐπιστολῆς ἐν ὀλίγοις καὶ τελεώτερον μᾶλλον ἡμῶν δείξει τῶν γεγραμμένων τὸν νοῦν, καὶ παύσει λοιπὸν τοὺς Ἀρειανοὺς μηκέτι νομίζειν ἑαυτοὺς ἔσεσθαι ὡς τὸν Υἱόν, ἵνα μὴ καὶ αὐτοὶ ἀκούσωσι· Σὺ εἶ ἄνθρωπος καὶ οὐ Θεός, καὶ μὴ συμπαρεκτείνου πένης ὢν πλουσίῳ. Γράφει τοίνυν ὁ Ἰωάννης οὕτω λέγων· Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. Οὐκοῦν διὰ τὴν δεδομένην ἡμῖν χάριν τοῦ Πνεύματος ἡμεῖς τε ἐν αὐτῷ γινόμεθα, καὶ αὐτὸς ἐν ἡμῖν. Καὶ ἐπειδὴ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐστι, διὰ τοῦτο τούτου γινομένου ἐν ἡμῖν, εἰκότως ἔχοντες καὶ ἡμεῖς τὸ Πνεῦμα, νομιζόμεθα ἐν τῷ Θεῷ γενέσθαι. Καὶ οὕτως ἐστὶν ὁ Θεὸς ἐν ἡμῖν, οὐκ ἄρα ὡς ἔστιν ὁ Υἱὸς ἐν τῷ Πατρί. Οὐ γὰρ καὶ ὁ Υἱὸς μετέχων ἐστὶ τοῦ Πνεύματος, ἵνα διὰ τοῦτο καὶ ἐν τῷ Πατρὶ γένηται, οὐδὲ λαμβάνων ἐστὶ τὸ Πνεῦμα, ἀλλὰ μᾶλλον αὐτὸς τοῖς πᾶσι τοῦτο χορηγεῖ, καὶ οὐ τὸ Πνεῦμα συνάπτει τὸν Λόγον τῷ Πατρὶ, ἀλλὰ μᾶλλον τὸ Πνεῦμα διὰ τοῦ Λόγου τοῦτο λαμβάνει. Καὶ ὁ μὲν
col. 417–418page 200 of 677
PG 130:417Υἱὸς ἐν τῷ Πατρὶ ἐστιν, ὡς Λόγος ἴδιος καὶ ἀπαύγασμα αὐτοῦ, ἡμεῖς δὲ χωρὶς μὲν τοῦ Πατρὸς ξένοι, καὶ μακράν ἐσμεν τοῦ Θεοῦ, τῇ δὲ μετοχῇ συναπτόμεθα τῇ θεότητι. ὥστε τὸ εἶναι ἡμᾶς ἐν τῷ Πατρὶ μὴ ἡμέτερον εἶναι, ἀλλὰ τοῦ Πνεύματος τοῦ ἐν ἡμῖν ὄντος, καὶ ἐν ἡμῖν μένοντος, ἕως αὐτὸ τῇ ὁμολογίᾳ φυλάττομεν ἐν ἡμῖν. Λέγοντος δὲ πάλιν τοῦ Ἰωάννου· Ὃς ἂν ὁμολογήσῃ, ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ, ποία ὁμοιότης, καὶ ποία ἰσότης ἡμῶν πρὸς τὸν Υἱόν; Ἢ πῶς οὐχ ἐλέγχονται πανταχόθεν οἱ Ἀρειανοὶ, καὶ μάλιστα παρὰ τοῦ Ἰωάννου, ὅτι ἄλλως μὲν ἔστιν ὁ Υἱὸς ἐν τῷ Πατρὶ, ἄλλως δὲ ἡμεῖς ἐν αὐτῷ γινόμεθα; Καὶ οὔτε ἡμεῖς ὡς ἐκεῖνος ἐσόμεθά ποτε, οὔτε ὁ Λόγος ὡς ἡμεῖς τυγχάνει ὤν, εἰ μὴ ἄρα τολμῶσιν ὡς ἐν πᾶσι καὶ νῦν εἰπεῖν, ὅτι ὁ Υἱὸς μετοχῇ τοῦ Πνεύματος, καὶ βελτιώσει πράξεως γέγονε καὶ αὐτὸς ἐν τῷ Πατρί. Ἀλλὰ καὶ τοῦτο πάλιν ὑπερλίαν ἐστὶν ἀσεβές, κἂν ὅλως εἰς ἐνθύμησιν λαβεῖν. Αὐτὸς γὰρ, ὥσπερ εἴρηται, τὸ Πνεῦμα δίδωσι, καὶ ὅσα ἔχει τὸ Πνεῦμα, ταῦτα παρὰ τοῦ Λόγου ἔχει. Οὐκοῦν ὁ Πατὴρ λέγων περὶ ἡμῶν τό· Καθὼς σύ, Πάτερ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν, οὐ τὴν ταυτότητα ἡμᾶς μένοντας ἐν αὐτῷ ἔχειν σημαίνει, ἀλλὰ ἀξίωσίς ἐστι πρὸς τὸν Πατέρα, ὡς ὁ Ἰωάννης ἔγραψεν, ἵνα τὸ Πνεῦμα χαρίσηται δι' αὐτοῦ τοῖς πιστεύουσι, δι' οὗ καὶ δοκοῦμεν ἐν τῷ Θεῷ γίνεσθαι, καὶ κατὰ τοῦτο συνάπτεσθαι αὐτῷ. Ἐπειδὴ γὰρ ὁ Λόγος ἐστὶν ἐν τῷ Πατρὶ, τὸ δὲ Πνεῦμα ἐκ τοῦ Λόγου δίδοται, θέλει λαβεῖν ἡμᾶς τὸ Πνεῦμα, ἵνα, ὅταν ἐκεῖνο λάβωμεν, τότε ἔχοντες τὸ Πνεῦμα τοῦ Λόγου τοῦ ὄντος ἐν τῷ Πατρὶ, δόξωμεν καὶ ἡμεῖς διὰ τὸ Πνεῦμα ἐν γενέσθαι ἐν τῷ Λόγῳ, καὶ δι' ἑαυτοῦ ἐν τῷ Πατρί. Τὸ δὲ ἡμεῖς ἐὰν λέγῃ, οὐδὲν ἕτερον πάλιν ἐστὶν, ἢ ἵνα ἡ γενομένη τοιαύτη χάρις εἰς τοὺς μαθητὰς ἀδιάπτωτος καὶ ἀμεταμέλητος γένηται· ὅπερ ὁ Ἀπόστολος γινώσκων ἔλεγε· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ Θεοῦ, καὶ ἡ χάρις τῆς κλήσεως. Τὸ γὰρ Πνεῦμά ἐστι τὸ ἐν τῷ Θεῷ τυγχάνον, καὶ οὐχ ἡμεῖς καθ' ἑαυτούς. Καὶ ὥσπερ υἱοὶ καὶ θεοὶ διὰ τὸν ἐν ἡμῖν Λόγον, οὕτως ἐν τῷ Υἱῷ καὶ ἐν τῷ Πατρὶ ἐσόμεθα, καὶ νομισθησόμεθα ἐν γεγενῆσθαι, διὰ τὸ ἐν ἡμῖν εἶναι τὸ Πνεῦμα, ὥσπερ ἐστὶν ἐν τῷ Λόγῳ τῷ ὄντι ἐν τῷ Πατρί. Ὅτε γοῦν ἐκπίπτει τις ἀπὸ τοῦ Πνεύματος διά τινα κακίαν, οὐκ ἔτι ἐν τῷ Θεῷ ἐστιν ἐκεῖνος ὁ πεσών, διὰ τὸ ἀποστῆναι ἀπ' αὐτοῦ τὸ ἐν τῷ Θεῷ ἅγιον καὶ παράκλητον Πνεῦμα· ἀλλ' ἐν ἐκείνῳ ἔσται, ᾧ ἑαυτὸν ὑπέταξεν ἁμαρτάνων, ὡς ἐπὶ τοῦ Σαοὺλ γέγονεν. Ἀπέστη γὰρ ἀπ' αὐτοῦ τὸ Πνεῦμα τοῦ Θεοῦ, καὶ ἔθλιβεν αὐτὸν πνεῦμα πονηρόν. Ἐκ τοῦ αὐτοῦ λόγου. Πῶς δύναται ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς εἶναι φύσει καὶ ὅμοιος αὐτῷ κατ' οὐσίαν ὁ λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία; καί· Ὁ Πατὴρ οὐδένα κρίνει, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ Υἱῷ; καί· Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ; καὶ πάλιν· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου; καὶ πάλιν· Πᾶν ὃ δέδωκέ μοι ὁ Πατὴρ πρὸς ἐμὲ ἥξει. Εἶτα ἐπιλέγουσιν, Εἰ ἦν, ὡς
col. 419–420page 201 of 677
PG 130:419λέγεται, Υἱὸς κατὰ φύσιν, οὐ χρείαν εἶχε λαβεῖν. Ἢ πῶς δύναται δύναμις εἶναι φύσει καὶ ἀληθινὴ τοῦ Πατρὸς ὁ παρὰ τὸν καιρὸν τοῦ πάθους λέγων· Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; Πάτερ, σῷ σόν με ἐκ τῆς ὥρας ταύτης· ἀλλὰ διὰ τοῦτο ἦλ θον εἰς τὴν ὥραν ταύτην. Πάτερ, δόξασόν σου τὸν Υἱόν. Ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ, καὶ ἐδό ξασα, καὶ πάλιν δοξάσω. Πάλιν τε τὸ ὅμοιον ἔλεγε· Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ᾿ ἐμοῦ τὸ ποτή ριον τοῦτο. Καὶ, Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι, καὶ ἐμαρτύρησε, καὶ εἶπεν· Ἀμήν, ἀμὴν λέγω ὑμῖν, εἷς ἐξ ὑμῶν παραδώσει με. Καὶ ἐπὶ τού τῳ φασὶν οἱ κακόφρονες· Εἰ δύναμις ἦν, οὐκ ἂν ἐδειλίασεν, ἀλλὰ μᾶλλον καὶ ἑτέροις τὸ δύνασθαι παρείχεν. Εἶτά φασιν· Εἰ σοφία ἦν φύσει ἀληθινὴ καὶ ἰδία τοῦ Πατρὸς, πῶς γέγραπται· Ὁ δὲ Ἰησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ, καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις; Καὶ ἐλθὼν εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἐπυνθάνετο παρὰ τῶν μαθητῶν τίνα λέγουσιν αὐτὸν οἱ ἄνθρωποι εἶναι. Εἰς δὲ τὴν Βηθανίαν παρα γενόμενος ἐρωτᾷ, ποῦ Λάζαρος κεῖται· ἔλεγε δὲ καὶ τοῖς μαθηταῖς, Πόσους ἄρτους ἔχετε; Πῶς οὖν φασιν, οὗτος σοφία ἐν σοφίᾳ προκόπτων, καὶ ἀγνοῶν ἃ παρ᾿ ἑτέρων μανθάνειν ἠξίου; Ἔτι δὲ καὶ τοῦτο παρ᾿ αὐ τῶν λεγόμενον, Πῶς δύναται Λόγος ἴδιος εἶναι τοῦ Πατρός, οὗ ἄνευ οὐκ ἦν ποτε Πατήρ, καὶ δι᾽ οὗ τὰ πάντα ἐποίει, ὡς ὑμεῖς φωνεῖτε, ὁ ἐπὶ μὲν τοῦ Σταυροῦ λέγων· Θεέ μου, Θεέ μου, ἱνατί με ἐγκατέλειπές; Πρὸ δὲ τούτου εὐχόμενος· Δόξασόν σου τὸν Υἱόν· καί· Δόξασόν με σύ, Πάτερ, τῇ δόξῃ, ᾗ εἶχον πρό τοῦ τὸν κόσμον εἶναι παρὰ σοί· καὶ ηὔχετο ἐν ταῖς ἐρήμοις, καὶ παρήγγελλε τοῖς μαθηταῖς εὔχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν· καί· Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής· καὶ ὅτι· Περὶ τῆς ἡμέρας ἐκείνης, καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι, οὔτε ὁ Υἱός; Εἶτα πάλιν φασὶν ἐπὶ τούτοις οἱ δείλαιοι· Εἰ ἦν κατὰ τὴν ὑμετέραν διάνοιαν ἀϊδίως ὑπάρχων πρὸς τὸν Θεόν, οὔτε ἂν ἠγνόησε περὶ τῆς ἡμέρας, ἀλλ᾽ ἐγίνωσκεν ὡς Λόγος· οὐδ᾽ ἂν ἐγκατελείπετο ὡς συνυπάρχων, οὔτε δόξαν ᾔτει λαβεῖν, ἔχων αὐτὴν ἐν τῷ Πατρί, οὔτε ὅλως ηὔχετο· οὐδενὸς γὰρ ὡς Λόγος ὢν ἐδέετο· ἀλλ᾽ ἐπεὶ κτίσμα ἐστὶ καὶ εἷς τῶν γενητῶν, διὰ τοῦτο τοιαῦτα ἔλεγε, καὶ ἐδέετο ὧν οὐκ εἶχε. Κτισμάτων γὰρ ἴδιον τὸ χρήζειν, καὶ δέεσθαι ὧν οὐκ ἔχουσι. Τοιαῦτα μὲν οὖν οἱ ἀσεβεῖς ἐξάρχον ται λαλεῖν. Ἔδει δὲ ταῦτα λογιζομένους εἰπεῖν αὐτοὺς καὶ τολμηρότερον· Διατί ὅλως σὰρξ ἐγένετο; Καὶ πά λιν ἐπειπεῖν· Πῶς γὰρ ἠδύνατο Θεὸς ὢν γενέσθαι ἄν θρωπος; Ἢ πῶς ἠδύνατο ἀσώματος σῶμα φορέσαι· καὶ Ἰουδαϊκώτερον κατὰ τὸν Καϊάφαν εἰπεῖν· Διατί ὅλως ἄνθρωπος ὢν Θεὸν ἑαυτὸν ποιεῖ; Ταῦτα γὰρ καὶ τὰ τούτοις παραπλήσια τότε μὲν Ἰουδαϊκῶς βλέποντες ἐγόγγυζον, νῦν δὲ ἀναγινώσκοντες οἱ Ἀρειομανῖται ἀπιστοῦσι, καὶ εἰς βλασφημίαν ἐκπε πτώκασιν. Εἴ τις οὖν ἐκ παραλλήλου τὰ τούτων, καὶ
col. 421–422page 202 of 677
PG 130:421κείνων ἐξετάζοι ῥήματα, εὑρήσει πάντως εἰς τὴν αὐτὴν αὐτοὺς συναντώντας ἀπιστίαν, καὶ ἴσην αὐτῶν τῆς ἀσεβείας τὴν τόλμαν, καὶ κοινὴν αὐτῶν οὖσαν τὴν πρὸς ἡμᾶς μάχην. Ἰουδαῖοι μὲν γὰρ ἔλεγον· Πῶς Ἄνθρωπος ὤν, δύναται Θεὸς εἶναι; Ἀρειανοὶ δέ· Εἰ Θεὸς ἦν ἀληθινὸς ἐκ τοῦ Θεοῦ, ἠδύνατο ἄνθρωπος γενέσθαι; καὶ Ἰουδαῖοι ἐσκανδαλίζοντο, καὶ ἐχλεύαζον λέγοντες· Οὐκ ἂν οὗτος, εἰ ἦν Υἱὸς Θεοῦ, ὑπέμεινε σταυρόν. Ἀρειανοὶ δὲ εἰς τὸ καταντικρὺ στέκοντες αὐτῶν φάσκουσιν ἡμῖν, Πῶς τολμᾶτε λέγειν Λόγον ἴδιον εἶναι τῆς τοῦ Πατρὸς οὐσίας τὸν ἔχοντα σῶμα; Εἶτα τῶν Ἰουδαίων ζητούντων ἀποκτεῖναι τὸν Κύριον, ὅτι Πατέρα τὸν Θεὸν ἔλεγεν ἴδιον εἶναι, καὶ ἴσον ἑαυτὸν ἐποίει ἐργαζόμενος ἃ ἐργάζεται ὁ Πατήρ, ἔμαθον οἱ Ἀρειανοὶ λέγειν καὶ αὐτοί, ὅτι οὔτε ἴσος τῷ Θεῷ ἐστιν, οὔτε Πατὴρ ἴδιός ἐστι καὶ φύσει τοῦ Λόγου ὁ Θεός· ἀλλὰ τοὺς τὰ τοιαῦτα φρονοῦντας ζητοῦσιν ἀποκτεῖναι. Πάλιν τε τῶν Ἰουδαίων λεγόντων· Οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ Υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα, καὶ τὴν μητέρα; Πῶς οὖν λέγει· Πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι, καὶ ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; Οἱ Ἀρειανοὶ ἐπακολουθοῦσι καὶ αὐτοὶ ἐξίσου λέγοντες· Πῶς δύναται Λόγος εἶναι ἢ Θεὸς ὁ κοιμώμενος ὡς ἄνθρωπος, καὶ κλαίων, καὶ πυνθανόμενος; Ἀμφότεροι οὖν ἐκ τῶν ἀνθρωπίνων, ὧν ὑπέμεινεν ὁ Σωτὴρ δι' ἣν εἶχε σάρκα, ἀρνοῦνται τὴν ἀϊδιότητα καὶ θεότητα τοῦ Λόγου. Ἐκ τοῦ αὐτοῦ λόγου περὶ τοῦ σκοποῦ τῆς ἁγίας καὶ θείας Γραφῆς, ὅτι διπλῆν οἶδε τὴν περὶ τοῦ Σωτῆρος ἐπαγγελίαν, τὴν μὲν ὡς ἀϊδίου Υἱοῦ καὶ Θεοῦ, τὴν δὲ ὡς ὕστερον ἀληθῶς καὶ τελείως ἐνανθρωπήσαντος. Σκοπός τοίνυν οὗτος καὶ χαρακτὴρ τῆς ἁγίας Γραφῆς, ὡς πολλάκις εἴπομεν, διπλῆν εἶναι τὴν περὶ τοῦ Σωτῆρος ἐπαγγελίαν ἐν αὐτῇ· ὅτι τε ἀεὶ Θεὸς ἦν καὶ Υἱός ἐστι, Λόγος ὢν καὶ ἀπαύγασμα καὶ σοφία τοῦ Πατρός· καὶ ὅτι ὕστερον, δι' ἡμᾶς σάρκα λαβὼν ἐκ Παρθένου τῆς Θεοτόκου Μαρίας, Ἄνθρωπος γέγονε. Καὶ ἔστι μὲν τοῦτον εὑρεῖν διὰ πάσης τῆς θεοπνεύστου Γραφῆς σημαινόμενον, ὡς αὐτὸς ὁ Κύριος εἴρηκεν· Ἐρευνᾶτε τὰς Γραφάς, ὅτι αὐταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· ἵνα δὲ μὴ, πάντα τὰ ῥητὰ συνάγων πολὺς ἐν τῷ γράφειν γένωμαι, ἀρκεσθῶμεν ὡς πάντων μνημονεῦσαι, τοῦ μὲν Ἰωάννου λέγοντος· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Εἶτα· Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός· τοῦ δὲ Παύλου γράφοντος· Ὅς, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα
col. 423–424page 203 of 677
PG 130:423βῶν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Ἀπὸ τούτων γάρ, τῇ αὐτῇ διανοίᾳ διερχόμενος τις πᾶσαν τὴν Γραφήν, ὄψεται πως ἐν ἀρχῇ μὲν εἶπε τούτῳ ὁ Πατήρ· Γενηθήτω φῶς, καί, Γενηθήτω στερέωμα, καί, Ποιήσωμεν ἄνθρωπον· ἐπὶ δὲ συντελείᾳ τῶν αἰώνων ἀπέστειλεν αὐτὸν εἰς τὸν κόσμον, οὐχ ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος δι᾽ αὐτοῦ. Θεῷ· ἀλλ᾽ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών. Ὁ τοίνυν ἐντυγχάνων τῇ θείᾳ Γραφῇ, ἀπὸ μὲν τῶν Παλαιῶν τὰ ῥητὰ καταμανθανέτω, ἀπὸ δὲ τῶν Εὐαγγελίων θεωρείτω τὸν Κύριον γενόμενον ἄνθρωπον· Ὁ λόγος γάρ, φησί, σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Ἄνθρωπος δὲ γέγονε, καὶ οὐκ εἰς ἄνθρωπον ἦλθε· καὶ τοῦτο γὰρ ἀναγκαῖον εἰδέναι· μήποτε καί, εἰς τοῦτο πεσόντες οἱ ἀσεβεῖς, ἀπατήσωσί τινας, κἀκεῖνοι νομίσωσιν ὥσπερ ἐν τοῖς ἔμπροσθεν χρόνοις εἰς ἕκαστον τῶν ἁγίων ἐγίνετο, οὕτω καὶ νῦν εἰς ἄνθρωπον ἐπεθήμησεν ὁ Λόγος ἁγιάζων καὶ τοῦτον, καὶ φανερούμενος ὥσπερ καὶ ἐν τοῖς ἄλλοις. Εἰ γὰρ οὕτως ἦν, καὶ μόνον ἐν ἀνθρώπῳ φανεὶς ἦν, οὐδὲν ἦν παράδοξον οὔτε οἱ ὁρῶντες ἐξενίζοντο λέγοντες· Ποταπός ἄρα ἐστὶν οὗτος; καί, Διὰ τί σύ, ἄνθρωπος ὤν, ποιεῖς σεαυτὸν Θεόν; Εἶχον γὰρ τὴν συνήθειαν ἀκούοντες Καὶ ἐγένετο λόγος Κυρίου πρὸς ἕκαστον τῶν προφητῶν. Νῦν δέ, ἐπειδὴ ὁ τοῦ Θεοῦ Λόγος, δι᾽ οὗ γέγονε τὰ πάντα, ὑπέμεινε καὶ Υἱὸν ἀνθρώπου γενέσθαι, καὶ ἐταπείνωσεν ἑαυτόν, λαβὼν δούλου μορφήν· τοῦτο Ἰουδαίοις μὲν σκάνδαλόν ἐστιν ὁ τοῦ Χριστοῦ σταυρός, ἡμῖν δὲ Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Ὁ λόγος γάρ, ὡς εἶπεν ὁ Ἰωάννης, σὰρξ ἐγένετο· τῆς Γραφῆς ἔθος ἐχούσης λέγειν σάρκα τὸν ἄνθρωπον, ὡς διὰ Ἰωὴλ τοῦ προφήτου φησίν· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα· καὶ Δανιὴλ εἴρηκε τῷ Ἀστυάγῃ· Οὐ σέβομαι εἴδωλα χειροποίητα, ἀλλὰ τὸν ζῶντα Θεόν, τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ ἔχοντα πάσης σαρκὸς κυρείαν· σάρκα γὰρ καὶ οὗτος καὶ Ἰωὴλ τὸ τῶν ἀνθρώπων γένος λέγουσιν. Πάλαι μὲν οὖν πρὸς ἕκαστον τῶν ἁγίων ἐγίνετο, καὶ ἡγίαζε μὲν τοὺς γνησίως δεχομένους αὐτόν· οὔτε δέ, γεννωμένων ἐκείνων, εἴρηται, ὅτι αὐτὸς γεγένηται ἄνθρωπος, οὔτε, πασχόντων ἐκείνων, εἴρηται· Πέπονθεν αὐτός. Ὅτε δὲ ἐκ Μαρίας ἐπεδήμησεν ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας (οὕτω γὰρ εὐδοκήσας ὁ Πατὴρ ἔπεμψε τὸν ἑαυτοῦ Υἱὸν γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμου), τότε εἴρηται, ὅτι σάρκα προσλαβὼν γεγένηται ἄνθρωπος, καὶ ἐν ταύτῃ πέπονθεν ὑπὲρ ἡμῶν, ὡς εἶπεν ὁ Πέτρος· Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί· ἵνα δειχθῇ, καὶ πάντες πιστεύσωμεν, ὅτι, ἀεὶ ὢν Θεός, καὶ ἁγιάζων,
col. 425–426page 204 of 677
PG 130:425πρὸς οὓς ἐγένετο, διακοσμῶν τα κατὰ τὸ βούλημα τοῦ Πατρὸς τὰ πάντα, ὕστερον καὶ δι' ἡμᾶς γέγονεν ἄνθρωπος, καὶ σωματικῶς, ὡς φησιν ὁ Ἀπόστολος, κατώκησεν ἡ θεότης ἐν τῇ σαρκί· ἴσον τῷ φάναι, θεὸς ὤν, ἴδιον ἔσχε σῶμα, καὶ τούτῳ χρώμενος ὀργάνῳ, γέγονεν ἄνθρωπος δι' ἡμᾶς. Τῆς αὐτῆς ἀκολουθίας. Τῆς σαρκὸς πασχούσης, οὐκ ἦν ἐκτὸς ταύτης ὁ Λόγος· διὰ τοῦτο γὰρ αὐτοῦ λέγεται καὶ τὸ πάθος· καὶ θεϊκῶς δὲ ποιοῦντος αὐτοῦ τὰ ἔργα τοῦ Πατρός, οὐκ ἦν ἔξωθεν αὐτοῦ ἡ σάρξ· ἀλλ' ἐν αὐτῷ τῷ σώματι ταῦτα πάλιν ὁ Κύριος ἐποίει· διὰ τοῦτο γὰρ καὶ ἄνθρωπος γενόμενος ἔλεγεν· Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πι στεύετε, ἵνα γινώσκητε, ὅτι ἐν ἐμοὶ ὁ Πατήρ, κἀγὼ ἐν αὐτῷ. Ἀμέλει ὅτι χρεία γέγονε τὴν πεν θερὰν τοῦ Πέτρου πυρέσσουσαν ἐγείραι, ἀνθρωπίνως μὲν ἐξέτεινε τὴν χεῖρα, θεϊκῶς δὲ ἦν παύων τὴν νό σον. Καὶ ἐπὶ μὲν τοῦ ἐκ γενετῆς τυφλοῦ ἀνθρώπινον ἀπὸ τῆς σαρκὸς ἀφίει τὸ πτύσμα, θεϊκῶς δὲ τοὺς ὀφθαλμοὺς ἤνοιγε διὰ τοῦ πηλοῦ· ἐπὶ δὲ τοῦ Λαζάρου φωνὴν μὲν, ὡς ἄνθρωπος, ἀνθρωπίνην ἀφίει· θεϊκῶς δὲ, ὡς θεός, τὸν Λάζαρον ἤγειρεν ἐκ νεκρῶν. Ταῦτα δὲ οὕτως ἐγίνετο, καὶ ἐδείκνυτο, ὅτι μὴ φαντασίᾳ ἀλλὰ ἀληθῶς ἦν ἔχων σῶμα· ἔπρεπε δὲ τὸν Κύριον, ἐνδιδυσκόμενον ἀνθρωπίνην σάρκα, ταύ την μετὰ τῶν ἰδίων παθῶν αὐτῆς ὅλην ἐνδύ σασθαι, ἵνα, ὥσπερ ἴδιον αὐτοῦ λέγομεν εἶναι τὸ σῶμα, οὕτω καὶ τὰ τοῦ σώματος πάθη ἴδια μόνον αὐτοῦ λέγηται, εἰ καὶ μὴ ἤπτετο κατὰ τὴν θεό τητα αὐτοῦ. Εἰ μὲν οὖν ἑτέρου ἦν τὸ σῶμα, ἐκείνου ἂν λέγοιτο καὶ τὰ πάθη· εἰ δὲ τοῦ Λόγου ἡ σὰρξ (ὁ γὰρ Λόγος σάρξ ἐγένετο), ἀνάγκη καὶ τὰ τῆς σαρκὸς πάθη λέγεσθαι αὐτοῦ, οὗ καὶ ἡ σάρξ ἐστιν. Οὗ δὲ λέγεται τὰ πάθη, οἷά ἐστι μάλιστα τὸ κατακριθῆναι, τὸ μαστιγωθῆναι, τὸ διψᾷν, καὶ ὁ σταυρὸς, καὶ ὁ θάνατος, καὶ αἱ ἄλλαι τοῦ σώματος ἀσθένειαι, τούτου καὶ τὸ κατόρθωμα καὶ ἡ χάρις ἐστί. Διὰ τοῦτο τοίνυν ἀκολούθως καὶ πρεπόντως οὐκ ἄλλου, ἀλλὰ τοῦ Κυρίου λέγεται τὰ τοιαῦτα πάθη· ἵνα καὶ ἡ χάρις παρ' αὐτοῦ ᾖ καὶ μὴ ἄλλου λάτραι γινώμεθα, ἀλλὰ ἀληθῶς θεοσεβεῖς, ὅτι μηδένα τῶν γενητῶν, μηδὲ κοινόν τινα ἄνθρωπον, ἀλλὰ τὸν ἐκ τοῦ Θεοῦ φύσει καὶ ἀληθινὸν Υἱὸν τοῦτον καὶ γενόμενον ἄνθρωπον, οὐδὲν ἧττον Κύριον αὐτὸν καὶ θεὸν καὶ Σωτῆρα ἐπικαλούμεθα. Τοῦτο δὲ τί; οὐκ ἂν θαυμάσειεν; ἢ τις οὐκ ἂν σύνθοιτο θεῖον ἀληθῶς εἶναι τὸ πρᾶγμα; Εἰ γὰρ τὰ τῆς θεότητος τοῦ Λόγου ἔργα μὴ διὰ τοῦ σώματος ἐγίνετο, οὐκ ἂν ἐθεοποιήθη ἄνθρωπος· καὶ πάλιν, εἰ τὰ ἴδια τῆς σαρκὸς οὐκ ἐλέγετο τοῦ Λό γου, οὐκ ἂν ἠλευθερώθη παντελῶς ἀπὸ τούτων ὁ ἄνθρωπος· ἀλλ' εἰ ἄρα πρὸς ὀλίγον μὲν ἀνεπαύετο, πάλιν δὲ ἔμενεν ἡ ἁμαρτία ἐν αὐτῷ καὶ ἡ φθορά, ὥσπερ ἐπὶ τῶν ἔμπροσθεν ἀνθρώπων γέγονε, καὶ τοῦτο δείκνυται. Πολλοὶ γοῦν ἅγιοι γεγόνασι καὶ ἐπὶ
col. 427–428page 205 of 677
PG 130:427καθαροὶ πάσης ἁμαρτίας Ἱερεμίας δὲ καὶ ἐκ κοιλίας ἡγιάσθη· καὶ Ἰωάννης ἔτι κυοφορούμενος ἐσκίρτησεν ἐν ἀγαλλιάσει ἐπὶ τῇ φωνῇ τῆς Θεοτόκου Μαρίας· καὶ ὅμως ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσάντας, ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ· καὶ οὕτως ἔμενον οὐδὲν ἧττον οἱ ἄνθρωποι θνητοὶ καὶ φθαρτοί, δεκτικοὶ τῶν ἰδίων τῆς φύσεως παθῶν. Νῦν δὲ τοῦ Λόγου γενομένου ἀνθρώπου, καὶ ἰδιοποιουμένου τὰ τῆς σαρκὸς, οὐκέτι ταῦτα τοῦ σώματος ἅπτεται διὰ τὸν ἐν αὐτῷ γενόμενον λόγον· ἀλλ' ὑπ' αὐτοῦ μὲν ἀνήλωται· λοιπὸν δὲ οἱ ἄνθρωποι οὐκέτι κατὰ τὰ ἴδια πάθη μένουσιν ἁμαρτωλοὶ καὶ νεκροὶ, ἀλλὰ κατὰ τὴν τοῦ Λόγου δύναμιν ἀναστάντες, ἀθάνατοι καὶ ἄφθαρτοι ἀεὶ διαμένουσιν. Ὅθεν καὶ γεννωμένης τῆς σαρκὸς ἐκ τῆς Θεοτόκου Μαρίας, αὐτὸς λέγεται γεγεννῆσθαι, ὁ τοῖς ἄλλοις γένεσιν εἰς τὸ εἶναι παρέχων· ἵνα τὴν ἡμῶν εἰς ἑαυτὸν μεταθῇ γένεσιν, καὶ μηκέτι ὡς γῆ μόνη ὄντες εἰς γῆν ἀπέλθωμεν, ἀλλ' ὡς τῷ ἐξ οὐρανοῦ Λόγῳ συναφθέντες, εἰς οὐρανοὺς ἀναχθώμεν. παρ' αὐτοῦ. Οὐκοῦν οὕτω καὶ τὰ ἄλλα πάθη τοῦ σώματος οὐκ ἀπεικότως εἰς ἑαυτὸν μετέθηκεν· ἵνα μηκέτι ὡς ἄνθρωποι, ἀλλ' ὡς ἴδιοι τοῦ Λόγου, τῆς αἰωνίου ζωῆς μετάσχωμεν. Οὐκέτι γὰρ κατὰ τὴν προτέραν γένεσιν ἐν τῷ Ἀδὰμ ἀποθνήσκομεν· ἀλλὰ λοιπὸν τῆς γενέσεως ἡμῶν καὶ πάσης τῆς σαρκικῆς ἀσθενείας μετατεθέντων εἰς τὸν λόγον, ἐγειρόμεθα ἀπὸ γῆς, λυθείσης τῆς δι᾿ ἁμαρτίαν κατάρας διὰ τὸν ἐν ἡμῖν ὑπὲρ ἡμῶν γενόμενον κατάραν· καὶ εἰκότως γε. Ὥσπερ γὰρ ἐκ γῆς ὄντες πάντες ἐν τῷ Ἀδὰμ ἀποθνήσκομεν, οὕτως ἄνωθεν ἐξ ὕδατος καὶ πνεύματος ἀναγεννηθέντες, ἐν τῷ Χριστῷ πάντες ζωοποιούμεθα. Ἵνα δὲ καὶ τὸ ἀπαθὲς τῆς τοῦ Λόγου φύσεως, καὶ τὰς διὰ τὴν σάρκα λεγομένας ἀσθενείας αὐτοῦ γινώσκειν τις ἀκριβέστερον ἔχῃ, καλὸν ἀκοῦσαι τοῦ μακαρίου Πέτρου· ἀξιόπιστος γὰρ οὗτος γένοιτ' ἂν μάρτυς περὶ τοῦ Σωτῆρος· γράφει τοίνυν ἐν τῇ Ἐπιστολῇ λέγων· Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί. Οὐκοῦν καὶ ὅταν λέγηται πεινᾶν, καὶ διψᾶν, καὶ κάμνειν, καὶ μὴ εἰδέναι, καὶ καθεύδειν, καὶ κλαίειν, καὶ αἰτεῖν, καὶ φεύγειν, καὶ γεννᾶσθαι, καὶ παραιτεῖσθαι τὸ ποτήριον, καὶ ἁπλῶς πάντα τὰ τῆς σαρκὸς, λεχθείη ἂν ἀκολούθως ἐφ' ἑκάστου· Χριστοῦ οὖν πεινῶντος καὶ διψῶντος ὑπὲρ ἡμῶν σαρκί· καὶ μὴ εἰδέναι λέγοντος καὶ βαπτιζομένου, καὶ κάμνοντος ὑπὲρ ἡμῶν σαρκί· καὶ ὑψουμένου πάλιν, καὶ γεννωμένου, καὶ αὐξάνοντος σαρκί· καὶ φοβουμένου, καὶ κρυπτομένου σαρκί· καὶ λέγοντος, Εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο, καὶ τυπτομένου, καὶ λαμβάνοντος ὑπὲρ ἡμῶν σαρκί· καὶ ὅλως πάντα τὰ τοιαῦτα ὑπὲρ ἡμῶν σαρκί. Καὶ γὰρ καὶ αὐτὸς ὁ Ἀπόστολος διὰ τοῦτ᾽ εἴρηκε, Χριστοῦ οὖν παθόντος οὐ θεότητι, ἀλλ' ὑπὲρ ἡμῶν σαρκί, ἵνα μὴ αὐτοῦ τοῦ Λόγου ἴδια κατὰ φύσιν, ἀλλ' αὐτῆς τῆς
col. 429–430page 206 of 677
PG 130:429ἀρχὸς ἴδια φύσει τὰ πάθη ἐπιγνωσθῇ. Μὴ τοίνυν ἐκ τῶν ἀνθρωπίνων τις σκανδαλιζέσθω, ἀλλὰ μᾶλλον γινωσκέτω, ὡς τὴν φύσιν αὐτὸς ὁ Λόγος ἀπαθής ἐστι, καὶ ὅμως δι' ἣν ἐνεδύσατο σάρκα, λέγεται περὶ αὐτοῦ ταῦτα, ἐπειδὴ τῆς μὲν σαρκὸς διὰ ταῦτα, τοῦ δὲ Σωτῆρος ἴδιον αὐτὸ τὸ σῶμα. Καὶ αὐτὸς μὲν ἀπαθὴς τὴν φύσιν, ὡς ἔστι, διαμένει, μὴ βλαπτόμενος ἀπὸ τούτων, ἀλλὰ μᾶλλον ἐξαφανίζων καὶ ἀπολλύων αὐτά· οἱ δὲ ἄνθρωποι, ὡς εἰς τὸν ἀπαθῆ μεταβάντων αὐτῶν τῶν παθῶν καὶ ἀπηλειμμένων, ἀπαθεῖς καὶ ἐλεύθεροι τούτων λοιπὸν καὶ αὐτοὶ εἰς τοὺς αἰῶνας γίγνονται, καθὼς ἐδίδαξεν ὁ Ἰωάννης λέγων· Καὶ οἴδατε, ὅτι ἐκεῖνος ἐφανερώθη, ἵνα τὰς ἁμαρτίας ἡμῶν ἄρῃ· καὶ Ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστι. Τούτου δὲ οὕτως ὄντος, οὐκ ἐγκαλέσει τις αἱρετικός, Διὰ τί ἀνίσταται ἡ σὰρξ φύσει θνητὴ τυγχάνουσα; Εἰ δὲ καὶ ἀνίσταται, διὰ τί μὴ πάλιν πεινᾷ καὶ διψᾷ, καὶ πάσχει, καὶ μένει θνητή; Ἐκ γὰρ τῆς γῆς γέγονε, καὶ τὸ κατὰ φύσιν πῶς ἂν ἀπ' αὐτῆς παύσοιτο; Δυναμένης τότε τῆς σαρκὸς ἀποκρίνεσθαι πρὸς τὸν οὕτω φιλόμαχον αἱρετικόν· Εἰμὶ μὲν ἐκ γῆς κατὰ φύσιν θνητή, ἀλλ' ὕστερον τοῦ Λόγου γέγονα σάρξ, καὶ αὐτὸς ἐβάσταξε μου τὰ πάθη, καίτοι ἀπαθὴς ὤν· ἐγὼ δὲ γέγονα τούτων ἐλευθέρα, οὐκ ἀφιεμένη δουλεύειν ἔτι τούτοις διὰ τὸν ἐλευθερώσαντά με Κύριον ἀπὸ τούτων. Εἰ γὰρ ἐγκαλεῖς, ὅτι τῆς κατὰ φύσιν ἀπηλλάγην φθορᾶς, ὅρα μὴ ἐγκαλέσῃς, ὅτι ὁ τοῦ Θεοῦ Λόγος τὴν ἐμὴν τῆς δουλείας ἔλαβε μορφήν. Ὥσπερ γὰρ ὁ Κύριος, ἐνδυσάμενος τὸ σῶμα, γέγονεν ἄνθρωπος, οὕτως ἡμεῖς οἱ ἄνθρωποι παρὰ τοῦ Λόγου τε θεοποιούμεθα προσληφθέντες διὰ τῆς σαρκὸς αὐτοῦ, καὶ λοιπὸν ζωὴν αἰώνιον κληρονομοῦμεν. Ταῦτα ἀναγκαίως προεξητάσαμεν, ἵνα, ὅταν ἴδωμεν αὐτὸν δι' ὀργάνου τοῦ ἰδίου σώματος εἰκότως πράττοντά τι ἢ λέγοντα, γινώσκωμεν, ὅτι Θεὸς ὤν, ταῦτα ἐργάζεται· καὶ πάλιν, ἐὰν ἴδωμεν αὐτὸν ἀνθρωπίνως λαλοῦντα, ἢ πάσχοντα, μὴ ἀγνοῶμεν, ὅτι σάρκα φορῶν γέγονεν ἄνθρωπος, καὶ οὕτω ταῦτα ποιεῖ καὶ λαλεῖ. Ἑκάστου γὰρ τὸ ἴδιον γινώσκοντες, καὶ ἀμφότερα ἐξ ἑνὸς πραττόμενα βλέποντες καὶ νοοῦντες, ὀρθῶς πιστεύομεν, καὶ οὐκ ἄν ποτε πλανηθησόμεθα. Ἐὰν δέ τις, θεϊκῶς τὰ παρὰ τοῦ Λόγου γινόμενα βλέπων, ἀρνήσηται τὸ σῶμα, ἢ καὶ τὰ τοῦ σώματος ἴδια βλέπων, ἀρνήσηται τὴν τοῦ Λόγου ἔνσαρκον παρουσίαν, ἢ ἐκ τῶν ἀνθρωπίνων ταπεινὰ περὶ τοῦ Λόγου φρονήσῃ, ὁ τοιοῦτος, ὡς μὲν Ἰουδαϊκὸς κάπηλος μίσγων τὸν οἶνον ὕδατι, σκάνδαλον νομίσει τὸν σταυρόν, ὡς δὲ Ἕλλην, μωρίαν ἡγήσεται τὸ κήρυγμα, οἷα δὴ καὶ οἱ θεομάχοι Ἀρειανοὶ πεπόνθασι. Τὰ γὰρ ἀνθρώπινα βλέποντες τοῦ Σωτῆρος ἐνόμισαν αὐτὸν εἶναι κτίσμα. Οὐκοῦν ἔδει καὶ τὰ θεϊκὰ βλέποντας αὐτοὺς ἔργα τοῦ Λόγου ἀρνήσασθαι τοῦ σώματος αὐτοῦ τὴν γένεσιν, καὶ λοιπὸν καὶ Μανιχαίοις ἑαυτοὺς συγκαταριθμεῖν. Ἀλλ' ἐκεῖνοι μὲν κἂν ὀψέ ποτε μανθανέτωσαν, ὅτι ὁ Λόγος σὰρξ ἐγένετο· ἡμεῖς δέ, τὸν σκοπὸν τῆς πίστεως ἔχοντες, ἐπιγινώσκωμεν ὅτι διανοοῦνται οὗτοι κακῶς, ὀρθὴν ἔχοντες τὴν διάνοιαν.
col. 431–432page 207 of 677
PG 130:431δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ· καὶ τὸ, Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ τὸ, Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ' ἐμαυτοῦ οὐδέν· ἀλλὰ καθ' ὡς ἀκούω, κρίνω· καὶ ὅσα τοιαῦτά ἐστι ῥητά, οὐ τὸ μὴ ἐσχηκέναι ποτὲ τὸν Υἱὸν ταῦτα δείκνυσι. Πῶς γὰρ ὃ ἔχει ὁ Πατήρ, οὐκ εἶχεν ἀϊδίως ὁ μόνος κατ' οὐσίαν τοῦ Πατρὸς Λόγος καὶ Σοφία; Τὸ γὰρ, Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ, οὐδὲν ἄλλο σημαίνει ἢ τὸ λέγειν· Πάντα ὅσα ἔχει ὁ Πατήρ, ἐμά ἐστι· καὶ, τὰ ἐμὰ τοῦ Πατρός ἐστιν· Εἰ γὰρ τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ ἐστιν, ἀεὶ δὲ ταῦτα ἔχει ὁ Πατήρ, δῆλον ὅτι ἃ ἔχει ὁ Υἱός, ταῦτα ὄντα τοῦ Πατρὸς, ἀεὶ ἐστιν ἐν αὐτῷ. Οὐ διὰ τὸ μὴ ἐσχηκέναι οὖν ποτε ταῦτα ἔλεγεν· ἀλλ' ὁ ἔχων ἀϊδίως ὁ Υἱὸς ἃ ἔχει, τοῦ Πατρὸς ἔχει. Ἵνα γὰρ μή τις, βλέπων τὸν Υἱὸν ἔχοντα πάντα ὅσα ἔχει ὁ Πατήρ, ἐκ τῆς ἀπαραλλάκτου ὁμοιότητος καὶ ταυτότητος ὧν ἔχει, πλανηθεὶς κατὰ Σαβέλλιον ἀσεβήσῃ, νομίσας αὐτὸν εἶναι αὐτὸν Πατέρα· διὰ τοῦτο τὸ, ἐδόθη μοι, καὶ τὸ, ἔλαβες, καὶ τὸ, παρεδόθη μοι, εἴρηκεν ὑπὲρ τοῦ μόνον δεῖξαι ὅτι οὐκ ἔστιν αὐτὸς ὁ Πατήρ, ἀλλὰ τοῦ Πατρὸς ὁ Λόγος, καὶ ὁ ἀΐδιος Υἱός ἐστι, διὰ μὲν τὴν ὁμοιότητα τοῦ Πατρὸς ἔχων ἀϊδίως ἅπερ ἔχει παρ' αὐτοῦ, διὰ δὲ τὸ εἶναι αὐτὸν Υἱὸν ἐκ τοῦ Πατρὸς ἔχει ἅπερ ἀϊδίως ἔχει. Ὅτι γὰρ τὸ, ἐδόθη, καὶ τὸ, παρεδόθη, καὶ τὰ ὅμοια τούτοις, οὐκ ἐλαττοῖ τὴν ἰσότητα τοῦ Υἱοῦ, ἀλλὰ καὶ μᾶλλον δείκνυσιν αὐτὸν ἀληθῶς Υἱόν, ἔξεστι καὶ ἀπ' αὐτῶν τῶν ῥητῶν ἐπικαταμαθεῖν. Εἰ γὰρ πάντα αὐτῷ παρεδόθη· πρῶτον ἄλλος ἐστὶ τῶν πάντων, ὧν παρέλαβεν· ἔπειτα, πάντων ὢν κληρονόμος, μόνος ὁ Υἱός ἐστι καὶ ἴδιος κατ' οὐσίαν τοῦ Πατρός. Εἰ γὰρ εἷς ἦν τῶν πάντων, οὐ πάντων ἦν αὐτὸς κληρονόμος. Νῦν δὲ πάντα λαμβάνων αὐτὸς, ἄλλος ἐστὶ τῶν πάντων, μόνος ἴδιος τοῦ Πατρός. Ὅτι δὲ πάλιν τὸ, ἐδόθη, παρεδόθη, οὐ τὸ ποτε μὴ ἔχειν αὐτὸν δείκνυσι, δυνατὸν ἐκ τοῦ ὁμοίου ῥητοῦ καὶ περὶ πάντων ἀνιδεῖν τὸ τοιοῦτον. Φησὶ γὰρ αὐτὸς ὁ Σωτήρ· ὥσπερ ὁ Πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ. Ἐκ μὲν γὰρ τοῦ λέγειν, δέδωκε, σημαίνει ἑαυτὸν μὴ εἶναι τὸν Πατέρα· ἐν δὲ τῷ λέγειν, οὕτως, δείκνυσι τὴν πρὸς τὸν Πατέρα τοῦ Υἱοῦ φυσικὴν ὁμοιότητα καὶ ἰδιότητα. Εἰ μὲν οὖν ἦν ποτε ὅτε οὐκ εἶχεν ὁ Πατήρ, δῆλον, ὅτι καὶ ὁ Υἱὸς ἦν ὅτε οὐκ εἶχεν. Ὡς γὰρ ὁ Πατήρ, οὕτως καὶ ὁ Υἱὸς ἔχει. Εἰ δὲ ἀσεβὲς μὲν τοῦτο λέγειν, εὐσεβὲς δὲ μᾶλλον ἐστιν εἰπεῖν, ὅτι ἀεὶ ἔχει ὁ Πατήρ, πῶς οὐκ ἄτοπον τοῦ Υἱοῦ λέγοντος, ὅτι, ὡς ὁ Πατὴρ ἔχει, οὕτως καὶ ὁ Υἱὸς ἔχει, τούτους λέγειν μὴ οὕτως ἔχειν, ἀλλ' ἄλλως ἔχειν; Μᾶλλον οὖν ὁ Λόγος πιστός ἐστι, καὶ πάντα, ἃ λέγει εἰληφέναι, ἀεὶ ἔχων, αὐτὰ ἔχει παρὰ τοῦ Πατρός· καὶ ὁ μὲν Πατὴρ οὐ παρά τινος, ὁ δὲ Υἱὸς παρὰ τοῦ Πατρὸς ἔχει. Ὡς γὰρ καὶ ἐπὶ τοῦ ἀπαυγάσματος, εἰ αὐτὸ τὸ ἀπαύγασμα λέγοι· Πάντα τόπον δέδωκέ μοι
col. 433–434page 208 of 677
PG 130:433φῶς φωτίζειν· καὶ οὐκ ἀπ' ἐμαυτοῦ φωτίζω, ἀλλ' ὡς τὸ φῶς βούλεται· τοῦτο δὲ λέγον, μὴ ἔχειν ἑαυτὸ δείκνυσιν, ἀλλ' ὅτι τοῦ εἰμι, καὶ τὰ ἐκείνου πάντα ἐμά ἐστιν. Οὕτως καὶ πλέον ἐπὶ τοῦ Υἱοῦ νοεῖν ἔξεστι. Καὶ γὰρ πάντα δεδωκὼς ὁ Πατὴρ τῷ Υἱῷ, πάντα πάλιν ὁ Πατὴρ ἐν τῷ Υἱῷ ἔχει· καὶ τοῦ Υἱοῦ δὲ ἔχοντος, πάλιν ὁ Πατὴρ αὐτὰ ἔχει. Ἡ γὰρ τοῦ Υἱοῦ θεότης τοῦ Πατρὸς θεότης ἐστί· καὶ οὕτως ὁ Πατὴρ ἐν τῷ Υἱῷ τῶν πάντων τὴν πρόνοιαν ποιεῖται. Τῶν μὲν οὖν τοιούτων ῥητῶν τοιοῦτος ὁ νοῦς· περὶ δὲ τῶν ἀνθρωπίνως λεγομένων περὶ τοῦ Σωτῆρος, καὶ ταῦτα πάλιν εὐσεβῆ τὴν διάνοιαν ἔχει. Διὰ τοῦτο γὰρ καὶ προεξητάσαμεν τὰ τοιαῦτα, ἵνα, ἐὰν ἀκούσωμεν ἐπερωτώντος αὐτοῦ, τοῦ Λάζαρος κεῖται, καὶ ὅταν εἰς τὰ μέρη Καισαρείας ἐλθὼν πυνθάνεται Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; καὶ, Πόσους ἔχετε ἄρτους; καὶ, Τί θέλετε ἵνα ποιήσω ὑμῖν; γινώσκωμεν ἐκ τῶν προειρημένων τὴν ὀρθὴν τῶν ῥητῶν διάνοιαν, καὶ μὴ σκανδαλιζώμεθα κατὰ τοὺς χριστομάχους Ἀρειανούς. Πρῶτον μὲν οὖν τοῖς ἀσεβοῦσι τοῦτο ῥητέον, πόθεν νομίζουσιν ἀγνοεῖν αὐτόν; Οὐ γὰρ ὁ ἐπερωτῶν πάντως καὶ ἀγνοῶν ἐπερωτᾷ· ἀλλ' ἔξεστι τὸν εἰδότα καὶ ἐρωτᾶν περὶ ὧν ἐπίσταται. Ἀμέλει καὶ ὁ Ἰωάννης ἐπερωτῶντα τὸν Χριστὸν, Πόσους ἄρτους ἔχετε, οἶδε μὴ ἀγνοοῦντα, ἀλλὰ γινώσκοντα· φησὶ γὰρ, Τοῦτο δὲ ἔλεγε πειράζων τὸν Φίλιππον· αὐτὸς γὰρ ᾔδει, τί ἔμελλε ποιεῖν. Εἰ δὲ ᾔδει ὅπερ ἐποίει, οὐκ ἄρα ἀγνοῶν, ἀλλὰ γινώσκων ἐπερωτᾷ. Ἀπὸ δὲ τούτου καὶ τὰ ὅμοια νοεῖν ἔξεστιν, ὅτι, ὅταν ἐρωτᾷ ὁ Κύριος, οὐκ ἀγνοῶν, τοῦ Λάζαρος κεῖται, οὐδὲ τίνα εἶναι λέγουσιν αὐτὸν εἶναι οἱ ἄνθρωποι, ἐπερωτᾷ, ἀλλὰ γινώσκων ὅπερ ἠρώτα αὐτός, εἰδὼς τί μέλλει ποιεῖν· καὶ ταχέως μὲν αὐτῶν οὕτω τὸ σοφὸν ἐκβάλλεται. Ἂν δὲ φιλονεικῶσιν· ἔτι διὰ τὸ ἐπερωτᾶν, ἀκουέτωσαν, ὅτι ἐν μὲν τῇ θεότητι οὐκ ἔστιν ἄγνοια, τῆς δὲ σαρκὸς ἴδιόν ἐστι τὸ ἀγνοεῖν, καθάπερ εἴρηται. Καὶ ὅτι τοῦτο ἀληθές ἐστιν, ἄρα πῶς ὁ Κύριος πυνθανόμενος, τοῦ Λάζαρος κεῖται, αὐτὸς εἶπε μὴ παρών, ἀλλὰ καὶ μακρὰν ὤν, Λάζαρος ἀπέθανε, καὶ πόθεν ἀπέθανεν. Ὁ δὲ κατ' αὐτοὺς νομιζόμενος ἀγνοεῖν, αὐτός ἐστιν ὁ τοὺς διαλογισμοὺς τῶν μαθητῶν προγινώσκων, καὶ εἰδὼς τὰ ἐν τῇ ἑκάστου καρδίᾳ, καὶ τί ἐστιν ἐν τῷ ἀνθρώπῳ· καὶ τό γε μεῖζον, αὐτὸς μόνος γινώσκει τὸν Πατέρα, καὶ λέγει· Ἐγώ ἐν τῷ Πατρί, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Οὐκοῦν παντὶ τοῦτο δῆλόν ἐστιν, ὅτι τῆς μὲν σαρκός ἐστι τὸ ἀγνοεῖν, αὐτὸς δὲ ὁ Λόγος, ᾗ Λόγος ἐστί, τὰ πάντα καὶ πρὶν γενέσεως γινώσκει. Οὐδὲ γὰρ ὁ Λόγος, ἐπειδὴ γέγονεν ἄνθρωπος, πέπαυται τοῦ εἶναι Θεός· οὐδέ, ἐπειδὴ Θεός ἐστι, φεύγει τὸ ἀνθρώπινον· μὴ γένοιτο· ἀλλὰ μᾶλλον Θεὸς ὤν, προσελάμβανε τὴν σάρκα, καὶ ἐν σαρκὶ ὢν ἐθεοποίει τὴν
col. 435–436page 209 of 677
PG 130:435σάρκα. Καὶ γὰρ ὥσπερ ἐν αὐτῇ ἐπυνθάνετο, οὕτω καὶ ἐν αὐτῇ τὸν νεκρὸν ἤγειρε· καὶ πᾶσιν ἔδειξεν ὅτι νε κροὺς ζωοποιῶν καὶ τὴν ψυχὴν ἀνακαλούμενος, πολλῷ μᾶλλον τὰ κρυπτὰ πάντων ἐπιγινώσκει καὶ ἐγίνωσκε ποῦ κεῖται Λάζαρος· ἀλλ' ἐπυνθάνετο· ἐποίει γὰρ καὶ τοῦτο ὁ πανάγιος τοῦ Θεοῦ Λόγος, ὁ πάντα δι' ἡμᾶς ὑπομείνας, ἵνα καὶ οὕτω τὴν ἄγνοιαν ἡμῶν βαστάξας, χαρίσηται γινώσκειν τὸν μόνον ἑαυτοῦ ἀληθινὸν Πατέρα καὶ ἑαυτὸν τὸν δι' ἡμᾶς ἐπὶ σωτηρίᾳ πάν των ἀποσταλέντα, ἧς μείζων οὐκ ἂν γένοιτο χάρις. Εἰ δὲ, ἵνα λυτρωθῇ τὸ γένος τὸ ἀνθρώπινον, ἐπεδήμησεν ὁ Λόγος, καὶ ἵνα αὐτοὺς ἁγιάσῃ καὶ θεοποιήσῃ γέγονεν ὁ Λόγος σάρξ, τίνι λοιπὸν οὐκ ἔστι φανερόν, ὅτι ταῦτα ἅπερ εἰληφέναι λέγει, ὅτε γέγονε σάρξ, οὐ δι' ἑαυτὸν, ἀλλὰ διὰ τὴν σάρκα λέγει; Ἐν ᾗ γε ἦν, λέγων, ταύτης ἦν καὶ τὰ διδόμενα χαρίσματα δι' αὐτοῦ παρὰ τοῦ Πατρός. Τίνα δὲ ἦν ἃ ἡγεῖτο, ἴδωμεν, καὶ τίνα ἦν ὅλως ἃ ἔλεγεν εἰληφέναι, ἵνα κἂν οὕτως αἰσθάνεσθαι δυνηθῶσιν ἐκεῖνοι. Δόξαν τοίνυν ἡγεῖτο, καὶ ἔλεγε· Πάντα μοι παρεδόθη, καὶ μετὰ τὴν ἀνάστασιν ἐξουσίαν πᾶσάν φησιν εἰληφέναι. Ἀλλὰ καὶ πρὶν εἴπῃ, Πάντα μοι παρεδόθη, πάντων ἦν Κύριος. Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, πῶς εἶ; Κύριος ἦν δι' οὗ τὰ πάντα. Καὶ δόξαν μὲν εἶχε ἧς Κύριος ἦν καὶ ἔστιν, ὡς ὁ Παῦλός φησιν· Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Εἶχε γὰρ ἣν ἡγεῖτο λέγων· Τῇ δόξῃ ᾗ εἶχον, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί. Καὶ τὴν ἐξουσίαν δὲ, ἣν ἔλεγε μετὰ τὴν ἀνάστασιν εἰληφέναι, ταύτην εἶχε καὶ πρὸ τοῦ λαβεῖν, καὶ πρὸ τῆς ἀναστάσεως. Αὐτὸς μὲν γὰρ ἐπετίμα δι' ἑαυτοῦ λέγων, Ὕπαγε ὀπίσω μου, Σατανᾶ. Καὶ τοῖς μαθηταῖς ἐδίδου μετ' αὐτοῦ τὴν ἐξουσίαν, ὅτε καὶ ὑποστρεψάντων αὐτῶν ἔλεγεν· Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἀλλὰ καὶ πάλιν ὅπερ ἔλεγεν εἰληφέναι, τοῦτο καὶ πρὸ τοῦ λαβεῖν ἔχων δείκνυται. Τούς τε γὰρ δαίμονας ἀπήλαυνε, καὶ ἅπερ ἦν δήσας ὁ Σατανᾶς, ἔλυεν αὐτὸς, ὡς ἐπὶ τῆς Ἀβραμιαίας θυγατρὸς ἐποίησε, καὶ ἁμαρτίας ἀφίει, λέγων τῷ παραλυτικῷ, καὶ τῇ τοὺς πόδας ἀλειψάσῃ γυναικί· Ἀφέωνταί σοι αἱ ἁμαρτίαι. Καὶ νεκρούς μὲν ἤγειρε, τοῦ τυφλοῦ δὲ τὴν γένεσιν ἀποκαθιστᾷ, χαριζόμενος αὐτῷ τὸ βλέπειν. Καὶ ταῦτα ἐποίει οὐ μένων ἕως λάβῃ, ἀλλ' ἐξουσιαστὴς ὤν. Ὡς ἐκ τούτων δῆλον εἶναι, ὅτι ἃ εἶχε Λόγος ὤν, ταῦτα καὶ γενόμενος ἄνθρωπος, καὶ μετὰ τὴν ἀνάστασιν ἀνθρωπίνως εἰληφέναι λέγεται, ἵνα δι' αὐτὸν οἱ ἄνθρωποι ἐπὶ μὲν τῆς γῆς ὡς κοινωνοὶ γενόμενοι θείας φύσεως λοιπὸν ἐξουσίαν ἔχωσι κατὰ τῶν δαιμόνων· ἐν δὲ τοῖς οὐρανοῖς ὡς ἐλευθερωθέντες ἀπὸ τῆς φθορᾶς αἰωνίως βασιλεύωσι. Καθόλου γὰρ χρὴ τοῦτο γινώσκειν, ὅτι οὐδὲν ὧν λέγει εἰληφέναι, ὡς μὴ ἔχων ἔλαβεν, ἵνα τῆς σαρκὸς ἐν αὐτῷ λαμβανούσης, λοιπὸν ἐξ ἐκείνης καὶ ἐφ' ἡμᾶς ἡ χάρις διαβαίνῃ βεβαίως.
col. 437–438page 210 of 677
PG 130:437Τῆς αὐτῆς ὁμοίως καὶ ταῦτα. Τίνος δὲ χάριν γινώσκων ἔλεγεν, ὅτι οὐδὲ ὁ Υἱὸς οἶδεν; Οὐδένα τῶν πιστῶν ἀγνοεῖν οἶμαι, ὅτι καὶ τοῦτο οὐδὲν ἧττον διὰ τὴν σάρκα ὡς ἄνθρωπος ἔλε γεν. Οὐδὲ γὰρ τοῦτο ἐλάττωμα τοῦ Λόγου ἐστὶν, ἀλλὰ τῆς ἀνθρωπίνης φύσεως ἐστιν ἴδιον καὶ τὸ ἀγνοεῖν. Ἀμέλει λέγων ἐν τῷ Εὐαγγελίῳ περὶ τοῦ κατὰ τὸ ἀνθρώπινον αὐτοῦ· Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱόν, δῆλον, ὅτι καὶ τὴν τοῦ παντὸς τέλους ὥραν ὡς μὲν Λόγος γινώσκει, ὡς δὲ ἄνθρωπος ἀγνοεῖ. Ἀνθρώπου γὰρ ἴδιον τὸ ἀγνοεῖν, καὶ μάλιστα ταῦτα. Ἀλλὰ καὶ τοῦτο τῆς φιλανθρωπίας ἴδιον τοῦ Σωτῆρος. Ἐπειδὴ γὰρ γέγο νεν ἄνθρωπος, οὐκ ἐπῃσχύνετο διὰ τὴν σάρκα τὴν ἀγνοοῦσαν εἰπεῖν, Οὐκ οἶδα, ἵνα δείξῃ, ὅτι εἰδὼς ὡς Θεός, ἀγνοεῖ σαρκικῶς. Οὐκ εἴρηκε γοῦν, ὅτι οὐδὲ ὁ Υἱὸς τοῦ Θεοῦ, ἵνα μὴ ἡ θεότης ἀγνοοῦσα φαίνηται, ἀλλ᾽ ἁπλῶς, Οὐδὲ ὁ Υἱὸς, ἵνα τοῦ ἐξ ἀνθρώπων γενο μένου Υἱοῦ ἡ ἄγνοια ᾖ. Διὰ τοῦτο καὶ περὶ ἀγγέλων εἰπὼν οὐκ εἴρηκεν ἐπαναβαίνων, ὅτι οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ᾽ ἐσιώπησε δεικνὺς τὰ δύο ταῦτα, ὅτι εἰ τὸ Πνεῦμα οἶδε, πολλῷ μᾶλλον ὁ Λόγος ᾗ Λόγος οἶδε, παρ᾽ οὗ καὶ τὸ Πνεῦμα λαμβάνει, καὶ ὅτι περὶ τοῦ Πνεύματος σιωπήσας φανερὸν πεποίηκεν, ὅτι περὶ τῆς ἀνθρωπίνης αὐτοῦ λειτουργίας ἔλεγεν, Οὐδὲ ὁ Υἱός. Πᾶς δὲ πλὴν τῶν Ἀρειανῶν συνομολογήσειεν, ὡς ὁ τὸν Πατέρα γινώσκων πολλῷ μᾶλλον οἶδε τῆς κτίσεως τὸ ὅλον, ἐν δὲ τῷ ὅλῳ καὶ τὸ τέλος ταύτης. Καὶ εἰ ὥρισται· ἡ ὥρα καὶ ἡ ἡμέρα παρὰ τοῦ Πατρὸς, δηλόν ἐστιν, ὅτι διὰ τοῦ Υἱοῦ ὥρισται, καὶ οἶδεν αὐτὸς τὸ δι᾽ αὐτοῦ ὁρισθέν. Οὐδὲν γάρ ἐστιν ὃ μὴ διὰ τοῦ Υἱοῦ γέγονε τε καὶ ὥρισται. Πάλιν τε, εἰ πάντα τοῦ Πατρὸς τοῦ Υἱοῦ ἐστι, τοῦτο γὰρ αὐτὸς εἴρηκε, τοῦ δὲ Πατρός ἐστι τὸ εἰ δέναι τὴν ἡμέραν, δηλόν ἐστιν, ὅτι καὶ ὁ Υἱὸς οἶδεν, ἴδιον ἔχων καὶ τοῦτο ἐκ τοῦ Πατρός. Καὶ πάλιν, εἰ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ, οἶδε δὲ ὁ Πατὴρ τὴν ἡμέραν καὶ τὴν ὥραν, φανερὸν, ὅτι καὶ ὁ Υἱὸς ἐν τῷ Πατρὶ ὤν, καὶ εἰδὼς τὰ ἐν τῷ Πα τρί, οἶδε καὶ αὐτὸς τὴν ἡμέραν καὶ τὴν ὥραν. Εἰ δὲ καὶ εἰκών ἐστιν ἀληθινὴ τοῦ Πατρὸς ὁ Υἱός, οἶδε δὲ ὁ Πατήρ, δῆλον ὅτι καὶ περὶ τοῦ εἰδέναι ταῦτα τὴν ὁμοιότητα τοῦ Πατρὸς ὁ Υἱὸς ἔχει. Συναριθμοῦντες δὲ τοῖς γενητοῖς οἱ Ἀρειανοὶ τὸν Υἱὸν τοῦ Θεοῦ κατ᾽ ὀλίγον καὶ αὐτὸν τὸν Πατέρα ἐλάττονα τῆς κτίσεως μελετῶσι λέγειν. Εἰ γὰρ ὁ Πατέρα γινώσκων οὐκ οἶδε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν, φοβοῦμαι μὴ μεί ζων ἔσται, ὡς ἂν ἐκεῖνοι μανέντες εἴποιεν, ἡ περὶ τῆς κτίσεως, μᾶλλον δὲ ἡ περὶ τοῦ ἐλάττονος μέρους τῆς κτίσεως γνῶσις τῆς περὶ τοῦ Πατρὸς γνώσεως. Ἀλλ᾽ οὐκ ἀγνοῶν ἔλεγεν, Οὐκ οἶδα, ἀλλὰ δεικνὺς ὅτι σάρκα ἀγνοοῦσαν ἐνεδύσατο. Τότε γοῦν εἰρηκώς, Οὐδὲ ὁ Υἱὸς οἶδε, καὶ τῶν κατὰ τὸν Νῶε ἀνθρώπων τὴν
col. 439–440page 211 of 677
PG 130:439ἄγνοιαν παραθεὶς εὐθὺς ἐπήγαγε· Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. Καὶ πάλιν· Ἢ οὐ δοκεῖτε ὥρᾳ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. Ἔδει δὲ, εἴπερ ἦν ἀγνοῶν θεϊκῶς, εἰπεῖν, Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἶδα, καὶ ᾗ οὐ δοκῶ ὥρᾳ. Νῦν δὲ τοῦτο μὲν οὐκ εἶπεν, εἰρηκὼς δὲ, ὅτι οὐκ οἴδατε ὑμεῖς, καὶ, ᾗ οὐ δοκεῖτε ὥρᾳ, ἔδειξεν, ὅτι τῶν ἀνθρώπων ἐστὶ τὸ ἀγνοεῖν, δι' οὓς καὶ αὐτὸς τὴν ὁμοίαν αὐτῶν ἔχων σάρκα, καὶ ἄνθρωπος γενόμενος ἔλεγεν, ὅτι οὐδὲ ὁ Υἱὸς οἶδε. Καὶ γὰρ καὶ ἐπὶ τοῦ Νῶε οὐκ εἶπεν, Οὐκ ἔγνω, ἀλλ' οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμός. Οἱ μὲν γὰρ οὐκ ἐγίνωσκον, ὁ δὲ τὸν κατακλυσμὸν ἐπάγων ἐγίνωσκε. Διὰ τοῦτο καὶ τῷ Νώε εἴρηκεν· Εἴσελθε, σὺ καὶ οἱ υἱοί σου εἰς τὴν κιβωτόν. Εἰ γὰρ ἦν ἀγνοῶν, οὐκ ἂν προέλεγε τῷ Νῶε, Ἔτι γὰρ ἡμερῶν ἑπτὰ ἐγὼ ἐπάγω ὑετὸν ἐπὶ τὴν γῆν. Ὥσπερ γὰρ ἄνθρωπος γενόμενος μετὰ ἀνθρώπων πεινᾷ, καὶ διψᾷ, καὶ πάσχει, οὕτω μετὰ μὲν ἀνθρώπων ὡς ἄνθρωπος οὐκ οἶδε, θεϊκῶς δὲ ἐν τῷ Πατρὶ ὢν ὡς Λόγος καὶ σοφία οἶδε, καὶ οὐδέν ἐστιν ὃ ἀγνοεῖ. Οὕτω καὶ περὶ Λαζάρου πάλιν ἀνθρωπίνως πυνθάνεται ὁ ἀπελθὼν ἐγεῖραι αὐτὸν, καὶ εἰδὼς πόθεν ἀνακαλέσεται τὴν Λαζάρου ψυχήν. Μεῖζον δὲ τὸ εἰδέναι ποῦ ἦν ἡ ψυχὴ τοῦ εἰδέναι ποῦ ἔκειτο τὸ σῶμα. Οὕτω καὶ τῶν μαθητῶν πυνθάνεται ἐλθὼν εἰς τὰ μέρη Καισαρείας, καίπερ εἰδὼς καὶ πρὶν ἀποκρίνασθαι τὸν Πέτρον. Εἰ γὰρ ὁ Πατὴρ ἀπεκάλυψε τῷ Πέτρῳ περὶ ὧν ὁ Κύριος ἐπυνθάνετο, δῆλόν ἐστιν, ὅτι διὰ τοῦ Υἱοῦ γέγονεν ἡ ἀποκάλυψις. Οὐδεὶς γὰρ οἶδε τὸν Υἱὸν εἰ μὴ ὁ Πατὴρ, οὐδὲ τὸν Πατέρα τις οἶδεν εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν θέλῃ ὁ Υἱὸς ἀποκαλύψαι. Εἰ δὲ δι' Υἱοῦ ἥ τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ γνῶσις ἀποκαλύπτεται, οὐκ ἀμφίβολον, ὡς αὐτὸς ὁ πυνθανόμενος Κύριος πρότερον ἀποκαλύψας τῷ Πέτρῳ τὰ παρὰ τοῦ Πατρὸς ὕστερον ἀνθρωπίνως ἐπυνθάνετο, ἵνα καὶ ἐν τούτῳ δείξῃ, ὅτι σαρκικῶς πυνθανόμενος, ᾔδει θεϊκῶς ὃ ἔμελλε λέγειν ὁ Πέτρος. Οἶδεν ἄρα ὁ Υἱὸς γινώσκων τὸν ἑαυτοῦ Πατέρα, ἧς γνώσεως οὔτε μεῖζον, οὔτε τελειότερον ἄν τι γένοιτο. Ὁ Ἀπόστολος ἐν τῇ δευτέρᾳ πρὸς Κορινθίους Ἐπιστολῇ, γράφων φησίν, οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν ιδ΄, εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα. Ὁ Θεὸς οἶδε. Τί τοίνυν φατέ; Οἶδεν ὁ Ἀπόστολος ὃ πέπονθεν ἐν τῇ ὀπτασίᾳ, κἂν λέγῃ, Οὐκ οἶδα, ἢ οὐκ οἶδεν; Εἰ μὲν οὐκ οἶδε, σκοπεῖτε μὴ μανθάνοντες πίπτειν, πέσητε καὶ εἰς τὴν Φρυγῶν παρανομίαν τῶν λεγόντων μὴ εἰδέναι τοὺς προφήτας, μηδὲ τοὺς ἄλλους τοὺς διακονήσαντας τῷ Λόγῳ, μήτε τί ποιοῦσι, μήτε περί τίνων ἀπαγγέλλουσιν. Εἰ δὲ οἶδε, λέγων, Οὐκ οἶδα· εἶχε γὰρ ἐν αὐτῷ τὸν Χριστὸν ἀποκαλύπτοντα τὰ πάντα· πῶς οὐκ ἀληθῶς ἐξεστραμμένη τῶν χριστομάχων, καὶ αὐτοκράτητός ἐστιν ἡ καρδία, ὅτι τὸν μὲν Ἀπόστολον λέγοντα, Οὐκ οἶδα, λέγουσιν εἰδέναι, τὸν δὲ Κύριον λέγοντα
col. 441–442page 212 of 677
PG 130:441γοντα, ΤΙΤ. ΧΙ. Οὐκ οἶδα, λέγουσι μὴ εἰδέναι; Ὁ μὲν οὖν Ἀπόστολος, ἀποκαλύπτοντος αὐτῷ τοῦ Υἱοῦ, οἶδεν ὁ πέπονθε. Διὰ τοῦτο γάρ φησιν· Οἶδα ἄνθρωπον ἐν Χριστῷ. Εἰδὼς δὲ τὸν ἄνθρωπον, οἶδε καὶ πῶς ὁ ἄνθρωπος ἡρπάγη. Ὁ δὲ Ἐλισσαῖος βλέπων τὸν Ἡλίαν, οἶδε καὶ πῶς ἀνελήφθη. Ἀλλὰ καίπερ γινώσκων, ὅμως τῶν υἱῶν τῶν προφητῶν νομιζόντων τὸν Ἡλίαν εἰς ἓν τῶν ὀρέων ὑπὸ τοῦ Πνεύματος ἐῤῥίφθαι, αὐτὸς τὴν μὲν ἀρχὴν γινώσκων ἃ ἑώρακεν, ἔπειθε τοὺς ἄνδρας, βιαζομένων δὲ ἐκείνων σεσιώπηκε, καὶ συνεχώρησεν ἀπελθεῖν. Ἆρ' οὖν ἐπειδὴ σεσιώπηκε, οὐκ ἐγίνωσκεν; ἐγίνωσκε μὲν οὖν, ἀλλ' ὡς οὐκ εἰδὼς συνεχώρησεν, ἵνα ἐκεῖνοι πεισθέντες μηκέτι διστάσωσι περὶ τῆς ἀναλήψεως Ἡλίου. Οὐκοῦν πολλῷ μᾶλλον ὁ Παῦλος, αὐτὸς ὢν ὁ ἁρπαγείς, οἶδε καὶ πῶς ἡρπάγη. Καὶ γὰρ Ἡλίας ἐγίνωσκε, καὶ εἰ ἐπυνθάνετό τις, εἶπεν ἄν, πῶς ἀνελήφθη. Λέγει δὲ ὅμως ὁ Παῦλος, Οὐκ οἶδα, δύο τούτων χάριν, ὡς γε νομίζω, ἑνὸς μὲν ὡς αὐτὸς εἶπεν, ἵνα μὴ διὰ τὴν ὑπερβολὴν τῶν ἀποκαλύψεων ἕτερόν τις αὐτὸν λογίσηται ὑπὲρ ὃ βλέπει· ἑτέρου δέ, ὅτι τοῦ Σωτῆρος εἰπόντος, Οὐκ οἶδα, ἔπρεπε καὶ αὐτὸν εἰπεῖν, Οὐκ οἶδα, ἵνα μὴ φαίνηται δοῦλος ὢν ὑπὲρ τὸν Κύριον αὐτοῦ, καὶ μαθητὴς ὑπὲρ τὸν διδάσκαλον. Οὐκοῦν ὁ τῷ Παύλῳ δεδωκὼς εἰδέναι πολλῷ μᾶλλον αὐτὸς οἶδε. Τίνος μὲν οὖν χάριν εἶπε τότε, Οὐκ οἶδα, εἰ αὐτὸς ὡς Δεσπότης οἶδεν; Ὡς δὲ διερευνῶντας στοχάζεσθαι χρή, τῆς ἡμῶν ἕνεκα λυσιτελείας, ὡς γε νομίζω, τοῦτο πεποίηκε. Καὶ γὰρ τὰ μὲν πρὸ τοῦ τέλους ἀπαντῶντα δεδήλωκεν, ἵνα, ὡς εἶπεν αὐτὸς, μὴ ξενισθῶμεν, γινομένων αὐτῶν, ἀλλὰ καὶ ἐκ τούτων τὸ μετὰ ταῦτα τέλος προσδοκῶμεν. Περὶ δὲ τῆς ἡμέρας καὶ τῆς ὥρας οὐκ ἠθέλησε θεϊκῶς εἰπεῖν, ὅτι Οἶδα, ἀλλὰ σαρκικῶς, ὅτι οὐκ οἶδα, ἵνα μηκέτι ἐπερωτήσωσιν αὐτὸν, καὶ λοιπὸν ἢ μὴ εἰρηκὼς λυπήσῃ τοὺς μαθητάς, ἢ εἰρηκὼς παρὰ τὸ συμφέρον αὐτοῖς καὶ πᾶσιν ἡμῖν ποιήσῃ. Ὁ γὰρ ἂν ποιῇ, τοῦτο πάντως ὑπὲρ ἡμῶν ἐστιν, ἐπειδὴ καὶ δι' ἡμᾶς ὁ Λόγοςσὰρξ ἐγένετο. Δι' ἡμᾶς τοίνυν εἶπεν· Οὐδὲ ὁ Υἱὸς οἶδε, καὶ οὔτε ἐψεύσατο εἰρηκώς, ἀνθρωπίνως γὰρ εἶπεν ὡς ἄνθρωπος, Οὐκ οἶδα, οὔτε ἀφῆκε τοὺς μαθητὰς αὐτὸν βιάσασθαι. Εἰρηκὼς γάρ, Οὐκ οἶδα, ἔστησε κἀκείνων τὴν ἐρώτησιν. Ἐν γοῦν ταῖς Πράξεσι τῶν ἀποστόλων ἐστὶ γεγραμμένον, ὅτι ἠρώτων αὐτὸν πάλιν οἱ μαθηταί, πότε τὸ τέλος ἔσται, καὶ πότε παραγίνῃ, καὶ εἶπεν αὐτοῖς φανερώτερον· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Καὶ οὐκ εἶπε τότε, Οὐκ οἶδεν οὐδὲ ὁ Υἱός, ὥσπερ πρὸ τούτου ἀνθρωπίνως. Λοιπὸν γὰρ ἦν ἡ σὰρξ ἀναστᾶσα, καὶ ἀποθεμένη τὴν νέκρωσιν, καὶ θεοποιηθεῖσα, καὶ οὐκ ἔτι ἔπρεπε σαρκικῶς αὐτὸν ἀποκρίνασθαι ἀνερχόμενον εἰς τοὺς οὐρανοὺς, ἀλλὰ λοιπὸν θεϊκῶς διδάξαι, ὅτι Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Τίς δὲ ἡ δύναμις τοῦ Πατρὸς ἢ ὁ Χριστός; Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.
col. 443–444page 213 of 677
PG 130:443Οἶδεν ἄρα ὁ Υἱός Λόγος ὤν. Τοῦτο γὰρ λέγων ἐστί, ὅτι Ἐγώ οἶδα, ἀλλ᾽ οὐκ ἔστιν ὑμῶν γνώναι, ἵνα κἂν ὡς ἄγγελοι μετασχηματίζωνται δαίμονες, καὶ περὶ τῆς συντελείας ἐπιχειρήσωσι λέγειν πρὸς τὸ πλανῆσαι τοὺς ἀκούοντας, μὴ πιστεύσητε ἔχοντες ὑμεῖς παρ᾽ ἐμοῦ τὴν φωνήν. Ἄλλως τε οὐδὲ εἰδέναι τοῖς ἀνθρώποις τὸ τέλος συμφέρει, ἵνα μὴ γνόντες καταφρονηταὶ τοῦ μεταξὺ χρόνου γένωνται. Ἀμφότερα δὴ οὖν καὶ τὸ καθόλου τέλος, καὶ τὸ ἑκάστου ἀπέκρυψεν ἀφ᾽ ἡμῶν ὁ Λόγος. Καὶ γὰρ ἐν τῷ καθόλου τὸ ἑκάστου τέλος ἐστὶ, καὶ ἐν τῷ ἑκάστου τέλει τὸ καθόλου συνάγεται, ἵνα ἀδήλου αὐτοῦ ὄντος, καὶ ἀεὶ προσδοκωμένου, καθ᾽ ἡμέραν προκόπτωμεν. Διὰ τοῦτο γὰρ ἐπέφερεν ὁ Σωτὴρ λέγων· Γρηγορεῖτε οὖν ὅτι οὐκ οἴδατε οὐδὲ ὑμεῖς ποίᾳ ἡμέρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. Διὰ τὸ συμφέρον ἄρα τὸ ἐκ τῆς ἀγνοίας τοῦτο εἴρηκεν. Ἐν τῷ παραδείσῳ δὲ πυνθάνεται ὁ Θεὸς τοῦ Ἀδὰμ λέγων· Ἀδάμ, ποῦ εἶ; Ἐξετάζει δὲ καὶ τὸν Κάϊν λέγων· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; Τί τοίνυν καὶ περὶ τούτου φατέ; Εἰ γὰρ ἀγνοεῖν αὐτὸν νομίζετε, καὶ διὰ τοῦτο πυνθάνεσθαι, Μανιχαίοις μὲν ἤδη προσετέθητε. Αὐτῶν γὰρ τὸ τοιοῦτον τόλμημα. Εἰ δὲ φοβούμενοι φανερῶς ὀνομασθῆναι Μανιχαῖοι βιάζεσθε αὐτοὺς εἰπεῖν, ὅτι γινώσκων πυνθάνεται, τί ἄτοπον, ἢ τί ξένον ὁρῶντες οὕτω πεπτώκατε, εἰ ὁ Υἱὸς, ἐν ᾧ τότε ἐπυνθάνετο ὁ Θεὸς, ὁ αὐτὸς Υἱὸς καὶ νῦν σάρκα περιβαλλόμενος πυνθάνεται ὡς ἄνθρωπος; Εἰ μὴ ἄρα Μανιχαῖοι γενόμενοι μέμφεσθαι θελήσετε καὶ τὴν τότε γενομένην πρὸς τὸν Ἀδὰμ ἐρώτησιν, ἵνα μόνον νεανιεύησθε ἐν ταῖς κακονοίαις. Καὶ γὰρ ἐν πᾶσιν ἐλεγχόμενοι θορυβεῖτε πάλιν διὰ τὸ εἰρημένον παρὰ τοῦ Λουκᾶ. Φησί γάρ· Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ, καὶ χάριτι παρὰ Θεῷ, καὶ ἀνθρώποις. Δίκαιον οὖν ἐστι πάλιν αὐτοὺς ὡς τοὺς Σαδδουκαίους καὶ Φαρισαίους ἐρωτῆσαι· Ἰησοῦς Χριστὸς ἄνθρωπός ἐστιν, ὡς οἱ ἄλλοι πάντες ἄνθρωποι, ἢ Θεός ἐστι σάρκα φορῶν; Εἰ μὲν οὖν κοινὸς ἄνθρωπος κατὰ τοὺς ἄλλους ἀνθρώπους καὶ αὐτός ἐστιν, ἔστω πάλιν ὡς ἄνθρωπος προκόπτων. Τοῦτο μέντοι τοῦ Σαμοσατέως ἐπὶ τὸ φρόνημα, ὃ τῇ μὲν δυνάμει καὶ ὑμεῖς φρονεῖτε, τῷ δὲ ὀνόματι μόνον ἀρνεῖσθε διὰ τοὺς ἀνθρώπους. Εἰ δὲ Θεός ἐστι σάρκα φορῶν, ἐπειδὴ καὶ τοῦτό ἐστιν ἀληθῶς, ποίαν ἔχει προκοπὴν ὁ ἴσα θεῷ ὑπάρχων; Ἢ ποῦ εἶχεν αὐξάνειν ὁ Υἱός, ὁ ἀεὶ ὢν ἐν τῷ Πατρί; Εἰ γὰρ ἀεὶ ὢν ἐν τῷ Πατρὶ προκόπτει, τί ἄρα ἐστὶν ἐπέκεινα τοῦ Πατρὸς, ἵνα ἐπὶ τούτῳ προκόψῃ; Ἔπειτα, εἰ ἄνθρωπος γενόμενος προέκοπτε, δῆλον ὅτι πρὸ τοῦ γενέσθαι ἄνθρωπος ἀτελὴς ἦν, καὶ μᾶλλον ἡ σὰρξ αἰτία τῆς τελειώσεως γέγονεν, ἢ αὐτὸς τῆς σαρκός. Πάλιν τε, εἰ Λόγος ὢν προκόπτει, τί μεῖζον ἔχει γενέσθαι Λόγου, καὶ σοφίας, καὶ Υἱοῦ, καὶ Θεοῦ, καὶ δυνάμεως; Ταῦτα γὰρ ἐστιν ὁ Λόγος, οὗ εἴ τις ὡς ἀκτῖνος μετασχεῖν πως δύναται, ὁ τοιοῦτος παντέλειος ἐν ἀνθρώποις, καὶ ἴσος ἀγγέλοις γίνεται. Καὶ γὰρ καὶ Ἄγγελοι, καὶ Ἀρχάγγελοι, καὶ Κυριότητες, καὶ πᾶσαι αἱ Δυνάμεις, καὶ Θρόνοι
col. 445–446page 214 of 677
PG 130:445τοῦ λόγου μετέχοντες βλέπουσι διὰ παντὸς τὸ πρόσωπον αὐτοῦ. Πῶς οὖν ὁ ἄλλοις τὴν τελειότητα παρέχων αὐτὸς μετ' ἐκείνους προκόπτει; Ἄλλοι γὰρ καὶ τῇ ἀνθρωπίνῃ αὐτοῦ γενέσει διηκόνησαν, καὶ τὸ λεγόμενον παρὰ τῷ Λουκᾷ μετὰ τὴν διακονίαν τῶν ἀγγέλων εἴρηται. Πῶς οὖν ἡ σοφία ἐν σοφίᾳ προέκοπτεν; Ἢ πῶς ὁ τοῖς ἄλλοις τὴν χάριν διδοὺς (ὁ γὰρ Παῦλος διὰ πάσης ἐπιστολῆς δι' αὐτοῦ δίδοσθαι τὴν χάριν γινώσκων φησίν· Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν), αὐτὸς ἐν χάριτι προέκοπτεν; Ἢ γὰρ ψεύδεσθαι τὸν Ἀπόστολον λεγέτωσαν, ἢ μηδὲ σοφίαν εἶναι λέγειν τὸν Υἱὸν τολμάτωσαν, ἢ εἰ σοφία ἐστὶ, προκοπήν οὐκ ἐπεδέχετο. Ἄνθρωποι μὲν γὰρ κτίσματα τυγχάνοντες ἐπεκτείνεσθαί πως καὶ προκύπτειν ἐν ἀρετῇ δύνανται. Ἐνὼχ γοῦν οὕτω μετετέθη, καὶ Μωϋσῆς αὐξάνων ἐτελειοῦτο, Ἰσαὰκ δὲ προκόπτων ἐγένετο μέγας. Καὶ ὁ Ἀπόστολος ἐπεκτείνεσθαι καθ' ἡμέραν τοῖς ἔμπροσθεν ἔλεγεν. Εἶχε γὰρ ἕκαστος ποῦ προκόψει, βλέπων εἰς τὸν ἔμπροσθεν αὐτοῦ βαθμόν. Ὁ δὲ τοῦ Θεοῦ Υἱὸς μόνος ὤν, ἐν τῷ μόνῳ Πατρί ἐστιν, ἀφ' οὗ οὐδὲ ἐπεκτείνεται, ἀλλ' ἐν αὐτῷ μένων ἐστὶν ἀεί. Ἀνθρωπίνως οὖν εἴρηται καὶ ἐνταῦθα προκόπτειν, ἐπεὶ καὶ τῶν ἀνθρώπων ἐστὶ πάλιν ἡ προκοπή. Καὶ γὰρ καὶ ὁ εὐαγγελιστής μετὰ ἀκριβοῦς παρατηρήσεως λέγων, τῇ προκοπῇ συνήψε τὴν ἡλικίαν· Λόγος καὶ Θεὸς ἡλικίᾳ οὐ μεμέτρηται, ἀλλὰ τῶν σωμάτῶν εἰσὶν αἱ ἡλικίαι. Τοῦ σώματος ἄρα ἐστὶν ἡ προκοπή. Αὐτοῦ γὰρ προκόπτοντος, προέκοπτεν ἐν αὐτῷ καὶ ἡ φανέρωσις τῆς θεότητος τοῖς ὁρῶσιν. Ὅσῳ δὲ ἡ θεότης ἀπεκαλύπτετο, τοσούτῳ πλέον ἡ χάρις ηύξανεν ὡς ἀνθρώπου παρὰ πᾶσιν ἀνθρώποις. Παιδίον μὲν γὰρ ἐβαστάζετο, παῖς δὲ γενόμενος ἐπέμενεν ἐν τῷ ἱερῷ, καὶ τοὺς ἱερέας ἀνέκρινε περὶ τοῦ νόμου. Κατ' ὀλίγον δὲ τοῦ σώματος αὐξάνοντος, καὶ τὸν λόγον φανεροῦντος, ὁμολογεῖται λοιπὸν παρὰ μὲν Πέτρου πρώτον, εἶτα καὶ παρὰ πάντων τῶν μαθητῶν, ὅτι ἀληθῶς Θεοῦ Υἱός ἐστιν. Εἰ χρὴ δὲ καὶ πιθανῶς μετὰ τοῦ ἀληθοῦς εἰπεῖν, αὐτὸς ἐν ἑαυτῷ προέκοπτεν. Ἡ σοφία γὰρ ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ἐν ἑαυτῇ προκόπτειν τὸν οἶκον ἐποίει. Τίς δέ ἐστιν ἡ λεγομένη προκοπή, καθὰ προεῖπον; Ἡ παρὰ τῆς σοφίας μεταδιδομένη τοῖς ἀνθρώποις θεοποίησις, καὶ χάρις, ἐξαφανιζομένης ἐν αὐτοῖς τῆς ἁμαρτίας καὶ τῆς ἐν αὐτοῖς φθορᾶς κατὰ τὴν ὁμοιότητα καὶ συγγένειαν τῆς σαρκὸς τοῦ Λόγου. Οὕτω γὰρ αὐξάνοντος ἐν ἡλικίᾳ τοῦ σώματος, συνεπεδίδοτο ἐν αὐτῷ ἡ τῆς θεότητος φανέρωσις, καὶ ἐδείκνυτο παρὰ πᾶσιν, ὅτι ναὸς Θεοῦ ἐστι, καὶ Θεὸς ἦν ἐν τῷ σώματι. Ἐὰν δὲ φιλονεικῶσιν, ὅτι Ἰησοῦς ἐκλήθη σὰρξ γενόμενος, καὶ εἰς αὐτὸν ἀναφέρωσι τὸ λεγόμενον προέκοπτεν, ἀκουέτωσαν, ὅτι οὐδὲ τοῦτο νῦν ἐλαττοῖ τὸ πατρικὸν φῶς. Τοῦτο γάρ ἐστιν ὁ Υἱός. Δείκνυσι δὲ πάλιν, ὅτι γέγονεν ἄνθρωπος ὁ Λόγος, καὶ ἀληθινὴν ἐφόρεσε σάρκα, καὶ ὥσπερ εἴπομεν, ὅτι σαρκὶ πέπονθε, καὶ σαρκὶ ἐπείνασε, καὶ σαρκὶ ἐκοπίασεν, οὕτω καὶ εἰκότως ἂν λέγοιτο, ὅτι σαρκὶ
col. 447–448page 215 of 677
PG 130:447προέκοπτεν. Οὔτ᾽ οὖν τοῦ Λόγου ἡ προκοπή, οὔτε ἡ σὰρξ ἦν σοφία, ἀλλὰ τῆς σοφίας σῶμα γέγονεν ἡ σάρξ. Διὰ τοῦτο ὡς προείπομεν, οὐχ ἡ σοφία, ᾗ σο φία ἐστὶν, αὐτὴ καθ᾽ ἑαυτὴν προέκοπτεν, ἀλλὰ τὸ ἀνθρώπινον ἐν τῇ σοφίᾳ προέκοπτεν, ὑπεραναβαῖνον κατ᾽ ὀλίγον τὴν ἀνθρωπίνην φύσιν, καὶ θεοποιούμενον, καὶ ὄργανον αὐτῆς γενόμενον πρὸς τὴν ἐνέργειαν τῆς θεότητος, καὶ τὴν ἔλλαμψιν αὐτῆς φαῖνον ἐν πᾶσι. Διὸ οὐδὲ εἶπεν, Ὁ λόγος προέκοπτεν, ἀλλὰ, Ἰησοῦς, ὅπερ ὄνομα γενόμενος ἄνθρωπος ὁ Κύριος ἐκλήθη, ὡς εἶναι τῆς ἀνθρωπίνης φύσεως τὴν προκοπήν. Οὕτως ἐν τοῖς ἔμπροσθεν εἴπομεν. Οὐκοῦν ὥσπερ προκοπτούσης τῆς σαρκὸς λέγεται αὐτὸς προκόπτειν διὰ τὴν πρὸς τὸ σῶμα ἰδιότητα, οὕτω καὶ τὰ παρὰ τὸν καιρὸν τοῦ θανάτου λεγόμενα, τὸ πραχθῆναι, τὸ κλαῦσαι, χρὴ λαμβάνειν τῇ αὐτῇ διανοίᾳ. Εἴπερ οὖν ἐκ τῶν ἀνθρωπίνων προφασίζονται τὰ ταπεινὰ νοεῖν περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, μᾶλλον δὲ ἄνθρωπον αὐτὸν ὅλον ἐκ γῆς, καὶ οὐκ ἐξ οὐρανοῦ νομίζουσι, διατί μὴ καὶ ἐκ τῶν θεϊκῶν ἔργων ἐπι γινώσκουσι τὸν ἐν τῷ Πατρὶ Λόγον, καὶ λοιπὸν ἀρνοῦνται τὴν ἰδίαν ἀσέβειαν; Ἔξεστι γὰρ αὐτοῖς ὁρᾶν, πῶς αὐτός ἐστιν ὁ καὶ τὰ θεοπρεπῆ ἔργα ποιῶν, ὁ αὐτός ἐστιν ὁ καὶ τὸ σῶμα παθητὸν δεικνύς ἐν τῷ ἀφιέναι κλαίειν καὶ πεινᾶν αὐτό, καὶ τὰ ἴδια τοῦ σώματος ἐν αὐτῷ φαίνεσθαι. Ἐκ μὲν γὰρ τῶν τοιούτων ἐγνώριζε πᾶσιν, ὅτι θεὸς ὢν ἀπαθὴς σάρκα παθητὴν ἔλαβεν· ἐκ δὲ τῶν ἔργων ἐδείκνυεν ἑαυτὸν Λόγον ὄντα Θεοῦ, καὶ ὕστερον γενόμενον ἄνθρωπον λέγων· Κἂν ἐμοὶ μὴ πιστεύητε ἀνθρώπινον περι βεβλημένον σῶμα, ἀλλὰ κἂν τοῖς ἔργοις πιστεύσατε, ἵνα γνώτε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πα τὴρ ἐν ἐμοί. Ἔδει δὲ, ὅτι ἀκούοντας μὲν αὐτούς, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, μίαν ὁρᾶν τὴν θεό τητα κατὰ τὸ ἴδιον τῆς οὐσίας τοῦ Πατρός· ἀκούοντας δὲ τὸ ἔκλαυσε, καὶ τὰ ὅμοια, ταῦτα τοῦ σώμα τος ἴδια λέγειν μάλιστα, ὅτι ἐν ἑκατέρῳ τούτων ἔχουσι τὴν ἀφορμὴν εὔλογον, ὅτι τὰ μὲν ὡς περὶ Θεοῦ γέγραπται, τὰ δὲ διὰ τὸ ἀνθρώπινον αὐτοῦ σῶ μα λέγεται. Ἐπεὶ καὶ ἄνθρωπος γέγονε, καὶ ὡς παρὰ ἀνθρώπου γίνεται, καὶ λέγεται ταῦτα, ἵνα ταῦτα τὰ παθήματα τῆς σαρκὸς κουφίσας αὐτοῖς ἐλευθέραν αὐτῶν ταύτην κατασκευάσῃ. Ὅθεν οὐδὲ ἐγκαταλείπεσθαι δύναται παρὰ τοῦ Πατρὸς ὁ Κύ ριος, ἐν ἑαυτῷ ὢν ἀεὶ καὶ πρὸ τοῦ εἰπεῖν καὶ ὅτε ταύτην ἀφίει τὴν φωνήν. Ἀλλ᾽ οὐδὲ θέμις εἰπεῖν πά λιν δειλιᾶν τὸν Κύριον, ἂν οἱ πυλωροὶ τοῦ ᾅδου πτύ ξαντες ἐξαρήκαν τὸν ᾅδην. Καὶ τὰ μὲν μνήματα ἀνέῳγε, πολλὰ δὲ σώματα τῶν ἁγίων ἀνέστη. Ἰδοὺ λέγοντος αὐτοῦ, Ἱνατί με ἐγκατέλιπες; ἐδείκνυεν ὁ Πατήρ, ὡς ἀεὶ καὶ τότε ἦν αὐτῷ. Ἡ γὰρ γῆ γινώσκουσα τὸν λαλοῦντα Δεσπότην εὐθὺς ἔτρεμε, καὶ τὸ καταπέτασμα ἐσχίζετο, ὁ ἥλιός τε ἐκρύπτετο, καὶ αἱ πέτραι διεῤῥήγνυντο. Καὶ τό γε θαυμαστόν, ὅτι οἱ τότε παρόντες, καὶ ἀρνούμενοι αὐτὸν πρότερον, ὕστερον ταῦτα βλέποντες ὁμολογοῦσιν ἀληθῶς τοῦτον εἶναι Θεοῦ Υἱόν.
col. 449–450page 216 of 677
PG 130:449Περὶ δὲ τοῦ λέγειν αὐτόν· Εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον, μαθέτωσαν πῶς ὁ ταῦτα εἰρηκὼς ἐπετίμα τῷ Πέτρῳ λέγων· Οὐ φρονεῖς τὰ τοῦ Θεοῦ. Ἤθελε γὰρ ὃ παρῃτεῖτο, καὶ διὰ τοῦτο ἦν ἐλθών. Ἐπετίμα μὲν οὖν τῷ Πέτρῳ ὡς Θεός, παρῃτεῖτο δὲ τὸν θάνατον ὡς ἄνθρωπος. Εἶχε γὰρ δειλιῶσαν τὴν σάρκα, δι' ἣν συνεκέρα τὸ ἑαυτοῦ θέλημα τῇ ἀνθρωπίνῃ ἀσθενείᾳ, ἵνα καὶ τοῦτο πάλιν ἀφανίσας, θαρραλέον τὸν ἄνθρωπον πρὸς τὸν θάνατον κατασκευάσῃ. Ἰδοὺ γὰρ πράγμα παράδοξον ἀληθῶς. Ὃν κατὰ δειλίαν λαλοῦντα νομίζουσιν οἱ χριστομάχοι, οὗτος τῇ νομιζομένῃ δειλίᾳ θαρραλέους τοὺς ἀνθρώπους καὶ ἀφόβους κατασκευάζει. Οἱ γὰρ μακάριοι ἀπόστολοι μετ' αὐτόν, καὶ οἱ ἄλλοι ἅγιοι μάρτυρες οὕτως ἐκ τῶν τοιούτων φωνῶν κατεφρόνουν τοῦ θανάτου, ὡς μᾶλλον νομίζειν εἰς τὴν ζωὴν μεταβαίνειν, ἢ θάνατον ὑπομένειν. Πῶς οὖν οὐκ ἄτοπον τῶν μὲν θεραπόντων τοῦ Λόγου θαυμάζειν τὴν ἀνδρίαν, αὐτὸν δὲ τὸν Λόγον λέγειν τε δειλιᾶν, δι' ὃν κἀκεῖνοι θανάτου κατεφρόνησαν; Ἐκ δὲ τῆς τῶν ἁγίων μαρτυρίας καρτερικωτάτης προθέσεως, καὶ ἀνδρίας δείκνυται, ὡς οὐκ ἦν ἡ θεότης δειλιῶσα, ἀλλὰ τὴν ἡμῶν δειλίαν ἦν ἀφαιρούμενος ὁ Σωτήρ. Ὥσπερ γὰρ θανάτῳ τὸν θάνατον κατήργησε, καὶ ἀνθρωπίνως πάντα τὰ ἀνθρώπινα, οὕτω καὶ τῇ νομιζομένῃ δειλίᾳ τὴν ἡμῶν δειλίαν ἀφῃρεῖτο, καὶ πεποίηκε μηκέτι φοβεῖσθαι τοὺς ἀνθρώπους τὸν θάνατον. Ἔλεγεν οὖν ταῦτα, καὶ ἅμα ἐποίει. Ἀνθρώπινον μὲν γὰρ ἦν τὸ λέγειν· Παρελθέτω τὸ ποτήριον· καί· Ἱνατί με ἐγκατέλειπες; θεϊκῶς δὲ ὁ αὐτὸς ἐποίει τὸν ἥλιον ἐκλείπειν, καὶ τοὺς νεκροὺς ἐγείρεσθαι. Πάλιν τε λέγων ἀνθρωπίνως· Νῦν ἡ ψυχή μου τετάρακται, ἔλεγε θεϊκῶς· Ἐξουσίαν ἔχω τὴν ψυχήν μου θεῖναι, καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν. Τὸ μὲν γὰρ ταράττεσθαι σαρκὸς ἴδιον ἦν, τὸ δὲ ἐξουσίαν ἔχειν θεῖναι καὶ λαβεῖν ὅτε βούλεται τὴν ψυχήν, οὐκ ἔστι τοῦτο ἴδιον ἀνθρώπου, ἀλλὰ τῆς τοῦ Λόγου δυνάμεως ἐστιν. Ἄνθρωπος γὰρ οὐ κατ' ἰδίαν ἐξουσίαν, ἀλλ' ἀνάγκῃ φύσεως καὶ μὴ θέλων ἀποθνήσκει. Ὁ δὲ Κύριος ἀθάνατος ὤν, σάρκα δὲ θνητὴν ἔχων, ἐπ' ἐξουσίας εἶχεν ὡς Θεὸς ἀπὸ τοῦ σώματος χωρισθῆναι, καὶ τοῦτο πάλιν ἀναλαβεῖν ὅτε βούλεται. Ἔπρεπε γὰρ φθαρτὴν οὖσαν τὴν σάρκα μηκέτι κατὰ τὴν ἑαυτῆς φύσιν μένειν θνητήν, ἀλλὰ διὰ τὸν ἐνδυσάμενον αὐτὴν Λόγον ἄφθαρτον διαμένειν. Ὥσπερ γὰρ αὐτὸς γενόμενος ἐν τῷ ἡμῶν σώματι τὰ ἡμῶν ἐμιμήσατο, οὕτως ἡμεῖς δεξάμενοι τοῦτον τῆς παρ' ἐκείνου μεταλαμβάνομεν ἀθανασίας. Μάτην τοίνυν σκανδαλίζεσθαι προσποιοῦνται, ὅτι περὶ τοῦ Λόγου γέγραπται· Ἐταράχθη καὶ ἔκλαυσεν. Ἐοίκασι γὰρ μηδὲ ἀνθρωπίνην αἴσθησιν ἔχειν, ἀγνοοῦντες τὴν τῶν ἀνθρώπων φύσιν καὶ τὰ τούτων ἴδια. Μᾶλλον γὰρ ἔδει θαυμάζειν, ὅτι ἐν τοιαύτῃ πασχούσῃ σαρκὶ ἦν ὁ Λόγος, καὶ οὔτε ἐκώλυσε τοὺς ἐπιβουλεύοντας, οὔτε ἐξεδίκει κατὰ τῶν ἀναιρούντων, καίπερ δυνάμενος, ὁ ἄλλους κωλύσας ἀποθανεῖν, καὶ ἀποθανόντας ἐγείρας ἐκ τῶν νεκρῶν.
col. 451–452page 217 of 677
PG 130:451ἀλλ' ἠνέσχετο πάσχειν τὸ ἴδιον σῶμα. Διὰ τοῦτο γὰρ καὶ ἐλήλυθεν, ὡς προείπον, ἵνα σαρκὶ πάθῃ, καὶ λοιπὸν ἀπαθὴς, καὶ ἀθάνατος ἡ σὰρξ κατασκευασθῇ, καὶ ἵνα, καθὼς πολλάκις εἴπομεν, ὡς εἰς αὐτὸν τῆς ὕβρεως, καὶ τῶν γινομένων φθανόντων, μηκέτι τῶν ἀνθρώπων ἅπτηται ταῦτα, ἀλλ' ἐξαφανισθῇ παντελῶς παρ' αὐτοῦ, καὶ λοιπὸν δι' αἰῶνος ὡς ναὸς Θεοῦ διαμείνωσι. Τῆς αὐτῆς ἀκολουθίας. Ἀλλ', ὡς ἔοικε, πονηρὸν ὁ αἱρετικὸς ἀληθῶς. Καὶ ὥσπερ ἡ λεγομένη παρὰ τοῖς Ἕλλησιν ἐν μύθοις ὕδρα τὸ θηρίον, ἀναιρουμένων τῶν προτέρων ὄφεων, ὤδινεν ἑτέρους ὄφεις, φιλόνεικοῦσα πρὸς τὸν ἀναιροῦντα τῇ τῶν ἑτέρων προβολῇ, τὸν αὐτὸν τρόπον καὶ οἱ θεοστυγεῖς, ἕσπερ δρᾷν τὴν ψυχὴν πίπτοντες, ἐφ' οἷς προβάλλονται, ἄλλας ἐφευρίσκουσιν Ἰουδαϊκὰς καὶ μωρὰς ἐκζητήσεις, λέγοντες, Ἔστω ταῦτα οὕτως, ἑρμηνεύετε καὶ νικᾶτε τοῖς λογισμοῖς καὶ ταῖς ἀποδείξεσιν, ἀλλὰ δεῖ λέγειν βουλήσει καὶ θελήσει γεγενῆσθαι τὸν Υἱὸν ὑπὸ τοῦ Πατρός. Τοῦτο δὲ εἰ μέν τις τῶν ὀρθῶς πιστευόντων ἁπλούστερον ἔλεγεν, οὐδὲν ἦν ὑποπτεῦσαι περὶ τοῦ λεγομένου, νικώσης τῆς ὀρθοδόξου διανοίας τὴν ἁπλουστέραν τῶν ῥημάτων προφοράν· ἐπειδὴ δὲ παρ' αἱρετικῶν ἐστιν ἡ φωνὴ, ὕποπτα δὲ τῶν αἱρετικῶν τὰ ῥήματα, δέος μὴ τὴν ἑαυτῶν ἀσέβειαν ἄλλως ἐπισπείρωσι. Ταὐτὸν γὰρ σημαίνει πάλιν ὁ λέγων, Βουλήσει γέγονεν Υἱός, καὶ ὁ λέγων Ἦν ποτε ὅτι οὐκ ἦν, καὶ ἐξ οὐκ ὄντων γέγονεν ὁ Υἱός, καὶ κτίσμα ἐστί. Πόθεν γὰρ, ἢ ἐκ ποίας Γραφῆς τὰ τοιαῦτα πάλιν προφέρουσιν, εἰ μὴ ἄρα τὰς Γραφὰς ἀφέντες, ὑποκρίνονται τὴν Οὐαλεντίνου κακόνοιαν; Πτολεμαῖος γὰρ ὁ Οὐαλεντίνου ἔφη δύο ζυγοὺς ἔχειν τὸν ἀγέννητον, ἔννοιαν καὶ θέλησιν· καὶ πρῶτον ἐνενόησεν, εἶτα ἠθέλησε. Καὶ ἅπερ ἐνενόει οὐκ ἐδύνατο παραγαγεῖν, εἰ μὴ ὅτε καὶ ἡ τοῦ θελήματος δύναμις ἐγένετο. Ὅθεν καὶ οἱ Ἀρειανοὶ μαθόντες, θέλημα καὶ βούλησιν προηγείσθαι θέλουσι τοῦ Λόγου. Ἐκεῖνοι μὲν οὖν τὰ Οὐαλεντίνου ζηλούτωσαν, ἡμεῖς δὲ οἱ ἐντυγχάνοντες τοῖς θείοις λόγοις ἐπὶ μὲν τοῦ Υἱοῦ τὸ ἦν εὕρομεν, καὶ αὐτὸν μόνον ἠκούσαμεν ὄντα καὶ ἐν τῷ Πατρὶ, καὶ εἰκόνα τοῦ Πατρός. Ἐπὶ δὲ μόνων τῶν γενητῶν, ἐπεὶ καὶ τῇ φύσει οὐκ ἦν ποτε ταῦτα, ἀλλ' ἐπιγέγονε, προηγουμένην καὶ βούλησιν καὶ θέλησιν ἀνέγνωμεν, τοῦ μὲν Δαβὶδ ψάλλοντος ἐν τῷ ριγ' ψαλμῷ οὕτως· Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ἐποίησεν. Ἐν δὲ τῷ ρι'· Μεγάλα τὰ ἔργα Κυρίου, ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ. Καὶ πάλιν ἐν τῷ ρλδ'· Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ, καὶ τῇ γῇ, καὶ ἐν ταῖς θαλάσσαις, καὶ ἐν πάσαις ταῖς ἀβύσσοις. Εἰ μὲν οὖν ἔργον, καὶ ποίημα καὶ εἷς τῶν πάντων ἐστί, λεγέσθω καὶ αὐτὸς βουλήσει γιγνόμενος. Οὕτω γὰρ ἔδειξεν ἡ Γραφὴ τὰ ποιήματα γίνεσθαι. Καὶ Ἀστέριος δὲ ὁ συνήγορος τῆς αἱρέσεως τούτῳ συντιθέμενος οὕτω γράφει· Εἴτε γὰρ ἀνάξιον τοῦ δημιουργοῦ τὸ θέλοντα ποιεῖν, ἐπὶ πάν
col. 453–454page 218 of 677
PG 130:453τῶν ὁμοίως ἀνηρήσθω τὸ θέλειν, ἵνα ἀκέραιον αὐτῷ σώζηται τὸ ἀξίωμα. Εἰ δὲ προσῆκον τῷ Θεῷ τὸ βού λεσθαι, καὶ ἐπὶ τῷ πρώτῳ γεννήματι ὑπαρχέτω. Οὐ γὰρ δὴ δυνατὸν ἑνί τε καὶ τῷ αὐτῷ Θεῷ τὸ θέλειν ἐπὶ τῶν ποιουμένων ἁρμόττειν, καὶ τὸ μὴ βούλεσθαι προσήκειν. Πλείστην ὅσην ἀσέβειαν ἐν τοῖς βήμασιν αὐτοῦ συνθεὶς ὁ σοφιστής, ὅτι τὸ ποίημα, καὶ τὸ γέννημα ταυτόν ἐστι, καὶ εἷς ἐκ πάντων τῶν γεννημάτων ἐστὶν ὁ Υἱός. Εἰ δὲ ἄλλο ἐστὶ τῶν πάντων, ὥσπερ οὖν ἐν τοῖς πρὸ τούτων ἐδείχθη, καὶ μᾶλλον τὰ ἔργα δι' αὐτοῦ γέγονε, μὴ λεγέσθω βουλήσει, ἵνα μὴ καὶ αὐτὸς οὕτω γίνηται, ὥσπερ καὶ τὰ δι' αὐ τοῦ γενόμενα συνέστη. Καὶ γὰρ ὁ μὲν Παῦλος οὐκ ὢν πρότερον, ὕστερον ὅμως διὰ θελήματος Θεοῦ ἀπόστολος γέγονεν, ἡ δὲ κλῆσις ἡμῶν ὡς ποτε καὶ αὐτὴ μὴ οὖσα, νῦν δὲ ἐπιγενομένη προηγουμένην ἔχει βούλησιν. Καὶ ὡς αὐτὸς πάλιν ὁ Παῦλός φησι· Κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ γέγονε. Τό τε διὰ Μωσέως λεγόμενον· Γενηθήτω φῶς, καί· Ἐξα γαγέτω ἡ γῆ, καὶ· Ποιήσωμεν ἄνθρωπον, ἡγοῦμαι, καὶ ἐν τοῖς ἔμπροσθεν εἴρηται τῆς βουλήσεως τοῦ ποι οῦντος τοῦτο εἶναι σημαντικόν. Τὰ μὲν γὰρ μὴ ὄντα ποτέ, ἀλλ᾽ ἔξωθεν ἐπιγενόμενα δημιουργὸς βούλεται ποιῆσαι. Τὸν δὲ ἴδιον Λόγον ἐξ ἑαυτοῦ φύσει γεννῶν οὐ προβουλεύεται. Ἐν τούτῳ γὰρ ὁ Πατὴρ τὰ ὅλα ὅσα βούλεται ποιεῖ καὶ δημιουργεῖ, καθὼς Ἰάκωβος ὁ ἀπόστολος διδάσκων ἔλεγε· Βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας. Καταισχυνθέντες οὖν ἐπὶ τὸ λέγειν ποίημα, καὶ κτίσμα, καί, Οὐκ ἦν πρὶν γεννηθῇ ὁ τοῦ Θεοῦ Λόγος, ἄλλως πάλιν κτίσμα λέγουσιν αὐτὸν εἶναι, βούλησιν προβαλλόμενοι καὶ λέγοντες, Εἰ μὴ βουλήσει γέγονεν, οὐκοῦν ἀνάγκῃ, καὶ μὴ θέλων ἔσχεν ὁ Θεὸς Υἱόν. Καὶ τίς ὁ τὴν ἀνάγ κην ἐπιβαλὼν αὐτῷ, πονηρότατοι, καὶ πάντα πρὸς τὴν αἵρεσιν ἑαυτῶν ἕλκοντες; Τὸ μὲν γὰρ ἀντικείμενον τῇ βουλήσει ἑωράκατε, τὸ δὲ μεῖζον καὶ ὑπερκείμενον οὐ τεθεωρήκασιν. Ὥσπερ γὰρ ἀντίκειται τῇ βουλήσει τὰ παρὰ γνώμην, οὕτως ὑπέρκειται, καὶ προηγεῖται τοῦ βούλεσθαι τὸ κατὰ φύσιν. Οἰκίαν γοῦν τις βουλόμενος κατασκευάζει, υἱὸν δὲ γεννᾷ κατὰ φύσιν, καὶ τὸ μὲν βουλήσει κατασκευαζόμενον ἤρξατο γίνεσθαι, καὶ ἔξωθέν ἐστι τοῦ ποιοῦντος. Ὁ δὲ Υἱὸς ἴδιόν ἐστι τῆς οὐσίας τοῦ Πατρὸς γέννημα, καὶ οὐκ ἔστιν ἔξωθεν αὐτοῦ. Διὸ οὐδὲ βούλεται περὶ αὐτοῦ, ἵνα μηδὲ περὶ ἑαυτοῦ δοκῇ βουλεύεσθαι. Ὅσῳ οὖν τοῦ κτίσματος ὁ Υἱὸς ὑπέρκειται τοσούτῳ καὶ τῆς βουλήσεως τὸ κατὰ φύσιν. Καὶ ἔδει αὐτοὺς ἀκούοντας οὐ βουλήσει λογίζεσθαι τὸ κατὰ φύσιν. Οἱ δὲ ἐπιλανθανόμενοι, ὅτι περὶ υἱοῦ Θεοῦ ἀκούουσι, τολμῶσιν ἀνθρωπίνας ἀντιθέσεις λέγειν ἐπὶ Θεοῦ, ἀνάγκῃ καὶ παρὰ γνώμην, ἵνα τὸ εἶναι Υἱὸν ἀληθινὴν ἀρνήσωνται τοῦ Θεοῦ, ἐπεὶ εἰπάτωσαν ἡμῖν αὐτοί, τὸ ἀγαθὸν εἶναι καὶ οἰκτίρμονα τὸν Θεὸν ἐκ βουλήσεως πρόσεστιν αὐτῷ, ἢ οὐ βουλήσει; Εἰ μὲν οὖν ἐκ βουλήσεως, σκοπεῖν δεῖ, ὅτι ἤρξατο μὲν εἶναι ἀγαθός, καὶ τὸ μὴ εἶναι δὲ αὐτὸν ἀγαθὸν ἐνδεχόμενον ἐστι· τὸ γὰρ βουλεύεσθαι καὶ προαιρεῖσθαι
col. 455–456page 219 of 677
PG 130:455εἰς ἑκάτερα τὴν κοπὴν ἔχει, καὶ λογικῆς φύσεως ἐστι τὸ πάθος τοῦτο· εἰ δὲ διὰ τὸ ἐκ τούτων ἄτοπον οὐκ ἐκ βουλήσεως οἰκτίρμων καὶ ἀγαθός ἐστιν, ἀκουέτωσαν ἅπερ εἰρήκασιν αὐτοί· Οὐκοῦν ἀνάγκῃ, καὶ μὴ θέλων ἀγαθός ἐστι. Καὶ τίς ὁ τὴν ἀνάγκην ἐπιβαλὼν αὐτῷ; Εἰ δὲ ἄλογόν ἐστι λέγειν ἐπὶ Θεοῦ ἀνάγκην, καὶ διὰ τοῦτο φύσει ἀγαθός ἐστιν, εἴη ἂν πολλῷ μᾶλλον καὶ ἀληθέστερον τοῦ Υἱοῦ φύσει, καὶ οὐκ ἐκ βουλήσεως Πατήρ. Εἰπάτωσαν δὲ ἡμῖν καὶ τοῦτο πάλιν. Πρὸς γὰρ τὴν ἀναισχυντίαν αὐτῶν ἐρώ· τησιν αὐτοῖς ἐπάγειν ἔτι βούλομαι τολμηροτέραν μέν, βλέπουσαν δὲ ὅμως εἰς εὐσέβειαν. Πλάσθητι· Δέσποτα. Ὁ Πατὴρ αὐτὸς βουλευσάμενος πρότερον, εἶτα θελήσας, οὕτως ὑπάρχει, ἢ καὶ πρὸ τοῦ βου· λεύσασθαι; χρὴ γὰρ περὶ τοῦ Λόγου τοιαῦτα τολ· μῶντας αὐτούς, τοιαῦτα καὶ περὶ τοῦ Πατρὸς ἀκούειν, ἵνα γνῶσιν, ὅτι ἡ τοιαύτη αὐτῶν προπέτεια καὶ εἰς αὐτὸν τὸν Πατέρα φθάνει. Ἐὰν μὲν οὖν εἴ· πωσιν, ὅτι καὶ αὐτὸς ἐκ βουλήσεως, τί ἦν πρὸ τοῦ βουλεύσασθαι, ἢ τί πλέον ἔσχεν, ὡς ὑμεῖς λέγετε, μετὰ τὸ βουλεύσασθαι; Εἰ δὲ ἄτοπος καὶ ἀσύστατός ἐστιν ἡ τοιαύτη ἐρώτησις, καὶ οὐ θέμις ὅλως τοιαῦτα λέγειν (ἀρκεῖ γὰρ καὶ μόνον ἀκούοντας ἡμᾶς περὶ Θεοῦ εἰδέναι, καὶ νοεῖν, ὅτι αὐτός ἐστιν ὁ ὤν), πῶς οὐκ ἄλογον ἂν εἴη καὶ περὶ τοῦ Θεοῦ Λόγου τοιαῦτα ἐνθυμεῖσθαι, καὶ βούλησιν καὶ θέλησιν προβάλλε· σθαι; Ἀρκεῖ γὰρ περὶ τοῦ Λόγου εἰδέναι καὶ νοεῖν, ὅτι ὁ μὴ ἐκ βουλήσεως ὑπάρχων Θεὸς οὐ βου· λήσει, ἀλλὰ φύσει τὸν ἴδιον ἔχει Λόγον. Πῶς οὖν βουλὴ καὶ θέλημα τοῦ Πατρὸς ὑπάρχων ὁ Λόγος δύναται γίνεσθαι καὶ αὐτὸς βουλήματι καὶ θελήσει· ἐκτὸς εἰ μὴ, καθά προείπον, μανέντες πάλιν εἴπωμεν αὐτὸν δι᾽ ἑαυτοῦ γεγονέναι, ἢ δι᾽ ἑτέρου τινός. Ἀλλὰ καὶ πλάσσωνται, πάντως κἀκεῖνος διά τινος γίνεται. Καὶ λοιπὸν οὕτως ἐπιλογιζομένων ἡμῶν, καὶ ἀνα· κρινόντων τὴν ἀλήθειαν, εὑρίσκεται τῶν ἀθέων ἡ πολυκέφαλος αἵρεσις εἰς πολυθεότητα πίπτουσα καὶ ἄμετρον μανίαν, ἐν ᾗ κτίσμα καὶ ἐξ οὐκ ὄντων θέ· λοντες εἶναι τὸν Υἱόν, ἑτέρως τὰ αὐτὰ σημαίνου· σι· βούλησιν καὶ θέλησιν προβαλλόμενοι. Πῶς οὖν οὐκ ἀσεβὲς τὰ τῶν γενητῶν ἐπὶ τὸν Δημιουργὸν μετα· φέρειν; Ἢ πῶς οὐ βλάσφημον λέγειν βούλησιν πρὸ τοῦ Λόγου εἶναι ἐν τῷ Πατρί; Εἰ γὰρ προηγεῖται βούλησις ἐν τῷ Πατρί, οὐκ ἀληθεύει λέγων ὁ Υἱός· Ἐγὼ ἐν τῷ Πατρί. Ἢ εἰ καὶ αὐτὸς ἐν τῷ Πατρί ἐστιν, ἀλλὰ δεύτερον λογισθήσεται, οὔσης βουλήσεως πρὸ αὐτοῦ, ἐν ᾗ πάντα γέγονε, καὶ αὐτὸς ὑπέστη καθ᾽ ὑμᾶς. Κἂν γὰρ τῇ δόξῃ διαφέρῃ, ἀλλ᾽ οὐδὲν ἧτ· τόν ἐστιν εἷς τῶν ἐκ βουλήσεως γινομένων. Ἀλλ᾽ οἱ ἀσεβεῖς οὐ θέλουσι μὲν Λόγον καὶ βουλὴν ζῶσαν εἶ· ναι τὸν Υἱόν, περὶ δὲ τὸν Θεὸν φρόνησιν, καὶ βούλη· σιν, καὶ σοφίαν, ὡς ἕξιν συμβαίνουσαν, καὶ ἀπο· συμβαίνουσαν ἀνθρωπίνως γίνεσθαι μυθολογοῦσι, καὶ πάντα κινοῦσι, καὶ τὴν Οὐαλεντίνου ἔννοιαν καὶ θέλησιν προβάλλονται, ἵνα μόνον διαστήσωσι τὸν Υἱὸν ἀπὸ τοῦ Πατρός, καὶ μὴ εἴπωσιν ἴδιον αὐτὸν τοῦ Πατρὸς εἶναι Λόγον, ἀλλὰ κτίσμα· καὶ γὰρ ὁ Ἀπόστολος οὐ βουλήσεως, ἀλλ᾽ αὐτῆς τῆς οὐσίας τῆς πατρικῆς ἴδιον ἀπαύγασμα καὶ χαρακτῆρα τὸν οὐκ
col. 457–458page 220 of 677
PG 130:457Χριστόν κηρύττει λέγων, Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. Εἰ δὲ, ὡς προείπον, οὐκ ἐκ βουλήσεώς ἐστιν ἡ πατρικὴ οὐσία, καὶ ὑπόστασις, εύδηλον ὡς οὐδὲ τὸ ἴδιον τῆς πατρικῆς ὑποστάσεως ἐκ βουλήσεως ἂν εἴη. Ὁποία γὰρ ἂν ἡ μακαρία ἐκείνη ὑπόστασις, τοιοῦτον εἶναι καὶ τὸ ἐξ αὐτῆς γέννημα δεῖ· καὶ αὐτὸς γοῦν ὁ Πατὴρ οὐκ εἶπεν, Οὗτός ἐστιν ὁ βουλήσει μου γεγονὼς Υἱός, οὐδὲ ἂν κατ᾽ εὐδοκίαν ἔχων, ἀλλ᾽ ἁπλῶς, Υἱός μου, καὶ μᾶλλον ἐν ᾧ εὐδόκησα, δεικνὺς ἐκ τούτων, ὅτι Φύσει μου οὗτός ἐστιν ὁ Υἱός. Ἐν αὐτῷ δὲ τῶν ἐμοὶ δοκούντων ἡ βούλησις ἀπόκειται. Ἆρ᾽ οὖν ἐπεὶ φύσει, καὶ μὴ ἐκ βουλήσεώς ἐστιν ὁ Υἱός, ἤδη καὶ ἀθέλητός ἐστι τῷ Πατρὶ, καὶ μὴ βουλομένου τοῦ Πατρὸς, ἐστὶν ὁ Υἱός; Οὐμενοῦν, ἀλλὰ καὶ βουλόμενός ἐστιν ὁ Υἱὸς παρὰ τοῦ Πατρός, καί, ὡς αὐτός φησιν ὁ Πατήρ, φιλεῖ τὸν Υἱόν, καὶ πάντα δείκνυσιν αὐτῷ. Ὥσπερ γὰρ τοῦ εἶναι ἀγαθὸς οὐκ ἐκ βουλήσεως μὲν ἤρξατο, οὐ μὴν ἀβουλήτως, καὶ ἀθελήτως ἐστὶν ἀγαθός· ὃ γάρ ἐστι, τοῦτο καὶ θελητὸν αὐτῷ ἐστιν· οὕτω καὶ τὸ εἶναι τὸν Υἱὸν, εἰ καὶ μὴ ἐκ βουλήσεως ἤρξατο, ἀλλ᾽ οὐκ ἀθέλητον, οὐδὲ παρὰ γνώμην ἐστὶν αὐτῷ. Ὥσπερ γὰρ τῆς ὑποστάσεως τῆς ἰδίας ἐστὶ θελητής, οὕτω καὶ ὁ Υἱὸς ἴδιος ὢν αὐτοῦ τῆς οὐσίας οὐκ ἀθέλητός ἐστιν αὐτῷ. Θελέσθω, καὶ φιλείτω τοίνυν ὁ Υἱὸς παρὰ τοῦ Πατρός, καὶ οὕτω τὸ θέλειν, καὶ τὸ μὴ ἀβούλητον τοῦ Θεοῦ τις εὐσεβῶς λογιζέσθω. Καὶ γὰρ ὁ Υἱὸς τῇ θελήσει, ᾗ θέλεται παρὰ τοῦ Πατρὸς, ταύτῃ καὶ αὐτὸς ἀγαπᾷ, καὶ θέλει, καὶ τιμᾷ τὸν Πατέρα, καὶ ἓν ἐστι θέλημα τὸ ἐκ τοῦ Πατρὸς ἐν Υἱῷ, ὡς καὶ ἐκ τούτου θεωρεῖσθαι τὸν Υἱὸν ἐν τῷ Πατρὶ, καὶ τὸν Πατέρα ἐν τῷ Υἱῷ. Μὴ μέντοι κατὰ Οὐαλεντῖνον προηγουμένην τὴν βούλησιν ἐπεισαγέτω. Μαίνοιτο γὰρ ἂν τις μεταξὺ τιθεὶς Πατρὸς καὶ Υἱοῦ βούλησιν, καὶ θέλησιν, καὶ σκέψιν. Καὶ γὰρ ἕτερόν ἐστι λέγειν βουλήσει γέγονεν, ἕτερον δὲ, ὅτι ἴδιον ὄντα φύσει τὸν Υἱὸν αὐτοῦ ἀγαπᾷ, καὶ θέλει αὐτόν. Τὸ μὲν γὰρ λέγειν, Ἐκ βουλήσεως γέγονε, πρῶτον μὲν τὸ μὴ εἶναι ποτε τοῦτον σημαίνει· ἔπειτα δὲ καὶ τὴν ἐπ᾽ ἄμφω ῥοπὴν ἔχει, καθάπερ εἴρηται, ὥστε δύνασθαί τινα νοεῖν, ὅτι ἠδύνατο καὶ μὴ βούλεσθαι τὸν Υἱόν. Ἐπὶ τοῦ Υἱοῦ δὲ λέγειν, ὅτι ἠδύνατο καὶ μὴ εἶναι, δυσσεβές ἐστι, καὶ φθάνον εἰς τὴν τοῦ Πατρὸς οὐσίαν τὸ τόλμημα, εἴγε λέγοιτο, Ἠδύνατο μὴ εἶναι ἀγαθὸς ὁ Πατήρ. Ἀλλ᾽ ὥσπερ ἀγαθὸς ἀεὶ καὶ τῇ φύσει, οὕτως ἀεὶ καὶ τῇ φύσει γεννητικὸς ὁ Πατήρ. Τὸ δὲ Ὁ Πατὴρ θέλει τὸν Υἱὸν, καὶ ὁ Λόγος θέλει τὸν Πατέρα, οὐ βούλησιν προηγουμένην δείκνυσιν, ἀλλὰ ὁμοιώσεως γνώρισμα. Ἐκ τῆς ἐπιστολῆς τῆς περὶ τῶν γενομένων ἐν τῇ Ἀριμίνῳ τῆς Ἰταλίας, καὶ ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας Συνόδου Ἐπειδὴ δὲ οὕτως αὐτοὶ πρός τε ἑαυτοὺς, καὶ πρὸς τοὺς πρὸ ἑαυτῶν διετέθησαν, φέρε λοιπὸν ἡμεῖς, ἐξετάσαντες, μάθωμεν παρ᾽ αὐτῶν, ποῖον ἄτοπον θεωρήσαντες, ἢ τίνα λέξιν αἰτιώμενοι τῶν ἐγγεγραμμένων, φύσεως γνησιότητα, καὶ οὐσίας ἰδιότητα, καὶ
col. 459–460page 221 of 677
PG 130:459γραμμένων, ἀπειθεῖς μὲν γονεῦσι γεγόνασι, διαμάχονται δὲ πρὸς οἰκουμενικὴν σύνοδον; Τὸ «ἐκ τῆς οὐσίας», φησὶ, καὶ τὸ ὁμοούσιον, οὐκ ἤρεσεν ἡμῖν. Ταῦτα γάρ τινας ἐσκανδάλισε καὶ πολλοὺς ἐθορύβησεν. Ἐκεῖνοι μὲν οὖν οὕτω γράφοντες εἰρή κασιν· ἀπαντήσεις δ' ἄν τις αὐτοῖς εὐλόγως οὕτως· Εἰ μὲν οὖν αὐτὰ τὰ ῥήματα καθ' ἑαυτὰ τυγχάνει ὄντα αἴτια τούτοις εἰς σκάνδαλον, ἔδει μή τινας σκαν δαλίζεσθαι, μηδὲ πολλοὺς θορυβεῖσθαι, ἀλλὰ καὶ ἡμᾶς καὶ τοὺς ἄλλους πάντας ταὐτὸν ἐκείνοις πάσχειν ἐξ αὐτῶν· εἰ δὲ οἱ μὲν πάντες ἀγαπῶσι τὰ ῥήματα, οἱ δὲ ταῦτα γράψαντες οὐχ οἱ τυχόντες, ἀλλ' οἱ ἐκ πάσης τῆς οἰκουμένης συνελθόντες εἰσὶ, καὶ τούτοις ἐπιμαρτυροῦσιν οἱ νῦν ἐν τῇ Ἀριμήνῳ συν ελθόντες ἐπίσκοποι υ' καὶ πλείους· πῶς οὐκ ἂν τικρὺς ἐλέγχει τοῦτο τοὺς κατὰ τῆς συνόδου λέγοντας ἑαυτούς; Ἐπεὶ καὶ οἱ αἰτιώμενοι τότε τὰς ἐπιστολὰς τοῦ Ἀποστόλου, οὐ τοῦ Παύλου, ἀλλὰ τῆς ἑαυτῶν ἀμαθίας καὶ στρεβλῆς διανοίας κατηγόρουν. τας, ὡς οὐ τὰ ῥήματά ἐστιν αἴτια, ἀλλ' ἡ κακόνοια τῶν παρεξηγουμένων τὰ τοιαῦτα; Πόσοι, κακῶς ἐν τυγχάνοντες ταῖς θείαις Γραφαῖς καὶ παρανοοῦντες ταύτας, κατηγοροῦσι τῶν ἁγίων! οἷοι γεγόνασιν οἱ μὲν τότε Ἰουδαῖοι, μὴ δεξάμενοι τὸν Κύριον, οἱ δὲ νῦν Μανιχαῖοι βλασφημοῦντες τὸν νόμον· καὶ οὐχ αἱ Γραφαὶ γεγόνασιν αὐτοῖς αἴτιαι, ἀλλ' ἡ σφῶν αὐτῶν κακοφροσύνη. Εἰ μὲν οὖν ἀποδεῖξαι δύνασθε τὰ ῥήματα φαῦλα, τοῦτο ποιεῖτε καὶ λόγος ἡγείσθω τῆς ἀποδείξεως· καὶ μὴ προφασίζεσθε τοὺς σκανδαλιζομένους, ἵνα μὴ ταὐτὸν πάθητε τοῖς τότε Φαρι σαίοις. Καὶ γὰρ κἀκείνων προφασιζομένων σκανδαλίζεσθαι ἐπὶ ταῖς τοῦ Κυρίου διδαχαῖς, ἔλεγεν αὐτοῖς ὁ Κύριος· «Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται.» Τοῦτο δὲ λέγων ἐδείκνυεν, ὡς οὐ τὰ τοῦ Πατρὸς δι' αὐτοῦ φυτευόμενα ῥήματα σκάνδαλον ἦσαν αὐτοῖς, ἀλλ' αὐτοὶ κακῶς ἐκδεχόμενοι τὰ καλῶς λεγόμενα ἐσκανδαλίζοντο. Ἐπεὶ καλὸν γὰρ αὐτοὺς ἐρέσθαι τοῦτο· εἴπατε· τίνες εἰσὶν, οὓς προφασίζεσθε σκανδαλίζεσθαι καὶ θορυβεῖσθαι ἐπὶ τούτοις; Τῶν μὲν γὰρ εὐσεβούντων εἰς τὸν Χριστὸν οὐδεὶς, αὐτὰ γὰρ πρεσβεύουσι καὶ ἐκδικοῦσιν. Εἰ δὲ τῶν Ἀρειανῶν εἰσιν οἱ τοῦτο πάσχοντες, τί θαυμαστὸν, εἰ ἐπὶ τοῖς ἀναιροῦσιν αὐτῶν τὴν αἵρεσιν ἄχθονται; Οὐ γάρ ἐστιν αὐτοῖς σκάνδαλον τὰ ῥήματα· ἀλλὰ λύπη, ὅτι στηλογραφία κατὰ τῆς ἀσεβείας αὐτῶν ἐστιν. Οὐκ οὖν παύσασθε γογγύζοντες κατὰ τῶν Πατέρων, καὶ τοιαῦτα προφασιζόμενοι· ἐπεὶ ὥρα ὑμᾶς καταμέμφεσθαι καὶ τῷ κυριακῷ σταυρῷ, ὅτι Ἰουδαίοις μὲν σκάνδαλόν ἐστιν, ἔθνεσι δὲ μωρία, ὡς εἶπεν ὁ Ἀπόστολος. Ἀλλ' ὥσπερ οὐ φαῦλος ὁ σταυρός· ἡμῖν γὰρ τοῖς πιστεύουσίν ἐστι Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία, κἂν Ἰουδαῖοι μαίνωνται· οὕτως οὐ φαῦλα τὰ τῶν Πατέρων ῥήματα, ἀλλ' ὠφέλιμα τοῖς γνησίως ἐντυγχάνουσι, καὶ ἀναιρετικὰ πάσης ἀσε βείας ἐστὶ, κἂν οἱ Ἀρειανοὶ πολλάκις διαρρηγνύωνται, κατακρινόμενοι παρ' αὐτῶν. Ὅτε τοίνυν ἡ περὶ τῶν σκανδαλιζομένων ἀπίθανος δέδεικται πρόφα
col. 461–462page 222 of 677
PG 130:461ἐκ τῆς οὐσίας, ὀνόματι; Τοῦτο γὰρ πρῶτον ἀναγκαῖον ἀνακρῖναι· καίτοι καὶ ὑμεῖς ἐγράψατε ἐκ τοῦ Πατρὸς γεγεννήσθαι τὸν Υἱόν· Εἰ μὲν οὖν τὸν Πατέρα ὀνομάζοντες, ἢ τὸ, ὁ Θεός, ὄνομα λέγοντες, οὐκ οὐσίαν σημαίνετε, οὐδὲ αὐτὸν τὸν ὄντα ὅπερ ἐστὶ κατ' οὐσίαν νοεῖτε, ἀλλ᾽ ἕτερόν τι περὶ αὐτὸν, ἢ τὸ γοῦν χεῖρον, ἵνα μὴ παρ' ἐμοῦ λέγηται, διὰ τούτων σημαίνετε, ἔδει μὴ γράφειν ὑμᾶς ἐκ τοῦ Πατρὸς τὸν Υἱόν, ἀλλ' ἐκ τῶν περὶ αὐτὸν ἢ τῶν ἐν αὐτῷ· ἵνα φεύγοντες λέγειν ἀληθῶς Πατέρα τὸν Θεὸν, σύνθετον δὲ τὸν ἁπλοῦν, καὶ σωματικῶς αὐτὸν ἐπινοοῦντες, καινοτέρας βλασφημίας εὑρεταὶ γένησθε. Οὕτω δὲ νοοῦντες, ἐξ ἀνάγκης καὶ τὸν Λόγον, καὶ τὸ Υἱός, οὐκ οὐσίαν ἀλλ᾽ ὄνομα μόνον νομίζετε, καὶ λοιπὸν ἄχρις ὀνομάτων ἔχετε τὴν ἑαυτῶν φαντασίαν· καὶ ἃ λέγετε, οὐκ εἶναι πιστεύετε, ἀλλὰ μὴ εἶναι φρονεῖτε. Τοῦτο δὲ Σαδδουκαίων μᾶλλον καὶ τῶν παρ' Ἕλλησι λεχθέντων ἀθέων ἐστὶ τὸ τόλμημα. Διὸ οὐδὲ τὴν κτίσιν αὐτοῦ τοῦ ὄντος Θεοῦ δημιούργημα εἶναι φήσετε· εἴ γε τὸ Πατὴρ καὶ τὸ Θεὸς οὐκ αὐτὴν τὴν τοῦ ὄντος οὐσίαν σημαίνουσιν, ἀλλ᾽ ἕτερόν τι, ὅπερ ὑμεῖς ἀναπλάττετε. Ἀλλὰ τοῦτο δυσσεβὲς καὶ ἀπρεπές ἐστι καὶ μόνον ἐνθυμεῖσθαι. Εἰ δὲ ὅταν ἀκούομεν· Ἐγώ εἰμι ὁ ὤν· καί, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καί, Ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι· καί, Τάδε λέγει Κύριος παντοκράτωρ, οὐχ ἕτερόν τι ἀλλ' αὐτὴν τὴν ἁπλῆν καὶ μακαρίαν καὶ ἀκατάληπτον τοῦ ὄντος οὐσίαν νοοῦμεν· κἂν γὰρ ἀδυνάτως ἔχωμεν καταλαβεῖν, ὅ τι ποτέ ἐστιν, ἀλλ' ἀκούοντες τὸ Πατήρ, καὶ τὸ, Θεὸς, καὶ τὸ, Παντοκράτωρ, οὐχ ἕτερόν τι, ἀλλ' αὐτὴν τὴν τοῦ ὄντος οὐσίαν σημαινομένην νοοῦμεν. Εἰρήκατε δὲ καὶ ὑμεῖς ἐκ τοῦ Θεοῦ τὸν Υἱόν, δηλονότι ἐκ τῆς οὐσίας τοῦ Πατρὸς αὐτὸν εἰρήκατε. Ἐπειδὴ δὲ καὶ πρὸ ὑμῶν λέγουσιν αἱ Γραφαὶ τὸν Κύριον Υἱὸν τοῦ Πατρὸς, καὶ πρὸ αὐτῶν, αὐτὸς ὁ Πατὴρ εἴρηκεν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· Υἱὸς δὲ οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ ἐκ τοῦ Πατρὸς γέννημα· πῶς οὐ φαίνονται καλῶς εἰρηκότες οἱ Πατέρες ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱόν, λογισάμενοι ταὐτὸν εἶναι τὸ ὀρθῶς, ἐκ τοῦ Θεοῦ, καὶ τὸ εἰπεῖν, ἐκ τῆς οὐσίας; Τὰ μὲν γὰρ κτίσματα πάντα, κἂν ἐκ τοῦ Θεοῦ λέγηται γεγενῆσθαι, ἀλλ' οὐχ ὡς ὁ Υἱός εἰσιν ἐκ τοῦ Θεοῦ· οὐ γὰρ γεννήματα, ἀλλὰ ποιήματά εἰσι τὴν φύσιν. Ἐν ἀρχῇ γοῦν ὁ Θεὸς οὐκ ἐγέννησεν, ἀλλ' ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πάντα τὰ ἐν αὐτοῖς, εἴρηται. Καὶ οὐχ ὁ γεννῶν, ἀλλ' ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Εἰ δὲ ὁ Ἀπόστολος εἴρηκεν, Εἷς Θεός, ἐξ οὗ τὰ πάντα, οὐ τὸν Υἱὸν συναριθμῶν τοῖς πᾶσι, τοῦτό φησιν· ἀλλ' ἐπειδὴ τῶν Ἑλλήνων
col. 463–464page 223 of 677
PG 130:463ἀτόμων οἱ μὲν νομίζουσι κατὰ τύχην καὶ ἐξ συμπλοκῆς, καὶ ὁμοιομερῶς ἐκ ταὐτομάτου συνεστά· ναι τὴν κτίσιν, καὶ μὴ ἔχειν τὸν αἴτιον· οἱ δὲ ἐξ αἰτίου μὲν αὐτὴν γεγονέναι, οὐ μὴν καὶ διὰ τοῦ Λό· γου· τῶν δὲ αἱρετικῶν ἕκαστος, ὡς ἠθέλησεν ἀν· επλάσατο, καὶ περὶ τῆς κτίσεως μυθολογεῖ· τούτου χάριν ὁ Ἀπόστολος ἀναγκαίως συνείρηκε τό, «ἐκ τοῦ Θεοῦ·» ἵνα καὶ τὸν ποιητὴν γνωρίσῃ, καὶ τὴν ἐκ τοῦ βουλήματος αὐτοῦ τῶν πάντων δημιουργίαν ἀπο· δείξῃ· εὐθὺς γοῦν ἐπιφέρει, «Καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα,» ἵνα τῶν πάντων ἐξάρῃ τὸν Υἱόν· τὰ γὰρ τοῦ Θεοῦ λεγόμενα, πάντα ταῦτα δι' Υἱοῦ γέγονε· καὶ οὐχ οἷόν τε μίαν ἔχειν τὰ δημιουργούμενα τῷ δημιουργοῦντι τὴν γένεσιν· καὶ ἵνα τὸ «ἐκ τοῦ Θεοῦ,» λεγόμενον ὧδε, ἄλλως ἐπὶ τῶν ποιημάτων αὐτὸ σημαίνεσθαι διδάξῃ, ἢ ὡς ἐπὶ Υἱοῦ λεγόμενον νοεῖται. Ὁ μὲν γὰρ γέννημα, τὸ δὲ ποιήματά ἐστι. Διὸ καὶ ὁ μὲν Υἱὸς ἴδιον τῆς οὐσίας γέννημα, τὰ δὲ βουλήματος δημιουργήματα. Ταῦτα καὶ ἡ σύνοδος συνορῶσα, καὶ εἰδυῖα τὴν ἐκ τῆς ὁμωνυμίας διαφοράν, ὑπὲρ τοῦ μὴ τινὰς ὑπονοεῖν κατὰ τὴν κτίσιν οὕτω λέγεσθαι καὶ τὸν Υἱὸν ἐκ τοῦ Θεοῦ, λευκότερον ἔγραψαν ἐκ τῆς οὐσίας τὸν Υἱόν. Ἐκ μὲν γὰρ τούτου τὸ γνήσιον ἀλη· θῶς Υἱοῦ πρὸς τὸν Πατέρα γνωρίζεται· ἐκ δὲ τοῦ λέγεσθαι ἁπλῶς «ἐκ τοῦ Θεοῦ,» τὸ βούλημα τῆς δημιουρ· γίας τοῦ κτίζοντος σημαίνεται. Ἀλλ' οὐ γέγραπται ταῦτα, φασὶν, καὶ ὡς ἀγράφους τὰς φωνὰς ἐπιβάλ· λομεν. Ἀλλὰ καὶ τοῦτο πάλιν πρόφασίς ἐστιν εἰ· τοῖς ἀναίσχυντος. Εἰ γὰρ ἐκβλητέα νομίζουσι τὰ γεγραμμένα, διὰ τί τῶν περὶ Ἄρειον ἐξ ἀγράφων ἐπινοησάντων τοσοῦτον ῥηματίων συρφετόν, τάς τε οὐκ ὄντων, καὶ τὸν «Οὐκ ἦν ὁ Υἱὸς πρὶν γεννηθῇ»· καὶ, «Ἦν ποτε, ὅτε οὐκ ἦν·» καὶ, «Τρεπτός ἐστι·» «Ἄρρητος καὶ ἀόρατος ὁ Πατὴρ τῷ Υἱῷ·» καὶ, «Ὁ Υἱὸς οὐκ οἶδεν οὐδὲ τὴν ἑαυτοῦ οὐσίαν·» καὶ ὅσα ἐν τῇ γελοίᾳ καὶ ἀσεβεῖ Θαλίᾳ ἑαυτοῦ φρονῶν ἐξήμεσεν Ἄρειος οὐκ ἀντειρήκασιν, ἀλλὰ καὶ μᾶλλον ὑπὲρ αὐτῶν ἀγωνίζονται, καὶ διὰ ταῦτα πρὸς τοὺς Πατέ· ρας ἑαυτῶν διαμάχονται. Ἢ πῶς ἐν τοῖς λεγομένοις Ἐγκαινίοις, ἀγράφοις χρησάμενοι λέξεσιν οἱ περὶ Ἀκάκιον καὶ Εὐσέβιον, καὶ εἰπόντες οὐσίας τε καὶ δυνάμεως, καὶ βουλῆς, καὶ δόξης ἀπαράλλακτον εἰ· κόνα τὸν πρωτότοκον τῆς κτίσεως, γογγύζουσι κατὰ τῶν Πατέρων, ὡς ἀγράφων αὐτῶν μνημονευσάντων λέξεων, καὶ οὐσίας μνημονευσάντων; Ἔδει γὰρ αὐ· τοὺς ἢ καθ' ἑαυτῶν γογγύζειν, ἢ μηδὲν τοὺς Πατέ· ρας αἰτιᾶσθαι. Εἰ μὲν οὖν ἄλλοι τινὲς ἐπροφασίζοντο τὰς συνόδου λέξεις, ἠδύναντο πως ἢ ἀγνοίας ἢ εὐλα· βείας ὑπόνοιαν ἔχειν· καὶ περὶ μὲν Γεωργίου τοῦ Καππάδοχος τοῦ ἐκβληθέντος ἀπὸ τῆς Ἀλεξαν· δρείας λόγος οὐδεὶς· ἀνθρώπου μήτε ἐκ προάγοντος βίου τὴν μαρτυρίαν ἔχοντος, μήτε ὅλως Χριστιανοῦ τυγχάνοντος, ἀλλὰ μόνον ὑποκριναμένου διὰ τὸν χρό·
col. 465–466page 224 of 677
PG 130:465θοῦντα· Ἀκάκιος δὲ καὶ Εὐδόξιος, καὶ Πατρόφιλος, ταῦτα λέγοντες, πῶς οὐκ ἄξιοι πάσης εἰσὶ καταγνώσεως; Γράφοντες γὰρ ἄγραφα καὶ αὐτοὶ, καὶ ἀποδεξάμενοι πολλάκις ὡς καλὸν τὸ τῆς οὐσίας ὄνομα, μάλιστα καὶ διὰ τὴν ἐπιστολὴν Εὐσεβίου, αἰτιῶνται νῦν τοὺς πρὸ αὐτῶν, ὡς τοιαύταις χρησαμένους λέ ξεσιν. Ἀλλὰ καὶ εἰπόντες αὐτοὶ Θεὸν ἐκ Θεοῦ, καὶ λόγον ζῶντα, τῆς οὐσίας τοῦ Πατρὸς ἀπαράλλακτον εἰκόνα τὸν Υἱόν, κατηγοροῦσι τῶν ἐν Νικαίᾳ εἰπόντων, ἐκ τῆς οὐσίας, καὶ ὁμοούσιον τὸν γεν νηθέντα τῷ γεγεννηκότι. Τί δὲ θαυμαστὸν εἰ τοῖς πρὸ αὐτῶν καὶ τοῖς ἰδίοις πατράσι διαμάχονται, ὅπου γε καὶ αὐτοὶ ἑαυτοῖς ἐναντιούμενοι, τοῖς ἑαυτῶν προσκόπτουσιν; Ἐκθέμενοι γὰρ ἐν τοῖς λεγομένοις Ἐγκαι νέοις ἐν Ἀντιοχείᾳ τῆς οὐσίας τοῦ Πατρὸς ἀπαράλλακτον εἰκόνα εἶναι τὸν Υἱόν, ὁμόσαντές τε οὕτω φρονεῖν, καὶ ἀναθεματίσαντες τοὺς ἄλλως φρονοῦντας, ἀλλὰ γὰρ καὶ ἐν τῇ Ἰσαυρίᾳ γράψαντες· Οὐ φεύγο μεν τὴν ἐκτεθεῖσαν αὐθεντικὴν πίστιν ἐν τοῖς ἐγκαινίοις τοῖς κατὰ Ἀντιόχειαν (ἐν αὐτοῖς δὲ ἐγράφη τὸ τῆς οὐσίας ὄνομα), ὥσπερ ἐπιλαθόμενοι τούτων, μετ' ὀλίγον ἐν τῇ αὐτῇ Ἰσαυρίᾳ τἀναντία ἔγραψαν, λέγοντες· Τὸ ὁμοούσιον καὶ τὸ ὁμοιοούσιον ἐκβάλλομεν, ὡς ἀλλότριον τῶν Γραφῶν· καὶ τὸ τῆς οὐσίας ὄνομα περιαιροῦμεν, ὡς μὴ κείμενον ἐν ταῖς Γρα φαῖς. Τίς οὖν ἔτι τοὺς τοιούτους Χριστιανοὺς ἡγή σεται; Ἢ ποία πίστις παρὰ τούτοις, παρ' οἷς οὐ λό γος, οὐ γράμμα βέβαιον, ἀλλὰ πάντα κατὰ καιρὸν ἀλλάσσεται καὶ μεταβάλλεται; Καὶ Εὐδόξιε, οὐ φεύγετε τὴν ἐκτεθεῖσαν ἐν τοῖς Ἐγκαινίοις πίστιν, ἐν αὐτῇ δὲ γέγραπται, Οὐσία ἀπαράλλακτος εἰκὼν ὁ Υἱός· πῶς ἐν τῇ Ἰσαυρίᾳ γράφετε, Ἐκβάλλομεν τὸ ὁμοούσιον; Εἰ γὰρ οὐχ ἔστι κατ' οὐσίαν ὅμοιος ὁ Υἱὸς τῷ Πατρὶ, πῶς ἀπαράλλακτος τῆς οὐσίας εἰκὼν ἐστιν; Εἰ δὲ μετέγνωτε, γράψαντες τό, τῆς οὐσίας ἀπαράλλακτος εἰκών· πῶς ἀναθεματίζετε τοὺς ἀνόμοιον εἶναι λέγοντας τὸν Υἱόν; Εἰ γὰρ οὐχ ὅμοιος κατ' οὐσίαν, πάντως ἀν όμοιός ἐστι. Τὸ δὲ ἀνόμοιον οὐκ ἂν εἴη εἰκών. Εἰ δὲ οὕτω καθ' ὑμᾶς ἐστιν, οὐκ ἄρα ὁ τὸν Υἱὸν ἑωρακὼς ἑώρακε τὸν Πατέρα, πλείστης ὅσης οὔσης διαφορᾶς μᾶλλον δὲ τὸ ὅλον ὄντος τούτου πρὸς ἐκεῖνον ἀν ομοίου. Τὸ δὲ ἀνόμοιον οὐχ οἷόν τε ὅμοιον λέγεσθαι. Ποίᾳ τοίνυν μηχανῇ τὸ ἀνόμοιον ὅμοιον λέγετε, καὶ τὸ ὅμοιον ἀνόμοιον φρονεῖτε, καὶ ὑποκρίνεσθε λέγοντες εἰκόνα εἶναι τοῦ Πατρὸς τὸν Υἱόν; Εἰ γὰρ οὐκ ἔστι κατ' οὐσίαν ὅμοιος ὁ Υἱὸς τοῦ Πατρὸς, λείπει τι τῇ εἰκόνι, καὶ οὐκ ἔστι πλήρης εἰκών, οὐδὲ τέλειον ἀπαύ γασμα. Πῶς οὖν ἀναγινώσκετε τό, «Ἐν αὐτῷ κατ οικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς·» καὶ, «Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβο
col. 467–468page 225 of 677
PG 130:467μεν Πῶς τὸν Ἀρειανὸν Ἀέτιον ὡς αἱρετικόν ἐξε βάλλετε, καίτοι τὰ αὐτὰ ἐκείνῳ λέγοντες; Καὶ γὰρ σοῦ μὲν, ὦ Ἀκάκιε, ἑταῖρός ἐστιν, Εὐδοξίου δὲ διδάσκαλος εἰς τὴν τοιαύτην ἀσέβειαν γέγονεν, ἧς ἕνεκα καὶ Λεόντιος αὐτὸν ὁ ἐπίσκοπος διάκονον κατ έστησεν· ἵνα, ὡς ἐνδύματι προβάτου τῷ ὀνόματι τῆς διακονίας χρώμενος, ἐπ' ἀδείας ἐξεμεῖν δύνηται τὰ τῆς βλασφημίας ῥήματα. Τί οὖν ὑμᾶς ἄρα τοιοῦτον ἔπεισεν, ὥστε καὶ ἑαυτοῖς εἰς τὸ ἐναντίον περιπεσεῖν, καὶ τοσαύτην αἰ σχύνην ἀπενέγκασθαι; ἀλλ᾽ οὐδὲν εὔλογον ἂν εἴπατε τοῦτο δὲ μόνον περιλείπεται νοεῖν, ὅτι πάντα νῦν ὑποκρίνεσθε, καὶ πάντα προσποιούμενοι πλάττετε διὰ τὴν παρὰ Κωνσταντίου προστασίαν, καὶ τὸ παρὰ τοῦ τοιούτου κέρδος. Καὶ κατηγορεῖτε μὲν εὐ χερῶς τῶν Πατέρων, προφασίζεσθε δὲ ἁπλῶς τὰς λέ ξεις, ὡς ἀγράφους· καὶ κατὰ τὸ γεγραμμένον, κα τετείνατε τὰ σκέλη παντὶ παρόδῳ· ὥστε τοσαυτάκις ὑμᾶς μεταβάλλεσθαι, ὁσάκις ἂν ὑμᾶς οἱ μισθούμενοι καὶ χορηγοῦντες ὑμῖν βούλονται. Καίτοι κἂν ἀγράφους τις λαλῇ λέξεις, οὐδὲν διαφέρει, πῶς εὐσε βῆ τὴν διάνοιαν ἔχει. Ὁ δὲ αἱρετικὸς ἀνὴρ, κἂν τὰς ἐπὶ τῶν Γραφῶν χρήσηται λέξεις, οὐδὲν ἧττον ὕποπτος ὤν, καὶ τὸν νοῦν διεφθαρμένος, ἀκούσεται παρὰ τοῦ Πνεύματος· «Ἵνα τί σὺ διηγῇ τὰ δικαιώμα τά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματος σου;» Οὕτως ὁ μὲν διάβολος, καίτοι λαλῶν ἀπὸ τῶν Γραφῶν, πεφίμωται παρὰ τοῦ Σωτῆρος· ὁ δὲ μακάριος Παῦλος, κἂν ἐκ τῶν ἔξωθεν λαλῇ· «Κρῆ τες ἀεὶ ψεῦσται·» καὶ, «Τοῦ γὰρ καὶ γένος ἐσμέν·» καὶ, «Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κα καί·» ἀλλ' ὅμως, ἅγιος ὤν, ἔχει τὴν διάνοιαν εὐσεβῆ καὶ τοῦ Χριστοῦ νοῦν ἔχων, διδάσκαλός ἐστιν ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ· καὶ ὃ λαλεῖ, μετ' εὐσεβείας φθέγγεται. Ποία τοίνυν ἐν τοῖς Ἀρειανῶν γράμ μασι κἂν πιθανότης ἐστὶν, ἐν οἷς προτιμᾶται τοῦ Σωτῆρος ἡ κάμπη καὶ ἡ ἀκρὶς, καὶ λοιδορεῖται παρ' αὐτῶν· «Οὐκ ἦς ποτε, καὶ ἐκτίσθης, ξένος τε κατ' οὐσίαν τοῦ Θεοῦ τυγχάνεις·» καὶ ὅλως οὐδὲν δυσφημίας ἐν αὐτοῖς παραλέλειπται. Φανεροὺς οὖν ἑαυτοὺς πᾶσι καθιστῶσιν, ὅτι δι' οὐδὲν ἕτερον μάχονται πρὸς τὴν σύνοδον ἐκείνην τὴν μεγάλην, ἢ ὅτι τὴν Ἀρειανὴν αἵρεσιν κατέκρινε. Διὰ τοῦτο γὰρ καὶ τὴν τοῦ ὁμοουσίου λέξιν διαβάλλουσι, κακῶς αὐτοὶ φρονοῦντες καὶ περὶ αὐτῆς. Εἰ γὰρ ἐπίστευον ὀρθῶς, καὶ τὸν μὲν Πατέρα Πατέρα ἀληθῶς ὡμολόγουν, τὸν δὲ Υἱὸν γνήσιον Υἱὸν καὶ φύσει ἀληθινὸν Λόγον, καὶ Σοφίαν ἐπίστευον εἶναι τοῦ Πατρός· τό τε ἐκ τοῦ Θεοῦ λέ γειν τὸν Υἱόν, εἰ μὴ, ὥσπερ λέγεται περὶ τῶν κτι σμάτων, οὕτως ἔλεγον καὶ περὶ αὐτοῦ, ἀλλὰ τῆς οὐ σίας τοῦ Πατρὸς ἴδιον αὐτὸν ἐνόουν εἶναι γέννημα, ὡς ἔστι τὸ ἀπαύγασμα ἐκ τοῦ φωτός· οὐκ ἂν ἕκαστος αὐτῶν κατηγόρει τῶν Πατέρων· ἀλλ᾽ ἐθάρρουν, ὅτι καλῶς ἔγραψεν ἡ σύνοδος· καὶ οὕτως ἐστὶν ἡ ὀρθὴ περὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πίστις.
col. 469–470page 226 of 677
PG 130:469Ἀλλ' ἀσαφής, φασὶν, ἐστὶν ἡμῖν τῶν τοιούτων λέξεων ἡ διάνοια. Καὶ τοῦτο γὰρ προεφασίζοντο, λέγοντες, ὅτι, μὴ δυνάμενοι καταλαβεῖν τὴν ἑρμηνείαν αὐτῶν, ἐκβάλλομεν ταύτας τὰς λέξεις. Τοῦτο δὲ εἰ ἀληθῶς ἔλεγον, οὐκ ἔδει λέγειν αὐτοὺς, Ἐκβάλλομεν ταύτας· ἀλλ᾽ ἠξίουν μαθεῖν παρὰ τῶν ἐπισταμένων, ἐπεὶ ὀφείλουσί γε, καὶ ἅπερ ἂν ἐν ταῖς θείαις Γραφαῖς μὴ νοήσωσιν ἐκβάλλειν, καὶ κατηγορείν τοὺς γράψαντας αὐτά. Ἀλλὰ τοῦτο μᾶλλον αἱρετικῶν, καὶ οὐχ ἡμῶν τῶν Χριστιανῶν τὸ τόλμημα. Ἃ γὰρ ἀγνοοῦμεν ἐν τοῖς λογίοις, οὐκ ἐκβάλλομεν, ἀλλὰ ζητοῦμεν οὓς ἀπεκάλυψεν ὁ Κύριος· καὶ παρ' αὐτῶν μανθάνειν ἀξιοῦμεν. Ἐπειδὴ δὲ καὶ οὕτω προφασίζονται τὴν ἀσάφειαν τῶν τοιούτων λέξεων, ὁμολογείτωσαν γοῦν τὰ εὐθὺς ἐπιφερόμενα, καὶ ἀναθεματιζέτωσαν τοὺς φρονοῦντας, ἐξ οὐκ ὄντων εἶναι τὸν Υἱὸν, καὶ Οὐκ ἦν πρὶν γεννηθῇ, καὶ ὅτι κτίσμα καὶ ποίημά ἐστιν ὁ τοῦ Θεοῦ Λόγος· καὶ, Τρεπτός ἐστι τῇ φύσει· καὶ, Ἐξ ἑτέρας ὑποστάσεως· καὶ ὅλως ἀναθεματιζέτωσαν τὴν Ἀρειανὴν αἵρεσιν, τὴν ἐφευροῦσαν τὴν τοιαύτην ἀσέβειαν. Καὶ λοιπὸν μὴ λεγέτωσαν, Ἐκβάλλομεν τὰς λέξεις, ἀλλ' ὅτι οὔπω νοοῦμεν αὐτάς· ἵνα οὕτω πιθανήν τινα πρόφασιν ἔχωσι τοῦ παραιτεῖσθαι ταύτας. Εὖ δὲ οἶδα καὶ πέπεισμαι, καὶ αὐτοὶ δὲ τοῦτο γινώσκουσιν, ὅτι ταῦτα ἐὰν ὁμολογήσωσι, καὶ ἀναθεματίσωσι τὴν Ἀρειανὴν αἵρεσιν, οὐκ ἀρνήσονται κἀκείνας τὰς τῆς συνόδου λέξεις. Διὰ τοῦτο γὰρ καὶ οἱ Πατέρες, εἰρηκότες ἐκ τῆς οὐσίας γεννητὸν τὸν Υἱὸν ὁμοούσιον τῷ Πατρὶ, εὐθὺς ἐπήγαγον· τοὺς δὲ λέγοντας τὰ προειρημένα, ἅπερ ἐστὶ τῆς Ἀρειανῆς αἱρέσεως, ἀναθεματίζομεν. Ἐκ τῆς αὐτῆς, Πρὸς δὲ τοὺς ἀποδεχομένους τὰ μὲν ἄλλα πάντα τῶν ἐν Νικαίᾳ γραφέντων, περὶ δὲ μόνον τὸ ὁμοούσιον ἀμφιβάλλοντας, χρὴ μὴ ὡς πρὸς ἐχθροὺς διακείσθαι· καὶ γὰρ καὶ ἡμεῖς οὐχ ὡς πρὸς Ἀρειομανίτας, οὐδ᾽ ὡς μαχομένους πρὸς τοὺς Πατέρας ἐνιστάμεθα, ἀλλ' ὡς ἀδελφοὶ πρὸς ἀδελφοὺς διαλεγόμεθα, τὴν αὐτὴν μὲν ἡμῖν διάνοιαν ἔχοντας, περὶ δὲ τὸ ὄνομα μόνον διστάζοντας. Καὶ γὰρ ὁμολογοῦντες ἐκ τῆς οὐσίας τοῦ Πατρὸς εἶναι, καὶ μὴ ἐξ ἑτέρας ὑποστάσεως τὸν Υἱόν, κτίσμα τε μὴ εἶναι, μηδὲ ποίημα αὐτὸν, ἀλλὰ γνήσιον καὶ φύσει γέννημα ἀϊδίως τε αὐτὸν συνεῖναι τῷ Πατρὶ Λόγον ὄντα καὶ Σοφίαν, οὐ μακράν εἰσιν ἀποδέξασθαι καὶ τὴν τοῦ ὁμοουσίου λέξιν. Τοιοῦτος δέ ἐστι Βασίλειος ὁ ἀπὸ Ἀγκύρας, γράψας περὶ πίστεως. Τὸ μὲν γὰρ ὅμοιον μόνον λέγειν κατ' οὐσίαν οὐ πάντως σημαίνει καὶ τὸ ἐκ τῆς οὐσίας, ἐξ οὗ μᾶλλον, ὡς καὶ αὐτοὶ εἰρήκασι, σημαίνεται τὸ γνήσιον τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα. Καὶ γὰρ κασσίτερος ὁμοιός ἐστι μόνον τῷ ἀργύρῳ, καὶ λύκος τῷ κυνί, καὶ χαλκὸς χρυσίζων τῷ ἀληθινῷ χρυσῷ, οὔτε δὲ κασσίτερος ἐκ τοῦ ἀργύρου τυγχάνει, οὔτε λύκος ὡς υἱὸς τοῦ κυνὸς ἂν νομισθείη. Ἐπειδὴ δὲ καὶ ἐκ τῆς οὐσίας καὶ ὁμοιούσιον αὐτὸν εἰρήκασι, τί ἕτερον σημαίνουσιν ἐκ τούτων ἢ τὸ ὁμοούσιον; Καὶ γὰρ ὥσπερ ὁ λέγων μόνον ὁμοιούσιον οὐ πάντως καὶ τὸ ἐκ τῆς οὐσίας γνωρίζει, οὕτως ὁ λέγων ὁμοούσιον ἀμφοτέρων, τοῦ τε ὁμοιουσίου καὶ τοῦ ἐκ τῆς οὐ
col. 471–472page 227 of 677
PG 130:471σίας σημαίνει τὴν διάνοιαν. Καὶ αὐτοὶ γοῦν ἐνιστάμενοι πάλιν πρὸς τοὺς κτίσμα λέγοντας εἶναι τὸν Λόγον, καὶ μὴ θέλοντας αὐτὴν γνήσιον Υἱὸν εἶναι, ἐξ ἀνθρωπίνων παραδειγμάτων υἱοῦ καὶ πατρὸς εἰλήφασι τὰς κατ' αὐτῶν ἀποδείξεις, ἐξαιρουμένου τούτου ὅτι μὴ ὡς ἄνθρωπος ἐστιν ὁ Θεὸς, μηδὲ ὡς ἀνθρωπίνη γονή, οὕτως ἐστὶν ἡ τοῦ Υἱοῦ γέννησις, ἀλλ' ὡς ἡ Θεῷ πρέπουσα, καὶ ἡμᾶς ἁρμόζουσα νοεῖν. Καὶ γὰρ καὶ πηγὴν εἰρήκασι τὸν Πατέρα τῆς σοφίας καὶ τῆς ζωῆς, τὸν δὲ Υἱὸν ἀπαύγασμα φωτὸς ἡλίου, καὶ αὐτὸν εἶναι τὸ ἐκ τῆς πηγῆς γέννημα λέγοντας Ἐγώ εἰμι ἡ ζωή, καὶ, «Ἐγώ ἡ Σοφία καὶ ἐσκήνωσα βουλήν.» Τὸ δὲ ἐκ φωτὸς ἀπαύγασμα, καὶ ἐκ πηγῆς γέννημα, καὶ ἐκ Πατρὸς Υἱόν, πῶς ἂν τις ἁρμοζόντως ὀνομάσειεν ἢ ὁμοούσιον; Ἆρ' οὖν μὴ, ἐπειδὴ τὰ ἐξ ἀνθρώπων γεννήματα ὁμοούσια ἐστιν, εὐλαβεῖσθαι δεῖ μὴ καὶ ὁ Υἱός, λεγόμενος ὁμοούσιος, νομισθείη καὶ αὐτὸς ὡς ἀνθρώπινον γέννημα; μὴ γένοιτο! οὐκ ἔστιν οὕτως. Ἀλλὰ καὶ ταχείαν ἔχει τὴν λύσιν τοῦτο· Λόγος γάρ ἐστι καὶ Σοφία τοῦ Πατρὸς ὁ Υἱός· ἐξ ὧν τὸ ἀπαθὲς καὶ τὸ ἀμέριστον τῆς ἐκ τοῦ Πατρὸς γεννήσεως γνωρίζεται. Λόγος γὰρ οὐδὲ ὁ τῶν ἀνθρώπων μέρος ἐστὶν, οὐδὲ κατὰ πάθος ἐξ αὐτῶν προέρχεται, μήτι γε ὁ τοῦ Θεοῦ, ὃν γιν εἶναι ἑαυτοῦ ὁ Πατὴρ ἐδήλωσεν· ἵνα μὴ πάλιν τ ἀκούων μόνον, Λόγον, νομίσῃ τοιοῦτον εἶναι, ὡς ἐστιν ὁ τῶν ἀνθρώπων, ἀνυπόστατος· ἀλλ' ἀκούων, τοῦτον εἶναι ζῶντα λόγον, ὅτι Υἱός ἐστι, γινώσκῃ καὶ ἐνούσιον Σοφίαν. Ἔπειτα, ὥσπερ τὸ γέννημα λέγοντες, οὐκ ἀνθρωπίνως νοοῦμεν, καὶ Πατέρα τὸν Θεὸν εἰδότες, σωματικήν τινα περὶ αὐτοῦ λαμβάνομεν ἔννοιαν· ἀλλὰ τὰ μὲν παραδείγματα καὶ τὰς τοιαύτας λέξεις ἀκούομεν, ἀρμοζόντως δὲ περὶ Θεοῦ νοοῦμεν· οὐ ὡς ἄνθρωπος ὁ Θεός· οὕτως ἄρα καὶ τὸ ὁμοούσιον ἀκούοντες, ὑπερβαίνειν ὀφείλομεν πᾶσαν αἴσθησιν, καὶ κατὰ τὴν Παροιμίαν, νοητῶς νοεῖν τὰ παρατιθέμενα ἡμῖν· ὥστε μέντοι γινώσκειν, ὅτι μὴ θελήσει, ἀλλὰ ἀληθῶς Υἱός ἐστιν ἐκ Πατρὸς γνήσιος, ὡς ἐκ πηγῆς ζωὴ, καὶ φωτὸς ἀπαύγασμα. ἢ διὰ τί τὸ μὲν, γέννημα, καὶ τὸ, Υἱός, οὐ σωματικῶς, τὸ δὲ ὁμοούσιον, ὡς ἐπὶ σωμάτων διανοούμεθα, καὶ μάλιστα, ὅτι οὐ περὶ ἄλλου καὶ ἄλλου ἐστὶ τὰ λεγόμενα, ἀλλὰ περὶ οὗ τὸ γέννημα, περὶ τούτου καὶ τὸ ὁμοούσιον ἐλέχθη; Καὶ πρέπει τὴν αὐτὴν διάνοιαν ἀμφοτέρων τῶν λέξεων ἐπὶ τοῦ Σωτῆρος διασώζειν, καὶ μὴ τὸ μὲν γέννημα καλῶς ἐξηγεῖσθαι, τὸ δὲ ὁμοούσιον ἄλλως· ἐπεὶ ἀκόλουθόν ἐστιν, οὕτω διακειμένους ὑμᾶς καὶ λέγοντας λόγον καὶ Σοφίαν τοῦ Πατρὸς τὸν Υἱόν, διάφορον ἔχειν καὶ περὶ τούτων τὴν διάνοιαν, καὶ ἄλλως μὲν τὸν Λόγον νοεῖν, ἑτέρως δὲ τὴν Σοφίαν. Ἀλλ' ὥσπερ ἄτοπον τοῦτο· Λόγος γὰρ καὶ Σοφία τοῦ Πατρός ἐστιν ὁ Υἱὸς, καὶ ἕν ἐστι τὸ ἐκ Πατρὸς γέννημα, καὶ ἴδιον τῆς οὐσίας αὐτοῦ· οὕτως εἷς ἐστιν ὁ νοῦς τοῦ γεννήματος καὶ τοῦ ὁμοουσίου· καὶ ὁ φρονῶν γέννημα τὸν Υἱὸν φρονεῖ τοῦτον ὀρθῶς καὶ ὁμοούσιον.
col. 473–474page 228 of 677
PG 130:473Αὐτάρκη μὲν οὖν ταῦτα δεῖξαι, τῶν ἀγαπητῶν τὴν διάνοιαν μὴ ἀλλοτρίαν, μηδὲ μακρὰν οὖσαν τοῦ ὁμοουσίου. Ἐπειδὴ δὲ, ὡς αὐτοί φασι (τὴν γὰρ ἐπιστολὴν οὐκ ἔσχον ἐγώ), οἱ τὸν Σαμοσατέα κατακρίναντες ἐπίσκοποι γράφοντες εἰρήκασι μὴ εἶναι ὁμοούσιον τὸν Υἱὸν τῷ Πατρὶ, καὶ λοιπὸν αὐτοὶ, διὰ τὴν πρὸς τοὺς εἰρηκότας εὐλάβειάν τε καὶ τιμὴν, οὕτω περὶ τὴν λέξιν διάκεινται· καλὸν μετ᾿ αὐτῶν μετ᾿ εὐλαβείας καὶ περὶ τούτου διασκέψασθαι. Συγκρούειν μὲν γὰρ τούτους πρὸς ἐκείνους ἀπρεπές· πάντες γάρ εἰσι Πατέρες· διακρίνειν δὲ πάλιν, ὡς οὗτοι μὲν καλῶς, ἐκεῖνοι δὲ τοὐναντίον εἰρήκασιν, οὐχ ὅσιον· οἱ πάντες γὰρ ἐκοιμήθησαν ἐν Χριστῷ. Οὐ χρὴ δὲ φιλονεικεῖν, οὐδὲ τῶν συνελθόντων τὸν ἀριθμὸν συμβάλλειν, ἵνα μὴ δοκῶσιν οἱ τριακόσιοι τοὺς ἐλάττονας ἐπικρύπτειν· οὐδ᾽ ἂν πάλιν τὸν χρόνον ἀναμετρεῖν, ἵνα μὴ δοκῶσιν οἱ προλαβόντες ἀφανίζειν τοὺς μετὰ ταῦτα γενομένους. Οἱ πάντες γὰρ, καθά προείρηται, Πατέρες εἰσί· καὶ ὅμως οὐδὲ οἱ τε νεώτερόν τι φρονήσαντες ἔγραψαν, οὐδὲ ἑαυτοῖς καταθαρσήσαντες, ἀγράφων προέστησαν λέξεων· ἀλλὰ ἐκ Πατέρων ὁρμώμενοι καὶ αὐτοὶ, τοῖς ἐκείνων ἐχρήσαντο βήμασι. Διονύσιοι γὰρ δύο γεγόνασιν ἔμπροσθεν πολὺ τῶν ἑβδομήκοντα τῶν καθελόντων τὸν Σαμοσατέα· τούτων ὁ μὲν τῆς Ῥώμης, ὁ δὲ τῆς Ἀλεξανδρείας ἦν ἐπίσκοπος. Ἀλλά τινων αἰτιασαμένων παρὰ τῷ ἐπισκόπῳ Ῥώμης τὸν τῆς Ἀλεξανδρείας Ἐπίσκοπον, ὡς λέγοντα ποίημα, καὶ μὴ ὁμοούσιον τὸν Υἱὸν τῷ Πατρὶ, ἡ μὲν κατὰ Ῥώμην σύνοδος ἠγανάκτησαν· ὁ δὲ τῆς Ῥώμης ἐπίσκοπος τὴν πάντων γνώμην γράφει πρὸς τὸν ὁμώνυμον ἑαυτοῦ. Κἀκεῖνος λοιπόν, ἀπολογούμενος, τὸ μὲν βιβλίον ἐπιγράφει Ἐλέγχου καὶ Ἀπολογίας. Γράφει δὲ ταῦτα πρὸς ἐκεῖνον. Καὶ δι' ἄλλης ἐπιστολῆς ἔγραψα, ἐν οἷς ἤλεγξα καὶ ὃ προφέρουσιν ἔγκλημα κατ' ἐμοῦ, ψεῦδος ὄν, ὡς οὐ λέγοντος τὸν Χριστὸν ὁμοούσιον εἶναι τῷ Θεῷ. Εἰ γὰρ καὶ τὸ ὄνομα τοῦτό φημι μὴ εὑρηκέναι, μηδ' ἀνεγνωκέναι που τῶν ἁγίων Γραφῶν, ἀλλά γε τὰ ἐπιχειρήματά μου τὰ ἑξῆς, ἃ σεσιωπήκασι, τῆς διανοίας ταύτης οὐκ ἀπᾴδει. Καὶ γὰρ ἀνθρωπείαν γονὴν παρεθέμην, δῆλον ὡς οὖσαν ὁμογενῆ, φήσας πάντως τοὺς γονεῖς μόνον ἑτέρους εἶναι τῶν τέκνων, ὅτι μὴ αὐτοὶ εἶεν τὰ τέκνα· ἢ μήτε γονεῖς ἀναγκαῖον ὑπάρχειν εἶναι, μήτε τέκνα. Καὶ τὴν μὲν ἐπιστολὴν, ὡς προείπον, διὰ τὰς περιστάσεις οὐκ ἔχω προκομίσαι· εἰ δ᾽ οὖν, αὐτά σοι τὰ τότε βήματα, μᾶλλον δὲ καὶ πάσης ἀνέπεμψα τὸ ἀντίγραφον· ὅπερ ἐὰν εὐπορήσω, ποιήσω. Οἶδα δὲ καὶ μέμνημαι πλείονα προσθεὶς τῶν συγγενῶν ὁμοιώμα. Καὶ γὰρ καὶ φυτὸν εἶπον, ἀπὸ σπέρματος ἢ ἀπὸ μίξης ἀνελθόν, ἕτερον εἶναι τοῦ ὅθεν ἐβλάστησε, καὶ πάντως ἐκείνῳ καθέστηκεν ὁμοφυές· καὶ ποταμὸν ἀπὸ πηγῆς ῥέοντα, ἕτερον καὶ σχῆμα καὶ ὄνομα μετειληφέναι· μήτε γὰρ τὴν πηγὴν ποταμὸν, μήτε τὸν ποταμὸν πηγὴν λέγεσθαι, καὶ ἀμφότερα ὑπάρχειν· καὶ τὴν μὲν πηγὴν οἱονεὶ Πατέρα εἶναι, τὸν δὲ ποταμὸν εἶναι τὸ ἐκ τῆς πηγῆς γεννώμενον. Εἴρηκεν ὁ ἐπίσκοπος.
col. 475–476page 229 of 677
PG 130:475Εἴπερ οὖν μέμφεται τις τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν, ὡς εἰρηκόσι παρὰ τὰ δόξαντα τοῖς πρὸ αὐτῶν, ὁ αὐτὸς μέμψαιτ' ἂν εἰκότως καὶ τοῖς ἑβδομήκοντα, ὅτι μὴ τὰ τῶν πρὸ αὐτῶν ἐφύλαξαν· πρὸ αὐτῶν δὲ ἦσαν οἱ Διονύσιοι, καὶ οἱ ἐν Ῥώμῃ τὸ τηνικαῦτα συνελθόντες ἐπίσκοποι. Ἀλλ' οὔτε τούτους, οὔτε ἐκείνους ὅσιον αἰτιάσασθαι· πάντες γὰρ ἐπρεσβευον τὰ Χριστοῦ, καὶ πάντες σπουδὴν ἐσχήκασι κατὰ τῶν αἱρετικῶν, καὶ οἱ μὲν τὸν Σαμοσατέα, οἱ δὲ τὴν Ἀρειανὴν αἵρεσιν κατέκριναν. Ὀρθῶς δὲ καὶ οὗτοι κἀκεῖνοι, καὶ καλῶς πρὸς τὴν ὑποκειμένην ὑπόθεσιν γεγράφασι. Καὶ ὥσπερ ὁ μακάριος Ἀπόστολος, Ῥωμαίοις μὲν ἐπιστέλλων, ἔλεγεν· «Ὁ νόμος πνευματικός ἐστι·» καὶ, «Ὁ νόμος ἅγιος,» καὶ, «Ἡ ἐντολὴ ἁγία, καὶ δικαία, καὶ ἀγαθή,» καὶ μετ' ὀλίγον· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει·» Ἑβραίοις δὲ ἔγραφεν· «Ὁ νόμος οὐδένα τετελείωκε·» καὶ Γαλάταις μέν, «Ἐν νόμῳ οὐδεὶς δικαιοῦται·» Τιμοθέῳ δέ, ὅτι «Καλὸς ὁ νόμος, ἐὰν τις αὐτῷ νομίμως χρῆται·» καὶ οὐκ ἄν τις αἰτιάσαιτο τὸν ἅγιον ὡς ἐναντία καὶ μαχόμενα γράφοντα, ἀλλὰ καὶ μᾶλλον θαυμάσειεν ἁρμοζόντως πρὸς ἑκάστους ἐπιστέλλοντα, ἵνα οἱ μὲν Ῥωμαῖοι καὶ οἱ ἄλλοι μάθωσιν ἀπὸ τοῦ γράμματος ἐπιστρέφειν εἰς τὸ Πνεῦμα· οἱ δὲ Ἑβραῖοι καὶ Γαλάται παιδευθῶσι μὴ εἰς τὸν νόμον, ἀλλ' εἰς τὸν Κύριον τὸν δεδωκότα τὸν νόμον ἔχειν τὰς ἐλπίδας· οὕτως εἰ ἀμφοτέρων τῶν συνόδων οἱ Πατέρες διαφόρως ἐμνημόνευσαν περὶ τοῦ ὁμοουσίου, οὐ χρὴ πάντως ἡμᾶς διαφέρεσθαι πρὸς αὐτούς, ἀλλὰ τὴν διάνοιαν αὐτῶν ἐρευνᾶν, καὶ πάντως εὑρήσομεν ἀμφοτέρων τῶν συνόδων τὴν ὁμόνοιαν. Οἱ μὲν γὰρ τὸν Σαμοσατέα καθελόντες εἰρήκασι μὴ εἶναι τὸν Χριστὸν ὁμοούσιον· οὐκ ἔστι γὰρ οὕτως ὁ Υἱὸς πρὸς τὸν Πατέρα, ὡς ἐκεῖνος ἐνόει· οἱ δὲ τὴν Ἀρειανὴν αἵρεσιν ἀναθεματίσαντες, θεωρήσαντες τὴν πανουργίαν τοῦ Παύλου, καὶ λογισάμενοι μὴ οὕτως καὶ ἐπὶ τῶν ἀσωμάτων, καὶ μάλιστα ἐπὶ Θεοῦ τὸ ὁμοούσιον σημαίνεσθαι, γινώσκοντές τε μὴ κτίσμα, ἀλλ' ἐκ τῆς οὐσίας γέννημα εἶναι τὸν Λόγον, καὶ τὴν οὐσίαν τοῦ Πατρὸς ἀρχήν, καὶ ῥίζαν, καὶ πηγὴν εἶναι τοῦ Υἱοῦ, ἔχοντες δὲ καὶ τὰ τῶν περὶ Διονύσιον παραδείγματα, τὴν πηγὴν καὶ τὴν περὶ τοῦ ὁμοουσίου ἀπολογίαν, πρὸ δὲ τούτων τὴν τοῦ Σωτῆρος ἐναργῆ φωνήν· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» καὶ, «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα·» τούτου ἕνεκεν εἰκότως εἰρήκασι καὶ αὐτοὶ ὁμοούσιον τὸν Υἱόν. Καὶ ὥσπερ, καθὰ προεῖπον, οὐκ ἄν τις αἰτιάσαιτο τὸν Ἀπόστολον, εἰ περὶ τοῦ νόμου Ῥωμαίοις μὲν οὕτως, Ἑβραίοις δὲ οὕτως ἔγραψε· τὸν αὐτὸν τρόπον οὔτε οἱ νῦν τοῖς προτέροις ἐγκαλέσαιεν, βλέποντες αὐτῶν τὴν ἑρμηνείαν· οὔτε οἱ πρότεροι τοὺς μετ' αὐτοὺς μέμψαιντ' ἂν, ὁρῶντες τὴν ἑρμηνείαν αὐτῶν, καὶ τὴν χρείαν δι' ἣν οὕτως ἔγραψαν περὶ τοῦ Κυρίου. Καὶ γὰρ καὶ τὴν αἰτίαν ἑκάστη σύνοδος εὔλογον ἔχει, δι' ἣν οἱ μὲν οὕτως, οἱ δὲ οὕτως εἰρήκασιν. Ἐπειδὴ γὰρ ὁ Σαμοσατεὺς ἐφρόνει
col. 477–478page 230 of 677
PG 130:477μὴ εἶναι πρὸ Μαρίας τὸν Υἱόν, ἀλλ᾽ ἀπ᾽ αὐτῆς ἀρ χὴν ἐσχηκέναι τοῦ εἶναι, τούτου ἕνεκεν οἱ τότε συνελθόντες, καθεῖλον μὲν αὐτὸν καὶ αἱρετικὸν ἀπέφηναν· περὶ δὲ τῆς τοῦ Υἱοῦ θεότητος ἁπλούστερον γράφοντες, οὐ κατεγένοντο περὶ τὴν τοῦ ὁμο ουσίου ἀκρίβειαν. Τὴν φροντίδα γὰρ εἶχον πᾶσαν, περ ἐπενόησεν ὁ Σαμοσατεύς, ἀνελεῖν, καὶ δεῖξαι πρὸ πάντων εἶναι τὸν Υἱὸν, καὶ ὅτι οὐκ ἐξ ἀνθρώπων γέγονε Θεὸς, ἀλλὰ, Θεὸς ὤν, ἐνεδύσατο δούλου μορ φὴν, καὶ Λόγος ὤν, γέγονε σάρξ, ὡς εἶπεν ὁ Ἰωάν νης· καὶ οὕτω μὲν κατὰ τῆς βλασφημίας Παύλου πέπρακται. Ἐπειδὴ δὲ καὶ οἱ περὶ Εὐσέβιον καὶ Ἄρειον πρὸ χρόνων μὲν εἶναι τὸν Υἱὸν ἔλεγον, πε ποιῆσθαι μέντοι, καὶ ἕνα τῶν κτισμάτων αὐτὸν ἐδί δάσκον, καὶ τὸ, ἐκ τοῦ Θεοῦ, οὐχ ὡς Υἱὸν ἐκ Πατρός γνήσιον, ἐπίστευον· ἀλλ᾽ ὡς τὰ κτίσματα· οὕτω καὶ ἐπ᾽ αὐτοῦ τὸ ἐκ τοῦ Θεοῦ εἶναι διεβεβαιοῦντο· τήν τε τῆς ὁμοιώσεως ἑνότητα τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα οὐκ ἔλεγον κατὰ τὴν οὐσίαν, οὐδὲ κατὰ τὴν φύσιν, ὡς ἔστιν υἱὸς ὅμοιος Πατρί, ἀλλὰ διὰ τὴν συμφωνίαν τῶν δογμάτων καὶ τῆς διδασκαλίας· ἀλλὰ γὰρ καὶ ἀπεσχοίνιζον καὶ ἀπεξενοῦντο παντελῶς τὴν οὐσίαν τοῦ Υἱοῦ ἀπὸ τοῦ Πατρὸς, ἑτέραν ἀρχὴν αὐτῷ τοῦ εἶναι παρὰ τὸν Πατέρα ἐπινοοῦντες, καὶ εἰς τὰ κτίσματα καταφέροντες αὐτόν· τούτου χά ριν οἱ ἐν Νικαίᾳ συνελθόντες, θεωρήσαντες τὴν παν ουργίαν τῶν οὕτω φρονούντων, καὶ συναγαγόντες ἐκ τῶν Γραφῶν τὴν διάνοιαν, λευκότερον γρά φαντες, εἰρήκασι τὸ ὁμοούσιον· ἵνα καὶ τὸ γνήσιον ἀληθῶς ἐκ τούτου γνωσθῇ τοῦ Υἱοῦ, καὶ μηδὲν κοινὸν ἔχῃ πρὸς τοῦτον τὰ γενητά. Ἡ γὰρ τῆς λέξεως ταύτης ἀκρίβεια τήν τε ὑπόκρισιν αὐτῶν, ἐὰν λέγωσι τὸ, ἐκ τοῦ Θεοῦ, ῥητὸν, διελέγχει, καὶ πάσας αὐτῶν τὰς πιθανότητας, αἷς ὑφαρπάζουσι τοὺς ἀκεραίους, ἐκβάλλει. Πάντα γοῦν δυνάμενοι σοφίζεσθαι καὶ με ταποιεῖν, ὡς θέλουσι, ταύτην μόνην τὴν λέξιν, ὡς διελέγχουσαν αὐτῶν τὴν αἵρεσιν, δεδίασιν· ἣν οἱ Πατέρες ὥσπερ ἐπιτείχισμα κατὰ πάσης ἀσεβοῦς ἐπινοίας αὐτῶν ἔγραψαν. Πεπαύσθω τοίνυν πᾶσα φιλονεικία, καὶ μηκέτι προσκόπτωμεν ἡμεῖς, εἰ διαφόρως ἐξειλήφασιν αἱ σύνοδοι τὴν τοῦ ὁμοουσίου λέξιν. Ἔχομεν γὰρ εἰς ἀπολογίαν εὐλόγους περὶ αὐτῶν αἰτίας, τὰς προ ειρημένας μέν, καὶ ταύτην δέ· τὸ ἀγέννητον, καὶ μὴ παρὰ τῶν Γραφῶν μεμαθήκαμεν, οὐδαμοῦ γὰρ ἀγέννητον τὸν Θεὸν εἰρήκασιν αἱ Γραφαί, ὅμως ἐπειδὴ καὶ πολλοὶ τῶν δοκούντων ἐμνημόνευσαν τοῦ ὀνόματος, φιλοπευστήσαντες ἔγνωμεν ὅτι καὶ τοῦτο τὸ ὄνομα διάφορα ἔχει τὰ σημαινόμενα· καὶ οἱ μὲν τὸ ἐν μέν, μήτε δὲ γεννηθέν, μήτε ὅλως ἔχον τὸν αἴτιον, λέγουσιν ἀγέννητον· οἱ δὲ τὸ ἄκτιστον. Ὥσπερ οὖν τούτων οὕτω σημαινομένων, εἰ ὁ μέν τις ἀπο βλέπων εἰς τὸ πρότερον σημαινόμενον, τό, μὴ ἔχον τὸν αἴτιον, ἔλεγε μὴ εἶναι ἀγέννητον τὸν Υἱόν, οὐκ ἂν κατηγόρει βλέπων ἕτερον βλέποντα εἰς τὸ μὴ εἶναι ποίημα μηδὲ κτίσμα, ἀλλ᾽ ἀΐδιον γέν νημα, καὶ λέγοντα ἀγέννητον τὸν Υἱόν. Ἀμφότεροι γὰρ πρὸς τὸν ἴδιον σκοπὸν ὁρῶντες, καλῶς εἰρήκασιν· οὕτως εἰ καὶ τῶν Πατέρων οἱ μὲν οὕτως, οἱ δὲ οὕτως εἰρήκασι περὶ τοῦ ὁμοουσίου, μὴ φιλονεικῶμεν
col. 479–480page 231 of 677
PG 130:479μάλιστα τὴν σπουδὴν εἶχον εἰς εὐσέβειαν. ἡμεῖς, ἀλλ᾽ εὐσεβῶς τὰ παρ᾽ αὐτῶν δεχώμεθα, ἕως Ἰγνάτιος οὖν, ὁ μετὰ τοὺς ἀποστόλους ἐν Ἀντιοχείᾳ κατασταθεὶς ἐπίσκοπος, καὶ μάρτυς τοῦ Χριστοῦ γενόμενος, γράφων περὶ τοῦ Κυρίου, εἴρη κεν· «Εἷς Ἰατρός ἐστι, σαρκικὸς καὶ πνευματικός, γενητὸς καὶ ἀγένητος, ἐν ἀνθρώπῳ Θεός, ἐν θα νάτῳ ζωὴ ἀληθινή, καὶ ἐκ Μαρίας καὶ ἐκ Θεοῦ.» Τι νὲς δὲ καὶ τῶν μετὰ Ἰγνάτιον διδάσκαλοι καὶ αὐτοὶ γράφουσιν· Ἓν τὸ ἀγένητον ὁ Πατήρ, καὶ εἷς ὁ ἐξ αὐτοῦ Υἱὸς γνήσιος, γέννημα ἀληθινόν, Λόγος καὶ Σοφία τοῦ Πατρός. Εἰ μὲν οὖν καὶ πρὸς τούτους ἐναντίως διακείμεθα, ἔστω καὶ πρὸς τὰς συνόδους ἡμῖν ἡ μάχη. Εἰ δὲ, τὴν ἐν Χριστῷ πίστιν αὐτῶν γινώσκοντες, πεπείσμεθα, ὅτι καὶ ὁ μακάριος Ἰγνάτιος ὀρθῶς ἔγραψε, γενητὸν αὐτὸν λέγων διὰ τὴν σάρκα (ὁ γὰρ Χριστὸς σὰρξ ἐγένετο)· ἀγένητον δέ, ὅτι μὴ τῶν ποιημάτων καὶ γενητῶν ἐστιν, ἀλλ᾽ Υἱὸς ἐκ Πατρός. Οὐκ ἀγνοοῦμεν δέ, ὅτι καὶ οἱ εἰρηκότες Ἓν τὸ ἀγένητον τὸν Πατέρα λέγοντες, οὐχ ὡς γε νητοῦ καὶ ποιήματος ὄντος τοῦ Λόγου οὕτως ἔγρα ψαν, ἀλλ᾽ ὅτι μὴ ἔχει τὸν αἴτιον· καὶ μᾶλλον αὐτὸς Πατὴρ μέν ἐστι τῆς Σοφίας, τὰ δὲ γενητὰ πάντα ἐν σοφίᾳ πεποίηκε· διὰ τί μὴ καὶ Πατέρας, τούς τε τὸν Σαμοσατέα καθελόντας, καὶ τὴν Ἀρειανὴν αἵρεσιν στηλιτεύσαντας, εἰς εὐσέβειαν συνάγομεν, ἀλλὰ διαστέλλομεν ἀνὰ μέσον αὐτῶν, καὶ οὐ μᾶλλον ὀρθῶς περὶ αὐτῶν φρονοῦμεν; ὅτι κἀκ εῖνοι, καθάπερ εἶπον, πρὸς τὸ σόφισμα τοῦ Σαμοσατέως, καὶ τὴν ἑρμηνείαν αὐτοῦ τὴν διάνοιαν ἔχοντες, ἔγραψαν, Οὐκ ἔστιν ὁμοούσιος· καὶ οὗτοι δέ, καλῶς νοήσαντες, εἰρήκασιν ὁμοούσιον εἶναι τὸν Υἱόν. Καὶ γὰρ κἀγὼ τοιαῦτα μὲν νοῶν περὶ τῶν εὐ σεβούντων εἰς τὸν Χριστὸν δι᾽ ὀλίγων ἔγραψα· εἰ δὲ δυνατὸν ἦν εὐπορῆσαι καὶ τῆς ἐπιστολῆς, ἣν λέγουσιν ἐκείνους γεγραφέναι, ἡγοῦμαι πλείους εὑρεθήσεσθαι τὰς προφάσεις, δι᾽ ἃς ἠναγκάσθησαν οὕτω γράψαι οἱ μακάριοι ἐκεῖνοι. Δεῖ γὰρ ἡμᾶς καὶ πρέ πει τοιαῦτα φρονεῖν, τοιαύτην τε σώζειν ἀγαθὴν συν είδησιν πρὸς τοὺς Πατέρας, εἴ γε μὴ νόθοι τυγχάνο μεν, ἀλλ᾽ ἐξ αὐτῶν ἔχομεν τὰς παραδόσεις, καὶ παρ᾽ αὐτῶν τὴν τῆς εὐσεβείας διδασκαλίαν. Τοιαύτη μὲν οὖν ἡ διάνοια τῶν Πατέρων λεγέ σθω καὶ πιστευέσθω. Φέρε δὲ καὶ μετ᾽ αὐτῶν πάλιν ἐξετάσωμεν τὸ πρᾶγμα πράως, καὶ μετὰ συνειδήσεως ἀγαθῆς, μνημονεύσαντες καὶ τῶν προειρημένων· εἰ μὴ τῷ ὄντι δείκνυνται καλῶς φρονήσαντες οἱ ἐν τῇ Νικαίᾳ συνελθόντες ἐπίσκοποι. Εἰ μὲν ποίημά ἐστιν ὁ Λόγος, καὶ ἀλλότριος τῆς τοῦ Πα τρὸς οὐσίας, ὥστε καὶ χωρίζεσθαι αὐτὸν ἀπὸ τοῦ Πα τρὸς τῷ ἑτεροφυεῖ χωρισμῷ, οὐκ ἂν εἴη ὁμοούσιος τῷ Πατρί, ἀλλὰ μᾶλλον ὁμογενὴς τῇ φύσει τοῖς ποιήμασι, κἂν ὑπερβάλλῃ τῇ χάριτι· εἰ δὲ ὁμολογοῦ μεν μὴ εἶναι αὐτὸν ποίημα, ἀλλὰ γνήσιον ἐκ τῆς οὐσίας τοῦ Πατρὸς γέννημα, ἀκόλουθον ἂν εἴη καὶ ἀχώριστον αὐτὸν εἶναι τοῦ Πατρός, ὁμοφυῆ ὄντα διὰ τὸ ἐξ αὐτοῦ γεγεννήσθαι. Τοιοῦτος δὲ ὤν, εἰκότως
col. 481–482page 232 of 677
PG 130:481καὶ ὁμοούσιος ἂν λέγοιτο. Ἔπειτα εἰ μὴ ἐκ μετουσίας ἐστὶν ὁ Υἱός, ἀλλὰ τῇ οὐσίᾳ Λόγος ἐστὶ καὶ Σοφία τοῦ Πατρὸς, ἡ δὲ οὐσία αὕτη τῆς οὐσίας τῆς πατρικῆς ἐστι γέννημα καὶ ὁμοιότης αὐτῆς, ὥσπερ καὶ τὸ ἀπαύγασμα τοῦ φωτός· λέγει δὲ ὁ Υἱός, « Ἐγὼ καὶ ὁ Πατὴρ ἓν ἐσμεν, » καί, « Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα·» πῶς δεῖ νοεῖν ταύτας τὰς φωνάς; ἢ πῶς αὐτὰς ἐκλαμβάνοντες, σώσομεν τὸ ἂν εἶναι τὸν Πατέρα καὶ τὸν Υἱόν; Εἰ μὲν οὖν τῇ συμφωνίᾳ τῶν δογμάτων, καὶ τῷ μὴ διαφωνεῖν πρὸς τὸν Πατέρα, ὡς οἱ Ἀρειανοὶ λέγουσι, φαῦλος ὁ τοιοῦτος τρόπος. Καὶ γὰρ καὶ οἱ ἅγιοι, καὶ μᾶλλον γε ἄγγελοι καὶ ἀρχάγγελοι, τὴν τοιαύτην ἔχουσι πρὸς τὸν Θεὸν συμφωνίαν, καὶ οὐδεμία παρ' αὐτοῖς ἐστι διαφωνία. Ὁ γὰρ διαφωνήσας διάβολος ἐθεωρήθη πίπτῶν ἐκ τῶν οὐρανῶν, ὡς εἶπεν ὁ Κύριος. Οὐκοῦν εἰ διὰ τὴν συμφωνίαν ἓν ἐστιν ὁ Πατὴρ καὶ ὁ Υἱός, εἴη ἂν καὶ τῶν γενητῶν τὰ συμφωνοῦντα οὕτω πρὸς τὸν Θεὸν, καὶ εἴποι ἂν ἕκαστος· « Ἐγὼ καὶ ὁ Πατὴρ ἓν ἐσμεν.» Εἰ δὲ τοῦτο ἄτοπον· ἄτοπον γάρ ἐστιν ἀληθῶς· ἀνάγκη λοιπὸν κατὰ τὴν οὐσίαν νοεῖν καὶ τὴν Υἱοῦ καὶ Πατρὸς ἑνότητα. Τὰ μὲν γὰρ γενητὰ κἂν συμφωνίαν ἔχῃ πρὸς τὸν πεποιηκότα, ἀλλ' ἐν κινήσει καὶ μετουσίᾳ καὶ νῷ ταύτην ἔχει, ἣν περ ὁ μὴ φυλάξας ἐκβέβληται τῶν οὐρανῶν. Ὁ δὲ Υἱὸς ἐκ τῆς οὐσίας ὢν γέννημα, οὐσίᾳ ἕν ἐστιν αὐτὸς καὶ ὁ γεννήσας αὐτὸν Πατήρ. Διὰ τοῦτο γὰρ καὶ τὸ ἰσάζον ἔχει πρὸς τὸν Πατέρα ταῖς ἐνοειδέσι φωναῖς, καὶ τὰ ἐπὶ τοῦ Πατρὸς λεγόμενα, ταῦτα καὶ ἐπὶ Υἱοῦ λέγουσιν αἱ Γραφαί, χωρὶς μόνον τοῦ λέγεσθαι αὐτὸν Πατέρα. Αὐτὸς γὰρ εἶπεν ὁ Υἱός· «Πάντα, ὅσα ἔχει ὁ Πατήρ, ἐμά ἐστιν·» τῷ τε Πατρὶ ἔλεγε· «Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά·» οἷον τό, Θεός. «Θεὸς γὰρ ἦν ὁ Λόγος·» τό, Παντοκράτωρ· «Τάδε λέγει ὁ ὤν, καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος ὁ Παντοκράτωρ·» τὸ εἶναι φῶς· «Ἐγώ εἰμι,» ὁ φησί, «τὸ φῶς·» τὸ δημιουργικόν· αἴτιον· «Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο·» καί, «Ἃ βλέπω τὸν Πατέρα ποιοῦντα, ταῦτα κἀγὼ ποιῶν·» τὸ εἶναι ἀΐδιον· «Ἥ τε γὰρ ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης·» καί, «Ἐν ἀρχῇ ἦν ὁ Λόγος·» καί, «Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον·» τὸ εἶναι Κύριος. «Ἔβρεξε γὰρ Κύριος θεῖον καὶ πῦρ παρὰ Κυρίου·» καὶ ὁ μὲν Πατήρ φησιν· «Ἐγὼ Κύριος·» καί, «Τάδε λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ·» περὶ δὲ τοῦ Υἱοῦ ὁ Παῦλός φησιν· «Εἷς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα.» Καὶ τῷ μὲν Πατρὶ λειτουργοῦσιν ἄγγελοι· ὁ δὲ Υἱὸς προσκυνεῖται παρ' αὐτῶν· «Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Λέγεται δὲ εἶναι καὶ Κύριος ἀγγέλων· «Διηκόνουν γὰρ αὐτῷ οἱ ἄγγελοι·» καί, «Ἀποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ·» τὸ τιμᾶσθαι ὡς τὸν Πατέρα· «Ἵνα γάρ, φησί, τιμῶσι τὸν Υἱόν, καθὼς τιμῶσι τὸν Πατέρα·» τὸ εἶναι ἴσα Θεῷ· «Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα
col. 483–484page 233 of 677
PG 130:483Θεῷ, τὸ εἶναι ἐξ ἀληθινοῦ ἀλήθειαν, καὶ ἐκ ζῶντος ζωήν, ὡς ἀπὸ πηγῆς ὄντως τοῦ Πατρός, τὸ ζωοποιεῖν τὸν Υἱὸν καὶ ἐγείρειν τοὺς νεκρούς ὥσπερ ὁ Πατήρ· οὕτω γὰρ ἐν τῷ Εὐαγγελίῳ γέγραπται. Καὶ περὶ μὲν τοῦ Πατρὸς γέγραπται· ὁ Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι· καί, ὁ Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν· περὶ δὲ τοῦ Υἱοῦ· Θεὸς Κύριος, καί, ὁ Ἐπέφανεν ἡμῖν, καὶ Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών· πάλιν περὶ μὲν τοῦ Θεοῦ φησιν ὁ Ἡσαΐας· «Τίς Θεός, ὥσπερ σύ, ἐξαίρων ἀνομίας, καὶ ὑπερβαίνων ἀδικίας;» ὁ δὲ Υἱὸς ἔλεγεν οἷς ἤθελεν· «Ἀφέωνταί σου αἱ ἁμαρτίαι·» ὅτε καὶ τῶν Ἰουδαίων γογγυζόντων, ἔργῳ τὴν ἄφεσιν ἐδείκνυε, λέγων τῷ παραλυτικῷ· «Ἔγειραι, ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.» Καὶ περὶ μὲν τοῦ Θεοῦ ἔλεγεν ὁ Παῦλος· «Τῷ δὲ βασιλεῖ τῶν αἰώνων·» περὶ δὲ τοῦ Υἱοῦ ὁ μὲν Δαβὶδ ἔψαλλεν· «Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης·» ὁ δὲ Δανιὴλ ἤκουσεν· «Ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος,» καί, «Ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται.» Καὶ ὅλως ὅσα ἂν εὕροις περὶ τοῦ Πατρὸς λεγόμενα, τοσαῦτα ἂν εὕροις καὶ περὶ τοῦ Υἱοῦ λεγόμενα, χωρὶς μόνου τοῦ εἶναι αὐτὸν Πατέρα, καθάπερ εἴρηται. Εἰ μὲν οὖν ἄλλην ἀρχὴν ἐνθυμεῖταί τις, καὶ ἄλλον Πατέρα διὰ τὸ ἰσάζον τῶν λεγομένων, μανικὸν τὸ ἐνθύμημα· εἰ δὲ διὰ τὸ ἐκ τοῦ Πατρὸς εἶναι τὸν Υἱόν, πάντα τὰ τοῦ Πατρὸς, ὡς ἐν εἰκόνι καὶ χαρακτῆρι τοῦ Υἱοῦ ἐστι, λογισώμεθα εὐμενῶς, εἰ ξένη οὐσία τῆς τοῦ Πατρὸς οὐσίας δεκτικὴ τῶν τοιούτων ἐστί· καὶ εἰ ὁ τοιοῦτος ἑτεροφυὴς καὶ ἀλλοτριούσιός ἐστι, καὶ οὐχ ὁμοούσιος τῷ Πατρί. Εὐλαβητέον γὰρ μὴ τὰ τοῦ Πατρὸς ἴδια μεταφέροντες ἐπὶ τὸ ἀνομοιούσιον αὐτῷ, καὶ ἐν ἀνομοιογενεῖ καὶ ἀλλοτριοουσίῳ χαρακτηρίζοντες τὴν τοῦ Πατρὸς θεότητα, ξένην μὲν ἄλλην εἰσάξωμεν οὐσίαν, δεκτικὴν τῶν τῆς πρώτης οὐσίας ἰδιωμάτων, ἐντραπῶμεν δὲ ὑπ' αὐτοῦ τοῦ Θεοῦ λέγοντος· «Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω·» καὶ εὑρεθῶμεν προσκυνοῦντες τῷ ἀλλοτρίῳ, καὶ νομισθῶμεν εἶναι τοιοῦτοι, οἷοι ἦσαν οἱ τότε Ἰουδαῖοι λέγοντες· «Διά τί σύ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;» ὅτε καὶ τὰ τοῦ Πνεύματος μεταφέροντες, ἐβλασφήμουν λέγοντες, ὅτι «Ἐν Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια.» Εἰ δὲ τοῦτο ἀπρεπές, δῆλον, ὅτι οὐκ ἀνομοιοούσιος ἂν εἴη ὁ Υἱός, ἀλλὰ ὁμοούσιος τῷ Πατρί· καὶ γὰρ εἰ τὰ τοῦ Πατρὸς φυσικῶς τοῦ Υἱοῦ ἐστιν, αὐτός τε ὁ Υἱὸς ἐκ τοῦ Πατρός ἐστι, καὶ διὰ τὴν τοιαύτην ἑνότητα τῆς θεότητος καὶ τῆς φύσεως αὐτὸς καὶ ὁ Πατὴρ ἕν εἰσι, καὶ ὁ ἑωρακὼς τὸν Υἱὸν ἑώρακε τὸν Πατέρα, εἰκότως ἐλέχθη παρὰ τῶν Πατέρων ὁμοούσιος· οὐ γὰρ ἑτεροουσίου τὰ τοιαῦτα ἔχειν ἐστί.
col. 485–486page 234 of 677
PG 130:485Πάλιν τε εἰ, καθά προείπομεν, οὐκ ἐκ μετουσίας ἐστὶν ὁ Υἱός· ἀλλὰ τὰ μὲν γενητὰ πάντα ἐκ μετουσίας ἔχει τὴν παρὰ Θεοῦ χάριν, αὐτὸς δὲ τοῦ Πατρὸς σοφία καὶ Λόγος ἐστὶν, οὗ μετέχει τὰ πάντα· δῆλον, ὅτι αὐτὸς ὢν τὸ θεοποιὸν καὶ φωτιστικὸν τοῦ Πατρὸς, ἐν ᾧ τὰ πάντα θεοποιεῖται καὶ ζωοποιεῖται, οὐκ ἀλλοτριούσιός ἐστι τοῦ Πατρὸς, ἀλλ' ὁμοούσιος. Τούτου γὰρ μεταλαμβάνοντες, τοῦ Πατρὸς μετέχομεν, διὰ τὸ τοῦ Πατρὸς εἶναι ἴδιον τὸν Λόγον. Ὅθεν εἰ ἦν ἐκ μετουσίας καὶ αὐτὸς, καὶ μὴ ἐξ αὐτοῦ οὐσιώδης θεότης καὶ εἰκὼν τοῦ Πατρός, οὐκ ἂν ἐθεοποίησε θεοποιούμενος καὶ αὐτός. Καὶ τὴν αἰτίαν δὲ ὅμως, δι' ἥν τού γε, ὡς λέγεται, παραιτοῦνται τὸ ὁμοούσιον, ἐξετάσωμεν ἀληθῶς, μὴ ἄρα μᾶλλον ἐκ ταύτης ὁμοούσιος δείκνυται ὁ Υἱὸς τῷ Πατρί. Φασὶ τοίνυν, ὡς ὑμεῖς ἐγράψατε, μὴ χρῆναι λέγειν ὁμοούσιον τὸν Υἱὸν τῷ Πατρί, ὅτι ὁ λέγων ὁμοούσιον τρία λέγει, οὐσίαν τινὰ προϋποκειμένην, καὶ τοὺς ἐκ ταύτης γεννωμένους ὁμοουσίους εἶναι· καὶ ἐπιλέγουσιν· Ἐὰν οὖν ὁ Υἱὸς ὁμοούσιος ᾖ τῷ Πατρὶ, ἀνάγκη προϋποκεῖσθαι αὐτῶν οὐσίαν, ἐξ ἧς καὶ ἐγεννήθησαν, καὶ μὴ εἶναι τὸν μὲν Πατέρα, τὸν δὲ Υἱόν, ἀλλ᾽ ἀμφοτέρους ἀδελφούς. Ταῦτα εἰ καὶ Ἑλλήνων εἰσὶν ἑρμηνεῖαι, καὶ οὐκ ἀναγκαῖα ἡμῖν τὰ παρ' ἐκείνων· ἀλλ᾽ ἴδωμεν τὰ εἰρημένα τὰ ὁμοούσια, τὰ ἐκ τῆς προϋποκειμένης οὐσίας ἀδελφὰ, πότερον ἑαυτῶν εἰσιν ὁμοούσια, ἢ τῆς οὐσίας ἐξ ἧς καὶ ἐγεννήθησαν· εἰ μὲν γὰρ ἑαυτῶν, ἑτεροούσια καὶ ἀνόμοια ἔσται πρὸς τὴν γεννήσασαν αὐτὰ οὐσίαν· ἀντίκειται γὰρ τῷ ὁμοουσίῳ τὸ ἑτεροούσιον· εἰ δὲ τῆς γεννησάσης αὐτὰ οὐσίας ἐστὶν ἕκαστον ὁμοούσιον, δῆλον, ὅτι τὸ ἐκ τινος γεννώμενον ὁμοούσιον ἐστι τῷ γεννήσαντι καὶ οὐκέτι χρὴ ζητεῖν τρεῖς οὐσίας, ἀλλὰ μόνον ζητεῖν, εἰ τόδε ἀληθὲς ἐκ τοῦδέ ἐστι. Κἂν γὰρ συμβῇ μὴ εἶ ναι δύο ἀδελφοὺς, ἀλλὰ καὶ μόνον ἕνα ἐξ ἐκείνης τῆς οὐσίας γενέσθαι, οὐ διὰ τὸ μὴ εἶναι ἕτερον, ἀλλοτριούσιος ἂν λεχθείη ὁ γεννηθείς· ἀλλὰ καὶ μόνος ὤν, εἴη ἂν καὶ αὐτὸς ὁμοούσιος τῷ γεννήσαντι. Ἐπεὶ τί ἂν εἴποιμεν περὶ τῆς θυγατρὸς τοῦ Ἰεφθάε, ὅτι μονογενὴς ἦν· «Καὶ οὐκ ἦν, ὁ φησίν, «ἄλλο τέκνον αὐτῷ,» καὶ περὶ τοῦ υἱοῦ δὲ τῆς χήρας, ὃν ἤγειρεν ἐκ νεκρῶν ὁ Κύριος, ὅτι καὶ αὐτὸς οὐκ εἶχεν ἀδελφὸν, ἀλλὰ μονογενής ἦν· ἄρα οὐκ ἦν ὁμοούσιος ἕκαστος αὐτῶν τῷ γεννήσαντι; καὶ μὴν ἦσαν, τέκνα γὰρ ἦσαν· καὶ τοῦτο τέκνων ἴδιόν ἐστι πρὸς γονέας. Οὕτω καὶ τὸν τοῦ Θεοῦ Υἱὸν ἐκ τῆς οὐσίας εἰπόντες οἱ Πατέρες, εἰκότως καὶ ὁμοούσιον εἰρήκασι. Ἕπεται δὲ τούτοις μηδὲ τὴν κτίσιν ἐκ τοῦ μὴ ὄντος γεγονέναι. Οἱ γὰρ κατὰ πάθος γεννώντες ἄνθρωποι, αὐτοὶ καὶ τὴν ὑποκειμένην ὕλην ἐργάζονται, καὶ ἄλλως οὐκ ἂν δύναιντο ποιεῖν· εἰ δὲ τὸ κτίζειν οὐκ ἀνθρωπίνως νοοῦμεν ἐπὶ Θεοῦ, πολλῷ μᾶλλον οὐδὲ τὸ γεννᾶν ἀνθρωπίνως πρέπει νοεῖν ἐπὶ Θεοῦ, οὐδὲ τὸ ὁμοούσιον σωματικῶς ἐκλαμβάνειν, ἀλλ᾽ ἀναχωρεῖν δεῖ ἀπὸ τῶν γενητῶν, καὶ ἀποτιθέντας κάτω που τὰς ἀνθρωπίνας εἰκόνας καὶ πάσας ἁπλῶς τὰς αἰσθήσεις, ἀνιέναι ἐπὶ τὸν Πατέρα
col. 487–488page 235 of 677
PG 130:487μὴ λάθωμεν ἀφαιροῦντες τὸν Υἱὸν ἀπὸ τοῦ Πατρός, καὶ προστιθέντες τοῖς ἑαυτοῦ κτίσμασι. Καὶ ἄλλως δὲ, εἰ μὲν Πατέρα καὶ Υἱὸν ὁμοίο γοῦντες, δύο τινὰς ἀρχὰς, ἢ δύο Θεούς, καθάπερ Μαρκίων καὶ Οὐαλεντίνος, λέγομεν, ἢ ἕτερόν τινα τρόπον θεότητος ἔχειν τὸν Υἱὸν, καὶ μὴ εἰκόνα καὶ χαρακτῆρα τοῦ Πατρὸς εἶναι τὸν Υἱὸν, διὰ τὸ ἐξ αὐτοῦ πεφυκέναι· ἔστω ἀνόμοιος· ξέναι γάρ εἰσι παντάπασιν ἀλλήλων αἱ τοιαῦται οὐσίαι· εἰ δὲ μίαν οἴδαμεν καὶ μόνην θεότητα τὴν τοῦ Πατρὸς, τούτου δὲ Λόγον καὶ Σοφίαν εἶναι τὸν Υἱὸν, καὶ οὕτω πιστεύοντες οὐ λέγομεν δύο Θεούς, τήν τε ἑνότητα τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα οὐχ ὁμοιώσει διδασκαλίας, ἀλλὰ κατὰ τὴν οὐσίαν καὶ ἀλήθειαν φρονοῦμεν· ὥστε διὰ τοῦτο μὴ λέγειν δύο Θεούς, ἀλλ᾽ ἕνα Θεόν, ἑνὸς ὄντος εἴδους θεότητος, ὡς ἔστι τὸ φῶς καὶ τὸ ἀπαύγασμα· τοῦτο γὰρ ὤφθη τῷ πατριάρχῃ Ἰακώβ, καὶ φησιν ἡ Γραφή. Ἀνέτειλε δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ, καὶ τοῦτο θεωροῦντες οἱ ἅγιοι προφῆται καὶ νοοῦντες, τίνος ἐστὶν Υἱὸς καὶ εἰκὼν ἔλεγον· «Ἐγένετο λόγος Κυρίου πρὸς μέ.» Γινώσκοντες τὸν ἐν αὐτῷ θεωρούμενον καὶ ἀποκαλυπτόμενον Πατέρα, ἐθάρρουν εἰπεῖν· Ὤφθη μοι ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ὁ Θεὸς τοῦ Ἀβραάμ, καὶ Ἰσαὰκ καὶ Ἰακώβ. Τούτου δὲ οὕτως ὄντος, διὰ τί τὸν ἕνα ὄντα πρὸς τὸν Πατέρα καὶ φαινόμενον, ὡς ἔστιν ὁ Πατὴρ, κατὰ τὴν ὁμοιότητα καὶ μίαν θεότητα, εὐλαβούμεθα εἰπεῖν ὁμοούσιον; Εἰ μὲν γὰρ, ὥσπερ εἴρηται πολλάκις, οὐκ ἔχει τὴν ἰδιότητα τῆς πατρικῆς οὐσίας, οὐδὲ τὴν ἐνέργειαν ὡς Υἱὸς, καλῶς· εὐλαβούμεθα· εἰ δὲ τοῦτο ἐστι τὸ φωτιστικὸν καὶ δημιουργικὸν τὸ ἰδιαίτατον τοῦ Πατρὸς, οὗ ἄνευ οὔτε δημιουργεῖ, οὔτε γινώσκεται (πάντα γὰρ δι᾽ αὐτοῦ καὶ ἐν αὐτῷ συνέστηκε)· διὰ τί, τὸ πρᾶγμα νοοῦντες, παραιτούμεθα τὴν τοῦτο σημαίνουσαν λέξιν εἰπεῖν; Τί γάρ ἐστι τὸ ὁμοφυὲς ὁμοφυὲς τῷ Πατρὶ ἢ ὁμοούσιον αὐτοῦ; Οὐ γὰρ ἀλλότριον ὡς ὑπουργοῦ δεόμενος προσελάβετο ὁ Θεὸς τὸν Υἱόν, οὐδὲ τὰ ποιήματα ἰσάξια τοῦ κτίσαντος, ὥστε τιμᾶσθαι ταῦτα ὡς ἐκεῖνον, ἢ νομίζειν, ὅτι ταῦτα καὶ ὁ Πατὴρ ἓν εἰσιν. Ἢ τολμησάτω τις διελεῖν, καὶ εἰπεῖν, δύο φῶτα εἶναι τὸν ἥλιον καὶ τὸ ἀπαύγασμα, ἢ ἑτέραν τινὰ εἶναι οὐσίαν, ἢ ὅτι ἐπισυμβέβηκε τὸ ἀπαύγασμα, καὶ μὴ ἁπλοῦν εἶναι καὶ καθαρὸν γέννημα ἐκ τοῦ ἡλίου τοῦτο· ὥστε δύο μὲν εἶναι ἥλιον καὶ ἀπαύγασμα, ἓν δὲ τὸ φῶς, διὰ τὸ ἐκ τοῦ Ἡλίουεἶναι τοῦτο γέννημα. Τοιαύτης δὲ οὔσης καὶ μᾶλλον ἀδιαιρέτου τῆς φύσεως τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα, καὶ οὐκ ἐπισυμβάσης τῆς θεότητος τῷ Υἱῷ, ἀλλὰ τῆς πατρικῆς θεότητος οὔσης ἐν τῷ Υἱῷ, ὥστε τὸν ἑωρακότα τὸν Υἱὸν ὁρᾶν ἐν αὐτῷ τὸν Πατέρα, διὰ τί ὁ τοιοῦτος μὴ ἂν λέγοιτο ὁμοούσιος; Ἔστι μὲν οὖν ἱκανὰ καὶ ταῦτα πεῖσαι ὑμᾶς, μὴ κατηγορεῖν τῶν εἰρηκότων, ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρί· καὶ αὐτὴν δὲ ὅμως τὴν τοῦ
col. 489–490page 236 of 677
PG 130:489ὁμουσίου λέξιν καθ᾿ ἑαυτὴν ἐξετάσωμεν, ἵνα γνώ μεν εἰ χρή λέγειν ὅλως ὁμοούσιον, καὶ εἰ κυρία λέξις ἐστὶ, καὶ ἁρμοζόντως ἐστὶν αὕτη ἐπὶ Υἱοῦ λε γομένη. Οἴδατε γὰρ καὶ ὑμεῖς, καὶ οὐδ᾽ ἂν τις ἀμφι βάλλοι, ὅτι τὸ ὅμοιον οὐκ ἐπὶ τῶν οὐσιῶν, ἀλλ᾽ ἐπὶ σχημάτων καὶ ποιοτήτων λέγεται ὅμοιον· ἐπὶ γὰρ τῶν οὐσιῶν οὐχ ὁμοιότης, ἀλλὰ ταυτότης ἂν λεχθείη. Ἄνθρωπος γοῦν ἀνθρώπῳ ὅμοιος λέγεται, οὐ κατὰ τὴν οὐσίαν, ἀλλὰ κατὰ τὸ σχῆμα καὶ τὸν χα ρακτῆρα· τῇ γὰρ οὐσίᾳ ὁμοφυεῖς εἰσι. Καὶ πάλιν ἄνθρωπος κυνὶ οὐκ ἀνόμοιος λέγεται, ἀλλ᾽ ἑτεροφυὴς· οὐκοῦν τὸ μὲν ὁμοφυὲς καὶ ὁμοούσιον, τὸ δὲ ἑτεροφυὲς καὶ ἑτερούσιον. Διὸ καὶ ὁ λέγων ὅμοιον κατ᾽ οὐσίαν ἐκ μετουσίας τοῦτο λέγει ὅμοιον. Τὸ γὰρ ὅμοιον ποιότης ἐστὶν, ἥτις τῇ οὐσίᾳ προσγένοιτ᾽ ἄν. Τοῦτο δὲ τῶν ποιημάτων ἴδιον ἂν εἴη· ταῦτα γὰρ ἐκ μετοχῆς ὁμοιοῦται τῷ Θεῷ. Ὅταν γάρ, φησί, φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅμοιοι δηλονότι οὐ τῇ οὐσίᾳ, ἀλλὰ τῇ υἱότητι, ἧς μεταλαμβάνομεν παρ᾽ αὐτοῦ. Εἰ μὲν οὖν καὶ τὸν Υἱὸν ἐκ μετουσίας λέγετε, λε γέσθω μὲν παρ᾽ ὑμῶν ὁμοιοούσιος. Οὐκ ἔστι μέντοι λεγόμενος οὕτως ἀλήθεια, οὐδὲ ὅλως φῶς, οὐδὲ φύσει Θεός. Τὰ γὰρ ἐκ μετουσίας οὐκ ἀληθείᾳ, ἀλλ᾽ ὁμοιώσει τῆς ἀληθείας λέγεται ὅμοια, ὥστε καὶ μεταπίπτειν, καὶ ἀφαιρεῖσθαι δύνασθαι ἀπὸ τῶν μετα σχόντων τὴν μετάληψιν. Τοῦτο δὲ πάλιν ἴδιον τῶν κτισμάτων καὶ ποιημάτων ἐστίν. Οὐκοῦν εἰ τοῦτο ἄτοπον, οὐκ ἂν εἴη ἐκ μετουσίας, ἀλλὰ φύσει καὶ ἀληθείᾳ Υἱός, φῶς, σοφία, Θεός. Φύσει δὲ ὢν καὶ οὐ μεταξύ, οὐκ ἂν κυρίως λεχθείη ὁμοιοούσιος, ἀλλ᾽ ὁμοούσιος. Ὃ δὲ μηδὲ ἐπ᾽ ἄλλων ἄν τις εἴποι· ἐδείχθη γὰρ τὸ ὅμοιον μὴ ἐπὶ τῶν οὐσιῶν λεγόμενον· πῶς οὐκ ἀνόητον μέν, ἢ τάχα καὶ χαλεπὸν τοῦτο προφέρειν ἐπὶ Υἱοῦ, καὶ μὴ μᾶλλον τὸ ὁμοούσιον; Διὰ τοῦτο γὰρ καὶ ἡ ἐν Νικαίᾳ σύνοδος κα λῶς ἔγραψεν, ὅπερ ἔπρεπεν εἰπεῖν, γεννητὸν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱὸν ὁμοούσιον. Ταῦτα καὶ ἡμεῖς μαθόντες, μὴ σκιαμαχώμεν, καὶ μάλιστα γινώσκοντες, ὅτι οἱ καὶ ταῦτα γράψαντες, οὐχ ὡς παρεξηγούμενοι τὴν ἀλήθειαν, ἀλλ᾽ ἐκδικοῦντες μὲν τὴν ἀλήθειαν καὶ τὴν εἰς Χριστὸν εὐσέβειαν, καθαιροῦντες δὲ τὰς κατ᾽ αὐτοῦ τῶν Ἀρειομανιτῶν βλασφημίας, οὕτως ὡμολόγησαν τὴν πίστιν. Σκεπτέον γὰρ καὶ κατανοητέον ἀκριβῶς, ὅτι λέγοντες μὲν ἀνομοιοούσιον καὶ ἑτεροούσιον, οὐ σημαίνομεν τὸν ἀληθινὸν Υἱόν, ἀλλ᾽ ἕν τι τῶν ποιημάτων καὶ τὸν εἰσποιητὸν καὶ θέσει Υἱόν, ὅπερ τοῖς αἱρετικοῖς δοκεῖ· λέγοντες δὲ μὴ ἐριστικῶς τὸ ὁμοούσιον, Υἱὸν σημαίνομεν γνήσιον ἐκ τοῦ Πατρὸς πεφυκότα, κἂν ἐν τούτῳ διαῤῥηγνύωνται πολλάκις οἱ Χριστομάχοι. Ταῦτα μὲν, ἅπερ ἔγνων ἐγώ, καὶ διαλεγομένων ἔχουσα φρονίμων, δι᾽ ὀλίγων γέγραφα· ὑμεῖς δὲ, μέ νοντες ἐπὶ τὸν θεμέλιον τῶν ἀποστόλων, καὶ τὰς παραδόσεις τῶν Πατέρων κατέχοντες, εὔχεσθε ἵνα
col. 491–492page 237 of 677
PG 130:491ἤδη ποτὲ παύσηται πᾶσι τὸ πονηρὸν ἔρις καὶ ζῆλος, τῶν τε αἱρετικῶν αἱ μωραὶ ζητήσεις καταγνωσθῶσι, καὶ πᾶσα λογομαχία· καὶ ἡ μὲν δυσώνυμος καὶ ἄνθρωποκτόνος τῶν Ἀρειανῶν αἵρεσις ἐξαφανισθείη, ἀναλάμψειε δὲ πάντων ἐν ταῖς καρδίαις ἡ ἀλήθεια, ὥστε πάντας πανταχοῦ τὸ αὐτὸ λέγειν, καὶ τὸ αὐτὸ φρονεῖν· μηδεμιᾶς δὲ ἔτι περιλειπομένης Ἀρειανῆς βλασφημίας, καὶ λέγηται καὶ ὁμολογῆται κατὰ πᾶσαν Ἐκκλησίαν· «Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα,» ὁ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Τοῦ αὐτοῦ κατὰ Ἀρειανῶν ἀπολογία, ὑπὲρ Διονυσίου ἀρχιεπισκόπου Ἀλεξανδρείας. Οἱ πάλαι Ἰουδαῖοι τοσαῦτα τοῦ Κυρίου πεποιηκότος ἔργα, δι' ὧν ἐγνώριζον αὐτὸν εἶναι τὸν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος, ἐλεγχόμενοι παρ' αὐτοῦ, καὶ μὴ δυνάμενοι πρὸς τοὺς ἐλέγχους ἀναβλέπειν, εἰς τὸν πατριάρχην κατέδραμον λέγοντες· Ἡμεῖς πατέρα ἔχομεν τὸν Ἀβραάμ, νομίζοντες ἐν τούτῳ δύνασθαι τὴν ἀλογίαν ἑαυτῶν ἐπικαλύπτειν. Ἀλλ' οὔτε ἐκεῖνοι τοῦτο λέγοντες ὤνησάν τι, οὔτε οἱ νῦν Ἰουδαῖοι Διονύσιον ὀνομάζοντες, φεύγειν τὴν ὁμοίαν ἐκείνοις αἰτίαν δυνήσονται. Καὶ γὰρ κἀκείνοις, ἐφ' οἷς παρηνόμουν, ἤλεγξεν ὁ Κύριος λέγων· Τοῦτο Ἀβραὰμ οὐκ ἐποίησε, καὶ τούτους ἀσεβοῦντας καὶ ψευδομένους ἡ αὐτὴ πάλιν ἀλήθεια διελέγχει, ὅτι τὰ Ἀρείου Διονύσιος ὁ ἐπίσκοπος οὔτε ἐφρόνησεν, οὔτε τὴν ἀλήθειαν ἠγνόησε. Φασὶν οὖν οἱ ἐχθροὶ τῆς ἀληθείας ἐν ἐπιστολῇ τὸν μακάριον Διονύσιον εἰρηκέναι ποίημα καὶ γέννημα εἶναι τὸν Υἱὸν τοῦ Θεοῦ, μήτε δὲ φύσει ἴδιον, ἀλλὰ ξένον κατ' οὐσίαν αὐτὸν εἶναι τοῦ Πατρός, ὥσπερ ἐστὶν ὁ γεωργὸς πρὸς τὴν ἄμπελον, καὶ ὁ ναυπηγὸς πρὸς τὸ σκάφος. Καὶ γὰρ ὡς ποίημα πρὶν γένηται, καὶ ἔγραψαμεν, ὁμολογοῦμεν καὶ ἡμεῖς εἶναι τοιαύτην ἐπιστολὴν αὐτοῦ. Ἀλλ' ὥσπερ ταύτην ἔγραψεν, οὕτω καὶ ἑτέρας πλείστας ἐπιστολὰς ἔγραψε, καὶ δεῖ καὶ ταύταις ἐντυχεῖν αὐτούς, ἵνα ἐκ πασῶν, καὶ μὴ μόνον ἐκ τῆς μιᾶς ἡ πίστις γνωρισθῇ τοῦ ἀνδρός. Καὶ γὰρ καὶ ναυπηγοῦ πολλὰς τριήρεις κατασκευάσαντος, οὐκ ἐκ μιᾶς, ἀλλ' ἐκ πασῶν ἡ τούτου τέχνη κρίνεται. Εἰ μὲν οὖν ἁπλῶς ὡς πίστιν ἐκτιθέμενος ἔγραψε ἣν λέγουσιν ἐπιστολήν, εἰ μόνην ταύτην ἔγραψε, κατηγορείτωσαν ὡς βούλονται· κατηγορία γὰρ ἄλης εἰ κόλως τὸ τοιοῦτον φρόνημα. Εἰ δὲ καιροῦ καὶ προσώπου πρόφασις εἵλκυσεν αὐτὸν τοιαῦτα γράψαι, ἔγραψε δὲ πάλιν καὶ ἄλλας ἐπιστολὰς ἀπολογούμενος περὶ ὧν ὑπωπτεύθη, τί καινόν; Καὶ γὰρ καὶ γεωργὸς τῶν αὐτῶν δένδρων ἄλλοτε ἄλλως ἐπιμελεῖται διὰ τὴν ὑποκειμένην τῆς γῆς ποιότητα, καὶ οὐ διὰ τοῦτο μέμψαιτ' ἄν τις αὐτῷ, ἀλλὰ μᾶλλον μαθὼν τὴν αἰτίαν θαυμάσει τὸ ποικίλον τῆς αὐτοῦ ἐπιστήμης. Ἐν Πενταπόλει τῆς ἄνω Λιβύης τηνικαῦτά τινες τῶν ἐπισκόπων ἐφρόνησαν τὰ Σαβελλίου, καὶ τοῦτον ἴσχυσαν ταῖς κακονοίαις, ὡς ὀλίγου δεῖν μηκέτι ἐν ταῖς ἐκκλησίαις κηρύττεσθαι τὸν Υἱὸν τοῦ Θεοῦ. Τοῦτο μαθὼν Διονύσιος, αὐτὸς γὰρ εἶχε τὴν μέρι-
col. 493–494page 238 of 677
PG 130:493μιαν καὶ τῶν ἐκκλησιῶν ἐκείνων, πέμπει, καὶ συμ βουλεύει τοὺς αἰτίους παύσασθαι τῆς κακοδοξίας. Ὡς δ' οὐκ ἐπαύοντο, μᾶλλον δὲ ἀναιδέστερον διετέθησαν, ἠναγκάσθη πρὸς τὴν ἀναίδειαν ἐκείνων γρά ψαι τοιαύτην ἐπιστολήν, καὶ τὰ ἀνθρώπινα τοῦ Σω τῆρος ἐκ τῶν Εὐαγγελίων παραθέσθαι, ἵνα, ἐπειδὴ τολμηρότερον ἐκεῖνοι τὸν Υἱὸν ἠρνοῦντο, καὶ τὰ ἀν θρώπινα τῷ Πατρὶ ἀνετίθεσαν, οὗτος δείξας, ὅτι οὐχ ὁ Πατήρ, ἀλλ' ὁ Υἱός ἐστιν ὁ γενόμενος ὑπὲρ ἡμῶν ἄνθρωπος, πείσῃ τοὺς ἀμαθεῖς μὴ εἶναι τὸν Πατέρα Υἱόν, καὶ οὕτω λοιπὸν κατ' ὀλίγον ἐκείνους πρὸς τὴν ἀληθῆ ἐναγάγῃ θεότητα τοῦ Λόγου, καὶ τὴν γνῶσιν τὴν περὶ τοῦ Πατρός. Αὕτη τῆς ἐπιστολῆς ὑπόθεσις. Διὰ ταύτην τὴν αἰτίαν οὕτως ἔγραψε καὶ αὐτὸς διὰ τοὺς οὕτως ἀναισχύντως θελήσαντας μεταθεῖναι τὴν τῆς ἀληθείας πίστιν. ΤΙΤ. ΧΙ. Τί τοίνυν ὅμοιον ἡ Ἀρείου αἵρεσις, καὶ ἡ Διονυσίου διάνοια; Ἢ διατί Διονύσιος ὡς Ἀρειανὸς νο μίζεται, πολλῆς οὔσης αὐτῶν τῆς διαφορᾶς; Ὁ μὲν γὰρ τῆς καθολικῆς Ἐκκλησίας διδάσκαλός ἐστιν, ὁ δὲ καινῆς αἱρέσεως εὑρετὴς γέγονε. Καὶ ὁ μὲν Ἄρειος τὴν ἰδίαν κακοδοξίαν ἐκτιθέμενος ἔγραψε λίαν ἐκτεθηλυμένοις καὶ γελοίοις ἤθεσι κατὰ τὸν Αἰγύπτιον Σωτάδην. Ὁ μέντοι Διονύσιος ἔγραψε καὶ ἄλλας ἐπιστολάς, ἀπελογήσατο δὲ καὶ περὶ ὧν ὑπωπτεύθη, καὶ ἐφάνη φρονῶν ὀρθῶς. Εἰ μὲν οὖν ἐναν τία ἑαυτῷ γράφει, μὴ ἑλκέτωσαν αὐτὸν πρὸς ἑαυ τούς· οὐ γὰρ ἀξιόπιστος κατὰ τοῦτο· εἰ δὲ γράψας τὴν πρὸς Ἀμμωνᾶν ἐπιστολὴν ὑπωπτεύθη, καὶ ἀπελογήσατο θεραπεύων τὰ πρῶτα, ἀπολογησάμενος τε οὐ μεταβέβληται, δῆλον ἂν εἴη, ὅτι καὶ τὰ ὑποπτευθέντα κατ' οἰκονομίαν ἔγραψεν. Οὐ δεῖ δὲ τὰ κατ' οἰκονομίαν γραφόμενα, καὶ γινόμενα, ταῦτα κακοτρόπως δέχεσθαι, καὶ εἰς τὴν ἰδίαν ἕλκειν ἕκαστον βούλησιν. Καὶ γὰρ καὶ ἰατρὸς πολλάκις τὰ δοκοῦντα εἶναι τισιν ἀκατάλληλα, ταῦτα τοῖς ὑπο κειμένοις τραύμασιν, ὡς οἶδεν αὐτός, ἐπιτίθησιν, οὐδὲν ἕτερον ἢ πρὸς τὴν ὑγείαν ἔχων τὸν σκοπόν. Καὶ διδασκάλου δὲ φρονίμου τρόπος οὗτος πρὸς τὰ τῶν διδασκομένων ἤθη διατίθεσθαι, καὶ λαλεῖν, ἕως ἂν αὐτοὺς εἰς τὴν ὁδὸν τῆς τελειότητος μεταγάγῃ. Εἰ δ' ὅτι μόνον ἔγραψεν οὕτως ὁ μακαρίτης, αἰτιῶνται αὐτόν (αἱ γὰρ τῶν Ἀρειανῶν ὑπὲρ αὐτοῦ προ φάσεις αἰτίαι κατ' αὐτοῦ γεγόνασιν), ὥρα λοιπὸν αὐτοὺς ἀποθρασύνεσθαι καὶ λέγειν (οὐδὲν γὰρ αὐ τοῖς ἀτόλμητον) ὅτι καὶ αὐτοὶ οἱ ἀπόστολοι τὰ Ἀρείου ἐφρόνουν. Ἄνθρωπον γὰρ ἀπὸ Ναζαρέτ, καὶ παθητὸν τὸν Χριστὸν καταγγέλλουσιν. Ἐκείνων τοίνυν τὰ τοιαῦτα φανταζομένων, ἆρ' ἐπεὶ τοῖς ῥήμασι τούτοις ἐχρήσαντο, μόνον ἄνθρωπον ᾔδεισαν τὸν Χριστὸν οἱ ἀπόστολοι, καὶ πλέον μηδέν; Μὴ γένοιτο. Ἀλλὰ καὶ τοῦτο ὡς ἀρχιτέκτονες σοφοί, καὶ οἰκονόμοι μυστηρίων Θεοῦ πεποιήκασι, καὶ τὴν αἰτίαν ἔχουσιν εὔλογον. Ἐπειδὴ γὰρ οἱ τότε Ἰουδαῖοι πλανηθέντες, καὶ πλανήσαντες Ἕλληνας, ἐνόμιζον τὸν Χριστὸν ψιλὸν ἄνθρωπον
col. 495–496page 239 of 677
PG 130:495μόνον ἐκ σπέρματος Δαβίδ ἔρχεσθαι, καθ' ὁμοιότητα τῶν ἐκ τοῦ Δαβὶδ ἄλλων γενομένων τέκνων, οὔτε γὰρ Θεὸν αὐτὸν, οὐδ᾽ ὅτι ὁ Λόγος σὰρξ ἐγένετο ἐπί στευον· τούτου ἕνεκα μετὰ πολλῆς τῆς συνέσεως οἱ μακάριοι ἀπόστολοι τὰ ἀνθρώπινα πρῶτον τοῦ Σω τῆρος ἐξηγοῦντο τοῖς Ἰουδαίοις, ἵν᾿ ὅλως πείσαντες αὐτοὺς ἐκ τῶν φαινομένων, καὶ γενομένων σημείων ἐληλυθέναι τὸν Χριστόν, λοιπὸν καὶ εἰς τὴν τῆς θεότητος αὐτοῦ πίστιν ἐναγάγωσι δεικνύντες, ὅτι τὰ γενόμενα ἔργα οὐκ ἔστιν ἀνθρώπου, ἀλλὰ Θεοῦ. Ἀμέλει Πέτρος ὁ λέγων ἄνδρα παθητὸν τὸν Χρι στὸν εὐθὺς συνῆπτεν· Οὗτος ἀρχηγὸς τῆς ζωῆς ἐστιν. Ἐν δὲ τῷ Εὐαγγελίῳ ὁμολογεῖ· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· ἐν δὲ τῇ Ἐπιστολῇ φησιν αὐτὸν ἐπίσκοπον ψυχῶν, καὶ Κύ ριον ἑαυτοῦ τε, καὶ ἀγγέλων, καὶ δυνάμεων εἶναι. Πάλιν τε ὁ Παῦλος ὁ λέγων ἄνδρα ἐκ σπέρματος Δαβὶδ εἶναι τὸν Χριστόν, οὗτος ἐπέστελλεν Ἑβραίοις μέν· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτήρ τῆς ὑποστάσεως αὐτοῦ· Φιλιππησίοις δέ· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Τὸ δὲ λέγειν ἀρχηγὸν τῆς ζωῆς καὶ Υἱὸν καὶ ἀπαύγασμα, καὶ χαρακτῆρα, καὶ ἴσον Θεῷ, καὶ Κύριον, καὶ ἐπίσκοπον ψυχῶν, τί ἕτερον δε εἴη, ἢ ὅτι ἐστὶ Λόγος ὢν Θεοῦ, δι᾿ οὗ τὰ πάντα ἐγένετο, καὶ ἔστιν ἀδιαίρετος τοῦ Πατρὸς, ὡς ἔστι εἰ ἀπαύγασμα πρὸς τὸ φῶς; Καὶ Διονύσιος τοίνυν παρὰ τῶν ἀποστόλων τοῦτο μαθὼν πεποίηκεν. Ἐπειδὴ γὰρ ἤκμαζεν ἡ Σαβελλίου αἵρεσις, ἠναγκάσθη, καθὰ προείπον, τὴν τοιαύτην ἐπιστολὴν γράψαι, καὶ τὰ εὐτελῶς καὶ ἀνθρωπίνως εἰρημένα περὶ τοῦ Σωτῆρος κατ᾿ αὐτῶν ῥίψαι, ἵνα, τοὺς τοιούτους ἀποσχοινίσας διὰ τὰ ἀνθρώπινα τοῦ μὴ λέγειν εἶναι Υἱὸν τὸν Πατέρα, εὐκολώτερον ἀπο τοῖς κατασκευάσῃ τὴν περὶ τῆς θεότητος τοῦ Υἱοῦ διδασκαλίαν, ὅταν αὐτὸν ἐν ταῖς ἄλλαις ἐπιστολαῖς ἀπὸ τῶν Γραφῶν λέγῃ Λόγον, σοφίαν, δύναμιν, ἀτμίδα, καὶ ἀπαύγασμα τοῦ Πατρός. Ἐν γὰρ ταῖς ἐπιστολαῖς τῆς ἀπολογίας τοιαῦτα λέγων παῤῥησιάζεται ἐν τῇ πίστει, καὶ τῇ εἰς Χριστὸν εὐσεβείᾳ. Ὥσπερ οὖν οἱ ἀπόστολοι οὐ κατηγοροῦνται διὰ τὰ ἀν θρώπινα ῥήματα περὶ τοῦ Κυρίου, ἀλλὰ μᾶλλον θαύ ματος ἄξιοί εἰσι διὰ τὴν οἰκονομίαν καὶ τὴν ἐν καιρῷ διδασκαλίαν, οὕτως οὐκ Ἀρειανὸς Διονύσιος πρὸς Εὐφράνορα καὶ Ἀμμωνᾶν κατὰ Σαβελλίου ἐπιστολὴν γράφων. Εἰ γὰρ καὶ ταπεινοῖς ἐχρήσατο λόγοις καὶ παραδείγμασιν, ἀλλ᾽ ἐκ τῶν Εὐαγγελίων ἐστὶ, καὶ ταῦτα, καὶ πρόφασιν ἔχει τούτων τὴν τοῦ Σωτῆ ρος ἔνσαρκον παρουσίαν, δι᾿ ἣν καὶ ταῦτα, καὶ τὰ ὅμοια γέγραπται. Καὶ γὰρ ὥσπερ λόγος ἐστὶ τοῦ Θεοῦ, οὕτω μετὰ ταῦτα ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ἡ δὲ Παρθένος ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐν γαστρὶ ἔσχε, καὶ γέγονεν ἄνθρωπος ὁ Κύριος, καὶ εἷς μὲν ἔστιν ἐξ ἀμφοτέρων σημαινόμενος. Ὁ γὰρ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν· τὰ δὲ περὶ τῆς θεότητος αὐτοῦ, καὶ τῆς ἐνανθρωπήσεως εἰρημένα ῥήματα ἰδίαν καὶ κατάλληλον ἔχει πρὸς ἕκαστον τῶν
col. 497–498page 240 of 677
PG 130:497λεγομένων σημασίαν, καὶ ὁ τὰ ἀνθρώπινα τοῦ Λόγου γράφων, οἶδε καὶ τὰ περὶ τῆς θεότητος αὐτοῦ. Ὁ δὲ περὶ τῆς θεότητος ἐξηγούμενος οὐκ ἀγνοεῖ τὰ ἴδια τῆς ἐνσάρκου παρουσίας αὐτοῦ, ἀλλ᾽ ἕκαστον ὡς ἐπιστήμων καὶ δόκιμος τραπεζίτης διακρίνων, τὴν εὐσέβειαν βαδιεῖται. Ὅταν γοῦν αὐτὸν κλαίοντα λέγῃ, οἶδεν, ὅτι ἄνθρωπος γενόμενος ὁ Κύριος, δείκνυσι τὸ μὲν κλαίειν ἀνθρώπου, ἐγείρει δὲ Λάζαρον ὡς Θεός. Καὶ πεινώντα μὲν, καὶ διψῶντα οἶδε σωματικῶς, θεϊκῶς δὲ χορτάζοντα ἀπὸ πέντε ἄρτων πεντακισχιλίους. Καὶ κείμενον μὲν οἶδεν ἐν μνημείῳ, ὡς σῶμα ἀνθρώπινον, ἐγειρόμενον δὲ ὡς Θεοῦ σῶμα παρ' αὐτοῦ τοῦ Λόγου, οὗ καὶ γέγονεν σάρξ. Ὁ μὲν γεωργὸς ξένος ἐστὶ κατ' οὐσίαν τῆς ἀμπέλου, τὰ δὲ κλήματα ὁμοούσια καὶ συγγενῆ, καὶ ἀδιαίρετα τῆς ἀμπέλου τυγχάνουσι, καὶ μίαν ἔχουσι καὶ τὴν αὐτὴν γένεσιν αὐτά τε καὶ ἡ ἄμπελος. Ἔστι δὲ, ὡς εἶπεν ὁ Κύριος, αὐτὸς ἡ ἄμπελος, ἡμεῖς τὰ κλήματα. Εἰ μὲν οὖν ὁμοούσιος ἡμῖν ἐστιν ὁ Υἱός, καὶ τὴν αὐτὴν ἡμῖν ἔχει γένεσιν, ἔστω κατὰ τοῦτο καὶ ὁ Υἱὸς ἀλλότριος κατ' οὐσίαν τοῦ Πατρός, ὥσπερ καὶ ἡ ἄμπελος τοῦ γεωργοῦ· εἰ δὲ ἄλλο ἐστὶν ὁ Υἱὸς παρ' ὃ ἐσμεν ἡμεῖς, κἀκεῖνος μὲν Λόγος τοῦ Πατρός, ἡμεῖς δὲ ἐκ γῆς γεγόναμεν, καὶ τοῦ Ἀδὰμ ἐσμεν ἔκγονοι, οὐκ ὀφείλει τὸ ῥητὸν εἰς τὴν θεότητα ἀναφέρεσθαι τοῦ Χριστοῦ, ἀλλὰ λοιπὸν εἰς τὴν ἀνθρωπίνην αὐτοῦ παρουσίαν. Ἐπεὶ καὶ οὕτως εἴρηκεν ὁ Σωτήρ· Ἐγώ ἡ ἄμπελος, ἡμεῖς τὰ κλήματα, Ὁ Πατὴρ ὁ γεωργός. Ἡμεῖς γὰρ τοῦ Κυρίου κατὰ τὸ ἀνθρώπινον αὐτοῦ συγγενεῖς ἐσμεν, καὶ αὐτὸς διὰ τοῦτο εἶπε· διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. Ὁ δὲ Πατὴρ ὁ γεωργός· αὐτὸς γὰρ εἰργάσατο διὰ τοῦ Λόγου τὴν ἄμπελον, ἥτις ἐστὶ τὸ Κυριακὸν σῶμα. Ἆρ' οὖν ὡς οἱ χριστομάχοι θρυλλοῦσι Διονύσιος τὰ ἀνθρώπινα τοῦ Χριστοῦ γράφων, καὶ λέγων οὕτω, ποίημα αὐτὸν ἢ ἕνα τῶν ἀνθρώπων ἔλεγεν εἶναι; καὶ μὴν οὐχ οὕτως ἔγραψεν ἐν ταῖς ἄλλαις ἐπιστολαῖς, ἀλλὰ καὶ ὀρθῶς φρονῶν ἐν αὐταῖς φαίνεται, καὶ δύναται δι' αὐτῶν βοῆσαι κατὰ τούτων λέγων, Οὐκ εἰμὶ τῆς αὐτῆς δόξης, ὦ θεομάχοι, οὐδὲ τὰ ἡμέτερα πρόφασιν Ἀρείῳ παρέσχεν εἰς ἀσέβειαν, ἀλλὰ πρὸς Ἀμμωνᾶν καὶ Εὐφράνορα διὰ τοὺς σαβελλίζοντας γράφων, ἐμνήσθην καὶ τοῦ γεωργοῦ, καὶ τῆς ἀμπέλου, καὶ τῶν τοιούτων ἄλλων ῥημάτων, ἵνα, τὰ ἀνθρώπινα τοῦ Χριστοῦ δείξας, πείσω μὴ λέγειν ἐκείνους ὅτι ὁ Πατήρ ἐστιν ὁ γενόμενος ἄνθρωπος. Ὡς γὰρ ὁ γεωργὸς οὐκ ἔστιν ἐν τῇ ἀμπέλῳ, οὕτως οὐκ ἔστιν ἐν τῷ σώματι γενόμενος ὁ Πατήρ, ἀλλ' ὁ Λόγος. Καὶ ὁ Λόγος ἐν τῇ ἀμπέλῳ γενόμενος ἄνθρωπος ἐκλήθη· ἄμπελος δὲ ἐκλήθη ὁ Υἱὸς διὰ τὴν πρὸς τὰ κλήματα, ἅπερ ἐσμὲν ἡμεῖς, σωματικὴν συγγένειαν. Ταύτῃ μὲν οὖν τῇ διανοίᾳ τὴν πρὸς Εὐφράνορα, καὶ Ἀμμωνᾶν ἔγραψα ἐπιστολήν, πρὸς δὲ τὴν ὑμῶν ἀναίδειαν τὰς ἑτέρας ἐπιστολὰς τὰς παρ' ἐμοῦ γραφείσας ἀνατίθημι, ἵνα καὶ περὶ τῆς ἐπιστολῆς, ἧς θρυλλεῖτε, γνῶσιν οἱ φρόνιμοι τὴν ἐν αὐτοῖς ἀπολογίαν, καὶ τῆς ἐν Χριστῷ πίστεως τὴν ὀρθήν μου φρόνησιν.
col. 499–500page 241 of 677
PG 130:499Ἔτι κατὰ Ἀρειανῶν τε καὶ Εὐνομιανῶν τοῦ με γάλου Βασιλείου ἐκ τοῦ πρώτου λόγου τῶν πρὸς Εὐνόμιον ἀντιῤῥητικῶν. Εὑρίσκομεν λογιζόμενοι, ὅτι οὐκ ἐν τῇ τοῦ τί ἐστιν ἀνερευνήσει ἡ τοῦ ἀγεννήτου ἡμῖν ἔννοια ὑποπίπτει, ἀλλὰ μᾶλλον ἐν τῇ τοῦ ὅπερ ἐστίν. Ἐξετάζων γὰρ ἡμῶν ὁ νοῦς, εἰ ὁ ἐπὶ πάντων Θεὸς ἑαυτοῦ τινα αἰτίαν ὑπερκειμένην ἔχει, εἶτα οὐ δυνάμενος ἐπινοεῖν οὐδε μίαν, τὸ ἄναρχον τῆς αὐτοῦ ζωῆς, ἀγέννητον προσ ηγόρευσεν. Ὡς γὰρ ἐν τοῖς περὶ τῶν ἀνθρώπων λόγοις, ὅταν λέγωμεν, ὅτι ὁ δεῖνα ἐκ τοῦδε γέγονεν, οὐ τὸ τί ἐστιν ἑκάστου, ἀλλὰ τὸ ὅθεν γέγονε διηγούμεθα, οὕτω καὶ ἐν τοῖς περὶ Θεοῦ ἡ ἀγέννητος φωνὴ οὐ τὸ τί, ἀλλὰ τὸ μηδαμόθεν αὐτοῦ σημαίνει. Οὕτωσὶ δ' ἂν σα φέστερον, ὃ λέγω, γένοιτο. Ὁ εὐαγγελιστὴς Λουκᾶς ὁ τὴν κατὰ σάρκα γενεαλογίαν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκτιθέμενος, καὶ ἀπὸ τῶν τελευταίων ἐπὶ τοὺς πρώτους ἀναποδίζων, ἤρξατο μὲν ἀπὸ τοῦ Ἰωσήφ, εἰπὼν δὲ τοῦτον μὲν τοῦ Ἡλί, τὸν δὲ τοῦ Ματθάτ, καὶ οὕτω κατὰ ἀνάλυσιν προς τὸν Ἀδὰμ τὴν ἐξήγησιν ἐπανάγων, εἶτα ἐλθὼν ἐπὶ τοὺς ἄνω, καὶ εἰπὼν, ὅτι ὁ Σὴθ ἐκ τοῦ Ἀδάμ, ὁ δὲ Ἀδὰμ ἐκ τοῦ Θεοῦ, ἐνταῦθα τῆς ἀναβάσεως ἔληξεν, οὐχὶ τὰς οὐσίας τῶν ἀπηριθμημένων δηλῶν ἐν τῇ διη γήσει τῆς ἑκάστου γενέσεως, ἀλλὰ τὰς προσεχεῖς ἀρ χάς, ἀφ' ἧς ἕκαστος γέγονεν, ἐκτιθέμενος. Ὥσπερ οὖν ἐκεῖνος εἶπεν, ὅτι Ἀδὰμ ἐκ τοῦ Θεοῦ, οὕτως ἡμεῖς ἑαυτοὺς ἐρωτήσωμεν, Ὁ δὲ Θεὸς ἐκ τίνος; Ἆρα οὐχὶ πρόχειρόν ἐστιν ἐν τῇ ἑκάστου διανοίᾳ, ὅτι ἐξ οὐδενός; Τὸ δὲ ἐξ οὐδενὸς τὸ ἄναρχόν ἐστι δηλον ότι· τὸ δὲ ἄναρχον τὸ ἀγέννητον. Ὡς οὖν ἐπὶ ἀνθρώπων οὐκ ἦν οὐσία τὸ ἐκ τινος, οὕτως οὐδὲ ἐπὶ Θεοῦ τῶν ὅλων οὐσίαν ἐστὶν εἰπεῖν τὸ ἀγέννητον, ὅ ἴσον ἐστὶ τῷ ἐξ οὐδενός. Ὁ δὲ τὸ ἄναρχον οὐσίαν καλέγων παραπλήσιον ποιεῖ, ὥσπερ ἂν εἴ τίς ἐρω τώμενος τῆς ἡ τοῦ Ἀδὰμ οὐσία, καὶ τίς ἡ φύσις αὐτῷ; ὁ δὲ ἀποκρίνοιτο τὸ μὴ ἐκ συνδυασμοῦ ἀν δρὸς καὶ γυναικός, ἀλλ' ἐκ τῆς θείας χειρὸς πλασθῆναι. Ἀλλ' οὐχὶ τρόπον τῆς ὑποστάσεως ζητῶ, φήσειεν ἄν τις, ἀλλ' αὐτοῦ τοῦ ἀνθρώπου τὸ ὑλικὸν ὑποκείμενον, ὃ πολλοῦ δέω μανθάνειν διὰ τῆς ἀπο κρίσεως. Τοῦτο δὲ καὶ ἡμῖν συμβαίνει ἐκ τῆς τοῦ ἀγεννήτου φωνῆς τὸ πῶς τοῦ Θεοῦ μᾶλλον ἢ τὴν φύσιν διδασκομένοις. Ἐγὼ μὲν γὰρ ὁρῶ, καὶ ὥσπερ τοῖς ἐπερχομένοις αἰῶσι τὴν διάνοιαν ἐπεκτείνοντες, ἀτελεύτητον λέγομεν τὸν οὐδενὶ πέρατι τὴν ζωὴν ὁριζόμενον, οὕτω καὶ εἰς τὸ ἄνω τῶν αἰώνων τοῖς λογισμοῖς ἀναβαίνοντες, καὶ οἷον εἰς τὸ πέλαγος ἀχανὲς ἐπὶ τὸ ἄπειρον τῆς τοῦ Θεοῦ ζωῆς διακύπτοντες, οὐδὲ μιᾶς ἀρχῆς, ἀφ' ἧς γέγονε, λαβέσθαι δυνά μενοι, ἀλλὰ τοῦ νοουμένου ἐξωτέραν ἀεὶ, καὶ ὑπερ εκπίπτουσαν τοῦ Θεοῦ τὴν ζωὴν ἐννοοῦντες, τοῦτο τὸ ἄναρχον τῆς ζωῆς ἀγέννητον προσειρήκαμεν. Αὕτη γὰρ τοῦ ἀγεννήτου ἡ ἔννοια, τὸ μὴ ἔχειν ἑτέρωθεν τὴν ἀρχὴν τοῦ εἶναι δηλοῖ.
col. 501–502page 242 of 677
PG 130:501Ἐκ τοῦ αὐτοῦ λόγου. Ἀλλ' ὁ Εὐνόμιος τὸ μὲν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ὄνομα σιωπᾷ, ἁπλῶς δὲ περὶ ἀγεννήτου καὶ γεννητοῦ διαλέγεται, καὶ τὰ τῆς σωτηρίου πίστεως ὀνόματα κρύπτων, ψιλὰ παραδίδωσι τῆς βλασφημίας τὰ δόγματα· ἵνα τῆς ἀσεβείας ἐν τοῖς πράγμασι γυμνωθείσης, εἶτα τῆς μεταβάσεως ἐπὶ τὰ πρόσωπα γενομένης, αὐτὸς μὲν μηδὲν δόξῃ δύσφημον εἰρηκέναι, τῇ δὲ τοῦ λόγου ἀκολουθίᾳ κατεσκευασμένην ἔχῃ τὴν βλασφημίαν. Ἀγέννητος δὲ ὤν, φησὶν, ἐκφύγοι ἂν πᾶσαν σύγκρισιν καὶ κοινωνίαν τὴν πρὸς τὸ γεννητόν. Οὐκ εἶπεν, ὅτι Πατὴρ καὶ Υἱός· ἀλλ', Ἀγέννητος καὶ γεννητός. Τὸ μὲν δὴ αὐτοῦ τοῦτο τοιοῦτον κακούργημα· ἕτερον δὲ ποῖον, σκοπεῖτε. Ἀγέννητος δὲ ὤν, φησίν, οὐκ ἂν ποτε πρόσοιτο γέννησιν· καὶ ἐπάγει, ὥστε τῆς ἰδίας μεταδοῦναι τῷ γεννωμένῳ φύσεως. Τὸ, οὐκ ἄν ποτε πρόσοιτο γέννησιν, δύο σημαίνει· ἓν μὲν, ὅτι τῇ ἰδίᾳ αὐτοῦ φύσει οὐκ ἐφαρμόζει γέννησις (ἀδύνατον γὰρ ὑπὸ γέννησιν ἐλθεῖν τὴν ἀγέννητον φύσιν)· ἕτερον δὲ, ὅτι γεννῆσαι οὐ καταδέχεται. Οὗτος μὲν οὖν κατὰ τὸ δεύτερον σημαινόμενον ἐχρήσατο τῇ φωνῇ· συναρπάζει δὲ τοὺς πολλοὺς ἐκ τῆς προτέρας ἐννοίας. Ἐπεὶ ὅτι γε τοῦτό ἐστι τὸ κατασκευαζόμενον, σαφῶς τὸ ἐπιφερόμενον δείκνυσιν. Εἰπὼν γὰρ ὅτι, Οὐκ ἂν ποτε πρόσοιτο γέννησιν, ἐπήγαγεν· ὥστε τῆς ἰδίας μεταδοῦναι τῷ γεννωμένῳ φύσεως. Τῇ γὰρ δευτέρᾳ ἐννοίᾳ τοῦτό ἐστιν ἀκόλουθον· ὅτι οὐ καταδέχεται γενέσθαι Πατὴρ, ἵνα μὴ μεταδῷ τῆς ἰδίας φύσεως τῷ γεννωμένῳ. Τίς ἂν γένοιτο τῆς ἀσεβείας ταύτης χαλεπωτέρα; τίς ἐλάλησε τοσαύτην ἀδικίαν εἰς τὸ ὕψος ποτέ; Ἐγὼ μὲν γὰρ φοβοῦμαι, μὴ καὶ ἡμεῖς, ἐν τῷ τὰς ἀλλοτρίας ἀναλαμβάνειν βλασφημίας διὰ τοῦ στόματος, μολύνωμεν ἑαυτῶν τὴν διάνοιαν, καὶ τῆς κατακρίσεως αὐτοῖς κοινωνήσωμεν. Παραμυθεῖται δέ με τὸ ἐν τοῖς Εὐαγγελίοις, ὅτι καὶ τὸ Πνεῦμα τὸ ἅγιον τὴν τῶν Ἰουδαίων εἰς τὸν Κύριον βλασφημίαν ἔγγραφον τοῖς μετὰ ταῦτα παραδοῦναι οὐ παρητήσατο, ἐκείνων στηλιτεῦον εἰς ἅπαντα χρόνον τὴν βλασφημίαν, οὐχὶ τῇ ἀχράντῳ δόξῃ τοῦ Μονογενοῦς προστριβόμενόν τινα βλασφημίαν. Εἰ τοίνυν οὐκ ἄν ποτε πρόσοιτο γέννησιν, ὥστε τῆς ἰδίας μεταδοῦναι τῷ γεννωμένῳ φύσεως, οὐκ ἔστι μὲν Πατὴρ ὁ Θεὸς, οὐκ ἔστι δέ· ἀλλ᾽ ἄμεινον ἡμῖν ἐφεῖναι ἀτελὲς τὸ βλάσφημον. Ὁ μὲν γὰρ οὐ προσήκατο γέννησιν· ὁ δὲ οὐ μετέλαβε τῆς τοῦ γεννήσαντος φύσεως. Εἶτα ἐπαγωνίζεται αὐτὸς ἑαυτῷ καὶ τὴν τῆς βλασφημίας παραμυθίαν ἐπινοῶν, οὐ τῷ εἰπεῖν τι μετανοίας ἐχόμενον, ἀλλὰ τοῖς δευτέροις φιλονεικῶν ἀποκρύψαι τὰ φθάσαντα. Τί γὰρ ὑπέμεινε φθέγξασθαι; ΕΥΝ. Ἐκφύγοι τε ἂν πᾶσαν σύγκρισιν καὶ κοινωνίαν τὴν πρὸς τὸ γεννητόν. ΒΑΣ. Εἰ δὲ μὴ σύγκρισίς ἐστι τῷ Υἱῷ πρὸς τὸν Πατέρα, μηδὲ κοινωνία πρὸς τὸν γεννήσαντα, ψευδεῖς μὲν οἱ ἀπόστολοι, ψευδῆ δὲ τὰ Εὐαγγέλια· αὐτή τε ἡ ἀλήθεια, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός.
col. 503–504page 243 of 677
PG 130:503δὲ συνοδεῖν ῥᾴδιον. Εἰ γὰρ μηδεμίαν σύγκρισιν ἔχει πρὸς τὸν Πατέρα, πῶς ἔλεγε τῷ Φιλίππῳ· Τοσοῦ τον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐχ ἑώρακάς με, Φίλιππε; καὶ, Ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμ ψαντά με; Τὸν γὰρ μήτε σύγκρισιν ἐπιδεχόμενον, μήτε κοινωνίαν τινὰ πρὸς αὐτὸν κεκτημένον, πῶς ἂν ἔδειξεν ἐν ἑαυτῷ ὁ Υἱός; Οὐ γὰρ διὰ τοῦ ἀνομοίου καὶ ἀλλοτρίου καταληπτόν ἐστι τὸ ἀγνοούμενον· ἀλλὰ τῷ οἰκείῳ πέφυκε τὸ οἰκεῖον ἐπιγινώσκεσθαι. Οὕτως ἐν μὲν τῷ ἀποσφραγίσματι ὁ τοῦ τυπώσαντος χαρακτήρ καθορᾶται· δι' εἰκόνος δὲ ἡ γνῶσις τοῦ ἀρχετύπου γίνεται, συγκρινόντων ἡμῶν δηλονότι τὴν ἐν ἑκατέρῳ ταυτότητα. Ὥστε διὰ μιᾶς ταύτης βλασφημίας πάσας ἀθε τεῖσθαι τὰς φωνὰς τὰς παρὰ τοῦ ἁγίου Πνεύματος εἰς τὴν τοῦ Μονογενοῦς δοξολογίαν παραδοθείσας· τοῦ μὲν Εὐαγγελίου διδάσκοντος ὅτι, Τοῦτον ὁ Πα τὴρ ἐσφράγισεν ὁ Θεός· τοῦ δὲ Ἀποστόλου· Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου. Εἰκὼν οὐκ ἄψυχος, οὐδὲ χειρόκμητος, οὐδὲ τέχνης ἔργον καὶ ἐπινοίας· ἀλλὰ εἰκὼν ζῶσα, μᾶλλον δὲ αὐτοῦσα ζωή, οὐκ ἐν σχήματος ὁμοιότητι, ἀλλ' ἐν αὐτῇ τῇ οὐσίᾳ τὸ ἀπαράλλακτον ἀεὶ διασώζουσα. Ἐγὼ γὰρ καὶ τὸ ἐν μορφῇ Θεοῦ ὑπάρχειν, ἴσον δύνασθαι τῷ, ἐν οὐσίᾳ Θεοῦ ὑπάρχειν, φημί. ὡς γὰρ τὸ, μορφὴν ἀνειληφέναι δούλου, ἐν τῇ οὐσίᾳ τῆς ἀνθρωπότητος τὸν Κύριον ἡμῶν γεγεννῆσθαι σημαίνει· οὕτω δὲ καὶ τὸ, ἐν μορφῇ Θεοῦ ὑπάρχειν, τῆς θείας οὐσίας παρίστησι πάντως τὴν ἰδιότητα. Ὁ ἑωρακώς ἐμέ, φησὶν, ἑώρακε τὸν Πατέρα. Οὗτος δὲ ἀλλοτριῶν τοῦ Πατρὸς τὸν Μονογενῆ, καὶ παντελῶς ἀποσχίζων τῆς πρὸς αὐτὸν κοινωνίας, τὴν δι' αὐτοῦ γενομένην τῆς γνώσεως ἄνοδον, τὸ ὅσον ἐπ' αὐτῷ, διακόπτει. Πάντα ὅσα ἔχει ὁ Πατήρ, ἐμά ἐστιν, ὁ Κύ ριός φησιν. Εὐνόμιος δὲ οὐδεμίαν λέγει κοινωνίαν εἶ ναι τῷ Πατρὶ πρὸς τὸν ἐξ αὐτοῦ. Καὶ, Ὥσπερ ὁ Πα τὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ. Τοῦτο παρ' αὐτοῦ δεδιδάγμεθα τοῦ Κυρίου· παρὰ δὲ Εὐνομίου τί; Μηδεμίαν εἶ ναι σύγκρισιν τῷ γεννηθέντι πρὸς τὸν γεννήσαντα. Καὶ ἀπαξαπλῶς, διὰ μιᾶς ταύτης φωνῆς ἀναιρεῖ μὲν τὸν τῆς εἰκόνος λόγον, ἀθετεῖ δὲ τὸ ἀπαύγασμα εἶναι καὶ χαρακτῆρα τῆς ὑποστάσεως. Οὔτε γὰρ εἰκόνα δυ νατὸν τοῦ ἀσυγκρίτου νοεῖσθαι, οὔτε ἀπαύγασμα τοῦ ἀκοινωνήτου κατὰ τὴν φύσιν. Τῷ δὲ αὐτῷ εἴδει πάλιν τοῦ τεχνάσματος ἐπιμένει, τῷ ἀγεννήτῳ λέγων μὴ εἶναι πρὸς τὸ γεννητὸν σύγκρισιν· οὐχὶ τῷ Πατρὶ πρὸς τὸν ἐξ αὐτοῦ, ἵνα ἣνπερ ἂν ταῖς φω ναῖς ταύταις ὑπάρχουσαν ἀντίθεσιν ἐπιδείξῃ, ταύτην ἐπ' αὐτῆς τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ μετα ενέγκῃ. Ἐκ τοῦ αὐτοῦ λόγου. Τάξει δὲ, φησὶ, καὶ τοῖς ἐκ χρόνου πρεσβείοις ὁ μὲν ἔστι πρῶτος, ὁ δὲ δεύτερος. Τίς ἡ ἀνάγκη ἐφ' ὧν ἡ οὐ σία κοινή, τάξει τε ὑποβεβλῆσθαι ταῦτα, καὶ χρόνου εἶναι δεύτερα; Οὐ γὰρ δυνατὸν τῇ ἑαυτοῦ εἰκόνι ἀχρό
col. 505–506page 244 of 677
PG 130:505νας ἀπαυγασθείσῃ τὸν Θεὸν τῶν ὅλων μὴ ἐξ ἀϊδίου συνεῖναι, καὶ μὴ χρόνον μόνον, καὶ αἰώνων δὲ πάντων ἐπέκεινα τὴν συνάφειαν ἔχειν. Διὰ τοῦτο γὰρ ἀπαύγασμα εἴρηται, ἵνα τὸ συνημμένον νοήσωμεν, καὶ χαρακτὴρ τῆς ὑποστάσεως, ἵνα τὸ ὁμοούσιον ἐκεῖ μανθάνωμεν. Ἀλλὰ καὶ τάξις· ἡ μὲν φυσική τίς ἐστιν, ἡ δὲ κατ᾽ ἐπιτήδευσιν. Φυσικὴ μέν, ὡς ἡ τῶν κτισμάτων κατὰ τοὺς δημιουργικοὺς λόγους διαταχθεῖσα, καὶ ὡς ἡ τῶν ἀριθμητῶν θέσις, καὶ ὡς ἡ τῶν αἰτίων πρὸς τὰ αἰτιατὰ σχέσις, ἐκείνου προδιωμολογημένου τοῦ καὶ τῆς φύσεως αὐτῆς ποιητὴν εἶναι καὶ δημιουργὸν τὸν Θεόν· ἐπιτετηδευμένη δὲ καὶ τεχνική, ὡς ἡ ἐν τοῖς κατασκευάσμασι, καὶ μαθήμασι, καὶ ἀξιώμασι, καὶ ἀριθμῷ, καὶ τοῖς τοιούτοις. Τούτων τοίνυν τὸ πρότερον ἀποκρυψάμενος οὗτος, τοῦ δευτέρου εἴδους τῆς τάξεως ἐπεμνήσθη, καὶ φησι, μὴ χρῆναι λέγειν ἐπὶ Θεοῦ τάξιν, ἐπείπερ ἡ τάξις δευτέρα ἐστὶ τοῦ τάττοντος. Ἐκεῖνο δὲ ἢ οὐ συνείδεν, ἢ ἑκὼν ἀποκρύψατο, ὅτι ἔστι τι τάξεως εἶδος, οὐκ ἐκ τῆς παρ᾽ ἡμῶν θέσεως συνιστάμενον, ἀλλ᾽ αὐτῇ τῇ κατὰ φύσιν ἀκολουθίᾳ συμβαῖνον, ὡς τῷ πυρὶ πρὸς τὸ φῶς ἐστι τὸ ἐξ αὐτοῦ. Ἐν τούτοις γὰρ πρότερον τὸ αἴτιον λέγομεν, δεύτερον δὲ τὸ ἐξ αὐτοῦ· οὐ διαστήματι χωρίζοντες ἀπ᾽ ἀλλήλων ταῦτα, ἀλλὰ τῷ λογισμῷ τοῦ αἰτιατοῦ προεπινοοῦντες τὸ αἴτιον. Πῶς οὖν εὔλογον ἀρνεῖσθαι τὴν τάξιν, ἐφ᾽ ὧν ἐστι πρότερον καὶ δεύτερον, οὐ κατὰ τὴν ἡμετέραν θέσιν, ἀλλ᾽ ἐκ τῆς κατὰ φύσιν αὐτοῖς ἐνυπαρχούσης ἀκολουθίας; Τίνος οὖν ἕνεκεν ἀθετεῖ τὴν τάξιν ἐπὶ Θεοῦ λαμβάνεσθαι; Ἡγεῖται, εἰ ἐπιδείξειε μηδαμῶς ἄλλως τὸ πρότερον ἐπὶ Θεοῦ νοεῖσθαι, λειπόμενον ἕξειν, κατ᾽ αὐτὴν τὴν οὐσίαν τὴν ὑπεροχὴν ἐπιδείκνυσθαι. Ἡμεῖς δέ, κατὰ μὲν τὴν τῶν αἰτίων πρὸς τὰ ἐξ αὐτῶν σχέσιν, προτετάχθαι τοῦ Υἱοῦ τὸν Πατέρα φαμέν· κατὰ δὲ τὴν τῆς φύσεως διαφοράν, οὐκέτι, οὐδὲ κατὰ τὴν τοῦ χρόνου ὑπεροχήν· ἢ οὕτω γε καὶ αὐτό, τὸ Πατέρα εἶναι τὸν Θεόν, ἀθετήσομεν, τῆς κατὰ τὴν οὐσίαν ἀλλοτριότητος τὴν φυσικὴν συνάφειαν ἀθετούσης. Ἐπεὶ μέντοι ἀφορίσασθαι ἡμῖν τοῦ χρόνου τὴν φύσιν ὁ σοφὸς τὰ πάντα προήχθη, καὶ ἐνταῦθα αὐτοῦ τὸ βέβαιον καὶ περιεσκεμμένον τῆς διανοίας ἴδωμεν. Χρόνον τοίνυν εἶναί φησι ποιάν τινα κίνησιν ἀστέρων· ἡλίου δηλονότι καὶ σελήνης καὶ τῶν λοιπῶν, ὅσοις καθ᾽ ἑαυτὰ κινεῖσθαι δύναμίς ἐστι. Τὸ τοίνυν ἀπὸ γενέσεως οὐρανοῦ καὶ γῆς μέχρι τῆς ποιήσεως τῶν ἀστέρων διάστημα τί ποτε ἄρα εἶναι ὁ δεινὸς τὰ μετέωρα οὗτος ἀποφανεῖται; Σαφῶς γὰρ ὁ τὴν κοσμογονίαν τῇ δυνάμει τοῦ Πνεύματος ἀναγράψας τῇ τετάρτῃ ἡμέρᾳ τοὺς μεγάλους φωστῆρας καὶ τοὺς λοιποὺς ἀστέρας γεγενήσθαί φησι. Χρόνος οὖν οὐκ ἦν, ὡς ἔοικεν, ἐν ταῖς κατόπιν ἡμέραις· οὐ γὰρ ἐκινοῦντό πω οἱ ἀστέρες. Πῶς γάρ, οἵ γε μηδ᾽ ἐγεγόνεισαν τὴν ἀρχήν; Καὶ πάλιν, ὅτι ἐπολέμει τοῖς Γαβαωνίταις ὁ τοῦ Ναυῆ Ἰησοῦς, ἐπειδὴ ἀκίνητος ὁ ἥλιος ἔμεινε τῷ προσ·
col. 507–508page 245 of 677
PG 130:507τάγματι πεδηθείς, καὶ ἡ σελήνη κατὰ χώραν εἱστήκει, χρόνος οὐκ ἦν τηνικαῦτα; Τί ἐκεῖνο οὖν τὸ διάστημα τῆς ἡμέρας εἴπωμεν; τίνα προσηγορίαν ἐπινοήσεις; Εἰ γὰρ ἡ τοῦ χρόνου φύσις ἐπιλελοίπει, αἰὼν ἀντεισῆλθε δηλονότι. Αἰῶνα δὲ μικρὸν ἡμέρας μέρος προσαγορεύειν τίνα τῆς ἀνοίας ὑπερ βολὴν ἀπολείπει; Ἀλλ' ἔοικεν ἐκ πολλῆς ἀγχινοίας ἡμέραν μὲν καὶ νύκτα ἐν τῇ ποιᾷ τῶν ἀστέρων κινή σει νομίζειν γίνεσθαι, ταῦτα δὲ εἶναι τοῦ χρόνου μέρη· ὅθεν τὸν χρόνον ποιάν τινα κίνησιν ἀστέρων ἀπεφήνατο, οὐδὲ αὐτὸ τοῦτο συνεὶς ὅ τι λέγει. Οὐ γὰρ ποιάν, ἀλλ᾽ εἴπερ ἄρα, ποσὴν, μάλλον ἦν εἰπεῖν οἰκειότερον. Ἀλλὰ τίς οὕτω παῖς παντελῶς τὴν διάνοιαν, ὥστε ἀγνοεῖν, ὅτι ἡμέραι μὲν, καὶ ὧραι καὶ μῆνες, καὶ ἐνιαυτοί, μέτρα τοῦ χρόνου εἰσὶν, οὐχὶ μέρη; Χρόνος δέ ἐστι τὸ συμπαρεκτεινόμενον τῇ συστάσει τοῦ κόσμου διάστημα· ᾧ πᾶσα παραμετρεῖται κίνησις, εἴτε ἀστέρων, εἴτε ζώων, εἴτε ὁτιοῦν τῶν κινουμένων, καθὸ λέγομεν ταχύτερον ἢ βραδύτερον ἕτερον ἑτέρου· ταχύτερον μὲν τὸ ἐν ἐλάττονι χρόνῳ πλεῖον διάστημα μεταβαίνον, βρα δύτερον δὲ τὸ ἔλαττον ἐν πλείονι χρόνῳ κινούμενον. Ὁ δὲ, ἐπειδὴ ἐν χρόνῳ οἱ ἀστέρες κινοῦνται, χρόνον αὐτοὺς εἶναι δημιουργοὺς ἀποφαίνεται. Οὐκοῦν κατὰ τὸν τοῦ σοφωτάτου λόγον, ἐπειδὴ καὶ κάνθαροι ἐν χρόνῳ κινοῦνται, ὁρισώμεθα τὸν χρόνον εἶναι ποιάν τινα κανθάρων κίνησιν· οὐδὲν γὰρ τούτου τὸ παρ' αὐτοῦ λεχθὲν διαφέρει, πλὴν τῆς σεμνότητος τῶν ὀνομάτων. Ἐκ τοῦ αὐτοῦ λόγου. Τὸ μεῖζον ἢ κατὰ τὸν τῆς οὐσίας λόγον, ἢ καὶ τὸν τῆς δυνάμεως πλεονασμόν, ἢ κατὰ τὴν ὑπεροχὴν τοῦ ἀξιώματος, ἢ κατὰ τὴν τῶν ὄγκων περιουσίαν λέγεται. Κατὰ μὲν οὖν τὸ τῶν ὄγκων μέγεθος οὐκ ἂν ἐνταῦθα τὸ μεῖζον λέγοιτο. Τὰ γὰρ ἀπερίληπτα τῷ μεγέθει, μᾶλλον δὲ ἀμεγέθη, καὶ ἄποια παντελῶς τις ἂν ἀλλήλοις παραμετρήσειεν. Ἂν δὲ ἀμήχανος ἡ παράθεσις, τίνι ἂν τρόπῳ τὸ ὑπερβάλλον ἐν τούτοις ἐπιγνωσθείη; Ἀλλὰ μὴν εἴγε καὶ ὁ θρόνος τοῦ Θεοῦ ἀξιώματός ἐστιν ὄνομα, ἡ ἐπρε ξιῶν τοῦ Πατρὸς ἀφωρισμένη τῷ Υἱῷ καθέδρα εἰ ποτε ἕτερον, καὶ οὐχὶ τὸ ἰσότιμον τῆς ἀξίας ἀποσημαίνει; καὶ γὰρ καὶ ἥξειν ὁ Κύριος ἐπαγγέλλεται ἐν τῇ δόξῃ τοῦ Πατρός. Ἀλλὰ καὶ τὸ λέγειν ἐλατ τοῦσθαι δυνάμει τὸν Υἱὸν τοῦ Πατρὸς κομιδῇ νηπίων ἐστί. Χριστὸς γὰρ, φησὶ, Θεοῦ δύναμις. Καὶ οὐδὲ κατακουόντων τῆς φωνῆς Κυρίου λέγοντος· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, καὶ τὸ ἕν ἀντὶ τοῦ κατὰ τὴν δύναμιν ἴσου παραλαμβάνοντος, ὡς ἐξ αὐτῶν δείξομεν τῶν τοῦ Εὐαγγελίου ῥημάτων. Εἰπὼν γὰρ περὶ τῶν πιστευσάντων, ὅτι οὐ μή τις ἁρπάσῃ ἐκ τῆς χειρός μου, καὶ ὅτι Ὁ Πατὴρ ὃς δέδωκέ μοι μείζων πάντων ἐστὶ, καὶ Οὐδεὶς δύναται ἁρπά σαι ἐκ τῆς χειρὸς τοῦ Πατρός μου, ἐπήγαγεν Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, σαφῶς τοῦ ἕν ἐσμεν ἀντὶ τοῦ ἴσου καὶ ταὐτοῦ κατὰ δύναμιν παραλαμ
col. 509–510page 246 of 677
PG 130:509οὐσίας σημαντική. Καὶ ἄλλως δὲ οὐσία οὐσίας ἐπιδέχεται, ὥστε τὸ μεῖζον οὐ κατ᾽ οὐσίαν ὁ ξανομένου. Λείπεται τοίνυν κατὰ τὴν τῆς αἰτίας λό γον ἐνταῦθα τὸ μεῖζον λέγεσθαι. Ἐπειδὴ γὰρ παρά τοῦ Πατρὸς ἡ ἀρχὴ τῷ Υἱῷ, κατὰ τοῦτο μείζων ὁ Πατὴρ, ὡς αἴτιος, καὶ ἀρχή. Διὸ καὶ ὁ Κύριος οὕ τως εἶπεν· Ὁ Πατήρ μου μείζων μου ἐστὶ, καθό Πατὴρ δηλονότι. Τὸ δὲ Πατὴρ τί ἄλλο σημαίνει, ἢ τὸ αἰτία εἶναι καὶ ἀρχὴ τοῦ ἐξ αὐτοῦ γεννηθέντος; Καίτοι εἰ κατὰ τὸν σὸν λόγον, ὦ Εὐνόμιε, τὸ ἀγέν νητον οὐσία ἦν, ἐβούλετο δὲ τὴν κατ᾿ οὐσίαν τοῦ Πατρὸς ὑπεροχὴν ἐπιδεῖξαι, εἶπεν ἄν, ὅτι Ὁ ἀγέν νητος μείζων μου ἐστίν. Ὑμέτερος δέ ἐστι λόγος, ὅτι ἡ τοῦ Πατρὸς προσηγορία ἐνεργείας ἐστι, καὶ οὐκ κατὰ τὴν ὑμετέραν σοφίαν τὸ μεῖζον καὶ ἔλαττον οὐκ προκείμενος ἐνέφηνε λόγος. Τοῦ αὐτοῦ ἐκ τοῦ β΄ λόγου τῶν Ἀντιῤῥητικῶν. Ἐπὶ μὲν τῆς κτίσεως εὕρομεν ἀπὸ τοῦ Ἐποίησε τὴν τοῦ ποιήματος προσηγορίαν καταληφθεῖσαν· ἐπὶ δὲ τοῦ Υἱοῦ τοῦ Θεοῦ οὐκ ἔτι· Ἐν ἀρχῇ γὰρ, φησίν, ἐποίησεν ὁ Θεὸς τὴν οὐρανὸν καὶ τὴν γῆν· καὶ πάλιν· Ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων· καὶ πάλιν· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθ ορᾶται. Οὕτως ἐφ᾽ ὧν ἐστι χρήσιμον τὸ ὄνομα παραλαμβάνουσα ἡ Γραφή, ἐπὶ τοῦ Κυρίου καὶ Σω τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὡς πρέπον τῷ μεγαλείῳ τῆς δόξης παρεσιώπησε. Νῦν δὲ ἀξίνην μὲν, καὶ λίθον ἀκρογωνιαῖον, καὶ λίθον προσκόμματος, καὶ πέτραν σκανδάλου, καὶ τοιαῦτα ἕτερα, ἐν οἷς οὐ πολὺ δοκεῖ τὸ εὔφημον εἶναι τοῖς μὴ καθικνουμένοις τῆς σημασίας τῶν ὀνομάτων, τὸν Κύριον τῆς δόξης προσαγορεύειν οὐκ ἐπαισχύνεται, ποίημα δὲ οὐδα μοῦ τὸ παράπαν ὠνόμασε. Καίτοι γε οὗτος παρ᾽ αὐτῶν εἰληφέναι τῶν ἁγίων τὸ ὄνομα τοῦτό φησιν, ἵνα ταῖς συκοφαντίαις μὴ μόνον τοὺς κατ᾽ αὐτὸν περιβάλλῃ, ἀλλὰ καὶ τοὺς πάλαι ποτὲ γενομένους ἁγίους. Ἄνευ δὲ τοῦ μὴ χρῆναι διὰ τὸ ἐπικίνδυνον τοῖς τοιούτοις ἐπιτολμᾷν, καὶ τὰ τοῦ Κυρίου ὀνόματα παρ᾽ ἑαυτοῦ μεταπλάττειν, ὅτι οὐδὲ ἡ τοῦ Ἀπο στόλου διάνοια τὴν πρὸ αἰῶνος ὑπόστασιν τοῦ Μο νογενοῦς ἡμῖν παρίστησι, περὶ ἧς ἡμῖν ὁ λόγος ἐν τῷ παρόντι. Οὐδὲ γὰρ περὶ τῆς οὐσίας αὐτῆς τοῦ Θεοῦ Λόγου τοῦ ἐν ἀρχῇ ὄντος πρὸς τὸν Θεὸν, ἀλλὰ περὶ τοῦ κενώσαντος ἑαυτὸν ἐν τῇ τοῦ δούλου μορ φῇ, καὶ γενομένου συμμόρφου τῷ σώματι τῆς τα πεινώσεως ἡμῶν, καὶ σταυρωθέντος ἐξ ἀσθενείας σαφῶς διαλέγεται. Καὶ τοῦτο παντὶ γνώριμον τῷ καὶ μικρὸν ἐπιστήσαντι τῆς ἀποστολικῆς λέξεως τῷ βουλήματι, ὅτι οὐχὶ θεολογίας ἡμῖν παραδίδωσι τρόπον, ἀλλὰ τοὺς τῆς οἰκονομίας λόγους παραδηλοῖ· Κύριον γάρ, φησὶν, αὐτὸν, καὶ Χριστὸν ὁ Θεὸς ἐποίησε· τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε, τῇ δεικτικῇ φωνῇ πρὸς τὸ ἀνθρώπινον αὐ τοῦ, καὶ δρώμενον πᾶσι προδήλως ἐπερειδόμενος. Ὁ δὲ τὴν ἐποίησε φωνὴν εἰς τὴν ἀρχῆθεν γέννησιν τοῦ Μονογενοῦς μεταφέρει, καὶ οὐδὲ ἐκεῖνο αὐτὸν δυσωπεῖ, ὅτι τὸ Κύριος οὐχὶ οὐσίας ἐστὶν, ἀλλ᾽ ἐξ οὐσίας ὄνομα. Ὥστε ὁ εἰπὼν, Κύριον αὐτὸν καὶ
col. 511–512page 247 of 677
PG 130:511καὶ ἐξουσίαν λέγει, τὴν παρὰ τοῦ Πατρὸς ἐπιτρέπεῖσαν αὐτῷ, οὐ τὴν εἰς τὸ εἶναι πάροδον αὐτῷ διηγεῖται. Ταῦτα μὲν οὖν μικρὸν ὕστερον ἐπιδείξομεν, ὅταν ἐλέγχωμεν αὐτὸν παρὰ τὸ βούλημα τοῦ Πνεύματος τὰς ἐκ τῆς Γραφῆς μαρτυρίας παρατιθέμενον· νυνὶ δὲ ἐπὶ τὰ συνεχῆ τοῦ λόγου προϊωμεν. Τί οὖν αὐτῷ βούλεται τὸ ὄνομα τοῦτο, καὶ τί δή ποτε ποίημα προσαγορεύειν τὸν ποιητὴν τῶν ὅλων ἐπιχειρεῖ; Σοφίσματι κιβδήλῳ παρακρουσάμενος ἑαυτὸν οἴεται ταῖς τῶν ὀνομάτων διαφοραῖς καὶ τὴν τῆς οὐσίας παραλλαγήν συνεκφαίνεσθαι. Καίτοι τίς ἂν τῷ λόγῳ τούτῳ σωφρονῶν προστίθειτο; Ὅτι ἐν τὰ ὀνόματά ἐστι διάφορα, τούτων παρηλλάχθαι καὶ τὰς οὐσίας ἀνάγκη. Πέτρου γάρ, καὶ Παύλου, ἀπαξαπλῶς ἀνθρώπων πάντων προσηγορίαι μὲν διάφοροι, οὐσία δὲ πάντων μία. Διόπερ ἐν μὲν τοῖς πλείστοις οἱ αὐτοὶ ἀλλήλοις ἐσμέν, τοῖς δὲ ἰδιώμασι μόνον τοῖς περὶ ἕκαστον θεωρουμένοις ἕτερος ἑτέρου διενηνόχαμεν. Ὅθεν καὶ αἱ προσηγορίαι οὐ τῶν οὐσιῶν εἰσι σημαντικαί, ἀλλὰ τῶν ἰδιοτήτων, αἳ τὸν καθ' ἕνα χαρακτηρίζουσιν. Ὅταν γοῦν ἀκούσωμεν Πέτρον, οὐ τὴν οὐσίαν αὐτοῦ νοοῦμεν· τοῦ ὀνόματος, οὐσίαν δὲ λέγω νῦν τὸ ὑλικὸν ὑποκείμενον, ἥπερ οὐδαμῶς σημαίνει τοὔνομα, τὴν τῶν ἰδιωμάτων, ἃ περὶ αὐτὸν θεωρεῖται, τὴν ἔννοιαν ἐντυπούμεθα. Εὐθὺς γὰρ ἐκ τῆς φωνῆς ταύτης νοοῦμεν Πέτρον τὸν Ἰωνᾶ, τὸν ἐκ τῆς Βηθσαϊδά, τὸν ἀδελφὸν Ἀνδρέου, τὸν ἀπὸ ἁλιέων εἰς τὴν διακονίαν τῆς ἀποστολῆς προσκληθέντα, τὸν διὰ πίστεως ὑπεροχὴν ὑφ' ἑαυτῷ τὴν οἰκοδομὴν τῆς ἐκκλησίας δεξάμενον, ὧν οὐδέν ἐστιν οὐσία. Ὥρα ὄνομα τὸν χαρακτῆρα μὲν ἡμῖν ἀφορίζει τοῦ Πέτρου, αὐτὴν δὲ οὐδαμοῦ παρίστησι τὴν οὐσίαν. Παῦλον ἀκούσαντες πάλιν, ἑτέρων ἰδιωμάτων κατα-δρομὴν ἐνοήσαμεν, τὸν Ταρσέα, τὸν Ἑβραῖον, τὸν κατὰ νόμον Φαρισαῖον, τὸν μαθητὴν τοῦ Γαμαλιήλ, τὸν κατὰ ζῆλον διώκτην τῶν ἐκκλησιῶν τοῦ Θεοῦ, τὸν ἐκ τῆς φοβερᾶς ὀπτασίας εἰς τὴν ἐπίγνωσιν εἰσαχθέντα, τὸν Ἀπόστολον τῶν ἐθνῶν. Ταῦτα γὰρ πάντα ἐκ μιᾶς φωνῆς τῆς Παῦλος περιορίζεται. Καίτοι γε εἰ ἀληθὲς ἦν, ὅτι ὧν τὰ ὀνόματα διενήνοχεν, ἐναντίως ἔχουσιν αἱ οὐσίαι, ἐχρῆν δήπου καὶ Παῦλον, καὶ Πέτρον, καὶ ἀπαξαπλῶς ἀνθρώπους ἅπαντας ἑτεροουσίους ἀλλήλοις εἶναι. Ἐπεὶ δὲ τοῦτο οὐδεὶς οὕτως ἀμαθὴς, καὶ τῆς κοινῆς φύσεως ἀνεπίσκεπτος ὥστ' ἂν εἰπεῖν προαχθῆναι, ψευδὴς ὁ τῇ διαφορᾷ τῶν ὀνομάτων τὸ τῆς οὐσίας διάφορον ἕπεσθαι σοφιζόμενος. Οὐ γὰρ τοῖς ὀνόμασιν ἡ τῶν πραγμάτων φύσις ἀκολουθεῖ, ἀλλ' ὕστερα τῶν πραγμάτων εὑρήται τὰ ὀνόματα. Εἰ γὰρ τοῦτο ἦν ἀληθὲς, ἔδει καὶ ὧν αἱ προσηγορίαι εἰσὶν αἱ αὐταὶ, μίαν καὶ τὴν αὐτὴν οὐσίαν εἶναι. Οὐκοῦν ἐπειδὴ οἱ κατ' ἀρετὴν τέλειοι τῆς τοῦ Θεοῦ προσηγορίας ἠξίωνται, ὁμοούσιοι ἂν εἶεν τῷ Θεῷ τῶν ὅλων οἱ ἄνθρωποι. Ἀλλ' ὥσπερ τοῦτο λέγειν μανία σαφής, οὕτω κἀκεῖνος ὁ λόγος τῆς ἴσης ἔχεται παρανοίας. Φανερὸν τοίνυν ἐκ τῶν εἰρημένων, ὅτι καὶ ἐπὶ Πατρὸς, καὶ Υἱοῦ οὐχ οὐσίαν παρίστησι τὰ ὀνόματα, ἀλλὰ τῶν ἰδιωμάτων
col. 513–514page 248 of 677
PG 130:513ἐστὶ δηλωτικά, ὥστε μηδεμίαν εἶναι χώραν τῷ λόγῳ, τῷ ἐκ τῆς τῶν ὀνομάτων παραλλαγῆς τὴν τῶν οὐσιῶν ἐναντίωσιν παρεισάγοντι. Οὕτω δ' ἂν πρὸ πάντων ἑαυτὸν καταβάλλοι. Εἰ γὰρ διαφέρει ποίημά τε καὶ γέννημα, διάφοροι ἔσονται τοῦ Μονογενοῦς οὐσίαι, τῇ διαφορᾷ τῶν ὀνομάτων ἑπόμεναι. Εἰ δὲ τοῦτο παραφρονούντων εἰπεῖν, οὐδὲ ἐκεῖνο καθεστηκότων. Ὁ δὲ προσποιεῖται μὲν μυρίας ἔχειν τὰς ἀποδείξεις τοῦ παρὰ τῶν ἁγίων ποίημα τὸν Ἰησοῦν προσειρῆσθαι, ὡς δὲ ἐφ' ἕτερά τινα προηγούμενα σπεύδων ὑπερτίθεται δῆθεν ἐν τῷ παρόντι τὴν μνήμην. Ἔστι δὲ καὶ τοῦτο τεχνικὸν τὸ κακούργημα ἐν οἷς ἀπορεῖ λόγων τὴν σιωπὴν προτιμᾶν. γὰρ σκιὰν μαρτυρίας εἶχε τῆς τὸν Μονογενῆ λεγούσης ποίημα, κἂν ἐκεκώφωτο ἡμῶν ἤδη τὰ ὦτα περιθρυλλούμενα. Ἐκ τοῦ αὐτοῦ λόγου. Ταῦτα μὲν οὖν ὥσπερ προαγωγοί τινες καὶ κατασκευαὶ τῆς βλασφημίας εἰσί· τὸ δὲ κεφάλαιον τοῦ κακοῦ ἐν τοῖς ἑξῆς ἐπιφέρει λέγων· ΕΥΝ. Τὴν οὐσίαν τοῦ Υἱοῦ γεγεννῆσθαι μὲν οὐκ οὖσαν πρὸ τῆς ἰδίας συστάσεως, εἶναι δὲ γεννηθεῖσαν πρὸ πάντων γνώμῃ τοῦ Πατρός. ΒΑΣ. Ἔτι τῶν αὐτῶν ἔχεται τεχνασμάτων. Περὶ τῆς οὐσίας ἡμῖν τοῦ Υἱοῦ διαλέγεται, ὡς δή τι ἕτερον λέγων παρ' αὐτὴν τὸν Υἱὸν καὶ τούτῳ τῷ τρόπῳ προημεροῖ τῇ βλασφημίᾳ τὴν ἀκοήν· οὐκ ἐκ τοῦ προφανοῦς λέγων ἐκ μὴ ὄντων γεγεννῆσθαι τὸν Υἱόν, ἀλλὰ τὴν οὐσίαν αὐτοῦ γεγεννῆσθαι οὐχ οὖσαν. Πρὸ τίνος οὐκ οὖσαν; εἰπέ. Θεωρεῖτε αὐτοῦ τὸ σόφισμα; Αὐτὴν ἑαυτῇ συγκρίνει, ἵνα πᾶσι δὴ ἀνεκτὰ δόξῃ λέγειν, οὐχὶ πρὸ τῶν αἰώνων λέγων αὐτὴν μὴ εἶναι, οὐδὲ ἁπλῶς μὴ εἶναι, ἀλλὰ πρὸ τῆς ἰδίας συστάσεως. Τὴν δὲ τοῦ Πατρὸς οὐσίαν, εἰπέ μοι, πρεσβυτέραν εἶναι σὺ φῂς τῆς ἰδίας συστάσεως; Εἰ μὲν γὰρ οὐχ ὑποβάλλει χρόνοις τοῦ Υἱοῦ τὴν οὐσίαν, οὐδὲ τὸ πρότερον κατὰ τοῦτον τὸν λόγον ἐπινοεῖ, μάταιος μὲν αὐτῷ καὶ ἀργὸς ὁ λόγος, διόπερ οὐδὲ ἀποκρίσεως ἄξιος. Οὐχ ἧττον μέντοι καὶ ἐπὶ τοῦ Θεοῦ τῶν ὅλων ὑπάρξει τοῖς βουλομένοις μετακομίζειν τὴν ματαιότητα. Τό τε γὰρ οὐκ εἶναι λέγειν τὸν Θεὸν πρὸ τῆς ἰδίας συστάσεως, καὶ τὸ εἶναι λέγειν πρὸ ἑαυτοῦ, τῆς αὐτῆς ἐστιν ἀφροσύνης. Εἰ δὲ χρονικῶς ἐπὶ τῆς οὐσίας τοῦ Υἱοῦ τὸ πρότερον δέχεται, καὶ ἐκ μὴ ὄντων φήσει τὴν οὐσίαν αὐτοῦ γεγεννῆσθαι· μᾶλλον δὲ αὐτὸν τὸν Υἱόν· οὐδὲν γὰρ διαφέρει πρός γε αὐτὴν τὴν διάνοιαν οὕτως ἢ οὕτω λέγειν· πρῶτον μὲν χρόνον [χρόνων] δεύτερον εἰσῆκται, εἰ δὲ βούλει, καὶ αἰώνων, τὸν ποιητὴν τῶν αἰώνων· ἔπειτα μέντοι ἀκολουθῶν ταῖς ἑαυτοῦ βλασφημίαις, καὶ τὸν Πατέρα φήσει, οὐκ ὄντα Πατέρα τὸ ἐξ ἀρχῆς, εἶτα ὕστερον γεγονέναι. Καίτοι εἰ μὲν καλὸν καὶ πρέπον τῇ μακαριότητι τοῦ Θεοῦ τὸ εἶναι Πατέρα, πῶς οὐκ ἐξ ἀρχῆς τὸ πρέπον αὐτῷ παρήν; Ἢ γὰρ ἀγνοίᾳ τοῦ βελτίονος, ἢ ἀδυναμίᾳ πάντως λογιοῦνται τὴν ἔλλειψιν· ἀγνοίᾳ μέν, εἴπερ ὕστερον ἐξεῦρε τὸ βέλτιον, ἀδυναμίᾳ δέ, εἴπερ εἰδὼς καὶ συνιεὶς ἀπετύγχανε τοῦ καλλίστου. Εἰ δὲ (ὃ μὴ θέμις εἰπεῖν) οὐ καλὸν αὐτῷ τὸ εἶναι Πατέρα, τίνος ἕνεκεν ἐκ μεταβολῆς τὸ χεῖρον πρὸς
col. 515–516page 249 of 677
PG 130:515αἰτίους ἡ βλασφημία· ὁ δὲ θεὸς τῶν ὅλων ἐξ ἀπείρου ἐστὶ Πατήρ, οὐκ ἀρξάμενός ποτε τοῦ εἶναι Πατήρ. Οὔτε γὰρ τῇ τῆς δυνάμεως ἐνδείᾳ πρὸς τὴν ἐκπλήρωσιν τοῦ θελήματος ἐκωλύετο, οὔτε αἰώνων τινῶν περίοδος ἀνέμενεν, ἵνα, ὥσπερ ἐπὶ τῶν ἀνθρώπων καὶ τῶν λοιπῶν ζώων, μετὰ τὴν τῆς ἡλικίας συμπλήρωσιν τῆς εἰς τὸ γεννᾶν αὐτῷ δυνάμεως προσελθούσης, τὸ σπουδαζόμενον περιγένηται (μαινομένων γὰρ ταῦτα καὶ ἐννοῆσαι καὶ φθέγξασθαι), ἀλλὰ τῇ ἑαυτοῦ ἀϊδιότητι συμπαρεκτεινομένην ἔχει τὴν (ἵν᾽ οὕτως ὀνομάσω) πατρότητα. Οὐκοῦν καὶ ὁ Υἱός, πρὸ αἰῶνος ὤν, καὶ ἀεὶ ὤν, οὐκ ἤρξατο τοῦ εἶναι ποτε, ἀλλ᾽ ἀφ᾽ οὗ Πατήρ, καὶ Υἱός, καὶ εὐθὺς τῇ τοῦ Πατρὸς ἐννοίᾳ ἡ τοῦ Υἱοῦ συνεισέρχεται. Ὁ γὰρ Πατὴρ Υἱοῦ Πατὴρ δηλονότι. Ἀρχὴ μὲν οὖν Πατρὸς οὐδεμία, ἀρχὴ δὲ τοῦ Υἱοῦ ὁ Πατήρ· μέσον δὲ τούτων οὐδέν. Πῶς οὖν οὐκ ἦν τὸ ἐξ ἀρχῆς (τοῦτο γὰρ ἐστι τὸ πρὸ τῆς ἰδίας συστάσεως, ἐν σοφίσμασι λεγόμενον παρὰ τούτων), ὁ μηδὲν ἔχων προεπινοούμενον ἑαυτοῦ, εἰ μὴ τὸν ἐξ οὗ ἔχει τὸ εἶναι, οὐ διαστήματα ὑπερέχοντα, ἀλλὰ τῇ αἰτίᾳ προτεταγμένον; Ἀΐδιος τοίνυν ἡ τοῦ Υἱοῦ κοινωνία πρὸς τὸν Θεὸν καὶ Πατέρα ἀναπέφανται, τῆς διανοίας ἡμῶν ἀπὸ τοῦ Υἱοῦ δι᾽ οὐδενὸς κενοῦ πρὸς τὸν Πατέρα χωρούσης, ἀλλ᾽ ἀδιαστάτως τὸν Υἱὸν τῷ Πατρὶ συναπτούσης· ὁ μηδενὶ μέσῳ διοριζόμενος τίνα ἔτι παρείσδυσιν καταλείπει τῇ πονηρᾷ βλασφημίᾳ τῶν λεγόντων, ἐκ τοῦ μὴ ὄντος αὐτὸν εἰς τὸ εἶναι παρῆχθαι; Ἔπειτα μέντοι καὶ τῆς ἀνοίας αὐτοὺς θαυμάσαι ἄξιον, οὐ συνιέντας, ὅτι, ἐκ μὴ ὄντων λέγοντες τὸν Υἱόν, οὐ τοῦ Πατρὸς μόνον νεώτερον ἀποφαίνεσθαι, ἀλλὰ καὶ τοῦ, ᾧ τὸν Μονογενῆ ἀπὸ τοῦ Πατρὸς διορίζουσιν. Ἀνάγκη γάρ, εἴπερ τι εἴη μεταξὺ Πατρὸς καὶ Υἱοῦ, πρεσβύτερον εἶναι τοῦτο τῆς ὑπάρξεως τοῦ Υἱοῦ. Τί οὖν ἂν εἴη τοῦτο; Τί ἄλλο γε ἢ αἰὼν πάντως ἢ χρόνος; Ὁ γάρ τοι περισσοτέραν τὴν τοῦ Πατρὸς ζωὴν τῆς τοῦ Μονογενοῦς τίνι γε ἄλλῳ παραμετρῶν εὑρήσει, ἢ οὐχὶ αἰώνων ἢ χρόνων τινῶν διαστήματι; Εἰ δὲ τοῦτο ἀληθές, ψευδὴς ἡ λέγουσα Γραφὴ τοὺς αἰῶνας δι᾽ αὐτοῦ γεγενῆσθαι, καὶ ἡ διδάσκουσα, ὅτι πάντα δι᾽ αὐτοῦ ἐγένετο· τοῖς πᾶσι, δηλονότι, ἐμπεριειλημμένων καὶ τῶν αἰώνων. Εἰ δὲ φήσουσι μὴ ἀπαρνεῖσθαι πρὸ τῶν αἰώνων τὸν Υἱὸν γεγεννῆσθαι, μὴ λανθανέτωσαν, ὃ τῷ λόγῳ συγχωροῦσι, κατὰ ἀλήθειαν ἀφαιρούμενοι. Ἐρωτήσωμεν γὰρ αὐτοὺς τοὺς ἐκ μὴ ὄντων παράγοντας τοῦ Μονογενοῦς τὴν οὐσίαν· Ὅτε οὐκ ἦν, ὡς φατε, τί ἦν ἐκεῖνο τὸ διάστημα; τίνα αὐτῷ προσηγορίαν ἐπινοήσετε; Ἡ μὲν γὰρ κοινὴ συνήθεια ἢ χρόνοις ἢ αἰῶσιν ἅπαν διάστημα ὑποβάλλει· ἐπειδὴ ὅπερ ἐν τοῖς αἰσθητοῖς ὁ χρόνος, τοῦτο ἐν τοῖς ὑπερκοσμίοις ἡ τοῦ αἰῶνος φύσις ἐστίν. Οὗτοι δέ, τρίτον ἐκ τῆς ἑαυτῶν σοφίας ἐπινοοῦσι, λεγέτωσαν. Ἕως δ᾽ ἂν σιωπῶσι, μὴ λανθανέτωσαν δευτέραν αἰώνων τὴν τοῦ Μονογενοῦς οὐσίαν τιθέμενοι. Εἰ γὰρ
col. 517–518page 250 of 677
PG 130:517ἦν τι διάστημα πρεσβύτερον τοῦ Υἱοῦ, συμπαρεκτεινόμενον τῇ ζωῇ τοῦ Πατρὸς, ἔν τι τούτων ἦν δηλονότι. Ἀλλ' οὔτ᾽ ἔστιν, οὔτε μὴ γένηται ἔννοια πρεσβυτέρα τῆς τοῦ Μονογενοῦς ὑποστάσεως. Παντὸς γὰρ τοῦ δυναμένου εἰς ἀρχαιότητος λόγον ἐπινοεῖσθαι ἀνωτέρα ἡ ὕπαρξις τοῦ Θεοῦ Λόγου τοῦ ἐν ἀρχῇ ὄντος πρὸς τὸν Θεὸν εὑρεθήσεται. Κᾶν, μυρίαις φαντασίαις ἑαυτὸν ἐξαπατήσας ὁ νοῦς, καὶ τοῖς τῶν ἀνυπάρκτων ἀναπλασμοῖς ἐπιβάλλων, τὰ μὴ ὄντα περινοοῦντος, οὐδεμίαν τῶν πασῶν μηχανὴν ἐξευρήσει, δι' ἧς δυνήσεται τῆς ἀρχῆς τοῦ Μονογενοῦς ἑαυτὸν ὑπερθεῖναι· καὶ κατωτέραν τοῦ ἰδίου κινήματος τὴν ζωὴν καταλιπεῖν τῆς αὐτοζωῆς· καὶ τῷ ἰδίῳ λόγῳ τοῦ Θεοῦ Λόγου τὴν ἀρχὴν ὑπερβῆναι· καὶ αἰῶνας ἐποπτεῦσαι ἐρήμους τοῦ Θεοῦ τῶν αἰώνων. Ἐκ τοῦ αὐτοῦ λόγου. ΕΥΝ. Ὄντα, φησίν, ἐγέννησεν ὁ Θεὸς τὸν Υἱόν, ἢ οὐκ ὄντα; Ἀλλ' εἰ μὲν οὐκ ὄντα, μηδείς μοι, φησί, τόλμαν ἐπεγκαλείτω· εἰ δὲ ὄντα, οὐκ ἀτοπίας μόνον καὶ βλασφημίας, ἀλλὰ καὶ πάσης εὐηθείας ὑπερβολὴν ὁ λόγος ἔχει. Τῷ γὰρ ὄντι οὐ δεῖ γεννήσεως. ΒΑΣ. Τὸ μὲν οὖν πολυθρύλλητον σόφισμα τοῦτο, πάλαι μὲν ἐξευρεθὲν παρ' ἑτέρων, τελείως δὲ νῦν ἐν ταῖς ἀπηρυθριασμέναις καὶ ἀναισχύντοις γλώσσαις τούτων ἐξεργασθὲν τοῦτό ἐστιν. Ἡμεῖς δὲ πρῶτον ἐκεῖνο τοὺς ἀκροατὰς ὑπομνήσομεν, ὅτι οὗτός ἐστιν ὁ διὰ τὴν τῶν πολλῶν ἄγνοιαν σωματικῶς ἐξακούων τῆς γεννήσεως τοῦ Υἱοῦ, εἰς ἀνάγκην ἐληλυθὼς τῶν λόγων τούτων· οὗτος ὁ ἀπὸ τῶν σωματικῶν ἐννοιῶν ἐπὶ τὴν πνευματικὴν θεωρίαν τὰς ἀπαιδεύτους ψυχὰς ἐπανάγων, ὃς ἐπειδὴ τὰ γεννώμενα ζῶα οὐκ ὄντα πρότερον, εἶτα γεννᾶται, καὶ ὁ σήμερον γεννηθεὶς χθὲς οὐχ ὑπῆρχε, ταύτην καὶ ἐπὶ τῆς τοῦ Μονογενοῦς ὑποστάσεως τὴν ἔννοιαν μεταφέρει. Καὶ ἐπειδὴ γεγέννηται, φησίν, οὐχ ὑπῆρχε πρὸ τῆς γεννήσεως. Οὕτω μεγαλοφυῶς τὴν γέννησιν ἡμῖν τοῦ Μονογενοῦς θεολογεῖ, καὶ διὰ τοιούτων λόγων τὰ ἀῤῥωστήματα τῶν ἀδελφῶν ἐπανορθοῦται, ἄξιος ὢν εἴπερ τις ἀκοῦσαι τῆς παροιμίας, ὅτι Ἰατρέ, θεράπευσον σεαυτόν. Τίνα μέντοι καὶ παραμυθίαν τῆς ἀτόπου ταύτης τῶν λογισμῶν νόσου προσενέγκωμεν; Ἢ τὰ παρὰ τοῦ Πνεύματος διὰ τοῦ μακαρίου Ἰωάννου λαληθέντα ἡμῖν, ὅτι Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὔτε ἀρχῆς ἔστι τι ἐπινοῆσαι πρεσβύτερον· οὐ γὰρ ἂν ἔτι εἴη ἀρχὴ, εἴπερ τι ἑαυτῆς ἔχει ἐξωτέρω· οὔτε τὸ ἦν διαβάντας τῷ λογισμῷ εἰς τὸ ὅτε οὐκ ἦν δυνατὸν ὑπερκύψαι. Ἀθέτησις γάρ ἐστι τοῦ ἦν ἡ τοῦ ὅτε οὐκ ἦν ἐπίνοια. Εἰ μὲν γὰρ ἡ ἀρχὴ τῶν πρὸς ἕτερον λεγομένων ἦν, ὡς τὸ ἀρχὴ σοφίας, καὶ ἀρχὴ ὁδοῦ ἀγαθῆς, καὶ Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς, ἦν ἂν τυχὸν τοῦ ἐκ τοιαύτης ἀρχῆς ὑφεστῶτος δι' ἐνθυμήσεως ὑπερβῆναι τὴν γέννησιν· ἐπειδὴ δὲ τὸ σημαινόμενον τουτὶ τῆς ἀρχῆς ἀπολελυμένον καὶ ἄσχετον τὴν ἀνωτάτω φύσιν δηλοῖ, πῶς, οὐ καταγέλαστος ὁ τὰ ἐξωτέρω ταύτης ἐπινοῶν, ἢ ἐπιχειρῶν αὐτὴν τοῖς λογισμοῖς ὑπερβάλλειν;
col. 519–520page 251 of 677
PG 130:519Συμπαρεκτείνεται δὲ καὶ τὸ ἦν τῷ ἀνυπερθέτῳ τῆς ἀρχῆς ταύτης. Οὐ γὰρ τὴν ἀπὸ χρόνου ὕπαρξιν τὸ ἦν ὑποφαίνει, ὡς τὸ, Ἄνθρωπος ἦν ἐν τῇ χώρᾳ τῇ Αὐσίτιδι, καὶ ἦν ἄνθρωπος ἐξ Ἀρμαθαίμ, καὶ τὰ ὅμοια· Ἡ δὲ γῆ ἦν ἀόρατος. Ἀλλ' αὐτὸς ἡμῖν ὁ εὐαγγελιστὴς τοῦ τοιούτου ὁποῖον ἦν τὸ σημαινόμενον ἐν ἑτέρῳ λόγῳ ἔδειξεν εἰπών· ὁ ὢν, καὶ ὁ ἦν καὶ ὁ Παντοκράτωρ. Οἷον γὰρ τὸ ὤν, τοιοῦτον καὶ τὸ ἦν, ἀΐδιον ὁμοίως καὶ ἄχρονον. Οὐκ ὄντα δὲ λέγειν τὸν ἐν ἀρχῇ ὄντα, οὔτε διασώζοντός ἐστι τὴν ἔννοιαν τῆς ἀρχῆς, οὔτε συνάπτοντας τὴν ὕπαρξιν τοῦ μονογενοῦς. Ἀνεπινόητον μὲν γὰρ τῆς ἀρχῆς τὸ πρεσβύτερον, ἀχώριστον δὲ ταύτης τοῦ Θεοῦ Λόγου τὸ εἶναι, ὥστε ἐφ' ὅσον ἂν βουληθῇς ταῖς τοῦ νοῦ πολυπραγμοσύναις ἀναδραμεῖν, ὑπερβῆναι τὸ ἦν, καὶ ἔξω τούτου γενέσθαι τοῖς λογισμοῖς οὐ δυνήσῃ. Ἀντερωτάσθω τοίνυν καὶ παρ' ἡμῶν πότερον, ἐν ἀρχῇ ἦν πρὸς τὸν Θεὸν ὁ Θεὸς Λόγος, ἢ ὕστερον προσεγένετο; Εἰ μὲν γὰρ ἦν, παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ τῆς ὅτι οὐκ ἦν βλασφημίας· εἰ δὲ, ὅπερ οὐδὲ θέμις εἰπεῖν, τοῖς σοῖς οἰκειότερον πρὸς σὲ χρήσομαι βήμασιν, ὅτι οὐ βλασφημίας μόνον, ἀλλὰ καὶ παρανοίας ὑπερβολὴν ὁ λόγος ἔχει, ἀνθρώπους ἀπαιτεῖν τῶν λόγων τοῦ Πνεύματος τὰς εὐθύνας, καὶ μαθητὴν μὲν εἶναι τῶν Εὐαγγελίων ὁμολογεῖν, αὐτῶν δὲ τούτων κατεξανίστασθαι. Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Τὴν ἐξ ἀϊδίου ὕπαρξιν, τὴν ἀπαθῆ γέννησιν, τὸ συμφυὲς τῷ Πατρί, τὸ μεγαλεῖον τῆς φύσεως· πάντα ἐν τοῖς ὀλίγοις βήμασι συλλαβών, καὶ τῇ προσθήκῃ τοῦ ἦν ἀνάγων εἰς τὴν ἀρχήν, ὥσπερ ἀποφράττει τὰ στόματα ὅτι οὐκ ἦν βλασφημούντων, πόρρωθεν τὰς τῶν τοιούτων σοφισμάτων εἰσδύσεις ὑποτεμνόμενος. Εἶτα διὰ τῆς Θεολογίας οἱονεὶ ὑπογραφήν τινα ἐναργῆ τῆς φύσεως τοῦ μονογενοῦς ἐντυπώσας, ὡς ἤδη γνωρίζουσιν, ὑποδείκνυσι τῇ φωνῇ· Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάλιν ἐνταῦθα τῇ προσθήκῃ τοῦ ἦν, τῇ ἀϊδιότητι τοῦ Πα τρὸς τοῦ Μονογενοῦς συνάπτει τὴν γέννησιν. Καὶ πά λιν· Ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. Καί· Ἦν τὸ φῶς τὸ ἀληθινόν. Ἀλλ' ὅμως οὕτω πανταχόθεν τοῦ λόγου ταῖς τοῦ ἦν προσθήκαις ἠσφαλισμένου, πάσας παρωσάμενος τὰς μαρτυρίας τοῦ Πνεύματος, καὶ οὐδὲ ἀκούειν δοκῶν οὕτως ἡμῖν πολλαχῶς ἐκβοῶντος τὸ ἦν, Οὐκ ὤν, φησίν, ἐγεννήθη, οὐκ ὢν ὕστερον προσγεγένηται, οὐδὲ ἐν ἀρχῇ οὐκ ἦν, ὡς φατε. Τίνα περιφανεστέραν μάχην ἐπιδείξειέ τις πρὸς τὰς φωνὰς τῶν Εὐαγγελίων αἷς πεπιστεύκαμεν. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἀλλ' εἰ ἦν, φησίν, οὐ γεγέννηται. Ἀποκρινόμεθα τοίνυν, ὅτι ἐπειδὴ γεγέννηται, ἦν οὐκ ἀγέννητον ἔχων τὸ εἶναι, ἀεὶ δὲ ἀεί, καὶ συνὼν τῷ Πατρί, παρ' οὗ καὶ τὴν αἰτίαν τῆς ὑπάρξεως ἔχει. Πότε οὖν εἰς τὸ εἶναι παρὰ τοῦ Πατρὸς προήχθη; Ἀφ' οὗ ἐστιν ὁ Πατήρ. Ἀλλ' ἐξ ἀϊδίου, φησίν, ὁ Πατήρ. Ἐξ ἀϊδίου τοίνυν καὶ ὁ Υἱός, γεννητῶς τῇ ἀγεννησίᾳ τοῦ Πατρὸς συναπτόμενος. Ὅτι δὲ οὗτος οὐχ ἡμέτερος ὁ Λόγος, αὐτὰς τὰς τοῦ ἁγίου Πνεύματος φωνὰς αὐτοῖς παρεξόμεθα. Ἐκ μὲν
col. 521–522page 252 of 677
PG 130:521οὖν τοῦ Εὐαγγελίου λάβωμεν τὸ, Ἐν ἀρχῇ ἦν ὁ λόγος· ἐκ δὲ τοῦ ψαλμοῦ ὡς ἐκ προσώπου τοῦ Πατρὸς εἰρημένον τὸν Ἐκ γαστρὸς πρὸ ἑωσφόρου γεγέννηκά σε· καὶ συνθέντες ἀμφότερα, εἴπωμεν, ὅτι καὶ ἦν καὶ γεγέννηται. Ἀλλὰ τὸ μὲν, Γεγέννηκα, τὴν αἰτίαν ἀφ᾿ ἧς ἔχει τὴν ἀρχὴν τοῦ εἶναι σημαίνει· τὸ δὲ, Ἦν, τὴν ἄχρονον αὐτοῦ καὶ προαιώνιον ὕπαρξιν. Ὁ δὲ, ἐπαγωνιζόμενος τῇ ἑαυτοῦ ἀπάτῃ, εἰς ἄτοπον τὸν λόγον ἀπάγειν οἴεται. ΕΝ. Εἰ γὰρ, φησί, πρὸ τῆς γεννήσεως ἦν τῆς ἑαυτοῦ ὁ Υἱός, ἀγέννητος ἦν. ΒΑΣ. Ἀλλὰ τὸ πρὸ τῆς γεννήσεως τοῦτο, ὦ μάταιε, ἤτοι ἀνυπαρκτόν ἐστι παντελῶς, καὶ διανοίας ἀναπλασμὸς οὐδενὶ ἐρειδομένης ὑποκειμένῳ· καὶ τί δεῖ ἀντιλέγειν τοῖς ἀνοήτοις; παραπλήσιον γὰρ τοῦτο, ὥσπερ ἂν εἰ καὶ τῷ τὸν λογισμὸν ἐκ φρενίτιδος παρενεχθέντι δεμαχόμεθα· ἢ εἰ πρός τι τῶν ὄντων φέρεται, καὶ πρὸς τὴν τῶν αἰώνων ἔννοιαν ἐνεχθήσεται. Ἀλλ' εἴπερ αἰῶνες πάντες κάτω που τῆς γενέσεως τοῦ Μονογενοῦς νοοῦνται, αὐτοῦ ἐκείνου ὄντες ποιήματα, μάταιος ὁ ἐπιζητῶν τῆς ὑποστάσεως τοῦ Υἱοῦ τὰ πρεσβύτερα. Οὐδὲν γὰρ ἀλλοιότερον ἐρωτᾷ, ἢ εἰ καὶ περὶ τοῦ Πατρὸς ἐπυνθάνατο, πότερον ὑπῆρχε πρὸ τῆς ἰδίας συστάσεως, ἢ οὐχί. Ὡς γὰρ ἐκεῖ ἀνόητον τὸ ἐρώτημα, ἐπὶ τοῦ ἀνάρχου καὶ ἀγεννήτου ζητεῖν τὸ ἀνώτερον· οὕτω καὶ ἐνταῦθα, ἐπὶ τοῦ ἐξ ἀϊδίου τῷ Πατρὶ συνόντος, καὶ οὐδὲν ἔχοντος μέσον ἑαυτοῦ τε καὶ τοῦ γεννήσαντος, χρονικὰς ποιεῖσθαι τοῦ προτέρου τὰς ἐρωτήσεις, τῆς ἴσης ὄντως ἀνοίας. Παραπλήσιον γὰρ ἐρωτᾶν, τί ἔσται μετὰ τὴν τελευτὴν τοῦ ἀθανάτου, καὶ ἐπιζητεῖν τί ὑπῆρχε πρὸ τῆς γεννήσεως τοῦ ἀϊδίου. Οἱ δὲ, ἐπειδὴ τὸ ἄναρχον τοῦ Πατρὸς ἀΐδιον ὀνομάζεται, ταὐτὸν τῷ ἀνάρχῳ τὸ ἀΐδιον ἀποφαίνουσι, καὶ ἐπειδὴ μὴ ἀγέννητος ὁ Υἱὸς, οὐδὲ ἀΐδιον εἶναι ὁμολογοῦσι. Πλείστον δὲ διαφέρει κατὰ τὴν ἔννοιαν. Ἀγέννητον μὲν γὰρ λέγεται τὸ μηδεμίαν ἀρχὴν ἑαυτοῦ, μηδὲ αἰτίαν ἔχον τοῦ εἶναι· ἀΐδιον δὲ τὸ χρόνου παντὸς καὶ αἰῶνος κατὰ τὸ εἶναι πρεσβύτερον. Ὅθεν καὶ ὁ Υἱὸς, καὶ οὐκ ἀγέννητος, καὶ ἀΐδιος. Ἤδη δὲ καὶ τοὺς αἰῶνας ἀξιοῦσί τινες τῆς τοῦ ἀϊδίου προσηγορίας, ὡς ἐκ τοῦ ἀεὶ εἶναι τῆς κλήσεως ταύτης τετυχηκότας. Ἡμεῖς δὲ τῆς αὐτῆς λογιζόμεθα παρανοίας καὶ τῇ κτίσει προσμαρτυρεῖν τὸ ἀΐδιον, καὶ τὸν Δεσπότην τῆς κτίσεως τῆς ὁμολογίας ταύτης ἀποστερεῖν. Ἐκ τοῦ αὐτοῦ λόγου. Τὸν μονογενῆ Υἱὸν ὑπουργὸν προσηγόρευσε, τοῦτο αὐτῷ προστιθεὶς μέγα, ὅτι εὔθετος πρὸς τὴν διακονίαν τῶν ἐπιτασσομένων ἐστίν. Εἰ γὰρ οὐκ ἐν τῷ θεῷ εἶναι τέλειος τὴν δόξαν κέκτηται, ἀλλ' ἐν τῷ ὑπουργὸς ἀκριβὴς, τί διοίσει τῶν λειτουργικῶν πνευμάτων ἀμέμπτως τὸ ἔργον τῆς διακονίας ἐπιτελούντων; Διὰ ταῦτα τῷ γεννηθεὶς τὸ κτισθεὶς συνῆψεν, ἵνα κἀντεῦθεν μηδεμίαν οὖσαν Υἱοῦ καὶ κτίσματος διαφορὰν ἐπιδείξῃ. Ἄξιον δὲ ἀκοῦσαι καὶ τῆς παρα-
col. 523–524page 253 of 677
PG 130:523νέσεως. Οὐ χρή, φησί, τῇ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ προσέχοντας προσηγορίᾳ, ἀνθρωπικὴν αὐτοῦ τὴν γέννησιν ἐννοεῖν, καὶ ἐκ τῶν ἐν ἀνθρώποις γενέσεων ἀναγομένους τοῖς τῆς μετουσίας ὀνόμασι καὶ πάθεσιν ὑπάγειν τὸν Θεόν. Ἡ μὲν παραίνεσις μὴ δεῖν τὴν κατ' οὐσίαν τοῦ Υἱοῦ καὶ Πατρὸς ὁμοιότητα ἐννοεῖν. Τοῦτο γὰρ αὐτῷ βούλεται ἡ τῆς μετουσίας ἀπαγόρευσις, ὡς ἀκοινωνήτου τῆς τοῦ Πατρὸς οὐσίας περὶ τὴν τοῦ Μονογενοῦς ὑπαρχούσης. Διὰ τοῦτο αἱ σεμναὶ ἐκεῖναι τῶν ὀνομάτων διαστολαί, ὧν τὸν ὄχλον ἡμεῖς ὑπερέβημεν, ἵνα τὸ Πατέρα εἶναι τοῦ Υἱοῦ τὸν Θεὸν διὰ τοὺς ἐπὶ γῆς πατέρας ὀνομαζομένους ἀφέ ληται. Ἐγὼ δὲ πολλῶν ὄντων, ἃ τὸν Χριστιανισμόν ἀπὸ τῆς Ἑλληνικῆς πλάνης καὶ τῆς Ἰουδαϊκῆς ἀγνω σίας διίστησιν, οὐδὲν ἡγοῦμαι κυριώτερον δόγμα τῆς εἰς Πατέρα καὶ Υἱὸν πίστεως τῷ Εὐαγγελίῳ τῆς σω τηρίας ἡμῶν ἐνυπάρχον. Ἐπεὶ τῷ γε κτίστην καὶ δη μιουργὸν εἶναι τὸν Θεὸν καὶ οἱ καθ' ἡντινοῦν ὁποιανδήποτε πλάνην ἀπεσχισμένοι συντίθενται. Ὁ δὲ Πατέρα ψευδώνυμον, καὶ Υἱὸν μέχρι προσηγορίας ψιλῆς καταγγέλλων, καὶ οὐδὲν ἡγούμενος διαφέρειν ἢ Πατέρα ὁμολογεῖν, ἢ κτίστην, καὶ ἤτοι Υἱὸν λέγειν, ἢ ποίημα, ποῦ τετάξεται παρ' ἡμῶν; ἢ τῆς ποίας μερίδος ἀριθμηθήσεται; τῆς Ἰουδαίων, ἢ τῆς Ἑλ λήνων; Οὐ γὰρ δὴ Χριστιανοῖς ἑαυτὸν εἰσποιήσει ὁ τὴν δύναμιν τῆς εὐσεβείας, καὶ τὸν οἱονεὶ χαρακτῆρα τῆς λατρείας ἡμῶν ἀρνούμενος. Οὐ γὰρ εἰς δημιουργὸν καὶ ποίημα ἐπιστεύσαμεν, ἀλλ' εἰς Πατέρα καὶ Υἱὸν διὰ τῆς ἐν τῷ βαπτίσματι χάριτος ἐσφραγίσθημεν. Ὥστε ὁ ταύτας ἀθετῶν τὰς φωνὰς πᾶσαν ὁμοῦ τῶν Εὐαγγελίων παραγράφεται τὴν δύναμιν, Πατέρα μὴ γεννήσαντα, καὶ Υἱὸν μὴ γεννηθέντα κηρύσσων. Ἀλλὰ ταῦτα λέγων, φησί, τὴν τοῦ πάθους ἔννοιαν τὴν ἐκ τῆς τοῦ Πατρὸς φωνῆς ἐγγινομένην ἐκκλίνω. Ἔχρῆν δὲ δήπου τόν γε εὐσεβεῖν ἐγνωκότα τὸ ἀπεμφαῖνον τῆς ἐν τοῖς ῥήμασι τούτοις διανοίας, εἴ τι ἄρα καὶ ἐνυπῆρχε παραιτησάμενον, μὴ πᾶσαν ἀθρόως τὴν φωνὴν ἀθετεῖν, μηδὲ προφάσει τοῦ ἀπρεποῦς καὶ τὸ ὅσον ἀπ' αὐτῆς χρήσιμον συνεκβάλλειν, ἀλλ' ἀπὸ μὲν τῶν ταπεινῶν καὶ σαρκικῶν νοημάτων ἐν τοῖς περὶ Θεοῦ δόγματι καθα ρεύειν, γέννησιν δὲ τῇ ἁγιωσύνῃ τοῦ Θεοῦ, καὶ τῇ ἀπαθείᾳ πρέπουσαν ἐννοεῖν, τὸν μὲν τρόπον, καθ' ὃν ἐγέννησεν ὁ Θεὸς, ὡς ἄρρητον, καὶ ἀπερινόητον ἀφιέντα, πρὸς δὲ τὴν κατ' οὐσίαν ὁμοιότητα ἐκ τῆς τοῦ γεννᾶν προσηγορίας ὁδηγούμενον. Καίτοι γε με νεαρὸν σκοπουμένῳ, ὅτι οὐ σωματικῶν παθῶν κυ ρίως καὶ πρώτως ἔννοιαν ἐμποιεῖν ταυτὶ πέφυκε τὰ ὀνόματα, ὁ Πατήρ, λέγω, καὶ ὁ Υἱός, ἀλλὰ καθ' ἑαυτὰ λεγόμενα τὴν πρὸς ἄλληλα σχέσιν ἐνδείκνυται μόνην. Πατὴρ μὲν γάρ ἐστιν ὁ ἑτέρῳ τοῦ εἶναικατὰ τὴν ὁμοίαν αὐτῷ φύσιν τὴν ἀρχὴν παρασχών, Υἱὸς δὲ ὁ ἐξ ἑτέρου τοῦ γεννητὸς εἶναι τὴν ἀρχὴν ἐσχηκώς. Ὅταν μὲν οὖν ἀκούσωμεν, ἄνθρωπος κα τήρ, τότε καὶ τὴν τοῦ πάθους ἔννοιαν προσλαμβάνομεν· ὅταν δὲ, ὅτι ὁ Θεὸς Πατήρ, ἐπὶ τὴν ἀκαθά αἰτίαν τοῖς λογισμοῖς ἀνατρέχομεν. Ὁ δὲ ἐπὶ τῆς ἐμπαθοῦς φύσεως τῇ προσηγορίᾳ ταύτῃ συνεθισθείς τὸ ὑπὲρ τὴν κατάληψιν τῶν ἑαυτοῦ λογισμῶν ἐς
col. 525–526page 254 of 677
PG 130:525ἀδύνατον ἀπαρνείται. Οὐ γὰρ τῷ πάθει τῶν φθαρτῶν προσέχοντα τῇ ἀπαθείᾳ τοῦ Θεοῦ ἀπιστεῖν προσήκον, οὐδὲ τῇ ρευστῇ φύσει, καὶ μυρίαις ὑποκειμένῃ μεταβολαῖς τὴν ἄτρεπτον καὶ ἀναλλοίωτον οὐσίαν παρατιθέναι. Μηδὲ ὅτι τὰ θνητὰ ζῶα διὰ πάθους γεννᾷ, καὶ τὸν Θεὸν ἐχρῆν οὕτως οἴεσθαι, ἀλλ' ἐντεῦθεν μᾶλλον ὁδηγεῖσθαι πρὸς τὴν ἀλήθειαν, ὅτι ἐπειδὴ τὰ φθαρτά οὕτως, ὁ ἄφθαρτος ἐναντίως. Καὶ μὴν οὐδὲ ἐκεῖνο γε ἂν εἴποιμι, ὡς κυρίως καὶ πρώτως ἐπὶ τῶν ἀνθρώπων τεταγμένων τῶν ὀνομάτων τούτων, καταχρηστικῶς ἡμεῖς ἐπιλέγομεν τῷ Θεῷ. Ὁ γάρ τοι Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς πρὸς τὴν πάντων ἀρχὴν καὶ τὴν ἀληθῆ τῶν ὄντων αἰτίαν ἐπανάγων ἡμᾶς, Ὑμεῖς δὲ μὴ καλέσητε, φησί, πατέρα ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Πῶς οὖν ὡς σαρκικῶν παθῶν προηγουμένως ἐνδεικτικὰς ταύτας ἡμᾶς ἀξιοῖ τὰς φωνὰς ἀποπέμπεσθαι, ἃς ὁ Κύριος ἡμῶν ὡς τῇ ἀπαθείᾳ τοῦ Θεοῦ πρεπούσας ἀπὸ τῶν ἀνθρώπων πρὸς ἑαυτὸν μετατίθησιν; Εἰ δὲ καὶ τῶν κτισμάτων Πατὴρ ὀνομάζεται, οὔπω τοῦτο τῷ λόγῳ τῷ ἡμετέρῳ μάχεται. Ὁ γὰρ τεκνώσας βώλους δρόσου, κατὰ τὸν τοῦ Ἰὼβ λόγον, οὐχ ὁμοίως τάς τε βώλους καὶ τὸν Υἱὸν ἐτεχνώσατο. Ἢ εἰ τοῦτο λέγειν τολμήσουσιν, ὥστε ἐν ἴσῃ τάξει καὶ τὴν οὐσίαν τῆς δρόσου Υἱὸν ὀνομάζειν, παντὸς ἡμᾶς τοῦ πρὸς αὐτοὺς ἀπαλλάξουσι λόγου εἰς περιφανεστάτην ἀναισχυντίαν τὴν βλασφημίαν προαγαγόντες. Οὐδὲ γὰρ ὅτε Πατὴρ τῶν πάντων λέγεται ὁ Θεὸς, κατὰ τὸν αὐτὸν τρόπον ἡμῶν τε καὶ τοῦ Μονογενοῦς ἐστι Πατήρ. Εἰ δὲ, ὅτι πρωτότοκος πάσης κτίσεως, καὶ πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς ὁ Κύριος προσηγόρευται, τοῦτο αὐτοὺς παιδοτριβεῖ πρὸς ἀσέβειαν, διδασκέσθωσαν ἐκ τοῦ Εὐαγγελίου, ὅτι καὶ πατέρα αὐτοῦ καὶ ἀδελφοὺς ὁ Κύριος τοὺς ἐκ τῶν ἔργων τῆς ἀρετῆς οἰκειωθέντας προσαγορεύει. Τίς γάρ ἐστι, φησὶν, ἡ μήτηρ μου, καὶ τίνες οἱ ἀδελφοί μου ἀλλ᾽ ἢ οἱ ποιοῦντες τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς; Ὥστε Πατὴρ ἡμῶν ὁ Θεὸς οὐ καταχρηστικῶς, οὐδὲ ἐκ μεταφορᾶς, ἀλλὰ κυρίως καὶ πρώτως καὶ ἀληθινῶς ὀνομάζεται, διὰ τῶν σωματικῶν γονέων εἰς τὸ εἶναι ἡμᾶς ἐκ τοῦ μὴ ὄντος παραγαγών, καὶ ταῖς κηδεμονίαις προσοικειούμενος. Εἰ δὲ ἡμῶν τῶν χάριτι τῆς υἱοθεσίας ἠξιωμένων ἀληθῶς κέκληται Πατὴρ ὁ Θεὸς, τίς ἀφαιρήσεται λόγος, τοῦ κατὰ φύσιν Υἱοῦ καὶ ἐκ τῆς οὐσίας αὐτοῦ προελθόντος, τὸ μὴ οὐχὶ πρεπόντως αὐτὸν Πατέρα προσαγορεύεσθαι; Ἐκ τοῦ αὐτοῦ λόγου. ΕΥΝ. Πότερον ἄλλο τι σημαίνει, φησί, τὸ φῶς ἐπ᾿ ἀγεννήτου παρὰ τὸ γεννητόν, ἢ ταὐτὸν ἑκάτερον; Εἰ μὲν γὰρ ἕτερόν τι καὶ ἕτερον, εὔδηλον, ὅτι καὶ σύνθετον τὸ ἐξ ἑτέρου καὶ ἑτέρου συγκείμενον· τὸ δὲ σύνθετον οὐκ ἀγέννητον· εἰ δὲ ταὐτόν, ὅσον παρήλλακται τὸ γεννητὸν πρὸς τὸ ἀγέννητον, τοσοῦτον ἀνάγκη παρηλλάχθαι τὸ φῶς πρὸς τὸ φῶς, καὶ τὴν ζωὴν πρὸς τὴν ζωὴν, καὶ τὴν δύναμιν πρὸς τὴν δύναμιν.
col. 527–528page 255 of 677
PG 130:527ΒΑΣ. Ὁρᾶτε καὶ συνίετε τὸ τῆς ἀσεβείας φρικτόν. Ὅσον, φησί, τὸ ἀγέννητον τοῦ γεννητοῦ διενήνοχε, τοσοῦτον διοίσει τὸ φῶς πρὸς τὸ φῶς, καὶ ἡ ζωὴ πρὸς τὴν ζωὴν, καὶ ἡ δύναμις πρὸς τὴν δύναμιν. Ἐρωτήσωμεν τοίνυν αὐτόν· Τὸ δὲ ἀγέννητον τοῦ γεννητοῦ πόσῳ μέτρῳ διώρισται; ἄρα μικρῷ τινι, καὶ τοσούτῳ ὥστε δύνασθαί ποτε καὶ εἰς ταὐτὸν ἀλλήλοις συμβῆναι; ἢ τοῦτο παντελῶς ἀμήχανον, καὶ πλέον ἀδυνατώτερον τοῦ τὸν αὐτὸν ζῆν ἐν τῷ αὐτῷ καὶ τεθνάναι, καὶ ὑγιαίνειν κατὰ ταὐτὸν καὶ νοσεῖν, καὶ ἐγρηγορέναι ὁμοῦ καὶ καθεύδειν; Τοιαῦτα γὰρ ὅσα κατὰ τὴν ἄκραν ἀντίθεσιν ἀλλήλοις ἀντικαθέστηκεν, ὥστε παρόντος τοῦ ἑτέρου ἀναγκαίως ἀπεῖναι θάτερον, ἃ καὶ ἀσυνύπαρκτα παντελῶς καὶ ἀσύμφυτα εἶναι πέφυκε. Κατὰ δὴ οὖν τοῦτον τὸν τρόπον πρὸς τὸ γεννητὸν τῷ ἀγεννήτῳ τῆς ἀντιθέσεως οὔσης, ὁ τὸν Πατέρα φῶς ὀνομάζων, φῶς δὲ καὶ τὸν Υἱόν, τοσοῦτον δὲ τοῦτο τὸ φῶς ἐκείνου τοῦ φωτὸς διωρίσθαι λέγων, ὅσον τὸ γεννητὸν ἀπὸ τοῦ ἀγεννήτου διώρισται, οὐχὶ δῆλός ἐστι, κἂν τῷ ῥήματι προσποιῆται φιλανθρωπεύεσθαι, φῶς ὀνομάζων δῆθεν καὶ τὸν Υἱόν, ἀλλὰ τῇ γε δυνάμει τῶν λεγομένων πρὸς τὸ ἐναντίον ἀπάγων τὴν ἔννοιαν; Σκοπεῖτε γὰρ τί ἀντίκειται τῷ ἀγεννήτῳ, ἄλλο ἀγέννητον, ἢ τὸ γεννητόν; Τὸ γεννητὸν δηλονότι. Τί δὲ ἀντίκειται τῷ φωτί; φῶς ἕτερον, ἢ τὸ σκότος; Τὸ σκότος πάντως. Εἰ τοίνυν ὅσον παρήλλακται τὸ γεννητὸν πρὸς τὸ ἀγέννητον, τοσοῦτον ἀνάγκη παρηλλάχθαι τὸ φῶς πρὸς τὸ φῶς, εἶτ' οὖν ἄδηλος ἡ ἀσέβεια, ὅτι, ἐν προσηγορίᾳ φωτὸς τὸ ἀντικείμενον τῷ φωτὶ παρεισάγων, ἐναντίαν εἶναι τῇ τοῦ φωτὸς φύσει τὴν οὐσίαν τοῦ Μονογενοῦς ὑποβάλλει; Ἢ δεικνύτω ἡμῖν φῶς ἀντικείμενον τῷ φωτὶ, κἀκεῖνο τὸ μέτρον τῆς ἀντιθέσεως ἔχον, ὃ τῷ γεννητῷ πρὸς τὸ ἀγέννητόν ἐστιν. Εἰ δὲ τοῦτο οὔτε ἐστὶν, οὔτ᾽ ἂν αὐτὸς ἐπινοήσειεν, μὴ ἀγνοείσθω ἡ τέχνη μεθ᾿ ἧς βαθέως κατασκευάζει τὸ βλάσφημον. Ἐπειδὴ γὰρ οἴεται τῷ ἀγεννήτῳ τὸ γεννητὸν κατ' ἐναντίωσιν ἀντικεῖσθαι, τὴν αὐτὴν τῷ φωτὶ πρὸς τὸ φῶς ἀντίθεσιν ἐφαρμόζει, ἵνα διὰ πάντων τὴν τοῦ Πατρὸς οὐσίαν ἀντίπαλον καὶ πολεμίαν τῇ τοῦ Μονογενοῦς ἐπιδείξῃ. Διὰ ταῦτα ἡ αὕτη τῶν δογμάτων νομοθεσία· Ὅσον παρήλλακται τὸ γεννητὸν τοῦ ἀγεννήτου, τοσοῦτον ἀνάγκη παρηλλάχθαι τὸ φῶς πρὸς τὸ φῶς. Καίτοι τῷ μὲν ἀγεννήτῳ πρὸς τὸ γεννητόν ἐστί τις, κατὰ τὴν θέσιν τῶν ῥημάτων, εἰ καὶ μὴ κατὰ τὴν φύσιν τῶν πραγμάτων, ἀντίθεσις, ὅπερ οὗτοι κατασκευάζουσι· φωτὶ δὲ πρὸς τὸ φῶς οὔτε κατὰ τὴν προφορὰν οὔτε κατὰ τὴν ἔννοιαν ἐπινοῆσαί τινα δυνατὸν ἐναντίωσιν. Ἀλλά γὰρ ἔοικε σοφίσμασιν ἀπατηλοῖς ἑαυτὸν παρακρούεσθαι. Οἴεται γὰρ, ὅτι τὰ τοῖς ἐναντίοις ἑπόμενα τὴν αὐτὴν ἔχει πρὸς ἄλληλα μάχην, ἥνπερ ἂν ἔχοι καὶ τὰ ἡγούμενα· καὶ ὅταν τῷ ἑτέρῳ τῶν ἐναντίων τὸ ἐναντίον ὑπάρχῃ, καὶ τῷ ἑτέρῳ πάντως τὸ ἐναντίον ἀκολουθήσει. Οἷον, εἰ τῇ ὁράσει τὸ φῶς ἕπεται, τῇ τυφλότητι τὸ σκότος· εἰ τῷ ζῆν τὸ αἰσθάνεσθαι, τῷ τεθνηκέναι τὸ ἀναισθητεῖν. Τοῦτο δὲ ὡς ἀσθενὲς καὶ διαπίπτον τὸ παρατήρημα, παντὶ γνώριμον
col. 529–530page 256 of 677
PG 130:529τῷ καὶ μικρὸν ἐπιστήσαντι. Οὐ γὰρ ἐπειδὴ τῷ ἐγρηγορέναι τὸ ζῆν ἔπεται, τῷ καθεύδειν ἀκολουθεῖ πάντως τὸ τεθνάναι. Ἀλλ' οὔτε ἐναντίως ἔχει τὸ γεννητὸν πρὸς τὸ ἀγέννητον. Εἰ γὰρ ἐναντία καὶ φθαρτικὰ ἀλλήλων, ὅπερ εἰς κεφαλὴν τοῖς βλασφημοῦσι τρέποιτο, ἀλλ᾽ οὔτε τῇ φύσει πολέμια, οὔτε μὴν τὰ ἑπόμενα ἐδείκνυτο ἔχειν καὶ τὰ ἡγούμενα. Ἢ τοίνυν ἀπάλειψόν σου τὰ βήματα, ἢ μὴ ἀρνοῦ τὴν ἀσέβειαν. Σὴ γάρ ἐστιν ἡ βλασφημία τοῦ εἰπόντος· Ὅσον παρήλλακται τοῦ γεννητοῦ τὸ ἀγέννητον, τοσοῦτον ἀνάγκη παρηλλάχθαι τὸ φῶς πρὸς τὸ φῶς. Οὐκοῦν ὡς οὐδέποτε μεθέξει τῆς ἀγεννησίας ὁ γεννητὸς, οὕτως οὐδέποτε αὐτῷ τοῦ φωτὸς μεταδώσεις. Καὶ ἔσται, κατὰ σὲ, ἡ οὐσία τοῦ Μονογενοῦς ἴσον ἀπέχουσα τοῦ τε ἀγέννητος εἶναι, καὶ τοῦ φῶς νοεῖσθαι καὶ ὀνομάζεσθαι. Ἀλλὰ Ἰωάννης μὲν τῇ μεγαλοφωνίᾳ τοῦ Πνεύματος ἐμβοᾷ σοι λέγων· Ἦν τὸ φῶς τὸ ἀληθινόν· σοὶ δὲ οὐκ ἔστιν ὦτα τοῦ ἀκούειν, οὐδὲ καρδία τοῦ συνιέναι· ἀλλὰ πρὸς τὴν ἀντίπαλον φύσιν, καὶ ἀσυνύπαρκτον τῷ φωτὶ τὴν οὐσίαν τοῦ Μονογενοῦς, τοῖς σοφίσμασιν ἀπελαύνεις. Οὐ γὰρ δὴ ἐκεῖνο ἰσχυρὸν ἐρεῖς, ἀποτούτοις τὴν αὐτὴν ἀναγκαίως ἕξει διάστασιν, ἣν ὅτι καὶ ἐπὶ τοῦ Μονογενοῦς τὴν προσηγορίαν τοῦ φωτὸς οὐκ ἀφείλου. Οὐ γὰρ ἐν ψόφῳ ἀέρος, ἀλλ' ἐν τῇ δυνάμει τῶν σημαινομένων τὸ εὐσεβές. Ὁ δὲ οὐκ ἐπὶ τούτων ἔστη, ἀλλὰ καὶ τὴν ζωὴν καὶ τὴν δύναμιν τῷ αὐτῷ μέτρῳ τῆς εἰς ἐναντίον στάσεως συνεπάγει, εἰπών· Ὅσον παρήλλακται τὸ γεννητὸν πρὸς τὸ ἀγέννητον, τοσοῦτον ἀνάγκη παρηλλάχθαι τὸ φῶς πρὸς τὸ φῶς, καὶ τὴν ζωὴν πρὸς τὴν ζωὴν, καὶ τὴν δύναμιν πρὸς τὴν δύναμιν. Οὐκοῦν οὔτε ζωή, κατὰ σὲ, οὔτε δύναμις ὁ Μονογενής. Ἀλλὰ παραγράφῃ μὲν αὐτὸν τὸν Κύριον λέγοντα· Ἐγώ εἰμι ἡ ζωή· παραγράφῃ δὲ Παῦλον τὸν εἰπόντα· Χριστὸς Θεοῦ δύναμις. Ἃ γὰρ ἐν τοῖς κατόπιν ἐδείκνυτο, ταῦτα καὶ τοῖς νῦν ἐφαρμόσει. Οὔτε γὰρ ζωὴν οὔτε δύναμιν τῇ ζωῇ καὶ τῇ δυνάμει ἀντικεῖσθαι φαίη τις ἄν· ἀλλὰ θάνατον καὶ ἀδυναμίαν τὴν τελεωτάτην ἀντίθεσιν ἐκπληροῦν. Ἅπερ οὗτος, ἐν πανουργίᾳ δόλον τὸν λόγον ἀποκρυψάμενος, βαθέως καὶ περικεκαλυμμένως τὸ φρικτὸν τῆς ἀσεβείας κατασκευάζει, καὶ τοῖς τῶν λόγων τεχνάσμασι πρὸς ἐναντίον τῷ Πατρὶ τὴν φύσιν τοῦ Μονογενοῦς ἀποστήσας, μόνην καταλείπει τὴν εὐφημίαν τῶν ὀνομάτων. Τί οὖν ἡμεῖς; πῶς, καὶ ἀγέννητον τὸν Πατέρα καὶ γεννητὸν τὸν Υἱὸν ὁμολογοῦντες, τὴν κατ' αὐτὸ τὸ εἶναι διαφύγοιμεν ἐναντίωσιν τί λέγοντες; Ὅτι ἀγαθοῦ μὲν Πατρὸς ἀγαθὸς ὁ Υἱός· φωτὸς δὲ τοῦ ἀγεννήτου φῶς ἐξέλαμψε τὸ ἀΐδιον, καὶ ἐκ τῆς ὄντως ζωῆς ἡ ζωοποιὸς προῆλθε πηγή, καὶ ἐκ τῆς αὐτοδυνάμεως ἡ τοῦ Θεοῦ δύναμις ἐξεφάνη· σκότος δὲ, καὶ θάνατος, καὶ ἀσθένεια τῷ ἄρχοντι τοῦ κόσμου τούτου, καὶ τοῖς κοσμοκράτορσι τοῦ σκότους, καὶ τοῖς πνευματικοῖς τῆς πονηρίας, καὶ πάσῃ τῇ ἐχθρᾷ τῆς θείας φύσεως δυνάμει συντέτακται, οὐδὲ τούτοις κατ' αὐτὴν τὴν οὐσίαν πρὸς τὸ ἀγαθὸν λαχοῦσι τὴν ἐναντίωσιν· οὕτω γὰρ ἂν ἡ μέμψις ἐπὶ τὸν
col. 531–532page 257 of 677
PG 130:531Δημιουργὸν ἐποίει), ἀλλ' ἐκ τῆς οἰκείας προαιρέσεως ἐν τῇ τοῦ καλοῦ στερήσει πρὸς τὴν κακίαν ἀποῤῥνεῖσιν ἀμήχανον ὑπάρχειν ἐν οὐσίᾳ τὴν ἐναντίωσιν. Εἰ δ᾽, ὅπερ ἐστὶν ἀληθὲς, γνωριστικὰς ἰδιότητας ἐπιθεωρουμένας τῇ οὐσίᾳ δέχοιτό τις εἶναι τὸ γεννητὸν καὶ τὸ ἀγέννητον πρὸς τὴν τρανὴν καὶ ἀσύγχυτον Πατρὸς καὶ Υἱοῦ χειραγωγούσας ἔννοιαν, τόν τε τῆς ἀσεβείας διαφεύξεται κίνδυνον, καὶ τὸ ἐν τοῖς λογισμοῖς ἀκόλουθον διασώσει. Ἂν γάρ τοι ἰδιότητες ὡς χαρακτῆρές τινες, καὶ μορφαὶ ἐπιθεωρούμεναι τῇ οὐσίᾳ, διαιροῦσι μὲν τὸ κοινὸν τοῖς ἰδιάζουσι χαρακτῆρσι, τὰ δὲ ὁμοφυὲς τῆς οὐσίας οὐ διακόπτουσιν· οἷον κοινὸν μὲν θεότης, ἰδιώματα δὲ πατρότης καὶ υἱότης. Ἐκ δὲ τῆς ἑκατέρου συμπλοκῆς τοῦ τε κοινοῦ καὶ τοῦ ἰδίου ἡ κατάληψις ἡμῖν τῆς ἀληθείας ἐγγίνεται, ὥστε ἀγέννητον μὲν φῶς ἀκούσαντες τὸν Πατέρα νοεῖν, γεννητὸν δὲ φῶς τὴν Υἱοῦ λαμβάνειν ἔννοιαν· καθὰ μὲν φῶς, καὶ φῶς οὐδεμιᾶς αὐτῆς ἐναντιότητος ὑπαρχούσης, καθὸ δὲ γεννητόν, καὶ ἀγέννητον ἐπιθεωρουμένης τῆς ἀντιθέσεως. Αὐτὴ γὰρ τῶν ἰδιωμάτων ἡ φύσις· ἐν τῇ τῆς οὐσίας ταυτότητι δεικνύει τὴν ἑτερότητα, καὶ αὐτὰ μὲν πρὸς ἄλληλα ἀντιδιαιρούμενα πολλάκις· τὰ ἰδιώματα πρὸς τὸ ἐναντίον διίσταται, τήν γε μὴν ἑνότητα τῆς οὐσίας οὐ διασπᾷ. Ἐκ τοῦ αὐτοῦ λόγου. ΕΥΝ. Εἴτε γάρ, φησὶν, ἐκ τῶν δημιουργημάτων σκοπούμενός τις, ἐκ τούτων ἐπὶ τὰς οὐσίας ἀνάγοιτο τοῦ μὲν ἀγεννήτου τὸν Υἱὸν εὑρίσκων ποίημα, τοῦ δὲ Μονογενοῦς τὸν Παράκλητον, κἀκ τῆς τοῦ Μονογενοῦς ὑπεροχῆς τὴν τῆς ἐνεργείας διαφορὰν πιστούμενος, ἀναμφισβήτητον λαμβάνει καὶ τῆς κατ' οὐσίαν παραλλαγῆς τὴν ἀπόδειξιν. ΒΑΣ. Πρῶτον μὲν οὖν πῶς δυνατὸν ἐκ τῶν δημιουργημάτων τὰς οὐσίας ἀναλογίζεσθαι, ἐγὼ μὲν οὐχ ὁρῶ. Δυνάμεως γὰρ, καὶ σοφίας, καὶ τέχνης, οὐχὶ δὲ τῆς οὐσίας αὐτῆς ἐνδεικτικά ἐστι ποιήματα. Καὶ οὐδὲ αὐτὴν πᾶσαν τοῦ δημιουργοῦ τὴν δύναμιν ἀναγκαίως παρίστησιν, ἐκδεχομένου ποτὲ τὸν τεχνίτην μὴ πᾶσαν ἑαυτοῦ τὴν ἰσχὺν ἐναποθέσθαι ταῖς ἐνεργείαις, ἀλλ' ὑφειμένοις πολλάκις ἐπὶ τῶν ἔργων τῆς τέχνης τοῖς τόνοις χρήσεσθαι. Εἰ δὲ καὶ ὅλην τὴν δύναμιν ἐπὶ τὸ ἔργον ἀνακινήσεις, καὶ οὕτως ἂν ὑπάρχοι τὴν ἰσχὺν αὐτοῦ διὰ τῶν ἔργων ἀναμετρεῖσθαι, οὐχὶ δὲ τὴν οὐσίαν, ἥτις ποτέ ἐστι, καταλαμβάνεσθαι. Εἰ δὲ διὰ τὸ ἁπλοῦν καὶ ἀσύνθετον τῆς θείας φύσεως τῇ μὲν δυνάμει σύνδρομον τίθεται τὴν οὐσίαν, καὶ διὰ τὴν προσοῦσαν ἀγαθότητα τῷ θεῷ ὅλην μὲν κεκινῆσθαι λέγοι τὴν τοῦ Πατρὸς δύναμιν εἰς τὴν γέννησιν τοῦ Υἱοῦ, ὅλην δὲ πάλιν τὴν τοῦ Μονογενοῦς εἰς τὴν ὑπόστασιν τοῦ ἁγίου Πνεύματος, ὥστε ἐκ μὲν τοῦ Πνεύματος τὴν τοῦ Μονογενοῦς δύναμιν θεωρεῖσθαι, ὁμοῦ δὲ καὶ τὴν οὐσίαν, ἐκ δὲ τοῦ Μονογενοῦς πάλιν τὴν τοῦ Πατρὸς δύναμίν τε καὶ οὐσίαν καταλαμβάνεσθαι· σκοπεῖτε τὸ συναγόμενον. Ἐξ ὧν γὰρ ἐπεχείρησε τὸ ἀνόμοιον συστῆσαι τῆς οὐσίας, ἐκ τούτων ἐφάνη κατασκευάζων τὴν ὁμοιότητα. Εἰ μὲν γὰρ οὐδὲν ἔχει κοινὸν ἡ δύναμις πρὸς τὴν οὐσίαν, πῶς ἐκ τῶν δημιουργημάτων, ἅπερ δυνάμεώς ἐστιν ἀποτελέσματα, πρὸς τὴν κατάληψιν αὐτῆς
col. 533–534page 258 of 677
PG 130:533ὠδηγήθη; εἰ δὲ ταὐτὸν οὐσία τέ ἐστι καὶ δύναμις, τὰ τὴν δύναμιν χαρακτηρίζον χαρακτηρίσει πάντως καὶ τὴν οὐσίαν. Ὥστε τὰ δημιουργήματα, ὡς σε φῇς, οὐ πρὸς τὸ ἀνόμοιον τῆς οὐσίας, ἀλλὰ πρὸς τὴν ἀκρίβειαν τῆς ὁμοιότητος φέρει. Πάλιν μέντοι καὶ τοῦτο τὸ ἐγχείρημα τὸν ἡμέτερον μᾶλλον ἢ τὸν αὐτοῦ λόγον συνίστησιν. Ἢ γὰρ οὐδαμόθεν ἔχει παρασχέσθαι τῶν εἰρημένων τὰς ἀποδείξεις, ἢ εἴπερ ἐκ τῶν ἀνθρωπίνων τὰς εἰκόνας λαμβάνοι, εὑρήσει οὐκ ἐκ τῶν ἔργων τοῦ τεχνίτου ἐν περινοίᾳ τῆς οὐσίας αὐτοῦ γινομένους ἡμᾶς, ἀλλ' ἐκ τοῦ γεννηθέντος τὴν τοῦ γεγεννηκότος φύσιν ἐπιγινώσκοντας. Οὐ γὰρ ἐκ τῆς οἰκίας τὴν οὐσίαν τοῦ οἰκοδόμου καταλαβεῖν δυνατόν· ἐκ μέντοι τοῦ γεννήματος νοῆσαι ῥᾴδιον τοῦ γεγεννηκότος τὴν φύσιν. Ὥστε εἰ μὲν δημιούργημα ὁ Μονογενῆς, οὐ παρίστησιν ἡμῖν τοῦ Πατρὸς τὴν οὐσίαν· εἰ δὲ γνωρίζει ἡμῖν δι' ἑαυτοῦ τὸν Πατέρα, οὐχὶ δημιούργημα, ἀλλὰ Υἱὸς ἀληθὴς, καὶ εἰκὼν τοῦ Θεοῦ, καὶ ὑποστάσεως χαρακτήρ. Καὶ ταῦτα μὲν τοιαῦτα. Τοῦ αὐτοῦ ἐκ τοῦ δ λόγου. Εἰ μὴ γεννήσεως τὸ μονογενές, ἀλλὰ διὰ τὸ ἀσύγκριτον, μονογενής καὶ ὁ Πατήρ. Ἀσύγκριτος γάρ. Ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ ὁ Υἱὸς οὐχ ἁπλῶς Μονογενής ἐστιν, ἀλλ' Υἱός μονογενής, καὶ παρὰ Πατρός μονογενής, Υἱός μονογενής ἐστι, καὶ οὐ κτίσμα μονογενές. Ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ κατὰ μετάδοσιν καὶ συγχώρησιν τοῦ Πατρὸς, καὶ οὐ κατὰ φύσιν δημιουργὸς ὁ Υἱός, οὐδὲν ἂν εἴη ὑπ' αὐτοῦ δημιουργηθὲν κατὰ φύσιν· ὧν γὰρ ὁ δημιουργὸς οὐ κατὰ φύσιν, πῶς τὰ δημιουργηθέντα κατὰ φύσιν; Ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ ἐνεργεῖ ὁ Θεὸς, ὡς οὐδεὶς ἕτερος, καὶ γεννῶν, ὡς οὐχ ἕτερος γεννήσει. Ἀσύγκριτος γὰρ πρὸς πάντα κατὰ πάντα ὁ Θεός. Ἐκ τοῦ αὐτοῦ λόγου. Τὸ ποιούμενον οὐκ ἐκ τῆς οὐσίας τοῦ ποιοῦντος, τὸ δὲ γεννώμενον ἐκ τῆς αὐτῆς οὐσίας τοῦ γεννῶντος. Οὐ ταὐτὸν ἄρα τὸ ποιεῖν καὶ τὸ γεννᾶν. Ἐκ τοῦ αὐτοῦ λόγου. Τὸ ἐν μορφῇ Θεοῦ ἐν οὐσίᾳ Θεοῦ ἐστιν. Οὐ γὰρ ἄλλο μορφὴ, καὶ ἄλλο οὐσία Θεοῦ, ἵνα μὴ σύνθετος. Ὁ κατὰ μορφὴν οὖν ἴσος καὶ κατ' οὐσίαν ἐστὶν ἴσος. Ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ ὁ Πατὴρ πρὸ τοῦ Υἱοῦ ἦν, ἑτέρου τινὸς πάντως Πατὴρ ἦν· χωρὶς γὰρ Υἱοῦ Πατὴρ οὐκ ἂν λεχθείη. Ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ ὁ τὸν Υἱὸν γνοὺς κατ' οὐσίαν, ἔγνω καὶ τὸν Πατέρα· Εἰ ἐμὲ γὰρ, φησὶν, ᾔδειτε, καὶ τὸν Πατέρα μου ᾔδειτε ἄν· ὁμοούσιος πάντως τῷ Πατρὶ ὁ Υἱός. Οὐδὲν γὰρ ἐξ ἀνομοίου οὐσίας γνωρίζεσθαι δύναται. Ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ τὸ πιστεύειν τὸν Χριστὸν Υἱὸν εἶναι Θεοῦ, ζωή
col. 535–536page 259 of 677
PG 130:535αἰώνιον ἔχει, τὸ ἀπιστεῖν ἐξ ἀνάγκης θάνατον. Ἐκ τοῦ αὐτοῦ λόγου. Ὧν αἱ αὐταὶ ἐνέργειαι, τούτων καὶ ἡ οὐσία μία. Ἐνέργεια δὲ Πατρὸς καὶ Υἱοῦ μία, ὡς τό, Ποιήσωμεν ἄνθρωπον, καὶ πάλιν· ὃ γὰρ ἂν ὁ Πατὴρ ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ· ἄρα καὶ οὐσία μία Πατρὸς καὶ Υἱοῦ. Ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ ἡ γνῶσις Πατρὸς καὶ Υἱοῦ ζωὴ αἰώνιος, ἀνάγκη καὶ μιᾶς οὐσίας εἶναι. Τὰ γὰρ ἑτεροούσια οὐ μιᾷ γνώσει καταλαμβάνεται, οὔτε ὁμοίως ζωοποιεῖν δύναται. Ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ κτίσμα λέγοντες τὸν Υἱόν, οὐχ ὡς ἕν τῶν κτισμάτων λέγουσι, διατί, γέννημα λεγόντων ἡμῶν, ὡς ἕν τῶν γεννημάτων νοοῦσιν; Ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ οὐ γεννᾷ Θεὸς, ἵνα μὴ ῥεῦσιν ὑπομείνῃ, οὐδὲ κτίζει, ἵνα μὴ κάμῃ. Εἰ δὲ κτίζει ἀπαθῶς, πολλῷ μᾶλλον γεννᾷ ἀπαθῶς. Ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ ἀπαύγασμα παντὸς φωτὸς γεννᾶται μὲν ἐκ τοῦ φωτὸς, οὐ ποτὲ δὲ, ἀλλ᾽ ἀχρόνως καὶ συναϊδίως ἐκείνῳ· οὐ γάρ ἐστι φῶς χωρὶς ἀπαυγάσματος· καὶ ὁ Υἱὸς ἀπαύγασμα τυγχάνων οὐ ποτὲ ἔσται, ἀλλὰ συναϊδίως, φωτὸς ὄντος τοῦ Θεοῦ καὶ Πατρός, ὡς Δαβὶδ φησιν, Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· καὶ Δανιήλ, Καὶ τὸ φῶς μετ᾽ αὐτοῦ ἐστιν. Ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ Θεὸς οὐ γεννᾷ, ἢ διὰ τὸ μὴ δύνασθαι, ἢ διὰ τὸ μὴ βούλεσθαι. Ἀλλ᾽ εἰ μὲν οὐ δύναται, ἥττων ἐστὶ γεννητικῆς καὶ τελείας φύσεως πρὸς τῷ καὶ ἀδυνατεῖν· εἰ δὲ δυνάμενος οὐκ ἠβουλήθη, ὃ φύσει ἔσχε, βουλήσει κατέσχεν, ὥστε, εἰ καὶ μήπω ἐγέννησε, βουληθεὶς ἄρα γεννήσει ποτέ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἡμῶν λεγόντων, Τοῦ Πατρὸς ὄντος ἀεὶ, ἀνάγκη καὶ τὸν Υἱὸν ἀεὶ εἶναι, ἐκεῖνοί φασιν· Οὐκοῦν ἐπειδὴ καὶ ὁ Υἱὸς ἀεὶ δημιουργός, καὶ ἡ δημιουργία ἀεὶ ἔσται, καὶ οὕτως ἔσται καὶ ἡ δημιουργία συναΐδιος Πατρὶ καὶ Υἱῷ. Ἀλλ᾽ ὁ εἰπὼν δημιουργὸν οὐχ ἅμα καὶ τὴν δημιουργίαν λέγει. Οὐ γὰρ τῷ οἰκοδόμῳ συνυπάρχει καὶ τὸ οἰκοδόμημα, οὐδὲ τῷ ναυπηγῷ τὸ σκάφος. Ἡ μὲν γὰρ δημιουργία ἐν τῷ δημιουργῷ, τὸ δὲ δημιουργούμενον μετὰ τὸν δημιουργόν. Πατέρα δὲ εἰπεῖν ἀδύνατον, μὴ ὄντος υἱοῦ. Καὶ ὁ εἰπὼν πατέρα οὐχ ἁπλῶς πατέρα, ἀλλὰ τινὸς λέγει πατέρα. Ἐκ τοῦ αὐτοῦ λόγου. Πάλιν ἐρωτῶσιν, ἂν ἐγεννήθη ὁ Υἱός, ἢ μὴ ὤν· ἀτάκτου καὶ κακοτέχνου τῆς ἐρωτήσεως αὐτῶν οὔσης. Αἰσχυνόμενοι γὰρ τὸ ποτὲ καὶ ἐν χρόνῳ ἐρωτῆσαι, τὸ ὤν λέγουσιν. Ἀντερώτησον οὖν αὐτούς, ἂν Πατὴρ ὁ Θεὸς τὸν Υἱὸν ἐγέννησεν, ἢ μὴ ὢν Πατήρ· εἰ μὲν γὰρ ὢν Πατὴρ, ὢν ὄντα ἐγέννησεν· εἰ δὲ οὐκ
col. 537–538page 260 of 677
PG 130:537ὢν, γεννητὸς, καὶ οὐ φύσει Πατήρ. Πᾶσαν δὲ φιλο νεικίαν αὐτῶν ἀποκλείουσιν αἱ θεῖαι Γραφαί, Μω σέως μὲν βοῶντος περὶ τοῦ Υἱοῦ, Ὁ ὤν με ἀπέ στειλε, τοῦ δὲ εὐαγγελιστοῦ Ἰωάννου, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ οὐχ ἅπαξ τὸ ἦν, ἀλλὰ τέταρτον. Καὶ πάλιν ἀλλαχοῦ, Ὁ ὢν ἐκ τοῦ Θεοῦ, καὶ, Ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρός. Καὶ ἐν ἑτέροις, Ὁ ὢν ἐν τῷ οὐρανῷ· καὶ ἐν τῇ Ἀποκαλύψει, Ὁ ὢν, καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος. Καὶ ὁ Παῦλος, Ὃς ὢν ἀπαύ γασμα τῆς δόξης, καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχων. Καὶ πάλιν, Ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητός. Ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ τὸ αἴτιον τοῦ αἰτιατοῦ μείζον καὶ διάφορον κατ' οὐσίαν, πᾶς δὲ πατὴρ αἴτιος, καὶ πᾶς υἱὸς αἰτιατὸς, μείζους καὶ διάφοροι κατ᾽ οὐσίαν οἱ πατέρες τῶν υἱῶν, καὶ οὐ μιᾶς οὐσίας. Ἀλλ' οὐκ ἀληθές. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἐρωτῶσιν, εἰ γεννήσας ὁ Πατὴρ τὸν Υἱὸν ἐπαύ σατο γεννᾶν αὐτόν· κἂν λάβωσιν, ὅτι ἐπαύσατο, ἐπάγουσιν, Οὐκοῦν καὶ ἤρξατο γεννᾶν. Πᾶν γὰρ τὸ τέλος ἔχον καὶ ἀρχὴν ἔχει. Οὐκ ἄρα ἦν ἀεὶ ὁ Υἱός. Ἐροῦμεν οὖν, Εἰ τὸ παυόμενον ἀνάγκη καὶ ἀρχὴν ἔχειν, καὶ τὸ ἀρχὴν ἔχον ἀνάγκη καὶ παύεσθαι, ἄγγελοι οὖν, καὶ πάντα τὰ ἀσώματα ἀρχὴν τοῦ εἶ ναι ἔχοντα, ἀναγκαίως καὶ τέλος τοῦ εἶναι ἕξει. Ἄλλ' ἄτοπον. Δυνατὸν οὖν καὶ ἀρξάμενον τοῦ εἶναι μὴ παύσασθαι, καὶ παυσάμενον μὴ ἦρχθαι. Εἰ δὲ μὴ, καὶ αὐτὸς ὁ Υἱός, εἰ ἀρχὴν τοῦ εἶναι ἔχει, καὶ τέλος ἐξ ἀνάγκης ἔχει κατ' αὐτούς. Ἐπειδὴ πᾶν τὸ ἀρχὴν ἔχον καὶ τέλος ἔχειν βούλονται. Καὶ πῶς οὐ βλάσφημον; Καὶ ἡ πρόγνωσις δὲ τοῦ Θεοῦ ἀρχὴν οὐκ ἔχουσα, μετὰ τὸ γενέσθαι τὰ περὶ ὧν προέγνω, τέλος ἔχει. Ὅτι οὐ τὸ τέλος ἔχον ἀνάγκη καὶ ἀρχὴν ἔχειν. Ἐκ τοῦ αὐτοῦ λόγου περὶ ἀγεννήτου. Εἰ ὁ ἀγέννητος πρὸς τὸν γεννητὸν Υἱὸν ἀντιδιαστελλόμενος οὐσία ἐστὶ, καὶ ὁ ἄκτιστος πρὸς τὴν κτίσιν ἀντιδιαστελλόμενος οὐσία ἐστίν· ἔσται οὖν καὶ ὁ ἀγέννητος οὐσία, καὶ ὁ ἄκτιστος οὐσία. Δύο οὖν ὁ Θεός, καὶ οὐ μία οὐσία. Οὕτω δὲ καὶ τὸ ἄτρεπτον αὐ τοῦ καὶ τὸ ἄναρχον καὶ πολλὰ ἕτερα οὐσία ἔσονται. Ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ ἀγέννητον τὸν Πατέρα, καὶ γεννητὸν τὸν Υἱὸν εἰπών τις, τὰς οὐσίας ἐδήλωσε, τὸν τρόπον τῆς ὑπάρξεως αὐτῶν εἰπεῖν τις θελήσας, πῶς ἂν ἑτέρωςεἰπεῖν δυνήσεται ἢ οὕτως; Ὑπάρξεως οὖν τρόπος τὸ ἀγέννητος, καὶ οὐκ οὐσίας ὄνομα. Εἰ δὲ τὸ διάφορον τὴν ὕπαρξιν τοῦ εἶναι ἔχοντα διάφορον ἔχει καὶ τὴν οὐσίαν, οὐδὲ οἱ ἄνθρωποι ὁμοούσιοι. Ἄλλη γὰρ ὕπαρξις Ἀδὰμ ἐκ γῆς πλασθέντος, ἄλλη δὲ Εὔας ἐκ πλευρᾶς γενομένης, ἄλλη δὲ Ἄβελ, ἐκ συνδυασμοῦ γάρ· ἄλλη δὲ τοῦ ἐκ Μαρίας, ἐκ παρθένου γὰρ μό νης. Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν πτηνῶν τε καὶ τετραπόδων.
col. 539–540page 261 of 677
PG 130:539Ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ τὸ ἀδύνατον ἐναντίον τῷ δυνατῷ, καὶ τὸ ἄσοφον τῷ σοφῷ, καὶ πάντα τὰ ἀντιδιαστελλόμενα ἐναντία ἀλλήλοις, ἐναντίον καὶ τὸ ἀγέννητον τῷ γεννητῷ. Ἐναντίος οὖν ὁ Πατὴρ τῷ Υἱῷ κατ' οὐσίαν, εἴ γε μὴ τρόπος ὑπάρξεως τὸ ἀγέννητον, ἀλλ' οὐσία. Ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ κτίσμα, καὶ οὐ γέννημα ὁ Υἱός, καὶ πάντα τὰ ὄντα κτίσματα, μάτην ἀγέννητος ὁ Πατὴρ λέγεται, οὐκ ὄντος ὅλως γεννήματος, πρὸς ὃ καλεῖται ἀγέννητος. Δικαιότερον οὖν ἄκτιστος, ἢ ἀγέννητος λέγοιτο ἄν. Τὸ γὰρ ἀγέννητος εἰ ὄνομα, οὐκ οὐσία. Τῶν γὰρ οὐσιῶν σημαντικὰ τὰ ὀνόματα, οὐκ αὐτὰ οὐσία. Εἰ δὲ αὐτὸ οὐσία τὸ ἀγέννητος, λεγέτωσαν τὸ ὄνομα αὐτῆς. Οὐ γὰρ ἐκ τῶν οὐσιῶν, ἀλλ' ἐκ τῶν ὀνομάτων καὶ τῶν ἐνεργειῶν γνωρίζομεν, καὶ μάλιστα τὰ ἀσώματα. Ἐκ τοῦ αὐτοῦ. Εἰ τὸ ἀγέννητος ὄνομα τῆς οὐσίας τοῦ Θεοῦ, ἢ τὴν οὐσίαν εἰδὼς τὴν ἰδίαν ὁ Θεὸς τὸ ὄνομα τῆς οὐσίας ἠγνόησεν, ἢ καὶ τὸ ὄνομα εἰδὼς τοὺς ἀκούσαντας ἠπάτησε. Κύριος γάρ, φησί, παντοκράτωρ ὄνομά μου. Καὶ παρὰ Μωσέως ἐρωτηθείς, εἰ ὄνομα αὐτῷ, φησίν, Ἐγώ εἰμι ὁ ὤν. Καὶ πάλιν, Ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ, τοῦτό μοι ὄνομα αἰώνιον. Καὶ ὁ Δαβίδ, Κύριος ὄνομα αὐτῷ. Ἀγέννητον δὲ ὄνομα οὔτε αὐτὸς ἑαυτῷ, οὔτε τις τῶν ἁγίων εἴρηκεν. Εἰ δὲ οὔτε ἠπάτησεν, οὔτε ἠγνόησεν, ἀσεβὲς γάρ τι τούτων εἰπεῖν, τὸ ἀγέννητος οὐκ ὄνομα αὐτοῦ. Ἐκ τοῦ αὐτοῦ. Τὸ ἀγέννητος ἢ οὐσία ἐστὶν, ἢ συμβεβηκός. Παρὰ ταῦτα γὰρ οὐκ ἂν εἴη. Ἀλλ' οὐσία μὲν οὐκ ἔστιν· οὔτε γὰρ τὸ ἀντιδιαστελλόμενον αὐτῷ· γεννητὸς γὰρ ὁ Υἱός, οὐ καθὸ οὐσία, ἀλλὰ καθὸ ἐγεννήθη· εἰ δὲ συμβεβηκός, ἢ συμπέφυκεν, ἢ ἐνδέχεται ὑπάρχειν καὶ μὴ ὑπάρχειν. Ἀλλ' εἰ μὲν συμπέφυκεν, ἀνάγκη τῷ Θεῷ καὶ οὐσία, καὶ συμβεβηκὸς εἶναι· ἐξ ἀνάγκης γὰρ τὰ τοιαῦτα συμβαίνει οἷς συμβέβηκεν· εἰ δὲ ἐνδεχομένως, ἔσται καὶ ἀγέννητός ποτε καὶ γεννητός. Ἐκ τοῦ αὐτοῦ. Εἰ τὸ ἀγέννητος οὐκ ὄνομα οὐσίας, ἀλλ' αὐτὸ οὐσία, οὐσία δὲ καὶ ὁ Υἱός, ἀγέννητος καὶ ὁ Υἱὸς, καὶ πᾶσα δὲ οὐσία ἀγέννητος. Ἐκ τοῦ αὐτοῦ. Εἰ τὸ ἀγέννητον οὐσία τοῦ Θεοῦ, καὶ τὸ γέννημα οὐσία τοῦ Υἱοῦ, τὸ κτίσμα ἢ ποίημα οὐκ οὐσία αὐτοῦ. Μία γάρ, καὶ οὐ πολλαὶ οὐσίαι ὁ Υἱός. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἄνθρωπόν τις εἰπὼν, ἢ λίθον, ἢ ξύλον, οὐσίαν τινὰ δηλοῖ. Γέννημα δὲ εἰπὼν οὐκ οὐσίαν ἁπλῶς δηλοῖ, ἐπεὶ πᾶν γέννημα οὐσία μία. Εἰ δὲ οὐκ οὐσίας
col. 541–542page 262 of 677
PG 130:541εἰνὸς τὰ γέννημα σημαντικὸν, οὐδὲ τὸ ἀγέννητος δηλονότι. Ἐκ τοῦ αὐτοῦ. Εἰ φύσει ἀγέννητος ὁ Πατήρ, φύσει γεννητὸς καὶ ὁ Υἱός. Εἰ δὲ φύσει γέννημα, οὐκ ἔστι κτίσμα. Ὄντος οὖν τοῦ φύσει γεννήματος, ἀνάγκη καὶ τὸν γεννήσαντα εἶναι. Γέννημα γὰρ χωρὶς γεννήσαντος οὐκ ἂν εἴη. λεγέτωσαν οὖν τὸν γεννήσαντα, εἰ ὁ Πατὴρ τὴν οὐκ ἐγέννησεν. Ἐκ τοῦ αὐτοῦ. Εἰ ὁμοούσιος, φασὶν, ὁ Υἱὸς τῷ Πατρὶ, ὁ Πατὴρ δὲ ἀγέννητος, ὁ δὲ Υἱὸς γεννητὸς, ἡ αὐτὴ ἄρα οὐσία ἀγέννητος καὶ γεννητή. Ἀλλ' οὐ μέρος φαμὲν τὸν Υἱὸν τοῦ Πατρός, ὡς διαιρουμένην τὴν οὐσίαν ἀγέννητον καὶ γεννητὸν εἶναι, ἀλλ' ὅλον ἐξ ὅλου, γεννητὸν ἐξ ἀγεννήτου, τέλεια δύο καὶ οὐ δύο μέρη ἐξ ἑνός τινος. Ἐκ τοῦ αὐτοῦ. Εἰ ἐφανέρωσεν ὁ Υἱὸς τὸ ὄνομα τοῦ Πατρὸς τοῖς ἀνθρώποις, ὡς αὐτός φησιν, Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις, κύριον δὲ τῆς οὐσίας αὐτοῦ ὄνομα τὸ ἀγέννητος, δεικνύτωσαν ποῦ ἀγέννητον αὐτὸν ὁ Σωτὴρ εἴρηκεν. Ἐκ τοῦ αὐτοῦ. Τὸ ἀγέννητος οὔτε ὅρος ἐστὶ Θεοῦ, οὔτε ἴδιον. Ταῦτα γὰρ ἀντιστρέφει ἐκείνοις ὧν ὅρος, ἢ ἴδιον σημαίνουσιν. Ἄνθρωπος γὰρ ζῷον λογικόν, θνητόν, καὶ ἄν τι ζῷον λογικόν, θνητόν, ἄνθρωπος τοῦτο. Ἴδιον δὲ ἀνθρώπου τὸ γελαστικόν, καὶ εἴ τι γελαστικὸν, ἄνθρωπος. Τὸ δὲ ἀγέννητος, εἴ τις συγχωρήσει ἐπὶ μόνου Θεοῦ λέγεσθαι, οὐχ ἅμα καὶ εἴ τι Θεός, τοῦτο ἀγέννητον. Ὁ οὖν Υἱὸς Θεὸς ὢν, οὐκ ἀγέννητός ἐστιν. Οὔτε οὖν ὅρος, οὔτε ἴδιον τὸ ἀγέννητον. Οὐ γὰρ ἀντιστρέφει. Ἐκ τοῦ αὐτοῦ. Εἰ κτίσμα Θεοῦ ὁ Υἱός, πᾶν δὲ κτίσμα δοῦλον τοῦ κτίστου, δοῦλος ἄρα ὁ Χριστὸς, καὶ οὐχ Υἱὸς Θεοῦ. Οὐκ ἔλαβεν οὖν μορφὴν δούλου Κύριος ὤν, ἀλλ' ἦν δοῦλος. Ἐκ τοῦ αὐτοῦ. Εἰ τὰ ἐλάττονα ὑπὸ ἐλάττονος δημιουργεῖται, καὶ τὰ μείζονα δὲ ὑπὸ μείζονος, διὰ πολλῶν ἄρα ἡ κτίσις, ἐπεὶ οὐ πᾶσα ἴση. Ἐκ τοῦ αὐτοῦ. Εἰ δημιουργικὸς ὁ Θεὸς φύσει, οὐχ ἑνὸς ἔσται, ἀλλὰ πολλῶν. Ἢ γὰρ ἀσθενείᾳ ἄλλο οὐ δημιουργεῖ, ἢ φθόνῳ καὶ βασκανίᾳ. Ἐκ τοῦ αὐτοῦ. Εἰ τὴν δημιουργίαν τῆς οὔσης κτίσεως ἐπῃσχύνθη δι' ἑαυτοῦ ποιῆσαι ὁ Θεὸς, καὶ τὴν δοξολογίαν αὐτῆς οὐ προσίεται. Ὃ γὰρ ποιῆσαι ἐπῃσχύνετο, γενόμενα αὑτοῦ νομισθῆναι οὐ θελήσει. Ἐκ τοῦ αὐτοῦ. Εἰ ταὐτὸν τὸ κτίζειν καὶ γεννᾶν τὸν Θεὸν, ἐπειδὴ
col. 543–544page 263 of 677
PG 130:543ἁπλῶς ταὐτὸν καὶ τὸ σώζειν αὐτὸν καὶ ἀπολλύειν, καὶ ζωογονεῖν, καὶ ἀποκτείνειν. Εἰ δὲ τοῦτο, ταὐτὸν ἄρα σωτηρία καὶ ἀπώλεια, καὶ ζωὴ καὶ θάνατος. Ἐκ τοῦ αὐτοῦ. Εἰ Χριστὸς Θεοῦ δύναμις, καὶ σοφία, ταῦτα δὲ ἄκτιστα, καὶ συναΐδια Θεῷ· οὐ γὰρ ἦν ποτε ἄσοφος καὶ ἀδύναμος· ἄκτιστος καὶ συναΐδιος ὁ Χριστὸς τῷ Θεῷ. Εἰ δὲ καθὸ ἐνέργεια, δύναμις, καὶ σοφία θεοῦ λέγεται, καὶ ἡμεῖς δύναμις καὶ σοφία Χριστοῦ λε γοίμεθα ἄν, ὡς αὐτὸς Θεοῦ. Ἀλλ᾽ ἄτοπον. Ἐκ τοῦ αὐτοῦ. Εἰ μὴ ἀΐδιος Θεὸς ὁ Υἱὸς, ἐξ ἀνάγκης πρόσφατος. Εἰ μὴ ἀληθινός, ψευδής. Εἰ μὴ φύσει, θέσει. Ἀπ δῶν δὲ προσφάτοις, καὶ ψευδέσι, καὶ μὴ φύσει κα λατρεύει». Οὐκ ἔσται γάρ σοι, φησί, θεὸς πρόσ φατος. Καὶ ὁ Παῦλος, Ἀλλὰ τότε μὲν οὐκ εἰδό τες Θεὸν ἐδουλεύσατε τοῖς μὴ φύσει οὖσι θεοῖς. Ἐκ τοῦ αὐτοῦ. Εἰ μονογενής ὁ Υἱὸς διὰ τὸ μόνος ἐκ μόνου γι γεννῆσθαι, μονόκτιστος κυριώτερον ἂν λέγοιτο κτίσμα μὴ ἀληθῶς κατ᾽ Εὐνόμιον ὤν, γέννημα δὲ ψευδωνύμως καλούμενος. Ἐκ τοῦ αὐτοῦ. Εἰ ὅμοιός ἐστιν ὁ Υἱὸς τῷ Πατρὶ, οὐ κατ᾽ οὐσίας δὲ, λείπεται ἢ κατὰ μορφὴν, ἢ κατ᾽ ἐνέργειαν. Ἀλλά μορφὴν μὲν ἀδύνατον εἰπεῖν· οὐδὲν γὰρ ἀσώματα ἐν μορφῇ· εἰ δὲ κατ᾽ ἐνέργειαν, οὐκ ἂν καὶ αὐτοῖ ἀλλοῖόν τι, ἀλλὰ τοιοῦτον, οἷος αὐτός ἐστιν, ἐνήργησεν ἂν, εἴπερ ποίημα τοῦ Πατρὸς, καὶ οὐ γέννημα. Καὶ ἄλλως δὲ καὶ προείρηται τὸ κατ᾽ ἐνέργειαν ὅμοιον ἐξ ἀνάγκης καὶ κατ᾽ οὐσίαν ὅμοιον εἶναι. Ἐκ τοῦ αὐτοῦ. Εἰ τὰ ἔργα τοῦ Θεοῦ ἐν πίστει, καὶ οὐκ ἐν ἀπο δείξει κατὰ τὸν Δαβὶδ εἰπόντα, Καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει, πόσῳ μᾶλλον ἢ τοῦ Υἱοῦ προ αἰώνων ἐκ Πατρὸς γέννησις ἐν πίστει, καὶ οὐκ ἐν ἀποδείξει; Ἐκ τοῦ αὐτοῦ. Εἰ ἐξ οὐκ ὄντων ὁ Θεὸς τὸν Υἱὸν ἐποίησε, καὶ ὁ Υἱὸς δὲ ἐξ οὐκ ὄντων τὰ πάντα, ἡ αὐτὴ δύναμις καὶ ἐνέργεια τῶν ἐξ οὐκ ὄντων ὁ βούλονται δημιουργεῖν δυναμένων, οὐδαμοῦ τῆς διαφορᾶς τῶν δημιουργουμένων σκοπουμένης. Ἐπεὶ καὶ τῆς κτίσεως ἐν πολ λοῖς κατὰ πολλὰ διαφόρου τυγχανούσης, οὐ διάφοροι οἱ δημιουργοί, ἀλλ᾽ εἷς Υἱὸς δι᾽ οὗ τὰ πάντα ἐγένετο. Ἂν δὲ ἡ αὐτὴ ἐνέργεια καὶ δύναμις, τούτων, ὡς προείρηται, καὶ οὐσία καὶ φύσις ἡ αὐτή. Ἐκ τοῦ αὐτοῦ. Εἰ ἡ πίστις ἡμῶν ἡ εἰς τὸν Υἱὸν ἔργον ἐστὶ τοῦ Θεοῦ· Τοῦτο γὰρ ἐστι, φησὶ, τὸ ἔργον τοῦ Θεοῦ, εἰς ὃν ἀπέστειλεν ἐκεῖνος, ἵνα πιστεύσητε αὐτόν· αὐ τὸς ἔργον οὐ δύναται εἶναι Θεοῦ. Οὐ ταὐτὸν γὰρ ἡ εἰς αὐτὸν πίστις, καὶ αὐτός. Ἐκ τοῦ αὐτοῦ. Εἰ θεϊκῶς ὁ Υἱὸς τῷ Πατρὶ ὑποταγήσεται, ἐξ ἀρχῆς ἂν ὑποτέτακτο, ἐξ οὗ καὶ Θεὸς ἦν. Εἰ δὲ οὐχ
col. 545–546page 264 of 677
PG 130:545ὑποτέτακτο, ἀλλ᾽ ὕστερον ὑποταγήσεται, ἀνθρωπίνως ὑπὲρ ἡμῶν, καὶ οὐ θεϊκῶς ὑπὲρ ἑαυτοῦ. Ἐκ τοῦ αὐτοῦ. Εἰ μετὰ τὴν ἐνανθρώπησιν διὰ τὴν ὑπακοὴν τὸ ὑπὲρ πᾶν ὄνομα τῷ Υἱῷ Θεῷ ὄντι ὁ Πατὴρ ἐχαρίσατο, καὶ πᾶσα γλῶσσα ἐξωμολογήσατο Κύριον, πρὸ τῆς ἐνανθρωπήσεως οὔτε τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα εἶχεν, οὔτε παρὰ πάντων τὴν ὁμολογίαν τοῦ εἶναι Κύριος. Μείζων οὖν ἐγένετο μετὰ τὴν ἐνανθρώπησιν, ἢ πρὸ τῆς ἐνανθρωπήσεως, ὅπερ ἄτοπον. Τοιοῦτον δέ ἐστι καὶ τὸ, Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Εἰς τὴν ἐνανθρώπησιν οὖν, καὶ οὐκ εἰς τὴν θεότητα ταῦτα νοεῖν δεῖ. Ἐκ τοῦ αὐτοῦ. Εἰ δημιουργὸς τῶν ὅλων ὁ Υἱός, τὸν δὲ χρόνον τῆς κρίσεως οὐκ οἶδεν, ὃ ἐδημιούργησεν οὐκ οἶδεν. Οὐ γὰρ τὴν κρίσιν εἶπεν ἀγνοεῖν, ἀλλὰ τὸν χρόνον· καὶ πῶς οὐκ ἄτοπον. Ἐκ τοῦ αὐτοῦ. Εἰ τὴν γνῶσιν πάντων ὧν ὁ Πατὴρ ἔχει, ὁ Υἱὸς οὐκ ἔχει, ἐψεύσατο εἰπών, Πάντα ὅσα ἔχει ὁ Πατήρ, ἐμά ἐστι· καὶ, Καθὼς ὁ Πατὴρ γινώσκει με, κἀγὼ γινώσκω τὸν Πατέρα. Εἰ δ᾽ ἕτερον τὸ τὸν Πατέρα εἰδέναι, καὶ ἕτερον τὸ τὰ τοῦ Πατρός, μεῖζον δὲ τὸ εἰδέναι τὸν Πατέρα τοῦ τὰ αὐτοῦ εἰδέναι, καθ᾽ ὅσον ἕκαστος αὐτὸς τῶν ἑαυτοῦ μείζων, τὸ μεῖζον ὁ Υἱὸς εἰδὼς, Οὐδεὶς γὰρ, φησὶν, εἶδε τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς, τὸ ἔλαττον οὐκ ᾔδει, ὅπερ ἄτοπον. Διὰ τὸ μὴ συμφέρον οὖν τοῖς ἀνθρώποις ἀκοῦσαι τὸν καιρὸν τῆς κρίσεως ἀπεσιώπησεν. Ἡ μὲν γὰρ ἀεὶ προσδοκία θερμοτέρους περὶ τὴν εὐσέβειαν ἀπεργάζεται· ἡ δὲ τοῦ πολὺν τὸν μεταξὺ χρόνον ἔσεσθαι γνῶσις ὀλιγωροτέρους ἂν ἐποίησεν ἐλπίδι τοῦ καὶ ὕστερον μεταβαλλομένους δυνηθῆναι εὐαρεστῆσαι. Ἐπεὶ πῶς ὁ πάντα μέχρι τῆς ὥρας ἐκείνης εἰδὼς οὐχὶ κἀκείνην τὴν ὥραν ᾔδει; Μάρτυς δὲ ὁ Ἀπόστολος ἔλεγεν, Ἐν ᾧ εἰσι πάντες οἱ θησαυροί τῆς σοφίας, καὶ τῆς γνώσεως οἱ ἀπόκρυφοι. Ἐκ τοῦ αὐτοῦ. Εἰ διὰ τὸν Πατέρα ὁ Υἱὸς ζῇ, δι᾿ ἕτερον, καὶ οὐ δι᾿ ἑαυτὸν ζῇ. Ὁ δὲ δι᾿ ἕτερον τῶν αὐτοζωὴ εἶναι οὐ δύναται. Οὐδὲ γὰρ ὁ κατὰ χάριν ἅγιος αὐτοάγιος. Ἐψεύσατο οὖν ὁ Υἱὸς εἰπών, Ἐγώ εἰμι ἡ ζωή· καὶ πάλιν, Οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Εἰς τὴν ἐνανθρώπησιν οὖν, καὶ οὐκ εἰς τὴν θεότητα τὸ εἰρημένον δεῖ νοεῖν. Ἐκ τοῦ αὐτοῦ. Εἰ ἄμπελος, φασὶν, ὁ Σωτὴρ, κλήματα δὲ ἡμεῖς, γεωργὸς δὲ ὁ Πατὴρ, τὰ δὲ κλήματα ὁμοφυῆ μὲν τῇ ἀμπέλῳ, ἡ δὲ ἄμπελος οὐχ ὁμοφυὴς τῷ γεωργῷ, ὁμοφυὴς μὲν ἡμῖν ὁ Υἱὸς, καὶ μέρος ἡμεῖς αὐτοῦ, οὐχ ὁμοφυὴς δὲ τῷ Πατρὶ, ἀλλὰ κατὰ πάντα ἀλλότριος. Πρὸς οὓς ἐροῦμεν· Οὐ τῆς θεότητος αὐτοῦ, ἀλλὰ τῆς σαρκὸς εἴρηκεν ἡμᾶς κλήματα. Κατὰ
col. 547–548page 265 of 677
PG 130:547Νος, ἡ δὲ τὸν Ἀπόστολον εἰπόντα, Ἡμεῖς δέ ἐσμεν σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους. Καὶ πάλιν, Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἔστι; καὶ ἐν ἄλλοις, Οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. Καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. Ἐκ τοῦ αὐτοῦ. Εἰ περὶ ἑαυτοῦ ὁ Υἱὸς ἔλεγε, Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο, οὐ μόνον ἑαυτοῦ δειλίαν καὶ ἀσθένειαν κατηγορεῖ, ἀλλ᾽ εἶναί τι καὶ ἀδύνατον τῷ Πατρὶ ἐνόμιζε. Τὸ γὰρ εἰ δυνατὸν ἀμφιβάλλοντος ἦν. Οὐχ ὑπὲρ ἑαυτοῦ οὖν ᾐτεῖτο τοῦτο λέγων, ἀλλ' ὑπὲρ τῶν μελλόντων ἀνελεῖν αὐτόν, ἵνα μὴ οὕτως ἁμάρτωσιν, ὑπὲρ ὧν αὖθις ᾐτεῖτο καὶ σταυρωθείς, Πάτερ, λέγων, ἄφες αὐτοῖς. Ἐκ τοῦ αὐτοῦ. Εἰ ἀνδρὸς κεφαλὴ ὁ Χριστός, κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός, ἄνθρωπος δὲ τῷ Θεῷ οὐχ ὁμοούσιος· οὐ γὰρ Θεός· Χριστὸς δὲ τῷ Θεῷ ὁμοούσιος· Θεὸς γάρ· οὐχ ἄρα ὡς ἀνδρὸς κεφαλὴ Χριστός, οὕτω καὶ Θεὸς Χριστοῦ. Ἡ γὰρ κτιστὴ φύσις καὶ ἡ ἄκτιστος θεότης εἰς ἓν καὶ ταὐτὸν οὐ συμβαίνουσιν. Οὐκοῦν ὁ μὲν ὡς Πατὴρ κεφαλὴ Χριστοῦ, ὁ δὲ ὡς ποιητὴς κεφαλὴ ἡμῶν. Ἐκ τοῦ αὐτοῦ. Εἰ δοξασθῆναι παρὰ τοῦ Πατρὸς αὐτὸν ὁ Υἱὸς θεϊκῶς, καὶ οὐκ ἀνθρωπίνως ᾔτει, ὃ οὐκ εἶχεν ᾔτει, καὶ ψεύδεται ὁ Εὐαγγελιστὴς εἰπών, Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ· καὶ ὁ Ἀπόστολος, Οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν· καὶ ὁ Δαβίδ, Καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Οὐ προσθήκην οὖν δόξης αἰτεῖ, ἀλλὰ τῆς οἰκονομίας τὴν φανέρωσιν γενέσθαι. Ἐκ τοῦ αὐτοῦ. Εἰ τὴν δόξαν ἣν εἶχε πρὸ τοῦ τὸν κόσμον γενέσθαι ἀληθῶς παρὰ τοῦ Πατρὸς ᾔτει, οὐκ ἂν ὃ εἶχε λαβεῖν ἐπεζήτει. Εἰ δὲ τοῦτο, οὐ τὴν δόξαν ἀποβεβλήκει μόνον, ἀλλὰ καὶ τὴν θεότητα. Ἀχώριστος γὰρ ἡ δόξα τῆς θεότητος. Ψιλὸς οὖν κατὰ Φωτεινὸν ἦν ἄνθρωπος ἄρα. Φαίνεται οὖν τὰ τοιαῦτα κατ' οἰκονομίαν τὴν τῆς ἀνθρωπότητος, οὐ κατ' ἔλλειψιν τῆς θεότητος εἰρηκώς. Ἐκ τοῦ αὐτοῦ. Εἰ τὸ πρωτότοκον εἰρῆσθαι τῆς κτίσεως πρῶτον ἐκτίσθαι δείκνυσιν ὁ Ἀπόστολος εἰπών, Πάντα δι' αὐτοῦ, καὶ εἰς αὐτὸν ἔκτισται, ὤφειλεν εἰπεῖν, Καὶ αὐτὸς ἐγένετο πρὸ πάντων. Εἰπὼν δέ, Καὶ αὐτὸς ἐστι πρὸ πάντων, ἔδειξε τὸν μὲν ἀεὶ ὄντα, τὴν δὲ κτίσιν γενομένην. Τὸ γὰρ ἔστι τῷ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, συνάδει.
col. 549–550page 266 of 677
PG 130:549Ἐκ τοῦ αὐτοῦ. Εἰ πρωτότοκος, φασίν, ὁ Υἱός, οὐκ ἔστι μονογενής, ἀλλ᾽ ὀφείλει καὶ ἄλλος εἶναι οὗ πρωτότοκος λέγεται. Καίτοι γε, ὦ σοφέ, καὶ ἐκ Μαρίας τῆς παρθένου μόνος γεννηθεὶς πρωτότοκος αὐτῆς εἴρηται· ἕως οὗ γὰρ ἔτεκε, φησί, τὸν Υἱὸν αὐτῆς τὸν πρωτότοκον. Ὥστε οὐκ ἀνάγκη ἀδελφοῦ πρωτότοκον λέγεσθαι. Λεχθείη ἂν, ὅτι καὶ ὁ πρὸ πάσης γεννήσεως πρωτότοκος ἐλέγετο. Ἔτι δὲ καὶ πρὸς τοὺς διὰ υἱοθεσίας τοῦ ἁγίου Πνεύματος ἐκ Θεοῦ γεννωμένους· ὡς Παῦλός φησιν, ὅτι Οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς. Ἐκ τοῦ αὐτοῦ. Εἰ ὁ ἐν σαρκί φησιν, Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ὁ αὐτός, Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι᾽ ἐμοῦ, αὐτός ἐστι καὶ ὁ εἰπών, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ· λέγεται δὲ καὶ ἐπὶ γεννήματος κτίσμα καὶ ποίημα, ὡς τὸ Ἐκτισάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ· καὶ πάλιν, Ἐποίησεν υἱοὺς καὶ θυγατέρας· καὶ ὁ Δαβίδ, Καρδίαν καθαράν κτίσον ἐν ἐμοὶ ὁ Θεός, οὐκ ἄλλην αἰτῶν, ἀλλὰ τὴν οὖσαν καθαρθῆναι δηλονότι. Εἴρηται δὲ καὶ καινὴ κτίσις, οὐχ ὡς ἄλλης κτίσεως γενομένης, ἀλλὰ τῶν φωτιζομένων ἐπὶ βελτίοσιν ἔργοις κατασκευαζομένων. Ἐκ τοῦ αὐτοῦ. Εἰ εἰς ἔργα τὸν Υἱὸν ὁ Πατὴρ ἔκτισε· τὸ δὲ κτιστὸν, καὶ οὐ δι᾽ ἑαυτὸ γινόμενον ἢ μέρος ἐκείνου γίνεται, ἢ ἧττον αὐτοῦ· ἔσται ἢ μέρος ὁ Σωτὴρ κτίσεως, ἢ ἥττων αὐτῆς. Ἀνάγκη οὖν εἰς τὴν ἀνθρωπότητα αὐτοῦ τοῦτο νοεῖν. Εἴποι δ᾽ ἄν τις καὶ τὸν Σολομῶντα περὶ τῆς σοφίας ἐκείνης εἰρηκέναι, ἧς καὶ ὁ Παῦλος μέμνηται εἰπών, Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν. Ἄλλως τε καὶ οὐδὲ προφήτης ὁ εἰπών, ἀλλὰ παροιμιαστής· αἱ δὲ παροιμίαι εἰκόνες ἑτέρων, καὶ οὐκ αὐτὰ τὰ λεγόμενα. Ἐκ τοῦ αὐτοῦ. Εἰ ὁ Θεοῦ Υἱὸς ἦν ὁ λέγων, Κύριος ἔκτισέ με, μᾶλλον ἂν εἶπεν, Ὁ Πατὴρ ἔκτισέ με. Οὐδαμοῦ γὰρ αὐτὸν Κύριον ἑαυτοῦ, ἀεὶ δὲ Πατέρα ἐκάλει. Ληπτέον οὖν τὸ μὲν ἐγέννησεν ἐπὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τὸ δὲ ἔκτισεν ἐπὶ τῆς μορφῆς τοῦ δούλου. Ἐν πᾶσι τούτοις οὐ δύο λέγομεν, Θεὸν ἰδίᾳ, καὶ ἄνθρωπον ἰδίᾳ, εἷς γὰρ ἦν, ἀλλὰ κατ᾽ ἐπίνοιαν τὴν ἑκάστου φύσιν λογιζόμενοι. Οὐδὲ γὰρ ὁ Πέτρος δύο ἐνόησεν εἰπών, Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί. Ἐκ τοῦ αὐτοῦ. Εἰ γέννημα, φασίν, ὁ Υἱός ἐστι, καὶ οὐ ποίημα, πῶς ἡ Γραφὴ λέγει, Ἀσφαλῶς γινωσκέτω πᾶς οἶκος Ἰσραήλ, ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ὁ Θεὸς ἐποίησε; Ῥητέον οὖν καὶ ἐνταῦθα περὶ τοῦ ἐκ
col. 551–552page 267 of 677
PG 130:551Μαρίας τὸ κατὰ σάρκα εἰρῆσθαι. Ὥσπερ οὖν καὶ ὁ ἄγγελος εὐαγγελιζόμενος τοὺς ποιμένας λέγει, ὅτι Ἐτέχθη ὑμῖν σήμερον Σωτὴρ, ὅς ἐστι Χριστὸς Κύριος. Τὸ γὰρ σήμερον οὐκ ἂν περὶ τοῦ πρὸ αἰώ νων νομισθείη. Σαφέστερον δὲ τὸ ἑξῆς δείκνυσι λέ γων, Τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε. Ἐκ τοῦ αὐτοῦ. Εἰ ὅτε ἐγεννήθη ὁ Υἱός, τότε σοφία ἐγένετο, ψευ δὲς τὸ Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία. Ἡ γὰρ τοῦ Θεοῦ σοφία οὐκ ἐγένετο, ἀλλ᾽ ἦν ἀεί. Τὸ γίνεσθαι οὖν καὶ ἐπὶ τοῦ Πατρὸς λεγόμενόν ἐστι παρὰ Δαβίδ, Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστή. Καὶ ὁ Παῦλος, Γενέσθω δὲ ὁ Θεὸς ἀληθὴς πᾶς δὲ ἄνθρωπος ψεύστης. Οὕτω καὶ ὁ Κύριος ἐγενήθη ἡμῖν ἀπὸ Θεοῦ σοφία, καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις. Εἰ οὖν ὁ Πατήρ γενόμενος ὑπερασπιστὴς καὶ ἀληθῆς, οὐ ποίημα, καὶ ὁ Υἱός, γενόμενος σοφία καὶ ἁγιασμὸς, οὐ ποίημα. Ἐκ τοῦ αὐτοῦ. Εἰ ἀληθὲς τὸ, Εἷς Θεὸς ὁ Πατήρ, ἀληθὲς δηλον ότι καὶ τὸ Εἷς Κύριος Ἰησοῦς Χριστὸς ὁ Σωτήρ. Οὔτε οὖν Θεὸς ὁ Σωτὴρ κατ' αὐτούς, οὔτε ὁ Πατήρ Κύριος, καὶ μάτην τὸ, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου. Ψευδὲς δὲ καὶ τὸ, Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός ὁ Θεός σου, καὶ τὸ Ἔβρεξε Κύριος παρὰ Κυρίου, καὶ τὸ Ἐποίησεν ὁ Θεὸς κατ' εἰκόνα Θεοῦ τὸν ἄνθρωπον, καὶ, Τίς Θεὸς πλὴν τοῦ Κυρίου, καὶ Τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν; Καὶ ὁ Ἰωάν νης· καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λό γος· καὶ ὁ Θωμᾶς ἐπὶ τοῦ Υἱοῦ, Ὁ Κύριός μου, καὶ ὁ Θεός μου. Πρὸς τὰ κτίσματα οὖν, καὶ τοὺς κατα χρηστικῶς θεοὺς καὶ οὐ κυρίως εἰρημένους νοεῖν τὰς ἀν τιδιαστολὰς δεῖ, οὐκ εἰς τὸν Πατέρα καὶ τὸν Υἱόν. Ὁ ἀληθινὸς πρὸς τοὺς ψευδεῖς ἀντιδιαστελλόμενος λέγεται· ὁ δὲ ἀσύγκριτος πρὸς πάντα κατὰ πάντα ὑπερέχων. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Μάξιμον τὸν φιλόσοφον ἐπιστολῆς. Ἐγὼ δὲ, εἰ χρὴ τοὐμὸν ἴδιον εἰπεῖν, τὸ ὅμοιον κατ' οὐσίαν, εἰ μὲν προσκείμενον ἔχει τὸ ἀπαραλλάκτως, δέχομαι τὴν φωνὴν, ὡς εἰς ταὐτὸν τῷ ὁμοουσίῳ φέρουσαν, κατὰ τὴν ὑγιᾶ δηλονότι τοῦ ὁμοουσίου διάνοιαν, ὅπερ καὶ οἱ ἐν Νικαίᾳ νοήσαντες, φῶς ἐκ φωτός, καὶ Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, καὶ τὰ τοιαῦτα τὸν Μονογενῆ προσειπόντες, ἐπήγαγον ἀκο λούθως τὸ ὁμοούσιον. Οὔτε οὖν φωτὸς πρὸς φῶς, οὔτε ἀληθείας πρὸς ἀλήθειάν ποτε, οὔτε τῆς τοῦ Μονογενοῦς οὐσίας πρὸς τὴν τοῦ Πατρὸς ἐπινοῆσαί τινα παραλλαγὴν δυνατόν. Εἴ τις οὖν οὕτως, ὡς εἶ που, ἐκδέχοιτο, προσίεμαι τὴν φωνήν. Εἰ δέ τις τοῦ ὁμοίου τὸ ἀπαράλλακτον ἀποτέμνει, ὅπερ οἱ κατὰ τὴν Κωνσταντινούπολιν πεποιήκασιν, ὑποπτεύω τὸ ῥῆμα, ὡς τοῦ Μονογενοῦς τὴν δόξαν κατασμικρύνον. Καὶ γὰρ καὶ ἀμυδραῖς ἐμφερείαις, καὶ πλεῖστον τῶν
col. 553–554page 268 of 677
PG 130:553τὸ ὁμοούσιον, οὕτω καὶ αὐτὸς τίθεμαι. ἀρχετύπων ἀποδεούσαις τὸ ὅμοιον πολλάκις ἐπιλέγειν εἰώθαμεν. Ἐπεὶ οὖν ἧττον οἶμαι κακουργεῖσθαι ὁμοούσιον, Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς κανονικοὺς ἐπιστολῆς. Ἐν ἀμφοτέροις ἡμῖν τὸ τῆς πίστεως φρόνημα, ἐπειδὴ καὶ τῶν αὐτῶν Πατέρων ἐσμὲν κληρονόμοι τῶν κατὰ τὴν Νίκαιάν ποτε τὸ μέγα τῆς εὐσεβείας ἐξαγγειλάντων κήρυγμα, οὗ τὰ μὲν ἄλλα παντάπασιν ἐστιν ἀσυκοφάντητα, τὴν δὲ τοῦ ὁμοουσίου φωνὴν κακῶς παρά τινων ἐκληφθεῖσαν εἰσί τινες οἱ μήπω παραδεξάμενοι, οὓς καὶ μέμψαιτ' ἄν τις δικαίως, καὶ πάλιν μέν τις συγγνώμης αὐτοὺς ἀξιώσειεν. Τὸ μὲν γὰρ Πατράσι μὴ ἀκολουθεῖν, καὶ τὴν ἐκείνων φωνὴν κυριωτέραν τίθεσθαι τῆς ἑαυτῶν γνώμης, ἐγκλήματος ἄξιον, ὡς αὐθαδείας γέμον· τὸ δὲ πάλιν ὑφ' ἑτέρων διαβληθεῖσαν αὐτὴν ὕποπτον ἔχειν, τοῦτό πως δοκεῖ τοῦ ἐγκλήματος αὐτοὺς μετρίως ἐλευθεροῦν. Καὶ γὰρ τῷ ὄντι, οἱ ἐπὶ Παύλῳ τῷ Σαμοσατεῖ συνελθόντες, διέβαλον τὴν λέξιν ὡς οὐκ εὔηχον. Ἔφασαν γὰρ ἐκεῖνοι τὴν τοῦ ὁμοουσίου φωνὴν παριστᾷν ἔννοιαν οὐσίας τε καὶ τῶν ἀπ' αὐτῆς· ὥστε καταμερισθεῖσαν τὴν οὐσίαν παρέχειν τοῦ ὁμοουσίου τὴν προσηγορίαν τοῖς εἰς ἃ διηρέθη. Τοῦτο δὲ ἐπὶ χαλκοῦ μὲν καὶ τῶν ἀπ' αὐτοῦ νομισμάτων ἔχει τινὰ λόγον τὸ διανόημα· ἐπὶ δὲ Θεοῦ Πατρὸς καὶ Θεοῦ Υἱοῦ οὐκ οὐσία πρεσβυτέρα, οὐδ᾽ ὑπερκειμένη ἀμφοῖν θεωρεῖται· ἀσεβείας γὰρ ἐπέκεινα τοῦτο καὶ νοῆσαι καὶ φθέγξασθαι. Τί γὰρ ἂν γένοιτο τοῦ ἀγεννήτου πρεσβύτερον; Ἀναιρεῖται δὲ ἐκ τῆς βλασφημίας ταύτης καὶ ἡ εἰς τὸν Πατέρα καὶ Υἱὸν πίστις· ἀδελφά γὰρ ἀλλήλοις τὰ ἐξ ἑνὸς ὑφεστῶτα. Καὶ ἐπειδὴ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρήχθαι τὸν Υἱὸν ὅτι τότε ἦσαν οἱ λέγοντες, ἵνα καὶ ταύτην ἐκτέμωσι τὴν ἀσέβειαν, τὸ ὁμοούσιον προσειρήκασιν. Ἄχρονος γὰρ καὶ ἀδιάστατος ἡ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα συνάφεια. Δηλοῖ δὲ καὶ τὰ προλαβόντα ῥήματα ταύτην εἶναι τῶν ἀνδρῶν τὴν διάνοιαν. Εἰπόντες γὰρ φῶς ἐκ φωτὸς, καὶ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱὸν γεγεννῆσθαι, οὐχὶ δὲ πεποιῆσθαι, ἐπήγαγον τούτοις τὸ ὁμοούσιον· παραδεικνύντες, ὅτι ὅνπερ ἄν τις ἀποδῷ φωτὸς λόγον ἐπὶ Πατρὸς, οὗτος ἀρμόσει καὶ ἐπὶ Υἱοῦ. Φῶς γὰρ ἀληθινὸν πρὸς φῶς ἀληθινὸν, κατ' αὐτὴν τοῦ φωτὸς τὴν ἔννοιαν, οὐδεμίαν ἕξει παραλλαγήν. Ἐπεὶ οὖν ἐστιν ἄναρχον φῶς ὁ Πατήρ, γεννητὸν δὲ φῶς ὁ Υἱός, φῶς δὲ καὶ φῶς ἑκάτερος, ὁμοούσιον εἶπαν δικαίως, ἵνα τὸ τῆς φύσεως ὁμότιμον παραστήσωσιν. Οὐ γὰρ τὰ ἀδελφὰ ἀλλήλοις ὁμοούσια λέγεται, ὅπερ τινὲς ὑπειλήφασιν· ἀλλ' ὅταν καὶ τὸ αἴτιον καὶ τὸ ἐκ τοῦ αἰτίου τὴν ὕπαρξιν ἔχον τῆς αὐτῆς ὑπάρχῃ φύσεως, ὁμοούσια λέγεται. Αὕτη δὲ ἡ φωνὴ καὶ τὸ τοῦ Σαβελλίου κακὸν ἐπανορθοῦται· ἀναιρεῖ γὰρ τὴν ταυτότητα τῆς ὑποστάσεως, καὶ εἰσάγει τελείαν τῶν προσώπων τὴν ἔννοιαν. Οὐ γὰρ αὐτό τί ἐστιν ἑαυτῷ ὁμοούσιον, ἀλλ᾽
col. 555–556page 269 of 677
PG 130:555ὑποστάσεων τὴν ἰδιότητα διορίζουσα, καὶ τῆς φύσεως τὸ ἀπαράλλακτον παριστῶσα. Ὅταν δὲ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱὸν εἶναι διδασκώμεθα, καὶ γεννηθέντα, ἀλλ' οὐχὶ ποιηθέντα, μὴ καταπίπτωμέν ἐπὶ τὰς σωματικὰς τῶν παθῶν ἐννοίας. Οὐ γὰρ ἐμερίσθη ἡ οὐσία ἀπὸ Πατρὸς εἰς Υἱόν· οὐδὲ ῥυεῖσα ἐγέννησεν, οὐδὲ προβαλοῦσα, ὡς τὰ φυτὰ τοὺς καρπούς, ἀλλ᾽ ἄῤῥητος καὶ ἀνεπινόητος λογισμοῖς ἀνθρώπων τῆς θείας γεννήσεως ὁ τρόπος. Ταπεινῆς γὰρ τῷ ὄντι καὶ σαρκίνης ἐστὶ διανοίας τοὺς φθαρτοῖς καὶ προσκαίροις ἀφομοιοῦν τὰ ἀΐδια, καὶ οἴεσθαι, ὅτι, ὡς τὰ σωματικά, οὕτω γεννᾷ καὶ ὁ Θεός. ἕτερον ἑτέρῳ· ὥστε καλῶς ἔχει καὶ εὐσεβῶς, τῶν τε Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Εὐστάθιον τὸν ᾿Αρμένιον ἐπιστολῆς, κατά τινων ὑποπτευομένων ἀρειανίζειν. ὁμοούσιον, τῆς ὑποστάσεως, ὥστε ἐκεῖνο μὲν ἐπ' ἀθετήσει κείται τοῦ πονηροῦ φρονήματος, τοῦτο δὲ φανέρωσιν ὁμοούσιον, Προσήκει τοίνυν ἐναργῶς αὐτοὺς ὁμολογεῖν, ὅτι πιστεύουσι κατὰ τὰ ῥήματα τὰ ὑπὸ τῶν Πατέρων ἡμῶν ἐκτεθέντα ἐν τῇ Νικαίᾳ, καὶ κατὰ τὴν ὑγιῶς ὑπὸ τῶν ῥημάτων τούτων ἐμφαινομένην διάνοιαν. Εἰσὶ γάρ τινες οἱ καὶ ἐν ταύτῃ τῇ πίστει δηλοῦντες τὸν λόγον τῆς ἀληθείας, καὶ πρὸς τὸ ἑαυτῶν βούλημα τὸν νοῦν τῶν ἐν αὐτῇ ῥημάτων ἕλκοντες· ὅπου γε καὶ Μάρκελλος ἐτόλμησεν ἀσεβῶν εἰς τὴν ὑπόστασιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ψιλόν αὐτὸν ἐξηγούμενος λόγον ἐκεῖθεν προφασίσασθαι τάς ἀρχὰς εἰληφέναι τοῦ ὁμοουσίου, τὴν διάνοιαν κακῶς ἐξηγούμενος. Καί τινες τῶν ἀπὸ τῆς δυσσεβείας τοῦ Λίβυος Σαβελλίου, ὑπόστασιν καὶ οὐσίαν ταυτὸν εἶναι ὑπολαμβάνοντες, ἐκεῖθεν ἔλκουσι τὰς ἀφορμὰς πρὸς τὴν κατασκευὴν τῆς ἑαυτῶν βλασφημίας, ἐκ τοῦ ἐγγεγράφθαι τῇ πίστει, ὅτι Ἐὰν δέ τις λέγῃ ἐξ ἑτέρας οὐσίας ἢ ὑποστάσεως τὸν Υἱόν, τοῦτον ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία. Οὐ γὰρ ταυτὸν εἶπον ἐκεῖ οὐσίαν καὶ ὑπόστασιν. Εἰ γὰρ μίαν καὶ τὴν αὐτὴν ἐδήλουν ἔννοιαν αἱ φωναί, τίς χρεία ἦν ἑκατέρων; ᾿Αλλὰ δῆλον ὡς τῶν μὲν ἀρνουμένων ἐκ τῆς οὐσίας εἶναι τοῦ Πατρὸς, τῶν δὲ λεγόντων οὐκ ἐκ τῆς οὐσίας, ἀλλ᾽ ἐξ ἄλλης τινός ὑποστάσεως, οὕτως ἀμφότερα ὡς ἀλλότρια τοῦ ἐκκλησιαστικοῦ φρονήματος ἀπηγόρευσαν. Ἐπεὶ ὅπου γε τὸ ἑαυτῶν ἐδήλουν φρόνημα, εἶπον ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱόν, οὐκέτι προσθέντες καὶ τὸ ἐκ τῆς ὑποστάσεως, ὥστε ἐκεῖνο μὲν ἐπ' ἀθετήσει κεῖται τοῦ πονηροῦ φρονήματος, τοῦτο δὲ φανέρωσιν ἔχει τοῦ πατρικοῦ δόγματος. Δεῖ τοίνυν ὁμολογεῖν ὁμοούσιον τῷ Πατρὶ τὸν Υἱόν, καθώς γέγραπται ὁμολογεῖν δὲ ἐν ἰδίᾳ μὲν ὑποστάσει τὸν Πατέρα, ἐν ἰδίᾳ δὲ τὸν Υἱὸν, καὶ ἐν ἰδίᾳ δὲ τὸ Πνεῦμα τὸ ἅγιον, καθὰ καὶ αὐτοὶ σαφῶς ἐκδεδώκασιν. Αὐτάρκως γὰρ καὶ σαφῶς ἐνεδείξαντο εἰπόντες, Φῶς ἐκ φωτός, ὅτι ἕτερον μὲν τὸ γεννῆσαν φῶς, ἕτερον δὲ τὸ γεννηθέν, φῶς μέντοι, καὶ φῶς, ὥστε ἕνα καὶ τὸν αὐτὸν εἶναι τὸν τῆς οὐσίας λόγον. Τοῦ αὐτοῦ ἀπὸ τοῦ ἔκτου κεφαλαίου τῶν πρὸς Ἀμφιλόχιον. Οὐ μετὰ Πατρός, φησίν, ὁ Υἱὸς, ἀλλὰ μετὰ τὸν Πατ
col. 557–558page 270 of 677
PG 130:557τέρα. διόπερ ἀκόλουθον δι' αὐτοῦ τὴν δόξαν τῷ Πατρὶ προσάγειν, ἀλλ' οὐχὶ μετ' αὐτοῦ. Τὸ μὲν γὰρ μετ' αὐτοῦ τὴν ἰσοτιμίαν δηλοῖ, τὸ δὲ δι' οὗ τὴν ὑπουργίαν παρίστησιν. Οὔτε μὴν σὺν τῷ Πατρὶ, φησί, καὶ τῷ Υἱῷ τὸ Πνεῦμα τακτέον, ἀλλ' ὑπὸ τὸν Υἱόν, καὶ τὸν Πατέρα, οὐ συντεταγμένον, ἀλλ᾽ ὑποτεταγμένον, οὐδὲ συναριθμούμενον, ἀλλ᾽ ὑπαριθμούμενον. Καὶ τοιαύταις τισὶ τεχνολογίαις ῥημάτων τὸ ἁπλοῦν καὶ ἀκατάσκευον τῆς πίστεως ἐνδιαστρέφουσι. Πρὸς οὓς ἀπολογητέον, ὡς ἡμεῖς, ὅταν μὲν τὸ μεγαλεῖον τῆς φύσεως τοῦ Μονογενοῦς, καὶ τὴν τῆς ἀξίας ὑπεροχὴν θεωρῶμεν, μετὰ Πατρὸς καὶ σὺν Πατρὶ εἶναι αὐτῷ τὴν δόξαν μαρτυροῦμεν· ὅταν δὲ τὴν εἰς ἡμᾶς χορηγίαν τῶν ἀγαθῶν ἐννοήσωμεν, ἢ τὴν ἡμῶν αὐτῶν προσαγωγὴν καὶ οἰκείωσιν πρὸς τὸν Θεόν, δι' αὐτοῦ καὶ ἐν αὐτῷ ἐνεργεῖσθαι τὴν χάριν ἡμῖν ταύτην ὁμολογοῦμεν. Ἔτι κατὰ Ἀρειανῶν τε καὶ Εὐνομιανῶν τοῦ μεγάλου Γρηγορίου τοῦ Θεολόγου ἐκ τοῦ περὶ Υἱοῦ δευτέρου λόγου. Πῶς οὖν οὐκ ἐμπαθὴς ἡ γέννησις; Ὅτι ἀσώματος. Εἰ γὰρ ἡ ἐνσώματος ἐμπαθής, ἀπαθὴς ἡ ἀσώματος. Ἐγὼ δέ σε ἀντερήσομαι· Πῶς Θεός, εἰ κτίσμα; Οὐ γὰρ Θεὸς τὸ κτιζόμενον· ἵνα μὴ λέγω, ὅτι κἀνταῦθα πάθος, ἂν σωματικῶς λαμβάνηται, οἷον χρόνος, ἔφεσις, ἀνατύπωσις, φροντίς, ἐλπίς, λύπη, κίνδυνος, ἀποτυχία, διόρθωσις· ἃ πάντα καὶ πλείω τούτων περὶ τὴν κτίσιν, ὡς πᾶσιν εὔδηλον. θαυμάζω δέ, ὅτι μὴ καὶ τοῦτο τολμᾷς, συνδυασμούς τινας ἐννοεῖν, καὶ χρόνους κυήσεως, καὶ κινδύνους ἀμβλώσεως, ὡς οὐδὲ γεννᾶν ἐγχωροῦν, εἰ μὴ οὕτω γεγέννηκεν· ἢ πάλιν πτηνῶν τινας, καὶ χερσαίων καὶ ἐνύδρων γεννήσεις ἀπαριθμούμενος, τούτων τινὶ τῶν γεννήσεων ὑπάγειν τὴν θείαν καὶ ἀνεκλάλητον, ἢ καὶ τὸν Υἱὸν ἀναιρεῖν ἐκ τῆς καινῆς σου ὑποθέσεως. Καὶ οὐδ᾽ ἐκεῖνο δύνασαι συνιδεῖν, ὅτι ᾧ διάφορος ἡ κατὰ σάρκα γέννησις (ποῦ γὰρ ἐν τοῖς σοῖς ἔγνως Θεοτόκον Παρθένον), τούτῳ καὶ ἡ πνευματικὴ γέννησις ἐξαλλάττουσα· μᾶλλον δέ, ᾧ τὸ εἶναι μὴ ταὐτόν, τούτῳ καὶ τὸ γεννᾶν διάφορον. Τίς οὖν ἐστι Πατὴρ οὐκ ἠργμένος; Ὅστις οὐδὲ τοῦ εἶναι ἤρξατο· ᾧ δὲ τὸ εἶναι ἤρξατο, τούτῳ καὶ τὸ εἶναι Πατρί. Οὐκοῦν Πατὴρ ὕστερον, οὐ γὰρ ἤρξατο· καὶ Πατὴρ κυρίως, ὅτι μὴ καὶ Υἱός· ὥσπερ καὶ Υἱὸς κυρίως, ὅτι μὴ καὶ Πατήρ. Τὰ γὰρ ἡμέτερα, οὐ κυρίως, ὅτι καὶ ἄμφω· οὐ γὰρ τόδε μᾶλλον, ἢ τάδε· καὶ ἐξ ἀμφοῖν ἡμεῖς, οὐχ ἑνός, ὥστε μερίζεσθαι, καὶ κατ' ὀλίγον ἄνθρωπους καὶ ἴσως οὐδὲ ἄνθρωποι, καὶ οἷοι μὴ τεθελήμεθα, καὶ ἀφιέντες, καὶ ἀφιέμενοι, ὡς μόναις ταῖς σχέσεσι λείπεσθαι ὀρφανὰς τῶν πραγμάτων. Ἀλλὰ τὸ ἐγέννησε, φησίν, αὐτό, καὶ τὸ γεγέννηται, τί ἄλλο ἢ ἀρχὴν εἰσάγει γεννήσεως; Τί οὖν ἂν μηδὲ τοῦτο λέγωμεν, ἀλλ' ἦν ἀπ' ἀρχῆς γεγεννημένος, ἵνα σου ῥᾳδίως φύγωμεν τὰς περιέργους ἐνστάσεις, καὶ φι-
col. 559–560page 271 of 677
PG 130:559παραχαραττόντων τι τῆς Γραφῆς καὶ τῆς ἀληθείας; Ἢ πᾶσιν εὔδηλον ὅτι πολλὰ τῶν χρονικῶς λεγομένων, ἐνηλλαγμένως τοῖς χρόνοις προφέρεται, καὶ μάλιστα παρὰ τῇ συνηθείᾳ τῆς θείας Γραφῆς, οὐχ ὅσα τοῦ παρεληλυθότος χρόνου μόνον ἐστὶν, ἢ τοῦ παρόντος, ἀλλὰ καὶ ὅσα τοῦ μέλλοντος, ὡς τὸ, Ἵνα τί ἐφρύαξαν ἔθνη; οὔπω γὰρ ἐφρυάξαντο· καί, Ἐν ποταμῷ διελεύσονται ποδί· ὅπερ ἐστὶ, διαβεβήκασιν. Καὶ μακρὸν ἂν εἴη πάσας ἀπαριθμεῖν τὰς τοιούτας φωνάς, αἱ τοῖς φιλοπόνοις τετήρηνται. Διὰ τί χρόνους; Ἄρα γραφὴν ἀποίσεις καθ᾿ ἡμῶν, ὡς Ἐκ τοῦ αὐτοῦ λόγου. Τοῦτο μὲν δὴ τοιοῦτον. Οἷον δὲ αὐτῶν κἀκεῖνο, ὡς λίαν δύσερι καὶ ἀναίσχυντον; Βουληθεὶς, φασί, γεγέννησε τὸν Υἱόν, ἢ μὴ βουλόμενος. Εἶτα δεσμοῦσιν, ὡς οἴονται, ἀμφοτέρωθεν ἄμμασιν, οὐκ ἰσχυροῖς, ἀλλὰ καὶ λίαν σαθροῖς. Εἰ μὲν γὰρ οὐ θέλων, φασί, τετυράννησαι. Καὶ τίς ὁ τυραννήσας; Καὶ πῶς ὁ τυραννηθεὶς, Θεός; Εἰ δὲ θέλων, θελήσεως υἱὸς ὁ Υἱός· πῶς οὖν ἐκ τοῦ Πατρός; Καὶ καινήν τινα μητέρα τὴν θέλησιν ἀντὶ τοῦ Πατρὸς ἀναπλάττουσιν. Ἓν μὲν οὖν τοῦτο χάριεν αὐτῶν, ἂν τοῦτο λέγωσιν, ὅτι τοῦ πάθους ἀποστάντες, ἐπὶ τὴν βούλησιν καταφεύγουσιν· οὐ γὰρ πάθος, ἡ βούλησις. Δεύτερον δὲ, ἴδωμεν τὸ ἰσχυρὸν αὐτῶν, ὅ τι λέγουσιν· ἄριστον δὲ αὐτοῖς συμπλακῆναι πρότερον ἐγγυτέρω. Σὺ δὲ αὐτὸς ὁ λέγων εὐχερῶς ὅ τι ἂν θέλῃς, θέλοντος ὑπέστης τοῦ σοῦ πατρὸς, ἢ μὴ θέλοντος; Εἰ μὲν γὰρ ἐξ οὐ θέλοντος, τετυράννηται. Τῆς βίας! Καὶ τίς ὁ τυραννήσας αὐτόν; Οὐ γὰρ δὴ τὴν φύσιν ἐρεῖς· ἐκείνη γὰρ ἔχει καὶ τὸ σωφρονεῖν. Εἰ δὲ θέλοντος, ἀπόλωλέ σοι δι᾿ ὀλίγας συλλαβὰς ὁ πατήρ· θελήσεως γὰρ υἱὸς, ἀλλ᾽ οὐ πατρὸς ἀναπέφηνας. Ἀλλ᾽ ἐπὶ τὸν Θεὸν μέτειμι καὶ τὰ κτίσματα, καὶ τὸ σὸν ἐρώτημα προσάγω τῇ σῇ σοφίᾳ. Θέλων ὑπέστησεν ὁ Θεὸς τὰ πάντα, ἢ βιασθείς; Εἰ μὲν βιασθείς, κἀνταῦθα ἡ τυραννὶς καὶ ὁ τυραννήσας· εἰ δὲ βουλόμενος, ἐστέρηται τοῦ Θεοῦ, καὶ τὰ κτίσματα, καὶ σὺ μὲν πρὸ τῶν ἄλλων, ὁ τοιούτους ἀνευρίσκων λογισμούς, καὶ τοιαῦτα σοφιζόμενος· θελήσει γὰρ μέσῃ τοῦ κτίστου διατειχίζεται. Ἀλλ᾽ ἕτερον, οἶμαι. θέλων ἐστὶ καὶ θέλησις, γεννῶν καὶ γέννησις, λέγων καὶ λόγος, εἰ μὴ μεθύομεν· τὰ μὲν ὁ κινούμενος, τὰ δὲ οἷον ἡ κίνησις. Οὔκουν θελήσεως, τὸ θεληθέν (οὐδὲ γὰρ ἕπεται πάντως)· οὐδὲ τὸ γεννηθέν, γεννήσεως· οὐδὲ τὸ ἀκουσθέν, ἐκφωνήσεως· ἀλλὰ τοῦ θέλοντος, καὶ τοῦ γεννῶντος, καὶ τοῦ λέγοντος. Τὰ τοῦ Θεοῦ δὲ καὶ ὑπὲρ ταῦτα πάντα, ᾧ γέννησίς ἐστιν ἴσως ἡ τοῦ γεννᾶν θέλησις· ἀλλ᾽ οὐδὲν μέσον, εἴ γε καὶ τοῦτο δεξώμεθα ὅλως, ἀλλὰ μὴ καὶ θελήσεως κρείττων ἡ γέννησις.
col. 561–562page 272 of 677
PG 130:561Βούλει τι προσπαίξω καὶ τὸν Πατέρα; Παρὰ σοῦ γὰρ ἔχω τὰ τοιαῦτα τολμᾷν· θέλων Θεὸς ὁ Πα τήρ, ἢ μὴ θέλων. Καὶ ὅπως ἀποφεύξῃ τὸ σὸν περι δέξιον. Εἰ μὲν δὴ θέλων, πότε τοῦ θέλειν ἠργμένος; Οὐ γὰρ πρὶν εἶναι· οὐδὲ γὰρ ἦν τι πρότερον. Ἢ τὸ μὲν αὐτοῦ θελῆσαν, τὸ δὲ θεληθέν; Μεριστὸς οὖν. Πῶς δὲ οὐ θελήσεως καὶ οὗτος, κατὰ σὲ, πρόβλημα; Εἰ δὲ οὐ θέλων, τί τὸ βιασάμενον εἰς τὸ εἶναι; Καὶ πῶς Θεός, εἰ βεβίασται, καὶ ταῦτα οὐκ ἄλλο τι, ἢ αὐτὸ τὸ εἶναι Θεός; Πῶς οὖν, φησί, γεγέννηται; Πῶς ἔκτισται, εἴπερ ἔκτισται κατὰ σέ; Καὶ γὰρ καὶ τοῦτο τῆς αὐτῆς ἀπορίας. Τάχα ἂν εἴποις, ὅτι βουλήσει καὶ λόγῳ. Ἀλλ' οὔπω λέγεις τὸ πᾶν. Πῶς γὰρ ἔργου δύναμιν ἔσχεν ἡ βούλησις καὶ ὁ λόγος; Ἔτι λείπεται λέγειν. Οὐ γὰρ οὕτως ἡ ἄνθρωπος. Πῶς οὖν γεγέννηται; Οὐκ ἂν ἦν μεγάλη ἡ γέννησις, εἰ σοὶ κατελαμβάνετο, ὃς οὐδὲ τὴν ἰδίαν ἐπίστῃ γέννησιν, ἢ μικρόν τι ταύτης κατείληφας, καὶ ὅσον αἰσχύνῃ λέγειν· ἔπειτα οἴει τὸ πᾶν γινώσκειν; Πολλὰ ἂν κάμοις πρότερον, ἢ εὕροις λόγους συμπήξεως, μορφώσεως, φανερώσεως, ψυχῆς πρὸς σῶμα δεν σμόν, νοῦ πρὸς ψυχήν, λόγου πρὸς νοῦν, κίνησιν, αὔξη σιν, τροφῆς ἐξομοίωσιν, αἴσθησιν, μνήμην, ἀνάμνησιν, τἄλλα ἐξ ὧν συνέστηκας· καὶ τίνα μὲν τοῦ συναμφοτέρου, ψυχῆς, καὶ σώματος· τίνα δὲ τὰ μεμερισμένα, τίνα δὲ ὃ παρ' ἀλλήλων λαμβάνουσιν. Ὧν γὰρ ὕστερον ἡ τε λείωσις, τούτων οἱ λόγοι μετὰ τῆς γεννήσεως. Εἰπὲ τί νες· καὶ μηδὲ τότε φιλοσοφήσῃς Θεοῦ γέννησιν· οὐ γὰρ ἀσφαλές. Εἰ μὲν γὰρ τὴν σὴν γινώσκεις, οὐ πάν τως καὶ τὴν τοῦ Θεοῦ· εἰ δὲ μηδὲ τὴν σήν, πῶς τὴν τοῦ Θεοῦ; Ὅσῳ γὰρ Θεὸς ἀνθρώπου δυστεκμαρτότερος, τοσούτῳ καὶ τῆς σῆς γεννήσεως ἀληπτοτέρα ἡ ἄνω γέννησις. Εἰ δὲ ὅτι μή σοι κατείληπται, διὰ τοῦτο οὐδὲ γεγέννηται, ὥρα σοι πολλὰ δια γράφειν τῶν ὄντων, ἃ μὴ κατείληφας, καὶ πρό γε πάντων τὸν Θεὸν αὐτόν· οὐ γὰρ ὅτι ποτέ ἐστιν εἰπεῖν ἔχεις, καὶ εἰ λίαν τολμηρὸς εἶ, καὶ τὰ περιττὰ μεγαλόψυχος. Καταβαλὲ σου τὰς δεύσεις, καὶ τὰς διαιρέσεις, καὶ τὰς τομάς, καὶ τὸ ὡς περὶ σώματος διανοεῖσθαι τῆς ἀσωμάτου φύσεως· καὶ τάχα ἂν ἄξιόν τι διανοηθείης Θεοῦ γεννήσεως. Πῶς γεγέννηται; Πάλιν γὰρ τὸ αὐτὸ φθέγξομαι δυσχεραίνων· Θεοῦ γέννησις σιωπῇ τιμάσθω. Μέγα σοι τὸ μαθεῖν, ὅτι γεγέννηται. Τὸ δὲ πῶς, οὐδὲ ἀγγέ λοις, μὴ ὅτι γε σοὶ ἐννοεῖν συγχωρήσωμεν. Βούλει παραστήσω τὸ πῶς; Ὡς οἶδεν ὁ γεννήσας Πατήρ, καὶ ὁ γεννηθεὶς Υἱός· τὸ δὲ ὑπὲρ ταῦτα, νέφει κρύπτεται, τὴν σὴν διαφεύγων ἀμβλυωπίαν.
col. 563–564page 273 of 677
PG 130:563τοῦ Ὄντα οὖν γεγέννηκεν, ἢ οὐκ ὄντα, τῶν ληρημάτων! Περὶ ἐμὲ καὶ σὲ ταῦτα, οἳ τὸ μέν τι ἦμεν, ὥσπερ ἐν τῇ ὀσφύϊ τοῦ Ἀβραάμ, ὁ Λευΐ· τὸ δὲ γεγό ναμεν. Ὥστε ἐξ ὄντων, τρόπον τινὰ τὸ ἡμέτερον, καὶ οὐκ ὄντων· ἐναντίως περὶ τὴν ἀρχέγονον ὕλην ὑπο στᾶσαν σαφῶς ἐξ οὐκ ὄντων, κἄν τινες ἀγέννη τον ἀναπλάττωσιν. Ἐνταῦθα δὲ σύνδρομον τῷ εἶναι τὸ γεγεννῆσθαι, καὶ ἀπ' ἀρχῆς. Ὥστε ποῦ θήσεις τὸ ἀμφίκρημνον τοῦτο ἐρώτημα; Τί γὰρ τοῦ ἀπ' ἀρχῆς πρεσβύτερον, ἵν' ἐκεῖ θῶμεν τὸ εἶναι ποτε τοῦ Υἱοῦ, ἢ τὸ μὴ εἶναι; Ἀμφοτέρως γὰρ τὸν ἀπ' ἀρχῆς λυθήσεται· εἰ μή σοι καὶ ὁ Πατήρ, πάλιν ἐρωτώντων ἡμῶν, ἐξ ὄντων, ἢ ἐξ οὐκ ὄντων, κινδυνεύσειεν ἢ δὶς εἶναι, ὁ μὲν πρῶν, ὁ δὲ ὤν, ἢ ταὐτὸν τῷ Υἱῷ παθεῖν, ἐξ οὐκ ὄντων εἶναι, διὰ τὰ σὰ τῶν ἐρωτημάτων παίγνια, καὶ τὰς ἐκ ψάμμων οἰκο δομάς, ἃν μηδὲ αὔραις ἵστανται. Ἐγὼ μὲν οὖν οὐδ έτερον τούτων δέχομαι, καὶ τὴν ἐρώτησιν φημι τὸ ἄτοπον ἔχειν, οὐχὶ τὸ ἄπορον τὴν ἀπάντησιν. Εἰ σοὶ φαίνεται ἀναγκαῖον εἶναι τὸ ἕτερον ἀλη θεύειν ἐπὶ παντός, κατὰ τὰς διαλεκτικὰς ὑπολήψεις, δέξαι μου τι μικρὸν ἐρώτημα· Ὁ χρόνος ἐν χρόνῳ, ἢ οὐκ ἐν χρόνῳ; Εἰ μὲν οὖν ἐν χρόνῳ, τίνι τούτῳ; καὶ τί παρὰ τοῦτον ὄντι; καὶ πῶς περιέχοντι; Εἰ δὲ οὐκ ἐν χρόνῳ, τίς ἡ περιττὴ σοφία, χρόνον εἰσ άγειν ἄχρονον; Τοῦ δέ, Νῦν ἐγὼ ψεύδομαι, δὸς τὸ ἕτερον, ἢ ἀληθεύεσθαι μόνον, ἢ ψεύδεσθαι· οὐ γὰρ ἀμφότερα δώσομεν. Ἀλλ' οὐκ ἐνδέχεται. Ἢ γὰρ ψευδόμενος ἀληθεύσει, ἢ ἀληθεύων ψεύσεται· πάσῃ ἀνάγκη. Τί οὖν θαυμαστόν, ὥσπερ ἐνταῦθα συμβαίνει τὰ ἐναντία, οὕτως ἐκεῖσε ἀμφότερα ψεύδεσθαι, καὶ οὕτω σοι τὸ σοφὸν ἠλίθιον ἀναφανήσεται; Τί ἔτι μοι λύσον τῶν αἰνιγμάτων· Σεαυτῷ δὲ γεννωμένῳ παρῆς; πάρει δὲ νῦν; ἢ οὐδέτερον; Εἰ μὲν γὰρ καὶ παρῆς, καὶ πάρει, ὡς τίς, καὶ τίνι; καὶ πῶς ὁ εἷς ἄμφω γεγόνατε; Εἰ δὲ μηδέτερον τῶν εἰρημένων, πῶς σεαυτοῦ χωρίζῃ; καὶ τίς ἡ αἰτία τῆς δια ζεύξεως; Ἀλλ' ἀπαίδευτον τὸ περὶ τοῦ ἑνὸς, εἰ ἑαυτῷ πάρεστιν, ἢ μή, πολυπραγμονεῖν. Ταῦτα γὰρ ἐπ' ἄλλων, οὐχ ἑαυτοῦ λέγεται. Ἀπαιδευτότερον, εὖ ἴσθι, τὸ ἀπ' ἀρχῆς γεγεννημένον, εἰ τὴν πρὸ τῆς γεννήσεως, ἢ οὐκ ἦν, διευθύνεσθαι. Οὗτος γὰρ περὶ τῶν χρόνῳ διαιρετῶν ὁ λόγος. Ἀλλ' οὐ ταὐτόν, φησί, τὸ ἀγέννητον καὶ τὸ γεν νητόν. Εἰ δὲ τοῦτο, οὐδὲ ὁ Υἱὸς τῷ Πατρὶ ταὐτόν. Ὅτι μὲν φανερῶς ὁ λόγος οὗτος ἐκβάλλει τὸν τῆς θεότητος, ἢ τὸν Πατέρα, τί χρή λέγειν; τὸ ἀγέννητον οὐσία Θεοῦ, τὸ γεννητὸν οὐκ οὐσίαν
col. 565–566page 274 of 677
PG 130:565σἱ δὲ τοῦτο οὐκ ἐκεῖνο. Τίς ἀντερεῖ λόγος; Ἑλοῦ τοίνυν τῶν ἀσεβειῶν ὁποτέραν βούλει, ὦ καινέ θεολόγε, εἴπερ ἀσεβεῖν πάντως ἐσπούδακας. Ἔπειτα, πῶς οὐ ταὐτὸν λέγεις τὸ ἀγέννητον καὶ τὸ γεννητόν; Εἰ μὲν τὸ μὴ ἐκτισμένον, καὶ ἐκτισμένον, κἀγὼ δέχομαι· οὐ γὰρ ταὐτὸν τῇ φύσει τὸ ἄναρχον καὶ τὸ κτιζόμενον. Εἰ δὲ τὸ γεγεννηκὸς, καὶ τὸ γεγεννημένον, οὐ ταὐτὸν λέγεις, οὐκ ὀρθῶς λέγεται. Ταὐτὸν γὰρ εἶναι πᾶσα ἀνάγκη· αὕτη γὰρ φύσις γεννήτορος καὶ γεννήματος, ταὐτὸν εἶναι τῷ γεγεννηκότι κατὰ τὴν φύσιν τὸ γέννημα. Ἢ οὕτω πάλιν ταὐτόν· Πῶς λέγεις τὸ ἀγέννητον καὶ τὸ γεννητόν; Εἰ μὲν γὰρ τὴν ἀγεννησίαν αὐτὴν καὶ τὴν γέννησιν, οὐ· εἰ δὲ οἷς ὑπάρχει ταῦτα, πῶς οὐ ταὐτόν; Ἐπεὶ καὶ τὸ ἄσοφον, καὶ τὸ σοφὸν, ἀλλήλοις μὲν οὐ ταὐτὰ, περὶ ταὐτὸν δὲ τὸν ἄνθρωπον· καὶ οὐκ οὐσίας τέμνει, περὶ δὲ τὴν αὐτὴν οὐσίαν τέμνεται. Ἢ καὶ τὸ ἀθάνατον, καὶ τὸ ἄκακον, καὶ τὸ ἀναλλοίωτον οὐσία Θεοῦ; Ἀλλ' εἰ τοῦτο, πολλαὶ οὐσίαι Θεοῦ, καὶ οὐ μία· ἢ σύνθετον ἐκ τούτων τὸ θεῖον· οὐ γὰρ ἀσυνθέτως ταῦτα, εἴπερ οὐσίαι. Ταῦτα μὲν οὐ φασι· κοινὰ γὰρ καὶ ἄλλων. Ὃ δὲ μόνου Θεοῦ καὶ ἴδιον, τοῦτο οὐσία. Οὐκ ἂν μὲν συγχωρήσαιεν εἶναι μόνου Θεοῦ τὸ ἀγέννητον, οἱ καὶ τὴν ὕλην καὶ τὴν ἰδέαν συνεισάγοντες, ὡς ἀγέννητα. Τὸ γὰρ Μανιχαίων πορρωτέρω βέλωμεν σκότος. Πλὴν ἔστω μόνου Θεοῦ. Τί δὲ ὁ Ἀδάμ; οὐ μόνος πλάσμα Θεοῦ; Καὶ πάνυ, φήσεις. Ἆρ' οὖν καὶ μόνος ἄνθρωπος; Οὐδαμῶς. Τί δή ποτε; Ὅτι μὴ ἀνθρωπότης ἡ πλάσις· καὶ γὰρ τὸ γεννηθέν, ἄνθρωπος. Οὕτως οὐδὲ τὸ ἀγέννητον μόνον Θεὸς, εἰ καὶ μόνου Πατρός. Ἀλλὰ δέξαι καὶ τὸ γεννητὸν εἶναι Θεόν· ἐκ Θεοῦ γὰρ, εἰ καὶ λίαν εἶ φιλαγέννητος. Ἔπειτα, πῶς οὐσίαν Θεοῦ λέγεις, οὐ τὴν τοῦ ὄντος θέσιν, ἀλλὰ τὴν τοῦ μὴ ὄντος ἀναίρεσιν; Τὸ γὰρ μὴ ὑπάρχειν αὐτῷ γέννησιν, ὁ λόγος δηλοῖ, οὐχ ὅ τὴν φύσιν ἐστὶ παρίστησιν, οὐδ' ὃ ὑπάρχει ἔχον γέννησιν. Τίς οὖν οὐσία Θεοῦ; Τῆς σῆς ἀπονοίας τοῦτο λέγειν, ὃς πολυπραγμονεῖς καὶ τὴν γέννησιν· ἡμῖν δὲ μέγα, κἂν εἴποτε καὶ εἰς ὕστερον τοῦτο μάθοιμεν, λυθέντος ἡμῖν τοῦ ζόφου καὶ τῆς παχύτητος, ὡς ἡ τοῦ ἀψευδοῦς ὑπόσχεσις. Τοῦτο μὲν οὖν καὶ νοείσθω, καὶ ἐλπιζέσθω τοῖς ἐπὶ τούτῳ καθαιρομένοις. Ἡμεῖς δὲ τοσοῦτον εἰπεῖν θαῤῥήσωμεν, ὅτι εἰ καὶ μέγα τῷ Πατρὶ, τὸ μηδαμόθεν ὡρμῆσθαι, οὐκ ἔλαττον τῷ Υἱῷ, τὸ ἐκ τοιούτου Πατρός. Τῆς τε γὰρ τοῦ ἀναιτίου δόξης μετέχοι ἄν, ὅτι ἐκ τοῦ ἀναιτίου, καὶ πρόσεστι τὸ τῆς γεννήσεως πράγμα τοσοῦτον, καὶ οὕτω σεβάσμιον τοῖς μὴ πάντη χαμαιπετέσι καὶ ὑλικοῖς τὴν διάνοιαν.
col. 567–568page 275 of 677
PG 130:567Ἀλλ' εἰ ταὐτόν, φασίν, ὁ Υἱὸς τῷ Πατρὶ κατ' οὐσίαν, ἀγέννητος δὲ ὁ Πατήρ, ἔσται τοῦτο καὶ ὁ Υἱός. Καλῶς, εἴπερ οὐσία Θεοῦ τὸ ἀγέννητον, ἵν' ᾖ τις καινὴ μίξις, γεννητὸν ἀγέννητον. Εἰ δὲ περὶ οὐσίαν ἡ διαφορά, τί τοῦτο, ὡς ἰσχυρόν, λέγεις; Ἢ καὶ σὺ πατὴρ τοῦ πατρός, ἵνα μηδενὶ λείπῃ τοῦ σοῦ πατρός, ἐπειδὴ ταὐτὸν εἶ κατ' οὐσίαν; Ἢ δῆλον, ὅτι, τῆς ἰδιότητος ἀκινήτου μενούσης, ζητήσομεν οὐσίαν Θεοῦ, ἥτις ποτέ ἐστιν, εἴπερ ζητήσομεν; Ὅτι δὲ οὐ ταὐτὸν ἀγέννητον καὶ Θεός, ὧδε ἂν μάθοις· Εἰ ταὐτὸν ἦν, ἔδει πάντως, ἐπειδὴ τινῶν Θεὸς ὁ Θεός, τινῶν εἶναι καὶ τὸ ἀγέννητον· ἢ ἐπεὶ μηδενὸς τὸ ἀγέννητον, μηδὲ τὸν Θεὸν εἶναι τινῶν· τὰ γὰρ πάντη ταὐτά, καὶ ὁμοίως ἐκφέρεται. Ἀλλὰ μὴν οὐ τινῶν τὸ ἀγέννητον, τίνων γάρ; καὶ τινῶν Θεὸς ὁ Θεός, πάντων γάρ. Πῶς οὖν ἂν εἴη ταὐτὸν Θεὸς καὶ ἀγέννητον; Καὶ πάλιν, ἐπειδὴ τὸ ἀγέννητον, καὶ τὸ γεννητὸν ἀντίκειται ἀλλήλοις, ὡς ἕξις καὶ στέρησις, ἀνάγκη καὶ οὐσίας εἰσαχθῆναι ἀντικειμένας ἀλλήλαις, ὅπερ οὐ δέδοται. Ἢ, ἐπειδὴ πάλιν αἱ ἕξεις τῶν στερήσεων πρότεραι, καὶ ἀναιρετικαὶ τῶν ἕξεων αἱ στερήσεις, μὴ μόνον πρεσβυτέραν εἶναι τῆς τοῦ Πατρὸς οὐσίας τὴν τοῦ Υἱοῦ, ἀλλὰ καὶ ἀναιρουμένην ὑπὸ τοῦ Πατρός, ὅσον ἐπὶ ταῖς σαῖς ὑποθέσεσι. Τίς ἔτι λόγος αὐτοῖς τῶν ἀφύκτων; Τάχα ἂν ἐπ' ἐκεῖνο καταφύγοιεν τελευταῖον, ὡς· Εἰ μὲν οὐ πέπαυται τοῦ γεννᾶν ὁ Θεός, ἀτελὴς ἡ γέννησις. Καὶ πότε παύσεται; Εἰ δὲ πέπαυται, πάντως καὶ ἤρξατο. Πάλιν οἱ σωματικοὶ τὰ σωματικά. Ἐγὼ δέ, εἰ μὲν ἀΐδιον αὐτῷ τὸ γεννᾶσθαι ἢ μή, οὔπω λέγω, ἕως ἂν τό, Πρὸ πάντων βουνῶν γεννᾷ με, ἀκριβέστερον ἐπισκέψωμαι. Οὐχ ὁρῶ δέ, τίς ἡ ἀνάγκη τοῦ λόγου. Εἰ γὰρ ἤρκται κατ' αὐτοὺς τὸ παυσόμενον, οὐκ ἤρκται πάντως τὸ μὴ παυσόμενον. Τί τοίνυν ἀποφανοῦνται περὶ ψυχῆς, ἢ τῆς ἀγγελικῆς φύσεως; Εἰ μὲν ἤρκται, καὶ παύσεται· εἰ δὲ οὐ παύσεται, δῆλον, ὅτι κατ' αὐτοὺς οὐδὲ ἤρκται. Ἀλλὰ μὴν καὶ ἤρκται, καὶ οὐ παύσεται. Οὐκ ἄρα ἤρκται κατ' αὐτοὺς τὸ παυσόμενον. Ὁ μὲν οὖν ἡμέτερος λόγος· Ὥσπερ ἐπ' ἵππου, καὶ βοός, καὶ ἀνθρώπου, καὶ ἑκάστου τῶν ὑπὸ τὸ αὐτὸ εἶδος, εἷς λόγος ἐστίν· καὶ ὁ μὲν ἂν μετέχῃ τοῦ λόγου, τοῦτο καὶ κυρίως λέγεσθαι· ὁ δ' ἂν μὴ μετέχῃ, τοῦτο ἢ μὴ λέγεσθαι, ἢ μὴ κυρίως λέγεσθαι· οὕτω δὲ καὶ Θεοῦ μίαν οὐσίαν εἶναι καὶ φύσιν, καὶ κλῆσιν, κἂν ἐπινοίαις τισὶ διαιρουμέναις συνδιαιρῆται καὶ τὰ ὀνόματα· καὶ ὁ μὲν ἂν κυρίως λέγηται, τοῦτο καὶ εἶναι θεόν· ὃ δ' ἂν ᾖ κατὰ φύσιν, τοῦτο καὶ ἀληθῶς ὀνομάζεσθαι· εἴπερ μὴ ἐν ὀνόμασιν, ἀλλ' ἐν πράγμασίν ἐστιν ἡμῖν ἡ ἀλήθεια. Οἱ δέ, ὥσπερ δεδοικότες, μὴ πάντα κινεῖν κατὰ τῆς ἀληθείας, Θεὸν μὲν εἶναι τὸν Υἱὸν ὁμολογοῦσιν, ὅταν βιασθῶσι τῷ λόγῳ καὶ ταῖς μαρτυρίαις· ὁμώνυμον δὲ καὶ μόνης κοινωνοῦντα τῆς κλήσεως.
col. 569–570page 276 of 677
PG 130:569Ὅταν δὲ ἀνθυποφέρωμεν αὐτοῖς, Τί οὖν οὐ κυρίως Θεὸς ὁ Υἱὸς, ὥσπερ οὐδὲ ζῷον τὸ γεγραμμένον; πῶς οὖν Θεός, εἰ μὴ κυρίως Θεός; Τί γὰρ κωλύει, φασί, καὶ ὁμώνυμα ταῦτα εἶναι, καὶ κυρίως ἀμφότερα λέγεσθαι; Καὶ προσοίσουσιν ἡμῖν τὸν κύ να, τὸν χερσαίον, καὶ τὸν θαλάττιον, ὁμώνυμά τε ὄν τα, καὶ κυρίως λεγόμενα (ἔστι γάρ τι καὶ τοιοῦ τον εἶδος ἐν τοῖς ὁμωνύμοις· καὶ εἴτε τι ἄλλο τῇ αὐτῇ προσχρῆται προσηγορία, καὶ μετέχει ταύτης ἐπ ίσης, τῇ φύσει διεστηκός). Ἀλλ' ἐκεῖ μὲν, ὦ βέλτιστε, δύο φύσεις τιθεὶς ὑπὸ τὴν αὐτὴν προσηγορίαν, οὐδὲν ἀμείνω τὴν ἑτέραν τῆς ἑτέρας εἰσάγεις, οὐδὲ τὴν μὲν πρότερον, τὴν δὲ ὕστερον, οὐδὲ τὴν μὲν μᾶλλον, τὴν δὲ ἧττον οὖσαν τοῦθ᾽ ὅπερ λέγεται. Οὐδὲ γάρ τι συν έζευκται τὸ ταύτην παρέχον αὐταῖς τὴν ἀνάγκην. Οὐ γὰρ ὁ μὲν μᾶλλον κύων, ὁ δὲ ἧττον τοῦ ἑτέρου κυνός, οἷον ὁ θαλάττιος τοῦ χερσαίου, ἢ ὁ χερσαῖος ἔμπαλιν τοῦ θαλαττίου· διὰ τί γὰρ, ἢ κατὰ τίνα λόγον; Ἀλλ' ἐν ὁμοτίμοις πράγμασι καὶ διαφόροις, ἡ κοινωνία τῆς κλήσεως. Ἐνταῦθα δὲ τῷ Θεῷ παραζευγνὺς τὸ σεβάσμιον, καὶ τὸ ὑπὲρ πᾶσαν οὐσίαν εἶναι καὶ φύσιν, ὃ μόνου Θεοῦ καὶ οἱονεὶ φύσις θεότητος, εἶτα τῷ Πατ ρὶ μὲν τοῦτο διδούς, τὸν Υἱὸν δὲ ἀποστερῶν καὶ ὑπου τιθεὶς, καὶ τὰ δεύτερα νέμων αὐτῷ τῆς τιμῆς καὶ τῆς προσκυνήσεως, κἂν ταῖς συλλαβαῖς χαρίζῃ τὸ ὅμοιον, τῷ πράγματι τὴν θεότητα περικόπτεις, καὶ μεταβαίνεις κακούργως ἀπὸ τῆς τὸ ἴσον ἐχούσης ὁμωνυμίας, ἐπὶ τὴν τὰ μὴ ἴσα συνδέουσαν. Ὥστε ὁ γραπτός σοι, καὶ ὁ ζῶν ἄνθρωπος μᾶλλον, ἢ οἱ τοῦ ὑποδείγματος κύνες τῇ θεότητι πλησιάζουσιν. Ἢ δὸς ἀμφοτέροις, ὥσπερ τὴν κοινωνίαν τῆς κλήσεως, οὕτω δὲ καὶ τὴν ὁμοτιμίαν τῶν φύσεων, εἰ καὶ διαφόρους ταύτας εἰσάγεις· καὶ καταλέλυκάς σου τοὺς κύνας, οὓς ἐξεῦρες κατὰ τῆς ἀνισότητος. Τί γὰρ ὄφελος τῆς ὁμωνυμίας, εἰ τὸ ἰσότιμον μὴ ἔχοιεν οἱ παρὰ σοῦ διαιρούμενοι. Οὐ γὰρ ἵν᾽ ἰσότιμα δείξῃς, ἀλλ᾽ ἵνα ἀνισότιμα, πρὸς τὴν ὁμωνυμίαν, καὶ τοὺς κύνας κατέφυγες. Πῶς ἄν τις ἐλεγχθείη μᾶλλον, καὶ ἑαυτῷ μαχόμενος, καὶ θεότητι; Ἐὰν δὲ λεγόντων ἡμῶν, ὅτι τῷ αἰτίῳ μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ, προσλαβόντες τήν, Τὸ δὲ αἴ τιον φύσει, πρότασιν· ἔπειτα, Τὸ μεῖζον τῇ φύσει, συνάγωσιν· οὐκ οἶδα πότερον ἑαυτοὺς παραλογίζονται, ἢ τοὺς πρὸς οὓς ὁ λόγος. Οὐ γὰρ ἁπλῶς, κατά τινος λέγεται, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου τούτῳ ῥηθήσεται· ἀλλὰ δῆλον κατὰ τίνος, καὶ τίνα. Ἐπεὶ τί κωλύει κἀμὲ ταύτην πρότασιν ποιησάμενον, τήν, ὅτι Ὁ Πατὴρ μείζων τῇ φύσει, ἔπειτα προσλαβόντα τὸν Φύσει δὲ οὐ πάντως μείζων οὐδὲ Πατήρ ἐντεῦθεν συναγαγεῖν· Τὸ μεῖζον οὐ πάντως μεῖζον
col. 571–572page 277 of 677
PG 130:571δὲ, οὐ πάντως Θεός· τὸ Θεὸς οὐ πάντως θεός. καὶ ἁπλῶς ὁ παραλογισὉ Θεὸς, οὐσία· Ἡ οὐσία ἑξῆς αὐτὸς συνάγαγε. Ἀλλ' οἶμαι, παρὰ τὸ πῆσμὸς οὗτος, ὡς τοῖς περὶ ταῦτα τεχνολογεῖν σύνηθες. Ἡμῶν γὰρ τὸ μεῖζον τῇ τοῦ αἰτίου φύσει διδόντων, αὐτοὶ τὸ τῇ φύσει μεῖζον ἐπάγουσιν· ὥσπερ ἂν εἰ καὶ λεγόντων ἡμῶν, ὅτι ὁ δεῖνα νεκρὸς ἄνθρωπος, ἁπλῶς ἐπῆγον αὐτοὶ τὸν ἄνθρωπον. ἢ, Ὁ Πατήρ οὐ πάντως Πατήρ. Εἰ βούλει δὲ οὕτως Ἐκεῖνο δὲ πῶς παραδράμωμεν, οὐδενὸς ἧττον τῶν εἰρημένων ὃν ἀξιάγαστον; Ὁ Πατήρ, φησίν, οὔτε σίας, ἢ ἐνεργείας ὄνομα· ὡς ἀμφοτέρωθεν ἡμᾶς δήσοντες. Εἰ μὲν οὐσίας φήσομεν, συνθησομένους ἕτεροούσιον εἶναι τὸν Υἱόν· ἐπειδὴ μία μὲν οὐσία Θεοῦ, ταύτην δὲ ὡς οὗτοι, προκατείληφεν ὁ Πατήρ· εἰ δὲ ἐνεργείας, ποίημα σαφῶς ὁμολογήσοντας, ἀλλ' οὐ γέννημα· οὗ γὰρ ὁ ἐνεργῶν, ἐκεῖ πάντως καὶ τὸ ἐνεργούμενον. Καὶ πῶς τῷ πεποιηκότι ταὐτὸν τὸ πεποιημένον, θαυμάζειν φήσουσιν. Σφόδρα ἂν ἡδέσθην ὑμῶν καὶ αὐτὸς τὴν διαίρεσιν, εἰ τῶν δύο τὸ ἕτερον δέξασθαι ἦν ἀναγκαῖον, ἀλλὰ μὴ τὰ δύο διαφυγόντα, τρίτον εἰπεῖν ἀληθέστερον· ὅτι οὔτε οὐσίας ὄνομα ὁ Πατήρ, ὦ σοφώτατοι, οὔτε ἐνεργείας· σχέσεως δὲ καὶ τοῦ πῶς ἔχει πρὸς τὸν Υἱὸν ὁ Πατήρ, ἢ ὁ Υἱὸς πρὸς τὸν Πατέρα. Ὡς γὰρ παρ' ἡμῖν αἱ κλήσεις αὗται τὸ γνήσιον καὶ εἰκεῖον γνωρίζουσιν, οὕτω κἀκεῖ τὴν τοῦ γεγεννημένου πρὸς τὸ γεγεννηκὸς ὁμοφυΐαν σημαίνουσιν. Ἔστω δὲ, ὑμῶν χάριν, καὶ οὐσίας τις ὁ Πατήρ· συνεισάξει τὸν Υἱόν, οὐκ ἀλλοτριώσει, κατὰ τὰς κοινὰς ἐννοίας, καὶ τὴν τῶν κλήσεων τούτων δύναμιν. Ἔστω καὶ ἐνεργείας, εἰ τοῦτο δοκεῖ· οὐδὲ οὕτω ἡμᾶς αἱρήσετε. Αὐτὸ δὲ τοῦτο ἐνηργηκὼς ἂν εἴη τὸ ὁμοούσιον, ἢ καὶ ἄτοπος ἄλλως ἡ τῆς περὶ τοῦτο ἐνεργείας ὑπόληψις. Ὁρᾷς ὅπως ὑμῶν, καὶ κακομαχεῖν ἐθελόντων, τὰς στροφὰς διαφεύγομεν; Ἐπεὶ δέ σου τὸ ἐν τοῖς λογισμοῖς καὶ ταῖς στροφαῖς ἄμαχον ἔγνωμεν, ἴδωμέν σου καὶ τὴν ἐκ τῶν θείων λογίων ἰσχύν, ἂν ἄρα δέξῃ κἀντεῦθεν πείθειν ἡμᾶς. Ἡμεῖς μὲν γὰρ ἐκ μεγάλων καὶ ὑψηλῶν τῶν φωνῶν, τοῦ Υἱοῦ τὴν θεότητα καὶ κατειλήφαμεν, καὶ κηρύσσομεν. Τίνων τούτων; Τῆς Θεός, τῆς Λόγος, τοῦ ἐν ἀρχῇ, τοῦ μετὰ τῆς ἀρχῆς, τῆς ἀρχή· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· καὶ, Μετὰ σοῦ ἡ ἀρχή· καὶ, Ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχήν. Ἐπειδὴ Υἱὸς μονογενής, Ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο. Ὁδός, Ἀλήθεια, Ζωή, Φῶς· Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ἀλή-
col. 573–574page 278 of 677
PG 130:573θεία, καὶ ἡ ζωή· καί, Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Σοφία, Δύναμις· Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία. Ἀπαύγασμα, Χαρακτήρ, Εἰκών, Σφραγίς· ὅς ἐστιν ἀπαύγασμα τῆς δόξης· καί, Χαρακτήρ τῆς ὑποστάσεως αὐτοῦ· καί, Εἰκὼν τῆς ἀγαθότητος· καί, Τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεός. Κύριος, Βασιλεύς, ὁ ὤν, ὁ Παντοκράτωρ· Ἔβρεξε Κύριος πῦρ παρὰ Κυρίου· καί, Ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου· καί, Ὁ ὤν, καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος, καὶ ὁ παντοκράτωρ. Σαφῶς περὶ τοῦ Υἱοῦ λεγόμενα, καὶ ὅσα τῆς αὐτῆς τούτοις ἐστὶ δυνάμεως, ὧν οὐδὲν ἐπίκτητον, οὐδὲ ὕστερον τῷ Υἱῷ προσγενόμενον, ἢ τῷ Πνεύματι, ὥσπερ οὐδὲ αὐτῷ τῷ Πατρί· οὐ γὰρ ἐκ προσθήκης τὸ τέλειον. Οὐ γὰρ ἦν, ὅτε ἄλογος ἦν· οὐδὲ ἦν, ὅτε οὐ Πατήρ· οὐδὲ ἦν, ὅτε οὐκ ἀληθής, ἢ ἄσοφος, ἢ ἀδύνατος, ἢ ζωῆς ἐνδεής, ἢ λαμπρότητος, ἢ ἀγαθότητος. Σὺ δέ μοι καταρίθμει πρὸς ταῦτα, τὰ τῆς ἀγνωμοσύνης ῥήματα, τό, θεός μου, καὶ Θεὸς ὑμῶν, τὸ μείζων, τὸ ἔκτισε, τὸ ἐποίησε, τὸ ἡγίασεν. Εἰ βούλει δὲ, καὶ τὸ δοῦλον, καὶ τὸ ὑπήκοον· τὸ δέδωκε, τὸ ἔμαθε, τὸ ἐντέταλται, τὸ ἀπέσταλται, τὸ μὴ δύνασθαι ἀφ᾽ ἑαυτοῦ τι ποιεῖν, ἢ λέγειν, ἢ κρίνειν, ἢ δεῖσθαι, ἢ βούλεσθαι. Ἔτι δὲ καὶ ταῦτα· τὴν ἄγνοιαν, τὴν ὑποταγήν, τὴν εὐχὴν, τὴν ἐρώτησιν, τὴν προκοπήν, τὴν τελείωσιν. Πρόσθες, εἰ βούλει, καὶ ὅσα τούτων ταπεινότερα, τὸ ὑπνοῦν, τὸ πεινῆν, τὸ διψᾷν, τὸ δακρύειν, τὸ ἀγωνιᾷν, τὸ ὑποδύεσθαι. Τάχα δ᾽ ἂν ὀνειδίσαις καὶ τὸν σταυρὸν, καὶ τὸν θάνατον. Τὴν γὰρ ἔγερσιν, καὶ τὴν ἀνάληψιν παρήσειν μοι δοκεῖς, ἐπειδή τι καὶ πρὸς ἡμῶν ἐν τούτοις εὑρίσκεται. Πολλὰ δ᾽ ἂν ἔτι πρὸς τούτοις σπερμολογήσαις, εἰ βούλοιο συντιθέναι τὸν ὁμώνυμόν σοι θεὸν καὶ παρέγγραπτον, ἡμῖν δὲ ἀληθινὸν, καὶ ὁμότιμον τῷ Πατρί. Τούτων γὰρ ἕκαστον, οὐ χαλεπὸν μὲν, καὶ κατὰ μέρος ἐπεξιόντα ἐξηγεῖσθαι πρὸς τὸ εὐσεβέστατον, καὶ ἀνακαθαίρειν τὸ ἐν τοῖς γράμμασι πρόσκομμα, εἴ γε προσπταίεις ἄκων, ἀλλὰ μὴ ἑκὼν κακουργεῖς. Ἑνὶ δὲ κεφαλαίῳ, τὰ μὲν ὑψηλότερα προσάγε τῇ θεότητι, καὶ τῇ κρείττονι φύσει παθῶν καὶ σώματος· τὰ δὲ ταπεινότερα τῷ συνθέτῳ, καὶ τῷ διὰ σὲ κενωθέντι καὶ σαρκωθέντι, οὐδὲν δὲ χεῖρον εἰπεῖν, καὶ ἀνθρωπισθέντι, εἶτα καὶ ὑψωθέντι, ἵνα σὺ τὸ τῶν δογμάτων σου σαρκικὸν καὶ χαμερπὲς καταλύσας, μάθῃς ὑψηλότερος εἶναι, καὶ συνανιέναι θεότητι, καὶ μὴ τοῖς ὁρωμένοις ἐναπομένῃς, ἀλλὰ συνεπαίρῃ τοῖς νοουμένοις, καὶ γινώσκῃς, τίς μὲν φύσεως λόγος, τίς δὲ λόγος οἰκονομίας.
col. 575–576page 279 of 677
PG 130:575Οὗτος γὰρ ὁ νῦν σοι καταφρονούμενος, ἦν ὅτι καὶ ὑπὲρ σὲ ἦν ὁ νῦν ἄνθρωπος, καὶ ἀσύνθετος ἦν. Ὃ μὲν ἦν, διέμεινεν· ὁ δὲ οὐκ ἦν, προσέλαβεν. Ἐν ἀρχῇ ἦν ἀναιτίως· τίς γὰρ αἰτία Θεοῦ; ἀλλὰ καὶ ὕστερον γέγονε δι' αἰτίαν. Ἡ δὲ ἦν, τὸ τὰ σωθῆ καὶ τὸν ὑβριστήν, ὃς διὰ τοῦτο περιφρονεῖς θεότητα, ὅτι τὴν σὴν παχύτητα κατεδέξατο, διὰ μέσου νοῦς ὁμιλήσας σαρκί, καὶ γενόμενος ἄνθρωπος ὁ κάτω Θεός, ἐπειδὴ συνανεκράθη Θεῷ, καὶ γέγονεν εἷς τοῦ κρείττονος ἐκνικήσαντος, ἵνα γένωμαι τοσοῦτον θεὸς, ὅσον ἐκεῖνος ἄνθρωπος. Τοῦ αὐτοῦ πρὸς τοὺς αὐτοὺς ἐκ τοῦ περὶ Υἱοῦ δευτέρου λόγου. Ἔστι γὰρ ἐν μὲν αὐτοῖς ἐκεῖνο καὶ λίαν πρό χειρον τό, Κύριος ἔκτισε με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Πρὸς ὃ πῶς ἀπαντησόμεθα; Οὐ Σολο μῶντος κατηγορήσομεν; οὐ τὰ πρὶν ἀθετήσομεν, διὰ τὴν τελευταίαν παράπτωσιν· οὐχὶ τῆς σοφίας αὐτῆς ἐροῦμεν εἶναι τὸν λόγον, τῆς οἷον ἐπιστήμης καὶ τοῦ τεχνίτου λόγου, καθ' ὃν τὰ πάντα συν έστη; Πολλὰ γὰρ ἡ Γραφὴ προσωποποιεῖν οἶδε καὶ τῶν ἀψύχων, ὡς τά, Ἡ θάλασσα εἶπε τάδε καὶ τάδε, Καὶ, Ἡ ἄβυσσος εἶπεν· Οὐκ ἔστιν ἐν ἐμοί· καὶ Οἱ οὐρανοὶ διηγούμενοι δόξαν Θεοῦ. Καὶ πά λιν ῥομφαία τι διακελεύεται, καὶ ὄρη καὶ βουνοὶ πρὸς ἐρωτῶνται σκιρτήσεως. Τούτων οὐδέν φαμεν εἰ καί τισι τῶν πρὸ ἡμῶν ὡς ἰσχυρὰ τέθειται. Ἀλλ' ἔστω τοῦ Σωτῆρος αὐτοῦ, τῆς ἀληθινῆς Σοφίας, ὁ λό γος. Μικρὸν δὲ συνδιασκεψώμεθα· Τί τῶν ὄντων ἀναίτιον; Θεότης. Οὐδεὶς γὰρ αἰτίαν εἰπεῖν ἔχει Θεοῦ· ἢ τοῦτο ἂν εἴη Θεοῦ πρεσβύτερον. Τίς δὲ τῆς ἀνθρωπότητος, ἣν δι' ἡμᾶς ὑπέστη Θεὸς, αἰτία; Τὸ σωθῆ ναι πάντως ἡμᾶς. Τί γὰρ ἕτερον; Ἐπειδὴ τοί νυν ἐνταῦθα, καὶ τὸ ἔκτισε, καὶ τὸ γεννᾷ με, σα φῶς εὑρίσκομεν, ἁπλοῦς ὁ λόγος. Ὃ μὲν ἂν μετὰ τῆς αἰτίας εὑρίσκωμεν, προσθῶμεν τῇ ἀνθρωπότητι· ὃ δὲ ἁπλοῦν καὶ ἀναίτιον, τῇ θεότητι λογισώμεθα. Ἆρ' οὖν οὐ τὸ μὲν ἔκτισεν εἴρηται μετὰ τῆς αἰτίας; Ἔκτισε γάρ με, φησίν, ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Ἔργα δὲ χειρῶν αὐτοῦ, ἀλήθεια καὶ κρίσις, ὧν ἕνεκεν ἐχρίσθη θεότητι. Χρίσις γὰρ αὕτη τῆς ἀνθρωπότητος. Τὸ δὲ γεννᾷ με, χωρὶς αἰτίας· δεῖξόν τι τούτῳ προσκείμενον. Τίς οὖν ἀντ ερεῖ λόγος, κτίσμα μὲν λέγεσθαι τὴν σοφίαν, κατὰ τὴν κάτω γέννησιν, γέννημα δέ, κατὰ τὴν πρώτην καὶ πλέον ἄληπτον; Τούτῳ δὲ ἕπεται καὶ τὸν δοῦλον ἀκούειν ἐξ δουλεύοντα πολλοῖς. Καὶ τό, μέγα εἶναι αὐτῷ κλη θῆναι Παῖδα Θεοῦ. Τῷ ὄντι γὰρ ἐδούλευσε σαρκί, καὶ γενέσει, καὶ πάθεσι τοῖς ἡμετέροις, διὰ τὴν ἡμετέραν ἐλευθερίαν, καὶ πᾶσιν οἷς σέσωκεν ὑπὸ τῆς ἁμαρτίας κατεχομένοις. Τί δὲ μεῖζον ἀνθρώπου
col. 577–578page 280 of 677
PG 130:577ταπεινότητι, ἢ Θεῷ πλακῆναι, καὶ γενέσθαι Θεὸν ἐκ τῆς μίξεως, καὶ τοσοῦτον ἐπισκεφθῆναι Ἀνατολῇ ἐξ ὕψους, ὥστε καὶ τὸ γεννώμενον ἅγιον Υἱὸν Ὑψίστου κληθῆναι, καὶ χαρισθῆναι αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα; Τοῦτο δὲ τί ποτε ἄλλο ἐστὶν ἢ Θεός; Καὶ τό, πᾶν γόνυ κάμψαι τῷ κενωθέντι δι' ἡμᾶς, καὶ τὴν θείαν εἰκόνα δουλικῇ μορφῇ συγκεράσαντι, καὶ γνῶναι πάντα οἶκον Ἰσραήλ, ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ὁ Θεὸς ἐποίησεν. Γέγονε γὰρ ταῦτα ἐνεργείᾳ μὲν τοῦ γεννήματος, εὐδοκίᾳ δὲ τοῦ γεννήτορος. Δεύτερον δὲ τί τῶν μεγίστων αὐτοῖς καὶ ἀμάχων. Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι τοῦδε, καὶ ὑπ' οὐρανοῦ δεχθῆναι ἄχρι χρόνων ἀποκαταστάσεως, καὶ τὴν ἐκ δεξιῶν καθέδραν ἔχειν, ἕως τῆς τῶν ἐχθρῶν ἐπικρατήσεως. Τὸ μετὰ τοῦτο δὲ τί; λῆξαι τῆς βασιλείας, ἢ τῶν οὐρανῶν ἀποστῆναι; Τίνος παύσοντος; ἢ δι' ἥντινα τὴν αἰτίαν; Ὡς τολμηρὸς ἐξηγητὴς σύ, καὶ λίαν ἀβασίλευτος! Καὶ μὴν ἀκούεις τῆς βασιλείας αὐτοῦ μὴ εἶναι πέρας. Ἀλλὰ τοῦτο πάσχεις, παρὰ τὸ μὴ γινώσκειν, ὅτι τὸ ἕως οὐ πάντως ἀντιδιαιρεῖ τῷ μέλλοντι, ἀλλὰ τὸ μέχρι μὲν τοῦδε τίθησι· τὸ ὑπὲρ τοῦτο δέ, οὐκ ἀναίνεται. Ἢ πῶς νοήσεις, ἵνα μὴ τἄλλα λέγω, τό· Ἔσομαι μεθ' ὑμῶν ἕως τῆς συντελείας τοῦ αἰῶνος; Ἆρ' ὡς μετὰ τοῦτο οὐκ ἔτι ἐσομένου; Καὶ τίς ὁ λόγος; Οὐ μόνον δέ, ἀλλὰ καὶ παρὰ τὸ μὴ διαιρεῖν τὰ σημαινόμενα. Βασιλεύειν γὰρ λέγεται, καθ' ἓν μέν, ὡς Παντοκράτωρ, καὶ θελόντων, καὶ μή, βασιλεύς· καθ' ἕτερον δέ, ὡς ἐνεργῶν τὴν ὑποταγήν, καὶ ὑπὸ τὴν ἑαυτοῦ βασιλείαν τιθεὶς ἡμᾶς, ἑκόντας δεχομένους τὸ βασιλεύεσθαι. Τῆς μὲν οὖν ἐκείνως νοουμένης βασιλείας οὐκ ἔσται πέρας· τῆς δευτέρας δέ, τί; Τὸ λαβεῖν ἡμᾶς ὑπὸ χεῖρα σωζομένους. Τί γὰρ δεῖ τὴν ὑποταγὴν ἐνεργεῖν ὑποτεταγμένων; Μεθ' ἣν ἀνίσταται κρίνων τὴν γῆν, καὶ διαιρῶν τὸ σωζόμενον, καὶ τὸ ἀπολλύμενον· μεθ' ἣν ἵσταται Θεὸς ἐν μέσῳ θεῶν, τῶν σωζομένων, διακρίνων καὶ διαστέλλων, τίνος ἕκαστος τιμῆς καὶ μονῆς ἄξιος. Τούτῳ σύναπτε καὶ τὴν ὑποταγήν, ἣν ὑποτάσσεις τῷ Πατρὶ τὸν Υἱόν. Τί λέγεις, ὡς νῦν οὐχ ὑποτεταγμένου; Δεῖται δὲ ὅλως ὑποταγῆναι Θεῷ θεὸς ὤν; Ὡς περὶ λῃστοῦ τινος, ἢ ἀντιθέου, ποιῇ τὸν λόγον. Ἀλλ' οὕτω σκόπει· ὅτι ὥσπερ κατάρα ἀκούει δι' ἐμέ, ὁ τὴν ἐμὴν λύων κατάραν· καὶ ἁμαρτία, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· καὶ Ἀδὰμ ἀντὶ τοῦ παλαιοῦ γίνεται νέος· οὕτω καὶ τὸ ἐμὸν ἀνυπότακτον ἑαυτοῦ ποιεῖται, ὡς κεφαλὴ τοῦ παντὸς σώματος. Ἕως μὲν οὖν ἀνυπότακτος ἐγὼ καὶ στασιώδης, τῇ τε ἀρνήσει τοῦ Θεοῦ, καὶ τοῖς πάθε-
col. 579–580page 281 of 677
PG 130:579σιν, ἀνυπότακτος τὸ κατ' ἐμὲ καὶ ὁ Χριστὸς λέγεται· ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, ὑποταγήσεται δὲ καὶ τῇ ἐπιγνώσει, καὶ τῇ μεταποιήσει, τότε καὶ αὐτὸς τὴν ὑποταγὴν πεπλήρωκε, προσάγων ἐμὲ τὸν σεσωσμένον. Τοῦτο γὰρ ἡ ὑποταγὴ Χριστοῦ, κατά γε τὸν ἐμὸν λόγον, ἡ τοῦ Πατρικοῦ θελήματος πλήρωσις. Ὑποτάσσει δὲ καὶ Υἱὸς Πατρί, καὶ Υἱῷ Πατήρ· ὁ μὲν ἐνεργῶν, ὁ δὲ εὐδοκῶν, ὃ καὶ πρότερον εἴπομεν· καὶ οὕτω τὸ ὑποτεταγμένον ὁ ὑποτάξας Θεῷ παρίστησιν, ἑαυτοῦ ποιούμενος τὸ ἡμέτερον. Τοιοῦτον εἶναί μοι φαίνεται καὶ τό· Ὁ Θεός, ὁ Θεός μου, πρόσχες μοι, ἵνα τί ἐγκατέλιπές με; Οὐ γὰρ αὐτὸς ἐγκαταλέλειπται, ἢ ὑπὸ τοῦ Πατρὸς, ἢ ὑπὸ τῆς ἑαυτοῦ θεότητος, ὃ δοκεῖ τισιν, ὡς ἂν φοβουμένης τὸ πάθος, καὶ διὰ τοῦτο συστελλομένης ἀπὸ τοῦ πάσχοντος· (τίς γὰρ ἡ γεννηθῆναι κάτω τὴν ψυ χήν, ἢ ἐπὶ τὸν σταυρὸν ἀνελθεῖν ἠνάγκασεν;) Ἐν ἑαυτῷ δὲ, ὅπερ εἶπον, τυποῖ τὸ ἡμέτερον. Ἡμεῖς γὰρ ἦμεν οἱ ἐγκαταλελειμμένοι καὶ παρεωραμένοι πρότερον, εἶτα νῦν προσειλημμένοι καὶ σεσωσμένοι τοῖς τοῦ ἀπαθοῦς πάθεσιν· ὥσπερ καὶ τὴν ἀφροσύνην ἡμῶν, καὶ τὸ πλημμελὲς οἰκειούμενος, τὰ ἑξῆς διὰ τοῦ ψαλμοῦ φησιν· ἐπειδὴ προδήλως εἰς Χριστὸν ὁ εἰκοστὸς πρῶτος ψαλμὸς ἀναφέρεται. Τῆς δὲ αὐτῆς ἔχεται θεωρίας, καὶ τὸ μαθεῖν αὐτὸν τὴν ὑπακοὴν ἐξ ὧν ἔπαθεν· ἥ τε κραυγή, καὶ τὰ δάκρυα, καὶ τὸ ἱκετεῦσαι, καὶ τὸ εἰσακουσθῆναι, καὶ τὸ εὐλαβές· ἃ δραματουργεῖται καὶ πλέκεται καὶ θαυμασίως ὑπὲρ ἡμῶν. Ὡς μὲν γὰρ Λόγος, οὔτε ὑπήκοος ἦν, οὔτε ἀνήκοος. Τῶν γὰρ ὑπὸ χεῖρα ταῦτα, καὶ τῶν δευτέρων· τὸ μὲν τῶν εὐγνωμονεστέρων, τὰ δὲ τῶν ἀξίων κολάσεως. Ὡς δὲ δούλου μορφή, συγκαταβαίνει τοῖς ὁμοδούλοις καὶ δούλοις, καὶ μορφοῦται τὸ ἀλλότριον, ὅλον ἐν ἑαυτῷ ἐμὲ φέρων μετὰ τῶν ἐμῶν, ἵνα ἐν ἑαυτῷ δαπανήσῃ τὸ χεῖρον, ὡς κηρὸν πῦρ, ἢ ὡς ἀτμίδα γῆς ἥλιος, κἀγὼ μεταλάβω τῶν ἐκείνου διὰ τὴν σύγκρασιν. Διὰ τοῦτο ἔργῳ τιμᾷ τὴν ὑπακοήν, καὶ πειρᾶται ταύ της ἐκ τοῦ παθεῖν· οὐ γὰρ ἱκανὸν ἡ διάθεσις, ὥσπερ οὐδὲ ἡμῖν, εἰ μὴ καὶ διὰ τῶν πραγμάτων χωρήσαιμεν· ἔργον γὰρ ἀπόδειξις διαθέσεως. Οὐ χεί ρον δὲ ἴσως κἀκεῖνο ὑπολαβεῖν, ὅτι δοκιμάζει τὴν ἡμε τέραν ὑπακοήν, καὶ πάντα μετρεῖ τοῖς ἑαυτοῦ πάθεσι τέχνῃ φιλανθρωπίας· ὥστε ἔχειν εἰδέναι τοῖς ἑαυτοῦ τὰ ἡμέτερα, καὶ πόσον μὲν ἀπαιτούμεθα, πόσον δὲ συγχωρούμεθα, λογιζομένης μετὰ τοῦ πάσχειν καὶ τῆς ἀσθενείας. Ἔτι δὲ προσθήσω τοῖς εἰρημένοις ἐκεῖνο, ἐνθυμηθείς· Ἐν ᾧ γὰρ πέπονθεν, αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι, σαφῶς πρὸς τὴν αὐτὴν φέρον διάνοιαν.
col. 581–582page 282 of 677
PG 130:581Ἐκ τοῦ αὐτοῦ λόγου. Ἔσται δὲ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν, ἐν τῷ καιρῷ τῆς ἀποκαταστάσεως· οὐχ ὁ Πατήρ, πάν τως εἰς αὐτὸν ἀναλυθέντος τοῦ Υἱοῦ, ὥσπερ εἰς πυρὶ μεγάλην λαμπάδος πρὸς καιρὸν ἀποσπασθείσης, εἶτα συναφθείσης, μηδὲ γὰρ Σαβέλλιοι τῷ ῥητῷ τούτῳ παραφθειρέσθωσαν, ἀλλ᾿ ὅλος Θεός, ὅταν μηκέτι πολλά ὦμεν, ὥσπερ νῦν τοῖς κινήμασι καὶ τοῖς πάθεσιν, οὐδὲν ὅλως Θεοῦ, ἢ ὀλίγον ἐν ἡμῖν αὐτοῖς φέροντες, ἀλλ᾿ ὅλοι θεοειδεῖς, ὅλου Θεοῦ χωρητικοὶ καὶ μόνου· τοῦτο γὰρ ἡ τελείωσις, πρὸς ἣν σπεύδομεν· τεκμηριοῖ δὲ μά λιστα Παῦλος αὐτός· ὃ γὰρ ἐνταῦθα περὶ Θεοῦ φησιν ἀορίστως, ἀλλαχοῦ σαφῶς περιορίζει Χριστῷ. Τί λέγων; Ὅπου οὐκ ἔνι Ἕλλην, οὐδὲ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος· ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός. Τρίτον, ἀρίθμει τὸ μεῖζον· τέταρτον τό, Θεόν μου καὶ Θεὸν ὑμῶν. Εἰ μὲν οὖν μείζων μὲν ἐλέγετο, μὴ ἴσος δέ, τάχα ἂν ἦν τι τοῦτο αὐτοῖς· εἰ δὲ ἀμφότερα σαφῶς εὑρίσκομεν, τί φή σουσιν οἱ γεννάδαι; τί τὸ ἰσχυρὸν αὐτοῖς; πῶς συμ βήσεται τὰ ἀσύμβατα; τὸ γὰρ αὐτὸ τοῦ αὐτοῦ ὁμοίως μεῖζον καὶ ἴσον εἶναι, τῶν ἀδυνάτων· ἢ δῆλον, ὅτι τὸ μεῖζον μέν ἐστι τῆς αἰτίας, τὸ δὲ ἴσον, τῆς φύσεως; καὶ τοῦτο ὑπὸ πολλῆς εὐγνωμοσύνης ὁμολογοῦμεν ἡμεῖς. Τάχα δ᾿ ἂν εἴποι τις ἄλλος τῷ ἡμετέρῳ λόγῳ προσφιλονεικῶν, μὴ ἔλαττον εἶναι τὸ ἐκ τοιαύτης αἰτίας εἶναι τοῦ ἀναιτίου. Τῆς τε γὰρ τοῦ ἀνάρχου δόξης μετέχοι ἄν, ὅτι ἐκ τοῦ ἀνάρ χου· καὶ πρόσεστιν ἡ γέννησις, πρᾶγμα τοσοῦτο, τοῖς μὲν νοῦν ἔχουσι, καὶ οὕτω σεβάσμιον. Τὸ γὰρ δὴ λέγειν, ὅτι τοῦ κατὰ τὸν ἄνθρωπον νοουμένου μείζων, ἀληθὲς μέν, οὐ μέγα δέ· τί γὰρ θαυ μαστόν, εἰ μείζων ἀνθρώπου Θεός; Ταῦτα μὲν οὖν εἰρήσθω πρὸς τοὺς τὸ μεῖζον κομπάζοντας. Θεὸς δὲ λέγοιτο ἄν, οὐ τοῦ Λόγου, τοῦ ὁρωμένου δέ· πῶς γὰρ ἂν εἴη τοῦ κυρίως Θεοῦ Θεός; Ὥσ περ καὶ Πατήρ, οὐ τοῦ ὁρωμένου, τοῦ Λόγου δέ· καὶ γὰρ ἦν διπλοῦς· ὥστε τὸ μὲν κυρίως ἐπ᾿ ἀμ φοῖν, τὸ δὲ οὐ κυρίως, ἐναντίως ἢ ἐφ᾿ ἡμῶν ἔχει. Ἡμῶν γὰρ κυρίως μὲν Θεὸς ὁ Θεός, οὐ κυρίως Πατήρ. Καὶ τοῦτό ἐστιν ὃ ποιεῖ τοῖς αἱρετικοῖς τὴν πλάνην, ἡ τῶν ὀνομάτων ἐπίζευξις, ἐπαλλαττομένων τῶν ὀνομάτων διὰ τὴν σύγκρισιν. Σημεῖον δέ, ἡνίκα αἱ φύσεις διίστανται ταῖς ἐπινοίαις, συν διαιρεῖται καὶ τὰ ὀνόματα. Παύλου λέγοντος ἄκουσον· Ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης. Χριστοῦ μὲν Θεός, τῆς δὲ δόξης Πατήρ· εἰ γὰρ καὶ τὸ συναμφότερον ἕν, ἀλλ᾿ οὐ τῇ φύσει, τῇ δὲ συνόδῳ τούτων. Τί ἂν γένοιτο γνωριμώτερον; Πέμπτον λεγέσθω τό, λαμβάνειν αὐτὸν ζωήν,
col. 583–584page 283 of 677
PG 130:583ἢ κρίσιν, ἢ κληρονομίαν ἐθνῶν, ἢ ἐξουσίαν πάσης σαρκός, ἢ δόξαν, ἢ μαθητάς, ἢ ὅσα λέγεται, καὶ τοῦτο τῆς ἀνθρωπότητος. Εἰ δὲ καὶ τῷ Θεῷ δοίης, οὐκ ἄτοπον· οὐ γὰρ ὡς ἐπίκτητα δώσεις, ἀλλ' ὡς ἀπ᾿ ἀρχῆς συνυπάρχοντα, καὶ λόγῳ φύσεως, ἀλλ᾽ οὐ χάριτος. Ἔκτον τιθέσθω τὸ μὴ δύνασθαι τὸν Υἱὸν ἀφ' ἑαυτοῦ ποιεῖν μηδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. Τοῦτο δὲ τοιοῦτόν ἐστιν· οὐ τῶν καθ' ἕνα τρόπον λεγομένων, τὸ δύνασθαι, ἢ μὴ δύνασθαι· πολύσημον δέ. Τὸ μὲν γάρ τι λέγεται κατὰ δυνάμεως ἔλλειψιν, καὶ ποτέ, καὶ πρός τι, ὡς τὸ, μὴ δύνασθαι τὸ παιδίον ἀθλεῖν, ἢ τὸ σκυλάκων βλέπειν, ἢ πρὸς τόνδε διαγωνίζεσθαι· ἀθλήσει γὰρ ἴσως ποτέ, καὶ ὄψεται, καὶ διαγωνιεῖται πρὸς τόνδε, κἂν πρὸς ἕτερον ἀδυνάτως ἔχῃ. Τὸ δὲ, ὡς ἐπὶ πλεί­στον, ὡς τό· Οὐ δύναται πόλις κρυβῆναι ἐπ' ἄνω ὄρους κειμένη. Τάχα γὰρ ἂν καὶ κρυφθείη τις, ἐπι­προσθοῦντος μείζονος. Τὸ δὲ, ὡς οὐκ εὔλογον, ὡς τό· Οὐ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος νηστεύειν, ἐφ' ὅσον ἔνδημος ὁ νυμφίος· εἴτε ὁ σωματικῶς δρώμενος (οὐ γὰρ κακοπαθείας, ἀλλ' εὐφροσύνης και­ρὸς ὁ τῆς ἐπιδημίας), εἴτε ὡς ὁ Λόγος νοούμενος· τί γὰρ δεῖ νηστεύειν σωματικῶς τοὺς Λόγῳ καθαι­ρομένους; Τὸ δὲ, ὡς ἀβούλητον, ὡς τὸ, Μὴ δύ­νασθαι ἐκεῖ σημεῖα ποιῆσαι, διὰ τὴν ἀπιστίαν τῶν δεχομένων· ἐπειδὴ γὰρ τοῦ συναμφοτέρου χρεία πρὸς τὰς ἰάσεις, καὶ τῆς τῶν θεραπευομένων πίστεως, καὶ τῆς τοῦ θεραπευτοῦ δυνάμεως, οὐκ ἐνεδέχετο τὸ ἕτερον τοῦ συζύγου ἐλλείποντος. Οὐκ οἶδα μὴ καὶ τοῦτο τῷ εὐλόγῳ προσθετέον· οὐ γὰρ εὔλο­γος ἴασις τοῖς βλαβησομένοις ἐξ ἀπιστίας. Τοῦ δὲ αὐτοῦ λόγου, καὶ τό· Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς· καὶ, Πῶς δύνασθε ἀγαθὰ λαλεῖν, πονηροί ὄντες; Πῶς γὰρ ἀδύνατόν τι τούτων, ἢ ὅτι ἀβούλη­τον. Ἔστι δέ τι καὶ τοιοῦτον ἐν τοῖς λεγομένοις, ὃ τῇ φύσει μὲν ἀδύνατον, θεῷ δὲ δυνατὸν βουλη­θέντι, ὡς τὸ, μὴ δύνασθαι τὸν αὐτὸν γεννηθῆναι δεύ­τερον, καὶ ῥαφὶς οὐκ εἰσδεχομένη κάμηλον· τί γὰρ ἂν καὶ κωλύσεις γενέσθαι ταῦτα, Θεοῦ θελήσαντος; Τούτων δὲ πάντων ἐκτὸς, τὸ παντελῶς ἀδύνα­τον καὶ ἀνεπίδεκτον, ὡς ὃ νῦν ἐξετάζομεν. Ὡς γὰρ ἀδύνατον εἶναι λέγομεν, πονηρὸν εἶναι Θεόν, ἢ μὴ εἶναι· τοῦτο γὰρ ἀδυναμίας ἂν εἴη μᾶλλον Θεοῦ, ἤπερ δυνάμεως· ἢ τὸ μὴ ὂν εἶναι, ἢ τὰ δὶς δύο καὶ τέσσαρα εἶναι καὶ δέκα· οὕτως ἀδύνατον καὶ ἀνεγχώρη­τον ποιεῖν ὅτι τὸν Υἱόν, ὧν οὐ ποιεῖ ὁ Πατήρ. Πάντα γὰρ ὅσα ἔχει ὁ Πατήρ, τοῦ Υἱοῦ ἐστιν· ὡς ἔμπαλιν τὰ τοῦ Υἱοῦ, τοῦ Πατρός. Οὐδὲν οὖν ἴδιον, ὅτι κοινά· ἐπεὶ καὶ αὐτὸ τὸ εἶναι κοινὸν καὶ ὁμότιμον, εἰ καὶ
col. 585–586page 284 of 677
PG 130:585κατὰ τὸν τῷ Υἱῷ παρὰ τοῦ Πατρός. Καθ' ὅ καὶ λέγεται τό· ᾿Εγώ ζῷ διὰ τὸν Πατέρα· οὐχ ὡς ἐκεῖθεν αὐτῷ τοῦ ζῆν, καὶ τοῦ εἶναι συνεχομένου, ἀλλ' ὡς ἐκεῖθεν ὑπάρχοντος ἀχρόνως καὶ ἀναιτίως. Βλέπει δὲ τὸν Πατέρα ποιοῦντα, πῶς, καὶ οὕτω ποιεῖ; ἆρα ὡς οἱ τὰς μορφὰς γράφοντες, καὶ τὰ γράμματα, διὰ τὸ μὴ εἶναι τῆς ἀληθείας ἄλλως ἐπιτυχεῖν, εἰ μὴ πρὸς τὸ ἀρχέτυπον βλέποντας, κἀκεῖθεν χειραγωγουμένους; Καὶ πῶς ἡ Σοφία δεῖται τοῦ διδάξοντος ἢ οὐ ποιήσει τι μὴ διδασκομένη; Ποιεῖ δὲ πῶς ὁ Πατήρ, ἢ πεποίηκεν; Ἆρα ἄλλον προϋπέστησε κόσμον ἀντὶ τοῦ παρόντος, καὶ ὑποστήσει τὸν μέλλοντα, καὶ πρὸς ἐκεῖνα βλέπων ὁ Υἱὸς, τὸν μὲν ὑπέστησε, τὸν δὲ ὑποστήσει; Τέσσαρες οὖν κόσμοι λόγον τοῦτον, οἱ μὲν Πατρὸς, οἱ δὲ Υἱοῦ ποιήματα. Ὦ τῆς ἀλογίας! Καθαίρει δὲ λέπρας, καὶ δαιμόνων, καὶ νόσων ἀπαλλάττει καὶ ζωοποιεῖ νεκρούς, καὶ ὑπὲρ θαλάσσης ὁδεύει, καὶ τἆλλα ποιεῖ ὅσα πεποίηκεν, ἐπὶ τίνος, ἢ πότε τοῦ Πατρὸς ταῦτα προενεργήσαντος; Ἢ δῆλον, ὅτι τῶν αὐτῶν πραγμάτων τοὺς τύπους ἐνσημαίνεται μὲν ὁ Πατήρ, ἐπιτελεῖ δὲ ὁ Λόγος, οὐ δουλικῶς, οὐδὲ ἀμαθῶς, ἀλλ' ἐπιστημονικῶς τε καὶ δεσποτικῶς, καὶ οἰκειότερον εἰπεῖν, πατρικῶς; Οὕτω γὰρ ἐγὼ δέχομαι τὸ, ἅπερ ὑπὸ τοῦ Πατρὸς γίνεται, ταῦτα καὶ τὸν Υἱὸν ὁμοίως ποιεῖν· οὐ κατὰ τὴν τῶν γινομένων ὁμοίωσιν, ἀλλὰ κατὰ τὴν τῆς ἐξουσίας ὁμοτιμίαν· καὶ τοῦτο ἂν εἴη τό, ἕως ἄρτι καὶ τὸν Πατέρα ἐργάζεσθαι, καὶ τὸν Υἱόν· οὐ μόνον δὲ, ἀλλὰ καὶ τὴν, ὧν πεποίηκεν, οἰκονομίαν τε καὶ συντήρησιν, ὡς δηλοῖ τὸ ποιεῖσθαι τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ θεμελιοῦσθαι τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς· ἅπαξ ἡδρασμένα τε καὶ γενόμενα· καὶ στερεοῦσθαι βροντήν, καὶ κτίζεσθαι πνεῦμα, ὧν ἅπαξ μὲν ὁ λόγος ὑπέστη, συνεχὴς δὲ καὶ νῦν ἡ ἐνέργεια. Ἕβδομον λεγέσθω τὸ καταβεβηκέναι ἐκ τοῦ οὐρανοῦ τὸν Υἱόν, οὐχ ἵνα ποιῇ τὸ θέλημα τὸ ἑαυτοῦ, ἀλλὰ τὸ τοῦ πέμψαντος. Εἰ μὲν οὖν μὴ παρὰ τοῦ κατεληλυθότος αὐτοῦ ταῦτα ἐλέγετο, εἴπομεν ἂν ὡς παρὰ τοῦ ἀνθρώπου τυποῦσθαι τὸν λόγον, οὐ τοῦ κατὰ τὸν Σωτῆρα νοουμένου (τὸ γὰρ ἐκείνου θέλειν οὐδὲ ὑπεναντίον Θεῷ, θεωθὲν ὅλον) ἀλλὰ τοῦ καθ' ἡμᾶς, ὡς τοῦ ἀνθρωπίνου θελήματος οὐ πάντως ἑπομένου τῷ θείῳ, ἀλλ' ἀντιπίπτοντος, ὡς τὰ πολλὰ, καὶ ἀντιπαλαίοντος. Καὶ γὰρ ἐκεῖνο οὕτως ἐνοήσαμεν τῇ· Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὃ ἐγὼ θέλω, ἀλλὰ τὸ σὸν ἰσχυέτω θέλημα. Οὔτε γὰρ, εἰ δυνατόν, ἢ μὴν τοῦτο ἀγνοεῖν ἐκεῖνον εἰκὸς, οὔτε τῷ θελήματι ἀντεισφέρειν τὸ θέλημα. Ἐπεὶ δὲ, ὡς παρὰ τοῦ προσλαβόντος ὁ λόγος (τοῦτο γὰρ τὸ κατεληλυθός), οὐ τοῦ προσλήμματος, οὕτως ἀπαντησόμεθα οὐχ ὡς ὄντος ἰδίου τοῦ Υἱοῦ θελήματος παρὰ
col. 587–588page 285 of 677
PG 130:587τὸ τοῦ Πατρὸς, ἀλλ' ὡς οὐκ ὄντος ὁ λόγος· δ' τε τοιοῦτον τὸ συναγόμενον· Οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν· οὐδὲ γάρ ἐστι τὸ ἐμὸν τοῦ σοῦ κεχωρισμένον, ἀλλὰ τὸ κοινὸν ἐμοῦ τε καὶ σοῦ, ὧν ὡς μία θεότης, οὕτω καὶ βούλησις. Πολλὰ γὰρ τῶν οὕτω λεγομένων ἀπὸ κοινοῦ λέγεται, καὶ οὐ θετικῶς, ἀρνητικῶς δέ, ὡς τό· Οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα. Οὔτε γάρ δίδωσιν, οὔτε μεμετρημένον· οὐ γὰρ μετρεῖται παρὰ Θεοῦ Θεός. Καὶ τίν· Οὔτε ἡ ἁμαρτία μου, οὔτε ἡ ἀνομία μου. Οὐ γὰρ ὡς οὔσης ὁ λόγος, ἀλλ᾽ ὡς οὐκ οὔσης. Καὶ πάλιν τό· Οὐ διὰ τὰς δικαιοσύνας ἡμῶν, ἃς ἐποιήσαμεν· οὐ γὰρ ἐποιήσαμεν. Δῆλον δὲ τοῦτο κἂν τοῖς ἐξῆς. Τί γάρ, φησί, τὸ θέλημα τοῦ Πατρός; ἵνα πᾶς ὁ πιστεύων εἰς τὸν Υἱὸν σώζηται, καὶ τυγχάνῃ τῆς τελευταίας ἀναστάσεως. Ἆρ' οὖν τοῦ Πατρὸς μὲν τοῦτο θέλημα, τοῦ Υἱοῦ δὲ οὐδαμῶς; ἢ ἄκων εὐαγγελίζεται καὶ πιστεύεται; Καὶ τίς ἂν τοῦτο πιστεύσειεν; ἐπεὶ καὶ τὸ, τὸν λόγον τὸν ἀκουόμενον μὴ εἶναι τοῦ Υἱοῦ, τοῦ Πατρὸς δὲ, τὴν αὐτὴν ἔχει δύναμιν. Πῶς γὰρ ἰδίον τινὸς τὸ κοινόν, ἢ μόνος τοῦτο συνιδεῖν οὐκ ἔχω, πολλὰ σκοπῶν· οἶμαι δὲ οὐδὲ ἄλλος τις. Ἂν οὕτω διανοῇς περὶ τοῦ θέλειν, ὀρθῶς νοήσεις καὶ λίαν εὐσεβῶς, ὡς ὁ ἐμὸς λόγος, καὶ παντὸς τοῦ εὐγνώμονος. Ὄγδοόν ἐστιν αὐτοῖς τό· Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν· καὶ τό· Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς ὁ Θεός. Τοῦτο δὲ καὶ πάντη ῥᾴστην ἔχειν τὴν λύσιν μοι φαίνεται. Εἰ γὰρ τὸ μόνον ἀληθινὸν τοῦ Πατρὸς θήσεις, ποῦ θήσεις τὴν αὐτοαλήθειαν; Καὶ γὰρ εἰ τῷ μόνῳ σοφῷ Θεῷ, ἢ τῷ μόνῳ ἔχοντι ἀθανασίαν, φῶς οἰκοῦντι ἀπρόσιτον, ἢ βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ, ἀοράτῳ, καὶ μόνῳ Θεῷ, νοήσεις οὕτως, οἰχήσεταί σοι θάνατον κατακριθεὶς ὁ Υἱός, ἢ σκότος, ἢ τὸ μὴ σοφὸς εἶναι, μηδὲ βασιλεύς, μηδὲ ἀόρατος, μηδὲ ὅλως Θεός, ὁ τῶν εἰρημένων κεφάλαιον. Πῶς δαὶ οὐκ ἀπολεῖ μετὰ τῶν ἄλλων καὶ τὴν ἀγαθότητα, ἣ μάλιστα μόνου θεοῦ; Ἀλλ' οἶμαι τὸ μέν, Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν, ἐπ᾿ ἀναιρέσει λέγεσθαι τῶν οὐκ ὄντων μὲν θεῶν, λεγομένων δέ· οὐ γὰρ ἂν προσέκειτο, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν, εἰ πρὸς ἐκεῖνον ἀντιδιῄρητο τὸ, μόνον ἀληθινόν, ἀλλὰ μὴ κατὰ κοινοῦ τῆς θεότητος ἦν ὁ λόγος. Τὸ δέ, Οὐδεὶς ἀγαθός, ἀπάντησιν ἔχει πρὸς τὸν πειράζοντα νομικόν, ὡς ἀνθρώπῳ, τὴν ἀγαθότητα μαρτυρήσαντα. Τὸ γὰρ ἄκρως ἀγαθόν, φησί, μόνου θεοῦ, κἂν τοῦτο καὶ ἄνθρωπος ὀνομάζηται· ὡς τό· Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ προβάλλει τὸ ἀγαθόν· καί, Δώσω τὴν βασιλείαν τῷ ἀγαθῷ ὑπὲρ σέ, τοῦ Θεοῦ λόγος πρὸς τὸν
col. 589–590page 286 of 677
PG 130:589Σαούλ περὶ τοῦ Δαβὶδ λέγοντος· καὶ τὸ, Ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς· καὶ ὅσα ἄλλα τοιαῦτα λέγεται περὶ τῶν ἐν ἡμῖν ἐπαινουμένων, ἐφ' οὓς ἡ ἀπόρροια τοῦ πρώτου καλοῦ, καὶ κατὰ δεύτερον λόγον ἔφθασεν. Εἰ μὲν οὖν πείθοιμεν τοῦτο, ἄριστον· εἰ δὲ μὴ, τί φήσεις πρὸς τοὺς λέγοντας ἑτέρωθι, τὸν Υἱὸν μόνον εἰρῆσθαι Θεόν, κατὰ τὰς τὰς ὑποθέσεις. Ἐν τίσι τοῖς ῥήμασιν; ἐν ἐκείνοις· Οὗτός σου Θεός, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Καὶ μετ' ὀλίγα· Μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Ὅτι μὲν γὰρ οὐ περὶ τοῦ Πατρὸς, ἀλλὰ τοῦ Υἱοῦ τὸ λεγόμενον, ἡ προσθήκη σαφῶς παρίστησιν. Οὗτος γὰρ ἐστιν ὁ σωματικῶς ὁμιλήσας ἡμῖν, καὶ μετὰ τῶν κάτω γενόμενος. Εἰ δὲ νικήσειε, κατὰ τοῦ Πατρὸς λέγεσθαι τοῦτο, μὴ τῶν νομιζομένων θεῶν, ἡττήμεθα τὸν Πατέρα, δι' ὧν τοῦ Υἱοῦ τὸ κατεσπουδάσαμεν. Καὶ τί ἂν τῆς νίκης ταύτης γένοιτο ἀθλιώτερον ἢ ζημιωδέστερον; Ἔννατον ἐκεῖνο φήσουσι τὸν Πάντοτε ζῶν, εἰς τὸ ἐντυγχάνειν ὑπὲρ ἡμῶν. Εὖ γε καὶ λίαν μυστικῶς τε καὶ φιλανθρώπως. Τὸ γὰρ ἐντυγχάνειν, οὐχ, ὡς ἡ τῶν πολλῶν συνήθεια, τὸ ζητεῖν ἐκδίκησιν ἔχει· τοῦτο γάρ πως καὶ ταπεινότητος· ἀλλὰ τὸ πρεσβεύειν ὑπὲρ ἡμῶν τῷ λόγῳ τῆς μεσιτείας· ὡς καὶ τὸ Πνεῦμα ὑπὲρ ἡμῶν ἐντυγχάνειν λέγεται. Εἷς γὰρ Θεός, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός. Πρεσβεύει γὰρ ἔτι καὶ νῦν, ὡς ἄνθρωπος, ὑπὲρ τῆς ἐμῆς σωτηρίας, ὅτι μετὰ τοῦ σώματός ἐστιν, οὗ προσέλαβεν, ἕως ἂν ἐμὲ ποιήσῃ Θεὸν τῇ δυνάμει τῆς ἐνανθρωπήσεως· κἂν μηκέτι κατὰ σάρκα γινώσκηται, τὰ σαρκικὰ λέγω πάθη, καὶ, χωρὶς τῆς ἁμαρτίας, ἡμέτέρα. Οὕτω δὲ καὶ παράκλητον ἔχομεν Ἰησοῦν Χριστόν, οὐχ ὡς ὑπὲρ ἡμῶν προκαλινδούμενον τοῦ Πατρὸς, καὶ προσπίπτοντα δουλικῶς. Ἀπαγε τὴν δούλην ὄντως ὑπόνοιαν, καὶ ἀναξίαν τοῦ Πνεύματος. Οὔτε γὰρ τοῦ Πατρὸς τοῦτο ἐπιζητεῖν, οὔτε τοῦ Υἱοῦ πάσχειν, ἢ ὡς περὶ Θεοῦ διανοεῖσθαι δίκαιον· ἀλλ' οἷς πέπονθεν, ὡς ἄνθρωπος, πείθει καρτερεῖν, ὡς Λόγος καὶ παραινέτης. Τοῦτο νοεῖταί μοι ἡ παράκλησις. Δέκατον αὐτοῖς ἐστιν ἡ ἄγνοια, καὶ τὸ μηδένα γινώσκειν τὴν τελευταίαν ἡμέραν, ἢ ὥραν, μηδὲ τὸν Υἱόν· τὸν αὐτὸν, εἰ μὴ τὸν Πατέρα. Καίτοι πῶς ἀγνοεῖ τι τῶν ὄντων ἡ Σοφία, ὁ ποιητὴς τῶν αἰώνων, ὁ συντελεστὴς καὶ μεταποιητὴς, τὸ πέρας τῶν γενομένων, ὁ οὕτω τὰ τοῦ Θεοῦ γινώσκων, ὡς τὸ πνεῦμα τοῦ ἀνθρώπου τὰ ἐν αὐτῷ; Τί γὰρ ταύτης τῆς γνώσεως τελεώτερον; Πῶς δαὶ τὰ μὲν περὶ τῆς ὥρας ἀκριβῶς ἐπίσταται, καὶ τὰ οἷον ἐν χρόνῳ τοῦ τέλους, αὐτὴν δὲ ἀγνοεῖ τὴν ὥραν; Αἰνίγματι γὰρ τὸ πρᾶγμα ὅμοιον, ὥσπερ ἂν εἴ τις διρεο
col. 591–592page 287 of 677
PG 130:591τὰ μὲν πρὸ τοῦ τείχους ἀκριβῶς ἐπίστασθαι λέγοι, αὐτὸ δὲ ἀγνοεῖν τὸ τεῖχος· ἢ τὸ τῆς ἡμέρας τέλος ἐν ἐπιστάμενος, τὴν ἀρχὴν τῆς νυκτὸς μὴ γινώσκειν Ἔνθα ἡ τοῦ ἑτέρου γνῶσις, ἀναγκαίως συνεισάγει τὸ ἑτέρον. Ἢ πᾶσιν εὔδηλον, ὅτι γινώσκει μὲν, ὡς Θεός, ἀγνοεῖν δέ φησιν, ὡς ἄνθρωπος, ἄν τις τὸ φαι νόμενον χωρίσῃ τοῦ νοουμένου; Τὸ γὰρ ἀπόλυτον εἶναι τοῦ Υἱοῦ τὴν προσηγορίαν καὶ ἄσχετον, τ προσκειμένου τῷ Υἱῷ τοῦ τινὸς ο ταύτην ἡμῖν δίδωσι τὴν ὑπόνοιαν, ὥστε τὴν ἄγνοιαν ὑπολαμβάνειν ἐπὶ τὸ εὐσεβέστερον, τῷ ἀνθρωπίνῳ, μὴ τῷ θείῳ ταύ την λογιζομένους. Εἰ μὲν οὖν οὗτος αὐτάρκης ὁ λόγος, ἐνταῦθα δὲ μή, τό γε δεύτερον, ὥσπερ τῶν ἄλλων ἕκαστος οὕτω δὴ καὶ ἡ γνῶσις τῶν μεγίστων, ἐπὶ τ αἰτίαν ἀναφερέσθω τιμῇ τοῦ γεννήτορος. Δοκεῖ μοί τις, μηδ' ἂν ἐκείνως ἀναγνούς, ὡς τῶν καθ' ἡμᾶς φιλολόγων τις μικρὸν ἐννοῆσαι, ὅτι οὐδὲ ὁ Πρ ἄλλως οἶδε τὴν ἡμέραν, ἢ τὴν ὥραν, ἢ ὡς στησόμεθα, καὶ μηδὲν πλέον ἐπιζητείσθω· ε ὁ Πατήρ. Τὸ γὰρ συναγόμενον, ὁποῖον Ἐπειδὴ δ Πατὴρ γινώσκει, διὰ τοῦτο καὶ ὁ Υἱός, ὡς ὅτι μηδενὶ γνωστὸν τοῦτο, μηδὲ ληπτόν, πλὴν πρώτης φύσεως. Ἐλείπετο περὶ τοῦ ἐντετάλια, τετηρηκέναι τὰς ἐντολὰς, καὶ τὰ ἀρεστὰ αὐτῷ. τότε πεποιηκέναι, διαλαβεῖν ἡμᾶς· ἔτι δὲ τὸ σεως, καὶ ὑψώσεως, καὶ τοῦ μαθεῖν, ἐξ ἄνέα τὴν ὑπακοὴν, καὶ ἀρχιερωσύνης τε καὶ προφορ καὶ παραδόσεως, καὶ δεήσεως τῆς πρὸς εἶν νάμενον σώζειν αὐτὸν ἐκ θανάτου, καὶ ἀγωνίας θρόμβων, καὶ προσευχῆς, καὶ εἴ τι ἄλλο του εἰ μὴ πᾶσι πρόδηλον ἦν, ὅτι περὶ τὸ πάσχω τοιαῦτα τῶν ὀνομάτων, οὐ περὶ τὴν ἄτρεπτ σιν, καὶ τοῦ πάσχειν ὑψηλοτέραν. Ἐκ τοῦ αὐτοῦ λόγου τοῦ περὶ δόγματος ταστάσεως ἐπισκόπων. Πατρὸς μὲν, καὶ ἀνάρχου, καὶ ἀρχῆς ἐπισ νου καὶ λεγομένου (ἀρχῆς δὲ, ὡς αἰτίου, καὶ ν γῆς, καὶ ὡς ἀϊδίου φωτός) Υἱοῦ δὲ, ἀνάργυ οὐδαμῶς, ἀρχῆς δὲ τῶν ὅλων· ἀρχὴν δὲ ὅταν μὴ χρόνον παρενθῇς, μηδὲ μέσον τι τάξῃς του γεννηκότος καὶ τοῦ γεννήματος, μηδὲ διδῇς φύσιν τῷ κακῶς παρεντεθέντι τοῖς συναλίοις συνημμένοις. Εἰ γὰρ χρόνος Υἱοῦ πρεσβύτερο ἐκείνου δηλαδὴ πρώτως ἂν εἴη αἴτιος ὁ Πατήρ. πῶς ποιητὴς χρόνων ὁ ὑπὸ χρόνον; Πώς Κύριος πάντων, εἰ ὑπὸ χρόνου προείληπται τα κυριεύεται; Ἄναρχος οὖν ὁ Πατήρ· οὐ γὰρ ἐπὶ θεν αὐτῷ, οὐδὲ παρ' ἑαυτοῦ τὸ εἶναι. Ο ἐὰν μὲν ὡς αἴτιον τὸν Πατέρα λαμβάνῃς, οὐκ χο;· ἀρχὴ γὰρ Υἱοῦ Πατὴρ ὡς αἴτιος· ἐὰν ἀπὸ χρόνου νοῇς ἀρχὴν, καὶ ἄναρχος· οὐκ γὰρ ὑπὸ χρόνου ὁ χρόνων Δεσπότης.
col. 593–594page 288 of 677
PG 130:593Εἰ δὲ, ὅτι τὰ σώματα ὑπὸ χρόνον, διὰ τοῦτο ἀξιώσεις κεῖσθαι καὶ τὸν Υἱὸν ὑπὸ χρόνον, περιθήσεις καὶ σῶμα τῷ ἀσωμάτῳ· καὶ εἰ ὅτι τὰ παρ' ἡμῖν γεννώμενα, οὐκ ὄντα ποτέ, εἶτα γινόμενα, διὰ τοῦτο καὶ τὸν Υἱὸν ἀναγκάσεις ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρεληλυθέναι, συγκρίνεις τὰ ἀσύγκριτα, Θεὸν καὶ ἄνθρωπον, σῶμα καὶ τὸ ἀσώματον· οὐκοῦν καὶ πείσεται καὶ λυθήσεται, ὅτι καὶ τὰ ἡμέτερα σώματα. Σὺ μὲν οὖν ἀξιοῖς διὰ τοῦτο οὕτω γεννᾶσθαι Θεόν, διότι τὰ σώματα· ἐγὼ δὲ διὰ τοῦτο οὐχ οὕτως, ὅτι οὕτω τὰ σώματα. Ὧν γὰρ τῇ εἶναι οὐχ ὅμοιον, τούτων οὐδὲ τὸ γεννᾶν ὅμοιον· εἰ μὴ καὶ τἆλλα δουλεύσῃς ταῖς ὕλαις, οἷον πάσχων, καὶ λυπούμενος, καὶ πεινῶν, καὶ διψῶν, καὶ ὅσα ἢ σώματος, ἢ τοῦ συναμφοτέρου πάθη. Ἀλλὰ ταῦτα οὐ παραδέχεταί σου ὁ νοῦς· περὶ Θεοῦ γὰρ ὁ λόγος. Μὴ τοίνυν μηδὲ τὴν γέννησιν ἄλλως, ἢ ὡς θεϊκὴν παραδέχου. Ἀλλ᾽ εἰ γεγέννηται, πῶς γεγέννηται, φησίν; Ἀπόκριναί μοι, ὦ διαλεκτικὲ σὺ καὶ ἄφυκτε. Εἰ ἔκτισται, πῶς ἔκτισται; κἀμὲ ἀπαίτει τὸ, Πῶς γεγέννηται; Πάθος περὶ τὴν γέννησιν; Πάθος καὶ περὶ τὴν κτίσιν· ἡ γὰρ οὐ πάθος ἡ ἀνατύπωσις, καὶ ἡ φροντὶς, καὶ ἡ τοῦ νοηθέντος ἀθρόως εἰς τὸ κατὰ μέρος ἐξάπλωσις; Χρόνος περὶ τὴν γέννησιν; Ἐν χρόνῳ καὶ τὰ κτιζόμενα. Τόπος ἐνταῦθα; Τόπος ἐκεῖ. Ἀποτυχία περὶ τὴν γέννησιν; Ἀποτυχία καὶ περὶ τὴν κτίσιν. Ταῦτα ἤκουσα φιλοσοφούντων ὑμῶν· ὃ γὰρ ὁ νοῦς ὑπέγραψε, πολλάκις ταῦτα ἡ χεὶρ οὐκ ἐτέλεσεν. Ἀλλὰ λόγῳ, φησί, τὸ πᾶν ὑπέστησε καὶ βουλήματι. Αὐτὸς γὰρ εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ὅταν εἴπῃς τῷ λόγῳ τοῦ Θεοῦ τὰ πάντα ἐκτίσθαι, οὐ τὴν ἀνθρωπίνην κτίσιν εἰσάγεις· οὐδεὶς γὰρ ἡμῶν λόγῳ πράττει τὰ γινόμενα. Οὐδὲν γὰρ ἂν ἦν ὑψηλότερον ἡμῶν, οὐδὲ ἀπονώτερον, εἰ τὸ λέγειν ἔργου συμπλήρωσις ἦν· ὥστε εἰ καὶ λόγῳ κτίζει Θεὸς τὰ κτιζόμενα, οὐκ ἀνθρώπινον αὐτῷ τὸ κτίζειν. Ἢ γὰρ δεῖξον καὶ ἄνθρωπον λόγῳ τι πράττοντα· ἢ δέξαι, ὅτι οὐχ ὡς ἄνθρωπος κτίζει Θεός. Ἐπεὶ διάγραψον βουλήματι πόλιν, καὶ παραστήτω πόλις· θέλησον γενέσθαι σοι υἱὸν, καὶ παραστήτω παῖς· θέλησον εὐθύ τι τῶν πραττομένων, καὶ εἰς ἔργον ἡ βούλησις χωρησάτω. Εἰ δὲ τούτων οὐδὲν ἔπεται τῷ βούλεσθαι, Θεοῦ δὲ τὸ βούλεσθαι πρᾶξις ἐστιν, ἄλλως μὲν ἄνθρωπος κτίζει, ἄλλως δὲ ὁ πάντων κτίστης Θεός. Ἢ ὡς οὖν κτίζει μὲν οὐκ ἀνθρωπικῶς, γεννᾶν δὲ ἀναγκάζεται ἀνθρωπικῶς; Σὺ μὲν οὐκ ὤν, ἔπειτα ἐγένου, εἶτα γεννᾶς· διὰ τοῦτο οὐκ ὄντα εἰς τὸ εἶναι παράγεις. Ἢ, ἵνα τι βαθύτερον εἴπω, τάχα οὐδὲ αὐτὸς ἐξ οὐκ ὄντων παράγεις· ἐπεὶ καὶ ὁ Λευΐ, φησίν, ἔτι ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν, πρὶν εἰς τὸ εἶναι
col. 595–596page 289 of 677
PG 130:595παρελθεῖν. Καὶ μηδεὶς ἐπηρεαζέτω τῷ λόγῳ. Οὐ γὰρ οὕτως ἐκ τοῦ Πατρός φημι τὸν Υἱὸν ὑπάρχειν, ὡς ἐν τῷ Πατρὶ πρότερον ὄντα, μετὰ δὲ τοῦτο εἰς τὸ εἶναι ὁδεύσαντα· οὐδὲ γὰρ ἀτελῆ πρότερον, εἶτα τέλειον, ὥσπερ νόμος τῆς ἡμετέρας γεννήσεως. Ταῦτα τῶν ἐπηρεαζόντων ἐστίν· ταῦτα τῶν ἐπιπηδώντων προχείρως πᾶσι τοῖς λεγομένοις. Ἡμεῖς δὲ οὐχ οὕτω φρονοῦμεν, οὐχ οὕτω δοξάζομεν· ἀλλ' ὁμοῦ τῷ τὸν Πατέρα εἶναι ἀγεννήτως (ἀεὶ δὲ ἦν, οὐχ ὑπερπίπτει γὰρ εἰς τὸ μὴ εἶναί ποτε ὁ νοῦς), καὶ ὁ Υἱὸς ἦν γεννητῶς. Ὥστε συντρέχει τὸ εἶναι τοῦ Πατρὸς τῷ γεγεννῆσθαι τοῦ Μονογενοῦς, ἐξ αὐτοῦ τε ὑπάρχοντος, καὶ οὐ μετ' αὐτόν, ἢ ἐπινοίᾳ μόνῃ τῇ τῆς ἀρχῆς· ἀρχῆς δὲ, ὡς αἰτίου. Πολλάκις γὰρ τὸν αὐτὸν ἀναστρέφω λόγον, τὸ παχύ σου καὶ ὑλικὸν τῆς διανοίας φοβούμενος. Τοῦ αὐτοῦ ἐκ τοῦ β' εἰρηνικοῦ λόγου. Ἀλλὰ σοὶ μὲν εἰς τιμὴν μέγα καὶ μέγιστον ὁ σὸς υἱός, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ περ ἂν τὰ πάντα πατρώζῃ, καὶ χαρακτήρ ᾖ γνήσιος τοῦ γεννήσαντος, καὶ οὐκ ἂν δέξαιο μυρίων ἀνδραπόδων εἶναι δεσπότης μᾶλλον ἢ ἑνὸς γεννήτωρ παιδός· τῷ δὲ Θεῷ ἄλλο τι μεῖζον ἢ Υἱοῦ τυγχάνειν Πατέρα, ὃ προσθήκη δόξης ἐστίν, οὐχ ὑφαίρεσις· ὡς δὲ καὶ τοῦ ἁγίου Πνεύματος; Ἢ ἀγνοεῖς, ὅτι σὺ μὲν κτισμάτων τις ἀρχὴν, τὴν ἀρχὴν λέγω δὲ Υἱοῦ καὶ Πνεύματος, οὔτε τὴν ἀρχὴν τιμᾷς, καὶ ἀτιμάζεις τὰ ἐξ αὐτῆς· τὴν μέν, ὅτι μικρῶν εἰσάγεις τὴν ἀρχήν, καὶ ἀναξίαν θεότητος· τὰ δέ, ὅτι μικρά, καὶ μὴ κτίσματα μόνον, ἀλλὰ καὶ πάντων κτισμάτων ποιεῖς ἀτιμότερα, εἴγε τούτων ὑπέστη, καί ποτε, ὥσπερ ὄργανα τεχνίτῃ πρὸ τῶν τεχνητῶν πρότερον οὐκ ὄντα, οὐδ' ἂν ἄλλως γενόμενα, εἰ μή τι κτίσαι δι' αὐτῶν ἠβουλήθη θεία, ὡς οὐκ ἀρκοῦντος τοῦ βούλεσθαι; Πᾶν γὰρ ὅ τινος ἕνεκεν, ἀτιμότερον ἐκείνου, δι' ὃ γεγέννηται. Ἐγὼ δὲ θεότητος ἀρχὴν εἰσάγων ἄχρονον, καὶ ἀχώριστον, καὶ ἀόριστον, τήν τε ἀρχὴν τιμῶ, καὶ τὰ ἐκ τῆς ἀρχῆς ἐπίσης· τὴν μέν, ὅτι τοιούτων ἀρχή· τὰ δέ, ὅτι οὕτω, καὶ τοιαῦτα, καὶ ἐκ τοιούτου, μήτε τῷ ποτέ, μήτε τῇ φύσει, μήτε τῷ σεπτῷ διειργόμενα, ὄντα διῃρημένως, καὶ διαιρούμενα συνημμένως, εἰ καὶ παράδοξον τοῦτο εἰπεῖν, οὐχ ἧττον ἔπαινον τῆς πρὸς ἄλληλα σχέσεως, ἢ καθ' ἑαυτὸ ἕκαστον νοούμενόν τε καὶ λαμβανόμενον· Τριάδα τελείαν ἐκ τελείων τριῶν, μονάδος μὲν κινηθείσης διὰ τὸ πλούσιον, δυάδος δὲ ὑπερβαθείσης· ὑπὲρ γὰρ τὴν ὕλην καὶ τὸ εἶδος ἐξ ὧν τὰ σώματα· Τριάδος δὲ ὁρισθείσης διὰ τὸ τέλειον. Πρώτη γὰρ ὑπερβαίνει δυάδος σύνθεσιν, ἵνα μήτε στενὴ μένῃ ἡ θεότης, μήτε εἰς
col. 597–598page 290 of 677
PG 130:597ἄπειρον χρῆται. Τὸ μὲν γὰρ ἀφιλότιμον, τὸ δὲ ἄτακτον· καὶ τὸ μὲν Ἰουδαϊκὸν παντελῶς, τὸ δὲ Ἑλληνικὸν καὶ πολύθεον. Σκοπῶ δὲ κἀκεῖνο, καὶ ἴσως οὐκ ἀπαιδεύτως, οὐδὲ ἀμαθῶς, ἀλλὰ καὶ λίαν ἐπεσκεμμένως, ὅτι σοὶ μὲν κίνδυνος οὐδὲ εἷς γεννητὸν εἰσάγοντι τὸν Υἱόν· οὐ γὰρ μὴ πάθῃ τι γεννῶν ὁ ἀγέννητος τῶν σωματικῶν τε καὶ ὑλικῶν, ὅτι μηδὲ σῶμα· καὶ τοῦτο αἱ κοιναὶ περὶ Θεοῦ παραχωροῦσιν ὑπολήψεις, ὥστε τί φοβούμεθα φόβον, οὗ μή ἔστι φόβος; καὶ ἀσεβοῦμεν διὰ κενῆς, ὃ δὴ λέγεται; Ἐμοὶ δὲ κίνδυνος ζημιωθῆναι θεότητα, εἰ τὸ κτίσμα παραδεχοίμην· οὐ γὰρ Θεὸς τὸ κτιζόμενον, οὐδὲ δεσποτικὸν τὸ ὁμόδουλον, κἂν τὰ πρῶτα φέρηται δουλείας καὶ κτίσεως, καὶ τοῦτο μόνον φιλανθρωπεύεται ὑβριζόμενον. Ὁ γὰρ τῆς ὀφειλομένης ἀποστερῶν τιμῆς οὐ μᾶλλον τιμᾷ τῷ διδομένῳ, ἢ ἀτιμάζει τῷ ἀφαιρουμένῳ, καὶ προσποίησιν ἔχῃ τιμῆς τὸ γινόμενον. Καὶ εἴ σοι πλάττεται πάθη περὶ τὴν γέννησιν, κἀμοὶ περὶ τὴν κτίσιν. Οὐδὲ γὰρ τὸ κτιζόμενον ἀπαθῶς εἶναι κτιζόμενον, εἰ καὶ μὴ γεγέννηται κατὰ σέ, γεγέννηται δὲ οὐδὲ ἔκτισται κατὰ τὸν ἀληθῆ λόγον. Δέξαι τοῦ λόγου σοι τὸ λειπόμενον ὁ μικροῦ τὸ ἴσον λέγειν ταλαιπωρῶν διὰ τῆς προσηγορίας τοῦ κτίσαντος. Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸ Πάσχα β' λόγου. Ταῦτα ἐγκαλεῖς Θεῷ; Διὰ ταῦτα ὑπολαμβάνεις χείρονα, ὅτι λεντίῳ διαζώννυται, καὶ νίπτει τοὺς πόδας τῶν μαθητῶν, καὶ δείκνυσιν ἀρίστην ὁδὸν ὑψώσεως τὴν ταπείνωσιν; Ὅτι διὰ τὴν συγκύπτουσαν χαμαὶ ψυχὴν ταπεινοῦται, ἵνα καὶ συνυψώσῃ τὸ κάτω νεῦον ὑπὸ τῆς ἁμαρτίας; Ἐκεῖνο δὲ πῶς οὐ κατηγορεῖς, ὅτι καὶ μετὰ τελωνῶν ἐσθίει, καὶ παρὰ τελώναις, καὶ μαθητεύει τελώνας, ἵνα καὶ αὐτός τι κερδάνῃ; Τί τοῦτο; Τὴν τῶν ἁμαρτωλῶν σωτηρίαν. εἰ μὴ καὶ τὸν ἰατρὸν αἰτιᾶτό τις, ὅτι συγκύπτει ἐπὶ τὰ πάθη, καὶ δυσωδίαν ἀνέχεται, ἵνα δῷ τὴν ὑγίειαν τοῖς κάμνουσι, καὶ τὸν ἐπικλινόμενον βάθρῳ διὰ φιλανθρωπίαν, ἵνα τὸ ἐμπεπτωκὸς κτήνος κατὰ τὸν νόμον ἀνασώσηται. Ἀπεστάλη μέν, ἀλλ' ὡς ἄνθρωπος. Διπλοῦς γὰρ ἦν. Ἐπεὶ καὶ ἐκοπίασε, καὶ ἐπείνησε, καὶ ἐδίψησε, καὶ ἠγωνίασε, καὶ ἐδάκρυσε νόμῳ σώματος. Εἰ δὲ καὶ ὡς Θεός, τί τοῦτο; Τὴν εὐδοκίαν τοῦ Πατρὸς ἀποστολὴν εἶναι νόμισον, ἐφ' ᾧ ὃν ἀναφέρει τὰ ἑαυτοῦ, καὶ ὡς ἀρχὴν τιμῶν ἄχροντον, καὶ τοῦ μὴ δοκεῖν εἶναι ἀντίθεος. Ἐπεὶ καὶ παραδεδόσθαι λέγεται, ἀλλὰ καὶ ἑαυτὸν παραδίδωσιν· γέγραπται, καὶ ἐγηγέρθαι παρὰ τοῦ Πατρός, καὶ ἀνειλῆφθαι, ἀλλὰ καὶ ἑαυτὸν ἀνεστηκέναι, καὶ εἰσεληλυθέναι πάλιν. Ἐκεῖνα τῆς εὐδοκίας, ταῦτα τῆς ἐξουσίας. Σὺ δὲ τὰ μὲν ἐλαττοῦντα λέγεις, τὰ ὑψοῦντα δὲ παρατρέχεις. Καὶ ὅτι μὲν ἔπαθε, λογίζῃ, ὅτι δὲ ἑκών, οὐ προστίθης· οἷα πάσχει καὶ νῦν ὁ
col. 599–600page 291 of 677
PG 130:599φεται, ὑπὸ δὲ τῶν ὡς σὰρξ ἀτιμάζεται· καὶ χωρίζει ται. Τίσιν ὀργισθῇ πλέον, μᾶλλον δὲ τίσιν ἀφῇ; τοῖς συναιροῦσι κακῶς, ἢ τοῖς τέμνουσι; Καὶ γὰρ κἀ κείνους διαιρεῖν ἔξει, καὶ τούτους συνάπτειν· τοὺς μὲν τῷ ἀριθμῷ, τοὺς δὲ τῇ θεότητι. Προσκόπτεις τῇ σαρκί; Τοῦτο καὶ Ἰουδαῖοι. Ἢ καὶ Σαμαρείτην ἀποκαλεῖς; καὶ τὸ ἑξῆς σιωπήσομαι. Ἀπιστεῖς τῇ θεότητι; Τοῦτο οὐδὲ οἱ δαίμονες, ὦ καὶ δαιμόνων ἀπιστότερε σύ, καὶ Ἰουδαίων ἀγνωμονέστερε. Ἐκεῖνοι τὴν τοῦ Υἱοῦ προσηγορίαν ὁμοτιμίας φωνὴν ἐνόμισαν, οὗτοι τὸν ἐλαύνοντα Θεὸν ᾔδεσαν. Ἐπεί θοντο γὰρ ἐξ ὧν ἔπασχον. Σὺ δὲ οὐδὲ τὴν ἰσότητα δέχῃ, οὐδὲ ὁμολογεῖς τὴν θεότητα. Λόγος, ὑπὸ μὲν τῶν ὡς Θεὸς τιμᾶται, καὶ συναλείφεται, ὑπὸ δὲ τῶν ὡς σὰρξ ἀτιμάζεται, καὶ χωρίζεται. Ἔτι κατὰ Ἀρειανῶν τε καὶ Εὐνομιανῶν, τοῦ Νύσσης ἐκ τοῦ β' λόγου τοῦ πρὸς ΣΙΜΠΛΙΚΙΟΝ περὶ Υἱοῦ. Κελεύει ὁ Θεὸς διὰ τοῦ Προφήτου μηδένα πρόσφα τον θεὸν Θεὸν εἶναι νομίζειν, μηδὲ προσκυνεῖν ἀλ λοτρίῳ θεῷ. Οὐκοῦν δῆλόν ἐστιν, ὅτι πρόσφατον λέ γεται ὁ μὴ ἐξ ἀϊδίου ὤν· καὶ ἐκ τοῦ ἐναντίου πάλιν ἀΐδιον λέγεται ὁ μὴ πρόσφατός ἐστιν. Ὁ τοίνυν μὴ ἐξ ἀϊδίου τὸν Μονογενῆ Θεὸν ἐκ τοῦ Πατρὸς εἶναι πι στεύων, πρόσφατον αὐτὸν εἶναι οὐκ ἀρνεῖται· τὸ γὰρ μὴ ἀΐδιον, πρόσφατον πάντως· πᾶν δὲ τὸ πρόσφατον, Θεὸς οὐκ ἔστιν, καθὼς εἶπεν ἡ Γραφή, ὅτι οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος. Ἄρα ὁ λέγων, ὅτι ποτὲ οὐκ ἦν, οὗτος ἀρνεῖται αὐτοῦ τὴν θεότητα. Πά λιν ἀλλότριον Θεὸν προσκυνεῖν κωλύει ὁ λέγων, κα δέποτε προσκυνήσεις θεῷ ἀλλοτρίῳ· ὁ δὲ ἀλλότριος τῇ πρὸς τὸν ἴδιον ἡμῶν Θεὸν ἀντιδιαστολῇ θεωρεῖται. Τίς οὖν ὁ ἴδιος ἡμῶν ἐστι Θεός; Δῆλον ὅτι ὁ ἀληθινὸς Θεός. Τίς δὲ ὁ ἀλλότριος; Πάντως ὁ τῆς τοῦ ἀληθινοῦ Θεοῦ φύσεως ἀλλοτρίως ἔχων. Εἰ οὖν ἴδιος ἡμῶν ἐστιν ὁ ἀληθινὸς Θεός, ἂν μὴ ᾖ τῆς τοῦ ἀληθινοῦ Θεοῦ φύσεως ὁ Μονογενὴς Θεός, καθὼς λέγουσιν οἱ αἱρετικοὶ, ἀλλότριος Θεός ἐστι, καὶ οὐχ ἡμέτερος. Λέγει δὲ τὸ Εὐαγγέλιον ὅτι τὰ πρόβατα ἀλλοτρίῳ οὐ μὴ ὑπακούσῃ. Ὁ λέγων κτιστὸν αὐτὸν εἶναι, ἀλλότριον τῆς τοῦ ἀληθινοῦ Θεοῦ φύσεως εἶναι κατασκευάσει. Τί οὖν ποιοῦσιν οἱ λέγοντες, ὅτι κτιστός ἐστι; Προσ κυνοῦσι τὸν κτιστὸν αὐτόν, ἢ οὐχί; Εἰ μὲν γὰρ οὐ προσκυνοῦσιν, Ἰουδαΐζουσιν, ἀρνούμενοι τοῦ Χριστοῦ τὴν προσκύνησιν· εἰ δὲ προσκυνοῦσιν, εἰδωλολατροῦσι· τὸν γὰρ ἀλλότριον τοῦ ἀληθινοῦ Θεοῦ προσ κυνοῦσιν. Ἀλλὰ μὴν ἐπίσης ἀσεβές, καὶ μὴ προσκυνεῖν τὸν Υἱὸν, καὶ προσκυνεῖν τὸν ἀλλότριον Θεόν. Χρὴ ἄρα τοῦ ἀληθινοῦ Πατρὸς ἀληθινὸν τὸν Υἱὸν λέ γειν, ἵνα προσκυνῶμεν αὐτόν, καὶ μὴ κατακριθῶμεν ὡς ἀλλότριον προσκυνοῦντες θεόν. Πρὸς δὲ τοὺς λέγοντας τὸ ἐκ τῆς Παροιμίας ὅτι ὁ Κύριος ἔκτισέ με, καὶ διὰ τοῦτο νομίζοντας ἰσχυρόν τι λέγειν περὶ τοῦ κτι στὸν εἶναι τὸν πάντων κτίστην καὶ δημιουργόν, ταῦτα προσήκει λέγειν, ὅτι πολλὰ δι' ἡμᾶς ἐγένετο ὁ Μονο γενής·
col. 601–602page 292 of 677
PG 130:601γενής Θεός. Καὶ γὰρ καὶ Λόγος ὢν, σὰρξ ἐγένετο· καὶ Θεὸς ὤν, ἄνθρωπος ἐγένετο· καὶ ἀσώματος ὤν, σῶμα ἐγένετο· καὶ ἔτι πρὸς τούτοις καὶ ἁμαρτία, καὶ κατάρα, καὶ λίθος, καὶ ἀξίνη, καὶ ἄρτος, καὶ πρόβατον, καὶ ὁδὸς, καὶ θύρα, καὶ πέτρα, καὶ πολλὰ τοιαῦτα ἐγένετο, οὐδὲν τούτων τῇ φύσει ὤν, ἀλλὰ δι' ἡμᾶς κατ' οἰκονομίαν γενόμενος. Ὥσπερ οὖν Λόγος ὤν, δι' ἡμᾶς ἐγένετο σάρξ· καὶ Θεὸς ὤν, ἄνθρωπος ἐγένετο· οὕτω καὶ κτίστης ὤν, δι' ἡμᾶς κτίσμα ἐγένετο, κτιστὴ γὰρ ἡ σάρξ. Ὡς οὖν εἶπεν διὰ τοῦ προφήτου, ὅτι «Οὕτως λέγει Κύριος, ὁ πλάσας με ἐκ κοιλίας δοῦλον αὐτοῦ»· οὕτως εἶπεν καὶ διὰ τοῦ Σολομῶντος, τό· «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ.» Οὐκοῦν καὶ ὁ ἐν τῇ κοιλίᾳ τῆς παρθένου πλασθείς κατὰ τὸν λόγον τοῦ προφήτου, ὁ δοῦλός ἐστιν, οὐχ ὁ Κύριος· τουτέστιν, ὁ κατὰ σάρκα ἄνθρωπος ἐν ᾧ ὁ Θεὸς ἐφανερώθη· καὶ ἐνταῦθα ὁ κτισθεὶς εἰς ἀρχὴν ὁδῶν αὐτοῦ, οὐχ ὁ Θεός ἐστιν, ἀλλ' ὁ ἄνθρωπος· ἐν ᾧ ἡμῖν ὁ Θεὸς ἐφανερώθη, ἐπὶ τὸ τὴν καταφθαρείσαν ὁδὸν τῆς ἀνθρωπίνης σωτηρίας πάλιν ἀνανεώσασθαι. Ὥστε ἐπειδὴ δύο περὶ τοῦ Χριστοῦ γινώσκομεν, τὸ μὲν θεῖον, τὸ δὲ ἀνθρώπινον, ἐν μὲν τῇ φύσει τὸ θεῖον, ἐν δὲ τῇ οἰκονομίᾳ τὸ κατὰ ἄνθρωπον, ἀκολούθως τὸ μὲν ἀΐδιον τῇ θεότητι προσμαρτυροῦμεν, τὸ δὲ κτιστὸν τῇ ἀνθρωπίνῃ λογιζόμεθα φύσει. Ὡς γὰρ κατὰ τὸν προφήτην ἐν τῇ κοιλίᾳ ἐπλάσθη δοῦλος, οὕτως καὶ κατὰ τὸν Σολομῶντα, διὰ τῆς δουλικῆς ταύτης κτίσεως ἐν σαρκὶ ἐφανερώθη. Ὅταν δὲ λέγωσιν· Εἰ ἦν, οὐκ ἐγεννήθη· καὶ, Εἰ ἐγεννήθη, οὐκ ἦν, διδαχθήτωσαν ὅτι οὐ χρὴ τὰ τῆς σαρκικῆς γεννήσεως ἰδιώματα ἐφαρμόζειν τῇ θείᾳ φύσει. Σώματα μὲν γὰρ μὴ ὄντα γεννᾶται· ὁ δὲ Θεὸς τὰ μὴ ὄντα εἶναι ποιεῖ· οὐκ αὐτὸς ἐκ τοῦ μὴ ὄντος γίνεται. Διὸ καὶ ὁ Παῦλος ἀπαύγασμα δόξης αὐτὸν ὀνομάζει, ἵνα διδαχθῶμεν, ὅτι ὥσπερ τὸ ἐκ τοῦ λύχνου φῶς καὶ ἐκ τῆς φύσεως ἐστι τοῦ ἀπαυγάζοντος, καὶ μετ' ἐκείνου ἐστὶν (ὁμοῦ τε γὰρ ἐξεφάνη ὁ λύχνος, καὶ τὸ φῶς τὸ ἐξ αὐτοῦ συνεξέλαμψεν), οὕτω κελεύει καὶ ἐνταῦθα νοεῖν ὁ Ἀπόστολος, ὅτι καὶ ἐκ τοῦ Πατρὸς ὁ Υἱός, καὶ οὐδέποτε χωρὶς τοῦ Υἱοῦ ὁ Πατήρ· οὐκ ἐγχωρεῖ γὰρ ἀλαμπῆ εἶναι τὴν δόξαν, ὡς οὐκ ἐγχωρεῖ ἄνευ ἀπαυγάσματος εἶναι τὸν λύχνον. Δῆλον δὲ ὅτι ὥσπερ τὸ εἶναι ἀπαύγασμα μαρτυρία ἐστὶ τοῦ κατὰ τὴν δόξαν εἶναι (μὴ γὰρ οὔσης τῆς δόξης οὐκ ἂν εἴη τὸ ἐκ ταύτης ἀπαυγαζόμενον), οὕτως τὸ λέγειν μὴ εἶναι τὸ ἀπαύγασμα, ἀπόδειξίς ἐστι τοῦ μηδὲ τὴν δόξαν εἶναι, ὅτε οὐκ ἦν τὸ ἀπαύγασμα· τὴν γὰρ δόξαν ἄνευ ἀπαυγάσματος εἶναι ἀμήχανον. Ὥσπερ οὖν οὐκ ἔστιν ἐπὶ τοῦ ἀπαυγάσματος λέγειν ὅτι, Εἰ ἦν οὐκ ἐγένετο, καὶ, Εἰ ἐγένετο, οὐκ ἦν, οὕτως μάταιόν ἐστι περὶ τοῦ Υἱοῦ ταῦτα λέγειν, διότι ὁ Υἱός ἐστι τὸ ἀπαύγασμα.
col. 603–604page 293 of 677
PG 130:603Οἱ δὲ τὸ μικρότερον καὶ τὸ μεῖζον ἐπὶ τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς λέγοντες, διδαχθήτωσαν παρὰ τοῦ Παύλου μὴ μετρεῖν τὰ ἀμέτρητα· ὁ γὰρ Ἀπόστολος τὸν Υἱὸν χαρακτῆρα λέγει τῆς τοῦ Πατρὸς ὑποστάσεως. Δῆλον οὖν ὅτι ὅση ἂν ἡ ὑπόστασις ᾖ τοῦ Πατρός, τοσοῦτος καὶ ὁ χαρακτήρ ἐστι τῆς ὑποστάσεως· οὐ γὰρ ἐνδέχεται εἶναι μικρότερον τὸν χαρακτῆρα τῆς θεωρουμένης ἐν αὐτῷ ὑποστάσεως. Ἀλλὰ καὶ ὁ μέγας Ἰωάννης ταῦτα διδάσκει λέγων· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν.» Ἐκ γὰρ τοῦ εἰπεῖν, ὅτι «ἐν ἀρχῇ ἦν,» καὶ οὐ μετὰ τὴν ἀρχὴν, ἔδειξεν ὅτι οὐδέποτε ἄλογος ἦν ἡ ἀρχή. Ἐκ δὲ τοῦ ἀποδείξαι ὅτι καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, τὸ ἀνελλιπὲς τοῦ Υἱοῦ ὡς πρὸς τὸν Πατέρα ἐσήμανεν, ὅλῳ γὰρ τῷ Θεῷ ὅλως συνθεωρεῖται ὁ Λόγος. Εἰ γὰρ ἐλλιπὴς ἦν ἐν τῷ ἰδίῳ μεγέθει ὁ Λόγος, ὥστε μὴ δύνασθαι πρὸς ὅλον τὸν Θεὸν εἶναι, ἀνάγκη πᾶσα ἄλογον εἶναι τοῦ Θεοῦ νομίζειν τὸ ὑπερπίπτον τοῦ Λόγου. Ἀλλὰ μὴν πάσῃ τοῦ Θεοῦ μεγαλειότητι ἡ τοῦ Λόγου μεγαλειότης συνθεωρεῖται. Ἄρα οὐκ ἔχει χώραν ἐπὶ τῶν θείων δογμάτων τὸ μεῖζον λέγειν καὶ τὸ μικρότερον. Οἱ δὲ λέγοντες τὸ γεννητὸν τῷ ἀγεννήτῳ ἀνόμοιον εἶναι κατὰ τὴν φύσιν, διδαχθήτωσαν μὴ μωραίνειν ἐκ τοῦ κατὰ τὸν Ἀβελ καὶ τὸν Ἀδὰμ ὑποδείγματος. Καὶ γὰρ καὶ ὁ Ἀδὰμ κατὰ τὴν φυσικὴν τῶν ἀνθρώπων γέννησιν οὐκ ἐγεννήθη· ὁ δὲ Ἀβελ ἐκ τοῦ Ἀδὰμ ἐγεννήθη. Οὐδὲν δὲ ἐκώλυσε τὸν Ἀδὰμ τὸ μὴ γεννηθῆναι πρὸς τὸ ἄνθρωπον εἶναι· οὐδὲ ἡ γέννησις τὴν Ἀβελ ἄλλο τι παρὰ τὴν ἀνθρωπίνην φύσιν ἐποίησεν, ἀλλὰ καὶ οὗτος ἄνθρωπος κἀκεῖνος, εἰ καὶ ὁ μὲν γεννηθεὶς ἦν, ὁ δὲ δίχα γεννήσεως. Ἄρα καὶ ἐπὶ τῶν θείων δογμάτων τὸ μὴ γεννηθῆναι καὶ τὸ γεννηθῆναι διαφορὰν οὐκ ἐξεργάζεται φύσεως, ἀλλ᾿ ὥσπερ ἐπὶ τοῦ Ἀδὰμ καὶ τοῦ Ἀβελ ἀνθρωπότης μία, οὕτω καὶ ἐπὶ τοῦ Πατρὸς καὶ ἐπὶ τοῦ Υἱοῦ θεότης μία. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ περὶ θεότητος Υἱοῦ καὶ Πνεύματος. Λέγουσιν οἱ περὶ τὸν Εὐνόμιον, ὅτι ὁ Υἱός ποτε οὐκ ἦν. Εἰ οὐκ ἦν ὁ Υἱός, πάντως οὐδὲ ὁ Πατὴρ ἦν. Εἰ οὐκ ἦν ὁ χαρακτὴρ, οὐδὲ ἡ ὑπόστασις ἦν. Εἰ οὐκ ἦν τὸ ἀπαύγασμα, οὐδὲ τὸ ἀπαυγάζον ἦν. Εἰ οὐκ ἦν δύναμις, εἰ οὐκ ἦν σοφία, ὧν ἄνευ Θεὸς οὐχ ἔστιν, οὐδὲ Θεὸς ἦν. Οὐ γὰρ ἔστιν ἐννοῆσαι δόξαν ἄλαμπῆ, ἢ ὑπόστασιν ἀχαρακτήριστον, ἢ ἄνευ σοφίας σοφόν, ἢ ἄνευ δυνάμεως δύναμιν, ἢ ἄπαιδα πατέρα. Οὐκοῦν ἀποδέδεικται διὰ τῶν εἰρημένων, ὅτι ὁ τὸν Υἱὸν ἀθετῶν συναθετεῖ καὶ τὸν Πατέρα. Ὅπου δὲ οὔτε ὁ Υἱὸς δοξάζεται, οὔτε ὁ Πατὴρ εἶναι πιστεύεται, καθόλου ἡ θεότης ἠθέτηται. Τὸ δὲ ἀθετεῖν τὴν θεότητα οὐδενὸς ἄλλου ἢ Ἐπικούρου ἐστίν. Οὐκοῦν Ἐπικούρειοι οἱ νῦν δογματισταὶ τῆς ἀσεβείας ἀναπεφήνασιν. Ἐκ τοῦ αὐτοῦ λόγου. Τινὰς ῥήσεις ἐκ τῆς Γραφῆς ἀποσπαράσσοντες τοῖς ἀνοήτοις προτείνονται, καὶ φασιν αὐτὸν ὁμολο-
col. 605–606page 294 of 677
PG 130:605γεῖν τὸν Κύριον, ὅτι ἐπέμφθη παρὰ τοῦ Πατρός. Εἶτα, ὅτι μὲν ἐπέμφθη, γινώσκεις, ὅτι δὲ ὁ πέμ ψας μετ' αὐτοῦ ἐστιν, οὐκ ἀκήκοας. Ο πέμψας με γάρ, φησί, μετ᾿ ἐμοῦ ἐστι, καὶ οὐκ ἐδιδάχθης διὰ τῶν εἰρημένων, ὅτι καὶ ἀποστέλλεται, καὶ οὐ χωρίζεται. Ἀποστέλλεται μὲν γὰρ διὰ φιλανθρωπίαν, οὐ χωρίζεται δὲ διὰ τὸ τῆς φύσεως ἄτμητον. Ἐκ τοῦ αὐτοῦ λόγου. Φασὶ πάλιν διὰ τοῦ Μονογενοῦς ὁμολογεῖσθαι τὸ εἶναι μείζονα αὐτοῦ τὸν Πατέρα· Ὁ Πατήρ μου γάρ, φησί, μείζων μου ἐστι. Καὶ μὴν ὁ αὐτὸς τοῦτο φησιν· Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί. Εἰ μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ, πῶς χωρεῖται τὸ μεῖζον ἐν τῷ ἐλάττονι; Εἰ ἐλάττων ὁ Υἱὸς τοῦ Πατρὸς, πῶς πληροῦται τὸ μεῖζον ὑπὸ τοῦ λείποντος; Ὅ τε γὰρ μείζων στενοχωρεῖται πάντως ἐν τῷ ἐλάττονι, καὶ ὁ ἐλάττων ἐπεκτανθῆναι πρὸς τὸ ὑπερβάλλον οὐ δύναται. ὥστε ἀνάγκη ἐλλείπειν μὲν ἐν τῷ Πατρὶ τὸν Υἱόν, περισσεύειν δὲ ἐν τῷ Υἱῷ τὸν Πατέρα, καὶ ψεύδεται κατ' αὐτοὺς ὁ εἰπὼν, ὅτι Ἐγὼ ἐν τῷ Πατρί, δέον εἰπεῖν, εἴπερ ἐλάττων ἐστὶν, ὅτι Ἐγὼ ἐν μέρους τοῦ Πατρὸς, καὶ μέρος τοῦ Πατρὸς ἐν ἐμοί. Εἰ δὲ ὅλος ὁ Πατὴρ ἐν ὅλῳ τῷ Υἱῷ, καὶ ὅλος ὁ Υἱὸς ἐν ὅλῳ τῷ Πατρὶ, ποῦ τὸ πλέον, καὶ ποῦ τὸ λεῖπον; Καὶ τί δεῖ τὰ πολλὰ λέγειν, δέον μιᾷ φωνῇ περιγράψαι πᾶσαν τὴν φλυαρίαν αὐτῶν, τῷ· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ; Εἰπέ μοι, τὸ ἴσον ἀκούσας, τὸ μὴ ἴσον ἐνδέ χεσθαι βούλει; Ὦ κενῆς διδασκαλίας διὰ τοῦ ἴσου τὸ ἄνισον ἑρμηνευούσης! Εἴρηται τοίνυν, ὅτι Ὁ πέμψας με μείζων μου ἐστιν. Οὐκοῦν σκοπήσωμεν παρὰ τίνος ὁ λόγος, καὶ πῶς ἐπέμφθη ἐν μορφῇ Θεοῦ ὑπάρχων, ἢ μορφὴν δούλου λαβὼν, ἐν τῷ πληρώματι ὢν τῆς θεότητος, ἢ κενώσας ἑαυτὸν ἐν τῇ τοῦ δούλου μορφῇ; Παντὶ γὰρ, οἶμαι, πρόδηλον, ὅτι ἡ θεία δύναμίς τε καὶ φύσις πανταχοῦ οὖσα, καὶ διὰ πάντων διήκουσα, καὶ τοῦ παντὸς περιδεδραγμένη οὐκ ἂν εἰκότως πέμπεσθαι λέγοιτο. Οὐ γάρ ἐστί τι κενὸν ἔξω αὐτῆς, ἐν ᾧ μὴ πρότερον οὖσα, ὅταν πεμφθῇ παραγίνεται, ἀλλὰ τῇ συντηρητικῇ δυνάμει διακρατοῦσα τὸ πᾶν, οὐκ ἔχει εἰς ὃ μεταχωρήσει, αὐτὴ τοῦ παντὸς οὖσα τὸ πλήρωμα. Ἡ τοίνυν πρὸς τὸ ἡμέτερον ταπεινόν τε καὶ ἀσθενὲς τοῦ Υἱοῦ κάθοδος, καὶ συγκατάβασις, κατὰ γνώμην τοῦ Πατρὸς γεγενημένη, ἀποστολὴ λέγεται. Ἡ γὰρ ἐκ τῆς ἀκράτου φύσεως πρὸς τὴν ἡμετέραν ζωὴν μετάστασις οὐ τοπικήν ποιεῖται τοῦ Κυρίου τὴν κίνησιν, ἀλλὰ καὶ τὴν ἀπὸ τοῦ ὕψους τῆς θεότητος πρὸς τὸ ταπεινὸν τῆς σαρκὸς ἐνδείκνυται κάθοδον. Κατέβη τοίνυν οὐ γυμνὸς Λόγος φανεῖς, ἀλλὰ σὰρξ γενόμενος. Ὅταν μὲν οὖν πρὸς τὸ ἀνθρώπινον ὁ λόγος βλέπῃ, μεῖζον ὁμολογεῖ τοῦ διὰ σαρκὸς ὁρωμένου τὸν μὴ ὁρώμενον· ὅταν δὲ πρὸς τὸ θεῖον χειραγωγῇ τὴν διάνοιαν, ἀργεῖ τοῦ μείζονος καὶ τοῦ ἐλάττονος ἡ συγκριτικὴ αὕτη ἀντιπαράθεσις, ἀντὶ δὲ τούτων ἑνότης κηρύσσεται· Ἐγὼ γὰρ, φησὶ, καὶ ὁ Πατήρ ἓν ἐσμεν.
col. 607–608page 295 of 677
PG 130:607Ἐνταῦθα καὶ τοῖς τὰ Ἀρείου φρονοῦσι καιρίαν δίδωσι τὴν πληγήν. Οὐδὲ γὰρ προστακτικῶς εἶπε Ποίησον, ὡς ὑποδεεστέρῳ ἢ ἐλάττονι κατὰ τὴν οὐσίαν, ἀλλὰ μετὰ πολλῆς τῆς ἰσοτιμίας, Ποιήσωμεν. Καὶ τὸ ἑξῆς δὲ πολλὴν δείκνυσιν ἡμῖν τῆς οὐσίας τὴν ὁμοιότητα. Ἐκ τῆς ἑρμηνείας τῆς εἰς τό, «Ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον ὃν ἔπλασεν.» Εὐθέως ἐκ προοιμίων τὰ δύο τέθεικεν. Οὐδὲ γὰρ εἶπε ὁ Κύριος, καὶ ἐσίγησεν, ἀλλὰ προσέθηκε ὁ Κύριος ὁ Θεός, λανθάνον τι καὶ κεκρυμμένον ἐντεῦθεν διδάσκων ἡμᾶς, ἵνα εἰδέναι ἔχωμεν, ὅτι κἄν τε Κύριον ἀκούσωμεν, κἄν τε Θεόν, οὐδεμία ἐν τοῖς ὀνόμασίν ἐστι διαφορά. Τούτου δὲ νῦν οὐχ ἁπλῶς ἐμνημόνευσα, ἀλλ' ἵνα, ὅταν ἀκούσῃς Παύλου λέγοντος· Εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα, μὴ νομίσῃς διαφορὰν εἶναι ἐν ταῖς λέξεσι, καὶ τὴν μὲν μεῖζόν τι δηλοῦν, τὴν δὲ ἔλαττον. Διὰ τοῦτο καὶ ἀδιαφόρως ἡ Γραφὴ τούτοις κέχρηται τοῖς ὀνόμασιν, ἵνα μὴ ἐξῇ τοῖς φιλονείκως διακειμένοις τὰ ἐξ οἰκείας ὑπονοίας ἐπεισφέρειν τῇ τῶν δογμάτων ὀρθότητι. Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τῆς εἰς τό, «Ἐν ἀρχῇ ἦν ὁ Λόγος.» Τὸ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, οὐ τὸ ἀΐδιον, φασί, δείκνυσι. Καὶ γὰρ καὶ περὶ οὐρανοῦ τοῦτο ἐλέχθη καὶ περὶ γῆς. Ὢ τῆς ἀναισχυντίας καὶ τῆς ἀνευλαβείας τῆς πολλῆς. Περὶ Θεοῦ σοι διαλέγομαι, καὶ σύ μοι τὴν γῆν φέρεις εἰς μέσον, καὶ τοὺς ἀπὸ τῆς γῆς ἀνθρώπους; Οὐκοῦν ἐπειδὴ καὶ ὁ ἄνθρωπος υἱὸς Θεοῦ λέγεται, καὶ Θεός, Ἐγὼ γὰρ, φησίν, εἶπα, θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες, φιλονεικήσεις τῷ Μονογενεῖ τῆς υἱότητος, καὶ οὐδὲν φήσεις αὐτὸν ἔχειν κατὰ τοῦτο σοῦ πλέον; Οὐδαμῶς, φής. Καὶ μὴν τοῦτο ποιεῖς, κἂν μὴ τῷ λόγῳ λέγῃς. Τῷ γὰρ μὴ φύσει εἶναι λέγειν αὐτὸν Υἱὸν οὐδὲν ἕτερον ἢ χάριτι εἶναι τοῦτον κατασκευάζεις. Πλὴν ἀλλ᾽ ἴδωμεν καὶ τὰς μαρτυρίας, ἃς παράγουσιν ἡμῖν. Ἐν ἀρχῇ, φησίν, ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος. Καί· Ἦν ἄνθρωπος ἐξ Ἀρμαθαὶμ Σιφά. Ταῦτά ἐστιν, ἃ νομίζουσιν ἰσχυρά. Καὶ ἰσχυρά, ἀλλ᾽ εἰς τὸ δεῖξαι τὴν παρ' ἡμῶν ὀρθότητα τῶν δογμάτων ἀσθενέστερα ὄντα πάντων, πρὸς τὸ στῆσαι τὴν βλασφημίαν αὐτῶν. Τί γὰρ, εἰπέ μοι, κοινὸν ἔχει πρὸς τὸ ἐποίησε τὸ ἦν; Τί δὲ ὁ Θεὸς πρὸς τὸν ἄνθρωπον; Τί τὰ ἄμικτα μιγνύεις, καὶ συγχεῖς τὰ διαιρούμενα, καὶ τὰ ἄνω κάτω ποιεῖς; Ἐνταῦθα γὰρ οὐ τὸ ἦν δείκνυσι τὸ ἀΐδιον μόνον, ἀλλὰ καὶ τό, Ἐν ἀρχῇ ἦν. Ὥσπερ οὖν τὸ ὢν ὅταν μὲν περὶ ἀνθρώπου λέγηται, τὸν ἐνεστῶτα χρόνον δηλοῖ μόνον, ὅταν δὲ περὶ Θεοῦ, τὸ ἀΐδιον δείκνυσιν· οὕτω καὶ τὸ ἦν, περὶ μὲν τῆς ἡμετέρας λεγόμενον φύσεως, τὸν παρελθόντα χρόνον σημαίνει
col. 609–610page 296 of 677
PG 130:609ἡμῖν, καὶ τούτων πεπερατωμένον· ὅταν δὲ περὶ Θεοῦ ῥηθείη, τὸ ἀΐδιον ἐμφαίνει. Ἐκ τῆς αὐτῆς ἀκολουθίας. Ναί, φησίν, ἀλλ' ὁ Πέτρος εἶπε τοῦτο σαφῶς καὶ διαρρήδην. Ποῦ, καὶ πότε; Ὅταν Ἰουδαίοις διαλεγόμενος ἔλεγεν, ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ὁ Θεὸς ἐποίησε. Τί οὖν καὶ τὸ ἑξῆς οὐ προσέθηκας, ὅτι τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε; Ἢ ἀγνοεῖς, ὅτι τῶν λεγομένων τὰ μὲν τῆς ἀκηράτου φύσεως, τὰ δὲ τῆς οἰκονομίας ἐστίν; Εἰ δὲ μὴ ἔστιν, ἀλλὰ πάντα ἁπλῶς ἐπὶ τῆς θεότητος ἐκδέξῃ, καὶ παθητὸν εἰσάγεις τὸ θεῖον. Εἰ δὲ μὴ παθητὸν, οὐδὲ ποιητόν. Εἰ μὲν γὰρ ἐκ τῆς θείας αὐτοῦ καὶ ἀῤῥήτου φύσεως τὸ αἷμα ἔῤῥευσε, καὶ ἀντὶ τῆς σαρκὸς αὐτὴ τοῖς κατὰ τὸν σταυρὸν ἥλοις διῃρεῖτο καὶ ἐτέμνετο, λόγον ἂν εἶχε σου κατὰ τοῦτο τὸ σόφισμα. Εἰ δὲ τοῦτο οὐδ' ἂν αὐτὸς ὁ διάβολος βλασφημήσειε, τίνος ἕνεκεν αὐτὸς ἀγνοεῖν προσποιῇ, ἀσύγγνωστον οὕτως ἄγνοιαν, καὶ ἣν οὐδ' ἂν οἱ δαίμονες ὑπεκρίναντο; Ἄλλως τε τὸ Κύριος καὶ Χριστὸς οὐκ ἔστιν οὐσίας, ἀλλ' ἀξιώματος. Τὸ μὲν γὰρ τῆς ἐξουσίας ἐστί, τὸ δὲ τοῦ χρισθῆναι. Τί οὖν ἂν εἴποις περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ; Εἰ γὰρ καὶ κτιστὸς ἦν καθ' ὑμᾶς, τοῦτο οὐκ ἂν ἔχοι χώραν. Οὐ γὰρ δὴ πρότερον ἐγένετο, καὶ τότε αὐτὸν ἐχειροτόνησεν ὁ Θεὸς, οὐδὲ ἐπίκτητον ἔχει τὴν ἀρχὴν, ἀλλὰ φύσει καὶ οὐσιωμένην. Ἐρωτηθεὶς γὰρ εἰ βασιλεὺς εἴη, Ἐγὼ εἰς τοῦτο γεγένημαι, φησίν. Ὁ Πέτρος, ὡς περί τινος χειροτονηθέντος, οὕτω διαλέγεται. Περὶ γὰρ τῆς οἰκονομίας ὁ λόγος αὐτῷ πάσης. Καὶ τί θαυμάζει; εἰ τοῦτο ὁ Πέτρος φησίν; Ἀθηναίοις γὰρ διαλεγόμενος ὁ Παῦλος, ἄνδρα καλεῖ μόνον οὕτω λέγων· Ἐν ἀνδρὶ ᾧ ὥρισε πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν, καὶ οὐδὲν περὶ τῆς τοῦ Θεοῦ λέγει μορφῆς, οὐδὲ ὅτι ἴσος αὐτῷ, οὐδ' ὅτι ἀπαύγασμα τῆς δόξης αὐτοῦ, εἰκότως. Οὔπω γὰρ καιρὸς τούτων τῶν ῥημάτων ἦν. Ἀγαπητὸν δὲ ἦν αὐτοὺς παραδέξασθαι τέως, ὅτι ἄνθρωπός ἐστι, καὶ ὅτι ἀνέστη. Οὕτω καὶ αὐτὸς ὁ Χριστὸς ἐποίησε, παρ' οὗ καὶ Παῦλος μαθών, οὕτω τὰ πράγματα οἰκονομεῖ. Οὐ γὰρ εὐθέως ἡμῖν ἑαυτοῦ τὴν θεότητα ἐξεκάλυψεν, ἀλλὰ πρῶτον μὲν ἐνομίζετο προφήτης, καὶ Χριστὸς ἁπλῶς ἄνθρωπος· ὕστερον δὲ ἐφάνη διὰ τῶν ἔργων καὶ τῶν ῥημάτων τοῦτο ὅπερ ἦν. Διὰ τοῦτο καὶ ὁ Πέτρος ἐν ἀρχῇ τούτῳ κέχρηται τῷ τρόπῳ. Καὶ γὰρ ταύτην πρώτην πρὸς Ἰουδαίους ἐδημηγόρει τὴν δημηγορίαν. Καὶ ἐπειδὴ οὐδὲν περὶ τῆς θεότητος αὐτοῦ σαφὲς μαθεῖν ἴσχυον, διὰ τοῦτο τοῖς περὶ τῆς οἰκονομίας ἐνδιατρίβει λόγοις, ἵνα τούτοις ἡ ἀκοὴ γυμνασθεῖσα τῇ λοιπῇ προοδοποιήσῃ διδασκαλίᾳ. Καὶ εἰ βούλοιτό τις τὴν δημηγορίαν πᾶσαν ἄνωθεν διελθεῖν, εὑρήσει τοῦτο ὃ λέγω σφόδρα διαλάμπον. Καὶ γὰρ ἄνδρα αὐτὸν καλεῖ καὶ αὐτὸς, καὶ τοῖς τοῦ πάθους καὶ τῆς ἀναστάσεως καὶ τοῖς κατὰ σάρκα γεννήσεως ἐνδιατρίβει λόγοις. Καὶ Παῦλος δὲ ὅταν λέγῃ, Τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα, οὐ ἂν ἕτερον ἡμᾶς παιδεύει, ἀλλ' ἢ ὅτι τὸ ἐποίησεν ἐπὶ
col. 611–612page 297 of 677
PG 130:611τῆς οἰκονομίας παρείληπται, ὃ καὶ ἡμεῖς ὁμολογοῦμεν. Ἀλλ' ὁ τῆς βροντῆς υἱὸς περὶ τῆς ἀῤῥήτου καὶ προαιωνίου ὑπάρξεως διαλέγεται νῦν, διὰ τοῦτο τὸ ἐποίησεν ἀφεὶς, τὸ ἦν ἔθηκεν. Ἐκ τῆς αὐτῆς ἀκολουθίας. Ἤκουσα ὅτι Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Τί νοεῖς ἀπὸ τῆς ἀρχῆς ταύτης; Ἢ δῆλον, ὅτι τὸ πρὸ πάντων αὐτὸν εἶναι τῶν νοητῶν, καὶ πρὸ τῶν αἰώνων; Εἰ δὲ λέγοι τις, Καὶ πῶς ἐστιν Υἱὸν ὄντα μὴ νεώτερον εἶναι τοῦ Πατρός; τὸ γὰρ ἔκ τινος ὂν ἀνάγκη πάσα ὕστερον εἶναι τοῦ ἐξ οὗ ἐστιν· ἐροῦμεν, ὅτι μάλιστα μὲν ταῦτα λογισμῶν ἀνθρωπίνων ἐστι, καὶ ὁ τοῦτο ζητῶν καὶ ἕτερα τούτων ἀτοπώτερα ζητήσει, καίτοι οὐδὲ τῇ ἀκοῇ τὰ τοιαῦτα παραδέχεσθαι ἔδει. Περὶ Θεοῦ γὰρ νῦν ἡμῖν ὁ λόγος ἐστὶν, οὐ περὶ τῆς τῶν ἀνθρώπων φύσεως ὑποκειμένης τῇ τῶν λογισμῶν τούτων ἀκολουθίᾳ τε καὶ ἀνάγκῃ. Πλὴν ἀλλ᾽ ὑπὲρ πληροφορίας τῶν ἀσθενεστέρων καὶ πρὸς ταῦτα ἐροῦμεν. Εἰπὲ γάρ μοι, τὸ ἀπαύγασμα τοῦ ἡλίου ἐξ αὐτῆς ἐκπηδᾷ τῆς τοῦ ἡλίου φύσεως, ἢ ἄλλοθέν ποθεν; Ἀνάγκη πᾶσα ὁμολογῆσαι τὸν μὴ καὶ τὰς αἰσθήσεις πεπηρωμένον, ὅτι ἐξ αὐτῆς. Ἀλλ' ὅμως καὶ ἐξ αὐτῆς ὂν τοῦ ἡλίου τὸ ἀπαύγασμα, οὐκ ἂν ποτὲ ὕστερον εἶναι φαίημεν τῆς ἡλιακῆς φύσεως, ἐπειδὴ μηδὲ χωρὶς ἀπαυγάσματος ἥλιος ἐφάνη ποτέ. Εἰ δὲ ἐπὶ τῶν σωμάτων τούτων τῶν αἰσθητῶν καὶ ἄρας τῶν, καὶ ἐκ τινος ὄν, καὶ οὐχ ὕστερον τοῦ ἐξ οὗ ἐστιν ἐφάνη τι ὂν, τί ἀπιστεῖς, εἰ ἐπὶ τῆς ἀοράτου καὶ ἀῤῥήτου φύσεως τὸ αὐτὸ δὴ τοῦτό ἐστιν οὕτως, ὡς ἐκείνῃ τῇ οὐσίᾳ πρέπον ἦν; Διὰ γάρ τοι τοῦτο καὶ ὁ Παῦλος αὐτὸν οὕτως ἐκάλεσε, καὶ τὸ ἐξ αὐτοῦ, καὶ τὸ συναΐδιον παριστῶν. Τί δὲ, εἰπέ μοι, οὐχὶ οἱ αἰῶνες δι' αὐτοῦ γεγόνασι πάντες, καὶ διάστημα ἅπαν; Ἀνάγκη πᾶσα ὁμολογῆσαι τὸν μὴ παραπαίοντα. Οὐκοῦν οὐδὲν μέσον Υἱοῦ καὶ Πατρός· εἰ δὲ οὐδὲν, οὐχ ὕστερος, ἀλλὰ συναΐδιος. Τὸ γὰρ πρὸ καὶ τὸ μετὰ, χρόνων εἰσὶν ἔννοιαι δηλωτικοί. Χωρὶς γὰρ αἰῶνος ἢ χρόνου οὐκ ἂν δυνηθείη τις ταῦτα νοῆσαι τὰ ῥήματα. χρόνων δὲ καὶ αἰώνων ἀνώτερος ὁ Θεός. Εἰ δὲ ὅλως τοῦ Υἱοῦ φῂς ἀρχὴν κατειληφέναι, ὅρα μὴ καὶ τὸν Πατέρα ὑπὸ ἀρχὴν ἀναγκασθῇς ἀγαγεῖν κατὰ τοῦτον τὸν λόγον καὶ τὸν λογισμόν, πρεσβυτέραν μὲν, ἀρχὴν δὲ ὅμως. Εἰπὲ γάρ μοι, οὐχ ὅρον τινὰ καὶ ἀρχὴν προτιθεὶς τοῦ Υἱοῦ, οὕτω προϊὼν ἀπ' αὐτῆς ἐπὶ τὸ ἄνω τὸν Πατέρα προϊέναι λέγεις; Εὔδηλον. Εἰπὲ οὖν μοι πάλιν, πόσον ὁ Πατὴρ προϋπάρχει; Ἄν τε γὰρ ὀλίγον, ἄν τε πολὺ διάστημα εἴποις, ὑπὸ ἀρχὴν τὸν Πατέρα ἤγαγες. Μετρήσας γὰρ, εἴδηλον, ὅτι τὸ μέσον οὕτως ὀλίγον ἐρεῖς, ἢ πολύ. Μετρητὸν δὲ οὐκ ἂν γένοιτο, ἑκατέρωθεν οὔσης ἀρχῆς. Ὥστε καὶ τῷ Πατρὶ δέδωκας ἀρχὴν τό γε εἰς σὲ ἧκον, καὶ οὐκ ἔσται λοιπὸν οὐδὲ ὁ Πατὴρ ἄναρχος καθ' ὑμᾶς. Ἐκ τῆς αὐτῆς ἀκολουθίας. Ἡδέως δ᾽ ἂν κἀκεῖνο ἐροίμην τοὺς ἀντιλέγοντας
col. 613–614page 298 of 677
PG 130:613ἡμῖν· τί ποτέ ἐστι τὸ παρὰ τῷ προφήτῃ λεγόμενον, τὸ, Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ' ἐμὲ οὐκ ἔσται; Ἆρα ἀναιρήσετε καὶ αὐτὴν τοῦ Μονογενοῦς τὴν οὐσίαν; Ἀνάγκη γὰρ ἢ τοῦτο τολμᾷν, ἢ μίαν παραδέξασθαι τὴν θεότητα ἐν ἰδίαις ὑποστάσεσι Πατρὸς καὶ Υἱοῦ. Ποῦ δὲ ὅπως τό· Πάντα δι' αὐτοῦ ἐγένετο, ἀληθές; Εἰ γάρ ἐστιν αἰὼν αὐτοῦ πρεσβύτερος, πῶς ἂν ὁ πρὸ αὐτοῦ δι' αὐτοῦ γεγενημένος εἴη; Ὁρᾶτε εἰς ὅτην τόλμαν αὐτοὺς, ἅπαξ παρακινηθείσης τῆς ἀληθείας, ὁ λόγος ἐξήγαγε; Διατί γὰρ οὐκ εἶπεν ὁ εὐαγγελιστὴς, ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, καθάπερ περὶ πάντων ὁ Παῦλος ἀποφαίνεται λέγων οὕτως· Ὁ καλέσας τὰ ὄντα ὡς μὴ ὄντα, ἀλλ', Ἐν ἀρχῇ ἦν, φησί; Τοῦτο γὰρ ἐναντίον ἐκείνῳ, καὶ μάλα εἰκότως. Θεὸς γὰρ οὔτε γίνεται, οὔτε ἔχει τι πρεσβύτερον. Ἀλλὰ ταῦτα Ἑλλήνων βήματα. Εἰπὲ δή μοι κἀκεῖνο, τὸν κτίστην τῶν ἔργων ἀσυγκρίτως ὑπερέχειν εἴποις ἄν; Ὅταν οὖν αὐτοῖς ὅμοιον ᾖ τὸ ἐξ οὐκ ὄντων, ποῦ ἡ ἀσύγκριτος ὑπεροχή; Εἰ οὐκ ἔστι συναΐδιος τῷ Πατρὶ, πῶς ἄπειρον αὐτοῦ τὴν ζωὴν ἐρεῖς; Εἰ γὰρ ἀρχὴν ἄνωθεν ἔχει, κἂν ἀτελεύτητος ᾖ, ἄπειρος ὅμως οὐκ ἔστι· τὸ γὰρ ἄπειρον ἑκατέρωθεν εἶναι χρή. Ὅπερ οὖν ὁ Παῦλος δηλῶν ἔλεγε· Μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, τό τε ἄναρχον καὶ ἀτελεύτητον δηλῶν. Ὥσπερ γὰρ τοῦτο οὐκ ἔχει πέρας, οὕτως οὐδὲ ἐκεῖνο. Οὔτε γὰρ ἐνταῦθα τέλος, οὔτε ἐκεῖ ἀρχή. Πῶς δὲ ζωὴ ὤν, ἦν τε οὐκ ἦν; Τὴν γὰρ ζωὴν ἀεί τε εἶναι, καὶ ἀνάρχως εἶναι, καὶ ἀτελευτήτως, πάντες ἂν ὁμολογήσαιεν, εἴ γε ὄντως εἴη ζωή, ὥσπερ οὖν καὶ ἔστιν. Εἰ δὲ ἔστιν, ὅτε οὐκ ἔστι, πῶς ἂν εἴη ζωὴ τῶν ἄλλων αὐτὴ ποτὲ οὐκ οὖσα; Πῶς οὖν, φησίν, ἀρχὴν ἔθηκεν ὁ εὐαγγελιστής εἰπών· Ἐν ἀρχῇ ἦν; Τὸ ἐν ἀρχῇ προσέσχες, καὶ τὸ καὶ ὁ Λόγος ἦν οὐκ ἐννοεῖς. Τί δὲ, ὅταν περὶ τοῦ Πατρὸς ὁ Προφήτης λέγῃ· Ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ, ἆρα ὅρους αὐτῷ τιθεὶς οὕτω φησίν; Οὐδαμῶς, ἀλλὰ τὸ ἀΐδιον δηλῶν. Οὕτω τοίνυν καὶ ἐνταῦθα νόει. Οὐ γὰρ ὅρους τιθεὶς τοῦτο εἴρηκεν. Οὐδὲ γὰρ εἶπεν, Ἀρχὴν ἔσχεν, ἀλλ', Ἐν ἀρχῇ ἦν, παραπέμπων σε ἐπὶ τὸ ἄναρχον ἐννοεῖν τὸν Υἱόν. Ἀλλ' ἰδού, φησὶν, ὁ Πατὴρ Θεὸς μετὰ τῆς τοῦ ἄρθρου προσθήκης εἴρηται, ὁ δὲ Υἱὸς χωρὶς ταύτης. Τί οὖν; ὅταν ὁ Ἀπόστολος λέγῃ· Τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ πάλιν, Ὁ ὢν ἐπὶ πάντων Θεός. Ἰδοὺ γὰρ ἐνταῦθα οὐ χωρὶς τοῦ ἄρθρου τοῦ Υἱοῦ ἐμνημόνευσε. Ποιεῖ δὲ καὶ τοῦτο καὶ ἐπὶ τοῦ Πατρός. Τοιγαροῦν Φιλιππησίοις ἐπιστέλλων οὕτω φησίν· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Καὶ Ῥωμαίοις δὲ πάλιν· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἄλλως τε καὶ περιττὸν ἦν ἐνταῦθα αὐτὸ προστεθῆναι ἄνω συνεχῶς προστεθὲν τῷ λόγῳ. Ὥσπερ γὰρ περὶ τοῦ Πατρὸς λέγων φησί· Πνεῦμα ὁ Θεὸς, καὶ οὐκ ἐπειδὴ τῷ Πνεύματι τὸ ἄρθρον οὐ πρόσκειται, ἀθετοῦμεν διὰ τοῦτο τὸ ἀσώματον τοῦ
col. 615–616page 299 of 677
PG 130:615Θεοῦ· οὕτω καὶ ἐνταῦθα, κἂν μὴ προσκέηται τῷ Υἱῷ τὸ ἄρθρον, οὐ διὰ τοῦτο ἥττων Θεὸς ὁ Υἱός. Θεὸν γὰρ καὶ Θεὸν εἰπὼν, οὐκ ἐμφαίνει τι μέσον ἡμῖν τῆς θεότητος ταύτης, ἀλλὰ καὶ τοὐναντίον. Προειπών γὰρ, Καὶ Θεὸς ἦν ὁ Λόγος, ἵνα μὴ νομίσῃ τις ἐλάττονα εἶναι τὴν θεότητα τοῦ Υἱοῦ, εὐθέως αὐτοῦ καὶ τὰ γνωριστικά τῆς γνησίας τίθησι θεότητος, τό τε ἀΐδιον. Οὗτος γὰρ ἦν, φησὶν, ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, καὶ τὸ δημιουργικὸν προστιθείς· Πάντα γάρ, φησί, δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονεν. Ὅ μάλιστα καὶ ὁ Πατὴρ αὐτοῦ διὰ τῶν προφητῶν ἀπανταχοῦ τῆς οὐσίας τῆς αὐτοῦ γνωριστικὸν εἶναί φησι. Καὶ συν εχῶς τοῦτο τῆς ἀποδείξεως τὸ εἶδος περιστρέφουσιν οἱ προφῆται, καὶ οὐχ ἁπλῶς, ἀλλὰ πρὸς τὴν τῶν εἰδώλων ἀγωνιζόμενοι δόξαν· Θεοὶ γὰρ, φησίν, οἱ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπωλέσθω σαν. Καὶ πάλιν, Ἐγὼ τῇ χειρὶ μου ἐξέτεινα τὸν οὐρανόν. Καὶ δεικνὺς θεότητος εἶναι δηλωτικὸν πανταχοῦ αὐτὸ τίθησιν. Αὐτὸς δὲ ὁ εὐαγγελιστὴς οὐδὲ τούτοις ἠρκέσθη τοῖς ῥήμασιν, ἀλλὰ καὶ ζωὴν αὐτὸν ἐκάλεσε καὶ φῶς. Εἰ τοίνυν ἀεὶ μετὰ τοῦ Πατρὸς ἦν, εἰ πάντα αὐτὸς ἐδημιούργησεν, εἰ πάντα αὐτὸς παρήγαγε, καὶ συγκροτεῖ, τοῦτο γὰρ διὰ τῆς ζωῆς ᾐνίξατο, εἰ πάντα φωτίζει· τίς οὕτως ἀνόητος, ὡς εἰπεῖν τὸν εὐαγγελιστὴν διὰ τούτων ἐσπουδακέναι ἐλάττωσιν θεότητος εἰσηγήσασθαι, δι' ὧν μάλι στα ἰσότητα καὶ ἀπαραλλαξίαν ἐνδείξασθαι δυνατόν ἐστι; Μὴ συγχέωμεν τὴν κτίσιν μετὰ τοῦ κτίσαντος, ἵνα μὴ καὶ ἡμεῖς ἀκούσωμεν, ὅτι Ἐσεβάσθησαν τὴν κτίσιν παρὰ τὸν κτίσαντα. Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τῆς εἰς τό· «Πάντα δι' αὐτοῦ ἐγένετο.» Εἰ τὸ διὰ νομίζεις ἐλαττώσεως εἶναι, ἄκουσον Παύλου λέγοντος· Σὺ κατ᾿ ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσιν οἱ οὐρανοί· ὅ περὶ τοῦ Πατρὸς ὡς δημιουργοῦ εἴρηται, τοῦτο περὶ τοῦ Υἱοῦ λέγει, οὐκ ἂν εἰπὼν, εἰ μὴ ὡς περὶ δημιουργοῦ, ἀλλ' οὐχ ὑπουργοῦντός τινι. Εἰ δὲ ἐνταῦθα τὸ δι' αὐτοῦ εἴρηται, δι' οὐδὲν ἕτερον τέθειται, ἀλλ' ἵνα μὴ ἀγέννητον ὑποπτεύσῃ τις τὸν Υἱόν. Ἐπεὶ, ὅταν κατὰ τὸ τῆς δημιουργίας ἀξίωμα οὐδὲν ἔλαττον ἔχῃ τοῦ Πατρὸς, ἄκουσον αὐτοῦ λέγοντος· Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς, καὶ ζωο ποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Εἰ μὲν οὖν περὶ τοῦ Υἱοῦ καὶ ἐν τῇ παλαιᾷ τὸ κατ᾿ ἀρχάς· Σὺ τὴν γῆν ἐθεμελίωσας, Κύριε, εἴρηται, σαφὲς τὸ τῆς δημιουργίας ἀξίωμα· εἰ δὲ περὶ τοῦ Πατρὸς τοῦτο τὸν προφήτην εἰρηκέναι λέγεις, τὸν δὲ Παῦλον τῷ Υἱῷ προσνενεμηκέναι τὸ περὶ ἐκείνου λεχθέν, καὶ οὕτω τὸ αὐτὸ γίνεται πάλιν. Οὐδὲ γὰρ ἂν καὶ τῷ Υἱῷ πρέπειν αὐτὸ ὁ Παῦλος ἐνομοθέτησεν, εἰ μὴ σφόδρα ἐθάρρει, ὅτι τὰ τῆς ἀξίας ὁμότιμα ἦν. Καὶ γὰρ ἦν τόλμης ἐσχάτης τὰ τῇ ἀσυγκρίτῳ πρέποντα φύσει, ἐπὶ τὴν ἐλάττω καὶ ἀποδέουσαν ἐκείνης ἄγα γεῖν. Ἀλλ᾽ οὔτε ἐλάττων ἐστὶν, οὔτε ἀποδέει τῆς τοῦ Πατρὸς οὐσίας ὁ Υἱός. Διόπερ οὐ ταῦτα μόνον ἐθάρ
col. 617–618page 300 of 677
PG 130:617βησεν εἰπεῖν ὁ Παῦλος περὶ αὐτοῦ, ἀλλὰ καὶ ἕτερα τοιαῦτα. Τὸ γὰρ Ἐξ οὗ, ῥῆμα, ὅπερ ὡς ἀξίαν τινά μόνον τῷ Πατρὶ ἀπονέμεις, καὶ κλῆρον, καὶ περὶ τοῦ Υἱοῦ φησιν οὕτω λέγων· Ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον, καὶ συμβιβαζόμενον αὔξει εἰς τὴν αὔξησιν τοῦ Θεοῦ. Καὶ οὐκ ἀρκεῖται τοῦτο μόνον, ἀλλὰ καὶ ἑτέ ρωθεν ὑμῖν ἀποφράττει τὰ στόματα. Τὸ Δι' οὗ τοῦτο ὑπὲρ ἐλαττώσεως εἶναι λέγεις τῷ Πατρὶ προσνέμων· Πιστὸς γὰρ ὁ Θεὸς, φησί, δι' οὗ ἐκλήθητε εἰς κοι νωνίαν τοῦ Υἱοῦ αὐτοῦ· καὶ πάλιν· Διὰ τοῦ Λό γου αὐτοῦ· καὶ ἀλλαχοῦ· Ὅτι ἐξ αὐτοῦ, καὶ δι' αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα. Καὶ οὐ τῷ Πατρὶ μόνῳ τὸ Ἐξ οὗ, ἀλλὰ καὶ τῷ Πνεύματι προσνενέμηται. Καὶ γὰρ τῷ Ἰωσὴφ ὁ ἄγγελος ἔλεγε· Μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου. Ὥσπερ οὖν καὶ τὸ ἐν ᾧ τοῦ Πνεύματός ὂν, οὐκ ἀπα ξιοῖ καὶ τῷ Θεῷ προσνέμειν ὁ προφήτης, οὕτω λέ γων· Ἐν τῷ Θεῷ ποιήσωμεν δύναμιν. Καὶ ὁ Παῦ λος δεόμενός φησιν· Εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς. Ἐπὶ τοῦ Χριστοῦ δὲ πάλιν τοῦτο τίθησι λέγων, Ἐν Χριστῷ Ἰησοῦ. Καὶ ὅλως πολλάκις, καὶ συν εχέστερον εὕροιμεν ἂν μεθισταμένας ταύτας τὰς λέξεις. Ταῦτα δὲ οὐκ ἂν συνέβη, μὴ πανταχοῦ τῆς αὐτῆς οὐσίας ὑποκειμένης. Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τῆς εἰς τό, Ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρός. Ὁ Εὐαγγελιστὴς τοῦ κόλπου μέμνηται διὰ τοῦ ἑνὸς ῥήματος τούτου ἡμῖν ἐμφαίνων ὅτι πολλὴ τῆς οὐσίας ἡ συγγένεια καὶ ἐγγύτης· ὅτι ἀπαράλλακτος ἡ γνῶσις, ὅτι ἴση ἡ ἐξουσία. Οὐ γὰρ τὸν ἑτε ρούσιον ἐν τοῖς κόλποις ἂν ἔσχεν ὁ Πατήρ, ἀλλ' οὐδ' ἂν αὐτὸς ἐτόλμησε δοῦλος ὢν, καὶ τῶν πολλῶν εἷς ἐν τοῖς κόλποις στρέφεσθαι τοῦ Δεσπότου. Τοῦτο γὰρ Υἱοῦ γνησίου μόνου, καὶ πολλῇ παρρησίᾳ πρὸς τὸν γεγεννηκότα χρωμένου, καὶ οὐδὲν ἔλαττον ἔχον τος. Βούλει καὶ τὸ ἀΐδιον μαθεῖν; Ἄκουσον τί φησιν ὁ Μωϋσῆς περὶ τοῦ Πατρός. Ἐρωτήσας γὰρ εἰ ἐρω τηθείη παρὰ τῶν Ἰουδαίων τίς ὁ ἀπεσταλκὼς αὐτὸν εἴη, τί κελεύεται ἀποκρίνασθαι πρὸς αὐτοὺς, ἤκου σεν· Εἰπὲ ὅτι ὁ ὢν ἀπέσταλκέ με. Τὸ δὲ Ὁ ὢν τοῦ ἀεὶ σημαντικὸν, καὶ τοῦ ἀνάρχως εἶναι, καὶ τοῦ ὄντως εἶναι, καὶ κυρίως. Τοῦτο καὶ τό, Ἐν ἀρχῇ ἦν, ἐμφαίνει τοῦ ἀεὶ δηλωτικὸν ὄν. Τούτῳ δὴ καὶ ἐνταῦθα τῷ ῥητῷ κέχρηται ὁ Ἰωάννης, δεικνὺς ὅτι ἀνάρχως καὶ ἀϊδίως ἐν τῷ κόλπῳ τοῦ Πατρός ἐστιν ὁ Υἱός. Ἵνα γὰρ μὴ διὰ τὴν τοῦ ὀνόματος κοινωνίαν ἕνα τινὰ τῶν χάριτι γενομένων υἱῶν εἶναι νομίσῃς, πρῶτον μὲν πρόσκειται τὸ ἄρθρον, διαιροῦν αὐτὸν τῶν κατὰ χάριν. Εἰ δὲ μὴ τοῦτο ἀρκεῖ σοι, ἀλλ' ἔτι κάτω κύπτεις, τούτου κυριώτερον ὄνομα ἄκουε τό, Μονογενής. Εἰ δὲ καὶ μετὰ τοῦτο κάτω βλέπεις, Οὐ παραιτήσομαι, φησὶ, καὶ ἀνθρωπίνην τινὰ ῥῆσιν εἰ
col. 619–620page 301 of 677
PG 130:619μηδὲν ὑποπτεύσης ταπεινόν. πεῖν περὶ τοῦ Θεοῦ, τὴν τοῦ κόλπου λέγω μόνον, ἵνα Ἔτι κατὰ Ἀρειανῶν τε καὶ Εὐνομιανῶν τῶν ἁγίοις Κυρίλλου Ἀλεξανδρείας ἐκ τῶν καὶ Ἰωάννην Εὐαγγέλιον ἐξηγητικῶν. Τί πρὸς τοῦτό φατε, οἱ νέον ἡμῖν καὶ πρόσφατ εἰσφέροντες τὸν Υἱόν, ἵνα μηδὲ ὅλως ὑπάρχειν πιστεύηται Θεός; Οὐ γὰρ ἔσται, ὅ φησίν, εἶναι Θεὸς πρόσφατος, ἡ θεία Γραφή. Πῶς οὖν οὐ πρό φατος, εἰ ἐν ὑστέροις ἐγεννήθη καιροῖς; Πῶς δὲ εἰ ἐψεύδετο λέγων πρὸς Ἰουδαίους· Ἀμὴν λέγ ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι· ὁ πρόδηλον γὰρ δήπου καὶ πᾶσιν ὁμολογούμενον, ὡς πολλοῖς ὕστερον χρόνοις μετὰ τὸν μακάριον Ἀβραὰμ ἐγεν νήθη Χριστὸς διὰ τῆς ἁγίας Παρθένου. Ποῦ δὲ δίκ τὸ, ὁ Ἐν ἀρχῇ ἦν, σωθήσεται καὶ χωρήσει καλῶς, εἴπερ ἐπὶ τέλει τῶν αἰώνων γέγονεν ὁ Μονογενής. Ὅρα γάρ μοι καὶ διὰ τῶν ἐφεξῆς, ὅτην ἔχει τη ἀτοπίαν τὸ κολοβοῦν τοῦ Υἱοῦ τὴν ἀΐδιον ὕπαρξιν, καὶ ἐν ὑστέροις αὐτὸν γενέσθαι χρόνοις ὑπονοεῖν. Αὐτὸ δὲ δὴ πάλιν ἡμῖν εἰς λεπτοτέραν παραπίν καὶ βάσανον, ὅπερ ἔφη ὁ μακάριος εὐαγγελιστής· Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Τῆς ἀρχῆς οὐδέν ἐστι τὸ πρεσβύτατον, εἴπερ ἔχει σωζόμενον ἐφ' ἑαυτῇ τὸν τῆς ἀρχῆς ὅρον. Τῆς γὰρ ἀρχῆς οὐκ ἂν εἴη ποτέ, ἢ πάντως ἐκθήσεται τὸ εἶναι κατὰ ἀλήθειαν ἀρχή, προεπινοουμένου τοῦ ἑτέρου καὶ προανίσχοντος αὐτῆς· ἄλλως τε εἰ ἐν δέχεται τι προϋπάρχειν τῆς ὄντως ἀρχῆς, ἐπ' ἄπει ρὸν ἡμῖν ὁ περὶ αὐτῆς οἰκήσεται λόγος, ἀεὶ προανα τελλούσης ἑτέρας, καὶ δευτέραν ἀποφαινούσης τὴν ἐφ' ᾗπερ ἂν ἡ παρ' ἡμῶν γένοιτο ζήτησις. Ὥστε ἀρχὴ μὲν ἀρχῆς οὐκ ἔσται, κατὰ τὸν ἀκριβῆ καὶ ἀληθῆ λογισμόν, ἀλλ' εἰς ἀμήρυτον μέντοι καὶ ἀκατάληπτον ὁ περὶ αὐτῆς ἀποδημήσει λόγος. Τέως δὲ οὐκ ἐχούσης τῆς ἀεὶ πρὸς τὸ ἀνέπιν φυγῆς, καὶ τὸ τῶν αἰώνων ἀναφοιτώσης μέτρον, οὐκ ἐν χρόνῳ γεγονὼς ὁ Υἱός, ἀϊδίως δὲ μᾶλλον ὑπάρχων μετὰ Πατρὸς εὑρεθήσεται. Ἦν γὰρ ἐν ἀρχῇ. Εἰ δὲ ἦν ἐν ἀρχῇ, ποῖος, εἰπέ μοι, δυνήσεται νοῦς τὴν τοῦ ἦν ὑπερανίπτασθαι δύναμιν; Πότε δὲ ὅλως τὸ ἦν ὡς ἐν τέλει στήσεται, προανατρέχον ἀεὶ τοῦ διώκοντος λογισμοῦ, καὶ τῆς ἑπομένης αὐτῷ προαναπηδῶν ἐννοίας; Ἐπὶ τούτῳ δὴ ἄρα καταπεπληγμένος προφήτης φησὶν Ἠσαΐας· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. Αἴρεται γὰρ ὄντως ἀπὸ τῆς γῆς ὁ περὶ τῆς γεννήσεως λόγος τοῦ Μονογενοῦς, τοῦτ' ἔστιν, ὑπὲρ πᾶσαν διάνοιαν τῶν ὄντων ἐπὶ τῆς γῆς, καὶ ὑπὲρ πάντα λόγον, ὡς εἶναι λοιπὸν ἀνεξήγητον· εἰ δὲ ὑπὲρ νοῦν ἐστι καὶ λόγους τοὺς ἐν ἡμῖν, πῶς ἂν εἴη γενητός, οὐκ ἀτονούσης τῆς ἐνούσης ἡμῖν διανοίας, καὶ χρόνῳ καὶ λόγῳ περιορίζειν τὰ γενητά; Ἑτέρως εἰς τὸ αὐτὸ θεωρητέον, Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ἀρχὴν ὅλως τὴν ἐν χρόνῳ νοουμένην οὐκ ἐπι
col. 621–622page 302 of 677
PG 130:621λαβεῖν ἐπὶ τοῦ Μονογενοῦς. Ἐπεὶ γάρ ἐστι πρὸ χρόνου παντὸς, καὶ προαιώνιον ἔχει τὴν ὕπαρξιν, ἔτι τε πρὸς τούτοις τὸ καταλήγειν εἰς τέλος ἡ θεία παραιτεῖται φύσις (Ἕξει γὰρ ὡσαύτως ἀεὶ, κατὰ τὸ ἐν Ψαλμοῖς μελωδούμενον, «Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν»)· ἀπὸ ποίας ἡμῖν ἀρχῆς τῆς ἐν χρόνῳ καὶ ποσῷ μετρουμένης ὁ Υἱὸς ἐκβήσεται, τρέχειν εἰς τέλος οὐκ ἀνεχόμενος, ἅτε δὴ καὶ κατὰ φύσιν ὑπάρχων Θεὸς, καὶ διὰ τοῦτο βοῶν· Ἐγώ εἰμι ἡ ζωή; Ἀρχὴ γὰρ αὐτὴ καθ᾽ ἑαυτὴν οὐκ ἂν ὅλως ὑπάρχειν νοοῖτό ποτε, μὴ πρὸς τὸ οἰκεῖον βλέπουσα τέλος· ἐπείπερ ὡς πρὸς τέλος μὲν ἀρχὴ, τέλος δ᾽ αὖ πάλιν ὡς πρὸς ἀρχὴν ὀνομάζεται. Ἀρχὴν δὲ πάλιν ἐν τούτοις τὴν κατὰ χρόνον, ἤτοι ποσότητα, σημαίνομεν. Οὐκοῦν ἐπειδήπερ καὶ αὐτῶν ἐστι τῶν αἰώνων πρεσβύτερος ὁ Υἱός, τὸ μὲν ἐν χρόνῳ γεγενῆσθαι διαφεύξεται· ἦν δὲ καὶ διὰ παντὸς ὡς ἐν πηγῇ τῷ Πατρὶ, κατὰ τὸ παρ᾽ αὐτοῦ λελεγμένον· «Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον, καὶ ἥκω.» Πηγῆς τοίνυν νοουμένου τοῦ Πατρὸς, ἦν ὁ Λόγος ἐν αὐτῷ σοφία, καὶ δύναμις, καὶ χαρακτήρ, καὶ ἀπαύγασμα, καὶ εἰκὼν ὑπάρχων αὐτοῦ. Καὶ εἰ χρόνος ἦν οὐδεὶς, ὅτε λόγου χωρὶς, καὶ σοφίας, καὶ χαρακτῆρος, καὶ ἀπαυγάσματος ἦν ὁ Πατήρ· ἀνάγκη συνομολογεῖν ἀΐδιον ὑπάρχειν τὸν Υἱόν, ὅς ταῦτά ἐστι τῷ ἀϊδίῳ Πατρί. Πῶς γὰρ ὅλως ἐστὶ χαρακτήρ, πῶς δὲ εἰκὼν ἀκριβὴς, εἰ μὴ πρὸς ἐκεῖνο μεμορφωμένος ὁρᾶται τὸ κάλλος, οὗ καὶ ἔστιν εἰκών; Ἀδικήσει δὲ ὅλως οὐδὲν, τὸ ὡς ἐν πηγῇ τῷ Πατρὶ τὸν Υἱὸν ὑπάρχειν ἐννοεῖν· μόνον γὰρ τὸ, ἐξ οὗ, τὸ τῆς πηγῆς ἐν τούτοις σημαίνει. Ἔστι δὲ ὁ Υἱὸς ἐν Πατρὶ καὶ ἐκ Πατρός, οὐκ ἔξωθεν ἢ ἐν χρόνῳ γεγονώς, ἀλλ᾽ ἐν τῇ τοῦ Πατρὸς ὑπάρχων οὐσίᾳ, καὶ ἐξ αὐτῆς ἀναλάμψας, ὥσπερ ἐξ ἡλίου τυχὸν τὸ ἀπαύγασμα αὐτοῦ, ἢ καθάπερ ἐκ πυρὸς ἡ ἔμφυτος αὐτοῦ θερμότης. Ἐν γὰρ τοῖς τοιούτοις παραδείγμασιν, ἓν μὲν ἐξ ἑνὸς γεννώμενον ἔνεστιν ἰδεῖν, ἀεὶ δ᾽ οὖν ὅμως συνυπάρχον, καὶ ἀχωρίστως προσόν, ὡς δίχα τοῦ ἑτέρου μὴ εἶναι δύνασθαι καθ᾽ ἑαυτὸ τὸ ἕτερον, καὶ διασώζειν ἀληθῆ τὸν τῆς οἰκείας φύσεως λόγον. Πῶς γὰρ ὅλως ἥλιος οὐκ ἔχων ἀπαύγασμα; ἢ πῶς ἀπαύγασμα μὴ ὄντος ἡλίου τοῦ ἀπαυγάζοντος αὐτό; Πῶς δὲ καὶ πῦρ, εἰ τὸ θερμαίνειν οὐκ ἔχει; πόθεν δὲ τὸ θερμόν, εἰ μὴ ἐκ πυρὸς, ἢ παρά τινος ἑτέρου τυχόν, τῆς τοῦ πυρὸς οὐσιώδους ποιότητος οὐ μακράν που κειμένου; Ὥσπερ οὖν ἐν τούτοις, τὸ ἐνυπάρχειν τὰ ἐξ αὐτῶν, οὐκ ἀναιρεῖ τὴν συνύπαρξιν, ἀεὶ δὲ συντρέχοντα τοῖς γεννῶσι δεικνύει τὰ γεννώμενα, καὶ μίαν ὥσπερ πρὸς αὐτὰ τὴν φύσιν κληρωσάμενα· οὕτω καὶ ἐφ᾽ Υἱοῦ. Κἂν γὰρ ἐν Πατρὶ καὶ ἐκ Πατρὸς νοῆται καὶ λέγηται, οὐκ ἔκφυλος ἡμῖν καὶ ξένος, ἢ ὡς μετ᾽ αὐτὸν δεύτερος εἰσβήσεται, ἀλλ᾽ ὢν ἐν αὐτῷ, καὶ συνυπάρχων ἀεὶ, καὶ ἐξ αὐτοῦ πεφηνώς, κατὰ τὸν ἄῤῥητον τῆς θείας γεννήσεως τρόπον. Ὅτι δὲ καὶ ὡς ἀρχὴ τοῦ Υἱοῦ κατὰ μόνον τὸ, ἐξ οὗ, λέγεται καὶ παρὰ τοῖς ἁγίοις ὁ Θεὸς καὶ Πατὴρ, ἄκουε τοῦ Ψαλμωτοῦ τὴν δευτέραν τοῦ Σωτῆρος ἡμῶν ἐπιφάνειαν
col. 623–624page 303 of 677
PG 130:623διὰ τοῦ ἁγίου Πνεύματος προκηρύττοντος, καὶ πρὸς αὐτὸν λέγοντος τὸν Υἱόν· «Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν τῇ λαμπρότητι τῶν ἁγίων σου.» Ἡμέρα γὰρ δυνάμεως τοῦ Υἱοῦ, καὶ ἣν ὅλην κρινεῖ τὴν οἰκουμένην, καὶ ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· ἥξει δὲ πάντως καὶ τααὐτός τε ὢν ἐν Πατρὶ, καὶ ἔχων ἐν ἑαυτῷ τὸν Πατέρα, τὴν ἄναρχον τῆς οἰκείας φύσεως ὁδηγεῖ τὴν ἀρχὴν, κατὰ μόνον τὸ ἐξ οὗ, διὰ τὸ ὑπάρχειν ἐκ Πατρός. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Εἰς πολλὰς ἡμῖν καὶ διαφόρους ἐννοίας ὁ περὶ τῆς ἐνθάδε σημαινομένης ἀρχῆς κατὰ ποικίλλεται λόγεπανταχόθεν θηράσθαι σπουδάζων τὰ εἰς ὠφέλειαν συντείνοντα, καὶ κατάληψιν ἀληθῆ τῶν θείων δογμάτων, καὶ τὴν ἐν τοῖς μυστηρίοις ἀκρίβειαν καδίκην ἐχνηλατῶν· «Ἐρευνάτε γάρ, φησί, τὰς ἁγίας Γραφάς, φησὶν ὁ Σωτήρ· ὅτι ἐν αὐταῖς ὑμεῖς δοκεῖτε ζωὴν αἰώνιον ἔχειν, καὶ αὐταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ.» Ἔοικε τοίνυν ὁ μακάριος εὐαγγελιστὴς ἀρχὴν ἐνθάδε, τὴν κατὰ πάντων ἐξουσίαν, τοῦτ' ἔστι, τὸν Πατέρα σημαίνειν· ἵνα δὴ πόρρω ἐπάνω πάντων ἡ θεία φαίνηται φύσις, πᾶν ἐπίγειον γενητὸν ὑπὸ πόδας ἔχουσα, μονονουχὶ καὶ ἐποχουμένη τοῖς δι' αὐτῆς εἰς τὸ εἶναι κεκλημένοις. Ἐνίδρυτο τοιγαροῦν τῇ ἀρχῇ, τῇ κατὰ πάντων καὶ ἐπὶ πάντων, ἦν ὁ Λόγος, οὐ μετὰ πάντων ὑπὸ πόδας αὐτῆς, ἀλλ' ἔξω πάντων ἐν αὐτῇ φυσικῶς, ὡς καρπὸς συναΐδιος, τόπον ὥσπερ ἔχων τῶν ἁπάντων ἀρχαιότερον τὴν τῆς γεννήσαντος φύσιν. Διὸ δὴ καὶ ἐλεύθερος ἐλευθέρου Πατρὸς πεφυκώς, τὴν κατὰ πάντων ἀρχὴν σὺν αὐτῷ κεκτήσεται. Τίς οὖν ἄρα καὶ νῦν ὁ τῆς ἐν τούτῳ κατασκευῆς γενήσεται λόγος, ἀκόλουθον συνῳδὸν ψυχοκινδύνως τινές, καθάπερ ἔφημεν ἐν τοῖς ἄνω, τὸν τοῦ Θεοῦ Λόγον τότε δὴ πρῶτον εἰς τὸ εἶναι κεκλῆσθαι διισχυρίζοντο, ὅτι τὸν ἐκ τῆς ἁγίας Παρθένου ναὸν λαβών, ἄνθρωπος γέγονε δι' ἡμᾶς. Τί οὖν ἂν εἴη λοιπόν, εἴπερ ἦν γενητὸς καὶ πεποιημένος, καὶ τοῖς ἄλλοις ἅπασιν ὁμοφυής, οἷς ἐξ οὐκ ὄντων ἡ γένεσις, καὶ τὸ τῆς δουλείας ὄνομά τε καὶ πράγμα δικαίως ἐπαληθεύεται; Τί γὰρ τῶν πεποιημένων τὴν ὑπὸ τῷ πάντων κρατοῦντι Θεῷ δουλείαν ἐκτὸς παραιτήσεται; τί δὲ οὐχ ὑποκύψει τῇ κατὰ πάντων ἀρχῇ τε καὶ ἐξουσίᾳ, καὶ κυριότητι, ἣν καὶ αὐτός που σημαίνει λέγων ὁ Σολομών· «Μετὰ γὰρ δικαιοσύνης ἑτοιμάζεται θρόνος ἀρχῆς·» Ἕτοιμος γὰρ καὶ πολὺ λίαν εὐπρεπὴς εἰς δικαιοσύνην ὁ τῆς ἀρχῆς θρόνος, τῆς ἐπὶ πάντας δηλαδή. Καὶ τίς ὁ θρόνος περὶ οὗ νῦν ὁ λόγος, ἄκουε λέγοντος τοῦ Θεοῦ δι' ἑνὸς τῶν ἁγίων· «Ὁ οὐρανός μοι θρόνος.» Οὐκοῦν ἕτοιμος εἰς δικαιοσύνην ὁ οὐρανὸς, τοῦτ' ἔστι, τὰ ἐν τοῖς οὐρανοῖς ἅγια πνεύματα. Ἐπειδὴ τοίνυν ἦν ἀνάγκη συνομολογεῖν, μετὰ τῶν ἄλλων ποιημάτων ὑπόκεισθαι τῷ Θεῷ καὶ Πατρὶ τὸν Υἱόν, ὡς οἰκετικὴν ἔχοντα τάξιν, καὶ ὑπὸ τὴν τῆς ἀρχῆς ἐξουσίαν ὁμοίως πίπτοντα τοῖς ἄλλοις, εἴπερ ἐστὶ κατ' ἐκείνους γενής, καὶ τῶν ἐν χρόνῳ πεποιημένων εἷς· ἀναγκαίως
col. 625–626page 304 of 677
PG 130:625μακάριος εὐαγγελιστής δριμύτερον τοῖς ἑτεροδιδασκαλοῦσιν ἐπιπηδᾷ καὶ δουλείας μὲν ἁπάσης ἐξέχει τὸν Υἱόν· ἐκ δὲ τῆς ἐλευθέρας καὶ πάντων ἀρχούσης οὐσίας ἐκπεφηνότα δεικνύει, καὶ ἐν αὐτῇ βασιλικῶς ὑπάρχειν ἰσχυρίζεται, λέγων· Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ἐπιπλέκει δὲ τῷ τῆς ἀρχῆς ὀνόματι χρησίμως τὸ ἦν, ἵνα μὴ μόνον εὐκλεὴς, ἀλλὰ νοῆται καὶ προαιώνιος· τέθειται γὰρ ἐν τούτοις τὸ ἦν, εἰς βαθεῖαν καὶ ἀκατάληπτον, καὶ τὴν ἔξω χρόνων ἄῤῥητον γέννησιν ἀνατεῖνον τοῦ θεωροῦντος τὴν ἔννοιαν. Τὸ γὰρ ἦν, ἀδιορίστως ἐκφωνηθέν, εἰς ποῖον ἡμῖν κατατόπον, ἀεὶ προελαύνειν τοῦ διώκοντος νοῦ ἀφεώς, καὶ ἦν οἴηται τις ἔχειν αὐτοῦ τὴν κατάπαυσιν, ταύτην τοῦ ἐπέκεινα δρόμου ποιούμενον ἀρχήν; Ἦν οὖν ὁ Λόγος ἐν ἀρχῇ, τοῦτ' ἔστιν, ὡς ἐν ἀρχῇ τῇ ἐπὶ πάντα, καὶ ἐξ αὐτῆς ὑπάρχων φυσικῶς δεσποτικὸν ἔχων ἀξίωμα. Εἰ δὲ τοῦτο ἀληθές, πῶς γενητός, ἢ πεποιημένος; Ὅπου δὲ ὅλως τὸ ἦν, κατὰ τίνα τρόπον τὸ οὐκ ἦν εἰσβήσεται; ἢ ποῖον λοιπὸν τὸν κατὰ τοῦ Υἱοῦ τόπον; Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ Τριάδος λόγου. Εἴπερ μὴ ἦν ποτε ὅτε οὐκ ἦν, φησίν, ἀλλὰ ἀΐδιός ἐστιν ὁ Υἱός, καὶ συνυπάρχει τῷ Πατρί, οὐκ ἔτι Υἱόν, ἀλλ' ἀδελφὸν λέγε τοῦτον, συναΐδιον εἶναι λέγοντες, καὶ Υἱὸν εἶναι φαμεν. Εἰ μὲν οὖν ἁπλῶς ἦν συναΐδιος, καὶ οὐχὶ Υἱός, χώραν εἶχεν ὑμῶν ἡ ὑπόνοια. Ἐπειδὴ δὲ πρὸς τῷ ἀϊδίῳ καὶ Υἱὸν ὁμολογοῦμεν, πῶς ὁ Υἱὸς ἀδελφός ἐστι τοῦ γεννήσαντος; Ἐκ τοῦ αὐτοῦ λόγου. Εἴπερ ἡ πίστις ἡμῶν εἰς Πατέρα καὶ Υἱόν ἐστι, καὶ οὕτω βαπτιζόμεθα, ποία ἀδελφότης ἐν τούτῳ φαίνεται; ἢ πῶς ὁ Λόγος ἀδελφὸς εἶναι δύναται οὗ ἐστε λόγος; Καὶ τοῦτο. Οὐκ ἔκ τινος ἀρχῆς προϋπαρχούσης ἐγεννήθησαν ὁ Πατὴρ καὶ ὁ Υἱός, ἵνα καὶ ἀδελφοὶ νομισθώσιν, ἀλλ' ὁ Πατὴρ ἀρχὴ τοῦ Υἱοῦ, καὶ τίκτει τὸν Υἱόν, καὶ μένει Πατήρ, καὶ οὐχ Υἱός τινος λέγεται· καὶ ὁ Υἱὸς υἱός ἐστι, καὶ ὅπερ ἐστὶ μένει, καὶ οὐκ ἀδελφός τινος κατὰ φύσιν λέγεται· ποῖον οὖν ἕξει τόπον ἀδελφότης ἐν τούτοις; Καὶ τοῦτο. Εἰ τέλειος ὁ Πατήρ, τέλειον ἔσται καὶ τὸ ἐξ αὐτοῦ. Καὶ εἰ πρὸς τούτῳ τὸ ἀΐδιον ἔχει, ἀΐδιον ἔσται καὶ τὸ ἐξ ἀϊδίου Πατρός, οὐκ ἐπισυμβεβηκὸς τῇ τοῦ γεννήσαντος οὐσίᾳ, ἀλλ᾽ ἀεὶ συνυπάρχον αὐτῇ, καὶ οὐκ ἀτελὲς διὰ τὸ ἐν χρόνῳ γενέσθαι κατά τινας, ἀλλὰ τέλειον διὰ τὸ πρὸ παντὸς εἶναι χρόνου. Καὶ τοῦτο. Ἀντίθεσις οὐκ ἀληθὴς ἀνατρέπειν δοκοῦσα τοῦ Υἱοῦ τὸ ἀΐδιον οὕτως. Εἰ τομήν, φησίν, ἡ θεία φύσις οὐκ ἐπιδέχεται, διὰ τὸ μὴ εἶναι πάθους δεκτική. Οἷς γὰρ τὸ πάσχειν κατὰ φύσιν ὑπάρχει, τούτοις ἐστὶ
col. 627–628page 305 of 677
PG 130:627οἰκεῖον καὶ τὸ τέμνεσθαι. Οὐ χρὴ λέγειν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς εἶναι τὸν Υἱόν, ἵνα μή τι πάθος καὶ διαίρεσις περὶ τὴν ἁπλῆν φαίνηται φύσιν. Εἰ γὰρ τὸ ἔκ τινος προελθὸν ἕτερόν τι πάντως ἐστὶ τῷ ἀριθμῷ παρ' ἐκεῖνο ἐξ οὗ καὶ προήλθε, μερισμός τις καὶ διακοπὴ περὶ τὴν θείαν ὁρᾶται φύσιν, εἰ μὴ ἔξωθεν, ἀλλ᾽ ὄντως ἐξ αὐτῆς δοίημεν προελθεῖν τὸν Υἱόν. Εἰ δὲ ἔξωθέν ἐστιν, ἐπισυμβέβηκεν ἄρα, καὶ οὐκ ἔστι τῷ Πατρὶ συναΐδιος. Κακῶς καὶ ἀπαιδεύτως τὰ σωμάτων ἴδια, τῇ ἀσωμάτῳ τινὲς προσάπτουσιν οὐσίᾳ. Ἐπὶ σωμάτων μὲν γὰρ ἁρμόσει λέγειν πάθος γίνεσθαι, καὶ τομὴν καὶ διαίρεσιν· ἐπὶ δὲ τῆς ἀσωμάτου φύσεως οὐδέν ἐστι τῶν τοιούτων. ἀσώματος ὁ Θεὸς, τίκτει μὴ μεριζόμενος, γεννᾷ μὴ τεμνόμενος. Ἐπειδὴ καὶ τὸ πῦρ ἐξ ἑαυτοῦ τίκτει φῶς οὐδὲ μίαν ὑπομένον διαίρεσιν, κἂν τῇ ἐπινοίᾳ δοκῇ, πῶς χωρίζεσθαι τούτου τὸ ἐξ αὐτοῦ προελθόν. Εἰ δέ τις ταῖς σωματικαῖς ἀνάγκαις ὑποβάλλει τὸ ἀσώματον, αἰτιάσθω τοῦ οἰκείου νοῦ τὴν ἀσθένειαν οὐ δυναμένου νοεῖν τὰ τῇ ἀσωμάτῳ πρέποντα φύσει. Καὶ πάλιν εἰ ἀσθενοῦσί τινες περὶ τὸ νοῆσαι τὴν ἐξ ἀϊδίου Πατρὸς ἀΐδιον τοῦ Υἱοῦ γέννησιν, διά τε τοῦτο ταῖς σωματικαῖς ἀκολουθίαις ὑποβάλλουσι τὸ ἀσώματον, ἐπειδὴ καὶ τί ἐστιν, ἢ ποταπὸς ὁ Πατήρ κατὰ φύσιν οὐχ εὑρίσκουσιν, ἀρνείσθωσαν καὶ αὐτόν. Τὰ δὲ πίστει τὰ ὑπὲρ ἡμᾶς παραλαμβάνεται. Ὑπερέχει δὲ ἡμᾶς δὲ ἡ τοῦ Υἱοῦ γέννησις, οὐδεὶς γὰρ αὐτοῦ τὴν γενεὰν διηγήσεται, καθώς φησιν ὁ προφήτης. Πίστει καὶ δεχέσθω καὶ τοῦτο, καὶ ἀργείτω τὸ οὐκ ἦν, ἀνθρωπίνων λογισμῶν ἀσθενῶς εἰσφερόμενον. Καὶ τοῦτο. Εἰ φῶς ἐστιν ὁ Θεὸς καὶ Πατήρ, ἐν αὐτῷ τὸ ἀπαύγασμα αὐτοῦ ἦν. Εἰ χαρακτήρ ἐστιν ὁ Υἱὸς τῆς τοῦ Πατρὸς ὑποστάσεως κατὰ τὴν τοῦ Παύλου φωνήν, λεγέτωσαν οἱ ἐπ' αὐτοῦ τὸ Οὐκ ἦν τολμήσαντες φέρειν, πότε χαρακτῆρος χωρίς ἦν ἡ ὑπόστασις τοῦ Πατρός. Ὁμοῦ γὰρ τῇ ὑποστάσει καὶ ὁ ταύτης χαρακτήρ συνεισάγεται. Εἰ ἀλήθεια καὶ σοφία ἐστὶν ὁ Υἱός, πότε οὐκ ἦν ἐν τῷ Πατρί; Δεῖ γὰρ εἶναι ἀλήθειαν καὶ σοφίαν ἐν Θεῷ καὶ Πατρί. Καὶ ταῦτα. Εἰ ἐν Υἱῷ θεωρεῖται ὁ Πατήρ, καὶ εἰκών ἐστιν ἀπαράλλακτος τῆς τοῦ γεννήσαντος οὐσίας κατὰ τὸ λεγόμενον παρ' αὐτοῦ· Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα· προσείναι πάντως ἀναγκαῖον αὐτῷ κατὰ φύσιν, ὅσα καὶ τῷ Πατρί. Ἔσται γὰρ οὕτως ἀκριβὴς ὁ χαρακτήρ. ἀΐδιος δὲ ὁ Πατήρ, ἀθάνατος, βασιλεύς, κτίστης, παντοκράτωρ, Θεός, ποιητής· ταυτὶ καὶ ὁ Υἱός. Ἐπεὶ πῶς ἐν τῷ γεννητῷ τὸ ἀΐδιον θεωρεῖται, ἢ ἐν τῷ ποτε μὴ ὄντι τὸ ἀεὶ ὄν, ἢ ἐν τῷ ποιήματι ὁ ποιητής; Αἱ γὰρ εἰκόνες ἀεὶ πρὸς τὰ ἀρχέτυπα ὁμοίωσιν καὶ ἐμφέρειαν ἔχουσιν. Τοῦ αὐτοῦ ἐκ τοῦ δευτέρου βιβλίου τοῦ διαλόγου εἰς τὸ, «Κατανοήσατε τὸν Ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν.» Οὐ τὴν τοῦ Λόγου φύσιν ἐξηγούμενος ὁ ἀπόστολος
col. 629–630page 306 of 677
PG 130:629τοιαῦτά φησιν, ἀλλὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν. Πότε γὰρ γέγονεν ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν; Πότε δὲ ἀπόστολος; Πότε δὲ πιστὸς τῷ ποιήσαντι αὐτόν; Η ὅτε δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν γέγονεν ἄνθρωπος, καὶ κατὰ τὴν Ἰωάννου φωνήν, «Ο Λόγοςσὰρξ ἐγένετο.» Τότε τῷ ποιήσαντι αὐτὸν, ὡς ἄνθρωπος, καὶ πιστὸς ἐγένετο πληρῶν αὐτοῦ τὸ ἔργον, καθάπερ αὐτὸς ἔλεγε· τότε γέγονεν ἀπόστολος ὑπὲρ ἡμῶν καὶ δι' ἡμᾶς ἀποσταλείς· τότε γέγονε τῆς ὁμολογίας ἡμῶν ἀρχιερεὺς, προσφέρων τῆς πίστεως ἡμῶν τὴν ὁμολογίαν τῷ Πατρὶ, καὶ τὸ ἴδιον σῶμα, καθάπερ τι θύμα προσάγων ἄμωμον, ἵνα πάντας ἡμᾶς δι' αὐτοῦ καθαρίσῃ. Αν τοίνυν λέγηται περὶ Υἱοῦ ότι γέγονε πιστός, ὅτι γέγονεν ἀπόστολος, γέγονεν ἀρχιερεὺς, μὴ κατὰ τῆς οὐσίας αὐτοῦ φερέσθω τὸ ῥῆμα, ἀλλὰ κατὰ τῆς τῶν πραγμάτων ποιότητος. Ἐπειδὴ καὶ Παῦλος, ἄνθρωπος ὢν καὶ ὑπάρχων ἤδη, γέγονεν ἀπόστολος, καὶ Μωσῆς ὡσαύτως γέγονε πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ Ααρών ὡσαύτως γέγονεν ἀρχιερεὺς ἐν ἑαυτῷ καὶ πάλαι τὸν Σωτῆρα μορφῶν. Ὥσπερ γὰρ τρόπον ὁ Ααρών οὐκ ἐγεννήθη μὲν ἀρχιερεὺς, πολλοῖς δὲ ὕστερον χρόνοις τοῦτο γέγονε, τὸν ποδήρη περιβαλόμενος, καὶ τὴν ἐπωμίδα, καὶ τὰ ἄλλα τῆς ἱερατικῆς ἐσθῆτος σχήματα, ἅπερ ἦν ἔργα γυναικῶν· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ Χριστοῦ. Ην μὲν γὰρ ὁ Λόγος ἐν ἀρχῇ, πολλῷ δὲ ὕστερον χρόνῳ γέγονεν ὑπὲρ ἡμῶν ἀρχιερεὺς, ὥσπερ τινὰ ποδήρη τὸν ἐκ γυναικὸς ἄνθρωπον ἤτοι παθητὸν ἀναλαβών· ἵνα τῷ ἰδίῳ αἵματι καθαρίσῃ τὸν λεών, ἑαυτὸν προσενεγκών ὡς ἀμνὸν ἄμωμον τῷ Θεῷ· Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Ἐκ τοῦ αὐτοῦ βιβλίου εἰς τὸν Κύριον καὶ Χριστὸν αὐτὸν ἐποίησεν ὁ Θεός.» Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεὸς, οὐκ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγων· ἦν γὰρ ἀεὶ καὶ πρὸ τῆς σαρκώσεως ὁ τοῦ Θεοῦ λόγος, καὶ οὐκ ἄν τις εὖ φρονῶν τὸ «ἐποίησεν, ἐνθάδε κατὰ τῆς οὐσίας ἐκλάβοι, ἵνα μὴ ἀσεβεῖν ἀναγκάζηται· τότε πρῶτον διδοὺς ὑπάρξαι τὸν τοῦ Θεοῦ Λόγον, ὅτε γέγονεν ἄνθρωπος· ἀλλὰ τὸ «ἐποίησεν, ὃ ἀντὶ τοῦ, ἀπέδειξε, νοητέον. Οὕτω καὶ αὐτὸς ὁ Πέτρος τοῖς Ἰουδαίοις προσδιαλεγόμενος έφασκεν· «Ἰησοῦν τὸν Ναζωραίον ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις, καθὼς αὐτοὶ οἴδατε.» Οὐκοῦν διὰ τῶν ἔργων δεικνύων ἐνυπάρχον αὐτῷ τοῦ Πατρὸς τὸ ἀξίωμα, Κύριος γίνεται τῶν πιστευσάντων εἰς αὐτόν· ἀναδείκνυται δὲ ὅτι καὶ αὐτός ἐστιν ὁ Χριστός. Διὰ γὰρ τοῦτο τοῖς Ἰουδαίοις ἀπειθοῦσιν ἔλεγε· «Κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς έργοις μου πιστεύσατε, ἵνα γνῶτε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ πάλιν· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι.» Εἰ δὲ διὰ τοῦ δύνασθαι ποιεῖν τὰ ἔργα τοῦ Πατρὸς καὶ ἔχειν ἐν ἑαυτῷ τὸν Πατέρα, εἶναί τε ὁμοίως ἐν Πατρὶ, Θεὸς ὢν ἀληθινὸς ἀναδείκνυται, κατὰ τοῦτο
col. 631–632page 307 of 677
PG 130:631γέγονε τῶν εἰς αὐτὸν πιστευσάντων Κύριος, ἐφάνη δὲ καὶ αὐτὸς ὢν ὁ Χριστός· εἰ δὲ παρὰ Θεοῦ πε ποιῆσθαι Κύριος λέγεται, καὶ τοῦτο ἔχει καλῶς. Ἐπιγινωσκόμενος γὰρ διὰ τῶν ἔργων γνήσιον τε καὶ ἀληθινὸν τοῦ Θεοῦ γέννημα, κυριεύει τῶν ἀπει θούντων πάλαι, τῷ τε οἰκείῳ ἀξιώματι καὶ τῇ ἐκ Πατρὸς εὐγενείᾳ μαρτυρούμενος ὡς Θεός. Ἐπειδή γὰρ ὅλως ἐγνώσθη Θεοῦ ὑπάρχων Υἱός, γέγονε καὶ Κύριος, οὐ τότε πρώτον τοῦ εἶναι Κύριος ἀρξάμενος (ἦν γὰρ ἀεὶ καὶ Θεὸς καὶ Κύριος), ἀλλ' ὅτε παρά τοῖς πεπιστευκόσιν ἐγνώσθη, τότε γεγονὼς καὶ ἐπ' αὐτοὺς Κύριος. Ἐκ τοῦ αὐτοῦ βιβλίου εἰς τό· Δόξασόν σου τὸν Υἱόν. Λέγει που πρὸς τὸν ἑαυτοῦ Πατέρα διαλεγόμενος· «Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱόν.» Εἰ τοίνυν οἶδεν ἀκριβῶς τὴν ὥραν, ἣν ἐληλυθέναι λέγει, τί τὸ κωλύον εἰδέναι κἀκείνην, ἣν ὡς ἄνθρωπος ἀγνοεῖν μέν φησι διὰ τὸ τῇ ἀνθρωπότητι πρέπον, οἶδε δὲ πάντως ὡς Θεός; Χρὴ δὲ οὐ διὰ τὴν τοιαύ την φωνὴν κατηγορεῖν τοῦ Θεοῦ Λόγου, καὶ ῥιψοκινδύνως ἄγνοιαν αὐτῷ προσάπτειν τινά· ἀλλὰ μᾶλλον θαυμάζειν αὐτοῦ τὴν φιλανθρωπίαν, οὐ παραιτησαμένου διὰ τὴν εἰς ἡμᾶς ἀγάπην εἰς τοσαύτην ἑαυ τὸν ταπείνωσιν καταγαγεῖν, ὡς πάντα φορέσαι τὰ ἡμῶν, ὧν ἂν ὑπάρχει καὶ ἡ ἄγνοια. Ἐρωτητέον τοὺς χριστομάχους, ὅτου δὴ χάριν ὁ Σωτὴρ ἀγγέλους καὶ Υἱὸν ὀνομάσας, οὐδαμοῦ τοῦ Πνεύματος ἐποιήσατο μνήμην; Οὐ γὰρ εἴρηκεν· Οὐκ οἶδε τὸ Πνεῦμα, ἀλλ' Οὐκ ἴσασιν οἱ ἄγγελοι, οὐδ' οἶδεν ὁ Υἱός, καὶ τοῦτο ἀπολελυμένως· οὐ γὰρ προστέθεικε, τοῦ Θεοῦ. Δῆλον οὖν ὅτι ἀγγέλους μὲν ἔφησεν ἀγνοεῖν ὡς κτίσματα. Εἰπεῖν δὲ τοῖς μαθη ταῖς οὐ θελήσας, διά τινα λόγον οἰκονομίας ἀπόρρη τον· «Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» ἵνα μὴ φαίνηται κρύπτων αὐτούς, καὶ διὰ τοῦτο λυπήσῃ, καὶ τὸν Υἱὸν ἔφησε μὴ εἰδέ ναι, ἀνθρωπινώτερον μὲν περὶ ἑαυτοῦ λέγων, ὥσπερ περὶ ἀνθρώπου· φυλάττων δὲ ἑαυτῷ τὸ εἰδέναι πάλιν πάντα ὡς Θεός. Διὰ γὰρ τοῦτο οὐδὲ τὸ Πνεῦμα ἔφησιν ἀγνοεῖν. Εἰ γὰρ τὸ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ, καθὰ γέγραπται, οἶδε δηλονότι πάντα τὰ ἐν αὐτῷ. Καὶ εἰ τὸ Πνεῦμα τὸ πάντα εἰδός, καὶ τὰ πάντα περιεργάζεσθαι δυνάμενον, παρὰ τοῦ Υἱοῦ λαμβάνει· «Ἐκεῖνο γὰρ, φησίν, ἐξ ἐμοῦ λήψεται·» πῶς ὁ Λόγος ἀγνοεῖ, ὁ τοῦ πάντα εἰδότος Πνεύματος χορηγός; Ἐκ τοῦ αὐτοῦ βιβλίου εἰς τό· «Περὶ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας.» Εἰ πάντα ὅσα ἔχει ὁ Πατὴρ τοῦ Υἱοῦ ἐστι, καθά φησιν αὐτός, ἔχει δὲ ὁ Πατὴρ τὴν γνῶσιν τῆς ἡμέρας καὶ τῆς ὥρας ἐκείνης, ἔχει δηλονότι ταύτην καὶ ὁ Υἱός. Οὕτω γὰρ ἀληθεύσει λέγων· «Πάντα ὅσα ἔχει ὁ Πατήρ, ἐμά ἐστιν.» Τοῦ αὐτοῦ βιβλίου εἰς τό· «Καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ.» Οὐ διὰ τὸ μὴ ἔχειν ὁ Υἱός, εἰληφέναι λέγεταιπαρὰ τοῦ Πατρός. Ἔχει γὰρ φυσικῶς, ἴδιος ὢν αὐτῶν
col. 633–634page 308 of 677
PG 130:633Λόγος καὶ ἀπαύγασμα, πάντα τὰ αὐτοῦ, δίχα μόνου τοῦ εἶναι καὶ λέγεσθαι Πατήρ. Λέγει δὲ εἰληφέναι παρὰ τοῦ Πατρὸς, προαναιρῶν ὡς Θεὸς τὰς τῶν αἱ ρετικῶν ὑπονοίας. Ἵνα γὰρ μή τις τὸν Υἱὸν θεωρῶν πάντα τὰ τοῦ Πατρὸς ἔχοντα ἐκ τῆς πολλῆς λίαν ὁμοιότητος καὶ ἀπαραλλάκτου ταυτότητος νομίσῃ τὸν αὐτὸν εἶναι Πατέρα καὶ Υἱὸν, καὶ εἰς τὴν Σαβελλίου πλάνην ἐκπέσῃ, ἀναγκαίως εἰληφέναι φησὶ παρὰ Πατρός, φυσικῶς τοῦτο ἔχων· ἵν' ὁ λόγος εἰσφέρων ἕνα μὲν τὸν διδόντα, δεύτερον δὲ τὸν δεχόμενον, ἐν ἰδιαζούσαις ὑποστάσεσι δυάδα δεικνύῃ οὐ μόνοις ὀνό ματι διαστελλομένην. Ἴδιος δὲ ὢν τοῦ Πατρὸς ὁ Λό γος, καὶ ἐκ τῆς οὐσίας αὐτοῦ προελθών, πάντα μὲν τὰ τοῦ Πατρὸς ἀϊδίως ἔχει. Παρ' αὐτοῦ δέ φησιν εἰ ληφέναι διὰ τὸ ἐξ αὐτοῦ προελθεῖν, φυσικῶς ἔχων τὰ πάντα προσόντα αὐτῷ. Καὶ τοῦτο. Εὑρίσκεται που λέγων ὁ Σωτήρ· «Ὥσπερ ὁ Πα τὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ·» ὅπερ ἀκόλουθον οὕτω νοεῖν. Διὰ μὲν γὰρ τοῦ λέγειν, «Δέδωκε,» τὸ ἐκ Πατρός ἔχειν φυσικῶς σημαίνει, καὶ καθ' ὑπόστασιν ἕτερον ἑαυτὸν πρὸς τὸν δεδωκότα δεικνύει· ἕτερον δὲ λέγω μόνον τῷ ἀριθμῷ. Διὰ δὲ τοῦ λέγειν, «Ὥσπερ ἔχει ὁ Πατήρ, οὕτως ἔχει καὶ ὁ Υἱός,» δῆλός ἐστιν ἐκεῖνο διδάσκων, ὅτι ὥσπερ ἀϊδίως ἔχει ὁ Πατὴρ ἐν ἑαυτῷ τὴν ζωήν, οὕτω καὶ ὁ Υἱὸς ἀϊδίως ἔχει ζωὴν ἐν ἑαυτῷ. Καὶ τοῦτο. Εἴ τις τῷ ἐκ τοῦ φωτὸς ἀπαυγάσματι περιθείη φωνὴν, εἶτα τοῦτο λέγοι· Πάντα μοι δέδωκε τὸ φῶς τὰ ἑαυτοῦ, φωτίζω γὰρ ὥσπερ ἐκεῖνο· ἆρ᾽ εὐλόγως ἂν εἶποι μὴ ἐσχηκέναι ποτὲ τὸ ἀπαύγασμα τοῦ φω τίζειν τὴν δύναμιν; καὶ πῶς ἀπαύγασμα ἦν; Εἰ δὲ καὶ φωτίζειν δυνάμενον διὰ τὸ πάντα τὰ τοῦ φωτὸς ἔχειν, καὶ γεννᾶσθαι πάλιν ἐξ αὐτοῦ, εἰληφέναι λέ γει παρ' αὐτοῦ, πῶς οὐκ ἄτοπον μὴ καὶ πλέον τι τοῦ παραδείγματος νοεῖν ἐπὶ τοῦ Θεοῦ Λόγου; Πάντα γὰρ ἔχων φυσικῶς ἐκ Πατρὸς, εἰληφέναι φησὶν ἐξ αὐτοῦ διὰ τὸ ἐξ αὐτοῦ γεγεννῆσθαι, μετὰ πάντων ὧν ἔχει. Ἐκ τοῦ αὐτοῦ βιβλίου ἀντίθεσις Ἀρειανῶν εἰς τό· «Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν.» Ἰδού, φασὶν, αὐτὸς ὁ Υἱὸς μόνον εἶναι Θεὸν ἀλη θινὸν ὁμολογεῖ τὸν Πατέρα. Καὶ αὐτὸς δὲ εὑρίσκεται ὁ Πατὴρ λέγων· Ἐγὼ Θεὸς πρῶτος, ἐγὼ καὶ μετὰ ταῦτα, καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ. Πῶς οὖν εἰσάγετε τῷ πρώτῳ καὶ μόνῳ καὶ κατὰ ἀλήθειαν ὄντι Θεῷ καὶ Πατρὶ τὸν Υἱὸν ὡς ὄντα καὶ αὐτὸν κατὰ φύσιν Θεόν; Εἰδέναι χρὴ πρῶτον, ὅτι περ οὐκ εἰς ἀναίρεσιν τοῦ Υἱοῦ τὰ τοιαῦτά φησιν ὁ Πατήρ. Τί γὰρ ἦν τὸ εἰς ταῦτα ἐλθεῖν παροτρύνον αὐτόν; Εἰ μὲν γὰρ ὡς ἄνθρωπος τῷ ἐξ αὐτοῦ προελθόντι φιλο νεικεῖ, ὥσπερ ὁ Δαβὶδ πολεμούμενος ὑπὸ τῶν οἰ
col. 635–636page 309 of 677
PG 130:635κείων παίδων, ἔχει τινὰ λόγον ἴσως ὁ τοιοῦτος θυμός· εἰ δὲ στασιάζειν καθ' ἑαυτῆς ἡ θεία φύσις οὐκ οἶδε, φαίνεται δὲ μᾶλλον ὁ Υἱὸς ἀεὶ τῷ Πατρὶ τὴν δόξαν ἀποδιδούς, ποῖον ἔχει λόγον τὸ εἰς ἀναίρεσιν αὐτοῦ τοιαῦτα φάναι τὸν Πατέρα; Οὐκοῦν πρὸς ἀνατροπὴν μᾶλλον τῶν ψευδωνύμων θεῶν εἰρῆσθαι τὰ τοιαῦτα δώσομεν. Εἶτα πρὸς τούτοις λέγων ὁ Σωτὴρ, Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, ἑαυτὸν εὐθὺς συνάπτει, Καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστὸν, ὡς τῆς τοῦ Πατρὸς οὐσίας ἀδιαίρετος ὢν, ὅσον ἧκεν εἰς θεότητος λόγον, καὶ πάντως μετὰ Πατρὸς νοούμενος. Τοῦ αὐτοῦ βιβλίου εἰς τό· Ἰησοῦς προέκοπτε. Τὸ ἔν τινι προκόπτον ἕτερόν ἐστι παρ' ἐκεῖνο, ἐν ᾧ προκόπτειν λέγεται. Εἰ τοίνυν ἐν σοφίᾳ προκόπτειν εἴρηται, οὐχ ἡ σοφία προέκοπτεν, ἀλλ' ἐν αὐτῇ τὸ ἀνθρώπινον. Ἀποκαλυπτομένης γὰρ καὶ φανερουμένης ὁσημέραι τῆς θεότητος ἐν αὐτῷ, ἀεὶ θαυμαστότερος παρὰ τοῖς ὁρῶσιν ἐγίνετο. Καὶ τοῦτο ἐπὶ τὸ Προέκοπτεν ἐν σοφίᾳ. Εἰς τὸ αὐτό. Ἐν σοφίᾳ προέκοπτε τὸ ἀνθρώπινον κατὰ τόνδε τὸν τρόπον. Τὴν τοῦ ἀνθρώπου φύσιν ἐνδυσαμένη ἡ σοφία, τουτέστιν ὁ τοῦ Θεοῦ Λόγος, κατὰ βραχὺ διὰ τῶν ἔργων καὶ τῶν παραδόξων ἀποτελεσμάτων θεοποιοῦσα παρὰ τοῖς ὁρῶσι τὸν ἀναληφθέντα ναόν, προκόπτειν αὐτὸν ἐποίει. Κατὰ τοῦτο οὖν ἐν σοφίᾳ προέκοπτεν ἡ ἀνθρωπότης θεοποιουμένη δι' αὐτῆς. Καὶ τοῦτο. Ἐπειδὴ τῇ σαρκὶ τὸ προκόπτειν ὀφείλεται, λέγεται προκόπτειν ὡς ἐν αὐτῇ γενόμενος, καὶ τὰ αὐτῆς ἰδιοποιούμενος πάθη. Οὐ γὰρ ἑτέρου τινὸς ἦν ἡ σάρξ, ἀλλ' αὐτοῦ τοῦ Λόγου. Καὶ ὥσπερ λέγομεν αὐτὸν πεπονθέναι σαρκί, καίτοι μόνης παθούσης τῆς σαρκός, ἐπειδήπερ καὶ εἰ μὴ πέπονθεν ὡς Θεός, ἀλλ' ἴδιον ἦν αὐτοῦ τὸ πάσχον σῶμα, οὕτω, κἂν προκόπτειν λέγηται προκοπὴν οὐδεμίαν ἐπιδεχόμενος ὡς Θεός, διὰ τὸ προκόπτειν ἐν αὐτῷ τὴν ἰδίαν σάρκα προκόπτειν λέγεται. Τοῦ αὐτοῦ βιβλίου εἰς τὸ «Πάτερ, δόξασόν με.» Καὶ πῶς, φασὶν, οὐκ ἄτοπον ὅμοιον εἶναι λέγειν κατ' οὐσίαν τὸν Υἱὸν τῷ Πατρὶ, ὅς γε δόξαν αἰτῶν εὑρίσκεται παρ' αὐτοῦ; Λέγει γάρ· «Πάτερ, δόξασόν με τῇ δόξῃ ἣν εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» Εἰ μὲν γὰρ ἔχων αἰτεῖ, περιττῶς τοῦτο φανεῖται ποιῶν· εἰ δὲ μὴ ἔχων, δῆλος ἐντεῦθέν ἐστιν, οὐκ ὢν τοσοῦτος ὅσος ὁ χορηγὸς ὢν ἐζήτει λαβεῖν. Οἱ τῶν ὀνομάτων ἀκριβεῖς ἐξετασταί, καὶ τὸ ἐξ ἑκάστου σημαινόμενον σαφῶς δοκιμάζοντες, τὸ τῆς δόξης ὄνομα νοοῦσι διχῶς. Πῆ μὲν γὰρ ἐπὶ τιμῆς αὐτὸ λαμβάνειν ὑπειλήφασι δεῖν, πῆ δὲ πάλιν ἐπὶ τῆς γνώσεως τάττουσιν· ὥσπερ ἂν εἴ τις λέγοι, τί ἄν τις δοξάσαι περὶ τοῦ ἡλίου τυχόν, ἢ περί τινος ἑτέρου στοιχείου, πότερον γενητὰ ταῦτα ἢ ἀγένητα; ἐρεῖ γοῦν πάντως ὁ δοξάζων ὀρθῶς, ὡς εἴη γενητά. Οὐκ
col. 637–638page 310 of 677
PG 130:637οὖν καὶ ἡ περί τι τῶν ὄντων γνῶσις, δόξα καλεῖται παρὰ τοῖς ταῦτα σοφοῖς. Ὅταν οὖν εὑρίσκηται λέγων ὁ Υἱός· «Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί,» νοεῖν ἀκόλουθον τοιῷδε τὸ λεγόμενον· ἐπειδήπερ, φησὶν, ὦ Πάτερ, ἄνθρωπος δι' οἰκονομίαν γεγονώς, αὐτὸ δὲ τοῦτο νομίζομαι μόνον ὅπερ ὁρῶμαι, καὶ οὐ πολλοῖς προαιώνιος ὢν Υἱὸς γινώσκομαι, δόξασόν με, ἀντὶ τοῦ, Φανέρωσόν με, τοιαύτην ἐνθεὶς περὶ ἐμοῦ γνῶσιν τοῖς ἀνθρώποις, ὁποίαν ἂν δέχοιντο περὶ ἐμοῦ, καὶ πρὶν γενέσθαι τὸν κόσμον ὑπάρχειν ἀκούοντες, Θεὸν δηλαδὴ κατὰ φύσιν, φῶς ἐκ φωτός, ἀλήθειαν ἐξ ἀληθινοῦ προελθόντα Πα τρός. Γνωσόμεθα δὲ τοῦτο μάλιστα διὰ τῆς ἐπαγωγῆς. Δόξασόν γὰρ, φησὶν, ἀντὶ τοῦ, Φανερόν με κατάστησον, ἐπειδή τοι κἀγὼ τὸ ὄνομα πεφανέρωκα τοῖς ἀνθρώποις. Εἰ τοίνυν ὅπερ πεποίηκε γενέσθαι βούλεται, ἐδόξασε δὲ τὸν Πατέρα φανερώσας αὐτὸν τοῖς ἀνθρώποις, δοξάζεσθαι βούλεται καὶ αὐτὸς, φα νερὸς ὑπὸ τοῦ Πατρὸς τοῖς ἀνθρώποις γινόμενος. Καὶ περιττὸς τῶν χριστομάχων ὁ λόγος, τιμῆς ἤτοι δόξης ἐνδεᾶ τὸν Υἱὸν εἰσφέρων. Τοῦ αὐτοῦ βιβλίου ἐκλογαὶ ῥητῶν ἀποστολικῶν συλλογιζόμεναι ὅτι Θεὸς κατὰ φύσιν ὁ Υἱός, οὐ ποίημα, οὐδὲ κτίσμα. Πρὸς τοὺς ἐπὶ τοῖς οἰκείοις πταίσμασιν οὐκ εἰδότας μετανοεῖν, ἀῤῥηκτον δὲ ὥσπερ ἐπιθέντας ἑαυτοῖς τῆς φαυλότητος τὸν δεσμόν, ὁ Παῦλός φησι· «Κατὰ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀπο καλύψεως δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκά στῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Εἶτα πάλιν ἑτέροις· «Τοὺς γὰρ πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἐνώπιον τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώ ματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθόν, εἴτε φαῦλον.» Οὐκοῦν εἰ παραστησόμεθα πάντες τῷ βήματι τοῦ Χριστοῦ («Οὐδὲ γὰρ ὁ Πατήρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ»), καὶ αὐτὸς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· πῶς οὐκ ἔσται φύσει Θεός, τοῦ Παύλου λέγοντος ἀποκάλυψιν ἔσεσθαι δικαιοκρισίας Θεοῦ, τὴν ἐφ' ἑκάστῳ τῶν κρινομένων παρ' αὐτοῦ τιθεμένην ψῆφον δηλαδή, ὡς τοῖς μὲν φαύλοις εἰπεῖν· «Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον·» τοῖς δὲ τῆς εἰς αὐ τὸν εὐσεβείας ἐργάταις· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου,» καὶ τὰ ἑξῆς. Τοῖς δικαιουμένοις διὰ τῆς πίστεως τῆς εἰς Χριστὸν συναγορεύων Παῦλός φησι· «Λογιζόμεθα γὰρ δικαιοῦσθαι ἄνθρωπον χωρὶς ἔργων νόμου. ἢ Ἰουδαίων ὁ Θεὸς μόνων, οὐχὶ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν. Εἴπερ εἷς Θεὸς ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.» Τοῦτο ποιοῦντα Χρι στὸν εὑρίσκομεν. Δικαιοῦν γὰρ ὑπισχνούμενος τοὺς πιστεύοντας εἰς αὐτὸν, «Ἀμήν, φησί, λέγω ὑμῖν· ὁ πιστεύων εἰς ἐμὲ, οὐ κρίνεται, ἀλλ' ἔχει ζωὴν αἰώ νιον.» Εἰ δὲ πρέπει μόνῳ τὸ δικαιοῦν τῷ Θεῷ, δι
col. 639–640page 311 of 677
PG 130:639Ἄ καιοῖ δὲ Χριστός, πῶς οὐκ ἔστι φύσει Θεός; Εἰ δὲ τοῦτο, οὐ ποίημα. Φησί που πάλιν ὁ Παῦλος περὶ τοῦ προπάτορος ἡμῶν Ἀβραάμ· «Ὅς ἐστι πατὴρ πάντων ἡμῶν, κα θὼς γέγραπται, ὅτι Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε κατέναντι Θεοῦ τοῦ ζωοποιοῦντος τοὺς νεκρούς.» Θεοῦ τοιγαροῦν ζωογονεῖν τοὺς νεκροὺς λεγομένου, εἶτα τοῦ Υἱοῦ φάσκοντος· «Ἐγώ εἰμι ἡ ζωή·» πά λιν, «Ὁ πιστεύων εἰς ἐμὲ, ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ·» καὶ πάλιν, «Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή·» τίς οὐκ ἂν ὁμολογήσειεν, εἴ γε νοῦν ἔχοι, τῆς οὐσίας αὐτὸν ὑπάρχειν τῆς τοῦ Πατρὸς γνήσιόν τε καὶ ἀληθέστα τον γέννημα, πάντα φέρον ἐν ἑαυτῷ φυσικῶς τὰ τοῦ γεννήσαντος ἴδια; Εἰ δὲ τοῦτο, Θεὸς ἄρα τὸ ἐκ Θεοῦ, καὶ οὐ κτίσμα ἢ ποίημα. Τῶν θείων μυστηρίων οἰκονόμον καὶ λειτουργὸν ἑαυτὸν ἀναδεικνύων ὁ Παῦλος, «Τολμηρότερον δέ, φησίν, ἔγραψα ὑμῖν ἀπὸ μέρους, ὡς ἐπαναμιμνήσκων ὑμᾶς διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ, εἰς τὸ εἶναί με λειτουργὸν Ἰησοῦ Χριστοῦ, εἰς τὰ ἔθνη ἱερουργοῦντα τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος ἡγιασμένη ἐν Πνεύματι ἁγίῳ.» Ἰδοὺ πάλιν ἐνθάδε σαφῶς εἰληφέναι μὲν ἐν χάριτος μέρει παρὰ τοῦ Θεοῦ διίσχυρίζεται τὸ εἶναι λειτουργὸς Ἰησοῦ Χριστοῦ. Εἶτα τῆς ἱερουργίας τὸν τρόπον ἐξηγούμενος, «εἰς τὸ Εὐαγγέλιον, φησί, τοῦ Θεοῦ.» Καίτοι Χριστὸν Ἰησοῦν κηρύσσων καὶ εὐαγγελιζόμενος, οὕτως οἶδε φύσει Θεὸν ὄντα τὸν Υἱόν. Οὐ γὰρ ἂν ὠνόμασε Θεὸν μὴ τοῦτο κατὰ φύσιν ὑπάρχοντα· οὐδ᾽ ἂν ἐφ᾽ ἑαυτῷ πολὺ λίαν ἐκαυχήσατο λέγων, «Εὐδόκησεν ὁ Θεὸς ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ δι᾽ ἐμοῦ,» εἴπερ ἦν κτίσμα καὶ ποίημα. Εἰ γὰρ ἔγνωσαν, φησίν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Οὐκοῦν εἰ τῆς δόξης Κύριός ἐστιν ὁ τὸν σταυρὸν ὑπομείνας ὑπὲρ ἡμῶν Υἱός, πῶς οὐκ ἔστι φύσει Θεός; πῶς δὲ κτίσμα, ἢ ποίημα ὁ καὶ ὑπὸ τῶν Σεραφίμ ὑμνούμενος; πλήρη γὰρ εἶναι φασι τόν τε οὐρανὸν, καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ, καὶ Κύριον Σαβαὼθ ὀνομάζουσι. Δῆλον γὰρ, ὅτι περὶ αὐ τοῦ τὰ τοιαῦτά φασιν, εἴπερ ἐστὶ τῆς δόξης Κύριος κατὰ τὴν τοῦ Παύλου φωνήν. Οὕτω, φησίν, ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ, καὶ οἰκονόμους μυστηρίων Θεοῦ.» Εἰ τοίνυν τὸ περὶ τοῦ Υἱοῦ μυστήριον, Θεοῦ μυστήριον ὁ Παῦλος ἀποκαλεῖ, πῶς οὐκ ἔσται φύσει Θεός, ἢ πῶς ἐν ποιήμασι τετάξεται ὁ διὰ τῶν ἀποστόλων ὑπηρετούμενος; Πῶς δὲ οὐκ ἀληθεύσει, Θεοῦ μυ στήριον ὀνομάζων τὸ Εὐαγγέλιον Χριστοῦ, ὁ μετὰ πολλῆς παῤῥησίας εἰπών· «Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀν θρώπου παρέλαβον αὐτό, οὐδὲ ἐδιδάχθην, ἀλλ᾽ ὑπὸ τοῦ Θεοῦ δηλαδή;» Ὅτε τοίνυν θεοδίδακτος ὤν, Θεὸν ὄντα τὸν Υἱὸν ἐπιγινώσκει, τίς τῶν ἕτερα διδασκόν των ἀνέξεται; «Ὥστε, φησί, μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκό τους·»
col. 641–642page 312 of 677
PG 130:641τους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ. Ἐν δὲ τοῖς Εὐαγγελίοις, στήσειν μὲν ἐκ δεξιῶν τὰ πρόβατα, ἐξ εὐωνύμων δὲ τὰ ἐρίφια Χριστὸς ἐπαγγέλλεται, κατὰ τὸν καιρὸν τῆς δευτέρας αὐτοῦ παρουσίας· καὶ τοὺς μὲν τῆς ἀνομίας ἐργάτας ἐκπέμψειν εἰς τὸ πῦρ τὸ αἰώνιον, τοῖς δέ γε τὸν δεξιὸν ἐπέχουσι τόπον τοὺς ἐπαίνους ὁμοῦ τοῖς μισθοῖς ἀποδώσειν, λέγων τό, Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Οὐκοῦν εἰ τὸν τῆς ἀρετῆς ἐργάτην καὶ ἐπιστήμονα ἐπαινέσειν μέλλοντος τοῦ Θεοῦ, Χριστός ἐστιν ὁ ἐπαινῶν, πῶς ἔσται ποίημα, καὶ οὐχὶ μᾶλλον Θεὸς ἐκ Θεοῦ, τῆς πατρώας οὐσίας ὅλον ἔχων τὸ ἴδιον, καὶ ὢν διὰ τοῦτο φύσει Θεός, ὥσπερ καὶ ὁ γεννήσας αὐτόν; Οὐ γὰρ θέλομεν ὑμᾶς, φησὶν, ἀγνοεῖν, ἀδελφοί, ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἐν τῇ Ἀσίᾳ, ὅτι καθ' ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν· ἀλλ᾽ αὐτοὶ ἐν αὑτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ᾽ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς. Ἰδοὺ πάλιν ἐνθάδε σαφῶς Θεὸν εἶναί φησι τὸν ἐγείροντα τοὺς νεκρούς. Τοῦτο δὲ Χριστὸς ἐργάζεται, λέγων, ποτὲ μέν· Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ποτὲ δὲ πάλιν· Ὁ πιστεύων εἰς ἐμὲ, ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Θεὸς οὖν ἄρα κατὰ φύσιν ὁ Υἱὸς, ἐνεργεῖν δυνάμενος ἃ μόνῳ πρέπει Θεῷ. Οὐκοῦν οὐ ποίημα, οὐδὲ κτίσμα. Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι' ἡμῶν. Ὁ φανερούμενος διά τε τῶν ἀποστολικῶν καὶ εὐαγγελικῶν κηρυγμάτων τίς ἂν εἴη ἕτερος παρὰ Χριστόν; Αὐτὸς τοιγαροῦν ἐστιν ἡ ὀσμὴ τῆς γνώσεως τοῦ Θεοῦ καὶ Πατρὸς κατὰ τὸ εἰρημένον παρ' αὐτοῦ· οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι' ἐμοῦ. Καὶ πάλιν, Ὁ ἑωρακώς ἐμὲ ἑώρακε τὸν Πατέρα. Ὀσμή τοιγαροῦν ὑπάρχων τοῦ Πατρὸς οὐ κἂν εἴη πρὸς αὐτὸν ἑτεροούσιος, ἀλλ' ὥσπερ ἡ ἐξ ἀνθέων εὐωδία φυσικῶς τε καὶ οὐσιωδῶς προεκχύπτουσα τοῦ γεννήσαντος αὐτὴν εἴδους ἐστὶν ἐκφαντικὴ, οὕτω καὶ ὁ Υἱὸς ὀσμή τις ὥσπερ τῆς πατρώας ὑπάρχων οὐσίας, ἀφ᾿ ἧς ἐστιν, αὐτὸς τὸν γεννήσαντα δηλοῖ. Οὐκοῦν οὐ ποίημα, οὐδὲ κτίσμα, ἐπεὶ μὴ τοῦτό ἐστιν ὁ Πατήρ. Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ Εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ' ἐμοῦ, ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον. Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὐδὲ ἐδιδάχθην, ἀλλὰ δι᾿ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. Ἴδωμεν τοίνυν τί περὶ τοῦ Υἱοῦ φησιν ὁ παρ' αὐτοῦ τὸ περὶ αὐτοῦ μεμαθηκὼς μυστήριον· Ἰησοῦς Χριστός, φησί, χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. Ἰδοὺ σαφῶς τὸ ἐν ἀτρέπτῳ καὶ ἀμεταποιήτῳ φύσει κεῖσθαι τὸν Υἱὸν ὁμολογεῖ· ὅπερ ἴδιον μόνον Θεοῦ καὶ Πατρός, ἑτέρῳ δὲ πρόσεστι τῶν γενητῶν οὐδενί. Οὐκοῦν εἰ μόνος ἄτρεπτος
col. 643–644page 313 of 677
PG 130:643Ἀεί πρὸς ὁ Θεὸς καὶ Πατήρ, ἐν ταυτότητι δὲ φύσεως καὶ ὁ Υἱός, ἀεὶ τοῦτο ὢν ὅπερ ἐστὶν ὁ γεννήσας αὐτόν, πῶς ἂν εἴη τῶν γενητῶν εἷς, ὁ μόνος τῷ φύσαντι κατὰ τὸν ἄφραστον τῆς οὐσίας λόγον ἁμιλλώμενος, καὶ τοῦτο ὢν κατὰ φύσιν, ὅπερ ἐστὶν ὁ Πατήρ, δίχα μόνου τοῦ εἶναι Πατήρ; Ἀδελφοί, δέομαι ὑμῶν, οὐδέν με ἠδικήσατε, οἴδατε δὲ ὅτι δι᾿ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον, καὶ τὸν πειρασμὸν ὑμῶν τὸν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε, οὐδὲ ἐξεπτύσατε, ἀλλ' ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν.» Ὑποδεξάμενος καὶ λίαν θαυμάσας τῶν ἐν Γαλατίᾳ τήν τε εἰς Θεὸν εὐλάβειαν, καὶ τὴν εἰς αὐτὸν ἀγάπησιν, εἰρηκώς τε, ὅτι «Ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με,» καὶ ἐπὶ πολὺ μεῖζον ἀναβαίνει, προσθείς, «Ὡς Χριστὸν Ἰησοῦν.» Τίς οὖν ὑπεροχή Χριστοῦ πρὸς ἀγγέλους, αὐτὸς διδασκέτω, λέγων· «Ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Καὶ πάλιν· «Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σύ, ἐγώ σήμερον γεγέννηκά σε· καὶ, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;» Γέγραπται δὲ πάλιν περὶ αὐτῶν· «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.» Τοσαύτης τοιγαροῦν μεταξύ κειμένης διαφορᾶς, ὡς τὸν μὲν Υἱὸν προσκυνεῖσθαι, λειτουργεῖν δὲ αὐτῷ τοὺς ἀγγέλους· καὶ τὸν μὲν ἐν τάξει βασιλέως καὶ Υἱοῦ καὶ Δεσπότου καθέζεσθαι, τοὺς δὲ ἀποστέλλεσθαι εἰς διακονίαν· πῶς οὐκ ἔσται Θεὸς ὁ καὶ ὑπὸ τῶν ἀγγέλων ὡς τοῦτο ὢν κατὰ φύσιν γινωσκόμενος; Εἰ γὰρ ποίημά ἐστι, κατὰ τὴν τῶν ἑτεροδοξούντων ἀβουλίαν, ὥρα λέγειν οὐ μόνον ἡμᾶς, ἀλλὰ καὶ αὐτὰς τὰς ἐν οὐρανοῖς πεπλανῆσθαι δυνάμεις, ὡς λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Εἰ δὲ τοῦτο ἄτοπον (οὐ γὰρ ἄν τις πλανᾶσθαι φήσειε τοὺς ἁγίους ἀγγέλους, ἀληθὴς δὲ μᾶλλον ἐν αὐτοῖς ἡ περὶ τοῦ Θεοῦ γνῶσις, καὶ προσκυνοῦσιν ὡς τοῦτο κατὰ φύσιν ὄντα τὸν Υἱόν), οὐκ ἄρα κτίσμα ἐστίν, οὐδὲ ποίημα. Τὸ γὰρ ὅλως ποιηθέν, οὐκ ἂν εἴη φύσει Θεός. Διὸ ἀδελφοί, οὐκ ἐσμὲν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας. Τῇ ἐλευθερίᾳ Χριστὸς ἡμᾶς ἠλευθέρωσε· στήκετε. Εἰ Δεσπότου τὸ ἐλευθεροῦν, ἐλευθεροῖ δὲ ἡμᾶς ὁ Χριστός, καὶ τῶν ζυγῶν τῆς δουλείας ἀνίησιν, εἰς υἱότητα καλῶν, οὐκ ἄρα δοῦλος αὐτός, ἀλλ' Υἱὸς, καὶ Δεσπότης, ὅπερ ἐστὶ κατὰ φύσιν, τοῦτο τοῖς ἀξίοις κατὰ χάριν ἐπιτιθείς. Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν.» Ἑνὸς ὄντος Κυρίου τοῦ Θεοῦ καὶ Πατρός, πῶς ἔσται Κύριος ὁ Υἱός, εἴ γε ποίημα ἢ κτίσμα ἐστί; Πρόδηλον γὰρ ὅτι τὰ πεποιημένα δούλην ἔχει τὴν φύσιν. Πῶς δὲ καὶ πίστεως οὔσης μιᾶς ὁ πιστεύων εἰς τὸν Υἱόν, εἰς τὸν Πατέρα πιστεύει, εἴ γε κατὰ τήν τινων ἀβουλίαν διακέκονται τῆς πρὸς τὸν Πατέρα κοινωνίας φυσικῆς; Ἀλλ᾿ ὄντος Κυρίου τοῦ
col. 645–646page 314 of 677
PG 130:645Θεοῦ καὶ Πατρὸς, Κύριός ἐστι καὶ ὁ Υἱὸς, καὶ ὁ πιστεύων εἰς αὐτὸν, εἰς τὸν Πατέρα πιστεύει. Ἐκ Πατρὸς γὰρ δηλονότι καὶ ἐν Πατρὶ φυσικῶς ὑπάρχων Υἱός, ἔχων τε αὖ πάλιν ἐν ἑαυτῷ τὸν Πατέρα, συνθεολογεῖται καὶ συνδοξάζεται. Καὶ οὕτως εἰς μίαν ἀναβαίνει θεότητα τῶν προσιόντων ἡ πίστις. Πῶς οὖν ἐν ποιήμασιν, ὁ πάντα ἔχων κοινὰ πρὸς τὸν Πατέρα, ὡς ἀληθὴς αὐτοῦ τῆς οὐσίας καρπὸς, καὶ οὐ καθάπερ ἡμεῖς θετοὶ πρὸς υἱότητα καὶ ἐγκεκεντρισμένα βλαστήματα; Γίνεσθε οὖν μιμηταί τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητά, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν.» Ὅρα δὴ πάλιν ὅπως Θεὸν οἶδέ τε καὶ ὀνομάζει Χριστόν. Εἰρηκὼς γὰρ δεῖν ἡμᾶς μιμητὰς γενέσθαι Θεοῦ, εὐθὺς παρατίθησιν αὐτὸν, καὶ ὅπως μιμεῖσθαι προσήκει, διδάσκει λέγων· Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ ἑαυτὸν ἔδωκεν ὑπὲρ ἡμῶν. Θεοῦ τοιγαροῦν ὄντος τε φύσει καὶ ὀνομαζομένου Χριστοῦ, καὶ τοῦτο παρὰ τοῦ πεπιστευμένου τὸ Εὐαγγέλιον παρὰ Θεοῦ καὶ Πατρὸς, τίς τῶν ἕτερα λεγόντων ἀνέξεται; Ὁ δὲ φύσει Θεός, πῶς ἂν εἴη κτίσμα ἢ ποίημα; Τοῦτο γὰρ ἴστε γινώσκοντες ὅτι πᾶς πόρνος, ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. Ἰδοὺ πάλιν Χριστὸν ὀνομάσας, εὐθὺς αὐτὸν εἰσφέρει καὶ Θεὸν, ὡς τοῦ Θεοῦ καὶ Πατρὸς ἐν αὐτῷ βασιλεύοντος, αὐτοῦ τε αὖ πάλιν ἐν τῷ Πατρί, κατὰ τὸ παρ' αὐτοῦ λεγόμενον ὡς πρὸς τὸν Πατέρα, ὅτι· «Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά.» Ἓν δὲ τῶν πάντων ἡ βασιλεία, κοινὴ μὲν Υἱῷ πρὸς Πατέρα, κοινὴ δὲ Πατρὶ πρὸς Υἱόν, συμβασιλεύοντος δηλαδὴ τοῦ ἁγίου Πνεύματος· οὕτω γὰρ ἡ ἁγία καὶ προσκυνουμένη Τριάς, εἰς τὴν μίαν τῆς θεότητος ἀναφέρεται φύσιν. Πῶς οὖν ποίημα ὁ βασιλεύων ἐν Πατρὶ καὶ μετὰ Πατρὸς Θεὸς Λόγος; Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις. Διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.» Καὶ τίνες ἂν εἶεν οἱ τῆς ἀπειθείας υἱοὶ, εἰ μὴ πάντως οἱ διὰ τοῦ πλημμελεῖν τῶν τοῦ Σωτῆρος ἀποσκιρτήσαντες νόμων; Εἰ δὲ τούτοις ἐπάγων τὴν ὀργὴν, αὐτός ἐστιν ὁ Σωτὴρ διὰ τοῦ λέγειν· «Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον·» καὶ Θεὸν αὐτὸν ὁ μακάριος Παῦλος οἶδέ τε ὄντα, καὶ εἰσφέρει διὰ τούτων· τίς τῶν ποίημα λεγόντων ἀνέξεται; Τοῦ αὐτοῦ ἐκ τῶν κατὰ Ἰωάννην Εὐαγγέλιον ἐξηγητικῶν πρὸς Ἀρειανοὺς λέγοντας ἕτερον εἶναι τὸν ἐνδιάθετον τοῦ Θεοῦ λόγον, καὶ ἕτερον τὸν Υἱόν. Ἕτερον, φασίν, ὄντα τὸν Υἱὸν παρὰ τὸν ἐνδιάθετον λόγον εὑρίσκομεν, οὐ ταῖς ἑαυτῶν ἐννοίαις εἰς τοῦτο προσέχοντες, ἀλλὰ τοῖς ἀπὸ τῆς θείας Γραφῆς θεωρήμασιν. Ὅταν γὰρ ἀκούσωμεν τοῦ Υἱοῦ λέγον
col. 647–648page 315 of 677
PG 130:647τος πρὸς τὸν Πατέρα· Δοξασόν σου τὸν Υἱόν, τοῦ δὲ Πατρὸς αὖ πάλιν ἀποκρινομένου, καὶ λέγοντος Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω· ἆρ᾽ οὐχὶ πάντως ἐν λόγῳ δώσομεν ἀπολογεῖσθαι τῷ Υἱῷ τὸν Πατέρα; Πῶς οὖν οὐχ ἕτερος παρὰ τὸν Υἱὸν ὁ δι' οὗ πρὸς αὐτὸν ὁ Πατὴρ ἀντιφθέγγεται; Τί γένοιτ' ἂν τῶν τοιούτων ἀθλιώτερον, εἴ γε κυρίως τε καὶ ἀληθῶς ταύτην εἶναι τοῦ Πατρὸς ὑπετόπασαν τὴν φωνὴν, ἧς οὐ μόνος ὑπήκουσεν ὁ Σωτὴρ, ἀλλὰ καὶ αὐτὴ ἡ τῶν Ἰουδαίων περιεστῶσα πληθύς, καὶ ὁ τῶν μαθητῶν χορός· Ἔδει γὰρ μᾶλλον αὐτοὺς τὰ θεοπρεπῆ φαντάζεσθαι πλεονεκτήματα, καὶ μὴ τοῖς καθ' ἡμᾶς νόμοις πειρᾶσθαι ὑπάγειν τὰ ὑπὲρ ἡμᾶς. Τὴν γὰρ τοῦ σώματος ἀκοὴν σωματικὴ προσαράσσει φωνή, τὴν δὲ ἐν ἀῤῥήτοις φωναῖς ἡρέμα καὶ οἱονεὶ κατὰ νοῦν στρεφομένην βούλησιν τοῦ Πατρὸς μόνος οἶδεν ἐν αὐτῷ φυσικῶς ὑπάρχων ὁ Υἱός, ὡς σοφία αὐτοῦ. Φωνῇ δὲ τῇ διὰ κτύπου κεχρῆσθαι τὸν Θεὸν ὑπολαμβάνειν, παντελῶς ἀπίθανον, εἴπερ οἰόμεθα δεῖν ἀποσώζειν τῇ ὑπὲρ πάντα φύσει τὰ ὑπὲρ τὴν κτίσιν. Ἄλλως τε καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός οὐκ ἔφησεν αὐτὴν εἶναι τοῦ Θεοῦ καὶ Πατρὸς, ἀλλ' οὐδὲ παρ' ἑτέρου δεόμενον ἑρμηνείας πρὸς τὸ δύνασθαι μαθεῖν τὴν τοῦ Πατρὸς βούλησιν ἑαυτὸν ἐπιδεικνύει λέγων· Οὐ δι' ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι' ὑμᾶς. Ἐχρῆν δὲ μᾶλλον εἰπεῖν, Ἠκούσατε μετ' ἐμοῦ τῆς φωνῆς τοῦ Πατρός. Νῦν δὲ οὐ φωνῆς αὐτὸν δεδεῆσθαι προσομολογεῖ, γεγενῆσθαι δὲ μᾶλλον αὐτὴν δι' ἐκείνους ἰσχυρίζεται, οὐκ ἐκπορευθῆναι παρὰ τοῦ Πατρός. Καὶ εἰ πάντα δι' αὐτοῦ ὁ Θεὸς καὶ Πατὴρ ἐργάζεται, δι' αὐτοῦ δὴ πάντως καὶ τοῦτο. Αὐτὸς γὰρ ἦν ἡ φωνὴ, οὐχ ἑαυτῷ τὴν τοῦ γεννήσαντος ἑρμηνεύων διάθεσιν, ᾔδει γὰρ ὡς Υἱός, ἀλλὰ ταῖς τῶν περιεστώτων ἀκοαῖς, ἵνα πιστεύσωσιν. Καὶ τοῦτο. Ἄκουε τοῦ Εὐαγγελιστοῦ λέγοντος· Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Ἀνακεφαλαίωσιν γὰρ ὥσπερ τινὰ τῶν ἤδη προειρημένων ἐν τούτοις ὁ Εὐαγγελιστής ἐποιήσατο. Προσθεὶς δὲ τὸ Οὗτος, μονονουχὶ βοήσας ὁρᾶται, Ὁ ὢν ἐν ἀρχῇ ὁ παρὰ τῷ Πατρὶ Λόγος, ὁ ὑπάρχων Θεὸς ἐκ Θεοῦ οὗτός ἐστι, καὶ οὐχ ἕτερος περὶ οὗ τὸ σεμνὸν ἡμῖν πρόκειται σύγγραμμα. Ἔοικε δὲ πάλιν οὐ μάτην τοῖς εἰρημένοις προσθεὶς τὸ Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. ὡς γὰρ ὑπὸ θείου Πνεύματος εἰς τὴν τῶν ἐσομένων γνῶσιν φωταγωγούμενος οὐκ ἠγνόησεν, ὡς ἔμοιγε δοκεῖ, καὶ ὡς ἔστινεἰπεῖν ἀληθεύοντας, ὅτιπερ ἀναφανοῦνταί τινες ἀπωλείας ἐργάται, διαβόλου θήρατρα, θανάτου παγίδες, λέγοντες ἕτερον μὲν εἶναι τὸν ἐνδιάθετον ἐν τῷ Θεῷ καὶ Πατρὶ λόγον, ἕτερον δέ τινα τὸν τῷ ἐνδιαθέτῳ λίαν ἐμφερέστατόν τε καὶ ὁμοιότατον Υἱὸν καὶ Λόγον, δι' οὗ ὁ Θεὸς τὰ πάντα ἐργάζεται, ἵνα λόγος λόγου νοήσεται, καὶ εἰκὼν εἰκόνος, καὶ ἀπαύγασμα ἀπαυγάσματος. Ὥσπερ οὖν ἤδη δυσφημούντων ἀκούσας αὐτῶν, καὶ πρὸς τὰς ἀτόπους ἀπονοίας τῶν παρ' αὐτοῖς συγγραμμάτων εὐλόγως κεκινημένος ὁ μακάριος Εὐαγγελιστής, ὁρισάμενος ἤδη, καὶ διὰ πολλῶν, ὡς ἔδει, κατασημάνας τὸν ἕνα καὶ μόνον καὶ ἀληθινὸν
col. 649–650page 316 of 677
PG 130:649ἐκ Θεοῦ, καὶ ἐν Θεῷ, καὶ πρὸς Θεὸν ὄντα Λόγον, ἐπιφέρει γοργῶς· Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, ὡς Υἱὸς δηλαδὴ πρὸς τὸν Πατέρα, ὡς ἔμφυτος, ὡς ἐκ τῆς οὐσίας αὐτοῦ ὁ Μονογενής· οὗτος, οὐκ ὄντος δευτέρου. Τοῦ αὐτοῦ ἐκ τοῦ ιδ' κεφαλαίου τοῦ α' βιβλίου τοῦ θησαυροῦ εἰς τὸ, Οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ. Ἀλλὰ πῶς ἂν δύναιτο κατ᾽ οὐσίαν ὅμοιος εἶναι ὁ Υἱὸς τῷ Πατρί; ἢ πῶς οὐκ ἔσται μετ᾽ αὐτὸν ἐξ αὐτοῦ δεχόμενός τι, καθά φησιν ὁ αὐτός· Ὥσπερ γὰρ ὁ Πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ. Οὐδὲν, ὦ βέλτιστε, τοῦ Λόγου τὴν οὐσίαν ἀδικήσει τὸ δέχεσθαί τι παρὰ τοῦ Πατρός. Οὐ γὰρ ἐν τῷ δέχεσθαι τὸ εἶναι ἔχει, ἀλλ᾽ ὢν καὶ ὑπάρχων πρότερον, δέχεται τι, καθὸ ἐκ Πατρὸς φυσικῶς γεγεννημένος ἐπάγεται πάντα τὰ ἴδια τοῦ Πατρός, ὥσπερ ἂν καὶ τὸ φῶς ἐξ ἡλίου προελθόν, δέχεσθαί τι λέγοιτο παρ᾽ αὐτοῦ, ἐπειδήπερ πᾶν ὅπερ ἐστὶν ἐν αὐτῷ, τοῦτο φαίνεται τοῦ τεκόντος ἡλίου, καὶ οὐδέν που τὸν ἥλιον πρὸ τοῦ ἀπαυγάσματος εἶναι καταναγκάσει τὸ τὴν ἐξ αὐτοῦ προελθοῦσαν ἔκλαμψιν ἀμερίστως, ὥσπερ παρ᾽ αὐτοῦ λαμβάνουσαν φορεῖν τὸ ἴδιον αὐτοῦ, ἀλλ᾽ ἦν ἀεὶ σὺν αὐτῷ, κἂν ὡς ἐξ αὐτοῦ προελθοῦσα τὰ αὐτῷ προσόντα φορεῖ φυσικῶς. Οὐκοῦν οὐ τὸ λαβεῖν τι παρὰ τοῦ Πατρὸς ἀναγκάσει πάντως δεύτερον εἶναι τῷ χρόνῳ τὸν Υἱόν. Τῷ γὰρ ὄντι καὶ ὑφεστῶτι δώσει τις, οὐ τῷ μὴ ὄντι, καὶ μήπω γενομένῳ. Εἰς τὸ αὐτό. Εἰ μὴ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱός, πῶς ἐπαληθεύσει λέγων· «Ὁ πιστεύων εἰς ἐμὲ, ἔχει ζωὴν αἰώνιον;» Καὶ πάλιν· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς ἀκούει φωνῆς· κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον.» Καὶ πάλιν· «Ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα.» Ἔδει γὰρ λέγειν· Ὁ πιστεύων εἰς ἐμὲ λήψεται παρ᾽ ἐμοῦ ζωὴν, ἣν δέδωκέ μοι ὁ Πατήρ. Καὶ πάλιν· Τὸν εἰς ἐμὲ πιστεύοντα οὐ συγχωρήσει ὁ Πατὴρ γεύσασθαι θανάτου. Εἰ δὲ τοῦτο μὲν εἰρηκὼς οὐ φαίνεται, ὡς δὲ φύσει προσοῦσαν ἑαυτῷ τὴν ζωήν, καὶ ὡς οὐσιωδῶς ὑπάρχουσαν ἐν ἑαυτῷ, δώσειν τοῖς εἰς αὐτὸν πιστεύουσιν ἐπαγγέλλεται, πῶς ἐνδέχεται νοεῖν οὐκ ἔχοντα τὸν Υἱὸν εἰληφέναι ταύτην παρὰ τοῦ Πατρός; Καὶ γὰρ ἂν εἴη πάσης ἐπέκεινα δυσφημίας τοῦτό γε. Ἀλλ᾽, ὥσπερ ἤδη προείρηται, προελθὼν ἐκ Πατρός, πάντα τὰ αὐτοῦ κατὰ φύσιν ἐπάγεται, καὶ ὡς εἰληφώς, κατὰ τοῦτο νοεῖται, καὶ ἀπαύγασμα καὶ εἰκὼν ὑπάρχων αὐτοῦ. Ἓν δὲ τῶν προσόντων τῷ Πατρὶ καὶ ἡ ζωή. Εἰς τὸ αὐτό. Λέγων ὁ Υἱὸς τοῦτο· «Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκεν ἔχειν ζωὴν ἐν ἑαυτῷ,» τὴν ἀπαράλλακτον ὁμοιότητα δεικνύει σαφῶς, ἣν ἔχει πρὸς τὸν γεννήσαντα. Ἔχει γὰρ οὕτω τὴν ζωήν, ὥσπερ καὶ ὁ Πατήρ, φυσικήν, δηλον
col. 651–652page 317 of 677
PG 130:651ἢ ὅτι καὶ οὐσιώδη. Τὸ δὲ, δέδωκε, προσθείς, τὴν ἐξ αὐτοῦ φυσικήν τε καὶ οὐσιώδη σημαίνει πρόοδον. Οὐ γὰρ δή που δέδωκεν ὁ Πατήρ, ὥσπερ τι τῶν αὐτῷ προσόντων ἀφελόμενος, καὶ οὐκ ἔχοντι προστεθεικὼς τῷ Υἱῷ, κατὰ σωματικὴν ἀποτομὴν ἢ διά στασιν τὴν ἔκ τινος ἑτέρου πρὸς ἕτερον, ἢ τοπικῶς ἢ διαιρετικῶς νοουμένην. Ἀλλ' ὥσπερ δίδωσι τὸ φυτὸν τῷ ἐξ αὐτοῦ προελθόντι καρπῷ τὴν αὐτῷ κατὰ φύσιν προσοῦσαν ποιότητα φορεῖν, οὕτως ὁ Υἱὸς εἰληφέναι παρὰ Πατρὸς τὰ αὐτῷ προσόντα νοεῖται, πάντα ὢν ὅσα καὶ ὁ Πατήρ, εἴχα μόνου τοῦ εἶναι Πατήρ. Καὶ τοῦτο. Φησί που Χριστός· Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Εἰ τοίνυν ἐπείσακτον, ἤτοι κατὰ μετοχήν, καὶ οὐχὶ οὐσιωδῶς ἔχει τὸ εἶναι ἡ ζωή, ἔσται τοῦτο οὐκ ἀνόμοιος ἔσται πρὸς τὸν γεγεννηκότα, ἀλλ' ὥσπερ ὁ Υἱός, καὶ ὁ Πατήρ. Φυγὼν δὲ τοῦ λόγου τὴν ἀτοπίαν ἐξ ἀνάγκης ὁμολογήσεις τὸ ἕτερον. Ζωὴ γὰρ κατὰ φύσιν ὁ Υἱός. Καὶ τοῦτο. Εἰ ζωῆς ὄντος κατὰ φύσιν τοῦ Πατρός, οὐκ ἔστι τοῦτο κατ' οὐσίαν ὁ Υἱός, ὥσπερ τοῖς χριστομάχοις δοκεῖ, πῶς τὴν αὐτὴν ἐνέργειαν ἔχει τῷ Πατρί; Φησί γάρ που ὁ Χριστός· Ὥσπερ ὁ Πατὴρ οὓς θέλει ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Οὐ γὰρ δὴ ζωοποιεῖσθαι μὲν ἑτέρως ἐροῦσι τοὺς ὅσοι παρὰ τοῦ Πατρὸς τοῦτο λαμβάνουσι, ζωοποιεῖσθαι δὲ πάλιν καθ' ἕτερον τρόπον τοὺς παρὰ τοῦ Υἱοῦ τοῦτο δεχομένους. Οὕτω γὰρ ἔφησε ζωοποιεῖν τὸν Πατέρα, ὡς ἂν ζωοποιήσειεν ὁ Υἱός, πανταχοῦ τὴν αὐτὴν ἐνέρ γειαν τῷ Πατρὶ ἔχοντα ἑαυτὸν ὁριζόμενος. Οὐκοῦν ἐκεῖνος φύσει ζωὴ λέγεται καὶ ἔστιν, οὕτω καὶ Καὶ τοῦτο. Τὰ προσόντα τῷ Θεῷ καὶ Πατρὶ φυσικά τε καὶ οὐ σιώδη λέγων ἰδιώματα, φησί που Παῦλος· Ὁ μό νος ἔχων ἀθανασίαν. Εἰ τοίνυν οὐδὲν ἕτερόν τις ὁριεῖται λέγων τὴν ἀθανασίαν παρὰ τὴν ζωήν, αὕτη δέ ἐστιν ὁ Υἱὸς ὁ λέγων· Ἐγώ εἰμι ἡ ζωή, ὁ Πατ ὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, τὸν Υἱὸν δηλονότι, καὶ οὐχ ἕτερόν τι παρ' αὐτόν. Αὐτός τε ὁμοίως ὑπάρχων ζωή, δέδωκεν ἑαυτὸν τῷ Υἱῷ· οὐχ ὡς σῶμα χωρήσας ἐν σώματι, οὐδ' ὡς τῷ Υἱῷ παραχωρήσας τὴν ἰδίαν ὑπό στασιν, καὶ ἐν αὐτῷ λοιπὸν τὸ εἶναι ἔχων· ἀλλ' ὑπάρ χων μὲν τοῦθ' ὅπερ ἐστὶν ἀεὶ Πατὴρ καὶ Θεός· τῇ δὲ τῆς οὐσίας ταυτότητι καὶ τῇ τῆς φύσεως ἐνότητι πρὸς τὸν ἐξ αὐτοῦ προελθόντα Λόγον ἀπορρήτως συν δούμενος. Καὶ τοῦτο. Ὅσα προσεῖναι λέγεται τῷ Πατρὶ φυσικῶς τε καὶ οὐσιωδῶς, ταῦτα πάντα ἐστὶν ὁ Υἱός. Μόνος ἀληθινὸς λέγεται Θεὸς ὁ Πατήρ, ἐπειδὴ μόνος ἔχει τὸν Υἱόν τὸν λέγοντα· Ἐγώ εἰμι ἡ ἀλήθεια. Σοφὸς καὶ δύ νατὸς ὁμοίως, ἐπεὶ Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία. Μόνος λέγεται φῶς οἰκεῖν ἀπρόσιτον· ἔχει γὰρ ἐν ἑαυτῷ τὸν λέγοντα· Ἐγώ εἰμι τὸ φῶς. Μόνος
col. 653–654page 318 of 677
PG 130:653ἔχειν ἀθανασίαν λέγεται· ἔχει γὰρ ἐν ἑαυτῷ τὸν λέ γοντα Υἱόν· Ἐγώ εἰμι ἡ ζωή. Εἰ τοίνυν σύμπαν τὸ τοῦ Πατρὸς ἴδιον, τοῦτό ἐστιν ὁ Υἱὸς, ὅταν λέγηται ζωὴν ἔχειν ὁ Πατὴρ ἐν ἑαυτῷ, τὸν Υἱὸν σημαίνει, καὶ οὐχ ἕτερόν τι παρ' αὐτόν. Ὑπάρχων δὲ καὶ αὐτὸς ἐν Υἱῷ κατὰ τὸ τῆς οὐσίας ἀπαράλλακτον, καὶ ζωὴ κατὰ φύσιν ὢν, δέδωκεν ἑαυτὸν αὐτῷ. Καὶ τοῦτο. Ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ Υἱός, δέχεσθαι παρὰ τοῦ Πατρὸς ταύτην φησίν, οὐχ ᾗ Λόγος ἐστὶν ἢ ἀπαύγασμα φυσικῶς ἔχει τὰ τοῦ Πατρὸς ἴδια, ἀλλὰ καθό γέγονεν ἄνθρωπος, ᾧ πάντα θεόσδοτα. Κατα στήσει δὲ τοῦτο σαφὲς ἐν τοῖς ἐφεξῆς, τοῦ δεδόσθαι τὴν αἰτίαν ἐξηγούμενος. Ἐξουσίαν γάρ, φησίν, ἔδω κεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστίν. Εἰ δὲ ἐπειδήπερ Υἱὸς ἀνθρώπου ἐστὶ, τὴν ἐπὶ τῷ κρί νειν ἐξουσίαν εἰληφέναι λέγεται, τὸν αὐτὸν ἀνακυκλώσαντες λόγον ἐροῦμεν· Ἐπειδὴ Υἱὸς ἀνθρώπου γέγονε, τὴν ὁμοιότητα φορέσας τῶν παρὰ Θεοῦ δέ χεσθαι τὰ πάντα πεφυκότων, καὶ ζωὴν εἰληφέναι λέγεται, μόνῃ καὶ γυμνῇ τῇ θείᾳ φύσει τηρῶν, καὶ τὸ μετοχῆς τινος ἀνεπίδεκτον καὶ τὸ δύνασθαι τοῖς πᾶσι τὰ πάντα χορηγεῖν. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ τῆς ἁγίας Τριάδος λόγου. Ὅτι δὲ τὰ αὐτὰ δύναται τῷ Πατρὶ καὶ ὁ Υἱός, μαθεῖν ἔστιν ἑτέρωθεν· ποτὲ μὲν γάρ, «Ὁ Πατήρ μου, λέγει, ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι·» ποτὲ δέ· «Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ.» Οὓς θέλει εἶπεν, οὐχ οἷς κελεύεται· οὓς βούλεται, οὐχ οὓς προστάσσεται· τὸ μὲν γὰρ δουλείας, τὸ δὲ δε σποτείας ἴδιον. Καὶ πάλιν ἑτέρωθεν· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ θέλητε πιστεύειν, τοῖς ἔργοις πιστεύετε, καὶ γινώσκετε ὅτι ὁ Πατὴρ ἐν ἐμοὶ, κἀγὼ ἐν αὐτῷ.» Ὁρᾶτε πάλιν κἀντεῦθεν Πατρὸς καὶ Υἱοῦ τὴν ἰσότητα· «Ὁ Πατὴρ γάρ, φησὶν, ἐν ἐμοὶ, κἀγὼ ἐν αὐτῷ.» Ἐπὶ δὲ τοῦ μείζονος καὶ τοῦ μείονος τοῦτο εὑρεθῆναι ἀδύνατον· οἷόν τι λέγω· Πᾶσαν ὁμοῦ τὴν κτίσιν ὁρωμένην τε καὶ ἀόρατον ἐν ἑαυτῷ περιγράφει ὁ τῶν ὅλων Θεός, μᾶλλον δὲ ἐν τῇ χειρὶ κατέχει· ἐν γὰρ τῇ χειρὶ αὐτοῦ, φησί, τὰ πέρατα τῆς γῆς. Καὶ πάλιν· Ὁ κατέχων τὸν γύρον τῆς γῆς, καὶ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ ὡσεὶ ἀκρίδας.» Καὶ ἀλλαχοῦ· «Τίς ἐμέτρησεν τῇ χειρὶ αὐτοῦ τὸ ὕδωρ, καὶ τὸν οὐρα νὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί;» Πᾶσαν μὲν οὖν, ὡς ἔφην, τὴν κτίσιν ἐν τῇ χειρὶ κατέχει τῶν ὅλων ὁ ποιητής· αὐτὸν δὲ ὑπὸ τῆς κτίσεως περιληφθῆναι ἀδύνατον· οὐκοῦν ἀμήχανον ὑπ᾿ ἀλλήλων τὰ ἄνισα χωρηθῆναι· εἰ δὲ τοῦτο ἀληθὲς, ὥσπερ καὶ ἀληθὲς, χωρεῖ ὁ Υἱὸς τὸν Πατέρα, ὥσπερ ὁ Πατὴρ τὸν Υἱόν, δῆλον ὁ τῆς ἀνισότητος λόγος ἐκβέβληται, καὶ ἰσότης ἐν Πατρὶ καὶ Υἱῷ γνωρίζεται.
col. 655–656page 319 of 677
PG 130:655Καὶ τοῦτο. Βαβαὶ πόση τῶν αἱρετικῶν ἡ παραπληξία, ἣν νοσοῦσιν ἐμβροντησίαν οἱ τῆς Ἀρείου καὶ Εὐνομίου βλασφημίας κληρονόμοι. Πρὸς δὲ τῇ παραπληξίᾳ πολλὴν ἔστιν ἰδεῖν ἐν αὐτοῖς ἐπανθοῦσαν ἀναίσχυντίαν. Τῆς γὰρ ἀποστολῆς ἄνω καὶ κάτω μνημονεύουσι, καὶ τὸν ἀποστείλαντα τοῦ ἀποσταλέντος φασὶν εἶναι τιμιώτερον. Τοσαύτην ἔχουσι τῶν Γραφῶν ἀμαθίαν! Καὶ οὐ λογίζονται, ὡς ὑπὸ τοῦ Ἰσαὰκ ὁ Ἰακὼβ ἦν ἀπεσταλμένος εἰς τὴν Μεσοποταμίαν· οὐ μὴν διὰ τοῦτο ἐλάττων ἐστὶ τοῦ ἀποστείλαντος κατὰ τὸν τῆς φύσεως λόγον. Ὡσαύτως δὲ καὶ Ἰωσὴφ ἀπεστάλη μὲν ὑπὸ τοῦ Ἰακὼβ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ οὐδεὶς ἂν φαίη τῆς τοῦ πατρὸς φύσεως αὐτὸν μὴ μετέχειν, ἐπειδὴ τῷ πατρὶ πειθόμενος κατεδέξατο τὴν ἀποστολήν. Ἀλλ' ἴσως φασίν, εἰ καὶ μὴ κατὰ τὸν τῆς φύσεως λόγον μείζους ἐνταῦθα τῶν ἀποστελλόντων οἱ ἀποσταλέντες, κατά γοῦν τὸ πατρικὸν ἀξίωμα ἔχουσι τῆς τιμῆς τὰ πρεσβεῖα. Ἀλλ' εὑρίσκομεν, ὦ ἀνόητοι, φαίην ἂν πρὸς αὐτοὺς, καὶ τοὺς μείζους ὑπὸ τῶν ἐλαττόνων ἀποσταλέντας, καὶ οὐχὶ διὰ τοῦτο τῆς οἰκείας τιμῆς τοὺς ἀποσταλέντας γυμνώσομεν. Ἀπεστάλη γὰρ ὑπὸ τοῦ Δαβὶδ Ἰωνάθαν, ὁ τοῦ βασιλέως υἱὸς ὑπὸ φυγάδος, ὁ τῷ πατρὶ συμβασιλεύων ὑπὸ τοῦ μηδὲ ἐν οἰκέτου τάξει φανῆναι τολμώντος. Ἐπειδὴ τοίνυν ὁ μὲν ἀπεστάλη, οὐκ ἔτι μὲν βασιλεύς ὁ πεμφθεὶς κατὰ τὸν ὑμέτερον ὅρον· οὐκ ἔτι δὲ φυγὰς ὁ ἀποστείλας, ἀλλὰ μεταβέβηκεν ἐπὶ τὸν ἀποστείλαντα Δαβὶδ τὸ τοῦ πεμφθέντος ἀξίωμα. Μεταβέβηκε δὲ ἐπὶ τὸν ἀποσταλέντα Ἰωνάθαν ἡ τοῦ πέμψαντος δυσκληρία. Ἀλλ' οὐχ οὕτω ταῦτ' ἔχει. Καὶ τί δεῖ τὰ ἀνθρώπινα λέγειν; Εὑρίσκομεν γὰρ Θεὸν ἀποσταλέντα, καὶ ἄνθρωπον ἀποστείλαντα. Ὁ γὰρ τῷ Ἰακὼβ συμπαλαίσας φησίν, Ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος. Πρὸς ὃν ἔφη ὁ Ἰακώβ, Οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς. Τί πρὸς ταῦτα λέγειν ἔχουσιν οἱ σοφοὶ τῆς πίστεως τεχνολόγοι; Ἄλλως δὲ εὑρίσκομεν ἐκ τῶν δεσποτικῶν ῥημάτων καὶ αὐτὸν τὸν πέμψαντα Πατέρα τῷ πεμφθέντι Υἱῷ συνόντα. Μόνος γὰρ, φησίν, οὐκ εἰμὶ, ἀλλ' ἐγώ, καὶ ὁ πέμψας με Πατήρ. Καὶ ἀλλαχοῦ· Οὐκ ἀφῆκέ με μόνον ὁ Πατήρ μου. Καὶ ἑτέρωθεν· Ὁ Πατήρ μου ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα. Εἰ τοίνυν ἐν αὐτῷ καὶ σὺν αὐτῷ ἦν ὁ πέμψας, ποῦ τοῦ πεμφθέντος ἡ εὐτέλεια; Ὁ δὲ τὰ πάντα πληρῶν ποῦ καὶ πόθεν ἀπεστάλη; Ἡ γὰρ ἀποστολὴ τόπων ἀλλαγὴν αἰνίττεται. Εἰ δὲ τὰ πάντα Πατὴρ καὶ Υἱὸς περιέχει, οὔτε ὁ Πατὴρ ὡς πόρρω τυγχάνων ἐκείνων, πρὸς οὓς ἀπέστειλεν, ἔπεμψε τὸν Υἱόν, οὔτε ὁ Υἱὸς ἐξ ἑτέρου εἰς ἕτερον μεταβέβηκε τόπον. Οὐκοῦν λείπεται νοεῖν τῆς ἀναληφθείσης ἀνθρωπότητος τὴν ἀποστολὴν εἶναι. Καὶ τοῦτο. Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱόν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε. Ὢ τῆς ὑπερβαλλούσης τῶν αἱρετικῶν ἀβελτηρίας! Μείζων, φησὶν, ὁ δοξάζων τοῦ δοξαζομένου, καὶ δοξάζει μὲν ὁ Πατήρ, δοξάζεται δὲ ὁ Υἱός. Μείζων οὖν ἄρα τοῦ Υἱοῦ ὁ Πατήρ. Εἰ τοί
col. 657–658page 320 of 677
PG 130:657νῦν ὁ Υἱὸς οὐκ ἐδοξάσθη μόνον, ἀλλὰ καὶ ἐδόξασε τὸν δοξάσαντα, ποίαν σχοίη χώραν τὸ μεῖζον, καὶ τὸ ἔλαττον; Εἰ δὲ ἄρα κατὰ τὴν τῶν εἰρημένων ἀκολουθίαν πρὸς τὸν δοξάσαντα μεταβαίνει τὸ μεῖζον, εὑ ρεθήσεται ἐλάττων μὲν ὁ Υἱὸς, ἡνίκα ἂν δοξάζηται, μείζων δὲ, ἡνίκα ἂν δοξάζῃ. Ἀλλὰ τὸ ταῦτα λέγειν παραπληξίας καὶ μανίας ἐσχάτης. Οὐ γὰρ τὸ μεῖ ζον καὶ τὸ ἔλαττον ἐντεῦθεν, τὸ δὲ ἴσον Πατρὸς καὶ Λό γου διδασκόμεθα. Ἀκούομεν γὰρ ὡς καὶ ὁ Πατὴρ δοξάζει τὸν Υἱὸν, καὶ δοξάζεται ὑπὸ τοῦ Υἱοῦ· καὶ ὁ Λό γος δοξάζεται ὑπὸ τοῦ Πατρὸς, καὶ δοξάζει τὸν Πα τέρα. Ὅτι δὲ δοξαζόμενος οὐχ ὃ μὴ εἶχεν ἔλαβεν, ἀλλ' ὃ εἶχεν, ἐν αὐτῷ τῷ χωρίῳ τοῦτο διδάσκει. Δόξασόν με γάρ, φησί, Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ, ᾗ εἶχον, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί. Εἰ δὲ πρὸ τοῦ τὸν κόσμον γενέσθαι ταύτην εἶχε τὴν δόξαν, πῶς αἰτεῖ λαβεῖν ὃ ἔχει ἀεί; Καὶ τοῦτο. Εἶτα δεικνύς, ὡς οὐ δοξάζεται μόνον, ἀλλὰ καὶ δο ξάζει, ἐπήγαγεν, Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις. Καὶ μετ' ὀλίγον τῶν αἱρετικῶν ἐμφράττει τὰ στόματα. Τὰ ἐμὰ πάντα, φησὶ, σά ἐστι, καὶ τὰ σὰ ἐμὰ, οὐ διαιρῶν τὴν κοινὴν δεσποτείαν, οὐδὲ ἕτερα μὲν τὰ αὐτῷ προσήκοντα, ἕτερα δὲ τὰ τῷ Πα τρὶ διαφέροντα δεῖξαι βουλόμενος, ἀλλ' ἐπειδὴ οἱ πᾶ σαν βλάσφημον κατὰ τοῦ Μονογενοῦς ἀφιέντες φω νὴν αὐτὸν μὲν λαμβάνειν, τὸν δὲ Πατέρα διδόναι φασί, δείκνυσιν, ὅτι τὴν αὐτὴν ἔχει τῷ Πατρὶ τῶν ἁπάντων δεσποτείαν. Τὰ γὰρ ἐμὰ πάντα, φησί, σὰ ἐστι, καὶ τὰ σὰ ἐμὰ, οὐ τὴν διαίρεσιν τῆς δεσποτείας, ἀλλὰ τὸ κοινὸν τῆς ἐξουσίας παιδεύων. Τοῦ αὐτοῦ ἐκ τοῦ θ' κεφαλαίου τοῦ α' βιβλίου τοῦ Θησαυροῦ. Οὐ πάντως τὸ τίκτειν πεφυκὸς ἐκ τοῦ μὴ τίκτειν εἰς τοῦτο πρόεισιν· οὐδὲ ἐπειδὴ τίκτειν οἶδε, καὶ καταπαύειν. Καὶ γοῦν γεννᾷ μὲν ἐξ ἑαυτοῦ τὸ πῦρ τήν τε κατὰ φύσιν προσοῦσαν αὐτῷ θερμότητα, καὶ τὸν φωτισμὸν, οὔτε δὲ ἐκ τοῦ μὴ εἶναι θερμὸν εἰς τοῦτο προῆλθεν, οὔτε παύσεται γεννᾶν τὸ κατὰ φύσιν αὐτῷ προσόν, ἀλλ᾽ ἅμα γέγονε πῦρ, καὶ ἦν ἐν αὐτῷ τὰ αὐτοῦ. Εἰ τοίνυν καὶ ἐπὶ τῶν πεποιημένων παρὰ Θεοῦ τοιοῦτος φαίνεται γεννήσεως τρόπος, πῶς οὐκ ἀσεβὲς μὴ τὰ μείζω παραχωρεῖν αὐτῷ, κἂν μὴ φθάνῃ πρὸς κατάληψιν τῆς μεγάλης αὐτοῦ φύσεως ὁ ἀνθρώπινος νοῦς; Καὶ τοῦτο. Εἰ μὴ συνῆν ὁ Υἱὸς τῷ Πατρὶ ἐξ αὐτοῦ τε ὢν κατὰ φύσιν, καὶ συναΐδιος ὤν, συμβέβηκε δὲ αὐτῷ τὸ εἶναι, συνέβη δηλονότι καὶ τῷ τεκόντι τὸ γενέσθαι Πατέρα, καὶ μεταβολή τις περὶ αὐτὸν καὶ ἀλλοίωσις φαίνεται γενομένη. Εἰ γὰρ οὐκ ἦν, καθ' ὑμᾶς, τοῦτο γέγονεν ὕστερον. Τροπῆς δὲ πάσης καὶ ἀλλοιώσεως ἀνεπίδεκτος ἡ θεία φύσις. Οὐκ ἄρα συνέβη τῷ Θεῷ τὸ γενέσθαι Πατέρα, ἀλλ᾽ ἦν αὐτῷ συναΐδιος ὁ ἐξ αὐτοῦ προελθὼν Λόγος, καθάπερ ἡ θερμότης ἐν πυρὶ γεννητικῶς ἐξ αὐτοῦ προϊοῦσα καὶ ἀεὶ συνυπάρχουσα. Καὶ τοῦτο. Εἰ τέλειος, φησὶν, ἐστὶν ὁ Πατὴρ ἐν τῇ ἰδίᾳ μεγα
col. 659–660page 321 of 677
PG 130:659λειότητι, καὶ οὐδὲν ἐλλείπει πρὸς τοῦτο τὸ φύσει. νίς περιττῶς ὡς πλήρωμα τῆς θεότητος αὐτοῦ ὁ για ἐπεισφέρεται. Καὶ τοῦτο. Τέλειος μὲν ὁ Πατὴρ ἐν τῇ αὐτοῦ μεγαλειότητι, καὶ οὐκ ἄν τις τοῦτο τῶν εὖ φρονούντων ἐξαρνήση· ται· τέλειος δὲ, οὐχ ὅτι μόνον ἐστὶ Θεὸς, ἀλλ' ὅτι καὶ Πατήρ. Εἰ γὰρ ἀφέλης τοῦ Θεοῦ τὸ εἶναι Πατέρα, ἀναιρήσεις τῆς μιᾶς φύσεως τὸ καρπογόνον, ἵνα μηκέτι τὸ τέλειον ἔχῃ, λείποντος αὐτῷ τοῦ γεννᾶν. Γνώρισμα τοίνυν τῆς τελειότητος ἡ καρπογονία, καὶ σφραγὶς τῷ Πατρὶ τοῦ εἶναι τέλειον ὁ ἐξ αὐτοῦ προϊὼν ἀχρόνως Υἱός. Καὶ τοῦτο. Εἰ μὴ κατὰ φύσιν πρόσεστι τῇ τοῦ Πατρὸς οὐσίᾳ τὸ καρπογόνον, τέλειος δέ ἐστι καὶ δίχα τοῦ δύνασθαι γεννᾶν, περιττὸν ἄρα καὶ ἐπείσακτον αὐτῷ γέγονε τοῦτο, μᾶλλον δὲ ἐδεήθη τούτου. Καὶ πῶς ἐστι τέ· λειος ὁ δεηθείς τινος; Πῶς δὲ οὐκ ἄτοπον τὸ ἐπεισά· γεσθαί τι τῇ θείᾳ φύσει, ὡς οὐκ ἐχούσῃ τὸ τέλειον ἐξ ἑαυτῆς φυσικῶς; Ἀπὸ τοῦ ς' κεφαλαίου τοῦ αὐτοῦ βιβλίου. Μικρὸν, ὦ βέλτιστε, σαυτὸν ἄνω σωμάτων ἔχει, καὶ τῶν περὶ τὰ σώματα παθῶν. Περὶ Θεοῦ γὰρ ὁ λόγος. Εἰ γὰρ οἴει καθάπερ ἄνθρωπον τίκτοντα θεὸν ἐλαττοῦσθαί πως ταῖς ἀποῤῥοίαις, καὶ δίχα τινὸς ζημίας μὴ δύνασθαι τοῦτο ποιεῖν, μεριζόμενον ὥσ· περ τὸν ἐξ αὐτοῦ προελθόντα Λόγον, τί κωλύσει τὴν αὐτὴν ἐπαγαγεῖν βλασφημίαν καὶ τοῖς ἄλλοις ἅπασι τοῖς προσοῦσιν αὐτῷ; Εἰ γὰρ ὡς ἄνθρωπος τίκτει ῥευστῶς, δημιουργήσει καὶ ὡς ἄνθρωπος μετὰ πόνου. Εἰ δὲ τοῦτο ἄτοπον· οὐ γὰρ ὡς ἄνθρωπος δη· μιουργεῖ· οὐδὲ ὡς ἄνθρωπος ἄρα γεννήσει, ἀλλὰ τὴν ἀνθρώπου φύσιν κἂν τούτῳ πάλιν ὑπεραναβήσεται γεννῶν ἀμερίστως ὡς Θεός. Καὶ τοῦτο. Ὁ Πατὴρ ἐξέλαμψεν ἐξ ἑαυτοῦ τὸν Υἱὸν ἀμερί· στως τε καὶ ἀδιαστάτως, ὥσπερ οὖν καὶ ὁ ἥλιος τὸ ἐξ αὐτοῦ πεμπόμενον ἀπαύγασμα. Ἀλλ᾿ ἐκεῖνο μὲν οὐκ ἰδιοσύστατον οὐδὲ τὴν οὐσίαν ἐντελὲς αὐτὸ καθ' αὐτό· ἔχει γὰρ ἐν τῷ ἡλίῳ τὸ εἶναι· τὸ δὲ θεῖον γέννημα μόνον ἔχον ἐκ τοῦ παραδείγματος τὸ ἐκ Πατρὸς προελθεῖν ἀμερίστως καὶ ἀδιαστάτως, ἰδίαν ἔχει τὴν ὕπαρξιν οὐ κεχωρισμένην τοῦ Πατρὸς, ἀλλ' ἐν Πατρὶ καὶ μετὰ Πατρὸς νοουμένην καὶ ὑπάρχου· σαν. Τὸ δὲ λέγειν ὅτι τομὴ καὶ ἀπόκοπὴ περὶ τὴν γέννησιν αὐτοῦ γέγονε, μανίας ἀμέτρου σημεῖόν ἐστιν. Ἐπειδὴ γὰρ οὐκ ἐν τόπῳ περιείληπται τὸ θεῖον, οὐδὲ ἐν τόπῳ τοιούτῳ τὸ ἐξ αὐτοῦ. Τὸ δὲ μὴ ὂν ἐν τόπῳ, ἢ καὶ μὴ εἶναι δυνάμενον, πῶς ἐπιδέ· χεται μερισμόν; Ποῖ γὰρ χωρήσει τὸ τεμνόμενον; ἢ ἐκ τίνος εἰς τί μετοικήσεται; ταῦτα γὰρ σωμάτων μὲν ἴδια, τῆς δὲ ἀσωμάτου φύσεως παντελῶς ἀλλό· τρια. Μὴ τοίνυν δυσσεβῶς ἀναπλάττωσάν τινες περὶ τὴν θείαν γέννησιν τάς τε καλουμένας ἀπορροίας, καὶ μερισμούς, καὶ ὅσα πρὸς ταῦτα τὴν συγγένειαν ἔχει. Ἄνω γὰρ πάθους καὶ μερισμοῦ καὶ τομῆς, ἡ τῶν πάντων ὑπερκειμένη φύσις, καὶ οὐκ ἐπιδέξεται
col. 661–662page 322 of 677
PG 130:661τὰ σωμάτων ἴδια. Ἀλλ' ὥσπερ δημιουργεῖ παραδόξως, οὐ κατὰ τὸν τῆς κρατούσης παρ' ἡμῖν συνηθείας νόμον, οὕτω καὶ γεννήσει τὸ ἐξ αὐτῆς ξένως ἢ καθ' ἡμῶν. Καὶ τοῦτο. Ὁ λόγος οὗτος ὁ προφορικός ᾧ κεχρήμεθα, εἰς νοῦν καὶ ἐκ τοῦ νοῦ γεννᾶται, καὶ δοκεῖ μὲν ἕτερος εἶναι καὶ παρὰ τὸν ἐν καρδίᾳ στρεφόμενον, καθὰ ἔξω στόματος γίγνεται πεμπόμενος ὥσπερ ἐκ βάθους εἰς φῶς. Ἔστι δὲ πάλιν ἐν αὐτῷ, καὶ ὅμοιος αὐτῷ κατὰ πάντα. Ἔστι γὰρ ἰδεῖν ἐν αὐτῷ τῷ λόγῳ τὸν ἐν καρδίᾳ κληθέντα λογισμόν, καὶ πάλιν ἐν τῷ νῷ τὸν λόγον ἔτι σιωπώμενον. Οὕτω καὶ ὁ Υἱὸς τοῦ Θεοῦ, ἀμερίστως ἐκ Πατρὸς προελθών, χαρακτήρ ἐστι καὶ ὁμοίωμα τῆς ἰδιότητος αὐτοῦ, Λόγος ὢν ἐνυπόστατος καὶ ζῶν ἐκ ζῶντος Πατρός. Καὶ τοῦτο. Οὕτως ἐγέννησεν ἐξ ἑαυτοῦ τὸν Υἱὸν ὁ Πατὴρ ἀμερίστως, ὡς ἂν εἰ σοφὸς ἀποτέκοι νόημα σοφόν, μηχανικὴν τυχόν, ἢ γεωμετρίαν, ἢ ἕτερόν τι τῶν τοιούτων. Δοκεῖ μὲν γὰρ πως σοφίας εἶναι καρπὸς τὰ τοιαῦτα, καὶ οὕτως ἔχει τὴν φύσιν· ἀλλ' οὐ μεμέρισται τῆς σοφίας ἡ ἐξ αὐτῆς ἐπινοηθεῖσα τέχνη, ἀλλ' ἔστιν ἐξ αὐτῆς καὶ ἐν αὐτῇ τὴν τεκοῦσαν ἐξεικονίζουσα, καὶ ἀμερίστως ἕτερόν τι παρ' αὐτὴν εἶναι δοκοῦσα. Οὕτως ἡ τοῦ Υἱοῦ γέννησις, ἀμερίστως οὖσα ἐκ Πατρὸς, ἐν ἰδίᾳ ὑποστάσει σώζεται, τὴν τοῦ παραδείγματος ὑπεραίρουσα δύναμιν. Ἀπὸ τοῦ ζ' κεφαλαίου τοῦ αὐτοῦ βιβλίου. Εἰ βουλήσει γεγεννῆσθαί φατε τὸν Υἱὸν, καὶ βιάζεσθε τὴν περὶ αὐτοῦ θέλησιν προϋπάρχειν τῆς γεννήσεως αὐτοῦ, τί μὴ ταῦτά φησιν ἡ Γραφὴ περὶ αὐτοῦ, ἃ δὴ καὶ περὶ τῶν ἄλλων ποιημάτων λέγουσα φαίνεται; Ἐπὶ μὲν γὰρ τῶν γεγονότων παρὰ Θεοῦ προηγεῖται θέλησις, ὡς ἐν τῷ, «Ποιήσωμεν ἄνθρωπον,» καὶ ἐν τῷ, «Πάντα ὅσα ἠθέλησεν ἐποίησεν.» Ἐπὶ δὲ τοῦ Θεοῦ Λόγου οὐδαμοῦ θέλησις ἤτοι βούλησις προηγουμένη φαίνεται, ἀλλ' ὅτι μόνον ἦν καὶ ἔστιν ἀκούομεν. Καὶ τοῦτο. Λέγει ὁ Παῦλος περὶ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι τε Θεοῦ δύναμις εἴη, καὶ Θεοῦ σοφία. Εἰ τοίνυν σοφία καὶ δύναμις ἔστι τοῦ Πατρὸς ὁ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ ὑπάρχων Λόγος, αὐτός ἔστιν ἐν ᾧ βούλεται, καὶ δι' οὗ πάντα ἐργάζεται. Πῶς οὖν ἐν βουλήσει γέγονεν, ἐν ᾧπερ ἡ βούλησίς ἐστι τοῦ Πατρός; ἢ γὰρ ἑτέραν ἡμᾶς σοφίαν ἀναπλάττειν ἀνάγκη, ἐν ᾗ βουλευσάμενος πεποίηκε τὸν Υἱόν, καθὼς ὑμεῖς φατε, ἢ εἰ ἑτέρα οὐκ ἔστιν, ἀλλ' ἔστι μόνος αὐτὸς ἡ σοφία τοῦ Πατρός, αὐτός ἐστιν ἄρα καὶ ἡ βούλησις. Ἐν γὰρ σοφίᾳ πάντως τὸ βούλεσθαι τοῦ Θεοῦ, καὶ μάταιος ὑμῖν ὁ λόγος, καὶ κενὸν ἐδείχθη τὸ ἐπιχείρημα. Καὶ τοῦτο. Εἰ τῶν ἐν βουλήσει γενομένων προηγεῖται χρόνος, καθ' ὃν ἡ περὶ αὐτὸν σκέψις ἐγένετο, καὶ εἰ μικρόν
col. 663–664page 323 of 677
PG 130:663τινα καὶ ἀκαριαίαν δῴημεν αὐτὸν, πῶς ἔσται χρόνων ποιητὴς ὁ Υἱός, εἰ βούλησις προηγεῖτο τῆς γεννήσεως αὐτοῦ; Ἀλλ' ἔστι χρόνων ποιητής· ἦν ἄρα, καὶ οὐδέν ἐστι πρὸ τῆς γεννήσεως αὐτοῦ. Καὶ τοῦτο. Εἰ σοφία τοῦ Πατρός ἐστιν ὁ Υἱός, ὥσπερ οὖν καὶ ἔστι, πῶς ἐστι χρόνος, ὅτε οὐκ ἦν ἐν αὐτῷ σοφία; Εἰ δὲ ἔστιν ἀϊδίως ἐν τῷ Πατρί, ἀεὶ γὰρ σοφὸς ὁ Πατήρ· πῶς ἡγήσεταί τι τοῦ ἀεὶ ὄντος; Πῶς δὲ ἡ βούλησις χωρήσει μεταξύ μὴ ὄντα ποτὲ τὴν γέννησιν εἰσφέρουσα, τὸν τῷ γεννήσαντι συναΐδιον, ὡς σοφίαν αὐτοῦ; Οὐ βουλήσει ἄρα γεννᾷ τὸν Υἱόν, ἀλλὰ φύσει. Πρέπει γὰρ τοῦτο μᾶλλον αὐτῷ. Καὶ τοῦτο. Εἰ πᾶσα βούλησις ἡ ἔν τισι γινομένη οὐ δίχα λόγου γίνεται, λόγος γὰρ ἐστιν ἀφανῶς ἐν καρδίᾳ στρεφόμενος ἡ βούλησις, ἔστι δὲ ὁ Υἱὸς Λόγος τοῦ Πατρός· αὐτὸς ἄρα ἐστὶν ἡ βούλησις. Εἶτα πῶς ἡ βούλησις ἐν βουλήσει γίνεται; ἢ πῶς ὁ Λόγος ἐν λόγῳ; Πάντα τοίνυν ἐστὶν ὁ Υἱὸς τῷ Πατρί, καὶ λόγος, καὶ βουλή, καὶ σοφία, καὶ οὐδέν ἐστιν ἐν Πατρὶ πρὸ αὐτοῦ. Καὶ τοῦτο. Ὥσπερ οὐκ ἐκ βουλήσεως ἡμεῖς ἔχομεν τὸ εἶναι πατέρες τῶν ἐξ ἡμῶν, ἀλλὰ φυσικῶς, οὕτω καὶ ὁ Θεὸς καὶ Πατὴρ οὐκ ἐκ βουλήσεως Πατήρ ἐστιν, ἀλλὰ φυσικῶς. Καὶ ὥσπερ οἱ ἐξ ἡμῶν τικτόμενοι ὅμοιοι πάντως ἡμῖν κατ' οὐσίαν εἰσιν, οὕτω καὶ ὁ Υἱὸς οὐκ ἔξωθεν τῷ Πατρὶ προσγενόμενος, ἀλλ' ὄντως ἐκ τῆς οὐσίας αὐτοῦ προελθών, ὅμοιός ἐστι κατὰ πάντα τῷ γεγεννηκότι. Καὶ ὥσπερ ὁ Πατὴρ οὐκ ἐκ βουλήσεως ἐστι Πατήρ, οὕτω καὶ ὁ Υἱὸς οὐκ ἐκ βουλήσεως ἐστιν Υἱός, ἀλλὰ κατὰ φύσιν ἀπαύγασμα καὶ χαρακτὴρ ὑπάρχων τοῦ γεννήσαντος αὐτόν. Καὶ τοῦτο. Ἄτοπον σφόδρα, καὶ ἐπικίνδυνον ἐφ' Υἱοῦ λέγειν τό, Βουλήσει ἄρα, ἢ παρὰ βούλησιν ἐγεννήθη. Ὁ γὰρ οὐκ ἐκ βουλήσεως ὑπάρχων Πατὴρ καὶ Θεὸς οὐδὲ ἐκ βουλήσεως ἔχει τὸν ἐκ τῆς οὐσίας αὐτοῦ προελθόντα Λόγον, ἀλλὰ φυσικῶς. Εἴη γὰρ ἂν καὶ οὕτως εἰκὼν αὐτοῦ, καὶ χαρακτὴρ ἂν διεψευσμένος. Ἀπὸ κεφαλαίου κ' τοῦ αὐτοῦ βιβλίου. Ψάλλει που Δαβίδ· «Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Εἶτά φησι· «Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως.» Καὶ ἦν ὁ Λόγος καὶ πρὸ τῆς χρίσεως βασιλεύων μετὰ Πατρός. Πῶς οὖν εἰς βασιλέα χρίεται καὶ ἁγιάζεται ὁ βασιλεύων καὶ ἅγιος ὤν; Ὥσπερ τοίνυν ἀεὶ τοῦτο ὤν, ἐν ἐσχάτοις καιροῖς βεβασιλευκέναι λέγεται· οὕτω καὶ ὕψιστος ὤν, ὑψοῦσθαι λέγεται διὰ τὴν ἔνσαρκον οἰκονομίαν. Ὑψοῦται δὲ καὶ χρίεται καὶ ἁγιάζεται δι' ἡμᾶς, ἵνα δι' αὐτοῦ τρέχῃ λοιπὸν εἰς πάντας ἡ χάρις, ὡς ἤδη δοθεῖσα τῇ φύσει, καὶ λοιπὸν ὅλῳ σωζομένη τῷ γένει. Οὕτω καὶ ὁ Σωτὴρ ἔλεγεν ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ· «Ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν, ἵνα ὦσι καὶ αὐτοὶ ἡγιασμένοι.»
col. 665–666page 324 of 677
PG 130:665Οἱ γὰρ ἐν Χριστῷ, ταῦτα καὶ εἰς ἡμᾶς. Οὐχ ἑαυτῷ δεχομένου τὸν ἁγιασμὸν (αὐτὸς γὰρ ἦν ὁ ἁγιάζων), ἀλλ᾽ ἵνα τοῦτον τῇ φύσει δι' ἑαυτοῦ προσξενίσῃ, ὁδὸς ὥσπερ καὶ ἀρχὴ τῶν εἰς ἡμᾶς ἀγαθῶν γινόμενος. Διὰ δὴ καί φησιν· «Ἐγώ εἰμι ἡ ὁδός»· δι' ἧς ὥσπερ πρὸς ἡμᾶς ἡ θεία καταβέβηκε χάρις, ὑψοῦσα καὶ ἁγιάζουσα καὶ δοξάζουσα, καὶ θεοποιοῦσα τὴν φύσιν ἐν πρώτῳ Χριστῷ. Ἐπὶ τοῦ β΄ βιβλίου τοῦ Θησαυροῦ, κεφάλαιον κα΄. Πανταχόθεν ἀναίσχυντοῦντες οἱ χριστομάχοι φανοῦνται, καὶ σκοπὸν ἔχοντες ἕνα τὸ μάτην διαλοιδορεῖσθαι τῷ Υἱῷ τοῦ Θεοῦ. Ἀκούοντες μὲν γὰρ λέγοντος αὐτοῦ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ἀπειθοῦσι, καὶ πειρῶνται τὸ εἰρημένον εἰς ἑτέρας παρέλκειν ἐννοίας, οὐκ ἀποδιδόντες τὸ ἓν εἶναι πρὸς τὸν Πατέρα, ἀλλὰ τὸ καλῶς τε καὶ ὀρθῶς εἰρημένον ἐπιχειροῦντες παραλύειν. Εὑρίσκοντες δὲ πάλιν ἐν τοῖς Εὐαγγελίοις ὅτα περ ἂν ὡς ἄνθρωπος ἢ πέπονθεν, ἢ εἰρηκὼς φαίνεται, ἢ ποιῶν, τὸ ἔκλαυσε, καὶ ἐλυπήθη, καὶ τὰ τούτοις ὅμοια, καὶ ὅσα περ ἀνθρωποπρεπή, οὐ φέρουσιν ἐπὶ τὴν ἀνθρωπότητα, ἀλλ' εὐθὺς τῷ λόγῳ ταῦτα προσάπτοντες ἀπόδειξιν ποιοῦνται τοῦ μὴ εἶναι Θεὸν τὸν ταῦτα πεπονθότα, ὥστε καὶ αὐτὸν συναριθμεῖσθαι τῇ κτίσει τὸν ταύτης ὄντα ποιητήν. Ἢ τοίνυν ἀπόδος τῷ Υἱῷ τὸ ἓν εἶναι πρὸς τὸν Πατέρα, καὶ οὐχ εὑρήσεις τὸν ἐν ἰσότητι τοῦ Πατρὸς ὄντα Λόγον καθ᾿ ἑαυτόν, ᾗ Λόγος ἐστίν, κλαίοντα, ἢ λυπούμενον, ἢ φόβῳ βαλλόμενον· ἢ εἰ μὴ πιστεύεις, καὶ οὕτως ἔσῃ μετὰ τῶν ἀπίστων Ἰουδαίων. Εἰ λέγοντι γὰρ αὐτῷ, ὅτι περ ἓν ἐστι πρὸς τὸν ἑαυτοῦ Πατέρα, μὴ πιστεύεις, μηδὲ ὅτι λελύπηται λέγοντι πιστεύσῃς. Οὕτως οὖν φανήσῃ, ὡς εἴρηται, μετ' ἐκείνων, οὐδὲν ὅλως τῶν παρὰ τοῦ Σωτῆρος εἰρημένων δεχόμενος. Τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου, ὅτι οὐκ ἔστιν ὁ Υἱὸς ἐλάττων τοῦ Πατρός. Εἰ ἐλάττων ἐστὶν ὁ Υἱός, μείζων δὲ ὁ Πατήρ, διαφόρως δηλονότι καὶ ἀναλογούντων, οἷς ἑκάτερος ἔχει μέτροις ἐνεργήσουσι περὶ τὸν εἰς ἡμᾶς ἁγιασμόν. Καὶ ἁγιάσει μὲν μειζόνως ὁ Πατήρ, ἔλαττον δὲ καὶ καθ' ἑαυτὸν ὁ Υἱός. Ἔσται τοιγαροῦν καὶ τὸ Πνεῦμα διπλοῦν, καὶ μεῖον μὲν ἐν Υἱῷ, μεῖζον δὲ ἐν Πατρί. Καὶ τελείως μὲν οἱ παρὰ Πατρὸς ἁγιασθήσονται, οὐ τελείως δὲ πάλιν οἱ δι' Υἱοῦ. Ἀλλὰ πολλή τις ἐστιν ἐν τούτοις ἡ τῶν λογισμῶν ἀτοπία. Ἓν γὰρ τὸ Πνεῦμα τὸ ἅγιόν ἐστιν, εἷς καὶ τέλειος ὁ ἁγιασμὸς παρὰ Πατρός, δι' οὗ φυσικῶς χορηγούμενος. Οὐκ ἄρα ἐλάττων ἐστὶν ὁ τὴν αὐτὴν ἐνέργειαν ἔχων τῷ τελείῳ Πατρί, καὶ τὸ τοῦ γεννήσαντος Πνεῦμα ἐν ἑαυτῷ ἔχων, ἀγαθόν, ζῶν, καὶ ἐνυπόστατον, ὥσπερ οὖν ἀμέλει καὶ ὁ Πατήρ. Καὶ τοῦτο. Εἰ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς ὑπῆρχεν ὁ Υἱός, κατὰ τὴν τοῦ Παύλου φωνήν, πῶς ἐλάττων αὐτοῦ ἐστιν; Οὐ γὰρ δήπου τῆς μετὰ σαρκὸς οἰκονο-
col. 667–668page 325 of 677
PG 130:667μίας ὁ λόγος, καὶ ἡ διὰ τοῦτο κένωσις τοῦ κατὰ φύσιν προσόντος ἀξιώματος ἀπογυμνώσει τὸν Υἱόν, λύσιν ἔχουσα τὴν δευτέραν ἐξ οὐρανοῦ παρουσίαν. Ἥξει γὰρ πάντως, ὡς ἠκούσαμεν λέγοντος, ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ. Πῶς οὖν ὅλως ἐν τῇ δόξῃ τοῦ τελείου Πατρὸς ὁ ἐλάττων αὐτοῦ; Καὶ τοῦτο. «Εἰ Κύριος ἐστιν ὁ Πατήρ, Κύριος δὲ ὁμοίως καὶ ὁ Υἱός, πῶς ἐλάττων αὐτοῦ ἐστιν; Ἔσται γὰρ οὐ τελείως ἐλεύθερος, εἴπερ ἐστὶν ἐλάττων ἐν κυριότητι, καὶ οὐ πλῆρες ἔχων ἐν ἑαυτῷ τὸ ἀξίωμα. Καὶ εἰ φῶς ἐστιν ὁ Πατήρ, φῶς δὲ ὁμοίως καὶ ὁ Υἱός, πῶς ἐλάττων αὐτοῦ ἐστιν; Ἔσται γὰρ οὐ τελείως φῶς, καταληφθήσεται δὲ ἀπὸ μέρους ὑπὸ τῆς σκοτίας, καὶ ψεύσεται λέγων ὁ Εὐαγγελιστής, Ἡ σκοτία αὐτὸ οὐ κατέλαβε. Καὶ εἰ ζωή ἐστιν ὁ Πατήρ, ζωὴ δὲ ὁμοίως καὶ ὁ Υἱός, πῶς ἐλάττων αὐτοῦ ἐστιν; Οὐ γὰρ ἔσται τελείως ἐν ἡμῖν ἡ ζωή, κἂν εἰς τὸν ἔσω ἄνθρωπον κατοικήσῃ ὁ Χριστός. Νεκροὶ δέ πως κατά τι μέρος οἱ πιστεύσαντες, εἴπερ ἐστὶν οὐ τελείως ζωὴ τὸ ἔλαττον ἔχων ὁ Υἱός. Ἐπειδὴ δὲ χρὴ τὴν ἐν τούτοις ἀτοπίαν ὡς πορρωτάτω ποιεῖσθαι, τέλειον εἶναί φαμεν τὸν Υἱὸν τὸν τῷ τελείῳ Πατρὶ παρισούμενον διὰ τὸ τῆς οὐσίας ἀπαράλλακτον. Καὶ τοῦτο. Ἴσον ἑαυτὸν ἐπιδεικνύων τῷ Θεῷ καὶ Πατρί, φησί που Χριστὸς πρὸς τοὺς οἰκείους μαθητάς, Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Εἶτα πῶς ὁ κατὰ φύσιν τοιοῦτος, οὕτω τε ὑπάρχων, ὡς αὐτὸς ἀληθεύων διισχυρίζεται, τὸ ἔλαττον ἕξει κατὰ τὴν τινων ἀβουλίαν; Εἰ γὰρ ὑπάρχων ἐλάττων ἐν ἑαυτῷ δεικνύει τὸν Πατέρα, μηδεμιᾶς μεσολαβούσης παραλλαγῆς, ἐπὶ τὸν Πατέρα τὸ ἔλαττον ἀναβήσεται, ὡς ἐν ἀμεταποιήτῳ φαινόμενον εἰκόνι τῷ Υἱῷ. Ἀλλὰ τοῦτο ἄτοπον. Οὐκοῦν οὐκ ἐλάττων ὁ Υἱός, ἐν ᾧπερ ἐξεικονίζεται τέλειος ὁ Πατὴρ ὤν. Καὶ τοῦτο. Καὶ πῶς ἂν τὸ ἔλαττον, ἐν οἷσπερ ἐστιν ὁ Πατὴρ ὢν ὁ Υἱὸς ἐπιδέξηται, λέγων ἀνεγκλήτως, Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστι; καὶ πάλιν ὡς πρὸς τὸν Θεὸν καὶ Πατέρα, ὅτι Πάντα τὰ ἐμὰ σά ἐστι καὶ τὰ σὰ ἐμά. Εἰ γὰρ ὄντως ἐστὶ κατὰ τὴν τινων ἀβουλίαν ἐλάττων ὁ Υἱός, ἐπειδήπερ ἀληθεύει λέγων πρὸς τὸν Πατέρα, τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά, χωρήσει καὶ ἐπὶ τὸν Πατέρα τὸ ἔλαττον, καὶ τὸ μεῖζον ὁμοίως ἐπὶ τὸν Υἱόν, ἀδιαφορούσης τῆς τῶν πραγμάτων τάξεως, εἴπερ ἐν ἑκατέρῳ τὰ ἑκατέρῳ προσόντα φαίνεται, καὶ ὅπερ ἂν εἴη τοῦ Πατρός, τοῦτό ἐστι καὶ τοῦ Υἱοῦ, καὶ πάλιν ὅπερ ἂν ὑπάρχον τοῦ Υἱοῦ ἴδιον φαίνηται, τοῦτό ἐστι καὶ τοῦ Πατρός. Οὐδὲν οὖν κωλύσει λέγειν ἐλάττονα τοῦ Υἱοῦ τὸν Πατέρα, καὶ μείζονα τοῦ Πατρὸς τὸν Υἱόν. τοιοῦτον. Ἴσος ἄρα, καὶ οὐκ ἐλάττων ὁ κοινὰ πρὸς Καὶ τοῦτο. Οὕτω πού φησιν ὁ Σωτήρ, ὡς εἴη μὲν αὐτὸς ἐν Πατρί, καὶ ὁ Πατὴρ δὲ ὁμοίως ἐν αὐτῷ. Ἀλλ' ἔστι
col. 669–670page 326 of 677
PG 130:669παντί που δῆλον, ὡς οὐ προσήκει νοεῖν καθάπερ σῶμα ἐν σώματι, ἢ σκεῦος ἐν σκεύει, οὕτω χωρητὸν ἐν Υἱῷ τὸν Πατέρα, ἢ αὖ πάλιν τὸν Υἱὸν ἀντεμβιβάζεσθαι τρόπον τινὰ τῷ Πατρὶ, καὶ οὗτος δὲ ἐν ἐκείνῳ, κἀκεῖνος ἐν τούτῳ φαίνεται, ὡς ἐν ταυτότητι τῆς οὐσίας ἀπαραλλάκτῳ, καὶ τῇ κατὰ φύσιν ἑνό τητί τε καὶ ὁμοιότητι· ὥσπερ ἂν εἴ τις καὶ ἐν εἰ κόνι τὴν οἰκείαν καταθεώμενος μορφήν, λέγοι πρός τινας ἀληθεύων, καὶ τὴν εἰς ἄκρον ἐξησκημένην ἐμφέρειαν τοῦ οἰκείου σχήματος ἀποθαυμάζει βοῶν, Ἐγὼ ἐν τῇδε τῇ γραφῇ, καὶ ἡ γραφὴ δὲ ἐν ἐμοί· ἢ καὶ ὥσπερ πάλιν, εἰ ἡ ἐκ πυρὸς φυσικῶς ποιοῦσα θερμότης φωνὴν ἀφιεῖσα λέγοι. Ἐγὼ ἐν τῷ πυρὶ, καὶ τὸ πῦρ δὲ ἐν ἐμοί. Ἔστι μὲν γὰρ πως τῶν εἰρημένων ἕκαστον ἐπινοίᾳ μεριστὸν, ἐν δὲ τῇ φύσει, καὶ ἐξ ἑνὸς ἀμερίστῳ τινὶ προόδῳ προ κύπτον, ὥσπερ καὶ χωρίζεσθαι δοκοῦν τοῦ ἐν ᾧπέρ ἐστιν· ὅμως δ' οὖν, εἰ καὶ τοῦτον ἔχει τὸν τύπον τῶν ἐπ' αὐτοῖς νοημάτων ἡ δύναμις, ἀλλ' ἐν ἑτέρῳ φαίνεται, καὶ ταὐτόν εἰσιν ὅσον εἰς οὐσίαν ἀμφό τερα. Εἴπερ οὖν διὰ τὸ τῆς οὐσίας ἀπαράλλακτον καὶ τὸ ἐν τῷ χαρακτῆρι παντελῶς ἀπαραποίητον ὁ Πα τὴρ ἐν Υἱῷ ἐστι, πῶς ὁ μείζων ἐν ἐλάττονι κατ' ἐκείνους ὄντι τῷ Υἱῷ χωρήσει, καὶ ὀφθήσεται; Ἐπειδὴ δὲ δίως ἐστὶν ἐν αὐτῷ τέλειος, ἄρα πάντως ἐστὶν ὁ Υἱὸς ὁ τοῦ τελείου χωρητικός, καὶ χαρακτήρ τοῦ μεγάλου Πατρός. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ τῆς ἁγίας Τριάδος λόγου. Ἵνα δὲ Πατρὸς καὶ Υἱοῦ τὴν ἰσότητα δείξωμεν, ἐπ' αὐτὴν ἔλθωμεν τὴν τοῦ Κυρίου διδασκαλίαν. Οὐδεὶς, φησὶν, οἶδε τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱός, καὶ ᾧ ἂν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Τί τούτων σα φέστερον τῶν ῥημάτων; Ἴση, φησίν, ἡμῖν ἐστιν ἡ γνώσις. Γινώσκω γὰρ τὸν Πατέρα γινωσκόμενος ὑπ' αὐτοῦ, καὶ γινώσκει με ὁ Πατήρ γινω σκόμενος ὑπ' ἐμοῦ. Πᾶσα δὲ ἡ κτίσις τῆς ἡμετέρας ἐκβέβληται γνώσεως· πῶς γὰρ οἷόν τε τῆς φύσεως ἡμῶν οὐ κοινωνοῦσαν κοινωνῆσαι τῆς γνώ σεως; Μεταλαγχάνουσι δ' ὅμως τινὲς βραχείας τινὸς θεωρίας. Ἀποκαλύπτω γὰρ ὡς οἷόν τε οἷς ἂν ἐθέλω τὴν περὶ τοῦ Πατρὸς γνῶσιν ὡς ἐν ἐσόπτρῳ καὶ αἰνίγματι. Ταῦτα ἐκ τῶν Δεσποτικῶν ἐμάθομεν διδαγμάτων. Ποίαν ἐνταῦθα χώραν ἔχει τὸ μεῖζον καὶ τὸ ἔλαττον; Τοῦ αὐτοῦ ἐκ τοῦ ι' κεφαλαίου τοῦ α' βιβλίου τοῦ Θησαυροῦ. Λέγει που Χριστός· «Ὁ Πατὴρ ὁ πέμψας με, μεί ζων μού ἐστι.» Μαρτυρεῖ δὲ πάλιν ἡ θεία Γραφὴ περὶ αὐτοῦ ὅτι «Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ.» Πῶς οὖν ἔσται καὶ ἴσος, καὶ μείζονα ἕξει τὸν Πατέρα, ζητητέον ἀκριβῶς· ἐναντία γὰρ ἀλλήλοις τὰ τοιαῦτα ἐστιν. Ἐπειδὴ δὲ δοκιμάζειν εὐσεβῶς πρόκειται τὰ ῥητά, οὔτε τὸ ἴσον ἐκβαλοῦμεν διὰ τὸ μεῖζον, οὔτε μὴν τὸ μεῖζον διὰ τὸ ἴσον ἀναιρήσομεν· κρατήσει δ' ἀμφότερα θεωρίας εὐσεβῶς εἰσφερομένης ἐπ' αὐτοῖς. Οὐκοῦν ἁπλῆ τις οὖσα καὶ ἀσύνθετος ἡ τῆς θεότητος φύσις, οὐκ ἂν ἐτμήθη ποτὲ ταῖς ἐπινοίαις εἰς δυάδα Πατρὸς καὶ Υἱοῦ, εἰ μή τις εὐ
col. 671–672page 327 of 677
PG 130:671Λ δίκαι προκεῖσθαι διαφορά, οὐ κατὰ τὴν οὐσίαν φημί, ἀλλ' ἔξωθεν ἐπιγνοουμένη, δι' ἧς τὸ ἑκατέρου πρόσ ωπον εἰσφέρεται ἐν ἰδιαζούσῃ μὲν ὑποστάσει κείμενον, εἰς ἑνότητα δὲ θεότητος διὰ ταυτότητας φυσικής σφιγγόμενον, ἵνα μή τις ἀνάχυσις καὶ οἱονεὶ φυσμός γένηται Πατρὸς καὶ Υἱοῦ, εἰς μόνην ἐνάδα τρεχούσης τῆς ὑποστάσεως, τῆς πολλῆς λίαν ὁμοιότητος οὐκ ἑαυτῆς φαίνεσθαι δυάδα· ὡς ἐντεῦθεν ἤδη καὶ τὸν αὐτὸν Πατέρα καὶ Υἱὸν ὑπονοεῖσθαι παρά τισιν εἰς δυάδα μηδαμόθεν χωριζομένους. Ἐπειδὴ δὲ ἐχρῆν εἰδέναι καὶ τὴν γεννήσασαν φύσιν καὶ τὴν γεννηθεῖσαν ἐξ αὐτῆς, τέθεικεν ἡ θεία Γραφὴ τὸ τοῦ Πατρός ὄνομα καὶ τὸ τοῦ Υἱοῦ, ἵνα φῶς ἐκ φωτός νοῆται, καὶ ἑκάτερον ἐν ἰδίᾳ ὑποστάσει σωζομένης ἐπ' ἀμ φοῖν τῆς ταυτότητος πρὸς τὸν ἕτερον. Ἀκολουθοῦσα δὲ πάλιν τῇ καθ' ἡμᾶς συνηθεία, τὸ μείζονα ἀπο δίδωσι τῷ Πατρὶ, ἵνα πανταχόθεν ἡ δυὰς καὶ τὸ ἐξ οὗ σημαίνηται· προσμαρτυρεῖ δὲ τὸ ἴσον, ἵνα μή τις περὶ τὴν οὐσίαν ἀνομοιότης νοῆται Πατρὸς καὶ Υἱοῦ. Ἴσος τοιγαροῦν κατὰ τὸν τῆς οὐσίας λόγον ὑπάρχων ὁ Υἱὸς τῷ Πατρὶ καὶ ὅμοιος κατὰ πάντα, μείζονα αὐτόν φησιν ὡς ἄναρχον, ἔχων ἀρχὴν κατὰ μόνον τὸ ἐξ οὗ, εἰ καὶ σύνδρομον αὐτῷ τὴν ὕπαρξιν ἔχει Καὶ τοῦτο. Τὰ τῆς αὐτῆς οὐσίας ὄντα καὶ φύσεως καὶ τὴν πρὸς ἄλληλα σύγκρισιν κυριωτέραν ἐπιδέχεται· τὰ δὲ μὴ οὕτως ἔχοντα, ἑτεροφυῆ δὲ ὄντα, καὶ διὰ τοῦτο ἀποτεμνόμενα πρὸς ἀλλοτριότητα, οὐκ ἂν ἀλλήλοις συγκρίνοιτο· ἀπαιδευσία γὰρ τοῦτό γε. Οὐ γὰρ ἂν τις εἴποι νοῦν ἔχων, μείζονα τοῦ ἀνθρώπου τὸν βοῦν, τὴν ἀνθρώπου φύσιν ἐρευνῶν· οὐδ' αὖ πάλιν τὴν τοῦ βοὸς ἐκμαθεῖν βούλοιτο, μείζονα τούτου τὸν ἄνθρωπον λέγοι. Τὰ γὰρ ὁμοφυή τε καὶ ὁμοειδή, καθάπερ εἴρηται, τὴν πρὸς ἄλληλα σύγκρισιν ἀκόλουθόν τε καὶ πρέπουσαν ἔχει. Εἰ τοίνυν συγκρίνεται, καθ' ὑμᾶς, ὁ Υἱὸς τῷ Πατρὶ κατὰ τὸ μεῖζον καὶ ἔλαττον, ὁμοούσιος ἄρα καὶ οὐκ ἀλλότριος αὐτοῦ ἐστιν. ὁμοούσιον δὲ ὁμοουσίου οὐκ ἂν γένοιτο μείζον καὶ ἔλαττον κατὰ τὸν τῆς οὐσίας λόγον· οὐ γὰρ μείζων ἄνθρωπος ἀνθρώπου, καθὸ ἄνθρωπος. Ἴσος ἄρα τῷ Πατρὶ καὶ ὁ Υἱὸς καὶ ὁμοούσιος· οἰκονομικῶς δὲ εἰρῆσθαι πιστεύομεν ἐπὶ τοῦ Πατρὸς τὸ μεῖζον. Ὅτε γὰρ ἐνανθρωπήσας φαίνεται, τότε καὶ τοῦτό φησιν ὡς ἄνθρωπος. Τοῦ αὐτοῦ ἐκ τοῦ θ' κεφαλαίου τοῦ α' βιβλίου τοῦ Θησαυροῦ περὶ ὁμοουσίου. Τὸ ἐξ αἰτίου τινὸς ὄν, ἢ γεγεννημένον, φησὶν, ἀνάγκη δεύτερον εἶναι τούτου, ὃ δὴ καὶ γέγονεν αὐτῷ τοῦ εἶναι αἴτιον. Οὐκοῦν δεύτερος ἔσται τοῦ Πατρὸς ὁ Υἱὸς αἴτιον αὐτὸν ἔχων καὶ διὰ τοῦτο οὐχ ὁμοούσιος. Ἢ ἀφιλονεικότερον ἐνστήσεταί τις ὁμοούσιον αὐτὸν εἶναι λέγων, ἡ μία θεότης, ἄρα, τομήν τινα χωρήσασα, γέγονεν εἰς δυάδα· οὐ γὰρ ἑτέρως ὁμο ούσιος εἶναι δύναται. Οὐκ αἰσθάνεται πάλιν μεθύων ὁ χριστομάχος, καὶ μάτην καταφλυαρῶν τῆς θείας οὐσίας. Τὸ μὲν γὰρ
col. 673–674page 328 of 677
PG 130:673τέμνεσθαι καὶ διάστασίν τινα μεταξὺ τὴν πρὸς ἄλληλα δύνασθαι λαβεῖν, σωμάτων ἴδιον. Ἡ δὲ θεία τοῦ Πατρὸς οὐσία, ἀσώματος οὖσα, τομῆς τε καὶ διαιρέσεως, ἀνεπίδεκτός ἐστιν· οὔτε δὲ ἐν τόπῳ μένουσα, οὔτε ὑπό τινος οὖσα χωρητή, ἀλλ' ἐν ἀῤῥήτῳ τινὶ καὶ ἀφράστῳ καταστάσει κειμένη, τὸν Υἱὸν ἐξ ἑαυτῆς ἀδιαστάτως ἐξέλαμψεν· οὐκ ἂν ἑτέρως ἔχειν τὸ εἶναι τελεία δυναμένη, εἰ μὴ ἐγέννησε τὸν Υἱόν, καὶ ἀνεδείχθη καρπογόνος· καὶ πάλιν οὐκ ἂν ἑτέρως ἐσομένη δημιουργός, εἰ μὴ τέτοκεν ἐξ ἑαυτῆς ἀμερίστως τὸν Υἱόν, δι' οὗ τὰ πάντα ἐργάζεται. Ἔστιν οὖν ὁ Υἱός γεννηθεὶς ἐκ Πατρός, οὐ κατά τινα τομήν, ἢ ἀπόρροιαν, καθάπερ ὑμεῖς φαντάζεσθε· ἀλλ᾿ ὥσπερ ἐκ πυρὸς θερμότης, ἀμερίστως ἐκ τῆς τοῦ τεκόντος προελθὼν οὐσίας. Καὶ τοῦτο. Εἰ ὁμοούσιός ἐστι, φησὶν, ὁ Υἱὸς τῷ Πατρὶ, τί μὴ καὶ αὐτός ἐστιν ἀγαθὸς οὕτως ὡς ὁ Πατήρ; Λέγει γάρ που πρός τινα ὁ Χριστός· «Τί με λέγεις ἀγαθέν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.» Ἑνα δὲ εἰπων, ἑαυτὸν ἔξω τέθεικεν, ὡς ἀγαθὸν μὲν ὄντα καὶ αὐτὸν, οὐχ οὕτω δὲ ὥσπερ ἂν εἴη καὶ ὁ Πατήρ. Κύριον ἀποκαλούσης τὸν Υἱὸν τῆς θείας Γραφῆς, δώσεις ἄρα καὶ αὐτὸν εἶναι Κύριον, καὶ τοῦτο κατ' ἀλήθειαν, ἢ πρὸς τοῖς ἄλλοις ἀρνήσῃ καὶ τόδε. Εἰ μὲν γὰρ οὐκ εἶναι Κύριον ἐρεῖς, τἀναντία φρονεῖς ταῖς θείαις Γραφαῖς καὶ τῷ ταῦτα λαλήσαντι Πνεύματι. Συντεθειμένος δὲ καὶ φάσκων αὐτὸν εἶναι Κύριον, ἀσεβῶς ἐλεγχθήσῃ καὶ Κύριον λέγων καὶ προσκυνῶν ὃν οὐ φῂς ὁμοούσιον εἶναι τῷ Θεῷ καὶ Πατρὶ, καὶ κτίσματι μᾶλλον ἢ Θεῷ κατὰ φύσιν λατρεύεις. Τὸ γὰρ ἑτέρας ὑπάρχον οὐσίας παρὰ τὸν ὄντα Θεόν, οὐκ ἂν εἴη φύσει Θεός. Καὶ τούτου μάρτυς ἡ θεία λέγουσα Γραφή· «Κύριος ὁ Θεὸς ἡμῶν, Κύριος εἷς ἐστι·» μία γὰρ θεότητος φύσις. Καὶ ὅτι ταύτῃ μόνῃ δεῖ προσκυνεῖν, ἀκούσῃ πάλιν· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.» Εἰ τοίνυν διὰ τὸ μόνον ἀγαθὸν λέγεσθαι τὸν Θεὸν καὶ Πατέρα, ἐκπεσεῖται τοῦ εἶναι ἀγαθὸς ὁ Υἱὸς οὕτως ὡς ὁ Πατὴρ, καὶ διὰ τὸ ἕνα λέγεσθαι Κύριον καὶ Θεὸν τὸν Πατέρα, ἐκπεσεῖται τοῦ εἶναι Κύριος καὶ Θεὸς ὁ Υἱός, κατὰ τὴν τοῦ νοήματος ἀκολουθίαν· πῶς οὖν προσκυνεῖς τῷ μήτε Κυρίῳ μήτε Θεῷ; Εἰ δὲ Κυρίου καὶ Θεοῦ τοῦ Πατρὸς ὄντος, συνεπάγεται καὶ ὁ Υἱὸς τὴν ἐκεῖθεν ἰδιότητα ἔχων ὡς ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχων, καὶ ἔστι μετὰ Πατρὸς Κύριος καὶ Θεός, ἕξει πάντως καὶ τὸ εἶναι ἀγαθὸς ὡς ὁ Πατήρ, τῆς πατρικῆς ἰδιότητος κἂν τούτῳ πάλιν ὑπαρχούσης ἐν αὐτῷ, καθάπερ καὶ ἐν ἐκείνῳ. Καὶ τοῦτο. Πολλὰ περί τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ λέγουσιν αἱ θεῖαι Γραφαί, καὶ οὐ τὸ τῶν ὀνομάτων διάφορον διαστέλλει πάντως αὐτοῖς καὶ τῆς οὐσίας τὸν λόγον, ὡς ἀνομοιότητά τινα διὰ τούτων χωρῆσαι μεταξύ. Ἔστι γὰρ μία θεότης Πατρὸς καὶ Υἱοῦ, κἂν ἑκάτερος τῇ τῶν ὀνομάτων ποικιλίᾳ διαφόρως σημαίνηται, οὐχ ὡς ἴδιον ἔχων τι καὶ καθ' ἑαυτὸν, ὃ μὴ τῷ ἑτέρῳ πρόσεστιν, ἀλλ' ὡς ἐπ' ἀμφοῖν χωρεῖν δυναμένου παντός
col. 675–676page 329 of 677
PG 130:675ὅπερ ἂν ἐφ' ἑνὸς λέγοιτο, δίχα μόνης τῆς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ προσηγορίας τε καὶ πράγματος. Ἔστι γὰρ ὁ Πατὴρ ἀεὶ Πατήρ, καὶ Υἱὸς οὐκ ἂν γένοιτοπότε· καὶ ἔστιν ὁ Υἱὸς ἀεὶ Υἱὸς, καὶ Πατὴρ οὐκ ἂν εἴη ποτέ. Εἰ δέ τις βούλοιτο φάσκειν μὴ δύνασθαι χωρεῖν ἐπ' ἀμφοῖν ὅπερ ἂν ἐφ' ἑνὸς φέροιτο πρόσρημα, μεγάλη περιπεσείται κακῷ. Τί γὰρ ἂν ποιήσοι, λέγοντος τοῦ Παύλου· «Εἷς ὁ Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι' οὗ τὰ πάντα.» Ἰδοὺ γὰρ τῷ Πατρὶ τὸ εἶναι Θεὸν καὶ ἕνα δέδωκε· τῷ δὲ Υἱῷ τὸ εἶναι Κύριον καὶ ἕνα. Ἆρ' οὖν διὰ τοῦτο Θεὸς μὲν οὐκ ἔσται ὁ Υἱός, ἐπειδὴ Θεός καὶ εἷς ὁ Πατὴρ κατωνόμασται; Κύριος δὲ οὐκ ἔσται ὁ Πατήρ, ἐπειδὴ Κύριος καὶ εἷς ὁ Υἱὸς ἐκλήθη; Ἀλλ' οὐκ ἔστι τοῦτο, μὴ γένοιτο. Θεοῦ γὰρ ὄντος τοῦ Πατρός, Θεός ἐστι καὶ ὁ Υἱός· καὶ Κυρίου πάλιν ὄντος τοῦ Υἱοῦ, Κύριος ἐστιν ὁ Πατήρ. Ἀλλ' εἴπερ ἦν τις οὐσίας διαφορὰ τὴν δυάδα διατειχίζουσα, καὶ οὐκ ἐῶσα μίσγεσθαι φυσικῶς εἰς ταυτότητα, οὐκ ἂν, οἶμαι, κυρίως τὸ τοῦ ἑτέρου πρόσρημα τῷ ἑτέρῳ προσῆν. Ἐπειδὴ δὲ πάντα τὰ τοῦ Πατρὸς ἐν Υἱῷ φαίνεται, καὶ τὰ τοῦ Υἱοῦ πάλιν ἐν Πατρί, ὡς οὐδενὸς ἔτι τὸν τῆς ταυτότητος διείργοντος λόγον, ἔσται καὶ αὐτὸς ἀγαθὸς, ὡς ὁ Πατήρ, καὶ διὰ τοῦτο ὁμοούσιος. Καὶ τοῦτο. Εἰ φυσική τις διάστασις εἴργει τὸν Υἱὸν, καὶ ἀλλότριον τῆς τοῦ Πατρὸς οὐσίας ὄντα δεικνύει, πῶς τὰ τοῦ Πατρὸς ἴδια φαίνεται φορῶν; Πῶς δὲ ὁ Πατήρ, εἴπερ ἀλλότριος κατὰ φύσιν τοῦ Υἱοῦ, τὰ αὐτοῦ ἴδια φορεῖ; Ἀληθεύει γὰρ λέγων ὁ Σωτὴρ ὡς πρὸς τὸν ἑαυτοῦ Πατέρα ὅτι Πάντα τὰ σὰ ἐμά ἐστι, καὶ τὰ ἐμὰ σά. Τοίνυν πάντα, ἐν δὲ τῶν πάντων ἐστὶ καὶ τὸ ἄκρως ἀγαθόν, ἕξει τοῦτο καὶ ὁ Υἱός, ἔκτωμα φύσεως ὑπάρχων πατρικῆς ὁ ἐξ αὐτοῦ προελθών. Ὁ δὲ τῆς πατρώας οὐσίας ἔχων τὰ ἴδια εἴη πάντως ἂν καὶ ὁμοούσιος. Καὶ τοῦτο. Εἰ διὰ τοῦτο κατ' οὐσίαν ὁ Υἱὸς οὐκ ἔσται τῷ Πατρὶ προσεοικὼς οὐδὲ ὁμοούσιος, ἐπειδήπερ ὁ μὲν Πατὴρ οὐκ ἐξ αἰτίου τινός ἐστιν, ὁ δὲ Υἱὸς αἴτιον αὐτὸν ἔχει, τί κωλύσει λέγειν ὅτι καὶ ὁ Κάϊν οὐκ ἂν εἴη τῷ πατρὶ ὁμοούσιος; Ἐπειδήπερ ὁ μὲν Ἀδὰμ ὑπ' οὐδενὸς ἐγεννήθη· πρῶτος γὰρ ἦν ἄνθρωπος. Ὁ δὲ Κάϊν αἴτιον ἔσχεν αὐτόν· ἐξ αὐτοῦ γὰρ γέγονεν. Εἰ δὲ ψεύδωσεται πάντως ὁ τοῦτο λέγων (ὁμοούσιος γὰρ τῷ Ἀδὰμ ὁ Κάϊν), ἔσται τῷ Πατρὶ πάντως ὁμοούσιος ὁ Υἱός, κἂν αἴτιον αὐτὸν ἔχῃ τοῦ εἶναι, ἐξ αὐτοῦ προελθὼν ἀχρόνως, καὶ ἀϊδίως ὢν σὺν αὐτῷ. Καὶ τοῦτο. Οὐκ ἀνατρέψει τὸ σοφὸν τῶν χριστομάχων κρίθημα τὸ εἶναι τὸν Υἱὸν ὁμοούσιον τῷ Πατρί, ἐπειδήπερ ὁ μὲν Πατὴρ ἀγέννητός ἐστιν, Υἱὸς δὲ γεννητός. γὰρ τὸ κατά τι διαφέρειν, πάντως καὶ διάφορον ὂν τοῖς οὖσι τὴν φύσιν ἀπεργάζεται, καὶ τῆς πρὸς ἄλληλα
col. 677–678page 330 of 677
PG 130:677κοινωνίας τε καὶ φυσικῆς ὁμοιότητος ἀποτέμνει τὰ γένη· διοριζέτωσαν, φέρε εἰπεῖν, καὶ τὸν Παῦλον ἀπὸ τοῦ Πέτρου κατὰ τὸν τῆς οὐσίας λόγον, ἐπειδήπερ τινά μερικὴν ἔχουσι καὶ ὡς ἐν ἀτόμῳ πρὸς ἀλλήλους τὴν δια φοράν, καθ᾽ ἣν ὁ μὲν ἔστι Πέτρος, ὁ δὲ Παῦλος. Ὁρῶ μεν δὲ ὅτι πολλάκις καὶ τὰ καθ᾽ ἕτερόν τινα τρόπον τῆς ἀλλήλων ὁμοιότητος πολὺ διεστηκότα, κοινωνεῖ κατὰ τὸν τῆς οὐσίας λόγον. Ὁ μὲν γὰρ μέλας ἄνθρωπος τυχὸν ὡς πρὸς τὸν λευκὸν πολλὴν ἔχει τὴν δια φοράν, ἀλλ' οὐ τοῦτο τὴν οὐσίαν αὐτοῖς διατέμνει. Εἰ τοίνυν καὶ ἐφ' ἡμῶν αὐτῶν ἡ κατά τι διαφορὰ τὸ εἶναι τῆς αὐτῆς οὐσίας οὐκ ἀνατρέπει, ἧς ἂν εἶεν κἀκεῖνοι πρὸς οὓς ἂν διακρινοίμεθα· τί κωλύει καὶ τὸν Υἱόν ὁμοούσιον εἶναι τῷ Πατρὶ, κατὰ τοῦτο διαφέροντα καθ' ὃ μὲν Πατὴρ ἀγέννητός ἐστιν, ὁ δὲ Υἱὸς γεννητὸς; Μία γὰρ ἐν αὐτοῖς ἡ θεότης, ἐκ Πατρὸς ἀγεν νήτου τρέχουσα φυσικῶς ἐπὶ τὸ γέννημα. Καὶ τοῦτο. Εἰ ἤρξατο τοῦ γεννᾶν τὸν Υἱὸν ὁ Πατήρ καὶ κατ έπαυσε, κατὰ τὴν τῶν χριστομάχων μανίαν, ἀλλοίωσις τις καὶ μεταβολὴ περὶ αὐτὸν γέγονεν. Ὁ γὰρ οὐχ ἦν πρὶν γεννῆσαι, γέγονε μετὰ τὸ γεννῆσαι. Εἰ δὲ τῶν τοιούτων ἀνωτέρω τὸ θεῖόν ἐστι τροπῆς τε καὶ ἀλ λοιώσεως ἀνεπίδεκτον, οὐκ ἤρξατο τοῦ γεννᾶν, οὐδὲ κατέπαυσε, καθάπερ οὗτοί φασιν· ἀλλ᾽ ἦν ἀχρόνως ἐν Πατρὶ ὁ τῶν αἰώνων καὶ χρόνων ποιητής Υἱός. Ἐπειδὴ δὲ συναίδιος, διὰ τοῦτο καὶ ὁμοούσιος. Καὶ τοῦτο. Εἰ ἤρξατο τοῦ γεννᾶν ὁ Πατὴρ τὸν Υἱόν, προσγέγονεν ἄρα τῇ οὐσίᾳ αὐτοῦ τοῦτο, καὶ ὅπερ οὐκ εἶχεν ἐν ἀρχῇ, προσέλαβεν ὕστερον. Τὸ δὲ προσθήκην ἐπι δεχόμενόν τινα, ἀτελὲς ἂν εἴη, καὶ οὐ τέλειον. Ἀλλά τοῦτο ἄτοπον· τελεία γὰρ ἡ τοῦ Πατρὸς οὐσία. Οὐκ ἄρα προσγέγονεν αὐτῇ τὸ γεννᾶν, ἀλλ᾽ ἦν ἐν αὐτῇ τοῦτο οὐκ ἀρξάμενον. Εἰ δὲ οὐκ ἤρξατο γεννᾶν, συν αἴδιος ἄρα ἐστὶ τῷ Πατρὶ ὁ ἐξ αὐτοῦ γεννηθεὶς Υἱός. Καὶ ὥσπερ εἰ ἀρχὴν ἔσχε τοῦ εἶναι, οὐκ ἂν ἦν ὁμοούσιος, οὕτως ἐπεὶ μὴ ἔσχεν ἀρχὴν τὴν ἐν χρόνῳ, ἔσται πάντως ὁμοούσιος. Καὶ τοῦτο. Ὥσπερ οἱ τῇ ἀληθείᾳ μαχόμενοι, ἀρχὴν καὶ τέλος τῇ τοῦ Υἱοῦ γεννήσει περιτιθέντες, ἐκβάλλουσιν αὐτὸν τῆς ὁμοιότητος τῆς πρὸς τὴν Γεγεννηκότα· οὕτω καὶ ἡμεῖς οὔτε ἀρχὴν, οὔτε τέλος περὶ τὴν τοῦ Υἱοῦ γέν νησιν παραδεχόμενοι, εἰσφέρομεν αὐτὸν εἰς ἀπαράλλακτον ὁμοιότητα τὴν πρὸς τὸν Πατέρα. Τὸ δὲ ὅμοιον κατὰ πάντα, καὶ ὁμοούσιον. Καὶ τοῦτο. Καὶ πῶς ἂν δύναιτο, φησί, ταυτότης οὐσίας ἐπί τι Πατρὸς καὶ Υἱοῦ σώζεσθαι, εἴ γε ὁ μὲν Πατὴρ ἀγέννητός ἐστι, γεννητὸς δὲ ὁ Υἱός; Ἀνάγκη γάρ πᾶσα λέγειν ἐν οὐδενὶ παραλλάττειν τὸ ἀγέννητον πρὸς τὸ γεννητόν. Εἰ δὲ τοῦτο, οὐδὲν κωλύσει καὶ τὸν Πατέρα γεννητόν εἶναι λέγειν καὶ τὸν Υἱὸν ἀγέννη τον, καὶ συγκέχυται τὸ πᾶν
col. 679–680page 331 of 677
PG 130:679Καὶ τοῦτο. Ὁ ταῦτα προτείνων ἀμαθῶς, ἀντακούσεται παρ' ἡμῶν· Καὶ πῶς ἂν δύναιτο ταυτότης οὐσίας μεσύζεσθαι ἐπί τε Πατρὸς καὶ Υἱοῦ, εἴ γε τοῦ Πατρὸς εἰκών ἐστιν ὁ Υἱὸς, καὶ ἐν ἑαυτῷ δείκνυσι τὸν Πατέρα; Εύδηλον γὰρ δή πόθεν ἐστι καὶ πᾶσιν ὁμολογούμενον, ὡς οὐδεὶς ἐν ἑτέρᾳ φύσει τὴν ἑτέραν ὄψεται· οὐδ᾽ ἄν τις ἔχοι λέγειν ἵππον ἑωρακώς, ὅτι δή τινα τῶν ἀνθρώπων τεθέαται. Ἐν γὰρ τοῖς ὁμοφυέσιν ἡ τῶν ὁμοίων ἀπόδειξις, οὐκ ἐν τοῖς ἀλλήλων διεστηκόσι, κατὰ τὸν τοῦ πῶς εἶναι λόγον. Εἰ τοίνυν ζητοῦντι τῷ Φιλίππῳ τὸν Πατέρα ἰδεῖν, ἑαυτὸν ἐπιδεικνύει Χριστός, λέγων· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα,» ἀνάγκη πάσα τῆς αὐτῆς οὐσίας εἶναι λέγειν τὸν Υἱὸν τῷ Πατρὶ, ὡς ἀπαράλλακτον εἰκόνα καὶ χαρακτῆρα τῆς ὑποστάσεως αὐτοῦ. Καὶ τοῦτο. Εἰ, καθάπερ ὑμεῖς οἴεσθε πλανῶντες καὶ πλανώμενοι, οὐκ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς προῆλθεν ὁ Υἱός, ὑπέστη δὲ ἔξωθεν, καὶ ἔστιν αὐτὸς ἡ σοφία καὶ δύναμις τοῦ Πατρός, οὔτε σοφὸς κατὰ φύσιν ἐστὶν ὁ Πατήρ, οὔτε μὴν δυνατός, εἴ γε κατὰ τὴν ἀμαθεστάτην ὑμῶν πρότασιν ἔξωθεν ὑπέστησε τὸν Υἱόν, ὃς ἐστιν αὐτῷ σοφία καὶ δύναμις. Ἀλλ' ἔστι κατὰ φύσιν σοφός τε καὶ δυνατός. Ἀνάγκη πᾶσα καὶ τὸν Υἱὸν ἐκ τῆς τοῦ Πατρὸς οὐσίας εἶναι λέγειν. Εἰ δὲ τοῦτο, καὶ ὁμοούσιος. Καὶ τὰ ὑποτεταγμένα δὲ κεφάλαια τοῖς ἄνω συμφθέγγονται περὶ τοῦ ὁμοουσίου. Ἐν τῷ νόμῳ, φησί, τῷ ὑμετέρῳ γέγραπται, ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθῆς ἐστιν. Εἶτα ἐπάγει, Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ. Ἀποβλέψαντες τοίνυν εἰς τὴν εἰκόνα, νοήσωμεν τὸ ἀρχέτυπον. Δύο, φησὶν, ἀνθρώπων ἡ μαρτυρία ἀληθῆς ἐστι. Τῶν δὲ δύο ἀνθρώπων ἡ φύσις μία δηλονότι παρὰ πᾶσιν ὡμολόγηται. Οὐκοῦν Πατρὸς καὶ Υἱοῦ ἡ οὐσία μία ἐκ τῆς εἰκόνας νοηθήσεταί τε καὶ ὁμολογηθήσεται. Ὥσπερ γὰρ ἐκεῖ δύο ἄνθρωποι, οὕτως ἐνταῦθα Θεός, καὶ Θεὸς, Πατὴρ, καὶ Υἱὸς, καὶ αὐτοῖς τοῖς ὀνόμασι δηλοῦντες τῆς φύσεως τὴν ταυτότητα. Οὔτε γὰρ ὁ ἀληθῶς Θεὸς ἑτέρας ἂν εἴη φύσεως παρὰ τὸν ἀληθῆ Θεὸν, οὔτε ὁ Υἱὸς ἄλλης παρ' ἐκεῖνον Θεοῦ ὑπάρχων Υἱός. Τούτων ἀκούσαντες οἱ Ἰουδαῖοι, ἠρώτησαν αὐτὸν, Ποῦ ἐστιν ὁ Πατήρ σου; ἀπεκρίθη τοίνυν ὁ Ἰησοῦς, Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου. Εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ᾔδειτε· Ὁρᾶτε πάλιν πῶς ἐντεῦθεν τὸ ὁμοούσιον δείκνυται. Εἰ ἐμὲ γὰρ, φησίν, ᾔδειτε, καὶ τὸν Πατέρα μου ᾔδειτε ἄν· ἐκ δὲ τοῦ ἑτερουσίου τὸ ἑτεροούσιον οὐ γνωρίζεται· τὰ γὰρ ἀλλόφυλα καὶ ξένα, ἀλλήλων οὐκ εἰσὶ δηλωτικά· τὰ δὲ φύσεως κοινωνοῦντα, δι' ἀλλήλων γινώσκεται· δι' ἑνὸς μὲν ἀνθρώπου πᾶσαν τῶν ἀνθρώπων τὴν φύσιν ἰδεῖν ἔστι· καὶ δι' ἑνὸς προβάτου τῶν προβάτων ἅπαν τὸ γένος· οὐ μὴν διὰ προβάτων τοὺς λέοντας, οὐδὲ διὰ λεόντων τὰ πρόβατα, οὐδ' ἀγο
col. 681–682page 332 of 677
PG 130:681γέλους διὰ ἀνθρώπων, οὐδὲ διὰ ἀγγέλων ἀνθρώπους· ζῶον γὰρ ἕκαστον τῆς οἰκείας δηλωτικόν ἐστι φύσεως. Εἰ τοίνυν ὁ μονογενής Λόγος τοῦ Θεοῦ κτίσμα, καὶ ἐξ οὐκ ὄντων, καὶ ἐξ ἑτέρας τινὸς γεγένηται φύσεως, πῶς ἐν αὐτῷ τὸν Πατέρα δείκνυσι πιστευόμενος; εἰ δὲ ὁ Πατὴρ διὰ τοῦ Υἱοῦ γινώσκεται, καὶ ὁ τὸν Υἱὸν γινώσκων, καὶ τὸν Πατέρα γινώσκει, πεδηθείη μὲν πᾶσα βλάσφημος γλῶσσα, καὶ τῷ λάρυγγι κατὰ τὸν προφήτην κολληθείη· ἡμεῖς δὲ οἱ τῆς Τριάδος προσκυνηταὶ ἀκριβῆ τοῦ ὁμοουσίου ἐντεῦθεν τὴν γνῶσιν λαμβάνομεν λογιζόμενοι ὡς οὐκ ἂν ἑτέρως ἐν Υἱῷ Πατὴρ ἐγνωρίσθη, εἰ μὴ τῆς αὐτῆς οὐσίας ἐτύγχανε· καὶ προσκυνοῦμεν τὸν Σωτῆρα τὸν ἡμέτερον, τῆς προσκυνήσεως τὸν καρπὸν ἀναμένοντες, οὗ χορηγός αὐτὸς ὁ Πατὴρ τυγχάνει κατὰ τὴν τοῦ Κυρίου φωνήν· Ἐάν τις γάρ, φησίν, ἐμοὶ διακονήσῃ, τιμήσει αὐτὸν ὁ Πατήρ μου· καὶ ὁ θαυμάσιος δὲ Ἰωάννης ὁ θεολόγος, «Ὁ πιστεύων εἰς τὸν Υἱόν, φησίν, ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ, οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ' αὐτόν.» Εἰ ὁμοούσιός ἐστιν ὁ Λόγος τῷ Πατρί, φησί, καὶ ὁ Πατὴρ τῷ Λόγῳ, οὐδὲν ἔτι τὸ κωλύον ὁρᾶται, Λόγον εἶναί τε καὶ καλεῖσθαι τὸν Πατέρα, ὡς ἐμπόστον Λόγῳ. Οὐ πάντως τὰ τῆς αὐτῆς ὄντα φύσεως εἰς ἄλληλα μεταστήσεται. Οὐδὲ γὰρ ὁ Ἀδὰμ ὁμοούσιος ὢν τῷ υἱῷ αὐτοῦ Κάϊν, εἰς τὸν Κάϊν μεταστάς, γέγονε Κάϊν. Ἀλλ' οὐδὲ ὁ Κάϊν εἰς τὸν Ἀδὰμ διὰ τὸ ὁμοούσιος αὐτῷ εἶναι μεταχωρήσας Ἀδὰμ ἐγένετο, ἀλλ' ἓν ὄντες τῇ φύσει διὰ τὴν ὁμοιότητα δύο μεμενήκασι πρόσωπα ἰδιοϋπόστατα. Διότι ὁ μὲν ἐγέννησεν, ὁ δὲ ἐγεννήθη καθ' ὑπόστασιν. Τό, Ζῶ ἐγὼ διὰ τὸν Πατέρα, οὐ παρίστησιν ἑτεροούσιον τὸν Υἱὸν, εἰ μὴ μᾶλλον ὁμοούσιον. Ὥσπερ γὰρ εἴ τις υἱὸς ἀνθρώπου φήσει, Λογικός εἰμι διὰ τὸν πατέρα, ἤγουν διὰ τὸ εἶναι λογικὸν τὸν πατέρα μου, οὕτω καὶ ὁ Υἱὸς καὶ Θεός, Ζῶ, φησὶν, ἐγὼ διὰ τὸ εἶναι ζωὴν τὸν Πατέρα. Διὰ δὲ τοῦ τοιούτου λόγου τὸ πατρικὸν αἴτιον ὁ Υἱὸς καὶ Λόγος ἐδήλωσεν. Πόθεν ὁ Υἱὸς ὠνομάσθη ὁμοούσιος τῷ Πατρί; φησὶν ὁ Ἀπόστολος, Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Μορφῆς οὖν Θεοῦ τῆς θείας φύσεως νοουμένης, προσκειμένης δὲ καὶ τῆς ἰσότητος, εὐλόγως ὁμοούσιος ὠνομάσθη. Ὁ γὰρ τῆς ἴσης τῷ Πατρὶ φύσεως, τῆς ἴσης ἄρα καὶ οὐσίας. Καὶ αὐτὸς δὲ ὁ Χριστὸς εἰρηκώς, Ἐγὼ καὶ ὁ Πατὴρ ἓν ἐσμεν, τὸ ταὐτὸν τῆς φύσεως, ἤγουν οὐσίας ἐνέφηνεν. Τοῦ αὐτοῦ ἐκ τοῦ α' κεφαλαίου τοῦ α' βιβλίου τοῦ Θησαυροῦ περὶ ἀγεννήτου κεφαλαίου ἐγδόου. α. Κατὰ πολλὰ σημαινόμενα τὸ ἀγένητον ἐκλαμβάνεται. Ἀγένητόν ἐστι τὸ μήπω γενόμενον, ἐνδεχόμενον δὲ γενέσθαι, ὡς ἀπὸ ξύλου σκάφος, ἢ ἐκ
col. 683–684page 333 of 677
PG 130:683χαλκοῦ ἀνδριάς. Καὶ πάλιν ἀγένητον λέγεταί τι μήτε γενόμενον πώποτε, μήτε μὴν γενέσθαι δυνάμενον, ὡς φέρε εἰπεῖν, τὸ τρίγωνον σχῆμα τετράγωνον, οὔτε γὰρ γέγονέ ποτε τετράγωνον, οὔτε γενέσθαι δύναται. Ἅμα γὰρ ἀφανίζεται τοῦ τριγώνου τὸ σχῆμα, καὶ ἑτερόν τι παρ' ὅπερ ἦν λέγεταί τε καὶ γίνεται. Λέγεται πάλιν ἀγένητον τὸ ὑπάρχον μὲν καὶ ὑφεστηκός, οὐ μὴν γεγενημένον ὑπό τινος. β'. Ἡ ἀγένητος φωνὴ τῶν πολλαχώς λεγομένων νοοῖτ' ἂν κυρίως, καὶ ἐν τοῖς ὁμωνύμοις εὐλόγως ἂν κατατάττοιτο. Εἰ τοίνυν οἱ τῶν οὐσιῶν ὅροι οὐκ ἐκ τῶν ὁμωνύμων, οὐδὲ ἐκ τῶν πολλαχώς νοουμένων λαμβάνονται· οὐδὲ γὰρ ἔσται σαφὲς τὸ ὁριζόμενον, εἰ ἐκ τούτων λαμβάνεται. Ἡ δὲ ἀγένητος φωνὴ, καθάπερ ἤδη προείπομεν, τῶν ὁμωνύμων ἐστίν. Οὐκ ἂν εἴη ὅρος τὸ ἀγένητον. γ'. Εἰ πᾶς ὅρος τὰ τί ἐστι κατὰ φύσιν τῶν σημαινομένων ἕκαστον εἰσφέρει, καὶ οὐχὶ τί οὐκ ἔστιν, ἡ ἀγένητος φωνὴ οὐ τί ἐστιν ὁ Θεὸς, ἀλλὰ τί οὐκ ἔστι δηλοῖ. Ὅτι γὰρ οὐκ ἐγενήθη, διὰ τοῦτο ἀγένητος· οὐκ ἂν οὖν εἴη ὅρος τὸ ἀγένητον ὄνομα. δ'. Εἰ ὅρος ἐστὶ τὸ ἀγένητος ὄνομα, ἤτοι φωνή, δέξαι δηλονότι καὶ τὸ τῶν ὅρων σχῆμα τὴν ἀντιστροφήν· ὥσπερ εἴ τις τὸν ἄνθρωπον ὁρίζων, ὡς εἴη ζώον λογικόν θνητόν, ἀντιστρέφει πάλιν αὐτὸ λέγων, εἴ τι ζώον λογικὸν θνητὸν τοῦτο πάντως καὶ ἄνθρωπος. Εἰ τοίνυν τὸ ἀγένητον, καθάπερ ἤδη προείπομεν, ὅρος ἐστὶ, μὴ παραιτείσθω τὴν ἀντιστροφήν. Εἰ γὰρ τὸ ἀγένητον οὐσία, πᾶν εἴ τί ἐστιν οὐσία, τοῦτο καὶ ἀγένητον. Ἀλλ' οὐκ ἀντιστρέφει. Οὐ γὰρ πάσα οὐσία πάντως ἐστὶ καὶ ἀγένητος. Μόνῳ δὲ Θεῷ κατ' ἐξαίρετον τοῦτό ἐστιν. Ὅρος οὖν οὐκ ἂν εἴη τὸ ἀγένητον, ἀλλ' ὅτι μὴ γεγένηται μόνον σημαίνει. ε'. Εἰ τὸ ἀγένητον οὐσία, τῇ δὲ οὐσίᾳ οὐδὲν ἐναντίον, οὐδὲν ἄρα τῷ ἀγενήτῳ ἔσται ἐναντίον. Εἰ δὲ ἐστιν ἐναντίον τῷ ἀγενήτῳ τὸ γενητόν, τῇ δὲ οὐσίᾳ οὐδὲν ἐναντίον, τὸ ἀγένητον οὐκ ἔστιν οὐσία. ς'. Εἰ τὸ ἀγένητον οὐσία, ἐξ ἀνάγκης ἔσται καὶ τὸ γενητὸν οὐσία. Εἰ δὲ οὐσία ἑκάτερα, οὐκ ἔστιν ἐναντίον τῷ ἀγενήτῳ τὸ γενητόν, ἀλλὰ ταυτόν. Οὐ γὰρ ἐναντίον οὐσία πρὸς οὐσίαν. ζ'. Εἰ τὸ ἀγένητον, καὶ τὸ ἀθάνατον, καὶ τὰ λοιπὰ οὐσία Θεοῦ, ἕτερα δέ εἰσι ταῦτα ταῖς φωναῖς, ἀνάγκη τὴν οὐσίαν ἐκείνην οὕτω συγκεῖσθαι κατὰ τὰς διαφόρους φωνάς, ἵνα οἰκείως αἱ φωναὶ κατ' αὐτῆς λέγωνται, ἢ μὴ συγκειμένης αὐτῆς, ἀκόλουθον εἶναι ταῦτα τῶν προσόντων τῇ οὐσίᾳ σημαντικὰ, ἀλλ' οὐκ αὐτὰ οὐσίας. η'. Εἰ ἐπὶ Θεοῦ μόνον τὸ ἀγένητον, ὡς φασιν, οὐσία ἐστὶν, εἴη ἂν αὐτῆς καὶ ὅρος, ἧς μόνον ἴδιον τὸ ἀγένητον. Εἰ δὲ μηδείς ἐστιν ὅρος, ᾧ ὑποβάλλεται οὐσία Θεοῦ, οὐδ' ὄνομα ἄρα κύριόν ἐστιν ἐπὶ Θεοῦ τὸ ἀγένητον. Ἔτι κατὰ Ἀρειανῶν τοῦ Δαμασκηνοῦ. Κεφάλαιον πε' πάνυ ἀναγκαιότατον. Δεῖ γινώσκειν, ὅτι τὴν μὲν ἀγνοοῦσαν καὶ δούλην ἀνέλαβε φύσιν. Καὶ γὰρ δούλη ἐστιν ἡ ἀνθρώπου
col. 685–686page 334 of 677
PG 130:685φύσις τοῦ ποιήσαντος αὐτὴν Θεοῦ, καὶ οὐκ ἔχει τὴν τῶν μελλόντων γνῶσιν. Ἐὰν γὰρ, κατὰ τὸν Θεολόγον Γρηγόριον, χωρίσῃς τὸ ὁρώμενον τοῦ νοουμένου, δούλη τε λέγεται καὶ ἀγνοοῦσα ἡ σάρξ. Διὰ δὲ τὴν τῆς ὑποστάσεως ταυτότητα, καὶ τὴν ἀδιάσπαστον ἔνωσιν κατεπλούτησεν ἡ τοῦ Κυρίου ψυχὴ καὶ τὴν τῶν μελλόντων γνῶσιν, ὡς καὶ τὰς λοιπὰς θεοσημείας. Ὥσπερ γὰρ ἡ σάρξ τῶν ἀνθρώπων κατὰ τὴν οἰκείαν φύσιν οὐκ ἔστι ζωοποιός, ἡ δὲ τοῦ Κυρίου σὰρξ ἑνωθεῖσα καθ᾽ ὑπόστασιν αὐτῷ τῷ Θεῷ λόγῳ, τῆς μὲν κατὰ φύσιν θνητότητος οὐκ ἀπέστη, ζωοποιὸς δὲ γέγονε διὰ τὴν πρὸς τὸν Λόγον καθ᾽ ὑπόστασιν ἕνωσιν, καὶ οὐ δυνάμεθα λέγειν, ὅτι οὐκ ἦν καὶ ἔστιν ἀεὶ ζωοποιός· οὕτως ἡ μὲν ἀνθρωπίνη φύσις οὐσιωδῶς οὐ κέκτηται τῶν μελλόντων τὴν γνῶσιν, ἡ δὲ τοῦ Κυρίου ψυχὴ διὰ τὴν πρὸς αὐτὸν τὸν Θεὸν Λόγον ἔνωσιν καὶ ὑποστατικὴν ταυτότητα κατεπλούτησεν, ὡς ἔφην, μετὰ τῶν λοιπῶν θεοσημείων καὶ τὴν τῶν μελλόντων γνῶσιν. Ἰστέον δὲ, ὅτι οὔτε δοῦλον αὐτὸν λέγειν δυνάμεθα. Τὸ γὰρ τῆς δουλείας καὶ τῆς δεσποτείας ὄνομα οὐ φύσεώς εἰσι γνωρίσματα, καθάπερ οὐδὲ τὰ τῆς πατρότητος καὶ τῆς υἱότητος, ἀλλὰ τῶν πρός τι, ταῦτα δὲ οὐκ οὐσίας, ἀλλὰ σχέσεώς εἰσι δηλωτικά· ὥσπερ οὖν ἐπὶ τῆς ἀγνοίας εἴπομεν, ἐὰν ἰσχναῖς ἐπινοίαις, ἤτοι τοῦ νοῦ λεπταῖς φαντασίαις διέλῃς τὸ κτιστὸν ἐκ τοῦ ἀκτίστου, δούλη ἐστὶν ἡ σὰρξ, εἰ μὴ ἤνωτο τῷ Θεῷ λόγῳ, ἅπαξ δὲ ἐνωθεῖσα καθ᾽ ὑπόστασιν, πῶς ἔσται δούλη; Εἷς γὰρ ὢν ὁ Χριστὸς οὐ δύναται δοῦλος ἑαυτοῦ εἶναι, καὶ Κύριος. Ταῦτα γὰρ οὐ τῶν ἁπλῶς λεγομένων ἐστὶν, ἀλλὰ τῶν πρὸς ἕτερον. Τίνος οὖν ἔσται δοῦλος; Τοῦ Πατρός; Οὐκοῦν οὐ πάντα ὅσα ἔχει ὁ Πατήρ καὶ τοῦ Υἱοῦ εἰσιν, εἴπερ τοῦ Πατρός ἐστι δοῦλος, ἑαυτοῦ δὲ οὐδαμῶς. Πῶς δὲ περὶ ἡμῶν λέγει ὁ Ἀπόστολος· Ὥστε οὐκ ἔτι εἶ δοῦλος, ἀλλ᾽ υἱὸς, δι᾽ αὐτοῦ υἱοθετηθέντων, εἴπερ αὐτὸς δοῦλός ἐστι; Προσηγορικῶς οὖν λέγεται δοῦλος, οὐκ αὐτὸς ὢν τοῦτο, δι᾽ ἡμᾶς δὲ δούλου μορφὴν εἰληφώς, καὶ δοῦλος μεθ᾽ ἡμῶν κεκλημένος. Ἀπαθὴς γὰρ ὢν, δι᾽ ἡμᾶς ἐδούλευσε πάθεσι, καὶ διάκονος τῆς ἡμῶν σωτηρίας γέγονεν. Οἱ δὲ λέγοντες αὐτὸν δοῦλον, διιστῶσι τὸν ἕνα Χριστὸν εἰς δύο, καθάπερ Νεστόριος. Ἡμεῖς δὲ δεσπότην αὐτόν φαμεν, καὶ Κύριον πάσης τῆς κτίσεως, τὸν ἕνα Χριστόν, τὸν αὐτὸν Θεὸν ὁμοῦ καὶ ἄνθρωπον, καὶ πάντα εἰδέναι. Ἐν αὐτῷ γὰρ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας, καὶ τῆς γνώσεως οἱ ἀπόκρυφοι. Περὶ τοῦ ἁγίου Πνεύματος, τοῦ μεγάλου Ἀθανασίου ἐκ τοῦ λόγου τοῦ περὶ τῆς ἐνσάρκου ἐπιφανείας τοῦ Χριστοῦ. Ὅταν λέγῃ ὁ Κύριος ἐν τῷ Ἠσαΐᾳ· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, ἐν τῷ Εὐαγγελίῳ λέγει· Τὸ γεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι, καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστι.
col. 687–688page 335 of 677
PG 130:687πάλιν· Τὸ Πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος· καὶ ὅτι τὸν θεὸν καλεῖ πῦρ ἡ Γραφὴ, ὡς τὸ, Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον· καὶ περὶ τοῦ ἁγίου Πνεύματος λέγει, ὅτι Ὤφθησαν τοῖς ἀποστόλοις διαμεριζόμεναι γλῶσ σαι ὡσεὶ πυρός, ἐκάθισαν τε ἐφ' ἕνα ἕκαστον αὐ τῶν, καὶ ἐπλήσθησαν ἅπαντες ἁγίου Πνεύματος, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. Καὶ ὁ μὲν Κύριος παραιτεῖται τὸ καλεῖσθαι ἀγαθὸς, καθὸ ἄνθρωπος γέγονε, λέγων· Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. Ἡ δὲ Γραφὴ οὐ παραιτεῖται καλεῖν ἀγαθὸν τὸ Πνεῦμα τὸ ἅγιον· Τὸ Πνεῦμα γάρ σου, φησὶν, τὸ ἀγαθὸν ὁδηγήσει με ἐν τῇ εὐθείᾳ. Καὶ ὁ μὲν προφήτης Ἰεζεκιὴλ αἰτιώμενος τὸν πάλαι λαὸν ἔλεγεν· Ἐλύπησαν με ἐν ἅπασι τού τοις, λέγει Κύριος. Ὁ δὲ Παῦλος γράφει τῷ νέῳ λαῷ· Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε. Καὶ ὁ μὲν Δαβὶδ περὶ τῶν Ἰουδαίων φησί· Παρώξυναν τὸν Θεὸν ἐν τῇ ἐρήμῳ· ὁ δὲ Ἠσαΐας περὶ αὐτῶν· Ἠπείθησαν, καὶ παρώξυναν τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ ὁ μὲν Κύριος τῷ Σατανᾷ λέ γει περὶ ἑαυτοῦ· Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου· ὁ δὲ Πέτρος εἶπε πρὸς τὴν Σαπφείραν· Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ Πνεῦμα Κυρίου; Ἐκδηλότερον δὲ, ὅτι Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον, ἄκου σον τοῦ Πέτρου λέγοντος· Ἀνανία, διατί ὁ Σατανᾶς ἐπλήρωσε τὴν καρδίαν σου ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον, καὶ νοσφίσασθαί σε ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ. Εἰ δὲ ὁ ψευσάμενος τῷ ἁγίῳ Πνεύματι τῷ Θεῷ ψεύδεται, Θεὸς ἄρα τὸ Πνεῦμα τὸ ἅγιον. Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Σεραπίωνα, ἐπίσκοπον Θερμουπόλεως, περὶ τοῦ ἁγίου Πνεύματος. Ἔγραψας, ἀγαπητὲ καὶ ἀληθῶς ποθεινότατε, λυπούμενος καὶ αὐτός, ὡς ἐξελθόντων μέν τινων ἀπὸ τῶν Ἀρειανῶν διὰ τὴν κατὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ βλασφημίαν, φρονούντων δὲ κατὰ τοῦ ἁγίου Πνεύματος, καὶ λεγόντων αὐτὸ μὴ μόνον κτίσμα, ἀλλὰ καὶ τῶν λειτουργικῶν πνευμάτων ἓν αὐτὸ εἶναι, καὶ βαθμῷ μόνον αὐτὸ διαφέρειν τῶν ἀγγέλων. Τούτων γὰρ καὶ θαυμάσειεν ἄν τις τὴν ἄνοιαν, ὅτι τὸν Υἱὸν τοῦ Θεοῦ μὴ θέλοντες κτίσμα εἶναι, καὶ καλῶς γε κατὰ τοῦτο φρονοῦντες, πῶς τὸ Πνεῦμα τοῦ Υἱοῦ κτίσμα κἂν ἀκοῦ σαι ἠνέσχοντο; Καὶ γὰρ εἰ διὰ τὴν πρὸς τὸν Πατέρα τοῦ Λόγου ἑνότητα, οὐ θέλουσιν εἶναι τῶν γενητῶν αὐτὸν τὸν Υἱόν, ἀλλ', ὅπερ ἐστὶν ἀληθῶς, δημιουργὸν αὐτὸν εἶναι τῶν ποιημάτων φρονοῦσι· διὰ τί τὸ Πνεῦμα τὸ ἅγιον τὸ τὴν αὐτὴν ἔχον ἑνότητα πρὸς τὸν Υἱόν, ἣν αὐτὸς ἔχει πρὸς τὸν Πατέρα, κτίσμα λέγουσι, καὶ ἠγνόησαν, ὅτι, ὥσπερ μὴ διαιροῦντες τὸν Υἱὸν ἀπὸ τοῦ Πατρὸς, σώζουσι τὸ ἕνα Θεὸν εἶναι, οὕτω, διαιροῦντες ἀπὸ τοῦ Λόγου τὸ Πνεῦμα, οὐκέτι μίαν τὴν ἐν Τριάδι θεότητα σώζουσι, σχίζοντες αὐτήν
col. 689–690page 336 of 677
PG 130:689καὶ ἐπιμίσγοντες αὐτῇ ἀλλοτρίαν καὶ ἑτεροειδῆ φύσιν, καὶ τοῖς κτίσμασι συνεξισοῦντες αὐτήν; Τοῦτο δὲ πάλιν οὐκέτι ἂν εἶναι δείκνυσι τὴν Τριάδα, ἀλλὰ ἐκ δύο καὶ διαφόρων φύσεων συγκειμένην αὐτὴν, διὰ τὸ ἑτεροούσιον τοῦ Πνεύματος, ὡς αὐτοὶ ἑαυτοῖς ἀνεπλάσαντο. Ποία οὖν αὕτη θεολογία ἐκ δημιουργοῦ καὶ κτίσματος συγκειμένη; Ἢ γὰρ οὐ Τριάς ἐστιν, ἀλλὰ δυὰς, καὶ λοιπὸν ἡ κτίσις, ἢ, εἰ Τριάς ἐστιν, ὥσπερ οὖν καὶ ἐστι, πῶς τοῖς μετὰ τὴν Τριάδα κτίσμασι συντάττουσι τὸ τῆς Τριάδος Πνεῦμα; Τοῦτο γάρ ἐστι πάλιν διαιρεῖν καὶ διαλύειν τὴν Τριάδα. Οὐκ οὖν, κακῶς φρονοῦντες περὶ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐδὲ περὶ τοῦ Υἱοῦ καλῶς φρονοῦσιν. Εἰ γὰρ ἐφρόνουν ὀρθῶς περὶ τοῦ Λόγου, ἐφρόνουν ὑγιῶς καὶ περὶ τοῦ Πνεύματος, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, καὶ τοῦ Υἱοῦ ἴδιον ὂν, παρ᾽ αὐτοῦ δίδοται τοῖς μαθηταῖς καὶ πᾶσι τοῖς πιστεύουσιν εἰς αὐτόν. Οὕτω δὲ πλανώμενοι, οὐδὲ περὶ τοῦ Πατρὸς ὑγιῆ τὴν πίστιν ἔχουσιν. Οἱ γὰρ ἀντικείμενοι τῷ Πνεύματι, ὡς εἶπεν ὁ μέγας μάρτυς Στέφανος, οὗτοι καὶ τὸν Υἱὸν ἀρνοῦνται. Τὸν δὲ Υἱὸν ἀρνούμενοι, οὐδὲ τὸν Πατέρα ἔχουσι. Πόθεν τοίνυν ὑμῖν, ὦ οὗτοι, τῆς τοσαύτης τόλμης ἡ πρόφασις, ὥστε μὴ φοβηθῆναι τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον· «Ὃς δ᾽ ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν οὔτε ἐν τῷ νῦν αἰῶνι, οὔτε ἐν τῷ μέλλοντι;» Οἱ μὲν γὰρ Ἀρειανοί, καίτοι τὴν ἔνσαρκον παρουσίαν τοῦ Λόγου καὶ τὰ δι᾽ αὐτὴν εἰρημένα μὴ νοήσαντες, ὅμως ἐξ αὐτῶν πρόφασιν λαβόντες εἰς τὴν ἑαυτῶν αἵρεσιν, καὶ οὕτως ἠλέγχθησαν θεομάχοι καὶ ὡς ἀληθῶς ἀπὸ γῆς κενολογοῦντες. Ὑμεῖς δὲ πόθεν ἠπατήθητε; παρὰ τίνων ἀκούσαντες, ἢ τίς ὁ τρόπος τῆς τοιαύτης ὑμῶν πλάνης; Ἀνέγνωμεν, φασίν, ἐν τῷ προφήτῃ Ἀμώς, λέγοντος τοῦ Θεοῦ, «Ὅτι Ἰδοὺ ἐγὼ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ· ποιῶν ὄρθρον καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.» Καὶ ἐνθεῦθεν ἐπείσθημεν τοῖς Ἀρειανοῖς λέγουσι κτίσμα εἶναι τὸ Πνεῦμα τὸ ἅγιον. Εἶτα τὸ μὲν παρὰ τῷ Ἀμὼς ἀνέγνωτε· τὸ δὲ ἐν ταῖς Παροιμίαις λεγόμενον, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,» οὐκ ἀνέγνωτε, ἢ ἀνέγνωτε; Καὶ τοῦτο μέν, ὡς ἔχει ἀληθείας, ἑρμηνεύετε, ἵνα μὴ εἴπητε κτίσμα τὸν Λόγον· τὸ δὲ ἐν τῷ προφήτῃ οὐχ ἑρμηνεύετε, ἀλλὰ ἁπλῶς ἀκούοντες πνεῦμα, ἐνομίσατε λέγεσθαι κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον; Καίτοι ἐν μὲν ταῖς Παροιμίαις φανερῶς ἡ Σοφία λέγουσά ἐστι τό, «ἔκτισέ με,» καὶ ὅμως καλῶς γε ποιοῦντες, ἑρμηνεύετε τὸ ῥητὸν, ἵνα μὴ τὴν δημιουργὸν Σοφίαν ἐν τοῖς κτίσμασι συναριθμῆτε. Τὸ δὲ ἐν τῷ προφήτῃ ῥητὸν οὐκ ἔχει γνώρισμα περὶ τοῦ ἁγίου Πνεύματος, ἀλλ᾽ ἁπλῶς εἴρηται περὶ πνεύματος. Πῶς οὖν, καίτοι πλείστης οὔσης διαφορᾶς ἐν ταῖς Γραφαῖς περὶ πνευμάτων, καὶ δυναμένου τοῦ ῥητοῦ τὴν
col. 691–692page 337 of 677
PG 130:691ἰδίαν διάνοιαν ἔχειν ὀρθὴν, ὑμεῖς, ὡς φιλονεικοῦντες ἢ ὡς ὑπὸ δήγματος τοῦ Ἀρειανοῦ ὄφεως βλαβέντες, τὸ Πνεῦμα τὸ ἅγιον εἰρῆσθαι παρὰ τοῦ Ἀμὼς νομίζετε, ἵνα μόνον τοῦ φρονεῖν κτίσμα μὴ ἐπιλάθησθε; Εἴπατε γοῦν εἴ που τῆς θείας Γραφῆς εὑρίσκεται τὸ Πνεῦμα τὸ ἅγιον ἁπλῶς εἰρημένον πνεῦμα, χωρὶς προσθήκης τοῦ λέγεσθαι ἢ τοῦ Θεοῦ, ἢ τοῦ Πατρός, ἢ ὅτι ἐμοῦ, ἢ αὐτοῦ τοῦ Χριστοῦ τοῦ Υἱοῦ, ἢ παρ' ἐμοῦ, ὅ ἐστι παρὰ τοῦ Θεοῦ, ἢ μετὰ τοῦ ἄρθρου, ἵνα μὴ ἁπλῶς λέγηται πνεῦμα, ἀλλὰ τὸ Πνεῦμα· ἢ αὐτὸ τοῦτο τὸ Πνεῦμα τὸ ἅγιον, Παράκλητον, ἢ ἀληθείας, ὅ ἐστι τοῦ Υἱοῦ, τοῦ λέγοντος· Ἐγώ εἰμι ἡ ἀλήθεια· ἵνα, ἀκούσαντες ἁπλῶς πνεῦμα, ὑπονοήσητε εἶναι τὸ Πνεῦμα τὸ ἅγιον; Ἐξηρήσθωσαν δὲ τοῦ Λόγου νῦν οἵτινες ἤδη λαβόντες, πάλιν ὀνομάζονται, καὶ ὅσοι, προμαθόντες περὶ τοῦ ἁγίου Πνεύματος, ὕστερον ὡς ἐν ἐπαναλήψει καὶ ὑπομνήσει, καὶ μόνον λεγομένου τοῦ πνεύματος, οὐκ ἀγνοοῦσι περὶ τίνος ἀκούουσι· καὶ μάλιστα, ὅτι καὶ οὕτω μετὰ τοῦ ἄρθρου λέγεται. Καὶ ὅλως ἄνευ τοῦ ἄρθρου, ἢ τῆς προειρημένης προσθήκης, οὐκ ἂν εἴη σημαινόμενον τὸ Πνεῦμα τὸ ἅγιον· οἷά ἐστιν ὃ γράφει Παῦλος τοῖς Γαλάταις· Τοῦτο μόνον θέλω μαθεῖν ἀφ' ὑμῶν, ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως; Ποῖον δὲ ἦσαν λαβόντες ἢ τὸ Πνεῦμα τὸ ἅγιον, τὸ διδόμενον τοῖς πιστεύουσι καὶ ἀναγεννωμένοις διὰ λουτροῦ παλιγγενεσίας; Καὶ Θεσσαλονικεῦσι δὲ γράφων· Τὸ Πνεῦμα μὴ σβέννυτε· εἰδόσι καὶ αὐτοῖς ὅπερ ἔλαβον ἔλεγεν, ἵνα μὴ σβέσωσιν ἐξ ἀμελείας τὴν ἐν αὐτοῖς ἀναφθεῖσαν τοῦ Πνεύματος χάριν. Ἐν δὲ τοῖς Εὐαγγελίοις περὶ τοῦ Σωτῆρος ἀνθρωπίνως διὰ τὴν σάρκα ἣν προσέλαβεν, ἐὰν λέγωσιν οἱ εὐαγγελισταί, Ἰησοῦς δὲ, πλήρης Πνεύματος ὤν, ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ τό, Τότε ὁ Ἰησοῦς ἀνήχθη ὑπὸ τοῦ Πνεύματος εἰς τὴν ἔρημον· τὸν αὐτὸν ἔχει νοῦν. Προείρητο γὰρ ὑπὸ τοῦ Λουκᾶ· Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν, καὶ Ἰησοῦ βαπτισθέντος, καὶ προσευχομένου, ἀνεῳχθῆναι τὸν οὐρανὸν, καὶ καταβῆναι τὸ Πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει, ὡς περιστερὰν, ἐπ' αὐτόν. Καὶ δῆλον ἦν, ὅτι λεγομένου τοῦ Πνεύματος, τὸ Πνεῦμα τὸ ἅγιον ἦν σημαινόμενον. Οὕτω μὲν οὖν παρ' οἷς ἐστι τὸ Πνεῦμα τὸ ἅγιον κἂν μόνον τὸ Πνεῦμα λέγηται χωρὶς τῆς ἐπ' αὐτῷ προσθήκης, οὐκ ἀμφίβολον, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον σημαίνεται, ἔχον μάλιστα τὸ ἄρθρον. Ὑμεῖς δὲ εἴπατε τὸ προταθὲν ὑμῖν, εἰ εὑρήκατέ που τῆς θείας Γραφῆς τὸ Πνεῦμα τὸ ἅγιον λεγόμενον ἁπλῶς Πνεῦμα, χωρὶς τῆς προειρημένης ἐπ' αὐτῷ προσθήκης, καὶ πλὴν τῆς παρατηρήσεως ἧς γε ἐμνημονεύσαμεν. Ἀλλ' οὐκ ἂν εἴποιτε· οὐ γὰρ εὑρήσετε γεγραμμένον. Λέγεται γὰρ καὶ ἀνθρώπου πνεῦμα, ὡς ψάλλει Δαβίδ· Νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἤσχαλλε τὸ πνεῦμά μου.
col. 693–694page 338 of 677
PG 130:693Λέγεται δὲ καὶ ἀνέμων πνεύματα. Ἐντυγχάνοντες δὲ καὶ ὑμεῖς ταῖς ἁγίαις Γραφαῖς, εὑρήσετε λεγόμενον πνεῦμα καὶ τὴν ἐν αὐτοῖς τοῖς θείοις λόγοις νοῦν, γράφοντος τοῦ Παύλου· «ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους Καινῆς Διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος. Τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ.» Τὸ μὲν γὰρ ῥητὸν γράμματι κεχάρακται· ὁ δὲ νοῦς ὁ ἐν αὐτῷ πνεῦμα λέγεται. Οὕτως καὶ· «ὁ νόμος πνευματικός ἐστιν,» ἵν' ὡς πάλιν εἴρηκε, μὴ δουλεύωμεν ἐν παλαιότητι γράμματος, ἀλλ' ἐν καινότητι πνεύματος. Καὶ αὐτὸς μὲν εὐχαριστῶν ἔλεγεν· «Ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμῳ Θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας· οὐδὲν νῦν ἄρα κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ. Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας·» ὁ δὲ Φίλιππος, τὸν εὐνοῦχον ἀπὸ τοῦ γράμματος εἰς τὸ πνεῦμα θέλων ἐπιστρέφειν, ἔλεγεν· «Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις;» τοιοῦτον ἐσχηκὼς μαρτυρεῖται καὶ ὁ Χάλεβ ἐν τοῖς Ἀριθμοῖς, τοῦ Θεοῦ λέγοντος· «Ὁ δὲ παῖς μου Χάλεβ, ὅτι ἐγενήθη ἕτερον πνεῦμα ἐν αὐτῷ, καὶ ἐπηκολούθησέ μοι· εἰσάξω αὐτὸν εἰς τὴν γῆν εἰς ἣν εἰσῆλθεν ἐκεῖ.» Ἄλλῃ γὰρ διανοίᾳ παρὰ τὴν ἐκείνων αὐτὸς λαλήσας, εὐάρεστος τῷ Θεῷ γέγονε. Τοιαύτην ἔχειν προέτρεψεν ὁ Θεὸς τὸν λαὸν καρδίαν διὰ Ἰεζεκιὴλ λέγων· «Ποιήσατε ἑαυτοῖς καρδίαν καινὴν καὶ πνεῦμα καινόν.» Τούτων τοίνυν οὕτως ὄντων, καὶ τοσαύτης διαφορᾶς περὶ τῶν πνευμάτων δεικνυμένης, βελτίους ἂν ἦτε, εἰ, περὶ κτιζομένου πνεύματος ἀκούοντες, περὶ ἑνὸς τῶν προειρημένων ἐφρονεῖτε, οἷον ἦν περὶ οὗ ἐν Ἡσαΐᾳ γέγραπται· «Συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραίμ, καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ, καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ.» Τοιοῦτον δὲ ἦν καὶ· «Ὁ ἐξήγειρε Κύριος πνεῦμα ἐπὶ τὴν θάλασσαν» διὰ τὸν Ἰωνᾶν. Ἀκολουθεῖ γὰρ τῇ βροντῇ καὶ τὰ τῶν ἀνέμων πνεύματα, ὡς ἐπὶ τοῦ ὑετοῦ τοῦ κατὰ τὸν Ἀχαάβ, ὡς γέγραπται· «Καὶ ἐγένετο ὧδε, καὶ ἕως ὧδε, καὶ ὁ οὐρανὸς συνεσκότασε νεφέλαις καὶ πνεύματι.» Ἀλλ' ἐπείπερ Χριστοῦ, φησί, μνημονεύει τὸ Λόγιον, ἀκολούθως καὶ τὸ λεγόμενον πνεῦμα οὐδὲν ἕτερον ἢ τὸ Πνεῦμα τὸ ἅγιον χρὴ νοεῖν. Εἶτα τὸ μὲν συνονομάζεσθαι τῷ Χριστῷ τὸ Πνεῦμα τὸ ἅγιον ἐθεωρήσατε· τὸ δὲ διαιρεῖν αὐτὸ τῇ φύσει, καὶ ἀποξενίζειν ἀπὸ τοῦ Υἱοῦ, πῶς κατενοήσατε, ὅτι τὸν μὲν Χριστὸν λέγετε μὴ εἶναι κτίσμα, τὸ δὲ ἅγιον Πνεῦμα κτίσμα λέγετε; Καὶ ἄτοπόν ἐστι τὰ ἀνόμοια τῇ φύσει συνονομάζειν, καὶ συνδοξάζειν. Ποία γὰρ κοινωνία, ἢ ποία ὁμοιότης τῷ κτίσματι πρὸς τὸν κτίστην; Ἐπεὶ ὥρα ὑμᾶς καὶ τῷ Υἱῷ συναριθμεῖν καὶ συνάπτειν τὰ δι' αὐτοῦ γενόμενα κτίσματα. Ἤρκει μὲν οὖν περὶ πνεύματος ἀνέμων νοεῖν τὸ γεγραμμένον, ὥσπερ εἴρηται· ἐπειδὴ δὲ προφασίζεσθε τὴν ἐν τῷ ῥητῷ περὶ τοῦ Χριστοῦ μνήμην, ἀναγκαῖον ἰδεῖν ἀκριβῶς τὸ λεγόμενον, μὴ ἄρα καὶ περὶ τοῦ λεγομένου
col. 695–696page 339 of 677
PG 130:695τὸ γομένου κτίζεσθαι πνεύματος οἰκειοτέραν εὕρωμεν τὴν διάνοιαν. Τί τοίνυν ἐστὶ τὸ ἀπαγγέλλειν εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ, ἢ τὸ γίνεσθαι αὐτὸν ἄνθρωπον, καὶ ἴσον εἶναι τοῦτο τῷ φάναι· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ·» καὶ τὰ ἄλλα, ὅσα περὶ τῆς ἐπιδημίας αὐτοῦ γέγραπται; τῆς ἐνσάρκου παρουσίας ἀπαγγελλομένης περὶ τοῦ Λόγου, ποῖον χρὴ πνεῦμα κτιζόμενον νοεῖν, εἰ μὴ ἀνακτιζόμενον τῶν ἀνθρώπων καὶ ἀνακαινιζόμενον πνεῦμα; Τοῦτο γὰρ καὶ διὰ Ἰεζεκιὴλ ἐπεγγείλατο ὁ Θεὸς λέγων· «Καὶ δώσω ὑμῖν καρδίαν καινήν, καὶ πνεῦμα καινὸν δώσω ὑμῖν· καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν· καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην· καὶ τὸ Πνεῦμά μου δώσω ἐν ὑμῖν.» Πότε δὴ τοῦτο πεπλήρωται, εἰ μὴ ὅτε παραγενόμενος ὁ Κύριος ἀνεκαίνισε τὰ πάντα τῇ χάριτι; Ἰδοὺ γὰρ καὶ ἐν τῷ ῥητῷ τούτῳ ἡ διαφορὰ τῶν πνευμάτων δείκνυται· καὶ τὸ μὲν πνεῦμα τὸ ἡμῶν ἀνακαινιζόμενόν ἐστι· τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐχ ἁπλῶς πνεῦμα, ἀλλ' ἑαυτοῦ φησιν αὐτὸ εἶναι ὁ Θεὸς, ἐν ᾧ καὶ τὰ ἡμῶν ἀνακαινίζεται· ὡς καὶ ὁ ψάλλων ἐν τῷ ἑκατοστῷ καὶ τρίτῳ ψαλμῷ λέγει· «Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Εἰ δὲ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἀνακαινιζόμεθα· οὐκ ἄρα τὸ Πνεῦμα τὸ ἅγιόν ἐστι τὸ νῦν λεγόμενον πνεῦμα κτίζεσθαι, ἀλλὰ τὸ ἡμέτερον. Καὶ εἴπερ, διὰ τὸ πάντα γενέσθαι διὰ τοῦ Λόγου, φρονεῖτε καλῶς μὴ εἶναι κτίσμα τὸν Υἱόν· πῶς οὐ βλάσφημόν ἐστι λέγειν ὑμᾶς κτίσμα τὸ Πνεῦμα, ἐν ᾧ τὰ πάντα ὁ Πατὴρ διὰ τοῦ Λόγου τελειοῖ καὶ ἀνακαινίζει; Καὶ εἰ, διὰ τὸ γεγράφθαι ἁπλῶς πνεῦμα κτίζεσθαι, ἀνεπλάσαντο ἑαυτοῖς εἶναι τοῦτο τὸ Πνεῦμα τὸ ἅγιον· πεισθῆναι λοιπὸν ὀφείλουσιν, ὅτι μὴ τὸ Πνεῦμα τὸ ἅγιόν ἐστι τὸ κτιζόμενον, ἀλλὰ τὸ ἡμέτερόν ἐστι τὸ ἐν αὐτῷ ἀνακαινιζόμενον· περὶ οὗ καὶ ὁ Δαβὶδ ηὔχετο ψάλλων· «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.» Οὐκοῦν τοῦ κτιζομένου πνεύματος τοιαύτην ἔχοντος τὴν διάνοιαν, πρεπόντως ἂν νοηθείη καὶ ἡ στερεουμένη βροντὴ ὁ πιστὸς λόγος, καὶ ἀσάλευτος τοῦ πνεύματος ὁ νόμος. Τούτου γὰρ ὑπηρέτας εἶναι θέλων τὸν Ἰακὼβ καὶ τὸν Ἰωάννην, ἐκάλεσεν ὁ Κύριος Βοανεργές, ὅ ἐστιν, υἱοὶ βροντῆς· ὅ γ' οὖν Ἰωάννης ἀληθῶς ἀπ' οὐρανοῦ βοᾷ· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Πρότερον μὲν γὰρ σκιὰν εἶχεν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν· ὅτε δὲ ὁ Χριστὸς ἀπηγγέλη τοῖς ἀνθρώποις καὶ παρεγένετο λέγων· «Αὐτὸς ὁ λαλῶν πάρειμι·» τότε, ὡς εἶπεν ὁ Παῦλος, «ἡ τούτου φωνὴ τὴν γῆν ἐσάλευσεν,» ἐπαγγειλαμένου πρότερον· «Ἔτι ἅπαξ ἐγὼ σείσω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν. Τὸ δὲ ἔτι ἅπαξ δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα.» Διὸ βασι
col. 697–698page 340 of 677
PG 130:697ἀσάλευτον παραλαμβάνοντες, ἔχομεν χάριν, δι' ἧς λατρεύομεν εὐαρέστως τῷ Θεῷ. Ἣν δὲ λέ γει βασιλείαν οὗτος ἀσάλευτον, ταύτην στερεωθεῖσαν ψάλλει Δαβίδ· «Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο· ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.» Τὸ ἄρα παρὰ τῷ προφήτῃ ῥητὸν τὴν ἐπιδημίαν τοῦ Σωτῆρος σημαίνει, ἐν ᾗ καὶ ἡμεῖς ἀν εκαινίσθημεν, καὶ ὁ νόμος τοῦ πνεύματος αἰωνίως διαμένει. Ἀλλ' οἱ τῷ ὄντι τροπικοί, συντεθειμένοι τοῖς Ἀρειανοῖς, καὶ μερισάμενοι μετ' αὐτῶν τὴν εἰς τὴν θεότητα βλασφημίαν, ἵνα ἐκεῖνοι μὲν τὸν Υἱόν, οὗτοι δὲ τὸ Πνεῦμα κτίσμα λέγωσιν· ἐτόλμησαν, ὡς αὐτοί φασι, τρόπους πάλιν ἑαυτοῖς ἐφευρεῖν καὶ παρεξηγεῖσθαι καὶ τὸ τοῦ Ἀποστόλου ῥητόν, ὃ καλῶς μὲν αὐτὸς ἔγραφε Τιμοθέῳ λέγων· «Δια μαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Ἰησοῦ Χριστοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χω ρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν.» Ἐκεῖνοι δὲ φάσκουσιν, ἐπειδὴ τὸν Θεὸν καὶ τὸν Χρι στὸν ὠνόμασεν, εἶτα τοὺς ἀγγέλους, ἀνάγκῃ τοῖς ἀγ γέλοις συναριθμεῖσθαι τὸ Πνεῦμα, τῆς τε αὐτῶν εἶναι συστοιχίας καὶ αὐτό, καὶ ἄγγελον εἶναι μείζονα τῶν ἄλλων. Πρῶτον μὲν οὖν τῆς ἀπονοίας ἐστὶν Οὐαλεντίνου τοῦτο τὸ εὕρημα· καὶ οὐκ ἔλαθον οὗτοι τὰ ἐκείνου φθεγγόμενοι. Ἐκεῖνος γὰρ ἔφη σεν, ὅτι, πεμφθέντος τοῦ Παρακλήτου, συναπεστάλησαν αὐτῷ οἱ ἡλικιῶται αὐτοῦ ἄγγελοι· ἔπειτα δὲ τὸ Πνεῦμα κατάγοντες εἰς τοὺς ἀγγέλους εἰς τὴν Τριάδα συντάσσουσιν. Εἰ γὰρ μετὰ Πατέρα καὶ Υἱὸν κατ' αὐτοὺς οἱ ἄγγελοι, δηλονότι τῆς Τριάδος εἰσὶν ἄγγελοι, καὶ οὐκ ἔτι «λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα», οὐδὲ ἁγιαζόμενοι, ἀλλ' αὐτοὶ μᾶλλον ἁγιάζοντες ἄλλους ἂν εἶεν. Τίς οὖν ἡ τοσαύτη τούτων ἀπόνοια; Ποῦ τῶν Γραφῶν πάλιν εὗρον ἄγγελον τὸ Πνεῦμα λεγόμενον; Τὰ αὐτὰ δέ μοι τοῖς προειρημένοις εἰπεῖν ἀνάγκη. Παράκλητος ἐλέχθη καὶ πνεῦμα υἱοθεσίας, καὶ πνεῦμα ἁγιασμοῦ, καὶ πνεῦμα Θεοῦ, καὶ πνεῦμα Χριστοῦ ἐλέχθη· οὐδαμοῦ δὲ ἄγγελος, οὐδὲ ἀρχάγγελος, οὐδὲ πνεῦμα διακονίας, οἷοί εἰσιν οἱ ἄγ γελοι· ἀλλὰ μᾶλλον σὺν τῷ Υἱῷ καὶ αὐτὸ διακονεῖται παρὰ τοῦ Γαβριὴλ λέγοντος τῇ Μαρίᾳ· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ· καὶ δύναμις Ὑψίστου ἐπι σκιάσει σοι.» Τῶν δὲ Γραφῶν μὴ λεγουσῶν ἄγγελον τὸ Πνεῦμα, ποία τούτοις ἀπολογία γένοιτ' ἂν τῆς τοσαύτης ἀλογίστου τόλμης; ὅπου γε καὶ ὁ τὴν τοι αύτην αὐτοῖς κακόνοιαν ἐπισπείρας Οὐαλεντῖνος τὸ μὲν Παράκλητον, τοὺς δὲ ἀγγέλους ὠνόμασεν· εἰ καὶ ἐν τῷ ἴσῳ χρόνῳ, ἡλικιώτην τοῖς ἀγγέλοις συν τάσσει καὶ αὐτὸς τὸ Πνεῦμα ὁ ἀφρονέστατος. Ἀλλ' ἰδού, φασίν, ἐν τῷ προφήτῃ Ζαχαρίᾳ γέγραπται· «Τάδε λέγει ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί.» Καὶ δῆλόνἐστιν, ὅτι ἄγγελον εἶναι τὸ Πνεῦμα σημαίνει τὸν ἐν αὐτῷ λαλοῦντα. Τοῦτο δὲ οὐκ ἂν εἶπον, εἰ τῇ ἀνα γνώσει προσέχοντες ἦσαν. Αὐτὸς γὰρ ὁ Ζαχαρίας, ἡνίκα τὴν ὀπτασίαν περὶ τῆς λυχνίας ἑώρακε, φησί· «Καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί, καὶ εἶπεν
col. 699–700page 341 of 677
PG 130:699Οὐ γινώσκεις τί ἐστι ταῦτα; Καὶ εἶπον· Οὐχί, Κύριε. Καὶ ἀπεκρίθη, καὶ εἶπε πρὸς μὲ λέγων· Οὗτος ὁ λόγος Κυρίου πρὸς Ζοροβάβελ, λέγων· Οὐκ ἐν δυνάμει μεγάλῃ, οὐδὲ ἐν ἰσχύι, ἀλλ' ἐν Πνεύματί μου, λέγει Κύριος παντοκράτωρ. Εὔδηλον οὖν, ὡς ὁ λαλῶν ἄγγελος τῷ προφήτῃ οὐκ ἦν τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ' αὐτὸς μὲν ἄγγελος, τὸ δὲ Πνεῦμα τοῦ Θεοῦ ἐστι τοῦ παντοκράτορος· καὶ διακονεῖται μὲν παρ' ἀγγέλου, ἀδιαίρετον δὲ τῆς θεότητός ἐστι, καὶ ἴδιον τοῦ Λόγου. Ἐπεὶ εἰ τὸ ἀποστολικὸν προφασίζονται ῥητόν, διὰ τὸ εἰρῆσθαι μετὰ τὸν Χριστὸν τοὺς ἐκλεκτοὺς ἀγγέλους, εἰπάτωσαν τίς ἐκ πάντων τούτων ἐστὶν ὁ τῇ Τριάδι συντασσόμενος· Οὐ γὰρ δὴ πάντες εἷς εἰσι τῷ ἀριθμῷ· ἢ τίς αὐτῶν ἐστιν ὁ κατελθὼν εἰς τὸν Ἰορδάνην ἐν εἴδει περιστερᾶς; Χίλιαι γὰρ χιλιάδες εἰσὶ καὶ μύριαι μυριάδες οἱ λειτουργοῦντες. Ἢ διὰ τί, ἀνοιγομένων τῶν οὐρανῶν, οὐκ εἴρηται, Καὶ κατῆλθεν ἐκ τῶν ἐκλεκτῶν ἀγγέλων, ἀλλά, τὸ Πνεῦμα τὸ ἅγιον; Ἢ διὰ τί αὐτὸς ὁ Κύριος περὶ μὲν τῆς συντελείας διαλεγόμενος τοῖς μαθηταῖς, διαστέλλων μὲν ἔλεγεν· «Ἀποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ;» Καὶ πρὸ τούτων εἴρητο· «Οἱ ἄγγελοι διηκόνουν αὐτῷ.» Καὶ πάλιν αὐτὸς λέγει· «Ἐξελεύσονται οἱ ἄγγελοι.» Τοῖς δὲ μαθηταῖς διδοὺς ἔλεγε· «Λάβετε Πνεῦμα ἅγιον·» ἀποστέλλων τε αὐτοὺς ἔλεγε· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Οὐ γὰρ ἄγγελον συνέτασσε τῇ θεότητι, οὐδὲ ἐν κτίσματι συνήπτεν ἡμᾶς ἑαυτῷ τε καὶ τῷ Πατρί, ἀλλ' ἐν τῷ Πνεύματι τῷ ἁγίῳ, ὅπερ αὐτὸς ἐπαγγελλόμενος οὐκ εἴρηκεν ἄγγελον ἀποστέλλειν, ἀλλὰ «τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται,» ὃ καὶ ἐκ τοῦ αὐτοῦ λαμβάνει καὶ δίδοται. Καὶ Μωσῆς γ' οὖν, γινώσκων τοὺς μὲν ἀγγέλους κτίσματα, τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἡνωμένον τῷ Υἱῷ καὶ τῷ Πατρί, λέγοντος αὐτῷ τοῦ Θεοῦ· «Πορεύου, ἀνάβηθι ἐντεῦθεν σὺ καὶ ὁ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου εἰς τὴν γῆν, ἣν ὤμοσα τῷ Ἀβραάμ, καὶ τῷ Ἰσαὰκ, καὶ τῷ Ἰακὼβ λέγων· Τῷ σπέρματι ὑμῶν δώσω αὐτήν· καὶ συναποστελῶ πρὸ προσώπου σου τὸν ἄγγελόν μου, καὶ ἐκβαλεῖ τὸν Χαναναῖον·» παραιτεῖται λέγων· «Εἰ μὴ αὐτὸς συμπορεύῃ μεθ' ἡμῶν, μή με ἀναγάγῃς ἐντεῦθεν.» Οὐκ ἐβούλετο γὰρ κτίσμα προηγεῖσθαι τοῦ λαοῦ, ἵνα μὴ μάθωσι λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα τὰ πάντα Θεόν. Ἀμέλει, τὸν ἄγγελον παραιτησάμενος, παρεκάλει αὐτὸν τὸν Θεὸν καθηγεῖσθαι αὐτῶν. Τοῦ δὲ Θεοῦ ἐπαγγειλαμένου καὶ εἰπόντος πρὸς αὐτόν· «Καὶ τοῦτόν σου τὸν λόγον, ὃν εἴρηκας, ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιόν μου, καὶ οἶδά σε παρὰ πάντας·» γέγραπται ἐν τῷ Ἡσαΐᾳ· «Ὁ ἀναβιβάσας ἐκ τῆς γῆς τὸν ποιμένα τῶν προβάτων· ποῦ ἐστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, ὁ ἀναγαγὼν τῇ δεξιᾷ Μωσῆν;» καὶ μετ' ὀλίγα φησί·
col. 701–702page 342 of 677
PG 130:701«Κατέβη Πνεῦμα παρὰ Κυρίου καὶ ὠδήγησεν αὐτούς. Οὕτως ἤγαγες τὸν λαόν σου ποιήσας σεαυτῷ ὄνομα δόξης.» τίς ἐκ τούτων οὐ συνορᾷ τὴν ἀλήθειαν; Τοῦ γὰρ Θεοῦ ἐπαγγειλαμένου καθηγείσθαι, ἰδοὺ οὐκ ἔτι ἄγγελον ἐπαγγέλλεται πέμπειν, ἀλλὰ τὸ Πνεῦμα αὐτοῦ, ὅ ἐστιν ὑπὲρ τοὺς ἀγγέλους, καὶ αὐτὸ καθηγούμενόν ἐστι τοῦ λαοῦ. Καὶ δείκνυται, ὅτι οὐ τῶν κτισμάτων, οὐδὲ ἄγγελός ἐστι τὸ Πνεῦμα, ἀλλὰ ἄνω τῆς κτίσεώς ἐστιν ἡνωμένον τῇ θεότητι τοῦ Πατρός. Αὐτὸς γὰρ ὁ Θεὸς διὰ τοῦ Λόγου ἐν Πνεύματι καθηγεῖτο τοῦ λαοῦ· ὅθεν καὶ διὰ πάσης τῆς Γραφῆς φησιν· «Ἐγὼ ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου· μάρτυρες ὑμεῖς ἐστε, εἰ Θεὸς ἦν ἀλλότριος ἐν ὑμῖν πλὴν ἐμοῦ.» Καὶ οἱ ἅγιοι δὲ προσφωνοῦσι τῷ Θεῷ· «Ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου·» καί, «Ὡδήγησεν αὐτοὺς Κύριος ἐπ' ἐλπίδι, καὶ οὐκ ἐξεδειλίασαν.» Τούτῳ καὶ τὸν ὕμνον ἀνατιθέασι λέγοντες· «Τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Ὁ δὲ μέγας Μωσῆς συνεχῶς διηγεῖται· «Κύριος ὁ Θεὸς ὁ προπορευόμενος πρὸ προσώπου ὑμῶν.» Τὸ ἄρα τοῦ Θεοῦ Πνεῦμα οὐκ ἂν εἴη ἄγγελος, οὐδὲ κτίσμα, ἀλλ' ἴδιον τῆς θεότητος αὐτοῦ. Τοῦ γὰρ Πνεύματος ὄντος ἐν τῷ λαῷ, ὁ Θεὸς δι' Υἱοῦ ἐν Πνεύματι ἦν ἐν αὐτοῖς. Ἀλλ' ἔστω ταῦτα, φασὶ καὶ αὐτοί· διὰ τί οὖν ὁ Ἀπόστολος μετὰ τὸν Χριστὸν οὐκ ὠνόμασε τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ τοὺς ἐκλεκτοὺς ἀγγέλους; Τὸ αὐτὸ δ' ἄν τις αὐτοὺς ἐρωτήσειε· Διὰ τί μὴ ἀρχαγγέλους, μηδὲ χερουβίμ, μηδὲ σεραφίμ, μηδὲ κυριότητας, μηδὲ θρόνους, μηδὲ ἕτερόν τι, ἀλλ' ἐκλεκτοὺς μόνους ἀγγέλους ὠνόμασεν ὁ Παῦλος; Ἆρ' οὖν, ἐπεὶ μὴ οὕτως ὠνόμασεν, οἱ ἄγγελοι ἀρχάγγελοί εἰσιν, ἢ μόνοι ἄγγελοί εἰσι, καὶ οὔτε σεραφίμ, ἢ χερουβίμ, οὐκ ἀρχάγγελοι, οὐδὲ κυριότητες, οὐ θρόνοι, οὐκ ἀρχαί, οὐχ ἕτερόν τι ἐστίν; Ἀλλὰ τοῦτό ἐστιν ἀνάγκην μὲν ἐπιβάλλειν τῷ Ἀποστόλῳ, διὰ τί μὴ οὕτως, ἀλλ' οὕτως ἔγραψεν, ἀγνοεῖν δὲ τὰς θείας Γραφάς, καὶ διὰ τοῦτο πλανᾶσθαι περὶ τὴν ἀλήθειαν. Ἰδοὺ γὰρ παρὰ μὲν τῷ Ἠσαΐᾳ γέγραπται· «Προσαγάγετε πρός με, καὶ ἀκούσατε ταῦτα· Οὐκ ἀπ' ἀρχῆς ἐν κρυφῇ λελάληκα· ἡνίκα ἐγένετο, ἐκεῖ ἤμην· καὶ νῦν Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ·» παρὰ δὲ τῷ Ἀγγαίῳ· «Καὶ νῦν κατίσχυε Ζοροβάβελ, λέγει Κύριος, καὶ κατίσχυε Ἰησοῦ ὁ τοῦ Ἰωσεδέκ, ὁ ἱερεὺς ὁ μέγας, λέγει Κύριος. Καὶ κατισχυέτω πᾶς ὁ λαὸς τῆς γῆς, λέγει Κύριος· καὶ ποιεῖτε, διότι μεθ' ὑμῶν ἐγώ εἰμι, λέγει Κύριος παντοκράτωρ, καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν.» Καὶ παρ' ἀμφοτέροις τοῖς προφήταις περὶ μόνου τοῦ Κυρίου καὶ τοῦ Πνεύματος μνήμη γέγονε. Τί τοίνυν καὶ περὶ τούτου φήσουσιν; Εἰ γὰρ, ἐπειδὴ τοῦ Χριστοῦ μνημονεύσας ὁ Παῦλος περὶ μὲν τοῦ Πνεύματος ἐσιώπησε, τῶν δὲ ἐκλεκτῶν ἀγγέλων ἐμνημόνευσε, διὰ τοῦτο ἐν ἀγγέλοις τὸ Πνεῦμα συντάττουσιν· ὥρα, καὶ τοῖς προφητικοῖς τούτοις ἐντυγχάνοντας, τολμηρότερον αὐτοὺς διαλογίζεσθαι καὶ περὶ τοῦ σεσιωπημένου.
col. 703–704page 343 of 677
PG 130:703νου. Ἄν τε γὰρ τὸν Κύριον εἶναι, φήσουσιν εἶναι τὸν Υἱόν, τί ἂν εἴποιεν περὶ τοῦ Πατρός; ἄν τε τὸν Πατέρα εἴπωσι, τί ἂν εἴποιεν περὶ τοῦ Υἱοῦ; Τὴν γὰρ ἀκολουθοῦσαν κατ᾽ ἐκείνους δυσφημίαν μηδὲ λογίσασθαί τινα γένοιτο· ἀνάγκη γὰρ αὐτοὺς εἰπεῖν, ἢ ὅτι οὐκ ἔστιν, ἢ τοῖς ποιήμασι συναριθμεῖν τὸ σεσιωπημένον. Τί δ᾽ ἂν εἴποιεν, ἐὰν ἀκούσωσι καὶ τοῦ Κυρίου λέγοντος· «Κριτής τις ἦν ἔν τινι χώρᾳ, τὸν Θεὸν μὴ φοβούμενος, καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος.» Ἆρα, ἐπειδὴ μετὰ τὸν Θεὸν ὠνόμασεν ἄνθρωπον, ὁ Υἱός ἐστιν οὗτος ὁ ἄνθρωπος, ὃν οὐκ ἐνετράπη ὁ ἄδικος κριτής; Ἢ ἐπειδὴ μετὰ τὸν Θεὸν ὠνόμασε τὸν ἄνθρωπον, τρίτος ἐστὶν ὁ Υἱὸς μετὰ τὸν ἄνθρωπον, καὶ τέταρτον τὸ Πνεῦμα τὸ ἅγιον; Τί δὲ ἄρα, ἐὰν καὶ τοῦ Ἀποστόλου ἐν τῇ αὐτῇ ἐπιστολῇ πάλιν λέγοντος ἀκούσωσι· «Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωογονοῦντος τὰ πάντα, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου, τὴν καλὴν ὁμολογίαν, τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον;» Ἆρα οὖν, ἐπειδὴ σεσιώπηκε νῦν περὶ ἀγγέλων καὶ Πνεύματος, ἀμφιβάλλουσι περὶ Πνεύματος, εἰ ἔστι, καὶ περὶ ἀγγέλων, εἰ ἔστι; Ναὶ ἀμφιβάλλουσιν ἕως τοιαῦτα δυσφημεῖν περὶ τοῦ Πνεύματος μεμελετήκασιν. Ἐὰν δὲ ἀκούσωσι τῆς Γραφῆς λεγούσης ἐν τῇ Ἐξόδῳ, «Ἐφοβήθη δὲ ὁ λαὸς τὸν Κύριον, καὶ ἐπίστευσαν τῷ Θεῷ, καὶ Μωσῇ, τῷ θεράποντι αὐτοῦ,» ἄρα συναριθμήσουσι τῷ Θεῷ τὸν Μωσῆν, καὶ μετὰ τὸν Θεὸν οὐ νοήσουσι τὸν Υἱόν, ἀλλὰ μόνον τὸν Μωυσῆν; Τί δέ, ἐὰν ἀκούσωσι καὶ τοῦ πατριάρχου Ἰακὼβ εὐλογοῦντος τὸν Ἰωσὴφ καὶ λέγοντος· «Ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητός μου ἕως τῆς ἡμέρας ταύτης· ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν εὐλογήσαι τὰ παιδία ταῦτα»; Ἆρα, ἐπειδὴ μετὰ τὸν Θεὸν ὠνόμασεν ἄγγελον, πρῶτός ἐστιν ὁ ἄγγελος τοῦ Υἱοῦ, ἢ ἀγγέλοις συναριθμεῖται ὁ Υἱός; Ναί, πάλιν οὕτω νοήσουσι, διεφθαρμένην ἔχοντες τὴν καρδίαν. Ἀλλ᾽ οὐχ ἡ ἀποστολικὴ πίστις ἐστὶ τοιαύτη, οὐδ᾽ ὅλως Χριστιανὸς ἀνάσχοιτο ἂν τούτων. Ἡ γὰρ ἁγία καὶ μακαρία Τριάς, ἀδιαίρετος καὶ ἡνωμένη πρὸς ἑαυτήν ἐστι· καὶ λεγομένου τοῦ Πατρός, πρόσεστι καὶ ὁ τούτου Λόγος καὶ τὸ ἐν τῷ Υἱῷ Πνεῦμα. Ἐὰν δὲ καὶ ὁ Υἱὸς ὀνομάζηται, ἐν τῷ Υἱῷ ἐστιν ὁ Πατήρ, καὶ τὸ Πνεῦμα οὐκ ἔστιν ἐκτὸς τοῦ Λόγου. Μία γάρ ἐστιν ἐκ τοῦ Πατρὸς χάρις δι᾽ Υἱοῦ ἐν Πνεύματι ἁγίῳ πληρουμένη· καὶ μία θεότης ἐστί, καὶ εἷς Θεός ἐστιν ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν. Οὕτω γὰρ καὶ ὁ Παῦλος, εἰρηκώς, «Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Ἰησοῦ Χριστοῦ,» ἐγίνωσκεν, ὅτι οὐ διῃρεῖτο τοῦ Υἱοῦ τὸ Πνεῦμα, ἀλλ᾽ ἐν Χριστῷ ἦν καὶ αὐτό, ὥσπερ ὁ Υἱὸς ἐν τῷ Πατρί· τοὺς δὲ ἐκλεκτοὺς ἀγγέλους συνεπήγαγεν εἰκότως, ἵνα, ἐπειδὴ διαμαρτυρία ἦν τῷ μαθητῇ λεγομένη, γινώσκων, ὡς τὰ μὲν λεγόμενα παρὰ Θεοῦ διὰ Χριστοῦ ἐν Πνεύματι λελάληται, οἱ δὲ ἄγγελοι διακονοῦσι τὰ παρ᾽ ἡμῶν, ἐπισκοποῦντες τὰς ἑκάστου
col. 705–706page 344 of 677
PG 130:705πράξεις, φυλάξῃ τὰς τοῦ διδασκάλου παραινέσεις, ὡς ἔχων τοὺς ἐφορῶντας τῶν λεγομένων μάρτυρας. Ἢ τάχα καὶ διὰ τοὺς διὰ παντὸς θεωροῦντας τὸ πρόσωπον τοῦ Πατρὸς, τοῦ ἐν τοῖς οὐρανοῖς, διαμαρτύρεται νῦν ἀγγέλους, ἕνεκά γε τῶν ἐν τῇ κηδεμόνας τῶν λαῶν, μὴ ἀμελήσῃ τῶν παραινέσεων Ἐκκλησίᾳ μικρῶν, ἵνα, γινώσκων ὁ μαθητὴς τοὺς τοῦ Ἀποστόλου. Τῶν μὲν οὖν θείων λογίων τοιοῦτος ὁ νοῦς ἐμοὶ φαίνεται, διελέγχων τὴν τῶν ἀλόγων κατὰ τοῦ Πνεύματος δυσφημίαν· αὐτοὶ δὲ τὴν φιλονεικίαν ἔμμονον ἔχοντες πρὸς τὴν ἀλήθειαν, ὡς γράφεις, οὐκέτι μὲν ἀπὸ τῶν Γραφῶν (οὐχ εὑρίσκουσι γὰρ), ἀπὸ δὲ τοῦ περισσεύματος τῆς καρδίας τῆς ἰδίας ἐρευγόμενοι, πάλιν φάσκουσιν· Εἰ μὴ κτίσμα ἐστὶ, μηδὲ τῶν ἀγγέλων εἷς ἐστιν, ἀλλ᾽ ἐκ τοῦ Πατρὸς ἐκπορεύεται· οὐκοῦν Υἱός ἐστι καὶ αὐτὸ, καὶ δύο ἀδελφοί εἰσιν, ὅ αὐτό τε καὶ ὁ Λόγος. Καὶ εἰ ἀδελφός ἐστι, πῶς μονογενὴς ὁ Λόγος, ἢ πῶς οὐκ ἴσοι, ἀλλ᾽ ὁ μὲν μετὰ τὸν Πατέρα, τὸ δὲ μετὰ τὸν Υἱὸν ὀνομάζεται; Πῶς δὲ, εἰ ἐκ τοῦ Πατρός ἐστιν, οὐ λέγεται καὶ αὐτὸ γεγεννῆσθαι, ἢ ὅτι Υἱός ἐστιν, ἀλλ᾽ ἁπλῶς Πνεῦμα ἅγιον; Εἰ δὲ τοῦ Υἱοῦ ἐστι τὸ Πνεῦμα, οὐκοῦν πάππος ἐστὶν ὁ Πατὴρ τοῦ Πνεύματος. Τοιαῦτα παίζουσιν οἱ ἄτιμοι, περιεργαζόμενοι καὶ θέλοντες ἐρευνᾶν τὰ βάθη τοῦ Θεοῦ, ἃ μηδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ δυσφημούμενον ὑπὸ τούτων. Ἔδει μὲν οὖν μηκέτι τούτοις ἀποκρίνασθαι, κατὰ δὲ τὴν ἀποστολικὴν παραγγελίαν, μετὰ τὴν ἐκ τῶν προειρημένων νουθεσίαν ὡς αἱρετικοὺς αὐτοὺς παραιτεῖσθαι, ἢ ἄξια ὧν ἐρωτῶσιν ἐρωτᾶν αὐτοὺς, καὶ ἀπαιτεῖν παρ᾽ αὐτῶν ἀπόκρισιν, οἵαν καὶ ἡμῶν ἀπαιτοῦσιν. Εἰπάτωσαν τοίνυν· εἰ ὁ Πατὴρ ἐκ πατρός ἐστι, καὶ εἰ ἄλλος σὺν αὐτῷ γεγέννηται, καὶ εἰσιν ἀδελφοὶ ἐξ ἑνὸς, καὶ τί ὄνομα αὐτοῖς, καὶ τίς ὁ καὶ τούτων Πατὴρ καὶ πάππος, κἀκείνων οἱ πρόγονοι. Ἀλλ᾽ οὐκ εἶναι φήσουσι. Πῶς οὖν Πατήρ, λεγέτωσαν, αὐτὸς μὴ γενόμενος ἐκ Πατρός; Ἢ πῶς ἠδυνήθη Υἱὸν ἔχειν, μὴ πρότερον αὐτὸς Υἱὸς γεννηθείς; Οἶδα, ὅτι ἀσεβὴς ἡ ἐρώτησις· ἀλλὰ τοιαῦτα παίζοντας αὐτοὺς παίζειν δίκαιον, ἵνα κἂν ἐκ τῆς τοιαύτης ἀτοπίας καὶ ἀσεβοῦς ἐρωτήσεως αἰσθάνεσθαι τῆς ἰδίας ἀφροσύνης δύνωνται. Οὐκ ἔστι γὰρ ταῦτα· μὴ γένοιτο· οὐδ᾽ οὕτως ἐρωτᾶν περὶ τῆς θεότητος πρέπει. Οὐκ ἔστι γὰρ ὡς ἄνθρωπος ὁ Θεὸς, ἵνα καὶ ἀνθρώπινα περὶ αὐτοῦ τις τολμήσῃ ἐρωτᾶν. Σιωπὴν μὲν οὖν, ὡς προείπον, ἐπὶ τούτοις, καὶ μὴ προσποιεῖσθαι τοὺς τοιούτους ἔδει· ἵνα δὲ μὴ ἡ ἡμῶν σιωπὴ πρόφασιν ἀναισχυντίας αὐτοῖς ἐμποιήσῃ, ἀκουέτωσαν· ὥσπερ οὐκ ἔστιν ἐπὶ τοῦ Πατρὸς εἰπεῖν πατέρα, οὕτως οὐκ ἔστιν ἐπὶ τοῦ Υἱοῦ εἰπεῖν ἀδελφόν. Τοῦ μὲν γὰρ Πατρός, ὡς γέγραπται ἔμπροσθεν, ἄλλος Θεὸς οὐ γέγονεν· Υἱὸς δὲ οὐκ ἔστιν ἄλλος· μονογενής γάρ ἐστι· διὸ καὶ μόνος καὶ εἷς ὁ Πατήρ, μόνου καὶ ἑνὸς Υἱοῦ Πατήρ ἐστι· καὶ ἐπὶ μόνης τῆς θεότητος τὸ Πατὴρ καὶ τὸ Υἱὸς ἔστηκεν ἀεὶ καὶ ἔστι. Τῶν μὲν γὰρ ἀνθρώπων εἰ πατὴρ λέγεταί τις, ἀλλ᾽ ἑτέρου γέγονεν υἱός·
col. 707–708page 345 of 677
PG 130:707καὶ εἰ υἱὸς λέγεται, ἀλλ᾽ ἑτέρου γέγονε τήρ· ὥστε ἐπ᾽ ἀνθρώπων μὴ σώζεσθαι κυρίως τὸ πατρὸς καὶ υἱοῦ ὄνομα. Ἀβραὰμ γοῦν, υἱὸς ὢν τοῦ Θάρρου, πατήρ γέγονε τοῦ Ἰσαάκ· καὶ Ἰσαάκ, υἱὸς ὢν τοῦ Ἀβραάμ, πατήρ γέγονε τοῦ Ἰακώβ· καὶ τοῦτον τὸν τρόπον ἡ φύσις τῶν ἀνθρώπων ἔχει· μέρη γάρ εἰσιν ἀλλήλων· καὶ ἕκαστος γεννώμενος ἔχει τοῦ πατρὸς μέρος, ἵνα καὶ αὐτὸς ἑτέρου γένηται πατήρ. Ἐπὶ δὲ τῆς θεότητος οὐκ ἔστιν οὕτως. Οὐ γὰρ ὡς ἄνθρωπος ὁ Θεὸς, οὐδὲ μεριζομένην ἔχει φύσιν· διὸ οὐδὲ γεννᾷ Υἱὸν μεριζόμενος, ἵνα καὶ αὐτὸς γένηται Πατήρ ἑτέρου, ἐπεὶ μηδ᾽ αὐτός ἐστιν ἐκ Πατρός· οὔτε ὁ Υἱὸς δὲ μέρος ἐστὶ τοῦ Πατρός· διὸ καὶ οὐδὲ γεννᾷ, ὥσπερ γεγέννηται αὐτὸς, ἀλλὰ ὅλος ἐστὶν ὅλου εἰκὼν καὶ ἀπαύγασμα· καὶ ἐπὶ τῆς θεότητος μόνης ὁ Πατήρ κυρίως ἐστὶ Πατήρ· καὶ ὁ Υἱός, κυρίως Υἱός ἐστιν· καὶ ἐπὶ τούτων ἔστηκε τὸ Πατὴρ ἀεὶ Πατὴρ, καὶ τὸ Υἱός ἀεὶ Υἱός. Καὶ ὥσπερ οὐκ ἂν εἴη ποτὲ ὁ Πατήρ Υἱός, οὕτως οὐκ ἄν ποτε γένοιτο ὁ Υἱὸς Πατήρ. Καὶ ὥσπερ οὐ παύσεταί ποτε ὁ Πατήρ μόνος ὢν Πατήρ, οὕτως οὐ παύσεταί ποτε ὁ Υἱὸς μόνος ὢν Υἱός. Μανία ἄρα κἂν ὅλως ἐνθυμεῖσθαι καὶ λέγειν ἐπὶ μὲν Υἱοῦ ἀδελφόν, ἐπὶ δὲ Πατρὸς τὸ πάππου ὄνομα. Οὐδὲ γὰρ ὠνομάσθη ἐν ταῖς Γραφαῖς υἱὸς τὸ Πνεῦμα, ἵνα μὴ ἀδελφὸς νομισθῇ· οὐδὲ υἱὸς τοῦ Υἱοῦ, ἵνα μὴ πάππως νοοῖτο ὁ Πατήρ· ἀλλ᾽ ὁ Υἱός, τοῦ Πατρὸς Ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Πηγή, καὶ φῶς λέγεται ὁ Πατήρ. Ἐμὲ γάρ, φησίν, ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος. Καὶ πάλιν ἐν τῷ Βαρούχ· Τί ἐστιν Ἰσραήλ, ὅτι ἐν τῇ γῇ τῶν ἐχθρῶν εἶ; Ἐγκατέλιπες τὴν πηγὴν τῆς σοφίας. Καὶ κατὰ τὸν Ἰωάννην, Ὁ Θεὸς ἡμῶν φῶς ἐστι. Λέγεται δὲ καὶ ὁ Υἱός, ὡς μὲν πρὸς τὴν πηγὴν ποταμός. Ὁ ποταμὸς γὰρ, φησί, τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων· πρὸς δὲ τὸ φῶς ἀπαύγασμα, λέγοντος τοῦ Παύλου, ὅς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτήρ τῆς ὑποστάσεως αὐτοῦ. Τοῦ τοίνυν Πατρὸς φωτὸς ὄντος, τοῦ δὲ Υἱοῦ ἀπαυγάσματος αὐτοῦ· τὰ αὐτὰ γὰρ περὶ τούτων οὐκ ὀκνητέον λέγειν πολλάκις· ἔξεστιν ὁρᾶν καὶ ἐν τῷ Υἱῷ τὸ Πνεῦμα, ἐν ᾧ φωτιζόμεθα. Ἵνα γάρ, φησί, δῴη ὑμῖν Πνεύμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας. Τῷ δὲ Πνεύματι φωτιζομένων ἡμῶν, ὁ Χριστός ἐστιν ὁ ἐν αὐτῷ φωτίζων. Ἦν γάρ, φησί, τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Πάλιν τε τοῦ Πατρὸς ὄντος πηγῆς, τοῦ δὲ Υἱοῦ ποταμοῦ λεγομένου, πίνειν λεγόμεθα τὸ Πνεῦμα. Γέγραπται γάρ, ὅτι ἡμεῖς πάντες ἐν Πνεῦμα ἐποτίσθημεν· τὸ δὲ Πνεῦμα ποτιζόμενοι τὸν Χριστὸν πίνομεν. Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Καὶ πάλιν τοῦ Χριστοῦ ὄντος ἀληθινοῦ Υἱοῦ, ἡμεῖς τὸ Πνεῦμα λαμβάνοντες υἱο
col. 709–710page 346 of 677
PG 130:709τηούμεθα. Οὐ γὰρ ἐλάβετε, φησί, πνεῦμα δου λείας εἰς φόβον, ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίας. Υἱοποιούμενοι δὲ τῷ Πνεύματι, δηλονότι ἐν Χριστῷ χρηματίζομεν τέκνα Θεοῦ. Ὅσοι γὰρ ἔλαβον αὐ τὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέ σθαι. Εἶτα τοῦ Πατρὸς, ὡς ὁ Παῦλος εἶπε, μόνου σοφοῦ ὄντος Θεοῦ, ὁ Υἱός ἐστιν ἡ σοφία αὐτοῦ. Χρι στὸς γὰρ Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία. Τοῦ δὲ Υἱοῦ ὄντος τῆς σοφίας, ἡμεῖς Πνεῦμα σοφίας λαμ βάνοντες τὸν Υἱὸν ἔχομεν, καὶ ἐν αὐτῷ σοφοὶ γινό μεθα. Οὕτω γὰρ καὶ γέγραπται ἐν τῷ ρμε' ψαλμῷ· Κύριος λύει πεπεδημένους, Κύριος σοφοῖ τυ φλούς. Καὶ τοῦ Πνεύματος διδομένου εἰς ἡμᾶς, Λάβετε Πνεῦμα ἅγιον ἔλεγεν ὁ Σωτὴρ, ὁ Θεὸς ἐν ἡμῖν ἐστιν· οὕτω γὰρ, ὁ Ἰωάννης ἔγραψεν, Ἐάν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει. Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐ τὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ ἔδω κεν ἡμῖν. Τοῦ δὲ Θεοῦ ὄντος ἐν ἡμῖν, ἔσται καὶ ὁ Υἱὸς ἐν ἡμῖν, λέγοντος αὐτοῦ τοῦ Υἱοῦ· Ἐγώ καὶ ὁ Πατὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιή σομεν. Ἔπειτα ζωῆς οὔσης τοῦ Υἱοῦ, Ἐγὼ γὰρ, φησίν, εἰμὶ ἡ ζωή, ζωοποιεῖσθαι λεγόμεθα ἐν τῷ Πνεύματι. Ὁ γὰρ ἐγείρας, φησὶν, Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ἡμῖν. Ζωοποιουμένων δὲ ἡμῶν ἐν τῷ Πνεύματι, ζῆν αὐτὸς ὁ Χριστὸς ἐν ἡμῖν λέγεται. Ζῶ δὲ οὐκ ἔτι ἐγώ, φησί, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Καὶ πάλιν, ὥσ περ ὁ Υἱὸς ἅπερ ἐποίει ἔργα τὸν Πατέρα ἔλεγεν ἐρ γάζεσθαι. Ὁ Πατὴρ γὰρ, φησὶν, ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα. Πιστεύετέ μοι, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί· εἰ δὲ μὴ, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι. Οὕτως ἅπερ ἐν δυνάμει Πνεύματος εἰργάζετο ὁ Παῦλος, ἔλεγε τοῦ Χριστοῦ εἶναι ἔργα· Οὐ γὰρ τολμήσω, φησί, τι λαλεῖν, ὧν οὐ κατειργάσατο Χριστὸς ἐν ἐμοὶ εἰς ὑπακοὴν ἐθνῶν ἔργῳ καὶ λόγῳ ἐν δυνάμει Πνεύματος ἁγίου. Τοιαύτης δὲ συστοιχίας, καὶ ἑνότητος τῆς ἐν τῇ Τριάδι οὔσης, τίς ἂν εἴη λοιπὸν τὸν Υἱὸν ἀπὸ τοῦ Πατρὸς, ἢ τὸ Πνεῦμα ἀπὸ τοῦ Υἱοῦ, ἢ αὐτοῦ τοῦ Πατρὸς χωρίζων; Ἢ τίς οὕτω τολμηρός, ὡς εἰπεῖν ἀνόμοιον, καὶ ἑτεροφυῆ τὴν Τριάδα πρὸς ἑαυτὴν, ἢ ἀλλοτριούσιον τοῦ Πατρὸς τὸν Υἱὸν, ἢ ξένον τὸ Πνεῦμα τοῦ Υἱοῦ; Ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Ὥσπερ γέννημα μονογενὲς ὁ Υἱός ἐστιν, οὕτω τὸ Πνεῦμα παρὰ τοῦ Υἱοῦ διδόμενον, καὶ πεμπόμενον, καὶ αὐτὸ ἓν καὶ οὐ πολλὰ, οὐδὲ ἐκ πολλῶν ἕν, ἀλλὰ μόνον αὐτὸ Πνεῦμα ἅγιον. Ἑνὸς γὰρ ὄν τος τοῦ Υἱοῦ τοῦ ζῶντος Λόγου, μίαν εἶναι δεῖ τε λείαν, καὶ πλήρη τὴν ἁγιαστικὴν καὶ φωτιστικὴν ζωὴν, οὖσαν ἐνέργειαν αὐτοῦ καὶ δωρεάν. Ἀμέλει ὁ μὲν Υἱὸς παρὰ τοῦ Πατρὸς ἀποστέλλεται, ὁ δὲ Υἱὸς τὸ Πνεῦμα ἀποστέλλει. Ἐὰν γὰρ, φησίν, Ἐγώ
col. 711–712page 347 of 677
PG 130:711ἀπέλθω, ἀποστέλλω τὸν Παράκλητον. Καὶ ὁ μὲν Υἱὸς τὸν Πατέρα δοξάζει λέγων, Πάτερ, ἐγώ σε ἐδόξασα, τὸ δὲ Πνεῦμα δοξάζει τὸν Υἱόν. Ἐκεῖ νος γάρ, φησὶν, ἐμὲ δοξάσει. Καὶ ὁ μὲν Υἱός φη σιν, Ἃ ἤκουσα παρὰ τοῦ Πατρὸς, ἐκεῖνα καὶ λαλῶ εἰς τὸν κόσμον, τὸ δὲ Πνεῦμα ἐκ τοῦ Υἱοῦ λαμβάνει. Ἐκ τοῦ ἐμοῦ γάρ, φησί, λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν. Καὶ ὁ μὲν Υἱὸς ἐν τῷ ὀνόματι τοῦ Πατρὸς ἦλθε· περὶ δὲ τοῦ Πνεύματος τοῦ ἁγίου, φησίν, Ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου. Τοιαύτην δὲ τάξιν καὶ φύσιν ἔχοντος τοῦ Πνεύματος, πρὸς τὸν Υἱόν, ὅταν ὁ Υἱὸς ἔχει πρὸς τὸν Πατέρα, πῶς ὁ τοῦτο κτίσμα λέγων οὐ τὸ αὐτὸ καὶ περὶ τοῦ Υἱοῦ ἐξ ἀνάγκης φρονήσει; Εἰ γάρ ἐστι τὸ Πνεῦμα τοῦ Υἱοῦ κτίσμα, ἀκόλουθον ἂν εἴη λέγειν αὐτοὺς καὶ τὸν Λόγον τοῦ Πατρὸς εἶναι κτίσμα. Οἱ δὲ τὰ Ἀρείου μὲν μὴ προσποιούμενοι φρονείν, περὶ δὲ τοῦ Πνεύματος τοιαῦτα λέγοντες, φευγέτωσαν καὶ τὰ ἐκείνου βήματα, καὶ μὴ ἀσεβήτωσαν εἰς τὸ Πνεῦμα. Ὥσπερ γὰρ ὁ Υἱὸς ἐν τῷ Πατρὶ ὤν, ἐν ᾧ καὶ ὁ Πατὴρ ἐστι, οὐκ ἔστι κτίσμα, ἀλλ᾽ ἴδιος τῆς τοῦ Πατρὸς οὐσίας. Τοῦτο γὰρ ὑμεῖς προσδέχεσθε λέγειν. Οὕτω καὶ τὸ Πνεῦμα τὸ ἐν τῷ Υἱῷ, ἐν ᾧ καὶ ὁ Υἱός ἐστι, οὐ θέμις τοῖς κτίσμασι συντάσσειν, οὐδὲ διαιρεῖν αὐτὸ ἀπὸ τοῦ Λόγου, καὶ ἀτελῆ τὴν Τριάδα κατασκευάζειν. Ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Τὸ Πνεῦμα ζωοποιοῦν λέγεται. Ὁ ἐγείρας, φη σίν, Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ἡμῖν. Καὶ ὁ μὲν Κύριος ἐστιν ἡ αὐτοζωὴ καὶ ἀρχηγὸς τῆς ζωῆς, ὡς εἶπεν ὁ Πέτρος· ἔλεγε δὲ αὐτὸς ὁ Κύριος· Τὸ ὕδωρ, ὁ ἐγώ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἀλλομένου εἰς ζωὴν αἰώνιον. Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν. Τὰ δὲ κτίσματα, ὡς εἴρηται, ζωοποιούμενά ἐστι δι᾽ αὐτοῦ. Τὸ δὲ μὴ μετέχον ζωῆς, ἀλλ᾽ αὐτὸ μετεχόμενον καὶ ζωοποιοῦν τὰ κτίσματα, ποίαν ἔχει συγγένειαν πρὸς τὰ γενητά; ἢ πῶς ὅλως ἂν εἴη τῶν κτισμάτων, ἅπερ ἐν ἐκείνῳ παρὰ τοῦ Λόγου ζωοποιεῖται; Χρίσμα λέγεται τὸ Πνεῦμα, καὶ ἔστι σφραγίς. Ὁ μὲν γὰρ Ἰωάννης γράφει· Καὶ ὑμεῖς τὸ χρίσμα ὃ ἐλάβετε παρ᾽ αὐτοῦ, μένει ἐν ὑμῖν. Καὶ οὐ χρείαν ἔχετε, ἵνα τις διδάσκῃ ὑμᾶς· ἀλλ᾽ ὡς τὸ αὐτοῦ χρίσμα, τὸ Πνεῦμα αὐτοῦ, ὃ διδάσκει ὑμᾶς περὶ πάντων. Ἐν δὲ τῷ προφήτῃ Ἠσαΐᾳ γέγραπται· Πνεῦμα Κυρίου ἐπ᾽ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με. Ὁ δὲ Παῦλός φησιν· Ἐν ᾧ καὶ πιστεύσαντες, ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. Τὰ δὲ κτίσματα τούτῳ σφραγίζεται καὶ χρίεται, καὶ περὶ πάντων διδάσκεται. Εἰ δὲ τὸ Πνεῦμα χρίσμα καὶ σφραγίς ἐστιν, ἐν ᾧ χρίει καὶ σφραγίζει πάντα ὁ Λόγος· ποία ὁμοιότης ἢ ἰδιότης τοῦ χρίσματος καὶ
col. 713–714page 348 of 677
PG 130:713τῆς σφραγῖδος πρὸ τὰ χριόμενα καὶ σφραγιζόμενα· Οὐκοῦν καὶ κατὰ τοῦτο οὐκ ἂν εἴη τῶν πάντων. Οὐ γὰρ ἂν εἴη ἡ σφραγὶς ἐκ τῶν σφραγιζομένων, οὐδὲ τὸ χρίσμα ἐκ τῶν χρισμένων· ἀλλ᾽ ἴδιόν ἐστι τοῦτο τοῦ χρίοντος καὶ σφραγίζοντος Λόγου. Τὸ μὲν γὰρ χρίσμα τὴν εὐωδίαν καὶ πνοὴν τοῦ χρίοντος ἔχει, καὶ οἱ χριόμενοι τούτου μεταλαμβάνοντες λέγουσι· «Χριστοῦ εὐωδία ἐσμέν·» ἡ δὲ σφραγὶς τὴν μορφὴν Χριστοῦ τοῦ σφραγίζοντος ἔχει, καὶ ταύτης οἱ σφραγιζόμενοι μετέχουσι, μορφούμενοι κατ᾽ αὐτὴν, λέγοντος τοῦ Ἀποστόλου· «Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Οὕτω δὲ σφραγιζόμενοι, εἰκότως καὶ κοινωνοὶ θείας φύσεως γινόμεθα, ὡς εἶπεν ὁ Πέτρος, καὶ οὕτως μετέχει πᾶσα ἡ κτίσις τοῦ Λόγου ἐν τῷ Πνεύματι τῷ Πατρί. Καὶ διὰ τοῦ Πνεύματος λεγόμεθα πάντες μέτοχοι τοῦ Θεοῦ· «Οὐκ οἴδατε, γάρ φησιν, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐν ὑμῖν οἰκεῖ; Εἰ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.» Εἰ κτίσμα δὲ ἦν τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἄν τις ἐν αὐτῷ μετουσία τοῦ Θεοῦ γένοιτο ἡμῖν· ἀλλ᾽ ἄρα κτίσματι μὲν συνηπτόμεθα, ἀλλότριοι δὲ τῆς θείας φύσεως ἐγινόμεθα, ὡς κατὰ μηδὲν αὐττῆς μετέχοντες. Νῦν δὲ, ὅτε λεγόμεθα μέτοχοι Χριστοῦ καὶ μέτοχοι Θεοῦ, δείκνυται τὸ ἐν ἡμῖν χρίσμα καὶ ἡ σφραγὶς μὴ οὖσα τῆς τῶν γενητῶν φύσεως, ἀλλὰ τῆς τοῦ Υἱοῦ, διὰ τοῦ ἐν αὐτῷ Πνεύματος συνάπτοντος ἡμᾶς τῷ Πατρί. Τοῦτο γὰρ ὁ Ἰωάννης, ὡς ἐν τοῖς ἔμπροσθεν εἴρηται, διδάσκων ἔγραψεν· «Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν τῷ Θεῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ αὐτὸς ἔδωκεν ἡμῖν.» Εἰ δὲ τῇ τοῦ Πνεύματος μετουσίᾳ γινόμεθα κοινωνοὶ θείας φύσεως, μαίνοιτ᾽ ἄν τις λέγων τὸ Πνεῦμα τῆς κτιστῆς φύσεως, καὶ μὴ τῆς τοῦ Θεοῦ. Διὰ τοῦτο γὰρ καὶ ἐν οἷς γίνεται, οὗτοι θεοποιοῦνται· εἰ δὲ θεοποιεῖ, οὐκ ἀμφίβολον, ὅτι ἡ τούτου φύσις Θεοῦ ἐστι. Καὶ ἔτι δὲ φανερώτερον εἰς ἀναίρεσιν τῆς αἱρέσεως ταύτης ἐν τῷ ἐκατοστῷ τρίτῳ ψαλμῷ ᾄδεται, ὡς ἔμπροσθεν εἴπομεν· «Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Ὁ δὲ Παῦλος γράφει· «Διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ᾽ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ.» Εἰ δὲ ὁ Πατὴρ διὰ τοῦ Λόγου ἐν Πνεύματι ἁγίῳ κτίζει τὰ πάντα, καὶ ἀνακαινίζει, ποία ὁμοιότης ἢ συγγένεια τῷ κτίζοντι πρὸς τὰ κτίσματα; Ἢ ὅλως πῶς ἂν εἴη, ἐν ᾧ κτίζεται τὰ πάντα, κτίσμα; Ἀκολουθεῖ γὰρ τῇ τοιαύτῃ δυσφημίᾳ καὶ ἡ εἰς τὸν Υἱὸν βλασφημία· ὥστε τοὺς λέγοντας τὸ Πνεῦμα κτίσμα εἰπεῖν, ὅτι καὶ ὁ Λόγος, δι᾽ οὗ τὰ πάντα κτίζεται, κτίσμα ἐστίν. Εἰκὼν τοῦ Υἱοῦ λέγεται καὶ ἔστι τὸ Πνεῦμα· «Οὓς» γὰρ «προορισεν συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ·»
col. 715–716page 349 of 677
PG 130:715ἔγνων καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ. Οὐκοῦν τοῦ Υἱοῦ καὶ κατ' ἐκείνους ὁμολογουμένου μὴ εἶναι κτίσματος, οὐκ ἂν εἴη οὐδὲ ἡ τούτου εἰκὼν κτίσμα. Ὁποία γὰρ ἂν εἴη ἡ εἰκών, τοιοῦτον ἀνάγκη καὶ τὸν, οὗ ἐστιν ἡ εἰκών, εἶναι. Ὅθεν εἰκότως καὶ πρεπόντως ὁ Λόγος ὁμολογεῖται μὴ ὢν κτίσμα, εἰκὼν τοῦ Πατρὸς ὑπάρχων· ὁ ἄρα τοῖς κτίσμασι συναριθμῶν τὸ Πνεῦμα πάντως που καὶ τὸν Υἱὸν ἐν τούτοις συναριθμήσει, δυσφημῶν ἐν τούτῳ καὶ τὸν Πατέρα διὰ τὴν εἰς τὴν εἰκόνα τοῦ τοῦ δυσφημίαν. Ἄλλο ἄρα τῶν κτισμάτων ἐστὶ τὸ Πνεῦμα, καὶ δέδεικται μᾶλλον ἴδιον εἶναι τοῦ Υἱοῦ, καὶ οὐ ξένον τοῦ Θεοῦ. Καὶ γὰρ κἀκεῖνο τὸ σοφὸν αὐτῶν ἐρώτημα· Εἰ ἐκ τοῦ Θεοῦ ἐστι τὸ Πνεῦμα, διὰ τί μὴ λέγεται καὶ αὐτὸ Υἱός; Δέδεικται μὲν ἐν τοῖς ἔμπροσθεν ἤδη προπετὲς καὶ τολμηρόν, δείκνυται δὲ καὶ νῦν οὐδὲν ἧττον. Εἰ γὰρ καὶ μὴ Υἱὸς ἐλέχθη ἐν ταῖς Γραφαῖς, ἀλλὰ Πνεῦμα τοῦ Θεοῦ, ἐν αὐτῷ τῷ Θεῷ καὶ ἐξ αὐτοῦ τοῦ Θεοῦ εἴρηται, ὡς ὁ Ἀπόστολος ἔγραψεν. Εἰ δὲ ὁ Υἱὸς, ἐπειδὴ ἐκ τοῦ Πατρός ἐστιν, ἴδιος τῆς οὐσίας αὐτοῦ ἐστιν, ἀνάγκη καὶ τὸ Πνεῦμα, ἐκ τοῦ Θεοῦ λεγόμενον, ἴδιον εἶναι κατ' οὐσίαν τοῦ Υἱοῦ. Ἀμέλει τοῦ Κυρίου ὄντος Υἱοῦ, αὐτὸ τὸ Πνεῦμα εἴρηται Πνεῦμα υἱοθεσίας. «Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον· ἀλλ' ἐλάβετε Πνεῦμα υἱοθεσίας·» καὶ αὖθις· Ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον· Ἀββᾶ ὁ Πατήρ. Ὁ δὲ Πέτρος ἔγραφεν· «Εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι· ὅτι τὸ τῆς δόξης καὶ δυνάμεως καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ἐφ' ὑμᾶς ἀναπέπαυται.» Ὁ δὲ Κύριος εἴρηκε Πνεῦμα τῆς ἀληθείας καὶ Παράκλητον εἶναι τὸ Πνεῦμα· ἐξ οὗ δείκνυται τελείαν εἶναι ἐν τούτῳ τὴν Τριάδα. Ἐν τούτῳ γ' οὖν ὁ Λόγος τὴν κτίσιν δοξάζει, θεοποιῶν δὲ καὶ υἱοποιῶν προσάγει τῷ Πατρί. Τὸ δὲ συνάπτον τῷ Λόγῳ τὴν κτίσιν οὐκ ἂν εἴη αὐτὸ τῶν κτισμάτων· καὶ τὸ υἱοποιοῦν δὲ τὴν κτίσιν, οὐκ ἂν εἴη ξένον τοῦ Υἱοῦ· ἐπεὶ ζητεῖν ἕτερον ἀνάγκη Πνεῦμα, ἵνα καὶ τοῦτο ἐν ἐκείνῳ συναφθῇ τῷ Λόγῳ. Ἀλλ' ἄτοπον τοῦτο. Οὐκ ἄρα τῶν γενητῶν ἐστι τὸ Πνεῦμα, ἀλλ' ἴδιον τῆς τοῦ Πατρὸς θεότητος, ἐν ᾧ καὶ τὰ γενητὰ ὁ Λόγος θεοποιεῖ. Ἐν ᾧ δὲ θεοποιεῖται ἡ κτίσις, οὐκ ἂν εἴη ἐκτὸς αὐτὸ τῆς τοῦ Πατρὸς θεότητος. Ὅτι δὲ ἄνω τῆς κτίσεως ἐστι τὸ Πνεῦμα, καὶ ἄλλο μὲν παρὰ τὴν τῶν γενητῶν φύσιν, ἴδιον δὲ τῆς θεότητος, ἔξεστι καὶ ἐκ τούτου πάλιν συνιδεῖν. Ἄτρεπτον καὶ ἀναλλοίωτόν ἐστι τὸ Πνεῦμα τὸ ἅγιον· Ἅγιον γάρ, φησί, Πνεῦμα παιδείας φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων. Καὶ ὁ μὲν Πέτρος φησίν· «Ἐν τῷ ἀφθάρτῳ τοῦ πραέος καὶ ἡσυχίου Πνεύματος,» καὶ πάλιν ἐν τῇ Σοφίᾳ· «Τὸ γὰρ ἄφθαρτόν σου Πνεῦμά ἐστιν ἐν πᾶσι, καὶ
col. 717–718page 350 of 677
PG 130:717εἰ οὐδεὶς οἶδε τὰ τοῦ Θεοῦ, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἐν αὐτῷ· οὐκ ἔστι δὲ παρὰ τῷ Θεῷ, ὡς εἶπεν ὁ Ἰάκωβος, παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα, ἐν τῷ Θεῷ ὂν τὸ Πνεῦμα τὸ ἅγιον, εἰκότως ἂν εἴη ἄτρεπτον καὶ ἀπαράλλακτον καὶ ἄφθαρτον. Ἡ δὲ τῶν γενητῶν καὶ τῶν κτιστῶν φύσις ἐστὶ τρεπτή, ἅτε δὴ ἔξωθεν οὖσα τῆς τοῦ Θεοῦ οὐσίας, καὶ ἐξ οὐκ ὄντων ὑποστάσα· «πᾶς μὲν γὰρ ἄνθρωπος, φησί, ψεύστης.» Καὶ, «πάντες ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ.» Ἀγγέλους δὲ τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν, ἀλλ᾽ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον, εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν. Ἐν δὲ τῷ Ἰώβ· «Εἰ κατὰ ἁγίων ἀγγέλων αὐτοῦ οὐ πιστεύει, κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν· ἄστρα δὲ οὐ καθαρὰ ἐνώπιον αὐτοῦ·» ὁ δὲ Παῦλος γράφει· «Οὐκ οἴδατε, ὅτι ἀγγέλους κρινοῦμεν, μήτιγε βιωτικά;» Ἀλλὰ γὰρ καὶ ἠκούσαμεν, ὅτι ὁ διάβολος, ἐν μέσῳ τῶν χερουβὶμ ὤν, καὶ ἀποσφράγισμα ὁμοιώσεως γενόμενος, ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὡς ἀστραπή. Εἰ δὲ τὰ μὲν κτίσματα τοιαύτην ἔχει φύσιν, γέγραπται περὶ ἀγγέλων τοιαῦτα· τὸ δὲ Πνεῦμα τὸ αὐτό ἐστι καὶ ἀναλλοίωτον, καὶ τῆς τοῦ Υἱοῦ ἀτρεψίας ἐστὶ, μένον ἀεὶ σὺν αὐτῷ ἄτρεπτον· ποία ὁμοιότης τῷ ἀτρέπτῳ πρὸς τὰ τρεπόμενα; Δῆλον γὰρ ἂν εἴη, ὡς οὔτε κτίσμα ἐστὶν, οὔτε ὅλως τῆς τῶν ἀγγέλων οὐσίας ἐστὶ, διὰ τὸ ἐκείνους εἶναι τρεπτούς· ἀλλ' εἰκὼν τοῦ Λόγου, καὶ τοῦ Πατρὸς ἰδιόν ἐστι. Πάλιν τε τὸ μὲν Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην. Οὕτω γὰρ καὶ ὁ Δαβὶδ ψάλλει· «Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου;» Καὶ πάλιν ἐν τῇ Σοφίᾳ γέγραπται· «Τὸ γὰρ ἄφθαρτόν σου Πνεῦμά ἐστιν ἐν πᾶσι.» Τὰ δὲ γενητὰ πάντα ἐν μεμερισμένοις τόποις εἰσὶν, ἥλιος μὲν, καὶ σελήνη, καὶ ἀστέρες ἐν τῷ στερεώματι, νεφέλαι δὲ ἐν τῷ ἀέρι· καὶ τοῖς ἀνθρώποις ἔστησεν ὅρια ἐθνῶν· οἵ τε ἄγγελοι ἀποστέλλονται εἰς διακονίας. Καὶ ἦλθον οἱ ἄγγελοι παραστῆναι ἐνώπιον τοῦ Κυρίου, ὡς ἐν τῷ Ἰὼβ γέγραπται· καὶ, «ἐνυπνιάσθη δὲ Ἰακὼβ ὁ πατριάρχης καὶ, ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανὸν, καὶ οἱ ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ' αὐτῆς.» Εἰ δὲ τὸ μὲν Πνεῦμα πάντα πληροῖ, καὶ ἐν τῷ λόγῳ πάρεστιν ἐν μέσῳ πάντων· οἱ δὲ ἄγγελοι ἐλαττοῦνται τούτῳ, καὶ ἔνθα ἀποστέλλονται, καὶ πάρεισιν· οὐχ ἀμφίβολον οὖν, ὅτι οὔτε τῶν γενητῶν, οὔτε ὅλως ἄγγελος ἐστιν, ὡς ὑμεῖς λέγετε, τὸ Πνεῦμα, ἀλλ' ἄνω τῆς τῶν ἀγγέλων φύσεως ἐστιν. Πάλιν γὰρ καὶ ἐκ τούτων ἄν τις ἴδοι τὸ Πνεῦμα τὸ ἅγιον, ὡς μεθεκτόν ἐστι καὶ οὐ μετέχον (τὰ αὐτὰ γὰρ λέγειν οὐκ ὀκνητέον)· «Ἀδύνατον γάρ, φησί, τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεάς τῆς ἐπουρανίου, καὶ μετόχους Πνεύματος ἁγίου γενομένους, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα,» καὶ τὰ ἑξῆς. Οἱ δὲ ἄγγελοι, καὶ τὰ ἄλλα κτίσματα μετέχοντά ἐστιν αὐτοῦ τοῦ Πνεύματος· διὰ τοῦτο γὰρ ταῦτα μὲν
col. 719–720page 351 of 677
PG 130:719τὸ αὐτό ἐστιν. ἐκπίπτειν οὗ μετέσχον δύναται· τὸ δὲ Πνεῦμα ἀεὶ Ἐκ τῆς αὐτῆς καὶ τοῦτο. Πορευθέντες, φησί, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πα τρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Οἱ δὲ ἀπόστολοι πορευθέντες· οὕτως ἐδίδαξαν, καὶ τοῦτό ἐστιν εἰς πᾶσαν τὴν ὑπ᾽ οὐρανὸν τὸ κήρυγμα. Οὐκοῦν τοῦτον ἐχούσης τῆς Ἐκκλησίας τὸν θεμέλιον τῆς πίστεως, εἰπάτωσαν πάλιν ἡμῖν ἐκεῖνοι, καὶ ἀποκρινάσθωσαν, Τριάς ἐστιν, ἢ δυάς; Εἰ μὲν οὖν δυάς ἐστι, συναριθμείσθω παρ᾽ ὑμῶν τοῖς κτίσμασι τὸ Πνεῦμα. Εἰ δὲ Τριάς ἐστιν, ὥσπερ οὖν καὶ ἔστι, δέδεικται δὲ ἀδιαίρετος οὖσα, καὶ οὐκ ἀνόμοιος, ἀνάγκη μίαν εἶναι ταύτης τὴν ἁγιότητα, καὶ μίαν ταύτης τὴν ἀϊδιότητα, καὶ τὴν τῆς ἀτρεψίας φύσιν. Ὥσπερ γὰρ ἡ εἰς αὐτὴν παραδιδομένη πίστις συνε άπτει Θεῷ, ὁ δὲ ὑφαιρούμενός τι τῆς Τριάδος, καὶ ἐν μόνῳ τῷ τοῦ Πατρὸς ὀνόματι βαπτιζόμενος, ἢ ἐν μόνῳ τῷ ὀνόματι τοῦ Υἱοῦ· ἢ χωρὶς τοῦ Πνεύ ματος ἐν Πατρί, καὶ Υἱῷ, οὐδὲν λαμβάνει, ἀλλὰ κενὸς, καὶ ἀτελὴς αὐτός τε, καὶ ὁ δοκῶν διδόναι διαμένει. Ἐν τῇ Τριάδι γὰρ ἡ τελείωσίς ἐστιν· οὕ τως ὁ διαιρῶν τὸν Υἱὸν ἀπὸ τοῦ Πατρός, ἢ τὸ Πνεῦμα κατάγων εἰς τὰ κτίσματα, οὔτε τὸν Υἱὸν ἔχει, οὔτε τὸν Πατέρα, ἀλλ᾽ ἔστιν ἄθεος, καὶ ἀπί στου χείρων, καὶ πάντα μᾶλλον, ἢ Χριστιανός, καὶ δικαίως τε. Καθάπερ γὰρ ἓν ἐστι τὸ βάπτισμα ἐν Πατρὶ καὶ Υἱῷ καὶ Πνεύματι ἁγίῳ διδόμενον, καὶ μία πίστις ἐστὶν εἰς αὐτὴν, ὡς εἶπεν ὁ Ἀπόστολος, οὕτως ἡ ἁγία Τριάς, ἡ αὐτὴ οὖσα ἑαυτῇ, καὶ ἡνωμένη πρὸς ἑαυτὴν, οὐδὲν ἔχει ἐν ἑαυτῇ τῶν γενη τῶν· καὶ αὕτη τῆς Τριάδος ἡ ἀδιαίρετος Ἑνότης, καὶ μία ἡ εἰς ταύτην πίστις ἐστίν. Εἰ δὲ κατὰ τὴν ὑμῶν τῶν Τροπικῶν ἐπεξεύρεσιν οὐχ οὕτως ἐστὶν, ἀλλ᾽ ἐνυπνιάσθητε κτίσμα λέγειν τὸ Πνεῦμα τὸ ἅγιον· οὐκέτι μία πίστις ἐστὶν ὑμῶν, οὐδὲ ἓν βά πτισμα, ἀλλὰ δύο· ἓν μὲν εἰς Πατέρα καὶ Υἱόν· ἕτε ρον δὲ εἰς ἄγγελον κτίσμα ὄντα· καὶ οὐδὲν λοιπὸν ὑμῶν ἀσφαλὲς οὐδὲ ἀληθές. Ποία γὰρ κοινωνία γε νητῷ καὶ δημιουργῷ; Ἢ ποία ἑνότης τοῖς κάτω κτίσμασι καὶ τῷ ταῦτα δημιουργήσαντι Λόγῳ; Τοῦτο εἰδὼς ὁ μακάριος Παῦλος, οὐ διαιρεῖ τὴν Τριάδα, ὥσπερ ὑμεῖς, ἀλλὰ τὴν ἑνότητα ταύτης δι δάσκων ἔγραψε Κορινθίοις περὶ τῶν πνευματικῶν, καὶ τὰ πάντα εἰς ἕνα Θεὸν τὸν Πατέρα ἀνακεφαλαιοῖ λέγων· «Διαιρέσεις δὲ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.» Ὃ γὰρ τὸ Πνεῦμα ἑκάστῳ διαιρεῖ, ταῦτα παρὰ τοῦ Πατρός διὰ τοῦ Λόγου χορηγεῖται. Πάντα γὰρ τὰ τοῦ Πα τρός, τοῦ Υἱοῦ ἐστι· διὸ καὶ τὰ παρὰ τοῦ Υἱοῦ ἐν Πνεύματι διδόμενα τοῦ Πατρός ἐστι χαρίσματα. Καὶ τοῦ Πνεύματος δὲ ὄντος ἐν ἡμῖν, καὶ ὁ Λόγος ὁ τοῦτο
col. 721–722page 352 of 677
PG 130:721διδοὺς ἐστιν ἐν ἡμῖν, καὶ ἐν τῷ λόγῳ ἐστὶν ὁ Πατήρ· καὶ οὕτως ἐστὶ τό, Ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατήρ, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν, καθάπερ εἴρηται. Ἔνθα γὰρ τὸ φῶς, ἐκεῖ καὶ τὸ ἀπαύγασμα· καὶ ἔνθα τὸ ἀπαύγασμα, ἐκεῖ καὶ ἡ τούτου ἐνέργεια καὶ αὐγοειδής χάρις. Καὶ τοῦτο πάλιν διδάσκων ὁ Παῦλος ἔγραφεν αὖθις Κορινθίοις καὶ ἐν τῇ δευτέρᾳ Ἐπιστολῇ λέγων· Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος, μετὰ πάντων ὑμῶν. Ἡ γὰρ διδομένη χάρις καὶ δωρεὰ ἐν Τριάδι δίδοται παρὰ τοῦ Πατρὸς δι' Υἱοῦ ἐν Πνεύματι ἁγίῳ. Ὥσπερ γὰρ ἐκ τοῦ Πατρός ἐστι δι' Υἱοῦ ἡ διδομένη χάρις, οὕτως οὐκ ἂν γένοιτο κοινωνία τῆς δόσεως ἐν ἡμῖν, εἰ μὴ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ. Τούτου γὰρ μετέχοντες, ἔχομεν τοῦ Πατρὸς τὴν ἀγάπην, καὶ τοῦ Υἱοῦ τὴν χάριν, καὶ αὐτοῦ τοῦ Πνεύματος τὴν κοινωνίαν. Μία ἄρα καὶ ἐκ τούτων ἡ τῆς Τριάδος ἐνέργεια δείκνυται. Οὐ γὰρ ὡς παρ' ἑκάστου διάφορα καὶ διηρημένα τὰ διδόμενα σημαίνει ὁ Ἀπόστολος· ἀλλ' ὅτι τὰ διδόμενα ἐν Τριάδι δίδοται, καὶ τὰ πάντα ἐξ ἑνὸς Θεοῦ ἐστι. Τὸ τοίνυν μὴ ὂν κτίσμα, ἀλλ' ἡνωμένον τῷ Υἱῷ, ὡς ὁ Υἱὸς ἥνωται τῷ Πατρί, τὸ συνδοξαζόμενον Πατρὶ καὶ Υἱῷ, καὶ θεολογούμενον μετὰ τοῦ Λόγου, ἐνεργοῦν τε ἅπερ ὁ Πατὴρ διὰ τοῦ Υἱοῦ ἐργάζεται, πῶς ὁ λέγων κτίσμα οὐκ ἄντικρυς εἰς αὐτὸν τὸν Υἱὸν ἀσεβεῖ; Οὐδὲν γάρ ἐστιν ὃ μὴ διὰ τοῦ Λόγου ἐν τῷ Πνεύματι γίνεται καὶ ἐνεργεῖται. Τοῦτο καὶ ἐν Ψαλμοῖς ᾄδεται· Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν· καὶ ἐν τῷ ἑκατοστῷ τεσσαρακοστῷ ἑβδόμῳ ψαλμῷ· Ἀποστελεῖ τὸν Λόγον αὐτοῦ, καὶ τήξει αὐτά· πνεύσει τὸ Πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα. Καὶ ἐδικαιώθημεν δὲ, ὡς εἶπεν ὁ Ἀπόστολος, ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. Ἀδιαίρετον γάρ ἐστι τοῦ Λόγου τὸ Πνεῦμα. Ἀμέλει λέγοντος τοῦ Κυρίου, ἐλευσόμεθαἐγὼ καὶ ὁ Πατήρ, συνεισέρχεται τὸ Πνεῦμα οὐκ ἄλλως ἢ ὡς ὁ Υἱὸς ἐν ἡμῖν οἰκήσων, γράφοντος Ἐφεσίοις τοῦ Παύλου· Ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστόν. Τοῦ δὲ Υἱοῦ ἐν ἡμῖν ὄντος, ἔτι καὶ ὁ Πατήρ, λέγοντος τοῦ Υἱοῦ· Ἐγὼ ἐν τῷ Πατρί, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Διὸ καὶ, γινομένου τοῦ Λόγου ἐν τοῖς προφήταις, ἐν αὐτῷ τῷ Πνεύματι τῷ ἁγίῳ προφητεύουσι. Τῆς γοῦν Γραφῆς λεγούσης, Καὶ ἐγένετο λόγος Κυρίου πρὸς τόνδε τὸν προφήτην, δείκνυται προφητεύων ἐν τῷ Πνεύματι τῷ ἁγίῳ. Ἐν μὲν γὰρ τῷ Ζαχαρίᾳ γέγραπται· Πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε, ὅσα ἐγὼ ἐντέλλομαι ἐν Πνεύματί μου τοῖς δούλοις μου τοῖς προφήταις· ὅτε καὶ μετ' ὀλίγα αἰτιώμενος τὸν λαὸν ἔλεγε· Καὶ τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ,
col. 723–724page 353 of 677
PG 130:723τοῦ μὴ εἰσακούειν τοὺς νόμους μου καὶ τοὺς λόγους οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν Πνεύματι αὐτοῦ. Ὁ δὲ Πέτρος ἐν ταῖς Πράξεσιν ἔλεγεν, Ἄν δρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν Γραφήν, ἣν προεῖπε τὸ Πνεῦμα τὸ ἅγιον.» Καὶ μετ' ὀλίγα· «Τῶν δὲ τροπικῶν ἡ ἀλλόπιστος μυθολογία διαφωνεῖ μὲν πρὸς τὰς Γραφάς, συμφωνεῖ δὲ τῇ τῶν ἀρειομανιτῶν ἀλογίᾳ, καὶ εἰκὸς αὐτοὺς οὕτως ἀποκρίνεσθαι ἀπάτης ἕνεκεν τῶν ἀκεραιοτέρων. Ἀλλὰ χάρις τῷ Κυρίῳ, ὅτι, ὡς γράφεις, οὐκ ἔλαβον σκέποντες ἑαυτοὺς τῇ πρὸς τοὺς Ἀρειανοὺς προσποιήτῳ ἀντιλογίᾳ· καὶ γὰρ καὶ παρ' ἐκείνων ἐμισήθησαν, ὡς τῷ ὄντι πνευματομαχοῦντες. Καὶ μετ' ὀλίγον, Γινόμενοι νε κροὶ ἔρημοι καὶ κενοὶ τοῦ Πνεύματος ὄντες.» Κατὰ γὰρ τὸν μακάριον Ἀπόστολον ψυχικοὶ ἄνθρωποι ὄντες, οὐκ ἠδυνήθησαν δέξασθαι τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ, ὅτι πνευματικῶς ἀνακρίνονται. Οἱ δὲ τὰ τῆς ἀλη θείας φρονοῦντες ἀνακρίνουσι μὲν πάντα, αὐτοὶ δὲ ὑπ' οὐδενὸς ἀνακρίνονται, ἔχοντες ἐν ἑαυτοῖς τὸν Κύ ριον ἀποκαλύπτοντα αὐτοῖς ἐν τῷ Πνεύματι ἑαυτόν τε, καὶ δι' ἑαυτοῦ τὸν Πατέρα. Αὐτὸς γὰρ ὁ Κύριος Ἰησοῦς Χριστὸς δι' ἑαυτοῦ ἐδίδασκε τὴν Σαμαρείτιν, καὶ δι' αὐτῆς ἡμᾶς, τὴν τῆς ἁγίας Τριάδος τελειότητα ἀδιαίρετον ὑπάρχουσαν, καὶ μίαν θεότητα λέ γων, Πίστευέ μοι, γύναι, ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ Πατρὶ ἐν Πνεύματι καὶ ἀληθείᾳ. Καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν, ὅτι Πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν Πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Δέδεικται τοίνυν ἐντεῦθεν ὡς ἀλήθεια μὲν αὐτὸς ὁ Υἱός ἐστιν, ὡς αὐτός φησιν, Ἐγώ εἰμι ἡ ἀλήθεια. Περὶ οὗ καὶ ὁ προφήτης Δαβὶδ ἐπεκαλεῖτο λέγων, Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου.» Οἱ δὲ ἀληθινοὶ προσκυνηταὶ προσκυνοῦσι μὲν τῷ Πατρί, ἀλλ' ἐν Πνεύματι καὶ ἀληθείᾳ ὁμολογοῦντες Υἱόν, καὶ ἐν αὐτῷ τὸ Πνεῦμα. Ὡς ἀχώριστος ὁ Υἱὸς τοῦ Πατρός, αὐτὴ ἡ ἀλήθεια μαρτυρεῖ λέγουσα· Πέμψω ὑμῖν τὸν Παράκλητον τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ὃ ὁ κόσμος οὐ δύνα ται λαβεῖν. Ἔτι περὶ τοῦ ἁγίου Πνεύματος, τοῦ μεγάλου Βασιλείου ἐκ τοῦ δ' λόγου τῶν πρὸς Εὐνόμιον ἀντιῤῥητικῶν. Ὥσπερ ὁ Υἱὸς τάξει μὲν δεύτερος τοῦ Πατρός, προτέτακται γὰρ ὁ Πατὴρ ἐν τῇ συναριθμήσει Βαπτίζοντες γάρ, φησίν, αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύ ματος· ἔτι δὲ καὶ ἀξιώματι· ἐκ Πατρὸς γὰρ ὁ Υἱός, οὐκ ἐκ τοῦ Υἱοῦ ὁ Πατήρ, φύσει δὲ ἴσος· Ἐγὼ γὰρ, φησί, καὶ ὁ Πατὴρ ἓν ἐσμεν· οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον τάξει μὲν δεύτερον τοῦ Υἱοῦ, καθὼς ἐν τῇ συναριθμήσει δεδήλωται, ναὶ μὴν καὶ ἀξιώ ματι. Πνεῦμα γὰρ Υἱοῦ λέγεται, ὡς διὰ τοῦ Υἱοῦ χορηγούμενον. Ἐξαπέστειλε γάρ, φησίν, ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν· οὐ μὴν ὁ Υἱὸς Πνεύματος. Φύσει δὲ ἴσον καὶ Πατρὶ καὶ Υἱῷ. Οἷς γὰρ ἡ αὐτὴ ἐνέργεια, τούτοις καὶ φύσις ἡ αὐτή. Εὐνόμιος δὲ τῇ τάξει προσχὼν τῆς συναριθμήσεως, τρίτης αὐτὸ φύσεως ἀπεφήνατο.
col. 725–726page 354 of 677
PG 130:725Ἐκ τοῦ αὐτοῦ. Τῶν γενητῶν τὰ μὲν οὐσίᾳ, τὰ δὲ γνώμῃ τροπῆς ἐστι δεκτικά. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὔτε κατ' οὐσίαν οὔτε κατ' ἐνέργειαν τροπῆς, ἢ ἀλλοιώσεως ἔστι δεκτικόν. Οὐκ ἄρα κτίσμα τὸ Πνεῦμα. Ἐκ τοῦ αὐτοῦ. Πᾶν κτίσμα ἁγιαζόμενόν ἐστιν ἅγιον. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐ τῶν ἁγιαζομένων, ἀλλὰ τῶν ἁγιαζόντων. Οὐκ ἄρα κτίσμα. Ἐκ τοῦ αὐτοῦ. Οὐδὲν κτιστὸν κατ' οὐσίαν ἅγιον. Τὸ γὰρ κατ' οὐσίαν ἅγιον οὐ δεῖται τοῦ ἔξωθεν ἁγιασμοῦ. Οὐ δεῖ ται δὲ ἁγιασμοῦ τὸ Πνεῦμα, ὅτι ἅγιον κατ' οὐσίαν. Οὐκ ἄρα κτίσμα. Ἐκ τοῦ αὐτοῦ. Πᾶν κτίσμα δοῦλόν ἐστι τοῦ δημιουργοῦ, κατὰ τὸν λέγοντα τῷ Θεῷ Προφήτην· Τὰ σύμπαντα δοῦ λά σου. Τὸ δὲ δοῦλον ἐλευθερίαν καὶ υἱοθεσίαν ἑτέρῳ ὀρέγειν οὐ δύναται, ἧς αὐτὸ οὐκ ἔτυχε κατ' οὐσίαν. Τὸ δὲ Πνεῦμα ἐλευθερίαν ὀρέγει καὶ υἱοθεσίαν. Τὸ γὰρ Πνεῦμα κράζει ἐν ταῖς καρδίαις ἡμῶν, Ἀββᾶ ὁ Πατήρ· Ὥστε οὐκ ἔτι εἶ δοῦλος, ἀλλὰ υἱός. Οὐκ ἄρα κτίσμα. Ἐκ τοῦ αὐτοῦ. Ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει, φησί, τὸ στερέωμα. Καὶ ἐν ἑτέρῳ· Καὶ ἔργα τῶν χειρῶν σου εἰσιν οἱ οὐρανοί. Καὶ τίνες ἂν εἶεν Θεοῦ ἀσώματοι χεῖρες, αἱ τὸ στερέωμα καὶ τοὺς οὐρα νοὺς δημιουργήσασαι, αὐτὸς ὁ Προφήτης ἑρμηνεύει λέγων· Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Ἀλλ' ὥσπερ οὐ προφορικὸς λόγος οὗτος ἐν τῷ Θεῷ, ἀλλὰ ζῶν, καὶ ὑφεστηκώς, καὶ τῶν ὅλων δραστήριος, οὕτως ἐν Θεῷ οὐ πνεῦμα διαχεόμενον, οὐ διαλυόμενος ἀήρ, ἀλλὰ δύναμις ἁγι αστική, ἐνούσιος, ἐνύπαρκτος, ἐνυπόστατος. Ἐκ τοῦ αὐτοῦ. Ὁ δάκτυλος τοῦ Θεοῦ, ὁ μεταβαλὼν ἐν Αἰγύπτῳ τὸν χοῦν εἰς ζῶα, τὴν ἀρχῆθεν τῶν ζώων ἀναδείξας γίνεσιν, ὁ Παράκλητος ἦν, τὸ Πνεῦμα τῆς ἀληθείας. Τῶν γὰρ τριῶν εὐαγγελιστῶν φησάντων πρὸς Ἰου δαίους εἰρηκέναι τὸν Υἱόν· Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ, ὁ Λουκᾶς φησιν εἰρη κέναι αὐτόν· Εἰ δὲ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. Οὐκοῦν καὶ τὰ διὰ Μωσέως γενόμενα ἐν Αἰγύπτῳ σημεῖα δακτύλῳ Θεοῦ ἐγένετο, καὶ τὰ παράδοξα τοῦ Θεοῦ σημεῖα ἐτελεσιουργεῖτο σὺν τῷ Πνεύματι. Δάκτυλος δὲ Θεοῦ ἐν τούτοις τοῖς ὑπὸ Μωσέως, καὶ τοῖς τοῦ Κυρίου σημείοις εἴρηται τὸ Πνεῦμα, οὐχ ὅτι μικρά τίς ἐστι τῷ Θεῷ συνοῦσα δύναμις, καθάπερ σώματι δάκτυλος, ἀλλ' ἐπειδὴ ἕν τι τῶν κατὰ διαίρεσιν χαρισμάτων αὐτοῦ ἐστι τὸ χάρισμα τῶν σημείων καὶ ἰαμάτων, τὸ ἕν τι, καὶ οὐχὶ τὰ ὅλα χαρίσματα τοῦ Πνεύματος δάκτυλον καλεῖ. Ὁ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ Πνεύματι·
col. 727–728page 355 of 677
PG 130:727ὁπωτία ἄλλῳ δὲ προφητεία· ἄλλῳ δὲ διάκρισις πνευμάτων, ἄλλῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν. Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Εἴποι οὖν τις ἄν, ὅτι ταῦτα πάντα, καὶ ὅσα ἄλλα χαρίσματά εἰσι τοῦ Πνεύματος, ὥσπερ τι σῶμα αὐτοῦ τυγχάνει, τὸ δὲ καθ' ἓν τῶν χαρισμάτων δάκτυλος. Καὶ τοῦτο δὲ τὸ χρήσιμον τῆς λέξεως μὴ παρίδῃς· Πάντα γάρ, φήσας, ταῦτα ἐνεργεῖ τὸ Πνεῦμα, καθὼς βούλεται, καὶ περὶ Θεοῦ ὁ αὐτὸς ἔφη· Καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν· ὁ δὲ αὐτὸς Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. Εἰ δὲ πάντα ἐνεργεῖ ὁ Θεὸς, καθὼς βούλεται, πῶς ἑτερότης οὐσίας, ἔνθα ταυτότης ἐνεργείας γνωρίζεται; Παρηλλαγμένων γὰρ τῶν οὐσιῶν, παρηλλαγμένας εἶναι ἔδει καὶ τὰς ἐνεργείας κατὰ τὸν ἀσεβέστατον Εὐνόμιον. Τὴν δὲ αὐτὴν αὐθεντίαν καὶ ἐξουσίαν μαρτυρῶν τῷ Πνεύματι ὁ Σωτὴρ, Τὸ Πνεῦμα, ἔφη, ὅπου θέλει πνεῖ. Ἐκ τοῦ αὐτοῦ. Ἴδιον Θεοῦ ἀφιέναι ἁμαρτίας, αὐτοῦ λέγοντος· Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου, καί· Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Ὁ δὲ Κύριος ἐμφυσῶν τοῖς ἀποστόλοις ἔφη· Λάβετε Πνεῦμα ἅγιον. Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς. Εἰ τοίνυν οὐδενός ἐστιν ἀφιέναι ἁμαρτίας, ὥσπερ οὐκ ἔστιν εἰ μὴ μόνου Θεοῦ, ἀφίησι δὲ τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῶν ἀποστόλων, Θεὸς ἄρα τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τῆς αὐτῆς ἐνεργείας τῷ Πατρὶ καὶ τῷ Υἱῷ. Ἐκ τοῦ αὐτοῦ. Πορεύου εἰς Δαμασκόν, κἀκεῖ σοι λαληθήσεται, ὅτι σκεῦος ἐκλογῆς μοί εἰ, οὐρανόθεν ἐπιφανεὶς ὁ Κύριος τῷ Παύλῳ ἔφη. Εἰσιόντι δὲ εἰς Δαμασκὸν Ἀνανίας ἔφη· Σαοὺλ ἀδελφέ, ἀνάβλεψαι, ὁ Θεὸς τῶν πατέρων προεχειρίσατό σε. Καὶ ἵνα μὴ περὶ Χριστοῦ νομισθῇ τὸ ῥῆμα, ἐπιλέγει· Τοῦ ποιῆσαι τὸ θέλημα αὐτοῦ, καὶ γνῶναι τὸν δίκαιον αὐτοῦ Ἰησοῦν. Ὃς δὴ τὴν κλῆσιν, καὶ τὴν προχείρισιν ἀνάγραπτον ποιούμενος ἔφη· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ κλητὸς ἀπόστολος. Εἶτα καὶ ἄλλο τι πρὸς τῇ κλήσει λέγει· Ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ. Τὸ δὲ ἀφορίσαν τὸ Πνεῦμα τυγχάνειν αἱ Πράξεις τῶν ἀποστόλων ἐδίδαξαν· Νηστευόντων γὰρ, φησὶ, τῶν ἀποστόλων, καὶ προσευχομένων, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Παῦλον, καὶ τὸν Βαρνάβαν εἰς τὸ ἔργον, ὃ προσκέκλημαι αὐτούς. Εἰ δὲ ἐκλέγεται μὲν αὐτὸν Κύριος ὁ Θεὸς τῶν πατέρων, ἐν δὲ τούτοις προεχειρίσατο, τὸν αὐτὸν ἀφορίζει τὸ Πνεῦμα, αὐθεντίᾳ φύσεως χρώμενον, πῶς ἑτερότης οὐσίας ἐν τῇ Τριάδι, ἐν ᾗ ταυτότης ἐνεργείας εὑρίσκεται; Ἐκ τοῦ αὐτοῦ. Ἡσαΐας ὁ προφήτης Εἶδον, ἔφη, τὸν Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ, καὶ ἐπηρμένου, καὶ τὰ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ἓξ πτέρυγες τῷ ἑνί. Καὶ μετ' ὀλίγα φησί· Καὶ εἶπε Κύριος πρός με, Πορεύου, καὶ εἰπὸν τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες
col. 729–730page 356 of 677
PG 130:729βλέψετε, καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τὰ ἑξῆς. Ὅσον μὲν οὖν κατὰ τὴν θέσιν καὶ ἀκολουθίαν τοῦ προφητικοῦ γράμματος, ὁ ἐπὶ πάντων ἐστὶ Πατήρ, ὁ ὀφθεὶς, καὶ χρησμοδοτήσας τῷ προφήτῃ. Ὁ μέντοι τῆς βροντῆς υἱὸς ἐξαίσια φθεγξάμενος, καὶ βροντῆς φοβερώτερα, οὗ ἴδιον οὐχὶ τὸ οὐκ ἦν, ἀλλὰ τὸ ἦν ὁ Λόγος, Υἱὸν ἔφη τὸν ὀφθέντα, καὶ χρησμοδοτήσαντα τῷ προφήτῃ. Λέγει γὰρ ἐν τῷ ἰδίῳ συγγράμματι· Διὰ τοῦτο οὐκ ἠδύναντο οἱ Ἰουδαῖοι πιστεύειν εἰς τὸν Ἰησοῦν, διότι εἶπεν Ἡσαΐας περὶ αὐτῶν, Τετύφλωνται αὐτῶν οἱ ὀφθαλμοὶ, καὶ πεπώρωται αὐτῶν ἡ καρδία, ὅπως μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ συνῶσι τῇ καρδίᾳ, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. Ταῦτα εἶπεν Ἡσαΐας, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ. Ὁ δὲ Παῦλος τοῦ Πνεύματος ἀπεφήνατο τὴν ὀπτασίαν εἶναι, καὶ τὴν χρησμῳδίαν, λέγων, Καλῶς ἔφη τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ προφήτου Ἡσαΐου πρὸς τοὺς πατέρας ὑμῶν· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου. Εἰ δὲ ταῦτα συνίεσαν, καὶ καλῶς ὑπήκουον οἱ καθ᾿ ἑαυτῶν κακῶς σοφιζόμενοι, οὐκ ἂν τὸ Πνεῦμα τῆς θεότητος ἠλλοτρίουν. Ἐκ τοῦ αὐτοῦ. Τὸ Πνεῦμα τὸ ἅγιον Χριστὸς καὶ Κύριος ὀνομάζεται, λέγοντος μὲν τοῦ Ἀποστόλου, Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ· εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὴν τοῦ Πνεύματος ἐνοίκησιν ἀποφαίνοντος Χριστοῦ, λέγοντος δὲ πάλιν, Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν, οὗ τὸ Πνεῦμα δὲ Κυρίου ἐλευθερία· ὥστε τοῦ Κυρίου Πνεῦμα Κύριος· οὐκ ἄρα κτῆμα ἢ κτίσμα Κυρίου. Ἐκ τοῦ αὐτοῦ. Ἀλλὰ λέγεις, Εἰ Θεοῦ μὲν εἰκὼν ὁ Υἱὸς, Υἱοῦ δὲ εἰκὼν τὸ Πνεῦμα, διατί μὴ Υἱὸς τοῦ Υἱοῦ τὸ Πνεῦμα εἴρηται; Τούτῳ γὰρ ἰσχυροτάτῳ πρὸς τὴν ἀσέβειαν ἐχρήσω. Ἢ γὰρ Υἱόν, ἢ κτίσμα κελεύεις νοεῖν. Καὶ ὅτι μὴ Υἱὸς ὠνόμασται, διὰ τοῦτο κτίσμα εἶναι βλασφημεῖς τὸ τῆς κτίσεως αἴτιον. Λέγομεν γοῦν, ὅτι τὸ εἰπεῖν Υἱὸν ἐξ Υἱοῦ τὴν Τριάδα τῆς θεότητος εἰς πλήθους ὑποψίαν προσήγεν. Ἕτοιμον γὰρ ἦν ὑπολαβεῖν, ὡς εἴπερ Υἱὸς ἐξ Υἱοῦ γεγένηται, καὶ ἐκ τούτου πάλιν ἕτερος ἂν εἴη γεγεννημένος, καὶ πάλιν ἄλλος, καὶ ἐπὶ πλῆθος ἑξῆς. Διὰ δὴ τοῦτο τὸ μὲν ἐκ Θεοῦ τὸ Πνεῦμα εἶναι τρανῶς ἐκήρυξεν ὁ Ἀπόστολος λέγων, ὅτι τὸ Πνεῦμα τοῦ Θεοῦ ἐλάβομεν, καὶ τὸ διὰ τοῦ Υἱοῦ πεφηνέναι σαφὲς πεποίηκεν, Υἱοῦ Πνεῦμα ὀνομάσας αὐτὸ, καθάπερ καὶ Θεοῦ, καὶ νοῦν Χριστοῦ προσειπών, καθάπερ καὶ Θεοῦ Πνεῦμα. Υἱὸν δὲ τοῦ Υἱοῦ προσειπεῖν ἐφυλάξατο, ἵνα εἷς μὲν εἴη Πατὴρ ὁ Θεὸς, ἀεὶ Πατὴρ διαμένων, καὶ ὢν ἀληθῶς, ὅ ἐστιν· εἷς δὲ Υἱὸς ἀϊδίῳ γεννήσει γεγεννημένος, ὁ ἀνάρχως σὺν τῷ Πατρὶ Υἱὸς ἀληθινὸς Θεοῦ, ἀεὶ ὤν, ὅ ἐστι, Θεὸς Λόγος, καὶ Κύριος· ἓν δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἀληθῶς ἅγιον Πνεῦμα, κατὰ τὸ γεγραμμένον, τὸ μετὰ Πατρὸς καὶ Υἱοῦ συνδοξαζόμενον. Ἐκ τοῦ αὐτοῦ. Ἀλλὰ ποιεῖ τὸ Πνεῦμα, φής, ὁ Θεὸς, καὶ ποιεῖ δι᾽
col. 731–732page 357 of 677
PG 130:731Υἱοῦ, καὶ τὸ, Πάντα δι' αὐτοῦ ἐγένετο συμπεριλαβεῖν φέναι τοι δοκεῖ καὶ τὸ Πνεῦμα. Οὐκοῦν σοι δυὰς ἡ Τριὰς ἀποδέδεικται. Εἰ γὰρ μετὰ πάντων τὸ Πνεῦμα, πῶς μετὰ Πατρὸς καὶ Υἱοῦ; Εἰ δὲ οὐ μετὰ Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα, πῶς τριὰς ἡ Τριάς, καὶ πῶς ἀπὸ τῆς Τριάδος τὸ βάπτισμα, τὸ κόσμου παντὸς ἁγιαστικόν; Ἀλλὰ καὶ τῷ ὕδατι συναριθμεῖσθαι αὐτὸ φής, ὡς τῆς κτίσεως ὄν, ὥσπερ καὶ τὸ ὕδωρ ἐστί. Λέγειν γὰρ τὸν Κύριον, Ἐάν μή τις ἀναγεννηθῇ ἐξ ὕδατος, καὶ Πνεύματος· καὶ τοῦτο ἔτι μικρόν· σὺ δὲ καὶ τῷ πυρὶ τῆς γεέννης τὸ Πνεῦμα τὸ θεῖον συγκατατάττεις, διὰ τὸ λέγειν τὸν Ἰωάννην, Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Ταῦτα ποίαν ὑπερβολὴν ἀσεβείας καταλέλοιπεν; εἰ τὴν ὕδατος ἀξίαν τῷ ἁγίῳ Πνεύ ματι περιάπτεις, ἐπειδὴ Πνεύματος ἐφόδῳ τὸ ὕδωρ ἁγιάζεται· ἰσάζειν γάρ σοι ἔδοξε τῷ ἁγιάζοντι τὸ ἁγιαζόμενον· ὅτι ὕδατι χρῆται πρὸς τὸν τῶν σωμάτων καθαρμόν, διὰ τοῦτο τῆς τοῦ ὕδατος ἰσοτιμίας ἄξιον ἐλογίσω τὸ Πνεῦμα. Καὶ τὴν μὲν ἰατρικὴν ὕλαις χρωμένην οὐκ ἰσάξιον ταῖς ὕλαις λέγεις, ἀλλὰ κυριευτικὴν τῶν ὑλῶν, τὸ δὲ θεῖον Πνεῦμα χρώμενον ὕδατι πρὸς τὴν τῶν τῆς ἁμαρτίας ρύπων κάθαρσιν, εἰς τὴν τοῦ ὕδατος ἀδοξίαν καὶ ταπεινότητα καταβέβληκας. Καὶ λεγόντων τῶν ἀποστόλων· Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον, ὡς οἱ προφῆται, λέγει Κύριος, καὶ Κυρίου πεῖραν λεγόντων τὴν τοῦ Πνεύματος πείραν, ὅτε φησὶ πρὸς τοὺς πειράσαντας ὁ Πέτρος, Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ Πνεῦμα τὸ ἅγιον; καὶ πρὸς τοὺς αὐτούς· Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ, ἐὰν πάλιν οἱ ἀπόστολοι λέγωσιν· ἔδοξε τῷ ἁγίῳ Πνεύματι, καὶ ἡμῖν, οὐ συντάττοντες ἑαυτοὺς τῇ τοῦ Πνεύματος ἐξουσίᾳ, ἀλλ' ὑποτάσσοντες, ὡς ὑπ' αὐτοῦ χορηγούμενοι τότε, καθάπερ μίαν γνῶσιν καὶ φρόνησιν λεγόντων ἑαυτῶν τε καὶ τοῦ Πνεύματος, καὶ μίαν ἐξουσίαν εἰς κτίσιν τὸ Πνεῦμα κατάγειν βιάζῃ, ὥσπερ εἰ καὶ τῷ Μωϋσῇ τὸν Θεὸν ἰσάζειν ἔφασκεν, ἀκούων ὅτι, Ἐπίστευσεν ὁ λαὸς τῷ Θεῷ, καὶ Μωϋσῇ τῷ θεράποντι αὐτοῦ. Ἀλλὰ πολλὴ δια φορὰ δεσπότου καὶ δούλου, ἥνπερ καὶ δεικνὺς ὁ γράφων εἴρηκε, Μωϋσῇ τῷ θεράποντι αὐτοῦ. Θεὸς μὲν γὰρ, ὡς Δεσπότης, καὶ ὡς ἀποστείλας Μωϋσέα πίστευται, Μωσῆς δὲ, ὡς θεράπων, καὶ ὡς ἀποσταλείς· οὕτω δὴ καὶ τῷ Πνεύματι μὲν ἔδοξε δεσποτικῶς τὰ τῆς Ἐκκλησίας δοθέντα νόμιμα, τοῖς δὲ ἀποστόλοις ὑπηρετικῶς τὰ δι' αὐτῶν ἐκφωνηθέντα προστάγματα· ἀλλ' οὐ τὸ Πνεῦμα δοῦλον, ὁ δὲ Κύριος, φησί, τὸ Πνεῦμά ἐστι, καὶ οὗ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. Καὶ δουλαγωγεῖται μὲν ἐπιτάγμα τοῖς τοῦ Πνεύματος ὁ Ἰσραὴλ σὺν φόβῳ νουθετούμενος, υἱοθετεῖται δὲ ἡ Χριστιανῶν Ἐκκλησία δι' ἀγάπης ἁγιαζομένη. Διό φησιν ὁ Παῦλος· Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε Πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, Ἀββα ὁ Πατήρ. Οὐ δὴ ὁ τὸ δοῦλον εἰληφώς· Υἱὸς ἐκ δού λου καθίσταται, οὐδὲ διὰ τὴν τοῦ δούλου μετουσίαν Πατέρα τὸν Θεὸν παρρησιάζεται, οὐδὲ τὸ δοῦλον τὰ τοῦ Θεοῦ πάντα ἐνεργεῖ καθὼς βούλεται, οὐδ' ἂν τὴν τοῦ Πνεύματος παρουσίαν δούλου καὶ κτίσματος ὄντος ἐπὶ πάντων διήκειν ἔφασκεν ὁ Ψαλμῳδός, πρόσ ωπον αὐτὸ καὶ χεῖρα Θεοῦ προσαγορεύων· Ποῦ
col. 733–734page 358 of 677
PG 130:733πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ. Ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. Ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ' ὄρθρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου. Πνεῦμα γὰρ ἐστι τὸ πεπληρωκὸς τὰ σύμπαντα, κατὰ τὸ γεγραμμένον· Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην. Ἐκ τοῦ αὐτοῦ. Ἀλλὰ διατί, φής, οὐχὶ προστέθεικε τῷ ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστὸν, καὶ τὸ ἅγιον Πνεῦμα; οὐκ ἀφορίζων τὸ Πνεῦμα τῆς δυάδος, ἀλλὰ τοὐναντίον ἑνῶν, καὶ δηλῶν ἐν Πατρὶ καὶ Υἱῷ καὶ τὸ Πνεῦμα τὸ ἀχώριστον. Ἐπεὶ καὶ ὅτε φησὶν ὁ Παῦλος· Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, οὐ δήπου καὶ χωρὶς τοῦ Πατρὸς τὸν ἁγιασμὸν εἰσηγήσατο, ἀλλ' ἐν Υἱῷ καὶ τὸν Πατέρα δεδήλωκε· καὶ ὅτε φησίν· Ἡμῖν γὰρ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὐτοῦ, οὐχ ὑπεξῄρηκε τὸν Υἱὸν τὸν λέγοντα, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ· εἰ δὲ καὶ μὴ ὀνομάζων τὸν Πατέρα δηλοῖ μετὰ τῆς τοῦ Υἱοῦ προσηγορίας καὶ τὸν γεννήτορα, καὶ μὴ ὀνομάζων τὸν Υἱὸν δηλοῖ μετὰ τοῦ πατρῴου ὀνόματος καὶ τὸν γεγεννημένον· οὕτω καὶ ἔνθα τὸ Πνεῦμα μὴ ὀνομάζεται ἐν τῷ χορηγοῦντι αὐτὸ καὶ μεταδιδόντι Χριστῷ νοῆται· ἢ καὶ ὅτε φασὶν οἱ ἀπόστολοι· Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον, μόνον ὑποληψόμεθα τὸ Πνεῦμα νομοθετεῖν ἡμῖν, καὶ προαγορεύειν τὰ μέλλοντα, καὶ μὴ ἐκ Πατρὸς δι' Υἱοῦ ἐν Πνεύματι τὴν νομοθεσίαν καὶ προφητείαν κατέρχεσθαι; καὶ ἐπεὶ λέγεται τὸ παιδίον ἅγιον ἐκ Πνεύματος ἁγίου γεγεννῆσθαι, χωρὶς τοῦ Λόγου τὸ Πνεῦμα παραγεγονὸς εἰς τὴν τοῦ βρέφους ὑπόστασιν ὑποληψόμεθα; καίτοι γε λέγοντος τοῦ Ἰωάννου, ὅτι ὁ Λόγοςσὰρξ ἐγένετο, καὶ τῷ λόγῳ τῆς σαρκώσεως ἐπιγραφομένης. Ἀλλὰ διὰ πάντων δῆλον, ὅτι καὶ ἐν τῷ Λόγῳ τὸ Πνεῦμα, καὶ ὁ Λόγος ἐν τῷ Πνεύματι, τῆς ἑνώσεως τῆς κατὰ τὴν θεότητα μὴ διαιρουμένης. Τριάδα μὲν γὰρ ἡ τῶν τριῶν ὀνομάτων παράληψις ἐξαριθμεῖ, καὶ παρίστησι· τῆς δὲ Τριάδος ἔχει τὴν ἔνωσιν ἡ καθ' ἓν ὄνομα δήλωσις, ὡς τὰ ἐξ αὐτοῦ, καὶ δι' αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα, συνήγαγεν εἰς ἓν ὄνομα τό τε τοῦ Πατρὸς ἰδίωμα, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Εἷς γὰρ Θεὸς ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς, δι' οὗ τὰ πάντα, καὶ ἓν Πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα. Ἐκ τοῦ αὐτοῦ. Ἀλλὰ πνεῦμα, φησί, λέγεται ἀνθρώπου, ὡς τὸ, Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι. Πνεῦμα καὶ τὰ τοῦ Θεοῦ, ὡς τὸ, Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις· καὶ τὸ ἀνεμιαῖον, ὡς τὸ Πνεύσει τὸ Πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα, καὶ ἕτερα πολλὰ εὕροι τις ἄν. Λέγομεν οὖν πρὸς τὴν τῶν ἐναντίων ἀντίθεσιν, ὅτι εἰ νομίσειέ τις ταὐτότητα εἰσάγειν ἀπὸ τῶν ὁμωνύμων, τί ποιήσειεν ἂν, ὅτε ὄντα πολλὰ λέγεται, ἢ καλεῖται· ἑνὸς δέ ἐστι τοῦτο κυρίως τοῦ λέγοντος Κυρίου καὶ ἀληθῶς Θεοῦ· Ἐγώ εἰμι ὁ ὤν; Λέγονται δὲ καὶ πατέρες πολλοὶ, καὶ θεοὶ, καὶ σοφοί, καὶ δυνατοί, καὶ δημιουργοί, τῷ Θεῷ μόνῳ φύσει πρόσεστιν ἀεί. Καὶ ἀγέννητα ὡσαύτως λέγονται τὰ μηδέπω γεννηθέντα, μέλλοντα δὲ γεννᾶ
col. 735–736page 359 of 677
PG 130:735σθαι, ἢ γίνεσθαι, ὡς ἡ τῶν νεκρῶν ἀνάστασις· γεγονυῖα ἀγένητος, μέλλουσα δὲ εἶναι ἡ σιδήρου δακτύλιος μέλλων γίνεσθαι, ἔτι ἐστιν. Πάλιν ἀγένητον τὸ ἀνούσιον νοοῦμεν, μηδαμῇ μηδαμῶς ὅν. Ἀλλὰ μὲν οὖν καὶ λόγοι προσαγορεύονται, εἷς δὲ ὁ τοῦ Θεοῦ ἀίδιος Θεὸς ἐν Εὐαγγελίῳ κηρυσσόμενος, δι' οὗ τὰ ἐγένετο. Καὶ υἱοὶ Θεοῦ λέγονται ἐν τῇ Γραφῇ πολλοί, κατὰ τὸν· Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα· πάλιν, Υἱὸς πρωτότοκός μου Ἰσραήλ· θετοὶ τοι, καὶ χάριτι τινι υἱοθετούμενοι ἀπὸ τοῦ ἐν Θεοῦ, υἱοὶ θετοὶ καὶ μὴ ἀληθινοί. Ἀπὸ γὰρ φύσεως καὶ ἀληθείας ὁρμᾶται τὰ πράγματα. Ἐκ τοῦ αὐτοῦ. Εἰκὼν τοῦ Υἱοῦ εἴρηται, καὶ δάκτυλος Θεοῦ, καὶ Θεοῦ Πνεῦμα, καὶ ῥῆμα, καὶ ἀγαθὸν Πνεῦμα, καὶ εὐθές, καὶ ἡγεμονικόν, καὶ Πνεῦμα δυνάμεως· Κύριος, καὶ Θεὸς εἴρηται τὸ τοῦ Θεοῦ Πνεῦμα, ὡς καὶ ὁ Λόγος. Εἰ γὰρ μετὰ τοῦ Θεοῦ καὶ Λόγου στερεοῖ τὰς δυνάμεις τῶν οὐρανῶν τὸ Πνεῦμα, πῶς ἀλλό τριον, ὅπερ οἱ λαβόντες Θεοῦ ναός εἰσιν, ὃ δὴ καὶ Πνεῦμα στόματος Θεοῦ προσαγορεύεται, καὶ τῆς δημιουργίας αἴτιον μετὰ τοῦ Λόγου δείκνυται, τὸ ἐν εργοῦν τὰ πάντα ὡς Θεός, καθώς βούλεται, ὡς φη σιν ὁ Ἀπόστολος, τὸ τῆς υἱοθεσίας Πνεῦμα, τὸ τῆς ἐλευθερίας αἴτιον, τὸ ὅπου θέλει πνέον θειότητα, ὃ δὴ καὶ Πνεῦμα τῆς ἀληθείας ὁ τῶν ὅλων Κύριος σαφῶς ὀνομάζει, τὸ ἐν εἴδει περιστερᾶς ἐπ' αὐτὸν ἐξ οὐρανοῦ καταβάν, τὸ ἁγιάζον τὴν κυριακὴν σάρκα μετὰ τῆς δυνάμεως, τὸ τὴν οἰκουμένην πλη ροῦν, τὸ παντὶ παρόν, ὡς Θεός, μετὰ τοῦ Θεοῦ ἀχωρίστως ὂν ἀεί, τὸ γινῶσκον τὰ τοῦ Θεοῦ πάντα. Καὶ πάλιν φησὶν ὁ Σωτήρ· Οὐδεὶς ἐπιγινώσκει ὡς τὸ πνεῦμα τὸ ἐν ἡμῖν τὰ ἡμῶν, τὸ ἀνθρώπινον λέγω πνεῦμα τὸ ἐν ἡμῖν, οὕτω, φησί, καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνωκεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ· Υἱὸν, εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱός, καὶ ᾧ ἂν βούληται ὁ Πατὴρ ἀποκαλύψαι. Τοῦτο ἐκείνῳ ὅμοιον, κἀκεῖνο τούτῳ ἰσοδύναμον· Ἡμῖν γὰρ, φησίν, ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ. Ὅρα τοιγαροῦν πῶς ποτὲ μὲν Πατὴρ Υἱὸν ἀποκαλύπτει, ποτὲ δὲ Υἱὸς Πατέρα, ποτὲ δὲ τὸ Πνεῦμα Υἱόν, καὶ Πατέρα ὡσαύτως. Ἐκ τοῦ αὐτοῦ. Κατὰ τὴν κοσμοποιίαν πρὸς τὸν Υἱὸν καὶ Πατέρα διαλεγόμενος δῆλός ἐστιν ὁ Θεός, ὡς ἀνθρωπικωτέρῳ τύπῳ παρέστησεν ὁ Μωϋσῆς, διαλεγόμενον αὐτὸν εἰσάγων, καὶ φάσκοντα· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν. Τίνι γὰρ λέγει τὸ Ποιήσωμεν ἢ τῷ λόγῳ καὶ μονογενεῖ Υἱῷ, δι' οὗ τὰ πάντα ἐγένετο κατὰ τὸν εὐαγγελιστὴν, καὶ τῷ Πνεύματι, περὶ οὗ γέγραπται, Πνεῦμα θεῖον τὸ ποιῆσάν με; Εἰ δὲ καὶ μὴ ῥητῶς δεδή λωκε, περὶ τίνων, ἢ πρὸς τίνας διαλέγεται, ὅμως μὴ περὶ ἑαυτοῦ μόνον λέγειν δῆλόν ἐστιν, ὅτε φησίν· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν· καὶ πάλιν· Δεῦτε καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσ σας, ἵνα καὶ συναριθμουμένους νοήσῃς. Οὔτε γὰρ εἰς ἰσοτιμίαν ἀγγέλους συντάξαι τολμήσει τις τῷ Δημιουργῷ καὶ Δεσπότῃ, οὔτε Θεοῦ πάλιν ἓν πρόσωπον οἷόν τε νοεῖν τὸ λέγεσθαι, ὡς εἷς ἐξ ἡμῶν, καὶ, Δεῦτε καταβάντες συγχέωμεν. Ἐναργὲς δέ
col. 737–738page 360 of 677
PG 130:737καὶ τὸ περὶ τῆς καταστροφῆς Σοδόμων λεγόμενον, τὸ Ἔβρεξε Κύριος παρὰ Κυρίου θεῖον καὶ πῦρ ἐκ τοῦ οὐρανοῦ. Καὶ τὸ ἐν προφήτῃ παραπλησίως τούτοις εἰρημένον ἐκ προσώπου τοῦ Θεοῦ, Κατέστρεψεν αὐτούς, ὡς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμορρα. Καὶ ἑτέρως φιλανθρωπευόμενος λέγει ὁ Θεός, Σώσω αὐτοὺς ἐν Κυρίῳ τῷ Θεῷ αὐτῶν, ὅπερ οὐκ ἀπέοικε τῆς ἀποστολικῆς λέξεως, τῆς λεγούσης, Δῴη αὐτῷ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου. Τοῦ αὐτοῦ. Πρὸς τοὺς λέγοντας, ὅτι πολλά τις γέγραπται περὶ Υἱοῦ, καὶ Πατρὸς, περὶ δὲ τοῦ Πνεύματος ἐν τῷ βαπτίσματι μόνον. Ἐὰν δὲ λέγῃ ὁ Πατήρ, Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, τί εἴπωμεν περὶ τοῦ Υἱοῦ; Οὐ γέγραπται γὰρ ἐνταῦθα. Ἐὰν δὲ λέγῃ ὁ προφήτης· Ἐκεῖ συνήντησαν ἔλαφοι, καὶ εἶδον τὰ πρόσωπα ἀλλήλων· ἀριθμῷ παρῆλθον, καὶ μία αὐτῶν οὐχ ὑπελείφθη, διότι Κύριος ἐνετείλατο αὐταῖς, καὶ τὸ Πνεῦμα αὐτοῦ συνήγαγεν αὐτάς· ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ· Πνεῦμά μου παρ' ἐμοῦ ἐξελεύσεται, καὶ πνοὴν πᾶσαν ἐγὼ ἐποίησα· ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ ὁ Δαβίδ· Καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ· ποῦ ὁ Υἱός; Ἐὰν λέγῃ ὁ αὐτός· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου· ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ ὁ αὐτὸς πάλιν· Καὶ τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν τῇ εὐθείᾳ· ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ ὁ αὐτός· Καὶ Πνεύματι ἡγεμονικῷ στήριξόν με· ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ ὁ Ἰώβ· Πνεῦμα θεῖον τὸ ποιῆσάν με· ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ ὁ αὐτὸς Ἰώβ· Πνεῦμά ἐστιν ἐν βροτοῖς, πνοὴ δὲ παντοκράτορος ἐστιν ἡ διδάσκουσά με· ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ ὁ Δαβίδ· Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς· ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ· Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ· Οὐαὶ τέκνα ἀποστάται, τάδε λέγει Κύριος· Ἐποιήσατε βουλὴν οὐ δι' ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ Πνεύματός μου· ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ· Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν Πνεῦμα σοφίας καὶ συνέσεως, Πνεῦμα βουλῆς καὶ ἰσχύος, Πνεῦμα γνώσεως καὶ εὐσεβείας, καὶ ἐμπλήσει αὐτὸν Πνεῦμα φόβου Θεοῦ· πῶς χωρίσω τὸ Πνεῦμα; Ἐὰν δὲ λέγῃ· Πνεῦμα Κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν· πῶς χωρίσω τὸ Πνεῦμα; Καὶ ὅσα φιλοπόνως δυνατὸν ἀπὸ τῆς Γραφῆς τῆς τε παλαιᾶς εὑρεῖν καὶ ἀπὸ τῆς Καινῆς Διαθήκης περὶ τοῦ Πνεύματος καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πατρός. Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ· ἰδοὺ γὰρ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱόν·
col. 739–740page 361 of 677
PG 130:739ἐπεὶ ἄνδρα οὐ γινώσκω; λέγει αὐτῇ ὁ ἄγγελος· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Καὶ πάλιν ὁ αὐτὸς ἄγ γελος λέγων τῷ Ἰωσήφ· Μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεν νηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου. Καὶ πάλιν ὁ εὐαγγελιστὴς ἑρμηνεύων τὰ ἐν τῷ προφήτῃ λέγει· Ἵνα πληρωθῇ τὸ γεγραμμένον. Ἰδοὺ ὁ παῖς μου ὁ ἐκλεκτὸς, ὁ ἀγαπητός μου, εἰς ὃν ηὐδόκησεν ἡ ψυχή μου, θήσω τὸ Πνεῦμά μου ἐπ' αὐτόν. Καὶ ἐν Εὐαγγελίῳ γέγραπται· Τὸ Πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει· Οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύ ματος· καὶ ὁμοίως ἐν τῷ Εὐαγγελίῳ· Εἰ δὲ ἐγώ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. Καὶ πάλιν γέγραπται· Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφ εθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ Πνεύματος βλασφημία οὐκ ἔχει ἄνεσιν. Καὶ ἐν τῷ βαπτίσματι κατῆλθε τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἔμει νεν ἐπ᾿ αὐτόν· οἱ δὲ ἄγγελοι κατελθόντες διηκόνουν αὐτῷ. Ἵνα γνῷς, ὅτι οἱ ἄγγελοι κατελθόντες δια κονοῦσιν, ἵνα τὴν δουλείαν δείξωσι· τὸ δὲ Πνεῦμα ἔμεινεν ἐπ' αὐτόν, ἵνα τὴν μονὴν ἀκούσας, ἐλευθερίαν νοήσῃς τῆς φύσεως αὐτοῦ. Γέγραπται δέ· Καὶ ὁ Πατὴρ ἐν ἐμοὶ μένων, ποιεῖ τὰ ἔργα αὐτός. Καὶ πάλιν γέγραπται· Ἰησοῦς δὲ πλήρης Πνεύ ματος ἁγίου ὑπέστρεψεν ἀπὸ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ Πνεύματι εἰς τὴν ἔρημον, ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου· καὶ πάλιν· Λάβετε Πνεῦμα ἅγιον. Ἄν τίνων ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται· ἄν τινων κρατῆτε, κεκράτηνται. Καὶ πάλιν· Τὴν ἀλήθειαν ὑμῖν λέγω, συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται. Ἐὰν δὲ λέγωσιν· Οὐ λαλεῖ ἀφ' ἑαυτοῦ τὸ Πνεῦμα, ἀλλ' ὅσα ἂν ἀκούσῃ λαλήσει· λέγομεν αὐτοῖς· Οὐδὲ ὁ Υἱὸς ἀφ' ἑαυτοῦ λαλεῖ· Ἀλλ' ὁ πέμ ψας με, φησί, Πατὴρ, ἐκεῖνος μοι εἶπε τί εἴπω καὶ τί λαλήσω· πάντα γὰρ ὅσα λαλεῖ τὸ Πνεῦμα καὶ ὁ Υἱὸς, τοῦ Θεοῦ εἰσι λόγια. Καὶ διὰ τοῦτο Πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμός ἐστιν, ἀπὸ τοῦ Πνεύματος λαληθεῖσα. Καὶ γὰρ ἀληθῶς τοῦτο δεί κνυσι μὴ εἶναι τὸ Πνεῦμα κτίσμα, ἐπειδὴ πᾶσα ἡ λογικὴ κτίσις ποτὲ ἀφ' ἑαυτῆς λαλεῖ, ποτὲ τὰ τοῦ Θεοῦ, ὡς ὅταν λέγῃ Παῦλος· Περὶ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου. Τοῖς δὲ γεγαμηκόσι παραγγέλλω οὐκ ἐγώ, ἀλλ' ὁ Κύριος· καὶ ὁ προφήτης· Ὢ Κύριε, πλὴν κρίματα λαλήσω πρὸς σέ· τί ὅτι ἀσεβεῖς εὐοδοῦνται; καὶ πάλιν· Οἴ μοι, μῆτερ, ὡς τίνα μ' ἔτεκες; Ποτὲ δὲ λέγει· Τάδε λέγει Κύριος. Καὶ ποτὲ Μωσῆς· Ἰσχνόφωνος καὶ βραδύγλωσσός εἰμι ἐγώ. Ποτὲ δὲ ὁ αὐτός· Τάδε λέγει Κύριος· Ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσῃ. Τὸ δὲ Πνεῦμα οὐχ οὕτως. Οὐ γὰρ ποτὲ τὰ ἑαυτοῦ λέγει, ποτὲ δὲ τὰ τοῦ Θεοῦ· τοῦτο γὰρ ἦν κτίσματος. Ἀλλὰ πάντα τὰ τοῦ Πνεύματος γεγαμη
col. 741–742page 362 of 677
PG 130:741τοῦ Θεοῦ εἰσι λόγια· ὁμοίως καὶ τὰ τοῦ Υἱοῦ. Διὰ τοῦτο οὐδὲ ὁ Υἱὸς λαλεῖ ἀφ' ἑαυτοῦ. Ὁ γὰρ πέμψας με, φησί, Πατὴρ, ἐκεῖνός μοι εἶπε τί εἴπω καὶ τί λαλήσω. Τοῦ αὐτοῦ ἐκ τῶν πρὸς Ἀμφιλόχιον τριάκοντα κεφαλαίων, κεφάλαιον θʹ. Ἀφοριστικαὶ ἔννοιαι περὶ τοῦ Πνεύματος τῇ τῶν Γραφῶν ἀκολουθοῦσαι διδασκαλία. Ἤδη δὲ καὶ περὶ τοῦ Πνεύματος τὰς κοινὰς ἡμῶν ἐννοίας ὁποῖαί τινές εἰσιν ἐξετάσωμεν, τάς τε ἐκ τῶν Γραφῶν περὶ αὐτοῦ συναχθείσας ἡμῖν, καὶ ἃς ἐκ τῆς ἀγράφου παραδόσεως τῶν Πατέρων διεδεξάμεθα. Πρῶτον μὲν οὖν, τίς, ἀκούσας τῶν προσ ηγοριῶν τοῦ Πνεύματος, οὐ διανίσταται τῇ ψυχῇ, καὶ πρὸς τὴν ἀνωτάτω φύσιν τὴν ἔννοιαν ὑπεραίρει; Πνεῦμα γὰρ Θεοῦ εἴρηται, καὶ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται· Πνεῦμα εὐθές, Πνεῦμα ἡγεμονικόν. Πνεῦμα ἅγιον ἡ κυρία αὐτοῦ καὶ ἰδιάζουσα κλῆσις· ὅπερ δὴ μάλιστα παν τὸς τοῦ ἀσωμάτου, καὶ καθαρῶς ἀΰλου τε καὶ ἀμεροῦς ὄνομά ἐστι. Διὸ καὶ ὁ Κύριος, τὴν ἐν τόπῳ προσκυνεῖσθαι τὸν Θεὸν ἡγουμένην διδάσκων, ὅτι ἀπερίληπτον τὸ ἀσώματον, Πνεῦμα, φησίν, ὁ Θεός. Οὐ τοίνυν δυνατόν, Πνεῦμα ἀκούσαντα, περιγεγραμμένην φύσιν ἐντυπῶσαι τῇ διανοίᾳ, ἢ τροπαῖς καὶ ἀλλοιώσεσιν ὑποκειμένην, ἢ ὅλως ὁμοίαν τῇ κτίσει· ἀλλὰ πρὸς τὸ ἀνωτάτω ταῖς ἐννοίαις χωροῦντα, νοερὰν οὐσίαν ἐπάναγκες ἐννοεῖν, ἄπειρον κατὰ δύναμιν, μεγέθει ἀπεριόριστον, χρόνοις ἢ αἰῶσιν ἀμέτρητον, ἄφθονον ὧν ἔχει καλῶν. Πρὸς ὃ πάντα ἐπέστραπται τὰ ἁγιασμοῦ προσδεόμενα· οὗ πάντα ἐφίεται τὰ κατ' ἀρετὴν ζῶντα, οἷον ἐπαρδόμενα τῇ ἐπιπνοίᾳ καὶ βοηθούμενα πρὸς τὸ οἰκεῖον ἑαυτοῖς καὶ κατὰ φύσιν τέλος. Τελειωτικὸν τῶν ἄλλων, αὐτὸ δὲ οὐδαμοῦ ἐλλεῖπον· οὐκ ἐπισκευαστῶς ζῶν, ἀλλὰ ζωῆς χορηγόν· οὐ προσθήκαις αὐξανόμενον, ἀλλὰ πλῆρες εὐθύς, ἐν ἑαυτῷ ἱδρυμένον, καὶ πανταχοῦ ὄν. Ἁγιασμοῦ γένεσις, φῶς νοητόν, πάσῃ δυνάμει λογι κῇ πρὸς τὴν τῆς ἀληθείας εὕρεσιν οἷόν τινα κατα φάνειαν δι' ἑαυτοῦ παρεχόμενον. Ἀπρόσιτον τῇ φύ σει· χωρητὸν δι' ἀγαθότητα· πάντα μὲν πληροῦν τῇ δυνάμει, μόνοις δὲ τοῖς ἀξίοις μεθεκτόν, οὐχ ἑνὶ μέτρῳ μετεχόμενον, ἀλλὰ κατ' ἀναλογίαν τῆς πίστεως διαιροῦν τὴν ἐνέργειαν. Ἁπλοῦν τῇ οὐσίᾳ, ποικίλον ταῖς δυνάμεσιν· ὅλον ἑκάστῳ παρόν, καὶ ὅλον ἀπαν ταχοῦ ὄν. Ἀπαθῶς μεριζόμενον, καὶ ὁλοσχερῶς μετεχόμενον κατὰ τὴν εἰκόνα τῆς ἡλιακῆς ἀκτῖ νος, ἧς ἡ χάρις, τῷ ἀπολαύοντι ὡς μόνῳ παροῦσα, καὶ γῆν ἐπιλάμπει καὶ θάλασσαν, καὶ τῷ ἀέρι ἐγκέ κραται. Οὕτω δὴ καὶ τὸ Πνεῦμα ἑκάστῳ τῶν δεκτικῶν, ὡς μόνῳ παρόν, διαρκῆ τοῖς πᾶσι τὴν χάριν ὁλόκληρον ἐπαφίησιν· οὗ ἀπολαύει τὰ μετέχοντα, ὅσον αὐτὰ πέφυκεν, οὐχ ὅσον ἐκεῖνο δύναται. Οἰκείωσις δὲ Πνεύματος πρὸς ψυχὴν οὐχ ὁ διὰ τόπου προσεγγισμός (πῶς γὰρ ἂν πλησιάσαις τῷ
col. 743–744page 363 of 677
PG 130:743Ἀσωμάτῳ σωματικῶς· ἀλλ' ὁ χωρισμὸς τῶν παθῶν, ἅπερ, ἀπὸ τῆς πρὸς τὴν σάρκα φιλίας ὕστερον ἐπιγινόμενα τῇ ψυχῇ, τῆς ἀπὸ τοῦ Θεοῦ οἰκειότητος ἠλλοτρίωσε. Καθαρθέντα δὴ οὖν ἀπὸ τοῦ αἴσχους, ὃ ἀνεμάξατο διὰ τῆς κακίας, καὶ πρὸς τὸ ἐκ φύσεως κάλλος ἐπανελθόντα, καὶ οἷον εἰκόνι βασιλικῇ τὴν ἀρχαίαν μορφὴν διὰ καθαρότητος ἀποδόντα, οὕτως ἐστὶ μόνως προσεγγίσαι τῷ Παρακλήτῳ. Ὁ δ', ὥσπερ ἥλιος, κεκαθαρμένον ὄμμα παραλαβών, δείξει σοι ἐν ἑαυτῷ τὴν εἰκόνα τοῦ ἀοράτου. Ἐν δὲ τῷ μακαρίῳ τῆς εἰκόνος θεάματι τὸ ἄῤῥητον ὄψει τοῦ ἀρχετύπου κάλλος. Διὰ τούτου καρδιῶν ἀνάβασις, χειραγωγία τῶν ἀσθενούντων, τῶν προκοπτόντων τελείωσις. Τοῦτο, τοῖς ἀπὸ πάσης κηλίδος κεκαθαρμένοις ἐλλάμπον, τῇ πρὸς ἑαυτὸ κοινωνίᾳ πνευματικοὺς ἀποδείκνυσι. Καὶ ὥσπερ τὰ λαμπρὰ καὶ διαφανῆ τῶν σωμάτων, ἀκτῖνος αὐτοῖς ἐμπεσούσης, αὐτά τε γίνεται περιλαμπῆ, καὶ ἑτέραν αὐγὴν ἀφ' ἑαυτῶν ἀποστίλβει· οὕτως αἱ πνευματοφόροι ψυχαί, ἐλλαμφθεῖσαι παρὰ τοῦ Πνεύματος, αὐταί τε ἀποτελοῦνται πνευματικαί, καὶ εἰς ἑτέρους τὴν χάριν ἐξαποστέλλουσιν. Ἐντεῦθεν μελλόντων πρόγνωσις, μυστηρίων σύνεσις, κεκρυμμένων κατάληψις, χαρισμάτων διανομαί, τὸ οὐράνιον πολίτευμα, ἡ μετὰ ἀγγέλων χορεία, ἡ ἀτελεύτητος εὐφροσύνη, ἡ ἐν Θεῷ διαμονή, ἡ πρὸς Θεὸν ὁμοίωσις, τὸ ἀκρότατον τῶν ὀρεκτῶν, θεὸν γενέσθαι. Τοῦ αὐτοῦ πρὸς τοὺς λέγοντας μὴ χρῆναι συντάσσειν Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα. Κεφάλ. Οὐ χρὴ, φασί, Πατρὶ καὶ Υἱῷ συντετάχθαι τὸ ἅγιον Πνεῦμα, διά τε τὸ τῆς φύσεως ἀλλότριον, καὶ τὸ τῆς ἀξίας καταδεές. Πρὸς οὓς δίκαιον τὴν τῶν ἀποστόλων φωνὴν ἀποκρίνασθαι, ὅτι Πειθαρχεῖν Θεῷ δεῖ μᾶλλον ἢ ἀνθρώποις. Εἰ γὰρ ὁ μὲν Κύριος σαφῶς ἐν τῇ παραδόσει τοῦ σωτηρίου βαπτίσματος προσέταξε τοῖς μαθηταῖς βαπτίζειν πάντα τὰ ἔθνη εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, οὐκ ἀπαξιῶν τὴν πρὸς αὐτὸ κοινωνίαν, οὗτοι δὲ μὴ χρῆναι αὐτὸ Πατρὶ καὶ Υἱῷ συντάσσειν λέγουσι· πῶς οὐχὶ τῇ τοῦ Θεοῦ διαταγῇ προδήλως ἀνθίστανται; Εἰ μὲν γὰρ οὐκ εἶναί φασι τὴν τοιαύτην σύνταξιν κοινωνίας τινὸς καὶ συναφείας δηλωτικήν, εἰπάτωσαν, τί μὲν νομίζειν τοῦτο προσήκει· τίνα δὲ ἕτερον συναφείας τρόπον οἰκειότερον ἔχουσι· Καίτοιγε εἰ μὴ συνῆψεν ὁ Κύριος ἑαυτῷ καὶ τῷ Πατρὶ τὸ Πνεῦμα κατὰ τὸ βάπτισμα, μηδὲ ἡμῖν τὴν συνάφειαν ἐγκαλείτωσαν. Οὐδὲν γὰρ ἡμεῖς ἀλλοιότερον οὔτε φρονοῦμεν, οὔτε φθεγγόμεθα. Εἰ δὲ συνῆπται ἐκεῖ τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ οὐδεὶς οὕτως ἀναιδὴς ὥστε ἄλλο τι φῆσαι, μηδ' οὕτως ἡμῖν ἐγκαλείτωσαν, εἰ τοῖς γεγραμμένοις ἀκολουθοῦμεν. Ἀλλ' ἡ μὲν παρασκευὴ τοῦ καθ' ἡμῶν πολέμου ἐξήρτηται, καὶ πᾶσα διάνοια πρὸς ἡμᾶς τέταται, καὶ γλῶσσαι βλασφήμων ὧδε τοξεύουσι σφοδρότερον βάλλουσαι ἢ τὸν Στέφανον τότε τοῖς λίθοις οἱ χριστοκτόνοι· μὴ λανθανέτωσαν δέ, ὅτι πρόσχημα μὲν ἡμᾶς
Page scan enlarged

Notebook

Full View