PG 132Nilus Doxapatrius
Nilus Doxapatrius
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

NoticeNotitia

col. 963–964page 1 of 16
PG 132:963ψυχή· ὁρῶσα δ' ἔτι τὸ ἀγαθὸν ὑποκείμενον ἀπὸ τοῦ κατορθωθέντος ἐξιοῦσα ὑπερανίσταται. Καὶ ὅσον αὐτὴ ἡ πρὸς τὸ ἀγαθὸν πορεία υπερεκτείνεται, τοσοῦτον τῆς καταλήψεως ἀπολείπεται. Εξιοῦσα μὲν ἀπὸ τοῦ ἐν ᾧ ἐστιν, εἰσιοῦσα δὲ εἰς τὰ ὑπερ κείμενα. “Η τί ἄλλο αινίττεται ἡ σώφρων νύμφη, ἡ τὰ τῆς προκοπῆς ᾀσματίζουσα, ἐν οἷς φησιν, ἐπὶ θύρας· Ἐγὼ ἤνοιξα τῷ ἀδελφιδῷ μου· ἀδελφιδοῦς μου παρῆλθεν ἡ ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ. Ὁρᾷς ἐπαινουμένην ἐξέλευσιν; Ἡ γὰρ εἰσελθοῦσα ψυχὴ ἐν τῇ τοῦ ποθουμένου ἀγάπῃ, νῦν ἐξῆλθε χειραγωγουμένη ὑπὸ τοῦ λέγοντος· «Δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται, καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται.» Οτι δὲ τῆς εἰσελεύσεως ταύτης καὶ ἐξελεύσεως φύλαξ ὁ Κύριος γίνεται, καταμάθοις ἀνοικτὶ προσέχων τῇ ᾠδῇ τῶν ἀναβαθμῶν· «Κύριος φυλάξει τὴν εἴσοδόν σου, καὶ τὴν ἔξοδόν σου.» Κά κεῖσε γὰρ ὁ Δαβὶδ τῆς ψυχῆς ἀναβάσεις τῷ λόγῳ οἰονεί ζωγραφῶν τὴν ἐν τῷ ἀγαθῷ εἴσοδον, καὶ ἔξοδον ὑπαινίττεται. Τὸν Μωσέως ὅρα μοι βίον, ὅσακις εἰσῆλθε, καὶ ἐξῆλθεν εἰς τὰ ὑπερκείμενα διαθέων ἐκεῖνος ὁ ἀνήρ· τὴν Ἰακώβ σκόπησον κλι μακα, πῶς διὰ τῶν βαθμίδων ὁ εἰσερχόμενος καὶ ἐξερχόμενος ὑπέρτερος γίνεται. Ἐπεὶ δὲ κατὰ τὸν μέγαν Παῦλον διπλοῦς ὁ ἄνθρωπος, ἡ εἴσω, καὶ ὁ φαινόμενος, λέγοιτ' ἂν εἰσέρχεσθαι ὁ τοῦ ἔσω ἀν θρώπου ἐπιβουλευόμενος, τῆς ψυχῆς δηλαδή· ἐξέρω χεσθαι δὲ ὁ νεκρῶν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ ὑποτάττων τὴν σάρκα τῷ θελήματι τοῦ Χριστοῦ. Ο κλέπτης οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ. Κλέπτης ἐστὶ κατὰ τὸν ἱεροφάν τορα Μάξιμον, ὁ παλαιὸς ἐχθρὸς τοῦ ἡμετέρου γέ νους διάβολος, ὁ κλέψας θεώσεως ἀπάτῃ τὸν ἄνθρωπον. Τίς δὲ ἡ τοῦ διαβόλου κλοπή, καὶ ὅπως θύειν, καὶ ἀπολύειν πειρᾶται ἡμᾶς, ὁ σοφὸς Ἰωάννης ὁ τῆς ἀσκητικῆς κλίμακος συγγραφεύς, ἄριστα διε σε Ο τῆς ἀσκητικῆς Κλίμακος συγγραφεύς, "Αλλο ρύπος προσευχῆς, καὶ ἄλλο ἀφανισμὸς, καὶ ἄλλο κλοπή, καὶ ἕτερον μώμος ῥύπος ἐστὶ Θεῷ παρίστασθαι, καὶ ἀτόπους ἐννοίας φαντάζεσθαι, ἀφανισμός ἐστι τὸ εἰς φροντίδας ἀνα ωφελεῖς αἰχμαλωτίζεσθαι· κλοπή ἐστι τὸ ἀνεπαισθήτως τὴν ἔννοιαν έμβεσθαι· μωμός ἐστι προσβολή οἰαοῦν τότε πρὸς ἡ ᾶς ἐγγίζουσα το Ο τὸ τυχὸν μετερχόμενος, καὶ προσευχῆς ὥρας καταλαμβανομένης ἐν αὐτῷ προασχολούμενος ὑπὸ δαιμόνων ἐμπαίζεται. Σκοπὸς γὰρ τοῖς κλέπταις ὥραν δι' ὥρας ἐξ ἡμῶν ἀποσυλῆσαι Δι' 8 ἀπογινώσκων ἑαυτὸν ἔσφαζε
col. 995–996page 2 of 16
PG 132:995τῆς ψυχῆς, θυσίαν δὲ τὸν ἐν ἁμαρτίαις θάνατον τοῦ ναός, ἀπώλειαν δὲ τὴν ἀνομίαν, τὴν μετὰ τὴν ἀπό γνωσιν. Ορᾷς ὅση καθ' ἡμᾶς ἡ τοῦ τυράννου παρά ταξις; Οὐκ ἀρκεῖται τῇ κλοπῇ ὁ κατάρατος, ἀλλὰ καὶ θύει τὰ κλαπέντα καὶ θανατοῖ· δέδοικε γὰρ μή πως ὁ ποιμὴν ὁ καλὸς ζητήσῃ, καὶ ἀνακαλέστ δ ται τὸ κλαπέν. Πλὴν οὐδ' ἐν τῷ θανατώσει ἵστη τὴν μανίαν ὁ μιαρός, ἀλλὰ σπεύδει παντελῶς ἀπο λέσαι τὸ κλαπέν, καὶ τυθὲν, ἵνα μὴ ὁ ζωογονῶν τοὺς νεκροὺς ἀναστήσῃ τὸ ἤδη φθαρέν. Άριστον μὲν οὖν τῇ συμβουλή μή κλαπῆναι τοῦ ἔφίως. Ει δ συμβῇ τοῦτο, γενέσθαι ποτὲ ἀποπηδῆσαι μάλα γερο γῶς, καὶ τὴν πρᾶξιν ἀποφυγείν. Τοῦτο γὰρ ε θά νατος τῆς ψυχῆς. Εἰ δὲ καὶ τοσοῦτον ἐπινυστάξει ὁ φυλάσσων σε νοῦς, ὡς δουλαγωγηθῆ α: τῷ θελή ματι τοῦ ἐχθροῦ, καὶ ἐπ' ἐκείνου τυθῆναι τὰ θυμήρη τούτῳ διαπραξάμενον, ἀτραλέως ἀναθρώσκειν, ὡς ἀπὸ μέθης, καὶ μὴ ἐμμεῖναι τῷ καίρῳ τῆς ἀπο γνώσεως· αὕτη γὰρ ἡ ἀπώλεια. Οὕτως ἀπέσπασε τῆς ἱερᾶς χορείας τῶν μαθητῶν Ἰούδαν τὸν δείλαιο. διὰ μὲν τῆς φυλαργυρίας κλέψας αὐτὸν, θύσας δὲ διὰ τῆς προδοσίας, ἀπολέσας δὲ ἀγχόνῃ δι᾿ ἀπο γνώσεως. Εἶτα καὶ τῷ προκρίτῳ προσέβαλε φοιτητῇ, καὶ ὁ μέγας ἐκεῖνος κλέπτεται ὑπὸ παιδίσκης θορυβηθείς, τέθυται δὲ ἀρνησάμενοι, εὐ μέντοι ἀπώλετο· οὐ γὰρ ἐνέμηνεν ἀπογνούς, ἀλλ' ἐξελθὼν ἔξω τοῦ πτώματος, θερμοῖς δάκρυσι τὴν ἧτταν ἀνε σάφησε· κλοπὴν μὲν εἰπὼν αἰχμαλωσίαν ἄγνωστον καλέσατο. Εγώ ἦλθον, ἵνα ζωὴν ἔχωσι, και περισσόν ἔχωσι.» Ζωὴν τὴν διὰ τοῦ Εὐαγγελίου λέγει άνε γέννησιν· περισσὸν δὲ, τὴν βασιλείαν τῶν οὐρανῶν Οἱ γὰρ διὰ παρακοῆς τεθνήξαντες, οὐ μόνον ζῶσι πιστεύσαντες, ἀλλὰ καὶ τῆς ἄνω βασιλείας μέτοχοι γίνονται. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός.» Ὅτι πιμὴν τῶν λογικῶν προβάτων ὁ Κύριος, μεμαρτυρήκασι καὶ τὰ τῶν ἱερῶν προφητῶν χρησμῳδήματα. Φησὶ γὰρ δ Θεὸς διὰ Δαβίδ, πρὸς τὸν ἐκ Δαβίδ ανατεταλκότα Εμμανουήλ· «Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδω σιδηρᾷ διὰ δὲ Μιχαίου·. Ποίμαινε λαόν σου ἐν βάσει πρόβατα κληρονομίας σου, λαὸς δὲ καὶ πρόβατα κλη ρονομίας αὐτοῦ, νοηθεῖεν ἄν, οἵ τε ἐκ περιτομῆς πεπι στευκότες, καὶ οἱ πρὸς ἁγιασμὸν κεκλημένοι ἐκ τῆς πληθύος τῶν ἐθνῶν. Ἐπαπειλεῖ δὲ καὶ διὰ φωνῆς Ἰεζεκιήλ τοῖς ποιμαίνουσι τὸν Ἰσραὴλ ἱερεῦσι καὶ μύσταις· «Ἰδοὺ ἐγὼ ἐπὶ τοὺς ποιμένας, καὶ ἐκζη τήσω τὰ πρόβατά μου ἐκ τῶν χειρῶν αὐτῶν, καὶ ἀποστρέψω αὐτοὺς τοῦ μὴ ποιμαίνειν τὰ πρόβατά μου· καὶ ἀναστήσω ἐπ' αὐτοὺς τὸν δοῦλόν μου τὸν Δαβίδ, αὐτὸν δήπου θεσπιῳδῶν τὸν Κύριονἡμῶν, δ; τὴν ψυχὴν αὐτοῦ τέθεικεν ὑπὲρ τῶν προ χχνί, τι ΣΙΣΙ, πρόκριτον μαθητήν, Ποι. 67.

On Patriarchal ThronesDe Thronis Patriarchalibus

col. 997–998page 3 of 16
PG 132:997βάτων. 'Αλλὰ δοῦλον αὐτὸν ἀκούων, μηδέν τι μικροψύχως θορυβηθῇς, ὡς κατασμικρυνούσης τὸ μεγα λεῖον τοῦ λόγου τῆς ἐν τῇ λέξει ἐμφάσεως. Ἐπειδὴ γὰρ μορφὴν δούλου ἀνέλαβε, τῇ κλήσει κοινωνεῖ τοῦ προσλήμματος. Τῷ ὄντι γὰρ ἐδούλευσε σαρκὶ, καὶ γονεῦσι, καὶ πάθεσι τοῖς ἡμετέροις, διὰ τὴν ἡμετέ σαν ἐλευθερίαν καὶ πᾶσιν οἷς σέσωκε τοὺς τῇ ἁμαρ τίᾳ ἐνισχυμένους. Ο μισθωτὸς δὲ, καὶ οὐκ ὢν ποιμὴν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ίδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα, καὶ φεύγει.» Παρὰ τῷ νόμῳ καὶ τοῖς προφήταις ὁ μισθωτός διαβέβληται. Ο μὲν γὰρ νόμος ἀπώμονον ποιεῖται τὸν μισθωτὸν ἐσθίειν ἅγια, οὕτως εἰπών· «Πάροικος, καὶ μισθωτὸς τοῦ ἱερέως οὐκ ἔδεται ἅγια. Ο μέγας δὲ Ησαΐας ἐν σχήματι ἀρᾶς προλέγων περὶ τῶν συμβησομένων Μωάβ· Ατιμασθήσεται, φησίν, ἡ δόξα Μωαβ ἐν τρισὶν ἔτεσι μισθωτοῦ. Διὰ τί δέ; ὅτι τοῦ μισθωτοῦ τὸ ἔργον, οὐκ ἐκ διαθέσεως, ἀλλ᾽ ἐπίπλαστον. Δοκεῖ οὖν ὁ Κύριος διὰ τοῦ μισθωτοῦ, τῶν Φαρισαίων, καὶ Γραμματέων καθάπτεσθαι, οἱ τῆς θείας ἐντολῆς ἀποθρώσκοντες, καὶ τὰς ἀρχὰς ὠνίους λαμβάνοντες, τρόπῳ μισθωτών, ἥκιστα τῶν προ βάτων ἐκήδοντο, τὰ τοῦ Θεοῦ καπηλεύοντες. Θορυ δεῖ οὖν διὰ τούτων αὐτοὺς, καὶ τῆς ἀρχῆς ἐκπεσεῖσθαι, οἱονεὶ προαναφωνεῖ ἡρέμα καὶ τῆς προφητείας ἀναμιμνήσκων αὐτοὺς, ἡ φησιν· Οὐχὶ τὰ πρόβατά μου βόσκουσιν οἱ ποιμένες τοῦ Ἰσραήλ. Ἰδοὺ τὸ γάλα κατεσθίετε, καὶ τὰ ἔρια περιβάλλεσθε, καὶ τὸ παχὺ σφάζετε, καὶ τὰ πρόβατά μου οὐκ ἐξόσχετε. Ο ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.» Προαναφωνεῖ τὸ Πάθος, καὶ προκηρύττει τὸν ἐκούσιον θάνατον. Δεικνὺς ὅτι οὕτω στέργει τὰ πρόβατα, ὥστε τὴν ψυχὴν αὐτοῦ δίδωσι λύτρον ὑπὲρ αὐτῶν. Καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. › Οὐ τοσοῦτον γινώσκεται παρ' ἡμῶν, ὅσον αὐτὸς τὸν Πατέρα γινώσκει, καὶ ὑπ' ἐκείνου γινώ σχεται, ἀλλὰ γνῶσιν ἐνταῦθα τὴν οἰκειότητα λέγει καθὼς τοῖς φαύλοις ἐν ἄλλοις φησίν· «Οὐκ οἶδα ὑμᾶς· ο πάντως λέγων τὴν εἴδησιν· πῶς γὰρ ἡγ νόει ὁ καὶ πρὶν γενέσεως, πάντα εἰδώς; Καὶ μὴν καὶ τὸ «Οιδά σε παρὰ πάντων ο εἰρημένον τῷ Μωσεί πρὸς Θεὸν, οὕτω προσήκει νοεῖν. Αὐτὸς μὲν οὖν ἡμῖν ᾠκειώθη διὰ σαρκός, ἡμεῖς δ᾽ αὐτῷ δι' ἀρετῆς οἰ κειούμεθα. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ε, ΧΧΧΙν, ει Σὺ δέ μοι εἶπας· Οιδά σε παρὰ πάντας, καὶ χάριν ἔχεις παρ' ἐμοι
col. 999–1000page 4 of 16
PG 132:999συναγωγή. Αφ' οὗ δ᾽ εἰς Χριστὸν πεπαρῴνηκε, ἤκουσεν·. Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος, καὶ γέγονε κατὰ τὸν προφητικόν λόγον ή έπαυλις ήρτ μωμένη. ο Αντεισήχθη δὲ ἡ ἐξ ἐθνῶν ἀγέλη ὑφ᾽ ἐνὶ μαθοῦσα ποιμαίνεσθαι τῷ Χριστῷ· οἱ δὲ μισθωτῶν δίκην ταῖς μυστικαῖς ἀγέλαις ἐπιστατοῦντες ἐπαύ. θησαν. Φοβ, θῶμεν ὅσοι τῶν λογικῶν προβάτων ἀγελάρχαι τετάγμεθα, μὴ ἀντὶ ποιμένων μισθωτοὶ καὶ κλέπται φανείημεν, μηδὲ τὰς ἐξ αὐτῶν ὠφελεία; καρπώμεθα, περὶ δὲ τὴν ἐπιμέλειαν τοῦ ποιμνίου ὀλιγώρως διατιθείημεν. Καὶ ὑμεῖς δὲ οἱ ποιμαινά μενοι προσέχετε ἑαυτοῖς, μήπως ἀντὶ τοῦ προβάτοις ὁμοιοῦσθαι, καὶ γάλα φέρειν καὶ ἔριον, & τὴν ἐλεημοσύνην αἰνίττονται, πρὸς τοὺς κρημνούς τῆς ταύτης. "Ην μὲν αὐλὴ πρότερον ἡ τῶν Ἰουδαίων 1 ἁμαρτίας, ἐρίτων τρόπον ἐφάλλοισθε. μιμησώμεθα τοῦτον τὸν ἀληθῆ ποιμένα, καὶ μιμητὴν τοῦ Δεσπότου Παγκράτιον, οὗ τὸν ἄριστον βίον ἐπιτροχάδην διεξελθέντες ὑποδείξομεν ὑμῖν, ὡς οὐκ ἔστιν ἀμήχανον τοῦτον μιμήσασθαι. Ὁ ἱερὸς τοίνυν Παγκράτιος, καθὼς ὁ τὰ κατ' αὐτὸν ἱστορήσας Ευάγριος Ακριβώσατο, ἀνατολῆθεν ορμώμενος, καὶ ὑπὸ τῶν ἱεροτελεστικῶν χειρῶν τοῦ κορυφαίου τῶν μαθητῶν ἀρχιερεὺς γεγονώς, ἐν τῇ καθ᾿ ἡμᾶς ταύτῃ νήσῳ ἐκπέμπεται, καὶ πρὸς ταύτην τὴν πόλιν ταύρου καὶ μενείας πεφοιτηκώς, πρότερον μὲν τὰ τῶν δαιμονίων εκκαθαίρει βδελύγματα, τοῦ κορυφαίου τῶν μαθητῶν, χειροτονίαν οι χειροτονείν απο ἱεροτελεστικών. ταύτην, πόλιν Ταύρου καὶ Μενείας
col. 1001–1002page 5 of 16
PG 132:1001καὶ τὰ βέβηλα συντρίβει ἀγάλματα, ὧν ἐξόχως ἐτι μῶντο Φάλκων, καὶ Λύσσων, καὶ Σκάμανδρος. Εἶτα μετάγει πρὸς τὴν εὐσέβειαν τὸν ἡγεμόνα τῆς πόλεως Βονιφάτιον, θείους τε ναοὺς καὶ ἱερὰ δειμάμενος καταγώγια, καὶ πολλοὺς πρὸς τὴν ἀληθῆ πίστιν μεταγαγών, ἐπισφραγίζει μαρτυρίῳ τὸ τέλος· καν τούτῳ τὸν οἰκεῖον Δεσπότην μιμούμενος, καὶ τὴν τῆς ἀρχιερωσύνης στολὴν αἵματι φοινίξας μαρ τυρικών, πρὸς οὐρανὸν ἀνατρέχει χερσὶν ἀγ γέλων αιρόμενος. Τούτου την πολιτείαν ζη λώσωμεν, ὦ Χριστιανικώτατε σύλλογε. Τῷ ὄντι γὰρ καὶ ἡμεῖς ἀνατολῆθεν ἐξορμώμεθα ἐκ τῆς μα καρίας ἐκείνης Ἐδὲμ, ἐξ ἧς ἐκπεσόντες, ἐν ταῖς δυσμαῖς τοῦ βίου τούτου γεγόναμεν, κόσμον οἰκή σαντες νήσῳ παρεμφερή ἅτε τῇ τῆς κακίας ἅλμῃ πάντοθεν διαλαμβανόμενον· ἐν ᾧ πολλὰ μὲν τῆς πονηρίας τὰ πνεύματα, πυκνὰ δὲ τῆς ἁμαρτίας τὰ κύματα, ἀλλεπάλληλα τῶν πειρασμῶν τὰ ρεύματα, ἅπερ καθ' ἡμῶν ἐγείρει ὁ νοητὲς ἄγριος ταύρος, δ τὴν μανίαν σύνοικον ἔχων, καὶ πόλιν κτίζων ὑπὸ πονηρῶν ἐπιτηδευμάτων συνωκισμένην· περὶ ἧς φησιν ὁ ψαλμός· «Εἶδον ἀνομίαν καὶ ἀντιλογία» ἐν τῇ πόλει καὶ ἀνομία, καὶ κόπος ἐν μέσῳ αὐτῆς, καὶ τόκος, καὶ δόλος ἐν ταῖς πλατείαις αὐτῆς, ο Ορᾷς τοῦ νοητοῦ Ταύρου καὶ τῆς μανίας τὴν πόλ λιν, ἣν οἰκεῖν κατεκρίθημεν; Ενταύθα οὖν παραχθέντες, γενώμεθα Παγκράτιοι τρόπον ἕτερον, πάντων κρατοῦντες τῶν ἀπὸ τῆς ψυχῆς κινημάτων. Οὕτω γὰρ τὰ ἐν ἡμῖν τῶν παθῶν ἀφιδρύματα ἀφα νισθείεν,ὡς Φάλκων, καὶ Λύσσων, καὶ Σκάμανδρος. Εἶεν δ' ἂν Φάλκων μὲν ὁ ὑφέλκων ἡμᾶς εἰς τὴν ἁμαρτίαν πονηρὸς λογισμός, Λύσσων δὲ ἡ λυσσώδης ἐπιθυμία τῶν ἀτόπων ὀρέξεων, Σκάμανδρος δὲ ὁ θυμὸς, ὁ καθάπερ σκάμμα καὶ πόλεμος γινόμενος τῆς ἀνδρείας ψυχῆς. Ἐνταῦθα τὰ εἴδωλα τοῦ νοὸς καταβάλωμεν, τὸ τριμερὲς τῆς ψυχῆς εὐ μάλα περικαθάραντες, πολλῶν μυσταγωγοὶ καὶ σωτῆρες γενοίμεθα. Οι τε γὰρ τῆς ἀσεβοῦς προέχοντες πό λεως, τουτέστιν οἱ ἐπὶ κακίᾳ περιφανέστεροι, εἴσω τῆς σωτηρίας εἰσαχθεῖεν, μόνον εἰ πρότερον γένοιτο Βονιφάτιοι. Τὸ γὰρ ὄνομα τοῦτο τὸν ἀγαθὰ δια πραττόμενον ἑρμηνεύσει, εἴ τις τῶν Ῥωμαίων εἰς τὴν Ελλάδα μεταβάλλει φωνήν· δηλοῦντος τοῦ λόγου, ὡς οὐκ ἔστι γνήσιον γενέσθαι Χριστιανὸν τὸν μυθολογία Φάλκων ἐν τῇ παραλία, Λύσσων ἐν τῷ τετραΐππῳ. Διὰς ἐν τῇ οἰκίᾳ Ἐλίδου σὺν τῷ εἰδώλῳ Σκαμάνδρῳ. Η θεά Αρτεμις Ηρωνος θυγάτηρ πλη σίον τῆς καταβάσεως υδάτων. Ανατολίαν
col. 1003–1004page 6 of 16
PG 132:1003μή καλὰ ἔργα ἐπιδεικνύοντα. Ανήγειρεν ὁ μέγας Παγκράτιος ἱερὰ τεμένη, καὶ θείους σηκούς κατα σκεύασον σὺ σεαυτὸν ναὸν τοῦ Θεοῦ, οἰκητήριον τῆς ἁγίας Τριάδος γενόμενος. "Αν σοι προσβάλλοι διὰ πειρασμῶν ὁ ἐχθρός, μέχρι θανάτου ἀντίστηθι, προαιρέσει μαρτύρησον. Εξεχύθη τοῦ ἱερομάρτυρος τὸ αἷμα διὰ Χριστόν· χύσον αὐτὸς τὰς τῶν δακρύα λειβάδα; ἐξ ὀφθαλμῶν. Εκρυβη τὸ σεβάσμιον ἐχεί νου σῶμα ἐν χαραδρώματι· κρύψου σὺ τὴν σεαν τοῦ ψυχὴν ἐν τῇ ταπεινότητι, ἵνα σε σκηναὶ ἁγίων εἰσδέξωνται, καὶ βασιλεία οὐρανῶν, καὶ τρυφή ἀτελεύτητος, ἧς γένοιτο πάντας ἡμᾶς ἀπὸ τοῦ Κυ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾿ οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, καὶ κράτος, καὶ αἴνεσις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. ΟΜΙΛΙΑ ΝΗ'. Εἰς τὸ, ο 'Ιδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων.» — Ελέχθη ἐν τῇ ἑορτῇ τοῦ ἁγίου μεγαλομάρτυρος Παντελεήμονος. Οἱ πρὸς τὴν πάνδημον ταύτην αθροισθέντες πα κοιλαίνεται χαράδραι γὰρ αἱ διαιρέσεις καὶ τὰ σχίσματα, καὶ εἰ χείμαρτοι γῆς παρα τὸ χαράσσω. χαραδρώματα σχίσματα Πανταλέων Παντελεήμων, τὸν ἀθλοφόρου καὶ θαυματουργόν Παντελεήμονα
col. 1005–1006page 7 of 16
PG 132:1005νήγυριν, ταῖς σωματικαῖς ἀνάγκαις οιά τιτι πλεκτάναις πεδούμενοι περὶ τὴν ἐμπορίαν σχολάζουσι μᾶλλον ἢ περὶ τὴν ἐκκλησιαστικὴν ταύτην σύνα ξιν· καὶ ἐπορθρίζουσι μᾶλλον εἰς τὸ πρατήριον ἤπερ εἰς τὸ εὐκτήριον. Εκαστοι τῶν τε πιπρασκόν των καὶ τῶν ὠνουμένων προλαβεῖν, ἐν τῷ κέρδει σπουδάζουσι τὸν ἕτερον. Καὶ ὁ μὲν σπεύδει πρὸ τῶν ὁμοτέχνων ἀπεμπολῆσαι τὸ ἴδιον· ὁ δὲ μὴ προ ληφθῆναι παρ' ἑτέρου πρὸς τὸ ἁρπάσαι τὸ χρειώδες, ἐπείγεται· λόγος δὲ αὐτῆς τῆς Ἐκκλησίας οὐδείς. ᾿Αλλὰ τὸν εἰς τὸ θεῖον τέμενος δρόμον ὁ ἐχθρὸς τῇ προφάσει τῆς ἐμπορίας προήρπασεν. Αλλ' ὑμεῖς ὅσοι τῆς σωματικής χρείας τὴν θείαν σύναξιν προεκρίνατε, καὶ τὴν εὐχὴν τῆς ἀκαίρου φιλονεικίας προετιμήσατε, την πνευματικὴν πραγματείαν εἰσ. δέξασθε, οὐ καθ᾽ ὁμοιότητα τῆς αἰσθητῆς ταύτης " καὶ ῥεούσης τυγχάνουσαν· ἐν ᾗ πολλὴ μὲν ἡ φιλο νεικία, πλείστη δὲ ἡ ἐπιορκία, τὸ ψεῦδος σωρηδόν ἐπικέχυται, ἑκάστου τοῖς ἐπαίνοις ὑπερβάλλεσθαι τὸ ἴδιον, καὶ φενακίσα: τὸν συναλλακτὴν σπου δάζοντος. Αλλ' ἡ ἐνταῦθα ἐμπορία ἡγεμαία καὶ ἥσυχος, καὶ τὸν παρέχοντα μὴ ζημιοῦσα, καὶ τὸν λαμβάνοντα παρασκευάζουσα εὐπορώτερον. Τὴν εὐαγγελικὴν τοίνυν πυκτὴν ἀναπτύξαντες, τὰ θεῖα κατοπτεύσωμεν λόγια. Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. Πρότερον μὲν ἀποστέλλων τοὺς μαθητάς ὁ Σωτὴρ εἰς τὸ κήρυγμα, ἀπεῖργε τούτους εἰς ὁδὸν βαδίζειν ἐθνῶν, καὶ εἰς πόλιν Σαμαρειτών, τοῖς ἐξ Ἱερουσαλὴμ δὲ μόνοις εὐαγγελίζεσθαι. Ἐν τούτοις οὖν ἐθίσας αὐτοὺς, ἤδη λοιπὸν καὶ παντὶ τῷ κόσμῳ καθί στησι κήρυκας. Ἐπεὶ δὲ μιμητὰς ἔδει γενέσθαι αὐτοὺς τοῦ διδασκάλου ἀκούσαντας, ὡς «Ο θέλων ἐμοὶ διακονεῖν ἐμοὶ, ἀκολουθείτω,» ἐκεῖνος δὲ ἤχθη ἐπὶ σφαγήν, ὡς πρόβατον, κατὰ τὴν τοῦ Ἠσαΐου προαναφώνησιν, διὰ τοῦτο ἐξάγων αὐτοὺς εἰς τὸ κήρυγμα, παρ ραινεῖ, ὡς ἄρνας λύκοις συναναστρέφεσθαι.. Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. Ηδει γάρ, ᾔδει ὡς ἐπεισφρήσουσι κατὰ τοῦ κηρύ γματος βασιλεῖς, καὶ ἡγεμόνες, καὶ τύραννοι κατὰ τῶν κηρύκων ὡς λύκοι ἄγριοι χαίνοντες, καὶ θηριωδώς ἐπιθρώσκοντες. Πῶς οὖν, φησί, τούτων περιγενήσεσθε; Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις. Μὴ θορυβείσθω δὲ τῶν φιλοχρίστων ἀκοὴ, ὅτι ἀπεμφαίνοντι ζώῳ ἐξομοιοῦσθαι τοῖς μαθηταῖς νουθετεῖ. Αὐτὸς γὰρ ὁ Σωτὴρ τῷ κρεμασθέντι ἐν τῇ ἐρήμῳ χαλκοχύτῳ ὄφει ἑαυτὸν ὁμοιῶσαι οὐ παρητήσατο. Ἐπεὶ οὖν ἐστέλλοντο πρὸς τὸ κήρυγμα, ὅπου χρεία σοφίας ἦν ". πρὸς τὸ πεῖσαι τοὺς ἀντιλέγοντας, μιμεῖσθαι τὸ φρόνημα τοῦ ὄφεως ὑποτίθησιν. Ωσπερ γὰρ ἐν τῇ
col. 1007–1008page 8 of 16
PG 132:1007κατὰ τοῦ πρώτου ἀνθρώπου ἐπιβουλῇ ἔγνω ὁ ὅρις μὴ τῷ ἀνδρὶ προσελθεῖν στεῤῥότερον έχοντι φρό νημα, ἀλλ' ὡς εὐαγωγοτέρᾳ τῇ γυναικὶ τὴν ἀπατηλὴν ἐκείνην προσῆξε παραίνεσιν, πιθανῶς τὸν λίγου πλάσας πρὸς τὸ ἀποστῆσαι Θεοῦ· οὕτω βούλεται τους μαθητὰς ἐν τῷ διδάσκειν πρόσωπα, καὶ τόπους, καὶ καιροὺς ἐπιλέγεσθαι, καὶ παντὶ τῷ τρόπῳ ἐν κρίσει τοὺς λόγους οἰκονομεῖν, πρὸς τὸ ἀποστῆσαι τῆς ἁμαρτίας, καὶ οἰκειῶσαι Θεῷ. Σκόπει μοι τοῦ μεγάλου Παύλου τὴν ἐν τῷ Αρειοπάγῳ διάλεξιν ἠρτυμένην τῷ φρονήματι τοῦ ὄφεις, πῶς, ἀφ᾽ ὧν ἐσέβοντο βωμῶν τὸν λόγον κατασκευάσας, παντό φως τὸν Εὐαγγελίου λόγον παρέπλεξεν, ὡς τὸν παρ' ἐκείνοις εὐδόκιμον δικαστήν, τὸν μέγαν φημὶ Διο νύσιον, τῇ τοῦ λόγου οικονομία ὑπαγαγεῖν. Δίδωσι δὲ ὁ λόγος καὶ ἄλλο νοεῖν· ἐπεὶ ὁ ὄφις πληττόμενος παντὸς μὲν τοῦ σώματος ἀλογεῖ, σπεύδει δὲ τὴν κε φαλὴν μόνην τηρεῖν, εἰδὼς ὡς ἐν ἐκείνῃ πέφυκεν ἡ τούτου ζωή, οὕτω βούλεται τοὺς μαθητάς μελέτην ἔχειν διὰ βίου παντὸς καθαρὰν τηρῆσαι καὶ ἁπλη κτον τὴν εἰς αὐτὴν πίστιν, ὅς ἐστιν ἡμῶν ἡ κεφαλή τοῦ σώματος δὲ καὶ τῶν περὶ τὸ σῶμα γενναίω λήμματι ἀφειδεῖν. Σωζομένης γὰρ ἐν ἡμῖν ἀθραύστου τῆς πίστεως, τὸν ἀληθῆ τῆς ψυχῆς θάνατον οὐκ ἀποθανούμεθα. Ενεστι τῷ ὄφει καὶ ἄλλη φυσική καὶ ἀπόῤῥητος δύναμις. Τμηθεὶς γὰρ τὸ σῶμα, συγκολλᾷ, καὶ συσφίγγει αὖθις τὰ τμήματα, καὶ ες ὁλοκληρίαν ἀποκαθίσταται. Παραινεῖ οὖν τὸ εἰκό νισμα, ὡς εἴ ποτε καὶ ἡμῖν διάστασις τῶν πνευματ τικῶν μελῶν γένηται, δέδοται πᾶσιν ἡ τῆς μετα νοίας ἰσχὺς, δι' ἧς δυνάμεθα πάλιν συνέρχεσθαι καὶ συνάπτεσθαι. Πρὸς τούτοις καὶ ἄλλη ἐστὶ τῷ ὄψει δύναμις φυσική. Ἐπειδὰν γὰρ ἑαυτὴν αἴσθηται χρόνῳ γηράσαντα, ὥς φασιν οἱ τὰς τῶν ζώων φύσεις παρατηρήσαντες, ἀσιτίᾳ μακρᾷ δὺς ἑαυτὸν, καὶ οὕτω χαυνώσας τὸν ὄγκον τοῦ σώματος, εἰς ἁρμι νίαν στενὴν καὶ πνιγηρὰν τὸ σῶμα καθεὶς, ἐπὶ τοσοῦτον βιαίως ὠθεῖ, ἕως ἂν, τῆς λεβηρίδος γυμνα Τῇ τοῦ λόγου οικονομίᾳ cἰκονομεῖν Τοῦ ἀνθρώπου αὐτὸν ἀπο κεραμῆσαι ιχνεύοντος ὅλον τὸ σῶμα παραδίδωσι, τὴν κεφαλὴν μόνην φυλάσσει. υφείλομεν οὖν καὶ ἡμεῖ; ἐν καιρῷ πειρασμοῦ ὅλον τὸ σῶμα θανάτῳ παραδοῦναι, μόνην τὴν κεφαλὴν φυλάττοντες, τοῦτ' ἔστι τὸν Χριστὸν μὴ ἀρνούμενοι, ὅπερ ἐποίουν οἱ ἅγιοι μάρ τυρες. Η κεφαλὴ γὰρ παντὸς ἀνδρὸς ὁ Χριστός ἐστιν, ὡς γέγραπται.
col. 1003–1004page 6 of 16
PG 132:1003θεὶ;, σὺν αὐτῇ τὸ γῆρας ἀπώθηται. Καὶ εἴπερ δι' ἄλλο τι, καὶ διὰ τοῦτο κληθῆναι αὐτὸν φρόνιμον παρὰ τῆς Γραφῆς, ὅτι μικρὰ πονήσας ἐν ἀναπαύσει καθί σταται. Υποτίθεται οὖν σοι νοεῖν ὡς, εἰ μέλλοιμεν τὸν παλαιὸν ἄνθρωπον ἀποθέσθαι, καὶ τῆς ἁμαρτίας ἀποξύσαι τὸ γῆρας, ἐγκρατείᾳ ἐπιπόνῳ τὴν παλαιὰν ἐν τῷ παραδείσῳ λαιμαργίαν ἰάσασθαι, τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν τῆς ἀρετῆς διοδεύοντας. Βού λεσθε καὶ ἄλλο τῶν τοῦ ὄψεως εἴπωμεν, δ μιμεῖσθαι ἡμᾶς ὁ Κύριος βούλεται; Φασὶ τὸν ὄφιν ἐν τῇ ἀρ μονίᾳ εἰς ἣν παραδύεται, ἐπὰν εἰσωθῆσαι φθάσῃ τὴν κεφαλὴν, μὴ ἂν εὐκόλως εἰς τοὺπίσω ἐφέλ κεσθαι, εἴ τις ἐκ τοῦ οὐραίου λαβόμενος εἰς τοὔμπαλιν ἀντισπᾷν πειραθῇ τῆς τραχείας φυσικῶς φολί ἕως, πρὸς τὴν τοῦ ὑφέλκοντος βίαν ἀντιβαινούσης δεικνύντος τοῦ ὑποδείγματος ὡς τὸν ἅπαξ ἑαυτὸντῇ τῆς ἀρετῆς ἁρμονία ὑποτάξαντα ἀποστολικῇ παραινέσει δεῖ τοῖς μὲν ἔμπροσθεν ἐπεκτείνεσθαι, οὐ μὴν εἰς τὰ ὀπίσω ἐφέλκεσθαι.· Οὐδεὶς γὰρ, φησί, βαλὼν τὸν χεῖρα αὐτοῦ ἐπ' ἄροτρον, καὶ στρα φεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν κ Ταῦτα μὲν μιμεῖσθαι ἡμᾶς μυσταγωγεῖ τὸ τοῦ όφεως· τῆς δέ γε περιστερᾶς τὴν ἀκεραιότητα· «Γ νεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί, ο Φασὶ γὰρ τοῦτο τὸ ζῶον, τὴν περι στεράν, τοιαύτην ἔχειν πρὸς τοὺς δεσπότας την οικειότητα, ὡς καὶ πορθουμένης αὐτῆς τῆς καλιᾶς, ἀγηρασία, Οταν γηρά σκει, ἀμβλύνονται αὐτοῦ οἱ ὀφθαλμοί· καὶ ἐὰν ἀνα νεάζειν αὐτὸν βούληται, νηστεύει ἡμέρας τεσσαράκοντα, ἕως ἂν τὸ δέμας αὐτοῦ χαυνωθῇ, καὶ εὑρίς σκει πέτραν, καὶ ῥαγαδαστεύει· προκύψας δὲ διὰ τῆς ὁπῆς ὠθεῖται περάσαι, καὶ ἐκβάλλει τὸ γῆρας, καὶ ἀποβαλὼν αὐτὸ τερπωλὴν παρέχει νεανίσκων. Καί σύ, νοητὲ ἄνθρωπε, ἐὰν θέλεις τὸ πάλαι ποτὲ γῆρας τοῦ κόσμου ἀποβαλέσθαι διὰ τῆς στενής καὶ τεθλιμμένης ὁδοῦ, διὰ νηστείας τὸ σῶμα μάτ στισον· στενὴ γάρ ἐστι ἡ πύλη, καὶ τεθλιμμένη ἡ ἐδὸς ἡ ἐπάγουσα εἰς τὴν βασιλείαν τοῦ οὐρανοῦ. ο Ο όφις, στενῇ τινι ἐπῇ περι σφιγγόμενος, καὶ διεξερχόμενος, ἀποδύεται τὸ πα λαιὸν δέρμα. Λεβηρίδα κενώτερος λεβηρίδος, Ειγα». Βηρὶς τὸ τοῦ ὄψεως γήρας. γῆρας ἐκδύς, κέλυφος τοῦ ἔαρος, ήσαν έχρι νήν, Φολίδος τραχείας,
col. 1011–1012page 9 of 16
PG 132:1011και σφαττομένων τῶν νεοττῶν, τῆς οἰκίας τῶν δε σποτῶν μὴ ἀφίστασθαι. Τοιαύτην οὖν καὶ ἡμᾶς ἔχειν προσήκει πραΰτητα καὶ ἀμνησικακίαν πρὸς τοὺς ἀδικοῦντας ἡμᾶς. ι Καὶ ἀκέραιοι, ὡς αἱ περι στεραί., Καὶ κατ᾽ ἄλλον δὲ τρόπον ὁμοιοῦσθαι ἡμᾶς βούλεται τῇ περιστερᾷ. Ἐπειδὴ χολῆς ἄμοιρόν ἐστι τοῦτο τὸ ὄρνεον, καθὼς ἐκριβώσαντο οἱ τὰ τοιαῦτα παρατηρήσαντες. Ἔστι δὲ καὶ δυσωδίας ἐχθρὸν, φιλεῖ δὲ μάλιστα τόποις εὐώδεσιν ἀναστρέφεσθαι. Τοιούτους οὖν εἶναι διδάσκει τοὺς μαθητάς πραείς καὶ ἀχύλους εἶναι τοῖς πταίουσιν, ὁποῖον τὸν μέγαν Μωσέα, καὶ τὴν ἱεροφάντορα Δαβιδ δεικνύει τὰ λό για. ἂν ὁ μὲν, λοιδορησάσης αὐτὸν τῆς ὁμαίμονος, καὶ κατὰ πόδας δεξαμένης τὴν τοῦ Θεοῦ ἀγανάκτησιν, ὑπὲρ αὐτῆς τὸ θεῖον ἐξιλεώσατο, ὁ δὲ, τὸν διώκοντα Σαούλ εἰς χεῖρας λαβών, καὶ ἔχων ὑπ' ἐξουσίας αὐτὸν ἀνελεῖν, αὐτός τε μακροθύμως ἤνεγκε, καὶ τὸν ὑπασπιστὴν πρὸς τὴν ἀναίρεσιν ὁρμή. σαντα διεκώλυσεν. Οὕτως ἀοργήτους εἶναι ἡμᾶς βούλεται, τῆς περιστερᾶς τὴν ἀκεραιότητα μιμουμένους, ἐχθροὺς δὲ τῆς δυσώδους ἁμαρτίας καὶ μυσαρᾶς, τῷ μύρῳ τῆς ἀρετῆς γαννυμένους και τρεφομένους. Η γὰρ περιστερὰ τοὺς δυσώδεις, ὡς έφην, τύπους ἐκφεύγουσα, τῇ εὐπνοίᾳ τοῦ μύρου καὶ τῶν ἀνθέων ρωμαλεωτέρα καθίσταται. Τάχα δὲ διὰ τούτων ὁμοιωθῆναι ἡμᾶς παραινεῖ τῷ τῆς περιστερᾶς εἴδει τῆς καταπτάσης ἐν Ἰορδάνῃ, ἧς τὰς πτέρυγας λαβεῖν καὶ Δαβὶδ ἐπεθύμησεν. Οὕτω γὰρ ἐν αἰνίγματι σύνηθες τῇ Γραφῇ ὀνομάζειν τὴν Ο θείαν τοῦ Πνεύματος δύναμιν. Εἰ δὲ δεῖ ἐφάψασθαι καὶ τοῦ ὑψηλοτέρου νοήματος. δόγμα ἐστὶ τὸ ἐν τῷ λόγῳ κρυπτόμενον. Τὸ δὲ δόγμα ἐμφαίνει μεσότητας εἶναι τὰς ἀρετάς· ἑκάστη γὰρ ἀρετὴ μεσολαβεῖται πως δυσὶ κακοῖς γειτονήμασι, οἷον ἐπὶ τῆς ἀνδρείας, ἡ μὲν ὑπερβολὴ θράσος, ἡ δὲ ἔλλειψις δειλία· ἀμφότερα δὲ οὐκ ἐπαινετά. Τὸ δὲ μέσον ἀμφοῖν ἡ ἀνδρεία, αὕτη ἐστὶν ἀρετή Οὕτω καὶ ἐπὶ τῆς σωφροσύνης, ὁ μὲν ἐλλειπὴς ἀκόλαστος, ὁ δὲ ὑπερβαίνων κεκαυτηρίασται τὴν συνείδησιν, ὡς οι Ο έλε λειπής κατὰ τὴν σωφροσύνην ἀκόλαστος, ὁ πλεο ἀ ζων κεκαυτηρίασται τὴν συνείδησιν, καθὼς ὁρίζεται ὁ ᾿Απόστολος· ὁ μὲν γὰρ ταῖς ἡδοναῖς ἀναίδην ἐκκέ χυται, ὁ δὲ καὶ τὸν γάμον ἴσον τῇ μοιχείᾳ βδελύτε τεται. Η δὲ διὰ μέσου τούτων θεωρουμένη ἕξις σωτροσύνη ἐστίν. λαστο:, ακόλαστος ελλειπής, ὅ πάσαις μίγνυται κυνηδόν, καὶ ταῖς ἡδοναῖς ἀναίδην ἐκκέχυται, ἀναισθη
col. 1005–1006page 7 of 16
PG 132:1005νήγυριν, ταῖς σωματικαῖς ἀνάγκαις οιά τις πλεκτάναις πεδούμενοι περὶ τὴν ἐμπορίαν σχολάζουσι μᾶλλον ἢ περὶ τὴν ἐκκλησιαστικὴν ταύτην σύνα ξιν· καὶ ἐπορθρίζουσι μᾶλλον εἰς τὸ πρατήριον ἤπερ εἰς τὸ εὐκτήριον. Εκαστοι τῶν τε πιπρασκόνε των καὶ τῶν ὠνουμένων προλαβεῖν, ἐν τῷ κέρδει σπουδάζουσι τὸν ἕτερον. Καὶ ὁ μὲν σπεύδει πρὸ τῶν ὁμοτέχνων ἀπεμπολῆσαι τὸ ἴδιον· ὁ δὲ μὴ προ ληφθῆναι παρ' ἑτέρου πρὸς τὸ ἁρπάσαι τὸ χρειώδες, ἐπείγεται· λόγος δὲ αὐτῆς τῆς Ἐκκλησίας οὐδείς. ᾿Αλλὰ τὸν εἰς τὸ θεῖον τέμενος δρόμον ὁ ἐχθρὸς τῇ προφάσει τῆς ἐμπορίας προήρπασεν. Ἀλλ᾽ ὑμεῖς ὅσοι τῆς σωματικής χρείας τὴν θείαν σύναξιν προεκρίνατε, καὶ τὴν εὐχὴν τῆς ἀκαίρου φιλονεικίας προετιμήσατε, τὴν πνευματικὴν πραγματείαν εἰσ. δέξατος, οὐ καθ' ὁμοιότητα τῆς αἰσθητῆς ταύτης καὶ ῥεούσης τυγχάνουσαν· ἐν ᾗ πολλὴ μὲν ἡ φιλο νεικία, πλείστη δὲ ἡ ἐπιορκία, τὸ ψεῦδος σωρηδόν ἐπικέχυται, ἑκάστου τοῖς ἐπαίνοις ὑπερβάλλεσθαι τὸ ἴδιον, καὶ φενακίσαι τὸν συναλλακτὴν σπου δάζοντος. Αλλ' ἡ ἐνταῦθα ἐμπορία ή εμαία καὶ ἥσυχος, καὶ τὸν παρέχοντα μὴ ζημιοῦσα, καὶ τὸν λαμβάνοντα παρασκευάζουσα εὐπορώτερον. Την εὐαγγελικὴν τοίνυν πυκτὴν ἀναπτύξαντες, τὰ θεῖα κατοπτεύσωμεν λόγια. Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. Πρότερον μὲν ἀποστέλλων τοὺς μαθητὰς ὁ Σωτὴρ εἰς τὸ κήρυγμα, ἀπείργε τούτους εἰς ὁδὸν βαδίζειν ἐθνῶν, καὶ εἰς πόλιν Σαμαρειτών, τοῖς ἐξ Ἱερουσαλὴμ δὲ μόνοις εὐαγγελίζεσθαι. Ἐν τούτοις οὖν ἐθίσας αὐτοὺς, ἤδη λοιπὸν καὶ παντὶ τῷ κόσμῳ καθί στησι κήρυκας. Ἐπεὶ δὲ μιμητὰς ἔδει γενέσθαι αὐτοὺς τοῦ διδασκάλου ἀκούσαντας, ὡς «Ο θέλων ἐμοὶ διακονεῖν ἐμοὶ, ἀκολουθείτω, ἐκεῖνος δὲ ἤχθη ἐπὶ σφαγήν, ὡς πρόβατον, κατὰ τὴν τοῦ Ἠσαΐου προαναφώνησιν, διὰ τοῦτο ἐξάγων αὐτοὺς εἰς τὸ κήρυγμα, πα ραινεῖ, ὡς ἄρνας λύκοις συναναστρέφεσθαι. «Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων.» Ηδει γάρ, ᾔδει ὡς ἐπεισφρήσουσι κατὰ τοῦ κηρύ γματος βασιλεῖς, καὶ ἡγεμόνες, καὶ τύραννοι κατὰ τῶν κηρύχων ὡς λύκοι ἄγριοι χαίνοντες, καὶ θηριωδώς ἐπιθρώσκοντες. Πῶς οὖν, φησί, τούτων περιγενή. σεσθε; Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις.» Με θορυβείσθω δὲ τῶν φιλοχρίστων ἀκοὴ, ὅτι ἀπεμφαίνοντι ζώ ἐξομοιοῦσθαι τοῖς μαθηταῖς νουθετεῖ. Αὐτὸς γὰρ ὁ Σωτὴρ τῷ κρεμασθέντι ἐν τῇ ἐρήμῳ χαλκοχύτε ὄφει ἑαυτὸν ὁμοιῶσαι οὐ παρητήσατο. Ἐπεὶ οὖν ἐστέλλοντο πρὸς τὸ κήρυγμα, ὅπου χρεία σοφίας ἦν πρὸς τὸ πεῖσαι τοὺς ἀντιλέγοντας, μιμεῖσθαι τὸ φρόνημα τοῦ ὀφεως υποτίθησιν. Ὥσπερ γὰρ ἐν τῇ
col. 1015–1016page 10 of 16
PG 132:1015καὶ κατανοήσεως πρὸς εὐπείθειαν τῶν ἀκουόντων τὴν διδασκαλίαν οἰκονομῶν φρόνιμος ὡς ὅρις ἐστίν ἀκέραιος δὲ ὡσεὶ περιστερὰ ὁ μηδ' εἰς ἔννοιαν λαμβάνων ἀμύνασθαι τὸν ἐπιβουλεύοντα. έλλειψιν διαπέφευγεν. Ὁ γοῦν μετὰ περισκέψεως Γούτοις τοῖς ὅπλοις ἑαυτὸν περιφράξας Παντελεήμων ὁ γενναιότατος ἀθλητής, οὗ τὴν ἱερὰν πανί γυριν ἄγομεν, Μαξιμιανοῦ τὰς ἀπειλὲς καὶ καλά. σεις ἡγήσατο νηπιοπρεπή μορμολύκεια, παραθήξας μὲν ἑαυτὸν εὖ μάλα πρὸς τὸ μαρτύριον, προτρέπων δὲ καὶ ἡμᾶς τὰς ἀριστείας ζηλοῦν ἐκείνου καὶ τὰ παλαίσματα. Αλλ᾽ ἴσως ἀμήχανόν τις ἡγήσαιτο δύνασθαί τινα τοῦτον μιμήσασθαι, μήτε Παντελεή μονα κεκλημένον, μήτε πατέρων φῦντα τοιοῦτον, τοῖς λοιποῖς ἐπιτηδεύμασι κοινωνήσαντα. Πῶς γὰρ τὴν συντυχικὴν πολιτείαν τοῦ μάρτυρος ἐκ προαιρέσεως τις μιμήσαιτο; Αλλ' ἡμεῖς τὸ δοκοῦν δυσχερές ῥᾴδιον εἶναι σαφῶς ὑποδείξομεν. Γένοιτο δ᾽ ἂν μάθ λιστα τοῦτο διαφανές, εἰ τὴν περὶ αὐτοῦ διήγησιν πρότερον διεξέλθοιμεν, δ τὴ καὶ ποιήσω μάλα συνέ σταλμένως, ὡς ἂν μὴ δοκείην ειδόσι μακρηγορεῖν. Παντελεήμων ὁ ἀθλητὴς, καθὼς ἡ κατ' αὐτὸν ἱστορία φησί, γέγονε πατρὸς μὲν Εὐστοργίου, μητρὸς δὲ Εύβούλης, Παντολέων ὀνομαζόμενος. Εκ δ' ἔτι παί δων καθηγητῇ τινι Εὐτροπίῳ παραδοθείς, τὰ Ἱπποκράτους καὶ Γαληνοῦ ἐκπαιδεύεται. Ερμολάῳ δὲ τῷ ἱερῷ ἐντυχών, μυσταγωγείται παρ' αὐτοῦ τῆς ἀληθείας τὰ δόγματα. Καὶ τελεσθεὶς διὰ τοῦ θείου λουτροῦ, Παντελεήμων μετονομάζεται. Καὶ γίνεται τὸ ἐντεῦθεν καὶ τοῖς ἄλλοις τοῦ μυστηρίου διδά σκαλος. Δηχθέντος δέ τινος ὑπὸ ἔχεως, τῇ τοῦ Χρι στοῦ ἐπικλήσει κατέστησεν ὑγιᾶ, ἀμβλύνας εὐχὶ τὸν θανατώδη τοῦ θηρίου Ιόν. Καὶ ἄλλον δὲ ἤδη τε (νήξαντα τῷ αὐτῷ φαρμάκῳ ἐπανήγαγε προς ζωήν. Εἶτα δυναμωθεὶς τῇ πίστει, τῷ τυράννῳ παι ρίσταται Μαξιμιανῷ, καὶ πολλῶν βασάνων πεῖραν λαβὼν, διὰ θανάτου μεθίσταται πρὸς τὴν μακαρίαν ζωήν. Ευήθης λέγεται καὶ ὁ χρηστοήθης, καὶ ὁ ἄνους, καὶ βλάς· καὶ εἴηθες τὸ ἁπλοῦν καὶ ἀπόνηρον. Τάττεται καὶ ἐπὶ καλοῦ καὶ ἐπὶ κακοῦ εὐήνεια, μυ ρία, ἄνοια, Θουκυδίδης ἐν τρίτῳ τὸ εὔηθες ἐπὶ τοῦ βελτίονος λαμβάνει, καὶ ὁ φιλόσοφος. Εύήθης, Ει ευήθεια, εύηθες περὶ τῆς εὐηθείας. περὶ δεινότητος Έστι δή τις δύναμις, ἣν καλούσι δεινότητα. Αὕτη δέ ἐστι τοιαύτη, ὥστε τὰ πρὸς τὸν ὑποτεθέντα σκοπὸν συντείνοντα δύνασθαι ταῦτα πράττειν, καὶ τυριά νειν αὐτῶν. Αν μὲν οὖν ὁ σκόπος ᾗ καλὰς, ἔπαινε ἡ ἐστιν, ἂν δὲ φαῦλος, πανουργία. ευήθειαν, δεινότητα, δεινότητι, γίαν, δεινότης
col. 1017–1018page 11 of 16
PG 132:1017Πῶς οὖν ὁ πρὸς αὐτὸν ἡμῶν ζῆλος γενήσεται; Εκαστος ἡμῶν υἱὸς Εὐστοργίου καὶ Εὐβούλης ἐπὶ τῆς θείας, φημί, δυνάμεως τοῦ πάντα τεκτηναμένου Θεοῦ. Ἐπειδὴ γὰρ τὸ θεῖον κατὰ τὴν ἑαυτοῦ φύσιν οὔτ᾽ ἄῤῥεν οὔτε θῆλυ ἐστι, καὶ μήτηρ ἡμῶν λέγεται καὶ πατήρ, Εὐβούλη μὲν διὰ τὴν μεγάλην βουλὴν τῆς ἡμῶν παραγωγής, καθ' ήν ἔλεγε: «Ποιή σωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, ο Ευστόργιος δὲ ὅτι τοιαύτην στοργὴν εἰς ἡμᾶς ἐνεδείξατο, ὥστε ο τὸν Υἱὸν αὐτοῦ τὸν μονο γενῆ δοῦναι λύτρον ὑπὲρ ἡμῶν.» Παραχθέντες τοίνυν ὑπὸ τῆς θείας τοῦ τεχνουργοῦντος δυνάμεως τῷ Εὐτροπίῳ ἐδόθημεν. Νόει δὲ διὰ τοῦ ὀνόματος τὸν πολύτροπον τόνδε βίον, τὸν εἰς τἀναντία μεταπίπτοντα καὶ τρεπόμενον ἐν τούτῳ γενόμενοι, ἐκοντὶ γεγόναμεν παντολέοντες. "Οταν γάρ τις διάστροφον ἔχῃ τὸν νοῦν, καθάπερ ὁ λέων τὰς ὄψεις, καὶ νεύοντα πρὸς τὰ πάθη, ἁρπακτικός τε καὶ ἀμετάδοτος ᾖ, ὡς ἐν ὀνύχων ἀκμαίς τῇ ἀδικίᾳ κα τασπαράσσων τὸν πέλας, παντολέων ἐστὶ, πάντα τοῦ λέοντος τὰ φυσικὰ πάθη φέρων ἐκ προαιρέσεως, μεταπλασθείσης ἀπὸ τῆς εἰς Θεὸν ὁμοιότητος ἐπὶ τὸ θηριώδες τῆς φύσεως. Τοιούτους τοίνυν τυγχάνοντας πρότερον μὲν ἠθικῇ δεῖ νουθετεῖσθαι φιλοσοφία, ἅτινά εἰσιν Ιπποκράτους καὶ Γαληνοῦ τὰ παιδεύματα· τουτέστιν ὡς ἵππον κρατεῖν τὸ σῶμα, καὶ τὰς ὁρμὰς τούτου δουλαγωγεῖν, καὶ γαληνόν βίον ἔχειν καὶ ἥσυχον. Αν τούτοις προγυμνασθῇς, Ερμόλαός σε μυσταγωγήσει τὰ τελεώτερα. Είη δ' ἂν Ερμόλαος ὁ ἑρμηνεὺς τοῦ λαοῦ, ὁ τῆς ἐκκλησίας διδάσκαλος. Οὗτος ὑποδείξει σοι τὴν τῆς σω τηρίας ὁδόν· καὶ τῷ λουτρῷ τῆς μετανοίας ἀποκαθάρας σε, ἀντὶ Παντολέοντος ποιήσει Παντελεήμο να· ἀποξύσας γὰρ τὸ θηριώδες ἦθος, μιμητὴν ποιήσει τοῦ ἐλεήμονος ὡς ἔργοις τὴν κλῆσιν ἐν δείξασθαι. Κἂν ἴδῃς τινὰ τρωθέντα ὑπὸ τοῦ νοητοῦ ὄψεως, καὶ κινδυνεύοντα εἰς πονηράν τινα πράξιν πεσεῖν, μεταδοίης ὧν είληφας, ἐπιπάσσης τῆς διδα σκαλίας τὸ φάρμακον, καὶ στήσεις τὴν ἐκ τῆς ἁμαρτίας φθοράν. Κἂν ἐντύχῃς τινὶ τελείως τὸν τῆς ἁμαρτίας θνήξαντι θάνατον, καὶ τοῦτον τῷ τῆς μετ τανοίας φαρμάκῳ ἀναστήσεις του πτώματος. Αν προσβάλλῃ ὁ νοητός Μαξιμιανός ὁ κοσμοκράτωρ διάβολος τὰς βασάνους ἐπιφέρων τῶν πειρασμῶν, γενναίως ἀντίστηθι. Υπέμεινεν ὁ μάρτυς ξίφη καὶ μαχαίρας· ὑπόφερε σὺ γλώσσας ήκονημένας εἰς λοιδορίαν. Εσβεσεν ἐκεῖνος πυρὸς ἐρωήν· ἀπομά ρανον σὺ τὴν ἔνδον πυρκαϊὰν τῶν παθῶν καὶ θυμὸν ἀλόγιστον, ζέοντα καὶ διεγειρόμενον πρὸς ὄρεξιν ἀντιλυπήσεως. Αν οὕτω βιῴης, οὐ μακρὰν ἔσῃ τοῦ μάρτυρος, καὶ αὐτὸς ἀθλήσας κατὰ προαίρεσιν, καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσεις ἐν Χριστῷ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ Πνεύματι, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.
col. 1019–1020page 12 of 16
PG 132:1019ΟΜΙΛΙΑ ΝΘ'. Εἰς τὴν σωτήριον Μεταμόρφωσιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Οἷόν τι πάσχειν εἰώθει ποιμὴν πληθυνθεισαν αὐτῷ τὴν ἀγέλην ὁρῶν, καὶ ἠθροισμένην ἐν χίτερα πόᾳ, καὶ γλαφυρά, καὶ ἀμφιλαφεῖ (τότε γὰρ ἐφ' υψηλής τινος σκοπιᾶς κεκαθικώς, βλέπων ἐν κύκλῳ περιηθροισμένον τὸ ποίμνιον, χαίρει, καὶ γέγηθε καὶ ᾄδει μέλη τὰ νόμια), τοιοῦτον ἐμοὶ συνέβη περί τὴν παροῦσαν πανήγυριν. Ορῶν γὰρ τὸν ἐμὸν λαὸν, τὴ θεοφιλές ποίμνιον, οὕτω θεοφιλῶς πρὸς τὸν ἱερὸν σηκὴν εἰσδραμὲν, ἐν ᾧ τὸ ἀχειρότευκτον ίδρυται τῆς πανυπεράγνου Δεσποίνης ἡμῶν ἀπεικόνισμα, εντ φραίνομαι, καὶ χαίρω, καὶ γέγηθα, καὶ πρὸς τὴν διδασκαλίαν ἐπείγομαι, διηγησόμενος τῆς παρούσης 1 μεγάλης ἑορτῆς τὰ μυστήρια. Αλλ' ἡ μὲν προθυμία οὕτω με διεγείρει πρὸς τὴν τοῦ ποιμνίου διάθεσιν. Ταυτὴ δὲ πάσχω ἀπειροκάλῳ τινὶ ἐστιάτορι, φιλοτιμουμένῳ μὲν πολλοὺς ἐστιᾶσαι δαιτυμόνας καὶ ὑψη λούς, ὑπὸ δὲ πενίας μὴ δυναμένω τούτους εὐφράνοι γλυκέσι καὶ ποικίλοις ἐδέσμασιν, Όμως εὐχαῖς κοινῇ τὸ θεῖον ίλεωσάμενοι, τὰς ψυχὰς ἐλλαμφθῆναι τῷ θείῳ φωτὶ σήμερον ἐν τῷ Θαβωρίῳ αὐγάσαντι, δεῦτε, ἀναβωμεν εἰς τὸ ὄρος Κυρίου κατὰ τὴν Ηταίου φωνὴν, καὶ Μιχαίου παραίνεσιν, ὡς δυνατὸν 399 ἐφεπόμενοι «τῷ ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβῶντι, ο ὡς φησιν 'Αββακούμ, ἵνα, τῷ λογισμῷ πρὸς τὴν ἀκρώ ρειαν τοῦ ὄρους γενόμενοι, τὴν δόξαν τοῦ Ἰησοῦ κατοπτεύσωμεν. Ἐκεῖσε γὰρ ὡς φῶς βολίδες αὐτοῦ πορεύσονται, καὶ ὡς φέγγος ἀστραπῆς ἡ ὄψις αὐτοῦ ᾿Αββακούμ καὶ τοῦτο θεσπιῳδεί. Ζητήσωμεν τίνος ἕνεκεν ἡ μεταμόρφωσις γέγονε, καὶ τί βούλεται ἡ ", παράδοξος αὕτη ἐμφάνεια; Πῶς δὲ καὶ οὐ πρότερον, ἀλλὰ πλησίον τοῦ Πάθους ἐγένετο Ἔπειτα διὰ τί μὴ πολλῶν παρόντων καὶ θεατῶν γενομένων τουτὶ τὸ παράδοξον γέγονεν, ἵνα τὸ θαῦμα πολλοὺς ἔξῃ μάρτ τυρας, ὥσπερ ἀμέλει καὶ τὰ ἄλλα παράδοξα, ή τι πανυπέραγνος, Εμφασιν, ἀπειρακάλῳ ἀπειροκαλία, τὸ ἀπειρόκαλος ΠΑΠ ἀπει ρόκαλος, εστιάτορα εστιάτορα Εις φῶς βολίδες σου πορεύσονται. Εἰς φῶς ἀστραπής ὅπλων σου. όπλων σου, μονή ή όψις αὐτοῦ.
col. 1021–1022page 13 of 16
PG 132:1021τῶν νεκρῶν ἀναβίωσις, καὶ τῶν ἁλαῶν ἡ ἀνάβλεψις, καὶ τῶν παρειμένων ἡ τόνωσις; Μετὰ τοῦτο ἐξετάσωμεν, ὅτου χάριν οὐκ ἐν πε διάδι, ἀλλ᾽ εἰς ὄρος δείκνυσι τὴν τοιαύτην εμφά νειαν; Διὰ τί δὲ μὴ πάντα; παραλαμβάνει τους μαθ θητὰς, ἀλλὰ τοὺς ἐννέα καταλιπών, τοὺς τρεῖς μόνους ἀνήγαγε; Κἂν τρεῖς ἔδει παρεῖναι, διὰ τί μὴ ἄλλους, ἀλλὰ Πέτρον, καὶ τοὺς Ζεβεδαίου υἱούς: Εἰ δὲ καὶ κατά τινα μυστικώτερον λόγον εἰς ὄρος ἔδει γενέ σθαι τὴν τοιαύτην ἐμφάνειαν, πῶς, πολλῶν ὄντων κατὰ τὴν Παλαιστίνην ὀρέων, παρέδραμε τὸ ὄρος Σιγώρ, καὶ τὸν Κάρμηλον, ἀλλὰ καὶ τὸ τῆς Γαλιλαίας δρος παρῆκε, καὶ τὸ τῆς Σαμαρείας ἐξέκλινε, καὶ οὐδὲ πρὸς τὸ ὄρος ἀνῆλθε τῶν Ἐλαιῶν, ἀλλὰ πάντων προέκρινε τὸ Θαβώριον; Τί δὲ καὶ τῶν προφητῶν ἡ παρουσία ἐβούλετο, καὶ διὰ τί μὴ ἄλλους, ἀλλὰ Μω σέα καὶ Ἠλίαν παρέστησε; Πόθεν δὲ οἱ ἀπόστολοι τούτους εἶναι διέγνωσαν; αν γὰρ τὰς ὄψεις πρότερον οὐκ ἐθεάσαντο, τούτους δυσχερὲς ἦν ἐπιγνῶναι παραστάντας αιφνίδιον. Εἰ δὲ ἤρκεσαν ἐκ τῶν νεκά δων μόνος Μωϋσῆς ἀνερχόμενος, ἄνωθεν δὲ Ηλίας κατερχόμενος, πῶς οὐκ ἔδοξεν ἀρκετὸν καὶ ἀπὸ γῆς εἷς τῶν μαθητῶν παραλαμβανόμενος; Ἐπὶ τούτοις πῶς, τοῦ Υἱοῦμεταμορφουμένου, τοῦ Πατρὸς δὲ ἄνω θεν μαρτυροῦντος, οὐκ ἐμνημόνευσεν ἡ Γραφὴ καὶ τοῦ Πνεύματος ἀχωρίστου τούτων ὑπάρχοντος; Ταύ τὴν γὰρ τὴν ἀπορίαν ἡμῖν οἱ πνευματομάχοι προς βάλλονται, ἀλλοτριῶσαι Πατρὸς καὶ Υἱοῦ βουλόμενοι τὸν Παράκλητον. Ταύτης τῆς δωδεκάδος τῶν ζητη μάτων προτεθείσης ἡμῖν, φέρε σὺν Θεῷ καὶ τὰς τού των ἐπιλύσεις ὡς δυνατὸν σαφηνίσωμεν. Τίνος χάριν ἡ παράδοξος γέγονε μεταμόρφωσις; Ἐπειδὴ ὁ τοῦ Πάθους καιρὸς ἐγειτνίαζε, καὶ ἡ τῶν Ἰουδαίων ἐβεβαιοῦτο ἐπιβουλὴ, καὶ ἡ ὑπὲρ ἡμῶν οικονομία έμελλε πέρας εἰσδέξασθαι, καὶ ὁ σταυρὸς ἤδη ἐπήγνυτο, ἵνα μὴ καὶ οἱ μαθηταὶ τὰ τῶν Ἰου δαίων πάθοιεν ἐν τῷ τοῦ Πάθους καιρῷ τοὺς λογι σμοὺς ὑποκραδαινόμενοι, καὶ οἱ πρότερον διὰ τῆς τοῦ Πέτρου γλώττης Υἱὸν Θεοῦ ὁμολογήσαντες, ὁρῶντες ὕστερον ἀνασκολοπιζόμενον ὡς κατάκριτον, ψιλόν νομίσωσιν ἄνθρωπον, ἐπιστηρίζει τούτους τῷ παραδόξῳ θεάματι, ἵν᾿ ὅταν ἴδοιεν αὐτὸν προδιδόμενον, καὶ ἀγωνιῶντα, καὶ ἀπευχόμενον τὸ τοῦ θανά του ποτήριον, καὶ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως περιελκόμενον, ἀναλογισθῶσι τὴν εἰς τὸ Θαβώριον ἔλευσιν· καὶ ὡς οὐκ ἂν ἄκων παρεδόθη πρὸς θάνα τον, ὁ τὴν δόξαν ἀμπεχόμενος τῆς θεότητος, καὶ Υἱὸς Θεοῦ ἀγαπητός μαρτυρούμενος. Αν τὸ πρόσωπον θεάσοιντο ραπιζόμενον καὶ πτυόμενον, μηκέτι σκανδαλισθῶσι τὴν ὑπὲρ ἥλιον ἔλλαμψιν τούτου ταῖς μνήμαις ἀναπεμπάζοντες· ἂν πορφύραν χλευαστι ΠΟΛ
col. 1023–1024page 14 of 16
PG 132:1023κως χλαινιζόμενον, αὐτὸν εἶναι πιστεύσωσι τὸν ἐν τῷ ὄρει περιβαλόντα τὸ φῶς ὡς ἱμάτιον· ἂν ἐν μέσῳ δύο κακούργων τῷ ἱκρίῳ προςπηγνύμενον αὐτὸν, κατανοήσωσι τὸν ἐν μέσῳ Μωσέως καὶ Ηλίου ὡς Δεσπότην δορυφορούμενον· ἂν ἐν τῇ γῇ ὡς νεκρὸν και *. λυπτόμενον, τῆς φωτεινῆς νεφέλης ἐνθυμηθῶσι τὴν ἐπισκίασιν. Διὰ ταῦτα μὲν οὖν ἡ μεταμόρφωσις γέν γονε· τάχα δὲ καὶ ἐπειδὴ παραινῶν ὁ Σωτήρ, άφει δεῖν τοῦ σώματος προέτρεπε, λέγων· ο Όστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μα·, δυσχερὲς δὲ ἐδόκει τὸ ἑαυτὸν ἀπαρνήσασθαι, καὶ τὸ ἐλέσθαι τὸν ἐπονείδιστον θάνατον, δείκνυσι τοῖς μα θηταῖς ὁ Σωτὴρ, οἷας δόξης ἀξιωθήσονται οἱ τὸ ἐκείνου πάθος μιμούμενοι. Οὐδὲν γὰρ ἄλλο ἡ μετα μόρφωσις ἦν, ἀλλ᾽ οἷον προμήνυμα τῆς ἐσχάτης ἡμέρας, καθ' ἣν μετὰ τοῦ Θεοῦ οἱ δίκαιοι λάμψωσι. Διὰ τί δὲ οὐκ ἐν ἀρχῇ, ἀλλὰ πλησίον τοῦ Πάθους ἐγένετο; Ὅτι τοι καταρχὰς ἀτελεῖς ὄντες οἱ μαθηταί, ἀνεπίδεκτοι ἐτύγχανον τοιούτου χαρίσματος. Εμείς λον οὖν οἷα ἰδιῶται μαγγανείας φενακισμὸν τὸ πρέ γμα λογίσασθαι. Διὰ τοῦτο ὅτε πεῖραν αὐτοῦ ἔλαξε». ὅτε Υἱὸν τοῦ Θεοῦ ὡμολόγησαν, τότε δῆτα καὶ τῆς ὑψηλοτέρας ἠξιώθησαν ἐμφανείας. Καθ' ἕτερον δὲ λόγον, ἐπειδὴ παριππεύσει τοῦ χρόνου ἀφαιρεῖται τῆς διανοίας ἡ λήθη τοὺς τύπους, ὧν διὰ τῆς ὄψεως εἴληφε, διὰ τοῦτο οὐ πρὸ πολλοῦ τοῦ Πάθους τοῦτο ποιεῖ, ἵνα μὴ τοῦ θαύματος ἐπιλάβωνται, ἀλλὰ τὸ θεαθὲν ἐν δίψεσιν ἔχοιεν. Οὐ παρουσίᾳ δὲ πολλῶν ἡ θεία γίνεται μεταμόρφωσις· οὐ γὰρ ἦσαν δεκτικοὶ τῆς τοιαύτης θέας τῶν βεβήλων οἱ ὀφθαλμοί, ἧς ἀμυδράν εἰκόνα δ Ησαΐας ἰδὼν, ἑαυτὸν ἑταλάνισεν. Οὐκ ἀκούεις ὡς καὶ πάλαι μόνος εἰσέδυ Μωϋσῆς εἰς τὸ Σίναιον, μή χωρήσαντος τοῦ λαοῦ τὴν τοιαύτην δόξαν ἰδεῖν; Εἰ δὲ Μωσέως τὸ πρόσωπον δοξασθὲν ἀπαρακάλυπτον οἱ Ἑβραῖοι ὁρᾶν οὐκ ἴσχυον, πῶς ἂν τὴν θείαν δέξαν ἰδεῖν ἐξίσχυον; Τυφλῶν μὲν γὰρ ἀνάβλεψις, καὶ ὡς πρῶν κάθαρσις, καὶ νεκρῶν ἀναβίωσις, φορητή ἦν ὁρᾶσθαι παντὶ τῷ λαῷ· θεότητος δὲ δόξαν κἂν ἀμυ δρὰν ἰδεῖν, μόνοις ἐστὶ φορητὴ τοῖς καθαρεῖς τῇ καρδίᾳ, κατὰ τὴν τοῦ Κυρίου φωνήν. Εἰ γὰρ τὰς λευκοφανεῖς ἡλίου βολὰς οὐ στέγει λημῶν ὀφθαλμός, ἀλλὰ σκοτοῦται ὑπὸ τοῦ φωτὸς ἀμαυρούμενος, τ' ἂν ἔπαθον ψυχαὶ ὑπὸ ἁμαρτίας καὶ ἀπιστίας τυφλώτ τουσαι, εἰ τὰς βολίδας τῆς θεότητος ἐθεάσαντο; 'Αρα οὐκ ἂν ὑπὸ τῆς ἐκπλήξεω; ἀπέλιπον καὶ τὰ σώματα τοῦ ζωτικοῦ πνεύματος ἐκλείψαντος το παραδέξει θεάματι; ὅπου μηδὲ ἀγγέλου θέαν ὑπενεγκεῖν ἀγ θρωπος δύναται. Τούτου χάριν οὐκ ἐν μέσῳ τῶν ὄχλων, ἀλλ' ἰδίᾳ τὸ θαῦμα γίνεται. Οὐ πάντας δὲ παραλαμβάνει τοὺς μαθητάς, ἐπειδὴ
col. 1025–1026page 15 of 16
PG 132:1025συνὴν αὐτοῖς καὶ Ἰούδας ὁ κλεπτίστατος μαθητης ὄμμασι δὲ μυσαροῖς οὐκ ἦν εἰκὸς θεαθῆναι τὸ τῆς θεότητος φῶς. Πῶς γὰρ προδότις ψυχὴ, καὶ φιλάργυρος, καὶ τοιαῦτα κατὰ τοῦ διδασκάλου δολαμβαφή σατα, ὁρᾶν ἐδύνατο θείαν ἐμφάνειαν; Εἰ γὰρ οἱ ἐκλελεγμένοι τρεῖς μαθηταί, καθαρὰν ἔχοντες τὴν διάνοιαν, τῷ δέει κατεπτηχότες, εἰς γῆν κατέπεσον κύμβαχοι, και μικροῦ δεῖν ἐχωνεύοντο, τὸ πῦρ ἐκεῖνο μὴ στέγοντες, τί ἂν εἰκὸς τὸν προδότην παθεῖν; Απείργεται οὖν ὁ ἀσεβὴς τὴν δόξαν Κυρίου ἰδεῖν, τοῦτο καὶ Ἠσαΐου προειδότος καὶ προθεσπίσαντος Αρθήτω ἡ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. Αλλ' ἐρεῖ τις ἴσως, καὶ διὰ τί μὴ τὸν Ἰούδαν μόνον καταλιπὼν τοὺς ἄλλους παρέλαβεν; οὐ γὰρ δὴ πάνω τες, ὡς ἐκεῖνος, ἦσαν ἀνάξιοι. Αλλ' εἰ τοῦτο γέγονε, πρόφασιν ἂν εἶχεν ὁ προδότης τοῦ κακουργήματος, ὡς οὐ διὰ φιλοχρηματίαν τὴν ἐπιβουλήν με μελέτη κεν, ἀλλ' ἀντιλυπῆσαι βουλόμενος τὸν λυπήσαντα. Τὰς προφάσεις οὖν πανταχόθεν περιτέμνων ὁ Κύριος, ἀναπολόγητου ποιεῖ τὸν ἐπίβουλον, ἵνα γυμνή φανῇ τῆς φαύλης συνειδήσεως ή προαίρεσις. Η δὲ εἰς ὄρος ἀνάβασις σύμβολον ἦν τοῦ χρῆναι τον μέλλοντα θείων μυστηρίων γενέσθαι μέτοχον καταλείψαι τὴν πρὸς τὰ κάτω συμπάθειαν, εἰς δὲ τὸ δρος ὑψωθῆναι τῆς τῶν νοημάτων ὑψηλῆς ἀναβάσεως· οὕτω τάς θείας ἐμφάσεις ὡς ἐπίπαν ὁ Θεὸς ἐν ὄρεσιν ὁρᾶται δεικνύς. Καὶ πάλαι γὰρ τὴν ᾿Αβραάμ θυσίαν οὐκ ἐν πεδιάδι, ἀλλ' ἐν ὄρει γενέσθαι προσ έταξε. Καὶ ὁ Λώτ, φεύγων την τεφρωθεῖσαν Πεντάπολιν, οὐκ ἂν διεσώθη, εἰ μὴ εἰς ὄρος ἀνέδραμε· καὶ Μωϋσεῖ δὲ χρηματίζων ὁ Θεὸς, καὶ δεικνὺς τὸ ἐν τῇ βάτῳ μυστήριον, καὶ τὴν τοῦ λαοῦ προστασίαν ἐγχειριζόμενος, ἐν ὄρει ταῦτα ποιεῖ. Ἀλλὰ καὶ ὅτε τὸν τῆς σκηνῆς τύπον ὑπέδειξε, καὶ ὡς φίλος ἐνώπιος ἐνωπίῳ διελέγετο, καὶ τοῦ νόμου τὰς πλάκας ἐνεχείριζεν, εἰς τὸ ὄρος διεπράττετο ταῦτα τὸ Σίναιον. Καὶ Ἠλιοῦ δὲ χρηματίζων, καὶ τὰς συμβολικὰς ἐμφα νείας δειχνύς, εἰς ὄρος ἀνῆγεν αὐτόν. Ἀλλὰ καὶ ὅτε γέγονε καθ᾿ ἡμᾶς, τὴν πτωχείαν ἡμῶν ὑποδὺς, τὰ πλείω τῶν μυστηρίων ἐν ὄρεσιν ἐδείκνυ τοῖς μαθη ταῖς. Κἂν ἐβούλετο μακαρίζειν τοὺς πτωχοὺς τῷ πνεύματι, καὶ τοὺς πενθοῦντας, καὶ τοὺς πραεί;, καὶ τοὺς ἐλεήμονας, καὶ τοὺς τὴν καρδίαν ἔχοντας καθαρὰν, καὶ ὅσους ὁ τῶν μακαρισμῶν χορός περι έλαβεν, εἰς ὄρος ἀνῆγε τοὺς μαθητάς. Κἂν ὅπως δεῖ προσεύχεσθαι διδάσκειν ἐθέλῃ, καὶ τοῦτο εἰς ὄρος ποιεῖ. Οὕτω γοῦν καὶ τὴν θείαν αὐτοῦ δόξαν δεῖξαι βουλόμενος, ἀκολούθως εἰς τὸ ὄρος ἀνέρχεται. Τἄλλα δὲ τῶν ὀρέων παραδραμων, ἐκλέγεται τὸ Θαβώριον· ἐπειδὴ τὸ μὲν ὄρος Σιγὼρ ἀθεμίτων νυμφευμάτων ἐγένετο θάλαμος. Αἱ γὰρ τοῦ Λώτ θυγα τέρες, μετὰ τὴν ἐκ Σοδόμων ἀποφυγήν, κάτοινον τὸν φύντα ποιήσαται, τὴν τολμηρὰν ἐκείνην πατρομε
col. 1027–1028page 16 of 16
PG 132:1027403 ξίαν ειργάσαντο. Πῶς οὖν ἔδει δειχθῆναι εἰς τὸ τῆς πονηρᾶς πράξεως Εργαστήριον; Αλλ᾽ εἰς τὸ ὄρος τῆς Σαμαρείας· καὶ τίς οὐκ οἶδε τῶν τὰς ἱερά; όλους ἀνεγνωκότων ὡς οἱ ἱερεῖς τῶν ἐθνῶν, τὰ τῶν εἰδώλων βδελύγματα ἐν μυχῷ τοῦ ὄρους κεκρυφότες, τοὺς Σαμαρείτας παρέπεισαν ἐν τῷ ὄρει βλέποντας προσκυνεῖν; Διὸ καὶ πρὸς τὸν Δεσπότην ἔλεγεν ή θεοφιλὴς ἐκείνη γυνή· «Οι πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ ὑμεῖς λέγετε ἐν Ἱεροσολύμοις δεῖν προσκυνεῖν.» Πῶς οὖν εἰκὸς τὸ τῶν ενώ λων κρυπτήριον ἰδεῖν Θεοῦ τὸ σωτήριον; Αλλ' ἐρεῖς μοι τὸν Κάρμηλον. Αλλ' ἦν καὶ οὗτος Ἠλιοῦ ἀσκη τήριον, ὀνομαστὸν τὸ ὄρος ἐξ ἐκείνου γενόμενον. Πρόφασις οὖν ἔμελλε τίκτεσθαι, ὡς Ηλιοῦ ἦν ἡ ὀρα θεῖσα ἐμφάνεια, καὶ τὴν τοῦ προφήτου τότε παρα γωγὴν ὑπετόπασαν ἂν ἐν τῷ ὄρει συνήθη διατριβήν. Τὸ δὲ τῆς Γαλιλαίας ὄρος, καὶ τὸ τῶν Ἐλαιῶν ἔφη λαττέτην ἄμφω ἐν ἄλλοις καθιπουργήσαντε· τὸ μὲν, ἶν' ἐν ἐκείνῳ τοῖς μαθηταῖς ὀφθῇ μετὰ τὴν ἀνάστασιν, τὸ δὲ, ἵν᾽ ἐξ αὐτοῦ ποιήσηται τὴν εἰς οὐρανούς ἀναφοίτησιν. ᾿Αλλὰ τί ταῦτα μακρολογώ; Βούλεσθε εἴπω ὁ ἐντεθύμημαι; "Ανωθεν προετύπωτο την Ελ λάμψιν ταύτην ὀφθῆναι εἰς τὸ Θαβώριον. Διὰ τοῦτο γὰρ τὸ Πνεῦμα τὸ ἅγιον τοιαύτην αὐτῷ τεχθῆναι κλῆσιν ηὐδόκησε. Θαβώρ γὰρ ἔλευσις φωτός έρω μηνεύεται, ὑπὸ τοῦ θείου Πνεύματος σαφῶς ἐμφαι ναύτης τῆς κλήσεως τοῦ ἀναλάμψαντος φωτός τὸ μυστήριον. Τοὺς τρεῖς μαθητας τούτους εκλέγεται· Πέτρον μέν, ὡς πρόκριτον, καὶ θερμότερον, καὶ τρανώς απ τὸν Υἱὸν τοῦ Θεοῦ εἶναι ὁμολογήσαντα· Ἰωάννην δὲ, ὡς θεολόγον καὶ ἀγαπώμενον· Ἰάκωβον δὲ, ὡς μεγε λόφω ότατον καὶ θεσπέσιον. Οὕτω γὰρ τοῖς 10 δαίοις βαρὺς καὶ ῥαγδαῖος ἐφέρετο, ώς, μεγάλα χαριεῖσθαι τούτοις Ηρώδης βουλόμενος, μαχαίρᾳ τοῦτον ἀπέκτεινε. Τάχα δὲ, ἐπειδὴ οὗτοι συμπαρεῖναι τούτῳ μάλιστα ἔμελλον ἐν τῷ τοῦ πάθους καιρῷ. Καὶ γὰρ τοὺς τρεῖς τούτους παρέλαβε προσευχόμενος, καὶ τοὺς θρομβοειδεῖς ἀποστάζων ἱδρῶτας, καὶ τὰ τῆς δειλίας ὡς ἐδόκει φθεγγόμενος ῥήματα· καὶ κρινομένῳ δὲ οὗτοι συμπαρῆσαν αὐτῷ, ὁρῶντες ὅσα ὁ ἀτάσθαλος ὄχλος εἰς αὐτὸν ἐπεπαρνήκεισαν. Πέτρος ΧΑΤΗΙ, την Ν Ι ΠΙΕΙ. πρόκριτον, 49, 55 και, 67. Θεολόγον Μεγαλοφωνό τατον μέσ γαλόφωνος
Page scan enlarged

Notebook

Full View