PG 132Theophanes Kerameus et al.
The Emperor John Comnenus
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Novel ConstitutionsNovellae Constitutiones

Part IPars Prima

col. 1057–1058page 1 of 2
PG 132:1057τῆς καθόλου ἀρετῆς εἰς πρᾶξιν καὶ θεωρίαν διαι ρουμένης· οὐχ ὡς ἀποστερῶν δὲ τὴν πρᾶξιν, θατέρα τὴν ἀγαθότητα δίδωσιν, ἀλλ' ὡς ἐπιπονωτέρας οὔ σης αὐτῆς. ᾿Αγαθόν οὖν τοῦτο ὡς ῥᾳδιώτερον. "Οτι δὲ ταυτὶ ἀληθῆ, σκόπει μοι τὴν λατρείαν τοῦ νόμου, καὶ τοῦ Σωτῆρος Χριστοῦ Εὐαγγέλιον. Κἂν οὖν τὴν νομικὴν λατρείαν διὰ τῆς Μάρθας νοήσωμεν, ἐκείνῃ ἀφῃρέθη ἡ ἐκ Θεοῦ δωρεὰ, ἡ τῆς Ἐκκλησίας δὲ χά ρις οὐκ ἀφαιρεθήσεται. Κἂν τὴν πρᾶξιν ἐρῇς, καὶ ταύτης πολλάκις αφαίρεσις γίνεται, ἢ δι᾽ ἀσθένειαν σώματος, ἢ διὰ λογισμῶν ἴσως χαυνότητα· ἅπαξ δὲ πρὸς ἀληθῆ θεωρίαν ἀναχθεῖσα ψυχὴ ἔχει τὸ κατο ορθωθέν ἀναφαίρετον. Οὐδέποτε γὰρ ἀφεῖσα τὴν ἐν τῷ βάθει κεκρυμμένην ἀλήθειαν, πρὸς τὰ χείρω Επανακάμψει. 'Αγαθόν οὖν, Ταῦτα δὲ αὐτοῦ λέγοντος, επάρασα τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπε· Μακαρία ἡ κοιλία ή βαστάσασα σε, καὶ μαστοί, οὓς ἐθήλασας.» Μακαρία μὲν ἡ γυνὴ ἡ τὴν τοιαύτην ἀφεῖσα φωνήν, ήτις αὐτῆς καὶ τὸν νοῦν, καὶ τὰ χείλη, καὶ τὴν γλῶτταν ἡγίασεν· ἀληθῶς γὰρ μακαρία ἡ ἄχραντος ἐκείνη καὶ ἱερὰ τῆς παρθένου νηδύς, ὡς βαστάσασα τὸν ἐν τοῖς πυρίνοις θρόνοις τῶν Σεραφὶμ ἐποχούμενον. Μακάριοι δὲ καὶ οἱ θεοτρόφοι μαστοί, οἱ θρέψαντες τὸν πᾶσαν τὴν κτίσιν παραγαγόντα, καὶ τρέφοντα. Τί οὖν πρὸς ταῦτα ὁ Κύριος; «Μενούνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ, καὶ φυλάσσοντες αὐτόν.» Επιμαρτυρεῖ καὶ τῷ λόγῳ τῆς γυναικός, καὶ οὕτω φησίν· Μακαρία μὲν καὶ ἡ βαστάσασά με γαστήρ, μακάριοι δὲ καὶ οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ. Ινα δὲ μή τις νομίσῃ ἀξιοῦσθαι τοῦ μας καρισμοῦ, ἀπὸ τοῦ μόνον ἀκούειν τῆς θείας Γραφῆς, διὰ τοῦτο προσέθηκε τό, «Καὶ φυλάσσοντες αὐτόν. Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ' οι ποιηταὶ τοῦ νόμου, ο ὥς φησιν ὁ ᾿Από στολος. ᾿Αλλὰ καὶ σπουδάσωμεν καὶ ἡμῶν ἕκαστος ὑποδέξασθαι τὸν Δεσπότην ἐν ἑαυτῷ διὰ θεωρίας καὶ πράξεως. Καὶ ὡς μὲν Μάρθα τῷ σώματι τούτου ὑπερετήσωμεν, περὶ τὴν τῶν πενήτων θεραπείαν ἐνασχολούμενοι, ὡς δὲ Μαρία παρὰ τοὺς ἀχράντους σε Επιμαρτυρεῖ καὶ τῷ λόγῳ τῆς γυναικός, ἵνα δὲ μή τις νομίσῃ,
col. 1059–1060page 2 of 2
PG 132:1059πόδας αὐτοῦ παρακαθίσωμεν· νοεῖντο δ᾽ ἂν πόδες αἱ θεόπνευστοι βίβλοι, αἱ τὸ γάλα τῆς εὐσεβείας δαψιλῶς ἐπιβλύζουσαι. Εκλεξώμεθα τὴν ἀγαθὴν μερίδα τῆς ψυχῆς, λέγω τὴν σωτηρίαν, ἥτις οὐκ ἀφαιρεθήσεται ἀφ᾿ ἡμῶν κατὰ τὴν τοῦ Κυρίου φωνὴν, ἵνα τῆς μελλούσης μακαριότητος τύχωμεν, καὶ ἀειπαρθένου Μαρίας, τῆς τοῦ Θεοῦ Λόγου πρεσβείαις τῆς ὑπεράγνου Δεσποίνης ἡμῶν Θεοτόκου Μητρός, ᾗ πρέπει πᾶσα τιμή, καὶ μακαρισμὸς, καὶ δόξα· Ἀμήν. σε Σιν, ΟΜΙΛΙΑ ΞΑ. Εἰς τὴν ἀποτομὴν τοῦ τιμίου Προδρόμου. Καλῶς ἐφήρμωσεν ἡ τάξις τὴν τοῦ Προδρόμου τεσ λείωσιν, εἰς αὐτὴν σχεδὸν τοῦ ἐνιαυτοῦ τὴν περαίωσιν, ἵν' ᾗ τοῦ χρόνου ἡ πλήρωσις. Ταύτην γὰρ ἑορτάζειν ἡ Ἐκκλησία παρέλαβεν περὶ αὐτὸ δήπου τὸ τοῦ λυκάβαντος ἀκροτελεύτιον, ὅπως ἡ σύναξις μείζονος πάντων τῶν προφητῶν τοῦ γεγονότος τέλους τῆς παλαιᾶς, καὶ τῆς νέας ἀρχὴ γένηται, τοῦ μὲν παρελθόντος ἐνιαυτοῦ ἐπισφράγισμα, τοῦ δὲ εἰσιόντος προσ μηνύμα. Ἐπεὶ οὖν τὴν ἱερὰν αὐτοῦ μαρτυρίαν σή μερον ἑορτάζομεν, περὶ ἧς καὶ ἡ εὐαγγελική φωνή συνεσταλμένῳ λόγῳ διεσαφήνισε, φέρε περί ταύτης διαλεξώμεθα. Τῷ καιρῷ ἐκείνῳ «"Ηκουσεν Ηρώδης ὁ βασιλεὺς τὴν ἀκοὴν Ἰησοῦ· φανερὸν γὰρ ἐγένετο τὸ όνομα αὐτοῦ· καὶ ἔλεγεν, ὅτι Ἰωάννης ὁ βαπτίζων ἐκ νεκρῶν ἠγέρθη, ο Τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ τὰ ὑπὲρ φύσιν ἐνεργοῦντος τεράστια, λόγῳ τε ψιλῷ καὶ χειρὸς ἀφῇ πᾶσαν νόσον καθαίροντος, ἡ μὲν φήμη τῶν θεοσημείων ἀπτέρῳ τάχει πανταχή διαθέουσα, πάντων ἐπλήρου τὰς ἀκοάς· ἥκει δὲ καὶ μέχρις Ηρώδου αὐτοῦ· υἱὸς δὲ οὗτος Πρώ δου ἐκείνου, τοῦ τὴν ἱερὰν χλόην τῶν νε πίων θερίσαντος, ἡνίκα ἐπὶ γῆς ἐξήνθησεν ὁ τῆς Όπως ἡ σύναξις μείζονος πάντων τῶν προφητῶν τοῦ γεγονότος τέλους τῆς παλαιᾶς, καὶ τῆς νέας ἀρχῆς γένηται, τοῦ μὲν παρελθόντος ἐνιαυτοῦ ἐπισφράγισμα, τοῦ δὲ εἰσιόντος προμήνυμα • Οι λυκάβαντος λυχάδας ενιαυτός. ἀπὸ τοῦ εἰς Ενιαυτὸς ὅτι ἐν ἑαυ τῷ. περὶ λυκάβαντος λυκάβας "Η ἀπὸ μεταφορᾶς τῶν λύκων, οἳ τοὺς ποταμούς περῶσιν ἀλλήλων κατέ χοντες τὰς οὐρὰς χειμῶνος ὥρᾳ. Ηνίκα ἐπὶ γῆς ἐξήνθησεν ὁ τῆς ζωῆς ἡμῶν στάχυς,
Page scan enlarged

Notebook

Full View