PG 133Arsenius in Monte Sancto Monachus et al.
Alexius I Komnenos, Emperor of Constantinople
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Novel Constitution against the alienation of monastic propertyNovell constitutio, ne monasteriorum immobilia describantur

Part XXPars XX

Alexius Comnenus Imp. CP.Novell constitutio, ne monasteriorum immobilia describantur
PG 133:789Εκκλησίας λαμβάνειν αὐτοὺς καὶ τῶν ἐν αὐτῷ διατατ τεμένων. Καὶ εἰ μὲν τὸ θέσπισμα τιμήν προαιρούμενος καὶ τὰ ἐν αὐτῷ διειλημμένα φυλάττειν ἀπαρασάλευτα βούλοιντο, ἐπαινετέοι πάντως εἰσίν· εἰ δὲ τὸ παρ' αὐτοῦ κεκωλυμένον διαπράττεσθαι προαιρούντο, ἐκχωρηθήσονται μὲν τοῦτο ποιεῖν, πλὴν ὅμως τοῖς προσήκουσιν ἐπιτιμίοις καθυπαγόμενοι. ΧΧ. Απελύθη κατὰ τὸν Ἰούνιον μῆνα τῆς θ' Ινδ. Τοῦ σχηδ' ἔτους πρόσταγμα βασιλικόν, ἀνατρέπον σχεδὸν τὸ τοιοῦτον εὐσεβέστατον καὶ εὐεργετικώτατον χρυσόβουλλον καὶ διὰ τοῦτο πάντα τὰ μοναστηρικὰ ἀκίνητα ὑπὸ τῶν ἀναγραφέων ἡρπάζοντο. Δημο 1178. Η βασιλεία μου, τῆς ἐκ τῶν ὑμετέρων εὐχῶν συνάρσεως χρήζουσα καὶ ἐν πᾶσι κατ' ίχνος βαίνειν τοῦ ἐν μακαρίᾳ τῇ λήξει βασιλέως αὐθέντου καὶ πατρὸς αὐτῆς θέλουσα, καὶ τὸ περὶ τοὺς ἀνατεθειμέν νους ὑμᾶς τῷ Θεῷ εὐεργετικὸν ἐκείνου μιμεῖσθαι προῄρεται· ταύτῃ τοι καὶ διὰ μιᾶς ταύτης τῆς ἐφ' ὑμῖν ἀγαθοποιίας καὶ τῷ βασιλεύσαντι ταύτην Θεῷ χαρίζεται, καὶ τῇ τοῦ αὐθέντου καὶ πατρὸς τῆς βασιλείας μου ἁγίᾳ ψυχῇ, καὶ τῷ ἡμετέρῳ δὲ κράτει τῆς εἰς τὸ ἀγαθὸν προκοπῆς ὑποβάθρα καὶ θεμέλιος είθεται. α'. Καὶ ἐπικλινής τῇ ὑμῶν γενομένη αιτήσει, τὸ ἐνεργὸν ἔχειν καὶ ἀπαρασάλευτον καὶ ἀμετακίνητον τοὺς ἐπ᾽ εὐεργεσίᾳ τῶν καθ᾽ ὑμᾶς μονῶν ἀπολυθέντας τρεῖς χρυσοβούλλους λόγους παρὰ τῆς ἁγίας ἐκείνου βασιλείας διορίζεται, καὶ ἐπὶ τῆς αὐτῆς ἀμετακινήτως μένειν δυνάμεως ἐφ᾿ ἧς κατὰ τὴν ἀρχὴν ἐξετέθησαν· καὶ τὰ ἀκολούθως δὲ τούτοις προβάντα τῆς παραδόσεως πρακτικὰ τὸ ἀσφαλὲς ἐπιφέρεσθαι, κἂν μετὰ διετίαν γεγόνασι, κἂν ἴσως τινὰ τούτων τοῖς προσφόροις σεκρέτοις καταστρωθῆναι οὐκ ἔφθα σαν τῶν εἰς ἑρμηνείαν ἢ ἀνατροπὴν τῆς τῶν χρυσοβούλλων δυνάμεως· μερικὴν ἢ καθόλου ἀπολυθέν των παντοίων προσταγμάτων τῶν καὶ ἐν τῇ ὑπομνήσει ὑμῶν δηλουμένων, καν ὅπως ἄρα καὶ ἀπελύθη
Page scan enlarged

Notebook

Full View