Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.
PG 134:229Ἀντίοχος δὲ εἰς Ἱεροσόλυμα ἐλθὼν ἐπολιόρκει τὸ ἱερόν, καρτερῶς τῶν ἔνδον ἀμυνομένων, ἀλλὰ τροφῆς ἐπιλιπούσης αὐτοῖς πολλοὶ ἀπεδίδρασκον. τοῦ μέντοι Φιλίππου, ὃν ἐπίτροπον τῆς βασιλείας θνήσκων ὁ Ἀντίοχος εἴασε, σφετεριζομένου τὴν βασιλείαν, Λυσίας ὁ στρατηγὸς καὶ Ἀντίοχος γνόντες τοῦτο τοῖς πολιορκουμένοις ἐσπείσαντο ὥστε αὐτοὺς τοῖς πατρῴοις κεχρῆσθαι νόμοις. εἰσδεχθεὶς οὖν εἰς τὴν πόλιν Ἀντίοχος καὶ ἰδὼν τὸν ναὸν ὀχυρώτατον, τοὺς ὅρκους ἠθέτησε καὶ τὸ τεῖχος κατέσκαψε· καὶ οὕτως ὑπέστρεψε, καὶ τὸν ἀρχιερέα Ὀνίαν ἐπαγόμενος, ὃς καὶ Μενέλαος ἐκαλεῖτο, ὡς πείσαντα τὸν πατέρα αὐτοῦ τοὺς Ἰουδαίους βιάζεσθαι παραβῆναι τὰ ἔθη τὰ πάτρια καὶ πολλῶν κακῶν γενόμενον αἴτιον. ὃν καὶ πέμψας εἰς Βέρροιαν τῆς Συρίας διέφθειρεν, ἔτη δέκα τῆς ἀρχιερωσύνης κρατήσαντα, γεγονότα δὲ ἀσεβῆ. ἀρχιερεὺς δὲ γέγονεν Ἄλκιμος, ὃς καὶ Ἰωακεὶμ ἐκαλεῖτο. ὁ δ’ Ἀντίοχος πολεμήσας πρὸς Φίλιππον καὶ χειρωσάμενος αὐτὸν ἔκτεινεν.
PG 134:230ἰδὼν δὲ ὁ τοῦ ἀρχιερέως [Σίμωνος τοῦ δικαίου] υἱὸς Ὀνίας, ὃν παιδίον ὁ πατὴρ τελευτῶν, ὡς εἴρηται, καταλέλοιπεν, ὅτι τὴν ἀρχιερωσύνην Ἀλκίμῳ δέδωκεν ὁ Ἀντίοχος, μὴ τῷ γένει τῷ τῶν ἀρχιερέων προσήκοντι, φεύγει πρὸς Πτολεμαῖον εἰς Αἴγυπτον· καὶ τιμηθεὶς λαμβάνει τόπον ἐν τῷ Ἡλιουπολίτῃ νομῷ, καὶ ἱερὸν ἐκεῖ ᾠκοδόμησε τῷ ἐν Ἱεροσολύμοις παρεμφερές. Δημήτριος δὲ φυγὼν ἐκ Ῥώμης ὁ Σελεύκου υἱός, καὶ καταντήσας τῆς Συρίας εἰς Τρίπολιν, τόν τε Ἀντίοχον καὶ τὸν Λυσίαν συλλαβὼν καὶ ἄμφω διέφθειρεν, ἐπὶ δύο ἐνιαυτοὺς τοῦ Ἀντιόχου βασιλεύσαντος. τούτῳ τῷ Δημητρίῳ ὁ ἀρχιερεὺς Ἄλκιμος προσελθών, καὶ τῶν Ἰουδαίων πολλοὶ φυγάδες καὶ πονηροί, κατηγόρουν Ἰούδα τοῦ Μακκαβαίου καὶ τοῦ ἔθνους παντὸς ὡς τοὺς αὐτοῦ φίλους ἀπεκτονότων. ὁ δὲ παροξυνθεὶς πέμπει Βακχίδην αὐτῷ οἰκειότατον μετὰ μεγίστης δυνάμεως, ἐντειλάμενος αὐτῷ κτεῖναι καὶ τὸν Ἰούδαν καὶ τοὺς σὺν αὐτῷ. ὃς εἰς τὴν Ἰουδαίαν ἐλθὼν ἔπεμψε πρὸς τὸν Ἰούδαν καὶ τοὺς αὐτοῦ ἀδελφούς, ἐπὶ εἰρήνην αὐτοὺς καλῶν. οἱ δὲ οὐκ ἐπίστευσαν αὐτῷ. τινὲς δὲ τῶν τοῦ δήμου λαβόντες ὅρκους παρὰ Βακχίδου προσῆλθον αὐτῷ·
ὃς τῶν ὅρκων καταφρονήσας ἑξήκοντα τούτων ἀπέκτεινε καὶ οὕτω τῶν λοιπῶν τὴν ὁρμὴν τοῦ αὐτῷ προσιέναι ἀνέκοψε. τοῖς δ’ ἐν τῇ χώρᾳ πᾶσι προσέταξεν ὑπακούειν τοῦ ἀρχιερέως Ἀλκίμου. καὶ ταῦτα διαπραξάμενος εἰς Ἀντιόχειαν ἐπανῆλθε. Ἄλκιμος δὲ πρὸς χάριν ὁμιλῶν ἑκάστῳ, καὶ πάντας ὑποποιούμενος, ταχὺ πολλὴν συνέλεξε δύναμιν, ὧν οἱ πλείους ἐκ τῶν φυγάδων ἦσαν καὶ ἀσεβῶν, δι’ ὧν τοὺς τὰ Ἰούδα φρονοῦντας ἐκτίννυε· καὶ Ἰούδας δ’ ἑτέρωθεν τοὺς τὰ Ἀλκίμου πράττοντας διέφθειρεν· ὁ δὲ τὸν Δημήτριον κατὰ τοῦ Ἰούδα ἠρέθιζε. πέμπει τοίνυν αὖθις ὁ βασιλεὺς Νικάνορα μετὰ μεγίστης χειρός, ἐντειλάμενος τοῦ ἔθνους μὴ φείσασθαι. κἀκεῖνος ἀπελθὼν δόλῳ κατασχεῖν ἐπεχείρησε τὸν Ἰούδαν καὶ πρὸς εἰρήνην προεκαλεῖτο αὐτόν· ὁ δὲ πίστεις δοὺς καὶ λαβὼν τὸν Νικάνορα μετὰ τῆς δυνάμεως εἰσεδέξατο. καὶ ἀσπασάμενος αὐτὸν ὁ Νικάνωρ καὶ προσομιλῶν σημεῖον τοῖς ἑαυτοῦ δέδωκε συλλαβεῖν τὸν Ἰούδαν. γνοὺς δὲ τὴν ἐπιβουλὴν ὁ ἀνὴρ πρὸς τοὺς Ἰουδαίους ἐκπηδήσας ἐξέφυγε. γνωσθείσης δὲ τῆς ἐνέδρας φανερὰν μάχην συνεκρότησεν ὁ Νικάνωρ, καὶ νενίκηκεν. ἐντεῦθεν Ἰούδας εἰς τὴν τῶν Ἱεροσολύμων ἀκρόπολιν κατέφυγε.
PG 134:231Νικάνωρ δὲ ἠπείλησε τῷ λαῷ, εἰ μὴ παραδῴη αὐτῷ τὸν Ἰούδαν, καταβαλεῖν τὸν ναόν. ὁ δὲ Ἰούδας τοῖς μετ’ αὐτοῦ χιλίοις οὖσι διαλεχθεὶς παρώρμησε σφᾶς εἰς ἀλκήν, καὶ συμβαλὼν τοῖς πολεμίοις ἐνίκησε, πολλῶν πεσόντων καὶ αὐτοῦ τοῦ Νικάνορος· οἱ δὲ λοιποὶ ἔφευγον, καὶ πάντες ἐφθάρησαν καταλαμβανόμενοι. καὶ οὕτω πρὸς ὀλίγον Ἰουδαῖοι ἐκ τῶν πολέμων ἀνεπαύσαντο. Τοῦ δὲ ἀρχιερέως Ἀλκίμου τοῦ καὶ Ἰωακεὶμ θεηλάτῳ βληθέντος πληγῇ καὶ οὕτω τὴν ζωὴν ἀπορρήξαντος μετὰ ἔτη τέσσαρα τοῦ ἀρχιερατεῦσαι, τῷ Ἰούδᾳ τὴν ἀρχιερωσύνην ἀπένειμεν ὁ λαός. ἀκούσας δὲ ὁ Ἰούδας μέγα δύνασθαι τοὺς Ῥωμαίους, καὶ χειρώσασθαι Γαλάτας καὶ Ἴβηρας καὶ Καρχηδονίους καὶ Λίβυας καὶ τὴν Ἑλλάδα πᾶσαν καὶ τοὺς βασιλεῖς Περσέα καὶ Φίλιππον καὶ Ἀντίοχον, ἔπεμψε φιλίαν αἰτῶν, καὶ Δημητρίῳ γράψαι ἠξίου μὴ πολεμεῖν Ἰουδαίοις. ἡ δὲ σύγκλητος καὶ φιλίαν ὡμολόγησε καὶ συμμαχεῖν Ἰουδαίοις κατένευσε. Δημήτριος δὲ τὸν θάνατον μαθὼν τοῦ Νικάνορος καὶ τῆς στρατιᾶς τὴν ἀπώλειαν, πάλιν τὸν Βακχίδην ἀπέστειλεν. ὁ δὲ πρὸς τὸν Ἰούδαν ἠπείγετο, ἐστρατοπεδευκότα ἔν τινι κώμῃ μετὰ χιλίων.
οἳ τὸ μετὰ Βακχίδου δείσαντες στράτευμα, συνεβούλευον αὐτῷ ἀναχωρεῖν καὶ σώζεσθαι. ὡς δ’ ἐκεῖνος μὴ τοῦτο εἶπεν ἴδοι γινόμενον ἥλιος ὥστε με νῶτα δοῦναι τοῖς ἐναντίοις, πολλοὶ τῶν μετ’ αὐτοῦ ἔφυγον. συμβαλὼν δὲ τῷ Βακχίδῃ μέχρι πολλοῦ ἀγχωμάλως ἐμάχετο, περὶ δέ γε δυσμὰς ἐπιβρίσας μετὰ τῶν εὐψυχοτάτων ἐν τῷ δεξιῷ κέρατι, ὅπου καὶ ὁ Βακχίδης ἦν, τὴν φάλαγγα διασπᾷ καὶ ἐτρέψατο εἰς φυγήν. ἐπελθόντες δ’ οἱ κατὰ τὸ εὐώνυμον ἐκύκλωσαν τὸν Ἰούδαν. ὁ δὲ στὰς ἐμάχετο μετὰ τῶν σὺν αὐτῷ, καὶ πολλοὺς κτείνας τέλος καὶ αὐτὸς ἔπεσεν· οὗ πεσόντος οἱ σὺν αὐτῷ ἔφυγον. ἐπὶ τρίτον δ’ ἔτος τῇ ἀρχιερωσύνῃ ἐμπρέψας, καὶ γενναῖος ἀνὴρ γεγονώς, καὶ ὑπὲρ τῆς ἐλευθερίας τοῦ ἔθνους πάντα καὶ δρᾶσαι καὶ παθεῖν ἕτοιμος γεγονώς, ἀπέθανε. Θανόντος δ’ ἐκείνου τοῖς ἀσεβήσασι τῶν Ἰουδαίων καὶ παραβεβηκόσι τὰ πάτρια τὴν τῆς χώρας ἐπιμέλειαν ὁ Βακχίδης ἀνέθετο. οἱ δὲ παντοίως τοὺς ὁμοφύλους ἐκάκουν, καὶ τοὺς Ἰούδα ὁμόφρονας συλλαμβάνοντες τῷ Βακχίδῃ προσῆγον, καὶ ὃς αἰκίζων αὐτοὺς πρότερον εἶτα διέφθειρεν.
οἱ οὖν περίλοιποι τῶν ἑταίρων Ἰούδα Ἰωνάθην τὸν ἀδελφὸν ἐκείνου πείσαντες τῶν Ἰουδαίων ἀποδεικνύουσι στρατηγόν. καὶ ὁ Βακχίδης ἀποκτεῖναι δόλῳ τὸν Ἰωνάθην ἐζήτει· ὁ δὲ μετὰ τοῦ ἀδελφοῦ Σίμωνος καὶ τῶν ἑταίρων εἰς ἔρημον ἔφυγε. καὶ ἐπ’ αὐτοὺς ὁ Βακχίδης ὡρμήκει· ὁ δ’ Ἰωνάθης τὸν ἀδελφὸν Ἰωάννην πρὸς τοὺς Ναβαταίους Ἄραβας ἔπεμψεν, ἦσαν γὰρ φίλοι, παραθησόμενον αὐτοῖς τὴν ἀποσκευήν. ἀπιόντα δὲ τοῦτον οἱ Ἀμαραίου παῖδες λοχήσαντες κτείνουσι σὺν τοῖς ἑπομένοις καὶ τὰ κομιζόμενα διηρπάκασι. Βακχίδης δὲ ἐν σαββάτῳ τῷ Ἰωνάθαν ἐπῆλθεν ὡς τάχα διὰ τὸν νόμον μὴ μαχουμένῳ. ὁ δὲ περὶ ψυχῶν εἶναι φήσας τὸν κίνδυνον, ἀντετάξατο, καὶ πολλοὺς ἀποκτείνας καὶ κατὰ Βακχίδου ὁρμήσας ὡς πλήξων αὐτόν, καὶ ἀποτυχών, εἰς τὸν ποταμὸν ἥλατο μετὰ τῶν ἑταίρων καὶ διενήξατο. καὶ ὁ Βακχίδης εἰς τὴν ἐν Ἱεροσολύμοις ἄκραν ὑπέστρεψε, καὶ τῶν πρώτων τῆς Ἰουδαίας παῖδας ὁμήρους λαβὼν εἰς τὴν ἄκραν ἐνέκλεισεν. Ἰωνάθῃ δ’ ἐμέλησε τὸν φόνον τιμωρῆσαι τοῦ ἀδελφοῦ Ἰωάννου.
PG 134:232γάμον οὖν τῶν τοῦ Ἀμαραίου παίδων τελούντων, καὶ ἐκ πόλεως εἰς ἑτέραν τὸν νυμφίον καὶ τὴν νύμφην ἀγόντων μετὰ πολυτελοῦς προπομπῆς, ἐνεδρεύσας ἐκεῖνος ἐν ὄρει μετὰ τῶν περὶ αὐτὸν ἐπιτίθεται τοῖς ἐν τῇ πομπῇ, καὶ διέφθειρεν ἅπαντας, καὶ ἃ ἔφερον διήρπασε ξύμπαντα. διῆγον δ’ Ἰωνάθης καὶ Σίμων μετὰ τῶν περὶ αὐτοὺς εἰς τὰ ἕλη τοῦ ποταμοῦ. Βακχίδης δὲ φρουρὰν εἰς Ἰουδαίαν καταλιπὼν πρὸς τὸν Δημήτριον ἐπανῆλθεν. ἠρεμοῦντος δ’ ἔκτοτε τοῦ ἔθνους ἐπ’ ἔτη δύο, Ἰωνάθης καὶ οἱ περὶ αὐτὸν σὺν ἀδείᾳ ἐν τῇ χώρᾳ διέτριβον. οἱ οὖν ἀσεβήσαντες Ἰουδαῖοι πρὸς τὸν βασιλέα Δημήτριον πέμπουσι, δηλοῦντες ἀπόνως τὸν Ἰωνάθαν, εἰ πεμφθείη τις ἐπ’ αὐτόν, συλληφθήσεσθαι. καὶ πέμπει τὸν Βακχίδην ὁ βασιλεύς. ὁ δὲ εἰς τὴν Ἰουδαίαν ἐλθὼν καὶ συλλαβέσθαι τὸν Ἰωνάθαν καίτοι σπουδάσας οὐχ οἷός τε ὤν, πεντήκοντα ἐκ τῶν περὶ Ἰωνάθαν τῷ βασιλεῖ τὴν ἀναφορὰν ποιησάντων τοὺς προκρίτους ὡς ψευσαμένους ἀπέκτεινεν. Ἰωνάθης δὲ καὶ Σίμων καὶ οἱ περὶ αὐτοὺς εἰς τὴν ἔρημον ἀνεχώρησαν, ἔνθα πύργους οἰκοδομήσας προσέμενε. καὶ ὁ Βακχίδης ἐλθὼν ἐπολιόρκει αὐτόν.
Ἰωνάθης δὲ τὸν ἀδελφὸν ἐκεῖ λιπὼν Σίμωνα, αὐτὸς λάθρᾳ ἐξελθὼν καὶ πολλοὺς ἐκ τῆς χώρας συναγαγὼν νύκτωρ τῷ Βακχίδῃ καὶ τῇ αὐτοῦ προσέβαλε στρατιᾷ. καὶ πολλοὺς μὲν αὐτὸς ἀνεῖλε, πολλοὺς δὲ καὶ ὁ Σίμων, ὑπεξελθὼν κἀκεῖνος ἀπὸ τῶν ἐρυμάτων, ἐμπρήσαντες καὶ τὰς πολιορκητικὰς μηχανάς. ἀθυμήσας δὲ διὰ ταῦτα ὁ Βακχίδης ἤθελεν ἀναζεῦξαι, ἐζήτει δ’ αἰτίαν τῆς ἀναζυγῆς εὐπρεπῆ. καὶ ὁ Ἰωνάθης τοῦτο μαθὼν πρεσβεύεται περὶ φιλίας, ἵνα ἑκάτεροι ἀλλήλοις ἀντιδῶσιν οὓς εἶχον αἰχμαλώτους. δεξάμενος οὖν τὴν πρεσβείαν ὁ Βακχίδης σπένδεται. καὶ ὤμοσαν μηκέτι κατ’ ἀλλήλων στρατεύειν, καὶ τοὺς αἰχμαλώτους ἠλλάξαντο. καὶ ὁ μὲν Βακχίδης ὑποστρέψας οὐκέτι κατὰ τῆς Ἰουδαίας ἐπῆλθεν, ὁ δ’ Ἰωνάθης ἀδείας τυχὼν τὰ τῶν ὁμοεθνῶν διίθυνε πράγματα ἐκόλαζέ τε τοὺς ἀσεβήσαντας. Ἀλέξανδρος δὲ τοῦ Ἐπιφανοῦς Ἀντιόχου υἱὸς τὴν Πτολεμαί̈δα ἐκ προδοσίας παρειληφὼς ἐτάραξε τὸν Δημήτριον, ὥστε καὶ τὰς δυνάμεις ἀθροίζειν καὶ πέμψαι πρὸς Ἰωνάθην περὶ εὐνοίας καὶ συμμαχίας. ἐπέτρεπέ τε αὐτῷ στράτευμα συνιστᾶν, καὶ οὓς ἐν τῇ ἄκρᾳ κατέκλεισεν ὁ Βακχίδης παῖδας ὡς ὁμηρεύοντας παρεχώρει ἀπολαβεῖν.
PG 134:233δεξάμενος οὖν τὴν ἐπιστολὴν Ἰωνάθης τοῦ βασιλέως εἰς Ἱεροσόλυμα παραγέγονε, καὶ ταύτην εἰς ἐπήκοον τοῦ λαοῦ καὶ τῶν φυλάκων ἀνέγνω, καὶ τοὺς παῖδας λαβὼν ἐκ τῆς ἀκροπόλεως τοῖς γονεῦσιν ἀπέδωκεν ἑκάστῳ τὸν ἴδιον, καὶ αὐτὸς ἐν Ἱεροσολύμοις διέτριβε καινίζων τὴν πόλιν καὶ τὰ τείχη αὐτῆς ἀνοικοδομῶν. γράφει δὲ καὶ Ἀλέξανδρος Ἰωνάθῃ, εἰς συμμαχίαν καλῶν αὐτὸν καὶ φίλον ποιούμενος καὶ τὴν ἀρχιερωσύνην αὐτῷ παρασχὼν καὶ δῶρα πεπομφώς. ὁ δὲ δεξάμενος τὴν ἐπιστολὴν τὴν ἀρχιερατικὴν στολὴν περιβάλλεται κατὰ τὴν τῆς σκηνοπηγίας ἑορτήν, τεσσάρων ἐκμετρηθέντων ἐνιαυτῶν ἐξ ὅτου τέθνηκεν Ἰούδας ὁ ἀδελφὸς αὐτοῦ, δύναμίν τε συνήγαγε καὶ ὅπλα ἡτοίμασε. συμμίξας δὲ τῷ Δημητρίῳ Ἀλέξανδρος νικᾷ, τοῦ Δημητρίου εἰς τέλμα βαθὺ ἐμπεσόντος μετὰ τοῦ ἵππου καὶ δυςεκπόρευτον, ἔνθα περιστάντων τῶν πολεμίων αὐτὸν κατατρωθεὶς ἔπεσε, πολλοὺς καὶ αὐτὸς ἀνελών. ἔτη δὲ ἐβασίλευσεν ἕνδεκα. Τὴν δὲ τῆς Συρίας παραλαβὼν βασιλείαν Ἀλέξανδρος τὴν τοῦ Πτολεμαίου τοῦ Φιλομήτορος θυγατέρα ἑαυτῷ εἰς γυναῖκα μνηστεύεται. καὶ τῶν γάμων τελουμένων ἔγραψεν Ἰωνάθῃ εἰς Πτολεμαί̈δα παραγενέσθαι.
ἀφικόμενος δ’ ἐτιμήθη καὶ παρὰ Πτολεμαίου καὶ παρὰ Ἀλεξάνδρου. Δημητρίου δὲ τοῦ υἱοῦ τοῦ τελευτήσαντος Δημητρίου καταπλεύσαντος ἐκ Κρήτης εἰς Κιλικίαν μετὰ βαρείας δυνάμεως, ἐναγώνιος ἦν ὁ Ἀλέξανδρος, καὶ ὁ μὲν εἰς Ἀντιόχειαν ἔσπευσεν ἀσφαλισόμενος τὰ ἐκεῖ, τῆς δὲ Συρίας ἐπίτροπον Ἀπολλώνιον τὸν Δάον κατέλιπεν. ὃς πρὸς Ἰωνάθην στείλας ἄδικον ἔλεγεν εἶναι μόνον αὐτὸν μὴ ὑπείκειν τῷ βασιλεῖ, καὶ πρὸς μάχην προεκαλεῖτο αὐτόν, καὶ εἰς ἀνανδρίαν τὸ ἔθνος ὠνείδιζε. τούτοις παροξυνθεὶς ὁ ἀρχιερεὺς συνάπτει πρὸς Ἀπολλώνιον πόλεμον, καὶ νικᾷ καὶ πολλοὺς τῶν ἐναντίων ἀναιρεῖ καὶ πόλεις τῆς Συρίας αἱρεῖ, καὶ μετὰ λείας πολλῆς ἀναζεύγνυσιν εἰς Ἱεροσόλυμα. ὁ δὲ βασιλεὺς Ἀλέξανδρος ταῦτα μαθὼν πέμπει πρὸς Ἰωνάθαν, χαίρειν λέγων ἐπὶ τῇ ἥττῃ Ἀπολλωνίου, ὡς παρὰ γνώμην αὐτοῦ μαχεσαμένου αὐτῷ φίλῳ καὶ συμμάχῳ ὄντι. ὅ γε μὴν Πτολεμαῖος ὁ Φιλομήτωρ πρὸς συμμαχίαν ἀπιὼν Ἀλεξάνδρου σὺν δυνάμει ναυτικῇ καὶ πεζῇ, καὶ εἰς Πτολεμαί̈δα γενόμενος, μικροῦ ἂν ἐκινδύνευσε, τοῦ Ἀλεξάνδρου αὐτῷ διά τινος τῶν φίλων Ἀμμωνίου ἐπιβουλεύσαντος. διαδρὰς δὲ τὴν ἐπιβουλήν, ᾔτει πρὸς κόλασιν τὸν Ἀμμώνιον·
οὐκ ἐξεδίδου δὲ αὐτὸν ὁ Ἀλέξανδρος. ὅθεν γνοὺς ὁ Πτολεμαῖος συνίστορα τῆς ἐπιβουλῆς τὸν Ἀλέξανδρον, τῆς τε συμμαχίας ἀπέσχετο καὶ τὴν ἀγχιστείαν διέλυσε. τὴν γὰρ θυγατέρα ἀποσπάσας αὐτοῦ διαπέμπεται πρὸς Δημήτριον, συμμαχήσειν αὐτῷ ὑπισχνούμενος καὶ συζεῦξαι τὴν θυγατέρα καὶ εἰς τὴν πατρῴαν βασιλείαν ἐγκαθιδρῦσαι. καὶ ὁ Δημήτριος ἀσμένως τὸν γάμον καὶ τὴν συμμαχίαν προσίεται. Πτολεμαίῳ δὲ σπούδασμα ἦν πεῖσαι τοὺς Ἀντιοχεῖς δέξασθαι τὸν Δημήτριον. καὶ ἤνυσε ῥᾳδίως τὸ σπουδαζόμενον, τῶν Ἀντιοχέων μισούντων τὸν Ἀλέξανδρον διά τε τὸν πατέρα αὐτοῦ παρανομήσαντα εἰς αὐτοὺς καὶ διὰ τὸν Ἀμμώνιον· οἳ ταχέως αὐτὸν ἐκ τῆς Ἀντιοχείας ἐξέβαλον. καὶ ὁ μὲν ἐκβληθεὶς ἐκεῖθεν εἰς Κιλικίαν ἧκεν, οἱ δ’ Ἀντιοχεῖς βασιλέα τὸν Πτολεμαῖον ἀνέδειξαν, καὶ δύο περιθέσθαι ἠνάγκασαν διαδήματα, ἅτε δὴ τῆς Συρίας καὶ τῆς Αἰγύπτου ἄρχοντα. ὁ δὲ λογίσασθαι τὰ μέλλοντα οἷός τε ὢν διὰ σύνεσιν, ἵνα μὴ δόξῃ τοῖς Ῥωμαίοις ἤδη μέγα δυναμένοις ἐπίφθονος, πείθει τοὺς Ἀντιοχεῖς δέξασθαι τὸν Δημήτριον.
PG 134:234τοῦ δὲ Ἀλεξάνδρου κατὰ τῆς Συρίας ἐπιόντος σὺν πολλῇ στρατιᾷ καὶ τὴν τῶν Ἀντιοχέων χώραν δῃώσαντος, ὁ Πτολεμαῖος σὺν Δημητρίῳ, ἤδη αὐτῷ τὴν θυγατέρα γαμικῶς ἁρμοσάμενος, ἐστράτευσεν ἐπ’ αὐτόν. καὶ ὁ μὲν Ἀλέξανδρος ἡττηθεὶς εἰς Ἀραβίαν προσπέφευγεν, ὁ δέ γε Πτολεμαῖος ἐκ τοῦ ἵππου ἐκπεπτωκὼς δι’ ἐλέφαντος βοὴν ταραχθέντος καὶ ἀποσεισαμένου αὐτόν, πολλὰ κατὰ τῆς κεφαλῆς ἐδέξατο τραύματα τῶν πολεμίων περιστάντων αὐτόν, μόλις δ’ ὑπὸ τῶν σωματοφυλάκων ἐξαρπασθεὶς ἐφ’ ἡμέρας ἔκειτο τέσσαρας, μήτε συνιεὶς μήτε μέντοι φθεγγόμενος. ἀνενεγκὼν δὲ τῇ πέμπτῃ τῶν ἡμερῶν, καὶ τὴν Ἀλεξάνδρου δεξάμενος κεφαλὴν παρὰ τοῦ τῶν Ἀράβων δυνάστου πεμφθεῖσαν αὐτῷ, καὶ ἡδυνθεὶς ἐπὶ τῇ ἐκείνου φθορᾷ, καὶ αὐτὸς μετὰ μικρὸν ἐτελεύτησε. Παραλαβὼν δὲ τὴν τῆς Ἀσίας βασιλείαν Δημήτριος ὁ Νικάνωρ μετὰ Ἀλέξανδρον ἔτη βασιλεύσαντα πέντε, ἤρξατο διαφθείρειν τὸ τοῦ Πτολεμαίου στρατιωτικόν, τῆς τε συγγενείας καὶ τῆς συμμαχίας ἀμνημονήσας. οἱ μὲν οὖν στρατιῶται τὴν πεῖραν ἐκείνου διακρουσάμενοι εἰς Ἀλεξάνδρειαν ἀνεχώρησαν, τῶν δ’ ἐλεφάντων ἐκράτησεν.
Ἰωνάθης δὲ ὁ ἀρχιερεὺς ἐπολιόρκει τὴν τῶν Ἱεροσολύμων ἀκρόπολιν, ἔχουσαν ἔνδον Μακεδόνας φρουροὺς καὶ τῶν ἀσεβησάντων Ἰουδαίων τινάς· ὧν τινες νυκτὸς ἐξελθόντες τῷ Δημητρίῳ τὴν πολιορκίαν ἀπήγγειλαν. καὶ ὃς ἧκε σὺν δυνάμει πρὸς Ἰωνάθην, καὶ ἐν Πτολεμαί̈δι γενόμενος γράφει αὐτῷ πρὸς αὐτὸν ἀφικέσθαι. ὁ δὲ τὴν πολιορκίαν οὐκ ἔπαυσε, τοὺς ἱερεῖς δὲ καὶ τοὺς τοῦ λαοῦ πρεσβυτέρους παραλαβὼν καὶ χρήματα πολλὰ κομίζων ἧκε πρὸς τὸν Δημήτριον. καὶ τούτοις αὐτὸν θεραπεύσας ἐτιμήθη παρ’ αὐτοῦ καὶ τὴν ἀρχιερωσύνην ἐβεβαιώσατο. Ὡς δὲ μή τινος ἐπικειμένου πολέμου τὸν μισθὸν τῶν στρατιωτῶν ἠλάττωσεν ὁ Δημήτριος, κἀντεῦθεν ἦν αὐτοῖς μισητός, γνοὺς τὸ πρὸς αὐτὸν μῖσος Ἀλεξάνδρου τις στρατηγὸς Τρύφων ἐπικληθείς, πρὸς Μάλχον τὸν Ἄραβα παραγίνεται, καὶ τὸν παῖδα τοῦ Ἀλεξάνδρου Ἀντίοχον τρεφόμενον παρ’ αὐτῷ ἐζήτει, λέγων ἀποκαταστήσειν αὐτῷ τὴν πατρῴαν ἀρχήν· καὶ ὃς δίδωσι. Δημήτριος δὲ πρὸς Ἰωνάθην στείλας συμμαχίαν ἐζήτει, πολλὰς αὐτῷ ἐπαγγελλόμενος χάριτας.
PG 134:235πέμπει τοίνυν αὐτῷ τρισχιλίους, δι’ ὧν ἐπαναστάντας αὐτῷ τοὺς Ἀντιοχεῖς δι’ ἀπέχθειαν, ἣν ἔτρεφον ὅτι κακῶς ἔπασχον ὑπ’ αὐτοῦ, ἐτρέψατο, καὶ τὴν πόλιν ἐνέπρησε καὶ πολλοὺς αὐτῶν ἔκτεινε, μέχρις ἐβιάσθησαν ἀποθέσθαι τὰ ὅπλα καὶ ἑαυτοὺς αὐτῷ παραδοῦναι. ἡ μὲν οὖν στάσις οὕτως ἐπαύθη, ὁ δὲ τοὺς Ἰουδαίους ἀνέπεμψε πρὸς Ἰωνάθην, αὐτοῖς μὲν δωρησάμενος, ἐκείνῳ δὲ χάριτας ὁμολογῶν. ὕστερον δὲ καὶ τὰς ὑποσχέσεις ἐψεύσατο, καὶ πόλεμον ἠπείλησεν αὐτῷ. καὶ ἤγαγεν ἂν εἰς ἔργον τὰς ἀπειλάς, εἰ μὴ Τρύφων ἐκ τῆς Ἀραβίας εἰς τὴν Συρίαν ἐπανελθὼν τῷ Ἀντιόχῳ μειρακίῳ τότε τυγχάνοντι διάδημα περιέθετο, καὶ πόλεμον πρὸς τὸν Δημήτριον συνεκρότησε, προσχωρησάντων αὐτῷ τῶν στρατιωτῶν ὅσοι διὰ τὴν μείωσιν τοῦ μισθώματος καταλελοίπασι τὸν Δημήτριον. ἐπικρατέστερος οὖν ὁ Τρύφων ἐν τῇ μάχῃ γενόμενος καὶ τὴν Ἀντιόχειαν λαμβάνει καὶ τοὺς ἐλέφαντας. ὁ δὲ Δημήτριος εἰς Κιλικίαν ἀπῆλθε, καὶ ὁ παῖς Ἀντίοχος εἰς συμμαχίαν τὸν Ἰωνάθην μετεκαλέσατο. ὁ δὲ φίλος εἶναι καὶ σύμμαχος ὡμολόγει, καὶ πολεμήσειν τῷ Δημητρίῳ κατέθετο, καὶ ὥρμησε πρὸς ἔργον εὐθύς.
καὶ πρῶτον πόλεις πολλὰς προσχωρῆσαι τῷ Ἀντιόχῳ πεποίηκεν ἀποστάσας τοῦ Δημητρίου, εἶτα τὸν ἀδελφὸν Σίμωνα ἐν τῇ Ἰουδαίᾳ καταλιπὼν κατὰ τῶν τοῦ Δημητρίου ἐχώρησε στρατηγῶν. καὶ ὁ Σίμων Βέσουρα ἐπολιόρκει, τῆς Ἰουδαίας χωρίον ὑπὸ τῶν τοῦ Δημητρίου κατεχόμενον, οἳ τῇ πολιορκίᾳ στενοχωρηθέντες, πίστεις λαβόντες ἐξέλιπον τὸ χωρίον· καὶ φρουρὰν ἰδίαν ὁ Σίμων κατέστησεν ἐν αὐτῷ. Ἰωνάθης δὲ τοῖς στρατηγοῖς συμμίξας τοῦ Δημητρίου εἰς φυγήν τε αὐτοὺς τρέπεται καὶ περὶ δισχιλίους ἀνελὼν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. καὶ εἰς Ῥώμην πρεσβείαν ἐποιήσατο, τὴν προτέραν φιλίαν ἣν πρὸς τὸ ἔθνος εἶχον ἀνανεώσασθαι. οἱ δὲ τῆς βουλῆς τὰ πρότερον ἐψηφισμένα καὶ αὖθις ἐκύρωσαν. ἐπανερχόμενοι δὲ οἱ πρέσβεις καὶ εἰς τὴν Σπάρτην ἀφίκοντο, καὶ τοῦτο ἐντεταλμένον ἔχοντες παρὰ τοῦ Ἰωνάθου. καὶ οἱ Σπαρτιᾶται δὲ τοὺς πρεσβευτὰς φιλοφρόνως προσήκαντο, καὶ ψήφισμα περὶ φιλίας καὶ συμμαχίας πρὸς Ἰουδαίους ἔθεντο. τοῦ Δημητρίου μέντοι οἱ στρατηγοὶ τὴν ἧτταν ἀναμαχέσασθαι σπεύδοντες μετὰ δυνάμεως πλείονος ἦλθον κατὰ τοῦ Ἰωνάθου. ὁ δὲ αὐτοῖς ὀξέως ἀπήντησεν.
ἀποδειλιάσαντες δὲ πρὸς φανερὰν μάχην ἀντικαταστῆναι αὐτῷ, νυκτὸς ἔφυγον. μεθ’ ἡμέραν δὲ γνοὺς τὴν φυγὴν Ἰωνάθης, ἐπεδίωξε μέν, οὐ κατέλαβε δέ· ἀλλ’ εἰς Ἀραβίαν ἐλθὼν καὶ τοῖς Ναβατηνοῖς ἐπελθὼν καὶ λείαν ἐκεῖθεν ἀπελάσας πολλὴν καὶ αἰχμαλώτους λαβὼν ἐπανῆλθε. συναγαγὼν δὲ τὸν λαὸν συνεβούλευε τὰ τείχη τῶν Ἱεροσολύμων ἀνακαινίσαι καὶ ἀνορθῶσαι ὅσον τοῦ περιβόλου τοῦ ἱεροῦ καθῄρητο. καὶ ἀρεσάσης πᾶσι τῆς συμβουλῆς, αὐτὸς μὲν ἔργου εἴχετο, τὸν δὲ ἀδελφὸν Σίμωνα ἔπεμψε τὴν χώραν ἀσφαλισόμενον. Ὁ δέ γε Δημήτριος εἰς Μεσοποταμίαν ἧκεν ὡς τὴν Βαβυλῶνα καὶ τὰς ἄνω σατραπείας παραληψόμενος. οἱ γὰρ ταύτας κατοικοῦντες Ἕλληνες καὶ Μακεδόνες παραδώσειν ἑαυτοὺς αὐτῷ ἐπηγγέλλοντο καὶ συγκαταπολεμήσειν Ἀρσάκην τὸν Πάρθων βασιλέα. καὶ ἐδέξαντο τοίνυν αὐτόν. καὶ τῷ Ἀρσάκῃ συμβαλὼν τὴν ἅπασαν ἀπέβαλε στρατιὰν καὶ αὐτὸς ἐλήφθη. Τρύφων δὲ γνοὺς τοιαῦτα τὰ περὶ τὸν Δημήτριον, ἐπεβούλευεν Ἀντιόχῳ, ἀποκτεῖναι αὐτὸν μελετῶν καὶ τὴν ἀρχὴν σφετερίσασθαι. ἐδεδοίκει μέντοι τὸν Ἰωνάθην, ὄντα φίλον τῷ Ἀντιόχῳ. καὶ ἔσπευδεν αὐτὸν πρῶτον ἀπάτῃ ἑλὼν οὕτως ἐπιχειρῆσαι τοῖς κατὰ τὸν Ἀντίοχον.
PG 134:236διὸ καὶ εἰς Σκυθόπολιν ἄπεισιν, ἔνθα καὶ Ἰωνάθης αὐτῷ σὺν τέσσαρσι μυριάσι μαχίμων ἀπήντησεν. ὁ δὲ ὑπούλως αὐτὸν ὑπέρχεται, δώροις τε καὶ τιμαῖς δεξιούμενος, πᾶσαν θέλων ὑπόνοιαν ἐξελεῖν, ἵν’ αὐτὸν ἀφύλακτον λήψοιτο. καὶ συνεβούλευε τὴν μὲν στρατιὰν ἀπολῦσαι, αὐτὸς δὲ μετ’ ὀλίγων εἰς Πτολεμαί̈δα συναφικέσθαι αὐτῷ, τὴν πόλιν παραληψόμενος καὶ πάντα τὰ ἐκεῖ ὀχυρώματα. καὶ Ἰωνάθης μηδὲν ὑποτοπήσας τὸ στράτευμα ἔστρεψε, χιλίους δ’ ἔχων μόνους ἀπῄει. εἰς δὲ Πτολεμαί̈δα κατακλεισθεὶς αὐτὸς μὲν ζωγρεῖται, οἱ δὲ σὺν αὐτῷ διαφθείρονται. ἅπερ οἱ ἐν Ἱεροσολύμοις μαθόντες εἰς δέος ἐνέπεσον διὰ τὰ πέριξ ἔθνη, ἃ γνόντα τὴν Ἰωνάθου σύλληψιν κατὰ τῶν Ἰουδαίων κεκίνηντο. Σίμων δὲ τῷ πλήθει ὡμιληκὼς καὶ παραθαρρύνας αὐτὸ ἡγεμὼν ὑπ’ αὐτοῦ αἱρεῖται, καὶ συναθροίσας τὸ μάχιμον τοῦ λαοῦ τῶν τειχῶν ἐπεμελεῖτο τῆς πόλεως, καὶ παντὸς τοῦ πρὸς ἀσφάλειαν τῶν πραγμάτων ἐφρόντιζεν. ὁ μέντοι Τρύφων εἰς Ἰουδαίαν ἀφίκετο, καὶ τὸν Ἰωνάθην δέσμιον ἄγων. καὶ ὁ Σίμων αὐτῷ σὺν δυνάμει ἀπήντησεν·
ὁ δὲ πρὸς αὐτὸν ἔπεμψε δηλῶν ἑκατὸν ἀργυρίου τάλαντα δοῦναι καὶ δύο τῶν Ἰωνάθου παίδων ὁμήρους, εἰ βούλεται λυθῆναι τὸν ἀδελφόν. ὁ Σίμων δὲ συνῆκε μὲν τὴν κακουργίαν τοῦ Τρύφωνος, ἵνα δὲ μὴ αἰτίαν σχοίη ὡς μὴ θέλων σῶσαι τὸν ἀδελφόν, καὶ τὰ χρήματα ἔπεμψε καὶ τοὺς παῖδας. ἃ λαβὼν ὁ Τρύφων οὐκ ἐτήρησε τὰς συνθήκας, ἀλλὰ μετὰ τῆς στρατιᾶς ἀνῄει πρὸς τὰ Ἱεροσόλυμα. παρωμάρτει δὲ καὶ ὁ Σίμων, ἀεὶ ἐναντίον καταστρατοπεδευόμενος. χιὼν δὲ πολλὴ πεσοῦσα διεκώλυσεν αὐτῷ τὴν εἰς Ἱεροσόλυμα ἄφιξιν· καὶ εἰς Συρίαν ἐτράπετο, καὶ ἀπιὼν τὸν Ἰωνάθην ἀπέκτεινε. Σίμων δέ, θανόντος τοῦ ἀδελφοῦ Ἰωνάθου μετὰ τετραετίαν τῆς ἀρχιερωσύνης, αὐτὸς ἀρχιερεὺς ὑπὸ τοῦ πλήθους προυβέβλητο, καὶ οὐκέτι φόρους τοῖς Μακεδόσι παρέσχετο. εὐτύχησε δὲ τὸ ἔθνος ἐπ’ αὐτοῦ σφόδρα, καὶ τῶν τε περιοίκων ἐθνῶν ἐκυρίευσαν, καὶ πολλὰς τῶν πόλεων κατεστρέψαντο, ἵνα μὴ εἶεν τοῖς ἐχθροῖς ὁρμητήρια. καὶ τὸ ὄρος ἐφ’ οὗ ἡ ἀκρόπολις ᾠκοδόμητο, λίαν ὂν ὑψηλόν, ἐν τρισὶν ἔτεσιν ἐνδελεχῶς πονοῦντες εἰς πεδιάδα μετήνεγκαν, ὡς ἂν εἴη τὸ ἱερὸν ὑπερκείμενον.
PG 134:237Ὁ δέ γε Τρύφων τὸν Ἀντίοχον, ὃς καὶ θεὸς ἐπεκλήθη, τέσσαρα βασιλεύσαντα ἔτη διέφθειρεν, ἐπιτροπεύων αὐτοῦ. καὶ τὸν μὲν ὡς ἀποθάνοι διήγγελλε, τοῖς δὲ στρατιώταις ἐπηγγέλλετο χρήματα, εἰ αὐτὸν βασιλεύσουσιν. οἳ κερδῆσαι πολλὰ ἠλπικότες εἵλοντο αὐτὸν ἄρχοντα. λαβὼν δὲ τὴν βασιλείαν ὁ Τρύφων ἀπεδύσατο τὴν ὑπόκρισιν· καὶ μισῆσαν αὐτὸν τὸ στρατιωτικὸν πρὸς Κλεοπάτραν ἀφίστατο τὴν τοῦ Δημητρίου γυναῖκα, ἐγκεκλεισμένην ἐν Σελευκείᾳ τυγχάνουσαν. ἀλωμένου δὲ Ἀντιόχου, ὃς ἐκαλεῖτο σωτήρ, Δημητρίου δὲ ἦν ἀδελφός, καὶ ἐγκεκλεισμένου πάντοθεν διὰ Τρύφωνα, πέμπει πρὸς αὐτὸν ἡ Κλεοπάτρα, καλοῦσα ἐπὶ γάμῳ καὶ βασιλείᾳ· ἐδεδίει γὰρ μὴ τὴν πόλιν οἱ Σελευκεῖς τῷ Τρύφωνι δώσουσι. γενόμενος οὖν ἐν τῇ Σελευκείᾳ ὁ Ἀντίοχος κατὰ τοῦ Τρύφωνος ὥρμησε, καὶ νικήσας αὐτὸν τῆς ἄνω Συρίας ἐξέβαλε, καὶ εἴς τι καταφυγόντα φρούριον ἐπολιόρκει, καὶ τὸν ἀρχιερέα Σίμωνα εἰς φιλίαν προεκαλεῖτο. ὁ δὲ ἐδέξατο τὴν πρόκλησιν, καὶ τοῖς πολιορκοῦσι τὸν Τρύφωνα τροφὰς ἐχορήγησε. φυγὼν δ’ ἐκεῖθεν ὁ Τρύφων καὶ γενόμενος εἰς Ἀπάμειαν, πολιορκηθεὶς ἐλήφθη καὶ διεφθάρη, ἐπ’ ἔτεσι βασιλεύσας τρισίν.
Ὁ Ἀντίοχος δὲ λήθην τῶν ὑπὸ Σίμωνος αὐτῷ γενομένων ποιησάμενος, στέλλει Κενδεβαῖον, τὴν Ἰουδαίαν πορθῆσαι καὶ τὸν Σίμωνα κατασχεῖν ἐντειλάμενος. Σίμων δὲ αὐτῷ ἀντικαταστὰς νικᾷ. καὶ εἰρηνικῶς τὸ λοιπὸν διήγαγε τῆς ζωῆς, ἄρξας τῆς Ἰουδαίας ἔτη ὀκτώ. τελευτᾷ δὲ παρὰ Πτολεμαίου τοῦ γαμβροῦ ἐπιβουλευθείς. καὶ ἡ γυνὴ τοῦ Σίμωνος καὶ οἱ δύο παῖδες συλληφθέντες ἐδέθησαν, ὁ δὲ τρίτος Ἰωάννης διέφυγεν, ὃς καὶ Ὑρκανὸς ἐκαλεῖτο, καὶ προσεδέχθη παρὰ τῶν Ἱεροσολυμιτῶν διὰ τὰς τοῦ πατρὸς εὐεργεσίας, ἀπωσαμένων ἐλθόντα τὸν Πτολεμαῖον. Ἀπολαβὼν δὲ τὴν πάτριον ἱερωσύνην ὁ Ὑρκανὸς ἐπὶ τὸν Πτολεμαῖον ἐστράτευσεν, εἰς ἔρυμά τι Δαγὼν λεγόμενον ὄντα. καὶ ἐκράτει μὲν τῇ πολιορκίᾳ, ἡττᾶτο δὲ τῷ πρὸς τὴν μητέρα καὶ τοὺς ἀδελφοὺς οἴκτῳ· ὁ γὰρ Πτολεμαῖος ἀνάγων ἐπὶ τὸ τεῖχος αὐτοὺς ἐξ ἀπόπτου ᾐκίζετο. ἡ μέντοι μήτηρ ἱκέτευε μὴ μαλακίζεσθαι δι’ αὐτήν. τριβομένης δ’ οὕτω τῆς πολιορκίας ἐνίσταται τὸ ἕβδομον ἔτος, καθ’ ὃ εἴθισται τοῖς Ἰουδαίοις ἀργεῖν.
καὶ διὰ τοῦτο Πτολεμαῖος ἀνεθεὶς τοῦ πολέμου, κτείνει τὴν μητέρα τοῦ Ὑρκανοῦ καὶ τοὺς ἀδελφούς, καὶ φεύγει πρὸς Ζήνωνα τὸν Κοτύλαν τὸν τῆς Φιλαδελφείας τύραννον. Ἀντίοχος δὲ χαλεπαίνων τῷ Σίμωνι δι’ ἃ πέπονθε, τῇ Ἰουδαίᾳ ἐπῆλθε, καὶ τὴν χώραν καταδραμὼν ἐπολιόρκει τὸν Ὑρκανόν· καὶ πύργους ἀνεγείρας ὑψηλοτάτους κατὰ τὸ βόρειον μέρος τῆς πόλεως, ἐξ αὐτῶν τῷ τείχει προσέβαλλεν. ἤνυε δ’ οὐδὲν διά τε γενναιότητα τῶν ἐντὸς καὶ διὰ ὀχυρότητα τῶν τειχῶν καὶ ὕδατος ἀφθονίαν ἐξ ἐπομβρίας ἄρτι συμβᾶσαν. δείσας δὲ ὁ Ὑρκανὸς μὴ ἐπιλίποιεν αὐτοῖς τὰ ἀναγκαῖα, μόνον τὸ μάχιμον τοῦ πλήθους ἀπολεξάμενος, τοὺς ἄλλους ἐξῶσε τῆς πόλεως· οὓς ὁ Ἀντίοχος ἀπελθεῖν ἐκεῖθεν οὐκ εἴα· οἳ καὶ ἔξω τῶν τειχῶν προςμένοντες διὰ τοῦτο ἀπέθνησκον. οἱ δ’ ἐντὸς ἐλεοῦντες αὐτοὺς εἰσεδέξαντο αὖθις. τῆς σκηνοπηγίας δὲ ἐνστάσης ὁ Ὑρκανὸς στείλας πρὸς τὸν Ἀντίοχον ἀνοχὴν ἐζήτει γενέσθαι διὰ τὴν ἑορτὴν ἐφ’ ἡμέρας ἑπτά. ὁ δὲ καὶ τὴν ἀνοχὴν ἔδωκε καὶ θυσίαν πολυτελῆ σὺν ἀναθήμασιν ἔπεμψεν· ὃν διὰ τὴν πρὸς τὸ θεῖον εὐσέβειαν καὶ Εὐσεβῆ ἐκάλεσαν.
PG 134:238γνοὺς δὲ τὴν πρὸς θεὸν τοῦ Ἀντιόχου αἰδῶ Ὑρκανὸς ἐπρεσβεύσατο τὴν πάτριον αὐτοῖς ἀποδοθῆναι πολιτείαν αἰτούμενος. ὁ δέ, εἰ παραδοῖεν τὰ ὅπλα, εἶπε, καὶ φόρους τελεῖν ὑπὲρ τῶν ἄλλων κατάθοιντο πόλεων ἄτερ τῆς Ἰουδαίας, καὶ φρουρὰν δέξαιντο, καὶ τοῦ πολέμου ἀφέξεσθαι καὶ τἄλλα ποιήσειν ἃ ἀξιοῦσιν. Ἰουδαῖοι δὲ τὰ μὲν ἄλλα ἐδέχοντο, ἐπὶ δὲ τῇ φρουρᾷ οὐ κατένευον, ἀλλ’ ἀντὶ ταύτης ὁμήρους ἐδίδοσαν καὶ ἀργυρίου τάλαντα πεντακόσια. ἐνδόντος δ’ ἐπὶ τούτοις τοῦ Ἀντιόχου, ἡ πολιορκία ἐλύθη. Ὑρκανὸς δὲ τὸν τοῦ Δαβὶδ ἀνοίξας τάφον τρισχίλια ἐκεῖθεν ἀργυρίου τάλαντα ἔλαβε. φιλίαν δὲ πρὸς Ἀντίοχον ποιησάμενος, ἐν τῇ πόλει αὐτὸν εἰσεδέξατο, καὶ ἐπὶ Πάρθους στρατεύοντι συνεξώρμησεν· ἔνθα τῷ Ἀρσάκῃ πολεμήσας Ἀντίοχος τῷ πλείονι τῆς στρατιᾶς καὶ αὐτὸς συναπώλετο. Γίνεται δὲ τῆς τῶν Σύρων βασιλείας διάδοχος ὁ ἀδελφὸς αὐτοῦ Δημήτριος, λύσαντος Ἀρσάκου αὐτὸν ἡνίκα τοῖς Πάρθοις ἐπῆλθεν Ἀντίοχος. Ὑρκανὸς δὲ Ἀντιόχου θανόντος πολλὰς τῶν τῆς Συρίας πόλεων εἷλε καὶ τῆς Ἰδουμαίας ἑτέρας.
καὶ ὑποτάξας τοὺς Ἰδουμαίους ἐπέτρεπεν αὐτοῖς τὴν ἐν τῇ χώρᾳ διατριβήν, εἰ περιτέμνοιντο καὶ χρῶνται ἔθεσιν Ἰουδαϊκοῖς. οἱ δὲ διὰ τὰς πατρίδας καὶ τὴν περιτομὴν καὶ τἄλλα ὑπήνεγκαν. Δημήτριος δὲ στρατεύειν ἐγνωκὼς ἐπὶ Ὑρκανόν, ἀνεκόπη, τῶν Σύρων καὶ τῶν στρατιωτῶν μισούντων αὐτὸν διὰ πονηρίαν, καὶ διακηρυκευσαμένων πρὸς Πτολεμαῖον τὸν Φύσκωνα, δοῦναι αὐτοῖς τινα τῶν τῷ Σελεύκῳ προσηκόντων τῆς βασιλείας ἀντιληψόμενον. ὃς Ἀλέξανδρον ἔπεμψε τὸν λεγόμενον Ζεβινᾶν. μάχης οὖν μέσον αὐτοῦ καὶ Δημητρίου συγκροτηθείσης τρέπεται Δημήτριος καὶ φεύγει εἰς Πτολεμαί̈δα, μὴ δεχθεὶς δὲ παρὰ Κλεοπάτρας τῆς γυναικὸς εἰς Τύρον ἀπέδρα, ἁλοὺς δὲ καὶ πολλὰ παθὼν διεφθάρη. Ἀλέξανδρος δὲ τὴν βασιλείαν παραλαβὼν φιλίαν ποιεῖται πρὸς Ὑρκανόν. ἐπαναστάντος δὲ αὐτῷ Ἀντιόχου τοῦ Γρυποῦ τοῦ παιδὸς Δημητρίου, ἡττηθεὶς ἐν τῇ μάχῃ ἀπώλετο. Βασιλεὺς δὲ Συρίας ὁ Ἀντίοχος οὗτος γενόμενος, ἐπὶ πολλοῖς ἔτεσι μετὰ τοῦ ἀδελφοῦ Ἀντιόχου, τοῦ ἐπικληθέντος Κυζικηνοῦ ὅτι ἐν Κυζίκῳ ἐτράφη, περὶ τῆς βασιλείας ἐμάχετο.
PG 134:239ἦν δὲ οὗτος υἱὸς Ἀντιόχου τοῦ θανόντος ἐν Πάρθοις τοῦ ἀδελφοῦ Δημητρίου, ὡς ἑτεροθαλὴς ἀδελφὸς ὑπάρχειν τοῦ Γρυποῦ Ἀντιόχου· ἡ γὰρ Κλεοπάτρα τοῖς δυσὶ συνῴκησεν ἀδελφοῖς, τῷ Δημητρίῳ τε πρότερον καὶ τῷ Ἀντιόχῳ μετέπειτα, ὡς προγέγραπται, καὶ ἐκ μὲν Δημητρίου τὸν Γρυπὸν Ἀντίοχον τέτοκεν, ἐξ Ἀντιόχου δὲ τοῦ Σωτῆρος τοῦ ἀδελφοῦ Δημητρίου τὸν Κυζικηνὸν Ἀντίοχον ἐγείνατο. ἐν ὅσῳ δ’ οὗτοι πρὸς ἀλλήλους ἐμάχοντο, ὁ Ὑρκανὸς ἠρέμει, καὶ καταφρονήσας τῶν Ἀντιόχων ἀπέστη, μηδὲν ἔτι παρέχων αὐτοῖς· καὶ κατὰ σχολὴν ἐκαρποῦτο τὴν Ἰουδαίαν, ὡς ἄπειρόν τι πλῆθος χρημάτων συναγαγεῖν. στρατεύσας δὲ καὶ ἐπὶ Σαμάρειαν ἐπολιόρκει αὐτὴν διὰ τῶν υἱῶν αὐτοῦ Ἀριστοβούλου καὶ Ἀντιγόνου. λιμοῦ δὲ τὴν πόλιν πιέζοντος οἱ Σαμαρεῖς εἰς συμμαχίαν μετεκαλέσαντο τὸν Ἀντίοχον τὸν Κυζικηνόν. ὃς τοῖς περὶ Ἀριστόβουλον συμβαλὼν ἡττᾶται· εἶτ’ αὖθις συλλέξας πλῆθος τὴν χώραν ἐπόρθει τοῦ Ὑρκανοῦ, ἵν’ οὕτως ἀναγκάσῃ αὐτὸν λῦσαι τὴν πολιορκίαν. πολλοὺς δὲ τῶν σὺν αὐτῷ ἀποβάλλων ἀπῆρεν εἰς Τρίπολιν. Ὑρκανὸς δὲ τὴν Σαμάρειαν ἑλὼν πᾶσαν ἠφάνισε.
Λέγεται δέ, καθ’ ἣν ἡμέραν οἱ υἱοὶ αὐτοῦ τῷ Ἀντιόχῳ ἐμάχοντο, αὐτὸς ὡς ἀρχιερεὺς μόνος ἐν τῷ ναῷ θυμιῶν ἀκοῦσαι φωνῆς ὡς οἱ παῖδες αὐτοῦ ἄρτι νενικήκασι τὸν Ἀντίοχον· καὶ ἐξελθὼν ἀπήγγειλε τῷ πλήθει τὸ ἀκουσθέν. καὶ γέγονεν οὕτως. εὐπραγήσας δὲ Ὑρκανὸς ἐφθονήθη παρὰ τῶν Ἰουδαίων, μάλιστα δ’ ἐμισεῖτο παρὰ τῶν Φαρισαίων· οἱ δ’ εἰσὶ μία τῶν παρὰ Ἰουδαίοις αἱρέσεων, τριῶν οὐσῶν. οὗτοι μὲν οὖν οἱ Φαρισαῖοι εἱμαρμένην δοξάζουσι, τινὰ δὲ καὶ ἐφ’ ἡμῖν εἶναι συμβαίνειν τε καὶ μὴ γίνεσθαι. Ἐσσηνοὶ δὲ πάντων κυρίαν εἶναι τὴν εἱμαρμένην δοξάζουσι καὶ πάντα τοῖς ἀνθρώποις ἐξ ἐκείνης συμβαίνειν. Σαδδουκαῖοι δὲ τὴν μὲν εἱμαρμένην ἐκβάλλουσι, πάντα δὲ ἐφ’ ἡμῖν τίθενται, καὶ τῶν ἀγαθῶν ἡμᾶς ἑαυτοῖς αἰτίους εἶναι διδάσκοντες καὶ τὰ χείρω δι’ ἀβουλίαν ἀφ’ ἑαυτῶν αἱρεῖσθαι. τῶν γοῦν Φαρισαίων πρότερον φιλίως ἐχόντων πρὸς Ὑρκανόν, μαθητὴς γὰρ αὐτῶν ἐγεγόνει, συνέβη ἐξ αἰτίας τινὸς ἔχθραν κτήσασθαι πρὸς αὐτόν. ἠδύναντο δὲ οὗτοι παρὰ τῷ πλήθει σφόδρα. Ὑρκανὸς δὲ τῇ τῶν Σαδδουκαίων προσετέθη μοίρᾳ, τῶν Φαρισαίων ἀπορραγείς, καὶ τὰ ὑπ’ αὐτῶν παραδοθέντα νόμιμα καταλῦσαι προέθετο.
οἱ Σαδδουκαῖοι γὰρ ἐκεῖνα δεῖν ἡγεῖσθαι νόμιμα ἔλεγον τὰ γεγραμμένα, τὰ δὲ ἐκ παραδόσεως μὴ τηρεῖν. διὰ ταῦτα μεμίσητο παρὰ τῶν Φαρισαίων ὁ Ὑρκανός. βιώσας δὲ εὐτυχῶς ἐπ’ ἔτη τριάκοντα πρὸς ἑνὶ ἐτελεύτησεν ἐφ’ υἱοῖς πέντε. λέγεται δὲ καὶ προφητείας ἀξιωθῆναι, καὶ προειπεῖν περὶ τῶν δύο αὐτοῦ παίδων τῶν πρεσβυτέρων ὡς οὐ μενοῦσι τῶν πραγμάτων κύριοι. Τελευτήσαντος δὲ Ὑρκανοῦ Ἀριστόβουλος τὴν ἀρχὴν διεδέξατο· καὶ εἰς βασιλείαν μεταθεῖναι ταύτην δόξαν αὐτῷ διάδημα περιτίθεται, μετὰ τετρακόσια ἔτη καὶ ὀγδοήκοντα πρὸς ἑνὶ ἐξ ὅτου ἐκ Βαβυλῶνος ὁ λαὸς πρὸς Ἱερουσαλὴμ ἐπανῆλθεν. οὗτος τοὺς μὲν ἄλλους τῶν ἀδελφῶν καὶ τὴν μητέρα περὶ τῆς ἀρχῆς αὐτῷ διενεχθεῖσαν καθεῖρξε, τὸν δὲ μετ’ αὐτὸν Ἀντίγονον ἠγάπα καὶ τῶν ὁμοίων ἠξίου. τὴν μὲν οὖν μητέρα λιμῷ διέφθειρε, προσέθετο δὲ καὶ τὸν ἀδελφὸν τὸν Ἀντίγονον διαβολαῖς πιστεύσας. λαμπρῶς γὰρ αὐτοῦ ἀπὸ στρατείας ἐπανελθόντος ἐνόσει ὁ Ἀριστόβουλος· ἑορταζομένης δὲ τῆς σκηνοπηγίας ἀνέβη εἰς τὸ ἱερὸν ὁ Ἀντίγονος μετὰ τῶν περὶ αὐτὸν ὁπλιτῶν κεκοσμημένος λαμπρῶς.
PG 134:240οἱ δὲ τοῦτον πρὸς τὸν ἀδελφὸν διαβάλλοντες μὴ κατ’ ἰδιώτην αὐτὸν ἔλεγον ἐλθεῖν εἰς τὴν ἑορτήν, ἀλλὰ βασιλικῇ κεχρημένον λαμπρότητι, καὶ ὅτι μετὰ τοσαύτης δορυφορίας στρατιωτῶν ἀνελθὼν βουλεύεται κατ’ αὐτοῦ. Ἀριστόβουλος δέ, καὶ τῆς οἰκείας ἀσφαλείας φροντίζων καὶ τοῦ ἀδελφοῦ προνοῶν, ἔν τινι τῶν ὑπογείων ἀφεγγεῖ τοὺς σωματοφύλακας ἵστησιν, ἐντειλάμενος ἀόπλου μὲν τοῦ ἀδελφοῦ φείδεσθαι, κτείνειν δὲ αὐτὸν μετὰ τῶν ὅπλων ἐρχόμενον· πέμπει δὲ καὶ πρὸς τὸν Ἀντίγονον, ἄοπλον αὐτὸν κελεύων ἥκειν. ἡ δὲ τοῦ Ἀριστοβούλου γυνὴ καὶ οἱ ταύτῃ συμφρονοῦντες κατὰ τοῦ Ἀντιγόνου ἔπεισαν τὸν σταλέντα λέγειν τῷ Ἀντιγόνῳ ὡς ἀκούσας ὁ ἀδελφός σου ὅτι ὅπλα καινὰ κατεσκεύασας, ἀξιοῖ ὡπλισμένον ἐλθεῖν σε, ἵν’ ἴδοι αὐτά. ὁ δὲ μηδὲν ὑποτοπάσας, ἐνδεδυμένος τὴν πανοπλίαν ἀπῄει. καὶ γενόμενος κατὰ τὸν Στράτωνος πύργον, ὅπου ὁ τόπος ἀφώτιστος ἦν, κτείνεται παρὰ τῶν σωματοφυλάκων. Ἰούδας δέ τις Ἐσσαῖος τὸ γένος πολλὰ προλέγων καὶ ἀληθεύων, ἰδὼν τότε τὸν Ἀντίγονον παριόντα τὸ ἱερόν, ἀνεβόησεν ἀποθανεῖν ἐπευχόμενος ὡς διεψευσμένος ζῶντος τοῦ Ἀντιγόνου·
προεῖπε γὰρ αὐτὸν κατ’ ἐκείνην θανούμενον τὴν ἡμέραν ἐν τῷ Στράτωνος πύργῳ· τὸν δὲ σταδίους ἀπέχειν ἑξακοσίους, ὡς ἀδύνατον εἶναι ἐκεῖ γενήσεσθαι τὸν Ἀντίγονον, ἤδη τῆς ἡμέρας κλινούσης. ταῦτα λέγοντος τοῦ Ἰούδα ἀγγέλλεται κτανθεὶς Ἀντίγονος ἐν τῷ ὑπογείῳ, ὃ καὶ αὐτὸ Στράτωνος ὠνόμαστο πύργος, ὁμωνύμως τῇ παραλίῳ Καισαρείᾳ. Τῷ μὲν οὖν Ἀντιγόνῳ τοιοῦτον γέγονε τέλος, τὸν δὲ Ἀριστόβουλον εὐθὺς ἡ δίκη μετῆλθε τῆς ἀδελφοκτονίας. καὶ διαφθαρέντων αὐτῷ τῶν ἐντὸς αἷμα ἀνέφερεν, ὅ τις τῶν ἐκείνῳ ὑπηρετούντων ἐκκομίζων ὤλισθεν εἰς τὸν τόπον οὗ ὁ Ἀντίγονος ἐσφάγη, ἔτι τοῦ αἵματος ἐκείνου ἔχοντα σπίλους, καὶ ἐξέχεεν, ὡς ἀναμεμῖχθαι ἀμφοτέρων τὰ αἵματα. γενομένης δὲ βοῆς παρὰ τῶν ἰδόντων, μαθὼν τὸ συμβὰν Ἀριστόβουλος οἰμώξας προήχθη εἰς δάκρυα καί οὐκ ἄρα λήσειν εἶπεν ἔμελλον τὸν θεὸν ἐπ’ ἀσεβέσιν οὕτω τολμήμασι. καὶ ἄλλα δὲ ἐπειπὼν ἀποθνήσκει, βασιλεύσας ἐνιαυτόν. Σαλώμη δὲ ἡ ἐκείνου γυνή, ἣ καὶ Ἀλεξάνδρα ἐκέκλητο, λύσασα τοὺς ἀδελφοὺς τοῦ ἀνδρός, δεδεμένους γὰρ εἶχεν αὐτοὺς Ἀριστόβουλος, βασιλέα καθίστησιν Ἰαννέαν τὸν καὶ Ἀλέξανδρον, προύχοντα καθ’ ἡλικίαν καὶ μετριώτατον.
PG 134:241ὃς τὴν βασιλείαν παραλαβὼν κτείνει μὲν νεωτερίζοντα τὸν ἕνα τῶν ἀδελφῶν, τὸν δ’ ἕτερον ἀπραγμόνως ζῶντα ἐτίμα. πολέμους δέ τινας ποιησάμενος πρός τινας, καὶ πῇ μὲν κρατήσας, ἔστι δ’ ὅπου καὶ ἡττηθείς, τέλος καὶ πρὸς τοὺς ὁμοφύλους ἦρεν ὅπλα κατ’ αὐτοῦ στασιάσαντας. ἑορτῆς γὰρ οὔσης καὶ αὐτοῦ ἐπὶ τοῦ βωμοῦ ἀνελθόντος ὡς θύσοντος, κιτρίοις αὐτὸν τὸ πλῆθος ἔβαλλον, ἔθους ὄντος ἐν τῇ σκηνοπηγίᾳ θύρσους φοινίκων καὶ κιτρίων ἐν χεροῖν ἔχειν, καὶ ὕβρεις αὐτοῦ κατέχεον. οἷς παροξυνθεὶς ὁ Ἀλέξανδρος κτείνει περὶ ἑξακισχιλίους αὐτῶν. εἶτα συνάψας μάχην πρὸς Ἄραβας καὶ ἡττηθεὶς φεύγων εἰς Ἱεροσόλυμα παραγίνεται, καὶ πρὸς τὴν κακοπραγίαν αὐτῷ τοῦ ἔθνους ἐπιθεμένου, ἔτεσιν ἓξ μαχόμενος πρὸς αὐτό, ἔτρεφε γὰρ Πισίδας καὶ Κίλικας, οὐκ ἐλάττους ἀναιρεῖ μυριάδων πέντε. δι’ ἃ ἔτι μᾶλλον μεμίσητο, ὥστε πρὸς αὐτόν, τί δεῖ γενέσθαι πυνθανόμενον ὥστε παύσασθαι τὴν δυσμένειαν, τὸ πλῆθος ἀποθανεῖν αὐτὸν ἐξεβόησε. καὶ μετὰ ταῦτα δὲ Ἰουδαῖοι τῷ Ἀλεξάνδρῳ ἐμάχοντο, καὶ πλεῖστοι ἀπώλλυντο. κατακλείσας δὲ τοὺς δυνατωτάτους αὐτῶν ἔν τινι πόλει ἐπολιόρκει, καὶ κρατήσας αὐτῶν ἀπήγαγεν εἰς Ἱεροσόλυμα.
καὶ ἐν ἀπόπτῳ μετὰ τῶν γυναικῶν ἑστιώμενος ὠμότατον ἔργον πεποίηκεν, ἀνασταυρώσας αὐτῶν ὀκτακοσίους, καὶ τοὺς παῖδας αὐτῶν καὶ τὰς γυναῖκας ἐπ’ ὄψεσι σφῶν ἔτι ζώντων ἀπέσφαττε. τοῦτο τὸ ἀπηνὲς ἔργον ἔπεισε τοὺς ἀντιστασιώτας αὐτοῦ περὶ ὀκτακισχιλίους ὄντας φυγεῖν. καὶ ὁ Ἀλέξανδρος ἔκτοτε ἠρεμίας ἀπήλαυσεν. Ἔπειτα Ἀντίοχος ὁ κληθεὶς Διονύσιος κατὰ τῆς Ἰουδαίας ἐστράτευσε. καὶ μάχης καρτερᾶς γενομένης πρὸς Ἰουδαίους ἀπέθανεν ἐν τῷ πολέμῳ Ἀντίοχος νικῶν καὶ τῷ πονοῦντι μέρει συνεπαρήγων. θανόντος δ’ ἐκείνου τὸ στράτευμα φεύγει καὶ λιμῷ διαφθείρεται. βασιλεύει δὲ μετ’ Ἀντίοχον τῆς Κοίλης Συρίας Ἀρέτας, καὶ στρατεύσας ἐπὶ τὴν Ἰουδαίαν, καὶ μάχῃ νικήσας Ἀλέξανδρον, ἐπὶ συνθήκαις ἀνεκεχώρηκεν. Ὁ μέντοι Ἀλέξανδρος μετὰ ταῦτα πόλεις ἑλὼν πολλὰς Ἰδουμαίων καὶ Κιλίκων καὶ Φοινίκων καὶ Σύρων, καὶ τρίτον ἔτος ἐν τῇ στρατείᾳ διηνυκώς, ἐπανῆλθε, προθύμως αὐτὸν διὰ τὴν εὐπραγίαν δεχομένων τῶν Ἰουδαίων. εἶτα ἐκ μέθης νοσήσας, καὶ τρισὶν ἔτεσι τεταρταίῳ πυρετῷ προσπαλαίων, τῶν στρατειῶν οὐκ ἀπέσχετο. ὁρῶσα δὲ αὐτὸν ἡ βασίλισσα ἤδη ἀπεγνωσμένον, ἑαυτήν τε καὶ τοὺς παῖδας ὠδύρετο.
ὁ δὲ κρύψαι τὸν θάνατον αὐτοῦ πρὸς τοὺς στρατιώτας ταύτῃ ὑπέθετο, ἕως ἂν ἐξέλῃ τὸ χωρίον, ἔτυχε γάρ τι πολιορκῶν, ἔπειτα ὡς ἀπὸ νίκης εἰς Ἱεροσόλυμα παραγενομένην τοῖς Φαρισαίοις ἐξουσίας μεταδοῦναί τινος. δύνασθαι γὰρ αὐτοὺς θέσθαι τὸ ἔθνος εὔνουν αὐτῇ· καὶ αὐτὸς δὲ διὰ τούτους ἔλεγε τῷ ἔθνει προσκροῦσαι, ὑβρισθέντας ὑπ’ αὐτοῦ. σὺ τοίνυν ἔφη μεταπεμψαμένη τοὺς ἄρχοντας σφῶν ἐπίτρεπε χρῆσθαί μου ὡς βούλονται τῷ νεκρῷ, ὡς πολλὰ εἰς αὐτοὺς ἐξυβρίσαντος, καὶ μηδὲν παρὰ τὴν ἐκείνων γνώμην ποιεῖν ὑπισχνοῦ. οὕτω δέ σου εἰπούσης ἐγώ τε πολυτελῶς ταφήσομαι καὶ σὺ βεβαίως ἄρξεις. ταῦτα τῇ γυναικὶ ὑποθέμενος τετελεύτηκεν, ἄρξας ἔτη εἴκοσι καὶ ἑπτά, πεντήκοντα δέ γε ζήσας ἑνὸς δέοντος. ἡ δὲ Ἀλεξάνδρα πάντα κατὰ τὴν τοῦ ἀνδρὸς συμβουλὴν θεμένη τούς τε Φαρισαίους εὔνους ἐποίησεν ἑαυτῇ καὶ τὴν βασιλείαν ἐβεβαιώσατο, καὶ τὴν ταφὴν τοῦ ἀνδρὸς λαμπροτέραν τῶν πρὸ αὐτοῦ βασιλέων εἰργάσατο. Δύο δὲ παίδων γενομένων τῷ Ἀλεξάνδρῳ, Ὑρκανοῦ καὶ Ἀριστοβούλου, ὁ μὲν Ὑρκανὸς νωθὴς τὸ ἦθος ἦν καὶ πρὸς πραγμάτων διοίκησιν ἀποπεφυκώς, ὁ δὲ νεώτερος δραστήριος ἦν.
PG 134:242ἡ δὲ τούτων μήτηρ ἀρχιερέα τὸν Ὑρκανὸν διὰ τὸ ἄπραγμον ἀποδείκνυσι, καὶ πάντα τοῖς Φαρισαίοις ἐπιτρέπει, καὶ τῷ πλήθει τούτοις ἐκέλευσε πείθεσθαι, καὶ αὐτὴ μὲν εἶχε τῆς βασιλείας τὸ ὄνομα, οἱ Φαρισαῖοι δὲ τὴν ἰσχύν. ἠρέμει δὲ ἡ χώρα, μόνων τῶν Φαρισαίων τὴν βασίλιςσαν ταραττόντων καὶ πειθόντων κτείνειν τοὺς συμβουλεύσαντας Ἀλεξάνδρῳ τὴν τῶν ὀκτακοσίων διαφθοράν. ἕνα δὲ τέως αὐτοὶ σφάττουσι, καὶ ἐπ’ ἐκείνῳ ἄλλους ἐπ’ ἄλλοις, ἕως οἱ δυνατοὶ παρελθόντες εἰς τὰ βασίλεια καὶ Ἀριστόβουλος σὺν αὐτοῖς, οὐ γὰρ ἠρέσκετο τοῖς δρωμένοις, πολλὰ εἰπόντες καὶ τοὺς ἤδη φθαρέντας ἀποκλαυσάμενοι εἰς οἶκτον τῶν κινδυνευόντων τοὺς παρόντας ἐκίνησαν καὶ εἰς δάκρυα. Ἀριστόβουλος δὲ τὴν μητέρα διὰ ταῦτα κατῃτιᾶτο· ἡ δὲ οὐκ εἶχεν ὅ,τι καὶ πράξειε. Κατὰ τοῦτον τὸν καιρὸν ἀγγέλλεται Τιγράνης σὺν στρατιᾷ μεγάλῃ εἰς τὴν Συρίαν ἐμβεβληκὼς καὶ ἐπὶ τὴν Ἰουδαίαν ἀφιξόμενος. τοῦτο ἐφόβησε καὶ τὸ ἔθνος καὶ τὴν βασίλισσαν, καὶ δῶρα πολλὰ καὶ πολλοῦ ἄξια καὶ πρέσβεις αὐτῷ πέμπουσι τὴν Πτολεμαί̈δα πολιορκοῦντι. ὁ δὲ ταῦτά τε ἐδέξατο καὶ χρηστὰ ἐπηγγέλλετο.
ἄρτι δὲ τὴν Πτολεμαί̈δα πορθήσαντι ἀγγέλλεταί οἱ Ἀκέλαος εἰς Ἀρμενίαν ὁρμήσας, καὶ διὰ τοῦτο ἀνεχώρει πρὸς τὴν οἰκείαν. τῆς δὲ βασιλίσσης δεινῶς νοσησάσης, Ἀριστόβουλος λάθρᾳ ὑπεξελθὼν ᾔει ἐπὶ τὰ φρούρια, ὅπου οἱ πατρῷοι κατετάχθησαν φίλοι, μόνης τῆς γυναικὸς αὐτοῦ συνειδυίας τῇ πράξει, καὶ ὑπεδέχθη παρ’ αὐτῶν. αἰσθομένη δὲ ἡ μήτηρ αὐτοῦ τὴν ἀπόδρασιν καὶ ὅτι πάντα τὰ φρούρια ὑπηγάγετο, ἐν μεγάλῃ ἦν ταραχῇ καὶ αὐτὴ καὶ τὸ ἔθνος· ἔθεντο δὲ τὴν γυναῖκα αὐτοῦ καὶ τοὺς παῖδας εἰς τὸ ὑπὲρ τοῦ ἱεροῦ φρούριον. Ὑρκανὸς δὲ καὶ οἱ τῶν Ἰουδαίων πρεσβύτεροι μαθόντες ὅτι ἐν ἡμέραις πεντεκαίδεκα χωρίων εἴκοσι καὶ δύο ἐκράτησεν ὁ Ἀριστόβουλος καὶ πολλὰ συνήγαγε χρήματα καὶ συνήθροισε στράτευμα, ἐδέοντο τῆς βασιλίσσης ὑποθέσθαι γνώμην περὶ Ἀριστοβούλου. ἡ δὲ οὐκέτι μέλειν αὐτῇ τῶν πραγμάτων εἰποῦσα, ὡς ἤδη ἐκλείπουσα, ἐφῆκε πράττειν αὐτοῖς ὃ συμφέρον κρινοῦσι. καὶ μετ’ οὐ πολὺ τετελεύτηκε, βασιλεύσασα ἔτη ἐννέα, βιώσασα δὲ τρία καὶ ἑβδομήκοντα.
PG 134:243Τῆς Ἀλεξάνδρας μέντοι θανούσης εὐθὺς πόλεμον κατὰ τοῦ ἀδελφοῦ ὁ Ἀριστόβουλος ἤρατο, καὶ πολλοὶ τῶν στρατιωτῶν τοῦ Ὑρκανοῦ αὐτομολοῦσι πρὸς Ἀριστόβουλον. ὁ δὲ φεύγει πρὸς τὴν ἀκρόπολιν, ἔνθα καὶ ἡ Ἀριστοβούλου γυνὴ καὶ οἱ παῖδες πρὶν κατεκλείσθησαν. εἰς λόγους δ’ ἐλθόντες οἱ ἀδελφοὶ λύουσι τὴν ἔχθραν, ὥστε βασιλεύειν μὲν Ἀριστόβουλον, Ὑρκανὸν δὲ ζῆν ἀπραγμόνως. ὅρκοις οὖν ἐμπεδώσαντες τὰς συνθήκας ἀνεχώρησεν ὁ μὲν εἰς τὰ βασίλεια, εἰς δὲ τὴν οἰκίαν Ἀριστοβούλου ὁ Ὑρκανός. Ἀντίπατρος δέ τις Ἰδουμαῖος, φίλος ὢν Ὑρκανοῦ, στασιώδης δὲ καὶ δραστήριος καὶ εὐπορῶν χρημάτων πολλῶν, λάθρᾳ τοῖς δυναστεύουσι τῶν Ἰουδαίων διαλεγόμενος, καὶ πρὸς Ὑρκανὸν διαβάλλων τὸν Ἀριστόβουλον ὡς κτεῖναι αὐτὸν βουλευόμενον, πείθει πρὸς Ἀρέταν τὸν Ἀράβων βασιλέα φυγεῖν. καὶ πέμπει τὸν Ἀντίπατρον πρὸς Ἀρέταν ὁ Ὑρκανός, πίστεις ληψόμενον ὡς οὐκ ἐκδώσει αὐτὸν τοῖς ἐχθροῖς προσελθόντα αὐτῷ. λαβὼν δὲ πίστεις ὑπέστρεψεν ὁ Ἀντίπατρος, καὶ συμπαρειληφὼς τὸν Ὑρκανὸν νύκτωρ ἧκεν ἄγων αὐτὸν εἰς τὴν καλουμένην Πέτραν πρὸς τὸν Ἀρέταν.
παρεκάλει οὖν ὁ Ὑρκανὸς αὐτὸν καταχθῆναι παρ’ αὐτοῦ εἰς τὴν Ἰουδαίαν καὶ εἰς τὴν βασιλείαν ἀποκαταστῆναι, ὑπισχνούμενος, εἰ ταῦτα γένοιτο, δώσειν αὐτῷ τήν τε χώραν καὶ τὰς δώδεκα πόλεις ἃς Ἀλέξανδρος ὁ πατὴρ αὐτοῦ τῶν Ἀράβων ἀφείλετο. καὶ ὁ Ἀρέτας ἐστράτευσεν ἐπὶ τὸν Ἀριστόβουλον, καὶ τῆς μάχης κρατεῖ. πολλῶν οὖν πρὸς Ὑρκανὸν αὐτομολησάντων εἰς Ἱεροσόλυμα ὁ Ἀριστόβουλος ἔφυγε. καὶ ὁ Ἄραψ τῷ ἱερῷ προσβαλὼν ἐπολιόρκει τὸν Ἀριστόβουλον, προστιθεμένου καὶ τοῦ δήμου τῷ Ὑρκανῷ, μόνων τῶν ἱερέων τῷ Ἀριστοβούλῳ παραμενόντων. Ὀνίαν δέ τινα δίκαιον ἄνδρα καὶ θεοφιλῆ, ὃς αὐχμοῦ ποτε γενομένου εὐχῇ τὸν θεὸν δυσωπήσας ἔλυσε τὴν ἀνομβρίαν, ἠξίουν οἱ Ἰουδαῖοι εὔξασθαι κατὰ Ἀριστοβούλου καὶ τῶν μετ’ αὐτοῦ· ὁ δ’ οὐκ ἐπείθετο. ὡς δὲ ἐβιάσθη, ὦ θεὲ βασιλεῦ τῶν ὅλων εἶπεν, ὅτι καὶ οἱ μετ’ ἐμοῦ ἑστηκότες σοί εἰσι, σοὶ δὲ καὶ οἱ πολιορκούμενοι ἱερεῖς, δέομαι μήτε κατὰ τούτων ἐκείνοις ἐπαρήξῃς μήτε μὴν κατ’ ἐκείνων τούτοις. καὶ αὐτίκα τὸν ἄνδρα περιστάντες κατέλευσαν.
οὐκ εἰς μακρὰν δὲ τὸ θεῖον δίκας τῆς ἀσεβείας αὐτοὺς εἰσεπράξατο, πνεύματος βιαίου πνεύσαντος καὶ τὸν τῆς χώρας καρπὸν διαφθείραντος. Πεμφθεὶς δὲ παρὰ Πομπηίου ἐν Ἀρμενίᾳ πολεμοῦντος Τιγράνῃ Σκαῦρος εἰς Συρίαν πρέσβεις ἐδέξατο παρά τε Ἀριστοβούλου καὶ Ὑρκανοῦ, συμμαχεῖν ἀξιοῦντος ἑκατέρου. λαβὼν οὖν ὑπ’ Ἀριστοβούλου τετρακόσια τάλαντα αὐτῷ προσετέθη. καὶ κελεύσας ἀναχωρεῖν τὸν Ἀρέταν ἢ πολέμιον Ῥωμαίων κριθήσεσθαι, ἔλυσε τὴν πολιορκίαν. ἧς λυθείσης ὁ Ἀριστόβουλος ἐπὶ Ἀρέταν καὶ Ὑρκανὸν ἐξεστράτευσε, καὶ συμβαλὼν νικᾷ. μετ’ οὐ πολὺ δὲ Πομπηίου ἀφικομένου εἰς Δαμασκόν, ἧκον πρέσβεις πολλαχόθεν τε καὶ ἐξ Ἰουδαίας, δῶρον ἐξ Ἀριστοβούλου μέγα κομίζοντες, ἄμπελον χρυσῆν ἐκ πεντακοσίων ταλάντων. ταύτην φησὶν ὁ Ἰώσηπος ἐν Ῥώμῃ θεάσασθαι, τῷ Καπιτωλίῳ ἀνατεθειμένην Διί. καὶ αὖθις ἧκον πρὸς αὐτὸν Ἀντίπατρος μὲν ὑπὲρ Ὑρκανοῦ, ὑπὲρ δὲ Ἀριστοβούλου Νικόδημος. ὁ δὲ αὐτοὺς ἐλθεῖν τοὺς διαμφισβητοῦντας ἐκέλευσεν. ἀφικομένων δέ γε εἰς Δαμασκὸν τῶν Ἰουδαίων καὶ τῶν ἡγεμόνων αὐτῶν, οἱ μὲν ἠξίουν μὴ βασιλεύεσθαι·
PG 134:244πάτριον γὰρ εἶναι αὐτοῖς παρὰ τῶν ἀρχιερέων ἄρχεσθαι, τούτους δὲ τοῦ γένους ὄντας ἐκείνου εἰς βασιλείαν τὴν ἀρχὴν μεταθεῖναι· Ὑρκανὸς δὲ κατηγόρει τοῦ ἀδελφοῦ, ὅτι τῆς ἀρχῆς αὐτῷ νεμηθείσης διὰ τὴν πρεσβυγένειαν ὑπ’ ἐκείνου ταύτην ἀφῄρητο, καὶ ἄλλα κατ’ αὐτοῦ συνείρων πολλὰ αἰτιάματα. συνεφθέγγοντο δὲ αὐτῷ ταῦτα λέγοντι καὶ τῶν δοκιμωτάτων Ἰουδαίων πλείους ἢ χίλιοι, Ἀντιπάτρου παρασκευάσαντος. Ἀριστόβουλος δὲ τοῦ μὲν ἐκπεσεῖν τὸν Ὑρκανὸν τῆς ἀρχῆς τὴν ἐκείνου φύσιν αἰτίαν εἰσῆγεν, ἄπρακτον οὖσαν καὶ διὰ τοῦτο εὐκαταφρόνητον· αὐτὸς δ’ ἐξ ἀνάγκης ἔλεγεν αὐτὴν ὑπελθεῖν, φόβῳ τοῦ μὴ πρὸς ἄλλους γενέσθαι αὐτήν· ὀνομάζεσθαι δὲ ὅπερ καὶ ὁ πατήρ. Πομπήιος δὲ βίαν μὲν κατέγνω Ἀριστοβούλου, πρᾴως δὲ τότε προσομιλήσας αὐτοῖς ἡσυχίαν τέως ἄγειν ἐκέλευσεν, ἐλθὼν δ’ εἰς τὴν χώραν διατάξειν ἕκαστα ἐπηγγέλλετο. οὐκ ἀναμείνας μέντοι ὁ Ἀριστόβουλος εἰς τὴν Ἰουδαίαν ἀπῆρε. καὶ ὀργισθεὶς ὁ Πομπήιος ἐστράτευσε κατ’ αὐτοῦ. συμπεφευγότος δ’ εἰς ἔρυμα καλούμενον Ἀλεξάνδριον, ἐκέλευε πρὸς αὐτὸν ἥκειν.
ὁ δὲ τῶν φίλων μὴ πολεμεῖν Ῥωμαίοις ἀξιούντων κάτεισι, καὶ δικαιολογησάμενος πάλιν ὅθεν ἧκεν ὑπέστρεψε. κελεύοντος δὲ Πομπηίου παραδιδόναι τὰ ἐρύματα καὶ αὐτοχείρως ἐπιστεῖλαι τοῖς φρουράρχοις, ἀπείρητο γὰρ ἄλλως τούτων ἀφίστασθαι, πείθεται μέν, δυσανασχετῶν δὲ ἀνεχώρησεν εἰς Ἱεροσόλυμα καὶ πολεμεῖν ἡτοιμάζετο. Πομπηίῳ δὲ στρατεύοντι ἐπ’ αὐτὸν ἡ Μιθριδάτου μεμήνυτο τελευτὴ ἐκ Φαρνάκου τοῦ παιδὸς αὐτοῦ γενομένη. περὶ Ἱεριχοῦντα δὲ γεγονότι, οὗ τὸ ὀποβάλσαμον τρέφεται τῶν μύρων τὸ ἀκρότατον, ὃ τῶν θάμνων τεμνομένων ὀξεῖ λίθῳ ἀναπιδύει ὥσπερ ὀπός, πρόςεισιν ὁ Ἀριστόβουλος αὐτῷ καὶ ἱκέτευε παύσασθαι τοῦ πολέμου, χρήματά τε διδοὺς καὶ εἰς τὰ Ἱεροσόλυμα αὐτὸν εἰσδεχόμενος, ὥστε πράττειν ὃ βούλεται. ὁ δὲ συγγνοὺς αὐτῷ πέμπει Γαβήνιον ἐπὶ τὰ χρήματα καὶ τὴν πόλιν. τῶν δὲ Ἀριστοβούλου στρατιωτῶν οὐκ ἐώντων τὰς συνθήκας πληρωθῆναι, ἄπρακτος ἐπανῆλθεν ὁ Γαβήνιος. ἥκει γοῦν ἐπὶ τὴν πόλιν Πομπήιος καθείρξας τὸν Ἀριστόβουλον. οἱ δ’ ἔνδον οὐχ ὡμονόουν. τοῖς μὲν γὰρ ἐδόκει δέχεσθαι τὸν Πομπήιον, τοῖς δ’ Ἀριστοβούλου τοὐναντίον· οἳ καὶ τὸ ἱερὸν κατειληφότες εἰς πολιορκίαν παρεσκευάζοντο.
PG 134:245οἱ δ’ ἄλλοι τὴν πόλιν ἐγχειρίζουσι Πομπηίῳ καὶ τὰ βασίλεια. ὁ δὲ ἐντὸς στρατοπεδευσάμενος ἐπολιόρκει τὸ ἱερόν. ἁλόντος δὲ περὶ τρίτον μῆνα, ἐπειςφρήσαντες οἱ πολέμιοι ἔσφαζον τοὺς ἐν αὐτῷ· οἱ δὲ οὐδὲν ἧττον ἦσαν ἱερουργοῦντες καὶ θύοντες. φόνου δὲ πάντα μεμέστωτο· οἱ μὲν γὰρ τῶν Ἰουδαίων ὑπὸ Ῥωμαίων, οἱ δ’ ὑπ’ ἀλλήλων ἐσφάττοντο ἢ καὶ ἑαυτοὺς κατεκρήμνιζον. παρῆλθε δὲ εἰς τὸ ἐντὸς τοῦ ναοῦ τὸ ἄβατον ὁ Πομπήιος καὶ τῶν περὶ αὐτόν τινες, καὶ εἶδον ὅσα τοῖς ἄλλοις πλὴν τῶν ἀρχιερέων ἦσαν ἀθέατα. οὐδενὸς μέντοι τῶν ἐν αὐτῷ ἀναθημάτων ἢ τῶν χρημάτων ἥψατο δι’ εὐσέβειαν. τῇ δ’ ὑστεραίᾳ καθᾶραι παραγγείλας τὸ ἱερὸν καὶ θύειν νομίμως, τὴν ἀρχιερωσύνην παρέδωκεν Ὑρκανῷ, τοὺς αἰτίους τοῦ πολέμου πελέκει διαχρησάμενος καὶ τὰ Ἱεροσόλυμα ποιήσας Ῥωμαίοις ὑπόφορα. Πομπήιος δὲ ἐπὶ Ῥώμην ἀπιὼν ἐπήγετο τὸν Ἀριστόβουλον δεδεμένον καὶ τοὺς παῖδας αὐτοῦ. ἦσαν δὲ αὐτῷ δύο θυγατέρες καὶ τοσοῦτοι υἱοί, ὧν ὁ πρεσβύτερος Ἀλέξανδρος ἀπέδρα καὶ τὴν Ἰουδαίαν κατέτρεχεν ὕστερον, μὴ δυναμένου τοῦ Ὑρκανοῦ αὐτῷ ἀντικαθίστασθαι.
Ὡς δὲ Γαβήνιος εἰς Συρίαν ἧκε, πέμπει πρὸς τὸν Ἀλέξανδρον Ἀντώνιον Μάρκον μετὰ στρατεύματος. καὶ γενομένης μάχης κτείνουσιν οἱ Ῥωμαῖοι τῶν πολεμίων περὶ τρισχιλίους καὶ οὐκ ἐλάττους ζωγροῦσι. καταφυγόντος δὲ τοῦ Ἀλεξάνδρου ἐπί τι ἔρυμα λεγόμενον Ἀλεξάνδριον, ἐπολιόρκει τοῦτο. διαπρεσβεύεται οὖν πρὸς Γαβήνιον ὁ Ἀλέξανδρος συγγνώμην αἰτῶν, καὶ παραδίδωσιν ἃ κατεῖχεν ἐρύματα. ὁ δὲ ἀρχιερεὺς Ὑρκανὸς εἰς Ἱεροσόλυμα κατήχθη παρὰ τοῦ Γαβηνίου. ὁ μέντοι Ἀριστόβουλος διαδρὰς ἐκ Ῥώμης καὶ εἰς τὴν Ἰουδαίαν ἐλθὼν τειχίζειν ἐπειρᾶτο τὸ Ἀλεξάνδριον ἄρτι κατεσκαμμένον. ὁ δὲ Γαβήνιος στέλλει τοὺς κωλύσοντας αὐτὸν ἢ καὶ συλληψομένους. πολλοὶ δὲ τῷ Ἀριστοβούλῳ τῶν Ἰουδαίων προσέρρεον, ὧν οἱ πλείους ἐτύγχανον ἄοπλοι. τούτους μὲν οὖν ἀπέλυσεν Ἀριστόβουλος, τοὺς δ’ ὡπλισμένους ὄντας περὶ ὀκτακισχιλίους εἶχε μεθ’ ἑαυτοῦ. καὶ μάχης αὐτοῖς πρὸς Ῥωμαίους συγκροτηθείσης ἡττῶνται Ἰουδαῖοι καὶ φεύγουσι· καὶ οἱ μὲν κτείνονται, σκεδάννυνται δὲ οἱ λοιποί. Ἀριστόβουλος δὲ μετὰ χιλίων εἰς Μαχαιροῦντα συνέφυγε μετὰ τοῦ παιδὸς Ἀντιγόνου συναποδράντος ἐκ Ῥώμης αὐτῷ.
μετὰ δὲ δύο ἡμέρας τραυματισθεὶς ἑάλω, καὶ σὺν τῷ υἱῷ Ἀντιγόνῳ αἰχμάλωτος πρὸς Γαβήνιον ἄγεται, καὶ ἀναπέμπεται αὖθις εἰς Ῥώμην, καὶ δεθεὶς κατείχετο, βασιλεύσας καὶ ἀρχιερατεύσας ἔτη τρία. Γαβήνιος δὲ ἀπῄει εἰς Αἴγυπτον. ἐπανελθὼν δ’ ἐκεῖθεν εὗρε τὸν Ἀριστοβούλου παῖδα Ἀλέξανδρον στρατεύματι μεγάλῳ τὴν χώραν ἐπιόντα καὶ ὅσοις ἐντύχοι τῶν Ῥωμαίων πάντας κτιννύοντα. συμβαλὼν οὖν τούτῳ περὶ τὸ Ἰταβύριον ὄρος τρισμυρίους ἄγοντι Ἰουδαίους κτείνει περὶ μυρίους. καταστησάμενος δὲ τὰ ἐν Ἱεροσολύμοις ὡς Ἀντίπατρος ἤθελε, καὶ ἄλλα δὲ στρατηγήσας ἔργα μεγάλα, εἰς Ῥώμην ἀπῆρε, Κράσσῳ παραδοὺς τὴν ἀρχήν. οὗτος δ’ ὁ Κράσσος εἰς τὴν Ἰουδαίαν ἐλθὼν καὶ τὰ ἐν τῷ ἱερῷ χρήματα, ὧν οὐχ ἥψατο ὁ Πομπήιος, ἦσαν δὲ δισχίλια τάλαντα, πάντα ἀφείλετο, καὶ τὸν ναὸν περιδύσας τὸν κόσμον πάντα ἐσύλησεν, εἰς τάλαντα χρυσοῦ ὀκτακισχίλια ἀριθμούμενον. ἔλαβε δὲ καὶ δοκὸν σφυρήλατον ἐκ χρυσοῦ μνῶν τριακοσίων πεποιημένην. ἡ δὲ μνᾶ παρ’ Ἰουδαίοις ἕλκει λίτρας δύο καὶ ἡμίσειαν. ταῦτα λαβὼν ἐπὶ Πάρθους ἐξώρμησε· καὶ ἐφθάρη σὺν τῷ στρατεύματι.
PG 134:246Κάσσιος δὲ εἰς Συρίαν ἐκεῖθεν φυγὼν καὶ εἰς τὴν Ἰουδαίαν ἀνέβη. μέγα γοῦν παρ’ αὐτῷ δεδύνητο ὁ Ἀντίπατρος, καὶ παρὰ Ἰδουμαίοις, παρ’ οἷς ἄγεται γυναῖκα ἐξ Ἀραβίας, Κύπρον ὄνομα, ἐξ ἧς αὐτῷ τέςσαρες ἐγένοντο υἱοί, Φασάηλος καὶ Ἡρώδης, Ἰωσὴφ καὶ Φερώρας, καὶ θυγάτηρ Σαλώμη. χρόνῳ δὲ ὕστερον Καῖσαρ Ἰούλιος Γάιος, κατασχὼν τὴν Ῥώμην μετὰ τὸ Πομπήιον καὶ τὸ πλέον τῆς συγκλήτου ἐκεῖθεν φυγεῖν, λύσας τὸν Ἀριστόβουλον εἰς Συρίαν ἔπεμπε σὺν στρατεύματι. ἀλλὰ φθάσαντες οἱ τὰ Πομπηίου φρονοῦντες φαρμάκῳ τὸν Ἀριστόβουλον διαφθείρουσι. Σκιπίων δέ, ἐπιστείλαντος αὐτῷ Πομπηίου, τὸν Ἀριστοβούλου Ἀλέξανδρον ἐπελέκισε. μετὰ δὲ τὸν Πομπηίου θάνατον Καίσαρι πολεμοῦντι κατ’ Αἴγυπτον εἰς πολλὰ χρήσιμον ἑαυτὸν παρέσχεν Ἀντίπατρος, ὥστε τὸν Καίσαρα κεχρῆσθαι αὐτῷ εἰς πάντα τὸν πόλεμον· ὅπου καὶ τρωθῆναι συμβέβηκεν αὐτόν. ἐλθὼν δὲ καὶ Ἀντίγονος τότε ὁ Ἀριστοβούλου πρὸς Καίσαρα ἐδεῖτο λαβεῖν οἶκτον αὐτοῦ τῆς ἀρχῆς ἐκβεβλημένου, καὶ τοῦ πατρὸς ἀνεμίμνησκε καὶ ὡς δι’ αὐτὸν ἀποθάνοι. παρὼν δὲ καὶ ὁ Ἀντίπατρος ἀπελογεῖτο.
δοξάντων δὲ τῶν λόγων αὐτοῦ ἐπικρατεστέρων, ὁ Καῖσαρ Ὑρκανῷ μὲν τὴν ἀρχιερωσύνην ἐπεβεβαίωσεν, Ἀντίπατρον δὲ ἀπέδειξε τῆς Ἰουδαίας ἐπίτροπον. ὡς δὲ Καῖσαρ εἰς τὴν Ῥώμην ἀπῄει, ὁ Ἀντίπατρος τὰ κατὰ τὴν Ἰουδαίαν καθίστα. βραδὺν δὲ ὁρῶν καὶ νωθῆ τὸν Ὑρκανόν, Φασάηλον μὲν τὸν πρεσβύτατον τῶν παίδων Ἱεροσολυμιτῶν καὶ τῶν πέριξ στρατηγὸν ἀποδείκνυσι, τὸν δὲ μετ’ αὐτὸν Ἡρώδην, ὄντα λίαν νεώτατον, τῆς Γαλιλαίας προυστήσατο. Γενναῖος δ’ ὢν ὁ Ἡρώδης τὸ φρόνημα, ἀφορμὴν εἰς ἐπίδειξιν ἀρετῆς τὴν ἀρχὴν ἐποιήσατο, καὶ τὸν ἀρχιλῃστὴν Ἐζεκίαν σὺν μεγάλῳ στίφει τὰ προσεχῆ τῆς Συρίας ληιζόμενον συλλαβὼν κτείνει, καὶ πλείστους τῶν σὺν αὐτῷ· ὅθεν τοῖς Σύροις πεφίλητο. ἐγένετο δὲ διὰ τοῦτο καὶ Σέξτῳ Καίσαρι γνώριμος, ὄντι τοῦ μεγάλου Καίσαρος συγγενεῖ καὶ ἄρχοντι τῆς Συρίας. ζηλοῖ δὲ τὸν ἀδελφὸν καὶ Φασάηλος. ταῦτα δὲ ἐποίει τιμῆς ὑπὸ τοῦ ἔθνους τυγχάνειν βασιλικῆς τὸν Ἀντίπατρον.
PG 134:247οἱ δ’ ἐν τέλει τῶν Ἰουδαίων διὰ ταῦτα ἐβάσκαινον τῷ Ἀντιπάτρῳ καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ ἐδεδίεσαν ὁρῶντες βίαιον καὶ τολμηρὸν τὸν Ἡρώδην καὶ τυραννίδος ἐρῶντα, καὶ κατηγόρουν Ἀντιπάτρου πρὸς Ὑρκανόν, καὶ ἠρέθιζον κατ’ αὐτοῦ καὶ τῶν παίδων αὐτοῦ, λέγοντες μὴ ἐπιτρόπους εἶναι τῶν τῆς βασιλείας πραγμάτων, ἀλλὰ δεσπότας. καὶ γὰρ τὸν Ἡρώδην κτεῖναι τὸν Ἐζεκίαν καὶ πολλοὺς τῶν σὺν ἐκείνῳ, τοῦ νόμου ἀπειρηκότος ἄνθρωπον ἀναιρεῖσθαι, κἂν πονηρὸς εἴη, εἰ μὴ πρότερον ὑπὸ τοῦ συνεδρίου κατακριθείη. Ὑρκανὸς δὲ τούτοις ἠρέθιστο εἰς ὀργήν. προσεξῆψαν δὲ τὴν ὀργὴν καὶ αἱ μητέρες τῶν ὑπὸ Ἡρώδου πεφονευμένων, παρακαλοῦσαι ἵνα δίκας ὑπόσχῃ τῶν πεπραγμένων. κινηθεὶς οὖν ὁ Ὑρκανὸς Ἡρώδην ἐκάλει δικασόμενον. ὁ δὲ ἧκε μετὰ στίφους ἀποχρῶντος αὐτῷ, ὥστε μὴ γυμνὸν καὶ ἀφύλακτον ἰέναι πρὸς δίκην. ἐλθὼν δὲ ἐν τῷ συνεδρίῳ μετὰ τοῦ στίφους κατέπληξεν ἅπαντας, καὶ οὐδεὶς ἐθάρρει κατηγορεῖν αὐτοῦ, ἀλλ’ ἦν ἀπορία τοῦ τί χρὴ ποιεῖν.
εἷς δέ τις Σαμαῖος ὀνόματι, δίκαιος ἀνὴρ καὶ πεποιθὼς ὡς λέων, εἶπεν ὦ ἄνδρες, οὐκ οἶδά τινα τῶν κεκλημένων εἰς δίκην οὕτω παραστάντα, οὔτε ὑμεῖς, οἶμαι, ἀλλὰ πᾶς κριθησόμενος δεδιότος παρίσταται σχήματι. ὁ δὲ βέλτιστος Ἡρώδης φόνων δίκην φεύγων ἕστηκε περὶ αὐτὸν ἔχων ὁπλίτας, εἰ κατακριθείη κατὰ τὸν νόμον, κτενοῦντας ἡμᾶς. ἀλλ’ Ἡρώδην μὲν οὐ μεμψαίμην, ὑμᾶς δὲ τοσαύτην ἄδειαν παρασχόντας αὐτῷ. ἴστε τοίνυν δίκαιον τὸν θεόν, καὶ ὡς οὗτος, ὃν νῦν δι’ Ὑρκανὸν ἀπολῦσαι βούλεσθε, κολάσει ὑμᾶς ποτε καὶ αὐτὸν Ὑρκανόν. ὅτι δὲ ταῦτα εἰς ἔργον ἐξέβη δηλώσει προϊὼν ὁ λόγος. Ὑρκανὸς δὲ εἰς ἄλλην ἡμέραν τὴν δίκην ὑπερέθετο, καὶ λάθρᾳ ὑπέθετο τῷ Ἡρώδῃ τὴν πόλιν ὑπεξελθεῖν. καὶ ὁ μὲν ἀπῄει, οἱ δὲ τοῦ συνεδρίου ἠγανάκτουν. Σέξτου δὲ τὴν στρατηγίαν τῆς Κοίλης Συρίας χρημάτων τῷ Ἡρώδῃ ἀποδομένου, οὐ πολὺ τὸ ἐν μέσῳ παρῆλθε καὶ ἧκεν Ἡρώδης σὺν στρατιᾷ, ὀργιζόμενος κατὰ Ὑρκανοῦ ὅτι ὅλως εἰς δίκην ἐκλήθη. ἐκώλυσαν δὲ αὐτὸν τοῖς Ἱεροσολύμοις προσβαλεῖν ὁ πατὴρ καὶ ὁ ἀδελφός. Καὶ τὰ μὲν κατὰ τὴν Ἰουδαίαν ἐν τούτοις ἦν, τὰ δὲ κατὰ τὴν Συρίαν τετάρακτο ἐξ αἰτίας τοιαύτης.
Βάσσος Καικίλιος, εἷς τῶν τὰ Πομπηίου φρονούντων, κτείνει μὲν Σέξτον Καίσαρα δι’ ἐπιβουλῆς, αὐτὸς δὲ τῶν πραγμάτων ἐκράτει. τῶν δὲ Καίσαρος Ἰουλίου στρατηγῶν κατὰ Βάσσου ὡρμηκότων, ὁ Ἀντίπατρος αὐτοῖς διὰ τῶν υἱῶν συνεμάχησε, μεμνημένος ὧν ὑπὸ τοῦ Καίσαρος εὐηργέτητο. τριβομένου δὲ τοῦ καιροῦ ἐν τῷ πολέμῳ, Μάρκος ἦλθεν ἐκ Ῥώμης εἰς τὴν τοῦ Σέξτου ἀρχήν. ὁ δέ γε Καῖσαρ ὑπὸ τῶν περὶ Βροῦτον καὶ Κάσσιον ἐν Ῥώμῃ κτείνεται. πολέμου δὲ συνερρωγότος ἐπὶ τῷ θανάτῳ τοῦ Καίσαρος, καὶ τῶν ἐν τέλει ἐπὶ στρατιᾶς συλλογὴν ἄλλων ἀλλαχῇ διεσπαρμένων, Κάσσιος ἀφικνεῖται εἰς Συρίαν, καὶ περιιὼν ταύτην ὅπλα καὶ στρατιώτας συνήθροιζε, καὶ ἐφορολόγει βαρύτατα, καὶ ἐξ Ἰουδαίας ἑπτακόσια τάλαντα ἀργυρίου ἐπράξατο, ὧν τὴν εἴσπραξιν ὁ Ἀντίπατρος τοῖς υἱοῖς ἀμφοῖν κατεμέρισεν. ὁ οὖν Ἡρώδης πρῶτος ὅσα ἦν αὐτῷ προστεταγμένον Κασσίῳ προσενεγκών, φίλος ἦν αὐτῷ ἐς τὰ μάλιστα. ἀνῃρέθη δ’ ἂν ὑπὸ Κασσίου ὁ Μάλιχος, εἰ μὴ ὁ Ὑρκανὸς ἐπέσχεν αὐτῷ τὴν ὁρμήν, ἑκατὸν ταλάντοις δεξιωσάμενος δι’ Ἀντιπάτρου αὐτόν.
PG 134:248ἤδη δὲ Κασσίου μεταστάντος τῆς Ἰουδαίας Ἀντιπάτρῳ Μάλιχος ἐπεβούλευεν, ὡς εἰ οὗτος φθαρείη, ἀσφαλείας ἐσομένης τῷ Ὑρκανῷ περὶ τὴν ἀρχήν. ταῦτα δ’ οὐκ ἔλαθε τὸν Ἀντίπατρον, ἀλλ’ ἠσφαλίζετο ἑαυτόν· καὶ ὁ Μάλιχος ἠρνεῖτο μεθ’ ὅρκων. Μάρκος δ’ ἐν τῇ Συρίᾳ στρατηγῶν μικροῦ ἀνεῖλεν ἂν τὸν Μάλιχον, εἰ μὴ Ἀντίπατρος παρακαλέσας αὐτὸν περιέσωσε. Κάσσιός γε μὴν καὶ Μάρκος ἀθροίσαντες στρατιὰν τῷ Ἡρώδῃ τὴν ἐπιμέλειαν ἐνεχείρισαν, στρατηγὸν αὐτὸν Κοίλης Συρίας ποιήσαντες, ὑποσχόμενοι καὶ βασιλέα τῆς Ἰουδαίας ἀναδείξειν μετὰ τὸν πόλεμον, ὃς τότε πρὸς Ἀντώνιον καὶ τὸν νέον Καίσαρα συγκεκρότητο. ὅτε καὶ Μάλιχος τὸν Ὑρκανοῦ οἰνοχόον χρήμασιν ὑπελθὼν φαρμάκῳ κτείνει Ἀντίπατρον· παρὰ γὰρ Ὑρκανῷ εἱστιῶντο ἑκάτεροι. γνόντων δὲ τὴν ἐπιβουλὴν τῶν Ἀντιπάτρου υἱῶν, ὁ Μάλιχος ἔξαρνος ἦν. τῷ μὲν οὖν Ἡρώδῃ εὐθὺς ἐδόκει τὸν φόνον τοῦ πατρὸς ἐκδικεῖν, ὁ δέ γε Φασάηλος δόλῳ μᾶλλον ἤθελε τὸν Μάλιχον μετελθεῖν, ἵνα μὴ ἐμφυλίου πολέμου γένωνται αἴτιοι. πιστεύειν οὖν τῇ ἀρνήσει τοῦ Μαλίχου ὑπεκρίνοντο. ἐνστάσης δὲ ἑορτῆς ἐν Ἱεροσολύμοις ἧκεν Ἡρώδης μετὰ στρατιᾶς εἰς τὴν πόλιν·
Ὑρκανὸς δὲ Μαλίχῳ πεισθεὶς ἐκώλυεν αὐτῷ τὴν εἰς τὴν πόλιν εἰσέλευσιν, προφάσει τοῦ μὴ δεῖν ὄχλον ἀλλοδαπὸν ἀναμίγνυσθαι τῷ πλήθει ἁγνεύοντι. ὁ δὲ μὴ φροντίσας τῶν λόγων εἴσεισι νυκτὸς εἰς τὴν πόλιν. Μάλιχος δ’ ἔτι τῆς ὑποκρίσεως εἴχετο, δακρύων τὸν Ἀντίπατρον καὶ ὡς φίλον ἀνακαλούμενος, κρύφα δὲ ἐποιεῖτο τοῦ σώματος φυλακήν. ἑλόντος δὲ Καςσίου τὴν Λαοδίκειαν, ἄμφω πρὸς αὐτὸν ἀπῄεσαν. καὶ Ἡρώδης μὲν ἐκεῖ τῖσαι δίκας τὸν Μάλιχον ἐταμίευεν· ὁ δὲ ὑποπτεύσας τὸ πρᾶγμα, τοῦ παιδὸς αὐτῷ ὁμηρεύοντος ἐν Τύρῳ, ἐμελέτησε τοῦτον ὑποκλέψαι, καὶ εἰς τὴν Ἰουδαίαν ἀπᾶραι καὶ τὴν ἀρχὴν κατασχεῖν. Ἡρώδης δὲ τὴν γνώμην τοῦ Μαλίχου ὑπονοήσας, προεισπέμψας εἰς Τύρον λάθρᾳ πείθει τοὺς χιλιάρχους πρὸς Μάλιχον ἐξελθεῖν καὶ διαφθεῖραι αὐτόν. ἤδη γὰρ αὐτοῖς παρὰ Κασσίου προώριστο συμπράττειν Ἡρώδῃ ἐπὶ δικαίᾳ πράξει. οἱ δὲ πλησίον τῆς πόλεως αὐτῷ ὑπαντήσαντες κατακεντοῦσιν αὐτόν. Ὑρκανὸς δὲ ὑπὸ φόβου ἄφωνος ἦν. ἀνενεγκὼν δὲ ἠρώτα ὅπως ἀνῄρηται Μάλιχος· καὶ ἀκούσας ὅτι Κασσίου προστάξαντος, ἐπῄνεσε τὴν πρᾶξιν, πονηρὸν εἰπὼν εἶναι καὶ τῆς πατρίδος ἐπίβουλον.
PG 134:249Κασσίου δὲ ἐκ Συρίας ἀπάραντος πρὸς Ἀντώνιον, ὁ Ἡρώδης ἐν διαφόροις ἠρίστευσε, καὶ τῷ Ἀριστοβούλου δὲ υἱῷ Ἀντιγόνῳ ἄρτι τῶν ἄκρων ἐπιβάντι τῆς Ἰουδαίων γῆς ὑπαντήσας μάχῃ ἐνίκησε καὶ τῶν ὁρίων ταύτης ἐξέωσεν. ὅθεν ἀφικόμενον εἰς Ἱεροσόλυμα ἐστεφάνου ὅ τε δῆμος καὶ Ὑρκανός. μνηστεύεται δὲ καὶ τὴν Ὑρκανοῦ θυγατριδῆν, Ἀλεξάνδρου δὲ θυγατέρα τοῦ Ἀριστοβούλου παιδός. εἶχε δὲ πρότερον ἑτέραν γυναῖκα δημότιν, Δωρίδα καλουμένην, ἐξ ἧς αὐτῷ παῖς Ἀντίπατρος γίνεται τῶν ἄλλων πρεσβύτερος. Ἀντωνίου δὲ καὶ Καίσαρος Κάσσιον καὶ Βροῦτον περὶ Φιλίππους νενικηκότων, ὁ μὲν ἐπὶ Γαλλίας ἐχώρει, πρὸς δὲ τὴν Ἀσίαν Ἀντώνιος. γενομένῳ δ’ ἐν Βιθυνίᾳ πανταχόθεν ἀπήντων πρεσβεῖαι. παρῆσαν δὲ καὶ Ἰουδαῖοι κατηγοροῦντες Φασαήλου τε καὶ Ἡρώδου. ἐλθόντα δὲ τὸν Ἡρώδην ἐπὶ ἀπολογίᾳ διὰ τιμῆς ἦγεν Ἀντώνιος, καὶ οὐδὲ λόγου ἠξίωντο οἱ κατήγοροι, χρήμασι ταῦτα τοῦ Ἡρώδου πριαμένου παρ’ Ἀντωνίου. ἐλθόντι δ’ εἰς Ἔφεσον Ἀντωνίῳ ἔπεμψεν Ὑρκανὸς στέφανον χρυσοῦν, καὶ ἠξίου τοὺς Ἰουδαίους, οὓς ᾐχμαλώτισε Κάσσιος οὐ νόμῳ πολέμου, ἐλευθέρους ἀπολυθῆναι καὶ τὴν χώραν ἀποδοθῆναι, ἣν αὐτοὺς ἀφείλετο Κάσσιος.
δικαίαν οὖν εἶναι κεκρικὼς τὴν ἀξίωσιν εἰς ἔργον ἐκβῆναι προσέταξε. μετὰ ταῦτα εἰς Συρίαν παραγενομένῳ τῷ Ἀντωνίῳ καὶ ὑπὸ τῶν τῆς Κλεοπάτρας ἐρώτων κεκρατημένῳ προσίασιν ἄνδρες ἑκατὸν Ἰουδαίων οἱ δυνατώτατοι, καὶ κατηγόρουν Ἡρώδου καὶ τῶν περὶ αὐτόν, παρόντος καὶ Ὑρκανοῦ. Ἀντώνιος δὲ πυνθάνεται Ὑρκανοῦ πότεροι τοῦ ἔθνους προί̈στανται ἄμεινον· καὶ ὃς τοὺς περὶ Ἡρώδην εἶπεν, ὢν αὐτοῦ κηδεστής. ὁ γοῦν Ἀντώνιος οἰκείως πρὸς αὐτοὺς ἔχων διὰ τὴν τοῦ πατρὸς αὐτῶν ξενίαν καὶ ἄμφω τετράρχας ὠνόμασε καὶ τὰ Ἰουδαίων αὐτοῖς ἐπέτρεψε πράγματα· καὶ δέκα δήσας τῶν κατηγόρων ἔκτεινεν ἂν αὐτούς, εἰ μὴ οἱ ἀδελφοὶ παρῃτήσαντο. αὖθις δὲ χίλιοι τῷ Ἀντωνίῳ περὶ Τύρον ὑπήντησαν. ὁ δὲ δώροις προκατειλημμένος τῷ κατὰ τόπον ἄρχοντι κολάσαι τοὺς Ἰουδαίους ἐκέλευσεν, ὡς νεωτερίζοντας. ὁ δὲ Ἡρώδης ἀπιέναι ταχὺ αὐτοῖς συνεβούλευεν, ἵνα μὴ μεγάλου πειραθῶσι κακοῦ. ὡς δ’ οὐχ ὑπήκουον, ἐκδραμόντες οἱ Ῥωμαῖοι τινὰς μὲν ἀπέκτειναν, πολλοὺς δ’ ἐτραυμάτισαν· καὶ οἱ λοιποὶ διαφυγόντες ἡσύχαζον. τοῦ δὲ δήμου καταβοῶντος Ἡρώδου, παροξυνθεὶς ὁ Ἀντώνιος τοὺς δεδεμένους ἀπέκτεινεν.
Ἀντίγονος δὲ Πακόρῳ τῷ Πάρθων βασιλεῖ ὑπιςχνεῖται χίλια δώσειν τάλαντα καὶ γυναῖκας πεντακοσίας, ἢν τὴν ἀρχὴν Ὑρκανὸν ἀφέλωνται καὶ παραδῶσιν αὐτῷ καὶ τοὺς περὶ Ἡρώδην ἀνέλοιεν. διὰ ταῦτα ἐπὶ τὴν Ἰουδαίαν κατάγοντες Ἀντίγονον οἱ Πάρθοι ἐστράτευσαν· οἷς πολλάκις οἱ περὶ Ἡρώδην συμμίξαντες ἐκράτουν. ὁ δὲ τῶν Πάρθων στρατηγὸς σὺν ὀλίγοις ἱππεῦσιν εἰς τὴν πόλιν ἧκεν, ὡς τάχα κατευνάσων τὴν στάσιν, τὸ δ’ ἀληθὲς ὡς Ἀντιγόνῳ συμπράξων. Φασαήλου δὲ ξενίσαντος αὐτόν, πείθει τὸν Φασάηλον παρὰ Βαρζαφαρμάνην ἐλθεῖν πρεςβεύοντα. καὶ ᾤχοντο Ὑρκανὸς καὶ Φασάηλος πρεςβεύοντες, Ἡρώδου μὴ συναινοῦντος· ὁ δὲ στρατηγὸς προύπεμπε σφᾶς. καὶ ὁ Βαρζαφαρμάνης τὸ μὲν πρῶτον γνησίως αὐτοὺς ὑπεδέξατο, ἔπειτα ἐπεβούλευε. καὶ οἱ περὶ Φασάηλον ἐν ὑποψίαις ἦσαν κατὰ τῶν βαρβάρων, ἔγνων δὲ καὶ νύκτωρ λάθρᾳ παρ’ αὐτῶν φυλασσόμενοι. μεμήνυτο δ’ αὐτοῖς ὅτι καὶ συνελήφθησαν ἄν, εἰ μὴ ὑπερετίθεντο οἱ βάρβαροι μέχρις ἂν Ἡρώδης τοῖς ἐκεῖ Πάρθοις ληφθείη, μὴ τὰ περὶ αὐτῶν μαθὼν διαφύγοι. Φασαήλῳ μὲν οὖν τινες συνεβούλευον εὐθὺς παριππάσασθαι, Ὀφέλλιος δὲ καὶ πλοῖα πρὸς τὴν φυγὴν ὑπισχνεῖτο·
PG 134:250ἐγγὺς γὰρ ἡ θάλασσα ἦν. ὁ δὲ Ὑρκανὸν ἀπολιπεῖν οὐκ ἐβούλετο. συλλαμβάνονται οὖν καὶ δεσμοῦνται. Ἡρώδης δὲ ταῦτα μαθών, οὓς εἶχεν ὁπλίτας λαβὼν νυκτὸς καὶ τὴν μητέρα καὶ τὴν ἀδελφὴν καὶ τὴν ἐγγεγυημένην αὐτῷ παῖδα τῆς Ὑρκανοῦ θυγατρὸς καὶ τὴν τῆς μνηστῆς ταύτης μητέρα τήν τε θεραπείαν πᾶσαν τὴν ἐπὶ Ἰδουμαίαν ἀπῄει, τοὺς πολεμίους λαθών. τοῦ ζεύγους δὲ περιτραπέντος ἐν τῇ ὁδῷ, καὶ τῆς μητρὸς αὐτοῦ κινδυνευούσης ἀποθανεῖν, μικροῦ ἑαυτὸν διεχρήσατο. ἀνακτησάμενος οὖν τὴν μητέρα καὶ θεραπείας ὡς ὁ καιρὸς ἤπειγεν ἀξιώσας, ἐβάδιζε συντονώτερον πρὸς Μασάδαν τὸ ἔρυμα. ἐν τῷ μέσῳ δὲ καὶ πρὸς Πάρθους διώκοντας μαχεσάμενος καὶ πρὸς Ἰουδαίους αὖθις ἐπιθεμένους αὐτῷ, ἐνίκησε καὶ ἐκράτησε. τοῦ μέντοι πλήθους τοῦ συνεπομένου αὐτῷ πολλοῦ ὄντος, τοῦ δὲ τῆς Μασάδας φρουρίου, πρὸς ὅπερ ἠπείγοντο, οὐκ ἐξαρκοῦντος ἅπαντας ὑποδέξασθαι, τοὺς μὲν πλείους ἀπέλυσε, δοὺς σφίσιν ἐφόδια, ὅσοι δὲ ἦσαν κοῦφοι καὶ τοὺς ἀναγκαιοτάτους ἔχων εἰς τὸ ἔρυμα παραγίνεται. καὶ ἀφεὶς αὐτόθι τάς τε γυναῖκας καὶ τὴν θεραπείαν ἀρκοῦντα τὰ ἐπιτήδεια ἔχοντας, αὐτὸς ἐπὶ τὴν Πέτραν τῆς Ἀραβίας ἐξώρμησεν.
ἕωθεν δὲ τὰ μὲν ἄλλα τῶν Ἱεροσολυμιτῶν οἱ Πάρθοι διήρπαζον καὶ αὐτὰ τὰ βασίλεια, μόνων δὲ ἀπείχοντο τῶν Ὑρκανοῦ χρημάτων, ὄντων εἰς ὀγδοήκοντα τάλαντα· καὶ τὴν χώραν δὲ ἐκάκουν οἱ Πάρθοι. Ἀντίγονος μὲν οὖν οὕτω καταχθεὶς εἰς τὴν Ἰουδαίαν Ὑρκανὸν καὶ Φασάηλον δεσμώτας παραλαμβάνει. φοβούμενος δὲ τὸν Ὑρκανὸν μὴ τὸ πλῆθος αὐτῷ τὴν βασιλείαν ἀποκαταστήσῃ, ἀποτέμνει αὐτοῦ τὰ ὦτα, τοῦ νόμου τοὺς ἱερᾶσθαι μέλλοντας ὁλοκλήρους εἶναι κελεύοντος. Φασάηλος δὲ γνοὺς ἑαυτὸν μέλλοντα σφάττεσθαι, ἐπεὶ τὰς χεῖρας δεδέσμητο, πέτρᾳ προσαράξας τὴν κεφαλὴν ἑαυτὸν μὲν ἐξήγαγε τοῦ βίου, τὴν δ’ ἐκ τοῦ κτεῖναι αὐτὸν ἡδονὴν ἐστέρησε τὸν πολέμιον. πρὸ δέ γε τοῦ πάνυ ἐκλιπεῖν ἀκούσας ὡς διέδρα τοὺς πολεμίους Ἡρώδης ὁ ἀδελφός, εὐθύμως ἀπέθανε, καταλιπὼν ἐκδικητὴν καὶ τῶν ἐχθρῶν τιμωρόν. Ἡρώδης δὲ πρὸς Μάλχον τὸν Ἀράβων ἔσπευδε βασιλέα, εὐεργετηθέντα πρόσθεν ὑπ’ αὐτοῦ, ὡς παρ’ αὐτοῦ ληψόμενος χρήματα εἰς λύτρον τοῦ ἀδελφοῦ· οὔπω γὰρ ἦν τὰ κατ’ ἐκεῖνον μαθών.
PG 134:251ἀγγείλαντος δὲ τοῦ Μάλχου αὐτῷ διά τινων ἀναχωρεῖν, ὡς τῶν Πάρθων παραγγειλάντων μὴ δέχεσθαι αὐτόν, ἀπεκρίνατο μηδὲν ἐνοχλήσων ἥκειν, διαλεξόμενος δὲ περὶ τῶν ἀναγκαιοτάτων. καὶ ταῦτα εἰπὼν ἀπῄει ἐπ’ Αἴγυπτον, καὶ ἀπιὼν τὰ κατὰ τὸν ἀδελφὸν ἤκουσε. Μάλχῳ δὲ μετεμέλησε, καὶ ἔστειλε τοὺς ἀναστρέψοντας τὸν Ἡρώδην· ὁ δὲ πορρωτάτω ἦν. καὶ εἰς Αἴγυπτον καταχθεὶς κἀκεῖθεν εἰς Ῥώμην ἀφικόμενος Ἀντωνίῳ φράζει τὰ αὐτῷ καὶ τῷ Φασαήλῳ συμβεβηκότα, καὶ ὡς Ἀντίγονος ὑπὸ Πάρθων εἰς τὴν βασιλείαν εἰσήχθη χρημάτων ὑποσχέσει καὶ γυναικῶν, καὶ τἄλλα ὅσα ἔδρασέ τε καὶ ἔπαθεν. Ἀντώνιον δὲ οἶκτος εἰσέρχεται τῆς Ἡρώδου μεταβολῆς. καὶ Καῖσαρ δὲ διά τε ἄλλα καὶ χαριζόμενος Ἀντωνίῳ τοῦ Ἡρώδου ὑπεραλγοῦντι πρὸς συνεργίαν ἑτοιμότερος ἦν. παραστησάμενοι οὖν τῇ βουλῇ τὸν Ἡρώδην τάς τε τοῦ πατρὸς αὐτοῦ διεξῄεσαν εὐεργεσίας καὶ τὴν αὐτοῦ πρὸς Ῥωμαίους ἔλεγον εὔνοιαν· κατηγόρουν δὲ Ἀντιγόνου, καὶ πολέμιον ὠνόμαζον καὶ ἄλλοθεν μὲν καὶ ὅτι παρὰ Πάρθων ἔλαβε τὴν ἀρχήν, τοὺς Ῥωμαίους ὑπεριδών. προσεπῆγε δὲ ὁ Ἀντώνιος ὅτι καὶ πρὸς τὸν κατὰ Πάρθων πόλεμον Ἡρώδην βασιλεύειν συμφέρει.
καὶ δόξαν πᾶσι τοῦτο ψηφίζονται. Καὶ ὁ μὲν οὕτω τὴν βασιλείαν εἰλήφει, Ἀντίγονος δὲ τὴν Μασάδαν ἐπολιόρκει διόλου. οἱ δὲ ἐντὸς αὐτῆς ἐσπάνιζον ὕδατος, ὡς καὶ τὸν ἀδελφὸν Ἡρώδου τὸν Ἰωσὴφ ἀποδρᾶναι βουλεύεσθαι σὺν διακοσίοις πρὸς Ἄραβας· ἀλλ’ ἐπεσχέθη, γενομένου νυκτὸς ὑετοῦ. Βενδίδιος δὲ ὁ Ῥωμαίων στρατηγὸς πεμφθεὶς ἐκ Συρίας Πάρθους ἀνείργειν, εἰς Ἰουδαίαν παρέβαλεν, ὡς συμμαχήσων δῆθεν τοῖς πολιορκουμένοις, τὸ δ’ ὅλον ὡς παρὰ Ἀντιγόνου χρηματισόμενος. ὁ μὲν οὖν πληρώσας τὸ βούλημα ἀνεχώρησε, Σίλωνα δὲ μετὰ μέρους τῆς στρατιᾶς καταλέλοιπεν, ἵνα μὴ γένηται τὸ λῆμμα κατάφωρον. Ἡρώδης δὲ ἐκ τῆς Ἰταλίας εἰς Πτολεμαί̈δα καταπεπλευκὼς ἤλαυνεν ἐπ’ Ἀντίγονον, δύναμιν ἀθροίσας. ἑλὼν δ’ ἐν τῷ μέσῳ τὴν Ἰόπην, ἵνα μηδὲν εἴη τοῖς ἐχθροῖς ἔρυμα, ἔσπευδεν εἰς Μασάδαν, τοὺς οἰκείους ῥυσόμενος· καὶ τούτους ἀναλαβὼν πρὸς τὰ Ἱεροσόλυμα ἐπορεύετο· συνῆν δὲ αὐτῷ καὶ τὸ μετὰ Σίλωνος στρατιωτικόν. καὶ ἐκτὸς ἐστρατοπεδεύσατο· οἱ δ’ ἐντὸς ἀπὸ τοῦ τείχους μαχόμενοι ἀνεῖργον αὐτοὺς ἀπὸ τῶν πύργων.
PG 134:252καὶ ὁ Σίλων δὲ τῶν οἰκείων στρατιωτῶν τινας καταβοᾶν τοῦ Ἡρώδου ἐποίησε διὰ σπάνιν τῶν ἀναγκαίων, ἐκίνει τε τὸ στρατόπεδον ὡς ἀναχωρήσων. ταῦτα δ’ ἐποίει τὸν Ἀντίγονον διὰ τὴν δωροδοκίαν αἰδούμενος. Ἡρώδης δὲ ἠξίου μένειν αὐτόν, καὶ ἐξορμήσας πλῆθος ἐπιτηδείων ἐκόμισεν, ὥστε μηκέτι ὑπολιπεῖν Σίλωνι τῆς ἀναχωρήσεως πρόφασιν. καὶ οἱ μὲν ἐν ἀφθόνοις ἦσαν, Ἡρώδης δὲ παραγενόμενος εἰς Σαμάρειαν ἐκεῖ τήν τε μητέρα καὶ τοὺς ἄλλους οἰκείους κατέθετο, αὐτὸς δὲ ἐπὶ Γαλιλαίαν ᾤχετο. καὶ προσάγεται πᾶσαν αὐτὴν πλὴν τῶν ἐν τοῖς σπηλαίοις κατοικούντων. ἦν δὲ τὰ σπήλαια ἐν ὄρεσι πάντῃ ἐξερρωγόσι καὶ πέτραις ὀξείαις ἐμπεριεχόμενα. καὶ τούτων δὲ δυσχερῶς μέν, ἀλλ’ ὅμως ἐκράτησε. καταστήσας δὲ τὰ αὐτόθι ὁ βασιλεὺς εἰς Σαμάρειαν ὥρμησεν, ὡς μάχῃ κριθησόμενος πρὸς Ἀντίγονον. ἐν τούτοις δὲ Πακόρου πεσόντος ἐν πολέμῳ, καὶ τῶν Πάρθων τραπέντων ὑπὸ Ῥωμαίων, πέμπει τῷ Ἡρώδῃ βοηθὸν Μαχαιρᾶν σὺν στρατιᾷ ὁ Βενδίδιος.
καὶ τούτῳ μὲν ὁ Ἡρώδης τὸν ἀδελφὸν Ἰωσὴφ καταλέλοιπεν, ἐντειλάμενος μὴ ἀποκινδυνεύειν μηδὲ τῷ Μαχαιρᾷ διαφέρεσθαι, αὐτὸς δὲ πρὸς Ἀντώνιον ἔσπευδε πολιορκοῦντα Σαμόσατα, πόλιν τῶν παρευφρατιδίων. ὡς δὲ ἤγγιζεν ὁ Ἡρώδης, πέμπει τὸ στράτευμα ὑπαντησόμενον αὐτῷ ὁ Ἀντώνιος, καὶ παρόντα ἠσπάζετο, καὶ Σοσσίῳ συμμαχεῖν αὐτῷ ἐνετέλλετο· καὶ ὃς τὸ κεκελευσμένον ἐπλήρου. Ἰωσὴφ δὲ ὁ ἀδελφὸς Ἡρώδου ἐπὶ Ἱεριχοῦντα σπεύδων περιπίπτει τοῖς Ἀντιγόνου, καὶ ἐν δυσχωρίαις ἀποληφθεὶς θνήσκει γενναίως μαχόμενος, καὶ ἅπαν ἀπέβαλε τὸ στράτευμα. Ἀντίγονος δὲ τὴν αὐτοῦ τεμὼν κεφαλὴν τῷ ἀδελφῷ αὐτοῦ Φερώρᾳ ἀποδίδωσι ταλάντων πεντήκοντα. Ἀποστάντες δὲ οἱ Γαλιλαῖοι τοὺς τὰ Ἡρώδου φρονοῦντας ἐν τῇ λίμνῃ κατεπόντωσαν, καὶ τῆς Ἰουδαίας ἐνεωτερίσθη πολλά. ἠγγέλη δὲ ταῦτα Ἡρώδῃ καὶ ἡ τοῦ ἀδελφοῦ τελευτὴ ἐν Δάφνῃ τῆς Ἀντιοχείας. ἐπειγομένῳ οὖν, ὡς κατὰ Γαλιλαίαν ἐγένετο, συνήντησαν αὐτῷ οἱ πολέμιοι. καὶ ἡττηθέντες κατεκλείσθησαν εἴς τι χωρίον, ὁ δὲ ἔσπευδεν εἰς Ἱεριχοῦντα τιμωρήσασθαι θέλων αὐτοὺς διὰ τὸν ἀδελφόν.
Ἀντίγονος δὲ ἐπὶ τὴν Σαμάρειαν πέμπει στρατηγὸν Πάππον ὄνομα σὺν δυνάμει, παρέχων τοῖς ἐναντίοις δόξαν πολεμοῦντος ἐκ περιουσίας. καὶ Ἡρώδης ἦλθεν ἐπὶ τὸν Πάππον, καὶ συμβαλὼν τοῖς πολεμίοις κρατεῖ, καὶ εἵπετο φεύγουσιν εἰς τὴν κώμην, κτείνων οὓς ἂν καταλάβοι. πεπληρωμένων δὲ τῶν οἰκιῶν ὁπλιτῶν, καὶ πολλῶν ἐπὶ τὰς στέγας ἀναφευγόντων, τοὺς ὀρόφους τῶν οἴκων καθαιρῶν ἐκράτει τούτων. καθαιρουμένων δὲ τῶν ὀρόφων ἔμπλεα ὡρῶντο τὰ κάτω στρατιωτῶν, οὓς λίθοις ἄνωθεν βάλλοντες ἔκτεινον. τοῦτο τὰ τῶν πολεμίων φρονήματα ἔθραυσε· καὶ ἧκεν ἂν εἰς Ἱεροσόλυμα ὁ Ἡρώδης μετὰ τῆς στρατιᾶς αὐτίκα καὶ τὸ πᾶν ἐξειργάσατο, εἰ μὴ χειμὼν ἐπέσχε βαθύς. τότε ὀψίας οὔσης ὁ βασιλεὺς Ἡρώδης εἴς τι δωμάτιον εἰσελθὼν περὶ λουτρὸν ἦν, καὶ ἀποδυσάμενος ἐλούετο, ἑνὸς αὐτῷ ὑπηρετουμένου παιδός. κατὰ δέ γε τὸ ἐνδότερον οἴκημα τῶν πολεμίων τινὲς συμπεφευγότες ὡπλισμένοι ἐκεῖ διὰ φόβον ἐκρύπτοντο. καὶ μεταξὺ λουομένου τοῦ βασιλέως εἷς τις ἐπεξέρχεται ξίφος ἔχων γυμνόν, καὶ μετ’ αὐτὸν ἄλλος καὶ αὖθις ἕτερος ὁμοίως ὡπλισμένοι, οὐδένα πλήξαντες ὑπὸ δέους, ἀγαπῶντες δὲ εἰ αὐτοὶ σωθεῖεν.
PG 134:253τοιοῦτον ἔφυγε κίνδυνον ὁ Ἡρώδης. τῇ δὲ ὑστεραίᾳ τὴν τοῦ Πάππου τεμὼν κεφαλὴν ἤδη ἀνῃρημένου ἔπεμψε Φερώρᾳ τῷ ἀδελφῷ ἀντὶ τῆς κεφαλῆς Ἰωσήφ· οὗτος γὰρ ἦν ὁ Πάππος αὐτόχειρ ἐκείνου γενόμενος. Λήξαντος δὲ τοῦ χειμῶνος ἀφίκετο πρὸς Ἱεροσόλυμα καὶ στρατοπεδεύεται τῆς πόλεως ἔγγιστα· καὶ καταλιπὼν ἐκεῖ τοὺς τὰ πρὸς τὴν πολιορκίαν ἑτοιμάσοντας αὐτὸς εἰς Σαμάρειαν ᾤχετο, τῇ Ἀλεξάνδρου θυγατρὶ συνευνασθησόμενος, ἤδη κατεγγυηθείσῃ αὐτῷ, ὡς ἱστόρηται. μετὰ δὲ τοὺς γάμους ἀφίκετο ἐκ Σαμαρείας· ἧκε δὲ σὺν στρατιᾷ καὶ ὁ Σόςσιος. καὶ πρὸς τὸ τεῖχος τῶν Ἱεροσολύμων ἠθροίζοντο, καὶ χώματα ἐγείραντες καὶ πολιορκητικὰς μηχανὰς προσάγοντες τὸ τεῖχος κατέσειον. καὶ οἱ ἐντὸς δὲ ἀπονοίᾳ μᾶλλον ἢ προνοίᾳ ἀντικαθίσταντο στρατηγούμενοι. ἀναβαίνουσι δὲ ἐπὶ τὸ τεῖχος πρῶτον μὲν λογάδες εἴκοσιν, εἶτα ἑκατοντάρχαι Σοσσίου. ᾑρέθη γὰρ τὸ μὲν πρῶτον τεῖχος ἡμέραις τεσσαράκοντα, τὸ δὲ δεύτερον πεντεκαίδεκα. ἁλόντος δὲ τοῦ ἔξωθεν ἱεροῦ καὶ τῆς κάτω πόλεως, εἰς τὸ ἐντὸς ἱερὸν καὶ τὴν ἄνω πόλιν Ἰουδαῖοι συνέφυγον. ἑάλω δὲ καὶ ταῦτα, καὶ ἦν ἅπαντα φόνων μεστά.
ὁ δ’ Ἀντίγονος, μήτε τῆς τότε τύχης μήτε τῆς πάλαι μεμνημένος, κάτεισιν ἐκ τῆς βάρεως καὶ προσπίπτει τοῖς Σοσσίου ποσί. κἀκεῖνος μηδὲν αὐτὸν οἰκτείρας πρὸς τὴν μεταβολὴν καὶ ἐπεκρότησε καὶ Ἀντιγόνην ἐκάλεσε καὶ δήσας ἐφύλαττεν. ὡρμηκότων δὲ τῶν συμμάχων ἐπὶ θέαν τοῦ ἱεροῦ καὶ τῶν κατὰ τὸν ναὸν ἁγίων, ὁ βασιλεὺς Ἡρώδης τοὺς μὲν παρακαλῶν, τοῖς δὲ ἀπειλῶν, ἐνίους δὲ καὶ τοῖς ὅπλοις ἀνέστελλεν, ἐκώλυέ τε καὶ τὰς κατὰ τὴν πόλιν ἁρπαγάς, αὐτὸς τοὺς μισθοὺς διανεμεῖν ἑκάστοις οἴκοθεν ὑπισχνούμενος. καὶ οὕτω τὸ λοιπὸν περισώσας τῆς πόλεως τὰς ὑποσχέσεις ἐπλήρωσεν. αὐτῷ δὲ Σοσσίῳ βασιλικώτατα ἐδωρήσατο. ὃς ἀνέζευξεν ἐξ Ἱεροσολύμων τῷ Ἀντωνίῳ δεσμώτην ἄγων Ἀντίγονον. δείσας δ’ Ἡρώδης μὴ κομισθεὶς εἰς Ῥώμην Ἀντίγονος δικαιολογήσηται πρὸς τὴν σύγκλητον, ἑαυτὸν μὲν ἐκ βασιλέων ἀποδεικνύων, Ἡρώδην δὲ ἰδιώτην, καὶ ὡς, κἂν αὐτὸς εἰς Ῥωμαίους ἐξήμαρτε, προσῆκεν ἡ βασιλεία τοῖς αὐτοῦ παισί, πείθει χρήμασι πολλοῖς τὸν Ἀντώνιον ἀνελεῖν τὸν Ἀντίγονον.
PG 134:254καὶ ὁ μὲν ἀνῄρητο, ἡ δὲ ἀρχὴ ἐκ τοῦ τῶν Ἀσαμωναίων γένους ἀφῄρητο, ἐπ’ ἔτεσιν ἑκατὸν καὶ εἴκοσι διαρκέσασα, μετέβη δὲ εἰς Ἡρώδην τὸν Ἀντιπάτρου, ἰδιωτικοῦ τυγχάνοντα γένους καὶ οἰκίας δημότιδος. Οὕτω δὲ τῆς ὅλης Ἰουδαίας Ἡρώδης ἀναθέμενος τὴν ἀρχήν, τοὺς μὲν τὰ αὐτοῦ φρονοῦντας προσήγετο, τοὺς δ’ ἐναντιουμένους ἐκόλαζεν. ἐτίμα δὲ μάλιστα Πολλίωνα τὸν Φαρισαῖον καὶ Σαμαίαν τὸν τούτου μαθητήν· τῆς γὰρ πολιορκίας συνισταμένης συνεβούλευον οὗτοι δέξασθαι τὸν Ἡρώδην. ὁ δὲ Σαμαίας οὗτος, ὡς ἤδη ἔμπροσθεν εἴρηται, καὶ προεῖπεν Ὑρκανῷ τε καὶ τοῖς δικάζουσιν ὡς περισωθεὶς Ἡρώδης ἅπαντας αὐτοὺς μετελεύσεται. ἀπέκτεινε δὲ τῶν περὶ τὸν Ἀντίγονον τεσσαράκοντα τοὺς πρώτους καὶ τὰς αὐτῶν οὐσίας ἀφείλετο, πέρας τε κακῶν ἦν οὐδέν. Ὑρκανὸς μέντοι παρὰ Πάρθοις αἰχμάλωτος ὢν ἐπιεικοῦς ἔτυχε τοῦ Πάρθων βασιλέως Φραάτου, καὶ λυθεὶς τῶν δεσμῶν ἐν Βαβυλῶνι διάγειν παρεχωρήθη, ἔνθα καὶ πλῆθος ἦν Ἰουδαίων, οἳ τὸν Ὑρκανὸν ὡς ἀρχιερέα καὶ βασιλέα ἐτίμων.
μαθὼν δὲ τὸν Ἡρώδην παρειληφέναι τὴν βασιλείαν, διενοεῖτο μεταχωρῆσαι πρὸς αὐτόν, διά τε τὸ κῆδος καὶ μνησθήσεσθαι οἰηθεὶς αὐτὸν ὅτι κρινόμενον ἐπὶ φόνοις τοῦ κινδύνου ἐρρύσατο. οἱ δ’ ἐν Βαβυλῶνι Ἰουδαῖοι μένειν ἠξίουν αὐτόν, ὡς ἀρχιερέα καὶ βασιλέα τιμώμενον παρ’ αὐτῶν, καὶ ὅτι καὶ ἀπελθὼν τυχεῖν τῆς ἀρχιερωσύνης ἀδυνατεῖ, λελωβημένος τὸ σῶμα ὑπ’ Ἀντιγόνου. οἱ μὲν οὖν ἐκώλυον, ὁ δ’ οὐκ ἐπείθετο, αὐτός τε ποθῶν ἐπανελθεῖν καὶ παρὰ Ἡρώδου παρακαλούμενος. Ἡρώδης δὲ καὶ πρὸς Φραάτην πρεσβείαν ἐποιήσατο καὶ δῶρα ἔπεμψεν, ἀξιῶν μὴ κωλῦσαι τὰς εἰς τὸν εὐεργέτην αὐτοῦ χάριτας. ἦν δὲ οὐχ ὑπὲρ Ὑρκανοῦ ἡ σπουδή, ἀλλ’ ὅτι μὴ κατ’ ἀξίαν ἦρχεν, ἐδεδοίκει τὰς ἐξ εὐλόγων μεταβολάς, καὶ ἔσπευδεν ἢ ἐκποδὼν θέσθαι τὸν Ὑρκανόν, ἢ τέως ἐν χερσὶν ἔχειν. ἐνδεδωκότος δὲ τοῦ Πάρθου τὴν ἀναχώρησιν, ἀπελθὼν Ὑρκανὸς διὰ πάσης ἤγετο τιμῆς πρὸς Ἡρώδου, πατήρ τε καλούμενος καὶ παρὰ τὰς ἑστιάσεις προκατακλινόμενος καὶ παντοίως ἐξαπατώμενος, ἵνα μὴ ἐπιβουλευόμενος αἴσθηται.
Εὐλαβούμενος δ’ ὁ Ἡρώδης τῶν ἐπισήμων τινὰ ἀποδεῖξαι ἀρχιερέα, ἐκ Βαβυλῶνος μεταπεμψάμενος ἱερέα τῶν ἀσημοτέρων Ἀναὴλ ὄνομα, τούτῳ τὴν ἀρχιερωσύνην ἀπένειμεν. Ἀλεξάνδρα δὲ ἡ πενθερὰ Ἡρώδου, παῖδα ἔχουσα ἐξ Ἀλεξάνδρου τοῦ Ἀριστοβούλου ὥρᾳ κάλλιστον, καλούμενον Ἀριστόβουλον, χαλεπῶς ἔφερε τὴν παρόρασιν τοῦ υἱοῦ· καὶ γράφει τῇ Κλεοπάτρᾳ αἰτήσασθαι τῷ παιδὶ παρ’ Ἀντωνίου τὴν ἀρχιερωσύνην. Ἀντωνίου δὲ νωθέστερον διατεθέντος περὶ τὴν αἴτησιν, εἰς Ἰουδαίαν ἐλθὼν Δέλλιος καὶ ἰδὼν τὸν Ἀριστόβουλον ἠγάσθη, οὐχ ἧττον δὲ τὴν Μαριάμμην τὴν συνοικοῦσαν τῷ βασιλεῖ· καὶ πείθει τὴν Ἀλεξάνδραν ἀμφοτέρων τῶν παίδων εἰκόνας τῷ Ἀντωνίῳ στεῖλαι· θεασαμένου γὰρ εἶπε μή τινος ἀτευκτήσειν ὧν ἀξιοῖ. ἡ μὲν οὖν πέμπει τὰς εἰκόνας τῷ Ἀντωνίῳ, ὁ δὲ τὴν μὲν κόρην ᾐδέσθη μεταπέμψασθαι γεγαμημένην Ἡρώδῃ, καὶ ἅμα τὰς εἰς Κλεοπάτραν διαβολὰς ὑπεξέκλινεν. ἐπέστειλε δὲ τῷ Ἡρώδῃ πέμπειν τὸν παῖδα, προσθέμενος, εἰ μὴ δοκοίη βαρύ.
PG 134:255Ἡρώδης δὲ ἀσύμφορον ἑαυτῷ κρίνας ὡραιότατον ὄντα τὸν Ἀριστόβουλον καὶ γένει προύχοντα πρὸς Ἀντώνιον ἥκειν, ἰσχύοντα ὡς οὐδεὶς Ῥωμαίων, ἕτοιμον δὲ πρὸς ἔρωτας καὶ πρὸς ἡδονὰς εὐκατάφορον, ἀντέγραψεν ὡς, εἰ ἐξέλθῃ τῆς χώρας τὸ μειράκιον, ἅπαντα ταραχῆς ἐμπλησθήσεται. καὶ οὕτω μὲν παρῃτήσατο τὸν Ἀντώνιον, τοὺς δὲ φίλους ἀθροίσας ᾐτιᾶτο τὴν Ἀλεξάνδραν ὡς ἐπιβουλεύουσαν ἵν’ αὐτὸς ἀφαιρεθῇ τὴν ἀρχήν. ἀλλ’ οὐκ αὐτός ἔφη διὰ τοῦτο ἄδικος ἔσομαι, ἀλλὰ νῦν δίδωμι τὴν ἱερωσύνην τῷ μείρακι· παιδὸς γὰρ ὄντος παντάπασι πρῴην διὰ τοῦτο ἕτερον ἀρχιερέα ἐποίησα. οὕτως εἰπόντος χαρά τε ἅμα καὶ δέος τὴν Ἀλεξάνδραν εἶχε, χαρὰ μὲν διὰ τὴν τιμὴν τοῦ παιδός, δέος δὲ διὰ τὴν ὑποψίαν Ἡρώδου. καὶ ἀπελογεῖτο δακρύουσα, περὶ μὲν τῆς ἱερωσύνης σπουδάσαι, βασιλείᾳ δὲ μὴ ἐπιχειρῆσαι· καὶ νῦν δέχεσθαι εἰς τὸν υἱὸν τὴν τιμήν, ἔσεσθαι δὲ πρὸς πᾶν ὑπήκοος διεβεβαιοῦτο. Οὕτως ὁμιλήσαντες διελύοντο, ὡς πάσης δῆθεν ὑποψίας ἐξῃρημένης. τῆς δ’ ἀρχιερωσύνης τῷ παιδὶ δοθείσης Ἀριστοβούλῳ, ἔδοξε τὰ κατὰ τὴν οἰκίαν θεραπευθῆναι.
Ἡρώδῃ δὲ ἡ Ἀλεξάνδρα ὕποπτος ἦν, καὶ ἐν τοῖς βασιλείοις διατρίβειν αὐτὴν ἀπῄτει καὶ μηδὲν ἐπ’ ἐξουσίας δρᾶν, καὶ ἐπιμελῶς αὐτὴν ἦσάν τινες φυλάσσοντες. ἡ δ’ ἐξηγριοῦτο, πᾶν ὁτιοῦν ὑπομεῖναι προκρίνουσα ἢ μετὰ δουλείας καὶ φόβων βιοῦν· καὶ τὴν Κλεοπάτραν παρεκάλει ἐπικουρεῖν, τὰ ἐν οἷς εἴη δηλώσασα. ἡ δὲ σὺν τῷ παιδὶ πρὸς αὐτὴν ἀποδιδράσκειν ἐκέλευε. δύο γοῦν λάρνακας παρασκευασαμένη ὡς εἰς ἐκκομιδὴν σωμάτων νεκρῶν, ταύταις ἔμελλεν ἑαυτὴν καὶ τὸν υἱὸν ἐμβαλεῖν, ἐπιτάξασα τοῖς συνειδόσι τῶν οἰκετῶν νυκτὸς ἐκφέρειν καὶ κομίζειν πρὸς θάλασσαν, ὅπου καὶ πλοῖον αὐτοῖς ᾧ πλεῖν ἐπ’ Αἴγυπτον ἔμελλον παρεσκεύαστο. ταῦτα ὁ Ἡρώδης ἔκ τινος τῶν οἰκετῶν ἐκείνης μαθών, καὶ προελθεῖν ἐάσας μέχρι τῆς ἐγχειρήσεως, ἐπ’ αὐτῇ τῇ πράξει τοῦ δρασμοῦ συνέλαβε. παρῆκε δὲ τὸ ἁμάρτημα φόβῳ τῆς Κλεοπάτρας, ἀλλ’ οὐκ ἐπιεικείᾳ. ἐδέδοκτο δ’ αὐτῷ ἐκποδὼν ποιήσασθαι τὸ μειράκιον. ἕβδομον οὖν καὶ δέκατον γεγονὸς ἔτος ἀνῆλθεν ἐπὶ τὸν βωμόν, θῦσον κατὰ τὴν τῆς σκηνοπηγίας ἑορτήν, ἐστολισμένον ἀρχιερατικῶς.
PG 134:256ὁρμὴ δὲ τῷ πλήθει πρὸς αὐτὸ εὐνοίας ἐγένετο διά τε τὸ κάλλος καὶ τὸ τοῦ σώματος μέγεθος καὶ τὸ τοῦ γένους ἀξίωμα, ἔχαιρόν τε ἅμα καὶ συνεχέοντο, καὶ φωνὰς εὐφήμους ἠφίουν εὐχαῖς μεμιγμένας. τούτοις κινηθεὶς Ἡρώδης μᾶλλον ἔθετο τῷ κατὰ τοῦ μειρακίου σκοπῷ. καὶ τῆς ἑορτῆς παρελθούσης μεθ’ ἑστίασιν φιλοφρονούμενος τὸ μειράκιον ἐνεανιεύετο καὶ προσέπαιζεν αὐτῷ χαριζόμενος. κἀν ταῖς κολυμβήθραις ἐνήχοντο· οἱ δ’ Ἡρώδου φίλοι συννηχόμενοι ὡς ἐν παιδιᾷ, οἳ συνῄδεσαν τὸ ἀπόρρητον, οὐκ ἀνῆκαν συμπιέζοντες ἀεὶ τὸν Ἀριστόβουλον καὶ βαπτίζοντες μέχρι τοῦ ἀποπνίξαι. καὶ ὁ μὲν οὕτως ὤλετο οὔπω τὸν ὀκτωκαιδέκατον ἀνύσας ἐνιαυτόν, πᾶσι δὲ τὸ πάθος οἰκεία νενόμισται συμφορά. καὶ Ἀλεξάνδρα συνεῖσα καὶ τὴν αἰτίαν τῆς ἀπωλείας, ἔτι μᾶλλον τῷ πάθει συνείχετο, ἐνεκαρτέρει δὲ φόβῳ κακῶν ἑτέρων. Ἡρώδης δὲ πάντα ἐπετήδευεν ἀποσκευαζόμενος τὴν ὑπόνοιαν, καὶ δακρύων καὶ συγχεόμενος καὶ πολυτελῆ τὴν ἐκφορὰν ἐνδεικνύμενος. Ἀλεξάνδρα δὲ τούτων οὐδενὶ ἐμαλάττετο, ἀλλὰ τῇ Κλεοπάτρᾳ γράφει τὴν ἐξ ἐπιβουλῆς Ἡρώδου τοῦ υἱέος ἀπώλειαν· ἡ δὲ τὸν Ἀντώνιον ἠρέθιζε τίσασθαι τὸν τοῦ παιδὸς φόνον.
πέμπει τοίνυν Ἀντώνιος κελεύων ἐλθεῖν Ἡρώδην εἰς Λαοδίκειαν καὶ ἀπολογήσασθαι. ὁ δὲ τὴν αἰτίαν δεδοικὼς καὶ τὴν Κλεοπάτρας δυσμένειαν, ἀπιὼν Ἰωσὴφ τὸν θεῖον αὐτοῦ ἐπίτροπον τῶν ἐκεῖ πραγμάτων κατέλιπεν, ἐντειλάμενος λάθρᾳ, εἰ πάθοι τι παρ’ Ἀντωνίου αὐτός, αὐτίκα τὴν Μαριὰμ ἀνελεῖν, ἵνα μὴ τεθνηκότος αὐτοῦ ἑτέρῳ διὰ τὴν ὡραιότητα γένηται. Ἡρώδης μὲν οὖν ἀπῄει, Ἰωσὴφ δὲ τὰ τῆς ἀρχῆς διοικῶν, καὶ συνεχῶς ἐντυγχάνων τῇ Μαριὰμ καὶ τῇ Ἀλεξάνδρᾳ, τὴν πρὸς τὴν Μαριὰμ διηγεῖτο τοῦ βασιλέως διάθεσιν. εἰρωνευομένων δ’ ἐκείνων πρὸς τοὺς λόγους, προήχθη καὶ τὸ τῆς ἐντολῆς ἐκφῆναι ἀπόρρητον. τὸ δὲ μᾶλλον εἰς πλείω τὰς γυναῖκας ἐνῆγεν ἀπόνοιαν. γίνεται δὲ καὶ λόγος παρὰ τῶν ἀπεχθανομένων Ἡρώδῃ ὡς κτείνειεν αὐτὸν ὁ Ἀντώνιος. ἐν τούτοις γράμματα ἐξ Ἡρώδου ἀφίκετο τὴν Ἀντωνίου τιμὴν τὴν πρὸς αὐτὸν διηγούμενα, καὶ ὡς συνεδρεύει αὐτῷ ἐν ταῖς διαγνώσεσι καὶ ὡς συνεστιᾶται, καὶ ὅτι τούτων τυγχάνει καὶ ταῦτα τῆς Κλεοπάτρας χαλεπῆς οὔσης αὐτῷ πρὸς διαβολήν. τούτων τῶν γραμμάτων κομισθέντων ἡ ψευδὴς ἐπαύσατο φήμη.
Ἐπεὶ δὲ προπέμψας ὁ βασιλεὺς Ἡρώδης τὸν Ἀντώνιον ἐπὶ Πάρθους εἰς τὴν Ἰουδαίαν ὑπέστρεψεν, εὐθὺς ἡ ἀδελφὴ Σαλώμη καὶ ἡ μήτηρ αὐτῶν κατηγόρουν Ἀλεξάνδρας καὶ Μαριάμ. ἡ δὲ Σαλώμη καὶ κατὰ τοῦ ἀνδρὸς ἑαυτῆς λόγον εἰσῆγεν ὡς μιγνυμένου τῇ Μαριάμ· οὗτος δ’ ἦν Ἰωσὴφ ὁ τῶν τῆς βασιλείας πραγμάτων ἐπίτροπος. ἔλεγε δὲ ταῦτα ἐκ πλείονος αὐτῇ χαλεπαίνουσα ὅτι τὴν αὐτῶν δυσγένειαν ἐξωνείδιζεν. Ἡρώδης δὲ εὐθὺς ἐταράττετο, καὶ ζηλοτυπῶν ἰδίᾳ τὴν Μαριὰμ ἀνέκρινεν. ἀπομνυμένης δ’ ἐκείνης ἐχάλα τὴν ὀργήν, καὶ τοῦ ἔρωτος ἥττητο, καὶ τὴν εἰς αὐτὴν ἐπιστοῦτο φιλοστοργίαν. ἡ δὲ οὐ στέργοντος εἶπεν εἶναι τὸ κἀμὲ ἀπολέσθαι ἐντείλασθαι, εἴ γέ σοι παρ’ Ἀντωνίου χαλεπόν τι ἐπενεχθῇ. οὗτος ὁ λόγος ἐτάραξε τὸν Ἡρώδην, καὶ ἐβόα σαφῶς ἐκ τούτου πεφωρᾶσθαι τὸν τοῦ Ἰωσὴφ πρὸς αὐτὴν ἔρωτα. οὐ γὰρ ἂν ἐξεῖπεν, ἔλεγε, τὸ ἀπόρρητον, μὴ μεγάλης συναψάσης αὐτοὺς διαθέσεως. καὶ ἀπέκτεινεν ἂν τὴν γυναῖκα αὐτίκα, εἰ μὴ τῷ αὐτῆς ἐδεδούλωτο ἔρωτι. τὸν Ἰωσὴφ δὲ μηδ’ εἰς ὄψιν αὐτοῦ ἀγαγὼν προσέταξε διαχρήσασθαι, καὶ τὴν Ἀλεξάνδραν ὡς ἁπάντων αἰτίαν δήσας ἐφύλαττεν.
PG 134:257Ἀντώνιος δὲ τῷ Κλεοπάτρας ἔρωτι, μᾶλλον δὲ φαρμακείαις διεφθαρμένος, ταῖς ἐκείνης θελήσεσιν ἐδεδούλωτο. ἣ τὸν μὲν ἀδελφόν, ᾧ ἡ βασιλεία διέφερε, φαρμάκῳ διέφθειρε, τὴν δ’ ἀδελφὴν Ἀρσινόην δι’ Ἀντωνίου ἀπέκτεινε· τὸν μέντοι Ἀντώνιον ἐβιάζετο τὴν Ἰουδαίαν αὐτῇ καὶ τὴν Ἀραβίαν προςνεῖμαι. ὁ δὲ τὸ προφανὲς τῆς ἀδικίας δυσωπούμενος, ἐκείνῃ τε χαρίζεσθαι διὰ τοὺς ἔρωτας καὶ τὰς γοητείας ἀναγκαζόμενος, ἐξ ἑκατέρων τῶν χωρῶν μέρη ἀποτεμόμενος, τούτοις αὐτῆς τὴν ἀπληστίαν παρεμυθήσατο. ὁ μὲν οὖν Ἀντώνιος εἰς Ἀρμενίαν ἐστράτευσεν, ἡ δὲ ὑποστρέφουσα εἰς τὴν Ἰουδαίαν ἐγένετο, συντυχόντος αὐτῇ τοῦ Ἡρώδου. συνηθείας δὲ αὐτῇ πρὸς Ἡρώδην γενομένης προσεκαλεῖτο αὐτὸν εἰς εὐνήν, ἀκρατῶς πρὸς μίξιν διακειμένη, τάχα δέ τι καὶ παθοῦσα πρὸς ἐκεῖνον ἐρωτικόν, ἢ τὸ πιθανώτερον, ἀρχὴν ἐνέδρας τὴν ἐπ’ αὐτῇ ὁμιλίαν κατὰ τοῦ ἀνδρὸς συσκευάζουσα. Ἡρώδης δὲ τοὺς μὲν λόγους αὐτῆς διεκρούσατο, δωρεαῖς δὲ θεραπεύσας ἐπ’ Αἴγυπτον προύπεμψεν.
Ἑβδόμου δὲ ἤδη ἔτους Ἡρώδου τῆς βασιλείας ἐνεστηκότος ἐσείσθη τῶν Ἰουδαίων ἡ γῆ ὡς οὐκ ἄλλοτε, καὶ τῶν τε κτηνῶν φθορὰ πολλὴ γέγονε καὶ τῶν ἀνθρώπων ὡσεὶ τρισμύριοι ἐν ταῖς καταπεπτωκυίαις οἰκίαις συγκατεχώσθησαν. τοὺς φόρους δὲ τῶν ἀπονεμηθεισῶν τῇ Κλεοπάτρᾳ χωρῶν ἐξ Ἀραβίας καὶ Ἰουδαίας Ἡρώδου μισθωσαμένου, ὁ Ἄραψ περὶ τὴν τοῦ δασμοῦ καταβολὴν ἠγνωμόνει. ἔγνω οὖν ὁ βασιλεὺς χωρῆσαι κατὰ τοῦ Ἄραβος, καὶ ὑπ’ Ἀντωνίου τοῦτο ἐπιτραπείς, καὶ συμβαλὼν πολλάκις τελευταῖον νικᾷ, καὶ προστατεῖν τοῦ ἔθνους ὑπὸ τῶν Ἀράβων ᾑρέθη. καὶ ὑπέστρεφεν εἰς τὰ οἰκεῖα, μέγα διὰ τὰ ἀνδραγαθήματα κτησάμενος ὄνομα καὶ φρονήματος ἔμπλεως. Ἄρτι δὲ Καίσαρος τὸν Ἀντώνιον ἐν Ἀκτίῳ μάχῃ νικήσαντος Ἡρώδῃ τὰ πράγματα τεθορύβητο ἢ ἀπέγνωστο τέλεον. οὐ γὰρ ἦν ἐλπίς, τοσαύτης αὐτῷ πρὸς Ἀντώνιον φιλίας γενομένης, μὴ κακωθῆναι ὑπὸ τοῦ Καίσαρος. ὅθεν τὸν Ὑρκανὸν ἐκ μέσου ποιῆσαι διανοούμενος, τότε μᾶλλον ᾤετο συμφέρειν αὐτῷ τὴν ἐγχείρησιν, ἵνα μὴ ἀνὴρ περισώζοιτο τυχεῖν τῆς βασιλείας αὐτοῦ ἀξιώτερος. Ἡρώδης μὲν οὖν οὕτω διανενόητο, ἠρέθισε δέ τι συμβὰν πρὸς τὴν πρᾶξιν πλέον αὐτόν.
PG 134:258ἡ γὰρ Ἀλεξάνδρα φιλόνεικον τυγχάνουσα γύναιον οὐκ ἀνίει ἀναπείθουσα τὸν πατέρα Μάλχῳ προσχωρῆσαι τῷ τὴν Ἀραβίαν ἔχοντι. ὁ δὲ πρῶτον μὲν διωθεῖτο τοὺς λόγους, ἐγκειμένης δ’ ἐκείνης τέλος ἐπιστολὴν πρὸς τὸν Μάλχον ἐγχαράττει περὶ τοῦ δέξασθαι σφᾶς, καὶ Δοσιθέῳ τινὶ τῶν φίλων δίδωσι ταύτην. καὶ ὃς Ἡρώδῃ τὴν ἐπιστολὴν ἐνεχείρισεν, ὁ δὲ ἀποδοῦναι τῷ Μάλχῳ τὴν γραφὴν ἠξίωσε τὸν Δοσίθεον καὶ τὰ παρ’ ἐκείνου γράμματα ἐνεγκεῖν. ταῦτα δὲ τοῦ Δοσιθέου πληρώσαντος ἀντεπέστειλεν ὁ Ἄραψ αὐτόν τε τὸν Ὑρκανὸν δέξασθαι καὶ πάντας τοὺς σὺν αὐτῷ. ταύτην οὖν Ἡρώδης δεξάμενος τὴν ἐπιστολὴν μεταπέμπεται Ὑρκανόν, καὶ περὶ τῶν πρὸς τὸν Μάλχον ἀνέκρινε συνθηκῶν· ἀρνουμένου δὲ τὰς ἐπιστολὰς δείξας τῷ συνεδρίῳ τὸν ἄνδρα διεχειρίσατο. πολλοὶ δὲ σκῆψιν Ἡρώδου τὰ κατὰ τὸν Ὑρκανὸν γενέσθαι φασί, βουλομένου αὐτὸν ποιήσασθαι ἐκποδών, καὶ τούτου ποιοῦνται τεκμήριον τὴν τοῦ ἀνδρὸς ἐπιείκειαν ἢ ἀφέλειαν καὶ τὸ μηδὲ ἐν νεότητι θράσους τι ἢ προπετείας ἐνδείξασθαι· τότε δὲ ἦν ἐτῶν ὀγδοήκοντα πρὸς ἑνί.
Ἡρώδης δὲ σπεύδων πρὸς Καίσαρα τὴν μὲν μητέρα καὶ τὴν ἀδελφὴν καὶ πᾶσαν τὴν γενεὰν ἐν Μασάδοις κατέστησε, Μαριὰμ δὲ τὴν γυναῖκα σὺν Ἀλεξάνδρᾳ τῇ μητρὶ εἰς Ἀλεξάνδριον ἤγαγε, προφάσει τιμῆς φρουροὺς ἐγκαταστήσας αὐταῖς Ἰωσὴφ τὸν ταμίαν καὶ τὸν Ἰτουραῖον Σόεμον πιστοτάτους αὐτῷ, ἐντειλάμενος αὐτοῖς, εἴ τι περὶ αὐτοῦ πύθοιντο δυςχερές, ἐξ αὐτῆς καὶ ἄμφω διαχειρίσασθαι, τὴν δὲ βασιλείαν τοῖς παισὶν αὐτοῦ καὶ τῷ ἀδελφῷ Φερώρᾳ διατηρεῖν. τοιαύτας δοὺς ἐντολὰς εἰς Ῥόδον ἠπείγετο πρὸς τὸν Καίσαρα. καταπλεύσας δὲ περιεῖλε μὲν τὸ διάδημα, τοῦ ἄλλου δ’ ἀξιώματος οὐδὲν ὑφῆκεν, ἀλλὰ καὶ κοινωνήσας λόγου τῷ Καίσαρι τὸ μεγαλεῖον ἐνέφηνε τοῦ φρονήματος, οὔτε πρὸς ἱκεσίας τραπόμενος καὶ τὸν λογισμὸν τῶν πεπραγμένων οὐ μεθ’ ὑποστολῆς ἀποδούς. οὐ μετρίως οὖν ἐπεσπάσατο τὸν Καίσαρα, καὶ τό τε διάδημα πάλιν ἀποκατέστησεν αὐτῷ καὶ ἦγε διὰ τιμῆς. οὕτω δὲ παρ’ ἐλπίδα ἐσχηκὼς βεβαιοτέραν τὴν βασιλείαν παρέπεμψεν ἐπ’ Αἴγυπτον Καίσαρα, δωρησάμενος αὐτόν τε καὶ τοὺς φίλους φιλοτιμότατα· ἐπανῄει δὲ πρὸς τὴν Ἰουδαίαν πλείονι τιμῇ καὶ παρρησίᾳ, καὶ τεταραγμένην αὐτῷ τὴν οἰκίαν κατέλαβεν.
οἰηθεῖσαι γὰρ ἥ τε Μαριὰμ καὶ ἡ Ἀλεξάνδρα, ὅπερ ἦν, ὅτι ὡς ἐν φρουρᾷ κατεκλείσθησαν εἰς τὸ Ἀλεξάνδριον, ἵνα μηδ’ ἑαυτῶν ἐξουσίαν ἔχοιεν, χαλεπῶς ἔφερον, καὶ διὰ θεραπείας τοὺς φρουροὺς ἐπεποίηντο, καὶ μᾶλλον τὸν Σόεμον, λόγοις αὐτὸν καὶ δωρεαῖς θεραπεύουσαι. ὁ δ’ ἡττᾶτο κατὰ μικρόν, καὶ τὰς ἐντολὰς τοῦ βασιλέως ταύταις ἐξέφηνεν. αἱ δὲ χαλεπῶς πρὸς ταύτας διέκειντο, καὶ μᾶλλον ἡ Μαριάμ. Ἡρώδου γὰρ πρώτῃ τῇ γυναικὶ περὶ τῶν κατ’ αὐτὸν ὡς εἰκὸς εὐαγγελιζομένου καὶ πρὸ τῶν ἄλλων ἀσπαζομένου, ἡ δὲ πρὸς μὲν τοὺς ἀσπασμοὺς ἔστενε, πρὸς δὲ τὰς εὐτυχίας ἀχθομένῃ ἐῴκει, ὡς ἐκταράττεσθαι τὸν βασιλέα καὶ ἀδημονεῖν διὰ τὸ τοῦ μίσους παράλογον, καὶ ὁρμῆσαι μὲν πολλάκις πρὸς ἄμυναν τῆς ὑπεροψίας αὐτῆς, ἀνακόπτεσθαι δὲ ὅτι προκατείληπτο ὑπὸ ἔρωτος. τὸ δὲ σύμπαν ἐδεδοίκει μὴ λάθῃ κολάσας ἐκείνην μᾶλλον ἑαυτὸν κακῶς διαθέμενος, τῆς ἐρωμένης οὐκ οὔσης. ἡ δέ γε μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ παρώξυνον τὸν Ἡρώδην διαβολαῖς ζηλοτυπίαν αὐτῷ καὶ μῖσος ἐνιείσαις. καὶ ὃς χεῖρον εἶχεν ἀεὶ πρὸς αὐτήν, τῆς μὲν οὐκ ἀποκρυπτούσης τὴν πρὸς ἐκεῖνον διάθεσιν, τοῦ δὲ τὸν ἔρωτα πρὸς ὀργὴν ἀεὶ μεταβάλλοντος.
PG 134:259καὶ εἰ μὴ πρὸς Καίσαρα ἔσπευδεν ἤδη κεκρατηκότα, Ἀντωνίου καὶ Κλεοπάτρας θανόντων, εἰς Αἴγυπτον, τάχα εὐθὺς ἂν ἐπράχθη τὸ δεινόν. νῦν δὲ τὰ περὶ τὴν οἰκίαν ὡς εἶχε κατέλιπε, καὶ εἰς Αἴγυπτον ἀφικόμενος μεγίστων ἠξιώθη παρὰ τοῦ Καίσαρος, καὶ ἐπανῄει λαμπρότερος. ἤρα δὲ τῆς Μαριὰμ καὶ σφόδρα διακαῶς· ἡ δὲ τὰ μὲν ἄλλα σώφρων ἦν αὐτῷ καὶ πιστή, κατατρυφῶσα δὲ τοῦ ἀνδρὸς δεδουλωμένου διὰ τὸν ἔρωτα πολλάκις μὲν ἐξύβριζεν εἰς αὐτόν, καὶ τὴν αὐτοῦ δὲ μητέρα καὶ τὴν ἀδελφὴν ἐπὶ δυσγενείᾳ ἐχλεύαζεν. ἐξερράγη δὲ τὸ μῖσος εἰς τοὐμφανὲς ἐκ τοιαύτης λαβῆς. μεσημβρίας οὔσης ὁ βασιλεὺς εἰς τὸν θάλαμον εἰσῄει ἀναπαυσόμενος καὶ ἐκάλει τὴν Μαριάμ, ἡ δὲ εἰσελθοῦσα ἐλοιδορεῖτο αὐτῷ ὡς τὸν πάππον αὐτῆς καὶ τὸν ἀδελφὸν ἀποκτείναντι. ἐχαλέπαινε δὲ ἐπὶ τούτοις ὁ βασιλεύς. καὶ ἡ Σαλώμη τοῦ καιροῦ δραξαμένη, τὸν οἰνοχόον προδιαφθείρασα κατηγορῆσαι τῆς Μαριάμ, πείθει τοῦτον τότε τῷ βασιλεῖ προσελθεῖν καὶ ἃ παρ’ ἐκείνης ἐδιδάχθη αὐτῷ διαλέξασθαι. ὁ δὲ δώροις ἔλεγε παρὰ τῆς Μαριὰμ δεξιωθῆναι, ἀναπειθούσης φίλτρον αὐτῷ δοῦναι· τὸ δ’ εἶναί τι φάρμακον οὗ τὴν δύναμιν ἰσχυρίζετο ἀγνοεῖν.
τούτων ἀκούσας ὁ βασιλεὺς ἔτι μᾶλλον κεκίνητο εἰς ὀργήν, καὶ τὸν τῆς γυναικὸς οἰνοχόον, πιστότατον ὄντα αὐτῇ, ἐβασάνιζεν. ὁ δὲ οὐδὲν περὶ ὧν ἐβασανίζετο οὔτ’ ᾔδει οὔτ’ ἔλεγεν, ἀλλὰ τὸ μῖσος τῆς γυναικὸς ἔφασκε γενέσθαι διὰ τοὺς λόγους οὓς ὁ Σόεμος αὐτῇ φράσειεν. οὔπω τὸν λόγον εἰς τέλος ἐκεῖνος ἤνεγκε καὶ μέγα βοήσας Ἡρώδης οὐκ ἄν’ ἔφη Σόεμος τὰς ἐντολὰς ἐξεφαύλισεν, εἰ μή τις αὐτῷ πρὸς τὴν γυναῖκα κοινωνία ἐγένετο. τὸν μὲν οὖν Σόεμον εὐθὺς κτανθῆναι ἐκέλευσε, τῆς δὲ γυναικὸς κατηγόρει τοὺς οἰκειοτάτους συναγαγὼν περὶ φίλτρων καὶ φαρμάκων, καὶ ὀργίλως κατ’ αὐτῆς διέκειτο. οὕτω δ’ ἔχοντα ὁρῶντες αὐτὸν οἱ παρόντες θάνατον ἐκείνης κατεψηφίσαντο. καὶ ἡ μὲν ἤγετο τὴν ἐπὶ θανάτῳ, Ἀλεξάνδρα δ’ ἡ μήτηρ αὐτῆς ἤδη καὶ περὶ ἑαυτῇ δεδοικυῖα, καὶ τὴν ἄγνοιαν ὧν ἡ Μαριὰμ κατηγορήθη ἐμφαίνουσα, ἐκπηδήσασα κακὴν καὶ ἀχάριστον πρὸς τὸν ἄνδρα τὴν θυγατέρα ἐκάλει, καὶ δίκαια πάσχειν ἔλεγεν. ἡ δὲ οὔτε ταραχθεῖσα πρὸς ταῦτα οὔτε λόγον δοῦσα ἀπῄει πρὸς τὸν θάνατον ἀτρεμαίῳ τῷ καταστήματι καὶ γενναίῳ φρονήματι καὶ τὴν εὐγένειαν κἀν τοῖς ἐσχάτοις ἐμφαίνουσα.
PG 134:260Καὶ ἡ μὲν οὕτως ἀπέθανε τῆς Σαλώμης αὐτῇ κατεπειξάσης τὸν θάνατον, Ἡρώδης δὲ τότε μᾶλλον ἐξῆπτο πρὸς τὸν ἐκείνης ἔρωτα, καὶ πολλάκις ἀνακλήσεις ἦσαν αὐτῆς καὶ θρῆνοι ἀσχήμονες. καὶ οὕτως αὐτοῦ τὸ πάθος ἐκράτησεν ὡς καὶ καλεῖν τὴν Μαριὰμ κελεύειν τοῖς ὑπηρέταις. καὶ τέλος ταῖς ἐρήμοις ἐκδοὺς ἑαυτόν, καὶ ταύταις ἐναδημονῶν, δεινῇ περιπίπτει νόσῳ· ἡ δὲ φλόγωσις ἦν καὶ πεῖσις ἰνίου καὶ τῆς διανοίας παραλλαγή. καὶ ὁ μὲν οὕτως ἐνοσηλεύετο, ἡ Ἀλεξάνδρα δὲ ἐν Ἱεροσολύμοις διάγουσα καὶ τὰ τῶν νόσων πυθομένη τοῦ βασιλέως, τῶν περὶ τὴν πόλιν δύο φρουρίων ἐπειρᾶτο κρατῆσαι. ὃ μαθὼν ὁ Ἡρώδης αὐτίκα αὐτὴν ἀποκτεῖναι προσέταξεν, αὐτὸς δὲ μόλις διαφυγὼν τὸν ἐκ τοῦ νοσεῖν κίνδυνον χαλεπὸς ἦν καὶ δυσάρεστος καὶ πρὸς τιμωρίας καὶ φόνους ἕτοιμος· καὶ οὐ τῶν πολλῶν μόνον ἐγίνοντο φόνοι, ἀλλὰ καὶ τῶν ἀναγκαιοτάτων φίλων αὐτοῦ. παρέβαινε δὲ καὶ τὰ ἔθη τὰ πάτρια καὶ ξενικοῖς ἐπιτηδεύμασι διέφθειρε τὴν πάλαι κατάστασιν. πρὸς ἃ τὸ πλῆθος τετάρακτό τε καὶ ἐχαλέπαινε.
δέκα δὲ ἄνδρες τῶν πολιτῶν συνομοσάμενοι καὶ ξιφίδια τοῖς ἱματίοις ὑποβαλόντες εἰς τὸ θέατρον ἐχώρουν ἀπὸ συνθήματος ἢ καὶ αὐτὸν τὸν Ἡρώδην διαχρησόμενοι ἢ τέως τῶν περὶ ἐκεῖνον πολλούς. φωραθέντες δέ, καὶ μηδ’ ἀρνησάμενοι τὸ βούλευμα, ἀλλὰ καὶ τὰ ξίφη ἀναδείξαντες, πᾶσαν αἰκίαν ὑπομείναντες διεφθάρησαν. τὸν δὲ τούτους καταμηνύσαντα μετὰ μικρόν τινες διαρπάσαντες καὶ μελιστὶ διελόντες κυσὶν ἐπέρριψαν. οὓς εὑρηκὼς Ἡρώδης ἐτιμωρήσατο πανοικί. ἡ δὲ τοῦ πλήθους μῆνις ἐπέμενε. Συνέβη δὲ τότε κατὰ τὴν χώραν πάθη δεινότατα, λιμός τε καὶ νόσοι σωμάτων ἐξ ἀσυνήθους διαίτης δι’ ἔνδειαν σιτίων γινομένης, καὶ ἐπὶ τούτοις πᾶσι λοιμός. Ἡρώδης δὲ τῷ καιρῷ βοηθεῖν προθυμούμενος οὔτε χρημάτων ηὐπόρει, προκαταναλώσας αὐτὰ δι’ ἐπίδειξιν εἰς πόλεων ἐπισκευάς, οὔτε αἱ πλησιάζουσαι χῶραι σῖτον εἶχον, τῆς αὐτῆς ἐνδείας καὶ ἐν ἐκείναις ἐπικρατούσης. τέως δὲ ὡς ἂν δύναιτο βοηθεῖν ἐγνωκώς, τὸν ὄντα κατὰ τὰ βασίλεια κόσμον συγκόψας εἰς νόμισμα, ἔπεμπεν εἰς Αἴγυπτον καὶ σῖτον ἐκεῖθεν ὠνεῖτο.
οὗ κομισθέντος τοῖς μὲν δι’ ἑαυτῶν δυναμένοις τὰ περὶ τὰς τροφὰς ἐκπονεῖν σῖτον διένειμεν, οἳ δὲ διὰ γῆρας ἢ δι’ ἑτέραν ἀσθένειαν οὐχ οἷοί τε ἦσαν ἑαυτοῖς ἑτοιμάζειν σιτία, τούτων προυνόει καταστήσας ἀρτοποιοὺς καὶ τὰς τροφὰς ἑτοίμους πορίζων αὐτοῖς. ταῦτα δὲ οὐ μόνον τὰς γνώμας μετέβαλε τῶν πρὶν χαλεπαινόντων αὐτῷ, ἀλλὰ καὶ πρὸς εὔνοιαν αὐτὰς μετεστήσατο. καὶ οὕτως κακωθεῖσαν αὐτῷ ἀνακτησάμενος τὴν ἀρχήν, οὐχ ἧττον καὶ τοὺς πέριξ δυσπραγοῦντας ἐπ’ ἴσης τῆς συμφορᾶς ἐπεκούφισεν, ὥστε γενέσθαι τοὺς μὲν ἔξω τῆς ἀρχῆς δοθέντας σίτου κόρους μυρίους, τοὺς δὲ εἰς τὴν αὐτοῦ βασιλείαν περὶ ὀκτακισμυρίους. ὁ δὲ κόρος δύναται κατὰ τὸν Ἰώσηπον μεδίμνους Ἀττικοὺς δέκα. τοῦτο τὸ φιλοτίμημα καὶ τὸ τῆς χάριτος εὔκαιρον καὶ τοὺς Ἰουδαίους εἰς ἀγάπην ἐξ ἀπεχθείας μετήνεγκε, καὶ παρὰ τῶν ἔξωθεν αὐτῷ προυξένησεν εὔκλειαν. Προσκατειργάσατο δὲ καὶ γάμον ἑαυτῷ ἐξ ἐρωτικῆς ἐπιθυμίας. ἱερεὺς γάρ τις Σίμων ἐν Ἱεροσολύμοις θυγατέρα εἶχε καλλίστην· ταύτης ὁ Ἡρώδης ἧκεν εἰς ἔρωτα.
PG 134:261ὄντος δὲ τοῦ Σίμωνος ἀνοικείου πρὸς κῆδος δι’ ἀδοξίαν, ἀφαιρεῖται μὲν τὴν ἱερωσύνην τὸν ταύτην ἔχοντα τότε Ἰησοῦν τὸν τοῦ Φάβητος, ἀρχιερέα δὲ ποιεῖται τὸν Σίμωνα καὶ τὴν αὐτοῦ θυγατέρα γαμεῖ. πάντων δὲ αὐτῷ προκεχωρηκότων εἰς δέον, περιεβάλλετο τὴν ἔξωθεν ἀσφάλειαν, πόλεσί τε δεξιῶς ὁμιλῶν καὶ τοὺς δυνάστας θεραπεύων, ὥστε αὐτῷ πάντα διὰ πάντων αὔξεσθαι. ὑπὸ δὲ τῆς εἰς τοῦτο φιλοτιμίας καὶ τῆς εἰς Καίσαρα καὶ τοὺς εἰς πλεῖστον δυναμένους Ῥωμαίων θεραπείας καὶ τὰ ἔθη παρέβαινε καὶ τὰ νόμιμα παρεχάραττε, πόλεις τε κτίζων καὶ ναοὺς ἐγείρων οὐκ ἐν τῇ τῶν Ἰουδαίων, τῇ δ’ ἔξω χώρᾳ, Ἰουδαίοις μὲν ἀπολογούμενος ἐκ προσταγμάτων ταῦτα ποιεῖν, ἀλλ’ οὐκ ἀφ’ ἑαυτοῦ, Καίσαρι δὲ καὶ Ῥωμαίοις χάριτας νέμων τῷ καὶ τῶν πατρίων ἐκβαίνειν ἐθῶν διὰ τὴν ἐκείνων τιμήν. ἀγάλματά τε γὰρ ἀνίστη καὶ τύπους μεμορφωμένους καὶ πόλεις ᾠκοδόμει καὶ λιμένας εὐρεῖς καὶ ἀκλύστους καὶ βασίλεια πολυτελῆ καὶ διαίτας λαμπράς. Ἐν τοιούτοις δὲ ὢν τοὺς παῖδας Ἀλέξανδρόν τε καὶ Ἀριστόβουλον εἰς Ῥώμην ἀπέστειλεν ἐντευξομένους τῷ Καίσαρι.
τούτους ὁ Καῖσαρ φιλανθρώπως ἐδέξατο, καὶ δίδωσιν Ἡρώδῃ ὅτῳ βούλεται τῶν ἐξ αὐτοῦ γεγονότων ἀπονεῖμαι τὴν βασιλείαν, καὶ χώραν ἔτι προσέθετο, ἐγκαταμίγνυσι δὲ αὐτὸν καὶ τοῖς τῆς Συρίας ἐπιτροπεύουσιν, ἐντειλάμενος πάντα μετὰ τῆς ἐκείνου γνώμης ποιεῖν. τοσαῦτα δ’ εὐτυχήσας τῷ μὲν ἀδελφῷ Φερώρᾳ τετραρχίαν ᾐτήσατο παρὰ Καίσαρος, τὸ δὲ τρίτον μέρος τῶν φόρων ἀφῆκε τοῖς ἐν τῇ βασιλείᾳ, ὡς μὲν ἐκεῖνος ἔλεγεν, ἵνα ἀνακτηθεῖεν ἐκ τῆς ἀφορίας, ὡς δὲ τοῖς ἄλλοις ἐδόκει, ἵνα τὴν τοῦ πλήθους εἰς ἑαυτὸν θεραπεύσῃ δυσμένειαν· μετακινουμένων γὰρ αὐτοῖς τῶν ἐθῶν χαλεπῶς ἔφερον. διὸ καὶ ἀφῃρεῖτο τὰς ἀδείας αὐτῶν, ἀεὶ καμάτους ἐπιτάττων αὐτοῖς καὶ τὰς συνόδους κωλύων καὶ τοὺς περιπάτους καὶ τὰς διαίτας ἐπιτηρῶν καὶ τοὺς φωραθέντας κολάζων βαρύτατα, κἀν τῇ πόλει κἀν ταῖς ὁδοιπορίαις ἦσαν οἱ τοὺς εἰς ταὐτὸν συνιόντας ἐπισκοποῦντες. τινὲς δέ φασι καὶ αὐτὸν ἰδιώτου σχῆμα λαμβάνοντα ἐνίοτε νύκτωρ τοῖς ὄχλοις ἐγκαταμίγνυσθαι καὶ ἀποπειρᾶσθαι αὐτῶν τὴν διάνοιαν ἣν περὶ τῆς ἀρχῆς εἶχον. καὶ τοὺς μὲν ἐξαυθαδιζομένους ἐπεξῄει ἅπασι τρόποις, τὸ δὲ πλῆθος ὅρκοις ἠξίου τὴν πίστιν αὐτῷ βεβαιοῦν.
PG 134:262οἱ μὲν οὖν πολλοὶ εἶκον, τούς γε μὴν δυσχεραίνοντας ἠφάνιζεν ἐκ παντός. συνέπειθε δὲ καὶ τοὺς περὶ Πολλίωνα τὸν Φαρισαῖον καὶ Σαμαίαν καὶ τῶν συμφοιτώντων αὐτοῖς τοὺς πλείστους ὀμνύειν. οἱ δὲ οὔτε ἐπείσθησαν οὔτ’ ἐκολάσθησαν διὰ τὸν Πολλίωνα ὑπὸ τοῦ βασιλέως αἰδούμενον. ἀφείθησαν δὲ ταύτης τῆς ἀνάγκης καὶ οἱ Ἐσσαῖοι καλούμενοι· γένος δὲ τοῦτο διαίτῃ χρώμενον Πυθαγορικῇ. ἐτίμα δὲ τούτους διὰ τὸν Μαναί̈μ. ἦν δ’ οὗτος εἷς ἐξ αὐτῶν, ἀνὴρ τἄλλα τε ἀγαθὸς καὶ τὰ μέλλοντα προορῶν, ὃς ἔτι παῖδα τὸν Ἡρώδην ἐς διδασκάλου φοιτῶντα ἰδὼν βασιλέα Ἰουδαίων προσεῖπεν. ὁ δὲ ἰδιώτης ἔλεγεν εἶναι. Μαναὶ̈μ δὲ μειδιάσας καὶ τύπτων αὐτὸν ἠρέμα ἀλλὰ καὶ βασιλεύσεις ἔφη καὶ τὴν ἀρχὴν ἀνύσεις εὐδαιμονέστατα, καὶ μέμνησο τῶν ἐμῶν τούτων πληγῶν. ἄριστος δ’ ἔσῃ, εἰ δικαιοσύνην ἀγαπήσειας καὶ εὐσέβειαν πρὸς θεὸν καὶ πρὸς τοὺς πολίτας ἐπιείκειαν. ἀλλ’ οὐ γὰρ οἶδά σε τοιοῦτον ἔσεσθαι. βασιλεύσας δὲ ὁ Ἡρώδης μετακαλεῖται τὸν Μαναὶ̈μ καὶ περὶ τοῦ χρόνου τῆς ἀρχῆς ἐπυνθάνετο.
ὡς δέ, σιωπῶντος ἐκείνου, αὐτὸς εἰ δέκα γενήσονται ἠρώτα τῆς βασιλείας ἐνιαυτοὶ ἢ εἴκοσιν ἢ τριάκοντα, ὁ δὲ ὅρον οὐκ ἐπέθηκε τῷ τέλει τῆς προθεσμίας, Ἡρώδης καὶ τούτοις ἀρκεσθεὶς τόν τε Μαναὶ̈μ ἀφῆκε δεξιωσάμενος καὶ πάντας δι’ ἐκεῖνον ἐτίμα τοὺς Ἐσσηνούς. Ἤδη δὲ ὀκτωκαιδέκατον ἀνύων ἐνιαυτὸν τὸν νεὼν ἔγνω μετασκευάσαι καὶ πρὸς ὕψος ἆραι μεῖζον καὶ ἀξιοπρεπέστερον ἐκτελέσαι. τὸ δὲ πλῆθος ὤκνει πρὸς τὴν ἐγχείρησιν. ὁ δὲ οὐ πρότερον ἔφη τὸν ναὸν καθαιρήσειν, πρὶν ἂν πάντα ὧν ἂν δέοιτο εἰς τὸ ἔργον παρασκευάσηται. ἤδη δὲ ἡτοιμασμένων αὐτῷ πάντων, καθελὼν αὐτὸν καὶ θεμελίους ἄλλους καταβαλόμενος τὸν ναὸν ἤγειρε μήκει πήχεων ἑκατόν, τὸ δ’ ὕψος ἐπέκεινα εἴκοσιν. ᾠκοδομήθη δὲ λίθοις λευκοῖς τε καὶ κραταιοῖς, ὧν ἑκάστῳ περὶ πέντε καὶ εἴκοσι τὸ μῆκος πήχεις, τὸ δ’ ὕψος ὀκτώ, εὖρος δὲ περὶ δώδεκα. κατὰ δὲ τὴν βόρειον πλευρὰν ἀκρόπολις ἐγγώνιος εὐερκὴς ἐντετείχιστο, διάφορος ὀχυρότητι, ἣν οἱ ἐκ τοῦ γένους τῶν Ἀσαμωναίων γεγονότες βασιλεῖς ὁμοῦ καὶ ἀρχιερεῖς ᾠκοδόμησαν καὶ βᾶριν ἐκάλεσαν, ὥστε τὴν ἀρχιερατικὴν ἀποκεῖσθαι στολὴν ἐν αὐτῇ.
καὶ ταύτην οὖν τὴν βᾶριν Ἡρώδης ἐπισκευάσας ὀχυρωτέραν ἐπ’ ἀσφαλείᾳ τοῦ ἱεροῦ εἰς μνήμην Ἀντωνίου προσηγόρευσεν Ἀντωνίαν. αὐτὸς δὲ ὁ ναὸς καὶ πάντα τὰ περὶ τὸν ναὸν ἐν ὀκτὼ δεδόμητο ἔτεσι. παραδέδοται δὲ κατ’ ἐκεῖνον τὸν καιρὸν ὅτε αὐτὸς ὁ ναὸς ἀνηγείρετο, ἐν ἐνιαυτῷ γὰρ ἑνὶ καὶ μησὶν ἓξ ᾠκοδομήθη, τὰς μὲν ἡμέρας μὴ ὕειν, γίνεσθαι δὲ τοὺς ὄμβρους ἐν ταῖς νυξίν, ἵνα μὴ τὰ ἔργα κωλύωνται. Τὰς ἀδικίας δὲ ἀναστέλλειν πειρώμενος ὁ Ἡρώδης τίθησι νόμον τοὺς τοιχωρύχους ἐπ’ ἐξαγωγῇ τῆς χώρας πιπράσκεσθαι· ὃ καὶ πρὸς τιμωρίαν τῶν πασχόντων ἦν φορτικόν, οὐχ ἥκιστα δὲ καὶ τῶν νόμων κατάλυσις. τὸ γὰρ ἀλλοφύλοις δουλεύειν καὶ βιάζεσθαι κατὰ τὰ ἐκείνων ἔθη βιοῦν τῆς θρησκείας ἦν, ὅσον ἐπ’ ἐκείνοις, κατάλυσις. πιπράσκεσθαι μὲν γὰρ οἱ νόμοι τοὺς φῶρας ἐκέλευον, εἰ μὴ ἔχοιεν κατὰ τὸ τετραπλοῦν ἐκτιννύειν τὰ φώρια, ἀλλ’ οὐ πρὸς ἀλλοφύλους, πρὸς δέ γε ὁμοεθνεῖς, ἵνα μήτε τῆς θρησκείας ἐκπίπτοιεν μήτε παρ’ ὅλον τὸν βίον δουλεύοιεν, ἀλλὰ τυγχάνοιεν μετὰ ἑξαετίαν ἀφέσεως. ταῦτα μέρος ἦν τῶν κατ’ ἐκείνου διαβολῶν καὶ τῆς δυσνοίας τοῦ πλήθους τῆς ἐπ’ αὐτῷ.
PG 134:263Εἰς τὴν Ἰταλίαν δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον παραγενόμενος Ἡρώδης, ἵνα Καίσαρί τε προσομιλήσῃ καὶ τοὺς παῖδας ἐν τῇ Ῥώμῃ διατρίβοντας ὄψεται, φιλοφρόνως τε ὑπεδέχθη παρὰ τοῦ Καίσαρος καὶ τοὺς παῖδας ὡς ἤδη τελειωθέντας ἐν τοῖς μαθήμασιν ἔλαβεν ἄγειν εἰς τὰ οἰκεῖα. ὡς δ’ ἐπανῆλθον, περίοπτοι γεγόνασι τῷ τε τῆς ψυχῆς παραστήματι καὶ τῇ κατὰ τὰς μορφὰς ὡραιότητι, ἐπίφθονοί τε ἦσαν Σαλώμῃ τῇ τοῦ βασιλέως ὁμαίμονι καὶ τοῖς τὴν αὐτῶν μητέρα κατεργασαμένοις διαβολαῖς. καὶ ἤδη καὶ κατ’ ἐκείνων τὰ ὅπλα ἡτοίμαζον δι’ ὧν καὶ τὴν αὐτοὺς γειναμένην κατηγωνίσαντο, λογοποιοῦντες ἀηδῶς τῷ πατρὶ προσφέρεσθαι τὰ μειράκια διὰ τὸν φόνον τὸν τῆς μητρός, κἀντεῦθεν μῖσος φυῆναι τῷ πατρὶ πρὸς τοὺς παῖδας ὡς ἐνὸν κατεσκεύαζον. τέως μέντοι φιλοστόργως ἔτι πρὸς αὐτὰ ὁ πατὴρ διακείμενος καὶ τιμῆς μετεδίδου καὶ γυναῖκας ἐν ἡλικίᾳ γεγονόσιν ἐζεύγνυεν, Ἀριστοβούλῳ μὲν τὴν Σαλώμης θυγατέρα Βερνίκην, Ἀρχελάου δὲ τοῦ Καππαδοκῶν βασιλέως τὴν παῖδα Γλαφύραν τῷ Ἀλεξάνδρῳ. τῇ δὲ Σαλώμῃ ταῦτα τὴν κατὰ τῶν νεανίσκων δυσμένειαν μᾶλλον ὑπέτρεφεν, οἰκειουμένῃ καὶ πάντας ὅσοιπερ αὐτῇ τὸν τῆς Μαριὰμ φόνον συνεξειργάσαντο.
διδόντων δέ τινας καὶ τῶν νεανίσκων λαβὰς μνήμῃ τε τῆς μητρὸς καὶ τῇ τοῦ κράτους ἐπιθυμίᾳ, βλασφημίαι μὲν ἐκείνων εἰς τὴν Σαλώμην καὶ τὸν Φερώραν ἐγίνοντο, πρὸς ἐκείνους δ’ ἡ τούτων ἐπηύξητο δυσμένεια, καὶ διαβολαὶ κακοήθεις κατ’ αὐτῶν προύβαινον, παρ’ αὐτῶν ἐκείνων τὰς αἰτίας λαμβάνουσαι. κακῶς γὰρ τῆς μιαρᾶς Σαλώμης καὶ σφᾶς καὶ τὴν μητέρα λεγούσης καὶ πρὸς λόγους ἐκκαλουμένης αὐτούς, ἐκεῖνοι ἐλεεινὴν ἀπέφαινον τὴν καταστροφὴν τῆς μητρός, ἀθλίους δ’ ἑαυτοὺς ἐκάλουν τοῖς ἐκείνης φονεῦσιν ἀναγκαζομένους συζῆν. ταῦτα ἦν ἀποδημοῦντος τοῦ βασιλέως. ἐπανελθόντι δ’ εὐθὺς παρά τε Φερώρα καὶ τῆς Σαλώμης οἱ λόγοι προσήγοντο, λεγόντων μέγαν αὐτοῖς ἐπηρτῆσθαι τὸν κίνδυνον, ἀναφανδὸν ἀπειλουμένων τῶν νεανίσκων τὸν φόνον τίσασθαι τῆς μητρός. Ἡρώδης δὲ ταῦτα καὶ ἄλλων ἀπαγγελλόντων τετάρακτο. οὕτω δὲ διατεθεὶς ἔγνω ἐπὶ καθαιρέσει τῶν νέων ἕτερον υἱὸν Ἀντίπατρον ὄνομα, ἰδιωτεύοντι ἔτι αὐτῷ γεγονότα, προσοικειώσασθαι· καὶ τοῦτον ἐδόκει τιμᾶν, ἵνα καταστείλῃ τὸ θράσος τοῖς ἐκ τῆς Μαριάμ, γνοῦσιν ὡς οὐ μόνοις αὐτοῖς οὐδ’ ἐξ ἀνάγκης ἡ διαδοχὴ τῆς βασιλείας ὀφείλεται.
PG 134:264ὅθεν ὡς ἔφεδρόν τινα τὸν Ἀντίπατρον ἐπεισήγαγεν. ὁ δὲ δεινὸς ὤν, ἐπεὶ παρρησίας ἐλάβετο, μίαν ἔσχεν ὑπόθεσιν ἔχεσθαι τοῦ πατρὸς καὶ τῶν ἀδελφῶν ἀλλοτριοῦν ταῖς διαβολαῖς. κἀκεῖνοι δ’ ἔτι ἐδίδοσαν ἀφορμάς, καὶ δακρύοντες ὡς ἀτιμαζόμενοι καὶ τὴν μητέρα ἀνακαλούμενοι καὶ τὸν πατέρα φανερῶς οὐ δίκαιον λέγοντες. ἅπερ κακοήθως οἱ περὶ τὸν Ἀντίπατρον Ἡρώδῃ μετὰ προσθήκης ἐξαγγέλλοντες μείζονα τὴν πρὸς ἐκείνους ἐνεποίουν ἀπέχθειαν. βουλόμενος δὲ ὁ πατὴρ ταπεινῶσαι τοὺς ἐκ τῆς Μαριάμ, πλείονος Ἀντιπάτρῳ μετεδίδου τιμῆς· τέλος δὲ καὶ τὴν μητέρα αὐτοῦ ἐπεισήγαγε. καὶ Καίσαρι συνίστη αὐτὸν γράφων ὑπὲρ αὐτοῦ καὶ εἰς Ῥώμην αὐτὸν μετὰ πολλῶν δώρων ἀπέστειλεν, ὥστε ἤδη πάντα ἐπ’ ἐκείνῳ δοκεῖν, παρεῶσθαι δ’ ἐκ τῆς ἀρχῆς παντάπασι τὰ μειράκια. Ἀντίπατρος δὲ δεδοικὼς μὴ αὐτοῦ ἐκδημήσαντος ἐπιεικέστερος εἰς τοὺς ἐκ Μαριὰμ γένηται ὁ πατήρ, καὶ ἀποδημῶν οὐκ ἀνίει συνεχῶς ἐπιστέλλων κατὰ τῶν ἀδελφῶν τῷ πατρὶ καὶ προσερεθίζων πρὸς τὴν δυσμένειαν, ἕως εἰς τοῦτο προήγαγεν αὐτὸν εἰς τὸ πλεῦσαι πρὸς Ῥώμην κἀκεῖ τῶν παίδων κατηγορεῖν παρὰ Καίσαρι.
ἀπελθὼν δ’ εἰς Ῥώμην σὺν τοῖς παισί, παρεστήσατο μὲν αὐτοὺς τῷ Καίσαρι, ᾐτιᾶτο δὲ τῆς ἀπονοίας, ὡς τὸν ἑαυτῶν πατέρα μισοῦντας καὶ διαχειρίσασθαι μελετῶντας αὐτὸν καὶ οὕτω τὴν βασιλείαν λαβεῖν. τῶν δὲ νεανίσκων καὶ λέγοντος ἔτι τοῦ πατρὸς δάκρυα ἦν καὶ τέλος οἰμωγή, δεδοικότων ὡς εἰ σιγῷεν, δόξουσιν ἐκ τοῦ συνειδότος μὴ εὐπορεῖν ἀπολογίας. ὡς δ’ ἔγνων εὐμένειαν παρὰ Καίσαρος, τῶν δ’ ἄλλων τοὺς μὲν συνδακρύοντας, συναλγοῦντας δὲ ἅπαντας, ὁ Ἀλέξανδρος ἐπεχείρει διαλύειν τὰς αἰτίας, πρὸς τὸν πατέρα λόγους ποιούμενος. καὶ διαλεχθέντος πρὸς τὸ ἐπαγωγότερον ὁ Καῖσαρ, οὐδὲ πρότερον ταῖς κατ’ αὐτῶν πιστεύων διαβολαῖς, ἔτι μάλιστα ἐξηλλάττετο, καὶ συνεχῶς εἰς τὸν Ἡρώδην ἀπέβλεπεν, ὁρῶν κἀκεῖνον ὑποσυγκεχυμένον. καὶ ἠγωνία τὸ θέατρον· Καῖσαρ δὲ τοὺς μὲν νεανίσκους, εἰ καὶ τῶν διαβολῶν πόρρω δοκοῦσιν, αὐτὸ τοῦτο ἁμαρτεῖν ἔφη τὸ μὴ τοιούτους ἑαυτοὺς τῷ πατρὶ παρασχεῖν ὡς μηδὲ γενέσθαι τὸν ἐπ’ αὐτοῖς λόγον, Ἡρώδην δὲ παρεκάλει διαλλάττεσθαι τοῖς παισὶν ἀφελόντα πᾶσαν ὑπόνοιαν· καὶ τὸ πιστὰ γὰρ ἡγεῖσθαι ταῦτα κατὰ τῶν παίδων οὐ δίκαιον ἔκρινε.
τοιαῦτα συμβουλεύων ἔνευσε τοῖς νεανίσκοις προσπεσεῖν τῷ πατρί. κἀκείνων ὡρμηκότων προλαβὼν αὐτοὺς ὁ πατὴρ δακρύοντας ἠσπάζετο ἀγκαλιζόμενος ἕκαστον. τότε μὲν οὖν εὐχαριστήσαντες Καίσαρι μετ’ ἀλλήλων ἀπῄεσαν, καὶ Ἀντίπατρος μετ’ αὐτῶν, ταῖς διαλλαγαῖς ὑποκρινόμενος ἥδεσθαι· τῇ δ’ ὑστεραίᾳ περὶ τῆς βασιλείας τῷ Ἡρώδῃ τὴν ἐξουσίαν ἀφῆκεν ὁ Καῖσαρ ὃν ἂν αἱροῖτο τῶν παίδων διάδοχον καθιστᾶν ἢ καὶ διανέμειν ἅπασι ταύτην, μετὰ θάνατον μέντοι· ζῶντι δὲ οὐκ ἐπέτρεπε τὴν διανομήν, ἀλλὰ καὶ τῶν παίδων ἤθελεν αὐτὸν καὶ τῆς βασιλείας κρατεῖν. ἐπανιόντι δὲ περὶ Κιλικίαν Ἀρχέλαος ὁ πενθερὸς Ἀλεξάνδρου συναντᾷ τῷ Ἡρώδῃ, συνηδόμενος ἐπὶ ταῖς τῶν παίδων διαλλαγαῖς. ἐντεῦθεν Ἡρώδης ἐπὶ τὴν Ἰουδαίαν ἐλθών, καὶ συναγαγὼν ἐκκλησίαν, τὰ κατὰ τὴν ἀποδημίαν αὐτῷ πεπραγμένα διηγεῖτο, καὶ ἐπὶ νουθεσίᾳ τῶν παίδων τὸν λόγον κατέστρεψε, καὶ τοῖς υἱοῖς προεῖπε τὴν βασιλείαν καταλιμπάνειν, πρώτῳ μὲν Ἀντιπάτρῳ, εἶτα καὶ τοῖς ἐκ Μαριάμ. ταῦτα εἰπὼν τὸν σύλλογον διελύσατο.
PG 134:265Ὑπῆρχε δὲ τὴν γνώμην πρὸς μὲν τοὺς ἄλλους φιλοτιμότατός τε καὶ εὐεργετικώτατος, πρὸς δὲ τοὺς ὑπηκόους ἐπαχθής τε καὶ ἀδικώτατος καὶ πρὸς τοὺς οἰκείους καὶ φίλους κολαστὴς ἀπαραίτητος. αἱ δὲ αἰτίαι τούτων φιλοδοξία καὶ φιλαρχία. ὑπὸ μὲν γὰρ φιλοδοξίας, εἰ μνήμης ἔμελλε τυγχάνειν εἰσαῦθις ἢ εὐφημίας κατὰ τὸ ἐνεστός, οὐκ ἐφείδετο δαπανῶν, πολυδάπανος δ’ ὢν βαρείαις εἰσπράξεσι τοὺς ὑποτεταγμένους ἐπίεζε καὶ χαλεπὸς ἦν αὐτοῖς· ὑπὸ δὲ φιλαρχίας, εἰ κατά τινος ὑπόνοιαν ἔσχεν ἐφίεσθαι τῆς ἀρχῆς ἤ τι περὶ αὐτὴν παρακινεῖν, ἴσα πολεμίοις αὐτῷ προσεφέρετο, κἀντεῦθεν συγγενεῖς τε καὶ φίλους ἐτιμωρήσατο ἀφειδῶς, μόνος θέλων τετιμῆσθαι. τεκμήριον δὲ τοῦ πάντοθεν χρηματίζεσθαι θέλειν διὰ τὸ πολυδάπανον, ὅτι ἀκηκοὼς ὡς Ὑρκανὸς ὁ πρὸ αὐτοῦ βασιλεύσας ἀνοίξας τὸν τάφον Δαβὶδ ἀργυρίου λάβοι τρισχίλια τάλαντα, νυκτὸς ἀνοίξας τὸν τάφον εἰσέρχεται, τοὺς πιστοτάτους τῶν φίλων παρειληφώς, ἵν’ ἀνέκφορον εἴη τὸ δρώμενον. καὶ χρήματα μὲν οὐχ εὗρεν ἀργύρια δηλαδή, κόσμον δὲ πολὺν κειμηλίων χρυσῶν, ὃν ἀνείλετο πάντα.
ἔσπευδεν οὖν καὶ ἐνδοτέρω χωρεῖν κατὰ τὰς θήκας, ἐν αἷς τῶν βασιλέων Δαβὶδ καὶ Σαλομῶντος τὰ σώματα τεθησαύριστο. ὡς δ’ ἐβιάζετο εἰσιέναι, δύο μὲν αὐτῷ τῶν δορυφόρων ἐφθάρησαν φλογὸς ἔνδοθεν ἀπαντησάσης, ὡς λόγος, αὐτοῖς, αὐτὸς δὲ περιδεὴς ἐξῄει. καὶ διὰ τὴν ἐπιχείρησιν χεῖρον ἔχειν ἐδόκει τὰ κατὰ τὴν οἰκίαν αὐτῷ· ἐμφυλίῳ γὰρ ἐῴκει πολέμῳ τὰ κατὰ τὴν αὐλὴν τὴν βασιλικήν. ἐστρατήγει δὲ ἀεὶ κατὰ τῶν ἀδελφῶν ὁ Ἀντίπατρος, δεινὸς ὤν, δι’ ἄλλων μὲν αὐτοὺς περιβάλλων αἰτίαις, αὐτὸς δὲ πολλάκις ὑπεραπολογούμενος, ἵνα δοκῶν εὔνους ἐκείνοις ἀνύποπτος εἴη τῷ πατρὶ πρὸς τὰς ἐγχειρήσεις καὶ μόνος τῆς ἐκείνου σωτηρίας φροντίζειν δοκῇ. καὶ ὁ μὲν τὰ πάντα ἦν τῷ πατρί, οἱ δ’ ἐκ τῆς Μαριὰμ χαλεπώτερον ἀεὶ διετίθεντο, καὶ τὴν ἀτιμίαν οὐκ ἔφερον ὑπ’ εὐγενείας, παρεωσμένοι καὶ τάξιν ἀτιμοτέραν ἔχοντες. αἵ τε γυναῖκες, ἡ μὲν Ἀλεξάνδρῳ συνοικοῦσα Γλαφύρα ἡ Ἀρχελάου μῖσος εἶχεν εἰς τὴν Σαλώμην διά τε τὴν πρὸς τὸν ἄνδρα διάθεσιν καὶ διὰ τὴν ἐκείνης θυγατέρα συνοικοῦσαν Ἀριστοβούλῳ, ᾗπερ ὑπερηφάνως προσεφέρετο ἡ Γλαφύρα καὶ τὴν ἰσοτιμίαν αὐτῆς ἀνηξιοπάθει.
PG 134:266γέγονε δέ τις ὑπόθεσις καὶ τὸν τοῦ βασιλέως ἀδελφὸν Φερώραν εἰς ὑποψίαν καὶ μῖσος τῷ ἀδελφῷ φέρουσα. κατηγγυήθη μὲν γὰρ αὐτῷ ἡ τοῦ βασιλέως θυγάτηρ, ὁ δὲ δουλευούσης αὐτῷ γυναικὸς ἡττώμενος καὶ περιμανῶς τοῦ γυναίου ἐρῶν τῇ τοῦ ἀδελφοῦ θυγατρὶ οὐ προσεῖχε, τῇ δὲ δούλῃ προσέκειτο. ἤχθετο δὲ διὰ τοῦτο Ἡρώδης καὶ τὴν μὲν κόρην υἱῷ Φασαήλου συζεύγνυσι, χρόνου δὲ διελθόντος περί τε τῶν πρώτων ᾐτιᾶτο τὸν ἀδελφὸν καὶ τὴν δευτέραν ἠξίου λαμβάνειν, παρηκμακέναι ἤδη αὐτῷ οἰόμενος τῆς δούλης τὸν ἔρωτα. ὁ δὲ τὴν μὲν δούλην καὶ παῖδα ἐξ αὐτῆς σχὼν ἀποπέμπεται, τὴν δὲ τοῦ βασιλέως θυγατέρα μετὰ τριακοστὴν ἡμέραν κατέθετο λήψεσθαι. διελθούσης δὲ τῆς προθεσμίας τοσοῦτον πρὸς τὸν τῆς δούλης ἔρωτα ἐμεμήνει ὡς ἀθετῆσαι τὰ ὡμολογημένα, τῇ δὲ προτέρᾳ συμφθείρεσθαι. ταῦτα τὸν Ἡρώδην ἐξέμαινε· καὶ ἀεὶ δέ τι καινὸν προσπῖπτον ἀτρεμεῖν αὐτὸν οὐκ εἴα. καὶ ἡ Σαλώμη δὲ χαλεπὴ τοῖς ἐκ Μαριὰμ οὖσα καὶ τὴν ἑαυτῆς θυγατέρα Ἀριστοβούλῳ συνοικοῦσαν ἀνέπειθε μὴ εὐνοϊκῶς πρὸς τὸν ἄνδρα διακεῖσθαι, ἀπαγγέλλειν δὲ αὐτῇ, εἴ τι κατ’ ἰδίαν λαλήσειεν.
ἡ δὲ μεμνῆσθαι τοὺς νεανίσκους ἔλεγε τῆς μητρός, τὸν δὲ πατέρα στυγεῖν, ἀπειλεῖν δὲ τῆς ἀρχῆς τυχόντες τοὺς μὲν ἐκ τῶν ἄλλων γυναικῶν παῖδας Ἡρώδου κωμογραμματεῖς καταστήσειν, τὰς δὲ γυναῖκας καθείρξειν ὡς μηδὲ τὸν ἥλιον βλέπειν. ταῦτα διὰ τῆς κακίστης Σαλώμης τῷ βασιλεῖ ἀπηγγέλλετο. κἀκεῖνος ἤκουεν ἀλγεινῶς, ἐπειρᾶτο δὲ διορθοῦν· τῶν δὲ παίδων ἀπολογησαμένων ῥᾴων ἐγίνετο. Φερώρας δ’ αὖθις τὰ πράγματα συνετάραξεν, εἰπὼν Ἀλεξάνδρῳ ἀκηκοέναι Σαλώμης λεγούσης ἐρᾶν τὸν Ἡρώδην Γλαφύρας. Ἀλέξανδρος δὲ πρὸς τὸν λόγον ἐκ ζηλοτυπίας τετάρακτο, καὶ τὴν ὀδύνην οὐκ ἐνεγκὼν τὰ ὑπὸ τοῦ Φερώρα λεχθέντα τῷ πατρὶ κατεμήνυσεν. ὁ δ’ Ἡρώδης περιπαθήσας καὶ τὸ τῆς διαβολῆς ἐψευσμένον οὐ φέρων θορυβηθείς τε μεταπέμπεται τὸν Φερώραν, καί κάκιστε εἶπε, τοιαῦτα καθ’ ἡμῶν λαλήσας πότερον οἴει λόγον εἰς τὴν ψυχὴν τοῦ παιδὸς ἢ ξίφος εἰς τὴν δεξιὰν αὐτοῦ ἐμβαλεῖν; Φερώρας δὲ Σαλώμην ἔφη ταῦτα συμπείσειν, κἀκείνης εἶναι τοὺς λόγους. ἡ δὲ ἀπηρνεῖτο καὶ τῶν τριχῶν ἐπεδράττετο καὶ ἐστερνοτυπεῖτο, διὰ δὲ τὴν τῶν τρόπων οὐκ ἐπιστεύετο κακοήθειαν.
τέλος δὲ ὁ βασιλεὺς καὶ τὸν ἀδελφὸν καὶ τὴν ἀδελφὴν ἀπεπέμπετο, τὸν υἱὸν δὲ τῆς ἐγκρατείας ἐπῄνεσε καὶ τοῦ πρὸς αὐτὸν τοὺς λόγους ἀνενεγκεῖν. Ἕτερον δέ τι συνέπεσε ταραχὰς αὖθις ἐγεῖραν κατὰ τὴν οἰκίαν τῷ βασιλεῖ. ἦσαν αὐτῷ εὐνοῦχοι σπουδαζόμενοι διὰ κάλλος, ὧν ὁ μὲν οἰνοχοεῖν, ὁ δὲ δεῖπνον προσφέρειν, ὁ δὲ κατευνάζειν αὐτὸν ἐτέτακτο. τούτους ὑπ’ Ἀλεξάνδρου χρήμασι διαφθαρῆναι μηνύεται. καὶ βασάνοις ἐκδοθέντες οἱ ἐκτομίαι μίξιν μὲν αὐτῶν γενέσθαι πρὸς τὸν νεανίαν ἀνωμολόγουν, ἄλλο δὲ οὐδὲν κατὰ τοῦ πατρὸς συνειδέναι τῷ Ἀλεξάνδρῳ. ἐπιτεινόντων δὲ τῶν βασανιζόντων τὰς μάστιγας ἔλεγον ὡς εἴη δυσμένεια καὶ μῖσος Ἀλεξάνδρῳ πρὸς τὸν πατέρα, παραινοίη δὲ Ἡρώδην μὲν ἀπεγνωκέναι διὰ τὸ γῆρας, αὐτῷ δὲ προσέχειν, ὡς τῆς βασιλείας αὐτῷ περιελευσομένης, κἂν μὴ βούληται ὁ πατήρ, καὶ διὰ τὸ γένος καὶ διὰ τὴν τῶν ἡγεμόνων καὶ τῶν φίλων διάθεσιν. τούτων ἀκούσας Ἡρώδης περίφοβος ἦν καὶ πρὸς πάντας ὑποψίας εἶχε καὶ μίση, πολλοῖς δὲ τῶν φίλων καὶ τὴν εἰς τὰ βασίλεια πρόσοδον ἀπηγόρευσε. πάντων δ’ αἴτιος ἐτύγχανεν ὁ Ἀντίπατρος.
PG 134:267πρῶτον μὲν οὖν ὅσους ᾤετο πιστοὺς Ἀλεξάνδρῳ βασάνοις ὁ Ἡρώδης ἐξήταζεν, εἴ τι κατ’ αὐτοῦ τολμηθὲν εἰδείησαν· οἱ δὲ ἀπέθνησκον οὐδὲν ἔχοντες λέγειν. εἷς δέ τις τὰς βασάνους μὴ φέρων εἶπε λέγειν Ἀλέξανδρον, ἐπαινούμενον διὰ τὸ τοῦ σώματος μέγεθος καὶ τὸ εὐστόχως βάλλειν ἐκ τόξου καὶ τἄλλα, ὅτι εἴ τι παρὰ τῆς φύσεως αὐτῷ δέδοται καλὸν ἢ ἐξ ἀσκήσεως προσεγένετο, εἰς δυςτύχημα περιίσταται· ἄχθεσθαι γὰρ ἐπὶ τοῖς καλοῖς αὐτοῦ τὸν πατέρα. προσετίθει δὲ ὡς καὶ βουλεύσαιτο σὺν Ἀριστοβούλῳ ἐν κυνηγεσίῳ ἀνελεῖν τὸν πατέρα καὶ εἰς Ῥώμην φυγεῖν τὴν βασιλείαν μετελευσόμενος. εὑρέθη δὲ καὶ γράμματα Ἀλεξάνδρου πρὸς τὸν ὁμαίμονα μὴ δίκαια λέγοντα ποιεῖν τὸν πατέρα προτιμῶντα τὸν Ἀντίπατρον. ἐπὶ τούτοις συλλαβὼν ἔδησε τὸν Ἀλέξανδρον. ἔσπευδε δὲ καὶ μεῖζόν τι λαβεῖν τεκμήριον κατὰ τοῦ υἱοῦ, ἵνα μὴ προπετῶς δόξῃ αὐτὸν δεδεκώς. πολλοὺς οὖν καὶ τῶν ἐν τέλει βασανίζων διέφθειρε, μηδὲν εἰπόντας οἷον ἐκεῖνος ᾤετο.
ὡς δέ τις τῶν νεωτέρων ἐν ταῖς ἀνάγκαις ἐγένετο, ἐπιστέλλειν ἔλεγε τὸν Ἀλέξανδρον τοῖς ἐν Ῥώμῃ φίλοις, ἀξιοῦντα κληθῆναι ὑπὸ τοῦ Καίσαρος, μηνύσοντα Μιθριδάτην τὸν βασιλέα Πάρθων τῷ πατρὶ φιλιωθέντα κατὰ Ῥωμαίων· εἶναι δὲ αὐτῷ καὶ φάρμακον κατεσκευασμένον ἐν Ἀσκάλωνι. ταῦτα Ἡρώδης τῆς προπετείας ἐλογίζετο παραμύθιον. τὸ μέντοι φάρμακον εὐθὺς ζητηθὲν οὐχ εὑρέθη. διὰ δὲ τὴν τῶν κακῶν ὑπερβολὴν ὁ Ἀλέξανδρος φιλονείκως διατεθείς, καὶ βουληθεὶς ἀμύνασθαι τοὺς ἐχθρούς, ἵν’ αὐτῷ συναπόλωνται, γράμματα πέπομφε τῷ πατρὶ ὡς οὐδὲν δεῖ βασανίζειν· μελετηθῆναι γὰρ τὴν ἐπιβουλήν, καὶ ταύτης μετέχειν τόν τε Φερώραν καὶ τοὺς πιστοτάτους αὐτῷ τῶν φίλων· Σαλώμην δὲ καὶ νύκτωρ ἐπεισελθοῦσαν αὐτῷ μιγῆναι καὶ ἄκοντι· ἀλλὰ καὶ πάντας εἰς ταὐτὸν ἥκειν, ἵν’ ἐκ μέσου γεγονότος αὐτοῦ ἀπαλλαγεῖεν τοῦ ἀεὶ φθαρήσεσθαι προσδοκᾶν. Ἀρχέλαος δὲ ὁ τῶν Καππαδοκῶν βασιλεὺς ταῦτα μαθών, καὶ ἀγωνιῶν ὑπέρ τε τῆς θυγατρὸς καὶ τοῦ κηδεστοῦ, παραγέγονε, καὶ εὐφυῶς μετῄει τῶν λυπούντων τὴν ἐπανόρθωσιν, τοῦ μὲν νεανίσκου καταγινώσκων, ἐπιεικῆ δὲ τὸν Ἡρώδην ἀποκαλῶν, τόν τε γάμον διαλύειν ἔλεγε.
PG 134:268τοιαῦτα δὲ λέγοντος τοῦ Ἀρχελάου ἐνεδίδου τῆς χαλεπότητος ὁ Ἡρώδης καὶ κατήνεκτο πρὸς λύπην καὶ δάκρυα, ἐδεῖτό τε μὴ λύειν τὸν γάμον, ἀλλὰ χαλᾶν τὴν ὀργὴν ἐφ’ οἷς ὁ νεανίσκος ἡμάρτηκεν. Ἀρχέλαος δὲ ἤδη μαλαχθέντα τὸν Ἡρώδην θεώμενος εἰς ἄλλους τὰς αἰτίας μετέφερε, καὶ μᾶλλον εἰς τὸν Φερώραν. ὁ δὲ πρὸς Ἀρχέλαον ἐτράπετο, ἵν’ ἔσοιτο αὐτῷ πρὸς Ἡρώδην διαλλακτής. καὶ ὃς συνεβούλευεν αὐτῷ βέλτιον εἶναι δι’ ἑαυτοῦ προσιέναι τῷ ἀδελφῷ καὶ δεῖσθαι, πάντων ὁμολογοῦντα αἴτιον ἑαυτόν· μαλάξαι γὰρ οὕτω τὸ σκληρὸν τῆς ὀργῆς· καὶ αὐτὸς δὲ παρὼν συλλήψεσθαι ἐπηγγέλλετο. πείθεται ὁ Φερώρας. καὶ Ἀλέξανδρος μὲν τῶν αἰτιῶν ἀπελύετο, Ἀρχέλαος δὲ τῷ Ἡρώδῃ τὸν Φερώραν διήλλαξε. Μετὰ καιρὸν δὲ πολὺ χεῖρον ἔσχε τὰ κατὰ τοὺς παῖδας καὶ τὴν οἰκίαν Ἡρώδῃ. Εὐρυκλῆς γὰρ ἀπὸ Λακεδαίμονος οὐκ ἄσημος τῶν ἐκεῖ, κάκιστος δὲ τὴν προαίρεσιν ἄνθρωπος, ἐπιδημήσας πρὸς Ἡρώδην δίδωσιν αὐτῷ δῶρα, καὶ πλείω λαβὼν γέγονε φίλος ἐν τοῖς μάλιστα τοῦ βασιλέως. ἦν δὲ αὐτῷ καταγωγὴ ἐν τοῖς Ἀντιπάτρου· προσῄει δὲ καὶ Ἀλεξάνδρῳ, γνωστὸς εἶναι λέγων καὶ Ἀρχελάῳ, ὅθεν καὶ τὴν Γλαφύραν τιμᾶν ὑπεκρίνετο.
τούτῳ συνήθει γεγονότι Ἀλέξανδρος τὰ καθ’ ἑαυτὸν ἐξετραγῴδει, καὶ τὰ κατὰ τὴν μητέρα ἐδίδασκε, καὶ ἔλεγε μὴ δοκεῖν ἀνεκτά. καὶ ὁ μὲν ἀλγῶν τοιούτους λόγους πεποίητο πρὸς τὸν Εὐρυκλῆν, ὁ δὲ πάντα τῷ Ἀντιπάτρῳ ἀνέφερεν. Ἀντίπατρος δὲ δώροις αὐτὸν ἐδεξιοῦτο καὶ ἠξίου πρὸς τὸν πατέρα τοὺς λόγους φράζειν. ὁ δὲ οὕτω τὸν βασιλέα διέθηκεν ὡς ἀμετάγνωστον ποιῆσαι τὸ μῖσος. καὶ ὁ μὲν ἀπῄει χρηματισάμενος, Ἡρώδης δὲ τοσοῦτον πρὸς τοὺς παῖδας ἐξώργιστο ὡς μηκέτι δεῖσθαι διαβολῶν, ἀλλ’ αὐτὸς περιεργάζεσθαι τὰ ἐκείνων καὶ παρατηρεῖν ἕκαστα. Δύο γοῦν τῶν σωματοφυλάκων τοῦ βασιλέως κατ’ ὀργὴν αὐτοῦ ἀπεωσμένοι τοῖς περὶ Ἀλέξανδρον συνιππάζοντο καὶ δῶρα ἐξ ἐκείνου ἐλάμβανον. ὑποπτεύσας οὖν τούτους Ἡρώδης εὐθὺς ἐβασάνιζεν. οἱ δὲ τὸ μὲν πρῶτον διεκαρτέρουν, εἶτ’ ἀπήγγελλον ὡς πείθοι αὐτοὺς κτεῖναι θηρῶντα τὸν Ἡρώδην Ἀλέξανδρος. καὶ ὁ φρούραρχος δὲ τοῦ Ἀλεξανδρίου ἠτάζετο ὡς ἐπαγγειλάμενος δέξασθαι τοὺς νεανίσκους ἐν τῷ φρουρίῳ. κἀκεῖνος μὲν οὐδὲν ὡμολόγει, ὁ δὲ υἱὸς αὐτοῦ ταῦτα γενέσθαι κατέθετο, καὶ γράμματα ἐπέδωκε περὶ τούτων, ὡς εἰκάσαι, τῆς τοῦ Ἀλεξάνδρου χειρός.
ὁ μὲν οὖν Ἡρώδης οὐκέτι ἐνδοιάσιμος ἦν περὶ τῆς τῶν παίδων ἐπιβουλῆς, Ἀλέξανδρος δὲ δι’ Ἀντιπάτρου τὸ γραμματίδιον κακουργηθῆναι ἀπισχυρίζετο. τότε μὲν οὖν φυλακὴ τῶν νεανίσκων ἐγίνετο, καὶ καταδίκων εἶχον ἀδοξίαν καὶ δέος. ὁ δ’ Ἀριστόβουλος τὴν ἑαυτοῦ πενθερὰν Σαλώμην συναλγεῖν οἰόμενος καὶ μισεῖν τὸν τὰ τοιαῦτα πειθόμενον, ταῦτα καὶ σοί ἔφη κίνδυνον προμηνύει, διαβεβλημένῃ κατ’ ἐλπίδα γάμου Συλαίου. τούτους ἐκείνη τοὺς λόγους εὐθὺς προσφέρει τῷ ἀδελφῷ. ὁ δὲ δεθῆναι κελεύει καὶ ἄμφω τοὺς υἱοὺς καὶ ἀπ’ ἀλλήλων διαστῆναι, γράψαι τε ἕκαστον ὅσα κατὰ τοῦ πατρὸς ἐμελέτησαν. οἱ δὲ γράφουσιν ἐπιβουλὴν μὲν οὔτ’ ἐννοῆσαι κατὰ τοῦ πατρὸς οὔτε μὴν συσκευάσασθαι, δρασμὸν δὲ μελετῆσαι, καὶ τοῦτον δι’ ἀνάγκην, ὑπόπτου καὶ περιδεοῦς οὔσης αὐτοῖς τῆς ζωῆς. τότε τοίνυν ἥκοντος ἐξ Ἀρχελάου πρεσβευτοῦ ἐξῆγε τὸν Ἀλέξανδρον δεσμώτην, καὶ περὶ τῆς φυγῆς ἐπυνθάνετο ἐπ’ ἀκροάσει τοῦ πρεσβευτοῦ, ὅπου καὶ πῶς ἐγνώκασιν ἀποχωρεῖν· ὁ δὲ πρὸς Ἀρχέλαον ἔφη ἐκεῖθεν εἰς Ῥώμην συνθέμενον διαπέμψειν, ἄλλο δὲ οὐδὲν ἄτοπον ἢ δυσχερὲς λογίσασθαι κατὰ τοῦ πατρός.
PG 134:269τούτων οὕτω ῥηθέντων ὁ βασιλεὺς γράμματα πρὸς Καίσαρα δοὺς δύο τῶν ὑπ’ αὐτὸν ἐκέλευσεν ἐν παράπλῳ τῇ Κιλικίᾳ προσσχόντας ἐντυχεῖν Ἀρχελάῳ καὶ μέμψασθαι ὅτι τῆς ἐπιβουλῆς τοῖς παισὶ συνεφάψαιτο. Ἀρχέλαος μέντοι ἀπελογεῖτο δέξασθαι τοὺς νεανίας συνθέσθαι διὰ τὸ συμφέρον κἀκείνοις καὶ τῷ πατρί, οὐ μὴν πρὸς Καίσαρα πέμψειν. εἰς Ῥώμην δὲ ἀποκομισθέντες οἱ τῶν ἐπιστολῶν κομισταὶ ταύτας δεδώκασι Καίσαρι. ὁ δὲ ἀντεπέστειλεν ἄχθεσθαι ἐπὶ τοῖς παισίν, ἐπ’ ἐκείνῳ δὲ τὴν πᾶσαν ἐξουσίαν ποιεῖν. καὶ εἰ μέν τι ἀνόσιον πεποιήκασιν, ἐπεξιέναι ὡς πατραλοίας, εἰ δὲ δρασμὸν ἐνενόησαν, ἄλλως νουθετήσαντα μηδὲν ἀνήκεστον διαπράξασθαι. συμβουλεύειν δ’ αὐτῷ περὶ Βηρυτὸν συναγαγόντα συνέδριον, καὶ παραλαβόντα τοὺς ἡγεμόνας καὶ τὸν τῶν Καππαδοκῶν βασιλέα Ἀρχέλαον καὶ ὅσους τῶν ἄλλων οἶδεν ἐπιφανεῖς ἀξιώμασι, μετ’ ἐκείνων τὸ δέον σκοπεῖν. Ταύτην δεξάμενος τὴν ἐπιστολὴν ὁ Ἡρώδης ἐκάλει πρὸς τὸ συνέδριον οὓς ἐβούλετο, Ἀρχέλαον δι’ ἔχθραν παραιτησάμενος, ἢ καὶ ἐναντιωθήσεσθαι νομίζων τῇ γνώμῃ αὐτοῦ.
ἤδη δὲ συνηγμένων τῶν τε ἡγεμόνων καὶ τῶν ἄλλων, κατηγόρει τῶν παίδων ὁ βασιλεύς, καὶ τὰ δι’ αὐτῶν ἐκείνων γραφέντα ὑπανεγίνωσκεν· ἐν οἷς οὐδὲν ἐγέγραπτο ἕτερον ἢ ὅτι φυγεῖν βουλεύοιντο καὶ λοιδορίαι τινὲς εἰς αὐτὸν ὀνείδη διὰ τὴν δύσνοιαν ἔχουσαι. καὶ τέλος εἰπὼν καὶ ἐκ τῆς φύσεως καὶ ἐκ τοῦ Καίσαρος αὐτῷ τὴν ἐξουσίαν δοθῆναι, καὶ νόμον προσέθηκε πάτριον, ὃς ἐκέλευεν, εἴ του κατηγορήσαντες οἱ γονεῖς ἐπιθεῖεν τὰς χεῖρας τῇ κεφαλῇ, τοὺς περιεστῶτας τοῦτον ὀφείλειν λιθολευστεῖν καὶ οὕτως ἀποκτείνειν. ὅπερ ἔλεγε δύνασθαι καὶ αὐτὸς ἐν τῇ πατρίδι καὶ τῇ βασιλείᾳ ποιεῖν, ἀναμεῖναι δὲ τὴν ἐκείνων κρίσιν. ταῦτα τοῦ Ἡρώδου εἰπόντος οἱ συνεδριάζοντες τὴν ἐξουσίαν ἐκύρουν αὐτῷ, τῶν νεανίσκων μηδὲ παρηγμένων εἰς τὸ συνέδριον· καὶ τινὲς μὲν κατεψηφίζοντο τῶν τοῦ Ἡρώδου υἱῶν, ἀλλ’ οὐ μέντοι καὶ κτείνειν, οἱ δέ γε πλείους καὶ θανάτῳ κολάζειν αὐτοὺς ἀπεφαίνοντο. καὶ ἐπὶ τούτοις διελύετο τὸ συνέδριον. Ἡρώδης δὲ ἧκεν εἰς Τύρον καὶ τοὺς παῖδας ἄγων. ὡς δὲ ἦλθον εἰς Καισάρειαν, μετέωροι πάντες ἦσαν, ποῖ τὰ κατὰ τοὺς νεανίας χωρήσειεν ἐκδεχόμενοι·
PG 134:270καὶ τοῖς μὲν γινομένοις ἐδυσχέραινον, οὐκ ἦν δὲ ἀκίνδυνον οὔτε τι ὑπὲρ ἐκείνων εἰπεῖν οὔτ’ ἀκούειν ἑτέρου λέγοντος, ἀλλ’ ὀδυνηρῶς μέν, ἀναύδως δὲ τοῦ πάθους ἔφερον τὴν ὑπερβολήν. Στρατιώτης δέ τις ὄνομα Τήρων, υἱοῦ αὐτῷ καθ’ ἡλικίαν ὄντος Ἀλεξάνδρῳ φίλου, πολλὰ καὶ πρὸς τὸ πλῆθος ἔλεγε, καὶ πρὸς τὸν βασιλέα δὲ παρρησιασάμενος μόνος μόνῳ ἐντυχεῖν ἠξίου. καὶ ἐνδόντος ποῖ ποτέ σοι ἔφη ὁ περιττὸς ἐκεῖνος νοῦς; τίς δὲ ἡ τῶν φίλων καὶ συγγενῶν ἐρημία; εἶτα οὐ σκέψῃ τί τὸ πραττόμενον, εἰ δύο νεανίας ἐκ βασιλίδος σοι γυναικὸς γενομένους εἰς πᾶσαν ἀρετὴν ἄκρους ἀναιρήσεις, σεαυτὸν ἐν γήρᾳ καταλιπὼν ἐφ’ ἑνὶ παιδὶ καὶ συγγενέσιν ὧν αὐτὸς τοσαυτάκις κατέγνως θάνατον; οὐκ ἐννοήσεις ὅτι καὶ τῶν ὄχλων ἡ σιωπὴ διὰ μέγεθος τοῦ πάθους ἐστί, καὶ πᾶσα ἡ στρατιὰ ἔλεον μὲν τῶν ἀτυχούντων, μῖσος δὲ τῶν ταῦτα ἐξεργαζομένων ἐσχήκασιν; ἤκουε ταῦτα ὁ βασιλεὺς ἐν ἀρχῇ οὐκ ἀγνωμόνως. ὁ δὲ Τήρων ἀμέτρῳ καὶ στρατιωτικῇ χρώμενος παρρησίᾳ τὸν Ἡρώδην ἐτάραξε. καὶ πρὸς τὴν τῶν στρατιωτῶν κεκίνητο ἀγανάκτησιν, καὶ προστάττει τὸν Τήρωνα δήσαντας ἔχειν ἐν φυλακῇ.
ἐπιτίθεται δὲ τῷ καιρῷ καὶ Τρύφων τοῦ βασιλέως κουρεύς, εἰπὼν ὡς ἀναπείθοιτο πολλάκις ὑπὸ τοῦ Τήρωνος ξυρῷ τὸν λαιμὸν τοῦ βασιλέως τεμεῖν· ἔσεσθαι γὰρ ἐν τοῖς πρώτοις τῷ Ἀλεξάνδρῳ. ταῦτα εἰπὼν καὶ αὐτὸς συλλαμβάνεται. καὶ ἐν βασάνοις ἦσαν ὁ Τήρων τε καὶ ὁ παῖς αὐτοῦ καὶ αὐτὸς ὁ κουρεύς. διακαρτεροῦντος δ’ ἐν ταῖς βασάνοις τοῦ Τήρωνος, ὁρῶν ὁ παῖς τὸν πατέρα χαλεπῶς διακείμενον, ἔφη μηνύσειν τῷ βασιλεῖ τὴν ἀλήθειαν, εἰ μέλλει ῥύσασθαι τῶν βασάνων τὸν πατέρα καὶ ἑαυτόν. λαβὼν δὲ πίστεις, ἔλεγεν εἶναι συνθήκην ἐπιθέσθαι τῷ βασιλεῖ δι’ αὐτοχειρίας τὸν Τήρωνα. ταῦτα εἰπὼν ἐξαιρεῖται τὸν πατέρα τῆς ἀνάγκης. ὁ δ’ Ἡρώδης οὐδὲν ἔτι ἐνδοιάσιμον τῇ ψυχῇ καταλελοιπὼς περὶ τὴν τεκνοκτονίαν, τέλος τῇ προαιρέσει ἐπέθετο. καὶ ἀχθέντες εἰς Σεβαστὴν Ἀλέξανδρός τε καὶ Ἀριστόβουλος ἐπιτάξαντος τοῦ πατρὸς στραγγάλῃ ἀπηγχονήθησαν. προαγαγὼν δ’ εἰς τὸ πλῆθος τριακοσίους τῶν ἡγεμόνων τοὺς ἐν αἰτίᾳ γενομένους καὶ τὸν Τήρωνα σὺν τῷ παιδὶ καὶ τὸν κουρέα κατηγόρει αὐτῶν· οὓς οἱ τοῦ πλήθους βάλλοντες τοῖς παρατυχοῦσιν ἀπέκτειναν.
PG 134:271Ἀντιπάτρῳ δὲ κατεργασαμένῳ τοὺς ἀδελφοὺς ἐργωδεστέρα ἦν ἡ τῆς βασιλείας ἐπιτυχία, μίσους τῷ ἔθνει φυέντος πρὸς αὐτόν, καὶ μάλιστα τῷ ὁπλιτικῷ. τέως δὲ συνῆρχε τῷ πατρὶ καὶ ἐπιστεύετο παρ’ αὐτοῦ. τὴν δὲ Ἀλεξάνδρου γυναῖκα Ἡρώδης πρὸς τὸν πατέρα ἀπέπεμψεν, ἔτρεφε δὲ τὰ τῶν θανόντων τέκνα πάνυ ἐπιμελῶς. ἦσαν δὲ Ἀλεξάνδρῳ μὲν ἐκ Γλαφύρας ἄρσενες δύο, Ἀριστοβούλῳ δὲ ἐκ Βερνίκης υἱοὶ τρεῖς καὶ δύο θυγάτρια. γέγονε δὲ τῷ βασιλεῖ καὶ ἐκ τῆς ἀρχιερέως θυγατρὸς Ἡρώδης υἱός. ἐννέα γὰρ τῷ βασιλεῖ συνῴκουν γυναῖκες, πάτριον ὂν καὶ πλείοσι κατὰ ταὐτὸν συνοικεῖν. ἦσαν δὲ ἥ τε τοῦ Ἀντιπάτρου μήτηρ καὶ ἡ τοῦ ἀρχιερέως θυγάτηρ, ἐξ ἧς, ὡς εἴρηται, παῖς ἐγεννήθη αὐτῷ ὁμώνυμος. ἦν δὲ καὶ ἀδελφοῦ παῖς αὐτῷ μία γεγαμημένη, καὶ ἀνεψιὰ σὺν αὐτῇ, ἐξαδέλφη δηλαδή· τὰς γὰρ ἐξαδέλφας ἀνεψιὰς ἐκάλουν οἱ παλαιοί, ὡς ἔστιν εὑρεῖν πολλαχοῦ καὶ παρὰ τῷ Πλουτάρχῳ καὶ παρὰ ταῖς βίβλοις ταῖς νομικαῖς. ἦν δ’ ἐν ταῖς γυναιξὶν Ἡρώδου κἀκ τοῦ ἔθνους τῶν Σαμαρέων μία, ἧς ἦσαν παῖδες Ἀντίπας τε καὶ Ἀρχέλαος καὶ θυγάτηρ Ὀλυμπιάς. καὶ Κλεοπάτρα δὲ Ἱεροσολυμῖτις ταῖς τούτου γυναιξὶ συνηρίθμητο·
καὶ ταύτης παῖδες Ἡρώδης καὶ Φίλιππος. καὶ Παλλὰς δὲ ἦν ἐν ταῖς αὐτοῦ γαμεταῖς, Φασάηλον πεποιημένη παῖδα αὐτῷ. καὶ ἐπὶ ταῖς λοιπαῖς Φαίδρα καὶ Ἐλπὶς συνῴκουν αὐτῷ. ἦσαν δὲ Ἡρώδῃ καὶ δύο θυγατέρες ἐκ Μαριάμ, καὶ ἐκ Φαίδρας δὲ καὶ Ἐλπίδος ἔφυσαν αὐτῷ θυγατέρες Ῥωξάνη καὶ Σαλώμη. Τοῦτο μὲν οὖν τὸ γένος Ἡρώδου· τὰ δὲ πράγματα πρὸς μόνον τὸν Ἀντίπατρον ἀφεώρων. καὶ ἦν ἅπασι φοβερός, οὐ τοσοῦτον τῇ δυναστείᾳ ὅσον τῇ τῶν τρόπων κακότητι· μάλιστα δὲ αὐτὸν Φερώρας ἐθεράπευε καὶ ἀντεθεραπεύετο. ἠναντίωτο δὲ αὐτοῖς ἡ Σαλώμη, ἐναντίως ἀεὶ πρὸς τὴν τῆς κλήσεως αὐτῆς σημασίαν διακειμένη· ἡ μὲν γὰρ εἰρήνης σημαντικὸν καὶ εἰρηνικὴν εἶναι τὴν οὕτω κεκλημένην ἐδήλου, ἡ δὲ καὶ σφόδρα μάχιμος ἦν καὶ ἑτέρους πρὸς μάχας καὶ στάσεις καὶ συγγενείας ἀλλοτρίωσιν διεγείρουσα. αὕτη κατασκοποῦσα τὴν Ἀντιπάτρου καὶ Φερώρου οἰκείωσιν, ἔλεγε τῷ Ἡρώδῃ ἐπὶ κακῷ τῷ αὐτοῦ τὴν τούτων γίνεσθαι εὔνοιαν. γνόντες οὖν ἐκεῖνοι τὴν τῆς Σαλώμης διαβολήν, ἐν τῷ φανερῷ μὲν μῖσος κατ’ ἀλλήλων καὶ λοιδορίας ἦσαν ἐπιτηδεύοντες, κεκρυμμένως δὲ τὴν πρὸς ἀλλήλους ἐτήρουν ὁμόνοιαν.
τὴν Σαλώμην δ’ οὐκ ἐλάνθανον, πάντα τε ἀνιχνεύουσαν καὶ τῷ βασιλεῖ ἀπαγγέλλουσαν συνόδους λαθραίας συμπόσιά τε καὶ ἀνέκφορα βουλευτήρια. ὁ δὲ καὶ αὐτὸς τὰ πολλὰ συνίει. Φαρισαῖοι δὲ τὴν γυναικωνίτιδα οἰκειούμενοι, ἄνθρωποι μέγα φρονοῦντες ἐπ’ ἀκριβώσει τοῦ πατρίου νόμου καὶ βασιλεῖ ἀντιπράττοντες, οἳ πάντων ὀμωμοκότων Καίσαρι εὐνοεῖν καὶ τῷ βασιλεῖ Ἡρώδῃ αὐτοὶ οὐκ ἐπείσθησαν, ὄντες ὑπερεξακισχίλιοι, τῇ δὲ γυναικὶ Φερώρου εὐνοοῦντες, προύλεγον Ἡρώδῃ τέλος τῆς ἀρχῆς κατεψηφίσθαι παρὰ θεοῦ, νεμηθῆναι δὲ αὐτὴν Φερώρᾳ τε καὶ τοῖς ἐξ αὐτοῦ. οὐδὲ ταῦτα τὴν τῆς Σαλώμης μοχθηρίαν διέδρα, καὶ αὐτίκα τῷ βασιλεῖ ἀπηγγέλλοντο. τῶν μὲν οὖν Φαρισαίων οἱ ἐπὶ τούτοις ἐληλεγμένοι ἀνῄρηντο, καὶ εὐνοῦχος Βαγώας, Κᾶρός τέ τις ἐπὶ σώματος κάλλει διαπρεπὴς καὶ Ἡρώδου ὢν παιδικά, καὶ ἕτεροι τῶν περὶ τὸν βασιλέα, ὡς συνίστορες. εἶτα συνέδριον καθίσας ὁ βασιλεὺς τῆς Φερώρου γυναικὸς κατηγόρει καὶ ἀπηρίθμει πολλὰ αἰτιάματα, καὶ τέλος πρὸς τὸν Φερώραν τὸν λόγον τρέψας δεῖν ἔλεγε καὶ πρὶν αὐτοκέλευστόν σε διὰ ταῦτα τὸ γύναιον ἀποπέμψασθαι.
PG 134:272νῦν γοῦν εἰ τῆς ἐμῆς ἀντιποιῇ συγγενείας, τὴν μετ’ αὐτῆς συμβίωσιν παραιτοῦ. ὁ δὲ πρότερον θανεῖν αἱρεῖσθαι ἀπεκρίνατο ἢ ζῶν ἀποστερεῖσθαι τῆς γυναικός. ἐντεῦθεν Ἡρώδης Ἀντιπάτρῳ καὶ τῇ ἐκείνου μητρὶ Φερώρᾳ συνομιλεῖν ἀπηγόρευσεν ἢ ταῖς γυναιξὶ συνιέναι. οἱ δὲ κατετίθεντο, συνῄεσαν δὲ ἀλλήλοις καὶ συνεκώμαζον ᾗ καιρός. Ἀντίπατρος δὲ τὴν ὀργὴν τοῦ πατρὸς ὑφορώμενος γράφει τοῖς ἐν Ῥώμῃ φίλοις ἐπιστέλλειν Ἡρώδῃ στέλλειν πρὸς Καίσαρα τὸν Ἀντίπατρον. πέμπεται γοῦν εἰς Ῥώμην μετὰ δώρων Ἀντίπατρος, φέρων καὶ διαθήκην Ἡρώδου αὐτῷ τὴν ἀρχὴν διδοῦσαν, εἰ δὲ φθάσει θανών, Ἡρώδῃ τῷ ἐκ τῆς ἀρχιερέως γενομένῳ θυγατρός. Φερώραν δέ, μὴ ἀφιέντα τὴν γυναῖκα, ἀναχωρεῖν ἐπέταττεν ὁ Ἡρώδης. καὶ ὃς ἐπὶ τὴν τετραρχίαν ἀπῆρεν, ὀμόσας οὐ πρότερον ἥξειν ἢ πύθοιτο τελευτῆσαι τὸν ἀδελφόν. ὥστε καὶ νοσήσαντος τοῦ βασιλέως κληθεὶς οὐχ ὑπήκουσεν, ἵνα μὴ παραβαίη τὸν ὅρκον. Ἡρώδης δ’ ὕστερον Φερώρα νοσήσαντος ἧκε πρὸς ἐκεῖνον αὐτόκλητος, καὶ θανόντα ἐτίμησεν. Ἡ δὲ Φερώρου τελευτὴ ἀρχὴ κακῶν Ἀντιπάτρῳ ἐγένετο, τιννυμένου τοῦ θείου τῆς ἀδελφοκτονίας αὐτόν.
ἀπελεύθεροι γὰρ δύο τῶν Φερώρᾳ τιμίων ἠξίουν Ἡρώδην μὴ ἐᾶσαι τὸν ἀδελφὸν ἀνεκδίκητον φαρμάκῳ διαφθαρέντα. ταῦτα πιστὰ δοκοῦντα εἰς ἐξέτασιν τὸν βασιλέα ἐκίνησαν, καὶ ἐβασανίζοντο γυναῖκες δοῦλαί τε καὶ ἐλεύθεραι. αἱ μὲν οὖν ἄλλαι ἐνεκαρτέρουν ἐχεμυθοῦσαι, μία δέ τις ἄλλο μὲν ἔφη οὐδέν, θεὸν δ’ ἐπεκαλεῖτο, τοιαύταις ἀνάγκαις τὴν Ἀντιπάτρου μητέρα περιπεσεῖν, ὡς κακῶν αἰτίαν. τοῦτο εἰς πλείονα τὸν Ἡρώδην ἐκίνησεν ἔρευναν· καὶ πάντα σφοδροτέραις βασάνοις αἱ γυναῖκες περιβληθεῖσαι πεποιήκασιν ἔκπυστα, τοὺς κώμους καὶ τὰς κρυπτὰς συνόδους, καὶ λόγους Ἀντιπάτρου πρὸς τὰς γυναῖκας γενομένους Φερώρου, μῖσος πρὸς τὸν πατέρα, ὀλοφύρσεις πρὸς τὴν μητέρα, ὅτι ἐπὶ μήκιστον ἡ ζωὴ παρατέταται τῷ πατρί, ὡς μηδ’ αἰσθέσθαι τῶν τῆς βασιλείας ἡδέων, εἴποτε αὐτῷ γένηται, διὰ γῆρας ἤδη αὐτῷ ἐπικείμενον· καὶ ἄλλα δὲ πλείω καὶ τοῦ πατρὸς καθαπτόμενα αἱ γυναῖκες ἔλεγον. τούτοις ἤδη καταγνοὺς Ἀντιπάτρου ὁ βασιλεὺς ἀφαιρεῖται μὲν τὴν ἐκείνου μητέρα τὴν Δωρίδα τὸν περὶ αὐτὴν πάντα κόσμον ταλάντων ὄντα πολλῶν, αὐτὴν δὲ ἀποπέμπεται.
PG 134:273μάλιστα δ’ ἐξώτρυνε κατὰ τοῦ υἱοῦ τὸν Ἡρώδην ἐπίτροπος ἐκείνου Ἀντίπατρος, ἄλλα τε κατειπὼν ἐν τῷ βασανίζεσθαι καὶ ὅτι φάρμακον δοίη Φερώρᾳ, ἐντειλάμενος δοῦναι αὐτὸ τῷ πατρὶ παρὰ τὴν ἀποδημίαν αὐτοῦ, ἵν’ εἴη ἀνύποπτος μὴ παρών, καὶ τοῦτο τὸν Φερώραν φυλάσσειν δοῦναι τῇ γυναικί. ἡ γυνὴ δὲ ὡμολόγει, καὶ ἀπιοῦσα κομίσαι τὸ φάρμακον ἐκ τοῦ τέγους ἔρριψεν ἑαυτήν, οὐ μὴν ἐτελεύτησε. καὶ ἀνακτηθεῖσαν ἠρώτα πάλιν ὁ βασιλεύς· ἡ δὲ ὤμοσε πάντα ἐρεῖν ὡς ἐπέπρακτο. καὶ λαβεῖν ἔφη τὸ φάρμακον παρὰ τοῦ ἀνδρός, ἡτοιμασμένον ἐπ’ αὐτὸν τὸν πατέρα ὑπ’ Ἀντιπάτρου. νοσήσαντος δὲ Φερώρα, ἐπεὶ ἐλθὼν αὐτὸς ἐθεράπευε τὸν ἀδελφόν, ὁρῶν σου τὴν εὔνοιαν ἐκεῖνος πρὸς ἐμέ ἔφη κόμισον, ὦ γύναι, τὸ φάρμακον, καὶ κατάκαυσον ἐπ’ ὄψει ἐμῇ. κἀγὼ αὐτίκα ὡς ἐκεῖνος ἐνετέλλετο ἔπραττον, τὸ μὲν πλεῖστον πυρὶ παραδοῦσα, ἑαυτῇ δ’ ὑπολειπομένη ὀλίγον, ἵν’ αὐτῷ χρησαίμην, εἰ μεταστάντος Φερώρα κακά μοι παρὰ σοῦ ἀπαντᾷ. παρῆγε δὲ εἰς τὸ μέσον τὴν πυξίδα τε καὶ τὸ φάρμακον. κατηγορεῖτο δὲ καὶ ἡ τοῦ βασιλέως γυνή, ἡ τοῦ ἀρχιερέως θυγάτηρ, ὡς συνίστωρ ἁπάντων·
ἣν αὐτίκα ἐξέβαλε, καὶ τὸν υἱὸν αὐτῆς ἀπήλειψε τῶν διαθηκῶν, εἰς τὸ βασιλεῦσαι μεμνημένων ἐκείνου. καὶ τὸν πενθερὸν Σίμωνα τὸν τοῦ Βοηθοῦ τὴν ἀρχιερωσύνην ἀφείλετο, ἕτερον δὲ καθιστᾷ τὸν τοῦ Θεοφίλου Ματθίαν. Ἐν τούτῳ δὲ ἀπελεύθερος Ἀντιπάτρου Βάθυλος ἀπὸ Ῥώμης παρῆν φάρμακον κομίζων τῇ τοῦ Ἀντιπάτρου μητρὶ καὶ Φερώρᾳ· ὃς ἐξεταζόμενος ἔλεγε πεμφθῆναι αὐτό, ἵν’ εἰ μὴ τὸ πρότερον ἅπτοιτο τοῦ πατρός, τούτῳ γοῦν κατεργασθείη. ἐπεφέρετο δὲ καὶ γράμματα παρὰ τῶν ἐν Ῥώμῃ τῷ Ἡρώδῃ φίλων, κατηγορίαν ποιούμενα Ἀρχελάου καὶ Φιλίππου, ἐν Ῥώμῃ διαγόντων ἐπὶ μαθήμασιν, ὡς τάχα τὸν πατέρα κατηγορούντων ἐπὶ τῷ φόνῳ τῶν ἀδελφῶν, καὶ δεδοικότων καὶ περὶ ἑαυτοῖς. ταῦτα δὲ μεγάλων μισθῶν τῷ Ἀντιπάτρῳ ἐπράττετο. Ἡρώδης δ’ ἐπικρυψάμενος τὴν ὀργὴν ἐκέλευε μὴ βραδύνειν· καὶ τῇ μητρὶ αὐτοῦ μέμψεις ἐπάγων, ἐπηγγέλλετο ἀναθήσεσθαι ταύτας αὐτῷ, ὁπότε ἀφίκοιτο. τούτοις τοῖς γράμμασι περὶ Κιλικίαν ἐνέτυχεν. ἐν Τάραντι δὲ τὴν Φερώρου μαθὼν τελευτὴν δεινῶς ἤνεγκεν, οὐ δι’ εὔνοιαν, ἀλλ’ ὅτι μὴ φθάσας, ὡς ὑπέσχετο, τὸν Ἡρώδην ἀναιρῆσαι, ἀπέθανε.
καταχθεὶς δὲ εἰς τὸν λεγόμενον Σεβαστὸν λιμένα, ἐπ’ ὀνόματι τοῦ Καίσαρος οὕτω καλούμενον, ἐν προύπτοις ἦν ἤδη τοῖς κακοῖς, μή τινος αὐτῷ προσιόντος μήτε προσαγορεύοντος. παρῆν δ’ ἐν Ἱεροσολύμοις, Οὐάρου τοῦ τῆς Συρίας ἡγεμονεύοντος συνεδρεύοντος Ἡρώδῃ, κληθέντος ἐπὶ συμβουλῇ περὶ τῶν ἐνεστηκότων. καὶ εἰσῄει τὰ βασίλεια πορφυρίδα ἔτι φορῶν. οἱ γοῦν ἐπὶ ταῖς θύραις δέχονται μὲν τὸν Ἀντίπατρον, τοὺς δὲ φίλους ἀνείργουσιν. ἐθορυβεῖτο δὲ ἤδη κατανοῶν οἷ ἐληλύθει, ἐπεὶ καὶ ὁ πατὴρ αὐτὸν ἀσπάσασθαι προσιόντα ἀπώσατο, ἀδελφοκτόνον τε καλῶν καὶ ἐπίβουλον αὐτοῦ τῇ ζωῇ, ἀκροατήν τε τούτων καὶ δικαστὴν ἔσεσθαι τὴν αὔριον τὸν Οὔαρον ἔλεγε. καὶ ὁ μὲν ἐπὶ τοιούτοις κακοῖς ᾤχετο, ὑπαντῶσι δ’ αὐτῷ ἥ τε μήτηρ καὶ ἡ γυνή, αὕτη δὲ ἦν παῖς Ἀντιγόνου τοῦ πρὸ Ἡρώδου βασιλεύσαντος· παρ’ ὧν ἅπαντα ἐκμαθὼν πρὸς τὸν ἀγῶνα παρεσκευάζετο.
PG 134:274τῇ δ’ ἑξῆς συνήδρευον Ἡρώδης καὶ Οὔαρος, συνῆλθον δὲ καὶ οἱ ἀμφοῖν φίλοι καὶ οἱ συγγενεῖς Ἡρώδου καὶ οἱ μηνυταὶ τῶν Ἀντιπάτρῳ μελετωμένων καὶ δοῦλοι μητρῷοι τοῦ Ἀντιπάτρου, ἐπιστολὴν φέροντες αὐτῆς μὴ ἐπανήκειν, ὡς πάντων τῷ πατρὶ ἐκπύστων γενομένων, μόνην τε ἂν καταφυγὴν αὐτῷ λείπεσθαι Καίσαρα καὶ τὸ μὴ γενέσθαι τῷ πατρὶ ὑποχείριον. Ἀντιπάτρου δὲ προσπεσόντος τῷ πατρὶ καὶ δεομένου ἀκροάσασθαι αὐτοῦ καὶ οὕτω ψηφίσασθαι, τοῦτον μὲν εἰς μέσον ἀπάγειν ἐκέλευσεν, αὐτὸς δὲ ὠλοφύρατο τὴν τῶν παίδων διάθεσιν καὶ ὅτι τὸ γῆρας αὐτοῦ περιέστηκεν εἰς Ἀντίπατρον, τεθηπέναι τε ἔλεγεν ὅπως Ἀντίπατρος ἐπὶ τοιαῦτα χωρήσειε, διάδοχος μὲν τῆς ἀρχῆς γεγραμμένος, ζῶντος δ’ αὐτοῦ τὰ πάντα δυνάμενος, καὶ ἀντὶ τούτων πρὸς τὸν αὐτοῦ φόνον ἐρεθίζων τοὺς συγγενεῖς. ταῦθ’ ἅμα λέγων εἰς δάκρυα τρέπεται. καὶ Νικόλαος ὁ Δαμασκηνὸς τοῦ βασιλέως ἐπιτρέψαντος κατηγόρει τοῦ Ἀντιπάτρου, πάντα ἑξῆς διηγούμενος. πολλοὶ δὲ καὶ ἄλλοι κατ’ Ἀντιπάτρου αὐτεπάγγελτοι ἔλεγον. Οὔαρος δὲ Νικολάου παυσαμένου τῶν λόγων ἐκέλευε τὸν Ἀντίπατρον ἀπολογεῖσθαι.
ὁ δ’ ἐπὶ στόμα ἔκειτο ἀνατετραμμένος, τὸν θεὸν ἐπικαλούμενος ἐπιμαρτυρῆσαι αὐτῷ μηδὲν ἀδικεῖν. ὡς δ’ οὐδὲν παρ’ Ἀντιπάτρου ἐλέγετο πλὴν τῆς ἀνακλήσεως τοῦ θεοῦ, τὸ φάρμακον εἰς τὸ μέσον ἐνεχθῆναι ἐκέλευσε. καὶ κομισθέντος, τῶν ἐπὶ θανάτῳ τις ἑαλωκότων πίνειν κεκέλευστο, καὶ πιὼν εὐθὺς ἔθανε. καὶ Οὔαρος ἐξαναστὰς ἀπῄει τοῦ συνεδρίου, Ἡρώδης δὲ αὐτίκα ἔδησε τὸν Ἀντίπατρον, καὶ εἰς Ῥώμην ὡς Καίσαρα γράμματα πέμπει περὶ αὐτοῦ. Ἑάλω δὲ τότε καὶ ἐπιστόλιον ὑπ’ Ἀντιφίλου σταλὲν πρὸς Ἀντίπατρον, φράζον ἔπεμψά σοι τὴν παρὰ Ἀκμῆς ἐπιστολήν, μὴ φεισάμενος τῆς ἐμῆς ψυχῆς. οἶσθα γὰρ ὅτι αὖθις κινδυνεύω ὑπὸ δύο οἰκιῶν, εἰ γνωσθείην. σὺ δ’ εὐτυχοίης περὶ τὸ πρᾶγμα. ὁ δὲ βασιλεὺς καὶ τὴν ἑτέραν ἐζήτει ἐπιστολήν. καὶ ὁ τοῦ Ἀντιφίλου δοῦλος μὴ λαβεῖν ἑτέραν ἀπισχυρίζετο. ἰδὼν δέ τις τὸν ἐντὸς τοῦ δούλου χιτῶνα ὑπερραμμένον, εἴκασεν ἐκεῖ κεκρύφθαι τὸ γραμμάτιον· καὶ εἶχεν οὕτως. λαμβάνουσιν οὖν τὴν ἐπιστολὴν δηλοῦσαν ὡς Ἀκμὴ Ἀντιπάτρῳ.
PG 134:275ἔγραψα τῷ πατρί σου οἵαν ἤθελες ἐπιστολήν, καὶ ἀντίγραφον ποιήσασα τῆς πρὸς τὴν ἐμὴν κυρίαν ὡς παρὰ Σαλώμης ἐσταλμένης, ἔπεμψα, ὃ ἐπελθὼν οἶδα ὡς τιμωρήσεται Σαλώμην. ἡ δὲ πρὸς Ἡρώδην ἐπιστολὴ τοιάδε ἦν ἔργον ἐγὼ ποιουμένη μηδέν σε λανθάνειν τῶν κατὰ σοῦ γινομένων, εὑροῦσα ἐπιστολὴν Σαλώμης πρὸς τὴν ἐμὴν κυρίαν κατὰ σοῦ, τὸ ἀντίγραφόν σοι αὐτῆς ἔστειλα, ἐπικινδύνως ἐμοί, ὠφελίμως δὲ σοί. ἦν δὲ ἡ Ἀκμὴ Ἰουδαία τὸ γένος, ἐδούλευε δὲ Ἰουλίᾳ τῇ Καίσαρος γυναικί, καὶ ἔπρασσε ταῦτα χρήμασι πολλοῖς ὠνηθεῖσα ὑπ’ Ἀντιπάτρου. Ἡρώδης δὲ ὥρμησε μὲν εὐθὺς ἀνελεῖν τὸν Ἀντίπατρον ὡς κύκηθρον μεγάλων πραγμάτων, ἐξώτρυνε δὲ αὐτὸν ἡ Σαλώμη στερνοτυπουμένη καὶ κτείνειν αὐτὴν ἀξιοῦσα, εἰ εὕροι πίστιν τινὰ ἐπὶ τοῖς κατ’ αὐτῆς ἀξιόχρεων, κατασχὼν δ’ ἑαυτὸν μετεπέμψατο τὸν υἱόν, κελεύων ἀντειπεῖν μηδὲν ὑπιδόμενον. ὁ δὲ Ἀντιφίλῳ τὴν πάντων αἰτίαν ἀνετίθει. Ἡρώδης δ’ αὖθις γράμματα πρὸς Καίσαρα ἔστειλεν ἐπὶ κατηγορίᾳ τοῦ Ἀντιπάτρου, δηλοῦντα καὶ ὅσα ἡ Ἀκμὴ συγκακουργήσασα εὕρητο· ἔστειλε δὲ καὶ τῶν ἐκείνης ἐπιστολῶν τὰ ἀντίγραφα.
Εἰς νόσον δὲ μεταξὺ ὁ βασιλεὺς ἐμπεσὼν διαθήκας γράφει, τῷ νεωτάτῳ τῶν υἱῶν τὴν βασιλείαν διδούς, μίσει τῷ πρὸς Ἀρχέλαον καὶ Φίλιππον ἐκ τῶν Ἀντιπάτρου διαβολῶν. ἀπεγνωκὼς δὲ βιῶναι ἔτι περὶ ἔτος ὢν ἑβδομηκοστὸν ἐξηγρίωτο· αἴτιον δ’ ἦν ὅτι καταφρονεῖσθαι ἐδόκει καὶ ἥδεσθαι πάντας ἐπὶ τοῖς αὐτοῦ δυστυχήμασιν. εἰς τοῦτο δ’ ἐκ τοιοῦδε παρώρμητο. πολλὰ παρὰ τὸν νόμον Ἡρώδῃ πεποίητο, ὧν ἓν ἦν καὶ ὁ παρὰ τὸν μέγαν τοῦ ναοῦ πυλῶνα ἀνατεθεὶς χρυσοῦς ἀετός. κωλύει δὲ ὁ νόμος εἰκόνων ἀναθέσεις ἢ ζῴων ἐπιτηδεύεσθαι. τοῦτον τὸν ἀετὸν Ἰούδας καὶ Ματθίας Ἰουδαίων λογιώτατοι καὶ δήμῳ προσφιλεῖς διὰ παιδείαν τῶν νεωτέρων ἐκέλευον κατασπᾶν. κἂν γάρ τινι κίνδυνος διὰ τοῦτο γένηται, ἔλεγον, μακάριός ἐστιν ἐκεῖνος ὑπὲρ τῶν νόμων θανούμενος. τοιούτοις οὖν λόγοις ἐπαλειφόντων τὴν νεότητα, γίνεται λόγος τεθνάναι τὸν βασιλέα. καὶ αὐτίκα μεσούσης ἡμέρας κατέσπων τὸν ἀετὸν καὶ συνέκοπτον τοῖς πελέκεσι. συλλαμβάνονται τοίνυν καὶ τῶν νέων πολλοὶ καὶ Ἰούδας καὶ Ματθίας οἱ τοῦ τολμήματος εἰσηγηταὶ καὶ ἀλεῖπται τῶν τοῦτο ἐργασαμένων, καὶ ἀνήχθησαν πρὸς Ἡρώδην.
ὁ δὲ ἤρετο εἰ ἐτόλμησαν καθελεῖν αὐτοῦ τὸ ἀνάθημα. καὶ οἱ ἄνδρες πέπρακται εἶπον, καὶ θαυμάζειν οὐ χρὴ εἰ τῶν σῶν δογμάτων τοὺς νόμους οὓς Μωυσῆς ἡμῖν καταλέλοιπεν ἐκ θεοῦ διδαχθεὶς προτιμώμεθα. τοὺς μὲν οὖν δεδεμένους ἔπεμψεν εἰς Ἱεριχώ, καλέσας δὲ τοὺς ἐν τέλει τῶν Ἰουδαίων, κατακεκλιμένος ἐν κλινιδίῳ τῶν εἰς αὐτοὺς εὐποιιῶν ἀνεμίμνησκε καὶ τῆς δομήσεως τοῦ ναοῦ, καὶ κατεβόα ὅτι καὶ ἔτι ζῶντα ἐξυβρίζοιεν καθαιροῦντες τὰ αὐτοῦ ἀναθήματα, ὡς δοκεῖν μὲν αὐτὸν ὑβρίζειν, κατὰ δέ γε τὸ ἀληθὲς ἱεροσυλεῖν. οἱ δὲ δεδιότες τὴν ἐκείνου ὠμότητα, τοὺς τοῦτο τολμήσαντας ἀξίους εἶναι κολάσεως ἔφασκον. καὶ ὁ βασιλεὺς τοῖς μὲν ἄλλοις πρᾳότερον προσεφέρετο, Ματθίαν δὲ τὸν ἀρχιερέα τὴν τιμὴν ἀφελόμενος, ἕτερον εἰς τὸ ἱερᾶσθαι κατέστησεν, Ἰώζαρον ἀδελφὸν γυναικὸς ἰδίας· Ματθίαν δὲ τὸν τὴν στάσιν ἐγείραντα καί τινας τῶν στασιαστῶν κατέκαυσε ζῶντας. Ἡ μέντοι νόσος ἐπὶ μᾶλλον ἐκείνῳ ἐνεπικραίνετο, δίκην ὧν παρηνόμησε τίνοντι.
PG 134:276πῦρ γὰρ μαλθακὸν τὰ ἐντὸς ἐκάκου αὐτοῦ, καὶ τῶν ἐντέρων ἦσαν ἑλκώσεις, καὶ μάλιστα τοῦ κώλου ἀλγήματα, καὶ φλέγμα περὶ τοὺς πόδας ὑγρόν τε καὶ διαυγές, τοῦ ἤτρου τε κάκωσις καὶ τοῦ αἰδοίου σῆψις γεννῶσα σκώληκας, καὶ ἐπὶ τούτοις ὀρθόπνοια τῇ τε ἀποφορᾷ ἀηδὴς καὶ τῷ τοῦ ἄσθματος συνεχεῖ, καὶ σπασμοὶ περὶ πᾶν μέλος αὐτοῦ ἐγίνοντο. ὁ δὲ καὶ οὕτω κακῶς διακείμενος ἐν ἐλπίδι ζωῆς ἦν, οὐδὲ ἀποτετραμμένοις κεχρῆσθαι ἀπαναινόμενος. περάσας δὲ καὶ τὸν Ἰορδάνην τοῖς κατὰ Καλλιρρόην ἐχρῆτο θερμοῖς, ἃ σὺν τῇ λοιπῇ ἀρετῇ τυγχάνει καὶ πότιμα. ἔνθα εἰς πύελον ἐλαίου πλέων παρὰ τῶν ἰατρῶν ἐμβληθεὶς ἔδοξεν ἐκλιπεῖν. ἀνενεγκὼν δὲ εἰς Ἱεριχοῦντα κεκόμιστο, ἔνθα μέλαινα αὐτὸν ἐπὶ πᾶσιν ᾕρει χολή. Τελευτῶν δὲ ἀνοσίαν πρᾶξιν ἐπινοεῖ.
προστάγματι γὰρ αὐτοῦ ἐκ παντὸς τοῦ ἔθνους τῶν ἐντιμοτέρων ἀφικομένων ἐκεῖ, συγκλείσας πάντας ἐν τῷ ἱπποδρόμῳ τῇ ἀδελφῇ Σαλώμῃ καὶ τῷ ἀνδρὶ αὐτῆς Ἀλεξᾷ ἐνετέλλετο, ἐπὰν αὐτὸς ἀφῇ τὴν ψυχήν, τοὺς καθειργμένους ἅπαντας ἀνελεῖν, ἵνα μὴ ἐφήδοιντό μου λέγων οἱ δῆμοι τῇ τελευτῇ, μηδ’ ἐπικροτοῖεν, ἀλλ’ ἑκάστων θρηνούντων τοὺς ἑαυτῶν οὕτως καὶ αὐτὸς δόξω θρηνεῖσθαι καὶ πολλοῖς ἡ ἔξοδός μου τιμηθείη τοῖς δάκρυσι. καὶ ὁ μὲν ἐπέσκηπτε ταῦτα δακρύων καὶ ποτνιώμενος, οἱ δὲ μὴ παραβήσεσθαι τὴν ἐντολὴν ἐπηγγέλλοντο. Ἐν τούτοις γράμματα ὑπὸ τῶν ἐν Ῥώμῃ ἀπεσταλμένα κεκόμιστο, τήν τε Ἀκμὴν ἀνῃρημένην δηλοῦντα καὶ τὰ περὶ τὸν Ἀντίπατρον τῇ τοῦ πατρὸς γνώμῃ ἀνατιθέμενα. τούτων ἀκούσας Ἡρώδης ἥσθη καὶ βραχύ τι ἀνήνεγκε. τῶν δ’ ἀλγηδόνων εἰς μέγα ἠρμένων ἀπείχετο μὲν σιτίων, μῆλον δ’ αἰτήσας καὶ μάχαιραν γνώμης ἦν ἑαυτὸν ἀναιρήσων. καὶ πέπραχεν ἂν τὸ ἐνθύμημα, εἰ μή τις αὐτοῦ προγνοὺς κατέσχε τὴν δεξιάν. καὶ μέγα ἀνακραγόντος οἰμωγή τε ἦν καὶ θόρυβος μέγας ὡς οἰχομένου τοῦ βασιλέως. καὶ ὁ Ἀντίπατρος ὡς ἤδη θανόντος ἀνεθάρσησε, καὶ τῷ δεσμοφύλακι ἀφεῖναι αὐτὸν ἠξίου μεγάλα ὑπιςχνούμενος.
PG 134:277ὁ δὲ τῷ βασιλεῖ γνωρίζει τὴν ἐκείνου διάνοιαν. καὶ ὃς ἀνεβόησέ τε καὶ πέμπει τινὰς τοὺς αὐτίκα κτενοῦντας αὐτόν. μεταποιεῖ δὲ αὖθις τὰς διαθήκας, Ἀντίπᾳ μὲν τετραρχίαν διδοὺς Γαλιλαίαν τε καὶ Περαίαν, Ἀρχελάῳ δ’ ἀπονέμων τὴν βασιλείαν, τὴν δὲ Γαυλανῖτιν καὶ Τραχωνῖτιν καὶ Βαταναίαν καὶ Πανεάδα Φιλίππῳ παιδὶ μὲν αὐτοῦ, Ἀρχελάου δὲ ἀδελφῷ γνησίῳ τετραρχίαν ἀποκληρῶν, Ἰάμνειαν δὲ καὶ Ἄζωτον καὶ Φασαηλίδα Σαλώμῃ τῇ ἀδελφῇ χαριζόμενος. ταῦτα πράξας, καὶ Καίσαρι καὶ τῇ ἐκείνου γαμετῇ Ἰουλίᾳ δωρεὰς πολυταλάντους καταλιπών, ἡμέρᾳ πέμπτῃ μεθὸ Ἀντίπατρον κτείνειε τελευτᾷ, βασιλεύσας μεθὸ μὲν ἀνεῖλεν Ἀντίγονον ἔτη τέσσαρα καὶ τριάκοντα, μεθὸ δ’ ὑπὸ Ῥωμαίων ἀποδέδεικτο βασιλεὺς ἑπτὰ καὶ τριάκοντα. Σαλώμη δὲ καὶ Ἀλεξᾶς, πρὶν ἔκπυστον γενέσθαι τὸν αὐτοῦ θάνατον, τοὺς ἐν τῷ ἱπποδρόμῳ κατακεκλεισμένους ἐκπέμπουσι, λέγοντες τὸν βασιλέα κελεύειν ἀπιοῦσιν αὐτοῖς ἐπὶ τοὺς ἀγροὺς νέμεσθαι τὰ οἰκεῖα. καὶ μεγίστη αὕτη εὐεργεσία παρ’ αὐτῶν εἰς τὸ ἔθνος ἐγένετο. εἶτα ὁ θάνατος τοῦ βασιλέως δεδημοσίευτο, καὶ αἱ διαθῆκαι ἀνεγινώσκοντο, τὴν βασιλείαν ἀποκληροῦσαι τῷ υἱῷ Ἀρχελάῳ.
Πτολεμαῖος δὲ τὸν σημαντῆρα τοῦ βασιλέως πεπιστευμένος δακτύλιον οὐκ ἄλλως ἔλεγε κυροῦσθαι τὰς διαθήκας ἢ διὰ Καίσαρος. βοὴ δὲ ἦν εὐθὺς εὐφημούντων Ἀρχέλαον βασιλέα. καὶ ἐπὶ τούτοις ἡ τοῦ βασιλέως ἐκφορὰ ἐτελεῖτο πολυτελῶς. Καὶ Ἡρώδης μὲν οὕτως ἀπέτισε τὸ χρεών, Ἀρχέλαος δὲ εἰς τὸ ἱερὸν ἀνελθὼν καὶ εὐφημηθεὶς ἐπὶ θρόνου τε καθίσας χρυσοῦ ἐδεξιοῦτο τὸ πλῆθος. τοῦ μέντοι στρατεύματος καὶ τὸ διάδημα περιτιθέντος αὐτῷ, οὐκ ἐδέξατο, εἰ μὴ πρότερον Καῖσαρ τὰς πατρικὰς διαθήκας ἐπικυρώσειε· καὶ θύσας ἐπ’ εὐωχίαν ἐτράπετο. Συνελθόντες οὖν τῶν Ἰουδαίων τινὲς Ματθίαν καὶ τοὺς σὺν αὐτῷ κολασθέντας ὑπὸ Ἡρώδου διὰ τὴν τοῦ χρυσοῦ ἀετοῦ κατάσπασιν ὠλοφύροντο, ἐπὶ μέγα τὴν οἰμωγὴν αἴροντες· συνόδου τε αὐτοῖς γενομένης ἠξίουν τοὺς ὑφ’ Ἡρώδου τιμωμένους κολάσαντα τὸν Ἀρχέλαον ἐκδικῆσαι τοὺς τεθνεῶτας, καὶ πρὸ τῶν ἄλλων τὸν ἀρχιερέα παῦσαι, ἕτερον δὲ καταστήσασθαι νομιμώτερον. τούτοις Ἀρχέλαος καίπερ ἀχθόμενος τὴν ὁρμὴν αὐτῶν ἐπέχων ἐπένευε· καὶ τὸν στρατηγὸν τῷ πλήθει διαλεξόμενον ἔστειλεν, ὡς οὐ νῦν τούτων καιρός, ἀλλ’ ὅταν αὐτῷ ἡ ἀρχὴ βεβαιωθῇ ἐπινεύσει τοῦ Καίσαρος.
οἱ δὲ βοῶντες καὶ θορυβοῦντες οὐκ εἴων λέγειν τὸν στρατηγόν, οὐδέ του ἄλλου ἠνείχοντο ἐπὶ σωφρονισμῷ καὶ ἀποτροπῇ τῶν στάσεων ὡρμημένου λέγειν αὐτοῖς. ἄρτι δὲ τῆς τῶν ἀζύμων ἑορτῆς ἐνεστηκυίας, καὶ πλήθους πάντοθεν συρρεύσαντος εἰς τὸ ἱερόν, ἐπὶ μέγα τὴν στάσιν ἐξᾶραι προεθυμοῦντο. ὃ δείσας Ἀρχέλαος χιλίαρχον μετὰ σπείρας ἐξέπεμψε τὴν ὁρμὴν καταστελοῦντα τοῦ δήμου τοῦ στασιάζοντος. καὶ οἱ στασιασταὶ παραχρῆμα ἐπὶ τοὺς στρατιώτας ὡρμήκασι καὶ κατέλευσαν τοὺς πλείστους αὐτῶν, ὀλίγοι δέ τινες καὶ ὁ χιλίαρχος τραυματίαι διέφυγον. Ἀρχέλαος δὲ συνιδὼν ὡς εἰ μὴ τὸ τῆς πληθύος ὅρμημα κωλυθῇ, εἰς μέγα κακὸν τὰ τῆς στάσεως ἀποβήσεται, ἐκπέμπει πᾶν τὸ στρατόπεδον· καὶ εἰς μὲν τρισχιλίους ἀνῃρέθησαν, οἱ δέ γε λοιποὶ ἐπὶ τὰ ὄρη διεσκεδάσθησαν. καὶ κήρυγμα γέγονε πάντας ἀναχωρεῖν ἐπὶ τὰ οἰκεῖα· οἱ δὲ τὴν ἑορτὴν λιπόντες ἀπῄεσαν. Ἀρχέλαος δὲ ἐπὶ Ῥώμην ἐξέπλει σὺν τῇ μητρί, Φιλίππῳ τῷ ἀδελφῷ πιστεύσας τὰ πράγματα· συνεξῄει δὲ αὐτῷ καὶ Σαλώμη ἡ ἀδελφὴ Ἡρώδου.
PG 134:278καὶ Ἀντίπας δὲ ὁ Ἡρώδου υἱὸς ἑτέρωθεν ἐπὶ Ῥώμην ὥρμητο, καὶ αὐτὸς τῆς βασιλείας ἀντιληψόμενος, ὡς ἐν προτέραις διαθήκαις καταγεγραμμένης αὐτῷ· ἐπτέρου δὲ τοῦτον πρὸς τὰς ἐλπίδας Σαλώμη. ἐπεὶ δὲ εἰς Ῥώμην ἀφίκοντο καὶ παρέστησαν Καίσαρι, οἱ μὲν ὑπὲρ Ἀρχελάου τοὺς λόγους πεποίηντο, οἱ δὲ ὑπὲρ Ἀντίπα, τοῦ Ἀρχελάου κατηγοροῦντες. Καῖσαρ δὲ μᾶλλον ὑπὲρ Ἀρχελάου ῥοπὴν ἐδείκνυ. Ἐν τούτοις δὲ ἀγγέλλεται Καίσαρι τὸ τῶν Ἰουδαίων ἔθνος στασιάσαν καὶ τοὺς ἐκεῖ Ῥωμαίους πολιορκοῦν. κατὰ γὰρ τὴν τῆς πεντηκοστῆς ἑορτὴν μυριάδων πολλῶν συναθροισθεισῶν πανταχόθεν, ὑπ’ αὐτῶν οἱ Ῥωμαῖοι συγκατεκλείσθησαν καὶ αὐτὸς Σαβῖνος· στρατηγὸς δὲ ἦν οὗτος Ῥωμαίων. καὶ μάχη ἦν καρτερά, καὶ οἱ Ῥωμαῖοι ἐκράτουν. περιοδεύσαντες οὖν οἱ Ἰουδαῖοι ἐπὶ τὰς στοὰς ἀνῆλθον τὰς ἔξω τοῦ ἱεροῦ, κἀντεύθεν ἐξ ὑπερδεξίων βάλλοντες μεγάλα ἔβλαπτον τοὺς Ῥωμαίους. οἱ δὲ πῦρ ταῖς στοαῖς ἐνιᾶσι καὶ τοῦτο ὑπέτρεφον ὕλαις ἐγείρειν φλόγα πεφυκυίαις·
καὶ ταχὺ ἥπτετο τοῦ ὀρόφου, καὶ οἱ ἐπὶ τῶν στοῶν οἱ μὲν τῷ ὀρόφῳ καταρρηγνυμένῳ συγκατεφέροντο, τοὺς δὲ περισταδὸν ἔβαλλον οἱ πολέμιοι, οἱ δὲ εἰς τὸ πῦρ ἐνίεσαν ἑαυτούς, οἱ δὲ τοῖς ἑαυτῶν ἐκτείνοντο ξίφεσιν, ἐσώθη τε τῶν ἐν ταῖς στοαῖς ἀνελθόντων οὐδ’ ὁστισοῦν. καὶ οἱ Ῥωμαῖοι ἐκράτουν τοῦ ἱεροῦ θησαυροῦ, καὶ πολλὰ μὲν ὑπὸ τῶν στρατιωτῶν διήρπαστο, Σαβῖνος δὲ εἰς τὸ φανερὸν τετρακόσια περιέσωσε τάλαντα. οἵ γε μὴν περιλελειμμένοι τῶν μαχομένων τὸ βασίλειον περισχόντες πῦρ αὐτῷ ἐμβαλεῖν ἠπείλουν καὶ ἅπαντας κτεῖναι, εἰ δ’ ἀπίοιεν, ἄδειαν τοῖς Ῥωμαίοις ἐπηγγέλλοντο καὶ Σαβίνῳ· καὶ πολλοὶ τῶν βασιλικῶν πρὸς αὐτοὺς ηὐτομόλησαν. Ῥοῦφος δὲ καὶ Γράτος, τρισχιλίους τοῦ Ἡρώδου στρατεύματος ἔχοντες ἄνδρας ἐρρωμένους τοῖς σώμασι, Ῥωμαίοις προστίθενται. Ἰουδαῖοι δὲ οὐ μεθίεντο τῆς πολιορκίας, καὶ ὁ Σαβῖνος ἐκαρτέρει πολιορκούμενος. Ἐπὶ τούτοις καὶ ἕτεροι θόρυβοι τὴν Ἰουδαίαν κατέλαβον.
PG 134:279Ἰούδας γὰρ Ἐζεκίου τοῦ ἀρχιλῃστοῦ υἱὸς τοῦ ὑφ’ Ἡρώδου μεγάλοις ληφθέντος πόνοις, συστησάμενος πλῆθος τῷ περὶ Σέπφωριν τῆς Γαλιλαίας ἐπέδραμε βασιλείῳ, καὶ τῶν ἐκεῖ κρατήσας ὅπλων ὥπλισε τοὺς περὶ αὐτόν, φοβερός τε ἅπασιν ἦν. ἀλλὰ καὶ Σίμων, δοῦλος μὲν Ἡρώδου τοῦ βασιλέως, ἀνὴρ δ’ εὐπρεπὴς καὶ μεγέθει καὶ ῥώμῃ σώματος προύχων, ἀρθεὶς τῇ ταραχῇ τῶν πραγμάτων ἐτόλμησε περιθέσθαι διάδημα. καὶ πλήθους συστάντος περὶ αὐτόν, βασιλεὺς καὶ αὐτὸς ἀναρρηθεὶς τὸ ἐν Ἱεριχοῦντι βασίλειον πίμπρησι, καὶ ἄλλους δὲ τῶν βασιλικῶν οἴκων, διαρπάσας τὰ ἐν αὐτοῖς. ἀλλὰ τούτῳ Γράτος μάχην συνάψας τό τε πολὺ τοῦ μετ’ αὐτοῦ πλήθους διέφθειρε καὶ αὐτοῦ τοῦ Σίμωνος τὴν κεφαλὴν κρατήσας ἀπέτεμε. καὶ ἄλλοι δὲ στασιασταὶ κατὰ τὸν καιρὸν ἐκεῖνον ἐγένοντο, κακοῦντες καὶ Ῥωμαίους καὶ τοὺς βασιλικούς. Οὔαρος δ’ ἐν Συρίᾳ μαθὼν τὰ κατὰ τὸν Σαβῖνον, ἠπείγετο τοῖς ἐν Ἰουδαίᾳ πολιορκουμένοις ἀλέξασθαι. ἀθροισθείσης δὲ ἐν Πτολεμαί̈δι τῆς αὐτοῦ δυνάμεως πάσης, μέρος τι ταύτης τῷ υἱῷ παραδοὺς Γαλιλαίους ἐξέπεμψε πολεμεῖν· ὃς συμβαλὼν ἐκείνοις ἐκράτησεν.
Οὔαρος δὲ τῷ λοιπῷ τοῦ στρατεύματος προσιὼν εἰς Ἱεροσόλυμα, εἰς δειλίαν τοὺς πολιορκοῦντας τῶν Ἰουδαίων ἐνέβαλε· καὶ λιπόντες τὴν πολιορκίαν ἡμίεργον ᾤχοντο. Οὐάρου δὲ τοῖς Ἱεροσολυμίταις ἐγκαλοῦντος διὰ τὸν πόλεμον, ἐκεῖνοι τὴν τοῦ πλήθους σύνοδον διὰ τὴν ἑορτὴν ἔλεγον γεγονέναι, τὸν δὲ πόλεμον παρὰ τῶν ἐπηλύδων. καὶ ὁ Οὔαρος πέμψας κατὰ τὴν χώραν ἐπεζήτει τοὺς αἰτίους τῆς στάσεως, καὶ εὑρὼν ἐνίους ἐκόλασε· δισχίλιοι γὰρ ἐσταυρώθησαν. καὶ ἕτεροι δὲ περὶ μυρίους Οὐάρῳ κατ’ αὐτῶν ὡρμηκότι παρέδωκαν ἑαυτούς· ὁ δὲ πρὸς Καίσαρα πέμπει τοὺς ἡγεμόνας αὐτῶν· Καῖσαρ δὲ μόνους ἐκόλασεν ὅσοι συγγενεῖς ὄντες Ἡρώδου συνεστρατεύοντο τοῖς στασιασταῖς. Εἰς δὲ Ῥώμην ἐξ Ἰουδαίας πρέσβεις ἀφίκοντο, καὶ τοῦ Καίσαρος συστησαμένου συνέδριον οἱ πρέςβεις συνισταμένους ἔχοντες τῶν ἐπὶ Ῥώμης Ἰουδαίων περὶ ὀκτακισχιλίους αὐτονομίαν ᾔτουν. καὶ ἐπὶ κατηγορίαν τῶν Ἡρώδου τρέπονται παρανομημάτων· οὐ γὰρ βασιλέα, τύραννον δ’ ἐκεῖνον ἐκάλουν. πολλῶν γὰρ πολλάκις κακώσεων τῷ ἔθνει ἔφησαν συμβεβηκυιῶν οὐδεμίαν ἐξισοῦσθαι ταῖς αὐτῷ ἐπενηνεγμέναις παρ’ ἐκείνου κακώσεσιν.
οἰόμενοι οὖν πάντα τῆς βασιλείας κρατήσοντα Ἡρώδου ἔσεσθαι μετριώτερον, ἀσμένως τὸν Ἀρχέλαον προσειπεῖν βασιλέα. ὁ δὲ δείσας μὴ ὥσπερ οὐχ Ἡρώδου νομίζοιτο παῖς, εἰ τοῖς Ἰουδαίοις ἠπιώτερος φαίνοιτο, τρισχιλίων ἀνδρῶν κατὰ τὸ τέμενος σφαγὴν ἐποιήσατο, καὶ ταῦτα μηδέπω σοῦ, Καῖσαρ, τὴν ἀρχὴν αὐτῷ βεβαιώσαντος. καὶ ταῦτα λέγοντες ἠξίουν βασιλείας καὶ τοιῶνδε ἀρχῶν ἀπηλλάχθαι, προσθήκην δὲ γεγονέναι Συρίας καὶ τοῖς ἐκεῖ στελλομένοις Ῥωμαίων στρατηγοῖς ὑποκεῖσθαι. Οἱ μὲν οὖν ταῦτα ᾐτοῦντο, οἱ δὲ περὶ τὸν Ἀρχέλαον ἀπολογούμενοι τούς τε βασιλεῖς, τὸν πατέρα λέγω καὶ τὸν υἱόν, τῶν ἐγκλημάτων ἀπέλυον, καὶ Ἰουδαίοις ἐπενεκάλουν στάσεις καὶ νεωτερισμούς. ὁ μέντοι Καῖσαρ βασιλέα μὲν οὐκ ἀποδείκνυσι τὸν Ἀρχέλαον, τὸ δ’ ἥμισυ δίδωσι τῆς πατρικῆς ἀρχῆς, ἐπαγγελλόμενος ὀνομάσειν καὶ βασιλέα αὐτόν, εἰ καλῶς ἄρχοι· ἦν δὲ ὁ τῆς αὐτῷ νεμηθείσης χώρας δασμὸς ὁ ἐτήσιος ἑξακόσια τάλαντα. τὴν δ’ ἑτέραν ἡμίσειαν μοῖραν διχῇ διελὼν Ἀντίπᾳ καὶ Φιλίππῳ παισὶν ἑτέροις Ἡρώδου διένειμε·
PG 134:280καὶ τῷ μὲν Ἀντίπᾳ ἡ νεμηθεῖσα χώρα εἰσφορὰν ἐποιεῖτο διακόσια τάλαντα, Φιλίππῳ δὲ ἡ παραδοθεῖσα μερὶς ἑκατὸν εἰσέφερε τάλαντα. τῇ δὲ Σαλώμῃ ἐφ’ οἷς ὁ Ἡρώδης κατέλιπε καὶ τὸ ἐν Ἀσκάλωνι βασίλειον δίδωσιν· ἐκ πάντων δ’ εἰσήγετο ταύτῃ δασμὸς ἑξήκοντα τάλαντα. Καὶ ταῦτα μὲν οὕτως διῴκητο· νεανίας δέ τις Ἰουδαῖος εἰσῴκισεν ἑαυτὸν εἰς τὴν Ἡρώδου συγγένειαν, ἐπεὶ τὴν μορφὴν ὡμοίωτο Ἀλεξάνδρῳ τῷ ἀνῃρημένῳ Ἡρώδου υἱῷ. καί τινα παραλαβὼν ὁμόφυλον ἄνδρα πονηρόν τε καὶ συγχέαι δυνάμενον πράγματα, Ἀλέξανδρον ὠνόμαζεν ἑαυτὸν τὸν Ἡρώδου υἱόν, ὡς ὑπό τινων τῶν ἀνελεῖν ἄμφω τοὺς ἀδελφοὺς ἐσταλμένων ἄλλων ἀνῃρημένων, αὐτῶν δὲ περισωθέντων καὶ διακεκλεμμένων. καὶ λόγοις τοιούτοις ἠπάτα τοὺς ἐντυγχάνοντας, κἀντεῦθεν πλεῖστα συναγαγὼν χρήματα εἰς Ῥώμην ἠπείγετο. Καῖσαρ δὲ ἠπίστει μὲν ῥᾳδίως ἀπατηθῆναι Ἡρώδην, ἀγαγὼν δ’ εἰς ὄψιν αὐτὸν τὸν ψευδαλέξανδρον οὐκ ἠπάτητο. τὸ μὲν γὰρ εἶδος εἶχεν ἐμφερὲς πρὸς τὸν Ἡρώδου Ἀλέξανδρον, ὑπ’ αὐτουργίας δ’ ἐτετρύχωτο, καὶ πρὸς τὸ σκληρότερον αὐτῷ ἐπεφύκει τὸ σῶμα, ἀλλ’ οὐχ ὡς τὸ ἐκείνου ὑπὸ τρυφῆς μεμαλάκιστο.
ἐξήταζεν οὖν ὁ Καῖσαρ περὶ Ἀριστοβούλου ποῖ ἂν εἴη· φαμένου δ’ ἐκείνου ἐν Κύπρῳ καταλελεῖφθαι, ἵν’ εἴ τι περὶ ἐμὲ συμβαίη δεινόν, μὴ πάντῃ τὸ τῆς Μαριὰμ ἐπιλίπῃ γένος, κατὰ μόνας ὁ Καῖσαρ τὸν ψευδαλέξανδρον ἀπολαβὼν τἀληθὲς ἐρεῖν αὐτῷ προετρέπετο ἐπὶ μισθῷ τοῦ τυχεῖν σωτηρίας. ὁ δὲ ἐκφαίνει τῷ Καίσαρι τὸ σκαιώρημα. ὁ Καῖσαρ δὲ ἐρρωμένον αὐτὸν πρὸς αὐτουργίαν ὁρῶν, τοῖς ἐρέταις συνέταξε· τὸν δ’ ἐπὶ τούτοις ἐκείνῳ συμπνέοντα ἔκτεινεν. Ἀρχέλαος δὲ τὴν ἐθναρχίαν παραλαβὼν ἀφαιρεῖται τὴν ἀρχιερωσύνην ἐξ Ἰωαζάρου τοῦ Βοηθοῦ, καὶ ἀντικαθίστησιν Ἐλεάζαρ τὸν ἐκείνου ἀδελφόν. καὶ Γλαφύραν ἄγεται πρὸς γάμον τὴν Ἀρχελάου παῖδα, Ἀλεξάνδρου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ γαμετήν, ἀφ’ οὗ καὶ τέκνα ἦν αὐτῇ, ἀπειρημένου τῷ νόμῳ ἀδελφῶν ἄγεσθαι γυναῖκας παῖδας ἐκ τῶν τεθνεώτων ἐχούσας. καὶ τὸν Ἐλεάζαρ δὲ μετὰ μικρὸν ἐκβαλὼν Ἰησοῦν ἀντεισήγαγε τὸν παῖδα Σεέ. ἀνύων δ’ ἔτος ἐν τῇ ἀρχῇ δέκατον κατηγορήθη παρὰ Καίσαρι πρὸς τῶν ὑπηκόων ὡς ὠμῶς καὶ τὸ ὅλον τυραννικῶς κεχρημένος τοῖς πράγμασιν.
PG 134:281ὁ τοίνυν Καῖσαρ μετακαλεῖται ταχέως αὐτόν, καὶ ἀκροασάμενος τῶν κατηγόρων κἀκείνου, ἐκείνου μὲν φυγαδείαν καταψηφίζεται, τὰ δὲ χρήματα ἀπηνέγκατο. Ὀνείρῳ δὲ τὸ μέλλον ἐδηλώθη τῷ Ἀρχελάῳ. ἐδόκει γὰρ ἀστάχυας ὁρᾶν δέκα ἀκμαίους καὶ πλήρεις σίτου βιβρωσκομένους ὑπὸ βοῶν. ἄλλοι μὲν οὖν ἄλλως ἐξηγοῦντο τὸν ὄνειρον, Σίμων δὲ τὸ γένος Ἐσσαῖος μεταβολὴν πραγμάτων ἔλεγε φέρειν Ἀρχελάῳ τὴν ὄψιν, οὐ μέντοι ἐπ’ ἀγαθῷ. τοὺς μὲν γὰρ βόας κακοπαθείας σύμβολον εἶναι, ζῷα ἐπ’ ἔργοις ταλαιπωρούμενα καὶ δηλωτικὰ πραγμάτων μεταβολῆς ὅτι δι’ αὐτῶν ἀρουμένη ἡ γῆ οὐκ ἐᾶται μένειν ἀκίνητος, τοὺς δὲ δέκα στάχυας σημαίνειν ἐτῶν ἀριθμόν· περιόδῳ γὰρ ἐνιαυτοῦ πληροῦσθαι τούτους καὶ ἀπαρτίζεσθαι θέρος, καὶ τὸν τῆς ἡγεμονίας χρόνον ἐξήκειν τῷ Ἀρχελάῳ. Καὶ τῇ γυναικὶ δὲ τοῦ Ἀρχελάου Γλαφύρᾳ ὄνειρος τεθέαται ἕτερος. αὕτη γάρ, ὡς ἱστόρηται, Ἀλεξάνδρῳ πρότερον συνῴκει Ἀρχελάου ὁμαίμονι· ἀναιρεθέντος δ’ ἐκείνου Ἰόβᾳ τῷ Λιβύων γεγάμητο βασιλεῖ· κἀκείνου δὲ τὴν ζωὴν μεταλλάξαντος Ἀρχελάῳ γίνεται τὴν συνοικοῦσαν αὐτῷ Μαριὰμ ἀποπεμψαμένῳ, καὶ ταῦτα παῖδας ἐξ Ἀλεξάνδρου ἔχουσα.
ἐδόκει γοῦν ἡ γυνὴ τὸν Ἀλέξανδρον αὐτῇ ἐπιστάντα μέμφεσθαί τε αὐτῇ καὶ λέγειν Γλαφύρα, ἀληθεύειν ἄρα τὸν λόγον ἀπέδειξας ὃς ἀπίστους εἶναι τὰς γυναῖκας τοῖς ἀνδράσι φησί. παρθένος γάρ μοι συνοικήσασα, καὶ παῖδας γεννήσασα ἐξ ἐμοῦ, λήθῃ τῶν ἐμῶν ἐρώτων δευτέροις γάμοις ὡμίλησας· καὶ οὐδ’ οὕτως σοι κόρος τῆς εἰς ἡμᾶς ἐγένετο ὕβρεως, ἀλλὰ καὶ τρίτον σαυτῇ νυμφίον παρακατέκλινας, καὶ ταῦτα ἐμὸν ἀδελφόν. ἀλλ’ ἐγώ σε αὖθις ἐμὴν ποιησάμενος τῆς ἐπὶ τούτῳ ἀπαλλάξω αἰσχύνης. ταῦτα διηγησαμένη πρὸς τὰς συνήθεις τῶν γυναικῶν μετὰ μικρὸν τελευτᾷ. Ἡ δὲ Ἀρχελάῳ ὑπήκοος χώρα τῇ Συρίᾳ προσενεμήθη. ἐπέμφθη δὲ καὶ Κυρήνιος ἀπογραψόμενος τὴν Συρίαν καὶ αὐτὴν Ἰουδαίαν προσθήκην ἐκείνης γεγενημένην. Ἰουδαῖοι δέ, καίπερ πρότερον καὶ μέχρις ἀκοῆς τὴν ἀπογραφὴν δυσχεραίνοντες, τότε τοῦ ἀρχιερέως Ἰωαζάρου πείσαντος αὐτοὺς ἐνέδοσαν. Γαυλανίτης δέ τις ἀνήρ, Σαδὼκ Φαρισαῖον προσεταιρισάμενος, πολέμων καὶ λῃστηρίων τὸ ἔθνος ἐνέπλησαν, λέγοντες οὐδὲν ἕτερον εἶναι τὴν τῶν οὐσιῶν ἀποτίμησιν ἢ δουλείαν ἄντικρυς·
καὶ ἐδόκουν μὲν ἐπὶ διορθώσει τῶν κοινῶν κεκινῆσθαι, τῇ δ’ ἀληθείᾳ δι’ οἰκείων ἔσπευδον κερδῶν ἀφορμάς. ἐξ ὧν στάσεις ἐφύησαν καὶ φόνος πολλῶν καὶ αὐτῶν τῶν πρώτων ἀνδρῶν, ὁ μὲν ἐμφυλίοις σφαγαῖς, ὁ δὲ τῶν πολεμίων, λιμός τε καὶ πόλεων ἁλώσεις καὶ κατασκαφαὶ καὶ τοῦ ἱεροῦ ἐμπρησμός. Τριῶν γὰρ οὐσῶν ἐκ παλαιοῦ τοῖς Ἰουδαίοις φιλοσοφίας ὁδῶν, ὡς καὶ πρόσθεν εἴρηται, τῆς τῶν Ἐσσηνῶν, τῆς τῶν Φαρισαίων, καὶ τῆς τῶν Σαδδουκαίων, τετάρτη αὕτη ἐπείσακτος παρὰ Σαδὼκ καὶ Ἰούδα κεκαίνισται. οἱ μὲν γὰρ Φαρισαῖοι εὐτελῶς διαιτῶνται, οὐδ’ ἐπικλίνονται πρὸς τὸ μαλακώτερον, περί τε τὴν τῶν νομίμων φυλακήν εἰσιν ἀκριβεῖς, καὶ τοῖς ἐν γήρᾳ παραχωροῦσι τιμῆς, οὐδ’ ἀντιλέγουσι θρασέως τοῖς παρ’ ἐκείνων εἰσηγουμένοις. εἱμαρμένην τε δογματίζοντες καὶ τοῖς ἀνθρώποις διδόασι μὴ εἴκειν ταῖς ταύτης ὁρμαῖς μετὰ σπουδῆς ἀντιπράττουσιν. ἀθανασίαν τε ταῖς ψυχαῖς ἀπονέμουσι, καὶ δικαιώσεις ὑποχθονίους τῶν βεβιωμένων δοξάζουσι. δι’ ἃ τοῖς τε δήμοις εἰσὶ πιθανώτατοι καὶ ἐν εὐχαῖς καὶ ποιήσεσιν ἱερῶν ἐκείνοις χρῶνται ἐξηγηταῖς.
PG 134:282Σαδδουκαῖοι δὲ θνητὰς δοξάζουσι τὰς ψυχάς, καὶ ταύτας τοῖς σώμασι συνδιαφθείρεσθαι λέγουσι. καὶ ἡ τῶν νόμων αὐτοῖς οὐ παρατηρεῖται παράβασις, καὶ τὸ πρὸς τοὺς γεραιτέρους καὶ τοὺς διδασκάλους αὐτοὺς ἀντιλέγειν ἀρετὴν οἴονται. εἰ δέ τινες αὐτῶν εἰς ἀρχὰς ἔλθοιεν, προσχωροῦσι τοῖς τῶν Φαρισαίων λόγοις καὶ ἄκοντες· οὐ γὰρ ἄλλως ἀνεκτοὶ δοκοῦσι τοῖς πλήθεσιν. Ἐσσηνοὶ δὲ ἐπὶ θεῷ τὰ πάντα πεποίηνται· ἀθανάτους ἥγηνται τὰς ψυχάς· τοῦ δικαίου ἀντέχονται. ἀναθήματα μὲν εἰς τὸ ἱερὸν στέλλουσιν, οὐ μήν γε καὶ θύουσι, διαφερόμενοι τοῖς ἄλλοις περὶ ἁγνισμῶν· διὸ καὶ εἰργόμενοι τοῦ κοινοῦ τεμενίσματος, ἐφ’ ἑαυτῶν θύουσι. καὶ ἐπὶ πόνους γεωργικοὺς τρέπονται. κοινὰ τὰ χρήματα ἔχουσιν· ὅθεν οὐδέν τι πλέον ὁ πλούσιος τῶν οἰκείων ἀπολαύει παρὰ τὸν πάνυ πενέστατον. καὶ οὔτε γαμετὰς εἰσάγονται οὔτε δούλους κτῶνται, τὸ μὲν ἀδικίαν οἰόμενοι, τὴν δὲ τῶν γυναικῶν ἐπεισαγωγὴν στάσεως ἀφορμήν· καθ’ ἑαυτοὺς δὲ βιοῦντες ἀλλήλοις ὑπηρετοῦσι. καὶ ἀποδέκτας τῶν τῆς γῆς καρπῶν καὶ τῶν ἄλλοθεν κομιζομένων αὐτοῖς προχειρίζονται.
Ἡ δὲ τετάρτη, ἧς ὁ Γαλιλαῖος Ἰούδας γέγονεν ἡγεμών, τὰ μὲν ἄλλα τοῖς Φαρισαίοις ὁμογνώμων ἐστί, τῆς δ’ ἐλευθερίας αὐτῇ δριμὺς ἔρως ἐντέτηκεν, ἧς οἱ τρόφιμοι μόνον ἡγεμόνα καὶ δεσπότην τὸν θεὸν ὀνομάζουσιν, ἀνθρώπῳ τῶν ὀνομάτων τούτων μεταδιδόναι μὴ ἀνεχόμενοι, ἀλλὰ καὶ θανάτους καὶ τιμωρίας ποικίλας τε καὶ δεινὰς ὑφίστασθαι μὴ ἀπαναινόμενοι, ἵνα μὴ τῆς σφετέρας ἐκσταῖεν ἐνστάσεως. Ἐντεῦθεν οὖν ἤρξατο τὸ τῶν Ἰουδαίων ἔθνος νοσεῖν ἐξ ἀνοίας ἀπόνοιαν, Γεσσίου Φλώρου τοῦ ἡγεμόνος εἰς ταύτην αὐτοὺς ἐρεθίσαντος ὕβρεσιν. ὁ μέντοι Κυρήνιος, τῆς ἀπογραφῆς καὶ τῶν ἀποτιμήσεων περαιωθεισῶν, αἳ ἐγένοντο ἐν ἔτει τριακοστῷ καὶ ἑβδόμῳ μετὰ τὴν ἐν Ἀκτίῳ ἧτταν τοῦ Ἀντωνίου ὑπὸ τοῦ Καίσαρος, Ἰωάζαρον τὸν ἀρχιερέα καταστασιασθέντα ὑπὸ τοῦ πλήθους ἀφελόμενος τὴν τιμήν, Ἄνναν τὸν Σεθὶ ἀρχιερέα καθίστησι. Κυρηνίου δὲ εἰς Ῥώμην ἀπάραντος Κοπώνιος τὴν Ἰουδαίαν διεῖπε. τούτῳ δὲ διάδοχος γίνεται Μάρκος Ἀμβιβοῦχος. καὶ τὸν Μάρκον Ῥοῦφος διαδέχεται Ἄννινος.
PG 134:283ἐφ’ οὗ δὴ τελευτᾷ Καῖσαρ αὐτοκράτωρ Ῥωμαίων, ἄρξας ἔτη ἑπτὰ καὶ πεντήκοντα μῆνάς τε ἓξ ἐφ’ ἡμέραιν δυοῖν, ἀφ’ ὧν τεσσαρεσκαίδεκα ἔτη αὐτῷ συνῆρξεν Ἀντώνιος, ὡς εἶναι τὸν τῆς μοναρχίας αὐτοῦ χρόνον ἐνιαυτοὺς τεσσαράκοντα πρὸς τρισί, κατὰ δέ τινας τέςσαρσιν. ἐβίω δὲ ἔτη ἑβδομήκοντα καὶ ἑπτά. Ἡ δὲ μοναρχία μετήνεκτο εἰς Τιβέριον τῆς τοῦ Καίσαρος γυναικὸς Ἰουλίας υἱόν. ὑφ’ οὗ Γράτος Οὐαλλέριος εἰς Ἰουδαίαν ἔσταλτο ἡγεμών· ὃς παύσας τὸν Ἄνναν τῆς ἀρχιερωσύνης Ἰσμαὴλ ἀποδείκνυσι τὸν τοῦ Φαβί, καὶ τοῦτον δὲ μεταστήσας μετ’ οὐ πολὺ Ἐλεάζαρ τῷ τοῦ Ἄννα υἱῷ ἀπονέμει τὴν τοῦ ἱερᾶσθαι τιμήν, καὶ μετ’ ἐνιαυτὸν ἀντεισάγει Σίμωνα τὸν Καμίθου. καὶ τούτῳ τὸν ἴσον χρόνον ἱερασαμένῳ Ἰωσὴφ ὁ Καϊάφας διάδοχος ἦν. Καὶ Γράτος ἐπὶ ἕνδεκα ἔτη τῆς Ἰουδαίας ἄρξας, καὶ ταῦτα πράξας, εἰς Ῥώμην ὑπανεχώρησε· Πόντιος δ’ ἧκε Πιλάτος τὴν ἡγεμονίαν ἀναδεξάμενος. ὁ δὲ τετράρχης Ἡρώδης φίλος τῷ Τιβερίῳ χρηματίζων πρὸ τῆς ἀρχῆς, οἰκοδομεῖ μετὰ τὴν μοναρχίαν πόλιν αὐτῷ ἐπώνυμον ἐν τῇ Γαλιλαίᾳ ἐπὶ τῇ λίμνῃ Γεννησαρέτ, Τιβεριάδα καλέσας αὐτήν.
Πιλάτος δὲ στρατιὰν ἐκ Καισαρείας μεθιδρύσας χειμαδιοῦσαν ἐν Ἱεροσολύμοις, σημαίας εἰς τὴν πόλιν ὑπὸ νύκτα εἰσήγαγεν εἰκόνας ἐχούσας Καίσαρος, ἀπαγορεύοντος Ἰουδαίοις τοῦ νόμου εἰκόνας ἔχειν. ἐπεὶ δ’ ἐγνώσθη τὸ πεπραγμένον, πλῆθος ὥρμησεν εἰς Καισάρειαν αἰτούμενον τὴν τῶν εἰκόνων μετάθεσιν, καὶ πενθημέρους ἱκετείας διὰ τοῦτο πεποίηντο. μὴ συγχωροῦντος δὲ Πιλάτου, ὡς ἐντεῦθεν δῆθεν ὑβριζομένου τοῦ Καίσαρος, ἐπεὶ τὸ πλῆθος οὐκ ἀνίει δεόμενον, κατὰ τὴν ἕκτην ἡμέραν περιστήσας στρατιώτας ἐνόπλους σφίσιν ἠπείλει θάνατον, εἰ μὴ παύσοιντο θορυβεῖν. οἱ δὲ πρηνεῖς καταβαλόντες ἑαυτοὺς σὺν ἡδονῇ δέξασθαι τὸν θάνατον ἔλεγον. καὶ θαυμάσας Πιλάτος τὸ γενναῖον αὐτῶν καὶ πρόθυμον ἐπὶ τηρήσει τῶν νόμων, παραχρῆμα τὰς εἰκόνας ἐπανεκόμισεν εἰς Καισάρειαν. Ὑδάτων δ’ εἰσαγωγὴν ποιούμενος εἰς Ἱεροσόλυμα τὰ ἱερὰ πρὸς ταύτην ἀνήλισκε χρήματα. συνελθόντες οὖν πολλοὶ κατεβόων Πιλάτου, παύσασθαι ἀξιοῦντες, τινὲς δὲ καὶ λοιδορίαις ἐκέχρηντο κατ’ αὐτοῦ.
ὁ δὲ στολαῖς Ἰουδαϊκαῖς πλῆθος στρατιωτῶν κεχρημένον σκυτάλας τε ὑπὸ ταῖς στολαῖς ἔχον περιελθεῖν κύκλῳ τῶν θορυβούντων ἐκέλευσε, καὶ οὕτως ἀναχωρεῖν τοῖς Ἰουδαίοις ἐπέταττεν. ὡς δ’ ἤρξαντο λοιδορεῖν, τοῖς στρατιώταις δίδωσι σύνθημα· οἱ δὲ πληγαῖς τοὺς θορυβοῦντας ἐκόλαζον. ἐκεῖνοι δὲ ἄοπλοι ὄντες καὶ πληττόμενοι οὐδὲν ἐνδόσιμον ἐφρόνουν, ἀλλὰ πολλοὶ μὲν ἔπιπτον, οἱ δ’ ἄλλοι τραυματίαι ἀπῄεσαν. Κατὰ τοῦτον τὸν καιρὸν καὶ ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς Χριστὸς ἐν Ἰουδαίᾳ ἐφάνη, περὶ οὗ ταῦτα κατὰ λέξιν φησὶν ὁ Ἰώσηπος ἐν τῷ ὀκτωκαιδεκάτῳ λόγῳ τῆς Ἀρχαιολογίας. γίνεται δὴ κατὰ τοῦτον τὸν χρόνον Ἰησοῦς, σοφὸς ἀνήρ, εἴγε ἄνδρα αὐτὸν λέγειν χρή· ἦν γὰρ παραδόξων ἔργων ποιητής, διδάσκαλος ἀνθρώπων τῶν σὺν ἡδονῇ τἀληθῆ δεχομένων· καὶ πολλοὺς μὲν Ἰουδαίους, πολλοὺς δὲ καὶ τοῦ Ἑλληνικοῦ ἐπηγάγετο. ὁ Χριστὸς οὗτος ἦν. καὶ αὐτὸν ἐνδείξει τῶν πρώτων ἀνδρῶν παρ’ ἡμῖν σταυρῷ ἐπιτετιμηκότος Πιλάτου, οὐκ ἐπαύσαντο οἱ τὸ πρῶτον αὐτὸν ἀγαπήσαντες. ἐφάνη γὰρ αὐτοῖς τρίτην ἔχων ἡμέραν πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτά τε καὶ ἄλλα μυρία περὶ αὐτοῦ θαυμάσια εἰρηκότων.
PG 134:284εἰσέτι νῦν τῶν Χριστιανῶν ἀπὸ τοῦδε ὠνομασμένων οὐκ ἐπέλιπε τὸ φῦλον. Καὶ ταῦτα μὲν ἀρχαιολογῶν ὁ Ἰώσηπος ἔγραψε περὶ τοῦ Χριστοῦ· ἐν δὲ τῷ πρὸς Ἕλληνας αὐτοῦ λόγῳ, ὃς κατὰ Πλάτωνος ἐπιγέγραπται περὶ τῆς τοῦ παντὸς αἰτίας, οὗ καὶ ὁ ἅγιος Ἰωάννης ὁ Δαμασκηνὸς μνείαν πεποίηται ἐν τῇ πονηθείσῃ αὐτῷ βίβλῳ τῇ καλουμένῃ Παράλληλα, ταῦτά φησι. πάντες γὰρ δίκαιοί τε καὶ ἄδικοι ἐνώπιον τοῦ θεοῦ λόγου ἀχθήσονται. τούτῳ γὰρ ὁ πατὴρ τὴν κρίσιν δέδωκε, καὶ αὐτὸς βουλὴν πατρὸς ἐπιτελῶν κριτὴς παραγίνεται, ὃν Χριστὸν προσαγορεύομεν. οὐδὲ γὰρ Μίνως καὶ Ῥαδάμανθυς κριταὶ καθ’ ὑμᾶς, Ἕλληνες, ἀλλ’ ὃν ὁ θεὸς καὶ πατὴρ ἐδόξασε· περὶ οὗ ἐν ἑτέροις λεπτομερέστερον διεληλύθαμεν πρὸς τοὺς ζητοῦντας τὴν ἀλήθειαν. οὗτος τὴν πατρὸς ἑκάστῳ δικαιοκρισίαν ποιούμενος, πᾶσι κατὰ τὰ ἔργα παρασκευάσει τὸ δίκαιον. οὗ κρίσει παραστάντες πάντες ἄνθρωποί τε καὶ ἄγγελοι καὶ δαίμονες μίαν ἀποφθέγξονται φωνὴν οὕτω λέγοντες, δικαία σου ἡ κρίσις.
ἧς φωνῆς τὸ ἀνταπόδομα ἐπ’ ἀμφοτέροις ἐπάγει τὸ δίκαιον, τοῖς μὲν εὖ πράξασι δικαίως τὴν ἀί̈διον ἀπόλαυσιν παρασχόντος, τοῖς δὲ τῶν φαύλων ἐρασταῖς τὴν αἰώνιον κόλασιν ἀπονείμαντος. καὶ τούτοις μὲν τὸ πῦρ ἄσβεστον διαμένει καὶ ἀτελεύτητον, σκώληξ δέ τις ἔμπυρος μὴ τελευτῶν μηδὲ σῶμα διαφθείρων, ἀπαύστῳ δ’ ὀδύνῃ ἐκ σώματος ἐκβράσσων παραμένει. καὶ ἄλλα δ’ ἐπὶ τούτοις φησίν. Οὕτω μὲν οὖν περὶ Χριστοῦ γέγραφεν ὁ Ἰώσηπος. ἐν δὲ Ῥώμῃ τότε Παυλῖνά τις ἦν καὶ γένους περιφανείᾳ καὶ τρόπων σεμνυνομένη χρηστότητι καὶ πλούτου περιττῶς ἔχουσα· οὖσα δὲ καὶ τὴν ὄψιν χαρίεσσα καὶ τῆς ἡλικίας ἐν ᾗ γυναῖκες ἀγάλλονται, σωφροσύνῃ κεκόσμητο. συνῴκει δὲ Σατορνίνῳ, ἀνδρὶ μηδὲν αὐτῆς εἰς ἕκαστον τῶν καλῶν ἀποδέοντι. ταύτης ἑάλω τῷ ἔρωτι Δέκιος Μοῦνδος, ἐν ἀξιώματι ὢν μεγάλῳ τῶν τότε ἱππέων, καὶ ἐπείρα δώροις· εἴκοσι γὰρ μυριάδας δραχμῶν Ἀττικῶν εὐνῆς ἐδίδου μιᾶς. ἡ δὲ οὐκ ἠνείχετο. κἀκεῖνος ἐξῆπτο πλέον εἰς ἔρωτα, ὥστε βρώσεως ἀποχῇ ἑαυτῷ μνηστεύεσθαι θάνατον. ἦν δὲ τούτῳ ἀπελευθέρα πατρῴα Ἴδη καλουμένη, παντοίων ἴδρις κακῶν.
PG 134:285αὕτη οὕτως ἔχοντα τὸν νεανίαν ὁρῶσα ἀναθαρσύνει λόγοις καὶ ἀναζωπυρεῖ ὑποσχέσεσι, πέντε μυριάδων αὐτῇ δεήσειν λέγουσα μόνων ὥστε τὴν πρᾶξιν αὐτῷ κατεργάσασθαι. καὶ λαβοῦσα τὸ αἰτηθὲν ἀργύριον, ἐπεὶ οὐχ ἁλωτὴν ἑώρα τὴν Παυλῖναν τοῖς χρήμασι, τῇ δὲ θεραπείᾳ τῆς Ἴσιδος, θεὸς δ’ αὕτη τοῖς Ῥωμαίοις τότε νενόμιστο, ᾔδει ταύτην προσκειμένην θερμότατα, πρόςεισι τῶν τῆς ψευδοῦς ἐκείνης θεοῦ ἱερέων τισί, καὶ χρήμασιν ἀναπείθει τὴν Παυλῖναν ἐξαπατῆσαι αἷς δύναιντο μηχαναῖς καὶ τῷ Μούνδῳ συγκατακλῖναι. οἱ δὲ θελχθέντες τοῖς χρήμασι τῇ πράξει ἐπέβαλον. καὶ αὐτῶν ὁ γεραίτατος πρὸς τὴν Παυλῖναν ἐλθών, καὶ ἰδίᾳ αὐτῇ ἐντυχών, ἔλεγεν ἥκειν πεμπτὸς ὑπὸ τοῦ Ἀννούβιδος, κελεύοντος τοῦ θεοῦ πρὸς αὐτὸν ἥκειν αὐτῆς ἐρῶντα. τῇ δὲ ὁ λόγος ἔδοξεν εὐκταιότατος, εἰ ἐρῷτο ὑπὸ θεοῦ· καὶ τῷ ἀνδρὶ κοινοῦται τὸ ἀγγελθέν, κἀκεῖνος συνεχώρει, τὴν σωφροσύνην γινώσκων τῆς γυναικός. ἀπῆλθεν οὖν εἰς τὸ τέμενος· καὶ ὡς ὕπνου καιρὸς ἦν, ἔνδον ἐν τῷ ναῷ τῇ γυναικὶ καθευδῆσαι ἡτοίμαστο, καὶ τὰ λύχνα κατέσβεστο. ὁ γοῦν Μοῦνδος, ἐκέκρυπτο γὰρ ἐκεῖ, παννύχιον ἐνεφορήθη αὐτῆς, ὡς Ἄννουβις αὐτῇ προςφερόμενος.
εἶτα ὁ μὲν ἀπῆλθεν, ἡ δὲ πρὸς τὸν ἄνδρα φοιτήσασα διηγεῖτο τὴν ἐπιφάνειαν τοῦ Ἀννούβιδος, καὶ πρὸς τὰς συνήθεις ἐνελαμπρύνετο ὡς ὁμιλίας ἀξιωθεῖσα θεοῦ. τρίτῃ δὲ μετὰ τὴν πρᾶξιν ἡμέρᾳ συναντήσας ὁ Μοῦνδος αὐτῇ Παυλῖνα, φησί, καὶ τὰς εἴκοσι μυριάδας ἔχω, καὶ σύ μοι τούτων διηκονήσω χωρίς. ἃ δὲ πρὸς Μοῦνδον ἐξύβριζες, τούτων οὐδέν μοι προσήπτετο, Ἄννουβιν ὄνομα θεμένῳ αὑτῷ. ἐκ τούτων εἰς ἔννοιαν ἐλθοῦσα τοῦ τολμήματος ἡ γυνὴ περιρρήγνυται τὴν στολήν, καὶ τῷ ἀνδρὶ ἐδήλου τὸ ἐπιβούλευμα· ὁ δὲ τῷ Τιβερίῳ προσῆλθε. καὶ ὁ αὐτοκράτωρ ἐξετάσας τὸ γεγονός, τοὺς μὲν ἱερεῖς ἀνεσταύρωσε καὶ τὴν Ἴδην, τόν τε ναὸν καθεῖλε, καὶ τὸ τῆς Ἴσιδος ἄγαλμα εἰς τὸν Θύβριν ποταμὸν κατεπόντισε, τὸν δὲ Μοῦνδον φυγῇ ἐδικαίωσε, συγγνώμην νείμας αὐτῷ ὥστε μὴ μεῖζον κολασθῆναι διὰ τὴν βίαν τοῦ ἔρωτος. Ἀλλὰ ταῦτα μὲν ἐν τῇ Ῥώμῃ ἐπέπρακτο, ἐν δὲ Σαμαρείᾳ συμβέβηκε θόρυβος. ἀνὴρ γάρ τις ἐκέλευε τοὺς Σαμαρεῖς ἐπὶ τὸ Γαριζὶν ὄρος αὐτῷ συνελθεῖν· ἁγνότατον δὲ τοῦτο αὐτοῖς ὑπείληπται τῶν ὀρῶν· καὶ ἀφικομένοις ἐπηγγέλλετο ἱερὰ σκεύη ἐμφανίσαι κατορωρυγμένα ἐκεῖ ὑπὸ Μωυσέως· οἱ δὲ ἠθροίζοντο καὶ ἐν ὅπλοις ἦσαν.
Πιλάτος δὲ στρατιώτας πέμψας τοὺς μὲν ἔκτεινε, τοὺς δὲ ἐτρέψατο εἰς φυγήν, καὶ τῶν ζωγρηθέντων τοὺς κορυφαίους διέφθειρεν. οἱ δὲ Σαμαρεῖς πρὸς Οὐιτέλλιον ἦλθον Συρίας ἡγεμονεύοντα, Πιλάτου κατηγοροῦντες ἐπὶ τῇ τῶν ὁμοφύλων σφαγῇ. καὶ Οὐιτέλλιος Μάρκελλον πέμψας τῶν Ἰουδαίων προνοησόμενον, ἐπὶ Ῥώμην ἀπιέναι τὸν Πιλάτον ἐκέλευεν ἐπὶ τοῦ αὐτοκράτορος ἀπολογησόμενον ἐφ’ οἷς ἐγκαλεῖται. καὶ ὁ μὲν ἀπῄει ἐπὶ δέκα ἔτεσιν ἡγεμονεύσας τῆς Ἰουδαίας, πρὶν δὲ τῇ Ῥώμῃ ἐγγίσαι αὐτόν, ἔφθη Τιβέριος μεταστάς. Οὐιτέλλιος δὲ εἰς Ἱεροσόλυμα ἐλθὼν τῆς τοῦ πάσχα ἑορτῆς τελουμένης ὑπεδέχθη μεγαλοπρεπῶς, καὶ τὰ τέλη τῶν γεωργουμένων καρπῶν τοῖς Ἱεροσολυμίταις ἀνίησι, καὶ τὴν στολὴν τοῦ ἀρχιερέως εἰς τὸ ἱερὸν συνεχώρησε κεῖσθαι καὶ παρὰ τοῖς ἱερεῦσιν εἶναι καθάπερ καὶ πρότερον· τότε δὲ ἐν τῇ Ἀντωνίᾳ ἀπέκειτο. τῶν γὰρ ἀρχιερέων τις, ὁ πρῶτος δηλαδὴ Ὑρκανός, ἔγγιστα τοῦ ἱεροῦ βᾶριν ἐγείρας, καὶ ἐν αὐτῇ διαιτώμενος, ἐκεῖ καὶ τὴν ἀρχιερατικὴν στολὴν αὐτῷ ἀνήκουσαν εἶχεν, ὡς ἀρχιερεῖ. τὰ αὐτὰ δὲ ἐκείνῳ καὶ τοῖς μετ’ ἐκεῖνον ἐπράσσετο.
PG 134:286Ἡρώδης δὲ τὴν βᾶριν ἐκείνην ἐπικατασκευάσας ἐπὶ τὸ πολυτελέστερον, φίλος ὢν Ἀντωνίου, ἐπὶ τῷ ἐκείνου ταύτην ὀνόματι μετωνόμασε· καὶ τὴν στολὴν ἐν αὐτῇ εὑρηκὼς κατεῖχεν ἐκεῖ. τοῦτο δ’ ἐποίει καὶ ὁ Ἀρχέλαος, καὶ μετ’ ἐκεῖνον οἱ Ῥωμαῖοι τὰ αὐτὰ ἐπὶ τῇ στολῇ ἔπραττον, ἀποκειμένῃ ἐκεῖ ὑπὸ σφραγῖσι τῶν ἱερέων καὶ τῶν γαζοφυλάκων. ἑορτῆς δ’ ἐφεστώσης ἀπεδίδοτο τοῖς ἀρχιερεῦσιν ὑπὸ τοῦ φρουράρχου, καὶ μετὰ μίαν τῆς ἑορτῆς ἡμέραν αὖθις ἐκεῖ ἀπετίθετο. Οὐιτέλλιος δὲ παραχωρεῖ τῆς στολῆς τῷ ἔθνει. τὸν δὲ ἀρχιερέα Ἰωσὴφ τὸν καὶ Καϊάφαν ἀφῃρηκὼς τὴν ἱερωσύνην, Ἰωνάθῃ δίδωσι ταύτην τῷ Ἄννα τοῦ ἀρχιερέως υἱῷ. Κατ’ ἐντολὰς δὲ Τιβερίου σπένδεται Οὐιτέλλιος Ἀρταβάνῳ τῷ Πάρθων βασιλεῖ, πέμψαντι τὸν υἱὸν Δαρεῖον μετὰ δώρων πολλῶν ὁμηρεύσοντα. παρὼν δ’ ἐν ταῖς σπονδαῖς καὶ ὁ τετράρχης Ἡρώδης ἐκπέμπει πρὸς Καίσαρα παραχρῆμα γράψας τὰ γεγονότα. εἶτα τοῦ Οὐιτελλίου περὶ τούτων ἐπιστείλαντος Τιβερίῳ, ἐκεῖνος ἀντέγραψε μαθεῖν πάντα παρὰ Ἡρώδου. τοῦτο εἰς ὀργὴν τὸν Οὐιτέλλιον κατὰ τοῦ Ἡρώδου κεκίνηκεν· ἐβυσσοδόμευε δὲ τὸν θυμόν, καὶ μετῆλθεν αὐτὸν Γαί̈ου κρατήσαντος.
Τότε καὶ Φίλιππος Ἡρώδου τούτου ὢν ἀδελφὸς τετελεύτηκεν, εἰκοστῷ ἐνιαυτῷ τῆς Τιβερίου ἀρχῆς, ἄρξας ἑπτὰ καὶ τριάκοντα ἔτη. ἦν δὲ τὸν τρόπον ἀπράγμων καὶ μέτριος τοῖς ἀρχομένοις, προόδους σὺν ὀλίγοις τῶν ἐπιλέκτων ποιούμενος· καὶ προϊόντι εἴ τις προσῄει δεόμενος βοηθείας, εὐθὺς αὐτῷ κατὰ τὸν τόπον τοῦ θρόνου τιθεμένου, εἵποντο γὰρ οἱ τοῦτον φέροντες, καθήμενος ἠκροᾶτο καὶ ἐποινηλάτει τοὺς ἀδικοῦντας καὶ τοὺς ἀδίκως αἰτιωμένους ἀπέλυε. τὴν δὲ ἀρχὴν ὁ Τιβέριος, παῖδες γὰρ Φιλίππῳ οὐκ ἦσαν, τῇ τῶν Σύρων ἐπαρχίᾳ προσέθετο. Ἡρώδης δὲ ὁ τετράρχης ἐπὶ Ῥώμην στελλόμενος κατέλυσεν ἐν Ἡρώδου τοῦ ἀδελφοῦ αὐτοῦ, ὃν ἡ τοῦ Σίμωνος τοῦ ἀρχιερέως θυγάτηρ τῷ βασιλεῖ Ἡρώδῃ ἐγείνατο. ἐρασθεὶς δὲ Ἡρωδιάδος τῆς τοῦ ἀδελφοῦ γυναικός, θυγατρὸς Ἀριστοβούλου τοῦ ἀδελφοῦ αὐτῶν, ἀδελφῆς δὲ τοῦ μεγάλου Ἀγρίππα, λόγους περὶ γάμων πρὸς αὐτὴν ἐποιήσατο. καὶ δεξαμένη συνέθετο μετοικίσασθαι πρὸς αὐτόν, εἰ τὴν Ἀρέτα θυγατέρα ἐκβάλοι. καὶ ὁ μὲν ἐπὶ Ῥώμην ἔπλει ἐπὶ τοιαύταις συνθήκαις·
PG 134:287ὡς δ’ ἐπανῆλθε, γνοῦσα ἡ γυνὴ αὐτοῦ, τοῦ δὲ Ἀρέτα θυγάτηρ, τὰς πρὸς Ἡρωδιάδα συνθήκας, ᾔτει πρὸς Μαχαιροῦντα πεμφθῆναι τὸ φρούριον· μεθόριον δὲ τοῦτο ἦν τῆς Ἀρέτα καὶ τῆς Ἡρώδου ἀρχῆς. καὶ ὁ Ἡρώδης ἐξέπεμψε, μὴ γινώσκων ὅ,τι ἐστὶν αὐτῇ τὸ βουλόμενον· ἡ δὲ ἐκεῖθεν πρὸς Ἀραβίαν πρὸς τὸν πατέρα ἐξώρμησε, καὶ τὴν Ἡρώδου διηγεῖτο γνώμην περὶ αὐτήν. κἀκεῖνος ἔσχε τοῦτο ἔχθρας ὑπόθεσιν· καὶ μάχη μέσον ἀμφοῖν συγκεκρότητο διὰ στρατηγῶν, καὶ οἱ Ἡρώδου ἡττήθησαν καὶ ἅπαν τὸ ἐκείνου στράτευμα πέπτωκε. ταῦτα διὰ γραφῆς Ἡρώδης μηνύει τῷ Τιβερίῳ· ὁ δὲ γράφει πρὸς Οὐιτέλλιον, πόλεμον πρὸς Ἀρέταν ποιήσασθαι καὶ ἢ ζωγρηθέντα δέσμιον ἀναπέμψαι εἰς Ῥώμην ἢ ἀνῃρημένου στεῖλαι τὴν κεφαλήν. Τισὶ δὲ ὑπὸ θεοῦ τὴν Ἡρώδου στρατιὰν ὀλέσθαι ἐδόκει, δίκας τιννύντος διὰ τὸν φόνον τοῦ προφήτου καὶ βαπτιστοῦ Ἰωάννου. ταῦτα γὰρ καὶ περὶ τούτου κατὰ λέξιν ὁ Ἰώσηπος ἔγραψε. κτείνει γὰρ τοῦτον Ἡρώδης ἀγαθὸν ἄνδρα καὶ τοὺς Ἰουδαίους κελεύοντα ἀρετὴν ἐπασκοῦντας καὶ τὰ πρὸς ἀλλήλους δικαιοσύνῃ καὶ τὰ πρὸς θεὸν εὐσεβείᾳ χρωμένους βαπτισμῷ συνιέναι· οὕτω γὰρ καὶ τὴν βάπτισιν αὐτῷ φανεῖσθαι ἀποδεκτήν.
δείσας δὲ Ἡρώδης τὸ ἐπὶ τοσοῦτον πιθανὸν αὐτοῦ τοῖς ἀνθρώποις μὴ ἐπὶ στάσει φέροι τινί, πάντα γὰρ ἐοίκασι συμβουλῇ τῇ ἐκείνου πράξοντες, πολὺ κρεῖττον ἡγεῖται, πρίν τι νεώτερον ἐξ αὐτοῦ γενέσθαι, προλαβὼν ἀνελεῖν, τοῦ μεταβολῆς γενομένης μὴ εἰς πράγματα ἐμπεσὼν μετανοεῖν. καὶ ὁ μὲν ὑποψίᾳ τοῦ Ἡρώδου δέσμιος εἰς Μαχαιροῦντα πεμφθεὶς ταύτῃ κτίννυται, τοῖς δὲ Ἰουδαίοις δόξαν ἐπὶ τιμωρίᾳ τῇ ἐκείνου τὸν ὄλεθρον τοῦ στρατοῦ γενέσθαι, τοῦ θεοῦ κακῶσαι Ἡρώδην θέλοντος. Οὐιτέλλιος δὲ πρὸς Ἀρέταν πολεμήσων ἠπείγετο. ὡρμημένῳ δὲ διὰ τῆς Ἰουδαίων διέρχεσθαι παρῃτοῦντο οἱ πρῶτοι αὐτῶν τὴν διὰ τῆς χώρας ὁδόν· οὐ γὰρ πάτριον εἶναι αὐτοῖς εἰκόνας φέρεσθαι διὰ τῆς χώρας αὐτῶν, πολλὰς δ’ ἐπικεῖσθαι ταῖς σημαίαις εἰκόνας. πεισθεὶς οὖν διὰ τοῦ μεγάλου πεδίου διεβίβαζε τὸ στρατόπεδον, αὐτὸς δὲ μετὰ Ἡρώδου εἰς Ἱεροσόλυμα ἀνῄει θύσων τῷ θεῷ. καὶ τρεῖς ἐπιμείνας ἡμέρας ἐκεῖ, Ἰωνάθην μὲν τῆς ἀρχιερωσύνης μεθίστησι, τὸν δὲ ἀδελφὸν αὐτοῦ Θεόφιλον ἐγκαθίστησιν εἰς αὐτήν.
τῇ τετάρτῃ δὲ γραμμάτων αὐτῷ κομισθέντων περὶ τῆς Τιβερίου τελευτῆς, ὥρκισε τὸ πλῆθος εὐνοεῖν τῷ Γαί̈ῳ, ἀνεκάλει δὲ καὶ τὸ στράτευμα. λέγεται δὲ καὶ τὸν Ἀρέταν οἰωνοσκοπησάμενον φάναι ἀμήχανον εἶναι τῷ στρατῷ πολεμῆσαι· τεθνήξεσθαι γὰρ τῶν ἡγεμόνων ἢ τὸν κελεύσαντα πολεμεῖν ἢ τὸν κελευσθέντα ἢ καθ’ οὗ τὸ κέλευσμα γέγονε. Καὶ Οὐιτέλλιος μὲν εἰς Ἀντιόχειαν ἀνεχώρησεν, Ἀγρίππας δὲ ὁ Ἀριστοβούλου υἱὸς ἐπὶ Ῥώμης ἔτυχεν ὢν τοῦ Τιβερίου θνήσκοντος. οὗτος γὰρ πρὸ μικροῦ τῆς Ἡρώδου τοῦ μεγάλου τοῦ πάππου αὐτοῦ τελευτῆς ἐν τῇ Ῥώμῃ τρεφόμενος συνήθης ἐγένετο Δρούσῳ τῷ Τιβερίου υἱῷ, καὶ Ἀντωνίᾳ τῇ Δρούσου τοῦ μεγάλου γυναικὶ γνωστὸς γέγονε, Βερνίκης τῆς αὐτοῦ μητρὸς τιμωμένης παρ’ αὐτῆς. μεγαλοπρεπὴς δὲ ὢν Ἀγρίππας καὶ δωρεῖσθαι πολυτελής, τῆς μητρὸς αὐτοῦ θανούσης τὰ μὲν τῶν χρημάτων εἰς ἑαυτὸν ἀνάλωσε πολυτελῶς διαιτώμενος, τὰ δὲ εἰς δωρεάς, τὰ πλείω δ’ εἰς τοὺς ἀπελευθέρους τοῦ Καίσαρος. καὶ ταχὺ ἐν ἐνδείᾳ ἐγένετο. θανόντος δὲ τοῦ υἱοῦ Τιβερίου, ἀπείρηκεν εἰς ὄψιν αὐτοῦ φοιτᾶν τοὺς συνήθεις τοὺς τοῦ παιδός, ἵνα μὴ δι’ αὐτῶν εἰς ἀνάμνησιν ἐκείνου ἰὼν εἰς λύπην ἀνερεθίζηται.
PG 134:288διά τε γοῦν τοῦτο καὶ ὅτι χρημάτων ἠπόρησεν εἰς Ἰουδαίαν ἐπανῆλθε κακοπραγῶν. ἀποτῖσαι δὲ καὶ τοῖς δανεισταῖς τὰς ὀφειλὰς βιαζόμενος πολλοῖς οὖσι, καὶ μὴ ἔχων, εἰς ἔννοιαν ἦλθεν αὐτοχειρίας. συνῆκε δὲ τὸ ἐννόημα ἡ γυνὴ αὐτοῦ Κύπρος, ἣ θυγάτηρ ἦν Φασαήλου τοῦ ἀδελφόπαιδος τοῦ βασιλέως Ἡρώδου, ἐκ Σαλαμψιοῦς αὐτῷ γεννηθεῖσα τῆς Ἡρώδου θυγατρός, ἣν ἔσχεν ἐκ Μαριὰμ τῆς ὑπ’ ἐκείνου ἀνῃρημένης, ὡς δεδιήγηται. αὕτη γοῦν ἡ Κύπρος συνοικοῦσα τῷ Ἀγρίππᾳ, καὶ αἰσθομένη τὸ βούλευμα, ἀπεῖργε τοῦτον αὐτοῦ, διαπέμπεται δὲ πρὸς Ἡρωδιάδα τὴν τῷ τετράρχῃ συνοικοῦσαν Ἡρώδῃ, Ἀγρίππα τυγχάνουσαν ἀδελφήν, δηλοῦσα τὴν ἔννοιαν τοῦ συγγόνου, καὶ βοηθεῖν ἀξιοῦσα καὶ τὸν οἰκεῖον ἄνδρα πρὸς ἐπικουρίαν παρακαλεῖν. οἱ δὲ μετεπέμψαντό τε αὐτὸν καὶ οἰκητήριον τὴν Τιβεριάδα δεδώκασι, καί τι καὶ ἀργύριον ἀπέταξαν αὐτῷ εἰς τὴν δίαιταν. μετὰ καιρὸν δὲ διαφορᾶς γενομένης Ἡρώδῃ τε καὶ Ἀγρίππᾳ, πρὸς Φλάκκον Συρίας ἡγούμενον ὁ Ἀγρίππας μεθίσταται, φιλίως ἐκ Ῥώμης πρὸς αὐτὸν διακείμενον, κἀκεῖ διέτριβε δεξαμένου τοῦ Φλάκκου.
ὢν δὲ ἐκεῖ καὶ ὁ Ἀγρίππα ἀδελφὸς Ἀριστόβουλος, διαφερόμενός τε τῷ ἀδελφῷ, διαβολαῖς αὐτὸν πρὸς τὸν Φλάκκον ἐξεπολέμωσε· καὶ ἐξωθεῖται ἐκεῖθεν Ἀγρίππας. ὁ δὲ εἰς ἐσχάτην περιστὰς ἀπορίαν εἰς Ἰταλίαν ἐκπλεῖν ἐβούλετο, καὶ ἠξίου Μαρσύαν αὐτοῦ ἀπελεύθερον χρήματά οἱ πορίσαι ποθὲν δανεισάμενον. ἐκεῖνος δὲ Πέτρῳ πρόσεισιν ἀπελευθέρῳ Βερνίκης τῆς Ἀγρίππα μητρός, καὶ ὁ Πέτρος συμβόλαιον ἔλεγε ποιησάμενον δύο μυριάδων Ἀτθίδων λαβεῖν τὰς μυριάδας πεντακοσίαις καὶ δισχιλίαις ἐλασσουμένας. καὶ ὁ Ἀγρίππας συνέθετο, καὶ λαβὼν τὸ δάνεισμα ἀποπλεῖν ἔμελλεν. Ἐρρένιος δὲ Καπίτων Ἰαμνείας ἐπίτροπος τριάκοντα μυριάδας ἀργυρίου ὀφειλομένας τῷ Καίσαρι ἔπραττεν ἀπ’ αὐτοῦ, καὶ διὰ τοῦτο μένειν ἐκέλευεν. Ἀγρίππας δὲ προσποιησάμενος πείθεσθαι, νυκτὸς ᾤχετο. καὶ καταπλεύσας εἰς Ἀλεξάνδρειαν Ἀλεξάνδρου δεῖται τοῦ ἀλαβάρχου μυριάδας εἴκοσι δάνειον αὐτῷ παρασχεῖν. ὁ δ’ ἐκείνῳ μὲν οὐκ ἂν ἔφη παρασχεῖν, Κύπρῳ δὲ τῇ αὐτοῦ γυναικὶ παρεῖχε διά τε τὴν φιλανδρίαν αὐτῆς καὶ τὴν λοιπὴν ἀρετήν. δεξαμένης δ’ ἐκείνης τὸ δάνειον ὁ μὲν Ἀγρίππας εἰς Ἰταλίαν ἀπέπλευσε, Κύπρος δὲ μετὰ τῶν τέκνων εἰς Ἰουδαίαν ἀνέζευξε.
PG 134:289καὶ Καίσαρι Τιβερίῳ προσελθὼν φιλανθρώπως ἐδέχθη. γραφῆς δὲ Καπίτωνος Ἐρρενίου κομισθείσης τῷ Καίσαρι ὡς ἀπέδρα Ἀγρίππας τριάκοντα μυριάδας πραττόμενος δάνειον, ὠργίσθη, καὶ μὴ συγχωρεῖσθαι αὐτῷ τὴν πρὸς αὐτὸν ἐκέλευσεν εἴσοδον ἄχρι δὴ τὸ χρέος καταβαλεῖ. ὁ δὲ δανεισάμενος ἀπέδοτο τὸ ὀφείλημα, καὶ αὖθις εἰσῄει πρὸς τὸν Τιβέριον. καὶ ὁ Καῖσαρ ἐκέλευε τῷ υἱωνῷ αὐτοῦ παρατυγχάνειν καὶ θεραπεύειν αὐτόν. Ἀγρίππας δὲ πρὸς Γάιον μᾶλλον ἀπένευεν, Ἀντωνίας τυγχάνοντα υἱωνὸν τῆς Γερμανικοῦ μητρὸς καὶ Κλαυδίου τοῦ μετὰ Γάιον μοναρχήσαντος. τοῦτον θεραπεύων πεφίλητο ὑπ’ αὐτοῦ. καί ποτε συμπροϊοῦσιν ἀμφοῖν περὶ Τιβερίου λόγος ἐγένετο. καὶ ὁ Ἀγρίππας θεοκλυτῶν τάχος ὑπεκστῆναι Τιβέριον τῆς ἀρχῆς Γαί̈ῳ ἐπηύχετο. Εὔτυχος δὲ ἀπελεύθερος Ἀγρίππου τῶν λόγων ἀκροασάμενος Καίσαρι πρόσεισιν ὡς δή τι λέξων αὐτῷ σωτήριον. ὁ δὲ βραδὺς εἰς πάντα γενόμενος, καὶ τῶν ὑπὲρ αὐτοῦ τι προσαγγελλόντων κατεφρόνει.
οὔτε γὰρ πρέσβεσι τάχιστα ἐχρημάτιζε, λέγων, ἵνα μὴ ἐπανιόντων συντόμως προσίοιεν ἕτεροι καὶ ὄχλος αὐτῷ γίνοιτο, οὔτε μὴν ἡγεμόσι καὶ ἐπιτρόποις παρ’ αὐτοῦ σταλεῖσι διαδόχους ἀντικαθίστα, εἰ μὴ φθάσαιεν τελευτήσαντες. τοῦτο δὲ ποιεῖν ἔφασκε προμηθείᾳ τῶν ὑπηκόων, ἵνα αὐτάρκως τῷ χρόνῳ σχόντες κερδῶν ἀμβλύτεροι πρὸς ἀδικήματα εἶεν. παράδειγμά τε τραυματίαν πεποίητο ᾧ μυῖαι περιεκάθηντο τὰς πληγάς, καί τις οἰκτείρων αὐτὸν ἀποδιώκειν αὐτὰς ἐπεχείρει, ἀποτρέψαντος δὲ ἐκείνου ἤρετο τὴν αἰτίαν ὁ διώκειν τὰς μυίας πειρώμενος, ὁ δέ γε τραυματίας αὗται μέν ἀπεκρίνατο τοῦ αἵματος ἐμπλησθεῖσαι οὐ πάνυ μοι δι’ ὄχλου εἰσίν, εἰ δ’ ἀποσοβηθεῖεν αὗται, ἥξουσι νεαλεῖς καὶ λιμώττουσαι μᾶλλόν με ὀδυνήσουσι. τῆς δὲ πρὸς ταῦτα βραδυτῆτος τοῦ Τιβερίου καὶ τόδε μαρτύριον ὅτι δύο καὶ εἴκοσιν ἐπὶ τῆς αὐταρχίας ἀνύσας ἐνιαυτοὺς δύο τοῖς Ἰουδαίοις ἐξέπεμψεν ἄρξοντας τοῦ ἔθνους αὐτῶν, Γράτον τε καὶ Πιλάτον. τοιοῦτος οὖν τυγχάνων ἐν ἅπασιν οὐδὲ τὸν Εὔτυχον ἠξίου ἀκροάσεως. Ἀγρίππας δὲ τὴν Ἀντωνίαν ἱκέτευε παρασκευάσαι τὸν Καίσαρα ἀκροάσασθαι τοῦ Εὐτύχου.
PG 134:290ἡ δ’ Ἀντωνία διὰ τιμῆς ἦν Τιβερίῳ καὶ ὡς γαμετὴ γενομένη Δρούσου τοῦ ἀδελφοῦ αὐτοῦ καὶ διὰ τὸ σῶφρον ὡς μάλιστα. νέα γὰρ χηρεύσασα τῇ χηρείᾳ παρέμεινε καὶ γάμον ἀπείπατο δεύτερον, καίπερ τοῦ αὐτοκράτορος αὐτὸν ἐπιτρέποντος, καὶ οὕτω τὸν βίον διήνυσεν ὡς καὶ λοιδοριῶν ἀνωτέρω γενέσθαι. διὰ δὴ ταῦτα τῷ Τιβερίῳ τετίμητο καὶ ὅτι καὶ εὐεργέτις αὐτοῦ γέγονεν, ἐπιβουλὴν παρὰ πολλῶν καὶ δυνατῶν συστᾶσαν μηνύσασα. ὑπὸ ταύτης οὖν ἀξιούμενος ἐξετάσαι τὸν Εὔτυχον, ἔφη ἴστωσαν οἱ θεοί, Ἀντωνία, ὅτι οὐ κατὰ γνώμην ἐμὴν τὰ πραχθησόμενα ἔσονται, ἐκ δέ γε σῆς παρακλήσεως. καὶ τὸν Εὔτυχον ἀχθῆναι κελεύει. καὶ παραστὰς ἔλεγεν ὡς Γάιός τε καὶ Ἀγρίππας, ὦ δέσποτα, συνωμίλουν, καὶ Ἀγρίππας ἔφη, εἰ γὰρ ἀφίκοιτό ποτε ἡμέρα ᾗ μεταστὰς οὗτος ὁ γέρων χειροτονοίη σε ἡγεμόνα τῆς οἰκουμένης· οὐδὲν γὰρ ἔσται ἡμῖν ἐμποδὼν Τιβέριος ὁ αὐτοῦ υἱωνός, ὑπὸ σοῦ τελευτῶν. καὶ ἥ τε οἰκουμένη γένοιτ’ ἂν μακαρία, καὶ πρὸ ταύτης ἐγώ. Τιβερίῳ δὲ οἱ λόγοι ἥγηντο ἀληθεῖς·
ἅμα δὲ καὶ μῆνιν Ἀγρίππᾳ τηρῶν ὅτι μὴ τὸν υἱωνὸν αὐτοῦ θεραπεύειν εἵλετο, ὅλος δὲ μετέπεσε πρὸς τὸν Γάιον, ἑνὶ τῶν παρεστηκότων δῆσαι αὐτὸν ἐκέλευσε. καὶ ἤγετο δέσμιος ἐν πορφυρίσιν ὢν ἔτι, καὶ πρὸ τοῦ βασιλείου εἱστήκει δένδρῳ ὑπ’ ἀθυμίας ἐπικλιθείς. ἦσαν δ’ ἐκεῖ καὶ ἕτεροι ἐν δεσμοῖς. καὶ ὀρνέου πρὸς τὸ δένδρον ἐκεῖνο καταπταμένου, βουβῶνα τὸν ὄρνιν Ῥωμαῖοι καλοῦσι, τῶν δεσμωτῶν τις θεασάμενος ἤρετο τὸν αὐτὸν τηροῦντα στρατιώτην ὅστις εἴη ὁ ἐν τῇ πορφυρίδι· καὶ μαθὼν ἠξίωσε τὸν συνδεδεμένον αὐτῷ στρατιώτην πλησίον ἐλθεῖν. καὶ τυχών ὦ νεανία φησίν, ἀπαλλαγήν τέ σοι τῶν δεσμῶν ταχίστην εὐαγγελίζομαι καὶ προκοπὴν ἐπὶ μήκιστον ἀξιώματος καὶ δυνάμεως, καὶ ὡς ζηλωτὸς ἔσῃ τοῖς ἄρτι οἰκτιζομένοις σε, καὶ ἐν εὐδαιμονίᾳ τελευτήσεις, παισὶ τὸν ὄλβον λιπών. ὅτε δ’ εἰσαῦθις τὸν ὄρνιν τοῦτον θεάσαιο, ἴσθι σου τηνικαῦτα μετὰ πέντε ἡμέρας ἐσομένην τὴν τελευτήν. εὐδαιμονήσας μέντοι κατὰ τὴν ἡμετέραν πρόρρησιν, μνήμην ποιοῦ καὶ ἡμῶν, ὡς διαφευξόμεθα τὴν δυστυχίαν ᾗ τανῦν σύνεσμεν. καὶ ὁ μὲν ταῦτα εἰπὼν τότε μὲν γέλωτα ὦφλεν, ὕστερον δ’ ἐφάνη θαύματος ἄξιος.
Ἦν οὖν ἐν τοῖς δεσμοῖς ὁ Ἀγρίππας ἐπὶ μῆνας ἕξ. Τιβέριος δὲ μαλακιζόμενος τῆς νόσου κραταιουμένης Εὔοδον κελεύει, ὃς τῶν ἀπελευθέρων ἦν αὐτῷ τιμιώτατος, τὰ τέκνα προσαγαγεῖν αὐτῷ διαλεξομένῳ σφίσι πρὶν τελευτῆς. οὐκ ἦσαν δὲ παῖδες αὐτῷ· ὁ γὰρ υἱὸς αὐτοῦ Δροῦσος ἔτυχε τεθνεώς· υἱωνὸς δ’ ἐξ ἐκείνου αὐτῷ ἦν Τιβέριος Γέμελλος, καὶ ἀδελφιδοῦς Γάιος Γερμανικοῦ παῖς συγγόνου αὐτοῦ, νεανίας ἤδη καὶ παιδείᾳ ἐσχολακὼς καὶ παρὰ τοῦ δήμου φιλούμενος καὶ τιμώμενος διὰ τὴν τοῦ πατρὸς ἀρετήν. κελεύσας οὖν ὁ Τιβέριος ἕωθεν τοὺς παῖδας εἰσαγαγεῖν εἰς τὴν αὔριον· ἦν δ’ αὐτῷ τὸ βουλόμενον τῷ υἱωνῷ μάλιστα καταλιπεῖν τὴν ἀρχήν, τέως δ’ οὖν οἰώνισμα ἔθετο εἰς ἐκεῖνον βούλεσθαι τὸ θεῖον περιελθεῖν τὴν ἀρχὴν ὃς ἂν πρὸς αὐτὸν ἀφίκοιτο πρότερος, πέμπει κελεύων τῷ παιδαγωγῷ τοῦ υἱωνοῦ πρωιαίτερον ἄγειν τὸν παῖδα. καὶ ἤδη γεγονυίας ἡμέρας πέμπει τὸν Εὔοδον εἰσκαλεῖν τὸν παρόντα τῶν παίδων· ἐκεῖνος δὲ τὸν Γάιον πρὸ δωματίου καταλαβὼν εἰσήγαγε πρὸς Τιβέριον. ὁ δὲ τῆς τοῦ θείου δυνάμεως εἰς ἔννοιαν ἐλθὼν κατωλοφύρατο ὡς ἐπ’ ἀπολωλότι τῷ υἱωνῷ.
PG 134:291καίπερ δὲ διὰ τοῦτο τεταραγμένος, φησὶ πρὸς τὸν Γάιον ὦ παῖ, εἰ καὶ Τιβέριος συγγενέστερός μοί ἐστιν ἢ σύ, ἀλλ’ αὐτὸς καὶ κατὰ γνώμην ἐμὴν καὶ κατὰ ψῆφον θεῶν σοι τὴν τῶν Ῥωμαίων ἐγχειρίζω ἀρχήν, καὶ ἀξιῶ μὴ ἀμνημονῆσαι τῆς συγγενείας τῆς πρὸς Τιβέριον, κήδεσθαι δὲ τούτου ὡς συγγενοῦς· οὐ γὰρ ἀτιμώρητα τῇ θείᾳ προνοίᾳ ὅσα παρὰ δίκην πράσσοιτο. Τιβέριος μὲν οὖν τὸν Γάιον ἀποδείξας τῆς ἡγεμονίας διάδοχον, ὀλίγας ἐπιβιοὺς ἡμέρας θνήσκει, ἄρξας ἐπὶ ἐνιαυτοῖς δύο καὶ εἴκοσι μῆνας ἑπτὰ καὶ ἡμέρας ἴσας, Γάιος δὲ αὐτοκράτωρ περιελέλειπτο. ἠγγέλλετο δὲ Ῥωμαίοις τοῦ Τιβερίου ἡ ἀποβίωσις· οἱ δὲ ἠπίστουν τῷ λόγῳ ὑπὸ τοῦ πάνυ τὸ πρᾶγμα βούλεσθαι. πλεῖστα γὰρ ἐκεῖνος δεινὰ Ῥωμαίων τοὺς εὐπατρίδας εἰργάσατο, δύσοργος ὢν καὶ θανάτῳ καὶ τὰ κουφότατα τῶν πταισμάτων τιμώμενος. Μαρσύας δὲ τοῦ Ἀγρίππου ἀπελεύθερος, πυθόμενος τοῦ Τιβερίου τὴν τελευτήν, ἔδραμε πρὸς αὐτὸν καὶ Ἑβραί̈δι φωνῇ τέθνηκεν ὁ λέων φησίν. ὁ δὲ χάριτας ὡμολόγει αὐτῷ, εἰ κατήγγειλεν ἀληθῆ. καὶ ὁ ἑκατόνταρχος ὁρῶν τὸν Ἀγρίππαν ἐν χάρματι, ὑπετόπησέ τι γεγονέναι καινόν, καὶ ἤρετο τί ἂν εἴη τὸ ἀγγελθέν·
καὶ ὁ Ἀγρίππας ἤδη συνήθης γενόμενος τῷ ἀνδρὶ τὸ ἀπόρρητον ἀπεκάλυψεν· ὁ δὲ ἐκοινοῦτο τὴν ἡδονήν, καὶ προυτίθει δεῖπνον. εὐωχουμένων δὲ παρῆν τις περιεῖναι λέγων Τιβέριον. καὶ ὁ ἑκατόνταρχος δείσας ὅτι συνδιῃτᾶτο δεσμώτῃ τοῦ αὐτοκράτορος, κελεύει δῆσαι αὐτόν, λελυκὼς ἤδη. τῇ δ’ ὑστεραίᾳ λόγος τε ἦν πλατὺς περὶ τῆς τελευτῆς Τιβερίου, καὶ ἐπιστολαὶ παρὰ Γαί̈ου ἐπέμφθησαν, ἡ μὲν πρὸς τὴν σύγκλητον, τὸν Τιβερίου θάνατον καταγγέλλουσα καὶ τὴν αὐτοῦ τῆς ἡγεμονίας διαδοχήν, ἡ δὲ πρὸς Πείσωνα τὸν τῆς πόλεως φύλακα, ἐπιτρέπουσα τὸν Ἀγρίππαν ἐκ τοῦ στρατοπέδου μεταγαγεῖν εἰς τὴν οἰκίαν ἐν ᾗ πρὸ τοῦ δεθῆναι ἦν. Γάιος δὲ εἰς Ῥώμην τὸν τοῦ Τιβερίου νεκρὸν ἀγαγὼν καὶ θάψας πολυτελῶς, αὐτίκα λῦσαι τὸν Ἀγρίππαν ἐβούλετο· ἡ δ’ Ἀντωνία κεκώλυκεν, οὐ μίσει τοῦ λυθησομένου, φροντίδι δέ γε τοῦ λύσοντος, ἵνα μὴ δοκῇ τῇ μεταστάσει τοῦ αὐτοκράτορος ἐφηδόμενος ἐκ τοῦ λῦσαι τὸν ἐκείνου δέσμιον τάχιστα.
PG 134:292ἡμερῶν δὲ μετρίων παρελθουσῶν μεταπέμπεται τὸν Ἀγρίππαν, κείρει τε τὸ περιττὸν τῆς τριχὸς καὶ μεταμφιέννυσιν, εἶτα καὶ τὸ διάδημα περιτίθησι καὶ βασιλέα τῆς Φιλίππου τετραρχίας καθίστησι, προσθέμενος καὶ τὴν Λυσανίου τετραρχίαν εἰς αὔξησιν, καὶ χρύσεα χαλκείων ἀλλάττει, ἀντὶ τῆς σιδηρᾶς ἁλύσεως μεθ’ ἧς ἐδέδετο χρυσῆν ἰσόρροπον αὐτῷ παρασχόμενος. Τῷ δὲ δευτέρῳ ἐνιαυτῷ τῆς μοναρχίας Γαί̈ου ἠξίου Ἀγρίππας ἐκχωρηθῆναι αὐτῷ ἀφικέσθαι πρὸς τὰ οἰκεῖα, καὶ αὖθις ἐπανελθεῖν κατετίθετο, οἰκονομησάμενος εἰς δέον τὰ τῆς ἀρχῆς· καὶ ἐνδόντος Γαί̈ου ἐξέπλευσεν. Ἡρωδιὰς δὲ ἡ αὐτοῦ ἀδελφὴ ἐφθόνει τῆς εὐπραγίας τῷ ἀδελφῷ, καὶ μάλιστα ὁπότε μετὰ τῶν τῆς βασιλείας παρασήμων ἑώρα αὐτὸν τοῖς πλήθεσι χρηματίζοντα, ἐξηρέθιζέ τε τὸν ἄνδρα ἐπὶ Ῥώμης πλεῖν καὶ ἴσην ἀρχὴν μνηστεύσασθαι ἑαυτῷ· ὁ δὲ ἡσυχάζειν ἐβούλετο. καὶ ἡ γυνὴ σφοδρότερον ἠνώχλει τἀνδρί, πάντα πράσσειν ἐπὶ τῇ βασιλείᾳ κελεύουσα, καὶ οὐκ ἀνῆκεν ἕως καὶ ἄκοντα τὸν Ἡρώδην ἑαυτῇ πεποίηκεν ὁμογνώμονα. ἀνήγετο οὖν σὺν τῇ γυναικὶ ἐπὶ Ῥώμης.
Ἀγρίππας δὲ καὶ αὐτὸς εἰς τὴν Ῥώμην παρεσκευάζετο, προύπεμψε δὲ τῶν ἀπελευθέρων ἕνα δῶρα τῷ αὐτοκράτορι κομίζοντα καὶ ἐπιστολὰς κατὰ τοῦ Ἡρώδου. καὶ καταλαμβάνουσι τὸν Γάιον ἐν Βαίαις πολιχνίῳ τῆς Καμπανίας. ἅμα τε τῷ Ἡρώδῃ εἰς ὄψιν ἧκεν ὁ Γάιος καὶ ἅμα τὰς Ἀγρίππου ἐπιστολὰς ἐπῄει, κατηγορούσας ἐκείνου πρὸς Σηιανὸν ὁμολογίαν κατὰ τῆς Τιβερίου ἀρχῆς, καὶ πρὸς Ἀρτάβανον αὖθις τὸν Πάρθον τότε κατὰ τῆς αὐτοῦ Γαί̈ου. τεκμήριον δ’ ἐποιεῖτο τοῦ λόγου ὅπλων ἀπόθεσιν ἐν ταῖς ὁπλοθήκαις Ἡρώδου, μυριάσιν ὁπλιτῶν ἀρκούντων ἑπτά. ἐκινεῖτο δ’ ὑπὸ τῶν ἐπεσταλμένων ὁ Γάιος, καὶ ἠρώτα τὸν Ἡρώδην εἰ ἀληθὴς ὁ περὶ τῶν ὅπλων λόγος. τοῦ δὲ καταθεμένου, πιστεύσας τῇ ἀποστάσει αὐτοῦ τὴν τετραρχίαν ἀφαιρεῖται καὶ τῇ βασιλείᾳ τοῦ Ἀγρίππου προστίθησι, καὶ τὰ χρήματα αὐτῷ ὁμοίως δωρεῖται, τὸν δὲ Ἡρώδην ἀειφυγία κατέκρινεν. Ἡρωδιάδι δὲ ὡς Ἀγρίππου ὁμαίμονι τά τε χρήματα ὅσα ἐκείνῃ διέφερεν ἐδίδου, καὶ μηδὲ κοινωνεῖν ἐκέλευε τῆς φυγῆς τῷ ἀνδρί, διὰ τὸν Ἀγρίππαν.
ἡ δὲ χάριτας μὲν ὡμολόγει Γαί̈ῳ, οὐ δίκαιον δ’ ἔλεγεν εἶναι τῆς εὐδαιμονίας τῷ ἀνδρὶ κοινωνήσασαν ἐγκαταλιπεῖν ἐπὶ ταῖς δυςπραγίαις αὐτόν. Ὁ μέντοι Γάιος τὸν μὲν πρῶτον ἐνιαυτὸν καὶ τὸν ἐφεξῆς μετριώτερον ἐχρῆτο τοῖς πράγμασι, προϊὼν δὲ ἐξεθείαζεν ἑαυτὸν καὶ θεοῦν ἐπεχείρει. καὶ δὴ στάσεως γεγονυίας τοῖς ἐν Ἀλεξανδρείᾳ Ἰουδαίοις καὶ Ἕλλησι τρεῖς ἀφ’ ἑκατέρου μέρους παρῆσαν πρὸς τὸν Γάιον πρεσβευταί. Ἀπίων δὲ τῶν Ἀλεξανδρέων πρέσβεων εἷς ἄλλα τε κατηγόρει τῶν Ἰουδαίων καὶ ὡς πάντων τῶν ὑπὸ Ῥωμαίους βωμοὺς τῷ Γαί̈ῳ καὶ ναοὺς ἀνιστώντων καὶ ὡς θεὸν τιμώντων οὗτοι μόνοι ἄδοξον ἥγηνται ἀνδριᾶσι τιμᾶν αὐτὸν καὶ ὅρκιον αὐτοῦ ποιεῖσθαι τὸ ὄνομα. ἐπὶ τούτοις Φίλων τῆς τῶν Ἰουδαίων πρεσβείας προεστηκώς, ἀνὴρ ἔνδοξος καὶ φιλοσοφίας οὐκ ἄπειρος, ἕτοιμος ἦν ὑπεραπολογήσασθαι τῶν ὁμοεθνῶν. ὁ δὲ Γάιος οὐκ ἠνέσχετο, κελεύσας ἐκποδὼν ἀπελεύσεσθαι, δῆλός τε ἦν κακώσων αὐτούς. καὶ ὁ Φίλων ἐξελθὼν περιυβρισμένος φησὶ πρὸς τοὺς περὶ αὐτὸν Ἰουδαίους ὡς χρὴ θαρρεῖν· οὐ γὰρ εἰς αὐτοὺς ὁ Γάιος πεπαρῴνηκεν, εἰς δὲ τὸ θεῖον αὐτό.
PG 134:293Ὁ δ’ αὐτοκράτωρ δεινὸν ἡγούμενος ὑπὸ Ἰουδαίων μὴ ὡς θεὸς σεβασθῆναι, Πετρώνιον ἐκπέμπει διάδοχον τῆς Οὐιτελλίου ἀρχῆς, κελεύσας χειρὶ πολλῇ ἐμβαλεῖν εἰς τὴν Ἰουδαίαν καὶ ἱστᾶν αὐτοῦ ἀνδριάντα ἐν τῷ ναῷ τοῦ θεοῦ· εἰ δὲ μὴ ἑκόντες παραχωροῖεν, πολέμῳ κρατήσαντα τοῦτο ποιεῖν. καὶ ὁ Πετρώνιος τὴν τῆς Συρίας παρειληφὼς ἀρχὴν ἠπείγετο πληρώσων τὰς τοῦ Καίσαρος ἐντολάς. καὶ εἰς Πτολεμαί̈δα γενομένῳ προσῆλθον Ἰουδαίων πολλαὶ μυριάδες δεόμεναι μὴ βιάζεσθαι σφᾶς ἐπὶ παραβάσει τῶν πατρίων, Εἰ δ’ ἀπαραίτητος εἶ, ἔλεγον, ἡμᾶς πρότερον διαχειρισάμενος οὕτως ἵστα τὸ ἄγαλμα. Πετρώνιος δ’ ἀπεκρίνατο ὡς εἰ μὲν ἀφ’ ἑαυτοῦ ταῦτ’ ἔπραττον, δίκαιος ἦν πρός με ὑμῖν ὁ λόγος· Καίσαρος δὲ κελεύσαντος πᾶσα ἀνάγκη τὰ ἐκείνῳ δεδογμένα πληροῦν. ταῦτα εἰπὼν ἐπὶ Τιβεριάδα ἀφίκετο, κατανοήσων ὡς γνώμης ἔχουσιν Ἰουδαῖοι. καὶ πολλαὶ μυριάδες συνήντων αὐτῷ ἱκετεύουσαι μὴ εἰς ἀνάγκας αὐτοὺς καθιστᾶν μηδὲ μιαίνειν ἀνδριάντι τὴν πόλιν. καὶ ὁ Πετρώνιος ἔφη πολεμήσετε ἄρα; οἱ δ’ οὐ πολεμήσομεν ἔφασαν, τεθνηξόμεθα δὲ πρότερον ἢ παραβῆναι τὰ πάτρια, καὶ παρεῖχον ἑαυτοὺς ἀποσφάττεσθαι.
καὶ ταῦτα ἐφ’ ἡμέρας ἐπράττετο τεσσαράκοντα. Ἀριστόβουλος δὲ ὁ Ἀγρίππου ἀδελφὸς καὶ ἄλλοι τῶν ἐκκρίτων ἐδέοντο Πετρωνίου μηδὲν εἰς ἀπόνοιαν τὸ πλῆθος παρακινεῖν, ἀλλὰ γράφειν πρὸς Γάιον τὸ ἀνήκεστον αὐτῶν πρὸς τὴν τοῦ ἀνδριάντος ὑποδοχήν· ἴσως γὰρ μαλαχθέντα αὐτὸν ἀποστῆναι τοῦ δόξαντος· εἰ δ’ ἐμμένοι καὶ αὖθις τῇ ψήφῳ, τότε καὶ αὐτὸν τοῦ πράγματος ἅπτεσθαι. Πετρώνιος δὲ πεισθεὶς ἐπέστειλε τῷ Γαί̈ῳ περὶ τῆς πράξεως. Ἀγρίππας δὲ ὁ βασιλεὺς ἐν Ῥώμῃ διάγων προέκοπτε τῇ πρὸς Γάιον οἰκειώσει. θαυμασθείς τε ἐν τῷ δειπνίζειν τὸν αὐτοκράτορα τῆς πολυτελείας χάριν καὶ τοῦ μεγαλοπρεποῦς, αἰτήσασθαι προετρέπετο ὃ ἂν αὐτῷ πρὸς βουλῆς. ὁ δέ αἰτήσομαί σε ἔφη τῶν μὲν ὄλβον περιποιούντων οὐδέν, ὃ δ’ ἂν σοί τε πρὸς δόξαν εὐσεβείας κἀμοὶ πρὸς εὔκλειαν γένηται. ἀξιῶ σε γὰρ τὴν τοῦ ἀνδριάντος ἀνάθεσιν, ἣν ποιήσασθαι κελεύεις Πετρώνιον εἰς τὸ Ἰουδαίων ἱερόν, δι’ ἐμὲ καταλείψειν. Γάιος δὲ αἰσχυνθεὶς ἐπὶ τοσῶνδε μαρτύρων δόξαι ψευδόμενος, συνεχώρει.
PG 134:294καὶ γράφει πρὸς τὸν Πετρώνιον, εἰ μὲν ἤδη τὸν ἀνδριάντα ἔφθασε στῆσαι, μὴ καθελεῖν, εἰ δὲ μήπω πεποίηται τὴν ἀνάθεσιν, μηκέτι πειρᾶσθαι ποιήσασθαι· οὐ γὰρ ἔτι τοῦτον βούλομαι στῆναι, διὰ τὸν Ἀγρίππαν, ἄνδρα τιμώμενον παρ’ ἐμοί. Γάιος μὲν οὖν ταῦτα πρὸς Πετρώνιον γράφει πρὶν ἐντυχεῖν ταῖς ἐκείνου ἐπιστολαῖς ἐμφαινούσαις πρὸς ἀποστασίαν τοὺς Ἰουδαίους διὰ τὸν ἀνδριάντα ἐπείγεσθαι· περιαλγήσας δὲ διὰ ταῦτα γράφει τῷ Πετρωνίῳ Ἐπεί σοι τὰ τῶν Ἰουδαίων δῶρα ἐν μείζονι γεγόνασι λόγῳ τῶν ἐμῶν ἐντολῶν, σὺ περὶ τῶν σεαυτοῦ τὸ ποιητέον συλλόγισαι. παράδειγμα γάρ σε ποιήσομαι τοῖς τε νῦν καὶ τοῖς ἔπειτα μὴ ἀκυροῦν ἐντολὰς αὐτοκράτορος. ταύτην τὴν ἐπιστολὴν οὐκ ἔφθη ζῶντος Γαί̈ου δεδεγμένος Πετρώνιος, ἀλλὰ πρότερον τὰ περὶ τῆς ἐκείνου τελευτῆς ἐδέξατο γράμματα, καὶ οὕτω τὰ πρὸς αὐτὸν τοῦ Γαί̈ου. Ὁ μὲν οὖν Γάιος κάκιστος γεγονὼς ὤλετο ἐξ ἐπιβουλῆς ἀνῃρημένος· τὸν δὲ τρόπον τῆς κατ’ ἐκείνου ἐπιβουλῆς, καὶ παρὰ τίνων ἀνῄρηται, ὅτε τὰ περὶ τῶν αὐτοκρατόρων ὁ λόγος διέξεισι διηγήσεται.
ἤδη δὲ φθαρέντος, Κλαύδιος κρυπτόμενος διὰ φόβον ὑπὸ τῶν στρατιωτῶν ἐξάγεται καὶ αὐτοκράτωρ ἀνακηρύττεται, πολλὰ πρὸς τὴν ἀνάρρησιν αὐτοῦ καὶ τοῦ Ἀγρίππα σπουδάσαντος. ἄρτι δὲ βεβαιωθείσης τῆς αὐταρχίας αὐτῷ, τήν τε ἀρχὴν ἐκύρωσε τῷ Ἀγρίππᾳ καὶ δι’ ἐγκωμίων ἐποιεῖτο αὐτόν, προσθήκην τε αὐτῷ ἔθετο πᾶσαν ἧς ἦρξεν Ἡρώδης ὁ βασιλεὺς καὶ πάππος αὐτοῦ. ὁ δὲ καὶ τῷ ἀδελφῷ Ἡρώδῃ τὴν βασιλείαν Χαλκίδος παρὰ Κλαυδίου ᾐτήσατο· καὶ ἐδόθη ἐκείνῳ παρὰ τοῦ Καίσαρος. Κατὰ τοῦτον τὸν χρόνον στασιάζουσιν πρὸς τοὺς Ἀλεξανδρεῖς οἱ ἐκεῖ Ἰουδαῖοι. ὃν γὰρ εἴρηται τρόπον κακῶς πρὸς αὐτοὺς Γαί̈ου διατεθέντος, ἐκακοῦντο μοναρχοῦντος ἐκείνου παρὰ τῶν ἐν τῇ πόλει Ἑλλήνων, Γαί̈ου δὲ τελευτήσαντος ἀνεθάρσησαν καὶ ἦσαν ἐν ὅπλοις.
Κλαύδιος δὲ τῷ ἱππαρχοῦντι κατὰ τὴν Αἴγυπτον ἐπέστειλε καταστεῖλαι τὴν στάσιν, ἔπεμψε δὲ καὶ διάταγμα ἐκ παρακλήσεως τοῖν βασιλέοιν Ἀγρίππου τε καὶ Ἡρώδου εἰς Συρίαν καὶ εἰς Ἀλεξάνδρειαν καὶ εἰς τὴν ἄλλην οἰκουμένην ὅση Ῥωμαίοις ὑπήκοος, φράζον ὅτι τῶν Ἰουδαίων ἀνέκαθεν ἴσης πολιτείας τοῖς Ἀλεξανδρεῦσι καὶ τοῖς τῶν λοιπῶν πόλεων πολίταις ἀξιωθέντων, ὁ Γάιος ἐξ ἀπονοίας ὅτι μὴ θεὸν προσαγορεύειν αὐτὸν τὸ Ἰουδαίων ἔθνος ἠνέσχετο αὐτοὺς ἐταπείνωσεν. ἐγὼ δὲ μηδενὸς διὰ τὴν ἐκείνου παραφροσύνην τῶν παλαιῶν δικαίων τὸ ἔθνος ἐκπεσεῖν διατάττομαι, συντηρεῖσθαι δὲ σφίσι τὰ πρότερον δίκαια τοῖς Ἰουδαίων νομίμοις ἐμμένουσι, ταῦτά με αἰτησαμένων τῶν βασιλέων Ἀγρίππου καὶ Ἡρώδου τῶν φιλτάτων μοι. ἐξέπεμψε δὲ καὶ Ἀγρίππαν ἐπὶ τὴν βασιλείαν αὐτοῦ, λαμπροτέραν γεγενημένην. κἀκεῖνος ἐλθὼν εἰς Ἱεροσόλυμα χαριστήρια ἔθυσε, καὶ τὴν χρυσῆν ἅλυσιν τὴν ὑπὸ Γαί̈ου δοθεῖσαν αὐτῷ ὑπὲρ τὸ γαζοφυλάκιον ἀπῃώρησε, δεῖγμα τῆς τοῦ θεοῦ δυναστείας καὶ τῆς τῶν πραγμάτων μεταβολῆς, καὶ ὅτι καὶ τὰ μεγάλα πίπτει ποτὲ καὶ ὑψοῦται τὰ ταπεινά.
PG 134:295θύσας οὖν πολυτελῶς, Θεόφιλον μὲν τὸν Ἄννα τῆς ἀρχιερωσύνης μεθίστησι, τῷ δὲ Βοηθοῦ Σίμωνι, ᾧ Κανθηρᾶς ἡ ἐπίκλησις, ἀπένειμε τὴν τιμήν. δύο δ’ ἦσαν τῷ Σίμωνι ἀδελφοί, καὶ πατὴρ ὁ Βοηθός, οὗ τῇ θυγατρὶ ὁ βασιλεὺς Ἡρώδης συνῴκησεν, ὡς ἱστόρηται. τοὺς δ’ Ἱεροσολυμίτας τῆς πρὸς αὐτὸν εὐνοίας ἠμείψατο, ἀφεὶς αὐτοῖς τὰ ὑπὲρ ἑκάστης οἰκίας. ἵππαρχον δὲ παντὸς τοῦ στρατεύματος τὸν Σίλαν ἀπέδειξεν, ἄνδρα πόνων αὐτῷ συμμετασχόντα πολλῶν. Νεανίσκοι μέντοι Δωρῖται παράβολοι καὶ θρασεῖς Καίσαρος ἀνδριάντα εἰς τὴν τῶν Ἰουδαίων συναγωγὴν κομίσαντες ἔστησαν. τοῦτο τὸν Ἀγρίππαν ἐτάραξε· καὶ αὐτίκα πρὸς τὸν τῆς Συρίας ἡγεμονεύοντα Πούπλιον Πετρώνιον παραγίνεται καὶ κατηγορεῖ τῶν Δωριτῶν. ὁ δ’ ἑκατόνταρχον στείλας, τοὺς μὲν τὸ τόλμημα πράξαντας ἐπ’ αὐτὸν ἀχθῆναι προςέταξε, τοῖς δὲ τῶν Δωριτῶν ἄρχουσιν ἐπιδεῖξαι τῷ ἑκατοντάρχῳ τοὺς αἰτίους ἐπέστειλεν, εἰ μὴ βούλοιντο δοκεῖν συνεργάται τῆς πράξεως. Ἀγρίππας δὲ ἀφελόμενος τὴν ἱερωσύνην τὸν Κανθηρᾶν Σίμωνα, Ἰωνάθην αὖθις ἐπ’ αὐτὴν ἦγε τὸν Ἀνανίου.
ὁ δὲ παρῃτεῖτο, ἀρκεῖσθαι λέγων ἅπαξ τὴν ἀρχιερωσύνην λαχών, τὸν δὲ ἀδελφὸν Ματθίαν πρὸς ταύτην ἠξίου προάγεσθαι ὡς ἄξιον τῆς τιμῆς. πεισθεὶς οὖν ὁ βασιλεὺς τῷ Ματθίᾳ τὴν ἀρχιερωσύνην ἀπένειμε. Σίλας δὲ ὁ Ἀγρίππου ἵππαρχος, πεποιθὼς οἷς ὑπὲρ αὐτοῦ κεκινδύνευκεν, ἀκαίρου παρρησίας ἀντεποιεῖτο, καὶ ἦν φορτικός, τὰ στυγνὰ τῆς τύχης εἰς μνήμην ἄγων αὐτῷ καὶ ἑαυτὸν σεμνύνων ἐκ τῆς τότε σπουδῆς τε καὶ πίστεως. ἀηδῶς οὖν πρὸς τὴν ἀταμίευτον αὐτοῦ παρρησίαν ὁ Ἀγρίππας διέκειτο. τοῦ δὲ Σίλα μὴ ἐνδιδόντος εἰς ὀργὴν ὁ βασιλεὺς ἀνηρέθιστο, καὶ οὐ μόνον τῆς ἱππαρχίας αὐτὸν μετέστησεν, ἀλλὰ μέντοι καὶ δέδεκε. χρόνῳ δὲ τὸν θυμὸν ἀμβλυνθείς, καὶ λογισάμενος ὅσους ὑπὲρ ἐκείνου ἀνέτλη πόνους, ἡμέραν ἑορτάζων ἑαυτοῦ γενέθλιον ἐκάλει τὸν Σίλαν αὐτῷ συνεστιαθησόμενον. ὁ δὲ οὐκ ἐπείθετο ἐπὶ τίνα λέγων ὁ βασιλεὺς ἀνακαλεῖ με τιμὴν τὴν ὅσον ἤδη ἀπολουμένην; ἢ πεπαῦσθαί με νομίζει τῆς παρρησίας; νῦν βοήσομαι μᾶλλον ὅσων αὐτὸν ἐξερρυσάμην δεινῶν, ὅσους ἤνεγκα πόνους ἐκείνῳ πορίζων σωτηρίαν καὶ τιμήν· ὧν γέρας μοι δεσμὰ καὶ σκότιος εἱρκτή, ὧν οὔποτε λήσομαι.
PG 134:296ὁ δὲ βασιλεὺς ταῦτα μαθών, καὶ ἀνιάτως συνιδὼν διακείμενον, αὖθις εἴασεν ἐν φρουρᾷ. Ἦν δὲ εὐεργετικὸς οὗτος ὁ βασιλεὺς ἐν δωρεαῖς οὐδὲν ἧττον Ἡρώδου τοῦ πάππου· ἐκείνου μέντοι εἰς ἀλλοφύλους τὸ φιλότιμον ἐπιδεικνυμένου, οὐ μὴν καὶ εἰς τοὺς Ἰουδαίους, οὗτος πρὸς πάντας ὁμοίως ἦν εὐεργετικὸς καὶ τὸν τρόπον πραύ̈ς. ἡδεῖα γοῦν αὐτῷ δίαιτα συνεχὴς ἐν τοῖς Ἱεροσολύμοις ἦν, καὶ τὰ πάτρια καθαρῶς ἐτήρει. καὶ δή τις Σίμων ἦν ἐν Ἱεροσολύμοις ἀκριβὴς δοκῶν τὰ νόμιμα· οὗτος πλῆθος ἀθροίσας ἐτόλμησε τοῦ βασιλέως κατειπεῖν ἀποδημήσαντος εἰς Καισάρειαν. τοῦτο τὸν Ἀγρίππαν οὐκ ἔλαθε. μεταπέμπεται οὖν τὸν Σίμωνα καί φησιν εἰπέ μοι τί τῶν γινομένων ἐστὶ παράνομον; ὁ δὲ μὴ ἔχων εἰπεῖν ἐδεῖτο συγγνώμης τυχεῖν. καὶ ὁ βασιλεὺς παρὰ προσδοκίαν αὐτῷ διηλλάττετο, καὶ ἐξέπεμψε δωρησάμενος. τὴν ἀρχιερωσύνην δὲ Ματθίαν ἀφελόμενος Ἐλιωναίῳ τῷ τοῦ Κιθαίρου παιδὶ παρέσχεν αὐτήν. Βασιλεύσας οὖν ἐπὶ τρεῖς ἐνιαυτοὺς τῆς ὅλης Ἰουδαίας, εἰς πόλιν Καισάρειαν, ἣ πρότερον Στράτωνος ἐκαλεῖτο πύργος, θεωρίας ἐτέλει.
δευτέρᾳ δὲ τῶν θεωριῶν ἡμέρᾳ στολὴν ἐνδὺς ἐξ ἀργύρου πεποιημένην παρῆλθεν εἰς τὸ θέατρον ἀρχομένης ἡμέρας. καὶ ταῖς πρώταις τῶν ἡλιακῶν ἀκτίνων ἐπιτολαῖς ὁ ἄργυρος καταυγασθεὶς θαυμασίως ἀπέστιλβε, μαρμαίρων τι φοβερὸν τοῖς εἰς αὐτὸν ἀτενίζουσιν. εὐθύς τε οἱ κόλακες ἄλλος ἄλλοθεν ἀνεβόων, θεὸν προσαγορεύοντες, εὐμενής τε εἴης, ἐπιλέγοντες· εἰ γὰρ καὶ μέχρι νῦν ὡς ἄνθρωπον ἐφοβήθημεν, ἀλλὰ τοὐντεῦθεν ὁμολογοῦμεν θνητῆς σε φύσεως κρείττονα. οὐκ ἐπέπληξε τούτοις ὁ βασιλεύς, οὐδὲ τὴν κολακείαν ἀσεβοῦσαν ἀπετρίψατο. ἀνακύψας οὖν μετ’ ὀλίγον ὁρᾷ τὸν βουβῶνα τὸν ὄρνιν τῆς ἑαυτοῦ κεφαλῆς ὕπερθεν, ἄγγελόν τε κακῶν τοῦτον ἐνενόησε τότε, ὡς ποτὲ τῶν ἀγαθῶν μηνυτήν. καὶ διακάρδιον ἔσχεν ὀδύνην, καὶ τῆς κοιλίας ἀθρόον ἐπιγέγονεν ἄλγημα. καὶ πρὸς τοὺς φίλους φησίν ὁ θεὸς ὑμῖν ἐγὼ ἤδη καταστρέφω τὸν βίον, καὶ ὁ κληθεὶς ἀθάνατος παρ’ ὑμῶν θανεῖν ἐπείγομαι. ταῦτα λέγων τῆς ὀδύνης ἐπιτεινομένης κατεπονεῖτο, καὶ μετὰ σπουδῆς ἀνεκομίσθη πρὸς τὸ βασίλειον.
λόγου δὲ γενομένου θνήσκειν αὐτόν, ἡ πληθὺς αὐτίκα σὺν γυναιξὶ καὶ παισὶν ἐπὶ σάκκου καθεσθεῖσα τῷ πατρίῳ νόμῳ τὸν θεὸν ὑπὲρ τοῦ βασιλέως ἱκέτευε, καὶ πάντες ἐθρήνουν. ἐν ὑψηλῷ δὲ ὁ Ἀγρίππας κατακείμενος δωματίῳ, καὶ κάτω βλέπων αὐτοὺς πρηνεῖς προσπίπτοντας, οὐδὲ αὐτὸς ἄδακρυς ἦν. ἐφ’ ἡμέρας δὲ πέντε τῷ τῆς γαστρὸς ἀλγήματι κατεργασθεὶς κατέστρεψε τὴν ζωήν, βιώσας ἔτη τέσσαρα καὶ πεντήκοντα, βασιλεύσας δ’ ἑπτά, ἐπὶ Γαί̈ου μὲν τέσσαρα, τρία δ’ ἐπὶ Κλαυδίου. ἀγνοουμένης γε μὴν ἔτι τοῖς πλήθεσι τῆς αὐτοῦ τελευτῆς, συμφρονήσαντες Ἡρώδης ὁ ἀδελφὸς αὐτοῦ ὁ τῆς Χαλκίδος ἄρχων καὶ Ἑλκίας ὁ ἵππαρχος, πέμψαντες τὸν Σίλαν ἐχθρὸν αὐτοῖς ὄντα κατέσφαξαν, ὡς τάχα τοῦ βασιλέως κελεύσαντος. Οὕτω μὲν οὖν ὁ Ἀγρίππας ἀπεβίω, υἱὸν Ἀγρίππαν καταλιπὼν ἐτῶν ἑπτακαίδεκα, τρεῖς δὲ θυγατέρας· ὧν ἡ μὲν Ἡρώδῃ τοῦ πατρὸς ἀδελφῷ γεγάμητο, Βερνίκη δ’ ἐκέκλητο, παρθένοι δ’ ἦσαν αἱ δύο Μαριὰμ καὶ Δρούσιλλα.
PG 134:297γνωσθέντος δὲ τοῦ θανάτου τοῦ βασιλέως, Καισαρεῖς καὶ Σεβαστηνοὶ ἐπιλελησμένοι τῶν αὐτοῦ εὐποιιῶν ἐβλασφήμουν τε εἰς αὐτὸν καὶ τὰ τῶν τοῦ βασιλέως θυγατέρων ἀγάλματα ἁρπάσαντες εἰς τὰ πορνεῖα ἐκόμισαν καὶ ἀφύβριζον εἰς αὐτά, καὶ πανδήμους ἑστιάσεις ἐποίουν στεφανούμενοι καὶ μυριζόμενοι καὶ σπένδοντες τῷ Χάροντι. ὁ δὲ τοῦ τεθνεῶτος υἱὸς Ἀγρίππας ἐν Ῥώμῃ τότε διῆγε παρὰ Κλαυδίῳ τρεφόμενος Καίσαρι. ὃν αὐτίκα πέμπειν ὥρμητο τὴν βασιλείαν διαδεξόμενον· ἀπήγαγον δ’ αὐτὸν τοῦ σκοποῦ οἱ περὶ αὐτόν, σφαλερὸν εἶναι λέγοντες κομιδῇ νέῳ βασιλείας ἐπιτρέπειν μέγεθος τόσον. ἀπέστειλεν οὖν Κούσπιον Φάδον τῆς Ἰουδαίας καὶ τῆς βασιλείας ἁπάσης ἐπιτροπεύσοντα, ἐντειλάμενος αὐτῷ Καισαρεῦσι καὶ Σεβαστηνοῖς ἐπιπλῆξαι τῆς εἰς τὸν κατοιχόμενον ὕβρεως. ἀφικόμενος δὲ Φάδος εἰς τὴν Ἰουδαίαν, στάσιν τε γενομένην κατέστειλε, καὶ λῃστηρίων τὴν χώραν ἐκάθηρε, καὶ τὴν τοῦ ἀρχιερέως στολὴν εἰς τὴν Ἀντωνίαν τὸ φρούριον ἀποτεθῆναι προσέταξεν ὡς καὶ πρότερον.
οἱ δ’ ἱερεῖς καὶ οἱ πρῶτοι τῶν ἐν Ἱεροσολύμοις ἀντιλέγειν μὲν οὐκ ἐτόλμων, παρεκάλουν δὲ ὅμως ἐπιτρέψαι αὐτοῖς πρέσβεις πέμψαι πρὸς τὸν Καίσαρα τοὺς αἰτησομένους τὴν ἱερὰν στολὴν παρ’ αὐτοῖς εἶναι· καὶ ἐπετράπησαν. παραγενομένων δὲ εἰς τὴν Ῥώμην τῶν πρέσβεων, ὁ τοῦ Ἀγρίππου παῖς ὁ νεώτερος Ἀγρίππας ἐκεῖ διάγων, ὡς εἴρηται, παρεκάλεσε τὸν Καίσαρα συγχωρηθῆναι τοῖς Ἰουδαίοις ἔχειν τὴν ἱερὰν στολήν. καὶ ὁ Κλαύδιος συνεχώρησε, καὶ τῷ Φάδῳ περὶ τούτων ἐπέστειλε. καὶ Ἡρώδης δὲ ὁ τοῦ Ἀγρίππου ἀδελφός, τῆς δὲ Χαλκίδος ἄρχων, ᾐτήσατο παρὰ Καίσαρος τὴν τοῦ νεὼ ἐξουσίαν καὶ τῶν ἱερῶν χρημάτων καὶ τὴν τῶν ἀρχιερέων χειροτονίαν. καὶ ἔτυχε τῆς αἰτήσεως, καὶ ἐξ ἐκείνου πᾶσι τοῖς ἀπογόνοις αὐτοῦ ἡ ἐξουσία παρέμεινε μέχρι τῆς τῶν Ἱεροσολύμων ἁλώσεως. καὶ δὴ μεθίστησι τῆς ἀρχιερωσύνης τὸν Κανθηρᾶν, Ἰωσὴφ ἀντεισαγαγὼν τὸν τοῦ Καμεί. Ἐν τούτῳ τῷ χρόνῳ ἡ τῶν Ἀδιαβηνῶν βασιλὶς Ἑλένη καὶ ὁ παῖς αὐτῆς Ἰζάτης εἰς τὰ Ἰουδαίων τὴν διαγωγὴν μετέβαλον νόμιμα. Μονόβαζος γὰρ ὁ τῶν Ἀδιαβηνῶν βασιλεύς, ᾧ καὶ Βαζαῖος ἐπίκλησις ἦν, τῆς ἀδελφῆς Ἑλένης ἁλοὺς ἔρωτι, ἄγεται ταύτην.
PG 134:298καί ποτε συγκαθεύδων αὐτῇ οὔσῃ ἐγκύμονι τῇ ἐκείνης γαστρὶ τὴν χεῖρα ἐπέθετο. καὶ ὑπνώσας ἔδοξεν ἀκούειν φωνῆς ἆραι κελευούσης ἐκ τῆς νηδύος τὴν χεῖρα καὶ μὴ θλίβειν τὸ ἐν αὐτῇ βρέφος, θεοῦ προνοίᾳ καὶ ἄρξον καὶ τέλους τευξόμενον εὐτυχοῦς. ταραχθεὶς οὖν ὑπὸ τῆς φωνῆς ἔφραζε ταῦτα τῇ γυναικί. καὶ τὸν υἱὸν τεχθέντα Ἰζάτην ὠνόμασεν. ἦν δ’ ἕτερος τούτου πρεσβύτερος ἐκ τῆς Ἑλένης αὐτῷ γεννηθεὶς ἄλλοι τε παῖδες ἐκ γυναικῶν ἑτέρων, ἔστεργε δὲ τὸν Ἰζάτην ὥσπερ μονογενῆ. ἐφθόνουν τοίνυν οἱ ἀδελφοί. ὁ δὲ πατὴρ δεδοικὼς περὶ τούτῳ, ἐκπέμπει πρὸς Ἀβεννήριγον τὸν Σπασίνου χάρακος βασιλέα. καὶ ὃς ἀσμένως τὸν Ἰζάτην ἐδέξατο καὶ κηδεστὴν ἐπὶ θυγατρὶ ἐποιήσατο καὶ χώραν αὐτῷ παρέσχε. γεγηρακὼς δὲ ὁ Μονόβαζος ἰδεῖν ἐπεθύμει τὸν Ἰζάτην πρὸ τοῦ θανεῖν. μεταπεμψάμενος οὖν αὐτὸν φιλοφρόνως ἀσπάζεται, καὶ χώραν αὐτῷ ἀπεκλήρωσεν, ἐν ᾗ καὶ διέτριβε μέχρι τελευτῆς τοῦ πατρός. Ἐκλιπόντος δὲ Μονοβάζου ἡ βασιλὶς Ἑλένη μετεπέμψατο τοὺς μεγιστᾶνας καὶ τοὺς σατράπας· οἷς ἀφικομένοις οὐ λέληθεν εἶπεν ὑμᾶς ὅτι ὁ ἀνὴρ ὁ ἐμὸς τὸν Ἰζάτην ἤθελε τῆς βασιλείας γενέσθαι διάδοχον.
εἰδυῖα δὲ μακάριον τὸν μὴ παρ’ ἑνός, ἀλλὰ τῶν πλειόνων καὶ τούτων ἑκόντων τὴν βασιλείαν λαμβάνοντα, καὶ ὑπὸ τὴν ὑμῶν τὸ πρᾶγμα κρίσιν πεποίημαι. οἱ δὲ καὶ τὴν τοῦ βασιλέως κρίσιν βεβαιοῦν ἔλεγον, καὶ ὑπείξειν ἑκόντες Ἰζάτῃ δικαίως προκεκριμένῳ τῶν ἀδελφῶν κατὰ τὰς ἁπάντων εὐχάς, καὶ δεῖν προαποκτεῖναι τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς συγγενεῖς, ἵν’ ἀσφαλῶς ἐκεῖνος ἄρχοι. ἡ δὲ βασιλὶς τὴν περὶ τῆς ἀναιρέσεως τῶν προσηκόντων τῷ Ἰζάτῃ γνώμην ἐπισχεῖν συνεβούλευε μέχρις ἂν ἐκεῖνος συνδοκιμάσῃ παραγενόμενος. οἱ δὲ δεσμεῖν τέως αὐτοὺς παρῄνουν μέχρι τῆς ἐκείνου ἐπιδημίας. καθίστησι δὲ τὸν πρεσβύτατον υἱὸν ἡ βασίλισσα ἐπὶ τῶν πραγμάτων, ἕως ἂν ἐπανέλθῃ ὁ ἀδελφός, δίδωσι δὲ καὶ τὸν τοῦ πατρὸς σημαντῆρα δακτύλιον. ἧκεν οὖν ὁ Ἰζάτης, καὶ ὁ ἀδελφὸς ὑπεδέξατο καὶ ὑπεξέστη αὐτῷ τῆς ἀρχῆς. Ὄντι δ’ αὐτῷ ἐν τῇ ἀποδημίᾳ Ἰουδαῖός τις Ἀνανίας καλούμενος γνωστὸς γεγονὼς ἐδίδασκεν αὐτὸν τὸν θεὸν καὶ τὰ τῶν Ἰουδαίων νόμιμα. συνέβη δὲ καὶ τὴν Ἑλένην ὑφ’ ἑτέρου Ἰουδαίου κατηχηθεῖσαν εἰς τὰ Ἰουδαϊκὰ ἔθη μετατεθῆναι.
ἐλθὼν οὖν ὁ Ἰζάτης καὶ δεδεμένους τοὺς συγγενεῖς εὑρηκὼς ἐδυσχέρανε, καὶ ἔλυσε μέν, ἔπεμψε δέ, ἵνα μὴ ὕποπτοι παρόντες εἶεν, τοὺς μὲν εἰς Ῥώμην ὁμηρεύσοντας, τοὺς δὲ πρὸς Πάρθους. γνοὺς δὲ τὴν μητέρα τὰ Ἰουδαίων ἀσπασαμένην, ἔσπευσε καὶ αὐτὸς εἰς ἐκεῖνα μετατεθῆναι, καὶ περιτμηθῆναι ἕτοιμος ἦν. ἡ δὲ μήτηρ ἐκώλυε, λέγουσα εἰς δυσμένειαν τοὺς ὑπηκόους διὰ τοῦτο ἐλθεῖν, οὐκ ἀνέξεσθαί τε ὑπὸ ἰουδαί̈ζοντος βασιλεύεσθαι. ὁ δὲ εἰς τὸν Ἀνανίαν παρόντα τοὺς λόγους ἀνέφερε. τοῦ δὲ τὰ αὐτὰ συμβουλεύσαντος ἐπείσθη μὲν τότε ὁ βασιλεύς· ἕτερος δ’ αὖθις Ἰουδαῖος ἐκ Γαλιλαίας Ἐλεάζαρ ἀφικόμενος, καὶ καταλαβὼν αὐτὸν τὸν Μωυσέως νόμον ἀναγινώσκοντα, Οὐ λόγους μόνον ἀναγινώσκειν σε δεῖ, βασιλεῦ, ἔφη, ἀλλὰ καὶ τὰ ὑπ’ αὐτῶν διατεταγμένα ποιεῖν. μέχρι τίνος ἀπερίτμητος μένεις; ὁ δὲ οὐχ ὑπερεβάλετο τὴν πρᾶξιν, ἀλλὰ περιετμήθη· καὶ τῇ μητρὶ καὶ τῷ Ἀνανίᾳ πεπρᾶχθαι τὸ ἔργον ἐδήλου. οἱ δ’ εἰς φόβον ἐνέπεσον μὴ καὶ ὁ βασιλεὺς καὶ αὐτοὶ κινδυνεύσωσιν. ὁ δὲ θεὸς τὸν φόβον ἐλθεῖν εἰς τέλος οὐ συνεχώρησεν. Ἑλένη δὲ ἐπιθυμίαν ἔσχεν εἰς Ἱεροσόλυμα ἀφικέσθαι καὶ προσκυνῆσαι τὸ τοῦ θεοῦ ἱερόν.
PG 134:299καὶ τοῦ υἱοῦ ἐπιτρέψαντος καὶ χρήματα πλεῖστα δόντος ἄπεισιν εἰς Ἱεροσόλυμα. καὶ λιμῷ φθειρομένους πολλοὺς εὑροῦσα ἐκεῖ, σῖτόν τε ἐξ Ἀλεξανδρείας ἐκόμισε καὶ ἰσχάδων φόρτον ἐκ Κύπρου πολλῶν χρημάτων πριαμένη τοῖς ἀπορουμένοις διένειμε. καὶ ὁ παῖς δὲ αὐτῆς πολλὰ χρήματα τοῖς πρώτοις τῶν Ἱεροσολυμιτῶν ἔπεμψεν, ἵν’ οἱ λιμώττοντες διὰ τούτων ὡς ἐνὸν ἐπικουρηθῶσι. Καὶ ταῦτα μὲν οὕτως· Ἀρταβάνης δὲ ὁ τῶν Πάρθων βασιλεύς, ἐπιβουλὴν γνοὺς τοὺς σατράπας κατ’ αὐτοῦ μελετήσαντας, ἀφικνεῖται πρὸς Ἰζάτην, συγγενῶν τε καὶ οἰκετῶν περὶ χιλίους ἐπαγόμενος. καὶ καθ’ ὁδὸν τῷ Ἰζάτῃ ἐνέτυχε, καί φησι Μή με παρίδῃς, ὦ βασιλεῦ, ταπεινὸν ἐκ μεταβολῆς γεγονότα καὶ ἰδιώτην ἐκ βασιλέως, ἀλλ’ ἐπικούρησον. ταῦτα σὺν δάκρυσιν ἔλεγεν. ὁ δὲ Ἰζάτης ἀκούσας τὸ ὄνομα, κατεπήδησε τοῦ ἵππου καὶ Θάρσει, ἔφη, ὦ βασιλεῦ· ἢ γὰρ εἰς τὴν Πάρθων βασιλείαν σε καταστήσω ἢ τῆς ἐμῆς σοι ἐκστήσομαι. ταῦτα εἶπε καὶ ἐπὶ τὸν ἵππον αὐτὸν ἀνεβίβασεν, αὐτὸς δὲ πεζὸς παρείπετο. καὶ ὁ Ἀρταβάνης ὤμοσεν, εἰ μὴ κἀκεῖνος ἀναβαίη τὸν ἵππον καὶ προηγοῖτο, ἀποβήσεσθαι καὶ αὐτός.
πεισθεὶς δ’ ὁ Ἰζάτης ἐπὶ τὸν ἵππον ἥλατο, καὶ πᾶσαν τιμὴν ἀπένειμε τῷ Πάρθῳ, εἰς τὰ βασίλεια ἀγαγών. γράφει τε πρὸς τοὺς Πάρθους τὸν Ἀρταβάνην δέξασθαι. τῶν δὲ Πάρθων δέξασθαι μὲν συντιθεμένων, μὴ δύνασθαι δὲ καὶ τὴν ἀρχὴν ἀπονεῖμαι ἤδη ἑτέρῳ πεπιστευμένην, ὁ Κινάμωνος, τοῦτο γὰρ ὠνόμαστο ὁ τὴν βασιλείαν παρειληφώς, γράφει τῷ Ἀρταβάνῳ, ὑπ’ αὐτοῦ γὰρ ἐτέθραπτο καὶ ἦν ἀγαθός, παρακαλῶν αὐτὸν ἀφικέσθαι πιστεύσαντα καὶ τὴν ἀρχὴν παραλήψεσθαι. καὶ ὁ Ἀρτάβανος πιστεύσας ἀπῄει. ὑπήντα οὖν αὐτῷ ὁ Κινάμωμος· ὃς δὴ προςκυνήσας καὶ βασιλέα προσαγορεύσας περιτίθησιν αὐτοῦ τῇ κεφαλῇ τὸ διάδημα, τῆς ἑαυτοῦ ἀφελόμενος. οὕτω δὲ χρόνῳ ἑξαετεῖ εἰς τὴν ἀρχὴν ἀποκαταστὰς ὁ Ἀρτάβανος οὐκ ἠμνημόνησε τῶν Ἰζάτου καλῶν, ἀλλ’ ἀμείβεται τοῦτον. Μετὰ δέ τινα χρόνον Ἀρταβάνου θανόντος Οὐαρδάνης ὁ παῖς ἐκείνου τὴν βασιλείαν περιεζώσατο. καὶ πρὸς Ἰζάτην ἐλθὼν συμμαχῆσαι αὐτῷ ἠξίου κατὰ Ῥωμαίων· ὁ δὲ οὐκ ἐπείθετο, ἀλλὰ καὶ συνεβούλευε παύσασθαι τῆς ἐπ’ ἐκείνους στρατείας καὶ μὴ ἀδυνάτοις ἐπιχειρεῖν. ὁ δὲ πόλεμον τῷ Ἰζάτῃ μὴ πειθομένῳ κατήγγειλεν.
PG 134:300ἀλλ’ οἱ Πάρθοι μαθόντες ὡς ἐπὶ Ῥωμαίους στρατεύσειν βούλεται, αὐτὸν μὲν ἀναιροῦσι, τὴν δὲ βασιλείαν τῷ ἀδελφῷ Ἰκοτάρδῃ διδόασιν· ὃν ἐξ ἐπιβουλῆς τελευτήσαντα διαδέχεται Οὐολογέσης ὁ ἀδελφός. Ὁ δὲ τοῦ Ἰζάτου ἀδελφὸς Μονόβαζος καὶ οἱ συγγενεῖς ἰουδαί̈σαι καὶ αὐτοὶ ἐπεθύμησαν, καὶ τὴν ἔφεσιν εἰς ἔργον ἐξήνεγκαν. γίνεται δ’ ἡ πρᾶξις αὐτῶν τοῖς ὑπηκόοις κατάφωρος. καὶ γράφουσι πρὸς Ἀβίαν τὸν Ἀράβων βασιλέα, εἰ στρατεύσοιτο κατὰ τοῦ σφετέρου βασιλέως, χρήματα πολλὰ παρασχεῖν αὐτῷ, ἐπαγγελλόμενοι περὶ τὴν πρώτην συμβολὴν καὶ αὐτοὶ καταλείψειν αὐτόν. πείθεται τούτοις ὁ Ἄραψ, καὶ πολλὴν ἐπαγόμενος δύναμιν ἧκεν ἐπὶ τὸν Ἰζάτην. καὶ συμβολῆς γενομένης καταλείπουσι τὸν Ἰζάτην οἱ αὐτοῦ ἐκ συνθήματος καὶ νῶτα τρέψαντες ἔφευγον. γνοὺς δὲ τὴν προδοσίαν Ἰζάτης γενομένην ὑπὸ τῶν μεγιστάνων, εἰς τὸ στρατόπεδον ὑπεχώρησε, καὶ εὑρὼν τοὺς αἰτίους ἐκόλασε. τῇ δ’ ἐπιούσῃ συμβαλὼν νικᾷ, καὶ εἰς φυγὴν τοὺς Ἄραβας ἔτρεψε, τὸν δὲ βασιλέα αὐτῶν εἰς φρούριόν τι συνήλασε διωκόμενον. καὶ ὁ μὲν ἑαυτὸν ἀνεῖλεν ἁλισκόμενος ἤδη, τὸ δὲ φρούριον ἑάλω καὶ τὰ ἐν αὐτῷ διηρπάγη.
καὶ Ἰζάτης εἰς τὰ οἰκεῖα ὑπέστρεψεν. Οἱ δὲ τῶν Ἀδιαβηνῶν μεγιστᾶνες Οὐολογέσῃ τῷ Πάρθων γράφουσι βασιλεῖ, ἀξιοῦντες ἀποκτεῖναι μὲν τὸν Ἰζάτην, καταστῆσαι δὲ σφίσι δυνάστην ἐκ Πάρθων· μισεῖν γὰρ τὸν ἑαυτῶν βασιλέα ξένῃ θρησκείᾳ προσηλυτεύσαντα. ὁ γοῦν Πάρθος αὐτίκα μετὰ πλείστης δυνάμεως ὥρμησε, καὶ ὁ Ἰζάτης ἀντεστρατοπεδεύσατο. σταλεὶς δέ τις ἐκ τοῦ Πάρθου ἔλεγε τῷ Ἰζάτῃ ὁπόση ἐστὶ τῶν Πάρθων ἡ δύναμις, καὶ ὡς Οὐολογέσης ἀπειλεῖ δίκας εἰσπράξειν αὐτόν, ἀχάριστον περὶ δεσπότας γενόμενον· ῥύσασθαι γὰρ αὐτὸν τῶν αὐτοῦ χειρῶν οὐδὲ τὸν θεὸν ὃν σέβει δυνήσεσθαι. πρὸς ταῦτα ὁ Ἰζάτης τὴν μὲν δύναμιν τῶν Πάρθων γινώσκειν ἀνταπεκρίνατο, εἰδέναι δ’ ἀνθρώπων τὸν θεὸν δυνατώτερον. ταῦτα εἶπε καὶ ἱκέτευε τὸν θεόν. κατ’ ἐκείνην οὖν τὴν νύκτα ἐπιστολὰς ὁ Οὐολογέσης δεξάμενος πολεμίους ἐμβαλόντας τῇ Παρθυηνῇ ταύτην πορθεῖν, αὐτίκα σπεύδων ἀνέζευξεν ἄπρακτος. καὶ οὕτως Ἰζάτης προμηθείᾳ θεοῦ τὰς ἀπειλὰς τοῦ Πάρθου διέφυγε. μετὰ δέ τινα χρόνον θνήσκει, πεντήκοντα καὶ πέντε ζήσας ἐνιαυτούς, εἴκοσι δὲ καὶ τέσσαρας ἀνύσας ἐν τῇ ἀρχῇ·
θνήσκει δ’ ἐπὶ παισὶν εἴκοσι καὶ τέσσαρσιν ἄρρεσι καὶ τοσαύταις θηλείαις. τὴν δ’ ἀρχὴν τῷ ἀδελφῷ Μονοβάζῳ κατέλιπεν. Φάδου μέντοι τῆς Ἰουδαίας ἐπιτροπεύοντος ἀνήρ τις γόης Θευδᾶς ὄνομα πείθει τὸν πλεῖστον ὄχλον ἀναλαβόντα τὰς κτήσεις ἕπεσθαι πρὸς τὸν Ἰορδάνην αὐτῷ· προφήτης γὰρ ἔλεγεν εἶναι καὶ σχίσαι τὸν ποταμὸν προστάγματι δύνασθαι· καὶ πλείστους ἠπάτησε. πέμψας δ’ ἐπ’ αὐτοὺς ἴλην ἱππέων ὁ Φάδος πολλοὺς μὲν ἀνεῖλεν, οὐ μείους δ’ ἐζώγρησε, καὶ αὐτὸν τὸν Θευδᾶν, οὗ τὴν κεφαλὴν ἐκτεμόντες ἐκόμισαν εἰς Ἱεροσόλυμα. Φάδον δὲ Τιβέριος Ἀλέξανδρος διεδέξατο, Ἀλεξάνδρου τοῦ ἀλαβαρχήσαντος ἐν Ἀλεξανδρείᾳ υἱός. καὶ οἱ παῖδες δὲ τοῦ Γαλιλαίου Ἰούδα Ἰάκωβος καὶ Σίμων, τοῦ τὸν λαὸν ἀποστήσαντος Κυρηνίου τιμητεύοντος, ἀνῃρέθησαν, οὓς ἀνεσταύρωσεν ὁ Ἀλέξανδρος. ὁ δὲ τῆς Χαλκίδος βασιλεύων Ἡρώδης μεταστήσας τῆς ἀρχιερωσύνης Ἰωσὴφ τὸν τοῦ Κεμεδῆ, Ἀνανίᾳ τῷ τοῦ Νεδεβαίου παρέσχεν αὐτήν. Τιβερίῳ δὲ Ἀλεξάνδρῳ Κούμανος ἦλθε διάδοχος. ἐν ὀγδόῳ δ’ ἔτει τῆς Κλαυδίου μοναρχίας Ἡρώδης ὁ τοῦ μεγάλου Ἀγρίππου ἀδελφὸς τελευτᾷ ἐφ’ υἱέσι τρισί· τὴν δ’ ἀρχὴν αὐτοῦ τῷ νεωτέρῳ Ἀγρίππᾳ δέδωκε Κλαύδιος.
PG 134:301Κουμάνου δὲ τῆς Ἰουδαίας ἐπιτροπεύοντος πλῆθος κατὰ τὴν ἑορτὴν τοῦ πάσχα εἰς Ἱεροσόλυμα ἤθροιστο. ἵνα γοῦν μή τι νεωτερισθείη παρὰ τοῦ πλήθους ὄντος πολλοῦ, στρατιώτας ἐνόπλους ἐπὶ τῶν τοῦ ἱεροῦ στοῶν ὁ Κούμανος ἔστησε καταστελοῦντας τὸν θόρυβον, ἐὰν γένηται· τοῦτο δὲ καὶ οἱ πρὸ αὐτοῦ ἐποίουν. τετάρτῃ δ’ ἡμέρᾳ τῆς ἑορτῆς στρατιώτης τῶν ἐν ταῖς στοαῖς ἀνακαλυψάμενος τὴν αἰδῶ τοῖς πλήθεσιν ἐπεδείκνυεν. οἱ δ’ ἐθυμοῦντο ὡς εἰς τὸν θεὸν τοῦ στρατιώτου ἠσεβηκότος, καὶ οἱ θρασύτεροι τὸν Κούμανον ἐβλασφήμουν. καὶ ὃς πρὸς τὰς βλασφημίας ἠρέθιστο, καὶ κελεύει τὸ στράτευμα πᾶν ἥκειν εἰς τὴν Ἀντωνίαν τὸ φρούριον τῷ ἱερῷ ἐπικείμενον. τὸ πλῆθος οὖν τοὺς ὁπλίτας θεασάμενον εἰς φυγὴν ὥρμησε, καὶ τῶν ἐξόδων στενῶν οὐσῶν συνωθούμενοι κατὰ τὴν φυγὴν πολλοὶ ὑπ’ ἀλλήλων συνθλιβόμενοι καὶ συμπατούμενοι διεφθάρησαν, ὡς δύο μυριάδας ἀριθμηθῆναι τοὺς τότε διαφθαρέντας· καὶ πένθος ἦν ἀντὶ πανηγύρεως. Οὔπω τὸ πένθος τοῦτο κατηύναστο καὶ κακὸν προστίθεται ἕτερον. τινὲς γὰρ τῶν ἐπὶ νεωτερισμοῖς ἡδομένων Στέφανόν τινα δοῦλον τοῦ Καίσαρος ὁδοιποροῦντα λῃστεύσαντες ἅπασαν αὐτοῦ τὴν κτῆσιν ἁρπάζουσι.
διὸ πέμπει στρατιώτας ὁ Κούμανος, κελεύσας αὐτοῖς τὰς πλησίον χώρας ληίσασθαι καὶ τοὺς ἐπιφανεστάτους αὐτῶν δεσμίους ἐπ’ αὐτὸν ἀγαγεῖν. τῆς δὲ τῶν χωρίων ἐκείνων πορθήσεως γινομένης νεανίας τις τῶν στρατιωτῶν θρασὺς καὶ ἀτάσθαλος τοῖς Μωυσέως ἐντυχὼν νόμοις ἔν τινι κώμῃ σεβασμίως κειμένοις ἐπ’ ὄψεσι πολλῶν διέρρηξεν αὐτοὺς βλασφημῶν καὶ κατακερτομῶν. προσίασιν οὖν τῷ Κουμάνῳ οἱ Ἰουδαῖοι, ἱκετεύοντες μὴ αὐτούς, ἀλλὰ τὸν θεόν, οὗπερ οἱ νόμοι καθυβρίσθησαν ἐκδικῆσαι. καὶ ὁ Κούμανος δείσας μὴ τὸ πλῆθος πάλιν νεωτερίσειε, τὸν ἐνυβρίσαντα τοῖς νόμοις πελεκίσας τὴν στάσιν κατέπαυσεν. Ἀλλὰ καὶ Σαμαρείταις ἔχθρα πρὸς Ἰουδαίους ἐγένετο· ἡ δ’ αἰτία ἦν αὕτη. Γαλιλαῖοι εἰς Ἱεροσόλυμα πορευόμενοι διά τινος κώμης ὥδευον τῶν Σαμαρειτῶν, καί τινες αὐτοῖς ἐπιθέμενοι πολλοὺς ἀνεῖλον. οἱ πρῶτοι τοίνυν τῶν Γαλιλαίων τῷ Κουμάνῳ προσίασι, παρακαλοῦντες τοὺς ἀνῃρημένους ἐκδικηθῆναι. ὁ δὲ δωροδοκηθεὶς τῆς ἐκδικήσεως οὐκ ἐφρόντισεν. ἀγανακτήσαντες οὖν οἱ Γαλιλαῖοι πρὸς ὅπλα ἐχώρησαν, καὶ κώμας τινὰς τῶν Σαμαρέων ἐμπρήσαντες διαρπάζουσι.
PG 134:302Κούμανος δὲ σὺν δυνάμει τοῖς Γαλιλαίοις ἐπῆλθε, καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτεινε, πλείους δὲ ζῶντας εἷλεν. οἱ πρῶτοι δέ γε τῶν Ἱεροσολύμων μεταμφιασάμενοι σάκκους καὶ τὰς κεφαλὰς σποδῷ καταπάσαντες παρεκάλουν τοὺς ἀφεστῶτας μεταθέσθαι τὸν λογισμὸν καὶ τὰ ὅπλα ῥίψαντας ἠρεμεῖν· καὶ ἔπεισαν. οἱ μὲν οὖν διελύθησαν, ἡ χώρα δ’ ἐξ ἐκείνου λῃστηρίων πεπλήρωτο. Σαμαρεῖς δὲ πρὸς Κουαδράτον τῆς Συρίας ἡγεμονεύοντα κατηγόρουν τῶν Ἰουδαίων ὡς ἐμπρησάντων κώμας αὐτῶν. Ἰουδαῖοι δὲ Σαμαρεῖς ᾐτιῶντο ὡς αἰτίους τῆς στάσεως, καὶ πρὸ αὐτῶν Κούμανον, δώροις διεφθαρμένον καὶ τοὺς ἀνῃρημένους μὴ ἐκδικήσαντα. Κουαδράτος δὲ ὑπερέθετο τὴν κρίσιν, εἰπὼν ἥξειν εἰς τὴν Ἰουδαίαν κἀκεῖ τὴν ἀλήθειαν γνοὺς ἀποφήνασθαι. ἧκεν οὖν εἰς Σαμάρειαν, καὶ ἐξετάσας τὰ πεπραγμένα, αἰτίους τῆς ταραχῆς διέγνω τοὺς Σαμαρεῖς· Ἰουδαίους δὲ οὓς δεδεμένους εἶχεν ὁ Κούμανος, ἀνεσταύρωσεν ὡς νεωτερίσαντας. τοὺς δὲ περὶ Ἀνανίαν τὸν ἀρχιερέα καὶ τὸν στρατηγὸν Ἄνανον δήσας εἰς Ῥώμην ἀπέστειλε, λόγον περὶ τῶν πεπραγμένων Κλαυδίῳ ὑφέξοντας.
κελεύει δὲ καὶ τοῖς Σαμαρέων καὶ Ἰουδαίων πρώτοις καὶ Κουμάνῳ τῷ ἡγεμόνι καὶ τῷ χιλιάρχῳ Κέλερι ἀφικέσθαι καὶ αὐτοὺς πρὸς τὸν αὐτοκράτορα, κριθησομένους περὶ τῶν πρὸς ἀλλήλους ζητήσεων. ἀπελθόντων δέ, δικαστὴς καθίσας ὁ Κλαύδιος, καὶ γνοὺς τοὺς Σαμαρεῖς τῶν κακῶν ἀρχηγούς, τοὺς ἀναβάντας πρὸς αὐτὸν ἀναιρεθῆναι ἐκέλευσε, φυγὴν δὲ τοῦ Κουμάνου κατεψηφίσατο, τὸν μέντοι Κέλερα τὸν χιλίαρχον εἰς Ἱεροσόλυμα ἀπαχθῆναι ἐκέλευσε καὶ συρέντα πάντων ὁρώντων διὰ τῆς πόλεως οὕτως ἀναιρεθῆναι. Πέμπει δὲ ὁ Καῖσαρ Φήλικα τῶν Ἰουδαίων ἐπιτροπεύσοντα· Ἀγρίππᾳ δὲ δωρεῖται τὴν Φιλίππου τετραρχίαν καὶ Βαταναίαν καὶ τὴν Τραχωνῖτιν σὺν Ἀβέλλᾳ, αὗται δὲ Λυσανίου ἦσαν τετραρχίαι, τὴν δὲ Χαλκίδα ἀφαιρεῖται αὐτόν, ἔτη τέσσαρα ταύτης ἄρξαντα. ὁ δ’ Ἀγρίππας ἐκδίδωσι πρὸς γάμον Ἀζίζῳ τῷ Ἐμέσων βασιλεῖ, περιτμηθῆναι θελήσαντι, Δρούσιλλαν τὴν ἀδελφήν, τοῦ Ἐπιφανοῦς Ἀντιόχου παραιτησαμένου τὸν γάμον, ὅτι μὴ ἰουδαί̈σαι ἐβούλετο. καὶ Μαριὰμ κατηγγύησεν Ἀρχελάῳ τῷ Ἑλκίου παιδί, ὑπ’ Ἀγρίππα τοῦ πατρὸς πρῴην μνηστευθεῖσαν αὐτῷ.
Φῆλιξ δὲ τῆς Ἰουδαίας ἐπιτροπεύων, καὶ τὴν Δρούσιλλαν ἰδὼν κάλλους περιττῶς ἔχουσαν, ἑάλω τῷ ταύτης ἔρωτι, καὶ πείθει καταλιποῦσαν τὸν ἄνδρα αὐτῷ γαμηθῆναι. τεκοῦσα δ’ ἐξ αὐτοῦ παῖδα Ἀγρίππαν αὐτὸν ὠνόμασε. λέγεται δὲ κατὰ τοὺς Τίτου χρόνους ἡ γυνὴ σὺν τῷ παιδὶ νεανίᾳ γεγενημένῳ ἀφανισθῆναι κατὰ τὸ Βέσβιον ὄρος, πυρφόρον ὂν καὶ τότε μᾶλλον ἐκπυρωθέν. Βερνίκη δὲ ἑτέρα ἀδελφὴ τοῦ Ἀγρίππου, συνοικοῦσα Ἡρώδῃ τῷ θείῳ, θανόντος ἐκείνου Πολέμωνι συνηρμόσθη, περιτμηθῆναι θελήσαντι, διὰ τὴν φήμην τὴν λέγουσαν αὐτὴν τῷ ἀδελφῷ συνιέναι κατ’ ἔρωτα, ἵν’ οὕτω τὴν διαβολὴν ἀποφήνῃ ψευδῆ. οὐ μὴν ἔμεινεν ὁ γάμος ἐπὶ πολύ, τῆς Βερνίκης καταλιπούσης τὸν Πολέμωνα. Τελευτᾷ δὲ Κλαύδιος Καῖσαρ βασιλεύσας ἔτη τρισκαίδεκα καὶ μῆνας ὀκτὼ ἐφ’ ἡμέραις εἴκοσι. λόγος δὲ ἦν ὡς ὑπὸ τῆς γυναικὸς Ἀγριππίνης φαρμάκοις ἀνῄρητο· ἧς πατὴρ ἦν Γερμανικὸς ὁ Καίσαρος ἀδελφός, ἀνὴρ δὲ Δομέτιος Αἰνόβαρβος τῶν ἐπισήμων ἐν Ῥώμῃ, οὗ τελευτήσαντος χηρεύουσαν αὐτὴν ὁ Κλαύδιος ἄγεται ἔχουσαν καὶ παῖδα Δομέτιον ὁμώνυμον τῷ πατρί.
PG 134:303προανῃρήκει γὰρ τὴν γυναῖκα Μεςσαλῖναν διὰ ζηλοτυπίαν, ἐξ ἧς παῖδας εἶχε Βρεττανικὸν καὶ Ὀκτάβιον. καὶ Ὀκταβίαν δὲ πρεσβυτάτην τῶν ἀδελφῶν ἐκ προτέρας ἑτέρας γυναικὸς εἶχεν, ἣν τῷ Νέρωνι ἥρμοσε· τοῦτο γὰρ τὸν τῆς Ἀγριππίνης υἱὸν τὸν Δομέτιον μετωνόμασεν ὕστερον ὁ Καῖσαρ, εἰσποιησάμενος αὐτόν. ἵνα τοίνυν τούτῳ τὴν αὐταρχίαν περιποιήσηται ἡ μήτηρ Ἀγριππῖνα, κτείνει φαρμάκῳ τὸν Κλαύδιον. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς οἰκείοις καιροῖς καὶ τόποις εἰρήσεται, ὁ δὲ λόγος τῆς ἀκολουθίας ἐχέσθω. Εἶχε μὲν οὖν ὁ Νέρων μετὰ Κλαύδιον τὴν τῶν Ῥωμαίων ἀρχήν, τὰ δὲ κατὰ τὴν Ἰουδαίαν ἐπεδίδου πρὸς τὸ χεῖρον διηνεκῶς, καὶ λῃστηρίων ἡ χώρα ἐμπέπληστο καὶ γοήτων ἀπατώντων τὸν ὄχλον, ὧν πολλοὺς ὁ Φῆλιξ συλλαμβάνων ἀνῄρει. ἔχων δὲ ἀπεχθῶς πρὸς Ἰωνάθην τὸν ἀρχιερέα ὁ Φῆλιξ, πολλάκις αὐτὸν νουθετοῦντα περὶ τοῦ κρειττόνως προί̈στασθαι τῶν κατὰ τὴν Ἰουδαίαν, πρόφασιν ἐζήτει δι’ ἣν τὸν ἐνοχλοῦντα συνεχῶς μεταστήσεται· καὶ διὰ τῶν λῃστῶν αὐτὸν ἀναιρεῖ, οἳ ἐν τῷ ναῷ παραγεγονότες ὡς προσκυνήσοντες καὶ ξιφίδια φέροντες ὑπὸ τὰς ἐσθῆτας ἀνεμίχθησαν τῷ πλήθει καὶ τὸν Ἰωνάθην ἀνεῖλον.
ἀνεκδικήτου δὲ τοῦ τολμήματος μείναντος, ἀδεῶς οἱ λῃσταὶ ἀναβαίνοντες οὓς μὲν οἰκείους ἐχθροὺς ἀνῄρουν, οὓς δ’ ἑτέρων ἐπὶ μισθῷ. γόητες δὲ καὶ ἀπατεῶνες ἄνθρωποι τὸν ὄχλον ἀνέπειθον ἕπεσθαι σφίσιν εἰς τὴν ἐρημίαν, δείξουσιν ἐναργῆ σημεῖα καὶ τέρατα γινόμενα ἐκ θεοῦ· ὧν πολλοὺς ὁ Φῆλιξ ἐκόλαζεν. οἱ δέ γε λῃσταὶ τὸν δῆμον εἰς τὸν πρὸς Ῥωμαίους ἠρέθιζον πόλεμον, θέλοντες μὴ ὑπακούειν αὐτῶν, καὶ τὰς τῶν μὴ πειθομένων κώμας ἐμπιπρῶντες διέφθειρον. Σύρων δὲ καὶ Ἰουδαίων τὴν Καισάρειαν οἰκούντων οἱ μὲν Ἰουδαῖοι πρωτεύειν ἠξίουν ὡς Ἡρώδου τοῦ σφῶν βασιλέως τὴν πόλιν ἐγείραντος, Σύροι δὲ τὰ μὲν περὶ τὸν Ἡρώδην ὡμολόγουν, ἔφασαν δὲ καὶ πρῴην πόλιν εἶναι Στράτωνος καλουμένην πύργον, καὶ μηδένα τότε τὴν πόλιν Ἰουδαῖον οἰκεῖν. διὰ ταῦτα τοίνυν τῶν Καισαρέων στασιαζόντων, οἱ τῆς χώρας ἐπιμελούμενοι πληγαῖς τοὺς αἰτίους ᾐκίσαντο, καὶ πρὸς ὀλίγον τὸν θόρυβον κατεκοίμισαν. πλούτῳ δὲ τῶν Σύρων οἱ Ἰουδαῖοι προέχοντες, καὶ διὰ τοῦτο καταφρονοῦντες αὐτῶν, ἐβλασφήμουν αὐτούς.
PG 134:304οἱ δὲ χρήμασι μὲν ἡττώμενοι, θαρροῦντες δὲ ὅτι πλεῖστοι τῶν ὑπὸ Ῥωμαίους στρατευομένων Καισαρεῖς ἦσαν, μέχρι μέν τινος καὶ αὐτοὶ λόγοις τοὺς Ἰουδαίους ἀνθύβριζον· εἶτα λίθοις ἀλλήλους ἔβαλλον, ἕως πολλοὶ ἐτρώθησάν τε καὶ ἔπεσον ἀμφοτέρωθεν· νικῶσι δὲ Ἰουδαῖοι. ὁ μέντοι Φῆλιξ παύσασθαι τοὺς Ἰουδαίους ἐκέλευε, καὶ μὴ πειθομένοις τοὺς στρατιώτας ἐπαφίησι· καὶ πολλοὺς μὲν ἀνεῖλε, πλείους δὲ ζῶντας συνέσχε, καὶ οἰκίας διαρπάζειν τοῖς στρατιώταις ἐπέτρεψεν. οἱ δὲ τῶν Ἰουδαίων ἐπιεικέστεροι καὶ οἱ προύχοντες παρεκάλουν τὸν Φήλικα τοὺς στρατιώτας ἀνακαλέσασθαι καὶ φείσασθαι αὐτῶν, δοῦναί τε ἐπὶ τοῖς πεπραγμένοις μετάνοιαν. καὶ ὁ Φῆλιξ ἐπείσθη. Ὁ δὲ βασιλεὺς Ἀγρίππας δίδωσι τὴν ἀρχιερωσύνην Ἰσμαὴλ υἱῷ τοῦ Φαβεί. ἔσχον δὲ πρὸς ἀλλήλους στάσιν οἵ τε ἀρχιερεῖς καὶ ἱερεῖς σὺν τοῖς πρώτοις τῶν Ἱεροσολυμιτῶν, καὶ ἐκακολόγουν ἀλλήλους καὶ λίθοις ἔβαλλον, καὶ ὁ ἐπιπλήξων καὶ τὴν στάσιν κωλύσων οὐκ ἦν. ἐς τοσοῦτον δὲ οἱ ἀρχιερεῖς ἠναιδεύσαντο ὡς καὶ πέμπειν ἐπὶ τὰς ἅλωνας καὶ βίᾳ λαμβάνειν τὰς τοῖς ἱερεῦσιν ὀφειλομένας δεκάτας, ὅθεν οἱ ἄποροι τῶν ἱερέων ὑπ’ ἐνδείας ἀπέθνησκον.
Πορκίου δὲ Φήστου ὑπὸ Νέρωνος σταλέντος διαδόχου τῷ Φήλικι, οἱ Καισαρεῖς Ἰουδαῖοι κατηγόρησαν τοῦ Φήλικος παρὰ Νέρωνι· καὶ τάχα ἂν ἔτισε δίκας τῶν εἰς αὐτοὺς ἀδικημάτων, εἰ μὴ Πάλλας ὁ ἀδελφὸς αὐτοῦ μέγα δυνάμενος παρὰ Νέρωνι τὴν αὐτοῦ ὀργὴν παρῃτήσατο. καὶ οἱ ἐν Καισαρείᾳ δὲ Σύροι Βήρυλλον τὸν Νέρωνος παιδαγωγὸν δεξιωσάμενοι χρήμασιν, ἐπιστολὴν κομίζονται Καίσαρος δι’ αὐτοῦ τὴν Ἰουδαίαν ἰσοπολιτείαν τοῖς ἐν Καισαρείᾳ Σύροις ἄκυρον ἀποφαίνουσαν. ἐξ ἧς τὰ μετὰ ταῦτα κακὰ τῷ ἔθνει ἐφύησαν· διὰ ταύτην γὰρ τὴν ἐπιστολὴν Ἰουδαῖοι πρὸς τοὺς Σύρους μᾶλλον στάσεως εἴχοντο, μέχρις ἂν ἀνήφθη ὁ πόλεμος. Φῆστος δὲ εἰς τὴν Ἰουδαίαν ἐλθὼν κακουμένην εὗρε ταύτην ὑπὸ λῃστῶν. καὶ οἱ σικάριοι γὰρ καλούμενοι, λῃσταὶ δὲ καὶ οὗτοι ἦσαν, τότε μᾶλλον εἰς πλῆθος συνέστησαν, χρώμενοι ξιφιδίοις ἐπικαμπέσι καὶ ὁμοίοις ταῖς ὑπὸ Ῥωμαίων καλουμέναις σίκαις, ἀφ’ ὧν καὶ σικάριοι ὠνομάσθησαν· οἳ κατὰ τὰς ἑορτὰς τῷ πλήθει ἀναμιγνύμενοι οὓς ἐβούλοντο ῥᾳδίως ἀπέσφαττον, καὶ τὰς κώμας δὲ διήρπαζόν τε καὶ ἐνεπίμπρασαν.
πέμπει δὲ Φῆστος δύναμιν ἐπὶ τοὺς ἀπατηθέντας ὑπό τινος γόητος, σωτηρίαν ἐπαγγελλομένου τοῖς ἕπεσθαι θέλουσι μέχρι τῆς ἐρημίας αὐτῷ· κἀκεῖνόν τε τὸν ἀπατεῶνα καὶ τοὺς ἀκολουθήσαντας οἱ πεμφθέντες διέφθειραν. Ὁ μέντοι βασιλεὺς Ἀγρίππας οἴκημά τι μέγα δομησάμενος ἐν τοῖς βασιλείοις, ἐκεῖθεν ἐθεᾶτο τὰ ἐν τῷ ἱερῷ ἐνεργούμενα. πρὸς τοῦτο δ’ ἐχαλέπαινον οἱ τῆς πόλεως. τοῖχον οὖν ἐγείρουσιν, ὃς οὐ τῆς βασιλικῆς οἰκίας μόνης τὴν ἄποψιν ὑπετέμνετο, ἀλλὰ καὶ τῆς πρὸς δύσιν στοᾶς, ἔνθα τὰς φυλακὰς οἱ Ῥωμαῖοι ταῖς ἑορταῖς ἐποιοῦντο διὰ τὸ ἱερόν. ἐπὶ τούτοις ἠγανάκτησεν ὁ Ἀγρίππας, καὶ πλέον ὁ Φῆστος, καὶ καθελεῖν τὸν τοῖχον ἐβούλετο. οἱ δὲ παρεκάλεσαν ἐνδοθῆναι αὐτοῖς δεηθῆναι τοῦ Καίσαρος. καὶ συγχωρήσαντος Φήστου, πέμπουσι δέκα ἐκ τῶν πρώτων πρὸς Νέρωνα καὶ Ἰσμαὴλ τὸν ἀρχιερέα καὶ Ἑλκίαν τὸν γαζοφύλακα. καὶ ὁ Νέρων τῇ γυναικὶ Ποππαίᾳ ὑπὲρ Ἰουδαίων ἀξιούσῃ χαριζόμενος ἐκέλευσεν ἐᾶν τὴν οἰκοδομήν. καὶ ἡ Ποππαία τοὺς μὲν ἄλλους ἀφῆκεν ἐπανελθεῖν, τὸν δὲ Ἰσμαὴλ καὶ τὸν Ἑλκίαν κατέσχε παρ’ ἑαυτῇ ὁμηρεύσοντας.
PG 134:305καὶ ὁ βασιλεὺς Ἀγρίππας ταῦτα πυθόμενος δίδωσι τὴν ἀρχιερωσύνην Ἰωσὴφ τῷ καλουμένῳ Δεκαβί, υἱῷ τοῦ ἀρχιερατεύσαντος Σίμωνος· εἶτα τῷ Ἄννᾳ υἱῷ τοῦ Ἄννα ταύτην ἐξ Ἰωσὴφ ἀφελόμενος προσεκλήρωσεν. Οὗτος οὖν ὁ νέος Ἄννας τὴν ἀρχιερωσύνην παρειληφὼς τολμητίας ἦν καὶ θρασύς. Φήστου τοίνυν θανόντος, καὶ Ἀλβίνου μήπω καταλαβόντος τὴν Ἰουδαίαν, ὃς ἀντὶ Φήστου παρὰ Νέρωνος ἐστάλη τῆς Ἰουδαίας ἐπίτροπος, καθίσας συνέδριον, ἵν’ αὐτοῖς τοῖς Ἰωσήπου χρήσωμαι ῥήμασι, παράγει τὸν ἀδελφὸν Ἰησοῦ τοῦ λεγομένου Χριστοῦ, Ἰάκωβος ὄνομα αὐτῷ, καί τινας ἑτέρους, ὡς παρανομησάντων κατηγορῶν αὐτῶν, καὶ παρέδωκε λευσθησομένους. ὅσοι δὲ τῶν κατὰ τὴν πόλιν ἐδόκουν ἐπιεικέστατοι καὶ περὶ τοὺς νόμους ἀκριβεῖς, βαρέως ἤνεγκαν ἐπὶ τούτῳ, καὶ κατεῖπον αὐτοῦ καὶ πρὸς Ἀλβῖνον καὶ πρὸς Ἀγρίππαν. διὸ τὴν ἀρχιερωσύνην ἀφελόμενος ὁ βασιλεὺς ἐξ αὐτοῦ, μῆνας ἄρξαντος τρεῖς, Ἰησοῦν τὸν τοῦ Μνασέα κατέστησεν. Ἀλβῖνος δ’ ἐλθὼν εἰς Ἱεροσόλυμα σπουδὴν εἰςήνεγκεν εἰρηνεύειν τὴν χώραν, καὶ πολλοὺς τῶν σικαρίων διέφθειρεν. Ἀγρίππας δὲ τὴν ἀρχιερωσύνην δίδωσι Ἰησοῦ τῷ τοῦ Γαμαλιήλ, παύσας τὸν τοῦ Μνασέα Ἰησοῦν.
στάσις οὖν τῶν ἀρχιερέων ἐγένετο, προσεταιρισαμένων τοὺς θρασυτάτους, καὶ μέχρι λίθων ἡ στάσις ἐξ ὕβρεων τῶν πρὸς ἀλλήλους προυχώρησεν. ὅθεν ἐξ ἐκείνου τοῦ χρόνου μάλιστα κακῶς ἔχειν τὴν τῶν Ἱεροσολύμων πόλιν συμβέβηκε, καὶ πάντα ἐπὶ τὸ χεῖρον προέκοπτον. Ἀλβῖνος δὲ Γέσσιον Φλῶρον μαθὼν ἀφικνεῖσθαί οἱ διάδοχον, προαγαγὼν τοὺς δεσμώτας, ὅσοι ἦσαν αὐτῷ προδήλως θανεῖν ἄξιοι, τούτους μὲν ἀναιρεθῆναι προςέταξε, τοὺς δ’ ἐκ μικρῶν αἰτιῶν καθειργμένους χρήματα λαμβάνων ἀπέλυε. καὶ οὕτως ἡ μὲν εἱρκτὴ τῶν δεσμωτῶν ἐκενώθη, ἡ χώρα δὲ λῃστῶν ἐπληρώθη. ὁ δ’ Ἀγρίππας τὸν τοῦ Γαμαλιὴλ Ἰησοῦν τῆς ἀρχιερωσύνης ἐκβαλὼν Ματθίᾳ τῷ Θεοφίλου προσένειμεν, ἐφ’ οὗ ὁ πρὸς Ῥωμαίους ἤρξατο πόλεμος. Ἤρξατο μὲν οὖν ἡ ἀρχιερωσύνη ἐξ Ἀαρών, τελευτήσαντος δὲ ἐκείνου οἱ παῖδες αὐτοῦ αὐτὴν διεδέξαντο, καὶ ἐξ ἐκείνων τοῖς ἀπ’ αὐτῶν διέμεινεν ἡ τιμή. ὅθεν πάτριον ἦν Ἰουδαίοις μηδένα τὴν ἀρχιερωσύνην λαμβάνειν, κἂν βασιλεὺς ἦν αὐτῆς ἐφιέμενος, εἰ μὴ τοὺς ἐξ αἵματος Ἀαρών· εἰ καὶ οὐ μέχρι παντὸς τὸ ἔθος τοῦτο τετήρητο.
PG 134:306ἐγένοντο οὖν πάντες ἀπὸ Ἀαρὼν μέχρι Φινεὲς τοῦ κατὰ τὸν πόλεμον ὑπὸ τῶν στασιασάντων ἀναδειχθέντος ὀγδοήκοντα καὶ τρεῖς. Γέσσιος δὲ Φλῶρος εἰς Ἰουδαίαν Ἀλβίνου διάδοχος ἀφικόμενος πολλῶν ἐνέπλησεν Ἰουδαίους κακῶν, τοσοῦτον δὲ γέγονε κάκιστος ὥστε διὰ τὴν ὑπερβολὴν τῆς αὐτοῦ κακίας ἐπαινεῖσθαι τὸν Ἀλβῖνον ὡς εὐεργέτην. ὁ μὲν γὰρ τὴν πονηρίαν ἐπέκρυπτε καὶ ἀδικῶν μὴ γίνεσθαι κατάφωρος ἔσπευδε, Φλῶρος δὲ ἀπαρακαλύπτως καὶ ἀναιδῶς τὰς εἰς τὸ ἔθνος παρανομίας ἐποίει, ὥσπερ ἐπιδεικνύμενος. καὶ τί δεῖ τῶν ἐκείνου κακῶν ἀπαριθμεῖν τὸ καθ’ ἕκαστον; τοσοῦτον δ’ εἰπὼν δηλώσω τὸ πᾶν, ὅτι ὁ τοὺς Ἰουδαίους τὸν πρὸς Ῥωμαίους ἄρασθαι πόλεμον βιασάμενος Φλῶρος ἦν. ἔλαβε δὲ τὴν ἀρχὴν ὁ πόλεμος δευτέρῳ μὲν ἔτει τῆς Φλώρου ἐπιτροπῆς, δωδεκάτῳ δὲ τῆς μοναρχίας τοῦ Νέρωνος. Ἐντεῦθεν οὖν ἡ τῶν Ἰουδαίων ἀποστασία εἰς προῦπτον ἀνερράγη καὶ ὁ πόλεμος ἤρξατο. διηγήσασθαι δὲ τούτου ἕκαστα πλείονος ἂν γένοιτο πραγματείας ἢ κατὰ τὴν παροῦσαν ἐγχείρησιν. ἀλλὰ τὰ μὲν ἄλλα ἐᾶσαί μοι κέκριται, μόνα δ’ ἐπιτεμεῖν τὰ περὶ τῆς ἁλώσεως τῶν Ἱεροσολύμων αὐτῶν.
Οὐεσπασιανὸς γὰρ παρὰ Νέρωνος, μαθόντος τὴν Ἰουδαίων ἀποστασίαν, τὴν τοῦ πολέμου διοίκησιν πιστευθείς, οὐ πρώτοις τοῖς Ἱεροσολύμοις προσέβαλεν, ἀλλὰ τὰς ὑπὸ τὴν μητρόπολιν ἔσπευσε πρότερον ἑλεῖν πόλεις, καὶ οὕτως αὐτὴν χειρώσασθαι τὴν μητρόπολιν. καταλαβὼν οὖν τὴν Πτολεμαί̈δα, καὶ ἑνωθεὶς ἐν αὐτῇ τῷ υἱῷ Τίτῳ ἐξ Ἀλεξανδρείας ἀφικομένῳ καὶ τὸ πεντεκαιδέκατον τάγμα κομίζοντι, σταλέντι παρ’ αὐτοῦ ἐξ Ἀχαί̈ας, ὅπου τοῦ πολέμου στρατηγὸς κεχειροτόνητο παρὰ Νέρωνος, ἐν Ἀχαί̈ᾳ γὰρ ἐτύγχανεν ὢν ἐκεῖνος ὅτε ἡ τῶν Ἰουδαίων ἀποστασία κατηγγέλθη αὐτῷ, κατὰ τῆς Γαλιλαίας πρότερον ὥρμησε, καὶ τῇ πόλει τῶν Ἰωταπάτων πρώτῃ προσβαλών, καὶ ἐπὶ τεσσαράκοντα πολιορκήσας ἡμέρας, πορθεῖ μὲν αὐτήν, αἱρεῖ δὲ καὶ τὸν Ἰώσηπον στρατηγοῦντα τῆς Γαλιλαίας καὶ τῆς εἰρημένης ὑπερμαχοῦντα πόλεως. ἐκεῖθεν δὲ καθ’ ἑτέρων ἐχώρει φρουρίων καὶ πολισμάτων, καὶ τὰ μὲν ὁμολογίᾳ, τὰ δὲ πολιορκίᾳ ὑπὸ Ῥωμαίους πεποίητο.
καὶ ταῦτα ἤδη κατεργασάμενος ἡτοιμάζετο καὶ αὐτῇ προσμίξαι τῇ μητροπόλει, διακειμένῃ κακῶς ἐκ τοῦ πρὸς ἀλλήλους στασιάζειν τοὺς ἐν αὐτῇ, καὶ εἰς ἐμφυλίους ἐκκυλισθῆναι μάχας καὶ ἀλλήλων σφαγάς, κἀντεῦθεν τὸ μάχιμον διαφθείρεσθαι. ἐπέσχε δὲ τῷ Οὐεσπασιανῷ τὴν ὁρμὴν ἀγγελθεὶς ὁ Νέρων τῆς αὐταρχίας ἐκπεπτωκὼς καὶ τῆς Ῥώμης λαθραίως ἐκδρὰς καὶ ἑαυτὸν ἀνελών. εἶτα Γάλβαν μαθὼν γενόμενον αὐτοκράτορα, Τίτον πέμπει πρὸς αὐτόν, προσεροῦντά τε καὶ ὅ,τι περὶ Ἰουδαίων κελεύει πευσόμενον. ἔτι δὲ καθ’ ὁδὸν ὄντος Τίτου καὶ ὁ Γάλβας ἀνῄρητο. ὅπερ ἀκούσας ὁ Τίτος πρὸς τὸν πατέρα παλινοστεῖ. καὶ διὰ τὸ περὶ τῆς Ῥωμαίων ἀρχῆς ἀμφίβολον οὐκ ἐπεχείρουν τῇ κατὰ τῆς Ἱερουσαλὴμ προσβολῇ, ἀλλ’ ἠρέμουν ἐν Καισαρείᾳ. Γάλβου δὲ ἀνῃρημένου Ὄθων τὴν ἀρχὴν διεδέξατο. τὰ δ’ ἐν Γερμανίᾳ τυγχάνοντα τάγματα Οὐιτέλλιον ἀνηγόρευσαν αὐτοκράτορα. στείλας οὖν Ὄθων ἐπολέμει Οὐιτελλίῳ. ἡττημένων δὲ τῶν ἀπεσταλμένων Ὄθων ἑαυτὸν διεχρήσατο. καὶ Οὐιτέλλιος εἰς Ῥώμην ἀπῄει σὺν τοῖς στρατεύμασιν· ἤδη γὰρ αὐτῷ καὶ οἱ τοῦ Ὄθωνος προσεχώρησαν.
PG 134:307Οὐεσπασιανὸς δέ, εἴ τινα ἦσαν περίλοιπα τῶν Ἰουδαίων πολίχνια μήπω ἑαλωκότα, στείλας ἐπόρθει καὶ ταῦτα, ὡς μόνην ἤδη τὴν τῶν Ἱεροσολύμων πόλιν σκοπὸν Ῥωμαίοις περιλιμπάνεσθαι. ἐνόσει δὲ δεινῶς, ὡς εἴρηται, τὰ τῆς πόλεως. ἔξωθεν μὲν γὰρ ὁ Σίμων καὶ οἱ περὶ αὐτὸν τοῖς Ἰουδαίοις Ῥωμαίων ἐτύγχανον φοβερώτεροι, ἔνδον δ’ οἱ ζηλωταὶ καλούμενοι καὶ ὁ τούτων ἐξάρχων Ἰωάννης καὶ Ῥωμαίων ἦσαν καὶ τοῦ Σίμωνος χαλεπώτεροι. σφοδρότατα δὲ βιαζομένων τοὺς ἐν τῇ πόλει τῶν ζηλωτῶν, ἠναγκάσθησαν οἱ τοῦ δήμου τὸν Σίμωνα μετὰ τοῦ περὶ αὐτὸν πλήθους εἰς τὴν πόλιν παρακαλοῦντες εἰσαγαγεῖν, ὡς τάχα τῆς τῶν ζηλωτῶν τυραννίδος αὐτοὺς ἀπαλλάξοντα· ἔλαθον δὲ χείρονα καθ’ ἑαυτῶν εἰςδεξάμενοι τύραννον. τούτων δ’ ἐν Ἱεροσολύμοις πραττομένων Οὐιτέλλιος τὴν Ῥώμην κατέλαβεν αὐτοκράτωρ ἀναρρηθείς. Οὐεσπασιανῷ δὲ μαθόντι ταῦτα οὐκ ἤρεσκε, καὶ ἀπηξίου δεσπότην ἔχειν τὸν Οὐιτέλλιον. οἱ δ’ ἡγεμόνες τῶν σὺν αὐτῷ ταγμάτων, ἀλλὰ μὴν καὶ οἱ στρατιῶται συνελθόντες ἀναγορεύουσι τὸν Οὐεσπασιανὸν αὐτοκράτορα. Ὁ δὲ μέλλων ἤδη ἐκπλεῖν τῷ υἱῷ Τίτῳ τὴν τῶν Ἱεροσολύμων πολιορκίαν ἀνέθετο.
ὃς τὰς δυνάμεις συναγαγὼν ἀπῄει πρὸς τὰ Ἱεροσόλυμα, καὶ πρὸ τριάκοντα σταδίων ἐστρατοπεδευκώς, ἐκεῖθεν ἑξακοσίους τῶν ἐπιλέκτων ἱππέων παραλαβὼν ᾔει τὴν πόλιν κατασκεψόμενος καὶ τὰ φρονήματα τῶν ἐντός. ἐπεκθέουσι δὲ τῆς πόλεως ἄπειροι· καὶ οἱ μὲν πλεῖστοι τῶν μετὰ Τίτου μανιώδη τὴν ὁρμὴν τῶν Ἰουδαίων ὁρῶντες ἀνεκόπησαν τοῦ πρόσω χωρεῖν, ὁ Τίτος δὲ μετ’ ὀλίγων τῶν ἄλλων ἀποτμηθεὶς εἰς μέσους τοὺς πολεμίους ἐμπεριείληπτο. καὶ γνοὺς ἐν κινδύνῳ τὰ κατ’ αὐτόν, ἐπιστρέφει τὸν ἵππον, καὶ τοῖς περὶ αὐτὸν ἐμβοήσας ἕπεσθαι ἐμβάλλει τοῖς Ἰουδαίοις, καὶ τῷ ξίφει τοὺς ἐπιόντας ἀναστέλλων ἐπὶ τὸ στρατόπεδον διασώζεται, δύο πεσόντων ἐκ τῶν ἑπομένων αὐτῷ. Μεθ’ ἡμέραν οὖν ἐπὶ τὸν σκοπὸν ἐλθών, τόπος δ’ ἐστὶν οὕτω καλούμενος διέχων τῆς πόλεως σταδίους ἑπτά, ὅθεν ἥ τε πόλις καὶ ὁ ναὸς καταφαίνεται, περιβαλέσθαι κελεύει στρατόπεδον. τῶν δ’ ἐν τῇ πόλει συρρηγνυμένων ἀλλήλοις ἀεί, τότε πολὺς ἐπελθὼν ὁ ἔξωθεν πόλεμος τὴν ἔριν ἀνέπαυσεν. ἐμάχοντο οὖν τοῖς βαλλομένοις στρατόπεδον οἱ Ἰουδαῖοι τῆς πόλεως ἐκτρέχοντες καὶ ἐκάκουν τοὺς ἐναντίους, μᾶλλον δ’ ἐκακοῦντο αὐτοί.
PG 134:308λωφήσαντος δὲ πρὸς βραχὺ τοῦ θύραθεν πολέμου, πάλιν τοῖς ἔνδον ἡ στάσις ἠγείρετο. καὶ δόλῳ τὸ ἱερὸν ὁ Ἰωάννης σὺν τοῖς ζηλωταῖς κατασχών, πολλῶν ἀναιρεθέντων, κατεθάρρει τοῦ Σίμωνος. Ὁ δὲ Τίτος ἐξομαλίσαι προσέταξε τὸ ἀπὸ τοῦ σκοποῦ μέχρι τοῦ τείχους διάστημα. καὶ τὸ μὲν ἐγίνετο, Ἰουδαίοις δὲ κατὰ Ῥωμαίων ἐνέδρα τις μεμηχάνητο. οἱ γὰρ τολμηρότεροι τῶν στασιαστῶν προελθόντες τῆς πόλεως, ὡς ἐκβεβλημένοι δῆθεν ὑπὸ τῶν τὰ εἰρηνικὰ φρονούντων, περὶ τὸ τεῖχος ἦσαν εἰλούμενοι· ἄλλοι δὲ στάντες ἐπὶ τοῦ τείχους, ὡς ἐκ τοῦ δήμου τυγχάνοντες, εἰρήνην ἐβόων καὶ δεξιὰν ᾐτοῦντο, καλοῦντες τοὺς Ῥωμαίους ὡς τὰς πύλας ἀνοίξοντες. τοῖς μὲν οὖν στρατιώταις οὐδὲν ὑπωπτεύετο, καὶ ἐχώρουν ἐπὶ τὸ ἔργον, Τίτῳ δὲ δι’ ὑποψίας ἦν τῆς ἐπικλήσεως τὸ παράλογον. πρὸ μιᾶς γὰρ ἡμέρας διὰ τοῦ Ἰωσήπου ἐπὶ συμβάσεις αὐτοὺς προκαλούμενος, οὐδὲν φρονοῦντας εὕρισκε μέτριον. μένειν οὖν κατὰ χώραν τοὺς στρατιώτας ἐκέλευε. φθασάντων δέ τινων πρὸς τὰς πύλας δραμεῖν, τὸ μὲν πρῶτον οἱ ἐκβεβλῆσθαι δοκοῦντες ὑπέφευγον, ὡς δὲ μεταξὺ τῶν τῆς πόλεως ἐγένοντο πύργων, ἐξέθεον καὶ ἐκύκλουν αὐτούς.
καὶ οἱ ἐπὶ τοῦ τείχους βέλη κατ’ αὐτῶν ἠφίεσαν καὶ λίθους ἠκόντιζον καὶ ἀνεῖλον συχνοὺς καὶ πλείους κατέτρωσαν. καὶ οἱ μὲν Ἰουδαῖοι ἐσκίρτων τοὺς θυρεοὺς ἀνασείοντες, τοῖς δὲ στρατιώταις ὁ Τίτος ἠπείλει καὶ οἱ ταξίαρχοι. Ἤδη δὲ τοῦ πρὸ τῶν τειχῶν χώρου ἐξισωθέντος, ἐκεῖ μεταθεῖναι βουλόμενος τὸ στρατόπεδον, τὸ καρτερώτατον τῆς δυνάμεως ἀντιπαρεξέτεινε τῷ τείχει, καὶ οὕτω πεφραγμένων Ἰουδαίοις τῶν ἐκδρομῶν, ἐστρατοπεδεύσαντο οἱ Ῥωμαῖοι ἐκεῖ. τρισὶ δὲ τείχεσιν ἡ πόλις περιεβέβλητο· ὅπου δ’ ἡ φύσις τοῦ τόπου ταύτην ὠχύρου, ἑνὶ περιβόλῳ διέζωστο. οὕτω δ’ ἐχούσης τῆς πόλεως ἄπορος ἐδόκει τῷ Τίτῳ ἡ προσβολή. τέως δ’ οὖν ἔδοξε κατὰ τὸ Ἰωάννου τοῦ ἀρχιερέως μνημεῖον προσβάλλειν. καὶ τοῖς τάγμασι δῃοῦν τὰ πρὸ τῆς πόλεως ἐγκελεύεται, συμφορεῖν τε τὴν ὕλην, ἵν’ ἐγείροιεν χώματα. καὶ οἱ μὲν εἰς ἔργον ἦγον τὸ κέλευσμα, τῶν δὲ χωμάτων ἐγηγερμένων προσάγειν τοὺς κριοὺς ὁ Τίτος προσέταττε καὶ τύπτειν τὸ τεῖχος.
Ἤδη τῶν κριῶν ἠργμένων τριχόθεν, ἐξαισίου τε κτύπου τὴν πόλιν περιηχήσαντος, κραυγὴ παρὰ τῶν ἔνδον ἤρθη, καὶ οἱ στασιασταὶ δείσαντες ὡμονόησαν, κοινὴν τὴν ἄμυναν πρὸς τοὺς πολεμίους ποιεῖσθαι συνθέμενοι. τῶν γε μὴν κριῶν τυπτόντων οὐχ ὑπεδίδου τὸ τεῖχος πληττόμενον, γωνία δέ τις μόνον ἑνὸς τῶν πύργων παρακεκίνητο, τὸ δὲ τεῖχος ἀκέραιον ἦν. Ἰουδαῖοι δὲ τοὺς Ῥωμαίους ἐσκεδασμένους παρατηρήσαντες κατὰ τὸ στρατόπεδον, ἐκθέουσι πάντες, πῦρ ταῖς μηχαναῖς ἐπιφέροντες. δεινὴ δὲ περὶ τὰς ἑλεπόλεις μάχη συνέπεσε, τῶν μὲν ὑποπιμπρᾶν, τῶν δὲ κωλύειν βιαζομένων· Ἰουδαῖοι δὲ ὑπερεῖχον ἐξ ἀπονοίας. καὶ τὸ πῦρ τῶν ἑλεπόλεων ἥπτετο, καὶ εἰ μὴ ὁ Τίτος σὺν τοῖς ἱππεῦσιν ἐπεβοήθησε, καὶ κατεφλέγησαν ἄν. νῦν δὲ τῶν προμάχων τῶν Ἰουδαίων πεσόντων ὡς δώδεκα, οἱ λοιποὶ ἐνέκλιναν καὶ συνηλάθησαν εἰς τὴν πόλιν. ζωγρηθεὶς δὲ τῶν Ἰουδαίων εἷς πρὸ τοῦ τείχους ἀνεσταυρώθη, εἰ πρὸς τὴν ὄψιν οἱ λοιποὶ καταπλαγέντες ἐνδοῖεν.
PG 134:309πύργους δὲ πεντήκοντα πήχεων ἕκαστον ἐκ ξύλων τοῦ Τίτου κατασκευάσαντος καὶ τοῖς χώμασιν αὐτοὺς ἐπιστήσαντος οὐκέτι ἐκώλυον Ἰουδαῖοι τὰς ἐμβολὰς τῶν κριῶν, ἐκ τῶν πύργων βαλλόμενοι καὶ κακούμενοι. ἤδη δὲ τῷ Νίκωνι τοῦ τείχους ἐνδιδόντος, αὐτοὶ γὰρ Ἰουδαῖοι τὴν μεγίστην ἑλέπολιν τῶν Ῥωμαίων οὕτως ἐκάλεσαν, μαλακισθέντες ἀνεχώρουν οἱ πολλοί. καὶ τῶν Ῥωμαίων ἐπιβάντων αὐτοῦ, πάντες εἰς τὸ δεύτερον ἀναφεύγουσι τεῖχος. Καὶ οὕτως οἱ Ῥωμαῖοι τοῦ πρώτου τείχους ἐν πεντεκαίδεκα ἡμέραις ἐκράτησαν. ἐντεῦθεν αὐτοῖς κατὰ τοῦ δευτέρου τείχους ἐγένοντο προσβολαί. καὶ προσάγεται ἡ ἑλέπολις· σαλευομένου δὲ τοῦ πύργου καθ’ οὗ τὰς ἐμβολὰς ἐποιεῖτο, οἱ μὲν ἄλλοι πεφεύγασι, Κάστωρ δέ τις ἀνὴρ γόης μεθ’ ἑτέρων δέκα προτείνων τὰς χεῖρας ὡς ἱκετεύων ἐκάλει τὸν Τίτον. ὁ δὲ πιστεύσας ἐπέχει τὴν ἐμβολὴν τοῦ κριοῦ. καὶ ὁ Κάστωρ καταβῆναι βούλεσθαι ἐπὶ δεξιᾷ ἔλεγε, καὶ τῶν σὺν αὐτῷ δέκα οἱ μὲν τὴν ἱκεσίαν συνυπεκρίνοντο, οἱ δ’ οὐκ ἄν ποτε δουλεύσειν Ῥωμαίοις ἐβόων.
τριβομένης δ’ ἐν τούτοις τῆς ὥρας, ὁ Κάστωρ ἐδήλου τῷ Σίμωνι περὶ τῶν ἐπειγόντων βουλεύεσθαι, ὡς ἐμπαίζοντος Ῥωμαίοις αὐτοῦ καὶ τὸ σφῶν ἐπέχοντος ὅρμημα. τέλος δὲ γνωσθεὶς ἀπάτῃ τὸν καιρὸν παρέλκων, παρώξυνε τοὺς Ῥωμαίους τὰς ἐμβολὰς τοῦ κριοῦ ποιεῖσθαι δυνατωτέρας. ἑάλω τοίνυν καὶ τὸ δεύτερον τεῖχος ἡμέρᾳ πέμπτῃ μετὰ τὸ πρῶτον. παρελθὼν δ’ ἐντὸς ὁ Τίτος κτείνειν τε τοὺς καταλαμβανομένους ἐκώλυσε, καὶ μηδὲ τὰς οἰκίας ὑποπιμπρᾶν τοῖς στρατιώταις ἐκέλευσεν, ἀλλ’ οὐδὲ τοῦ τείχους πολὺ μέρος καθαιρεθῆναι ἠθέλησε· περὶ πλείονος γὰρ ἐποιεῖτο τὴν μὲν πόλιν ἑαυτῷ περισῶσαι, τῇ πόλει δὲ τὸν ναόν. ἐπιτίθενται τοίνυν οἱ στασιασταὶ τοῖς ἐπελθοῦσιν εἰς τὴν πόλιν Ῥωμαίοις, καὶ οἱ μὲν κατὰ τοὺς στενωπούς, οἱ δ’ ἐκ τῶν οἰκιῶν, οἱ δ’ ἐκ τοῦ τείχους αὐτοὺς ἔβαλλον. καὶ οἱ τούτου φρουροὶ Ῥωμαῖοι καθαλλόμενοι τῶν πύργων ἀνεχώρουν εἰς τὸ στρατόπεδον. Ἰουδαῖοι δὲ κατ’ ἐμπειρίαν τῶν στενωπῶν ἐτίτρωσκόν τε πολλοὺς καὶ προσπίπτοντες ἐξώθουν. Ῥωμαῖοι μὲν οὖν κρατήσαντες καὶ τοῦ δευτέρου τείχους, αὖθις ἐξώσθησαν, ἐπῆρτο δὲ τοῖς στασιασταῖς τὰ φρονήματα.
PG 134:310ἤδη δὲ καὶ ὁ λιμὸς ὑφέρπων τὴν πόλιν πολλοὺς τῶν ἀγαθῶν ἀνδρῶν ἐνδείᾳ τῶν ἐπιτηδείων διέφθειρε. τοῦτο δὲ τοῖς στασιασταῖς καταθύμιον ἦν, μόνους ἀξιοῦσι σώζεσθαι τοὺς τὴν εἰρήνην μὴ θέλοντας, τὴν δὲ τῶν ἄλλων φθορὰν οἰομένοις κουφισμὸν ἑαυτῶν. Ῥωμαῖοι δὲ αὖθις ἀπεπειρῶντο κατασχεῖν τὸ τεῖχος τὸ δεύτερον, οἱ δὲ διεκώλυον· καὶ ἐπὶ τρισὶ μὲν ἡμέραις ἀντέσχον, τῇ δὲ τετάρτῃ μὴ ἐνεγκόντες τὴν προσβολὴν εἰς τὸ ἐνδότερον μετεχώρησαν. Καὶ πάλιν ὁ Τίτος τοῦ τείχους κρατήσας αὐτίκα τούτου καθῄρησε τὸ προσάρκτιον· τῷ λοιπῷ δ’ ἐγκαταστήσας φρουράν, τῷ τρίτῳ προσβαλεῖν ἡτοιμάζετο. καὶ διχῇ τὰ τάγματα διελὼν ἐγείρειν ἤρχετο χώματα. τῶν δ’ ἐντὸς οἱ μὲν στασιασταὶ ἦσαν ἄτεγκτοι καὶ ἀνένδοτοι, ὁ δὲ δῆμος πρὸς αὐτομολίαν κεκίνητο, καὶ πολλοὶ λανθάνοντες ηὐτομόλουν. οὓς δὲ τοῦτο βουλομένους οἱ στασιάζοντες εὕρισκον, ἢ καὶ μόνην ἔσχον ὑπονοίας σκιάν, εὐθέως ἀπέσφαττον· τοῖς δ’ εὐπόροις καὶ ψευδῆ τὴν τῆς αὐτομολίας κατηγορίαν προσάπτοντες τοὺς μὲν αὐτίκα διέφθειρον, τὰς δὲ ἐκείνων οὐσίας διήρπαζον. ὁ λιμὸς δ’ ἀκμάζων τὴν τῶν στασιαστῶν ὠμότητα ηὔξανε.
δι’ ἔνδειαν γὰρ τῶν τροφῶν εἰσπηδῶντες τὰς οἰκίας ἠρεύνων, καὶ τοὺς οἰκοῦντας ἀρνουμένους ἔχειν, εἰ μὲν εὕρισκον, ᾔκιζον, εἰ δὲ οὐχ εὕρισκον, ὡς κρύψαντας ἐπιμελέστερον ἤταζον. ἐποιοῦντο μέντοι τοῦ ἔχειν τροφὰς ἢ μὴ τὰ σώματα τῶν ἀθλίων τεκμήριον. οἷς μὲν γὰρ ἔτι μετῆν ἰσχύος, ἔχειν ἐδόκουν, οἷς δ’ ἐξετάκη τὰ σώματα, παρωδεύοντο. εἰ δέ τις εὐπόρησε πυρῶν ἢ κριθῆς, κατακλείσας τὴν οἰκίαν ἤσθιε· τινὲς δ’ ὑπὸ βίας τῆς τοῦ λιμοῦ καὶ ἀνέργαστον τὸν σῖτον προσίεντο· καὶ ἀφήρπαζον ἐξ αὐτοῦ τοῦ στόματος τὰς τροφὰς μητέρες βρεφῶν, παῖδες πατέρων, γυναῖκες ἀνδρῶν. καὶ οὕτω δ’ ἐσθίοντες, ὅμως τοὺς στασιαστὰς οὐκ ἐλάνθανον. ὅπου δὲ κεκλεισμένην οἰκίαν κατίδοιεν ἢ καπνὸν ἀποθρώσκοντα, σημεῖον ταῦτ’ ἐποιοῦντο τοῦ τοὺς ἐντὸς ἐσθίειν, καὶ ῥήσσοντες τὰς θύρας ἐκ τῶν φαρύγων αὐτῶν ἀνέφερον τὰς τροφάς· οὐδέ τις ἦν οἶκτος ἢ πολιᾶς ἢ νεότητος. τοῖς δὲ φθάσασι προβεβρωκέναι τὸ ἐσθιόμενον δεινὰς ἐπῆγον ὡς ἀδικοῦσι καὶ ἀπηνεῖς τιμωρίας, ὀρόβοις τοὺς αἰδοίων πόρους ἐμφράττοντες καὶ τὰς ἕδρας ῥάβδοις ὀξείαις ὠμῶς ἀναπείροντες.
Book IVLiber Quartus
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 134:311τὰ φρικτὰ δὲ καὶ ἀκοαῖς ἔπασχέ τις εἰς ἑνὸς ἄρτου ἐξομολόγησιν, ἢ ἵνα δράκα μίαν ἀλφίτων τοῖς λῃσταῖς καταπρόηται. καθ’ ἕκαστον μὲν οὖν ἐπεξιέναι τὰ τότε γενόμενα δυσχερὲς ἢ καὶ ἀδύνατον, συνελόντα δ’ εἰπεῖν, μήτε πόλιν ἄλλην τοιαῦτα παθεῖν μήτε γένος ἕτερον ἐξ αἰῶνος γενέσθαι κακίας γονιμώτερον. Τοιαῦτα μὲν οὖν ἔπασχον Ἰουδαῖοι, Τίτῳ δὲ τὰ χώματα προύκοπτε, καίτοι κακουμένων ἀπὸ τοῦ τείχους τῶν στρατιωτῶν. οἱ δὲ πρὸς συλλογὴν ἐξιόντες τροφῆς ἐνηδρεύοντο, ἦσαν δὲ οὐ δημόται μόνον, ἀλλὰ καὶ τῶν μαχίμων τινὲς οὐκέτι ταῖς ἁρπαγαῖς ἀρκούμενοι, καὶ συλλαμβανόμενοι ὑπὸ τῶν Ῥωμαίων μετὰ πᾶσαν βάσανον πρὸ τοῦ τείχους ἀνεσταυροῦντο. Τίτῳ μέντοι οἰκτρὸν τὸ πάθος ἐδόκει, πεντακοσίων ἑκάστης ἡμέρας ἢ καὶ πλειόνων ἁλισκομένων. οὔτε δὲ φυλάττειν αὐτοὺς οὔτ’ ἀφιέναι ἔκρινεν ἀσφαλές, καὶ ἅμα πρὸς τὴν ὄψιν ἐνδοῦναι τοὺς λοιποὺς ἤλπιζεν. οἱ στασιασταὶ δὲ τοὺς τῶν αὐτομόλων οἰκείους ἐπὶ τὸ τεῖχος ἕλκοντες, καὶ τῶν δημοτῶν τοὺς ἐπὶ πύστιν ὡρμημένους, οἷα πάσχουσιν οἱ Ῥωμαίοις προσφεύγοντες ἐπεδείκνυον, καταψευδόμενοι καὶ τῶν πολεμίων καὶ τῶν οἰκείων.
Ἤδη δὲ τῶν χωμάτων συντελεσθέντων αἱ ἑλεπόλεις προσήγοντο. ὑπορύξαντες δ’ ἔνδοθεν Ἰουδαῖοι τὸ κατὰ τὴν Ἀντωνίαν μέχρι τῶν χωμάτων διάστημα, καὶ τοὺς ὑπονόμους ξύλοις ὑποστηρίξαντες, μετέωρα τὰ χώματα πεποιήκασιν. εἶτα ὕλης τὸ ὄρυγμα πλήσαντες, πῦρ τῇ ὕλῃ ἐνέβαλον, καὶ τῶν ὑποστηριζόντων ξύλων καυθέντων ἡ διῶρυξ ἀθρόον ἐνέδωκε καὶ κατεσείσθη τὰ χώματα· καὶ τοῖς Ῥωμαίοις ἔκπληξις καὶ ἀθυμία πρὸς τὴν ἐπίνοιαν γίνεται. κατὰ δὲ τὰ λοιπὰ τὰς ἑλεπόλεις οἱ Ῥωμαῖοι προσάγοντες διέσειον τὸ τεῖχος. ἀλλά τινες παραβόλως ὁρμήσαντες πῦρ κατ’ αὐτῶν ἐνῆκαν καὶ πάντα κατέπρησαν. διεφθαρμένων δὲ τῶν χωμάτων Ῥωμαῖοι μὲν ἠθύμουν, Τίτος δὲ μετὰ τῶν ἡγεμόνων ἐβουλεύετο. καὶ οἱ μὲν αὖθις ἕτερα ἐγείρειν ἐκέλευον, οἱ δὲ χωμάτων ἄνευ προσκαθέζεσθαι καὶ φυλάττειν τὰς ἐξόδους αὐτῶν καὶ τὰς τῶν ἐπιτηδείων εἰσαγωγάς, καὶ οὕτως ἔλεγον λιμῷ τὴν πόλιν ἔσεσθαι ἁλωτήν, τοῖς δὲ πᾶσαν ἐδόκει προσάγειν τὴν δύναμιν καὶ ἀποπειρᾶσθαι τοῦ τείχους· μηδὲ γὰρ οἴσειν Ἰουδαίους τὴν ἔφοδον. τῷ γε μὴν Τίτῳ τούτων οὐδὲν ἤρεσκεν, ἐδόκει δὲ περιβόλῳ τὴν πόλιν κυκλῶσαι, ἵν’ οὕτω πᾶσαν ἐμφράξῃ τοῖς ἔνδον διέξοδον.
καὶ τὸ ἔργον τῇ στρατιᾷ κατεμέρισε. τοῖς δέ τις ἔρις ἐμπίπτει ἐπὶ τὴν ἐργασίαν καὶ ὁρμή τις δαιμόνιος, ταχύ τε τὸ ἔργον ἐξῳκοδόμητο. περικλείσας δὲ τῷ τείχει τὴν πόλιν, τὴν μὲν πρώτην φυλακὴν τῆς νυκτὸς περιιὼν αὐτὸς ἐπεσκέπτετο, τὰς δὲ λοιπὰς ἑτέροις ἐπέτρεψε· διεκληροῦντο δὲ τὸν ὕπνον οἱ φύλακες. Ἰουδαίοις δὲ μετὰ τῶν ἐξόδων ἀπεκλείσθη πᾶσα σωτηρίας ἐλπίς, καὶ ὁ λιμὸς κατ’ οἴκους καὶ γενεὰς τὸν δῆμον ἐβόσκετο, καὶ τὰ μὲν τέγη γυναικῶν καὶ βρεφῶν ἐκλελυμένων πεπλήρωτο, οἱ στενωποὶ δὲ γερόντων νεκρῶν· παῖδες δὲ καὶ νεανίαι διῳδηκότες ὡς εἴδωλα κατὰ τὰς ἀγορὰς περιῄεσαν, καὶ κατέπιπτον ὅπῃ ἕκαστος ἀτονήσας ἔτυχε. θάπτειν δὲ τοὺς προσήκοντας οἱ ἔτι ζῶντες οὐκ ἴσχυον· πολλοὶ δὲ καὶ θάπτειν ὁρμήσαντες τοῖς θαπτομένοις ἐπαπέθνησκον. οἱ δὲ στασιασταὶ καὶ τῶν ἐκ τοῦ λιμοῦ κακῶν ἐγίνοντο χαλεπώτεροι, τυμβωρυχοῦντες καὶ τὰς οἰκίας συλῶντες. καὶ τὸ μὲν πρῶτον ἐκ τοῦ δημοσίου θησαυροῦ θάπτειν ἐκέλευον τοὺς νεκρούς, τὴν δυσωδίαν μὴ φέροντες, εἶτ’ ἐρρίπτουν αὐτοὺς ἐκ τῶν τειχῶν εἰς τὰς φάραγγας.
PG 134:312περιιὼν δ’ ὁ Τίτος καὶ θεασάμενος νεκρῶν πεπληρωμένας αὐτὰς καὶ βαθὺν ἰχῶρα μυδώντων σωμάτων ἐκρέοντα, ἐστέναξε καὶ τὰς χεῖρας ἀνατείνας ἐμαρτύρετο τὸν θεὸν ὡς οὐκ εἴη τὸ ἔργον αὐτῷ πρὸς βουλῆς. καὶ πάλιν ἥπτετο χωμάτων, χαλεπῶς αὐτῷ τῆς ὕλης ποριζομένης· πρὸ γὰρ σταδίων κεκόμιστο ἐνενήκοντα. Πολλοὶ δ’ ηὐτομόλουν τοῦ δήμου, οἱ μὲν ἐκ τῶν τειχῶν κρημνίζοντες ἑαυτούς, οἱ δὲ προϊόντες ὡς ἐπὶ μάχην μετὰ χερμάδων πρὸς Ῥωμαίους κατέφευγον. καὶ οὕτω δ’ οἱ πλείους ἀπώλλυντο· λιμώττοντες γὰρ καὶ ἀφθονίᾳ τροφῶν ἐντυγχάνοντες ἀπλήστως τε κορεννύμενοι διερρήγνυντο. συνέβη δέ τι καὶ ἕτερον τοὺς αὐτομόλους φθεῖρον. τινὲς γὰρ αὐτῶν κεκτημένοι χρυσοῦς ἐν τῷ μέλλειν πρὸς Ῥωμαίους αὐτομολεῖν κατέπινον σφᾶς, ἵνα μὴ ἁλόντες ἀφαιρεθῶσιν αὐτούς. παρὰ δὲ τοῖς Ῥωμαίοις γενόμενοι τοῖς τῆς γαστρὸς σκυβάλοις τοὺς χρυσοῦς συνεξέκρινον, καὶ ἐκλέγοντες αὐτοὺς ἐλάμβανον. φωρᾶται τοίνυν τῶν αὐτομόλων τις τοῦτο ποιῶν· καὶ φήμης γεγονυίας εἰς τὸ στρατόπεδον ὡς μεστοὶ χρυσίου προσίασιν οἱ αὐτόμολοι, ἀνετέμνοντο τὰς γαστέρας οἱ ἄθλιοι, ὡς ἐντεῦθεν πολλὴν γενέσθαι τῶν Ἰουδαίων φθοράν·
μιᾷ γὰρ νυκτὶ ὑπὲρ τρισχιλίους ἀνασχισθῆναι συνέβη. ὃ γνοὺς ὁ Τίτος ἠπείλησε τῷ στρατεύματι· ἀλλὰ μικρὸν ἢ οὐδὲν τοῖς αὐτομόλοις ἐπήμυνεν ἡ τοῦ Τίτου ὀργή. ἐν ὀλίγοις δ’ εὑρίσκετο τὰ ἀργύρια, τοὺς δὲ λοιποὺς ἐλπίδες μόναι ἀπώλλυον. λέγεται δὲ τοὺς ἐκ τῆς πόλεως διὰ τῶν πυλῶν ἐκκομισθέντας καὶ ῥιφέντας νεκροὺς τῶν ἀπόρων γενέσθαι μυριάδας ἑξήκοντα, τῶν δ’ ἄλλων ἀνεξεύρετον εἶναι τὸν ἀριθμόν, τοῦ μέντοι σίτου τὸ μέδιμνον πραθῆναι ταλάντου. περιτειχισθείσης δὲ τῆς πόλεως παρὰ τῶν Ῥωμαίων, ὡς ἄνω μοι εἴρηται, οὐδὲ ποηλογεῖν οἷόν τε ἦν· ὅθεν τὰς τῶν ζῴων κόπρους τὰς παλαιὰς ἀνερευνῶντες ἐποιοῦντο τροφήν. Ῥωμαίοις δὲ ἤδη ἠγέρθη τὰ χώματα, καὶ ταῖς ἑλεπόλεσι τὸ τεῖχος τῆς Ἀντωνίας ἐτύπτετο, οὐ μὴν καθῃρεῖτο τυπτόμενον. τινὲς δὲ τῶν στρατιωτῶν ὑπὲρ τῶν σωμάτων τοὺς θυρεοὺς ὀροφώσαντες, μοχλοῖς τοὺς θεμελίους ὑπώρυττον, καὶ τέσσαρας τῶν λίθων ἐξέσεισαν. νὺξ δ’ ἐπελθοῦσα τοὺς πολέμους ἑκατέρωθεν ἔπαυσε· καὶ τὸ τεῖχος ὑπὸ τῶν κριῶν σαλευθὲν κατ’ αὐτὴν αἰφνίδιον κατερείπεται. ὤφθη δ’ ἄλλο τεῖχος ἀνῳκοδομημένον ἐντός, ὃ τὴν ἐπὶ τῷ πεσόντι χαρὰν τοῖς Ῥωμαίοις εἰς ἀθυμίαν μετέβαλεν.
PG 134:313ὁ Τίτος δὲ τοῖς στρατιώταις διαλεχθεὶς ἐπήγειρεν αὐτῶν τὰ φρονήματα. καί τις ἀπὸ Συρίας ἀνὴρ Σαβῖνος τὸ ὄνομα, ὑπὲρ τῆς κεφαλῆς τῇ λαιᾷ τὸν θυρεὸν ἐπανατεινάμενος, τῇ δεξιᾷ δὲ τὸ ξίφος σπασάμενος, ἐπὶ τὸ τεῖχος ἐχώρησεν· εἵποντο δὲ αὐτῷ καὶ ἕτεροι ἕνδεκα, τὴν ἀνδρείαν ζηλώσαντες. οἱ δ’ ἐν τῷ τείχει κατηκόντιζόν τε αὐτοὺς καὶ βέλεσιν ἔβαλλον, καὶ λίθους ὑπερμεγέθεις ἐκύλιον, δι’ ὧν τῶν ἕνδεκα παρεσύρησαν ἔνιοι. ὁ δὲ Σαβῖνος οὐ πρότερον ἐπέσχε τὴν ὁρμὴν ἢ ἀνελθεῖν εἰς τὸ τεῖχος καὶ τρέψασθαι τοὺς πολεμίους. ὅτε γοῦν ἐκράτησε τῆς ἐπιχειρήσεως, ἐσφάλη προσπταίσας πέτρᾳ τινί, καὶ πρηνὴς ἐν αὐτῇ μετὰ ψόφου τῶν ὅπλων κατέπεσε. πρὸς γοῦν τὸν ψόφον ἐπιστραφέντες οἱ Ἰουδαῖοι, καὶ μόνον αὐτὸν ἰδόντες καὶ κείμενον, ἔβαλλον πάντοθεν. ὁ δ’ εἰς γόνυ διαναστὰς ἠμύνετο, ὑπὸ δὲ πλήθους τραυμάτων παρείθη τὴν δεξιὰν καὶ κατεχώσθη τοῖς βέλεσι. τῶν δὲ λοιπῶν τρεῖς μὲν ἤδη πρὸς τοῖς ἄκροις γενομένους τοῖς λίθοις ἀπέκτειναν, οἱ δ’ ὀκτὼ τραυματίαι πρὸς τὸ στρατόπεδον ἐκομίσθησαν.
Μετὰ δὲ δύο ἡμέρας νυκτός τινες ἡσυχῇ διὰ τῶν ἐρειπίων εἰς τὴν Ἀντωνίαν προσβαίνουσι, καὶ τοὺς ἐκεῖ φρουροῦντας ἀποσφάξαντες κοιμωμένους, ἐσάλπισαν. καὶ φυγὴ τῶν ἄλλων φρουρῶν ἦν, Τίτος δὲ μετὰ τῶν ἐπιλέκτων ἀνέβη, καὶ τὰ τάγματα εἵπετο. τῶν Ἰουδαίων δὲ καταπεφευγότων εἰς τὸ ἱερόν, καὶ οἱ τοῦ Τίτου εἰσέπιπτον διὰ τῆς διώρυγος, ἣν ὑπὸ τὰ χώματα τῶν Ῥωμαίων ὑπώρυξαν. συρρήγνυται δὲ περὶ τὰς εἰσόδους μάχη καρτερά, καὶ τὰ ξίφη σπασάμενοι συνεπλέκοντο, φόνος δὲ ἦν πολὺς ἑκατέρωθεν. κλινομένης δὲ ἤδη τῆς Ῥωμαϊκῆς παρατάξεως, Ἰουλιανός τις ἑκατοντάρχης, ἄριστος ἀνήρ, προπηδᾷ καὶ νικῶντας τοὺς Ἰουδαίους τρέπεται μόνος. ἔφευγε δὲ τὸ πλῆθος καὶ διεσκέδαστο. καταδιώκων οὖν τοὺς σκεδαννυμένους ὁ γενναῖος ἐκεῖνος ἀνὴρ κατολισθαίνει κατὰ τοῦ λιθοστρώτου, ἥλους πυκνοὺς ἐν τοῖς ὑποδήμασιν ἔχων, ὡς καὶ οἱ λοιποὶ στρατιῶται. καὶ Ἰουδαῖοι περιστάντες αὐτὸν ἐτίτρωσκον πάντοθεν. ὁ δὲ καὶ κείμενος ἠμύνετο, μέχρι κατατρωθεὶς ἐνέδωκε, καὶ τοῖς πολεμίοις αὐτοῖς θαυμαζόμενος.
Ἰουδαῖοι μὲν οὖν τοὺς Ῥωμαίους ὠσάμενοι κατακλείουσιν εἰς τὴν Ἀντωνίαν, ὁ Τίτος δὲ πολλὰ καὶ διὰ Ἰωσήπου παρακαλέσας τοὺς στασιαστὰς καὶ δι’ ἑαυτοῦ, ὡς ἀμειλίκτους ἑώρα, πάλιν ἐχώρει καὶ ἄκων πρὸς πόλεμον. καὶ τοὺς ἀρίστους ἐπιλεξάμενος περὶ ὥραν τῆς νυκτὸς ἐνάτην ταῖς φυλακαῖς ἐπιθέσθαι προσέταξεν. οὐ μὴν κοιμωμένους εὗρον τοὺς φύλακας, ἀλλὰ γνόντες τὴν ἐπίθεσιν συνεπλέκοντο, καὶ πρὸς τὴν βοὴν καὶ οἱ ἄλλοι συνῄεσαν. ἐξ ἐνάτης δὲ τῆς νυκτὸς ὥρας εἰς πέμπτην τῆς ἡμέρας τοῦ πολέμου συνισταμένου ἀγχώμαλος ἦν ἡ μάχη, μηδενὶ τῆς νίκης ἐπιβρισάσης. καὶ οὕτω τότε διελύθησαν οἱ μαχόμενοι. τὸ δὲ λοιπὸν τῆς τῶν Ῥωμαίων δυνάμεως ἡμέραις ἑπτὰ τοὺς τῆς Ἀντωνίας θεμελίους καταστρεψάμενον πλατεῖαν πρὸς τὸ ἱερὸν ηὐτρέπισαν ἄνοδον. καὶ πλησιάσαντα τῷ πρώτῳ περιβόλῳ τὰ τάγματα χωμάτων κατήρχετο. καὶ ταῦτα μὲν ἠγείρετο σὺν μόχθῳ πολλῷ· Ἰουδαῖοι δὲ τῆς βορείου καὶ κατὰ δύσιν στοᾶς τὸ συνεχὲς πρὸς τὴν Ἀντωνίαν ἐμπρήσαντες ἀπέρρηξαν ὅσον πήχεις εἴκοσι, ταῖς ἑαυτῶν χερσὶν ἀρξάμενοι καίειν τὰ ἅγια. ὑποπιμπρᾶσι δὲ καὶ Ῥωμαῖοι τὴν πλησίον στοάν·
PG 134:314καὶ μέχρι πεντεκαίδεκα πήχεων προκόψαντος τοῦ πυρός, ἀποκόπτουσιν Ἰουδαῖοι τὴν ὀροφήν. οἱ δ’ ἀνὰ τὸ ἱερὸν στασιασταὶ καὶ φανερῶς τοῖς ἐπὶ τῶν χωμάτων ἐπετίθεντο στρατιώταις, καὶ μετὰ δόλων ἠμύνοντο. ὑπὸ δὲ τοῦ λιμοῦ ἄπειρόν τι πλῆθος ἦσαν οἱ θνήσκοντες. πάθη δὲ τοῖς περιοῦσιν ἔτι συνέβαινε καὶ φρικτὰ διηγήσασθαι καὶ δύσπιστα τοῖς ἀκούουσιν· ὧν ἓν διηγήσομαι. Γυνή τις ὑπὲρ τὸν Ἰορδάνην διὰ γένος καὶ πλοῦτον οὐκ ἄσημος εἰς τὰ Ἱεροσόλυμα καταφυγοῦσα συνεπολιορκεῖτο. ταύτης πολλάκις ἑαυτῇ τροφὰς ποριζομένης οἱ λῃστεύοντες ἐν τῇ πόλει ταύτας διήρπαζον. ἡ δὲ πρὸς ταῦτα ἀγανακτοῦσα, θυμῷ τε καὶ λιμῷ στρατηγουμένη, ὃ ἦν αὐτῇ ὑπομάζιον τέκνον καταθύσασα καὶ ὀπτήσασα, τὸ μὲν ἔφαγε, τὸ δὲ λοιπὸν εἰς δευτέραν ἐτήρει τροφήν. οἱ δὲ στασιασταί, τῆς κνίσης προσβαλλούσης αὐτοῖς, παρῆσαν εὐθύς, καὶ εἰ μὴ δοίη τὸ παρασκευασθέν, ἀποσφάξειν ἠπείλουν αὐτήν. ἡ δὲ τὰ τοῦ παιδὸς ἀνεκάλυψε λείψανα· κἀκεῖνοι ἐξέστησάν τε πρὸς τὴν θέαν καὶ ἔφριξαν, καὶ τρέμοντες ὑπεχώρησαν, μόλις ταύτης τέως τῆς τροφῆς παραχωρήσαντες τῇ μητρί. Ἤδη δὲ τῶν χωμάτων τετελεσμένων προσήγοντο οἱ κριοί·
ἤνυον δ’ οὐδὲν διὰ τὴν τοῦ τείχους στερρότητα. ἕτεροι δὲ τοὺς θεμελίους ὑπώρυττον· καὶ οὐδ’ οὕτως τὸ τεῖχος κατασέσειστο. ἀπογνόντες οὖν τῶν ἄλλων, κλίμακας προσέφερον ταῖς στοαῖς. οἱ δὲ Ἰουδαῖοι κωλῦσαι μὲν οὐκ ἔφθασαν, τοῖς δ’ ἀναβᾶσι συμπεσόντες ἐμάχοντο· καὶ ἦν οὐκ ὀλίγος αὐτῶν φόνος. Ὁ δέ γε Τίτος ὡς ἑώρα τὴν ἐπὶ τῷ ἱερῷ φειδὼ πρὸς βλάβην γινομένην τοῖς στρατιώταις, τὰς πύλας ὑφάπτειν προσέταξε. προσαχθέντος δ’ αὐταῖς τοῦ πυρός, τηκόμενος ὁ ἄργυρος ᾧ ἐνεδέδυντο παρεχώρει τῇ φλογὶ τῶν ξύλων ἐφάπτεσθαι, κἀντεῦθεν ἐπελαμβάνετο τῶν στοῶν. τοῖς δ’ Ἰουδαίοις ὁρῶσι τὸ πῦρ ἐν κύκλῳ μετὰ τῶν σωμάτων παρείθησαν αἱ ψυχαί. ἐκείνην μὲν οὖν τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα τὸ πῦρ ἐπεκράτει· παρὰ μέρος δέ, οὐχ ὁμοῦ πάντοθεν ἴσχυσαν ὑφάψαι τὰς στοάς· τῇ δ’ ἐπιούσῃ μέρει τῆς δυνάμεως ὁ Τίτος τὸ πῦρ σβεννύειν κελεύσας καὶ παρὰ τὰς πύλας ὁδοποιεῖν εἰς εὐμαρεστέραν τῶν ταγμάτων ἄνοδον, αὐτὸς ἓξ τοὺς κορυφαιοτάτους τῶν ἡγεμόνων προσκαλεσάμενος περὶ τοῦ ναοῦ ἐβουλεύετο.
PG 134:315τοῖς μὲν οὖν ἐδόκει τῷ τοῦ πολέμου κεχρῆσθαι νόμῳ καὶ μή τινος φείδεσθαι, τινὲς δὲ παρῄνουν, εἰ μὲν πολεμοῖεν ἐπιβάντες αὐτοῦ Ἰουδαῖοι, καταφλέγειν, φρούριον γὰρ καταφλεγήσεσθαι, οὐκέτι ναόν, εἰ δὲ μὴ τοῦτο, σώζειν. ὁ δὲ Τίτος οὐδ’ ἂν ἐπιβάντες ἐπ’ αὐτοῦ πολεμῶσιν Ἰουδαῖοι ἔφησεν ἀντὶ τῶν ἀνδρῶν τοῖς ἀψύχοις ἐπάγειν τὴν ἄμυναν οὐδὲ καταφλέξειν τηλικοῦτον ἔργον· Ῥωμαίοις γὰρ ἔσεσθαι πρὸς βλάβην φθαρέν, ὥσπερ καὶ κόσμον τῆς ἡγεμονίας, εἰ σώζοιτο. Τῷ μὲν οὖν Τίτῳ σκοπὸς ἦν τῇ ἐπιούσῃ ἡμέρᾳ μετὰ πάσης ἐμβαλεῖν τῆς δυνάμεως καὶ τὸν ναὸν περικατασχεῖν, τοῦ δὲ ἄρα πάλαι ὁ θεὸς φθορὰν κατεψήφιστο. οἱ γὰρ στασιασταὶ ἐπιτίθενται τοῖς φύλαξι τοῦ ἔξω ἱεροῦ, οἱ δὲ πλήθει τε τῶν ἐκτρεχόντων καὶ θυμοῖς ἡττώμενοι ἐνεδίδοσαν. καὶ ὁρῶν ταῦτα Τίτος ἄνωθεν ἐκ τῆς Ἀντωνίας, ἐπαμύνει μετὰ τῶν ἐπιλέκτων ἱππέων. καὶ Ἰουδαῖοι τὴν ἔφοδον οὐχ ὑπέμειναν, ἀλλ’ εἰς τὸ ἔνδον συνεκλείσθησαν ἱερόν. ὑποχωρήσαντος δὲ Τίτου πρὸς ὀλίγον λωφήσαντες οἱ στασιασταὶ πάλιν Ῥωμαίοις ἐπιτίθενται. καὶ τρεψάμενοι αὐτοὺς οἱ Ῥωμαῖοι μέχρι τοῦ ναοῦ παρῆλθον.
καί τις τῶν στρατιωτῶν ἐκ τῆς φλεγομένης ὕλης μέρος ἁρπάσας, καὶ ὑφ’ ἑτέρου ἀνακουφισθεὶς στρατιώτου, ἐνίησι τὸ πῦρ θυρίδι χρυσῇ. αἰρομένης δὲ τῆς φλογὸς Ἰουδαίων μὲν ἐγείρεται κραυγή, καὶ συνέθεον πρὸς τὴν ἄμυναν, Τίτος δὲ γνοὺς ἔθει πρὸς τὸν ναὸν κωλύσων τὸ πῦρ, καὶ τῇ φωνῇ καὶ τῇ δεξιᾷ διεσήμαινε τοῖς μαχομένοις τὸ πῦρ σβεννύειν. οὔτε δὲ βοῶντος ἤκουον οὔτε τῆς χειρὸς προσεῖχον τοῖς νεύμασι. τὰ δὲ τάγματα εἰσιόντα καὶ τῷ ναῷ πλησιάζοντα τῶν μὲν τοῦ Τίτου παραγγελμάτων προσεποιοῦντο μηδὲ ἀκούειν, τοῖς πρὸ αὐτῶν δὲ πῦρ ἐνιέναι παρεκελεύοντο. ἀμηχανία δ’ ἦν τοῖς στασιασταῖς, ἀπειρηκόσι πρὸς ἄμυναν, καὶ φόνος πανταχοῦ καὶ τροπή. Τίτος γε μὴν ὡς οὔτε τὰς ὁρμὰς τῶν στρατιωτῶν ἐνθουσιώντων οἷός τε ἦν κατασχεῖν καὶ τὸ πῦρ ἐπεκράτει, παρελθὼν μετὰ τῶν ἡγεμόνων ἐθεάσατο τοῦ θεοῦ τὸ ἅγιον καὶ τὰ ἐν αὐτῷ. τῆς δὲ φλογὸς οὐδέπω διικνουμένης εἴσω, τοὺς δὲ περὶ τὸν ναὸν νεμομένης οἴκους, ἔτι δύνασθαι σωθῆναι τὸ ἔργον οἰόμενος, αὐτός τε παρακαλεῖν ἐπειρᾶτο τοὺς στρατιώτας τὸ πῦρ σβεννύειν καί τινα τῶν περὶ αὐτὸν ξύλοις παίοντα τοὺς ἀπειθοῦντας ἐκέλευσεν εἴργειν.
οἱ δὲ νικώμενοι τῷ θυμῷ καὶ τῷ πρὸς Ἰουδαίους μίσει, οὔτε τῇ πρὸς Τίτον αἰδοῖ ἀνεκόπτοντο οὔτε φόβῳ τῷ τοῦ κωλύοντος. τοὺς δὲ πολλοὺς καὶ ἐλπὶς παρέθηγεν ἁρπαγῆς, μεστὰ χρημάτων εἶναι τὰ ἔνδον δοξάζοντας. ἔφθη δέ τις καὶ εἰς τοὺς στροφέας τῆς πύλης πῦρ ἐμβαλών· καὶ φλογὸς ἔνδοθεν ἐκφανείσης ἐξάπινα, οἵ τε ἡγεμόνες ἀνεχώρουν καὶ ὁ Τίτος αὐτός, καὶ τοὺς ὑφάπτοντας οὐδεὶς ἔτι ἐκώλυεν. Ὁ μὲν οὖν ναὸς οὕτως τὸ πῦρ ἐδέξατο, τῶν ἐν αὐτῷ τελουμένων ἐναγῶς καθαρτήριον ἢ τῶν τελούντων αὐτὰ κολαστήριον. θαυμάσειε δ’ ἄν τις ὅτι καὶ μὴν ὁ αὐτὸς καὶ ἡμέρα συνέπεσε τῷ ἐμπρησμῷ τοῦ ναοῦ, καθ’ ἣν καὶ ὁ πρότερος ὑπὸ Βαβυλωνίων κατεφλέγη ναός. καὶ ἀπὸ μὲν τῆς πρώτης οἰκοδομῆς ἣν Σολομὼν ἐποιήσατο μέχρι τῆς ἱστορουμένης νῦν καθαιρέσεως, ἣ γέγονεν ἔτει δευτέρῳ τῆς Οὐεσπασιανοῦ μοναρχίας, ἔτη γίνεται χίλια ἑκατὸν καὶ τριάκοντα καὶ μῆνες ἑπτὰ ἡμέραι τε πεντεκαίδεκα· ἀπὸ δὲ τῆς ὕστερον, ἥτις ἔτει δευτέρῳ τῆς Κύρου βασιλείας ἤρξατο γίνεσθαι, μέχρι τῆς τελευταίας ἁλώσεως ἔτη ἑξακόσια καὶ τριάκοντα καὶ ἐννέα καὶ ἡμέραι πέντε καὶ τεσσαράκοντα.
PG 134:316Καιομένου δὲ τοῦ ναοῦ τῶν μὲν προσπιπτόντων ἦν ἁρπαγή, τῶν δὲ καταλαμβανομένων σφαγή. οὐδαμοῦ δὲ ἡ γῆ ἐκ τῶν νεκρῶν διεφαίνετο, ἀλλὰ σωροῖς οἱ στρατιῶται σωμάτων ἐπεμβαίνοντες ἐπὶ τοὺς φεύγοντας ἔθεον. τὸ μὲν οὖν λῃστρικὸν πλῆθος ὠσάμενοι τοὺς Ῥωμαίους διεξέπεσον εἰς τὴν πόλιν, τοῦ δημοτικοῦ δὲ τὸ περιλειφθὲν εἰς τὴν ἔξω στοὰν κατέφυγε. τῶν δ’ ἱερέων τινὲς ἐπὶ τὸν τοῖχον ἀναχωρήσαντες, ὄντα τὸ εὖρος ὀκτάπηχυν, ἔμενον. δύο γε μὴν τῶν ἐπισήμων ῥίψαντες ἑαυτοὺς εἰς τὸ πῦρ συγκατεφλέγησαν τῷ ναῷ. Ῥωμαῖοι δὲ ματαίαν τὴν ἐπὶ τοῖς πέριξ τοῦ ναοῦ φειδὼ κρίναντες, ἤδη αὐτοῦ φλεγομένου, πᾶσιν ἐπῆγον τὸ πῦρ· τὸ δὲ καὶ τῶν γαζοφυλακίων ἐπιλαμβάνεται, ἐν οἷς ἄπειρον μὲν πλῆθος τεθησαύριστο χρημάτων, ἄπειροι δ’ ἐσθῆτες πολυτελεῖς καὶ ἄλλα κειμήλια. ἅπας γὰρ ὁ Ἰουδαίων πλοῦτος πανταχόθεν ἐκεῖ σεσώρευτο, τῶν κεκτημένων ἀποτιθεμένων ταῦτα ἐκεῖ ὡς ἐπ’ ἀσφαλοῦς ταμιείου. Ἄπειρον δέ τι πλῆθος διεφθάρη δημοτικόν, οἷς αἴτιος ἀπωλείας ἐγένετό τις ψευδοπροφήτης, κηρύξας τοῖς ἐν τῇ πόλει ὡς ὁ θεὸς ἐπὶ τὸ ἱερὸν ἀναβῆναι κελεύει, δεξομένους τὰ σημεῖα τῆς σωτηρίας.
πολλοὶ δὲ τοιοῦτοι παρὰ τῶν τυράννων ταῦτα λέγειν καθίεντο, ἵν’ ἧττον αὐτομολοῖεν· δι’ ὧν ὁ δείλαιος ὄχλος παραβουκολούμενος τοῖς ἐναργέσι σημείοις ὡς ἐμβρόντητοι οὐκ ἐπίστευον. πολλὰ δὲ σημεῖα γεγόνασιν. ἔστη μὲν γὰρ ὑπὲρ τὴν πόλιν ἄστρον ῥομφαίᾳ παραπλήσιον, καὶ κομήτης φανεὶς παρετάθη ἐπ’ ἐνιαυτόν. καὶ φῶς πρὸ τοῦ πολέμου ποτὲ τὸν ναὸν καὶ τὸν βωμὸν περιέλαμψεν, ὡς δοκεῖν ἡμέραν εἶναι λαμπράν, παραμεῖναν ἐπὶ ἡμίσειαν ὥραν. καὶ βοῦς εἰς θυσίαν ἀναχθεῖσα ἔτεκεν ἄρνα. ἡ δὲ ἀνατολικὴ πύλη τοῦ ἐνδοτέρω ναοῦ χαλκῆ οὖσα καὶ στιβαρά, ὡς μόλις ὑπὸ ἀνδρῶν εἴκοσιν ἀνοίγνυσθαί τε καὶ κλείεσθαι, καὶ μοχλοὺς καὶ καταπῆγας ἔχουσα βαθυτάτους, ὤφθη νύκτωρ αὐτομάτως ἠνεῳγμένη. ἐδήλου δὲ λυομένην τὴν τοῦ ναοῦ ἀσφάλειαν, καὶ τοῖς πολεμίοις ἐσομένην τὴν εἴσοδον εὐμαρῆ. καὶ φάσμα τι δαιμόνιον ἄλλοτε ὤφθη πρὸ ἡλίου δυσμῶν, ἅρματα κατὰ πᾶσαν τὴν χώραν διιόντα μετέωρα, καὶ φάλαγγες ἔνοπλοι διᾴττουσαι τῶν νεφῶν. κατὰ δὲ τὴν τῆς πεντηκοστῆς ἑορτὴν εἰς τὸ ἔνδον ἱερὸν οἱ ἱερεῖς παρελθόντες κινήσεως ᾔσθοντο καὶ κτύπου· εἶτα φωνῆς ἤκουσαν λεγούσης Μεταβαίνωμεν ἐντεῦθεν.
PG 134:317πρὸ δὲ τεσσάρων ἐνιαυτῶν τοῦ πολέμου, ἐν τῇ τῆς σκηνοπηγίας ἑορτῇ, Ἰησοῦς τις ἀγροῖκος ἀνὴρ ἐλθὼν εἰς τὴν ἑορτὴν βοᾶν ἤρξατο Φωνὴ ἀπὸ ἀνατολῆς, φωνὴ ἀπὸ δύσεως, φωνὴ ἀπὸ τῶν τεσσάρων ἀνέμων, φωνὴ ἐπὶ Ἱεροσόλυμα καὶ τὸν ναόν, φωνὴ ἐπὶ νυμφίους καὶ νύμφας, φωνὴ ἐπὶ πάντα τὸν λαόν. καὶ περιῄει τὴν πόλιν ταῦτα κεκραγὼς μεθ’ ἡμέραν καὶ νύκτωρ. παιόμενος δὲ διὰ τὸ κακόφημον, ὁ δὲ οὐδὲν ἕτερον ἢ τὰς αὐτὰς ἐβόα φωνάς. ἀναχθεὶς δὲ καὶ πρὸς τὸν τῆς χώρας ἐπιτροπεύοντα τότε Ῥωμαῖον, καὶ καταξανθεὶς μάστιξιν, οὔθ’ ἱκέτευσεν οὔτ’ ἐδάκρυσεν, ἀλλὰ τὴν φωνὴν ὀλοφυρτικῶς παρακλίνων πρὸς ἑκάστην πληγὴν Αἰαῖ Ἱεροσολύμοις ἐβόα, μέχρι καταγνοὺς μανίαν αὐτοῦ ὁ Ἀλβῖνος, οὗτος γὰρ ἐπετρόπευε τότε, ἀπέλυσεν αὐτόν. ὁ δ’ ἔκτοτε μέχρι τοῦ πολέμου Αἰαῖ Ἱεροσολύμοις ἐθρήνει. ἐν δὲ ταῖς ἑορταῖς μάλιστα τὴν σκυθρωπὴν ἐκεκράγει κληδόνα. καὶ τοῦτ’ ἐποίει ἐπὶ ἔτη ἑπτὰ καὶ μῆνας πέντε, μέχρις οὗ κατὰ τὴν πολιορκίαν περιιὼν ἐπὶ τοῦ τείχους Αἰαῖ πάλιν τῇ πόλει καὶ τῷ ναῷ καὶ τῷ λαῷ διαπρυσίως ἐβόα. ὡς δὲ τελευταῖον προσέθηκεν Αἰαῖ κἀμοί, λίθος ἐκ τοῦ πετροβόλου πλήξας αὐτὸν ἔκτεινε.
Ῥωμαῖοι δὲ τῶν μὲν στασιαστῶν καταπεφευγότων εἰς τὴν πόλιν, καιομένου δὲ τοῦ ναοῦ καὶ τῶν πέριξ ἁπάντων, κομίσαντες τὰς σημαίας εἰς τὸ ἱερὸν μετὰ μεγίστων εὐφημιῶν τὸν Τίτον ἀπέφηναν αὐτοκράτορα. οὕτω δὲ ταῖς ἁρπαγαῖς οἱ στρατιῶται πάντες ἐχρηματίσαντο ὥστε κατὰ τὴν Συρίαν πρὸς ἥμισυ τῆς πάλαι τιμῆς τὸν σταθμὸν τοῦ χρυσίου πιπράσκεσθαι. Οἱ δὲ ἀνὰ τὸν τοῖχον τοῦ ναοῦ, ὡς εἴρηται, ἀνελθόντες ἱερεῖς, ἐπὶ πέντε ἡμέραις προσκαρτερήσαντες καὶ λιμώξαντες, κατέβησαν ἱκετεύοντες τυχεῖν σωτηρίας. ὁ δὲ Τίτος καὶ τὸν τῆς συγγνώμης καιρὸν παρελθεῖν ἔφησε, καὶ τοῦ ναοῦ οἰχομένου καὶ τοὺς ἱερεῖς συναπολέσθαι αὐτῷ δεῖν εἰπὼν κολασθῆναι τοὺς ἄνδρας ἐκέλευσεν. Οἱ δὲ περὶ τοὺς τυράννους διαδρᾶναι μὴ ἰσχύοντες προσκαλοῦνται τὸν Τίτον εἰς λόγους. καὶ ὃς ἧκε, καὶ τὴν ἀπόνοιαν αὐτοῖς ἐξωνείδισε, καὶ ῥίψασι τὰ ὅπλα καὶ παραδοῦσι τὰ σώματα χαρίζεσθαι τὴν ζωὴν ἐπηγγέλλετο. καὶ οἱ λῃσταὶ δεξιὰν μὲν μὴ δύνασθαι παρ’ αὐτοῦ λαβεῖν ἔφησαν, ὀμωμοκότες μηδέποτε τοῦτο ποιήσειν, ἔξοδον δὲ ᾐτοῦντο μετὰ γυναικῶν καὶ τέκνων, καὶ καταλείψειν τὴν πόλιν αὐτῷ.
ἠγανάκτησε πρὸς ταῦτα ὁ Τίτος, καὶ μήτε αὐτομολεῖν ἔτι τινὰ σφῶν ἐκέλευσε μήτε δεξιᾶς ἐλπίζειν τυχεῖν, φείσεσθαι γὰρ οὐδενός, μάχεσθαι δὲ καὶ σώζειν ὡς δύναιντο ἑαυτούς. τοῖς δὲ στρατιώταις ἐμπιπρᾶν τὴν πόλιν καὶ διαρπάζειν ἐκέλευσεν· οἱ δὲ τὸ πῦρ ἐνίεσαν πανταχοῦ. οἱ στασιασταὶ δὲ ἐπὶ τὴν βασιλικὴν οἰκίαν ὁρμήσαντες, εἰς ἣν δι’ ὀχυρότητα πολλοὶ τὰς κτήσεις ἀπέθεντο, τούς τε Ῥωμαίους ἀπ’ αὐτῆς τρέπονται καὶ τὸ συνηθροισμένον αὐτόθι τοῦ δήμου πᾶν φονεύσαντες, εἰς ὀκτακισχιλίους καὶ τετρακοσίους ἀριθμουμένους, τὰ χρήματα διήρπασαν. τῇ δ’ ἑξῆς Ῥωμαῖοι τρεψάμενοι τοὺς λῃστὰς ἐκ τῆς κάτω πόλεως, τὰ μέχρι τοῦ Σιλωὰμ πάντα ἐνέπρησαν. καιομένην δὲ τὴν πόλιν ὁρῶντες οἱ στασιασταί, ἱλαροῖς τοῖς προσώποις εὔθυμοι τὴν τελευτὴν προσδέχεσθαι ἔλεγον. οὔτε δὲ παραδοῦναι ἑαυτοὺς ὑπέμενον οὔτε πολεμεῖν Ῥωμαίοις οἷοί τε ἦσαν, σκιδνάμενοι δὲ κατὰ τὰ ἔμπροσθεν τῆς πόλεως, εἴ τινας αὐτομολεῖν ἐθέλοντας εὕρισκον, ἀπέσφαττον. καὶ οὐδεὶς ἐν τῇ πόλει τόπος γεγύμνωτο, ἀλλ’ ἅπας ἢ λιμοῦ νεκρὸν εἶχεν ἢ στάσεως.
PG 134:318ἔθαλπε δὲ τούς τε τυράννους καὶ τὸ σὺν αὐτοῖς λῃστρικὸν ἐλπὶς ἐσχάτη τῶν ὑπονόμων, εἰς οὓς εἰ καταφύγοιεν, οὐ προσεδόκων ἐρευνηθήσεσθαι· ἀναζευξάντων δὲ τῶν Ῥωμαίων ἐθάρρουν προελθεῖν τε καὶ ἀποδρᾶναι. τὸ δὲ ἦν ἄρα ὄνειρος· οὔτε γὰρ τὸν θεὸν οὔτε Ῥωμαίους λήσειν ἔμελλον. ἦν δὲ καὶ πρὸς ἀλλήλους ἐν ταῖς ἁρπαγαῖς πόλεμος αὐτοῖς. Καῖσαρ δέ, ὡς ἀμήχανον ἦν τὴν ἄνω πόλιν ἑλεῖν χωμάτων ἄτερ, οὖσαν περίκρημνον, διανέμει τοῖς ἔργοις τὴν δύναμιν. Κατὰ ταύτας οὖν τὰς ἡμέρας οἱ τῶν Ἰδουμαίων ἡγεμόνες πέμψαντες ἄνδρας πέντε πρὸς Τίτον ἱκέτευον δοῦναι αὐτοῖς δεξιάν. ὁ δὲ καὶ τοὺς τυράννους ἐνδώσειν ἐλπίσας ἀποσπασθέντων τῶν Ἰδουμαίων κατανεύει τὴν σωτηρίαν αὐτοῖς. καὶ ὁ Σίμων γνοὺς τὴν γνώμην αὐτῶν, τοὺς μὲν πέντε τοὺς ἐντυχόντας τῷ Τίτῳ αὐτίκα ἀναιρεῖ, τοὺς δ’ ἡγεμόνας συλλαβὼν εἵργνυσιν· Ἰδουμαίους δὲ οὐκ ἀφυλάκτους εἶχε, καὶ τὸ τεῖχος φρουραῖς ἐπιμελεστέραις διελάμβανε διὰ τοὺς αὐτομολοῦντας. πολλῶν δὲ φονευομένων, πλείους ἦσαν οἱ διαφεύγοντες. ἐδέχοντο δὲ οἱ Ῥωμαῖοι πάντας κόρῳ τοῦ κτείνειν καὶ κέρδους ἐλπίδι.
τοὺς γὰρ δημοτικοὺς ἐῶντες μόνους τοὺς ἄλλους ἐπώλουν σὺν γυναιξὶ καὶ τέκνοις, ἐλαχίστης τιμῆς ἕκαστον, διὰ πλῆθος τῶν πωλουμένων καὶ ὀλιγότητα τῶν ὠνουμένων. καὶ τῶν μὲν ἀπεμποληθέντων ἄπειρόν τι πλῆθος ἦν, οἱ δημοτικοὶ δὲ διεσώθησαν ὑπὲρ τετρακισμυρίους. τῶν ἱερέων δέ τις ὄνομα Ἰησοῦς, λαβὼν περὶ σωτηρίας ὅρκον ὥστε τινὰ παραδοῦναι τῶν κειμηλίων, ἔξεισι καὶ παραδίδωσι λυχνίας δύο τράπεζάν τε καὶ κρατῆρας καὶ φιάλας, πάντα ὁλόχρυσα, καὶ τὰ καταπετάσματα καὶ τὰ τῶν ἀρχιερέων ἐνδύματα καὶ πολλὰ τῶν σκευῶν ἕτερα. ὁ δέ γε γαζοφύλαξ τοῦ ἱεροῦ Φινεὲς συλληφθεὶς τούς τε χιτῶνας καὶ τὰς ζώνας τῶν ἀρχιερέων ὑπέδειξε καὶ τῶν ἄλλων κειμηλίων πολλά. Συντετελεσμένων δὲ ἤδη τῶν χωμάτων προσῆγον οἱ Ῥωμαῖοι τῷ τείχει τὰς μηχανάς. τῶν δὲ στασιαστῶν οἱ μὲν ἀνεχώρουν εἰς τὴν ἄκραν, οἱ δ’ ἐγκατεδύοντο τοῖς ὑπονόμοις, πολλοὶ δὲ καὶ ἠμύνοντο. ὡς δὲ περιερράγη μέρος τοῦ τείχους, δέος καὶ τοῖς τυράννοις ἐμπίπτει, καὶ μετέωροι πρὸς φυγὴν ἦσαν.
PG 134:319ἐπεὶ δὲ τοὺς μὲν πάλαι πιστοὺς οὐκ εἶχον, ἐσκεδάσθησαν γάρ, οἱ δὲ πολέμιοι πλησίον εἶναι ἠγγέλλοντο, ἐπὶ στόμα πεσόντες ἀνῴμωξαν τὴν ἑαυτῶν φρενοβλάβειαν, κἀκ τῶν πύργων ἑκόντες κατέβησαν, ἀφ’ ὧν βίᾳ μὲν οὐδέποτε ἁλῶναι ἠδύναντο, λιμῷ δὲ μόνῳ, καὶ εἰς τὴν Σιλωὰμ φάραγγα καταφεύγουσιν, εἶτα κατέδυσαν εἰς τοὺς ὑπονόμους. Ῥωμαῖοι δὲ τῶν τειχῶν κρατήσαντες ἀναιμωτί, τοὺς καταλαμβανομένους ἐφόνευον καὶ τὰς οἰκίας ὑφῆπτον. ἐπαύσαντο δὲ πρὸς ἑσπέραν. τῇ δ’ ἐπιούσῃ παρελθὼν ὁ Τίτος εἴσω, τῆς τε ὀχυρότητος τὴν πόλιν καὶ τῶν πύργων ἐθαύμασε, καὶ Σὺν θεῷ ἐπολεμήσαμεν, ἔφη, καὶ θεὸς ἦν ὁ τῶνδε τῶν ἐρυμάτων Ἰουδαίους καθελών. τὴν ἄλλην τε πόλιν ἀφανίζων καὶ τὰ τείχη κατασκάπτων τούτους τοὺς πύργους κατέλιπε μνημεῖον εἶναι τῆς αὐτοῦ τύχης, ᾗ συστρατιώτιδι χρησάμενος ἐκράτησε τῶν ἁλῶναι μὴ δυναμένων. Τῶν μὲν οὖν αἰχμαλώτων πάντων, οἳ δι’ ὅλου τοῦ πολέμου ἐλήφθησαν, ὁ ἀριθμὸς εἰς ἐννέα μυριάδας καὶ ἑπτακισχιλίους συνήχθη, τῶν δὲ ἀπολλυμένων κατὰ πᾶσαν τὴν πολιορκίαν μυριάδες ἑκατὸν καὶ δέκα. τούτων τὸ πλέον ὁμόφυλον μέν, ἀλλ’ οὐκ ἐπιχώριον·
ἀπὸ γὰρ τῆς χώρας ὅλης ἐπὶ τὴν τῶν ἀζύμων ἑορτὴν συνεληλυθότες ἐξαπίνης τῷ πολέμῳ περιεσχέθησαν, καὶ μεστὴν ὁ πόλεμος τὴν πόλιν ἀνδρῶν ἐκυκλώσατο. Ἐπεὶ δὲ τῶν φανερῶν οὓς μὲν ἀνεῖλον, οὓς δ’ ᾐχμαλώτισαν Ῥωμαῖοι, τοὺς ἐν τοῖς ὑπονόμοις ἀνηρεύνων, καὶ ἀναρρηγνύντες τὸ ἔδαφος, ὅσοις ἐνετύγχανον, ἔκτεινον. εὑρέθησαν δὲ κἀκεῖ νεκροὶ δισχιλίων ἐπέκεινα. δεινὴ δὲ ὑπήντα τοῖς ἐπικύπτουσι τῶν σωμάτων ὀδμή, ὡς πολλοὺς εὐθέως ἀναχωρεῖν. ἄλλοι δ’ ὑπὸ πλεονεξίας εἰσεδύοντο, σωρείαις ἐμπατοῦντες νεκρῶν· εὕρισκον γὰρ πολλὰ τῶν κειμηλίων ἐν ταῖς διώρυξιν. ἀνήγοντο δὲ καὶ πολλοὶ ὑπὸ τῶν τυράννων κατεχόμενοι δεσμῶται καὶ ἀπελύοντο. Τούτων δὲ τῶν ἀλαστόρων ὁ μὲν Ἰωάννης ἐν τοῖς ὑπονόμοις μετὰ τῶν ἀδελφῶν λιμώττων δεξιὰν παρὰ Ῥωμαίων λαβεῖν ἱκέτευε, Σίμων δὲ μετέπειτα συνελήφθη, τοῦ Τίτου διάγοντος εἰς τὴν Φιλίππου λεγομένην Καισάρειαν.
πολιορκουμένων γὰρ Ἱεροσολύμων ἐπὶ τῆς ἄνω πόλεως ὤν, τῶν Ῥωμαίων ἐντὸς γενομένων τῆς πόλεως, ὁ Σίμων τοὺς πιστοτάτους παραλαβὼν τῶν φίλων, καὶ σὺν αὐτοῖς λιθοτόμους καὶ τὸν πρὸς τὴν ἐργασίαν ἐπιτήδειον τούτοις σίδηρον, εἴς τινα τῶν ὑπονόμων σὺν ἐκείνοις καθίησιν ἑαυτόν, καὶ τὸ παλαιὸν ὄρυγμα διελθὼν τὴν γῆν ὑπενόμευεν, ἵνα πορρωτέρω προελθόντες ἐν ἀσφαλείᾳ ποιήσωνται τὴν ἀνάδυσιν. ὀλίγον μέντοι τῶν μεταλλευόντων προχωρησάντων ἡ τροφὴ αὐτοῖς ἐπιλέλοιπε. τότε δὴ λευκοὺς ἐνδύεται χιτωνίσκους, καὶ χλαμύδα πορφυρᾶν ἐμπερονησάμενος ἀνέδυ τῆς γῆς κατ’ ἐκεῖνον τὸν τόπον ἐν ᾧ πρόσθεν τὸ ἱερὸν ἦν. πρῶτον μὲν οὖν θάμβος τοῖς ἰδοῦσι προσέπεσεν, εἶτα δ’ ἐγγυτέρω προσιόντες ὅστις εἴη ἠρώτων. Σίμων δὲ καλεῖν τὸν ἄρχοντα σφῶν προσέταττε. καὶ ἧκε κληθεὶς Τερέντιος Ῥοῦφος, ὃς ἄρχων τῆς στρατιᾶς κατελέλειπτο. ᾧ γνωρίσας ὅστις ἦν ὁ Σίμων συνελήφθη καὶ δεθεὶς ἐφυλάττετο. τῷ δέ γε Τίτῳ ἡ σύλληψις αὐτοῦ ἐδηλοῦτο. καὶ ὁ μὲν εἰς τὸν θρίαμβον ἐτηρεῖτο, καθ’ ὃν καὶ ἀνῃρέθη ἀγχόνῃ συρεὶς ἐν τῇ κατὰ τὴν Ῥώμην ἀγορᾷ, ὅπου κτείνειν Ῥωμαίοις εἴθισται τοὺς ἐπὶ κακουργίᾳ θανατουμένους.
PG 134:320Τοῦτο μὲν οὖν γέγονε τέλος τῷ τοῦ Γιώρα Σίμωνι· Ἰωάννης δέ, ἡ λοιπὴ τῶν Ἰουδαίων ἐρινύς, δεσμὰ κατεκρίθη διηνεκῆ. τὸ δὲ τῶν αἰχμαλώτων πλῆθος τὸ μὲν εἰς τὰ κατ’ Αἴγυπτον ἔργα ἐστάλη, τὸ δὲ ἐν ταῖς κατὰ πόλεις τελουμέναις θεωρίαις ἐφθείρετο ἢ θηριομαχίαις ἐκδιδόμενον ἢ ἀλληλοκτονούμενον. ἡ δὲ τοῦ Σίμωνος γῆθεν ἀνάδυσις πολὺ καὶ τῶν ἄλλων στασιαστῶν πλῆθος εὑρίσκεσθαι κατὰ τοὺς ὑπονόμους ἐποίησεν, ὡς ἐντεῦθεν καὶ τὰ τοῦ ναοῦ ἀνορυχθῆναι θεμέλια. Οὐ μόνον δὲ τοῖς ἐν Ἱεροσολύμοις Ἰουδαίοις ἐπῆκτο κίνδυνος, ἀλλὰ καὶ τοῖς ἐν ταῖς ἄλλαις πόλεσι. πάντα δὲ διηγήσασθαι δύσεργον· τὰ δ’ ἐπ’ Ἀντιοχείας τοῖς ἐκείνην οἰκοῦσιν Ἰουδαίοις συμβεβηκότα διηγητέον. πολὺ μὲν γὰρ ἀνὰ πᾶσαν τὴν οἰκουμένην τὸ Ἰουδαίων ἔθνος κατέσπαρται, πολλάκις αἰχμαλωτισθέν, ὡς ἤδη ἱστόρηται, καὶ σκεδασθὲν πανταχοῦ· πλεῖστον δὲ τῇ Συρίᾳ ἐγκαταμέμικται κατὰ τὴν γειτνίασιν, μᾶλλον δὲ τῶν ἄλλων ταύτης πόλεων ἡ Ἀντιόχεια κατοίκους Ἰουδαίους ἐκέκτητο διά τε τὸ τῆς πόλεως μέγεθος καὶ ὅτι ἀδεᾶ τὴν κατοίκησιν ἐν αὐτῇ παρέσχον αὐτοῖς οἱ μετ’ Ἀντίοχον βασιλεῖς.
ὁ μὲν γὰρ Ἐπιφανὴς Ἀντίοχος τά τε Ἱεροσόλυμα ἐξεπόρθησε καὶ τὸν ναὸν ἐσύλησεν, οἱ δὲ μετ’ αὐτὸν βασιλεῖς ἐξ ἴσου τοῖς Ἕλλησι μετέχειν τῆς πόλεως αὐτοῖς συνεχώρησαν. διὸ καὶ εἰς πλῆθος ἐπέδωκαν, πολὺ πλῆθος Ἑλλήνων προσαγόμενοι τῇ θρησκείᾳ. Καθ’ ὃν δὲ καιρὸν ὁ τῶν Ἱεροσολύμων πόλεμος ἐξερράγη καὶ εἰς τὴν Συρίαν κατέπλευσεν Οὐεσπασιανός, τὸ δὲ μῖσος κατὰ τοῦ ἔθνους παρὰ πᾶσιν ἤκμαζε, τότε δή τις Ἰουδαῖος Ἀντίοχος, υἱὸς τῶν ἐπ’ Ἀντιοχείας Ἰουδαίων τοῦ πρώτου, εἰς τὸν δῆμον τῶν Ἀντιοχέων παρελθὼν κατηγόρει μὲν τοῦ πατρός, κατηγόρει δὲ καὶ τῶν λοιπῶν Ἰουδαίων, ὅτι καταπρῆσαι τὴν πόλιν ἅπασαν ἐβουλεύσαντο, καὶ παρεδίδου ξένους Ἰουδαίους τινὰς ὡς τοῦ βουλεύματος κοινωνούς. τὸ δὲ τῶν Ἀντιοχέων δημοτικὸν τοὺς μὲν παραδοθέντας αὐτίκα κατέκαυσαν, κατὰ δὲ τῶν αὐθιγενῶν Ἰουδαίων ὥρμηντο κἀκείνους τιμωρησόμενοι. ὁ δὲ τῶν ὁμοφύλων κατήγορος Ἀντίοχος, ἀποστῆναι τῆς πατρίου λέγων θρησκείας, ἔθυεν ὡς νόμος τοῖς Ἕλλησι, παρῄνει δὲ καὶ τοὺς ἄλλους ποιεῖν ὁμοίως βιάζεσθαι· ἔσεσθαι γὰρ φανεροὺς τοὺς ἐπιβουλεύσαντας τῷ μὴ τὴν σφετέραν θρησκείαν ἀπόμνυσθαι.
PG 134:321χρωμένων δὲ τῇ πείρᾳ τῶν Ἀντιοχέων, ὀλίγοι μὲν ὑπέκυψαν, οἱ δὲ μὴ ἑλληνίσαι ἀνασχόμενοι διεφθάρησαν. ὁ δ’ εἰρημένος Ἀντίοχος καὶ στρατιώτας παρὰ τοῦ Ῥωμαίων ἡγεμόνος λαβών, χαλεπὸς ἦν τοῖς ὁμοφύλοις, ἀργεῖν τὴν ἑβδόμην οὐκ ἐπιτρέπων· οὕτω τε τὴν ἀνάγκην ἔθετο ἰσχυρὰν ὡς μὴ μόνον ἐπ’ Ἀντιοχείας τὴν τοῦ σαββάτου ἀργίαν καταλελύσθαι, ἀλλὰ κἀν ταῖς ἄλλαις πόλεσιν ἐπί τινα χρόνον τοῦτο ἐπικρατῆσαι. Οὐ ταῦτα δὲ μόνα τοῖς ἐν Ἀντιοχείᾳ συμβέβηκεν Ἰουδαίοις, ἀλλὰ καὶ δευτέρα προσεγένετο συμφορά. συνέβη μὲν γὰρ καταπρησθῆναι τὴν τῆς πόλεως τετράγωνον ἀγοράν, ἀρχεῖά τε καὶ χαρτοφυλάκια. ὁ δ’ εἰρημένος Ἀντίοχος τοῖς Ἰουδαίοις προσῆπτε τὸν ἐμπρησμόν, καὶ τοὺς Ἀντιοχεῖς ὑπόπτους ἔχοντας ἤδη αὐτοὺς ἠρέθισε κατ’ αὐτῶν· καὶ ὥσπερ ἐμμανεῖς πρὸς τοὺς διαβεβλημένους ἅπαντες ὥρμηντο. μόλις δ’ αὐτοὺς κατέσχον τινές, συμβουλεύσαντες Τίτῳ τὴν ὑπόθεσιν ἀναθεῖναι.
ἐν τῷ μέσῳ δέ τινες ποιούμενοι ἐπιμελῆ τοῦ πράγματος ζήτησιν εὗρον τὸ μὲν τῶν Ἰουδαίων γένος ἀναίτιον, πονηροὺς δ’ ἀνθρώπους τὸ ἔργον τολμήσαντας διὰ χρεῶν ἀνάγκας, οἰηθέντας, εἰ τὴν ἀγορὰν καὶ τὰ δημόσια γραμματεῖα ἐμπρήσειαν, ἕξειν ἀπαλλαγὴν τῆς εἰσπράξεως. Ἐν τούτοις δὲ καὶ ὁ Τίτος ἀφικνεῖτο εἰς Ἀντιόχειαν. καὶ ὁ τῶν Ἀντιοχέων δῆμος προϋπήντα αὐτῷ καὶ εὐφήμει, ταῖς δ’ εὐφημίαις συνεῖρε καὶ δέησιν ἐκβαλεῖν ἀξιοῦσαν τοὺς Ἰουδαίους τῆς πόλεως. ὁ δὲ τότε τῶν λεγομένων ἡσυχῇ κατακούων παρῄει, ὕστερον δ’ αὖθις σφόδρα λιπαρῶς ἐγκειμένων τῶν Ἀντιοχέων ἐξελαθῆναι τοὺς Ἰουδαίους τῆς πόλεως, ἀλλ’ ἥ γε πατρὶς αὐτῶν ἔφη, εἰς ἣν ἀναχωρεῖν αὐτοὺς ἐχρῆν, ἀνῄρηται, καὶ δέξαιτ’ ἂν αὐτοὺς οὐδεὶς ἔτι τόπος. ἀποτυχόντες οὖν τῆς αἰτήσεως ταύτης, ἐπὶ δευτέραν ἐτράποντο, καὶ τὰς χαλκᾶς ἠξίουν δέλτους ἀναιρεθῆναι, αἷς τὰ δίκαια τῶν Ἰουδαίων ἐγέγραπτο. ἀλλ’ οὐδὲ πρὸς τοῦτο Τίτος ἐπένευσε, πάντα δὲ τοῖς ἐπ’ Ἀντιοχείας Ἰουδαίοις εἴασεν ὡς πρότερον εἶχον αὐτά.
αὐτὸς δ’ εἰς Ἀλεξάνδρειαν ἀπιών, καὶ κατὰ τὴν πορείαν τὰ Ἱεροσόλυμα θεασάμενος, ᾤκτειρε τὸν τῆς πόλεως ὄλεθρον, ἐπαρώμενος τοῖς αἰτίοις τῆς ἀποστάσεως, ὡς αἰτίοις τῆς τῆς πόλεως ἐρημώσεως, πόλεως ἀρχαίας τε καὶ εὐδαίμονος. εὑρίσκοντο δ’ ἔτι κἀν τοῖς ἐρειπίοις αὐτοῖς μέρη τοῦ βαθυτάτου πλούτου αὐτῆς. πολλὰ μὲν γὰρ οἱ Ῥωμαῖοι ἀνέσκαπτον, τὰ πλείω δὲ οἱ αἰχμάλωτοι ὑπεδείκνυον, ἅπερ οἱ κεκτημένοι πρὸς τὰς ἀδήλους τοῦ πολέμου ῥοπὰς κατὰ γῆς ἐθησαύριζον. Τίτος δ’ ἐπ’ Αἴγυπτον πορευθεὶς καὶ καταντήσας εἰς Ἀλεξάνδρειαν, κἀκεῖθεν πλεῖν ἐπὶ τὴν Ἰταλίαν μέλλων, τῶν αἰχμαλώτων τοὺς ἡγεμόνας Ἰωάννην καὶ Σίμωνα, καὶ ἄλλους ἄνδρας ἑπτακοσίους μεγέθει τε καὶ κάλλει σώματος διαπρέποντας εἰς τὴν Ἰταλίαν αὐτίκα μάλα ἐκέλευσεν ἄγεσθαι, ἵν’ ἐν τῷ θριάμβῳ πληρώσωσι τὴν πομπήν. Μετὰ δὲ τὴν εἰς Ῥώμην τοῦ Τίτου ἄφιξιν πεμφθεὶς στρατηγὸς εἰς Ἰουδαίαν Λούκιος Βάσσος τὸ μὲν ἐν τῷ Ἡρωδίῳ φρούριον μετὰ τῶν κατεχόντων αὐτὸ προσηγάγετο· εἶτα πᾶν ὅσον ἦν ἐκεῖ στρατιωτικὸν συναγαγὼν ἐπὶ Μαχαιροῦντα στρατεύει. ἦν δὲ τὸ φρούριον τοῦτο λίαν δυσάλωτον, πετρώδης ὢν ὄχθος τετειχισμένος·
PG 134:322οὕτω δ’ ὑπὸ τῆς φύσεως κατεσκεύαστο ὡς μηδὲ προσιτὸς εἶναι· φάραγξι γὰρ πάντοθεν βαθείαις ἐτετάφρευτο. οὕτω δ’ ὀχυρότητος ἔχον καὶ βασίλειον εἶχεν ἐντὸς μεγέθει τε καὶ κάλλει τῶν οἰκήσεων θαυμαστόν, πολλὰς δὲ καὶ δεξαμενὰς εἰς ὑποδοχὴν ὕδατος ἐν τοῖς ἐπιτηδειοτάτοις τῶν τόπων ἐκέκτητο. πρὸς δὲ τοῖς ἄλλοις ἐν τοῖς βασιλείοις καὶ πήγανον ἦν ἄξιον διὰ τὸ μέγεθος θαύματος· συκῆς γὰρ οὐδεμιᾶς ὕψους καὶ πάχους ἐλείπετο· λόγος δ’ ἦν ἀπὸ τῶν Ἡρώδου χρόνων αὐτὸ διαρκέσαι, καὶ ἐπὶ πλεῖστον ἴσως ἔμεινεν ἄν, εἰ μὴ ὑπὸ τῶν παραλαβόντων τὸν τόπον Ἰουδαίων ἐκκέκοπτο. ἐν δὲ τῇ κατὰ τὴν ἄρκτον τοῦ φρουρίου φάραγγι ὀνομάζεταί τις τόπος Βαάρ, καὶ φύει ῥίζαν ὁμωνύμως καλουμένην αὐτῷ. αὕτη φλογὶ μὲν ἔοικε τὴν χροιάν, περὶ δὲ τὰς ἑσπέρας σέλας ἀπαστράπτει· τοῖς δὲ βουλομένοις λαβεῖν αὐτὴν οὐκ ἔστιν εὐχείρωτος, ἀλλ’ ὑποφεύγει καὶ οὐ πρότερον ἵσταται πρὶν ἄν τις οὖρον γυναικὸς ἢ τὸ ἔμμηνον αἷμα καταχέῃ αὐτῆς. καὶ τότε δὲ τοῖς ἁψαμένοις θάνατός ἐστι προφανής, εἰ μὴ τύχῃ τις αὐτὴν ἐκείνην ἀπενεγκάμενος τὴν ῥίζαν ἀπηρτημένην ἐκ τῆς χειρός. ἁλίσκεται δὲ καὶ καθ’ ἕτερον τρόπον ἀκινδύνως.
κύκλῳ γὰρ αὐτὴν περιορύσσουσιν, ὡς εἶναι τὸ τῇ γῇ κρυπτόμενον τῆς ῥίζης βραχύτατον, εἶτ’ ἐξ αὐτῆς ἀποδοῦσι κύνα, κἀκείνου τῷ δήσαντι συνακολουθεῖν ὁρμήσαντος, ἡ μὲν ἀνασπᾶται ῥᾳδίως, θνήσκει δ’ εὐθὺς ὁ κύων· φόβος δ’ οὐδεὶς τοῖς μετὰ ταῦτα λαμβάνουσιν. ἔστι δὲ διὰ μίαν ἰσχὺν περισπούδαστος. τὰ γὰρ καλούμενα δαιμόνια καί τισιν εἰσδυόμενα αὕτη ταχέως ἐξελαύνει, κἂν μόνον τοῖς νοσοῦσι προσενεχθῇ. Τοῦτο τὸ φρούριον ὁ Βάσσος παραστήσασθαι θέλων, τὴν πρὸς ἀνατολὰς αὐτοῦ φάραγγα χῶσαι ἀπεπειρᾶτο. οἱ δ’ ἐναπειλημμένοι τῶν Ἰουδαίων ἔνδον ἀπὸ τῶν ξένων διακριθέντες ἐκείνους μὲν ἠνάγκασαν ἐν τῇ κάτω πόλει παραμένειν, τὸ δ’ ἄνω φρούριον εἶχον αὐτοί. ἐποιοῦντο μέντοι τὰς ἐξόδους προθύμως ἀνὰ πᾶσαν ἡμέραν, καὶ τοῖς τυχοῦσι συμπλεκόμενοι πολλοὶ μὲν ἔθνησκον, πολλοὺς δὲ τῶν Ῥωμαίων ἀνῄρουν πονοῦντας ἐπὶ τοῖς χώμασιν. Ἐκ δέ τινος συντυχίας ἡ τοῦ φρουρίου παράδοσις γέγονε καὶ τῶν χωμάτων χωρίς.
PG 134:323νεανίας τις ἦν ἐν τοῖς πολιορκουμένοις τόλμῃ θρασὺς καὶ κατὰ χεῖρα δραστήριος Ἐλεάζαρ καλούμενος, ὃς ἐξιέναι καὶ κωλύειν τὴν χῶσιν παρακαλῶν τοὺς πολλούς, ἐν ταῖς μάχαις ἐπιφανέστατος γέγονε, πολλὰ δεινὰ τοὺς Ῥωμαίους διατιθείς. καί ποτε τῆς μάχης διακριθείσης αὐτὸς μείνας ἔξω τῶν πυλῶν τοῖς ἐπὶ τοῦ τείχους ὡμίλει. Ῥοῦφος δέ τις τοῦ Ῥωμαϊκοῦ στρατοπέδου, τὸ γένος Αἰγύπτιος, ἐξαίφνης ἐπιδραμών, σὺν ὅπλοις αὐτοῖς τὸν Ἐλεάζαρ ἀράμενος φθάνει μεταθεὶς εἰς τὸ Ῥωμαίων στρατόπεδον. τοῦ δὲ στρατηγοῦ γυμνωθῆναι κελεύσαντος αὐτὸν καὶ μαστίζεσθαι βλεπόντων τῶν ἐκ τῆς πόλεως, ἀθρόα ἡ πόλις ἀνῴμωξε. τοῦτο κατὰ τῶν πολεμίων ὁ Βάσσος στρατήγημα ἐποιήσατο, καὶ σταυρὸν προσέταξε καταπήγνυσθαι, ὡς αὐτίκα κρεμάσων τὸν Ἐλεάζαρον. οἱ δ’ ἀπὸ τοῦ φρουρίου ὁρῶντες ὠδυνῶντο μᾶλλον καὶ ἀνῴμωζον διωλύγιον. καὶ ὁ Ἐλεάζαρ ἱκέτευε σφᾶς μήτ’ αὐτὸν περιιδεῖν οὕτω θνήσκοντα καὶ ἑαυτοῖς τὴν σωτηρίαν προμηθεύσασθαι, εἴξασι τῇ Ῥωμαίων ἰσχύϊ καὶ τύχῃ. οἱ δὲ καὶ πρὸς τοὺς ἐκείνου κατακλώμενοι λόγους, καὶ πολλῶν ἔνδον ὑπὲρ αὐτοῦ δεομένων, ἦν γὰρ ἐκ μεγάλης καὶ σφόδρα πολυανθρώπου συγγενείας, εἰς οἶκτον ἐνέδωκαν.
καὶ στείλαντες τὴν τοῦ φρουρίου παράδοσιν ἐπηγγέλλοντο, ἵνα ἀδεεῖς ἀπαλλάττωνται, τὸν Ἐλεάζαρ λαβόντες. Δεξαμένου δὲ τοῦ στρατηγοῦ ταῦτα, οἱ ἐν τῇ κάτω πόλει τὴν γινομένην ἰδίᾳ τοῖς Ἰουδαίοις πυθόμενοι σύμβασιν, ἀποδρᾶναι νυκτὸς αὐτοὶ ἐβουλεύσαντο. καὶ τὰς πύλας αὐτῶν ἀνοιξάντων, παρὰ τῶν τὴν ὁμολογίαν πεποιημένων πρὸς τὸν Βάσσον ἧκε μήνυσις. οἱ μὲν οὖν τῶν ἐξιόντων ἐρρωμενέστατοι ἔφθασαν διεκπεσεῖν, τῶν δ’ ἔνδον καταληφθέντων ἄνδρες μὲν ἀνῃρέθησαν ἐπὶ χιλίοις ἑπτακόσιοι, γύναια δὲ καὶ παῖδες ἠνδραποδίσθησαν. τὰς δὲ πρὸς τοὺς παραδόντας τὸ φρούριον ὁμολογίας φυλάσσων ὁ Βάσσος αὐτούς τε ἀφῆκε καὶ τὸν Ἐλεάζαρ ἀπέδωκε. Ταῦτα διαπραξάμενος ἠπείγετο ἐπὶ τὸν λεγόμενον Ἰάρδην δρυμόν· πολλοὶ γὰρ πρὸς αὐτὸν ἦσαν τῶν κατὰ τὰς πολιορκίας πρότερον ἀποδράντων. ἐλθὼν οὖν ἐπὶ τὸν τόπον, κυκλοῦται αὐτὸν τοῖς ἱππεῦσιν ἅπαντα, τοὺς δὲ πεζοὺς δενδροτομεῖν τὴν ὕλην ἐκέλευσεν. οἱ δ’ ἐκεῖ προσπεφευγότες Ἰουδαῖοι ἀθρόοι μετὰ βοῆς ᾄξαντες ἐνέπιπτον τοῖς κυκλωσαμένοις αὐτούς.
ὡς δὲ καρτερῶς αὐτοὺς ἐκεῖνοι ἐδέχοντο, χρόνος μὲν οὐ βραχὺς τῇ μάχῃ ἐτρίβη, τέλος δὲ αὐτῇ οὐχ ὅμοιον τοῖς ἐναντίοις ἀπέβη μέρεσι. Ῥωμαίων μὲν γὰρ ἔπεσον δώδεκα, ὀλίγοι δ’ ἐτρώθησαν, τῶν δὲ Ἰουδαίων ἐκ τῆς μάχης ταύτης οὐδεὶς διέφυγεν, ἁλόντες δὲ καὶ τρισχιλίων οὐχ ἥττους πάντες ἀπέθανον. Βάσσος μέντοι καὶ Λεβέριος Μάξιμος, ὃς ἦν ἐπίτροπος, πᾶσαν τὴν γῆν ἀποδόσθαι τῶν Ἰουδαίων παρὰ Καίσαρος ἐκελεύσθησαν. ὀκτακοσίοις δὲ μόνοις ἀπὸ τῆς στρατείας διαφειμένοις χωρίον ἔδωκεν εἰς κατοίκησιν, ὃ καλεῖται μὲν Ἀμαοῦς, ἀπέχει δὲ τῶν Ἱεροσολύμων σταδίους τριάκοντα. φόρον δὲ τοῖς ὁπουδήποτε οὖσιν Ἰουδαίοις ἐπέταξε δύο δραχμὰς ἕκαστον ἐτησίως εἰσφέρειν εἰς τὸ Καπιτώλιον, ὥσπερ πρότερον εἰς τὸν ἐν Ἱεροσολύμοις ναὸν συνετέλουν. Βάσσου δὲ τελευτήσαντος Φλάβιος Σίλβας διαδέχεται τὴν ἡγεμονίαν. ὃς ἐπὶ Μασάδαν τὸ φρούριον ἐστράτευσε, μόνον ἔτι τῶν ἀφεστηκότων περιλειφθέν. κατεῖχον δὲ τοῦτο σικάριοι, ὧν προειστήκει δυνατὸς ἀνὴρ Ἐλεάζαρ, ἀπόγονος Ἰούδα τοῦ πείσαντος πολλοὺς Ἰουδαίων μὴ πείθεσθαι ταῖς ἀπογραφαῖς ἐπὶ Κυρηνίου.
PG 134:324καὶ τῆς μὲν χώρας εὐθὺς ἐκράτει, τὸ δὲ φρούριον τείχει περιεκύκλωσε, τὴν εἰς φυγὴν ἔξοδον τοῖς ἔνδον ἀποφραγνύς. εἶτα πρὸς πολιορκίαν ἐτράπετο, καὶ χῶμα χώσας ἔνθα δυνατὸν ἦν, ἐπὶ πέτρας γὰρ ὑψηλῆς τὸ φρούριον ᾠκοδόμητο, φάραγξι βάθος ἐχούσαις ἄπειρον ἐστεφανωμένης, ἐπήγαγε τὴν ἑλέπολιν καὶ διέρρηξε μέρος τοῦ τείχους. ὤφθη δ’ ἕτερον ἐντὸς ὑπὸ τῶν σικαρίων ἀντοικοδομηθὲν τοιοῦτον οἷον μηδὲ ταῖς ἐμβολαῖς εἴξειν μέλλον τῶν ἑλεπόλεων. ἐκ ξύλων γὰρ ἦν δύο στίχους παραλλήλους ἐχόντων, ὧν μέσον συνεφόρουν τὸν χοῦν. αἱ γοῦν τῶν μηχανημάτων ἐμβολαὶ οὐ μόνον οὐ διερρήγνυον τοῦτο, ἀλλὰ καὶ στερρότερον τῷ σάλῳ συνιζάνον εἰργάζοντο· διὸ τοῖς στρατιώταις ὁ Σίλβας λαμπάδας καιομένας ἀκοντίζειν ἀθρόους παρεκελεύσατο. τὸ δὲ πεποιημένον ἐκ ξύλων τοῦ πυρὸς ἀντελάβετο καὶ φλόγα πολλὴν ἀνῆκε. τὸ μὲν οὖν πρῶτον πνέων βορρᾶς ἄνωθεν εἰς τοὺς Ῥωμαίους τὴν φλόγα ἐπήλαυνε, καὶ μικροῦ τῶν μηχανημάτων ἥψατο ἄν· ἔπειτα νότος ἀντιπνεύσας πολὺς τῷ τείχει ταύτην προσέβαλε, καὶ ἅπαν ἤδη κατέφλεκτο.
ἐπὶ τούτοις οἱ μὲν Ῥωμαῖοι κατὰ τὴν ἐπιοῦσαν τοῖς πολεμίοις ἐπιχειρεῖν ἔμελλον, Ἐλεάζαρ δὲ τοῖς ἐν τῷ φρουρίῳ διαλεχθεὶς ἔπεισε πάντας τάς τε γυναῖκας ἑαυτῶν καὶ τὰ τέκνα ἀνῃρηκότας ἐκείνοις ἐπαπελθεῖν ἕκαστον. καὶ δὴ τούτου δόξαντος, ὁμοῦ τε τὰς γυναῖκας ἠσπάζοντο καὶ τὰ τέκνα προσηγκαλίζοντο, τοῖς φιλήμασιν ἐμφυόμενοι καὶ δακρύοντες, καὶ διεχειρίζοντο τὰ φίλτατα ταῖς χερσίν, ὡς μή τι σφίσι προςήκοντα. εἶτα τὴν κτῆσιν ἅπασαν συναθροίσαντες πῦρ ἐνέβαλλον εἰς αὐτήν. κλήρῳ δ’ ἑλόμενοι δέκα τοὺς ἐσομένους σφαγεῖς ἁπάντων, ὑπ’ αὐτῶν ἕκαστος ἐπὶ τοῖς φιλτάτοις ἐκτίννυτο. εἶτ’ αὖθις ὁ κλήρῳ λαχὼν τοὺς ἐννέα διαχειρισάμενος, καὶ κύκλῳ περιαθρήσας μήπου τις ζωὸς περιλέλειπται, ὡς ἔγνω πάντας ἀνῃρημένους, πῦρ μὲν τοῖς βασιλείοις ἐνίησιν, ὅλον δὲ τὸ ξίφος ἐλάσας δι’ ἑαυτοῦ πλησίον τῶν οἰκείων κατέπεσε. καὶ οἱ μὲν ἐτεθνήκεσαν ὑπειληφότες μή τινα ζῶντα καταλειφθῆναι, ἔλαθεν δὲ γυνὴ πρεσβῦτις καί τις ἑτέρα καὶ πέντε παιδία τοῖς ὑπονόμοις κατακρυφθέντα. ἦν δὲ τὸ τῶν σφαγέντων πλῆθος σὺν γυναιξὶ καὶ παισὶ διακόσιοι πρὸς ἑξήκοντα. Οἱ δὲ Ῥωμαῖοι προσβολὴν ἕωθεν ἐποιοῦντο·
PG 134:325βλέποντες δ’ οὐδένα τῶν πολεμίων, πολλὴν δ’ ἔνδον ἠρεμίαν καὶ πῦρ ἀναπτόμενον, διηπόρουν. καὶ τέλος ἠλάλαξαν, εἴ τινα τῶν ἐντὸς προσκαλέσαιντο. τῆς δὲ βοῆς αἴσθησις τοῖς γυναίοις ἐγένετο, κἀκ τῶν ὑπονόμων ἀναδῦσαι τὰ πραχθέντα τοῖς Ῥωμαίοις ἐμήνυον· οἱ δ’ ἠπίστουν. ὡς δὲ τῶν βασιλείων παρῆλθον ἔνδον καὶ τοῖς ἀνῃρημένοις ἐνέτυχον, ἐθαύμαζον τὴν γενναιότητα τῶν ἀνδρῶν καὶ τοῦ θανάτου τὴν καταφρόνησιν. Τοιαύτη μὲν οὖν ἡ τῆς Μασάδας ἐγένετο ἅλωσις· καὶ κατὰ τὴν ἐν Αἰγύπτῳ Ἀλεξάνδρειαν πολλοὺς ἀποθανεῖν Ἰουδαίους συμβέβηκεν. οἱ γὰρ ἐκ τῆς στάσεως τῶν σικαρίων καταφυγόντες ἐκεῖ πολλοὺς τῶν ὑποδεξαμένων ἔπειθον τῆς ἐλευθερίας ἀντιποιεῖσθαι. εἰ δέ τινες αὐτοῖς τῶν οὐκ ἀφανῶν Ἰουδαίων ἀντέβαινον, τοὺς μὲν ἔκτεινον, τοὺς δ’ ἄλλους πρὸς ἀποστασίαν προεκαλοῦντο. οἱ δὲ τῆς γερουσίας πρωτεύοντες εἰς ἐκκλησίαν τοὺς Ἰουδαίους ἀθροίσαντες ἤλεγχον τὴν τῶν σικαρίων ἀπόνοιαν, καὶ φυλάξασθαι τὸ πλῆθος παρεκάλουν τὸν ἐξ αὐτῶν ὄλεθρον, παραδοῦναι δὲ Ῥωμαίοις αὐτούς. ἐπείσθη τοίνυν τὸ πλῆθος τοῖς λεγομένοις, καὶ πρὸς τοὺς σικαρίους ᾄξαντες συνήρπαζον αὐτούς.
καὶ ἑάλωσαν μὲν περὶ ἑξακοσίους, ὅσοι δὲ τότε διέφυγον οὐκ εἰς μακρὰν συλληφθέντες ἐπανήχθησαν. καὶ πάσης αὐτοῖς ἐπενεχθείσης βασάνου, ὅπως Καίσαρα δεσπότην ὁμολογήσωσιν, οὐδεὶς ἐνέδωκεν, ἀλλὰ πάντες τὴν γνώμην ὑπερτέραν τῆς ἀνάγκης ἐτήρησαν. μάλιστα δ’ ἡ τῶν παίδων ἡλικία τοὺς θεωμένους ἐξέπληξεν· οὐδὲ γὰρ ἐκείνων τις ἐξενικήθη Καίσαρα δεσπότην ἐξονομάσαι. Ἥψατο δὲ καὶ τῶν περὶ Κυρήνην πόλεων ἡ τῶν σικαρίων ἀπόνοια. διεκπεσὼν γὰρ εἰς αὐτὴν Ἰωνάθης πονηρότατος ἄνθρωπος, τὴν τέχνην ὑφάντης, τινὰς τῶν ἀπόρων ἀνέπεισε προσέχειν αὐτῷ, καὶ προήγαγεν εἰς τὴν ἔρημον, σημεῖα δείξειν καὶ τέρατα ὑπισχνούμενος. οἱ δὲ τῶν ἐπὶ Κυρήνης Ἰουδαίων πρωτεύοντες Κατύλλῳ τῷ τῆς Κυρήνης ἡγεμόνι ταῦτα ἀγγέλλουσιν. ὁ δὲ στρατιώτας ἀποστείλας συνέσχε τοὺς μετὰ Ἰωνάθου. αὐτὸς δὲ ὁ Ἰωνάθης τότε μὲν διέφυγεν, ἐπιμελῶς δὲ ζητηθεὶς ἥλω, καὶ ἀναχθεὶς πρὸς τὸν ἡγεμόνα ἑαυτῷ μὲν ἐμηχανᾶτο τῆς τιμωρίας ἐξάλυξιν, τῷ Κατύλλῳ δὲ ἀφορμὰς ἀδίκων κερδῶν περιεποιήσατο. τοὺς γὰρ πλουσιωτάτους τῶν Ἰουδαίων ἔλεγε, καταψευδόμενος αὐτῶν, διδασκάλους αὐτῷ τῶν δρωμένων γενέσθαι·
καὶ ὁ ἡγεμὼν προθύμως ἐδέχετο τὰς διαβολάς. πρὸς δὲ τῷ πιστεύειν ῥᾳδίως καὶ τὴν ψευδῆ κατηγορίαν τοὺς σικαρίους ἐδίδασκε· καὶ πολλῶν κατεῖπον ὑπ’ ἐκείνου ὑποβαλλόμενοι. Ἐνταῦθα μὲν οὖν τότε τὰ τῶν Ἰουδαίων ἐτελεύτησε πάθη, ὑπὸ Ῥωμαίων τῆς Ἱερουσαλὴμ τὴν τελευταίαν ὑποστάσης ἅλωσιν. καὶ αὖθις δὲ Αἰλίου τῶν Ῥωμαίων κρατοῦντος Ἀδριανοῦ ἐστασίασαν Ἰουδαῖοι καὶ κατὰ Ῥωμαίων ὡπλίσθησαν. ἀλλὰ καὶ τότε ἡττήθησάν τε καὶ ἐξετρίβησαν, πολλῶν φθαρεισῶν μυριάδων, ὡς λίαν περιλειφθῆναι βραχεῖς, περὶ ὧν ἐν τοῖς ἰδίοις τόποις ἱστορηθήσεται.
PG 134:326Ῥωμαίων δὲ μνησθείσης τῆς ἱστορίας καὶ τούτοις κράτος ἀναθεμένης ἀήττητον, ἀναγκαῖον πάντως εἰπεῖν καὶ διδάξαι ἢ ἀναμνῆσαι τοὺς ἐντευξομένους τούτῳ δὴ τῷ συγγράμματι τίνες τε οἱ Ῥωμαῖοι καὶ ὅθεν τὸ τούτων ἔθνος συνέστη τὸ ἐξ ἀρχῆς, καὶ πόθεν τὴν κλῆσιν ἔσχε, καὶ τίσι πολιτείαις ἐχρήσατο, καὶ οἵαις τύχαις ἐνέκυρσε, καὶ ὅπως προύκοψεν εἰς εὐδαιμονίας ἀκρότητα ὡς μικροῦ κυριεῦσαι τῆς οἰκουμένης ἁπάσης καὶ τὸ κράτος κατὰ πάντων σχεδὸν ἀναδήσασθαι, καὶ ὅπως βασιλευθὲν ἐξ ἀρχῆς εἰς ἀριστοκρατίαν ἤτοι δικτατωρείας καὶ ὑπατείας μετέπεσε, καὶ εἰς δημοκρατίαν αὖθις μετήνεκτο, εἶτα εἰς μοναρχίαν ἐπανελήλυθεν. ῥητέον μοι τοίνυν καὶ περὶ τούτων καὶ διηγητέον ὡς ἐνὸν ἐπιτέμνοντι τὸ πλάτος τῆς διηγήσεως καὶ τὴν μακρηγορίαν συστέλλοντι, ἵν’ εἶεν εὐσύνοπτα τὰ τῆς ἱστορίας καὶ τὴν τῶν ἐπιόντων μνήμην μὴ διαφεύγοιεν.
Αἰνείας μετὰ τὸν Τρωικὸν πόλεμον ἀφῖκτο πρὸς Ἀβορίγινας, οἳ πρῴην τὴν χώραν ᾤκουν καθ’ ἣν ἡ Ῥώμη πεπόλισται, Λατίνου τοῦ Φαύνου τότε τὴν τούτων ἀρχὴν ἔχοντος, καὶ προσέσχε Λαυρεντῷ κατὰ τὸν Νουμίκιον ποταμόν, ἔνθα κατά τι δὴ θεοπρόπιον λέγεται παρασκευάζεσθαι ποιήσασθαι τὴν κατοίκησιν. ὁ δὲ τῆς χώρας ἄρχων Λατῖνος ἀπεῖργε τῷ Αἰνείᾳ τὴν ἐν τῇ χώρᾳ καθίδρυσιν. καὶ συμβαλὼν ἡττᾶται· εἶτα δι’ ὀνειράτων φανέντων ἀμφοῖν καταλλάττονται· καὶ τῆς κατοικίας αὐτῷ παραχωρεῖ, καὶ τὴν θυγατέρα Λαουινίαν εἰς γάμον ἐκδίδωσιν. ἔνθα πόλιν ὁ Αἰνείας οἰκοδομήσας ὠνόμασε Λαουίνιον· ἥ τε χώρα Λάτιον ἐπεκλήθη καὶ οἱ ἄνθρωποι οἱ ἐκεῖ Λατῖνοι προσηγορεύθησαν. Ῥουτοῦλοι δὲ ὁμοροῦντες τῇ χώρᾳ ἐκ πόλεως Ἀρδέας ὁρμώμενοι, καὶ πρόσθεν δυσμενῶς ἔχοντες πρὸς Λατίνους, καὶ τότε πόλεμον ἤραντο, ἐπαρήγοντος αὐτοῖς καὶ Τούρνου ἀνδρὸς ἐπιφανοῦς καὶ τῷ Λατίνῳ προσήκοντος, ὃς δι’ ὀργῆς τὸν Λατῖνον πεποίητο διὰ τὸν Λαουινίας γάμον· ἐκείνῳ γὰρ ἡ κόρη προωμολόγητο. μάχης οὖν γενομένης πίπτουσιν ὅ τε Τοῦρνος καὶ ὁ Λατῖνος, τὴν δὲ νίκην ὁ Αἰνείας κεκόμιστο καὶ τὴν τοῦ πενθεροῦ βασιλείαν.
PG 134:327μετὰ δέ τινα χρόνον συμμαχίας ἐκ Τυρσηνῶν οἱ Ῥουτοῦλοι τυχόντες ἐπῆλθον τῷ Αἰνείᾳ, καὶ τὸν πόλεμον νενικήκασιν· ἀφανὴς δὲ ὁ Αἰνείας γενόμενος, οὔτε γὰρ ζῶν ὤφθη ἔτι οὔτε μὴν τεθνεώς, ὡς θεὸς παρὰ Λατίνοις τετίμητο. ἐντεῦθεν καὶ τοῖς Ῥωμαίοις τοῦ σφετέρου γένους ἀρχηγέτης νενόμισται, καὶ Αἰνειάδαι καλεῖσθαι αὐχοῦσι. τὴν δὲ τῶν Λατίνων ἀρχὴν ὁ ἐκείνου υἱὸς Ἀσκάνιος διεδέξατο, ὃς οἴκοθεν συνείπετο τῷ πατρί· οὐδέπω γὰρ ἐκ τῆς Λαουινίας παῖδα ἐγείνατο, ἔγκυον δ’ αὐτὴν καταλέλοιπε. τὸν δὲ Ἀσκάνιον κατακλείσαντες οἱ πολέμιοι ἐπολιόρκουν· νυκτὸς δ’ οἱ Λατῖνοι αὐτοῖς ἐπιθέμενοι τήν τε πολιορκίαν ἔλυσαν καὶ τὸν πόλεμον. Χρόνου δὲ διεληλυθότος πληθυνθέντες οἱ Λατῖνοι τὴν μὲν πόλιν τὸ Λαουίνιον οἱ πλείονες ἐκλελοίπασιν, ἑτέραν δ’ ἐν ἀμείνονι χώρᾳ ἀντῳκοδόμησαν, ἣν Ἄλβαν ἐκ τῆς λευκότητος καὶ ἀπὸ τοῦ μήκους Λόγγαν ἐπωνόμασαν· εἴποιεν ἂν Ἕλληνες λευκὴν καὶ μακράν. Ἀσκανίου δὲ τελευτήσαντος οἱ Λατῖνοι τὸν ἐκ τῆς Λαουινίας τεχθέντα τῷ Αἰνείᾳ υἱὸν εἰς τὴν βασιλείαν προετιμήσαντο τοῦ Ἀσκανίου παιδός, διὰ τὸν πάππον τὸν Λατῖνον τοῦτον προκρίναντες, Σιλούιον κεκλημένον.
ἐκ Σιλουίου δὲ Αἰνείας ἐτέχθη, ἐξ Αἰνείου δὲ Λατῖνος ἐγένετο, Λατῖνον δὲ διεδέξατο Πάστις. Τιβερῖνος δ’ ἄρξας μετέπειτα ἐν ποταμῷ καλουμένῳ Ἀλβούλῳ πεσὼν διεφθάρη· ὃς δὴ ποταμὸς Τίβερις ἐξ ἐκείνου μετωνομάσθη, ῥέων διὰ τῆς Ῥώμης καὶ ὢν τῇ πόλει πολυαρκέστατος καὶ Ῥωμαίοις ἐς τὰ μάλιστα χρησιμώτατος. ἔκγονος δὲ τοῦ Τιβερίνου Ἀμούλιος, ὃς ὑπερφρονήσας καὶ θεοῦν ἑαυτὸν τολμήσας, ὡς βροντάς τε ταῖς βρονταῖς ἐκ μηχανῆς ἀντεπάγειν καὶ ἀνταστράπτειν ταῖς ἀστραπαῖς ἐνσκήπτειν τε κεραυνούς, διεφθάρη, τῆς λίμνης παρ’ ᾗ τὰ αὐτοῦ βασίλεια ἵδρυτο ἐπιρρυείσης αἰφνίδιον καὶ καταποντισάσης κἀκεῖνον καὶ τὰ βασίλεια. Ἀουεντῖνος δὲ ὁ υἱὸς αὐτοῦ ἐν πολέμῳ ἀπέθανε. Καὶ ταῦτα μὲν περὶ Λαουινίου καὶ Ἀλβανῶν· τὰ δὲ τῶν Ῥωμαίων ἀρχὴν ἐσχήκασι τὸν Νομίτωρά τε καὶ τὸν Ἀμούλιον, οἳ Ἀουεντίνου μὲν ἐγένοντο υἱωνοί, τοῦ δ’ Αἰνείου ἀπόγονοι. τῆς γοῦν ἐν Ἄλβῃ βασιλείας κατὰ διαδοχὴν περιελθούσης αὐτοῖς, νείμασθαι ταύτην ἠθέλησαν καὶ τὰ χρήματα.
τοῦ Ἀμουλίου τοίνυν ἰδίᾳ μὲν τὰ χρήματα θέντος, ἰδίᾳ δέ γε τὴν βασιλείαν, καὶ ἐξ ἀμφοῖν τὸν ἀδελφὸν προτρεψαμένου ὃ πρὸς βουλῆς αὐτῷ ἐπιλέξασθαι, τὴν βασιλείαν εἵλετο ὁ Νομίτωρ, ἅτε καὶ πρεσβύτερος ἀδελφός· λαβὼν δὲ τὰ χρήματα ὁ Ἀμούλιος, καὶ δύναμιν ἐκ τούτων περιβαλλόμενος, καὶ τὴν βασιλείαν ἀφείλετο. θυγατρὸς δὲ τῷ Νομίτωρι οὔσης, δεδιὼς μὴ παῖδες ἐξ αὐτῆς γένοιντο καὶ κατεξανασταῖεν αὐτοῦ, ἱέρειαν τῆς Ἑστίας ἐκείνην ἀπέδειξεν, ἄγαμον διὰ τοῦτο καὶ παρθένον διὰ βίου μέλλουσαν ἔσεσθαι. ἡ δὲ κύουσα ἐφωράθη μετέπειτα ὑπὸ Ἄρεος, ὡς μυθεύεται, ὑπ’ ἀνθρώπων δὲ πάντως τινός. εἵρχθη οὖν διὰ τοῦτο, ἵνα μὴ λάθῃ τεκοῦσα. καὶ ἔτεκε διδύμους παῖδας μεγάλους τε καὶ καλούς. μᾶλλον οὖν φοβηθεὶς ὁ Ἀμούλιος ἐκέλευσε τὰ βρέφη ῥιφῆναι. καὶ ὁ ταῦτα λαβὼν σκάφῃ ἐνθέμενος ἐμβάλλει τῷ ποταμῷ τῷ Τιβέριδι. παρασῦραν δὲ τὴν σκάφην τὸ ῥεῦμα εἴς τινα χῶρον κατήνεγκε μαλθακόν· ἔνθα κειμένοις τοῖς βρέφεσι λύκαιναν ἱστοροῦσι προσιοῦσαν θηλὴν παρέχειν αὐτοῖς, καὶ ὄρνιν δρυοκολάπτην παρεῖναι ταῦτα ψωμίζοντα καὶ φυλάττοντα.
PG 134:328ἐκεῖ δὲ κείμενα τὰ βρέφη λαθὼν ἀφείλετό τις Ἀμουλίου συοφορβὸς Φαυστοῦλος καλούμενος· καὶ παρὰ τῆς ἐκείνου ἐτράφησαν γυναικός, ᾗ ὄνομα Λαρεντία· καὶ ὁ μὲν Ῥωμύλος, ὁ δ’ ἕτερος Ῥῶμος ἐκλήθησαν. τινὲς δὲ μὴ λύκαιναν εἶναι τὴν τῶν παίδων φασὶ τροφόν, ὃ καὶ πιθανώτερον ἢ ἀληθέστερον μάλιστα, ἀρχὴν δὲ τὸν λόγον οὕτω λαβεῖν. λούπας καλοῦσι Ῥωμαῖοι τάς τε λυκαίνας καὶ τὰς ἑταίρας· πορνευομένη δ’ ἡ Λαρεντία, ἣ τοὺς παῖδας ἐθρέψατο, καὶ λοῦπα διὰ τοῦτο καλουμένη, χώραν τῷ μύθῳ παρέσχετο. Αὐξανόμενοι δὲ θυμοειδεῖς ἦσαν καὶ ἀνδρώδεις ἀμφότεροι· ὁ δὲ Ῥωμύλος ἐδόκει συνέσει διαφορώτερος καὶ ἡγεμονικὸς μᾶλλον τὴν φύσιν ἢ πειθαρχικός. γενομένης δέ ποτε πρὸς τοὺς Νομίτωρος βουκόλους τοῖς τοῦ Ἀμουλίου διαφορᾶς, συγκόπτουσιν αὐτοὺς οἱ ὁμαίμονες καὶ τῆς ἀγέλης συχνὴν ἀποτέμνονται μοῖραν. μόνῳ δὲ τῷ Ῥώμῳ σὺν ὀλίγοις ἄλλοις βαδίζοντι οἱ τοῦ Νομίτωρος βουκόλοι λοχήσαντες συνέλαβον αὐτὸν καὶ ἀπήγαγον πρὸς Νομίτωρα· καὶ ὃς πρὸς Ἀμούλιον ἐλθὼν ἐδεῖτο τυχεῖν δίκης, ἀδελφὸς ὢν καὶ ὑπὸ τῶν οἰκείων αὐτοῦ ὑβρισμένος. ὁ δὲ παραδίδωσι τῷ Νομίτωρι τὸν Ῥῶμον ὡς βούλοιτο χρήσασθαι.
ὃς οἴκοι ἐλθὼν καὶ τὸν νεανίσκον ὁρῶν ὑπερφέροντα μεγέθει καὶ ῥώμῃ, καὶ τὸ θαρραλέον αὐτοῦ καὶ ἀδούλωτον τῆς ψυχῆς θαυμάζων, ἀνέκρινεν ὅστις εἴη καὶ ὅθεν γένοιτο, φωνῇ πραείᾳ. ὁ δὲ θαρρῶν ἔλεγεν ὡς δίδυμοι μέν ἐσμεν ἀδελφοί, γοναὶ δὲ ἡμῶν ἀπόρρητοι λέγονται καὶ τροφαὶ καὶ τιθηνήσεις θαυμασιώτεραι, θηρίοις καὶ οἰωνοῖς τραφέντων παρὰ τὸν μέγαν ποταμὸν ἐν σκάφῃ τινὶ κειμένων, ἣ ἔτι σώζεται, χαλκοῖς ὑποζώμασι γραμμάτων ἀμυδρῶν ἐγκεχαραγμένων. Ὁ μὲν οὖν Νομίτωρ τοῖς τε λόγοις τοῦ Ῥώμου καὶ τῇ ὄψει πρὸς ἔννοιαν τῆς ἐκθέσεως τῶν τῆς θυγατρὸς ἐνήγετο παίδων, ὁ δὲ Φαυστοῦλος τὴν τοῦ Ῥώμου μαθὼν σύλληψιν τὸν μὲν Ῥωμύλον βοηθεῖν παρεκάλει, τότε σαφῶς διδάξας αὐτὸν περὶ τῆς γενέσεως, πρότερον γὰρ ὑπῃνίττετο, ὥστ’ αὐτοὺς μὴ μικροφρονεῖν, αὐτὸς δὲ τὴν σκάφην κομίζων ἐχώρει πρὸς τὸν Νομίτωρα σπουδῆς καὶ δέους μεστός. τοῖς δὲ περὶ τὰς πύλας τοῦ Ἀμουλίου φρουροῖς ὑφορώμενος, καὶ ταραττόμενος περὶ τὰς ἀποκρίσεις, οὐκ ἔλαθε τὴν σκάφην τῷ χλανιδίῳ περικαλύπτων. ὑπολαβόντες δὲ κλοπιμαῖόν τι φέρειν αὐτόν, εἰς μέσον τὴν σκάφην προήγαγον. ἔτυχε δέ τις παρὼν ἐκεῖ τῶν τὰ παιδάρια ἐκθεμένων·
PG 134:329ὃς τὴν σκάφην γνωρίσας, δραμὼν φράζει τῷ Ἀμουλίῳ. καὶ ὁ Φαυστοῦλος ἀνακρινόμενος παρὰ τοῦ βασιλέως σώζεσθαι μὲν τοὺς παῖδας κατέθετο, πόρρω δὲ τῆς Ἄλβης νέμοντας εἶναι· τὴν δὲ σκάφην πρὸς τὴν Ἰλίαν κομίζειν τὴν τῶν παίδων μητέρα, ποθοῦσαν ἰδεῖν. τεταραγμένος δὲ τούτοις Ἀμούλιος ἄνδρα πρὸς τὸν Νομίτωρα πέπομφε πυνθανόμενος εἴ τι μάθοι περὶ τῶν παίδων ὡς περιόντων. ἦν δὲ τῶν φίλων ὁ πεμφθεὶς τοῦ Νομίτωρος. ἀπελθὼν οὖν καὶ ἐν περιπλοκαῖς τοῦ Ῥώμου εὑρηκὼς τὸν Νομίτωρα, παρεθάρρυνέ τε καὶ μὴ μέλλειν αὐτοῖς συνεβούλευε, καὶ αὐτὸς δὲ συνέπραττεν. ἄρτι δὲ καὶ ὁ Ῥωμύλος ἐγγὺς ἦν, χεῖρα συχνὴν ἀγροικικὴν ἐπαγόμενος· καὶ τῶν πολιτῶν δὲ αὐτῷ οὐκ ὀλίγοι προσῄεσαν μίσει τοῦ Ἀμουλίου. ὃς οὕτω τῶν πραγμάτων συνενεχθέντων οὐδὲν οὔτε πράξας οὔτε βουλεύσας σωτήριον ἀνῃρέθη. Ῥωμύλος μέντοι καὶ Ῥῶμος τὴν τῆς Ἄλβης ἡγεμονίαν τῷ μητροπάτορι νείμαντες, καὶ τῇ μητρὶ τιμὴν πρέπουσαν, καθ’ ἑαυτοὺς εἶναι ἔκριναν· οὔτε γὰρ ἠνείχοντο ἄρχεσθαι καὶ πόλιν ἀναστῆσαι ἔνθα προετράφησαν ἤθελον.
ὡρμημένοις δὲ πρὸς τὴν τῆς πόλεως δόμησιν διαφορὰ συνέβη τοῖς ἀδελφοῖς περί τε τῆς ἀρχῆς καὶ περὶ τῆς πόλεως, καὶ διὰ μάχης ἐχώρησαν, ἐν ᾗ ὁ Ῥῶμος ἀπέθανεν. ἕτερος δὲ λόγος ἔχει ὡς τοῦ Ῥωμύλου τάφρον ἤδη ὀρύττοντος, ἣ τῆς πόλεως ἔμελλεν εἶναι προτείχισμα, πῇ μὲν ἀπεῖργε τὸ ἔργον ὁ Ῥῶμος, πῇ δέ γε ἐχλεύαζε· καὶ τέλος διαλλόμενον αὐτὴν ὡς εὐεπιχείρητον οἱ μὲν Ῥωμύλου πατάξαντος, οἱ δ’ ἑτέρου τινὸς ἱστοροῦσι πεσεῖν. ὅθεν καὶ ἐνομίσθη τὸν στρατοπέδου τάφρον τολμήσαντα διελθεῖν παρὰ τὰς συνήθεις ὁδούς, θανατοῦσθαι. Ὁ δὲ Ῥωμύλος θάψας τὸν ἀδελφὸν ᾤκιζε τὴν πόλιν καὶ βοῦν ἄρρενα συζεύξας θηλείᾳ, καὶ ἀρότρῳ ὕννιν χαλκῆν ἐμβαλών, αὐτὸς μὲν αὔλακα βαθεῖαν κυκλοτερῆ περιέγραψεν, οἱ δ’ ἑπόμενοι τὰς βώλους, ἃς ἀνίστη τὸ ἄροτρον, εἴσω πάσας τῆς αὔλακος περιέστρεφον. καὶ ὅπου μὲν ἔμελλε τὸ τεῖχος ἀνίστασθαι, καθὼς εἴρηται, ἡ αὖλαξ ἐτέτμητο, ἔνθα δὲ πύλας στῆσαι διενοοῦντο, διάλειμμα ἐποιοῦντο τῆς αὔλακος, τὸ ἄροτρον ἀνέχοντες ὕπερθεν. πᾶν μὲν γὰρ τεῖχος νομίζουσιν ἱερόν· τὰς δὲ πύλας εἴπερ ἥγηντο ἱεράς, οὐκ ἦν τὰ μὲν δι’ αὐτῶν εἰσάγειν, τὰ δὲ ἀποπέμπειν τῶν ἀναγκαίων καὶ μὴ καθαρῶν.
PG 134:330Ἡ δὲ κτίσις τῆς πόλεως ταύτης ἡμέρᾳ τετέλεστο τῇ πρὸ ἕνδεκα καλανδῶν Μαί̈ων, ἣ ἂν εἴη μᾶλλον εἰκοστὴ Ἀπριλλίου· καὶ τὴν ἡμέραν ταύτην ἑορτάζουσι Ῥωμαῖοι, γενέθλιον τῆς πατρίδος ὀνομάζοντες. ὀκτωκαίδεκα δ’ εἶναι Ῥωμύλος ἐνιαυτῶν ἀναγέγραπται ὅτε τὴν Ῥώμην συνῴκισεν. ἔκτισε δὲ αὐτὴν περὶ τὴν τοῦ Φαυστούλου οἴκησιν· ὠνόμαστο δ’ ὁ χῶρος Παλάτιον. Κτισθείσης μέντοι τῆς πόλεως, ὅσον μὲν ἐν ἡλικίᾳ στρατευσίμῳ πλῆθος ἐτύγχανεν, εἰς στρατιωτικὰ διεῖλε συντάγματα, ἕκαστον δὲ σύνταγμα πεζῶν τριςχιλίων ἦν καὶ τριακοσίων ἱππέων, ἐκλήθη δὲ λεγεών, ὅτι λογάδες ἦσαν ἐκ πάντων οἱ μάχιμοι, τοῖς δ’ ἄλλοις δήμῳ ἐκέχρητο. καὶ τὸν δῆμον ποπούλους ὠνόμασεν· ὅθεν καὶ παρὰ ταῖς βίβλοις ταῖς νομικαῖς ποπουλαρία κέκληται ἡ δημοτικὴ ἀγωγή. τῶν μέντοι περιφανεστέρων γένει τε καὶ συνέσει καὶ βίου αἱρέσει ἑκατὸν ἀπέδειξε βουλευτάς, πατρικίους ὀνομάσας αὐτούς· τὸ δὲ λοιπὸν σύστημα σενάτον προσηγόρευσεν, ὅ ἐστι γερουσία.
πατρίκιοι μέντοι οἱ βουλευταὶ ἐπεκλήθησαν ἢ ὅτι παίδων ἦσαν γνησίων πατέρες, ἢ μᾶλλον ὅτι αὐτοὶ πατέρας ἑαυτῶν ἀποδεικνύειν ἠδύναντο ἕκαστος ἐκ γένους ὄντες γνωρίμου, ἢ ἀπὸ τῆς πατρωνίας· οὕτω δ’ ἐκάλουν τὴν προστασίαν· πάτρωνας γὰρ τοὺς κηδεμονικοὺς καὶ βοηθητικοὺς προσηγόρευον. μάλιστα δ’ ἄν τις καταστοχάσαιτο τῆς τοῦ Ῥωμύλου διανοίας, εἰ οἴοιτο διὰ τῆς κλήσεως ταύτης ἐμφαίνειν χρῆναι τοὺς πρώτους καὶ δυνατωτάτους τῆς πόλεως πατρικῇ κηδεμονίᾳ κήδεσθαι τῶν ταπεινοτέρων, ἅμα δὲ καὶ τὸν δῆμον ἐνάγειν διὰ τῆς τῶν πατρικίων προσηγορίας εἰς τὸ μὴ ἄχθεσθαι ταῖς τῶν κρειττόνων τιμαῖς, ἀλλ’ εὐνοϊκῶς διακεῖσθαι, νομίζοντας πατέρας αὐτοὺς καὶ προσαγορεύοντας. Πολλῶν δὲ τῇ πόλει ἐνοικισθέντων, ὧν ὀλίγοι γυναιξὶ συνεζεύγνυντο, φροντὶς τῷ Ῥωμύλῳ ἐγένετο ἵνα κἀκεῖνοι γυναῖκας ἑαυτοῖς συνοικίσωσι. σύγκλυδες γὰρ καὶ ἐξ ἀπόρων ὄντες καὶ ἀφανῶν, ὑπερωρῶντο πρὸς κῆδος παρὰ τῶν γειτνιώντων ἐθνῶν. βουλεύεται τοίνυν ἐξ ἁρπαγῆς λαβεῖν γυναῖκας τοὺς πολίτας αὐτοῦ, καὶ κηρύσσει θυσίαν καὶ ἀγῶνα καὶ θέαν μέλλειν τελεῖν πανηγυρικήν, ὡς βωμοῦ εὑρημένου θεοῦ καινοῦ. καὶ πολλοὶ συνῆλθον.
αὐτὸς δὲ προυκάθητο μετὰ τῶν ἀρίστων, ἁλουργίδι κεκοσμημένος· δέδωκε δὲ τῷ δήμῳ τῆς ἐπιχειρήσεως σύμβολον τὴν τῆς ἁλουργίδος διάπτυξιν καὶ αὖθις ταύτης περιβολήν. οὗ γενομένου σπασάμενοι τὰ ξίφη μετὰ βοῆς ὥρμησαν καὶ ἥρπαζον τὰς θυγατέρας τῶν Σαβίνων παρθένους, οὐ μέντοι γυναῖκάς τινων. Τολμηθείσης δὲ τῆς ἁρπαγῆς οἱ Σαβῖνοι, πολλοὶ καὶ πολεμικοὶ ὄντες καὶ κώμας ἀτειχίστους οἰκοῦντες διὰ τὸ μέγα φρονεῖν ὡς Λακεδαιμονίων ἄποικοι, πρεσβείαν πρὸς τὸν Ῥωμύλον πεποίηνται, λῦσαι τὸ τῆς βίας ἔργον ζητοῦντες, πειθοῖ δὲ καὶ νόμῳ πράττειν τοῖς γένεσι φιλίαν καὶ οἰκειότητα. τοῦ δὲ Ῥωμύλου τὰς μὲν κόρας μὴ προϊεμένου, ἀξιοῦντος δὲ τὴν κοινωνίαν δέχεσθαι τοὺς Σαβίνους, οἱ μὲν ἄλλοι βουλευόμενοι διέτριβον, Ἄκρων δὲ ὁ βασιλεὺς τῶν Καινηνιτῶν, θυμοειδὴς ἀνὴρ καὶ πολεμικώτατος, προεξανέστη καὶ μετὰ πολλῆς ἐχώρει δυνάμεως ἐπὶ τὸν Ῥωμύλον. ὁμοῦ δὲ γεγονότες ἀλλήλους προυκαλοῦντο μάχεσθαι, ἀτρεμούντων τῶν στρατευμάτων. τῆς γοῦν μονομαχίας ἀμφοῖν γενομένης καταβάλλει μὲν ὁ Ῥωμύλος τὸν Ἄκρωνα, τρέπεται δὲ καὶ τὸ ἐκείνου στράτευμα μάχης συγκροτηθείσης·
PG 134:331καὶ τὴν πόλιν αἱρεῖ, οὐ μέντοι τοὺς ἐν αὐτῇ κακόν τι διέθετο, ἀλλ’ ἢ μόνον ἐκέλευσε τὰς οἰκίας καθελόντας ἀκολουθεῖν εἰς Ῥώμην αὐτῷ, ὡς πολίτας ἐσομένους καὶ τῶν ἴσων ἀξιωθησομένους. Εἶτα καὶ ἄλλοι τῶν Σαβίνων τοῖς Ῥωμαίοις ἐμαχέσαντο καὶ ἡττήθησαν. ἐπὶ τούτοις οἱ λοιποὶ τῶν Σαβίνων στρατηγὸν τὸν Τάτιον ἀποδείξαντες ἐπὶ τὴν Ῥώμην ἐστράτευσαν καὶ τὸ Καπιτώλιον εἷλον προδεδομένον ὑπὸ Ταρπηίας τῆς θυγατρὸς τοῦ φρουράρχου. ἐκείνη γὰρ ἐφ’ ὕδωρ κατελθοῦσα συνελήφθη καὶ ἤχθη πρὸς Τάτιον, καὶ ἀνεπείσθη προδοῦναι τὸ ἔρυμα, τῶν χρυσῶν βραχιονιστήρων ἐρασθεῖσα, οὓς ἐν ταῖς ἀριστεραῖς ἐφόρουν χερσὶν οἱ Σαβῖνοι, καὶ μισθὸν ὑπὲρ τῆς προδοσίας λαβεῖν αὐτοὺς ἀπαιτήσασα. συνθεμένου δὲ τοῦ Τατίου νύκτωρ μίαν πύλην ἀνοίξασα τοὺς Σαβίνους ἐδέξατο. εἰσελθὼν δὲ ὁ Τάτιος ἐκέλευσε τοὺς ὑπ’ αὐτὸν ὅσα ἐν ταῖς ἀριστεραῖς χερσὶν ἔφερον διδόναι αὐτῇ, καὶ πρῶτος αὐτὸς τὸν βραχιονιστῆρα τῇ Ταρπηίᾳ ἐπέρριψε καὶ τὸν θυρεόν. πάντων δὲ ὁμοίως ποιούντων βαλλομένη τε τῷ χρυσῷ καὶ καταχωσθεῖσα τοῖς θυρεοῖς ὑπὸ πλήθους καὶ βάρους ἀπέθανεν.
Ἔργῳ οὖν οὗτος ἐποίησεν ὃ λόγοις ὕστερον εἶπον ὁ Καῖσαρ καὶ ὁ Ἀντίγονος· ὁ μὲν γὰρ προδοσίαν ἔφη φιλεῖν, προδότην δὲ μισεῖν· ὁ δὲ Ἀντίγονος προδιδόντας μὲν ἀσπασίως εἶπε προσίεσθαι, προδεδωκόσι δὲ ἀπεχθάνεσθαι. Ληφθείσης δὲ τῆς ἄκρας ὑπὸ τῶν Σαβίνων, μάχη καρτερὰ συνερράγη μέσον αὐτῶν καὶ Ῥωμαίων, ἐν ᾗ πολλοὶ μὲν ἔπεσον, ὁ δὲ Ῥωμύλος ἐπλήγη λίθῳ τὴν κεφαλήν. ἔτι δὲ μάχεσθαι παρασκευαζομένους τοὺς Σαβίνους ἐπέσχον αἱ ἡρπασμέναι θυγατέρες αὐτῶν, ἄλλοθεν ἄλλαι μετὰ βοῆς καὶ ὀλολυγμοῦ ὀφθεῖσαι αὐτοῖς, αἱ μὲν νήπια πρὸς ταῖς ἀγκάλαις κομίζουσαι, αἱ δὲ τὴν κόμην προϊσχόμεναι λελυμένην, πᾶσαι δὲ ἀνακαλούμεναι τοῖς φιλτάτοις ὀνόμασι ποτὲ μὲν τοὺς Σαβίνους, ποτὲ δὲ τοὺς Ῥωμαίους. ἐπεκλάσθησαν οὖν οἱ ἐναντίοι καὶ διέστησαν αὐταῖς ἐν μέσῳ στῆναι τῆς παρατάξεως, καὶ κλαυθμὸς ἅμα διὰ πάντων ἐχώρει.
PG 134:332διαλεχθέντων δὲ τῶν γυναίων συνῆλθον εἰς λόγους οἱ ἡγεμόνες καὶ συνέθεντο τῶν μὲν γυναικῶν αἳ βούλονται τοῖς ἔχουσι συνοικεῖν, παντὸς ἔργου καὶ πάσης λατρείας πλὴν ταλασίας ἀφειμένας, οἰκεῖν δὲ τὴν πόλιν Ῥωμαίους καὶ Σαβίνους κοινῇ, καὶ καλεῖσθαι αὐτὴν Ῥώμην ἐπὶ Ῥωμύλῳ, Κυρίτας δὲ Ῥωμαίους ἐπὶ τῇ Τατίου πατρίδι Κυρίτα, βασιλεύειν δὲ κοινῇ καὶ στρατηγεῖν ἀμφοτέρους. ὁ δὲ τόπος ἐν ᾧ τὰς συνθήκας ἔθεντο καλεῖται κομίτιον, τόπος δηλαδὴ συνελεύσεως· κόμιρε γὰρ Ῥωμαίοις τὸ συνελθεῖν λέγεται. προςκατελέχθησαν δὲ τοῖς πατρικίοις ἐκ τῶν Σαβίνων ἕτεροι ἑκατόν. ἐβουλεύοντο δὲ οἱ βασιλεῖς οὐκ εὐθὺς ἐν κοινῷ μετ’ ἀλλήλων, ἀλλ’ ἑκάτερος πρότερον ἰδίᾳ μετὰ τῶν ἑκατόν· εἶτα εἰς τὸ αὐτὸ πάντες συνήγοντο. Ἔτει δὲ πέμπτῳ τοῦ Τατίου Ῥωμύλῳ συμβασιλεύοντος συγγενεῖς αὐτοῦ πρέσβεσι καθ’ ὁδὸν ἐντυχόντες εἰς Ῥώμην ἀπὸ Λαυρεντοῦ βαδίζουσιν ἐπεχείρουν ἀφαιρεῖσθαι βίᾳ τὰ χρήματα ἃ ἐπήγοντο, καὶ μὴ προϊεμένους, ἀλλ’ ἀμυνομένους ἀνεῖλον. ὁ μὲν οὖν Ῥωμύλος κολάζεσθαι τοὺς ἀδικήσαντας ἐψηφίζετο, ὁ δὲ Τάτιος ἐξέκρουε καὶ παρῆγε· καὶ τοῦτο μόνον ὑπῆρξεν αἴτιον σφίσι διαφορᾶς ἐμφανοῦς.
οἱ δὲ τῶν ἀνῃρημένων οἰκεῖοι μὴ τυγχάνοντες δίκης, ἐν Ἀλβανῷ θύοντα μετὰ Ῥωμύλου τὸν Τάτιον προςπεσόντες κτιννύουσι· τὸν δὲ Ῥωμύλον ὡς δίκαιον ἄνδρα σὺν εὐφημίαις προέπεμψαν. οὐ μὴν ἐτάραξε τοὺς Σαβίνους ὁ φόνος τοῦ σφῶν ἄρχοντος, ἀλλ’ οἱ μὲν εὐνοίᾳ τῇ πρὸς Ῥωμύλον, οἱ δὲ φόβῳ τῆς δυνάμεως εἴκοντες διετέλουν. εἶτα λοιμὸς ἐμπίπτει τῇ πόλει θανάτους αἰφνιδίους ἀνθρώποις ἐπιφέρων νόσων χωρίς, καὶ ἀφορία καρπῶν καὶ θρεμμάτων ἀγονία· ὕσθη δὲ καὶ σταγόσιν αἵματος ἡ πόλις. ὅμοια δὲ καὶ τοῖς Λαυρεντίοις συνέβαινεν. ἐδόκει τοίνυν διὰ τὸν Τατίου φόνον καὶ τοὺς παρὰ τῶν Σαβίνων ἀνῃρημένους πρέσβεις ποινηλατεῖν τὰς πόλεις δαιμόνιον μήνιμα. ἐκδοθέντων δὲ τῶν φονέων καὶ κολασθέντων ἐλώφησαν τὰ δεινά. Ῥωννυμένων δὲ τῶν πραγμάτων Ῥωμαίοις οἱ μὲν ἀσθενέστεροι τῶν προσοίκων ὑπέκυπτον, οἱ δυνατοὶ δὲ οὐκ ᾤοντο δεῖν περιορᾶν, ἀλλὰ κολούειν τὴν αὔξησιν. πρῶτοι δὲ Τυρρηνῶν Οὐήιοι ἀρχὴν ἐποιήσαντο πολέμου. συμβαλόντες οὖν καὶ πολλοὺς ἀποβαλόντες ὁμολογίαν ἐποιήσαντο καὶ φιλίαν ἐπὶ ἐνιαυτοὺς ἑκατόν, καὶ τῶν παρ’ αὐτοῖς ἀρίστων παρέσχον εἰς ὁμηρείαν πεντήκοντα.
Ἐθριάμβευσεν οὖν τούτους νικήσας Ῥωμύλος. εἶτα ἐπαρθεὶς ταῖς παραλόγοις εὐτυχίαις καὶ βαρυτέρῳ φρονήματι χρώμενος ἐξίστατο τοῦ δημοτικοῦ καὶ παρήλλαττε καὶ εἰς ἐπαχθῆ μοναρχίαν καὶ λυποῦσαν ἀπὸ τοῦ σχήματος ἑαυτὸν ἐσχημάτιζεν. ἁλουργῆ μὲν γὰρ ἐνεδύετο χιτῶνα καὶ τήβεννον ἠμπίσχετο περιπόρφυρον καὶ πεδίλοις ἐκέχρητο ἐρυθροῖς καὶ ἐν θρόνῳ ἀνακλίτῳ καθήμενος ἐχρημάτιζεν· ἦσαν δὲ περὶ αὐτὸν ἀεὶ καὶ τῶν νέων συχνοί, οὓς Κέλερας προσηγόρευεν, ὃ κατὰ τὴν τῶν Ῥωμαίων διάλεκτον δηλοῖ τοὺς ταχεῖς, καὶ πρόσθεν ἐβάδιζον ἕτεροι βακτηρίαις τὸν ὄχλον ἀνείργοντες, ὑπεζωσμένοι ἱμάντας, ὥστε συνδεῖν οὓς κελευσθῶσιν. Ἐπεὶ δὲ Νομίτωρος τοῦ πάππου αὐτοῦ ἐν Ἄλβῃ τελευτήσαντος, Ῥωμύλῳ προσηκούσης τῆς βασιλείας, αὐτὸς εἰς μέσον ἔθηκε τὴν πολιτείαν δημαγωγῶν, καὶ κατ’ ἐνιαυτὸν ἀπεδείκνυεν ἄρχοντα τοῖς Σαβίνοις, ἠρέθισε τοὺς ἐν Ῥώμῃ δυνατοὺς ἀβασίλευτον ζητεῖν καὶ αὐτόνομον πολιτείαν. οὐδὲ γὰρ οἱ καλούμενοι πατρίκιοι πραγμάτων μετεῖχον, ἀλλ’ ὄνομα καὶ σχῆμα ἦν αὐτοῖς, ἔθους ἕνεκα μᾶλλον ἢ γνώμης ἀθροιζομένοις εἰς τὸ βουλευτήριον·
PG 134:333εἶτα Ῥωμύλου πράττοντος ἠκροῶντο σιγῇ, καὶ τὸ πρὸ τῶν ἄλλων τὸ δεδογμένον ἐκείνῳ μαθεῖν πλέον ἔχοντες τῶν λοιπῶν ἀπηλλάττοντο. ὅθεν ἐδόκει τὴν γερουσίαν προπηλακίζειν· διὸ αὕτη ὕποπτος ἔδοξεν ἀφανοῦς μετ’ ὀλίγον γενομένου Ῥωμύλου. λέγεται γὰρ ἐκκλησίαν ἄγοντος αὐτοῦ περὶ τὸ καλούμενον Αἰγὸς ἕλος τοῦ μὲν ἡλίου τὸ φῶς ἐπιλιπεῖν, νύκτα δὲ κατασχεῖν βροντάς τε δεινὰς συμβῆναι καὶ πνοὰς ἀνέμων ζάλην ἐλαυνούσας. ἐν δὲ τούτῳ τὸν μὲν ὄχλον φεύγειν, τοὺς δὲ δυνατοὺς συστραφῆναι μετ’ ἀλλήλων. τῆς δ’ ἐν τῷ ἀέρι ταραχῆς λωφησάσης καὶ αὖθις πολλῶν ὁμοῦ γενομένων ζητεῖσθαι τὸν βασιλέα· τοὺς δὲ δυνατοὺς οὐκ ἐᾶν ἐξετάζειν περὶ αὐτοῦ, τιμᾶν δὲ παρακελεύεσθαι πᾶσι καὶ σέβεσθαι Ῥωμύλον ὡς ἀνηρπασμένον εἰς θεούς, καὶ θεὸν ἐσόμενον σφίσιν ἀντὶ χρηστοῦ βασιλέως. Οἱ μὲν οὖν πολλοὶ πεπεισμένοι τοῖς λόγοις ἀπηλλάττοντο ἐλπίσι χρησταῖς αἰωρούμενοι, ἔνιοι δὲ ἐν ὑπονοίαις τοὺς πατρικίους πεποίηντο καὶ ἐτάραττον ὡς τὸν δῆμον ἀβέλτερα πείθοντας, αὐτοὺς τοῦ βασιλέως γεγονότας αὐτόχειρας.
καὶ πράγματα ἂν παρέσχον τοῖς δυνατοῖς, εἰ μή τις τῶν ἱππέων Ἰούλιος Πρόκλος, γένει τε δοκιμώτατος καὶ ἤθει χρηστὸς καὶ Ῥωμύλῳ πιστός, εἰς ἀγορὰν ἐλθὼν ἐνόρκως εἶπεν ὡς ὀφθείη Ῥωμύλος αὐτῷ καλὸς καὶ μέγας ὡς οὔποτε πρόσθεν καὶ ὅπλοις λαμπροῖς κεκοσμημένος καὶ φλέγουσι, καὶ ὡς αὐτὸς μὲν πύθοιτο τί δὴ παθών, ὦ βασιλεῦ, ἡμᾶς μὲν ἐν αἰτίαις πεποίηκας πονηραῖς, πᾶσαν δὲ τὴν πόλιν ἐν πένθει προλέλοιπας; ἐκεῖνος δὲ πρὸς ταῦτα ἀμείψαιτο θεοῖς ἔδοξεν, ὦ Πρόκλε, τοσοῦτον ἡμᾶς μετ’ ἀνθρώπων γενέσθαι χρόνον, αὖθις δ’ οὐρανὸν οἰκεῖν, ἐκεῖθεν ὄντας. ἀλλὰ χαῖρε καὶ φράζε Ῥωμαίοις ὅτι σωφροσύνην καὶ ἀνδρείαν ἀσκοῦντες ἐπὶ πλεῖστον δυνάμεως ἀνθρωπίνης ἀφίξονται. ἐγὼ δὲ ὑμῖν εὐμενὴς ἔσομαι Κυρῖνος. ταῦτα διά τε τὸν ὅρκον τοῦ λέγοντος καὶ τὸν τρόπον πιστὰ Ῥωμαίοις ἐδόκει τοσοῦτον ὡς μή τινα ἀντειπεῖν, πάσης δὲ ἀφεμένους ὑποψίας τε καὶ διαβολῆς εὔχεσθαι Κυρίνῳ καὶ θεοκλυτεῖν. ταύτην δὲ τὴν ἐπωνυμίαν φασὶ τῷ Ῥωμύλῳ γενέσθαι ἢ ὅτι τοὺς πολίτας Κυρίτας ὠνόμαζον ἢ ὅτι τὴν αἰχμὴν ἢ τὸ δόρυ κυρῖνον ἐκάλουν οἱ παλαιοί· ὡς οὖν ἀρήιόν τινα τὸν Ῥωμύλον ἢ αἰχμητὴν θεὸν ὀνομασθῆναι Κυρῖνον.
PG 134:334λέγεται δὲ τέσσαρα μὲν ἔτη καὶ πεντήκοντα βιῶναι, ὄγδοον δ’ ἐπὶ τριακοστῷ βασιλεύων ἐνιαυτὸν ἐξ ἀνθρώπων ἀφανισθῆναι. Τούτων δὲ περὶ τὸν Ῥωμύλον συμβεβηκότων βασιλεύεσθαι μὲν ἐδόκει πᾶσιν, ἔρις δέ τις καὶ στάσις ἐφύετο τοῖς ἐν Ῥώμῃ οὐχ ὑπὲρ ἀνδρὸς μόνον ἡγεμονεύσοντος, ἀλλὰ καὶ πότερον τῶν γενῶν παρέξει τὸν ἄρξοντα. τοῖς τε γὰρ μετὰ Ῥωμύλου πρώτοις συνοικίσασι τὴν πόλιν οὐκ ἀνεκτὸν ἐδόκει παρ’ αὐτῶν προσληφθέντας τοὺς Σαβίνους εἰς πολιτείαν ἄρχειν τῶν δεξαμένων βιάζεσθαι· οἱ Σαβῖνοι δὲ ἑτέρωθεν, ὅτι τοῦ Τατίου θανόντος μόνον εἴασαν τὸν Ῥωμύλον ἄρχειν, ἐξ ἑαυτῶν ἠξίουν αἱρεθῆναι τὸν ἄρξοντα. Ἤριζον μὲν οὖν οὕτω τὰ μέρη ἑκάτερα, μετεώρου δ’ ἐπὶ τούτοις ὄντος τοῦ πολιτεύματος οἱ πατρίκιοι πεντήκοντα καὶ ἑκατὸν ὄντες ἔταξαν ἕκαστον ἐν μέρει τοῖς βασιλικοῖς παρασήμοις κοσμούμενον θύειν τε τοῖς θεοῖς καὶ χρηματίζειν, ἓξ μὲν τῆς νυκτὸς ὥρας, ἓξ δὲ τῆς ἡμέρας. ἡ γὰρ διανομὴ τῶν καιρῶν κατὰ τὸ ἴσον ἑκάστου καὶ πρὸς τοὺς ἄρχοντας καλῶς ἔχειν ἐδόκει καὶ πρὸς τοὺς ἀρχομένους αὐτούς·
ἀφῄρει γὰρ τὸν φθόνον ἡ ταχίστη τῆς ἐξουσίας ἀπόθεσις, ὁρώντων τῶν ἀρχομένων τῆς αὐτῆς ἡμέρας τε καὶ νυκτὸς τὸν αὐτὸν ἰδιώτην ἐκ βασιλέως γινόμενον. οἶδα μὲν οὖν καὶ ἕτερά τινα περὶ τῆς τοιαύτης εἰρημένα ἀρχῆς, ἀλλ’ αὐτὸς τῷ πιθανωτέρῳ ἐθέμην. τὸ δὲ σχῆμα τῆς ἀρχῆς τοῦτο μεσοβασιλεία Ῥωμαίοις ὠνόμαστο. Ἀλλὰ καὶ οὕτως ἐξ ὑπονοίας ἐφύοντο θόρυβοι, ὑποπτευομένων τῶν πατρικίων εἰς ὀλιγαρχίαν τὴν πολιτείαν περιιστᾶν καὶ μὴ βούλεσθαι βασιλεύεσθαι· ἐκ δὲ τούτου κατεστασίαζον. ὁμονοησάντων δὲ πάντων αἱρεθῆναι τὸν βασιλεύσοντα, οἱ Σαβῖνοι τοῖς Ῥωμαίοις προτέροις τὴν αἵρεσιν ἔδοσαν· οἱ δ’ ἐκ Σαβίνων εἵλοντο Νόμαν Πομπίλιον, ὄντα ἄνδρα γνώριμον πᾶσι δι’ ἀρετήν. στέλλονται γοῦν πρὸς ἐκεῖνον ἐκ Ῥώμης πρέσβεις· οὐ γὰρ ἐν τῇ Ῥώμῃ μετῴκιστο, ἀλλ’ ἐν Σαβίνοις ἦν καὶ πόλιν ᾤκει τὴν Κυριτῶν, πατρὸς ὢν Πομπωνίου ἀνδρὸς εὐδοκίμου, πᾶσαν ἀρετὴν φύσει τε καὶ παιδείᾳ ἐξησκημένος. ὅθεν καὶ ὄνομα μέγα καὶ δόξαν εἶχεν, ὡς καὶ Τάτιον τὸν τῷ Ῥωμύλῳ συμβασιλεύσαντα κηδεστὴν αὐτὸν ἐπὶ Τατίᾳ θέσθαι τῇ θυγατρί, ἣν μίαν ἐκεῖνος ἐγείνατο· ἣ δέκα ἐπὶ τρισὶν ἐνιαυτοὺς τῷ Νόμᾳ συνοικήσασα μετήλλαξε τὴν ζωήν.
ὁ δὲ Νόμας ἐκλιπὼν τὰς ἐν ἄστει διατριβὰς ἀγραυλεῖν τὰ πολλὰ καὶ διατρίβειν ἤθελεν ἐν λειμῶσι καὶ ἄλσεσιν. Ἧκον οὖν ἀπὸ Ῥώμης οἱ πρέσβεις καλοῦντες ἐπὶ τὴν βασιλείαν αὐτὸν ἤδη τεσσαρακοστὸν ἔτος ἀνύοντα· ὁ δὲ ἀπείπατο. οἱ πρέσβεις δ’ ἐνέκειντο, πάντα τρόπον πείσειν αὐτὸν μηχανώμενοι, καὶ δεόμενοι μὴ τὴν πόλιν αὖθις εἰς στάσιν ἐμβαλεῖν καὶ ἐμφύλιον πόλεμον, οὐκ ὄντος ἑτέρου πρὸς ὃν ἄμφω τὰ μέρη συννεύσουσιν. ἰδίᾳ μέντοι καὶ ὁ πατὴρ παρεκίνει τὸν Νόμαν δέξασθαι τὴν ἀρχὴν ὡς θεῖον δῶρον καὶ ὑπηρεσίαν θεοῦ καὶ πράξεων καλῶν καὶ μεγάλων ἀνδρὶ φρονίμῳ τε καὶ χρηστῷ ἐσομένην αἰτίαν, σύνδεσμόν τε τῇ πατρίδι καὶ παντὶ τῷ Σαβίνων ἔθνει εὐνοίας τε καὶ φιλίας πρὸς πόλιν δυνατὴν καὶ ἀκμάζουσαν. Τούτοις ἐνδεδωκὼς ὁ Νόμας θύσας τοῖς θεοῖς προῆγεν εἰς Ῥώμην· ὑπήντα δὲ ἡ βουλὴ καὶ ὁ δῆμος εὐφημοῦντες καὶ χαίροντες. ἐπεὶ δὲ κατέστησαν εἰς τὴν ἀγοράν, προσφερομένων αὐτῷ τῶν βασιλικῶν παρασήμων, ἐπισχεῖν κελεύσας ἔφη δεῖσθαι καὶ θεοῦ τὴν βασιλείαν ἐμπεδοῦντος αὐτῷ. ἄνεισιν οὖν εἰς τὸ Καπιτώλιον, καὶ θύσας, οὕτω τε τὴν βασιλικὴν ἀναλαβὼν ἐσθῆτα, κατέβαινε.
PG 134:335Παραλαβὼν δὲ τὴν ἀρχὴν πρῶτον μὲν τὸ τῶν τριακοσίων διέλυσε σύστημα, οὓς περὶ τὸ σῶμα Ῥωμύλος εἶχεν ἀεί· οὐ γὰρ δεῖν ἀπιστεῖν πιστεύουσιν ἔλεγεν, οὐδὲ βασιλεύειν ἀπιστούντων ἠξίου· εἶτα τὴν πόλιν ἐκ σκληρᾶς καὶ πολεμικῆς ἐπεχείρει μαλακωτέραν ποιῆσαι καὶ εἰρηνικωτέραν. ἀνθρωποειδῆ τε καὶ ζωόμορφον εἰκόνα θεοῦ ἀνιστᾶν Ῥωμαίοις ἀπείρηκεν· ὅθεν οὐδ’ ἦν παρ’ αὐτοῖς οὔτε γραπτὸν οὔτε πλαστὸν εἶδος θεοῦ, ἐν ἑκατὸν δὲ πρὸς ἑβδομήκοντα ἔτεσι ναῶν αὐτοῖς ἀνεγειρομένων οὐδὲν ἔμμορφον ἐποίουν ἀφίδρυμα, ὡς οὔτε ὅσιον ἀφομοιοῦν τοῖς χείροσι τὰ βελτίονα οὔτε ἐφάπτεσθαι ἄλλως θεοῦ δυνατὸν ἢ νοήσει. καὶ τὰς θυσίας δὲ ἀναιμάκτους ποιεῖσθαι ἐθέσπισε δι’ ἀλφίτων τε καὶ σπονδῆς· δεῖν γὰρ τοὺς θεούς, εἰρήνης καὶ δικαιοσύνης φύλακας ὄντας, φόνου καθαροὺς εἶναι· μήτε δὲ ἀκούειν τι τῶν θείων μήτε ὁρᾶν ἐν παρέργῳ καὶ ἀμελῶς, ἀλλὰ σχολὴν ἄγοντας ἀπὸ τῶν ἄλλων καὶ προσέχοντας τὴν διάνοιαν ὡς πράξει μεγίστῃ τῇ περὶ τὴν εὐσέβειαν. ἐκ δὲ τούτων καὶ ἄλλων πλειόνων, ἃ διὰ τὸ πλῆθος παρήκαμεν, διάθεσιν πρὸς τὸ θεῖον τοῖς τότε ἀνθρώποις ἐξ ἐθισμοῦ ὁ Νόμας ἐνεποίησεν.
αὐτὸν δὲ οὕτω φασὶν εἰς τὸ θεῖον ἀνηρτῆσθαι ταῖς ἐλπίσιν ὥστε προσαγγελίας αὐτῷ θύοντί ποτε γινομένης ὡς ἐπέρχονται πολέμιοι μειδιᾶσαι καὶ εἰπεῖν ἐγὼ δὲ θύω. καὶ τὴν χώραν δὲ ἣν αἰχμῇ Ῥωμύλος ἐκτήσατο διένειμεν οὗτος τοῖς ἀπόροις τῶν πολιτῶν, ἀφαιρῶν ἐξ αὐτῶν τὴν ἀπορίαν, ὡς ἀνάγκην τῆς ἀδικίας ποιητικήν, καὶ τρέπων εἰς γεωργίαν, ὡς ταύτης ἐξημερούσης τὸν δῆμον καὶ δριμὺν εἰρήνης δυναμένης ἐμποιεῖν ἔρωτα. Λέγεται δὲ καὶ τὸν Ἰανουάριον καὶ τὸν Φεβρουάριον παρ’ αὐτοῦ τοῖς μησὶ προστεθῆναι, δωδεκάμηνον κατὰ τὸν τῆς σελήνης δρόμον νομοθετήσαντος λογίζεσθαι τὸν ἐνιαυτόν, δεκάμηνον πρόσθεν ὄντα, ὡς ἐνίοις τῶν βαρβάρων τρίμηνον, καὶ τῶν Ἑλλήνων Ἀρκάσι μὲν τετράμηνον, τοῖς δὲ Ἀκαρνᾶσιν ἑξάμηνον. Αἰγυπτίοις δὲ μηνιαῖος ἦν ὁ ἐνιαυτός, εἶτα τετράμηνος· διὸ καὶ ἀρχαιότατοι δοκοῦσιν εἶναι, καίτοι μὴ ὄντες, πλῆθος ἀμήχανον ἐτῶν ἐπὶ ταῖς γενεαλογίαις εἰσάγοντες, ἅτε δὴ τοὺς μῆνας εἰς ἐτῶν τιθέμενοι ἀριθμόν. καὶ τὸν Ἰανουάριον δὲ Νόμας εἰς ἀρχὴν τοῦ ἔτους ἀπένειμεν. Οὕτω δὲ δικαιοσύνῃ καὶ εὐσεβείᾳ συνεθίσαντος τὸ ὑπήκοον, ἐξῄρητο πάντῃ τὰ τοῦ πολέμου.
PG 134:336οὐ γὰρ μόνον ὁ Ῥωμαίων δῆμος ἡμέρωτο τῇ τοῦ βασιλέως εὐνομίᾳ καὶ πρᾳότητι, ἀλλὰ καὶ τὰς κύκλῳ πόλεις ἀρχὴ μεταβολῆς ἔλαβε, καὶ πόθος εἰσερρύη πάντας εἰρήνης καὶ τοῦ δικαίου, γῆν φυτεύειν καὶ τέκνα τρέφειν ἐν ἡσυχίᾳ καὶ σέβεσθαι θεούς. οὔτε γὰρ πόλεμος οὔτε στάσις οὔτε νεωτερισμὸς περὶ πολιτείας ἱστόρηται Νόμα βασιλεύοντος, οὐδ’ ἐπ’ ἐκεῖνον ἔχθρα τις ἢ φθόνος ἢ σύστασις ἀνδρῶν καὶ ἐπιβουλὴ δι’ ἔρωτα βασιλείας γενέσθαι ποι ἀναγέγραπται. θυγατέρα δ’ ἐσχηκὼς Πομπιλίαν, Μαρκίῳ ταύτην ἐξέδοτο· ἐξ ἧς Μάρκιος Ἄγκος θυγατριδοῦς ἐτέχθη αὐτῷ, ὃς μετὰ Τοῦλλον Ὁστίλλιον ἐβασίλευσε. τοῦτον πενταετῆ καταλιπὼν ὁ Νόμας ἐτελεύτησεν, κατὰ μικρὸν ὑπὸ γήρως καὶ νόσου μαλακῆς ἀπομαραινόμενος, χρόνον τριετῆ τοῖς ὀγδοήκοντα προσβιώσας, βασιλεύσας ἔτη ἐπὶ τρισὶ τεσσαράκοντα. Τοῦ δὲ Νόμα τελευτήσαντος καὶ μηδένα καταλιπόντος διάδοχον, Ὁστίλλιος Τοῦλλος ᾑρέθη παρὰ τοῦ δήμου καὶ τῆς βουλῆς. ὃς τὰ πλεῖστα τῶν τοῦ Νόμα χλευάσας ἠθῶν τὸν Ῥωμύλον ἐζήλωσε, καὶ πρὸς μάχας αὐτός τε ὥρμα καὶ τὸν δῆμον ἠρέθιζεν. ἁρπαγῆς γοῦν γενομένης παρὰ Ῥωμαίων ἐξ Ἀλβανῶν, ὥρμησαν πρὸς μάχην ἑκάτεροι·
πρὸ δὲ τοῦ συμβαλεῖν κατηλλάγησαν, καὶ ἐς μίαν πόλιν ἀμφοῖν ἐδόκει συνοικῆσαι τοῖς γένεσιν. ἑκάστου δὲ τῆς οἰκείας ἐχομένου καὶ τὸ ἕτερον εἰς ταύτην ἀξιοῦντος μεταναστεῦσαι, ἀπέστησαν τοῦ σκοποῦ. εἶτα περὶ τῆς ἡγεμονίας διηνέχθησαν· ὡς δὲ οὐδεὶς τῷ ἑτέρῳ παρεχώρει αὐτῆς, ἀγωνίσασθαι συνέθεντο περὶ τῆς ἀρχῆς. οὔτε δὲ τοῖς στρατοπέδοις ὅλοις ἐδόκει μαχέσασθαι οὔτε μὴν μονομαχίᾳ κριθήσεσθαι. ἦσαν δὲ παρ’ ἀμφοῖν τρίδυμοι ἀδελφοί, ἐκ μητέρων γεγονότες διδύμων, ἰσήλικές τε καὶ ἰσοπαλεῖς τὴν ἰσχύν· ἐκαλοῦντο δὲ οἱ μὲν τῶν Ῥωμαίων Πουπλιοράτιοι, οἱ δὲ τῶν Ἀλβανῶν Κουριάται. τούτους εἰς μάχην προεβάλοντο, παρ’ οὐδὲν τὴν πρὸς ἀλλήλους αὐτῶν συγγένειαν θέμενοι. οἱ δὲ ὁπλισάμενοι καὶ ἐν τῷ μεταιχμίῳ τῶν στρατοπέδων ἀντιπαραταξάμενοι θεούς τε ὁμογνίους ἀνεκαλοῦντο καὶ συνεχῶς ἀνέβλεπον πρὸς τὸν ἥλιον. συμβαλόντες δὲ ποτὲ μὲν ἀθρόοι, ποτὲ δὲ καὶ καθ’ ἕνα ἐμάχοντο. τέλος δὲ τῶν μὲν Ῥωμαίων τῶν δύο πεσόντων, τῶν δὲ Ἀλβανῶν ἁπάντων τρωθέντων, ὁ Ὁράτιος ὁ κατάλοιπος, ὅτι τοῖς τρισὶν ἅμα, εἰ καὶ ἄτρωτος ἦν, οὐκ ἠδύνατο ἀντιτάξασθαι, ἐνέκλινεν, ὡς ἂν διώκοντες αὐτὸν σκεδασθῶσι·
κἀπειδὴ πρὸς τὴν δίωξιν διεσπάρησαν, ἑκάστῳ ἐπιτιθέμενος ἅπαντας διεχρήσατο. κἀντεῦθεν τετίμητο· ὅτι δὲ καὶ τὴν ἀδελφὴν προσαπέκτεινεν, ὀλοφυρομένην, ἐπεὶ τὰ τῶν ἀνεψιῶν σκῦλα ἑώρα φέροντα τὸν Ὁράτιον, φόνου ἐκρίθη· ἐς δὲ τὸν δῆμον ἔκκλητον αἰτήσας ἀφείθη. Οἱ δὲ Ἀλβανοὶ τότε μὲν ὑπήκοοι τῶν Ῥωμαίων ἐγένοντο, ὕστερον δὲ τὰς συνθήκας ἀθετήσαντες, καὶ ὡς ὑπήκοοι πρὸς συμμαχίαν κληθέντες, μεταθέσθαι δὲ πρὸς τοὺς πολεμίους ἐν τῷ καιρῷ τῆς μάχης ἐπιχειρήσαντες καὶ συνεπιθέσθαι Ῥωμαίοις, γνωσθέντες ἐκολάσθησαν· καὶ πολλοὶ μὲν ἐκτάνθησαν καὶ ὁ αὐτῶν ἐξηγούμενος Μέττιος, οἱ ἄλλοι δὲ μετανάστασιν ἔπαθον, καὶ ἡ πόλις αὐτῶν Ἄλβα κατεσκάφη, πεντακόσιά που ἔτη Ῥωμαίοις νομισθεῖσα μητρόπολις. Πρὸς μὲν οὖν τοὺς πολεμίους ὁ Τοῦλλος κράτιστος ἔδοξε, τοῦ θείου δὲ παρημέλει. νόσου δ’ ἐνσκηψάσης λοιμώδους καὶ αὐτὸς νοσήσας εἰς δεισιδαιμονίαν ἀπέκλινεν. ἐσχηκέναι μέντοι τοῦ βίου λέγεται τέλος καταφλεχθεὶς ὑπὸ κεραυνῶν, ἢ ἐπιβουλευθεὶς ὑπὸ Μαρκίου Ἄγκου, ὃς θυγατριδοῦς ἐτύγχανεν, ὡς εἴρηται, τοῦ Νόμα. ἐβασίλευσε δὲ Ῥωμαίων ἔτη δύο ἐπὶ τριάκοντα.
PG 134:337Ἐπεὶ δ’ Ὁστίλλιος ἐτελεύτησε, διεδέξατο τὴν βασιλείαν ὁ Μάρκιος, παρ’ ἑκόντων τῶν Ῥωμαίων ταύτην λαβών. ἦν δὲ τὴν χεῖρα οὐκ ἄρτιος· τὴν γὰρ ἀγκύλην πεπήρωτο, ὅθεν καὶ Ἄγκος ἐπώνυμον ἔσχηκεν. ἐπιεικὴς δὲ ὢν ἠναγκάσθη μεταβαλέσθαι, καὶ πρὸς στρατείας ἐτράπετο. οἱ γὰρ λοιποὶ Λατῖνοι διά τε τὸν τῆς Ἄλβης ὄλεθρον καὶ περὶ ἑαυτῶν δεδοικότες μή τι πάθωσιν ὅμοιον δι’ ὀργῆς μὲν εἶχον Ῥωμαίους, ἕως δὲ περιῆν ὁ Τοῦλλος, δεδιότες ἐκεῖνον ὡς μάχιμον, συνεστέλλοντο. τὸν δὲ Μάρκιον εὐεπίθετον ἡγησάμενοι διὰ τὸ εἰρηναῖον τῆς γνώμης, τῇ τε χώρᾳ ἐπῆλθον καὶ αὐτὴν ἐληίσαντο. συνεὶς δ’ ἐκεῖνος εἰρήνης εἶναι τὸν πόλεμον αἴτιον, ἐπιτίθεται τοῖς ἐπιθεμένοις καὶ ἀντημύνατο, καὶ πόλεις εἷλεν αὐτῶν, ὧν μίαν κατέσκαψεν, καὶ πολλοῖς τῶν ἁλόντων ὡς αἰχμαλώτοις ἐχρήσατο, καὶ ἐς τὴν Ῥώμην δὲ συχνοὺς ἑτέρους μετῴκισεν. αὐξανομένων δὲ τῶν Ῥωμαίων καὶ τῆς χώρας σφίσι προστιθεμένης οἱ πλησιόχωροι ἤχθοντο καὶ ἑαυτοὺς Ῥωμαίοις ἐξεπολέμωσαν·
ὅθεν αὐτῶν Φιδηνάτας μὲν πολιορκίᾳ ἐκράτησαν, Σαβίνους δ’ ἐκάκωσαν, αὐτοῖς τε προσπεσόντες ἐσκεδασμένοις καὶ τὸ σφῶν ἑλόντες στρατόπεδον, ἑτέρους δ’ ἐκφοβήσαντες εἰρηνεῖν καὶ ἄκοντας παρεσκεύασαν. καὶ ἐπὶ τούτοις Μαρκίῳ ἐπέλιπε τὸ βιώσιμον, εἴκοσιν ἐνιαυτοὺς καὶ τέσσαρας ἄρξαντι, καὶ πολλὴν τοῦ θείου κατὰ τὸν πάππον Νόμαν ποιουμένῳ τὴν ἐπιμέλειαν. Λούκιος δὲ Ταρκύνιος τὴν ἀρχὴν ᾠκειώσατο, ὃς Δημαράτου μὲν ἦν παῖς Κορινθίου, φυγόντος δὲ καὶ εἰς πόλιν Τυρσηνίδα Ταρκυνίαν ἐγκατοικήσαντος ἐξ αὐθιγενοῦς γυναικὸς ἐκείνῳ ἐτέχθη, Λουκούμων ὀνομασθείς. πολλὰ μέντοι πατρόθεν διαδεξάμενος, ὅτι μὴ τῶν πρωτείων παρὰ τῶν Ταρκυνησίων ὡς ἔπηλυς κατηξίωτο, πρὸς τὴν Ῥώμην μεταναστεύει, τῇ πόλει καὶ τὴν κλῆσιν συμμεταθέμενος, καὶ μετωνομάσθη Λούκιος Ταρκύνιος ἐκ τῆς πόλεως, ἐν ᾗ παρῴκει. λέγεται δὲ μετοικιζομένου ἀετὸς καταπτὰς ἁρπάσαι τὸν πῖλον ὃν εἶχεν ἐπὶ τῆς κεφαλῆς, καὶ μετεωρισθεὶς καὶ κλάγξας ἐπὶ πολὺ αὖθις αὐτὸν ἐφαρμόσαι τῇ αὐτοῦ κεφαλῇ, ὡς ἐντεῦθεν μηδὲν ἐλπίσαι μικρὸν καὶ προθύμως τῇ Ῥώμῃ ἐγκατοικῆσαι· ὅθεν τοῖς πρώτοις οὐ μετὰ πολὺ συνηρίθμητο.
PG 134:338τῷ τε γὰρ πλούτῳ χρώμενος ἀφειδέστερον, συνέσει τε καὶ εὐτραπελίᾳ τοὺς δυνατοὺς οἰκειούμενος, ἐς τοὺς εὐπατρίδας καὶ τὴν βουλὴν κατελέχθη παρὰ Μαρκίου, καὶ στρατηγὸς ἀπεδείχθη, καὶ τὴν τῶν παίδων ἐκείνου ἐπιτροπείαν καὶ τῆς βασιλείας πεπίστευτο. ἐδείκνυε γὰρ ἑαυτὸν ἀγαθὸν ἄνδρα, χρημάτων τε τοῖς δεομένοις μεταδιδοὺς καὶ ἑαυτὸν ἕτοιμον παρέχων εἴ τις δέοιτο αὐτοῦ εἰς βοήθειαν· φαῦλον δέ τι οὔτ’ ἔπραττεν οὔτ’ ἔλεγεν οὐδενί. καὶ εἴ τι πρός τινων εὖ ἔπασχεν, ἐξῆρε τὸ γινόμενον, εἰ δέ τι καὶ ἐπαχθέστερον αὐτῷ γένοιτο, ἢ οὐδ’ ἐλογίζετο τὸ λυποῦν ἢ καὶ φαυλίσας παρελογίζετο, οὐ μόνον τε οὐκ ἠμύνετο τὸν λελυπηκότα, ἀλλὰ καὶ εὐηργέτει. τούτοις αὐτόν τε τὸν Μάρκιον καὶ τοὺς περὶ αὐτὸν ἐχειρώσατο, καὶ δόξαν ἀνδρὸς ἐκτήσατο σοφοῦ τε καὶ ἀγαθοῦ. Ἀλλ’ οὐ προσέμεινε μέχρι τέλους αὐτῷ ἡ ὑπόληψις. τοῦ Μαρκίου γὰρ τελευτήσαντος κακῶς περὶ τοὺς ἐκείνου διετέθη δύο υἱεῖς, καὶ τὴν βασιλείαν ἐσφετερίσατο.
τῆς τε γὰρ βουλῆς καὶ τοῦ δήμου τοὺς τοῦ Μαρκίου παῖδας χειροτονεῖν μελλόντων, ἐκεῖνος τῶν βουλευτῶν τε τοὺς δυνατωτάτους μετῆλθε, καὶ τοὺς ὀρφανοὺς πόρρω ποι πέμψας εἰς θήραν, οἷς τε εἶπε καὶ οἷς ἔπραξεν αὐτῷ τὴν βασιλείαν ψηφίσασθαι παρεσκεύασεν, ὡς ἀνδρωθεῖσιν αὐτὴν δῆθεν τοῖς παισὶν ἀποδώσοντι. ἐγκρατὴς δὲ καταστὰς τῶν πραγμάτων οὕτω τοὺς Ῥωμαίους διέθετο ὥστε μηδέποτε ἐθελήσειν ἀνθελέσθαι τοὺς παῖδας ἐκείνου· καὶ τὰ μειράκια δὲ πρὸς ῥᾳστώνην ἐθίζων τάς τε ψυχὰς αὐτῶν καὶ τὰ σώματα σὺν χάριτι δή τινι ἔφθειρε. δεδιὼς δὲ καὶ οὕτως ἔχων, ἰσχὺν ἑαυτῷ ἐν τῷ συνεδρίῳ περιεποιήσατο. τοὺς γὰρ φιλίως αὐτῷ ἐκ τοῦ δήμου διακειμένους περὶ διακοσίους ἐς τοὺς εὐπατρίδας ἐνέγραψε καὶ τοὺς βουλευτάς, καὶ οὕτω τήν τε γερουσίαν ὑφ’ ἑαυτὸν καὶ τοὺς πολλοὺς ἐποιήσατο. καὶ τὴν στολὴν πρὸς τὸ μεγαλοπρεπέστερον ἤμειψεν· ἡ δὲ ἦν ἱμάτιον καὶ χιτὼν ὁλοπόρφυρα καὶ χρυσόπαστα, στέφανός τε λίθων χρυσοδέτων καὶ σκῆπτρον δίφρος τε ἐλεφάντινα, οἷς καὶ μετὰ ταῦτα οἵ τε ἄλλοι καὶ οἱ τὴν αὐτοκράτορα ἔχοντες ἡγεμονίαν ἐχρήσαντο.
καὶ τεθρίππῳ ἐν τοῖς ἐπινικίοις ἐπόμπευσε, καὶ ῥαβδούχους διὰ βίου δώδεκα ἔσχε. Πάντως δὲ καὶ ἄλλα πλείω ἐκαινοτόμησεν ἄν, εἰ μή τις Ἄττος Ναούιος τὰς φυλὰς αὐτὸν βουληθέντα μετακοσμῆσαι κεκώλυκεν, ὃς οἰωνιστὴς ἦν οἷος οὐχ ἕτερος γέγονε. τοῦτον ὑβρίσαι, διὰ τὴν ἐναντίωσιν ὀργισθείς, καὶ τὴν τέχνην ἐξουθενῆσαι διεμελέτησεν ὁ Ταρκύνιος. λαβὼν οὖν ἐν τῷ κόλπῳ ἀκόνην τε καὶ ξυρὸν ἐς τὸν δῆμον παρῆλθεν, ἔχων ἐν νῷ τμηθῆναι τῷ ξυρῷ τὴν ἀκόνην, πρᾶγμα τῶν ἀδυνάτων· εἰπών τε ὅσα ἐβούλετο, ἐπεὶ Ἄττος ἀντέλεγεν ἐντονώτατα, μηδὲν ὑφιέμενος εἰ μὴ φιλονείκως ἀντιλέγεις ἔφη ἀλλ’ ἀληθῆ λέγεις, ἐπὶ πάντων τούτων ἀπόκριναί μοι εἰ ὃ κατὰ νοῦν ἔχω ποιῆσαι γενήσεται. ὁ δὲ Ἄττος αὐτοῦ που οἰωνισάμενος παραυτίκα καὶ πάνυ γε εἶπεν ὦ βασιλεῦ, ὃ διανοῇ ἔσται ἐπιτελές. οὐκοῦν ἔφη τὴν ἀκόνην ταύτην λαβὼν τῷ ξυρῷ τούτῳ διάτεμε· τοῦτο γὰρ γενέσθαι διανενόημαι. ὁ δὲ ἔλαβέ τε αὐτὴν εὐθὺς καὶ διέκοψε. θαυμάσας δὲ ὁ Ταρκύνιος ἄλλας τε τιμὰς ἐκείνῳ παρέσχε καὶ χαλκῆς εἰκόνος ἠξίωσε, καὶ οὐδὲν ἔτι τῆς πολιτείας ἠλλοίωσε, πρὸς πάντα τε συμβούλῳ τῷ Ἄττῳ ἐκέχρητο.
PG 134:339Μαχεσάμενος δὲ Λατίνοις ἀποστατήσασιν, ἔπειτα καὶ Σαβίνοις εἰς τὴν Ῥωμαί̈δα ἐμβαλοῦσι συμμαχουμένοις ὑπὸ Τυρσηνῶν, ἁπάντων ἐκράτησε. τῶν δὲ τῆς Ἑστίας ἱερειῶν, ἃς παρθενεύειν διὰ βίου νενόμισται, φωράσας τινὰ συμφθαρεῖσαν ἀνδρί, ὑπόγεών τινα κατασκευάσας ὑποδρομὴν προμήκη, κλίνην τε θεὶς ἐν αὐτῇ καὶ λύχνον καὶ τράπεζαν σιτίων ὑπόπλεων, ἐκεῖ τὴν φθαρεῖσαν προπεμπομένην ἐκόμισε, καὶ ζῶσαν εἰσαγαγὼν ἐγκατῳκοδόμησε. καὶ οὕτω τὰς τὴν παρθενίαν μὴ τηρησάσας τῶν ἱερειῶν ἐξ ἐκείνου τιμωρεῖσθαι κεκράτηκεν· οἱ δὲ ταύτας αἰσχύνοντες εἰς ξύλον τὸν αὐχένα δίκρουν ἐμβάλλονται ἐν τῇ ἀγορᾷ, καὶ μετὰ τοῦτο γυμνοὶ αἰκιζόμενοι ἀποψύχουσιν. Ἐπέθεντο μέντοι τῷ Ταρκυνίῳ οἱ τοῦ Μαρκίου παῖδες, ἐπεὶ μὴ τῆς ἀρχῆς αὐτοῖς παρεχώρει, ἀλλά τινα Τούλλιον τεχθέντα οἱ ἐξ αἰχμαλωτίδος προῆγε πάντων· ὃ δὴ μάλιστα τοὺς εὐπατρίδας ἐλύπει. ὧν τινας προσεταιρισάμενοι αὐτῷ ἐπεβούλευσαν, δύο τινὰς χωριτικῶς ἐσταλμένους, ἀξίναις καὶ δρεπάνοις ὡπλισμένους, αὐτῷ ἐπιθέσθαι παρασκευάσαντες.
οἳ ἐπεὶ μὴ ἀγοράζοντι τῷ Ταρκυνίῳ ἐνέτυχον, ἐπὶ τὰς θύρας τῶν βασιλείων ἧκον, ἀλλήλοις δῆθεν διαμαχόμενοι, καί οἱ ἐλθεῖν εἰς ὄψιν ἐδέοντο. καὶ τυχόντες τούτου εἰς λόγους ἀλλήλοις ἀντικατέστησαν, καὶ δικαιολογουμένῳ τῷ ἑνὶ προσέχοντα τὸν Ταρκύνιον ὁ ἕτερος κατειργάσατο. Ὁ μὲν οὖν Ταρκύνιος τοιοῦτον ἔσχε τέλος, τριάκοντα καὶ ὀκτὼ βασιλεύσας ἐνιαυτούς, τὴν δὲ τῆς Ῥώμης βασιλείαν ὁ Τούλλιος διεδέξατο, συνεργίᾳ τῆς τοῦ Ταρκυνίου γυναικὸς Τανακυιλίδος. τοῦτον δὲ γυνή τις Ὀκρισία καλουμένη, Σερουίου Τουλλίου ἀνδρὸς Λατίνου εὐνέτειρα ἐν τῷ πολέμῳ ἁλοῦσα καὶ τῷ Ταρκυνίῳ ἐξαιρεθεῖσα, τέτοκεν, ἢ ἐγκύμων οἴκοθεν οὖσα ἢ συλλαβοῦσα μετὰ τὴν ἅλωσιν· λέγεται γὰρ ἀμφότερα. οὗτος ἐς παῖδας ἤδη τελῶν ἐπὶ δίφρου μεθ’ ἡμέραν κατέδαρθε, καὶ πῦρ ἀπὸ τῆς αὐτοῦ κεφαλῆς πολὺ ἐδόκει ἐξάλλεσθαι. ὅπερ ἰδὼν ὁ Ταρκύνιος διὰ σπουδῆς ἦγε τὸν παῖδα, καὶ εἰς ἡλικίαν ἀφιγμένον τοῖς εὐπατρίδαις καὶ τῇ γερουσίᾳ συνέταξε.
PG 134:340Συλληφθέντων οὖν τῶν τοῦ Ταρκυνίου φονέων, μαθοῦσα ἡ ἐκείνου γυνὴ καὶ ὁ Τούλλιος τὴν παρασκευὴν τῆς ἐπιβουλῆς οὐ φανερὸν αὐτίκα τὸν τοῦ Ταρκυνίου θάνατον ἔθεντο, ἀλλ’ ἀνελόμενοι αὐτὸν ὡς ἔτι ἐμπνέοντα ἐθεράπευον δῆθεν, κἀν τούτῳ πίστεις ἀλλήλοις ἔδοσαν ὥστε τὸν Τούλλιον τὴν ἀρχὴν εἰληφότα τοῖς παισὶν αὐτῆς ἀνδρωθεῖσιν ἐκστῆναι ταύτης. ἐπεὶ δὲ τὸ πλῆθος συνδραμὸν ἐθορύβει, προκύψασα ἐκ τῶν ὑπερῴων ἡ Τανακυιλὶς μὴ φοβεῖσθε ἔφη· ὁ γὰρ ἀνήρ μου καὶ ζῇ καὶ ὑμῖν μετ’ ὀλίγον ὀφθήσεται. ἵνα δὲ αὐτός τε σχολάζων ὑγιασθῇ καὶ μή τι τοῖς πράγμασιν ἐκ τῆς αὐτοῦ ἀσθενείας εἴη ἐμπόδιον, Τουλλίῳ κατά γε τὸ παρὸν τὴν τῶν κοινῶν ἐπιτρέπει διοίκησιν. εἶπεν ἐκείνη ταῦτα· οἱ δὲ τὸν Τούλλιον οὐκ ἀκουσίως ἐδέξαντο· ἀγαθὸς γὰρ ἀνὴρ ἐδόκει. Ἐγχειρισθεὶς οὖν ἐκεῖνος τὴν τῶν κοινῶν οἰκονομίαν, τὰ πλείω κατ’ ἐντολὰς δῆθεν διῴκει τοῦ Ταρκυνίου. ὡς δ’ ἐν πᾶσιν ἑώρα πειθαρχοῦντας αὐτῷ, τοὺς αὐτόχειρας τοῦ Ταρκυνίου πρὸς τὴν γερουσίαν παρήγαγε, διὰ τὴν ἐπιβουλὴν τάχα· ἔτι γὰρ ζῆν ἐκεῖνον προσεποιεῖτο. καὶ οἱ μὲν καταψηφισθέντες ἀπέθανον, οἱ δὲ τοῦ Μαρκίου υἱοὶ φοβηθέντες εἰς Οὐολούσκους κατέφυγον.
κἀκεῖνος τότε τόν τε θάνατον τοῦ Ταρκυνίου ἐξέφηνε καὶ φανερῶς τῆς βασιλείας ἐπείληπτο. καὶ πρῶτον μὲν τοὺς τοῦ Ταρκυνίου παῖδας προυβάλλετο ὡς αὐτὸς τὴν ἡγεμονίαν ἐπιτροπεύων, εἶτα πρὸς θεραπείαν τοῦ δήμου ἐτράπετο, ὡς ῥᾷστα μᾶλλον τὸν ὅμιλον ἢ τοὺς εὐπατρίδας ὑποποιησόμενος, χρήματά τε αὐτοῖς ἐδίδου καὶ γῆν ἑκάστῳ προσένειμε καὶ τοὺς δούλους ἐλευθεροῦσθαι καὶ φυλετεύεσθαι παρεσκεύασεν. ἀχθομένων δ’ ἐπὶ τούτοις τῶν δυνατῶν, ἔταξέ τινα τοὺς ἐλευθερωθέντας τοῖς ἐλευθερώσασι σφᾶς ἀνθυπουργεῖν. ὡς δὲ χαλεπῶς εἶχον οἱ εὐπατρίδαι αὐτῷ, καὶ διεθρόουν ἄλλα τε καὶ ὅτι μηδενὸς αὐτὸν ἑλομένου τὴν ἀρχὴν ἔχει, συναγαγὼν τὸν δῆμον ἐδημηγόρησε· καὶ πολλὰ ἐπαγωγὰ διαλεχθεὶς αὐτῷ οὕτω διέθετο ὡς αὐτίκα πᾶσαν αὐτῷ τὴν βασιλείαν ἐπιψηφίσασθαι. ὁ δὲ αὐτοὺς ἀμειβόμενος ἄλλα τε ἐφιλοτιμήσατο καὶ ἐς τὸ συνέδριόν τινας αὐτῶν ἐνέγραψεν· οἳ πάλαι μὲν ἐν πλείστοις ἧττον ἔφερον τῶν εὐπατριδῶν, τοῦ χρόνου δὲ προϊόντος, πλὴν τῆς μεσοβασιλείας καὶ τῶν ἱερωσυνῶν, τῶν ἴσων μετεῖχον τοῖς εὐπατρίδαις, καὶ διέφερον ἄνευ τῶν ὑποδημάτων οὐδέν.
τοῖς γὰρ εὐπατρίδαις τὰ ὑποδήματα ἀστικὰ τῇ τε ἐπαλλαγῇ τῶν ἱμάντων καὶ τῷ τύπῳ τοῦ γράμματος ἐκεκόσμηντο, ἵν’ ἐκ τούτων δοκοῖεν ἀπὸ τῶν ἑκατὸν ἀνδρῶν τῶν κατ’ ἀρχὰς βουλευσάντων κατιέναι. τὸ γράμμα δὲ ῥῶ φασιν εἶναι, ἢ τοῦ ἀριθμοῦ τῶν ἑκατὸν ἐκείνων ἀνδρῶν δηλωτικὸν ὂν ἢ ὡς τοῦ τῶν Ῥωμαίων κατάρχον ὀνόματος. Τὸν μὲν οὖν ὅμιλον οὕτως ὁ Τούλλιος ᾠκειώσατο, δείσας δὲ μή τις στάσις συμβῇ, τὰ πλεῖστα καὶ ἰσχυρότατα τῶν κοινῶν τοῖς δυνατωτέροις ἐπέτρεψε· καὶ οὕτω σφίσιν αὐτοῖς συνεφρόνησαν καὶ τὸ δημόσιον διήγαγον ἄριστα. καὶ πολέμους δέ τινας πρός τε τοὺς Οὐιέντας καὶ πρὸς ἅπαντας τοὺς Τυρσηνοὺς ἐπολέμησεν, ἐν οἷς οὐδὲν ἐπράχθη συγγράμματος ἄξιον. τοὺς Λατίνους δ’ ἐπὶ μᾶλλον Ῥωμαίοις βουληθεὶς οἰκειώσασθαι, νεών τινα ἐκ χρημάτων κοινῶν ἐν τῇ Ῥώμῃ κατασκευάσαι πέπεικε. καὶ τοῦτον ἀνέθεσαν τῇ Ἀρτέμιδι. περὶ δὲ τῆς νεωκορίας αὐτοῦ διεφέροντο. κἀν τούτῳ Σαβῖνος ἀνὴρ βοῦν ἦγε περικαλλῆ πρὸς τὴν Ῥώμην, ὡς ἔκ τινος χρησμοῦ θύσων αὐτὴν τῇ Ἀρτέμιδι. ὁ δὲ χρησμὸς τὸν ἐκείνην θύσαντα ἔλεγε τὴν πατρίδα ἐπαυξήσειν.
PG 134:341τοῦτο δέ τις τῶν Ῥωμαίων μαθὼν προσῆλθεν αὐτῷ καὶ πρότερον εἶπε δεῖν ἐν τῷ ποταμῷ ἁγνισθῆναι, καὶ εἰπὼν ἔπεισε, καὶ πείσας ἔλαβε τὴν βοῦν ὡς φυλάξων, καὶ λαβὼν ἔθυσεν. ἐκφήναντος δὲ τοῦ Σαβίνου τὸ λόγιον οἱ Λατῖνοι καὶ τῆς τοῦ ἱεροῦ προστασίας τοῖς Ῥωμαίοις ἐξέστησαν καὶ ἐς τἄλλα ὡς κρείττονας σφῶν ἐτίμων αὐτούς. Καὶ ταῦτα μὲν οὕτως· ὁ Τούλλιος δὲ τοῖς Ταρκυνίοις τὰς θυγατέρας συνῴκισε, καὶ τὴν βασιλείαν αὐτοῖς ἀποδώσειν ἐπαγγειλάμενος ἄλλοτε ἄλλο τι προφασιζόμενος ἀνεβάλλετο. οἱ δὲ οὐδὲν ὑγιὲς ἐφρόνουν, ἀλλὰ ἤχθοντο. ὁ δ’ ἐν οὐδενὶ λόγῳ τούτους πεποίητο, καὶ τοὺς Ῥωμαίους πρὸς τὸ δημοκρατικὸν ἐνῆγε καὶ τὸ ἐλεύθερον. ἔτι δὲ μᾶλλον ἐπὶ τούτοις ἤσχαλλον οἱ Ταρκύνιοι. ἀλλ’ ὁ μὲν νεώτερος, κἂν ἐχαλέπαινεν, ἔφερεν, τῷ δὲ τῷ χρόνῳ προήκοντι οὐκέτι τοῦ Τουλλίου ἐδόκει ἀνέχεσθαι. ἐπεὶ δὲ μὴ συνευδοκοῦσαν εὕρισκε τὴν γυναῖκα καὶ τὸν ὁμαίμονα, αὐτὸς μὲν τὴν γυναῖκα, τὸν δ’ ἀδελφὸν διὰ τῆς γυναικὸς ἐκείνου φαρμάκοις διέφθειρε, καὶ συναφθεὶς τῇ συνεύνῳ τοῦ ἀδελφοῦ τῷ Τουλλίῳ σὺν αὐτῇ ἐπεβούλευε.
καὶ πολλοὺς τῶν τε βουλευτῶν καὶ τῶν εὐπατριδῶν αἰτίας ἔχοντας κατὰ τοῦ Τουλλίου πείσας συνάρασθαί οἱ, ἐξαπιναίως μετ’ αὐτῶν εἰς τὸ συνέδριον παραγέγονεν, ἑπομένης αὐτῷ καὶ τῆς γυναικὸς Τουλλίας· καὶ πολλὰ μὲν εἶπε τῆς τοῦ πατρὸς ἀξίας τοὺς παρόντας ἀναμιμνήσκων, πολλὰ δ’ ἀπέσκωψε πρὸς τὸν Τούλλιον. ἐπεὶ δ’ ἐκεῖνος ταῦτα μαθὼν ἐπέστη σπουδῇ, καί τι δὴ καὶ ἐφθέγξατο, συνήρπασεν αὐτὸν καὶ ἐξάρας ὦσε κατὰ τῶν πρὸ τοῦ βουλευτηρίου ἀναβαθμῶν. καὶ ὁ μέν, ταραχθεὶς πρὸς τὴν τοῦ Ταρκυνίου τόλμαν καὶ ὅτι οὐδέ τις αὐτῷ ἐπεκούρησεν, οὔτ’ εἶπεν ἔτι οὐδὲν οὔτ’ ἐποίησε· Ταρκύνιος δὲ τήν τε βασιλείαν εὐθὺς παρὰ τῆς βουλῆς ἔλαβε καὶ πέμψας τινὰς τὸν Τούλλιον κομιζόμενον οἴκαδε διεχρήσατο. ἡ δὲ θυγάτηρ ἐκείνου ἐν τῷ βουλευτηρίῳ τὸν ἄνδρα καταφιλήσασα καὶ βασιλέα προσαγορεύσασα καὶ ἀπιοῦσα πρὸς τὰ βασίλεια τὸ ὄχημα κατὰ τοῦ νεκροῦ τοῦ πατρὸς ὡς εἶχεν ἐπήλασεν.
PG 134:342Οὕτω μὲν οὖν ὁ Τούλλιος ἦρξε καὶ οὕτως ἀπέθανε βασιλεύσας τέσσαρας ἐνιαυτοὺς ἐπὶ τεσσαράκοντα, ὁ Ταρκύνιος δὲ τὴν βασιλείαν παρειληφὼς δορυφόρους κατὰ Ῥωμύλον ἑαυτῷ περιέστησεν, καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν αὐτοῖς καὶ οἰκουρῶν καὶ ἀγοράζων ἐκέχρητο. ἐξ ὧν γὰρ αὐτὸς εἰς τὸν κηδεστὴν καὶ ἡ γυνὴ πρὸς τὸν πατέρα ἐποίησαν, καὶ τοὺς λοιποὺς ἐδεδίεσαν. ἐπεὶ δὲ ὡς τυραννήσων παρεσκευάσατο, τοὺς δυνατωτάτους τῶν βουλευτῶν καὶ τῶν ἄλλων συλλαμβάνων ἐκτίννυεν, οἷς μὲν αἰτίαν εἶχεν ἐπενεγκεῖν φανερῶς ἀναιρῶν, οὓς δὲ λάθρᾳ· ἐνίους δέ γε καὶ ὑπερώριζεν. οὐ γὰρ τοὺς τῷ Τουλλίῳ προσκειμένους μόνους, ἀλλὰ καὶ τοὺς πρὸς τὴν μοναρχίαν συναραμένους αὐτῷ προσαπώλλυε, καὶ οὕτω τὸ κράτιστον τῆς βουλῆς καὶ τῆς ἱππάδος ἀνάλωσε. μισεῖσθαί τε ὑπὸ παντὸς τοῦ δήμου ἐπίστευε· διὸ οὐ δὲ ἀντικαθίστη τὸ παράπαν ἀντὶ τῶν ἀπολλυμένων τινάς, ἀλλὰ καὶ τὴν γερουσίαν καταλῦσαι παντελῶς ἐπιχειρήσας οὔτε ἀντεισῆγεν ἐς αὐτὴν οὐδένα οὔτε τοῖς οὖσιν ἐπεκοίνου τι λόγου ἄξιον.
συνεκάλει μὲν γὰρ αὐτούς, οὐ μὴν ὥστε τι τῶν ἀναγκαίων συνδιοικεῖν, ἀλλ’ ἵνα δήλη αὐτῶν ἡ βραχύτης γίνοιτο ἅπασι, κἀντεῦθεν καταφρονοῖντο· τὰ δὲ πλεῖστα καθ’ ἑαυτὸν ἢ καὶ μετὰ τῶν υἱέων ἔπραττε. δυσπρόσιτός τε καὶ δυσπροσήγορος ἦν, καὶ τῇ ὑπεροψίᾳ καὶ τῇ ὠμότητι ὁμοίως ἐχρῆτο πρὸς ἅπαντας, καὶ τυραννικώτερον αὐτός τε καὶ οἱ παῖδες αὐτοῦ προσεφέροντο ἅπασι. διὰ ταῦτα δὲ καὶ τοὺς δορυφόρους ὑπόπτους ἔχων, ἐκ τῶν Λατίνων προσηταιρίσατο δορυφορικόν, καὶ ἐς τὰς τῶν Ῥωμαίων τάξεις Λατίνους ἐνέμιξεν, ἵνα οἱ μὲν Λατῖνοι ἰσομοιρίας τοῖς Ῥωμαίοις τυχόντες εὔνοιαν αὐτῷ ἐντεῦθεν ὀφείλωσι, καὶ οἱ Ῥωμαῖοι ἧττον ἐκφοβῶσιν αὐτόν, μηκέτι κατὰ σφᾶς ὄντες, ἀλλὰ τοῖς Λατίνοις συνοπλιτεύοντες. Γαουίνοις δὲ μάχην συνῆψε, καὶ κακῶς μὲν ἠγωνίσατο, δόλῳ δὲ αὐτοὺς ἐχειρώσατο. αὐτομολῆσαι γὰρ αὐτοῖς Σέξτῳ ὑπέθετο τῷ υἱῷ· ἵνα δ’ εὐπρόσωπος αὐτῷ τῆς αὐτομολίας πρόφασις γένηται, ἐκεῖνος μὲν τὸν πατέρα φανερῶς ὡς τύραννον καὶ παράσπονδον ἐλοιδόρησεν, ὁ δὲ τὸν υἱὸν ἐμαστίγωσέ τε καὶ ἀντημύνατο. εἶτα κατὰ συνθήκας πρὸς Γαουίνους ἐψευδαυτομόλησε, χρήματά τε καὶ ἑταίρους παρειληφώς.
οἱ δέ, πιστεύσαντες τῇ σκηνῇ διά τε τὴν τοῦ Ταρκυνίου ὠμότητα καὶ ὅτι καὶ τότε πολλὰ καὶ ἀληθῆ τὸν πατέρα ἐκακηγόρει κἀντεῦθεν ἐκπεπολεμῶσθαι αὐτῷ ἐδόκει, ἐδέξαντό τε αὐτὸν ἀσμενέστατα καί τινας ἐπελεύσεις κατὰ τῆς Ῥωμαϊκῆς χώρας σὺν αὐτῷ ἐποιήσαντο καὶ οὐ μετρίως αὐτῇ ἐλυμήναντο. διὰ ταῦτα γοῦν, καὶ ὅτι χρήματα ἰδίᾳ τέ τισι παρεῖχε καὶ ἐς τὸ κοινὸν ἀνήλισκε δαψιλῶς, ᾑρέθη παρ’ αὐτῶν στρατηγὸς καὶ τὴν τῶν πολιτικῶν ἐν αὐτοῖς πραγμάτων ἐπετράπη διοίκησιν. ἐπὶ τούτοις λάθρᾳ πέμψας τινὰ τὰ συμβάντα τε ἐγνώρισε τῷ πατρὶ καὶ πρὸς τὸ μέλλον γνώμην ᾔτησεν ἐξ αὐτοῦ. ὁ δὲ εἶπε μὲν τῷ πεμφθέντι οὐδέν, ἵνα μὴ ἴσως γνωσθεὶς ἑκών τι ἢ ἄκων ἐξείποι, εἰς δὲ κῆπον εἰσαγαγὼν αὐτόν, ἐν ᾧ μήκωνες ἦσαν, τὰς κωδύας αὐτῶν τὰς ὑπερεχούσας ῥάβδῳ κατέκλασε καὶ εἰς γῆν κατεστόρεσε, καὶ οὕτω τὸν ἀγγελιαφόρον ἀπέπεμψε.
PG 134:343καὶ ὁ μὲν τὸ πραχθὲν τῷ Σέξτῳ ἀπήγγειλεν, ἀσυνέτως ἔχων τῆς πράξεως, ὁ δὲ τὸν νοῦν συνῆκε τῆς ὑποθέσεως, καὶ τοὺς ἀξιολογωτέρους τῶν Γαουίνων τοὺς μὲν λάθρᾳ φαρμάκοις διέφθειρε, τοὺς δὲ διά τινων δῆθεν λῃστῶν, ἄλλους δὲ καὶ ἐκ δικαστηρίων ἀπέκτεινε, συκοφαντίας κατ’ αὐτῶν πρὸς τὸν πατέρα προδοσίας πλαττόμενος. Ὅμοιον δέ τι τούτῳ καὶ ὁ Ἡρόδοτος ἱστορεῖ. Περίανδρον γὰρ τὸν Κυψέλου τύραννον Κορίνθου γενόμενόν φησι πρὸς Θρασύβουλον τὸν Μιλήτου τύραννον διαπέμψασθαι πυνθανόμενον ὅπως αὐτῷ τὰ τῆς ἀρχῆς ἀσφαλῶς ἕξει. τὸν δὲ Θρασύβουλον τῷ ἀπαγγείλαντι ταῦτα μηδὲν ἀποκρίνασθαι, ἀπαγαγόντα δ’ εἰς λήιον τῶν ἀσταχύων τοὺς ὑπερέχοντας ἐκτέμνειν τε καὶ ῥιπτεῖν, καὶ οὕτως ἀποπέμψαι τὸν ἐσταλμένον. τὸν δὲ ἐπανελθόντα καὶ τὴν Θρασυβούλου συμβουλὴν ἐρωτώμενον εἰπεῖν εἰς παραπλῆγα πεμφθῆναι, καὶ διηγεῖσθαι ὅσα ἐκεῖνος ἐποίησε, μή τι πρὸς ὃ ἠρωτήθη φθεγξάμενος· τὸν δὲ Περίανδρον συνεικέναι τὸν τοῦ Θρασυβούλου λογισμόν, καὶ τοὺς ὑπερέχοντας τῶν Κορινθίων ἅπαντας ἀπολέσαι. Καὶ ὁ Σέξτος οὖν οὕτω τοὺς Γαουίνους μετῆλθε, καὶ τοὺς μὲν κρείττους ἀπώλλυε, τῷ πλήθει δὲ τὰ σφῶν διένειμε χρήματα.
καὶ μετὰ τοῦτο τῶν μὲν διαφθαρέντων ἤδη, τῶν δὲ λοιπῶν ἠπατημένων καὶ πάντα πιστευόντων αὐτῷ, μετὰ τῶν αἰχμαλώτων Ῥωμαίων καὶ τῶν αὐτομόλων, οὓς πολλοὺς διὰ τοῦτο συνήθροισε, κατέσχε τὴν πόλιν καὶ τῷ πατρὶ παραδέδωκε. καὶ ὃς ἐκείνης τῷ υἱῷ παρεχώρησεν, αὐτὸς δὲ πρὸς ἄλλα ἐπολέμησεν ἔθνη. Τοὺς δὲ τῆς Σιβύλλης χρησμοὺς Ῥωμαίοις καὶ ἄκων προσεποιήσατο. γυνὴ γάρ τις θεόμαντις, ἣν Σίβυλλαν ὠνόμαζον, ἐς τὴν Ῥώμην ἐλήλυθε βιβλία τρία ἢ ἐννέα φέρουσα, καὶ ταῦτα πρίασθαι τῷ Ταρκυνίῳ ἐδίδου καὶ τὴν τιμὴν τῶν βιβλίων ὡρίσατο. ἐκείνου δὲ μὴ προσεσχηκότος αὐτῇ, τὸ ἓν ἢ τὰ τρία τῶν βιβλίων κατέκαυσεν. ὡς δ’ αὖθις ὠλιγώρει αὐτῆς ὁ Ταρκύνιος, κἀκ τῶν λοιπῶν ὁμοίως διέφθειρε. μελλούσης δὲ καὶ τὰ ἔτι λοιπὰ καταφλέξειν, ἠνάγκασαν αὐτὸν οἱ οἰωνισταὶ τὰ γοῦν σωζόμενα πρίασθαι. καὶ ὠνήσατο ταῦτα ὅσου τὰ πάντα κτήσασθαι ἔμελλε, καὶ δύο βουλευταῖς ἀνδράσι φυλάσσειν παρέδωκεν. ὡς δ’ οὐ πάνυ τῶν γεγραμμένων συνίεσαν, εἰς τὴν Ἑλλάδα στείλαντες δύο ἄνδρας ἐκεῖθεν μισθοῦ ἤγαγον τοὺς ἀναγνωσομένους ταῦτα καὶ ἑρμηνεύσοντας.
PG 134:344οἱ δὲ περίοικοι μαθεῖν ἐθελήσαντες ὅ,τι ποτὲ τὸ διὰ τῶν βιβλίων εἴη δηλούμενον, τὸν ἕτερον τῶν φυλασσόντων αὐτὰ Μάρκον Ἀκίλλιον χρήμασιν ἀναπείσαντες μετεγράψαντό τινα. γνωσθέντος δὲ τοῦ ἔργου ὁ Μάρκος βύρσαις δύο συρραφείσαις ἐμβληθεὶς κατεποντώθη, ὃ ἐξ ἐκείνου μετέπειτα κατὰ τῶν πατροκτόνων ἐπεκράτησε γίνεσθαι, ἵνα μήτε ἡ γῆ μήτε τὸ ὕδωρ μήτε ὁ ἥλιος μιανθῇ αὐτοῦ θνήσκοντος. Τὸν δὲ νεὼν τὸν ἐν τῷ Ταρπηίῳ ὄρει κατὰ τὴν τοῦ πατρὸς εὐχὴν ᾠκοδόμει. τῆς δὲ γῆς εἰς τὴν τῶν θεμελίων καταβολὴν ἀναρρηγνυμένης, ἀνδρὸς νεοθνῆτος κεφαλὴ ἀνεφάνη ἔναιμος ἔτι. ἔπεμψαν οὖν Ῥωμαῖοι πρὸς ἄνδρα Τυρσηνὸν τερατοσκόπον ἐρωτῶντες τὸ διὰ τοῦ φανέντος δηλούμενον. ὁ δὲ τὸ σημεῖον εἰς τὴν Τυρσηνίδα μεταθεῖναι μηχανησάμενος, διάγραμμα ἐπὶ τῆς γῆς ἐποιήσατο, καὶ εἰς αὐτὸ τήν τε τῆς Ῥώμης θέσιν ἐντείνας καὶ τὸ Ταρπήιον ὄρος, ἔμελλε τοὺς πρέσβεις ἀνερέσθαι ἡ Ῥώμη αὕτη ἐστί; τὸ ὄρος τοῦτό ἐστιν; ἡ κεφαλὴ ἐνταῦθα εὑρέθη; ἵν’ ἐκείνων μηδὲν ὑποτοπησάντων καὶ συμφησάντων ἡ δύναμις τοῦ σημείου εἰς τὸ χωρίον ἐν ᾧ διεγέγραπτο μετασταίη.
καὶ ὁ μὲν ταῦτα ἐτεχνάσατο, οἱ δὲ πρέσβεις παρὰ τοῦ υἱέος ἐκείνου μαθόντες τὸ τέχνασμα, ἐρωτώμενοι οὐκ ἐνταῦθα εἶπον οἰκεῖται ἡ Ῥώμη, ἀλλ’ ἐν τῷ Λατίῳ, καὶ τὸ ὄρος ἐν τῇ Ῥωμαίων ἐστί, καὶ ἡ κεφαλὴ ἐν τῷ ὄρει ἐκείνῳ εὑρέθη. οὕτω δὲ τῷ τερατοσκόπῳ διακρουσθέντος τοῦ μηχανήματος πᾶσαν ἐκεῖνοι τὴν ἀλήθειαν ἔμαθον καὶ τοῖς πολίταις ἀνήγγειλαν ὅτι κράτιστοι ἔσονται καὶ πλείστων ἄρξουσιν. ἐλπὶς οὖν κἀκ τούτου αὐτοῖς προσεγένετο. κἀντεῦθεν τὸ ὄρος μετωνομάσθη παρ’ αὐτῶν Καπιτώλιον· καπίτα γὰρ τῇ Ῥωμαίων διαλέκτῳ ἡ κεφαλὴ ὀνομάζεται. Δεηθεὶς δὲ χρημάτων εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ ὁ Ταρκύνιος Ἀρδεάταις ἐπήνεγκε πόλεμον· ὅθεν οὔτε χρήματα προσεκτήσατο καὶ τῆς βασιλείας ἐξέπεσε. γεγόνασι δ’ αὐτῷ καὶ σημεῖά τινα δηλωτικὰ τῆς ἐκπτώσεως. ἔκ τε γὰρ τοῦ κήπου αὐτοῦ γῦπες νεοσσοὺς ἐξήλασαν ἀετῶν, καὶ ἐξ ἀνδρῶνος, ἐν ᾧ συνειστιᾶτο φίλοις, ὄφις μέγας ἐπιφανεὶς αὐτόν τε καὶ τοὺς συσσίτους ἐξέβαλε. διά τοι ταῦτα ἐς Δελφοὺς Τίτον τε καὶ Ἀρροῦντα τοὺς υἱοὺς ἔπεμψε.
τοῦ δὲ Ἀπόλλωνος χρήσαντος τότε τῆς ἀρχῆς ἐκπεσεῖσθαι αὐτὸν ὅτε κύων φωνῇ ἀνθρωπίνῃ χρήσαιτο, ἀγαθαῖς ἐλπίσιν ᾐώρητο, μὴ οἰηθείς ποτε γενέσθαι τὸ μάντευμα. Ἦν δὲ Λούκιος Ἰούνιος ἀδελφῆς τοῦ Ταρκυνίου υἱός, οὗ τὸν πατέρα καὶ τὸν ἀδελφὸν ὁ Ταρκύνιος ἔκτεινεν. οὗτος οὖν καὶ περὶ ἑαυτῷ δεδοικὼς μωρίαν προσεποιήσατο, ταύτην ἑαυτοῦ προστησάμενος σώτειραν· διὸ καὶ Βροῦτος ἐπεκλήθη· τοὺς γὰρ εὐήθεις οὕτω τοῖς Λατίνοις ἔθος καλεῖν. πλαττόμενος οὖν τὸν μωραίνοντα, τοῖς τοῦ Ταρκυνίου παισὶν εἰς Δελφοὺς ἀπιοῦσι συμπαρελήφθη ὡς ἄθυρμα. ὁ δὲ καὶ ἀνάθημα φέρειν ἔλεγε τῷ θεῷ· τὸ δ’ ἦν βάκτρον τι μηδὲν ἐκ τοῦ φαινομένου ἔχον χρηστόν, ὅθεν καὶ ἐπὶ τούτῳ ὠφλίσκανε γέλωτα. τὸ δ’ ἦν οἷον εἰκών τις τῆς κατ’ αὐτὸν προσποιήσεως· κοιλάνας γὰρ αὐτὸ λάθρᾳ χρυσίον ἐνέχεεν, ἐνδεικνύμενος δι’ αὐτοῦ ὡς καὶ τὸ φρόνημα αὐτῷ τῷ τῆς μωρίας ἀτίμῳ σῷον καὶ ἔντιμον κατακρύπτεται. ἐρομένων δὲ τῶν Ταρκυνίου υἱῶν τίς τὴν βασιλείαν τοῦ πατρὸς διαδέξεται, ἔχρησεν ὁ θεὸς τὸν πρῶτον τὴν μητέρα φιλήσαντα τὸ κράτος ἕξειν.
PG 134:345καὶ συνεὶς ὁ Βροῦτος ὡς τυχαίως καταπεσὼν τὴν γῆν κατεφίλησεν, αὐτὴν μητέρα πάντων ὑπάρχειν κρίνας ὀρθῶς. Οὗτος ὁ Βροῦτος τοὺς Ταρκυνίους κατέλυσεν, αἰτίαν τὸ περὶ τὴν Λουκρητίαν συμβεβηκὸς προστησάμενος, καὶ ἄλλως μισουμένους παρὰ πάντων διὰ τὸ τυραννικόν τε καὶ βίαιον. ἡ δὲ Λουκρητία θυγάτηρ μὲν ἦν Λουκρητίου Σπουρίου, ἀνδρὸς τῶν τῆς συγκλήτου ἑνός, γαμετὴ δὲ Κολλατίνου Ταρκυνίου τῶν ἐπιφανῶν, ἐπί τε κάλλει καὶ σωφροσύνῃ τυγχάνουσα περιβόητος. ταύτην Σέξτος ὁ τοῦ Ταρκυνίου υἱὸς αἰσχῦναι σπούδασμα ἔθετο, οὐχ οὕτω τοῦ κάλλους αὐτῆς ἐρασθεὶς ὅσον τῇ ἐπὶ τῷ σώφρονι δόξῃ ἐπιβουλεύων αὐτῆς. τηρήσας οὖν τὸν Κολλατῖνον τῆς οἰκίας ἀποδημοῦντα, νυκτὸς ἐλθὼν πρὸς αὐτὴν ὡς πρὸς γαμετὴν συγγενοῦς κατέλυσε παρ’ αὐτῇ. καὶ πρῶτον μὲν λόγοις ἐπείρα συγγενέσθαι αὐτῇ, εἶτα καὶ βίαν προσῆγεν· ὡς δ’ οὐδὲν ἐπέραινεν, ἀποσφάξειν ἠπείλησεν· ὡς δὲ καὶ τοῦ θανάτου κατωλιγώρει, δοῦλον παρακατακλινεῖν αὐτῇ ἐπηπείλησε καὶ ἄμφω κτανεῖν καὶ λόγον διαδώσειν ὡς εὑρὼν αὐτοὺς συγκαθεύδοντας ἔκτεινε. τοῦτο τὴν Λουκρητίαν ἐτάραξε, καὶ φοβηθεῖσα μὴ πιστευθείη ταῦθ’ οὕτω γενέσθαι, ἐνέδωκε.
καὶ μοιχευθεῖσα ξιφίδιον ὑπὸ τὸ προσκεφάλαιον ἔθετο, καὶ μεταπεμψαμένη τόν τε ἄνδρα καὶ τὸν πατέρα, συνεπομένων αὐτοῖς τοῦ τε Βρούτου καὶ Ποπλίου Οὐαλερίου, κατεδάκρυσε καὶ στενάξασα τὸ δρᾶμα πᾶν διηγήσατο· εἶτα ἐπήγαγε καὶ ἐγὼ μὲν τὰ πρέποντα ἐμαυτῇ ποιήσω, ὑμεῖς δὲ εἴπερ ἄνδρες ἐστέ, τιμωρήσατε μὲν ἐμοί, ἐλευθερώθητε δὲ αὐτοί, καὶ δείξατε τοῖς τυράννοις οἵων ὑμῶν ὄντων οἵαν γυναῖκα ὕβρισαν. τοιαῦτα εἰποῦσα εὐθὺς τὸ ξιφίδιον ὑφελκύσασα κατέκτεινεν ἑαυτήν. Ἀκούσαντες δ’ ἐκεῖνοι ταῦτα καὶ θεασάμενοι ὑπερήλγησαν. καὶ τῷ Ποπλίῳ συμβούλῳ καὶ προθύμῳ πρὸς τοὔργον ὁ Βροῦτος χρησάμενος τήν τε γυναῖκα πολλοῖς τῶν τοῦ δήμου κειμένην ὑπέδειξε, καὶ πρὸς τοὺς λοιποὺς δημηγορήσας τὸ πρὸς τοὺς τυράννους μῖσος ἐκφῆναι πεποίηκε· καὶ μηκέτι δέξασθαι συνέθεντο τὸν Ταρκύνιον. ταῦτα δὲ πράξας, καὶ τὴν πόλιν ἐπιτρέψας τοῖς ἄλλοις, αὐτὸς πρὸς τὸ στρατόπεδον ἐξιππάσατο, καὶ τὰ αὐτὰ τῷ δήμῳ συνέπεισε καὶ τοὺς στρατιώτας ψηφίσασθαι.
PG 134:346ὁ δέ γε Ταρκύνιος τὰ συμβεβηκότα μαθὼν καὶ πρὸς τὴν πόλιν ἐπειχθεὶς ἀπεώσθη, καὶ πρὸς τοὺς Ταρκυνησίους μετὰ τῶν παίδων καὶ τῶν ἄλλων ὁμοφρόνων κατέφυγε, μόνης τῆς Τουλλίας, ὡς λόγος, ἑαυτὴν ἀνελούσης. Ὁ μὲν οὖν Ταρκύνιος πέντε καὶ εἴκοσι τυραννήσας ἐνιαυτοὺς οὕτως ἐξέπεσε τῆς ἀρχῆς, οἱ Ῥωμαῖοι δὲ πρὸς τὸν Βροῦτον ἀπέκλιναν καὶ αὐτὸν εἵλοντο ἄρχοντα. ἵνα δὲ μὴ ἡ μοναρχία βασιλεία δοκῇ, καὶ συνάρχοντα αὐτῷ ἐψηφίσαντο τὸν τῆς Λουκρητίας ἐκείνης ἄνδρα τὸν Κολλατῖνον Ταρκύνιον, ὡς ἀπεχθῶς πρὸς τοὺς τυράννους πιστευόμενον ἔχειν διὰ τὴν βίαν τῆς γυναικός. ἐκ δέ γε Ταρκυνίου πρέσβεις εἰς Ῥώμην ἧκον περὶ καθόδου διαλεγόμενοι· ὡς δ’ οὐδὲν ἤνυον, ἕτεροι αὖθις ἐπέστησαν, ἀφίστασθαι τῆς βασιλείας καὶ παύειν τὸν πόλεμον λέγοντες τὸν Ταρκύνιον, εἰ τὰ χρήματα δοθεῖεν αὐτῷ καὶ τοῖς φίλοις καὶ τοῖς οἰκείοις, ἀφ’ ὧν διαβιώσονται φεύγοντες. ἐπικλωμένων δὲ πολλῶν καὶ αὐτοῦ Κολλατίνου τοῦ τῷ Βρούτῳ συνάρχοντος, εἰς ἀγορὰν ὁ Βροῦτος ἐκ τοῦ βουλευτηρίου ἐξέδραμε, προδότην τὸν Κολλατῖνον ἀποκαλῶν, πολέμου καὶ τυραννίδος ἀφορμὰς χαριζόμενον.
Οἱ πρέσβεις δὲ ἐπὶ τῇ τῶν χρημάτων προφάσει τῇ Ῥώμῃ ἐνδιατρίβοντες ἴσχυσαν διαφθεῖραι τῶν ἐπισήμων τινάς, μεθ’ ὧν καὶ δύο τοῦ Βρούτου παῖδας ἔπεισαν ἐν τῇ προδοσίᾳ γενέσθαι. ὡς οὖν συνέπεισαν τὰ μειράκια, ἔδοξε καὶ ὅρκον προβῆναι, καὶ ἐπὶ τούτοις εἰς οἰκίαν συνῆλθον. ἦν δὲ ὁ οἶκος ὑπέρημος καὶ σκοτώδης. ἔλαθεν οὖν ἔνδον ὢν οὐκ ἐκ προνοίας, ἀλλὰ τυχαίως οἰκέτης ὄνομα Οὐινδίκιος, καὶ κατακρυφθεὶς ἐκεῖ θεατής τε τῶν δρωμένων ἦν καὶ τῶν βεβουλευμένων ἐπήκοος· ἅπερ ἦσαν τοὺς ὑπάτους ἀνελεῖν καὶ τὴν πόλιν προδοῦναι· καὶ ταῦτα τῷ Ταρκυνίῳ διὰ τῶν πρέσβεων ἐπεστάλκασιν. ἀπελθόντων δὲ τοῦ οἰκήματος τῶν συνωμοτῶν, ἐξελθὼν ὁ οἰκέτης ἅπαντα κατεμήνυσε. καὶ οἵ τε τὴν προδοσίαν μελετήσαντες συνελήφθησαν, καὶ τὰ γράμματα ἐκομίσθησαν· καὶ εἰς τὴν ἀγορὰν προαχθέντων αὐτῶν καὶ τὸν Οὐίνδικα παρεστήσαντο. τά τε γράμματα ἀνεγνώσθησαν· καὶ οἱ μὲν ἄλλοι ἐν κατηφείᾳ ἦσαν καὶ σιωπῇ, ὁ δὲ Βροῦτος ὀνομαστὶ τῶν υἱέων ἑκάτερον προσειπών οὐκ ἀπολογεῖσθε ἔφη πρὸς τὴν κατηγορίαν; τῶν δὲ σιωπώντων στραφεὶς πρὸς τοὺς ὑπηρέτας ὑμέτερον εἶπεν ἤδη λοιπὸν τὸ ἔργον.
οἱ δὲ συλλαβόντες τοὺς νεανίσκους ῥάβδοις κατέξαινον. καὶ τῶν ἄλλων ἐπικλωμένων τοῖς πάςχουσιν ὁ πατὴρ οὔτ’ ἀλλαχόσε τὰς ὄψεις ἀπήγαγεν οὔτε μὴν οἴκτου τι ἐνεδείξατο μέχρι πελέκει τὰς κεφαλὰς τῶν παίδων ἀπέκοψαν. τοῦτο δὲ οὔτ’ ἐπαινεῖν οὔτε ψέγειν ἐστὶ ῥᾴδιον· ἢ γὰρ ἀρετῆς ὕψος εἰς ἀπάθειαν ἐξέστησεν αὐτοῦ τὴν ψυχὴν ἢ πάθους μέγεθος εἰς ἀναλγησίαν· οὐδέτερον δὲ μικρὸν οὐδ’ ἀνθρώπινον, ἀλλ’ ἢ θεῖον ἢ θηριῶδες. Οὕτω δὲ τούτων θανόντων καὶ περὶ τῶν ἄλλων συνωμοτῶν ψῆφον ἐνεγκεῖν ὁ Βροῦτος ἀπῄτητο. ὁ δέ τοῖς μὲν υἱέσιν εἶπεν αὐτὸς ἀποχρῶν εἰμι δικαστής, περὶ δὲ τῶν ἄλλων τοῖς πολίταις ἐλευθέροις οὖσι τῆς ψήφου παραχωρῶ. ψήφου τοίνυν δοθείσης πάντες ἐπελεκίσθησαν. ἦσαν δὲ τούτων τινὲς τῷ Κολλατίνῳ προσήκοντες· δι’ οὓς καὶ ὠργίζετο. ὅθεν ὁ Βροῦτος οὕτω κατ’ αὐτοῦ τὸν δῆμον παρώξυνεν ὡς μικροῦ καὶ αὐτοχειρίᾳ αὐτὸν ἀνελεῖν. ἀλλὰ τοῦτο μὲν οὐκ ἐποίησαν, τὴν δ’ ἀρχὴν ἠνάγκασαν αὐτὸν ἀπειπεῖν. εἵλοντο δὲ ἀντ’ ἐκείνου συνάρχοντα Πόπλιον Οὐαλέριον, ὃς Ποπλικόλας προσωνομάσθη· δηλοῖ δ’ ἡ κλῆσις ἐξελληνιζομένη δημοκηδῆ ἢ δημοτικώτατον.
PG 134:347Ταρκύνιος δὲ ἀπογνοὺς τὴν ἐκ προδοσίας τῆς βασιλείας ἀνάληψιν, προσῄει τοῖς Τυρσηνοῖς. οἱ δὲ δυνάμει βαρείᾳ κατῆγον αὐτόν. ἀντεξῆγον δὲ καὶ τοὺς Ῥωμαίους οἱ ὕπατοι. ἀρχομένης δὲ τῆς μάχης Ἄρρων ὁ Ταρκυνίου παῖς καὶ Βροῦτος ὁ Ῥωμαίων ὕπατος ἀλλήλοις περιπεσόντες ἐμάχοντο, καὶ ἀφειδήσαντες ὑπὸ θυμοῦ ἑαυτῶν συναπέθανον. μεγάλης δὲ τῆς μάχης γενομένης καὶ πολλῶν ἑκατέρωθεν πεσόντων ἄκριτος ἦν ἡ νίκη. νυκτὸς δ’ ἐπελθούσης λέγεται σεισθῆναι τὸ ἄλσος παρ’ ᾧ ἐστρατοπεδεύοντο, καὶ φωνὴν ἐκπεσεῖν ἐκεῖθεν μεγάλην φράζουσαν ἑνὶ πλείους τεθνάναι Τυρρηνῶν ἢ Ῥωμαίων. ἅμα δὲ τῇ φωνῇ Ῥωμαῖοι μὲν μέγα καὶ θαρσαλέον ἠλάλαξαν, πτοία δ’ ἐνέπεσε Τυρρηνοῖς· καὶ θορυβηθέντες τοῦ στρατοπέδου ἐξέπεσον· εἷλον δ’ οἱ Ῥωμαῖοι τοῦτο καὶ διηρπάκασιν. ἀριθμηθέντες δὲ οἱ νεκροὶ τῶν ἐν τῇ μάχῃ θανόντων εὑρέθησαν οἱ μὲν τῶν Τυρρηνῶν ἐπὶ μυρίοις χίλιοι τριακόσιοι, οἱ δὲ Ῥωμαῖοι παρ’ ἕνα τοςοῦτοι. ἐθριάμβευσε δὲ Οὐαλέριος Ποπλικόλας πρῶτος ὑπατεύων.
Ὁ δὲ Ταρκύνιος μετὰ τὴν μεγάλην μάχην, ἐν ᾗ καὶ τὸν υἱὸν ἀπέβαλε μαχεσάμενον Βρούτῳ, καταφυγὼν εἰς τὸ Κλούσιον ἱκέτευε Κλάραν Πορσίναν, ἄνδρα μεγίστην ἔχοντα δύναμιν τῶν Ἰταλικῶν βασιλέων· καὶ ὃς αὐτῷ βοηθήσειν ὑπέσχετο. καὶ πρῶτον μὲν ἔπεμψεν εἰς Ῥώμην κελεύων δέχεσθαι τὸν Ταρκύνιον, ὡς δὲ οὐχ ὑπήκουσαν, ἀφίκετο μετὰ βαρείας δυνάμεως. Ποπλικόλας δὲ Οὐαλέριος εἰς ἀρχὴν τὸ δεύτερον αἱρεθεὶς καὶ μάχην συνάψας καὶ τραυματισθεὶς φοράδην τῆς μάχης ἐξεκομίσθη. ἐπικειμένου δὲ τοῦ Πορσίνα τῇ πόλει λιμὸς ἥπτετο τῶν Ῥωμαίων. ἔκ τινος δὲ συμβεβηκότος ἢ μᾶλλον ἐκ προνοίας γενομένου ὁ Πορσίνας τὸν πρὸς Ῥωμαίους κατέλυσε πόλεμον. ἀνὴρ γάρ τις Μούκιος Κόρδος, εἰς πᾶσαν ἀρετὴν ἀγαθός, ἐν δὲ τοῖς πολεμικοῖς ἄριστος, Σκαιόλας τὴν ἐπίκλησιν, ὃ δηλοῖ τὸν μονόχειρα ἢ μὴ ἀρτιόχειρα, τὸν Πορσίναν ἀνελεῖν βουλευσάμενος παρῆλθεν εἰς τὸ ἐκείνου στρατόπεδον, Τυρσηνίδα φορῶν ἐσθῆτα καὶ ὁμοίᾳ κεχρημένος φωνῇ. καὶ σαφῶς μὲν τὸν Πορσίναν οὐκ εἰδώς, ἐρέσθαι δὲ δεδιώς, τὸν γραμματέα αὐτοῦ συγκαθήμενον αὐτῷ καὶ ὁμοίως ἔχοντα τῆς στολῆς σπασάμενος τὸ ξίφος ἀπέκτεινε, καὶ συλληφθεὶς ἀνεκρίνετο·
PG 134:348ἐσχαρίδος δέ τινος τῷ Πορσίνᾳ μέλλοντι θύειν τότε κεκοσμημένης, ὑπερσχὼν τὴν χεῖρα καιομένης τῆς σαρκὸς εἱστήκει πρὸς τὸν Πορσίναν ἀποβλέπων ἀτρέπτῳ προσώπῳ, ὅθεν αὐτῷ τῆς χειρὸς φθαρείσης ἐγένετο ἡ ἐπίκλησις, μέχρι θαυμάσας ἐκεῖνος ἀφῆκεν αὐτόν. ὁ δὲ Σκαιόλας ἕτερον τρόπον ἐσοφίσατο τὸν ἐχθρόν, καὶ εἶπε τὸν φόβον σου, Πορσίνα, νενικηκὼς ἥττημαί σου τῆς ἀρετῆς, καὶ χάριτι μηνύω ἃ πρὸς ἀνάγκην οὐκ ἂν ἐξηγόρευσα. τριακόσιοι Ῥωμαίων τὴν αὐτὴν ἐμοὶ γνώμην ἔχοντες ἐν τῷ στρατοπέδῳ σου διατρίβουσιν, ὧν ἐγὼ προεπιχειρήσας κλήρῳ λαχὼν οὐκ ἄχθομαι τῇ τύχῃ, διαμαρτὼν ἀνδρὸς ἀγαθοῦ καὶ φίλου μᾶλλον ἢ πολεμίου Ῥωμαίοις εἶναι προσήκοντος. ἐντεῦθεν ὁ Πορσίνας πρὸς τὰς συμβάσεις ἐγένετο προθυμότερος. Ὁ δὲ Ποπλικόλας τὸ τρίτον ὑπατεύων τότε προυκαλεῖτο συνεχῶς τὸν Ταρκύνιον ἐπὶ δίκῃ, ὡς ἐξελέγξων κάκιστον καὶ ἐκπεπτωκότα τῆς ἀρχῆς ἐνδικώτατα, τοῦ Πορσίνου δικάζοντος. ἀποκριναμένου δὲ Ταρκυνίου μὴ αἱρεῖσθαι Πορσίναν διαιτητήν, εἰ σύμμαχος ὢν μεταβάλλεται, καταγνοὺς ὁ Πορσίνας τὸν πόλεμον κατελύσατο.
καὶ μετὰ ταῦτα δὲ πολλάκις μὲν ἐπεχείρησαν οἱ Ταρκύνιοι τὴν βασιλείαν ἀναλαβεῖν, τοῖς ὁμοροῦσι Ῥωμαίοις ἔθνεσι συμμαχούμενοι, πάντες δὲ ἐν ταῖς μάχαις ἐφθάρησαν, πλὴν τοῦ γέροντος, ὃς καὶ Σούπερβος ἐκαλεῖτο· εἴποι ἄν τις Ἕλλην ἀνήρ, ὑπερήφανος. κἀκεῖνος δὲ μετέπειτα εἰς Κύμην τὴν ἐν Ὀπικίᾳ γενόμενος ἐτελεύτησεν. Οὕτω μὲν οὖν τοῖς Ταρκυνίοις τὰ πράγματα ἐπεράνθησαν· ἐκείνων δ’ ἐξωσθέντων τῆς βασιλείας ὕπατοι, ὡς εἴρηται, παρὰ τῶν Ῥωμαίων ᾑρέθησαν. ὧν εἷς ἦν καὶ Πόπλιος Οὐαλέριος, ὃς τετράκις ὑπάτευσεν, ὁ καὶ Ποπλικόλας ἐπικληθείς. οὗτος οὖν μόνος ἄρχων καὶ μὴ συνάρχοντα εἰληφὼς Ῥωμαίοις προσέκρουσε, λέγουσι μὴ τῆς τοῦ Βρούτου κληρονόμον ὑπατείας εἶναι, τῆς δὲ τοῦ Ταρκυνίου τυραννίδος διάδοχον, ὑπὸ ῥάβδοις ὁμοῦ πάσαις καὶ πελέκεσι προϊόντα ἐξ οἰκίας τοσαύτης τὸ μέγεθος καὶ τὸ κάλλος. καὶ γὰρ πολυτελεστέραν εἶχεν οἰκίαν ἐπικειμένην τῇ ἀγορᾷ.
ταῦτα ὁ Ποπλικόλας μαθών, τεχνίτας πλείστους συναγαγὼν νυκτὸς κατέβαλε τὴν οἰκίαν καὶ ταύτην κατέσκαψεν, ὥστε μεθ’ ἡμέραν τοὺς Ῥωμαίους βλέποντας τὸ γενόμενον τὴν μὲν τοῦ ἀνδρὸς μεγαλοφροσύνην θαυμάζειν, ἄχθεσθαι δ’ ὑπὲρ τῆς οἰκίας διὰ τὸ μέγεθος καὶ τὸ κάλλος. καὶ τοὺς πελέκεις δὲ τῶν ῥάβδων ἀπέλυσεν, αὐτάς τε τὰς ῥάβδους εἰς ἐκκλησίαν παριὼν ἀφῆκε τῷ δήμῳ. καὶ τὴν τῶν χρημάτων διοίκησιν ἄλλοις ἀπένειμεν, ἵνα μὴ τούτων ἐγκρατεῖς ὄντες οἱ ὑπατεύοντες μέγα δύνωνται. ὅτε πρῶτον οἱ ταμίαι ἤρξαντο γίνεσθαι· κοιαίστωρας δ’ ἐκάλουν αὐτούς. οἳ πρῶτον μὲν τὰς θανασίμους δίκας ἐδίκαζον, ὅθεν καὶ τὴν προσηγορίαν ταύτην διὰ τὰς ἀνακρίσεις ἐσχήκασι καὶ διὰ τὴν τῆς ἀληθείας ἐκ τῶν ἀνακρίσεων ζήτησιν· ὕστερον δὲ καὶ τὴν τῶν κοινῶν χρημάτων διοίκησιν ἔλαχον, καὶ ταμίαι προσωνομάσθησαν. μετὰ ταῦτα δ’ ἑτέροις μὲν ἐπετράπη τὰ δικαστήρια, ἐκεῖνοι δὲ τῶν χρημάτων ἦσαν διοικηταί. ἀπέδειξε δὲ ἑαυτῷ συνάρχοντα τὸν τῆς Λουκρητίας πατέρα Λουκρήτιον. ταχὺ δὲ τούτου θανόντος ᾑρέθη Μάρκος Ὁράτιος συνάρχειν αὐτῷ τὸν ὑπόλοιπον καιρὸν τοῦ ἐνιαυτοῦ.
PG 134:349αἱρεθεὶς δὲ καὶ αὖθις ὕπατος ὁ Ποπλικόλας ἔσχε συνυπατεύοντα Τίτον Λουκρήτιον. Μετὰ δὲ ταῦτα Σαβίνων ἐμβαλόντων εἰς τὴν χώραν ὕπατος ἀνεδείχθη Μάρκος Οὐαλέριος ἀδελφὸς Ποπλικόλα καὶ Ποστούμιος Τούβερτος. πραττομένων δὲ τῶν πολέμων γνώμῃ καὶ παρουσίᾳ τοῦ Ποπλικόλα, δυσὶ μάχαις ὁ Μάρκος ἐνίκησεν, ὧν ἐν τῇ δευτέρᾳ μηδένα Ῥωμαίων ἀποβαλὼν τρισχιλίους ἐπὶ μυρίοις τῶν πολεμίων ἀνεῖλε. Τῷ δ’ ἑξῆς ἔτει πάλιν ὑπάτευε Ποπλικόλας. καὶ προσεδοκᾶτο Σαβίνων τε καὶ Λατίνων ὁμονοησάντων κατὰ τῆς Ῥώμης προσέλασις. ἦν δ’ ἐν Σαβίνοις ἀνὴρ Ἄππιος Κλαύδιος ἔν τε χρήμασι καὶ ῥώμῃ σώματος πρωτεύων, ἐν ἀρετῆς δὲ μάλιστα δόξῃ ἐπιφανὴς καὶ λόγου δεινότητι· ὃς διὰ ταῦτα φθονούμενος ἐπεβουλεύετο παρὰ τῶν ὁμογενῶν ὅτι συνεβούλευε καταπαύειν τὸν πόλεμον. διὸ αὐτός τε τῇ Ῥώμῃ προσεληλύθει καὶ πολλοὺς τῶν φίλων τε καὶ οἰκείων συνέπεσθαί οἱ συνέπεισεν. οὓς ὁ Ποπλικόλας φιλοφρόνως ἐδέξατο, τῇ βουλῇ τὸν Κλαύδιον προσγραψάμενος. ὅθεν καὶ ἐμφρόνως πολιτευόμενος ἀνέδραμεν εἰς τὸ πρῶτον ἀξίωμα, καὶ γένος μέγα τὸ Κλαυδίων κατέλιπεν ἐπὶ πλεῖστον ἀνθῆσαν καὶ προεληλυθὸς εἰς δόξης ἀκρότητα.
οἱ δὲ Σαβῖνοι καὶ τοῦτο τοῦ πολέμου ποιησάμενοι πρόφασιν στρατῷ μεγάλῳ κατὰ τῆς Ῥώμης ἐπήλασαν. οἷς τοὺς Ῥωμαίους ὁ Ποπλικόλας ἀντεπαγαγών, καὶ στρατηγήσας ὡς ἄριστα, μικροῦ πάντας ἀπώλεσε· καὶ τὸν δῆμον ἐκ τῶν λαφύρων καὶ τῶν αἰχμαλώτων ὠφέλησεν. ἀγαγὼν δ’ ἐπὶ τῇ νίκῃ θρίαμβον, καὶ τοῖς μετ’ αὐτὸν ὑπάτοις παραδοὺς τὴν πόλιν, εὐθὺς ἐτελεύτησε, δημοσίᾳ ταφεὶς καὶ θρηνηθεὶς ἐφ’ ὅλον ἐνιαυτόν. Οἱ μέντοι Σαβῖνοι δι’ ὀργὴν ὧν ἔπαθον οὐδὲ τὸν χειμῶνα ἠρέμησαν, ἀλλὰ τὴν Ῥωμαί̈δα χώραν κατέδραμον, καὶ τὸν Ποστούμιον ἐκάκωσαν τὸ δεύτερον ὑπατεύοντα· καὶ εἷλον ἂν αὐτὸν πανσυδί, εἰ μὴ Μενήνιος Ἀγρίππας ὁ συνάρχων αὐτῷ ἐπεκούρησε. προσπεσόντες δὲ αὐτοῖς πολλοὺς ἔφθειραν, ὥστε τοὺς λοιποὺς ἀναχωρῆσαι. μετὰ δὲ ταῦτα Σπούριός τε Κάσσιος καὶ Ὀπιτώριος Οὐεργίνιος ὑπατεύοντες τοῖς Σαβίνοις ἐσπείσαντο. Καμέριον δὲ τὸ ἄστυ ἑλόντες τοὺς μὲν πλείους ἀπέκτειναν, τοὺς δὲ λοιποὺς ζωγρήσαντες ἀπέδοντο, καὶ τὴν πόλιν κατέσκαψαν. Ποστούμιος δὲ Κομίνιος καὶ Τίτος Λάρκιος δούλους τινὰς ἐπὶ καταλήψει τοῦ Καπιτωλίου συνωμοσίαν θεμένους συλλαβόντες ἔφθειραν.
PG 134:350Σερούιός τε Σουλπίκιος καὶ Μάρκος Τούλλιος ἑτέραν αὖθις συνωμοσίαν δούλων καὶ ἄλλων δή τινων συστάντων αὐτοῖς προκατέλαβον, ἀγγελθεῖσαν αὐτοῖς πρός τινων τῆς ἐπιβουλῆς μετεχόντων. οὓς καὶ συσχόντες περισταδὸν κατέκοψαν. τοῖς δὲ μηνυταῖς ἄλλα τε καὶ πολιτεία ἐδόθη. Αὖθις δὲ πολέμου παρὰ Λατίνων κατὰ Ῥώμης κεκινημένου οὐκ ἤθελον οἱ πολλοὶ τὰ ὅπλα λαβεῖν, ἀποκοπὴν τῶν χρεῶν ἀξιοῦντες γενέσθαι. καὶ διὰ τοῦτο καινήν τινα ἀρχὴν ἐπ’ ἀμφοτέροις αὐτοῖς τότε πρῶτον οἱ δυνατοὶ κατεστήσαντο· δικτάτωρ ὁ ταύτης ἠξιωμένος ὠνόμαστο, ἠδύνατο δὲ πάντα ἐξ ἴσου τοῖς βασιλεῦσι. τὴν μὲν γὰρ τοῦ βασιλέως ἐπωνυμίαν διὰ τοὺς Ταρκυνίους ἐμίσησαν, τὴν δ’ ἐκ τῆς μοναρχίας ὠφέλειαν θέλοντες, ὡς πολὺ ἰσχυούσης ἐς τὰς τῶν πολέμων καὶ τῶν στάσεων περιστάσεις, ἐν ἄλλῳ ταύτην ὀνόματι εἵλοντο. ἦν οὖν, ὡς εἴρηται, ἡ δικτατωρεία κατά γε τὴν ἐξουσίαν τῇ βασιλείᾳ ἰσόρροπος, πλὴν ὅτι μὴ ἐφ’ ἵππον ἀναβῆναι ὁ δικτάτωρ ἠδύνατο, εἰ μὴ ἐκστρατεύεσθαι ἔμελλεν, οὔτε ἐκ τῶν δημοσίων χρημάτων ἀναλῶσαί τι ἐξῆν αὐτῷ, εἰ μὴ ἐψηφίσθη·
δικάζειν δὲ καὶ ἀποκτείνειν καὶ οἴκοι καὶ ἐν στρατείαις ἠδύνατο, καὶ οὐ τοὺς τοῦ δήμου μόνους, ἀλλὰ καὶ ἐκ τῶν ἱππέων καὶ ἐξ αὐτῆς τῆς βουλῆς. καὶ οὔτ’ ἐγκαλέσαι τις αὐτῷ οὔτ’ ἐναντίον τι διαπράξασθαι ἴσχυεν, οὐδὲ οἱ δήμαρχοι, οὔτε δίκη ἐφέσιμος ἐγίνετο ἀπ’ αὐτοῦ. οὐκ ἐπὶ πλέον δὲ τῶν ἓξ μηνῶν ἡ τῆς δικτατωρείας ἀρχὴ παρετείνετο, ἵνα μή τις αὐτῶν ἐν τοσούτῳ κράτει καὶ ἐξουσίᾳ ἀκράτῳ χρονίσας ὑπερφρονήσῃ καὶ πρὸς ἔρωτα μοναρχίας ἐκκυλισθῇ. ὅπερ ἐς ὕστερον καὶ ὁ Καῖσαρ Ἰούλιος ἔπαθεν, ἐπεὶ παρὰ τὰ νενομισμένα τῆς δικτατωρείας ἠξίωτο. Τότε μὲν οὖν δικτάτωρος γενομένου Λαρκίου οὐδὲν ὁ δῆμος ἐνεωτέρισεν, ἀλλὰ καὶ ἐν τοῖς ὅπλοις ἐγένοντο. τῶν δὲ Λατίνων ἡσυχίαν ἀγόντων ἐπὶ συνθήκαις, οἱ δανεισταὶ τοὺς ὀφειλέτας μετεχειρίζοντο βιαιότερον, καὶ ὁ δῆμος αὖθις ἐστασίαζε διὰ τοῦτο, ὥστε καὶ εἰς τὸ συνέδριον συνδραμεῖν· καὶ πάντες ἂν ὑπὸ τῶν εἰσπεσόντων ἐν αὐτῷ διεφθάρησαν, εἰ μή τινες τοὺς Οὐολούσκους εἰς τὴν χώραν ἐμβαλεῖν ἤδη κατήγγειλαν. πρὸς δὲ τὴν τοιαύτην ἀγγελίαν ὁ δῆμος ἠρέμησεν, οὐχὶ φεισάμενος τῆς βουλῆς, ἀλλ’ ὡς ὑπὸ τῶν πολεμίων ὅσον οὔπω φθαρησομένης.
PG 134:351διὸ οὔτε τοῦ τείχους ἔθεντο φυλακὴν οὔτε τινὰ παρεῖχον βοήθειαν, μέχρις ὁ Σερουίλιος τούς τε ἐξ ὑπερημερίας κρατουμένους ἀφῆκε, καὶ ἄδειαν τῶν εἰσπράξεων καθ’ ὅσον στρατεύοιντο ἐψηφίσατο, καὶ κουφίσαι τὰ χρέα ὑπέσχετο. τότε μὲν οὖν διὰ ταῦτα τοῖς πολεμίοις ἐπεξελθόντες ἐνίκησαν· μήτε δὲ τῶν χρεῶν κουφισθέντες μήτ’ ἄλλου μηδενὸς τυχόντες ἐπιεικοῦς, καὶ πάλιν ἐθορύβουν τε καὶ ὠργίζοντο, καὶ κατὰ τῆς βουλῆς καὶ τῶν στρατηγῶν ἐστασίαζον. Πολέμου δὲ αὖθις ἐπενεχθέντος οἱ μὲν στρατηγοὶ χρεῶν ἀποκοπὰς ἐψηφίζοντο, ἠναντιώθησαν δ’ ἕτεροι· διὸ καὶ δικτάτωρ ἐρρήθη Οὐαλέριος Μάρκος, ἐκ τῆς Ποπλικόλα συγγενείας γενόμενος καὶ τῷ πλήθει φιλούμενος· ἔνθεν τοι τοσοῦτοι καὶ οὕτω προθύμως, ἐπεὶ αὐτοῖς καὶ ἆθλα ὑπέσχετο, συνελέγησαν, ὡς καὶ τῶν Σαβίνων κρατῆσαι καὶ τῶν συμμαχούντων αὐτοῖς Οὐολούσκων καὶ Αἰκουῶν. ἐπὶ τούτοις ἄλλας τε τῷ Οὐαλερίῳ ὁ δῆμος τιμὰς ἐψηφίσατο καὶ Μάξιμον ἐπωνόμασεν· ἐξελληνιζόμενον δὲ μέγιστον σημαίνει τὸ ὄνομα. ὁ δὲ θέλων τῷ δήμῳ χαρίσασθαι πολλὰ διειλέχθη τῇ γερουσίᾳ, ἀλλ’ οὐκ ἔσχε ταύτην πειθήνιον.
διὸ σὺν ὀργῇ ἐκπηδήσας τοῦ συνεδρίου, δημηγορήσας τε πρὸς τὸν δῆμον πολλὰ κατὰ τῆς βουλῆς τὴν ἡγεμονίαν ἀπείπατο. καὶ ὁ δῆμος ἔτι μᾶλλον εἰς στάσιν ἠρέθιστο. οἱ γὰρ δανεισταί, τῆς περὶ τὰ συμβόλαια ἀκριβείας ἐχόμενοι καὶ μή τι τοῖς ὄφλουσιν ἐνδιδόντες, τοῦ ἀκριβοῦς τε διήμαρτον καὶ πολλῶν ἑτέρων ἀπέτυχον. ἡ γὰρ πενία καὶ ἡ ἐκ ταύτης ἀπόνοια κακόν ἐστι βίαιον, εἰ δὲ καὶ τὸ πλῆθος προσλάβοι, καὶ δυσμαχώτατον. πλείστων γοῦν δεινῶν τοῖς Ῥωμαίοις αἰτία ἡ τότε τῶν δυνατωτέρων πρὸς τοὺς ὑποδεεστέρους ἀκρίβεια γέγονεν. ὡς γὰρ ταῖς στρατείαις τε τὸ στρατιωτικὸν ἐπιέζετο καὶ πολλὰ πολλάκις ἐλπίσαν σαφῶς ἐξηπάτητο, καὶ παρὰ τῶν δανειστῶν οἱ ὀφειλέται ὑβρίζοντο καὶ ᾐκίζοντο, ἐς τοσοῦτον ὀργῆς ἐξεκαύθησαν ὡς καὶ τὴν πόλιν τῶν ἀπόρων πολλοὺς ἐκλιπεῖν καὶ ἐκ τοῦ στρατοπέδου ἀναχωρῆσαι καὶ ἐκ τῆς χώρας ὡς πολεμίους τὰς τροφὰς ἐρανίζεσθαι. Οὕτω δὲ τούτων συνενεχθέντων, ἐπεὶ πολλοὶ πρὸς τοὺς ἀποστάντας συνέρρεον, δείσαντες οἱ βουλευταὶ μὴ ἐπὶ πλέον οὗτοί τε ἐκπολεμωθῶσι καὶ τῇ στάσει συνεπίθωνται οἱ περίοικοι, διεκηρυκεύσαντο πρὸς αὐτούς, ὅσα πρὸς βουλῆς ἦσαν αὐτοῖς ποιεῖν ὑπισχνούμενοι.
ὡς δὲ μάλιστα ἐθρασύνοντο καὶ οὐδένα λόγον ἐδέχοντο, εἷς τῶν πρέσβεων Ἀγρίππας Μενήνιος μύθου τινὸς σφᾶς ἀκοῦσαι ἠξίωσε· καὶ τυχὼν εἶπε στασιάσαι πρὸς τὴν γαστέρα τὰ μέλη πάντα τοῦ σώματος, καὶ φάναι τοὺς ὀφθαλμοὺς ὡς ἡμεῖς τάς τε χεῖρας ἐνεργοὺς εἰς ἔργα καὶ τοὺς πόδας πρὸς πορείαν τιθέαμεν, τὴν γλῶσσαν δὲ καὶ τὰ χείλη ὅτι δι’ ἡμῶν τὰ τῆς καρδίας βουλεύματα διαγγέλλονται, τὰ ὦτα δ’ αὖ ὡς δι’ ἡμῶν οἱ ἑτέρων λόγοι τῷ νοὶ̈ παραπέμπονται, τὰς δὲ χεῖρας ὅτι ἐργάτιδες οὖσαι ἡμεῖς περιποιούμεθα πορισμούς, τοὺς πόδας δ’ αὖθις ὅτι ἅπαν ἡμεῖς τὸ σῶμα φέροντες κοπιῶμεν κἀν ταῖς πορείαις κἀν ταῖς ἐργασίαις καὶ ἐν ταῖς στάσεσιν· ἡμῶν δ’ ἐνεργούντων οὕτω σὺ μόνη ἀσυντελὴς οὖσα καὶ ἀεργὸς ὑπὸ πάντων ἡμῶν ὡς δέσποινά τις ὑπηρετῇ καὶ τῶν ἐκ καμάτου πάντων ἡμῶν πορισμῶν ἀπολαύεις αὐτή. ἡ δὲ γαστὴρ συνέθετο καὶ αὐτὴ οὕτω ταῦτ’ ἔχειν, καὶ εἰ δοκεῖ, ἔφησεν, ἀχορήγητόν με ἐάσατε, μηδέν μοι προσφέροντες. ἔδοξε ταῦτα, καὶ μή τι τοῦ λοιποῦ χορηγεῖσθαι τῇ γαστρὶ κοινῶς ἐψηφίσθη τοῖς μέλεσι.
PG 134:352τροφῆς δὲ μὴ προσφερομένης αὐτῇ οὔθ’ αἱ χεῖρες πρὸς ἔργον ἦσαν εὐκίνητοι διὰ τὴν ἔνδειαν τῆς γαστρὸς ἀτονήσασαι, οὔθ’ οἱ πόδες ἔρρωντο, οὔτε τι ἕτερον τῶν μελῶν τὴν οἰκείαν ἐνέργειαν παρεῖχεν ἀπρόσκοπον, ἀλλ’ ἄπρακτα πάντα δυσκίνητά τε ἢ καὶ τέλεον ἦσαν ἀκίνητα. καὶ τότε συνῆκαν ὅτι τὰ τῇ γαστρὶ προσφερόμενα οὐ μᾶλλον ἐκείνῃ, ἀλλ’ αὐτοῖς κεχορήγηνται καὶ αὐτῶν ἕκαστον τῶν ἐκείνῃ προσαγομένων παραπολαύει. Τούτοις τοῖς λόγοις τὸ πλῆθος συνῆκεν ὡς αἱ τῶν εὐπόρων οὐσίαι καὶ τοῖς πένησίν εἰσιν εἰς ὠφέλειαν, καὶ εἰ κἀκεῖνοι ὠφελοῖντο ἐκ δανεισμάτων καὶ τὰς οὐσίας αὔξουσιν, οὐκ εἰς βλάβην τοῦτο τῶν πολλῶν ἀποβαίνει, ὡς εἴ γε μὴ ἔχοιεν οἱ πλουτοῦντες, οὐδ’ οἱ πένητες ἂν ἐν καιροῖς ἀναγκαίοις ἕξουσι τοὺς δανείσοντας, καὶ ἀπολοῦνται χρείας κατεπειγούσης. ἐντεῦθεν ἠπιώτεροι γενόμενοι κατηλλάγησαν, κουφισμὸν τῶν ὀφειλῶν καὶ τῶν ὑπερημεριῶν ἄφεσιν τῆς βουλῆς ψηφισαμένης αὐτοῖς.
Φοβηθέντες δὲ μὴ σκεδασθείσης αὐτοῖς τῆς συστάσεως ἢ τὰς συνθήκας οὐκ ἐπιτελεῖς ἕξουσιν ἢ κακωθῶσι διαλυθέντες καὶ ἄλλος κατ’ ἄλλην πρόφασιν κολάζοιτο συνεχόμενος, συνέθεντο ἐπαρήγειν ἀλλήλοις, ἄν τίς τι ἀδικοῖτο, καὶ ὅρκους ἐπὶ τούτῳ ὑπέσχον, καὶ προστάτας αὐτίκα ἐξ ἑαυτῶν δύο προεχειρίσαντο, εἶτα καὶ πλείους, ἵν’ εἶεν αὐτοῖς κατὰ συμμορίαν βοηθοί τε καὶ τιμωροί. καὶ τοῦτο οὐχ ἅπαξ ἐποίησαν, ἀλλ’ ἔκτοτε τὸ πρᾶγμα ἀρξάμενον οὕτω προέβαινε, καὶ ἐπ’ ἐνιαυτὸν τοὺς προστάτας ὡς ἀρχήν τινα ἀπεδείκνυσαν, τῇ μὲν τῶν Λατίνων γλώσσῃ καλουμένους τριβούνους, οὕτω γὰρ οἱ χιλίαρχοι κέκληνται, δημάρχους δὲ προσαγορευομένους τῇ Ἑλληνίδι φωνῇ. ἵνα δὲ διαστέλληται ἡ τῶν τριβούνων προσηγορία, τοῖς μὲν τὸ τῶν στρατιωτῶν, τοῖς δὲ τὸ τοῦ πλήθους προσέθεντο πρόσρημα. οὗτοι δὴ τοῦ πλήθους οἱ τριβοῦνοι ἢ δήμαρχοι μεγάλων κακῶν αἴτιοι τῇ Ῥώμῃ γεγόνασι. τὸ μὲν γὰρ τῶν ἀρχόντων ὄνομα οὐκ ἔσχον εὐθύς, ἰσχὺν δ’ ὑπὲρ πάντας τοὺς ἄλλους ἐκτήσαντο, ἤμυνόν τε δεομένῳ παντί, καὶ πάντα τὸν ἐπιβοησάμενον σφᾶς ἀφῃροῦντο οὐκ ἐκ μόνων ἰδιωτῶν, ἀλλὰ καὶ ἀπ’ αὐτῶν τῶν ἀρχόντων, πλὴν τῶν δικτατώρων.
PG 134:353εἰ δέ τις καὶ ἀπόντας αὐτοὺς ἐπεκαλέσατο, κἀκεῖνος ἀπὸ τοῦ συνέχοντος αὐτὸν ἀπηλλάττετο καὶ ἢ ἐς τὸ πλῆθος ὑπ’ αὐτῶν εἰσήγετο ἢ καὶ ἀπελύετο. ἀλλὰ καὶ εἴ τί που ἔδοξεν αὐτοῖς μὴ γενέσθαι, ἐκώλυον, κἂν ἰδιώτης ἦν ὁ ποιῶν κἂν ἄρχων· κἂν ὁ δῆμος κἂν ἡ βουλὴ πράττειν ἔμελλέ τι κἂν ψηφίζεσθαι, εἷς δέ τις ἠναντίωτο δήμαρχος, ἄπρακτος καὶ ἡ πρᾶξις καὶ ἡ ψῆφος ἐγίνετο. τοῦ χρόνου δὲ προϊόντος καὶ τὴν γερουσίαν ἀθροίζειν καὶ ζημιοῦν τὸν μὴ πειθαρχοῦντα καὶ μαντείᾳ χρῆσθαι καὶ δικάζειν ἐπετράπησαν ἢ ἑαυτοῖς ἐπέτρεψαν. καὶ ὃ γὰρ ποιεῖν αὐτοῖς οὐκ ἐξῆν, κατώρθουν ἐκ τῆς ἀνανταγωνίστου πρὸς πᾶν τὸ πραττόμενον ὑφ’ ἑτέρων ἐναντιώσεως. καὶ γὰρ καὶ νόμους εἰσήγαγον ἵν’ ὅστις αὐτοῖς ἔργῳ ἢ λόγῳ προσκρούσῃ, κἂν ἰδιώτης εἴη κἂν ἄρχων, ἱερός τε ᾖ καὶ τῷ ἄγει ἐνέχηται. τὸ δὲ ἱερὸν εἶναι ἀπολωλέναι ἦν· οὕτω γὰρ πᾶν ὅπερ ἂν ὥσπερ τι θῦμα εἰς σφαγὴν καθιερώθη, ὠνόμαστο. καὶ αὐτοὺς δὲ τοὺς δημάρχους τὸ πλῆθος σακροσάγκτους ὠνόμασαν, οἷον τείχη ἅγια εἰς φρουρὰν τῶν σφᾶς ἐπικαλουμένων τυγχάνοντας. σάκρα γὰρ παρὰ Ῥωμαίοις τὰ τείχη καὶ σάγκτα τὰ ἅγια. ἔδρων οὖν πολλὰ ἄτοπα·
καὶ γὰρ καὶ ὑπάτους ἔβαλλον εἰς τὸ δεσμωτήριον καὶ ἐθανάτουν τινὰς μηδὲ λόγου τυγχάνοντας. καὶ οὐδεὶς αὐτοῖς ἐναντιωθῆναι ἐτόλμα· εἰ δὲ μή, καὶ αὐτὸς ἱερὸς ἐγίνετο. εἰ μέντοι τινὲς μὴ παρὰ πάντων τῶν δημάρχων κατεδικάζοντο, τοὺς μὴ ὁμογνωμονοῦντας ἐπεκαλοῦντο εἰς ἀρωγήν, καὶ οὕτως εἰς δίκην καθίσταντο ἢ παρ’ αὐτοῖς ἐκείνοις ἢ παρά τισι δικασταῖς ἢ καὶ παρὰ τῷ πλήθει, καὶ τῆς νικώσης ἐγίνοντο. εἰς δέκα δὲ προϊόντος τοῦ χρόνου οἱ δήμαρχοι κατέστησαν· ὅθεν αὐτοῖς τὸ πολὺ τῆς ἰσχύος κατεβέβλητο. φύσει γὰρ ὥσπερ, φθόνῳ δὲ μᾶλλον, ἀλλήλοις οἱ συνάρχοντες διαφέρονται· καὶ χαλεπὸν πολλοὺς ἐν δυνάμει μάλιστα ὄντας συμφρονῆσαι. ἅμα δὲ καὶ οἱ ἄλλοι διασπᾶν τὴν αὐτῶν δύναμιν μηχανώμενοι, ὅπως ἀσθενέστεροι διχογνωμονοῦντες ὦσιν, ἐστασίαζον, καὶ οἱ μὲν τοῖσδε, οἱ δὲ τοῖσδε προσετίθεντο. εἰ δὲ καὶ εἷς σφῶν ἀντεῖπε, τὰς τῶν ἄλλων διαγνώσεις ἀπράκτους ἀπέφαινε. τὸ μὲν οὖν πρῶτον οὐκ εἰσῄεσαν εἰς τὸ βουλευτήριον, καθήμενοι δὲ ἐπὶ τῆς εἰσόδου τὰ ποιούμενα παρετήρουν, καὶ εἴ τι μὴ αὐτοῖς ἤρεσκε, παραχρῆμα ἀνθίσταντο· εἶτα καὶ εἰσεκαλοῦντο ἐντός.
εἰσέπειτα μέντοι καὶ μετέλαβον τῆς βουλείας οἱ δημαρχήσαντες, καὶ τέλος κἀκ τῶν βουλευτῶν τινες ἠξίωσαν δημαρχεῖν, εἰ μή τις εὐπατρίδης ἐτύγχανεν· οὐ γὰρ ἐδέχετο τοὺς εὐπατρίδας ὁ ὅμιλος. κατὰ γὰρ τῶν εὐπατριδῶν ἑλόμενοι τοὺς δημάρχους, καὶ πρὸς τοσαύτην δύναμιν προσαγαγόντες, ἐδεδοίκεσαν μή τις αὐτῶν τῇ ἰσχύϊ ἐς τοὐναντίον κατ’ αὐτῶν χρήσηται. εἰ δέ τις τὸ τοῦ γένους ἀξίωμα ἐξωμόσατο καὶ πρὸς τὴν τοῦ πλήθους μετέστη νόμισιν, ἀσμένως αὐτὸν προσεδέχοντο. καὶ συχνοὶ τῶν σφόδρα εὐπατριδῶν ἀπείπαντο τὴν εὐγένειαν ἔρωτι τοῦ μέγα δυνηθῆναι, καὶ ἐδημάρχησαν. Οὕτω μὲν οὖν ἡ τῶν δημάρχων δυναστεία συνέστη. οἷς καὶ ἀγορανόμους δύο προσείλοντο, οἷον ὑπηρέτας σφίσιν ἐσομένους πρὸς γράμματα. πάντα γὰρ τά τε παρὰ τῷ πλήθει καὶ τὰ παρὰ τῷ δήμῳ καὶ τῇ βουλῇ γραφόμενα λαμβάνοντες, ὥστε μηδὲν σφᾶς τῶν πραττομένων λανθάνειν, ἐφύλασσον. τὸ μὲν οὖν ἀρχαῖον ἐπὶ τούτῳ ᾑροῦντο καὶ ἐπὶ τῷ δικάζειν, ὕστερον δὲ καὶ ἄλλ’ ἄττα καὶ τὴν τῶν ὠνίων ἀγορὰν ἐπετράπησαν, ὅθεν καὶ ἀγορανόμοι τοῖς ἑλληνίζουσιν ὠνομάσθησαν. Ἡ μὲν οὖν στάσις ἡ πρώτη οὕτω τοῖς Ῥωμαίοις κατέπαυσεν·
PG 134:354ἐκ δὲ τῶν περιοίκων σφίσι διὰ τὴν στάσιν πολλῶν κατ’ αὐτῶν κινηθέντων, μετὰ τὴν σύμβασιν ὁμονοήσαντες ἐρρωμένως τοὺς ἐξ ἐκείνων πολέμους διήνεγκαν καὶ πάντας ἐνίκησαν. ὅτε καὶ Κοριόλους πολιορκοῦντες ἐκπεσεῖν καὶ τοῦ στρατοπέδου μικροῦ ἐκινδύνευον, εἰ μὴ Γναῖος Μάρκιος εὐπατρίδης ἀνὴρ ἠρίστευσε καὶ τοὺς ἐπιόντας ἀπώσατο· ὃς διὰ τοῦτο ἄλλως τε ἐδοξάσθη καὶ Κοριολᾶνος ἐκ τοῦ ἔθνους οὗ ἐτρέψατο ἐπεκλήθη. καὶ τότε μὲν οὕτως ἤρθη, οὐ πολλῷ δ’ ὕστερον στρατηγῆσαι σπεύδων καὶ μὴ τυχών, ἠγανάκτησε κατὰ τοῦ ὁμίλου, καὶ τοὺς δημάρχους ἐβαρύνετο. οἱ οὖν δήμαρχοι, οὓς καταλῦσαι ἐγλίχετο, αἰτίας τινὰς κατ’ αὐτοῦ συμφορήσαντες τυραννίδος αὐτῷ προσῆψαν αἰτίαμα καὶ τῆς Ῥώμης ἐξήλασαν. ἐκπεσὼν οὖν τοῖς Οὐολούσκοις εὐθὺς προσεχώρησεν. ὧν οἱ μὲν πρῶτοι καὶ οἱ ἐν τοῖς τέλεσιν αὐτῶν ὄντες ἔχαιρόν τε αὐτῷ καὶ αὖθις πρὸς πόλεμον ἡτοιμάζοντο, Ἀττίου Τουλλίου πρὸς τοῦτον ἐρεθίζοντος ἅπαντας· ὁ δὲ ὅμιλος ἀπρόθυμος ἦν. ὡς οὖν οὔτε παραινοῦντες οὔτ’ ἐκφοβοῦντες αὐτοὺς οἱ δυνατοὶ κινῆσαι πρὸς ὅπλων ἄρσιν ἠδύναντο, τοιόνδε τι ἐμηχανήσαντο.
ἱπποδρομίαν τῶν Ῥωμαίων ἀγόντων ἄλλοι τε τῶν προσχώρων αὐτοῖς καὶ Οὐολοῦσκοι πλήθει πολλῷ κατὰ θέαν συνήλθοσαν. ὁ δὲ Τούλλιος τοὺς τῶν Ῥωμαίων στρατηγοὺς ἔπεισεν, ὡς εὐνοῶν δῆθεν αὐτοῖς, τοὺς Οὐολούσκους φυλάσσεσθαι, παρεσκευασμένους ἐπιθέσθαι σφίσιν ἀνελπίστως ἐν τῇ ἱπποδρομίᾳ. οἱ δὲ στρατηγοὶ καὶ τοῖς ἄλλοις τὸ μήνυμα κοινωσάμενοι τοὺς Οὐολούσκους αὐτίκα πρὸ τοῦ ἀγῶνος ἅπαντας ἐξεκήρυξαν. οἱ δὲ δυσανασχετοῦντες ὅτι μόνοι ἐκ πάντων ἐξελήλαντο, ἕτοιμοι πρὸς μάχην ἐγένοντο. καὶ προστησάμενοι τὸν Κοριολᾶνόν τε καὶ τὸν Τούλλιον ἐπὶ τὴν Ῥώμην, καὶ τοὺς Λατίνους προσειληφότες, πλήθει ἐχώρησαν πλείονι. ὃ οἱ Ῥωμαῖοι πυθόμενοι πρὸς τὰ ὅπλα μὲν οὐκ ἐρρώσθησαν, ἐν αἰτίαις δ’ ἀλλήλους πεποίηντο, οἱ μὲν τοῦ ὁμίλου τοὺς εὐπατρίδας ὅτι ἐξ αὐτῶν ὁ Κοριολᾶνος τυγχάνων μετὰ τῶν ἐχθρῶν ἐπὶ τὴν πατρίδα στρατεύοιτο, οἱ δὲ τὸν ὅμιλον ὅτι μὴ ἐνδίκως αὐτὸν ἐξελάσαντες πολέμιον πεποιήκασιν. οὕτω δὲ στασιάζοντες ἐς μέγα τι κακὸν ἐνέπεσον ἄν, εἰ μὴ αἱ γυναῖκες αὐτοῖς ἐπεκούρησαν.
PG 134:355ὡς γὰρ ἡ γερουσία κάθοδον τῷ Κοριολάνῳ ἐψηφίσατο, καὶ ἐπὶ τούτῳ πρέσβεις πρὸς ἐκεῖνον ἐστάλησαν, ἐκεῖνος καὶ τὴν χώραν τοῖς Οὐολούσκοις ἀποδοθῆναι ἀπῄτει ἧς ἐν τοῖς πρὶν πολέμοις ἐστέρηντο. τὸ δὲ πλῆθος τῆς χώρας οὐ μεθίετο. πάλιν οὖν ἑτέρα πρεσβεία. ὁ δὲ περιθύμως ἔφερεν ὅτι καὶ περὶ τῆς ἑαυτῶν κινδυνεύοντες οὐδ’ οὕτω τῶν ἀλλοτρίων ἀφίστανται. καὶ τούτων δὲ ἀγγελθέντων αὐτοῖς οὔτ’ ἔτι κεκίνηντο οὔθ’ ὑπὸ τῶν κινδύνων οἱ ἄνδρες τοῦ στασιάζειν ἐξίσταντο. αἱ δὲ γυναῖκες, ἥ τε γαμετὴ τοῦ Κοριολάνου Οὐολουμνία καὶ ἡ μήτηρ Οὐετουρίνα, καὶ τὰς λοιπὰς τὰς ἐπιφανεστάτας παραλαβοῦσαι, ἦλθον ἐς τὸ στρατόπεδον πρὸς αὐτόν, καὶ τὰ παιδία αὐτοῦ ἐπαγόμεναι. καὶ αἱ μὲν ἄλλαι σιωπῶσαι ἐδάκρυον, ἡ δὲ Οὐετουρίνα οὐκ ηὐτομολήκαμεν ἔφη τέκνον, ἀλλ’ ἡ πατρὶς ἡμᾶς ἔπεμψέ σοι, εἰ μὲν πείθοιο, μητέρα καὶ γυναῖκα καὶ τέκνα, εἰ δὲ μή, λάφυρα. καὶ εἰ καὶ νῦν ἔτι ὀργίζῃ, πρώτας ἡμᾶς ἀπόκτεινον. καταλλάγηθι καὶ μηκέτι ὀργίζου τοῖς πολίταις, τοῖς φίλοις, τοῖς ἱεροῖς, τοῖς τάφοις, μηδὲ ἐκπολιορκήσῃς τὴν πατρίδα, ἐν ᾗ ἐγεννήθης καὶ ἐτράφης καὶ τὸ μέγα τοῦτο ὄνομα Κοριολᾶνος ἐγένου.
μή με ἄπρακτον ἀποπέμψῃς, ἵνα μὴ καὶ νεκράν με αὐτοχειρίᾳ θεάσῃ. ἐπὶ τούτοις ἀνέκλαυσε, καὶ τοὺς μαστοὺς προδείξασα τῆς τε γαστρὸς ἁψαμένη αὕτη σε ἔτεκεν ἔφη τέκνον, οὗτοί σε ἐξέθρεψαν. ἡ μὲν εἶπε ταῦτα, ἡ δὲ γαμετὴ αὐτοῦ καὶ τὰ παιδία καὶ αἱ ἄλλαι γυναῖκες συνεθρήνησαν, ὥστε κἀκεῖνον εἰς πένθος κινῆσαι. μόλις δ’ ἀνενεγκὼν περιέπλεξε τὴν μητέρα, καὶ φιλῶν ἅμα ἴδε ἔφη μῆτερ, πείθομαί σοι· σὺ γάρ με νικᾷς. καὶ σοὶ πάντες ταύτην τὴν χάριν ἐχέτωσαν· ἐγὼ γὰρ οὐδὲ ἰδεῖν αὐτοὺς ὑπομένω οἳ τηλικαῦτα παρ’ ἐμοῦ εὐεργετηθέντες τοιαῦτά μοι ἀνταπέδωκαν, οὐδ’ ἀφίξομαι εἰς τὴν πόλιν· ἀλλὰ σὺ μὲν ἀντ’ ἐμοῦ τὴν πατρίδα ἔχε, ὅτι τοῦτο ἠθέλησας, ἐγὼ δὲ ἀπαλλαγήσομαι. ταῦτα εἰπὼν ἀπανέστη· καὶ οὐδὲ τὴν κάθοδον κατεδέξατο, ἀναχωρήσας δὲ εἰς τοὺς Οὐολούσκους ἐκεῖ γηράσας ἀπήλλαξεν. Οἱ δὲ δήμαρχοι χώραν ἐκ πολεμίων προσκτηθεῖσαν Ῥωμαίοις ἀπῄτουν διανεμηθῆναι τῷ πλήθει· ὅθεν πρὸς ἀλλήλων τε καὶ πρὸς τῶν πολεμίων πολλὰ ἐκακώθησαν. οἱ γὰρ δυνατοὶ μὴ ἄλλως κατέχειν αὐτοὺς δυνάμενοι, πολέμους ἐκ πολέμων ἐξεπίτηδες ἐκίνουν, ἵν’ αὐτοῖς ἀσχολούμενοι μηδὲν περὶ τῆς γῆς πολυπραγμονῶσι.
χρόνῳ δέ ποτε ὑποτοπήσαντές τινες τὸ πραττόμενον, οὐκ εἴων καὶ ἄμφω τοὺς ὑπάτους ἢ στρατηγοὺς ὑπὸ τῶν δυνατῶν ἀποδείκνυσθαι, ἀλλ’ ἤθελον καὶ αὐτοὶ τὸν ἕτερον ἐκ τῶν εὐπατριδῶν αἱρεῖσθαι. ὡς δὲ τοῦτο κατειργάσαντο, προείλοντο Σπούριον Φούριον, καὶ μετ’ ἐκείνου στρατευσάμενοι πάντα ἐφ’ ὅσα ὥρμησαν προθύμως κατέπραξαν. οἱ δὲ τῷ συνάρχοντι αὐτοῦ Φαβίῳ Καίσωνι συνεξελθόντες οὐ μόνον οὐκ ἐρρώσθησαν, ἀλλὰ καὶ τὸ στρατόπεδον ἐκλιπόντες εἰς τὴν πόλιν ἦλθον καὶ ἐθορύβουν, ἕως οἱ Τυρσηνοὶ τοῦτο μαθόντες ἐπεχείρησαν αὐτοῖς. καὶ τότε μέντοι οὐ πρότερον ἐξῆλθον τῆς πόλεως πρὶν τῶν δημάρχων τινὰς συμφρονῆσαι τοῖς δυνατοῖς. ἠγωνίσαντο δὲ προθύμως, καὶ πολλοὺς μὲν τῶν πολεμίων διέφθειραν, συχνοὶ δὲ καὶ αὐτῶν ἀπέθανον· ἔπεσε δὲ καὶ ὁ εἷς τῶν ὑπάτων ὁ Μάλιος. ὁ δὲ ὅμιλος στρατηγὸν τὸ τρίτον τὸν Μάλιον εἵλετο. Καὶ πόλεμος αὖθις αὐτοῖς ἐπενήνεκτο πρὸς τῶν Τυρσηνῶν· ἀθυμοῦσι δὲ Ῥωμαίοις καὶ ἀποροῦσι πῶς τοῖς ἐχθροῖς ἀντικαταστῶσιν, οἱ Φάβιοι ἐπεκούρησαν.
PG 134:356ἓξ γὰρ ὄντες καὶ τριακόσιοι, ὡς ἀθυμοῦντας εἶδον αὐτοὺς καὶ μήτε τι βουλευομένους λυσιτελὲς καὶ ἀπογινώσκοντας ἅπαντα, τὸν πρὸς τοὺς Τυρσηνοὺς ὑπεδέξαντο πόλεμον αὐτοὶ δι’ ἑαυτῶν προθυμηθέντες μαχέσασθαι καὶ τοῖς σώμασι καὶ τοῖς χρήμασι. καί τι χωρίον καταλαβόντες ἐπίκαιρον ἐτειχίσαντο, ὅθεν ὁρμώμενοι πάντα τὰ τῶν πολεμίων ἦγον, τῶν Τυρσηνῶν μηδὲ ἐς χεῖρας αὐτοῖς ἰέναι θαρρούντων, εἰ δὲ καί ποτε συμμίξειαν, ἐλαττουμένων παρὰ πολύ. προσλαβόμενοι δὲ καὶ συμμάχους οἱ Τυρσηνοὶ ἐν ὑλώδει χωρίῳ ἐλόχησαν, καὶ ἀφυλάκτους ἐπελθόντας αὐτοῖς τοὺς Φαβίους ὑπὸ τοῦ πάντα νικᾶν περιεστοίχισαν καὶ πάντας ἐφόνευσαν. καὶ παντελῶς τὸ γένος αὐτῶν ἐξέλιπεν ἄν, εἰ μὴ εἷς τις οἴκοι κατελείφθη διὰ νεότητα, ἀφ’ οὗπερ αὖθις εἰσέπειτα ἤνθησαν. Τῶν δὲ Φαβίων οὕτω φθαρέντων οἱ Ῥωμαῖοι μάλα παρὰ τῶν Τυρσηνῶν ἐκακώθησαν. εἶτα πρὸς μὲν τοὺς πολεμίους σπονδὰς ἐποιήσαντο, τραπόμενοι δ’ ἐπ’ ἀλλήλους ἔπραξαν πολλὰ καὶ δεινά, ὡς μηδὲ τῶν στρατηγῶν ἀποσχέσθαι τὸ πλῆθος. τούς τε γὰρ ὑπηρέτας αὐτῶν ἔπαιον καὶ τὰς ῥάβδους κατέκλων, αὐτούς τε τοὺς στρατηγοὺς ὑπ’ εὐθύνην ἦγον ἐπὶ πάσῃ προφάσει καὶ μείζονι καὶ ἐλάττονι.
Ἄππιον οὖν Κλαύδιον καὶ παρ’ αὐτὴν τὴν ἀρχὴν εἰς τὸ δεσμωτήριον ἐμβαλεῖν ἐβουλεύσαντο, ὅτι τε αὐτοῖς ἠναντιοῦτο εἰς ἅπαντα καὶ ὅτι τοὺς συστρατευσαμένους αὐτῷ ἐδεκάτευσεν, ἐπειδὴ τοῖς Οὐολούσκοις ἐν μάχῃ ἐνέδοσαν. ἡ δεκάτευσις δὲ τοιόνδε τι ἦν. ὅτε τι οἱ στρατιῶται μέγα ἡμάρτησαν, ὁ στρατηγὸς εἰς δεκάδας αὐτοὺς ἀριθμῶν, ἕνα λαβὼν ἐξ ἑκάστης δεκάδος τὸν κλήρῳ λαχόντα θανάτῳ ἐκόλαζεν. ἀπελθόντα δ’ ἐκ τῆς ἀρχῆς τὸν Κλαύδιον εὐθὺς οἱ τοῦ πλήθους εἰς ἀγῶνα κατέστησαν, καὶ οὐ κατεψηφίσαντο μέν, τὴν ψῆφον δὲ ὑπερθέμενοι ἐς ἀνάγκην αὐτὸν αὐτοχειρίας κατέστησαν. καί τινες δὲ τῶν δημάρχων ἄλλα τε κατὰ τῶν εὐπατριδῶν συνέγραψαν καὶ τὸ ἐξεῖναι τῷ πλήθει καὶ καθ’ ἑαυτὸ συνιέναι καὶ ἄνευ ἐκείνων βουλεύεσθαι καὶ χρηματίζειν πάνθ’ ὅσα ἂν ἐθελήσῃ. κἄν τις ἐπ’ αἰτίᾳ τινὶ παρὰ τῶν στρατηγῶν προστιμηθῇ, ἔκκλητον ἐπὶ τούτοις τὸν δῆμον δικάζειν ἔταξαν. καὶ τοὺς ἀγορανόμους δὲ καὶ τοὺς δημάρχους ἐπηύξησαν, ἵνα πλείστους τοὺς αὐτῶν προϊσταμένους ἔχωσι. Πραττομένων δὲ τούτων οἱ εὐπατρίδαι φανερῶς μὲν οὐ πάνυ ἀντέπραττον πλὴν βραχέων, λάθρᾳ δὲ συχνοὺς τῶν θρασυτάτων ἐφόνευον.
PG 134:357ἀλλ’ οὔτε τοῦτο τοὺς λοιποὺς ἐπέσχεν οὔθ’ ὅτι ποτὲ ἐννέα δήμαρχοι πυρὶ ὑπὸ τοῦ δήμου ἐδόθησαν. οὐ μόνον γὰρ οἱ μετὰ ταῦτα δημαρχοῦντες οὐκ ἠμβλύνοντο, ἀλλὰ μᾶλλον καὶ ἐθρασύνοντο. εἰς τοῦτο ὑπὸ τῶν εὐπατριδῶν προήχθη ὁ ὅμιλος. οὔτε γὰρ στρατεύειν ἐπείθοντο πολέμων ἐπικειμένων, εἰ μὴ ὧν ὠρέγοντο ἔτυχον, καὶ εἴ ποτε δ’ ἐξῆλθον, ἀπροθύμως ἐμάχοντο, εἰ μὴ πάνθ’ ὅσα ἐβούλοντο ἤνυσαν. κἀντεῦθεν πολλοὶ τῶν προσοίκων αὐτοῖς, τῇ ἐκείνων διχοστασίᾳ ἢ τῇ ἑαυτῶν θαρροῦντες ἰσχύϊ, ἐνεωτέρισαν. ὧν ἦσαν καὶ Αἰκουοί, οἳ Μάρκον Μινούκιον στρατηγοῦντα τότε νικήσαντες ἐφρονηματίσθησαν. μαθόντες δὲ τὸν Μινούκιον ἡττημένον οἱ ἐν τῇ Ῥώμῃ δικτάτωρα Λούκιον Κυί̈ντιον εἵλοντο, πένητα μὲν ἄνδρα καὶ γεωργίᾳ συνεζηκότα, ἐς ἀρετὴν δὲ καὶ σωφροσύνην διαπρεπῆ, καίτοι τὰς κόμας ἐς πλοκάμους ἀνιέντα, ὅθεν καὶ Κικινάτος ὠνόμαστο. οἷοι νῦν πολλοὶ περὶ τὰ βασίλεια· ἐκεῖθεν δὲ τοῦ κακοῦ παρεισφθαρέντος εἰς τὸ πολίτευμα καὶ ἁπανταχοῦ κικινάτους ἔστιν ὁρᾶν.
οὗτος οὖν δικτάτωρ προχειρισθείς, καὶ αὐθημερὸν ἐκστρατεύσας, καὶ τάχει σὺν ἀσφαλείᾳ χρησάμενος, καὶ τοῖς Αἰκουοῖς προσβαλὼν μετὰ τοῦ Μινουκίου, πλείστους μὲν διέφθειρε, τοὺς δ’ ἄλλους ἐζώγρησεν· οὓς ὑπὸ ζυγὸν διαγαγὼν ἀφῆκεν. ἡ δὲ πρᾶξις ἡ τοῦ ζυγοῦ τοιάδε τις ἦν. σταυροὺς δύο, ὄρθια δηλαδὴ ξύλα διέχοντα ἀλλήλων, εἰς τὴν γῆν κατεπήγνυον, καὶ αὐτοῖς ἐπετίθουν ἐγκάρσιον ἕτερον, καὶ διὰ μέσου τούτων τοὺς ἁλόντας διῆγον γυμνούς· ὃ τοῖς μὲν δρῶσι λαμπρότητα, πολλὴν δ’ ἀτιμίαν τοῖς πάσχουσιν ἔφερεν, ὥστε τινὰς τοῦ τοιοῦτόν τι παθεῖν προαιρεῖσθαι θανεῖν. καὶ πόλιν δὲ αὐτῶν Κορουῖνον καλουμένην ἑλὼν ἐπανῆλθε, καὶ τὸν Μινούκιον διὰ τὴν ἧτταν τὴν στρατηγίαν ἀφείλετο, καὶ αὐτὸς ἀπέθετο τὴν ἀρχήν. Οἱ μέντοι Ῥωμαῖοι οἰκεῖον ἐσχήκασι πόλεμον, ὃς ἐκ δούλων συνέστη καὶ φυγάδων τινῶν, οἳ νυκτὸς ἐπελθόντες ἐξαπιναίως τοῦ Καπιτωλίου ἐκράτησαν. ὁ δ’ ὅμιλος καὶ τότε οὐ πρότερον ἐν τοῖς ὅπλοις ἐγένετο πρίν τι πλέον σχεῖν τῶν εὐπατριδῶν. ἐπελθόντες δέ γε τοῖς στασιάσασιν ἐκράτησαν μὲν αὐτῶν, πολλοὺς δὲ τῶν σφετέρων ἀπέβαλον.
Διὰ ταῦτα τοίνυν οἱ Ῥωμαῖοι καὶ διά τινα σημεῖα εὐλαβηθέντες τῶν τε πρὸς ἀλλήλους ἀπηλλάγησαν ἐγκλημάτων καὶ τὴν πολιτείαν ἰσωτέραν ποιήσασθαι ἐψηφίσαντο. καὶ τρεῖς ἄνδρας εἰς τὴν Ἑλλάδα διὰ τοὺς νόμους καὶ τὰ παρ’ ἐκείνοις ἔθη πεπόμφασι. καὶ κομισθέντων αὐτῶν τάς τε ἄλλας ἀρχὰς καὶ τὰς τῶν δημάρχων κατέλυσαν, καὶ ἄνδρας ὀκτὼ ἐκ τῶν πρώτων ἀνθείλοντο, καὶ Ἄππιον Κλαύδιον Τίτον τε Γενούκιον ἀπέδειξαν κατὰ τὸν ἐνιαυτὸν ἐκεῖνον στρατηγοὺς αὐτοκράτορας. καὶ νόμους αὐτοῖς συγγράψαι ἐπέτρεψαν, μηδεμίαν τε δίκην ἐφέσιμον ἀπ’ αὐτῶν γενέσθαι προσεψηφίσαντο· ὃ πρῴην οὐδενὶ τῶν ἀρχόντων πλὴν τῶν δικτατώρων ἐδέδοτο. ἦρξάν τε οὗτοι ἐφ’ ἡμέραν ἕκαστος, ἐναλλὰξ τὸ πρόσχημα τῆς ἡγεμονίας λαμβάνοντες. καὶ νόμους συγγράψαντες εἰς τὴν ἀγορὰν ἐξέθηκαν· οἳ ἐπεὶ πᾶσιν ἤρεσαν, ἐς τὸν δῆμον εἰσήχθησαν, καὶ κυρωθέντες σανίσιν ἐνεγράφησαν δέκα· ὅσα γὰρ φυλακῆς ἐκρίθησαν ἄξια, ἐν σανιδίοις ἐθησαυρίζοντο. Ἐκεῖνοι μὲν οὖν τὸν ἐνιαυτὸν ἀνύσαντες ἀφῆκαν τὴν ἀρχήν, ἕτεροι δ’ αὖθις αἱρεθέντες δέκα ὥσπερ ἐπὶ καταλύσει τῆς πολιτείας χειροτονηθέντες ἐξώκειλαν.
PG 134:358πάντες γὰρ ἅμα ἀπὸ τῆς ἴσης ἦρχον, καὶ νεανίσκους ἐκ τῶν εὐπατριδῶν θρασυτάτους ἐκλεξάμενοι πολλὰ δι’ αὐτῶν ἐποίουν καὶ βίαια· ὀψὲ δέ ποτε ἐπ’ ἐξόδῳ τοῦ ἔτους ὀλίγα ἄττα ἐν δύο σανίσι προςέγραψαν, ἐς πάντα δὴ αὐτογνωμονήσαντες. ἀφ’ ὧν οὐχ ὁμόνοια, ἀλλὰ καὶ διαφοραὶ μείζους Ῥωμαίοις γενήσεσθαι ἔμελλον. Αἱ μὲν οὖν λεγόμεναι δώδεκα δέλτοι οὕτως τότε ἐγένοντο· οἱ δὲ νομοθέται ἐκεῖνοι οὐ μόνον ταῦτ’ ἔπραξαν, ἀλλὰ καὶ τοῦ ἐνιαυτοῦ τῆς ἀρχῆς αὐτοῖς διελθόντος ἔτι τοῖς πράγμασιν ἐνέμειναν, βίᾳ τὴν πόλιν κατέχοντες, καὶ μηδὲ τὴν βουλὴν ἢ τὸν δῆμον ἀθροίζοντες, ἵνα μὴ συνελθόντες παύσωσιν αὐτούς. Αἰκουῶν δὲ καὶ Σαβίνων πόλεμον αἰρομένων κατὰ Ῥωμαίων, τότε τοὺς ἐπιτηδείους αὐτοῖς παρασκευάσαντες διεπράξαντο σφίσι τοὺς πολέμους ἐπιτραπῆναι. ἐκ γοῦν τῆς δεκαρχίας αὐτῶν Σερούιος μὲν Ὄππιος καὶ Ἄππιος Κλαύδιος κατὰ χώραν ἔμειναν, οἱ δὲ ὀκτὼ ἐπὶ τοὺς πολεμίους ἐστράτευσαν. Πάντα μέντοι ἁπλῶς καὶ τὰ ἐν τῷ ἄστει καὶ τὰ ἐν τοῖς στρατοπέδοις τετάρακτο, κἀντεῦθεν στάσις αὖθις συνηνέχθη.
ἐμβαλόντες γὰρ εἰς τὴν τῶν Σαβίνων γῆν οἱ στρατιάρχαι Λούκιόν τινα Σίκιον, ἄκρον τε τὰ πολέμια καὶ ἐν τοῖς πρώτοις τοῦ ὁμίλου καταριθμούμενον, μεθ’ ἑτέρων ὥς τι χωρίον καταληψόμενον ἔπεμψαν, καὶ διὰ τῶν συνεκπεμφθέντων αὐτῷ τὸν ἄνδρα διέφθειραν. λόγου δ’ εἰς τὸ στρατόπεδον γεγονότος ὡς παρὰ πολεμίων τοῦ ἀνδρὸς σὺν ἄλλοις ἀνῃρημένου, οἱ στρατιῶται ἀνελέσθαι τοὺς νεκροὺς ὁρμήσαντες οὐδὲν σῶμα τῶν ἐναντίων εὑρήκασι, συχνοὺς δὲ τῶν ὁμοφύλων, οὓς ὁ Σίκιος ἐπιθεμένους αὐτῷ ἀπέκτεινεν ἀμυνόμενος. ὡς οὖν κύκλῳ τε αὐτοῦ κειμένους καὶ τετραμμένους πρὸς αὐτὸν εἶδον, ὑπετόπασαν τὸ γενόμενον καὶ μέντοι καὶ ἐθορύβησαν· πρὸς δὲ τοῖς καὶ διά τι τοιοῦτον. Λούκιός τις Οὐεργίνιος ἐκ τοῦ πλήθους ὢν καὶ θυγατέρα ἔχων περικαλλῆ Λουκίῳ Ἰκιλλίῳ τῶν ὁμοίων αὐτῷ ἐκδώσειν ἔμελλε. ταύτης ὁ Κλαύδιος ἐρασθεὶς καὶ μὴ τυχών, παρεσκεύασέ τινας δουλαγωγῆσαι αὐτήν· καὶ δικαστὴς ἦν ἐκεῖνος. ἐλθὼν οὖν ὁ τῆς κόρης πατὴρ ἐκ τοῦ στρατοπέδου ἐδικαιολογεῖτο.
PG 134:359ὡς δὲ ὁ Κλαύδιος ταύτης κατεψηφίσατο καὶ τοῖς δουλαγωγοῦσιν αὐτὴν ἡ κόρη παρεδόθη καὶ οὐδεὶς ἐπήμυνεν, ὑπερήλγησεν ὁ ταύτης πατήρ, καὶ τὴν θυγατέρα κοπίδι διαχειρισάμενος πρὸς τοὺς στρατιώτας ὡς εἶχεν ἐξώρμησεν. οὓς οὐδὲ πρὶν εὖ διακειμένους οὕτως ἐτάραξεν ὥστε εὐθὺς ἐπὶ τὴν πόλιν πρὸς τὸν Κλαύδιον ἐπειχθῆναι. καὶ οἱ ἕτεροι δὲ οἱ ἐπὶ τοὺς Σαβίνους ἐστρατευμένοι, ἐπεὶ τοῦτ’ ἔμαθον, τό τε τάφρευμα ἐξέλιπον, καὶ συμμίξαντες τοῖς λοιποῖς ἄνδρας εἴκοσιν ἑαυτῶν προεστήσαντο, καὶ οὐδὲν μικρὸν ἐλογίζοντο πρᾶξαι. καὶ τὸ ἄλλο δὲ πλῆθος τὸ ἐν τῇ πόλει προσεχώρησεν αὐτοῖς καὶ μετ’ αὐτῶν ἐθορύβει. Ἐν τούτοις ὁ μὲν Κλαύδιος φοβηθεὶς ἐκρύβη, Ὄππιος δὲ τήν τε βουλὴν ἤθροισε καὶ πέμψας ἐπύθετο τοῦ πλήθους τί βούλονται. οἱ δὲ τὸν Οὐαλέριον Λούκιον καὶ τὸν Ὁράτιον Μάρκον, ἄνδρας ἐκ τῶν βουλευτῶν αὐτοῖς προσκειμένους, πεμφθῆναι σφίσιν ἐζήτουν, ὥς τι δι’ ἐκείνων ἀποκρινούμενοι. ἐπεὶ δὲ οὐκ ἐπέμφθησαν, φοβηθέντων τῶν δέκα ἀρχόντων, ἤδη γὰρ πάντες παρῆσαν, μὴ στρατηγοῖς αὐτοῖς κατ’ αὐτῶν χρήσαιντο, ἔτι μᾶλλον ὠργίζοντο.
φόβος οὖν τοῖς βουλευταῖς ἐνέπεσεν ἐντεῦθεν οὐ μέτριος, καὶ διὰ τοῦτο καὶ παρὰ γνώμην τῶν ἀρχόντων τόν τε Οὐαλέριον σφίσι καὶ τὸν Ὁράτιον ἔπεμψαν. κἀκ τούτου συναλλαγῆς γενομένης τοῖς μὲν θορυβήσασιν ἄδεια τῶν πραχθέντων ἐδόθη καὶ ἡ δεκαρχία κατελύθη, αἱ δὲ ἐπέτειοι ἀρχαὶ αἵ τε λοιπαὶ καὶ αἱ τῶν δημάρχων ἐπὶ τοῖς αὐτοῖς προνομίοις ἐπανῆλθον ἐφ’ οἷσπερ ἦσαν καὶ πρότερον. ἀποδειχθέντες δὲ ἄρχοντες ἄλλοι τε καὶ Οὐεργίνιος τὸν μὲν Ὄππιον τόν τε Κλαύδιον εἰς δεσμωτήριον ἐνέβαλον, οἳ πρὶν εὐθυνθῆναι ἑαυτοὺς διεχειρίσαντο, τοὺς δὲ λοιποὺς ἐγράψαντο καὶ ἑλόντες ἐξήλασαν. Οἱ δ’ ὕπατοι, τότε γὰρ λέγεται πρῶτον ὑπάτους αὐτοὺς προσαγορευθῆναι, στρατηγοὺς καλουμένους τὸ πρότερον· ἦσαν δὲ Οὐαλέριος καὶ Ὁράτιος, καὶ τότε καὶ μετέπειτα τῷ πλήθει προσέκειντο καὶ μᾶλλον αὐτοὺς ἢ τοὺς εὐπατρίδας ἐκράτυναν. ἐλαττούμενοι οὖν οἱ εὐπατρίδαι οὔτε ῥᾴδιον συνελέγοντο οὔτε τὰ πράγματα ἐπ’ αὐτοῖς ἐποίουν παντάπασιν, ἀλλὰ καὶ τοὺς δημάρχους οἰωνοσκοπίᾳ ἐν συλλόγοις χρῆσθαι δεδώκασιν·
ὃ λόγῳ μὲν τιμὴν αὐτοῖς ἔφερε καὶ ἀξίωμα, μόνοις γὰρ τοῦτο ἐκ τοῦ πάνυ ἀρχαίου τοῖς εὐπατρίδαις ἐπετέτραπτο, ἔργῳ δὲ κώλυμα ἦν, ἵνα μὴ ῥᾳδίως οἱ δήμαρχοι καὶ τὸ πλῆθος ὅσα βούλοιντο πράττοιεν, ἀλλὰ προφάσει τῆς οἰωνοσκοπίας ἔστιν οὗ ἐμποδίζοιντο. ἀχθόμενοι δὲ τοῖς ὑπάτοις οἵ τε εὐπατρίδαι καὶ ἡ βουλή, ὡς τὰ τοῦ πλήθους φρονοῦσιν, οὐκ ἐψηφίσαντο σφίσι τὰ ἐπινίκια, πόλεμον ἑκατέρου νικήσαντος, οὐδ’ ἡμέραν ἑκάστῳ ἀπένειμαν, ὥσπερ εἴθιστο. τὸ μέντοι πλῆθος ἐπὶ δύο τε ἡμέρας ἑώρτασε καὶ τοῖς ὑπάτοις τὰ νικητήρια ἐψηφίσαντο. Οὕτως οὖν ἐς διαφορὰς τῶν Ῥωμαίων ἐλθόντων οἱ ἐναντίοι σφίσιν ἀναθαρσήσαντες ἐπῄεσαν αὐτοῖς. τῷ δ’ ἑξῆς ἔτει Μάρκου Γενουκίου καὶ Γαί̈ου Κουρτίου ὑπατευόντων ἐπ’ ἀλλήλους ἐτράποντο. οἵ τε γὰρ τοῦ πλήθους καὶ ὑπατεύειν ἤθελον, ἐπείπερ ἐδημάρχουν οἱ εὐπατρίδαι πρὸς αὐτοὺς μεθιστάμενοι, καὶ οἱ εὐπατρίδαι λίαν τῆς ὑπάτου ἀρχῆς περιείχοντο. καὶ πολλὰ κατ’ ἀλλήλων καὶ βίαια ἔλεγόν τε καὶ ἔπραττον.
PG 134:360ἵνα δὲ μὴ πρός τι χεῖρον χωρήσωσι, τοῦ μὲν ἔργου τῆς ἡγεμονίας οἱ δυνατοὶ αὐτοῖς παρεχώρησαν, τοῦ δὲ ὀνόματος οὐ μετέδωκαν, ἀλλ’ ἀνθ’ ὑπάτων χιλιάρχους ὠνόμασαν, ἵνα μὴ τὸ τῆς κλήσεως ἔντιμον τῷ σύρφακι ὁμίλῳ καταρρυπαίνοιτο. καὶ τρεῖς ἀφ’ ἑκατέρων χιλιάρχους ἀντὶ τῶν δύο ὑπάτων αἱρεῖσθαι συνέδοξεν. οὐ μέντοι τὸ τῶν ὑπάτων ἐξέλιπε τέλεον ὄνομα, ἀλλὰ ποτὲ μὲν ὕπατοι καθίσταντο, ποτὲ δέ γε χιλίαρχοι. οὕτω μὲν οὖν ταῦτα παραδέδοται γίνεσθαι, καίτοι οὐ μόνον τῶν ὑπάτων δικτάτωρας ἀνειπόντων, καὶ ταῦτα πολὺ τῆς ἀρχῆς ἐκείνης ἐλαττουμένων, ἀλλὰ καὶ χιλιάρχων τοῦτο πεποιηκότων ἐνίοτε· λέγεται δὲ ὅτι οὐδεὶς τῶν χιλιάρχων, καίτοι πολλῶν πολλάκις νικησάντων, ἐπινίκια ἔπεμψεν. Οἱ μὲν οὖν χιλίαρχοι οὕτω τότε ᾑρέθησαν, οἱ δὲ τιμηταὶ τῷ ἐχομένῳ ἔτει Βαρβάτου καὶ Μάρκου Μακρίνου ὑπατευόντων κατεδείχθησαν· καὶ ᾑρέθησαν Λούκιός τε Παπείριος καὶ Λούκιος Σεμπρώνιος. κεχειροτόνηντο δὲ ὅτι οἱ ὕπατοι ἀδύνατοι ἐπὶ πάντας διὰ τὸ πλῆθος ἐξαρκεῖν ἦσαν· τὰ γὰρ τοῖς τιμηταῖς ἀπονεμηθέντα προνόμια ἐκεῖνοι μέχρι τότε ἐποίουν. δύο τε ἦσαν οἱ τιμηταὶ ἐξ ἀρχῆς καὶ ἐκ τῶν εὐπατριδῶν.
ἦρχον δὲ τὰ μὲν πρῶτα καὶ τὰ τελευταῖα ἐπὶ πενταετίαν, ἐν δὲ τῷ μέσῳ χρόνῳ ἐπὶ τρεῖς ἑξαμήνους· καὶ ἐγένοντο τῶν ὑπάτων μείζους, καίτοι μέρος τῆς ἐκείνων λαβόντες ἀρχῆς. ἐξῆν δὲ αὐτοῖς τάς τε προσόδους τὰς κοινὰς ἐκμισθοῦν, καὶ τῶν ὁδῶν καὶ τῶν δημοσίων οἰκοδομημάτων ἐπιμελεῖσθαι, καὶ τὰς ἀπογραφὰς τῆς ἑκάστου εὐπορίας διατελεῖν, καὶ τὸν βίον τῶν πολιτῶν ἐπισκοπεῖν τε καὶ ἐξετάζειν, καὶ τοὺς μὲν ἀξίους ἐπαίνου ἐς τὰς φυλὰς καὶ ἐς τὴν ἱππάδα καὶ τὴν γερουσίαν ἐγγράφειν, καθὼς ἑκάστοις προσήκειν ἐνομίζετο, τοὺς δ’ οὐκ εὖ βιοῦντας ἁπανταχόθεν ὁμοίως ἀπαλείφειν· ὃ μεῖζον πάντων ἦν τῶν τοῖς ὑπάτοις καταλειφθέντων. πίστεις δ’ ἐνόρκους ἐφ’ ἑκάστῳ πεποίηντο ὡς οὔτε πρὸς χάριν οὔτε πρὸς ἔχθραν τι ποιοῦσιν, ἀλλ’ ἐξ ὀρθῆς γνώμης τὰ συμφέροντα τῷ κοινῷ καὶ σκοποῦσι καὶ πράττουσι. καὶ τὸν δῆμον ἐπί τε νόμων εἰσφοραῖς καὶ τοῖς ἄλλοις συνήθροιζον, καὶ τῷ τῶν μειζόνων ἀρχῶν κόσμῳ πλὴν ῥαβδούχων ἐχρῶντο. τοιαύτη ἡ τῶν τιμητῶν ὑπῆρχεν ἀρχή. τῶν μέντοι μὴ ἀπογραψαμένων τὰς οὐσίας ἐν ταῖς ἀπογραφαῖς καὶ ἑαυτοὺς τὰς μὲν οὐσίας οἱ τιμηταί, αὐτοὺς δ’ ἐκείνους οἱ ὕπατοι ἐπίπρασκον.
PG 134:361χρόνῳ μὲν οὖν τινι ταῦθ’ οὕτως ἐπράχθη, ὕστερον δὲ τὸν ἅπαξ τῇ βουλῇ καταλεχθέντα διὰ βίου βουλεύειν ἔδοξε, μηδ’ ἀπαλείφεσθαι, εἰ μή τις ἀδικήσας καὶ κριθεὶς ἠτίμωτο ἢ κακῶς ζῶν ἠλέγχθη· τοὺς γὰρ τοιούτους ἀπήλειφον καὶ ἀντ’ αὐτῶν ἑτέρους ἐνέγραφον. Τῶν δὲ προσκαίρως ἀρχόντων πρεσβεῖα μὲν ἐδίδοτο τοῖς δικτάτωρσι, δευτερεῖα δέ γε τοῖς τιμηταῖς, ἡ δὲ τρίτη τάξις τοῖς ἱππάρχοις νενέμητο· καὶ οὕτω ταῦτα ἐτέτακτο, κἂν ἐν ταῖς ἀρχαῖς ἦσαν κἂν ἀπηλλάγησαν. εἰ γάρ τις ἐκ μείζονος ἀρχῆς εἰς ὑποδεεστέραν κατέστη, τὸ τῆς προτέρας ἀξίωμα εἶχεν ἀκέραιον. εἷς δέ τις, ὃν πρίγκιπα μὲν τῆς γερουσίας ὠνόμαζον, λέγοιτο δ’ ἂν καθ’ Ἕλληνας πρόκριτος, συμπάντων προεῖχε τὸν χρόνον ὃν προεκρίνετο, οὐ γὰρ διὰ βίου τις εἰς τοῦτο προεχειρίζετο, καὶ προέφερε τῶν ἄλλων τῷ ἀξιώματι, οὐ μὴν καὶ δυνάμει ἐχρῆτό τινι. Χρόνον μὲν οὖν τινα εἰρήνην πρὸς ἀλλήλους καὶ πρὸς τοὺς περιοίκους ἤγαγον· εἶτα λιμοῦ ἐπικρατήσαντος, ὥστε τινὰς καὶ εἰς τὸν ποταμὸν ἑαυτοὺς ἐμβαλεῖν μὴ φέροντας τὸν λιμόν, ἐστασίασαν.
οἱ μὲν γὰρ τοὺς εὐπόρους ὡς περὶ τὸν σῖτον κακουργοῦντας ἐν αἰτίᾳ πεποίηντο, οἱ δὲ τοὺς πένητας ὡς τὴν γῆν μὴ βουλομένους ἐργάζεσθαι. ἰδὼν δὲ τοῦτο Σπούριος Μάλιος, ἀνὴρ ἱππεὺς πλούσιος, τυραννίδι ἐπικεχείρηκε, καὶ σῖτον ἐκ τῆς περιχώρου πριάμενος πολλοῖς μὲν ἐπευωνίζων, πολλοῖς δὲ καὶ προῖκα ἐδίδου, κἀκ τούτου συχνοὺς προσοικειωσάμενος, ὅπλα τε ἐπορίσατο καὶ φρουρούς· καὶ ἐκράτησεν ἂν τῆς πόλεως, εἰ μὴ Μινούκιος Αὐγουρῖνος, ἀνὴρ εὐπατρίδης, ἐπὶ τῇ σιτοδοσίᾳ τεταγμένος καὶ αἰτιώμενος ἐπὶ τῇ σιτοδείᾳ, εἰσήγγειλε τῇ βουλῇ τὸ πραττόμενον. ἡ δὲ γερουσία μαθοῦσα τὸ μήνυμα δικτάτωρα παραυτίκα ἐν τῷ συνεδρίῳ ἀνεῖπε τὸν Κυί̈ντιον τὸν Λούκιον τὸν Κικινάτον, καὶ ταῦτα παρήλικα ὄντα· ὀγδοηκοντούτης γὰρ ἦν. κἀκεῖ τὴν ἡμέραν πᾶσαν ἀνάλωσαν συγκαθήμενοι, ὥς τι δὴ βουλευόμενοι, ἵνα μὴ τὸ γεγονὸς ἐκφοιτήσῃ. νυκτὸς δ’ ὁ δικτάτωρ τὸ Καπιτώλιον καὶ τὰ λοιπὰ τὰ ἐπικαιρότατα διὰ τῶν ἱππέων προκαταλαβών, ἕωθεν ἐπὶ τὸν Μάλιον ἔπεμψε Γάιον Σερουίλιον τὸν ἵππαρχον, ὡς δι’ ἄλλο τι ἐκεῖνον μετακαλούμενος.
ὁ δέ, ὑποτοπήσαντός τι τοῦ Μαλίου καὶ διαμέλλοντος, δείσας μὴ ὑπὸ τοῦ πλήθους ἐξαρπασθῇ, ἤδη γὰρ συνέτρεχον, ἔκτεινε τὸν ἄνδρα, ἢ αὐτογνωμονήσας ἢ τοῦτο κεκελευσμένος πρὸς τοῦ δικτάτωρος. θορυβηθέντος δ’ ἐπὶ τούτῳ τοῦ πλήθους ὁ Κυί̈ντιος δημηγορήσας καὶ σῖτον σφίσι παρασχὼν καὶ μή τινα ἕτερον ἢ κολάσας ἢ ἐπαιτιασάμενος τὸν θόρυβον ἔπαυσε. Πολέμων δὲ τοῖς Ῥωμαίοις ἐκ διαφόρων ἐθνῶν ἐπενηνεγμένων, τοὺς μὲν ἐν ὀλίγαις ἡμέραις ἐνίκησαν, τοῖς δὲ Τυρσηνοῖς ἐπὶ μακρὸν ἐπολέμησαν. Ποστουμίου δὲ νενικηκότος τοὺς Αἰκουοὺς καὶ μεγάλην πόλιν ἑλόντος αὐτῶν, ὅτι μήτ’ ἐκείνην οἱ στρατιῶται εἰς προνομὴν ἐξεχωρήθησαν μήτε τι τῆς λείας αἰτήσαντες ἔλαβον, τόν τε ταμίαν τὸν διατιθέμενον αὐτὴν περιστάντες ἐφόνευσαν καὶ τὸν Ποστούμιον ἐπιτιμῶντα αὐτοῖς ἐπὶ τούτῳ καὶ ζητοῦντα τοὺς αὐτόχειρας προσαπέκτειναν, καὶ τὴν χώραν οὐ τὴν αἰχμάλωτον μόνον, ἀλλὰ καὶ πᾶσαν προσένειμαν ἑαυτοῖς τὴν ἐν τῷ δημοσίῳ τότε τυγχάνουσαν. κἂν ἐπὶ πλεῖστον ἡ στάσις διήρκεσεν, εἰ μὴ πόλεμος αὖθις Ῥωμαίοις παρὰ τῶν Αἰκουῶν ἐπενήνεκτο.
PG 134:362φοβηθέντες γὰρ διὰ τοῦτο ἡσύχασαν, καὶ τὴν τιμωρίαν τῶν φόνων εἰς ὀλίγους ἐλθοῦσαν ὑπέμειναν, καὶ ἐπὶ τοὺς ἐναντίους στρατεύσαντες μάχῃ αὐτοὺς νενικήκασι. διὸ τήν τε λείαν αὐτοῖς οἱ δυνατοὶ διέδοσαν καὶ μισθὸν τοῖς πεζοῖς, εἶτα καὶ τοῖς ἱππεῦσιν ἐψηφίσαντο· ἀμισθὶ γὰρ μέχρι τότε καὶ οἰκόσιτοι ἐστρατεύοντο· τότε δὲ πρῶτον μισθοφορεῖν ἤρξαντο. Πολέμου δὲ αὐτοῖς πρὸς Οὐιέντας συστάντος, ἕως μὲν κατὰ σφᾶς ἐπολέμουν ἐκεῖνοι, πολλάκις αὐτοὺς οἱ Ῥωμαῖοι ἐνίκησαν, καὶ ἐς πολιορκίαν κατέστησαν· προσγενομένων δὲ αὐτοῖς συμμάχων ἐπεξῆλθον τοῖς Ῥωμαίοις καὶ ἐπεκράτησαν. ἐν τούτοις δὲ ἡ πρὸς τῷ ὄρει τῷ Ἀλβανῷ οὖσα λίμνη, ὑπὸ τῶν πέριξ αὐτῆς περικλειομένη λόφων καὶ μὴ ἔχουσα ἐκροήν, κατὰ τὸν τῆς πολιορκίας τῶν Οὐιεντῶν καιρὸν ἐς τοσοῦτον ἐπλήμμυρεν ὡς ὑπερεκχεῖσθαι καὶ τῶν ὀρῶν καὶ κατιέναι πρὸς θάλασσαν. κρίναντες δ’ οἱ Ῥωμαῖοι πάντως τι διὰ τούτου θεῖον σημαίνεσθαι, ἔπεμψαν εἰς Δελφοὺς περὶ τούτου χρησόμενοι. ἦν δέ τις καὶ παρὰ τοῖς Οὐιένταις Τυρσηνὸς ἀνὴρ μαντικός. ἐς ταὐτὸν οὖν ἥ τε Πυθία καὶ ἡ ἐκείνου μαντεία συνέδραμον·
καὶ ἄμφω γὰρ ἁλώσεσθαι τὴν πόλιν εἶπον ὅταν τὸ ὕδωρ τὸ πλημμυρῆσαν μὴ ἐς θάλασσαν ἐκπέσῃ, ἀλλ’ ἀναλωθείη ἑτέρωθι, καί τινας ἱερουργίας διὰ τοῦτο γενέσθαι ἐκέλευσαν. ἀλλ’ ὁ μὲν Πύθιος οὔτε τίσι θεῶν οὔθ’ ὅπως αὐτὰς ποιήσουσι διεσάφησεν, ὁ δὲ Τυρσηνὸς ἐῴκει μὲν εἰδέναι, οὐδὲν δὲ ἐδήλου. οἱ γοῦν περὶ τὸ τεῖχος, ὅθεν ἐκεῖνος ὡμίλει, τεταγμένοι Ῥωμαῖοι, φιλίαν πρὸς ἐκεῖνον ὑποκριθέντες, τά τε ἄλλα θαρρεῖν αὐτῷ ἐνεδίδουν καὶ ἀδεῶς ἐπέτρεπον ἐκφοιτᾶν· καὶ οὕτω συλλαβόντες αὐτὸν πάντα τὰ καθήκοντα ἠνάγκασαν ἐξειπεῖν. καὶ κατὰ τὴν ὑποθήκην ἐκείνου τάς τε θυσίας ἐποίησαν καὶ τὸν λόφον διέτρησαν καὶ τὸ πλεονάζον ὕδωρ εἰς τὸ πεδίον κρυπτῇ διώρυχι μετωχέτευσαν, ὥσθ’ ἅπαν ἐν αὐτῷ ἀναλίσκεσθαι καὶ μή τι καταρρέειν εἰς θάλασσαν. Ἄρτι μὲν οὖν τοῦτο ἐγένετο καὶ δικτάτωρ ᾑρέθη Μάρκιος Φούριος Κάμιλλος. ὃς προσβαλὼν τῇ πόλει ἐπεὶ οὐδὲν ἤνυεν, ὑπόγειον ὠρύξατο δίοδον πόρρωθεν ἀρξάμενος ἐς τὴν ἀκρόπολιν φέρουσαν. παρεσκευασμένου δὲ ἤδη τοῦ ὑπονόμου, ἐπεὶ πολλοὶ καὶ ἀπὸ τῆς Ῥώμης αὐτῷ προσεχώρησαν ἐθελονταί, παραλαβὼν κἀκείνους προσέβαλε τῇ πόλει καὶ πανταχόθεν τὸ τεῖχος ἐκύκλωσε·
PG 134:363τῶν δ’ ἐντὸς περὶ πάντα τὸν περίβολον σκεδασθέντων, ἔλαθον ἕτεροι διὰ τῶν ὑπονόμων γεγονότες ἐντός. ἁλούσης δὲ τῆς πόλεως καὶ τῶν Ῥωμαίων διαρπαζόντων τὰ ἐν αὐτῇ, ὁρῶν ἀπὸ τῆς ἄκρας ὁ Κάμιλλος τὰ πραττόμενα ἐστέναξε καὶ ἐδάκρυσε καί ὦ θεοί, ἔφη, εἴ τις Ῥωμαίοις ὀφείλεται νέμεσις τῆσδε τῆς εὐπραγίας ἀντίστροφος, εὔχομαι ταύτην εἰς ἐμαυτὸν τελευτῆσαι. τὴν δὲ τῆς λείας δεκάτην ἐξελὼν ἀκόντων τῶν στρατιωτῶν ἀνέθετο τῷ Ἀπόλλωνι, εὐχὴν τοῦτο πρὶν ποιησάμενος. ἀνέθετο δὲ καὶ κρατῆρα χρυσοῦν ἐκ τοῦ τῶν γυναικῶν κόσμου πεποιημένον· ἀνθ’ οὗ τιμὴ αὐταῖς παραχρῆμα ἐψήφιστο· ἡ δὲ ἦν τὸ ἐπ’ ὀχημάτων αὐτὰς ἐς τὰς πανηγύρεις φοιτᾶν, αὐτοποδίᾳ βαδιζούσαις πρότερον ἐς αὐτάς. τῷ δὲ Καμίλλῳ προςώχθισεν ὁ δῆμος καὶ ἐνεμέσησε, τὸ μὲν ὅτι τὴν δεκάτην τῶν λαφύρων οὐκ ἐν τῷ διαρπάζεσθαι ταῦτα, ἀλλὰ καιροῦ παρελθόντος ἐξείλετο τῷ θεῷ, τὸ δ’ ὅτι τά τε ἄλλα σοβαρῶς ἐθριάμβευσε καὶ πρῶτος Ῥωμαίων λευκῷ τεθρίππῳ τὰ ἐπινίκια ἔπεμψεν. Ἡ δὲ τῶν ἐπινικίων πομπή, ἣν καὶ θρίαμβον ἐκάλουν, τοιάδε τις ἐγίνετο.
ὅτε τι κατωρθώθη μέγα καὶ ἐπινικίων ἐπάξιον, αὐτοκράτωρ αὐτίκα ὁ στρατηγὸς ὑπὸ τῶν στρατιωτῶν ὠνομάζετο, καὶ κλῶνας δάφνης περιέδει ταῖς ῥάβδοις καὶ τοῖς δρομοκήρυξι τοῖς τὴν νίκην καταγγέλλουσι τῇ πόλει κομίζειν ἐδίδου. ἐλθὼν δὲ οἴκαδε τὴν γερουσίαν συνήθροιζε καὶ ᾔτει ψηφίσασθαί οἱ τὰ ἐπινίκια. καὶ εἰ ἔτυχε ψήφου παρά τε τῆς βουλῆς καὶ τοῦ δήμου, ἐβεβαιοῦτο αὐτῷ καὶ ἡ ἐπωνυμία τοῦ αὐτοκράτορος. καὶ εἰ μὲν ἐν τῇ ἀρχῇ ἦν ἔτι, ἐν ᾗ τυγχάνων ἐνίκησε, ταύτῃ καὶ πανηγυρίζων ἐκέχρητο, εἰ δ’ ὁ χρόνος παρελήλυθε τῆς ἀρχῆς, ἄλλο τι πρόσφορον αὐτῇ ἐλάμβανεν ὄνομα· ἰδιώτῃ γὰρ νικητήρια πέμψαι ἀπείρητο. ἐνσκευασάμενος δὲ τῇ ἐπινικίῳ σκευῇ, καὶ περιβραχιόνια λαβὼν στέφανόν τε δάφνης ἀναδησάμενος καὶ κλάδον κρατῶν ἐν τῇ δεξιᾷ, τὸν δῆμον συνεκάλει· καὶ ἐπαινέσας τοὺς συστρατευσαμένους αὐτῷ καὶ κοινῇ καὶ ἰδίᾳ τινάς, ἐδωρεῖτο μὲν σφίσι χρήματα, ἐτίμα δὲ καὶ κόσμῳ, περιβραχιόνιά τέ τισι καὶ δόρατα ἀσίδηρα παρεῖχε, καὶ στεφάνους τοῖς μὲν χρυσοῦς, τοῖς δὲ ἀργυροῦς ἐδίδου, τοὔνομά τε ἑκάστου καὶ τῆς ἀριστείας φέροντας τὸ ἐκτύπωμα.
εἰ γὰρ τείχους τις πρῶτος ἐπέβη, καὶ τείχους ὁ στέφανος εἶδος ἔφερεν· ἢ καὶ ἐξεπολιόρκησέ τι, καὶ τοῦτο κἀκεῖνο εἰκόνιστο. ἐναυκράτησέ τις, ναυσὶν ὁ στέφανος ἐκεκόσμητο· ἱπποκράτησέ τις, ἱππικόν τι ἐξετετύπωτο. ὁ δὲ πολίτην τινὰ ἐκ μάχης ἢ ἑτέρου κινδύνου ἢ ἐκ πολιορκίας σώσας μέγιστόν τε εἶχε τὸν ἔπαινον καὶ ἐλάμβανε στέφανον γινόμενον ἐκ δρυός, ὃς πολὺ πάντων καὶ τῶν ἀργυρῶν καὶ τῶν χρυσῶν ὡς ἐντιμότερος προτετίμητο. καὶ οὐ κατ’ ἄνδρα μόνον ἀριστεύσαντα ταῦτα ἐδίδοτο, ἀλλὰ καὶ λόχοις καὶ στρατοπέδοις ὅλοις παρείχετο. καὶ τῶν λαφύρων πολλὰ μὲν τοῖς στρατευσαμένοις διανενέμητο· ἤδη δέ τινες καὶ παντὶ τῷ δήμῳ διέδοσαν καὶ ἐδαπάνων εἰς τὴν πανήγυριν καὶ ἐδημοσίευον, καὶ εἴ τι περιελέλειπτο, εἰς ναούς, εἰς στοὰς ἢ καί τι ἕτερον δημόσιον ἔργον ἀνήλισκον. Ταῦθ’ ὁ πομπεὺς ποιήσας εἰς τὸ ἅρμα ἀνέβαινε. τὸ δὲ δὴ ἅρμα οὔτ’ ἀγωνιστηρίῳ οὔτε πολεμιστηρίῳ ἦν ἐμφερές, ἀλλ’ ἐς πύργου περιφεροῦς τρόπον ἐξείργαστο.
PG 134:364καὶ οὐ μόνος ἦν ἐν τῷ ἅρματι, ἀλλ’ ἄν γε καὶ παῖδας ἢ συγγενεῖς τινας εἶχε, κἀκείνων τὰς μὲν κόρας καὶ τὰ ἄρρενα τὰ νεογνὰ ἐν αὐτῷ ἀνεβίβαζε, τοὺς δὲ ἁδροτέρους ἐπὶ τοὺς ἵππους τούς τε ζυγίους καὶ τοὺς σειραφόρους ἀνετίθετο· εἰ δὲ πλείους ἦσαν, ἐπὶ κελήτων τῷ πομπεῖ παριππεύοντες συνεπόμπευον. τῶν δ’ ἄλλων οὐδεὶς ὠχεῖτο, ἀλλ’ ἐστεμμένοι δάφνῃ πάντες ἐβάδιζον. οἰκέτης μέντοι δημόσιος ἐπ’ αὐτοῦ παρωχεῖτο τοῦ ἅρματος, τὸν στέφανον τῶν λίθων τῶν χρυσοδέτων ὑπερανέχων αὐτοῦ, καὶ ἔλεγε πρὸς αὐτόν ὀπίσω βλέπε, τὸ κατόπιν δηλαδὴ καὶ τὰ ἐφεξῆς προσκόπει τοῦ βίου, μηδ’ ὑπὸ τῶν παρόντων ἐπαρθῇς καὶ ὑπερφρονήσῃς. καὶ κώδων ἀπήρτητο καὶ μάστιξ τοῦ ἅρματος, ἐνδεικτικὰ τοῦ καὶ δυστυχῆσαι αὐτὸν δύνασθαι, ὥστε καὶ αἰκισθῆναι ἢ καὶ δικαιωθῆναι θανεῖν. τοὺς γὰρ ἐπί τινι ἀτοπήματι καταδικασθέντας θανεῖν νενόμιστο κωδωνοφορεῖν, ἵνα μηδεὶς βαδίζουσιν αὐτοῖς ἐγχριπτόμενος μιάσματος ἀναπίμπληται.
οὕτω δὲ σταλέντες εἰσῄεσαν εἰς τὴν πόλιν, ἔχοντες προπέμποντα σφῶν τὰ σκῦλά τε καὶ τὰ τρόπαια, καὶ ἐν εἰκόσι τά τε αἰχμάλωτα φρούρια ἠσκημένα, πόλεις τε καὶ ὄρη καὶ ποταμούς, λίμνας, θαλάσσας, τά τε σύμπαντα ὅσα ἑαλώκεσαν. καὶ εἰ μὲν μία ἡμέρα ἦν ἐξαρκοῦσα πρὸς τὴν τούτων πομπήν· εἰ δὲ μή, καὶ ἐν δευτέρᾳ καὶ τρίτῃ ἐπέμπετο. προδιελθόντων δ’ ἐκείνων οὕτως ὁ πομπεὺς εἰς τὴν Ῥωμαίαν κομισθεὶς ἀγοράν, καὶ τῶν αἰχμαλώτων τινὰς εἰς τὸ δεσμωτήριον ἀπαχθῆναι καὶ θανατωθῆναι κελεύσας, ἀνήλαυνεν εἰς τὸ Καπιτώλιον, καί τινας ἐκεῖ τελετὰς πληρώσας, καὶ προσαγαγὼν ἀναθήματα, καὶ παρὰ ταῖς ἐκεῖ δειπνήσας στοαῖς, πρὸς ἑσπέραν οἴκαδε μετ’ αὐλῶν καὶ συρίγγων ἀπήρχετο. τοιαῦτα μὲν ἦσαν πάλαι τὰ νικητήρια· αἱ δὲ στάσεις αἵ τε δυναστεῖαι πλεῖστα ἐνεωτέρισαν ἐπ’ αὐτοῖς. Εἰ δὲ καί, ὡς ἤδη ἱστόρηται, ὁ δῆμος ἐμίσει τὸν Κάμιλλον, ἀλλ’ ὁ πρὸς Φαλίσκους πόλεμος ἠνάγκασε χιλίαρχον ψηφισθῆναι αὐτόν. καὶ αὐτοὺς μὲν ἐνίκησαν μαχεσάμενοι, πολιορκοῦντες δὲ πόλιν αὐτῶν ἐρυμνὴν Φαλερίους ὠνομασμένην οὐδὲν ἤνυον.
PG 134:365οὕτω γὰρ τῆς πολιορκίας οἱ τῆς πόλεως κατεφρόνουν ὡς καὶ τοὺς παῖδας αὐτῶν παρὰ τὰ τείχη περιπατήσοντας μετὰ τοῦ διδασκάλου καὶ γυμνασομένους φοιτᾶν. καὶ κἂν ἀπέστησαν τῆς πολιορκίας, εἰ μή τι συμβέβηκεν. οὗτος γὰρ ὁ διδάσκαλος ἐπιβουλεύων τοῖς πολίταις ἢ δι’ ὀργήν τινα ἢ κέρδους ἐλπίδι ἡμέρας ἑκάστης ἐξῆγε τοὺς παῖδας ἐπὶ τὸ τεῖχος, ἐγγὺς τὸ πρῶτον, καὶ εἰσῆγεν αὖθις αὐτοὺς γυμνασαμένους εὐθύς· τέλος δ’ εἰς τοὺς προφύλακας τῶν Ῥωμαίων ἐνέβαλεν ἅπαντας καὶ ἄγειν ἐκέλευσε πρὸς τὸν Κάμιλλον, καὶ παραστὰς αὐτῷ πᾶσαν εἶπε παραδιδόναι τὴν πόλιν διὰ τῶν παίδων. ἐκεῖνος δὲ δεινὸν τὸ ἔργον ἡγησάμενος, καὶ ἀρετῇ φήσας ἰδίᾳ τὸν μέγαν στρατηγόν, ἀλλ’ οὐκ ἀλλοτρίᾳ κακίᾳ θαρροῦντα χρῆναι στρατεύειν, προσέταξε γυμνῶσαι μὲν τὸν διδάσκαλον καὶ δεσμῆσαι τὰς χεῖρας ὄπισθεν, τοῖς δὲ παισὶ ῥάβδους δοῦναι καὶ μάστιγας, ἵνα ταύταις τὸν προδότην τύπτοντες εἰς τὴν πόλιν ἐλαύνωσι. τῶν δὲ πολιτῶν ἄρτι γνόντων τὴν προδοσίαν δρόμος ἦν ἐπὶ τὰ τείχη καὶ θρῆνος ἀνδρῶν τε καὶ γυναικῶν. οὕτω δὲ διακειμένων αὐτῶν προσῆγον οἱ παῖδες γυμνὸν τὸν διδάσκαλον.
ὅπερ ἰδόντες οἱ Φαλίσκοι καὶ μαθόντες ὅπως ἐγένετο, φέροντες ἑαυτοὺς ἐθελονταὶ τῷ Καμίλλῳ παρέδοσαν, τὴν ἧτταν ἀγαπῆσαι πρὸ τῆς ἐλευθερίας διὰ τὴν δικαιοσύνην αὐτοῦ λέγοντες. Χρήματα οὖν λαβὼν καὶ σπεισάμενος ἀνεχώρησεν. οἱ δὲ στρατιῶται, διαρπάσειν προσδοκήσαντες τοὺς Φαλερίους, ὡς μισοδήμου κατηγόρουν αὐτοῦ. φθονηθεὶς δ’ ἐπὶ πλέον κατηγορήθη ὡς μηδὲν τὸ δημόσιον ἐκ τῶν Τυρρηνικῶν ὠφελήσας χρημάτων, αὐτὸς δ’ ἐκ τούτων σφετερισάμενος. οὕτω δὲ ὠργίζοντο κατ’ αὐτοῦ ὡς μηδ’ οἶκτον αὐτοῦ τινα λαβεῖν ἐπὶ τῇ συμβάσῃ αὐτῷ συμφορᾷ· τέθνηκε γὰρ αὐτοῦ νοσήσας ὁ ἕτερος τῶν υἱῶν. δεόμενος δὲ τῶν φίλων μὴ περιιδεῖν αὐτὸν ἀδίκως κατακρινόμενον, ἐπείπερ ἐκεῖνοι πρὸς μὲν τὴν ψῆφον αὐτῷ βοηθήσειν ἀπείπαντο, τὴν δὲ ζημίαν ὄφλοντι συνεκτίσειν ὑπέσχοντο, οὐκ ἀνασχόμενος ἔγνω φυγεῖν ἐκ τῆς πόλεως. καὶ ἐξιὼν ηὔξατο, εἰ μὴ δικαίως, ὕβρει δὲ δήμου ἐκπίπτει καὶ φθόνῳ, ταχὺ τοὺς αὐτοὺς πολίτας αὐτοῦ δεηθῆναι καὶ ζητῆσαι αὐτόν.
Ἐκεῖνος μὲν οὖν πρὸς Ῥουτούλους μετέστη, ἐρήμην δ’ ἑάλω, καὶ ψῆφος ἠνέχθη κατ’ αὐτοῦ τίμημα μυρίων καὶ πεντακισχιλίων ἀσσαρίων ἔχουσα, ὃ γίνεται πρὸς ἀργυρίου λόγον δραχμαὶ χίλιαι πεντακόσιαι. οἱ δ’ Εὐρωπαῖοι Γαλάται, ὧν οἱ Ἀσιᾶται νομίζονται ἄποικοι, Κελτικὸν ὄντες γένος, λιπόντες τὴν ἑαυτῶν ὡς οὐκ αὐτάρκη τρέφειν αὐτούς, οἱ μὲν ἐπὶ τὰ ὄρη τὰ Ῥιπαῖα ὡρμήκεσαν, οἱ δὲ τῶν Ἄλπεων ἱδρυθέντες ἐγγὺς χρόνον ἐκεῖ διήγαγον πλείονα. τότε δὲ οἴνου κομισθέντος ἐξ Ἰταλίας, τούτου γευσάμενοι καὶ ὑπερθαυμάσαντες, ἀράμενοι τὰ ὅπλα καὶ γονέας ἐπαγόμενοι τὴν γῆν ἐκείνην ἐζήτουν, ἣ τοιοῦτον καρπὸν ἀναδίδωσι. καὶ πρὸς πόλιν Τυρρηνίδα Κλούσιον καλουμένην στρατεύσαντες ἐπολιόρκουν αὐτήν. οἱ δὲ Κλουσῖνοι πρὸς τοὺς Ῥωμαίους κατέφυγον αἰτοῦντες βοήθειαν. πρέσβεις δ’ ἐκ Ῥώμης πρὸς ἐκείνους ἐπέμφθησαν· οὓς οἱ Γαλάται διὰ τὸ τῶν Ῥωμαίων ὄνομα ἐντίμως ἐδέξαντο, καὶ τοῦ τειχομαχεῖν παυσάμενοι εἰς λόγους συνεληλύθασιν. ἐν τούτοις δὲ λοχήσαντες οἱ Κλουσῖνοι μετὰ τῶν ἐκ Ῥώμης πρέσβεων ἐπέθεντο τοῖς Γαλάταις.
PG 134:366ὁ δὲ τῶν Γαλατῶν βασιλεὺς Βρέννος ὀργισθεὶς ἐπὶ τούτῳ, τῶν Κλουσίνων ἀμελήσας εὐθὺς ὡς εἶχε τὸ στράτευμα κατὰ τῆς Ῥώμης ἐκίνησεν, ἐπεὶ μὴ ἐπὶ τιμωρίᾳ οἱ πρέσβεις αὐτῷ ἐξεδίδοντο· καὶ τοσούτῳ τάχει ἐχρήσατο ὥστ’ ἐπελθεῖν αὐτοὺς τῇ πόλει μὴ προμαθόντων Ῥωμαίων τὴν ἔφοδον. τὸ μέντοι δαιμόνιον προαγγεῖλαι αὐτοῖς τὴν ἔφοδον λέγεται. Μάρκος γὰρ Καίδικος νυκτός ποι βαδίζων φωνῆς ἤκουσε λεγούσης Γαλάται ἔρχονται. εἰρηκότος δὲ τοῦτο Μάρκου τῷ δήμῳ καὶ τῇ βουλῇ, ἐν παιδιᾷ τὸν λόγον ἐποιοῦντο καὶ γέλωτι, ἕως αὐτάγγελοι οἱ Γαλάται σφῶν πλησίον ἐγένοντο. τότε δὲ σπουδῇ ἐξελθόντες καὶ ἀτάκτως ἀγωνισάμενοι αἰσχρότατα ἥττηντο. καὶ πολλοὶ μὲν ἐν τῇ μάχῃ πεπτώκασι, πολλοὶ δὲ φεύγοντες ἔθνησκον καταλαμβανόμενοι, πλεῖστοι δὲ καὶ εἰς ποταμὸν τὸν Τίβεριν συνωθήθησαν καὶ ἐφθάρησαν· οἱ δὲ λοιποὶ σκεδασθέντες οἱ μὲν εἰς τὴν Ῥώμην ἐλθεῖν ἠδυνήθησαν, οἱ δὲ ἀλλαχοῦ.
Οἱ δ’ ἐν τῇ Ῥώμῃ γνόντες τὸ γεγονὸς ἐν ἀμηχανίᾳ ἐγένοντο, καὶ ἀπογνόντες οὔτε τῶν τειχῶν φυλακὴν ἔθεντο οὔτε τῆς πόλεως τὰς πύλας ἔκλεισαν, ἀλλ’ οἱ μὲν αὐτὴν ἐκλιμπάνοντες ἔφευγον, οἱ δὲ σὺν γυναιξὶ καὶ τέκνοις ἀνέδραμον εἰς τὸ Καπιτώλιον. μόνοι δὲ ὀγδοήκοντα ἄνδρες, οὓς οἱ μὲν ἱερεῖς εἶναί φασιν, οἱ δὲ τοὺς πρώτους Ῥωμαίων καθ’ ἡλικίαν καὶ πλοῦτον καὶ γένος, ἐνδύντες ἱερὰς ἢ πολυτελεστάτας στολάς, ἐν ἀγορᾷ ἐπὶ τῶν ἐλεφαντίνων δίφρων ἐκάθηντο, τὴν ἐπιοῦσαν προσμένοντες τύχην. οἱ δὲ Γαλάται τῇ ὑστεραίᾳ ἦλθον μὲν ἐπὶ τὴν Ῥώμην, ἰδόντες δὲ τὰς πύλας ἠνεῳγμένας καὶ τὸ τεῖχος ἀφύλακτον, ἐπέσχον καὶ οὐκ εἰσῄεσαν, ἐνέδραν ὑποτοπήσαντες. τῇ δὲ τρίτῃ θαρσήσαντες εἰσεπήδησαν καὶ εἷλον τὴν πόλιν. καὶ τῷ μὲν Καπιτωλίῳ φρουρὰν ὁ τῶν βαρβάρων ἐπέστησε βασιλεύς, αὐτὸς δὲ διιὼν τὴν ἀγορὰν ἐθαύμαζε τοὺς προκαθημένους ἐκείνους ἄνδρας, ὁρῶν ἐν κόσμῳ αὐτοὺς ἀτρεμοῦντας καὶ σιωπῇ. τοὺς δὲ Γαλάτας εἶχεν ἔκπληξις πρὸς τὸ ἄτοπον, ὤκνουν τε αὐτοῖς προσελθεῖν. ὀψὲ δὲ τολμήσας τις ἑνὶ παρέστη, καὶ τῆς ὑπήνης ἁψάμενος τοῦ ἀνδρὸς κατῆγε ταύτην βαθεῖαν οὖσαν·
PG 134:367ὁ δὲ τῇ βακτηρίᾳ τὴν κεφαλὴν ἐκείνου ἐπάταξε. καὶ ὁ βάρβαρος σπασάμενος τὴν μάχαιραν τὸν ἄνδρα κατέκτεινεν. οὕτω δὲ καὶ τοὺς λοιποὺς ἀνῄρουν προσπεσόντες οἱ βάρβαροι, καὶ τὰς οἰκίας ἐπόρθουν καὶ κατεπίμπρασαν. εἶτα καὶ τῷ Καπιτωλίῳ προσέβαλον· ὡς δ’ ἐπὶ πολλὰς ἐπιχειροῦντες ἡμέρας οὐδὲν ἤνυον, οἱ μὲν ἐφρούρουν τὸ Καπιτώλιον, οἱ δὲ τὴν χώραν κατέτρεχον τροφὰς ποριζόμενοι, σκιδνάμενοι καὶ σποράδην ἐπιόντες, ἀλλ’ οὐχ ὁμοῦ, ἅτε μέγα φρονοῦντες τῷ εὐτυχήματι, καὶ ὑπὸ μέθης ἐσφάλλοντο· οἴνῳ γὰρ ἐντυχόντες πολλῷ ἀκρατέστερον ἐχρῶντο αὐτῷ, μήπω πρότερον πόματος τοιούτου γευσάμενοι. Οὕτω δ’ ἔχοντας ὁρῶν τοὺς Γαλάτας ὁ Κάμιλλος, ἐπεὶ καὶ τὴν τῶν Ἀρδεατῶν ἐληίζοντο χώραν, αὐτοὺς δὲ τοὺς Ἀρδεάτας πλήθει μὲν ἱκανοὺς ὄντας, τόλμης δὲ δεομένους δι’ ἀπειρίαν καὶ τὸ πρὸς μάχας ἀνάσκητον, λόγον πρὸς τοὺς νεωτέρους ἐνέβαλεν ὡς οὐκ ἀνδρείᾳ τῶν βαρβάρων τὴν εὐπραγίαν αὐτῶν ἐπιγράφεσθαι δεῖ, ἀλλ’ ἀτυχίᾳ Ῥωμαίων, καὶ εἰ προθυμοῖντο καὶ θαρροῦσιν αὐτοί, ἀκινδύνως νικήσειν τοὺς πολεμίους διισχυρίζετο.
οὕτω πείσας τοὺς νέους, εἶτα καὶ τοὺς λοιπούς, ὥπλισε τοὺς ἐν ἡλικίᾳ, καὶ νυκτὸς βαθείας μεθύουσιν αὐτὸς μετὰ τῶν Ἀρδεατῶν τοῖς βαρβάροις προσέμιξε. καὶ τοὺς πλείονας ἐκεῖ κατέκοψεν, εἰ δέ τινες καὶ φυγεῖν ἠδυνήθησαν ἐν τῷ σκότει, μεθ’ ἡμέραν διέφθειρον ἱππεῖς αὐτοὺς καταλαμβάνοντες. Τῆς δὲ φήμης ταχὺ κηρυξάσης ἁπανταχοῦ τὸ κατόρθωμα, ὅσοι τῶν Ῥωμαίων φυγόντες ἐκ τῆς πρώτης πρὸς τοὺς Γαλάτας μάχης ἐσώζοντο, τὰ ὅπλα λαβόντες ἀπῄεσαν πρὸς τὸν Κάμιλλον, δέχεσθαι δεόμενοι τὴν ἀρχὴν αὐτῶν. ὁ δ’ οὐκ ἔφη πεισθήσεσθαι, μὴ πρότερον τῶν ἐν τῷ Καπιτωλίῳ σωζομένων ψηφισαμένων αὐτῷ τὴν ἀρχήν. ἦν δὲ ἀπορία τοῦ ταῦτα διαγγελοῦντος τοῖς εἰς τὸ Καπιτώλιον. εἷς δέ τις τῶν νέων Κομίνιος Πόντιος, δόξης ἐρῶν, ὑπέστη τὸν ἆθλον, καὶ λαθὼν διὰ μέσων διέβη τῶν πολεμίων, καὶ τῷ λόφῳ τοῦ Καπιτωλίου προσπελάσας καὶ χαλεπῶς ἀνερπύσας μόλις τε ἀναρριχησάμενος πρὸς τοὺς ἐν τέλει τῶν Ῥωμαίων παρὰ τῶν φυλαττόντων εἰσήχθη, καὶ τήν τε νίκην τοῦ Καμίλλου κατήγγειλε, καὶ τὰ δόξαντα τοῖς στρατιώταις εἰπὼν βεβαιῶσαι τῷ Καμίλλῳ τὴν ἀρχὴν παρεκάλει. οἱ δὲ δικτάτωρα τὸν Κάμιλλον ἐψηφίσαντο.
καὶ ὃς τοὺς ἔξω ὄντας Ῥωμαίους περὶ δισμυρίους συναγαγὼν καὶ ἀπὸ τῶν συμμάχων πολλούς, παρεσκευάζετο πρὸς ἐπίθεσιν. οἱ δὲ βάρβαροι μεθ’ ἡμέραν διιόντες, καὶ καταμαθόντες ὅθεν ὁ Πόντιος προσέβη τῷ Καπιτωλίῳ, τοῦτο δ’ ὑπετόπασαν ἔκ τε τῶν ἀπερρωγότων τῆς πέτρας θραυσμάτων καὶ τῆς πόας, ἣ πολλὴ ἐπ’ αὐτῆς ἦν, τῆς μὲν ἀνεσπασμένης, τῆς δὲ συμπεπιλημένης, ἐκεῖθεν ἀναβῆναι νυκτὸς καὶ αὐτοὶ ἐβουλεύσαντο. καὶ ἐπεχείρησαν τῷ ἔργῳ, καὶ δυσχερῶς μέν, ἀνῄεσαν δ’ ὅμως, καὶ ἔλαθον ἂν ἡμμένοι τοῦ προτειχίσματος καὶ τοῖς φύλαξιν ἐπιθέμενοι, εἰ μὴ χῆνες ἦσαν περὶ τὸν νεὼν τῆς Ἥρας τρεφόμενοι, οἳ φύσει ὄντες εὐαίσθητοι καὶ ψοφοδεεῖς, ταχὺ τῶν Γαλατῶν τὴν ἔφοδον ᾔσθοντο, καὶ ταραχώδει κλαγγῇ φερόμενοι πρὸς τοὺς φύλακας ἐπήγειραν ἅπαντας. οὕτω δὲ τοῖς ἀνιοῦσιν οἱ Ῥωμαῖοι προσμίξαντες τοὺς μὲν ἀπέκτειναν, τοὺς δὲ κατὰ τῆς πέτρας ἀπώσαντο, καὶ τὸν κίνδυνον ἐκπεφεύγασιν. Ἐντεῦθεν ἦσαν οἱ Κελτοὶ ἀθυμότεροι, ἐφ’ ἑπτὰ μησὶ τῇ πολιορκίᾳ ταλαιπωρούμενοι. διὸ καὶ περὶ συμβάσεων ὅ τε τῶν βαρβάρων βασιλεὺς Βρέννος καὶ ὁ τῶν Ῥωμαίων χιλίαρχος ὁ Σουλπίκιος διειλέχθησαν.
PG 134:368καὶ συνέδοξε χιλίας λίτρας χρυσίου τοῖς Γαλάταις τοὺς Ῥωμαίους καταβαλεῖν, τοὺς δὲ τὸ χρυσίον λαβόντας αὐτίκα τῆς πόλεως καὶ τῆς χώρας ἀπαναστῆναι. κομισθέντος δὲ τοῦ χρυσίου, καὶ τῶν βαρβάρων περὶ τὸν σταθμὸν κακουργούντων λάθρᾳ, ὁ Βρέννος τὸ ξίφος ἅμα καὶ τὸν ζωστῆρα λύσας ἐπέθηκε τοῖς σταθμοῖς. πυθομένου δὲ τοῦ χιλιάρχου τί τὸ γινόμενον, τί ἄλλο εἶπεν ἢ τοῖς νενικημένοις ὀδύνη; ἐν τούτοις ὁ Κάμιλλος ἄγων τὸν στρατὸν ταῖς πύλαις ἐπέστη τῆς πόλεως· καὶ μαθὼν τὰ γινόμενα πρὸς τοὺς Ῥωμαίους ἐπειγόμενος ἐπορεύετο. καὶ ἐλθὼν τὸ μὲν χρυσίον ἄρας ἀπὸ τοῦ ζυγοῦ τοῖς ὑπηρέταις ἔδωκε, τὸν δὲ ζυγὸν καὶ τὰ σταθμὰ τοὺς Κελτοὺς λαβόντας ἀποχωρεῖν ἐκέλευσεν, εἰπὼν ὡς σιδήρῳ πάτριόν ἐστι Ῥωμαίοις καὶ οὐ χρυσῷ τὴν πατρίδα σώζειν. τοῦ δὲ Βρέννου ἀδικεῖσθαι φάσκοντος, λυομένης τῆς ὁμολογίας ἀντεῖπεν ὁ Κάμιλλος μὴ κυρίας εἶναι τὰς συνθήκας αὐτοῦ μὴ συμπράξαντος, ἤδη δικτάτωρος ᾑρημένου. ταραχθεὶς οὖν ὁ Βρέννος μέχρι ξιφουλκίας προῆλθεν, ὅμως δὲ εἰς τὸ στρατόπεδον ἀπήγαγε τοὺς Κελτούς· εἶτ’ ἐκλιπὼν τὴν πόλιν καὶ σταδίους ἑξήκοντα προελθὼν ἐστρατοπέδευσεν.
ἅμα δ’ ἡμέρᾳ παρῆν ὁ Κάμιλλος ἐπ’ αὐτὸν τεθαρρηκότας ἤδη ἐπαγόμενος τοὺς Ῥωμαίους, καὶ τρέπεται τοὺς βαρβάρους φόνῳ πολλῷ καὶ λαμβάνει σφῶν τὸ στρατόπεδον. Οὕτως ἡ Ῥώμη παραλόγως ἥλω καὶ ἐσώθη παραλογώτερον· ὁ δὲ Κάμιλλος ἐθριάμβευσε. τῆς οὖν πόλεως διεφθαρμένης παντάπασι τὸ πλῆθος ἀνοικοδομεῖν αὐτὴν οὐκ ἠβούλετο, οὔτε χρήμασιν οὔτε σώμασιν ἐρρωμένοι, καὶ μικροῦ ἐξέλιπον ἂν αὐτήν. οὐδὲ γὰρ ἐπείθοντο οὔτε τοῖς ἐν τέλει οὔτε τῇ γερουσίᾳ παρακαλοῦσι καὶ συμβουλεύουσι μὴ ἐκλιπεῖν τὸ ἄστυ, ὃ ἐκ τῶν πολεμίων ἤδη ἐσέσωστο, εἰ μὴ ἐν τῇ ἀγορᾷ πάντων περὶ τούτου βουλευομένων ἑκατόνταρχος φρουρὰν ἄγων τινὰ καὶ παρ’ αὐτὴν τὴν ἐκκλησίαν διιὼν τυχαίως ἐνταῦθα στῆτε πρὸς τοὺς ἑπομένους αὐτῷ ἐβόησεν· ἐνταῦθα γὰρ δεῖ ὑμᾶς μεῖναι. θείᾳ γὰρ προνοίᾳ ἐνόμισαν ταῦτ’ εἰρῆσθαι, καὶ τοῦ μεταναστεῦσαι ἀπέσχοντο, πρὸς δὲ τὸν ἀνακαινισμὸν τῆς Ῥώμης σὺν προθυμίᾳ ἐτράποντο, καὶ τά τε τείχη καὶ τὰς ἰδιωτικὰς οἰκίας ἐντὸς ἐνιαυτοῦ ἀνεκαίνισαν. Οὔπω δὲ τῆς περὶ ταῦτα παυθεῖσιν ἀσχολίας πόλεμοι προσέπεσον διαφόρων ἐθνῶν, Αἰκουῶν τε καὶ Οὐολούσκων καὶ Λατίνων.
PG 134:369Τυρρηνοὶ δὲ Σούτριον ἐπολιόρκουν συμμαχίδα Ῥωμαίων πόλιν. ἀποδείκνυται οὖν τὸ τρίτον δικτάτωρ ὁ Κάμιλλος· καὶ στρατεύσας ἐπ’ αὐτοὺς κατετροπώσατο τοὺς λοιπούς, ἐπὶ δὲ τὸ Σούτριον ἦγε τὴν στρατιάν. οἱ δὲ Σουτρῖνοι, ἔτυχον γὰρ τὴν πόλιν τοῖς πολεμίοις ἐκδεδωκότες καὶ ταύτης ἀποχωρήσαντες, καθ’ ὁδὸν ἔτι ὄντι τῷ Καμίλλῳ μετὰ γυναικῶν καὶ παίδων ὑπήντων. οὓς ἰδὼν ὁ Κάμιλλος, καὶ τὰ συμβεβηκότα πυθόμενος, αὐτίκα πρὸς τὸ Σούτριον ὡς εἶχεν ἠπείγετο· καὶ ἀπροσδοκήτως αὐτῷ προσβαλών, ἀφύλακτόν τε εὑρών, ἀπαθὲς κακῶν αὐθημερὸν τοῖς πολίταις αὐτὸ ἀνεσώσατο. ἐθριάμβευσεν οὖν ἐπὶ τούτοις ἄγων τὰ ἐπινίκια καὶ ἐπὶ μέγα δόξης ᾔρετο. Μάρκος δὲ Μάλλιος ὁ πρῶτος τοὺς Κελτοὺς τῷ Καπιτωλίῳ προσβαλόντας ἐκ τῆς ἄκρας ὠσάμενος, ὅθεν καὶ Καπιτωλῖνος προσωνομάσθη, φθονῶν τῷ Καμίλλῳ μᾶλλον τῶν ἄλλων τυραννίδι ἐπέθετο, καὶ διὰ τοῦτο ᾠκειοῦτο τὸν ὅμιλον δημαγωγῶν καὶ πάντα πράττων εἰς θεραπείαν αὐτοῦ. παραλαβὸν οὖν αὐτὸν τὸ πλῆθος ἀνήγαγεν εἰς τὸ Καπιτώλιον· καὶ κατέσχον αὐτό. διὸ καὶ δικτάτωρ ᾑρέθη τὸ τέταρτον ὁ Κάμιλλος.
τῶν δὲ τῆς γερουσίας καὶ τῶν ἐν τέλει ἐς μέγα δέος ἐμπεπτωκότων καὶ ἀπορούντων τί ἂν πράξαιεν, δοῦλός τις αὐτοῖς προσελθὼν ζῶντα τὸν Καπιτωλῖνον παραδοῦναι σφίσιν ὑπέσχετο. λαβὼν οὖν ὁπλίτας καὶ τάξας αὐτοὺς ἀφανῶς ἐνεδρεύειν ὑπὸ τὸ Καπιτώλιον, ὡς αὐτόμολος τῷ Καπιτωλίνῳ προσκεχωρήκει, ἐπῄνει τε αὐτὸν τῆς ἐπιχειρήσεως καὶ βοήθειαν παρὰ τῶν ὁμοδούλων αὐτῷ ἐπηγγέλλετο. καὶ ταῦτά οἱ διαλεγόμενος ἀπήγαγε τὸν ἄνδρα πόρρω τῶν περιεστηκότων, ὡς δή τι κοινολογούμενος αὐτῷ ἰδιαίτατα, καὶ ἠρέμα κατ’ ἐκεῖνο τοῦ Καπιτωλίου προσῄει καθ’ ὃ ἡ ἐνέδρα ἐλελόχιστο, κἀκεῖθεν αὐτὸν κάτω ἀπώσατο· ὃς καὶ ληφθεὶς ἀποκεκόμιστο πρὸς τὸ δικαστήριον. ὁ δὲ τάς τε ἀριστείας κατέλεγε καὶ τὸ Καπιτώλιον τοῖς τε δικάζουσι καὶ τοῖς περιεστῶσιν ἐδείκνυ, ἄποπτον ὂν ἐκεῖθεν, καὶ τῆς σωτηρίας αὐτοῦ τε καὶ τῶν ἐν αὐτῷ προσπεφευγότων πολιτῶν ἀνεμίμνησκεν, ὡς ἐντεῦθεν κατακλᾶσθαι τοὺς δικαστὰς καὶ ὑπερτίθεσθαι τὴν ψῆφον, μήτ’ ἀφιέντας μήτε καταδικάζοντας. τοῦτο δὴ νοήσας ὁ Κάμιλλος εἰς ἄλλον τόπον τὸ δικαστήριον συνεστήσατο, ὅθεν οὐκ ἦν τὸ Καπιτώλιον ἄποπτον.
PG 134:370καὶ καταψηφισθεὶς ὁ Καπιτωλῖνος ἐκεῖ ἀπήχθη τε εἰς τὸ Καπιτώλιον καὶ κατὰ τῆς πέτρας ὠσθεὶς ἀπώλετο, καθ’ ἧς ἐκεῖνος τὸν Κελτὸν κατεκρήμνισεν. Εἶτα πολλῶν πολέμων κατά τε τῆς Ῥώμης αὐτῆς καὶ τῶν ὑποκειμένων αὐτῇ πόλεων κινηθέντων, ἐπεξελθόντες τοῖς ἐναντίοις οἱ Ῥωμαῖοι διά τε τοῦ Καμίλλου καὶ δι’ ἑτέρων, ἤδη ἐκείνου ὑπεργηράσαντος, τούς τε πολέμους κατέπαυσαν καὶ εἰρήνην βαθεῖαν ἔσχον πρὸς τοὺς ἐκτός, πρὸς ἀλλήλους δὲ ἐστασίαζον. Μάρκος γάρ τις Φάβιος εὐπατρίδης, θυγατέρων δύο τυγχάνων πατήρ, τὴν μὲν πρεσβυτέραν Λικινίῳ τινὶ Στόλωνι κατηγγύησε πολὺ αὐτοῦ καταδεεστέρῳ, τὴν δὲ νεωτέραν Σουλπικίῳ Ῥούφῳ, ἀνδρὶ ὁμοτίμῳ, συνῴκισε. χιλιαρχοῦντος οὖν τοῦ Ῥούφου καὶ ὄντος ἐν ἀγορᾷ, πρὸς τὴν γυναῖκα αὐτοῦ ἡ ἀδελφὴ αὐτῆς παραγέγονεν. ἀφικομένου δ’ ἐκείνου τὴν θύραν ὁ ῥαβδοῦχος κατά τι ἔθος ἀρχαῖον ἔκρουσε. διεπτοήθη δὲ πρὸς τὸν πάταγον ἡ γυνὴ οὔπω τούτου πεπειραμένη· καὶ γέλως ἐπὶ τούτῳ καὶ παρὰ τῆς ἀδελφῆς καὶ τῶν παρόντων ἐγένετο, καὶ ὡς ἰδιῶτις ἐσκώφθη. τῇ δ’ ἐν δεινῷ τὸ πρᾶγμα πεποίητο, καὶ τὸν ἄνδρα ἐς ἀρχὴν παραγγεῖλαι ἠρέθιζεν.
ὁ γοῦν Στόλων ὑπὸ τῆς γυναικὸς παρακινηθεὶς Λουκίῳ τινὶ Σεξτίῳ, ἀνδρὶ τῶν ὁμοίων, τὰ τοῦ πράγματος κοινωσάμενος, ἄμφω δημαρχῆσαι κατεβιάσαντο, καὶ τὸν κόσμον τῆς πολιτείας συνέχεον, ὡς καὶ ἐπὶ τέσσαρσιν ἔτεσιν ἀναρχίαν γενέσθαι τῷ δήμῳ· τὰς γὰρ τῶν εὐπατριδῶν ἀρχαιρεσίας ἐνεπόδιζον. καὶ ἐπὶ πλέον ἂν ἔτι τοῦτο ἐγένετο, εἰ μή τις ἀγγελία κεκόμιστο ἐπὶ τὴν Ῥώμην αὖθις ἐλαύνειν Κελτούς. ἅπαν οὖν πρὸς ἀλλήλους ἀφέντες διάφορον, δικτάτωρα τὸ πέμπτον τὸν Κάμιλλον εἵλοντο καὶ πρὸς τοὺς βαρβάρους ἐστράτευσαν. οὐ μάχη μέντοι κοινή, μονομαχία δὲ γέγονε πρότερον. Τίτος γάρ τις Μάλλιος, ἀνὴρ εὐπατρίδης. προσκεκρουκὼς τῷ πατρὶ παρημελεῖτο καὶ διέτριβεν ἐν ἀγρῷ· εἶτα τῷ πατρὶ διηλλάγη, καὶ χιλίαρχος στρατοπέδου γενόμενος τῷ τε προκαλουμένῳ Κελτῷ πρὸς μονομαχίαν ἀντέστη καὶ νικήσας αὐτὸν τὸν στρεπτὸν αὐτοῦ χρυσοῦν ὄντα ἐσκύλευσε, καὶ Τουρκουάτος φορῶν αὐτὸν ἐπεκέκλητο.
συμμιξάντων δὲ καὶ τῶν στρατευμάτων ἥττηντο οἱ Κελτοί, καὶ τῆς μὲν ἐπὶ τὴν Ῥώμην ὁρμῆς ἀπέσχοντο, τὴν δ’ Ἀλβανίδα ἐλεηλάτουν, ἐάσαντες οὖν αὐτοὺς οἱ Ῥωμαῖοι διαρπάσαι τὴν χώραν, ὡς κατακορεῖς γενόμενοι βρωμάτων καὶ μέθης εὐεπιχειρητότεροι εἶεν, ἐπέθεντο σφίσι, καὶ αὐτῶν τε πολλοὺς διέφθειραν καὶ τὸ σφῶν εἷλον στρατόπεδον. ὁ δὲ Κάμιλλος εἰς τὴν Ῥώμην ἐπανελθὼν ἀπέθετο τὴν ἀρχήν. Ἔκτοτε οὖν οἱ μὲν χιλίαρχοι, οἳ ἀντὶ τῶν ὑπάτων ἐγίνοντο, ἐσχολάκασιν, ὕπατοι δὲ ἀπεδείκνυντο ἐνίοτε μὲν εὐπατρίδαι, ἐκ δὲ τοῦ πλήθους ἐνίοτε, ποτὲ δὲ καὶ ἐξ ἀμφοτέρων ὁμοῦ. νόσου δ’ ἐνσκηψάσης τῇ Ῥώμῃ καὶ ὁ Κάμιλλος τέθνηκε, καὶ οἱ Ῥωμαῖοι πλεῖστα θανόντος τοῦ ἀνδρὸς ἠνιάθησαν. Μετὰ δὲ ταῦτα καί τι συμβεβηκέναι πάθος περὶ τὴν Ῥώμην ἱστόρηται. διαστῆναι γὰρ λέγεται τὸ πεδίον τὸ μεταξὺ τοῦ Παλατίου καὶ τοῦ Καπιτωλίου ἐξάπινα, μήτε σεισμοῦ προηγησαμένου μήτ’ ἄλλου τινός, οἷα συμβαίνειν εἴωθε φυσικῶς ἐπὶ τοῖς τοιούτοις παθήμασι.
PG 134:371καὶ ἦν τὸ χάσμα διαμένον ἐπὶ μακρόν, οὔτε συνερχόμενον οἵως δή ποτε οὔτε μέντοι πληρούμενον, καὶ ταῦτα χοῦν τε τῶν Ῥωμαίων ἐς αὐτὸ συμφορούντων πολὺν καὶ λίθους καὶ ἄλλην ὕλην παντοδαπήν. ἀποροῦσιν οὖν τοῖς Ῥωμαίοις χρησμὸς ἐδόθη μὴ ἄλλως τὸ διεστὸς συνελθεῖν, εἰ μὴ τὸ κρεῖττον αὐτῶν καὶ δι’ οὗ μάλιστα πλεῖστον ἰσχύουσιν εἰς τὸ χάσμα ἐμβάλλουσιν· οὕτω γὰρ ἐκεῖνό τε παύσεται καὶ τῇ πόλει ἔσται δύναμις ἀκατάλυτος. ἔμενεν οὖν καὶ πάλιν τὸ ἄπορον ἀπορούμενον, ἀσαφοῦς τυγχάνοντος τοῦ χρησμοῦ. Μάρκος δὲ Κούρτιος, ἀνὴρ εὐπατρίδης, νέος τὴν ἡλικίαν, ὡραιότατος τὴν μορφήν, ῥωμαλεώτατος τὴν ἰσχύν, ἀνδρειότατος τὴν ψυχήν, φρονήσει διαπρεπής, τὸν νοῦν συνεὶς τοῦ χρησμοῦ παρελθὼν εἰς μέσον ἐδημηγόρησε λέγων τί τῶν λογίων ἀσάφειαν, ὦ Ῥωμαῖοι, ἢ ἀμαθίαν ἡμῶν αὐτῶν καταψηφιζόμεθα; ἡμεῖς ἐσμεν τοῦτο δὴ τὸ ζητούμενόν τε καὶ ἀπορούμενον. οὐ γάρ τι ἄψυχον ἐμψύχου λογισθήσεται βέλτιον, οὐδὲ τοῦ ἔννου καὶ ἔμφρονος καὶ λόγῳ κεκοσμημένου τὸ ἄνουν ἄλογόν τε καὶ ἄφρον προτιμηθήσεται. τί γὰρ ἄν τις ἀνθρώπου προκρίνειεν, ἵνα τοῦτο ἐς τὴν τῆς γῆς βαλόντες διάστασιν αὐτὴν συναγάγοιμεν;
οὐκ ἔστιν οὐδὲν ζῷον θνητὸν οὐδ’ ἄμεινον οὐδ’ ἰσχυρότερον ἀνθρώπου. εἰ γάρ τι δεῖ καὶ θρασυνόμενον εἰπεῖν, οὔτ’ ἄνθρωπος οὐδὲν ἄλλο ἐστὶν ἢ θεὸς σῶμα θνητὸν ἔχων οὔτε θεὸς ἄλλο τι ἢ ἄνθρωπος ἀσώματος κἀντεῦθεν ἀθάνατος, καὶ οὐ πόρρω τῆς θείας δυνάμεως ἀπηρτήμεθα. ταῦτα ἐγὼ μὲν οὕτω φρονῶ, ἀξιῶ δὲ καὶ ὑμᾶς τῇ γνώμῃ προσθέσθαι ταύτῃ. καὶ μή τις οἰήσαιτο ὅτι κλῆρον ποιήσομαι ἢ κόρην κελεύσω θανεῖν ἢ μειράκιον· αὐτὸς γὰρ ἐγὼ ἑκὼν ἐμαυτὸν ὑμῖν ἐπιδίδωμι, ἵνα σήμερον αὐτίκα κήρυκα πέμψητέ με καὶ πρεσβευτὴν τοῖς χθονίοις θεοῖς, ἐσόμενον ὑμῖν ἀεὶ προστάτην καὶ σύμμαχον. ταῦτα εἰπὼν ὁ Κούρτιος τὰ ὅπλα ἐνεδιδύσκετο, εἶτα καὶ τοῦ ἵππου ἐπέβη. οἱ δ’ ἄλλοι περιαλγεῖς ἐγίνοντο καὶ περιχαρεῖς, καὶ κοςμήματά τινα συμφορήσαντες οἱ μὲν αὐτὸν ἐκεῖνον αὐτοῖς ἐκόσμουν ὡς ἥρωα, οἱ δέ τινα καὶ ἐς τὸ χάσμα ἐνέβαλλον. ἄρτι δ’ ἐς αὐτὸ ἐνήλατο ὁ Κούρτιος ἔφιππος καὶ ἡ τῆς γῆς συνήχθη διάστασις, καὶ οὐδεὶς οὐκέτι οὔτε τὸ χάσμα οὔτε τὸν Κούρτιον ἐθεάσατο. ταῦθ’ οὕτω Ῥωμαίοις ἱστόρηται· εἰ δέ τῳ μυθώδη κριθείη καὶ μὴ πιστά, ἔξεστίν οἱ μὴ προσέχειν αὐτοῖς.
PG 134:372Τοῖς Ῥωμαίοις δὲ πόλεμοι αὖθις καὶ παρὰ Γαλατῶν καὶ ὑφ’ ἑτέρων ἐθνῶν ἐπηνέχθησαν, ἀλλ’ ἀπεκρούσαντο πάντας, πῇ μὲν ὑπάτους, πῇ δὲ δικτάτωρας ψηφιζόμενοι. ὅτε καί τι τοιοῦτον συμβέβηκε. δικτάτωρ ἐλέχθη Λούκιος Κάμιλλος, Γαλατῶν κατατρεχόντων τὰ ὑπὸ Ῥώμην. ὃς ἐπὶ τοὺς βαρβάρους ὁρμήσας γνώμην εἶχε τρίβειν τὸν καιρὸν καὶ μὴ διακινδυνεύειν πρὸς ἀνθρώπους ἀπονοίᾳ χρωμένους· ῥᾷον γὰρ αὐτοὺς καὶ ἀσφαλέστερον ἀπορίᾳ τροφῶν ἐκτρυχώσειν ἤλπισε. Γαλάτης δέ τις εἰς μονομαχίαν τινὰ τῶν Ῥωμαίων προεκαλεῖτο. καὶ ἀντέστη αὐτῷ Οὐαλέριος Μάρκος χιλιαρχῶν, ὁ τοῦ Μαξίμου ἐκείνου ἔγγονος. καὶ λαμπρὰ μὲν ἡ μάχη προέβη ἀμφοῖν· ὁ μὲν γὰρ τῇ σοφίᾳ καὶ τῇ περιτεχνήσει προέφερεν, ὁ δὲ Γαλάτης τῇ ἰσχύϊ καὶ τῇ τόλμῃ· ἐπὶ πλέον δ’ ἐθαυμαστώθη ὅτι τῷ τοῦ Οὐαλερίου κράνει κόραξ ἐφιπτάμενος καὶ κρώζων εἰς τὸν βάρβαρον ἐνεχρίμπτετο, καὶ τήν τε ὄψιν αὐτοῦ ἐπετάρασσε καὶ τὴν ὁρμὴν ἐνεπόδιζε, μέχρις οὗ κατειργάσθη. διὸ ἀγανακτήσαντες οἱ Γαλάται ὡς ὑπὸ ὄρνιθος ἠλαττωμένοι, θυμῷ αὐτίκα συνέμιξαν τοῖς Ῥωμαίοις, καὶ κακῶς ἀπηλλάγησαν. ὁ δ’ Οὐαλέριος ὑπὸ τῆς τοῦ κόρακος συμμαχίας Κορουῖ̈νος ἐπωνομάσθη.
Εἰσέπειτα δὲ τῶν στρατευμάτων στασιασάντων καὶ ἐμφυλίου πολέμου γενέσθαι μέλλοντος, κατηλλάγησαν οἱ στασιάσαντες, νόμων τεθέντων μήτ’ ἄκοντά τινα τοῦ καταλόγου ἀπαλείφεσθαι μήτε τὸν χιλιαρχήσαντα ἑκατονταρχεῖν, καὶ τοὺς ὑπάτους καὶ ἄμφω ἐξὸν εἶναι καὶ ἐκ τοῦ πλήθους καθίστασθαι καὶ τὸν αὐτὸν μήτε δύο ἅμα ἀρχὰς μήτε τὴν αὐτὴν δὶς ἐντὸς δέκα ἄρχειν ἐτῶν. Λατῖνοι δὲ καίπερ ἔνσπονδοι τοῖς Ῥωμαίοις ὄντες ἀπέστησαν καὶ πόλεμον ἤραντο, ἐν φρονήματι γεγονότες ὅτι τε νεότητι ἤκμαζον καὶ τὰ πολεμικὰ ἐκ τῆς ἀεὶ σὺν αὐτοῖς στρατείας ἀκριβῶς ἤσκηντο. οἱ δὲ τοῦτο γνόντες ἐξῆλθον, ὕπατον τόν τε Τουρκουάτον τὸ τρίτον ἑλόμενοι καὶ τὸν Δέκιον, καὶ ἐμαχέσαντο αὐτοῖς κραταιὰν μάχην, κρίσιν τὴν ἡμέραν ἐκείνην ἑκάτεροι νομίζοντες ἀκριβῆ τῆς σφετέρας τύχης τε καὶ τῆς ἀρετῆς. ἔδοξε δὲ περιφανεστέρα ἡ μάχη καὶ διά τι συμβεβηκός. τοὺς γὰρ Λατίνους οἱ ὕπατοι καὶ ὁμοσκεύους καὶ ὁμοφώνους τοῖς Ῥωμαίοις ὁρῶντες ἐφοβήθησαν μὴ τῶν στρατιωτῶν τινες σφαλῶσι, τό τε οἰκεῖον καὶ τὸ πολέμιον μὴ ῥᾷστα διαγινώσκοντες.
καὶ διὰ τοῦτο προεῖπον σφίσι τά τε ἄλλα παρατηρεῖν ἀκριβῶς, καὶ καθ’ ἑαυτὸν μηδένα μηδενὶ τῶν ἐναντίων συμβαλεῖν. τοῦτο δὴ τὸ παράγγελμα οἱ μὲν ἐτήρησαν, ὁ δὲ Τουρκουάτου παῖς, στρατευόμενος ἐν τοῖς ἱππεῦσι, καὶ πεμφθεὶς πρὸς κατασκοπὴν τῶν ἐναντίων, παρεῖδεν οὐκ αὐθαδείᾳ, ἀλλὰ μέντοι φιλοτιμίᾳ. ἐπεὶ γὰρ ὁ ἵππαρχος τῶν Λατίνων ἰδὼν αὐτὸν προςιόντα πρὸς μονομαχίαν προεκαλέσατο, καὶ μὴ δεξάμενον ταύτην διὰ τὴν πρόρρησιν, παρώξυνεν εἰπών οὐ σὺ μέντοι Τουρκουάτου υἱὸς εἶ; οὐ σεμνύνει τῷ στρεπτῷ τοῦ πατρός; ἢ πρὸς μὲν Γαλάτας ἀνθρώπους φθόρους ἔρρωσθε καὶ ἀνδρίζεσθε, τοὺς δὲ δὴ Λατίνους ἡμᾶς φοβεῖσθε; τί οὖν ἄρχειν ἡμῶν ἀξιοῦτε; τί δ’ ὡς χείροσιν ὑμῶν ἐπιτάσσετε; ἔκφρων ἐγένετο ὑπὸ τοῦ θυμοῦ, καὶ τῆς παραγγέλσεως ἑκὼν ἐπελάθετο, καὶ μονομαχήσας ἐνίκησε, καὶ τὰ σκῦλα μέγα φρονῶν ἐκόμισε τῷ πατρί. καὶ ὃς ἀθροίσας τὸ στράτευμα γενναίως μέν ἔφη ὦ παῖ, ἐμαχέσω, καὶ διὰ τοῦτό σε στεφανώσω· ὅτι δὲ τὸ προσταχθὲν οὐ παρετήρησας, καίτοι καὶ ὡς υἱὸς πειθαρχεῖν καὶ ὡς στρατιώτης ἀναγκαζόμενος, διὰ τοῦτό σε δικαιώσω, ἵνα καὶ τὸ τῆς ἀριστείας ἆθλον καὶ τὸ τῆς ἀνηκουστίας τίμημα λήψῃ.
PG 134:373ταῦτ’ εἰπὼν ἅμα τόν τε στέφανον τῇ κεφαλῇ αὐτοῦ ἐπέθετο καὶ αὐτὴν ἐκείνην ἀπέτεμεν. Εἶτα ὄναρ ἀμφοῖν τοῖς ὑπάτοις ἐν τῇ αὐτῇ νυκτὶ ὁμοίως φανὲν ἔδοξε λέγειν τῶν ἐναντίων κρατήσειν, ἂν ὁ ἕτερος τῶν ὑπάτων ἑαυτὸν ἐπιδῷ. μεθ’ ἡμέραν οὖν ἀλλήλοις διηγησάμενοι τὸ ὄναρ συνέθεντο θεῖον εἶναι, καὶ πεισθῆναι δεῖν αὐτῷ ὡμολόγησαν. καὶ ἠμφισβήτησαν δὲ πρὸς ἀλλήλους, οὐχ ὃς ἂν σωθείη, ἀλλ’ ὃς ἂν μᾶλλον ἑαυτὸν ἐπιδῷ· καὶ παρὰ τοῖς πρώτοις τοῦ στρατοπέδου ἐδικαιολογήσαντο. καὶ τέλος ἤρεσε σφίσι τὸν μὲν ἐπὶ τοῦ δεξιοῦ κέρως, τὸν δὲ ἐπὶ τοῦ λαιοῦ παρατάξασθαι, καὶ ὁπότερον ἂν ἐκείνων ἐλαττωθῇ, τὸν ἐπ’ αὐτῷ τεταγμένον ἀποθανεῖν. τοσαύτη δ’ ἦν φιλοτιμία αὐτοῖς περὶ τὴν ἐπίδοσιν ὡς εὔχεσθαι ἕκαστον τῶν ὑπάτων ἡττηθῆναι, ἵνα τύχῃ τῆς ἐπιδόσεως καὶ τῆς εὐκλείας τῆς ἐξ αὐτῆς. συμβαλόντες δὲ τοῖς Λατίνοις μέχρι μὲν πολλοῦ ἰσοπαλῶς ἠγωνίσαντο, εἶτα τὸ κατὰ τὸν Δέκιον κέρας μικρόν τι τοῖς Λατίνοις ἐνέκλινεν. ὃ γνοὺς ὁ Δέκιος ἑαυτὸν ἐπιδέδωκε· καὶ τὰ ὅπλα ἐκδὺς τὴν ἐσθῆτα ἐνέδυ τὴν περιπόρφυρον.
καὶ οἱ μὲν οὕτω φασὶν ἐφ’ ἵππον ἀναπηδῆσαι αὐτὸν καὶ εἰσελάσαι πρὸς τοὺς πολεμίους καὶ ὑπ’ ἐκείνων ἀποθανεῖν, οἱ δὲ ὑπὸ συστρᾳτιώτου πολιτικοῦ σφαγῆναι. τέως δὲ τελευτήσαντος τοῦ Δεκίου τοῖς Ῥωμαίοις ἡ νίκη καθαρῶς συνηνέχθη, καὶ οἱ Λατῖνοι πάντες ἐτράπησαν, οὐ πάντως δὲ διὰ τὸν θάνατον τοῦ Δεκίου· πῶς γὰρ ἄν τις πιστεύσειεν ἐξ ἑνὸς ἀνδρὸς τοιᾶσδε τελευτῆς τοσοῦτον πλῆθος ἀνθρώπων τὸ μὲν φθαρῆναι, τὸ δὲ σωθῆναι καὶ νικῆσαι περιφανῶς; οἱ μὲν οὖν Λατῖνοι οὕτως ἥττηντο, ὁ δέ γε Τουρκουάτος καὶ τὸν υἱὸν ἀποκτείνας καὶ τοῦ συνάρχοντος τεθνηκότος ἑώρτασεν ὅμως τὰ ἐπινίκια. Εἶτ’ αὖθις αὐτούς τε τοὺς Λατίνους ἐπαναστάντας κατεπολέμησαν, καὶ ἕτερα ἔθνη μάχαις ὑπέταξαν, ποτὲ μὲν ὑπάτοις κεχρημένοι, ποτὲ δὲ δικτάτωρσιν. ὧν εἷς ἦν καὶ Λούκιος Παπείριος ὁ καὶ Κούρσωρ ὀνομαζόμενος διά τε τὴν ἕξιν, ἦν γὰρ δρομικώτατος, καὶ διὰ τὴν ἄσκησιν τοῦ δρόμου. μετὰ δὲ ταῦτα δικτάτωρ ὁ Παπείριος ἐπὶ τοὺς Σαυνίτας ἐξεπέμφθη μετὰ Φαβίου Ῥούλλου ἱππάρχου, καὶ ἡττήσας αὐτοὺς ἠνάγκασεν ἐπὶ συνθήκαις συμβῆναι αἷς ἐκεῖνος ἐβούλετο. ἀποθεμένου δὲ τὴν ἡγεμονίαν αὐτοῦ ἐπανέστησαν αὖθις.
PG 134:374ὑπὸ δὲ Κορνηλίου Αὔλου δικτάτωρος καὶ πάλιν πολεμηθέντες καὶ ἡττηθέντες διεκηρυκεύσαντο πρὸς τοὺς ἐν τῇ Ῥώμῃ, τοὺς αἰχμαλώτους τε ὅσους εἶχον πέμψαντες αὐτοῖς, καὶ τὴν αἰτίαν τοῦ πολέμου Ῥουτούλῳ, ἀνδρὶ δυνατῷ παρ’ αὐτοῖς, ἐπιγράφοντες· οὗ τὰ ὀστᾶ, ἐπεὶ φθάσας ἐκεῖνος διεχειρίσατο ἑαυτόν, διέρριψαν. οὐ μέντοι καὶ ἔτυχον τῆς εἰρήνης ὡς ἄπιστοι, ἀλλ’ ἄσπονδον σφίσιν ἐψηφίσαντο πόλεμον, καίτοι τοὺς αἰχμαλώτους λαβόντες. ὑπεραυχήσαντες οὖν οἱ Ῥωμαῖοι καὶ αὐτοβοεὶ πάντας αὐτοὺς αἱρήσειν ἐλπίσαντες, δεινῷ παθήματι περιέπεσον. ὑπερδείσαντες γὰρ οἱ Σαυνῖται καὶ ἐν συμφορᾷ ποιούμενοι τὸ μὴ σπείσασθαι, καὶ ὡς ἀπεγνωσμένοι μαχόμενοι, καὶ λοχήσαντες ἔν τινι χώρᾳ κοιλοτέρᾳ καὶ στενῇ, τό τε στρατόπεδον εἷλον καὶ τοὺς Ῥωμαίους ἐζώγρησαν πανσυδὶ καὶ πάντας ὑπήγαγον ὑπὸ τὸν ζυγόν, τί δ’ ἦν τὸ τοῦ ζυγοῦ ἤδη μοι ἄνωθί που ἱστόρηται, οὐδένα μέντοι ἀπέκτειναν, ἀλλὰ τά τε ὅπλα καὶ τοὺς ἵππους καὶ τὰ ἄλλα ὅσα εἶχον πλὴν ἑνὸς ἱματίου ἀφείλοντο, καὶ γυμνοὺς σφᾶς ἀφῆκαν ἐπὶ συνθήκαις τοῦ τὴν χώραν αὐτῶν ἐκλιπεῖν καὶ συμμάχους σφίσιν ἀπὸ τῆς ἴσης εἶναι.
ἵνα δὲ τὰ τῆς ὁμολογίας καὶ παρὰ τῆς γερουσίας βεβαιωθῶσι, τῶν ἱππέων ἑξακοσίους εἰς ὁμηρείαν κατέσχον. Οἱ δ’ ὕπατοι Σπούριός τε Ποστούμιος καὶ Τιβέριος Καλουῖ̈νος μετὰ τῆς στρατιᾶς εὐθὺς ἀνεχώρησαν, καὶ νυκτὸς αὐτοί τε καὶ τῶν ἄλλων οἱ ἀξιολογώτατοι εἰς τὴν Ῥώμην εἰσήλθοσαν, οἱ δὲ λοιποὶ στρατιῶται κατὰ τοὺς ἀγροὺς ἐσκεδάσθησαν. οἱ δ’ ἐν τῇ πόλει τὰ πεπραγμένα μαθόντες οὔτε ἡσθῆναι τῇ τῶν στρατιωτῶν σωτηρίᾳ οὔτ’ ἀχθεσθῆναι ἠδύναντο. πρὸς μὲν γὰρ τὸ δεινὸν ὑπερήλγουν, καὶ ὅτι παρὰ τῶν Σαυνιτῶν τοιαῦτα πεπόνθασι, μεῖζον σφίσι τὸ ἄλγος ἐγίνετο· λογιζόμενοι δὲ ὡς εἰ πάντας ἀπολέσθαι συνέβη, καὶ περὶ πάντα ἂν ἐκινδύνευσαν, ἐπὶ τῇ σφῶν ἥδοντο σωτηρίᾳ. ἐπικρύπτοντες δὲ τέως τὸ ἥδεσθαι, πένθος ἐπεποιήκεσαν, καὶ οὐδὲν ἐν τῷ καθεστηκότι τρόπῳ ἔπραξαν, οὔτ’ αὐτίκα οὔθ’ ὕστερον, ἕως ἀντεπεκράτησαν· τοὺς δ’ ὑπάτους μὲν παραχρῆμα ἔπαυσαν, ἑτέρους δ’ ἀνθελόμενοι βουλὴν ἐποιήσαντο.
καὶ ἐδόκει μὲν σφίσι μὴ δέξασθαι τὴν σύμβασιν, ἐπεὶ δὲ ἀδύνατον ἦν τοῦτο δρᾶσαι μὴ οὐχὶ πρὸς τοὺς πράξαντας αὐτὴν τρέψαντας τὴν αἰτίαν, ὤκνουν μὲν τῶν ὑπάτων καταψηφίσασθαι καὶ τῶν ἄλλων, οἳ μετ’ αὐτῶν ὡς ἀρχάς τινας ἄρχοντες τὰς σπονδὰς ἐποιήσαντο, ὤκνουν δὲ καὶ ἀφεῖναι, ἵνα μὴ ἐφ’ ἑαυτοὺς τὸ παρασπόνδημα περιστήσωσιν. αὐτοῖς οὖν ἐκείνοις τοῖς ὑπάτοις ἐπεκοινώσαντο, καὶ πρώτῳ γε τῷ Ποστουμίῳ τὴν ψῆφον ἐπήγαγον, ὅπως αὐτὸς καθ’ ἑαυτοῦ γνώμην ἀποφήνηται, αἰσχύνῃ τοῦ μὴ πάντας ἀδοξίας ἀναπλῆσαι. ὁ δὲ παρελθὼν εἰς τὸ μέσον ἔφη μὴ δεῖν κυρωθῆναι τὰ ὑπ’ αὐτῶν πεπραγμένα παρὰ τῆς γερουσίας καὶ τοῦ δήμου· μηδὲ γὰρ αὐτοὺς ἑκουσίως πρᾶξαι αὐτά, ἀλλ’ ἀνάγκῃ συνεχομένους, ἣν αὐτοῖς ἐπήγαγον οἱ πολέμιοι οὐκ ἐξ ἀρετῆς, ἀλλ’ ἐκ δόλου καὶ ἐξ ἐνέδρας. οἱ γοῦν ἀπατήσαντες, εἰ ἀντηπατήθησαν, οὐκ ἂν δύναιντο δικαίως ἐπεγκαλεῖν τοῖς ἀνταπατήσασι. ταῦτα τοίνυν εἰπόντος καὶ τοιαῦτα πολλά, ἐν ἀμηχανίᾳ ἡ γερουσία ἐγένετο· τοῦ δὲ Ποστουμίου καὶ τοῦ Καλουίνου εἰς ἑαυτοὺς τὴν αἰτίαν ἀναδεχομένων, ἐψηφίσθη μήτε κυρωθῆναι τὰ ὡμολογημένα ἐκείνους τε ἐκδοθῆναι.
PG 134:375Ἀπήχθησαν οὖν καὶ ἄμφω οἱ ὕπατοι καὶ οἱ λοιποὶ ἄρχοντες οἱ ἐπὶ τοῖς ὅρκοις παρουσιάσαντες εἰς τὸ Σαύνιον. οὐ μέντοι αὐτοὺς οἱ Σαυνῖται ἐδέξαντο, ἀλλὰ τοὺς ἁλόντας ἀπῄτουν ἅπαντας, καὶ τοὺς θεοὺς ἐπεβοῶντο καὶ ἐπεθείαζον, καὶ τέλος τοὺς ἐκδοθέντας ἀντέπεμψαν. οἱ δὲ Ῥωμαῖοι ἐκείνους μὲν ἀσμένως ἀπέλαβον, τοῖς δὲ Σαυνίταις ὀργῇ τὴν μάχην ἐπήγαγον. καὶ κρατήσαντες τὰ ὅμοια σφίσιν ἐποίησαν, καὶ ὑπὸ τὸν ζυγὸν αὐτοὺς ἀνθυπήγαγον, καὶ ἀφῆκαν, μηδὲν ἄλλο κακὸν δράσαντες. καὶ τοὺς σφετέρους ἱππεῖς, οὓς ὡς ὁμήρους κατεῖχον οἱ Σαυνῖται, ἀπαθεῖς ἐκομίσαντο. Μετὰ δὲ χρόνους πλείονας αὖθις· τοῖς Σαυνίταις πολεμοῦντες οἱ Ῥωμαῖοι, Γαί̈ου Ἰουνίου ἡγουμένου αὐτῶν, συμφορᾷ περιέπεσον. πορθοῦντος γὰρ τοῦ Ἰουνίου τὴν χώραν αὐτῶν, εἰς τὰς ὕλας τὰς Ἀόρνους τὰ προσόντα οἱ Σαυνῖται ἀνεκομίσαντο, οὕτω καλουμένας ἀπὸ τοῦ μηδ’ ὄρνις εἰσπέτεσθαι εἰς αὐτὰς τῇ τῶν δένδρων πυκνότητι. ἐκεῖ δὲ ὄντες, ποίμνιά τινα ποιμένων ἢ φρουρῶν ἄνευ προκαθιστάντες καὶ ψευδαυτομόλους ὑποπέμποντες, ὡς ἐφ’ ἑτοίμην λείαν αὐτοὺς ὑπηγάγοντο.
εἴσω δὲ γενομένους τῆς ὕλης περιέσχον τε σφᾶς καὶ οὐ πρότερον ἐπαύσαντο κτείνοντες πρὶν τέλεον ἐκκαμεῖν. καὶ ἄλλοτε δὲ πολλάκις τοῖς Ῥωμαίοις πολεμήσαντες οἱ Σαυνῖται καὶ ἡττηθέντες οὐκ ἐφησύχασαν, ἀλλὰ καὶ συμμάχους ἄλλους τε προσλαβόμενοι καὶ Γαλάτας, ὡς καὶ πρὸς τὴν Ῥώμην αὐτὴν ἐλάσοντες ἡτοιμάζοντο. ὃ οἱ Ῥωμαῖοι μαθόντες ἐς δέος κατέστησαν, καὶ σημείων πολλῶν ἐς τοῦτο αὐτοὺς ἐναγόντων. ἐν γὰρ τῷ Καπιτωλίῳ ἐκ τοῦ βωμοῦ τοῦ Διὸς αἷμα τρισὶν ἡμέραις, μιᾷ δὲ μέλι καὶ ἐν ἑτέρᾳ γάλα θρυλεῖται ἀναδοθῆναι, εἴ τῳ ταῦτα πιστά· καὶ ἐν τῇ ἀγορᾷ Νίκης τι ἄγαλμα χάλκεον ἱδρυμένον ἐπὶ βάθρου λιθίνου αὐτομάτως εὑρέθη κάτω ἑστὸς ἐπὶ γῆς· ἐτύγχανε δὲ ἐκεῖ ἀποβλέπον ὅθεν οἱ Γαλάται ἤδη ἐπῄεσαν. ταῦτ’ οὖν καὶ ἄλλως ἐξεφόβει τὸν δῆμον, πλέον δ’ ὑπὸ τῶν μάντεων κεκριμένα ἀπαίσια. Μάνιος δέ τις Τυρσηνὸς τὸ γένος ἐθάρσυνεν αὐτούς, εἰπὼν τήν τε Νίκην, εἰ καὶ κατέβη, ἀλλ’ εἰς τὸ πρόσθεν προχωρήσασαν καὶ βεβαιότερον ἐπὶ τῆς γῆς ἱδρυθεῖσαν τὸ κράτος σφίσι προδηλοῦν τοῦ πολέμου· κἀκ τούτου καὶ θυσίας πολλὰς γενήσεσθαι τοῖς θεοῖς·
PG 134:376τοὺς γὰρ βωμούς, καὶ μάλιστα τοὺς ἐν τῷ Καπιτωλίῳ, ἐν ᾧ τὰ νικητήρια θύουσιν, ἐν ταῖς εὐπραγίαις αὐτῶν, ἀλλ’ οὐκ ἐν ταῖς συμφοραῖς κατ’ ἔθος αἱμάττεσθαι. ἐκ μὲν οὖν τούτων ἀγαθόν τι σφᾶς ἔπειθε προσδοκᾶν, ἐκ δὲ τοῦ μέλιτος νόσον, ὅτι αὐτοῦ οἱ κάμνοντες δέονται, ἐκ δὲ τοῦ γάλακτος λιμόν· ἐς γὰρ τοσαύτην σιτοδείαν ἀφίξεσθαι ὥστε καὶ τὴν αὐτόφυτον τήν τε αὐτόνομον ζητῆσαι τροφήν. Ὁ μὲν οὖν Μάνιος οὕτω τὰ τῶν σημείων ἡρμήνευσε, καὶ ἐπὶ τῶν πραγμάτων δ’ ἐσύστερον τῆς αὐτοῦ μαντείας ἐκβάσης, σοφίας ἐκομίσατο δόξαν καὶ προγνώσεως· ὁ δὲ Οὐολούμνιος τοῖς Σαυνίταις πολεμεῖν ἐκελεύσθη, τοῖς δὲ Γαλάταις καὶ τοῖς ἄλλοις τοῖς μετ’ αὐτῶν ἀντικαταστῆναι ὕπατοι αἱρεθέντες ἐπέμφθησαν ὅ τε Ῥοῦλλος ὁ Φάβιος ὁ Μάξιμος καὶ ὁ Δέκιος ὁ Πούπλιος. οἳ πρὸς τὴν Τυρσηνίδα σπουδῇ ἀφικόμενοι, καὶ τὸ τοῦ Ἀππίου στρατόπεδον ἰδόντες διπλῷ σταυρώματι κατωχυρωμένον, τοὺς σταυροὺς ἀνέσπασάν τε καὶ διεφόρησαν, ἐν τοῖς ὅπλοις ποιεῖσθαι τὴν ἐλπίδα τῆς σωτηρίας τοὺς στρατιώτας διδάσκοντες. προσέβαλον οὖν τοῖς πολεμίοις·
κἀν τούτῳ λύκος ἔλαφον διώκων εἰς τὸ μεταίχμιον εἰσπεσὼν αὐτὸς μὲν πρὸς τοὺς Ῥωμαίους ὁρμήσας διεξῆλθε καὶ αὐτοὺς ἐπεθάρσυνε, προσήκειν αὐτὸν νομίζοντας ἑαυτοῖς ὡς λυκαίνης θρεψαμένης τὸν Ῥωμύλον, καθάπερ ἱστόρηται· ἡ δ’ ἔλαφος πρὸς τοὺς ἑτέρους χωρήσασα κατεκόπη, καὶ τόν τε φόβον αὐτοῖς καὶ τὴν συντυχίαν τοῦ πάθους κατέλιπε. συμπεσόντων οὖν τῶν στρατευμάτων ὁ μὲν Μάξιμος ῥᾷον τοὺς κατ’ αὐτὸν ἐνίκησεν, ἥττητο δέ γε ὁ Δέκιος. ἐνθυμηθεὶς δὲ τὴν ἐπίδοσιν τοῦ πατρός, ἣν διὰ τὸ ἐνύπνιον ἐποιήσατο, ἑαυτὸν ὁμοίως ἐπέδωκε, μή τινι περὶ τῆς πράξεως κοινωσάμενος. ἄρτι δὲ ἔσφακτο καὶ οἱ συντεταγμένοι αὐτῷ τὸ μὲν ἐκείνου αἰδοῖ ὡς δι’ αὐτοὺς θανόντος ἐθελοντοῦ, τὸ δὲ καὶ ἐλπίδι τοῦ πάντως ἐκ τούτου κρατήσειν, τῆς τε φυγῆς ἐπέσχον καὶ τοῖς διώκουσι σφᾶς γενναίως ἀντικατέστησαν. κἀν τούτῳ καὶ ὁ Μάξιμος κατὰ νώτου τε αὐτοῖς προςέπεσε καὶ παμπόλλους ἐφόνευσεν· οἱ δὲ περιλειφθέντες ἀποδιδράσκοντες διεφθάρησαν. Μάξιμος δὲ Φάβιος τὸν μὲν τοῦ Δεκίου νεκρὸν κατέκαυσε σὺν τοῖς σκύλοις, τοῖς δὲ εἰρήνης δεηθεῖσι σπονδὰς ἐποιήσατο. Τῷ δ’ ἑξῆς ἔτει αὖθις τοῖς Σαυνίταις ἐπολέμησεν Ἀτίλιος Ῥήγουλος.
καὶ μέχρι μέν τινος ἰσορρόπως ἐμάχοντο· εἶτα κρατησάντων τῶν Σαυνιτῶν αὖθις οἱ Ῥωμαῖοι ἀντεπεκράτησαν, καὶ ἑλόντες αὐτοὺς ὑπήγαγον ὑπὸ τὸν ζυγόν, καὶ οὕτως ἀφῆκαν. Σαυνῖται δὲ ἐπὶ τοῖς γεγονόσιν ἀγανακτήσαντες πρὸς ἀπόνοιαν ὥρμησαν, ὡς ἢ κρατήσοντες ἢ παντελῶς ἀπολούμενοι, θάνατον ἀπειλήσαντες τῷ οἴκοι μενοῦντι. καὶ οἱ μὲν ἐς τὴν Καμπανίαν ἐνέβαλον, οἱ δ’ ὕπατοι ἔρημον ὂν στρατιωτῶν τὸ Σαύνιον ἐπόρθουν καὶ πόλεις εἷλόν τινας. ὅθεν οἱ Σαυνῖται τὴν Καμπανίαν λιπόντες εἰς τὴν οἰκείαν ἠπείχθησαν, καὶ τῷ ἑνὶ τῶν ὑπάτων συμμίξαντες ἔκ τινος ἥττηντο στρατηγήματος, καὶ φυγόντες δεινῶς ἔπταισαν, καὶ τὸ στρατόπεδον ἀπέβαλον, πρὸς δὲ καὶ τὸ πόλισμα, ᾧ ἐπεβοήθουν. ὁ δὲ ὕπατος τά τε ἐπινίκια ἔπεμψε καὶ τὰ ἀθροισθέντα ἐκ τῶν λαφύρων ἐδημοσίωσεν. ὁ δ’ ἕτερος ὕπατος κατὰ τῶν Τυρσηνῶν στρατεύσας, καὶ καταστήσας αὐτοὺς δι’ ὀλίγου, σῖτόν τε καὶ χρήματα παρ’ αὐτῶν εἰσπράξας, τὰ μὲν τοῖς στρατιώταις διέδωκε, τὰ δ’ εἰσήνεγκεν εἰς τοὺς θησαυρούς.
PG 134:377Συμβεβηκότος δὲ λοιμοῦ ἰσχυροῦ, οἱ Σαυνῖται καὶ Φαλίσκοι καταφρονήσαντες τῶν Ῥωμαίων διά τε τὴν νόσον καὶ ὅτι τοὺς ὑπάτους οὐ κατ’ ἀρετὴν ᾕρηντο, ὡς μὴ πολέμων ὄντων, παρεκίνησαν. μαθόντες οὖν τοῦθ’ οἱ Ῥωμαῖοι, Ἰουνίῳ μὲν Βρούτῳ τὸν Καρουίλιον, Κυίντῳ δὲ Φαβίῳ τὸν πατέρα τὸν Ῥοῦλλον τὸν Μάξιμον ὑποστρατήγους ἢ πρεσβευτὰς συνεξέπεμψαν. ὁ μὲν οὖν Βροῦτος Φαλίσκους ἐνίκησε καὶ τὰ τούτων καὶ τὰ τῶν ἄλλων Τυρσηνῶν ἐληίζετο, Φάβιος δὲ τῆς Ῥώμης πρὸ τοῦ πατρὸς ἐξελάσας, καὶ τοὺς Σαυνίτας ληίζεσθαι τὴν Καμπανίδα πυθόμενος, ἠπείγετο. προσκόποις τέ τισιν αὐτῶν ἐντυχών, καὶ ταχέως ἀποχωροῦντας σφᾶς θεασάμενος, πάντας τε πολεμίους τυγχάνειν ἐκεῖ ἐνόμισε καὶ φεύγειν ἐπίστευσε· κἀκ τούτου σπεύσας αὐτοῖς συμβαλεῖν πρὸ τοῦ τὸν πατέρα αὐτοῦ ἀφικέσθαι, ἵν’ αὐτοῦ τὸ κατόρθωμα, ἀλλὰ μὴ ἐκείνου δοκῇ, προεχώρησεν ἀσυντάκτως. καὶ περιπεσὼν ἀθρόοις τοῖς πολεμίοις πανσυδὶ ἂν διεφθάρη, εἰ μὴ νὺξ ἐγένετο. πολλοὶ δ’ οὖν καὶ μετὰ ταῦτα τεθνήκασι, μήτ’ ἰατροῦ μήτ’ ἐπιτηδείου τινὸς παρόντος, διὰ τὸ πολὺ πρὸ τῶν σκευοφόρων αὐτοὺς ἐπειχθῆναι ὡς αὐτίκα νικήσοντας·
καὶ πάντως ἂν καὶ τῆς ὑστεραίας ἀπώλοντο, εἰ μὴ οἱ Σαυνῖται τὸν πατέρα αὐτοῦ ἐγγὺς εἶναι νομίσαντες ἔδεισάν τε καὶ ἀνεχώρησαν. Πυθόμενοι δὲ ταῦθ’ οἱ ἐν τῷ ἄστει δεινῶς ἠγανάκτησαν, καὶ μεταπεμψάμενοι τὸν ὕπατον εὐθύνειν ἤθελον. ὁ δὲ γέρων ὁ τούτου πατὴρ καταριθμήσας τά τε οἰκεῖα καὶ τὰ τῶν προγόνων ἀνδραγαθήματα, καὶ ὑποσχόμενος μηδὲν αὐτῶν πράξειν ἀνάξιον τὸν υἱόν, καὶ τὴν τούτου νεότητα πρὸς τὸ ἀτύχημα προβαλόμενος, τῆς ὀργῆς αὐτοὺς αὐτίκα παρέλυσε. καί οἱ συνεξελθὼν μάχῃ τοὺς Σαυνίτας ἐνίκησε καὶ τὸ στρατόπεδον αὐτῶν εἷλε τήν τε χώραν ἐπόρθησε καὶ λείαν πολλὴν ἤλασε· καὶ τὰ μὲν αὐτῆς ἐδημοσίωσε, τὰ δὲ τοῖς στρατιώταις κατένειμε. διά τοι ταῦτα οἱ Ῥωμαῖοι ἐκεῖνόν τε ἐμεγάλυνον καὶ τὸν υἱὸν καὶ εἰς τὸ ἔπειτα ἀντὶ ὑπάτου ἄρξαι ἐκέλευσαν, ὑποστρατήγῳ καὶ τότε τῷ πατρὶ χρώμενον. καὶ ὃς πάντα μὲν αὐτὸς διῴκει καὶ διῆγε μηδὲν τοῦ γήρως φειδόμενος, οὐ μέντοι καὶ ἔνδηλος ἦν δι’ ἑαυτοῦ τὰ πράγματα πράττων, ἀλλὰ τὴν δόξαν τῶν ἔργων τῷ παιδὶ προσῆπτε. Μετὰ δὲ ταῦτα δημάρχων τινῶν χρεῶν ἀποκοπὴν εἰσηγησαμένων, ἐπεὶ μὴ καὶ παρὰ τῶν δανειστῶν αὕτη ἐδίδοτο, ἐστασίασε τὸ πλῆθος·
PG 134:378καὶ οὐ πρότερον τὰ τῆς στάσεως κατηυνάσθη ἕως πολέμιοι τῇ πόλει ἐπήλθοσαν. ἦρξαν δὲ τῶν πολέμων οἱ Ταραντῖνοι, Τυρσηνοὺς καὶ Γαλάτας καὶ Σαυνίτας καὶ ἄλλους προσεταιρισάμενοι πλείονας. ἀλλὰ τοὺς μὲν ἄλλους οἱ Ῥωμαῖοι συμβαλόντες διαφόροις μάχαις ἐνίκησαν καὶ ὑπάτοις ἄλλοτε ἄλλοις· οἱ δὲ Ταραντῖνοι, καίτοι αὐτοὶ τὸν πόλεμον παρασκευάσαντες, ὅμως οὔπω πρὸς μάχην ἀντικατέστησαν φανερῶς. ναυαρχοῦντος δὲ Λουκίου Οὐαλερίου, καὶ τριήρεσι προςορμίσαι βουληθέντος ἐς Τάραντα, ἐπεὶ ἀπῄει ὅπῃ σὺν αὐταῖς ἀπεστάλη, φίλιον τὴν χώραν ἡγούμενος, οἱ Ταραντῖνοι κατ’ αὐτῶν ὑποτοπήσαντες τὸν Οὐαλέριον πλεῖν ἐκ τοῦ συνειδότος ὧν ἔδρων, μετ’ ὀργῆς ἀντανήχθησαν, καὶ προσπεσόντες αὐτῷ μηδὲν πολέμιον ἐλπίσαντι κατέδυσαν ἐκεῖνόν τε καὶ ἄλλους πολλούς· καὶ τοὺς ἁλόντας τοὺς μὲν καθεῖρξαν, τοὺς δὲ καὶ ἀπέκτειναν. πυθόμενοι δὲ ταῦθ’ οἱ Ῥωμαῖοι ἠγανάκτησαν μέν, πρέσβεις δ’ ὅμως ἀπέστειλαν ἐπεγκαλοῦντες αὐτοῖς καὶ δίκας ἀπαιτοῦντες. οἱ δὲ οὐ μόνον αὐτοῖς οὐδὲν ἐπιεικὲς ἀπεκρίθησαν, ἀλλὰ καὶ ἐτώθαζον, ὡς καὶ τὴν ἐσθῆτα τοῦ Λουκίου Ποστουμίου τοῦ προέχοντος κηλιδῶσαι τῶν πρέσβεων.
θορύβου δὲ ἐπὶ τούτῳ γενομένου, καὶ τῶν Ταραντίνων ἐπικαγχαζόντων, ὁ Ποστούμιος γελᾶτε ἔφη, γελᾶτε ἕως ἔξεστιν ὑμῖν· κλαυσεῖσθε γὰρ ἐπὶ μακρότατον ὅταν τὴν ἐσθῆτα ταύτην τῷ αἵματι ὑμῶν ἀποπλύνητε. Ἐπανελθόντων οὖν τῶν πρέσβεων οἱ Ῥωμαῖοι τὰ πραχθέντα μαθόντες ἤλγησαν, καὶ στρατεῦσαι ἐπὶ τοὺς Ταραντίνους Λούκιον Αἰμίλιον τὸν ὕπατον ἐψηφίσαντο. ὃς εἰς Τάραντα προσχωρήσας λόγους αὐτοῖς ἐπιτηδείους ἔπεμψε, νομίζων εἰρήνην ἐπί τισι μετρίοις αἱρήσεσθαι. οἱ δὲ ταῖς γνώμαις ἀλλήλοις ἠναντιώθησαν· καὶ τῶν μὲν πρεσβυτέρων καὶ εὐπόρων τὴν εἰρήνην σπευδόντων, τῶν δ’ ἐν ἡλικίᾳ καὶ ὀλίγα ἢ μηδὲν ἐχόντων πόλεμον αἱρουμένων, ἐκράτησαν οἱ νεώτεροι. φοβούμενοι δὲ ὅμως, τὸν Πύρρον τὸν Ἠπειρώτην εἰς συμμαχίαν ἐβουλεύσαντο προσκαλέσασθαι, καὶ πρέσβεις αὐτῷ καὶ δῶρα πεπόμφασιν. Αἰμίλιος δὲ ταῦτα μαθὼν τὴν χώραν αὐτῶν ἐλεηλάτει καὶ ἔφθειρεν. οἱ δὲ ἐπεξῆλθον μέν, ἀλλ’ ἐτράπησαν, ὥστε τοὺς Ῥωμαίους τήν τε χώραν αὐτῶν ἀδεῶς πορθῆσαι καί τινα χειρώσασθαι φρούρια.
πολλὴν δὲ τῶν ἁλόντων τοῦ Αἰμιλίου πεποιηκότος πρόνοιαν, καί τινας τῶν δυνατωτέρων ἐλευθερώσαντος, οἱ Ταραντῖνοι τήν τε φιλανθρωπίαν αὐτοῦ θαυμάσαντες, καὶ εἰς ἐλπίδας προαχθέντες σπονδῶν, Ἆγιν τοῖς Ῥωμαίοις ἐπιτήδειον ὄντα εἵλοντο στρατηγὸν αὐτοκράτορα. ἄρτι δ’ οὗτος κεχειροτόνητο καὶ Κινέας ὑπὸ τοῦ Πύρρου προπεμφθεὶς ἐμποδὼν τοῖς πραττομένοις ἐγένετο. ὁ γὰρ Πύρρος τῆς καλουμένης βασιλεύων Ἠπείρου φύσεώς τε δεξιότητι καὶ παιδείας ἰσχύϊ καὶ ἐμπειρίᾳ πάντων προέφερε, καὶ τοῦ Ἑλληνικοῦ τὸ πλεῖστον τὸ μὲν εὐποιίαις, τὸ δὲ φόβῳ, προσεπεποίητο. οὗτος τοίνυν τοῖς τῶν Ταραντίνων πρέσβεσιν ἐντυχών, ἕρμαιον τὴν συμμαχίαν ἡγήσατο, ἐκ πλείονος τῆς Σικελίας καὶ τῆς Καρχηδόνος καὶ τῆς Σαρδοῦς ἐφιέμενος, ὀκνῶν δ’ ὅμως ἔχθρας πρὸς Ῥωμαίους αὐτὸς προκατάρξασθαι· καὶ βοηθήσειν μὲν αὐτοῖς ἐπηγγείλατο, ἵνα δὲ μὴ ὑποπτευθείη δι’ ἅπερ εἴρηται, οἴκαδε αὐτίκα ἀνακομισθήσεσθαι ἔφη, καὶ ἐν ταῖς συνθήκαις προστεθῆναι πεποίηκε τὸ μὴ περαιτέρω τῆς χρείας ἐν τῇ Ἰταλίᾳ παρ’ αὐτῶν κατασχεθῆναι.
PG 134:379συνθέμενος δὲ ταῦτα, τοὺς μὲν πλείους τῶν πρέσβεων ὡς τὰ στρατεύματα αὐτῷ συμπαρασκευάσοντας ἐν ὁμηρείᾳ κατέσχεν, ὀλίγους δ’ ἐξ αὐτῶν καὶ τὸν Κινέαν προέπεμψε σὺν στρατῷ. ἐλθόντων δ’ αὐτῶν οἱ Ταραντῖνοι θαρσήσαντες τῶν τε καταλλαγῶν τῶν πρὸς Ῥωμαίους ἀπέσχοντο καὶ τὸν Ἆγιν παύσαντες τῆς στρατηγίας ἕνα τῶν πρέσβεων ἐχειροτόνησαν στρατηγόν. μετ’ οὐ πολὺ δὲ Μίλων ὑπὸ τοῦ Πύρρου σὺν δυνάμει πεμφθεὶς τήν τε ἀκρόπολιν αὐτῶν ἐς τὴν ἐκείνου ὑποδοχὴν κατειλήφει καὶ τὴν τοῦ τείχους φρουρὰν ὑφ’ ἑαυτὸν ἐποιήσατο. καὶ οἱ Ταραντῖνοι ἐπὶ τούτοις ἔχαιρον, ὡς μήτε φρουρεῖν μήτ’ ἄλλο τι ἐπίπονον ὑπομένειν ἀναγκαζόμενοι, καὶ αὐτοῖς τροφὰς ἐχορήγουν καὶ τῷ Πύρρῳ χρήματα ἔπεμπον. Ὁ οὖν Αἰμίλιος τέως μὲν κατὰ χώραν ἔμενεν, ἐπεὶ δὲ τούς τε Πυρρείους ἥκοντας ἔγνω, καὶ διὰ τὸν χειμῶνα προσκαρτερεῖν οὐχ οἷός τε ἦν, ἐς Ἀπουλίαν ὥρμησεν. οἱ δὲ Ταραντῖνοι ἔν τινι στενοπόρῳ χωρίῳ, δι’ οὗ διελθεῖν ἀνάγκην εἶχε, λοχήσαντες, ἄπορον αὐτῷ τὴν πορείαν ἐποίουν τοξεύμασιν ἀκοντίσμασί τε καὶ σφενδονήμασιν. ὁ δὲ τοὺς αἰχμαλώτους σφῶν, οὓς ἐπήγετο, προήγαγε.
φοβηθέντες δ’ οἱ Ταραντῖνοι μὴ τοὺς σφετέρους ἀντὶ τῶν Ῥωμαίων ἀπολέσωσιν, ἐπαύσαντο. Ὁ δὲ Πύρρος οὐδὲ τὸ ἔαρ ἀναμείνας ἀπῄει, στράτευμά τε πολὺ καὶ ἔκκριτον ἐπαγόμενος καὶ ἐλέφαντας εἴκοσι, ζῷα μήπω πρότερον τοῖς ἐν τῇ Ἰταλίᾳ ὀφθέντα· ὅθεν ἐξεπλήσσοντο καὶ ἐθαύμαζον. χειμῶνι δὲ περιπεσὼν τὸ Ἰόνιον περαιούμενος πολλοὺς ἀπώλεσε τοῦ στρατεύματος, οἱ δὲ λοιποὶ τῷ κλύδωνι ἐσκεδάσθησαν. μόλις δ’ οὖν πεζεύσας ἦλθεν εἰς Τάραντα. καὶ αὐτίκα τοὺς μὲν ἀκμάζοντας τοῖς ἑαυτοῦ στρατιώταις συνέταξεν, ὅπως μὴ καθ’ ἑαυτοὺς λελοχισμένοι νεωτερίσωσι, καὶ τὸ θέατρον ἔκλεισε, τάχα διὰ τὸν πόλεμον, ὅπως μὴ ἐς αὐτὸ συνερχόμενοι νεοχμώσωσί τι, ἀπεῖπε δ’ αὐτοῖς καὶ πρὸς συμπόσια καὶ κώμους ἀθροίζεσθαι, καὶ τοὺς νεωτέρους ἐν τοῖς ὅπλοις ἀσκεῖσθαι ἐκέλευεν ἢ διημερεύειν κατὰ τὴν ἀγοράν. ὡς δέ τινες ἀχθόμενοι τούτοις ὑπεχώρησαν, φρουροὺς ἐκ τῶν οἰκείων κατέστησεν, ὥστε μηδένα ἐξιέναι τῆς πόλεως. οἱ δὲ τούτοις τε καὶ τῇ χορηγίᾳ τῶν τροφῶν βαρυνόμενοι, καὶ τοὺς δορυφόρους εἰς τὰς οἰκίας αὐτῶν ἀναγκαζόμενοι δέχεσθαι, μετεγίνωσκον, δεσπότου καὶ οὐχὶ συμμάχου τοῦ Πύρρου πειρώμενοι.
PG 134:380ὁ δὲ διὰ ταῦτα μὴ πρὸς τοὺς Ῥωμαίους ἀποκλίνωσι φοβηθείς, τῶν τὰ πολιτικὰ δυναμένων πράττειν καὶ προστατεῖν τοῦ ὁμίλου τοὺς μὲν εἰς τὴν Ἤπειρον πρὸς τὸν υἱὸν ἐπί τισι προφάσεσιν ἔπεμπε, τοὺς δὲ καὶ ἀφανῶς διώλλυεν. Ἀρίσταρχον δέ τινα ἐν τοῖς ἀρίστοις τῶν Ταραντίνων ἐξεταζόμενον καὶ εἰπεῖν πιθανώτατον προσηταιρίσατο, ἵν’ ὕποπτος τῷ δήμῳ ὡς τὰ τοῦ Πύρρου φρονῶν γένηται· ὡς δ’ ἔτι πιστεῦον ἐκείνῳ τὸ πλῆθος ἑώρα, ἔπεμπεν αὐτὸν εἰς τὴν Ἤπειρον· καὶ ὃς ἀντειπεῖν μὴ θαρρῶν ἐξέπλευσε μέν, ἐς δὲ τὴν Ῥώμην ἀφίκετο. Καὶ τοιαῦτα μὲν ὁ Πύρρος τοῖς Ταραντίνοις ἐποίει· οἱ δ’ ἐν τῇ Ῥώμῃ μαθόντες τὸν Πύρρον ἐλθόντα εἰς Τάραντα κατέδεισαν τῷ τε ἐκπεπολεμῶσθαι τὰ ἐν τῇ Ἰταλίᾳ αὐτοῖς καὶ τῷ θρυλεῖσθαι ἐκεῖνον εὐπόλεμόν τε τυγχάνειν καὶ δύναμιν ἔχειν ἀνανταγώνιστον. στρατιώτας τε οὖν κατέλεγον καὶ χρήματα ἤθροιζον φρουρούς τε ἐς τὰς συμμαχίδας πόλεις διέπεμπον, ἵνα μὴ καὶ ἐκεῖναι ἀποστῶσι, καί τινας προαισθόμενοι νεωτεριοῦντας τοὺς πρώτους αὐτῶν ἐκόλασαν.
καί τινες τῶν Πραινεστίνων ἐς τὴν Ῥώμην ἀχθέντες περὶ δείλην ὀψίαν εἰς τοὺς θησαυροὺς ἐπὶ φυλακῇ ἐνεβλήθησαν, καί τις αὐτοῖς ἐκ τούτου χρησμὸς ἐπεπλήρωτο· ἐχρήσθη γὰρ αὐτοῖς ποτε ὅτι τοὺς τῶν Ῥωμαίων καθέξουσι θησαυρούς. καὶ ὁ μὲν χρησμὸς εἰς τοῦτο ἀπέβη, ἐκεῖνοι δέ γε ἀπώλοντο. Οὐαλέριον δὲ Λαουίνιον ἐπὶ τὸν Πύρρον καὶ τοὺς Ταραντίνους καὶ τοὺς ἄλλους τοὺς σὺν αὐτοῖς ἀπεστάλκασι, καί τι καὶ ἐν τῷ ἄστει τοῦ στρατεύματος κατέσχον. ὁ γοῦν Λαουίνιος εὐθὺς ἐξεστράτευσεν, ἵνα πορρωτάτω τὸν πόλεμον τῆς οἰκείας ποιήσηται· καὶ τὸν Πύρρον καταπλήξειν ἤλπισεν, εἰ αὐτοῖς ἐθελονταὶ ἐπίοιεν, οὓς ἐκεῖνος πολιορκεῖν προσεδόκησε. καὶ ἀπιὼν χωρίον τι τῶν Λευκανῶν εἷλεν ἰσχυρὸν καὶ ἐπίκαιρον, καὶ δύναμίν τινα ἐν τῇ Λευκανίᾳ κατέλιπεν, εἴρξουσαν αὐτοὺς τοῦ ἐπαρῆξαι τοῖς ἐναντίοις. Καὶ ὁ Πύρρος μαθὼν τὸν Λαουίνιον πλησιάζοντα προεξώρμησε, καὶ στρατοπεδευσάμενος τρίβειν ἤθελε τὸν καιρόν, ἀναμένων τοὺς συμμαχήσοντας. καὶ τῷ Λαουινίῳ ἐπέστειλεν ὑπερηφάνως, ὡς καταπλήξων αὐτόν· εἶχε δὲ ἡ γραφὴ ὧδε. Βασιλεὺς Πύρρος Λαουινίῳ χαίρειν. πυνθάνομαί σε στράτευμα ἐπὶ Ταραντίνους ἄγειν.
τὸ μὲν οὖν ἀπόπεμψον, αὐτὸς δὲ μετ’ ὀλίγων ἧκε πρὸς ἐμέ· δικάσω γὰρ ὑμῖν ἐγὼ εἴ τι ἀλλήλοις ἐγκαλεῖτε, καὶ ἄκοντας τὰ δίκαια ποιεῖν ἀναγκάσω. Λαουίνιος δὲ τάδε τῷ Πύρρῳ ἀντέγραψε. Πάνυ μοι δοκεῖς, ὦ Πύρρε, τετυφῶσθαι, δικαστὴν ἡμῖν ἑαυτὸν καθιστὰς καὶ Ταραντίνοις πρὶν δίκην ἡμῖν ὑποσχεῖν ὅτι καὶ τὴν ἀρχὴν εἰς Ἰταλίαν ἐπεραιώθης. ἥξω τε οὖν μετὰ παντὸς τοῦ στρατοῦ καὶ τὴν προσήκουσαν τιμωρίαν καὶ παρὰ Ταραντίνων καὶ παρὰ σοῦ λήψομαι. τί γὰρ δεῖ μοι λήρου καὶ φλυαρίας, ἐξὸν παρὰ τῷ Ἄρει τῷ προπάτορι ἡμῶν κριθῆναι; τοιαῦτα ἀντεπιστείλας ἠπείγετο, καὶ ηὐλίσατο διὰ μέσου τὸ ῥεῦμα τοῦ ἐκεῖ ποταμοῦ ποιησάμενος. κατασκόπους τέ τινας συλλαβών, δείξας τὴν δύναμιν αὐτοῖς καὶ ἐπειπὼν πολλαπλασίαν ἄλλην ἔχειν, ἀπέπεμψεν. καὶ ἐπὶ τούτοις ὁ Πύρρος καταπλαγεὶς οὐ μάχεσθαι ἤθελεν, ὅτι καὶ τῶν συμμάχων οὔπω τινὲς συνῆλθον αὐτῷ, ἐπιλείψειν τε τοῖς Ῥωμαίοις τὰ ἐπιτήδεια ἤλπιζεν ἐν πολεμίᾳ διάγουσι. ταῦτα δὲ καὶ ὁ Λαουίνιος λογιζόμενος ἔσπευδε συμμίξαι.
PG 134:381τῶν δὲ στρατιωτῶν πρὸς τὴν τοῦ Πύρρου φήμην καὶ διὰ τοὺς ἐλέφαντας ἐκπεπληγμένων, συγκαλέσας αὐτοὺς πολλὰ πρὸς θάρσος παρακαλοῦντα ἐδημηγόρησε, καὶ παρεσκευάζετο καὶ ἄκοντι τῷ Πύρρῳ συμμίξαι. ὁ δὲ γνώμην μὲν οὐκ εἶχε μάχεσθαι, ὅπως δὲ μὴ δόξῃ τοὺς Ῥωμαίους φοβεῖσθαι, καὶ αὐτὸς τοῖς οἰκείοις διαλεχθεὶς ἐπώτρυνεν εἰς τὸν πόλεμον. Λαουίνιος δὲ τὸν ποταμὸν πειρώμενος κατὰ τὸ στρατόπεδον διαβῆναι ἐκωλύθη. ἐπαναγαγὼν οὖν αὐτὸς μὲν κατὰ χώραν μετὰ τοῦ πεζοῦ ἔμεινε, τοὺς δ’ ἱππεῖς ὡς ἐπὶ λείαν τάχα τινὰ ἔπεμψεν, ἐντειλάμενος πόρρω ποι βαδίσαντας περαιωθῆναι. καὶ οὕτως ἐκεῖνοί τε κατὰ νώτου τοῖς πολεμίοις προσέπεσον ἀπροσδόκητοι, καὶ ὁ Λαουίνιος ταραχθέντων αὐτῶν τόν τε ποταμὸν διέβη καὶ τῆς μάχης συνεπελάβετο. φεύγουσιν οὖν τοῖς ἑαυτοῦ ὁ Πύρρος ἐπικουρήσας τρωθέντα τὸν ἵππον ἀπέβαλε, καὶ ἔδοξεν αὐτοῖς τεθνηκέναι. κἀκ τούτου τῶν μὲν ἀθυμησάντων, τῶν δὲ καταφρονησάντων, τὸ ἔργον ἠλλοίωτο.
συνεὶς δὲ τοῦτο τὴν μὲν στολὴν ἐκπρεπεστέραν τῶν ἄλλων οὖσαν ἔδωκε Μεγακλεῖ, κελεύσας ἐνδῦναι αὐτὴν καὶ πανταχόσε περιελαύνειν, ὅπως σώζεσθαι αὐτὸν νομίσαντες οἱ μὲν ἐναντίοι πρὸς δέος, οἱ δ’ οἰκεῖοι πρὸς θάρσος ἀφίκωνται, αὐτὸς δὲ στειλάμενος ἰδιωτικῶς συνέμιξεν αὐτοῖς παντὶ τῷ στρατῷ πλὴν ἐλεφάντων, καὶ τοῖς ἀεὶ πονουμένοις ἐπαμύνων πλεῖστον τοὺς σφετέρους ὠφέλησε. τὰ μὲν οὖν πρῶτα ἐπὶ πολὺ τῆς ἡμέρας ἰσορρόπως ἐμάχοντο, ὡς δὲ τὸν Μεγακλέα τις ἀποκτείνας ᾠήθη τὸν Πύρρον ἀπεκτονέναι, καὶ τοῖς ἄλλοις δόκησιν τούτου παρέσχεν, οἵ τε Ῥωμαῖοι ἐπερρώσθησαν καὶ οἱ ἐναντίοι ἐνέδοσαν. γνοὺς δὲ ὁ Πύρρος τὸ γινόμενον, τὸν πῖλον ἀπέρριψε καὶ γυμνῇ τῇ κεφαλῇ περιῄει· καὶ εἰς τοὐναντίον περιέστη ἡ μάχη. ἰδὼν δὲ τοῦτο ὁ Λαουίνιος, καὶ ἱππέας ἔχων ἐνεδρεύοντάς που τῆς μάχης ἐκτός, κατὰ νώτου προσπεσεῖν αὐτοὺς τοῖς πολεμίοις ἐκέλευσε. πρὸς τοῦτο δὲ ἀντιστρατηγῶν ὁ Πύρρος τὸ σημεῖον τοῖς ἐλέφασιν ἦρεν·
PG 134:382ἔνθα ἔκ τε τῆς τῶν θηρίων θέας ἀλλοκότου οὔσης καὶ τῆς βοῆς φρικώδους, καὶ ἐκ τοῦ τῶν ὅπλων πατάγου, ὃν οἱ ἐπιβεβηκότες ἐποίουν ἐν τοῖς πύργοις φερόμενοι, αὐτοί τε οἱ Ῥωμαῖοι ἐξεπλάγησαν, καὶ οἱ σφῶν ἵπποι ἐκταραχθέντες οἱ μὲν ἀποσειόμενοι τοὺς ἀναβάτας, οἱ δὲ καὶ φέροντες ἔφευγον. ἀθυμῆσαν οὖν ἐκ τούτων τὸ Ῥωμαϊκὸν ἐτράπετο στράτευμα, καὶ φεύγοντες ἀνῃροῦντο οἱ μὲν παρὰ τῶν ἐν τοῖς πύργοις ἀνδρῶν τοῖς ἐπὶ τῶν ἐλεφάντων, οἱ δὲ καὶ παρ’ αὐτῶν τῶν θηρίων ταῖς προβοσκίσι καὶ τοῖς κέρασιν ἢ καὶ ὀδοῦσι φθειρόντων πολλούς· καὶ τοῖς ποσὶ δὲ οὐ μείους κατηλόων συμπατουμένους. καὶ οἱ ἱππεῖς δὲ ἐφεπόμενοι πολλοὺς ἔφθειρον· οὐδ’ ἂν ὑπελείφθη τις, εἰ μὴ ἐλέφας τρωθεὶς αὐτός τε ἐσφάδαζεν ἐκ τοῦ τραύματος καὶ οἱ ἄλλοι πρὸς τὰς ἐκείνου βοὰς ἐταράσσοντο. διὰ τοῦτο γὰρ ὁ Πύρρος ἐπέσχε τὴν δίωξιν, καὶ οὕτως οἱ Ῥωμαῖοι διαβεβηκότες τὸν ποταμὸν εἰς Ἀπουλίδα πόλιν τινὰ ἀπεσώθησαν. πολλοὶ δὲ καὶ τῶν τοῦ Πύρρου στρατιωτῶν καὶ τῶν ἡγεμόνων πεπτώκασιν, ὥστε συγχαιρόντων αὐτῷ τῆς νίκης τινῶν εἰ καὶ αὖθίς ποτε ὁμοίως ἔφη κρατήσομεν, ἀπολούμεθα.
τοὺς μέντοι Ῥωμαίους καὶ νικηθέντας ἐθαύμασεν, εἰπὼν ὅτι τὴν οἰκουμένην ἂν πᾶσαν ἐχειρωσάμην, εἰ Ῥωμαίων ἐβασίλευον. Ὁ μὲν οὖν Πύρρος ἐπὶ τῇ νίκῃ μέγα ἔσχηκεν ὄνομα, καὶ πολλοὶ αὐτῷ προσεχώρησαν, οἵ τε σύμμαχοι ἀφίκοντο πρὸς αὐτόν· οἷς ὀλίγα ἐπιτιμήσας διὰ τὴν μέλλησιν, τῶν σκύλων μετέδωκεν· οἱ δ’ ἐν τῇ Ῥώμῃ ἤλγησαν ἐπὶ τῇ ἥττῃ, τῷ δέ γε Λαουινίῳ στράτευμα ἔπεμψαν, καὶ τὸν Τιβέριον ἐκ τῶν Τυρσηνῶν μετεπέμψαντο, καὶ τὴν πόλιν διὰ φυλακῆς ἐποιήσαντο, πυνθανόμενοι ἐπ’ αὐτὴν τὸν Πύρρον ἐπείγεσθαι. ὁ μέντοι Λαουίνιος τοὺς οἰκείους τε τραυματίας ἐξακεσάμενος, καὶ τοὺς σκεδασθέντας συναγαγών, ἤδη καὶ τῶν ἐκ Ῥώμης πεμφθέντων ἀφικομένων, τὸν Πύρρον παρεπόμενας ἐλύπει· καὶ τὴν Καπύην μαθὼν ἑλεῖν γλιχόμενον, προκατέλαβε καὶ ἐφύλαξεν. ἁμαρτὼν δ’ ἐκείνης ὁ Πύρρος ἐπὶ τὴν Νεάπολιν ὥρμησεν.
ὡς δ’ οὐδὲν οὐδ’ ἐν αὐτῇ δρᾶσαι ἴσχυσε, σπεύδων τὴν Ῥώμην καταλαβεῖν καὶ διὰ τῆς Τυρσηνίδος παριὼν ὡς κἀκείνους προσλάβοι, ἐπεὶ ἔμαθεν αὐτούς τε τοῖς Ῥωμαίοις ὁμολογίας πεποιημένους καὶ τὸν Τιβέριον αὐτῷ ἀντιπροσιόντα τόν τε Λαουίνιον ἐφεπόμενον, ἐφοβήθη μὴ ὑπ’ αὐτῶν πανταχόθεν ἐν χωρίοις ἀγνώστοις ἀποληφθῇ, καὶ περαιτέρω οὐ προεχώρησεν. ὡς δὲ ἀναχωροῦντι καὶ γενομένῳ περὶ Καμπανίαν ὁ Λαουίνιος ἐπεφάνη, καὶ τὸ στράτευμα αὐτοῦ πολλῷ πλεῖον τοῦ πρόσθεν ἦν, ὕδρας ἔφη δίκην τὰ στρατόπεδα τῶν Ῥωμαίων κοπτόμενα ἀναφύεσθαι. καὶ ἀντιπαρετάξατο μέν, οὐκ ἐμαχέσατο δέ, ὅτι ἐκέλευσεν, ὡς καταπλήξων πρὸ τῆς συμπλοκῆς τοὺς Ῥωμαίους, τοὺς ἑαυτοῦ στρατιώτας τὰς ἀσπίδας τοῖς δόρασι πλήξαντας ἐκβοῆσαι καὶ τοὺς σαλπιγκτὰς καὶ τοὺς ἐλέφαντας συνηχῆσαι, ἐπεὶ δὲ κἀκεῖνοι πολὺ μεῖζον ἀντεβόησαν, ὡς ἐκπλαγῆναι τοὺς τοῦ Πύρρου, οὐκέτ’ ἠθέλησε συμμίξαι, ἀλλ’ ὡς δυσιερῶν ἐπανήγαγε. καὶ ἀφίκετο ἐς Τάραντα. ἔνθα πρέσβεις τῶν Ῥωμαίων ὑπὲρ τῶν αἰχμαλώτων ἀφίκοντο ἄλλοι τε καὶ ὁ Φαβρίκιος. οὓς φιλοτίμως ἐξένισε καὶ ἐδεξιώσατο, ἐλπίσας αὐτοὺς σπείσασθαι καὶ ὁμολογίαν ὡς ἡττημένους ποιήσασθαι.
PG 134:383τοῦ δὲ Φαβρικίου τοὺς ἑαλωκότας ἐν τῇ μάχῃ κομίσασθαι αἰτοῦντος ἐπὶ λύτροις τοῖς ἀμφοῖν συναρέσουσι, διηπορήθη ὅτι μὴ καὶ περὶ εἰρήνης πρεσβεύειν ἔφη, καὶ ἰδίᾳ μετὰ τῶν φίλων ἐβουλεύετο, ὡς εἰώθει, περὶ τῆς τῶν αἰχμαλώτων ἀποδόσεως καὶ περὶ τοῦ πολέμου καὶ ὅπως τοῦτον μεταχειρίσηται. ὁ μὲν οὖν Μίλων μήτε τοὺς αἰχμαλώτους ἀποδόσθαι μήτε σπείσασθαι συνεβούλευεν, ἀλλ’ ἤδη τῶν Ῥωμαίων ἡττημένων καὶ τὰ λοιπὰ πολέμῳ προσκατεργάσασθαι, ὁ δὲ Κινέας τοὐναντίον ἅπαν αὐτῷ συνεβούλευε· τούς τε γὰρ αἰχμαλώτους προῖκα ἀποδοῦναι συνῄνει καὶ πρέσβεις εἰς Ῥώμην καὶ χρήματα πέμψαι τῆς εἰρήνης ἕνεκα καὶ σπονδῶν. οὗ τῇ γνώμῃ καὶ οἱ λοιποὶ συνετίθεντο. οὕτω δὲ φρονῶν καὶ ὁ Πύρρος ἐτύγχανε. καλέσας οὖν τοὺς πρέσβεις οὔτε πρῴην, ὦ Ῥωμαῖοι, ἔφη ἑκὼν ὑμῖν ἐπολέμησα οὔτε νῦν πολεμήσαιμι· φίλος γὰρ ὑμῖν γενέσθαι βεβούλημαι· διὸ καὶ τοὺς αἰχμαλώτους ὑμῖν ἄνευ λύτρων ἀφίημι καὶ σπείσασθαι ἀξιῶ. Ταῦτα μὲν πᾶσιν εἰρήκει τοῖς πρέσβεσι, καὶ χρήματα σφίσι τὰ μὲν δέδωκε, τὰ δὲ ἐπηγγείλατο, τῷ δὲ Φαβρικίῳ κατὰ μόνας διαλεχθεὶς φίλος εἶπεν ἡδέως καὶ πᾶσιν ἂν Ῥωμαίοις γενοίμην, μάλιστα δὲ σοί·
ὁρῶ γάρ σε ἀγαθὸν ἄνδρα, καὶ τὴν εἰρήνην συμπρᾶξαί μοι ἀξιῶ. ταῦτα λέγων καὶ δῶρα αὐτῷ πολλὰ ἐδίδου. ὁ δέ ἐπαινῶ σε εἶπεν, ὦ Πύρρε, ὅτι τῆς εἰρήνης ἐπιθυμεῖς, καί σοι αὐτήν, ἄν γε συμφέρῃ ἡμῖν, καταπράξομαι. οὐ γὰρ κατὰ τῆς πατρίδος τι πρᾶξαί με, ἀγαθόν, ὡς φής, ἄνδρα ὄντα, ἀξιώσεις. ἀλλ’ οὐδὲ τούτων ὧν δίδως τι λάβοιμι ἄν. πυνθάνομαι γάρ σου, πότερον ἐλλόγιμόν με ὡς ἀληθῶς νομίζεις ἄνδρα ἢ οὔ; εἰ μὲν γὰρ φαῦλός εἰμι, πῶς με δώρων ἄξιον κρίνεις; εἰ δὲ χρηστός, πῶς με λαβεῖν αὐτὰ κελεύεις; ἴσθι γοῦν ὡς ἐγὼ καὶ πάνυ πολλὰ ἔχω, τοῖς παροῦσιν ἀρκούμενος, καὶ πλειόνων οὐ δέομαι· σὺ δ’ εἰ καὶ σφόδρα πλουτεῖς, ἐν πενίᾳ μυρίᾳ καθέστηκας. οὐ γὰρ ἂν οὔτε τὴν Ἤπειρον οὔτε τὰ ἄλλα ἃ ἔχεις καταλιπὼν δεῦρο ἐπεραιώθης, εἴ γε ἐκείνοις ἠρκοῦ καὶ μὴ πλειόνων ὠρέγου. Τούτων οὕτω λεχθέντων οἱ πρέσβεις τοὺς αἰχμαλώτους λαβόντες ἀπῄεσαν. καὶ ὁ Πύρρος τὸν Κινέαν εἰς τὴν Ῥώμην ἀπέστειλε μετὰ χρυσίου πολλοῦ καὶ κόσμου γυναικείου παντοδαποῦ, ἵνα εἰ καί τινες τῶν ἀνδρῶν ἀντίσχοιεν, ἀλλ’ αἱ γυναῖκες αὐτῶν τοῖς κόσμοις ἀναπεισθεῖσαι κἀκείνους συνδιαφθείρωσιν.
PG 134:384ἐλθὼν δὲ πρὸς τὴν πόλιν ὁ Κινέας οὐ προσῄει τῇ γερουσίᾳ, ἀλλὰ διῆγεν ἄλλοτε ἄλλην αἰτίαν σκηπτόμενος. περιφοιτῶν δὲ καὶ τὰς τῶν δυνατῶν οἰκίας λόγοις τε σφᾶς καὶ δώροις ὑπήγετο· καὶ ἐπειδὴ πολλοὺς ᾠκειώσατο, εἰσῆλθεν εἰς τὸ συνέδριον καὶ εἶπεν ὡς Πύρρος ὁ βασιλεὺς ἀπολογεῖται ὅτι οὐχ ὡς πολεμήσων ὑμῖν ἧκεν, ἀλλ’ ὡς καταλλάξων Ταραντίνους αὐτὸν ἱκετεύοντας· ἀμέλει καὶ τοὺς ἁλόντας ὑμῶν λύτρων ἀφῆκεν ἄτερ, καὶ δυνάμενος πορθῆσαι τὴν χώραν καὶ τῇ πόλει προσβαλεῖν, ἀξιοῖ τοῖς φίλοις καὶ τοῖς συμμάχοις ὑμῶν ἐγγραφῆναι, πολλὰ μὲν ὠφελήσεσθαι ἀφ’ ὑμῶν ἐλπίζων, πλείω δ’ ἔτι καὶ μείζω εὐεργετήσειν ὑμᾶς. Ἐπὶ τούτοις οἱ πλείους τῶν βουλευτῶν ἠρέσκοντο διὰ τὰ δῶρα καὶ διὰ τοὺς αἰχμαλώτους· οὐ μέντοι καὶ ἀπεκρίναντο, ἀλλ’ ἐσκόπουν ἔτι πλείους ἡμέρας ὅ,τι χρὴ πρᾶξαι. καὶ πολλὰ μὲν ἐλέγετο, ἐπεκράτει δὲ ὅμως σπείσασθαι.
μαθὼν δὲ τοῦτο Ἄππιος ὁ τυφλὸς ἐκομίσθη ἐπὶ τὸ βουλευτήριον, ὑπὸ γὰρ τοῦ γήρως καὶ τοῦ πάθους οἰκουρῶν ἦν, καὶ εἶπε μὴ συμφέρειν τὰς πρὸς τὸν Πύρρον συμβάσεις τῇ πολιτείᾳ, παρῄνεσε δὲ καὶ αὐτίκα τὸν Κινέαν ἐξελάσαι τῆς πόλεως, καὶ δι’ αὐτοῦ δηλῶσαι τῷ Πύρρῳ οἴκαδε ἀναχωρήσαντα ἐκεῖθεν ἐπικηρυκεύσασθαι περὶ εἰρήνης αὐτοῖς ἢ καὶ περὶ ἑτέρου ὅτου δέοιτο. ταῦτα ὁ Ἄππιος συνεβούλευσεν· ἡ δὲ γερουσία οὐκέτι ἐμέλλησεν, ἀλλ’ εὐθὺς ὁμοθυμαδὸν ἐψηφίσαντο αὐθημερὸν τὸν Κινέαν ἔξω τῶν ὅρων ἐκπέμψαι καὶ τῷ Πύρρῳ πόλεμον ἀκήρυκτον, ἕως ἂν ἐν τῇ Ἰταλίᾳ διάγῃ, ποιήσασθαι. τοῖς δ’ αἰχμαλώτοις ἀτιμίαν τινὰ ἐν ταῖς στρατείαις ἐπέθεσαν, καὶ οὔτε πρὸς τὸν Πύρρον αὐτοῖς ἔτι ἐχρήσαντο οὔτ’ ἄλλοσέ ποι ἀθρόοις, ἵνα μή τι ὁμοῦ ὄντες νεωτερίσωσιν, ἀλλ’ ἄλλους ἄλλῃ φρουρήσοντας ἔπεμψαν. Ἐν μὲν οὖν τῷ χειμῶνι παρεσκευάζοντο ἄμφω, ἔαρος δ’ ἤδη ἐφεστηκότος ὁ Πύρρος εἰς τὴν Ἀπουλίαν ἐνέβαλε, καὶ πολλὰ μὲν βίᾳ, πολλὰ δὲ ὁμολογίᾳ προσεποιήσατο, μέχρις οὗ Ῥωμαῖοι πρὸς Ἀσκούλῳ πόλει ὄντι αὐτῷ ἐπελθόντες ἀντεστρατοπεδεύσαντο. ἐπὶ πλείους δ’ ἡμέρας διέτριψαν ὀκνοῦντες ἀλλήλους·
οἱ μὲν γὰρ Ῥωμαῖοι τοὺς προνενικηκότας οὐκ ἐθάρρουν, οἱ δὲ ὡς ἀπονενοημένους ἐδεδίεσαν τοὺς Ῥωμαίους. κἀν τούτῳ λογοποιούντων τινῶν ὅτι ὁ Δέκιος ἐπιδοῦναι ἑαυτὸν κατὰ τὸν πατέρα καὶ τὸν πάππον ἑτοιμάζοιτο, καὶ τοὺς τοῦ Πύρρου δεινῶς ἐκφοβούντων ὡς ἐκ τοῦ θανεῖν ἐκεῖνον πάντως ἀπολουμένους, συνήγαγε τοὺς στρατιώτας ὁ Πύρρος καὶ διειλέχθη περὶ τούτου, συμβουλεύων μήτ’ ἀθυμεῖν μήτ’ ἐκπλήττεσθαι τοιούτοις λόγοις· μήτε γὰρ ἕνα ἄνθρωπον δύνασθαι θνήσκοντα πολλοὺς καταγωνίσασθαι μήτ’ ἐπῳδὴν ἢ μαγγανείαν τινὰ κρείττω τῶν ὅπλων καὶ τῶν ἀνδρῶν γενέσθαι. ταῦτ’ εἰπὼν καὶ λογισμοῖς ἐπικρατύνας τοὺς λόγους ὁ Πύρρος τὸ οἰκεῖον ἐθάρσυνε στράτευμα. καὶ πολυπραγμονήσας τὴν στολὴν ᾗ ἐχρήσαντο οἱ Δέκιοι ἐπιδιδόντες ἑαυτούς, παρήγγειλε τοῖς οἰκείοις, ἄν τινα οὕτως ἐσκευασμένον ἴδωσι, μὴ κτεῖναι αὐτόν, ἀλλὰ ζωὸν συλλαβεῖν. τῷ δὲ Δεκίῳ πέμψας ἔφη οὔτε προχωρήσειν αὐτῷ τοῦτο πρᾶξαι θελήσαντι καὶ ζωγρηθέντα κακῶς ἀπολεῖσθαι ἠπείλησε. πρὸς ἅπερ οἱ ὕπατοι ἀπεκρίναντο μηδενὸς τοιούτου ἔργου σφᾶς δεῖσθαι· πάντως γὰρ αὐτοῦ καὶ ἄλλως κρατήσειν.
PG 134:385ποταμοῦ δὲ διὰ μέσου τῶν στρατοπέδων οὐκ εὐδιαβάτου ῥέοντος, ἤροντο πότερον αὐτὸς περαιωθῆναι βούλεται ἀδεῶς, αὐτῶν ἀναχωρησάντων, ἢ ἐκείνοις ἐπιτρέψαι τοῦτο ποιῆσαι, ἵν’ ἐξ ἀντιπάλου μάχης ἀκεραίων τῶν δυνάμεων εἰς χεῖρας ἐλθουσῶν ὁ τῆς ἀνδρείας ἔλεγχος γένοιτο ἀκριβής. οἱ μὲν οὖν Ῥωμαῖοι πρὸς κατάπληξιν τὸν λόγον ἐποίησαν, ὁ δὲ Πύρρος αὐτοῖς ἐφῆκε διαβῆναι τὸν ποταμόν, μέγα φρονῶν ἐπὶ τοῖς ἐλέφασιν. οἱ δὲ Ῥωμαῖοι τά τε ἄλλα παρεσκευάσαντο καὶ πρὸς τοὺς ἐλέφαντας κεραίας ἐφ’ ἁμαξῶν σεσιδηρωμένας καὶ πανταχόθεν προεχούσας ἡτοίμασαν, ἵνα τοξεύοντες ἀπ’ αὐτῶν ἄλλα τε καὶ πῦρ ἐμποδὼν σφίσι γίνωνται. προσμίξαντες δέ, χρόνῳ μὲν οἱ Ῥωμαῖοι τοὺς Ἕλληνας, ἐώσαντο δ’ οὖν, μέχρις ὁ Πύρρος τοῖς ἐλέφασιν οὐ κατὰ τὰς ἁμάξας, ἀλλ’ ἐπὶ θάτερα προσβοηθήσας αὐτοῖς τὴν ἵππον σφῶν καὶ πρὶν προσμίξαι φόβῳ τῶν θηρίων ἐτρέψατο. τῷ μέντοι πεζῷ οὐδὲν μέγα ἐλυμήνατο. κἀν τούτῳ τῶν Ἀπούλων τινὲς ἐπὶ τὸ τῶν Ἠπειρωτῶν ὡρμηκότες στρατόπεδον τῆς νίκης αἴτιοι τοῖς Ῥωμαίοις ἐγένοντο.
τινὰς γὰρ τῶν μαχομένων ἐπ’ αὐτοὺς τοῦ Πύρρου πέμψαντος πάντες οἱ λοιποὶ ἐταράχθησαν, καὶ τάς τε σκηνὰς ἑαλωκέναι καὶ ἐκείνους φεύγειν ὑποτοπήσαντες ἐνέδοσαν· καὶ συχνοὶ αὐτῶν ἔπεσον, ὅ τε Πύρρος καὶ ἄλλοι τῶν ἐν τέλει πολλοὶ ἐτρώθησαν, καὶ μετὰ ταῦτα διά τε τὴν τῆς τροφῆς καὶ τὴν τῶν ἐπιτηδείων πρὸς ἄκεσιν ἀπορίαν σφόδρα ἐκακώθησαν. ὅθεν ἀπῆρεν εἰς Τάραντα πρὶν τοὺς Ῥωμαίους αἰσθέσθαι. οἱ δ’ ὕπατοι διέβησαν μὲν τὸν ποταμὸν ἐπὶ μάχῃ, ὡς δὲ πάντας ἐσκεδάσθαι ἐπύθοντο, εἰς τὰς οἰκείας ἀνεχώρησαν πόλεις· ἐπιδιῶξαι γὰρ διὰ τοὺς σφετέρους τραυματίας οὐκ ἠδυνήθησαν. εἶτα οἱ μὲν εἰς τὴν Ἀπουλίαν ἐχείμασαν, ὁ δὲ Πύρρος τἄλλα τε ἡτοιμάζετο καὶ οἴκοθεν στρατιώτας καὶ χρήματα μετεπέμψατο. μαθὼν δὲ τὸν Φαβρίκιον καὶ τὸν Πάππον ὑπάτους ᾑρημένους καὶ εἰς τὸ στρατόπεδον ἀφιγμένους, οὐκ ἐπὶ τῆς αὐτῆς μεμένηκε γνώμης. Ἤδη δὲ τῶν ῥηθέντων ὑπάτων ἐν τῷ στρατεύματι ὄντων, Νικίας τις τῶν Πύρρῳ πιστῶν δοκούντων ἦλθε πρὸς τὸν Φαβρίκιον καὶ ὑπέσχετο αὐτῷ τὸν Πύρρον δολοφονήσειν.
PG 134:386δυσχεράνας οὖν ἐπὶ τούτῳ ἐκεῖνος, ἀρετῇ γὰρ καὶ ταῖς δυνάμεσιν ἠξίου τῶν πολεμίων κρατεῖν ὡς ὁ Κάμιλλος, κατεμήνυσε τῷ Πύρρῳ τὸ ἐπιβούλευμα· καὶ οὕτως αὐτὸν ἐκ τούτου κατέπληξεν ὥστε καὶ τοὺς ἑαλωκότας τῶν Ῥωμαίων προῖκα αὖθις ἀφεῖναι καὶ πρέσβεις πάλιν ὑπὲρ εἰρήνης ἀποστεῖλαι. ἐπεὶ δὲ οἱ Ῥωμαῖοι περὶ τῆς εἰρήνης οὐδὲν ἀπεκρίναντο, ἀλλὰ καὶ τότε ἀπᾶραι τῆς Ἰταλίας ἐκέλευον καὶ οὕτως αὐτοῖς διακηρυκεύεσθαι καὶ τὰς συμμαχίδας αὐτῷ πόλεις κατέτρεχόν τε καὶ ᾕρουν, ἐν ἀμηχανίᾳ ἐγένετο, πρὶν δὴ Συρακουσίων τινές, ἐτύγχανον δὲ ἐξ οὗ Ἀγαθοκλῆς ἐτελεύτησε στασιάζοντες, ἐπεκαλέσαντο αὐτόν, παραδιδόντες οἱ καὶ ἑαυτοὺς καὶ τὴν πόλιν. ἀναπνεύσας γὰρ ἐπὶ τούτῳ καὶ προσελπίσας πᾶσαν τὴν Σικελίαν καταστρέψασθαι, τὸν μὲν Μίλωνα ἐν Ἰταλίᾳ κατέλιπεν, ἐν φυλακῇ τόν τε Τάραντα καὶ τὰ ἄλλα ποιησόμενον, αὐτὸς δὲ ὡς διὰ βραχέος ἐπανήξων ἀπέπλευσε. καὶ τῶν Συρακουσίων δεξαμένων αὐτὸν καὶ πάντα αὐτῷ ἀναθεμένων μέγας ἐν βραχεῖ αὖθις ἐγένετο, ὥστε τοὺς Καρχηδονίους φοβηθέντας μισθοφόρους ἐκ τῆς Ἰταλίας προσλαβεῖν.
ἀλλὰ ταχὺ πρὸς τοὐναντίον αὐτῷ περιέστη τὰ πράγματα τῷ τε πολλοὺς τῶν ἐν τέλει τοὺς μὲν ἐξελάσαι, τοὺς δὲ διαφθεῖραι ὑποπτευομένους αὐτῷ. οἱ γὰρ Καρχηδόνιοι, ἰδόντες αὐτὸν μήτε ταῖς οἰκείαις δυνάμεσιν ἐρρωμένον μήτε τοὺς ἐπιχωρίους δι’ εὐνοίας ἔχοντα, τοῦ πολέμου προθύμως ἀντελάβοντο, καὶ τοὺς ἐκπίπτοντας τῶν Συρακουσίων δεχόμενοι δεινὰ αὐτὸν εἰργάσαντο, ὥστε μὴ τὰς Συρακούσας μόνον, ἀλλὰ καὶ τὴν Σικελίαν καταλιπεῖν. Οἱ Ῥωμαῖοι δὲ τὴν ἀπουσίαν αὐτοῦ πυθόμενοι ἀνεθάρσησαν καὶ πρὸς ἄμυναν τῶν ἐπικαλεσαμένων αὐτὸν ἐτράπησαν. καὶ τοὺς Ταραντίνους εἰς ἄλλον καιρὸν ὑπερθέμενοι εἰσέβαλον εἰς τὸ Σαύνιον μετὰ καὶ ὑπάτων τοῦ Ῥουφίνου καὶ τοῦ Ἰουνίου, καὶ τήν τε χώραν ἐπόρθουν καὶ τείχη τινὰ ἐκλειφθέντα ἔλαβον. οἱ γὰρ Σαυνῖται εἰς τὰ ὄρη τὰ Κρανιτὰ λεγόμενα, ὅτι κρανίαν πολλὴν ἔχουσι, τά τε φίλτατα καὶ τὰ τιμιώτατα ἀνεκόμισαν. καταφρονήσαντες οὖν οἱ Ῥωμαῖοι εἰς τὰ εἰρημένα ὄρη ἀναβῆναι ἐτόλμησαν. λασίων οὖν αὐτῶν καὶ δυσπροσβάτων ὄντων, πολλοὶ μὲν ἀπέθανον, πολλοὶ δὲ καὶ ἑάλωσαν.
Οἱ δ’ ὕπατοι οὐκέτι κοινῇ τὸν πόλεμον ἐποιήσαντο, ἀλλήλους αἰτιώμενοι διὰ τὸ ἀτύχημα, ἀλλ’ Ἰούνιος μὲν ἐδῄου μέρος τι τῆς Σαυνίτιδος, Ῥουφῖνος δὲ Λευκανοῖς καὶ Βρεττίοις ἐλυμήνατο. καὶ ἐπὶ Κρότωνα ὥρμησεν ἀποστάντα Ῥωμαίων, μεταπεμψαμένων αὐτὸν τῶν ἐπιτηδείων, φθασάντων δὲ τῶν λοιπῶν ἐπαγαγέσθαι παρὰ τοῦ Μίλωνος φρουράν, ἧς ἦρχε Νικόμαχος. ἀγνοήσας οὖν τοῦτο καὶ ἀμελῶς τοῖς τείχεσι προσιὼν ὡς πρὸς φίλους, ἔπταισεν, ἐξαίφνης ἐπεκδραμόντων αὐτῷ. εἶτά τι ἐπινοήσας στρατήγημα τὴν πόλιν εἷλε· δύο γὰρ ἄνδρας αἰχμαλώτους ψευδαυτομόλους ἐς τὸν Κρότωνα ἔπεμψε, τὸν μὲν εὐθὺς λέγοντα ὅτι ἀπεγνωκὼς τὴν ἅλωσιν αὐτῶν ἐς τὴν Λοκρίδα προδιδομένην αὐτῷ μέλλει ἀπαρεῖν, τὸν δ’ ἕτερον μετὰ τοῦτο ὡς ἐν ὁδῷ ἐστι διαβεβαιούμενον. καὶ γὰρ ἵνα πίστιν ὁ λόγος ἔχῃ, ἀνεσκευάσατο καὶ προσεποιεῖτο ἐπείγεσθαι. ὁ οὖν Νικόμαχος πιστεύσας τούτοις, καὶ οἱ κατάσκοποι γὰρ τὰ αὐτὰ ἀνήγγελλον, τὸν Κρότωνα λιπὼν ἐς τοὺς Λοκροὺς ἀπῄει σπουδῇ δι’ ἐπιτομωτέρας ὁδοῦ. καὶ ἐν τῇ Λοκρίδι γενομένου αὐτοῦ ὁ Ῥουφῖνος ὑπέστρεψε πρὸς τὸν Κρότωνα, καὶ λαθὼν διά τε τὸ ἀπροσδόκητον καὶ δι’ ὁμίχλην τότε συμβᾶσαν εἷλε τὴν πόλιν.
Book VLiber Quintus
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 134:387μαθὼν δὲ τοῦτο Νικόμαχος ἀπῄει εἰς Τάραντα· καὶ ἐν ὁδῷ τῷ Ῥουφίνῳ περιπεσὼν πολλοὺς ἀπέβαλε. καὶ οἱ Λοκροὶ τοῖς Ῥωμαίοις προσεχώρησαν. Τῷ δ’ ἑξῆς ἔτει Ῥωμαῖοι ἐστράτευσαν εἰς τὸ Σαύνιον καὶ ἐς Λευκανίδα καὶ Βρεττίοις ἐπολέμησαν. ὁ δὲ Πύρρος τῆς Σικελίας ἐκπεσὼν καὶ ἐπανελθὼν ἤδη δεινῶς αὐτοὺς ἐλύπει, καὶ τοὺς μὲν Λοκροὺς ἐκομίσατο, τὴν γὰρ φρουρὰν τῶν Ῥωμαίων ἀποκτείναντες μετέστησαν, ἐπὶ δὲ τὸ Ῥήγιον στρατεύσας ἀπεκρούσθη καὶ αὐτὸς ἐτρώθη καὶ πλείστους ἀπέβαλε. μεταστὰς δὲ εἰς τὴν Λοκρίδα, καὶ τῶν αὐτῷ ἐναντία φρονησάντων δικαιώσας τινάς, παρὰ τῶν λοιπῶν σῖτον καὶ χρήματα ἔλαβε, καὶ εἰς Τάραντα ἀνεκομίσθη. κακῶς δὲ πάσχοντες ὑπὸ Ῥωμαίων οἱ Σαυνῖται ἐξαναστῆναι αὐτὸν ἐποίησαν. ἐλθὼν δὲ εἰς ἐπικουρίαν αὐτῶν ἐτράπη. τρωθέντος γὰρ πώλου ἐλέφαντος καὶ ἀποσεισαμένου τοὺς ἀναβάτας περιπλανωμένου τε κατὰ ζήτησιν τῆς μητρός, κἀκείνης ἐπὶ τούτῳ ταραχθείσης καὶ τῶν ἄλλων ἐλεφάντων θορυβηθέντων, φύρδην ἀνεμίχθησαν ἅπαντα. τέλος δὲ οἱ Ῥωμαῖοι ἐπεκράτησαν, συχνοὺς ἀποκτείναντες καὶ ὀκτὼ ἑλόντες ἐλέφαντας, καὶ τὸ χαράκωμα κατέσχον αὐτῶν.
ὁ δὲ Πύρρος σὺν ὀλίγοις ἱππεῦσι διέφυγεν εἰς τὸν Τάραντα, ἐκεῖθεν δὲ εἰς τὴν Ἤπειρον ἀπέπλευσεν ὡς αὖθις ἐπανήξων, τὸν Μίλωνα μετὰ φρουρᾶς εἰς Τάραντα καταλείψας, δοὺς αὐτοῖς δίφρον ἱμᾶσιν ἐκ τοῦ δέρματος τοῦ Νικίου ἐνδεδεμένον, ὃν ἐπὶ τῇ προδοσίᾳ ἀπέκτεινεν. τὸν μὲν οὖν Νικίαν οὕτως ἐτιμωρήσατο, νεανίσκους δέ τινας ἐν συμποσίῳ σκώψαντας αὐτὸν τιμωρήσασθαι ἔμελλεν, ἐρωτήσας δ’ αὐτοὺς διὰ τί ἔσκωπτον, ἐπεὶ ἀπεκρίθησαν ὅτι πολὺ πλείω καὶ χαλεπώτερα εἰρήκειμεν ἂν εἰ μὴ ὁ οἶνος ἡμᾶς ἐπιλέλοιπε, γελάσας ἀφῆκεν αὐτούς. Πύρρος μὲν οὖν ἐπιφανέστατος ἐν στρατηγοῖς γενόμενος καὶ φόβον πολὺν τοῖς Ῥωμαίοις ἐμβαλὼν καὶ πέμπτῳ ἔτει τὴν Ἰταλίαν λιπὼν καὶ ἐπὶ τὴν Ἑλλάδα στρατεύσας οὐ πολλῷ ὕστερον ἐν Ἄργει ἀπέθανε. γυνὴ γάρ τις, ὡς λόγος ἔχει, παριόντα αὐτὸν ἰδεῖν ἀπὸ τοῦ τέγους ἐπιθυμήσασα ἐσφάλη καὶ ἐμπεσοῦσα διέφθειρεν αὐτόν. ἐν δὲ τῷ αὐτῷ ἔτει ὅ τε Φαβρίκιος καὶ ὁ Πάππος ἐτιμήτευσαν καὶ ἄλλους τε τῶν ἱππέων ἀπήλειψαν καὶ τῶν βουλευτῶν καὶ τὸν Ῥουφῖνον, καίπερ δικτατωρεύσαντα καὶ δὶς ὑπατεύσαντα. αἴτιον δ’ ὅτι σκεύη ἀργυρᾶ λιτρῶν δέκα εἶχεν·
PG 134:388οὕτως οἱ Ῥωμαῖοι πενίαν οὐ τὸ μὴ πολλὰ κεκτῆσθαι, ἀλλὰ τὸ πολλῶν δεῖσθαι εἶναι ἐνόμιζον. καὶ διὰ τοῦτο τοῖς τε ἄρχουσι τοῖς ἐκδημοῦσι καὶ τοῖς ἄλλοις τοῖς κατά τι πρᾶγμα τῇ πόλει διαφέρον ἐξιοῦσι τά τε ἄλλα τὰ ἀναγκαῖα καὶ δακτύλιος ἐκ τοῦ δημοσίου ἐδίδοτο. Τῶν Ταραντίνων δέ τινες κακωθέντες ὑπὸ τοῦ Μίλωνος ἐπέθεντο αὐτῷ, Νίκωνα προστησάμενοι. ὡς δ’ οὐδὲν ἤνυσαν, τεῖχός τι τῆς σφετέρας χώρας κατέσχον, κἀκεῖθεν ὁρμώμενοι τῷ Μίλωνι ἐπῄεσαν. ἐπεὶ δὲ ᾔσθοντο τοὺς Ῥωμαίους πολεμῆσαι σφίσι βουλομένους, πρέσβεις εἰς τὴν Ῥώμην ἔστειλαν· καὶ εἰρήνης ἔτυχον. Καὶ Πτολεμαῖος δὲ ὁ Φιλάδελφος ὁ τῆς Αἰγύπτου βασιλεύς, τόν τε Πύρρον κακῶς ἀπηλλαχότα μαθὼν καὶ τοὺς Ῥωμαίους αὐξανομένους, δῶρά τε αὐτοῖς ἔπεμψε καὶ ὁμολογίαν ἐποιήσατο. καὶ οἱ Ῥωμαῖοι ἐπὶ τούτῳ ἡσθέντες πρέσβεις πρὸς αὐτὸν ἀνταπέστειλαν· οἳ μεγαλοπρεπῆ δῶρα παρ’ ἐκείνου λαβόντες εἰς τὸ δημόσιον ταῦτα εἰσῆγον. ἡ δὲ βουλὴ οὐ προσήκατο, ἀλλ’ εἴασεν αὐτοὺς ταῦτα ἔχειν. Μετὰ δὲ ταῦτα τούς τε Σαυνίτας διὰ Καρουιλίου ὑπέταξαν, καὶ Λευκανῶν καὶ Βρεττίων διὰ Παπειρίου ἐκράτησαν. καὶ τοὺς Ταραντίνους ὁ αὐτὸς Παπείριος ἐχειρώσατο.
ἀχθόμενοι γὰρ τῷ Μίλωνι, καὶ πρὸς τῶν σφετέρων κακούμενοι τῶν, ὡς εἴρηται, ἐπιθεμένων τῷ Μίλωνι, Καρχηδονίους ἐπεκαλέσαντο, ἐπεὶ καὶ τὸν Πύρρον τεθνάναι ἔμαθον. ὁ δὲ Μίλων ἐν στενῷ ἑαυτῷ τὰ πράγματα συνηγμένα ὁρῶν, τῶν Ῥωμαίων ἐκ τῆς ἠπείρου ἐφεδρευόντων, τῶν δέ γε Καρχηδονίων ἐκ τῆς θαλάσσης, παρέδωκε τῷ Παπειρίῳ τὴν ἄκραν, ἐπὶ τῷ ἀβλαβὴς μετὰ τῶν περὶ αὐτὸν καὶ τῶν χρημάτων ἀποχωρῆσαι. ἐντεῦθεν οἱ μὲν Καρχηδόνιοι ὡς ἔνσπονδοι τοῖς Ῥωμαίοις ἀπέπλευσαν, ἡ δὲ πόλις προσεχώρησε τῷ Παπειρίῳ· καὶ τὰ ὅπλα καὶ τὰς ναῦς αὐτῷ παρέδοσαν, καὶ τὰ τείχη καθεῖλον καὶ δασμοφορεῖν ὡμολόγησαν. Οὕτω δὲ τοὺς Ταραντίνους ὑφ’ ἑαυτοὺς οἱ Ῥωμαῖοι ποιησάμενοι ἐτράποντο πρὸς τὸ Ῥήγιον, ὅτι τὸν Κρότωνα προδοσίᾳ λαβόντες τήν τε πόλιν κατέσκαψαν καὶ τοὺς ἐν αὐτῇ Ῥωμαίους διέφθειραν. τοὺς μὲν οὖν Μαμερτίνους τοὺς τὴν Μεσσήνην ἔχοντας, οὓς συμμάχους οἱ ἐν τῷ Ῥηγίῳ προσεδέχοντο, ὁμολογίᾳ διεκρούσαντο, ἐκακοπάθησαν δὲ πολιορκοῦντες τὸ Ῥήγιον σπάνει τε τροφῆς καὶ ἄλλοις τισίν, ἕως Ἱέρων ἐκ Σικελίας σῖτόν τε Ῥωμαίοις πέμψας καὶ στρατιώτας ἐπέρρωσε σφᾶς, καὶ τὴν πόλιν συνεῖλεν.
ἣ τοῖς περιοῦσι τῶν ἀρχαίων πολιτῶν ἀπεδόθη· οἱ δ’ ἐπιβουλεύσαντες αὐτῇ ἐκολάσθησαν. Ὁ δέ γε Ἱέρων οὔτε πατρόθεν ἐπιφάνειαν ἔχων τινά, μητρόθεν δὲ καὶ δουλείᾳ προσήκων, Σικελίας ἁπάσης ἦρξε μικροῦ, καὶ φίλος Ῥωμαίοις ἐνομίσθη καὶ σύμμαχος. οὗτος οὖν τῶν Συρακουσίων κρατήσας μετὰ τὴν τοῦ Πύρρου φυγὴν καὶ τοὺς Καρχηδονίους εὐλαβηθεὶς ἐγκειμένους τῇ Σικελίᾳ, πρὸς τοὺς Ῥωμαίους ἀπέκλινε, καὶ πρώτην χάριν αὐτοῖς τὴν εἰρημένην συμμαχίαν καὶ τὴν σιτοπομπίαν ἀπένειμε. Μετὰ ταῦτα δὲ χειμῶνος γεγονότος πολλοῦ, ὥστε τὸν Τίβεριν εἰς πολὺ τοῦ βάθους κρυσταλλωθῆναι καὶ αὐανθῆναι τὰ δένδρα, οἱ ἐν τῇ Ῥώμῃ ἐταλαιπώρησαν, καὶ τὰ βοσκήματα τῆς πόας ἐπιλιπούσης ἐφθάρησαν. Τῷ δ’ ἑξῆς ἔτει Λόλιός τις ἀνὴρ Σαυνίτης ὁμηρεύων ἐν Ῥώμῃ καὶ ἐκδρὰς δύναμιν συνελέξατο, καὶ χωρίον τι καρτερὸν ἐν τῇ οἰκείᾳ καταλαβὼν ἐλῄστευεν. ἐφ’ ὃν Κύιντός τε Γάλλος καὶ Γάιος Φάβιος στρατεύσαντες αὐτὸν μὲν καὶ τοὺς σὺν αὐτῷ σύγκλυδας καὶ ἀόπλους τοὺς πλείονας ὄντας συνέσχον, χωρήσαντες δ’ ἐπὶ Καρκίνους, παρ’ οἷς τὴν λείαν ἐκεῖνοι ἀπετέθειντο, πράγματα ἔσχον.
PG 134:389καὶ τέλος νυκτὸς ὑπ’ αὐτομόλων ὑπερβάντες πῃ τοῦ τείχους ἐκινδύνευσαν ἀπολέσθαι διὰ σκότος, οὐχ ὡς ἀσελήνου τῆς νυκτὸς οὔσης, ἀλλ’ ὅτι σφοδρότατα ἔνιφεν· ἐκφανείσης δὲ τῆς σελήνης ἀθρόον ἐκράτησαν τοῦ χωρίου. Πολλὰ δὲ χρήματα τότε τῇ Ῥώμῃ ἐγένετο, ὥστε καὶ ἀργυραῖς δραχμαῖς χρήσασθαι. Εἶτα εἰς τὴν νῦν καλουμένην Καλαβρίαν ἐστράτευσαν, προφάσει μὲν ὅτι τὸν Πύρρον ὑπεδέξαντο καὶ τὴν συμμαχίδα κατέτρεχον, τῇ δ’ ἀληθείᾳ ὅτι ἐβούλοντο οἰκειώσασθαι τὸ Βρεντέσιον, ὡς εὐλίμενον καὶ προσβολὴν καὶ κάταρσιν ἐκ τῆς Ἰλλυρίδος καὶ τῆς Ἑλλάδος τοιαύτην ἔχον ὥσθ’ ὑπὸ τοῦ αὐτοῦ πνεύματος καὶ ἐξανάγεσθαί τινας καὶ καταίρειν. καὶ εἷλον αὐτό, καὶ ἀποίκους ἔπεμψαν εἰς αὐτό τε καὶ εἰς ἕτερα. ταῦτα δ’ ἀνύοντες καὶ ἐπὶ μεῖζον αἰρόμενοι οὐχ ὑπερεφρόνουν, ἀλλὰ Κύιντον Φάβιον βουλευτὴν Ἀπολλωνιάταις τοῖς ἐν τῷ Ἰονίῳ κόλπῳ ἐξέδωκαν, ὅτι πρέσβεις αὐτῶν ὕβρισεν. οἱ δὲ λαβόντες αὐτὸν ἀπέπεμψαν οἴκαδε ἀπαθῆ. Ἐπὶ δὲ Κυί̈ντου Φαβίου καὶ Αἰμιλίου ὑπάτων πρὸς Οὐλσινίους ἐστράτευσαν ἐπ’ ἐλευθερίᾳ αὐτῶν· ἔνσπονδοι γὰρ ἦσαν αὐτοῖς.
οἳ ἀρχαιότατοι Τυρσηνῶν ὄντες ἰσχύν τε περιεποιήσαντο καὶ τεῖχος κατεσκεύασαν ὀχυρώτατον, πολιτείᾳ τε εὐνομουμένῃ ἐκέχρηντο, καὶ δι’ αὐτὰ πολεμοῦντές ποτε τοῖς Ῥωμαίοις ἐπὶ πλεῖστον ἀντέσχον. ὡς δ’ ἐχειρώθησαν, αὐτοὶ μὲν ἐξώκειλαν εἰς ἁβρότητα, τὴν δὲ διοίκησιν τῆς πόλεως τοῖς οἰκέταις ἐπέτρεψαν, καὶ τὰς στρατείας δι’ ἐκείνων ὡς τὸ πολὺ ἐποιοῦντο· καὶ τέλος ἐς τοῦτο προήγαγον σφᾶς ὡς καὶ δύναμιν τοὺς οἰκέτας καὶ φρόνημα ἔχειν καὶ ἐλευθερίας ἑαυτοὺς ἀξιοῦν. προϊόντος δὲ τοῦ χρόνου καὶ ἔτυχον ταύτης δι’ ἑαυτῶν, καὶ τὰς σφῶν δεσποίνας ἠγάγοντο καὶ τοὺς δεσπότας διεδέχοντο, καὶ εἰς τὴν βουλὴν ἐνεγράφοντο καὶ τὰς ἀρχὰς ἐλάμβανον καὶ αὐτοὶ τὸ σύμπαν κῦρος εἶχον, καὶ τά τε ἄλλα καὶ τὰς ὕβρεις τὰς ὑπὸ τῶν δεσποτῶν αὐτοῖς γινομένας ἰταμώτερον εἰς αὐτοὺς ἐκείνους ἀνταπεδείκνυντο. οὔτ’ οὖν φέρειν σφᾶς οἱ ἀρχαῖοι πολῖται οὔτε καθ’ ἑαυτοὺς δεδυνημένοι ἀμύνασθαι, λάθρᾳ πρέσβεις εἰς τὴν Ῥώμην ἀπέστειλαν. οἳ καὶ δι’ ἀπορρήτων νυκτὸς τὴν γερουσίαν εἰς ἰδιωτικὴν οἰκίαν ἐλθεῖν, ἵνα μηδὲν ἐξαγγελθῇ, παρεκάλεσαν· καὶ ἔτυχον.
PG 134:390καὶ οἱ μὲν ὡς οὐδενὸς ἐπακούοντος ἐβουλεύοντο, Σαυνίτης δέ τις παρὰ τῷ κυρίῳ τῆς οἰκίας ἐπιξενούμενος καὶ νοσῶν ἔλαθε κατὰ χώραν μείνας, καὶ ἔμαθεν ἃ ἐψηφίσαντο καὶ ἐμήνυσε τοῖς τὴν αἰτίαν ἔχουσι. κἀκεῖνοι τοὺς πρέσβεις ἐπανιόντας κατέσχον καὶ ἐβασάνισαν· καὶ μαθόντες τὰ δρώμενα αὐτούς τε ἀπέκτειναν καὶ τῶν ἄλλων τοὺς πρώτους. δι’ οὖν ταῦθ’ οἱ Ῥωμαῖοι τὸν Φάβιον ἐπ’ αὐτοὺς ἔστειλαν. καὶ ὃς τούς τε ἀπαντήσαντας αὐτῷ ἐξ ἐκείνων ἐτρέψατο καὶ πολλοὺς ἐν τῇ φυγῇ φθείρας κατέκλεισε τοὺς λοιποὺς εἰς τὸ τεῖχος, καὶ προσέβαλε τῇ πόλει. καὶ ὁ μὲν ἐνταῦθα τρωθεὶς ἀπέθανε, θαρσήσαντες δ’ ἐπὶ τούτῳ ἐπεξῆλθον. καὶ ἡττηθέντες αὖθις ἀνεχώρησαν καὶ ἐπολιορκοῦντο· καὶ εἰς ἀνάγκην λιμοῦ ἐμπεσόντες παρέδωκαν ἑαυτούς. ὁ δὲ ὕπατος τοὺς μὲν ἀφελομένους τὰς τῶν κυρίων τιμὰς αἰκισάμενος ἔκτεινε καὶ τὴν πόλιν κατέσκαψε, τοὺς δὲ αὐθιγενεῖς, καὶ εἴ τινες τῶν οἰκετῶν χρηστοὶ περὶ τοὺς δεσπότας ἐγένοντο, ἐν ἑτέρῳ κατῴκισε τόπῳ. Ἐντεῦθεν ἤρξαντο οἱ Ῥωμαῖοι διαποντίων ἀγώνων· ναυτικῶν γὰρ οὔτι πάνυ πεπείραντο· θαλαττουργοὶ δὲ γενόμενοι καὶ ἐπὶ τὰς νήσους τάς τε ἄλλας ἠπείρους ἐπεραιώθησαν.
Καρχηδονίοις δὲ πρώτοις ἐπολέμησαν, οὐδὲν αὐτῶν οὖσιν ἥττοσιν οὔτε πλούτῳ οὔτε ἀρετῇ χώρας, καὶ ἠσκημένοις τὰ ναυτικὰ πρὸς ἀκρίβειαν, καὶ παρεσκευασμένοις ἱππικαῖς τε δυνάμεσι καὶ πεζαῖς καὶ ἐλέφασι, καὶ ἄρχουσι Λιβύων, τήν τε Σαρδὼ καὶ τῆς Σικελίας τὰ πλείω κατέχουσιν· ὅθεν καὶ τὴν Ἰταλίαν χειρώσασθαι δι’ ἐλπίδων πεποίηντο. τά τε γὰρ ἄλλα σφᾶς φρονηματίζεσθαι ἔπειθον, καὶ τῷ αὐτονόμῳ λίαν ἐτύγχανον ἐπαιρόμενοι, τὸν γὰρ βασιλέα ἑαυτοῖς κλῆσιν ἐτησίου ἀρχῆς, ἀλλ’ οὐκ ἐπὶ χρονίῳ δυναστείᾳ προυβάλλοντο, καὶ ὡς αὐτοῖς πονούμενοι προθυμότατα ὤργων. Σκήψεις δὲ τοῦ πολέμου ἐγένοντο Ῥωμαίοις μὲν ὅτι Καρχηδόνιοι τοῖς Ταραντίνοις ἐβοήθησαν, Καρχηδονίοις δὲ ὅτι φιλίαν Ῥωμαῖοι συνέθεντο τῷ Ἱέρωνι· τὸ δ’ ἀληθές, ὅτι ἀλλήλους ὑφωρῶντο, καὶ μίαν σωτηρίαν τῶν οἰκείων ἑκάτεροι ᾤοντο εἰ τὰ τῶν ἄλλων προσκτήσαιντο. οὕτω διανοουμένοις αὐτοῖς συμπεσόν τι τὰς σπονδάς τε διέλυσε καὶ ἐς τὸν πόλεμον αὐτοὺς ἐξηρέθισε· τὸ δ’ ἦν τοιοῦτον. Οἱ Μαμερτῖνοι ἐκ Καμπανίας ποτὲ πρὸς Μεςσήνην ἀποικίαν στειλάμενοι, τότε δ’ ὑπὸ Ἱέρωνος πολιορκούμενοι, ἐπεκαλέσαντο τοὺς Ῥωμαίους οἷα σφίσι προσήκοντας.
PG 134:391κἀκεῖνοι ἑτοίμως ἐπικουρῆσαι αὐτοῖς ἐψηφίσαντο, εἰδότες ὅτι, ἂν τῆς συμμαχίας αὐτῶν οἱ Μαμερτῖνοι μὴ τεύξωνται, πρὸς τοὺς Καρχηδονίους τραπήσονται, κἀκεῖνοι τῆς τε Σικελίας ὅλης κρατήσουσι καὶ ἐς τὴν Ἰταλίαν ἐξ αὐτῆς διαβήσονται. ἡ γὰρ νῆσος αὕτη βραχὺ τῆς ἠπείρου διέχει, ὡς μυθεύεσθαι ὅτι ποτὲ καὶ αὐτὴ ἠπείρωτο. ἥ τε οὖν νῆσος οὕτω τῇ Ἰταλίᾳ ἐπικειμένη ἐδόκει τοὺς Καρχηδονίους ἐκκαλέσασθαι καὶ τῶν ἀντιπέραν ἀντιποιήσασθαι, ἄν γε ταύτην κατάσχωσι, καὶ ἡ Μεςσήνη παρεῖχε τοῖς κρατοῦσιν αὐτῆς καὶ τοῦ πορθμοῦ κυριεύειν. Ψηφισάμενοι δὲ βοήθειαν οἱ Ῥωμαῖοι τοῖς Μαμερτίνοις, οὐ ταχέως αὐτοῖς ἐπεκούρησαν διά τινας ἐπισυμβάσας αἰτίας. ὅθεν ἀνάγκῃ πιεζόμενοι οἱ Μαμερτῖνοι Καρχηδονίους ἐπεκαλέσαντο. οἱ δὲ καὶ ἑαυτοῖς καὶ τοῖς ἐπικαλεσαμένοις εἰρήνην κατεπράξαντο πρὸς Ἱέρωνα, ἵνα μὴ οἱ Ῥωμαῖοι ἐς τὴν νῆσον περαιωθῶσι, καὶ τὸν πορθμὸν δὲ καὶ τὴν πόλιν ἐφύλασσον, Ἄννωνος σφῶν ἡγουμένου. κἀν τούτῳ Γάιος Κλαύδιος χιλιαρχῶν ναυσὶν ὀλίγαις ὑπὸ Ἀππίου Κλαυδίου προπεμφθεὶς εἰς τὸ Ῥήγιον ἀφίκετο. διαπλεῦσαι δὲ οὐκ ἐθάρρησε, πολὺ πλεῖον τὸ τῶν Καρχηδονίων ὁρῶν ναυτικόν.
ἀκατίῳ δ’ ἐμβὰς προσέσχε τῇ Μεσσήνῃ καὶ διειλέχθη αὐτοῖς ὅσα ὁ καιρὸς ἐδίδου. ἀντειπόντων δὲ τῶν Καρχηδονίων, τότε μὲν μηδὲν πράξας ἀνεκομίσθη, μετὰ ταῦτα δὲ γνοὺς τοὺς Μαμερτίνους ἐν στάσει ὄντας, οὔτε γὰρ τοῖς Ῥωμαίοις ὑπείκειν ἐβούλοντο καὶ τοὺς Καρχηδονίους ἐβαρύνοντο, ἔπλευσεν αὖθις, καὶ ἄλλα τε εἶπεν ἐπαγωγὰ καὶ ὡς ἐπ’ ἐλευθερώσει τῆς πόλεως ἥκει, καὶ ἐπειδὰν κατασταῖεν τὰ πράγματα, ἀποπλεύσει· καὶ τοὺς Καρχηδονίους ἢ ἀποχωρῆσαι ἐκέλευσεν ἤ, εἴ τι δίκαιον ἔχοιεν, τοῦτο εἰπεῖν. ὡς δ’ οὔτε τῶν Μαμερτίνων τις ὑπὸ δέους ἐφθέγγετο, καὶ οἱ Καρχηδόνιοι βίᾳ τὴν πόλιν κατέχοντες οὐδὲν αὐτοῦ ἐφρόντιζον, αὔταρκες ἔφη μαρτύριον παρ’ ἀμφοτέρων ἡ σιωπή, τῶν μὲν ὅτι ἀδικοῦσιν, εἰ γάρ τι ὑγιὲς ἐφρόνουν, ἐδικαιολογήσαντο ἄν, τῶν δὲ ὅτι τῆς ἐλευθερίας ἐφίενται· ἐπαρρησιάσαντο γὰρ ἄν, εἰ τὰ τῶν Καρχηδονίων προῄρηντο. καὶ ἐπηγγέλλετο βοηθήσειν αὐτοῖς.
θορύβου δὲ καὶ ἐπαίνου παρὰ τῶν Μαμερτίνων ἐπὶ τούτοις γενομένου εὐθὺς ἀνέπλευσε πρὸς τὸ Ῥήγιον, καὶ μετ’ ὀλίγον παντὶ τῷ ναυτικῷ βιασάμενος τὸν διάπλουν, τὸ μέν τι ὑπὸ τοῦ πλήθους καὶ τῆς τέχνης τῶν Καρχηδονίων, τὸ δὲ πλεῖστον διὰ τὴν τοῦ ῥοῦ χαλεπότητα καὶ χειμῶνα ἐξαίφνης γενόμενον, τινάς τε τῶν τριήρων ἀπέβαλε καὶ ταῖς λοιπαῖς μόλις εἰς τὸ Ῥήγιον ἀπεσώθη. Οὐ μέντοι τῆς θαλάσσης οἱ Ῥωμαῖοι διὰ τὴν ἧτταν ἀπέσχοντο, ἀλλ’ ὁ μὲν Κλαύδιος τὰς ναῦς ἐπεσκεύαζεν, Ἄννων δὲ τὴν αἰτίαν τῆς τῶν σπονδῶν διαλύσεως εἰς τοὺς Ῥωμαίους τρέψαι βουλόμενος καὶ τὰς ἁλούσας τριήρεις τῷ Κλαυδίῳ ἔπεμψε καὶ τοὺς αἰχμαλώτους ἀπεδίδου καὶ πρὸς τὴν εἰρήνην προεκαλεῖτο αὐτόν. ἐπεὶ δ’ οὐδὲν ἐδέξατο, ἠπείλησε μηδ’ ἀπονίψασθαί ποτε τὰς χεῖρας ἐν τῇ θαλάσσῃ τοὺς Ῥωμαίους ἐᾶσαι. ὁ Κλαύδιος δὲ τὴν τοῦ πορθμοῦ φύσιν κατανοήσας ἐτήρησε τὸν ῥοῦν καὶ τὸν ἄνεμον ἐκ τῆς Ἰταλίας εἰς τὴν Σικελίαν ἅμα φέροντας, καὶ οὕτως ἔπλευσεν εἰς τὴν νῆσον, μηδενὸς ἐναντιωθέντος.
PG 134:392εὑρὼν οὖν ἐν τῷ λιμένι τοὺς Μαμερτίνους, ὁ γὰρ Ἄννων προϋποπτεύσας αὐτοὺς ἐν τῇ ἀκροπόλει καθῆστο φυλάττων αὐτήν, ἐκκλησίαν συνήγαγε, καὶ διαλεχθεὶς αὐτοῖς ἔπεισε μεταπέμψασθαι τὸν Ἄννωνα. ὁ δὲ καταβῆναι οὐκ ἤθελε· φοβηθεὶς δὲ μὴ οἱ Μαμερτῖνοι ὡς ἀδικοῦντος αὐτοῦ νεωτερίσωσιν, ἦλθεν εἰς τὴν ἐκκλησίαν. καὶ πολλῶν ὑπ’ ἀμφοῖν μάτην λεχθέντων συνήρπασέ τις τῶν Ῥωμαίων αὐτὸν καὶ ἐνέβαλεν εἰς τὸ δεσμωτήριον, συνεπαινούντων τῶν Μαμερτίνων. Καὶ ὁ μὲν οὕτως ὅλην ἀνάγκῃ τὴν Μεσσήνην ἐξέλιπεν, οἱ Καρχηδόνιοι δὲ ἐκόλασαν μὲν τὸν Ἄννωνα, κήρυκα δὲ τοῖς Ῥωμαίοις ἔπεμψαν τήν τε Μεσσήνην ἐκλιπεῖν κελεύοντες καὶ ἐκ πάσης ἀπελθεῖν Σικελίας ἐν ἡμέρᾳ ῥητῇ· καὶ στρατιὰν ἀπεστάλκασιν. ὡς δ’ οὐκ ἐπείθοντο οἱ Ῥωμαῖοι, τούς τε μισθοφοροῦντας παρ’ αὐτοῖς ἐξ Ἰταλίας ἀπέκτειναν καὶ τῇ Μεσσήνῃ προσέβαλον, συνῆν δὲ καὶ ὁ Ἱέρων αὐτοῖς, καὶ τὴν πόλιν ἐπολιόρκουν καὶ τὸν πορθμὸν ἐφύλασσον, ὡς μήτε στράτευμα μήτε σῖτος αὐτοῖς κομισθῇ.
ὃ μαθὼν ὁ ὕπατος ἤδη πλησιάζων, ὡς εὗρε συχνοὺς αὐτῶν πολλαχῇ κατὰ πρόφασιν ἐμπορίας ἐλλιμενίζοντας, ἐξηπάτησε σφᾶς ὅπως διέλθῃ τὸν πορθμὸν ἀσφαλῶς, καὶ ἔλαθε νυκτὸς τῇ Σικελίᾳ προσορμισάμενος. καὶ προσπλεύσας οὐ πόρρω τοῦ στρατοπέδου τοῦ Ἱέρωνος αὐτίκα συνέμιξε, νομίζων φοβερώτατος αὐτοῖς ἐκ τοῦ ἀθρόου φανήσεσθαι. ἀντεπεξελθόντων δ’ αὐτῶν τὸ μὲν τῶν Ῥωμαίων ἱππικὸν ἠλαττώθη, τὸ δ’ ὁπλιτικὸν ὑπερέσχε. καὶ ὁ Ἱέρων τότε μὲν εἰς τὰ ὄρη, ἐς δὲ τὰς Συρακούσας ὕστερον ἀπεχώρησεν. Ὁ οὖν Κλαύδιος, ἀποχωρήσαντος τοῦ Ἱέρωνος καὶ τῶν Μαμερτίνων διὰ τὴν παρουσίαν αὐτοῦ ἀναθαρσησάντων, ἐπῆλθε τοῖς Καρχηδονίοις μονωθεῖσιν ἤδη, καὶ τῷ σφῶν προσέβαλε χαρακώματι, ὄντι οἷον ἐν χερρονήσῳ. ἐντεῦθεν μὲν γὰρ ἡ θάλασσα τοῦτο συνεῖχεν, ἐντεῦθεν δ’ ἕλη τινὰ δυσδιάβατα· ἐπὶ δὲ τὸν αὐχένα, δι’ οὗπερ μόνου εἰσῄεσαν στενοτάτου τυγχάνοντος, ἐπεποίητο διατείχισμα. βιαζόμενοι οὖν πρὸς ταῦτα οἱ Ῥωμαῖοι ἐταλαιπώρησαν καὶ βαλλόμενοι ἀνεχώρησαν. οἱ δὲ Λίβυες θαρσήσαντες ἐπεξῆλθον, καὶ ὡς φεύγοντας ἐπιδιώκοντες ἔξω προεληλύθεισαν τῶν στενῶν·
PG 134:393κἀνταῦθα ἐπιστραφέντες οἱ Ῥωμαῖοι αὐτοὺς ἐτρέψαντο καὶ πολλοὺς ἀπέκτειναν, ὥστε αὐτοὺς μηκέτι τοῦ στρατοπέδου προελθεῖν παρ’ ὅσον ἦν ἐν Μεσσήνῃ ὁ Κλαύδιος. ὁ δὲ βιάσασθαι τὴν πρόσοδον μὴ τολμῶν, πρὸς τὰς Συρακούσας καὶ τὸν Ἱέρωνα ἐτράπετο, φυλακὴν ἐν τῇ Μεσσήνῃ καταλιπών. καὶ προσέβαλλέ τε αὐτὸς τῷ ἄστει κἀκεῖνοί ποτε ἐπεξῄεσαν· καὶ ὅτε μὲν ἐκράτουν, ὅτε δ’ ἐκρατοῦντο ἑκάτεροι. καί ποτε ἐν χωρίῳ στενῷ ὁ ὕπατος γεγονὼς ἑάλω ἄν, εἰ μὴ πρὸ τοῦ περισχεθῆναι ἔπεμψε πρὸς τὸν Ἱέρωνα, εἰς συμβάσεις δή τινας αὐτὸν προκαλούμενος. οὕτω γὰρ ἐλθόντος τινὸς πρὸς ὃν ἔμελλε συμβήσεσθαι, διελέγετό τε αὐτῷ καὶ ὑπαπῄει, μέχρις οὗ πρὸς τὸ ἀσφαλὲς ἀπεχώρησε. τῆς δὲ πόλεως ῥᾳδίως ἁλῶναι μὴ δυναμένης, καὶ τῆς προσεδρείας ἀπόρου διὰ σπάνιν οὔσης σιτίων καὶ διὰ νόσον τῆς στρατιᾶς, ἀπανέστη· καὶ οἱ Συρακούσιοι εἵποντο καὶ ἐς λόγους τοῖς σκεδαννυμένοις ᾔεσαν, καὶ ἐσπείσαντο ἄν, εἰ καὶ ὁ Ἱέρων συμβῆναι ἠθέλησεν. ὁ δὲ ὕπατος φρουρὰν ἐν τῇ Μεσσήνῃ καταλιπὼν ἀπέπλευσεν εἰς τὸ Ῥήγιον.
Οἱ Ῥωμαῖοι δέ, ἐπεὶ τὰ Τυρσηνικὰ καθειστήκει καὶ τὰ ἐν τῇ Ἰταλίᾳ ἀκριβῶς εἰρήνουν, τὰ δὲ τῶν Καρχηδονίων ἐπὶ πλέον συνίστατο, ἄμφω τοὺς ὑπάτους ἐς τὴν Σικελίαν ἐκστρατεῦσαι ἐκέλευσαν. περαιωθέντες οὖν ὅ τε Μάξιμος Οὐαλέριος καὶ Ὀτακίλιος Κράσσος, καὶ διὰ τῆς νήσου ὁμοῦ τε καὶ διχῇ πορευόμενοι, πολλοὺς ὁμολογίᾳ παρεστήσαντο. ὡς δὲ τὰ πλείω ᾠκείωντο, πρὸς τὰς Συρακούσας ὥρμησαν. καὶ ὁ Ἱέρων φοβηθεὶς διεκηρυκεύσατο σφίσι, τὰς πόλεις τε ἃς ἀφῄρηντο ἀποδιδοὺς καὶ χρήματα ὑπιςχνούμενος καὶ τοὺς αἰχμαλώτους ἐλευθερῶν. καὶ ἔτυχεν ἐπὶ τούτοις σπονδῶν· οἱ γὰρ ὕπατοι ῥᾷον μετ’ αὐτοῦ καταστρέψασθαι τοὺς Καρχηδονίους ἐνόμισαν. συμβάντες δ’ αὐτῷ πρὸς τὰς λοιπὰς πόλεις ὑπὸ Καρχηδονίων φρουρουμένας ἐτράποντο. καὶ τῶν μὲν ἄλλων ἀπεκρούσθησαν, Ἔγεσταν δ’ ἑκουσίαν ἔλαβον. διὰ γὰρ τὴν πρὸς Ῥωμαίους οἰκείωσιν οἱ ἐν αὐτῇ, ἀπὸ τοῦ Αἰνείου λέγοντες γεγονέναι, προσεχώρησαν αὐτοῖς, τοὺς Καρχηδονίους φονεύσαντες.
Καὶ οἱ μὲν ὕπατοι διὰ τὸν χειμῶνα εἰς τὸ Ῥήγιον ἀπῆραν, Καρχηδόνιοι δὲ εἰς Σαρδὼ τὸ πλεῖον ἐκόμισαν τοῦ στρατοῦ, ἵν’ ἐκεῖθεν τῇ Ῥώμῃ ἐπίθωνται, καὶ ἢ τέλεον οὕτω τῆς Σικελίας ἐκστήσωσιν ἢ διαπεραιωθέντας ἀσθενεστέρους ποιήσωσιν. ἀλλ’ οὔτε τούτου οὔτε μὴν ἐκείνου ἐπέτυχον· οἱ γὰρ Ῥωμαῖοι τήν τε οἰκείαν ἐφύλαττον, καὶ ἀξιόμαχον εἰς Σικελίαν δύναμιν ἔπεμψαν μετὰ Ποστουμίου Ἀλβίνου καὶ μετὰ Αἰμιλίου Κυί̈ντου. ἐλθόντες δὲ εἰς Σικελίαν οἱ ὕπατοι ἐπ’ Ἀκράγαντα ὥρμησαν, κἀνταῦθα Ἀννίβαν τὸν Γίσγωνος ἐπολιόρκουν. ὃ οἱ ἐν Καρχηδόνι πυθόμενοι Ἄννωνα αὐτῷ σὺν πολλῇ χειρὶ συμμαχήσοντα ἔπεμψαν. ὁ δὲ ἐς Ἡράκλειαν ἐλθὼν οὐ πόρρω οὖσαν Ἀκράγαντος ἐπολέμει. καὶ μάχαι πλείους, οὐ μεγάλαι δ’ ἐγίνοντο· καὶ τὰ μὲν πρῶτα ὁ Ἄννων τοὺς ὑπάτους προυκαλεῖτο εἰς πόλεμον, εἶθ’ ὕστερον ἐκεῖνον οἱ Ῥωμαῖοι προυκέκληντο. ἕως μὲν γὰρ ἄφθονον εἶχον οἱ Ῥωμαῖοι τροφήν, οὐκ ἐτόλμων μάχεσθαι, τῷ πλήθει ἐλαττούμενοι, λιμῷ δὲ τὴν πόλιν αἱρήσειν ἤλπιζον· ἐπεὶ δὲ σίτου ἐσπάνιζον, αὐτοὶ μὲν ἀποκινδυνεύειν προεθυμοῦντο, ὁ Ἄννων δὲ ὤκνει, ὑποπτεύσας διὰ τὴν προθυμίαν ἐνεδρευθήσεσθαι.
PG 134:394διὸ οἵ τε ἄλλοι τὰ τῶν Ῥωμαίων θεραπεύειν ἠξίουν ὡς ἀκμὴν νενικηκότων, καὶ ὁ Ἱέρων, ἀπροθύμως αὐτοῖς συναιρόμενος πρότερον, τότε σῖτον αὐτοῖς ἔπεμψεν, ὥστε καὶ τοὺς ὑπάτους ἀναθαρσῆσαι. Ἄννων δὲ ἐπεχείρησε μάχην συνάψαι, ἐλπίσας καὶ τὸν Ἀννίβαν ἐκ τοῦ τείχους κατὰ νώτου τοῖς Ῥωμαίοις προσπεσεῖσθαι. ὃ μαθόντες οἱ ὕπατοι ἡσύχαζον, ὥστε τὸν Ἄννωνα καταφρονήσαντα τῷ ταφρεύματι προσελθεῖν. ἔπεμψαν δέ τινας κατόπιν αὐτοῦ ἐνεδρεύσοντας. ἐκείνου δὲ πρὸς ἑσπέραν ἀδεῶς καὶ καταφρονητικῶς ἐπανάγοντος, ἔκ τε τῆς ἐνέδρας καὶ ἐκ τοῦ χαρακώματος αὐτῷ οἱ Ῥωμαῖοι προσέμιξαν, καὶ φόνον πολὺν καὶ αὐτῶν καὶ τῶν ἐλεφάντων εἰργάσαντο. ὁ δ’ Ἀννίβας ἐν τούτῳ ταῖς σκηναῖς τῶν Ῥωμαίων ἐπελθὼν ἐξεκρούσθη ὑπὸ τῶν φυλαττόντων αὐτάς. ὁ δ’ Ἄννων εἰς τὴν Ἡράκλειαν κατέφυγε, τὸ στρατόπεδον ἐκλιπών. καὶ ὁ Ἀννίβας νυκτὸς ἐκδρᾶναι τοῦ Ἀκράγαντος βουλευσάμενος αὐτὸς μὲν ἔλαθεν, οἱ δ’ ἄλλοι γνωσθέντες οἱ μὲν ὑπὸ τῶν Ῥωμαίων, συχνοὶ δὲ καὶ ὑπὸ τῶν Ἀκραγαντίνων ἐκτάνθησαν. οὐ μέντοι συγγνώμης ἔτυχον οἱ Ἀκραγαντῖνοι, ἀλλὰ καὶ τὰ χρήματα σφῶν διηρπάσθησαν καὶ αὐτοὶ ἐπράθησαν ἅπαντες.
Καὶ οἱ μὲν ὕπατοι πρὸς τὴν Μεσσήνην διὰ τὸν χειμῶνα ἀνεχώρησαν· ὠργίζοντο δ’ οἱ Καρχηδόνιοι κατὰ Ἄννωνος, καὶ Ἀμίλκαν ἀντ’ αὐτοῦ τὸν Βαρχίδην ἀπέστειλαν, ἄνδρα τῶν ὁμοφύλων πλὴν τοῦ Ἀννίβου τοῦ υἱέος ἐν στρατηγίᾳ κρείττονα. καὶ αὐτὸς μὲν τὴν Σικελίαν ἐφύλαττεν, Ἀννίβαν δὲ ναυαρχοῦντα ἐς Ἰταλίαν ἔπεμψε τὰ παράλια αὐτῆς κακουργήσοντα, ἵνα τοὺς ὑπάτους πρὸς ἑαυτὸν ἐπισπάσηται. ἀλλ’ οὐκ ἔτυχε τοῦ σκοποῦ· καταστήσαντες γὰρ ἐκεῖνοι φρουρὰς ἑκασταχόθι τῆς παραλίας, εἰς Σικελίαν ἦλθον. οὐδὲν δὲ μνήμης ἔπραξαν ἄξιον. ὁ δὲ Ἀμίλκας τοὺς Γαλάτας τοὺς μισθοφόρους, ὅτι μὴ ἐντελῆ δέδωκεν αὐτοῖς τὸν μισθὸν ἀγανακτήσαντας, φοβηθεὶς μὴ προσχωρήσωσι τοῖς Ῥωμαίοις διέφθειρε, πέμψας αὐτοὺς εἴς τινα τῶν ὑπὸ Ῥωμαίους πόλιν παραληψομένους αὐτὴν ὡς τάχα προδιδομένην καὶ διαρπάσαι αὐτὴν ἐπιτρέψας, στείλας δὲ πρὸς τοὺς ὑπάτους ψευδαυτομόλους τὴν τῶν Γαλατῶν προμηνύοντας ἔλευσιν· ὅθεν οἱ Γαλάται μὲν πάντες ἐνεδρευθέντες ἐφθάρησαν, πολλοὶ δὲ καὶ τῶν Ῥωμαίων ἀπέθανον. Ἀπελθόντων δὲ τῶν ὑπάτων οἴκαδε ὁ Ἀμίλκας καὶ τὴν Ἰταλίαν ἐπόρθει προσπλέων καὶ ἐν τῇ Σικελίᾳ πόλεις τινὰς ὑπηγάγετο.
PG 134:395πυθόμενοι δὲ ταῦτα οἱ Ῥωμαῖοι ναυτικὸν συνεστήσαντο, καὶ Γάιον αὐτῷ Δουίλιον τὸν ἕτερον τῶν ὑπάτων ἐπέστησαν, τὸν δὲ τούτου συνάρχοντα Κορνήλιον Γάιον εἰς Σικελίαν ἔπεμψαν. ὃς τοῦ κατὰ γῆν πολέμου ὃν ἐκεκλήρωτο ἀμελήσας ταῖς προσούσαις αὐτῷ ναυσὶν ἐς Λιπάραν ἔπλευσεν ὡς προδιδομένην αὐτῷ· τοῦτο δ’ ἐκ δόλου τῶν Καρχηδονίων ἐγένετο. ὡς οὖν ἐς τὴν Λιπάραν καθωρμίσατο, Βόδης αὐτὸν ὁ τοῦ Ἀννίβου περιεστοίχισεν ὑποστράτηγος. παρασκευαζομένου δὲ τοῦ Γαί̈ου πρὸς ἄμυναν, δείσας ἐκεῖνος τὴν ἀπόνοιαν αὐτῶν προεκαλέσατο αὐτοὺς εἰς σπονδάς· καὶ πείσας ἀνεβίβασεν εἰς τὴν ἑαυτοῦ τριήρη τόν τε ὕπατον καὶ τοὺς χιλιάρχους ὡς τῷ ναυάρχῳ ἐντευξομένους. καὶ τούτους μὲν εἰς Καρχηδόνα ἀπέπεμψαν, τοὺς δὲ λοιποὺς οὐδὲ ἀραμένους τὰ ὅπλα εἷλον. Εἶτα Ἀννίβας μὲν τὴν Ἰταλίαν ἐπόρθει, Ἀμίλκας δὲ εἰς Ἔγεσταν ἐστράτευσεν, ἐν ᾗ τὸ πλεῖστον τοῦ πεζοῦ τοῖς Ῥωμαίοις ἦν· οἷς ἐπικουρῆσαι Γάϊον Καικίλιον χιλίαρχον ἐθελήσαντα λοχήσας πολλοὺς ἐφόνευσε τῶν αὐτοῦ. ταῦτα δὲ μαθόντες οἱ ἐν Ῥώμῃ τὸν μὲν ἀστυνόμον εὐθὺς ἐξέπεμψαν καὶ τὸν Δουίλιον ἐπέσπευσαν·
ὁ δὲ ἐς τὴν Σικελίαν ἐλθών, καὶ καταμαθὼν τὰς ναῦς τῶν Καρχηδονίων τῇ μὲν παχύτητι καὶ τῷ μεγέθει τῶν σφῶν ἐλαττουμένας, τῷ τάχει δὲ τῆς εἰρεσίας καὶ τῇ ποικιλίᾳ τοῦ πλοῦ προεχούσας, μηχανὰς ἐπὶ τῶν τριήρων ἀγκύρας τε καὶ χεῖρας περικόντους σιδηρᾶς καὶ ἄλλα τοιαῦτα κατεσκεύασεν, ὅπως ταῖς πολεμίαις ναυσὶν ἐπιρριπτοῦντες αὐτὰ συνάπτοιντο σφίσι, καὶ μεταβαίνοντες εἰς αὐτὰς εἰς χεῖρας ἴοιεν τοῖς Καρχηδονίοις καὶ ὡς ἐν πεζῇ μάχῃ τούτοις συρρήγνυνται. συμμίξαντες οὖν οἱ Καρχηδόνιοι ταῖς τῶν Ῥωμαίων ναυσὶ περιέπλεον σφᾶς, συντόνῳ χρώμενοι εἰρεσίᾳ, καὶ ἐκ τοῦ αἰφνιδίου προσέβαλλον. χρόνον μὲν οὖν τινα ἰσοπαλὴς ἡ ναυμαχία ἐγίνετο, εἶθ’ οἱ Ῥωμαῖοι ἐπικρατέστεροι γεγονότες πολλοὺς μὲν κατέδυσαν, συνέσχον δὲ καὶ πολλούς. ὁ δ’ Ἀννίβας ἐπὶ ἑπτήρους ναυμαχῶν, συσχεθείσης τῆς αὐτοῦ νηὸς τριήρει τινί, φοβηθεὶς μὴ ἁλῷ, τὴν ἑπτήρη τε ἐγκατέλιπε καὶ μεταβὰς εἰς ἑτέραν διέφυγε. Τῆς μὲν οὖν ναυμαχίας τοῦτο τέλος ἐγένετο καὶ λάφυρα πολλὰ ἐλήφθη·
τὸν δ’ Ἀννίβαν οἱ Καρχηδόνιοι διὰ τὴν ἧτταν ἀπέκτειναν ἄν, εἰ μὴ εὐθὺς ἐπηρώτησε σφᾶς, ὡς ἀκεραίων ἔτι τῶν πραγμάτων ὄντων, εἰ ναυμαχῆσαι κελεύουσιν ἢ μή. συνθεμένων γὰρ αὐτῶν ναυμαχῆσαι, ὡς τῷ ναυτικῷ προέχειν ἐπαιρομένων, ὑπεῖπεν ὅτι οὐδὲν ἄρα ἠδίκηκα ὅτι τὰ αὐτὰ ὑμῖν ἐλπίσας συνέβαλον· τῆς γὰρ γνώμης, ἀλλ’ οὐ τῆς τύχης ἐτύγχανον κύριος. καὶ ὁ μὲν ἐσώθη, τὴν δὲ ἡγεμονίαν ἀφῃρέθη· Δουίλιος δὲ τὸ πεζὸν προσλαβὼν τούς τε Ἐγεσταίους ἐρρύσατο, μηδ’ εἰς χεῖρας αὐτῷ τοῦ Ἀμίλκου ἐλθεῖν ὑπομείναντος, καὶ τὰ φίλια τὰ ἄλλα ἐβεβαιώσατο, καὶ εἰς τὴν Ῥώμην τοῦ θέρους παρελθόντος ἀνεκομίσθη. ἀπάραντος δ’ αὐτοῦ ὁ Ἀμίλκας τό τε Δρέπανον κεκλημένον, ἔστι δὲ λιμὴν ἐπίκαιρος, ἐκρατύνατο καὶ ἐς αὐτὸν τὰ πλείστου κατέθετο ἄξια, καὶ τοὺς Ἐρυκίνους ἅπαντας μετανέστησε, καὶ τὴν πόλιν αὐτῶν κατέσκαψεν, ἵνα μὴ οἱ Ῥωμαῖοι καρτερὰν αὐτὴν οὖσαν καταλαβόντες ὁρμητήριον τοῦ πολέμου ποιήσωνται, καὶ πόλεις εἷλε τὰς μὲν βίᾳ, τὰς δὲ προδοσίᾳ· καὶ εἰ μὴ Γάιος Φλῶρος αὐτὸν ἐπέσχεν ἐκεῖ χειμάσας, τὴν Σικελίαν ἂν κατεστρέψατο ἅπασαν.
PG 134:396Λούκιος δὲ Σκιπίων ὁ συνάρχων αὐτῷ ἐπὶ Σαρδὼ καὶ ἐπὶ Κύρνον ἐστράτευσε, κεῖνται δὲ ἐν τῷ Τυρσηνικῷ πελάγει ἀλλήλων ὀλίγον ἀπέχουσαι, ὡς μίαν αὐτὰς πόρρωθεν εἶναι δοκεῖν, καὶ προτέρᾳ τῇ Κύρνῳ προσβαλὼν τὴν μὲν Οὐαλερίαν τὴν κρατίστην αὐτῆς πόλιν βίᾳ εἷλεν, ἀπόνως δὲ τὰ λοιπὰ ἐχειρώσατο. ἐς δὲ τὴν Σαρδὼ πλέων κατεῖδέ τι ναυτικὸν Καρχηδόνιον, καὶ ἐπ’ αὐτὸ ἐτράπετο. καὶ οἱ μὲν ἔφυγον πρὶν ἢ συμμίξαι, αὐτὸς δ’ ἐπὶ πόλιν Ὀλβίαν ἦλθεν· ἔνθα τῶν Καρχηδονίων μετὰ τῶν νεῶν ἐπιφανέντων φοβηθείς, οὐ γὰρ εἶχε τὸ πεζὸν ἀξιόμαχον, ἐπ’ οἴκου ἀπῆρεν. Ἐν δὲ τῷ τότε χρόνῳ ἄλλοι τε τῶν ἁλόντων καὶ ἐν τῷ ἄστει δουλευόντων, καὶ οἱ Σαυνῖται, συχνοὶ γὰρ πρὸς τὴν τοῦ ναυτικοῦ παρασκευὴν ἀφίκοντο, συνέθεντο τῇ Ῥώμῃ ἐπιβουλεῦσαι. μαθὼν δὲ τοῦτο Ἕριος Ποτίλιος ὁ τῆς βοηθείας ἄρχων προσεποιήσατο συμφρονεῖν αὐτοῖς, ἵνα ἀκριβώσῃ πᾶν τὸ δεδογμένον αὐτοῖς, καὶ ἐπεὶ μὴ οἷός τ’ ἦν καταμηνῦσαι τὸ βούλευμα, πάντες γὰρ περὶ αὐτὸν ἦσαν οἱ Σαυνῖται, ἔπεισεν αὐτοὺς βουλῆς ἀγομένης εἰς τὴν ἀγορὰν ἀθροισθῆναι καὶ καταβοῆσαι αὐτοῦ ὡς περὶ τὸν σῖτον ἀδικουμένους ὅνπερ ἐλάμβανον.
τῶν δὲ τοῦτο ποιησάντων μεταπεμφθεὶς ὡς αἴτιος τοῦ θορύβου ἐξέφηνεν αὐτοῖς τὴν ἐπιβουλήν. καὶ τότε μὲν ἡσυχάσαντας ἀπέπεμψαν, νυκτὸς δὲ συνέλαβον ἕκαστοι τῶν ἐχόντων δούλους τινὰς ἐξ αὐτῶν· καὶ οὕτως ἡ πᾶσα ἐλύθη συνωμοσία. Τῷ δ’ ἐπιγενομένῳ θέρει ἔν τε τῇ Σικελίᾳ καὶ τῇ Σαρδοῖ ἅμα ἐπολέμησαν οἱ Ῥωμαῖοί τε καὶ οἱ Καρχηδόνιοι. καὶ μετὰ τοῦτ’ Ἀτίλιος Λατῖνος ἐς τὴν Σικελίαν ἐλθών, καὶ Μουτίστρατον πόλιν ὑπὸ τοῦ Φλώρου πολιορκουμένην εὑρών, τῇ παρασκευῇ ἐκείνου ἐχρήσατο. καὶ προσβολὰς περὶ τὸ τεῖχος αὐτοῦ ποιουμένου πρῶτον μὲν οἱ ἐπιχώριοι μετὰ τῶν Καρχηδονίων ἠμύνοντο κραταιῶς, τῶν δὲ γυναικῶν καὶ τῶν παίδων ἐς δάκρυα καὶ ἐς οἰμωγὰς προαχθέντων οὐκ ἀντέσχον. ὑπεξελθόντων δὲ νυκτὸς τῶν Καρχηδονίων ἅμα τῇ ἕῳ τὰς πύλας ἐθελονταὶ οἱ ἐπιχώριοι ἀνεπέτασαν. εἰσιόντες δὲ οἱ Ῥωμαῖοι πάντας ἐφόνευον, ἕως ἐκήρυξεν ὁ Ἀτίλιος τὴν λοιπήν τε λείαν καὶ τοὺς ἀνθρώπους τοῦ λαβόντος εἶναι· ἔκτοτε γὰρ τοὺς λοιπούς τε ἐζώγρησαν καὶ τὴν πόλιν προδιαρπάσαντες κατέπρησαν. Ἐκεῖθεν δ’ ἐπὶ Καμάριναν ἀπερισκέπτως γενόμενοι ἐς χωρία προλελοχισμένα ἐνέπεσον·
PG 134:397καὶ πανσυδὶ ἂν ἐφθάρησαν, εἰ μὴ Μάρκος Καλπούρνιος χιλιαρχῶν σοφίᾳ μετῆλθε τὸ δυστύχημα. ἰδὼν γάρ τινα τῶν πέριξ λόφων μόνον ὑπὸ τοῦ κρημνώδους μὴ προκατειλημμένον, ὁπλίτας τριακοσίους παρὰ τοῦ ὑπάτου ᾐτήσατο, καὶ σὺν αὐτοῖς ἐπ’ ἐκεῖνον ὥρμησεν, ἵν’ οἱ πολέμιοι πρὸς αὐτοὺς τράπωνται, κἀντεῦθεν οἱ λοιποὶ διαφύγωσι. καὶ ἔσχεν οὕτως· ὡς γὰρ τὴν ὁρμὴν αὐτῶν εἶδον οἱ ἐναντίοι, ἐκπλαγέντες τὸν μὲν ὕπατον καὶ τοὺς περὶ αὐτὸν ὡς ἤδη ἑαλωκότας κατέλιπον, ἐπὶ δὲ τὸν Καλπούρνιον συνέδραμον. καὶ μάχης ἰσχυρᾶς γεγονυίας πολλοὶ μὲν κἀκείνων, πάντες δ’ οἱ τριακόσιοι ἔπεσον· μόνος δὲ περιεσέσωστο ὁ Καλπούρνιος, τρωθεὶς μέν, λαθὼν δ’ ἐν τοῖς νεκροῖς κείμενος ὑπὸ τῶν τραυμάτων ὡς τεθνηκώς, ἔνθα ζωὸς εὑρεθεὶς ἐσώθη. ἐν ᾧ δ’ οἱ τριακόσιοι ἐμάχοντο, ὁ ὕπατος ἀπεχώρησε. διαφυγὼν δ’ οὕτως τήν τε Καμάριναν καὶ ἄλλας πόλεις τὰς μὲν βίᾳ, τὰς δὲ καὶ ὁμολογίᾳ παρεστήσατο. ἐντεῦθεν ἐπὶ τὴν Λιπάραν ὥρμησεν ὁ Ἀτίλιος. νυκτὸς δὲ λαθὼν προκατέσχεν αὐτὴν ὁ Ἀμίλκας, καὶ ἐπεξελθὼν αἰφνιδίως πολλοὺς διέφθειρε.
Γάιος δὲ Σουλπίκιος τῆς τε Σαρδοῦς τὰ πλεῖστα κατέδραμε καὶ ὑπερφρονήσας ἐκ τούτου ὥρμησεν ἐπὶ τὴν Λιβύην. καὶ ἀπῆραν μὲν καὶ οἱ Καρχηδόνιοι σὺν τῷ Ἀννίβᾳ περὶ τοῖς οἴκοι δεδιότες, ἀντιπνεύσαντος δὲ πνεύματος σφίσιν ἄμφω ἐπέστρεψαν. καὶ μετὰ ταῦτα ἔσφηλε διά τινων ψευδαυτομόλων τὸν Ἀννίβαν ὁ Ἀτίλιος ὡς ἐς τὴν Λιβύην αὖθις πλευσόμενος. σπουδῇ τε οὖν αὐτῷ ἐξαναχθέντι ἐπιπλεύσας ὁ Σουλπίκιος τὰς μὲν πλείους τῶν νεῶν ἀγνοούσας ὑπὸ ὁμίχλης ἐπὶ πολὺ τὸ γινόμενον καὶ ταραττομένας κατέδυσε, τὰς δὲ λοιπὰς καταφυγούσας ἐς τὴν γῆν κενὰς εἷλεν. ὁ γὰρ Ἀννίβας οὐκ ἀσφαλῆ τὸν λιμένα ὁρῶν, καταλιπὼν αὐτὰς ὑπεχώρησεν εἰς πόλιν Σουλκούς· ἔνθα στασιασάντων πρὸς αὐτὸν Καρχηδονίων προῆλθέ τε ἐς αὐτοὺς μόνος καὶ ἀπώλετο. ἀδεέστερον δ’ ἐκ τούτου τὴν χώραν κατατρέχοντες οἱ Ῥωμαῖοι ἡττήθησαν ὑπὸ Ἄννωνος. ταῦτα ἐν τῷ ἔτει τούτῳ ἐγένετο. καὶ συνεχῶς λίθοι ἐξ οὐρανοῦ ἐς τὴν Ῥώμην ἅμα πολλοί, ὡς καὶ χαλάζῃ ἐοικέναι, ἔπεσον· καὶ ἐς τὸ Ἀλβανὸν καὶ ἄλλοθι λίθους ὁμοίως συνέβη κατενεχθῆναι. Οἱ δ’ ὕπατοι ἐπὶ Σικελίαν ἐλθόντες ἐπὶ Λιπάραν ἐστράτευσαν.
ἐπεὶ δ’ ὑπὸ τὴν ἄκραν τὴν Τυνδαρίδα καλουμένην ναυλοχοῦντας ᾔσθοντο τοὺς Καρχηδονίους, διχῇ τὸν πλοῦν ἐποιοῦντο. καὶ θατέρου τῶν ὑπάτων τῷ ἡμίσει τοῦ ναυτικοῦ τὸ ἀκρωτήριον περιβαλόντος, νομίσας ὁ Ἀμίλκας μόνους εἶναι, ἐξανήχθη· ὡς δὲ καὶ οἱ λοιποὶ ἐπεγένοντο, πρὸς φυγὴν ἐχώρησε καὶ τοῦ ναυτικοῦ πλεῖστον ἀπέβαλεν. ἐπαρθέντες δ’ οἱ Ῥωμαῖοι Σικελίαν μὲν ὡς ἤδη σφετέραν οὖσαν κατέλιπον, τῇ δὲ Λιβύῃ τῇ τε Καρχηδόνι ἐπιχειρῆσαι ἐτόλμησαν. ἡγοῦντο δὲ αὐτῶν ὅ τε Ῥηγοῦλος ὁ Μάρκος καὶ Λούκιος Μάλλιος, ἐξ ἀρετῆς προκριθέντες. καὶ οἱ μὲν εἰς τὴν Σικελίαν πλεύσαντες τὰ ἐκεῖ τε καθίστων καὶ τὸν ἐς τὴν Λιβύην ηὐτρέπιζον πλοῦν, Καρχηδόνιοι δὲ οὐκ ἀνέμειναν αὐτοὺς ἐπιπλεῦσαι σφίσιν, ἀλλὰ παρασκευασάμενοι πρὸς Σικελίαν ἠπείχθησαν. καὶ παρὰ τῇ Ἡρακλειώτιδι ἐς χεῖρας ἀλλήλοις ἦλθον. ἰσορρόπου δὲ τῆς ναυμαχίας ἐπὶ πολὺ γινομένης, τέλος ὑπερέςχον Ῥωμαῖοι· Ἀμίλκας δὲ ἀντιστῆναι αὐτοῖς οὐκέτι ἐτόλμα, Ἄννωνα δὲ πρὸς αὐτοὺς ἔπεμψεν ὡς ὑπὲρ εἰρήνης, βουλόμενος τὸν καιρὸν τρίβειν· ἤλπιζε γὰρ στράτευμά οἱ πεμφθήσεσθαι οἴκοθεν.
PG 134:398Ἄννων δέ, βοώντων τινῶν συλλαβεῖν αὐτὸν ὅτι καὶ Καρχηδόνιοι ἀπάτῃ συνέλαβον τὸν Κορνήλιον, ἂν τοῦτο ποιήσητε εἶπεν, οὐδὲν ἔτι κρείττους τῶν Λιβύων ἔσεσθε. ἐκεῖνος μὲν οὖν εὐκαιρότατα θωπεύσας οὐδὲν ἔπαθεν, οἱ δὲ καὶ αὖθις τοῦ πολέμου εἴχοντο. καὶ οἱ μὲν ὕπατοι ἐκ τῆς Μεσσήνης ἔπλεον, Ἀμίλκας δὲ καὶ Ἄννων διαιρεθέντες ἀμφοτέρωθεν αὐτοὺς περισχεῖν ἐμελέτων. ἀλλ’ ὁ μὲν Ἄννων οὐχ ὑπέστη προσιόντας αὐτούς, προκαταπλεύσας δ’ εἰς Καρχηδόνα ταύτην ἐφύλασσεν· ὁ δὲ Ἀμίλκας πυθόμενος τοῦτο κατὰ χώραν ἔμενεν. ἐκβάντες δ’ εἰς τὴν γῆν οἱ Ῥωμαῖοι ἐπὶ τὴν Ἀσπίδα τὴν πόλιν ἐχώρησαν. οὓς ἰδόντες προσιόντας οἱ ἐπιχώριοι προϋπεξῆλθον· καὶ ἀμαχεὶ κατασχόντες αὐτὴν οἱ Ῥωμαῖοι τοῦ πολέμου ὁρμητήριον ἐποιήσαντο, κἀντεῦθεν τήν τε γῆν ἐπόρθουν καὶ πόλεις τὰς μὲν ἐθελουσίας, τὰς δὲ φόβῳ προσεκτῶντο, λείαν τε πολλὴν ἐλάμβανον καὶ αὐτομόλους πλείστους ἐδέχοντο, καὶ τῶν οἰκείων συχνοὺς τῶν ἐν τοῖς πρὶν πολέμοις ἁλόντων ἐκομίζοντο. Χειμῶνος δὲ ἐπιγενομένου Μάλλιος μὲν εἰς Ῥώμην σὺν τῇ λείᾳ ἀπέπλευσε, Ῥηγοῦλος δ’ ἐν τῇ Λιβύῃ ὑπέμεινε.
καὶ οἱ Καρχηδόνιοι ἐν παντὶ κακοῦ γεγόνασι, τῆς χώρας τε πορθουμένης αὐτῶν καὶ τῶν περιοίκων ἀλλοτριουμένων, καὶ κατειληθέντες εἰς τὸ τεῖχος ἡσύχαζον. Ῥηγούλῳ δὲ παρὰ τὸν Βαγράδαν ποταμὸν στρατοπεδευομένῳ δράκων ἐπεφάνη ὑπερμεγέθης, οὗ τὸ μῆκος λέγεται εἶναι ποδῶν ἑκατὸν πρὸς τοῖς εἴκοσι· καὶ γὰρ ἡ λεβηρὶς αὐτοῦ εἰς τὴν Ῥώμην κεκόμιστο δι’ ἐπίδειξιν· ἀνάλογον δὲ καὶ τὸν ἄλλον ὄγκον εἶχε τοῦ σώματος. ὃς συχνοὺς τῶν στρατιωτῶν τοὺς μὲν πελάζοντας αὐτῷ, τοὺς δὲ καὶ πίνοντας ἐκ τοῦ ποταμοῦ διέφθειρε. κατειργάσατο δ’ αὐτὸν ὁ Ῥηγοῦλος πλήθει στρατιωτῶν καὶ μηχαναῖς λιθοβόλοις. καὶ τὸν μὲν οὕτως ἔφθειρεν, τῷ δὲ Ἀμίλκᾳ ἐπὶ μετεώρου καὶ ὑλώδους στρατοπεδευομένῳ χωρίου νύκτωρ προσέμιξε, καὶ πολλοὺς μὲν ἐν ταῖς εὐναῖς, πολλοὺς δ’ ἐξεγερθέντας διώλεσεν· εἰ δέ τινες καὶ διέφυγον, τοῖς τὰς ὁδοὺς τηροῦσιν ἐμπίπτοντες ὤλλυντο. καὶ οὕτω τῶν τε Καρχηδονίων μέρος ἀναλώθη πολὺ καὶ πόλεις αὐτῶν συχναὶ πρὸς Ῥωμαίους μεθίσταντο. φοβηθέντες δ’ οἱ ἐν τῇ πόλει μὴ ἁλῶσι διεκηρυκεύσαντο πρὸς τὸν ὕπατον, ὅπως ὁμολογίᾳ τινὶ ἐπιεικεῖ ἀποπέμψαντες αὐτὸν τὸ παραυτίκα δεινὸν ὑπεκφύγωσιν.
PG 134:399ἐπεὶ δὲ πολλὰ ἀπῃτοῦντο καὶ φορτικά, ὡς ἅλωσιν αὐτῶν ἀκριβῆ νομίζεσθαι τὰς σπονδάς, πολεμεῖν μᾶλλον εἵλοντο. Ὁ μέντοι Ῥηγοῦλος μέχρι τότε εὐτυχῶν αὐχήματος μεστὸς ἐγένετο καὶ φρονήματος, ὥστε καὶ γράφειν εἰς τὴν Ῥώμην ὅτι κατεσφραγισμένας ἔχει τὰς τῶν Καρχηδονίων πύλας ὑπὸ τοῦ φόβου· τὰ ἴσα δὲ καὶ οἱ σὺν αὐτῷ καὶ οἱ ἐν τῇ Ῥώμῃ ἐφρόνουν. ὅθεν καὶ ἐσφάλησαν. ἦλθον μὲν γὰρ τοῖς Καρχηδονίοις καὶ ἕτεροι σύμμαχοι, ἦλθε δὲ καὶ ἐκ Λακεδαίμονος Ξάνθιππος. οὗτος τὴν αὐτοκράτορα τῶν Καρχηδονίων ἀρχὴν εἰληφώς· ὅ τε γὰρ δῆμος αὐτῷ τὰ πράγματα προθύμως ἐπέτρεψε καὶ ὁ Ἀμίλκας καὶ οἱ λοιποὶ οἱ ἐν τέλει ἑκουσίως ἐξέστησαν· τά τε ἄλλα παρεσκεύασεν εὖ, καὶ ἀπὸ τῶν μετεώρων τοὺς Καρχηδονίους, ἐν οἷς ὑπὸ δέους ἦσαν, κατήγαγεν εἰς τὸ ὁμαλόν, ἐν ᾧ ἥ τε ἱππεία αὐτῶν καὶ οἱ ἐλέφαντες πλεῖστον ἰσχύσειν ἔμελλον. καὶ τὸν μὲν ἄλλον χρόνον ἡσύχαζε, τηρήσας δέ ποτε τοὺς Ῥωμαίους καταφρονητικῶς αὐλιζομένους, μέγα γὰρ τῇ νίκῃ φρονοῦντες καὶ τὸν Ξάνθιππον ὡς Γραικὸν ὑπερορῶντες· οὕτω γὰρ καλοῦσι τοὺς Ἕλληνας, καὶ εἰς ὄνειδος δυσγενείας τῷ προσρήματι κατ’ αὐτῶν χρῶνται·
τὰς στρατοπεδείας ἀπερισκέπτως πεποίηντο, οὕτως οὖν τοῖς Ῥωμαίοις διακειμένοις ὁ Ξάνθιππος ἐπελθών, καὶ τὸ ἱππικὸν αὐτῶν διὰ τῶν ἐλεφάντων τρεψάμενος, πολλοὺς μὲν κατέκοψε, πολλοὺς δὲ καὶ ἐζώγρησε καὶ αὐτὸν τὸν Ῥηγοῦλον. καὶ ἐν φρονήματι διὰ ταῦτα ἦσαν οἱ Καρχηδόνιοι· τοὺς δὲ ἁλόντας περιέσωσαν, ἵνα μὴ καὶ οἱ παρὰ τῶν Ῥωμαίων πρότερον ἐξ αὐτῶν αἰχμαλωτισθέντες κτανθῶσι. τοὺς μὲν οὖν ἄλλους τῶν ἑαλωκότων Ῥωμαίων ἐν θεραπείᾳ εἶχον, τὸν δὲ Ῥηγοῦλον ἐν πάσῃ κακουχίᾳ πεποίηντο, τροφήν τε αὐτῷ ὅσον ἀποζῆν προσῆγον, καὶ ἐλέφαντα προσέφερον συνεχῶς, ὅπως ὑπ’ αὐτοῦ δειματούμενος μήτε τῷ σώματι μήτε τῇ διανοίᾳ ἡσυχάζοι. ἐπὶ συχνὸν δὲ κακώσαντες οὕτως αὐτὸν εἰς δεσμωτήριον ἔθεντο. Τοὺς δὲ σφετέρους συμμάχους οἱ Καρχηδόνιοι δεινότατα μετεχειρίσαντο. οὐ γὰρ εὐποροῦντες ἀποδοῦναι αὐτοῖς ἃ προϋπέσχοντο, ἀπέπεμψαν αὐτοὺς ὡς καὶ τὸν μισθὸν αὐτοῖς οὐκ ἐς μακρὰν ἀποδώσοντες. ἐκέλευσαν δὲ τοῖς κομίζουσι σφᾶς εἰς ἐρήμην τινὰ νῆσον ἐκβιβάσαι καὶ λάθρᾳ ἀποπλεῦσαι.
καὶ τὸν Ξάνθιππον δὲ οἱ μέν φασι καταποντίσαι αὐτοὺς ἀποπλεύσαντι ἐπιπλεύσαντας, οἱ δὲ ναῦν αὐτῷ δοῦναι παλαιὰν μηδὲν στέγουσαν, νέον καταπιττώσαντας ἔξωθεν, ἵν’ αὐτὴ ἐφ’ ἑαυτῆς καταποντισθῇ· τὸν δὲ γνόντα τοῦτο εἰς ἑτέραν ἐμβῆναι καὶ οὕτω διασωθῆναι. ταῦτα δ’ ἐποίουν, ἵνα μὴ δοκοῖεν πρὸς ἐκείνου σεσῶσθαι· ἐνόμισαν γὰρ ἀπολωλότος αὐτοῦ καὶ τὴν τῶν ἔργων δόξαν συναπολέσθαι. Οἱ δ’ ἐν τῇ Ῥώμῃ ἤλγουν μὲν διὰ τὸ συμβάν, καὶ πλέον ὅτι τοὺς Καρχηδονίους ἐπὶ τὴν Ῥώμην αὐτὴν προσεδόκων πλευσεῖσθαι. διὰ ταῦτα τήν τε Ἰταλίαν ἐν φυλακῇ ἐποιήσαντο καὶ ἐπὶ τοὺς ἐν Σικελίᾳ τῇ τε Λιβύῃ ὄντας Ῥωμαίους σπουδῇ τοὺς ὑπάτους ἔπεμψαν, Μάρκον Αἰμίλιον καὶ Φούλβιον Πλαίτινον. οἳ ἐς Σικελίαν πλεύσαντες, καὶ φρουρήσαντες τὰ ἐκεῖ, πρὸς Λιβύην ὡρμήκεσαν· καὶ χειμῶνι ληφθέντες κατηνέχθησαν ἐς Κόρσουραν· πορθήσαντες δὲ τὴν νῆσον καὶ φρουρᾷ παραδόντες ἔπλεον αὖθις. κἀν τούτῳ ἰσχυρὰ ναυμαχία πρὸς Καρχηδονίους ἐγένετο. ἠγωνίζοντο γὰρ οἱ μὲν παντελῶς τοὺς Ῥωμαίους ἐκ τῆς οἰκείας ἐκβαλεῖν, Ῥωμαῖοι δὲ τοὺς ἐγκαταλειφθέντας σφῶν ἐν τῇ πολεμίᾳ ἀνασώσασθαι.
PG 134:400ἀγχωμάλως δὲ μαχομένων οἱ ἐν τῇ Ἀσπίδι ὄντες Ῥωμαῖοι κατὰ νώτου τοῖς Καρχηδονίοις ἐξαίφνης ἐπέπλευσαν, καὶ ἀμφιβόλους αὐτοὺς καταλαβόντες ἐνίκησαν. καὶ μετὰ τοῦτο καὶ τῷ πεζῷ οἱ Ῥωμαῖοι ἐκράτησαν, καὶ εἷλον πολλούς· οὓς διὰ τὸν Ῥηγοῦλον καὶ τοὺς μετ’ αὐτοῦ ἁλόντας περιεσώσαντο. ἁρπαγὰς δέ τινας ποιησάμενοι ἐς Σικελίαν ἔπλεον. χειμῶνι δὲ περιπεσόντες καὶ πολλοὺς ἀποβαλόντες, οἴκοι ταῖς ναυσὶ ταῖς περισωθείσαις ἀπέπλευσαν. Οἱ δὲ Καρχηδόνιοι καὶ τὴν Κόρσουραν ἔλαβον καὶ ἐς Σικελίαν ἐπεραιώθησαν· καὶ εἰ μὴ τὸν Κολλατῖνον καὶ Γναῖον Κορνήλιον ἔμαθον πολλῷ προσπλέοντας ναυτικῷ, πᾶσαν ἂν αὐτὴν ἐχειρώσαντο. οἱ γὰρ Ῥωμαῖοι ναυτικόν τε ἄριστον ταχέως ἐξήρτυσαν καὶ καταλόγους βελτίστους ἐπεποιήκεσαν, καὶ οὕτως ἐρρώσθησαν ὥστε τρίτῳ μηνὶ ἐς τὴν Σικελίαν ἐπανελθεῖν. πεντακοσιοστὸν δ’ ἦν ἔτος ἀφ’ οὗπερ ἡ Ῥώμη συνέστη. καὶ τὴν μὲν κάτω τοῦ Πανόρμου πόλιν οὐ χαλεπῶς εἷλον, τῇ δὲ ἄκρᾳ προσεδρεύοντες ἐκακοπάθησαν, μέχρις οὗ τοὺς ἐν αὐτῇ ἐπέλιπεν ἡ τροφή. τότε γὰρ προσεχώρησαν τοῖς ὑπάτοις. οἱ δὲ Καρχηδόνιοι τὰς ναῦς αὐτῶν οἴκαδε πλεούσας τηρήσαντες εἷλον συχνὰς χρημάτων μεστάς.
Εἶτα Σερουίλιός τε Καιπίων καὶ Γάιος Σεμπρώνιος ὕπατοι τοῦ μὲν Λιλυβαίου πειράσαντες ἀπεκρούσθησαν, ἐς δὲ τὴν Λιβύην ἐπεραιώθησαν, καὶ τὴν παραλίαν ἐπόρθουν. ὡς δ’ ἐκομίζοντο οἴκαδε, χειμῶνι ἐνέτυχον καὶ ἐβλάβησαν. διὸ νομίσας ὁ δῆμος ἐξ ἀπειρίας τῶν ναυτικῶν βλάπτεσθαι, τῆς μὲν ἄλλης θαλάσσης ἀπέχεσθαι ἐψηφίσαντο, ναυσὶ δ’ ὀλίγαις τὴν Ἰταλίαν φρουρεῖν. Τῷ δ’ ἐπιγενομένῳ ἔτει Πούπλιος Γάιος καὶ Αὐρήλιος Σερουίλιος ἐς τὴν Σικελίαν ἦλθον, καὶ ἄλλα τέ τινα κατεστρέψαντο καὶ Ἱμέραν· οὐ μέντοι τινὰ συνέσχον τῶν ἐν αὐτῇ· νυκτὸς γὰρ αὐτοὺς οἱ Καρχηδόνιοι ἐξεκόμισαν. μετὰ δὲ τοῦτο Αὐρήλιος ναῦς τε παρὰ Ἱέρωνος εἰληφὼς καὶ ὅσοι τῶν Ῥωμαίων ἦσαν ἐκεῖ συμπαραλαβὼν ἔπλευσεν εἰς Λιπάραν, καὶ ἐν αὐτῇ χιλίαρχον Κύιντον Κάσσιον καταλιπὼν προσεδρεύσοντα μάχης ἄνευ, ἀπῆρεν οἴκαδε. Κύιντος δὲ μὴ φροντίσας τῆς ἐντολῆς προσέμιξε τῇ πόλει καὶ πολλοὺς ἀπέβαλεν. ὁ μέντοι Αὐρήλιος μετὰ ταῦτα ἐκείνους ἑλὼν πάντας ἀπέκτεινε καὶ τὸν Κάςσιον τῆς ἀρχῆς ἔπαυσε. Καρχηδόνιοι δὲ τὰ δόξαντα τοῖς Ῥωμαίοις περὶ τοῦ ναυτικοῦ μαθόντες, ἔπεμψαν εἰς Σικελίαν, πᾶσαν ὑποτάξαι τότε ἐλπίσαντες.
PG 134:401καὶ ἕως μὲν ἄμφω παρῆσαν οἱ ὕπατοι Καικίλιος Μέτελλος καὶ Γάιος Φούριος, ἠρέμουν· ὡς δὲ πρὸς τὴν Ῥώμην ἀπῆρεν ὁ Φούριος, κατεφρόνησαν τοῦ Μετέλλου καὶ πρὸς τὸ Πάνορμον ἦλθον. ὁ δὲ Μέτελλος κατασκόπους ἐλθεῖν μαθὼν ἐκ τῶν πολεμίων, ἤθροισε τοὺς ἐν τῇ πόλει πάντας, καὶ διαλεχθεὶς αὐτοῖς ἀλλήλων λαβέσθαι σφίσιν ἐκέλευσε· καὶ οὕτως ἕκαστον ἀνακρίνων ὅστις τε εἴη καὶ ὅ,τι πράττοι, κατεφώρασε τοὺς πολεμίους. Καρχηδόνιοι δὲ παρετάξαντο ὡς μαχούμενοι, καὶ Μέτελλος δεδιέναι προσεποιεῖτο. τούτου δ’ ἐπὶ πλείους ἡμέρας γινομένου οἱ Καρχηδόνιοι ἐφρονηματίσθησαν καὶ προσέβαλλον θρασύτερον. καὶ τότε ὁ Μέτελλος σημεῖον τοῖς Ῥωμαίοις ἦρε· κἀκ τούτου ἐξαπιναίως ἐκεῖνοι κατὰ πάσας τὰς πύλας ἐπεκδραμόντες ῥᾳδίως ἐκράτησαν, καὶ ἐς στενὸν αὐτοὺς κατέκλεισαν, ὥστε μηκέτ’ ἀναχωρῆσαι δι’ αὐτοῦ δυνηθῆναι. στενοχωρούμενοι γάρ, ἅτε καὶ αὐτοὶ πολλοὶ ὄντες καὶ πολλοὺς ἐλέφαντας ἔχοντες, ἐταράττοντο. κἀν τούτῳ τὸ ναυτικὸν τὸ Λιβυκὸν προσπλεῦσαν αὐτοῖς ἐγένετο φθορᾶς αἰτιώτατον.
ἰδόντες γὰρ τὰς ναῦς ὥρμησαν εἰς αὐτὰς καὶ ἐμβαίνειν ἐξεβιάζοντο, καὶ οἱ μὲν εἰς τὴν θάλασσαν ἐνέπιπτον καὶ ἐφθείροντο, οἱ δὲ ὑπὸ τῶν ἐλεφάντων ἐμπελαζομένων ἀλλήλοις τε καὶ τοῖς ἀνθρώποις ἀπώλλυντο, οἱ δὲ ὑπὸ τῶν Ῥωμαίων ἐκτείνοντο, πολλοὶ δὲ καὶ ζῶντες ἑάλωσαν ἄνδρες τε καὶ ἐλέφαντες. ἐπειδὴ γὰρ ἄνευ τῶν συνήθων σφίσιν ἀνδρῶν ὄντες ἠγριαίνοντο, κήρυγμα τοῖς αἰχμαλώτοις ὁ Μέτελλος ἐποιήσατο σωτηρίαν καὶ ἄδειαν τοῖς συλλαβοῦσιν αὐτοὺς διδοῦν· καὶ οὕτως προσελθόντες τινὲς τοῖς σφῶν πρᾳοτάτοις ἐκείνους τε διὰ τὴν συνήθειαν ἐχειρώσαντο καὶ τοὺς ἄλλους προσεπεσπάσαντο. οὓς καὶ εἰς τὴν Ῥώμην ἐκόμισαν ἑκατὸν ὄντας καὶ εἴκοσιν, οὕτως αὐτοὺς τὸν πορθμὸν περαιώσαντες. πίθους πολλοὺς συνδήσαντες ἀλλήλοις καὶ ξύλοις διαλαβόντες σφᾶς, ὥστε μήτ’ ἀπαρτᾶσθαι σφᾶς μήτε συμπίπτειν, δοκοὺς ἐπ’ αὐτῶν ἐπέτειναν καὶ ὕλην καὶ γῆν ἐπεφόρησαν, φράξαντές τε πέριξ τὸ χωρίον, ὡς αὐλῇ τινι ἐοικέναι, εἰς τοῦτο αὐτοὺς ἐπεβίβασαν, καὶ διεπόρθμευσαν οὐδ’ αἰσθανομένους ὅτι πλέοιεν.
ὁ μὲν οὖν Μέτελλος οὕτως ἐνίκησεν, ὁ δ’ Ἀσδρούβας ὁ τῶν Καρχηδονίων στρατηγὸς σωθεὶς τότε ὕστερον ὑπὸ τῶν οἴκοι Καρχηδονίων ἐκλήθη καὶ ἀνεσκολοπίσθη. Οἱ Καρχηδόνιοι δὲ διεκηρυκεύσαντο τοῖς Ῥωμαίοις διά τε τἄλλα καὶ τὸ πλῆθος τῶν αἰχμαλώτων, καὶ τοῖς πρέσβεσι καὶ αὐτὸν τὸν Ῥηγοῦλον συνέπεμψαν, πᾶν δι’ αὐτοῦ οἰηθέντες κατωρθωκέναι διὰ τὴν ἀρετὴν καὶ τὸ ἀξίωμα τοῦ ἀνδρός, ὥρκωσάν τε αὐτὸν ἦ μὴν ἐπανήξειν. καὶ ὃς τά τε ἄλλα ὡς εἷς τῶν Καρχηδονίων ἔπραττε καὶ οὔτε τὴν γυναῖκα εἰς λόγους ἐδέξατο οὔτε τὴν πόλιν εἰσῆλθε, καὶ ταῦτα καλούμενος, ἀλλ’ ἔξω τοῦ τείχους τῆς βουλῆς ἀθροισθείσης, ὡς ἔθος ἦν χρηματίζειν τῶν πολεμίων τοῖς πρέσβεσιν, εἰσαχθεὶς εἰς τὸ συνέδριον εἶπεν ἡμᾶς, ὦ πατέρες, πρὸς ὑμᾶς Καρχηδόνιοι ἔπεμψαν· ἐκεῖνοι γάρ με ἐστάλκασι, ἐπεὶ δοῦλος αὐτῶν νόμῳ πολέμου γεγένημαι· καὶ ἀξιοῦσι μάλιστα μὲν καὶ τὸν πόλεμον λύσασθαι ἐπὶ συνθήκαις ταῖς δοκούσαις ἀμφοῖν, εἰ δὲ μή, τῶν αἰχμαλώτων ποιήσασθαι ἄλλαγμα. ταῦτα εἰπὼν μετέστη μετὰ τῶν πρέσβεων, ὡς ἂν καθ’ ἑαυτοὺς οἱ Ῥωμαῖοι βουλεύσωνται.
PG 134:402κελευόντων δὲ αὐτὸν τῶν ὑπάτων συμμετασχεῖν σφίσι τῆς διαγνώμης, οὐ πρὶν ἐπείσθη πρὸ τοῦ παρὰ τῶν Καρχηδονίων ἐπιτραπῆναι. ὁ δὲ τέως μὲν ἐσιώπα· ἐπεὶ δ’ οἱ βουλευταὶ εἰπεῖν αὐτὸν γνώμην ἐκέλευον, εἶπεν εἰμὶ μὲν εἷς ἐξ ὑμῶν, ὦ πατέρες, κἂν μυριάκις ἁλῶ· τὸ μὲν γὰρ σῶμά μου Καρχηδονίων, ἡ δὲ ψυχή μου ὑμετέρα ἐστίν· ἐκεῖνο μὲν γὰρ ὑμῶν ἠλλοτρίωται, ταύτην δὲ οὐδεὶς δύναται μὴ οὐχὶ Ῥωμαίαν εἶναι ποιῆσαι· καὶ ὡς μὲν αἰχμάλωτος Καρχηδονίοις προσήκω, ἐπεὶ δ’ οὐκ ἐκ κακίας, ἀλλ’ ἐκ προθυμίας ἐδυστύχησα, καὶ Ῥωμαῖός εἰμι καὶ φρονῶ τὰ ὑμέτερα. καὶ οὐδ’ ἐξ ἑνὸς τρόπου λυσιτελεῖν ὑμῖν τὰς καταλλαγὰς νομίζω. Ταῦτα ὁ Ῥηγοῦλος εἰπὼν καὶ τὰς αἰτίας προσέθηκε δι’ ἃς τὰς συμβάσεις ἀπηγόρευε, καὶ ἐπήγαγεν ὡς οἶδα μὲν ὅτι προὖπτός μοι ὄλεθρος πρόκειται· ἀδύνατον γὰρ λαθεῖν αὐτοὺς ἃ συνεβούλευσα· ἀλλὰ καὶ οὕτως τῆς ἐμαυτοῦ σωτηρίας τὸ κοινῇ συμφέρον προτίθημι. εἰ δέ τις φήσει, τί οὖν οὐκ ἐκδιδράσκεις ἢ ἐνταῦθα καταμένεις;
ἀκούσεται ὅτι ὀμώμοκα αὐτοῖς ἐπανήξειν, καὶ οὐκ ἂν παραβαίην τοὺς ὅρκους, οὐδ’ εἰ πρὸς πολεμίους γεγόνασι, καὶ δι’ ἄλλα, μάλιστα δὲ ὅτι τὸ δεινὸν ἐμπεδορκήσας μὲν μόνος πείσομαι, ἂν δ’ ἐπιορκήσω, πᾶσα ἡ πόλις ἀναπλησθήσεται. Ἡ γερουσία δὲ τῆς ἐκείνου σωτηρίας ἕνεκεν καὶ τὴν εἰρήνην ποιήσασθαι καὶ τοὺς αἰχμαλώτους ἀντιδοῦναι προτεθύμητο. γνοὺς οὖν τοῦτο αὐτός, ἵνα μὴ τὸ συμφέρον δι’ αὐτὸν καταπρόωνται, ἐπλάσατο πεπωκέναι φάρμακον δηλητήριον, καὶ μέλλειν πάντως ὑπ’ αὐτοῦ ἀπολέσθαι. καὶ οὔτε ἡ σύμβασι γέγονεν οὔτε τῶν αἰχμαλώτων ἡ ἀμοιβή. ἀπιόντος δ’ αὐτοῦ σὺν τοῖς πρέσβεσιν ἀντελάβοντο ἄλλοι τε καὶ οἱ παῖδες καὶ ἡ γυνή· οἱ δ’ ὕπατοι μήτ’ ἐθέλοντα καταμεῖναι αὐτὸν ἐκδώσειν ἔφασαν μήτ’ ἀπιόντα κατασχεῖν. καὶ οὕτω προτιμήσας μὴ παραβῆναι τοὺς ὅρκους ἀνεκομίσθη. καὶ αἰκισθεὶς ὑπ’ αὐτῶν, ὡς ἡ φήμη λέγει, ἀπέθανε. τὰ γὰρ βλέφαρα αὐτοῦ περιτεμόντες, καὶ χρόνον τινὰ ἐν σκότει καθείρξαντες, εἶτα εἰς σκεῦός τι σύμπηκτον κέντρα πανταχόθεν ἔχον ἐμβαλόντες αὐτὸν καὶ τρέψαντες πρὸς τὸν ἥλιον, οὕτως ὑπὸ κακοπαθείας καὶ ἀγρυπνίας μὴ δυνάμενόν πῃ κλιθῆναι διὰ τὰ κέντρα διέφθειραν.
PG 134:403ἃ πυθόμενοι οἱ Ῥωμαῖοι τοὺς πρώτους τῶν παρ’ αὐτοῖς αἰχμαλώτων παρέδοσαν τοῖς ἐκείνου παισὶ καὶ ἀνταικίσασθαι καὶ ἀνταποκτεῖναι. Τοὺς δ’ ὑπάτους ἐς τὴν Λιβύην στρατεύσασθαι ἐψηφίσαντο τόν τε Γάιον τὸν Ἀτίλιον τὸν τοῦ Ῥηγούλου ἀδελφὸν καὶ τὸν Μάλλιον τὸν Λούκιον. οἳ ἐς τὴν Σικελίαν ἐλθόντες τῷ Λιλυβαίῳ προσέβαλον, καί τι μέρος τῆς τάφρου συγχῶσαι εἰς τὴν τῶν μηχανημάτων προσαγωγὴν ἐπεχείρησαν. καὶ οἱ Καρχηδόνιοι ὑπορύσσοντες τὸν χοῦν ὑφεῖλκον. ἐπεὶ δ’ ἠλαττοῦντο τῇ πολυχειρίᾳ, τεῖχος ἕτερον ἔνδον μηνοειδὲς ᾠκοδόμησαν. καὶ οἱ μὲν ὑπονόμους ὑπὸ τὸν κύκλον εἰργάζοντο, ὅπως κατὰ τὸ διάκενον αὐτῶν ἱζήσαντος τοῦ τείχους εἰσπέσωσιν· οἱ Καρχηδόνιοι δὲ ἀντορύσσοντες πολλοὺς μὲν ἀγνοοῦντας τὸ γινόμενον ἐκδεχόμενοι ἔκτεινον, πολλοὺς δὲ καὶ πῦρ ἐν φρυγάνοις εἰς τὰ ὀρύγματα ἐμβάλλοντες ἔφθειρον. ἐπεὶ δέ τινες τῶν συμμάχων, τῇ τε παρατάσει τῆς πολιορκίας ἀχθόμενοι καὶ τῷ μὴ τὸν μισθὸν αὐτοῖς ἐντελῆ καταβάλλεσθαι, προδοῦναι τὸ χωρίον τοῖς Ῥωμαίοις διεκηρυκεύοντο, ἐφώρασεν ὁ Ἀμίλκας τὸ βουλευόμενον, οὐκ ἐξέφηνε δέ, ἵνα μὴ πολεμώσῃ αὐτούς·
χρήματα δὲ τοῖς ἄρχουσιν αὐτῶν παρασχὼν καὶ τῷ πλήθει προσυποσχόμενος ἕτερα, οὕτως αὐτοὺς ᾠκειώσατο ὥστε μηδ’ ἀρνήσασθαι τὴν προδοσίαν, ἀλλὰ καὶ τοὺς τελευταίους πρέσβεις ἐπανιόντας ἀπώσασθαι. οἳ πρὸς τοὺς ὑπάτους αὐτομολήσαντες γῆν τε ἐν Σικελίᾳ καὶ ἕτερ’ ἄττα ἔλαβον. Ἀκούσαντες δὲ ταῦτα οἱ οἴκοι Καρχηδόνιοι πέμπουσιν Ἀρδέβαν σὺν ναυσὶ πλείσταις εἰς τὸ Λιλύβαιον σῖτον ἀγούσαις καὶ χρήματα. καὶ ὃς χειμῶνα ἐπιτηρήσας εἰσέπλευσε. κἀκ τούτου καὶ ἄλλοι συχνοὶ καταίρειν ὁμοίως ἐτόλμων· καὶ οἱ μὲν ἐπετύγχανον, οἱ δὲ ἀπώλλυντο. Ἕως μὲν οὖν ἄμφω παρῆσαν οἱ ὕπατοι, ἰσοπαλεῖς οἱ ἀγῶνες ἐγίνοντο· νόσου δὲ καὶ λιμοῦ τρυχόντων αὐτούς, καὶ τοῦ ἑτέρου οἴκαδε διὰ ταῦτα σὺν τοῖς ἀμφ’ αὐτὸν στρατιώταις ἀναχωρήσαντος, Ἀμίλκας θαρρήσας ἐπεξῄει καὶ τὰς μηχανὰς ἐνεπίμπρα καὶ τοὺς ἐπαμύνοντας αὐταῖς ἔφθειρε, καὶ ἡ ἵππος αὐτοῦ ἐκ τοῦ Δρεπάνου ὁρμωμένη τά τε ἐπιτήδεια κομίζεσθαι τοὺς Ῥωμαίους ἐκώλυε καὶ τὴν αὐτῶν συμμαχίδα κατέτρεχε, καὶ ὁ Ἀρδέβας ποτὲ μὲν τῆς Σικελίας, ποτὲ δὲ τῆς Ἰταλίας τὰ παράλια ἔκειρεν· ὅθεν οἱ Ῥωμαῖοι ἐν ἀπορίᾳ κατέστησαν.
τέως μέντοι Λούκιος Ἰούνιος ἡτοίμαζε ναυτικόν, Κλαύδιος δὲ Ποῦλχρος εἰς τὸ Λιλύβαιον ἐπειχθεὶς καὶ τριήρεις πληρώσας συνέλαβε δι’ αὐτῶν Ἄννωνα τὸν Καρχηδόνιον ἐκπλέοντα πεντήρει· καὶ παράδειγμα τοῖς Ῥωμαίοις τῆς κατασκευῆς τῶν νηῶν ἐγένετο. Πολλάκις δὲ τοῦ ναυτικοῦ κινδυνεύοντος ἐβαρύνοντο οἱ Ῥωμαῖοι τῇ συνεχεῖ τῶν νεῶν φθορᾷ· ἄνδρας γὰρ συχνοὺς καὶ χρήματα πλεῖστα ἐν ταύταις ἀπώλλυσαν· οὐ μέντοι γε καὶ ἐνέδοσαν, ἀλλὰ καί τινα φθεγξάμενον περὶ καταλλαγῶν πρὸς Καρχηδονίους ἐν τῇ βουλῇ διεχρήσαντο, καὶ λεχθῆναι δικτάτωρα ἐψηφίσαντο. καὶ δικτάτωρ μὲν ὁ Κολλατῖνος ἐλέχθη, ἱππάρχησε δέ γε ὁ Μέτελλος· οὐδὲν δὲ μνήμης ἔπραξαν ἄξιον. ἐν ᾧ δ’ ὁ Κολλατῖνος δικτάτωρ ἐλέγετο, ἐν τούτῳ τὸν Ἔρυκα παρεστήσατο ὁ Ἰούνιος, καὶ ὁ Καρθάλων κατέσχεν Αἰγίθαλλον καὶ ἐζώγρησε τὸν Ἰούνιον. Τῷ δ’ ἑξῆς ἔτει Αὐρήλιος Γάιος καὶ Σερουίλιος Πούπλιος τὴν ἀρχὴν λαβόντες τό τε Λιλύβαιον καὶ τὸ Δρέπανον ἐλύπουν καὶ τοὺς Καρχηδονίους τῆς γῆς ἀπεῖργον καὶ τὴν αὐτῶν συμμαχίδα κατέκειρον.
PG 134:404ὁ οὖν Καρθάλων πολυτρόπως ἐπιχειρήσας κατ’ αὐτῶν, ὡς οὐδὲν ἤνυσεν, εἰς Ἰταλίαν ὥρμησεν, ἵν’ οὕτω τοὺς ὑπάτους μεταγάγῃ ἐκεῖ ἢ τέως τὴν χώραν κακώσῃ καὶ πόλεις αἱρήσῃ. ἀλλ’ οὐδ’ ἐνταῦθά τι αὐτῷ προεχώρησε· τὸν γὰρ στρατηγὸν τὸν ἀστυνόμον μαθὼν πλησιάζοντα, εἰς Σικελίαν ἀνέπλευσεν. ἔνθα τῶν μισθοφόρων στασιασάντων διὰ τὸν μισθόν, συχνοὺς μὲν ἐς νήσους ἐρήμους ἐκβιβάσας κατέλιπε, πολλοὺς δὲ καὶ ἐς τὴν Καρχηδόνα ἀπέστειλεν. ὃ γνόντες οἱ λοιποὶ ἠγανάκτησαν καὶ νεωτερίσειν ἔμελλον. ὧν Ἀμίλκας, διαδεξάμενος τὸν Καρθάλωνα, πολλοὺς μὲν νυκτὸς κατέκοψε, πολλοὺς δὲ καὶ κατεπόντωσεν. ἐν τοσούτῳ δ’ οἱ Ῥωμαῖοι φιλίαν ἀίδιον πρὸς Ἱέρωνα διεπράξαντο, καὶ προσαφῆκαν ὅσα παρ’ αὐτοῦ ἐπετείως ἐλάμβανον. Τῷ δ’ ἑξῆς ἔτει τοῦ θαλαττίου πολέμου δημοσίᾳ μὲν οἱ Ῥωμαῖοι ἀπέσχοντο διὰ τὰς ἀτυχίας καὶ διὰ τὰ ἀναλώματα, ἰδίᾳ δέ τινες νῆας αἰτήσαντες, ὥστ’ ἐκείνας μὲν ἀποκαταστῆσαι, τὴν λείαν δὲ οἰκειώσασθαι, ἄλλα τε τοὺς πολεμίους ἐκάκωσαν, καὶ ἐς Ἱππῶνα Λιβυκὴν πόλιν εἰσπλεύσαντες τά τε πλοῖα πάντα καὶ πολλὰ τῶν οἰκοδομημάτων κατέπρησαν.
τῶν δ’ ἐπιχωρίων τὸ στόμα τοῦ λιμένος διαλαβόντων ἁλύσεσιν, ἐν περιστάσει ἐγένοντο, σοφίᾳ δὲ καὶ τύχῃ περιεγένοντο. σπουδῇ γὰρ ταῖς ἁλύσεσι προσπεσόντες, ἐπεὶ προσάψασθαι αὐτῶν ἔμελλον οἱ ἔμβολοι τῶν νηῶν, μετέστησαν ἐς τὰς πρύμνας οἱ τοῦ πληρώματος, καὶ οὕτως αἱ πρῷραι κουφισθεῖσαι ὑπερῆραν τὰς ἁλύσεις, αὖθις δ’ ἐς τὰς πρῴρας αὐτῶν μεταπηδησάντων αἱ πρύμναι τῶν σκαφῶν ἐμετεωρίσθησαν. καὶ διεξέδραμον, καὶ μετὰ τοῦτο περὶ τὸ Πάνορμον ναυσὶ Καρχηδονίους ἐνίκησαν. Οἱ δ’ ὕπατοι, Μέτελλος μὲν Καικίλιος περὶ τὸ Λιλύβαιον ἦν, Νουμέριος δὲ Φάβιος τῷ Δρεπάνῳ προσήδρευε καὶ ἐπεβούλευσε τῇ νησῖδι τῇ Πελιάδι καλουμένῃ, προκατειλημμένῃ παρὰ Καρχηδονίων, στρατιώτας πέμψας νυκτός, οἳ τοὺς φρουροὺς κτείναντες τὴν νῆσον εἷλον. ὃ μαθὼν Ἀμίλκας ἕωθεν τοῖς διαβεβηκόσιν ἐπέθετο· οἷς οὐκ ἔχων ἀμῦναι ὁ Φάβιος τῷ Δρεπάνῳ προσέμιξεν, ὡς ἢ τὴν πόλιν δι’ ἐρημίαν αἱρήσων ἢ τῆς νήσου τὸν Ἀμίλκαν ἀπάξων. καὶ ἠνύσθη τὸ ἕν· φοβηθεὶς γὰρ ὁ Ἀμίλκας ἀνεχώρησεν εἰς τὸ τεῖχος.
PG 134:405καὶ ὁ Φάβιος τὴν Πελιάδα κατέσχε, καὶ τὸ μεταξὺ ταύτης καὶ τῆς ἠπείρου στενὸν καὶ τεναγῶδες τυγχάνον συγχώσας ἠπείρωσε, καὶ ῥᾷον προσεπολέμει τοῦ τείχους ἐκεῖ ὄντος ἀσθενεστέρου. καὶ οἱ Καρχηδόνιοι συχνὰ παρελύπουν αὐτοὺς εἰς Σικελίαν τε περιπλέοντες καὶ εἰς τὴν Ἰταλίαν περαιούμενοι. τοὺς δ’ αἰχμαλώτους ἀλλήλων ἄνδρα ἀντ’ ἀνδρὸς ἠλλάξαντο· τοὺς δὲ λοιπούς, ἐπεὶ μὴ ἦσαν ἰσοπληθεῖς, ἀργυρίου οἱ Καρχηδόνιοι ἐκομίσαντο. Ἔκτοτε δὲ διάφοροι μὲν ὑπάτευσαν, οὐδὲν δὲ ἱστορίας ἔπραξαν ἄξιον· μέγιστον γὰρ οἱ Ῥωμαῖοι ἐσφάλλοντο ὅτι κατ’ ἐνιαυτὸν ἄλλους, εἶθ’ ἑτέρους ἄρχοντας ἔπεμπον, ἄρτι δὲ τὴν στρατηγίαν μανθάνοντας τῆς ἀρχῆς ἔπαυον, ὥσπερ εἰς ἄσκησιν σφᾶς, ἀλλ’ οὐκ εἰς χρῆσιν αἱρούμενοι. Οἱ Γαλάται δὲ τοῖς Καρχηδονίοις συμμαχοῦντες, καὶ μισοῦντες αὐτοὺς ὅτι κακῶς μετεχειρίζοντο σφᾶς, φρουρίου τινὸς φυλακὴν ἐμπιστευθέντες, τοῖς Ῥωμαίοις αὐτὸ προήκαντο ἐπὶ χρήμασι. μεταστάντας δὲ ἀπὸ τῶν Καρχηδονίων Γαλάτας καὶ ἄλλους τῶν σφῶν συμμάχων τινὰς οἱ Ῥωμαῖοι ἐπὶ μισθοφορᾷ προσελάβοντο, μήπω πρότερον τρέφοντες ξενικόν.
τούτοις οὖν ἐπαιρόμενοι, καὶ ὅτι οἱ τὰς ναῦς ἔχοντες ἰδιῶται τὴν Λιβύην ἐπόρθησαν, οὐκέτι ἀμελεῖν τῆς θαλάσσης ἤθελον, ἀλλὰ καὶ αὖθις ναυτικὸν συνεστήσαντο. Καὶ Λουτάτιος Κατύλος ὕπατος ᾑρέθη, καὶ τούτῳ συνεξεπέμφθη Κύιντος Οὐαλέριος Φλάκκος ἀστυνομῶν. οἳ ἐς Σικελίαν ἐλθόντες καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν τῷ Δρεπάνῳ προσέβαλον, καί τι τοῦ τείχους κατήρειψαν· καὶ εἷλον ἂν αὐτό, εἰ μὴ τοῦ ὑπάτου τρωθέντος περὶ ἐκεῖνον οἱ στρατιῶται ἀπησχολήθησαν. κἀν τούτῳ μαθόντες τοὺς πολεμίους οἴκοθεν ἥκειν ναυτικῷ πλήθει, Ἄννωνος ναυαρχοῦντος, πρὸς ἐκείνους ἐτράποντο. καὶ ἀντιπαραταξαμένων αὐτῶν ἄστρον τι λαμπαδῶδες ὕπερθεν τῶν Ῥωμαίων φανὲν ἐξ ἀριστερᾶς εἰς τοὺς Καρχηδονίους ἀρθὲν ἐγκατέσκηψεν. ἐγένετο δ’ ἡ ναυμαχία καὶ ἐπ’ ἀμφοῖν καρτερὰ δι’ ἄλλα τε καὶ ἵνα οἱ μὲν Καρχηδόνιοι ἐς τελείαν ἀπόγνωσιν τοὺς Ῥωμαίους τοῦ ναυτικοῦ καταστήσωσιν, οἱ δ’ ἵνα καὶ τὰς προτέρας ἀνακαλέσωνται συμφοράς. ὅμως δ’ οὖν οἱ Ῥωμαῖοι τὴν νίκην ἤραντο· τὰ γὰρ τῶν Καρχηδονίων σκάφη, φορτία φέροντα πρὸς τοῖς ἄλλοις καὶ σῖτον καὶ χρήματα, ἐβαρύνοντο. Ὁ δ’ Ἄννων διαφυγὼν εὐθὺς εἰς τὴν Καρχηδόνα ἠπείχθη.
οἱ Καρχηδόνιοι δὲ θυμῷ ληφθέντες καὶ φόβῳ τὸν μὲν ἀνεσταύρωσαν, πρέσβεις δὲ πρὸς εἰρήνην τῷ Κατύλῳ πεπόμφασι. καὶ τῷ πρὸς βουλῆς ἦν τὸν πόλεμον καταλύσασθαι, ὅτι ἐπ’ ἐξόδῳ οὔσης αὐτῷ τῆς ἀρχῆς οὔτε δι’ ὀλίγου ἐξαιρήσειν τὴν Καρχηδόνα ἤλπιζεν οὔτε τοῖς διαδόχοις τὴν δόξαν τῶν ἑαυτοῦ πόνων καταλιπεῖν ἤθελε. διὸ ἀνακωχὴν ἐποιήσαντο, καὶ χρήματα καὶ σῖτον καὶ ὁμήρους αὐτῷ δόντες, ἵν’ ἐς τὴν Ῥώμην πρεσβεύσωνται ἐπὶ τῷ τῆς Σικελίας τε αὐτοὺς πάσης ἐκστῆναι Ῥωμαίοις καὶ πάσας τὰς πέριξ νήσους ἐκλιπεῖν καὶ μήτε τῷ Ἱέρωνι πολεμεῖν καὶ χρήματα τὰ μὲν ἅμα τῷ σπείσασθαι δοῦναι, τὰ δὲ καὶ ὕστερον, καὶ τοὺς μὲν ἐκείνων αὐτομόλους καὶ αἰχμαλώτους προῖκα ἐκπέμψαι, τοὺς δ’ ἑαυτῶν πρίασθαι. Τοιαύτη μὲν οὖν ἡ σύμβασις ὡμολόγητο· μόνην γὰρ τὴν τοῦ ζυγοῦ ἀτιμίαν ὁ Ἀμίλκας παρῃτήσατο. καὶ ὁ μὲν ταῦτα συνθέμενος καὶ τοὺς στρατιώτας ἐκ τῶν τειχῶν ἐξαγαγὼν ἀπέπλευσεν οἴκαδε πρὶν τοὺς ὅρκους ἐπενεχθῆναι, οἱ δ’ ἐν τῇ Ῥώμῃ τήν τε νίκην διὰ βραχέος ἔμαθον καὶ ἐπήρθησαν ὡς παντάπασι κεκρατηκότες. καὶ τῶν πρέσβεων ἐλθόντων οὐκέτι κατέχειν ἑαυτοὺς ἠδύναντο, καὶ τὴν Λιβύην ἔχειν ἅπασαν ἤλπιζον.
PG 134:406διὸ οὐδὲ ταῖς τοῦ ὑπάτου ὁμολογίαις ἐνέμειναν, ἀλλὰ καὶ χρήματα αὐτοὺς πολλῷ πλείω τῶν ὑπεσχημένων ἐπράξαντο· καὶ ἀπηγόρευσαν σφίσι μήτε τὴν Ἰταλίαν μήτε τὴν ἔξω συμμαχίδα σφῶν μακραῖς ναυσὶ παραπλεῖν ἢ μισθοφόροις τισὶν ἀπ’ αὐτῶν κεχρῆσθαι. Ὁ μὲν οὖν πρῶτος τοῖς Καρχηδονίοις πόλεμος τοῖς Ῥωμαίοις εἰς τοῦτο κατέληξε τετάρτῳ ἔτει καὶ εἰκοστῷ, καὶ ἐπ’ αὐτῷ ἤγαγεν ὁ Κατύλος τὰ ἐπινίκια, Κύιντος δὲ Λουτάτιος ὑπατεύσας ἀπῆλθεν ἐς Σικελίαν καὶ μετὰ τοῦ ἀδελφοῦ Κατύλου πάντα τὰ ἐκεῖ κατεστήσατο· καὶ τὰ ὅπλα τῶν ἐν αὐτῇ ἀφείλοντο. Σικελία μὲν οὖν οὕτως ὑπὸ Ῥωμαίων δεδούλωτο πλὴν τῆς ἀρχῆς τοῦ Ἱέρωνος, ἐκ δὲ τούτου πρὸς τοὺς Καρχηδονίους φιλία ἦν αὐτοῖς. Ἄμφω δ’ αὖθις εἰς πολέμους ἑτέρους χωρὶς μετ’ ὀλίγον κατέστησαν. τοῖς γὰρ Καρχηδονίοις οἵ τε περίλοιποι τῶν μισθοφορησάντων σφίσι καὶ τὸ δουλεῦον τὸ ἐν τῇ πόλει καὶ τῶν ὁμορούντων πολλοὶ πρὸς τὰς συμφορὰς αὐτῶν συνεπέθεντο.
οἵ γε μὴν Ῥωμαῖοι, ἐπικαλεσαμένων αὐτοὺς τῶν πολεμούντων ἐκείνοις, οὔθ’ ὑπήκουσαν, ἀλλὰ καὶ ἀντιπρεσβευσάμενοι καὶ μὴ δυνηθέντες καταλλάξαι αὐτούς, καὶ τοὺς αἰχμαλώτους τῶν Καρχηδονίων ὅσους εἶχον ἀφῆκαν προῖκα, καὶ σῖτον ἔπεμψαν καὶ μισθοφόρους ἐκ τῆς οἰκείας συμμαχίδος αὐτοῖς ἐπαγαγέσθαι ἐπέτρεψαν, δόξαν ἐπιεικείας θηρώμενοι μᾶλλον ἢ τοῦ συμφέροντος αὐτοῖς προμηθούμενοι. ὅθεν πράγματα ἔσχον εἰσέπειτα· ὁ γὰρ Ἀμίλκας ἐκεῖνος ὁ Βαρχίδης, ἐπεὶ τοὺς ἐναντίους ἐνίκησεν, ἐπὶ μὲν τοὺς Ῥωμαίους, καίπερ κάρτα μισῶν αὐτούς, οὐκ ἐτόλμησε στρατεῦσαι, ἐς δὲ τὴν Ἰβηρίαν παρὰ γνώμην τῶν οἴκοι τελῶν ἀπῆρεν. Ἀλλὰ ταῦτα μὲν ἐγένετο ὕστερον, τότε δὲ καὶ οἱ Ῥωμαῖοι Φαλίσκοις ἐπολέμησαν, καὶ Μάλλιος Τουρκουάτος τὴν χώραν αὐτῶν ἐδῄωσε. καὶ συμμίξας αὐτοῖς ἐσφάλη μὲν τῷ ὁπλιτικῷ, τοῖς δ’ ἱππεῦσιν ἐκράτησε. καὶ αὖθις αὐτοῖς μαχεσάμενος ἐνίκησε, καὶ τά τε ὅπλα αὐτῶν καὶ τὴν ἵππον καὶ τὰ ἔπιπλα καὶ τὸ δουλεῦον καὶ τὸ ἥμισυ τῆς χώρας ἀφείλετο. ὕστερον δὲ ἡ μὲν ἀρχαία πόλις εἰς ὄρος ἐρυμνὸν ἱδρυμένη κατεσκάφη, ἑτέρα δ’ ᾠκοδομήθη εὐέφοδος.
PG 134:407μετὰ δὲ τοῦτο ἐπολέμησαν αὖθις πολέμους πρός τε Βοουίους καὶ πρὸς Γαλάτας ἐκείνοις πλησιοχώρους καὶ πρὸς Λιγύων τινάς. τοὺς μὲν οὖν Λίγυας Σεμπρώνιος Γράκχος μάχῃ νικήσας ἐκάκου, καὶ τοῖς Γαλάταις Πούπλιος Οὐαλέριος συμβαλὼν τὸ μὲν πρῶτον ἡττήθη, εἶτα πυθόμενος εἰς ἐπικουρίαν αὐτοῦ τινας ἐκ τῆς Ῥώμης ἥκειν, ὁμόσε αὖθις τοῖς Γαλάταις ἐχώρησεν, ἵν’ ἢ καθ’ ἑαυτὸν νικήσῃ ἢ ἀποθάνῃ· τοῦτο γὰρ μᾶλλον ἢ ζῶν αἰσχύνην ὄφλειν προείλετο· καί πως κατὰ τύχην ἐκράτησε. Τότε μὲν οὖν ταῦθ’ οὕτως τοῖς Ῥωμαίοις συνήντησαν, καὶ Σαρδὼ παρὰ τῶν Καρχηδονίων ἀμαχεὶ χρήματά τε αὖθις ἔλαβον, ἐγκαλέσαντες αὐτοῖς βλάπτειν σφῶν τοὺς πλέοντας· οὔπω γὰρ κρατυνθέντες οἱ Καρχηδόνιοι τὰς ἀπειλὰς αὐτῶν ἐδεδοίκεσαν· τῷ δ’ ἑξῆς ἔτει Λούκιος Λέντουλος καὶ Κύιντος Φλάκκος ἐπὶ τοὺς Γαλάτας στρατεύσαντες, ἕως μὲν ὁμοῦ διῆγον, ἦσαν ἀνανταγώνιστοι, ἐπεὶ δὲ διχῇ πορθεῖν τινα ἤρξαντο, ὡς οὕτω πλείω λείαν περιβαλούμενοι, ἐς κίνδυνον τὸ τοῦ Φλάκκου κατέστη στρατόπεδον, νυκτὸς κυκλωθέν. ἀλλὰ τότε μὲν οἱ βάρβαροι ἀνεκόπησαν, προσλαβόμενοι δὲ συμμάχους χειρὶ πολλῇ ἐπὶ τοὺς Ῥωμαίους αὖθις ἐχώρησαν.
ἀπαντησάντων δὲ σφίσι Πουπλίου τε Λεντούλου καὶ Λικινίου Οὐάρου ἤλπισαν αὐτοὺς διὰ τὸ πλῆθος τὸ σφέτερον καὶ ἄνευ μάχης καταπλήξειν· καὶ πέμψαντες τήν τε χώραν τὴν περὶ τὸ Ἀρίμινον ἀπῄτουν καὶ τῆς πόλεως ὡς αὐτῶν οὔσης ἐξοικισθῆναι ἐκέλευον. οἱ δ’ ὕπατοι μήτε συμβαλεῖν θαρροῦντες δι’ ὀλιγότητα μήτε τι προέσθαι τολμῶντες ἀνοχὰς ἔπραξαν, ὡς ἐς τὴν Ῥώμην πρεσβεύσωνται. οἱ δ’ ἐπὶ τὴν βουλὴν ἐλθόντες τὰ αὐτὰ εἶπον. ὡς δ’ οὐδενὸς οἱ πρέσβεις ὧν ᾔτουν ἐτύγχανον, εἰς τὸ στρατόπεδον ἀνεχώρησαν. καὶ εὗρον ἐφθαρμένα σφίσι τὰ πράγματα· τινὲς γὰρ τῶν συμμάχων αὐτῶν μεταγνόντες καὶ διὰ φόβου τοὺς Ῥωμαίους πεποιημένοι ἐτράποντο ἐπὶ τοὺς Βοουίους, καὶ συχνοὶ ἀπώλοντο ἀμφοτέρωθεν, κἀντεῦθεν ἀπῆλθον οἴκαδε οἱ λοιποί, καὶ οἱ Βοούιοι σπονδὰς ἐπὶ μέρει πολλῷ τῆς χώρας σφῶν ἐποιήσαντο. Ἤδη δὲ τῶν Γαλατικῶν λυθέντων πολέμων ὁ Λέντουλος ἐστράτευσεν ἐπὶ Λίγυας, καὶ τοὺς προςπίπτοντας ἠμύνετο καί τινα ἐρύματα παρεστήσατο. Οὔαρος δὲ ἐπὶ Κύρνον ὁρμήσας, καὶ μὴ δυνηθεὶς ἀπορίᾳ πλοίων περαιωθῆναι, Κλαύδιόν τινα Κλινέαν σὺν δυνάμει προέπεμψε.
κἀκεῖνος τοὺς Κυρνίους καταπλήξας ἐς λόγους ἦλθε, καὶ ὡς αὐτοκράτωρ τυγχάνων ἐσπείσατο. Οὔαρος δὲ τῶν συνθηκῶν μὴ φροντίσας ἐπολέμησε τοῖς Κυρνίοις ἕως αὐτοὺς ἐχειρώσατο. οἱ δὲ Ῥωμαῖοι τὸ παρασπόνδημα ἀποπροςποιούμενοι ἔπεμψαν αὐτοῖς ἐκδιδόντες τὸν Κλαύδιον· ὡς δ’ οὐκ ἐδέχθη, ἐξήλασαν αὐτόν. ἐπὶ δὲ Καρχηδονίους μέλλοντες στρατεύσειν, ὡς τοῖς σφῶν ἐμπόροις λυμαινομένους, τοῦτο μὲν οὐκ ἐποίησαν, χρήματα δ’ ἐπιπραξάμενοι ἀνενεώσαντο τὰς σπονδάς. ἔμελλον δὲ μηδ’ ὣς ἐς μακρὰν αἱ συνθῆκαι μένειν. τὰ μὲν οὖν τῶν Καρχηδονίων ἀνεβέβλητο, ἐπὶ δὲ τοὺς Σαρδονίους μὴ πειθομένους αὐτοῖς ἐστράτευσαν· καὶ ἐνίκησαν. μετὰ ταῦτα δὲ ἔπεισαν τοὺς Σαρδονίους οἱ Καρχηδόνιοι κρύφα τοῖς Ῥωμαίοις ἐπαναστῆναι. καὶ τούτοις οἱ Κύρνιοι προσαπέστησαν καὶ οἱ Λίγυες οὐχ ἡσύχασαν. Τῷ δ’ ἐπιγενομένῳ ἔτει τριχῇ τὰς δυνάμεις διελόμενοι οἱ Ῥωμαῖοι, ἵν’ ἅμα πολεμούμενοι πάντες μὴ συμβοηθοῖεν ἀλλήλοις, Ποστούμιον μὲν Ἀλβῖνον εἰς τὴν Λιγυστικήν, Σπούριον δὲ Καρουίλιον ἐπὶ τοὺς Κυρνίους, ἐς δὲ τὴν Σαρδὼ τὸν ἀστυνόμον Πούπλιον Κορνήλιον ἔπεμψαν.
PG 134:408καὶ οἱ μὲν ὕπατοι οὐκ ἀπόνως μέν, οὐ βραδέως δὲ τὰ προσταχθέντα σφίσι κατέπραξαν· τοὺς δὲ Σαρδονίους μή τι φρονοῦντας μέτριον ἰσχυρᾷ μάχῃ ὁ Καρουίλιος κατεστρέψατο· ὁ γὰρ Κορνήλιος καὶ τῶν στρατιωτῶν πολλοὶ ὑπὸ νόσου ἐφθάρησαν. ἐπεὶ δ’ οἱ Ῥωμαῖοι ἐκ τῆς χώρας αὐτῶν ἀπηλλάγησαν, ἀπέστησαν αὖθις οἱ Σαρδόνιοι καὶ οἱ Λίγυες. Κύιντος μὲν οὖν Φάβιος Μάξιμος ἐπέμφθη πρὸς Λίγυας, ἐς δέ γε τὴν Σαρδὼ Πομπώνιος Μάνιος. τούς γε μὴν Καρχηδονίους ὡς αἰτίους αὐτοῖς τῶν πολέμων ὄντας πολεμίους ἔκριναν, καὶ πέμψαντες πρὸς αὐτοὺς χρήματά τε ἀπῄτουν καὶ ἁπασῶν ἐκπλεῖν τῶν νήσων ἐπέταττον ὡς αὐτοῖς διαφερουσῶν. ἐκφαίνοντες δὲ καὶ τὴν σφετέραν διάνοιαν δόρυ αὐτοῖς ἐπέστειλαν καὶ κηρύκιον, ἓν ἑλέσθαι κελεύοντες ὁποῖον ἂν ἐθελήσωσιν. οἱ δὲ μηδὲν ὑποπτήξαντες τά τε ἄλλα τραχύτερον ἀπεκρίναντο καὶ τῶν πεμφθέντων σφίσιν αἱρεῖσθαι μὲν εἶπον οὐδέτερον, δέχεσθαι δ’ ἑτοίμως ὁπότερον καταλείψουσιν. ἐντεῦθεν ἐμίσουν μὲν ἀλλήλους, ὤκνουν δὲ πολέμου κατάρξασθαι. Κινηθέντων δ’ αὖθις τῶν Σαρδονίων ἐπ’ αὐτοὺς οἱ ὕπατοι ἄμφω ἐστρατεύσαντο Μάρκος τε Μαλέολος καὶ Μάρκος Αἰμίλιος.
καὶ πολλὰ μὲν λάφυρα ἔλαβον, παρὰ δὲ τῶν Κυρνίων προσσχόντες αὐτοῖς αὐτὰ ἀφῃρέθησαν. διὸ μετὰ ταῦτα ἐπ’ ἀμφοτέρους οἱ Ῥωμαῖοι ἐτράποντο. καὶ Μάρκος μὲν Πομπώνιος Σαρδόνας ἔφερε, καὶ μαθὼν τοὺς πλείονας αὐτῶν ἐς σπήλαια ὑλώδη καὶ δυσεξεύρετα καταδύντας, μὴ δυνάμενός τε αὐτοὺς εὑρεῖν, κύνας ἐκ τῆς Ἰταλίας μετεπέμψατο εὔρινας, καὶ δι’ ἐκείνων τὴν στίβον καὶ τῶν ἀνθρώπων καὶ τῶν βοσκημάτων εὑρὼν πολλὰ ἀπετέμετο· Γάιος δὲ Παπείριος ἐκ μὲν τῶν πεδίων τοὺς Κυρνίους ἀπήλασε, βιαζόμενος δὲ πρὸς τὰ ὄρη συχνοὺς ἐξ ἐνέδρας ἀπέβαλε, πλείους τε ἂν ὕδατος ἀπορίᾳ ἀπώλεσεν, εἰ μή που ὕδωρ ὀψέ ποτε ἀνεφάνη καὶ ἔπεισε τοὺς Κυρνίους ὁμολογῆσαι. Κατὰ τοῦτον τὸν χρόνον καὶ Ἀμίλκας ὁ τῶν Καρχηδονίων στρατηγὸς πρὸς Ἰβήρων νικηθεὶς ἔθανεν. ἀντιπαραταξαμένου γὰρ σφίσιν ἁμάξας δᾴδων καὶ πίσσης μεστὰς πρὸ τοῦ στρατοῦ τῶν Καρχηδονίων προήγαγον, καὶ πλησιάσαντες ἀνῆψαν αὐτάς, καὶ τὰ ἕλκοντα αὐτὰς ὑποζύγια ἐπισπέρχοντες οἴστρησαν. κἀκ τούτου συνταραχθέντων τῶν ἐναντίων διασπασθέντων τε καὶ τραπομένων ἑπόμενοι κἀκεῖνον καὶ ἄλλους πλείστους ἐφόνευσαν.
PG 134:409καὶ ὁ μὲν ἐπὶ πλεῖστον ἀνθήσας οὕτως ἐτελεύτησε, τελευτήσαντα δὲ αὐτὸν Ἀσδρούβας ὁ γαμβρὸς διεδέξατο. καὶ τῆς Ἰβηρίας πολλὰ προσεκτήσατο, πόλιν τε ἐν αὐτῇ Καρχηδόνα ὁμώνυμον τῇ πατρίδι ἔκτισε. Τῶν δέ γε Βοουίων καὶ τῶν ἄλλων Γαλατῶν πολλὰ μὲν καὶ ἄλλα, πλείστους δὲ καὶ αἰχμαλώτους πωλούντων, δείσαντες οἱ Ῥωμαῖοι μήποτε κατ’ αὐτῶν τοῖς χρήμασι χρήσονται, ἀπεῖπον μηδένα ἀνδρὶ Γαλάτῃ μήτ’ ἀργύριον μήτε χρυσίον διδόναι. ἐντεῦθεν οἱ Καρχηδόνιοι μαθόντες τοὺς ὑπάτους Μάρκον Αἰμίλιον καὶ Μάρκον Ἰούνιον εἰς τὴν Λιγυστικὴν ἀπάραντας, παρεσκευάζοντο εἰς τὴν Ῥώμην ἐλάσαι. γνόντων δὲ τοῦτο τῶν ὑπάτων, καὶ ἐπ’ αὐτοὺς ἀθρόον ὡρμηκότων, ἐξεπλάγησαν καὶ ἀπήντησαν αὐτοῖς ὡς φίλιοι. κἀκεῖνοι δὲ ὑπεκρίθησαν ὅτι οὐκ ἐπ’ ἐκείνους ἀπῄεσαν, ἀλλὰ διὰ τῆς χώρας αὐτῶν ἐς τοὺς Λίγυας. Ῥωμαῖοι δὲ τόν τε Ἰόνιον ἐπεραιώθησαν καὶ τῆς ἠπείρου τῆς Ἑλληνικῆς ἥψαντο· πρόφασις δ’ αὐτοῖς τοῦ πλοῦ ἐγένετο ἥδε. Ἴσσα νῆσός ἐστιν ἐν τῷ Ἰονίῳ κόλπῳ κειμένη.
οἱ γοῦν ταύτης κάτοικοι Ἰςσαῖοι καλούμενοι ἐθελονταὶ τοῖς Ῥωμαίοις παραδεδώκασιν ἑαυτούς, τῷ σφῶν κρατοῦντι ἀχθόμενοι Ἀγρῶνι τῷ τῶν Σαρδιαίων βασιλεῖ, γένους Ἰλλυρικοῦ. πρὸς ὃν οἱ ὕπατοι πρέσβεις ἔπεμψαν. ἐκείνου δὲ τεθνεῶτος ἐπὶ υἱῷ διαδόχῳ παιδὶ ἔτι, ἡ ἐκείνου γυνή, τοῦ δὲ παιδὸς μητρυιά, τὴν τῶν Σαρδιαίων διεῖπεν ἀρχήν. ἣ τοῖς πρέσβεσιν οὐδὲν μέτριον ἐχρημάτισε, παρρησιασαμένους δὲ τοὺς μὲν ἔδησε, τοὺς δὲ ἀπέκτεινε. τῶν δὲ Ῥωμαίων πόλεμον ψηφισαμένων αὐτῇ κατέπτηξε, καὶ τούς τε σωζομένους τῶν πρέσβεων ἀποδώσειν ὑπέσχετο καὶ τοὺς θανόντας ἔλεγεν ὑπὸ λῃστῶν πεφονεῦσθαι. τῶν δὲ Ῥωμαίων τοὺς αὐτόχειρας ἐξαιτησαμένων οὔτε τινὰ ἐκδώσειν ἔφη καὶ ἐπὶ τὴν Ἴσσαν ἔστειλε στράτευμα. εἶτα αὖθις δείσασα Δημήτριόν τινα πρὸς τοὺς ὑπάτους ἔπεμψεν, ὡς ἑτοίμη πρὸς πᾶν ὑπακοῦσαι αὐτῶν. καὶ σπονδαὶ πρὸς τὸν πεμφθέντα ἐγένοντο, τὴν Κέρκυραν αὐτοῖς παρασχόμενον. τῶν δὲ πρὸς τὴν νῆσον περαιωθέντων ἀνεθάρσησεν αὖθις, οἷα γυνὴ κούφην ἔχουσα γνώμην καὶ εὐμετάβολον, καὶ πρὸς Ἐπίδαμνον καὶ Ἀπολλωνίαν ἐξέπεμψε στρατιάν.
PG 134:410τῶν δὲ Ῥωμαίων τὰς πόλεις τε ῥυσαμένων καὶ πλοῖα αὐτῆς κατασχόντων μετὰ χρημάτων ἐκ Πελοποννήσου προςπλέοντα, καὶ τὰ χωρία πορθησάντων τὰ πάραλα, καὶ τοῦ Δημητρίου διὰ τὴν ἐμπληξίαν ἐκείνης πρὸς Ῥωμαίους μεθεστηκότος καὶ ἄλλους αὐτομολῆσαι πεπεικότος, κατέδεισε καὶ ἀπέσχετο τῆς ἀρχῆς. καὶ τὴν μὲν ὁ Δημήτριος ὡς τῷ παιδὶ ἐπιτροπεύσων εἰλήφει, οἱ δὲ Ῥωμαῖοι διὰ ταῦτα παρὰ Κορινθίων ἐπῃνέθησαν, καὶ τοῦ Ἰσθμικοῦ μετέσχον ἀγῶνος, καὶ στάδιον ἐν αὐτῷ ὁ Πλαῦτος ἐνίκησε. καὶ πρὸς Ἀθηναίους δὲ φιλίαν ἐπεποιήκεσαν καὶ τῆς πολιτείας σφῶν τῶν τε μυστηρίων μετέσχον. Τὸ δ’ Ἰλλυρικὸν ὄνομα πάλαι μὲν ἐν ἄλλοις ἐπεκέκλητο, ὕστερον δὲ ἐς τὴν ἄνω μεταβέβηκεν ἤπειρον καὶ ὑπὲρ τὴν Μακεδονίαν τήν τε Θρᾴκην τὴν ἐντὸς τοῦ Αἵμου καὶ τὴν πρὸς τῇ Ῥοδόπῃ, καὶ ἔστιν ἐν τῷ μέσῳ τούτων τῶν ὀρῶν καὶ τῶν Ἄλπεων τοῦ τε Αἴνου ποταμοῦ καὶ τοῦ Ἴστρου μέχρι τοῦ Εὐξείνου πόντου καί πῃ καὶ ἐπέκεινα τοῦ Ἴστρου νέμεται.
Λογίου δέ ποτε τοῖς Ῥωμαίοις ἐλθόντος καὶ Ἕλληνας καὶ Γαλάτας τὸ ἄστυ καταλήψεσθαι, Γαλάται δύο καὶ Ἕλληνες ἕτεροι ἔκ τε τοῦ ἄρρενος καὶ τοῦ θήλεος γένους ζῶντες ἐν τῇ ἀγορᾷ κατωρύγησαν, ἵν’ οὕτως ἐπιτελὲς τὸ πεπρωμένον γενέσθαι δοκῇ, καί τι κατέχειν τῆς πόλεως κατορωρυγμένοι νομίζωνται. Μετὰ δὲ τοῦτο Σαρδόνιοι ἐν δεινῷ ποιούμενοι ὅτι στρατηγὸς Ῥωμαίων ἀεὶ καθειστήκει αὐτοῖς, ἐπανέστησαν· αὖθις δὲ ἐδουλώθησαν. Ἰνσοῦβροι δὲ Γαλατικὸν γένος, συμμάχους ἐκ τῶν ὑπὲρ τὰς Ἄλπεις ὁμοφύλων προσειληφότες, ὅπλα τοῖς Ῥωμαίοις ἐπήνεγκαν· διὸ καὶ αὐτοὶ ηὐτρεπίζοντο. ληισαμένων δὲ τῶν βαρβάρων τινά, τελευταῖον χειμῶνος μεγάλου νυκτὸς συμβάντος ὑπετόπησαν τὸ θεῖον ἐναντιοῦσθαι αὐτοῖς καὶ ἠθύμησαν, καὶ καταπτήξαντες φυγῇ τὴν σωτηρίαν πορίσασθαι ἐπεχείρησαν. καὶ ὁ Ῥηγοῦλος αὐτοὺς κατεδίωξε, καὶ τοῖς ὀπισθοφυλακοῦσι προσμίξας ἡττήθη τε καὶ ἀπέθανεν· Αἰμίλιος δὲ λόφον τινὰ κατασχὼν ἡσύχαζεν. ἀντικατασχόντων δὲ καὶ τῶν Γαλατῶν ἕτερον, ἐπί τινας μὲν ἡμέρας ἠρέμουν, ἔπειτα οἱ μὲν ὀργῇ τοῦ γεγονότος, αὐχήματι δὲ τῆς νίκης οἱ βάρβαροι, καταδραμόντες ἀπὸ τῶν μετεώρων συνέβαλον.
καὶ ἐπὶ πολὺ μὲν ἰσορρόπως ἐμάχοντο, τέλος δ’ οἱ Ῥωμαῖοι τῷ ἱππικῷ περισχόντες αὐτοὺς κατέκοψαν, καὶ τὸ στρατόπεδον αὐτῶν εἷλον καὶ τὰ λάφυρα ἐκομίσαντο. καὶ μετὰ ταῦτα τοῖς τῶν Βοουίων ὁ Αἰμίλιος ἐλυμήνατο, καὶ τὰ ἐπινίκια ἤγαγε, τούς τε πρώτους τῶν ἁλόντων ὡπλισμένους ἐπὶ τὸ Καπιτώλιον ἀνεκόμισεν, ἐπισκώπτων αὐτοῖς ὡς ὀμωμοκόσι μὴ πρότερον τοὺς θώρακας ἀποδύσασθαι πρὶν ἀνελθεῖν εἰς τὸ Καπιτώλιον. ἐκ δὲ τούτου τήν τε τῶν Βοουίων ἅπασαν προσεκτήσαντο καὶ τὸν Ἠριδανὸν τότε πρῶτον ἐπὶ τοὺς Ἰνσούβρους διέβησαν καὶ τὴν χώραν αὐτῶν ἐπόρθουν. Τεράτων δ’ ἐν τούτῳ γενομένων ἐς μέγα δέος οἱ ἐν τῇ Ῥώμῃ κατέστησαν· ποταμός τε γὰρ ἐν τῷ Πικηνῷ αἱματώδης ἐρρύη κἀν τῇ Τυρσηνίδι καίεσθαι τοῦ οὐρανοῦ πολὺ ἔδοξε, καὶ ἐν τῷ Ἀριμίνῳ φῶς νύκτωρ ἡμέρᾳ προσεοικὸς ἔλαμψε, καὶ πολλαχόθι τῆς Ἰταλίας τρεῖς σελῆναι νυκτὸς ἐφαντάσθησαν, κἀν τῇ ἀγορᾷ γὺψ ἐφ’ ἡμέρας πλείονας ἐνιδρύθη. διά τε γοῦν τὰ τέρατα ταῦτα καὶ ὅτι τινὲς παρανόμως ἔλεγον τοὺς ὑπάτους αἱρεθῆναι, μετεπέμψαντο αὐτούς. δεξάμενοι δὲ τὰ γράμματα οἱ ὕπατοι οὐκ εὐθὺς αὐτὰ ἀνέγνων, ἄρτι πρὸς πόλεμον καθιστάμενοι, ἀλλὰ προσυμβαλόντες ἐκράτησαν.
PG 134:411μετὰ δὲ τὴν μάχην ἀναγνωσθείσης τῆς ἐπιστολῆς ὁ μὲν Φούριος ἑτοίμως ἐπείθετο, ὁ δέ γε Φλαμίνιος ἐπαιρόμενος τῇ νίκῃ τήν τε αἵρεσιν αὐτῶν ἀπεδείκνυ δι’ αὐτῆς ὀρθῶς ἔχουσαν καὶ διὰ τὸν πρὸς αὐτὸν φθόνον ἐνέκειτο καὶ τοῦ θείου τοὺς δυνατοὺς καταψεύδεσθαι. οὔτ’ οὖν ἀπαναστῆναι πρὶν τὸ πᾶν καταστήσασθαι ἤθελε καὶ διδάξειν καὶ τοὺς οἴκοι ἔφη μήτ’ ὄρνισι μήτ’ ἄλλῳ δή τινι τοιούτῳ προσέχοντας ἀπατᾶσθαι. καὶ ὁ μὲν κατὰ χώραν μένειν ἤθελε καὶ τὸν συνάρχοντα κατέχειν ἐπειρᾶτο, Φούριος δ’ οὐκ ἐπείθετο. τῶν δὲ μετὰ τοῦ Φλαμινίου μελλόντων καταλειφθήσεσθαι φοβηθέντων μὴ μονωθέντες πάθωσί τι παρὰ τῶν ἐναντίων, καὶ δεηθέντων ἡμέρας τινὰς προσμεῖναι, ἐπείσθη, οὐ μέντοι καὶ ἔργου ἥψατο. Φλαμίνιος δὲ περινοστῶν τὴν χώραν ἔτεμνε καὶ ἐρύματά τινα κατεστρέψατο, τά τε λάφυρα πάντα τοῖς στρατιώταις, θεραπεύων αὐτούς, ἐχαρίσατο. ὀψὲ δ’ οἴκαδε ἐπανελθόντες ὑπὸ μὲν τῆς γερουσίας αἰτίαν τῆς ἀπειθείας ἔσχον, διὰ γὰρ τὴν πρὸς τὸν Φλαμίνιον ὀργὴν ἠτίμασαν καὶ τὸν Φούριον, τὸ δὲ πλῆθος ἀντιφιλονεικῆσαν ὑπὲρ τοῦ Φλαμινίου ἐψηφίσαντο τὰ νικητήρια. καὶ ἀγαγόντες αὐτὰ ἐξέστησαν τῆς ἀρχῆς.
Ἕτεροι δὲ ὕπατοι Κλαύδιος Μάρκελλος καὶ Γναῖος Σκιπίων ἀνθαιρεθέντες ἐστράτευσαν ἐπὶ τοὺς Ἰνσούβρους· εἰρήνην γὰρ αὐτοῖς αἰτήσασιν οὐκ ἐψηφίσαντο. καὶ ἄμφω μὲν πρῶτον πολεμοῦντες τὰ πλείω ἐκράτουν, ἔπειτα τὴν συμμαχίδα λεηλατουμένην μαθόντες διῃρέθησαν. καὶ Μάρκελλος μὲν ἐπὶ τοὺς ληιζομένους τὴν σύμμαχον διὰ ταχέων ἐλθὼν οὐ κατέλαβε σφᾶς ἐκεῖ, φεύγοντας δ’ ἐπεδίωξε καὶ ὑποστάντας ἐνίκησε, Σκιπίων δὲ κατὰ χώραν μείνας Ἀκέρας ἐπολιόρκει, καὶ λαβὼν αὐτὰς ὁρμητήριον τοῦ πολέμου πεποίηκεν, οὔσας ἐπικαίρους καὶ εὐερκεῖς. κἀντεῦθεν ὁρμώμενοι τό τε Μεδιόλανον καὶ κωμόπολιν ἑτέραν ἐχειρώσαντο. ἁλόντων δὲ τούτων καὶ οἱ λοιποὶ Ἰνσοῦβροι ὡμολόγησαν αὐτοῖς, χρήματα καὶ μέρος τῆς γῆς δόντες. Εἶτα Πούπλιός τε Κορνήλιος καὶ Μάρκος Μινούκιος ἐπ’ Ἴστρου ἐστράτευσαν, καὶ πολλὰ τῶν ἐκεῖ ἐθνῶν τὰ μὲν πολέμῳ, τὰ δὲ ὁμολογίαις ὑπέταξαν. Λούκιος δὲ Οὐετούριος καὶ Γάιος Λουτάτιος ἦλθον μέχρι τῶν Ἄλπεων, ἄνευ δὲ μάχης πολλοὺς ᾠκειώσαντο.
PG 134:412ὁ μέντοι τῶν Σαρδιαίων ἄρχων Δημήτριος, ὡς ἄνω που εἴρηται, τοῖς ἐπιχωρίοις ἐπαχθὴς ἦν καὶ τὰ τῶν πλησιοίκων ἐκακούργει καὶ ἐδόκει τῇ Ῥωμαίων φιλίᾳ ἀποχρώμενος ἀδικεῖν. αἰσθόμενοι δὲ τοῦτο οἱ ὕπατοι Αἰμίλιος Παῦλος καὶ Μάρκος Λιούιος μετεπέμψαντο αὐτόν. ὡς δ’ οὐχ ὑπήκουσεν, ἀλλὰ καὶ τῆς συμμαχίδος σφῶν ἥπτετο, ἐστράτευσαν ἐπ’ αὐτὸν ἐν τῇ Ἴσσῃ ὄντα. καὶ προμαθόντες ὅτι ὑφώρμει που τῶν κατάρσεων, μέρος τῶν νεῶν εἰς τὰ ἐπὶ θάτερα τῆς νήσου προσμίξαι ἔπεμψαν. κἀκ τούτου τῶν Ἰλλυριῶν ἐπ’ ἐκείνους ὡς καὶ μόνους ὄντας τραπομένων, αὐτοὶ κατὰ σχολὴν προσπλεύσαντες ἐν ἐπιτηδείῳ τε ἐστρατοπεδεύσαντο καὶ προσπεσόντας σφίσιν αὐθημερὸν τοὺς ἐπιχωρίους ὀργῇ τῆς ἀπάτης ἀπεώσαντο. τοῦ δὲ Δημητρίου ἐς Φάρον ἑτέραν νῆσον διαφυγόντος, καὶ ἐπ’ ἐκείνην ἔπλευσαν καὶ τῶν ἀντικαταστάντων ἐκράτησαν καὶ τὴν πόλιν ἐκ προδοσίας εἷλον, τοῦ Δημητρίου διαδράντος. ὃς τότε μὲν εἰς Μακεδονίαν μετὰ πολλῶν χρημάτων πρὸς Φίλιππον τὸν βασιλέα αὐτῆς ἐλθὼν ὑπ’ ἐκείνου μὲν οὐκ ἐξεδόθη, πρὸς δὲ τοὺς Ἰλλυριοὺς ἐπανελθὼν συνελήφθη ὑπὸ Ῥωμαίων καὶ ἐδικαιώθη.
Τῷ δ’ ἐχομένῳ ἔτει περιφανῶς οἱ Ῥωμαῖοι τοῖς Καρχηδονίοις ἐξεπολεμώθησαν, καὶ ὁ πόλεμος οὗτος τῷ μὲν χρόνῳ πολὺ ἐλάσσων τοῦ προτέρου συμβέβηκε, τοῖς δ’ ἔργοις τοῖς τε παθήμασι καὶ μείζων καὶ χαλεπώτερος. ἐπῆρε δὲ τοῦτον μάλιστα ὁ Ἀννίβας στραταρχῶν τῶν Καρχηδονίων. ὁ δ’ Ἀννίβας οὗτος παῖς τοῦ Ἀμίλκου τοῦ Βαρχίδου ἐγένετο, καὶ ἐκ παίδων εὐθὺς ἐπὶ τοὺς Ῥωμαίους ἠσκήθη. πάντας γὰρ τοὺς υἱεῖς ὁ Ἀμίλκας ὥσπερ τινὰς σκύμνους ἐπ’ αὐτοὺς τρέφειν ἔλεγεν, ἐκεῖνον δὲ πολὺ τῇ φύσει προφέροντα ὁρῶν καὶ ὥρκωσε πολεμήσειν αὐτοῖς καὶ διὰ τοῦτο τά τε ἄλλα καὶ τὰ πολέμια ἔτι μᾶλλον αὐτὸν ἐξεδίδασκε, πεντεκαιδεκαέτη ὄντα· ὅθεν οὐκ ἠδυνήθη θανόντος αὐτῷ τοῦ πατρὸς τὴν στρατηγίαν διαδέξασθαι. ἐπεὶ δὲ ὁ Ἀσδρούβας ἐτελεύτησεν, οὐκέτι ἐμέλλησεν, ἓξ τότε καὶ εἴκοσιν ἐτῶν γεγονώς, ἀλλὰ τό τε στράτευμα ἐν τῇ Ἰβηρίᾳ αὐτίκα προκατέλαβε καὶ στρατηγὸς ὑπ’ αὐτῶν ἀναδειχθεὶς διῳκήσατο καὶ παρὰ τῶν οἴκοι τελῶν βεβαιωθῆναι αὐτῷ τὴν ἡγεμονίαν. πράξας δὲ ταῦτα προφάσεως εὐπρεποῦς ἐδεῖτο εἰς τὴν κατὰ Ῥωμαίων ὁρμήν, καὶ ταύτην ἐποιήσατο τοὺς ἐν τῇ Ἰβηρίᾳ Ζακυνθίους.
οὗτοι γὰρ οὐ πόρρω τοῦ ποταμοῦ οἰκοῦντες τοῦ Ἴβηρος, ἄνω τῆς θαλάσσης βραχύ, τοῖς Ῥωμαίοις προσέκειντο, κἀκεῖνοι καὶ ἐτίμων αὐτοὺς καὶ ἐν ταῖς πρὸς τοὺς Καρχηδονίους συνθήκαις ἐξαιρέτους ἐπεποιήκεσαν. διὰ ταῦτ’ οὖν ὁ Ἀννίβας πόλεμον ἤρατο πρὸς αὐτούς, εἰδὼς ὅτι ἢ ἐπικουρήσουσιν οἱ Ῥωμαῖοι τοῖς Ζακυνθίοις ἢ καί τι παθοῦσι τιμωρήσουσι. διά τε οὖν ταῦτα καὶ ὅτι καὶ μέγαν πλοῦτον κεκτῆσθαι αὐτοὺς ἐγίνωσκεν, οὗ καὶ μάλιστα ἔχρῃζε, καὶ δι’ ἕτερα αἴτια κατὰ Ῥωμαίων αὐτῷ συμβαλλόμενα τοῖς Ζακυνθίοις ἐπέθετο. Ἡ δ’ Ἰβηρία, ἐν ᾗ οἱ Ζακύνθιοι οἰκοῦσι, καὶ ἡ προσεχὴς αὐτῇ πᾶσα ἔν τε τῇ Εὐρώπῃ πρὸς δυσμάς ἐστι καὶ ἐπὶ πολὺ μὲν παρὰ τὴν ἔσω θάλασσαν καὶ παρὰ τὰς Ἡρακλείους στήλας τόν τε Ὠκεανὸν αὐτὸν προήκει, καὶ προσέτι καὶ τὴν ἤπειρον τὴν ἄνω διὰ πλείστου μέχρι τοῦ Πυρηναίου νέμεται. τὸ γὰρ ὄρος τοῦτο ἐκ τῆς θαλάσσης τῆς πάλαι μὲν Βεβρύκων, ὕστερον δὲ Ναρβωνησίων, ἀρξάμενον ἐς τὴν ἔξω τὴν μεγάλην διατείνει, πολλὰ μὲν ἐντὸς αὐτοῦ καὶ σύμμικτα ἔθνη ἔχον, πᾶσαν δὲ τὴν Ἰβηρίαν ἀπὸ τῆς προσοίκου Γαλατίας ἀφορίζον. οὔτε δ’ ὁμόφωνοι ἦσαν οὔτε κοινῇ ἐπολιτεύοντο. ὅθεν οὐδὲ εἰς ἓν ὄνομα ἐτέλουν·
PG 134:413οἱ μὲν γὰρ Ῥωμαῖοι Ἱσπανούς, οἱ δ’ Ἕλληνες Ἴβηρας ἀπὸ τοῦ ποταμοῦ τοῦ Ἴβηρος αὐτοὺς ἐπεκάλεσαν. Οἱ μὲν οὖν Ζακύνθιοι οὗτοι ἐπολιορκοῦντο, καὶ ἔπεμψαν πρὸς τοὺς περιοίκους καὶ πρὸς τοὺς Ῥωμαίους ἐπικουρίας δεόμενοι. ἀλλὰ τοὺς μὲν ὁ Ἀννίβας ἐκώλυσεν, οἱ δὲ Ῥωμαῖοι πρέσβεις πρὸς ἐκεῖνον πέμψαντες μὴ πελάζειν τοῖς Ζακυνθίοις ἐκέλευον, καὶ εἰ μὴ πείθοιτο, ἐς τὴν Καρχηδόνα πλεῦσαι εὐθὺς καὶ κατηγορῆσαι αὐτοῦ ἐπηπείλησαν. ὁ δ’ Ἀννίβας ἐκ τῶν ἐπιχωρίων πέμψας τινὰς ὡς εὔνοιαν τηροῦντας τοῖς πρέσβεσιν ἤδη πλησίον οὖσι παρεσκεύασε λέγειν αὐτοῖς μὴ παρεῖναι τὸν στρατηγόν, πόρρω που ἐς ἄγνωστα χωρία ἀποδημήσαντα. καὶ παρῄνουν ἀπαλλαγῆναι ὡς τάχιστα, πρὶν καταγγελθεῖεν ὡς πάρεισιν, ἵνα μὴ διὰ τὴν ἀναρχίαν, τοῦ στρατηγοῦ μὴ παρόντος, ἀπόλωνται. οἱ μὲν οὖν πιστεύσαντες αὐτοῖς εἰς τὴν Καρχηδόνα ἀπῄεσαν· γενομένης δὲ ἐκκλησίας οἱ μὲν τῶν Καρχηδονίων εἰρήνην ἄγειν πρὸς τοὺς Ῥωμαίους συνεβούλευον, οἱ δὲ τῷ Ἀννίβᾳ προσκείμενοι τοὺς μὲν Ζακυνθίους ἀδικεῖν, τοὺς δὲ Ῥωμαίους τὰ μηδὲν σφίσι προσήκοντα πολυπραγμονεῖν ἔλεγον. καὶ τέλος ἐπεκράτησαν οἱ πολεμῆσαι σφᾶς ἀναπείθοντες.
Ἐν τούτῳ δὲ ὁ Ἀννίβας σπουδῇ τὰς προσβολὰς τῆς τειχομαχίας ἐποιεῖτο. πολλῶν δὲ πιπτόντων καὶ πλειόνων τιτρωσκομένων ἐκ τῶν τοῦ Ἀννίβου, καί ποτε τῶν Καρχηδονίων κατασεισάντων τι τοῦ περιβόλου καὶ κατὰ τὸ ῥῆγμα εἰσελθεῖν τολμησάντων, ἐπεξέδραμον οἱ Ζακύνθιοι καὶ ἀπεσόβησαν σφᾶς· ὅθεν αὐτοὶ μὲν ἐπερρώσθησαν, οἱ Καρχηδόνιοι δὲ ἐνέδοσαν ἀθυμήσαντες. οὐκ ἀπέστησαν δὲ πρὶν τὴν πόλιν ἑλεῖν, καίτοι ἐπ’ ὄγδοον μῆνα τῆς πολιορκίας παραταθείσης· ἐν οἷς ἄλλα τε πολλὰ συνηνέχθη καὶ ἄτοπα καὶ ὁ Ἀννίβας δεινῶς ἐτρώθη. ἥλω δὲ οὕτως. μηχάνημα τῷ τείχει προσήγαγον πολύ τε αὐτοῦ ὑπεραῖρον καὶ ὁπλίτας τοὺς μὲν ἐμφανεῖς ἔχον, τοὺς δὲ λανθάνοντας. τῶν οὖν Ζακυνθίων τοῖς ὁρωμένοις ὡς μόνοις οὖσι μαχομένων ἐρρωμενέστερον, οἱ κεκρυμμένοι τὸ τεῖχος ὑπορύξαντες εἰσεβιάσαντο καὶ ἔνδον ἐγένοντο. τῷ γοῦν παραδόξῳ οἱ Ζακύνθιοι ἐκπλαγέντες εἰς τὴν ἀκρόπολιν ἀνέδραμον, καὶ εἰς λόγους ἦλθον, εἴ πως ἐπιεικεῖ τινι ὁμολογίᾳ περισωθεῖεν. ὡς δ’ οὐδὲν ὁ Ἀννίβας προί̈σχετο μέτριον οὐδέ τις αὐτοῖς ὠφέλεια πρὸς τῶν Ῥωμαίων ἐγίνετο, ἐπισχεθῆναι τὰς προσβολὰς ἐξῃτήσαντο, ὥς τι περὶ τῶν κατὰ σφᾶς βουλευσόμενοι·
PG 134:414κἀν τούτῳ τὰ τιμιώτατα συμφορήσαντες τῶν χρημάτων ἐς πῦρ ἐνέβαλον, καὶ οἱ μὲν ἀπόμαχοι διεχειρίσαντο ἑαυτούς, οἱ δ’ ἐν ἡλικίᾳ ἀθρόοι πρὸς τοὺς ἐναντίους ὡρμήκεσαν καὶ προθύμως ἀγωνιζόμενοι κατεκόπησαν. Καὶ δι’ αὐτοὺς οἵ τε Ῥωμαῖοι καὶ οἱ Καρχηδόνιοι ἐπολέμησαν. ὁ γὰρ Ἀννίβας καὶ συμμάχους συχνοὺς προσλαβὼν εἰς τὴν Ἰταλίαν ἠπείγετο. πυθόμενοι δὲ ταῦθ’ οἱ Ῥωμαῖοι συνῆλθον εἰς τὸ συνέδριον, καὶ ἐλέχθη μὲν πολλά, Λούκιος δὲ Κορνήλιος Λέντουλος ἐδημηγόρησε καὶ εἶπε μὴ μέλλειν, ἀλλὰ πόλεμον κατὰ τῶν Καρχηδονίων ψηφίσασθαι, καὶ διχῇ διελεῖν καὶ τοὺς ὑπάτους καὶ τὰ στρατεύματα, καὶ τοὺς μὲν εἰς τὴν Ἰβηρίαν, τοὺς δὲ εἰς τὴν Λιβύην πέμψαι, ἵν’ ὑπὸ τὸν αὐτὸν χρόνον ἥ τε χώρα αὐτῶν πορθῆται καὶ οἱ σύμμαχοι κακουργῶνται καὶ μήτε τῇ Ἰβηρίᾳ βοηθῆσαι δύνωνται μήτ’ ἐκεῖθεν αὐτοὶ ἐπικουρηθῶσι. πρὸς ταῦτα Κύιντος Φάβιος Μάξιμος ἀντέθετο μὴ οὕτως ἐκ παντὸς τρόπου τὸν πόλεμον δεῖν ψηφίσασθαι, ἀλλὰ πρεσβείᾳ χρήσασθαι πρότερον, κἂν μὲν πείσωσιν ὅτι οὐδὲν ἀδικοῦσιν, ἡσυχίαν ἄγειν, ἂν δ’ ἀδικοῦντες ἁλῶσι, τότε πολεμῆσαι αὐτοῖς, ἵνα καὶ τὴν αἰτίαν τοῦ πολέμου ἐς αὐτοὺς ἀπωσώμεθα.
αἱ μὲν οὖν ἀμφοῖν δόξαι τοιαῦται ἦσαν ὡς ἐν κεφαλαίῳ εἰπεῖν, τῇ δὲ βουλῇ παρασκευάζεσθαι μὲν ἔδοξε πρὸς τὴν μάχην, πρέσβεις δὲ εἰς τὴν Καρχηδόνα στεῖλαι καὶ τοῦ Ἀννίβου κατηγορῆσαι, καὶ εἰ μὲν μὴ ἐπαινοῖεν τὰ πραχθέντα, δικάσαι, εἰ δ’ εἰς ἐκεῖνον αὐτὰ ἀναφέροιεν, ἐξαιτήσασθαι αὐτόν, κἂν μὴ ἐκδῶσι, τὸν πόλεμον ἐπαγγεῖλαι αὐτοῖς. Τῶν γοῦν πρέσβεων ἀπελθόντων οἱ Καρχηδόνιοι τὸ ποιητέον ἐσκόπουν. καί τις Ἀσδρούβας, εἷς τῶν ὑπὸ τοῦ Ἀννίβου προπαρεσκευασμένων, συνεβούλευσε σφίσι χρῆναι τήν τε ἀρχαίαν ἐλευθερίαν ἀνακτήσασθαι καὶ τὴν ἐκ τῆς εἰρήνης δουλείαν ἀποτρίψασθαι καὶ χρήμασι καὶ δυνάμεσι καὶ συμμάχοις συγκεκροτημένοις, ἐπαγαγὼν ὅτι κἂν τῷ Ἀννίβᾳ μόνῳ ὅσα βούλεται πρᾶξαι ἐπιτρέψητε, καὶ τὰ προςήκοντα ἔσται καὶ οὐδὲν αὐτοὶ πονήσετε. τοιαῦτα δὲ αὐτοῦ εἰπόντος Ἄννων ὁ μέγας ἐναντιούμενος τοῖς τοῦ Ἀσδρούβου λόγοις γνώμην εἰσήνεγκε μήτε ῥᾳδίως μήτε μικρῶν καὶ ἀλλοτρίων ἐγκλημάτων ἕνεκα τὸν πόλεμον ἐφ’ ἑαυτοὺς ἐπισπάσασθαι, παρὸν τὰ μὲν λῦσαι, τὰ δὲ ἐς τοὺς δράσαντας αὐτὰ τρέψαι.
καὶ ὁ μὲν ταῦτα εἰπὼν ἐπαύσατο, τῶν δὲ Καρχηδονίων οἱ μὲν πρεσβύτεροι καὶ τοῦ πρὶν μεμνημένοι πολέμου αὐτῷ συνετίθεντο, οἱ δ’ ἐν ἡλικίᾳ καὶ μάλισθ’ ὅσοι τὰ τοῦ Ἀννίβου ἔπραττον ἰσχυρῶς ἀντέλεγον. ὡς δ’ οὐδὲν σαφὲς ἀπεκρίναντο καὶ ἐν ὀλιγωρίᾳ τοὺς πρέσβεις εἶχον, ὁ Μάρκος ὁ Φάβιος τὰς χεῖρας ὑπὸ τὰ ἱμάτια ὑποβαλὼν καὶ ὑπτιάσας αὐτὰς ἔφη ἐγὼ μὲν ἐνταῦθ’, ὦ Καρχηδόνιοι, καὶ τὸν πόλεμον καὶ τὴν εἰρήνην φέρω, ὑμεῖς δ’ ὁπότερον αὐτῶν βούλεσθε ἕλεσθε. ἀποκριθέντων δὲ μηδέτερον μὲν αἱρεῖσθαι, δέχεσθαι δ’ ἑτοίμως ὁπότερον καταλείψουσιν, ἐπήγγειλεν αὐτοῖς αὐτίκα τὸν πόλεμον. Οὕτω μὲν οὖν καὶ διὰ ταῦτα οἵ τε Ῥωμαῖοι καὶ οἱ Καρχηδόνιοι τὸ δεύτερον ἐπολέμησαν. καὶ τὸ δαιμόνιον τὰ γενησόμενα προεσήμηνεν. ἐν γὰρ τῇ Ῥώμῃ ἀνθρωπίνως ἐλάλησε βοῦς, καὶ ἕτερος ἐν τῇ τῶν Ῥωμαίων πανηγύρει ἐξ οἰκίας εἰς τὸν Τίβεριν ἑαυτὸν ἔρριψε καὶ ἐφθάρη, κεραυνοί τε πολλοὶ ἐφέροντο, καὶ αἷμα τὸ μὲν ἐξ ἀγαλμάτων ὤφθη, τὸ δὲ ἐξ ἀσπίδος στρατιώτου ἐρρύη, ἑτέρου τε ξίφος ἐξ αὐτοῦ τοῦ στρατοπέδου λύκος ἥρπασε. τῷ δ’ Ἀννίβᾳ θηρία πολλὰ καὶ ἄγνωστα τὸν Ἴβηρα διαβαίνοντι προκαθηγήσατο, καὶ ὄψις ὀνείρου ἐφάνη.
PG 134:415ἔδοξε γάρ ποτε τοὺς θεοὺς ἐν ἐκκλησίᾳ καθημένους μεταπέμψασθαί τε αὐτὸν καὶ στρατεῦσαι ὅτι τάχιστα εἰς τὴν Ἰταλίαν προστάξαι καὶ λαβεῖν παρ’ αὐτῶν τῆς ὁδοῦ ἡγεμόνα, καὶ ἀμεταστρεπτὶ ὑπ’ αὐτοῦ κελευσθῆναι ἕπεσθαι· μεταστραφῆναι δὲ καὶ ἰδεῖν χειμῶνα μέγαν χωροῦντα καὶ δράκοντα αὐτῷ ἐπακολουθοῦντα ἀμήχανον, καὶ θαυμάσαι ἐρέσθαι τε τὸν ἀγωγὸν τί ταῦτα εἶεν· καὶ τὸν εἰπεῖν ὦ Ἀννίβα, ταῦτα συμπορθήσοντά σοι τὴν Ἰταλίαν ἔρχεται. Ταῦτα τῷ μὲν Ἀννίβᾳ χρηστὴν ἐλπίδα, τοῖς δὲ Ῥωμαίοις δεινὴν ἐνεποίει ἐκφόβησιν. διχῇ δὲ τὰς δυνάμεις οἱ Ῥωμαῖοι διελόντες καὶ τοὺς ὑπάτους, Σεμπρώνιον μὲν Λόγγον ἐς Σικελίαν ἔπεμψαν, ἐς δὲ τὴν Ἰβηρίαν Σκιπίωνα Πούπλιον. ὁ δὲ Ἀννίβας εἰς τὴν Ἰταλίαν ὡς τάχιστα ἐπιθυμῶν εἰσβαλεῖν, σπουδῇ ἐχώρει, καὶ πᾶσαν τὴν Γαλατίαν τὴν μεταξὺ τοῦ Πυρηναίου καὶ τοῦ Ῥοδανοῦ οὖσαν ἀμαχεὶ διῆλθε. καὶ μέχρι μὲν τοῦ ποταμοῦ τοῦ Ῥοδανοῦ οὐδεὶς εἰς χεῖρας ἧκεν αὐτῷ, ἐκεῖ δ’ ὁ Σκιπίων ἐπεφάνη, καίπερ μὴ παρούσης αὐτῷ τῆς δυνάμεως. ὅμως μετὰ τῶν ἐπιχωρίων καὶ τῶν αὐτοῖς προσοίκων τά τε πλοῖα τὰ ἐν τῷ ποταμῷ προδιέφθειρε καὶ τὸ ῥεῦμα αὐτοῦ διὰ φυλακῆς ἐποιήσατο.
ὁ οὖν Ἀννίβας ἔτριψε μέν τινα χρόνον καὶ σχεδίας καὶ σκάφη ἄλλα τε καὶ μονόξυλα κατασκευάζων, ἔφθη δ’ οὖν ὑπὸ πολυχειρίας τὰ πρὸς περαίωσιν ἀναγκαῖα πάντα, πρὶν τῷ Σκιπίωνι τὸ οἰκεῖον ἀφικέσθαι στράτευμα, προετοιμασάμενος. καὶ τὸν ἀδελφὸν Μάγωνα σὺν τοῖς ἱππεῦσι καὶ ψιλοῖς τισιν, ᾗ σκεδάννυται ὁ ποταμὸς ἐπὶ πολὺ καὶ νήσοις διαλαμβάνεται, διαβησόμενον ἔπεμψεν, αὐτὸς δὲ κατὰ τὸν ἐμφανῆ πόρον ἐχώρει δῆθεν, ἵν’ οἱ Γαλάται ἀπατηθεῖεν, πρὸς αὐτὸν ἀντιταττόμενοι, καὶ ἀμελέστερον ἐν ἄλλοις τοῦ ποταμοῦ τὴν φυλακὴν θῶνται· ὃ καὶ γέγονε. καὶ ὁ Μάγων διέβη τὸν ποταμόν, ὁ δὲ Ἀννίβας καὶ οἱ περὶ αὐτὸν κατὰ τὸν πόρον ἐπεραιοῦντο. καὶ γενόμενοι κατὰ τὸ μέσον ἠλάλαξαν, καὶ οἱ σαλπιγκταὶ δὲ συνήχησαν· καὶ ὁ Μάγων κατὰ νώτου τοῖς ἀνθεστηκόσι προσέπεσε· καὶ οὕτως οἵ τε ἄλλοι καὶ οἱ ἐλέφαντες ἀκινδύνως ἐπεραιώθησαν. ἄρτι δὲ περαιωθέντων αὐτῶν καὶ τῷ Σκιπίωνι ἡ οἰκεία ἀφίκετο δύναμις. πέμψαντες οὖν εἰς προσκοπὴν ἱππέας ἀμφότεροι τοιούτῳ τέλει τῆς ἱππομαχίας ἐχρήσαντο ὁποῖον ὁ σύμπας ἔσχηκε πόλεμος· οἱ γὰρ Ῥωμαῖοι καὶ ἔλαττον τὴν πρώτην ἐνεγκάμενοι καὶ συχνοὺς ἀποβαλόντες ἐνίκησαν.
PG 134:416Ἐντεῦθεν Ἀννίβας ἀπιέναι πρὸς Ἰταλίαν σπεύδων, ὑποπτεύων δὲ τὰς ἐπιτομωτέρας τῶν ὁδῶν, ἐκείνας μὲν παρεξῆλθεν, ἑτέραν δὲ πορευθεὶς ἰσχυρῶς ἐπόνησε. τά τε γὰρ ὄρη ἐκεῖνα ἀποτομώτατά ἐστι καὶ ἡ χιὼν πολλὴ γενομένη καὶ τὰς φάραγγας ὑπ’ ἀνέμων πληρώσασα καὶ ὁ κρύσταλλος ἰσχυρότατα παγεὶς δεινῶς σφᾶς ἐταλαιπώρησε· καὶ πολλοὶ τῶν αὐτοῦ στρατιωτῶν ὑπό τε τοῦ χειμῶνος καὶ ὑπὸ σιτοδείας ἀπώλοντο, πολλοὶ δὲ καὶ οἴκαδε ἀνεχώρησαν. ἔχει δὲ λόγος ὅτι καὶ αὐτὸς ἀνέστρεψεν ἄν, εἰ μὴ πλείων καὶ ἀπορωτέρα ἡ προδιηνυσμένη ὁδὸς τῆς λειπομένης ἐτύγχανε. διὰ μὲν δὴ τοῦτο οὐκ ἀπετράπετο, ἐξαπίνης δὲ ἐκτὸς τῶν Ἄλπεων ἐκφανεὶς θαῦμα καὶ δέος τοῖς Ῥωμαίοις ἐνέβαλε. Καὶ ὁ μὲν προεχώρει τὰ ἐν ποσὶ προσποιούμενος, Σκιπίων δὲ τὸν μὲν ἀδελφὸν Γάιον Σκιπίωνα ὑποστρατηγοῦντα αὐτῷ εἰς τὴν Ἰβηρίαν ἔπεμψεν ὡς καταληψόμενον αὐτὴν ἢ τὸν Ἀννίβαν ἐπανάξοντα, αὐτὸς δ’ ἐπὶ τὸν Ἀννίβαν ἤλασε. καὶ ἡμέρας μέν τινας ἐπέσχον, ἔπειτα ἄμφω πρὸς τὴν μάχην ὥρμησαν.
πρὶν δὲ δὴ ἔργου ἔχεσθαι, συγκαλέσας τοὺς στρατιώτας ὁ Ἀννίβας παρήγαγε τοὺς αἰχμαλώτους, οὓς κατὰ τὴν ὁδὸν εἰλήφει, καὶ ἤρετο αὐτοὺς πότερον δεδέσθαι καὶ δουλεύειν κακῶς βούλοιντο ἢ μονομαχῆσαι ἀλλήλοις, ὥστ’ ἀφεθῆναι προῖκα τοὺς νικήσαντας. καὶ ὡς τὸ δεύτερον εἵλοντο, συνέβαλεν αὐτούς. καὶ μαχεσαμένων ἐδημηγόρησε, τοὺς οἰκείους στρατιώτας ἐπιρρωννὺς καὶ παραθήγων εἰς πόλεμον· τοῦτο δ’ ἑτέρωθεν καὶ ὁ Σκιπίων ἐποίησεν. εἶτα συνῆλθον μὲν ὡς ὅλοις τοῖς στρατοπέδοις μαχούμενοι, ὁ Σκιπίων δέ, προσυμμίξας τῷ ἱππικῷ καὶ ἡττηθεὶς συχνούς τε ἀποβαλὼν καὶ αὐτὸς τρωθείς, ἀποθανών τ’ ἄν, εἰ μή περ αὐτῷ Σκιπίων ὁ υἱὸς καίπερ ὢν ἑπτακαιδεκαέτης ἐπήμυνε, κατέδεισε μὴ καὶ τῷ πεζῷ σφαλῇ, καὶ αὐτίκα τε ἐπανήγαγε καὶ τῆς νυκτὸς ὑπεχώρησεν. Ἀννίβας δὲ μεθ’ ἡμέραν τὴν ἀποχώρησιν αὐτοῦ μαθὼν πρὸς τὸν Ἠριδανὸν ἦλθε, καὶ μήτε σχεδίας ἢ πλοῖα εὑρών, ἐνεπέπρηστο γὰρ παρὰ τοῦ Σκιπίωνος, τὸν μὲν ἀδελφὸν Μάγωνα σὺν τοῖς ἱππεῦσι διανήξασθαι καὶ ἐπιδιῶξαι τοὺς Ῥωμαίους ἐκέλευσεν, αὐτὸς δὲ ἄνω πρὸς τὰς πηγὰς χωρήσας τοῦ ποταμοῦ τοὺς ἐλέφαντας κατὰ τὸν ἐπίρρουν διαβῆναι προσέταξε.
καὶ οὕτω τοῦ ὕδατος περὶ τοῖς ὄγκοις τῶν ζῴων ἐμποδιζομένου καὶ σκεδαννυμένου, ῥᾷον κάτω σφῶν διεπεραιώθη. καταληφθεὶς οὖν ὁ Σκιπίων κατὰ χώραν ἔμεινε, καὶ ἐμαχέσατ’ ἄν, εἰ μὴ νυκτὸς οἱ Γαλάται οἱ μετ’ αὐτοῦ ηὐτομόλησαν. ὁ δ’ οὖν Σκιπίων ἐπὶ τούτῳ ταραχθεὶς καὶ ὑπὸ τοῦ τραύματος ταλαιπωρήσας ὑπὸ νύκτα αὖθις ἐξανέστη καὶ ἐπὶ μετεώρου τὸ τάφρευμα ἐποιήσατο· δίωξις δὲ αὐτοῦ οὐκ ἐγένετο. μετὰ δὲ τοῦτο ἀφίκοντο καὶ οἱ Καρχηδόνιοι, καὶ τὸν ποταμὸν διὰ μέσου ποιησάμενοι ἐστρατοπεδεύσαντο. Ὁ μὲν οὖν Σκιπίων διά τε τὸ τραῦμα καὶ διὰ τὰ συμβεβηκότα ἀνεῖχε καὶ δύναμιν μετεπέμπετο, Ἀννίβας δὲ πολλὰ πειράσας παρακινῆσαι πρὸς μάχην αὐτόν, ἐπεὶ οὔτε τοῦτ’ ἠδυνήθη καὶ τροφῆς ἐσπάνισε, φρουρίῳ προσέβαλεν ἐν ᾧ σῖτος πολὺς τῶν Ῥωμαίων ἔκειτο. καὶ μηδὲν περαίνων, τὸν φρούραρχον διέφθειρε χρήμασι, κἀκεῖνό τε προδοθὲν ἔλαβε καὶ τὰ ἄλλα σχεῖν τὰ μὲν ὅπλοις, τὰ δὲ χρυσίῳ ἐπήλπισε. κἀν τούτῳ ὁ Λόγγος τὴν Σικελίαν τῷ ὑποστρατήγῳ πιστεύσας πρὸς τὸν Σκιπίωνα κεκλημένος ἀφίκετο. καὶ οὐ πολλῷ ὕστερον ὑπὸ φιλοτιμίας, καὶ ὅτι τινὰς κατατρέχοντας τὴν χώραν ἐκράτησεν, εἰς παράταξιν ὥρμησεν.
PG 134:417καὶ ἐσφάλη ἐνέδραις περιπεσών· καὶ τοῦ Ἀννίβου ἐπεξελθόντος μετὰ τῶν πεζῶν καὶ τῶν ἐλεφάντων, οἱ μετ’ αὐτοῦ ἐτράπησαν εἰς φυγήν, καὶ πολλοὶ διεφθάρησαν φόνῳ, πολλοὶ δὲ καὶ εἰς τὸν ποταμὸν ἀπερισκέπτως ἐμπεσόντες ἐπνίγησαν, ὡς ὀλίγους μετὰ τοῦ Λόγγου περισωθῆναι. νικήσας μέντοι ὁ Ἀννίβας οὐκ ἔχαιρεν, ὅτι στρατιώτας τε πολλοὺς καὶ τοὺς ἐλέφαντας πλὴν ἑνὸς ὑπὸ τοῦ χειμῶνος καὶ τῶν τραυμάτων ἀπέβαλεν. Ἀνοχὴν οὖν ἄσπονδον ποιησάμενοι πρὸς τὴν συμμαχίδα σφῶν ἑκάτεροι ἐχώρησαν, κἀν ταῖς πόλεσιν αὐτῶν ἐχείμαζον. καὶ τοῖς μὲν Ῥωμαίοις ἄφθονα ἐφοίτα τὰ ἐπιτήδεια, ὁ δ’ Ἀννίβας οὐκ ἀρκούμενος τοῖς παρὰ τῶν συμμάχων διδομένοις ταῖς τε κώμαις καὶ ταῖς πόλεσι τῶν Ῥωμαίων προσπίπτων τὰ μὲν ἐκράτει, τὰ δ’ ἀπεκρούετο. καί ποτε τῷ ἱππικῷ ὑπὸ τοῦ Λόγγου νικηθεὶς ἐτρώθη. θαρσήσαντες οὖν ἐκ τούτου τινὲς τῶν Ῥωμαίων καὶ καθ’ ἑαυτοὺς προσβάλλοντι αὐτοῖς ἐπεξῆλθον. κἀκείνους τε ἔφθειρε καὶ τοῦ χωρίου ὁμολογίᾳ ἐκράτησε· καὶ αὐτὸ μὲν κατέσκαψε, τῶν δ’ αἰχμαλώτων τοὺς μὲν Ῥωμαίους ἀπέκτεινε, τοὺς δ’ ἄλλους ἀφῆκε. τοῦτο δὲ καὶ ἐφ’ ἅπασι τοῖς ζωγρουμένοις ἐποίει, τὰς πόλεις δι’ αὐτῶν οἰκειούμενος.
ἀμέλει καὶ τῶν λοιπῶν Γαλατῶν πολλοὶ καὶ Λιγύων καὶ Τυρσηνῶν τοὺς Ῥωμαίους τοὺς παρ’ αὐτοῖς ὄντας οἱ μὲν φονεύσαντες, οἱ δὲ ἐκδόντες μετέστησαν. Ἐς δὲ τὴν Τυρσηνίδα τῷ Ἀννίβᾳ πορευομένῳ ὁ Λόγγος ἐπέθετο, χειμῶνος πολλοῦ γενομένου. πεσόντων δὲ ἀμφοτέροις πολλῶν ὁ Ἀννίβας ἐς τὴν Λιγυστικὴν ἐλθὼν ἐνδιέτριψεν. ὑποπτεύων δὲ καὶ τοὺς σφετέρους, οὐδενὶ ῥᾳδίως ἐπίστευεν, ἀλλὰ τὴν ἐσθῆτά τε μεταβάλλων καὶ κόμαις χρώμενος περιθέτοις τήν τε διάλεξιν ἄλλοτε ἄλλην ποιούμενος, ᾔδει γὰρ πλείους καὶ τὴν τῶν Λατίνων, καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν πολλὰ ἐπεσκόπει ἤκουέ τε πλεῖστα ὡς οὐκ Ἀννίβας καί τινα ὡς ἕτερός τις ἐφθέγγετο. Ἐν μὲν οὖν τῇ Ἰταλίᾳ ταῦτα ἐγίνετο, ὁ δ’ ἕτερος Σκιπίων ὁ Γάιος εἰς τὴν Ἰβηρίαν παρέπλευσε, καὶ τὰ παραθαλάσσια αὐτῆς μέχρι τοῦ Ἴβηρος πάντα καὶ τῶν ἄνω συχνὰ τὰ μὲν βίᾳ, τὰ δ’ ἑκόντα προσείληφε, καὶ τὸν Βάννωνα μάχῃ νικήσας ἐζώγρησεν. ὁ δὲ τοῦ Ἀννίβου ὁμαίμων Ἀσδρούβας μαθὼν ταῦτα διέβη τὸν Ἴβηρα, καὶ τῶν μεταστάντων τινὰς ὑπηγάγετο· τοῦ δὲ Σκιπίωνος ἐπελθόντος αὐτῷ ἀνεχώρησεν. Οἱ δ’ ἐν τῇ Ῥώμῃ τὸν Φλαμίνιον καὶ τὸν Γέμινον ὑπάτους αὖθις εἵλοντο.
PG 134:418Ἀννίβας δ’ ἄρτι τοῦ ἔαρος ἐπιστάντος ὡς ἔγνω τὸν Φλαμίνιον μετὰ Σερουιλίου Γεμίνου χειρὶ πολλῇ ἐπ’ αὐτὸν ἰόντα, πρὸς ἐξαπάτην αὐτῶν ἐτράπη, καὶ πλαττόμενος ἐνδιατρίψειν ἐκεῖ καὶ μάχην συνάψειν, ἐπεὶ νομίσαντες αὐτὸν οἱ Ῥωμαῖοι κατὰ χώραν μένειν ἀμελῶς τῶν ὁδῶν ἔσχον, ἐπὶ τοῦ στρατοπέδου τοὺς ἱππέας κατέλιπεν, αὐτὸς δ’ ὑπὸ νύκτα ἄρας τά τε στενόπορα μεθ’ ἡσυχίας διῆλθε καὶ πρὸς Ἀρήτιον ἠπείγετο· καὶ οἱ ἱππεῖς δέ, ἐπεὶ πολὺ προῆλθεν, ἀπῄεσαν αὐτῷ ἐφεπόμενοι. οἱ δ’ ὕπατοι γνόντες ἠπατημένοι, Γέμινος μὲν αὐτοῦ ὑπέμεινε τούς τ’ ἀφεστηκότας κακώσων καὶ κωλύσων ἐπικουρῆσαι Καρχηδονίοις, Φλαμίνιος δὲ μόνος ἐδίωκεν, ἵν’ αὐτοῦ μόνου τὸ ἔργον τῆς νίκης, ὡς ᾤετο, γένηται. καὶ τὸ Ἀρήτιον προκατέλαβεν· ὁ γὰρ Ἀννίβας συντομωτέραν τραπόμενος δυσόδοις ἐνέτυχε, καὶ ἀνθρώπους συχνοὺς καὶ πολλὰ ὑποζύγια καὶ τὸν ἕτερον τῶν ὀφθαλμῶν ἀπέβαλεν. ὀψὲ δ’ οὖν πρὸς τὸ Ἀρήτιον ἐλθών, καὶ εὑρὼν ἐκεῖ τὸν Φλαμίνιον, κατεφρόνησεν αὐτοῦ, καὶ μάχῃ μὲν οὐ συνέβαλε, τὸ γὰρ χωρίον ἀνεπιτήδειόν οἱ ἐδόκει, πεῖραν δὲ αὐτοῦ ποιούμενος ἔκειρε τὴν χώραν.