PG 135John Chilas of Ephesus
John Chilas, Metropolitan of Ephesus
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 501–502page 1 of 3
Notitia, cui insunt fragmenta dogmatica
PG 135:501νου ἀνύσας μηδὲν ὁ ἁλιτήριος, ἤνυσε τοῦτο καὶ μόνον, διαπράσας τὴν χώραν Λατίνοις χρυσίου χια λιάδων λιτρῶν διακοσίων. Διὸ καὶ πολὺς ὁ ὀλολυγμός, καὶ ἀφόρητος ὁ καπνὸς, ὡς προείρηται, ὁ ἐλθὼν ἐκ τοῦ βοῤῥᾶ. Περὶ ὧν ὁ θέλων δηλῶσαι κατὰ μέρος καὶ ὁ χρόνος ἐπιλείψει. 5. Μαινομένης θαλάσσης ἐκ πολλῆς τρικυμίας καὶ πολλῆς καταιγίδος οὐδὲν ἀποδέει νῦν τὰ τῆς χώρας ἡμῶν· μᾶλλον δὲ καὶ χεῖρον ἀγρίας θαλάσσης. Εκείνης γὰρ τὴν ἀγριότητα διαδέχεται γαλήνη· ἐνθάδε δὲ ὁ κλύδων καθεκάστην ἐπαύξει, καὶ τὸ βαγδαῖον αὐτοῦ τέλος οὐκ ἔχει· εἰ μή που ἀκούσειε, Μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ, ἀλλ᾽ ἐν σεαυτῇ συν τριβήσεταί σου τὰ κύματα. Ἐν τῇ Λευιτικῇ βίβλῳ γέγραπται διαῤῥήδην τὰ ἐν τῇ γῇ ἡμῶν συναντήσ σαντα πήματα, ἤτοι πόλεμοι, ἥτται, σποραὶ διακενῆς, ὑπεναντίων ἐδωδὴ καμάτων ἡμῶν· καὶ ἡ ἰσχὺς ἡμῶν ἐγένετο εἰς οὐδέν· καὶ ἐγενόμεθα ὀλιγοστοί· καὶ λαὸς ἀλλότριος ἐπληθύνθη ἐν τῇ γῇ ἡμῶν. Ἐπορεύθητε πρός με πλάγιοι, λέγει ὁ Θεὸς, κἀγὼ πορεύσομαι πρὸς ὑμᾶς ἐν θυμῷ πλαγίῳ. Καὶ γὰρ οὕτως ἔχει. Εἰ μή πω γάρ τις νοσήσας χωλανεῖ, οὐδ᾽ ὁ ἰατρὸς ἐπάγει τμὴν μετὰ πικρίας καὶ καύσεως. Δῆλον ὅτι καὶ ἡμεῖς, εἰ μή που πολλὰ τὸν πανάγαθον ἰατρὸν ἡμῶν παρεπικράναμεν, καὶ πλαγίως πρὸς αὐτὸν ἐπορεύθημεν, οὐκ ἂν καὶ αὐτὸς πλαγίως πρὸς ἡμᾶς διετέθη, σωτηριωδῶς καταπικραίνων ἡμᾶς.
col. 503–504page 2 of 3
PG 135:503Τοῦ μητροπολίτου Εφέσου Ἰωάννου λόγος συν τεθεὶς κατὰ σχισματικῶν ἐκ διαφόρων κανόνων καὶ γραφικών ἀποδείξεων ἀποδεικνὺς ὅτι ὀρθοδοξούσης τῆς Ἐκκλησίας ἀλόγως ταύτης διίστανται. Οὐδὲν ἀγάπης ἐν βίῳ ἀνώτερον καὶ ἡδύτερον, καὶ οὐδὲν εἰρήνης καὶ ὁμονοίας ἐν κόσμῳ λυσιτελέστερον καὶ τερπνότερον· ἀγάπη γὰρ ὁ Θεός ἐστί τε καὶ ὀνομάζεται· καὶ ἡ κατὰ Θεὸν εἰρήνη καὶ τοῦ Θεοῦ πάντα νοῦν ὑπερέχει ὡς δεδιδάγμεθα. Αὗται καὶ τὸν Δημιουργὸν καὶ Δεσπότην τῶν ὅλων κλῖναι τε τοὺς οὐρανοὺς καὶ ἐπὶ τῆς γῆς καταβῆναι κατέπει σαν. Καὶ μέντοι καὶ καταβέβηκε, καὶ καθ᾿ ἡμᾶς δι' ἡμᾶς χωρὶς ἁμαρτίας κατ' ἀλήθειαν ἄνθρωπος γέγονε· καὶ πάντα τὰ μὲν δράσας, τὰ δ᾽ ὑποστὰς τὰ ἀνθρώπινα, τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν τὸ καλὸν τῆς εἰρήνης εὐηγγελίσατο. Ταύτας καὶ ὁ πιστότατος τοῦ γένους ἡμῶν βασιλεὺς εἴπερ τις ἕτερος ἀγαπήσας, συγκαλεῖται, ὡς ὁρᾶτε, τοὺς πάντας ἐνταῦθα, ὅπως ἄν μετὰ τοῦ Θεοῦ καὶ αὐτὸς τὰ τῆς εἰρήνης ἡμῖν εὐαγγελίσηται ἀγαθὰ, καὶ τὸν πολυήμερον πόλ λεμον καταλύσῃ, καὶ πρὸς τὴν ἀρχαίαν τὰ διεστῶτα ἐπαναγάγῃ συνάφειαν. ἐγκλήματα διά τινας μικροψυχίας, Σημείωσε και ταῦτα, ἴσως γὰρ ὠφεληθήσονται οἱ κακῶς λέγοντες αποσχισθῆναι ἡμᾶς ἀπὸ τοῦ Ῥώμης, πρὸ τοῦ καταδικασθῆναι αὐτὸν καὶ τοὺς περὶ αὐτὸν ὡς κακόφρονας καλώς. καλῶς
col. 505–506page 3 of 3
PG 135:505Ὅσους δὲ κανόνας τῶν ἀρχαιοτέρων οἱ μετ᾿ ἐκείνους ἀρχιερεῖς καὶ μεγάλοι Πατέρες ἡμῶν ἀργίᾳ τελείᾳ συνέστειλαν, τί χρὴ καὶ λέγειν ἡμᾶς; Ἴσασιν οἱ τὰ ἱερὰ τῶν κανόνων πεπαιδευμένοι μαθήματα. Τοῦ γάρ ἐστιν ὁ κανὼν ἐκεῖνος ὁ τοὺς ἐπισκόπους συνοικεῖν ταῖς οἰκείαις αὐτῶν γυναιξὶν ἐντελλόμενος; Τοῦ ἐκεῖνος ὁς τοὺς σχισματικοὺς καὶ τοὺς αἱρετι τοὺς ἐξαναβαπτίζεσθαι διατάττεται; Ποῦ ὁ διοριζόμενος πάλιν ἑπτὰ διακόνους εἶναι καὶ μόνους ἐν κάστῃ τῶν πόλεων; Ποῦ ὁ μετὰ τὸ φαγεῖν ἡμᾶς κατὰ τὴν μεγάλην ε' μετέχειν τῶν φρικτῶν τοῦ Χριστοῦ μυστηρίων, μιμήσει τάχα τοῦ Κυριακοῦ είπνου ἐκείνου, νομοθετῶν; Ποῦ κἀκεῖνος ὃς τοῖς ελήθεσι τῶν ἐπισκόπων ἐκλογὴν ποιεῖσθαι καὶ ψῆφον ἐπέτρεπε; Καὶ μακρὸν ἂν εἴη τοὺς ἀπρακτή παντας τῶν κανόνων πάντας ἐκλέγεσθαι νῦν καὶ εἰς μέσον παράγεσθαι. Ἰωάννου τοῦ Χειλᾶ μητροπολίτου Εφέσου πρὸς ( αὐτοκράτορα. Τὴν ἐκπόρευσιν ἀκίνητον ιδιότητα Η παναγίου Ηνεύματος οἶδεν ἡ κοινὴ δόξα τῆς κλησίας, καὶ μηδὲν ἕτερον, ἢ μόνην τὴν ἐκ τοῦ τὸς φυσικὴν ὕπαρξιν αὐτοῦ παριστάνουσαν. Τὸ δοξάζειν, καὶ γράφειν τὴν ἐκπόρευσιν ταύτην, μὲν ἐπὶ τῆς θεολογίας τὴν ὕπαρξιν σημαίνειν νῦν δὲ αὖ τὴν ἔκτασιν τὴν ἀΐδιον, ἢ τὴν ψιν ἢ τὴν φανέρωσιν βλάσφημον, καὶ τῶν υλικῶν δογμάτων ἀλλότριον, καὶ παρὰ τοῦτο, ιθέματὸς ἄξιον· πάλιν τὸν προβολέα τοῦ παν Πνεύματος αἴτιον, ὡς καὶ τὸν Γεννητόρα τοῦ τιον, ἡ κοινὴ τῶν Πατέρων οἶδεν ἔννοια καὶ 7. Πρὸς δὲ καὶ τὴν προβολὴν ταὐτὸ τῇ ἐκπο νασθαι, καθάπαξ οἱ πάντες γινώσκουσιν. τοίνυν οὕτως, ἀλλ᾽ ἑτέρως φρονῶν, δογμα καὶ γράφων, ὡς ποτὲ μὲν ὁ προβολεὺς τὸν δ καίνει τοῦ ἁγίου Πνεύματος, καὶ ἡ προβο κ τοῦ Πατρὸς αὐτοῦ φυσικὴν ὕπαρξιν· ποτὲ μὲν τὸν φανερωτὴν, αὕτη δὲ τὴν ἀΐδιον ἢ τὴν ἔλλαμψιν, εἴτ᾿ οὖν τὴν φανέρωσιν ου Πνεύματος, πρόδηλος βλάσφημος οὗτος περιφανής παραδειγματιστὴς, καὶ διὰ ἀποβολῆς, καὶ βδελύγματος ἄξιος. Ὡσαύ ν πρόοδον πάλιν ἐπὶ τοῦ παναγίου Πνεύ η
Page scan enlarged

Notebook

Full View